---
title: Dionysiaca
title_greek: Διονυσιακά
author: Nonnus of Panopolis
eul_wid: tns-ab
eul_aid: tns
canonical: "https://eulogikon.org/grc/nonnus-of-panopolis/dionysiaca"
canonical_json: "https://eulogikon.org/data/works/grc/nonnus-of-panopolis-dionysiaca-tns-ab.json"
sha256: "24b7b895e37b0f325765506b17139d637ed7c75c1437ff01ac00d6ed100682b9"
period: Late Antique
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Dionysiaca

*Διονυσιακά*

**Author:** Nonnus of Panopolis

**eul_wid:** `tns-ab` · [HTML page](https://eulogikon.org/grc/nonnus-of-panopolis/dionysiaca) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/nonnus-of-panopolis-dionysiaca-tns-ab.json)

## Text

### book p1.1.1

Πρῶτον ἔχει Κρονίωνα, κερασφόρον ἅρπαγα νύμφης,

### book p1.1.2

καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων.

### book p1.1.3

δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος ἐνυὼ

### book p1.1.4

καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.

### book p1.5.1

ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου

### book p1.5.2

Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.

### book p1.5.3

ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις

### book p1.5.4

Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ.

### book p1.5.5

πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις,

### book p1.10

τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.

### book p1.1

δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων

### book p1.2

γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.

### book p1.3

ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει

### book p1.4

καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.

### book p1.15.1

ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης

### book p1.15.2

καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.

### book p1.15.3

εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης

### book p1.15.4

θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.

### book p1.15.5

καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς,

### book p1.20.1

πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.

### book p1.20.2

ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις

### book p1.20.3

Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.

### book p1.20.4

δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων

### book p1.20.5

Ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.

### book p1.25.1

ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω

### book p1.25.2

καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.

### book p1.25.3

ἐς δέκατον δὲ τέταρτον ἔχε φρένα· κεῖθι κορύσσει

### book p1.25.4

δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν ἄρεα Ῥείη.

### book p1.25.5

πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω,

### book p1.30.1

θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων.

### book p1.30.2

ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω,

### book p1.30.3

εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.

### book p1.30.4

ἑβδομάτῳ δεκάτῳ πρωτάγριον ἄρεα μέλπω

### book p1.30.5

καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.

### book p1.35.1

ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει,

### book p1.35.2

εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.

### book p1.35.3

ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει

### book p1.35.4

Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα.

### book p1.35.5

εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου,

### book p1.40.1

εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.

### book p1.40.2

εἰκοστὸν πρώτιστον ἔχει χόλον Ἐννοσιγαίου

### book p1.40.3

καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.

### book p1.40.4

δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργα τε μέλπει,

### book p1.40.5

Αἰακὸς ὅσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.

### book p1.45.1

εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην

### book p1.45.2

καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.

### book p1.45.3

εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν

### book p1

κερκίδα θ’ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.

### book 1.1.1

Εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς,

### book 1.1.2

νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,

### book 1.1.3

καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην

### book 1.1.4

Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας

### book 1.5.1

Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,

### book 1.5.2

φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας,

### book 1.5.3

ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,

### book 1.1

εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ

### book 1.2

ὡς πάρος ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ

### book 1.10.1

τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.

### book 1.10.2

ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,

### book 1.10.3

καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου.

### book 1.10.4

ἀλλὰ χοροῦ ψαύοντι Φάρῳ παρὰ γείτονι νήσῳ

### book 1.10.5

στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη

### book 1.15.1

ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω.

### book 1.15.2

εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,

### book 1.15.3

μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ

### book 1.15.4

φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·

### book 1.15.5

εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,

### book 1.20.1

Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης

### book 1.20.2

μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·

### book 1.20.3

εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν

### book 1.20.4

πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων,

### book 1.20.5

ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν

### book 1.25

πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·

### book 1.1

εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης

### book 1.2

ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,

### book 1.3

ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·

### book 1.4

εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω

### book 1.30.1

κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·

### book 1.30.2

εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,

### book 1.30.3

μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ

### book 1.30.4

βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.

### book 1.30.5

ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ

### book 1.35.1

νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος

### book 1.35.2

σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς

### book 1.35.3

νεκταρέης, βυθίῃ δὲ παρ’ Εἰδοθέῃ καὶ Ὁμήρῳ

### book 1.35.4

φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ.

### book 1.35.5

εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ

### book 1.40.1

ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω

### book 1.40.2

Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,

### book 1.40.3

ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας

### book 1.40.4

δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,

### book 1.40.5

γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.

### book 1.45.1

ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.

### book 1.45.2

Σιδονίης ποτὲ ταῦρος ἐπ’ ᾐόνος ὑψίκερως Ζεὺς

### book 1.1

ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ

### book 1.2

καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,

### book 1.3

κυκλώσας παλάμας περὶ γαστέρα δίζυγι δεσμῷ,

### book 1.1

βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς

### book 1.2

κυρτὸν ὑποστορέσας λοφιὴν ἐπιβήτορι κούρῃ,

### book 1.3

δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,

### book 1.4

Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου

### book 1.5

πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ

### book 1.55.1

ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη

### book 1.55.2

δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ

### book 1.55.3

ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης

### book 1.55.4

ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν Ἐννοσιγαίου

### book 1.55.5

ἢ λοφιῇ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην.

### book 1.60.1

καὶ πλόον εἱλιπόδην ἐπεθάμβεε Κυανοχαίτης,

### book 1.60.2

Τρίτων δ’ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων

### book 1.60.3

ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ

### book 1.60.4

ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα

### book 1.60.5

θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,

### book 1.65.1

ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον. ἀκροβαφῆ δὲ

### book 1.65.2

ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,

### book 1.65.3

καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης

### book 1.65.4

πηδάλιον κέρας εἶχε, καὶ Ἵμερος ἔπλετο ναύτης.

### book 1

καὶ δολόεις Βορέης γαμίῃ δεδονημένος αὔρῃ

### book 1.70.1

φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ

### book 1.70.2

ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.

### book 1.70.3

ὡς δ’ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,

### book 1.70.4

ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,

### book 1.70.5

καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χείρ,

### book 1.75.1

νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης

### book 1.75.2

ἡμιφανὴς πεφόρητο δι’ ὕδατος ὑγρὸς ὁδίτης,

### book 1.75.3

κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου

### book 1.75.4

δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·

### book 1.75.5

ὣς ὅγε † ταῦρον ἄειρε. τιταινομένοιο δὲ ταύρου

### book 1.80.1

βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ

### book 1.80.2

καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων

### book 1.80.3

Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης

### book 1.80.4

εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ

### book 1.80.5

παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ

### book 1.85.1

ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα.

### book 1.85.2

καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ

### book 1.85.3

οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην

### book 1.85.4

οὐρανίης ὤδινεν ἀπ’ αὔλακος ἔγκυον ὕδωρ.

### book 1.85.5

καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης

### book 1.90

κούρη φόρτος ἔην καὶ ναυτίλος· εἰσορόων δὲ

### book 1.1

μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης

### book 1.2

τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·

### book 1.3

„ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων

### book 1.4

νήχεται ἀτρυγέτοιο δι’ ὕδατος ἀγρονόμος βοῦς;

### book 1.95.1

μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου

### book 1.95.2

ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης;

### book 1.95.3

παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη

### book 1.95.4

ἄζυγα ταῦρον ἔχουσα μετ’ αἰθέρα πόντον ὁδεύει;

### book 1.95.5

ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;

### book 1.1

οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς

### book 1.2

ἔλλαχεν—ἰχθυόεν γὰρ ἔχει δέμας—, ἀντὶ δὲ γυμνῆς

### book 1.3

ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην

### book 1.4

Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.

### book 1.5

εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ

### book 1.105.1

γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης,

### book 1.105.2

καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης

### book 1.105.3

γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,

### book 1.105.4

νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων,

### book 1.105.5

χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.

### book 1.110.1

ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς

### book 1.110.2

βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,

### book 1.1

οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ

### book 1.2

ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ

### book 1.3

πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ·

### book 1.115.1

αὔλακας οὐ σπείρουσιν ὀπάονες Ἐννοσιγαίου,

### book 1.115.2

ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,

### book 1.115.3

ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη.

### book 1.115.4

ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ

### book 1.115.5

ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;

### book 1.120.1

ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην

### book 1.120.2

ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;

### book 1.120.3

μὴ δόλον ἄλλον ὕφαινε πάλιν μετὰ δέμνια Τυροῦς,

### book 1.120.4

ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ’ ὑδατόεις παρακοίτης

### book 1.120.5

χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;“

### book 1.125.1

τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης

### book 1.125.2

θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,

### book 1.125.3

καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·

### book 1.125.4

„κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,

### book 1.125.5

εἰ βόες εἰσαΐουσιν· ‘ἀμείλιχε, φείδεο κούρης.‘

### book 1.130.1

εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι

### book 1.130.2

Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ

### book 1.130.3

ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.

### book 1.130.4

μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.

### book 1.130.5

ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,

### book 1.135.1

δέξο με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή,

### book 1.135.2

μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.“

### book 1.135.3

ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη·

### book 1.135.4

Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων

### book 1.135.5

ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.

### book 1.140.1

ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι

### book 1.140.2

φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,

### book 1.140.3

εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου

### book 1.140.4

ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην

### book 1.140.5

ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,

### book 1.145.1

καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν

### book 1.145.2

Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ

### book 1.145.3

Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,

### book 1.145.4

αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης

### book 1.145.5

καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν

### book 1.1

καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,

### book 1.2

καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ

### book 1.3

πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων

### book 1.4

Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.

### book 1.5

καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς ἀρούρης

### book 1.155.1

ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,

### book 1.155.2

ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν

### book 1.155.3

παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·

### book 1.155.4

συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ

### book 1

πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,

### book 1.160.1

καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας

### book 1.160.2

οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων

### book 1.160.3

ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.

### book 1.160.4

ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην

### book 1.160.5

ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·

### book 1.165.1

εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου

### book 1.165.2

τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων

### book 1.165.3

ἄξονι κεκλιμένην λοφιὴν ἀνεσείρασεν Ἄρκτου

### book 1.165.4

Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοπτε Βοώτην,

### book 1.165.5

ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δ’ ὑπὸ κυκλάδι νύσσῃ

### book 1.170.1

πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·

### book 1.170.2

εἴρυσεν Ἠριγένειαν, ἐρυκομένοιο δὲ ταύρου

### book 1.170.3

ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη·

### book 1.170.4

καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων

### book 1.170.5

ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ

### book 1.175.1

Ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη.

### book 1.175.2

οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ

### book 1.175.3

ἐς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη·

### book 1.175.4

καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος

### book 1.175.5

νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,

### book 1.180

καὶ διδύμους ἐπὶ πόντον ἀπ’ αἰθέρος Ἰχθύας ἕλκων

### book 1.1

Κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,

### book 1.2

γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου

### book 1.3

ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.

### book 1.4

ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς

### book 1.185.1

ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν

### book 1.185.2

αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην

### book 1.185.3

αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν

### book 1.185.4

ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου.

### book 1.185.5

οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ

### book 1.190.1

ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης

### book 1.190.2

ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας

### book 1.190.3

δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ

### book 1.190.4

λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης

### book 1.190.5

ἰσοτύπου Ταύροιο δράκων κυκλοῦτο κεράστης,

### book 1.195.1

οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου

### book 1.195.2

ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,

### book 1.195.3

οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων

### book 1.195.4

ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·

### book 1.195.5

καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,

### book 1.1

πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,

### book 1.2

καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,

### book 1.3

αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.

### book 1.1

καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου

### book 1.2

αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς

### book 1.205.1

νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων

### book 1.205.2

καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ

### book 1.205.3

πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης

### book 1.205.4

εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων

### book 1.205.5

αὐερύσας στατὸν ἵππον ὑποβρυχίῃ παρὰ φάτνῃ

### book 1.210.1

οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην

### book 1.210.2

αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου

### book 1.210.3

Ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι·

### book 1.210.4

πολλάκι δ’ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος

### book 1.210.5

ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων

### book 1.215.1

ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,

### book 1.215.2

καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ

### book 1.215.3

ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,

### book 1.215.4

λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.

### book 1.215.5

οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·

### book 1.220.1

μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις

### book 1.220.2

ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·

### book 1.220.3

καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης

### book 1.220.4

χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.

### book 1.220.5

ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι,

### book 1.225

καὶ στίχες οὐρανίων ἑλίκων νωμήτορι κύκλῳ

### book 1.1

εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ

### book 1.2

αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,

### book 1.3

καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,

### book 1.4

καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ

### book 1.230.1

ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,

### book 1.230.2

ἀντιπόρους δ’ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δ’ ἠχῇ

### book 1.230.3

οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων

### book 1.230.4

μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν

### book 1.230.5

Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος

### book 1.235.1

φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·

### book 1.235.2

καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος

### book 1.235.3

δίψιος ἀστερόεντι Κύων ἐπεπάφλασε λαιμῷ

### book 1.235.4

πέμπων θερμὸν ὕλαγμα καὶ ἠθάδος ἀντὶ λαγωοῦ

### book 1.235.5

θηρσὶ Τυφαονίοισιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.

### book 1.240.1

καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ

### book 1.240.2

οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν

### book 1.240.3

Πληιάδων ἀλάλαζε βοῆς ἑπτάστομος ἠχώ,

### book 1.240.4

καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.

### book 1.240.5

σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν

### book 1.245.1

αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν

### book 1.245.2

γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,

### book 1.245.3

στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῶν

### book 1.1

λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ

### book 1.2

ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·

### book 1.1

καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος

### book 1.2

Τοξευτὴρ βέλος ἧκεν· Ἁμαξαίῳ δ’ ἐνὶ κύκλῳ

### book 1.3

μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις

### book 1.4

αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·

### book 1.5

γείτων δ’ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης

### book 1.255.1

πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης·

### book 1.255.2

γούνατι δ’ εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ

### book 1.255.3

Φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.

### book 1.255.4

Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,

### book 1.255.5

καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων

### book 1.260.1

Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ·

### book 1.260.2

καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης

### book 1.260.3

εἰς σκοπέλους μετένασσε, μετ’ αἰθέρα πόντον ἱμάσσων·

### book 1.260.4

νισομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ

### book 1.260.5

φαίνετο γυμνωθεῖσα δι’ ὕδατος ἄβροχος ὀσφύς,

### book 1.265.1

καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ·

### book 1.265.2

νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν

### book 1.265.3

ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ

### book 1.265.4

ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ

### book 1.265.5

ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου

### book 1.270.1

βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ

### book 1.270.2

θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου

### book 1.1

φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων

### book 1.2

πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ·

### book 1.3

πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντου,

### book 1.275.1

Γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης

### book 1.275.2

ἀκλύστοις λαγόνεσσιν ἐμυκήσαντο δὲ φῶκαι,

### book 1.275.3

καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ·

### book 1.275.4

καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων

### book 1.275.5

πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,

### book 1.280.1

καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.

### book 1.280.2

οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ

### book 1.280.3

οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς

### book 1.280.4

ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.

### book 1.280.5

πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ

### book 1.285.1

ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ

### book 1.285.2

ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.

### book 1.285.3

καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς

### book 1.285.4

χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ

### book 1.285.5

νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης

### book 1.290.1

ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας·

### book 1.290.2

μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων

### book 1.1

ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ

### book 1.2

ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.

### book 1.3

καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην

### book 1.295.1

Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ·

### book 1.295.2

ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων

### book 1.295.3

χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς

### book 1.295.4

βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.

### book 1.295.5

ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς

### book 1.1

βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς

### book 1.2

ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ

### book 1.3

ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·

### book 1.4

ἀστεροπὴ δ’ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ

### book 1.5

μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·

### book 1.305.1

καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,

### book 1.305.2

ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,

### book 1.305.3

πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν

### book 1.305.4

ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ

### book 1.305.5

οὐρανίην ποθέοντες ἐθήμονα χεῖρα φορῆος.

### book 1.310.1

ὡς δ’ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ

### book 1.310.2

ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων

### book 1.310.3

πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ

### book 1.1

χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,

### book 1.2

οἰστρηθεὶς δ’ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,

### book 1.315.1

στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,

### book 1.315.2

προσθιδίους προβλῆτας ἐκούφισε γούνατα κάμπτων,

### book 1.315.3

καὶ λόφον ᾐώρησεν, ἐπ’ ἀμφοτέρων δέ οἱ ὤμων

### book 1.315.4

ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·

### book 1.315.5

ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων

### book 1.320.1

μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.

### book 1.320.2

ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,

### book 1.320.3

τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς

### book 1.320.4

ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.

### book 1.320.5

καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη

### book 1.325.1

ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν·

### book 1.325.2

„Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς

### book 1.325.3

Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.

### book 1.325.4

αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·

### book 1.325.5

‘τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.‘

### book 1.330

ὡς νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,

### book 1.1

μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,

### book 1.2

μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος

### book 1.3

Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.

### book 1.4

Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,

### book 1.335.1

ὅττι σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ

### book 1.335.2

ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.

### book 1.335.3

Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,

### book 1.335.4

μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,

### book 1.335.5

καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ

### book 1.340.1

ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;

### book 1.340.2

ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων

### book 1.340.3

Ἄργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων

### book 1.340.4

πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.“

### book 1.340.5

ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν

### book 1.345.1

εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην·

### book 1.345.2

καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης

### book 1.345.3

μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ

### book 1.345.4

οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,

### book 1.345.5

καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ

### book 1.1

ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης

### book 1.2

ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.

### book 1.3

καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·

### book 1.4

καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην

### book 1.5

κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,

### book 1.355.1

Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρὸν Ἡνιοχῆος

### book 1.355.2

νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,

### book 1.1

εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,

### book 1.2

ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ

### book 1.3

δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων

### book 1.360.1

φαίνεται, ἑσπερίην δὲ θοώτερος ἄντυγα βαίνων

### book 1.360.2

σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.

### book 1.360.3

ὣς ὁ μὲν ἐστήρικτο κατ’ οὐρανόν. οὐδὲ Τυφωεὺς

### book 1.360.4

μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ

### book 1.360.5

Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσσας

### book 1.365.1

φοιταλέῳ μαστῆρι δι’ οὔρεος ἤντετο Κάδμῳ

### book 1.365.2

πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν

### book 1.365.3

ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.

### book 1.365.4

καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν

### book 1.365.5

δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·

### book 1.370.1

πλέξας δ’ ἐκ καλάμων καλύβην ἑλικώδεϊ δεσμῷ

### book 1.370.2

πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ

### book 1.370.3

ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου

### book 1.370.4

εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·

### book 1.370.5

καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ

### book 1.375.1

δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.

### book 1.375.2

ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης

### book 1.375.3

Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·

### book 1.375.4

„Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·

### book 1.375.5

δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ

### book 1.380.1

τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς.

### book 1.380.2

αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει

### book 1.380.3

αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;

### book 1.380.4

δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ

### book 1.380.5

ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·

### book 1.385.1

δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν

### book 1.385.2

ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ

### book 1.385.3

ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης

### book 1.385.4

ἐς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων

### book 1.385.5

ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,

### book 1.390.1

μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,

### book 1.390.2

μὴ βροντὴν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω

### book 1.390.3

μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.

### book 1.390.4

εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,

### book 1.390.5

κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ

### book 1.395.1

θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων

### book 1.395.2

δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω

### book 1.395.3

ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.

### book 1.395.4

καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,

### book 1.395.5

τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.

### book 1.1

εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,

### book 1.2

ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς·

### book 1.3

ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ

### book 1.4

ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.

### book 1

πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ

### book 1.405.1

σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων·

### book 1.405.2

Καδμείης δ’ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς,

### book 1.405.3

ὅσσον ἐγὼ πόθον ἔσχον ἐς Εὐρώπης ὑμεναίους.“

### book 1.405.4

ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,

### book 1.405.5

ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων

### book 1.410.1

Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,

### book 1.410.2

κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης

### book 1.410.3

καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,

### book 1.410.4

πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς

### book 1.410.5

οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.

### book 1.415.1

ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ

### book 1.415.2

ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δ’ ἄντρου

### book 1.415.3

ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ

### book 1.415.4

τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν

### book 1.415.5

ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης

### book 1.420.1

Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.

### book 1.420.2

ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας

### book 1.420.3

νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,

### book 1.420.4

καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ

### book 1.420.5

ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου

### book 1.425.1

ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ

### book 1.425.2

ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·

### book 1.1

„αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;

### book 1.2

καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,

### book 1.3

καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·

### book 1.430.1

τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;

### book 1.430.2

πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς

### book 1.430.3

ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ

### book 1.430.4

χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς

### book 1.430.5

πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·

### book 1.435.1

σῶν δ’ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ

### book 1.435.2

οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,

### book 1.435.3

ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων

### book 1.435.4

οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.

### book 1.435.5

στήσω δ’, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων

### book 1.440.1

πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·

### book 1.440.2

πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν

### book 1.440.3

φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος

### book 1.440.4

ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.

### book 1.440.5

βουκόλε, μισθὸν ἔχεις σέο πηκτίδος οὐράνιον γὰρ

### book 1.445

ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,

### book 1.1

ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω

### book 1.2

αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ·

### book 1.3

οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ

### book 1.4

στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος

### book 1.1

ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ

### book 1.2

πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει·

### book 1.3

στήσω δ’ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου

### book 1.4

σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,

### book 1.5

ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ

### book 1.455.1

ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.

### book 1.455.2

οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης

### book 1.455.3

αἰθερίοις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.

### book 1.455.4

καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ

### book 1.455.5

ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.

### book 1.460.1

ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης

### book 1.460.2

φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων

### book 1.460.3

ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.

### book 1.460.4

οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,

### book 1.460.5

σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.

### book 1.465

μολπῆς δ’ ἄξια δῶρα παρ’ ἀστεροφεγγέι κύκλῳ

### book 1.1

στηρίξω σέθεν αὐλὸν Ὀλύμπιον, ἡδυμελῆ δὲ

### book 1.2

οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.

### book 1.3

σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης·

### book 1.4

εἰ δέ σοι οὐ Γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ

### book 1.470.1

ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·

### book 1.470.2

μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.

### book 1.470.3

εἰ δὲ λάχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,

### book 1.470.4

ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·

### book 1.470.5

εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,

### book 1.475.1

δώσω σοι τόδε δῶρον. ἐγὼ δ’ ἐς Ὄλυμπον ὁδεύσω

### book 1.475.2

οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ

### book 1.475.3

ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;

### book 1.475.4

ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,

### book 1.475.5

γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου

### book 1.480.1

σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.“

### book 1.480.2

εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.

### book 1.480.3

ἀλλ’ ὅτε δὴ γίνωσκεν ἑκούσιον ἐς λίνον ἄγρης

### book 1.480.4

νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης

### book 1.480.5

τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,

### book 1.485.1

κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·

### book 1.485.2

„βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·

### book 1.485.3

εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω

### book 1.485.4

ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;

### book 1.485.5

καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων

### book 1.490.1

Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ

### book 1.490.2

χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ

### book 1.490.3

υἱέι νικηθέντι φέρων χάριν· εἰ δέ ποθ’ εὕρω

### book 1.490.4

νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων

### book 1.490.5

θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·

### book 1.495.1

καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,

### book 1.495.2

Ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω

### book 1.495.3

τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,

### book 1.495.4

ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας

### book 1.495.5

στήσω καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.

### book 1.1

ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ

### book 1.2

μοῦνον ἔα κλυτότοξον, ὅπως παρὰ δεῖπνα τραπέζης

### book 1.3

δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,

### book 1.4

τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.

### book 1.5

Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ

### book 1.505.1

Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος

### book 1.505.2

θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.“

### book 1.505.3

ἔννεπε· καὶ χαροπῇσιν ἐπ’ ὀφρύσι νεῦσε Τυφωεύς,

### book 1.505.4

καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων

### book 1.505.5

ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.

### book 1.510.1

καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας

### book 1.510.2

νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,

### book 1.510.3

νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.

### book 1.1

καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν·

### book 1.2

καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν

### book 1.515.1

ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,

### book 1.515.2

Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ

### book 1.515.3

λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,

### book 1.515.4

θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,

### book 1.515.5

λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων

### book 1.520.1

ἁρμονίης ἤκουε καὶ οὐ γίνωσκε Τυφωεύς.

### book 1.520.2

θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν

### book 1.520.3

ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,

### book 1.520.4

καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην

### book 1.520.5

ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·

### book 1.525.1

καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ

### book 1.525.2

ἁβρὸν ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,

### book 1.525.3

καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,

### book 1.525.4

πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης

### book 1.525.5

δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ

### book 1.530.1

σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει

### book 1.530.2

αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ

### book 1.530.3

θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπὴν

### book 1.530.4

οὐδὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμῳ

### book 1

θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.

### book 2.1.1

Ὣς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης

### book 2.1.2

ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,

### book 2.1.3

Κάδμος Ἀγηνορίδης νόθος αἰπόλος· ἀπροϊδὴς δὲ

### book 2.1.4

Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων

### book 2.5.1

χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ.

### book 2.5.2

καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,

### book 2.5.3

μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ

### book 2.5.4

λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς

### book 2.5.5

βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ

### book 2.10.1

ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.

### book 2.10.2

ὡς δ’ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων

### book 2.10.3

εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,

### book 2.10.4

θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων

### book 2.10.5

γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,

### book 2.15.1

ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης

### book 2.15.2

τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσσας

### book 2.15.3

Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·

### book 2.15.4

ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς

### book 2

πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.

### book 2.20.1

ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ

### book 2.20.2

ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος

### book 2.20.3

ἁρμονίην τ’ ἀνέκοψεν. ἀερσιπόδης δὲ Τυφωεὺς

### book 2.20.4

οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,

### book 2.20.5

βροντὴν δ’ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ

### book 2.25.1

καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ

### book 2.25.2

ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,

### book 2.25.3

καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς

### book 2.25.4

ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου

### book 2.25.5

αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.

### book 2.30.1

καὶ ποδὸς ἀγκύλον ἴχνος ἔχων ὀφιώδεϊ ταρσῷ

### book 2.30.2

ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·

### book 2.30.3

ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις

### book 2.30.4

πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι·

### book 2.30.5

καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην

### book 2.35.1

ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν

### book 2.35.2

ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ

### book 2.35.3

Ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος

### book 2.35.4

γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,

### book 2

καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι

### book 2.40.1

ἠιόνες, σείοντο μυχοὶ καὶ ὀλίσθανον ὄχθαι

### book 2.40.2

λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.

### book 2.40.3

οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ

### book 2.40.4

ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου

### book 2.40.5

ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων

### book 2.45.1

γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων

### book 2.45.2

χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ

### book 2.45.3

ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,

### book 2.45.4

ἠερίους δ’ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ

### book 2.45.5

ἱπταμένους ἀβάτοιο δι’ αἰθέρος, ἀγχιφανῆ δὲ

### book 2.1

αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·

### book 2.2

ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων

### book 2.3

αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.

### book 2.4

καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ,

### book 2.5

Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·

### book 2.55.1

καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ

### book 2.55.2

ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη

### book 2.55.3

Νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ

### book 2.55.4

κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων

### book 2.55.5

σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.

### book 2.60.1

μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν

### book 2.60.2

ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν

### book 2.60.3

νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν

### book 2.60.4

αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις·

### book 2.60.5

οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς

### book 2.65.1

ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,

### book 2.65.2

οὐδὲ Τυφαονίης παλάμης νωμήτορι καρπῷ

### book 2.65.3

αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ,

### book 2.65.4

ἀλλὰ βόας μεθέηκε. Γιγαντείῳ δὲ βελέμνῳ

### book 2.65.5

σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης

### book 2.70.1

καὶ διερὴν φλέβα λῦσαν, ἀνοιγομένου δὲ βερέθρου

### book 2.70.2

χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,

### book 2.70.3

ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ.

### book 2.70.4

καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις

### book 2.70.5

ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,

### book 2.75.1

ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων

### book 2.75.2

αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.

### book 2.75.3

δένδρεα δ’ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,

### book 2.75.4

καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ

### book 2.75.5

κῆπος ἀιστώθη, ῥοδόεις δ’ ἀμαθύνετο λειμών·

### book 2.80.1

καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων

### book 2.80.2

αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς

### book 2.80.3

αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,

### book 2.80.4

πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων

### book 2.80.5

κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·

### book 2.85.1

κεκλιμένην δ’ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·

### book 2.85.2

καί, Μορίην μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην,

### book 2.85.3

τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ·

### book 2.85.4

καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,

### book 2.85.5

πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην

### book 2.90.1

βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·

### book 2.90.2

καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,

### book 2.90.3

μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἀδρυάδες δὲ

### book 2.90.4

ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.

### book 2.90.5

καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου

### book 2.95.1

σύγχρονος ἀκρήδεμνος Ἁμαδρυὰς ἄνθορε δάφνης,

### book 2.95.2

ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη

### book 2.95.3

ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ·

### book 2.95.4

„δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω

### book 2.95.5

ἀμφοτέραις, μὴ Φοῖβον ἴδῃς, μὴ Πᾶνα νοήσω.

### book 2.1

ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης

### book 2.2

τέμνετε δειλαίης τετμημένα· φείδεο, τέκτων,

### book 2.3

ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,

### book 2.4

μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.

### book 2.5

ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων

### book 2.105

κόπτε με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ

### book 2.1

πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,

### book 2.2

ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,

### book 2.3

εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.“

### book 2.4

ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,

### book 2.110.1

καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ

### book 2.110.2

αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ·

### book 2.110.3

ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·

### book 2.110.4

„παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ

### book 2.110.5

ἐκ δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.

### book 2.115.1

πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας

### book 2.115.2

ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,

### book 2.115.3

καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,

### book 2.115.4

ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ

### book 2.115.5

ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.

### book 2.120.1

οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ὑψιφανῆ δὲ

### book 2.120.2

οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ

### book 2.120.3

Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων

### book 2.120.4

Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.

### book 2.120.5

ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλ’ ἐνὶ πόντῳ

### book 2.125.1

Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων.

### book 2.125.2

αἴθε λάχον πτερὰ κοῦφα· δι’ ὑψιπόρου δὲ κελεύθου

### book 2.1

ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω·

### book 2.2

ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς

### book 2.3

ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.

### book 2.130.1

εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,

### book 2.130.2

μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη † Φιλομήλη

### book 2.130.3

καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην

### book 2.130.4

ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,

### book 2.130.5

φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,

### book 2.135.1

ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν.

### book 2.135.2

Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν σέο πενθάδι μολπῇ

### book 2.135.3

υἱέα δακρύσειας, ἐγὼ δ’ ἐμὰ λέκτρα γοήσω.

### book 2.135.4

Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ

### book 2.135.5

καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.

### book 2.140.1

ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης

### book 2.140.2

κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν

### book 2.140.3

ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.

### book 2.140.4

εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθώ,

### book 2.140.5

πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ· ...

### book 2.145.1

οὐκ ἐθέλω παρὰ Κύδνον, ὅτι προχοῇσι συνάψω

### book 2.145.2

παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.

### book 2.145.3

πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω

### book 2.1

ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.

### book 2.2

εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω

### book 2.1

οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης

### book 2.2

μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.

### book 2.3

ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο

### book 2.4

εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω

### book 2.5

ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις

### book 2.155.1

γείτονος αἰγείροιο περίπλοκα φύλλα πελάσσω

### book 2.155.2

δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·

### book 2.155.3

οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, Δάφνη,

### book 2.155.4

αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.

### book 2.155.5

ἔσσομαι, ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν

### book 2.160.1

λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται·

### book 2.160.2

ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·

### book 2.160.3

ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.“

### book 2.160.4

ἡ μὲν ἔφη· Φαέθων δὲ πόλον δινωτὸν ἐάσσας

### book 2.160.5

εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης

### book 2.165.1

ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ

### book 2.165.2

οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,

### book 2.165.3

αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ

### book 2.1

ἀθάνατοι πλάζοντο, παρ’ ὀφρυόεντι δὲ Ταύρῳ

### book 2.2

Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.

### book 2.170.1

νὺξ μὲν ἔην· φρουραὶ δὲ πέριξ στίχες ἦσαν Ὀλύμπου

### book 2.170.2

ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων

### book 2.170.3

ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ’ ἑτερόθροος ἄστρων

### book 2.170.4

ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς

### book 2.170.5

ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης·

### book 2.175.1

καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις

### book 2.175.2

οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι

### book 2.175.3

ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων

### book 2.175.4

ἀστέρες Ἀτλάντειον ἐπεκλήισαν ὀχῆα,

### book 2.175.5

μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων·

### book 2.180.1

ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ

### book 2.180.2

ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.

### book 2.180.3

αἰθερίῳ δὲ τένοντι συνέμπορος Ἀρκάδος Ἄρκτου

### book 2.180.4

ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων

### book 2.180.5

ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,

### book 2.185.1

ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ

### book 2.185.2

ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων

### book 2.1

ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.

### book 2.2

καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων

### book 2.3

καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης

### book 2.190.1

ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ

### book 2.190.2

πυκνὰ διαθρῴσκοντες ἀπ’ αἰθέρος ἄκρον Ὀλύμπου

### book 2.190.3

ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ

### book 2.190.4

δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ

### book 2.190.5

πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων

### book 2.195.1

ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

### book 2.195.2

κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,

### book 2.195.3

καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας

### book 2.195.4

φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,

### book 2.195.5

καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ

### book 2.1

ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ

### book 2.2

Ζηνὶ συναιχμάζοντες, ὑπ’ ἀκτίνεσσι δὲ λάμπων

### book 2.3

ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ

### book 2.4

Ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,

### book 2.5

χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.

### book 2.205.1

καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη

### book 2.205.2

ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,

### book 2.205.3

Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα

### book 2.205.4

ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·

### book 2

„Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω

### book 2.210.1

μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·

### book 2.210.2

μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ

### book 2.210.3

ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,

### book 2.210.4

καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ·

### book 2.210.5

ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου

### book 2.215.1

χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων

### book 2.215.2

στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ·

### book 2.215.3

Ἥβη λεῖπε κύπελλον, Ἄρης δ’ ἀπεσείσατο λόγχην,

### book 2.215.4

Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ’ ἔρριψεν Ἀπόλλων,

### book 2.215.5

καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,

### book 2.220.1

εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης

### book 2.220.2

ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,

### book 2.220.3

ἁρμονίης δ’ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ

### book 2.220.4

πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη

### book 2.220.5

τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσσας

### book 2.225.1

σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων

### book 2.225.2

ὁ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,

### book 2.225.3

καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.

### book 2.225.4

ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;

### book 2.225.5

μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,

### book 2.230

οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,

### book 2.1

ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κτυπέοντι κεραυνῷ

### book 2.2

Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω

### book 2.3

παρθενικὴν ἀνάεδνον ἀναγκαίῳ παρακοίτῃ;

### book 2.4

ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει

### book 2.235.1

χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι Ἰοχεαίρῃ

### book 2.235.2

ἵλαον Εἰλείθυιαν, ὅτ’ Εἰλείθυια λοχεύσῃ;“

### book 2.235.3

ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας

### book 2.235.4

εὔνασε † καὶ πνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων

### book 2.235.5

ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς

### book 2.240.1

νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις

### book 2.240.2

πλήσας μητέρα γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου

### book 2.240.3

χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ

### book 2.240.4

εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.

### book 2.240.5

ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν

### book 2.245.1

εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς

### book 2.245.2

Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή,

### book 2.245.3

ῥιζοπαγὴς ὅθι πέζα παλίμπορος Ὠκεανοῖο

### book 2.245.4

τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,

### book 2.245.5

ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ·

### book 2.1

φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς

### book 2.2

παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·

### book 2.3

τοῦ δὲ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ

### book 2.1

ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,

### book 2.2

ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,

### book 2.255.1

πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,

### book 2.255.2

λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ

### book 2.255.3

Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

### book 2.255.4

„χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου

### book 2.255.5

σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου

### book 2.260.1

κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ

### book 2.260.2

κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,

### book 2.260.3

ἄντυγα δ’ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,

### book 2.260.4

μηκέτι δειμαίνων ἕλικα δρόμον—οὐ γὰρ ἐάσσω

### book 2.260.5

ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν ἀρούρης

### book 2.265.1

αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην—,

### book 2.265.2

ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσσας

### book 2.265.3

μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας

### book 2.265.4

τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,

### book 2.265.5

ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις

### book 2.270.1

ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,

### book 2.270.2

δμωίδες Ἠελίοιο· περιπλέγδην δὲ λαβοῦσαι

### book 2.270.3

ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρί, πόντον Ὀλύμπῳ.

### book 2.270.4

καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην,

### book 2.270.5

μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,

### book 2.275.1

καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω

### book 2.275.2

χειρὶ μιῇ· καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ

### book 2.275.3

Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,

### book 2.275.4

πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,

### book 2.275.5

ἄστρα κατακλύζειε, καὶ ὕδατι διψὰς ἀλάσθω

### book 2.280.1

Ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.

### book 2.280.2

ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων

### book 2.280.3

αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις

### book 2.280.4

ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·

### book 2.280.5

καὶ βόες ὑγρὰ κέλευθα μετοχλίσσωσι Σελήνης

### book 2.285.1

δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων·

### book 2.285.2

καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων

### book 2.285.3

ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·

### book 2.285.4

αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων

### book 2.285.5

Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·

### book 2.290.1

ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης ...

### book 2.290.2

ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης

### book 2.290.3

κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων

### book 2.290.4

φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,

### book 2.290.5

καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,

### book 2.295.1

καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ.

### book 2.295.2

δεσμοὺς δ’ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,

### book 2.1

ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων

### book 2.2

αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων

### book 2.3

Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει

### book 2.1

ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς·

### book 2.2

υἱάσι δ’ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης

### book 2.3

κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης

### book 2.4

χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρα τις εἴπῃ·

### book 2.5

‘λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.‘

### book 2.305.1

λυσαμένη δ’ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης

### book 2.305.2

Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω,

### book 2.305.3

καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ,

### book 2.305.4

εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ

### book 2.305.5

ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας

### book 2.310.1

κοίρανον ὑσμίνης ληίσσομαι, ἀντὶ φονῆος

### book 2.310.2

μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ

### book 2.310.3

Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω

### book 2.310.4

Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην.

### book 2.310.5

καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων

### book 2.315.1

οὐρανὸν Ἀτλάντειον ἐλαφρίζειε Κρονίων

### book 2.315.2

ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ

### book 2.315.3

ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.

### book 2.315.4

οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ

### book 2.315.5

δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης

### book 2.320.1

αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ

### book 2.320.2

νυμφιδίην τανύσειε Τυφωέι δούλιον αἴγλην,

### book 2.320.3

καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ

### book 2.320.4

ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων,

### book 2.320.5

ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δ’ Ἀφροδίτῃ

### book 2.325.1

εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη

### book 2.325.2

δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,

### book 2.325.3

λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο.

### book 2.325.4

ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,

### book 2.325.5

πήξατε παστὸν Ἔρωτος· ἀπ’ Ὠκεανοῦ δὲ καὶ αὐταί,

### book 2.330.1

Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη,

### book 2.330.2

νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ·

### book 2.330.3

καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης

### book 2.330.4

ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων.

### book 2.330.5

οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ

### book 2.335.1

Οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,

### book 2.335.2

οὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης.

### book 2.335.3

καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων

### book 2.335.4

γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου

### book 2.335.5

λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω

### book 2.340

αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω

### book 2.1

Γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω

### book 2.2

ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,

### book 2.3

ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω

### book 2.4

χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ

### book 2.345.1

κρέσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ

### book 2.345.2

ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ

### book 2.345.3

ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω

### book 2.345.4

ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ

### book 2.345.5

ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.

### book 2.1

καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην

### book 2.2

πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω

### book 2.3

αἷμα νέον μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων

### book 2.4

λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω

### book 2.5

ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ

### book 2.355.1

Παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.“

### book 2.355.2

εἶπεν ὁμοκλήσας· Κρονίδης δ’ ἐγέλασσεν ἀκούων.

### book 2.355.3

καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ

### book 2.355.4

πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ’ ἡγήσατο Νίκη

### book 2.355.5

εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης

### book 2.360.1

ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,

### book 2.360.2

οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλ’ ὑπὲρ αὐτοῦ

### book 2.360.3

αἰθέρος ἵστατο δῆρις, ἔην δ’ ἐνὶ γούνασι Νίκης

### book 2.360.4

σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.

### book 2

Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων

### book 2.365.1

αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,

### book 2.365.2

καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας

### book 2.365.3

εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς

### book 2.365.4

ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι

### book 2.365.5

αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,

### book 2.370.1

συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.

### book 2.370.2

καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς

### book 2.370.3

φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ

### book 2.370.4

ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,

### book 2.370.5

καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·

### book 2.375.1

ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ

### book 2.375.2

ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ’ αὐχήν,

### book 2.375.3

ὑψινεφὴς δ’ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·

### book 2.375.4

καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι

### book 2.375.5

αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.

### book 2.380.1

μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ

### book 2.380.2

ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,

### book 2.380.3

αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,

### book 2.380.4

ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.

### book 2.380.5

δένδρεα δ’ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν

### book 2.385.1

σειόμενα Κρονίδαο καταντίον ἄλλα τε γαίης

### book 2.385.2

ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότα παλμῷ

### book 2.385.3

Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·

### book 2.385.4

πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ

### book 2.385.5

καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι

### book 2.390.1

ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

### book 2.390.2

πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,

### book 2.390.3

καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται

### book 2.390.4

ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην

### book 2.390.5

κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης

### book 2.395.1

Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι

### book 2.395.2

Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι

### book 2.395.3

μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δ’ ἀκτὴ

### book 2.395.4

ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δ’ ἄρκτου

### book 2.395.5

ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,

### book 2.1

Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·

### book 2.2

ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ

### book 2.3

Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.

### book 2.4

καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ

### book 2

ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·

### book 2.405.1

καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ

### book 2.405.2

ἀσταθέων ἀχάρακτα κατέγραφον ἰσχία ταύρων,

### book 2.405.3

ἄλλα δὲ δινηθέντα δι’ ἠέρος ὀξέι ῥοίζῳ

### book 2.405.4

ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·

### book 2.405.5

καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ

### book 2.410.1

πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,

### book 2.410.2

γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·

### book 2.410.3

ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης

### book 2.410.4

Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.

### book 2.410.5

καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας

### book 2.415.1

εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς

### book 2.415.2

αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ

### book 2.415.3

στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ

### book 2.415.4

δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη

### book 2.415.5

πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,

### book 2.420.1

Ἄρης δ’ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις

### book 2.420.2

ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,

### book 2.420.3

ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ·

### book 2.420.4

ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.

### book 2.420.5

καὶ πῇ μὲν στεροπῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,

### book 2.425.1

ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δ’ ὄμβρῳ,

### book 2.425.2

πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης

### book 2.425.3

ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ

### book 2.1

κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις

### book 2.2

ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,

### book 2.430.1

ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ·

### book 2.430.2

καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνην,

### book 2.430.3

ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης

### book 2.430.4

μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης

### book 2.430.5

ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,

### book 2.435.1

οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.

### book 2.435.2

καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων

### book 2.435.3

δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων

### book 2.435.4

ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας

### book 2.435.5

ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας

### book 2.440.1

αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ

### book 2.440.2

κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων

### book 2.440.3

μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,

### book 2.440.4

χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,

### book 2.440.5

ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ

### book 2.445.1

βαλλομένη σελάγιζε δι’ ὕδατος αἰθερίη φλὸξ

### book 2.445.2

λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ

### book 2.445.3

αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο πυρσῷ·

### book 2.445.4

σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,

### book 2

νήπιος· οὐδὲ νόησε, πυραυγέες ὅττι κεραυνοὶ

### book 2.1

καὶ στεροπαὶ γεγάασιν ἀπ’ ὀμβροτόκων νεφελάων.

### book 2.2

καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων

### book 2.3

στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,

### book 2.4

καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δ’ ἄκρῳ

### book 2.5

Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν

### book 2.455.1

λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.

### book 2.455.2

χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας

### book 2.455.3

εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,

### book 2.455.4

καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·

### book 2.455.5

ἀλλ’ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν

### book 2.460.1

κρᾶτα παρακλίνας, στεροπῆς δ’ ἐτύχησε Τυφωεὺς

### book 2.460.2

θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη

### book 2.460.3

ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.

### book 2.460.4

καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων

### book 2.460.5

πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,

### book 2.465.1

σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας

### book 2.465.2

πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ

### book 2.465.3

ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης

### book 2.465.4

αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.

### book 2.465.5

τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ

### book 2.470.1

αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.

### book 2.470.2

ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη

### book 2.1

ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.

### book 2.2

οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι

### book 2.3

ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.

### book 2.475.1

ξυνὴ δ’ ἀμφοτέροισιν ἰσόρροπος ἦεν ἐνυὼ

### book 2.475.2

καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ

### book 2.475.3

αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.

### book 2.475.4

μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ

### book 2.475.5

βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,

### book 2.480.1

καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ

### book 2.480.2

ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί.

### book 2.480.3

ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος

### book 2.480.4

ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,

### book 2.480.5

καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ

### book 2.485.1

πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ

### book 2.485.2

τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων

### book 2.485.3

θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ

### book 2.485.4

διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν

### book 2.485.5

οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει

### book 2.490.1

ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,

### book 2.490.2

πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ

### book 2.490.3

νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.

### book 2.490.4

ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων

### book 2.490.5

λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,

### book 2.495.1

πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ·

### book 2.495.2

οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ

### book 2.495.3

λίγνυϊ καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ

### book 2.495.4

λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.

### book 2.495.5

ἄλλην δ’ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης

### book 2.1

ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων

### book 2.2

τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ·

### book 2.3

ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,

### book 2.4

σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,

### book 2.5

ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,

### book 2.505.1

ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.

### book 2.505.2

τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ

### book 2.505.3

ἰσότυποι στεροπῇσι συνωδίνοντο κεραυνοί.

### book 2.505.4

Ζεὺς δὲ πατὴρ πολέμιζε· κατ’ ἀντιβίοιο δὲ πέμπων

### book 2.505.5

ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα Γιγάντων,

### book 2.510.1

βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν

### book 2.510.2

οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου

### book 2.510.3

ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους

### book 2.510.4

νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,

### book 2.510.5

καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,

### book 2.515.1

καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης

### book 2.515.2

ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων.

### book 2.515.3

καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων

### book 2.515.4

βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ

### book 2.515.5

οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων

### book 2.520.1

ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων.

### book 2.520.2

μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ

### book 2.520.3

καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων

### book 2.520.4

χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.

### book 2.520.5

καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·

### book 2.525.1

εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,

### book 2.525.2

ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·

### book 2.525.3

εἰς κλίσιν εἰ σκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,

### book 2.525.4

χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ·

### book 2.525.5

φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος

### book 2.530.1

καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ·

### book 2.530.2

καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς

### book 2.530.3

ἑσπερίην ἔφριξε θυελλήεσσαν ἐνυώ,

### book 2.530.4

εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·

### book 2

καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος

### book 2.535.1

ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,

### book 2.535.2

φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.

### book 2.535.3

εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,

### book 2.535.4

λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς

### book 2.535.5

θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.

### book 2.540.1

καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο

### book 2.540.2

παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·

### book 2.540.3

δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης

### book 2.540.4

λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν

### book 2.540.5

Ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,

### book 2.545.1

ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρα κε πυρσῷ

### book 2.545.2

θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ

### book 2.545.3

νειφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην·

### book 2.545.4

καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ

### book 2.545.5

ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν

### book 2.1

χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην

### book 2.2

εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις

### book 2.3

διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.

### book 2.4

ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.

### book 2.5

χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην

### book 2.555.1

μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων

### book 2.555.2

καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων

### book 2.555.3

Γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην

### book 2.555.4

βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·

### book 2.555.5

ἤριπε δ’ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ

### book 2.560.1

ὠτειλὴν ἀσίδηρον ἔχων πολέμοιο Τυφωεὺς

### book 2.560.2

ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ

### book 2.560.3

κεῖτο περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,

### book 2.560.4

πυρσὸν ἀναβλύζων. Κρονίδης δ’ ἐρέθιζε γελάσσας,

### book 2.560.5

τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·

### book 2.565.1

„καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ·

### book 2.565.2

Χθὼν μόγις υἷα λόχευσε μετὰ κλόνον Ἰαπετοῖο·

### book 2.565.3

ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,

### book 2.565.4

ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.

### book 2.565.5

δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,

### book 2.570.1

ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου·

### book 2.570.2

σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ,

### book 2.570.3

Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δ’ ἐθελήσῃς,

### book 2.570.4

αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων

### book 2.570.5

καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ

### book 2.575.1

σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων

### book 2.575.2

δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,

### book 2.1

ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα

### book 2.2

οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.

### book 2.3

τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι

### book 2.580.1

Ζῆνα καὶ Ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;

### book 2.580.2

Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,

### book 2.580.3

βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ

### book 2.580.4

ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ

### book 2.580.5

δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,

### book 2.585.1

ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης

### book 2.585.2

ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων·

### book 2.585.3

σύζυγα δ’ Ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης

### book 2.585.4

ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ,

### book 2.585.5

διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.

### book 2.590.1

Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων·

### book 2.590.2

πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης

### book 2.590.3

σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέο φύτλην·

### book 2.590.4

ἐργατίνην δ’ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ,

### book 2.590.5

ὄφρα κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ

### book 2.595.1

ποικίλον αὐχένος ὅρμον ἐύχροον ἤνοπι κόσμῳ,

### book 2.595.2

ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,

### book 2.595.3

οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ

### book 2.595.4

χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ

### book 2.595.5

κρέσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·

### book 2.1

καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου

### book 2.2

τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.

### book 2.3

ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης

### book 2.4

χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·

### book 2.5

χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.

### book 2.605.1

ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν ἐνυώ·

### book 2.605.2

πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;

### book 2.605.3

ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων

### book 2.605.4

βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;

### book 2.605.5

τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;

### book 2.610.1

πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων

### book 2.610.2

καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;

### book 2.610.3

πῇ δὲ δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;

### book 2.610.4

οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ.

### book 2.610.5

πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν

### book 2.615.1

ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;

### book 2.615.2

οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;

### book 2.615.3

οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ

### book 2.615.4

ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα.

### book 2.615.5

πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;

### book 2.620.1

εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ

### book 2.620.2

χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.

### book 2.620.3

ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις

### book 2.620.4

Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω

### book 2.620.5

οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.

### book 2.625.1

ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ

### book 2.625.2

ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ,

### book 2.625.3

τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ

### book 2.625.4

σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·

### book 2.625.5

‘Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις

### book 2.630.1

αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.‘“

### book 2.630.2

ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν ἀρούρης.

### book 2.630.3

καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ

### book 2.630.4

λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,

### book 2.630.5

ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος

### book 2.635.1

Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην,

### book 2.635.2

μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ.

### book 2.635.3

Γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα

### book 2.635.4

ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης

### book 2.635.5

κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,

### book 2.640.1

βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου

### book 2.640.2

φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς

### book 2.640.3

δρύψατο, καὶ κελαδεινὰ δι’ εὐύδρων κενεώνων

### book 2.640.4

ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.

### book 2

ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης

### book 2.645.1

κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι

### book 2.645.2

ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,

### book 2.645.3

οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλ’ ἐνὶ γαίῃ

### book 2.645.4

πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη

### book 2.645.5

ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.

### book 2.1

καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,

### book 2.2

ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,

### book 2.3

νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων

### book 2.4

ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ.

### book 2.5

οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· Ἠέλιος γὰρ

### book 2.655.1

χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ

### book 2.655.2

Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου·

### book 2.655.3

οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ

### book 2.655.4

Καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος

### book 2.655.5

ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.

### book 2.660.1

οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου

### book 2.660.2

Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν

### book 2.660.3

ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης·

### book 2.660.4

„Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου·

### book 2.660.5

σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω·

### book 2.665.1

γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ,

### book 2.665.2

καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.

### book 2.665.3

ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις

### book 2.1

ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;

### book 2.2

εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν

### book 2.670.1

πορθμεύων βιότοιο γαληναίοιο πορείην,

### book 2.670.2

Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,

### book 2.670.3

Ἄρεα νόσφι χόλου κεχολωμένον· ἐννύχιος δὲ

### book 2.670.4

οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας

### book 2.670.5

ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,

### book 2.675.1

κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων

### book 2.675.2

Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,

### book 2.675.3

ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ

### book 2.675.4

Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,

### book 2.675.5

εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος

### book 2.680.1

μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ

### book 2.680.2

ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ

### book 2.680.3

πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς

### book 2.680.4

νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,

### book 2.680.5

καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου

### book 2.685.1

δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,

### book 2.685.2

Θρηικίην δ’ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·

### book 2.685.3

τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις

### book 2.685.4

γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῇκα Βορῆα,

### book 2.685.5

νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.

### book 2.690.1

καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης

### book 2.690.2

Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·

### book 2.1

πλαγκτοσύνης δ’ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,

### book 2.2

καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ

### book 2.3

σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ

### book 2.695.1

Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.

### book 2.695.2

καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ

### book 2.695.3

καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων

### book 2.695.4

Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.“

### book 2.695.5

ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην

### book 2.1

Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων

### book 2.2

χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη

### book 2.3

ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ.

### book 2.4

καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ

### book 2.5

οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,

### book 2.705.1

αἰθέρα δ’ ἐστέψαντο· παλιννόστῳ δ’ ἐνὶ μορφῇ

### book 2.705.2

σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ,

### book 2.705.3

καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.

### book 2.705.4

ἁβροχίτων δ’ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη

### book 2

Ἄρεϊ κῶμον ἄγουσα, μέλος δέ οἱ ἔπλεκε Νίκη·

### book 2.710.1

καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ

### book 2.710.2

εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,

### book 2

ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.

### book 3.1.1

Λῦτο δ’ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων

### book 3.1.2

ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης

### book 3.1.3

Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ

### book 3.1.4

λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·

### book 3.5.1

οὐκέτι δ’ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου

### book 3.5.2

ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·

### book 3.5.3

οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,

### book 3.5.4

δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,

### book 3.5.5

ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·

### book 3.10.1

ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη

### book 3.10.2

σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,

### book 3.10.3

καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ

### book 3.10.4

ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν

### book 3.10.5

ἀρτιφανής, καὶ γυμνὸν ἀπ’ εὐόδμοιο καλύπτρης

### book 3.15.1

εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις

### book 3.15.2

ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους

### book 3.1

ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην

### book 3.2

πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.

### book 3.3

καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου

### book 3.20.1

ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν·

### book 3.20.2

ἱστὸς δ’ ὑψικάρηνος ὑπέρτερος, ἠέρα τύπτων,

### book 3.20.3

ὄρθιος ἐστήρικτο, καὶ ἠρέμα πόντον ἱμάσσων

### book 3.20.4

ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,

### book 3.20.5

πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις

### book 3.25.1

οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης

### book 3.25.2

σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.

### book 3.25.3

συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ,

### book 3.25.4

σπερχομένῳ δ’ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ

### book 3.25.5

λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης·

### book 3.30.1

σχίζετο δ’ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δ’ ὕδωρ

### book 3.30.2

οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου

### book 3.30.3

κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ·

### book 3.30.4

πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ

### book 3.30.5

κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.

### book 3.35.1

καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς

### book 3.35.2

Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις,

### book 3.35.3

Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης,

### book 3.35.4

ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ

### book 3.35.5

εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,

### book 3.40.1

γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ

### book 3.40.2

Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι ῥιπῇ

### book 3.1

Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι.

### book 3.2

καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης

### book 3.3

ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·

### book 3.45.1

νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου

### book 3.45.2

νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,

### book 3.45.3

καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ

### book 3.45.4

τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,

### book 3.45.5

καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου

### book 3.1

ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ

### book 3.2

δυομένου Φαέθοντος· ἐπ’ αἰγιαλοῖο δὲ ναῦται

### book 3.3

ἀστορέας ψαμάθοισιν ἐπετρέψαντο χαμεύνας

### book 3.4

ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν

### book 3.5

ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.

### book 3.55.1

ἀλλ’ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου

### book 3.55.2

ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης

### book 3.55.3

ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,

### book 3.55.4

ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,

### book 3.55.5

Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,

### book 3.60.1

ἄπλοα σιγαλέης ἐτανύσσατο νῶτα γαλήνης.

### book 3.60.2

ἤδη δ’ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,

### book 3.1

καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων

### book 3.2

Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης

### book 3.3

ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης

### book 3.65.1

τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ

### book 3.65.2

δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων

### book 3.65.3

σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.

### book 3.65.4

καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,

### book 3.65.5

καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,

### book 3.70.1

καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ

### book 3.70.2

εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,

### book 3.70.3

βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν

### book 3.70.4

μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων

### book 3.70.5

ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης

### book 3.75.1

μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ

### book 3.75.2

ἄζυγες, οὓς Κρονίη κερατοξόος εὕρατο τέχνη.

### book 3.75.3

καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων

### book 3.75.4

πρώιος ἔγρετο Κάδμος, ὁμοπλανέες δὲ καὶ αὐτοὶ

### book 3.75.5

ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης

### book 3.80.1

Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων

### book 3.80.2

ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.

### book 3.80.3

καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης

### book 3.80.4

νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ

### book 3.80.5

ἐς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ

### book 3.85.1

θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,

### book 3.85.2

οἷα γυνὴ ταλαεργὸς ἀφυσσαμένη πόμα πηγῆς,

### book 3.85.3

ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ,

### book 3.85.4

ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ

### book 3.85.5

ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.

### book 3.90.1

καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις

### book 3.90.2

συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων

### book 3.90.3

ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες,

### book 3.90.4

ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν

### book 3.90.5

κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου

### book 3.95.1

Κάδμον ἀσημάντοιο δι’ ἄστεος ἤγαγε Πειθὼ

### book 3.95.2

ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου,

### book 3.95.3

πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν. ἔνθα τις ὄρνις,

### book 3.95.4

ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης,

### book 3.95.5

ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη

### book 3.1

ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην

### book 3.2

ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης,

### book 3.3

καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν·

### book 3.4

„νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων·

### book 3.5

νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ,

### book 3.105

δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.

### book 3.1

θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις;

### book 3.2

ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων,

### book 3.3

ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων.

### book 3.4

ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου

### book 3.110.1

ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει

### book 3.110.2

Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη.

### book 3.110.3

τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων

### book 3.110.4

Πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων,

### book 3.110.5

Ἁρμονίης ἀπόνοιο καὶ Εὐρώπην λίπε ταύρῳ·

### book 3.115.1

σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν

### book 3.115.2

νηῒ τεῇ γαμίων ἐμβάλλεο φόρτον ἐρώτων

### book 3.115.3

ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ,

### book 3.115.4

Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ

### book 3.115.5

ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην,

### book 3.120.1

καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων.

### book 3.120.2

ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ

### book 3.120.3

θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.“

### book 3.120.4

ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ.

### book 3.120.5

ἀλλ’ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου

### book 3.125.1

τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ

### book 3.125.2

κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ

### book 3.125.3

δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς

### book 3.125.4

σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ

### book 3.125.5

ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων

### book 3.130

ἀλλοφανὴς πτερόεντι διαΐσσουσα πεδίλῳ.

### book 3.1

καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ,

### book 3.2

Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ

### book 3.3

ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ,

### book 3.4

δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου

### book 3.135.1

χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ

### book 3.135.2

σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,

### book 3.135.3

καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ

### book 3.135.4

μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου

### book 3.135.5

νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ

### book 3.140.1

ἐς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς

### book 3.140.2

ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ

### book 3.140.3

τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πελάσσας

### book 3.140.4

θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ·

### book 3.140.5

ὄγχνη τ’ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ

### book 3.145.1

ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις

### book 3.145.2

γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης·

### book 3.145.3

εἰαρινοῖς δ’ ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ

### book 3.145.4

σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου

### book 3

ὄρθιον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·

### book 3.1

συκῆς θ’ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς

### book 3.2

καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ

### book 3.3

ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ·

### book 3.4

πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις

### book 3.5

γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·

### book 3.155.1

καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου

### book 3.155.2

ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,

### book 3.155.3

καὶ φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις

### book 3.155.4

δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ

### book 3.155.5

ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,

### book 3.160.1

εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ

### book 3.160.2

ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,

### book 3.160.3

καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου

### book 3.160.4

αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ.

### book 3.160.5

ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ

### book 3.165.1

δίστομος· ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς

### book 3.165.2

ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ

### book 3.165.3

ἐς φυτὸν ἄλλο μετ’ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου

### book 3.165.4

ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.

### book 3.165.5

καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ

### book 3.170

χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων

### book 3.1

λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην·

### book 3.2

πολλαὶ δ’ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ

### book 3.3

χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος

### book 3.4

ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων

### book 3.175.1

ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων

### book 3.175.2

χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ

### book 3.175.3

σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ

### book 3.175.4

μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον ἠχὼ

### book 3.175.5

ποιητῆς τ’ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.

### book 3.180.1

ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου

### book 3.180.2

ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων

### book 3.180.3

καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,

### book 3.180.4

λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,

### book 3.180.5

τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,

### book 3.185.1

φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου,

### book 3.185.2

Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,

### book 3.185.3

μητέρος Ἠλέκτρης βασιληίδος εἰς δόμον ἔστη,

### book 3.185.4

ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων

### book 3.185.5

ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσσας

### book 3.190.1

Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης,

### book 3.190.2

Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,

### book 3.190.3

Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ,

### book 3.1

καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου

### book 3.2

γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων,

### book 3.195.1

Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ

### book 3.195.2

ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι

### book 3.195.3

σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου

### book 3.195.4

εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι

### book 3.195.5

κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·

### book 3.1

καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ

### book 3.2

κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης

### book 3.3

Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου

### book 3.4

κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου.

### book 3.5

πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο

### book 3.205.1

Ὤγυγος ἠλιβάτοιο δι’ ὕδατος αἰθέρα τέμνων,

### book 3.205.2

χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης

### book 3.205.3

Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη

### book 3.205.4

ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη.

### book 3.205.5

δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης

### book 3.210.1

χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ,

### book 3.210.2

Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ

### book 3.210.3

ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων

### book 3.210.4

χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο

### book 3

ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.

### book 3.215.1

καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην

### book 3.215.2

καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς

### book 3.215.3

ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης,

### book 3.215.4

ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο

### book 3.215.5

Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.

### book 3.220.1

τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης

### book 3.220.2

σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσσας

### book 3.220.3

θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη

### book 3.220.4

ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ,

### book 3.220.5

θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων

### book 3.225.1

αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί.

### book 3.225.2

καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ τεκούσῃ

### book 3.225.3

αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης,

### book 3.225.4

ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ,

### book 3.225.5

πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπ’ οὔδεος αὐχένα κάμψας

### book 3.230.1

ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς,

### book 3.230.2

καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης

### book 3.230.3

ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ

### book 3.230.4

αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ.

### book 3.230.5

τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπ’ ἄλλῳ

### book 3.235.1

ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης·

### book 3.235.2

ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν

### book 3.1

σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ

### book 3.2

δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν·

### book 3.3

καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ

### book 3.240.1

κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ

### book 3.240.2

συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ

### book 3.240.3

ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.

### book 3.240.4

ἀλλ’ ὅτε δὴ μετὰ δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,

### book 3.240.5

εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ

### book 3.245.1

Κάδμος, ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσσας,

### book 3.245.2

φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων

### book 3.245.3

οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·

### book 3.245.4

„νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;

### book 3.245.5

ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·

### book 3.1

φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι

### book 3.2

ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καρπῷ

### book 3.3

εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι·

### book 3.4

ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ

### book 3.5

δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δ’ ἐπιθάλλει,

### book 3.255.1

ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων

### book 3.255.2

εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.

### book 3.255.3

ἀλλ’ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·

### book 3.255.4

ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,

### book 3.255.5

νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην

### book 3.260.1

θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενος ἀνὴρ

### book 3.260.2

Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,

### book 3.260.3

νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης

### book 3.260.4

ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ

### book 3.260.5

πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,

### book 3.265.1

γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης,

### book 3.265.2

ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου

### book 3.265.3

εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,

### book 3.265.4

καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη

### book 3.265.5

ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,

### book 3.270.1

Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων,

### book 3.270.2

Ζηνὸς ἀθηήτοιο, καὶ ἐς νομὸν ἤιε κούρη

### book 3.270.3

ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος·

### book 3.270.4

γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ

### book 3.270.5

Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ·

### book 3.275.1

ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόον, —ὃν πολιῆται

### book 3.275.2

Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ

### book 3.275.3

εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης

### book 3.275.4

χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν, —

### book 3.275.5

ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν

### book 3.280.1

δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης

### book 3.280.2

ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ

### book 3.280.3

Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,

### book 3.280.4

εὐόδμοις ὁμόφοιτος ἑλίσσεται ἀτμὸς ἀήταις.

### book 3.280.5

ἔνθ’ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων

### book 3.285.1

Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης

### book 3.285.2

χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος

### book 3.285.3

ἐξ Ἐπάφου Λιβύη· Λιβύης δ’ ἐπὶ παστὸν ὁδεύων

### book 3.285.4

Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,

### book 3.285.5

παρθένον ἰχνεύων Ἐπαφηίδα· καὶ τότε κούρη

### book 3.290.1

δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην

### book 3.290.2

Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.

### book 3.290.3

καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν

### book 3.290.4

Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι

### book 3.290.5

μαντιπόλοι· πέμπτῳ δὲ πατὴρ ἰσόμετρον ἀριθμῷ

### book 3.295

Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,

### book 3.1

Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων

### book 3.2

ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ

### book 3.3

ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην

### book 3.4

ἐς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,

### book 3.1

καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης

### book 3.2

αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ

### book 3.3

ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,

### book 3.4

καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ

### book 3.5

θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ

### book 3.305.1

αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων

### book 3.305.2

καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων

### book 3.305.3

ἄρσενα γυμνὸν ἄρηα κατεύνασε θῆλυς ἐνυώ·

### book 3.305.4

οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔργον,

### book 3.305.5

ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος

### book 3.310.1

ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ

### book 3.310.2

καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου·

### book 3.310.3

ἔπλετο δ’ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ

### book 3.310.4

γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,

### book 3.310.5

εἰ ἐτεὸν πέλε ταῦρος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι,

### book 3.315.1

εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων.

### book 3.315.2

καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ

### book 3.315.3

σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,

### book 3.315.4

ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,

### book 3.315.5

οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.“

### book 3.320.1

τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου

### book 3.320.2

Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,

### book 3.320.3

πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς

### book 3.320.4

καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,

### book 3.320.5

Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.

### book 3.325.1

Ἠλέκτρη δ’ ἀίουσα παρήγορον ἴαχε φωνήν·

### book 3.325.2

„ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα

### book 3.325.3

Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ·

### book 3.325.4

οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἀπ’ ἄλλου

### book 3.325.5

μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,

### book 3.330.1

Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ.

### book 3.330.2

μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων

### book 3.330.3

Πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ

### book 3.330.4

θηλυτέρας ὠδῖνας ἑῷ μαιώσατο κόλπῳ,

### book 3.330.5

ἑπτάκις Εἰλείθυιαν ἑῇ καλέσασα λοχείῃ

### book 3.335.1

κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο,

### book 3.335.2

μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,

### book 3.335.3

οὐ Στερόπην, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ

### book 3.335.4

σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδ’ ἐνὶ κόλπῳ

### book 3.335.5

γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίζυγι παλμῷ

### book 3.340.1

παιδοκόμῳ πήχυνα γεγηθότι κοῦρον ἀγοστῷ·

### book 3.340.2

οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς

### book 3.1

φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.

### book 3.2

πρὸς δ’ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ

### book 3.3

υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,

### book 3.345.1

Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,

### book 3.345.2

καὶ Φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων

### book 3.345.3

Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·

### book 3.345.4

καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει

### book 3.345.5

ὤμοις θλιβομένοισι γέρων κυρτούμενος Ἄτλας,

### book 3.1

αἰθέρος ἑπτάζωνον ἀερτάζων κενεῶνα.

### book 3.2

ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω

### book 3.3

Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις

### book 3.4

ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων,

### book 3.5

οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.

### book 3.355.1

καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ

### book 3.355.2

εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων

### book 3.355.3

φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·

### book 3.355.4

τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα θεσμὸν ἀνάγκης,

### book 3.355.5

ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,

### book 3.360.1

εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ,

### book 3.360.2

εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης·

### book 3.360.3

μίμνε παρ’ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων,

### book 3.360.4

ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ,

### book 3.360.5

ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς

### book 3.365

ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,

### book 3.1

αἰθέριον βλάστημα, Διιπετὲς οὔνομα Βύζας,

### book 3.2

αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ

### book 3.3

γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν

### book 3.4

Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ,

### book 3.370.1

πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου

### book 3.370.2

ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.“

### book 3.370.3

εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.

### book 3.370.4

Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης

### book 3.370.5

εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρα κε Κάδμῳ

### book 3.375.1

Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων,

### book 3.375.2

παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης

### book 3.375.3

λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης·

### book 3.375.4

καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς

### book 3.375.5

μήτηρ οὐκ ἀτίταλλεν, ἀπ’ αἰθερίοιο δὲ κόλπου

### book 3.380.1

πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην

### book 3.380.2

εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι

### book 3.380.3

ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ

### book 3.380.4

ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί·

### book 3.380.5

δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ

### book 3.385.1

σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ

### book 3.385.2

κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ

### book 3.385.3

διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.

### book 3.1

ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης

### book 3.2

λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις

### book 3.390.1

σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς

### book 3.390.2

καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,

### book 3.390.3

καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν

### book 3.390.4

ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην·

### book 3.390.5

ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ ...

### book 3.395.1

ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων·

### book 3.395.2

πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ

### book 3.395.3

πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ

### book 3.395.4

πεπταμένῳ πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ·

### book 3.395.5

γούνασι δ’ ἄρσενα παῖδα συνίδρυσε θήλεϊ κούρῃ,

### book 3.1

μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ,

### book 3.2

κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·

### book 3.3

καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου

### book 3.4

ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,

### book 3.5

πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,

### book 3.405.1

καί σφισι λέκτρον ἔθηκεν ἑὸν γόνυ, διχθαδίῳ δὲ

### book 3.405.2

φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,

### book 3.405.3

τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν

### book 3.405.4

ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.

### book 3.405.5

ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,

### book 3.410.1

τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ

### book 3.410.2

ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς

### book 3.1

εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ

### book 3.2

ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης

### book 3.3

ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς

### book 3.415.1

λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύκλος ἰούλων

### book 3.415.2

ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ

### book 3.415.3

ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ

### book 3.415.4

ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους

### book 3.415.5

πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·

### book 3.420.1

οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ

### book 3.420.2

Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν

### book 3.420.3

δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ

### book 3.420.4

Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου

### book 3.420.5

ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ·

### book 3.425.1

„μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν

### book 3.425.2

πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων

### book 3.425.3

κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,

### book 3.425.4

καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,

### book 3.425.5

ἕδνα τεῆς φιλότητος, ἐμῇ δ’ ἅμα μητέρι Μαίῃ

### book 3.430.1

ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ

### book 3.430.2

σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.

### book 3.430.3

εἰμὶ τεῆς, φιλότεκνε, γονῆς ἐμφύλιος Ἑρμῆς,

### book 3.430.4

ἄγγελος ἀθανάτων τανυσίπτερος, οὐρανόθεν δὲ

### book 3.430.5

ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης

### book 3.435.1

ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ

### book 3.435.2

πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην

### book 3.435.3

πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,

### book 3.1

καὶ Διὶ καὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ

### book 3.2

ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·

### book 3.440.1

οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ,

### book 3.440.2

οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ.

### book 3.440.3

μή σε τεὴ θέλξειε γόω φιλομήτορι κούρη·

### book 3.440.4

ἀλλά μιν εἰς ὑμέναιον ἀλεξικάκῳ πόρε Κάδμῳ

### book 3

πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ“

### book 4.1.1

Ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς

### book 4.1.2

αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων

### book 4.1.3

σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις.

### book 4.1.4

οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων, ...

### book 4.5.1

ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ

### book 4.5.2

ὄρθια δινεύουσα νοήμονι δάκτυλα παλμῷ

### book 4.5.3

Ἁρμονίην ἐκάλεσσε τύπῳ τεχνήμονι φωνῆς·

### book 4.5.4

ἡ δὲ τιταινομένη βλεφάρων ἀντώπιον αἴγλην

### book 4.5.5

Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,

### book 4.10.1

καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης

### book 4.10.2

σιγαλέαι κήρυκες ἐμαντεύοντο παρειαί.

### book 4.10.3

παρθενικὴ δ’ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ

### book 4.10.4

εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ

### book 4.10.5

ἑπταμύχου θαλάμοιο πολυσφρήγιστον ὀχῆα

### book 4.15.1

λάινον οὐδὸν ἄμειψε· φιλοστόργῳ δὲ μενοινῇ

### book 4.15.2

ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης·

### book 4.1

καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφισε κούρης

### book 4.2

δραξαμένη παλάμῃ χιονώδεϊ· καὶ τάχα φαίης

### book 4.3

Ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.

### book 4.20.1

ἀλλ’ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις

### book 4.20.2

λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,

### book 4.20.3

παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρυσε νύμφη

### book 4.20.4

εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ

### book 4.20.5

ἑζομένη στοιχηδὸν ἐπ’ ἀργυροφεγγέι δίφρῳ

### book 4.25.1

ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ,

### book 4.25.2

καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ

### book 4.25.3

ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.

### book 4.25.4

παρθενικὴ δ’ ἀίουσα πολυπλάγκτους ὑμεναίους

### book 4.25.5

καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,

### book 4.30.1

ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος

### book 4.30.2

ξεινοδόκος Κάδμοιο βιοσσόος ἔννεπεν Ἑρμῆς·

### book 4.30.3

καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ

### book 4.30.4

συζυγίην φερέοικον ἀδωροδόκων ὑμεναίων·

### book 4.30.5

καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης

### book 4.35.1

δάκρυσι μυδαλέη πολυμεμφέα ῥήξατο φωνήν·

### book 4.35.2

„μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;

### book 4.35.3

οὕτω σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;

### book 4.35.4

ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;

### book 4

ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;

### book 4.40.1

οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,

### book 4.40.2

παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.

### book 4.40.3

ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται·

### book 4.40.4

τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην

### book 4.40.5

ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;

### book 4.45.1

ἀλλ’ ἐρέεις· Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ.

### book 4.45.2

πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,

### book 4.45.3

ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνέτις Ἥρη

### book 4.45.4

Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;

### book 4.45.5

οὐ χατέει Κάδμοιο τεὸς πόσις ὑψιμέδων Ζεύς·

### book 4.1

ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς

### book 4.2

ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι,

### book 4.3

εἰ λίπε θοῦρον Ἄρηα, κυβερνητῆρα κυδοιμοῦ,

### book 4.4

καὶ βροτὸν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος

### book 4.5

ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,

### book 4.55.1

τοσσατίους Τιτῆνας ἐνεκλήισσε βερέθρῳ,

### book 4.55.2

καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ.

### book 4.55.3

οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν·

### book 4.55.4

Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης

### book 4.55.5

θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ

### book 4.60

Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,

### book 4.1

Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος,

### book 4.2

δέμνιον ἀμφιέποντες ὁμόγνιον. ὤμοι ἀνάγκης·

### book 4.3

γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.“

### book 4.4

ὣς φαμένης ἀπένιψε γοήμονος ὄμβρον ὀπωπῆς

### book 4.65.1

μήτηρ ἀσχαλόωσα· διχοστασίῃ δὲ μενοινῆς

### book 4.65.2

Ἁρμονίην ᾤκτειρε, Διὸς δ’ ἀλέεινεν ἀπειλήν.

### book 4.65.3

ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ,

### book 4.65.4

κερδαλέῳ ζωστῆρι, δολοφράδμων Ἀφροδίτη

### book 4.65.5

καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς

### book 4.70.1

Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα·

### book 4.70.2

καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου

### book 4.70.3

Πεισινόῃ δέμας ἶσον ἐίσκετο γείτονι κούρῃ,

### book 4.70.4

Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυφίῃ τινὶ νούσῳ

### book 4.70.5

λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ

### book 4.75.1

ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνῃ,

### book 4.75.2

οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν·

### book 4.75.3

„ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλὸν ἀλήτην,

### book 4.75.4

οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην

### book 4.75.5

ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη·

### book 4.80.1

ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει,

### book 4.80.2

ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ

### book 4.1

ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει.

### book 4.2

ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ,

### book 4.3

ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δ’ ἐψεύσατο φύτλην.

### book 4.85.1

οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίῃ

### book 4.85.2

σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας,

### book 4.85.3

Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς,

### book 4.85.4

οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ

### book 4.85.5

μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.

### book 4.90.1

εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν,

### book 4.90.2

Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ.

### book 4.90.3

παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης

### book 4.90.4

εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα,

### book 4.90.5

λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,

### book 4.95.1

ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων·

### book 4.95.2

ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς

### book 4.95.3

Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων·

### book 4.95.4

οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,

### book 4.95.5

οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα

### book 4.1

κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,

### book 4.2

ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.

### book 4.3

μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ

### book 4.4

εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι

### book 4

Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς νέον εἶδον ἀλήτην,

### book 4.105.1

ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.

### book 4.105.2

ἀλλ’ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην·

### book 4.105.3

χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δ’ ἐθελήσῃς,

### book 4.105.4

δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου

### book 4.105.5

χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,

### book 4.110.1

καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης

### book 4.110.2

καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν,

### book 4.110.3

δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας

### book 4.110.4

ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.

### book 4.110.5

παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις

### book 4.115.1

στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ

### book 4.115.2

Ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.

### book 4.115.3

μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει

### book 4.115.4

εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.

### book 4.115.5

παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.

### book 4.120.1

οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν,

### book 4.120.2

οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει

### book 4.120.3

Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,

### book 4.120.4

τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.

### book 4.120.5

εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,

### book 4.125.1

σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ.

### book 4.125.2

οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ

### book 4.125.3

εἰαρινὸν λειμῶνα φύσις δωρήσατο Κάδμῳ·

### book 4.125.4

εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν

### book 4.125.5

ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου

### book 4.130.1

ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ

### book 4.130.2

δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν

### book 4.130.3

μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί.

### book 4.130.4

καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω

### book 4.130.5

χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.

### book 4.135.1

εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς

### book 4.135.2

ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη

### book 4.135.3

φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας

### book 4.135.4

αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.

### book 4.135.5

χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,

### book 4.140.1

Πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,

### book 4.140.2

καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν

### book 4.140.3

αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω.

### book 4.140.4

δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ

### book 4.140.5

δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα

### book 4.145.1

κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου·

### book 4.145.2

αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω

### book 4.145.3

δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου

### book 4.1

τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας

### book 4.2

ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,

### book 4.1

χείλεσιν ἡμετέροισι μεμυκότα χείλεα πήξας,

### book 4.2

τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ

### book 4.3

εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω

### book 4.4

αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ

### book 4.5

λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω

### book 4.155.1

οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ·

### book 4.155.2

καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω

### book 4.155.3

θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,

### book 4.155.4

καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ

### book 4.155.5

εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.

### book 4.160.1

ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ

### book 4.160.2

πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου

### book 4.160.3

κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην

### book 4.160.4

ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.

### book 4.160.5

ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,

### book 4.165.1

μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,

### book 4.165.2

ὅττι θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος Ἥρη

### book 4.165.3

Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·

### book 4.165.4

Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·

### book 4.165.5

οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης

### book 4.170.1

ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.

### book 4.170.2

εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,

### book 4.170.3

ἐς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,

### book 4.1

ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,

### book 4.2

χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω

### book 4.175.1

τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ

### book 4.175.2

ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.“

### book 4.175.3

εἶπε καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ

### book 4.175.4

εἰς πόθον οἰστρήσασα δόλῳ πειθήμονα κούρην.

### book 4.175.5

ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ

### book 4.180.1

ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,

### book 4.180.2

καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ·

### book 4.180.3

„ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,

### book 4.180.4

χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,

### book 4.180.5

χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω

### book 4.185.1

μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην.

### book 4.185.2

σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ·

### book 4.185.3

Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.

### book 4.185.4

ἀλλ’ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω

### book 4.185.5

μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω

### book 4.190.1

Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.

### book 4.190.2

ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·

### book 4.190.3

εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,

### book 4.190.4

ἵμερον Ὠρίωνος ἐς ἠριγένειαν ἐνίψω

### book 4

καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτ’ ἔλθω

### book 4.195.1

ἐς δύσιν ἀχλυόεσσαν, ἐπ’ Ἐνδυμίωνι καὶ αὐτὴ

### book 4.195.2

Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.“

### book 4.195.3

τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη

### book 4.195.4

ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ·

### book 4.195.5

καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου

### book 4.1

Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους

### book 4.2

καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν

### book 4.3

χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,

### book 4.4

πάσας δ’ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ

### book 4.5

τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων

### book 4.205.1

ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·

### book 4.205.2

πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.

### book 4.205.3

καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ

### book 4.205.4

Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ

### book 4.205.5

Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.

### book 4.210.1

Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης

### book 4.210.2

γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης

### book 4.210.3

λάτριν ἔχων πομπῆα δι’ ἄστεος ἄχρι θαλάσσης.

### book 4.210.4

παρθενικὴν δ’ ὁρόωσα παρ’ ᾐόνας ὑψόθι πόντου

### book 4.210.5

ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,

### book 4.215

Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·

### book 4.1

„Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς

### book 4.2

ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;

### book 4.3

ἣν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην

### book 4.4

οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος ἐς πόθον ἕλκεις;

### book 4.220.1

πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος, εἰπὲ τεκούσῃ·

### book 4.220.2

‘κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.‘

### book 4.220.3

Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ

### book 4.220.4

νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,

### book 4.220.5

τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ

### book 4.225.1

μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.“

### book 4.225.2

ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων

### book 4.225.3

ὁλκάδος ἰθυπόροιο παλίντονα πείσματα λύσας

### book 4.225.4

εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ·

### book 4.225.5

διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ

### book 4.230.1

δουροπαγὲς πόμπευε δι’ οἴδματος ἅρμα θαλάσσης,

### book 4.230.2

ἰσάζων ἑκάτερθε νεὼς πόδας· οἷα δὲ Φοῖνιξ,

### book 4.230.3

ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,

### book 4.230.4

πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν

### book 4.230.5

Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυσε κούρην

### book 4.235.1

νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται

### book 4.235.2

μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ

### book 4.235.3

ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν·

### book 4.235.4

„αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ

### book 4.235.5

υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·

### book 4.240

ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει

### book 4.1

βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ ...

### book 4.2

ὁλκάδα Σιδονίην. δολόεις τάχα φώριος Ἄρης

### book 4.3

ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων

### book 4.4

ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην.

### book 4.245.1

ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ

### book 4.245.2

πέμπε μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.“

### book 4.245.3

τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ

### book 4.245.4

λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων.

### book 4.245.5

καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς

### book 4.1

οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων

### book 4.2

ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς.

### book 4.3

ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων

### book 4.4

ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην,

### book 4.5

ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,

### book 4.255.1

εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις

### book 4.255.2

χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας

### book 4.255.3

δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις

### book 4.255.4

ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ,

### book 4.255.5

ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ

### book 4.260.1

Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων

### book 4.260.2

γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ

### book 4.260.3

ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας

### book 4.260.4

γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς,

### book 4.260.5

πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,

### book 4.265

Αἰγυπτίης σοφίης, μετανάστιος ἦμος Ἀγήνωρ

### book 4.1

Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην·

### book 4.2

καὶ ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων,

### book 4.3

χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων

### book 4.4

ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου

### book 4.270.1

εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων

### book 4.270.2

μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης,

### book 4.270.3

καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ

### book 4.270.4

λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ

### book 4.270.5

γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ

### book 4.275.1

κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ

### book 4.275.2

μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων

### book 4.275.3

καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης,

### book 4.275.4

χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας,

### book 4.275.5

ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,

### book 4.280.1

πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει,

### book 4.280.2

ἀμφιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ,

### book 4.280.3

πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ

### book 4.280.4

Ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ,

### book 4.280.5

πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.

### book 4.285.1

τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων

### book 4.285.2

ναυτιλίην μεθέηκε· σὺν Ἁρμονίῃ δὲ κομίζων

### book 4.285.3

ἐσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην

### book 4.285.4

ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις

### book 4.285.5

μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας

### book 4.290.1

Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς

### book 4.290.2

μαντοσύνην ἐρέεινε, καὶ ἔμπνοα Πύθιος ἄξων

### book 4.290.3

κύκλον ἐπ’ αὐτοβόητον ἐθέσπισε κοιλάδι φωνῇ·

### book 4.290.4

„Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις·

### book 4.290.5

μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,

### book 4.295.1

μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι·

### book 4.295.2

Ἀσσυρίην ἀπόειπε, τεῆς δ’ ἡγήτορα πομπῆς

### book 4.295.3

ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου·

### book 4.295.4

νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν·

### book 4.295.5

οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ

### book 4.1

πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν

### book 4.2

Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων,

### book 4.3

αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει.

### book 4.4

ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσσας

### book 4.5

μίμνε παρ’ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης

### book 4.305.1

πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα

### book 4.305.2

εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.“

### book 4.305.3

ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν,

### book 4.305.4

καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς

### book 4.305.5

γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ

### book 4.310.1

Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ.

### book 4.310.2

εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ

### book 4.310.3

βοῦν ἴδε, νισομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ

### book 4.310.4

ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ

### book 4.310.5

φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην

### book 4.315.1

ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων

### book 4.315.2

ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας

### book 4.315.3

Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης

### book 4.315.4

εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης.

### book 4.315.5

Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ

### book 4.320.1

Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω

### book 4.320.2

σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης,

### book 4.320.3

Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη

### book 4.320.4

συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων,

### book 4.320.5

κούρη δ’ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις

### book 4.325.1

εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης

### book 4.325.2

μυρομένης Θρήισσαν ἀναγκαίην ἀφροδίτην

### book 4.325.3

δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ,

### book 4.325.4

παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,

### book 4.325.5

ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ

### book 4.330.1

γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης·

### book 4.330.2

καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς ἀρούρης

### book 4.330.3

ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος

### book 4.330.4

ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς·

### book 4.330.5

καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι,

### book 4.335.1

ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων

### book 4.335.2

Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς

### book 4.335.3

Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων,

### book 4.335.4

ἧχί ποτ’ Ὠρίωνα, δυσίμερον υἱέα γαίης,

### book 4.335.5

σκορπίος, ἀστόργοιο βοηθόος Ἰοχεαίρης,

### book 4.340.1

τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης

### book 4.340.2

ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,

### book 4.340.3

ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ

### book 4.340.4

ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.

### book 4.340.5

καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην

### book 4.345.1

ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,

### book 4.345.2

καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης

### book 4.345.3

λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.

### book 4.345.4

καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ

### book 4.345.5

ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ’ ὅτε Κάδμῳ

### book 4

Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,

### book 4.1

βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ

### book 4.2

δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ

### book 4.3

μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς

### book 4.4

ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς

### book 4.355.1

ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.

### book 4.355.2

καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ·

### book 4.355.3

στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ

### book 4.355.4

Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,

### book 4.355.5

καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ,

### book 4.360.1

τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,

### book 4.360.2

τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,

### book 4.360.3

ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας

### book 4.360.4

θῆκε νέκυν· ψαφαρὴ δὲ κατ’ αὐχένος ἔρρεε χαίτη

### book 4.360.5

αὐτομάτη, πλαδαροῖο διειλυθεῖσα καρήνου·

### book 4.377.1

ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης

### book 4.377.2

ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος

### book 4.377.3

ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ

### book 4.380.1

μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην·

### book 4.380.2

ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ

### book 4.380.3

εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων

### book 4.380.4

εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ

### book 4.380.5

ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ·

### book 4.385

ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων

### book 4.1

ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου

### book 4.2

δήγματι φαρμακόεντι, δι’ ἐγκεφάλου δὲ χυθέντος

### book 4.3

μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.

### book 4.365.1

καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων

### book 4.365.2

Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ,

### book 4.365.3

καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ

### book 4.365.4

ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης·

### book 4.365.5

καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ

### book 4.370.1

ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ,

### book 4.370.2

φόρτον ἔχων δασπλῆτα· βαρυνόμενον δὲ φορῆα

### book 4.370.3

ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,

### book 4.370.4

καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος

### book 4.370.5

φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,

### book 4.375.1

καὶ κεφαλὴν δόχμωσε, τινασσομένου δὲ καρήνου

### book 4.375.2

ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.

### book 4.389

ἀλλ’ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη

### book 4.390.1

ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης

### book 4.390.2

Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ,

### book 4.390.3

καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων·

### book 4.390.4

„Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,

### book 4.390.5

δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς

### book 4.395.1

σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων

### book 4.395.2

τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.

### book 4.1

παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων·

### book 4.2

Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ

### book 4.3

ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.

### book 4.1

ἀλλὰ καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας

### book 4.2

θηρὸς ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ

### book 4.3

κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,

### book 4.4

Γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ

### book 4.5

πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις

### book 4.405.1

σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.“

### book 4.405.2

ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,

### book 4.405.3

καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ,

### book 4.405.4

δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ

### book 4.405.5

μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης

### book 4.410.1

ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ

### book 4.410.2

ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ·

### book 4.410.3

θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ

### book 4.410.4

αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση

### book 4.410.5

σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ

### book 4.415.1

ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή,

### book 4.415.2

καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ

### book 4.415.3

θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ

### book 4.415.4

Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ

### book 4.415.5

ἀλλοφυὴς ἤμελλε παρ’ Ἰλλυρίδος σφυρὰ γαίης

### book 4.420.1

ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.

### book 4.420.2

ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ

### book 4.420.3

χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,

### book 4.420.4

θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ

### book 4.420.5

Παλλάδος ὑβὸν ἄροτρον ἀπ’ ὀργάδος εἰς χθόνα σύρων

### book 4.425.1

καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης

### book 4.425.2

ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμον ὀδόντων.

### book 4.425.3

καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,

### book 4.425.4

ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων

### book 4.425.5

στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ

### book 4.430.1

φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης·

### book 4.430.2

ἄλλος ἄνω προὔκυψεν ἐς ὀμφαλόν, ὃς δ’ ἐπὶ γαίῃ

### book 4.430.3

ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων·

### book 4.430.4

ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων

### book 4.430.5

οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων

### book 4.435.1

ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ

### book 4.435.2

τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα,

### book 4.435.3

ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ·

### book 4.435.4

καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων

### book 4.435.5

ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων

### book 4.440.1

ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ.

### book 4.440.2

οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,

### book 4.1

ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων,

### book 4.2

τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ,

### book 4.3

τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας

### book 4.445.1

ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος·

### book 4.445.2

ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ

### book 4.445.3

γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων

### book 4.445.4

ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ

### book 4.445.5

φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ

### book 4.1

πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης.

### book 4.2

ἄλλου μαρναμένοιο παρ’ ἰσχίον ἄορι τύψας

### book 4.3

συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.

### book 4.4

καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων

### book 4.5

λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης

### book 4.455.1

ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ

### book 4.455.2

Γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνῳ·

### book 4.455.3

οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες ἐνυοῦς

### book 4.455.4

ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ

### book 4.455.5

ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.

### book 4.460.1

ἄλλῳ δ’ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρῳ

### book 4.460.2

στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης

### book 4.460.3

Γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης

### book 4

γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.

### book 5.1.1

Ἀλλ’ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων

### book 5.1.2

Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,

### book 5.1.3

σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,

### book 5.1.4

φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ

### book 5.5.1

Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,

### book 5.5.2

Παλλάδι καλὸν ἄγαλμα. καταρχομένου δὲ θυηλὰς

### book 5.5.3

δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι

### book 5.5.4

οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ

### book 5.5.5

φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος

### book 5.10.1

ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου

### book 5.10.2

ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης

### book 5.10.3

δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,

### book 5.10.4

αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης

### book 5.10.5

ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ

### book 5.15.1

λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,

### book 5.15.2

καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου

### book 5.15.3

πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ

### book 5.15.4

πλευρὰ διατμήξαντες ἐμιστύλλοντο μαχαίρῃ,

### book 5.15.5

καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην

### book 5.20.1

ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας

### book 5.20.2

αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν

### book 5.20.3

ὠμὰ διατμήξας ἐκαλύψατο δίζυγι δημῷ

### book 5.20.4

μιστύλλων κατὰ βαιόν, ἐπ’ ἀνθρακιῇ δὲ τανύσσας

### book 5.20.5

σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις

### book 5.25.1

εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ

### book 5.25.2

ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ

### book 5.25.3

ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης

### book 5.25.4

δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.

### book 5.25.5

καὶ θυόεις ἐλέλικτο δι’ ἠέρος ἀτμὸς ἀλήτης

### book 5.30.1

Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς

### book 5.30.2

δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ

### book 5.30.3

κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.

### book 5.30.4

δαιτυμόνων δὲ φάλαγγες ἐπ’ εὐκύκλοιο τραπέζης

### book 5.30.5

εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.

### book 5.35.1

οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,

### book 5.35.2

ἀλλὰ μεθ’ ἑρπηστῆρα, μετ’ ἄγρια φῦλα Γιγάντων,

### book 5.1

Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ

### book 5.2

βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ

### book 5.3

ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς

### book 5.40.1

ποικίλος ἐσμὸς ἵκανε περικτιόνων ἐπικούρων.

### book 5.40.2

καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν ἐνυὼ

### book 5.40.3

φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ

### book 5.40.4

τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,

### book 5.40.5

καὶ βέλος ἐρροίζησεν, ἐπ’ ὀμφαλόεντι δὲ κύκλῳ

### book 5.45.1

βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.

### book 5.45.2

καὶ κταμένων ῥέεν αἷμα· πολὺς δ’ ἐπὶ φορβάδι γαίῃ

### book 5.45.3

ἡμιθανὴς προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.

### book 5.45.4

καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·

### book 5.45.5

λῦτο δ’ ἀγών. φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ

### book 5.1

Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.

### book 5.2

πολλαὶ δ’ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων

### book 5.3

αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων

### book 5.4

ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·

### book 5.5

πολλαὶ δ’ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ

### book 5.55.1

γειομόρων σπάρτοισιν ἐμετρήθησαν ἀγυιαί.

### book 5.55.2

καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης

### book 5.55.3

κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπ’ ἄλλῳ

### book 5.55.4

γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην

### book 5

ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ

### book 5.60.1

Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,

### book 5.60.2

ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.

### book 5.60.3

καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν

### book 5.60.4

τορνώσας κανόνεσσιν· ἐπ’ ἀρρήκτοις δὲ δομαίοις

### book 5.60.5

ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας

### book 5.65.1

οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ,

### book 5.65.2

ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσσας

### book 5.65.3

πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ

### book 5.65.4

ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις

### book 5.65.5

ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας

### book 5.70.1

Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ

### book 5.70.2

ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ

### book 5.70.3

ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη

### book 5.70.4

τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·

### book 5.70.5

δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης

### book 5.75.1

δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην

### book 5.75.2

Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος

### book 5.75.3

σύγχροος ἠλέκτροις ἀμαρύσσεται ὄρθριος αἴγλη,

### book 5.75.4

Ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς

### book 5.75.5

μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·

### book 5.80.1

πέμπτην δ’ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ,

### book 5.80.2

ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,

### book 5.80.3

γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·

### book 5.80.4

ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ

### book 5.80.5

ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.

### book 5.85.1

τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας

### book 5.85.2

Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,

### book 5.85.3

ποικίλον ἀσκήσας χθόνιον τύπον ἶσον Ὀλύμπῳ.

### book 5.85.4

Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις

### book 5.85.5

Ἁρμονίης ὑμέναιον· ἐπ’ εὐθαλάμῳ δὲ μελάθρῳ

### book 5.90.1

Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.

### book 5.90.2

καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ

### book 5.90.3

παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους

### book 5.90.4

μήτηρ ἱμερόεσσα· πατὴρ δ’ ὑπὸ χάρματι κούρης

### book 5.90.5

γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης

### book 5.95.1

δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ,

### book 5.95.2

καὶ γαμίῃ σάλπιγγι μελίζετο ῥυθμὸν Ἐρώτων

### book 5.95.3

ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου

### book 5.95.4

ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,

### book 5.95.5

μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,

### book 5.1

πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων

### book 5.2

εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων

### book 5.3

ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων·

### book 5.4

καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,

### book 5.5

καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,

### book 5.105.1

μιμηλὴν δ’ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,

### book 5.105.2

φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,

### book 5.105.3

ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,

### book 5.105.4

Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,

### book 5.105.5

Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ

### book 5.110.1

παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,

### book 5.110.2

καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπ’ εὐκύκλῳ δὲ χορείῃ

### book 5.110.3

αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.

### book 5.110.4

ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης

### book 5.110.5

ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.

### book 5.115.1

καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ

### book 5.115.2

πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης

### book 5.115.3

μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους ...

### book 5.115.4

ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.

### book 5.115.5

καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι

### book 5.120.1

Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.

### book 5.120.2

καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην

### book 5.120.3

Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,

### book 5.120.4

ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ

### book 5.120.5

ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν

### book 5.125.1

νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπ’ ἄλλῳ

### book 5.125.2

εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ·

### book 5.125.3

Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων

### book 5.125.4

Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,

### book 5.125.5

ἵππιος ὤπασε δῶρα θαλάσσια Κυανοχαίτης·

### book 5.130.1

Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,

### book 5.130.2

καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ

### book 5.130.3

Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,

### book 5.130.4

χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·

### book 5.130.5

καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη

### book 5.135.1

Ἄρεα κυδαίνουσα· πολυφράδμων δ’ Ἀφροδίτη

### book 5.135.2

χρύσεον ὅρμον ἔχοντα λίθων πολυδαίδαλον αἴγλην

### book 5.135.3

λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,

### book 5.135.4

Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ,

### book 5.135.5

τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·

### book 5.140.1

ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης

### book 5.140.2

υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·

### book 5.140.3

ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας

### book 5.140.4

λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι· Μαίης

### book 5.140.5

ποικίλον ὅρμον ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ

### book 5.145.1

ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ

### book 5.145.2

δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ

### book 5.145.3

ἰὸν ἀποπτύουσα δι’ ἀμφοτέροιο καρήνου,

### book 5.145.4

ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,

### book 5.145.5

ἐς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,

### book 5.1

λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ·

### book 5.2

ὣς ὅ γε ποικίλος ὅρμος ἐαγότα νῶτα τιταίνων

### book 5.3

κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,

### book 5.4

ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων

### book 5.5

πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης

### book 5.155.1

χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,

### book 5.155.2

καί οἱ ἑλισσομένη κεφαλὴ πολυδινέι παλμῷ

### book 5.155.3

ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.

### book 5.155.4

καὶ στομάτων ἑκάτερθεν, ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,

### book 5.155.5

αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,

### book 5.160.1

ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,

### book 5.160.2

ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κόσμῳ·

### book 5.160.3

τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης

### book 5.160.4

εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης

### book 5.160.5

λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη

### book 5.165.1

ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης

### book 5.165.2

Ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ·

### book 5.165.3

ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης

### book 5.165.4

γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης

### book 5.165.5

λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἴθοπι κόσμῳ

### book 5.170.1

λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.

### book 5.170.2

ἀλλήλαις δ’ ἑκάτερθε συναπτομένων κεφαλάων

### book 5.170.3

χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,

### book 5.170.4

αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις

### book 5.170.5

σύμπλοκον ἔνθα καὶ ἔνθα· δι’ εὐφαέος δὲ προσώπου

### book 5.175.1

λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην

### book 5.175.2

ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ

### book 5.175.3

ἁπτομένῳ. κομόων δὲ λίθων πολυειδέι μορφῇ

### book 5.175.4

πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου

### book 5.175.5

δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ

### book 5.180.1

εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·

### book 5.180.2

τῷ ἔνι δαίδαλα πολλὰ τετεύχατο, τῷ ἔνι πάντα

### book 5.180.3

χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,

### book 5.180.4

οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης

### book 5.180.5

μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς,

### book 5.185.1

ψευδαλέην δ’ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν· ...

### book 5.185.2

καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης

### book 5.185.3

ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν ...

### book 5.185.4

τοῖον ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ ...

### book 5

χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.

### book 5.190.1

καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ

### book 5.190.2

Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ

### book 5.190.3

τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ

### book 5.190.4

ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,

### book 5.190.5

τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.

### book 5.195.1

πρώτη δ’ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων

### book 5.195.2

μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην

### book 5.195.3

πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ

### book 5.195.4

καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,

### book 5.195.5

μήτηρ δισσοτόκος· τριτάτη δ’ ἀνέτελλεν Ἀγαύη,

### book 5.1

ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις

### book 5.2

εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ·

### book 5.3

καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου

### book 5.4

Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη

### book 5.5

θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ

### book 5.205.1

δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.

### book 5.205.2

ἄρσενα δ’ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ

### book 5.205.3

Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,

### book 5.205.4

Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,

### book 5.205.5

ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις

### book 5.210

σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.

### book 5.1

καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·

### book 5.2

κεκριμένας δὲ θύγατρας ἐπεκλήισεν ἀκοίταις

### book 5.3

Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,

### book 5.4

καὶ λέχος ἄλλο μετ’ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ

### book 5.215.1

πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,

### book 5.215.2

αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,

### book 5.215.3

Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ·

### book 5.215.4

οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης

### book 5.215.5

γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,

### book 5.220.1

ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις

### book 5.220.2

λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης

### book 5.220.3

παῖδα συνεκλήισε περισσονόῳ παρακοίτῃ.

### book 5.220.4

καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ

### book 5.220.5

δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·

### book 5.225.1

καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ἐσμὸς ἀνάγκῃ

### book 5.225.2

φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,

### book 5.225.3

ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης

### book 5.225.4

δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.

### book 5.225.5

κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν

### book 5.230.1

εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,

### book 5.230.2

πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης

### book 5.230.3

θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,

### book 5.1

ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,

### book 5.2

καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης

### book 5.235.1

καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν

### book 5.235.2

πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ ...

### book 5.235.3

καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας

### book 5.235.4

ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης ...

### book 5.235.5

πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,

### book 5.240.1

μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ

### book 5.240.2

ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.

### book 5.240.3

κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,

### book 5.240.4

πλαζομένης δ’ ἔστησεν ἐρημάδος ἔργα μελίσσης,

### book 5.240.5

ἥ τις ἔσω λειμῶνος ἀπ’ ἄνθεος ἄνθος ἀμείβει

### book 5.245.1

εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις

### book 5.245.2

χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης·

### book 5.245.3

καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος

### book 5.245.4

γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων ...

### book 5.245.5

καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ

### book 5.1

σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων

### book 5.2

πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης

### book 5.3

δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ

### book 5.1

βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ

### book 5.2

χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων

### book 5.255.1

φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,

### book 5.255.2

καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην

### book 5.255.3

ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.

### book 5.255.4

πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,

### book 5.255.5

καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ

### book 5.260.1

πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.

### book 5.260.2

καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης

### book 5.260.3

εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας

### book 5.260.4

ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.

### book 5.260.5

πλαζομένων δ’ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ

### book 5.265.1

ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων

### book 5.265.2

εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ

### book 5.265.3

αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.

### book 5.265.4

καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.

### book 5.265.5

καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,

### book 5.270.1

καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας

### book 5.270.2

αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν

### book 5.270.3

ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,

### book 5.1

πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος·

### book 5.2

Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων

### book 5.275.1

πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,

### book 5.275.2

Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.

### book 5.275.3

εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς

### book 5.275.4

γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,

### book 5.275.5

ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.

### book 5.280.1

τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,

### book 5.280.2

Φοίβου Κήιον υἷα· † βοοστίκτου δὲ θυηλῆς ...

### book 5.280.3

πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ

### book 5.280.4

ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ

### book 5.280.5

εἱλιπόδην ὑμέναιον ἀνεκρούσαντο πολῖται,

### book 5.285.1

καὶ μέλος ἱμερόφωνον ἐπεφθέγξαντο γυναῖκες,

### book 5.285.2

καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.

### book 5.285.3

ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων

### book 5.285.4

Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ

### book 5.285.5

Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,

### book 5.290.1

Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ

### book 5.290.2

δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης

### book 5.290.3

υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—·

### book 5.290.4

οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς

### book 5.290.5

λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·

### book 5.295.1

πολλάκι δ’ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων

### book 5.295.2

πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης

### book 5.295.3

ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν

### book 5.295.4

ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.

### book 5.295.5

ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη

### book 5.1

ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης·

### book 5.2

ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,

### book 5.3

Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,

### book 5.4

εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι φηγοῦ

### book 5.5

λουομένης ἐνόησεν ὅλον δέμας Ἰοχεαίρης,

### book 5.305.1

θηητὴρ δ’ ἀκόρητος ἀθηήτοιο θεαίνης

### book 5.305.2

ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης

### book 5.305.3

ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης

### book 5.305.4

ὄμματι λαθριδίῳ δεδοκημένον † ὄμματι λοξῷ

### book 5.305.5

Νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμφη,

### book 5.310.1

ταρβαλέη δ’ ὀλόλυξεν, ἑῇ δ’ ἤγγειλεν ἀνάσσῃ

### book 5.310.2

ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ

### book 5.310.3

Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην

### book 5.310.4

παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,

### book 5.310.5

καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων

### book 5.315.1

αἰδομένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.

### book 5.315.2

Ἀκταίων βαρύποτμε, σὺ μὲν λίπεν αὐτίκα μορφὴ

### book 5.315.3

ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,

### book 5.315.4

καὶ τανααὶ γναθμοῖσιν ἐμηκύνοντο παρειαί,

### book 5.315.5

κνῆμαι ἐλεπτύνοντο, καὶ ἀγκύλα δοιὰ μετώπῳ

### book 5.320.1

φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,

### book 5.320.2

καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,

### book 5.320.3

καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ

### book 5.320.4

εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ

### book 5.320.5

ἔτρεχεν ἀξείνοιο δι’ οὔρεος ἅλματι χηλῆς,

### book 5.325.1

θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφυῆ δὲ

### book 5.325.2

οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ

### book 5.325.3

νεύμασιν ἀτρέπτοισι βαρύφρονος Ἰοχεαίρης

### book 5.325.4

φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης

### book 5.325.5

νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,

### book 5.330.1

ψευδομένῃ δ’ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ

### book 5.330.2

στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.

### book 5.330.3

καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις

### book 5.330.4

ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ

### book 5

δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ

### book 5.335.1

ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ

### book 5.335.2

πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·

### book 5.335.3

„ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου

### book 5.335.4

γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·

### book 5.335.5

οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ

### book 5.340.1

ὑμετέρῳ προβλῆτες ἐπῃώρηντο κεραῖαι·

### book 5.340.2

ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ

### book 5.340.3

ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη·

### book 5.340.4

χώεται Ἰοχέαιρα κακώτερα Τριτογενείης.

### book 5.340.5

αἴθε μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ

### book 5.345.1

ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,

### book 5.345.2

αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ

### book 5.345.3

μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.

### book 5.345.4

σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;

### book 5.345.5

ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.

### book 5.1

μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ

### book 5.2

ὄμμασι θηρείοισιν ἐχέφρονα δάκρυα λείβω.

### book 5.3

ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον

### book 5.4

ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.

### book 5.5

αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,

### book 5.355.1

ναὶ λίτομαι, καὶ θῆρες ὁμοίιοι· εἰπέ, Κιθαιρών,

### book 5.355.2

Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι

### book 5.1

δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν

### book 5.2

καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,

### book 5.3

αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.

### book 5.360.1

αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθε με σύρων

### book 5.360.2

πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθε με πικροῖς

### book 5.360.3

ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι

### book 5.360.4

νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις,

### book 5.360.5

μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν,

### book 5.365.1

οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.“

### book 5.365.2

ἡμιθανὴς τάδ’ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων

### book 5.365.3

θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ·

### book 5.365.4

μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς

### book 5.365.5

ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.

### book 5.370.1

ἤδη δ’ αὐτοδίδακτος ὀρεστιὰς ἵπτατο Φήμη

### book 5.370.2

Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,

### book 5.370.3

οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,

### book 5.370.4

ἀλλ’ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ

### book 5.370.5

νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·

### book 5.375.1

καὶ πλοκάμους ἐδάιξεν, ὅλον δ’ ἔρρηξε χιτῶνα,

### book 5.375.2

πενθαλέοις δ’ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς

### book 5.375.3

αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ

### book 5.375.4

παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν

### book 5

μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου

### book 5.380.1

δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.

### book 5.380.2

καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες

### book 5.380.3

μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ

### book 5.380.4

δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.

### book 5.380.5

μυρομένους δ’ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·

### book 5.385.1

καὶ πολιὴν πλοκαμῖδα γέρων ἀπεκείρατο Κάδμος,

### book 5.385.2

Ἁρμονίη δ’ ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν

### book 5.385.3

συμφερτῇ βαρύδουπος ὅλος δόμος ἔβρεμεν ἠχῇ.

### book 5.385.4

Αὐτονόη δ’ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ

### book 5.385.5

ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·

### book 5.390.1

εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν

### book 5.390.2

δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,

### book 5.390.3

πολλάκι δ’ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ

### book 5.390.4

ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ

### book 5.390.5

παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.

### book 5.395.1

δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ

### book 5.395.2

λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου

### book 5.395.3

γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,

### book 5.395.4

καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόρσην·

### book 5.395.5

λεπταλέους πόδας εἶδε καὶ οὐκ ἐφράσσατο ταρσούς,

### book 5.1

λεπταλέους πόδας εὗρε καὶ οὐκ ἴδε κύκλα πεδίλων.

### book 5.2

δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ

### book 5.3

ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς

### book 5.4

ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόησεν ἰούλων

### book 5

ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.

### book 5.405.1

φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης

### book 5.405.2

τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης

### book 5.405.3

λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δ’ ἀπὸ μόχθων

### book 5.405.4

νόστιμος εἰς δόμον ἦλθεν· ἐπ’ ἀπρήκτῳ δὲ μενοινῇ

### book 5.405.5

ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.

### book 5.410.1

ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,

### book 5.410.2

ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.

### book 5.410.3

ψυχὴ δ’ ἠιθέοιο κατηφέι πατρὶ παρέστη

### book 5.410.4

στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ

### book 5.410.5

ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·

### book 5.415.1

„ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·

### book 5.415.2

ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,

### book 5.415.3

ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,

### book 5.415.4

καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.

### book 5.415.5

αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ

### book 5.420.1

δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.

### book 5.420.2

εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,

### book 5.420.3

προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·

### book 5.420.4

εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·

### book 5.420.5

εἰ βροτέους κροτάφους, δολιχὰς σκοπίαζε κεραίας·

### book 5.425.1

εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·

### book 5.425.2

εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.

### book 5.425.3

υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·

### book 5.425.4

υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.

### book 5

ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·

### book 5.430.1

μὴ τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσσῃς·

### book 5.430.2

μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή.

### book 5.430.3

αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·

### book 5.430.4

οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος Ἰοχεαίρης,

### book 5.430.5

οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης

### book 5.435.1

θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας

### book 5.435.2

καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους

### book 5.435.3

ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης

### book 5.435.4

δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι

### book 5.435.5

μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας

### book 5.440.1

Νηιάδας· δεδάασιν Ἁμαδρύες· ἰσοτύπους δὲ

### book 5.440.2

θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.

### book 5.440.3

ἀλλὰ πάτερ πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ

### book 5.440.4

πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,

### book 5.440.5

παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ

### book 5.445.1

θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.

### book 5.445.2

τίς δὲ κύων ἐλάφου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ

### book 5.445.3

νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ

### book 5.445.4

κυκλάδες ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας

### book 5.445.5

καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ

### book 5.1

δάκρυα μὲν προχέουσιν ἐχέφρονα καὶ ποσὶν ἄκροις

### book 5.2

δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ θεσμῷ

### book 5.3

ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ

### book 5.4

πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.

### book 5.5

ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ

### book 5.455.1

δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,

### book 5.455.2

οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας

### book 5.455.3

ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς·

### book 5.455.4

καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·

### book 5.455.5

‘σήμερον Ἀκταίωνα τίς ἥρπασεν, εἴπατε, πέτραι,

### book 5.460.1

πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.‘

### book 5.460.2

τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·

### book 5.460.3

‘τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;

### book 5.460.4

οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ

### book 5.460.5

Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,

### book 5.465.1

ὅς ποτε θῆρας ἔπεφνεν· ὑπ’ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς

### book 5.465.2

Ἀγρέος αἷμα φέρων ἀγρεύεται Ἰοχεαίρῃ‘.

### book 5.465.3

τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.

### book 5.465.4

πολλάκι δ’ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·

### book 5.465.5

‘λῆγε, κύων βαρύμοχθε, πολύπλανον ἴχνος ἑλίσσων·

### book 5.470.1

δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,

### book 5.470.2

δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,

### book 5.1

ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.‘

### book 5.2

ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.

### book 5.3

θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης·

### book 5.475.1

δειλὸς ἐγώ· φιλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσσας

### book 5.475.2

πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης

### book 5.475.3

Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.

### book 5.475.4

ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων

### book 5.475.5

Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας Ἰοχεαίρης

### book 5.480.1

τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ

### book 5.480.2

ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.

### book 5.480.3

ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ

### book 5.480.4

Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης

### book 5.480.5

λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ

### book 5.485.1

ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη

### book 5.485.2

χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·

### book 5.485.3

φαίης δ’, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο

### book 5.485.4

ἑσπερίη σελάγιζε δι’ ὕδατος ὄμπνια Μήνη.

### book 5.485.5

Νηιάδες δ’ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ

### book 5.490.1

σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ

### book 5.490.2

νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.

### book 5.490.3

καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·

### book 5.1

ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,

### book 5.2

καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς

### book 5.495.1

ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,

### book 5.495.2

καὶ κύνες ἀγρευτῆρες ἑοὺς ἐχάραξαν ὀδόντας.

### book 5.495.3

σιγήσω τάδε πάντα· —τί δεύτερον ἄλγος ἐνίψω; —

### book 5.495.4

μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.

### book 5.495.5

πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται

### book 5.1

λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα

### book 5.2

πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ

### book 5.3

οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,

### book 5.4

ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω

### book 5.5

πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ

### book 5.505.1

ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,

### book 5.505.2

εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,

### book 5.505.3

εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης

### book 5.505.4

τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δ’ ἤλλαξε φαρέτρην.

### book 5.505.5

ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·

### book 5.510.1

οὐ κύνες Ὠρίωνα κυνοσσόον .... αἴθε καὶ αὐτὸν

### book 5.510.2

σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.

### book 5.510.3

δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·

### book 5.510.4

εἰσαΐων δ’, ὅτι Φοῖβος, ἀδελφεὸς Ἰοχεαίρης,

### book 5.510.5

Κυρήνῃ παρίαυεν, ἐμὸν δ’ ἔσπειρε τοκῆα,

### book 5.515

Ἄρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.

### book 5.1

καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς

### book 5.2

ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,

### book 5.3

καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,

### book 5.4

ὠισάμην, ὅτι τοῖος ἔην νόος Ἰοχεαίρης.

### book 5.520.1

ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,

### book 5.520.2

μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.

### book 5.520.3

ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,

### book 5.520.4

δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο· τόξα καὶ ἰοὺς

### book 5.520.5

πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.

### book 5.525.1

ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις

### book 5.525.2

τέρπεται Ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.

### book 5.525.3

ζῳοτύπον δ’ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ

### book 5.525.4

στικτὸν ἐμὸν νόθον εἶδος ἀπ’ αὐχένος εἰς πόδας ἄκρους·

### book 5.525.5

μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,

### book 5.530.1

πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.

### book 5.530.2

μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γὰρ

### book 5.530.3

δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτησ“

### book 5.530.4

εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ

### book 5.530.5

ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης

### book 5.535.1

ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.

### book 5.535.2

ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας

### book 5.535.3

πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,

### book 5.1

καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.

### book 5.2

καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη

### book 5.540.1

ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ

### book 5.540.2

πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·

### book 5.540.3

καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων

### book 5.540.4

κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν

### book 5.540.5

ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.

### book 5.545.1

ὀστέα δ’ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ,

### book 5.545.2

λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,

### book 5.545.3

καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,

### book 5.545.4

καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.

### book 5.545.5

ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,

### book 5.1

πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι

### book 5.2

ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.

### book 5.3

ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,

### book 5.4

τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη

### book 5.5

Γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ

### book 5.555.1

πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.

### book 5.555.2

καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους

### book 5.555.3

εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·

### book 5.555.4

αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην

### book 5.555.5

ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη

### book 5.560.1

παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ

### book 5.560.2

μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.

### book 5.1

καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·

### book 5.2

ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,

### book 5.3

ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,

### book 5.565.1

αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,

### book 5.565.2

ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ

### book 5.565.3

σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος,

### book 5.565.4

Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,

### book 5.565.5

μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ

### book 5.570.1

Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην

### book 5.570.2

κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,

### book 5.570.3

παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης

### book 5.570.4

Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων

### book 5.570.5

δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς

### book 5.575.1

ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,

### book 5.575.2

ὤρεγε δ’ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,

### book 5.575.3

καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης

### book 5.575.4

ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ

### book 5.575.5

Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου

### book 5.580.1

ποικίλον ὅρμον ἔτεινε πολύχροον ἀμφιγυήεις·

### book 5.580.2

ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην

### book 5.580.3

Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·

### book 5.580.4

δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,

### book 5.580.5

ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ

### book 5.585.1

γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ.

### book 5.585.2

Ζεὺς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·

### book 5.1

καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην

### book 5.2

ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,

### book 5.3

Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ

### book 5.590.1

λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης·

### book 5.590.2

καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ

### book 5.590.3

ἐξ ὀλίγου σπινθῆρος· ἐπ’ εὐκόλπῳ δὲ θεαίνῃ

### book 5.590.4

Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.

### book 5.590.5

καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη

### book 5.595.1

κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ

### book 5.595.2

σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς

### book 5.595.3

ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,

### book 5.595.4

μιμηλὴν δ’ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ

### book 5.595.5

αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου

### book 5.1

ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης.

### book 5.2

καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ

### book 5.3

καρχαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης

### book 5.4

κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,

### book 5.5

καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,

### book 5.605.1

σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,

### book 5.605.2

καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς

### book 5.605.3

πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,

### book 5.605.4

νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.

### book 5.605.5

οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ

### book 5.610

λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·

### book 5.1

οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,

### book 5.2

ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ

### book 5.3

θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν ἐρώτων,

### book 5.4

ἔνθεν ἀεξιτόκοιο Κεραστίδος ἔνδοθι Κύπρου

### book 5.615.1

Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.

### book 5.615.2

καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων

### book 5.615.3

εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί,

### book 5.615.4

οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·

### book 5.615.5

Ἥρης δ’ οἶκον ἔλειπε, λέχος δ’ ἀπέειπε Διώνης,

### book 5.620

Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,

### book 5

μούνης δ’ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.

### book 6.1.1

Οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ

### book 6.1.2

ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου,

### book 6.1.3

Δηῴης ὑμέναιον ἐεδνώσαντο θεαίνης.

### book 6.1.4

ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου

### book 6.5.1

ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ·

### book 6.5.2

καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην,

### book 6.5.3

αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης,

### book 6.5.4

παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης

### book 6.5.5

δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,

### book 6.10.1

ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ

### book 6.10.2

εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων

### book 6.10.3

ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας ἐρώτων·

### book 6.10.4

πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ

### book 6.10.5

παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.

### book 6.15.1

καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ,

### book 6.15.2

δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων

### book 6.15.3

ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις.

### book 6.15.4

τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ

### book 6.15.5

ὦρτο γέρων Ἀστραῖος· ὁ μὲν γραμμῇσι χαράσσων

### book 6.20.1

κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης,

### book 6.20.2

καὶ τυπόων ἑλικηδὸν ὑπ’ ἀγκυλόδοντι σιδήρῳ

### book 6.20.3

πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ,

### book 6.20.4

καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ.

### book 6.20.5

ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων

### book 6.25.1

ἀντιόων Δήμητρι· διεσσυμένων δὲ μελάθρου

### book 6.25.2

Ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ

### book 6.25.3

πατρὸς ἑοῦ παρὰ θῶκον· ὁμοστόργῳ δὲ μενοινῇ

### book 6.25.4

νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται

### book 6.25.5

δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις

### book 6.30.1

υἱέες Ἀστραίοιο· πιεῖν δ’ ἠρνήσατο Δηὼ

### book 6.30.2

Περσεφόνης μεθύουσα μεληδόνι· μουνοτόκοι γὰρ

### book 6.30.3

τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες·

### book 6.30.4

ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ

### book 6.30.5

ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα πειθώ.

### book 6.35.1

ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας

### book 6.35.2

θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ.

### book 6.35.3

καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας

### book 6.35.4

πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται·

### book 6.35.5

νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων

### book 6.40.1

Εὖρος ἐῳνοχόει, προχόῳ δ’ ἐπιδόρπιον ὕδωρ

### book 6.40.2

εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ

### book 6.40.3

ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ

### book 6.1

εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης·

### book 6.2

καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας

### book 6.45.1

ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις

### book 6.45.2

καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας

### book 6.45.3

Ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ

### book 6.45.4

πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων

### book 6.45.5

καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων.

### book 6.1

ἀλλ’ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης

### book 6.2

σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης,

### book 6.3

μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ

### book 6.4

λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ

### book 6.5

δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης·

### book 6.55.1

καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης

### book 6.55.2

θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ

### book 6.55.3

ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας.

### book 6.55.4

οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ

### book 6.55.5

κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας

### book 6.60.1

καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης

### book 6.60.2

ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν

### book 6.60.3

ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ

### book 6.60.4

ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ·

### book 6.60.5

καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας

### book 6.65

σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,

### book 6.1

Ἀστερίων παρέθηκε λαβὼν ἄπο πώματα χηλοῦ.

### book 6.2

ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων

### book 6.3

Ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν

### book 6.4

λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας·

### book 6.70.1

καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ

### book 6.70.2

εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ

### book 6.70.3

ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ,

### book 6.70.4

ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων

### book 6.70.5

σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ

### book 6.75.1

ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη,

### book 6.75.2

καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ

### book 6.75.3

κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ

### book 6.75.4

κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων

### book 6.75.5

ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην·

### book 6.80.1

καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων

### book 6.80.2

Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου

### book 6.80.3

φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης

### book 6.80.4

ἑσπερίῳ· καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων

### book 6.80.5

Παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν· ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 6.85.1

ὀμβροτόκου Κρονίδαο βιοσσόος ἔτρεχεν ἀστήρ.

### book 6.85.2

ἀλλ’ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων,

### book 6.85.3

σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ,

### book 6.85.4

σφαῖραν ποικιλόνωτον· ἀνειρομένῃ δὲ θεαίνῃ

### book 6.85.5

τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς·

### book 6.90.1

„Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ

### book 6.90.2

κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης

### book 6.90.3

νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης,

### book 6.90.4

κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης,

### book 6.90.5

εἰ λίνα Μοιράων ἐπιπείθεται· ἀπροϊδῆ δὲ

### book 6.95.1

ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην

### book 6.95.2

θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ

### book 6.95.3

σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω,

### book 6.95.4

ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω.

### book 6.95.5

ὀλβίστην ἐνέπω σε· σὺ γὰρ τετράζυγι κόσμῳ

### book 6.1

ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις

### book 6.2

ἀτρυγέτῳ· κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων

### book 6.3

παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.“

### book 6.4

ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν.

### book 6.5

ἀλλ’ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν

### book 6.105.1

ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην

### book 6.105.2

τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης,

### book 6.105.3

ἔστενε μειδιόωσα· δι’ ὑψιπόρου δὲ κελεύθου

### book 6.105.4

οἶκον ἑὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ.

### book 6.105.5

καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ

### book 6.110.1

ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν

### book 6.110.2

ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ·

### book 6.110.3

καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ

### book 6.110.4

ξανθοφυὴς βλοσυροῖο δι’ ἅρματος ἤγαγε Δηὼ

### book 6.110.5

παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ,

### book 6.115.1

καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ

### book 6.115.2

θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος,

### book 6.115.3

ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης

### book 6.115.4

ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων

### book 6.115.5

ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο.

### book 6.120.1

Δικταίης δ’ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς

### book 6.120.2

Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης

### book 6.120.3

νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ.

### book 6.120.4

καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη

### book 6.120.5

Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην

### book 6.125.1

Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης

### book 6.125.2

εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ,

### book 6.125.3

εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ·

### book 6.125.4

καί, Κυανῆς ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην

### book 6.125.5

κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,

### book 6.130.1

γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ,

### book 6.130.2

λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,

### book 6.1

ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι

### book 6.2

λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις.

### book 6.3

καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου

### book 6.135.1

παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ·

### book 6.135.2

λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων

### book 6.135.3

τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου,

### book 6.135.4

τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα

### book 6.135.5

στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης·

### book 6.140.1

κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην,

### book 6.140.2

κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ

### book 6.140.3

Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς·

### book 6.140.4

καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι

### book 6.140.5

καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.

### book 6.145.1

ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου

### book 6.145.2

εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη,

### book 6.145.3

ἠλακάτῃ δ’ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς

### book 6.145.4

εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ

### book 6.145.5

νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ·

### book 6.1

καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπ’ ἄκρου

### book 6.2

πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν,

### book 6.3

ἱστῷ δ’ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη

### book 6.4

πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ

### book 6.5

γνωτὴν ἱστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.

### book 6.155

παρθένε Περσεφόνεια, σὺ δ’ οὐ γάμον εὗρες ἀλύξαι,

### book 6.1

ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις,

### book 6.2

Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου

### book 6.3

νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ

### book 6.4

εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος,

### book 6.160.1

σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ

### book 6.160.2

εὔνασεν ἰσοτύπων πεφοβημένον ὄμμα δρακόντων ....

### book 6.160.3

καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης

### book 6.164

μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων

### book 6.163

Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,

### book 6.165.1

Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης

### book 6.165.2

μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ

### book 6.165.3

ἀστεροπὴν ἐλέλιζε· νεηγενέος δὲ φορῆος

### book 6.165.4

νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.

### book 6.165.5

οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ

### book 6.170.1

κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου

### book 6.170.2

δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης

### book 6.170.3

Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ

### book 6.170.4

ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.

### book 6.170.5

ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ

### book 6.175

τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν

### book 6.1

ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,

### book 6.2

πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,

### book 6.3

πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·

### book 6.4

ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ

### book 6.180.1

εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων

### book 6.180.2

ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·

### book 6.180.3

πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων

### book 6.180.4

φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,

### book 6.180.5

ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,

### book 6.185.1

ἀμφελελιζομένῃ λασιότριχος ὑψόθι νώτου

### book 6.185.2

αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῇ.

### book 6.185.3

ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου

### book 6.185.4

ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ

### book 6.185.5

ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,

### book 6.190.1

καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ·

### book 6.190.2

ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης

### book 6.190.3

ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,

### book 6.190.4

γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,

### book 6.190.5

καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ

### book 6.195.1

ὅρμον ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας·

### book 6.195.2

καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσσας

### book 6.195.3

τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ

### book 6.195.4

ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων

### book 6

θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.

### book 6.1

καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ

### book 6.2

τρηχαλέον μύκημα δι’ ἠέρος ἔβρεμεν Ἥρη,

### book 6.3

μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ

### book 6.4

αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,

### book 6.5

καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες

### book 6.205.1

ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ.

### book 6.205.2

Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου

### book 6.205.3

γινώσκων σκιόεντα τύπον δολίοιο κατόπτρου,

### book 6.205.4

μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ

### book 6.205.5

Ζαγρέος εὐκεράοιο κατεκλήισε φονῆας

### book 6.210.1

Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων

### book 6.210.2

θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.

### book 6.210.3

ἀντολίην δ’ ἔφλεξε, καὶ αἰθαλόεντι βελέμνῳ

### book 6.210.4

αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ

### book 6.210.5

κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,

### book 6.215.1

Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου

### book 6.215.2

ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.

### book 6.215.3

καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ

### book 6.215.4

Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ

### book 6.215.5

ἡμιδαὴς σέλας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη ...

### book 6.220.1

Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς

### book 6.220.2

πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης·

### book 6.220.3

καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος

### book 6.220.4

θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.

### book 6.220.5

καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων

### book 6.225.1

Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ·

### book 6.225.2

Ζεὺς δὲ χόλον πρήυνε, βαρυνομένην δὲ κεραυνῷ

### book 6.225.3

γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι

### book 6.225.4

λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.

### book 6.225.5

καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς

### book 6.230.1

πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ

### book 6.230.2

βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,

### book 6.230.3

ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις

### book 6.230.4

κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ

### book 6.230.5

Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων

### book 6.235.1

ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ

### book 6.235.2

Καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,

### book 6.235.3

καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ

### book 6.235.4

Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα πορείην

### book 6

εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,

### book 6.240.1

γείτων δ’ Ἠελίοιο προάγγελον ἱστοβοῆος

### book 6.240.2

Σκορπίον εἶχεν Ἄρης, μιτρούμενον αἴθοπι Ταύρῳ,

### book 6.240.3

δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,

### book 6.240.4

καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης

### book 6.240.5

Ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,

### book 6.245.1

δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,

### book 6.245.2

καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος

### book 6.245.3

φέγγεϊ λαχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῆς

### book 6.245.4

Παρθενικῆς πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,

### book 6.245.5

ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ

### book 6.1

αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες

### book 6.2

Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου

### book 6.3

κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,

### book 6.4

ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο

### book 6.5

λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ

### book 6.255.1

κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον † Ὠκεανοῖο

### book 6.255.2

καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ

### book 6.255.3

διψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι·

### book 6.255.4

ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης ...

### book 6.255.5

Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή,

### book 6.260.1

χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ

### book 6.260.2

ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης,

### book 6.1

μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη.

### book 6.2

ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης

### book 6.3

χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων

### book 6.265.1

μυδαλέοις μελέεσσι· χαραδραίῳ δ’ ἐνὶ κόλπῳ

### book 6.265.2

εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης·

### book 6.265.3

καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο

### book 6.265.4

θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ

### book 6.265.5

πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ.

### book 6.270.1

καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης

### book 6.270.2

ἔγχλοον αἰθύσσοντες ἐπ’ ἰξύι δίπτυχον οὐρὴν

### book 6.270.3

Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις,

### book 6.270.4

σύμπλοον ἠερίοισιν ἐπιτρέψαντες ἀήταις

### book 6.270.5

στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ

### book 6.275.1

Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς,

### book 6.275.2

μυδαλέην σάλπιγγα διαπλώουσαν ἐάσσας,

### book 6.275.3

καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων

### book 6.275.4

ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς.

### book 6.275.5

καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ

### book 6.280.1

ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπ’ ἄλλῳ

### book 6.280.2

πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ·

### book 6.280.3

καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος

### book 6.280.4

χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ

### book 6

πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ

### book 6.285.1

λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου

### book 6.285.2

ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι

### book 6.285.3

συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ.

### book 6.285.4

καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείονι παλμῷ

### book 6.285.5

μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ

### book 6.290.1

πόντιος Ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν

### book 6.290.2

ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ.

### book 6.290.3

Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβρομον ὕδωρ·

### book 6.290.4

καὶ χλοερῆς Θέτιν εἶχεν ἐπ’ ἰξύος ὑγρὸς ὁδίτης,

### book 6.290.5

Τρίτων εὐρυγένειος, ἐπ’ ἰχθυόεντι δὲ νώτῳ

### book 6.295.1

πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαυή,

### book 6.295.2

καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ,

### book 6.295.3

Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς.

### book 6.295.4

καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις

### book 6.295.5

πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.

### book 6.1

καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην

### book 6.2

νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν·

### book 6.3

„πῇ φέρεαι, Γαλάτεια, δι’ οὔρεος ἀντὶ θαλάσσης;

### book 6.4

μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν;

### book 6.5

πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου,

### book 6.305.1

μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις

### book 6.305.2

νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ.

### book 6.305.3

ἦ ῥά σοι ἶσον ἔχει διερὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ

### book 6.305.4

ἑζομένη δελφῖνι θαλασσαίης Ἀφροδίτης,

### book 6.305.5

ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ;

### book 6.310.1

δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου·

### book 6.310.2

δείδια, μή μιν ἔκευθε μέγας ῥόος. ὣς ἄρα δειλὴ

### book 6.310.3

ἄστατος ἐν πελάγεσσι μετ’ οὔρεα κύματα βαίνει;

### book 6.310.4

ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ.

### book 6.310.5

ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς,

### book 6.315.1

αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω·

### book 6.315.2

οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω,

### book 6.315.3

ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.“

### book 6.315.4

ὣς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν·

### book 6.315.5

„Πὰν φίλε, σὴν ἀνάειρε δι’ οἴδματος ἄπλοον Ἠχώ·

### book 6.320.1

μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω·

### book 6.320.2

ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.

### book 6.320.3

καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.

### book 6.320.4

οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ

### book 6.320.5

τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.“

### book 6.325.1

εἶπε καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους.

### book 6.325.2

πυκνὰ δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο

### book 6.325.3

πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν

### book 6.325.4

ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,

### book 6.325.5

οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ

### book 6.330.1

Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου

### book 6.330.2

Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι

### book 6.330.3

ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ

### book 6.330.4

μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις·

### book 6.330.5

ζώνῃ δ’ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης

### book 6.335.1

κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη

### book 6.335.2

μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων·

### book 6.335.3

ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ

### book 6.335.4

λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.

### book 6.335.5

καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ

### book 6.340.1

Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης,

### book 6.340.2

ὧν ὁ μὲν εὐκάρποιο δι’ αὔλακος ἤθελεν ἕρπειν

### book 6.340.3

τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,

### book 6.340.4

ὃς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἅλμης

### book 6.340.5

ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων

### book 6.345.1

Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν·

### book 6.345.2

„Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης;

### book 6.345.3

Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;

### book 6.345.4

ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.

### book 6

ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ

### book 6.1

ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ·

### book 6.2

δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην.

### book 6.3

Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω

### book 6.4

οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος Ἀφρογενείης.

### book 6.5

ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δ’ Ἀρεθούσης

### book 6.355.1

ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην.

### book 6.355.2

ἀλλ’ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει

### book 6.355.3

οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς

### book 6.355.4

ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ·

### book 6.355.5

οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα·

### book 6.360.1

αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου

### book 6.360.2

καὶ ποταμοὺς ἐκάθηρεν, ἀπ’ Ἀλφειοῖο δὲ μούνου

### book 6.360.3

οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.

### book 6.360.4

ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,

### book 6.360.5

βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς

### book 6.365.1

πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.“

### book 6.365.2

οὔ πω μῦθος ἔληγε, φόβος δ’ ἐβιήσατο φωνήν.

### book 6.365.3

καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ

### book 6.365.4

ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,

### book 6.365.5

καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,

### book 6.370.1

λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.

### book 6.370.2

καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν

### book 6.1

ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·

### book 6.2

ἀλλὰ Διὸς ζαθέοις ὑπὸ νεύμασι Κυανοχαίτης

### book 6.3

Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ἀράξας

### book 6.375.1

γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου

### book 6.375.2

ῥηγνυμένου πρηῶνος ἐχάζετο μέρμερον ὕδωρ·

### book 6.375.3

καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο

### book 6.375.4

γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων

### book 6.375.5

εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.

### book 6.380.1

καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην

### book 6.380.2

Ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων

### book 6.380.3

θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς

### book 6.380.4

οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ

### book 6.380.5

ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,

### book 6.385.1

δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων

### book 6.385.2

ἀρτιγόνοις μερόπεσσιν ἐγυρώθησαν ἀγυιαί.

### book 6.385.3

καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις

### book 6

ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.

### book 7.1.1

Ἤδη δ’ ἀενάοιο βίου παλιναυξέι καρπῷ

### book 7.1.2

ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας

### book 7.1.3

ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς·

### book 7.1.4

καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,

### book 7.5.1

καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ

### book 7.5.2

ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ.

### book 7.5.3

ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη

### book 7.5.4

ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης.

### book 7.5.5

καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν

### book 7.10.1

ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών·

### book 7.10.2

οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας

### book 7.10.3

Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ,

### book 7.10.4

ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ

### book 7.10.5

ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ

### book 7.15.1

οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ

### book 7.15.2

θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι·

### book 7.15.3

οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης

### book 7.15.4

ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ

### book 7.15.5

ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς

### book 7.20

ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,

### book 7.1

νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.

### book 7.2

ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην

### book 7.3

Αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,

### book 7.4

ἱκεσίης ὀρέγων κεχαλασμένον ὁλκὸν ὑπήνης,

### book 7.25.1

εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου

### book 7.25.2

ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·

### book 7.25.3

καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων

### book 7.25.4

ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν·

### book 7.25.5

„Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου·

### book 7.30.1

οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ

### book 7.30.2

ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης;

### book 7.30.3

οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξότε φωτῶν

### book 7.30.4

ἔκλυσας ἔθνεα πάντα, καὶ ἠερίου ῥόος ὄμβρου

### book 7.30.5

αἰθέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.

### book 7.35.1

χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ

### book 7.35.2

οὐρανίους οἴηκας ἀναίνομαι· οὐκέτι κόσμου

### book 7.35.3

πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων

### book 7.35.4

πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω·

### book 7.35.5

ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ

### book 7.40

οἰκτείρων ἐμόγησα πολυτλήτων γένος ἀνδρῶν.

### book 7.1

ἄρκιον οὐ πέλε γῆρας, ὅ περ νεότητα μαραίνει

### book 7.2

καὶ βραδὺν ἄνδρα τίθησι κάτω νεύοντι καρήνῳ,

### book 7.3

κυφὸς ὅτε τρομερῇσι περισσοπόδεσσι πορείαις

### book 7.4

γηροκόμῳ βαρύγουνος ἐρείδεται ἠθάδι βάκτρῳ·

### book 7.45.1

ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ

### book 7.45.2

νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ,

### book 7.45.3

συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας.

### book 7.45.4

οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει

### book 7.45.5

Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης·

### book 7.1

ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ

### book 7.2

ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ;

### book 7.3

πηκτίδες οὐ λύουσι μεληδόνας· ἀλλὰ καὶ αὐτὸς

### book 7.4

νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην

### book 7.5

τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους.

### book 7.55.1

ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης

### book 7.55.2

φάρμακον ἐρρίζωτο βιοσσόον· οὐράνιον γὰρ

### book 7.55.3

οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι

### book 7.55.4

ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς

### book 7.55.5

ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς,

### book 7.60.1

ὃς μογερῶν μερόπων ἐπικήδεται· ἀρχεκάκου γὰρ

### book 7.60.2

ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει,

### book 7.60.3

κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι,

### book 7.1

ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου.

### book 7.2

ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας

### book 7.65.1

σὰς τελετὰς σκοπίαζε κατηφέας· ἦ ῥά σε θέλγει

### book 7.65.2

ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;“

### book 7.65.3

ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ

### book 7.65.4

μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς·

### book 7.65.5

καὶ φρενὸς ἡνία λῦσεν ἐπασσυτέρῃσι δὲ βουλαῖς

### book 7.70.1

ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί.

### book 7.70.2

καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν

### book 7.70.3

ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων·

### book 7.70.4

„ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν,

### book 7.70.5

μὴ νεμέσα· βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει

### book 7.75.1

πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης.

### book 7.75.2

νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης

### book 7.75.3

αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω,

### book 7.75.4

ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον· ἀρχέγονος δὲ

### book 7.75.5

ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω.

### book 7.80.1

τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ

### book 7.80.2

θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω.

### book 7.80.3

χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς

### book 7.80.4

γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ

### book 7.80.5

ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης·

### book 7.85.1

ἤδη δ’ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει

### book 7.85.2

ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,

### book 7.1

νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων,

### book 7.2

ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων

### book 7.3

ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις

### book 7.90.1

εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ

### book 7.90.2

ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην,

### book 7.90.3

Βασσαρίδων δὲ φάλαγγα φιλεύιον ὑψόθεν ὤμων

### book 7.90.4

ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην·

### book 7.90.5

καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις

### book 7.95.1

πάντες ἀνευάξουσιν ἐπ’ εὐκελάδοιο τραπέζης

### book 7.95.2

ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης.

### book 7.95.3

τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων,

### book 7.95.4

Γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν

### book 7.95.5

Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ.

### book 7.1

καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ

### book 7.2

ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας ...

### book 7.3

σῆμα τεῆς θεότητος ἔχων ὀφιώδεα μίτρην·

### book 7.4

καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται

### book 7.5

ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,

### book 7.105

χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.“

### book 7.1

εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ

### book 7.2

ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι.

### book 7.3

καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγον, ὃς μὲν ἱκάνων

### book 7.4

οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον ἐς δόμον Ἥρης.

### book 7.110.1

καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων,

### book 7.110.2

πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας

### book 7.110.3

ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ

### book 7.110.4

εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων

### book 7.110.5

Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ

### book 7.115.1

δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ

### book 7.115.2

ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης·

### book 7.115.3

‘πρῶτος ἄγει Κρονίωνα βοώπιδος ἐς λέχος Ἰοῦς·‘

### book 7.115.4

‘δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·‘

### book 7.115.5

‘Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·‘

### book 7.120.1

‘τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·‘

### book 7.120.2

‘πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·‘

### book 7.120.3

‘αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·‘

### book 7.120.4

‘ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·‘

### book 7.120.5

‘ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·‘

### book 7.125.1

‘εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·‘

### book 7.125.2

‘θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·‘

### book 7.1

‘ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·‘

### book 7.2

‘δωδέκατος τριέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.‘

### book 7.3

ἀλλ’ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,

### book 7.130.1

ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς,

### book 7.130.2

χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ

### book 7.130.3

κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ,

### book 7.130.4

δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη,

### book 7.130.5

νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,

### book 7.135.1

νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην.

### book 7.135.2

ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ,

### book 7.135.3

τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ

### book 7.135.4

ἀργυρέης ἐτίταινε δι’ ἄστεος ἦχον ἱμάσθλης

### book 7.135.5

ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης

### book 7.140.1

λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης·

### book 7.140.2

ὄμμασι γὰρ ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου

### book 7.140.3

ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ

### book 7.140.4

θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις

### book 7.140.5

ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου

### book 7.145.1

ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ,

### book 7.145.2

νειφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις·

### book 7.145.3

ἐξαπίνης δὲ πεσοῦσα δι’ αἰθέρος οὐρανίη φλὸξ

### book 7.145.4

δένδρον ὅλον πρήνιξε, νέου δ’ οὐχ ἥπτετο καρποῦ·

### book 7.145.5

ἀλλά μιν ἁρπάξας τανυσίπτερος ὄρνις ἀλήτης

### book 7

ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης

### book 7.1

ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ

### book 7.2

δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ

### book 7.3

ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ

### book 7.4

αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος·

### book 7.155.1

καὶ Σεμέλη φυτὸν ἦεν. ὑπερφρίσσουσα δὲ κούρη

### book 7.155.2

ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα

### book 7.155.3

εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ὀνείρων.

### book 7.155.4

καὶ Σεμέλης δεδόνητο φυτὸν πυρίκαυτον ἀκούων

### book 7.155.5

Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς

### book 7.160.1

πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους.

### book 7.160.2

καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν

### book 7.160.3

παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νειὸν Ἀθήνης

### book 7.160.4

Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ

### book 7.160.5

ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου,

### book 7.165.1

καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης.

### book 7.165.2

ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ,

### book 7.165.3

ἀστεροπῆς μεδέοντι· παρισταμένη δὲ θυηλαῖς

### book 7.165.4

αἵματι κόλπον ἔδευσε, φόνῳ δ’ ἐρραίνετο κούρη·

### book 7.165.5

καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος ὁλκοί,

### book 7.170.1

καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες.

### book 7.170.2

καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ

### book 7.170.3

γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ

### book 7.170.4

παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις

### book 7

στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ.

### book 7.175.1

καὶ φόβον ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης

### book 7.175.2

ἠῴην παρὰ πέζαν ἀλεξικάκου ποταμοῖο

### book 7.175.3

εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείρων.

### book 7.175.4

οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου

### book 7.175.5

εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι.

### book 7.180.1

καὶ Σεμέλην ὁρόωσα παρ’ Ἀσωποῖο ῥεέθροις

### book 7.180.2

λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς

### book 7.180.3

μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ

### book 7.180.4

ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ.

### book 7.180.5

κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ

### book 7.185.1

χεῖρας ἐρετμώσασα δι’ ὕδατος ἔτρεχε κούρη·

### book 7.185.2

καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ

### book 7.185.3

ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων

### book 7.185.4

ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ

### book 7.185.5

ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ.

### book 7.190.1

οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ

### book 7.190.2

ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς.

### book 7.190.3

καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων

### book 7.190.4

πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,

### book 7

τοξευτὴρ ἀκίχητος· ἐπ’ ἀνθοκόμῳ δὲ βελέμνῳ

### book 7.195.1

νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου

### book 7.195.2

ἑλκομένου ῥοίζησε σοφὸν βέλος εὔιον ἠχώ.

### book 7.195.3

Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ

### book 7.195.4

αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ

### book 7.195.5

συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων

### book 7.1

εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ,

### book 7.2

ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,

### book 7.3

ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων

### book 7.4

ἄστατον ὄμμα φέρων γαμίης ὀχετηγὸν ἀνάγκης

### book 7.5

παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·

### book 7.205.1

καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης

### book 7.205.2

Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ

### book 7.205.3

κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ

### book 7.205.4

τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ

### book 7.205.5

πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.

### book 7.210.1

Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν,

### book 7.210.2

καὶ Σεμέλης δι’ ἔρωτα προώριος αἰετὸς ἔπτη

### book 7.210.3

ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,

### book 7.210.4

Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων

### book 7.210.5

ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·

### book 7.215.1

αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης

### book 7.215.2

γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης·

### book 7.215.3

οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν

### book 7.215.4

ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,

### book 7.215.5

ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων

### book 7.220

ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,

### book 7.1

ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.

### book 7.2

καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,

### book 7.3

καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν

### book 7.4

ἀστράπτων χαρίτεσσιν· ὀπιπεύουσα δὲ νύμφην

### book 7.225.1

Νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν·

### book 7.225.2

„τίς προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ

### book 7.225.3

μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων

### book 7.225.4

εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ

### book 7.225.5

ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;

### book 7.230.1

μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις

### book 7.230.2

κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων

### book 7.230.3

ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;

### book 7.230.4

μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ

### book 7.230.5

γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο; καὶ τίνι πηγῆς

### book 7.235.1

Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ

### book 7.235.2

ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις

### book 7.235.3

παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω·

### book 7.235.4

πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν

### book 7.235.5

εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,

### book 7.240

λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·

### book 7.1

εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,

### book 7.2

τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;

### book 7.3

εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,

### book 7.4

Μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ

### book 7.245.1

οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη

### book 7.245.2

αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ

### book 7.245.3

ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.

### book 7.245.4

εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ

### book 7.245.5

γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,

### book 7.1

καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην

### book 7.2

λούσατο δεῖμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.

### book 7.3

κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·

### book 7.4

εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,

### book 7.5

αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.“

### book 7.255.1

τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίῃ φάτο φωνῇ.

### book 7.255.2

Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ

### book 7.255.3

νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·

### book 7.255.4

ἀσταθέος δ’ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,

### book 7

πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,

### book 7.260.1

πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην

### book 7.260.2

πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων

### book 7.260.3

ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·

### book 7.260.4

στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ

### book 7.260.5

μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·

### book 7.265.1

καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου

### book 7.265.2

ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.

### book 7.265.3

καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων

### book 7.265.4

νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ

### book 7.265.5

ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ

### book 7.270.1

παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ

### book 7.270.2

βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·

### book 7.270.3

οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεσσα φορῆι

### book 7.270.4

ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ

### book 7.270.5

ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ

### book 7.275.1

οὐρανίη· καὶ γυμνὸς Ἔρως λασιότριχι ῥινῷ,

### book 7.275.2

αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ

### book 7.275.3

βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.

### book 7.275.4

καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ

### book 7.275.5

θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.

### book 7.280.1

καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς

### book 7.280.2

ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς.

### book 7.280.3

καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆς

### book 7.1

εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ·

### book 7.2

καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,

### book 7.285.1

καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν·

### book 7.285.2

„ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς;

### book 7.285.3

ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων,

### book 7.285.4

λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου.

### book 7.285.5

ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς

### book 7.290.1

ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει;

### book 7.290.2

Ἠέλιε, κλονέεις με, καὶ εἰ μάθες οἶστρον Ἐρώτων·

### book 7.290.3

φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις;

### book 7.290.4

οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω,

### book 7.290.5

καὶ σὲ καὶ Ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,

### book 7.295.1

καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ

### book 7.295.2

Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ

### book 7.295.3

ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων

### book 7.295.4

Ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω.

### book 7.295.5

ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων

### book 7.1

σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ

### book 7.2

σῆς Κλυμένης ἀπόνοιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω.

### book 7.3

ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη,

### book 7.4

μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην

### book 7.5

θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,

### book 7.305.1

καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις

### book 7.305.2

λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης,

### book 7.305.3

καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.“

### book 7.305.4

τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι.

### book 7.305.5

ἀλλ’ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων

### book 7.310.1

ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης,

### book 7.310.2

δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς,

### book 7.310.3

ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς

### book 7.310.4

εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ

### book 7.310.5

ἅλμα θορὼν πρώτιστον ὅλην παρεμέτρεε ταρσῷ

### book 7.315.1

ἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβην

### book 7.315.2

ὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου

### book 7.315.3

αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες.

### book 7.315.4

καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεσμῷ,

### book 7.315.5

πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,

### book 7.320.1

ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,

### book 7.320.2

ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,

### book 7.320.3

πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,

### book 7.320.4

ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,

### book 7.320.5

πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·

### book 7.325.1

ἄλλοτε μιτρωθεῖσαν ὑπὸ σπείρῃσι δρακόντων

### book 7.325.2

νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,

### book 7.325.3

οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,

### book 7.325.4

Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων

### book 7

θαρσαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης

### book 7.330.1

χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων

### book 7.330.2

ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,

### book 7.330.3

συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης

### book 7.330.4

ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.

### book 7.330.5

Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ

### book 7.335.1

εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·

### book 7.335.2

καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ

### book 7.335.3

νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,

### book 7.335.4

νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,

### book 7.335.5

ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,

### book 7.340.1

πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας.

### book 7.340.2

ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνοπι κισσῷ,

### book 7.340.3

δέρμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος

### book 7.340.4

λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.

### book 7.340.5

γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις

### book 7.345.1

ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,

### book 7.345.2

καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι

### book 7.345.3

ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων

### book 7.345.4

βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς

### book 7.345.5

τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.

### book 7

καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ

### book 7.1

ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·

### book 7.2

„εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν

### book 7.3

αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,

### book 7.4

μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.

### book 7.355.1

οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς

### book 7.355.2

πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων

### book 7.355.3

ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ

### book 7.355.4

ἤλυθεν ἐς Κρήτην, Σεμέλη δ’ ἐς Ὄλυμπον ἱκάνει.

### book 7.355.5

τί πλέον ἤθελες ἄλλο μετ’ αἰθέρα καὶ πόλον ἄστρων;

### book 7.360.1

καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν

### book 7.360.2

νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.

### book 7.360.3

ἀλλὰ μετ’ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,

### book 7.360.4

τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος

### book 7.360.5

παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,

### book 7.365.1

καὶ μετὰ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης

### book 7.365.2

ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·

### book 7.365.3

ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις

### book 7

υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.“

### book 8.1.1

Ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ

### book 8.1.2

ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης,

### book 8.1.3

Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ

### book 8.1.4

οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ

### book 8.5.1

ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι.

### book 8.5.2

καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων

### book 8.5.3

ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ·

### book 8.5.4

μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου

### book 8.5.5

στέμματι θυμὸν ἔτερπεν, ἐπ’ ἀνθοκόμῳ δὲ καρήνῳ

### book 8.10.1

θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης

### book 8.10.2

Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις

### book 8.10.3

ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ.

### book 8.10.4

καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο,

### book 8.10.5

εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,

### book 8.15.1

γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς

### book 8.15.2

οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ·

### book 8.1

εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ,

### book 8.2

ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων

### book 8.3

εἰς ῥάχιν αὐτοκέλευθος ἐρημάδος ἔστιχεν ὕλης·

### book 8.20.1

κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,

### book 8.20.2

λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ·

### book 8.20.3

εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,

### book 8.20.4

ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ·

### book 8.20.5

πολλάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ

### book 8.25.1

Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,

### book 8.25.2

καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ

### book 8.25.3

εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δ’ ἀλόχευτος ἐχέφρων

### book 8.25.4

ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ,

### book 8.25.5

αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν

### book 8.30.1

ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.

### book 8.30.2

ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ

### book 8.30.3

ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὶ δὲ κούρῳ

### book 8.30.4

ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.

### book 8.30.5

καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν

### book 8.35.1

καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο

### book 8.35.2

Βάκχου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,

### book 8.35.3

αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.

### book 8.35.4

καὶ φρενὶ κερδαλέῃ σκολιὴν ἐφράσσατο βουλὴν

### book 8.35.5

Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν

### book 8.40.1

ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ

### book 8.40.2

ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης

### book 8.1

ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν

### book 8.2

βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ

### book 8.3

χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ·

### book 8.45.1

καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος

### book 8.45.2

σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωνήν·

### book 8.45.3

κλεψινόοις δ’ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,

### book 8.45.4

καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην·

### book 8.45.5

ἀμφοτέρας δ’ ἐρέθιζε· τόσῳ δ’ ἠνίπαπε μύθῳ·

### book 8.1

„δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμφίον, Ἥρη,

### book 8.2

ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς

### book 8.3

Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων

### book 8.4

οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ

### book 8.5

τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.

### book 8.55.1

πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς

### book 8.55.2

εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης;

### book 8.55.3

πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ

### book 8.55.4

πόρτις ἁλιπτοίητος ἐλαύνεται· οὐκέτι βούτης

### book 8.55.5

Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς

### book 8.60.1

κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει.

### book 8.60.2

ἀλλὰ τί μοι δόμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων

### book 8.60.3

αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ

### book 8.60.4

Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω

### book 8.60.5

ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτ’ ἔλθῃ

### book 8.65.1

γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην,

### book 8.65.2

γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ

### book 8.1

Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν

### book 8.2

ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω·

### book 8.3

καὶ πρόφασιν μεθέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,

### book 8.70.1

ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς. — —

### book 8.70.2

ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις

### book 8.70.3

αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων.

### book 8.70.4

οὐρανὸς ἱλήκοι, μερόπων δόμος· εἰς χθόνα βαίνω·

### book 8.70.5

Καλλιστὼ κατ’ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει

### book 8.75.1

κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου.

### book 8.75.2

Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ

### book 8.75.3

Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήνῃ.

### book 8.75.4

νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς

### book 8.75.5

ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;

### book 8.80.1

τικτομένης, Ἥφαιστε, μογοστόκε Τριτογενείης,

### book 8.80.2

υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς

### book 8.80.3

ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ,

### book 8.80.4

οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη,

### book 8.80.5

λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης,

### book 8.85.1

ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου

### book 8.85.2

αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης

### book 8.85.3

ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη,

### book 8.85.4

κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς

### book 8.85.5

αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ·

### book 8.90

‘Ζεὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.‘

### book 8.1

ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσσας

### book 8.2

ἵξομαι οὐρανόθεν μετανάστιος· ὑγροπαγὴς δὲ

### book 8.3

Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω,

### book 8.4

πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω,

### book 8.95.1

βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου,

### book 8.95.2

οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης,

### book 8.95.3

πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου,

### book 8.95.4

καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης

### book 8.95.5

σύνδρομον Ἠελίοιο, συνέμπορον Ἠριγενείης.

### book 8.1

κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην,

### book 8.2

μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης,

### book 8.3

οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.“

### book 8.4

εἶπε καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης

### book 8.5

καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης.

### book 8.105.1

καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων

### book 8.105.2

ἤιε λοξὰ κέλευθα δι’ ἠέρος· ἀνδρομέοις δὲ

### book 8.105.3

ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ,

### book 8.105.4

εἰς δόλον, εἰς κακότητα νόον Τελχῖνα κορύσσων.

### book 8.105.5

οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη·

### book 8.110.1

ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ

### book 8.110.2

ποικίλον εὐφαέεσσι κεκασμένον οὐρανὸν ἄστροις

### book 8.110.3

ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ,

### book 8.110.4

κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι.

### book 8.110.5

ἀλλ’ ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης

### book 8.115.1

γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ,

### book 8.115.2

ἔνθα οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων·

### book 8.115.3

καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ

### book 8.115.4

τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες.

### book 8.115.5

ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη,

### book 8.120.1

τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται·

### book 8.120.2

ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δ’ ὀαριστὺς

### book 8.120.3

πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς

### book 8.120.4

σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.

### book 8.120.5

καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ

### book 8.125.1

Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην·

### book 8.125.2

„χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς

### book 8.125.3

κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς·

### book 8.125.4

δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη

### book 8.125.5

δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.

### book 8.130.1

οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν,

### book 8.130.2

οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,

### book 8.130.3

ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς

### book 8.130.4

θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.

### book 8.130.5

τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ

### book 8.135

θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ·

### book 8.1

οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,

### book 8.2

ἀλλὰ σιδηρορόφοιο μετὰ σφρηγῖδα μελάθρου

### book 8.3

μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,

### book 8.4

καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ

### book 8.140.1

σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις.

### book 8.140.2

οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου,

### book 8.140.3

οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ

### book 8.140.4

οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ.

### book 8.140.5

οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ

### book 8.145.1

γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ,

### book 8.145.2

ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων

### book 8.145.3

καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης,

### book 8.145.4

καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης.

### book 8.145.5

Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης·

### book 8.1

θνητῆς δ’ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης

### book 8.2

οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης.

### book 8.3

δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων

### book 8.4

αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς,

### book 8.5

μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.

### book 8.155.1

εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι ἠέ περ Ἥρῃ

### book 8.155.2

μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην,

### book 8.155.3

ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης,

### book 8.155.4

ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο

### book 8.155.5

αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων

### book 8.160

Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω

### book 8.1

εἰς δόμον Εὐρυνόμης καὶ Ὀφίονος ἐγγύθι μίμνω.

### book 8.2

ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην,

### book 8.3

δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα

### book 8.4

θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.“

### book 8.165.1

ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ·

### book 8.165.2

„μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη,

### book 8.165.3

δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις·

### book 8.165.4

πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις.

### book 8.165.5

δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ

### book 8.170.1

Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δ’ ἐθελήσῃς,

### book 8.170.2

θέλγε νόον Κρονίδαο καί, εἰ χρέος, Ὠκεανοῖο

### book 8.170.3

χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων

### book 8.170.4

ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς

### book 8.170.5

ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·

### book 8.175.1

οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.“

### book 8.175.2

ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων

### book 8.175.3

ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.

### book 8.175.4

Δικταίης δὲ λιποῦσα σακεσπάλον ἄντρον ἐρίπνης

### book 8.175.5

καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης

### book 8.180.1

εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη,

### book 8.180.2

ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇ

### book 8.180.3

ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ

### book 8.180.4

παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ,

### book 8.180.5

καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα

### book 8.185.1

οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ

### book 8.185.2

νήπιον εἰσέτι Κάδμον ἑῷ μαιώσατο μαζῷ

### book 8.1

καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ.

### book 8.2

τῇ δέμας ἶσον ἔχουσα διέστιχεν ἐς δόμον Ἥρη

### book 8.3

χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ

### book 8.190.1

μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ

### book 8.190.2

τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν

### book 8.190.3

ὄμμα παραστρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ.

### book 8.190.4

τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου

### book 8.190.5

ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,

### book 8.195.1

Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ.

### book 8.195.2

ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην

### book 8.195.3

βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο·

### book 8.195.4

καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης,

### book 8.195.5

γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ

### book 8.1

καὶ χλόος † ἦν ἐπεὼν μελέων πάρος· ἑζομένης δὲ

### book 8.2

Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ

### book 8.3

ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων

### book 8.4

ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.

### book 8.5

καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ

### book 8.205.1

δάκρυον εὐποίητον ἀποψήσασα προσώπου,

### book 8.205.2

καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ·

### book 8.205.3

„εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;

### book 8.1

πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων

### book 8.2

πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;

### book 8.210.1

καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας;

### book 8.210.2

καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ

### book 8.210.3

ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;

### book 8.210.4

ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.

### book 8.210.5

εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·

### book 8.215.1

τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην;

### book 8.215.2

εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην

### book 8.215.3

καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,

### book 8.215.4

ἐλθέτω ἐς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων·

### book 8.215.5

γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.

### book 8.220.1

εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς

### book 8.220.2

καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,

### book 8.220.3

ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,

### book 8.220.4

ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις

### book 8.220.5

δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ

### book 8.225.1

εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη.

### book 8.225.2

εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων

### book 8.225.3

καὶ Σεμέλης ὑπ’ ἔρωτι λελασμένος ἔπλετο Δάφνης,

### book 8.225.4

νόσφι δόλου κρυφίοιο δι’ ἠέρος εἰς σὲ χορεύσῃ

### book 8.225.5

ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,

### book 8.230.1

ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων,

### book 8.230.2

πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ

### book 8.230.3

Κάδμος ἐπουρανίην κιθάρην Φοίβοιο νοήσει,

### book 8.1

ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης

### book 8.2

Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.

### book 8.235.1

εἰ δὲ γυναιμανέων σε βιήσατο Κυανοχαίτης

### book 8.235.2

καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,

### book 8.235.3

ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου

### book 8.235.4

νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,

### book 8.235.5

ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,

### book 8.240.1

οἷα παρ’ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ

### book 8.240.2

σῆμα γάμων ἔστησεν, Ἀμυμώνης ὅθι νύμφης

### book 8.240.3

Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.

### book 8.240.4

ἀλλὰ τί κικλήσκω σε παρευνέτιν Ἐννοσιγαίου;

### book 8.240.5

ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;

### book 8.245.1

ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ

### book 8.245.2

παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.

### book 8.245.3

εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,

### book 8.245.4

ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,

### book 8.245.5

ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρα τις εἴπῃ·

### book 8.1

‘Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.‘

### book 8.2

ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει·

### book 8.3

οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.

### book 8.4

ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων

### book 8.5

Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου

### book 8.255.1

ἄβροχος ἀκροτάτοιο δι’ ὕδατος ἔτρεχε χηλή,

### book 8.255.2

καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα,

### book 8.255.3

παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.

### book 8.1

ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου

### book 8.2

χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς

### book 8.260.1

ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο·

### book 8.260.2

οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη·

### book 8.260.3

εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη

### book 8.260.4

σιγὴ ἐφ’ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.“

### book 8.260.5

ὣς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,

### book 8.265.1

Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων,

### book 8.265.2

μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ

### book 8.265.3

αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ

### book 8.265.4

κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος,

### book 8.265.5

οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ·

### book 8.270.1

„βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς;

### book 8.270.2

τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα;

### book 8.270.3

βροντή, ἐσυλήθης—οὐκ αἴτιός ἐστι Τυφωεύς—

### book 8.270.4

Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ

### book 8.270.5

ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.

### book 8.275.1

οὐ νιφετοῖς ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ

### book 8.275.2

ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης

### book 8.275.3

αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ

### book 8.275.4

ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς.

### book 8.275.5

ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,

### book 8.280.1

Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί.

### book 8.280.2

ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης

### book 8.1

εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης

### book 8.2

λισσομένη φλογόεντας ἑοὺς δέξοιτο φονῆας.“

### book 8.3

τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη

### book 8.285.1

ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων.

### book 8.285.2

καὶ Σεμέλη † βαρύθυμος ἑῷ νεοπενθέι θυμῷ

### book 8.285.3

ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,

### book 8.285.4

μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,

### book 8.285.5

Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·

### book 8.290.1

„πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων,

### book 8.290.2

δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ

### book 8.290.3

κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον ἀκοίτην.

### book 8.290.4

Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ

### book 8.290.5

ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,

### book 8.295.1

εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ·

### book 8.295.2

ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης

### book 8.295.3

ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς

### book 8.295.4

γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης

### book 8.295.5

μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.

### book 8.1

ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο;

### book 8.2

οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη.

### book 8.3

Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου·

### book 8.4

Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις,

### book 8.5

παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ

### book 8.305.1

αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ

### book 8.305.2

ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ·

### book 8.1

Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ

### book 8.2

νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων,

### book 8.3

σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.

### book 8.310.1

δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω

### book 8.310.2

ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς.

### book 8.310.3

δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη

### book 8.310.4

πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων.

### book 8.310.5

ἦ ῥα τεῶν γαμίων οὐκ ἄξιός εἰμι κεραυνῶν

### book 8.315.1

Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης;

### book 8.315.2

δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ

### book 8.315.3

καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ

### book 8.315.4

καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη.

### book 8.315.5

νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ

### book 8.320.1

ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης

### book 8.320.2

ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην

### book 8.320.3

Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις·

### book 8.320.4

κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων

### book 8.320.5

εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς

### book 8.325.1

ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει·

### book 8.325.2

ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς,

### book 8.325.3

καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ.

### book 8.325.4

κούρης δ’ αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων

### book 8.325.5

ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν,

### book 8.330.1

αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται

### book 8.330.2

πάντες ἐπιβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις

### book 8

μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην.

### book 8.334

καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δ’ ἄλλων

### book 8.335

δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης·

### book 8.333

καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων.

### book 8.336.1

μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων

### book 8.336.2

σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ·

### book 8.336.3

δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ

### book 8.336.4

Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.

### book 8.340.1

οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν,

### book 8.340.2

οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου

### book 8.340.3

μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην·

### book 8.340.4

οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω

### book 8.340.5

πόρδαλιν ἠὲ λέοντα, θεὸν δ’ οὐκ εἶδον ἀκοίτην.

### book 8.345.1

ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν.

### book 8.345.2

ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· Ἠέλιος γὰρ

### book 8.345.3

σὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.“

### book 8.345.4

ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ

### book 8.345.5

εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη

### book 8.1

μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ.

### book 8.2

Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις,

### book 8.3

καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ

### book 8.4

κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης.

### book 8.5

Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ

### book 8.355.1

ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης.

### book 8.355.2

καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ·

### book 8.355.3

„ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης·

### book 8.355.4

ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί;

### book 8.355.5

τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,

### book 8.360.1

τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις·

### book 8.360.2

μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας.

### book 8.360.3

οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,

### book 8.360.4

οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης

### book 8.360.5

Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,

### book 8.365.1

οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη

### book 8.365.2

θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.“

### book 8.365.3

τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν

### book 8.365.4

νήμασι Μοιριδίοισι· δι’ αἰθερίοιο δὲ κόλπου

### book 8.365.5

ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης

### book 8.370.1

οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,

### book 8.370.2

εἰς Σεμέλην δ’ ἐχόρευε κατηφέι χειρὶ τιταίνων

### book 8.370.3

νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·

### book 8.370.4

καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ

### book 8.370.5

Ἰσμηνὸς σελάγιζεν, ὅλη δ’ ἀμαρύσσετο Θήβη.

### book 8.375

καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας

### book 8.1

αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·

### book 8.2

„πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·

### book 8.3

βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,

### book 8.4

αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ

### book 8.380.1

δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ

### book 8.380.2

οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί.

### book 8.380.3

εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,

### book 8.380.4

Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα·

### book 8.380.5

Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.

### book 8.385.1

οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ

### book 8.385.2

οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.

### book 8.385.3

οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ

### book 8.385.4

ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.“

### book 8.385.5

ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν

### book 8.390.1

ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης

### book 8.390.2

τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν·

### book 8.390.3

καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ

### book 8.390.4

πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς·

### book 8.390.5

καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ

### book 8.395.1

Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην·

### book 8.395.2

καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·

### book 8.395.3

κόλπου δ’ αἰθομένοιο διαθρῴσκοντα τεκούσης

### book 8.395.4

Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,

### book 8.395.5

μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·

### book 8.1

καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο

### book 8.2

ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί·

### book 8.3

καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν

### book 8.4

ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι

### book 8.5

Ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.

### book 8.405.1

καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι

### book 8.405.2

οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.

### book 8.405.3

Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης

### book 8.405.4

ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,

### book 8.405.5

καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων

### book 8.410.1

οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου

### book 8.410.2

αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,

### book 8.410.3

ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης·

### book 8.410.4

καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ ...

### book 8.410.5

καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου

### book 8.415.1

καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης

### book 8.415.2

σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ

### book 8.415.3

καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης

### book 8

Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.

### book 9.1.1

Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων

### book 9.1.2

ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ

### book 9.1.3

δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ,

### book 9.1.4

μαρμαρυγὴν δ’ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης·

### book 9.5.1

καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης

### book 9.5.2

αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο,

### book 9.5.3

παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ.

### book 9.5.4

καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ,

### book 9.5.5

καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ

### book 9.10.1

ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων.

### book 9.10.2

τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο

### book 9.10.3

στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι

### book 9.10.4

ἐσσομένων κήρυκες, ἐπ’ ἀνθοκόμῳ δὲ καρήνῳ

### book 9.10.5

εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων

### book 9.15.1

ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην.

### book 9.15.2

καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην

### book 9.1

πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς

### book 9.2

ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ

### book 9.3

πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο

### book 9.20.1

κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων

### book 9.20.2

ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ,

### book 9.20.3

νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει·

### book 9.20.4

καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην,

### book 9.20.5

ὅττι μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.

### book 9.25.1

καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης

### book 9.25.2

πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς,

### book 9.25.3

καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης

### book 9.25.4

ὤπασε θυγατέρεσσι Λάμου ποταμηίσι Νύμφαις,

### book 9.25.5

παῖδα Διὸς κομέειν σταφυληκόμον· αἱ δὲ λαβοῦσαι

### book 9.30.1

Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη

### book 9.30.2

ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν.

### book 9.30.3

καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων

### book 9.30.4

ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

### book 9.30.5

ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ,

### book 9.35.1

καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ

### book 9.35.2

πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων.

### book 9.35.3

καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη·

### book 9.35.4

θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης

### book 9.35.5

δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ·

### book 9.40.1

ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ

### book 9.40.2

ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ·

### book 9.1

φρικαλέαι δ’ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῆς

### book 9.2

ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου·

### book 9.3

πάντῃ δ’ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς

### book 9.45.1

ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν·

### book 9.45.2

καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι

### book 9.45.3

πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης

### book 9.45.4

ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης.

### book 9.45.5

καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης

### book 9.1

νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ,

### book 9.2

εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ

### book 9.3

Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς,

### book 9.4

καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ

### book 9.5

εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.

### book 9.55.1

ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης

### book 9.55.2

νήπιον εἰσέτι κοῦρον, ἐπωλένιον Μελικέρτην,

### book 9.55.3

παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ

### book 9.55.4

θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην.

### book 9.55.5

καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην

### book 9.60.1

θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι·

### book 9.60.2

„δέξο, γύναι, νέον υἷα, τεῷ δ’ ἐνικάτθεο κόλπῳ

### book 9.60.3

παῖδα κασιγνήτης Σεμέλης σέθεν, ὃν παρὰ παστῷ

### book 9.60.4

οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ

### book 9.60.5

μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.

### book 9.65.1

καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,

### book 9.65.2

μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου

### book 9.1

ἠμάτιον Φαέθοντος ἢ ἔννυχον ὄμμα Σελήνης,

### book 9.2

μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,

### book 9.3

ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.

### book 9.70.1

δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων

### book 9.70.2

ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια Βάκχου.

### book 9.70.3

ὀλβίη ἐν πάσῃσι θυγατράσιν ἔπλεο Κάδμου·

### book 9.70.4

ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,

### book 9.70.5

Αὐτονόην δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,

### book 9.75.1

ἀμφοτέροις δ’ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,

### book 9.75.2

καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη,

### book 9.75.3

Πενθέος ὀλλυμένοιο νόθης ψαύσασα παρειῆς,

### book 9.75.4

παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη

### book 9.75.5

ἔσσεαι αὐχήεσσα τόσης ναέτειρα θαλάσσης,

### book 9.80.1

οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ

### book 9.80.2

ὡς Θέτις, ὡς Γαλάτεια φατίζεαι Ὑδριὰς Ἰνώ·

### book 9.80.3

οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,

### book 9.80.4

ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου

### book 9.80.5

ἐλπίδι λωιτέρῃ καλέσεις Νηρῆα τοκῆα

### book 9.85.1

παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ,

### book 9.85.2

Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης,

### book 9.85.3

εὐπλοΐης μεδέουσα μετ’ Αἴολον· εὐδιόων δὲ

### book 9.85.4

σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης

### book 9.85.5

βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,

### book 9.90.1

ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου

### book 9.90.2

δέξεται ἡνιοχῆα Παλαίμονα Κυανοχαίτης.“

### book 9.90.3

ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς

### book 9.90.4

ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.

### book 9.90.5

Ἰνὼ δ’ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ

### book 9.95.1

παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ,

### book 9.95.2

πήχεϊ δ’ ἁπλώσασα συνωρίδα δίζυγα παίδων

### book 9.95.3

δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ·

### book 9.95.4

καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,

### book 9.95.5

Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην

### book 9.1

Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς.

### book 9.2

ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν

### book 9.3

ἀπροϊδῆ ζοφόεντι κατεκλήισε βερέθρῳ·

### book 9.4

καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην

### book 9.5

μαρμαρυγὴ σελάγιζε καταυγάζουσα προσώπου·

### book 9.105.1

τοῖχοι δ’ ἀχλυόεντες ἐλευκαίνοντο μελάθρου,

### book 9.105.2

καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.

### book 9.105.3

καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ·

### book 9.105.4

πολλάκι δ’ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης

### book 9

χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν

### book 9.110.1

εὔια παππάζοντι παρερπύζων Διονύσῳ.

### book 9.110.2

καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης

### book 9.110.3

ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ·

### book 9.110.4

καὶ πινυτὴ θεράπαινα φερώνυμα μύστιδι τέχνῃ

### book 9.110.5

ὄργια νυκτελίοιο διδασκομένη Διονύσου

### book 9.115.1

καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ

### book 9.115.2

πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ

### book 9.115.3

κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ·

### book 9.115.4

πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης

### book 9.115.5

εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ·

### book 9.120.1

πρώτη καμπύλον ἄνθος ἀναδρέψασα κορύμβων

### book 9.120.2

ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,

### book 9.120.3

αὐτὴ δ’ ἔπλεκε θύρσον ὁμόζυγον οἴνοπι κισσῷ,

### book 9.120.4

ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ

### book 9.120.5

κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ,

### book 9.125.1

καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι

### book 9.125.2

χαλκείας ἐνόησε καὶ ἰξύι δέρματα νεβρῶν,

### book 9.125.3

καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην,

### book 9.125.4

παίγνια κουρίζοντι † διδασκομένῳ Διονύσῳ·

### book 9.125.5

πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα

### book 9.130.1

σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην

### book 9.130.2

ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.

### book 9.130.3

τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου

### book 9.130.4

ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη

### book 9.130.5

Μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·

### book 9.135.1

καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ

### book 9.135.2

παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.

### book 9.135.3

καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς

### book 9.135.4

ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης·

### book 9.135.5

Ἥρη δ’ ὠκυπέδιλος ἐπέδραμεν εὔποδι ταρσῷ

### book 9.140.1

ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης,

### book 9.140.2

πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν·

### book 9.140.3

καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη

### book 9.140.4

ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,

### book 9.140.5

οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·

### book 9.145.1

κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων,

### book 9.145.2

χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,

### book 9.145.3

μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,

### book 9.145.4

καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ·

### book 9.145.5

„δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν

### book 9.1

ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων.

### book 9.2

Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει,

### book 9.3

ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ.

### book 9.4

μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,

### book 9.5

μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.“

### book 9.155.1

ὣς εἰπὼν ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς

### book 9.155.2

κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις·

### book 9.155.3

αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας

### book 9.155.4

ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν

### book 9.155.5

μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσσας.

### book 9.160.1

τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα

### book 9.160.2

ἅρματος ὠμοβόρων ἐπιβήτορα θῆκε λεόντων·

### book 9.160.3

καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς

### book 9.160.4

παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ,

### book 9.160.5

καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

### book 9.165.1

ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ

### book 9.165.2

κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου·

### book 9.165.3

καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ

### book 9.165.4

πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων.

### book 9.165.5

καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἀλκὴν

### book 9.170.1

ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ,

### book 9.170.2

χειρὶ δὲ νηπιάχῳ, μεθέπων κεμαδοσσόον ἄγρην,

### book 9.170.3

ποικίλον ᾐώρησεν ἐπ’ αὐχένι νεβρὸν ἀείρων,

### book 9.170.4

καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ

### book 9.170.5

τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ ...

### book 9.175.1

σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ,

### book 9.175.2

ἁρπάξας νέα τέκνα πολυγλαγέων ἀπὸ μαζῶν,

### book 9.1

σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας

### book 9.2

μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ,

### book 9.3

δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.

### book 9.180.1

θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη

### book 9.180.2

ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου·

### book 9.180.3

καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων

### book 9.180.4

ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων.

### book 9.180.5

καὶ χροῒ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας

### book 9.185.1

Εὔιος ἀρτιτέλεστον ἔχων παιδήιον ἥβην,

### book 9.185.2

δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην,

### book 9.185.3

αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων·

### book 9.185.4

καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύγκας ἐλάσσας

### book 9.185.5

στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,

### book 9.190.1

οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων·

### book 9.190.2

πολλάκι δ’ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης,

### book 9.190.3

βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ,

### book 9.190.4

κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων·

### book 9.190.5

καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων

### book 9.195.1

δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου,

### book 9.195.2

σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων.

### book 9.195.3

δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ

### book 9.195.4

νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ,

### book 9.195.5

καὶ κύσε καρχαλέοισι φιλήμασι δάκτυλα Βάκχου.

### book 9.1

ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ

### book 9.2

ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις

### book 9.3

Πᾶνες ἐκυκλώσαντο χοροιτύπον υἷα Θυώνης,

### book 9.4

ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις,

### book 9.5

Βάκχον ἀνευάζοντες· ἑλισσομένων δὲ χορείῃ

### book 9.205.1

αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή.

### book 9.205.2

καὶ Σεμέλη κατ’ Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ

### book 9.205.3

αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·

### book 9.205.4

„Ἥρη, ἐσυλήθης· Σεμέλης τόκος ἐστὶν ἀρείων·

### book 9.205.5

Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντ’ ἐμέθεν πέλε μήτηρ,

### book 9.210.1

σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ

### book 9.210.2

γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δ’ ἤλλαξεν ἀνάγκῃ.

### book 9.210.3

Βάκχος Ἐνυαλίου πέλε φέρτερος· ὑμέτερον γὰρ

### book 9.210.4

ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ.

### book 9.210.5

Θήβη δ’ Ὀρτυγίης κλέος ἔκρυφεν· οὐρανίη γὰρ

### book 9.215.1

λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ·

### book 9.215.2

Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων·

### book 9.215.3

Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης·

### book 9.215.4

ἀμφαδίην δ’ ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα,

### book 9.215.5

δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης

### book 9.220

πήχεϊ παιδοκόμῳ περικείμενον· ἀενάου δὲ

### book 9.1

ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή,

### book 9.2

παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο· νηπιάχῳ γὰρ

### book 9.3

Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς.

### book 9.4

τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη

### book 9.225.1

παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ

### book 9.225.2

Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ·

### book 9.225.3

ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα.

### book 9.225.4

οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι,

### book 9.225.5

ἄσπορον ἐκ γενετῆρος ὃν αὐτογόνος τέκεν Ἥρη

### book 9.230.1

λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ,

### book 9.230.2

μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην.

### book 9.230.3

οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς

### book 9.230.4

ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης,

### book 9.230.5

Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν.

### book 9.235.1

εἴξατέ μοι· Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη

### book 9.235.2

τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην.

### book 9.235.3

ὀλβίστη Σεμέλη χάριν υἱέος· ἡμέτερος γὰρ

### book 9.235.4

νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων

### book 9.235.5

αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης

### book 9.240.1

τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς·

### book 9.240.2

ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει

### book 9.240.3

Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.“

### book 9.240.4

εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲ

### book 9.240.5

Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,

### book 9.245

ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ,

### book 9.1

εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ.

### book 9.2

ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνὼ

### book 9.3

τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας,

### book 9.4

ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου·

### book 9.1

φοιταλέη δὲ βέβηκε δι’ οὔρεος οὔρεα νύμφη,

### book 9.2

ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ·

### book 9.3

καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ

### book 9.4

ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦ

### book 9.5

πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα

### book 9.255.1

αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης

### book 9.255.2

οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν.

### book 9.255.3

πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ

### book 9.255.4

αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις

### book 9.255.5

ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ

### book 9.260.1

μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ·

### book 9.260.2

παρθενικὰς δ’ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή,

### book 9.260.3

οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ

### book 9.260.4

Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ

### book 9.260.5

γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.

### book 9.265.1

θηρητὴρ δ’ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ,

### book 9.265.2

καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ

### book 9.265.3

αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης·

### book 9.1

καὶ βόας ἱδρώωντας ὑπὸ ζυγόδεσμον ἐλαύνων

### book 9.2

ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.

### book 9.270.1

καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ

### book 9.270.2

Πυθιὰς ὀμφήεσσα δι’ οὔρεος ἔτρεχε κούρη,

### book 9.270.3

ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην·

### book 9.270.4

δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης

### book 9.270.5

Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.

### book 9.275.1

ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης

### book 9.275.2

οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης

### book 9.275.3

οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας

### book 9.275.4

νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς

### book 9.275.5

φειδομέναις παλάμῃσι ... σοφῆς ἐπλέξατο δάφνης,

### book 9.280.1

καί οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ

### book 9.280.2

ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς

### book 9.280.3

λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.

### book 9.280.4

καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησσίδος ὕλης

### book 9.280.5

τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ

### book 9.285.1

εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου

### book 9.285.2

Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις

### book 9.285.3

Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,

### book 9.285.4

καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης

### book 9.285.5

φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.

### book 9.290.1

κεκλομένου δ’ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται

### book 9.290.2

πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ

### book 9.290.3

δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις

### book 9.290.4

διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης

### book 9.290.5

πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν

### book 9.295.1

στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν,

### book 9.295.2

καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς·

### book 9.295.3

καὶ πολὺν οἰμωγῇσι δι’ ἄστεος ἦχον ἰάλλων

### book 9.295.4

πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνάγκης·

### book 9.295.5

καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνίην,

### book 9.1

εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς

### book 9.2

Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου.

### book 9.3

οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην,

### book 9.4

ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς

### book 9.5

δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης

### book 9.305.1

ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς,

### book 9.305.2

καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην

### book 9.305.3

Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων,

### book 9.305.4

ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,

### book 9

κούφισε παππάζοντα παρηγορέων Μελικέρτην·

### book 9.310.1

καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς

### book 9.310.2

ἄρσενα μαζὸν ὄρεξε, πόθον δ’ ἀνέκοψε τεκούσης.

### book 9.310.3

ἐκ λεχέων δ’ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ

### book 9.310.4

υἱέας εὐθώρηκας, ἀλεξητῆρας ἐνυοῦς,

### book 9.310.5

Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,

### book 9.315.1

πρωτοτόκοις ὠδῖσιν· ἐπ’ ἀμφοτέροισι δὲ μήτηρ

### book 9.315.2

ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης

### book 9.315.3

γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ

### book 9.315.4

Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης,

### book 9.315.5

ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ

### book 9.320

μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ,

### book 9

δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς.

### book 10.1.1

Ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ

### book 10.1.2

μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ,

### book 10.1.3

ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ,

### book 10.1.4

οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ

### book 10.5.1

ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων

### book 10.5.2

εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων·

### book 10.5.3

καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην,

### book 10.5.4

σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν

### book 10.5.5

αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ

### book 10.10.1

διχθαδίῳ· λύσας δὲ παρ’ ἰξύι κυκλάδα μίτρην

### book 10.10.2

σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ἰνοῦς,

### book 10.10.3

μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς

### book 10.10.4

Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης·

### book 10.10.5

πολλάκι δ’ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων

### book 10.15.1

οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων.

### book 10.15.2

πυκνὰ δὲ τόξα τίταινε, βέλος δ’ ἐπὶ κυκλάδι νευρῇ

### book 10.1

εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων.

### book 10.2

Ταρταρίης δ’ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης

### book 10.3

πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,

### book 10.20.1

ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης,

### book 10.20.2

ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων.

### book 10.20.3

καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς

### book 10.20.4

ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ

### book 10.20.5

ἀσταθέες μήνιγγες ἐδινεύοντο καρήνου.

### book 10.25.1

ὤλετο δὲ ψυχῆς τρίτατον λάχος· ἀπλανέες γὰρ

### book 10.25.2

ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί,

### book 10.25.3

καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ

### book 10.25.4

ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται

### book 10.25.5

σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.

### book 10.30.1

καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας

### book 10.30.2

πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ.

### book 10.30.3

καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι

### book 10.30.4

Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ·

### book 10.30.5

παπταίνων δ’ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου

### book 10.35.1

ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης

### book 10.35.2

οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ·

### book 10.35.3

καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης

### book 10.1

ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην·

### book 10.2

γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης

### book 10.40.1

ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν.

### book 10.40.2

καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ

### book 10.40.3

παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς

### book 10.40.4

Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπῆς

### book 10.40.5

φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.

### book 10.45.1

ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ

### book 10.45.2

νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη

### book 10.45.3

καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ

### book 10.45.4

διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης

### book 10.45.5

εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·

### book 10.1

ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης

### book 10.2

εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,

### book 10.3

υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ

### book 10.4

τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,

### book 10.5

ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,

### book 10.55.1

θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων

### book 10.55.2

ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.

### book 10.55.3

χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων

### book 10.55.4

παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·

### book 10.55.5

καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ

### book 10.60.1

φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου

### book 10.60.2

αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,

### book 10.60.3

ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,

### book 10.60.4

παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,

### book 10.60.5

μητέρα μαστεύων, στροφάδας δ’ ἐλέλιζεν ὀπωπάς.

### book 10.65.1

οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ

### book 10.65.2

ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ

### book 10.65.3

κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ

### book 10.65.4

νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην ...

### book 10.65.5

στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,

### book 10.70.1

εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ

### book 10.70.2

φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.

### book 10.70.3

παππάζων δ’ ἰάχησε νέος πάις, οὐδέ τις αὐτῷ

### book 10.70.4

ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ

### book 10.70.5

ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων

### book 10.75.1

ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ·

### book 10.75.2

καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην

### book 10.75.3

Λευκοθέη πεφάτιστο φερώνυμος. ἐκ δὲ μελάθρου

### book 10.75.4

αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων

### book 10.75.5

ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.

### book 10.80.1

ἀλλ’ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης

### book 10.80.2

ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ

### book 10.80.3

ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ

### book 10.1

παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,

### book 10.2

μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·

### book 10.85.1

„καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου·

### book 10.85.2

ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·

### book 10.85.3

ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ

### book 10.85.4

μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ

### book 10.85.5

σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.

### book 10.90.1

τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις;

### book 10.90.2

ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;

### book 10.90.3

τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;

### book 10.90.4

τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;

### book 10.90.5

ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,

### book 10.95.1

λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ.

### book 10.95.2

οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,

### book 10.95.3

οἶδα, πόθεν· Νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,

### book 10.95.4

ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.

### book 10.95.5

ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων

### book 10.1

ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα

### book 10.2

Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς

### book 10.3

χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι

### book 10.1

υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης·

### book 10.2

αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ

### book 10.105.1

ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ.

### book 10.105.2

δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου

### book 10.105.3

νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω

### book 10.105.4

αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.

### book 10.105.5

σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς

### book 10.110.1

παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης.

### book 10.110.2

δέξο με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ,

### book 10.110.3

χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην·

### book 10.110.4

δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.

### book 10.110.5

ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν

### book 10.115.1

ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων,

### book 10.115.2

ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης·

### book 10.115.3

μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην

### book 10.115.4

ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη

### book 10.115.5

μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.“

### book 10.120.1

ὣς φαμένη τρομεροῖσιν ὑπ’ ἴχνεσιν ἥλατο πόντῳ,

### book 10.120.2

κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ

### book 10.120.3

πεπταμέναις παλάμῃσιν ἐδέξατο Κυανοχαίτης

### book 10.120.4

δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει

### book 10.120.5

ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ

### book 10.125.1

Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης.

### book 10.125.2

τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,

### book 10.125.3

ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα

### book 10.125.4

γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν·

### book 10.125.5

„Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·

### book 10.130.1

εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης

### book 10.130.2

ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης

### book 10.130.3

ἀντ’ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ

### book 10.130.4

νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.

### book 10.130.5

σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν

### book 10.135.1

ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω

### book 10.135.2

οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.“

### book 10.135.3

τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη

### book 10.135.4

γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.

### book 10.135.5

τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,

### book 10.140.1

εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης,

### book 10.140.2

ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ

### book 10.140.3

φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην

### book 10.140.4

ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ

### book 10.140.5

Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ

### book 10.145.1

Πακτωλὸς κελάρυζε χέων χρυσόσπορον ὕδωρ

### book 10.145.2

πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων

### book 10.145.3

ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς.

### book 10.145.4

καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες,

### book 10.145.5

εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,

### book 10.1

ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων

### book 10.2

πρηνὴς ἐν ῥοθίοισι, καὶ οἴδμασιν ἴχνος ἐρείσας

### book 10.3

ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ·

### book 10.1

καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων

### book 10.2

νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,

### book 10.155.1

τυφλὴν νηχομένοισιν ἐπ’ ἰχθύσι χεῖρα τιταίνων,

### book 10.155.2

καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ

### book 10.155.3

ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο·

### book 10.155.4

συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων

### book 10.155.5

κυφὸς ἐριδμαίνων Σατύρῳ Σιληνὸς ἀλήτης

### book 10.160.1

κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ

### book 10.160.2

ὑψόθεν εἰς βαθὺ λαῖτμα καὶ ἰλύος ἥπτετο χαίτῃ,

### book 10.160.3

καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πηλῷ

### book 10.160.4

ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο·

### book 10.160.5

καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων

### book 10.165.1

ἄβροχον ὦμον ἔλειπε, δι’ ὕδατος ἰσχία βάπτων

### book 10.165.2

ἀγχιβαθὴς ἀτίνακτος· ὁ δ’ οὔατα γυμνὰ τιταίνων

### book 10.165.3

χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς,

### book 10.165.4

καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή.

### book 10.165.5

καὶ θεὸς ὀρθώσας κεφαλὴν καὶ στέρνα πετάσσας,

### book 10.170.1

χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην·

### book 10.170.2

καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι,

### book 10.170.3

καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι

### book 10.170.4

Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ

### book 10.170.5

ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.

### book 10.175.1

καί ποτε θηρεύων ὑπὸ ῥωγάδα δάσκιον ὕλης

### book 10.175.2

ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ.

### book 10.175.3

ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων

### book 10.175.4

Ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων·

### book 10.175.5

οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου

### book 10.180.1

ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς,

### book 10.180.2

ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης

### book 10.180.3

βότρυες εἱλικόεντες ἐπ’ ἀργυφέων θέον ὤμων

### book 10.180.4

ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ

### book 10.180.5

ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων

### book 10.185.1

ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν

### book 10.185.2

καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει

### book 10.185.3

μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη·

### book 10.185.4

καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή·

### book 10.185.5

ἐκ μελέων δ’ ὅλον εἶαρ ἐφαίνετο· νισομένου δὲ

### book 10.190.1

ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών·

### book 10.190.2

εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ

### book 10.190.3

ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη.

### book 10.190.4

τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων,

### book 10.190.5

εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν

### book 10.195

ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν·

### book 10.1

„τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ;

### book 10.2

τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλὸς Ἀπόλλων;

### book 10.3

εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις

### book 10.4

ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,

### book 10.1

τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ;

### book 10.2

καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι,

### book 10.3

μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω.

### book 10.4

εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπ’ αἰθέρος ἤλυθες Ἑρμῆς,

### book 10.5

δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων.

### book 10.205.1

πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην;

### book 10.205.2

μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου,

### book 10.205.3

Φοῖβος ἀκερσεκόμης κεχαλασμένα βόστρυχα σείων;

### book 10.205.4

εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης

### book 10.205.5

βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις,

### book 10.210.1

ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός· οὐ γὰρ ἐλέγξει

### book 10.210.2

οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου.

### book 10.210.3

ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης;

### book 10.210.4

γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

### book 10.210.5

Ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη

### book 10.215.1

Ναρκίσσῳ χαρίεντι πανείκελον· αἰθέριον γὰρ

### book 10.215.2

θέσκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης.

### book 10.215.3

τοῖον ἔπος κατέλεξε· νέος δ’ ἠγάλλετο μύθῳ

### book 10.215.4

κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης

### book 10.215.5

εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης

### book 10.220

εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων·

### book 10.1

εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας εἶχε παρειάς·

### book 10.2

εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης

### book 10.3

τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων,

### book 10.4

καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην,

### book 10.225.1

κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ·

### book 10.225.2

εἴ ποτε Πακτωλοῖο παρ’ ἀνθεμόεντι ῥεέθρῳ

### book 10.225.3

δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη

### book 10.225.4

αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ,

### book 10.225.5

κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ·

### book 10.230.1

εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς,

### book 10.230.2

οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων,

### book 10.230.3

Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν,

### book 10.230.4

ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ

### book 10.230.5

τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης·

### book 10.235.1

εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης,

### book 10.235.2

κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς,

### book 10.235.3

παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς·

### book 10.235.4

εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ

### book 10.235.5

Ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,

### book 10.240.1

καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων,

### book 10.240.2

δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,

### book 10.240.3

Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.

### book 10.240.4

εἴ ποτε Σιληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ

### book 10

ἥλικι θηρητῆρι συνέτρεχεν ἐς δρόμον ἄγρης,

### book 10.245.1

ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ

### book 10.245.2

βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων

### book 10.245.3

παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,

### book 10.245.4

καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,

### book 10.245.5

ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.

### book 10.1

ἀλλ’ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου

### book 10.2

ἢ βριαρῷ νάρθηκι κατηκόντιζε λεαίνης,

### book 10.3

εἰς δύσιν ὄμμα τίταινεν ἐς ἠέρα λοξὰ δοκεύων,

### book 10.4

μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη,

### book 10.5

ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης

### book 10.255.1

δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου·

### book 10.255.2

δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων

### book 10.255.3

ἀπροϊδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη

### book 10.255.4

φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων,

### book 10.255.5

Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·

### book 10.260.1

ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης,

### book 10.260.2

μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων

### book 10.260.3

εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην

### book 10.260.4

Ἄμπελον ἁρπάξειεν ἐρωμανέων Ἐνοσίχθων.

### book 10.260.5

καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,

### book 10.265.1

καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους

### book 10.265.2

μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.

### book 10.1

εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,

### book 10.2

ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,

### book 10.3

φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη

### book 10.270.1

συμφερτὴ κεχάλαστο δι’ ἰξύος ὄρθιος οὐρή,

### book 10.270.2

καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ·

### book 10.270.3

καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου

### book 10.270.4

αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.

### book 10.270.5

ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δ’ αἰεὶ

### book 10.275.1

νυκτὸς ἐπερχομένης, ὅτι μηκέτι παιδὸς ἀκούων

### book 10.275.2

οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,

### book 10.275.3

Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.

### book 10.275.4

καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,

### book 10.275.5

καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν·

### book 10.280.1

„ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ,

### book 10.280.2

μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη·

### book 10.280.3

καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω

### book 10.280.4

αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι

### book 10.280.5

ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω

### book 10.285.1

νέκταρος, ἀμβροσίης δ’ οὐ δεύομαι· οὐκ ἀλεγίζω,

### book 10.285.2

Ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.“

### book 10.285.3

ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων

### book 10.285.4

κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,

### book 10.285.5

θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς

### book 10.290.1

Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ,

### book 10.290.2

ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·

### book 10.1

„νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ·

### book 10.2

νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,

### book 10.3

ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ,

### book 10.295.1

εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν,

### book 10.295.2

καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,

### book 10.295.3

καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς·

### book 10.295.4

σεῖο δ’ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,

### book 10.295.5

οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δ’ ἐθελήσῃς,

### book 10.1

Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,

### book 10.2

Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,

### book 10.3

δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,

### book 10.4

καὶ στεροπὴν γενετῆρος ἀερτάζειεν Ἀπόλλων·

### book 10.5

μοῦνον ἐμοὶ λίπε παῖδα ... φιλοσκάρθμῳ Διονύσῳ.

### book 10.305.1

καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ὀλέτειραν ἀείρειν·

### book 10.305.2

μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.

### book 10.305.3

ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;

### book 10.305.4

κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.

### book 10

εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·

### book 10.310.1

αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴδης

### book 10.310.2

φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,

### book 10.310.3

τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ

### book 10.310.4

αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;

### book 10.310.5

Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς

### book 10.315.1

Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,

### book 10.315.2

ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου

### book 10.315.3

Ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·

### book 10.315.4

Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ

### book 10.315.5

ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,

### book 10.320.1

ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.“

### book 10.320.2

τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ.

### book 10.320.3

οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης

### book 10.320.4

βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων

### book 10.320.5

παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,

### book 10.325.1

ὅσσον ἐπ’ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.

### book 10.325.2

ἄμφω δ’ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,

### book 10.325.3

πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην ...

### book 10.325.4

πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον· ἄλλοτε πέτρας

### book 10.325.5

ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων.

### book 10.330.1

καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,

### book 10.330.2

ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,

### book 10.1

ἀμφὶ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα·

### book 10.2

τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδ’ ἐπὶ νίκῃ

### book 10.3

ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάδες ἵπποι,

### book 10.335.1

ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.

### book 10.335.2

ἀμφοτέροις δ’ ἔρις ἦεν ἐπήρατος· ἐν δ’ ἄρα μέσσῳ

### book 10.335.3

ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,

### book 10.335.4

στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ.

### book 10.335.5

ἄμφω δ’ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,

### book 10.340.1

καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου,

### book 10.340.2

ἀμφοτέρων σφίγξαντες ἐπ’ ἰξύι δεσμὸν ἀγοστῶν,

### book 10.340.3

πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ,

### book 10.340.4

καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης

### book 10.340.5

χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου

### book 10.345.1

ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν

### book 10.345.2

τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων ...

### book 10.345.3

καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας,

### book 10.345.4

χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων,

### book 10.345.5

διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,

### book 10.1

δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου.

### book 10.2

ἔνθα μὲν ἡβητῆρος ἐπ’ ἰξύι χεῖρας ἑλίσσων

### book 10.3

Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων

### book 10.1

Ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας

### book 10.2

κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας,

### book 10.355.1

ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ,

### book 10.355.2

ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·

### book 10.355.3

καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου

### book 10.355.4

γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων

### book 10.355.5

ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ

### book 10.360.1

γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ

### book 10.360.2

ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας

### book 10.360.3

νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ

### book 10.360.4

φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ

### book 10.360.5

χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·

### book 10.365.1

πλευρὰ δὲ δοχμώσας, πελάσας δ’ ἀγκῶνα κονίῃ,

### book 10.365.2

ἡβητὴρ πολύιδρις ἐπ’ ἀντιπάλου θόρε νώτου

### book 10.365.3

λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας

### book 10.365.4

ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,

### book 10.365.5

γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,

### book 10.370.1

πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας

### book 10.370.2

ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ

### book 10.370.3

ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.

### book 10.370.4

ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,

### book 10.370.5

Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος

### book 10.375

νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς

### book 10.1

Ζεὺς μέγας αὐτοκύλιστος ἐπ’ Ἀλφειοῖο παλαίων

### book 10.2

ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.

### book 10.3

τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ

### book 10.4

δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.

### book 10.380.1

καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ

### book 10.380.2

καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ

### book 10.380.3

ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.

### book 10.380.4

οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην

### book 10.380.5

σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,

### book 10.385.1

ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα.

### book 10.385.2

καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος

### book 10.385.3

πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,

### book 10.385.4

κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν·

### book 10.385.5

νίκης δ’ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,

### book 10.390.1

σύριγξ ἡδυέπεια, καὶ ἠχήεσσα βοείη

### book 10.390.2

χαλκοβαρής· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων

### book 10.390.3

ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτην ποταμοῖο.

### book 10.390.4

καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων

### book 10.390.5

δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,

### book 10.395.1

ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης,

### book 10.395.2

στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ

### book 10.395.3

πῆξε τύπον βαλβῖδος ἐπ’ ᾐόνι θύρσον ἐρείσας·

### book 10.395.4

καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.

### book 10.395.5

ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου

### book 10.1

Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 10.2

Κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη·

### book 10.1

καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ

### book 10.2

κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ

### book 10.3

ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας

### book 10.405.1

Κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ·

### book 10.405.2

τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων

### book 10.405.3

Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,

### book 10.405.4

ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ

### book 10.405.5

ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·

### book 10.410.1

καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,

### book 10.410.2

ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης

### book 10.410.3

μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.

### book 10.410.4

καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ

### book 10.410.5

ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων

### book 10.415.1

διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,

### book 10.415.2

μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·

### book 10.415.3

ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ οἱ ἀλκὴν

### book 10.415.4

κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·

### book 10.415.5

καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι

### book 10.420.1

σπερχομένων, διερῇ μὲν ἐπ’ ᾐόνι γούνατα πάλλων

### book 10.420.2

Κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώδεϊ πηλῷ,

### book 10.420.3

καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ

### book 10.420.4

ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ

### book 10

ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.

### book 10.425.1

Σιληνοὶ δὲ γέροντες ἀνίαχον εὔιον ἠχὼ

### book 10.425.2

νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ

### book 10.425.3

δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς

### book 10.425.4

ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου

### book 10.425.5

καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ

### book 10.430

λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.

### book 11.1.1

Λῦτο δ’ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ

### book 11.1.2

κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ

### book 11.1.3

εἱλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,

### book 11.1.4

δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·

### book 11.5.1

καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ

### book 11.5.2

ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·

### book 11.5.3

„σπεῦδε πάλιν, φίλε κοῦρε, παλαισμοσύνης μετὰ νίκην

### book 11.5.4

καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,

### book 11.5.5

νηχομένῳ δ’ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.

### book 11.10.1

Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,

### book 11.10.2

ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονύσου,

### book 11.10.3

καὶ Σατύρους παίζοντας ἐνὶ σκαρθμοῖσιν ἐάσσας

### book 11.10.4

εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα· ...

### book 11.10.5

ἐν χθονὶ νικήσας καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην

### book 11.15.1

σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις

### book 11.15.2

διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.

### book 11.1

ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ

### book 11.2

κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη

### book 11.3

χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων·

### book 11.20.1

καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης

### book 11.20.2

κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.

### book 11.20.3

δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς

### book 11.20.4

Ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει·

### book 11.20.5

Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη

### book 11.25.1

Ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ

### book 11.25.2

ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ

### book 11.25.3

ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ

### book 11.25.4

σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω

### book 11.25.5

μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω·

### book 11.30.1

‘πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη

### book 11.30.2

καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;‘

### book 11.30.3

αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο,

### book 11.30.4

Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρα κεν ἄμφω

### book 11.30.5

καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.

### book 11.35.1

ἀλλ’ ἐπεὶ Ἑσπερίου ποταμοῦ μάλα τηλόθι ναίω,

### book 11.35.2

ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων

### book 11.35.3

Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,

### book 11.35.4

ὄφρα σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο,

### book 11.35.5

Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.

### book 11.40.1

Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω·

### book 11.40.2

οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον· ἀλλὰ σὺ μοῦνος

### book 11.40.3

χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.“

### book 11.40.4

ὣς εἰπὼν πεφόρητο δι’ ὕδατος· ἐκ δαπέδου δὲ

### book 11.40.5

Ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ·

### book 11.45.1

καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπ’ ἄκρου

### book 11.45.2

νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο.

### book 11.45.3

καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα

### book 11.45.4

ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις

### book 11.45.5

στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων

### book 11.1

ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης,

### book 11.2

πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ,

### book 11.3

πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσσῃ

### book 11.4

Ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ·

### book 11.5

ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων, ...

### book 11.55.1

ὑγροπόρον ταχύγουνος ἑκούσιος ὤπασε νίκην.

### book 11.55.2

καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης

### book 11.55.3

Ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ.

### book 11.55.4

καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ

### book 11.55.5

φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου·

### book 11.60.1

πολλάκι δ’ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα,

### book 11.60.2

δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας,

### book 11.60.3

πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ,

### book 11.60.4

στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δ’ ἐνὶ δίφρῳ

### book 11.60.5

πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα

### book 11.65.1

γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν·

### book 11.65.2

πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου

### book 11.65.3

θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην,

### book 11.65.4

πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν,

### book 11.65.5

ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,

### book 11.70.1

ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων.

### book 11.70.2

καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν,

### book 11.70.3

εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ,

### book 11.70.4

μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν·

### book 11.70.5

„πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;

### book 11.75.1

μίμνε μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ·

### book 11.75.2

εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ

### book 11.75.3

κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω.

### book 11.75.4

πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου,

### book 11.75.5

μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης·

### book 11.80.1

μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.“

### book 11.80.2

ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ

### book 11.80.3

οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παίζων ....

### book 11.80.4

ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ

### book 11.80.5

Ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ

### book 11.85.1

ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων

### book 11.85.2

ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,

### book 11.85.3

καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων

### book 11.85.4

σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ

### book 11

κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ

### book 11.90.1

ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης·

### book 11.90.2

σπονδῆς δ’ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ

### book 11.90.3

λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,

### book 11.90.4

οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ

### book 11.90.5

Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ,

### book 11.95.1

ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην

### book 11.95.2

πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν

### book 11.95.3

διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου

### book 11.95.4

ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.

### book 11.95.5

ἔμπης δ’ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ

### book 11.1

εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης.

### book 11.2

καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ

### book 11.3

οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.

### book 11.4

πολλάκι καὶ Βρομίοιο παρεζομένοιο τραπέζῃ

### book 11.5

ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,

### book 11.105.1

καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου

### book 11.105.2

καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,

### book 11.105.3

Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ

### book 11.105.4

χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ

### book 11.105.5

εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας

### book 11.110.1

ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ·

### book 11.110.2

ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν

### book 11.1

οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.

### book 11.2

καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη

### book 11.3

οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,

### book 11.115.1

ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ

### book 11.115.2

Ἄμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,

### book 11.115.3

μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·

### book 11.115.4

„σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει·

### book 11.115.5

ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου

### book 11.120.1

θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.

### book 11.120.2

δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, 〈χεῖρα〉 τιταίνων

### book 11.120.3

θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·

### book 11.120.4

ποῖον ἔχεις τόδε δῶρον ἀπ’ εὐθύρσοιο Λυαίου;

### book 11.120.5

πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,

### book 11.125.1

καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης

### book 11.125.2

σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ

### book 11.125.3

Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.

### book 11.125.4

ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,

### book 11.125.5

πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;

### book 11.130.1

πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου

### book 11.130.2

ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·

### book 11.1

ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην

### book 11.2

ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ.

### book 11.3

αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης

### book 11.135.1

Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου·

### book 11.135.2

Ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν ὄρνις Ἐρώτων,

### book 11.135.3

σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.

### book 11.135.4

Τρώιος οἰνοχόος πέλε φέρτερος, ὃς Διὸς αὐλὴν

### book 11.135.5

οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου

### book 11.140.1

εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν,

### book 11.140.2

ὅττι πολυστροφάλιγγι ποδῶν δεδονημένος ὁπλῇ

### book 11.140.3

ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα·

### book 11.140.4

Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθονὶ λυσσάδες ἵπποι,

### book 11.140.5

καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης

### book 11.145.1

ἠερόθεν προκάρηνον ἀπόσπορον Ἐννοσιγαίου

### book 11.145.2

Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.

### book 11.145.3

δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες

### book 11.145.4

καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ

### book 11.145.5

ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·

### book 11.1

σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων,

### book 11.2

ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.

### book 11.3

νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα

### book 11.4

παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,

### book 11

χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.“

### book 11.155.1

ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.

### book 11.155.2

καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης

### book 11.155.3

ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα δίψης,

### book 11.155.4

χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,

### book 11.155.5

καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅπερ παρεόντα νομῆα,

### book 11.160.1

ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου

### book 11.160.2

λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου

### book 11.160.3

πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ

### book 11.160.4

ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης,

### book 11.160.5

ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ

### book 11.165.1

ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ

### book 11.165.2

ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην.

### book 11.165.3

καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου

### book 11.165.4

ἀμφαφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην·

### book 11.165.5

καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ

### book 11.170.1

ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν.

### book 11.170.2

δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ

### book 11.170.3

ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην

### book 11.170.4

μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ

### book 11.170.5

γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ·

### book 11.175.1

καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου,

### book 11.175.2

καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ,

### book 11.175.3

καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ,

### book 11.175.4

αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην·

### book 11

καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην

### book 11.180.1

χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων

### book 11.180.2

γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου

### book 11.180.3

δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου·

### book 11.180.4

καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,

### book 11.180.5

εὐχαίτην ἅτε πῶλον, ἑὸν μάστιζε φορῆα.

### book 11.185.1

καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·

### book 11.185.2

„εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·

### book 11.185.3

ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.“

### book 11.185.4

τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.

### book 11.185.5

καὶ φθονερῆς σκοπίαζε δι’ ἠέρος ὄμμα Σελήνης

### book 11.190.1

Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,

### book 11.190.2

καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ

### book 11.190.3

ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ

### book 11.190.4

δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.

### book 11.190.5

καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ

### book 11.195.1

ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,

### book 11.195.2

ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ·

### book 11.195.3

„σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·

### book 11.195.4

μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,

### book 11.195.5

πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.

### book 11.1

μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην·

### book 11.2

μὴ φθονέσῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.

### book 11.1

εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,

### book 11.2

οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,

### book 11.3

ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,

### book 11.205.1

εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις,

### book 11.205.2

ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης·

### book 11.205.3

ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω,

### book 11.205.4

πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.

### book 11.205.5

εἰ τεὸν ἡνιοχῆα κερασφόρον † ἡνιοχεύεις

### book 11.210.1

εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ,

### book 11.210.2

γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ·

### book 11.210.3

ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,

### book 11.210.4

ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.“

### book 11.210.5

τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων

### book 11.215.1

δύσμορος· ἀΐσσων δὲ ποδῶν διδυμάονι χηλῇ

### book 11.215.2

οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς

### book 11.215.3

ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων·

### book 11.215.4

ἤριπε δ’ αὐτοκύλιστος· ἐπ’ ἀστραγάλου δὲ πεσόντος

### book 11.215.5

λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·

### book 11.220.1

καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας

### book 11.220.2

θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης.

### book 11.220.3

καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ

### book 11.1

λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.

### book 11.2

καί τις ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης

### book 11.225.1

Ἄμπελον ἱμερόεντα δυσάγγελος ἤλυθε Βάκχῳ.

### book 11.225.2

καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις·

### book 11.225.3

οὐ τόσον Ἡρακλέης δρόμον ἤνυεν, ὁππότε Νύμφαι

### book 11.225.4

ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις

### book 11.225.5

νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,

### book 11.230.1

ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ

### book 11.230.2

κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.

### book 11.230.3

καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου

### book 11.230.4

νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,

### book 11.230.5

καὶ νέκυός περ ἐόντος ἐδήσατο ταρσὰ κοθόρνοις·

### book 11.235.1

καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις,

### book 11.235.2

οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,

### book 11.235.3

ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης·

### book 11.235.4

καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ

### book 11.235.5

πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου

### book 11.240.1

πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ

### book 11.240.2

λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ

### book 11.240.3

ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας

### book 11.240.4

ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.

### book 11.240.5

καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος

### book 11.245.1

οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ ...

### book 11.245.2

καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου

### book 11.1

αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ·

### book 11.2

ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ

### book 11.3

Σιληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.

### book 11.1

οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ

### book 11.2

κεῖτο νέκυς γελόωντι πανείκελος, οἷά περ αἰεὶ

### book 11.3

χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.

### book 11.4

καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν

### book 11.5

νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·

### book 11.255.1

„Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ

### book 11.255.2

ταῦροι ἐπ’ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;

### book 11.255.3

τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;

### book 11.255.4

ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ

### book 11.255.5

ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ

### book 11.260.1

φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει,

### book 11.260.2

αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου·

### book 11.260.3

ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω

### book 11.260.4

ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;

### book 11

ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων

### book 11.265.1

ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην.

### book 11.265.2

οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα,

### book 11.265.3

ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου

### book 11.265.4

ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικροῦ

### book 11.265.5

ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,

### book 11.270.1

ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ.

### book 11.270.2

ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης

### book 11.270.3

παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων

### book 11.270.4

χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου,

### book 11.270.5

καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,

### book 11.275.1

ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης.

### book 11.275.2

μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον· ἱμερόεις γὰρ

### book 11.275.3

Ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδ’ ἐπὶ παστῷ

### book 11.275.4

νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην,

### book 11.275.5

ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ.

### book 11.280.1

οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ,

### book 11.280.2

ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει·

### book 11.280.3

καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί,

### book 11.280.4

ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ

### book 11.280.5

εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,

### book 11.285.1

σοὺς δ’ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται·

### book 11.285.2

οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν αὔρη,

### book 11.285.3

ἀλλ’ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων,

### book 11.285.4

τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς;

### book 11.285.5

εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,

### book 11.290.1

τίπτε μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης

### book 11.290.2

ἐνθάδε δίφρον ἄγοιμι καὶ ἀρχαίης ἀπὸ φάτνης

### book 11.290.3

Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων

### book 11.290.4

πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη

### book 11.290.5

σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων

### book 11.295.1

φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς·

### book 11.295.2

εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν,

### book 11.295.3

τίπτε μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου;

### book 11.295.4

καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης,

### book 11.295.5

καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης

### book 11.1

μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα λεόντων.

### book 11.2

οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,

### book 11.3

οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,

### book 11.4

οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.

### book 11.5

ὤμοι, ὅτ’ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδ’ ἐπὶ νεκρῷ

### book 11.305.1

δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,

### book 11.305.2

Ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω·

### book 11.305.3

ὤμοι, ὅτ’ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δ’ ἐθελήσῃ,

### book 11.305.4

ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο

### book 11.305.5

δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ

### book 11.310.1

ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν

### book 11.310.2

ἀφνειῆς τ’ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ

### book 11.1

παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.“

### book 11.2

ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ

### book 11.3

κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·

### book 11.315.1

„Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,

### book 11.315.2

Ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,

### book 11.315.3

ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ·

### book 11.315.4

‘τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;

### book 11.315.5

οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,

### book 11.320.1

ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω·

### book 11.320.2

νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς,

### book 11.320.3

ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ

### book 11.320.4

Νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει,

### book 11.320.5

Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.‘

### book 11.325.1

ὤμοι, ὅτ’ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρα κεν εἴην

### book 11.325.2

σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδ’ ἐνὶ Λήθῃ

### book 11.325.3

Ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσσω.

### book 11.325.4

εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων

### book 11.325.5

οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς

### book 11.330.1

εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων.

### book 11.330.2

ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;

### book 11.330.3

εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις

### book 11.1

κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δ’ ἐνὶ λόχμῃ

### book 11.2

ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.

### book 11.335.1

εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ,

### book 11.335.2

φθέγγεο Σιληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.

### book 11.335.3

εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,

### book 11.335.4

πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων

### book 11.335.5

Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,

### book 11.340.1

εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες·

### book 11.340.2

πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,

### book 11.340.3

οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω·

### book 11.340.4

ἄλλοι θῆρες ἔασιν, ὅλης δ’ ἐπιήρανος ἄγρης

### book 11.340.5

Ἄρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·

### book 11.345.1

νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν·

### book 11.345.2

εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας

### book 11.345.3

πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσσω

### book 11.345.4

κάπρον ἔτι ζώοντα λελειμμένον Ἰοχεαίρῃ·

### book 11.345.5

εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ

### book 11.1

ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.“

### book 11.2

ὣς ὁ μὲν ἐστενάχιζεν. Ἔρως δέ οἱ ἐγγύθεν ἔστη

### book 11.3

Σιληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,

### book 11.4

θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας

### book 11.5

γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·

### book 11.355.1

καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν·

### book 11.355.2

„ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων

### book 11.355.3

εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,

### book 11.355.4

λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ

### book 11.355.5

φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι

### book 11.360.1

ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν.

### book 11.360.2

εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης,

### book 11.360.3

φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν.

### book 11.360.4

καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος

### book 11.360.5

ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς ἀήτης

### book 11.365.1

εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου.

### book 11.365.2

ἢν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ

### book 11.365.3

κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς

### book 11.365.4

φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει.

### book 11.365.5

κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω·

### book 11.370.1

ἁβρὸς ἕην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης,

### book 11.370.2

Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο,

### book 11.370.3

εἴδεϊ λεπταλέῳ ταναὸς πόδας, ὀξὺς ἐθείρας,

### book 11.370.4

ἰθυτενής, ἀνίουλος· ἐπ’ ἀμφοτέραις δὲ παρειαῖς

### book 11.370.5

αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπου

### book 11.375

ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ

### book 11.1

κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη·

### book 11.2

καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ

### book 11.3

ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ ταρσῷ.

### book 11.4

τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης

### book 11.380.1

νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων,

### book 11.380.2

ἑρπύζων ἀίδηλος ὑπὸ χθόνα λοξὸς ὁδίτης,

### book 11.380.3

ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης,

### book 11.380.4

ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ.

### book 11.380.5

τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠιθέῳ δὲ

### book 11.385.1

ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ,

### book 11.385.2

ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ·

### book 11.385.3

εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν,

### book 11.385.4

καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς,

### book 11.385.5

φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας

### book 11.390.1

ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν·

### book 11.390.2

οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ

### book 11.390.3

νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη·

### book 11.390.4

ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς

### book 11.390.5

εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων,

### book 11.395.1

Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν,

### book 11.395.2

καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην.

### book 11.395.3

τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,

### book 11.395.4

κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης

### book 11

γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.

### book 11.1

τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ

### book 11.2

ἦεν ἔρις· Κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις,

### book 11.3

καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην

### book 11.4

ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπ’ ἄκρου ...

### book 11.5

καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,

### book 11.405.1

καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην.

### book 11.405.2

παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων·

### book 11.405.3

καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα·

### book 11.405.4

καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσσας

### book 11.405.5

πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων

### book 11.410.1

Καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ

### book 11.410.2

ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων.

### book 11.410.3

καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω,

### book 11.410.4

τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ

### book 11.410.5

ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων

### book 11.415.1

γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων·

### book 11.415.2

καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων

### book 11.415.3

κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς

### book 11.415.4

νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν·

### book 11.415.5

καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,

### book 11.420

ἠιθέῳ δ’ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων

### book 11.1

κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων·

### book 11.2

καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης,

### book 11.3

καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην,

### book 11.4

ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν ἀήτης

### book 11.425.1

καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ

### book 11.425.2

οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ.

### book 11.425.3

καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας

### book 11.425.4

ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς·

### book 11.425.5

καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας

### book 11.430.1

ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·

### book 11.430.2

‘Νηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν ἀήτης;

### book 11.430.3

ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν

### book 11.430.4

εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ

### book 11.430.5

φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.

### book 11.435.1

οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων

### book 11.435.2

καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν ἀήτης,

### book 11.435.3

καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ,

### book 11.435.4

ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην.

### book 11.435.5

οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,

### book 11.440.1

οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις

### book 11.440.2

Καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν;

### book 11.440.3

Νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;

### book 11.446

δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;

### book 11.1

κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων

### book 11.2

δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις;

### book 11.3

εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη,

### book 11.1

ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει

### book 11.2

γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων,

### book 11.3

εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω.

### book 11.4

Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης;

### book 11.5

κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.

### book 11.455.1

εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω

### book 11.455.2

νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων·

### book 11.455.3

εἰ Βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω.

### book 11.455.4

εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν,

### book 11.455.5

καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,

### book 11.460.1

ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω,

### book 11.460.2

καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ.

### book 11.460.3

ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης,

### book 11.460.4

σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.‘

### book 11.460.5

εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ

### book 11.465.1

κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,

### book 11.465.2

ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην

### book 11.465.3

Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν·

### book 11.1

‘δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ

### book 11.2

εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ·

### book 11.470.1

Καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω

### book 11.470.2

εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ

### book 11.470.3

εἷς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω.

### book 11.470.4

τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης

### book 11.470.5

ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ

### book 11.475.1

γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω·

### book 11.475.2

‘Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω

### book 11.475.3

ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.‘

### book 11.443.1

καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι,

### book 11.443.2

βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,

### book 11.445

καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.‘

### book 11.478.1

εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ

### book 11.478.2

πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.

### book 11.480.1

καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν

### book 11.480.2

ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.“

### book 11.480.3

τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ

### book 11.480.4

θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.

### book 11.480.5

καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ

### book 11.485.1

ἠιθέου διὰ πότμον ἀώριον. —ἀσταθέος δὲ

### book 11.485.2

θυγατέρες λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,

### book 11.485.3

εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι·

### book 11.485.4

ὧν ἡ μὲν νιφόεντι κατάσκιος ἀμφὶ προσώπῳ

### book 11.485.5

λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης

### book 11.490.1

ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,

### book 11.490.2

καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ

### book 11.490.3

ὀμβροτόκῳ κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,

### book 11.490.4

καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ

### book 11.490.5

στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·

### book 11.495.1

ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην

### book 11.495.2

ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου

### book 11.495.3

εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,

### book 11.495.4

ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου

### book 11.495.5

ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν

### book 11.1

διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ·

### book 11.2

ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη,

### book 11.3

καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις

### book 11.4

δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης

### book 11.5

ἄγγελον ἀμητοῖο, δέμας δ’ ἐσφίγγετο κούρη

### book 11.505.1

ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ

### book 11.505.2

φαίνετο λεπταλέοιο δι’ εἵματος ὄργια μηρῶν,

### book 11.505.3

καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου

### book 11.505.4

θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί·

### book 11.505.5

ἄλλη δ’ εὐαρότοιο προηγήτειρα χορείης

### book 11.510.1

θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ

### book 11.510.2

ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,

### book 11.510.3

καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης

### book 11.510.4

καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα

### book 11.510.5

φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·

### book 11.515.1

οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις

### book 11.515.2

βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,

### book 11.515.3

οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ

### book 11.515.4

πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,

### book 11.515.5

οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·

### book 11.520

ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ

### book 11

εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.

### book 12.1.1

Ὣς αἱ μὲν δυτικοῖο παρ’ ὀφρύσιν Ὠκεανοῖο

### book 12.1.2

Ἠελίου γονόεντος ἐναυλίζοντο μελάθροις.

### book 12.1.3

τῇσι δὲ νισομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ

### book 12.1.4

θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ

### book 12.5.1

ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη.

### book 12.5.2

αἱ δὲ φερεζώοιο παρ’ ὄμμασιν ἡνιοχῆος

### book 12.5.3

κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας

### book 12.5.4

ἠερόθεν νόστησε· πυριγλήνου δ’ ἐλατῆρος

### book 12.5.5

Φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου

### book 12.10.1

θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,

### book 12.10.2

γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας

### book 12.10.3

μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων·

### book 12.10.4

πῶλοι δ’ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας

### book 12.10.5

μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.

### book 12.15.1

θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου

### book 12.15.2

ἱπτάμεναι στεφανηδὸν ἀτειρέος ἡνιοχῆος

### book 12.15.3

τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι,

### book 12.15.4

δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ,

### book 12.15.5

μυστιπόλοι λυκάβαντος ἀμοιβάδες· † οὐγϊω γὰρ

### book 12.20.1

αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου.

### book 12.20.2

καί οἱ ἀνηΰτησεν ἔπος † φθινοπωρίδος ὥρην

### book 12.20.3

μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην·

### book 12.20.4

„Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν,

### book 12.20.5

οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί;

### book 12.25.1

καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών;

### book 12.25.2

ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη

### book 12.25.3

πασάων ἀγέραστος ἐγὼ πέλον· οὐ γὰρ ὀπώρην,

### book 12.25.4

οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.“

### book 12.25.5

ἔννεπεν· ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης

### book 12.30.1

Ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ

### book 12.30.2

δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ

### book 12.30.3

κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται

### book 12.30.4

εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ

### book 12.30.5

πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ,

### book 12.35.1

καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ.

### book 12.35.2

καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων·

### book 12.35.3

„κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη,

### book 12.35.4

γνώσεαι, ἧχι Λέων καὶ Παρθένος· ἐν δὲ τετάρτῃ,

### book 12.35.5

τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων

### book 12.40.1

γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.“

### book 12.40.2

τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη

### book 12.40.3

ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ

### book 12.40.4

πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου

### book 12.40.5

εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων

### book 12.45.1

ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων

### book 12.45.2

ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ,

### book 12.45.3

σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης,

### book 12.45.4

ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ

### book 12.45.5

Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων·

### book 12.1

καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην

### book 12.2

φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.

### book 12.3

ἀλλ’ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην

### book 12.4

καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν ἐνυὼ

### book 12.5

ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,

### book 12.55.1

γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη,

### book 12.55.2

πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω

### book 12.55.3

δενδραίην γονόεσσαν ἀναπτύξασα λοχείην

### book 12.1

ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,

### book 12.2

καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς

### book 12.60.1

ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ,

### book 12.60.2

πῶς Νότος ἐκ Βορέαο καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων

### book 12.60.3

λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης,

### book 12.60.4

εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου.

### book 12.60.5

καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ,

### book 12.65.1

μυστιπόλος λυκάβαντος ἕλιξ στηρίζετο κούρη,

### book 12.65.2

μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου,

### book 12.65.3

γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ,

### book 12.65.4

ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν,

### book 12.65.5

τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω·

### book 12.70.1

„Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει

### book 12.70.2

φαιδρὸν ἔχων † βλεφάρων τύπον †· ἀλλὰ καὶ αὐτὴ

### book 12.70.3

Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων

### book 12.70.4

υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι

### book 12.70.5

ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην

### book 12.75.1

ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος Φιλομήλη

### book 12.75.2

ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών,

### book 12.75.3

μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς,

### book 12.75.4

δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι·

### book 12

καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων

### book 12.80.1

δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων

### book 12.80.2

στήσεται οἰκτρὸν ἄγαλμα· καὶ ἔσσεται αὐτόθι γείτων

### book 12.80.3

Πυρρὸς ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης

### book 12.80.4

οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων,

### book 12.80.5

Θίσβη δ’ ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω,

### book 12.85.1

ἀλλήλους ποθέοντες· ἐυστεφάνοιο δὲ κούρης

### book 12.85.2

Μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων·

### book 12.85.3

καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων

### book 12.85.4

καὶ Παφίης μετὰ μῆλα λεοντείην ἔτι μορφὴν

### book 12.85.5

Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.“

### book 12.90.1

καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη,

### book 12.90.2

εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων

### book 12.90.3

σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ,

### book 12.90.4

ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ

### book 12.90.5

Παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ

### book 12.95.1

οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης·

### book 12.95.2

κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δ’ ἀνέγνω·

### book 12.95.3

„Κισσὸς ἀερσιπότης, ἐρόεις νέος, ἐς φυτὸν ἕρπων

### book 12.95.4

ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν· ἠιθέου δὲ

### book 12.95.5

ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις

### book 12.1

λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης,

### book 12.2

ἡμερίδων στήριγμα· καὶ εἰς φυτὸν εἶδος ἀμείψας

### book 12.3

Ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.“

### book 12.4

ἀλλ’ ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη,

### book 12

δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ

### book 12.105.1

ποιητῷ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν

### book 12.105.2

ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ,

### book 12.105.3

ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή·

### book 12.105.4

κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη

### book 12.105.5

θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ·

### book 12.110.1

„Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην,

### book 12.110.2

καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ,

### book 12.110.3

γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης,

### book 12.110.4

καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.“

### book 12.110.5

τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη·

### book 12.115.1

τερπομένη δ’ ἤιξε, κασιγνήτας δὲ λαβοῦσα

### book 12.115.2

εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο

### book 12.115.3

ἱπποσύνης Φαέθοντος ὁμόδρομος. —οὐ δὲ Λυαίῳ

### book 12.115.4

φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης

### book 12.115.5

μνῆστις ἔην· φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ

### book 12.120.1

αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ

### book 12.120.2

χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης·

### book 12.120.3

οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ

### book 12.120.4

οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου,

### book 12.120.5

ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου

### book 12.125.1

κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ,

### book 12.125.2

οὐδὲ ῥέειν μενέαινε· βαθυκτεάνῳ δὲ ῥεέθρῳ

### book 12.125.3

Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ

### book 12.1

ἀνδρὸς ἔχων μίμημα κατηφέος· ἀμφὶ δὲ νεκρῷ

### book 12.2

πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων

### book 12.130.1

Σαγγάριος προχέων Φρύγιον ῥόον· αἰνοτόκου δὲ

### book 12.130.2

Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν

### book 12.130.3

διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου·

### book 12.130.4

καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ

### book 12.130.5

λεπταλέον ψιθύριζεν· ἀκερσικόμου δὲ καὶ αὐτὴ

### book 12.135.1

Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη

### book 12.135.2

πενθαλέοις ἀνέμοις· λιπαρὴ δ’ ἄτμητος ἐλαίη

### book 12.135.3

φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης.

### book 12.135.4

τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου

### book 12.135.5

φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοῖραι·

### book 12.140.1

καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου

### book 12.140.2

Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν·

### book 12.140.3

„ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει

### book 12.140.4

πικρὸν ὕδωρ Ἀχέροντος· ἀκαμπέα δ’ εὗρε τελέσσαι

### book 12.140.5

σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης·

### book 12.145.1

Ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν· ἱμερόεν γὰρ

### book 12.145.2

εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω·

### book 12.145.3

τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ

### book 12.145.4

δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων

### book 12.145.5

ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἢ Δωρίδα μολπήν·

### book 12.1

ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει

### book 12.2

Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχώ,

### book 12.3

ἐνναέτης Μαραθῶνος· ἀνευάξουσι δὲ Μοῦσαι

### book 12.4

Ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ.

### book 12.5

καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην

### book 12.155.1

στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ,

### book 12.155.2

Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει

### book 12.155.3

αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων,

### book 12.155.4

καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης,

### book 12.155.5

νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ

### book 12.160.1

παιδὸς Ἀμυκλαίοιο τεὸς νέος εὖχος ἐλέγξει·

### book 12.160.2

εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει,

### book 12.160.3

καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει

### book 12.160.4

ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης,

### book 12.160.5

χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ·

### book 12.165.1

εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ,

### book 12.165.2

φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ.

### book 12.165.3

Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ,

### book 12.165.4

ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου

### book 12.165.5

τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ

### book 12.170.1

καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ·

### book 12.170.2

Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.“

### book 12.1

ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων.

### book 12.2

καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ·

### book 12.3

καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων

### book 12.175.1

Ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν,

### book 12.175.2

καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ

### book 12.175.3

γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν

### book 12.175.4

ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί,

### book 12.175.5

βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ

### book 12.180.1

νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης,

### book 12.180.2

ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν,

### book 12.180.3

ἰσοφυὴς δ’ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ

### book 12.180.4

οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου

### book 12.180.5

γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.

### book 12.185.1

κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ

### book 12.185.2

ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων

### book 12.185.3

οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ.

### book 12.185.4

καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων,

### book 12.185.5

εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,

### book 12.190.1

Κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν,

### book 12.190.2

καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ

### book 12.1

ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ.

### book 12.2

καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην,

### book 12.3

καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων

### book 12.195.1

κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου

### book 12.195.2

ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης.

### book 12.195.3

καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ,

### book 12.195.4

βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ,

### book 12.195.5

χερσὶ περιπλεκέεσσι μέθης ὠδῖνα πιέζων

### book 12.1

πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης,

### book 12.2

καὶ γλυκερὸν ποτὸν εὗρε· καὶ οἰνοχύτου Διονύσου

### book 12.3

λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν.

### book 12.4

καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας· ἡδυπότου δὲ

### book 12.5

χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης,

### book 12.205.1

γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων

### book 12.205.2

μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος·

### book 12.205.3

„ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις·

### book 12.205.4

ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων

### book 12.205.5

οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ ὑακίνθου·

### book 12.210.1

οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν· ἵλαθι, Δηώ·

### book 12.210.2

εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω.

### book 12.210.3

Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος· ἦ ῥα καὶ αὐτῆς

### book 12.1

εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης,

### book 12.2

εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σὲ καὶ αὐτὴ

### book 12.215.1

Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν,

### book 12.215.2

καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ.

### book 12.215.3

οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος· οὐ Στυγὸς ὕδωρ,

### book 12.215.4

οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης·

### book 12.215.5

ζώεις δ’ εἰσέτι, κοῦρε, καὶ εἰ θάνες· οὐδέ σε Λήθης

### book 12.220.1

κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος· ἀλλὰ καὶ αὐτὴ

### book 12.220.2

μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι·

### book 12.220.3

ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων,

### book 12.220.4

σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων.

### book 12.220.5

οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις,

### book 12.225.1

αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις.

### book 12.225.2

χροιὴν δ’ ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις·

### book 12.225.3

σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή·

### book 12.225.4

οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή.

### book 12.225.5

ἀλλὰ τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω

### book 12.230.1

θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι

### book 12.230.2

ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις

### book 12.1

σοῖς ἐρατοῖς πετάλοισιν· ἀπ’ εὐόδμων δὲ κορύμβων

### book 12.2

ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων.

### book 12.3

καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω;

### book 12.235.1

νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ;

### book 12.235.2

σῦκον ὁμοῦ καὶ μῆλον ἔχει χάριν ἄχρις ὀδόντων.

### book 12.235.3

οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν·

### book 12.235.4

οὐ ῥόδον, οὐ νάρκισσος ἐύχροος, οὐκ ἀνεμώνη,

### book 12.235.5

οὐ κρίνον, οὐχ ὑάκινθος ἰσάζεται ἔρνεϊ Βάκχου,

### book 12.240.1

ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης

### book 12.240.2

σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται· ἓν ποτὸν ἔσται

### book 12.240.3

μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν

### book 12.240.4

ἄνθεσι παντοίοις κεκερασμένον· εἰαρινὴν γὰρ

### book 12.240.5

κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην.

### book 12.245.1

εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων

### book 12.245.2

πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ·

### book 12.245.3

αἴλινα σοῖς πετάλοισι χαράσσεται· εἰ δ’ ἐνὶ κήπῳ

### book 12.245.4

στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω,

### book 12.245.5

καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ

### book 12.1

ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω.

### book 12.2

εἶξον ἐρισταφύλῳ, κορυθαιόλος· αἱματόεις γὰρ

### book 12.3

σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ

### book 12.1

βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην.

### book 12.2

Δηώ, ἐσυλήθης μετὰ Παλλάδος· οὐ γὰρ ἐλαῖαι

### book 12.255.1

εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει,

### book 12.255.2

ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει

### book 12.255.3

ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ

### book 12.255.4

ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας·

### book 12.255.5

ὑμείων γενόμην πολὺ φέρτερος· ἡμετέρου γὰρ

### book 12.260.1

οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης,

### book 12.260.2

οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι.

### book 12.260.3

εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης·

### book 12.260.4

σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη,

### book 12.260.5

ὅττι τεῷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ

### book 12.265.1

ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ

### book 12.265.2

εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ,

### book 12.265.3

ἢ τεκέων φθιμένων ἢ μητέρος ἢ γενετῆρος

### book 12.265.4

ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου,

### book 12.265.5

στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.

### book 12.270.1

Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου·

### book 12.270.2

πᾶσιν ἐμοῖς μελέεσσιν ἐγὼ σέο πῶμα κεράσσω.

### book 12.1

ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ

### book 12.2

εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει,

### book 12.3

ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ·

### book 12.275.1

ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ

### book 12.275.2

χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ,

### book 12.275.3

δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην,

### book 12.275.4

εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ

### book 12.275.5

ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ

### book 12.280.1

ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων

### book 12.280.2

οἷα σέθεν κνώσσοντος ἐπαιθύσσουσι προσώπῳ

### book 12.280.3

αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται,

### book 12.280.4

λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει,

### book 12.280.5

ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην.

### book 12.285.1

εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν,

### book 12.285.2

σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη

### book 12.285.3

δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης,

### book 12.285.4

ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης

### book 12.285.5

θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.“

### book 12.290.1

ἔννεπε κυδιόων, προτέρας δ’ ἔρριψε μερίμνας

### book 12.290.2

φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.

### book 12.1

καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου,

### book 12.2

πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ

### book 12.3

ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ

### book 12.295.1

οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ

### book 12.295.2

καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ

### book 12.295.3

αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης·

### book 12.295.4

οὔ πω δ’ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλ’ ἐνὶ λόχμαις

### book 12.295.5

ἀγριὰς ἡβώουσα πολυγνάμπτοισιν ἑλίνοις

### book 12.1

οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη,

### book 12.2

ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης·

### book 12.3

καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων,

### book 12.4

σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης·

### book 12.5

ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων

### book 12.305.1

αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ,

### book 12.305.2

ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ,

### book 12.305.3

καὶ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων

### book 12.305.4

ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ

### book 12.305.5

περκάζων ὅλον ἄνθος, ἀπ’ οἰνοτόκων δὲ πετήλων

### book 12.310.1

σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην·

### book 12.310.2

ἄλλου δ’ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ

### book 12.310.3

βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ,

### book 12.310.4

ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην·

### book 12

καὶ πίτυν ἀγχικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης

### book 12.315.1

συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις,

### book 12.315.2

καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι

### book 12.315.3

ἀκρεμόνας πελάσασα παρ’ ἀμπελόεντι κορύμβῳ

### book 12.315.4

αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη.

### book 12.315.5

ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις

### book 12.320.1

λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης.

### book 12.320.2

καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας,

### book 12.320.3

βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ,

### book 12.320.4

πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην.

### book 12.320.5

καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων

### book 12.325.1

οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα·

### book 12.325.2

καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας

### book 12.325.3

πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν,

### book 12.325.4

Εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ

### book 12.325.5

Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης

### book 12.330.1

ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης.

### book 12.330.2

καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου

### book 12.330.3

θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης·

### book 12.330.4

λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων

### book 12.330.5

τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,

### book 12.335

βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,

### book 12.1

τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης.

### book 12.2

καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν

### book 12.3

λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ

### book 12.4

δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων

### book 12.340.1

χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν·

### book 12.340.2

ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου

### book 12.340.3

δεξιτερὴν ἀσίδηρον ἐπ’ ἀκρεμόνεσσι τιταίνων

### book 12.340.4

βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου,

### book 12.340.5

ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων·

### book 12.345.1

καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην

### book 12.345.2

ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης ...

### book 12.345.3

βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ

### book 12.345.4

ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς

### book 12.345.5

πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ,

### book 12.1

καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι ταρσῷ.

### book 12.2

καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην,

### book 12.3

ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου,

### book 12.4

στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν,

### book 12.5

Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς,

### book 12.355

ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην,

### book 12.1

εὔιον ἀείδοντες· ἐρισταφύλοιο δὲ κόλπου

### book 12.2

οἶνον ἀναβλύζοντος ἐπορφύροντο χαράδραι·

### book 12.3

στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη

### book 12.4

λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης.

### book 12.360.1

καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων

### book 12.360.2

μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου

### book 12.360.3

θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ.

### book 12.360.4

καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου

### book 12.360.5

† καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ,

### book 12.365.1

δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,

### book 12.365.2

καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου·

### book 12.365.3

ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ,

### book 12.365.4

φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης·

### book 12.365.5

καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου

### book 12.370.1

κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην·

### book 12.370.2

ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν

### book 12.370.3

ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην,

### book 12.370.4

καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης

### book 12.370.5

εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ,

### book 12.375.1

εἰ μή μιν Διόνυσος ἐρήτυεν· ἀμφὶ δὲ πηγὰς

### book 12.375.2

ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ

### book 12.375.3

ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην,

### book 12.1

καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ,

### book 12.2

εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ.

### book 12.380.1

μούνῳ δ’ οἰνοποτῆρι Διωνύσῳ πόρε Ῥείη

### book 12.380.2

λυσσαλέης ἀμέθυστον ἀλεξήτειραν ἀνάγκης.

### book 12.380.3

πολλοὶ δ’ εὐκεράων Σατύρων φιλοπαίγμονι ταρσῷ

### book 12.380.4

εἰς χορὸν οἰστρηθέντες ἐκώμασαν· ὧν ὁ μὲν αὐτῶν

### book 12.380.5

θερμὸν ἔχων νέον οἶστρον ὑπὸ φρένα, πομπὸν Ἐρώτων,

### book 12.385.1

πήχεϊ λαχνήεντι μέσην ἠγκάσσατο Βάκχην·

### book 12.385.2

ὃς δὲ νοοπλάγκτοιο μέθης δεδονημένος οἴστρῳ

### book 12.385.3

παρθενικῆς ἀγάμοιο σαόφρονος ἥψατο μίτρης,

### book 12.385.4

αὐερύων δ’ ἐπὶ κύπριν ἀπειθέος εἵματα νύμφης

### book 12.385.5

χειρὶ † ὀπισθοδότῳ ῥοδέων ἐπαφήσατο μηρῶν·

### book 12.390.1

καί τις ἀναινομένην ἀνεσείρασε μύστιδα κούρην

### book 12.390.2

λαμπάδα νυκτιχόρευτον ἀναπτομένην Διονύσῳ·

### book 12.390.3

ὃς δὲ περὶ στέρνοις πεφιδημένα δάκτυλα βάλλων

### book 12.390.4

οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ.

### book 12.390.5

καὶ γλυκερῆς Διόνυσος ἑῆς μετὰ κῶμον ὀπώρης

### book 12.395.1

δύσατο κυδιόων Κυβεληίδος ἄντρα θεαίνης,

### book 12.395.2

κλήματα βοτρυόεντα φιλανθέι χειρὶ τιταίνων,

### book 12

Μαιονίην τ’ ἐδίδαξεν ἑὴν ἄγρυπνον ἑορτήν.

### book 13.1.1

Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης

### book 13.1.2

Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,

### book 13.1.3

ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν

### book 13.1.4

Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,

### book 13.5.1

ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην,

### book 13.5.2

Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ

### book 13.5.3

ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.

### book 13.5.4

ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ

### book 13.5.5

δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου

### book 13.10.1

ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ

### book 13.10.2

σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης

### book 13.10.3

ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου

### book 13.10.4

χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.

### book 13.10.5

καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης

### book 13.15.1

θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης·

### book 13.15.2

θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου

### book 13.15.3

τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων

### book 13.15.4

παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν·

### book 13

„ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει

### book 13.20.1

εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν.

### book 13.20.2

ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων

### book 13.20.3

αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ

### book 13.20.4

οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι

### book 13.20.5

μή πω ἀεθλεύσαντι πύλας πετάσουσιν Ὀλύμπου·

### book 13.25.1

Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ

### book 13.25.2

ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων

### book 13.25.3

βουκόλον Ἄργον ἔπεφνε καὶ Ἄρεα λύσατο δεσμῶν·

### book 13.25.4

Δελφύνην δ’ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων·

### book 13.25.5

οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς

### book 13.30.1

νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανὸν, ὄρχαμος ἄστρων,

### book 13.30.2

εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου

### book 13.30.3

Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.

### book 13.30.4

καὶ σὺ μετ’ Ἀπόλλωνα, μεθ’ Ἑρμάωνα μογήσας

### book 13.30.5

μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.“

### book 13.35.1

ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη

### book 13.35.2

παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην

### book 13.35.3

Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,

### book 13.35.4

φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.

### book 13.35.5

καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ

### book 13.40.1

Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου·

### book 13.40.2

Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης

### book 13.40.3

πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.

### book 13.1

ἀλλὰ πολυσπερέων προμάχων ἡρωίδα φύτλην

### book 13.2

καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,

### book 13.45.1

Σιληνῶν τε φάλαγγα, δασυκνήμοιο γενέθλης,

### book 13.45.2

καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι·

### book 13.45.3

οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω

### book 13.45.4

οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,

### book 13.45.5

ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνω

### book 13.1

ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω,

### book 13.2

εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται

### book 13.3

πλαγκτοσύνης καλέουσιν ἀρηγόνα Κυανοχαίτην.

### book 13.4

πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,

### book 13.5

Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,

### book 13.55.1

πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσσας·

### book 13.55.2

Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον, οἳ χθόνα Θήβης

### book 13.55.3

ᾤκεον εὐπύργοιο καὶ ἔνδιον Ἐννοσιγαίου

### book 13.55.4

Ἄρνην καὶ Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρυθράς,

### book 13.55.5

Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,

### book 13.60.1

οἵ τε Μίδειαν ἔναιον ἀειδομένας τε πολίχνας

### book 13.60.2

Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,

### book 13.60.3

ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,

### book 13.1

καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα

### book 13.2

Κώπας τ’, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω

### book 13.65.1

ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,

### book 13.65.2

καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,

### book 13.65.3

σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,

### book 13.65.4

καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,

### book 13.65.5

ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,

### book 13.70.1

Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς

### book 13.70.2

ὑδρηλήν θ’ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο

### book 13.70.3

χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,

### book 13.70.4

οἵ τ’ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,

### book 13.70.5

βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην

### book 13.75.1

ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελον Ἄσκρην,

### book 13.75.2

πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,

### book 13.75.3

Γραίης θ’ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,

### book 13.1

Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,

### book 13.2

καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·

### book 13.80.1

τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης

### book 13.80.2

Ἀκταίων πρόμος ἦεν, ἐπ’ ἠιθέοιο δὲ νίκῃ

### book 13.80.3

πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων.

### book 13.80.4

Βοιωτῶν δ’ ἑτέροιο προηγεμόνευεν ὁμίλου

### book 13.80.5

εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην,

### book 13.85.1

ἀρτιθαλής, Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ

### book 13.85.2

κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ

### book 13.85.3

εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,

### book 13.85.4

νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων

### book 13.85.5

σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.

### book 13.90.1

τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην,

### book 13.90.2

ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,

### book 13.90.3

δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην·

### book 13.90.4

καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,

### book 13.90.5

οἵ τ’ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει

### book 13.95.1

Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων,

### book 13.95.2

οἵ θ’ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,

### book 13.95.3

ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,

### book 13.1

ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων

### book 13.2

Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,

### book 13.1

εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις

### book 13.2

εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,

### book 13.3

αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,

### book 13.4

καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο γαίης,

### book 13.5

οἵ τ’ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,

### book 13.105.1

Αὐλίδα πετρήεσσαν, ἐδέθλιον Ἰοχεαίρης,

### book 13.105.2

ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ

### book 13.105.3

δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,

### book 13.105.4

καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ,

### book 13.105.5

ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,

### book 13.110.1

ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος

### book 13.110.2

ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει

### book 13.110.3

Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,

### book 13.110.4

ὁλκάσι δ’ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης

### book 13.110.5

ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,

### book 13.115.1

νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην,

### book 13.115.2

κούρη δ’ ὀψὲ μολοῦσα μετάρσιος ἐς χθόνα Ταύρων

### book 13.115.3

φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,

### book 13.115.4

ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ

### book 13.115.5

γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.

### book 13.120

Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρῶν

### book 13.1

Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ.

### book 13.2

τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ

### book 13.3

ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου

### book 13.4

εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω

### book 13.125.1

Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἣ περὶ μορφῆς

### book 13.125.2

αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ·

### book 13.125.3

οἵ τε λάχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν,

### book 13.125.4

Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα,

### book 13.125.5

γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων

### book 13.130.1

κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ,

### book 13.130.2

Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς

### book 13.130.3

Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη

### book 13.130.4

καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς

### book 13.130.5

Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.

### book 13.135.1

Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται

### book 13.135.2

παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου,

### book 13.135.3

οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ

### book 13.135.4

νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις,

### book 13.135.5

τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ

### book 13.140

εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθα μιν Ἰνὼ

### book 13.1

Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύνθου·

### book 13.2

οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου,

### book 13.3

Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων

### book 13.4

Δαμνεύς τ’ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων

### book 13.145.1

σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς,

### book 13.145.2

οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ

### book 13.145.3

Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης

### book 13.145.4

Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες

### book 13.145.5

Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται

### book 13.1

ἐς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας,

### book 13.2

ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ

### book 13.3

Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ,

### book 13.4

καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος

### book 13.5

νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,

### book 13.155.1

Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν,

### book 13.155.2

οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ

### book 13.155.3

κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη.

### book 13.155.4

τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων,

### book 13.155.5

οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,

### book 13.160.1

καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου

### book 13.160.2

ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τ’ ἔχον ἄκρην,

### book 13.1

ἄκρην κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,

### book 13.2

καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην

### book 13.3

Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·

### book 13.165.1

τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη

### book 13.165.2

Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.

### book 13.165.3

ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλ’ ἕνα πάντες

### book 13.165.4

θυμὸν ἔχον κατ’ ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ

### book 13.165.5

Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,

### book 13.170.1

δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις.

### book 13.170.2

Κεκροπίδας δ’ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς,

### book 13.170.3

χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,

### book 13.170.4

τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος

### book 13.170.5

παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ

### book 13.175.1

παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ

### book 13.175.2

παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ

### book 13.175.3

Ἡφαιστηιάδην, ὅτε δύσγαμος Ἀμφιγυήεις

### book 13.175.4

ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,

### book 13.175.5

θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·

### book 13.180

τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς,

### book 13.1

Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα ...

### book 13.2

οἳ λάχον Οἰνώνης γόνιμον πέδον, οἵ τε καρήνων

### book 13.3

γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους

### book 13.4

καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,

### book 13.185.1

οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης,

### book 13.185.2

ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,

### book 13.185.3

καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,

### book 13.185.4

οἵ τ’ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,

### book 13.185.5

μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,

### book 13.190.1

Τριπτολέμου γεγαῶτες ἀφ’ αἵματος, ὅς ποτε Δηοῦς

### book 13.190.2

δίφρον ἐχιδνήεντα δι’ ἠέρος ἡνιοχεύων

### book 13.190.3

στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων·

### book 13.190.4

καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων

### book 13.190.5

παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·

### book 13.195.1

καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ

### book 13.195.2

σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων

### book 13.195.3

εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,

### book 13.195.4

ἐσσυμένων δ’ ἐς ἄρηα λιμὴν ἤχησε Φαληρεύς·

### book 13.195.5

καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην

### book 13

χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.

### book 13.1

Ἀτθίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις

### book 13.2

ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,

### book 13.3

αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς·

### book 13.4

ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δ’ ἄλλων

### book 13.205.1

χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ·

### book 13.205.2

Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,

### book 13.205.3

οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,

### book 13.205.4

ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν

### book 13.205.5

ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας

### book 13.210.1

φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς,

### book 13.210.2

καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ

### book 13.210.3

ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἐσμὸς ἀρούρης

### book 13.210.4

εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ·

### book 13.210.5

τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ

### book 13.215.1

Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης,

### book 13.215.2

φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,

### book 13.215.3

καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη

### book 13.215.4

οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,

### book 13.215.5

δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα

### book 13.220.1

Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι·

### book 13.220.2

‘καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.‘

### book 13.220.3

Κρήτης δ’ ἡγεμόνευε πολυγλώσσων ναετήρων

### book 13.1

Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ

### book 13.2

ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη

### book 13.225.1

λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης

### book 13.225.2

Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·

### book 13.225.3

ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ

### book 13.225.4

ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης

### book 13.225.5

πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,

### book 13.230.1

Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ

### book 13.230.2

πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,

### book 13.230.3

οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δ’ ἀπὸ Λύκτου

### book 13.230.4

Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ

### book 13.230.5

ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται

### book 13.235.1

καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου ...

### book 13.235.2

καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης

### book 13.235.3

καὶ δάπεδον Κισάμοιο, καὶ ἄλσεα καλὰ Κυταίου.

### book 13.235.4

τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ

### book 13.235.5

θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην

### book 13.240

Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,

### book 13.1

νίκης ἐσσομένης πρωτάγγελος· ἀλλ’ ἐνὶ χάρμῃ

### book 13.2

νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης

### book 13.3

νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν

### book 13.4

πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,

### book 13.245.1

ἀλλὰ βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης

### book 13.245.2

Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,

### book 13.245.3

καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσσας

### book 13.245.4

ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων

### book 13.245.5

Ἀστερίους τ’ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα λαοῖς

### book 13.1

Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ

### book 13.2

πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσσας

### book 13.3

αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.

### book 13.4

μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,

### book 13.5

ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,

### book 13.255.1

ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων

### book 13.255.2

αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ

### book 13.255.3

ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης·

### book 13.255.4

ἀμφοτέροις δ’ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου·

### book 13.255.5

ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων

### book 13.260

ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,

### book 13.1

ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης

### book 13.2

δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης·

### book 13.3

καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐδὲ τετάρτου

### book 13.4

κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,

### book 13.265.1

καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου

### book 13.265.2

ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης

### book 13.265.3

εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου·

### book 13.265.4

καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ’ ἄλλῳ

### book 13.265.5

ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,

### book 13.270.1

εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου·

### book 13.270.2

Ζεὺς δὲ μελιρραθάμιγγος † ἐθάμβεεν ἔργα μελίσσης

### book 13.270.3

δαιδαλέην τ’ ὠδῖνα φιλοσμήνου τοκετοῖο,

### book 13.270.4

δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ

### book 13.270.5

ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.

### book 13.275.1

ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν,

### book 13.275.2

ὄψιμος εὐνήσας πρότερον χόλον, Ἀρκάδα πέτρην,

### book 13.275.3

ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·

### book 13.1

οὔ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ,

### book 13.2

οὔ πω δ’ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης

### book 13.280.1

Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην,

### book 13.280.2

οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην

### book 13.280.3

Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο

### book 13.280.4

ἐννύχιος πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ

### book 13.280.5

θερμὸν ἀκοντίζοντα δι’ αἰθέρος αἴθοπι λαιμῷ

### book 13.285.1

ἄσθμασι λεπταλέοισι καταψύχουσιν ἀῆται·

### book 13.285.2

ἀλλ’ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ

### book 13.285.3

λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,

### book 13.285.4

οἵ τ’ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου

### book 13.285.5

καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην

### book 13.290.1

Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην

### book 13.290.2

Παρρασίην τ’ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης

### book 13.290.3

ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,

### book 13.290.4

καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,

### book 13.290.5

Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,

### book 13.295.1

οἵ τ’ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ

### book 13.295.2

Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων

### book 13.1

στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·

### book 13.2

τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ

### book 13.3

ἀνδράσι μαρναμένους νομάδας κύνας εἰς μόθον ἕλκων,

### book 13.1

τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη,

### book 13.2

Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,

### book 13.3

ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων

### book 13.4

ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.

### book 13.5

καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην

### book 13.305.1

αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων·

### book 13.305.2

παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην

### book 13.305.3

δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου

### book 13.305.4

ὠμαδίῳ τελαμῶνι κατεκλήισε φαρέτρην.

### book 13.305.5

τῷ δ’ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,

### book 13.310.1

καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,

### book 13.310.2

Κιλλυρίων τ’ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων

### book 13.310.3

ἕδρανον ἀμφενέμοντο, καὶ οἳ Κατάνην παρὰ λίμνην

### book 13.310.4

γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ

### book 13.310.5

Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων

### book 13.315.1

τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ·

### book 13.315.2

οἵ τ’ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ

### book 13.315.3

Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,

### book 13.1

Ὕβλης θ’ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,

### book 13.2

ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης

### book 13.320.1

θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς,

### book 13.320.2

οἵ τε δόμους ἐδάσαντο παρ’ ὀφρυόεντι Πελώρῳ,

### book 13.320.3

καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,

### book 13.320.4

καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει

### book 13.320.5

στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,

### book 13.325.1

πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου

### book 13.325.2

ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,

### book 13.325.3

θερμὸν ἔχων ψυχροῖο δι’ ὕδατος ἁπτόμενον πῦρ.

### book 13.325.4

τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσσας

### book 13.325.5

Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,

### book 13.330.1

τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη,

### book 13.330.2

σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ

### book 13.330.3

ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.

### book 13.330.4

καὶ Λίβυες στρατόωντο παρ’ Ἑσπέριον κλίμα γαίης

### book 13.330.5

ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·

### book 13.335.1

κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις

### book 13.335.2

εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην

### book 13.335.3

σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν

### book 13.335.4

γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,

### book 13

ἣν Χαρίτην ὀνόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ

### book 13.340.1

Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη Χάρις ἄλλη,

### book 13.340.2

τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ

### book 13.340.3

ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ

### book 13.340.4

φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος ἄρης,

### book 13.340.5

λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων

### book 13.345.1

χερσὶ χαμαιγενέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης

### book 13.345.2

Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,

### book 13.345.3

Ἑσπερίων δ’ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων

### book 13.345.4

σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ·

### book 13.345.5

κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ

### book 13.1

Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης,

### book 13.2

Νύμφαι δ’ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου

### book 13.3

Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,

### book 13.4

χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,

### book 13.5

νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων

### book 13.355.1

Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ

### book 13.355.2

βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις

### book 13.355.3

ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη

### book 13.355.4

χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·

### book 13

καὶ μέλος ἀστραίης κιθάρης ἐπὶ κῶμον ἐγείρας

### book 13.360.1

μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ

### book 13.360.2

οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,

### book 13.360.3

καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ·

### book 13.360.4

καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης

### book 13.360.5

δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,

### book 13.365.1

δωμήσας πολίων ἑκατοντάδα, δῶκε δ’ ἑκάστῃ

### book 13.365.2

δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.

### book 13.365.3

κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ

### book 13.365.4

μαρναμένου Βρομίοιο προασπιστῆρες ἐνυοῦς,

### book 13.365.5

τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης

### book 13.370.1

καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,

### book 13.370.2

μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων

### book 13.370.3

ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης

### book 13.370.4

ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς·

### book 13.370.5

οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ

### book 13.375.1

ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης,

### book 13.375.2

Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων

### book 13.375.3

ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.

### book 13.375.4

τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ

### book 13

πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη

### book 13.380.1

Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος

### book 13.380.2

Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ

### book 13.380.3

νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς

### book 13.380.4

ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης·

### book 13.380.5

αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον ἄρεα νηῶν

### book 13.385.1

ναύμαχον ἐσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ

### book 13.385.2

ἠερίοις ἀνέμοισιν ἀναστήσειεν ἐνυώ,

### book 13.385.3

ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου

### book 13.385.4

Αἰολίης στόλος ἦλθε σακεσπάλος, ἀλλὰ μανέντος

### book 13.385.5

ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ

### book 13.390.1

ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται,

### book 13.390.2

συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,

### book 13.390.3

καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.

### book 13.390.4

Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,

### book 13.390.5

κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης ...

### book 13.395.1

Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην,

### book 13.395.2

Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ’ ἔχον ἄμφω,

### book 13.395.3

ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,

### book 13.395.4

καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης

### book 13.395.5

ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,

### book 13.1

καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων

### book 13.2

κτίσμα, φατιζομένης Περσηίδος ὁππόθι κούρης

### book 13.3

μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι,

### book 13.4

οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης

### book 13.5

Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ

### book 13.405.1

Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω.

### book 13.405.2

τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ

### book 13.405.3

Ἠλέκτρης ὁμόφυλον ἐπιστώσαντο γενέθλην·

### book 13.405.4

κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης,

### book 13.405.5

Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ

### book 13.410.1

κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα.

### book 13.410.2

τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ

### book 13.410.3

Ἠλέκτρης ἀνέτελλε δι’ αἰθέρος ἕβδομος ἀστὴρ

### book 13.410.4

δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ

### book 13.410.5

Πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ

### book 13.415.1

γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ,

### book 13.415.2

καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ

### book 13.415.3

Ὤγυρος ἡγεμόνευεν ἐς ἄρεα δεύτερος Ἄρης,

### book 13.415.4

Ὤγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων·

### book 13.415.5

τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου

### book 13.420.1

αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων

### book 13.420.2

ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις

### book 13.420.3

ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν

### book 13.420.4

μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,

### book 13

βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ

### book 13.425.1

φέρτερος ἄλλος ἵκανεν Ἑώιον ἐς μόθον Ἰνδῶν

### book 13.425.2

νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην

### book 13.425.3

Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.

### book 13.425.4

καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσσας

### book 13.425.5

Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,

### book 13.430.1

Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης

### book 13.430.2

νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ.

### book 13.430.3

Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ

### book 13.430.4

εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί,

### book 13.430.5

οἵ τε λάχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου,

### book 13.435.1

Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων,

### book 13.435.2

Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε κύκλῳ

### book 13.435.3

ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης

### book 13.435.4

ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς—

### book 13.435.5

ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ

### book 13.440.1

Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση

### book 13.440.2

καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου

### book 13.440.3

ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,

### book 13.440.4

ἑζομένην λοφιῇσιν ἐλαφρίζων Ἀφροδίτην—,

### book 13

οἵ τ’ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ

### book 13.445.1

καὶ Τάμασον καὶ Τέμβρον Ἐρύσθειάν τε πολίχνην

### book 13.445.2

καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου·

### book 13.445.3

ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,

### book 13.445.4

ὕστερον ἣν ἐκάλεσσαν ἐπώνυμον ἡγεμονῆος,

### book 13.445.5

ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ

### book 13.1

κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις·

### book 13.2

οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πάτρην

### book 13.3

ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης

### book 13.4

αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας

### book 13.5

ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,

### book 13.455.1

οἵ τ’ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης,

### book 13.455.2

καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,

### book 13.455.3

ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,

### book 13.455.4

ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,

### book 13.455.5

Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα

### book 13.460.1

Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης,

### book 13.460.2

καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, εἰσόκε Τεῦκρος,

### book 13.460.3

καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,

### book 13.460.4

ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.

### book 13.460.5

Λυδῶν δ’ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τ’ ἔχον ἄμφω,

### book 13.465.1

Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην,

### book 13.465.2

οἵ τε Τορήβιον εὐρύ, καὶ οἳ Πλούτοιο τιθήνας

### book 13.465.3

Σάρδιας εὐώδινας, ὁμήλικας Ἠριγενείης,

### book 13.465.4

καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ

### book 13.465.5

ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου

### book 13.470.1

Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ’ ὀνόμηνε Κεράσσας,

### book 13.470.2

καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου

### book 13.470.3

ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν

### book 13.470.4

ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης·

### book 13.470.5

καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς

### book 13.475.1

θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ

### book 13.475.2

ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ

### book 13.1

αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,

### book 13.2

γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων·

### book 13.3

ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσσας

### book 13.480.1

ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ,

### book 13.480.2

μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,

### book 13.480.3

γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,

### book 13.480.4

ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,

### book 13.480.5

τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·

### book 13.485.1

„στῆθι, τάλαν“· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ

### book 13.485.2

ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ

### book 13.485.3

ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,

### book 13.485.4

γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·

### book 13.485.5

οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ

### book 13.490.1

αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην

### book 13.490.2

γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶχε δὲ κάμνων

### book 13.490.3

ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·

### book 13.490.4

καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,

### book 13.490.5

ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,

### book 13.495.1

καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ

### book 13.495.2

ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,

### book 13.495.3

οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.

### book 13.495.4

ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.

### book 13.495.5

τοὺς δὲ λίγα κροτέοντας ὑπ’ εὐρύθμῳ χθόνα ταρσῷ

### book 13.1

καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν·

### book 13.2

καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων

### book 13.3

τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει

### book 13.4

εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·

### book 13.5

τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην

### book 13.505.1

Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,

### book 13.505.2

ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·

### book 13.505.3

καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,

### book 13.505.4

καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,

### book 13.505.5

καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν

### book 13.510.1

χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.

### book 13.510.2

καὶ Φρύγες ἐστρατόωντο παρ’ ἐγρεμόθων στίχα Λυδῶν,

### book 13.510.3

οἵ τε λάχον Βούδειαν, ἀειδομένην τε πολίχνην

### book 13.510.4

δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,

### book 13.510.5

οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις

### book 13.515.1

Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,

### book 13.515.2

καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς

### book 13.515.3

χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·

### book 13.1

τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν

### book 13.2

γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.

### book 13.520.1

τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,

### book 13.520.2

Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·

### book 13.520.3

ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,

### book 13.520.4

ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,

### book 13.520.5

καὶ δρύες ἐκρύφθησαν ἀκανθοφόροις τ’ ἐνὶ βήσσαις

### book 13.525.1

διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,

### book 13.525.2

ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ

### book 13.525.3

καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,

### book 13.525.4

Πρίασος Ἀονίης μετανάσσατο κόλπον ἀρούρης,

### book 13.525.5

Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·

### book 13.530.1

αἰεὶ δ’ ἀλλοδαποῖσι παρ’ ἀνδράσι δάκρυα λείβων

### book 13.530.2

μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,

### book 13.530.3

Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·

### book 13.530.4

ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην

### book 13.530.5

Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων

### book 13.535.1

κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·

### book 13.535.2

καὶ ῥόον Ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ

### book 13.535.3

εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,

### book 13.535.4

καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·

### book 13.535.5

καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσσας

### book 13.540.1

Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,

### book 13.540.2

καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ

### book 13.540.3

νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων

### book 13.540.4

Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,

### book 13.540.5

Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου

### book 13.545.1

Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.

### book 13.545.2

Ἀστερίου δ’ ἀπάνευθεν ἑοῦ γενέταο μολόντος

### book 13.545.3

ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ

### book 13.545.4

Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν

### book 13.545.5

λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·

### book 13.1

οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν

### book 13.2

γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν

### book 13.3

ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων

### book 13.4

Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην

### book 13.5

Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,

### book 13.555.1

ὀλβίζων ὑπ’ ἔρωτι μεμηλότα γείτονι πέτρῃ

### book 13.555.2

νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Σελήνης·

### book 13.555.3

ἀλλ’ ἔτι Βυβλὶς ἔην φιλοπάρθενος, ἀλλ’ ἔτι θήρην

### book 13.555.4

Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων·

### book 13.555.5

οὔ πω δ’, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,

### book 13.560.1

δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη,

### book 13.560.2

καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.

### book 13.1

τῷ δ’ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,

### book 13.2

οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ

### book 13.3

εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,

### book 13.565.1

Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.

### book 13.565.2

τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ

### book 13.565.3

λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαὶ

### book 13

Μυγδονίης τε πόληος ἐκυκλώθησαν ἀγυιαί.

### book 14.1.1

Ῥείη δ’ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ

### book 14.1.2

αὐχένα λαχνήεντα περισφίγξασα λεόντων,

### book 14.1.3

σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις

### book 14.1.4

ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ·

### book 14.5.1

θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ

### book 14.5.2

ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου

### book 14.5.3

εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς·

### book 14.5.4

καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν

### book 14.5.5

Νηιάδας καλέουσα καὶ ἀγριάδος στίχας ὕλης.

### book 14.10.1

δαιμονίη δ’ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς,

### book 14.10.2

πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν

### book 14.10.3

ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη·

### book 14.10.4

καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην

### book 14.10.5

Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.

### book 14.15

ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην

### book 14.1

καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι.

### book 14.2

πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης

### book 14.3

φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ

### book 14.4

υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,

### book 14.20.1

οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω

### book 14.20.2

οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ·

### book 14.20.3

Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.

### book 14.20.4

καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ

### book 14.20.5

Δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,

### book 14.25.1

Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείη

### book 14.25.2

ἐκ χθονὸς αὐτοτέλεστον ἀνεβλάστησε γενέθλην·

### book 14.25.3

οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ

### book 14.25.4

Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις,

### book 14.25.5

κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,

### book 14.30.1

ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ

### book 14.30.2

ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ

### book 14.30.3

κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις·

### book 14.30.4

καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων

### book 14.30.5

Πύρριχος Ἰδαῖός τε σακεσπάλος, οἷς ἅμα βαίνων

### book 14.35.1

Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας.

### book 14.35.2

καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες ἐς μόθον Ἰνδῶν

### book 14.1

ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης·

### book 14.2

καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν

### book 14.3

ἦλθε Λύκος, καὶ Σκέλμις ἐφέσπετο Δαμναμενῆι

### book 14.40.1

πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης,

### book 14.40.2

Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται,

### book 14.40.3

δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ

### book 14.40.4

πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης

### book 14.40.5

Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,

### book 14.45.1

υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης

### book 14.45.2

χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ

### book 14.45.3

ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν,

### book 14.45.4

ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας.

### book 14.45.5

τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη ...

### book 14.1

ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων

### book 14.2

ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.

### book 14.3

Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ

### book 14.4

χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι

### book 14.5

ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,

### book 14.55.1

καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ,

### book 14.55.2

καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·

### book 14.1

καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος

### book 14.2

πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,

### book 14.3

Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς

### book 14.60.1

Ἄργης τε Τραχίος τε καὶ αὐχήεις Ἁλιμήδης.

### book 14.60.2

ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος ἐνυοῦς

### book 14.60.3

ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,

### book 14.60.4

ὅττι μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν

### book 14.60.5

ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ

### book 14.65.1

ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ,

### book 14.65.2

νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.

### book 14.65.3

καὶ σκοπέλων ναετῆρες ἀπ’ αὐτορόφοιο μελάθρου,

### book 14.65.4

οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,

### book 14.65.5

Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ

### book 14.70.1

ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή·

### book 14.70.2

καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου

### book 14.70.3

δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ

### book 14.70.4

Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος.

### book 14.70.5

τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,

### book 14.75.1

τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγοκόρῳ δὲ

### book 14.75.2

ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ

### book 14.75.3

αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν·

### book 14.1

ἄλλος δ’ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν

### book 14.2

ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου·

### book 14.80.1

καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς·

### book 14.80.2

καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ·

### book 14.80.3

Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ

### book 14.80.4

Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ

### book 14.80.5

γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην

### book 14.85.1

οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης·

### book 14.85.2

καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.

### book 14.85.3

τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς

### book 14.85.4

κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις·

### book 14.85.5

τὸν μὲν ὀρεστιάδος † Σώσης μετανεύμενος εὐνὴν

### book 14.90.1

μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς,

### book 14.90.2

Ἀγρέα θηροφόνου μελέτῃ πεπυκασμένον ἄγρης·

### book 14.90.3

τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης

### book 14.90.4

δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,

### book 14.90.5

ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας

### book 14.95.1

ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην.

### book 14.95.2

καὶ παλάμην νάρθηκι γέρων Σιληνὸς ἐρείσας

### book 14.95.3

δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,

### book 14.1

τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ

### book 14.2

Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,

### book 14.1

χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος

### book 14.2

γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων

### book 14.3

νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ,

### book 14.4

ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ

### book 14.5

πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.

### book 14.105.1

καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες

### book 14.105.2

Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης,

### book 14.105.3

καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ·

### book 14.105.4

ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ

### book 14.105.5

Πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,

### book 14.110.1

καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην

### book 14.110.2

Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ,

### book 14.110.3

σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ,

### book 14.110.4

καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς

### book 14.110.5

Ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,

### book 14.115.1

τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης,

### book 14.115.2

ῥίζα γονῆς Ἕλληνος, ἀπ’ ἀρχεγόνοιο δὲ Δώρου

### book 14.115.3

Δωρίδος ἐβλάστησεν Ἀχαιικὸν αἷμα γενέθλης·

### book 14.115.4

τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης

### book 14.115.5

οὐρανίου κήρυκος, ἀεξινόοιο τοκῆος.

### book 14.120.1

αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις

### book 14.120.2

πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ

### book 14.120.3

μοῦνον ἀπειλητῆρες, ἀεὶ φεύγοντες ἐνυώ,

### book 14.120.4

νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,

### book 14.120.5

ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων

### book 14.125.1

οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν·

### book 14.125.2

τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης

### book 14.125.3

παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος ...

### book 14.125.4

κοσμῆσαί τε φάλαγγα· κορυσσομένου δὲ Λυαίου

### book 14.125.5

οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο βοείαις,

### book 14.130.1

οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων,

### book 14.130.2

ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,

### book 14.130.3

οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,

### book 14.130.4

οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων

### book 14.130.5

ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα.

### book 14.135

τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ

### book 14.1

ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,

### book 14.2

ψεδνὴ δ’ ὀξυόεντι καρήατι φύετο χαίτη

### book 14.3

ἀκροφανὴς σκολιοῖσιν † ἐπ’ ἀνδράσιν, οὔατα δ’ ἄμφω

### book 14.4

νισομένων πτερόεντες ἀνερρίπιζον ἀῆται

### book 14.140.1

ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις

### book 14.140.2

ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου

### book 14.140.3

ὄρθιος ἀμφιέλικτος ἀπ’ ἰξύος ἔρρεεν οὐρή.

### book 14.140.4

ἀνδροφυὴς δ’ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη,

### book 14.140.5

Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη

### book 14.145.1

ἀλλοφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ

### book 14.145.2

Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ,

### book 14.145.3

ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην,

### book 14.145.4

καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην,

### book 14.145.5

Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,

### book 14.1

παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου,

### book 14.2

οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ

### book 14.3

πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ,

### book 14.4

αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην,

### book 14.5

εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ

### book 14.155.1

πῇ μὲν ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης

### book 14.155.2

κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ

### book 14.155.3

ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων

### book 14.155.4

ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν·

### book 14.155.5

πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν

### book 14.160.1

μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη

### book 14.160.2

ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης

### book 14.160.3

χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν,

### book 14.160.4

καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην

### book 14.160.5

θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ

### book 14.165.1

στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ...

### book 14.165.2

παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης

### book 14.165.3

πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην.

### book 14.165.4

καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη

### book 14.165.5

πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,

### book 14.170.1

μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου·

### book 14.170.2

καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ

### book 14.170.3

Θεσσαλίδος δολόεντα † παρ’ ἀχλύος ἄνθεα ποίης

### book 14.170.4

ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ,

### book 14.170.5

μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων·

### book 14.175.1

καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ

### book 14.175.2

ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς.

### book 14.175.3

τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,

### book 14.175.4

ἱππείη δ’ ἀνέτελλε δι’ ἰξύος ὄρθιος οὐρὴ

### book 14.175.5

ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,

### book 14.180.1

καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,

### book 14.180.2

ὄμματα δ’ εὐρύνοντο τανυκραίροιο μετώπου,

### book 14.180.3

καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,

### book 14.180.4

γναθμοὶ δ’ ἀργιόδοντες ἐμηκύνοντο γενείων,

### book 14.180.5

ξείνη δ’ αὐτοτέλεστος ἀπ’ ἰξύος εἰς πόδας ἄκρους

### book 14.185.1

ἀμφιλαφὴς λασίοιο κατ’ αὐχένος ἔρρεε χαίτη.

### book 14.185.2

δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,

### book 14.185.3

Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ

### book 14.185.4

σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,

### book 14.185.5

καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ

### book 14.190.1

Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω

### book 14.190.2

Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,

### book 14.190.3

εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.

### book 14.190.4

Κενταύρων δ’ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,

### book 14

Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελος αὔραις

### book 14.195.1

ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,

### book 14.195.2

μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,

### book 14.195.3

Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσσας

### book 14.195.4

ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·

### book 14.195.5

ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ

### book 14.1

παιδογόνων προχέων φιλοτήσιον ὄμβρον Ἐρώτων·

### book 14.2

γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην

### book 14.3

ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.

### book 14.4

τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,

### book 14.5

αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης

### book 14.205.1

ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.

### book 14.205.2

Νύμφαι δ’ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ

### book 14.205.3

λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,

### book 14.205.4

αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ

### book 14.205.5

μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπνας

### book 14.210.1

γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι

### book 14.210.2

ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,

### book 14.210.3

συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι

### book 14.210.4

ἐς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι

### book 14

τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,

### book 14.215.1

αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,

### book 14.215.2

ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·

### book 14.215.3

χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ

### book 14.215.4

Μαινάδες ὡμάρτησαν ἀταρβέες ἐς μόθον Ἰνδῶν·

### book 14.215.5

ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ

### book 14.220.1

κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,

### book 14.220.2

Αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη

### book 14.220.3

καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,

### book 14.220.4

Σιλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ

### book 14.220.5

Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ

### book 14.225.1

Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,

### book 14.225.2

Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ

### book 14.225.3

οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.

### book 14.225.4

κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,

### book 14.225.5

πάντων δ’ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης

### book 14.230.1

ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων

### book 14.230.2

οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,

### book 14.230.3

οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,

### book 14.1

χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου

### book 14.2

ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,

### book 14.235.1

κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς

### book 14.235.2

δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης

### book 14.235.3

ἄργυφα πορφυρέοις ἐνεθήκατο ταρσὰ κοθόρνοις,

### book 14.235.4

νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,

### book 14.235.5

στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·

### book 14.240.1

λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,

### book 14.240.2

χρύσεον εὐποίητον, ἀπ’ οἰνοχύτου δὲ κεραίης

### book 14.240.3

ὄρθιος ἡδυπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·

### book 14.240.4

χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,

### book 14.240.5

δεξιτερῇ κούφιζεν, ἐπ’ ἀκροτάτῳ δὲ κορύμβῳ

### book 14.245.1

χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.

### book 14.245.2

καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.

### book 14.245.3

ἀλλ’ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς

### book 14.245.4

χρύσεον εὐποίητον ἐδύσατο κόσμον ἐνυοῦς,

### book 14.245.5

εὔια καλλείψας χοροτερπέος ἔνδια Ῥείης

### book 14.1

Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δ’ ἅμα Βάκχαις

### book 14.2

δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·

### book 14.3

οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης

### book 14.1

φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου,

### book 14.2

πολλαὶ δ’ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ

### book 14.255.1

νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας·

### book 14.255.2

καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ

### book 14.255.3

ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·

### book 14.255.4

ἄλλοι δ’ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις

### book 14.255.5

ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης.

### book 14.260.1

καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης

### book 14.260.2

αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,

### book 14.260.3

κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις

### book 14.260.4

χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ·

### book 14.260.5

καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην

### book 14.265.1

εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας ...

### book 14.265.2

καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου

### book 14.265.3

ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ,

### book 14.265.4

ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν.

### book 14.265.5

καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου

### book 14.270.1

Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης,

### book 14.270.2

λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην·

### book 14.270.3

καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ

### book 14.270.4

δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν·

### book 14.270.5

„μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,

### book 14.275.1

παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας ἐνυὼ

### book 14.275.2

λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων,

### book 14.275.3

μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ,

### book 14.275.4

μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην

### book 14.275.5

γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.

### book 14.280.1

Ῥείη χωομένη δύναται πλέον Ἰοχεαίρης·

### book 14.280.2

Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ

### book 14.280.3

Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβειν.“

### book 14.280.4

τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή.

### book 14.280.5

καὶ θεὸς ἀμπελόεις Φρυγίην μετὰ πέζαν ἐρίπνης

### book 14.285.1

Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται

### book 14.285.2

πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην,

### book 14.285.3

καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας,

### book 14.285.4

αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ,

### book 14.285.5

εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην.

### book 14.290.1

Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι

### book 14.290.2

εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ

### book 14.290.3

πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων

### book 14.290.4

οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ

### book 14.290.5

νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.

### book 14.295.1

εἰς ἐνοπὴν δ’ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων

### book 14.295.2

ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν

### book 14.1

καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην

### book 14.2

κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων.

### book 14.3

τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας ἐνυοῦς

### book 14.1

ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν·

### book 14.2

καί σφισι νισομένοισι συνέστιχεν αἰγίβοτος Πάν,

### book 14.3

στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην.

### book 14.4

Ἥρη δ’ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ,

### book 14.5

οὐλοκόμῳ Μελανῆι, μὴ οἴνοπα θύρσον ἀείρειν

### book 14.305.1

Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν,

### book 14.305.2

μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν,

### book 14.305.3

ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ·

### book 14.305.4

καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν·

### book 14.305.5

„ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.

### book 14.310.1

Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ,

### book 14.310.2

χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου·

### book 14.310.3

ἔγχεϊ δ’ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ,

### book 14.310.4

Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ

### book 14.310.5

οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.“

### book 14.315

ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων,

### book 14.1

μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ.

### book 14.2

καὶ Βρομίου κήρυκες ἐπήλυθον· ἀγχιφανὴς δὲ

### book 14.3

Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν,

### book 14.4

μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,

### book 14.320.1

μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου.

### book 14.320.2

οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ

### book 14.320.3

φύξιμον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ.

### book 14.320.4

καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν.

### book 14.320.5

οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς ἐνυώ,

### book 14.325.1

ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν·

### book 14.325.2

καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων,

### book 14.325.3

Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης,

### book 14.325.4

δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου.

### book 14.325.5

ἀλλ’ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ

### book 14.330.1

ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες,

### book 14.330.2

κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,

### book 14.330.3

Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι

### book 14.330.4

χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου

### book 14.330.5

Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις

### book 14.335

Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ

### book 14.1

οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης,

### book 14.2

ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο·

### book 14.3

εἰς ἐνοπὴν δ’ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί,

### book 14.4

ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου.

### book 14.340.1

Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ

### book 14.340.2

ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,

### book 14.340.3

ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,

### book 14.340.4

ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσατο θύρσῳ

### book 14.340.5

οἰστρομανής, ἑτέρη δὲ κατ’ αὐχένος ἄμμορα δεσμῶν

### book 14.345.1

μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης,

### book 14.345.2

Μαιναλὶς ἀκρήδεμνος, ἐπ’ ἀμφοτέρων δέ οἱ ὤμων

### book 14.345.3

ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης·

### book 14.345.4

ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ

### book 14.345.5

πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·

### book 14.1

ἄλλη δ’ εὐπαλάμοιο κατάσχετος ἅλματι λύσσης,

### book 14.2

χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης,

### book 14.3

ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ·

### book 14.4

καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις

### book 14.5

δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·

### book 14.355.1

ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ

### book 14.355.2

ὠμοβόρων ἔζευξεν ἐπ’ αὐχένι δεσμὰ δρακόντων·

### book 14.1

ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην

### book 14.2

πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἷα χιτῶνα

### book 14.3

στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,

### book 14.360.1

δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην·

### book 14.360.2

ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης

### book 14.360.3

ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·

### book 14.360.4

καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ,

### book 14.360.5

ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,

### book 14.365.1

μείλιχα συρίζοντα φιλακρήτοιό τε κούρης

### book 14.365.2

ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·

### book 14.365.3

ἄλλη ταρσὰ φέρουσα κατ’ οὔρεα γυμνὰ πεδίλων,

### book 14.365.4

ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,

### book 14.365.5

θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·

### book 14.370.1

καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ

### book 14.370.2

καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,

### book 14.370.3

καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ

### book 14.370.4

ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ

### book 14.370.5

φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,

### book 14.375.1

καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ

### book 14.375.2

ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·

### book 14.375.3

ἄλλη δ’ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης

### book 14.375.4

ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,

### book 14.375.5

καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς

### book 14.380.1

ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·

### book 14.380.2

ἄλλη δ’ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι

### book 14.380.3

παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης

### book 14.380.4

τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·

### book 14.380.5

οὐ σκοπιὴν δ’ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης

### book 14.385.1

ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.

### book 14.385.2

πολλὴ δ’ ἔνθα καὶ ἔνθα παρ’ Ἀστακίδος στόμα λίμνης

### book 14.385.3

Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.

### book 14.385.4

δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ

### book 14.385.5

τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης

### book 14.390.1

ῥυθμὸν ἐμιμήςαντο ποδῶν ἑλικώδεϊ παλμῷ·

### book 14.390.2

καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,

### book 14.390.3

οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσςετο Ληνεύς,

### book 14.1

πέμπων ὀκριόεσσαν ἐπ’ ἀντιβ̣ίοισιν ἀκω̣κήν·

### book 14.2

Βάκχη δ’ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν

### book 14.395.1

Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης

### book 14.395.2

ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρςῳ.

### book 14.395.3

καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουςα κορύμβῳ

### book 14.395.4

Εὐπετάλη κεκόρυστο, φι̣λοσταφύλῳ δὲ πετήλῳ

### book 14.395.5

κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·

### book 14.1

Στησιχόρη δ’ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,

### book 14.2

καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ

### book 14.3

κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.

### book 14.4

καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,

### book 14.5

σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δ’ αὐλὸς ἐνυοῦς̣,

### book 14.405.1

Βασσαρίδες δ’ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ

### book 14.405.2

βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ

### book 14.405.3

ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.

### book 14.405.4

καὶ πολὺς ἐσμὸς ἔπιπτεν· ὅλη δ’ ἐρυθαίνετο λύθρῳ

### book 14

ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης

### book 14.410.1

αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.

### book 14.410.2

ἀντιβίους δ’ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ

### book 14.410.3

καὶ προχοαῖς κατέχευε μέθης γέρας· ἐκ δὲ ῥοάων

### book 14.410.4

χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,

### book 14.410.5

καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,

### book 14.415.1

καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων

### book 14.415.2

ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι· ...

### book 14.415.3

ὄχθαι ἐφο̣ι̣νίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ

### book 14.415.4

τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·

### book 14.415.5

„ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν· ὡς γλάγος αἰγῶν

### book 14.420.1

ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,

### book 14.420.2

οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις

### book 14.420.3

βομβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·

### book 14.420.4

ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.

### book 14.420.5

ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ·

### book 14.425.1

βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ

### book 14.425.2

λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·

### book 14.425.3

καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,

### book 14.425.4

τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ

### book 14.425.5

καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.

### book 14.430

Ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα

### book 14.1

Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων,

### book 14.2

ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο

### book 14.3

Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.

### book 14.4

δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.

### book 14.435.1

ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γ̣ὰ̣ρ̣

### book 14.435.2

κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου

### book 14

Νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.“

### book 15.1.1

Ὣς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ

### book 15.1.2

ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν

### book 15.1.3

ἀγχιβαθὴς στατὸν ἴχνος ἐπ’ ἰλύι δισσὸν ἐρείσας

### book 15.1.4

ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,

### book 15.5.1

κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,

### book 15.5.2

χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ·

### book 15.5.3

ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,

### book 15.5.4

πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,

### book 15.5.5

στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,

### book 15.10.1

οἰγομένοις στομάτεσσιν ἀνήφυσεν ἰκμάδα Βάκχου·

### book 15.10.2

πρηνὴς δ’ ἄλλος ἔην πελάσας στόμα γείτονι π̣η̣γῇ,

### book 15.10.3

καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείςας

### book 15.10.4

χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ·

### book 15.10.5

ἄλλοι δ’ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,

### book 15.15.1

πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος·

### book 15.15.2

καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ,

### book 15.15.3

κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης,

### book 15.15.4

μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ

### book 15.15.5

οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος

### book 15.20.1

ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,

### book 15.20.2

καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.

### book 15.20.3

καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο

### book 15.20.4

ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ

### book 15.20.5

οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.

### book 15.25.1

δυσμενέας δ’ ἐμέθυσσε χάλις ῥόος. ἔνθα τις ἀνὴρ

### book 15.25.2

Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ

### book 15.25.3

εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ

### book 15.25.4

ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,

### book 15.25.5

διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας

### book 15.30.1

τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης

### book 15.30.2

ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων·

### book 15.30.3

ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης

### book 15.30.4

αἰγὸς ὀρε̣σςινόμοιο διέθρισεν ἀ̣ν̣θερεῶνα,

### book 15.30.5

θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν

### book 15.35.1

Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ·

### book 15.35.2

ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,

### book 15.1

οἷά περ ἀμώων Σα̣τύ̣ρων τα̣υρώπ̣ιδα μο̣ρφήν,

### book 15.2

ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην

### book 15.3

στικτῆς εἰσορόων πολυδαί̣δαλον εἶδος ὀπωπῆς,

### book 15.40.1

οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ

### book 15.40.2

νεβρίσιν ἰσοτύποισι παρεπλά̣γχθησαν ὀπωπαί·

### book 15.40.3

καὶ φονίαις λιβάδε̣ςσ̣ι̣ν ὅλον θώρη̣κα μιαίνων

### book 15.40.4

Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ.

### book 15.40.5

καί τις ὁμοκλ̣ή̣σ̣α̣ς ἐκορύσσετο γείτονι δένδρῳ

### book 15.45.1

μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων

### book 15.45.2

σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην

### book 15.45.3

ἁβροκόμων ὄρπηκα̣ς ἀπηλοίησε κο̣ρ̣ύ̣μβων,

### book 15.45.4

φύλλα δι̣α̣σ̣χ̣ίζων λασίης δρυός, οἷα μα̣χαίρῃ

### book 15.45.5

πλοχμὸν ἀ̣κ̣ερσικόμοιο διατμήγων Διονύσου,

### book 15.1

μαρνάμενος πετάλοιςι καὶ οὐ Σατύροισιν ἐρίζων,

### book 15.2

τερπωλὴν ἀ̣ν̣ό̣νητον ἔχων σκιοειδέι νίκῃ.

### book 15.3

μαίνετο δ’ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης

### book 15.4

ὃς μ̣ὲν̣ ἑλὼν̣ βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι

### book 15.5

τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ

### book 15.55.1

δίζυγον̣ ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ·

### book 15.55.2

ὃς δὲ πολ̣υτρήτοιο βοῇ δεδονημένος αὐλοῦ

### book 15.1

ἄστατος̣ ε̣ἱλικόεντι ποδῶν βακχεύετο παλμῷ·

### book 15.2

καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας

### book 15.3

δίθροον̣ ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·

### book 15.60.1

γ̣η̣ρ̣α̣λ̣έου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ

### book 15.60.2

γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης

### book 15.60.3

ὄμβρῳ ἐερσήεντι διάβροχον οἷα πιέζων

### book 15.60.4

οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.

### book 15.60.5

ἄ̣λλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις

### book 15.65.1

ἄ̣σχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ

### book 15.65.2

ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,

### book 15.65.3

ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην·

### book 15.65.4

καὶ π̣α̣λάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς

### book 15.65.5

ἀσπίδες ἐκρούον̣το κυβιστητῆρι σιδήρῳ·

### book 15.70.1

ἄλλος ὀπιπεύων θιαςώδεος ὄργια Μούσης

### book 15.70.2

μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην·

### book 15.70.3

καί τις ἀ̣ρασσομένης ἀίων κελάδημα βοείης

### book 15.70.4

μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ

### book 15.70.5

ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,

### book 15.75.1

λύσσα̣ν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος̣ Ἰνδῶν

### book 15.75.2

ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχ̣η̣ν,

### book 15.75.3

παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,

### book 15.75.4

σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ

### book 15.75.5

χερσὶν ἐρωμανέεσσιν ἀπεσ̣φρηγίσσατο μίτρην,

### book 15.80.1

ἐλπίδι μαψι̣δίῃ πε̣φ̣ορημένος· ἐξαπίνης γὰρ

### book 15.80.2

ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,

### book 15.80.3

δυσμενέος δ’ ἤιξε κατ’ αὐχένος, ἀμφὶ δὲ δειρῇ

### book 15.80.4

οὐραίαις ἑλίκεσς̣ιν ἀνέπλεκε κ̣υ̣κλάδα μίτρην·

### book 15.80.5

ταρβαλέοις δὲ πόδεςσι φυγὼν μελανόχροος ἀνὴρ

### book 15.85.1

θερμὸν ἀνυμφεύτ̣ων ἀπεσείσατο κέντρον Ἐρώτων,

### book 15.85.2

αὐχένιον φορέων ὀφιώδεος ὅρμον ἀκάνθης.

### book 15.85.3

ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτ̣ρε̣χον Ἰνδοί,

### book 15.85.4

τόφρα δ̣ὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖ̣λον ἑλίξας

### book 15.85.5

ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,

### book 15.90.1

εὔνασε δ̣’ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,

### book 15.90.2

Πασιθέης γεν̣ε̣τῆρι χαριζ̣ό̣μενος Διονύσῳ·

### book 15.90.3

ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ

### book 15.1

ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,

### book 15.2

ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,

### book 15.95.1

νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ,

### book 15.95.2

ἠματίοις δ’ ὀάριζε νοοπλανέεσσιν ὀνείροις

### book 15.95.3

ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων·

### book 15.95.4

πρηνὴς δ’ ἄλλος ἔην τετανυςμένος, εἶχε δὲ δισσὴν

### book 15.95.5

χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·

### book 15.1

καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ

### book 15.2

οἶνον ἀναβλύζων· ὁ δὲ καμπύλα γυῖα συνάπτων,

### book 15.3

ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων.

### book 15.4

καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης,

### book 15.5

ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ,

### book 15.105.1

ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ,

### book 15.105.2

λαιὴν ὀφρυόεντι βαλὼν ἔπι χεῖρα μετώπῳ·

### book 15.105.3

καὶ πολὺς ἐσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων

### book 15.105.4

ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς

### book 15.105.5

οἰνοβαρής· ἕτερος δὲ τινασσομένοιο καρήνου

### book 15.110.1

γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης·

### book 15.110.2

τὸν δὲ βαρὺ κνώσσοντα βαθυςτ̣ρώτων ἐπὶ λέκτρων

### book 15.110.3

ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης

### book 15.110.4

ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ·

### book 15

καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετά̣νυστο κονίῃ,

### book 15.115.1

ἄκρα ποδῶν προχοῇσι κατακλύζων π̣οταμοῖο·

### book 15.115.2

ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ,

### book 15.115.3

καὶ κεφαλὴν βαρύθουςαν ἐπέτρεπε γείτονι πεύκῃ·

### book 15.115.4

ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου.

### book 15.115.5

καὶ δηίους κνώσ̣σ̣ο̣ν̣τ̣ας ἰδὼν γελόωντι προσώπῳ

### book 15.120.1

Βάκχος ἄν̣αξ̣ ἀγόρευε, χέων σημάντορα φωνήν·

### book 15.120.2

„Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,

### book 15.120.3

νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν

### book 15.120.4

πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι·

### book 15.120.5

καὶ βριαρῷ γόνυ δο̣ῦλ̣ον ὑποκλίνας Διονύσῳ

### book 15.125.1

Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδεϊ Ῥείῃ,

### book 15.125.2

σείων οἴνοπα θύρσον, ἀπορρί̣ψας δὲ θυέλλαις

### book 15.125.3

ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,

### book 15.125.4

καὶ κεφαλὴν ςτέψειεν ἐμ̣ῷ κ̣ισσώδεϊ̣ δεσμῷ,

### book 15.125.5

γυμνώσας πλ̣οκαμῖδας ἀερσιλόφου τρυφαλείης,

### book 15.130.1

καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ θούριον ἠχὼ

### book 15.130.2

εὔιον ἀείσειε κορυ̣μβοφόρῳ Διονύσῳ.“

### book 15.130.3

ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶ̣ν

### book 15.1

αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας

### book 15.2

εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,

### book 15.135.1

ἄλλ̣ος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνη̣ς

### book 15.135.2

ἄνδρ̣α βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος·

### book 15.135.3

καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ

### book 15.135.4

ἀνέρα δουρίκ̣τητον ἀδέσμιον εἷλκεν ἐθείρης·

### book 15.135.5

ἄλλος ὁμοπλέκτους παλάμας περὶ νῶτα καθάψας

### book 15.140.1

δήιον εἱλικόεντι λύγων μιτρώσατο δεςμῷ

### book 15.140.2

αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ

### book 15.140.3

ὤμ̣ῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·

### book 15.140.4

ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,

### book 15.140.5

δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,

### book 15.145.1

στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων·

### book 15.145.2

ἄλλου κεκλιμένοιο φιλεύιος ἐσμὸς ἀλήτης

### book 15.145.3

χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,

### book 15.145.4

καὶ λοφιῆς ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·

### book 15

καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης

### book 15.1

Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.

### book 15.2

καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος

### book 15.3

Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,

### book 15.4

Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης

### book 15.5

τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης

### book 15.155.1

δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου

### book 15.155.2

δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς

### book 15.155.3

ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος

### book 15.155.4

θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,

### book 15.155.5

ἰςχία μαστίζουσα δορικτήτων ἐλεφάντων·

### book 15.160.1

κ̣α̣ὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην

### book 15.160.2

ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ

### book 15.160.3

κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς

### book 15.160.4

τεύχεςιν ὑπναλέοιο καταυγάζοντα φορῆος·

### book 15.160.5

κ̣α̣ὶ νέος ἠκόντιζεν ἐ̣ν̣ ἔντεσιν ὄλβιον αἴγλην,

### book 15.165.1

ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχητὰς

### book 15.165.2

ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων Διομήδης.

### book 15.165.3

ἄλλους δ’ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,

### book 15.1

νήδυμον ὕπνον ἔχοντ̣ας̣ ὁμόστολον ἡδ̣έος οἴνου.

### book 15.2

ἔνθα̣ τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,

### book 15.170.1

παρθένος Ἀστακ̣ίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις

### book 15.170.2

καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,

### book 15.170.3

ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,

### book 15.170.4

θῆρας ὀιστεύουσα καὶ ἰχνεύο̣υσα κολώνας·

### book 15.170.5

οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.

### book 15.175.1

καί οἱ ἐνὶ σκοπέλοισιν ἐρη̣μονόμῳ παρὰ πέζῃ

### book 15.175.2

ἠλακάτη πέλε τόξον, ἀε̣ὶ δέ οἱ ἔνδοθι λόχμης

### book 15.175.3

μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,

### book 15.175.4

κ̣αὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης·

### book 15.175.5

καὶ καθαρῇ συνάεθλος ὁμίλεεν Ἰοχεαίρῃ

### book 15.180.1

καὶ λίνον ἐ̣ν ςκοπέλοι̣ς̣ιν ἀνέπλεκεν ἠθάδος ἄγρης

### book 15.180.2

νήματος ἀσκητοῖο φιλαίτ̣ερον· οὔ ποτε τόξῳ

### book 15.180.3

ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπ̣τετο νεβροῦ,

### book 15.180.4

δ̣ορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,

### book 15.180.5

ἀλλὰ περιζεύξασα δαφοινήεντι̣ χαλινῷ

### book 15.185.1

γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,

### book 15.185.2

πολλάκι δ’ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·

### book 15.185.3

μέμφετο δ’ Ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα

### book 15.185.4

στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων

### book 15.185.5

οὐτιδαναῖς ἐλάφοι̣σιν ἑὴν ἔζευξεν ἀπήνην.

### book 15.190.1

οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων

### book 15.190.2

ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς

### book 15.190.3

ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι

### book 15.190.4

κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·

### book 15.190.5

πολλάκι δ’ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης

### book 15.195.1

πορδαλίων σχεδὸν ἧστο, μιῇ δ’ ὑπὸ κοιλάδι πέτρῃ

### book 15.195.2

μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης·

### book 15.195.3

ἡ δὲ γαληναίῃσιν ὑπ’ ὀφρύσι μειλιχίη θὴρ

### book 15.195.4

ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,

### book 15.195.5

καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ

### book 15.1

ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης

### book 15.2

χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι

### book 15.3

εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου

### book 15.4

αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ.

### book 15.5

καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,

### book 15.205

ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης·

### book 15.1

οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης

### book 15.2

ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ·

### book 15.3

καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων

### book 15.4

εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,

### book 15.210.1

εἴκε̣λος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κ̣ύπρις

### book 15.210.2

ἀργεννὴν ἐν̣όμ̣ε̣υ̣εν ὀρεσσινόμων ςτ̣ί̣χ̣α̣ τα̣ύρων

### book 15.210.3

κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην

### book 15.210.4

βουκόλος ἀγρώσ̣ς̣ουσαν ἰδὼν χιονώδεα κούρη̣ν

### book 15.210.5

οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ

### book 15.215.1

εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη

### book 15.215.2

ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,

### book 15.215.3

καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις

### book 15.215.4

ποιμένα μαςτεύουσα· νέος δ’ ἐπλάζετο βούτης

### book 15.215.5

παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.

### book 15.220.1

καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα

### book 15.220.2

οἴστρῳ λ̣α̣βροτέρῳ̣ δεδονημένον· ἐν σκοπέλοις γὰρ

### book 15.220.3

παρθενι̣κ̣ῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης

### book 15.220.4

πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·

### book 15

καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ

### book 15.225.1

καὶ σφυρὰ φοιν̣ί̣ς̣σοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη

### book 15.225.2

χι̣ο̣νέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών·

### book 15.225.3

καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν

### book 15.225.4

ἀσκεπέ̣ων ἐ̣δόκ̣ευεν ἐλεύθερον ἄντυγα μηρῶν

### book 15.225.5

[....................]χ̣ωδεα̣ [...

### book 15.230.1

βότρυν ὀπισθοπόροιο κόμης̣ ἐλέλιζεν ἀήτης

### book 15.230.2

κου̣φί̣ζ̣ων ἑκάτερθεν, ἀειρομέν̣ων δὲ κομάων

### book 15.230.3

λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.

### book 15.230.4

καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,

### book 15.230.5

πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,

### book 15.235.1

πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου

### book 15.235.2

ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης·

### book 15.235.3

εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,

### book 15.235.4

καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ

### book 15.235.5

λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,

### book 15.240

ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,

### book 15.1

εἰ τόσον, ὡς Νίκαια, πέλεν λευκώλενος Ἠώς·

### book 15.2

Ἑσπερίην δ’ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,

### book 15.3

ε̣ἰ̣ πλέ̣ον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.

### book 15.4

καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,

### book 15.245.1

ἐγγὺς ἐ̣ὼν καὶ νόσφι μένων ἐμνώετο κούρης,

### book 15.245.2

πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,

### book 15.245.3

πῶς δὲ̣ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ

### book 15.245.4

δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,

### book 15.245.5

πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς

### book 15.1

ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,

### book 15.2

ὁππότε μιν δονέων κ̣αὶ ἐς̣ ὀμφαλὸν ἄχρις ἀείρων

### book 15.3

γυμνώσας χροὸς ἄνθος ἀνηκόντ̣ι̣ζ̣ε̣ν̣ ἀή̣της·

### book 15.4

κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,

### book 15.5

ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτ̣ῶ̣ν̣α̣.

### book 15.255.1

καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ

### book 15.255.2

γείτονα θηρε̣ύουσαν ἰδὼν ὑψαύχενα κούρ̣ην

### book 15.255.3

τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ·

### book 15.255.4

„αἴθε βέλος γενόμ̣ην ἢ δίκτυον ἠὲ φα̣ρέτρη,

### book 15.255.5

αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρα με γυμναῖς

### book 15.260.1

χερσὶν ἐλαφρίζειεν· ὀπισθοτόνοιο δὲ τόξου

### book 15.260.2

εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρα με μαζῷ

### book 15.260.3

χ̣ι̣ονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,

### book 15.260.4

ν̣αὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔ̣κτοθι μίτρης.

### book 15.260.5

π̣αρθένε, κουφίζεις βέλος ὄλβιο̣ν̣· ὑμέτεροι δὲ

### book 15.265.1

Ὕμνου μηλονόμοιο μακάρτεροί ε̣ἰ̣σ̣ιν ὀιστοί,

### book 15.265.2

ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμά̣ων.

### book 15.265.3

σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοιςι μεγαίρω·

### book 15.265.4

οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ

### book 15.265.5

ζῆλον ἔ̣χω τόξοιο κ̣α̣ὶ̣ ἀ̣πνεύστοιο φαρ̣έτρ̣ης.

### book 15.270.1

αἴθε μεσημβρίζουσα̣ ποθοβλήτῳ παρ̣ὰ πηγῇ

### book 15.270.2

γυῖα καταψύξειεν, ἴδω δ’ ὑψαύχενα κούρην,

### book 15.270.3

ναὶ δαμάλη, ναὶ μόςχε, δίχα φθονεροῖο χιτῶνος.

### book 15.270.4

οὔ πώ μοι, Κυθέρεια, τόση̣ν ᾤκτειρας ἀνάγκην;

### book 15.273a

[..............]α τί̣ β[ουκόλον ......

### book 15.274

Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,

### book 15.275

οὐ βόας Ἠελίοιο κατ’ οὔρεα ταῦτα νομεύω,

### book 15.1

οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.

### book 15.2

παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·

### book 15.3

οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·

### book 15.4

Τιθωνὸς ῥοδόεις πέλε βουκόλος, ὃν διὰ μορφὴν

### book 15.280.1

δίφρον ἑὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς·

### book 15.280.2

καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος

### book 15.280.3

φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.

### book 15.280.4

δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω

### book 15.280.5

ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·

### book 15.285.1

ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρα τις εἴπῃ·

### book 15.285.2

‘Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει‘.“

### book 15.285.3

ὣς φάτο καὶ λιτάνευε, φίλων δ’ ἐδράξατο γούνων

### book 15.285.4

χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι

### book 15.285.5

ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δ’ ὑπεμέμφετο σιγῇ.

### book 15.290.1

καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων

### book 15.290.2

κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,

### book 15.290.3

καὶ δόρυ θοῦρον ἄειρε, πόθου δ’ ὑπὸ μείζονι κέντρῳ

### book 15.290.4

κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,

### book 15.290.5

καὶ κύσε δίκτυα κοῦφα καὶ οὐ πνείοντας ὀιστούς,

### book 15.295.1

χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,

### book 15.295.2

καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·

### book 15.1

καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ·

### book 15.2

„πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ

### book 15.298.1

Πύρρης,

### book 15.298.2

ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.

### book 15.1

Δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·

### book 15.2

αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων

### book 15.3

ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.“

### book 15.4

ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης

### book 15.5

μάρτυν ἑῆς ὀδύνης γαμίην ἐμελίζετο μολπήν.

### book 15.305.1

παρθενικὴ δ’ ἀγόρευεν ἐπεγγελόωσα νομῆι·

### book 15.305.2

„ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν·

### book 15.305.3

πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.

### book 15.305.4

ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ

### book 15.305.5

παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις

### book 15.310.1

ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου

### book 15.310.2

ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.“

### book 15.310.3

ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.

### book 15.310.4

αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,

### book 15.310.5

μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,

### book 15.315.1

πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·

### book 15.315.2

„ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ

### book 15.315.3

κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,

### book 15.315.4

οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν

### book 15

ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω

### book 15.320.1

ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.

### book 15.320.2

τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ

### book 15.320.3

τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,

### book 15.320.4

πρὸς Παφίης, μὴ πέμπε κατ’ αὐχένος, ἡμετέρην δὲ

### book 15.320.5

σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.

### book 15.325.1

αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς·

### book 15.325.2

ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,

### book 15.325.3

τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ

### book 15.325.4

καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.

### book 15.325.5

κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.

### book 15.330.1

θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν·

### book 15.330.2

ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ

### book 15.330.3

δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,

### book 15.330.4

ἐκταδὸν αὐερύοντα τεὴν μελιηδέα νευρὴν

### book 15.330.5

δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.

### book 15.335.1

θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ·

### book 15.335.2

οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,

### book 15.335.3

γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων

### book 15.335.4

ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.

### book 15.335.5

εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,

### book 15.340.1

εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ

### book 15.340.2

ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.

### book 15.340.3

ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,

### book 15.340.4

παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·

### book 15.340.5

πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,

### book 15.345.1

μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην

### book 15.345.2

χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρα τις εἴπῃ·

### book 15.345.3

‘παρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε.‘ μηδὲ θανόντος

### book 15.345.4

αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,

### book 15.345.5

ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·

### book 15.1

ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου

### book 15.2

πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.

### book 15.3

δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν· ὑψόθι τύμβου

### book 15.4

ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω

### book 15.5

ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,

### book 15.355.1

εἰαρινήν τε φύτευε μινυνθαδίην ἀνεμώνην

### book 15.355.2

πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.

### book 15.355.3

εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,

### book 15.355.4

βαιὸν ἐμοὶ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις

### book 15.355.5

ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,

### book 15.360.1

χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ·

### book 15.360.2

‘ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς

### book 15.360.3

παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα‘.“

### book 15.360.4

ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ

### book 15.360.5

λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης

### book 15.365.1

καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ

### book 15.365.2

κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,

### book 15.365.3

ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος

### book 15.365.4

φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης

### book 15

μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.

### book 15.370.1

ἀλλ’ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ

### book 15.370.2

ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,

### book 15.370.3

μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ

### book 15.370.4

Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη·

### book 15.370.5

Νηιάδες δ’ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων

### book 15.375.1

δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.

### book 15.375.2

κούρη δ’ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,

### book 15.375.3

μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,

### book 15.375.4

Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ·

### book 15.375.5

ἀμφὶ δὲ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης

### book 15.380.1

Ἀστακίδος μέμψαντο Κυβηλίδες ἤθεα νύμφης,

### book 15.380.2

αἴλινα δ’ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ

### book 15.380.3

Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.

### book 15.380.4

καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης

### book 15.380.5

τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,

### book 15.385.1

παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.

### book 15.385.2

ὄμμασι δ’ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων

### book 15.385.3

Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστ̣ενε Ῥείη,

### book 15.385.4

μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου

### book 15

ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.

### book 15.390.1

καὶ δρύες ἐφθέγξαντο· ‘τί σοι τόσον ἤλιτε βούτης;

### book 15.390.2

μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.‘

### book 15.390.3

ἔδρακε δ’ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,

### book 15.390.4

ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,

### book 15.390.5

καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,

### book 15.395.1

μέμψατο δ’ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ

### book 15.395.2

Ὕμνον ἐποικτείροντος ἐλείβετ̣ο δάκρυα ταύρου,

### book 15.395.3

καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς

### book 15.395.4

ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι·

### book 15.395.5

„βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.

### book 15.1

παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων

### book 15.2

πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος

### book 15.3

αἵματι χα̣λκὸν ἔβαψε καὶ ἔσβεσε πυρσὸν Ἐρώτων—

### book 15.4

βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη—

### book 15.5

καὶ Νύμφ̣ας ἀκάχησεν, ὀρειά̣δος οὐ κλύε πέτρης,

### book 15.405.1

οὐ πτελέ̣ης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην

### book 15.405.2

λισσομένην· ‘μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα‘.“

### book 15.1

καὶ λύκος ἔστενεν Ὕμνο̣ν̣, ἀμειδέες ἔστενον ἄρκτοι,

### book 15.2

καὶ βλοςυροῖς βλεφάροισι λέω̣ν̣ ὠδύρετο βούτην·

### book 15.3

„βούτης καλὸς ὄλω̣λε, καλὴ δέ μιν ἔκτανε κο̣ύρη.

### book 15.410.1

ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι,

### book 15.410.2

ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης

### book 15.410.3

θηλυτέ̣ρ̣ῃ̣ π̣α̣λάμῃ δε̣δαϊγμένος. ἐς τίνα λόχμην

### book 15.410.4

ἴχνος ἄγω; ςώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.

### book 15.410.5

βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.

### book 15.415.1

χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί,

### book 15.415.2

χαίρετε, Νηιάδες καὶ Ἁμαδρύες.“ ἀμφότεροι δὲ

### book 15.415.3

Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· „αὐλὸς ἀλάσθω.

### book 15.415.4

πῇ Νέμεσις; πῇ Κύπρις; Ἔρως, μὴ ψαῦε φαρέτρης·

### book 15.415.5

σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.“

### book 15.420.1

δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων

### book 15.420.2

γνωτῇ Φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ

### book 15

Ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.

### book 16.1.1

Οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,

### book 16.1.2

ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων

### book 16.1.3

θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ

### book 16.1.4

ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.

### book 16.5.1

καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης

### book 16.5.2

ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,

### book 16.5.3

γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.

### book 16.5.4

οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ

### book 16.5.5

ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ

### book 16.10.1

τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου

### book 16.10.2

ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις

### book 16.10.3

νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην

### book 16.10.4

ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.

### book 16.10.5

ἤιε δ’ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,

### book 16.15.1

πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης

### book 16.15.2

εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,

### book 16.15.3

πῇ δὲ παρελκομένων πλοκάμων σ̣τ̣ί̣λ̣β̣οντα δοκεύων

### book 16.1

αὐχένα γυμνωθέντα, σέλας πέμποντα̣ Σελήνης·

### book 16.2

καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·

### book 16.20.1

παπταίνων δ’ ἐς Ὄ̣λ̣υ̣μ̣πον ἐρωτοτόκῳ̣ φάτο φωνῇ·

### book 16.20.2

„ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη,

### book 16.20.3

ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ

### book 16.20.4

παρθενικῆς ἀγάμοιο μύρο̣υ̣ πνείουσι χαμε̣ῦναι·

### book 16.20.5

ψαύσω καὶ σταλίκων̣ καὶ δίκτυα χερσὶ πετάσσω·

### book 16.25.1

ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω.

### book 16.25.2

εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν

### book 16.25.3

θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς̣,

### book 16.25.4

κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω,

### book 16.25.5

ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης

### book 16.30.1

θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης

### book 16.30.2

παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ

### book 16.30.3

ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ

### book 16.30.4

οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης

### book 16.30.5

βότρυν ἀερτάζων ἱκετήσιον. ἢν δὲ χαλέψῃ

### book 16.35.1

παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ,

### book 16.35.2

μὴ βέλος αὐερύσειε μιαιφόνον, αἰδομένη δὲ

### book 16.35.3

ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ·

### book 16.1

πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἢν δ’ ἐθελήσῃ,

### book 16.2

ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,

### book 16.40.1

σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης

### book 16.40.2

οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ

### book 16.40.3

δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω

### book 16.40.4

δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ,

### book 16.40.5

Κυπριδίου καμάτοιο παρήγορα παρθενικὴ γὰρ

### book 16.45.1

κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη,

### book 16.45.2

Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς·

### book 16.45.3

ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ

### book 16.45.4

ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.

### book 16.45.5

ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·

### book 16.1

εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς,

### book 16.2

καί κεν ἐγὼ Τυρίοιο δι’ ὕδατος ὑγροπόρος βοῦς

### book 16.3

ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων

### book 16.4

ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δὲ

### book 16.5

νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης

### book 16.55.1

δεξιτερὴ πάνλευκος ἐμῆς δράξοιτο κεραίης.

### book 16.55.2

ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω

### book 16.55.3

κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,

### book 16.1

ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω

### book 16.2

Αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.

### book 16.60.1

οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ

### book 16.60.2

νύμφη πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,

### book 16.60.3

μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.

### book 16.60.4

αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὐτὴ

### book 16.60.5

παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.

### book 16.65.1

μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων

### book 16.65.2

ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,

### book 16.65.3

αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω

### book 16.65.4

ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης·

### book 16.65.5

ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην

### book 16.70.1

χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.“

### book 16.70.2

τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.

### book 16.70.3

καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων

### book 16.70.4

ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,

### book 16.70.5

καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·

### book 16.75.1

„ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν·

### book 16.75.2

μὴ σέο κάλλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ

### book 16.75.3

παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς·

### book 16.75.4

ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ

### book 16.75.5

ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·

### book 16.80.1

εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς,

### book 16.80.2

ἀθρήσας δ’ ὑάκινθον ἴδον κυανόχροα χαίτην.

### book 16.80.3

δέξο με θηρεύοντα συνέμπορον· ἢν δ’ ἐθελήσῃς,

### book 16.80.4

αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω

### book 16.80.5

ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,

### book 16.85.1

αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ

### book 16.85.2

δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;

### book 16.85.3

τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ

### book 16.85.4

αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.

### book 16.85.5

οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ

### book 16.90.1

Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.

### book 16.90.2

παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδον ὗλαι;

### book 16.90.3

σῶν ἐρατῶν μελέων περιφείδεο, μηδ’ ἐπὶ πέτραις

### book 16.90.4

ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.

### book 16.90.5

ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ἐν δὲ μελάθρῳ

### book 16.95.1

αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω

### book 16.95.2

δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω

### book 16.95.3

φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης

### book 16.95.4

γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις

### book 16.95.5

νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·

### book 16.1

Μυγδονίης δ’ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω

### book 16.2

γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἴη,

### book 16.3

σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ὀπάσσω,

### book 16.4

ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὓς ἀτιτάλλει

### book 16

ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,

### book 16.105.1

καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω·

### book 16.105.2

καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω

### book 16.105.3

ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὃς πάρος ἔγνω

### book 16.105.4

καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.

### book 16.105.5

εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,

### book 16.110.1

ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,

### book 16.110.2

καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι

### book 16.110.3

κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.

### book 16.110.4

παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου

### book 16.110.5

βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,

### book 16.115.1

μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,

### book 16.115.2

μὴ πλοκάμους χαρίεντας ἀμαλδύνωσιν ἀῆται·

### book 16.115.3

εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ἐν πετάλοις ὑακίνθου,

### book 16.115.4

γείτονι σεῖο κάρηνον ἐρεισαμένη κυπαρίσσῳ,

### book 16.115.5

ἀθανάτοις πισύροισιν ὅπως ἕνα κῶμον ἀνάψῃς,

### book 16.120.1

Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.

### book 16.120.2

ληιδίην δ’ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν

### book 16.120.3

παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην

### book 16.120.4

κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;

### book 16

νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;

### book 16.125.1

Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὰς

### book 16.125.2

δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,

### book 16.125.3

ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,

### book 16.125.4

ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος Ἰοχεαίρης,

### book 16.125.5

εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ

### book 16.130.1

Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.

### book 16.130.2

σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο

### book 16.130.3

ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.

### book 16.130.4

ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω

### book 16.130.5

θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης

### book 16.135.1

Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.

### book 16.135.2

τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;

### book 16.135.3

εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών,

### book 16.135.4

ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὄφρα κεν εἴης

### book 16.135.5

Πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.

### book 16.140.1

δέξο καί, ἢν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,

### book 16.140.2

νεβροφόνος τε γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν ...

### book 16.140.3

ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην

### book 16.140.4

πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.“

### book 16

ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,

### book 16.145.1

τοῖον ἔπος βοόων· ‘μένε, παρθένε, Βάκχον ἀκοίτην.‘

### book 16.145.2

ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν

### book 16.145.3

παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·

### book 16.145.4

„ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.

### book 16.145.5

εἰ δύνασαι Γλαυκῶπιν ἢ Ἄρτεμιν ἐς γάμον ἕλκειν,

### book 16.1

καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην·

### book 16.2

εἰμὶ γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει

### book 16.3

ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης

### book 16.4

καὶ νόον οὐ θέλξειας ἀπειθέος Ἰοχεαίρης,

### book 16.5

δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω

### book 16.155.1

ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην,

### book 16.155.2

μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.

### book 16.155.3

οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ

### book 16.155.4

γυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ,

### book 16.155.5

υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,

### book 16.160.1

καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω

### book 16.160.2

σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ

### book 16.160.3

χαλκείοις κεράμοισι μετ’ Ἄρεα καὶ σὲ φυλάξω,

### book 16.1

ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης

### book 16.2

ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.

### book 16.165.1

χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης·

### book 16.165.2

τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ

### book 16.165.3

εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω

### book 16.165.4

Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης

### book 16.165.5

νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.

### book 16.170.1

οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις·

### book 16.170.2

εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἂν ἀκοίτην

### book 16.170.3

ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ

### book 16.170.4

εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δ’ ἐφυλάσσετο παστῷ

### book 16.170.5

νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,

### book 16.175.1

ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων·

### book 16.175.2

ἀλλ’ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι οὐδὲ καὶ αὐτὸν

### book 16.175.3

πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι,

### book 16.175.4

ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.

### book 16.175.5

τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην

### book 16.180.1

Λητοΐδης ἐδίωκε καὶ ὡς Ἥφαιστος Ἀθήνην·

### book 16.180.2

τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ

### book 16.180.3

ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.“

### book 16.180.4

ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δ’ ὑπὸ φορβάδα λόχμην

### book 16.180.5

παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ

### book 16.185.1

σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ,

### book 16.185.2

τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ

### book 16.1

ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.

### book 16.2

καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων

### book 16.3

σύννομον ἰσοκέλευθον ἑῶν ξυνήονα μόχθων,

### book 16.190.1

Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ·

### book 16.190.2

„τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ,

### book 16.190.3

Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος

### book 16.190.4

παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;

### book 16.190.5

ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;

### book 16.195.1

παρθένον ἡμετέρην ἔτι δίζεο, μηδ’ ἐνὶ πέτραις

### book 16.195.2

Βάκχον ἀλητεύοντα κατ’ οὔρεα μοῦνον ἐάσσῃς·

### book 16.195.3

μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης

### book 16.195.4

πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.

### book 16.195.5

κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεκα μόχθων

### book 16.1

δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης

### book 16.2

αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω

### book 16.3

ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς

### book 16.4

βότρυος εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.

### book 16

τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνοις

### book 16.205.1

σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ.

### book 16.205.2

εἰ θέμις, οἰκτείρων με σαόφρονι μέμφεο κούρῃ,

### book 16.205.3

δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης,

### book 16.205.4

ὅττι με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει·

### book 16.205.5

μέμφεο δ’ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ.

### book 16.210.1

φοιταλέην δὲ δίωκε δι’ οὔρεος ἄστατον Ἠχώ,

### book 16.210.2

μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην·

### book 16.210.3

μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,

### book 16.210.4

μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.

### book 16.210.5

παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ

### book 16.215.1

ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ·

### book 16.215.2

ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω

### book 16.215.3

ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.

### book 16.215.4

Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ

### book 16.215.5

σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.

### book 16.220.1

ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην

### book 16.220.2

ἴλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην

### book 16.220.3

καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὗτος ἀλήτης

### book 16.220.4

θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ.

### book 16.220.5

παρθενικὴν μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·

### book 16.225.1

‘καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.‘

### book 16.225.2

εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων

### book 16.225.3

ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.“

### book 16.1

ἔννεπεν ἄγχι φυτοῖο· δι’ εὐπετάλου δὲ κορύμβου

### book 16.2

φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου

### book 16.230.1

ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν·

### book 16.230.2

„ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι Ἰοχεαίρῃ

### book 16.230.3

ἐνθάδε θηρεύουσι, σὺ δ’ ἀγρώσσεις Ἀφροδίτῃ·

### book 16.230.4

ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην·

### book 16.230.5

Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·

### book 16.235.1

Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην.

### book 16.235.2

σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ

### book 16.235.3

εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·

### book 16.235.4

οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων,

### book 16.235.5

οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·

### book 16.240.1

Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα

### book 16.240.2

καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·

### book 16.240.3

Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων

### book 16.240.4

καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.“

### book 16.240.5

ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου,

### book 16.245.1

καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις

### book 16.245.2

ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ

### book 16.245.3

ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν

### book 16.245.4

ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,

### book 16.245.5

ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.

### book 16

καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ

### book 16.1

ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·

### book 16.2

καὶ δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου

### book 16.3

ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,

### book 16.4

καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·

### book 16.255.1

καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,

### book 16.255.2

καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,

### book 16.255.3

καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην

### book 16.255.4

ὄμματα δινεύουσα· βαρυνομένου δὲ καρήνου

### book 16.255.5

δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·

### book 16.260.1

καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ

### book 16.260.2

εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·

### book 16.260.3

καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.

### book 16.260.4

τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,

### book 16.260.5

Ὕμνον ἐποικτείρων· Νέμεσις δ’ ἐγέλασσεν ἰδοῦσα.

### book 16.265.1

καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις

### book 16.265.2

εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.

### book 16.265.3

κούρης δ’ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας

### book 16.265.4

δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης

### book 16.265.5

φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσσῃ.

### book 16.270.1

γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην

### book 16.270.2

φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,

### book 16.270.3

πολλὴν δ’ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην

### book 16.270.4

πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·

### book 16.270.5

καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ

### book 16.275.1

αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·

### book 16.275.2

καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ

### book 16.275.3

Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης

### book 16.275.4

ἀμφοτέρους τ’ ἐπύκαζεν· ἑλινοφόρῳ δὲ κορύμβῳ

### book 16.275.5

ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ

### book 16.280.1

πλεκτὸν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.

### book 16.280.2

καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς

### book 16.280.3

Ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης

### book 16.280.4

παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων

### book 16.280.5

Ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.

### book 16.285.1

† πολλὴ δ’ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης

### book 16.285.2

ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,

### book 16.285.3

καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων

### book 16.285.4

αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,

### book 16.285.5

Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων

### book 16.290.1

αὐλὸς ἐπεσμαράγησεν ὑμηνυμέναια λιγαίνων·

### book 16.290.2

‘ἱμερόεις γάμος οὗτοσ‘ ὀρεστιὰς ἴαχε πεύκη.

### book 16.290.3

ψυχὴ δ’ ἠνεμόφοιτος ἀναΐξασα νομῆος

### book 16.290.4

παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις·

### book 16.290.5

„εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·

### book 16.295

νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ·

### book 16.1

λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη·

### book 16.2

κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.

### book 16.3

παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ·

### book 16.4

παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.

### book 16.1

οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆος·

### book 16.2

οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.“

### book 16.3

ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ

### book 16.4

ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,

### book 16.5

Ταρταρίην δ’ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,

### book 16.305.1

Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.

### book 16.305.2

καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,

### book 16.305.3

ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν

### book 16.305.4

μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.

### book 16.305.5

καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ

### book 16.310.1

θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων

### book 16.310.2

Βακχείην ἀγόρευεν ἰδὼν εὐπάρθενον εὐνήν·

### book 16.310.3

„Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς ἀφροδίτην·

### book 16.310.4

καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;

### book 16.310.5

καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις

### book 16.315.1

ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;

### book 16.315.2

Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος

### book 16.315.3

ποιμενίην τ’ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ

### book 16.315.4

λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;

### book 16

ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.“

### book 16.320.1

οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν·

### book 16.320.2

„αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου·

### book 16.320.3

αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω·

### book 16.320.4

καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων

### book 16.320.5

ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.

### book 16.325.1

ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ

### book 16.325.2

ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ

### book 16.325.3

παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.

### book 16.325.4

φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν,

### book 16.325.5

ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ

### book 16.330.1

εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.

### book 16.330.2

μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων·

### book 16.330.3

Σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους

### book 16.330.4

καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου

### book 16.330.5

αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ

### book 16.335.1

φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.

### book 16.335.2

νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,

### book 16.335.3

ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης

### book 16.335.4

εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.“

### book 16.335.5

τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,

### book 16.340.1

ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου.

### book 16.340.2

καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς

### book 16.1

ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.

### book 16.2

νύμφη δ’ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ,

### book 16.3

Ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,

### book 16.345.1

ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ

### book 16.345.2

ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,

### book 16.345.3

καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου

### book 16.345.4

ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην

### book 16.345.5

νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,

### book 16.1

κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν

### book 16.2

μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.

### book 16.3

καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ

### book 16.4

μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ·

### book 16.5

„ὤμοι παρθενίης, τὴν ἥρπασεν εὔιον ὕδωρ·

### book 16.355.1

ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων·

### book 16.355.2

ὤμοι παρθενίης, τὴν ἥρπασε Βάκχος ἀλήτης.

### book 16.355.3

ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.

### book 16.355.4

Νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ

### book 16.355.5

ὕπνος, ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην ...

### book 16.360.1

παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις; ἀλλὰ καὶ αὐτὴ

### book 16.360.2

τίπτε μοι οὐ φυγόδεμνος ὅλον δόλον ἔννεπεν Ἠχώ;

### book 16.360.3

τίπτε μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,

### book 16.360.4

οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·

### book 16.360.5

‘παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ‘;“

### book 16.365.1

ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.

### book 16.365.2

καί ποτε μὲν μενέαινε κατ’ αὐχένος ἆορ ἐρεῖσαι,

### book 16.365.3

ἄλλοτε δ’ αὐτοκύλιστος ἀπ’ οὔρεος ἤθελε πίπτειν

### book 16.365.4

ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·

### book 16.365.5

καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,

### book 16.370.1

εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου

### book 16.370.2

λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.

### book 16.370.3

καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ

### book 16.370.4

αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.

### book 16.370.5

πολλάκι δ’ ὄμμα τίταινε δι’ οὔρεος, εἴ που ἐφεύροι

### book 16.375.1

ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσου,

### book 16.375.2

ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ

### book 16.375.3

δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην

### book 16.375.4

ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.

### book 16.375.5

πολλάκι δ’ ἀθρήσασα δι’ οὔρεος ἴχνια Βάκχου

### book 16.380.1

ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·

### book 16.380.2

πολλάκι δ’ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη,

### book 16.380.3

ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·

### book 16.380.4

ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.

### book 16.380.5

καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς

### book 16.385.1

χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·

### book 16.385.2

ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,

### book 16.385.3

ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.

### book 16.385.4

καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ

### book 16.385.5

οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.

### book 16.390.1

δίζετο δ’ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου

### book 16.390.2

θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,

### book 16.390.3

μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.

### book 16.390.4

ἀρχαίην δ’ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,

### book 16.390.5

αἰδομένη μετὰ λέκτρα φανήμεναι Ἰοχεαίρῃ.

### book 16.395.1

καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου

### book 16.395.2

γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης

### book 16.395.3

θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,

### book 16.395.4

καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης·

### book 16.395.5

ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,

### book 16.1

ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς,

### book 16.2

κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,

### book 16.3

τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.

### book 16.4

καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ

### book 16.5

τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης

### book 16.405

Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.

### book 17.1.1

Οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ

### book 17.1.2

ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν

### book 17.1.3

ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις·

### book 17.1.4

ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ

### book 17.5.1

εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος,

### book 17.5.2

παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσσας

### book 17.5.3

οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεναίους.

### book 17.5.4

καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης

### book 17.5.5

οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ·

### book 17.10.1

ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου

### book 17.10.2

θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς

### book 17.10.3

μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ·

### book 17.10.4

κάλλεϊ δ’ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης

### book 17.10.5

Ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.

### book 17.15.1

καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν ἐνυώ,

### book 17.15.2

οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ

### book 17.15.3

κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων

### book 17.1

Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας

### book 17.2

ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης,

### book 17.20.1

ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων,

### book 17.20.2

ἡμερίδων τελαμῶνι κατάσκιον ἥλικι κισσῷ· ...

### book 17.20.3

Ἠῴην ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ.

### book 17.20.4

καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων,

### book 17.20.5

θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ

### book 17.25.1

ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας

### book 17.25.2

ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων,

### book 17.25.3

Σιληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης,

### book 17.25.4

ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ

### book 17.25.5

Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν ...

### book 17.30.1

Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν

### book 17.30.2

ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην. ...

### book 17.30.3

ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ

### book 17.30.4

ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων

### book 17.30.5

χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων

### book 17.35.1

Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,

### book 17.35.2

ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα.

### book 17.35.3

ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ

### book 17.35.4

βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην

### book 17.35.5

Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ,

### book 17.40.1

Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,

### book 17.40.2

Γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων

### book 17.40.3

ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα

### book 17.40.4

αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην

### book 17.40.5

ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμήν·

### book 17.46.1

καὶ μίαν εἰροπόκων ὀίων ἀνελύσατο μάνδρης,

### book 17.46.2

ὄφρα κε δαιτρεύσειε θυηπολίην Διονύσῳ·

### book 17.46.3

ἀλλὰ θεὸς κατέρυκε· γέρων δ’ ἐπεπείθετο Βάκχου

### book 17.46.4

νεύμασιν ἀτρέπτοισιν, ὄιν δ’ ἄψαυστον ἐάσσας

### book 17.1

ποιμενίην τινα δαῖτα θελήμονι θῆκε Λυαίῳ,

### book 17.2

τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης

### book 17.45

εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,

### book 17.52.1

οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου,

### book 17.52.2

κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας

### book 17.52.3

ὥπλισεν Ἡρακλῆι· χύδην δ’ ἐπέβαλλε τραπέζῃ

### book 17.55.1

εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης

### book 17.55.2

Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,

### book 17.55.3

πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,

### book 17.55.4

ἰκμαλέον, τροχόεντα· θεὸς δ’ ἐγέλασσε δοκεύων

### book 17.55.5

ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι

### book 17.60.1

ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης

### book 17.60.2

δαρδάπτων ἀκόρητος· ἀεὶ δ’ ἐμνώετο κείνην

### book 17.60.3

εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης

### book 17.60.4

μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.

### book 17.60.5

καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,

### book 17.65.1

πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης

### book 17.65.2

ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.

### book 17.65.3

ἀλλ’ ὅτε Βάκχος ἄναξ νομίης ἐκορέσσατο φορβῆς,

### book 17.65.4

δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου

### book 17.65.5

ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ

### book 17.70.1

Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,

### book 17.70.2

ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,

### book 17.70.3

καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ ....

### book 17.74

„δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·

### book 17.75.1

οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,

### book 17.75.2

νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων

### book 17.75.3

Ζῆνα μέγαν κατ’ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.

### book 17.75.4

ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ

### book 17.75.5

μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν

### book 17.80.1

ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.“

### book 17.80.2

ὣς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης

### book 17.80.3

μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην·

### book 17.80.4

καί μιν ἄναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς

### book 17.80.5

κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,

### book 17.85.1

γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου,

### book 17.85.2

βότρυος οἰνοτόκοιο νέους ὄρπηκας ἀέξειν.

### book 17.85.3

καλλείψας δὲ νομῆα καὶ ἀγριάδος ῥάχιν ὕλης

### book 17.85.4

εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν·

### book 17.85.5

καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων

### book 17.90.1

ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις.

### book 17.90.2

διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,

### book 17.90.3

Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,

### book 17.90.4

πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,

### book 17.90.5

λαὸν ἀολλίζων· βριαροὺς δ’ ἐμέθυσσε μαχητάς,

### book 17.95

θερμοτέροις ἐς ἄρηα νοήμασιν ἀνέρας ἕλκων

### book 17.1

Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.

### book 17.2

τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν·

### book 17.3

Ἀστράεις δ’ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ

### book 17.4

Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·

### book 17.1

„γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος,

### book 17.2

κλῦθι καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω

### book 17.3

νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.

### book 17.4

Ἰνδοῖς καὶ Σατύροισιν ἔην μόθος· ἔβρεμε δ’ ἠχὴ

### book 17.5

Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ

### book 17.105.1

ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων

### book 17.105.2

Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς·

### book 17.105.3

ἵστατο δ’ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης

### book 17.105.4

χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδ’ ἐπὶ νευρῇ

### book 17.105.5

εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·

### book 17.110.1

ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ

### book 17.110.2

φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο

### book 17.110.3

εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην

### book 17.110.4

ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ

### book 17.110.5

καύματι διψώοντες ὅσοι πίον αἴθοπες Ἰνδοί,

### book 17.115.1

ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην·

### book 17.115.2

καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ

### book 17.1

ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις·

### book 17.2

ἄλλοι δ’ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις

### book 17.3

νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,

### book 17.120.1

Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ.

### book 17.120.2

τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου

### book 17.120.3

δούλιον ἐς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες

### book 17.120.4

βριθομένους μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων

### book 17.120.5

ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,

### book 17.125.1

οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου ...

### book 17.125.2

ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ,

### book 17.125.3

χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ

### book 17.125.4

μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,

### book 17.125.5

χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.

### book 17.130.1

ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην

### book 17.130.2

κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου

### book 17.130.3

ζωγρήσῃ δόλος ἄλλος ἐν ἄρεϊ λείψανον Ἰνδῶν.“

### book 17.130.4

ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,

### book 17.130.5

καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ

### book 17.135.1

ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.

### book 17.135.2

ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,

### book 17.135.3

τόφρα δὲ Βασσαρίδες πολυκαμπέος ὑψόθι Ταύρου

### book 17.135.4

εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι

### book 17

ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων

### book 17.140.1

ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης

### book 17.140.2

ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ

### book 17.140.3

ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι

### book 17.140.4

Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.

### book 17.140.5

καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ

### book 17.145.1

Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν

### book 17.145.2

μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ

### book 17.145.3

δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,

### book 17.145.4

σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·

### book 17.145.5

ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς

### book 17.1

ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην

### book 17.2

μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους

### book 17.3

δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,

### book 17.4

κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς

### book 17.5

ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,

### book 17.155.1

ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος,

### book 17.155.2

δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,

### book 17.155.3

τεύχων κῶμον Ἄρηι θαλύσια καὶ Διονύσῳ,

### book 17.155.4

τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ

### book 17.155.5

καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ,

### book 17.160

λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ,

### book 17.1

καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων·

### book 17.2

ἄλλου δ’ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,

### book 17.3

χερσὶν ὁμοπλεκέεσσιν ἐπ’ αὐχένι δεσμὸν ἑλίξας,

### book 17.4

δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,

### book 17.165.1

δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος·

### book 17.165.2

ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων

### book 17.165.3

μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου.

### book 17.165.4

καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης

### book 17.165.5

μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·

### book 17.170.1

„δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν ἐνυώ·

### book 17.170.2

ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου·

### book 17.170.3

μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,

### book 17.170.4

μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,

### book 17.170.5

Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου

### book 17.175.1

μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ.

### book 17.175.2

δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ

### book 17.175.3

ἀμφαδίην πότε Βάκχος ἐμοὶ στήσειεν ἐνυώ;

### book 17.175.4

εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,

### book 17.175.5

οἵους Δηριάδης προμάχους ἐς ἄρηα κορύσσει.

### book 17.180.1

μαρνάσθω πετάλοισιν, ἐγὼ δ’ αἴθωνι σιδήρῳ.

### book 17.180.2

χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις

### book 17.180.3

Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν

### book 17.180.4

σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω

### book 17

θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·

### book 17.185.1

οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσσας

### book 17.185.2

Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.

### book 17.185.3

ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,

### book 17.185.4

ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ

### book 17.185.5

κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.

### book 17.190.1

σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω

### book 17.190.2

ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.“

### book 17.190.3

ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,

### book 17.190.4

Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη

### book 17.190.5

τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,

### book 17.195.1

οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων·

### book 17.195.2

φεῦγε δ’ ἄρ’ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν

### book 17.195.3

Σιληνῶν παρέμιμνεν· ἀελλήεντι δὲ ταρσῷ

### book 17.195.4

γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος

### book 17.195.5

ἀντία Κενταύρων ἀνεμώδεα λᾶαν ἀείρων,

### book 17.1

καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος

### book 17.2

ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,

### book 17.3

καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,

### book 17.4

ψευδαλέον μίμημα τετυγμένον ἠθάδι γύψῳ,

### book 17

ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·

### book 17.205.1

καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ

### book 17.205.2

εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων

### book 17.205.3

ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.

### book 17.205.4

Κενταύρου δ’ ἑτέροιο δι’ εὐκεράοιο καρήνου

### book 17.205.5

ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου

### book 17.210.1

ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην·

### book 17.210.2

καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ

### book 17.210.3

ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην·

### book 17.210.4

καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,

### book 17.210.5

εἱλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου·

### book 17.215.1

καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων

### book 17.215.2

τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος,

### book 17.215.3

κρᾶτα τυπείς. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς

### book 17.215.4

στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ

### book 17.215.5

αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·

### book 17.220.1

τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ

### book 17.220.2

πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται·

### book 17.220.3

καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ

### book 17.220.4

δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,

### book 17.220.5

γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.

### book 17.225

καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην

### book 17.1

καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,

### book 17.2

ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν

### book 17.3

συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.

### book 17.4

καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,

### book 17.230.1

θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.

### book 17.230.2

ἄμφω δ’ ἐς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν

### book 17.230.3

ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου

### book 17.230.4

κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης

### book 17.230.5

θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·

### book 17.235.1

οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου

### book 17.235.2

ταυροφυῆ τύπον εἶχε † Σεληναίοιο μετώπου

### book 17.235.3

τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,

### book 17.235.4

ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὗ ποτε κόψας

### book 17.235.5

Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος

### book 17.240.1

οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,

### book 17.240.2

δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,

### book 17.240.3

ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου

### book 17.240.4

ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ

### book 17.240.5

δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

### book 17.245.1

νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιπόρου δὲ

### book 17.245.2

πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου

### book 17.1

Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου

### book 17.2

ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·

### book 17.3

„οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,

### book 17.1

εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,

### book 17.2

εἰ δύνασαι, προμάχιζε· καὶ εἰ μερόπων φρένα τέρπεις

### book 17.3

πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.

### book 17.4

ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει

### book 17.5

ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδὸς Ὑδάσπης.

### book 17.255.1

οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,

### book 17.255.2

ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·

### book 17.255.3

οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.

### book 17.255.4

φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ

### book 17.255.5

θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ

### book 17.260.1

Σιληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,

### book 17.260.2

σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.“

### book 17.260.3

εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ

### book 17.260.4

Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ

### book 17.260.5

τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ

### book 17.265.1

ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ·

### book 17.265.2

οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,

### book 17.265.3

οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος

### book 17.265.4

ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης·

### book 17.265.5

Ἠῴην δ’ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς

### book 17.270

ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·

### book 17.1

„Ἠέλιε, φλογεροῖο δι’ ἅρματος αἰθέρα τέμνων,

### book 17.2

γείτονα † καὶ κυθέην ὑπὲρ αὔλακα φέγγος ἰάλλων

### book 17.3

στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι

### book 17.4

Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην

### book 17.275.1

καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ

### book 17.275.2

νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου,

### book 17.275.3

καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·

### book 17.275.4

εἰπὲ δέ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν

### book 17.275.5

λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.

### book 17.280.1

εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,

### book 17.280.2

ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,

### book 17.280.3

Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.

### book 17.280.4

οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω

### book 17.280.5

ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,

### book 17.285.1

ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ

### book 17.285.2

Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.“

### book 17.285.3

ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δ’ ἐνὶ γαστέρι πήξας

### book 17.285.4

αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ·

### book 17.285.5

καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.

### book 17.290.1

καί μιν ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων

### book 17.290.2

Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·

### book 17.1

„κεῖσο νέκυς ξείνοισιν ἐν ὕδασιν· ὑμέτερον δὲ

### book 17.2

Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Ὑδάσπης.

### book 17.3

ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,

### book 17.295.1

ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης

### book 17.295.2

σείων εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.

### book 17.295.3

ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ

### book 17.295.4

οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο·

### book 17.295.5

καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.

### book 17.1

ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων

### book 17.2

οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ

### book 17.3

λοίγιον· ἀνδροφόνῳ δὲ ῥόῳ καὶ χεύματι πικρῷ

### book 17.4

γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης

### book 17.5

γεύεο Κωκυτοῖο, καί, ἢν ἐθέλῃς, πίε Λήθην,

### book 17.305.1

ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.“

### book 17.305.2

ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ

### book 17.305.3

κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·

### book 17.305.4

καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ

### book 17.305.5

ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.

### book 17.310.1

τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,

### book 17.310.2

Νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα Δάφνης

### book 17.310.3

ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι τύμβου·

### book 17.310.4

‘Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,

### book 17

αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.‘

### book 17.315.1

οὐδὲ μόθου τέλος ἦεν ἀτερπέος· ἡμιτελὴς γὰρ

### book 17.315.2

ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ

### book 17.315.3

Ἰνδὸς ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ

### book 17.315.4

Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀπειλῆς

### book 17.315.5

Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,

### book 17.320.1

δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις,

### book 17.320.2

ἄρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου

### book 17.320.3

δυσμενέες δρυόεντι κατεκτείνοντο βελέμνῳ

### book 17.320.4

φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης

### book 17.320.5

ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου

### book 17.325.1

Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ

### book 17.325.2

στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ

### book 17.325.3

ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.

### book 17.325.4

ἄλλων δ’ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ

### book 17.325.5

σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες

### book 17.330.1

μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δὲ Βάκχαι

### book 17.330.2

ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.

### book 17.330.3

καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· ἐν δὲ κυδοιμοῖς

### book 17.330.4

Βάκχοι μὲν θεράποντες ἑλινοφόρου Διονύσου

### book 17.330.5

τυπτόμενοι πελέκεσσι καὶ ἀμφιτόμοισι μαχαίραις

### book 17.335.1

πάντες ἔσαν πυργηδὸν ἀπήμονες· αἰνόμοροι δὲ

### book 17.335.2

δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·

### book 17.335.3

ἑξείης δ’ ἐπέπηκτο τανυπτόρθοις ἐνὶ δένδροις

### book 17.335.4

Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη

### book 17.335.5

τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,

### book 17.340.1

Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις

### book 17.340.2

πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,

### book 17.340.3

μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.

### book 17.340.4

καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,

### book 17.340.5

Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·

### book 17.345.1

τύμπανα δ’ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί·

### book 17.345.2

κύμβαλα δ’ ἐκροτάλιζε, καὶ αὐχένα κάμψε Λυαίῳ

### book 17.345.3

Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δ’ ἐνὶ δέρματι νεβρῶν

### book 17.345.4

ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων·

### book 17.345.5

χαλκοβαρὴς δ’ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.

### book 17.1

καί τις ἀρειμανέων Σατύρων πρόμος ἀνέρα βάλλων

### book 17.2

εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος

### book 17.3

χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.

### book 17.4

ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ

### book 17.5

νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου

### book 17.355.1

Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας,

### book 17.355.2

ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.

### book 17.355.3

τόφρα δ’ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων

### book 17.1

Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ,

### book 17.2

τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην,

### book 17.360.1

τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην

### book 17.360.2

αἷμα περιθλίβων· κινυρὴν δ’ ἰήσατο Βάκχην

### book 17.360.3

συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης

### book 17.360.4

ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.

### book 17.360.5

ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ

### book 17.365.1

εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων

### book 17.365.2

αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην·

### book 17.365.3

ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας

### book 17.365.4

ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,

### book 17.365.5

ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·

### book 17.370.1

καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης

### book 17.370.2

δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,

### book 17.370.3

χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα Βάκχου·

### book 17.370.4

ἄλλους δ’ οὐταμένους ἰήσατο Φοιβάδι φωνῇ,

### book 17.370.5

φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,

### book 17.377

πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.

### book 17.375.1

ὣς ὁ μὲν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ

### book 17.375.2

ἤδη βαρβαρόφωνος † ἐπαύσατο Ἰνδὶς ἐνυώ.

### book 17.378

καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς

### book 17

Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα Ταύρου

### book 17.380.1

δυσμενέες νόστησαν ἐς Ἰνδῷον κλίμα γαίης

### book 17.380.2

ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,

### book 17.380.3

ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.

### book 17.380.4

καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων

### book 17.380.5

Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.

### book 17.385.1

καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,

### book 17.385.2

ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,

### book 17.385.3

Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.

### book 17.385.4

καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,

### book 17.385.5

χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δ’ ἅμα λαῷ

### book 17.390.1

κυανέων πόμπευεν Ἐρυθραίων ἑκὰς Ἰνδῶν,

### book 17.390.2

κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,

### book 17.390.3

Ἀρραβίης ἐπὶ πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ

### book 17.390.4

ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·

### book 17.390.5

καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,

### book 17.395.1

ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων·

### book 17.395.2

καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,

### book 17

ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.

### book 18.1.1

Ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη

### book 18.1.2

Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,

### book 18.1.3

οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου

### book 18.1.4

καὶ θρασὺν Ἰνδὸν ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.

### book 18.5.1

καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων

### book 18.5.2

ὄργιά τ’ ἀμπελόεντα καὶ εὔια θύσθλα Λυαίου

### book 18.5.3

Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων

### book 18.5.4

κοίρανος Ἀσσυρίων ἀνεμώδεος ὑψόθι δίφρου

### book 18.5.5

ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.

### book 18.10.1

τὸν μὲν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην

### book 18.10.2

πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων

### book 18.10.3

Βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος·

### book 18.10.4

καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου

### book 18.10.5

πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·

### book 18.15

καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,

### book 18.1

θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων ...

### book 18.2

καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίσσετο μύθῳ·

### book 18.3

„πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,

### book 18.4

πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ δῶμα παρέλθῃς.

### book 18.20.1

ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων,

### book 18.20.2

αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας

### book 18.20.3

Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι,

### book 18.20.4

καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,

### book 18.20.5

Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων

### book 18.25.1

Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,

### book 18.25.2

δαιτρεύσας δ’ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν·

### book 18.25.3

καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,

### book 18.25.4

μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,

### book 18.25.5

υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,

### book 18.30.1

ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.

### book 18.30.2

ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα

### book 18.30.3

ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην

### book 18.30.4

νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,

### book 18.30.5

δήιον ἀμβροσίης καὶ νέκταρος ἄνδρα πιφαύσκων;

### book 18.35

Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε 〈τραπέζῃ〉

### book 18.35a

................................ Μακελλώ·

### book 18.36.1

καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσης

### book 18.36.2

νῆσον ὅλην τριόδοντι διαρρήξας Ἐνοσίχθων,

### book 18.36.3

ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.

### book 18.36.4

καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,

### book 18.40.1

ἐς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·

### book 18.40.2

δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καὶ γενετῆρι.“

### book 18.40.3

ὣς εἰπὼν παρέπεισεν· ἑῷ δ’ ἐποχήσατο δίφρῳ,

### book 18.40.4

ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·

### book 18.40.5

καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,

### book 18.45.1

Ταυρείην δ’ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων

### book 18.45.2

ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ

### book 18.45.3

Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις

### book 18.45.4

χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία δίφρου

### book 18.45.5

ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης,

### book 18.1

θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,

### book 18.2

πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·

### book 18.3

καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,

### book 18.4

ἀμφιπερισκαίροντες ὀρίδρομον ἅρμα Λυαίου·

### book 18.5

πολλὴ δ’ ἔνθα καὶ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη

### book 18.55

δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καὶ πτύχα πέτρης

### book 18.1

στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,

### book 18.2

καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις,

### book 18.3

μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,

### book 18.4

οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης

### book 18.60.1

ποσσὶν ἐυκνήμισιν ἐπωρχήσαντο κολώνῃ,

### book 18.60.2

ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης.

### book 18.60.3

ἀλλ’ ὅτε νισομένοισι φάνη βασιλήιος αὐλὴ

### book 18.60.4

τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ,

### book 18.60.5

εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐρύξας

### book 18.65.1

εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης,

### book 18.65.2

ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ

### book 18.68

ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.

### book 18.67

ὄφρα μὲν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,

### book 18.69

τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ

### book 18.70.1

κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου,

### book 18.70.2

τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη,

### book 18.70.3

σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης·

### book 18.70.4

τοῖχοι δ’ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις,

### book 18.70.5

καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ

### book 18.75.1

λυχνὶς ἔην, λύχνοιο φερώνυμος· εἶχε καὶ αὐτὴν

### book 18.75.2

οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ

### book 18.75.3

οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ·

### book 18.75.4

αὐγὴν δ’ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης,

### book 18.75.5

καὶ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης·

### book 18.80.1

Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.

### book 18.80.2

κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων

### book 18.80.3

χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης

### book 18.80.4

ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δὲ μετάλλων

### book 18.80.5

φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·

### book 18.85.1

καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ

### book 18.85.2

λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.

### book 18.85.3

τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ·

### book 18.85.4

καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς

### book 18.85.5

χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ

### book 18.90.1

πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν·

### book 18.90.2

καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ

### book 18.90.3

ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.

### book 18.90.4

ἀμφιπόλους δ’ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,

### book 18.90.5

ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων

### book 18.95

δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.

### book 18.1

καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ

### book 18.2

δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ

### book 18.3

εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι

### book 18.4

καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·

### book 18.1

καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι,

### book 18.2

εὐόδμου δὲ πόληος ἀνεκνίσωσαν ἀγυιάς·

### book 18.3

ἀμφιλαφεῖς δ’ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.

### book 18.4

κύμβαλα δ’ ἐπλατάγησε, παρ’ εὐκελάδῳ δὲ τραπέζῃ

### book 18.5

Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ

### book 18.105.1

συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης

### book 18.105.2

διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,

### book 18.105.3

καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ἐν δ’ ἄρα μέσσῳ

### book 18.105.4

οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν

### book 18.105.5

ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,

### book 18.110.1

ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,

### book 18.110.2

χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας

### book 18.110.3

μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ

### book 18.110.4

ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι πέμπων

### book 18.110.5

πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,

### book 18.115.1

ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,

### book 18.115.2

λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου

### book 18.115.3

αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,

### book 18.115.4

δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι

### book 18.115.5

γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,

### book 18.120

οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,

### book 18.1

οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ

### book 18.2

ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,

### book 18.3

γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.

### book 18.4

καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα

### book 18.125.1

Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσσεν ἐέρση·

### book 18.125.2

ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,

### book 18.125.3

οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·

### book 18.125.4

καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,

### book 18.125.5

ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ

### book 18.130.1

ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ

### book 18.130.2

πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις

### book 18.130.3

θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.

### book 18.130.4

καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ

### book 18.130.5

Βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·

### book 18.135.1

καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι

### book 18.135.2

ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ

### book 18.135.3

μιτρώσας στεφανηδόν· ἐπ’ ἴχνεϊ δ’ ἴχνος ἀμείβων

### book 18.135.4

ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,

### book 18.135.5

δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·

### book 18.140.1

καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ,

### book 18.140.2

καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,

### book 18.140.3

Βότρυος ὀρχηστῆρος ἐπ’ αὐχένι πῆχυν ἐρείσας·

### book 18.140.4

καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου

### book 18.140.5

ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων

### book 18.145.1

ὤμῳ ἐπαΐσσοντα· Μέθη δ’ ἐχόρευε καὶ αὐτή,

### book 18.145.2

πῆχυν ἐπικλίνουσα καὶ υἱέι καὶ παρακοίτῃ,

### book 18.145.3

μεσσατίη Σταφύλου καὶ Βότρυος· ἦν δὲ νοῆσαι

### book 18.145.4

τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.

### book 18.145.5

καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,

### book 18.1

χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων

### book 18.2

οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων·

### book 18.3

καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν

### book 18.4

ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.

### book 18.5

καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων

### book 18.155.1

ἑσπερίη χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη

### book 18.155.2

ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ

### book 18.155.3

ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,

### book 18.155.4

δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,

### book 18.155.5

βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·

### book 18.160.1

καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη Νὺξ

### book 18.160.2

οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι.

### book 18.160.3

οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης

### book 18.160.4

Βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ

### book 18.160.5

κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων

### book 18.165.1

ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις.

### book 18.165.2

ἀλλ’ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἄγγελος Ἠοῦς

### book 18.165.3

ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην,

### book 18.165.4

εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς,

### book 18.165.5

ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ

### book 18.170.1

Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ,

### book 18.170.2

ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης.

### book 18.170.3

καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων

### book 18.170.4

φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος,

### book 18.170.5

ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ

### book 18.175.1

μαντιπόλου φόβον ἄλλον ἀπειλητῆρος ὀνείρου·

### book 18.175.2

μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου

### book 18.175.3

ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης

### book 18.175.4

δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ

### book 18.175.5

Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου

### book 18.180.1

εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης

### book 18.180.2

κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν·

### book 18.180.3

καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας

### book 18.180.4

θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος,

### book 18.180.5

αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν

### book 18.185.1

μύστιδος ἐκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ,

### book 18.185.2

κύμβαλα δ’ ἐν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη

### book 18.185.3

δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις

### book 18.185.4

σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ,

### book 18.185.5

ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ·

### book 18.190.1

θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπ’ ἄλλῳ,

### book 18.190.2

καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις·

### book 18.190.3

καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ

### book 18.1

Ἄρτεμις ἐζώγρησεν· ἀπ’ αἰθερίοιο δὲ κόλπου

### book 18.2

ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου

### book 18.195.1

θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην.

### book 18.195.2

τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν· ἐκ λεχέων δὲ

### book 18.195.3

ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν

### book 18.195.4

χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα,

### book 18.195.5

καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ,

### book 18.1

καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ,

### book 18.2

χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος ἐνυοῦς·

### book 18.3

καὶ Σάτυρον κίκλησκεν ὀπάονα. θεσπεσίην δὲ

### book 18.4

Βακχείων στομάτων ἀίων ἀντίκτυπον ἠχὼ

### book 18.5

κοίρανος ἔγρετο Βότρυς, ἑὸν δ’ ἔνδυνε χιτῶνα·

### book 18.205.1

καὶ Πίθον ὑπνώοντα .... Μέθη δ’ ὡς ἔκλυε φωνῆς,

### book 18.205.2

κρᾶτα μόγις κούφιζε, βαρυνομένου δὲ καρήνου

### book 18.205.3

ὀκναλέη πάλιν εὗδε· καὶ ὄρθριον εἰσέτι νύμφη

### book 18.205.4

μίμνεν ἀμεργομένη γλυκερώτερον ὕπνον ὀπωπαῖς,

### book 18

ὀψὲ δὲ λέκτρον ἔλειπεν ἑῷ βραδυπειθέι ταρσῷ.

### book 18.210.1

καὶ Στάφυλος φιλόβοτρυς ἐφωμάρτησε Λυαίῳ

### book 18.210.2

εἰς ὁδὸν ἐσσυμένῳ ξεινήια δῶρα τιταίνων,

### book 18.210.3

χρύσεον ἀμφιφορῆα σὺν ἀργυρέοισι κυπέλλοις,

### book 18.210.4

οἷς πάρος αἰὲν ἔπινεν ἀμελγομένων γλάγος αἰγῶν·

### book 18.210.5

καὶ πόρε ποικίλα πέπλα, τά περ παρὰ Τίγριδος ὕδωρ

### book 18.215.1

νήματι λεπταλέῳ τεχνήσατο Περσὶς Ἀράχνη.

### book 18.215.2

καὶ Βρομίῳ πολύδωρος ἄναξ ἐφθέγξατο φωνήν·

### book 18.215.3

„μάρναό μοι, Διόνυσε, καὶ ἄξια ῥέζε τοκῆος·

### book 18.215.4

δεῖξον, ὅτι Κρονίδαο φέρεις γένος· ἀρτιθαλὴς γὰρ

### book 18.215.5

Γηγενέας Τιτῆνας ἀπεστυφέλιξεν Ὀλύμπου

### book 18.220.1

σὸς γενέτης ἔτι κοῦρος· ἐπείγεο καὶ σὺ κυδοιμῷ

### book 18.220.2

Γηγενέων ὑπέροπλον ἀιστῶσαι γένος Ἰνδῶν.

### book 18.220.3

μέμνημαί τινα μῦθον, ὃν ἡμετέρῳ γενετῆρι

### book 18.224

Ἀσσύριός ποτε Βῆλος, ἐμῆς πολιοῦχος ἀρούρης,

### book 18.223

πατροπάτωρ ἐμὸς εἶπεν, ἐγὼ δέ σοι αὐτὸς ἐνίψω·

### book 18.225

κουφίζων Κρόνος ὑγρὸς ἀμερσιγάμου γένυν ἅρπης,

### book 18.227.1

ᾗ ποτε μητρῴῃσιν ἐπεσσυμένοιο χαμεύναις

### book 18.227.2

τάμνεν ἀνυμφεύτων στάχυν ἄρσενα πατρὸς ἀρότρων,

### book 18.226

Τιτήνων προκέλευθος ἐμάρνατο σεῖο τοκῆι.

### book 18.229

καὶ Κρόνος εὐρυγένειος ἀνερρίπιζεν ἐνυὼ

### book 18.230

ἔγχεα παχνήεντα κατὰ Κρονίωνος ἰάλλων,

### book 18.1

ψυχρὸν ἀκοντίζων διερὸν βέλος· ὀξυτενεῖς δὲ

### book 18.2

ἠερόθεν πέμποντο χαλαζήεντες ὀιστοί.

### book 18.3

καὶ πλέον Ἠελίοιο κορύσσετο πυρσοφόρος Ζεὺς

### book 18.4

θερμοτέρῳ σπινθῆρι λύων πετρούμενον ὕδωρ.

### book 18.235.1

ὠμοβόρους δὲ λέοντας ἐπὶ κλόνον Ἰνδὸν ἱμάσσων,

### book 18.235.2

μὴ τρομέοις ἐλέφαντας, ἐπεὶ τεὸς ὑψιμέδων Ζεὺς

### book 18.235.3

Κάμπην ὑψικάρηνον ἀπηλοίησε κεραυνῷ,

### book 18.235.4

ἧς σκολιὸν πολύμορφον ὅλον δέμας· ἀλλοφυεῖς γὰρ

### book 18.235.5

λοξὴν αὐτοέλικτον ἀνερρίπιζον ἐνυὼ

### book 18.240.1

χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν

### book 18.240.2

ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν

### book 18.240.3

ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν·

### book 18.240.4

καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις

### book 18.240.5

Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,

### book 18.245.1

ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων,

### book 18.245.2

συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων

### book 18.245.3

Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου·

### book 18.245.4

καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη

### book 18.245.5

ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις·

### book 18.1

τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν

### book 18.2

κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ

### book 18.3

ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων

### book 18.4

λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης·

### book 18.5

ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων

### book 18.255.1

σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένι κούρης

### book 18.255.2

εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.

### book 18.255.3

τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,

### book 18.255.4

καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης

### book 18.255.5

ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,

### book 18.260.1

λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας,

### book 18.260.2

Νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ

### book 18.260.3

τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ.

### book 18.260.4

ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς,

### book 18.260.5

καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν ἐνυώ.

### book 18.265.1

γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν

### book 18.265.2

Γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω,

### book 18.265.3

δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν.

### book 18.265.4

σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ

### book 18.265.5

σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ

### book 18.270.1

ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης

### book 18.270.2

Ἰνδὸν ἀνεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοί·

### book 18.270.3

Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι.

### book 18.270.4

γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς

### book 18.270.5

τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,

### book 18.275.1

φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν ἐέρσης,

### book 18.275.2

ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης

### book 18.275.3

μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης·

### book 18.275.4

τὸν Κρόνος ... ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ,

### book 18.275.5

ἄρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,

### book 18.280.1

ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα † μηροῦ

### book 18.280.2

Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ

### book 18.280.3

στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ,

### book 18.280.4

καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις

### book 18.280.5

πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ·

### book 18.285.1

τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης.

### book 18.285.2

Ἄρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις

### book 18.285.3

πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ

### book 18.285.4

τόσσον ἀριστεύεις, ὅσον ἄορι μάρναται Ἄρης,

### book 18.285.5

καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια. θηροφόνον δὲ

### book 18.290.1

υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ·

### book 18.290.2

χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς

### book 18.290.3

γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσσας,

### book 18.290.4

ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ

### book 18.290.5

ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι·

### book 18.295.1

ἀλλ’ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο Μεδούσης

### book 18.295.2

Γοργόνος ἄκρα κάρηνα, σὺ δ’ οἴνοπα καρπὸν ἀείρεις,

### book 18.295.3

ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης·

### book 18.295.4

Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ,

### book 18.295.5

καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.

### book 18.1

κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτανες Ἰνδὸν Ὀρόντην,

### book 18.2

κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν

### book 18.3

Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ

### book 18.4

πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν

### book 18.5

Παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω

### book 18.305.1

Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.“

### book 18.305.2

ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ

### book 18.305.3

ἁβρὸς ἄναξ, Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ

### book 18.305.4

φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ

### book 18.305.5

θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ

### book 18.310

οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων·

### book 18.1

καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην

### book 18.2

ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,

### book 18.3

ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,

### book 18.4

οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,

### book 18.315.1

Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο. μύθῳ·

### book 18.315.2

„ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,

### book 18.315.3

τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι·

### book 18.315.4

‘κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου,

### book 18.315.5

ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ‘.“

### book 18.320.1

εἶπε, καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων

### book 18.320.2

Ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυε κῆρυξ,

### book 18.320.3

σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων

### book 18.320.4

βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης

### book 18.320.5

ποσσὶ πολυγνάμπτοισιν ἀπ’ ἄστεος ἄστεα βαίνων

### book 18.325.1

Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης,

### book 18.325.2

ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς.

### book 18.325.3

ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου

### book 18.325.4

φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ,

### book 18.325.5

τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ

### book 18.330.1

δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα,

### book 18.330.2

ἀμφίπολοι δ’ ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ

### book 18.330.3

τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν

### book 18.330.4

πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.

### book 18

ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων

### book 18.335.1

νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν,

### book 18.335.2

μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης·

### book 18.335.3

καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντα προσώπῳ,

### book 18.335.4

πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ

### book 18.335.5

αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ·

### book 18.340.1

„εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;

### book 18.340.2

αὐχμηρὴν ὁρόω σε, καὶ ἀστράπτουσαν ἐάσσας·

### book 18.340.3

τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις

### book 18.340.4

ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ.

### book 18.340.5

καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;

### book 18.345.1

τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην;

### book 18.345.2

τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα;

### book 18.345.3

καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης,

### book 18.345.4

τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην;

### book 18.345.5

τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;

### book 18.1

οὐ πλόκαμοι προχυθέντες ἐπ’ ἀργυφέων σέθεν ὤμων

### book 18.2

ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,

### book 18.3

οὐκέτι βακχευθέντος ἀφ’ ὑμετέροιο καρήνου

### book 18.1

μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.

### book 18.2

πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;

### book 18.355.1

πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης;

### book 18.355.2

οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.

### book 18.355.3

πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω ...

### book 18.355.4

εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν ἐς μίαν ὥρην;

### book 18.355.5

γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

### book 18.360.1

φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ

### book 18.360.2

σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί·

### book 18.360.3

γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

### book 18.360.4

δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ

### book 18.360.5

πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.

### book 18.365.1

ἐλπίδα δ’ ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ

### book 18.365.2

Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι

### book 18.365.3

χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,

### book 18

Βότρυος ἀγχεμάχοιο τελειομένων ὑμεναίων.“

### book 19.1.1

Ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ

### book 19.1.2

κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ,

### book 19.1.3

δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ

### book 19.1.4

οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ·

### book 19.5.1

„ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης,

### book 19.5.2

σὸν Στάφυλον, Διόνυσε, κατεύνασεν ἔμπεδος ὕπνος,

### book 19.5.3

σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι.

### book 19.5.4

δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν

### book 19.5.5

Βάκχος ἐμὲ προλέλοιπε, πόσις δ’ ἐμὸς ἔμπεσε νούσῳ·

### book 19.10.1

καὶ ξυνὴν μεθέπεσκον ἐπ’ ἀμφοτέροισιν ἀνίην,

### book 19.10.2

καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ.

### book 19.10.3

ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης

### book 19.10.4

δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα

### book 19.10.5

εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.

### book 19.15.1

ἐλπὶς ἐμή, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην,

### book 19.15.2

μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.“

### book 19.15.3

ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ

### book 19.1

ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου

### book 19.2

παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καὶ πίον ἄμφω

### book 19.20.1

τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης·

### book 19.20.2

καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην·

### book 19.20.3

καί τινα μῦθον ἔειπε γυνὴ θελξίφρονι Βάκχῳ·

### book 19.20.4

„ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτ’ ἀνίη,

### book 19.20.5

οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος·

### book 19.25.1

ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ

### book 19.25.2

δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου.

### book 19.25.3

οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ

### book 19.25.4

Βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ

### book 19.25.5

Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.

### book 19.30.1

ἕσπομαι, ἢν ἐθέλῃς με, καὶ εἰς τεὸν οἶκον ἱκάνω·

### book 19.30.2

εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δ’ ἐθελήσῃς,

### book 19.30.3

κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην,

### book 19.30.4

χείλεσι δ’ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω.

### book 19.30.5

χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω

### book 19.35.1

καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου.

### book 19.35.2

Βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας

### book 19.1

καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν·

### book 19.2

καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ

### book 19.3

ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.

### book 19.40.1

γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσσῃς

### book 19.40.2

σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.“

### book 19.40.3

ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ

### book 19.40.4

Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ

### book 19.40.5

„ὦ γύναι, ἀγλαόδωρε μετὰ χρυσῆν Ἀφροδίτην,

### book 19.45.1

εὐφροσύνης δώτειρα .... τερψίμβροτε μῆτερ Ἐρώτων,

### book 19.45.2

εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ·

### book 19.45.3

ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,

### book 19.45.4

ἄνθεσι μιτρωθεῖσα καὶ εὐθαλέεσσι κορύμβοις·

### book 19.45.5

στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.

### book 19.1

οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην·

### book 19.2

ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ

### book 19.3

Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,

### book 19.4

καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου·

### book 19.5

Βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,

### book 19.55

καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω

### book 19.1

ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.

### book 19.2

οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,

### book 19.3

οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.“

### book 19.4

ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ

### book 19.60.1

νηπενθὴς Διόνυσος ἀπενθέα θῆκεν ἀγῶνα·

### book 19.60.2

καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας

### book 19.60.3

διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν

### book 19.60.4

Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς·

### book 19.60.5

διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων

### book 19.65.1

ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ·

### book 19.65.2

„Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ

### book 19.65.3

ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,

### book 19.65.4

ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.“

### book 19.65.5

ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,

### book 19.70.1

Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,

### book 19.70.2

πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπ’ αὐτῷ

### book 19.70.3

Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.

### book 19.70.4

ἄμφω δ’ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος

### book 19.70.5

φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δὲ χαίτην

### book 19.75.1

δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δὲ πέπλους.

### book 19.75.2

ἀρχόμενοι δ’ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ

### book 19.75.3

ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς

### book 19.75.4

ἄκρα περισφίγγοντες, ὅπως μίτος ὄρθιος εἴη,

### book 19

μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.

### book 19.80.1

καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ

### book 19.80.2

Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,

### book 19.80.3

μέλπων πάτριον ὕμνον, ὅτι „ζαθέαις ἐν Ἀθήναις

### book 19.80.4

καὶ Κελεὸς ξείνισσε βίου παμμήτορα Δηὼ

### book 19.80.5

Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,

### book 19.85.1

καί σφισι καρπὸν ὄπασσεν, ὅθεν χθονὸς αὔλακα νείφων

### book 19.85.2

Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων,

### book 19.85.3

καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ

### book 19.85.4

ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,

### book 19.85.5

ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ

### book 19.90.1

Τριπτολέμου βαρὺ πένθος ἀπέσβεσε καὶ Μετανείρης·

### book 19.90.2

οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ

### book 19.90.3

Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης

### book 19.90.4

ὤπασεν εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,

### book 19.90.5

καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,

### book 19.95.1

υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,

### book 19.95.2

καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.“

### book 19.95.3

τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ

### book 19.95.4

πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ

### book 19.95.5

ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.

### book 19.1

δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,

### book 19.2

ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,

### book 19.3

δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,

### book 19.4

παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινὶ θεσμῷ·

### book 19.5

„εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,

### book 19.105.1

καὶ Στάφυλον Διόνυσος ἀεὶ ζώοντα τελέσσει.“

### book 19.105.2

οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ

### book 19.105.3

εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπὸ λαιμῶν,

### book 19.105.4

καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου

### book 19.105.5

ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων

### book 19.110.1

δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ

### book 19.110.2

ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·

### book 19.110.3

Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,

### book 19.110.4

καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ

### book 19.110.5

ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·

### book 19.115.1

ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.

### book 19.115.2

καὶ τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,

### book 19.115.3

αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.

### book 19.115.4

εὐχαίτης δ’ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,

### book 19.115.5

ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περὶ νίκης,

### book 19.120.1

γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,

### book 19.120.2

χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ

### book 19.120.3

ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,

### book 19.120.4

Ἡφαίστου σοφὸν ἔργον Ὀλύμπιον, ὅν ποτε Κύπρις

### book 19.120.5

ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·

### book 19.125.1

μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι

### book 19.125.2

ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ

### book 19.125.3

δῶκεν ἄναξ Ἀλύβης ξεινήιον, οἰκία ναίων

### book 19.125.4

ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου

### book 19.125.5

ἀργυρέαις ἀκτῖσι μέλας λευκαίνεται ἀγκών,

### book 19.130.1

τοῦ περὶ χείλεος ἄκρον ἐπ’ ἀμπελόεντι κορύμβῳ ...

### book 19.130.2

κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·

### book 19.130.3

τοῦτον ἄγων ἔστησε ... βαθυνομένῳ κενεῶνι

### book 19.130.4

ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,

### book 19.130.5

γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ

### book 19.135.1

ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.

### book 19.135.2

ἀλλ’ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,

### book 19.135.3

ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·

### book 19.135.4

„ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ

### book 19

νικήσας τροχαλοῖο ποδὸς κρίσιν, οὗτος ἑλέσθω

### book 19.140.1

καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου·

### book 19.140.2

ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,

### book 19.140.3

ἥσσονα δ’ ὀρχήσοιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·

### book 19.140.4

οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δὲ

### book 19.140.5

ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα

### book 19.145.1

οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,

### book 19.145.2

οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν, ...

### book 19.145.3

δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·

### book 19.145.4

οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμὴ

### book 19.145.5

τηλεπόρου· Σταφύλῳ δέ, καταφθιμένῳ βασιλῆι,

### book 19.1

ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα κῶμον ἐγείρω·

### book 19.2

οὐδὲ παλαισμοσύνῃ γυιαλκέι δῶρα τιταίνῳ,

### book 19.3

οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,

### book 19.4

οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ

### book 19.5

νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,

### book 19.155.1

χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου

### book 19.155.2

ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ

### book 19.155.3

δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.“

### book 19.1

τοῖον ἔπος φαμένου κερόεις Σιληνὸς ἀνέστη,

### book 19.2

καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ

### book 19.160.1

χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,

### book 19.160.2

οὐχ ὅτι χρύσεος ἦεν † ὑπέρτερος, ἀλλ’ ὅτι μοῦνον

### book 19.160.3

εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης

### book 19.160.4

ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου

### book 19.160.5

θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·

### book 19.165.1

καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,

### book 19.165.2

μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.

### book 19.165.3

καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,

### book 19.165.4

νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·

### book 19.165.5

„εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·

### book 19.170.1

δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καὶ Διονύσῳ;

### book 19.170.2

κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·

### book 19.170.3

δέξο με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,

### book 19.170.4

οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·

### book 19.170.5

ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.

### book 19.175.1

ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,

### book 19.175.2

δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴνου,

### book 19.175.3

Σιληνὸς δὲ νέος πιέτω νέον ὄγκον ὀπώρης.

### book 19.1

καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,

### book 19.2

ὅττι χορὸν προβέβουλε φιλοκνίσοιο τραπέζης·

### book 19.180.1

σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω

### book 19.180.2

κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου,

### book 19.180.3

οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,

### book 19.180.4

οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων

### book 19.180.5

δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ

### book 19.185.1

ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο,

### book 19.185.2

εἰμὶ νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος,

### book 19.185.3

οὐ Σπάρτης ναέτης· οὐ πένθιμον ἄνθος ἀείρω

### book 19.185.4

σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.

### book 19.185.5

σήμερον εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,

### book 19.190.1

εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν,

### book 19.190.2

Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,

### book 19.190.3

κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων

### book 19.190.4

ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν·

### book 19.190.5

ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,

### book 19.195.1

νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου

### book 19.195.2

σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων

### book 19.195.3

ἀρχόμενος κρητῆρος ἐμῆς μετ’ ἀέθλια νίκης.“

### book 19.195.4

ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,

### book 19.195.5

δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,

### book 19.1

σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων·

### book 19.2

ὀφθαλμοὺς δ’ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,

### book 19.3

νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων·

### book 19.4

καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,

### book 19.5

εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.

### book 19.205.1

οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,

### book 19.205.2

ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,

### book 19.205.3

οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην

### book 19.205.4

Ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ·

### book 19.205.5

ἀλλὰ λιπὼν ξύμπαντα ..... καὶ ἀστραίης χύσιν ὕλης

### book 19.210.1

οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ

### book 19.210.2

Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων

### book 19.210.3

αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,

### book 19.210.4

ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην·

### book 19.210.5

ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν

### book 19.215.1

νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην·

### book 19.215.2

ἐς Σατύρους δ’ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν

### book 19.215.3

χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,

### book 19.215.4

Ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.

### book 19.215.5

τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,

### book 19.220.1

καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν,

### book 19.220.2

ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης.

### book 19.220.3

ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,

### book 19.1

τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι

### book 19.2

μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.

### book 19.225.1

Σιληνὸς δ’ ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης

### book 19.225.2

σύμβολα φωνήεντα κατέγραφε σιγαλέη χείρ.

### book 19.225.3

καὶ παλάμης τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ

### book 19.225.4

υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ

### book 19.225.5

ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή,

### book 19.230.1

οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ δὲ Φοίβου

### book 19.230.2

ὄργανα κεῖτο κύπελλα μεμηλότα καὶ Διονύσῳ

### book 19.230.3

καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου,

### book 19.230.4

ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης·

### book 19.230.5

καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ

### book 19.235.1

ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης·

### book 19.235.2

ὄργανα κεῖτο κύπελλα· καί, ὡς χρυσόπτερος Ἑρμῆς,

### book 19.235.3

αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη,

### book 19.235.4

χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης,

### book 19.235.5

Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων

### book 19.240.1

στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης,

### book 19.240.2

Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ

### book 19.240.3

πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης

### book 19.240.4

ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἀπ’ ἄλλου

### book 19

εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ·

### book 19.245.1

τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης

### book 19.245.2

ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων

### book 19.245.3

τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου,

### book 19.245.4

καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ

### book 19.245.5

ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων

### book 19.1

κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ

### book 19.2

τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ,

### book 19.3

πατροκασιγνήτῳ τρίτατον δέπας Ἐννοσιγαίῳ·

### book 19.4

ἑξείης δ’ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι

### book 19.5

τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ

### book 19.255.1

μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ·

### book 19.255.2

οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις,

### book 19.255.3

διψαλέοι δ’ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες,

### book 19.255.4

καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων.

### book 19.255.5

ἀθάνατοι δ’ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ

### book 19.260.1

οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης·

### book 19.260.2

καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,

### book 19.1

κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.

### book 19.2

τοῦτο σοφῇ παλάμῃ κερόεις Σιληνὸς ὑφαίνων

### book 19.3

δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ

### book 19.265.1

ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,

### book 19.265.2

πῇ μὲν ἐπ’ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,

### book 19.265.3

πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,

### book 19.265.4

ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων

### book 19.265.5

ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ·

### book 19.270.1

δεξιτερῷ δ’ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ,

### book 19.270.2

δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδὸς ἢ γόνυ κάμψας

### book 19.270.3

συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν,

### book 19.270.4

Σιληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν·

### book 19.270.5

καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου

### book 19.275.1

κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δ’ ὑπὸ τέχνῃ

### book 19.275.2

καμπύλον ᾐώρησεν ἐπ’ αὐχένι ταρσὸν ἑλίξας·

### book 19.275.3

καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης

### book 19.275.4

ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ

### book 19.275.5

πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,

### book 19.280.1

τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων·

### book 19.280.2

καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ

### book 19.280.3

ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·

### book 19.280.4

καὶ ποδὶ λαχνήεντι πέδον Σιληνὸς ἑλίσσων

### book 19.280.5

ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.

### book 19.285

καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου

### book 19.1

ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·

### book 19.2

καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ

### book 19.3

χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου

### book 19.4

εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,

### book 19.290.1

καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,

### book 19.290.2

καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·

### book 19.290.3

Σιληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη

### book 19.290.4

εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων

### book 19.290.5

ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις

### book 19.295.1

αὐτοφυής. γλυκερὴν δὲ Μάρων † ἐδύσατο νίκην,

### book 19.295.2

ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·

### book 19.295.3

Σιληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,

### book 19.295.4

ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,

### book 19.295.5

καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,

### book 19.1

χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ

### book 19.2

Σιληνοῦ κελάδοντος ἀκούεται εὔιον ὕδωρ.

### book 19.3

καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ·

### book 19.4

„οὔ σε Μάρων, Σιληνέ, βιάζεται· εἰς σὲ δὲ ῥίψω

### book 19.5

οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.

### book 19.305

δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου

### book 19.1

ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.

### book 19.2

εἱλιπόδη Σιληνέ, καὶ ἐν προχοῇσι χορεύεις,

### book 19.3

σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,

### book 19.4

εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις

### book 19.310.1

ἵλαθι καὶ Σατύροισι καὶ οἰνοπότῃσιν ὀπώρης

### book 19.310.2

Σιληνούς τε φύλασσε, τεῆς βλάστημα γενέθλης·

### book 19.310.3

ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης

### book 19.310.4

ζῆλον ὑποκλέπτοντα καὶ ἐν ποταμοῖσι νοήσω.

### book 19.310.5

ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·

### book 19.315.1

ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.

### book 19.315.2

νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;

### book 19.315.3

Σιληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,

### book 19.315.4

αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·

### book 19.315.5

ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,

### book 19.320.1

ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου

### book 19.320.2

ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,

### book 19.320.3

οἷα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·

### book 19.320.4

καί μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,

### book 19.320.5

καὶ ποταμὸν ποίησεν ὁμοίιον· εἰσέτι κείνου

### book 19.325.1

Σιληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,

### book 19.325.2

καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἷά περ αἰεὶ

### book 19.325.3

ἀντιτύποις δονάκεσσι μελιζομένου ποταμοῖο.

### book 19.325.4

καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας

### book 19.325.5

Σιληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην

### book 19.330.1

μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,

### book 19.330.2

Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ

### book 19.330.3

Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.

### book 19.330.4

μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,

### book 19.330.5

ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,

### book 19.335.1

καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων

### book 19.335.2

ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.

### book 19.335.3

εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου,

### book 19.335.4

μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις ...

### book 19.335.5

τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων

### book 19.340.1

Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης; ...

### book 19.340.2

ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ

### book 19.340.3

Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.

### book 19.340.4

εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ

### book 19

Σιληνὸν κομόωντα βοοκραίροισι μετώποις

### book 19.345.1

ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.“

### book 19.345.2

εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ

### book 19.345.3

Σιληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες,

### book 19

ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.

### book 20.1.1

Λῦτο δ’ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ

### book 20.1.2

Βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.

### book 20.1.3

τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι·

### book 20.1.4

καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύριγξ

### book 20.5.1

ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις

### book 20.5.2

οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ·

### book 20.5.3

καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν

### book 20.5.4

δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη

### book 20.5.5

κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης

### book 20.10.1

ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.

### book 20.10.2

καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,

### book 20.10.3

αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·

### book 20.10.4

καὶ Πίθον εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας

### book 20.10.5

ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι,

### book 20.15.1

ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ·

### book 20.15.2

οὐκέτι δ’ αὐτοχύτοισι παρήια δάκρυσι δεύων

### book 20.15.3

Βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας

### book 20.1

φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ

### book 20.2

μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·

### book 20.20.1

κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος

### book 20.20.2

δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,

### book 20.20.3

καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.

### book 20.20.4

τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ

### book 20.20.5

φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.

### book 20.25.1

δαιτυμόνων δὲ φάλαγγες ἀμοιβάδες ἔνδοθεν αὐλῆς

### book 20.25.2

ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.

### book 20.25.3

καὶ Πίθος ἄγχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,

### book 20.25.4

νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,

### book 20.25.5

ἀλλήλους δ’ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν

### book 20.30.1

πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,

### book 20.30.2

δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ

### book 20.30.3

δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν·

### book 20.30.4

γείτονι δ’ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου,

### book 20.30.5

ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.

### book 20.35.1

Βάκχῳ δ’ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη,

### book 20.35.2

ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων,

### book 20.35.3

Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης·

### book 20.35.4

καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων

### book 20.35.5

ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,

### book 20.40.1

καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ

### book 20.40.2

ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ·

### book 20.40.3

Βάκχου δ’ ὑπναλέοιο παρεστηυῖα καρήνῳ

### book 20.40.4

φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ·

### book 20.40.5

„ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ

### book 20.45.1

Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις·

### book 20.45.2

μητρυιὴ δ’ ὁρόωσα τεὴν φύξηλιν ἐνυὼ

### book 20.45.3

Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις.

### book 20.45.4

αἰδέομαι Κρονίωνι φανήμεναι, ἅζομαι Ἥρην,

### book 20.45.5

ἅζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·

### book 20.1

Τιτήνων δ’ ὀλετῆρα, προασπιστῆρα τοκῆος,

### book 20.2

αὐχένα γαῦρον ἔχοντα κατ’ οὐρανὸν Ἄρεα φεύγω,

### book 20.3

ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ·

### book 20.4

καὶ γνωτὴν σέο μᾶλλον, ἀριστογόνοιο τοκῆος

### book 20.5

αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,

### book 20.55.1

Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ

### book 20.55.2

μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη·

### book 20.55.3

εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ

### book 20.55.4

αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,

### book 20.55.5

Τιτήνων σκεδάσασα θυελλήεσσαν ἐνυώ,

### book 20.60.1

πατρῴου δ’ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου·

### book 20.60.2

καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.

### book 20.60.3

ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,

### book 20.60.4

ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ

### book 20

ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,

### book 20.65.1

ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος

### book 20.65.2

ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δ’ ἐμὸν αἰθέρα φεύγω

### book 20.65.3

μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.

### book 20.65.4

θύρσους δ’ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου

### book 20.65.5

μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ

### book 20.70.1

παρθένος Ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου

### book 20.70.2

οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,

### book 20.70.3

μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης

### book 20.70.4

πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.

### book 20.70.5

παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ

### book 20.75.1

ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ,

### book 20.75.2

ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,

### book 20.75.3

Γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.

### book 20.75.4

καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω

### book 20.75.5

ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.

### book 20.80.1

οὐ σὺ Διὸς τεκέεσσιν ὁμοίιος· οὐ κτάνες ἰῷ

### book 20.80.2

Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,

### book 20.80.3

οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ,

### book 20.80.4

οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης

### book 20.80.5

Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,

### book 20.85

Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·

### book 20.1

ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,

### book 20.2

ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·

### book 20.3

αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ

### book 20.4

Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης

### book 20.90.1

ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.

### book 20.90.2

ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν

### book 20.90.3

Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρου·

### book 20.90.4

πηκτίδες † οὐ ψαύουσιν ἐνυαλίην μετὰ νίκην·

### book 20.90.5

νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·

### book 20.95.1

οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ

### book 20.95.2

ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.

### book 20.95.3

τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ

### book 20.95.4

Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.“

### book 20.95.5

ὣς φαμένη πεπότητο. θεὸς δ’ ἀνεπήλατο λέκτρων,

### book 20.1

φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου ....

### book 20.2

καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δ’ ἔνδυνε χιτῶνα

### book 20.3

Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,

### book 20.4

καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·

### book 20

ὤμοις δ’ ἀκαμάτοισι περὶ κληῖδα φυλάσσων

### book 20.105.1

φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,

### book 20.105.2

πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,

### book 20.105.3

σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην

### book 20.105.4

πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·

### book 20.105.5

Σιληνοὶ δ’ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι

### book 20.110.1

θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν

### book 20.110.2

στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·

### book 20.110.3

κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.

### book 20.110.4

καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ

### book 20.110.5

εἰς δρόμον ἐσσυμένης λοφιὴν ἐπεμάστιεν ἄρκτου

### book 20.115.1

λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων

### book 20.115.2

ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,

### book 20.115.3

πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·

### book 20.115.4

ὃς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων

### book 20.115.5

αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.

### book 20.120.1

καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσσας

### book 20.120.2

Βότρυς ἐρευθήεις, τετράζυγον ἅρμα τιταίνων,

### book 20.120.3

σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,

### book 20.120.4

δμῶας ἔχων κατόπισθε· Μέθῃ δ’ ἅμα μητέρι νύμφη

### book 20

λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,

### book 20.125.1

καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων

### book 20.125.2

εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·

### book 20.125.3

καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,

### book 20.125.4

ἕσπετο θητεύων καὶ Βότρυϊ καὶ Διονύσῳ.

### book 20.125.5

οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν ἐς χθόνα Λυδῶν

### book 20.130.1

Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,

### book 20.130.2

δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης

### book 20.130.3

ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων

### book 20.130.4

πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ

### book 20.130.5

ἵσταται εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,

### book 20.135.1

σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,

### book 20.135.2

τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·

### book 20.135.3

„εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ

### book 20.135.4

δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ

### book 20.135.5

λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ

### book 20.140.1

νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δ’ ἄμφω,

### book 20.140.2

οἷα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.“

### book 20.140.3

καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι

### book 20.140.4

Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων

### book 20.140.5

καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὕδωρ

### book 20.145

καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης

### book 20.1

Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ἀπὸ δένδρων ...

### book 20.2

Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης

### book 20.3

καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.

### book 20.4

ἔνθα τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,

### book 20.1

ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,

### book 20.2

ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,

### book 20.3

αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ

### book 20.4

ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις

### book 20.5

εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ

### book 20.155.1

πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη

### book 20.155.2

χήρη, γηραλέη, γαμίων ἔτι νῆις ἐρώτων,

### book 20.155.3

εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,

### book 20.155.4

ἄβροχον ἅρμα φέρων τετράζυγον Ἐννοσιγαίου

### book 20.155.5

νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ

### book 20.160.1

Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην

### book 20.160.2

μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,

### book 20.160.3

οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·

### book 20.160.4

καὶ δρόμος ἦν ἀνόνητος· ὑπ’ Ἠελίοιο δὲ δίφρῳ

### book 20.160.5

κηροπαγὴς φλογόεντι † ῥυμὸς θερμαίνετο πυρσῷ,

### book 20.165

καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.

### book 20.1

τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ

### book 20.2

πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας

### book 20.3

δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι

### book 20.4

δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ

### book 20.170.1

ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας.

### book 20.170.2

ὡς δ’ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος

### book 20.170.3

ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης,

### book 20.170.4

ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ,

### book 20.170.5

οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου

### book 20.175.1

ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων.

### book 20.175.2

καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ

### book 20.175.3

ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ,

### book 20.175.4

οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ

### book 20.175.5

σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ

### book 20.180.1

δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται

### book 20.180.2

ἀντὶ Διὸς σύροντο θυηπολέειν Λυκοόργῳ.

### book 20.180.3

οὐδὲ λάθες, Διόνυσε, δολορραφέος φθόνον Ἥρης·

### book 20.180.4

ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ

### book 20.180.5

ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρα σε θέλξῃ

### book 20.185.1

κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ·

### book 20.185.2

δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ

### book 20.185.3

Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.

### book 20.1

οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ

### book 20.2

Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν·

### book 20.190.1

καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου,

### book 20.190.2

δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας,

### book 20.190.3

κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ,

### book 20.190.4

αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν

### book 20.190.5

ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ

### book 20.195.1

γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ·

### book 20.195.2

„τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῥα καὶ αὐτὸς

### book 20.195.3

Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν;

### book 20.195.4

οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί,

### book 20.195.5

οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες·

### book 20.1

οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς·

### book 20.2

οὐ θρασὺν ἵππον ἔχουσιν ἀρήιον· οὐδ’ ὑπὲρ ὤμων

### book 20.3

βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην.

### book 20.4

αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες

### book 20.5

δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.

### book 20.205.1

ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου;

### book 20.205.2

θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης

### book 20.205.3

οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ

### book 20.205.4

ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι

### book 20.205.5

ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ

### book 20.210

υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς·

### book 20.1

μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ

### book 20.2

Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη·

### book 20.3

Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι·

### book 20.4

Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· οἶδας Ἀθήνην

### book 20.215.1

παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου.

### book 20.215.2

τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις

### book 20.215.3

πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει·

### book 20.215.4

ἔμπης δ’, ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω

### book 20.215.5

μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη,

### book 20.220.1

γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη

### book 20.220.2

ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου“ ...

### book 20.220.3

„... στήσω δ’ ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ

### book 20.220.4

θύρσους Βασσαρίδων, νόθα δούρατα· βουκεράων δὲ

### book 20.220.5

Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας

### book 20.225.1

τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω,

### book 20.225.2

ὡς θέμις· ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν

### book 20.225.3

Σιληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην.

### book 20.225.4

ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν· ἀπτολέμου δὲ

### book 20

Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας

### book 20.230.1

πορφυρέους καὶ θῆλυν ἐπ’ ἰξύι κυκλάδα μίτρην

### book 20.230.2

γνωτῇ σεῖο δάμαρτι φυλάξομεν Ἀφρογενείῃ,

### book 20.230.3

ἅρμενα θήλεα δῶρα· γυναιμανέος δὲ Λυαίου

### book 20.230.4

ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω

### book 20.230.5

εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,

### book 20.235.1

οἷα δορικτήτοισι πέλει θέμις· οὐτιδανοὺς δὲ

### book 20.235.2

ἡμερίδων ὄρπηκας, † εὔια δῶρα Λυαίου,

### book 20.235.3

θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ.

### book 20.235.4

καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου

### book 20.235.5

Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην

### book 20.240.1

δώματα ναιετάουσα μετ’ οὔρεα, δαιδαλέην δὲ

### book 20.240.2

νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι,

### book 20.240.3

καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ·

### book 20.240.4

καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην,

### book 20.240.5

ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,

### book 20.245.1

δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ

### book 20.245.2

ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,

### book 20.245.3

κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.

### book 20.245.4

Σιληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης

### book 20.245.5

εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου

### book 20.1

κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.“

### book 20.2

ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,

### book 20.1

ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.

### book 20.2

καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,

### book 20.3

γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων

### book 20.255.1

ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκειν·

### book 20.255.2

εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ

### book 20.255.3

χαιτήεις κεκόρυστο λέων λυσσώδεϊ λαιμῷ

### book 20.255.4

καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.

### book 20.255.5

τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,

### book 20.260.1

Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,

### book 20.260.2

καὶ πλέον ἔλλαβε θάρσος. ἀναΐξασα δὲ δαίμων

### book 20.260.3

νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,

### book 20.260.4

ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,

### book 20.260.5

ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς

### book 20.265.1

Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν·

### book 20.265.2

„γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης

### book 20.265.3

ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.

### book 20.265.4

λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,

### book 20.265.5

ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;

### book 20.270.1

μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας ἐνυώ·

### book 20.270.2

μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·

### book 20.270.3

μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·

### book 20.270.4

μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·

### book 20.270.5

ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου

### book 20.275

ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,

### book 20.1

εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·

### book 20.2

ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,

### book 20.3

ἄρτι μέλος πλέξωμεν ἀθωρήκτοιο χορείης,

### book 20.4

καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,

### book 20.280.1

μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι·

### book 20.280.2

ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων

### book 20.280.3

εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου,

### book 20.280.4

ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ

### book 20.280.5

θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.

### book 20.285.1

οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει·

### book 20.285.2

ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς

### book 20.285.3

πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν

### book 20.285.4

οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήσσειεν ἐνυώ.“

### book 20.285.5

ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ

### book 20.290.1

αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης

### book 20.290.2

ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους

### book 20.290.3

καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων

### book 20.290.4

καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ

### book 20.290.5

πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,

### book 20.295.1

ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ

### book 20.295.2

ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ.

### book 20.295.3

καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας

### book 20.1

ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων

### book 20.2

ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης·

### book 20.1

καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,

### book 20.2

καὶ φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν·

### book 20.3

χερσὶ δὲ δινεύουσα φιλεύια ῥόπτρα Λυαίου

### book 20.4

Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.

### book 20.5

καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης, ...

### book 20.305.1

αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς

### book 20.305.2

καὶ καναχῆς σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς

### book 20.305.3

μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης·

### book 20.305.4

καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,

### book 20.305.5

σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,

### book 20.310.1

Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν·

### book 20.310.2

„ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;

### book 20.310.3

καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις

### book 20.310.4

ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.

### book 20.310.5

εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,

### book 20.315.1

ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.

### book 20.315.2

τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρα τις εἴπῃ,

### book 20.315.3

ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου

### book 20.315.4

ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.

### book 20.315.5

οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,

### book 20.320.1

οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες

### book 20.320.2

ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.

### book 20.1

σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω,

### book 20.2

καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου

### book 20.3

ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.“

### book 20.325.1

ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας

### book 20.325.2

θεινομένας βουπλῆγι· φιλοσκάρθμων δὲ γυναικῶν

### book 20.325.3

ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης,

### book 20.325.4

ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν,

### book 20.325.5

ἄλλη βοτρυόεσσαν ἀπηκόντιζεν ὀπώρην,

### book 20.330.1

ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις·

### book 20.330.2

πολλαὶ δ’ αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ

### book 20.330.3

ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης.

### book 20.330.4

ὡς δ’ ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ

### book 20.330.5

ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον αἴγλην

### book 20.334a

......................... ποιμήν,

### book 20.335.1

Πανὶ δὲ κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι·

### book 20.335.2

ἄφνω δ’ ἐκ σκοπέλοιο χύθη μυκώμενον ὕδωρ

### book 20.335.3

κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο·

### book 20.335.4

αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν

### book 20

δειμαίνων θρασὺ κῦμα χαραδραίου ποταμοῖο,

### book 20.340.1

οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ·

### book 20.340.2

ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης

### book 20.340.3

εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας·

### book 20.340.4

καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν ἐνυώ,

### book 20.340.5

θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης,

### book 20.345.1

χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ·

### book 20.345.2

καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη,

### book 20.345.3

μητρυιὴ βαρύδουπος ἐπιβρίζουσα Λυαίῳ,

### book 20.345.4

καί μιν ἀνεπτοίησε· βαρυζήλου δὲ θεαίνης

### book 20.345.5

ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου·

### book 20.1

ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου,

### book 20.2

αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων·

### book 20.3

ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης

### book 20.4

γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης.

### book 20.5

τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ,

### book 20.355.1

καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου

### book 20.355.2

χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς·

### book 20.355.3

τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ·

### book 20.355.4

„εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί;

### book 20.355.5

οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων

### book 20.360.1

θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγες αἰχμήν·

### book 20.360.2

ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη

### book 20.360.3

οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,

### book 20.1

Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,

### book 20.2

τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ

### book 20.365.1

πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ.

### book 20.365.2

σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,

### book 20.365.3

ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη

### book 20.365.4

χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.“

### book 20.365.5

τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.

### book 20.370.1

καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου

### book 20.370.2

ἀσχαλόων Λυκόοργος ἐς ὕδατα ῥῆξεν ἰωήν·

### book 20.370.3

„αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,

### book 20.370.4

ὥς κεν ἀεθλεύσοιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα

### book 20.370.5

ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ’ ἀπὸ κόλπων

### book 20.375.1

Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον ἐς χθόνα σύρω.

### book 20.375.2

ἀλλ’, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων

### book 20.375.3

καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,

### book 20.375.4

Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου

### book 20.375.5

καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,

### book 20.380.1

σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου,

### book 20.380.2

οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω

### book 20.380.3

ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης

### book 20.380.4

ἐνδόμυχον Διόνυσον ἀφαρπάξωσι θαλάσσης·

### book 20.380.5

ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,

### book 20.385.1

δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης,

### book 20.385.2

ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ

### book 20.385.3

ἐς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ,

### book 20.385.4

καὶ θρασὺς εἰς ἐμὸν οἶκον ὁμαρτήσειε Παλαίμων

### book 20.385.5

ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,

### book 20.390.1

ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων

### book 20.390.2

δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ,

### book 20.390.3

αὐτὸς ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω,

### book 20.390.4

εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.“

### book 20.390.5

ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ

### book 20.395.1

καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν.

### book 20.395.2

Ζεὺς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ·

### book 20.395.3

„ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων·

### book 20.395.4

χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί.

### book 20.395.5

ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ

### book 20.1

γυμνὴν Τειρεσίας θηήσατο μοῦνον Ἀθήνην,

### book 20.2

οὐ δόρυ θοῦρον ἄειρε καὶ οὐ πολέμιζε θεαίνῃ,

### book 20.3

ἔμπης μοῦνον ὄπωπε καὶ ὤλεσε φέγγος ὀπωπῆς.“

### book 20.4

τοῖον ἔπος κατέλεξε δι’ ἠέρος ὑψιμέδων Ζεὺς

### book 20

δυσσεβίην ὑπέροπλον ὀπιπεύων Λυκοόργου.

### book 21.1.1

Οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·

### book 21.1.2

ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ...

### book 21.1.3

ἔθνεα Βασσαρίδων διζήμενος. Ἀμβροσίῃ δὲ

### book 21.1.4

δῶκε μένος καὶ θάρσος ἀρειμανὲς οὐράνιος Ζεύς,

### book 21.5.1

ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης

### book 21.5.2

μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,

### book 21.5.3

καὶ βριαρὴν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.

### book 21.5.4

αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ

### book 21.5.5

τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·

### book 21.10.1

οὐδέ μιν ἐπρήνιξε, χόλῳ δ’ ἀνενείκατο φωνήν·

### book 21.10.2

„Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,

### book 21.10.3

αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου

### book 21.10.4

οὐτιδανὴν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.

### book 21.10.5

πόντος ἐμὸν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ

### book 21.15

κρύπτετο μὲν Διόνυσος, ἐγὼ δ’ ἄπρηκτος ὁδεύων

### book 21.1

ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δ’ ἀτέλεστον ἐάσσω.“

### book 21.2

ἔννεπεν· Ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ

### book 21.3

χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι,

### book 21.4

οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,

### book 21.20.1

παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην,

### book 21.20.2

ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.

### book 21.20.3

οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ

### book 21.20.4

ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου·

### book 21.20.5

ἀλλὰ φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ

### book 21.25.1

Ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ.

### book 21.25.2

Γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα

### book 21.25.3

ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ

### book 21.25.4

Ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη

### book 21.25.5

εἰς φυτὸν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·

### book 21.30.1

σειρὴν δ’ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργῳ

### book 21.30.2

ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,

### book 21.30.3

μαρναμένη μετὰ θύρσον ἀπειλητῆρι κορύμβῳ.

### book 21.30.4

καὶ φυτὸν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη

### book 21

ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·

### book 21.35.1

Ἀμβροσίη δ’ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν·

### book 21.35.2

„οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,

### book 21.35.3

σὸν δέμας οὐτήσω καὶ ἐν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς

### book 21.35.4

χαλκείης ἀλύτοις σε περισφίγξοιμι πετήλοις·

### book 21.35.5

εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρα τις εἴπῃ·

### book 21.40.1

‘Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.‘

### book 21.40.2

φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ

### book 21.40.3

ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.

### book 21.40.4

σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω·

### book 21.40.5

οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.

### book 21.45.1

ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ

### book 21.45.2

ἰχθὺς βαιὸς ἄναλκις ἐπέχραε πολλάκι ναύταις

### book 21.45.3

ἂψ ἀνασειράζων, ὀλίγῳ δ’ ὑπὸ χάσματι λαιμοῦ

### book 21.45.4

μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;

### book 21.45.5

δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων

### book 21.1

αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.

### book 21.2

μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,

### book 21.3

εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.“

### book 21.4

τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ

### book 21.5

Ἀμβροσίη τανύφυλλος, † ἀρασσομένοιο Λυαίου.

### book 21.55.1

καὶ χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ

### book 21.55.2

ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων

### book 21.55.3

ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·

### book 21.55.4

οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δ’ ἐτίνασσεν ἀνάγκῃ

### book 21.55.5

οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·

### book 21.60.1

οὐδὲ δι’ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ

### book 21.60.2

θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι ...

### book 21.60.3

αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.

### book 21.60.4

καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης

### book 21.60.5

παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,

### book 21.65.1

μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου·

### book 21.65.2

οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,

### book 21.65.3

καὶ μάλα περ ποθέων, στεροπῇ δ’ ὑπόειξε τοκῆος

### book 21.65.4

δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.

### book 21.65.5

καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ

### book 21.70.1

ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ·

### book 21.70.2

γαστέρι δ’ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,

### book 21.70.3

ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,

### book 21.70.4

χωομένη τ’ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι,

### book 21.70.5

οἷον ἔην τότε θαῦμα σιδηρείου περ ἐόντος

### book 21.75.1

θηλυτέροις ὀνύχεσσι δαϊζομένοιο χιτῶνος—·

### book 21.75.2

καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν

### book 21.75.3

Κλείδη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ

### book 21.75.4

εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου

### book 21.75.5

αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἀπὸ νώτων·

### book 21.80.1

Φαιὼ δ’ ὀξυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις

### book 21.80.2

αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ

### book 21.80.3

δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος

### book 21.80.4

ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ

### book 21.80.5

Βακχείης Φασύλεια κυβερνήτειρα χορείης

### book 21.85.1

δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·

### book 21.85.2

καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,

### book 21.85.3

ῥινοτόρῳ νάρθηκι· δέμας δ’ ἤρασσε Λυκούργου

### book 21.85.4

καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη

### book 21.85.5

Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.

### book 21.90.1

καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου

### book 21.90.2

πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ

### book 21.90.3

πόντιον Ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,

### book 21.90.4

σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·

### book 21

καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα

### book 21.95.1

αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,

### book 21.95.2

ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,

### book 21.95.3

γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ

### book 21.95.4

χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·

### book 21.95.5

Ἀρραβίης δ’ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,

### book 21.1

ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ·

### book 21.2

καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ

### book 21.3

Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν·

### book 21.4

καὶ πτελέη χθονὶ κεῖτο, κόμην δ’ ἐκονίσσατο δάφνη,

### book 21.5

καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.

### book 21.105.1

ὄφρα μὲν ἐννοσίγαιος ὑπὸ χθόνα λάβρος ἀήτης

### book 21.105.2

νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,

### book 21.105.3

τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ

### book 21.105.4

θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης

### book 21.105.5

Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,

### book 21.110.1

σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ

### book 21.110.2

ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην

### book 21.110.3

ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,

### book 21.110.4

ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·

### book 21

ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ

### book 21.115.1

υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.

### book 21.115.2

καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ

### book 21.115.3

υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ ...

### book 21.115.4

ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην

### book 21.115.5

εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.

### book 21.120.1

τοῖα μὲν οἰστρήεντι χόλῳ κυμαίνετο βούτης

### book 21.120.2

δαιτρεύων ἑὰ τέκνα καὶ υἱέας εἰλαπινάζων

### book 21.120.3

παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων

### book 21.120.4

ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστήρ ...

### book 21.120.5

Νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις

### book 21.125.1

ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,

### book 21.125.2

οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,

### book 21.125.3

οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ

### book 21.125.4

χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ

### book 21.125.5

ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.

### book 21.130.1

βάλλετο δ’ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων

### book 21.130.2

τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,

### book 21.130.3

Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων

### book 21.130.4

Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.

### book 21.130.5

καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·

### book 21.135.1

„ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω

### book 21.135.2

Βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου

### book 21.135.3

ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,

### book 21.135.4

ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ

### book 21.135.5

δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην

### book 21.140.1

τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.

### book 21.140.2

λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν·

### book 21.140.3

μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω·

### book 21.140.4

λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ

### book 21.140.5

Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,

### book 21.145.1

ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι πυρσῷ

### book 21.145.2

ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.“

### book 21.145.3

εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ ....

### book 21.145.4

Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα

### book 21.145.5

υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ

### book 21.1

Ἄρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις

### book 21.2

δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,

### book 21.3

εἰς φόβον ἀίσσουσα Κυβηλίδα θῆλυν ἐνυώ·

### book 21.4

Ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ

### book 21.5

δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.

### book 21.155.1

καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην

### book 21.155.2

γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,

### book 21.155.3

ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη

### book 21.155.4

ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,

### book 21.155.5

ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,

### book 21.160.1

ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης

### book 21.160.2

λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.

### book 21.160.3

καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·

### book 21.160.4

Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ

### book 21.160.5

ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου

### book 21.165.1

μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,

### book 21.165.2

αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,

### book 21.165.3

ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,

### book 21.165.4

πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,

### book 21.165.5

πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.

### book 21.170

καὶ τὰ μὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δ’ ἐνὶ πόντῳ

### book 21.1

θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς

### book 21.2

εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·

### book 21.3

καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,

### book 21.4

οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,

### book 21.175.1

μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·

### book 21.175.2

καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων

### book 21.175.3

σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.

### book 21.175.4

ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς

### book 21.175.5

πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·

### book 21.180.1

καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ·

### book 21.180.2

Καδμείην δ’ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην

### book 21.180.3

μητροκασιγνήτην προσπτύξατο † μητέρα Ἰνώ,

### book 21.180.4

καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ

### book 21.180.5

σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ

### book 21.185.1

οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην,

### book 21.185.2

Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν

### book 21.185.3

ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου·

### book 21.185.4

καὶ Σάτυρος φιλόμολπος ἔχων ἀγέλαστον ὀπωπὴν

### book 21.185.5

ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς

### book 21.190.1

ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται,

### book 21.190.2

Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου·

### book 21.190.3

Σιληνὸς δ’ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,

### book 21.1

κεῖτο κατηφιόων· Κρονίη δ’ ἐλελίζετο Νύμφη

### book 21.2

Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,

### book 21.195.1

Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης.

### book 21.195.2

ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ

### book 21.195.3

Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης

### book 21.195.4

πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,

### book 21.195.5

νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.

### book 21.1

ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,

### book 21.2

τόφρα δὲ Καυκασίοιο δι’ οὔρεος εἰς πόλιν Ἰνδῶν

### book 21.3

οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ

### book 21.4

ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,

### book 21.5

ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,

### book 21.205.1

αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,

### book 21.205.2

αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,

### book 21.205.3

δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,

### book 21.205.4

ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,

### book 21.205.5

ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ

### book 21.210.1

ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.

### book 21.210.2

ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,

### book 21.210.3

εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ

### book 21.210.4

ἕζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,

### book 21.210.5

ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.

### book 21.215.1

καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν·

### book 21.215.2

„οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει

### book 21.215.3

ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,

### book 21.215.4

ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,

### book 21.215.5

θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ

### book 21.220.1

εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ

### book 21.220.2

καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.“

### book 21.220.3

καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης

### book 21.220.4

ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης·

### book 21.220.5

καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἢν ἐθελήσῃ,

### book 21.225.1

χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης,

### book 21.225.2

Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ.

### book 21.225.3

ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων

### book 21.225.4

ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ

### book 21.225.5

μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης

### book 21.230.1

χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.

### book 21.230.2

καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας

### book 21.230.3

ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·

### book 21.230.4

„Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει

### book 21.230.5

Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης

### book 21.235.1

σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων·

### book 21.235.2

εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις

### book 21.235.3

Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.

### book 21.235.4

ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς

### book 21

εἰρομένῳ τινὰ μῦθον, ἵν’ ἀγγείλω Διονύσῳ.“

### book 21.240.1

ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν·

### book 21.240.2

„ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.

### book 21.240.3

αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,

### book 21.240.4

οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.

### book 21.240.5

ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης

### book 21.245.1

ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου·

### book 21.245.2

οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων

### book 21.245.3

εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης.

### book 21.245.4

ἢν δ’ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων·

### book 21.245.5

κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.

### book 21.1

δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης,

### book 21.2

Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ

### book 21.3

οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει

### book 21.4

Ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων.

### book 21.5

οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,

### book 21.255

οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,

### book 21.1

Αἰθέρος ἀμήσαντα φυτοσπόρον ὄγμον ἀρότρων.

### book 21.2

ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην·

### book 21.3

οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην·

### book 21.4

οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δ’ αὖ πότος ἐστὶ βοείη.

### book 21.260.1

οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις

### book 21.260.2

δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ

### book 21.260.3

ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ.

### book 21.260.4

οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ

### book 21.260.5

μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.

### book 21.265.1

ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ·

### book 21.265.2

ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω,

### book 21.265.3

ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας

### book 21.265.4

ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας

### book 21.265.5

Δηριάδῃ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην

### book 21.270.1

σύνδρομον αὐερύσω σε δορικτήτῳ Διονύσῳ.

### book 21.270.2

οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον οὐ δύνασαι γὰρ

### book 21.270.3

λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς

### book 21.270.4

οὔασι ῥιπίζοντα παρ’ εἰλαπίνῃσιν ἐάσσω.“

### book 21.270.5

ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ·

### book 21.275

καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας

### book 21.1

τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ·

### book 21.2

„εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.“

### book 21.3

τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ.

### book 21.4

Σιληνοὺς δ’ ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ

### book 21.280.1

ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις·

### book 21.280.2

καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,

### book 21.280.3

γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς

### book 21.280.4

πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης

### book 21.280.5

μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·

### book 21.285.1

καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών,

### book 21.285.2

ἴχνιον † ἀΐουσα παλιννόστου Διονύσου.

### book 21.285.3

καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας

### book 21.285.4

τερπωλῆς τ’ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου

### book 21.285.5

πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,

### book 21.290.1

ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης,

### book 21.290.2

καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην·

### book 21.290.3

ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,

### book 21.290.4

πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις

### book 21

σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·

### book 21.295.1

ἔκλυε δ’ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν

### book 21.295.2

Ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,

### book 21.295.3

Ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,

### book 21.295.4

καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν ἐνυώ.

### book 21.295.5

τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,

### book 21.1

ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ,

### book 21.2

ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,

### book 21.3

δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος.

### book 21.4

οὐ μὲν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς

### book 21.5

θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος

### book 21.305.1

σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ.

### book 21.305.2

καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης

### book 21.305.3

Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως

### book 21.305.4

Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης

### book 21.305.5

πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.

### book 21.310.1

καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης

### book 21.310.2

τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην

### book 21.310.3

Καυκασίην λοφόεντα διαστείχων κενεῶνα

### book 21.310.4

Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,

### book 21.310.5

Ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.

### book 21.315

ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ

### book 21.1

καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,

### book 21.2

τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυσεν Ἰνδῶν,

### book 21.3

γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,

### book 21.4

πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης

### book 21.320.1

Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν

### book 21.320.2

λαὸς ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.

### book 21.320.3

καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν

### book 21.320.4

ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·

### book 21.320.5

Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ

### book 21.325.1

ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.

### book 21.325.2

ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς

### book 21.325.3

ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης

### book 21.325.4

εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ

### book 21.325.5

οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,

### book 21.330.1

εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων

### book 21.330.2

ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ

### book 21.330.3

ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,

### book 21.330.4

οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην

### book 21.330.5

ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ

### book 21.335.1

ὑψιφανὴς Διὸς ὄμβρος ἐπέβρεχεν ἄκρα πετήλων.

### book 21.335.2

κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος ἄρης

### book 21.335.3

ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,

### book 21.1

ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ

### book 21.2

εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων.

### book 21.340.1

οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην ...

### book 21.340.2

οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ

### book 21.340.3

χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·

### book 21.340.4

ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις

### book 21.340.5

μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων ...

### book 21.345

δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον ἐνυώ.

### book 22.1.1

Ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο

### book 22.1.2

Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ

### book 22.1.3

πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,

### book 22.1.4

δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ

### book 22.6

Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,

### book 22.5

καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ·

### book 22.7.1

γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι,

### book 22.7.2

Νηιάδες δ’ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι

### book 22.7.3

σιγαλέοις ἑλικηδὸν † ἐμυκήσαντο ῥεέθροις

### book 22.10.1

καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς,

### book 22.10.2

οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν

### book 22.10.3

ὑμνοπόλοι Σειρῆνες· ὅλη δ’ ἐλελίζετο λόχμη,

### book 22.10.4

καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,

### book 22

Ἀδρυάδες δ’ ἀλάλαζον, ἐπ’ εὐπετάλοιο δὲ Νύμφη ...

### book 22.15.1

ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου.

### book 22.15.2

χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,

### book 22.15.3

ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δ’ ἐνὶ κόλπῳ

### book 22.15.4

Νηιάδες λούσαντο γαλαξαίοισι ῥεέθροις,

### book 22.15.5

καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ

### book 22.20.1

οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,

### book 22.20.2

γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης

### book 22.20.3

ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων

### book 22.20.4

λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,

### book 22.20.5

σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων

### book 22.25.1

ἔγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης·

### book 22.25.2

αὐτομάτου δὲ χυθέντος ἐπ’ ἀκρεμόνεσσιν ἐλαίου

### book 22.25.3

ἰκμάσιν ἀθλιβέεσσιν ἐλούσατο δένδρον Ἀθήνης.

### book 22.25.4

καὶ κύνας ὀρχηστῆρας ἐπηχύναντο λαγωοί·

### book 22.25.5

μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ

### book 22.30.1

ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου,

### book 22.30.2

αὐχένα δοχμώσαντες, ἀνήρυγε δ’ ἄλλος ἐπ’ ἄλλῳ

### book 22.30.3

μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·

### book 22.1

τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,

### book 22.2

καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης

### book 22.35.1

ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου·

### book 22.35.2

Ἰνδῴην δ’ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην

### book 22.35.3

τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης

### book 22.35.4

ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.

### book 22.35.5

καὶ τότε παιπαλόεντα κατ’ ἄγκεα Πᾶνες ἀλῆται

### book 22.40.1

δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς

### book 22.40.2

φρικτά, τὰ μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης—

### book 22.40.3

ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ.

### book 22.40.4

καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος

### book 22.40.5

σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·

### book 22.45.1

ἀνδρομέης δ’ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς

### book 22.45.2

μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,

### book 22.45.3

νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος, ...

### book 22.45.4

καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν

### book 22

ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ πορείῃ

### book 22.1

πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ.

### book 22.2

καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν

### book 22.3

μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης·

### book 22.4

αἰδομένη δ’ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,

### book 22.5

τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.

### book 22.55.1

καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου,

### book 22.55.2

ὄμμα βαλὼν πυκινοῖο δι’ ἀκροτάτοιο κορύμβου,

### book 22.55.3

φύλλα περιστείλας, θηήτορα κύκλον ὀπωπῆς

### book 22.55.4

τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ

### book 22.55.5

ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,

### book 22.60.1

ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ,

### book 22.60.2

φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν,

### book 22.60.3

ἐνδόμυχον τυκτοῖο δι’ ὄμματος ὄμμα τιταίνει,

### book 22.60.4

ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου·

### book 22.60.5

ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην

### book 22.65.1

ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ·

### book 22.65.2

ἀντιβίοις δ’ ἤγγειλε· φόβῳ δ’ ἐλελίζετο Θουρεὺς

### book 22.65.3

μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι.

### book 22.65.4

ἔτρεμε δ’ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ

### book 22.65.5

χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,

### book 22.70.1

δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ.

### book 22.70.2

καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης

### book 22.70.3

μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης

### book 22.1

αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ·

### book 22.2

ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη

### book 22.75.1

δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν,

### book 22.75.2

Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ

### book 22.75.3

καὶ Κίρκης κυκεῶνα, θεοκλήτοις ἐπαοιδαῖς

### book 22.75.4

οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο.

### book 22.75.5

καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δ’ ἑκάστῳ,

### book 22.80.1

μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ

### book 22.80.2

κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ.

### book 22.80.3

καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου

### book 22.80.4

δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί·

### book 22.80.5

ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου

### book 22.85.1

ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη·

### book 22.85.2

χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ,

### book 22.85.3

μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ·

### book 22.85.4

δυσμενέων δ’ ἐνέπουσα δόλον σημάντορι σιγῇ

### book 22.85.5

οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου·

### book 22.90.1

„ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν,

### book 22.90.2

σὸν φυτὸν Ἀδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει·

### book 22.90.3

Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου,

### book 22.90.4

μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω·

### book 22

οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν

### book 22.95.1

ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο·

### book 22.95.2

εἰμὶ δὲ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ

### book 22.95.3

δυσμενέες λοχόωσιν, ἀφειδήσασα δὲ πάτρης

### book 22.95.4

ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν· ὑμετέροις γὰρ

### book 22.95.5

πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα,

### book 22.1

ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ·

### book 22.2

σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων

### book 22.3

ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει

### book 22.4

ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ τεὸς ὑέτιος Ζεύς.

### book 22.5

δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω,

### book 22.105.1

δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας.

### book 22.105.2

ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι,

### book 22.105.3

μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί·

### book 22.105.4

εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ

### book 22.105.5

ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν.

### book 22.110.1

ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης;

### book 22.110.2

δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις.

### book 22.110.3

σιγὴ ἐφ’ ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ,

### book 22.110.4

μὴ κρυφίοις Ἰνδοῖσιν ἀπαγγείλειεν Ὑδάσπης.“

### book 22

ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη,

### book 22.115.1

ὡς πτερὸν ἠὲ νόημα, μεταλλάξασα δὲ μορφὴν

### book 22.115.2

ἰσοφυὴς ὄρνιθι διέτρεχε φυλλάδος ὕλης

### book 22.115.3

ἥλικος ἀίσσουσα κατὰ δρυός. αὐτὰρ ὁ σιγῇ

### book 22.115.4

μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης

### book 22.115.5

εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα μῦθον ἑκάστου

### book 22.120.1

νεύμασι δενδίλλων, νοερῇ δ’ ἐκέλευε σιωπῇ

### book 22.120.2

τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,

### book 22.120.3

καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,

### book 22.120.4

μή σφιν ἐπιβρίσωσιν ἀθωρήκτοισι μαχηταί,

### book 22.120.5

εἰσέτι δαινυμένοισι κατὰ στρατόν· οἱ δὲ Λυαίῳ

### book 22.125.1

κεκλομένῳ πείθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι

### book 22.125.2

σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.

### book 22.125.3

καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται

### book 22.125.4

γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,

### book 22.125.5

νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,

### book 22.130.1

μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη.

### book 22.130.2

καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ

### book 22.130.3

βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.

### book 22.130.4

Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν

### book 22.130.5

ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,

### book 22.135.1

ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ.

### book 22.135.2

ἀλλ’ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς

### book 22.135.3

ὄρθρον ἀμεργομένῃ δροσερῇ πορφύρετο πέτρῃ,

### book 22.135.4

ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης

### book 22.135.5

δυσμενέες προὔτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,

### book 22.140.1

Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν

### book 22.140.2

ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ.

### book 22.140.3

καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου

### book 22.140.4

ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ

### book 22.140.5

αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ

### book 22.145.1

ἐς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης.

### book 22.145.2

τεύχεσι δ’ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ,

### book 22.145.3

χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων,

### book 22.145.4

κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης

### book 22.145.5

φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,

### book 22

καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς,

### book 22.1

σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης

### book 22.2

Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος

### book 22.3

μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος·

### book 22.4

καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοισι τινάσσων

### book 22.155.1

ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ

### book 22.155.2

πάτριον ὄλβον ἔφαινε, δι’ εὐφαέος δὲ καρήνου

### book 22.155.3

ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη

### book 22.155.4

χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ.

### book 22.155.5

καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς

### book 22.160.1

δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων,

### book 22.160.2

ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις

### book 22.160.3

δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης,

### book 22.160.4

θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης,

### book 22.160.5

ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.

### book 22.165.1

οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς,

### book 22.165.2

οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπ’ ἀλλήλοις δὲ χυθέντες

### book 22.165.3

εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ.

### book 22.165.4

κυανέην δ’ Οἴαγρος ἀνεστυφέλιξεν ἐνυὼ

### book 22.165.5

ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,

### book 22.170.1

ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων.

### book 22.170.2

ὡς δ’ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ὕδωρ

### book 22.170.3

ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ

### book 22.170.4

ἔρχεται ἐς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ

### book 22

ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ

### book 22.175.1

λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης·

### book 22.175.2

πολλὴ μὲν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα

### book 22.175.3

ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη·

### book 22.175.4

ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπ’ ἄλλῳ

### book 22.175.5

πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,

### book 22.180.1

καί μιν ἐκυκλώσαντο, καὶ ἣν καλέουσι μαχηταὶ

### book 22.180.2

μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην·

### book 22.180.3

ἔγχεϊ μὲν στατὸν ἔγχος ἐρείδετο, κεκλιμένη δὲ

### book 22.180.4

ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων

### book 22.180.5

στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ

### book 22.185.1

ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης

### book 22.185.2

ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί.

### book 22.185.3

ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον Ἄιδι πέμπων

### book 22.185.4

Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης,

### book 22.185.5

κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας

### book 22.190.1

ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης;

### book 22.190.2

τὸν μὲν ὑπὲρ μαζοῖο θοῷ δορί, τὸν δὲ δαΐζων

### book 22.190.3

ἄορι κωπήεντι κατ’ αὐχένος, αἰνομανῆ δὲ

### book 22.190.4

δήιον ἄλλον ἔνυξε παρ’ ὀμφαλόν, ἐκ φονίης δὲ

### book 22.190.5

ὠτειλῆς ἑὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ

### book 22.195

σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ·

### book 22.1

ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,

### book 22.2

ἄορι δ’ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα

### book 22.3

αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ·

### book 22.4

καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην

### book 22.1

ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος·

### book 22.2

ψυχὴ δ’ ἠνεμόφοιτος ἀναΐξασα θανόντος

### book 22.3

συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.

### book 22.4

ἄλλον ἀπηλοίησεν ἀφειδέι δούρατι νύξας

### book 22.5

θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,

### book 22.205.1

ἄορι δ’ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ

### book 22.205.2

ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.

### book 22.205.3

αὐτὰρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ

### book 22.205.4

ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ

### book 22.205.5

ἢ πλευρῆς ἑκάτερθεν ἢ αὐχένος ἢ σχεδὸν ὤμου·

### book 22.210.1

σείων δ’ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν

### book 22.210.2

στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,

### book 22.210.3

κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.

### book 22.210.4

ὡς δ’ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην

### book 22.210.5

φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,

### book 22.215.1

φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην·

### book 22.215.2

ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ

### book 22.215.3

Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.

### book 22.215.4

καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας

### book 22.215.5

δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·

### book 22.220.1

καί τις ἐπ’ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων

### book 22.220.2

εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,

### book 22.220.3

καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,

### book 22.220.4

καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,

### book 22.220.5

αὐχενίου δεσμοῖο παρ’ ἀνθερεῶνα λυθέντος·

### book 22.225.1

τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος.

### book 22.225.2

οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καὶ αὐτοὶ

### book 22.225.3

ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν ἐνυώ,

### book 22.225.4

ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.

### book 22.225.5

κούρη δ’ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν

### book 22.230.1

πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν

### book 22.230.2

μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.

### book 22.230.3

καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις

### book 22.230.4

θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δὲ

### book 22.230.5

οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,

### book 22.235.1

ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος,

### book 22.235.2

ἄλλος ὑπὲρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,

### book 22.235.3

ἄλλος ἐπεστήρικτο παρ’ ὀμφαλόν, ὃς δ’ ἐπὶ γαίῃ

### book 22.235.4

ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,

### book 22.235.5

ὃς δὲ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,

### book 22.240.1

καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου·

### book 22.240.2

πρηνὴς δ’ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι

### book 22.240.3

εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.

### book 22.240.4

ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ

### book 22.240.5

λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·

### book 22.245.1

ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων

### book 22.245.2

αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.

### book 22.245.3

καί τις ἑὴν σάλπιγγα † μάτην περὶ χεῖλος ἐρείσας

### book 22.245.4

ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,

### book 22.245.5

ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.

### book 22.1

οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί·

### book 22.2

θαρσαλέοι δ’ ἥψαντο παλιννόστοιο κυδοιμοῦ.

### book 22.3

αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.

### book 22.4

καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ

### book 22.5

Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.

### book 22.255.1

αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ,

### book 22.255.2

οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ·

### book 22.255.3

ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου

### book 22.255.4

ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,

### book 22.255.5

οἷς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης

### book 22.260.1

διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ

### book 22.260.2

Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης

### book 22.260.3

αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ·

### book 22.260.4

καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ

### book 22.260.5

τοὺς μὲν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,

### book 22.265.1

τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δ’ ἐρυθαίνετο λύθρῳ

### book 22.265.2

Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ

### book 22.265.3

κεῖτο πολυσπερέων νεκύων χύσις, ὧν ὁ μὲν αὐτῶν

### book 22.265.4

ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων

### book 22.265.5

ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·

### book 22.270.1

καὶ δαπέδῳ στείνοντο, νέκυς δ’ ἐπερείδετο νεκρῷ

### book 22.270.2

κεκλιμένῳ μετρηδόν, ἀπ’ ἀρτιτόμοιο δὲ λαιμοῦ

### book 22.270.3

ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ·

### book 22.270.4

καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων

### book 22.270.5

Γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,

### book 22.275.1

υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ·

### book 22.275.2

„υἱὲ Διὸς ζείδωρε μιαιφόνε—καὶ γὰρ ἀνάσσεις

### book 22.275.3

ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο—,

### book 22.275.4

ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν

### book 22.275.5

Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,

### book 22.280.1

ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν

### book 22.280.2

σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν

### book 22.280.3

ἀνέρας ἀμώων μετὰ λήιον· ἀμφότερον δὲ

### book 22.280.4

ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄρεος αἵματι νείφεις.“

### book 22.280.5

τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων

### book 22.285.1

οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν

### book 22.285.2

βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ.

### book 22.285.3

καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας

### book 22.285.4

πέμπε βέλος, καὶ βαιόν, ὅσον χροὸς ἄκρον ἀμύξαι,

### book 22.285.5

μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.

### book 22.290.1

μάρνατο δ’ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν

### book 22.290.2

Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ

### book 22.290.3

λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ.

### book 22.290.4

καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης

### book 22.290.5

ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην

### book 22.295.1

δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων

### book 22.295.2

εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς·

### book 22.295.3

ἀλλ’ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος

### book 22.295.4

ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή,

### book 22.295.5

δὴ τότε δὴ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη

### book 22.1

πεζὸς ἀνὴρ ἱππῆα δεδεγμένος· αὐτὰρ ὁ κάμψας

### book 22.2

ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ

### book 22.3

λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ

### book 22.4

ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων

### book 22.5

δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,

### book 22.305

Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,

### book 22.1

γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου

### book 22.2

ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ,

### book 22.3

ἢ θανέειν ἢ φῶτα βαλεῖν ἢ πῶλον ἐλάσσαι

### book 22.4

ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ

### book 22.310.1

δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου

### book 22.310.2

πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα·

### book 22.310.3

καί νύ κεν ἐς χθόνα ῥῖψεν ἀμήτορος ἀστὸν Ἀθήνης,

### book 22.310.4

ἀλλά μιν ἔγχεϊ νύξε παρ’ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς

### book 22.310.5

καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ

### book 22.315.1

εἰς πέδον ἠκόντιζεν· ὁ δὲ στροφάδεσσιν ἐρωαῖς

### book 22.315.2

ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ

### book 22.315.3

κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ.

### book 22.315.4

τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου,

### book 22.315.5

ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.

### book 22.320.1

κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν

### book 22.320.2

ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου

### book 22.320.3

εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δ’ ἕο νύμφῃ

### book 22.320.4

νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.

### book 22.320.5

ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,

### book 22.325.1

ἐννέα δ’ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς

### book 22.325.2

πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·

### book 22.325.3

ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,

### book 22.325.4

ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ,

### book 22.325.5

ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δ’ ἐπὶ νηδύι πίπτων

### book 22.330.1

μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,

### book 22.330.2

ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὃς δὲ φυγόντος

### book 22.330.3

ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ

### book 22.330.4

καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.

### book 22.330.5

ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης

### book 22.335.1

ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπ’ ἄλλῳ

### book 22.335.2

ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.

### book 22.335.3

ὡς δ’ ὅτε χαλκείῳ τις ἐπ’ ἄκμονι χαλκὸν ἐλαύνων

### book 22.335.4

ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,

### book 22.335.5

τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ

### book 22.340.1

ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,

### book 22.340.2

ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

### book 22.340.3

ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἄλλος ὀρούσας

### book 22.340.4

ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·

### book 22.340.5

ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν

### book 22.345.1

μαρναμένων ἐκέδασσεν, ἀλωφήτων ἀπὸ τόξων

### book 22.345.2

κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.

### book 22.345.3

μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν

### book 22.1

χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,

### book 22.2

ἀμφιφαὴς ὅτε βαιὸν ἀποστίλβουσα κεραίης

### book 22.1

ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης

### book 22.2

κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,

### book 22.3

δίζυγι κεκριμένῳ μαλακῷ πυρί, μεσσατίης δὲ

### book 22.4

γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.

### book 22.5

οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ

### book 22.355.1

Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ

### book 22.355.2

κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων

### book 22.355.3

εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.

### book 22.355.4

συμφερτοὶ δ’ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ

### book 22.355.5

τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,

### book 22.360.1

οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

### book 22.360.2

κυανέης ἤμησε σιδήρεα λήια χάρμης

### book 22.360.3

κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπ’ ὄχθαις,

### book 22.360.4

τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·

### book 22.360.5

καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ

### book 22.365.1

αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.

### book 22.365.2

καί τις ἀνὴρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν

### book 22.365.3

κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,

### book 22.1

καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ

### book 22.2

σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ

### book 22.370.1

οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου

### book 22.370.2

Νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,

### book 22.370.3

καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.

### book 22.370.4

πολλοὶ δ’ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν

### book 22.370.5

ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὃς μὲν ἐπ’ ὄχθης,

### book 22.375.1

ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὃς δ’ ἐπὶ γαίῃ

### book 22.375.2

ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·

### book 22.375.3

ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ

### book 22.375.4

Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·

### book 22.375.5

αἰχμητὴν δ’ ἀσίδηρον ἐπιψαύοντα λιτάων

### book 22.380.1

οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ

### book 22.380.2

χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ

### book 22.380.3

νηρίθμους κεράιξε, ῥόον ποταμοῖο μιαίνων·

### book 22.380.4

καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.

### book 22.380.5

οὐδ’ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,

### book 22.385.1

ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων

### book 22.385.2

ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν ἐνυώ,

### book 22.385.3

οἷα προθεσπίζων ποταμοῦ παρὰ χεῦμα Καμάνδρου

### book 22.385.4

φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·

### book 22

καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.

### book 22.390.1

καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη

### book 22.390.2

Νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·

### book 22.390.3

„Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,

### book 22.390.4

ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.

### book 22.390.5

ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις

### book 22.395.1

δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·

### book 22.395.2

Νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·

### book 22.395.3

κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.

### book 22.395.4

μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.

### book 22.395.5

ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἅλα βαίνω,

### book 22

καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω

### book 22

αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.“

### book 23.1.1

Ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ

### book 23.1.2

Νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη.

### book 23.1.3

αὐτὰρ ὁ βάρβαρα φῦλα παρ’ ᾐόνας ἄορι τύπτων

### book 23.1.4

εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ

### book 23.5.1

δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην.

### book 23.5.2

καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων

### book 23.5.3

νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι

### book 23.5.4

χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων·

### book 23.5.5

ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπ’ ἄλλῳ

### book 23.10.1

ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ.

### book 23.10.2

οὐδ’ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο

### book 23.10.3

πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν

### book 23.10.4

Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη

### book 23.10.5

Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων.

### book 23.15.1

ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων

### book 23.15.2

Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δ’ οἷά περ Ἄρης,

### book 23.15.3

σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.

### book 23.1

καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ

### book 23.2

ὑγρὸν ἐπ’ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ

### book 23.20.1

νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων,

### book 23.20.2

νηχομένου κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν

### book 23.20.3

ἡμιφανὴς πολέμιζεν ἐπ’ ἰλύι ταρσὸν ἐρείσας,

### book 23.20.4

θύρσῳ στῆθος ἔτυψεν ἢ αὐχένα, κύματα τέμνων,

### book 23.20.5

δυόμενος· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,

### book 23.25.1

ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου

### book 23.25.2

δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς.

### book 23.25.3

πολλοὶ δ’ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ,

### book 23.25.4

υἷα Διὸς τρομέοντες ἐρίδρομον, ὧν ὁ μὲν αὐτῶν

### book 23.25.5

ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,

### book 23.30.1

αὐτοπαγὴς δ’ ἀτίνακτος ἀπ’ ἰξύος ἄχρι καρήνου

### book 23.30.2

ἡμιφανὴς ἀνέτελλε καλυπτόμενος πτύχα μηροῦ·

### book 23.30.3

καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης

### book 23.30.4

ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων·

### book 23.30.5

καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,

### book 23.35.1

Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας

### book 23.35.2

ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου.

### book 23.35.3

καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων,

### book 23.35.4

ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ,

### book 23.35.5

ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,

### book 23.40.1

ταρσὸν ἔχων ψαμάθοισι κατάσχετον· ἵστατο δ’ ἄλλος

### book 23.40.2

κνήμης λουομένης· ὁ δὲ γούνατος ἄκρα διαίνων

### book 23.40.3

ὑγρὴν αἱμαλέοιο δι’ ὕδατος εἶχεν ἐνυώ·

### book 23.40.4

ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου,

### book 23.40.5

καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων,

### book 23.45.1

φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου·

### book 23.45.2

ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου

### book 23.45.3

ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων

### book 23.45.4

ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας

### book 23.45.5

δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν.

### book 23.1

εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων

### book 23.2

ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος.

### book 23.3

καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ

### book 23.4

τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ,

### book 23.5

ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ,

### book 23.55.1

τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ,

### book 23.55.2

Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ

### book 23.55.3

τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ,

### book 23.55.4

σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ·

### book 23.55.5

καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην,

### book 23.60

βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων,

### book 23.1

ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα,

### book 23.2

ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων,

### book 23.3

καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας

### book 23.4

ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν·

### book 23.65.1

„γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος· αἰδέομαι γάρ,

### book 23.65.2

μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ.

### book 23.65.3

αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω,

### book 23.65.4

μή με πατὴρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ,

### book 23.65.5

μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.“

### book 23.70.1

ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας

### book 23.70.2

τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων,

### book 23.70.3

καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς,

### book 23.70.4

αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα·

### book 23.70.5

ὄμμασι δ’ ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ,

### book 23.75.1

καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας.

### book 23.75.2

καὶ φόνος ἄσπετος ἦεν· ἀναινομένῳ δὲ ῥεέθρῳ

### book 23.75.3

κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης.

### book 23.75.4

καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν·

### book 23.75.5

„καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις;

### book 23.80.1

πολλάκι Βάκτρον ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις

### book 23.80.2

οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης·

### book 23.80.3

Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην·

### book 23.80.4

πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλ’ ἐνὶ χάρμῃ

### book 23.80.5

οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ·

### book 23.85.1

οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ

### book 23.85.2

γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων

### book 23.85.3

Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν ἐνυὼ

### book 23.1

πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ.

### book 23.2

Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις

### book 23.90.1

ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην,

### book 23.90.2

οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ,

### book 23.90.3

ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων

### book 23.90.4

Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει·

### book 23.90.5

Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,

### book 23.95.1

καὶ κρυφίην ὠδῖνα διαστίζων τοκετοῖο

### book 23.95.2

κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων

### book 23.95.3

κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις.

### book 23.95.4

πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ

### book 23.95.5

Ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,

### book 23.1

αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων;

### book 23.2

ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς.

### book 23.3

σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττι με θύρσοις

### book 23.4

οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.“

### book 23.5

ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ.

### book 23.105.1

καὶ πλόος ἦν εὔοπλος· ἐκουφίζοντο δὲ λαοὶ

### book 23.105.2

οἰδαλέοις μελέεσσιν· ἀποφθιμένου δὲ φορῆος

### book 23.105.3

ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ

### book 23.105.4

δυομένη κατὰ βαιόν· ἐφελκόμεναι δὲ ῥεέθροις

### book 23.105.5

ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν

### book 23.110

νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι,

### book 23.1

στοιχάδες ἔνθα καὶ ἔνθα· βαρυνόμενον δὲ σιδήρῳ

### book 23.2

εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ.

### book 23.3

οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς,

### book 23.4

εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ,

### book 23.115.1

καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων·

### book 23.115.2

Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης.

### book 23.115.3

Ἥρη δ’ ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν,

### book 23.115.4

οὐρανόθεν πεπότητο, δι’ ὑψιπόρου δὲ κελεύθου

### book 23.115.5

ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ.

### book 23.120.1

Ἀντολίης δ’ ἐπέβαινε, καὶ ὥπλισεν Ἰνδὸν Ὑδάσπην

### book 23.120.2

φύλοπιν ὑδατόεσσαν ἀναστῆσαι Διονύσῳ.

### book 23.120.3

ἀλλ’ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν ἄρης,

### book 23.120.4

δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων

### book 23.120.5

χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.

### book 23.125.1

καὶ θεὸς ἡγεμόνευε, δι’ οἴδματος ἡνιοχεύων

### book 23.125.2

ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ

### book 23.125.3

πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην·

### book 23.125.4

καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο,

### book 23.125.5

ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,

### book 23.134

ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας ...

### book 23.130.1

ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην,

### book 23.130.2

ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων

### book 23.1

ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ

### book 23.2

καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,

### book 23.135.1

ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν,

### book 23.135.2

οὐ Βορέην καλέων νηοσσόον, ἰθυτενὲς δὲ

### book 23.135.3

εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων,

### book 23.135.4

Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης.

### book 23.135.5

καὶ πλωτῆς ἀδίαντος ἐπ’ ἀσπίδος οἴδματα τέμνων,

### book 23.140.1

πεῖσμα φέρων τελαμῶνα, σακεσπάλον εἶχε πορείην,

### book 23.140.2

ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.

### book 23.140.3

καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων

### book 23.140.4

ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων·

### book 23.140.5

καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου

### book 23.145.1

ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα

### book 23.145.2

ὑψιφανὴς ἀνέτελλε δι’ ὕδατος ἄβροχος αὐχήν.

### book 23.145.3

καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,

### book 23.145.4

ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,

### book 23.145.5

δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,

### book 23.1

ἐνδομύχων δ’ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί.

### book 23.2

αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν

### book 23.3

ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο·

### book 23.4

καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων

### book 23.5

πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·

### book 23.155.1

καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι

### book 23.155.2

Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.

### book 23.155.3

ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις

### book 23.155.4

εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,

### book 23.155.5

καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·

### book 23.160.1

Σιληνοὶ δὲ γέροντες ἐναυτίλλοντο † θαλάσσῃ

### book 23.160.2

καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην.

### book 23.160.3

καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν

### book 23.160.4

γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης,

### book 23.160.5

μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ·

### book 23.165.1

„γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει;

### book 23.165.2

οἴδματα σεῖο κόρυσσον ἐπιβρίζων Διονύσῳ,

### book 23.165.3

ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην.

### book 23.165.4

σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ

### book 23.165.5

ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις.

### book 23.170.1

Αἴολε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ

### book 23.170.2

σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας

### book 23.170.3

μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης

### book 23.170.4

ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην,

### book 23.170.5

καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες·

### book 23.175.1

σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ·

### book 23.175.2

χεύμασι δ’ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ

### book 23.175.3

συρομένων προχοῇσιν ἐμὸς ῥόος ἅρμα δεχέσθω,

### book 23.175.4

οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων.

### book 23.175.5

οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσσω·

### book 23.180.1

σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ

### book 23.180.2

ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις—

### book 23.180.3

ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου.

### book 23.180.4

εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ

### book 23.180.5

Νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει

### book 23.185.1

καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει;

### book 23.185.2

αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες

### book 23.185.3

ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις.

### book 23.185.4

οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔπλεον Ἰνδοὶ

### book 23.185.5

ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ

### book 23.190.1

Δηριάδης ἐχάραξεν ἑῷ περιμήκεϊ δίφρῳ,

### book 23.190.2

ὑψιλόφων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων.“

### book 23.190.3

ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ

### book 23.190.4

αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ

### book 23.190.5

μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ·

### book 23.195

καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ,

### book 23.1

μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ

### book 23.2

Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν

### book 23.3

καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ

### book 23.4

ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,

### book 23.1

καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου

### book 23.2

Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας·

### book 23.3

ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους,

### book 23.4

νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις,

### book 23.5

καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο

### book 23.205.1

ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ·

### book 23.205.2

καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτὸν ὕδωρ

### book 23.205.3

ἰκμαλέην ἐλέλιζε δι’ ὕδατος ὄρθιον οὐρήν·

### book 23.205.4

γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων

### book 23.205.5

ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ

### book 23.210.1

κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου·

### book 23.210.2

πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ

### book 23.210.3

Πανιὰς ἀκροτάτοιο δι’ ὕδατος ἔπλεε σύριγξ,

### book 23.210.4

κύμασιν αὐτοέλικτος· ἁμιλλητῆρι δὲ παλμῷ

### book 23.210.5

Σιληνοῦ λασίοιο κατ’ αὐχένος ἔρρεε χαίτη.

### book 23.215.1

καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων,

### book 23.215.2

ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ,

### book 23.215.3

κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν ἐνυώ·

### book 23.215.4

καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην

### book 23.215.5

ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα ῥαίνων,

### book 23.220

οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.

### book 23.1

οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ,

### book 23.2

οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου

### book 23.3

χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα,

### book 23.4

ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.

### book 23.225.1

καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν·

### book 23.225.2

„τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω,

### book 23.225.3

τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς.

### book 23.225.4

ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος,

### book 23.225.5

καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;

### book 23.230.1

πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ,

### book 23.230.2

μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ·

### book 23.230.3

ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς.

### book 23.230.4

σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω·

### book 23.233a

σὴν προχοὴν θήλυνον, ἕως ἔτι † μῆνιν ἐρύκω †

### book 23.234

ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ

### book 23.235.1

τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.

### book 23.235.2

εἰ δὲ μέγα φρονέεις χάριν Ἀστρίδος, εἰ σέο νύμφη

### book 23.235.3

ἔλλαχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης,

### book 23.235.4

Ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος,

### book 23.235.5

οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,

### book 23.240.1

καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων,

### book 23.240.2

οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι,

### book 23.240.3

οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει.

### book 23.240.4

εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο,

### book 23.240.5

Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,

### book 23.245.1

ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ

### book 23.245.2

σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου,

### book 23.245.3

χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ,

### book 23.245.4

υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ,

### book 23.245.5

οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.

### book 23.1

ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μηδὲ νοήσω

### book 23.2

Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.“

### book 23.3

ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης

### book 23.4

κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ.

### book 23.5

καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,

### book 23.255.1

εἰ μὴ Βάκχος ἄμυνεν, ἀπ’ ἀγχιπόροιο δὲ λόχμης

### book 23.255.2

πυρσοτόκον νάρθηκα βαλὼν ἀντώπιον Ἠοῦς

### book 23.255.3

Ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου

### book 23.255.4

αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ·

### book 23.255.5

καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ

### book 23.260.1

καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι·

### book 23.260.2

καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης

### book 23.1

λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου·

### book 23.2

καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ

### book 23.3

καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ

### book 23.265.1

ἠερίας ἁψῖδας, ὅλη δ’ ἐμελαίνετο λόχμη

### book 23.265.2

εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων.

### book 23.265.3

καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ

### book 23.265.4

ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ

### book 23.265.5

νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς

### book 23.270.1

ὑγρὸν ἀναπτομένη· βυθίων δ’ ἄπο καπνὸς ἐναύλων

### book 23.270.2

ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ.

### book 23.270.3

Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ

### book 23.270.4

γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου·

### book 23.270.5

καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ

### book 23.275.1

Νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην·

### book 23.275.2

ἄλλη δ’ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην

### book 23.275.3

ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης

### book 23.275.4

ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην

### book 23.275.5

παρθενικὴν ἀπέδιλον ἐδέξατο, Περσίδι γείτων.

### book 23.280.1

Ὠκεανὸς δ’ ἰάχησεν ἀπειλείων Διονύσῳ,

### book 23.280.2

ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ,

### book 23.280.3

καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων

### book 23.280.4

ἠιόνας κόσμοιο κατέκλυσε χεύμασι μύθων·

### book 23.280.5

„ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου,

### book 23.285.1

παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς,

### book 23.285.2

ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ

### book 23.285.3

εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς·

### book 23.285.4

ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα

### book 23.285.5

Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.

### book 23.290.1

ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ

### book 23.290.2

ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω,

### book 23.290.3

κρύψω δ’ αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων

### book 23.290.4

χεύματι μορμύροντι κατακλύζοντα Σελήνην·

### book 23.290.5

Ἀρκτῴην δ’ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω

### book 23.295.1

ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης·

### book 23.295.2

καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης

### book 23.295.3

αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω,

### book 23.295.4

κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω

### book 23.295.5

νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν

### book 23.1

Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω,

### book 23.2

αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ

### book 23.3

Ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω,

### book 23.4

νηχομένους μετ’ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς,

### book 23.5

ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω

### book 23.305.1

Ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης,

### book 23.305.2

κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην,

### book 23.305.3

Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή,

### book 23.305.4

δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν,

### book 23.305.5

ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·

### book 23.310

ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω

### book 23.1

ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην,

### book 23.2

ὡς πάρος Ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου

### book 23.3

ὑγρὸς ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν ἐνυώ·

### book 23.4

κρύψω δ’ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ

### book 23.315.1

ἅρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ.

### book 23.315.2

Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ

### book 23.315.3

Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ

### book 23.315.4

καὶ ποταμοὺς καὶ φῶτας ἀμεμφέας· ἀμφότερον δὲ

### book 23.315.5

Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.“

### book 23.320

ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς.

### book 24.1.1

Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,

### book 24.1.2

δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἀράσσων·

### book 24.1.3

καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,

### book 24.1.4

ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.

### book 24.5.1

Ἥρη δ’ ἐσμαράγησε δι’ ἠέρος ἄπλετον ἠχώ,

### book 24.5.2

μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.

### book 24.5.3

καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ

### book 24.5.4

παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,

### book 24.5.5

μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·

### book 24.10.1

„φείδεό μοι, Διόνυσε, Διιπετέος ποταμοῖο,

### book 24.10.2

ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ

### book 24.10.3

ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.

### book 24.10.4

ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ

### book 24.10.5

σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.

### book 24.15.1

ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ

### book 24.15.2

υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,

### book 24.15.3

Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.

### book 24.15.4

αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ

### book 24.15.5

αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρων ...

### book 24.20.1

καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω·

### book 24.20.2

τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ.

### book 24.20.3

πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος,

### book 24.20.4

αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην ....

### book 24.20.5

Νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγὰς

### book 24.25.1

ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δ’ ἐνὶ λόχμαις

### book 24.25.2

σύννομος Ἀδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει,

### book 24.25.3

ἄλλη δ’ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα

### book 24.25.4

ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην

### book 24.25.5

Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην

### book 24.30.1

ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ.

### book 24.30.2

μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων,

### book 24.30.3

οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὄρπηξ

### book 24.30.4

ἀμπελόεις· δόνακες γὰρ ἐπ’ ἀλλήλοισι δεθέντες

### book 24.30.5

ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην·

### book 24.35.1

μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί,

### book 24.35.2

μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη,

### book 24.35.3

ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων

### book 24.35.4

φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν·

### book 24.35.5

καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς

### book 24.40.1

Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν·

### book 24.40.2

λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,

### book 24.1

ὅττι ῥόος ποταμοῖο τεοὺς νάρθηκας ἀέξει.

### book 24.2

οὐ ξένον οἶδμα πέρησας † ἐπώνυμον· ἀρτιφυῆ γὰρ

### book 24.3

ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,

### book 24.45.1

ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων

### book 24.45.2

Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις·

### book 24.45.3

καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ

### book 24.45.4

δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ

### book 24.45.5

ἐκ κραδίης ἀνέτελλες ἀειδομένου Διονύσου.

### book 24.1

ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ·

### book 24.2

μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ

### book 24.3

Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης.

### book 24.4

καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων,

### book 24.5

γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην·

### book 24.55.1

μηδὲ πυρὶ φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ

### book 24.55.2

ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ.

### book 24.55.3

ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω

### book 24.55.4

μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ

### book 24.55.5

εἰ θρασὺν αὐχένα κάμπτε καὶ ἤπιος ἔσκε Τυφωεύς,

### book 24.60.1

καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς

### book 24.60.2

ἀστεροπὴν ἀνέκοπτε πατὴρ τεός, ὑψιμέδων Ζεύς.“

### book 24.60.3

ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην.

### book 24.60.4

καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης

### book 24.60.5

χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,

### book 24.65.1

χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο,

### book 24.65.2

Ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων,

### book 24.65.3

καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ.

### book 24.65.4

ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην,

### book 24.65.5

τόφρα δέ, θάρσος ἄρηος ἔχων περιμήκεα μορφήν,

### book 24.70.1

Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς,

### book 24.70.2

στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ

### book 24.70.3

λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων.

### book 24.70.4

οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσύμενος δὲ

### book 24.70.5

οὐρανόθεν πεφόρητο προασπίζων Διονύσου.

### book 24.75.1

καὶ σφετέροισιν † ἰόντες ἀρηγόνες, ἄλλος ἐπ’ ἄλλῳ,

### book 24.75.2

σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου

### book 24.75.3

ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς

### book 24.75.4

αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς

### book 24.75.5

Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην

### book 24.80.1

φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγι ταρσῷ

### book 24.80.2

κουφίζων ἐκόμισσεν ἐς ἄρεα Δηριαδῆος

### book 24.80.3

Ἰνδῴην ἐπὶ πέζαν· ἀπ’ εὐρυπόροιο δὲ κόλπου

### book 24.80.4

υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,

### book 24.80.5

φαιδρὸς ἀλεξικάκων πεφορημένος ἅρματι κύκνων,

### book 24.85.1

μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης·

### book 24.85.2

καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,

### book 24.85.3

υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·

### book 24.1

Οὐρανίη δ’ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου

### book 24.2

παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ

### book 24.90.1

ἀτραπιτοὺς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,

### book 24.90.2

γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·

### book 24.90.3

Καλλιόπη δ’ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·

### book 24.90.4

καὶ τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,

### book 24.90.5

ἀμφοτέρους δ’ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·

### book 24.95.1

Ἀκταίη δ’ ἐσάωσεν Ἐρεχθέα Παλλὰς Ἀθήνη,

### book 24.95.2

Ἰνδοφόνον ναετῆρα θεοκρήπιδος Ἀθήνης·

### book 24.95.3

Νύμφας δ’ Ἀδρυάδας ναέται ζώγρησαν Ὀλύμπου

### book 24.95.4

πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἔξοχα δ’ ἄλλων

### book 24.95.5

δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,

### book 24.1

καί σφιν ἅμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,

### book 24.2

εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.

### book 24.3

Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας

### book 24.4

ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ

### book 24.5

θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,

### book 24.105.1

πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἃς ἐπὶ νίκῃ

### book 24.105.2

ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,

### book 24.105.3

Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην

### book 24.105.4

μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.

### book 24.105.5

καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ

### book 24.110.1

Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων

### book 24.110.2

ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·

### book 24.110.3

καὶ Σάτυροι δρόμον εἶχον ὁμόστολον, οἷς ἅμα Βάκχαι

### book 24.110.4

ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δ’ ἄλλων

### book 24.110.5

ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,

### book 24.115.1

πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,

### book 24.115.2

εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.

### book 24.115.3

ἄλλοι δ’ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ

### book 24.115.4

ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,

### book 24.115.5

ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων

### book 24.120.1

αἰετὸς ἡγεμόνευε δι’ ἠέρος ἀντίτυπος Ζεύς,

### book 24.120.2

φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,

### book 24.120.3

Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.

### book 24.120.4

Ἰνδῴῃ δ’ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,

### book 24.120.5

καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,

### book 24.125.1

καὶ κλισίας πήξαντες † ἐς ἠρέμα δάσκιον ὕλην ...

### book 24.125.2

οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην

### book 24.125.3

εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις

### book 24.125.4

Ἀδρυάδες μίσγοντο φιλοπτόρθου Διονύσου.

### book 24.125.5

Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ

### book 24.130.1

σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,

### book 24.130.2

αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·

### book 24.134

θηροσύνην δ’ ἀνέφαινον· ἀκοντιστῆρι δὲ θύρσῳ

### book 24.135.1

ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δὲ λαθοῦσα

### book 24.135.2

ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου·

### book 24.135.3

ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν

### book 24.135.4

καὶ λοφιῆς ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων·

### book 24.132.1

ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου

### book 24.132.2

ἰοβόλων μάστευε δι’ οὔρεος ἄντρα δρακόντων.

### book 24.139

καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ

### book 24.140.1

καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·

### book 24.140.2

καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δ’ ἐπὶ γείτονα πεύκην

### book 24.140.3

πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.

### book 24.140.4

τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ

### book 24.140.5

Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,

### book 24.145.1

δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,

### book 24.145.2

καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·

### book 24.145.3

„Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,

### book 24.145.4

ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,

### book 24.145.5

εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·

### book 24.1

κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ

### book 24.2

θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου

### book 24.1

αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης

### book 24.2

τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ

### book 24.3

καὶ καναχὴ σύριγγος· ὅλη δ’ ἐλελίζετο λόχμη

### book 24.155.1

καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·

### book 24.155.2

Νηιάδες δ’ ὀλόλυξαν. ἐγὼ δ’ ἐκόρυσσα μαχητάς,

### book 24.155.3

ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.

### book 24.155.4

καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,

### book 24.155.5

οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,

### book 24.160.1

κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ

### book 24.160.2

βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.

### book 24.160.3

ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης,

### book 24.160.4

εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.

### book 24.160.5

μὴ νυχίην ἀνόνητον ἀναστήσειας ἐνυώ,

### book 24.165.1

μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι·

### book 24.165.2

ἤδη δ’ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ

### book 24.165.3

δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.

### book 24.165.4

εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,

### book 24.165.5

σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὔριον εἰς μόθον ἕλκεις.“

### book 24.170.1

ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,

### book 24.170.2

οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ

### book 24.170.3

μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.

### book 24.170.4

Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο

### book 24.170.5

Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,

### book 24.175

ἑζόμενος λοφιῇσι παλιννόστων ἐλεφάντων.

### book 24.1

Ἰνδοὶ δ’ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι

### book 24.2

εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων

### book 24.3

νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.

### book 24.4

ἤδη δὲ στονόεσσα δι’ ἄστεος ἵπτατο Φήμη,

### book 24.180.1

σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.

### book 24.180.2

καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν

### book 24.180.3

πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,

### book 24.180.4

καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες

### book 24.180.5

στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

### book 24.185.1

τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν

### book 24.185.2

αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ

### book 24.185.3

χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,

### book 24.185.4

τέσσαρας ἡβώοντας ὀλωλότας υἷας ἀκούων,

### book 24.185.5

Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,

### book 24.190.1

κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν

### book 24.190.2

ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα·

### book 24.190.3

ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη

### book 24.190.4

νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ,

### book 24.190.5

ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης

### book 24.195.1

ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.

### book 24.195.2

καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,

### book 24.195.3

ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης

### book 24.195.4

καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,

### book 24.195.5

ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,

### book 24.1

καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν·

### book 24.2

„οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·

### book 24.1

οὐκέτι κεῖνα ῥέεθρα μετέρχομαι, οὐκέτι δειλὴ

### book 24.2

σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,

### book 24.3

οὐ μὰ σὲ καὶ σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,

### book 24.205.1

οὐ μὰ σὲ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.

### book 24.205.2

τίς με λαβὼν κομίσειεν, ὅπῃ πέσε νεκρὸς ἀκοίτης,

### book 24.205.3

ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν

### book 24.205.4

κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;

### book 24.205.5

αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν

### book 24.210.1

γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.

### book 24.210.2

εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,

### book 24.210.3

υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;“

### book 24.210.4

εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.

### book 24.210.5

ἄλλη δ’ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους

### book 24.215.1

ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη

### book 24.215.2

στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδ’ ἐπὶ παστῷ

### book 24.215.3

ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.

### book 24.215.4

τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας

### book 24.215.5

Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς

### book 24.220.1

εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι,

### book 24.220.2

καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ

### book 24.220.3

θεινόμεναι πελέκεσσιν Ἐρυθραίης τ’ ἀπὸ ποίμνης

### book 24.220.4

πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.

### book 24.220.5

ἑζόμενοι δ’ ἀγεληδὸν ἐπ’ εὐκύκλοιο τραπέζης

### book 24.225.1

Σιληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ

### book 24.225.2

χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς·

### book 24.225.3

πίνετο δ’ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ

### book 24.225.4

εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,

### book 24.225.5

νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.

### book 24.230.1

τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων

### book 24.230.2

Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,

### book 24.230.3

πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ·

### book 24.230.4

καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,

### book 24.230.5

πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ

### book 24.235.1

Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,

### book 24.235.2

χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.

### book 24.235.3

Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης

### book 24.235.4

ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς

### book 24.235.5

πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν

### book 24.240.1

τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,

### book 24.240.2

ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.

### book 24.240.3

αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,

### book 24.240.4

ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης

### book 24.240.5

χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,

### book 24.245.1

κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.

### book 24.245.2

καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ

### book 24.245.3

οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ

### book 24.245.4

ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,

### book 24.245.5

φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·

### book 24.1

ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ

### book 24.2

Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ

### book 24.3

ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·

### book 24.4

καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα

### book 24.5

καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ

### book 24.255.1

κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·

### book 24.255.2

καὶ πόνος ἦν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου

### book 24.255.3

εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ

### book 24.255.4

στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·

### book 24.255.5

εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης

### book 24.260

Ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.

### book 24.260a

καὶ .............................................

### book 24.261.1

οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο

### book 24.261.2

ἀμφίπολοι Παφίης· τροχαλῇ δ’ ἐλέλιξεν ἐρωῇ

### book 24.261.3

Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,

### book 24

καὶ μίτον Ἀγλαΐη καὶ νήματα δῶκεν ἀνάσσῃ.

### book 24.265.1

καὶ μερόπων ἀλάλητο † γέρων βίος· ἁρμονίην δὲ

### book 24.265.2

ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων

### book 24.265.3

ἡνίοχος βιότοιο γάμων δεδονημένος Αἰών·

### book 24.265.4

καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν,

### book 24.265.5

παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.

### book 24.270.1

οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,

### book 24.270.2

οὐ λιγὺς αὐλὸς ἔμελπεν ὑμηνυμέναια λιγαίνων·

### book 24.270.3

ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης

### book 24.270.4

συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.

### book 24.270.5

καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,

### book 24.275.1

καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν

### book 24.275.2

τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης·

### book 24.275.3

ἀθανάτοις δ’ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ

### book 24.275.4

ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι·

### book 24.275.5

„σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·

### book 24.280.1

οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ

### book 24.280.2

κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.

### book 24.280.3

κλῆρον Ἀθηναίης οὐχ ἥρπασε δεσπότις Ἥρη,

### book 24.280.4

γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει

### book 24.280.5

ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην

### book 24.285.1

ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ

### book 24.285.2

ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,

### book 24.285.3

ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλεϊ κεστῷ,

### book 24.285.4

ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ

### book 24.285.5

εἰπέ μοι, Ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης

### book 24.290.1

εἶδες ὀιστεύουσαν ἢ ἀγρώσσουσαν Ἀθήνην;

### book 24.290.2

τίς καλέει Γλαυκῶπιν, ὅτ’ ὠδίνουσι γυναῖκες;“

### book 24.290.3

ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,

### book 24.290.4

ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.

### book 24.290.5

καὶ καμάτους ὁρόωντες ἀπειροπόνου Κυθερείης

### book 24.295.1

θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης·

### book 24.295.2

καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·

### book 24.295.3

„ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.

### book 24.295.4

εἰ μίτον ἀμφαφάεις, εἰ κερκίδα χερσὶ τιταίνεις,

### book 24.295.5

καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.

### book 24.1

οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,

### book 24.2

σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης

### book 24.3

εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.

### book 24.4

Ἄρεϊ πέπλον ὕφαινε· νεοκλώστῳ δ’ ἐνὶ πέπλῳ

### book 24.5

ἀσπίδα μὴ ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;

### book 24.305.1

τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,

### book 24.305.2

φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·

### book 24.305.3

ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,

### book 24

καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·

### book 24.314

χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης

### book 24.315.1

κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,

### book 24.315.2

δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.

### book 24.309

καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων

### book 24.310.1

μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,

### book 24.310.2

ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,

### book 24.310.3

καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω

### book 24.310.4

πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.

### book 24.317.1

ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν

### book 24.317.2

ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,

### book 24.317.3

συζυγίης δ’ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ

### book 24.320.1

πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.“

### book 24.320.2

ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.

### book 24.320.3

καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος

### book 24.320.4

αἰδομένη Γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου

### book 24.320.5

ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·

### book 24.325.1

καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ

### book 24.325.2

σπείρων εὐαρότοιο λεχώιον αὔλακα κόσμου.

### book 24.325.3

τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν

### book 24.325.4

ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,

### book 24.325.5

ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.

### book 24.330.1

ἀλλ’ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,

### book 24.330.2

οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ,

### book 24.1

οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δ’ ἐπὶ φύλλων

### book 24.2

πεπταμένων· ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης

### book 24.3

δέρμασιν αἰγείοισιν ἐπετρέψαντο χαμεύνην·

### book 24.335.1

ἄλλοι δ’ ἐγρεμόθοισιν ἐφωμίλησαν ὀνείροις

### book 24.335.2

χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ·

### book 24.335.3

ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,

### book 24.335.4

ἄλλος δ’ ἵππον ἔνυξε κατ’ αὐχένος, ὃς δὲ δαΐζων

### book 24.335.5

ἄορι πεζὸν ἔτυψεν, ὁ δ’ οὔτασε Δηριαδῆα·

### book 24.340.1

ἄλλος δ’ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων

### book 24.340.2

ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.

### book 24.340.3

πορδαλίων δὲ γένεθλα καὶ ἄγρια φῦλα λεόντων

### book 24.340.4

καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου

### book 24.340.5

εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,

### book 24.345.1

πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης,

### book 24.345.2

μή σφιν ἐπαΐξειε μελαρρίνων μόθος Ἰνδῶν·

### book 24.345.3

καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,

### book 24

Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.

### book p2.49

εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα

### book p2.1

καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.

### book p2.2

εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης

### book p2.3

καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν.

### book p2.4

ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ἧχι Κρονίων

### book p2.5

εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.

### book p2.55.1

εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν

### book p2.55.2

Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας ἐνυώ.

### book p2.55.3

εἰκοστῷ δ’ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης,

### book p2.55.4

οἷά περ εἰς γάμον ἄλλον ἐπειγομένης Κυθερείης.

### book p2.55.5

ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης

### book p2.60.1

Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.

### book p2.60.2

ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη

### book p2.1

Ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.

### book p2.2

ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ

### book p2.3

καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.

### book p2.65.1

ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει

### book p2.65.2

φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.

### book p2.65.3

κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου

### book p2.65.4

Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων.

### book p2.65.5

Μορρέος ἐχθρὸν ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ

### book p2.70.1

δίζεο Βασσαρίδων τε φόνον καὶ ἄρηα γυναικῶν.

### book p2.70.2

ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ κύματα λύσσης

### book p2.70.3

Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.

### book p2.70.4

ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης

### book p2.70.5

ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιν ἀγῶνες.

### book p2.75.1

ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι παλμῷ

### book p2.75.2

δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.

### book p2.75.3

ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις

### book p2.75.4

Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.

### book p2.75.5

τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν,

### book p2.80.1

πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.

### book p2.80.2

πρῶτον τεσσαρακοστὸν ἔχει, πόθεν υἱέι Μύρρης

### book p2.80.3

ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.

### book p2.1

τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω

### book p2.2

Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον Ἐννοσιγαίου.

### book p2.85.1

δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω

### book p2.85.2

ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ.

### book p2.85.3

τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας

### book p2.85.4

δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.

### book p2.85.5

πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς

### book p2.90.1

ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.

### book p2.90.2

ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις

### book p2.90.3

Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.

### book p2.90.4

ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς

### book p2.90.5

καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.

### book p2.95

δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,

### book p2

Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.

### book 25.1.1

Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ·

### book 25.1.2

οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ

### book 25.1.3

φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν ἄρης·

### book 25.1.4

ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου

### book 25.5.1

Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί,

### book 25.5.2

Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω

### book 25.5.3

πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων

### book 25.5.4

Ἰνδὸς ἔην· τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου

### book 25.5.5

ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ

### book 25.10.1

ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω·

### book 25.10.2

Θήβῃ δ’ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ

### book 25.10.3

ἀμφ’ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη

### book 25.10.4

μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,

### book 25.10.5

μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν

### book 25.15.1

πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν

### book 25.15.2

αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω

### book 25.1

πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ.

### book 25.2

Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι,

### book 25.3

τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;

### book 25.20.1

οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένης τάχα Θήβης

### book 25.20.2

Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.

### book 25.20.3

ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν·

### book 25.20.4

οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν Αἰὼν

### book 25.20.5

Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν

### book 25.25.1

ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν ἐνυώ,

### book 25.25.2

οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν

### book 25.25.3

τηλίκος. ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων

### book 25.25.4

εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου,

### book 25.25.5

κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,

### book 25.30.1

τίς κάμε τοῖον ἀγῶνα, τίς εἴκελος ἔπλετο Βάκχῳ.

### book 25.30.2

Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἑλίσσων,

### book 25.30.3

ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζὸς ὁδίτης,

### book 25.30.4

εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων

### book 25.30.5

ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ,

### book 25.35.1

ὅττι βαθυνομένης παλάμης ληίστορι καρπῷ

### book 25.35.2

Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην,

### book 25.35.3

ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἅλμα πεδίλων,

### book 25.1

ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης,

### book 25.2

ἧς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ

### book 25.40.1

Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης

### book 25.40.2

Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη,

### book 25.40.3

αὔλακος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ

### book 25.40.4

Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης

### book 25.40.5

ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης,

### book 25.45.1

αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης,

### book 25.45.2

ἡμιτελὲς σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν

### book 25.45.3

λεπτὸν ὑποτρίζοντα, καὶ οὐ στίχεν ἄρσενι χάρμῃ.

### book 25.45.4

οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδ’ ἐνὶ πόντῳ

### book 25.45.5

Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν

### book 25.1

ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης,

### book 25.2

οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς,

### book 25.3

οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ·

### book 25.4

ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης

### book 25.5

Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,

### book 25.55.1

καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην,

### book 25.55.2

καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα,

### book 25.55.3

ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ,

### book 25.55.4

Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων,

### book 25.55.5

συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν

### book 25.60.1

ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ.

### book 25.60.2

ἀλλ’ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων

### book 25.60.3

Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας

### book 25.60.4

φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς

### book 25.60.5

Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου

### book 25.65.1

ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης·

### book 25.65.2

ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ

### book 25.65.3

χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ

### book 25.65.4

λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας

### book 25.65.5

Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,

### book 25.70.1

κτείνων βάρβαρα φῦλα· πολὺς δ’ ἐπὶ μητέρι Γαίῃ

### book 25.70.2

ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν,

### book 25.70.3

πολλοὶ δ’ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ

### book 25.70.4

αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ,

### book 25.70.5

Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ

### book 25.75.1

ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο

### book 25.75.2

ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη

### book 25.75.3

Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ

### book 25.75.4

μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ

### book 25.75.5

καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.

### book 25.80.1

ἀλλ’ ἐρέεις, ὅτι ‘κῆτος ἁλίτροφον ἔκτανε Περσεύσ‘ ....

### book 25.80.2

ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης;

### book 25.80.3

τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης

### book 25.1

ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας

### book 25.2

εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;

### book 25.85.1

Βάκχου δ’ Ἰνδοφόνου βριαροῦ πόνος οὐ μία Γοργώ,

### book 25.85.2

οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης·

### book 25.85.3

ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων

### book 25.85.4

Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,

### book 25.85.5

ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων

### book 25.90.1

Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα

### book 25.90.2

αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι

### book 25.90.3

Γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου,

### book 25.90.4

χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς ἀρούρης

### book 25.90.5

θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ

### book 25.95.1

λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ,

### book 25.95.2

ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ

### book 25.95.3

τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.

### book 25.95.4

ἀλλά, φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ

### book 25.95.5

Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου

### book 25.1

Ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου

### book 25.2

Ἑσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,

### book 25.3

βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ·

### book 25.4

καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,

### book 25.5

τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.

### book 25.105.1

Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ

### book 25.105.2

καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ

### book 25.105.3

χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον ἄρεα φεύγων

### book 25.105.4

θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,

### book 25.105.5

καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου

### book 25.110.1

οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην·

### book 25.110.2

οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,

### book 25.110.3

εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν ἐρώτων.

### book 25.110.4

εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,

### book 25.110.5

οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,

### book 25.115.1

κυδαίνων γαμίης φιλοπάρθενον ὄμβρον ἐέρσης

### book 25.115.2

βαιῆς κλεψιγάμου· Σεμέλη δ’ ἐπέβαινεν Ὀλύμπου

### book 25.115.3

σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,

### book 25.115.4

υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ·

### book 25.115.5

οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ

### book 25.120.1

λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη,

### book 25.120.2

μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον ἐρώτων,

### book 25.120.3

ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.

### book 25.120.4

οἶδα μὲν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου,

### book 25.120.5

ἀλλὰ πάλιν μογέει καὶ ἐν αἰθέρι· καὶ τάχα δειλὴ

### book 25.125.1

πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ·

### book 25.125.2

„τί πλέον, εἴ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;

### book 25.125.3

καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ

### book 25.125.4

Κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον

### book 25.125.5

ἀντίτυπον προτέροιο μετὰ χθόνα καὶ φόβον ἅλμης

### book 25.130.1

εἰσέτι δεσμὸν ἔχω καὶ ἐν ἄστρασιν· οὐ σέθεν ἅρπη

### book 25.130.2

οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου

### book 25.130.3

μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης·

### book 25.130.4

Κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.

### book 25.130.5

μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ

### book 25.135.1

δειλὴ Κασσιέπεια δι’ αἰθέρος εἰς ἅλα δύνει

### book 25.135.2

Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου

### book 25.135.3

ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης·

### book 25.135.4

καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου

### book 25.135.5

γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.“

### book 25.140.1

τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη,

### book 25.140.2

Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.

### book 25.140.3

εἰ δὲ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς,

### book 25.140.4

δόχμιον ὄμμα τίταινε δι’ αἰθέρος, ἧχι φαείνει

### book 25.140.5

αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,

### book 25.145.1

καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης

### book 25.145.2

σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,

### book 25.145.3

ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.

### book 25.145.4

οἶδα μόθον Μίνωος, ὃν ὥπλισε θῆλυς Ἐνυὼ

### book 25.145.5

κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,

### book 25.1

ὁππότε Κύπρις ἔην κορυθαιόλος, ὁππότε Πειθὼ

### book 25.2

χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,

### book 25.3

μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς

### book 25.4

ἀπτολέμων τόξευε γαμοστόλος ἐσμὸς Ἐρώτων,

### book 25

καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ

### book 25.155.1

Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ,

### book 25.155.2

εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων

### book 25.155.3

ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,

### book 25.155.4

ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην

### book 25.155.5

καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ

### book 25.160.1

ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην·

### book 25.160.2

Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος

### book 25.160.3

ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης,

### book 25.160.4

καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ

### book 25.160.5

βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου.

### book 25.165.1

Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ

### book 25.165.2

ὑσμίνης τέλος εὗρε, καὶ οὐ νίκησε σιδήρῳ,

### book 25.165.3

ἀλλὰ πόθῳ καὶ ἔρωτι· κορυσσομένου δὲ Λυαίου

### book 25.165.4

οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν,

### book 25.165.5

οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ,

### book 25.170.1

κάλλεϊ νικήσασα μόθου τέλος, οὐ μία κούρη

### book 25.170.2

οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου,

### book 25.170.3

οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος,

### book 25.170.4

ἀλλὰ πολυσπερέων ποταμῶν ἑτερότροπος Ἰνδὸς

### book 25

νίκης εὖχος ἔχων παλιναυξέος. —εἰ δὲ γεραίρεις

### book 25.175.1

Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω.

### book 25.175.2

οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας

### book 25.175.3

εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ,

### book 25.175.4

πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ

### book 25.175.5

ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ·

### book 25.180.1

οὐκ ἄγαμαι καὶ τοῦτο· παρ’ εὐπετάλῳ ποτὲ λόχμῃ

### book 25.180.2

χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη

### book 25.180.3

παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ

### book 25.180.4

ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ·

### book 25.180.5

ἀρτιθαλὴς δ’ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων

### book 25.185.1

χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος

### book 25.185.2

φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ

### book 25.185.3

αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων·

### book 25.185.4

εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ

### book 25.185.5

θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ

### book 25.190.1

ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι δίφρου

### book 25.190.2

ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.

### book 25.190.3

πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων

### book 25.190.4

νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.

### book 25.190.5

οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ

### book 25.195

παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.

### book 25.1

τί πλέον Ἡρακλέης θρασὺς ἤνυσεν, εἴ τινα πηγὴν

### book 25.2

πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,

### book 25.3

τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης

### book 25.4

φυταλιὴν πολύδειρον ἀνασταχύοντα δρακόντων;

### book 25.1

αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας

### book 25.2

ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων,

### book 25.3

δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω

### book 25.4

θῆλυν ὄφιν πρήνιξαν. ἐγὼ δ’ οὐκ οἶδα γεραίρειν

### book 25.5

οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ·

### book 25.205.1

εἷς πόνος ἀμφοτέροισι μερίζετο· θυρσοφόρος δὲ

### book 25.205.2

μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας ἀρούρης

### book 25.205.3

Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὤμων

### book 25.205.4

ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι,

### book 25.205.5

ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης

### book 25.210.1

ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων.

### book 25.210.2

ἱλήκοις, Ἰόλαε· σὺ γὰρ δέμας ἔφλεγες ὕδρης,

### book 25.210.3

καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὔνομα νίκης.

### book 25.210.4

οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὔ τινα Λέρνην

### book 25.210.5

Βάκχος ἀνεζώγρησε, πολυσφαράγων ἀπὸ λαιμῶν

### book 25.215.1

θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης,

### book 25.215.2

ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὔρου

### book 25.1

καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ

### book 25.2

Ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων.

### book 25.3

εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι,

### book 25.220.1

Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου

### book 25.220.2

φρικτὰ δρακοντοκόμων ὀφιώδεα δεσμὰ κομάων,

### book 25.220.3

ἐξότε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ.

### book 25.220.4

σιγήσω κεμάδος χρύσεον κέρας, ὅττι καλέσσω

### book 25.220.5

τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα·

### book 25.225.1

μὴ τρομερῆς ἐλάφου μιμνήσκεο· νεβροφόνῳ γὰρ

### book 25.225.2

θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη.

### book 25.225.3

Κνώσσιον Ἡρακλῆος ἔα πόνον· οἰστρομανῆ γὰρ

### book 25.225.4

οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων

### book 25.225.5

τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην·

### book 25.230.1

πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη

### book 25.230.2

ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων,

### book 25.230.3

οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου·

### book 25.234

πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς,

### book 25.233

θηγαλέην ἐπίκυρτον ἀνειρύσσασα κεραίην

### book 25.235.1

εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων.

### book 25.235.2

κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος·

### book 25.1

καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ

### book 25.2

Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν ἀρούρης,

### book 25.3

Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις,

### book 25.240.1

Ἠελίου ψαύοντα καὶ αὐερύοντα Σελήνην,

### book 25.240.2

ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην.

### book 25.240.3

ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς

### book 25.240.4

Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν,

### book 25.240.5

οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος· ἔργα δὲ Βάκχου

### book 25.245.1

ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν,

### book 25.245.2

οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς,

### book 25.245.3

οὐδὲ κύων, ἢ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη

### book 25.245.4

χρυσοφαής, ἢ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης

### book 25.245.5

οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν,

### book 25.1

ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη

### book 25.2

Ἱππολύτης ἐλάχεια· Διωνύσοιο δὲ νίκη

### book 25.3

Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης.

### book 25.4

παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ,

### book 25.5

ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ·

### book 25.255.1

Τρῳάδος ὑσμίνης οὐ μνήσομαι· οὐ γὰρ ἐίσκω

### book 25.255.2

Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα.

### book 25.255.3

ὑμνήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα

### book 25.255.4

Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων,

### book 25.255.5

ἄλλοις δ’ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐάσσαι,

### book 25.260.1

εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν

### book 25.260.2

πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον· ὑμετέρης γὰρ

### book 25.260.3

δεύομαι εὐεπίης, ὅτι τηλίκον ἄρεα μέλπων

### book 25.260.4

Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου.

### book 25.260.5

ἀλλὰ θεά με κόμιζε τὸ δεύτερον ἐς μόθον Ἰνδῶν,

### book 25.265.1

ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου,

### book 25.265.2

μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι

### book 25.265.3

σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον· ἐν δὲ κυδοιμοῖς

### book 25.265.4

Βακχιάδος σύριγγος ἀγέστρατον ἦχον ἀκούσω

### book 25.265.5

καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου,

### book 25.270.1

ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν.

### book 25.270.2

ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης

### book 25.270.3

ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης,

### book 25.270.4

ἀμβολίῃ πολέμοιο· φόβῳ δ’ ἐλελίζετο Γάγγης

### book 25.270.5

οἰκτείρων ἑὰ τέκνα· νεοφθιμένων δ’ ἐπὶ πότμῳ

### book 25.275.1

πᾶσα πόλις δεδόνητο· φιλοθρήνων δὲ γυναικῶν

### book 25.275.2

πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί.

### book 25.275.3

Δηριάδην δ’ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς·

### book 25.275.4

ἤδη γὰρ κλύε πάντα· τὸ δὲ πλέον ὄμματι λοξῷ

### book 25.275.5

ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας

### book 25.280.1

οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης.

### book 25.280.2

κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων,

### book 25.1

καὶ πάρος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,

### book 25.2

ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην

### book 25.3

ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου

### book 25.285.1

οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί·

### book 25.285.2

τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων

### book 25.285.3

ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο·

### book 25.285.4

χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων

### book 25.285.5

πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,

### book 25.290.1

καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ,

### book 25.290.2

ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.

### book 25.290.3

καὶ κύνας οἰνωθέντας ἐπ’ ᾐόνι κοῦρος ἐάσσας

### book 25.290.4

λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο

### book 25.290.5

θηρητὴρ ὁμόφοιτος ὀρειάδος Ἰοχεαίρης

### book 25.295.1

εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι

### book 25.295.2

ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.

### book 25.295.3

ἤδη δ’ ἀμπελόεσσα δι’ ἄστεος ἔτρεχεν ὀδμὴ

### book 25.295.4

καὶ λιγυροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,

### book 25.295.5

νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου.

### book 25.1

πύργοις δ’ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται

### book 25.2

δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις

### book 25.3

ἄστεος ὑψιλόφοιο φυλάκτορες. ἐν δὲ κολώναις

### book 25.4

ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ,

### book 25.5

ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,

### book 25.305

νίκης δ’ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται.

### book 25.1

παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ

### book 25.2

πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης

### book 25.3

μετρήσας ἀμόθοιο τριηκοσίης δρόμον Ἠοῦς

### book 25.4

οἷα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης

### book 25.310.1

ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ

### book 25.310.2

ἑλκεχίτων Σκυθικοῖο δι’ οὔρεος ἄσπορος Ἄττις

### book 25.310.3

ἵκετο μαστίζων μετανάστιον ἅρμα λεόντων,

### book 25.310.4

Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ

### book 25.310.5

φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης

### book 25.315.1

ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων,

### book 25.315.2

ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δὲ

### book 25.315.3

παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ

### book 25.315.4

θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ·

### book 25.315.5

ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης

### book 25.320.1

ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ·

### book 25.320.2

καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ

### book 25.320.3

Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν.

### book 25.320.4

στήσας δ’ ἄγριον ἅρμα, δι’ ἄντυγος ἡνία τείνας,

### book 25.320.5

καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων

### book 25.325.1

Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν·

### book 25.325.2

„ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης,

### book 25.325.3

εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν

### book 25.325.4

ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰνδῶν;

### book 25.325.5

οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,

### book 25.330.1

οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ

### book 25.330.2

Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων

### book 25.330.3

Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ

### book 25.330.4

ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις·

### book 25.330.5

οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης

### book 25.335.1

Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων.

### book 25.335.2

ἀλλὰ παρ’ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης

### book 25.335.3

δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων,

### book 25.335.4

σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καὶ χορὸν ἄστρων.“

### book 25.335.5

οὔ πω μῦθος ἔληγε, καὶ ἴαχε Βάκχος ἀγήνωρ·

### book 25.340.1

„σχέτλιοί εἰσι θεοί, ζηλήμονες· ἐν πολέμοις μὲν

### book 25.340.2

εἰς μίαν ἠριγένειαν ἀιστῶσαι πόλιν Ἰνδῶν

### book 25.340.3

ἔγχεϊ κισσήεντι δυνήσομαι· ἀλλά με νίκης

### book 25.340.4

μητρυιῆς ἀέκοντα παραπλάζει φθόνος Ἥρης.

### book 25.340.5

ἀμφαδὰ Δηριάδῃ πρόμος ἵσταται ἄγριος Ἄρης

### book 25.345.1

μαρνάμενος Σατύροισιν· ἐγὼ δέ ἑ πολλάκι θύρσῳ

### book 25.345.2

οὐτῆσαι μενέαινον· ἀπειλήσας δὲ Κρονίων

### book 25.345.3

βρονταίοις πατάγοισιν ἐμὴν ἀνεσείρασεν ὁρμήν.

### book 25.345.4

ἀλλὰ βαρυσμαράγων νεφέων κτύπον οὐράνιος Ζεὺς

### book 25.345.5

σήμερον εὐνήσειε, καὶ αὔριον Ἄρεα δήσω,

### book 25.1

εἰσόκεν εὐπήληκα διατμήξω στάχυν Ἰνδῶν.“

### book 25.2

ὣς φάμενον Διόνυσον ἀμείβετο Λύδιος Ἄττις·

### book 25.3

„Αἰθέρος ἀστερόεσσαν ἀνούτατον ἀσπίδα πάλλων,

### book 25.1

ὦ φίλος, οὐ τρομέεις χόλον Ἄρεος, οὐ φθόνον Ἥρης,

### book 25.2

οὐ μακάρων στίχα πᾶσαν, ἔχων παμμήτορα Ῥείην,

### book 25.355.1

οὐ στρατὸν ἀγκυλότοξον, ὅπως μὴ δούρατα πέμπων

### book 25.355.2

Ἠέλιον πλήξειεν ἢ οὐτήσειε Σελήνην.

### book 25.355.3

τίς ξίφος Ὠρίωνος ἀμαλδύνειε μαχαίρῃ,

### book 25.355.4

ἢ χθονίοις βελέεσσιν ὀιστεύσειε Βοώτην;

### book 25.355.5

ἀλλ’ ἐρέεις γενέτην κεραελκέα Δηριαδῆος·

### book 25.360.1

Ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης;

### book 25.360.2

θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ

### book 25.360.3

νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη·

### book 25.360.4

οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης

### book 25.360.5

ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι·

### book 25.365.1

οὕτω γὰρ Διὸς ὄμμα καὶ ἀτρέπτου λίνα Μοίρης

### book 25.365.2

νεύμασιν Ἡραίοισιν ἐπέτρεπον· ἐσσομένῳ δὲ

### book 25.365.3

ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.“

### book 25.365.4

ὣς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα· καὶ φρένα τέρπων

### book 25.365.5

οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις

### book 25.370.1

εἰλαπίνης ἔψαυσεν· ἀρεσσάμενος δὲ τραπέζῃ

### book 25.370.2

θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων,

### book 25.370.3

νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἅρμα νομεύων.

### book 25.370.4

Καυκασίων δ’ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων,

### book 25.370.5

Ἀσσυρίων δὲ κάρηνα καὶ οὔρεα δύσβατα Βάκτρων

### book 25.375.1

καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου,

### book 25.375.2

εἰσόκε Μαιονίης ἐπέβη χθονός· αὐτοπαγῆ δὲ

### book 25.1

Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν·

### book 25.2

ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων,

### book 25.3

φάτνης τ’ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν.

### book 25.380.1

αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν

### book 25.380.2

θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις,

### book 25.380.3

καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης,

### book 25.380.4

χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου,

### book 25.380.5

Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,

### book 25.385.1

ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης,

### book 25.385.2

θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ

### book 25.385.3

ἀσπίδα δαιδάλλουσα πολύχροον, ἧς ἐνὶ μέσσῳ

### book 25.385.4

ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ

### book 25.385.5

οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,

### book 25.390.1

καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ

### book 25.390.2

χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων

### book 25.390.3

Ἠέλιον ποίκιλλεν, ἀπ’ ἀργυρέου δὲ μετάλλου

### book 25.390.4

λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην·

### book 25.390.5

ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ

### book 25.395.1

μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ

### book 25.395.2

ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ

### book 25.395.3

ἄβροχον οὐρανίης διδυμάονα ῥυθμὸν Ἁμάξης·

### book 25.1

ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο

### book 25.2

ἀλλήλων στιχόωσιν ἐπ’ ἰξύι, καὶ τόσον αἰεὶ

### book 25.1

νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου,

### book 25.2

ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν·

### book 25.3

διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης,

### book 25.4

ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων

### book 25.5

γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,

### book 25.405.1

ἂψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ

### book 25.405.2

Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὃς διὰ γαίης

### book 25.405.3

δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει·

### book 25.405.4

εἰς κεφαλὴν δ’ Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων ...

### book 25.405.5

ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος Ἄρκτων,

### book 25.410.1

τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ

### book 25.410.2

φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ,

### book 25.410.3

πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων.

### book 25.410.4

τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς

### book 25.410.5

ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ

### book 25.415.1

τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης,

### book 25.415.2

ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων

### book 25.415.3

κτιζομένων· καὶ Ζῆθος ἔην περὶ πατρίδι κάμνων,

### book 25.415.4

θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων·

### book 25.415.5

Ἀμφίων δ’ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ

### book 25.420

εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,

### book 25.1

οἷά τε θελγομένη καὶ ἐν ἀσπίδι· καὶ τάχα φαίης ...

### book 25.2

ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων

### book 25.3

κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης·

### book 25.4

σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἄνδρα δοκεύων,

### book 25.425.1

κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι πέτρῃ,

### book 25.425.2

ἄγχι μολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας

### book 25.425.3

πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,

### book 25.425.4

μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.

### book 25.425.5

καὶ σάκος εὐδίνητον, ὅπῃ χορὸς αἰόλος ἄστρων,

### book 25.430.1

δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς

### book 25.430.2

Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ

### book 25.430.3

αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,

### book 25.430.4

οἷα καὶ ἐν γραφίδεσσι κατάσχετος ἅρπαγι ταρσῷ·

### book 25.430.5

ταρβαλέος δ’ ἤικτο δι’ αἰθέρος ἱπτάμενος Ζεύς,

### book 25.435.1

ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων,

### book 25.435.2

ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῆς,

### book 25.435.3

μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης

### book 25.435.4

ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης·

### book 25.435.5

Μοίρας δ’ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας

### book 25.440.1

ἡβητὴρ ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ

### book 25.440.2

ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ·

### book 25.440.3

οὐρανίης δ’ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης

### book 25.440.4

κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ

### book 25.440.5

νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,

### book 25.445.1

καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δ’ Ἥρη

### book 25.445.2

οἷα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ

### book 25.445.3

ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ

### book 25.445.4

Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου

### book 25.445.5

βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης

### book 25.1

πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη.

### book 25.2

Μαιονίην δ’ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου,

### book 25.3

καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην,

### book 25.4

καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα,

### book 25.5

καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ

### book 25.455.1

Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων

### book 25.455.2

Μυγδονίου ποταμοῖο παρ’ ὀφρύσι γείτονος Ἕρμου

### book 25.455.3

ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας,

### book 25.455.4

ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ

### book 25.455.5

ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων

### book 25.460.1

ὁλκαίην ἐλέλιζε θυελλήεσσαν † ὁμίχλην

### book 25.460.2

καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων,

### book 25.1

ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος,

### book 25.2

ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας

### book 25.3

ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,

### book 25.465.1

καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων

### book 25.465.2

οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν,

### book 25.465.3

Ἄιδος ὅρμον ἔχων ὀφιώδεα, γείτονα μοίρης.

### book 25.465.4

καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης.

### book 25.465.5

καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ

### book 25.470.1

Νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ, ...

### book 25.470.2

καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη·

### book 25.470.3

οὐ γὰρ ἕνα πρήνιξεν ὁδοιπόρον οὐδὲ νομῆα,

### book 25.470.4

καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ἀλλ’ ἐνὶ λόχμῃ

### book 25.470.5

ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δ’ ἕλκων

### book 25.475.1

ἄστατον αὐτόρριζον ὑπὸ πνοιῇσιν ὀδόντων

### book 25.475.2

δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι,

### book 25.475.3

ἔμπαλιν αὐερύων βλοσυρὸν φύσημα γενείων·

### book 25.475.4

πολλάκι δ’ ἑλκυσθέντα παλινδίνητον ὁδίτην

### book 25

ἄσθμασιν ἐνδομύχοις πεφορημένον εἰς στόμα σύρων

### book 25.480.1

τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ.

### book 25.480.2

καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα

### book 25.480.3

τηλόθι παπταίνουσα, φόβῳ δ’ ἐλελίζετο νύμφη,

### book 25.480.4

ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων,

### book 25.480.5

καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι·

### book 25.485.1

πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ

### book 25.485.2

ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης,

### book 25.485.3

ὃν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ

### book 25.485.4

ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου·

### book 25.485.5

τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός· ἔγχεα δ’ αὐτῷ

### book 25.490.1

μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ,

### book 25.490.2

καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ

### book 25.490.3

νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων

### book 25.490.4

ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ

### book 25.490.5

ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην.

### book 25.495.1

τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης

### book 25.495.2

κάμπτετο λισσομένη, κινυρὴ δ’ ἐπεδείκνυε νύμφη

### book 25.495.3

ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα

### book 25.495.4

καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ·

### book 25.495.5

οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος· ἀλλὰ πιέσσας

### book 25.1

δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης,

### book 25.2

ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη·

### book 25.3

καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τέχνῃ,

### book 25.4

αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων,

### book 25.5

πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ·

### book 25.505.1

καὶ διδύμους σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ,

### book 25.505.2

καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων

### book 25.505.3

χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων,

### book 25.505.4

χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων

### book 25.505.5

† ὄμματα φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ

### book 25.510.1

ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ,

### book 25.510.2

χλωρὸν ὀιστεύων δολιχόσκιον ἀφρὸν ὀδόντων·

### book 25.510.3

ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ,

### book 25.510.4

ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ.

### book 25.510.5

ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης

### book 25.515.1

αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων·

### book 25.515.2

καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιξεν ἀκωκήν,

### book 25.515.3

ὀρθὸν ἀκοντίζων δρυόεν βέλος· ἀμφὶ δὲ κόρσῃ

### book 25.515.4

πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν

### book 25.515.5

αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης·

### book 25.520.1

καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ

### book 25.520.2

κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ

### book 25.520.3

θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ

### book 25.1

εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην,

### book 25.2

οἷα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ

### book 25.525.1

μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης,

### book 25.525.2

εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην

### book 25.525.3

δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ

### book 25.525.4

χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην,

### book 25.525.5

καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου

### book 25.530.1

ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ

### book 25.530.2

ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ·

### book 25.530.3

καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ

### book 25.530.4

ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων

### book 25.530.5

ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον ὁρμήν·

### book 25.535.1

καὶ ψυχραῖς γενύεσσι παλίνσοον ἄσθμα τιταίνων

### book 25.535.2

οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ,

### book 25.535.3

συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων

### book 25.535.4

νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν.

### book 25.535.5

καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ

### book 25.540.1

ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην.

### book 25.540.2

καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις

### book 25.540.3

ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.

### book 25.1

ψυχὴ δ’ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ

### book 25.2

ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ·

### book 25.545.1

καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν

### book 25.545.2

δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιῷ

### book 25.545.3

ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,

### book 25.545.4

ἀνδρὸς ἔχων τύπον ἶσον, ὃς ἐν λεχέεσσιν ἰαύων

### book 25.545.5

ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.

### book 25.1

καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ

### book 25.2

χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ,

### book 25.3

ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή.

### book 25.4

καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ

### book 25.5

μιμηλὴν ἀχάρακτον ἐλαφρίζουσα λοχείην

### book 25.555.1

πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ

### book 25.555.2

λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,

### book 25.555.3

ὀκριόεν βαρὺ δεῖπνον· ὁ δὲ τροχοειδέα μορφὴν

### book 25.555.4

ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,

### book 25.555.5

ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·

### book 25.560.1

καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων

### book 25.560.2

θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην,

### book 25.560.3

φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος.

### book 25.560.4

τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης

### book 25.560.5

εἶχεν ἐνυαλίη πολυδαίδαλος ἀσπὶς Ὀλύμπου

### book 25.565.1

Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπ’ ἄλλῳ,

### book 25.565.2

καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα,

### book 25.565.3

ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα.

### book 25.565.4

τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς,

### book 25.565.5

φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου·

### book 25.570.1

καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ.

### book 25.570.2

λαοὶ δ’ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων

### book 25

ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.

### book 26.1.1

Δηριάδῃ δ’ εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς

### book 26.1.2

Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη,

### book 26.1.3

γνωτῷ δ’ ἐσσομένην ἑτέρην μνηστεύετο νίκην·

### book 26.1.4

καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ

### book 26.5.1

γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος·

### book 26.5.2

καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς

### book 26.5.3

μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου,

### book 26.5.4

τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ

### book 26.5.5

ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου·

### book 26.10.1

„εὕδεις, Δηριάδη· σὲ δὲ μέμφομαι· ἀστυόχων γὰρ

### book 26.10.2

πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων·

### book 26.10.3

ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργους

### book 26.10.4

δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις,

### book 26.10.5

οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν,

### book 26.15.1

οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις.

### book 26.15.2

ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην

### book 26.15.3

Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην,

### book 26.15.4

μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην.

### book 26

κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας· ὠκυμόρου γὰρ

### book 26.20.1

γαμβροῦ σεῖο θανόντος ἔτι ζώουσι φονῆες·

### book 26.20.2

στῆθος ἐμὸν σκοπίαζε τετυμμένον ὀξέι θύρσῳ.

### book 26.20.3

ὤμοι, ὅτ’ οὐ Λυκόοργος Ἀρήιος ἐνθάδε ναίει,

### book 26.20.4

ὤμοι, ὅτ’ οὐκ Ἀράβεσσιν ὑπερφιάλοισιν ἀνάσσεις·

### book 26.20.5

οὐ θεὸς ἦν Διόνυσος, ὃν εἰς ἁλὸς οἶδμα διώκων

### book 26.25.1

θνητὸς ἀνὴρ ποίησεν ὑποβρύχιον μετανάστην.

### book 26.25.2

Δηριάδην δ’ ἐνόησα πεφυζότα θῆλυν ἐνυώ.

### book 26.25.3

ἄτρομος ἔσσο λέων, ὅτι χάλκεον ἀνέρα φεύγων

### book 26.25.4

νεβροχίτων Διόνυσος ὁμοίιος ἔπλετο νεβρῷ.

### book 26.25.5

οὐ ξεῖνος κατέπεφνεν ἀρειμανέων γένος Ἰνδῶν,

### book 26.30.1

ἀλλά μιν αὐτὸς ἔπεφνε πατὴρ τεός· ἐν πολέμοις γὰρ

### book 26.30.2

σοὺς προμάχους φεύγοντας ἰδὼν ἐδάμασσεν Ὑδάσπης.

### book 26.30.3

οὐ σὺ πέλεις ἑτέροισιν ὁμοίιος· οὐράνιον γὰρ

### book 26.30.4

θυγατέρος Φαέθοντος ἐριφλεγέος σέο πάππου

### book 26.30.5

αἷμα φέρεις· οὐ θνητὸν ἔχεις δέμας· οὔ σε δαμάσσει

### book 26.35.1

ἢ ξίφος ἠὲ βέλεμνον ἐπιβρίζοντα Λυαίῳ.“

### book 26.35.2

ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη πολύμητις Ἀθήνη,

### book 26.35.3

εἶδος ὀνειρείοιο μεταλλάξασα προσώπου.

### book 26.35.4

Δηριάδης δ’ ἠῷος ἀπὸ πτολίων, ἀπὸ νήσων

### book 26

κέκλετο κηρύκεσσι πολυσπερὲς ἔθνος ἀγείρειν·

### book 26.40.1

καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ

### book 26.40.2

λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ

### book 26.40.3

Ἠῴην παρὰ πέζαν· ἀρειμανέες δὲ μαχηταὶ

### book 26.40.4

πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος.

### book 26.40.5

πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες ἐνυοῦς,

### book 26.45.1

Ἀγραῖος Φλογίος τε, συνήλυδες ἡγεμονῆες,

### book 26.45.2

ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,

### book 26.45.3

Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί,

### book 26.45.4

ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο

### book 26.45.5

Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,

### book 26.1

καὶ Ῥοδόην εὔπυργον, ἀρειμανέων πέδον Ἰνδῶν,

### book 26.2

καὶ κραναὸν Προπάνισον, ὅσοι τ’ ἔχον ἄντυγα νήσου

### book 26.3

Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης

### book 26.4

ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,

### book 26.5

χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·

### book 26.55.1

οἵ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ

### book 26.55.2

Γάζον ἐπυργώσαντο λινοπλέκτοισι δομαίοις,

### book 26.59

ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,

### book 26.57.1

ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὔ ποτε δήιος ἀνὴρ

### book 26.57.2

χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.

### book 26.60.1

τοῖς δ’ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί,

### book 26.60.2

Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν

### book 26.60.3

χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ

### book 26.60.4

χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου

### book 26.60.5

κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·

### book 26.65.1

καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἷσιν ἐχέφρων

### book 26.65.2

Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα

### book 26.65.3

ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ·

### book 26.65.4

τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν

### book 26.65.5

ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·

### book 26.70.1

καὶ Δίρκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην,

### book 26.70.2

Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.

### book 26.70.3

τοῖς δ’ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς

### book 26.70.4

Τιδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ

### book 26.70.5

γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,

### book 26.75.1

γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων

### book 26.75.2

καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα

### book 26.75.3

αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,

### book 26.75.4

υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,

### book 26.75.5

Τίδνασος αἰολόδακρυς· ἄναξ δέ οἱ ἕσπετο Μορρεὺς

### book 26.80.1

ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ

### book 26.80.2

λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν

### book 26.80.3

Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης

### book 26.80.4

οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.

### book 26.80.5

καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,

### book 26.85.1

οἵ τ’ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην,

### book 26.85.2

ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τ’ ἔχον ἄμφω,

### book 26.85.3

Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,

### book 26.85.4

καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,

### book 26.85.5

καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταληνῆς·

### book 26.90.1

τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν

### book 26.90.2

φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,

### book 26.90.3

τοῖσιν ἐπὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ

### book 26.90.4

ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν ἐνυώ.

### book 26.90.5

τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,

### book 26.95.1

οἷσι θέμις δολιχοῖσιν ἐπ’ οὔασιν ὕπνον ἰαύειν·

### book 26.95.2

τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων

### book 26.95.3

αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἷς ἅμα βαίνων

### book 26.95.4

Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε † Μορρεύς·

### book 26.95.5

καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην

### book 26.1

πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες.

### book 26.2

Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης

### book 26.3

χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου

### book 26.4

πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,

### book 26.5

Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,

### book 26.105.1

ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν

### book 26.105.2

Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,

### book 26.105.3

δέσμιον εὐρώεντι κατεκλήισε βερέθρῳ,

### book 26.105.4

ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,

### book 26.105.5

ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.

### book 26.110.1

καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ,

### book 26.110.2

οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,

### book 26.110.3

ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ

### book 26.110.4

κεῖτο δυηπαθέων· χρονίῳ δ’ ἐστρεύγετο λιμῷ

### book 26.110.5

πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,

### book 26.115.1

ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἷα δὲ νεκροῦ

### book 26.115.2

ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.

### book 26.115.3

καὶ φυλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,

### book 26.115.4

ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ

### book 26.115.5

ἤπαφεν· ἱκεσίη δὲ βαρύστονον ἴαχε φωνὴν

### book 26.120

σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη·

### book 26.1

„μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω,

### book 26.2

οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι·

### book 26.3

δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω· ...

### book 26.4

χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν,

### book 26.125.1

εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην,

### book 26.125.2

ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα·

### book 26.125.3

οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν

### book 26.125.4

κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ·

### book 26.125.5

οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ·

### book 26.130.1

τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ

### book 26.130.2

τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει;

### book 26.130.3

ὄμματα δ’ οὐ μύοντα κατακλείσω γενετῆρος·

### book 26.130.4

κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ

### book 26.130.5

εἷς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.“

### book 26.135.1

ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη,

### book 26.135.2

ὀρφναίῳ γενετῆρι φαεσφόρος· ἐν δὲ βερέθρῳ

### book 26.135.3

εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν

### book 26.135.4

ἄτρομος. Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων

### book 26.135.5

Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης

### book 26.140.1

εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν·

### book 26.140.2

φήμη δ’ ἀμφιβόητος ἀκούετο, καὶ στρατὸς Ἰνδῶν

### book 26.1

μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης.

### book 26.2

ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων

### book 26.3

αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,

### book 26.145.1

Ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης.

### book 26.145.2

Γίγγλων δ’ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς

### book 26.145.3

ὑψινεφής θ’ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα γαίης

### book 26.145.4

ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν

### book 26.145.5

Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἵ τε σιδήρῳ

### book 26

κτεινομένους κατ’ ἄρηα χυτῇ κρύπτουσι κονίῃ.

### book 26.152.1

καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων

### book 26.152.2

Ἁβράθοος βραδὺς ἦλθε· νεοτμήτων δὲ κομάων

### book 26.152.3

αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων

### book 26.155.1

βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ

### book 26.155.2

Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην,

### book 26.155.3

Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς

### book 26.155.4

εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ

### book 26.155.5

λωβητὴν ἐκάλυπτε λιπότριχος ἄντυγα κόρσης,

### book 26.160.1

κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ἐν δὲ κυδοιμοῖς

### book 26.160.2

ἤματι μὲν πολέμιζεν, ἀεὶ δ’ ὑπὸ πάννυχον ὥρην

### book 26.160.3

ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος

### book 26.160.4

Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ

### book 26.160.5

Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.

### book 26.165.1

Ξούθων δ’ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν

### book 26.165.2

καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων

### book 26.165.3

Κασπείρων τε γένεθλα καὶ Ἄρβιας, οἵ τ’ ἔχον αὐτὸν

### book 26.165.4

Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,

### book 26.165.5

ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,

### book 26.170.1

οἵ τ’ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες

### book 26.170.2

εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ

### book 26.170.3

ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.

### book 26.170.4

τοῖς δ’ ἐπὶ θωρήσσοντο κυβερνητῆρι κυδοιμῷ

### book 26.170.5

Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,

### book 26.175.1

ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ

### book 26.175.2

ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ

### book 26.175.3

δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν·

### book 26.175.4

δέρμασι δ’ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης

### book 26

ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,

### book 26.180.1

ὁλκάσι μιμηλῇσι θαλάσσια νῶτα χαράσσων.

### book 26.180.2

τοὺς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,

### book 26.180.3

Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.

### book 26.180.4

καὶ πολὺς ἐσμὸς ἵκανεν Ἀρειζάντειαν ἐάσσας

### book 26.180.5

ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα

### book 26.185.1

ἠερίης ζείδωρον ἑώιον ἀρδμὸν ἐέρσης

### book 26.185.2

δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,

### book 26.185.3

δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,

### book 26.185.4

αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ

### book 26.185.5

ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,

### book 26.190.1

ὄμπνιον ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,

### book 26.190.2

ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.

### book 26.190.3

τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων

### book 26.190.4

νηχομέναις πτερύγεσσιν ὑπὲρ † ποταμοῖο χορεύων

### book 26.190.5

ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,

### book 26.195.1

μιτρώσας ἑλικηδόν, ὁμόπλοκον ἡδέι δένδρῳ ...

### book 26.195.2

ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,

### book 26.195.3

χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·

### book 26.1

δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην

### book 26.2

ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην

### book 26.1

πικρὸν ἀποπτύουσιν, ὅσον γλυκὺ χεῦμα μελίσσης·

### book 26.2

ἧχι μελισταγέεσσιν ἐπ’ ἀκρεμόνεσσιν ἀείδει

### book 26.3

ὠρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ·

### book 26.4

οὐ μὲν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ

### book 26.5

ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,

### book 26.205.1

ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ

### book 26.205.2

πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.

### book 26.212.1

κατρεὺς δ’ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου,

### book 26.212.2

ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη

### book 26.212.3

πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·

### book 26.207.1

πολλάκι δ’ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων

### book 26.207.2

σύνθροος ὠρίωνος ἀνέπλεκε γείτονα μολπήν,

### book 26.207.3

φοινικέαις πτερύγεσσι κεκασμένος· ἦ τάχα φαίης,

### book 26.210.1

μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων,

### book 26.210.2

ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.

### book 26.215.1

κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην

### book 26.215.2

ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,

### book 26.1

γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.

### book 26.2

τοῖς ἔπι θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,

### book 26.3

καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσσας·

### book 26.220.1

τῶν ἅμα Κύλλαρος ἦρχε καὶ Ἀστράεις, πρόμος Ἰνδῶν,

### book 26.220.2

Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.

### book 26.220.3

καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,

### book 26.220.4

αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι

### book 26.220.5

γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ

### book 26.225.1

δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ,

### book 26.225.2

ἑρπύζων κατὰ βαιὸν ἀπ’ Ἰνδῴου δονακῆος

### book 26.225.3

λοξὸς ὑπὲρ δαπέδοιο παρ’ Ἠῴου στόμα πόντου,

### book 26.225.4

ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα·

### book 26.225.5

ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ

### book 26.230.1

χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει·

### book 26.230.2

καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,

### book 26.230.3

τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,

### book 26.230.4

οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,

### book 26.230.5

μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων

### book 26.235.1

Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς ἀκούων.

### book 26.235.2

κεῖθι μελαμψήφιδα διαξύων ῥόον ὁπλῇ

### book 26.235.3

νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,

### book 26.235.4

οἷος ἐμοῦ Νείλοιο θερειγενὲς οἶδμα χαράσσων

### book 26.235.5

ναιετάει, βυθίοιο δι’ ὕδατος ὑγρὸς ὁδίτης

### book 26.240.1

μηκεδαναῖς γενύεσσιν· ἐπ’ αἰγιαλοῖο δὲ βαίνει

### book 26.240.2

αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης,

### book 26.240.3

καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν

### book 26.240.4

μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει,

### book 26.240.5

ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο.

### book 26.245.1

τοῖα μὲν ἑπταπόροιο φατίζεται εἵνεκα Νείλου,

### book 26.245.2

Ἰνδῴου ποταμοῖο φέρειν γένος. οἱ δὲ λιπόντες

### book 26.245.3

νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ

### book 26.245.4

ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὧν πρόμος ἀνὴρ

### book 26.245.5

Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.

### book 26.1

οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος

### book 26.2

εἰς ἐνοπὴν καλέοντος † ἀτὰρ βαρύς· ἀλλὰ καθάψας

### book 26.3

χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα

### book 26.4

γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην,

### book 26.5

αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.

### book 26.255.1

καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς

### book 26.255.2

πέντε σὺν υἱήεσσι, Λύκῳ καὶ ὁμήλυδι Μύρσῳ,

### book 26.255.3

Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι.

### book 26.255.4

καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ

### book 26.255.5

λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος,

### book 26.260.1

δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσσας,

### book 26.260.2

οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ,

### book 26.260.3

γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς·

### book 26.260.4

ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων

### book 26.260.5

Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ

### book 26.265.1

παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις,

### book 26.265.2

ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ

### book 26.265.3

νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ

### book 26.265.4

νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ

### book 26.265.5

δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος

### book 26.270.1

μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτόκος σῦς,

### book 26.270.2

ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην,

### book 26.270.3

καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ

### book 26.270.4

ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην,

### book 26.270.5

ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.

### book 26.275.1

καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη

### book 26.275.2

λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται

### book 26.275.3

χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην,

### book 26.275.4

ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.

### book 26

μαντιπόλον δ’ ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ

### book 26.280.1

ἐσσομένων θέσπιζεν ἀφωνήτων στίχα παίδων,

### book 26.280.2

εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.

### book 26.280.3

καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθων,

### book 26.280.4

ὄφρα κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,

### book 26.280.5

γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.

### book 26.285.1

Λαοβίη δ’ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ

### book 26.285.2

τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,

### book 26.285.3

ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην

### book 26.285.4

Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δ’ ἀπὸ λαιμῶν

### book 26.285.5

γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,

### book 26.290.1

φωνὴν δ’ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ.

### book 26.290.2

τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,

### book 26.290.3

οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὔρου

### book 26.290.4

ναιομένην Εὔκολλαν, ἀχείμονος ἔνδιον Ἠοῦς,

### book 26.290.5

καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.

### book 26.295.1

τοῖς ἔπι θωρήχθησαν, ὅσοι λάχον ἄντυγα † σοιτης,

### book 26.295.2

μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,

### book 26.295.3

οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν

### book 26.295.4

ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,

### book 26.295.5

ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπ’ ἄλλῳ,

### book 26.1

ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου,

### book 26.2

γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας

### book 26.1

δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,

### book 26.2

θηγαλέῳ τμητῆρι, διαστείχων στίχα δένδρων

### book 26.3

ποσσὶ τανυκνήμοισιν, ἔχων ἴνδαλμα καμήλων ...

### book 26.305.1

καὶ λοφιὴν ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ

### book 26.305.2

ἐσμὸν ἄγων νήριθμον ἐπασσυτέρων ἐλατήρων,

### book 26.305.3

δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,

### book 26.305.4

καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,

### book 26.305.5

αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἶχε δὲ λεπτὸν

### book 26.310.1

ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,

### book 26.310.2

ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ

### book 26.310.3

οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,

### book 26.310.4

λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·

### book 26.310.5

πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ

### book 26.315.1

λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.

### book 26.315.2

πολλάκι δ’ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων

### book 26.315.3

ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,

### book 26.1

ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,

### book 26.2

δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·

### book 26.320.1

πολλάκι δ’ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην

### book 26.320.2

ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,

### book 26.320.3

ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ

### book 26.320.4

καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης

### book 26.320.5

ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,

### book 26.325.1

αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου

### book 26.325.2

κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων

### book 26.325.3

ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,

### book 26.325.4

ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.

### book 26.325.5

τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν

### book 26.330.1

Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο

### book 26.330.2

εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,

### book 26.330.3

ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων.

### book 26.330.4

ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου

### book 26.330.5

Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,

### book 26.335.1

ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,

### book 26.335.2

καλλιτόκου Μαραθῶνος ἀρειμανὲς αἷμα γενέθλης·

### book 26.335.3

καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων

### book 26.1

λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσσας.

### book 26.2

Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι

### book 26.340.1

Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,

### book 26.340.2

καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ

### book 26.340.3

Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης·

### book 26.340.4

ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης

### book 26.340.5

ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,

### book 26.345.1

καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,

### book 26.345.2

ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς

### book 26.345.3

δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ·

### book 26.345.4

καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,

### book 26.345.5

ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.

### book 26.1

οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος.

### book 26.2

πάντων δ’ ἡγεμόνευεν ἐς ἄρεα κοίρανος Ἰνδῶν,

### book 26.3

ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,

### book 26.4

Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,

### book 26.5

κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττι ἑ μήτηρ

### book 26.355.1

Νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,

### book 26.355.2

ἥν ποτε παφλάζοντι διερπύζων παρὰ παστῷ

### book 26.355.3

νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης

### book 26.355.4

γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ

### book 26.355.5

ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην

### book 26.360

Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων

### book 26.1

καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,

### book 26.2

Ἶρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,

### book 26.3

ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·

### book 26.4

ἄμφω δ’ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,

### book 26.365.1

Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.

### book 26.365.2

τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δ’ ἐστείνετο λαῷ·

### book 26.365.3

καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀήταις,

### book 26.365.4

τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·

### book 26.365.5

οἱ μὲν ἐνὶ τριόδοισιν ἐπήτριμοι, οἱ δ’ ἐπὶ βάθροις

### book 26.370.1

ἄλλοι δ’ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δ’ ἐπὶ πύργων

### book 26.370.2

νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.

### book 26.370.3

ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ

### book 26.370.4

Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων

### book 26.370.5

ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.

### book 26.375.1

τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου

### book 26.375.2

μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος ἄρεϊ γείτων·

### book 26.375.3

ἐγρεμόθῳ δ’ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,

### book 26

μιμηλὴν Σατύροισιν ἀναστήσαντες ἐνυώ.

### book 27.1.1

Ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου

### book 27.1.2

ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,

### book 27.1.3

καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ

### book 27.1.4

ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·

### book 27.5.1

καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης

### book 27.5.2

σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου

### book 27.5.3

ὄρθριος εἰαρινῇσιν ἐλούσατο καρπὸς ἐέρσαις.

### book 27.5.4

καὶ κλόνος ἦν. Φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων

### book 27.5.5

ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,

### book 27.10.1

γείτονος εἰσαΐων κορυθαιόλον ἄρεος ἠχώ,

### book 27.10.2

καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,

### book 27.10.3

θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δὲ γαίῃ

### book 27.10.4

αἱμαλέης ξένον ὄμβρον ἀπ’ ἰκμάδος ὑέτιος Ζεὺς

### book 27.10.5

οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.

### book 27.15.1

καὶ φονίαις λιβάδεσσιν ἐνυαλίου νιφετοῖο

### book 27.15.2

δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης

### book 27.15.3

Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου

### book 27.1

Ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.

### book 27.2

φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν

### book 27.20.1

Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς

### book 27.20.2

μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος·

### book 27.20.3

„δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,

### book 27.20.4

καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης

### book 27.20.5

λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.

### book 27.25.1

κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ·

### book 27.25.2

εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι

### book 27.25.3

Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,

### book 27.25.4

Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἔνδοθι λόχμης

### book 27.25.5

ἔθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.

### book 27.30.1

πολλοὶ θῆρες ἔασι καὶ ἐνθάδε, τοῖσι συνάψω

### book 27.30.2

Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου·

### book 27.30.3

κούρῃ δ’ ἡμετέρῃ θαλαμηπόλον ἐσμὸν ὀπάσσω,

### book 27.30.4

δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.

### book 27.30.5

καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ

### book 27.35.1

Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,

### book 27.35.2

ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην·

### book 27.35.3

ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ

### book 27.35.4

ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο

### book 27.35.5

χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.

### book 27.40.1

χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος·

### book 27.40.2

ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης

### book 27.40.3

Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω·

### book 27.1

εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ,

### book 27.2

καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι

### book 27.45.1

καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς,

### book 27.45.2

οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ

### book 27.45.3

ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει,

### book 27.45.4

αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην.

### book 27.45.5

ἀλλ’ ἐρέεις· ‘Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω‘.

### book 27.1

Αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων·

### book 27.2

Οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει·

### book 27.3

καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων

### book 27.4

Οὐρανόθεν γεγαῶτα κατέκρυφε κόλπος ἀρούρης.

### book 27.5

εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου

### book 27.55.1

φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας·

### book 27.55.2

σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ

### book 27.55.3

σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους·

### book 27.55.4

μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,

### book 27.55.5

μὴ κεφαλὴν Κρονίωνος ἢ ἄρσενα μηρὸν ἐνίψῃς·

### book 27.60.1

οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι·

### book 27.60.2

πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.

### book 27.60.3

σὺν σοὶ δ’, ἢν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς

### book 27.60.4

ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,

### book 27.60.5

Νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας

### book 27.65

Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ

### book 27.1

ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων

### book 27.2

μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,

### book 27.3

βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ

### book 27.4

καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·

### book 27.70.1

εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,

### book 27.70.2

δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ

### book 27.70.3

τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.

### book 27.70.4

οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει

### book 27.70.5

ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.

### book 27.75.1

καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,

### book 27.75.2

Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος

### book 27.75.3

Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω·

### book 27.75.4

οὐδέ μιν ἁρπάξειε δι’ ἠέρος ἱπτάμενος Ζεύς.

### book 27.75.5

καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·

### book 27.80.1

Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,

### book 27.80.2

οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·

### book 27.80.3

εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,

### book 27.80.4

Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἢν δ’ ἐθελήσῃ,

### book 27.80.5

κοιρανίην νεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.

### book 27.85.1

καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου

### book 27.85.2

Γηγενέας Κύκλωπας ὀλέσσατε, μὴ δορὸς αἰχμὴν

### book 27.85.3

γαστρὶ μέσῃ πήξαντες ἢ αὐχένι, χαλκοβαρὲς δὲ

### book 27.85.4

ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.

### book 27.85.5

μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων

### book 27.90.1

δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι

### book 27.90.2

Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ

### book 27.90.3

βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρα κεν εἴην

### book 27.90.4

Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην

### book 27.90.5

ἀστεροπῇ τεύξειε καὶ ἐνθάδε· καί μιν ἑλίξω

### book 27.95.1

μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ

### book 27.95.2

Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων

### book 27.95.3

ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν

### book 27.95.4

ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.

### book 27.95.5

τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;

### book 27.1

μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,

### book 27.2

αὐτὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος

### book 27.3

αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ

### book 27.4

μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,

### book 27.5

Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.

### book 27.105.1

καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ

### book 27.105.2

σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,

### book 27.105.3

πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ

### book 27.105.4

δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων

### book 27.105.5

νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.

### book 27.110

καὶ ναέτην † βαρύδεσμον ἀπειρώδινος Ἀθήνης

### book 27.1

Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ

### book 27.2

φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου

### book 27.3

αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ

### book 27.4

παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,

### book 27.115.1

λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ·

### book 27.115.2

μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,

### book 27.115.3

καὶ κενεοῦ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.

### book 27.115.4

καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,

### book 27.115.5

ἴδμονας εὐπήληκος ἐνυαλίοιο χορείης,

### book 27.120.1

ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ

### book 27.120.2

διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,

### book 27.120.3

Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην

### book 27.120.4

αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης

### book 27.120.5

ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων

### book 27.125.1

ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.

### book 27.125.2

κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι

### book 27.125.3

οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου,

### book 27.125.4

οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.

### book 27.125.5

ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ

### book 27.130.1

κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ

### book 27.130.2

παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει.

### book 27.1

μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης

### book 27.2

ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,

### book 27.3

μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει

### book 27.135.1

πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;“

### book 27.135.2

ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,

### book 27.135.3

οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,

### book 27.135.4

οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.

### book 27.135.5

καὶ πολὺς ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,

### book 27.140.1

οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης·

### book 27.140.2

ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην

### book 27.140.3

ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων

### book 27.140.4

ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.

### book 27.140.5

καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,

### book 27.145.1

ἐς πεδίον προθέοντες. ἀπ’ εὐδένδροιο δὲ λόχμης

### book 27.145.2

ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις

### book 27.145.3

θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.

### book 27.145.4

καὶ πισύρων ἀνέμων † φλογερῆς ἀντώπιον Ἠοῦς †

### book 27.145.5

τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·

### book 27.1

πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,

### book 27.2

ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ

### book 27.1

Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ·

### book 27.2

τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης

### book 27.3

μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων

### book 27.155.1

δίστομος οὐρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,

### book 27.155.2

κύμασιν ἀμφίζωστον ἐπιστέψας Παταληνήν,

### book 27.155.3

τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ

### book 27.155.4

χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·

### book 27.161

καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ

### book 27.159

κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·

### book 27.160

καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην

### book 27.162.1

ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων

### book 27.162.2

στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης.

### book 27.162.3

κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης

### book 27.165.1

τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,

### book 27.165.2

καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν·

### book 27.165.3

„Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ

### book 27.165.4

κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους,

### book 27.165.5

μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης

### book 27.170.1

σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω

### book 27.170.2

πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου

### book 27.170.3

δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη·

### book 27.170.4

ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου

### book 27.170.5

αὐλὸς ἐμὸς φθέγξοιτο μετάτροπον ὕμνον ἐνυοῦς,

### book 27.175.1

τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον ἠχώ.

### book 27.175.2

εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης

### book 27.175.3

μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,

### book 27.1

ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ

### book 27.2

χεύμασι ληναίοισιν ἐς εὔιον οἶνον ἀμείψω,

### book 27.180.1

τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης

### book 27.180.2

μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω·

### book 27.180.3

εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει

### book 27.180.4

Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι,

### book 27.180.5

ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,

### book 27.185.1

χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο

### book 27.185.2

ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ,

### book 27.185.3

καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην

### book 27.185.4

πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην.

### book 27.185.5

εἰ δὲ πολυπτοίητος ἀρειμανέων πρόμος Ἰνδῶν

### book 27.190.1

αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης

### book 27.190.2

καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν ἐνυώ,

### book 27.190.3

θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων,

### book 27.190.4

γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ

### book 27.190.5

πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω·

### book 27.195.1

Θρινακίην δ’ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι

### book 27.195.2

καὶ βόες αἰθερίοιο πυραυγέος ἡνιοχῆος,

### book 27.195.3

Ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην,

### book 27.195.4

Λαμπετίην ἀέκουσαν ἐπὶ ζυγὰ δούλια σύρω,

### book 27.195.5

ὄφρα γόνυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,

### book 27

μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·

### book 27.1

ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,

### book 27.2

ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ

### book 27.3

πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.

### book 27.4

σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου

### book 27.205.1

Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,

### book 27.205.2

καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ ...

### book 27.205.3

νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι·

### book 27.205.4

καὶ Βρομίῳ γόνυ δοῦλον ὑποκλίνων μετὰ νίκην

### book 27.205.5

Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,

### book 27.210.1

κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,

### book 27.210.2

καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις

### book 27.210.3

ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσσας,

### book 27.210.4

καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ

### book 27.210.5

ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,

### book 27.215.1

βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.

### book 27.215.2

δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης

### book 27.215.3

Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ·

### book 27.215.4

πολλὰς δ’ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν

### book 27.215.5

ζωγρήσας μετ’ ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν

### book 27.220.1

πήξω μαινομένοιο κεράατα Δηριαδῆος.“

### book 27.220.2

ὣς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι,

### book 27.220.3

Σιληνοὶ δ’ ἀλάλαζον ἀρηιφίλης μέλος ἠχοῦς

### book 27.220.4

καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν·

### book 27

καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ

### book 27.225.1

φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν

### book 27.225.2

χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ·

### book 27.225.3

καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ.

### book 27.225.4

καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ

### book 27.225.5

μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς

### book 27.230.1

ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου.

### book 27.230.2

καὶ στρατιῆς προκέλευθος ἐπιβρίζουσα κυδοιμῷ

### book 27.230.3

Μυγδονίη μάρμαιρε δι’ ἠέρος ἁλλομένη φλόξ,

### book 27.230.4

Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην·

### book 27.230.5

Σιληνοῦ δὲ γέροντος ἀπ’ εὐκεράοιο μετώπου

### book 27.235.1

μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης

### book 27.235.2

δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις.

### book 27.235.3

καί τις ἐπ’ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων

### book 27.235.4

δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων·

### book 27.235.5

καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,

### book 27.240.1

ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν

### book 27.240.2

μαρναμένων. —καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,

### book 27.240.3

Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς

### book 27.240.4

πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων.

### book 27.240.5

τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων

### book 27.245.1

εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης.

### book 27.245.2

οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν ἄρης,

### book 27.245.3

ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ

### book 27.1

Ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη

### book 27.2

Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.

### book 27.1

τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς,

### book 27.2

ἔννεπε δ’ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·

### book 27.3

„ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς,

### book 27.4

τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου,

### book 27.5

μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου·

### book 27.255.1

Ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν

### book 27.255.2

ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην·

### book 27.255.3

ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου,

### book 27.255.4

Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων·

### book 27.255.5

Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,

### book 27.260.1

ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη,

### book 27.260.2

σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ,

### book 27.260.3

Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ.

### book 27.260.4

μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης·

### book 27.260.5

δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ·

### book 27.265.1

ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης.

### book 27.265.2

Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου

### book 27.265.3

μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος,

### book 27.265.4

ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων

### book 27.265.5

αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω

### book 27.270.1

μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων

### book 27.270.2

δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,

### book 27.1

κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο,

### book 27.2

ὁππότε Πηνειοῖο φυγὰς ῥόος, ὁππότε Δίρκη

### book 27.3

μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς

### book 27.275.1

Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἑλίσσων,

### book 27.275.2

εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ

### book 27.275.3

οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ.

### book 27.275.4

καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη,

### book 27.275.5

γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης·

### book 27.280.1

ῥύεο σοὺς ναετῆρας ἐφεσπομένους Διονύσῳ,

### book 27.280.2

μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·

### book 27.280.3

Ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·

### book 27.280.4

Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ

### book 27.280.5

δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·

### book 27.285.1

μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,

### book 27.285.2

μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·

### book 27.285.3

καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου

### book 27.285.4

Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,

### book 27.285.5

θηλυτέρην δ’ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.

### book 27.290.1

ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,

### book 27.290.2

αἰγίδα δ’ αἰθύσσουσα κυβερνήτειραν ἐνυοῦς,

### book 27.1

γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ

### book 27.2

αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·

### book 27.3

καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,

### book 27.295.1

αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,

### book 27.295.2

ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροισιν ἀρήγων

### book 27.295.3

μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης

### book 27.295.4

αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·

### book 27.295.5

ῥύεο τὸν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,

### book 27.1

Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος.

### book 27.2

αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου,

### book 27.3

σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην

### book 27.4

ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα·

### book 27.5

καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς

### book 27.305.1

πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης·

### book 27.305.2

οὐ μετὰ δὴν Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι

### book 27.305.3

Λιμναῖον μετὰ Βάκχον Ἐλευθερίῳ Διονύσῳ.

### book 27.305.4

ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα·

### book 27.305.5

ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη,

### book 27.310.1

Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη,

### book 27.310.2

μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσσας

### book 27.310.3

καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ,

### book 27.310.4

ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης.

### book 27

ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,

### book 27.315.1

μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος

### book 27.315.2

κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην.

### book 27.315.3

καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης,

### book 27.315.4

ἠρεμέεις, Ἥφαιστε, καὶ οὐκ ἀλέγεις Μαραθῶνος,

### book 27.315.5

ἧχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω

### book 27.320.1

μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου.

### book 27.320.2

λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος,

### book 27.320.3

ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη

### book 27.320.4

σὸν σπόρον αὐτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ·

### book 27.320.5

σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς

### book 27.325.1

σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης.

### book 27.325.2

ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις;

### book 27.325.3

ἠθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων,

### book 27.325.4

ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην

### book 27.325.5

μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ·

### book 27.330.1

Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.“

### book 27.330.2

ὣς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου ...

### book 27.330.3

ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων,

### book 27.330.4

καὶ πυρόεις Ἥφαιστος ὁμάρτεε Τριτογενείῃ.

### book 27.330.5

ἀθανάτοις δ’ ἑτέροισιν ὁμίλεε σύνδρομος Ἥρη,

### book 27.335.1

Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην,

### book 27.335.2

δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ,

### book 27.335.3

τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, οἷσι καὶ αὐτὴ

### book 27.335.4

ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ,

### book 27.335.5

ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,

### book 27.340

ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας

### book 27

Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.

### book 28.1.1

Ἔνθα τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ

### book 28.1.2

Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν ἐνυώ,

### book 28.1.3

οἷσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων

### book 28.1.4

Ζηνὸς ἑοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων

### book 28.5.1

ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ

### book 28.5.2

δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.

### book 28.5.3

καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν

### book 28.5.4

σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ

### book 28.5.5

κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων

### book 28.10.1

πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ

### book 28.10.2

ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων

### book 28.10.3

καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ

### book 28.10.4

ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν

### book 28.10.5

ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,

### book 28.15.1

καί τις ἀναΐξας Κυβεληίδος εἰς ῥάχιν ἄρκτου

### book 28.15.2

ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων

### book 28.1

ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων·

### book 28.2

ἄλλος ἀκοντίζων στρατιὴν ταμεσίχροϊ κισσῷ

### book 28.3

οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης

### book 28.20.1

φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων

### book 28.20.2

λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ.

### book 28.20.3

καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ·

### book 28.20.4

Σιληνοὶ δ’ ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι,

### book 28.20.5

νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.

### book 28.25.1

καί τις ὀρεσσινόμων Σατύρων, ἅτε πῶλον ἐλαύνων,

### book 28.25.2

ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἧστο λεαίνης.

### book 28.25.3

Ἰνδοὶ δ’ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς

### book 28.25.4

βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς ἐνυοῦς·

### book 28.25.5

στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δ’ αἰγίδι θώρηξ,

### book 28.30.1

ἔγχεσι θύρσος † ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις

### book 28.30.2

ἀντίτυποι κνημῖδες. ὁμοζυγέων δὲ φορήων

### book 28.30.3

στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι,

### book 28.30.4

καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλόφῳ δὲ καρήνῳ

### book 28.30.5

Μυγδονίην πήληκα Πελασγιὰς ὤθεε πήληξ.

### book 28.35.1

καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὃς μὲν ἀείρων ...

### book 28.35.2

Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης,

### book 28.35.3

ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δ’ ἐκροτάλιζε πεδίλῳ,

### book 28.35.4

ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δ’ ἐσκίρτησε Λυαίῳ·

### book 28

ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων

### book 28.40.1

Ἄρεος ἔγχος ἔμελπεν, ὁ δ’ εἰλαπίνην Διονύσου·

### book 28.40.2

καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ,

### book 28.40.3

εὔια δ’ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ.

### book 28.40.4

λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ,

### book 28.40.5

σπονδῇ λύθρον ἔμιξε, φόνον δ’ ἐκέρασσε χορείῃ.

### book 28.45.1

ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας,

### book 28.45.2

ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,

### book 28.45.3

καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος·

### book 28.45.4

οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,

### book 28.45.5

ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ

### book 28.1

Δηριάδην ἀπέλεθρον ἐπαΐσσοντα νοήσας

### book 28.2

ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ

### book 28.3

λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,

### book 28.4

καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου

### book 28.5

αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθονὶ πῖπτε Φαληνεύς.

### book 28.55.1

ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ

### book 28.55.2

Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξυσε χαλκῷ,

### book 28.55.3

πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·

### book 28.1

αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,

### book 28.2

μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,

### book 28.61.1

Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέθλης

### book 28.61.2

εἰς σάκος ἑπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,

### book 28.60

πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.

### book 28.63.1

αὐτίκα δ’ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας

### book 28.63.2

αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·

### book 28.65.1

καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ

### book 28.65.2

οἰστρομανὴς Κλυτίος, πρυλέων πρόμος· ὑψιλόφου δὲ

### book 28.65.3

κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος·

### book 28.65.4

ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,

### book 28.65.5

καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·

### book 28.70.1

ἔμπης δ’ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας

### book 28.70.2

θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα

### book 28.70.3

ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος·

### book 28.70.4

καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην

### book 28.70.5

αὐχένι κυανέῳ περιδέξιος ἠλίβατος θήρ·

### book 28.75.1

καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου

### book 28.75.2

αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσμὰ λεπάδνων·

### book 28.75.3

ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας

### book 28.75.4

αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων

### book 28.75.5

ἡνίοχος ταχυεργός· ἀπ’ εὐρυβάτοιο δὲ φάτνης

### book 28.80.1

ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς.

### book 28.80.2

καὶ Κλυτίος θρασὺς ἔσκεν ἀδευκέος ἐλπίδι νίκης·

### book 28.80.3

Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ,

### book 28.80.4

λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι·

### book 28.80.5

„στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω,

### book 28.85.1

οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου.

### book 28.85.2

ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δ’ Ἰνδῶν

### book 28.85.3

δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην

### book 28.85.4

Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω·

### book 28.85.5

παρθενικὴ δ’ ἀνάεδνος ἑὴν λύσειε κορείην,

### book 28.90.1

δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους,

### book 28.90.2

Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδὸν Ἕρμου.“

### book 28.90.3

ὣς φαμένου κεχόλωτο Κορύμβασος, ἁψιμόθου δὲ

### book 28.90.4

φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα·

### book 28.90.5

καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης,

### book 28.95.1

αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην.

### book 28.95.2

καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσσας

### book 28.95.3

Σιληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν,

### book 28.95.4

ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα.

### book 28.95.5

αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ

### book 28.1

χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ

### book 28.2

δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ.

### book 28.3

Οἰνομάῳ δ’ ἐπόρουσεν· ὁ μὲν φυγὰς εἴκελος αὔραις

### book 28.4

εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ·

### book 28.5

καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δ’ ἄρα νώτῳ

### book 28.105.1

μεσσατίῳ δόρυ πῆξε· διαΐσσουσα δὲ ῥιπῇ

### book 28.105.2

γαστέρος ἀρτιτόμοιο παρ’ ὀμφαλὸν ἄνθορεν αἰχμή·

### book 28.105.3

αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ

### book 28.105.4

πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ·

### book 28.105.5

τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς.

### book 28.110.1

οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος· ἀλλὰ μαχηταὶ

### book 28.110.2

τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι,

### book 28.110.3

Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης.

### book 28.110.4

καὶ πολὺς ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων

### book 28.110.5

πρηνής, οὐ δαπέδῳ τετανυσμένος ὕπτιος ἀνήρ·

### book 28.115.1

ἀλλὰ θανὼν ἀτίνακτος ἐπεστηρίζετο γαίῃ,

### book 28.115.2

μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων,

### book 28.115.3

ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων.

### book 28.115.4

καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον ἐνυὼ

### book 28

νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ

### book 28.120.1

εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων

### book 28.120.2

ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους,

### book 28.120.3

Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα

### book 28.120.4

ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί,

### book 28.120.5

ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,

### book 28.125.1

νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην.

### book 28.125.2

καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ

### book 28.125.3

δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας·

### book 28.125.4

ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ

### book 28.125.5

ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,

### book 28.130.1

ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης.

### book 28.130.2

καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας

### book 28.130.3

ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν ἐνυώ,

### book 28.130.4

καὶ λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ·

### book 28.130.5

ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,

### book 28.135.1

καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ·

### book 28.135.2

καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα

### book 28.135.3

αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης

### book 28.135.4

πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ

### book 28.135.5

ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ

### book 28.140.1

αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ

### book 28.140.2

εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ,

### book 28.140.3

οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.

### book 28.1

καί τινα μῦθον ἔειπεν ἀρήια δάκρυα λείβων·

### book 28.2

„ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω

### book 28.145.1

τριχθαδίαις παλάμῃσιν ἐπάξια Τριτογενείης·

### book 28.145.2

ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω·

### book 28.145.3

τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρα τις εἴπῃ

### book 28.145.4

εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς

### book 28.145.5

ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.“

### book 28.1

ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις,

### book 28.2

ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι.

### book 28.3

οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπ’ ἄλλῳ,

### book 28.4

καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ

### book 28.5

ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ

### book 28.155.1

πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου·

### book 28.155.2

καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν

### book 28.155.3

ὀψιγόνῳ ναετῆρι φυλασσομένη Μαραθῶνος.

### book 28.155.4

οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης,

### book 28.155.5

ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δ’ ἄλλος

### book 28.160.1

ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δ’ ἐλατῆρα κιχήσας,

### book 28.160.2

ἢ προτέρῳ φεύγοντι μετάφρενα δουρὶ δαΐζων,

### book 28.160.3

ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας,

### book 28.160.4

ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.

### book 28

καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ

### book 28.165.1

εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα,

### book 28.165.2

οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ

### book 28.165.3

Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην·

### book 28.165.4

ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων

### book 28.165.5

ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων

### book 28.170.1

κύμβαχος ἐστήρικτο παρήορος, ἀμφὶ δὲ γαίῃ

### book 28.170.2

κρᾶτα βαλὼν ἐκύλισε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου.

### book 28.170.3

καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς,

### book 28.170.4

Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ

### book 28.170.5

Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων,

### book 28.175.1

καὶ χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ

### book 28.175.2

μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ

### book 28.175.3

οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ·

### book 28.175.4

καὶ πυρόεις πρόμος ἦεν· ἐπ’ ἀντιβίων δὲ καρήνοις

### book 28.175.5

Γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ·

### book 28.180.1

καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ,

### book 28.180.2

σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν,

### book 28.180.3

δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπ’ ἄλλῳ

### book 28.180.4

Ἰνδὸν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ.

### book 28

οὐχ ἕνα Σαλμωνῆα νόθῳ πρήνιξε κεραυνῷ·

### book 28.185.1

οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνη

### book 28.185.2

Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος.

### book 28.185.3

καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων,

### book 28.185.4

αἰθερίαις στεροπῇσι φέρων ἀντίρροπον αἴγλην,

### book 28.185.5

σβεστὸν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,

### book 28.190.1

σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος·

### book 28.190.2

καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ

### book 28.190.3

κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ,

### book 28.190.4

φέγγεος οὐρανίοιο φέρων τύπον· ἀστεροπὴ γὰρ

### book 28.190.5

ἐρχομένην φεύγουσαν ἔχει παλινάγρετον αἴγλην.

### book 28.195.1

καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων,

### book 28.195.2

βρονταίοις πατάγοισι χέων ἀντίκτυπον ἠχώ·

### book 28.195.3

καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο

### book 28.195.4

ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ

### book 28.195.5

μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς.

### book 28.1

βροντῆς δ’ ἰσοτύπου τεχνήμονα δοῦπον ἐάσσας

### book 28.2

εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ,

### book 28.3

καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων

### book 28.4

δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ·

### book 28

τύπτε δ’ ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ

### book 28.205.1

Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων.

### book 28.205.2

καὶ σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας

### book 28.205.3

ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος·

### book 28.205.4

καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων

### book 28.205.5

ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος

### book 28.210.1

στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ·

### book 28.210.2

αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ

### book 28.210.3

στέρνον ὅλον βεβάρητο· φόνον δ’ ἤμυνεν Ὑδάσπης

### book 28.210.4

παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ βραδύς, ἕλκεϊ κάμνων,

### book 28.210.5

ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν,

### book 28.215.1

χάλκεον εἰκοσίπηχυ, πέδῳ δ’ ἔρριψε βοείην

### book 28.215.2

αἰδομέναις παλάμῃσι· καὶ ἀδρανὲς ἄσθμα τιταίνων,

### book 28.215.3

μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαζοῦ,

### book 28.215.4

ἠερόθεν προκάρηνος ἀπ’ ἠλιβάτου πέσε δίφρου,

### book 28.215.5

ὡς ἐλάτη περίμετρος ὑπέρλοφος, ἥ τε πεσοῦσα

### book 28.220.1

ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης.

### book 28.220.2

ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί,

### book 28.220.3

δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ

### book 28.220.4

ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης

### book 28.220.5

τρηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,

### book 28.225.1

μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου.

### book 28.225.2

καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάγιζε μετώπῳ

### book 28.225.3

μαρμαρυγὴ τροχόεσσα μονογλήνοιο προσώπου·

### book 28.225.4

καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν

### book 28.225.5

θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,

### book 28.230.1

οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη

### book 28.230.2

Γηγενέος Κύκλωπος ἐναντέλλουσα προσώπῳ

### book 28.230.3

πλησιφαὴς ἤστραπτε, προασπίζουσα Λυαίου.

### book 28.230.4

Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδὼν μίμημα κεραυνοῦ,

### book 28.230.5

ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων

### book 28.235.1

δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου

### book 28.235.2

νείφετο μὲν τότε γαῖα, χυτὴν δ’ οὐκ εἶχεν ἐέρσην

### book 28.235.3

ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ.

### book 28.235.4

καὶ Τραχίος κεκόρυστο· κασιγνήτῳ δ’ ἅμα βαίνων,

### book 28.235.5

ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,

### book 28.240.1

ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς,

### book 28.240.2

ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων. ...

### book 28.240.3

Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ

### book 28.240.4

ἐκ πεδίου φεύγοντα πολὺν στρατὸν ἄχρι θαλάσσης,

### book 28.240.5

κόλπον ἐς ἰχθυόεντα περικλείων στίχας Ἰνδῶν,

### book 28.245.1

δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου,

### book 28.245.2

ὄρθιον εἰκοσίπηχυ δι’ ὕδατος ἆορ ἑλίσσων·

### book 28.245.3

καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην

### book 28.245.4

ῥῖψεν ἐπ’ ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ

### book 28.245.5

διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,

### book 28.1

ἄρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ.

### book 28.2

ἐν πεδίῳ δ’ ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις

### book 28.3

Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης

### book 28.4

ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις·

### book 28.5

καὶ στρατιῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει

### book 28.255.1

νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης,

### book 28.255.2

εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης.

### book 28.255.3

τοῖς ἅμα σύγγονος ἄλλος ἀριστεύων Ἁλιμήδης

### book 28.255.4

ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλωψ,

### book 28.255.5

καὶ δηίους ἐφόβησε· φυλασσομένου δὲ προσώπου

### book 28.260.1

κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης.

### book 28.260.2

καί μιν ἰδὼν Φλογίος κταμένων τιμήορος Ἰνδῶν

### book 28.260.3

τόξον ἑὸν κύκλωσε, καὶ ἠνεμόεν βέλος ἕλκων

### book 28.260.4

μεσσοφανῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμνῳ ...

### book 28.260.5

ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν

### book 28.265.1

δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ

### book 28.265.2

Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῶνα τινάσσων

### book 28.265.3

ῥῖπτε κατὰ Φλογίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων

### book 28.265.4

ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος,

### book 28.265.5

καὶ μόγις ἠερόφοιτον ἀλεύατο μάρμαρον αἰχμήν,

### book 28.270.1

κεῖθι μένων· κοτέων δὲ περὶ Φλογίοιο φυγόντος

### book 28.270.2

λοίγιον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης

### book 28.270.3

δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς,

### book 28.270.4

λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς.

### book 28.270.5

Κυκλώπων δ’ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀλύμπῳ

### book 28.275.1

γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς,

### book 28.275.2

Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.

### book 28.1

Δαμνεὺς μὲν πολέμιζεν ἀνάρσια φῦλα δαμάζων,

### book 28.2

ποσσὶ δ’ ἐλαφροτέροισι διεπτοίησε μαχητὰς

### book 28.3

Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,

### book 28.280.1

τὸν μὲν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ

### book 28.280.2

τηλεφανής, ἕτερον δὲ ταμὼν δασπλῆτι μαχαίρῃ·

### book 28.280.3

ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις,

### book 28.280.4

λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων,

### book 28.280.5

εἰς δρόμον Ἰφίκλῳ πανομοίιος, ὅς τις ἐπείγων

### book 28.285.1

ταρσὰ ποδῶν ἀβάτοιο κατέγραφεν ἄκρα γαλήνης,

### book 28.285.2

καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην,

### book 28.285.3

ἀνθερίκων στατὸν ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων.

### book 28.285.4

Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς

### book 28.285.5

εἱλιπόδην ἔστησε Μίμας εὔρυθμον ἐνυώ,

### book 28.290

καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἑλίσσων,

### book 28.1

σκαρθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ,

### book 28.2

οἷον ὅτε Κρονίοισιν ἐπ’ οὔασι δοῦπον ἐγείρων

### book 28.3

Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων

### book 28.4

ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,

### book 28.295.1

Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην·

### book 28.295.2

τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης

### book 28.295.3

χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην·

### book 28.295.4

τέμνων δ’ ἐχθρὰ κάρηνα, σιδήρεα λήια χάρμης,

### book 28.295.5

Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ

### book 28.1

δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ,

### book 28.2

ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου

### book 28.3

λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ.

### book 28.4

ὀξυφαὴς δ’ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,

### book 28.5

ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,

### book 28.305.1

ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ.

### book 28.305.2

καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,

### book 28.305.3

θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων

### book 28.305.4

φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης.

### book 28.305.5

καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,

### book 28.310.1

σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων·

### book 28.310.2

μάρνατο δ’ ἀστυφέλικτος ἅτε σφυρήλατος ἄκμων,

### book 28.310.3

ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ

### book 28.310.4

πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νηπίαχος Ζεύς·

### book 28.310.5

καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθα ἑ κείνη

### book 28.315.1

αἲξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ,

### book 28.315.2

ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη

### book 28.315.3

κλεψιτόκοις πατάγοισι σακεσπάλον ἔβρεμεν ἠχώ,

### book 28.1

τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.

### book 28.2

καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων

### book 28.320.1

μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς,

### book 28.320.2

ἤμβροτεν· οὐ γὰρ ἔοικε λίθῳ Κορύβαντας ὀλέσσαι,

### book 28.320.3

ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη

### book 28.320.4

ἀντίδοτον Κρονίδαο Κρόνου παρέθηκε τραπέζῃ.

### book 28.320.5

ξυνὴν δ’ εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον ἐνυὼ

### book 28.325.1

Ἄρεος ὀρχηστῆρες ἀτερπέος· ἀμφὶ δὲ δίφρῳ

### book 28.325.2

Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις

### book 28.325.3

τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ

### book 28.325.4

πύργον ἐκυκλώσαντο φερεσσακέεσσι χορείαις.

### book 28.325.5

ἠχὴ δ’ ἠερόφοιτος ἀνέδραμεν εἰς Διὸς αὐλάς,

### book 28.330

καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι.

### book 29.1.1

Ἥρη δ’ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,

### book 29.1.2

δύσμαχον ἔμβαλε θάρσος ἀγήνορι Δηριαδῆι.

### book 29.1.3

καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος

### book 29.1.4

φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν

### book 29.5.1

κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην,

### book 29.5.2

λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,

### book 29.5.3

ἄλλον ἐνηείῃ μετανεύμενος, ἄλλον ἀπειλῇ.

### book 29.5.4

καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ

### book 29.5.5

κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.

### book 29.10.1

καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,

### book 29.10.2

πῇ μὲν ἐπ’ ἀντιβίοισιν ὀπισθοτόνων ἀπὸ τόξων

### book 29.10.3

πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,

### book 29.10.4

πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων

### book 29.10.5

Σιληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.

### book 29.15.1

εὐχαίτης δ’ Ὑμέναιος ἐμάρνατο φάσγανα σείων,

### book 29.15.2

Θεσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,

### book 29.15.3

Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων·

### book 29.15.4

ἀγλαΐῃ δ’ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν

### book 29

Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ·

### book 29.20.1

καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς

### book 29.20.2

μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν.

### book 29.20.3

τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ

### book 29.20.4

τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης

### book 29.20.5

ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.

### book 29.25.1

εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν,

### book 29.25.2

δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν,

### book 29.25.3

ἵππῳ δ’ ἅρμα πέλαζε παρ’ ἡβητῆρι θαμίζων,

### book 29.25.4

κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δ’ αἰεὶ

### book 29.25.5

ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ

### book 29.30.1

ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς

### book 29.30.2

καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ.

### book 29.30.3

ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης

### book 29.30.4

υἱὸς ἔην Φλεγύαο, καὶ οὐ Κρονίδαο τοκῆος.

### book 29.30.5

καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,

### book 29.35.1

δειμαίνων, ἵνα μή τις ἑκηβόλον ἰὸν ἰήλας

### book 29.35.2

κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων

### book 29.35.3

δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου.

### book 29.35.4

καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν·

### book 29.35.5

„πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης·

### book 29.40

κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων,

### book 29.1

βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα,

### book 29.2

δυσμενέων βασιλῆα θεημάχον, ὄφρα τις εἴπῃ·

### book 29.3

‘ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ,

### book 29.4

εἰς χρόα Δηριάδαο καὶ ἐς κραδίην Διονύσου‘.“

### book 29.45.1

ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης

### book 29.45.2

ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων

### book 29.45.3

οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον ἐνυὼ

### book 29.45.4

καὶ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην·

### book 29.45.5

καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης

### book 29.1

Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων

### book 29.2

τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι·

### book 29.3

„τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί;

### book 29.4

ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες.

### book 29.5

ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ·

### book 29.55.1

μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης·

### book 29.55.2

μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος

### book 29.55.3

ὠκύμορον λάχεν αἷμα, Διὸς δ’ ἐψεύσατο φύτλην.

### book 29.55.4

δεῦρο βέλος προΐαλλε καὶ ἐς σκοπὸν αἴ κε τυχήσῃς,

### book 29.55.5

δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,

### book 29.60.1

αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,

### book 29.60.2

πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ·

### book 29.60.3

ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,

### book 29.60.4

ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίῃ·

### book 29.60.5

ῥέζειν δ’ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην

### book 29.65.1

ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ

### book 29.65.2

ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,

### book 29.1

Γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.“

### book 29.2

ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,

### book 29.3

ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·

### book 29.70.1

αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης

### book 29.70.2

ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν

### book 29.70.3

τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,

### book 29.70.4

ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ

### book 29.70.5

φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·

### book 29.75.1

καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου

### book 29.75.2

Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δ’ Ὑμεναίου

### book 29.75.3

αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.

### book 29.75.4

οὐ δὲ λάθεν Διόνυσον ἀπ’ ἠέρος ἰὸς ἀλήτης

### book 29.75.5

ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·

### book 29.80.1

ἀλλὰ διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,

### book 29.80.2

καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος·

### book 29.80.3

καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,

### book 29.80.4

σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,

### book 29

καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ

### book 29.85.1

παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ,

### book 29.85.2

ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.

### book 29.85.3

καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ

### book 29.85.4

ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,

### book 29.85.5

δάκρυ χέων ἐρατεινὸν ὑπ’ ὀφρύσιν, ὄφρα νοήσῃ

### book 29.90.1

δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,

### book 29.90.2

ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς

### book 29.90.3

χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,

### book 29.90.4

καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ

### book 29.90.5

νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ

### book 29.95.1

θῆκε καρηβαρέοντα· καὶ ὡς Ὑάκινθον Ἀπόλλων

### book 29.95.2

ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,

### book 29.95.3

μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,

### book 29.95.4

οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,

### book 29.95.5

ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.

### book 29.1

καὶ χροὸς ἐκτὸς ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ

### book 29.2

ἀσπάσιον λάχε θάρσος· ἀφ’ αἱμαλέοιο δὲ μηροῦ

### book 29.3

λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων

### book 29.1

φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ.

### book 29.2

δάκρυα δ’ ἡβητῆρος ὀδυρομένοιο δοκεύων

### book 29.105.1

ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καὶ Μελανῆι·

### book 29.105.2

καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου

### book 29.105.3

μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν·

### book 29.105.4

„Ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει.

### book 29.105.5

αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,

### book 29.110.1

καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ

### book 29.110.2

ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου;

### book 29.110.3

ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνει;

### book 29.110.4

Σιληνὸς πεσέτω σταφυληκόμος· ἐσμὸς ἀλάσθω

### book 29.110.5

Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.

### book 29.115.1

ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος

### book 29.115.2

ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης

### book 29.115.3

κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης;

### book 29.115.4

οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην,

### book 29.115.5

ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.

### book 29.120.1

τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν,

### book 29.120.2

Ἥρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ

### book 29.120.3

καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης,

### book 29.120.4

ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ

### book 29.120.5

ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,

### book 29.125.1

Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν,

### book 29.125.2

ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου.

### book 29.125.3

ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνων

### book 29.1

ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω

### book 29.2

ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.

### book 29.130.1

αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον ἐνυὼ

### book 29.130.2

χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω.

### book 29.130.3

δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσσω,

### book 29.130.4

ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα.

### book 29.130.5

οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ·

### book 29.135.1

ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης

### book 29.135.2

μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης,

### book 29.135.3

ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ

### book 29.135.4

ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος ἐρώτων.

### book 29.135.5

ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ

### book 29.140.1

πέμπε μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης

### book 29.140.2

λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή·

### book 29.140.3

Φοῖβον ἔα κατ’ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω

### book 29.140.4

ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου.

### book 29.140.5

πέμπε μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω·

### book 29.145.1

ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν ἐρώτων.

### book 29.145.2

ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ

### book 29.145.3

ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ,

### book 29.145.4

ἄορι δ’ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ

### book 29.145.5

εἰς λαπάρην, ἕτερος δὲ δι’ οὔατος· ἐν κραδίῃ δὲ

### book 29

λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.“

### book 29.1

εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ

### book 29.2

ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου.

### book 29.3

μηρῷ δ’ ἔνθα καὶ ἔνθα φιλεύιον ἄνθος ἑλίξας

### book 29.4

λευκὸν ἐρευθομένῳ, διδυμόχροον ἕλκος ἀφάσσων,

### book 29.155.1

κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ,

### book 29.155.2

οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ.

### book 29.155.3

ὡς δ’ ὅτ’ ὀπὸς ταχυεργός, ἐπειγόμενον γάλα πήξας,

### book 29.160

χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,

### book 29.158.1

ὄφρα μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ

### book 29.158.2

κυκλώσας ταλάροισι τύπῳ τροχοειδέι ταρσῶν·

### book 29.161.1

ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·

### book 29.161.2

καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν ἐνυώ,

### book 29.161.3

χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.

### book 29.161.4

καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων

### book 29.165.1

τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ

### book 29.165.2

ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.

### book 29.165.3

καὶ θρασὺς ἔσσυτο κοῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ

### book 29.165.4

αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.

### book 29.165.5

ὡς δ’ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,

### book 29.170.1

ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει,

### book 29.170.2

καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ

### book 29.170.3

ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ

### book 29.170.4

μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·

### book 29.170.5

ὣς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.

### book 29.175.1

οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας

### book 29.175.2

μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ

### book 29.175.3

ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ

### book 29.175.4

Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.

### book 29.175.5

καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν ἐνυὼ

### book 29.180.1

θεῖος Ἀρισταῖος, δεδαημένος ἄρεος Ἀγρεύς,

### book 29.180.2

ὡς Νόμιος πολέμιζε καλαύροπα χερσὶ τινάσσων,

### book 29.180.3

νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς

### book 29.180.4

τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,

### book 29.180.5

θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,

### book 29.185.1

Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ

### book 29.185.2

δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς,

### book 29.185.3

ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα

### book 29.185.4

ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας

### book 29.185.5

πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·

### book 29.190.1

δυσμενέας δ’ ἐφόβησεν ἀγήνορας ἠθάδι ῥόμβῳ,

### book 29.190.2

σείων χαλκὸν ἐκεῖνον, ὃν ἐν παλάμῃσι τινάσσων

### book 29.190.3

φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.

### book 29.1

Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται

### book 29.2

Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·

### book 29.195.1

Ἡφαίστου δὲ τοκῆος ἐρευθόμεναι πυρὸς ἀτμῷ

### book 29.195.2

συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.

### book 29.195.3

τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι

### book 29.195.4

χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ

### book 29.195.5

καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,

### book 29.1

οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ

### book 29.2

πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὀδόντων,

### book 29.3

οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων,

### book 29.4

χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,

### book 29.5

τεύχων θερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.

### book 29.205.1

χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων,

### book 29.205.2

δεξιτερῇ κούφιζον, ἐπ’ εὐφυέεσσι δὲ μηροῖς

### book 29.205.3

φάσγανον ᾐώρητο σελασφόρον· εἰ δέ τις ἀνήρ,

### book 29.205.4

ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας

### book 29.205.5

θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,

### book 29.210.1

αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου.

### book 29.210.2

Εὐρυμέδων μὲν ἔλαυνε, πυριβλήτῳ δὲ χαλινῷ

### book 29.210.3

ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων·

### book 29.210.4

Ἄλκων δ’ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,

### book 29

πατρῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.

### book 29.215.1

καὶ φάλαρον σείοντες ἀερσιλόφου τρυφαλείης

### book 29.215.2

Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,

### book 29.215.3

εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῆρι δὲ χαλκῷ

### book 29.215.4

φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις

### book 29.215.5

σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης

### book 29.220.1

ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ,

### book 29.220.2

ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων

### book 29.220.3

Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ·

### book 29.220.4

καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,

### book 29.220.5

εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.

### book 29.225.1

καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος ἐνυοῦς

### book 29.225.2

Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης

### book 29.225.3

ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.

### book 29.225.4

καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων

### book 29.225.5

οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,

### book 29.230.1

πέμπων ὀκριόεσσαν ἐπ’ ἀντιβίοισιν ἀκωκήν.

### book 29.230.2

Βάκχη δ’ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ

### book 29.230.3

κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.

### book 29.230.4

ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ

### book 29.230.5

Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ

### book 29.235.1

κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,

### book 29.235.2

Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.

### book 29.1

καὶ δηίων κλονέουσα νέφος ῥηξήνορι θύρσῳ

### book 29.2

Στησιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,

### book 29.3

κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ·

### book 29.240.1

οὐ τόσον Ἡρακλέης Στυμφαλίδας ἤλασε βόμβῳ

### book 29.240.2

χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν

### book 29.240.3

Στησιχόρη κτυπέουσα χοροῦ πολεμήιον ἠχώ.

### book 29.240.4

καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου

### book 29.240.5

ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ

### book 29.245.1

Σιληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην

### book 29.245.2

ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ

### book 29.245.3

χεῖρας ὄρεξε Μάρωνι, Μάρων δ’ ἀπέειπε γεραιήν,

### book 29.245.4

ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων

### book 29.245.5

καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι

### book 29.1

γηραλέην ἀνόνητον ὑπ’ ἔγχεϊ Δηριαδῆος.

### book 29.2

καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ

### book 29.3

οἰστρομανής. τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ

### book 29.4

Οἰνάνθη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ

### book 29.5

γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης

### book 29.255.1

οἰδαλέου μήνιγγες ἐδινεύοντο καρήνου.

### book 29.255.2

καὶ στόνος ἦν βαρύδουπος· ὁμοζήλῳ δὲ κυδοιμῷ

### book 29.255.3

Ἀστράεις Σταφύλην, Καλύκην δ’ ἐδίωκε Κελαινεύς.

### book 29.1

Σιληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς

### book 29.2

θεινομένην βουπλῆγι· μιῇ δ’ ἐλατῆρος ὁμοκλῇ

### book 29.260.1

Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,

### book 29.260.2

Σιληνοῦ τρία τέκνα δασύτριχος, ὃς δίχα λέκτρων

### book 29.260.3

ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.

### book 29.260.4

ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην.

### book 29.260.5

τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν

### book 29.265.1

ἕλκεσι φάρμακα πάσσεν· ἐνυαλίῳ δὲ σιδήρῳ

### book 29.265.2

τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,

### book 29.265.3

κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·

### book 29.265.4

Εὐπετάλης δ’ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,

### book 29.265.5

καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·

### book 29.270.1

Μυρτοῦς δ’ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,

### book 29.270.2

καὶ Καλύκην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,

### book 29.273

ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·

### book 29.272

Νύσης δ’ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,

### book 29.274

χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·

### book 29.275.1

ὄμμασι δ’ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.

### book 29.275.2

ἀλλ’ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ

### book 29.275.3

θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.

### book 29.1

καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης

### book 29.2

Βασσαρὶς Ἰνδὸν ἄρηα μετέστιχε θυιὰς ἐνυώ,

### book 29.280.1

ἀμφὶ σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης

### book 29.280.2

ἀφλεγέος σελάγιζε κατ’ αὐχένος αὐτόματον πῦρ.

### book 29.280.3

καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἐσμὸν ἐγείρων

### book 29.280.4

αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον ἄρεος ἠχώ.

### book 29.280.5

καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων

### book 29.285.1

ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,

### book 29.285.2

κύμβαλα δ’ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν

### book 29.285.3

Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ.

### book 29.285.4

ἀντιβίων δὲ φάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ

### book 29.285.5

ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί·

### book 29.290.1

λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.

### book 29.290.2

ἀλλ’ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ

### book 29.290.3

λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,

### book 29.290.4

δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,

### book 29.290.5

ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἐσμὸς ἐνυοῦς

### book 29.295.1

φρικτὸν ὁμογλώσσων στομάτων θρόον· ἀσταθέες δὲ

### book 29.295.2

ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,

### book 29.295.3

ἄλλοι δ’ ἐν πεδίῳ· στρατιὴ δ’ ἐμερίζετο Βάκχου,

### book 29.1

δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,

### book 29.2

δίψῃ καρχαλέῃ κεκαφηότας, ὁππότε γαίης

### book 29.1

ἠὼς μέσσον ἀνέσχε καὶ ἔτρεμε θερμὸς ὁδίτης

### book 29.2

αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.

### book 29.3

καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,

### book 29.4

μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ·

### book 29.5

„τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,

### book 29.305.1

οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου

### book 29.305.2

Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.

### book 29.305.3

ἢν δ’ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δὲ κελεύσω,

### book 29.305.4

ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.

### book 29.305.5

εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,

### book 29.310.1

εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.“

### book 29.310.2

ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί·

### book 29.310.3

ἄλλῳ δ’ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.

### book 29.310.4

αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μηλονόμος Πάν,

### book 29.310.5

ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας

### book 29.315.1

θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,

### book 29.315.2

ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου,

### book 29.315.3

ὄφρα πυρισφρήγιστον ἐλαφρίζειεν ἀνίην

### book 29.315.4

ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.

### book 29.315.5

λυσσήεις δ’ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι ...

### book 29.321

ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων·

### book 29.320

καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,

### book 29.322.1

καὶ χθονὶ ταρσὸν ἔπηξε καὶ ἠέρα τύπτε καρήνῳ.

### book 29.322.2

τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,

### book 29.322.3

λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.

### book 29.325.1

Ἄρεϊ δ’ ὑπνώοντι παρίστατο νεύματι Ῥείης

### book 29.325.2

φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,

### book 29.325.3

τοῖον ἔπος βοόωσα νόθῃ σκιοειδέι μορφῇ·

### book 29.325.4

„Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων

### book 29.325.5

χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων

### book 29.330.1

ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,

### book 29.330.2

ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·

### book 29.330.3

ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων

### book 29.330.4

αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,

### book 29.330.5

Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ

### book 29.335.1

Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,

### book 29.335.2

παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,

### book 29.335.3

μνησαμένη νόθα λέκτρα πεδοτρεφέων ὑμεναίων,

### book 29.335.4

μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ

### book 29.335.5

ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.

### book 29.340.1

ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης

### book 29.340.2

δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,

### book 29.340.3

δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου

### book 29.1

ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἐσμὸς Ἐρώτων,

### book 29.2

Βυβλιάδων δ’ ἐπάκουε μελιζομένων Ἀφροδίτην

### book 29.345.1

καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.

### book 29.345.2

Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ

### book 29.345.3

ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς

### book 29.345.4

Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.

### book 29.345.5

Σικελίης δ’ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ

### book 29.1

λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ

### book 29.2

ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,

### book 29.3

σοὶ δόλον ἐντύνωσι καὶ ἀρχαίῳ σέο δεσμῷ

### book 29.4

ὁπλότερον τελέσωσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς

### book 29.5

ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων

### book 29.355.1

δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,

### book 29.355.2

εἱλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·

### book 29.355.3

καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου

### book 29.355.4

δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.

### book 29.355.5

ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης

### book 29.360.1

ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος;

### book 29.360.2

σιγὴ ἐφ’ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.“

### book 29.360.3

ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας

### book 29.1

πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς

### book 29.2

θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας

### book 29.365.1

ζεῦξαι φοίνιον ἅρμα ταχύδρομον· οἱ δὲ τοκῆι

### book 29.365.2

σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ

### book 29.365.3

Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων

### book 29.365.4

δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,

### book 29.365.5

ζεύγλην δ’ ἀμφὶς ἔδησεν· Ἄρης δ’ ἐπεβήσατο δίφρου·

### book 29.370.1

καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων,

### book 29.370.2

εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων

### book 29.370.3

ἄστατον ἔτραπεν ἅρμα Κεραστίδος εἰς χθόνα Κύπρου·

### book 29.370.4

πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων

### book 29.370.5

ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα,

### book 29.375.1

Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ,

### book 29.375.2

εἴ μιν ἐσαθρήσειε παρ’ Ἡφαίστοιο καμίνοις,

### book 29.375.3

ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν

### book 29.375.4

καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης.

### book 29.375.5

ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ

### book 29.380

νυμφιδίην μακάρεσσιν ἀναστήσειεν ἐνυώ,

### book 29

καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.

### book 30.1.1

Ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης

### book 30.1.2

ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων

### book 30.1.3

θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ,

### book 30.1.4

πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,

### book 30.5.1

πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ

### book 30.5.2

κυανέης ἤμησε θαλύσια δηιοτῆτος·

### book 30.5.3

καὶ Σατύρους θάρσυνεν ἐς ἄρεα Δηριαδῆος,

### book 30.5.4

δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων.

### book 30.5.5

ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν·

### book 30.10.1

ἄλλῳ δ’ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ

### book 30.10.2

δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ

### book 30.10.3

λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος.

### book 30.10.4

καὶ Βρομίου θεράποντας ὀπιπεύων ἔτι Μορρεὺς

### book 30.10.5

μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ

### book 30.15.1

ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν·

### book 30.15.2

„Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί,

### book 30.15.3

βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις,

### book 30.15.4

ὁπλοφόρους δ’ ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ

### book 30

Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ

### book 30.20.1

τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν,

### book 30.20.2

καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν

### book 30.20.3

οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου

### book 30.20.4

δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις.

### book 30.20.5

οὔ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ

### book 30.25.1

θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων.

### book 30.25.2

δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ

### book 30.25.3

ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί·

### book 30.25.4

δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ

### book 30.25.5

ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.

### book 30.30.1

τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες

### book 30.30.2

μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς

### book 30.30.3

κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί,

### book 30.30.4

καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ;

### book 30.30.5

πολλάκι δ’ ἀντικέλευθος ἀνουτήτου Διονύσου

### book 30.35.1

ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα,

### book 30.35.2

πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου,

### book 30.35.3

ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.“

### book 30.35.4

ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ

### book 30.35.5

ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ·

### book 30.40.1

καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

### book 30.40.2

„τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ;

### book 30.40.3

ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν ἐνυώ.“

### book 30.1

ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ.

### book 30.2

καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς·

### book 30.45.1

οὔτασε δ’ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας

### book 30.45.2

ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ

### book 30.45.3

πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή·

### book 30.45.4

γούνατι δ’ ὀκλάζοντι χαμαὶ πέσε. χαλκοχίτων δὲ

### book 30.45.5

Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,

### book 30.1

ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων

### book 30.2

καὶ σάκος εὐδίνητον· ὅλον δ’ ἐκάλυπτε μαχητήν,

### book 30.3

ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ

### book 30.4

σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν

### book 30.5

γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων,

### book 30.55.1

οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ,

### book 30.55.2

χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν.

### book 30.55.3

καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ

### book 30.60

γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου

### book 30.58.1

ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς,

### book 30.58.2

γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρα κε μήτηρ

### book 30.61.1

δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ,

### book 30.61.2

ἐς μίαν ἠριγένειαν ἑνὶ δμηθέντα σιδήρῳ.

### book 30.61.3

καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ,

### book 30.61.4

ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων

### book 30.65

Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ·

### book 30.1

„ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης,

### book 30.2

δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη

### book 30.3

Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ,

### book 30.4

δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,

### book 30.70.1

Ἑσπερίους δ’ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς

### book 30.70.2

καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην·

### book 30.70.3

ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος,

### book 30.70.4

ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ

### book 30.70.5

σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.

### book 30.75.1

ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.“

### book 30.75.2

εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρούσας

### book 30.75.3

σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ,

### book 30.75.4

δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν

### book 30.75.5

Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,

### book 30.80.1

αὐχένι μιτρώσας πυριθαλπέος ὅρμον ἀνάγκης

### book 30.80.2

εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος

### book 30.80.3

ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ

### book 30.80.4

ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,

### book 30.80.5

σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·

### book 30.85.1

θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.

### book 30.85.2

καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,

### book 30.85.3

εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·

### book 30.85.4

ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,

### book 30

ταυροφυὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·

### book 30.90.1

ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,

### book 30.90.2

ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,

### book 30.90.3

λύματα τεφρήεντα διασμήχων τρυφαλείης·

### book 30.90.4

Μορρέα δ’ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,

### book 30.90.5

πορφυρέῃ νεφέλῃ κεκαφηότα γυῖα καλύψας,

### book 30.95.1

μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,

### book 30.95.2

Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,

### book 30.95.3

μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης

### book 30.95.4

γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,

### book 30.95.5

μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.

### book 30.1

πυρσοφόρος δ’ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς

### book 30.2

ἱσταμένους περὶ παῖδα νεούτατον, ὑψόθι δ’ ὤμου

### book 30.3

υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,

### book 30.4

νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα,

### book 30.5

οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.

### book 30.105.1

οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς·

### book 30.105.2

ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν ἐνυὼ

### book 30.105.3

καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν·

### book 30.105.4

καὶ Φλογίον Στροφίοιο πολύστροφον υἷα κιχήσας

### book 30

ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,

### book 30.110.1

ὅς τις ἀδακρύτοιο παρ’ εἰλαπίνῃσι Λυαίου

### book 30.110.2

ἀντιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,

### book 30.110.3

καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ χαράσσων

### book 30.110.4

δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,

### book 30.110.5

ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·

### book 30.115.1

καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων

### book 30.115.2

θαμβαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.

### book 30.115.3

τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς·

### book 30.115.4

„ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης·

### book 30.115.5

ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων

### book 30.120.1

ὀρχηθμὸν στονόεντα πόθεν κατὰ δῆριν ὑφαίνεις;

### book 30.120.2

εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,

### book 30.120.3

Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις

### book 30.120.4

αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·

### book 30.120.5

ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,

### book 30.125.1

Περσεφόνη δ’ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.“

### book 30.125.2

ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,

### book 30.125.3

Σιληνοὺς δ’ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχητῇ

### book 30.125.4

Τέκταφος ὡμάρτησε σακεσπάλος, ὅν ποτε δήσας

### book 30.125.5

Δηριάδης ἔκρυψεν ἔσω γλαφυροῖο βερέθρου.

### book 30.130

οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ

### book 30.1

τίς δύναταί ποτε πότμον ἀπ’ ἀνέρος ἐχθρὸν ἐρύκειν,

### book 30.2

νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;

### book 30.3

οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,

### book 30.4

ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,

### book 30.135.1

εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων·

### book 30.135.2

ἐγρεμόθου δ’ ἤμησε Πυλαιέος ἀνθερεῶνα,

### book 30.135.3

Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,

### book 30.135.4

καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε σιδήρῳ.

### book 30.135.5

καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,

### book 30.140.1

ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη

### book 30.140.2

δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων·

### book 30.140.3

ἔθλασε δ’ ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου

### book 30.140.4

ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης·

### book 30.140.5

καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην

### book 30.145.1

ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου

### book 30.145.2

ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης

### book 30.145.3

ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου

### book 30.145.4

παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ,

### book 30.145.5

τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα μύθῳ·

### book 30.1

„μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη,

### book 30.2

τίπτε μοι οὐ σχεδὸν ἦλθες, ὅτ’ ἐγγύθεν ἦλθον ὀλέθρου;

### book 30.1

νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη;

### book 30.2

πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις

### book 30.3

πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;

### book 30.155.1

εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν,

### book 30.155.2

δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν

### book 30.155.3

κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας

### book 30.155.4

ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω,

### book 30.155.5

εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.“

### book 30.160.1

τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή.

### book 30.160.2

καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου

### book 30.160.3

οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν

### book 30.160.4

Ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ,

### book 30.160.5

στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,

### book 30.165.1

καὶ κεφαλὴν ἤρασσεν· ἀνηκούστῳ δὲ τοκῆι,

### book 30.165.2

οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν·

### book 30.165.3

„υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης,

### book 30.165.4

σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος

### book 30.165.5

ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ

### book 30.170.1

ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω;

### book 30.170.2

ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω;

### book 30.170.3

αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.

### book 30.1

σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσσω

### book 30.2

μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης

### book 30.175.1

δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ.

### book 30.175.2

ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου

### book 30.175.3

δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα

### book 30.175.4

νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω.

### book 30.175.5

οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω

### book 30.180.1

λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος.

### book 30.180.2

ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην

### book 30.180.3

πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ.

### book 30.180.4

οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος,

### book 30.180.5

κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρα τις εἴπῃ·

### book 30.185.1

‘καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ‘.“

### book 30.185.2

ἔννεπε δακρυχέουσα· πόνος δ’ ἠέξετο μείζων

### book 30.185.3

καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν ἐνυώ.

### book 30.185.4

Ταιναρίδην δ’ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,

### book 30.185.5

μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,

### book 30.190.1

ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην,

### book 30.190.2

γναθμοῦ δεξιτεροῖο παρ’ ὀστέον ἔγχος ἐρείσας.

### book 30.190.3

ἔκτανε δ’ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ

### book 30.190.4

ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,

### book 30.190.5

κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,

### book 30.195

ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης

### book 30.1

κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,

### book 30.2

ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν·

### book 30.3

καὶ βρέτας εὐποίητον ἐμάστιεν οἴνοπι θύρσῳ,

### book 30.4

χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,

### book 30.1

μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου.

### book 30.2

οὐδὲ χόλον δασπλῆτα † καθαψαμένης φύγεν Ἥρης

### book 30.3

Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλ’ ἐνὶ γαίῃ

### book 30.4

ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα

### book 30.5

οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,

### book 30.205.1

Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης·

### book 30.205.2

ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,

### book 30.205.3

πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,

### book 30.205.4

ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.

### book 30.205.5

οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς

### book 30.210.1

Μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν

### book 30.210.2

Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης

### book 30.210.3

Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο

### book 30.210.4

ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,

### book 30.210.5

οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,

### book 30.215.1

οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου·

### book 30.215.2

οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ

### book 30.215.3

μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,

### book 30.215.4

οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,

### book 30.215.5

ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ

### book 30.220.1

ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων

### book 30.220.2

Μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς·

### book 30.220.3

Εὐρυπύλην Στερόπην τε Σόην τ’ ἤμησε μαχαίρῃ,

### book 30.220.4

καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ

### book 30.220.5

οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας

### book 30.225.1

στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ.

### book 30.225.2

καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,

### book 30.225.3

ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείης

### book 30.225.4

θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας

### book 30.225.5

ἄκρον ἀπηλοίησε καὶ ἐς μόθον ἤιεν Ἰνδῶν

### book 30.230.1

λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων.

### book 30.230.2

Ἥρη δ’ ἀλλοπρόσαλλος ἐπιβρίζουσα Λυαίῳ

### book 30.230.3

δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,

### book 30.230.4

καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην

### book 30.230.5

εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος

### book 30.235.1

ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη,

### book 30.235.2

καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.

### book 30.235.3

καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος

### book 30.235.4

ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης

### book 30.235.5

καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης·

### book 30.240.1

τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη

### book 30.240.2

ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης

### book 30.1

ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος.

### book 30.2

καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,

### book 30.3

ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ

### book 30.245.1

Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων

### book 30.245.2

ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων.

### book 30.245.3

ἀσχαλόων δ’ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης,

### book 30.245.4

καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης,

### book 30.245.5

μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δ’ Ἀθήνη

### book 30.1

οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς,

### book 30.2

γνωτὸν ὅπως φεύγοντα, φόβῳ δεδονημένον Ἥρης,

### book 30.3

εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν·

### book 30.4

στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου,

### book 30.5

μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου

### book 30.255.1

μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί·

### book 30.255.2

καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ

### book 30.255.3

μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ·

### book 30.255.4

„πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ;

### book 30.255.5

πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;

### book 30.260.1

ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω;

### book 30.260.2

ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν;

### book 30.260.3

ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.

### book 30.1

ποίην δ’ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν;

### book 30.2

ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;

### book 30.265.1

ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς

### book 30.265.2

δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα;

### book 30.265.3

ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης,

### book 30.265.4

καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων;

### book 30.265.5

οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ

### book 30.270.1

ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη·

### book 30.270.2

οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς,

### book 30.270.3

Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων.

### book 30.270.4

γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης·

### book 30.270.5

εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη·

### book 30.275.1

ἀντολίην δ’ ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ,

### book 30.275.2

Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην,

### book 30.275.3

Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης.

### book 30.275.4

Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ,

### book 30.275.5

οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.

### book 30.280.1

χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος· ἐξέτι κείνου

### book 30.280.2

ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν γενετῆρα Λυκούργου,

### book 30.280.3

ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου.

### book 30.280.4

σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα,

### book 30.280.5

εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.

### book 30.285.1

ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν;

### book 30.285.2

Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη.

### book 30.285.3

ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω

### book 30.1

Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν.

### book 30.2

ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,

### book 30.290.1

καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις

### book 30.290.2

ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην,

### book 30.290.3

αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.“

### book 30.290.4

ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ

### book 30.290.5

θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ

### book 30.295.1

νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ.

### book 30.295.2

ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἔκτανε Βάκχος,

### book 30.295.3

ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη;

### book 30.295.4

κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ,

### book 30.295.5

πολλοῖς δ’ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων

### book 30.1

ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ,

### book 30.2

ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες

### book 30.3

δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ.

### book 30.4

Φρίγγου δ’ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ·

### book 30.5

ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα

### book 30.305.1

θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς.

### book 30.305.2

Ἐγρετίῳ δ’ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων

### book 30.305.3

θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ

### book 30.305.4

Βακχιὰς ἐρροίζησε δι’ ἠέρος ἔγχεος αἰχμὴ

### book 30.305.5

ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος ...

### book 30.310.1

ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας

### book 30.310.2

εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ

### book 30.1

φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν·

### book 30.2

καὶ στρατὸς ἐπτοίητο φερεσσακέων Ἀριηνῶν·

### book 30.3

καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων

### book 30.315.1

Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·

### book 30.315.2

καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ

### book 30.315.3

ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ

### book 30.315.4

οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,

### book 30.315.5

Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·

### book 30.320.1

ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,

### book 30.320.2

ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις

### book 30.320.3

κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη

### book 30.320.4

ἢ φυτὸν ὑψικάρηνον ὑποκρυφθέντα πετήλοις,

### book 30.320.5

ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.

### book 30.325

Ἰνδοὶ δ’ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ

### book 30

ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.

### book 31.1.1

Ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ

### book 31.1.2

Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,

### book 31.1.3

χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων.

### book 31.1.4

Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις

### book 31.5.1

† ἴκελον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,

### book 31.5.2

αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν

### book 31.5.3

θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.

### book 31.5.4

καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ

### book 31.5.5

Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν

### book 31.10.1

καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας Ἐννοσιγαίου.

### book 31.10.2

ἀχνυμένη δ’ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ

### book 31.10.3

Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.

### book 31.10.4

ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων

### book 31.10.5

δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεὺς

### book 31.15.1

νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς

### book 31.15.2

Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην

### book 31.15.3

δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ

### book 31.1

λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,

### book 31.2

Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,

### book 31.20.1

καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης

### book 31.20.2

αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,

### book 31.20.3

κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων

### book 31.20.4

ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.

### book 31.20.5

καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης

### book 31.25.1

ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.

### book 31.25.2

ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν

### book 31.25.3

εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου

### book 31.25.4

ἑλκόμενον μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ

### book 31.25.5

Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.

### book 31.30.1

ὀρφναίην δ’ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν·

### book 31.30.2

Περσεφόνην δ’ ἐκίχησε, δολόφρονι δ’ ἴαχε μύθῳ·

### book 31.30.3

„ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις·

### book 31.30.4

οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου.

### book 31.30.5

δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,

### book 31.35.1

ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω

### book 31.35.2

ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς.

### book 31.35.3

συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ

### book 31.35.4

ἀντὶ τεῆς Δήμητρος ἀμαλλοφόροιο τεκούσης

### book 31

ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ

### book 31.40.1

ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ.

### book 31.40.2

Ἄρεα δ’, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ,

### book 31.40.3

υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ

### book 31.40.4

κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης·

### book 31.40.5

οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,

### book 31.45.1

ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν,

### book 31.45.2

καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ,

### book 31.45.3

ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις

### book 31.45.4

Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου.

### book 31.45.5

τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων

### book 31.1

ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ·

### book 31.2

οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς

### book 31.3

ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.

### book 31.4

τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν

### book 31.5

δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,

### book 31.55.1

εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;

### book 31.55.2

Ζεὺς μὲν ἄναξ κατ’ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,

### book 31.55.3

γνωτῷ δ’ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,

### book 31.55.4

καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.

### book 31.55.5

ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,

### book 31.60.1

μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου,

### book 31.60.2

αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ,

### book 31.60.3

αἴδεο † λισσομένην καθαρὴν Θέμιν, ὄφρα κεν Ἰνδοὶ

### book 31.60.4

βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου·

### book 31

ἔσσο μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων

### book 31.65.1

Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον ἐνυοῦς.

### book 31.65.2

μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι,

### book 31.65.3

μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ,

### book 31.65.4

μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου,

### book 31.65.5

μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.“

### book 31.70.1

ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης,

### book 31.70.2

δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου,

### book 31.70.3

αἱμύλα κωτίλλουσα. θεὰ δ’ ἐπένευσε θεαίνῃ,

### book 31.70.4

καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ

### book 31.70.5

βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης.

### book 31.75.1

ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ

### book 31.75.2

τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην·

### book 31.75.3

καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ

### book 31.75.4

καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου·

### book 31.75.5

Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου

### book 31.80.1

ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης.

### book 31.80.2

ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ

### book 31.80.3

σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν·

### book 31.80.4

„οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου,

### book 31.80.5

οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ

### book 31.85

Ζεὺς ἕνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ

### book 31.1

Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη

### book 31.2

Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης.

### book 31.3

ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς·

### book 31.4

Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες

### book 31.90.1

φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν

### book 31.90.2

ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ·

### book 31.90.3

οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ

### book 31.90.4

καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς,

### book 31.90.5

οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.

### book 31.95.1

ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ

### book 31.95.2

θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην,

### book 31.95.3

θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.“

### book 31.95.4

ὣς φαμένη πεπότητο δι’ αἰθέρος· ἡ δὲ σιωπῇ

### book 31.95.5

γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης

### book 31.1

φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν,

### book 31.2

γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ

### book 31.3

Ζῆνα μέγαν κνώσσοντα· τὸ γὰρ φάτο κοίρανος Ἥρη.

### book 31.4

αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ

### book 31.5

Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει

### book 31.105.1

οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας,

### book 31.105.2

καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν,

### book 31.105.3

Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ

### book 31.105.4

ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.

### book 31

τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ·

### book 31.110.1

„Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη,

### book 31.110.2

εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ

### book 31.110.3

σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου·

### book 31.110.4

δίζεο καὶ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς,

### book 31.110.5

λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ

### book 31.115.1

εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω.

### book 31.115.2

ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης

### book 31.115.3

μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου

### book 31.115.4

γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ

### book 31.115.5

ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,

### book 31.120.1

εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.

### book 31.120.2

Πασιθέης δ’ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος

### book 31.120.3

ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω,

### book 31.120.4

ὅττι γυναιμανέων τις ἐπ’ ἐλπίδι πάντα τελέσσει.“

### book 31.120.5

ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις

### book 31.125.1

ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου

### book 31.125.2

ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου

### book 31.125.3

Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,

### book 31.125.4

διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.

### book 31.125.5

εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο·

### book 31.130.1

κεῖθι γὰρ αἰὲν ἔμιμνε νοοπλανὲς ἴχνος ἑλίσσων,

### book 31.130.2

Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.

### book 31.130.3

καὶ δέμας ἀλλάξασα μετάτροπον εὔσκοπος Ἶρις

### book 31.1

κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν·

### book 31.2

Ὕπνου δ’ ἐγγὺς ἵκανε δολοπλόκος· οἷα δὲ μήτηρ

### book 31.135.1

κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν·

### book 31.135.2

„τέκνον ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;

### book 31.135.3

οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς

### book 31.135.4

Ὄρθρος ἀκοντίζει με καὶ Ἠριγένεια διώκει;

### book 31.135.5

Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.

### book 31.140.1

εἷς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ

### book 31.140.2

μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων

### book 31.140.3

Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.

### book 31.140.4

Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις

### book 31.140.5

ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου

### book 31.145.1

κῶμον ἐμὸν νίκησε νόθον σέλας· ἡμετέρων γὰρ

### book 31.145.2

φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.

### book 31.145.3

εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,

### book 31.145.4

καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.

### book 31.145.5

ἅζομαι Ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,

### book 31.1

ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ

### book 31.2

ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.

### book 31.3

ἀλλὰ σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ

### book 31.4

μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·

### book 31.155

δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,

### book 31.154

καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπὴν

### book 31.156.1

ἐς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,

### book 31.156.2

οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.

### book 31.1

Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἢν ἐθελήσῃς,

### book 31.2

τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ

### book 31.160.1

πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις·

### book 31.160.2

λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν

### book 31.160.3

νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης

### book 31.160.4

μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,

### book 31.160.5

νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.

### book 31.165.1

μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην.

### book 31.165.2

ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,

### book 31.165.3

μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.

### book 31.165.4

Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων

### book 31.165.5

ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,

### book 31.170.1

οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων.

### book 31.170.2

πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,

### book 31.170.3

βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.

### book 31.170.4

Γηγενέων δ’ ἐλέαιρε γονὴν μελανόχροον Ἰνδῶν·

### book 31.170.5

δὸς χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·

### book 31.175.1

ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς

### book 31.175.2

Γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης

### book 31.175.3

πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.

### book 31.175.4

μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη·

### book 31.175.5

μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτὸς ἀκοίτης.

### book 31.180.1

οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,

### book 31.180.2

οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·

### book 31.180.3

μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων

### book 31.180.4

μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.

### book 31

ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλ’ ἐνὶ θυμῷ

### book 31.185.1

οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς

### book 31.185.2

μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.

### book 31.185.3

εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην,

### book 31.185.4

Δηριάδῃ χραίσμησον, ὃν ἤροσεν Ἰνδὸς Ὑδάσπης·

### book 31.185.5

γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων

### book 31.190.1

Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.“

### book 31.190.2

ὣς φαμένη παρέπεισε. καὶ οἷά τε μητρὸς ἀκούων

### book 31.190.3

Ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν

### book 31.190.4

Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·

### book 31.190.5

ἀλλά μιν ᾔτεεν Ἶρις, ἵνα Κρονίωνα πεδήσῃ

### book 31.195.1

ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον Ἠριγενείης.

### book 31.195.2

αὐτόθι δ’ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.

### book 31.195.3

καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·

### book 31.195.4

σπερχομένη δ’ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.

### book 31.195.5

ἡ δὲ θυελλήεντι δι’ ἠέρος ἵπτατο ταρσῷ,

### book 31.1

καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ

### book 31.2

κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.

### book 31.3

καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην

### book 31.4

Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην

### book 31.5

ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων

### book 31.205.1

εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο,

### book 31.205.2

ἡ μὲν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν

### book 31.205.3

βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος

### book 31.205.4

φυταλιήν, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.

### book 31.205.5

θαμβαλέη δ’ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,

### book 31.210.1

ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη·

### book 31.210.2

ἀχνυμένην δ’ ὁρόωσα πολύτροπον ἴαχε φωνήν·

### book 31.210.3

„Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;

### book 31.210.4

τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;

### book 31.210.5

ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;

### book 31.215.1

μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης;

### book 31.215.2

τίς πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη

### book 31.215.3

Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος

### book 31.215.4

ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;

### book 31.215.5

μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,

### book 31.220.1

μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων;

### book 31.220.2

μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ

### book 31.220.3

καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν ἐρώτων;

### book 31.220.4

μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει

### book 31.220.5

μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,

### book 31.225.1

Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείρεις

### book 31.225.2

βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἄργον ὀπωπαῖς.

### book 31.225.3

εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.“

### book 31.1

ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ·

### book 31.2

„Κύπρι θεά, θνητοῖσιν ἐάσσομεν οὖδας Ὀλύμπου.

### book 31.230.1

Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου,

### book 31.230.2

ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην

### book 31.230.3

δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,

### book 31.230.4

μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.

### book 31.230.5

δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,

### book 31.235.1

μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου.

### book 31.235.2

δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ

### book 31.235.3

υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.

### book 31.235.4

δείδια, μὴ μετὰ γαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων

### book 31.235.5

ἄμπελον, ἣν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.

### book 31.240.1

μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ.

### book 31.240.2

κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν εὐνῆς

### book 31.240.3

οὐρανὸν ἀμπελόεντα μετ’ ἀστερόεντα καλέσσω,

### book 31.240.4

μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.

### book 31.240.5

δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,

### book 31.245.1

μὴ δόρυ κουφίσσειεν ἐπ’ Ἄρεϊ καὶ Κυθερείῃ,

### book 31.245.2

μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου

### book 31.245.3

αἰθέρι τολμήεσσαν ἀναστήσωσιν ἐνυὼ

### book 31.245.4

ἀστέρες οἰνοπλῆγες ἐπ’ ἀλλήλοισι μανέντες,

### book 31.245.5

μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου

### book 31

ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.

### book 31.252

οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω

### book 31.251

Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,

### book 31.253

οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διὸς Ἥβην,

### book 31

χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;

### book 31.255.1

αἰδομένη δ’ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ

### book 31.255.2

αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ·

### book 31.255.3

αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἷς δόμος ἔστω

### book 31.255.4

οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.

### book 31.255.5

ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,

### book 31.260.1

ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ

### book 31.260.2

ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ

### book 31.260.3

Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω

### book 31.260.4

χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.

### book 31.260.5

οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς

### book 31.265.1

ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,

### book 31.265.2

ὅττι Κρόνου γενετῆρος ἐπιβρίζουσα κυδοιμῷ

### book 31.265.3

σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη.

### book 31.265.4

καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου

### book 31.265.5

ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον Ἀφρογενείῃ,

### book 31.270.1

αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.

### book 31.270.2

ἀλλά, θεά, χραίσμησον, ἐμῆς δ’ ἐπίκουρον ἀνίης

### book 31.273

δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,

### book 31.272

εἰς μίαν ἠριγένειαν, ὅπως Διὸς ὄμματα θέλξω,

### book 31.274

καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω·

### book 31.275

δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ

### book 31.1

ξεινοδόκοι γεγάασιν Ἐρυθραίης Ἀφροδίτης,

### book 31.2

οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς

### book 31.3

θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,

### book 31.4

καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·

### book 31.280.1

δός μοι κεστὸν ἱμάντα βοηθόον, ᾧ ἔνι μούνῳ

### book 31.280.2

θέλγεις εἰν ἑνὶ πάντα· καὶ ἄξιός εἰμι φορέσσαι,

### book 31

ὡς ζυγίη γεγαυῖα καὶ ὡς συνάεθλος Ἐρώτων.“

### book 32.1.1

Ὣς φαμένη παρέπεισε· δολοφράδμων δ’ Ἀφροδίτη

### book 32.1.2

πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου

### book 32.1.3

Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν ἐρώτων.

### book 32.1.4

καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·

### book 32.5.1

„δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης·

### book 32.5.2

θέλξεις δ’ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,

### book 32.5.3

Ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων

### book 32.5.4

καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.“

### book 32.5.5

εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.

### book 32.10.1

Ἥρη δ’ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,

### book 32.10.2

καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν·

### book 32.10.3

πολλάκι δ’ ἰσάζουσα καθειμένον ἄχρι μετώπου

### book 32.10.4

πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης·

### book 32.10.5

νιψαμένη δὲ μέτωπα καλύψατο νώροπι πέπλῳ,

### book 32.15.1

καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος·

### book 32.15.2

καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,

### book 32.1

τοῦ καὶ κινυμένοιο μετ’ αἰθέρα καὶ μετὰ πόντον

### book 32.2

γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.

### book 32.3

καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ

### book 32.20.1

λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει

### book 32.20.2

φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·

### book 32.20.3

εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει,

### book 32.20.4

οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης,

### book 32.20.5

καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,

### book 32.25.1

καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ

### book 32.25.2

ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος Ἀφρογενείης,

### book 32.25.3

κυανέην θ’ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ·

### book 32.25.4

ἀμφὶ δέ οἱ πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην,

### book 32.25.5

ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,

### book 32.30.1

καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης·

### book 32.30.2

καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ·

### book 32.30.3

εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης

### book 32.30.4

κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων

### book 32.30.5

νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,

### book 32.35.1

κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην.

### book 32.35.2

καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ

### book 32.35.3

ὡς πτερὸν ἠὲ νόημα δι’ αἰθέρος ἔδραμεν Ἥρη.

### book 32.35.4

καὶ Διὸς ἐγγὺς ἵκανεν· ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς

### book 32.35.5

θερμοτέρους ἐς ἔρωτας ἱμάσσετο κέντορι κεστῷ·

### book 32.40.1

καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί·

### book 32.40.2

καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·

### book 32.40.3

„Ἥρη, τίπτε βέβηκας ἑώιον εἰς κλίμα γαίης;

### book 32.40.4

τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;

### book 32.40.5

ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,

### book 32.45.1

καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;“

### book 32.45.2

ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη

### book 32.45.3

ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην·

### book 32.45.4

„Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω

### book 32.45.5

ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου

### book 32.1

ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ

### book 32.2

γείτονας Ἠελίοιο μετέρχομαι αἴθοπας αὐλὰς

### book 32.3

σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ

### book 32.4

Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ

### book 32.5

συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,

### book 32.55.1

καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων·

### book 32.55.2

τοῦτον ἐγὼ καλέουσα παλίνδρομος ἐνθάδε βαίνω·

### book 32.55.3

οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς

### book 32.55.4

παῖδες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.“

### book 32

τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·

### book 32.60.1

„νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ

### book 32.60.2

ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν

### book 32.60.3

χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω·

### book 32.60.4

οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος οὐδὲ θεαίνης

### book 32.60.5

θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ ...

### book 32.65.1

οὐδ’ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων

### book 32.65.2

πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων·

### book 32.65.3

οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,

### book 32.65.4

κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς

### book 32.65.5

φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ

### book 32.70.1

τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης·

### book 32.70.2

οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς

### book 32.70.3

Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης·

### book 32.70.4

ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον. ἦ ῥα καὶ αὐτὴ

### book 32.70.5

ὡς Ζυγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης

### book 32.75.1

Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;“

### book 32.75.2

ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας

### book 32.75.3

δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην·

### book 32.75.4

καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ

### book 32.75.5

Ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ

### book 32.80.1

πορφυρέη, καὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ

### book 32.80.2

αὐτόματον σκέπας ἦεν ὀρεσσαύλων ὑμεναίων,

### book 32.80.3

καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.

### book 32.80.4

οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἡδέι θεσμῷ·

### book 32.80.5

Γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην

### book 32.85.1

ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν·

### book 32.85.2

καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,

### book 32.85.3

καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,

### book 32.85.4

θήλεϊ δ’ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,

### book 32.85.5

οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,

### book 32.90.1

Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην·

### book 32.90.2

καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ

### book 32.90.3

ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.

### book 32.90.4

οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι

### book 32.90.5

γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς

### book 32.95.1

ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·

### book 32.95.2

πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς.

### book 32.95.3

καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.

### book 32.95.4

ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,

### book 32.95.5

ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,

### book 32

τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς

### book 32.1

νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ·

### book 32.2

καὶ κτύπον ἐσμαράγησεν ἐπ’ ὀφθαλμοῖσι Λυαίου,

### book 32.3

σεισαμένη βαρύδουπον ἐχιδνήεσσαν ἱμάσθλην·

### book 32.4

καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων

### book 32.105.1

φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,

### book 32.105.2

καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ ...

### book 32.105.3

ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου

### book 32.105.4

αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,

### book 32.105.5

χάσματι φοινήεντι καταΐσσων Διονύσου.

### book 32.110.1

τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης

### book 32.110.2

Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,

### book 32.110.3

ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,

### book 32.110.4

πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης

### book 32.110.5

μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου

### book 32.115.1

μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,

### book 32.115.2

καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,

### book 32.115.3

αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,

### book 32.115.4

μὴ χρόα δηλήσοιντο νοοσφαλέος Διονύσου.

### book 32.115.5

νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι

### book 32.120.1

εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ

### book 32.120.2

φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ

### book 32.120.3

ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου

### book 32.1

καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς

### book 32.2

Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.

### book 32.125.1

καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης

### book 32.125.2

δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ

### book 32.125.3

ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,

### book 32.125.4

οἰστρομανὴς ἅτε ταῦρος, ἑὰς ἤρασσε κεραίας,

### book 32.125.5

τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·

### book 32.130.1

Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν

### book 32.130.2

φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,

### book 32.130.3

ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.

### book 32.130.4

καὶ βαλίας ἐλάφους λασίας τ’ ἐδίωκε λεαίνας

### book 32.130.5

Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·

### book 32.135.1

οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ

### book 32.135.2

ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ

### book 32.135.3

λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυαίου,

### book 32.135.4

δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·

### book 32.135.5

μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινὶ πέτρῃ

### book 32.140.1

μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ·

### book 32.140.2

καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ

### book 32.140.3

κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων·

### book 32.140.4

καὶ δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης

### book 32.140.5

Ἀδρυάδας τ’ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας

### book 32.145.1

Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας.

### book 32.145.2

Βασσαρίδες δ’ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,

### book 32.145.3

καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,

### book 32.145.4

οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῆς,

### book 32.145.5

μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,

### book 32.1

ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.

### book 32.2

Δηριάδης δ’ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,

### book 32.3

νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.

### book 32.4

ὡς δ’ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ

### book 32.5

ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,

### book 32.155.1

κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νείφων,

### book 32.155.2

πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ

### book 32.155.3

λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἑλίξας

### book 32.155.4

ἱστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης

### book 32.155.5

λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δὲ κεραίη,

### book 32.160.1

ναῦται δ’ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ·

### book 32.160.2

ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς ἄρης.

### book 32.160.3

ἔνθα τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν

### book 32.160.4

ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ

### book 32.160.5

νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,

### book 32.165

Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων

### book 32.1

ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,

### book 32.2

ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ,

### book 32.3

οἷά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,

### book 32.4

γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης

### book 32.170.1

Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὗ τότε μορφῆς

### book 32.170.2

ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,

### book 32.170.3

καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,

### book 32.170.4

αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,

### book 32.170.5

καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δ’ ἀλαλητῷ

### book 32.175.1

Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,

### book 32.175.2

καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,

### book 32.175.3

φοιταλέην συνάεθλον ἔχων Ἔριν· ἐν δὲ κυδοιμοῖς

### book 32.175.4

στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.

### book 32.175.5

καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου

### book 32.180.1

Δηριάδης καὶ κῶμα Διὸς καὶ σύνδρομος Ἄρης.

### book 32.180.2

συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ

### book 32.180.3

Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,

### book 32.180.4

καὶ πολέες φεύγοντες ἑνὶ κτείνοντο φονῆι,

### book 32.180.5

θεινόμενοι ξιφέεσσιν. Ὁμηρίδες εἴπατε Μοῦσαι·

### book 32.185.1

τίς θάνε, τίς δούπησεν ὑπ’ ἔγχεϊ Δηριαδῆος;

### book 32.185.2

Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,

### book 32.185.3

Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς

### book 32.1

καὶ Θρόνιος καὶ Ἄρητος ἐυμμελίης τε Μοληνεὺς

### book 32.2

ἀλκήεις τε Κόμαρκος· ἐτέμνετο δ’ ἄλλος ἐπ’ ἄλλῳ

### book 32.190.1

ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ

### book 32.190.2

ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς δὲ ῥεέθροις

### book 32.190.3

πλώετο κυματόεντα φέρων μόρον, ὃς δὲ θαλάσσῃ

### book 32.190.4

ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ

### book 32.190.5

κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·

### book 32.195.1

ὃς δὲ θυελλήεντι δι’ οὔρεος ἔδραμε ταρσῷ

### book 32.195.2

κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσσας

### book 32.195.3

μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,

### book 32.195.4

χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.

### book 32.195.5

αὐχήεις δ’ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,

### book 32.1

Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,

### book 32.2

Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,

### book 32.3

ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κονίῃ

### book 32.4

ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,

### book 32.5

πληγεὶς ἰσχίον ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ

### book 32.205.1

συμφερτὴν κοτύλην φύσις ἥρμοσεν ἄξονι μηροῦ·

### book 32.205.2

καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,

### book 32.205.3

ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,

### book 32.205.4

φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.

### book 32.205.5

καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·

### book 32.210

„κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,

### book 32.1

ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου·

### book 32.2

οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾧ πόρε Κύπρις

### book 32.3

μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην·

### book 32.4

οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·

### book 32.215.1

οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν

### book 32.215.2

δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην,

### book 32.215.3

ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,

### book 32.215.4

ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.

### book 32.215.5

ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ

### book 32.220.1

Ἄρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.“

### book 32.220.2

ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ἔχραε Μορρεύς·

### book 32.220.3

εἱλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας,

### book 32.220.4

αὐχένα δ’ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας

### book 32.220.5

ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς·

### book 32.225.1

Σηβέα δ’ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ·

### book 32.225.2

Θηβαίων δὲ φάλαγγα καὶ Ἀκταίωνα διώκων

### book 32.225.3

ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης,

### book 32.225.4

σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δ’ ἀλαλητῷ

### book 32.225.5

πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν

### book 32.230.1

πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης,

### book 32.230.2

αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,

### book 32.1

ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπ’ ἀλλήλοις δὲ πεσόντες

### book 32.2

αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ

### book 32.3

Κρίμισος, Ἱμαλέων, Φρασίος, Θάργηλος, Ἰάων,

### book 32.235.1

οἷσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων,

### book 32.235.2

καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ.

### book 32.235.3

καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ σιδήρῳ

### book 32.235.4

ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ,

### book 32.235.5

δεχνυμένη ξένον ὄμβρον ἐνυαλίου νιφετοῖο.

### book 32.240.1

Βακχείης δὲ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ

### book 32.240.2

πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δ’ ἐλατήρων

### book 32.240.3

εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·

### book 32.240.4

ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,

### book 32.240.5

ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης

### book 32.245.1

κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,

### book 32.245.2

ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄρκτου·

### book 32.245.3

καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας

### book 32.245.4

ποσσὶν ὀρεσσιπόροισι διέστιχεν ἄκρα κολώνης.

### book 32.245.5

Βάκχη δ’ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,

### book 32.1

ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ·

### book 32.2

οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,

### book 32.3

ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν

### book 32.1

ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη

### book 32.2

εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.

### book 32.255.1

καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ

### book 32.255.2

ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,

### book 32.255.3

φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.

### book 32.255.4

καὶ σκοπέλους ἐδίωκε γέρων Σιληνὸς ἀλήτης·

### book 32.255.5

πολλάκι δ’ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,

### book 32.260.1

ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,

### book 32.260.2

ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις

### book 32.260.3

ἀντὶ μόθου κεκάλυπτο, καὶ εὔιον ἔγχος ἀνάγκῃ

### book 32.260.4

κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,

### book 32.260.5

καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.

### book 32.265.1

ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,

### book 32.265.2

ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,

### book 32.265.3

αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.

### book 32.265.4

Βακχείην δ’ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην

### book 32.265.5

λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.

### book 32.270.1

καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων

### book 32.270.2

οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,

### book 32.270.3

μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.

### book 32.270.4

καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ

### book 32.270.5

εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἅμα φεύγων

### book 32.275.1

Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος ἐνυώ.

### book 32.275.2

εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων

### book 32.275.3

πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,

### book 32.275.4

σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,

### book 32.275.5

μή μιν ἴδῃ φεύγοντα δι’ οὔρεος ἄστατος Ἠχώ,

### book 32.280.1

καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ.

### book 32.280.2

καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς

### book 32.280.3

Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ

### book 32.280.4

δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·

### book 32.280.5

ἔμπης δ’ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι

### book 32.285.1

Νηιάδες βυθίοισιν ἐνεκρύπτοντο μελάθροις·

### book 32.285.2

αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι

### book 32.285.3

Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,

### book 32.285.4

ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δ’ ἐνὶ Γάγγῃ

### book 32.285.5

λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς

### book 32.290.1

ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους

### book 32.290.2

Νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι

### book 32.290.3

δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.

### book 32.1

ἄλλαι Ἁμαδρυάδες σκιεροῖς κρύπτοντο κορύμβοις,

### book 32.2

δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.

### book 32.295.1

πολλαὶ δ’ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης

### book 32.295.2

Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ

### book 32.295.3

ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου

### book 32.295.4

πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,

### book 32

μυρομένων βαρὺ πένθος ἀπενθήτου Διονύσου.

### book 33.1.1

Αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν

### book 33.1.2

εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρῳ,

### book 33.1.3

λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης.

### book 33.1.4

καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ

### book 33.5.1

φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων,

### book 33.5.2

ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων

### book 33.5.3

Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου

### book 33.5.4

ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ,

### book 33.5.5

ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,

### book 33.10.1

χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ

### book 33.10.2

λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου

### book 33.10.3

ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ

### book 33.10.4

πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς·

### book 33.10.5

καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας ἐνυώ,

### book 33.15.1

Κωδώνην δ’ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ

### book 33.15.2

κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης·

### book 33.15.3

Χαλκομέδην δ’ ἐλέαιρε θυελλήεντι πεδίλῳ

### book 33.1

μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν,

### book 33.2

καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,

### book 33.20.1

μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην.

### book 33.20.2

ἀχνυμένη δ’ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ

### book 33.20.3

ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου·

### book 33.20.4

καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας

### book 33.20.5

μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου.

### book 33.25.1

τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις,

### book 33.25.2

τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου

### book 33.25.3

Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ·

### book 33.25.4

„νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;

### book 33.25.5

παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν;

### book 33.30.1

εἰαρινὴν δ’ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου;

### book 33.30.2

οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη·

### book 33.30.3

οὐκέτι δ’, ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί.

### book 33.30.4

ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας· ἦ ῥά σε τείρει

### book 33.30.5

υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ

### book 33.35.1

οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν

### book 33.35.2

καὶ σὲ μετ’ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ;

### book 33.1

οἶδα, πόθεν χλοάουσι παρηίδες· ὅττι σε κούρην

### book 33.2

νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης·

### book 33.3

οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω

### book 33.40.1

λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.“

### book 33.40.2

ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ·

### book 33.40.3

„ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων,

### book 33.40.4

βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου·

### book 33.40.5

οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,

### book 33.45.1

ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου,

### book 33.45.2

πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ,

### book 33.45.3

εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.“

### book 33.45.4

ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ

### book 33.45.5

Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἃς κτάνε Μορρεύς,

### book 33.1

καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν

### book 33.2

δαιμονίην μάστιγα τινασσομένου Διονύσου

### book 33.3

καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,

### book 33.4

Κωδώνην τ’ ἀγόρευε προώριον· αἰδομένη δὲ

### book 33.5

πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.

### book 33.55.1

καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου

### book 33.55.2

ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.

### book 33.55.3

Ἀγλαΐην δ’ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ

### book 33.55.4

υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,

### book 33.55.5

ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.

### book 33.60

καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ

### book 33.1

σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι

### book 33.2

ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,

### book 33.3

τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.

### book 33.4

εὗρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου

### book 33.65.1

νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις·

### book 33.65.2

πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,

### book 33.65.3

εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης

### book 33.65.4

Οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων

### book 33.65.5

σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,

### book 33.70.1

Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς·

### book 33.70.2

καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων

### book 33.70.3

χρύσεον ὅρμον ἔθηκε θαλασσαίης Ἀφροδίτης,

### book 33.70.4

νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ

### book 33.70.5

κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης

### book 33.75.1

μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης

### book 33.75.2

οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,

### book 33.75.3

στέμμα φέρων παλάμῃσι. φιλακρήτων δὲ βολάων

### book 33.75.4

λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν·

### book 33.75.5

καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ

### book 33.80.1

χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ·

### book 33.80.2

ἀμφοτέροις δ’ ἔρις ἦεν ἐπήρατος. ἁβροκόμης δὲ

### book 33.80.3

πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ

### book 33.80.4

νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων

### book 33.80.5

ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ

### book 33.85.1

εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου

### book 33.85.2

ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση,

### book 33.85.3

ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ

### book 33.85.4

ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ

### book 33.85.5

ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου.

### book 33.90.1

δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ

### book 33.90.2

ἱμερόεν δέπας εἷλε, καὶ εὔξατο Κυπρογενείῃ

### book 33.90.3

λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας

### book 33.90.4

εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων·

### book 33.90.5

νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση

### book 33.95.1

ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης

### book 33.95.2

ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ·

### book 33.95.3

ἴαχε δ’ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης

### book 33.95.4

χρύσεος ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ·

### book 33.95.5

καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης·

### book 33.1

καὶ ταχὺς αἰόλον ὅρμον ἑλὼν καὶ σφαῖραν ἀείρων

### book 33.2

διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,

### book 33.3

σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ

### book 33.4

κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ

### book 33.5

πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.

### book 33.105

Ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ

### book 33.1

δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ

### book 33.2

νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ

### book 33.3

ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης·

### book 33.4

„πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,

### book 33.110.1

σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ

### book 33.110.2

ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,

### book 33.110.3

καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην

### book 33.110.4

πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.“

### book 33.110.5

ὣς φαμένην ἐρέεινεν Ἔρως, ἵνα πάντα δαείη·

### book 33.115.1

ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου

### book 33.115.2

ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι·

### book 33.115.3

καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·

### book 33.115.4

„τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω

### book 33.115.5

μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης

### book 33.120.1

νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω,

### book 33.120.2

καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν ἐρώτων

### book 33.120.3

αἰετὸν ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω·

### book 33.120.4

εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν Ἀμφιγυήεις,

### book 33.120.5

Κεκροπίου λύχνοιο φεραυγέα δαλὸν ἀνάψας,

### book 33.125.1

μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·

### book 33.125.2

εἰ δέ μιν Ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει,

### book 33.125.3

ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας

### book 33.1

Ἄρτεμιν οἰστρήσοιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω

### book 33.2

κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,

### book 33.130.1

οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ·

### book 33.130.2

καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἅμμα φαρέτρης

### book 33.130.3

δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω,

### book 33.130.4

δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ·

### book 33.130.5

οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω

### book 33.135.1

Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ·

### book 33.135.2

καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω

### book 33.135.3

εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω

### book 33.135.4

σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην,

### book 33.135.5

πάντες ἵνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.“

### book 33.140.1

εἶπε, καὶ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων

### book 33.140.2

ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ,

### book 33.140.3

ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης.

### book 33.140.4

καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ

### book 33.140.5

πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,

### book 33.145.1

γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ

### book 33.145.2

καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ

### book 33.145.3

ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,

### book 33.145.4

οἷα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν·

### book 33.145.5

„τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης·

### book 33.1

οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει·

### book 33.2

Ἠέλιος γελάᾳ με καὶ Ἀστρίδος αἷμα κορύσσει,

### book 33.3

παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα,

### book 33.4

Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου

### book 33.5

καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.

### book 33.155.1

τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ

### book 33.155.2

Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ,

### book 33.155.3

ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης,

### book 33.155.4

νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ,

### book 33.155.5

Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλ’ ἐνὶ χάρμῃ

### book 33.160.1

Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου·

### book 33.160.2

ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει

### book 33.160.3

Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς·

### book 33.160.4

δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.

### book 33.160.5

εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι Ἀφρογενείῃ,

### book 33.165.1

Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.

### book 33.165.2

ἀλλὰ μολὼν ἀκίχητος ἑώιον εἰς κλίμα γαίης

### book 33.165.3

Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου

### book 33.165.4

ἔστι τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἥβης,

### book 33.165.5

οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω

### book 33.170.1

Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,

### book 33.170.2

οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—·

### book 33.170.3

κεῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,

### book 33.170.4

Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·

### book 33

σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω

### book 33.175.1

Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις

### book 33.175.2

Ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων

### book 33.175.3

δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ·

### book 33.175.4

σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον οἶνον ἐρώτων,

### book 33.175.5

εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.“

### book 33.180.1

εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου

### book 33.180.2

μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ

### book 33.180.3

ὤμῳ πανδαμάτειραν ἐπῃώρησε φαρέτρην·

### book 33.180.4

καὶ πτερόεις πεπότητο δι’ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ

### book 33.180.5

κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς

### book 33.185.1

ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα

### book 33.185.2

δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,

### book 33.185.3

καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.

### book 33.185.4

καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου

### book 33.185.5

τόξον ἑὸν στήριξεν ἐπ’ αὐχένι Χαλκομεδείης·

### book 33.190.1

καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς

### book 33.190.2

Μορρέος εἰς φρένα πέμψεν. ἐρετμώσας δὲ πορείην

### book 33.190.3

νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ

### book 33.190.4

πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας,

### book 33.190.5

καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.

### book 33.195.1

αἰεὶ δ’ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ,

### book 33.195.2

παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς,

### book 33.195.3

μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,

### book 33.1

καὶ θρασὺν ἱμερόεντι νόον μαστίζετο κεστῷ·

### book 33.2

ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων

### book 33.1

νεύμασι Κυπριδίοισιν ἀφειδέας εἷλκεν ὀπωπάς.

### book 33.2

ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν,

### book 33.3

οἷά περ ἱμείρουσα, πόθου δ’ ἀπεμάξατο κούρη

### book 33.4

ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς,

### book 33.5

ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ

### book 33.205.1

παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον ἐρώτων,

### book 33.205.2

κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν

### book 33.205.3

κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς.

### book 33.205.4

καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη

### book 33.205.5

ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίων δὲ ...

### book 33.210.1

εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης,

### book 33.210.2

πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ,

### book 33.210.3

πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο

### book 33.210.4

παρθένιον πόδα πῆξε παρ’ εὐρυρέεθρον Ὀρόντην,

### book 33.210.5

ὁππότε γαῖα χανοῦσα παρ’ εὐύδρου στόμα λίμνης

### book 33.215.1

παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ.

### book 33.215.2

τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς·

### book 33.215.3

ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην

### book 33.215.4

καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων·

### book 33.215.5

καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δ’ ὑπεμέμφετο γαίῃ,

### book 33.220.1

παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων·

### book 33.220.2

δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ

### book 33.220.3

εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη,

### book 33.220.4

μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ,

### book 33.220.5

μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων.

### book 33.225.1

ἀλλ’ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ,

### book 33.225.2

Χαλκομέδη μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης,

### book 33.225.3

ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου·

### book 33.225.4

οὐ τότε ῥόπτρα φέρουσα καὶ εὔια κύμβαλα Ῥείης

### book 33.225.5

ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου,

### book 33.230.1

ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης

### book 33.230.2

εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν,

### book 33.230.3

νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου.

### book 33.230.4

ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς,

### book 33.230.5

ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην,

### book 33.235.1

μεμφόμενος Φαέθοντα ταχύδρομον· ἑσπόμενον δὲ

### book 33.235.2

Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον· ἀσχαλόων δὲ

### book 33.235.3

Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν,

### book 33.235.4

αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν ἐρώτων·

### book 33.235.5

„ἔρρε, βέλος καὶ τόξον ἀρήιον· ἱμερόεν γὰρ

### book 33.240.1

φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη·

### book 33.240.2

κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης.

### book 33.240.3

οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω·

### book 33.240.4

ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν, ἐάσσας

### book 33.240.5

βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,

### book 33.245.1

ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης.

### book 33.245.2

οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ

### book 33.245.3

δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων·

### book 33.245.4

ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός,

### book 33.245.5

αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω

### book 33.1

μεσσόθι Βασσαρίδων, παλάμῃ δ’ ἵνα πῆχυν ἐρείσας

### book 33.2

σφίγξω δεσμὸν ἔρωτος ἐπ’ αὐχένι Χαλκομεδείης. ...

### book 33.3

εἰς Φρυγίην Διόνυσος ὀπάονα † Δηριαδῆα

### book 33.4

δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης

### book 33.5

Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω·

### book 33.255.1

Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ

### book 33.255.2

Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω,

### book 33.255.3

αὐχένα δοῦλον Ἔρωτος ὑποκλίνων Διονύσῳ·

### book 33.255.4

Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης;

### book 33.255.5

Χαλκομέδης δ’ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ

### book 33.260.1

Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπ’ ἀμφοτέροισι βελέμνοις

### book 33.260.2

γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρα τις εἴπῃ·

### book 33.260.3

‘Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην‘.“

### book 33.260.4

τοῖα μὲν ἠύτησε· πολυφλοίσβῳ δὲ μερίμνῃ

### book 33.260.5

τήκετο Χαλκομέδης μεμνημένος· ἐν γὰρ ὀμίχλῃ

### book 33.265.1

θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες ἐρώτων.

### book 33.265.2

ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ

### book 33.1

ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης,

### book 33.2

καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ·

### book 33.3

οὐδέ τις ἴχνος ἔπειγε δι’ ἄστεος Ἰνδὸς ὁδίτης,

### book 33.270.1

οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης,

### book 33.270.2

οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ

### book 33.270.3

κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης

### book 33.270.4

ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ,

### book 33.270.5

ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ

### book 33.275.1

εὗδε γυνὴ ταλαεργός· ὄφις δέ τις ἥσυχος ἕρπων

### book 33.275.2

κεῖτο πεσών, κεφαλῇ † δὲ λύων παλινάγρετον οὐρὴν

### book 33.275.3

γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης·

### book 33.275.4

καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι λόχμῃ

### book 33.275.5

ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας.

### book 33.280.1

καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων

### book 33.280.2

ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς,

### book 33.280.3

μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσσας·

### book 33.280.4

καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας

### book 33.280.5

ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου

### book 33.285.1

ἔνθεον ἀστραίων δεδαημένος οἶστρον ἐρώτων,

### book 33.285.2

ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν

### book 33.285.3

νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου·

### book 33.285.4

ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων

### book 33

Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμάξης,

### book 33.290.1

γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίτην

### book 33.290.2

μιμηλῆς μεθέποντα νόθον δέμας Ἰοχεαίρης

### book 33.290.3

ἀγνώστοις μελέεσσιν· ὑπερτέλλοντα δὲ Ταύρου

### book 33.290.4

Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα,

### book 33.290.5

ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης

### book 33.295.1

ἀντίτυπον ποίησε τύπον τροχοειδέι κηρῷ,

### book 33.295.2

ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης

### book 33.295.3

Αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην·

### book 33.295.4

καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς

### book 33.295.5

Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,

### book 33.1

καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν·

### book 33.2

„ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς

### book 33.3

Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην

### book 33.4

μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων·

### book 33.5

τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω

### book 33.305.1

εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων,

### book 33.305.2

Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω.

### book 33.305.3

οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν·

### book 33.305.4

γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί·

### book 33.305.5

οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.

### book 33.310.1

οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη;

### book 33.310.2

οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης

### book 33.310.3

γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.

### book 33.1

Χαλκομέδην ποθέω, καὶ ἀναίνεται. ἔρρε, φαρέτρη,

### book 33.2

ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·

### book 33.315.1

Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης·

### book 33.315.2

βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.“

### book 33.315.3

τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.

### book 33.315.4

οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου

### book 33.315.5

Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,

### book 33.320.1

Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας

### book 33.320.2

θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις

### book 33.320.3

Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ

### book 33.320.4

ἔννυχον ἴχνος ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ·

### book 33.320.5

„Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις ἐρώτων,

### book 33.325.1

αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ

### book 33.325.2

λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος·

### book 33.325.3

σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ

### book 33.325.4

νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,

### book 33.325.5

καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,

### book 33.330.1

καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν

### book 33.330.2

Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης

### book 33.330.3

Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,

### book 33.330.4

ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,

### book 33.330.5

ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,

### book 33.335

Κυπριδίων Μίνωος ἀφειδήσασαν ἐρώτων.

### book 33.1

οὔ με διεπτοίησεν ἐρωμανέων Ἐνοσίχθων,

### book 33.2

οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ

### book 33.3

πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν

### book 33.4

ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ

### book 33.340.1

κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.

### book 33.340.2

δέξο με, δέξο, θάλασσα, φιλοξείνῳ σέο κόλπῳ·

### book 33.340.3

δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν

### book 33.340.4

ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,

### book 33.340.5

ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·

### book 33.345.1

Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.“

### book 33.345.2

ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ·

### book 33.345.3

καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,

### book 33.345.4

ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,

### book 33.345.5

καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ

### book 33.1

Βάκχης τ’ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν·

### book 33.2

„τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν·

### book 33.3

αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,

### book 33.4

μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σέο λέκτρων.

### book 33.5

εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,

### book 33.355.1

οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ

### book 33.355.2

Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,

### book 33.355.3

εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς

### book 33.355.4

θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,

### book 33.355.5

μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι

### book 33.360

καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.

### book 33.1

γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ

### book 33.2

αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,

### book 33.3

Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει·

### book 33.4

ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις

### book 33.365.1

σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,

### book 33.365.2

ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς

### book 33.365.3

εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,

### book 33.365.4

οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ

### book 33.365.5

φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·

### book 33.370.1

ὑμέτερον δὲ δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν

### book 33.370.2

στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,

### book 33.370.3

ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,

### book 33.370.4

ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ

### book 33.370.5

ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·

### book 33.375.1

Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων

### book 33.375.2

ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.

### book 33.375.3

ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς

### book 33.375.4

ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.

### book 33.375.5

ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης

### book 33.380.1

ἔμπεδον ὑμετέρης ἀναλύσεται ἅμμα κορείης,

### book 33.380.2

οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,

### book 33.380.3

οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.“

### book 33.380.4

εἶπε παραιφαμένη· νεφέλῃ δ’ ἐκαλύψατο κούρην,

### book 33

μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,

### book 33.385.1

φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,

### book 33.385.2

ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ

### book 33

παρθενικὴν ἐρύσειεν ἐς εἰνοδίους ὑμεναίους.

### book 34.1.1

Κούρη δ’ οὐρεσίφοιτος ἑῷ ταχυδινέι ταρσῷ

### book 34.1.2

ἄψοφον ἴχνος ἔχουσα διέστιχεν ἐς ῥάχιν ὕλης·

### book 34.1.3

οὐδὲ Θέτις δήθυνεν ἐπ’ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ

### book 34.1.4

πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν.

### book 34.5.1

ἤδη δ’ ἀννεφέλοιο δι’ ἠέρος ὄμμα τιταίνων

### book 34.5.2

ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς·

### book 34.5.3

καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων·

### book 34.5.4

„πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος· οὐ μία βουλή,

### book 34.5.5

εἷς νόος οὐ μεθέπει με· πολυσπερέες δὲ μενοιναὶ

### book 34.10.1

ἀμφ’ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι·

### book 34.10.2

κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω,

### book 34.10.3

μή με πόθῳ μετὰ πότμον ἀποκτείνειε καὶ αὐτή;

### book 34.10.4

ἀλλὰ λίπω ζώουσαν ἀνούτατον, ἀμφαδίην δὲ

### book 34.10.5

παρθένον εἰς ὑμέναιον ἐφέλκομαι; ἀλλ’ ἐνὶ θυμῷ

### book 34.15.1

Δηριάδην τρομέω καὶ Χειροβίην ἐλεαίρω.

### book 34.15.2

οὐ μὲν ἐγὼ κτείνω ποτὲ παρθένον· ἢν δὲ δαμάσσω,

### book 34.15.3

πῶς δύναμαι ζώειν, ὅτε παρθένον οὐκέτι λεύσσω;

### book 34.15.4

κάμνω, Χαλκομέδης ὅτε λείπομαι εἰς μίαν ὥρην.“

### book 34.15.5

τοῖα μάτην ἐνέπων πολυμήχανος ἤιε Μορρεύς,

### book 34.20.1

παφλάζων ὀδύνῃσι ποθοβλήτοιο μερίμνης.

### book 34.20.2

τὸν δὲ παλινδίνητον ἀλώμενον † ὑψόθεν εὐνῆς

### book 34.20.3

μουνάδος ἀμνήστοιο λελοιπότα δέμνια νύμφης,

### book 34.20.4

ἔδρακεν ἐγρήσσων θρασὺς Ὕσσακος· ὡς δολόεις δὲ

### book 34.20.5

κρυπτὸν ἀτεκμάρτων ἐφράσσατο κέντρον ἐρώτων,

### book 34.25.1

πιστότατος θεράπων· δολίῳ δέ μιν εἴρετο μύθῳ,

### book 34.25.2

τοῖον ἔπος προχέων ἀπατήλιον ἀνθερεῶνος·

### book 34.25.3

„τίπτε λιπὼν σέο λέκτρα καὶ ὑπναλέην σέο νύμφην

### book 34.25.4

πλάζεαι ἔνθα καὶ ἔνθα κατὰ κνέφας, ἄτρομε Μορρεῦ;

### book 34.25.5

μὴ τάχα Δηριάδης σε διεπτοίησεν ἀπειλῇ;

### book 34.30.1

μή σοι Χειροβίη κοτέει ζηλήμονι θυμῷ,

### book 34.30.2

ἐλπομένη φιλέειν σε δορικτήτην τινὰ Βάκχην;

### book 34.30.3

καὶ γὰρ ὅτ’ εἰσορόωσιν ἐρωμανέοντας ἀκοίτας,

### book 34.30.4

κρυπταδίην διὰ κύπριν ἀεὶ φθονέουσι γυναῖκες.

### book 34.30.5

μὴ τάχα πανδαμάτωρ θρασὺς Ἵμερος εἰς σὲ κορύσσει

### book 34.35.1

νυμφιδίους σπινθῆρας ἀκοιμήτοιο φαρέτρης;

### book 34.35.2

μή τινα Βασσαρίδων ποθέεις μίαν; ὡς μὲν ἀκούω,

### book 34.35.3

τρεῖς Χάριτες γεγάασι, χορίτιδες Ὀρχομενοῖο,

### book 34.35.4

ἀμφίπολοι Φοίβοιο, χοροπλεκέος δὲ Λυαίου

### book 34.35.5

εἰσὶ τριηκοσίων Χαρίτων στίχες, ὧν μία μούνη

### book 34.40.1

πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ

### book 34.40.2

φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων

### book 34.40.3

μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη.

### book 34.40.4

καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ,

### book 34

κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ·

### book 34.45.1

ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι

### book 34.45.2

Χαλκομέδην καλέουσιν· ἐγὼ δέ μιν αὐτὸς ἐνίψω

### book 34.45.3

Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ χρύσασπιν Ἀθήνην.“

### book 34.45.4

ὣς φαμένου ῥίγησε καὶ ὀφρύος ἄκρα καθέλκων

### book 34.45.5

αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς·

### book 34.1

„ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης

### book 34.2

δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου

### book 34.3

Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων

### book 34.4

εἰναλίην ἐς ἄρηα κασιγνήτην Ἀφροδίτην·

### book 34.5

ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος

### book 34.55.1

δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ δὲ κεστοῦ

### book 34.55.2

χάλκεον ἔγχος ὄπασσε· καὶ οὔνομα τὸ πρὶν ἀμείψας

### book 34.55.3

Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην·

### book 34.55.4

ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος· ἀμφοτέροις δὲ

### book 34.55.5

μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ.

### book 34.60.1

καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή·

### book 34.60.2

εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ,

### book 34.60.3

εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει,

### book 34.60.4

εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ

### book 34

καὶ κλονέει πυρόεντα, τί κεν ῥέξοιμι σιδήρῳ;

### book 34.65.1

εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης·

### book 34.65.2

οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω;

### book 34.65.3

ἔγχος ἀερτάζω; πυρὶ μάρναται. ἆορ ἐρύσσω;

### book 34.65.4

τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ.

### book 34.65.5

πολλάκις οὐτήθην κατὰ φύλοπιν· ἀλλὰ καμόντα

### book 34.70.1

ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ,

### book 34.70.2

ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας.

### book 34.70.3

Ὕσσακε, μὴ κρύψῃς· τίνα φάρμακα ποικίλα πάσσων

### book 34.70.4

ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος ἐρώτων;

### book 34.70.5

εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς· ἀλλ’ ὅτε λεύσσω

### book 34.75.1

Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή.

### book 34.75.2

οὐ τρομέω Διόνυσον· ὑποπτήσσω δὲ γυναῖκα,

### book 34.75.3

ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου

### book 34.75.4

μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω.

### book 34.75.5

ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον· εἰ θέμις εἰπεῖν,

### book 34.80.1

ἢ Θέτις ἢ Γαλάτεια συναιχμάζει Διονύσῳ.“

### book 34.80.2

εἶπε, καὶ ἀκροτάτοισι μόγις βραδὺς ἴχνεσι βαίνων,

### book 34.80.3

μὴ νυχίην εὕδουσαν ἑὴν παράκοιτιν ἐγείρῃ,

### book 34.80.4

εἰς θάλαμον πάλιν ἦλθε· μελαγκόλποιο δὲ νύμφης

### book 34.80.5

τηλόθεν ἔτραπεν ὄμμα, καὶ ἤθελεν, ὄφρα φανεῖσα

### book 34.85.1

Χαλκομέδη λάμψειε καὶ ἠριγένεια φανείη.

### book 34.85.2

ἀσχαλόων δ’ ὑπ’ ἔρωτι κατηφέι κάππεσεν εὐνῇ·

### book 34.85.3

καὶ θεράπων ἄγρυπνος ἔχων πόθον ἡδέος ὕπνου

### book 34.85.4

Ὕσσακος αὖτις ἴαυεν ἑῆς ἐφύπερθε βοείης.

### book 34.85.5

Μορρέα δ’ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου,

### book 34.90.1

κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων,

### book 34.90.2

καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα·

### book 34.90.3

„δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ·

### book 34.90.4

δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην·

### book 34.90.5

ἠματίην ὁρόων με τεὴν ηὔφραινες ὀπωπήν,

### book 34.95.1

καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ.

### book 34.95.2

ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν

### book 34.95.3

ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων.

### book 34.95.4

ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.“

### book 34.95.5

ὣς φαμένη πεπότητο· καὶ ἐξ ὕπνου θόρε Μορρεύς,

### book 34.1

ἀρχομένης δ’ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς·

### book 34.2

Χαλκομέδην δ’ ἐδόκησεν ἔχειν πόθον· αἶψα δὲ σιγῇ

### book 34.3

ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων·

### book 34.4

„τριπλόον Ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις

### book 34.5

Χαλκομέδην καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις.

### book 34.105.1

Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φαείνεις,

### book 34.105.2

Χαλκομέδη ῥοδόεσσα, ῥοδοστεφέος πλέον Ἠοῦς·

### book 34.105.3

οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι.

### book 34.105.4

παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ

### book 34.105.5

εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν·

### book 34.110.1

ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι·

### book 34.110.2

σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται· ἀμφιέπει δὲ

### book 34.110.3

σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην,

### book 34.110.4

ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται.

### book 34.110.5

οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ·

### book 34.115.1

ἅρμενον ἠνορέῃ τεὸν οὔνομα· Χαλκομέδην δὲ

### book 34.115.2

οὔ σε μάτην καλέουσι· σὲ γὰρ τέκε χάλκεος Ἄρης

### book 34.115.3

Κύπριδος ἐν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων.

### book 34.115.4

Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω

### book 34.115.5

Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης·

### book 34.120.1

πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος· ὡς δοκέω γάρ,

### book 34.120.2

Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.“

### book 34.120.3

τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων.

### book 34.120.4

ἀλλ’ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ

### book 34.120.5

ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς,

### book 34.125.1

Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης·

### book 34.125.2

καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἐπὶ δίφρων

### book 34.125.3

ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί.

### book 34.1

Βάκχοι δ’ οὐ παρεόντος ἀνικήτου Διονύσου

### book 34.2

ἐς πεδίον προχέοντο κατηφέες· ἐν κραδίῃ δὲ

### book 34.130.1

οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ,

### book 34.130.2

ἀλλὰ φόβῳ δονέοντο· καὶ οὐ ῥηξήνορι λύσσῃ

### book 34.130.3

εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες·

### book 34.130.4

οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος

### book 34.130.5

ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ

### book 34.135.1

μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης·

### book 34.135.2

οὐ δαΐδες σελάγιζον ἐνυαλίης φλόγα πεύκης,

### book 34.135.3

καπνὸν ἐρευγομένης θανατηφόρον· ἀλλ’ ὑπὸ κέντρῳ

### book 34.135.4

δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί.

### book 34.135.5

οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ

### book 34.140.1

ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ

### book 34.140.2

Σιληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ

### book 34.140.3

μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ

### book 34.140.4

ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ

### book 34.140.5

εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,

### book 34.145.1

ὡς πάρος, εὐρύνοντο· καὶ οὐ στομάτεσσι πιόντες

### book 34.145.2

θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης

### book 34.145.3

Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,

### book 34.1

ἀλλὰ φόβῳ γεγάασιν ἐνηέες· ὀκναλέοι δὲ

### book 34.2

φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,

### book 34.1

φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης.

### book 34.2

Δηριάδης δ’ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ,

### book 34.3

σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης·

### book 34.4

θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς·

### book 34.5

οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,

### book 34.155.1

ὄφρα μιν αἰδέσσοιτο, κατεσσυμένην δὲ γυναικῶν

### book 34.155.2

αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν,

### book 34.155.3

ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης

### book 34.155.4

παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών,

### book 34.155.5

φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα

### book 34.160.1

ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ

### book 34.160.2

λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου.

### book 34.160.3

ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου

### book 34.160.4

Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς,

### book 34.160.5

ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ

### book 34.165

χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,

### book 34.1

καὶ στίχα λυσιέθειραν ἐπὶ ζυγὰ δούλια σύρων

### book 34.2

ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι,

### book 34.3

ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς

### book 34.4

νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,

### book 34.170.1

ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην,

### book 34.170.2

ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ·

### book 34.170.3

οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν

### book 34.170.4

παιδὸς ἑῆς, οὐ χρυσὸν ἀπείριτον, οὐ λίθον ἅλμης

### book 34.170.5

μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων

### book 34.175.1

Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς

### book 34.175.2

θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους,

### book 34.175.3

γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην·

### book 34.175.4

καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην,

### book 34.175.5

Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ.

### book 34.180.1

οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς,

### book 34.180.2

ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ

### book 34.180.3

Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν,

### book 34.180.4

ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην,

### book 34.180.5

εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ

### book 34.185.1

σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ,

### book 34.185.2

ἕδνα φέρων θαλάμων Κιλίκων ἱδρῶτας ἀέθλων,

### book 34.185.3

νυμφίος ἀκτήμων, ἀρετῇ δ’ ἐκτήσατο νύμφην,

### book 34.1

ὁππότε Μορρηνοῖο γάμων μνηστῆρι σιδήρῳ

### book 34.2

Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος

### book 34.190.1

αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος,

### book 34.190.2

καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ

### book 34.190.3

Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς.

### book 34.190.4

καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ

### book 34.190.5

θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς·

### book 34.195.1

κυδιόων δ’ ἀχάλινον ἀπερροίβδησεν ἰωήν·

### book 34.195.2

„σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης

### book 34.195.3

Βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.“

### book 34.195.4

ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν·

### book 34.195.5

„Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,

### book 34.1

ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων,

### book 34.2

ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.

### book 34.3

ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δ’ ἐθελήσῃς,

### book 34.4

ἄλλας Βασσαρίδας ληίζεο, Χειροβίης δὲ

### book 34.5

ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου

### book 34.205.1

οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας

### book 34.205.2

δούλιον ἐς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.

### book 34.205.3

μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,

### book 34.205.4

μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς·

### book 34.205.5

ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,

### book 34.210.1

μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην.

### book 34.210.2

αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,

### book 34.1

Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω

### book 34.2

Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει·

### book 34.3

ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη

### book 34.215.1

παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀρύξω

### book 34.215.2

ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω

### book 34.215.3

φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων·

### book 34.215.4

πέρσω δ’, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,

### book 34.215.5

καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ

### book 34.220.1

λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.“

### book 34.220.2

εἶπεν ἄναξ ἀθέμιστος, ἐνυαλίοιο δὲ γαμβροῦ

### book 34.220.3

ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ

### book 34.220.4

Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας

### book 34.220.5

ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δ’ ἐνὶ δεσμῷ

### book 34.225.1

ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες.

### book 34.225.2

τὰς μὲν ἄγων Φλογίος βασιληίδος ἄγγελα νίκης

### book 34.225.3

σφιγγομένας πόμπευε δι’ ἄστεος. ὑψιτενεῖς δὲ

### book 34.225.4

αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου

### book 34.225.5

ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·

### book 34.230.1

ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντι ῥεέθρῳ·

### book 34.230.2

αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο βερέθροις

### book 34.230.3

φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων

### book 34.1

χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ·

### book 34.2

καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος

### book 34.235.1

ἡμιθανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ·

### book 34.235.2

„ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ·

### book 34.235.3

οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ

### book 34.235.4

εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση

### book 34.235.5

καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,

### book 34.240.1

καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον· ἰλυόεις γὰρ

### book 34.240.2

ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω,

### book 34.240.3

ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ

### book 34.240.4

ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη.

### book 34.240.5

καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ·

### book 34.245.1

αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ

### book 34.245.2

χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.“

### book 34.245.3

ἔννεπεν· οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ

### book 34.245.4

δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ.

### book 34.245.5

αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ

### book 34.1

Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς

### book 34.2

εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων.

### book 34.3

ὡς δ’ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης

### book 34.4

συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων

### book 34.5

εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων

### book 34.255

πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες

### book 34.1

μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ

### book 34.2

προτροπάδην στοιχηδὸν ἀρηρότα, μή ποτε ποίμνης

### book 34.3

κλειομένης πλάζοιτο παράτροπος ἐσμὸς ἀλήτης·

### book 34.4

ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων

### book 34.260.1

εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς

### book 34.260.2

Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος.

### book 34.260.3

καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ

### book 34.260.4

ληίδα καλλιγύναικα λαβὼν μετανάστιον ἄγρην

### book 34.260.5

Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,

### book 34.265.1

ἄλλαις θηλυτέρῃσιν ὁμόστολον, ὄφρα οἱ αἰεὶ

### book 34.265.2

ἠματίη θεράπαινα καὶ ἔννυχος εὐνέτις εἴη,

### book 34.265.3

καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων,

### book 34.265.4

λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης ...

### book 34.265.5

Μορρεὺς δ’ οὐκ ἀμέλησε δορυσσόος· ἀγχεμάχῳ γὰρ

### book 34.270.1

Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν ἐνυώ,

### book 34.270.2

Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,

### book 34.270.3

ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς ...

### book 34.270.4

εἰς φόβον ἠπείγοντο. θυελλήεσσα δὲ κούρη

### book 34.270.5

ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,

### book 34.275.1

παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν

### book 34.275.2

νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,

### book 34.1

ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης

### book 34.2

λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ·

### book 34.3

Μορρεὺς δ’ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου

### book 34.280.1

λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ.

### book 34.280.2

καὶ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ

### book 34.280.3

παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης,

### book 34.280.4

Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ·

### book 34.280.5

καὶ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ

### book 34.285.1

ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν

### book 34.285.2

Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ,

### book 34.285.3

ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένης δὲ

### book 34.289

μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς

### book 34.288

μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου·

### book 34.290.1

καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς,

### book 34.290.2

καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν·

### book 34.290.3

„ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ,

### book 34.290.4

Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης,

### book 34.290.5

Βακχιὰς Ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,

### book 34.295.1

γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς

### book 34.295.2

Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.“

### book 34.295.3

ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην,

### book 34.295.4

γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων,

### book 34.295.5

μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,

### book 34.1

μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων·

### book 34.2

καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον ἠχώ,

### book 34.3

ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ,

### book 34.4

εἶχε νόον γελόωντα, χόλον δ’ ἀνέφηνε προσώπῳ.

### book 34.5

ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν

### book 34.305.1

ἐς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα

### book 34.305.2

ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις·

### book 34.305.3

τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ

### book 34.305.4

πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται,

### book 34.305.5

αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ.

### book 34.310.1

φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς,

### book 34.310.2

πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων

### book 34.310.3

καὶ σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων

### book 34.310.4

πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης

### book 34.310.5

Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ,

### book 34.315.1

μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος·

### book 34.315.2

„μίμνε με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν·

### book 34.315.3

ῥύεται ἀγλαΐη σε, καὶ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ

### book 34.315.4

ἄνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες ἐρώτων.

### book 34.315.5

δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γὰρ

### book 34.320.1

χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν·

### book 34.320.2

ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ

### book 34.320.3

ὡς ξίφος, ὡς δόρυ θοῦρον ἔχεις ἀκτῖνα προσώπου,

### book 34.320.4

καὶ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.

### book 34

φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις δέ,

### book 34.325.1

εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς

### book 34.325.2

Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης.

### book 34.325.3

δέξο με σοῖς Σατύροισιν ὁμόστολον· ἐν πολέμοις γὰρ

### book 34.325.4

Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω.

### book 34.325.5

ἢν ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ·

### book 34.330.1

ἢν δ’ ἐθέλῃς, με δάμαζε κατ’ αὐχένος ἢ κενεῶνος·

### book 34.330.2

οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ·

### book 34.330.3

μοῦνον ἐμὲ στενάχιζε δεδουπότα· μυρομένης δὲ

### book 34.330.4

δάκρυα Χαλκομέδης με καὶ ἐξ Ἀίδαο κομίσσει.

### book 34.330.5

παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω;

### book 34.335.1

σοὺς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων

### book 34.335.2

ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων·

### book 34.335.3

νεβρίδα παπταίνων στυγέω θώρηκα φορέσσαι.“

### book 34.335.4

ὣς φαμένου παράμειβε γυνὴ καὶ ἐμίγνυτο Βάκχοις,

### book 34.335.5

καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κυδοιμοῦ

### book 34.340.1

θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ.

### book 34.340.2

καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ

### book 34.340.3

ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς.

### book 34.340.4

Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτων

### book 34.340.5

Δηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων,

### book 34.345.1

οἰγομένου στίχα πᾶσαν ἔσω πυλεῶνος ἐέργων

### book 34.345.2

τείχεος ὑψιλόφοιο· διωκόμεναι δὲ σιδήρῳ

### book 34.345.3

ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης·

### book 34.345.4

ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου

### book 34.345.5

ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὔρου,

### book 34.1

εἰς ῥαχίην Ζεφύροιο παρ’ Ἑσπέριον κλίμα γαίης,

### book 34.2

αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆος

### book 34.3

Βασσαρίδες κλονέοντο· καὶ ἀρσενόθυμον ἀνάγκην

### book 34.4

Μαινάδες ἠλλάξαντο, πάλιν δ’ ἐγένοντο γυναῖκες,

### book 34.5

καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης

### book 34.355.1

καὶ ταλάρων μνήσαντο, καὶ ἤθελον αὖτις Ἀθήνης

### book 34.355.2

ἀμφιέπειν κλωστῆρα καὶ οὐκέτι θύσθλα Λυαίου.

### book 34.355.3

καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ

### book 34

ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ.

### book 35.1.1

Δηριάδης δ’ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ,

### book 35.1.2

καὶ Βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν,

### book 35.1.3

πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων

### book 35.1.4

ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις

### book 35.5.1

τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς.

### book 35.5.2

ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων

### book 35.5.3

ἔγχεϊ Δηριάδαο· πολυγλώσσῳ δὲ κυδοιμῷ

### book 35.5.4

ἀμφοτέρων κτύπος ἦεν· ἐρευθιόωντι δὲ λύθρῳ

### book 35.5.5

ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ

### book 35.10.1

κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων.

### book 35.10.2

ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων

### book 35.10.3

φύλοπιν ἐσκοπίαζον· ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ

### book 35.10.4

θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες·

### book 35.10.5

καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ

### book 35.15.1

παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν ἐνυὼ

### book 35.15.2

καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ.

### book 35.15.3

οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην,

### book 35.15.4

ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς

### book 35.15.5

φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων,

### book 35.20.1

μὴ Παφίης ἀλέγοντες ἀφειδήσωσιν Ἐνυοῦς.

### book 35.20.2

καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίη

### book 35.20.3

παρθενικὴ γυμνοῦτο· παρελκομένου δὲ χιτῶνος

### book 35.20.4

ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα

### book 35.20.5

οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή,

### book 35.25.1

καὶ φθιμένη νίκησε· κατ’ ἀντιβίοιο δὲ γυμνοὶ

### book 35.25.2

μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες ἐρώτων.

### book 35.25.3

καί νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς,

### book 35.25.4

ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων

### book 35.25.5

ψυχρὰ κονιομένης προσπτύξατο χείλεα νύμφης,

### book 35.30.1

εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς.

### book 35.30.2

καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρόα κούρης,

### book 35.30.3

καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν,

### book 35.30.4

καὶ μελέων ἔψαυσε, καὶ ἥψατο πολλάκι μαζοῦ

### book 35.30.5

οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ·

### book 35.35.1

ἤθελε καὶ φιλότητι μιγήμεναι· ὀψὲ δὲ κάμνων

### book 35.35.2

τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν·

### book 35.35.3

„παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα

### book 35.35.4

οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις,

### book 35.35.5

καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα·

### book 35.40.1

ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου

### book 35.40.2

μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων·

### book 35.40.3

στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν

### book 35.1

μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες ἐρώτων.

### book 35.2

ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω

### book 35.45.1

κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων·

### book 35.45.2

ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν,

### book 35.45.3

χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα· γενέσθω,

### book 35.45.4

σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω ...

### book 35.45.5

τοῖον ἔπος βοόωσα· ‘κυλινδομένην ἐπὶ γαίῃ,

### book 35.1

ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην·

### book 35.2

ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος·

### book 35.3

τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς

### book 35.4

ἀμφαφόων ἐμὸν ἕλκος, ὅ μοι πόρες.‘ ἐρρέτω αἰχμή,

### book 35.5

ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα

### book 35.55.1

Σιληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις

### book 35.55.2

καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων,

### book 35.55.3

ἀντὶ δασυστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα.

### book 35.55.4

ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων ...

### book 35.55.5

ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης

### book 35.60.1

ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω

### book 35.60.2

γηραλέον Χείρωνα φερέσβιον; ἢ πόθεν εὕρω

### book 35.1

φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης;

### book 35.2

ἤθελον, ἣν καλέουσιν, ἔχειν Κενταυρίδα ποίην,

### book 35.3

ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας

### book 35.65.1

ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω.

### book 35.65.2

ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,

### book 35.68

ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ

### book 35.67

οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;

### book 35.69

ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,

### book 35.70.1

ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ

### book 35.70.2

πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν

### book 35.70.3

ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω.

### book 35.70.4

Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων,

### book 35.70.5

εἰ θέμις, ἀτρυγέτοιο λιπὼν κευθμῶνα θαλάσσης

### book 35.75.1

δεῖξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην,

### book 35.75.2

ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις

### book 35.75.3

ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.“

### book 35.75.4

ὣς εἰπὼν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων.

### book 35.75.5

καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη

### book 35.80.1

Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην·

### book 35.80.2

θηλυτέρην δὲ φάλαγγα διέσχισεν· ἦν δὲ νοῆσαι

### book 35.1

ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.

### book 35.2

Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν

### book 35.3

ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,

### book 35.85.1

ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος

### book 35.85.2

Τοξέος αἰθύσσουσα κασιγνήτοιο βοείην,

### book 35.85.3

μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.

### book 35.85.4

Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ

### book 35.85.5

θάρσος ἐνυαλίης μιμήσατο Δηιανείρης,

### book 35.90.1

ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ

### book 35.90.2

θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θοῦρις Ἀμαζών.

### book 35.90.3

πολλαὶ δ’ εὐρυχόροισι περικλείοντο μελάθροις,

### book 35.90.4

καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ.

### book 35.90.5

ἄλλη δ’ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα

### book 35.95.1

παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι

### book 35.95.2

λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες·

### book 35.95.3

ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν ἐνυώ.

### book 35.95.4

ὄφρα μὲν ἐγρεμόθοιο δι’ ἄστεος ἔβρεμεν ἄρης,

### book 35.95.5

Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δαΐζων,

### book 35.1

τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη

### book 35.2

νόστιμον ἐκ πολέμοιο μετατρέψασα πορείην,

### book 35.3

οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποθεν ἔλθῃ·

### book 35.1

καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων,

### book 35.2

παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,

### book 35.105.1

εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων.

### book 35.105.2

τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης·

### book 35.105.3

θέλγετο δ’ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς,

### book 35.105.4

παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην.

### book 35.105.5

ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,

### book 35.110.1

ὠκυτέρην Μορρῆος ὑποπτήσσουσα πορείην·

### book 35.110.2

„εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ,

### book 35.110.3

κάτθεο σὸν θώρηκα σιδήρεον, ὅττι χορεύει

### book 35.110.4

εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης,

### book 35.110.5

εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,

### book 35.115.1

ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι

### book 35.115.2

ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς,

### book 35.115.3

Μορρέα θοῦρος Ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη.

### book 35.115.4

οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ὑψόθι λέκτρων,

### book 35.115.5

αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ·

### book 35.120.1

ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης

### book 35.120.2

ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο·

### book 35.120.3

ῥῖψον ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν,

### book 35.120.4

μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή·

### book 35.120.5

κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,

### book 35.125

ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης·

### book 35.1

μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου·

### book 35.2

τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;

### book 35.3

οὐκέτι Μαιονίης ἐπιβήσομαι· οὐδ’ ἐνὶ παστῷ

### book 35.4

δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην·

### book 35.130.1

ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς

### book 35.130.2

κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην

### book 35.130.3

κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς

### book 35.130.4

Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζουσαν ἀκοίτῃ·

### book 35.130.5

εἰς σὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων

### book 35.135.1

Ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνάγκην,

### book 35.135.2

εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ.

### book 35.135.3

κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην

### book 35.135.4

παρθένος αἰδομένη προκαλίζεται εἰς ἀφροδίτην.“

### book 35.135.5

ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν

### book 35.140.1

ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς·

### book 35.140.2

„οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν

### book 35.140.3

χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,

### book 35.140.4

ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων·

### book 35.140.5

ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης

### book 35.145.1

ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω

### book 35.145.2

χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἁβρὸς ἀκοίτης,

### book 35.145.3

γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.

### book 35.145.4

κούρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω

### book 35.145.5

ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·

### book 35

οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,

### book 35.1

ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω

### book 35.2

οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων·

### book 35.3

ῥίψω δ’ ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,

### book 35.4

ὑμετέρῳ βασιλῆι συναιχμάζων Διονύσῳ.“

### book 35.155.1

ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,

### book 35.155.2

καὶ λόφον ἱδρώοντος ἀπεσφήκωσε καρήνου,

### book 35.155.3

μυδαλέης τ’ ἔρριψεν ἑῆς τελαμῶνα βοείης

### book 35.155.4

εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ἠθάδος ὤμου·

### book 35.155.5

λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,

### book 35.160.1

αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ

### book 35.160.2

Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις

### book 35.160.3

μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης·

### book 35.160.4

καί τινα μῦθον ἔειπεν, ἑὸν δ’ ἐρέθιζεν ἀκοίτην·

### book 35.160.5

„Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς·

### book 35.165.1

οὐ φορέει θώρηκα καὶ οὐ ξίφος, ἀλλὰ γυναῖκα

### book 35.165.2

ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.

### book 35.165.3

καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ

### book 35.165.4

λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ

### book 35.165.5

Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει

### book 35.170.1

ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ

### book 35.170.2

ἔγχος ἐμὸν πέλε κάλλος, ἐμὸν ξίφος ἔπλετο μορφή,

### book 35.170.3

καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί·

### book 35.170.4

μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ

### book 35.170.5

ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.

### book 35.175.1

μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται

### book 35.175.2

χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,

### book 35.175.3

μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.

### book 35.175.4

οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ

### book 35.175.5

ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·

### book 35.180.1

δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων,

### book 35.180.2

καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.

### book 35.180.3

Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσσας

### book 35.180.4

νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.“

### book 35.180.5

εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,

### book 35.185.1

Ἄρεα κερτομέουσα γαμοστόλον. ἄγχι δὲ πόντου

### book 35.185.2

καλλείψας ἀκόμιστον ἐπ’ αἰγιαλοῖο χιτῶνα

### book 35.185.3

θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,

### book 35.185.4

γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,

### book 35.185.5

θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις

### book 35.190.1

Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην,

### book 35.190.2

εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης·

### book 35.190.3

λουσάμενος δ’ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν,

### book 35.190.4

ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη,

### book 35.190.5

οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.

### book 35.195.1

καὶ κενεῇ χρόα λοῦσεν ἐπ’ ἐλπίδι· χιόνεος γὰρ

### book 35.195.2

ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ·

### book 35.195.3

καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,

### book 35.1

οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.

### book 35.2

ἱσταμένη δ’ ἄφθογγος ἐπ’ ᾐόνος εἶχε σιωπὴν

### book 35.1

Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη

### book 35.2

Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,

### book 35.3

ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ

### book 35.4

ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.

### book 35.5

ἀλλ’ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,

### book 35.205.1

τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ

### book 35.205.2

εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης·

### book 35.205.3

καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ

### book 35.205.4

νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην·

### book 35.205.5

ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,

### book 35.210.1

παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην

### book 35.210.2

ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ·

### book 35.210.3

ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν

### book 35.210.4

πέτραι ἐμυκήσαντο· φόβῳ δ’ ἐλελίζετο Μορρεὺς

### book 35.210.5

αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,

### book 35.215.1

παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης·

### book 35.215.2

καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,

### book 35.215.3

οὐρὴν ἀγκυλόκυκλον ἐπ’ αὐχένι φωτὸς ἑλίξας,

### book 35.215.4

ἔγχος ἔχων στόμα λάβρον. ἐτοξεύοντο δὲ πολλοὶ

### book 35.215.5

ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·

### book 35.220.1

οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης,

### book 35.220.2

οἱ δὲ δρακοντοκόμοιο δι’ ἰξύος, οἱ δ’ ἀπὸ κόλπου

### book 35.1

ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.

### book 35.2

ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς,

### book 35.3

Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,

### book 35.225.1

τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος ἐνυὼ

### book 35.225.2

ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.

### book 35.225.3

καὶ γὰρ ἀπ’ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,

### book 35.225.4

ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,

### book 35.225.5

Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·

### book 35.230.1

δαιμονίην δὲ γυναῖκες ὅτ’ ἔκλυον εὔιον ἠχώ,

### book 35.230.2

εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων

### book 35.230.3

Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου

### book 35.230.4

ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων·

### book 35.230.5

καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς

### book 35.235.1

νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ

### book 35.235.2

φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ

### book 35.235.3

Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις

### book 35.235.4

φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν

### book 35.235.5

λάθριος ἡγεμόνευε δι’ ἄστεος ἄπτερος Ἑρμῆς·

### book 35.240.1

χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων

### book 35.240.2

ἡλιάδων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις.

### book 35.240.3

ἠματίην δ’ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς,

### book 35.240.4

Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν

### book 35.240.5

Βασσαρίδων μάστευε λιπόπτολιν ἐσμὸν ὁδίτην.

### book 35.245

ὡς δ’ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις

### book 35.1

τέρπεται, ἀπρήκτοισιν ἐπ’ ἐλπωρῇσιν ἀείρων

### book 35.2

ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου,

### book 35.3

ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων·

### book 35.4

ἀλλ’ ὅτε φαινομένης ῥοδοειδέος Ἠριγενείης

### book 35.1

χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου,

### book 35.2

σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων,

### book 35.3

ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων·

### book 35.4

ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς,

### book 35.5

τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην

### book 35.255.1

ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων,

### book 35.255.2

ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην·

### book 35.255.3

ἀλλ’ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας,

### book 35.255.4

ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ· ...

### book 35.255.5

ὣς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ,

### book 35.260.1

Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους

### book 35.260.2

Βασσαρίδες κελάδησαν ἀνάμπυκες εὐάδι φωνῇ.

### book 35.260.3

Δηριάδης δ’ ἐδίωκε τὸ δεύτερον. ἔγρετο δὲ Ζεὺς

### book 35.260.4

Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου·

### book 35.260.5

καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης

### book 35.265.1

Σιληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας

### book 35.265.2

σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων,

### book 35.265.3

καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας

### book 35.265.4

Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν,

### book 35

υἱέα δ’ ἐν δαπέδῳ κατακείμενον· ἀμφὶ δὲ νύμφαι

### book 35.270.1

ἐγγὺς ἔσαν στεφανηδόν· ὁ δὲ στροφάλιγγι κονίης

### book 35.270.2

κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων,

### book 35.270.3

ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.

### book 35.270.4

καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης,

### book 35.270.5

καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ·

### book 35.275.1

καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο

### book 35.275.2

Ὕπνον ὀμιχλήεντι κατεκλήισε βερέθρῳ,

### book 35.275.3

εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν.

### book 35.275.4

καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ·

### book 35.275.5

„οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη,

### book 35.280.1

ἀλλ’ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ

### book 35.280.2

σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,

### book 35.280.3

λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;

### book 35.280.4

Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίζεις Διονύσῳ;

### book 35.280.5

ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,

### book 35.285.1

εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας

### book 35.285.2

ὑμετέροις ἔσφιγξα· σὺ δ’ ἄστατος ὑψόθι γαίης

### book 35.285.3

αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην·

### book 35.285.4

καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης

### book 35.285.5

δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·

### book 35.290.1

οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ

### book 35.290.2

τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.

### book 35.290.3

δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·

### book 35.1

Ἄρεα δ’ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω

### book 35.2

καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,

### book 35.295.1

εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης

### book 35.295.2

Τάνταλος ἠερόφοιτος ἢ Ἰξίων μετανάστης,

### book 35.295.3

εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.

### book 35.295.4

ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς

### book 35.295.5

λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου·

### book 35.1

μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα

### book 35.2

Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης

### book 35.3

Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην,

### book 35.4

ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀφύσσῃ

### book 35.5

σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,

### book 35.305.1

καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ·

### book 35.305.2

ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου

### book 35.305.3

σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου.

### book 35.305.4

καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ

### book 35.305.5

στηρίξω κατ’ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,

### book 35.310.1

Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω

### book 35.310.2

ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ·

### book 35.310.3

μοῦνον ἐμοὶ πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν,

### book 35.310.4

μηδὲ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσῳ.“

### book 35.310.5

ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην

### book 35.315.1

Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ,

### book 35.315.2

ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,

### book 35.1

ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις

### book 35.2

χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν.

### book 35.3

Ἥρη δ’ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς

### book 35.320.1

θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου

### book 35.320.2

ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης·

### book 35.320.3

καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ

### book 35.320.4

ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου,

### book 35.320.5

καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου·

### book 35.325.1

ἀμφὶ δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος

### book 35.325.2

ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν,

### book 35.325.3

θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ·

### book 35.325.4

καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου

### book 35.325.5

ὄμμασι † μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,

### book 35.330.1

εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ,

### book 35.330.2

εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς,

### book 35.330.3

εἰ Φαέθων πέλε τοῖος ἢ ἱμερόφωνος Ἀπόλλων·

### book 35.330.4

καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης,

### book 35.330.5

εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς

### book 35.335.1

μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην.

### book 35.335.2

ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου

### book 35.335.3

ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων,

### book 35.335.4

μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου

### book 35.335.5

μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,

### book 35.340

καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ.

### book 35.1

οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς

### book 35.2

θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν,

### book 35.3

χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἑλίσσων·

### book 35.4

„θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ἐν πολέμοις γὰρ

### book 35.345.1

Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ

### book 35.345.2

ἵλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου

### book 35.345.3

ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη.

### book 35.345.4

τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ

### book 35.345.5

δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;

### book 35.1

ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ

### book 35.2

Γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων,

### book 35.3

νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν.

### book 35.4

σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην

### book 35.5

Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν

### book 35.355.1

αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ,

### book 35.355.2

καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ·

### book 35.355.3

ἀντιβίους δ’ ὄψεσθε παρὰ κρητῆρι Λυαίου

### book 35.355.4

ξανθὸν ὕδωρ πίνοντας ἀπ’ οἰνοπόρου ποταμοῖο,

### book 35.355.5

καὶ θρασὺν Ἰνδὸν ἄνακτα κατάσχετον οἴνοπι κισσῷ,

### book 35.360.1

ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ,

### book 35.360.2

εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης

### book 35.360.3

Νυσιάδες βοόωσι θεουδέες εἰσέτι νύμφαι,

### book 35.360.4

ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ

### book 35.360.5

ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ

### book 35.365.1

Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη,

### book 35.365.2

ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.

### book 35.1

ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ

### book 35.2

ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης,

### book 35.3

μαρμαρέας λάιγγας, ἐμὴν δ’ ἐπὶ μητέρα Ῥείην

### book 35.370.1

ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας·

### book 35.370.2

καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ

### book 35.370.3

τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ

### book 35.370.4

ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω

### book 35.370.5

Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,

### book 35.375.1

μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου·

### book 35.375.2

οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ

### book 35.375.3

μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς

### book 35.375.4

Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω.

### book 35.375.5

αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,

### book 35.380.1

ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης·

### book 35.380.2

οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,

### book 35.380.3

μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,

### book 35.380.4

Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων·

### book 35.380.5

αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ

### book 35.385.1

Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων

### book 35.385.2

ῥύσομαι· Εὐρώπης γὰρ ἔχει γένος· ἀλλὰ σαώσας

### book 35.385.3

νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω

### book 35.385.4

πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ

### book 35.385.5

Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.

### book 35.390

ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,

### book 35

τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.“

### book 36.1.1

Ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας·

### book 36.1.2

Δηριάδης δ’ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.

### book 36.1.3

ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου

### book 36.1.4

κεκριμένοι στέλλοντο κυβερνητῆρες ἐνυοῦς,

### book 36.5.1

οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.

### book 36.5.2

Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης

### book 36.5.3

ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ

### book 36.5.4

ἔμπυρον ὑδατόεις προκαλίζετο Κυανοχαίτης

### book 36.5.5

Ἠέλιον, Γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·

### book 36.10.1

Ἥρης δ’ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη·

### book 36.10.2

Λητῴην δ’ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.

### book 36.10.3

καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ

### book 36.10.4

ἀμφοτέροις μακάρεσσιν. ἐπεσσυμένων δὲ κυδοιμῷ

### book 36.10.5

Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,

### book 36.15.1

καὶ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης

### book 36.15.2

μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου

### book 36.15.3

ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης,

### book 36.15.4

Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ

### book 36.15.5

πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ

### book 36.20.1

ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.

### book 36.20.2

κούρη δ’ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ

### book 36.20.3

σύγγονον ἔγχος ἄειρεν ἐπ’ Ἄρεϊ Παλλὰς ἀμήτωρ,

### book 36.20.4

κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ

### book 36.20.5

ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.

### book 36.25.1

καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης·

### book 36.25.2

ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη

### book 36.25.3

μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.

### book 36.25.4

Ἥρῃ δ’ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου

### book 36.25.5

Ἄρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ

### book 36.30.1

τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ

### book 36.30.2

Ἥρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις

### book 36.30.3

ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπ’ ἄλλῳ

### book 36.30.4

ἠερίης πέμπουσα δι’ ἄντυγος ἰὸν ἀλήτην

### book 36.30.5

εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,

### book 36.35.1

καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς·

### book 36.35.2

καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης

### book 36.35.3

ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ·

### book 36.35.4

καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί·

### book 36.35.5

ὠτειλὰς δ’ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.

### book 36.40.1

καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,

### book 36.40.2

χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης

### book 36.40.3

Ἄρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·

### book 36.40.4

τόξου δ’ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·

### book 36.40.5

οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ

### book 36.45.1

στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα

### book 36.45.2

ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.

### book 36.45.3

καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·

### book 36.45.4

„Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;

### book 36.45.5

καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ

### book 36.1

ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ·

### book 36.2

καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ

### book 36.3

σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·

### book 36.4

οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ

### book 36.5

σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·

### book 36.55.1

σῶν δ’ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,

### book 36.55.2

σῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν

### book 36.55.3

πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆς λεόντων;

### book 36.55.4

ἢν δ’ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·

### book 36.55.5

παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν ἐρώτων

### book 36.60.1

κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης,

### book 36.60.2

σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο.

### book 36.60.3

ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,

### book 36.60.4

ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,

### book 36.60.5

καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας

### book 36.65.1

εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης,

### book 36.65.2

ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς

### book 36.65.3

λῆγε μέγα φρονέουσα σαόφρονος εἵνεκα μίτρης,

### book 36.65.4

ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς

### book 36

παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην

### book 36.70.1

εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι,

### book 36.70.2

Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ

### book 36.70.3

ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι

### book 36.70.4

μεμφομένην νόθον εἶδος ἐρωμανὲς Ἰοχεαίρης,

### book 36.70.5

θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.

### book 36.75.1

ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην

### book 36.75.2

Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δ’ ἐθελήσῃς,

### book 36.75.3

ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.“

### book 36.75.4

ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.

### book 36.75.5

τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων

### book 36.80.1

ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,

### book 36.80.2

καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·

### book 36.80.3

νοστήσας δ’ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.

### book 36.80.4

καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,

### book 36.80.5

Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ

### book 36.85.1

θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ

### book 36.85.2

ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ

### book 36.85.3

ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.

### book 36.85.4

αἰχμὴ δ’ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ

### book 36.85.5

σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου

### book 36.90.1

ἄρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,

### book 36.90.2

βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ

### book 36.90.3

οὔασι Φοιβείοισιν ἐπέκτυπε πόντιον ἠχώ·

### book 36.1

Τρίτων δ’ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ

### book 36.2

ἀνδροφυὴς ἀτέλεστος, ἀπ’ ἰξύος ἔγχλοος ἰχθύς·

### book 36.95.1

Νηρεΐδες δ’ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης

### book 36.95.2

σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.

### book 36.95.3

οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων

### book 36.95.4

Ζεὺς χθόνιος κελάδησε, μὴ Ἐννοσίγαιος ἀράσσων

### book 36.95.5

γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ

### book 36.1

ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,

### book 36.2

μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων

### book 36.3

θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,

### book 36.4

μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων

### book 36.5

νερτερίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,

### book 36.105.1

νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.

### book 36.105.2

τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,

### book 36.105.3

καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ

### book 36.105.4

ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς·

### book 36.105.5

τρισσοῖς δ’ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·

### book 36.110.1

„γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις

### book 36.110.2

πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,

### book 36.110.3

μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,

### book 36.1

μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου

### book 36.2

δεύτερον ἀθανάτοισιν ἄρης ἐμφύλιος εἴη,

### book 36.115.1

μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,

### book 36.115.2

μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου

### book 36.115.3

φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς

### book 36.115.4

ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,

### book 36.115.5

ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω

### book 36.120.1

ἠερίοις πελάγεσσι διάβροχον ἅρμα Σελήνης·

### book 36.120.2

μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.

### book 36.120.3

πρεσβυτέρῳ δ’ ὑπόεικε κυβερνητῆρι θαλάσσης,

### book 36.120.4

πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει

### book 36.120.5

εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων Ἐνοσίχθων·

### book 36.125.1

μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.

### book 36.125.2

τίς πάλιν, Ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,

### book 36.125.3

τίς πάλιν Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,

### book 36.125.4

ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,

### book 36.125.5

καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἥρης;

### book 36.130.1

καὶ σύ, πάτερ μεγάλοιο κερασφόρε Δηριαδῆος,

### book 36.130.2

Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,

### book 36.130.3

μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.“

### book 36.130.4

ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον ἐνυώ.

### book 36

καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην

### book 36.135.1

Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας·

### book 36.135.2

καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου

### book 36.135.3

εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·

### book 36.135.4

καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν

### book 36.135.5

βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·

### book 36.140.1

„σήμερον ἢ Διόνυσον ἐγὼ πλοκαμῖδος ἐρύσσω,

### book 36.140.2

ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.

### book 36.140.3

ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην

### book 36.140.4

στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.

### book 36.140.5

ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου

### book 36.145.1

φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ

### book 36.145.2

δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·

### book 36.145.3

καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ

### book 36.145.4

Σιληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων

### book 36.145.5

λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ

### book 36.1

στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.

### book 36.2

μὴ Φαέθων στρέψειε πυραυγέας ἐς δύσιν ἵππους,

### book 36.3

πρὶν Σατύρους καὶ Βάκχον ἀλυκτοπέδῃσι κομίσσω

### book 36.4

σφιγγόμενον καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ

### book 36.5

ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,

### book 36.155.1

θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν

### book 36.155.2

χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.

### book 36.155.3

θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην

### book 36.1

νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,

### book 36.2

ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν

### book 36.160.1

Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.“

### book 36.160.2

ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπ’ ἄλλῳ

### book 36.160.3

ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,

### book 36.160.4

καὶ πρυλέων πομπῆας ἐπεστήριξε κυδοιμῷ

### book 36.160.5

μαρναμένων πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ

### book 36.165.1

θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν

### book 36.165.2

εἰς ἐνοπὴν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ

### book 36.165.3

δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ·

### book 36.165.4

καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θὴρ

### book 36.165.5

ὠμοβόρων τε δράκοντες ἀποπτύοντες ὀδόντων

### book 36.170.1

τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ

### book 36.170.2

χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,

### book 36.170.3

λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες

### book 36.170.4

αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·

### book 36.170.5

καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν

### book 36.175.1

ἰλλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ

### book 36.175.2

εἰς δρόμον ἀίσσοντας. ἀρειμανέες δὲ γυναῖκες

### book 36.175.3

δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,

### book 36.1

ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ

### book 36.2

δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις·

### book 36.180.1

καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων

### book 36.180.2

ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,

### book 36.180.3

καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.

### book 36.180.4

καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,

### book 36.180.5

ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ

### book 36.185.1

εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων

### book 36.185.2

πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·

### book 36.185.3

πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,

### book 36.185.4

καὶ δρόμον ἠρώησε τανυκνήμων ἐλεφάντων.

### book 36.185.5

καὶ πολὺς ἐσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν

### book 36.190.1

φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·

### book 36.190.2

καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,

### book 36.190.3

καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης

### book 36.190.4

λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ

### book 36

εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·

### book 36.195.1

θηρείαις δ’ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπ’ ἄλλῳ

### book 36.195.2

Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,

### book 36.195.3

καὶ μόθον ὑλακόμωρον ἐδείδεσαν αἴθοπες Ἰνδοί.

### book 36.195.4

ξυνὴ δ’ ἀμφοτέροισιν ὁμόζυγος ἦεν ἐνυώ·

### book 36.195.5

γαῖα δὲ διψώουσα φόνου κυμαίνετο λύθρῳ

### book 36.1

κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων

### book 36.2

πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη·

### book 36.3

χειρὶ δ’ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα

### book 36.4

εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων,

### book 36.5

στεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου

### book 36.205.1

Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.

### book 36.205.2

καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ

### book 36.205.3

ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν

### book 36.205.4

ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,

### book 36.205.5

ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,

### book 36.210.1

ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκθορε δίφρου·

### book 36.210.2

ἄλλος ἐυγλώχινι παρ’ ὀμφαλὸν ἄκρον ὀιστῷ

### book 36.210.3

βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,

### book 36.210.4

ὃς δὲ τυπεὶς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ δι’ ὤμου·

### book 36.210.5

καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,

### book 36.215.1

πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσσας·

### book 36.215.2

ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην·

### book 36.215.3

καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ

### book 36.215.4

κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίῃ,

### book 36.215.5

κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας

### book 36.220.1

αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.

### book 36.220.2

καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,

### book 36.220.3

καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,

### book 36.220.4

καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·

### book 36.220.5

χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων

### book 36.225.1

ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·

### book 36.225.2

βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ

### book 36.225.3

ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,

### book 36.225.4

καμπύλα δ’ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·

### book 36.225.5

τρίβων δ’ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ

### book 36.230.1

ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων

### book 36.230.2

οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ

### book 36.230.3

ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ

### book 36.230.4

εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.

### book 36.230.5

αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,

### book 36.235.1

γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδου δὲ ταθέντος

### book 36.235.2

κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.

### book 36.235.3

ἀλλ’ ὅ γ’ ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,

### book 36.235.4

γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,

### book 36.235.5

οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,

### book 36.240.1

κείμενον ἀρτιδάικτον, ἐπισπαίροντα κονίῃ.

### book 36.240.2

Κολλήτης δ’ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν,

### book 36.240.3

δύσμαχος, ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι,

### book 36.240.4

Βακχείης κατὰ μέσσον ἐμαίνετο δηιοτῆτος·

### book 36.240.5

Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν

### book 36.245.1

εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,

### book 36.245.2

καὶ κενεῇ πολέμιζεν ἐπ’ ἐλπίδι, τηλίκος ἀνήρ,

### book 36.245.3

οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων,

### book 36.245.4

ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος Ἰοχεαίρης,

### book 36.245.5

οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης

### book 36.1

ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης·

### book 36.2

Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων,

### book 36.3

Γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων,

### book 36.4

Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ

### book 36.5

δῆσαι θοῦρον Ἄρηα μεθ’ υἱέας Ἰφιμεδείης·

### book 36.255.1

ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ,

### book 36.255.2

Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης.

### book 36.255.3

καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην

### book 36.255.4

θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν·

### book 36.255.5

„Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,

### book 36.260.1

Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ

### book 36.260.2

ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει·

### book 36.260.3

ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ

### book 36.260.4

οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας.

### book 36.260.5

ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις,

### book 36.265.1

οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου·

### book 36.265.2

οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες

### book 36.265.3

Καυκασίδες· Βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν

### book 36.265.4

φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου.

### book 36.265.5

ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες

### book 36.270.1

χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.“

### book 36.270.2

ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα

### book 36.270.3

τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη.

### book 36.270.4

Δηριάδης δ’ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις,

### book 36.270.5

καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα

### book 36.275.1

μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ,

### book 36.275.2

θύρσον ἀκοντίζουσα φιλάνθεμον εὐάδι χάρμῃ.

### book 36.275.3

Δηριάδης δ’ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ,

### book 36.275.4

Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης.

### book 36.275.5

καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων

### book 36.280.1

Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,

### book 36.280.2

Κύλλαρον, ὀξυόεντι κατ’ αὐχένος ἄορι τύψας,

### book 36.280.3

Λωγασίδην, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,

### book 36.280.4

Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν ...

### book 36

καί μιν ἄναξ φιλέοι μετὰ Μορρέα· πολλάκι δ’ αὐτῇ

### book 36.285.1

Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,

### book 36.285.2

θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ

### book 36.285.3

ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.

### book 36.285.4

ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ

### book 36.285.5

Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,

### book 36.290.1

καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.

### book 36.290.2

ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·

### book 36.290.3

καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,

### book 36.290.4

μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ

### book 36.290.5

† πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων

### book 36.295.1

δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς ...

### book 36.295.2

πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,

### book 36.295.3

ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.

### book 36.295.4

ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,

### book 36.295.5

ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ

### book 36.1

ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου

### book 36.2

ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,

### book 36.1

τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ,

### book 36.2

ὡς κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος.

### book 36.3

καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπωπῆς

### book 36.305.1

ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης

### book 36.305.2

αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,

### book 36.305.3

ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου

### book 36.305.4

μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,

### book 36.305.5

γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ

### book 36.310.1

χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας,

### book 36.310.2

καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις

### book 36.310.3

μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ·

### book 36.310.4

καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων

### book 36.310.5

πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,

### book 36.315.1

καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων

### book 36.315.2

κοῦφα βιβάς· ἐλέφας δὲ παρήορον ἅρμα τινάσσων

### book 36.315.3

εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,

### book 36.315.4

σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.

### book 36.315.5

οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ

### book 36.320.1

μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ.

### book 36.320.2

ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ,

### book 36.320.3

ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης,

### book 36.320.4

αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς

### book 36.320.5

στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος

### book 36.325

κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ

### book 36.1

ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ,

### book 36.2

βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος

### book 36.3

ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ.

### book 36.4

ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης

### book 36.330.1

εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος

### book 36.330.2

καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος

### book 36.330.3

ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ

### book 36.330.4

θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων.

### book 36.330.5

Δηριάδης δ’ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,

### book 36.335.1

ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δ’ αἰεὶ

### book 36.335.2

ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς·

### book 36.335.3

ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ,

### book 36.335.4

μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ·

### book 36.335.5

„τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;

### book 36.340.1

Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις;

### book 36.340.2

πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου,

### book 36.340.3

ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω·

### book 36.340.4

ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω.

### book 36.340.5

ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω·

### book 36.345

γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δ’ ἐπαοιδαῖς

### book 36.1

πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ,

### book 36.2

οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην,

### book 36.3

πολλάκι δ’ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων

### book 36.4

ἀσταθέος Φαέθοντος ἀνεκρούσαντο πορείην.“

### book 36.1

ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου·

### book 36.2

καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ

### book 36.3

τέχνην φαρμακόεσσαν ἐπιγράψας Διονύσῳ

### book 36.4

ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ.

### book 36.5

ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων·

### book 36.355.1

καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων

### book 36.355.2

ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος.

### book 36.355.3

καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ

### book 36.355.4

ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην

### book 36.355.5

Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,

### book 36.360.1

ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ

### book 36.360.2

σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην

### book 36.360.3

μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ

### book 36.360.4

σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ

### book 36.360.5

αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·

### book 36.365.1

γυιοπέδην δ’ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ,

### book 36.365.2

καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ...

### book 36.365.3

ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου

### book 36.365.4

θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων

### book 36

δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·

### book 36.370.1

τοῖον ἔην μίμημα. μάτην δ’ ἐλέφαντας ἐπείγων

### book 36.370.2

ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,

### book 36.370.3

κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.

### book 36.370.4

καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,

### book 36.370.5

ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ

### book 36.375.1

ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα

### book 36.375.2

πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.

### book 36.375.3

καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,

### book 36.375.4

λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,

### book 36.375.5

νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·

### book 36.380.1

καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ

### book 36.380.2

μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή.

### book 36.380.3

καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην

### book 36.380.4

γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,

### book 36.380.5

καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας

### book 36.385.1

δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων.

### book 36.385.2

οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου

### book 36.385.3

δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην

### book 36.385.4

Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,

### book 36.385.5

ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν

### book 36.390.1

διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.

### book 36.390.2

ἀμφοτέρους δ’ ἀνέκοψε μάχης ἀμφίδρομος ὄρφνη.

### book 36.390.3

καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων

### book 36.1

ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.

### book 36.2

οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,

### book 36.395.1

ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν

### book 36.395.2

ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.

### book 36.395.3

ἤδη δ’ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ

### book 36.395.4

Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον ἐνυώ.

### book 36.395.5

οὐ μὲν ἀφειδήσαντες ἀρειμανέος Διονύσου

### book 36.1

κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις

### book 36.2

Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ

### book 36.3

νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας

### book 36.4

ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους,

### book 36.5

ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δ’ ἄλλος

### book 36.405.1

ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων

### book 36.405.2

ὁλκάδι τοῖχον ἔτευχεν ἐπηγκενίδας τε συνάπτων

### book 36.405.3

μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ

### book 36.405.4

ὑψιφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων,

### book 36.405.5

λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπ’ ἄκρῳ

### book 36.410.1

δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην

### book 36.410.2

ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.

### book 36.410.3

ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ

### book 36.410.4

Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ

### book 36.410.5

μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,

### book 36.415

ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι

### book 36.1

εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν ἐνυώ.

### book 36.2

καὶ Λύκος ἀκροτάτοιο δι’ οἴδματος ἡνιοχεύων,

### book 36.3

νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,

### book 36.4

ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,

### book 36.420.1

ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται,

### book 36.420.2

νῆας ἐτεχνήσαντο θαλασσομόθῳ Διονύσῳ.

### book 36.420.3

καὶ τότε, τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,

### book 36.420.4

ἱππεύων ἔτος ἕκτον ἑλίσσετο καμπύλος Αἰών ...

### book 36.420.5

εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν

### book 36.425.1

Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ

### book 36.425.2

λαὸν ἀολλίζων ἑτερόθροον ἤιε κῆρυξ.

### book 36.425.3

αὐτίκα δ’ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,

### book 36.425.4

ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων·

### book 36.425.5

λαοῖς δ’ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·

### book 36.430.1

„ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι Ταύρου,

### book 36.430.2

εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν

### book 36.430.3

αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος·

### book 36.430.4

ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου,

### book 36.430.5

μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ

### book 36.435.1

τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης,

### book 36.435.2

ὁππότε Βασσαρίδων πεπεδημένον ἐσμὸν ἐρύσσας

### book 36.435.3

ὤπασα Δηριάδῃ πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ

### book 36.435.4

ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ

### book 36

κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην

### book 36.440.1

ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·

### book 36.440.2

ἄλλαι δ’ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου,

### book 36.440.3

κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος.

### book 36.440.4

ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω·

### book 36.440.5

εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ

### book 36.445.1

νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ·

### book 36.445.2

ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ

### book 36.445.3

ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόθι νηῶν

### book 36.445.4

οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες;

### book 36.445.5

ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν

### book 36.1

θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν;

### book 36.2

οὐ δύναται βαρύδουπον ὕδωρ Σιληνὸς ἀράσσων

### book 36.3

ἀπτολέμῳ νάρθηκι μαχήμονα νῆα καλύψαι,

### book 36.4

εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταρσῷ,

### book 36.5

κῶμον ἀνακρούων θανατηφόρον· οὐδ’ ἐνὶ πόντῳ

### book 36.455.1

ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει

### book 36.455.2

ἀγχιφανὴς μεσάτοιο διχαζομένου κενεῶνος,

### book 36.455.3

ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ

### book 36.455.4

κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι

### book 36.455.5

ἔγχεσι μηκεδανοῖσι μιαιφόνον ἐς βυθὸν ἅλμης

### book 36.460

τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου,

### book 36.1

ναύμαχον εἰκοσίπηχυ δι’ ὁλκάδος ἔγχος ἑλίσσων.

### book 36.2

ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ

### book 36.3

μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν

### book 36.4

Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ

### book 36.465.1

εἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ

### book 36.465.2

ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ

### book 36.465.3

οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλὰ κομάων

### book 36.465.4

ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω

### book 36.465.5

θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.“

### book 36.470.1

ὣς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα

### book 36.470.2

Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ

### book 36.470.3

μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δ’ ἀπὸ λαιμῶν

### book 36.470.4

οἴδμασι κινυμένοισιν ἰσόθροος ἔβρεμεν ἠχώ.

### book 36.470.5

λῦσε δ’ ἄναξ ἀγορήν. Βρομίῳ δ’ ἐστέλλετο κῆρυξ

### book 36.475.1

πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ.

### book 36.475.2

ἄμφω δ’ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ

### book 36.475.3

ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης,

### book 36.475.4

εἰσόκε ταρχύσουσι δαϊκταμένων στίχα νεκρῶν·

### book 36.475.5

ἦν δέ τις εἰρήνη μινυώριος ἄρεϊ γείτων,

### book 36.480

φύλοπιν ὠδίνουσαν ἐφαπλώσασα γαλήνην.

### book 37.1.1

Ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,

### book 37.1.2

Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες ἐνυώ,

### book 37.1.3

ὄμμασιν ἀκλαύτοισιν ἐταρχύσαντο θανόντας,

### book 37.1.4

οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας

### book 37.5.1

ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ

### book 37.5.2

νύσσαν ἐς ἀρχαίην· στρατιὴ δ’ ἀμπαύετο Βάκχου.

### book 37.5.3

καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην

### book 37.5.4

πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων

### book 37.5.5

ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,

### book 37.10.1

ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην.

### book 37.10.2

τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης

### book 37.10.3

Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,

### book 37.10.4

μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.

### book 37.10.5

καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ·

### book 37.15.1

πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ,

### book 37.15.2

πολλὴ δ’ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,

### book 37.1

καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη

### book 37.2

αὐχμηροῖς πετάλοισι· πολυσπερέων δ’ ἀπὸ δένδρων

### book 37.3

τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι·

### book 37.20.1

καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη,

### book 37.20.2

πηγαίῃ δ’ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.

### book 37.20.3

καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,

### book 37.20.4

οὔρεος οἷμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι

### book 37.20.5

ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην

### book 37.25.1

ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς

### book 37.25.2

πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ

### book 37.25.3

οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ

### book 37.25.4

ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ

### book 37.25.5

σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης

### book 37.30.1

συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ.

### book 37.30.2

καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν

### book 37.30.3

ὑλοτόμοις παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων ...

### book 37.30.4

φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς

### book 37.30.5

ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ·

### book 37.35.1

καὶ τὰ μὲν ὑλοτόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι

### book 37.35.2

Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.

### book 37.35.3

καὶ πολὺς ἐσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ

### book 37.35.4

πενθαλέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ·

### book 37

ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπ’ ἄλλῳ,

### book 37.40.1

νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.

### book 37.40.2

καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου

### book 37.40.3

ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου

### book 37.40.4

πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.

### book 37.40.5

ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα

### book 37.45.1

Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου·

### book 37.45.2

ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δὲ νεκρῷ

### book 37.45.3

Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας

### book 37.45.4

Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας

### book 37.45.5

θῆκεν ἄγων στεφανηδὸν ἐπασσυτέρῳ τινὶ κόσμῳ·

### book 37.1

ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.

### book 37.2

καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης

### book 37.3

πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ

### book 37.4

σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,

### book 37.5

τῶν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,

### book 37.55.1

ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.

### book 37.55.2

ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης

### book 37.55.3

Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης.

### book 37.1

ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,

### book 37.2

πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,

### book 37.60.1

ἤγαγεν ἐκ σκοπέλοιο καὶ ὁππόθι σήματα νίκης

### book 37.60.2

ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,

### book 37.60.3

λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ

### book 37.60.4

πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ

### book 37.60.5

ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας

### book 37.65.1

πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου

### book 37.65.2

κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·

### book 37.65.3

τρίβων δ’ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων

### book 37.65.4

ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,

### book 37.65.5

πυρκαϊῇ δ’ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.

### book 37.70.1

οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,

### book 37.70.2

ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας

### book 37.70.3

ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,

### book 37.70.4

πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.

### book 37.70.5

καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων

### book 37.75.1

ἱκεσίης, καὶ γνωτὸν ἑὸν προέηκε Λυαίῳ,

### book 37.75.2

ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.

### book 37.75.3

καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς

### book 37.75.4

πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης

### book 37

πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·

### book 37.80.1

καὶ σέλας ἠκόντιζον ἐς ἠέρα θυιάδες αὖραι,

### book 37.80.2

γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ

### book 37.80.3

Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίζων,

### book 37.80.4

Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου

### book 37.80.5

εὐόδμου δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,

### book 37.85.1

ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.

### book 37.85.2

ἀλλ’ ὅτε δὴ δροσεροῖο προάγγελος ἅρματος Ἠοῦς

### book 37.85.3

ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,

### book 37.85.4

δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίῳ δὲ κυπέλλῳ

### book 37.85.5

πυρκαϊὴν ἑτάροιο κατέσβεσαν ἰκμάδι Βάκχου.

### book 37.90.1

καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης

### book 37.90.2

εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ

### book 37.90.3

ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ

### book 37.90.4

εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.

### book 37.90.5

καὶ τροχαλοὶ Κορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,

### book 37.95

τύμβον ἐτορνώσαντο· βαθυνομένων δὲ θεμέθλων

### book 37.96,97

νεκρὸν ἐταρχύσαντο πεδοσκαφέος διὰ κόλπου,

### book 37.97,96

Κρήτης γνήσιον αἷμα, μιῆς οἰκήτορα πάτρης,

### book 37.98.1

καὶ κόνιν ὀθνείην πυμάτην ἐπέχευαν Ὀφέλτῃ·

### book 37.98.2

καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,

### book 37

τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ·

### book 37.1

‘νεκρὸς Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται,

### book 37.2

Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.‘

### book 37.3

καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων

### book 37.4

αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,

### book 37.105.1

τέρμα δρόμου τελέσας ἱππήλατον· ἐν δαπέδῳ δὲ

### book 37.105.2

ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι νώτῳ,

### book 37.105.3

ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης,

### book 37.105.4

ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων

### book 37.105.5

ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,

### book 37.110.1

ἔνθεον ἀσκῆσαι ποθέων βρέτας· ὃν τότε γαίῃ

### book 37.110.2

κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ

### book 37.110.3

νύσσης λαϊνέης ἀντίρροπον, ἶσον ἐκείνῳ

### book 37.110.4

ἀντίπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονὶ πήξας.

### book 37.110.5

ποικίλα δ’ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,

### book 37.115.1

ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς.

### book 37.115.2

καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης·

### book 37.115.3

πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην

### book 37.115.4

καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα,

### book 37.115.5

τήν ποτε Θερμώδοντος ἐπ’ ὀφρύσι πεζὸς ὁδεύων

### book 37.120.1

λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν·

### book 37.120.2

δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,

### book 37.120.3

ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,

### book 37.1

ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι γαστὴρ

### book 37.2

ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο φόρτῳ·

### book 37.125.1

καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ·

### book 37.125.2

τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων

### book 37.125.3

ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δ’ ἐνὶ μέσσῳ

### book 37.125.4

ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ·

### book 37.125.5

πέμπτῳ δοιὰ τάλαντα, γέρας Πακτωλίδος ὄχθης.

### book 37.130.1

ὀρθωθεὶς δ’ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας·

### book 37.130.2

„ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πτολίπορθον ἐνυώ,

### book 37.130.3

οἷς δρόμον ἱπποσύνης δωρήσατο Κυανοχαίτης,

### book 37.130.4

οὐ μὲν ἐγὼ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,

### book 37.130.5

ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ

### book 37.135.1

παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί·

### book 37.135.2

εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,

### book 37.135.3

ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης·

### book 37.135.4

εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων

### book 37.135.5

Ἤλιδος εὐδίφροιο καὶ Οἰνομάοιο πολίτης,

### book 37.140.1

οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης·

### book 37.140.2

ἀλλ’ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐδ’ ἐλατῆρες

### book 37.140.3

ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,

### book 37.140.4

ἀλλ’ ἀρετῆς δρόμος οὗτος, ἐλεύθερος ἀφρογενείης·

### book 37.140.5

εἰ γένος Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει,

### book 37.145.1

Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ἀγῶνα·

### book 37.145.2

εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,

### book 37.145.3

ἔγνω πιαλέης ἐγκύμονα κάλπιν ἐέρσης·

### book 37.1

εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,

### book 37.2

Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα

### book 37.1

ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης,

### book 37.2

χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι·

### book 37.3

εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,

### book 37.4

Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.“

### book 37.5

ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,

### book 37.155.1

δίφρα περιτροχάοντες ἀμοιβαδίς· ὠκυπόδην δὲ

### book 37.155.2

Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς

### book 37.155.3

ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάργην,

### book 37.155.4

οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων

### book 37.155.5

Σιθονίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,

### book 37.160.1

καί σφεας, Ὠρείθυιαν ὅθ’ ἥρπασεν Ἀτθίδα νύμφην,

### book 37.160.2

ὤπασεν ἕδνον ἔρωτος Ἐρεχθέι γαμβρὸς ἀήτης.

### book 37.160.3

δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην·

### book 37.160.4

καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος Ἐννοσιγαίου

### book 37.160.5

Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ

### book 37.165.1

πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης.

### book 37.165.2

τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἦλθεν ἀγῶνος

### book 37.165.3

μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,

### book 37.165.4

Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους·

### book 37.165.5

καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,

### book 37.170

οἶστρον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,

### book 37.1

ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης

### book 37.2

Ἀλφειοῦ δυσέρωτος, ὃς εἰς Ἀρέθουσαν ἱκάνει

### book 37.3

ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.

### book 37.4

καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου

### book 37.175.1

παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους·

### book 37.175.2

„τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,

### book 37.175.3

οἶδα μέν, ὅττι φέρεις σθένος ἄρκιον, ὅττι κομίζεις

### book 37.175.4

σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,

### book 37.175.5

πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ

### book 37.180.1

κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι·

### book 37.180.2

ἀλλὰ μάτην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων

### book 37.180.3

νικῆσαι δεδάασιν, ὅσον † σθένος ἡνιοχῆος·

### book 37.180.4

μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ

### book 37.180.5

χρηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.

### book 37.185.1

ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης,

### book 37.185.2

ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.

### book 37.185.3

σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν·

### book 37.185.4

καὶ δρόμος ἱπποσύνης μεθέπει κλέος, ὅσσον ἐνυώ·

### book 37.185.5

σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν·

### book 37.190.1

ἄρεϊ νικήσας ἑτέρην ὑποδύσεο νίκην,

### book 37.190.2

ὄφρα μετ’ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.

### book 37.1

ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,

### book 37.2

ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,

### book 37.3

καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος·

### book 37.195.1

ἱπποσύνην δ’ ἀνάφαινε, φέρων τεχνήμονα νίκης

### book 37.195.2

κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος

### book 37.195.3

ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέλκων

### book 37.195.4

πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων

### book 37.195.5

ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ

### book 37.1

πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης

### book 37.2

ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι·

### book 37.3

ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη

### book 37.4

ἡνίοχος πολύμητις, ἔχων καὶ ἐλάσσονας ἵππους,

### book 37.5

ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,

### book 37.205.1

ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει

### book 37.205.2

ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.

### book 37.205.3

σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ

### book 37.205.4

δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,

### book 37.205.5

λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,

### book 37.210.1

ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ

### book 37.210.2

σὸν δρόμον ἰθύνων πεφυλαγμένον, ἄχρι φανείη

### book 37.1

πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου

### book 37.2

τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ·

### book 37.3

ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας

### book 37.215.1

εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους.

### book 37.215.2

καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων

### book 37.215.3

ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ,

### book 37.215.4

κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,

### book 37.215.5

δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων

### book 37.220.1

ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ·

### book 37.220.2

ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων

### book 37.220.3

εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ

### book 37.220.4

πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.“

### book 37.220.5

ὣς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας

### book 37.225.1

ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης.

### book 37.225.2

καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπ’ ἄλλῳ

### book 37.225.3

τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,

### book 37.225.4

κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ

### book 37.225.5

εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.

### book 37.230.1

καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ

### book 37.230.2

Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης

### book 37.230.3

κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,

### book 37.1

τῷ δ’ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 37.2

ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη

### book 37.235.1

ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς.

### book 37.235.2

καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,

### book 37.235.3

ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.

### book 37.235.4

καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας

### book 37.235.5

καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας

### book 37.240.1

μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ,

### book 37.240.2

ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.

### book 37.240.3

τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ

### book 37.240.4

ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι

### book 37.240.5

ἤθελεν, ὃς δ’ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι

### book 37.245.1

ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα.

### book 37.245.2

καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας

### book 37.245.3

ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων

### book 37.245.4

ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ·

### book 37.245.5

ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι

### book 37.1

εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην,

### book 37.2

δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ

### book 37.3

ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων,

### book 37.4

φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,

### book 37

ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς,

### book 37.255.1

δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος·

### book 37.255.2

καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ

### book 37.255.3

εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων,

### book 37.255.4

εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν

### book 37.255.5

ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.

### book 37.260.1

καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα

### book 37.260.2

ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων,

### book 37.260.3

ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα

### book 37.260.4

ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος Ἐννοσιγαίου,

### book 37.260.5

εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων

### book 37.265.1

πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων·

### book 37.265.2

οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων

### book 37.265.3

Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων

### book 37.265.4

χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην.

### book 37.265.5

λαοὶ δ’ εἰς ἓν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ

### book 37.270.1

ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος,

### book 37.270.2

τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων·

### book 37.270.3

ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων

### book 37.270.4

δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα,

### book 37.270.5

ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων

### book 37.275.1

ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος·

### book 37.275.2

καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος

### book 37.1

χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε † πενθάδι φωνῇ

### book 37.2

θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων.

### book 37.3

ἅρματα δ’ εὐποίητα θοώτερα θυιάδος αὔρης

### book 37.280.1

ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δ’ ἐπὶ γαίῃ

### book 37.280.2

ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης·

### book 37.280.3

καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ

### book 37.280.4

ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης·

### book 37.280.5

συμφερτὴ δ’ ἔρις ἦεν· ἐγειρομένη δὲ καὶ αὐτὴ

### book 37.285.1

στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη,

### book 37.285.2

χαῖται δ’ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις·

### book 37.285.3

ὀτρηροὶ δ’ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν

### book 37.285.4

ὀξυτέρην μάστιγος ἐπερροίζησαν ἰωήν.

### book 37.285.5

ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας

### book 37.290.1

Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων·

### book 37.290.2

καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς

### book 37.290.3

ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης

### book 37.290.4

εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων·

### book 37.290.5

καὶ γὰρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ

### book 37.295

διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων

### book 37.1

ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος·

### book 37.2

καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,

### book 37.3

ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,

### book 37.4

καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων

### book 37.303

ἀφριόων στατὸς ἵππος ἀπέπτυεν ἄκρα χαλινοῦ,

### book 37.1

ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,

### book 37.2

ἡνία δ’ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,

### book 37.3

ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων.

### book 37.304

καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην·

### book 37.305.1

καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων

### book 37.305.2

Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

### book 37.305.3

„λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων·

### book 37.305.4

ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων

### book 37.305.5

Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.

### book 37.310.1

ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω

### book 37.310.2

ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις

### book 37.310.3

νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.

### book 37.310.4

οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλὰ κομίζω

### book 37.310.5

ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.“

### book 37.315.1

ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,

### book 37.315.2

καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων

### book 37.315.3

χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ

### book 37.315.4

ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην

### book 37.315.5

κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·

### book 37.320.1

„κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,

### book 37.320.2

ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,

### book 37.320.3

οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων

### book 37.320.4

υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.“

### book 37.320.5

τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,

### book 37.325.1

ἅρματι δ’ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ

### book 37.325.2

λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,

### book 37.325.3

σύνδρομον αὐερύων βεβιημένον ἅρμα χαλινῷ,

### book 37.325.4

δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους

### book 37.325.5

ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου

### book 37.330.1

θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα.

### book 37.330.2

καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ

### book 37.330.3

υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,

### book 37.330.4

ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν·

### book 37.330.5

„Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς,

### book 37.335.1

ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης,

### book 37.335.2

ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης

### book 37.335.3

γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάργη.

### book 37.335.4

εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης

### book 37.335.5

ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,

### book 37.340.1

Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην,

### book 37.340.2

μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ·

### book 37.340.3

εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν Ἐννοσιγαίου,

### book 37.340.4

ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,

### book 37.340.5

πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,

### book 37.345.1

ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.“

### book 37.345.2

ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.

### book 37.1

τῷ δ’ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχον τέθριππον ἱμάσσων·

### book 37.2

Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,

### book 37.3

πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων

### book 37.1

κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.

### book 37.2

καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν·

### book 37.3

Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας

### book 37.4

ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων

### book 37.5

σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,

### book 37.355.1

βαιὸν ὑποφθάμενος· καὶ ἐπ’ ἄντυγι γούνατα πήξας

### book 37.355.2

δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,

### book 37.355.3

ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.

### book 37.355.4

καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου

### book 37.355.5

τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,

### book 37.360.1

ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δ’ ἐπὶ δειρήν,

### book 37.360.2

εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ

### book 37.360.3

ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων

### book 37.360.4

σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,

### book 37.360.5

κουφίζων ζυγόδεσμα καὶ ὑψόσε δίφρον ἀνέλκων.

### book 37.365.1

οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλέος δὲ

### book 37.365.2

ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·

### book 37.365.3

θρύπτετο δ’ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου

### book 37.1

ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.

### book 37.2

ἡνίοχος δ’ ἀνέπαλτο θοώτερος· ἐσσύμενος δὲ

### book 37.370.1

εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,

### book 37.370.2

αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων

### book 37.370.3

καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.

### book 37.370.4

καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου

### book 37.370.5

Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·

### book 37.375.1

„λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,

### book 37.375.2

λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,

### book 37.375.3

Φαῦνος ὅτι προθέοντας ὅλους ἐλατῆρας ἐάσσας

### book 37.375.4

νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·

### book 37.375.5

φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ

### book 37.380.1

σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.“

### book 37.380.2

ἔννεπεν ἀστήρικτον ὄχον προκέλευθον ἐλαύνων

### book 37.380.3

ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων.

### book 37.380.4

καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς

### book 37.380.5

κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,

### book 37.385.1

καί τινα λυομένοιο παραΐξαντα λεπάδνου

### book 37.385.2

πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ·

### book 37.385.3

στήσας δ’ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων

### book 37.385.4

ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας

### book 37.385.5

φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ·

### book 37.390.1

καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων,

### book 37.390.2

ὠκύτερος δ’ ἐδίωκε παροίτερον ἡνιοχῆα·

### book 37.390.3

καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις

### book 37.1

ἵππιος Ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων·

### book 37.2

στεινωπὴν δὲ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ

### book 37.395.1

ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας

### book 37.395.2

ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.

### book 37.395.3

ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου

### book 37.395.4

χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ

### book 37.395.5

ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ

### book 37.1

ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,

### book 37.2

ἧχι μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,

### book 37.3

φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος·

### book 37.4

καί οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν·

### book 37.5

„εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,

### book 37.405.1

εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,

### book 37.405.2

οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων·

### book 37.405.3

λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν;

### book 37.405.4

μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.

### book 37.405.5

σὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας

### book 37.410.1

ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,

### book 37.410.2

μή σε πάλιν προκάρηνον ἀκοντίζειε κονίῃ·

### book 37.410.3

εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς.

### book 37.410.4

Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων

### book 37

πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;

### book 37.415.1

ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.

### book 37.415.2

Σιληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,

### book 37.415.3

μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.

### book 37.415.4

πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;

### book 37.415.5

πάντα σε, πάντα λέλοιπεν, ὅτ’ εἰς δρόμον ἦλθες ἀγῶνος.

### book 37.420.1

τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ

### book 37.420.2

καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;“

### book 37.420.3

τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,

### book 37.420.4

κερτομέων· Νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.

### book 37.420.5

καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων·

### book 37.425.1

ἅρματι δ’ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων

### book 37.425.2

μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ·

### book 37.425.3

καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,

### book 37.425.4

ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ

### book 37.425.5

θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων

### book 37.430.1

ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.

### book 37.430.2

στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,

### book 37.430.3

εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων

### book 37.430.4

ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,

### book 37.430.5

οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,

### book 37.435.1

μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων·

### book 37.435.2

καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος

### book 37.435.3

δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,

### book 37.435.4

ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.

### book 37.435.5

λαοῖς δ’ ἔμπεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπ’ ἄλλῳ,

### book 37.440.1

συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης

### book 37.440.2

ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων

### book 37.440.3

ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη·

### book 37.440.4

καὶ ναέτης ναετῆρι, φίλος δ’ ἐρίδαινεν ἑταίρῳ,

### book 37.440.5

γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δ’ ἀνήρ.

### book 37.445.1

ἦν δ’ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην

### book 37.445.2

κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων

### book 37.445.3

ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,

### book 37.445.4

ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς

### book 37.445.5

εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·

### book 37.1

ἄλλῳ δ’ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων

### book 37.2

ἀγχιφανὴς νίκησε πολύτροπος ἀστὸς Ἀθήνης,

### book 37.3

Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.

### book 37.4

οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,

### book 37.5

ἵππους ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·

### book 37.455.1

καὶ πολὺς ἱππείοιο δι’ αὐχένος ἔρρεεν ἱδρὼς

### book 37.455.2

καὶ λασίου στέρνοιο, καθ’ ἡνιόχοιο δὲ πυκναὶ

### book 37.455.3

αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·

### book 37.1

ἅρματα δ’ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων

### book 37.2

ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ

### book 37.460.1

λεπταλέης ἀτίνακτα χαράσσετο νῶτα κονίης.

### book 37.460.2

αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου

### book 37.460.3

εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δ’ ἔσμηξε χιτῶνι

### book 37.460.4

μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων·

### book 37.460.5

καὶ ταχὺς ἐκ δίφροιο κατήιε· μηκεδανὴν δὲ

### book 37.465.1

εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην·

### book 37.465.2

ἵππους δ’ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ

### book 37.465.3

τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης,

### book 37.465.4

ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,

### book 37.465.5

πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.

### book 37.470.1

τῷ δ’ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων

### book 37.470.2

Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,

### book 37.470.3

κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,

### book 37.470.4

τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκρων

### book 37.470.5

ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·

### book 37.475.1

δεύτερα δ’ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι

### book 37.475.2

ἔγκυον ἵππον ἄγειν, ζηλήμονι χειρὶ τιταίνων.

### book 37.475.3

καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης

### book 37.475.4

χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.

### book 37.475.5

τῷ δ’ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύξας

### book 37.480.1

ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης,

### book 37.480.2

αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.

### book 37.1

καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου

### book 37.2

χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,

### book 37.3

οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.

### book 37.485.1

αὐτὰρ ὁ πυγμαχίης χαροπῆς ἔστησεν ἀγῶνα·

### book 37.485.2

πρώτῳ μὲν θέτο ταῦρον ἀπ’ Ἰνδῴοιο βοαύλου

### book 37.485.3

δῶρον ἔχειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν

### book 37.485.4

βάρβαρον αἰολόνωτον ἄγων κατέθηκε βοείην.

### book 37.485.5

ὀρθωθεὶς δ’ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,

### book 37.490.1

εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης·

### book 37.490.2

„πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ

### book 37.490.3

ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,

### book 37.490.4

ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.“

### book 37.490.5

ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς,

### book 37.495.1

ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ

### book 37.495.2

ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν·

### book 37.495.3

„ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσσω

### book 37.495.4

ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.“

### book 37.495.5

ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·

### book 37.1

Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς

### book 37.2

ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ

### book 37.3

πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,

### book 37.1

Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.

### book 37.2

τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων,

### book 37.505.1

ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,

### book 37.505.2

καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων

### book 37.505.3

ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.

### book 37.505.4

καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου

### book 37.505.5

λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης

### book 37.510.1

ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.

### book 37.510.2

αἰεὶ δ’ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,

### book 37.510.3

μή ποτέ μιν πλήξειε κατ’ ὀφρύος ἠὲ μετώπου,

### book 37.510.4

† ἠέ μιν αἱμάξειε τετυμμένον ἄκρον ἀράξας †

### book 37.510.5

† ἄκρα διατμήξειε κατὰ κροτάφοιο κιχήσας †

### book 37.515.1

† εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας †

### book 37.515.2

ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων

### book 37.515.3

ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,

### book 37.515.4

ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου

### book 37

ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.

### book 37.520.1

ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο Μελισσεὺς

### book 37.520.2

στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου

### book 37.520.3

χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων·

### book 37.520.4

καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,

### book 37.520.5

δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.

### book 37.525.1

ἄμφω δ’ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπ’ ἄλλῳ

### book 37.525.2

ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων·

### book 37.525.3

χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

### book 37.525.4

φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων

### book 37.525.5

ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς

### book 37.530.1

αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες·

### book 37.530.2

καὶ γενύων πέλε δοῦπος· ἐπιθρωσμῷ δὲ προσώπου

### book 37.530.3

εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,

### book 37.530.4

ὀφθαλμοὶ δ’ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.

### book 37.530.5

Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,

### book 37.535.1

ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,

### book 37.535.2

ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς

### book 37.535.3

ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων

### book 37.535.4

ἄφνω γναθμὸν ἔτυψεν ὑπ’ οὔατος· αὐτὰρ ὁ κάμνων

### book 37.535.5

ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,

### book 37.540.1

θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην

### book 37.540.2

κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην

### book 37.540.3

λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος

### book 37.540.4

στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων

### book 37.540.5

πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ

### book 37.545.1

Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.

### book 37.545.2

καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων

### book 37.545.3

ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα·

### book 37.545.4

καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης

### book 37.545.5

πρώτῳ ἀεθλητῆρι· τίθει δ’ εἰς μέσσον ἀείρας

### book 37.1

ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.

### book 37.2

ὀρθωθεὶς δ’ ἰάχησε πάλιν σημάντορι φωνῇ·

### book 37.3

„δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.“

### book 37.4

ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου

### book 37.5

πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη

### book 37.555.1

Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.

### book 37.555.2

ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς

### book 37.555.3

γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ

### book 37.555.4

πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ

### book 37.555.5

σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης

### book 37.560.1

ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν

### book 37.560.2

ἀκροτάτῳ σφίγξαντες· ἔην δ’ ἀμφίδρομος ἀνήρ,

### book 37.560.3

ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ,

### book 37.560.4

ἕλκων ἑλκόμενός τε· συνωχμάζοντο γὰρ ἄμφω

### book 37

χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,

### book 37.565.1

μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ

### book 37.565.2

ἀκλινέες, νεύοντες ἐπὶ χθονός· ἐκ δὲ μετώπων

### book 37.565.3

θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς· ...

### book 37.565.4

μυδαλέῳ δ’ ἱδρῶτι χυτὴν ἔρραινε κονίην,

### book 37.565.5

αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,

### book 37.570.1

μή μιν ὀλισθήσειε περίπλοκος ἅμματι χειρῶν

### book 37.570.2

θερμὴν τριβομένοιο κατ’ αὐχένος ἰκμάδα πέμπων.

### book 37.570.3

ἀμφοτέρων δ’ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ

### book 37.570.4

δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ·

### book 37.570.5

σμῶδιξ δ’ αὐτοτέλεστος ἀνέδραμεν, αἵματι θερμῷ

### book 37.575.1

αἰόλα πορφύρουσα· δέμας δ’ ἐστίζετο φωτῶν.

### book 37.575.2

οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης

### book 37.575.3

ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς· ἀντίβιον δὲ

### book 37.575.4

πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ,

### book 37.575.5

ἐκ χθονὸς ὀχλίζων· δολίης δ’ οὐ λήθετο τέχνης

### book 37.580.1

Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ

### book 37.580.2

λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας

### book 37.580.3

ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ,

### book 37.580.4

ἠλιβάτῳ πρηῶνι πανείκελον· ἀμφὶ δὲ λαοὶ

### book 37.580.5

τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου

### book 37.585.1

ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα.

### book 37.585.2

δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης

### book 37.585.3

κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης

### book 37.1

Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων,

### book 37.2

ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,

### book 37.590.1

ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων,

### book 37.590.2

πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων,

### book 37.590.3

ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὓς κάμε τέκτων

### book 37.590.4

πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην.

### book 37.590.5

καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ

### book 37.595.1

Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων·

### book 37.595.2

καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων

### book 37.595.3

καμπύλον, ἀκροτάτῳ περὶ γούνατι δεσμὰ συνάπτων,

### book 37.595.4

ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας·

### book 37.595.5

καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων,

### book 37.1

χεῖρας ἑὰς στεφανηδὸν ἐπ’ ἀλλήλῃσιν ἑλίξας,

### book 37.2

αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας.

### book 37.3

τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ

### book 37.4

κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,

### book 37.5

μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.

### book 37.605.1

οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ

### book 37.605.2

ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν

### book 37.605.3

αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ

### book 37.605.4

νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,

### book 37.605.5

ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας.

### book 37.610.1

καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες

### book 37.610.2

Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος·

### book 37.610.3

Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,

### book 37.610.4

δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.

### book 37.610.5

καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα·

### book 37.615.1

πρώτῳ ἀεθλητῆρι τίθει κειμήλια νίκης

### book 37.615.2

ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,

### book 37.615.3

δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,

### book 37.615.4

καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.

### book 37.615.5

ὀρθωθεὶς δ’ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων·

### book 37.620

„ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.“

### book 37.1

ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων ...

### book 37.2

τῷ δ’ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,

### book 37.3

Παλλάδι νικαίῃ μεμελημένος, αὐτὰρ ἐπ’ αὐτῷ

### book 37.4

Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.

### book 37.625.1

τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ

### book 37.625.2

πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,

### book 37.625.3

ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ

### book 37.625.4

δεύτερος ἀγχικέλευθος ὀπίστερος ἦεν Ἐρεχθεύς,

### book 37.625.5

γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,

### book 37.630.1

καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης

### book 37.630.2

οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ

### book 37.630.3

παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,

### book 37.630.4

Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ

### book 37.630.5

ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.

### book 37.635.1

καί νύ κεν ἀμφήριστος ἔην δρόμος· ἀλλὰ πορείην

### book 37.635.2

μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ

### book 37.635.3

κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ,

### book 37.635.4

ὁππόσον ἀνέρος ἴχνος· ὅθεν τρομέων περὶ νίκης

### book 37.635.5

τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς·

### book 37.640.1

„γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ,

### book 37.640.2

εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς ἐρώτων·

### book 37.640.3

δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὥρην,

### book 37.1

Ὠκύθοον ταχύγουνον ἵνα προθέοντα παρέλθω.“

### book 37.2

ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,

### book 37.645.1

καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης.

### book 37.645.2

τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ,

### book 37.645.3

ἀλλ’ οὐκ ἶσα τάλαντα· καὶ ὁππόσον ὠκέι ταρσῷ

### book 37.645.4

Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς,

### book 37.645.5

τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων

### book 37.1

Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ

### book 37.2

ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν,

### book 37.3

Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ,

### book 37.4

ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παρὰ τύμβῳ

### book 37.5

Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ·

### book 37.655

ἀλλὰ παλιννόστοιο ποδὸς ταχυδινέι παλμῷ

### book 37.658.1

Ὠκύθοος πεφόρητο μετάλμενος· ἐσσύμενος δὲ

### book 37.658.2

ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,

### book 37.656.1

εἰ τότε βαιὸς ἔην ἔτι που δρόμος, ἦ τάχα † βαίνων

### book 37.656.2

ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθήνης.

### book 37.660.1

καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐρεχθεύς,

### book 37.660.2

Σιδόνιον κρητῆρα τετυγμένον· Ὠκύθοος δὲ

### book 37.660.3

εἴρυσε Θεσσαλὸν ἵππον· ὁ δὲ τρίτος ἠρέμα βαίνων

### book 37.660.4

Πρίασος ἆορ ἔδεκτο σὺν ἀργυρέῳ τελαμῶνι.

### book 37

καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,

### book 37.665.1

παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ,

### book 37.665.2

ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος.

### book 37.665.3

καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι

### book 37.665.4

δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων·

### book 37.665.5

πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ

### book 37.670.1

θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην,

### book 37.670.2

καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ,

### book 37.670.3

ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατο χαλκεύς.

### book 37.670.4

ὀρθωθεὶς δ’ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωνῇ·

### book 37.670.5

„οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.“

### book 37.675.1

ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς,

### book 37.675.2

τῷ δ’ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης,

### book 37.675.3

καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθεν Ἄκμων·

### book 37.675.4

καὶ πίσυρες στοιχηδὸν ἐφέστασαν ἄλλος ἐπ’ ἄλλῳ.

### book 37.675.5

καὶ σόλον εὐδίνητον ἑλὼν ἔρριψε Μελισσεύς·

### book 37.680.1

Σιληνοὶ δ’ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν.

### book 37.680.2

δεύτερος Εὐρυμέδων παλάμην ἐπερείσατο δίσκῳ·

### book 37.680.3

καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ

### book 37.680.4

βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων·

### book 37.680.5

καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνδρομον αὔραις,

### book 37.685.1

καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ

### book 37.685.2

ὀξείῃ στροφάλιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης

### book 37.685.3

εἰς σκοπὸν ἠκόντιζεν ἐν ἠέρι δίσκον ἀλήτην·

### book 37.685.4

καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις

### book 37.685.5

ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου

### book 37.690.1

ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις

### book 37.690.2

ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυλίνδετο γαίῃ

### book 37.690.3

ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ

### book 37.690.4

χειρὸς ἐυστρέπτοιο, φέρων αὐτόσσυτον ὁρμήν,

### book 37.690.5

εἰσόκε σήματα πάντα παρέδραμεν· ἀγρόμενοι δὲ

### book 37.695.1

πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,

### book 37.695.2

ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.

### book 37.695.3

καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυφαλείῃ

### book 37.695.4

διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἁλιμήδης·

### book 37.695.5

Ἄκμων δ’ εἱλιπόδης χρυσαυγέα κούφισε μίτρην·

### book 37.1

καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας

### book 37.2

ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώπῳ

### book 37.3

νεβρίδα ποικιλόνωτον ἀνηέρταζε Μελισσεύς.

### book 37.4

καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,

### book 37.5

εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας

### book 37.705.1

ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι,

### book 37.705.2

καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης

### book 37.705.3

ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ

### book 37.1

νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ

### book 37.2

στῆσεν ὑπὲρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ

### book 37.710.1

δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ,

### book 37.710.2

λεπταλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.

### book 37.710.3

καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,

### book 37.710.4

εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων·

### book 37.710.5

„ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,

### book 37.715.1

ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης·

### book 37.715.2

ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,

### book 37.715.3

ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,

### book 37.715.4

ἄκρα δὲ μηρίνθοιο βαλὼν πτερόεντι βελέμνῳ

### book 37.715.5

ἥσσονα τοξεύσειε, καὶ ἥσσονα δῶρα δεχέσθω·

### book 37.720.1

ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσεται, ὄφρα κε Φοίβῳ

### book 37.720.2

τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.“

### book 37.720.3

τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου

### book 37.720.4

εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη ...

### book 37.720.5

εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,

### book 37.725.1

Κνώσσια τόξα φέρων τετανυσμένα κυκλάδι νευρῇ,

### book 37.725.2

Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,

### book 37.725.3

καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ

### book 37.725.4

ἠερίη πεφόρητο μετάρσιος ὄρνις ἀλήμων·

### book 37

καὶ μίτος εἰς χθόνα πῖπτε. δι’ ὑψιπόρου δὲ κελεύθου

### book 37.730.1

ὄμμα φέρων ἑλικηδόν, ὑπὲρ νεφέων δὲ δοκεύων ...

### book 37.730.2

τοξευτὴρ Ὑμέναιος ἑτοιμοτάτης ἀπὸ νευρῆς

### book 37.730.3

εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων

### book 37.730.4

ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων·

### book 37.730.5

καὶ πτερόεις πεπότητο δι’ ἠέρος ἰὸς ἀλήτης

### book 37.735.1

ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,

### book 37.735.2

συρίζων ἀνέμοισι· βέλος δ’ ἴθυνεν Ἀπόλλων

### book 37.735.3

πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ·

### book 37.735.4

ἱπταμένης δ’ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ

### book 37.735.5

στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου

### book 37.740.1

ὄρνις ἀελλήεσσα δι’ ἠέρος ἔμπεσε γαίῃ·

### book 37.740.2

ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονίῃ,

### book 37.740.3

ποσσὶ περισκαίρουσα χοροπλεκέος Διονύσου.

### book 37.740.4

καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ

### book 37.740.5

χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·

### book 37.745.1

ξυνοὶ δ’ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι,

### book 37.745.2

ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.

### book 37.745.3

καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας

### book 37.745.4

ἡμίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ·

### book 37.745.5

καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.

### book 37.1

καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιστῆρας ἐπείγων

### book 37.2

Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,

### book 37.3

διχθαδίην κνημῖδα καὶ Ἰνδῴης λίθον ἅλμης.

### book 37.1

ὀρθωθεὶς δ’ ἀγόρευε, δύω δ’ ἐκέλευσε μαχηταῖς,

### book 37.2

ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ

### book 37.755.1

μιμηλὴν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης·

### book 37.755.2

„οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων

### book 37.755.3

μείλιχον οἶδεν ἄρηα καὶ εὐδιόωσαν ἐνυώ.“

### book 37.755.4

ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων

### book 37.755.5

Ἀστέριος κεκόρυστο, καὶ Αἰακὸς εἰς μέσον ἔστη

### book 37.760.1

χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,

### book 37.760.2

οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ

### book 37.760.3

ἢ συῒ λαχνήεντι· σιδηρείῳ δὲ χιτῶνι

### book 37.760.4

εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω

### book 37.760.5

Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρυ θοῦρον ἰάλλων

### book 37.765.1

Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,

### book 37.765.2

οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·

### book 37.765.3

ὃς δὲ κατ’ ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων

### book 37.765.4

Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέζων,

### book 37.765.5

νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·

### book 37.770.1

ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,

### book 37.770.2

αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ·

### book 37.770.3

ἀμφοτέρους δ’ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·

### book 37.770.4

„ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες ἐνυώ.

### book 37.770.5

ἄρθμιος οὗτος ἄρης καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.“

### book 37.775.1

ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης

### book 37.775.2

Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων

### book 37.775.3

δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων

### book 37

Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.

### book 38.1.1

Λῦτο δ’ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης,

### book 38.1.2

καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ

### book 38.1.3

Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις,

### book 38.1.4

αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης

### book 38.5.1

ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου

### book 38.5.2

θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ

### book 38.5.3

πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην,

### book 38.5.4

εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ

### book 38.5.5

ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,

### book 38.10.1

Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ

### book 38.10.2

Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ

### book 38.10.3

ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς

### book 38.10.4

οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης

### book 38.10.5

Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.

### book 38.15

ἀλλ’ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,

### book 38.1

οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ

### book 38.2

φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ

### book 38.3

ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ

### book 38.4

κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη,

### book 38.20.1

κλεπτομένης δ’ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι·

### book 38.20.2

καὶ πολὺς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης,

### book 38.20.3

ἅρματος οὐρανίοιο κατάσσυτος· ἄκρα δὲ γαίης

### book 38.20.4

μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι

### book 38.20.5

ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου

### book 38.25.1

ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων.

### book 38.25.2

Βάκχῳ δ’ ἀσχαλόωντι δι’ ἠέρος αἴσιος ἔπτη

### book 38.25.3

αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων

### book 38.25.4

θηγαλέοις ὀνύχεσσιν· ὁ δὲ θρασὺν αὐχένα κάμπτων ...

### book 38.25.5

κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ.

### book 38.30.1

καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή·

### book 38.30.2

Ἴδμων δ’ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης

### book 38.30.3

Οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων,

### book 38.30.4

ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ

### book 38.30.5

συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης,

### book 38.35.1

καὶ φλόγα πορφύρουσαν, ὑπὸ ζοφοειδέι κώνῳ

### book 38.35.2

κλεπτομένης Φαέθοντος ἀθηήτοιο πορείης,

### book 38.35.3

καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων,

### book 38.35.4

αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην,

### book 38.35.5

καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ.

### book 38.40

τοῖα παρ’ Οὐρανίης δεδαημένος ἔργα θεαίνης

### book 38.1

ἵστατο θαρσήεσσαν ἔχων φρένα· γυῖα δ’ ἑκάστου

### book 38.2

λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ

### book 38.3

Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ

### book 38.4

λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ

### book 38.45.1

ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην.

### book 38.45.2

καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς,

### book 38.45.3

σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης

### book 38.45.4

αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,

### book 38.45.5

οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι

### book 38.1

μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,

### book 38.2

καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,

### book 38.3

καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης

### book 38.4

κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων

### book 38.5

Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.

### book 38.55.1

οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου

### book 38.55.2

σείων εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην

### book 38.55.3

τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος·

### book 38.55.4

„εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ,

### book 38.55.5

ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;

### book 38.60.1

λέξω δ’, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.

### book 38.60.2

μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,

### book 38.60.3

μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου

### book 38.60.4

νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου·

### book 38.60.5

ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,

### book 38.65.1

ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,

### book 38.65.2

εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,

### book 38.65.3

καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,

### book 38.65.4

οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει

### book 38.65.5

εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.“

### book 38.70.1

τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ

### book 38.70.2

μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δ’ ἄλλων

### book 38.70.3

θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,

### book 38.70.4

τοῖος ἐὼν γλυκερῇσιν ἐπ’ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ

### book 38.70.5

κωμάζων Μαραθῶνι μετ’ ἄρεα Δηριαδῆος.

### book 38.75.1

καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ

### book 38.75.2

σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,

### book 38.75.3

καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ·

### book 38.75.4

„μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ·

### book 38.75.5

τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων

### book 38.80.1

νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ

### book 38.80.2

δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω,

### book 38.80.3

καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ·

### book 38.80.4

αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ

### book 38.80.5

ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,

### book 38.85.1

καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου

### book 38.85.2

Ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην,

### book 38.85.3

οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας

### book 38.85.4

Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν

### book 38

ἀστράψεις κατ’ ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.

### book 38.90.1

τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς ἤγαγεν Αἰών,

### book 38.90.2

ἐξότε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ

### book 38.90.3

κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου

### book 38.90.4

ἡμιδαὴς Φαέθων, ποταμῷ δ’ ἐκρύπτετο Κελτῷ·

### book 38.90.5

καὶ θρασὺν ἡβητῆρα παρ’ ὀφρύσιν Ἠριδανοῖο

### book 38.95.1

Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.“

### book 38.95.2

ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης·

### book 38.95.3

Ἑρμείαν δ’ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι

### book 38.95.4

Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου,

### book 38.95.5

πῶς Φαέθων κεκύλιστο δι’ αἰθέρος, ἢ πόθεν αὐταὶ

### book 38.1

Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο

### book 38.2

εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων

### book 38.3

δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις.

### book 38.4

καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς

### book 38.5

θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ·

### book 38.105.1

„ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν,

### book 38.105.2

εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει,

### book 38.105.3

μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω.

### book 38.105.4

Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου,

### book 38.105.5

ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ,

### book 38.110.1

Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις

### book 38.110.2

νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς

### book 38.110.3

κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ,

### book 38.110.4

παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ

### book 38.110.5

Ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,

### book 38.115.1

αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων,

### book 38.115.2

κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί· καὶ φλόγα δίφρων

### book 38.115.3

καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων,

### book 38.115.4

ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο,

### book 38.115.5

ἔμπυρον ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων,

### book 38.120.1

παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ

### book 38.120.2

νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις,

### book 38.120.3

λουομένη δ’ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς

### book 38.120.4

μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης

### book 38.120.5

ἑσπερίη σελάγιζε δι’ ὕδατος ὄμπνια Μήνη.

### book 38.125.1

ἡμιφανὴς δ’ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη,

### book 38.125.2

Ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς·

### book 38.125.3

καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη

### book 38.125.4

κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην

### book 38.125.5

ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.

### book 38.130.1

αἰθερίῳ δ’ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην·

### book 38.130.2

καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι

### book 38.130.3

καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι

### book 38.1

Νηίδες ὠρχήσαντο· παρ’ ὑδατόεντι δὲ παστῷ

### book 38.2

εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,

### book 38.135.1

καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην.

### book 38.135.2

ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη,

### book 38.135.3

καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ,

### book 38.135.4

συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης

### book 38.135.5

νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη·

### book 38.140.1

Ἑσπερίδες δ’ ἀλάλαζον· ἑῇ δ’ ἅμα Τηθύι νύμφῃ

### book 38.140.2

Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ.

### book 38.140.3

καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ·

### book 38.140.4

καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο

### book 38.140.5

γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ

### book 38.145.1

τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ·

### book 38.145.2

Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης

### book 38.145.3

υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς·

### book 38.145.4

σπάργανα δ’ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ

### book 38.145.5

εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο

### book 38.1

κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη ...

### book 38.2

μαρμαρυγὴν πέμπουσα σελασφόρον· Ἠέλιος δὲ

### book 38.3

υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ

### book 38.4

ἅρμενον· ἠιθέου γὰρ ἐπ’ ἀστράπτοντι προσώπῳ

### book 38.5

Ἠελίου γενετῆρος ἐπέτρεχε σύγγονος αἴγλη.

### book 38.155.1

πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων

### book 38.155.2

Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων

### book 38.155.3

γαστρὶ μέσῃ κούφιζε, δι’ ὑψιπόρου δὲ κελεύθου

### book 38.155.4

ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ

### book 38.155.5

ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,

### book 38.160.1

καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ

### book 38.160.2

χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο

### book 38.160.3

δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ,

### book 38.160.4

μάντις ἑοῦ θανάτοιο· γέρων δ’ ᾤμωξε νοήσας,

### book 38.160.5

θέσφατα γινώσκων, πινυτῇ δ’ ἔκρυψε σιωπῇ,

### book 38.165.1

μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ

### book 38.165.2

πικρὰ προθεσπίζων Φαεθοντίδος αἴλινα Μοίρης.

### book 38.165.3

καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην

### book 38.165.4

πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς

### book 38.165.5

Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων

### book 38.170.1

Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ...

### book 38.170.2

πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχείης,

### book 38.170.3

ἄξοα τεχνήεντι συνήρμοσε δούρατα δεσμῷ,

### book 38.170.4

κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ·

### book 38.170.5

ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων

### book 38.175.1

πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην

### book 38.175.2

ἀρνειοῖς πισύροισι νόθους ἐπέθηκε χαλινούς·

### book 38.175.3

καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων

### book 38.175.4

ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ,

### book 38.175.5

θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,

### book 38.180.1

ἀστέρος ἠῴοιο φέρων τύπον· ἀμφὶ δὲ χαίταις

### book 38.180.2

ὄρθιον ἔνθα καὶ ἔνθα φεραυγέα δαλὸν ἐρείσας

### book 38.180.3

ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα,

### book 38.180.4

ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου.

### book 38.180.5

ἀλλ’ ὅτ’ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην,

### book 38.185.1

πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ

### book 38.185.2

κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,

### book 38.185.3

καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων

### book 38.185.4

χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων·

### book 38.185.5

δεξιτερῇ δ’ ἔψαυε πυριβλήτοιο χαλινοῦ.

### book 38.190.1

μαίνετο δ’ ἱπποσύνης μεθέπων πόθον· ἑζόμενος δὲ

### book 38.190.2

γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων

### book 38.190.3

ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων.

### book 38.190.4

καὶ γενέτης ἀνένευεν· ὁ δὲ πλέον ἡδέι μύθῳ

### book 38.190.5

αἰτίζων λιτάνευε· παρηγορέων δ’ ἐπὶ δίφρῳ

### book 38.195.1

ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ·

### book 38.195.2

‘ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο,

### book 38.195.3

ἄλλο γέρας μάστευε· τί σοί ποτε δίφρος Ὀλύμπου;

### book 38.1

ἱπποσύνης ἀκίχητον ἔα δρόμον· οὐ δύνασαι γὰρ

### book 38.2

ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω.

### book 38.1

οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ,

### book 38.2

ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει·

### book 38.3

οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀείρει,

### book 38.4

οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων,

### book 38.5

ἀλλὰ παρ’ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει,

### book 38.205.1

ἄσθμασι μιμηλοῖσι χέων ποιητὸν ἀήτην·

### book 38.205.2

κύκνον ἔχει πτερόεντα καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων,

### book 38.205.3

οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος·

### book 38.205.4

Ἑρμῆς ῥάβδον ἔχων οὐκ αἰγίδα πατρὸς ἀείρει.

### book 38.205.5

ἀλλ’ ἐρέεις· ‘Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ‘.

### book 38.210.1

Ζαγρεὺς σκηπτὸν ἄειρε καὶ ὡμίλησεν ὀλέθρῳ·

### book 38.210.2

ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.‘

### book 38.210.3

εἶπε, καὶ οὐ παρέπεισε· πάις δ’ ἑὸν ἦτορ ἀμύσσων

### book 38.210.4

δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας·

### book 38.210.5

χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης,

### book 38.215.1

ὀκλαδὸν ἐν δαπέδῳ κυρτούμενον αὐχένα κάμπτων,

### book 38.215.2

λισσόμενος· καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων.

### book 38.215.3

καὶ κινυρὴ Κλυμένη πλέον ᾔτεεν· αὐτὰρ ὁ θυμῷ

### book 38.215.4

ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης

### book 38.215.5

ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι

### book 38.220.1

μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς

### book 38.220.2

χείλεα παιδὸς ἔκυσσε, τόσην δ’ ἐφθέγξατο φωνήν·

### book 38.220.3

‘δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι,

### book 38.220.4

Ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου,

### book 38.220.5

κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις

### book 38.225.1

λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων

### book 38.225.2

ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει

### book 38.225.3

ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ

### book 38.225.4

εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης,

### book 38.225.5

ζώνης ἑβδομάτης ὑπὲρ ἄντυγος· ὑψόθι δ’ ἕκτης

### book 38.230.1

ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς,

### book 38.230.2

καὶ δρόμον εἰς λυκάβαντα διέρχεται· ἐν τριτάτῃ δὲ ...

### book 38.230.3

ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἄρης,

### book 38.230.4

γείτων σεῖο τοκῆος· ἐπαντέλλων δὲ τετάρτῃ

### book 38.230.5

αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω

### book 38.235.1

οὐρανίων ἑλίκων πολυκαμπέα κύκλα διώκων,

### book 38.235.2

μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις,

### book 38.235.3

τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω,

### book 38.235.4

πλήσας ἠθάδα μῆνα τελεσφόρον· οὐδὲ πορείην

### book 38.235.5

καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω,

### book 38.240.1

οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι

### book 38.240.2

ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται ...

### book 38.1

ἂψ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω

### book 38.2

ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου,

### book 38.3

δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην·

### book 38.245.1

οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη

### book 38.245.2

κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει,

### book 38.245.3

μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ·

### book 38.245.4

Μήνῃ δ’ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων

### book 38.245.5

μαρμαρυγὴν θρέπτειραν ἀμαλλοφόρου τοκετοῖο

### book 38.1

Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω,

### book 38.2

τίκτων μέτρα χρόνοιο καὶ οἴκοθεν οἶκον ἀμείβων·

### book 38.3

καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω.

### book 38.4

ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων,

### book 38.5

ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας,

### book 38.255.1

φέγγος ὅλον κλέψειεν ἐπισκιόων σέο δίφρῳ·

### book 38.255.2

μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου·

### book 38.255.3

μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ,

### book 38.255.4

πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων,

### book 38.255.5

οἶστρον ἔχοις καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσσῃς.

### book 38.260.1

μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι·

### book 38.260.2

μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης

### book 38.260.3

ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο· καὶ σέο δίφρῳ

### book 38.260.4

Κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν·

### book 38.260.5

γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος

### book 38.265.1

Σκορπίον ἀστερόφοιτον ἔτι Ζυγὸν ἡνιοχεύων,

### book 38.265.2

εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας.

### book 38.265.3

ἀλλὰ σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.

### book 38.265.4

κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου,

### book 38.265.5

Κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω,

### book 38.270.1

καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων,

### book 38.270.2

νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ,

### book 38.270.3

ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης·

### book 38.270.4

Κριοῦ δ’ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων,

### book 38.270.5

Χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων,

### book 38.275.1

ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ,

### book 38.275.2

καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης,

### book 38.275.3

φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων

### book 38.275.4

φυλλοχόῳ ἐνὶ μηνί· καὶ ἀνδράσι χεῖμα κομίζω

### book 38.275.5

ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος,

### book 38.280.1

ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ,

### book 38.280.2

νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην·

### book 38.280.3

καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης,

### book 38.280.4

θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων,

### book 38.280.5

ὑψιτενῆ παρὰ νύσσαν ὅτ’ εἰς δρόμον ἡνιοχεύω

### book 38.285.1

Καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος,

### book 38.285.2

ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων.

### book 38.1

ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην,

### book 38.2

Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου,

### book 38.3

ἱπποσύνης προκέλευθον· ἀμοιβαίῃ δὲ πορείῃ

### book 38.290.1

σὸν δρόμον ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.‘

### book 38.290.2

ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ

### book 38.290.3

χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ,

### book 38.290.4

ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας,

### book 38.290.5

κυκλώσας στεφανηδὸν ἐπ’ ἰξύι λευκάδα μίτρην·

### book 38.295.1

καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι,

### book 38.295.2

καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ.

### book 38.295.3

παιδὶ δὲ δίφρον ἔδωκε· καὶ ἠῴης ἀπὸ φάτνης

### book 38.295.4

ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι·

### book 38.295.5

καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ

### book 38.1

ἵππιον αὐχένα δοῦλον ἐπεκλήισε λεπάδνῳ.

### book 38.2

καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν,

### book 38.3

ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην

### book 38.4

Ἠέλιος γενέτης· τρομερῇ δ’ ἐλελίζετο σιγῇ,

### book 38.5

υἱέα γινώσκων μινυώριον· ἐγγύθι δ’ ὄχθης

### book 38.305.1

ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων

### book 38.305.2

δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ.

### book 38.305.3

ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ,

### book 38.305.4

καὶ Φαέθων ἀνέτελλεν ἑώιον ἄντυγα βαίνων,

### book 38.305.5

ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.

### book 38.310

καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων

### book 38.1

οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων,

### book 38.2

ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας

### book 38.3

ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ

### book 38.4

μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,

### book 38.315.1

πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις·

### book 38.315.2

καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο

### book 38.315.3

ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ.

### book 38.315.4

ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων

### book 38.315.5

καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,

### book 38.320.1

παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου,

### book 38.320.2

τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι

### book 38.320.3

Ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου.

### book 38.320.4

καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην,

### book 38.320.5

† φαίνετο μαστίζων λόφον ἵππιον· οἱ δὲ μανέντες,

### book 38.325.1

κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος,

### book 38.325.2

ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου

### book 38.325.3

ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι,

### book 38.325.4

δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος.

### book 38.325.5

καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος

### book 38.330.1

ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι

### book 38.330.2

ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι·

### book 38.330.3

ἔτρεμε δ’ Ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ·

### book 38.1

‘πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων;

### book 38.2

φείδεο σῆς μάστιγος ἀγήνορος· ἀμφοτέρων δὲ

### book 38.335.1

πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων,

### book 38.335.2

μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ,

### book 38.335.3

μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης,

### book 38.335.4

πλαγκτῆς δ’ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῇ

### book 38.335.5

γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου·

### book 38.340.1

μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου

### book 38.340.2

αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ·

### book 38.340.3

ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς

### book 38.340.4

μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ.

### book 38.340.5

μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη

### book 38.345.1

ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ

### book 38.345.2

ἄστατος Ἠριγένεια συναντήσειε Σελήνῃ.‘

### book 38.345.3

ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων

### book 38.345.4

εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.

### book 38.345.5

καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου

### book 38.1

ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς

### book 38.2

αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.

### book 38.3

καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων

### book 38.4

ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,

### book 38.5

μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου

### book 38.355.1

κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ

### book 38.355.2

σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,

### book 38.355.3

καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,

### book 38.355.4

αἰθέρα θερμαίνων λασίῳ πυρί, καὶ θρασὺς ἔστη

### book 38

Καρκίνον ὀκταπόδην κλονέων πυκινότριχι παλμῷ·

### book 38.360.1

οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ

### book 38.360.2

Παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή·

### book 38.360.3

Κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην

### book 38.360.4

ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ·

### book 38.360.5

καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων

### book 38.365.1

Ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ·

### book 38.365.2

πλάζετο δ’ Ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ

### book 38.365.3

Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου·

### book 38.365.4

διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,

### book 38.365.5

Ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,

### book 38.370.1

γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ

### book 38.370.2

σύνδρομος Αἰγοκερῆος ἕλιξ ὠρχήσατο Δελφίς·

### book 38.370.3

καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου

### book 38.370.4

Σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,

### book 38.370.5

ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων

### book 38.375.1

ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ·

### book 38.375.2

καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου

### book 38.375.3

ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·

### book 38.375.4

οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ

### book 38.375.5

ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·

### book 38.380

Πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ

### book 38.1

οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·

### book 38.2

καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν

### book 38.3

ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·

### book 38.4

Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ

### book 38.385.1

Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,

### book 38.385.2

ἄστρασι δ’ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην

### book 38.385.3

ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,

### book 38.385.4

ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ

### book 38.385.5

σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ

### book 38.390.1

Ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει·

### book 38.390.2

καί μιν, ὅτε δρόμον ἶσον ἔχων ἰσόμοιρος ὁδεύει,

### book 38.390.3

Ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·

### book 38.390.4

καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων

### book 38.390.5

νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,

### book 38.395.1

εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ

### book 38.395.2

δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου

### book 38.395.3

οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·

### book 38.395.4

καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ

### book 38.395.5

Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·

### book 38.1

καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων

### book 38.2

Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ

### book 38.3

ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,

### book 38.4

καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα

### book 38.5

ἄλλον ἀκοντίσσειεν ἀπ’ αἰθέρος, οἷα καὶ αὐτὸν

### book 38.405.1

ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην.

### book 38.405.2

οὐκέτι δ’ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης

### book 38.405.3

ἀλλήλων ἐχόρευον ἐπ’ ἰξύι κυκλάδες Ἄρκτοι,

### book 38.405.4

ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ

### book 38.405.5

ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.

### book 38.410.1

Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ

### book 38.410.2

ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο·

### book 38.410.3

δήσας δ’ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ

### book 38.410.4

ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ

### book 38.410.5

Ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ

### book 38.415.1

ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.

### book 38.415.2

γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ

### book 38.415.3

ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,

### book 38.415.4

καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσὸν ἀλήτην,

### book 38.415.5

ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν

### book 38.420.1

οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.

### book 38.420.2

Ἠέλιος δ’ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων·

### book 38.420.3

καὶ σπόρος ἠέξητο, πάλιν δ’ ἐγέλασσαν ἀλωαί,

### book 38.420.4

δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.

### book 38.420.5

Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ

### book 38.425.1

εἴκελον ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ

### book 38.425.2

πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων

### book 38.425.3

εἰς δρόμον ἀίσσοντος ἔχει τύπον ἡνιοχῆος,

### book 38.1

οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.

### book 38.2

καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων

### book 38.430.1

Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ

### book 38.430.2

Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.

### book 38.430.3

γνωταὶ δ’ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος

### book 38.430.4

εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δ’ ἀπὸ δένδρων

### book 38

ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.“

### book 39.1.1

Ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς,

### book 39.1.2

χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ.

### book 39.1.3

ὄφρα μὲν εἰσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων

### book 39.1.4

θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοῖς

### book 39.5.1

Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,

### book 39.5.2

τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ

### book 39.5.3

στοιχάδας ἰθύνοντες ἐς ἄρεα ναύμαχον Ἰνδῶν

### book 39.5.4

ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,

### book 39.5.5

πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς

### book 39.10.1

ὑσμίνης ἐλατῆρες· ἐπειγομένῳ δὲ Λυαίῳ

### book 39.10.2

ὁλκάσιν ἀρτιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.

### book 39.10.3

καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,

### book 39.10.4

ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁπλαῖς.

### book 39.10.5

Δηριάδης δ’ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων

### book 39.15.1

ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν

### book 39.15.2

ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,

### book 39.1

ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων,

### book 39.2

ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν ἐνυὼ

### book 39.3

καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,

### book 39.20.1

ἀμήσας Ῥαδαμᾶνας ἀλοιητῆρι σιδήρῳ.

### book 39.20.2

καὶ στόλον ἀθρήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί,

### book 39.20.3

ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ

### book 39.20.4

γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος.

### book 39.20.5

ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου

### book 39.25.1

Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων

### book 39.25.2

τῆς ἐλεφαντοβότοιο παρὰ σφυρὰ δύσβατα γαίης

### book 39.25.3

λαὸν ἄγειν· καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ,

### book 39.25.4

ποσσὶ πολυγνάμπτοισιν ἀπὸ χθονὸς εἰς χθόνα βαίνων

### book 39.25.5

καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὸ νήσων

### book 39.30.1

κεκλομένου βασιλῆος· ὁ δὲ θρασὺς αὐχένα τείνων,

### book 39.30.2

ὁλκάδας εὐπήληκας ἐς ἄρεα πόντιον ἕλκων,

### book 39.30.3

λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ·

### book 39.30.4

„ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης,

### book 39.30.5

ἄρτι πάλιν μάρνασθε πεποιθότες· αἰθόμενον δὲ

### book 39.35.1

ἄξατε πῦρ ἐς ἄρηα καὶ ἄσπετον ἅψατε πεύκην,

### book 39.35.2

νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ,

### book 39.35.3

καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ

### book 39.35.4

σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ.

### book 39.35.5

εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω·

### book 39.40.1

οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα τεύχων

### book 39.40.2

ἄνθεσι Θεσσαλικοῖσιν ἐμὸν φοίνιξεν Ὑδάσπην,

### book 39.40.3

καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν

### book 39.40.4

ἔτλην ξανθὰ ῥέεθρα μιαινομένου ποταμοῖο;

### book 39.40.5

εἰ γὰρ ἔην ῥόος οὗτος ἀπ’ ἀλλοτρίου ποταμοῖο,

### book 39.45.1

μηδὲ πατὴρ ἐμὸς ἦεν ἀρήιος Ἰνδὸς Ὑδάσπης,

### book 39.45.2

καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης

### book 39.45.3

ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου,

### book 39.45.4

καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων

### book 39.45.5

ποσσὶ κονιομένοισι διέτρεχον ἄβροχον ὕδωρ,

### book 39.1

οἷα παρ’ Ἀργείοισι φατίζεται, ὡς Ἐνοσίχθων

### book 39.2

ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο

### book 39.3

Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην.

### book 39.4

οὐ θεός, οὐ θεὸς οὗτος· ἑὴν δ’ ἐψεύσατο φύτλην·

### book 39.5

ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;

### book 39.55.1

ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ;

### book 39.55.2

ποίην δ’ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει;

### book 39.55.3

οὐ Κρονίδης κατ’ ἄρηα κορύσσεται οἴνοπι κισσῷ·

### book 39.55.4

οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω,

### book 39.55.5

οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,

### book 39.60.1

οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω·

### book 39.60.2

νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω;

### book 39.60.3

ἀλλ’ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καὶ χύσιν οἴνου

### book 39.60.4

δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος·

### book 39.60.5

Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ

### book 39.65.1

Ζεὺς πόρεν οἰνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου,

### book 39.65.2

νέκταρι δ’ οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι·

### book 39.65.3

Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάζει·

### book 39.65.4

δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης.

### book 39.65.5

εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,

### book 39.70.1

σὺν Διὶ καὶ μακάρεσσιν ὁμῆς ἔψαυσε τραπέζης.

### book 39.70.2

ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου

### book 39.70.3

δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ,

### book 39.70.4

ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.“

### book 39.70.5

εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ

### book 39.75.1

σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης

### book 39.75.2

χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ.

### book 39.75.3

καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ·

### book 39.75.4

„Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης,

### book 39.75.5

οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,

### book 39.80.1

σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν,

### book 39.80.2

εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην.

### book 39.80.3

ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος

### book 39.80.4

ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγι δεσμῷ

### book 39.80.5

ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,

### book 39.85.1

μίξατε δυσμενέεσσιν ἁλιπτοίητον ἐνυώ,

### book 39.85.2

προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὸν ἀείρων

### book 39.85.3

Δηριάδης φλέξειεν ἀρήια δούρατα νηῶν.

### book 39.85.4

νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ

### book 39.85.5

ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δὲ μογήσας

### book 39.90.1

φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν,

### book 39.90.2

ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων,

### book 39.90.3

ἀγχινεφής, ἀκίχητος, ἀνούτατος, ἠέρι γείτων ...

### book 39.90.4

οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω

### book 39.90.5

ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,

### book 39.95.1

ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δ’ ἐθελήσω,

### book 39.95.2

γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω

### book 39.95.3

Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ·

### book 39.95.4

καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον Ἐννοσιγαίου,

### book 39.95.5

Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,

### book 39.1

πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης·

### book 39.2

Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ

### book 39.3

ὁλκάδα Δηριάδαο κατακρύψει Μελικέρτης,

### book 39.4

κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ

### book 39.5

νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ

### book 39.105.1

ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ·

### book 39.105.2

μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην

### book 39.105.3

ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ,

### book 39.105.4

εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει

### book 39.105.5

θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς

### book 39.110.1

Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ·

### book 39.110.2

θωρήξω δ’ ἐς ἄρηα καὶ Αἴολον, ὄφρα νοήσω

### book 39.1

Εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα,

### book 39.2

γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης,

### book 39.3

καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου·

### book 39.115.1

καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ

### book 39.115.2

ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ

### book 39.115.3

εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ

### book 39.115.4

ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ

### book 39.115.5

μιμνέτω ἠρεμέων θρασὺς Αἴολος, ἠθάδι δεσμῷ

### book 39.120.1

ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδ’ ἐνὶ πόντῳ

### book 39.120.2

ἄσθμασιν Ἰνδοφόνοισιν ἀριστεύσωσιν ἀῆται·

### book 39.120.3

ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.“

### book 39.120.4

ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας.

### book 39.120.5

ἤδη δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,

### book 39.125.1

καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ

### book 39.125.2

λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη

### book 39.125.3

εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ,

### book 39.125.4

καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ·

### book 39.125.5

ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς

### book 39.130.1

Πανιὰς ὑστερόφωνος ἀμείβετο ποντιὰς Ἠχώ.

### book 39.130.2

τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δ’ ἰωὴ

### book 39.130.3

κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ

### book 39.130.4

κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δ’ ἄρα μέσσῳ

### book 39.130.5

νηυσὶν ὁμοζυγέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν

### book 39.135.1

εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ

### book 39.135.2

Αἰακὸς ὑγρὸν ἄρηα προθεσπίζων Σαλαμῖνος

### book 39.135.3

ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν·

### book 39.135.4

„εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ

### book 39.135.5

ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,

### book 39.140.1

διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ,

### book 39.140.2

δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ,

### book 39.140.3

ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνίψῃ

### book 39.140.4

νίκην ἡμετέρην δεδοκημένος· ‘ὡς ἐνὶ γαίῃ

### book 39.140.5

Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ἐν πελάγεσσι γεραίρει.‘

### book 39.145.1

ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· ‘εἰν ἑνὶ θεσμῷ

### book 39.145.2

Αἰακὸς Ἰνδοφόνος φυσίζοος· ἀμφότερον γάρ,

### book 39.145.3

κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας

### book 39.145.4

χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.‘

### book 39.145.5

ῥύεο δ’ ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ

### book 39

ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ,

### book 39.1

καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα κορύσσω

### book 39.2

μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος.

### book 39.3

ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ,

### book 39.4

πέμπε μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης

### book 39.155.1

δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ·

### book 39.155.2

ἄλλος δ’ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω·

### book 39.155.3

σύμβολα δ’ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω·

### book 39.155.4

τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ

### book 39.155.5

θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ

### book 39.160.1

νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην,

### book 39.160.2

δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν·

### book 39.160.3

λαῷ δ’ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ

### book 39.160.4

κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν,

### book 39.160.5

αὐτόματον θανάτοιο φέρων τύπον· ἢν δ’ ἐθελήσῃς,

### book 39.165.1

βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην,

### book 39.165.2

καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων

### book 39.165.3

υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ

### book 39.165.4

ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί.

### book 39.165.5

ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης

### book 39.170.1

νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.“

### book 39.170.2

ὣς εἰπὼν πολέμιζεν. ἐς ἠερίας δὲ κελεύθους

### book 39.170.3

ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου

### book 39.170.4

γαμβρὸν ἑὸν λιτάνευε καὶ ἴαχε μῦθον Ἐρεχθεύς·

### book 39.170.5

„γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης

### book 39.175

μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων

### book 39.1

ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην·

### book 39.2

ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην

### book 39.3

δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ·

### book 39.4

νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων

### book 39.180.1

ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας—

### book 39.180.2

ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς

### book 39.180.3

Θρῄκην ναιετάεις, ἐγχεσπάλος οἷά περ Ἄρης—,

### book 39.180.4

ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων

### book 39.180.5

ἔγχεϊ παχνήεντι κορύσσεο Δηριαδῆι·

### book 39.185.1

στήσας δ’ ἀντιβίοισι θυελλήεσσαν ἐνυὼ

### book 39.185.2

δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ,

### book 39.185.3

καὶ Διὶ πιστὰ φέρων καὶ Παλλάδι καὶ Διονύσῳ.

### book 39.185.4

μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες

### book 39.185.5

κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον ἐρώτων·

### book 39.190.1

Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην

### book 39.190.2

Ἀτθίδα σὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι

### book 39.190.3

ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ.

### book 39.190.4

οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης

### book 39.190.5

γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλ’ ἐνὶ χάρμῃ

### book 39.195.1

οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται

### book 39.195.2

πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος·

### book 39.195.3

καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης

### book 39.195.4

μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη

### book 39.195.5

θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθιοπῆα,

### book 39

ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ·

### book 39.1

οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένοιο Βορῆος.

### book 39.2

δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ

### book 39.3

σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει

### book 39.4

μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,

### book 39.205.1

ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ·

### book 39.205.2

καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων

### book 39.205.3

ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν ἐνυώ,

### book 39.205.4

ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.

### book 39.205.5

δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην

### book 39.210.1

Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς,

### book 39.210.2

καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.“

### book 39.210.3

τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης

### book 39.210.4

ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος

### book 39.210.5

ναύμαχον εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ

### book 39.215.1

εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ

### book 39.215.2

πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ

### book 39.215.3

Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.

### book 39.217.1

— — —

### book 39.217.2

Κυκλώπων δὲ φάλαγγες ἐναυτίλλοντο θαλάσσῃ

### book 39.217.3

ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις·

### book 39.220.1

Εὐρύαλος δ’ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ

### book 39.220.2

ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης.

### book 39.221

— — —

### book 39.1

καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος ἄρης

### book 39.2

χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δ’ ἀλαλητῷ

### book 39.3

ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν·

### book 39.225.1

καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ,

### book 39.225.2

καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν· ἀρτιχύτῳ δὲ

### book 39.225.3

αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης.

### book 39.227.1

— — —

### book 39.227.2

πολλοὶ δ’ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ

### book 39.227.3

οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ·

### book 39.230.1

καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας

### book 39.230.2

σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ·

### book 39.230.3

πολλοὶ δ’ αὐτοκύλιστον ὑπὸ στροφάλιγγα κυδοιμοῦ

### book 39.230.4

εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες

### book 39.230.5

πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης,

### book 39.235.1

βριθόμενοι θώρηκι· καὶ οἰδαλέων μέλαν ὕδωρ

### book 39.235.2

κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν

### book 39.235.3

βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι

### book 39.235.4

χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ·

### book 39.235.5

καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ

### book 39.240.1

κητείοις γενύεσσιν, ἐν ἰχθυόεντι δὲ λαιμῷ

### book 39.240.2

ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη,

### book 39.240.3

ξανθὸν ἐρευγομένη κόρον αἵματος. ὀλλυμένων δὲ

### book 39.240.4

τεύχεα πόντος ἔδεκτο, νεοσφαγέος δὲ φορῆος

### book 39.240.5

αὐτομάτη λοφόεσσα δι’ ὕδατος ἔπλεε πήληξ

### book 39.245.1

δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς

### book 39.245.2

χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης

### book 39.1

σὺν διερῷ τελαμῶνι. πολὺς δ’ ὑπὸ κύμασιν ἄκροις

### book 39.2

ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης

### book 39.3

αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.

### book 39.249

— — —

### book 39.1

καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης·

### book 39.2

Λευκοθέη δ’ ὀλόλυξε, τιθηνήτειρα Λυαίου,

### book 39.3

αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης

### book 39.4

ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη·

### book 39.5

καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης

### book 39.255.1

χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ

### book 39.255.2

ἄσμενον ὄμμα τίταινεν ἐπ’ εὐθύρσῳ Διονύσῳ.

### book 39.255.3

καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου

### book 39.255.4

ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην,

### book 39.255.5

καὶ φονίου Κύκλωπος ἁλιπτοίητον ἐνυὼ

### book 39.260.1

δερκομένη δεδόνητο, φόβῳ δ’ ἤμειψε παρειάς·

### book 39.260.2

ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν

### book 39.260.3

ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ·

### book 39.260.4

ταρβαλέη δ’ ἱκέτευε θαλασσαίην Ἀφροδίτην

### book 39.260.5

υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι,

### book 39.265.1

καὶ γενέτην φιλότιμον ἐφ’ υἱέι Κυανοχαίτην

### book 39.265.2

μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου.

### book 39.265.3

καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα

### book 39.265.4

θυγατέρες Νηρῆος· ἐρειδόμενος δὲ τριαίνῃ

### book 39.265.5

πόντιος Ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην,

### book 39.270.1

καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου,

### book 39.270.2

ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος ἐνυώ,

### book 39.270.3

ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν·

### book 39.270.4

„εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων,

### book 39

καλλείψας δ’ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος

### book 39.275.1

εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα,

### book 39.275.2

βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης,

### book 39.275.3

ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος

### book 39.275.4

πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου·

### book 39.275.5

εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ,

### book 39.281

πατρῴην δ’ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης,

### book 39.280

καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ

### book 39.284

στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος,

### book 39.282.1

καὶ πολὺν ἄλλον ὅμιλον ἐμῷ τριόδοντι δαΐζων

### book 39.282.2

εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν.

### book 39.285.1

υἱὸς ἐμὸς πάλιν ἄλλος ἔχων ἑκατοντάδα χειρῶν

### book 39.285.2

Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι,

### book 39.285.3

Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων

### book 39.285.4

ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν,

### book 39.285.5

ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην,

### book 39.290.1

καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου

### book 39.290.2

εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες ἐνυώ.“

### book 39.290.3

τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ.

### book 39.290.4

αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς,

### book 39.290.5

ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου.

### book 39.294

— — —

### book 39.295.1

ὡς δὲ μόθου τέλος ἦεν, ἐριφλοίσβοιο κυδοιμοῦ ...

### book 39.295.2

ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς·

### book 39.295.3

ξανθῆς δ’ Ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης,

### book 39.295.4

ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν

### book 39.295.5

γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης.

### book 39.299

— — —

### book 39

Βακχιάδες τε φάλαγγες ἐπέχραον αἴθοπι λαῷ.

### book 39.1

— — —

### book 39.2

κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ

### book 39.3

βαλλομένων ξιφέεσσι καὶ ὀξυτέροισιν ὀιστοῖς

### book 39.4

τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος

### book 39.5

ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης

### book 39.305

ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου.

### book 39.305.1

— — —

### book 39.305.2

πολλοὶ δ’ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων

### book 39.305.3

πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς

### book 39.305.4

κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ·

### book 39.305.5

καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων,

### book 39.310.1

συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ

### book 39.310.2

ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν.

### book 39.311.1

— — —

### book 39.311.2

ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων

### book 39.311.3

ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν·

### book 39.311.4

ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας

### book 39.315

ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις,

### book 39.1

ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ

### book 39.2

κεῖτο πεσών, ἕτερος δὲ δι’ ἠέρος ἰὸς ἀλήτης

### book 39.3

ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης,

### book 39.4

σέλμασι δ’ ἄλλος ἔην τετανυσμένος· ἀγχιφανῆ δὲ

### book 39.320.1

ἄλλα κυβερνητῆρος ἀποπλαγχθέντα καρήνου

### book 39.320.2

ἄστατα πηδαλίοιο διέξυσεν ἄκρα κορύμβου.

### book 39.320.3

καὶ Φλογίος κλυτότοξος ὑπηνέμιον βέλος ἕλκων

### book 39.320.4

ἴκρια νηὸς ἔβαλλε καὶ οὐκ ἐτύχησε Λυαίου.

### book 39.320.5

ἦν δ’ ἐσιδεῖν κατὰ πόντον ἐύπτερον ἰὸν ἀλήτην

### book 39.325.1

πουλύποδος σκολιοῖσι περιπλεχθέντα κορύμβοις.

### book 39.325.2

ἄλλου δ’ ἤμβροτεν ἄλλος· Ἐρυθραίῳ δὲ σιδήρῳ

### book 39.325.3

πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου.

### book 39.325.4

ἔγχεϊ δ’ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ

### book 39.325.5

ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη

### book 39.330.1

ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν

### book 39.330.2

θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ

### book 39.330.3

εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου

### book 39.330.4

Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου

### book 39.330.5

εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,

### book 39.335.1

κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν,

### book 39.335.2

δελφὶς δ’ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ

### book 39.335.3

ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης.

### book 39.1

πολλοὶ δ’ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου

### book 39.2

ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.

### book 39.339

— — —

### book 39.340.1

καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δ’ Ἁλιμήδης

### book 39.340.2

χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης

### book 39.340.3

ῥῖψεν ἐπ’ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς

### book 39.340.4

τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.

### book 39.343.1

— — —

### book 39.343.2

καί τις ἀκοντισθεῖσα δι’ ὁλκάδος ὁλκάδι γείτων

### book 39.345.1

ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή,

### book 39.345.2

νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ

### book 39.345.3

στεινομένων νεφεληδόν· ἔην δ’ ἑτερόκτυπος ἠχώ.

### book 39.347.1

— — —

### book 39.347.2

καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν ἐνυώ,

### book 39.347.3

ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,

### book 39.1

ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος,

### book 39.2

καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς

### book 39.3

Μορρεὺς μὲν ταχύγουνος ἀφ’ ὁλκάδος ὁλκάδα βαίνων

### book 39.4

Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον ἐνυώ,

### book 39.5

ἶσον ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλά ἑ θύρσῳ

### book 39.355.1

Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης,

### book 39.355.2

καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς.

### book 39.355.3

ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ

### book 39.355.4

λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ,

### book 39.355.5

θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,

### book 39.360

τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος ἄρης.

### book 39.360.1

— — —

### book 39.360.2

τοῖσι μὲν ἐγρεκύδοιμος ἔην πλόος, εἶχε δ’ ἐνυὼ

### book 39.360.3

ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ

### book 39.360.4

ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ

### book 39.360.5

ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις

### book 39.365.1

ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίρῃ,

### book 39.365.2

χεῖρας ἐρετμώσαντες ἀήθεας ἐς μέλαν ὕδωρ

### book 39.365.3

ἴχνεσιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσῃ·

### book 39.365.4

εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,

### book 39.365.5

αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων

### book 39.370.1

χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ

### book 39.370.2

μαρνάμενος ῥοθίοισι μετ’ ἀνέρας ἔσχισεν ὕδωρ.

### book 39.371.1

— — —

### book 39.371.2

εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,

### book 39.371.3

νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·

### book 39.371.4

καὶ βυθίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης

### book 39.375.1

μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων

### book 39.375.2

ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.

### book 39.376.1

— — —

### book 39.376.2

καὶ πίσυρες κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις

### book 39.376.3

κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,

### book 39.376.4

δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,

### book 39.381

οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·

### book 39.380

καὶ Ζέφυρος κεκόρυστο, Νότος δ’ ἐπεσύρισεν Εὔρῳ,

### book 39.382.1

καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην

### book 39.382.2

ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.

### book 39.383

— — —

### book 39

καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος

### book 39.385.1

ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν

### book 39.385.2

Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.

### book 39.386.1

— — —

### book 39.386.2

χείλεσιν ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας

### book 39.386.3

εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·

### book 39.386.4

καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς

### book 39.390

κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.

### book 39.390.1

— — —

### book 39.390.2

Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων

### book 39.390.3

ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ

### book 39.390.4

νηῦν ἰδίην ἔφλεξεν ἑκούσιον ἁψάμενος πῦρ·

### book 39.390.5

νηυσὶ δ’ ἐπ’ ἀντιβίοισιν ἐπέτρεχε φοιταλέη νηῦς

### book 39.395.1

νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,

### book 39.395.2

καὶ λοξαῖς ἑλίκεσσιν ἀφ’ ὁλκάδος ὁλκάδα βαίνων

### book 39.395.3

κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,

### book 39.395.4

καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.

### book 39.395.5

καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης

### book 39.1

Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,

### book 39.2

αἰθομένου φεύγουσα δι’ ὕδατος ἰκμαλέον πῦρ.

### book 39.3

χάζετο δ’ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσσας·

### book 39.4

καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς

### book 39.5

ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.

### book 39.405.1

Δηριάδης δ’ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις

### book 39.405.2

ἐς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,

### book 39

φεύγων ὑγρὸν ἄρηα θαλασσομόθου Διονύσου.

### book 40.1.1

Οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς

### book 40.1.2

ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης·

### book 40.1.3

ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη—

### book 40.1.4

ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,

### book 40.5.1

ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδῶν—

### book 40.5.2

ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν·

### book 40.5.3

κλεψινόοις δ’ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν,

### book 40.5.4

Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ

### book 40.5.5

Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ

### book 40.10.1

φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ·

### book 40.10.2

„φεύγεις, Δηριάδη; τίνι κάλλιπες ἄρεα νηῶν;

### book 40.10.3

πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην

### book 40.10.4

ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ

### book 40.10.5

Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;

### book 40.15.1

αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ

### book 40.15.2

ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου,

### book 40.15.3

ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην

### book 40.15.4

μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.

### book 40

χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δ’ ἐθελήσῃς,

### book 40.20.1

αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω.

### book 40.20.2

πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης

### book 40.20.3

ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ

### book 40.20.4

καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων,

### book 40.20.5

ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.

### book 40.25.1

ἀλλ’ ἐρέεις· ‘εὔοπλος ἐμὴ δάμαρ οἶδεν ἐνυώ.‘

### book 40.25.2

εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ

### book 40.25.3

Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες·

### book 40.25.4

κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνος ἀκοίτης

### book 40.25.5

εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ

### book 40.30.1

οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.“

### book 40.30.2

ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα,

### book 40.30.3

καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη

### book 40.30.4

μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ.

### book 40.30.5

καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην

### book 40.35.1

ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων

### book 40.35.2

χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν·

### book 40.35.3

„φείδεο σῶν ἐπέων· τί με μέμφεαι, ἄτρομε Μορρεῦ;

### book 40.35.4

οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων.

### book 40.35.5

καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω·

### book 40.40.1

σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ,

### book 40.40.2

ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων

### book 40.40.3

οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου

### book 40.1

πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω ...

### book 40.2

μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν,

### book 40.45.1

καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω·

### book 40.45.2

σπεύδων δ’ ... ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου·

### book 40.45.3

εἰς λοφιὴν δ’ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω,

### book 40.45.4

ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου

### book 40.45.5

φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.

### book 40.1

κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω,

### book 40.2

ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου

### book 40.3

παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις

### book 40.4

ἡμετέρους ἐλέφαντας· ἐγὼ δ’ ἐμὸν ἆορ ἑλίσσω

### book 40.5

θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.

### book 40.55.1

καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος

### book 40.55.2

νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ.

### book 40.55.3

ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης

### book 40.55.4

φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου.

### book 40.55.5

ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω

### book 40.60

μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.“

### book 40.1

ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,

### book 40.2

καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένων δὲ ...

### book 40.3

εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ·

### book 40.4

καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,

### book 40.65.1

ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ

### book 40.65.2

ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ·

### book 40.65.3

ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν

### book 40.65.4

διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.

### book 40.65.5

τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·

### book 40.70.1

ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ

### book 40.70.2

εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων

### book 40.70.3

Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος

### book 40.70.4

γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς·

### book 40.70.5

ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη

### book 40.75.1

δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ

### book 40.75.2

δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος·

### book 40.75.3

ἔγνω δ’ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς

### book 40.75.4

Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·

### book 40.75.5

καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.

### book 40.80.1

τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ

### book 40.80.2

ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην.

### book 40.80.3

καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων

### book 40.80.4

ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ·

### book 40

Δηριάδην δ’ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων

### book 40.85.1

κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις·

### book 40.85.2

ἀλλ’ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ

### book 40.85.3

κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης,

### book 40.85.4

ἤτοι ὁ μὲν ποταμοῖο παρ’ ᾐόνας ἄπλετος ἔστη,

### book 40.85.5

ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν

### book 40.90.1

ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου,

### book 40.90.2

δαίμων δ’ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων

### book 40.90.3

ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος.

### book 40.90.4

αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ

### book 40.90.5

πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,

### book 40.95.1

μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ

### book 40.95.2

αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν

### book 40.95.3

σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ.

### book 40.95.4

Βάκχοι δ’ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου

### book 40.95.5

δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ

### book 40.1

ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος.

### book 40.2

Ὀρσιβόη δ’ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων,

### book 40.3

κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην·

### book 40.4

πενθαλέοις δ’ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου,

### book 40.5

καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,

### book 40.105

καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου,

### book 40.1

κυανέους δ’ ἤρασσε βραχίονας, ἀργυφέου δὲ

### book 40.2

στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος·

### book 40.3

Χειροβίη δ’ ὀλόλυξε καταφθιμένοιο τοκῆος·

### book 40.4

Πρωτονόη δ’ ἀπέδιλος ἑὰς ξύουσα παρειάς,

### book 40.110.1

κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου,

### book 40.110.2

κλαῖεν ἐπ’ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι,

### book 40.110.3

διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ·

### book 40.110.4

„ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο· κὰδ δέ με χήρην

### book 40.110.5

κάλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο·

### book 40.115.1

νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην

### book 40.115.2

νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ

### book 40.115.3

αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις,

### book 40.115.4

καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω

### book 40.115.5

ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.

### book 40.120.1

μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην,

### book 40.120.2

ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ

### book 40.120.3

Δηριάδην κρύφε κῦμα, ῥόος δ’ ἐκάλυψεν Ὀρόντην.

### book 40.120.4

μητέρι δ’ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ

### book 40.120.5

θυγατέρων ἤεισε † καταφθιμένους ὑμεναίους.

### book 40.125.1

Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην,

### book 40.125.2

Χειροβίην δ’ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,

### book 40.125.3

ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν

### book 40.125.4

Χειροβίη ζώοντα φίλον πόσιν, οὐδέ ἑ θύρσος,

### book 40.125.5

οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δ’ ἄρα διπλόα πάσχω,

### book 40.130.1

ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος.

### book 40.130.2

λῆγε μάτην σέο παῖδα παρηγορέουσα τιθήνη·

### book 40.130.3

δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω·

### book 40.130.4

δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.

### book 40.135.1

τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην,

### book 40.135.2

ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;

### book 40.134

τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,

### book 40.137.1

ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;

### book 40.137.2

εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτὴ

### book 40.137.3

δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,

### book 40.140.1

ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει,

### book 40.140.2

εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ,

### book 40.140.3

ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο

### book 40.140.4

τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,

### book 40.140.5

δαέρος ἡμετέρου παρὰ Μορρέος οἷον ἐκείνοις

### book 40.145.1

ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω·

### book 40.145.2

οὐ μὲν ἐγὼ προθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,

### book 40.145.3

οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ

### book 40.145.4

ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.

### book 40.145.5

εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,

### book 40

κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,

### book 40.154

μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,

### book 40.151.1

μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,

### book 40.151.2

μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω

### book 40.151.3

Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου,

### book 40.155.1

μὴ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ·

### book 40.155.2

‘κούρη Δηριάδαο δοριθρασέος βασιλῆος

### book 40.155.3

ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ‘.“

### book 40.155.4

ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,

### book 40.155.5

ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧν γενετῆρες

### book 40.160.1

ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου

### book 40.160.2

Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς·

### book 40.160.3

διχθαδίαις δ’ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα

### book 40.160.4

οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ·

### book 40.160.5

ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην

### book 40.165.1

καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης.

### book 40.165.2

καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα·

### book 40.165.3

„φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς·

### book 40.165.4

οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ

### book 40.165.5

Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν ἐνυώ,

### book 40.170.1

ἀλλ’ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι·

### book 40.170.2

τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω

### book 40.170.3

ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος;

### book 40.170.4

θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης

### book 40

Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,

### book 40.175.1

Χειροβίην δ’ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης.

### book 40.175.2

γνωτῆς δ’ ἡμετέρης ὀλοώτερα πήματα πάσχω·

### book 40.175.3

Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης,

### book 40.175.4

Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης,

### book 40.175.5

αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης,

### book 40.180.1

† ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ.

### book 40.180.2

εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ

### book 40.180.3

Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν·

### book 40.180.4

πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ

### book 40.180.5

καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν,

### book 40.185.1

ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ

### book 40.185.2

δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.

### book 40.185.3

σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε Μορρεῦ·

### book 40.185.4

αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,

### book 40.185.5

Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.

### book 40.190.1

ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ·

### book 40.190.2

οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.

### book 40.190.3

χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει

### book 40.190.4

φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.“

### book 40.190.5

τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·

### book 40.195.1

Πρωτονόη δ’ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ

### book 40.195.2

χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ·

### book 40.195.3

„πατρίδος ἡμετέρης πέσον ἐλπίδες· οὐκέτι λεύσσω

### book 40.1

ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.

### book 40.2

Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,

### book 40.1

ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν

### book 40.2

Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ,

### book 40.3

καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην,

### book 40.4

γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ,

### book 40.5

Δηριάδην δ’ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω

### book 40.205.1

Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ·

### book 40.205.2

μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω

### book 40.205.3

ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων·

### book 40.205.4

μὴ πόσιν ἄλλον ἴδοιμι μετ’ ἀνέρα Δηριαδῆα.

### book 40.205.5

εἴην Νηιάδεσσιν ὁμέστιος, ὅττι καὶ αὐτὴν

### book 40.210.1

Λευκοθένη ζώουσαν ἐδέξατο Κυανοχαίτης,

### book 40.210.2

καὶ μία Νηρεΐδων κικλήσκεται· ἀντὶ δὲ λευκῆς

### book 40.210.3

ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.“

### book 40.210.4

τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες

### book 40.210.5

ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.

### book 40.215.1

Βάκχοι δ’ ἐκροτάλιζον ἀπορρίψαντες ἐνυώ,

### book 40.215.2

τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν·

### book 40.215.3

„ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.“

### book 40.215.4

καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης,

### book 40.215.5

ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος

### book 40.220.1

πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν,

### book 40.220.2

δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ

### book 40.1

ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς

### book 40.2

Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ,

### book 40.3

καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν

### book 40.225.1

πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι

### book 40.225.2

ἁβρὰ μελιζομένοιο Γανύκτορος εὐάδι φωνῇ·

### book 40.225.3

καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ

### book 40.225.4

φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω

### book 40.225.5

Σθεννώ τ’ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ

### book 40.230.1

ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ

### book 40.230.2

φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων,

### book 40.230.3

τῶν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων

### book 40.230.4

θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης.

### book 40.230.5

παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,

### book 40.235.1

ὤπασε λισσομένοισι θεουδέα κοίρανον Ἰνδοῖς,

### book 40.235.2

κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ

### book 40.235.3

Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης

### book 40.235.4

ξανθὸν ὕδωρ πίνοντες ἀπ’ οἰνοπόρου ποταμοῖο.

### book 40.235.5

καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ

### book 40.240.1

Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ,

### book 40.240.2

καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ

### book 40.240.3

λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ,

### book 40.240.4

πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης·

### book 40

καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις,

### book 40.245.1

καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης

### book 40.245.2

ῥυθμὸν ἐμιμήσαντο φερεσσακέων Κορυβάντων·

### book 40.245.3

καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη

### book 40.245.4

νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου·

### book 40.245.5

οὐδέ τις ἄψοφος ἦεν· ὁμογλώσσῳ δ’ ἀλαλητῷ

### book 40.1

εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ.

### book 40.2

ἀλλ’ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς,

### book 40.3

νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν

### book 40.4

ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης,

### book 40.5

λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος.

### book 40.255.1

καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί,

### book 40.255.2

ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου

### book 40.255.3

Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου·

### book 40.255.4

ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου

### book 40.255.5

ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων,

### book 40.260.1

ὃς δὲ παρ’ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ

### book 40.260.2

ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων

### book 40.260.3

κυδιόων, ἕτερος δὲ κατ’ αὐχένος ἅμμα πεδήσας

### book 40.260.4

Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν·

### book 40.260.5

καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ

### book 40.265.1

στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων·

### book 40.265.2

ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ

### book 40.1

φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων

### book 40.2

καὶ λίθον ἀστράπτουσαν, Ἐρυθραίης κτέρας ἄλμης·

### book 40.3

πολλὴ δ’ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ

### book 40.270.1

ληιδίη πλοκάμων μελανόχροος εἵλκετο νύμφη,

### book 40.270.2

δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ.

### book 40.270.3

χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου

### book 40.270.4

εἰς σκοπιὰς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη,

### book 40.270.5

κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.

### book 40.275.1

καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης

### book 40.275.2

λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων

### book 40.275.3

Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ

### book 40.275.4

μάρμαρα κουφίζοντες ἑώια δῶρα θαλάσσης

### book 40.275.5

ὄρνεά τ’ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ

### book 40.280.1

κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ

### book 40.280.2

πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες

### book 40.280.3

μνῆστιν ὅλην πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ

### book 40.280.4

σκιδναμένην· καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης

### book 40.280.5

ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντὶ δὲ πάτρης

### book 40.285.1

Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων

### book 40.285.2

Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ

### book 40.1

Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος

### book 40.2

ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου,

### book 40.3

φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην,

### book 40.290.1

Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα,

### book 40.290.2

καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός. αὐτὰρ ὁ μούνοις

### book 40.290.3

Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἅμα Βάκχαις

### book 40.290.4

Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο

### book 40.290.5

Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων

### book 40.295.1

λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν

### book 40.295.2

μυστιπόλους νάρθηκας· ἀεξιφύτοιο δὲ λόχμης

### book 40.295.3

Νύσια βοτρυόεντι κατέστεφεν οὔρεα καρπῷ.

### book 40.295.4

Ἀρραβίης δὲ τένοντα, βαθύσκιον ἄλσος, ἐάσσας

### book 40.295.5

ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης,

### book 40.1

καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου·

### book 40.2

κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων

### book 40.3

θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης,

### book 40.4

ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης·

### book 40.5

καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ,

### book 40.305.1

πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης,

### book 40.305.2

ἧχι κύων ἁλιεργὸς ἐπ’ αἰγιαλοῖσιν ἐρέπτων

### book 40.305.3

ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν

### book 40.1

χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου,

### book 40.2

χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνων

### book 40.310.1

φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων.

### book 40.310.2

καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν Ἐνοσίχθων

### book 40.310.3

οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης,

### book 40.310.4

ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει

### book 40.310.5

ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη.

### book 40.315.1

καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ

### book 40.315.2

διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται

### book 40.315.3

εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ

### book 40.315.4

τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην·

### book 40.315.5

νηχομένῃ δ’ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ,

### book 40.320.1

καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ,

### book 40.320.2

χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ,

### book 40.320.3

γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ,

### book 40.320.4

καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ.

### book 40.320.5

καὶ πόλιν Ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ

### book 40.325.1

νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων

### book 40.325.2

πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης.

### book 40.325.3

καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ

### book 40.325.4

βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ

### book 40.325.5

συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι

### book 40.330.1

δίκτυον αὐερύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς

### book 40.330.2

σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ·

### book 40.330.3

εἰναλίης δ’ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης

### book 40.330.4

ποιμένες ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ

### book 40.330.5

φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,

### book 40.335.1

πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη,

### book 40.335.2

μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ.

### book 40.335.3

καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν·

### book 40.335.4

„νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν,

### book 40.335.5

τηλίκον οὔ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ

### book 40.340.1

δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ

### book 40.340.2

φθεγγομένης κατὰ πόντον Ἁμαδρυὰς ἐγγὺς ἀκούει,

### book 40.340.3

καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις

### book 40.340.4

πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης

### book 40.340.5

ἄσθματι καρποτόκῳ προχέει νηοσσόον αὔρην,

### book 40.345.1

ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων,

### book 40.345.2

καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ

### book 40.345.3

φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ, ...

### book 40.345.4

κωφῆς ἄβροχον ἅρμα καθιππεύοντα γαλήνης,

### book 40.345.5

ἰθύνει δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,

### book 40.1

ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων.

### book 40.2

ὦ πόλι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,

### book 40.3

συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.“

### book 40.4

ὣς εἰπὼν παράμειβε δι’ ἄστεος ὄμμα τιταίνων·

### book 40.5

καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ

### book 40.355.1

μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου·

### book 40.355.2

καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς

### book 40.355.3

καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης

### book 40.355.4

Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,

### book 40.355.5

μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ

### book 40.360.1

πηγὰς θάμβεε μᾶλλον, ὅπῃ χθονίου διὰ κόλπου

### book 40.360.2

νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὥρην

### book 40.360.3

χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔβλυεν ὕδωρ·

### book 40.360.4

εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν

### book 40.360.5

Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς

### book 40.365.1

ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.

### book 40.365.2

ἀλλ’ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,

### book 40.365.3

εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων

### book 40.365.4

τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ·

### book 40.365.5

„ἀστροχίτων Ἥρακλες, ἄναξ πυρός, ὄρχαμε κόσμου,

### book 40.370.1

Ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,

### book 40.370.2

ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίσκῳ,

### book 40.370.3

υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,

### book 40.1

κύκλον ἄγεις μετὰ κύκλον· ἀφ’ ὑμετέροιο δὲ δίφρου

### book 40.2

γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·

### book 40.375.1

μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης

### book 40.375.2

ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη

### book 40.375.3

σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,

### book 40.375.4

ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην·

### book 40.375.5

παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ

### book 40.380.1

χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.

### book 40.380.2

νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ

### book 40.380.3

χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων

### book 40.380.4

ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,

### book 40.380.5

σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων

### book 40.385.1

ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,

### book 40.385.2

χεύμασι δ’ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο

### book 40.385.3

σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης

### book 40.385.4

ὄμβρον ἄγεις φερέκαρπον, ἐπ’ εὐώδινι δὲ Γαίῃ

### book 40.385.5

ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,

### book 40.390.1

καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ

### book 40.390.2

ῥαίνων ζωοτόκοιο δι’ αὔλακος ὄμπνιον ἀκτήν.

### book 40.390.3

Βῆλος ἐπ’ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,

### book 40.390.4

Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς·

### book 40.390.5

καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ

### book 40.395.1

χιλιέτης σοφὸς ὄρνις ἐπ’ εὐόδμῳ σέο βωμῷ

### book 40.395.2

φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,

### book 40.395.3

τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,

### book 40.1

λύσας δ’ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην·

### book 40.2

εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,

### book 40.1

εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,

### book 40.2

Ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων,

### book 40.3

εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις

### book 40.4

μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς,

### book 40.5

ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης

### book 40.405.1

αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρῃ

### book 40.405.2

οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι,

### book 40.405.3

εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ

### book 40.405.4

ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ

### book 40.405.5

οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—·

### book 40.410.1

οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.“

### book 40.410.2

τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ

### book 40.410.3

ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ

### book 40.410.4

Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου

### book 40.410.5

μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί·

### book 40.415.1

καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ,

### book 40.415.2

ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου,

### book 40.415.3

στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην·

### book 40.415.4

καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ.

### book 40.415.5

αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ

### book 40.420.1

ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ,

### book 40.420.2

εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης.

### book 40.420.3

εἴρετο δ’ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν·

### book 40.420.4

„Ἀστροχίτων, με δίδασκε, τύπον χθονός, εἰκόνα νήσου

### book 40.420.5

τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;

### book 40.425.1

τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ;

### book 40.425.2

τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί;

### book 40.425.3

τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;“

### book 40.425.4

εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ·

### book 40.425.5

„Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.

### book 40.430.1

ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους

### book 40.430.2

ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών,

### book 40.430.3

ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν

### book 40.430.4

αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς·

### book 40.430.5

οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ

### book 40.435.1

πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις,

### book 40.435.2

ὁππότε πηγαίῃσι παρ’ εὐύδροισι χαμεύναις

### book 40.435.3

ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ

### book 40.435.4

τερψινόου ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου

### book 40.435.5

εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων

### book 40.440.1

Γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ,

### book 40.440.2

καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου

### book 40.440.3

θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος·

### book 40.1

‘ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης,

### book 40.2

τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός· ὀξυτόμοις δὲ

### book 40.445.1

κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης·

### book 40.445.2

τεύξατέ μοι σοφὸν ἔργον· ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς

### book 40.445.3

ἴκρια γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ

### book 40.445.4

συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ

### book 40.445.5

δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου

### book 40.1

ὑμέας ὀχλίζειε· καὶ ἀγκύλον ἄκρον ἀπ’ ἄκρου

### book 40.2

πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω·

### book 40.3

ἴκρια δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ,

### book 40.4

τοίχου δουρατέου πυκινὸν τύπον· ὑψιτενὲς δὲ

### book 40.5

σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω·

### book 40.455.1

καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ

### book 40.455.2

συμπλεκέας τε κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν

### book 40.455.3

ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ

### book 40.455.4

ἔγκυον ἐξ ἀνέμου νηοσσόον· ἀρτιπαγῆ δὲ

### book 40.455.5

φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις,

### book 40.460.1

πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων

### book 40.460.2

ῥίπεσιν οἰσυΐναις, μὴ φώριον οἶδμα χυθείη

### book 40.460.3

ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ.

### book 40.460.4

καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης

### book 40

ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα

### book 40.465.1

πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει,

### book 40.465.2

δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης,

### book 40.465.3

εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ

### book 40.465.4

ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι,

### book 40.465.5

ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει

### book 40.470.1

ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης,

### book 40.470.2

πέτρης ὑγροπόροιο μεσόμφαλον· ἀκροτάτοις δὲ

### book 40.470.3

αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις

### book 40.470.4

καὶ φιάλην εὔτυκτον· ἀπὸ φλογεροῖο δὲ δένδρου

### book 40.470.5

θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ,

### book 40.475.1

καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης·

### book 40.475.2

καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει,

### book 40.475.3

ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων·

### book 40.475.4

οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων

### book 40.475.5

λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ,

### book 40.480.1

οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων

### book 40.480.2

ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς

### book 40.480.3

αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις

### book 40.480.4

ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει,

### book 40.480.5

οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ·

### book 40.485.1

οὐδὲ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις

### book 40.485.2

πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης,

### book 40.485.3

οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει

### book 40.1

σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν

### book 40.2

οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ·

### book 40.490.1

οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει

### book 40.490.2

σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων·

### book 40.490.3

ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει.

### book 40.490.4

καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης

### book 40.490.5

αἰετὸν ὑψιπέτην ἱερεύσατε Κυανοχαίτῃ,

### book 40.495.1

λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις,

### book 40.495.2

καὶ Διὶ καὶ μακάρεσσι· καὶ ἄστατος οὐκέτι πέτρη

### book 40.495.3

πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις

### book 40.495.4

αὐτομάτη ζωσθεῖσα συνάψεται ἄζυγι πέτρῃ.

### book 40.495.5

πήξατε δ’ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις

### book 40.1

ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.‘

### book 40.2

τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ

### book 40.3

Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου

### book 40.4

θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων.

### book 40.5

τοῖσι δ’ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους

### book 40.505.1

ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων

### book 40.505.2

ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης

### book 40.505.3

ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ

### book 40.505.4

εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς·

### book 40.505.5

τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης

### book 40.510.1

καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες,

### book 40.510.2

καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου

### book 40.510.3

ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.

### book 40.1

καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ

### book 40.2

ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,

### book 40.515.1

καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην,

### book 40.515.2

αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου

### book 40.515.3

λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων

### book 40.515.4

ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης,

### book 40.515.5

εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις

### book 40.520.1

εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι.

### book 40.520.2

καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,

### book 40.520.3

καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.

### book 40.520.4

τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης

### book 40.520.5

αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·

### book 40.525.1

Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην,

### book 40.525.2

ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου

### book 40.525.3

γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,

### book 40.525.4

αἰετὸν αὐτοκέλευστον ἐδαιτρεύσαντο μαχαίρῃ

### book 40.525.5

Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ

### book 40.530.1

ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν

### book 40.530.2

θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας

### book 40.530.3

δαιμονίαις λιβάδεσσιν ἐνερρίζωσε θαλάσσῃ

### book 40.530.4

ἄγχι Τύρου παρὰ πόντον· ἐπ’ ἀρραγέεσσι δὲ πέτραις

### book 40.530.5

Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.

### book 40.535.1

σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων

### book 40.535.2

ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης

### book 40.1

ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην·

### book 40.2

ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ

### book 40.3

παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ

### book 40.540.1

θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων

### book 40.540.2

τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις·

### book 40.540.3

‘Νηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ

### book 40.540.4

τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω

### book 40.540.5

παστάδα Καλλιρόης, Δροσερῆς δ’ ὑμέναιον ἀείσω.

### book 40.545.1

ἀλλ’ ἐρέεις· ‘μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων

### book 40.545.2

αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.‘

### book 40.545.3

Νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο·

### book 40.545.4

ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,

### book 40.545.5

ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα Κυανοχαίτην

### book 40.1

οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ

### book 40.2

Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων

### book 40.3

Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.

### book 40.4

τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ

### book 40.5

ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς

### book 40.555.1

ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου,

### book 40.555.2

καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης

### book 40.555.3

πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει.

### book 40.555.4

καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξω ...

### book 40.555.5

ἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς

### book 40.560.1

ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης·

### book 40.560.2

Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ

### book 40.1

ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην.

### book 40.2

πηγῆς αἷμα φέρουσα τί τέρπεαι Ἰοχεαίρῃ;

### book 40.3

Ἄρτεμις οὐ βλάστησεν ἀφ’ ὕδατος, ὡς Ἀφροδίτη.

### book 40.565

Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ

### book 40.567.1

αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων.

### book 40.567.2

δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρογόνου σε καλέσσω

### book 40.567.3

εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.

### book 40.566

ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ‘.

### book 40.570.1

τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου

### book 40.570.2

τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ

### book 40.570.3

Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,

### book 40.570.4

καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.“

### book 40.570.5

τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ

### book 40.575.1

τερψινόοις ὀάροισιν· ὁ δὲ φρένα τέρπετο μύθῳ,

### book 40.575.2

καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,

### book 40.575.3

χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ

### book 40.575.4

ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι.

### book 40.575.5

καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσσας

### book 40.580

Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.

### book 41.1.1

Ἄρτι μὲν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων

### book 41.1.2

πήξας ἀγλαόκαρπον ἐνὶ χθονὶ βότρυν ὀπώρης

### book 41.1.3

οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης·

### book 41.1.4

καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ

### book 41.5.1

ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας

### book 41.5.2

ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ.

### book 41.5.3

καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης

### book 41.5.4

ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ

### book 41.5.5

κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ.

### book 41.10.1

ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ

### book 41.10.2

ὕμνον Ἀμυμώνης Λιβανηίδες εἴπατε Μοῦσαι

### book 41.10.3

καὶ βυθίου Κρονίδαο καὶ εὐθύρσοιο Λυαίου

### book 41.10.4

ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ.

### book 41.10.5

ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,

### book 41.15

ποντοπαγής, εὔνησος, ἐύχλοος, οὗ ῥάχις ἰσθμοῦ

### book 41.1

στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης

### book 41.2

κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν·

### book 41.3

ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου

### book 41.4

Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις

### book 41.20.1

ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,

### book 41.20.2

εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων ...

### book 41.20.3

καὶ δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης

### book 41.20.4

Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,

### book 41.20.5

καί τις ἐφ’ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,

### book 41.25.1

ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,

### book 41.25.2

γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,

### book 41.25.3

σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.

### book 41.25.4

ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει

### book 41.25.5

στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης

### book 41.30.1

πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,

### book 41.30.2

πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης·

### book 41.30.3

καὶ βυθίης ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ

### book 41.30.4

ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης

### book 41

δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,

### book 41.35.1

εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,

### book 41.35.2

ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς

### book 41.35.3

μηκεδανῷ κενεῶνι Βορήιος ἕλκεται αὐλών.

### book 41.35.4

ἀμφὶ δὲ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης

### book 41.35.5

εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ

### book 41.40.1

εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων

### book 41.40.2

καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις

### book 41.40.3

δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.

### book 41.40.4

δοχμώσας δὲ ῥέεθρον ἐπ’ ᾐόνι πόντος ἀράσσει

### book 41.40.5

ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ

### book 41.45.1

Ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων

### book 41.45.2

συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,

### book 41.45.3

ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ

### book 41.45.4

φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων

### book 41.45.5

ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.

### book 41.1

σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.

### book 41.2

ἐνθάδε φῶτες ἔναιον ὁμήλικες Ἠριγενείης,

### book 41.3

οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ

### book 41.4

ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,

### book 41.5

ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ

### book 41.55.1

ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ

### book 41.55.2

σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ὠδὶς

### book 41.1

ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,

### book 41.2

οἷς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ

### book 41.3

Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ

### book 41.60.1

γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ,

### book 41.60.2

νέρθε δράκων, καὶ ὕπερθεν ἀπ’ ἰξύος ἄχρι καρήνου

### book 41.60.3

ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ·

### book 41.60.4

οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε γαίης

### book 41.60.5

αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·

### book 41.65.1

ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ

### book 41.65.2

πρωτοφανὴς χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.

### book 41.65.3

καὶ Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,

### book 41.65.4

ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης

### book 41.65.5

ὀκριόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ,

### book 41.70.1

καὶ λίθον Εἰλείθυιαν ἔχων βεβριθότι φόρτῳ,

### book 41.70.2

θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,

### book 41.70.3

χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων

### book 41.70.4

στήθεϊ παφλάζοντι μογοστόκον ἔσπασεν ὕδωρ,

### book 41.70.5

λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων

### book 41.75.1

δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν,

### book 41.75.2

πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα·

### book 41.75.3

Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὐ τότε πυκνῷ

### book 41.75.4

θερμὸν ἀνασχίσσασα νέφος βητάρμονι παλμῷ

### book 41

ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ

### book 41.80.1

Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί·

### book 41.80.2

οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ

### book 41.80.3

βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ.

### book 41.80.4

ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ

### book 41.80.5

πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών·

### book 41.85.1

οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη,

### book 41.85.2

οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης

### book 41.85.3

χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς,

### book 41.85.4

Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν,

### book 41.85.5

οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ

### book 41.90.1

Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη

### book 41.90.2

πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη,

### book 41.90.3

καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ

### book 41.90.4

Ἠελίου νεοφεγγὲς ἀμεργομένη σέλας αἴγλης

### book 41.90.5

καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,

### book 41.95.1

πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης,

### book 41.95.2

καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην.

### book 41.95.3

καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου

### book 41.95.4

πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι

### book 41.95.5

ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην

### book 41.1

Οὐρανίης ὤδινεν ἀπ’ αὔλακος ἔγκυον ὕδωρ,

### book 41.2

ὁππότε νόσφι γάμων ἀρόσας ῥόον ἄρσενι λύθρῳ

### book 41.3

αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ σπόρος ἀφρῷ,

### book 41.4

καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ

### book 41.5

στικτὸς ἱμάς, στεφανηδὸν ἐπ’ ἰξύι κύκλον ἑλίξας,

### book 41.105.1

αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης.

### book 41.105.2

καὶ θεὸς ἰχνεύουσα δι’ ὕδατος ἄψοφον ἀκτὴν

### book 41.105.3

οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ

### book 41.105.4

Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν

### book 41.105.5

ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων·

### book 41.110.1

καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ

### book 41.110.2

πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου

### book 41.110.3

χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ

### book 41.110.4

νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ

### book 41.110.5

σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,

### book 41.115.1

καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης

### book 41.115.2

ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ·

### book 41.115.3

καὶ Βερόης ἐπέβαινε· ποδῶν δ’ ἐπίβαθρα θεαίνης

### book 41.115.4

ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου.

### book 41.115.5

πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου

### book 41.120.1

αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης

### book 41.120.2

ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δ’ ἐνὶ κόλπῳ

### book 41.120.3

ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,

### book 41.120.4

πέτρη δ’ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου

### book 41

πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ

### book 41.125.1

ληναίαις λιβάδεσσι, καὶ ἄρκιον ὄμβρον ἐέρσης

### book 41.125.2

ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ,

### book 41.125.3

αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων

### book 41.125.4

ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.

### book 41.125.5

καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,

### book 41.130.1

ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα,

### book 41.130.2

ἀρτιφανὴς ὤδινεν ἐπ’ ὀφρύσι γείτονος ὅρμου·

### book 41.130.3

καὶ πάις ὠκυπόδης, τόπον ἄρσενα ποσσὶ τινάξας,

### book 41.130.4

γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,

### book 41.130.5

μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,

### book 41.135.1

θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ

### book 41.135.2

δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.

### book 41.135.3

καὶ ταχὺς αἰγλήεντι θορὼν ἐπὶ μητρὸς ἀγοστῷ

### book 41.135.4

ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,

### book 41.135.5

στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς

### book 41.140.1

ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς

### book 41.140.2

ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ

### book 41.140.3

οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.

### book 41.140.4

ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,

### book 41

πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,

### book 41.145.1

ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων,

### book 41.145.2

ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,

### book 41.145.3

Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον Ἰοχεαίρης,

### book 41.145.4

Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,

### book 41.145.5

Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης,

### book 41.1

Τηθύος ἰσοέτηρος, ὁμόχρονος Ὠκεανοῖο,

### book 41.2

ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ

### book 41.3

Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,

### book 41.4

ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ

### book 41.5

ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ.

### book 41.155.1

ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττι μιν αὐτὴ

### book 41.155.2

ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης

### book 41.155.3

Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ·

### book 41.155.4

καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης

### book 41.155.5

φόρτον ἐλαφρίζειν· φθάμενος δέ μιν ὠκέι ταρσῷ,

### book 41.160.1

ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,

### book 41.160.2

εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,

### book 41.160.3

καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου

### book 41.160.4

στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην

### book 41.160.5

ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,

### book 41.165

θεσμὰ Σόλωνος ἔχουσα· παρεζομένῃ δὲ λοχείῃ

### book 41.1

λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ

### book 41.2

Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου

### book 41.3

παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες

### book 41.4

υἱέας ὠδίνουσιν ἐπ’ εὐκύκλοιο βοείης·

### book 41.170.1

καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ,

### book 41.170.2

ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης.

### book 41.170.3

καὶ βρέφος εἰς φάος ἦλθεν· ἐχυτλώσαντο δὲ κούρην

### book 41.170.4

τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,

### book 41.170.5

ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·

### book 41.175.1

τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν

### book 41.175.2

Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου

### book 41.175.3

ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ·

### book 41.175.4

χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης

### book 41.175.5

σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,

### book 41.180.1

μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων,

### book 41.180.2

ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας,

### book 41.180.3

ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν·

### book 41.180.4

θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης

### book 41.180.5

σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.

### book 41.185.1

καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες

### book 41.185.2

θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων

### book 41.185.3

χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου,

### book 41.185.4

ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,

### book 41

καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ

### book 41.190.1

ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων,

### book 41.190.2

καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ

### book 41.190.3

πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ,

### book 41.190.4

ὠρυγῆς δ’ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ

### book 41.190.5

ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,

### book 41.195.1

καί τις ἐνὶ ξυλόχοισι λιπὼν κεμαδοσσόον ἄγρην,

### book 41.195.2

ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ

### book 41.195.3

ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ,

### book 41.195.4

καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ,

### book 41.195.5

ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,

### book 41.1

πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης

### book 41.2

πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης,

### book 41.3

ἡμιτελὲς μύκημα νέων πέμπουσα γενείων,

### book 41.4

καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων·

### book 41.5

καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ

### book 41.205.1

ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη,

### book 41.205.2

τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν.

### book 41.205.3

πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς,

### book 41.205.4

πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν

### book 41.205.5

τερπωλήν, ἅτε μάντις, ἐπεὶ συὸς εἰκόνι μορφῆς

### book 41.210.1

Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων

### book 41.210.2

ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν.

### book 41.210.3

καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν

### book 41.210.4

δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη

### book 41.210.5

παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,

### book 41.215.1

ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ·

### book 41.215.2

παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων

### book 41.215.3

χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης

### book 41.215.4

Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης

### book 41.215.5

δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,

### book 41.220.1

κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ·

### book 41.220.2

εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ

### book 41.220.3

Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ

### book 41.220.4

ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ

### book 41.220.5

Πιερικαὶ δονέουσιν ἐπ’ ᾐόνι Φοιβάδες αὖραι·

### book 41.225.1

κοῦραι δ’ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο

### book 41.225.2

ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις

### book 41.225.3

ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ.

### book 41.225.4

καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ

### book 41.225.5

χρύσεον οἷά περ ὅρμον ἐπ’ αὐχένι θήκατο κούρης.

### book 41.230.1

καὶ Βερόη βλάστησεν ὁμόδρομος Ἰοχεαίρῃ,

### book 41.230.2

δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος·

### book 41.230.3

καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης

### book 41.230.4

καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου

### book 41.230.5

χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ

### book 41.235.1

ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ

### book 41.235.2

κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης.

### book 41.235.3

Ἀσσυρίην δ’ ἑτέρην δεδοκημένος ἄζυγα κούρην

### book 41.235.4

Ζεὺς πάλιν ἐπτοίητο, καὶ ἤθελεν εἶδος ἀμεῖψαι·

### book 41.235.5

καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ

### book 41.240.1

ἀκροβαφὴς πεφόρητο δι’ ὕδατος ἴχνος ἐρέσσων,

### book 41.240.2

κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα,

### book 41.240.3

εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων

### book 41.240.4

Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ

### book 41.240.5

νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,

### book 41.245.1

μὴ βοὸς ἰσοτύποιο δι’ αἰθέρος εἰκόνα τεύχων

### book 41.245.2

ποντοπόρων στήσειε νεώτερον ἄστρον ἐρώτων·

### book 41.245.3

καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις

### book 41.245.4

γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης

### book 41.245.5

ὑσμίνην γαμίην πεφυλαγμένος Ἐννοσιγαίου.

### book 41.1

τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη

### book 41.2

λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν,

### book 41.3

ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ

### book 41.4

καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν·

### book 41.5

Ἀσσυρίης δ’ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης

### book 41.255.1

ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες ἐρώτων,

### book 41.255.2

φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει

### book 41.255.3

ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη

### book 41.255.4

πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης

### book 41.255.5

πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.

### book 41.260.1

οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης

### book 41.260.2

τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ

### book 41.260.3

κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.

### book 41.260.4

ἣν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς,

### book 41.260.5

ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,

### book 41.265.1

καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην

### book 41.265.2

φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων,

### book 41.265.3

ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης

### book 41.265.4

στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη

### book 41.265.5

Κυκλώπων κανόνεσσι, καὶ ὡς Νοτίῳ παρὰ Νείλῳ

### book 41.270.1

Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη·

### book 41.270.2

καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι,

### book 41.270.3

ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον ἐρώτων.

### book 41.270.4

φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν

### book 41.270.5

δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,

### book 41.275.1

γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένη δὲ

### book 41.275.2

ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ

### book 41.275.3

εἰς δόμον Ἁρμονίης παμμήτορος, ὁππόθι νύμφη

### book 41.275.4

εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου

### book 41.275.5

αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου

### book 41.280.1

ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις·

### book 41.280.2

καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου

### book 41.280.3

δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων

### book 41.280.4

Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,

### book 41.280.5

καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,

### book 41.285.1

καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα,

### book 41.285.2

καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ

### book 41.285.3

Ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.

### book 41.1

κεῖθι Χάρις προθοροῦσα, συνέμπορος Ἀφρογενείῃ,

### book 41.2

Εὔρου κόψε θύρετρον Ἑώιον· ἐνδόμυχος δὲ

### book 41.290.1

Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος

### book 41.290.2

ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ

### book 41.290.3

Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου

### book 41.290.4

ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.

### book 41.290.5

ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης

### book 41.295.1

κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος

### book 41.295.2

πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ

### book 41.295.3

οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,

### book 41.295.4

συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ·

### book 41.295.5

καὶ ποταμοὺς ποίκιλλεν, ἐπ’ ἀνδρομέῳ δὲ μετώπῳ

### book 41.1

ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών·

### book 41.2

καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος

### book 41.3

ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.

### book 41.4

ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ

### book 41.5

ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.

### book 41.305.1

καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος

### book 41.305.2

θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν·

### book 41.305.3

καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ

### book 41.305.4

φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,

### book 41.305.5

δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου

### book 41.310.1

τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην.

### book 41.310.2

καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης

### book 41.310.3

Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου

### book 41.1

Κύπριν ὀπιπεύουσα κατηφέα μάρτυρι μορφῇ

### book 41.2

παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·

### book 41.315.1

„ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης,

### book 41.315.2

ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς

### book 41.315.3

ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι ...“

### book 41.315.4

„... εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,

### book 41.315.5

ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,

### book 41.320.1

εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς

### book 41.320.2

λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν;

### book 41.320.3

ὅττι πολυχρονίοιο πόθου δεδονημένον ἰῷ

### book 41.320.4

Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων

### book 41.320.5

εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν

### book 41.325.1

Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων

### book 41.325.2

μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,

### book 41.325.3

ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει

### book 41.325.4

θεσμὰ Δίκης. ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου

### book 41.325.5

ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ

### book 41.330.1

ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς

### book 41.330.2

κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.

### book 41.330.3

ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ

### book 41.330.4

Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ

### book 41

πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,

### book 41.335.1

Παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον, ἔννομος Ἑρμῆς

### book 41.335.2

τοῦτο γέρας μοι † ἔοικε, βιαζομένους ἵνα μούνη

### book 41.335.3

ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.“

### book 41.335.4

ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·

### book 41.335.5

„γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·

### book 41.340.1

ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου,

### book 41.340.2

καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.

### book 41.340.3

πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης·

### book 41.340.4

δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει

### book 41.340.5

Στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·

### book 41.345.1

οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ

### book 41.345.2

ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ

### book 41.345.3

τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων·

### book 41.345.4

πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης·

### book 41.345.5

καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·

### book 41.1

ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα Φαίνων.

### book 41.2

τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου

### book 41.3

γράμματι φοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.

### book 41.4

ἀλλ’, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,

### book 41.5

πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·

### book 41.355.1

εἴτ’ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης,

### book 41.355.2

Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἴτε καὶ αὐτὴ

### book 41.355.3

Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἴτε τις ἄλλη,

### book 41.355.4

οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,

### book 41.355.5

τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.“

### book 41.360.1

εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου·

### book 41.360.2

καὶ μόγις ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης

### book 41.360.3

θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη

### book 41.360.4

ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ·

### book 41.360.5

πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ,

### book 41.365.1

νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται

### book 41.365.2

υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης,

### book 41.365.3

Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων ...

### book 41.365.4

τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλ’ ὅτε δαίμων

### book 41.365.5

θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,

### book 41.370.1

δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ

### book 41.370.2

ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης

### book 41.370.3

μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει

### book 41.1

Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς,

### book 41.2

δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,

### book 41.375.1

Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς,

### book 41.375.2

καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκὰς ἀλήτης

### book 41.375.3

μέτρα δυωδεκάμηνα καὶ Ἠελίοιο πορείην,

### book 41.375.4

μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ,

### book 41.375.5

καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας

### book 41.380.1

γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης

### book 41.380.2

τριπλόα, καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας

### book 41.380.3

Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς,

### book 41.380.4

θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ

### book 41.380.5

συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.

### book 41.385.1

καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης

### book 41.385.2

πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων·

### book 41.385.3

καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου

### book 41.385.4

τοῖον ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ·

### book 41.385.5

„σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,

### book 41.390.1

Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς

### book 41.390.2

κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,

### book 41.390.3

ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν

### book 41.390.4

φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης·

### book 41.390.5

πρὶν γὰρ ἀτασθαλίη πτολιπόρθιος οὔ ποτε λήξει

### book 41.395

εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει

### book 41.1

Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη

### book 41.2

γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν

### book 41.3

ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.“

### book 41.4

καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,

### book 41.1

εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ

### book 41.2

υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,

### book 41.3

καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ

### book 41.4

πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,

### book 41.5

γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ

### book 41.405.1

καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ

### book 41.405.2

ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,

### book 41.405.3

οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·

### book 41.405.4

„ἐλπὶς ὅλου βιότοιο, παραίφασις Ἀφρογενείης,

### book 41.405.5

νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·

### book 41.410.1

ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης

### book 41.410.2

δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο

### book 41.410.3

Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει

### book 41.410.4

ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,

### book 41.410.5

Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.

### book 41.415.1

τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,

### book 41.415.2

ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι

### book 41.415.3

ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ

### book 41.415.4

οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·

### book 41

ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο τιταίνων

### book 41.420.1

θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ

### book 41.420.2

πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,

### book 41.420.3

ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων

### book 41.420.4

δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·

### book 41.420.5

δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ

### book 41.425.1

Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω

### book 41.425.2

ἄστεος ἐσσομένου μνημήιον, ὄφρα κεν εἴης

### book 41

καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.“

### book 42.1.1

Ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ

### book 42.1.2

θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων

### book 42.1.3

ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,

### book 42.1.4

τόξα φέρων φλογόεντα· κατωμαδίη δὲ καὶ αὐτὴ

### book 42.5.1

μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.

### book 42.5.2

ὡς δ’ ὁπότ’ ἀννεφέλοιο δι’ αἰθέρος ὀξὺς ὁδίτης

### book 42.5.3

ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,

### book 42.5.4

ἢ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ ...

### book 42.5.5

αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·

### book 42.10.1

ὣς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,

### book 42.10.2

παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,

### book 42.10.3

ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ

### book 42.10.4

ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,

### book 42.10.5

παρθενικῆς ὑπ’ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων

### book 42.15

διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,

### book 42.1

δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.

### book 42.2

τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,

### book 42.3

ὃς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων

### book 42.4

ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου

### book 42.20.1

πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων,

### book 42.20.2

καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς

### book 42.20.3

θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.

### book 42.20.4

ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ

### book 42.20.5

δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,

### book 42.25.1

βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ

### book 42.25.2

εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,

### book 42.25.3

οἰστρήσας δ’ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης

### book 42.25.4

διπλόον ἕδνον ἔρωτος ἄγειν ἁλιγείτονι κούρῃ,

### book 42.25.5

ναύμαχον ὑγρὸν ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.

### book 42.30.1

καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει

### book 42.30.2

εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ

### book 42.30.3

θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην ...

### book 42.30.4

Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας·

### book 42.30.5

ἔφλεγε δ’, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.

### book 42.35.1

ἀμφοτέρους δ’ οἴστρησε· δι’ αἰθερίης δὲ κελεύθου

### book 42.35.2

κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις

### book 42.1

νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,

### book 42.2

τοῖον ἔπος βοόων φιλοκέρτομον· „ἀνέρας οἴνῳ

### book 42.3

εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.“

### book 42.40.1

καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων

### book 42.40.2

ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης,

### book 42.40.3

θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον· ἀρχομένων δὲ

### book 42.40.4

ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς ἐρώτων.

### book 42.40.5

πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,

### book 42.45.1

λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων,

### book 42.45.2

καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης·

### book 42.45.3

οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ

### book 42.45.4

παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν.

### book 42.45.5

καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων

### book 42.1

Ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων

### book 42.2

αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ

### book 42.3

μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ

### book 42.4

φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων.

### book 42.5

καὶ Βερόης μετρηδὸν ἐπ’ ἴχνεσιν ἴχνος ἐρείδων,

### book 42.55.1

οἷά περ ἀγρώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ

### book 42.55.2

ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων Ἐνοσίχθων

### book 42.1

ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ,

### book 42.2

καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ,

### book 42.3

κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.

### book 42.60.1

καὶ γλυκερῆς ἀκόρητος ἔσω Λιβανηίδος ὕλης

### book 42.60.2

οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ,

### book 42.60.3

οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι,

### book 42.60.4

τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης

### book 42.60.5

μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος Ἐννοσιγαίου;

### book 42.65.1

καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν

### book 42.65.2

παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος,

### book 42.65.3

ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ

### book 42.65.4

στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης

### book 42.65.5

ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν

### book 42.70.1

δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου.

### book 42.70.2

καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ἕρπων

### book 42.70.3

χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην

### book 42.70.4

παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ·

### book 42.70.5

καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο καὶ σφυρὰ κούρης

### book 42.75.1

νισομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ,

### book 42.75.2

κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ

### book 42.75.3

χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου

### book 42.75.4

ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς,

### book 42.75.5

οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ

### book 42.80

μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς

### book 42.1

κάλλος ἑὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ

### book 42.2

πολλάκις ἰσάζουσα παρ’ ὀφρύσιν ἄκρα κομάων

### book 42.3

πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης.

### book 42.4

ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ

### book 42.85.1

ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου,

### book 42.85.2

καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου

### book 42.85.3

ἁβρότεροι γεγάασιν, ὅτ’ ἀπλεκέες καὶ ἀλῆται

### book 42.85.4

χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.

### book 42.85.5

καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,

### book 42.90.1

οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ,

### book 42.90.2

χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ

### book 42.90.3

κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη

### book 42.90.4

χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,

### book 42.90.5

ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ

### book 42.95.1

ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ

### book 42.95.2

κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,

### book 42.95.3

νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.

### book 42.95.4

καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ

### book 42.95.5

πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·

### book 42.1

„ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ

### book 42.2

σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο.

### book 42.3

εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας

### book 42.4

νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,

### book 42.5

ἀλλ’ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ

### book 42.105.1

μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην,

### book 42.105.2

ὅττι τόσοις ῥοθίοισι δι’ ὕδατος ὕδατα σύρων

### book 42.1

οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ἀκοίτης.

### book 42.2

ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχρονον ὕδωρ

### book 42.3

Νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.

### book 42.110.1

καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων

### book 42.110.2

εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ

### book 42.110.3

ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,

### book 42.110.4

οἷα περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·

### book 42.110.5

„παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·

### book 42.115.1

φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην

### book 42.115.2

ὑδατόεις κλέψειεν ἐν ὕδασι Κυανοχαίτης,

### book 42.115.3

ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ

### book 42.115.4

Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·

### book 42.115.5

καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην

### book 42.120.1

ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.

### book 42.120.2

ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς Ἐνοσίχθων,

### book 42.120.3

καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ

### book 42.120.4

διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.“

### book 42.120.5

εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,

### book 42.125.1

ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην

### book 42.125.2

Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ

### book 42.125.3

ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ

### book 42.125.4

εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ

### book 42.125.5

ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·

### book 42.130.1

καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης,

### book 42.130.2

πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,

### book 42.1

εἰς πίτυν ὄμμα φέρων βεβιημένον, ἄλλοτε πεύκην

### book 42.2

ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου

### book 42.3

ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,

### book 42.135.1

μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ

### book 42.135.2

κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης

### book 42.135.3

Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν ἐρώτων.

### book 42.135.4

καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,

### book 42.135.5

ἀλλὰ φόβῳ πεπέδητο. φιλεύιε, πῇ σέο θύρσοι

### book 42.140.1

ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτης

### book 42.140.2

γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;

### book 42.140.3

πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα,

### book 42.140.4

παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων·

### book 42.140.5

Γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων·

### book 42.145.1

τοσσατίων δ’ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν,

### book 42.145.2

καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,

### book 42.145.3

δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις

### book 42.145.4

θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων

### book 42.145.5

φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν.

### book 42

καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης

### book 42.1

γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,

### book 42.2

ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων·

### book 42.3

ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ

### book 42.4

εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.

### book 42.155.1

καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας

### book 42.155.2

αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,

### book 42.155.3

καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν·

### book 42.155.4

„Ἄρτεμι, πῇ σέο τόξα; τίς ἥρπασε σεῖο φαρέτρην;

### book 42.155.5

πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;

### book 42.160.1

πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης;

### book 42.160.2

πῇ χορὸς ἀμφιπόλων; πῇ δίκτυα; πῇ κύνες ἀργαί;

### book 42.160.3

οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ

### book 42.160.4

ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.“

### book 42.160.5

ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ

### book 42.165.1

παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ

### book 42.165.2

αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης,

### book 42.165.3

ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ·

### book 42.165.4

οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου.

### book 42.165.5

καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη

### book 42.171

νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη

### book 42.170

οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης

### book 42.172.1

ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς ἐρώτων

### book 42.172.2

ἐσσομένης φιλότητος, ἐπ’ ἀπρήκτῳ δὲ μενοινῇ

### book 42.172.3

ἀνέρες ἱμείρουσιν, ὅτ’ ἀγνώσσουσι γυναῖκες.

### book 42.175

καὶ θεὸς ἦμαρ ἐπ’ ἦμαρ ἔσω πιτυώδεος ὕλης

### book 42.1

δείελος, εἰς μέσον ἦμαρ, ἑώιος, ἕσπερος ἕρπων,

### book 42.2

παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν·

### book 42.3

πάντων γὰρ κόρος ἐστὶ παρ’ ἀνδράσιν, ἡδέος ὕπνου

### book 42.4

μολπῆς τ’ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ

### book 42.180.1

εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ

### book 42.180.2

οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου.

### book 42.180.3

καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ,

### book 42.180.4

δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων

### book 42.180.5

κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος ἐρώτων.

### book 42.185.1

ὡς δ’ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων

### book 42.185.2

ἐσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων

### book 42.185.3

οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ

### book 42.189

βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ

### book 42.188

ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ

### book 42.190.1

τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου

### book 42.190.2

ἂψ ἀνασειράζων παλινάγρετον ἔκλασεν οὐρὴν

### book 42.190.3

κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ

### book 42.190.4

ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων·

### book 42.190.5

οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι Νίκη,

### book 42.195.1

βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ.

### book 42.195.2

ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς ἀφροδίτην

### book 42.195.3

Πανὶ δασυστέρνῳ Παφίης ἐγκύμονι μύθων

### book 42.195.4

Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,

### book 42

καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν ἐρώτων.

### book 42.1

καὶ καμάτους Βάκχοιο πυρὶ πνείοντας ἀκούων

### book 42.2

Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινὴν

### book 42.3

οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν

### book 42.4

Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν ἐρώτων

### book 42.5

ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·

### book 42.205.1

„ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας·

### book 42.205.2

καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν,

### book 42.205.3

εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην.

### book 42.205.4

ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω.

### book 42.205.5

πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ

### book 42.210.1

κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή,

### book 42.210.2

καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες ἐρώτων

### book 42.210.3

θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες

### book 42.210.4

ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν ἐρώτων.

### book 42.210.5

καὶ γὰρ ὅτ’ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,

### book 42.215.1

λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας

### book 42.215.2

Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν ἐρώτων

### book 42.215.3

μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς,

### book 42.215.4

οἷα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν,

### book 42.215.5

ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων

### book 42.220

θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,

### book 42.1

κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη,

### book 42.2

πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας

### book 42.3

ψευδαλέον σέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ.

### book 42.4

καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ

### book 42.225.1

μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης,

### book 42.225.2

καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης·

### book 42.225.3

κούρη δ’ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν

### book 42.225.4

αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ

### book 42.225.5

ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφῆς

### book 42.230.1

εἰσαΐειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης·

### book 42.230.2

παρθενικὴν δ’ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ,

### book 42.230.3

κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων.

### book 42.230.4

ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης·

### book 42.230.5

εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,

### book 42.235.1

οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης

### book 42.235.2

ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες ἐρώτων,

### book 42.235.3

παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί.

### book 42.235.4

ἕδνα δὲ σεῖο πόθοιο, τεῆς κειμήλια νύμφης,

### book 42

μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,

### book 42.240.1

οἷα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γὰρ

### book 42.240.2

ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ

### book 42.240.3

κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες.

### book 42.240.4

μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ

### book 42.240.5

ποῖα παρ’ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;

### book 42.245.1

Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον ἐρώτων;

### book 42.245.2

ἄργυρον Ὠρίων οὐκ ὤπασεν Ἠριγενείῃ·

### book 42.245.3

οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατος· ἀλλ’ ἄρα μοῦνος

### book 42.245.4

χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς

### book 42.245.5

ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην·

### book 42.1

οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλὰ θεαίνης

### book 42.2

ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων

### book 42.3

φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω·

### book 42.4

βάρβιτα χειρὶ τίταινε, τεῆς ἀναθήματα Ῥείης,

### book 42.5

Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ

### book 42.255.1

πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ,

### book 42.255.2

Δάφνην πρῶτον ἄειδε καὶ ἀσταθέος δρόμον Ἠχοῦς

### book 42.255.3

καὶ κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης,

### book 42.255.4

ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν

### book 42

μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,

### book 42.260.1

Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους·

### book 42.260.2

μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ.

### book 42.260.3

καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης

### book 42.260.4

καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ

### book 42.260.5

μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης ...

### book 42.265.1

οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ

### book 42.265.2

ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες.

### book 42.265.3

μέλψον ἐρωμανέουσαν ἐπ’ Ἐνδυμίωνι Σελήνην,

### book 42.265.4

μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καὶ αὐτὴν

### book 42.265.5

αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,

### book 42.270.1

νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει

### book 42.270.2

πατρῴων ἀίουσα μελίφρονα θεσμὸν ἐρώτων.

### book 42.270.3

σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω·

### book 42.270.4

ἀλλά με καὶ σὺ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.“

### book 42.270.5

ὣς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.

### book 42.275

καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη

### book 42.1

υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη·

### book 42.2

καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης

### book 42.3

ὄρχατον ἀμπελόεντα καὶ ὄμπνια λήια γαίης

### book 42.4

καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων

### book 42.280.1

ἤθεσι κερδαλέοισι, καὶ οἷά τε γηπόνος ἀνήρ,

### book 42.280.2

ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ·

### book 42.280.3

„εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἢν ἐθελήσῃς,

### book 42.280.4

ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω.

### book 42.280.5

Ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ

### book 42.285.1

νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω·

### book 42.285.2

‘Σκορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ

### book 42.285.3

αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ

### book 42.285.4

Πληιάδες δύνουσι· πότε σπείρωμεν ἀρούρας;

### book 42.285.5

αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει

### book 42.290.1

λουομένην Φαέθοντι.‘ καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης

### book 42.290.2

χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω·

### book 42.290.3

‘διψαλέη πότε γαῖα Διὸς νυμφεύεται ὄμβρῳ;‘

### book 42.290.4

εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω·

### book 42.290.5

‘ἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω;

### book 42.301

ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,

### book 42

πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ

### book 42.295.1

καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω·

### book 42.295.2

‘ἄμπελος ἡβώωσα πεπαίνεται ἄμμορος ἅρπης·

### book 42.295.3

παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην;

### book 42.295.4

σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει·

### book 42.295.5

λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς

### book 42

μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.‘

### book 42.303.1

δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς·

### book 42.303.2

ὑμετέρης με κόμιζε φυτηκόμον Ἀφρογενείης,

### book 42.305.1

ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ

### book 42.305.2

ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων.

### book 42.305.3

οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι

### book 42.305.4

καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ·

### book 42.305.5

ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,

### book 42.310.1

καὶ κρόκον, ἢν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω.

### book 42.310.2

μή μοι χρυσὸν ἄγῃς κομιδῆς χάριν· οὐ χρέος ὄλβου·

### book 42.310.3

μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.“

### book 42.310.4

τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη

### book 42.310.5

Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.

### book 42.315.1

ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέρραφεν Εἰραφιώτης·

### book 42.315.2

καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης

### book 42.315.3

οἷά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων

### book 42.1

εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην·

### book 42.2

„τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;

### book 42.320.1

τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει

### book 42.320.2

ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.“

### book 42.320.3

εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.

### book 42.320.4

καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων

### book 42.320.5

νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη

### book 42.325.1

εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γὰρ

### book 42.325.2

ἔργον, ὅ περ τελέει τις ἐν ἤματι, νυκτὶ δοκεύει·

### book 42.325.3

βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει·

### book 42.325.4

δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου·

### book 42.325.5

γειοπόνοι δ’ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,

### book 42.330.1

αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ

### book 42.330.2

ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ

### book 42.330.3

εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.

### book 42.330.4

οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,

### book 42.330.5

μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,

### book 42.335.1

καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ

### book 42.335.2

παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν·

### book 42.335.3

καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,

### book 42.335.4

εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.

### book 42.335.5

μέμφετο δ’ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ

### book 42.340

Ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην

### book 42.1

τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,

### book 42.2

φάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου

### book 42.3

πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.

### book 42.4

ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς

### book 42.345.1

λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.

### book 42.345.2

καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,

### book 42.345.3

θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ ...

### book 42.345.4

στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,

### book 42.345.5

λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ

### book 42.1

παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου

### book 42.2

φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν,

### book 42.3

καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων

### book 42.4

αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,

### book 42.5

καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.

### book 42.355.1

καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην

### book 42.355.2

ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς

### book 42.355.3

εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ·

### book 42.355.4

καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,

### book 42.355.5

καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,

### book 42.360.1

ὅττι μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ

### book 42.360.2

θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς

### book 42.360.3

τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν·

### book 42.360.4

„παρθένε, σὸν δι’ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·

### book 42

σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου·

### book 42.365.1

πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω

### book 42.365.2

σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους·

### book 42.365.3

ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ

### book 42.365.4

νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.

### book 42.365.5

παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,

### book 42.370.1

ὅττι σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη

### book 42.370.2

σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον ἐρώτων;

### book 42.374

ἀλλ’ ἐρέεις Γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·

### book 42.375

νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·

### book 42.372.1

οὔ σε τέκε Γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,

### book 42.372.2

Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;

### book 42.376.1

μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ

### book 42.376.2

εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,

### book 42.376.3

ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,

### book 42.376.4

καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,

### book 42.380.1

καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων·

### book 42.380.2

νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν

### book 42.380.3

ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας·

### book 42.380.4

οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα φαρέτρην

### book 42.380.5

μῦθον ἀγηνορίης φιλοπάρθενος ὤπασε Σύριγξ,

### book 42.385

ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ

### book 42.1

ἔκφυγε Πανὸς ἔρωτα, πόθους δ’ ἔτι Πανὸς ἀείδει·

### book 42.2

καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο,

### book 42.3

ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη,

### book 42.4

ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ

### book 42.390.1

Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου.

### book 42.390.2

καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ

### book 42.390.3

θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης

### book 42.390.4

διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην·

### book 42.390.5

καὶ λίνα σεῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων

### book 42.395.1

λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης.

### book 42.395.2

ποῖά σοι Ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει;

### book 42.395.3

ἦ ῥά σοι ἕδνα γάμοιο † δεδέξεται ἁλμυρὸν ὕδωρ

### book 42.395.4

καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν

### book 42.395.5

δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;

### book 42.1

δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ

### book 42.2

Βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω·

### book 42.3

δέξο μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην·

### book 42.4

εἰ δ’ ἐθέλεις δόρυ θοῦρον, Ἀδώνιδος οἷά τε κούρη,

### book 42.5

θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης.

### book 42.405.1

φεῦγε, φίλη, βαρὺν ἦχον ἀσιγήτοιο θαλάσσης,

### book 42.405.2

φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον ἐρώτων.

### book 42.405.3

ἄλλῃ Ἀμυμώνῃ παρελέξατο Κυανοχαίτης,

### book 42.405.4

ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή·

### book 42.405.5

καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην·

### book 42.410.1

Ἀστερίην δ’ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη·

### book 42.410.2

παρθενικὴν δ’ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ.

### book 42.410.3

οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν

### book 42.410.4

λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει

### book 42.410.5

ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης

### book 42.415.1

ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς

### book 42.415.2

ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω ...

### book 42.415.3

οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης.

### book 42.415.4

ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω·

### book 42.415.5

ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω

### book 42.420.1

δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο·

### book 42.420.2

Ἡλιάδων ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ

### book 42.420.3

λευκὸν ἐρευθιόωσα, βολαῖς δ’ ἀντίρροπος Ἠοῦς

### book 42.420.4

εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν ...

### book 42.420.5

καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει

### book 42.425.1

μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ

### book 42.425.2

λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί·

### book 42.425.3

μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου

### book 42.1

σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.“

### book 42.2

τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη

### book 42.430.1

χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς,

### book 42.430.2

μὴ πάλιν ἄλλον ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ,

### book 42.430.3

ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ

### book 42.430.4

μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν ἐρώτων,

### book 42.430.5

ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ

### book 42.435.1

ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες

### book 42.435.2

καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ

### book 42.435.3

διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει.

### book 42.435.4

ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ·

### book 42.435.5

παρθενικῆς δ’ ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ

### book 42.440.1

σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην,

### book 42.440.2

κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,

### book 42.440.3

ἴκμια διψαλέοιο δι’ οὔρεος ἴχνια πάλλων,

### book 42.440.4

παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,

### book 42.440.5

ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·

### book 42.445.1

καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης

### book 42.445.2

οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ ...

### book 42.445.3

εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου

### book 42.445.4

κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·

### book 42

ὀξὺ δὲ λεπταλέοιο δι’ εἵματος οἷα κατόπτρῳ

### book 42.1

ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο μορφῆς,

### book 42.2

οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων

### book 42.3

στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς

### book 42.4

μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,

### book 42.5

δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,

### book 42.455.1

παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ

### book 42.455.2

εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων Ἐνοσίχθων

### book 42.455.3

μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ

### book 42.455.4

παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ·

### book 42.455.5

„Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·

### book 42.460.1

οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου

### book 42.460.2

οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω

### book 42.460.3

Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ

### book 42.460.4

εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων·

### book 42.460.5

οὐ Πάφος, οὐκέτι Λέσβος· Ἀμυμώνης δὲ τιθήνη

### book 42.465.1

ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο,

### book 42.465.2

μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ

### book 42.465.3

τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.

### book 42.465.4

παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ

### book 42.465.5

ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·

### book 42.470.1

πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης·

### book 42.470.2

σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρα τις εἴπῃ,

### book 42.470.3

ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις Ἐννοσιγαίου

### book 42.470.4

πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου

### book 42.470.5

Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.

### book 42.475.1

οὔ σοι Βασσαρίδας μανιώδεας ἐγγυαλίξω,

### book 42.475.2

οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σιληνὸν ὀπάσσω·

### book 42.475.3

ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς

### book 42.475.4

Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω·

### book 42.475.5

δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·

### book 42.480.1

καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου

### book 42.480.2

Ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω·

### book 42.480.3

σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.

### book 42.480.4

εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω

### book 42.480.5

θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω

### book 42.485.1

μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.“

### book 42.485.2

ἔννεπε· χωομένην δὲ λιπὼν δυσπειθέα κούρην

### book 42.485.3

ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν·

### book 42.485.4

„Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην

### book 42.485.5

τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις

### book 42.490.1

καὶ γενέτης Βερόης καὶ νυμφίος Ἀφρογενείης.“

### book 42.490.2

τοῖα μὲν Ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ·

### book 42.490.3

πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,

### book 42.490.4

κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ

### book 42

ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ

### book 42.495.1

χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων,

### book 42.495.2

πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.

### book 42.495.3

καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης

### book 42.495.4

ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ

### book 42.495.5

ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον ἐρώτων

### book 42.1

ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα

### book 42.2

καὶ γάμον αἰχμητῆρα καὶ ἱμερόεσσαν ἐνυώ.

### book 42.3

καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ

### book 42.4

Κύπρις ἐπ’ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης

### book 42.5

παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν ἐρώτων·

### book 42.505.1

ἀμφοτέροις δὲ θεοῖσι μίαν πιστώσατο φωνήν·

### book 42.505.2

„ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω

### book 42.505.3

τὴν μὲν ὀφειλομένην Ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ·

### book 42.505.4

ἀλλ’ ἐπεὶ οὐ γενόμην διδυμητόκος, οὐδὲ κελεύει

### book 42.505.5

θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην

### book 42.510.1

ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις,

### book 42.510.2

ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω·

### book 42.510.3

οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης

### book 42.510.4

ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα·

### book 42.510.5

ὃς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω ...

### book 42.515

ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης

### book 42.1

γείτονος ἀμφὶ πόληος, ὅπῃ πολιοῦχος ἀκούω,

### book 42.2

πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω·

### book 42.3

συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην

### book 42.4

πόντιος Ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης

### book 42.520.1

γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης,

### book 42.520.2

μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων

### book 42.520.3

ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.

### book 42.520.4

εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ

### book 42.520.5

φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ

### book 42.525.1

κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.“

### book 42.525.2

ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ

### book 42.525.3

ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ

### book 42.525.4

καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι

### book 42.525.5

συνθεσίας· καὶ δῆρις ἀέξετο πομπὸς Ἐρώτων

### book 42.530.1

καὶ κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ.

### book 42.530.2

οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος

### book 42.530.3

σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,

### book 42.530.4

μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης.

### book 42.530.5

ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·

### book 42.535.1

κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης

### book 42.535.2

βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω

### book 42.535.3

ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,

### book 42.535.4

φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.

### book 42

καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·

### book 42.540.1

ἔμπης δ’ εἰς μόθον ἦλθεν. ἐπ’ ἀμφοτέρων δὲ κυδοιμῷ

### book 42.540.2

ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,

### book 42

δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.

### book 43.3.1

Ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,

### book 43.3.2

νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,

### book 43.5.1

καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·

### book 43.5.2

καὶ κλόνον αἰθύσσων Ἐνοσίχθονι καὶ Διονύσῳ

### book 43.5.1

θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων

### book 43.5.2

χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,

### book 43.5.3

Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.

### book 43.5.4

καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης

### book 43.5.5

παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ

### book 43.10.1

εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν

### book 43.10.2

ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν ἐρώτων

### book 43.10.3

καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,

### book 43.10.4

ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος

### book 43.10.5

ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο

### book 43.15

ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.

### book 43.1

καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ

### book 43.2

ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·

### book 43.3

καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ

### book 43.4

Ἀσσυρίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης,

### book 43.20.1

σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ

### book 43.20.2

εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,

### book 43.20.3

μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·

### book 43.20.4

καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου

### book 43.20.5

ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,

### book 43.25.1

βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·

### book 43.25.2

καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων,

### book 43.25.3

τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων,

### book 43.25.4

θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ.

### book 43.25.5

καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ,

### book 43.30.1

ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,

### book 43.30.2

ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,

### book 43.30.3

καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων

### book 43.30.4

πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.

### book 43.30.5

καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ

### book 43.35.1

ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων

### book 43.35.2

δαίμονες ἐστρατόωντο. τανυπτόρθοις δὲ κορύμβοις

### book 43.35.3

δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·

### book 43.35.4

καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος

### book 43

ἡμερίδες Λιβάνοιο μετωχλίζοντο τριαίνῃ.

### book 43.40.1

καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου

### book 43.40.2

εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι ταρσῶν

### book 43.40.3

θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου

### book 43.40.4

ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου

### book 43.40.5

διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·

### book 43.45.1

καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ·

### book 43.45.2

ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ

### book 43.45.3

ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ·

### book 43.45.4

καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ

### book 43.45.5

ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα

### book 43.1

προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ

### book 43.2

ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.

### book 43.3

καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,

### book 43.4

στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν ἐνυώ.

### book 43.5

τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς

### book 43.55.1

υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου

### book 43.55.2

Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·

### book 43.55.3

τῆς δ’ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἑλικάων

### book 43.55.4

ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ

### book 43.55.5

πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσύρετο χαίτης·

### book 43.60

Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,

### book 43.1

Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·

### book 43.2

πέμπτης δ’ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος ἀνδρῶν,

### book 43.3

ὃν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ

### book 43.4

φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων

### book 43.65.1

σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,

### book 43.65.2

υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.

### book 43.65.3

τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις

### book 43.65.4

σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο Βάκχῳ.

### book 43.65.5

καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·

### book 43.70.1

„Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου

### book 43.70.2

αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων

### book 43.70.3

ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,

### book 43.70.4

καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ

### book 43.70.5

τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων

### book 43.75.1

Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·

### book 43.75.2

καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,

### book 43.75.3

καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,

### book 43.75.4

νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,

### book 43.75.5

αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,

### book 43.80.1

Σιληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·

### book 43.80.2

καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους

### book 43.80.3

γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν·

### book 43.80.4

καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων

### book 43.80.5

διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης,

### book 43.85

ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεὺς

### book 43.1

ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων

### book 43.2

βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,

### book 43.3

καί μιν ὑποδρήσσοντα μετ’ Ἰσθμιάδος βυθὸν ἅλμης

### book 43.4

πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,

### book 43.90.1

εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·

### book 43.90.2

οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτ’ ἐάσσω.

### book 43.90.3

ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης

### book 43.90.4

νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις

### book 43.90.5

κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις

### book 43.95.1

Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,

### book 43.95.2

μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης·

### book 43.95.3

Λευκοθέης δ’ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις·

### book 43.95.4

χερσαίη δὲ φανεῖσα συνέμπορος εὐάδι Βάκχῃ

### book 43.95.5

Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·

### book 43.1

καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης

### book 43.2

βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ·

### book 43.3

Εἰδοθέη δ’ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω·

### book 43.4

καὶ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ

### book 43.5

τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,

### book 43.105.1

ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ

### book 43.105.2

ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ;

### book 43.105.3

ἀλλὰ γένος Νηρῆος ἐάσσατε· ποντοπόρους γὰρ

### book 43.105.4

δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω.

### book 43.105.5

καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου

### book 43.110.1

Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων

### book 43.110.2

θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ,

### book 43.110.3

στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς

### book 43.110.4

ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς

### book 43.110.5

δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.

### book 43.115.1

Γλαῦκος ἁλιβρέκτοιο διάκτορος Ἐννοσιγαίου

### book 43.115.2

Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων

### book 43.115.3

αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης.

### book 43.115.4

οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς

### book 43.115.5

νύμφης ἡμετέρης περὶ πατρίδος· οὔ μιν ἀράξας

### book 43.120.1

ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων Ἐνοσίχθων,

### book 43.120.2

εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,

### book 43.120.3

ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,

### book 43.120.4

εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,

### book 43.120.5

νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ...

### book 43.125.1

ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ

### book 43.125.2

Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καὶ αὐτὴ

### book 43.125.3

ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.

### book 43.125.4

καὶ πόλιος τελέσας ἕτερον τύπον οὔ μιν ἐάσσω

### book 43.125.5

ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας

### book 43.130

γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,

### book 43.1

χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·

### book 43.2

τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.

### book 43.3

ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ

### book 43.4

θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων

### book 43.135.1

νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δ’ αὐτὴ

### book 43.135.2

ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει

### book 43.135.3

Ἰνδὸς ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων,

### book 43.135.4

δάκρυα κυματόεντα, γέρων ἔφριξεν Ὑδάσπης.

### book 43.135.5

καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην

### book 43.140.1

ἓν γέρας ἱμείροντι χαρίζομαι Ἐννοσιγαίῳ·

### book 43.140.2

ἢν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον ἐρώτων,

### book 43.140.3

μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.“

### book 43.140.4

τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ

### book 43.140.5

κερτομέων Διόνυσον ἀμείβετο Κυανοχαίτης·

### book 43.145.1

„αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης

### book 43.145.2

ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου.

### book 43.163.1

δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας

### book 43.163.2

καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ.

### book 43.147.1

οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ

### book 43.147.2

ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.

### book 43.147.3

ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας

### book 43.1

ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος

### book 43.2

τύμπανα Σιληνοῖο κατακλύζοιτο θαλάσσῃ,

### book 43.1

κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ

### book 43.2

νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω

### book 43.3

εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ

### book 43.155.1

Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.

### book 43.155.2

οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·

### book 43.155.3

Νηρεΐδες γεγάασιν ἀρείονες. ἀλλὰ θαλάσσῃ

### book 43.155.4

διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ

### book 43.155.5

ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ·

### book 43.160.1

καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ

### book 43.160.2

Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ,

### book 43.160.3

ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.

### book 43.165.1

Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν,

### book 43.165.2

ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης

### book 43.165.3

Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης,

### book 43.165.4

ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ

### book 43.165.5

Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,

### book 43.170.1

ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης,

### book 43.170.2

Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου.

### book 43.170.3

ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσσας

### book 43.170.4

δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν

### book 43.170.5

κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ

### book 43.175.1

εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ,

### book 43.175.2

ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ

### book 43.175.3

πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης,

### book 43.175.4

καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος·

### book 43

οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου

### book 43.180.1

οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης

### book 43.180.2

τοσσατίης. τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν

### book 43.180.3

οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν ἐνυώ·

### book 43.180.4

καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς

### book 43.180.5

πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου

### book 43.185.1

εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος ἄρης·

### book 43.185.2

ὑψώθη δὲ θάλασσα κατ’ αἰθέρος, Ὠκεανῷ δὲ

### book 43.185.3

λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης

### book 43.185.4

βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,

### book 43.185.5

καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων

### book 43.190.1

κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου

### book 43.190.2

οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.“

### book 43.190.3

ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,

### book 43.190.4

καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ

### book 43.190.5

ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.

### book 43.195.1

καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης·

### book 43.195.2

καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ

### book 43.195.3

ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης,

### book 43.195.4

ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος

### book 43.195.5

ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,

### book 43.1

τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,

### book 43.2

ζεύξας Ἴσθμιον ἅρμα· καὶ ἱππείῳ χρεμετισμῷ

### book 43.3

εἰναλίων κελάδημα συνεπλατάγησε λεόντων.

### book 43.4

καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου

### book 43.5

ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.

### book 43.205.1

Τρίτων δ’ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ,

### book 43.205.2

ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν

### book 43.205.3

ἀλλοφυῆ, χλοάουσαν, ἀπ’ ἰξύος ἄχρι καρήνου

### book 43.205.4

ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ

### book 43.205.5

δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.

### book 43.210.1

καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ

### book 43.210.2

ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,

### book 43.210.3

Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων

### book 43.210.4

καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ

### book 43.210.5

Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,

### book 43.215.1

ἄβροχος αἰγείῃσιν ἀνακρούων ἅλα χηλαῖς,

### book 43.215.2

ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,

### book 43.215.3

πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ

### book 43.215.4

μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς

### book 43.215.5

ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,

### book 43.220.1

μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ

### book 43.220.2

τικτομένη σύριγγι διώκετο ποντιὰς Ἠχώ.

### book 43.220.3

ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας

### book 43.220.4

ῥῖψεν ἐφ’ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη

### book 43.220.5

Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.

### book 43.225.1

Πρωτεὺς δ’ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης

### book 43.225.2

εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·

### book 43.225.3

ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ

### book 43.225.4

Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν

### book 43.225.5

φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.

### book 43.230.1

σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·

### book 43.230.2

Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων

### book 43.230.3

πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·

### book 43.230.4

καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη

### book 43.230.5

δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων

### book 43.235.1

ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·

### book 43.235.2

καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας

### book 43.235.3

εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος

### book 43.235.4

σπεῖραν ἀνῃώρησεν, ὑπ’ ὀρχηστῆρι δὲ παλμῷ

### book 43.235.5

ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,

### book 43.240.1

καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων

### book 43.240.2

ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ·

### book 43.240.3

καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ

### book 43.240.4

φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν

### book 43.240.5

ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ

### book 43.245

χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ·

### book 43.1

κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων

### book 43.2

εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,

### book 43.3

ὃν κτάνεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας

### book 43.4

ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.

### book 43.1

χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην

### book 43.2

πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης

### book 43.3

οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.

### book 43.4

θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων

### book 43.5

ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,

### book 43.255.1

ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων,

### book 43.255.2

δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρ’ ᾐόνα γείτονες ὄχθαι

### book 43.255.3

εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.

### book 43.255.4

Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι

### book 43.255.5

ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου

### book 43.260.1

ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.

### book 43.260.2

καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ

### book 43.260.3

ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,

### book 43.260.4

λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.

### book 43.260.5

καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης

### book 43.265.1

γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης·

### book 43.265.2

καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου

### book 43.265.3

εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ·

### book 43.265.4

κουφίζων δ’ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων

### book 43

πομπίλος ἠέρταζε δι’ ὕδατος ἄβροχον Εἰδώ.

### book 43.270.1

ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ,

### book 43.270.2

δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,

### book 43.270.3

δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ

### book 43.270.4

κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,

### book 43.270.5

ὀκλάζων ἐπίκυρτος, ἐπ’ ἄντυγι γούνατα πήξας

### book 43.275.1

ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων

### book 43.275.2

φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,

### book 43.275.3

ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου

### book 43.275.4

δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος·

### book 43.275.5

ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος

### book 43.280.1

ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις.

### book 43.280.2

ἄλλη δ’ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην,

### book 43.280.3

νώτῳ δ’ ἰχθυόεντι καθιππεύουσα γαλήνης

### book 43.280.4

ἡνίοχος δελφῖνος, ὑπερκύψασα θαλάσσης,

### book 43

ὑγρομανῆ δρόμον εἶχε· φανεὶς δέ τις ὑγρὸς ὁδίτης

### book 43.285.1

μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς.

### book 43.285.2

καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου

### book 43.285.3

θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν

### book 43.285.4

ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο

### book 43.285.5

ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ.

### book 43.290.1

καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ·

### book 43.290.2

Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ

### book 43.290.3

Ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ

### book 43.290.4

οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ

### book 43.290.5

Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,

### book 43.295.1

Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντος ἀέλλῃ

### book 43.295.2

Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης

### book 43.295.3

συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης

### book 43.295.4

κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη

### book 43.295.5

ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ

### book 43.1

εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς.

### book 43.2

καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης

### book 43.3

εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ

### book 43.4

οὔρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ

### book 43.5

Μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·

### book 43.305.1

καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου

### book 43.305.2

ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.

### book 43.305.3

Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,

### book 43.305.4

ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης

### book 43

εἰς μόθον ὑδατόεντα κορύσσετο φοιτάδι λύσσῃ,

### book 43.310.1

ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ·

### book 43.310.2

ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων

### book 43.310.3

νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,

### book 43.310.4

βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·

### book 43.310.5

ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης

### book 43.315.1

ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,

### book 43.315.2

Μαιονὶς ἀκρήδεμνος ἐπεβρυχᾶτο Μιμαλλών,

### book 43.315.3

καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,

### book 43.315.4

μιμηλαῖς γενύεσσιν ἐπαφριόωσα θαλάσσῃ.

### book 43.315.5

Σιληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην

### book 43.320.1

Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,

### book 43.320.2

καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ

### book 43.320.3

ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔγχος Ἐνυοῦς,

### book 43.320.4

καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν

### book 43.320.5

δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας

### book 43.325.1

θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.

### book 43.325.2

ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου

### book 43.325.3

Σιληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ

### book 43.325.4

ἔγχεϊ κισσήεντι δι’ ὕδατος ἤλασεν Ἰνώ.

### book 43.325.5

ἄλλῳ δ’ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη

### book 43.330.1

θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης,

### book 43.330.2

Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης

### book 43.1

Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς

### book 43.2

πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ

### book 43.3

δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,

### book 43.335.1

οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ

### book 43.335.2

Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.

### book 43.335.3

ὑψινεφὴς δ’ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ

### book 43.335.4

δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ

### book 43.335.5

χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ.

### book 43.340.1

καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ

### book 43.340.2

ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ

### book 43.340.3

ἀλλοφανὴς κεχάλαστο δι’ ἰξύος ὄρθιος οὐρή.

### book 43.340.4

Σιληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν

### book 43.340.5

ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου

### book 43.345.1

συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.

### book 43.345.2

καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις

### book 43.345.3

Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,

### book 43.345.4

καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου

### book 43.345.5

θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ

### book 43.1

πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.

### book 43.2

καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης

### book 43.3

ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,

### book 43.4

οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·

### book 43.5

λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ

### book 43.355.1

σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ

### book 43.355.2

Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης

### book 43.355.3

ἀφλεγέος σελάγιζε κατ’ αὐχένος αὐτόματον πῦρ,

### book 43.355.4

θάμβος ἰδεῖν. κινυρὴ δὲ παρ’ ᾐόνι γείτονι πόντου

### book 43.355.5

φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου

### book 43.360.1

αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν·

### book 43.360.2

„εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος,

### book 43.360.3

εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θώκων,

### book 43.360.4

Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω

### book 43.360.5

δουλοσύνην Νηρῆος ἅμα Γλαύκοιο τελευτῇ·

### book 43.365.1

μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ,

### book 43.365.2

δμωίδα μή μιν ἴδοιμι παρ’ ἁβροβίων χθόνα Λυδῶν,

### book 43.365.3

ὀψομένην ἔτι πότμον Ἀχιλλέι, Πηλέι, Πύρρῳ,

### book 43.365.4

υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ·

### book 43.365.5

Λευκοθέην δ’ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης

### book 43.370.1

υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος

### book 43.370.2

παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.“

### book 43.370.3

ὣς φαμένης ἤκουσε δι’ αἰθέρος ὑψιμέδων Ζεύς,

### book 43.370.4

καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν Ἐννοσιγαίῳ

### book 43.370.5

καὶ μόθον ἐπρήυνε γαμοστόλον· οὐρανόθεν γὰρ

### book 43.375

νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες ἐνυὼ

### book 43.1

Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.

### book 43.2

καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ

### book 43.3

κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς

### book 43.4

βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,

### book 43.380.1

καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.

### book 43.380.2

ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,

### book 43.380.3

στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·

### book 43.380.4

οὔασι δ’ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ

### book 43.380.5

ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.

### book 43.385.1

καὶ γάμον ὀψιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,

### book 43.385.2

καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ

### book 43.385.3

παστὸν Ἀμυμώνης θαλαμηπόλος † ἤπυε Νηρεύς,

### book 43.385.4

καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ

### book 43.385.5

Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·

### book 43.390.1

καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην

### book 43.390.2

ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,

### book 43.390.3

καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν

### book 43.390.4

ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.

### book 43.390.5

καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις

### book 43.395.1

νυμφίος Ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης·

### book 43.395.2

καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς

### book 43.395.3

ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.

### book 43.395.4

καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ

### book 43.395.5

ἄξιον ἕδνον ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,

### book 43

Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,

### book 43.1

ὅρμον ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,

### book 43.2

ὁππόσα Νηρεΐδεσσιν [ἀμιμήτῳ κά]με τέχνῃ

### book 43.3

Λήμνιος ἐργοπόνος πα[ρὰ Κύπρι]δι· καὶ μέσον ἅλμης

### book 43.4

ἔμπυρον ἄκμονα π[άλλεν] ὑποβρυχίην τε πυράγρην,

### book 43.405.1

φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων

### book 43.405.2

ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου

### book 43.405.3

ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.

### book 43.405.4

Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ

### book 43.405.5

Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος Ἀράχνης·

### book 43.410.1

χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων

### book 43.410.2

ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων

### book 43.410.3

χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε Λυδῶν

### book 43.410.4

Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην

### book 43.410.5

Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ

### book 43.415.1

Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων

### book 43.415.2

δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης

### book 43.415.3

Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,

### book 43.415.4

ἕδνον Ἀμυμώνῃ δωρήσατο Κυανοχαίτης.

### book 43

ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ

### book 43.420.1

γήθεεν Ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ

### book 43.420.2

γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν·

### book 43.420.3

„νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;

### book 43.420.4

οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσῃ

### book 43.420.5

ἅρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης

### book 43.425.1

παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ·

### book 43.425.2

ἁβροτέρην δ’ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,

### book 43.425.3

ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ

### book 43.425.4

πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.

### book 43.425.5

ἀλλὰ ῥίον Λιβάνοιο λιπὼν καὶ Ἀδώνιδος ὕδωρ

### book 43.430.1

ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει

### book 43.430.2

ἄβροχον † ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·

### book 43.430.3

καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης

### book 43.430.4

Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ

### book 43.430.5

Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ

### book 43.435.1

ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις

### book 43.435.2

ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.“

### book 43.435.3

τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ

### book 43.435.4

θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων

### book 43.435.5

ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,

### book 43.440.1

καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπ’ Ἀσσυρίοιο δὲ κόλπου

### book 43.440.2

ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν

### book 43.1

Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ

### book 43.2

ἀφνειαῖς λιβάδεσσι μέλαν φοινίσσεται ὕδωρ·

### book 43.3

Μαιονίης δ’ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ

### book 43.445.1

Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.

### book 43.445.2

καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο

### book 43.445.3

καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν

### book 43.445.4

Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,

### book 43

Εὐρώπης πτολίεθρα μετ’ Ἀσίδος ἄστεα βαίνων.

### book 44.1.1

Ἤδη δ’ Ἰλλυρίης Ταυλάντιον ἔθνος ἀρούρης

### book 44.1.2

καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσσας

### book 44.1.3

Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ

### book 44.1.4

στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ

### book 44.5.1

Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν·

### book 44.5.2

καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας

### book 44.5.3

ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ·

### book 44.5.4

Ἀσωπὸς δ’ ἐχόρευε πυρίπνοα χεύματα σύρων

### book 44.5.5

καὶ προχοὰς ἐλέλιξε· σὺν Ἰσμηνῷ δὲ τοκῆι

### book 44.10.1

κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη.

### book 44.10.2

καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου

### book 44.10.3

ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου,

### book 44.10.4

οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου·

### book 44.10.5

πηγαίη δ’ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.

### book 44.15.1

καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης

### book 44.15.2

Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς·

### book 44.15.3

οἰνοφόρῳ δ’ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ,

### book 44.15.4

καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δ’ ἄλλοις

### book 44

ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας·

### book 44.20.1

οἱ μὲν ἐπεκλήισαν ἀμοιβαδίς, ἐξαπίνης δὲ

### book 44.20.2

αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων,

### book 44.20.3

καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας

### book 44.20.4

ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις.

### book 44.20.5

οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην·

### book 44.25.1

Σιληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται

### book 44.25.2

ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δ’ ἀλαλητῷ

### book 44.25.3

κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς

### book 44.25.4

πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις

### book 44.25.5

κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,

### book 44.33

ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.

### book 44.30.1

φρικαλέαι δ’ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι·

### book 44.30.2

καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν ...

### book 44.30.3

πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων

### book 44.34

μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.

### book 44.35.1

ἤδη δ’ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ

### book 44.35.2

ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων·

### book 44.35.3

καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ,

### book 44.35.4

πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ

### book 44.35.5

λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,

### book 44.40.1

ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ

### book 44.40.2

μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή·

### book 44.40.3

ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης

### book 44.40.4

αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδρὼς

### book 44.40.5

δεῖμα φέρων ναέτῃσι· καὶ ἐκ ποδὸς ἄχρι καρήνου

### book 44.45.1

ἄγγελον ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ.

### book 44.45.2

καὶ ναέται δεδόνηντο· φόβῳ δ’ ἐλελίζετο μήτηρ

### book 44.45.3

Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινήν,

### book 44.45.4

μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου

### book 44.45.5

πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρων,

### book 44.1

ἐξότε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς,

### book 44.2

πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύην

### book 44.3

φάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου,

### book 44.4

ἀπλανέος θρῴσκοντα δι’ εὐκεράου πυλεῶνος·

### book 44.5

ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην

### book 44.55.1

ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ

### book 44.55.2

ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων,

### book 44.55.3

θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα·

### book 44.55.4

καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη

### book 44.55.5

ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου·

### book 44.60.1

καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,

### book 44.60.2

θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν

### book 44.60.3

δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι

### book 44.60.4

τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου

### book 44.60.5

κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,

### book 44.65.1

καί μιν ἐδηλήσαντο τεθηπότα μαινάδες ἄρκτοι·

### book 44.65.2

ἀγροτέρη δὲ λέαινα διαΐσσουσα προσώπου

### book 44.65.3

πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ

### book 44.65.4

ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ

### book 44.65.5

θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,

### book 44.70.1

αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ

### book 44.70.2

οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ

### book 44.70.3

παλλομένη, βροτέην δ’ ἀλιτήμονα ῥήξατο φωνήν·

### book 44.70.4

„εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ

### book 44.70.5

Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.

### book 44.75.1

τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης

### book 44.75.2

δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς·

### book 44.75.3

τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,

### book 44.75.4

οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης

### book 44.75.5

πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.“

### book 44.80.1

τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη.

### book 44.80.2

ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου,

### book 44.80.3

ὀρθρινὴ καλέσασα θεηγόρον υἷα Χαρικλοῦς,

### book 44.80.4

μάντιας ἐσσομένων φονίους ἐδίδαξεν ὀνείρους·

### book 44.80.5

Τειρεσίας δ’ ἐκέλευσε θεοπρόπος ἄρσενα ῥέξαι

### book 44.85

ταῦρον, ἀοσσητῆρα δαφοινήεντος ὀνείρου,

### book 44.1

Ζηνὸς ἀλεξικάκοιο θεοκλήτῳ παρὰ βωμῷ,

### book 44.2

μηκεδανῆς ἐλάτης παρὰ δένδρεον, ἧχι Κιθαιρὼν

### book 44.3

πέπταται ὑψικάρηνος· Ἁμαδρυάδεσσι δὲ Νύμφαις

### book 44.4

θῆλυν ὄιν σήμαινε θυηπολέειν παρὰ λόχμῃ.

### book 44.90.1

ἔγνω δ’ ἔμφρονα θῆρα καὶ ἀγρώσσουσαν Ἀγαύην

### book 44.90.2

γαστρὸς ἑῆς ὠδῖνα καὶ ὠλεσίτεκνον ἀγῶνα

### book 44.90.3

καὶ κεφαλὴν Πενθῆος· ἐν ἀφθόγγῳ δὲ σιωπῇ

### book 44.90.4

κρύψεν ὀνειρείης ἀπατήλιον εἰκόνα νίκης,

### book 44.90.5

Πενθέα μὴ βαρύμηνιν ἑὸν βασιλῆα χαλέψῃ.

### book 44.95.1

πειθομένη δὲ γέροντι σοφῷ φιλότεκνος Ἀγαύη

### book 44.95.2

εἰς ὄρος ὑψικάρηνον ὁμόστολος ἤιε Κάδμῳ,

### book 44.99

ἧχι Διὸς πέλεν ἄλσος ὀρειάδος ἔμπλεον ὕλης,

### book 44.97.1

Πενθέος ἑσπομένοιο· καὶ εὐκεράῳ παρὰ βωμῷ

### book 44.97.2

θῆλυν ὄιν κερόεντι συνέμπορον ἄρσενι ταύρῳ

### book 44.1

Ζηνὶ καὶ Ἀδρυάδεσσι μίαν ξύνωσε θυηλὴν

### book 44.2

Κάδμος Ἀγηνορίδης, θεοτερπέα βωμὸν ἀνάψας,

### book 44.3

ῥέζων ἀμφοτέροισιν· ἀναπτομένοιο δὲ πυρσοῦ

### book 44.4

κνίση μὲν περίφοιτος ἕλιξ συνενήχετο καπνῷ

### book 44.5

εὐόδμῳ στροφάλιγγι, δαϊζομένου δ’ ἄρα ταύρου

### book 44.105.1

ὄρθιος αἱμαλέης αὐτόσσυτος αὐλὸς ἐέρσης

### book 44.105.2

χεῖρας ἐρευθιόωντι φόνῳ πόρφυρεν Ἀγαύης·

### book 44.105.3

αὐχένιον δὲ τένοντα πέριξ στεφανηδὸν ἑλίξας

### book 44.105.4

οἰδαλέην ἐπίκυρτον ἑὴν δοχμώσατο δειρὴν

### book 44

μείλιχος εἱλικόεντι δράκων μιτρούμενος ὁλκῷ,

### book 44.110.1

στέμματι δ’ ὁλκαίῳ κεφαλὴν κυκλώσατο Κάδμου

### book 44.110.2

πρηῢς ὄφις, καὶ γλῶσσα πέριξ λίχμαζεν ὑπήνην

### book 44.110.3

μειλιχίων φίλον ἰὸν ἀποπτύουσα γενείων

### book 44.110.4

οἰγομένων· καὶ θῆλυς ὄφις μιτρώσατο κόρσην

### book 44.110.5

Ἁρμονίης ξανθοῖσι περιπλεχθεῖσα κορύμβοις.

### book 44.115.1

καὶ διδύμων ὀφίων πετρώσατο γυῖα Κρονίων,

### book 44.115.2

ὅττι παρ’ Ἰλλυρικοῖο δρακοντοβότου στόμα πόντου

### book 44.115.3

Ἁρμονίη καὶ Κάδμος ἀμειβομένοιο προσώπου

### book 44.115.4

λαϊνέην ἤμελλον ἔχειν ὀφιώδεα μορφήν.

### book 44.121.1

καὶ φόβον ἄλλον ἔχουσα μετὰ προτέρου φόβον ὕπνου

### book 44.121.2

νόστιμος εἰς δόμον ἦλθε σὺν υἱέι καὶ γενετῆρι.

### book 44.119

τοῖον ἴδεν ποτὲ φάσμα, καὶ ὀμφήεντος ὀνείρου

### book 44.120

μνησαμένη δεδόνητο φόβῳ φιλότεκνος Ἀγαύη.

### book 44.123.1

ἤδη δ’ ἑπταπόροιο δι’ ἄστεος ἵπτατο Φήμη

### book 44.123.2

ὄργια κηρύσσουσα χοροπλεκέος Διονύσου·

### book 44.125.1

οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν· ἀγρονόμων δὲ ...

### book 44.125.2

εἰαρινοῖς πετάλοισιν ἐμιτρώθησαν ἀγυιαί·

### book 44.125.3

καὶ θάλαμον Σεμέλης χλοερῷ σκιόωσα κορύμβῳ

### book 44.125.4

νυμφιδίου σπινθῆρος ἔτι πνείοντα κεραυνοῦ

### book 44

αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ.

### book 44.130.1

φρικτὰ δὲ παπταίνων πολυειδέα θαύματα Βάκχου,

### book 44.130.2

ζῆλον ἔχων ὑπέροπλον, ἄναξ κυμαίνετο Πενθεύς.

### book 44.130.3

καὶ κενεῆς προχέων ὑπερήνορα κόμπον ἀπειλῆς

### book 44.130.4

τοῖον ἔπος δμώεσσιν ἀτάσθαλος ἴαχε Πενθεύς·

### book 44.130.5

„Λυδὸν ἐμὸν θεράποντα κομίσσατε, θῆλυν ἀλήτην,

### book 44.135.1

δαινυμένου Πενθῆος ὑποδρηστῆρα τραπέζης,

### book 44.135.2

οἰνοδόκῳ ποτὸν ἄλλο διαστάζοντα κυπέλλῳ,

### book 44.135.3

ἢ γλάγος ἢ γλυκὺ χεῦμα 〈φιλοπτόρθοιο μελίσσης.〉

### book 44.137a

.............. κασιγνήτην δὲ τεκούσης

### book 44.138.1

Αὐτονόην πληγῇσιν ἀμοιβαίῃσιν ἱμάσσω·

### book 44.138.2

κύμβαλα δ’ ἠχήεντα διαρρίψαντες ἀήταις

### book 44.140.1

καὶ πάταγον Βερέκυντα καὶ εὔια τύμπανα Ῥείης

### book 44.140.2

ἕλκετε Βασσαρίδας μανιώδεας, ἕλκετε Βάκχας,

### book 44.140.3

ἀμφιπόλους Βρομίοιο συνήλυδας, ἃς ἐνὶ Θήβῃ

### book 44.140.4

Ἰσμηνοῦ διεροῖσιν ἀκοντίζοντες ἐναύλοις

### book 44

Νηίδας Ἀονίαις ποταμηίσι μίξατε Νύμφαις

### book 44.145.1

ἥλικας, Ἀδρυάδας δὲ γέρων δέξοιτο Κιθαιρὼν

### book 44.145.2

ἄλλαις Ἀδρυάδεσσιν ὁμόζυγας ἀντὶ Λυαίου.

### book 44.145.3

καὶ πλοκάμους τμήξωμεν ἀκερσικόμου Διονύσου·

### book 44.145.4

ἄξατε πῦρ, θεράποντες, ἐπεὶ ποινήτορι θεσμῷ,

### book 44.145.5

ἐκ πυρὸς εἰ πέλε Βάκχος, ἐγὼ πυρὶ Βάκχον ὀπάσσω·

### book 44.1

Ζεὺς Σεμέλην ἐδάμασσεν, ἐγὼ Διόνυσον ὀλέσσω.

### book 44.2

εἰ δέ κε πειρήσαιτο καὶ ἡμετέροιο κεραυνοῦ,

### book 44.3

γνώσεται, οἷον ἔχω χθόνιον σέλας· οὐρανίου γὰρ

### book 44.4

θερμοτέρους σπινθῆρας ἐμὸν λάχεν ἀντίτυπον πῦρ·

### book 44.5

σήμερον αἰθαλόεντα τὸν ἀμπελόεντα τελέσσω.

### book 44.155.1

εἰ δὲ μόθον στήσειε μαχήμονα θύρσον ἀείρων,

### book 44.155.2

γνώσεται, οἷον ἔχω χθόνιον δόρυ· καί μιν ὀλέσσω,

### book 44.155.3

οὐ ποδός, οὐ λαγόνων, οὐ στήθεος, οὐ κενεώνων

### book 44.155.4

ὠτειλὴν μεθέποντα· καὶ οὐ βουπλῆγι δαΐξω

### book 44.155.5

κυρτὰ βοοκραίροιο κεράατα δισσὰ μετώπου,

### book 44.160.1

οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω

### book 44.160.2

ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ,

### book 44.160.3

ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ

### book 44.160.4

καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου,

### book 44.160.5

ἀντὶ Διὸς πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,

### book 44.165.1

ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω

### book 44.165.2

κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης.

### book 44.165.3

οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν,

### book 44.165.4

ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου

### book 44

αἷμα φέρω χθονίοιο, πατὴρ δ’ ἐμὸς ὄρχαμος ἄστρων,

### book 44.170.1

Ἠέλιός με φύτευσε, καὶ οὐκ ἔσπειρεν Ἐχίων·

### book 44.170.2

τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη·

### book 44.170.3

εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης·

### book 44.170.4

οὐρανὸς ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι·

### book 44.170.5

Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη·

### book 44.175.1

Πενθέι μαζὸν ὄρεξε μετ’ Ἄρεα δεσπότις Ἥρη,

### book 44.175.2

καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ·

### book 44.175.3

Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει,

### book 44.175.4

ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης,

### book 44.175.5

μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.

### book 44.180.1

εἰ δὲ τεὴν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ,

### book 44.180.2

παιδὸς ἑῆς διὰ μῶμον ἑὸν δόμον ἔφλεγε Κάδμος,

### book 44.180.3

ἀστεροπὴν δ’ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πῦρ,

### book 44.180.4

καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.“

### book 44.180.5

ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ

### book 44.185.1

ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήταις·

### book 44.185.2

καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης,

### book 44.185.3

ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου.

### book 44.185.4

ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς,

### book 44.185.5

τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων

### book 44.190

τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ·

### book 44.1

„ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη,

### book 44.2

ἅρματος ἀργυφέοιο κυβερνήτειρα Σελήνη,

### book 44.3

εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ

### book 44.4

πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην,

### book 44.195.1

ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττι σε τέρπει

### book 44.195.2

κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ·

### book 44.195.3

Ἄρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις

### book 44.195.4

νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ,

### book 44.195.5

ἔσσο κασιγνήτοιο βοηθόος· ἀρχεγόνου γὰρ

### book 44.1

αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης,

### book 44.2

μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος· ὠκύμορος γὰρ

### book 44.3

θνητὸς ἀνὴρ κλονέει με θεημάχος· ὡς νυχίη δὲ

### book 44.4

νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ·

### book 44.5

εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ

### book 44.205.1

ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσουσι θοώκοις,

### book 44.205.2

νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου

### book 44.205.3

δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἑρμῆς·

### book 44.205.4

σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης

### book 44.205.5

Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν

### book 44.210.1

Γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη

### book 44.210.2

ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ.

### book 44.210.3

ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς

### book 44.210.4

ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου.

### book 44

Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν·

### book 44.215.1

κλῦθι, πάτερ καὶ μῆτερ· ἐλεγχομένου δὲ Λυαίου

### book 44.215.2

σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.“

### book 44.215.3

ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη·

### book 44.215.4

„νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης,

### book 44.215.5

σῆς σταφυλῆς ἀλέγιζε· μέλει δέ μοι ὄργια Βάκχου,

### book 44.220.1

ὑμετέρων ὅτι γαῖα φυτῶν ὠδῖνα πεπαίνει

### book 44.220.2

μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης

### book 44.220.3

δεχνυμένη· σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων

### book 44.220.4

σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν

### book 44.220.5

ἀδρανέων, οἷς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ

### book 44.225.1

Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς.

### book 44.225.2

σὺν σοὶ δυσμενέεσσι κορύσσομαι· ἶσα δὲ Βάκχῳ

### book 44.225.3

κοιρανέω μανίης ἑτερόφρονος· εἰμὶ δὲ Μήνη

### book 44.225.4

Βακχιάς, οὐχ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω,

### book 44.225.5

ἀλλ’ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω.

### book 44.230.1

οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσσω·

### book 44.230.2

ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ,

### book 44.230.3

ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας,

### book 44.230.4

τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος.

### book 44.230.5

ἤδη δ’ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων

### book 44.235.1

κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς,

### book 44.235.2

Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ

### book 44.235.3

ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης

### book 44.235.4

ἔγχεϊ κισσήεντι τετυμμένον· αὐτὰρ ὁ φεύγων

### book 44.235.5

πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ·

### book 44.240.1

Τυρσηνοὶ δεδάασι τεὸν σθένος, ὁππότε νηῶν

### book 44.240.2

ὄρθιος ἱστὸς ἄμειπτο καὶ ἀμπελόεις πέλεν ὄρπηξ

### book 44.240.3

αὐτοτελής, τὸ δὲ λαῖφος ὑπὸ σκιεροῖσι πετήλοις

### book 44.240.4

ἡμερίδων εὔβοτρυς ἀνηέξητο καλύπτρη,

### book 44.240.5

καὶ πρότονοι σύριζον ἐχιδνήεντι κορύμβῳ

### book 44.245.1

ἰοβόλοι, βροτέην δὲ φυὴν καὶ ἐχέφρονα βουλὴν

### book 44.245.2

δυσμενέες ῥίψαντες ἀμειβομένοιο προσώπου

### book 44.245.3

ἀφραδέες δελφῖνες ἐνιπλώουσι θαλάσσῃ·

### book 44.245.4

εἰσέτι κωμάζουσι καὶ ἐν ῥοθίοις Διονύσῳ,

### book 44.245.5

οἷα κυβιστητῆρες ἐπισκαίρουσι γαλήνῃ.

### book 44.1

καὶ νέκυς ὑμετέρῳ βεβολημένος ὀξέι θύρσῳ

### book 44.2

χεύμασιν Ἀσσυρίοισι καλύπτεται Ἰνδὸς Ὀρόντης,

### book 44.3

εἰσέτι δειμαίνων καὶ ἐν ὕδασιν οὔνομα Βάκχου.“

### book 44.4

τοῖον ἔπος Βρομίῳ χρυσήνιος ἴαχε δαίμων.

### book 44.5

ὄφρα μὲν εἰσέτι Βάκχος ὁμίλεε κυκλάδι Μήνῃ,

### book 44.255.1

τόφρα δὲ καὶ Ζαγρῆι χαριζομένη Διονύσῳ

### book 44.255.2

Περσεφόνη θώρηξεν Ἐρινύας, ἀχνυμένῳ δὲ

### book 44.255.3

ὀψιγόνῳ χραίσμησε κασιγνήτῳ Διονύσῳ.

### book 44.255.4

αἱ δὲ Διὸς χθονίοιο δυσάντεϊ νεύματι νύμφης

### book 44

Εὐμενίδες Πενθῆος ἐπεστρατόωντο μελάθρῳ,

### book 44.260.1

ὧν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου

### book 44.260.2

Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην,

### book 44.260.3

Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ,

### book 44.260.4

καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης,

### book 44.260.5

οἷα προθεσπίζουσα γόον καὶ δάκρυα Θήβης·

### book 44.265.1

Ἀκταίην δὲ μάχαιραν ἀπ’ Ἀτθίδος ἤγαγε δαίμων,

### book 44.265.2

ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ

### book 44.265.3

Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ

### book 44.265.4

τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ

### book 44.265.5

παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν·

### book 44.270.1

κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς

### book 44.270.2

ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην

### book 44.270.3

Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ

### book 44.1

μηκεδανῆς ἐλάτης, † η Μαινάδες, ὁππόθι Πενθεὺς

### book 44.2

μέλλε θανεῖν ἀκάρηνος· ἐπαμήσασα δὲ κόχλῳ

### book 44.275.1

Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης

### book 44.275.2

πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις.

### book 44.275.3

καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς.

### book 44.275.4

ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου

### book 44.275.5

νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν,

### book 44.280.1

αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην·

### book 44.280.2

βακχεύσας δ’ ἀχάλινον Ἀρισταίοιο γυναῖκα

### book 44.280.3

Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ·

### book 44.280.4

„ὀλβίη Αὐτονόη Σεμέλης πλέον· ἀρτιγάμου γὰρ

### book 44.280.5

υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ·

### book 44.285.1

αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην

### book 44.285.2

Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη.

### book 44.285.3

οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν,

### book 44.285.4

οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην,

### book 44.285.5

οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν,

### book 44.290.1

οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας·

### book 44.290.2

ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ

### book 44.290.3

υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες,

### book 44.1

νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης.

### book 44.2

οἶδα, πόθεν δόλος οὗτος· ἐπ’ ἀλλοτρίοις ὑμεναίοις

### book 44.295.1

εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες.

### book 44.295.2

ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ

### book 44.295.3

σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα· κεῖθι μολοῦσα

### book 44.295.4

ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ,

### book 44.295.5

Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης ...

### book 44.1

ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην.

### book 44.2

ὀλβίη Αὐτονόη Σεμέλης πλέον, ὅττι θεαίνης

### book 44.3

εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες Ἰοχεαίρης·

### book 44.4

Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης

### book 44.5

σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.

### book 44.305.1

οὐ θρασὺς Ὠρίων πέλε νυμφίος Ἰοχεαίρης.

### book 44.305.2

χάρματι δ’ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης

### book 44.305.3

κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ,

### book 44.305.4

σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην.

### book 44.305.5

ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ·

### book 44.310.1

ἅρμενος οὗτος ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ

### book 44.310.2

υἷα κασιγνήτοιο καὶ οὐ ξένον ἔσχεν ἀκοίτην.

### book 44.310.3

ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,

### book 44.1

υἱέα κουφίζουσα σαόφρονος Ἰοχεαίρης

### book 44.2

πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.

### book 44.315.1

τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ

### book 44.315.2

ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι,

### book 44.315.3

εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,

### book 44

μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;“

### book 45.1.1

Ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη

### book 45.1.2

χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ

### book 45.1.3

νυμφίον Ἀκταίωνα παρήμενον Ἰοχεαίρῃ·

### book 45.1.4

καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις

### book 45.5.1

εἰς ὄρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη,

### book 45.5.2

καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ

### book 45.5.3

ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν·

### book 45.5.4

„οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη,

### book 45.5.5

θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.

### book 45.10.1

ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον· ἢν ἐθελήσω,

### book 45.10.2

καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαΐξω

### book 45.10.3

καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαμάσσω.

### book 45.10.4

θύρσον ἔχω· μελίης δ’ οὐ δεύομαι, οὐ δόρυ πάλλω·

### book 45.10.5

ἔγχεϊ δ’ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω·

### book 45.15

οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω.

### book 45.1

κύμβαλα δ’ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην

### book 45.2

κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω.

### book 45.3

Λύδιά μοι δότε ῥόπτρα· τί μέλλετε, θυιάδες ὧραι;

### book 45.4

ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες

### book 45.20.1

ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ·

### book 45.20.2

ζῆλον ἔχω, Διόνυσε, λεοντοφόνοιο Κυρήνης.

### book 45.20.3

φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ·

### book 45.20.4

εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καὶ αὐτὴ

### book 45.20.5

εὔιον ἀείδουσα χοροιτύπον ἴχνος ἑλίξω·

### book 45.25.1

οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου,

### book 45.25.2

οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ

### book 45.25.3

δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,

### book 45.25.4

ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.

### book 45.25.5

ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος Ἰοχεαίρης

### book 45.30.1

δίκτυα κουφίζουσα καὶ οὐ κλωστῆρας Ἀθήνης.“

### book 45.30.2

ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,

### book 45.30.3

ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,

### book 45.30.4

Βάκχον ἀνευάζουσα καὶ ἀείδουσα Θυώνην·

### book 45.30.5

καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,

### book 45.35.1

καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν.

### book 45.35.2

καὶ χορὸς ἐν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι

### book 45.35.3

ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης

### book 45.35.4

ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δ’ ἀλαλητῷ

### book 45

μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών·

### book 45.40.1

καὶ δροσόεις κελάδησεν ὅλος τόπος· ἦν δὲ νοῆσαι

### book 45.40.2

δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην.

### book 45.40.3

καί τις ἑοῦ θαλάμοιο χοροιτύπος ἔκθορε κούρη,

### book 45.40.4

αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης·

### book 45.40.5

καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης

### book 45.45.1

παρθενικὰς βάκχευσεν, ἀπ’ εὐτύκτων δὲ μελάθρων

### book 45.45.2

εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας.

### book 45.45.3

καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ

### book 45.45.4

κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,

### book 45.45.5

κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην·

### book 45.1

καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην

### book 45.2

μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.

### book 45.3

Τειρεσίας δ’ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ

### book 45.4

βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ

### book 45.5

καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου·

### book 45.55.1

ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης.

### book 45.55.2

καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,

### book 45.55.3

ὄφρα καταστήσωσι χοροστασίην Διονύσου.

### book 45.55.4

βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος

### book 45.55.5

στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ·

### book 45.60

Τειρεσίας δ’ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,

### book 45.1

Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,

### book 45.2

εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ

### book 45.3

γηραλέον νάρθηκι θεουδέα πῆχυν ἐρείσας.

### book 45.4

ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ

### book 45.65.1

Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς·

### book 45.65.2

„Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;

### book 45.65.3

Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,

### book 45.65.4

κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου·

### book 45.65.5

Ὀγκαίης δ’ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.

### book 45.70.1

νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις

### book 45.70.2

σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου

### book 45.70.3

Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.

### book 45.70.4

αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν

### book 45.70.5

μάρτυρα σῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω·

### book 45.75.1

εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη,

### book 45.75.2

καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ σέο χεῖρας ἑλίξας

### book 45.75.3

δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ.

### book 45.75.4

σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων

### book 45.75.5

μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,

### book 45.80.1

δῶρα λαβὼν Λυδοῖο παρ’ ἀνέρος ἠπεροπῆος,

### book 45.80.2

δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο.

### book 45.80.3

ἀλλ’ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην·

### book 45.80.4

οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς ἀφροδίτην,

### book 45

εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.

### book 45.85.1

ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας;

### book 45.85.2

χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς

### book 45.85.3

ἀστράπτει μακάρεσσι· καὶ ἀνδράσι μάρναται Ἄρης

### book 45.85.4

χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων·

### book 45.85.5

οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.

### book 45.90.1

μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη

### book 45.90.2

υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ;

### book 45.90.3

ἀλλ’ ἐρέεις· ‘γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει

### book 45.90.4

σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη‘·

### book 45.90.5

αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.“

### book 45.95.1

ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων·

### book 45.95.2

„τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς,

### book 45.95.3

ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ,

### book 45.95.4

παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη,

### book 45.95.5

ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης

### book 45.1

ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ;

### book 45.2

οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει

### book 45.3

ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην.

### book 45.4

ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο· δυσσεβίης δὲ

### book 45.5

σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.

### book 45.105.1

Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ,

### book 45.105.2

ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου,

### book 45.105.3

πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων·

### book 45.105.4

καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν

### book 45.105.5

εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης

### book 45.110.1

ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης

### book 45.110.2

ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν.

### book 45.110.3

ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ

### book 45.110.4

ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης

### book 45.110.5

εἶχεν ὑπὲρ πόντοιο, λαβὼν Τυρσηνὸς ἀλήτης

### book 45.115.1

ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν·

### book 45.115.2

καί τις ἑὸν νήποινον ἀπείρονα φόρτον ὀλέσσας

### book 45.115.3

εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ

### book 45.115.4

δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου.

### book 45.115.5

ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας

### book 45.120.1

Τυρσηνοὺς ἀπάφησε· νόθην δ’ ὑπεδύσατο μορφήν,

### book 45.120.2

ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην,

### book 45.120.3

αὐχένι κόσμον ἔχων χρυσήλατον· ἀμφὶ δὲ κόρσην

### book 45.120.4

στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη

### book 45.120.5

λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,

### book 45.125.1

καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης·

### book 45.125.2

καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς

### book 45.1

ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ.

### book 45.2

ἵστατο δ’ αἰγιαλοῖο παρ’ ὀφρύσιν, οἷα καὶ αὐτὸς

### book 45.3

ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες

### book 45.130.1

φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης

### book 45.130.2

καὶ κτεάνων γύμνωσαν· ὑποτροχόωσα δὲ σειρὴ

### book 45.130.3

χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου.

### book 45.130.4

καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ

### book 45.130.5

ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλύμπου,

### book 45.135.1

νύσσων ἠερίων νεφέων σκέπας· εὐκελάδῳ δὲ

### book 45.135.2

ὡς στρατὸς ἐννεάχιλος ἑῷ μυκήσατο λαιμῷ.

### book 45.135.3

μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί,

### book 45.135.4

ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων·

### book 45.135.5

καὶ πρότονοι σύριζον· ὑπηνέμιος δὲ κεράστης

### book 45.140.1

ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ·

### book 45.140.2

καὶ χλοεροῖς πετάλοισι κατάσκιος αἰθέρι γείτων

### book 45.140.3

ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ἐν δὲ μεσόδμῃ

### book 45.140.4

κισσὸς ἀερσιπότητος ἀνήιεν † αἰθέρι γείτων †

### book 45.140.5

σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ·

### book 45.145.1

ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης

### book 45.145.2

Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ·

### book 45.145.3

πρύμνης δ’ ἡδυτόκοιο βαθυνομένου διὰ κόλπου

### book 45.145.4

οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.

### book 45.145.5

ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες

### book 45

θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι,

### book 45.1

καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.

### book 45.2

Τυρσηνοὶ δ’ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ

### book 45.3

εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου

### book 45.4

ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί·

### book 45.155.1

καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,

### book 45.155.2

ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,

### book 45.155.3

καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ

### book 45.155.4

ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,

### book 45.155.5

καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης

### book 45.160.1

καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων,

### book 45.160.2

καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος

### book 45.160.3

ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,

### book 45.160.4

καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν

### book 45.160.5

μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου

### book 45.165.1

γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δ’ ὑπὸ λύσσῃ

### book 45.165.2

εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ,

### book 45.165.3

ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου

### book 45.165.4

εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.

### book 45.165.5

καὶ σύ, τέκος, δολόεντα χόλον πεφύλαξο Λυαίου.

### book 45.170.1

ἀλλ’ ἐρέεις· ‘μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ

### book 45.170.2

φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.‘

### book 45.170.3

δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,

### book 45.170.4

ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου

### book 45.170.5

Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν ἀρούρης,

### book 45.175.1

μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις·

### book 45.175.2

μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν

### book 45.1

οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης·

### book 45.2

εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ

### book 45.3

μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας

### book 45.180.1

χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς ἀρούρης

### book 45.180.2

ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.

### book 45.180.3

πολλάκι δ’ εὐδένδροιο δι’ οὔρεος εἰς νομὸν ἕλκων

### book 45.180.4

μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.

### book 45.180.5

οὐ τότε δ’ αἰπολίοισι παρήμενος ἢ παρὰ μάνδραις

### book 45.185.1

συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν,

### book 45.185.2

οὐ κτύπον ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ·

### book 45.185.3

ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ

### book 45.185.4

Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,

### book 45.185.5

ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης ...

### book 45.190.1

οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας

### book 45.190.2

τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων

### book 45.190.3

δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἅρμα θαλάσσης,

### book 45.190.4

εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,

### book 45.190.5

σείων εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ

### book 45.195.1

ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς ἀρούρης,

### book 45.195.2

ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων·

### book 45.195.3

καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ

### book 45.195.4

γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,

### book 45

ἢ πίτυν ἢ πλατάνιστον ἀκοντίζων Διονύσῳ.

### book 45.1

ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἆορ ἑλίσσων

### book 45.2

πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.

### book 45.3

ἀλλ’ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,

### book 45.4

καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,

### book 45.5

θυρσομανὴς τότε Βάκχος ἑὸν βέλος ἠθάδι ῥοίζῳ

### book 45.205.1

εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου

### book 45.205.2

εἰς πλατὺν ἀνθερεῶνα, κατ’ ἀσφαράγοιο δὲ μέσσου

### book 45.205.3

ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή·

### book 45.205.4

ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ

### book 45.205.5

ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,

### book 45.210.1

πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης·

### book 45.210.2

ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης

### book 45.210.3

θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμεύνης,

### book 45.210.4

ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.

### book 45.210.5

ἀλλά, τέκος, πεφύλαξο, μὴ εἴκελα καὶ σὺ νοήσῃς,

### book 45.215.1

Τυρσηνῶν ἅτε παῖδες, ἅτε θρασὺς υἱὸς ἀρούρης.“

### book 45.215.2

εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ

### book 45.215.3

εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,

### book 45.215.4

ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς

### book 45.215.5

ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς·

### book 45.220

„δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης

### book 45.1

ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,

### book 45.2

ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις

### book 45.3

μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,

### book 45.4

ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν

### book 45.225.1

μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην

### book 45.225.2

φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης,

### book 45.225.3

λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.“

### book 45.225.4

ὣς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ

### book 45.225.5

ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης

### book 45.230.1

ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου.

### book 45.230.2

καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης

### book 45.230.3

θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταί·

### book 45.230.4

καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,

### book 45.230.5

δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ·

### book 45.235.1

ἀλλ’ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ

### book 45.235.2

ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ

### book 45.235.3

δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,

### book 45.235.4

μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου

### book 45.235.5

ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ

### book 45.240.1

ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης,

### book 45.240.2

ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ

### book 45.240.3

ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ

### book 45.240.4

Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ

### book 45.240.5

λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων

### book 45.245.1

φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν·

### book 45.245.2

„οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην

### book 45.245.3

οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην·

### book 45.1

ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην

### book 45.2

δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,

### book 45.1

καὶ κεφαλὴν πεφύλαξο βοοκραίρου Διονύσου,

### book 45.2

μή σε βαλὼν πλήξειε τανυγλώχινι κεραίῃ.“

### book 45.3

ὣς φαμένου Βρομίοιο κατάσχετος ἄφρονι λύσσῃ

### book 45.4

μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς·

### book 45.5

„δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων·

### book 45.255.1

οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει

### book 45.255.2

Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην.

### book 45.255.3

καλὸν ἐμοὶ Διόνυσον, ὃν ἤροσε λάθριος εὐνή,

### book 45.255.4

ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς,

### book 45.255.5

βουκεράῳ νόθον εἶδος ἀπαγγέλλοντα μετώπῳ,

### book 45.260.1

ὃν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ,

### book 45.260.2

βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτῃ.“

### book 45.260.3

εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων

### book 45.260.4

σφίγξεν ἀλυκτοπέδῃσι· λαβὼν δέ μιν ἀντὶ Λυαίου

### book 45.260.5

ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,

### book 45.265.1

ὡς Σεμέλης θρασὺν υἷα καὶ οὔ τινα ταῦρον ἐέργων·

### book 45.265.2

Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν

### book 45.265.3

δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,

### book 45.1

εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,

### book 45.2

Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,

### book 45.270.1

ἀμφιπόλους Βρομίου θιασώδεας, ὧν ὑπὸ δεσμῷ

### book 45.270.2

θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,

### book 45.270.3

χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.

### book 45.270.4

ἀλλὰ ταχυστροφάλιγγος ὅτε χρόνος ἦλθε χορείης,

### book 45.270.5

Μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη

### book 45.275.1

ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ

### book 45.275.2

ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκὸν ἱμάντων,

### book 45.275.3

καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον εὔιον ἠχὼ

### book 45.275.4

εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν

### book 45.275.5

χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.

### book 45.280.1

καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη

### book 45.280.2

Βασσαρίδων ζοφεροῖο καταυγάζουσα μελάθρου·

### book 45.280.3

καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου

### book 45.280.4

αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν

### book 45.280.5

Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων

### book 45.285.1

εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι

### book 45.285.2

νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,

### book 45.285.3

ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ

### book 45.285.4

ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ

### book 45

ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην

### book 45.290.1

τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ

### book 45.290.2

εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,

### book 45.290.3

ἄλλη δ’ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου

### book 45.290.4

αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.

### book 45.290.5

ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος

### book 45.295.1

ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων

### book 45.295.2

ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,

### book 45.295.3

ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ·

### book 45.295.4

καὶ γλάγος ᾔτεε κοῦρος, ἑὴν ἅτε μητέρα, Βάκχην,

### book 45.295.5

στήθεα δ’ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης

### book 45.1

αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί·

### book 45.2

παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας

### book 45.3

χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,

### book 45.4

παρθενικὴ δ’ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ·

### book 45.5

πολλαὶ δ’ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης

### book 45.305.1

τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.

### book 45.305.2

ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ

### book 45.305.3

ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ

### book 45.305.4

οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,

### book 45.305.5

λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης

### book 45.310

πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.

### book 45.1

ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφὶ δὲ δένδρῳ

### book 45.2

σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης

### book 45.3

πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,

### book 45.4

ἀμφελελιζομένων μιμούμενος ἅμμα δρακόντων.

### book 45.315.1

καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων

### book 45.315.2

τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,

### book 45.315.3

ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος·

### book 45.315.4

καὶ συὸς ἄκρα γένεια γέρων Σιληνὸς ἐρύσσας

### book 45.315.5

κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·

### book 45.320.1

ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ

### book 45.320.2

εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου·

### book 45.320.3

καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.

### book 45.320.4

καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δ’ ἐνὶ Θήβῃ

### book 45.320.5

θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·

### book 45.325.1

καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες

### book 45.325.2

χείλεσιν ἀφροκόμοισιν· ὅλη δ’ ἐλελίζετο Θήβη,

### book 45.325.3

καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί·

### book 45.325.4

σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν

### book 45.325.5

ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·

### book 45.330.1

καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε 〈κυδοιμῷ〉

### book 45.330.2

λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.

### book 45.330.3

οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ

### book 45.1

φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,

### book 45.2

λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·

### book 45.335.1

καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ

### book 45.335.2

μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφὶ δὲ τοίχους

### book 45.335.3

ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ

### book 45.335.4

δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλους

### book 45.335.5

πορφυρέους καὶ στέρνον ἁλιχλαίνου βασιλῆος

### book 45.340.1

πυρσὸς ἕλιξ πεφόρητο, καὶ οὐκ ἔφλεξε χιτῶνας·

### book 45.340.2

κεκριμέναις δ’ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ

### book 45.340.3

ἐκ ποδὸς εἰς μέσα νῶτα, δι’ ἰξύος εἰς ῥάχιν ἄκρην

### book 45.340.4

Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί·

### book 45.340.5

πολλάκι δ’ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ

### book 45.345.1

Γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων

### book 45.345.2

ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.

### book 45.345.3

καὶ σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,

### book 45.345.4

κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,

### book 45.345.5

ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ

### book 45.1

δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις·

### book 45.2

καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,

### book 45.3

καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ

### book 45.4

ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.

### book 45.5

καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ,

### book 45.355.1

καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ

### book 45.355.2

θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολέων ἀπὸ ταύρων

### book 45.355.3

μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,

### book 45

βρονταῖς δ’ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.

### book 46.1.1

Ἀλλ’ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος

### book 46.1.2

αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν

### book 46.1.3

Μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης,

### book 46.1.4

καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου,

### book 46.5.1

ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς·

### book 46.5.2

καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ

### book 46.5.3

βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων

### book 46.5.4

μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης,

### book 46.5.5

τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·

### book 46.10.1

„ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμὲ πέμπων·

### book 46.10.2

οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν·

### book 46.10.3

ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη

### book 46.10.4

οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης;

### book 46.10.5

εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης,

### book 46.16.1

εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων

### book 46.16.2

μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων

### book 46.15

Ζεὺς δέμας ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης.

### book 46.18.1

ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης·

### book 46.18.2

ψευδομένην Σεμέλην Κρονίδης ἔφλεξε κεραυνῷ·

### book 46.20.1

ἅζεο, μὴ Κρονίδης μετὰ μητέρα καὶ σὲ δαμάσσῃ.

### book 46.20.2

βάρβαρον οὐ μεθέπω καὶ ἐγὼ γένος· ἀρχέγονος δὲ

### book 46.20.3

Ἰσμηνός με φύτευσε, καὶ οὐ τέκεν ὑγρὸς Ὑδάσπης·

### book 46.20.4

Δηριάδην οὐκ οἶδα καὶ οὐ Λυκόοργος ἀκούω.

### book 46.20.5

ἀλλὰ σὺν ὑμετέροις Σατύροις καὶ θυιάσι Βάκχαις

### book 46.25.1

Δίρκης λεῖπε ῥέεθρα, καί, ἢν ἐθέλῃς, σέο θύρσῳ

### book 46.25.2

κτεῖνε παρ’ Ἀσσυρίοισι νεώτερον ἄλλον Ὀρόντην.

### book 46.25.3

οὐ σὺ γένος Κρονίωνος Ὀλύμπιον· ὀλλυμένης γὰρ

### book 46.25.4

ἀστεροπαὶ βοόωσιν ὀνείδεα σεῖο τεκούσης,

### book 46.25.5

καὶ κρυφίων λεχέων ἐπιμάρτυρές εἰσι κεραυνοί.

### book 46.30.1

οὐ Δανάην μετὰ λέκτρα κατέφλεγεν ὑέτιος Ζεύς,

### book 46.30.2

καὶ γνωτὴν ἀδόνητον ἐμοῦ Κάδμοιο κομίζων

### book 46.30.3

Εὐρώπην ἐφύλαξε, καὶ οὐκ ἔκρυψε θαλάσσῃ.

### book 46.30.4

οἶδα μέν, ὡς ἀλόχευτον ἔτι βρέφος αἰθερίη φλὸξ

### book 46.30.5

ὤλεσεν αἰθομένης μετὰ μητέρος, ἡμιτελῆ δὲ

### book 46.35.1

λῦσε νόθην ὠδῖνα μαραινομένου τοκετοῖο·

### book 46.35.2

εἰ δέ μιν οὐκ ἐδάμασσεν, ὅτι χθονίων ὑμεναίων

### book 46.35.3

κρυπταδίης φιλότητος ἀναίτιός ἐσσι τεκούσης,

### book 46.35.4

πείθομαι, ὡς ἐνέπεις, ἀέκων δέ σε παῖδα καλέσσω

### book 46.35.5

Ζηνὸς ἐπουρανίοιο, καὶ οὐ φλεχθέντα κεραυνῷ.

### book 46.40.1

καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ·

### book 46.40.2

Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ;

### book 46.40.3

εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου

### book 46.40.4

αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην.

### book 46.40.5

ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι

### book 46.45.1

ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα πειθώ,

### book 46.45.2

ὅττι σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ·

### book 46.45.3

οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν

### book 46.45.4

Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ.

### book 46.45.5

ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων

### book 46.1

ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων

### book 46.2

νικήσω Διόνυσον, Ἐχίονος υἱὸς ἀκούων.“

### book 46.3

ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ,

### book 46.4

κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς·

### book 46.5

„βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν,

### book 46.55.1

ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα διδάσκων

### book 46.55.2

Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο

### book 46.1

αἵματος ἀννώστοιο νόθον γένος οἶδεν ἐλέγξαι.

### book 46.2

οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο

### book 46.3

χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων

### book 46.60.1

πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί·

### book 46.60.2

κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ·

### book 46.60.3

ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ.

### book 46.60.4

οὐ χατέω Πενθῆος ἐγὼ χθονίοιο μελάθρου.

### book 46.60.5

δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ·

### book 46.65.1

καὶ χθονὸς εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου,

### book 46.65.2

εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψεις,

### book 46.65.3

οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης;

### book 46.65.4

οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου.

### book 46.65.5

μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης·

### book 46.70.1

μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου.

### book 46.70.2

Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ,

### book 46.70.3

εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ.

### book 46.70.4

σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι

### book 46.70.5

ὑμετέρου θανάτοιο προάγγελον· αἰνοπαθῆ δὲ

### book 46.75.1

οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος

### book 46.75.2

Γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων,

### book 46.75.3

οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης

### book 46.75.4

Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος.

### book 46.75.5

εἴρεο Τειρεσίαν, τίνι χώεαι· εἴρεο Πυθώ,

### book 46.80.1

τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης.

### book 46.80.2

εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου,

### book 46.1

φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ,

### book 46.2

θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη·

### book 46.3

μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες.

### book 46.85.1

ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς,

### book 46.85.2

Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ.

### book 46.85.3

Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, Ἰοχεαίρῃ,

### book 46.85.4

ὄφρα λεοντοφόνον σε μετ’ Ἀκταίωνα καλέσσω.

### book 46.85.5

κάτθεο τεύχεα ταῦτα· σιδηροφόρους δὲ μαχητὰς

### book 46.90.1

χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες·

### book 46.90.2

εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ

### book 46.90.3

ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης

### book 46.90.4

ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι;

### book 46.90.5

Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει.

### book 46.95.1

ἀλλὰ δόλῳ κρυφίῳ πυκάσας ἄγνωστον ὀπωπὴν

### book 46.95.2

ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.“

### book 46.95.3

ὣς εἰπὼν παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων

### book 46.95.4

φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης ...

### book 46.95.5

καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη

### book 46.1

δαιμονίῃ μάστιγι· συναχνυμένης δὲ Λυαίῳ

### book 46.2

λυσσήεις θρασὺς οἶστρος ἀμερσινόοιο Σελήνης

### book 46.3

φάσματα ποικιλόμορφα μεμηνότι Πενθέι † δῶκε

### book 46.4

φρικτὸν Ἐχιονίδην προτέρης μετέθηκε μενοινῆς,

### book 46.5

καὶ σφαλερῇ Πενθῆος ἐπεσμαράγησεν ἀκουῇ,

### book 46.105.1

δαιμονίης σάλπιγγος ἀλάστορα δοῦπον ἀράσσων·

### book 46.105.2

ἀνέρα δ’ ἐπτοίησε. καὶ εἰς δόμον ἤλυθε Πενθεὺς

### book 46.105.3

οἰστρομανής, ποθέων θιασώδεος ὄργια Βάκχου·

### book 46.105.4

φωριαμοὺς δ’ ὤιξε θυώδεας, ἧχι γυναικῶν

### book 46.105.5

κέκλιτο Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης·

### book 46.110.1

καὶ χροῒ ποικιλόνωτον ἐδύσατο πέπλον Ἀγαύης·

### book 46.110.2

Αὐτονόης δ’ ἔσφιγξεν ἐπὶ πλοκάμοισι καλύπτρην,

### book 46.110.3

στήθεα μιτρώσας βασιλήια κυκλάδι τέχνῃ·

### book 46.110.4

καὶ πόδας ἐσφήκωσε γυναικείοισι πεδίλοις·

### book 46.110.5

χειρὶ δὲ θύρσον ἄειρε· μετερχομένοιο δὲ Βάκχας

### book 46.115.1

ποικίλος ἰχνευτῆρι χιτὼν ἐπεσύρετο ταρσῷ.

### book 46.115.2

μιμηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Πενθεὺς

### book 46.115.3

ἡδυμανής· λοξῷ δὲ πέδον κροτάλιζε πεδίλῳ

### book 46.115.4

ἐκ ποδὸς αἰθύσσων ἕτερον πόδα· χεῖρα δὲ δισσὴν

### book 46.115.5

θηλύνων ἐλέλιζεν ἀμοιβάδα δίζυγι παλμῷ,

### book 46.120.1

οἷα γυνὴ παίζουσα χοροιτύπος· οἷα δὲ ῥόπτρῳ

### book 46.120.2

δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ

### book 46.120.3

ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις,

### book 46.120.4

Λυδὸν ἀνακρούων μέλος εὔιον. ἦ τάχα φαίης

### book 46.120.5

ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα Βάκχην.

### book 46.125.1

καὶ διδύμους Φαέθοντας ἐδέρκετο καὶ δύο Θήβας·

### book 46.125.2

ἔλπετο δ’ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων

### book 46.1

Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα.

### book 46.2

ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται,

### book 46.3

ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δ’ ἐπὶ πέτρῳ

### book 46.130.1

ὑψιφανής, ὁ δὲ πῆχυν ἐπ’ ἀνέρος ὦμον ἐρείσας

### book 46.130.2

ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας·

### book 46.130.3

καί τις ἐυγλώχινα μετήιεν οὖρον ἀρούρης,

### book 46.130.4

ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων

### book 46.130.5

δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἐπὶ πύργων·

### book 46.135.1

ὃς δὲ μέσας στεφανηδὸν ἐπ’ ἄντυγι χεῖρας ἑλίξας

### book 46.135.2

ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων,

### book 46.135.3

Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης,

### book 46.135.4

θύρσον ἀερτάζοντα καὶ αἰθύσσοντα καλύπτρην.

### book 46.135.5

ἤδη δ’ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,

### book 46.140.1

αὐτομάταις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων·

### book 46.140.2

ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων

### book 46.140.3

ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης·

### book 46.140.4

καὶ ποδὶ λυσσήεντι χοροιτύπον ἴχνος ἑλίσσων

### book 46.140.5

δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.

### book 46.145.1

ἀλλ’ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι

### book 46.145.2

καὶ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ

### book 46.1

Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,

### book 46.2

ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης

### book 46.3

ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ

### book 46.1

δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ

### book 46.2

ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·

### book 46.3

ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων

### book 46.4

εἰς πέδον, εἰς πέδον εἷλκε· κατὰ χθόνα δ’ ἔκτοθι ...

### book 46.153a

......................... Πενθεὺς

### book 46.154

θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα

### book 46.155.1

ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων.

### book 46.155.2

καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων

### book 46.155.3

ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.

### book 46.155.4

καὶ τότε Βασσαρίδεσσι χορίτιδες ἤλυθον ὧραι·

### book 46.155.5

ἀλλήλαις δ’ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλους,

### book 46.160.1

νεβρίδα δ’ ἀμφεβάλοντο· καὶ οὐρεσίφοιτος Ἀγαύη

### book 46.160.2

ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν·

### book 46.160.3

„Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου

### book 46.160.4

καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ,

### book 46.160.5

ὄφρα μέλος πλέξοιμι φιλεύιον, ὄφρα δαείω,

### book 46.165

τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,

### book 46.1

τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ.

### book 46.2

δηθύνεις, ἀχόρευτε, καὶ ἡμέας ἔφθασεν Ἰνώ·

### book 46.3

οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ

### book 46.4

ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,

### book 46.170.1

ἦλθε προασπίζουσα διωκομένου Διονύσου,

### book 46.170.2

μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ.

### book 46.170.3

μύστιδες εἰς σκοπέλους Ἰσμηνίδες ἔλθετε Βάκχαι,

### book 46.170.4

καὶ τελετὰς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ

### book 46.170.5

Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρα τις εἴπῃ·

### book 46.175.1

‘Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύη‘.“

### book 46.175.2

ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου,

### book 46.175.3

ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ·

### book 46.175.4

καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις·

### book 46.175.5

υἱέα δ’ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.

### book 46.180.1

ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες

### book 46.180.2

ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷ

### book 46.180.3

δένδρον ἐπηχύναντο, καὶ ἤθελον εἰς χθόνα ῥίπτειν

### book 46.180.4

ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ

### book 46.180.5

ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ

### book 46.185.1

πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη.

### book 46.185.2

καὶ φυτὸν εἰς χθόνα πῖπτεν· ἐγυμνώθη δὲ Κιθαιρών·

### book 46.185.3

καὶ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ

### book 46.185.4

κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς.

### book 46.185.5

καὶ τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου,

### book 46.190

καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ

### book 46.1

γείτονα πότμον ἔχων κινυρὴν ἐφθέγξατο φωνήν·

### book 46.2

„Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ

### book 46.3

παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη.

### book 46.4

μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης·

### book 46.195.1

θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω

### book 46.195.2

στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω;

### book 46.195.3

οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις·

### book 46.195.4

σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών·

### book 46.195.5

χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα· σῴζεο, Θήβη·

### book 46.1

σῴζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη.

### book 46.2

δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν

### book 46.3

ἀνδρομέην· οὐκ εἰμὶ λέων· οὐ θῆρα δοκεύεις.

### book 46.4

φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν·

### book 46.5

Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή,

### book 46.205.1

μύθους σεῖο φύλαξον· ἀνήκοός ἐστιν Ἀγαύη.

### book 46.205.2

εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ,

### book 46.205.3

μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι

### book 46.205.4

Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσσῃς.“

### book 46.205.5

ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη.

### book 46.210.1

ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες

### book 46.210.2

χερσὶν ὁμοζήλοισι· κυλινδομένου δὲ κονίῃ

### book 46.210.3

ἡ μὲν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα

### book 46.210.4

δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ

### book 46

λαιὴν ἀντερύεσκε· παραπλαγχθεῖσα δὲ μήτηρ

### book 46.215.1

στήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ

### book 46.215.2

αὐχένα τολμήεντι διέθρισεν ὀξέι θύρσῳ·

### book 46.215.3

καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης,

### book 46.215.4

αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ·

### book 46.215.5

ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης

### book 46.220.1

τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·

### book 46.220.2

„Κάδμε μάκαρ, καλέω σε μακάρτερον· ἐν σκοπέλοις γὰρ

### book 46.220.3

χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην

### book 46.220.4

Ἄρτεμις ἐσκοπίαζε, καὶ εἰ πέλε δεσπότις ἄγρης,

### book 46.220.5

ζῆλον ὑποκλέπτουσα λεοντοφόνου σέο κούρης·

### book 46.225.1

καὶ Δρυάδες θάμβησαν ἐμὸν πόνον· ἡμετέρης δὲ

### book 46.225.2

Ἁρμονίης γενέτης κεκορυθμένος ἠθάδι λόγχῃ

### book 46.225.3

παῖδα τεὴν ἀσίδηρον ἐθάμβεε χάλκεος Ἄρης

### book 46.225.4

θύρσον ἀκοντίζουσαν ἀλοιητῆρα λεόντων,

### book 46.225.5

κυδιόων· σὺ δέ, Κάδμε, τεῶν ἐπιβήτορα θώκων

### book 46.230.1

Πενθέα δεῦρο κάλεσσον, ὅπως φθονερῇσιν ὀπωπαῖς

### book 46.230.2

θηροφόνους ἱδρῶτας ὀπιπεύσειε τεκούσης.

### book 46.230.3

δμῶες ἐμοί, σπέρχεσθε, παρὰ προπύλαια δὲ Κάδμου

### book 46.230.4

πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης.

### book 46.230.5

τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ·

### book 46.235.1

Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ·

### book 46.235.2

οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ

### book 46.235.3

μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην

### book 46.235.4

σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.“

### book 46

ἔννεπε κουφίζουσα φίλον βάρος· εἰσαΐων δὲ

### book 46.240.1

Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν,

### book 46.240.2

μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ·

### book 46.240.3

„οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη·

### book 46.240.4

οἷον θῆρα δάμασσας, ὃν ὑμετέρη τέκε γαστήρ·

### book 46.240.5

οἷον θῆρα δάμασσας, ὃν ἐσπέρμηνεν Ἐχίων.

### book 46.245

δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων

### book 46.247

παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ·

### book 46.246

δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ

### book 46.248.1

πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν.

### book 46.248.2

μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων·

### book 46

πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις;

### book 46.252

ὃν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω;

### book 46.251

θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις.

### book 46.253.1

καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ·

### book 46.253.2

καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων·

### book 46.255.1

Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης·

### book 46.255.2

Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων,

### book 46.255.3

μύρεται Αὐτονόη κερόεν τέκος, ἆ μέγα δειλὴ

### book 46.255.4

ἔκτανεν, ὃν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη,

### book 46

καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης.

### book 46.260.1

μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· ἐς τίνα φεύγω

### book 46.260.2

Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου;

### book 46.260.3

τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών·

### book 46.260.4

γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ

### book 46.260.5

νεκρὸν ἔχεις Πενθῆα καὶ Ἀκταίωνα καλύπτεις.“

### book 46.265.1

ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων

### book 46.265.2

δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών·

### book 46.265.3

καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι

### book 46.265.4

Νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου

### book 46.265.5

καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου

### book 46.270.1

μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης,

### book 46.270.2

καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ.

### book 46.270.3

ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν

### book 46.270.4

αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ·

### book 46.270.5

καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος

### book 46.275.1

ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ

### book 46.275.2

βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ·

### book 46.275.3

καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας

### book 46.275.4

καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ

### book 46.275.5

στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν·

### book 46.280.1

καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου

### book 46.280.2

καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·

### book 46.1

ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·

### book 46.2

„νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,

### book 46.3

δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην

### book 46.285.1

χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην

### book 46.285.2

ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.

### book 46.285.3

θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης

### book 46.285.4

ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.

### book 46.285.5

ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα

### book 46.290.1

ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ·

### book 46.290.2

μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην

### book 46.290.3

ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,

### book 46.290.4

ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,

### book 46.290.5

Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·

### book 46.295.1

Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ,

### book 46.295.2

Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.

### book 46.295.3

ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου.

### book 46.295.4

ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,

### book 46.295.5

Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου

### book 46.1

ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων

### book 46.2

θρῆνον ἕνα πλέξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,

### book 46.3

ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.

### book 46.4

ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;

### book 46.5

οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·

### book 46.305.1

οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον ἐρώτων·

### book 46.305.2

ποῖον ἴδω σέο παῖδα παρήγορον; αἴθε σε Βάκχη

### book 46.1

ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.

### book 46.2

μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·

### book 46.3

Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.

### book 46.310.1

χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην

### book 46.310.2

αὐχένος ἀμηθέντος· ἀπ’ αὐτοχύτου δὲ καρήνου

### book 46.310.3

αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.

### book 46.310.4

ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου

### book 46.310.5

λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.

### book 46.315.1

σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω

### book 46.315.2

χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ

### book 46.315.3

σὸν δέμας· ὑμετέρῳ δ’ ἐπὶ σήματι τοῦτο χαράξω·

### book 46.315.4

‘εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης

### book 46.315.5

παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ‘.“

### book 46.320.1

ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένῃ δὲ

### book 46.320.2

Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·

### book 46.320.3

„ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,

### book 46.320.4

ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν

### book 46.320.5

καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.

### book 46.325.1

γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ·

### book 46.325.2

ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς

### book 46.325.3

νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου

### book 46.325.4

μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.

### book 46.325.5

σῆς δ’ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος

### book 46.330.1

οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,

### book 46.330.2

οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·

### book 46.330.3

μούνη δ’ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ

### book 46.330.4

καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,

### book 46.330.5

καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.

### book 46.335.1

ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,

### book 46.335.2

ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα

### book 46.335.3

εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·

### book 46.335.4

δὸς χάριν Ἀπόλλωνι· μετ’ Ἀκταίωνα δὲ δειλὴν

### book 46.335.5

τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν

### book 46.340.1

ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν

### book 46.340.2

μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν

### book 46.340.3

σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν

### book 46.340.4

ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.

### book 46.340.5

χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·

### book 46.345.1

χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου·

### book 46.345.2

σῴζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·

### book 46.345.3

λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·

### book 46.345.4

εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,

### book 46.345.5

σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·

### book 46.1

ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς

### book 46.2

Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.“

### book 46.3

εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.

### book 46.4

καὶ νέκυν, ὃν κατέπεφνε. φίλη τυμβεύσατο μήτηρ

### book 46.5

πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·

### book 46.355.1

καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.

### book 46.355.2

ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ

### book 46.355.3

Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας

### book 46.355.4

μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ

### book 46.355.5

λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ

### book 46.360.1

δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου

### book 46.360.2

πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·

### book 46.360.3

ἀμφοτέρας δ’ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,

### book 46.360.4

ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.

### book 46.360.5

Ἰλλυρίην δ’ ἐπὶ γαῖαν ἐς Ἑσπερίου στόμα πόντου

### book 46.365.1

Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ

### book 46.365.2

ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων

### book 46.365.3

ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.

### book 46.365.4

καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων

### book 46

ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.

### book 47.1.1

Ἤδη δ’ ἔνθα καὶ ἔνθα δι’ ἄστεος ἵπτατο Φήμη,

### book 47.1.2

ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου

### book 47.1.3

Ἀτθίδι φοιτήσαντος· ἀκοιμήτου δὲ Λυαίου

### book 47.1.4

εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι.

### book 47.5.1

καὶ πολὺς ἔβρεμε κῶμος· ὁμηγερέες δὲ πολῖται

### book 47.5.2

εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς

### book 47.5.3

χερσὶ πολυσπερέεσσιν· ἀεξιφύτοιο δὲ Βάκχου

### book 47.5.4

ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι

### book 47.5.5

αὐτόματοι· φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν

### book 47.10.1

στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες,

### book 47.10.2

παρθενικαὶ δ’ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης

### book 47.10.3

ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην.

### book 47.10.4

Ἰλισσὸς δ’ ἐλέλιζε περὶ πτόλιν ἔμπνοον ὕδωρ

### book 47.10.5

κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ

### book 47.15.1

εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι.

### book 47.15.2

φυταλιὴ δ’ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου

### book 47.15.3

αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο

### book 47.15.4

βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,

### book 47

καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων

### book 47.20.1

δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι,

### book 47.20.2

καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι.

### book 47.20.3

καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης,

### book 47.20.4

καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς

### book 47.20.5

θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δ’ ἀπὸ λαιμῶν

### book 47.25.1

Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ

### book 47.25.2

δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη

### book 47.25.3

πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ,

### book 47.25.4

καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ

### book 47.25.5

ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ·

### book 47.30.1

λησαμένη δ’ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης

### book 47.30.2

σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών,

### book 47.30.3

καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν,

### book 47.30.4

μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις.

### book 47.30.5

οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ ὁ χαίρων

### book 47.35.1

Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων

### book 47.35.2

φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν.

### book 47.35.3

ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς

### book 47.1

ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ

### book 47.2

κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ·

### book 47.40.1

Ἠριγόνη δ’ ἐκέρασσεν ἀφυσσαμένη γλάγος αἰγῶν·

### book 47.40.2

ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ

### book 47.40.3

ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς,

### book 47.40.4

δεξιτερῇ δ’ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου

### book 47.40.5

ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δ’ ἠσπάζετο μύθῳ·

### book 47.45.1

„δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι.

### book 47.45.2

ὦ γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται

### book 47.45.3

τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι

### book 47.45.4

Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης.

### book 47.45.5

ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ

### book 47.1

ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ.

### book 47.2

Τριπτόλεμος στάχυν εὗρε, σὺ δ’ οἴνοπα βότρυν ὀπώρης·

### book 47.3

Ἴκαρος, οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις,

### book 47.4

Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ

### book 47.5

οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ

### book 47.55.1

βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.“

### book 47.55.2

τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ

### book 47.55.3

ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου·

### book 47.55.4

καὶ πίεν ἄλλο μετ’ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς,

### book 47.55.5

οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης·

### book 47.60.1

κούρη δ’ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου

### book 47.60.2

ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.

### book 47.1

ἀλλ’ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης,

### book 47.2

δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων

### book 47.3

ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,

### book 47.65.1

Ζαγρέος εὔιον ὕμνον ἀνακρούων Διονύσῳ.

### book 47.65.2

ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων

### book 47.65.3

κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης·

### book 47.65.4

καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ

### book 47.65.5

κλάσσαι βοθρῆσαί τε βαλεῖν τ’ ἐνὶ κλήματα γύροις.

### book 47.70.1

ἄλλοις δ’ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς

### book 47.70.2

δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην

### book 47.70.3

οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου·

### book 47.70.4

καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου

### book 47.70.5

δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,

### book 47.75.1

οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν.

### book 47.75.2

καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου

### book 47.75.3

Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ·

### book 47.75.4

„εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονὶ νέκταρ Ὀλύμπου;

### book 47.75.5

οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,

### book 47.80.1

οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις·

### book 47.80.2

οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,

### book 47.1

οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ·

### book 47.2

οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,

### book 47.3

ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ

### book 47.85.1

καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ·

### book 47.85.2

πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη·

### book 47.85.3

λαρότερον δὲ γάλακτος ἔχεις ποτόν· οὔ μιν ἐίσκω

### book 47.85.4

συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.

### book 47.85.5

εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων

### book 47.90.1

ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι,

### book 47.90.2

καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης

### book 47.90.3

εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.

### book 47.90.4

λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γὰρ

### book 47.90.5

πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.

### book 47.95.1

μή σοι δῶρον ἔδωκεν ἀπ’ αἰθέρος ἄμβροτος Ἥβη;

### book 47.95.2

μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;

### book 47.95.3

οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει

### book 47.95.4

Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;

### book 47.95.5

ξεινοδόκου Κελεοῖο μακάρτερε, μή τι καὶ αὐτὸς

### book 47.1

ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;

### book 47.2

πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,

### book 47.3

καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης

### book 47.4

Ἀτθίδι δῶρον ἔδωκεν, ἅτε στάχυν ὤπασε Δηώ.“

### book 47.5

ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ

### book 47.105.1

ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.

### book 47.105.2

ἀγρονόμοι δ’ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις

### book 47.1

πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·

### book 47.2

ὄμματα δ’ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις

### book 47.3

ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ

### book 47.110.1

στήθεα θερμαίνοντο, ποτῷ δ’ ἐβαρύνετο κόρση,

### book 47.110.2

καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·

### book 47.110.3

τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης

### book 47.110.4

καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·

### book 47.110.5

καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου

### book 47.115.1

ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.

### book 47.115.2

καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ

### book 47.115.3

τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,

### book 47.115.4

οἷά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,

### book 47.115.5

ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ

### book 47.120.1

θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην

### book 47.120.2

κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων,

### book 47.120.3

ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων,

### book 47.120.4

γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην

### book 47.120.5

Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.

### book 47.125.1

καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς

### book 47.125.2

τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ

### book 47.125.3

τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου

### book 47.125.4

ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου

### book 47

ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος

### book 47.130.1

αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση.

### book 47.130.2

καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων·

### book 47.130.3

„οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης,

### book 47.130.4

ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ

### book 47.130.5

ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον·

### book 47.135.1

ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ

### book 47.135.2

νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.“

### book 47.135.3

οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν.

### book 47.135.4

καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης,

### book 47.135.5

ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμεύνῃ

### book 47.140.1

νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες

### book 47.140.2

οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ,

### book 47.140.3

ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δ’ ὤμων

### book 47.140.4

νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης

### book 47.140.5

ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ

### book 47.145.1

ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ·

### book 47.145.2

καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ,

### book 47.145.3

ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες.

### book 47.145.4

ψυχὴ δ’ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ

### book 47.145.5

εἰς δόμον Ἠριγόνης· βροτέῃ δ’ ἰσάζετο μορφῇ,

### book 47.1

κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς,

### book 47.2

ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ

### book 47.1

στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα,

### book 47.2

αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ,

### book 47.3

ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.

### book 47.155.1

καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν

### book 47.155.2

ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ.

### book 47.155.3

παρθενικὴ δ’ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις,

### book 47.155.4

ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ

### book 47.155.5

λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος·

### book 47.160.1

καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ·

### book 47.160.2

„ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα·

### book 47.160.3

ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας·

### book 47.160.4

εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου

### book 47.160.5

ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ.

### book 47.165.1

ὦ τέκος, ὀλβίζω σε· σὺ γὰρ κταμένοιο τοκῆος

### book 47.165.2

οὐ καναχῆς ἤκουσας ἀρασσομένοιο καρήνου,

### book 47.165.3

οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ,

### book 47.165.4

οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ,

### book 47.165.5

πατροφόνους κορύνας οὐκ ἔδρακες· ἀλλά σε δαίμων

### book 47.170.1

ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δ’ ἐφύλαξεν ὀπωπήν,

### book 47.170.2

μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος.

### book 47.170.3

αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας·

### book 47.170.4

χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις

### book 47.170.5

ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου

### book 47.175.1

ἀμφ’ ἐμὲ κυκλώσαντο· δαϊζόμενος δὲ σιδήρῳ

### book 47.175.2

μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν·

### book 47.1

μούνη δ’ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ

### book 47.2

θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα.

### book 47.3

οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης

### book 47.180.1

εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις,

### book 47.180.2

σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ † παρακοίτη.

### book 47.180.3

οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης

### book 47.180.4

κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ·

### book 47.180.5

ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης

### book 47.185.1

κλαῖε τεὸν γενέτην με δεδουπότα· καί σε νοήσω

### book 47.185.2

ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.“

### book 47.185.3

ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου.

### book 47.185.4

κούρη δ’ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς,

### book 47.185.5

πενθαλέοις δ’ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς,

### book 47.190.1

καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης·

### book 47.190.2

καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ

### book 47.190.3

παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ·

### book 47.190.4

„πῇ νέκυς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι·

### book 47.190.5

πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι·

### book 47.195.1

πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες;

### book 47.195.2

πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ἦ ῥα διδάσκων

### book 47.195.3

γείτονα καλλιφύτοιο νέους ὄρπηκας ὀπώρης

### book 47.195.4

πλάζεται ἀγρονόμοισι παρήμενος, ἤ τινι βούτῃ

### book 47.195.5

δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων;

### book 47.1

εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ.

### book 47.2

εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου

### book 47.3

ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι·

### book 47.4

εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,

### book 47.5

ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.“

### book 47.205.1

ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης,

### book 47.205.2

ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.

### book 47.205.3

οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις

### book 47.205.4

παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης

### book 47.205.5

ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,

### book 47.210.1

οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν·

### book 47.210.2

ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς

### book 47.210.3

καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,

### book 47.210.4

καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.

### book 47.210.5

παρθενικὴ δ’ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·

### book 47.215.1

καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ

### book 47.215.2

παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ

### book 47.215.3

δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.

### book 47.215.4

χείλεσι δ’ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν

### book 47.215.5

εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων

### book 47.220.1

κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ,

### book 47.220.2

καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ

### book 47.220.3

εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ

### book 47.1

ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ

### book 47.2

αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ἴλλετο κούρη

### book 47.226

ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·

### book 47.225

καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην

### book 47.227.1

πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ

### book 47.227.2

ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.

### book 47.227.3

οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,

### book 47.230.1

ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων,

### book 47.230.2

πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δ’ ὁδίταις

### book 47.230.3

νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην

### book 47.230.4

δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.

### book 47.230.5

οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης

### book 47.235.1

ἴχνεσιν † ἀκροτάτοισιν, ἀπ’ εὐπετάλων δὲ κορύμβων

### book 47.235.2

παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ

### book 47.235.3

γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.

### book 47.235.4

τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,

### book 47.235.5

πενθαλέῳ δ’ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,

### book 47.240.1

θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων.

### book 47.240.2

καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται·

### book 47.240.3

καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης

### book 47.240.4

εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ·

### book 47.240.5

αὐτὰρ ὁ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ

### book 47.245.1

Ἠριγόνης ὑπ’ ἔρωτι, θελήμονι δ’ ὤλετο πότμῳ.

### book 47.245.2

Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ

### book 47.1

Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ·

### book 47.2

παρθενικὴ δ’ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν

### book 47.3

ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα.

### book 47.1

Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ

### book 47.2

εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην

### book 47.3

φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου·

### book 47.4

καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ

### book 47.5

ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου

### book 47.255.1

ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ.

### book 47.255.2

καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ

### book 47.255.3

ψεύδεϊ συγκεράσας· τὸ δ’ ἐτήτυμον, ὑψιμέδων Ζεὺς

### book 47.255.4

ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης

### book 47.255.5

οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ

### book 47.260.1

ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,

### book 47.260.2

Σειρίου, ὃν καλέουσιν, ὁμόσσυτον, Ἰκαρίου δὲ

### book 47.260.3

ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ.

### book 47.260.4

καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ,

### book 47.260.5

ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.

### book 47.265.1

Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσσας

### book 47.265.2

ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου·

### book 47.265.3

ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ

### book 47.265.4

μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.

### book 47

ἄρτι γὰρ ὑπνώουσαν ἐπ’ αἰγιαλοῖσιν ἐάσσας

### book 47.270.1

παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς,

### book 47.270.2

συνθεσίας δ’ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ

### book 47.270.3

ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην

### book 47.270.4

θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαις

### book 47.270.5

γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον·

### book 47.275.1

„Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω

### book 47.275.2

ἢ ποδὸς ἢ σύριγγος· ἐάσσατε Κύπριν ἰαύειν·

### book 47.275.3

ἀλλ’ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης.

### book 47.275.4

πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ·

### book 47.275.5

ἀλλ’ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,

### book 47.280.1

Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ,

### book 47.280.2

τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;

### book 47.280.3

ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μὴ παρὰ πόντῳ

### book 47.280.4

κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;

### book 47.280.5

καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτὸς ἰαύει;

### book 47.285.1

μὴ Θέτιν ἀργυρόπεζαν ἐπ’ αἰγιαλοῖσι δοκεύω;

### book 47.285.2

ἀλλ’ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,

### book 47.285.3

Ναξιὰς Ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,

### book 47.285.4

θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ·

### book 47.285.5

τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλ’ ἐνὶ λόχμῃ

### book 47.290.1

Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι·

### book 47.290.2

στῆθι, Μάρων· μὴ δεῦρο χορεύσατε· λῆγε λιγαίνων,

### book 47.290.3

Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης·

### book 47.290.4

καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει

### book 47

χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;“

### book 47.295.1

τοῖα μὲν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δὲ δειλὴ

### book 47.295.2

ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,

### book 47.295.3

καὶ στόλον οὐκ ἐνόησε καὶ οὐ πόσιν ἠπεροπῆα·

### book 47.295.4

ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη

### book 47.295.5

ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον ἐρώτων·

### book 47.1

ἠίθεον δ’ ὀνόμηνεν· ἐμαίνετο δ’ ἐγγύθι πόντου

### book 47.2

ὁλκάδα διζομένη· φθονερῷ δ’ ἐπεμήνιεν Ὕπνῳ,

### book 47.3

καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ·

### book 47.4

καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην,

### book 47.5

ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου

### book 47.305.1

κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ·

### book 47.305.2

Αἴολον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ

### book 47.305.3

πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην

### book 47.305.4

πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρης

### book 47.305.5

οὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ

### book 47.310.1

παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι,

### book 47.310.2

αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικὴν δὲ

### book 47.310.3

αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δ’ ἐνὶ Νάξῳ

### book 47.310.4

εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην·

### book 47.310.5

ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη

### book 47.315.1

ἀχνυμένην κόσμησε· κινυρομένῃ δ’ Ἀριάδνῃ

### book 47.315.2

εἴκαθεν, εἰ κρίσις ἔσκε, φιλομμειδὴς Ἀφροδίτη

### book 47.315.3

ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς

### book 47.315.4

καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης.

### book 47.315.5

ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν·

### book 47.320.1

„ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς·

### book 47.320.2

αἴθε .......................

### book 47.321a

〈τίπτε〉 με τερπομένην ἔτι κάλλιπεν; ὑπναλέη δὲ

### book 47.322.1

Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς

### book 47.322.2

ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης

### book 47.322.3

καὶ χορός, ἡμετέρη δ’ ἐπεκόσμεε τερπομένη χεὶρ

### book 47.325.1

εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων·

### book 47.325.2

καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς

### book 47.325.3

εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ.

### book 47.325.4

ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων

### book 47.325.5

ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ·

### book 47.330.1

ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὄρφνη,

### book 47.330.2

καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς·

### book 47.330.3

ἐγρομένη δ’ οὐχ εὗρον ἐμὸν πόθον· ἦ ῥα καὶ αὐταὶ

### book 47.330.4

εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων,

### book 47.330.5

ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων

### book 47.335

ἱμερτὴν ἐνόησα, καὶ ἱμερόεις φύγε Θησεύς;

### book 47.1

εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι,

### book 47.2

εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης;

### book 47.3

εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω·

### book 47.4

ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καὶ αὐτὴ

### book 47.340.1

αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.

### book 47.340.2

εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ

### book 47.340.3

Ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην·

### book 47.340.4

εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς Ἠριγένειαν ἱκάνω

### book 47.340.5

μεμφομένη φλογέων ἀνέμων δυσέρωτι τεκούσῃ.

### book 47.345.1

δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ

### book 47.345.2

πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω

### book 47.345.3

κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν·

### book 47.345.4

μοῦνον ἐμοῖς δήθυνον ἐπ’ ὄμμασιν, ὄφρα νοήσω

### book 47.345.5

ἄπνοον οἶστρον ἔρωτος ὀνειρείων ὑμεναίων.

### book 47.1

εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,

### book 47.2

σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,

### book 47.3

εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἴολον αὐτίκα βαίνω

### book 47.4

μεμφομένη ῥοθίοισι καὶ οὐχ ὁσίοισιν ἀήταις·

### book 47.5

εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ

### book 47.355.1

καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,

### book 47.355.2

ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀφροδίτην·

### book 47.355.3

μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,

### book 47.355.4

μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις

### book 47.355.5

ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·

### book 47.360.1

ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος·

### book 47.360.2

Εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ

### book 47.360.3

ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,

### book 47.360.4

χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.

### book 47.360.5

ἤλιτεν οὗτος ἄθεσμος ὁ ναυτίλος· ἀλλὰ καὶ αὐτὴ

### book 47.365.1

ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης.

### book 47.365.2

αἴθε μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ

### book 47.365.3

ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς·

### book 47.365.4

οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων·

### book 47.365.5

οὐ τάδε μοι κατέλεξε παρ’ ἡμετέρῳ λαβυρίνθῳ.

### book 47.370.1

αἴθε μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή,

### book 47.370.2

ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι ἐρώτων·

### book 47.370.3

Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.

### book 47.370.4

οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων

### book 47.370.5

σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει

### book 47.375.1

εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δ’ ἔτι Νάξον ὁδεύω.

### book 47.375.2

παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ·

### book 47.375.3

ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι ἐρώτων·

### book 47.375.4

οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω·

### book 47.375.5

Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δ’ οὐκ εἶδον Ἀθήνας·

### book 47.380.1

πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή,

### book 47.380.2

ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός. ἐς τίνα φεύγω;

### book 47.380.3

τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει

### book 47.380.4

Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;

### book 47

τίς με λαβὼν κομίσειε δι’ οἴδματος; αἴθε καὶ αὐτὴ

### book 47.385.1

ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου·

### book 47.385.2

τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω

### book 47.385.3

Αἰγαίης ἁλὸς οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,

### book 47.385.4

ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,

### book 47.385.5

ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.

### book 47.390.1

δέξο με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς·

### book 47.390.2

καὶ στορέσω σέο λέκτρα ... μετὰ Κρήτην † ἀριάδνην

### book 47.390.3

οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ

### book 47.390.4

τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν

### book 47.390.5

καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,

### book 47.395.1

καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ·

### book 47.395.2

μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ

### book 47.395.3

ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,

### book 47.395.4

βοσκομένῳ δ’ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,

### book 47.395.5

καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος

### book 47.1

πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν.

### book 47.2

οὐ μὲν ἐγὼ ψαύσοιμι καλαύροπος, οὐ παρὰ φάτνῃ

### book 47.3

στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης

### book 47.1

φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούω.

### book 47.2

καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω

### book 47.405.1

ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης.

### book 47.405.2

στῆσον Ναξιάδεσσι παρ’ ᾐόσι ποντοπορεύων,

### book 47.405.3

στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;

### book 47.405.4

ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις

### book 47.405.5

εἰς ἐρατὴν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,

### book 47.410.1

δέξο με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω·

### book 47.410.2

εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις,

### book 47.410.3

εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην,

### book 47.410.4

μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων.

### book 47.410.5

οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος

### book 47.415.1

θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γὰρ Ἥρης,

### book 47.415.2

ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης

### book 47.415.3

ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης·

### book 47.415.4

Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;“

### book 47.415.5

τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων·

### book 47.420.1

Κεκροπίην δ’ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω

### book 47.420.2

καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης

### book 47.420.3

ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ

### book 47.420.4

φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ

### book 47.420.5

θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην

### book 47.425.1

πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ.

### book 47.425.2

καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην

### book 47.1

τοῖον ἔπος φάτο Βάκχος ἑῇ φρενοθελγέι φωνῇ·

### book 47.2

„παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης;

### book 47.3

μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην,

### book 47.430.1

ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει

### book 47.430.2

ἥλικος ἠιθέου ῥοδόεν δέμας, οὔ ποτε Θησεὺς

### book 47.430.3

εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ.

### book 47.430.4

ἀλλ’ ἐρέεις· ‘ναετῆρα πεδοσκαφέος λαβυρίνθου

### book 47.430.5

δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρῳ·‘

### book 47.435.1

οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα

### book 47.435.2

εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης,

### book 47.435.3

εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω

### book 47.435.4

καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης.

### book 47.435.5

αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι·

### book 47.440.1

οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως,

### book 47.440.2

σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.

### book 47.440.3

οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,

### book 47.440.4

ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις·

### book 47.440.5

ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν

### book 47.445.1

δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου.

### book 47.445.2

τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ

### book 47.445.3

οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.

### book 47.445.4

οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν

### book 47

παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ

### book 47.1

δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς·

### book 47.2

ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς

### book 47.3

εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.“

### book 47.4

εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη

### book 47.5

μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,

### book 47.455.1

οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων

### book 47.455.2

δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ·

### book 47.455.3

καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ

### book 47.455.4

ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις

### book 47.455.5

Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·

### book 47.460.1

καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς

### book 47.460.2

Νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη

### book 47.460.3

δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην·

### book 47.460.4

Ὀρτυγίη δ’ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου

### book 47.460.5

γνωτῷ νύμφιον ὕμνον ἀνακρούουσα Λυαίῳ

### book 47.465.1

εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα.

### book 47.465.2

πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἑλίσσων

### book 47.465.3

μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων,

### book 47.465.4

οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ δὲ νύμφαι

### book 47.465.5

Ναξιάδες .....................

### book 47.469a

..... σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.

### book 47.470

καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις

### book 47.1

Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης.

### book 47.2

καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων

### book 47.3

μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης·

### book 47.4

καὶ χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσσας

### book 47.475.1

Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ

### book 47.475.2

Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη.

### book 47.475.3

οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας

### book 47.475.4

καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους,

### book 47.475.5

μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη,

### book 47.480.1

ζηλήμων βαρύμηνις ἐπιβρίζουσα Λυαίῳ·

### book 47.480.2

Σιληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ

### book 47.480.3

Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας·

### book 47.480.4

μυκηθμῷ δ’ ἀλάλαζον Ἀχαιίδες· ἀντομένοις δὲ

### book 47.480.5

ἔχραον ἐν τριόδοισιν· ἐπὶ σφετέροισι δὲ δειλαὶ

### book 47.485.1

ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίραις·

### book 47.485.2

ὧν ἡ μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ,

### book 47.485.3

ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην,

### book 47.485.4

καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην

### book 47.485.5

εἰσέτι μαστεύοντα φίλον γλάγος· ὀλλυμένων δὲ

### book 47.490.1

Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ·

### book 47.490.2

μήτηρ δ’ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν

### book 47.490.3

παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο·

### book 47.490.4

Ἀστερίων δ’, ὅθι πολλὰ θαλύσια μείζονος ἥβης

### book 47.490.5

ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης,

### book 47.495.1

αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης.

### book 47.495.2

καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου

### book 47.495.3

τοῖον ἔπος κατέλεξε Πελασγίδος ἀστὸς ἀρούρης·

### book 47.495.4

„οὗτος ὁ βότρυν ἔχων, διφυὲς γένος, ἄξιον Ἥρης

### book 47.495.5

Ἄργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου·

### book 47.1

ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω.

### book 47.2

ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην·

### book 47.3

ἴχνεσιν ὑψιπόροισιν ἐμὸς πρόμος ἠέρα τέμνει.

### book 47.4

μὴ κισσῷ δρεπάνην ἰσάζετε· καὶ γὰρ ἀρείων

### book 47.5

Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς·

### book 47.505.1

εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω

### book 47.505.2

Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.

### book 47.505.3

εἰ δὲ πολυκλύστοιο παρ’ Ἑσπέριον κλίμα πόντου

### book 47.505.4

ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ,

### book 47.505.5

κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.

### book 47.510.1

εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ

### book 47.510.2

ὑπναλέην ἐσάωσεν ἐπ’ ἠιόνων Ἀριάδνην,

### book 47.510.3

δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς,

### book 47.510.4

ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης·

### book 47.510.5

οὐ πόσις Ἀνδρομέδης Παφίης χάριν, οὔ ποτε Περσεὺς

### book 47.515.1

Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην·

### book 47.515.2

ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,

### book 47.1

οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί·

### book 47.2

ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος ἐρώτων

### book 47.3

χρύσεος εἰς γάμον ἦλθε καὶ οὐ φλογόεις παρακοίτης.

### book 47.520.1

οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ

### book 47.520.2

ποῖον ἔχει δόρυ θοῦρον ἀρήιον; ἴσχεο, Περσεῦ·

### book 47.520.3

Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ·

### book 47.520.4

μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις·

### book 47.520.5

μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς

### book 47.525.1

στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δ’ ἐθελήσῃς,

### book 47.525.2

Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ.

### book 47.525.3

χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσσας

### book 47.525.4

Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας·

### book 47.525.5

κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ;

### book 47.530.1

Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω

### book 47.530.2

Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω

### book 47.530.3

Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.“

### book 47.530.4

τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ.

### book 47.530.5

Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη·

### book 47.535.1

μαντιπόλῳ δ’ ἤικτο Μελάμποδι· χωομένη δὲ

### book 47.535.2

Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν·

### book 47.535.3

„οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ,

### book 47.535.4

σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ

### book 47.535.5

ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες·

### book 47.540

μὴ τρομέοις ἕνα μοῦνον ὄφιν ζωστῆρα κομάων,

### book 47.1

ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη

### book 47.2

λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης·

### book 47.3

Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ

### book 47.4

μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου

### book 47.545.1

χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς,

### book 47.545.2

μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους

### book 47.545.3

οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ·

### book 47.545.4

δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις,

### book 47.545.5

δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ

### book 47.1

λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο.

### book 47.2

καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ

### book 47.3

φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης,

### book 47.4

καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου

### book 47.5

λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.

### book 47.555.1

σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη

### book 47.555.2

μητρυιὴ Βρομίοιο· προασπίζων δὲ Μυκήνης

### book 47.555.3

σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω

### book 47.555.4

ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην.

### book 47.555.5

κτεῖνε βοοκραίρων Σατύρων στίχα· Βασσαρίδων δὲ

### book 47.560.1

ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν

### book 47.560.2

εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον· ἀντιτύπῳ δὲ

### book 47.560.3

κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς,

### book 47.560.4

Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων.

### book 47

τί τρομέεις Διόνυσον, ὃν οὐ Διὸς ἤροσαν εὐναί;

### book 47.565.1

εἰπέ, τί σοι ῥέξειε; μετάρσιον ἠεροφοίτην

### book 47.565.2

πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;“

### book 47.565.3

ἔννεπε θαρσύνουσα· καὶ ἐς μόθον ἔπτατο Περσεύς.

### book 47.565.4

καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ,

### book 47.565.5

ὧν ὁ μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν,

### book 47.570.1

ὃς δὲ παλαιοτέροιο Φορωνέος, ὃς δὲ Πελασγοῦ,

### book 47.570.2

ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην

### book 47.570.3

καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην

### book 47.570.4

ἄλλος ἀνὴρ κούφιζεν, ὁ δὲ θρασὺς εἰς μόθον ἔστη

### book 47.570.5

ἆορ ἔχων Δαναοῖο, τό πέρ ποτε γυμνὸν ἀείρων

### book 47.575.1

θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους,

### book 47.575.2

ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ

### book 47.575.3

Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης

### book 47.575.4

ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων.

### book 47.575.5

καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων

### book 47.580.1

ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη

### book 47.580.2

τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων,

### book 47.580.3

πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ,

### book 47.580.4

καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην·

### book 47.580.5

καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,

### book 47.585.1

καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις,

### book 47.585.2

καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης.

### book 47.585.3

λυσικόμους δ’ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας

### book 47.585.4

καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ

### book 47

ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην·

### book 47.590.1

χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου

### book 47.590.2

κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ

### book 47.590.3

λᾶαν ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης,

### book 47.590.4

ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου.

### book 47.590.5

Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,

### book 47.595.1

φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς·

### book 47.595.2

„ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων·

### book 47.595.3

οὐτιδανοῖς πετάλοισι κορύσσεαι, ἄρεα παίζων;

### book 47.595.4

εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην·

### book 47.595.5

εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,

### book 47.1

χρυσὸν ἔχω γενετῆρα, πατὴρ δ’ ἐμὸς ὑέτιος Ζεύς·

### book 47.2

ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,

### book 47.3

λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.

### book 47.4

ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη

### book 47.5

ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,

### book 47.605.1

μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ,

### book 47.605.2

μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.“

### book 47.605.3

ὣς εἰπὼν προμάχιζεν. ἀνεπτοίησε δὲ Βάκχας

### book 47.605.4

Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης

### book 47.605.5

Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου

### book 47.610.1

ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,

### book 47.610.2

ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.

### book 47.610.3

καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·

### book 47.610.4

„οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·

### book 47

οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·

### book 47.615.1

οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ

### book 47.615.2

νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ

### book 47.615.3

ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.

### book 47.615.4

καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·

### book 47.615.5

Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη

### book 47.620.1

Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ

### book 47.620.2

δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ

### book 47.620.3

Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ

### book 47.620.4

ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,

### book 47.620.5

ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν

### book 47.625.1

εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης

### book 47.625.2

ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων

### book 47.625.3

ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς ἀρούρης,

### book 47.625.4

ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει

### book 47.625.5

λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης

### book 47.630.1

Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν

### book 47.630.2

ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν

### book 47.630.3

ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.

### book 47.630.4

Θήβης δ’ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω

### book 47.630.5

αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·

### book 47.635

φήμης δ’ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου

### book 47.1

πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ

### book 47.2

σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.

### book 47.3

ἀλλά, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις

### book 47.4

αἰνήσεις τάχα Βάκχον, ὅτι πτερὰ σεῖο πεδίλων

### book 47.640.1

ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις·

### book 47.640.2

οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω

### book 47.640.3

πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω

### book 47.640.4

ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα

### book 47.640.5

καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει

### book 47.645.1

Ζεὺς ἐμός, οὐ Γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη,

### book 47.645.2

καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ·

### book 47.645.3

ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη

### book 47.645.4

ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης·

### book 47.645.5

ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι θήσω

### book 47.1

πλωτὸν ἀκοντίζων σε τὸ δεύτερον ἠθάδι πόντῳ·

### book 47.2

ἢν δ’ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου.

### book 47.3

εἰ δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ,

### book 47.4

οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.“

### book 47.5

ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι,

### book 47.655.1

καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου

### book 47.655.2

αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς·

### book 47.655.3

ὑψώσας δ’ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων

### book 47.655.4

ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι μορφῇ

### book 47

ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ

### book 47.660.1

αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ,

### book 47.660.2

καὶ νεφέλας ἔθλιψε· φόβῳ δ’ ἐλελίζετο Περσεὺς

### book 47.660.3

δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου

### book 47.660.4

ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης.

### book 47.660.5

ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις·

### book 47.665.1

καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης

### book 47.665.2

λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην.

### book 47.665.3

καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην·

### book 47.665.4

καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας

### book 47.665.5

καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν

### book 47.670.1

μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην

### book 47.670.2

μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ,

### book 47.670.3

καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς,

### book 47.670.4

εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ

### book 47.670.5

χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,

### book 47.675.1

καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ·

### book 47.675.2

„Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης,

### book 47.675.3

οἶσθα μέν, ὥς σε σάωσα Διιπετέων ἀπὸ πυρσῶν,

### book 47.675.4

καί σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις

### book 47.675.5

εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων

### book 47.680.1

εἰς δόμον ὑμετέρης κουροτρόφον ἤγαγον Ἰνοῦς·

### book 47.680.2

καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης,

### book 47.680.3

γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ

### book 47.680.4

Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος·

### book 47

μὴ στρατὸν Ἀργείων μὴ μέμφεο Περσέος ἅρπην·

### book 47.685.1

οὐ γὰρ ἑκὼν ἐς ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη

### book 47.685.2

ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς

### book 47.685.3

μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσσας,

### book 47.685.4

μή σοι ἐπιβρίζειε πάλιν δυσμήχανος Ἥρη.

### book 47.685.5

ἀλλ’ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ

### book 47.690.1

μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην

### book 47.690.2

ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα

### book 47.690.3

οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης,

### book 47.690.4

κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης.

### book 47.690.5

οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ

### book 47.695.1

κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δ’ αὐτὴ

### book 47.695.2

ἡ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου

### book 47.695.3

Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ

### book 47.695.4

εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ·

### book 47.695.5

οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,

### book 47.1

ἀλλ’ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη

### book 47.2

ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ

### book 47.3

Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.

### book 47.4

τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν

### book 47.5

αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;

### book 47.705.1

ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δ’ ἀνέμοισιν ἐνυώ,

### book 47.705.2

καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης

### book 47.705.3

οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.

### book 47.705.4

μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,

### book 47.705.5

ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς

### book 47.710.1

εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας

### book 47.710.2

αἰνήσεις μετόπισθεν, ἐπὴν ταυρώπιδος Ἥρης

### book 47.710.3

βωμὸν ἀναστήσωσι καὶ εὐθαλάμου σέο νύμφης.“

### book 47.710.4

τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσσας

### book 47.710.5

εἰς πόλον αὖτις ἵκανεν, ἐπ’ ἀμφοτέροισι κεράσσας

### book 47.715.1

θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.

### book 47.715.2

οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη·

### book 47.715.3

ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν

### book 47.715.4

θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.

### book 47.715.5

Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους

### book 47.720.1

Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ

### book 47.720.2

„μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ,

### book 47.720.3

σείσατε χάλκεα ῥόπτρα καὶ εὔια τύμπανα Ῥείης,

### book 47.720.4

Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,

### book 47.720.5

μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,

### book 47.725.1

μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·

### book 47.725.2

ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ

### book 47.725.3

καὶ Διὶ καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.“

### book 47.725.4

ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ

### book 47

Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,

### book 47.730.1

καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ

### book 47.730.2

ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,

### book 47.730.3

καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται

### book 47.730.4

μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·

### book 47.730.5

τύμπανα δ’ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ

### book 47.735.1

δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ

### book 47.735.2

σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,

### book 47.735.3

κτείνετο δ’ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ

### book 47.735.4

Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·

### book 47.735.5

καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ

### book 47.740

κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ

### book 47

Μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.

### book 48.1.1

Αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου

### book 48.1.2

Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,

### book 48.1.3

ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσσας.

### book 48.1.4

οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη

### book 48.5.1

Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν

### book 48.5.2

λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.

### book 48.5.3

καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,

### book 48.5.4

ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου

### book 48.5.5

Γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·

### book 48.10.1

καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ

### book 48.10.2

Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,

### book 48.10.3

μνησαμένη τεκέων πλέον ἔστενεν· ἀμφὶ δὲ Βάκχῳ

### book 48.10.4

αὐτογόνων θώρηξεν † ὀρίδρομα φῦλα Γιγάντων,

### book 48.10.5

ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·

### book 48.15.1

„παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ

### book 48.15.2

ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δ’ ὀλετῆρα γενέθλης

### book 48.1

Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω

### book 48.2

σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου.

### book 48.3

δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,

### book 48.20.1

ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥρην

### book 48.20.2

καὶ Χθονίῳ Κυθέρειαν, ὅτε Γλαυκῶπιν ἀείσω

### book 48.20.3

εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος·

### book 48.20.4

ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω

### book 48.20.5

δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου·

### book 48.25.1

ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ

### book 48.25.2

κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρα τις εἴπῃ

### book 48.25.3

ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ

### book 48.25.4

Γαῖα χολωομένη διδύμους θώρηξε φονῆας,

### book 48.25.5

πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,

### book 48.30.1

ὁπλοτέρους δὲ Γίγαντας ἐπ’ ὀψιγόνῳ Διονύσῳ.“

### book 48.30.2

ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων.

### book 48.30.3

Γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,

### book 48.30.4

ὃς μὲν ἔχων νησαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ

### book 48.30.5

ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,

### book 48.35.1

αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ·

### book 48.35.2

ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης,

### book 48.35.3

ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ

### book 48.35.4

εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δ’ ἀγοστοῖς

### book 48.35.5

Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς

### book 48.40.1

γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ

### book 48.40.2

ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων,

### book 48.40.3

ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ.

### book 48.40.4

ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων

### book 48.40.5

Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,

### book 48.45.1

οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων,

### book 48.45.2

ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων

### book 48.45.3

αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ

### book 48.45.4

φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων·

### book 48.45.5

τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων

### book 48.1

αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.

### book 48.2

κτείνετο δ’ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων

### book 48.3

αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ

### book 48.4

πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.

### book 48.5

Γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων

### book 48.55.1

βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.

### book 48.55.2

καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων

### book 48.55.3

ἀντιβίων ὀλετῆρα· δι’ ὑψιπόρου δὲ κελεύθου

### book 48.55.4

Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,

### book 48

γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·

### book 48.60.1

καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι

### book 48.60.2

ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,

### book 48.60.3

καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.

### book 48.60.4

καὶ κλόνος ἄσπετος ἦεν· ἐπ’ ἀντιβίων δὲ καρήνῳ

### book 48.60.5

Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,

### book 48.66

ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ,

### book 48.65

καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων.

### book 48.67.1

καὶ δαΐδες σελάγιζον· ἐπ’ Ἐγκελάδου δὲ καρήνῳ

### book 48.67.2

ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·

### book 48.67.3

ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ

### book 48.70.1

Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.

### book 48.70.2

Ἀλκυονεὺς δ’ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ

### book 48.70.3

Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ

### book 48.70.4

ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἴμου

### book 48.70.5

εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου·

### book 48.75.1

καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου

### book 48.75.2

νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·

### book 48.75.3

Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς

### book 48.75.4

ὑψιφανής, προτέρῳ πανομοίιος, ὃς τότε πολλοὺς

### book 48.75.5

ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,

### book 48.80.1

πετραίοις βελέεσσι καταιχμάζων Διονύσου.

### book 48.80.2

καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας

### book 48.80.3

Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις,

### book 48.80.4

ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων·

### book 48.80.5

καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων

### book 48.85.1

μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων

### book 48.85.2

κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων.

### book 48.85.3

καί νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,

### book 48.85.4

ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,

### book 48.85.5

δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.

### book 48.90.1

καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,

### book 48.90.2

ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων

### book 48.90.3

τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα

### book 48.90.4

Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης

### book 48.90.5

οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων

### book 48.95.1

συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων

### book 48.95.2

μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ

### book 48.95.3

κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,

### book 48.95.4

εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ

### book 48.95.5

Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι

### book 48.1

ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,

### book 48.2

ποικίλα δ’ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ

### book 48.1

φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων·

### book 48.2

καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,

### book 48.3

ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη

### book 48.105.1

νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.

### book 48.105.2

καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δ’ ἐνὶ μέσσῳ

### book 48.105.3

γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ,

### book 48.105.4

ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ

### book 48.105.5

ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ

### book 48.110.1

νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.

### book 48.110.2

καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,

### book 48.110.3

καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ

### book 48.110.4

Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,

### book 48.110.5

θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ

### book 48.115.1

ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν·

### book 48.115.2

καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων

### book 48.115.3

ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,

### book 48.115.4

καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν

### book 48.115.5

γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς

### book 48.120.1

ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς·

### book 48.120.2

καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ

### book 48.120.3

καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν

### book 48.120.4

ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.

### book 48.120.5

καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ

### book 48.125

νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ

### book 48.1

αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·

### book 48.2

ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν

### book 48.3

Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,

### book 48.4

δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·

### book 48.130.1

καὶ διδύμας στεφανηδὸν ἐπ’ ἰξύι χεῖρας ἑλίξας

### book 48.130.2

Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·

### book 48.130.3

καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ

### book 48.130.4

εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·

### book 48.130.5

οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,

### book 48.135.1

ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ

### book 48.135.2

τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων

### book 48.135.3

ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.

### book 48.135.4

Παλλήνη δ’ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ

### book 48.135.5

θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·

### book 48.140.1

οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα

### book 48.140.2

ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.

### book 48.140.3

καὶ θεὸς ἀντιτύπων περιδέσμιον ἅμματι χειρῶν

### book 48.140.4

παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,

### book 48.140.5

δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·

### book 48.145.1

χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,

### book 48.145.2

Παλλήνην δ’ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·

### book 48.145.3

καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,

### book 48.145.4

κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων

### book 48.145.5

καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.

### book 48.1

ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης

### book 48.2

ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη.

### book 48.151.1

— — —

### book 48.151.2

καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ

### book 48.151.3

γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ

### book 48.151.4

παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν.

### book 48.154

— — —

### book 48.155.1

καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας

### book 48.155.2

αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ

### book 48.155.3

μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,

### book 48.155.4

ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.

### book 48.158.1

— — —

### book 48.158.2

καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ

### book 48.160.1

οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ

### book 48.160.2

φάρμακον εἶχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ

### book 48.160.3

κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον ἐρώτων

### book 48.160.4

ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην,

### book 48.160.5

ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.

### book 48.165.1

ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ

### book 48.165.2

ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου

### book 48.165.3

ἄρσενα λύσατο χεῖρα· θεὸς δ’ ὑπ’ ὀλίζονι ῥιπῇ

### book 48.1

γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην

### book 48.2

ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη

### book 48.170.1

χεῖρας ἐφαπλώσασα· τιταινομένης δὲ πιέσσας

### book 48.170.2

εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ.

### book 48.170.3

ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας

### book 48.170.4

ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην,

### book 48.170.5

καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων

### book 48.175.1

νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ,

### book 48.175.2

μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ.

### book 48.175.3

καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην

### book 48.175.4

γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ

### book 48.175.5

ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.

### book 48.180.1

καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρης

### book 48.180.2

χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων

### book 48.180.3

Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην.

### book 48.180.4

ἀλλ’ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα,

### book 48.180.5

Βάκχος ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων

### book 48.185.1

Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ,

### book 48.185.2

μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ

### book 48.185.3

κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον ἐρώτων.

### book 48.185.4

καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δ’ ἐπὶ παστῷ

### book 48.185.5

Σιληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,

### book 48.190

καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον ἐρώτων

### book 48.1

συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων·

### book 48.2

Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ

### book 48.3

νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ,

### book 48.4

καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ

### book 48.195.1

ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς,

### book 48.195.2

καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ

### book 48.195.3

Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ,

### book 48.195.4

καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις ἐρώτων,

### book 48.195.5

καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ

### book 48.1

Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης·

### book 48.2

καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ

### book 48.3

νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.

### book 48.4

καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην

### book 48.5

μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·

### book 48.205.1

„παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα·

### book 48.205.2

παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης·

### book 48.205.3

τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;

### book 48.205.4

σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,

### book 48.205.5

Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,

### book 48.210.1

χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,

### book 48.210.2

ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,

### book 48.210.3

Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα·

### book 48.210.4

Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος

### book 48.210.5

τέρπεται Ἱπποδάμεια σὺν ἀρτιγάμῳ παρακοίτῃ.

### book 48.215.1

καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις

### book 48.215.2

τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ,

### book 48.215.3

μῶμον ἀλευομένη πατρώιον· οὔ σε διδάξω

### book 48.215.4

Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,

### book 48.215.5

ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων

### book 48.220.1

γηραλέην σε τέλεσσεν ἀπειρήτην ἀφροδίτης,

### book 48.220.2

συζυγίην δ’ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων.

### book 48.220.3

μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν,

### book 48.220.4

οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς·

### book 48.220.5

ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,

### book 48.225.1

λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων.

### book 48.225.2

Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ

### book 48.225.3

πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης,

### book 48.225.4

πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην·

### book 48.225.5

καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,

### book 48.230.1

Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐην Ἀφροδίτης·

### book 48.230.2

πείθομαι, ὥς σε φύτευσεν ἄναξ ἐναγώνιος Ἑρμῆς

### book 48.230.3

ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς,

### book 48.230.4

καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν ἐρώτων.“

### book 48.230.5

εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,

### book 48.235.1

μυρομένης δ’ εὔνησεν ἐπήρατα δάκρυα κούρης.

### book 48.235.2

καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης

### book 48.235.3

τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων.

### book 48.235.4

Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα

### book 48

Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ

### book 48.240.1

δαίμονος εὐώδινος ἔσαν Κυβεληίδες αὐλαί.

### book 48.240.2

ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης

### book 48.240.3

Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,

### book 48.240.4

εἰσέτι νῆις ἔρωτος, ὁμόδρομος Ἰοχεαίρης,

### book 48.240.5

ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,

### book 48.245.1

Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν

### book 48.245.2

νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο

### book 48.245.3

πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην,

### book 48.245.4

κούρην ἀντιάνειραν, ἀπειρήτην ἀφροδίτης.

### book 48.245.5

ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,

### book 48.1

ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις·

### book 48.2

πολλάκι δ’ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,

### book 48.3

καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,

### book 48.4

οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς·

### book 48.5

ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην

### book 48.255.1

ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων

### book 48.255.2

θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ

### book 48.255.3

ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.

### book 48.255.4

καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ

### book 48.255.5

παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·

### book 48.260.1

καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης

### book 48.260.2

κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ Δάφνης

### book 48.260.3

εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων

### book 48.1

ἱμερτὴν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,

### book 48.2

ὅττι θεὸς πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ

### book 48.265.1

θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,

### book 48.265.2

οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·

### book 48.265.3

παιδὶ δὲ θηρεύοντι συνέμπορος † υἱέι Μύρρης

### book 48.265.4

Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,

### book 48.265.5

Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου

### book 48.270.1

ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·

### book 48.270.2

αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς

### book 48.270.3

βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,

### book 48.270.4

ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ

### book 48.270.5

θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·

### book 48.275.1

παρθενικὴ δ’ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτὴν

### book 48.275.2

πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ

### book 48.275.3

μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ

### book 48.275.4

ληιδίης γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,

### book 48.275.5

τοῖον ἔπος βοόων· ‘στεφανηφόρε μῆτερ Ἐρώτων,

### book 48.280.1

αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην·

### book 48.280.2

ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,

### book 48.280.3

στέψατε κεστὸν ἱμάντα γαμοστόλον, ὅττι μενοινὴν

### book 48.280.4

τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.‘

### book 48

τοῖον ὄναρ μαντῷον ὀρεστιὰς ἔδρακεν Αὔρη.

### book 48.285.1

οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καὶ αὐτοὶ

### book 48.285.2

εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.

### book 48.285.3

κούρη δ’ ἐγρομένη πινυτόφρονι μαίνετο Δάφνῃ,

### book 48.285.4

καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ

### book 48.285.5

χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,

### book 48.290.1

καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ·

### book 48.290.2

„οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι·

### book 48.290.3

Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;

### book 48.290.4

ἀασάμην εὕδουσα τεοὺς ὑπὸ γείτονας ὄζους

### book 48.290.5

σὸν φυτὸν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ

### book 48.295.1

φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη,

### book 48.295.2

σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;

### book 48.295.3

μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;

### book 48.295.4

οὐ πινυτῆς τόδε δένδρον, ἀπ’ ἀρτιγάμοιο δὲ νύμφης·

### book 48.295.5

μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,

### book 48.1

ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;“

### book 48.2

εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.

### book 48.3

καί ποτε θηρεύουσα κατ’ οὔρεα δεσπότις ἄγρης

### book 48.4

καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ

### book 48.5

Ἄρτεμις ἤντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις

### book 48.305.1

θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,

### book 48.305.2

ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων

### book 48.305.3

καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης

### book 48.305.4

Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.

### book 48.305.5

καὶ κεμάδας ζυγίοισι συνεκλήισε λεπάδνοις

### book 48.310.1

Ἄρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δὲ δίφρου

### book 48.310.2

λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,

### book 48.310.3

καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.

### book 48.310.4

ἀενάου δὲ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο

### book 48.310.5

δμωίδες ἐρρώοντο συνήλυδες Ἰοχεαίρῃ,

### book 48.315.1

ὧν ἡ μὲν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,

### book 48.315.2

ἄλλη δ’ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα

### book 48.315.3

ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης

### book 48.315.4

ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.

### book 48.315.5

καὶ σέλας Ἰοχέαιρα διαυγάζουσα προσώπου

### book 48.320.1

ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ

### book 48.320.2

αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν

### book 48.320.3

ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη

### book 48.320.4

πλησιφαὴς ἀνέτελλε πυριτρεφέων μέσον ἄστρων,

### book 48.320.5

οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·

### book 48.325.1

τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,

### book 48.325.2

εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ

### book 48.1

Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.

### book 48.2

Αὔρη δ’ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν ἱμάσθλην,

### book 48.3

καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς

### book 48.330.1

ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης·

### book 48.330.2

καὶ θεὸς ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων

### book 48.330.3

τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,

### book 48.330.4

Ὠκεανοῦ δὲ θύγατρες ἐύπλοκα δίκτυα θήρης ...

### book 48.330.5

καὶ κύνας· ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.

### book 48.335.1

ἡ δὲ μεσημβρίζουσα ... σέβας φιλοπάρθενον αἰδοῦς

### book 48.335.2

ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων

### book 48.335.3

ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου

### book 48.339

ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,

### book 48.338

ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ,

### book 48.340.1

κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη.

### book 48.340.2

λοξὰ δὲ παπταίνουσα δι’ ὕδατος ἄσκοπος Αὔρη

### book 48.340.3

τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου

### book 48.1

ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης,

### book 48.2

θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης·

### book 48.345.1

καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων

### book 48.345.2

δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη. ...

### book 48.345.3

ἡμιφανὴς ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης

### book 48.345.4

ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων

### book 48.345.5

Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη

### book 48.1

μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν·

### book 48.2

„Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,

### book 48.353

ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγι θηλῆς

### book 48.352

θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,

### book 48.354

καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί·

### book 48.355.1

ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης

### book 48.355.2

καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ,

### book 48.355.3

δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δ’ ἐθελήσῃς,

### book 48.355.4

Ἑρμείῃ παρίαυε καὶ Ἄρεϊ· λεῖψον Ἀθήνῃ ...

### book 48.355.5

ἢν δ’ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,

### book 48.360

εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.

### book 48.1

ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων·

### book 48.2

δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν

### book 48.3

ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης·

### book 48.4

δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς

### book 48.365.1

ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης,

### book 48.365.2

ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην·

### book 48.365.3

πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ

### book 48.365.4

οὔ τινα κύκλον ἔχουσι περίτροχον, οἷά περ Αὔρης,

### book 48.365.5

αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;“

### book 48.370.1

ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ

### book 48.370.2

σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,

### book 48.370.3

καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί·

### book 48.370.4

ἐκ προχοῆς δ’ ἀνέπαλτο, πάλιν δ’ ἔνδυνε χιτῶνα,

### book 48.370.5

καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην

### book 48.375.1

ἀχνυμένη. Νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην

### book 48.375.2

ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ

### book 48.375.3

παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς·

### book 48.375.4

καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης

### book 48.375.5

σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει

### book 48.380.1

ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ,

### book 48.380.2

δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην·

### book 48.1

ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάστωρ,

### book 48.2

γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ

### book 48.3

δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ

### book 48.385.1

τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου,

### book 48.385.2

ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ ...

### book 48.385.3

ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,

### book 48.385.4

ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.

### book 48.385.5

ἔγνω δ’ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ

### book 48.390.1

Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς,

### book 48.390.2

καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ·

### book 48.390.3

„σὸν χόλον, Ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί·

### book 48.390.4

Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς ἀρούρης;

### book 48.390.5

τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;

### book 48.395.1

μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων

### book 48.395.2

εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;

### book 48.395.3

Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;

### book 48.395.4

τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται

### book 48.395.5

κεῖνος, ὃς ὑμετέροιο μάτην ἔψαυσε χιτῶνος,

### book 48.1

μητρὸς ἔσω λαγόνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ

### book 48.2

χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,

### book 48.3

σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίτρης·

### book 48.4

εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης

### book 48

συζυγίην μενέαινε τεῶν ἀκίχητον ἐρώτων,

### book 48.405.1

κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης·

### book 48.405.2

εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,

### book 48.405.3

ἄλλη λαϊνέη Νιόβη κλαύσειε γενέθλην·

### book 48.405.4

τίς φθόνος, εἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω;

### book 48.405.5

μή σε πατὴρ διὰ λέκτρα μετὰ Γλαυκῶπιν ὀρίνει;

### book 48.410.1

μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων,

### book 48.410.2

οἷα καὶ Ἡφαίστῳ καθαρῆς ὑμέναιον Ἀθήνης;

### book 48.410.3

εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,

### book 48.410.4

ἔσσομαι ἀχνυμένης τιμήορος Ἰοχεαίρης.“

### book 48.410.5

οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ

### book 48.415.1

τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη·

### book 48.415.2

„παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,

### book 48.415.3

οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·

### book 48.415.4

οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·

### book 48.415.5

οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς ἀρούρης·

### book 48.420.1

ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ

### book 48.420.2

ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Αὔρη.

### book 48.420.3

ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ

### book 48.420.4

αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·

### book 48.420.5

μητρὶ δ’ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ

### book 48.425.1

ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,

### book 48.425.2

καὶ πάλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Αὔρη·

### book 48.425.3

ἀλλ’ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,

### book 48.1

Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει

### book 48.2

ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη

### book 48.430.1

αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη

### book 48.430.2

δάκρυσιν οὐ λίθον εἶδε λελουμένον, οὐκ ἴδε σιγὴν

### book 48.430.3

μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.

### book 48.430.4

ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην

### book 48.430.5

δὸς μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω

### book 48.435.1

λαϊνέης ἀτίνακτον ἀμειβομένης δέμας Αὔρης,

### book 48.435.2

μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,

### book 48.435.3

μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτρομον Αὔρην,

### book 48.435.4

ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.“

### book 48.435.5

ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·

### book 48.440.1

„Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,

### book 48.440.2

οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,

### book 48.440.3

οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,

### book 48.440.4

Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,

### book 48.440.5

μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·

### book 48.445.1

ἓν δέ σοι, Ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη

### book 48.445.2

παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·

### book 48.445.3

καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου

### book 48.445.4

δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.“

### book 48

εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη

### book 48.1

Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,

### book 48.2

καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ

### book 48.3

παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,

### book 48.4

γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·

### book 48.5

καὶ ταχινὴ πεφόρητο δι’ ἠέρος ὀξέι δίφρῳ,

### book 48.455.1

καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων

### book 48.455.2

Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,

### book 48.455.3

πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.

### book 48.455.4

Αὔρης δ’ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψινόου δὲ

### book 48.455.5

αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,

### book 48.460.1

καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,

### book 48.460.2

καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην

### book 48.460.3

παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην

### book 48.460.4

Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ

### book 48.460.5

καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ

### book 48.465.1

ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις ἐρώτων,

### book 48.465.2

Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,

### book 48.465.3

τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δ’ ἐνὶ γαίῃ

### book 48.465.4

ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,

### book 48

καὶ Βερόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.

### book 48.470.1

καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,

### book 48.470.2

εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον. ἀμφὶ δὲ κούρῃ

### book 48.470.3

ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,

### book 48.470.4

καὶ πτερὰ κυκλώσας ἐπεβήσατο κοῦφος Ὀλύμπου.

### book 48.470.5

καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·

### book 48.475.1

οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης

### book 48.475.2

ἐλπίδα Κυπριδίην, οὐ φάρμακον εἶχεν ἐρώτων·

### book 48.475.3

ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ

### book 48.475.4

θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.

### book 48.475.5

καὶ μογέων ἔκρυπτεν ἑὸν πόνον, οὐδ’ ἐνὶ λόχμαις

### book 48.480.1

Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,

### book 48.480.2

μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι

### book 48.480.3

ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;

### book 48.480.4

καὶ μεθέπων πραπίδεσσι πεπηγμένον ἰὸν ἐρώτων,

### book 48.480.5

παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης,

### book 48.485.1

Κυπριδίοις ἀνέμοισιν ἀειρομένοιο χιτῶνος

### book 48.485.2

μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.

### book 48.485.3

ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης

### book 48.485.4

Βάκχος ἀμηχανέων ἔπος ἴαχε λυσσάδι φωνῇ·

### book 48.485.5

„Πανὸς ἐγὼ δυσέρωτος ἔχω τύπον, ὅττι με φεύγει

### book 48.490.1

παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ

### book 48.490.2

πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.

### book 48.1

ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι † με φεύγων

### book 48.2

φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελγέι φωνῇ·

### book 48.3

σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ

### book 48.495.1

φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ

### book 48.495.2

ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη.

### book 48.495.3

οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ

### book 48.495.4

παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει.

### book 48.495.5

ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω

### book 48.1

νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη

### book 48.2

κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων

### book 48.3

τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου

### book 48.4

εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ;

### book 48.5

τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;

### book 48.505.1

τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην;

### book 48.505.2

ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης;

### book 48.505.3

ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ

### book 48.505.4

τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψει;

### book 48.505.5

τίς γλυκὺ κέντρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;

### book 48.510.1

μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει

### book 48.510.2

Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη.

### book 48.510.3

αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ·

### book 48.1

‘Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην‘.“

### book 48.2

ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύω

### book 48.515.1

εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ

### book 48.515.2

ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ

### book 48.515.3

κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔρην

### book 48.515.4

καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ

### book 48.515.5

ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου

### book 48.520.1

παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη,

### book 48.520.2

Κύπριδι πιστὰ φέρουσα καὶ ἱμείροντι Λυαίῳ·

### book 48.520.3

„οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην,

### book 48.520.4

εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ,

### book 48.520.5

δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,

### book 48.525.1

ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις

### book 48.525.2

παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.“

### book 48.525.3

ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ

### book 48.525.4

δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων

### book 48.525.5

Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.

### book 48.530.1

ψυχὴ δ’ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης,

### book 48.530.2

νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ,

### book 48.530.3

ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ·

### book 48.530.4

„ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων,

### book 48.530.5

Αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης·

### book 48.535

ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,

### book 48.1

ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη.

### book 48.2

οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην·

### book 48.3

ὁ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου

### book 48.4

νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.

### book 48.540.1

ὤμοι, ὅτ’ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην,

### book 48.540.2

καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ

### book 48.540.3

Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων.

### book 48.540.4

ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων

### book 48.540.5

νυμφίον ὁρκαπάτην μετὰ Θησέα καὶ σὲ καλέσσω·

### book 48.545.1

εἰ δέ σε δῶρον ἔρωτος ἀπαιτίζει σέο νύμφη,

### book 48.545.2

δέξο μοι ἠλακάτην, φιλοτήσιον ἕδνον ἐρώτων,

### book 48.545.3

ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ

### book 48.545.4

δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρα τις εἴπῃ·

### book 48.545.5

‘δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.‘

### book 48.1

καὶ σὺ μετὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων

### book 48.2

ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος,

### book 48.3

οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης ἀφροδίτης·

### book 48.4

Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων,

### book 48.5

Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους·

### book 48.555.1

σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων

### book 48.555.2

τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες. ἀλλὰ Μυκῆναι,

### book 48.555.3

πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης,

### book 48.555.4

καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης,

### book 48.555.5

ἠιόνες Νάξοιο, βοήσατε· ‘νυμφίε Θησεῦ,

### book 48.560.1

Μινῴη καλέει σε χολωομένη Διονύσῳ.‘

### book 48.560.2

ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ

### book 48.560.3

μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.“

### book 48.560.4

ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.

### book 48.560.5

καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,

### book 48.565.1

μυρομένην δ’ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην.

### book 48.565.2

καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν ἐρώτων·

### book 48.565.3

νύμφης δ’ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,

### book 48.565.4

πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην

### book 48.565.5

ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.

### book 48.570.1

ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς,

### book 48.570.2

τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη

### book 48.570.3

πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.

### book 48.570.4

οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη

### book 48.570.5

διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης

### book 48.575.1

θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη

### book 48.575.2

αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ

### book 48.575.3

χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ

### book 48.575.4

δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι

### book 48.575.5

πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις

### book 48.580.1

ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ·

### book 48.580.2

εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων

### book 48.580.3

ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ

### book 48.580.4

νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,

### book 48.580.5

ὃς πάρος ἠπεροπῆος ἑοῦ χροὸς εἴδεϊ κωφῷ

### book 48.585.1

εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ

### book 48.585.2

κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς·

### book 48.585.3

καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·

### book 48.589

ἱπτάμεναι δ’ ἀγεληδὸν ἐπ’ ἀνθεμόεντι κορύμβῳ

### book 48.588

εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.

### book 48.590.1

κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη·

### book 48.590.2

ἀμφὶ δέ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.

### book 48.590.3

† κεῖθι διαψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν

### book 48.590.4

ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο.

### book 48.590.5

ἀλλ’ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,

### book 48.595.1

δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθώ,

### book 48.595.2

τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ·

### book 48.595.3

„παρθενική, μόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς

### book 48.595.4

εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.“

### book 48.595.5

κούρη δ’ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ

### book 48.1

χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου.

### book 48.2

παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν·

### book 48.3

„Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ;

### book 48.4

τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε † γαστήρ;

### book 48.5

ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω·

### book 48.605

ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,

### book 48.1

καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.“

### book 48.2

εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην·

### book 48.3

ἤιε δ’ ἔνθα καὶ ἔνθα πολυπλανέεσσι πεδίλοις

### book 48.4

πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου·

### book 48.610.1

καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ·

### book 48.610.2

εὗδε δ’ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ

### book 48.610.3

παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ.

### book 48.610.4

καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην

### book 48.610.5

οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ

### book 48.615.1

μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ·

### book 48.615.2

„ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.“

### book 48.615.3

ὣς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων

### book 48.615.4

εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας·

### book 48.615.5

‘νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει·

### book 48.620.1

σιγὴ ἐφ’ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσσῃ‘.

### book 48.620.2

καί μιν ἰδὼν Ἰόβακχος ἐπ’ ἀστρώτοιο χαμεύνης

### book 48.620.3

νυμφιδίου ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου,

### book 48.620.4

ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων

### book 48.620.5

κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης·

### book 48.625.1

χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην

### book 48.625.2

παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ,

### book 48.625.3

μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου·

### book 48.1

καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης,

### book 48.2

καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,

### book 48.630.1

μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ

### book 48.630.2

παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην ἀφροδίτῃ

### book 48.630.3

Αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην.

### book 48.630.4

καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ

### book 48.630.5

οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ·

### book 48.635.1

καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης

### book 48.635.2

Ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς

### book 48.635.3

πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης,

### book 48.635.4

καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων·

### book 48.635.5

καὶ γάμος ὡς ὄναρ ἔσκε. πολυσκάρθμῳ δὲ χορείῃ

### book 48.640.1

εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη,

### book 48.640.2

ἡμιφανὴς δ’ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην·

### book 48.640.3

μούνη δ’ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,

### book 48.640.4

αἰδομένη δ’ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,

### book 48.640.5

μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.

### book 48.645.1

καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων

### book 48.645.2

νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,

### book 48.645.3

νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ

### book 48.645.4

λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην

### book 48.645.5

χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.

### book 48.1

καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων,

### book 48.2

ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.

### book 48.1

νύμφη δ’ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ

### book 48.2

ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν ἐρώτων·

### book 48.3

θάμβεε δ’ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης

### book 48.655.1

στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ·

### book 48.655.2

καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,

### book 48.655.3

ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,

### book 48.655.4

μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην

### book 48.655.5

στέρνα πάλιν σκιόωσα † καὶ ἠθάδος ἴχνια μαζοῦ

### book 48.660.1

παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.

### book 48.660.2

ἀχνυμένη δ’ ὀλόλυξε, κατάσχετος ἅλματι λύσσης·

### book 48.660.3

ἀγρονόμους δ’ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης

### book 48.660.4

τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ

### book 48.660.5

μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ

### book 48.665.1

βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,

### book 48.665.2

Τιθωνὸν χαρίεντα δυσίμερον, ἀνέρα βούτην ...

### book 48.665.3

ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ

### book 48.665.4

Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·

### book 48.665.5

ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,

### book 48.670

Ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·

### book 48.1

αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν,

### book 48.2

αἰνοπαθὴς ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη

### book 48.3

ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·

### book 48.4

ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς

### book 48.675.1

ὅττι μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν·

### book 48.675.2

γειοπόνους δ’ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αὐτοὶ

### book 48.675.3

Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,

### book 48.675.4

Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτης·

### book 48.675.5

ἔκτανε δ’ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ

### book 48.680.1

πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστὸν Ἀθήνης,

### book 48.680.2

ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·

### book 48.680.3

Βακχείης δ’ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,

### book 48.680.4

ὅττι φιλακρήτοιο μέθης βλύζοντες ἐέρσην

### book 48.680.5

οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·

### book 48.685.1

οὔ πω γὰρ δεδάηκε δολοφροσύνην Διονύσου

### book 48.685.2

καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,

### book 48.685.3

ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων

### book 48.685.4

αἵματι φοινήεντι περιρραίνουσα κολώνας.

### book 48.685.5

καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,

### book 48.690.1

Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ

### book 48.690.2

λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος

### book 48.690.3

ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·

### book 48.690.4

καὶ βρέτας ἁρπάξασα τελεσσιγάμου Κυθερείης

### book 48.690.5

Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις

### book 48.695.1

γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.

### book 48.695.2

καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην

### book 48.695.3

δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·

### book 48.695.4

καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος Ἀφρογενείης·

### book 48.695.5

φοιταλέη δ’ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,

### book 48.1

καὶ σταλίκων ἔψαυσε, πάλιν δ’ ἐμνήσατο θήρης·

### book 48.2

καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,

### book 48.3

ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·

### book 48.4

„τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;

### book 48.5

εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων

### book 48.705.1

εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεὺς

### book 48.705.2

οὐδὲ καὶ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,

### book 48.705.3

ἀγροτέρους μετὰ θῆρας ὀιστεύσω πόλον ἄστρων·

### book 48.705.4

εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,

### book 48.705.5

πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·

### book 48.710.1

εἰ δὲ λέχος σύλησεν ἐμὸν Κυλλήνιος Ἑρμῆς,

### book 48.710.2

Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,

### book 48.710.3

καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·

### book 48.710.4

εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων

### book 48.710.5

ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,

### book 48.715.1

ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ

### book 48.715.2

οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·

### book 48.715.3

καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην

### book 48.715.4

εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ

### book 48.715.5

τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.

### book 48.720.1

σοὶ πλέον, Ἰοχέαιρα, χολώομαι, ὅττι με, κούρη,

### book 48.720.2

οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ

### book 48.720.3

σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.“

### book 48.720.4

ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν

### book 48.720.5

δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου

### book 48.725.1

παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη

### book 48.725.2

διπλόον ὄγκον ἄειρεν· ἑῷ δ’ ἐπεμήνατο φόρτῳ

### book 48.725.3

ἄσχετα βακχευθεῖσα † γονῆς δυσπάρθενος Αὔρη †

### book 48.725.4

εἰ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων

### book 48.725.5

ἠὲ θεοῦ δολίοιο· Διὸς δ’ ἐμνήσατο νύμφης,

### book 48.730.1

Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων

### book 48.730.2

Τάνταλος ἐβλάστησε. καὶ ἤθελε γαστέρα τέμνειν,

### book 48.730.3

ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ

### book 48.730.4

ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.

### book 48.730.5

καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ

### book 48.735.1

δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.

### book 48.735.2

πολλάκι δ’ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,

### book 48.735.3

ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης·

### book 48.735.4

ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ,

### book 48.735.5

μή μιν ἀποκτείνειε, μυχῷ δ’ ἐκρύπτετο πέτρης

### book 48.740.1

σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις.

### book 48.740.2

πολλάκι δ’ οἰδαλέοιο γυναικείου διὰ κόλπου

### book 48.740.3

αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι,

### book 48.740.4

ὄφρα κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ

### book 48.740.5

καὶ στόμα τερπομένης φιλοκέρτομον Ἰοχεαίρης·

### book 48.745.1

καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ

### book 48.745.2

υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ,

### book 48.745.3

αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρα τις εἴπῃ·

### book 48.745.4

‘Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.‘

### book 48.745.5

καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων

### book 48.1

Ἄρτεμις ἐγγὺς ἵκανεν ἑῷ γελόωντι προσώπῳ,

### book 48.2

δειλαίην δ’ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ·

### book 48.3

„Ὕπνον ἴδον Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων

### book 48.4

ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς,

### book 48.5

ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην

### book 48.755.1

ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ·

### book 48.755.2

εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ

### book 48.755.3

ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ·

### book 48.755.4

Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν

### book 48.755.5

παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.

### book 48.760.1

εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις;

### book 48.760.2

ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις;

### book 48.760.3

νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην·

### book 48.1

οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ

### book 48.2

σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.

### book 48.765.1

εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη,

### book 48.765.2

πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν;

### book 48.765.3

τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην;

### book 48.765.4

ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης.

### book 48.765.5

οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην·

### book 48.770.1

σὸς γάμος οὔ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις,

### book 48.770.2

σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ

### book 48.770.3

εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ.

### book 48.770.4

ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην

### book 48.770.5

ὄργια μυστιπόλευε γυναιμανέος σέο Βάκχου,

### book 48.775.1

τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν.

### book 48.775.2

πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης,

### book 48.775.3

ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης;

### book 48.775.4

μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς;

### book 48.775.5

μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;

### book 48.780.1

πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων·

### book 48.780.2

καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι

### book 48.780.3

φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.“

### book 48.780.4

ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων,

### book 48.780.5

θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ

### book 48.785.1

ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας.

### book 48.785.2

κούρη δ’ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης

### book 48.1

ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο

### book 48.2

φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης·

### book 48.3

πέτραι δ’ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης

### book 48.790.1

φθόγγον ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ.

### book 48.790.2

καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ

### book 48.790.3

κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο,

### book 48.790.4

καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ

### book 48.790.5

Ἄρτεμιν οὐ μενέαινεν ἐπ’ ὠδίνεσσι καλέσσαι·

### book 48.795.1

Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου

### book 48.795.2

μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ.

### book 48.795.3

κούρη δ’ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν,

### book 48.795.4

νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης·

### book 48.795.5

„οὕτως Ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,

### book 48.1

οὕτως ἀμφοτέρας ἐγκύμονας, ὄφρα νοήσω ...

### book 48.2

Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,

### book 48.3

μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ·

### book 48.4

‘παρθενικὴ Γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.‘

### book 48.5

οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ

### book 48.805.1

Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.

### book 48.805.2

Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,

### book 48.805.3

θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.“

### book 48.805.4

εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης.

### book 48.805.5

καὶ τόκον Ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ

### book 48.810

νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.

### book 48.1

καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου

### book 48.2

μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης

### book 48.3

τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν·

### book 48.4

„Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·

### book 48.815.1

γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο

### book 48.815.2

τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,

### book 48.815.3

τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.

### book 48.815.4

καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;

### book 48.815.5

καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;

### book 48.820.1

καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ

### book 48.820.2

μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον ἐρώτων.

### book 48.820.3

εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἷς πόσις Αὔρης ...

### book 48.820.4

παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων·

### book 48.820.5

οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρῇ,

### book 48.825.1

ὡς πάρος, αὐερύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ

### book 48.825.2

ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.“

### book 48.825.3

ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,

### book 48.825.4

οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.

### book 48.825.5

Λητῴη δ’ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης

### book 48.830.1

ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης·

### book 48.830.2

τειρομένην δ’ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ·

### book 48.830.3

„παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;

### book 48.830.4

ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;

### book 48

οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.

### book 48.835.1

ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες

### book 48.835.2

νόσφι γάμου τίκτουσι; σὺ γάρ, φιλοπάρθενε κούρη,

### book 48.835.3

ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.

### book 48.835.4

ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο

### book 48.835.5

Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη

### book 48.840.1

εἰς τόκον ἀγροτέρης οὐ δεύεαι Ἰοχεαίρης;

### book 48.840.2

οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων

### book 48.840.3

ἔδρακεν Εἰλείθυια, τεῆς ἀροτῆρα γενέθλης·

### book 48.840.4

ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί.

### book 48.840.5

μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις·

### book 48.845.1

ἡ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη·

### book 48.845.2

τίς νέμεσίς ποτε τοῦτο; κατ’ οὔρεα τέκνα λοχεύεις,

### book 48.845.3

ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.“

### book 48.845.4

ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη

### book 48.845.5

Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,

### book 48.1

ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι.

### book 48.2

καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ

### book 48.3

φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης

### book 48.4

διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης

### book 48.5

λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων

### book 48.855.1

Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης.

### book 48.855.2

καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην

### book 48.855.3

τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ·

### book 48.1

„μαῖα, γονῆς ταμίη, διδυμητόκε δύσγαμε νύμφη,

### book 48.2

υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ·

### book 48.860.1

παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα·

### book 48.860.2

εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην.

### book 48.860.3

Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ·

### book 48.860.4

σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος

### book 48.860.5

σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.“

### book 48.865.1

εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην.

### book 48.865.2

καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην,

### book 48.865.3

μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην

### book 48.865.4

μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης

### book 48.865.5

ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις·

### book 48.870.1

„ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες ἐρώτων·

### book 48.870.2

ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν,

### book 48.870.3

παρθενικῆς δ’ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις

### book 48.870.4

ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον ἐρώτων

### book 48.870.5

σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.

### book 48.875.1

οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν ἐρώτων,

### book 48.875.2

οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης·

### book 48.875.3

ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς

### book 48.875.4

νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη.

### book 48.875.5

ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,

### book 48.880.1

πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης,

### book 48.880.2

σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ

### book 48.880.3

τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη·

### book 48.880.4

οἶδα γάρ, ὡς διδύμων βρεφέων ἕνα παῖδα δαμάσσει

### book 48

ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·

### book 48.885.1

ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρα κεν εἴη

### book 48.885.2

σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.“

### book 48.885.3

ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,

### book 48.885.4

κυδιόων Φρυγίοισιν ἐπ’ ἀμφοτέροις ὑμεναίοις

### book 48.885.5

πρεσβυτέρης ἀλόχοιο καὶ ὁπλοτέρης περὶ νύμφης.

### book 48.890.1

καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ,

### book 48.890.2

παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ·

### book 48.890.3

„ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω·

### book 48.890.4

νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,

### book 48.890.5

Αὔρης δ’ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·

### book 48.895.1

καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.

### book 48.895.2

ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,

### book 48.895.3

ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;

### book 48.895.4

ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης

### book 48.895.5

ἔλθετε θαρσήεντες, ὅτ’ οὐκέτι μάρναται Αὔρη·

### book 48.1

καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί·

### book 48.2

θῶες ἐμοί, τέρπεσθε· παρ’ ἡμετέρῃ δὲ χαμεύνῃ

### book 48.3

πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·

### book 48.4

ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ

### book 48.5

Αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.

### book 48.905

αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,

### book 48.1

μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω,

### book 48.2

μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδ’ ἐνὶ λόχμαις

### book 48.3

θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.“

### book 48.910.1

... θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·

### book 48.910.2

ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην

### book 48.910.3

πόρδαλις, ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,

### book 48.910.4

ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·

### book 48.910.5

θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην

### book 48.915.1

ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων

### book 48.915.2

μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.

### book 48.915.3

καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη

### book 48.915.4

ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,

### book 48.915.5

ἠερίαις τ’ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις

### book 48.920.1

θηρείων ἕνα παῖδα διαρπάξασα γενείων·

### book 48.920.2

καὶ πάις ἀρτιλόχευτος ἐπὶ στροφάλιγγι κονίης

### book 48.920.3

ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·

### book 48.920.4

καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,

### book 48

δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης

### book 48.925.1

ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης

### book 48.925.2

παρθένος Ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην

### book 48.925.3

παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.

### book 48.925.4

καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης

### book 48.925.5

μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,

### book 48.930.1

ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,

### book 48.930.2

Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δ’ ἅμα τόξῳ

### book 48.930.3

εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,

### book 48.930.4

καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ

### book 48.930.5

ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,

### book 48.935.1

καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων

### book 48.935.2

εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς

### book 48.935.3

μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,

### book 48.935.4

καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο

### book 48.935.5

ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,

### book 48.940.1

καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,

### book 48.940.2

καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο

### book 48.940.3

εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.

### book 48.940.4

καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμην

### book 48.940.5

ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου

### book 48.945.1

ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,

### book 48.945.2

πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ

### book 48.945.3

ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.

### book 48.1

Νικαίῃ δ’ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·

### book 48.2

ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς

### book 48.1

παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν

### book 48.2

κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου

### book 48.3

νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος

### book 48.4

Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,

### book 48.5

εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ

### book 48.955.1

Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ·

### book 48.955.2

παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,

### book 48.955.3

αὐτοχύτῳ στάζουσα νόθον γλάγος ὄμφακι μαζῷ.

### book 48.955.4

καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·

### book 48.955.5

ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ

### book 48.960.1

νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ

### book 48.960.2

δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·

### book 48.960.3

καὶ θεὸν ἱλάσκοντο μεθ’ υἱέα Περσεφονείης,

### book 48.960.4

καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ

### book 48.960.5

ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,

### book 48.965.1

καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ.

### book 48.965.2

καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·

### book 48.965.3

καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται

### book 48.965.4

Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.

### book 48.965.5

οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος ἐρώτων,

### book 48.970.1

ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης·

### book 48.970.2

καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης

### book 48.970.3

μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,

### book 48.970.4

ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.

### book 48.970.5

καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων

### book 48.975.1

πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης,

### book 48.975.2

καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου

### book 48.975.3

οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,

### book 48

σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/nonnus-of-panopolis-dionysiaca-tns-ab.json (sha256:24b7b895e37b0f325765506b17139d637ed7c75c1437ff01ac00d6ed100682b9). Cite as `eul_wid: tns-ab`.
