---
title: Fragments on Apollo
title_greek: Ἀποσπάσματα περὶ Ἀπόλλωνος
author: Mesomedes of Crete
eul_wid: pfu-aa
eul_aid: pfu
canonical: "https://eulogikon.org/grc/mesomedes-of-crete/apollo-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/mesomedes-of-crete-apollo-fragments-pfu-aa.json"
sha256: "2083233a92317365be596a3e924c96fff942b233280022f99d32375479efad98"
period: Roman
dialect: Literary Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments on Apollo

*Ἀποσπάσματα περὶ Ἀπόλλωνος*

**Author:** Mesomedes of Crete

**eul_wid:** `pfu-aa` · [HTML page](https://eulogikon.org/grc/mesomedes-of-crete/apollo-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/mesomedes-of-crete-apollo-fragments-pfu-aa.json)

## Text

### book 1.1

[ln_1]Ἄειδε μοῦσά μοι φίλη, μολπῆς δ’ ἐμῆς κατάρχου, αὔρη δὲ σῶν ἀπ’ ἀλσέων ἐμὰς

### book 1.2

φρένας δονείτω.[ln_5]Καλλιόπεια

### book 1.3

σοφά, μουσῶν

### book 1.4

προκαθαγέτι

### book 1.5

τερπνῶν, καὶ σοφὲ μυστοδότα, Λατοῦς γόνε, Δήλιε

### book 1.6

Παιάν, εὐμενεῖς πάρεστέ μοι.

### book 2.1

[ln_1]Εὐφαμείτω πᾶς αἰθήρ, γῆ καὶ πόντος καὶ πνοιαί, οὔρεα, τέμπεα

### book 2.2

σιγάτω, ἦχοι

### book 2.3

φθόγγοι τ’ ὀρνίθων·[ln_5]μέλλει γὰρ

### book 2.4

πορτ’ ἡμᾶς βαίνειν

### book 2.5

Φοῖβος ἀκερσεκόμας εὐχαίτας.[ln_6]χιονοβλεφάρου πάτερ Ἀοῦς, ῥοδόεσσαν ὃς ἄντυγα πώλων

### book 2.6

πτανοῖς ὑπ’ ἴχνεσσι διώκεις,[ln_10]χρυσέαισιν ἀγαλλόμενος κόμαις

### book 2.7

περὶ νῶτον ἀπείριτον οὐρανοῦ ἀκτῖνα

### book 2.8

πολύστροφον ἀμπλέκων, αἴγλας

### book 2.9

πολυδερκέα

### book 2.10

παγάν

### book 2.11

περὶ γαῖαν ἅπασαν ἑλίσσων,[ln_15]ποταμοὶ δὲ σέθεν

### book 2.12

πυρὸς ἀμβρότου τίκτουσιν ἐπήρατον ἁμέραν. σοὶ μὲν

### book 2.13

χορὸς εὔδιος ἀστέρων κατ’ Ὄλυμπον ἄνακτα

### book 2.14

χορεύει ἄνετον μέλος αἰὲν ἀείδων[ln_20]Φοιβηίδι

### book 2.15

τερπόμενος λύρᾳ,

### book 2.1

γλαυκὰ δὲ πάροιθε

### book 2.2

Σελάνα

### book 2.3

χρόνον ὥριον ἁγεμονεύει λευκῶν ὑπὸ σύρμασι μόσχων· γάνυται δέ τέ 〈σ〉οι νόος εὐμενής[ln_25]πολυείμονα κόσμον ἑλίσσων.

### book 3.1

[ln_1]Νέμεσι

### book 3.2

πτερόεσσα βίου ῥοπά, κυανῶπι θεά, θύγατερ Δίκας, ἃ κοῦφα

### book 3.3

φρυάγματα θνατῶν ἐπέχεις ἀδάμαντι

### book 3.4

χαλινῷ,[ln_5]ἔχθουσα δ’ ὕβριν ὀλοὰν βροτῶν μέλανα

### book 3.5

φθόνον ἐκτὸς ἐλαύνεις. ὑπὸ σὸν

### book 3.6

τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ μερόπων

### book 3.7

στρέφεται τύχα, λήθουσα δὲ πὰρ πόδα βαίνεις,[ln_10]γαυρούμενον αὐχένα κλίνεις. ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς, νεύεις δ’ ὑπὸ κόλπον ὄφρυν ἀεί ζυγὸν μετὰ χεῖρα κρατοῦσα. ἵλαθι μάκαιρα δικασπόλε[ln_15]Νέμεσι

### book 3.8

πτερόεσσα βίου ῥοπά.

### book 3.1

[ln_15]Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν, Νίκην

### book 3.2

τανυσίπτερον ὀμβρίμαν νημερτέα καὶ πάρεδρον Δίκας, ἃ τὰν μεγαλανορίαν βροτῶν[ln_20]νεμεσῶσα φέρεις κατὰ ταρτάρου.

### book 4.1

[ln_1]Ἀρχὰ καὶ πάντων γέννα, πρεσβίστα κόσμου μᾶτερ καὶ νὺξ καὶ φῶς καὶ σιγά, ἃ φρουρεῖς πάντα〈σ〉 μύ〈στασ〉[ln_5]ἠδ’ ἀγγέλλεις

### book 4.2

τοὺς Ζηνός

### book 4.3

παῖδας κυδίστῃ Ῥείῃ, δέχει γὰρ πάντας μύθους μειλικτοὺς ἀνδρῶν ἔργοις. καί μοι

### book 4.4

πρῶτον μὲν

### book 4.5

ψυχά[ln_10]ὀρθὰν βαίνοι

### book 4.6

πρὸς γραμμά〈ν〉 ἀψευδεῖ γλώσσης ῥύμῃ· γυίων αὖθις δ’ ἀσκηθεῖς γόμφοι τ’ εἶεν καὶ ταρσοί ζωᾶς ἐς μέτρον τᾶσδε.[ln_15]σὺ δ’ ὦ λαμπραῖς ἀκτῖσι〈ν〉 γαῖαν πᾶσαν

### book 4.7

πυρσεύων Αἰὼν ἀσβέστων

### book 4.8

φλογμῶν, ταῖς

### book 4.9

σαῖς δέρκευ με γλήναις ὄλβον

### book 4.10

χεύων εὐαγῆ[ln_20]τῷ σῷ, Παιάν, βακχευτᾷ. εἰς σὲ ζωὰν γὰρ

### book 4.11

τείνω γυίοις ἐνναίων ῥευστοῖς· οἴκτειρον τόσσον, Τιτάν, ἀνθρώπου δειλοῦ δεσμόν.

### book 5.1

[ln_1]Εἷς ὕμνος ἀνά τε γᾶν ἀνά τε νηῦς ἁλιπόρους ᾄδεται, πολυτρόποις ἓν τέλος ἐν ὀργίοις·[ln_5]ἁ βαθύκερως Ἶσις ἅτ’ ἔαρος ἅτε θέρεος ἅτε

### book 5.2

χείματος ἄγει νεογόνους ἡνίας. τὲ καλεῦσι πῦρ Ἄιδος {τε}[ln_10]καὶ χθόνιος ὑμέναιος, αἱ φυτῶν ὠδῖνες, οἱ Κύπριδος ἵμεροι, τὲ νηπιάχου γονά, πῦρ τέλεον ἄρρητον,[ln_15]οἱ Ῥέας Κούρητες ὅ τε Κρόνιος ἄμητος· ἄστρα διφρηλάτᾳ πάντα δι’ ἀνακτόρων Ἴσιδι

### book 5.3

χορεύεται.

### book 6.1

[ln_1]Ἀδρία βαθύπλου, πόθεν ἄρξομαι ὑμνεῖν

### book 6.2

σε, μεσαιπόλε πόντου; πῶς ἢ τίς ἔτικτέ σε

### book 6.3

παγά ἢ πῶς τὸ πανόλβιον ὕδωρ[ln_5]χθονὶ μὴ περικείμενον ἵσταται; οὐ γὰρ βλέπετ’ ἔνθεν †ἀπωροφά, οὐ βουκόλος, οὐ γένος ὀρνέων, οὐ μηκάσι σύρισε

### book 6.4

ποιμήν· ἔνθ’ ὕδατα καὶ πλατὺς ἀήρ.[ln_10]χορὸς εἰς σὲ πάλιν κέκλιτ’ ἀστέρων καὶ κέντρα

### book 6.5

φαεινὰ σελάνας καὶ Πλειάδος ἀστέρες εὐγενεῖς. δὸς ἰδεῖν

### book 6.6

χθόνα, δέσποτα, καὶ πόλιν, ἀνέμους δὸς ἀπήμονας εὐδίους·

### book 6.1

[ln_15]καὶ μητέρα γῆς ἐσιδὼν πόλιν τότε

### book 6.2

σοι νεβρὸν εὔκερω θύσω.

### book 7.1

[ln_1]Τίς ὁ λάινον ἄντρον Ἄρει ξέσας, τίς ὁ κέντρον ἐπίσκοπον ἁρμόσας

### book 7.2

συνοδοιπόρον εὗρε τὸ〈ν〉 ἁλίου, ἐνέκλεισεν ἔσω δρόμον ἁμέρας,[ln_5]ὅθεν αἰθέρος ἅρμα

### book 7.3

προσίπταται; ὦ δαιδαλέου καμάτου τέχνας· ὀλίγη λίθος ἐνδέδυται πόλον, τὸν Ἄτλας

### book 7.4

τις ἐκούφισε βαστάσας.

### book 8.1

[ln_1]Τίς ἐτεύξατο

### book 8.2

χαλκελάτῳ τέχνᾳ μακάρων δρόμον ἐς μέτρον ἁμέρας; τίς ἔταξε κύκλῳ δρόμον ἀστέρων, παγχάλκεον εἰκόνα κόσμου,[ln_5]μερίσας κανόνων τύπον εὐδρόμων, ὁρίσας ἀτραπῶν ὁδὸν εὐαγῆ ζῴων ἀριθμὸν

### book 8.3

τρὶς

### book 8.4

τεσσάρων; ὁ δὲ δίσκος ἔχει

### book 8.5

πυκινὰν γλυφάν, τετορευμένα

### book 8.6

τείρεα

### book 8.7

χρύσεα·[ln_10]Κριὸν βριαρὸν λασιὸν κόμαν, Ταῦρον κεραὸν, Πλειάδων δρόμον, μορφὰν κρατερῶν Διδύμων ἴσαν, ὤμοισι κεχηνότα Καρκίνον, κρατερὸν δὲ Λέοντα

### book 8.8

πελώριον,[ln_15]ξανθὰν εὐώπιδα

### book 8.9

Παρθένον, Ζυγὸν ἀμφιρεπῆ, μερόπων δίκαν, καὶ Σκορπίον εὔοπλον ὀργίλον, Κένταυρον ἀναιδέα

### book 8.10

τοξόταν,

### book 8.1

διφυὲς καλὸν Αἰγόκερω δέμας,[ln_20]ὑετοῦ μέγαν ὄμβρον Ὑδρηχόου, πελάγους ἁλικύμονος Ἰχθύας. φέρεται δὲ μέσον κανόνων λίθ[ος τὰν τάξιν ἔχων ἰδίων μέτρων, ἀνόδευτον ὁδὸν

### book 8.2

φανερὰν ἔχων,[ln_25]θέμενος

### book 8.3

χορὸν εἰς μέτρον ἀφθίτων. καὶ δείκνυτο πᾶσι τέχνα

### book 8.4

σοφά· μετὰ δῆριν ἀπείριτον οὐρανοῦ μυκήσατο χάλκεος ἁδονά, δηλοῦσα βροτοῖς μέτρον ἁμέρας.

### book 9.1

[ln_1]Ἄνθος τόδε

### book 9.2

σοι βυθίων

### book 9.3

πετρῶν

### book 9.4

πολύτρητον ἁλὸς

### book 9.5

παλάμαις φέρω

### book 9.6

σμήνεσσι

### book 9.7

πανείκελον †α δων† ἅτε κηρὸν Ὑμήττιον ἐκ

### book 9.8

πετρῶν,[ln_5]ᾧ Γλαῦκος ἐν ὕδασι τέρπεται, Τρίτωνος ὅδ’ ἐστὶ χαμεύνα. τούτῳ παρὰ κύμασι

### book 9.9

παρθένοι

### book 9.10

παίζουσιν, ἀγάλματα Νηρέως, πώλων ὅδ’ ἀφρώδε’ ἀθυ〈ρμάτ〉ων[ln_10]Ἐνοσίχθονος ἄσθματα λούει. τοῦτον τάμε νηχόμενος δύτας ἁλὸς ὕδασιν ἄτρομος ἐργάτας, ἵνα

### book 9.11

σου κατὰ χιονέων μελῶν λύσῃ μετὰ νύκτα, γύναι καλά,[ln_15]κάματον †τῶν ἐρωτικῶν ὀμμάτων.

### book 10.1

[ln_1]Κύκνον ἐνὶ ποταμῷ κάτεχεν ἄτερ βρόχου

### book 10.2

παγόδετον ὕδωρ· ὃν ἄμουσος ἰδών[ln_5]αἰπόλος ἀγρότας ἔθελε διολέσαι, κεφαλὰν λιγύθρουν τῷ σταχυοτόμῳ δρεπάνῳ θερίσας.[ln_10]κατὰ δ’ ὑδατοπαγοῦς βαῖνε κελεύθου βήμασι κούφοις, Τιτὰν δὲ κύκνῳ πυρόεντι βολᾷ[ln_15]σύμμαχος ἐφάνη· γίγνετο μὲν ὑγρόν πάλι

### book 10.3

ποταμὸς ὕδωρ· ἔπεσεν ὁ βούτας, ὁ δὲ κύκνος ἀνέθορε[ln_20]κἄμπτατο

### book 10.4

χαίρων.

### book 11.1

[ln_1]Ἐλέφαντος ἐπ’ οὔατι κώνωψ

### book 11.2

πτερὸν οὐ πτερὸν ἵστατο

### book 11.3

σείων, φάτο δ’ ἄφρονα μῦθον· ἀφίπταμαι, βάρος οὐ γὰρ ἐμὸν δύνασαι φέρειν.[ln_5]ὃ δ’ ἔλεξε γέλωτος ὑφ’ ἁδονᾷ· ἀλλ’ οὔτ’ ἐδάην ὅτ’ ἐφιπτάθης οὔθ’ ἡνίκ’ ἀφίπτασαι, κώνωψ.

### book 12.1

Ἕρπουσα

### book 12.2

ποτωμένα βεβῶσα κούρα, νόθον ἴχνος ἀραμένα δρομαία λέαινα, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, τὰ δὲ μέσ〈σ〉α βρέμουσα λέαινα θήρ,[ln_5]τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ· κο〈ύ〉ρη γὰρ ἐφαίνετ’ ἄνευ

### book 12.3

ποδῶν, κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ.[ln_10]φύσιν ἔσχεν ἄτακτα κεκραμένα〈ν〉 ἀτέλεστα τέλεια μεμ〈ε〉ιγμένα.

### book 13.1

Τὰν ὕελον †ἐκόμιζε κόψας† ἐργάτας ἀνήρ, ἐς δὲ πῦρ ἔθηκε βῶλον ὡς σίδηρον εὐσθενῆ.[ln_5]ἁ δ’ ὕελος οἷα κηρός ἐξεχεῖτο

### book 13.2

παμφάγοισι

### book 13.3

φλοξὶν ἐκπυρουμένα. θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ

### book 13.4

πυρὸς ῥέοντα[ln_10]καὶ τὸν ἐργάταν

### book 13.5

τρέμοντα μὴ πεσὼν διαρραγῇ. ἐς δὲ διπτύχων ἀκμάς

### book 13.6

χηλέων ἔθηκε βῶλον ...

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/mesomedes-of-crete-apollo-fragments-pfu-aa.json (sha256:2083233a92317365be596a3e924c96fff942b233280022f99d32375479efad98). Cite as `eul_wid: pfu-aa`.
