---
title: Shield
title_greek: Ἀσπίς
author: Menander of Athens
eul_wid: hps-bo
eul_aid: hps
canonical: "https://eulogikon.org/grc/menander-of-athens/shield"
canonical_json: "https://eulogikon.org/data/works/grc/menander-of-athens-shield-hps-bo.json"
sha256: "9fef40beb7c34b5fb727df8b23fdbee05d7ee3a2122ea2f465cb19d5a9daa99e"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Shield

*Ἀσπίς*

**Author:** Menander of Athens

**eul_wid:** `hps-bo` · [HTML page](https://eulogikon.org/grc/menander-of-athens/shield) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/menander-of-athens-shield-hps-bo.json)

## Text

### 1.1

[ΔΑΟΣ] [] ἡμέραν ἄγω

### 1.2

ὦ τρόφιμε, τὴν νῦν, οὐδὲ διαλογίζομαι

### 1.3

παραπλήσι’ ὡς τότ’ ἤλπις’ ἐξορμώμεν[ος.

### 1.4

ὤιμην γὰρ εὐδο[ξο]ῦντα καὶ σωθέντα σε

### 5.1

ἀπὸ στρατείας ἐν βίωι τ’ εὐσχήμονι

### 5.2

ἤδη τὸ λοιπὸν καταβιώσεσθαί τινι,

### 5.3

στρατηγὸν ἢ σύμβουλον ὠνομασμένον,

### 5.4

καὶ τὴν ἀδελφήν, ἧσπερ ἐξώρμας τότε

### 5.5

ἕνεκα, σεαυτοῦ νυμφίωι καταξίωι

### 10.1

συνοικιεῖν ποθεινὸν ἥκοντ’ οἴκαδε,

### 10.2

ἐμοί τ’ ἔσεσθαι τῶν μακρῶν πόνων τινὰ

### 10.3

ἀνάπαυσιν εἰς τὸ γῆρας εὐνοίας χάριν.

### 10.4

νῦν δὲ σὺ μὲν οἴχει παραλόγως τ’ ἀνήρπασαι,

### 10.5

ἐγὼ δ’ ὁ παιδαγωγός, 〈ὦ〉 Κλεόστρατε,

### 15.1

τὴν οὐχὶ σώσασάν σε τήνδ’ ἐλήλυθα

### 15.2

ἀσπίδα κομίζων ὑπὸ δὲ σοῦ σεσωμένην

### 15.3

πολλάκις· ἀνὴρ γὰρ ἦσθα τὴν ψυχὴν μέγας,

### 15.4

εἰ καί τις ἄλλος.

### 18.1

ΣΜΙΚΡΙΝΗΣ τῆς ἀνελπίστου τύχης,

### 18.2

ὦ Δᾶε.

### 19

(Δα) δεινῆς.

### 19

(Σμ) πῶς δ’ ἀπώλετ’, ἢ τίνι

### 20

τρόπωι;

### 20.1

(Δα) στρατιώτηι, Σμικρίνη, σωτηρίας

### 20.2

ἔστ’ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ’ εὔπορον. (Σμ) ὅμως διήγησαι τὸ πρᾶγμα Δᾶέ μοι.

### 20.3

(Δα) ποταμός τις ἐστὶ τῆς Λυκίας καλούμενος

### 20.4

Ξάνθος, πρὸς ὧι τότ’ ἦμεν ἐπιεικῶς μάχαις

### 25.1

πολλαῖς διευτυχοῦντες, οἵ τε βάρβαροι

### 25.2

ἐπεφεύγεσαν τὸ πεδίον ἐκλελοιπότες.

### 25.3

ἦν δ’ ὡς ἔοικε καὶ τὸ μὴ πάντ’ εὐτυχεῖν

### 25.4

χρήσιμον· ὁ γὰρ πταίσας τι καὶ φυλάττεται.

### 25.5

ἡμᾶς δ’ ἀτάκτους πρὸς τὸ μέλλον ἤγαγε

### 30.1

τὸ καταφρονεῖν· πολλοὶ γὰρ ἐκλελοιπότες

### 30.2

τὸν χάρακα τὰς κώμας ἐπόρθουν, τοὺς ἀγροὺς

### 30.3

ἔκοπτον, αἰχμάλωτ’ ἐπώλουν, χρήματα

### 30.4

ἕκαστος εἶχε πόλλ’ ἀπελθών.

### 33.1

Σμ ὡς καλόν.

### 33.2

(Δα) [.......] ὁ τρόφιμος συναγαγὼν χρυσοῦς τινας

### 35.1

ἑξακοσί]ους, ποτήρι’ ἐπιεικῶς συχνά,

### 35.2

τῶν τ’ αἰχ]μαλώτων τοῦτον ὃν ὁρᾶις πλησίον

### 35.3

ὄχλον, ἀπο]πέμπει μ’ εἰς Ῥόδον καί τωι ξένωι

### 35.4

φράζει κ]αταλιπεῖν ταῦτα πρός θ’ αὑτὸν πάλιν

### 35.5

[...... ἀ]ναστρέφειν.

### 39

(Σμ) τί οὖν δὴ γίνεται;

### 40.1

(Δα) ἐγὼ μὲν ἐξώρμων ἕωθεν, ἧι δ’ ἐγὼ

### 40.2

ἀπῆιρον ἡμέραι λαθόντες τοὺς σκοποὺς

### 40.3

τοὺς ἡμετέρους οἱ βάρβαροι λόφον τινὰ

### 40.4

ἐπίπροσθ’ ἔχοντες ἔμενον, αὐτομόλων τινῶν

### 40.5

πεπυσμένοι τὴν δύναμιν ἐσκεδασμένην·

### 45.1

ὡς δ’ ἐγένεθ’ ἑσπέρα κατὰ σκηνάς θ’ ἅπαν

### 45.2

ἦν τὸ στρατόπεδον, ἔκ τε χώρας ἄφθονα

### 45.3

ἅπαντ’ ἐχούσης, οἷον εἰκὸς γίνεται·

### 45.4

〈ἐ〉βρύαζον οἱ πλεῖστοι.

### 48.1

(Σμ) πονηρόν γε σφόδρα.

### 48.2

(Δα) ἄφνω γὰρ ἐπιπίπτουσιν αὐτοῖς μοι δοκεῖ. (Σμ) [..].....[...]....υ̣ς̣.. φα..[..].[

### 48.3

(deest uersus unus)

### 48.4

[Δα] []εγω

### 48.5

[ ]τα περὶ μέσας δ’ ἴσως

### 48.6

νύκτας φυλακ]ὴν τῶν χρημάτων ποούμενος

### 55.1

τῶν τ’ ἀνδραποδίων περιπατῶν ἔμπροσθε τῆς

### 55.2

σκηνῆς ἀκούω θόρυβον οἰμωγὴν δρόμον

### 55.3

ὀδυρμόν, ἀνακαλοῦντας αὑτοὺς ὀνόματι,

### 55.4

ὧν καὶ τὸ πρᾶγμ’ ἤκουον· εὐτυχῶς δέ τι

### 55.5

λοφίδιον ἦν ἐνταῦθ’ ὀχυρόν· πρὸς τοῦτ’ ἄνω

### 60.1

ἠθροιζόμεσθα πάντες, οἱ δ’ ἐπέρρεον

### 60.2

ἱππεῖς ὑπασπισταὶ στρατιῶται τραύματα

### 60.3

ἔχοντες.

### 62.1

(Σμ) ὡς ὤνης’ ἀποσταλεὶς τότε.

### 62.2

(Δα) αὐτοῦ δ’ ἕωθεν χάρακα βαλόμενοί τινα

### 62.3

ἐμένομεν· οἱ δὲ τότε 〈δι〉εσκεδασμένοι

### 65.1

ἐν ταῖς προνομαῖς αἷς εἶπον ἐπεγίνοντ’ ἀεὶ

### 65.2

ἡμῖν, τετάρτηι δ’ ἡμέραι προήγομεν

### 65.3

πάλιν, πυθόμενοι τοὺς Λυκίους εἰς τὰς ἄνω

### 65.4

κώμας ἄγειν οὓς ἔλαβον.

### 68.1

(Σμ) ἐν δὲ τοῖς νεκροῖς

### 68.2

πεπτωκότ’ εἶδες τοῦτον;

### 69

(Δα) αὐτὸν μὲν σαφῶς

### 70.1

οὐκ ἦν ἐπιγνῶναι· τετάρτην ἡμέραν

### 70.2

ἐρριμμένοι γὰρ ἦσαν ἐξωιδηκότες

### 70.3

τὰ πρόσωπα.

### 72

(Σμ) πῶς οὖν οἶσθα;

### 72.1

(Δα) ἔχων τὴν ἀσπίδα ἔκειτο· συντετριμμένην δέ μοι δοκεῖ

### 72.2

οὐκ ἔλαβεν αὐτὴν οὐδὲ εἷς τῶν βαρβάρων.

### 75.1

ὁ δ’ ἡγεμὼν ἡμῶν ὁ χρηστὸς καθ’ ἕνα μὲν

### 75.2

κάειν ἐκώλυσεν διατριβὴν ἐσομένην

### 75.3

ὁρῶν ἑκάστοις ὀστολογῆσαι, συναγαγὼν

### 75.4

πάντας δ’ ἀθρόους ἔκαυσε, καὶ σπουδῆι πάνυ

### 75.5

θάψας ἀνέζευξ’ εὐθύς· ἡμεῖς τ’ εἰς Ῥόδον

### 80.1

διεπίπτομεν τὸ πρῶτον, εἶτ’ ἐκεῖ τινας

### 80.2

μείναντες ἡμέρας ἐπλέομεν ἐνθάδε.

### 80.3

ἀκήκοάς μου πάντα.

### 82.1

(Σμ) χρυσοῦς φὴις ἄγειν

### 82.2

ἑξακοσίους;

### 83

(Δα) ἔγωγε.

### 83.1

(Σμ) καὶ ποτήρια;

### 83.2

(Δα) ὁλκὴν ἴσως μνῶν τετταράκοντ’, οὐ πλείονος,

### 85

κληρονόμε.

### 85.1

(Σμ) πῶς; οἴει 〈μ’〉 ἐρωτᾶν, εἰπέ μοι,

### 85.2

διὰ τοῦτ’; Ἄπολλον. τἆλλα δ’ ἡρπάσθη;

### 86.1

(Δα) σχεδὸν

### 86.2

τὰ πλεῖστα, πλὴν ὧν ἔλαβον ἐξ ἀρχῆς ἐγώ.

### 86.3

ἱμάτι’ ἔνεστ’ ἐνταῦθα, χλαμύδες· τουτονὶ

### 86.4

τὸν ὄχλον ὁρᾶις οἰκεῖον.

### 89

〈Σμ〉 οὐθέν μοι μέλει

### 90

τούτων· ἐκεῖνος ὤφελε ζῆν.

### 90.1

(Δα) ὤφελε.

### 90.2

παράγωμεν εἴσω τὸν ταλαίπωρον λόγον

### 90.3

ἀπαγγελοῦντες τοῦτον οἷς ἥκιστα χρῆν.

### 90.4

(Σμ) εἶτ’ ἐντυχεῖν βουλήσομαί τι Δᾶέ σοι

### 90.5

κατὰ σχολήν· νυνὶ δὲ καὐτός μοι δοκῶ

### 95.1

εἴσω παριέναι σκεψόμενος τίν’ ἂν τρόπον τούτοις προσενεχθείη τις ἡμερώτατα.

### 95.2

ΘΕΟΣ ΤΥΧΗ

### 97.1

ἀλλ’ εἰ μὲν ἦν τούτοις τι γεγονὸς δυσχερές,

### 97.2

θεὸν οὖσαν οὐκ ἦν εἰκὸς ἀκολουθεῖν ἐμέ.

### 97.3

νῦν δ’ ἀγνοοῦσι καὶ πλανῶνται· τοῦτο δὲ [ ε]χων μαθήσεται

### 97.4

[..]ν....[.].[..].[

### 97.5

ξένος ἄλλος ὡς .[...]τοκα̣ι̣[

### 97.6

ἥ τ’ ἐπίθεσις τῶν βαρβάρων[

### 97.7

ἐπέχων ἐσήμαιν’, ἐξεβοήθου[ν

### 105.1

ὁπλιζόμενοι τὸ παρὸν ἕκαστος πλησίον.

### 105.2

οὕτως ὁ μὲν παρὰ τῶι τροφίμωι τούτου τότε

### 105.3

ὢν ἐξεβοήθει τήνδ’ ἔχων τὴν ἀσπίδα

### 105.4

εὐθύς τε πίπτει· κειμένης δ’ ἐν τοῖς νεκροῖς

### 105.5

τῆς ἀσπίδος τοῦ μειρακίου τ’ ὠιδηκότος

### 110.1

οὗτος διημάρτηκεν· ὁ δὲ Κλεόστρατος

### 110.2

ἐκεῖθεν ἑτέροις ἐκβοηθήσας ὅπλοις

### 110.3

γέγον’ αἰχμάλωτος, ζῆι δὲ καὶ σωθήσεται

### 110.4

ὅσον οὐδέπω. ταυτὶ μὲν οὖν μεμαθήκατε

### 110.5

ἱκανῶς. ὁ γέρων δ’ ὁ πάντ’ ἀνακρίνων ἀρτίως

### 115.1

γένει μὲν αὐτῶι θεῖός ἐστι πρὸς πατρός,

### 115.2

πονηρίαι δὲ πάντας ἀνθρώπους ὅλως

### 115.3

ὑπερπέπαικεν· οὗτος οὔτε συγγενῆ

### 115.4

οὔτε φίλον οἶδεν οὐδὲ τῶν ἐν τῶι βίωι

### 115.5

αἰσχρῶν πεφρόντικ’ οὐδέν, ἀλλὰ βούλεται

### 120.1

ἔχειν ἅπαντα· τοῦτο γινώσκει μόνον,

### 120.2

καὶ ζῆι μονότροπος, γραῦν ἔχων διάκονον.

### 120.3

οὗ δ’ εἰσελήλυθ’ ὁ θεράπων ἐν γειτόνων

### 120.4

ἁδελφὸς οἰκεῖ τοῦδε τοῦ φιλαργύρου

### 120.5

νεώτερος, ταὐτὸν προσήκων κατὰ γένος

### 125.1

τῶι μειρακίωι, χρηστὸς δὲ τῶι τρόπωι πάνυ

### 125.2

καὶ πλούσιος, γυναῖκ’ ἔχων καὶ παρθένου μιᾶς πατὴρ ὤν· ὧι κατέλιπεν ἐκπλέων

### 125.3

ὁ μειρακίσκος τὴν ἀδελφήν· σύντροφοι

### 125.4

αὗται θ’ ἑαυταῖς εἰσιν ἐκτεθραμμέναι.

### 130.1

ὢν δ’, ὅπερ ὑπεῖπα, χρηστὸς οὗτος μακροτέραν

### 130.2

ὁρῶν ἐκείνωι τὴν ἀποδημίαν τά τε

### 130.3

οἰκεῖα μέτρια παντελῶς, τὴν παρθένον

### 130.4

αὐτὸς συνοικίζειν νεανίσκωι τινὶ

### 130.5

ἔμελλεν, ὑῶι τῆς γυναικὸς ἧς ἔχει,

### 135.1

ἐξ ἀνδρὸς ἑτέρου, προῖκά τ’ ἐπεδίδου δύο

### 135.2

τάλαντα· καὶ ποιεῖν ἔμελλε τοὺς γάμους

### 135.3

νυνί. ταραχὴν δὲ τοῦτο πᾶσιν ἐμπεσὸν

### 135.4

τὸ νῦν παρέξει πρᾶγμα· τοὺς ἑξακοσίους

### 135.5

χρυσοῦς ἀκούσας οὑτοσὶ γὰρ ἀρτίως

### 140.1

ὁ πονηρός, οἰκέτας τε βαρβάρους ἰδών,

### 140.2

σκευοφόρα, παιδίσκας, ἐπικλήρου τῆς κόρης

### 140.3

οὔσης κρατεῖν βουλήσετ’ αὐτός, τῶι χρόνωι

### 140.4

προέχων. μάτην δὲ πράγμαθ’ αὑτῶι καὶ πόνους

### 140.5

πολλοὺς παρασχὼν γνωριμώτερόν τε τοῖς

### 145.1

πᾶσιν ποήσας αὑτὸν οἷός ἐστ’ ἀνὴρ

### 145.2

ἐπάνεισιν ἐπὶ τἀρχαῖα. λοιπὸν τοὔνομα

### 145.3

τοὐμὸν φράσαι· τίς εἰμι, πάντων κυρία

### 145.4

τούτων βραβεῦσαι καὶ διοικῆσαι; Τύχη.

### 145.5

Σμ ἵνα μή τις εἴπηι μ’ ὅτι φιλάργυρος σφόδρα, οὐκ ἐξετάσας πόσον ἐστὶν ὃ φέρει χρυσίον

### 145.6

οὐδ’ ὁπόσα τἀργυρώματ’, οὐδ’ ἀριθμὸν λαβὼν

### 145.7

οὐδενός, ἑτοίμως εἰσενεγκεῖν ἐνθάδε

### 145.8

εἴασα· βασκαίνειν γὰρ εἰώθασί με

### 145.9

ἐπὶ παντί· τὸ γὰρ ἀκριβὲς εὑρεθήσεται

### 155.1

ἕως ἂν οἱ φέροντες ὦσιν οἰκέται.

### 155.2

οἶμαι μὲν οὖν ἑκόντας αὐτοὺς τοῖς νόμοις

### 155.3

καὶ τοῖς δικαίοις ἐμμενεῖν· ἐὰν δὲ μή, οὐθεὶς ἐπιτρέψει. τοὺς δὲ γινομένους γάμους

### 155.4

τούτους προειπεῖν βούλομ’ αὐτοῖς μὴ ποεῖν.

### 160.1

ἴσως μὲν ἄτοπον καὶ λέγειν· οὐκ ἐν γάμοις

### 160.2

ἐστὶν γὰρ ἥκοντος τοιούτου νῦν λόγου.

### 160.3

ὅμως δὲ τὴν θύραν γε κόψας ἐκκαλῶ

### 160.4

τὸν Δᾶον· οὗτος γὰρ προσέξει μοι μόνος.

### 160.5

Δα πολλὴ μὲν ὑμῖν ταῦτα συγγνώμη ποεῖν,

### 165.1

ἐκ τῶν δ’ ἐνόντων ὡς μάλιστα δεῖ φέρειν

### 165.2

ἀνθρωπίνως τὸ συμβεβηκός.

### 166.1

Σμ πρός ς’ ἐγὼ

### 166.2

πάρειμι, Δᾶε.

### 167

(Δα) πρὸς ἐμέ;

### 167.1

(Σμ) ναὶ μὰ τὸν Δία.

### 167.2

ὤφελε μὲν οὖν ἐκεῖνος, ὃν δίκαιον ἦν,

### 167.3

ζῆν καὶ διοικεῖν ταῦτα καὶ τεθνηκότος

### 170.1

ἐμοῦ γενέσθαι τῶν ἐμῶν κατὰ τοὺς νόμους

### 170.2

κύριος ἁπάντων.

### 171

(Δα) ὤφελεν. τί οὖν;

### 171.1

(Σμ) τί γάρ;

### 171.2

πρεσβύτατός εἰμι τοῦ γένους. ἀδικούμενος

### 171.3

ἀεί τε πλεονεκτοῦντα τὸν ἀδελφόν τι μου

### 171.4

ὁρῶν ἀνέχομαι.

### 174

(Δα) νοῦν ἔχεις.

### 174

(Σμ) ἀλλ’, ὦγαθέ,

### 175.1

οὐδὲ μετριάζει, νενόμικεν δὲ παντελῶς

### 175.2

οἰκότριβά μ’ ἢ νόθον τιν’, ὃς νυνὶ γάμους

### 175.3

ἐπόει διδοὺς οὐκ οἶδ’ ὅτωι 〈τὴν〉 παρθένον,

### 175.4

οὐκ ἐπανενεγκών, οὐκ ἐρωτήσας ἐμέ,

### 175.5

ἐμοὶ προσήκων ταὐτό, θεῖος ὢν ὅπερ

### 180

κἀγώ.

### 180

(Δα) τί οὖν δή;

### 180.1

(Σμ) πάντα ταῦτ’ ὀργίζομαι

### 180.2

ὁρῶν. ἐπειδὴ δ’ ἐστὶν ἀλλοτρίως ἔχων

### 180.3

πρὸς ἐμέ, ποήσω ταῦτ’ ἐγώ· τὴν οὐσίαν

### 180.4

οὐχὶ καταλείψω τὴν ἐμὴν διαρπάσαι

### 180.5

τούτοις, ὅπερ δὲ καὶ παραινοῦσίν τινες

### 185.1

τῶν γνωρίμων μοι λήψομαι τὴν παρθένον

### 185.2

γυναῖκα ταύτην· καὶ γὰρ ὁ νόμος μοι δοκεῖ

### 185.3

οὕτω λέγειν πως, Δᾶε. ταῦτ’ οὖν ὃν τρόπον

### 185.4

πράττοιτ’ ἂν ὀρθῶς καὶ σὲ φροντίζειν ἔδει·

### 185.5

οὐκ ἀλλότριος 〈εἶ〉.

### 189

Δα Σμικρίνη, πάνυ μοι δοκεῖ

### 190.1

τὸ ῥῆμα τοῦτ’ εἶναί τι μεμεριμνημένον

### 190.2

τὸ “γνῶθι σαυτόν”. ἐμμένειν τούτωι μ’ ἔα

### 190.3

ὅσα τ’ οἰκέτηι δεῖ μὴ πονηρῶι ταῦτ’ ἐμοὶ

### 190.4

ἀνάφερε καὶ τούτων παρ’ ἐμοῦ ζήτει λόγον

### 193.1

(desunt uersus i uel ii)

### 193.2

σὸν δ’ εἴ με δω̣[

### 195.1

πάντας θερά[ποντ]α̣ς̣ ἐ̣σ̣τ̣ι̣[

### 195.2

σώματα μεγ̣[...λ]αμβανοντ[

### 195.3

σημεῖ’ ἐπέστ̣[ ], συνήλλαξέν τισιν

### 195.4

ἐκεῖνος ἀποδημῶν ἔχω φράζειν· ἐγὼ

### 195.5

ταῦτ’, ἂν κελεύηι τίς με, δείξω καθ’ ἕν, ὅπου, πῶς, τοῦ παρόντος. περὶ δὲ κλήρου, Σμικρίνη.

### 195.6

ἢ νὴ Δί’ ἐπικλήρου γάμων τε καὶ γένους

### 195.7

καὶ διαφορᾶς οἰκειότητος μηκέτι

### 195.8

Δᾶον ἄγετ’ εἰς μέσον· τὰ τῶν ἐλευθέρων

### 195.9

αὐτοὶ δὲ πράττεθ’ οἷς τὸ τοιοῦτον ἁρμόσει.

### 205.1

Σμ δοκῶ δέ σοι τι πρὸς θεῶν ἁμαρτάνειν;

### 205.2

(Δα) Φρύξ εἰμι· πολλὰ τῶν παρ’ ὑμῖν φαίνεται καλῶν ἐμοὶ πάνδεινα καὶ τοὐναντίον

### 205.3

τούτων. τί προσέχειν δεῖ ς’ ἐμοί; φρονεῖς ἐμοῦ

### 205.4

βέλτιον εἰκότως.

### 209

(Σμ) σὺ νυνί μοι δοκεῖς

### 210.1

λέγειν ὁμοῦ τι· “μὴ πάρεχέ μοι πράγματα.”

### 210.2

τοιουτότροπόν τι. μανθάνω. τούτων τινὰ

### 210.3

ὀπτέον ἂν εἴη πρὸς ἀγορὰν ἐλθόντι μοι,

### 210.4

εἰ μή τις ἔνδον ἐστίν.

### 213.1

Δα οὐδείς. —ὦ Τύχη,

### 213.2

οἵωι μ’ ἀφ’ οἵου δεσπότου παρεγγυᾶν

### 215.1

μέλλεις. τί ς’ ἠδίκηκα τηλικοῦτ’ ἐγώ;

### 215.2

ΜΑΓΕΙΡΟΣ

### 216.1

ἂν καὶ λάβω ποτ’ ἔργον, ἢ τέθνηκέ τις,

### 216.2

εἶτ’ ἀποτρέχειν δεῖ μισθὸν οὐκ ἔχοντά με,

### 216.3

ἢ τέτοκε τῶν ἔνδον κυοῦσά τις λάθραι,

### 216.4

εἶτ’ οὐκέτι θύους’ ἐξαπίνης, ἀλλ’ οἴχομαι

### 220

ἀπιὼν ἐγώ. τῆς δυσποτμίας.

### 220.1

Δα πρὸς τῶν θεῶν,

### 220.2

μάγειρ’, ἄπελθε.

### 221.1

(Μα) νῦν δέ 〈σοι〉 τί δοκῶ ποεῖν;

### 221.2

λαβὲ τὰς μαχαίρας, παιδάριον, θᾶττόν ποτε.

### 221.3

δραχμῶν τριῶν ἦλθον δι’ ἡμερῶν δέκα

### 221.4

ἔργον λαβών· ὤιμην ἔχειν ταύτας· νεκρὸς

### 225.1

ἐλθών τις ἐκ Λυκίας ἀφήιρηται βίαι

### 225.2

ταύτας. τοιούτου συμβεβηκότος κακοῦ

### 225.3

τοῖς ἔνδον, ἱερόσυλε, κλαούσας ὁρῶν

### 225.4

καὶ κοπτομένας γυναῖκας ἐκφέρεις κενὴν

### 225.5

τὴν λήκυθον; μέμνησο καιρὸν παραλαβὼν

### 230.1

τοιοῦτον. οὐ Σπινθῆρ’, Ἀριστείδην δ’ ἔχω,

### 230.2

ὑπηρέτην δίκαιον· ὄψομαί ς’ ἐγὼ

### 230.3

ἄδειπνον. ὁ δὲ τραπεζοποιὸς καταμενεῖ εἰς τὸ περίδειπνον τυχὸν ἴσως.

### 233.1

ΤΡΑΠΕΖΟΠΟΙΟΣ δραχμὴν ἐγὼ

### 233.2

ἂν μὴ λάβω κοπτόμενος ὑμῶν οὐδὲ ἓν

### 235

αὐτὸς διοίσω.

### 235

Δα πρόαγε· τοῦτον οὐδ̣.[.].ς

### 235.1

(desunt fortasse uersus i vel ii)

### 235.2

[].έλλων ἄρα

### 235.3

[ ]α̣ π̣ρῶτ̣[α ..]τα.

### 237.1

(Δα) πάνυ μ[ὲν οὖν.

### 237.2

[Τρ] κακὸς κακῶ]ς ἀπόλοιο τοίνυν νὴ Δία

### 237.3

τοιό]ν̣δ̣[ε π]εποηκώς, ἀπόπληκτε· χρυσίον

### 240.1

ἔχων τοσοῦτο, παῖδας, ἥκεις δεσπότηι

### 240.2

ταῦτ’ ἀποκομίζων; κοὐκ ἀπέδρας; ποταπός π̣[οτ’ εἶ;

### 240.3

(Δα) Φρύξ.

### 242.1

(Τρ) οὐδὲν ἱερόν· ἀνδρόγυνος. ἡμεῖς μόνοι

### 242.2

οἱ Θρᾶικές ἐσμεν ἄνδρες· οἱ μὲν δὴ Γέται,

### 242.3

Ἄπολλον, ἀνδρεῖον τὸ χρῆμα· τοιγαροῦν

### 245

γέμουσιν οἱ μυλῶνες ἡμῶν.

### 245.1

Δα ἐκποδὼν

### 245.2

ἀπαλλάγηθ’ ἀπὸ τῆς θύρας· καὶ γάρ τινα

### 245.3

ὄχλον ἄλλον ἀνθρώπων προσιόντα τουτονὶ

### 245.4

ὁρῶ μεθυόντων. νοῦν ἔχετε· τὸ τῆς τύχης

### 245.5

ἄδηλον· εὐφραίνεσθ’ ὃν ἔξεστιν χρόνον.

### 249.1

ΧΟΡΟΥ Σμ εἶἑν. τί δή μοι νῦν λέγεις, Χαιρέστρατε;

### 249.2

ΧΑΙΡΕΣΤΡΑΤΟΣ

### 251.1

πρῶτον μέν, ὦ βέλτιστε, τὰ περὶ τὴν ταφὴν

### 251.2

δεῖ πραγματευθῆναι.

### 252.1

(Σμ) πεπραγματευμένα

### 252.2

ἔσται. τὸ μετὰ ταῦθ’, ὁμολόγει τὴν παρθένον

### 252.3

μηθενί· τὸ γὰρ πρᾶγμ’ ἐστὶν οὐ σὸν ἀλλ’ ἐμόν.

### 255.1

πρεσβύτερός εἰμι· σοὶ μέν ἐστ’ ἔνδον γυνή,

### 255.2

θυγάτηρ, ἐμοὶ δὲ δεῖ γενέσθαι.

### 256.1

(Χα) Σμικρίνη,

### 256.2

οὐδὲν μέλει σοι μετριότητος;

### 257.1

(Σμ) διὰ τί, παῖ;

### 257.2

(Χα) ὢν τηλικοῦτος παῖδα μέλλεις λαμβάνειν;

### 257.3

(Σμ) πηλίκος;

### 259

(Χα) ἐμοὶ μὲν παντελῶς δοκεῖς γέρων.

### 260

(Σμ) μόνος γεγάμηκα πρεσβύτερος;

### 260.1

(Χα) ἀνθρωπίνως

### 260.2

τὸ πρᾶγμ’ ἔνεγκε, Σμικρίνη, πρὸς τῶν θεῶν.

### 260.3

τῆι παιδὶ ταύτηι γέγονε Χαιρέας ὁδὶ

### 260.4

σύντροφος ὁ μέλλων λαμβάνειν αὐτήν. τί οὖν

### 260.5

λέγω; σὺ μηδὲν ζημιοῦ· τὰ μὲν ὄντα γὰρ

### 265.1

ταῦθ’ ὅσαπέρ ἐστι λαβὲ σὺ πάντα, κύριος

### 265.2

γενοῦ, δίδομέν σοι· τὴν δὲ παιδίσκην τυχεῖν

### 265.3

καθ’ ἡλικίαν ἔασον αὐτὴν νυμφίου.

### 265.4

ἐκ τῶν ἰδίων ἐγὼ γὰρ ἐπιδώσω δύο

### 265.5

τάλαντα προῖκα.

### 269

(Σμ) πρὸς θεῶν, Μελιτίδηι

### 270.1

λαλεῖν ὑπείληφας; τί φήις; ἐγὼ λάβω

### 270.2

τὴν οὐσίαν, τούτωι δὲ τὴν κόρην ἀφῶ

### 270.3

ἵν’, ἂν γένηται παιδίον, φεύγω δίκην

### 270.4

ἔχων τὰ τούτου;

### 273.1

Χα τοῦτο δ’ οἴει; κατάβαλε.

### 273.2

(Σμ) “οἴει;” λέγεις; τὸν Δᾶον ὥς με πέμψατε

### 275

ἵν’ ἀπογραφὴν ὧν κεκόμικεν δή μοι—

### 275.1

(Χα) τί χρὴ [ ]ε̣μ̣’ ἢ τί 〈ποτε〉 ποιεῖν μ’ ἔδει;

### 275.2

(Σμ) [...]μ̣ε̣ν̣[

### 275.3

[..]ε̣σ̣τιν.

### 278.1

(Χα) ἐμὲ .[

### 278.2

[.]εις σὲ μὲν λαβόντα ταύτη̣[ν

### 280.1

αὐτὸν δ’ ἐκεῖνον τὴν ἐμὴν .[

### 280.2

ὑμᾶς καταλείψειν τῆς ἐμαυτοῦ κυρίους.

### 280.3

ἀπαλλαγῆναι τὴν ταχίστην τοῦ βίου

### 280.4

γένοιτό μοι πρὶν ἰδεῖν ἃ μήποτ’ ἤλπισα.

### 280.5

ΧΑΙΡΕΑΣ

### 284

εἶἑν· τὸ μὲν σὸν πρῶτον, ὦ Κλεόστρατε,

### 285.1

ἴσως ἐλεῆσαι καὶ δακρῦσαι κατὰ λόγον

### 285.2

πάθος ἐστί, δεύτερον δὲ τοὐμόν· οὐδὲ εἷς

### 285.3

τούτων γὰρ οὕτως ἠτύχηκεν ὡς ἐγώ.

### 285.4

ἔρωτι περιπεσὼν γὰρ οὐκ αὐθαιρέτωι

### 285.5

τῆς σῆς ἀδελφῆς, φίλτατ’ ἀνθρώπων ἐμοί,

### 290.1

οὐθὲν ποήσας προπετὲς οὐδ’ ἀνάξιον

### 290.2

οὐδ’ ἄδικον ἐδεήθην ἐμαυτῶι κατὰ νόμους

### 290.3

συνοικίσαι τὸν θεῖον ὧι σὺ κατέλιπες

### 290.4

καὶ τὴν ἐμὴν μητέρα παρ’ ἧι παιδεύεται.

### 290.5

ὤιμην δὲ μακάριός τις εἶναι τῶι βίωι,

### 295.1

ἐλθεῖν δ’ ἐπ’ αὐτὸ τὸ πέρας οἰηθεὶς σφόδρα

### 295.2

καὶ προσδοκήσας οὐδ’ ἰδεῖν δυνήσομαι

### 295.3

τὸ λοιπόν· ἕτερον κύριον δ’ αὐτῆς ποεῖ

### 295.4

ὁ νόμος ὁ τοὐμὸν οὐδαμοῦ κρίνων ἔτι.

### 295.5

Δα Χαιρέστρατ’, οὐκ ὀρθῶς ποεῖς· ἀνίστασο· οὐκ ἔστ’ ἀθυμεῖν οὐδὲ κεῖσθαι. Χαιρέα,

### 295.6

ἐλθὼν παραμυθοῦ· μὴ ’πίτρεπε· τὰ πράγματα

### 295.7

ἡμῖν ἅπασίν ἐστιν ἐν τούτωι σχεδόν.

### 295.8

μᾶλλον δ’ ἄνοιγε τὰς θύρας, φανερὸν πόει σαυτόν· προήσει τοὺς φίλους, Χαιρέστρατε,

### 305

οὕτως ἀγεννῶς;

### 305.1

Χα Δᾶε παῖ, κακῶς ἔχω.

### 305.2

μελαγχολῶ τοῖς πράγμασιν· μὰ τοὺς θεούς,

### 305.3

οὐκ εἴμ’ ἐν ἐμαυτοῦ, μαίνομαι δ’ ἀκαρὴς πάνυ·

### 305.4

ὁ καλὸς ἀδελφὸς εἰς τοσαύτην ἔκστασιν

### 305.5

ἤδη καθίστησίν με τῆι πονηρίαι.

### 310

μέλλει γαμεῖν γὰρ αὐτός.

### 310.1

Δα εἰπέ μοι, γαμεῖν;

### 310.2

δυνήσεται δέ;

### 311.1

(Χα) φησὶν ὁ καλὸς κἀγαθός,

### 311.2

καὶ ταῦτ’ ἐμοῦ διδόντος αὐτῶι πάνθ’ ὅσα

### 311.3

ἐκεῖνος ἀποπέπομφεν.

### 313.1

Δα ὢ μιαρώτατος.

### 313.2

(Χα) μιαρὸν τὸ χρῆμ’· οὐ μὴ βιῶ, μὰ τοὺς θεοὺς,

### 315

εἰ τοῦτ’ ἐπόψομαι γενόμενον.

### 315.1

Δα πῶς ἂν οὖν

### 315.2

τοῦ σφόδρα πονηροῦ περιγένοιτό τις; πάνυ

### 315.3

ἐργῶδες. ἐργῶδες μέν, ἀλλ’ ἔνεσθ’ ὅμως.

### 315.4

(Χα) ἔνεστι; καὶ μὴν ἄξιον φιλονικίας,

### 315.5

νὴ τὴν Ἀθηνᾶν, τοὖργον.

### 319

(Δα) εἴ τις πρὸς θεῶν

### 320

ὥρμηκ[...] τ̣ωνδ’ ε[

### 320.1

(desunt uersus i uel ii)

### 320.2

[ ]δύο τάλ[αντα

### 320.3

[ ]α̣υ̣τῶι τιν’ ἐλπίδ[

### 320.4

[ ]. φερόμενον εὐθὺς ἐπ̣[

### 320.5

προπετῆ, διημαρτηκότ’, ἐπτ[οημένον

### 325.1

ὄψει μεταχειριεῖ τε τοῦτον εὐπόρως.

### 325.2

ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.

### 325.3

(Χα) τί οὖν λέγεις; ἐγὼ γὰρ ὅ τι βούλει ποεῖν

### 325.4

ἕτοιμός εἰμι.

### 329

(Δα) δεῖ τραγωιδῆσαι πάθος

### 330.1

ἀλλοῖον ὑμᾶς· ὃ γὰρ ὑπεῖπας ἀρ[τίως

### 330.2

δόξαι σε δεῖ νῦν, εἰς ἀθυμίαν τινὰ

### 330.3

ἐλθόντα τῶι τε τοῦ νεανίσκου πάθει

### 330.4

τῆς τ’ ἐκδιδομένης παιδός, ὅτι τε τουτονὶ

### 330.5

ὁρᾶις ἀθυμοῦντ’ οὐ μετρίως ὃν νενόμικας

### 335.1

ὑὸν σεαυτοῦ, τῶν ἄφνω τούτων τινὶ

### 335.2

κακῶν γενέσθαι περιπετῆ· τὰ πλεῖστα δὲ

### 335.3

ἅπασιν ἀρρωστήματ’ ἐκ λύπης σχεδόν

### 335.4

ἐστιν· φύσει δέ ς’ ὄντα πικρὸν εὖ οἶδα καὶ

### 335.5

μελαγχολικόν. ἔπειτα παραληφθήσεται

### 340.1

ἐνταῦθ’ ἰατρός τις φιλοσοφῶν καὶ λέγων

### 340.2

πλευρῖτιν εἶναι τὸ κακὸν ἢ φρενῖτιν ἢ

### 340.3

τούτων τι τῶν ταχέως ἀναιρούντων.

### 342.1

(Χα) τί οὖν;

### 342.2

(Δα) τέθνηκας ἐξαίφνης· βοῶμεν “οἴχεται

### 342.3

Χαιρέστρατος” 〈καὶ〉 κοπτόμεθα πρὸ τῶν θυρῶν.

### 345.1

σὺ δ’ ἐγκέκλεισαι, σχῆμα δ’ ἐν μέσωι νεκροῦ

### 345.2

κεκαλυμμένον προκείσεταί σου.

### 346.1

(Χα) μανθάνεις

### 346.2

ὃ λέγει;

### 347

(Χαι) μὰ τὸν Διόνυσον, 〈οὐ〉 δῆτα.

### 347.1

〈Χα〉 οὐδ’ ἐγώ.

### 347.2

(Δα) ἐπίκληρος ἡ θυγάτηρ ὁμοίως γίνεται

### 347.3

ἡ σὴ πάλιν τῆι νῦν ἐπιδίκωι παρθένωι· τάλαντα δ’ ἐστὶ σοὶ μὲν ἑξήκοντ’ ἴσως,

### 347.4

ταύτηι δὲ τέτταρ’, ὁ δὲ φιλάργυρος γέρων

### 347.5

ἀμφοῖν προσήκει ταὐτό—

### 352.1

(Χα) νυνὶ μανθάνω.

### 352.2

(Δα) εἰ μὴ πέτρινος εἶ. τὴν μὲν εὐθὺς ἄσμενος

### 352.3

δώσει παρόντων μαρτύρων τρισχιλίων

### 355.1

τῶι πρῶτον αἰτήσαντι, τὴν δὲ λήψεται—

### 355.2

(Χα) οἰμώξετ’ ἆρα τῶι δοκεῖν.

### 356.1

(Δα) τήν τ’ οἰκίαν

### 356.2

πᾶσαν διοικήσει, περίεισι κλειδία

### 356.3

ἔχων, ἐπιβάλλων ταῖς θύραις σημεῖ’, ὄναρ

### 356.4

πλουτῶν.

### 359

〈Χα〉 τὸ δ’ εἴδωλον τί τοὐμόν;

### 359

〈Δα〉 κείσεται,

### 360.1

ἡμεῖς τε πάντες ἐν κύκλω καθεδούμεθα,

### 360.2

τηροῦν]τ̣ε̣ς̣ αὐτὸν μ̣ὴ̣ προσέλθηι· πολλ[α

### 361

(desunt uersus ii vel iii)

### 363.1

[ ]ν τοὺς φί[λους

### 363.2

[ ]υ πεῖραν ἔσται τ̣ι̣ν̣[

### 365.1

[ ]πως ἦλθεν ἐπὶ τὴν οἰκίαν

### 365.2

[ ]τ̣ις γέγον’ ὀφείλων· εἴ τινι

### 365.3

[ ]διπλάσιον εἰσπράττει πάνυ

### 365.4

[ ]ιν ὃ λέγεις, Δᾶε, τοῦ τ’ ἐμοῦ τρόπου.

### 365.5

〈Δα〉 τιμωρί]α̣ν δὲ τοῦ πονηροῦ τίν’ ἂν ἔχοις

### 370

[ ] σφοδροτέραν;

### 370.1

(Χα) λήψομαι, νὴ τὸν Δία,

### 370.2

ὧν] μ̣’ ὠδύνηκε πώποτ’ ἀξίαν δίκην·

### 370.3

τὸ γὰρ λεγόμενον ταῖς ἀληθείαις “λύκος

### 370.4

χανὼν ἄπεισι διὰ κενῆς”.

### 373.1

(Δα) πράττειν 〈δὲ〉 δεῖ

### 373.2

ἤδη. ξενικόν τιν’ οἶσθ’ ἰατρόν, Χαιρέα,

### 375

ἀστεῖον, ὑπαλαζόνα;

### 375.1

(Χαι) μὰ τὸν Δί’ οὐ πάνυ.

### 375.2

(Δα) καὶ μὴν ἔδει.

### 376.1

(Χαι) τί δὲ τοῦτο; τῶν ἐμῶν τινα

### 376.2

ἥξω συνηθῶν παραλαβὼν καὶ προκόμιον

### 376.3

αἰτήσομαι καὶ χλανίδα καὶ βακτηρίαν

### 376.4

αὐτῶι, ξενιεῖ δ’ ὅς’ ἂν δύνηται.

### 379

Δα ταχὺ μὲν οὖν.

### 380

(Χα) ἐγὼ δὲ τί ποῶ;

### 380.1

(Δα) ταῦτα 〈τὰ〉 βεβουλευμένα·

### 380.2

ἀπόθνηισκ’ ἀγαθῆι τύχηι.

### 381.1

(Χα) ποήσω· μηδένα

### 381.2

ἔξω γ’ ἀφίετ’, ἀλλὰ τηρεῖτ’ ἀνδρικῶς

### 381.3

τὸ πρᾶγμα.

### 383

(Δα) τίς δ’ ἡμῖν συνείσεται;

### 383.1

(Χα) μόνηι

### 383.2

δεῖ τῆι γυναικὶ ταῖς τε παιδίσκαις φράσαι

### 385.1

αὐταῖς ἵνα μὴ κλάωσι, τοὺς δ’ ἄλλους ἐᾶν

### 385.2

ἔνδον παροινεῖν εἴς με νομίσαντας νεκρόν.

### 385.3

(Δα) ὀρθῶς λέγεις. εἴσω τις ἀγέτω τουτονί.

### 385.4

ἕξει τιν’ ἀμέλει διατριβὴν οὐκ ἄρρυθμον

### 385.5

ἀγωνίαν τε τὸ πάθος, ἂν ἐνστῆι μόνον,

### 390

ὅ τ’ ἰατρὸς ἡμῖν πιθανότητα σχῆι τινα.

### 390.1

ΧΟΡΟΥ

### 390.2

(Σμ) ταχύ γ’ ἦλθ’ ὁ Δᾶος πρός με τὴν τῶν χρημάτων

### 390.3

φέρων ἀπογραφήν, πολύ τ’ ἐμοῦ πεφρόντικε.

### 390.4

Δᾶος μετὰ τούτων ἐστίν. εὖ γε, νὴ Δία· καλῶς ἐπόησε. πρόφασιν εἴληφ’ ἄσμενος

### 395.1

πρὸς αὐτὸν ὥστε μὴ φιλανθρώπως ἔτι

### 395.2

ταῦτ’ ἐξετάζειν, ἀλλ’ ἐμαυτῶι συμφόρως·

### 395.3

τὰ γὰρ οὐ φανερὰ δήπουθέν ἐστι διπλάσια·

### 395.4

ἐγὦιδα τούτου τὰς τέχνας τοῦ δραπέτου.

### 395.5

Δα ὦ δαίμονες, φοβερόν γε, νὴ τὸν Ἥλιον, τὸ συμβεβηκός· οὐκ ἂν ὠιήθην ποτὲ

### 395.6

ἄνθρωπον εἰς τοσοῦτον οὑτωσὶ ταχὺ

### 395.7

πάθος ἐμπεσεῖν. σκηπτός τις εἰς τὴν οἰκίαν

### 395.8

ῥαγδαῖος ἐμπέπτωκε.

### 403

(Σμ) τί ποτε βούλεται;

### 403.1

(desunt uersus ii)

### 403.2

[....]μονονβα[...]ν[

### 405.1

[......]αρα[

### 405.2

ἅνθρωπος· ὑπ̣[

### 405.3

(Δα) “οὐκ ἔστιν ὅστις π[άντ’ ἀνὴρ εὐδαιμονεῖ”.

### 405.4

πάλιν εὖ διαφόρως. ὦ πολ[υτίμητοι θεοί,

### 405.5

ἀπροσδοκήτου πράγματος κ̣α̣ὶ̣ ἀ[

### 410

(Σμ) Δᾶε κακόδαιμον, ποῖ τρέχεις;

### 410.1

[Δα] καὶ τ̣ο̣ῦ̣τ̣ό̣ π̣ο̣υ̣

### 410.2

“τύχη τὰ θνητῶν πράγματ’ οὐκ εὐβουλία.”

### 410.3

ὑπέρευγε. “θεὸς μὲν αἰτίαν φύει βροτοῖς,

### 410.4

ὅταν κακῶσαι δῶμα παμπήδην θέληι.”

### 410.5

Αἰσχύλος ὁ σεμνά—

### 414

(Σμ) γνωμολογεῖς, τρισάθλιε;

### 415

(Δα) “ἄπιστον, ἄλογον, δεινόν.”

### 415.1

(Σμ) οὐδὲ παύσεται; (Δα) “τί δ’ ἐστ’ ἄπιστον τῶν ἐν ἀνθρώποις κακῶν;”

### 415.2

ὁ Καρκίνος φής’· “ἐν μιᾶι γὰρ ἡμέραι

### 415.3

τὸν εὐτυχῆ τίθησι δυστυχῆ θεός.”

### 415.4

εὖ πάντα ταῦτα, Σμικρίνη.

### 419

(Σμ) λέγεις δὲ τί;

### 420.1

(Δα) ἁδελφός—ὦ Ζεῦ, πῶς φράσω; —σχεδόν τι σου

### 420.2

τέθνηκεν.

### 421.1

(Σμ) ὁ λαλῶν ἀρτίως ἐνταῦθ’ ἐμοί;

### 421.2

τί παθών;

### 422.1

(Δα) χολή, λύπη τις, ἔκστασις φρενῶν,

### 422.2

πνιγμός.

### 423.1

(Σμ) Πόσειδον καὶ θεοί, δεινοῦ πάθους.

### 423.2

(Δα) “οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔπος

### 425

οὐδὲ πάθος—”

### 425

(Σμ) ἀποκναίεις σύ.

### 425.1

(Δα) “τὰς γὰρ συμφορὰς

### 425.2

ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν.”

### 425.3

Εὐριπίδου τοῦτ’ ἐστί, τὸ δὲ Χαιρήμονος,

### 425.4

οὐ τῶν τυχόντων.

### 428.1

(Σμ) εἰσελήλυθεν δέ τις

### 428.2

ἰατρός;

### 429

(Δα) οἴχεται μὲν οὖν ὁ Χαιρέας

### 430

ἄξων.

### 430

(Σμ) τίν’ ἆρα;

### 430.1

(Δα) τουτονί, νὴ τ[ὸν Δία,

### 430.2

ὡς φαίνεται. βέλτιστ’, ἐπισπ[ε]ῦ[δ’.

### 431.1

[ΙΑΤΡΟΣ] –⏑×

### 431.2

(Δα) “δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.”

### 431.3

Σμ ἐμὲ μὲν ἐὰν ἴδωσιν εὐθὺς ἄσμενον φήσουσιν ἥκειν, τοῦτ’ ἀκριβῶς οἶδ’ ἐγώ,

### 435.1

αὐτός τ’ ἐκεῖνος οὐκ ἂν ἡδέως μ’ ἴδοι

### 435.2

[ ]ιδ’ ἄτοπον οὐδ’ ἐπηρόμην

### 436.1

(desunt uersus circa xvi)

### 436.2

[].ν·

### 437

(deest unus versus)

### 439

αὐτῶ τὰν χολὰν

### 440.1

[ ]ι̣μ̣ε̣[..].δη φερομένωι

### 440.2

[ ]διὰ τὰν παρεῦσαν ἀπορίαν.

### 440.3

(Σμ) [ ]ω· τοῦτο δήπου μανθάνω.

### 440.4

(Ια) [ ]σαν.

### 443.1

(Σμ) ταῦτα δήπου μανθάνω.

### 443.2

(Ια) [ α]ὐτὰς τὰς φρένας δή μοι δοκῶ

### 445.1

[ ]. ὀνυμάζειν μὲν ὦν εἰώθαμες

### 445.2

[ φ]ρενῖτιν τοῦτο.

### 446.1

〈Σμ〉 μανθάνω. τί οὖν;

### 446.2

(Ια) οὐκ ἔστ]ιν ἐλπὶς οὐδεμία σωτηρίας.

### 446.3

καίρια] γάρ, αἰ μὴ δεῖ σε θάλπεν διὰ κενᾶς,

### 446.4

τὰ τοια]ῦτα.

### 449.1

(Σμ) μὴ θάλπ’, ἀλλὰ τἀληθῆ λέγε. (Ια) οὐ πάμπαν οὗτός ἐστί τοι βιώσιμος.

### 449.2

ἀνερεύγεταί τι τᾶς χολᾶς· ἐπισκοτεῖ

### 449.3

[ ]εντ̣.[..] καὶ τοῖς ὄμμασι

### 449.4

[ ]υ̣κνον ἀναφρίζει τε καὶ

### 449.5

[ ]. ας ἐκφορὰν βλέπει.

### 455

(Σμ)

### 455

[Ια] [ ]. προάγωμες, παῖ.

### 455.1

(Σμ) σέ, σέ

### 455.2

[ ]

### 456

[Ια] [ ].μετακαλῆς;

### 456.1

(Σμ) πάνυ μὲν οὖν. [ δ]εῦρ’ ἀπὸ τῆς θύρας ἔτι.

### 456.2

(Ια) [ οὐ]κ̣ ἂν βιώιης τὼς τέως.

### 456.3

(Σμ) [ ]αὐτὸν εὔχου τρόπον ἔχειν

### 460

[ ].πολλὰ γίνεται.

### 460.1

(Ια) γέλα

### 460.2

[ ]φαμι τᾶς ἐμᾶς τέχνας

### 460.3

[ τ]ὺ δ’ αὐτός μοι δοκῆς

### 460.4

[..].[.].[.] κ̣ε̣αλην ἀλλ’ ὑπέρχεταί τι τοι

### 460.5

φθιτικὸν νόσαμα· τὺ μὲν ὅλως θανάτους βλέπεις.

### 465.1

(Σμ) ἦ που φέρουσιν αἱ γυναῖκες ὡσπερεὶ

### 465.2

ἐκ πολεμίων· ἐπιτάττεται τοῖς γείτοσι

### 465.3

διὰ τῶν ὑδρορροῶν.

### 467.1

Δα θορυβήσω τουτονί,

### 467.2

ἀλλ’ ὅπερ ἔ̣π̣ρ̣α̣τ̣τ̣ο̣ν̣ π̣ρ̣α̣τ̣[

### 468.1

(desunt uersus circa ccv)

### 468.2

βοῶσιν οἴχεθ[’

### 469

‵—′

### 470

Χαιρεστρατ[

### 470.1

‵—′

### 470.2

Σμ † δεδρακιχ’. [

### 471.1

‵—′

### 471.2

τέθνηκε:. [

### 472.1

‵—′

### 472.2

ἁνὴρ ἀπολ̣[

### 473.1

‵—′

### 473.2

τὸ μηδὲ ἕ[ν

### 475.1

ὑπόλοιπο[ν

### 475.2

ἤδη δικαι[

### 476.1

‵—′

### 476.2

ἐνθάδ[

### 477.1

‵—′

### 477.2

μὴ δια[

### 478.1

‵—′

### 478.2

γραμμ[

### 479

‵—′

### 480.1

ον̣.[

### 480.2

ου.[

### 480.3

υ....[

### 482.1

‵—′

### 482.2

λαμβαν[

### 483.1

‵—′

### 483.2

τὸ μὲν ἐγγυᾶν[

### 485.1

ἴσως τοιούτου.[

### 485.2

ὑμῖν γενομεν̣[

### 485.3

πολλῶν σεπ[

### 485.4

ἕτοιμος ἀποφ[

### 485.5

ὃς ἂν κελεύη[

### 490.1

ἐναντίον σου[

### 490.2

ΚΛΕΟΣΤΡΑΤΟΣ

### 491.1

ὦ φιλτάτη[ γῆ

### 491.2

προσεύχομ[αι

### 491.3

πόλλ’ ὃν σε.[

### 491.4

πάρειμι τῆι̣[

### 495.1

ὁρῶ δεομεν[

### 495.2

εἰ δ’ αὖ διαπ̣[εσὼν

### 495.3

ὁ Δᾶος, εὐτυ[χέστατον πάντων τότ’ ἂν

### 495.4

νομίσαιμ’ ἐμαυτό[ν.

### 495.5

παιητέα δ’ ἐσθ’ ἡ θύρ[α.

### 499.1

[Δα] [τίς τὴν θύραν; (Κλ) ἐγώ. (Δα) τίνα ζητεῖς; ὁ μ[ὲν γὰρ δεσπότης

### 499.2

τῆς οἰκίας τέθνηκ[ε

### 499.3

(Κλ) τέθνηκεν; οἴμοι δυ[ς

### 502.1

[Δα]

### 502.2

καὶ μὴ ’νόχλει πενθ[οῦσι (Κλ) οἴμοι τάλας· ὦ θεῖ’ . ἀν[

### 505

ἄνθρωπέ μοι κακόδ[αιμον

### 505.1

(Δα)

### 505.2

μειράκιον. ὦ Ζεῦ,[

### 505.3

(Κλ) Δᾶε, τί λέγεις;

### 507.1

(Δα) .[

### 507.2

ἔχω σε.

### 508

(Κλ) κατ̣[

### 508.1

(desunt uersus circa v)

### 508.2

[]θανει

### 510.1

[]τι:

### 510.2

[]μηδὲ σύ

### 510.3

[ἀ]νοίγετε

### 510.4

[].ι·

### 510.5

[ἐγρ]ηγορώς

### 515

[].ομεν

### 515.1

[ΧΟΡΟΥ]

### 515.2

[].ὁμολογῶ

### 515.3

[].ς ἴσος

### 515.4

[ γυ]ναῖκες ἄσμεναι

### 515.5

[]ι τἄνδοθεν

### 520.1

[]ν παρείλκυσεν

### 520.2

[ γί]νεται διπλοῦς γάμος

### 520.3

[ τὴν] ἑαυτοῦ θυγατέρα

### 520.4

[] τὴν ἀδελφιδῆν πάλιν

### 520.5

[] τὴν δὲ πᾶσαν οὐσίαν

### 525.1

[]τα πάνθ’ ἕξει πέρας:

### 525.2

[]του περιπατεῖ τὸν γείτονα [ ]ν οὑτοσί γε, νὴ Δία

### 525.3

[ νὴ τὸν Ἡρακ]λ̣έα, πρόσελθέ μοι

### 525.4

[ ]νὴ τὸν Ἥλιον:

### 530.1

[ ]ο̣σως Κλεόστρατος:

### 530.2

[ ]υ̣ν ὤιμην ἐγώ

### 530.3

[ ]α̣ ποῦ ’στιν;: ἐνθαδί

### 530.4

[ ]ται φίλον λαβών

### 530.5

[ ]προσέρχεται

### 535.1

[ ]ο̣ν εὐωχίαν

### 535.2

[ ]εξων δῆλός ἐστιν οὑτοσί·

### 535.3

[ ]αν τε κόπτηι πολλάκις

### 535.4

[ ]υτωι κοσμιώτερον ποῶ

### 535.5

[ ]ηρ ἐστί μοι τρόπον τινά:

### 540.1

[ ]ον τοῦτ’ ἔχειν τὴν ἐγγύην

### 540.2

[ ]ειναι μαρτύρων δ’ ἐναντίον

### 540.3

[ ]Χαιρέαι δ’ ἃ βούλεται

### 540.4

[ ]γὰρ τήνδ’ ἐμὼ τὴν οὐσίαν [ ]μ̣οι παρενοχλουντος † :

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/menander-of-athens-shield-hps-bo.json (sha256:9fef40beb7c34b5fb727df8b23fdbee05d7ee3a2122ea2f465cb19d5a9daa99e). Cite as `eul_wid: hps-bo`.
