---
title: Lycian History and Myths
title_greek: Ἀποσπάσματα
author: Menecrates of Xanthus
eul_wid: bxg-aa
eul_aid: bxg
canonical: "https://eulogikon.org/grc/menecrates-of-xanthus/history-myths"
canonical_json: "https://eulogikon.org/data/works/grc/menecrates-of-xanthus-history-myths-bxg-aa.json"
sha256: "6c82752fbfb00b329699b7b8b0c6407084fbce0a12da7edaa4b1f83cd44f61c0"
period: Classical
dialect: Ionic
domain: History
format: Prose
license: CC0-1.0
---

# Lycian History and Myths

*Ἀποσπάσματα*

**Author:** Menecrates of Xanthus

**eul_wid:** `bxg-aa` · [HTML page](https://eulogikon.org/grc/menecrates-of-xanthus/history-myths) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/menecrates-of-xanthus-history-myths-bxg-aa.json)

## Text

### t1-2

ΛΥΚΙΑΚΑ. E LIBRO PRIMO.

### 1 (t)

Steph. Byz.: Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. τὸ ἐθνικὸν Ἀρτυμνησεύς. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν φησὶν ὅτι πολυανθρωπήσασαν τὴν Ξάνθον τοὺς πρεσβύτας εἰς τρία μέρη διελεῖν· τούτων δὲ τὴν μὲν ἐπὶ τὸν Κράγον ἐλθεῖν καὶ οἰκίσαι ἐν τῷ ὄρει λόφον στρόγγυλον [κατοικίσαι] καὶ καλέσαι τὴν πόλιν Πινάραν, ἣν μεθερμηνεύεσθαι στρογγύλην. Τὰ γὰρ στρογγύλα πάντα Λύκιοι πίναρα καλοῦσιν. Antoninus Liberal.

### 2

c. 35: Ἱστορεῖ Μενεκράτης Ξάνθιος Λυκιακοῖς καὶ Νίκανδρος. Λητὼ, ἐπεὶ ἔτεκεν Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐν Ἀστερίᾳ τῇ νήσῳ, ἀφίκετο εἰς Λυκίαν ἐπιφερομένη τοὺς παῖδας ἐπὶ τὰ λουτρὰ τοῦ Ξάνθου· καὶ ἐπεὶ τάχιστα ἐγένετο ἐν τῇ γῇ ταύτῃ, ἐνέτυχε πρῶτα Μελίτῃ κρήνῃ· καὶ προεθυμεῖτο πρὶν ἐπὶ τὸν Ξάνθον ἐλθεῖν, ἐνταυθοῖ τοὺς παῖδας ἀπολοῦσαι. Ἐπεὶ δ’ αὐτὴν ἐξήλασαν ἄνδρες βουκόλοι, ὅπως ἂν αὐτοῖς οἱ βόες ἐκ τῆς κρήνης πίωσιν, ἀπαλλάττεται καταλιποῦσα τὴν Μελίτην ἡ Λητώ. Λύκοι δὲ συναντόμενοι καὶ σήναντες, ὑφηγήσαντο τῆς ὁδοῦ, καὶ ἀπήγαγον ἄχρι πρὸς τὸν ποταμὸν αὐτὴν τὸν Ξάνθον. Ἡ δὲ πιοῦσα τοῦ ὕδατος καὶ ἀπολούσασα τοὺς παῖδας, τὸν μὲν Ξάνθον ἱερὸν ἀπέδειξεν Ἀπόλλωνος, τὴν δὲ γῆν Τριμιλίδα λεγομένην Λυκίαν μετωνόμασεν ἀπὸ τῶν καθηγησαμένων λύκων. Ἐπὶ δὲ τὴν κρήνην αὖτις ἐξίκετο, δίκην ἐπιβαλοῦσα τοῖς ἀπελάσασιν αὐτὴν βουκόλοις· καὶ οἱ μὲν ἀπελούοντο ἔτι παρὰ τὴν κρήνην τοὺς βοῦς· Λητὼ δὲ μεταβαλοῦσα πάντας ἐποίησε βατράχους· καὶ λίθῳ τραχεῖ τύπτουσα τὰ νῶτα καὶ τοὺς ὤμους κατέβαλε πάντας εἰς τὴν κρήνην, καὶ βίον ἔδωκεν αὐτοῖς καθ’ ὕδατος. Οἱ δ’ ἄχρι νῦν παρὰ ποταμοὺς βοῶσι καὶ λίμνας. E SCRIPTIS INCERTIS.

### 3

Steph. Byz.: Βλαῦδος, πόλις Φρυγίας, ἀπὸ Βλαύδου τοῦ τὸν τόπον εὑρόντος, ὡς Μενεκράτης. Dionysius Hal.

### 4

A. R. I, 48: Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν (τὸν Αἰνείαν) ἀποφαίνει τὴν πόλιν (Τροίαν) τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα· καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. Σύγκειται δὲ ὁ λόγος αὐτῷ ἀρξαμένῳ ἀπὸ Ἀχιλλέως ταφῆς, τὸν τρόπον τόνδε· «Ἀχαιοὺς δ’ ἀνίη εἶχε, καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι· ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον γῇ πάσῃ, ἄχρις Ἴλιον ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου, καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος, ἀνέτρεψε Πρίαμον. Ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνει.»

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/menecrates-of-xanthus-history-myths-bxg-aa.json (sha256:6c82752fbfb00b329699b7b8b0c6407084fbce0a12da7edaa4b1f83cd44f61c0). Cite as `eul_wid: bxg-aa`.
