---
title: On the Foundation of Nicaea
title_greek: Ἀπόσπασμα
author: Menecrates of Tralles
eul_wid: mxa-aa
eul_aid: mxa
canonical: "https://eulogikon.org/grc/menecrates-of-tralles/foundation-nicaea"
canonical_json: "https://eulogikon.org/data/works/grc/menecrates-of-tralles-foundation-nicaea-mxa-aa.json"
sha256: "9334f13c8a895adfd00208d71baea2922378d973006b47746ad484eccd2f9ae9"
period: Hellenistic
dialect: Koine
domain: History
format: Prose
license: CC0-1.0
---

# On the Foundation of Nicaea

*Ἀπόσπασμα*

**Author:** Menecrates of Tralles

**eul_wid:** `mxa-aa` · [HTML page](https://eulogikon.org/grc/menecrates-of-tralles/foundation-nicaea) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/menecrates-of-tralles-foundation-nicaea-mxa-aa.json)

## Text

## ΠΕΡΙ ΝΙΚΑΙΑΣ. Plutarch.

### 8

Thes. c. 26: Μενεκράτης δέ τις, ἱστορίαν περὶ Νικαίας τῆς ἐν Βιθυνίᾳ πόλεως ἐκδεδωκὼ ς , Θησέα φησὶ τὴν Ἀντιόπην ἔχοντα διατρῖψαι περὶ τούτους τοὺς τόπους· τυγχάνειν δὲ συστρατεύοντας αὐτῷ τρεῖς νεανίσκους ἐξ Ἀθηνῶν, ἀδελφοὺς ἀλλήλων, Εὔνεων καὶ Θόαντα καὶ Σολόεντα. Τοῦτον οὖν ἐρῶντα τῆς Ἀντιόπης, καὶ λανθάνοντα τοὺς ἄλλους, ἐξειπεῖν πρὸς ἕνα τῶν συνήθων· ἐκείνου δὲ περὶ τούτων ἐντυχόντος τῇ Ἀντιόπῃ, τὴν μὲν τὴν πεῖραν ἰσχυρῶς ἀποτρίψασθαι, τὸ δὲ πρᾶγμα σωφρόνως ἅμα καὶ πρᾴως ἐνεγκεῖν, καὶ πρὸς τὸν Θησέα μὴ κατηγορῆσαι. Τοῦ δὲ Σολόεντος, ὡς ἀπέγνω, ῥίψαντος ἑαυτὸν εἰς ποταμόν τινα καὶ διαφθαρέντος, ᾐσθημένον τότε τὴν αἰτίαν καὶ τὸ πάθος τοῦ νεανίσκου τὸν Θησέα βαρέως ἐνεγκεῖν, καὶ δυσφοροῦντα λόγιόν τι πυθόχρηστον ἀνενεγκεῖν πρὸς ἑαυτόν· εἶναι γὰρ αὐτῷ προστεταγμένον ἐν Δελφοῖς ὑπὸ τῆς Πυθίας, ὅταν ἐπὶ ξένης ἀνιαθῇ μάλιστα καὶ περίλυπος γένηται, πόλιν ἐκεῖ κτίσαι, καὶ τῶν ἀμφ’ αὑτὸν τινὰς ἡγεμόνας καταλιπεῖν. Ἐκ δὲ τούτου τὴν μὲν πόλιν, ἣν ἔκτισεν, ἀπὸ τοῦ θεοῦ Πυθόπολιν προσαγορεῦσαι· Σολόεντα δὲ τὸν πλησίον ποταμὸν ἐπὶ τιμῇ τοῦ νεανίσκου. Καταλιπεῖν δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οἷον ἐπιστάτας καὶ νομοθέτας, καὶ σὺν αὐτοῖς Ἕρμον, ἄνδρα τῶν Ἀθήνησιν Εὐπατριδῶν· ἀφ’ οὗ καὶ τόπον Ἑρμοῦ καλεῖν οἰκίαν τοὺς Πυθοπολίτας οὐκ ὀρθῶς τὴν δευτέραν συλλαβὴν περισπῶντας καὶ τὴν δόξαν ἐπὶ θεὸν ἀπὸ ἥρωος μετατιθέντας.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/menecrates-of-tralles-foundation-nicaea-mxa-aa.json (sha256:9334f13c8a895adfd00208d71baea2922378d973006b47746ad484eccd2f9ae9). Cite as `eul_wid: mxa-aa`.
