---
title: Fragments on Sea and Nature
title_greek: Ἀποσπάσματα περὶ Θαλάσσης καὶ Φύσεως
author: Nicander of Colophon
eul_wid: lcw-ac
eul_aid: lcw
canonical: "https://eulogikon.org/grc/nicander-of-colophon/sea-nature"
canonical_json: "https://eulogikon.org/data/works/grc/nicander-of-colophon-sea-nature-lcw-ac.json"
sha256: cc91d7650d107233f29b5021cbd558c7c8ecb717ca74a660a4ec0f3709316952
period: Hellenistic
dialect: Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments on Sea and Nature

*Ἀποσπάσματα περὶ Θαλάσσης καὶ Φύσεως*

**Author:** Nicander of Colophon

**eul_wid:** `lcw-ac` · [HTML page](https://eulogikon.org/grc/nicander-of-colophon/sea-nature) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/nicander-of-colophon-sea-nature-lcw-ac.json)

## Text

### unit_1

Oetaica (frr. 16, 18): p. 138

### book 16.1

πομπίλος ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους μηνύσαι

### book 16.2

φιλέρωσι καὶ ἄφθογγός

### book 16.3

περ ἀμύνων.

### book 18

ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων ἠὲ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.

### book 19.1

τείχεά τε

### book 19.2

προλιπόντες ὑπὲρ

### book 19.3

Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.

### book 21

καί τις καὶ Ζάγκλης ἐδάη δρεπανηίδος ἄστυ.

### book 22

ὄμβρῳ τε κρυμῷ τε, δέμας τότε δάμνατο μάλκῃ

### book 26.1

καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπ’ ἄστροις ἔκλυεν αὐδηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ ὄσσαν· ἀπ’ οὖν

### book 26.2

χείρεσσι δύο ῥίπτεσκε βέλεμνα, ἠλιβάτου

### book 26.3

προθέλυμνα Καναστραίης πάρος ἀκτῆς.

### book 27.1

τῷ μὲν ὑπὸ Ζωναῖον ὄρος δρύες ἀμφί τε

### book 27.2

φηγοί ῥιζόθι δινήθησαν ἀνέστησάν

### book 27.3

τε χορείην οἷά τε

### book 27.4

παρθενικαί.

### book 31.1

οὐκ ἔχις οὐδὲ φάλαγγες ἀπεχθέες οὐδὲ βαθυπλήξ [para]ἄλσεσιν ἐνζώει

### book 31.2

σκορπίος ἐν Κλαρίοις, Φοῖβος ἐπεί ῥ’ αὐλῶνα βαθὺν μελίῃσι καλύψας [para]ποιηρὸν δάπεδον θῆκεν ἑκὰς δακετῶν.

### book 32.1

ἔκλυον ὡς Λιβύης Ψύλλων γένος οὔτε

### book 32.2

τι θηρῶν [para]αὐτοὶ κάμνουσιν μυδαλέῃσι

### book 32.3

τυπαῖς οὓς Σύρτις βόσκει θηροτρόφος, εὖ δὲ καὶ ἄλλοις [para]ἀνδράσιν ἤμυναν τύμμασιν ἀχθομένοις[ln_5]οὐ ῥίζαις ἔρδοντες, ἑῶν δ’ ἀπὸ σύγχροα γυίων,

### book 43

Ἀσπαλάθεια βοήροτος.

### book 50.1

αὐτίχ’ ὅγ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα

### book 50.2

ταμὼν

### book 50.3

χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.

### book 59.1

ἢ σκάρον ἢ κίχλην

### book 59.2

πολυώνυμον.

### book 62.1

ἔνθ’ Ἑκάβη Κισσηίς, ὅτ’ ἐν

### book 62.2

πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα

### book 62.3

παρασπαίροντα θυηλαῖς, εἰς ἅλα

### book 62.4

ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφήν γρήιον, Ὑρκανίδεσσιν ἐειδομένην

### book 62.5

σκυλάκεσσιν.

### book 68

ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνός ἢ αὐτοῦ ὄρνιθος ἐφοπλίζηαι ἐδωδήν, χῖδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει δὲ μιγῆ ἀνάφυρσον ἐλαίῳ,[ln_5]ζωμὸν δὲ βρομέοντα †καταντλας† ...[ln_5]... πνῖγε δὲ πῶμα ἀμφιβαλών, φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον· ἠρέμα δὲ χλιάον κοίλοις ἐκδαίνυσο μύστροις.

### book 69

φηγοὶ Πανὸς ἄγαλμα,

### book 70.1

γογγυλίδας

### book 70.2

σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος ὄφρ’ ἂν ἴσαι

### book 70.3

πλαθάνοισι

### book 70.4

χαμηλοτέροις θαλέθωσι· βουνιὰς † ἀλλ’ εἴσω ῥαφάνοις εἴσω λαθαρωκοί †. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη[ln_5]μακρή τε

### book 70.5

στιφρή τε

### book 70.6

φαείνεται ἐν

### book 70.7

πρασιῇσι. καὶ τὰς μέν τ’ αὔηνον ἀποπλύνας βορέῃσι, προσφιλέας

### book 70.8

χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς· θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώους’ ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας κατακαρφέα

### book 70.9

φλοιόν[ln_10]ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δέ αὐήνας ἐπὶ τυτθόν, ὅτ’ ἐν ζεστῷ ἀποβάπτων ὕδατι, δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ·

### book 70.1

ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος

### book 70.2

συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις.[ln_15]πολλάκι δ’ ἀσταφίδας

### book 70.3

προχέας

### book 70.4

τριπτῆρι λεήναις

### book 70.5

σπέρματά τ’ ἐνδάκνοντα

### book 70.6

σινήπυος. εἰν ἑνὶ δὲ τρύξ ὄξεος ἰκμάζουσα καὶ † ὠμοτέρην ἐπὶ κόρσην ὥριον ἁλμαίην ἄμυσαι κεχρηόσι δαίτης †

### book 71.1

ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι

### book 71.2

πετραίου, σὺν δ’ αὐτὸς ἐπαυχμήεις

### book 71.3

σταφυλῖνος, σμυρνεῖον σόγκος

### book 71.4

τε κυνόγλωσσός

### book 71.5

τε σέρις

### book 71.6

τε· σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα[ln_5]ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.

### book 72.1

αὐτὰς μὴν

### book 72.2

σικύας

### book 72.3

τμήγων ἀνὰ κλώσμασι

### book 72.4

πείραις ἠέρι δὲ ξήρανον· ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις

### book 72.5

περιχανδέα χύτρον

### book 72.6

πλήσαντες ῥοφέωσιν ἀεργέες, † ἔνθα

### book 72.7

τε μέτρια †[ln_5]ὄσπρια

### book 72.8

πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν

### book 72.9

σικύης ὅρμους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην

### book 72.10

σειράς

### book 72.11

τε πάλαι λαχάνοισι

### book 72.12

πλακείσας αὐοτέροις † καυλοῖς

### book 72.13

τε μιγήμεναι εὐφαοριζη †.

### book 73.1

καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας ἢ Σικελὰς μεγάροισι

### book 73.2

πελειάδας· οὐδέ φιν ἅρπαι οὐδ’ ὄφις ὀστρακέοις λωβήσιμοι ἐξενέπονται.

### book 74.1

ἀλλὰ τὰ μὲν

### book 74.2

σπείροις

### book 74.3

τε καὶ ὅσς’ ὡραῖα

### book 74.4

φυτεύοις ἄνθε’ Ἰαονίηθε. γένη γε μὲν ἰάσι δισσά, ὠχρόν

### book 74.5

τε χρυσῷ τε

### book 74.6

φυὴν εἰς ὦπα

### book 74.7

προσεικές, ἅσσα τ’ Ἰωνιάδες Νύμφαι

### book 74.8

στέφος ἁγνὸν Ἴωνι[ln_5]Πισαίοις

### book 74.9

ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ

### book 74.10

χλούνηνδε μετεσσύμενος

### book 74.11

σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος, Νύμφῃσιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας[ln_10]τάφροις τ’ ἐμπήξειας, ὅσον διπάλαιστα

### book 74.12

τελέσκων— πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχήν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα

### book 74.13

πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος· οὐδὲ Φάσηλις[ln_15]οὐδ’ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ’ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ’ ἄλλοτε κλῶνας ἐυρρίζου καπέτοισι,

### book 74.1

πολλάκι δὲ στέφος αὐτὸ κορυμβήλοιο

### book 74.2

φυτεύσαις Θράσκιον ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι

### book 74.3

πλανήτην·[ln_20]βλαστοδρεπῆ δ’ ἐχυροῖο, καὶ εἰς μίαν ὄρσεο κόρσην

### book 74.4

σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοισι καθάπτων ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κόρυμβοι μέσφα

### book 74.5

συνωρίζωσιν ὑπερφιάλοιο μετώπου

### book 74.6

χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες

### book 74.7

πετάλοισιν.[ln_25]σπέρματι μὴν κάλυκες κεφαληγόνοι ἀντέλλουσιν, ἀργήεις

### book 74.8

πετάλοισι κρόκῳ μέσα

### book 74.9

χροιισθεῖσαι, ἃ κρίνα λείρια δ’ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ’ Ἀφροδίτης· ἤρισε γὰρ

### book 74.10

χροιῇ· τὸ δέ που ἐπὶ μέσσον ὄνειδος[ln_30]ὅπλον βρωμήταο διεκτέλλον

### book 74.11

πεφάτισται. ἶρις δ’ ἐν ῥίζῃσιν ἀγαλλιὰς ἥ θ’ ὑακίνθῳ αἰαστῇ προσέοικε

### book 74.12

χελιδονίοισι δὲ τέλλει ἄνθεσιν ἰσοδρομεῦσα

### book 74.13

χελιδόσιν, αἵ τ’ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δέ

### book 74.1

[ln_35]εἴδοντ’ ἠμύουσαι ἀεὶ κάλυκες

### book 74.2

στομίοισιν· σὺν καὶ ἅπερ τ’ ὀξεῖα

### book 74.3

χρόῃ, λυχνὶς ἠδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή οὐδὲ βοάνθεμα κεῖνα τά τ’ αἰπύτατον κάρη ὑψοῖ, φλόξ

### book 74.4

τε θεοῦ αὐγῇσιν ἀνερχομέναις ἰσάουσα.[ln_40]ἕρπυλλον δὲ † φριαλευσοτεν βώλοισι † φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάῃσιν ἐφιμείρων

### book 74.5

ποτὰ νυμφέων. καὶ δ’ αὐτῆς μήκωνος ...

### book 74.1

[ln_43]... ἀπὸ πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι

### book 74.2

φυλάξῃ·[ln_45]φυλλάσιν ἦ γὰρ πάντα διοιγομένῃσιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν καρποῖο μελιχροτέρου

### book 74.3

πλήθουσαν. θρίων δ’ οἰχομένων ῥέα μὲν

### book 74.4

φλόγες, ἄλλοτε ῥιπαί πῆξαν σάρκα

### book 74.5

τυπῇσι· τὰ δ’ οὐ βάσιν ἐστήριξαν † οὔτε

### book 74.6

τι παι † βρώμην

### book 74.7

ποτιδεγμένα· πολλάκι δ’ ἴχνη

### book 74.8

στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντα καρείοις.

### book 74.1

[ln_51]. . . . . . . . ἁδρύνει δὲ βλαστὰ βαθεῖ’ ἐν

### book 74.2

τεύχεϊ κόπρος

### book 74.3

σαμψύχου λιβάνου

### book 74.4

τε νέας κλάδας ἠδ’ ὅσα κῆποι ἀνδράσιν ἐργοπόνοις

### book 74.5

στεφάνους ἔπι

### book 74.6

πορσαίνουσιν[ln_54]. . . . . . . . .[ln_55]ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων, κύπρος τ’ ὀσμηρόν

### book 74.7

τε σισύμβριον ὅσσα

### book 74.8

τε κοίλοις ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμών κάλλεα, βούφθαλμόν

### book 74.9

τε καὶ εὐῶδες Διὸς ἄνθος,

### book 74.1

[ln_60]χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας

### book 74.2

τε χαμηλάς ὀρφνοτέρας, ἃς

### book 74.3

στύξε μετ’ ἄνθεσι

### book 74.4

Περσεφόνεια. σὺν δὲ καὶ ὑψῆέν

### book 74.5

τε πανόσμεον, ὅσσα

### book 74.6

τε τύμβοι φάσγανα

### book 74.7

παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται, αὐτάς τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι[ln_65]τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι

### book 74.8

χροιῇσι. πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα

### book 74.9

φωτίζοντα δρέψας εἰνοδίοισι θεῶν

### book 74.10

παρακάββαλε

### book 74.11

σηκοῖς ἢ αὐτοῖς βρετάεσσιν, ὅτε

### book 74.12

πρώτιστον ἴδωνται· πολλάκι θερμία καλά, τοτὲ χρυσανθὲς ἀμέργων[ln_70]λείριά τε

### book 74.13

στήλῃσιν ἐπιφθίνοντα καμόντων καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους

### book 74.14

σαύρην θ’ ἣ χθονίου πέφαται

### book 74.15

στέφος Ἡγεσιλάου.

### book 75.1

καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι

### book 75.2

πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.

### book 76.1

λόπιμον κάρυόν

### book 76.2

τε Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,

### book 78.1

ἐχθρὰ δ’ ἐλαίης ῥοιῆς

### book 78.2

τε πρίνου

### book 78.3

τε δρυός τ’ ἀπὸ πήματα κεῖται[ln_2]. . . . . . . . . οἰδαλέων σύγκολλα βάρη

### book 78.4

πνιγόεντα μυκήτων. [para]συκέης ὁπότε

### book 78.5

στέλεχος βαθὺ κόπρῳ[ln_5]κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται

### book 78.6

πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι

### book 78.7

χαμηλὸν ἀπὸ ῥίζης

### book 78.8

προτάμοιο.

### book 79

καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις

### book 80.1

σὺν καὶ φοίνικος

### book 80.2

παραφυάδας ἐκκόπτοντες ἐγκέφαλον

### book 80.3

φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.

### book 81.1

σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης ἀνθέων μὲν

### book 81.2

στεφάνους ἀνύσῃς τὰ δὲ πεπτηῶτα ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν ἐς χέρας ἠιθέοισι πάλαι

### book 81.3

ποθέουσιν ὀρέξῃς.[ln_5]ῥίζας δ’ ἐν θοίνῃσιν ἀφεψήσας

### book 81.4

προτίθημι.

### book 82.1

κυάμου λέψας κολοκάσιον ἐντμήξας

### book 82.2

τε.

### book 83.1

ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅ τε βόσκεται ἅλμης, νηρῖται

### book 83.2

στρόμβοι

### book 83.3

τε πελωριάδες

### book 83.4

τε μύες

### book 83.5

τε, γλίσχρ’ ἁλοσύδνης τέκνα, καὶ αὐτῆς

### book 83.6

φωλεὰ πίνης.

### book 84.1

κάρδαμ’ ἀνάρρινόν

### book 84.2

τε μελάμφυλλόν

### book 84.3

τε σίνηπυ.

### book 85.1

λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα

### book 85.2

σπειρομέναις

### book 85.3

πολύφυλλος ἐνηβήσαι

### book 85.4

πρασιῇσιν ἢ οὔλη † καὶ τύριος ὁθἀμνιτις † πετάλοισιν ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη[ln_5]βατραχέη Κύμη

### book 85.5

τε κακόχροος ἣ μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα

### book 85.6

παλίμβολα κασσύουσιν, ἣν μάντιν λαχάνοισι

### book 85.7

παλαιόγονοι ἐνέπουσιν.

### book 86

Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε.

### book 87

μῆλον ὃ κόκκυγος καλέουσι.

### book 90

βουκαῖοι ζεύγεσσιν ἀμορβεύουσιν ὀρήων.

### book 91.1

ὄμφακες ἡνίκα

### book 91.2

χεῖλος ἐπιστύφουσι

### book 91.3

ποθεῖσαι.

### book 98

Ἄρτεμις εὐρίνων ἑσμὸν ἄγει 〈σκυλάκων〉.

### book 100

ἐπιλίζοντας ὀιστούς

### book 104.1

Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων, κέκλυθι μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς, Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος ἐξέτι Λυσιδίκης

### book 104.2

τε περίφρονος, ἣν

### book 104.3

Πελοπηίς[ln_5]Ἱπποδάμη ἐφύτευσεν ὅτ’ Ἀπίδος ἤρατο

### book 104.4

τιμήν.

### book 105.1

Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων, [para]ἓξ Ἰφικρατίδα

### book 105.2

παῖδες, ἀπωλόμεθα Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ’ ἕβδομος ἄμμε Γύλιππος [para]ἐν

### book 105.3

πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων

### book 105.4

σποδιάν,[ln_5]Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ ἄχθος ματρί· τὸ δ’ ἓν πάντων καὶ καλὸν ἐντάφιον.

### book 106.1

Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον [para]ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν

### book 106.2

πατρίδ’ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε

### book 106.3

πλευρᾶν [para]‘δοῦλα‘ καταγράψας ‘σκῦλα κατ’ Ἰναχιδᾶν‘;

### book 107.1

Οὐδεὶς τὴν ἰδίην

### book 107.2

συνεχῶς, Χαρίδημε, γυναῖκα [para]κινεῖν ἐκ

### book 107.3

ψυχῆς

### book 107.4

τερπόμενος δύναται· οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος † ἀλλότριος

### book 107.5

χρώς † [para]καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.

### book 108.1

ἠρία τ’ εἰς Ἀίδαο κατοιχομένου Κορύθοιο ὅν

### book 108.2

τε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖς’ ὑμεναίοις

### book 108.3

Τυνδαρὶς αἴν’ ἀχέουσα κακὸν γόνον ἤρατο βούτεω.

### book 109.1

δι’ αἰπεινήν

### book 109.2

τε κολώνην Οἰωνοῦ Ῥύπης 〈τε〉 πάγον κατ’ Ὀανθίδα λίμνην

### book 109.3

στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαζον.

### book 110.1

αἰνήσεις υἱῆα

### book 110.2

πολυμνήστοιο Δαμαίου.

### book 111

ἐυκτιμένην Μαραθῶνα.

### book 112.1

†αἰγίνεον† Εὐρύβατον

### book 112.2

πανουργότατον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/nicander-of-colophon-sea-nature-lcw-ac.json (sha256:cc91d7650d107233f29b5021cbd558c7c8ecb717ca74a660a4ec0f3709316952). Cite as `eul_wid: lcw-ac`.
