---
title: Eros the Runaway
title_greek: Ἔρως δραπέτης
author: Moschus of Syracuse
eul_wid: mdu-ab
eul_aid: mdu
canonical: "https://eulogikon.org/grc/moschus-of-syracuse/eros-runaway"
canonical_json: "https://eulogikon.org/data/works/grc/moschus-of-syracuse-eros-runaway-mdu-ab.json"
sha256: "16e6c5799154f7b5a54299069214f0b7e2eb292c5a7dc0ca7a5e9e13e588710a"
period: Hellenistic
dialect: Doric Bucolic
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Eros the Runaway

*Ἔρως δραπέτης*

**Author:** Moschus of Syracuse

**eul_wid:** `mdu-ab` · [HTML page](https://eulogikon.org/grc/moschus-of-syracuse/eros-runaway) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/moschus-of-syracuse-eros-runaway-mdu-ab.json)

## Text

### unit_1

Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· ‘ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ. μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃς νιν, οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’, ὦ ξένε, καὶ πλέον ἑξεῖς. ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι μάθοις νιν. χρῶτα μὲν οὐ λευκὸς πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα· οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά, ὡς δὲ χολὰ νόος ἐστίν· ἀνάμερος, ἠπεροπευτάς, οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων. εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον. μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει· βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδεω βασίλεια.

### unit_2

γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται, καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ, ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται. τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον— τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται— καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντί τοὶ πικροὶ κάλαμοι τοῖς πολλάκι κἀμὲ τιτρώσκει. πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῶ· βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅλιον αὐτὸν ἀναίθει. ἢν τύγ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς, κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ· κἢν γελάῃ, τύ νιν ἕλκε, καὶ ἢν ἐθέλῃ σε φιλῆσαι, φεῦγε· κακὸν τὸ φίλημα· τὰ χείλεα φάρμακον ἐντί. ἢν δὲ λέγῃ, “λάβε ταῦτα· χαρίζομαι ὅσσα μοι ὅπλα”, μὴ τὺ θίγῃς πλάνα δῶρα, τὰ γὰρ πυρὶ πάντα βέβαπται.‘

### unit_3

[αἲ αἲ καὶ τὸ σίδαρον, ὃ τὸν πυρόεντα καθέξει.]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/moschus-of-syracuse-eros-runaway-mdu-ab.json (sha256:16e6c5799154f7b5a54299069214f0b7e2eb292c5a7dc0ca7a5e9e13e588710a). Cite as `eul_wid: mdu-ab`.
