---
title: On Marriage and Wifely Duties
title_greek: Ἀπόσπασμα
author: Naumachius the Didactic Poet
eul_wid: qky-aa
eul_aid: qky
canonical: "https://eulogikon.org/grc/naumachius-the-didactic-poet/marriage-duties"
canonical_json: "https://eulogikon.org/data/works/grc/naumachius-the-didactic-poet-marriage-duties-qky-aa.json"
sha256: "1d37c3eb6f7093f0f4bbe9053a8aab69855d3d7b0bf0def5532faafd0994f80e"
period: Roman
dialect: Koine
domain: Epic
format: Verse
license: CC0-1.0
---

# On Marriage and Wifely Duties

*Ἀπόσπασμα*

**Author:** Naumachius the Didactic Poet

**eul_wid:** `qky-aa` · [HTML page](https://eulogikon.org/grc/naumachius-the-didactic-poet/marriage-duties) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/naumachius-the-didactic-poet-marriage-duties-qky-aa.json)

## Text

### unit_1

καλὸν μὲν δέμας ἁγνὸν ἔχειν ἀδμῆτά τε μίμνειν παρθενικὴν καθαροῖσί τ’ ἀεὶ μελεδήμασι χαίρειν, μήτε βαρυτλήτων λαγόνων περὶ φόρτον ἄγουσαν μήτε πόνον τρομέουσαν ἀγάστονον Εἰλειθυίης, ἀλλ’ ἧσθαι βασίλειαν ἀφαυρῶν θηλυτεράων ψυχῆς ὄμμα φαεινὸν ὑπὲρ βιότοιο χέουσαν, ἔνθα γάμοι κεδνοὶ καὶ ἀληθέες, ἔνθα μιγεῖσα θεσπεσίοις ἐπέεσσι νοήματα φάεα τίκτει. εἰ δέ σε καὶ ξυνοῖο πόθος βιότοιο κιχάνοι, καὶ τοῦτο προδαεὶς ἐρέω, πῶς χρή σε περῆσαι τὸν πλοῦν, ὡς φασίν, τὸν δεύτερον ἔμφρονι θυμῷ. ἔστω σοι πόσις οὗτος, ὃν ἂν κρίνωσι τοκῆες. κἂν μὲν ἔῃ πινυτός, σὺ μακαρτάτη· εἰ δέ κεν ἄλλως ἀνέρα μοιρήσαιο, φέρειν καὶ τοῦτον ἀνάγκη.

### unit_2

ἀλλ’ ἢν μέν τίς σοι πεπνυμένος, ὅττι κεν εἴπῃ πείθεο, μηδ’ ἔστω βίος ἄνδιχα. γίνεο δ’ αὐτῷ μειλιχίη, καὶ μᾶλλον ὅταν τί ἑ κῆδος ἱκάνῃ· ἀνδρὶ γὰρ ἀσχαλόωντι παραίφασίς ἐστιν ἄκοιτις. λεῖπε δέ οἱ τὰ θύρηφι, τὰ καὶ δύναται πονέεσθαι, σοὶ δ’ οἰκωφελίη μελέτω μέγαρόν τε φυλάσσειν. μηδέ μιν ἐξερέεινε, τὰ μὴ θέμις ἐστὶ γυναῖκας ἴδμεναι· εἰ δ’ αὐτός 〈σ’〉 ἐθέλει συμφράδμονα θέσθαι, σύνθεο μὲν τάχα θυμῷ, ἀμείβεο δ’ ὀψὲ σὺν αὐτῷ φραζομένη, καὶ μηδὲν ὑπίσχεο μηδὲ κέλευε σῇ ῥέζειν ἰότητι· τὸ γὰρ τέλος ἐστὶν ἀφαυρόν. κουρίδιος πινυτῇ πόσις ἄρκιος, οὐδέ τ’ ἐκείνην δεύτερος ἀθρήσει λεχέων ἔπι γυμνωθεῖσαν. πρῶτα μὲν ἀφραίνοντος ἀνάσχεο, καὶ γὰρ ἀνάγκη. πολλάκι που καὶ νοῦσον ἀνάσχεο κηδομένη περ.

### unit_3

ἴσχεο δ’ ἐν στέρνοις τὰ σὰ κήδεα, μηδ’ ἀγόρευε πᾶσιν ὅσα πρήσσει, μηδ’ ἔννεπε πάντα τοκεῦσι. μούνη δ’ ἀφραδέοντα πινυσσέμεν, ἀλλὰ κατ’ αἶσαν· καὶ πινυτὸν δεδάηκ’ ἐρεθιζέμεν ἀνέρα λώβη, πολλάκι δ’ ἤπιος ἄνδρα καὶ ἄφρονα μῦθος ἔθελξεν. εἰ δ’ ὀλοοῖς ἑτάροισιν ἐφεσπόμενος κακὸς εἴη, μὴ σὺ μὲν ἀντιβίην κείνου, τέκος, εἰς ἔριν ἔλθῃς, ἀλλ’ ἑτέρους ὄτρυνε μετὰ σφίσι νείκεα βάλλειν. ῥηιδίη δ’ ὁδὸς ἥδε διακρῖναι φιλότητα λευγαλέην, ἑτάροις δὲ φίλον ἀγαθοῖσι γενέσθαι, σῇ πινυτῇ· τίς γάρ κεν ἑκὼν φίλον ἄφρονα θεῖτο; καὶ σὺ μὲν ὣς φίλον ἄνδρα καὶ ἀτρεκέως ἀγάπαζε. γνώτω δ’ ἀμφαδίην καὶ σὸς πόσις, ὅττι γε τέκνα ἐκ θυμοῦ φιλέεις· ἐπεὶ οὔτι γε τοῖος ἐτύχθη οἷος ἔχειν φιλότητα καὶ ἤθεα πιστὰ δαῆναι.

### unit_4

παρθενική, σὺ δ’ ἄκουε τά σε χρὴ πάντα φυλάσσειν. μήτε φιλομμειδὴς μάλα γίνεο μήτε κατηφής. μήτ’ ἔσο πάμπαν ἀεργός, ἅλις δ’ ἔχε καὶ πόνου ἔργον. μήτε κακὴ δμώεσσι τεοῖς ἔσο μήτε μάλ’ ἐσθλή φαίνεο· ῥηίτεροι γὰρ ἀεί που πῆμα φέρονται· θάρσει δειδιότων μάλ’ ἐπικρατέουσιν ἄνακτες. ὀθνείων φιλότητας ἀναίνεο, πρίν κεν ἀπ’ ἄλλων εἰδείης ἐτύμως μελεδήματα καὶ νόον αὐτῶν. μήτε γραῦν ποτε σοῖσι κακὴν δέξαιο μελάθροις· πολλῶν γρῆες ἔπερσαν ἐύκτιτα δώματα φώτων.

### unit_5

μηδὲ μὲν ἀκριτόμυθον ἑταιρίσσαιο γυναῖκα· κεδνὰ κακοὶ φθείρουσι γυναικῶν ἤθεα μῦθοι. μὴ σύ ποτε χρυσῷ πέρι μαίνεο, μήτ’ ἐπὶ δειρῆς πορφυρέην ὑάκινθον ἔχοις ἢ χλωρὸν ἴασπιν. χρυσός τοι κόνις ἐστὶ καὶ ἄργυρος, οἱ δὲ καὶ αὐτοί λᾶες ἐπὶ ῥηγμῖνι πολυψηφῖδι θαλάσσης, πολλοὶ δ’ ἐρρίφαται ποταμῶν παρὰ χείλεσιν αὔτως, εἵματα δ’ εἰναλίης ἐρυθαίνεται αἵματι κόχλου, τοῖς ἔπι φυσιόωσι χαλίφρονες· ἀλλὰ σὺ κόσμου, παρθένε, τηυσίου μὴ δεύεο μηδὲ κατόπτρῳ χειρὶ διακρίνουσα τεὴν αὐγάζεο μορφήν, μηδὲ κόμης περίαλλα πολυσχιδέας πλέκε σειράς, μηδὲ μέλαινε τεοῖσιν ὑπὸ βλεφάροισιν ὀπωπάς. οὐ γὰρ θηλυτέραις φύσις ὤπασεν ἡμιτέλεστον μορφήν, ὄφρα καὶ ἄλλα περὶ χροὶ τεχνήσαιντο.

### unit_6

πῶς δ’ ἄν, κοῦρα, δύναιο δαήμων φωτὶ φανῆναι, θνητὸν ἐφημερίῃ κομιδῇ χρόα ποικίλλουσα; ἐξ ἑτέρης ἑτέρην σε καὶ ἄλλην ἄλλοτε λεύσσων φαινομένην πολλῇσι μίαν μορφῇσι γυναῖκα

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/naumachius-the-didactic-poet-marriage-duties-qky-aa.json (sha256:1d37c3eb6f7093f0f4bbe9053a8aab69855d3d7b0bf0def5532faafd0994f80e). Cite as `eul_wid: qky-aa`.
