---
title: On Youth and Old Age
title_greek: Ἀποσπάσματα
author: Mimnermus of Colophon
eul_wid: aly-aa
eul_aid: aly
canonical: "https://eulogikon.org/grc/mimnermus-of-colophon/youth-old-age"
canonical_json: "https://eulogikon.org/data/works/grc/mimnermus-of-colophon-youth-old-age-aly-aa.json"
sha256: f3839af4bd4bf57fd479fa55e0c2a355bf4b5cb6c3657f217abfd049c3ac4d16
period: Archaic
dialect: Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# On Youth and Old Age

*Ἀποσπάσματα*

**Author:** Mimnermus of Colophon

**eul_wid:** `aly-aa` · [HTML page](https://eulogikon.org/grc/mimnermus-of-colophon/youth-old-age) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/mimnermus-of-colophon-youth-old-age-aly-aa.json)

## Text

### book 1.1

τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ

### book 1.2

χρυσῆς Ἀφροδίτης; [para]τεθναίην, ὅτε μοι μηκέτι

### book 1.3

ταῦτα μέλοι, κρυπταδίη

### book 1.4

φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή, [para]οἷ’ ἥβης ἄνθ͜εα͜ γίνεται ἁρπαλέα[ln_5]ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ’ ὀδυνηρὸν ἐπέλθηι [para]γῆρας, ὅ τ’ αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα

### book 1.5

τιθεῖ, αἰεί μιν

### book 1.6

φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, [para]οὐδ’ αὐγὰς

### book 1.7

προσορῶν τέρπεται ἠελίου, ἀλλ’ ἐχθρὸς μὲν

### book 1.8

παισίν, ἀτίμαστος δὲ γυναιξίν·

### book 1

[ln_10]οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.

### book 2.1

ἡμεῖς δ’, οἷά τε φύλλα φύει

### book 2.2

πολυάνθεμος ὥρη [para]͜ἔα͜ρος, ὅτ’ αἶψ’ αὐγῆις αὔξεται ἠελίου, τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης [para]τερπόμεθα, πρὸς θ͜εῶ͜ν εἰδότες οὔτε κακὸν[ln_5]οὔτ’ ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι, [para]ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου, ἡ δ’ ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης [para]καρπός, ὅσον τ’ ἐπὶ γῆν κίδναται ἠέλιος. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος

### book 2.3

παραμείψεται ὥρης,[ln_10]αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος· πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος [para]τρυχοῦται, πενίης δ’ ἔργ’ ὀδυνηρὰ πέλει· ἄλλος δ’ αὖ παίδων ἐπιδεύεται, ὧν

### book 2.4

τε μάλιστα [para]ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·

### book 2

[ln_15]ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν [para]ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.

### book 3.1

τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν

### book 3.2

παραμείψεται ὥρη, [para]οὐδὲ πατὴρ

### book 3.3

παισὶν τίμιος οὔτε φίλος.

### book 4

Τιθωνῶι μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον 〈 〉 [para]γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου.

### book 5.1

αὐτίκα μοι κατὰ μὲν

### book 5.2

χροιὴν ῥέει ἄσπετος ἱδρώς, [para]πτοιῶμαι δ’ ἐσορῶν ἄνθος ὁμηλικίης

### book 5.3

τερπνὸν ὁμῶς καὶ καλόν· ἐπὶ πλέον ὤφελεν εἶναι· [para]ἀλλ’ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ[ln_5]ἥβη

### book 5.4

τιμήεσσα· τὸ δ’ ἀργαλέον καὶ ἄμορφον [para]γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ’ ὑπερκρέμαται, ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ’ ἄγνωστον

### book 5.5

τιθεῖ ἄνδρα, [para]βλάπτει δ’ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.

### book 6.1

αἲ γὰρ ἄτερ νούσων

### book 6.2

τε καὶ ἀργαλέων μελεδων͜έω͜ν ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,

### book 7.1

σὴν αὐτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτ͜έω͜ν [para]ἄλλός τίς

### book 7.2

σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

### book 8.1

ἀληθείη δὲ παρέστω

### book 8.2

σοὶ καὶ ἐμοί, πάντων

### book 8.3

χρῆμα δικαιότατον.

### book 9.1

Αἰπὺ 〈 〉 τε Πύλον Νηλήϊον ἄστυ λιπόντες [para]ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα, ἐς δ’ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες [para]ἑζόμεθ’, ἀργαλέης ὕβριος ἡγεμόνες·[ln_5]κεῖθεν †διαστήεντος ἀπορνύμενοι

### book 9.2

ποταμοῖο θ͜εῶ͜ν βουλῆι

### book 9.3

Σμύρνην εἵλομεν Αἰολίδα.

### book 11.1

οὐδέ κοτ’ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων [para]ἐξ Αἴης

### book 11.2

τελέσας ἀλγινόεσσαν ὁδόν, ὑβριστῆι

### book 11.3

Πελίηι

### book 11.4

τελέων

### book 11.5

χαλεπῆρες ἄεθλον, [para]οὐδ’ ἂν ἐπ’ Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον.

### book 11a.1

Αἰήταο πόλιν, τόθι τ’ ὠκέος Ἠελίοιο [para]ἀκτῖνες

### book 11a.2

χρυς͜έω͜ι κείαται ἐν θαλάμωι Ὠκεανοῦ παρὰ χεῖλος, ἵν’ ὤιχετο θεῖος Ἰήσων.

### book 12.1

Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα, [para]οὐδέ ποτ’ ἄμπαυσις γίνεται οὐδεμία ἵπποισίν

### book 12.2

τε καὶ αὐτῶι, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς [para]Ὠκεανὸν

### book 12.3

προλιποῦς’ οὐρανὸν εἰσαναβῆι.[ln_5]τὸν μὲν γὰρ διὰ κῦμα φέρει

### book 12.4

πολυήρατος εὐνή, [para]ποικίλη, Ἡφαίστου

### book 12.5

χερσὶν ἐληλαμένη, χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ [para]εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι[ln_10]ἑστᾶς’, ὄφρ’ Ἠὼς ἠριγένεια μόληι· ἔνθ’ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.

### book 13a.1

ὣς οἳ πὰρ βασιλῆος, ἐπε[ί ῥ’] ἐ[ν]εδέξατο μῦθο̣ν̣, [para]ἤ[ϊξ]α̣ν κοίληι[ς ἀ]σπίσι

### book 13a.2

φραξάμενοι.

### book 14.1

οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν [para]τοῖον ἐμ͜έο͜ προτέρων

### book 14.2

πεύθομαι, οἵ μιν ἴδον Λυδῶν ἱππομάχων

### book 14.3

πυκινὰς κλονέοντα φάλαγγας [para]Ἕρμιον ἂμ

### book 14.4

πεδίον, φῶτα

### book 14.5

φερεμμελίην·[ln_5]τοῦ μὲν ἄρ’ οὔ ποτε πάμπαν ἐμέμψατο

### book 14.6

Παλλὰς Ἀθήνη [para]δριμὺ μένος κραδίης, εὖθ’ ὅ γ’ ἀνὰ προμάχους

### book 14.7

σεύαιθ’ αἱματόεν〈τος ἐν〉 ὑσμίνηι

### book 14.8

πολέμοιο, [para]πικρὰ βιαζόμενος δυσμενέων βέλεα· οὐ γάρ

### book 14.9

τις κείνου δηίων ἔτ’ ἀμεινότερος φὼς[ln_10]ἔσκεν ἐποίχεσθαι

### book 14.10

φυλόπιδος κρατερῆς ἔργον, ὅτ’ αὐγῆισιν φέρετ’ ὠκέος ἠελίοιο

### book 15.1

καί μιν ἐπ’ ἀνθρώπους βάξις ἔχει

### book 15.2

χαλεπή.

### book 16

ἀργαλέης αἰεὶ βάξιος ἱέμενοι.

### book 17.1

Παίονας ἄνδρας ἄγων, ἵνα

### book 17.2

τε κλειτὸν γένος ἵππων.

### book 22.1

Τροιζηνίας δὲ τραῦμα

### book 22.2

φοιτάδος

### book 22.3

πλάνης ἔσται κακῶν

### book 22.4

τε πημάτων

### book 22.5

παραίτιον, ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων

### book 22.6

πρὸς λέκτρα· τύμβος δ’ αὐτὸν ἐκσώσει μόρου[ln_5]Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον. κολοσσοβάμων δ’ ἐν

### book 22.7

πτυχαῖσιν Αὐσόνων κτλ.

### book 24

οἷα δὴ φιλοῦσιν {οἱ} ἰατροὶ λέγειν τὰ φαῦλα μείζω καὶ τὰ δείν’ ὑπὲρ φόβον, πυργοῦντες αὑτούς.

### book 25.1

δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ ζῶντι

### book 25.2

φθονῆσαι, κατθανόντα δ’ αἰνέσαι.

### book 26

ὦ Ζεῦ πολυτίμητ’, ὡς καλαὶ νῷν αἱ γυναῖ

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/mimnermus-of-colophon-youth-old-age-aly-aa.json (sha256:f3839af4bd4bf57fd479fa55e0c2a355bf4b5cb6c3657f217abfd049c3ac4d16). Cite as `eul_wid: aly-aa`.
