---
title: Fragments on Poverty and Conduct
title_greek: Ἀποσπάσματα περὶ Πενίας καὶ Ἀγωγῆς
author: Menander of Athens
eul_wid: hps-bb
eul_aid: hps
canonical: "https://eulogikon.org/grc/menander-of-athens/poverty-conduct"
canonical_json: "https://eulogikon.org/data/works/grc/menander-of-athens-poverty-conduct-hps-bb.json"
sha256: "1487c2e5fb447803c8ab6f6919d411977868802fcd8eb09a04b0f0adb4f960c7"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Poverty and Conduct

*Ἀποσπάσματα περὶ Πενίας καὶ Ἀγωγῆς*

**Author:** Menander of Athens

**eul_wid:** `hps-bb` · [HTML page](https://eulogikon.org/grc/menander-of-athens/poverty-conduct) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/menander-of-athens-poverty-conduct-hps-bb.json)

## Text

### book 1

Ὦ μακάριόν μ’ ὅστις γυναῖκ’ οὐ λαμβάνω.

### book 2

Οὐ λυποῦντα δεῖ παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι.

### book 3.1

Υἱῷ προθίμως τἀξιούμενον

### book 3.2

ποιῶν κηδεμόν’ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου.

### book 4.1

Οὐ παντελῶς δεῖ τοῖς

### book 4.2

πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάττεσθ’· εἰ δὲ μή, τἄνω κάτω ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος.

### book 6

Εἰ δ’ ἔστιν οὗτος τὴν κόρην διεφθορώς.

### book 7.1

Τί πολλὰ τηρεῖν

### book 7.2

πολλὰ δεῖ δεδοικότα;

### book 8.1

Ἔργον εὑρεῖν

### book 8.2

συγγενῆ πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ αὐτῷ προσήκειν τὸν βοηθείας

### book 8.3

τινὸς δεόμενον· αἰτεῖσθαι γὰρ ἅμα

### book 8.4

τι προσδοκᾷ.

### book 9.1

Πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει· ὁ γὰρ μετρίως

### book 9.2

πράττων

### book 9.3

περισκελέστερον ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει.

### book 11.1

Ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα κυάθους, ἕως κατέσεισε

### book 11.2

φιλοτιμούμενος.

### book 13

Ἐγὼ δ’ ἀγροῖκος, ἐργάτης, σκυθρός, πικρός, φειδωλός.

### book 14.1

Θεός ἐστι

### book 14.2

τοῖς

### book 14.3

χρηστοῖς ἀεὶ ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι.

### book 1-3.1

Παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα. Ἐτρύφησεν ὥστε μὴ πολὺν

### book 1-3.2

τρυφᾶν

### book 1-3.3

χρόνον. Ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος

### book 1-3.4

φαίνεται εὐθάνατος, ἔχοντα

### book 1-3.5

πολλὰς

### book 1-3.6

χολλάδας κεῖσθαι

### book 1-3.7

παχύν,[ln_5]ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω, ἐσθίοντα καὶ λέγοντα „σήπομ’ ὑπὸ τῆς ἡδονῆς.“

### book 4.1

Εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων

### book 4.2

χρυσίον, Περσικαὶ στολαὶ δ’ ἐκεῖναι

### book 4.3

πορφυραῖ, τορεύματα ἔνδον ἔστ’, ἄνδρες, ποτηρίδια, τορεύματα, κἀκτυπωμάτων

### book 4.4

πρόσωπα, τραγέλαφοι, λαβρώνια.

### book 5.1

Ὁ πρῶτος εὑρὼν διατροφὴν

### book 5.2

πτωχῷ τέχνην

### book 5.3

πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.

### book 6

Χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.

### book 7.1

Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους

### book 7.2

ποιεῖν.

### book 8.1

Χαῖρ’ ὦ φίλη γῆ, διὰ χρόνου

### book 8.2

πολλοῦ ς’ ἰδὼν ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν

### book 8.3

ποιῶ τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω

### book 8.4

χωρίον· τὸ γὰρ

### book 8.5

τρέφον με

### book 8.6

τοῦτ’ ἐγὼ κρίνω θεόν.

### book 9.1

Ὡς δὲ τὴν ἄκραν κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες

### book 9.2

ταχὺ ἀνηγάγοντο.

### book 10

Ἐκλελάκτικεν ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ’ ἀντάλλαγος.

### book 11.1

Δύ’ οἰκίας

### book 11.2

φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων.

### book 12

Καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.

### book 13

Καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον.

### book 14

Ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ’ οὐκέτι.

### book 1.1

Οἱ δ’ ἁρπάσαντες

### book 1.2

τοὺς κάδους

### book 1.3

τοὺς

### book 1.4

στρογγύλους ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν. ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλ’ ἀντλιαντλητῆρας.

### book 2.1

Τίθημ’ ἔχειν

### book 2.2

χολήν

### book 2.3

σε καλλιωνύμου

### book 2.4

πλείω.

### book 3.1

Ἡγεῖταί μ’ ὅλως ἐπικόπανόν

### book 3.2

τι.

### book 5

Ἀράβιον ἆρ’ ἐγὼ κεκίνηκ’ ἄγγελον.

### book 1

Τὸ δ’ ἐρᾶν ἐπισκοτεῖ ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως καὶ τοῖς κακῶς ἔχουσι.

### book 2

Καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸ νεόττιον.

### book 3

Οὐδέν με λανθάνοις ἄν.

### book 4

Εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν οἱ τὰς ὀφρῦς αἴροντες.

### book 6

Λούσατ’ αὐτὴν αὐτίκα.

### book 9.1

Ἐνθένδ’ ἀποφυγὼν οὐκ ἂν ἀπολοίμην

### book 9.2

ποτέ.

### book 13

Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα.

### book 3

Τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.

### book 4.1

Τὰ προσπεσόντα

### book 4.2

προσδοκᾶν ἅπαντα δεῖ ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.

### book 5.1

Πλήσας γὰρ ἔφερεν ἐκ

### book 5.2

παρατάξεώς

### book 5.3

ποθεν τὰς ἐν Λαμίᾳ πάσας.

### book 6

Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.

### book 1.1

Φύσει γάρ ἐστ’ ἔρως

### book 1.2

τοῦ νουθετοῦντος κωφόν· ἅμα δ’ οὐ ῥᾴδιον νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.

### book 2.1

Εὐδαιμονία

### book 2.2

τοῦτ’ ἔστιν υἱὸς νοῦν ἔχων· ἀλλὰ θυγάτηρ κτῆμ’ ἐστὶν ἐργῶδες

### book 2.3

πατρί.

### book 3.1

Τὰ κακῶς

### book 3.2

τρέφοντα

### book 3.3

χωρί’ ἀνδρείους

### book 3.4

ποιεῖ.

### book 4-5.1

Ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί, δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν. Οἶς’ εἰσιὼν

### book 4-5.2

πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς[ln_5]μόνον

### book 4-5.3

πολὺ ποίει.

### book 1

Ὤιμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἅβραν ἔσεσθαι.

### book 1.1

[spk_β]Οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι

### book 1.2

παραινῶ μὴ γαμεῖν. Β. δεδογμένον τὸ πρᾶγμ’· ἀνερρίφθω κύβος.

### book 1.1

[ln_5][spk_α]Α. πέραινε. σωθείης δὲ νῦν· ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ

### book 1.2

πραγμάτων, οὐ Λιβυκόν, οὐδ’ Αἰγαῖον, . . . οὗ τῶν

### book 1.3

τριάκοντ’ οὐκ ἀπόλλυται

### book 1.4

τρία

### book 1.5

πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως.

### book 2.1

Πάντας μεθύσους

### book 2.2

τοὺς ἐμπόρους

### book 2.3

ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατόν μοι δοκῶ· ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.

### book 3.1

Ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην

### book 3.2

ταύτην

### book 3.3

τις ἢ τιτθὴν καλῇ, πέρας οὐ ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν

### book 3.4

τις

### book 3.5

χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν

### book 3.6

παράψηθ’ ὁ παριών,[ln_5]τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ ταύτην λαλοῦσαν· νύκτα γὰρ

### book 3.7

προσλαμβάνει.

### book 4.1

Τὰ πατρῷα μὲν

### book 4.2

ποιεῖ καιρός

### book 4.3

ποτε ἀλλότρια, σώζει δ’ αὐτά που τὰ σώματα· βίου δ’ ἔνεστιν ἀσφάλει’ ἐν

### book 4.4

ταῖς τέχναις.

### book 5.1

[spk_β]Ἐλλέβορον ἤδη πώποτ’ ἔπιες

### book 5.2

Σωσία; Β. ἅπασι. Α. πάλιν οὖν πῖθι· μαίνει γὰρ κακῶς.

### book 6

Πάντ’ ἐστὶ τῷ καλῷ λόγῳ ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.

### book 7.1

Ὦ τρισκατάρατε, ζωπύρει

### book 7.2

τοὺς ἄνθρακας.

### book 8.1

Ἀνδρὸς

### book 8.2

χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

### book 9

Ἢ χαλκοῦν μέγα ὁλκεῖον.

### book 1.1

Ἔχων τὴν ἀσπίδα ἔκειτο

### book 1.2

συντετριμμένην.

### book 2

Πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

### book 3.1

Στρατιώτην, Σμικρίνη, σωτηρίας ἔστ’ ἔργον εὑρεῖν

### book 3.2

πρόφασιν, ὀλέθρου δ’ εὔπορον.

### book 4

Ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστός ἐστι τῆς ἀληθείας κριτής.

### book 5.1

Ὦ τρισάθλιοι, τί πλέον ἔχουσι τῶν ἄλλων; βίον ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια

### book 5.2

τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι,[ln_5]εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως ἐγχειρίδιον ἔχοντας αὐτοῖς

### book 5.3

προσιέναι· οἵαν δίκην διδόασιν.

### book 1.1

Τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς

### book 1.2

τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.

### book 1.1

Ἀλλ’ ὅταν ἐρῶντα νοῦν ἔχειν

### book 1.2

τις ἀξιοῖ, παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;

### book 2.1

Ἐκφυγοῦσα δ’ ἣν εἶχεν νόσον οὐκ ἔσχε

### book 2.2

τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.

### book 3.1

Εἰ τὰς ἀληθείας ἁπλῶς τίς

### book 3.2

σοι λέγοι.

### book 1.1

Οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ’ ἂν

### book 1.2

σφόδρ’ ᾖ ψευδής· ἐπίσταντ’ αὐξάνειν αὐτήν

### book 1.3

τινες, δι’ οὓς

### book 1.4

φυλάττεσθαι τὰ τοιαῦτ’ ὀρθῶς ἔχει.

### book 2.1

Πολλὰ δύσκολα εὕροις ἂν ἐν

### book 2.2

τοῖς πᾶσιν· ἀλλ’ εἰ πλείονα τὰ συμφέροντ’ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.

### book 3

Πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ’ ἐστὶν κακῶν.

### book 4.1

Οὐκ ἔστιν ἑκτεὺς

### book 4.2

τοῦτο, μὰ τὸν Ἀσκληπιόν.

### book 5.1

Πεντεκτένους μὲν καὶ περίνησα

### book 5.2

πορφυρᾶ.

### book 1.1

Ὁ δ’ ἠδικηκὼς ὅστις ἔσθ’ οὗτός

### book 1.2

ποτε τὴν ὑμετέραν

### book 1.3

πενίαν, κακοδαίμων ἔσθ’, ὅτι

### book 1.4

τοῦτ’ ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται· εἰ καὶ σφόδρ’ εὐπορεῖ γάρ, ἀβεβαίως

### book 1.5

τρυφᾷ·[ln_5]τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει

### book 1.6

ταχύ.

### book 2.1

Εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης, κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν ἕνεκα μόνου νομίζεθ’ οὗτος

### book 2.2

τοῦ λαβεῖν, καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον[ln_5]ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ.

### book 3.1

Οὗτος κράτιστός ἐστ’ ἀνήρ, ὦ Γοργία, ὅστις ἀδικεῖσθαι

### book 3.2

πλεῖστ’ ἐπίστατ’ ἐγκρατῶς· τὸ δ’ ὀξύθυμον

### book 3.3

τοῦτο καὶ λίαν

### book 3.4

πικρόν δεῖγμ’ ἔστιν εὐθὺς πᾶσι μικροψυχίας.

### book 4.1

Ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά, κιττόν, δάφνην· κριθὰς δ’ ἐὰν

### book 4.2

σπείρω, πάνυ δίκαιος ὢν ἀπέδωχ’ ὅσας ἂν καταβάλω.

### book 5.1

Εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ, καὶ τῶν κατ’ ἄστυ

### book 5.2

πραγμάτων οὐ παντελῶς ἔμπειρος, ὁ δὲ χρόνος τί μ’ εἰδέναι

### book 5.3

ποιεῖ πλέον.

### book 6.1

Ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας εἰς ἔρωθ’ ἥκων

### book 6.2

σιωπᾷς καὶ μάτην

### book 6.3

ποθουμένους

### book 6.4

περιορᾷς γάμους

### book 6.5

σεαυτῷ.

### book 7.1

Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα

### book 7.2

τε ἐπέλαβεν αὐτόν.

### book 1.1

Ἐπὶ τοῦδ’ αὖθις οὑτοσὶ κακοδαίμων ἔφη, ὡς οὐκ ἂν ἐκδοίη γε θυγατέρ’ ἄσμενος, καὶ ταῦτα

### book 1.2

πεντήκοντα

### book 1.3

παιδίσκας ἔχων.

### book 2.1

Οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον

### book 2.2

προικὸς ἐξευρήκαμεν.

### book 1

Καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.

### book 1.1

Εἰ μέν

### book 1.2

τι κακὸν ἀληθὲς εἶχες, Φειδία, ζητεῖν ἀληθὲς φάρμακον

### book 1.3

τούτου ς’ ἔδει· νῦν δ’ οὐκ ἔχεις· τὸ φάρμακον εὕρηκας κενὸν

### book 1.4

πρὸς τὸ κενόν· οἰήθητι δ’ ὠφελεῖν τί σε.[ln_5]περιμαξάτωσάν ς’ αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν, ἀπὸ κρουνῶν

### book 1.5

τριῶν ὕδατι

### book 1.6

περίρραν’ ἐμβαλὼν ἅλας, φακούς.

### book 2.1

[spk_β]Ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί· ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος ἀπέρρηξ’. Β. εἰκότως, ὦ φλήναφε, σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρ’ οὐ θέλων[ln_5]καινὰς

### book 2.2

πρίασθαι.

### book 3.1

Οὐ δεῖ γὰρ ἀδικεῖν

### book 3.2

τοὺς ἱκέτας, ἄλλως

### book 3.3

τε καὶ ὅταν μετ’ εὐνοίας

### book 3.4

τι μὴ πονηρίᾳ πταίσωσιν· αἰσχρόν ἐστι

### book 3.5

τοῦτο γὰρ πάνυ.

### book 4.1

Παράδειγμα

### book 4.2

τοὺς Σύρους λαβέ· ὅταν φάγως’ ἰχθὺν ἐκεῖνοι, διά τινα αὐτῶν ἀκρασίαν

### book 4.3

τοὺς πόδας καὶ γαστέρα οἰδοῦσιν, ἔλαβον

### book 4.4

σακίον, εἶτ’ εἰς τὴν ὁδὸν[ln_5]ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν ἐξιλάσαντο τῷ τεταπεινῶσθαι

### book 4.5

σφόδρα.

### book 1.1

[spk_β]Τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία

### book 1.2

προελήλυθας. Β. ναί· πλάττομεν γὰρ

### book 1.3

πλάσματα, τὴν νύκτα τ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν.

### book 2

Μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει· χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.

### book 1.1

Συμπεριπατήσεις γὰρ

### book 1.2

τρίβων’ ἔχους’ ἐμοί, ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ’ ἡ γυνή.

### book 2.1

Ἐπὶ πείρᾳ δοὺς

### book 2.2

τριάκονθ’ ἡμέρας.

### book 3-4

Ὄρνεις φέρων ἐλήλυθα. Ὄρνιθας ἀποστέλλει.

### book 1

Βουληφόρως τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες ὅρασιν.

### book 2

Ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν.

### book 3

Οὐ Μεγάβυζος ἦν, ὅστις γένοιτο ζάκορος.

### book 4

Ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.

### book 1.1

Τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον

### book 1.2

Φυλήν, τὸ Νυμφαῖον δ’ ὅθεν

### book 1.3

προέρχομαι

### book 1.4

Φυλασίων.

### book 2.1

Περὶ χρημάτων λαλεῖς, ἀβεβαίου

### book 2.2

πράγματος· εἰ μὲν γὰρ οἶσθα

### book 2.3

ταῦτα

### book 2.4

παραμενοῦντά σοι ἅπαντα τὸν

### book 2.5

χρόνον, φύλαττε μηδενὶ ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος·[ln_5]εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ’ ἔχεις, τί ἂν

### book 2.6

φθονοίης, ὦ πάτερ, τούτων

### book 2.7

τινί; αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ παρελομένη

### book 2.8

σου πάντα

### book 2.9

προσθήσει πάλιν. διόπερ ἐγώ σέ φημι δεῖν, ὅσον

### book 2.10

χρόνον[ln_10]εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους

### book 2.11

ποιεῖν οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ ἀθάνατόν ἐστι, κἄν

### book 2.12

ποτε

### book 2.13

πταίσας τύχῃς, ἐκεῖθεν ἔσται

### book 2.14

ταὐτὸ τοῦτό σοι πάλιν.

### book 2

[ln_15]πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.

### book 3.1

Ὡς θύουσι δ’ οἱ τοιχωρύχοι, κοίτας φέροντες, σταμνί’, οὐχὶ τῶν θεῶν ἕνεκ’, ἀλλ’ ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές, καὶ τὸ πόπανον

### book 3.2

τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ[ln_5]ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν καὶ τὴν

### book 3.3

χολὴν ὀστᾶ τ’ ἄβρωτα

### book 3.4

τοῖς θεοῖς ἐπιθέντες, αὐτοὶ τἄλλα καταπίνους’ ἀεί.

### book 4

Οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· ἱεροπρεπής πώς ἐστιν ἡμῖν ἡ τέχνη.

### book 5ab.1

Οὐδενὸς

### book 5ab.2

χρὴ πράγματος τὸν εὖ πονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε. Ἁλωτὰ γίγνετ’ ἐπιμελείᾳ καὶ πόνῳ ἅπαντα.

### book 8.1

Σιωπῇ φασι

### book 8.2

τούτῳ τῷ θεῷ οὐ δεῖν

### book 8.3

προσιέναι.

### book 9

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.

### book 1.1

Πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη

### book 1.2

τοσαῦθ’; ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι.

### book 2

Λουτρὸν θεραπαίνας ἀργυρώματα.

### book 3.1

Ἐξ ἱσταρίου δ’ ἐκρέματο

### book 3.2

φιλοπόνως πάνυ. . . . . . καὶ θεραπαινὶς ἦν μία· αὕτη

### book 3.3

συνύφαινε ῥυπαρῶς διακειμένη.

### book 4.1

Ἀνδρὸς

### book 4.2

χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

### book 5.1

Πᾶς

### book 5.2

πατὴρ μωρός.

### book 6.1

Οἴκοι μένειν

### book 6.2

χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.

### book 7

Μετ’ ἄριστον γὰρ ὡς ἀμυγδαλὰς ἐγὼ παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν.

### book 1

Οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ τὰ μηδὲ προσδοκώμεν’ ἔκστασιν φέρει.

### book 2

Τοῦ δ’ ἆρα Κωρυκαῖος ἠκροάσατο.

### book 3.1

[spk_β]Πίε. Β. πιεῖν ἀναγκάσω τὴν ἱερόσυλον

### book 3.2

πρῶτα.

### book 1.1

Ἐξώλης ἀπόλοιθ’ ὅστις

### book 1.2

ποτέ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ μεταγενής.

### book 2.1

Τρία γάρ ἐστι, δέσποτα, δι’ ὧν ἅπαντα γίγνετ’, ἢ κατὰ τοὺς νόμους, ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει

### book 2.2

τινί.

### book 3.1

Ἐφ’ ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε, τὸ δοκεῖν

### book 3.2

τιν’ εἶναι· καὶ γὰρ ἄλλους μυρίους.

### book 4.1

Ὡς ἀγαθόν ἐστι

### book 4.2

πρᾶγμα τὸ γενέσθαι

### book 4.3

τινός

### book 4.4

πατέρα.

### book 5-6.1

Καὶ νῦν ὑπὲρ

### book 5-6.2

τούτων

### book 5-6.3

συνάγουσι κατὰ μόνας. Ἐπλήρωσέν

### book 5-6.4

τε τὸ συναγώγιον.

### book 1.1

Τὸ σὸν

### book 1.2

ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν ἔξω

### book 1.3

φανεῖται, φίλ’ ἄνερ· ἂν δ’ αὐτὸς

### book 1.4

ποιῇς

### book 1.5

ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί, οἰκεῖος οὗτος κατάγελως νομίζεται.

### book 2.1

Τὰ γὰρ

### book 2.2

τολμηρὰ τῶν ὄχλων ἔχει ἐν

### book 2.3

τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους, ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ, ἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο.

### book 3.1

Τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις

### book 3.2

τοῦθ’ ἓν μόνον, ἂν βραχεῖς αὐτοὺς

### book 3.3

ποιῇ τις τόν

### book 3.4

τε καιρὸν εὖ λάβῃ.

### book 1

Ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται λαλεῖν ἀπ’ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.

### book 2.1

Ὥσπερ τῶν

### book 2.2

χορῶν οὐ πάντες ᾄδους’, ἀλλ’ ἄφωνοι δύο

### book 2.3

τινές ἢ τρεῖς

### book 2.4

παρεστήκασι πάντων ἔσχατοι εἰς τὸν ἀριθμόν, καὶ τοῦθ’ ὁμοίως

### book 2.5

πως ἔχει·[ln_5]χώραν κατέχουσι, ζῶσι δ’ οἷς ἔστιν βίος.

### book 3

Τί δ’ ἂν ἔχοι νεκρὸς ἀγαθόν, ὅπου γ’ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν.

### book 4.1

Ἢ δεῖ μόνον ζῆν ἢ γενόμενον

### book 4.2

πατέρα

### book 4.3

παίδων ἀποθανεῖν· οὕτω τὸ μετὰ ταῦτ’ ἔστι

### book 4.4

τοῦ βίου

### book 4.5

πικρόν.

### book 5-6.1

Ἀλεκτρυών

### book 5-6.2

τις ἐκεκράγει μέγα. . . . . οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν; Αὕτη πότ’ ἐξεσόβησε τὰς ὄρνεις μόλις.

### book 7

Ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.

### book 1.1

Μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν

### book 1.2

παντὶ δεῖ καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ, καὶ τὸν

### book 1.3

παρατυγχάνοντα

### book 1.4

τούτου

### book 1.5

τοῦ μέρους ἔχειν

### book 1.6

πρόνοιαν κοινόν ἐστι τῷ βίῳ.

### book 2.1

Ἀργὸς δ’ ὑγιαίνων

### book 2.2

τοῦ πυρέττοντος

### book 2.3

πολύ ἔστ’ ἀθλιώτερος, διπλάσια γοῦν ἐσθίει μάτην.

### book 3.1

Ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν

### book 3.2

πολύ αἴσχιστόν ἐστι, τὸ δ’ ὀδυνᾶσθ’ ἀνθρώπινον.

### book 4

Οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

### book 5.1

Οἴει

### book 5.2

τοσαύτην

### book 5.3

τοὺς θεοὺς ἄγειν

### book 5.4

σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ’ ἡμέραν νέμειν ἑκάστῳ, Σμικρίνη;

### book 6

Ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.

### book 8

Οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ.

### book 9.1

Ἐπιτρεπτέον

### book 9.2

τινί ἔστι

### book 9.3

περὶ τούτων.

### book 2.1

Μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι

### book 2.2

χειμῶνας ἑτέρους, τοὺς δ’ ἀναγκαίους φέρε.

### book 3

Οὗτός ἐστι γαλεώτης γέρων.

### book 4.1

Πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης

### book 4.2

φασὶν οἱ σοφώτατοι.

### book 1.1

Ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς, ἐν

### book 1.2

τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.

### book 2-3.1

Ἐπ’ ἀρίστῳ λαβών ὀψάριον. Τῶν ἰχθυοπωλῶν ἀρτίως

### book 2-3.2

τις

### book 2-3.3

τεττάρων

### book 2-3

[spk_β]δραχμῶν ἐπώλει κωβιούς. Β. πολλοῦ σφόδρα.

### book 1.1

Ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει ἀργύριον, ἀλλ’ ἔδωκεν εὔνους γενόμενος, πόρνης βουλὴν ἔδειξεν εὐπορίας

### book 1.2

τινός, ἣν ἂν

### book 1.3

παρίῃς μηκέτ’ αἰτιῶ θεόν,[ln_5]ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.

### book 2.1

Οὐδείς μ’ ἀρέσκει

### book 2.2

περιπατῶν ἔξω θεός μετὰ γραός, οὐδ’ εἰς οἰκίαν

### book 2.3

παρεισιών ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεόν οἴκοι μένειν σώζοντα

### book 2.4

τοὺς ἱδρυμένους.

### book 3.1

Ἐλεεῖν δ’ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος. ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς

### book 3.2

ποιεῖ. μί’ ἐστὶν ἀρετὴ τὸν ἄτοπον

### book 3.3

φεύγειν ἀεί.

### book 4.1

Ὧν δὲ μὴ αἴτιος

### book 4.2

τρόπος τά γ’ ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.

### book 5

Τὸν δὲ παῖδ’ οὐδ’ εἴδομεν, ἀλλ’ ἁρπαγὴν αὐτῷ κατασκευάζομεν.

### book 1.1

Δέσποιν’, Ἔρωτος οὐδὲν ἰσχύει

### book 1.2

πλέον, οὐδ’ αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν Ζεύς, ἀλλ’ ἐκείνῳ πάντ’ ἀναγκασθεὶς

### book 1.3

ποιεῖ.

### book 2

Ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον, τοὐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα.

### book 3

Ὡς οἰκτρόν, ἣ τὰ τοιαῦτα δυστυχῶ μόνη, ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει.

### book 4

Πεφαρμάκευς’ ὦ γλυκύτατ’ ἀναλυθεὶς μόλις.

### book 5.1

Εὖ ἴσθι, κἀγὼ τοῦτο

### book 5.2

συγχωρήσομαι.

### book 6.1

Χοῦς κεκραμένου οἴνου· λαβὼν ἔκπιθι

### book 6.2

τοῦτον.

### book 1.1

Ἐμοὶ μὲν οὖν ἄειδε

### book 1.2

τοιαύτην, θεά, θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν

### book 1.3

πυκνά, μηδενὸς ἐρῶσαν, προσποιουμένην δ’ ἀεί.

### book 2.1

Φθείρουσιν ἤθη

### book 2.2

χρήσθ’ ὁμιλίαι κακαί.

### book 1.1

Μικρά γε

### book 1.2

πρόφασίς ἐστι

### book 1.3

τοῦ πρᾶξαι κακῶς.

### book 2.1

Εὐθυμία βέλτιστε τὸν δοῦλον

### book 2.2

τρέφει.

### book 3.1

Καὶ τὸ κεράμιον ἀνέῳχας· ὄζεις, ἱερόσυλ’, οἴνου

### book 3.2

πολύ.

### book 4

Ἔλυς’ ἐμαυτὸν εἶτ’ ἀπέδραν μόνος.

### book 1

Ὁ πλεῖστον νοῦν ἔχων μάντις τ’ ἄριστός ἐστι σύμβουλός θ’ ἅμα.

### book 2.1

Εἴ τις

### book 2.2

προσελθών μοι θεῶν λέγοι „Κράτων, ἐπὰν ἀποθάνῃς, αὖθις ἐξ ἀρχῆς ἔσει· ἔσει δ’ ὅ τι ἂν βούλῃ, κύων, πρόβατον, τράγος, ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ

### book 2.3

σε δεῖ·[ln_5]εἱμαρμένον

### book 2.4

τοῦτ’ ἐστίν, ὅ τι βούλει δ’ ἑλοῦ·“ ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ, ποίει με

### book 2.5

πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ κακῶς

### book 2.6

τε πράττει

### book 2.7

τοῦτο τὸ ζῷον μόνον. ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει[ln_10]ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων, ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς

### book 2.8

πολύ. ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ ἐστίν, ὁ δ’ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα. ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενὴς

### book 2.9

σφόδρα,

### book 2.1

[ln_15]γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει. πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης

### book 2.2

τρίτα λέγει. ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς

### book 2.3

χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.

### book 3.1

Καὶ ταχύ πάλιν τὸ πρῶτον

### book 3.2

περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου.

### book 4

Μέσως μεθύων τὴν θηρίκλειον ἔσπασεν.

### book 1.1

Εἶτ’ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως καὶ τιμιώτατός γε τῶν πάντων

### book 1.2

πολύ; οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς

### book 1.3

σφόδρα ἄνθρωπος, οὐδ’ οὕτως ἀκριβὴς

### book 1.4

τοὺς

### book 1.5

τρόπους,[ln_5]ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει τῆς οὐσίας· ὅσοις μὲν οὖν

### book 1.6

πράως ἔχει, νέοις ἔτ’ οὖσι

### book 1.7

τοῦτο

### book 1.8

προστάττει

### book 1.9

ποιεῖν· οἱ δ’ εἰς τὸ γῆρας ἀναβολὰς

### book 1.10

ποιούμενοι, οὗτοι

### book 1.11

προσαποτίνουσι

### book 1.12

τοῦ χρόνου τόκους.

### book 2

Πολλοῖς ὑπέκκαυμ’ ἐστ’ ἔρωτος μουσική.

### book 3.1

Ὅταν δ’ ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται, εἰς

### book 3.2

τοὺς ἰαλέμους

### book 3.3

τε τοῦτον ἔγγραφε.

### book 4.1

Ἄσιτος ἑπτὰ μῆνας, ὕδατος

### book 4.2

στράγγ’ ἔχων.

### book 1.1

Κατὰ πόλλ’ ἄρ’ ἐστὶν οὐ καλῶς εἰρημένον τὸ γνῶθι

### book 1.2

σαυτόν· χρησιμώτερον γὰρ ἦν τὸ γνῶθι

### book 1.3

τοὺς ἄλλους.

### book 2.1

Ὁ δεύτερος

### book 2.2

πλοῦς ἐστι δήπου λεγόμενος, ἂν ἀποτύχῃ τις

### book 2.3

πρῶτον, ἐν κώπαισι

### book 2.4

πλεῖν.

### book 3

Φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον.

### book 4.1

Ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν

### book 4.2

παρατρέφεσθαι.

### book 1.1

Οὐδεὶς δι’ ἀνθρώπου θεὸς σώζει, γύναι, ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεόν

### book 1.2

τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο

### book 1.3

ποιῶν ἐστὶ μείζων

### book 1.4

τοῦ θεοῦ.[ln_5]ἀλλ’ ἔστι τόλμης καὶ βίου

### book 1.5

ταῦτ’ ὄργανα εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη, εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.

### book 2.1

Τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, τὴν αὐλίαν· πέρας γὰρ αὔλιος θύρα ἐλευθέρᾳ γυναικὶ νενόμιστ’ οἰκίας· τὸ δ’ ἐπιδιώκειν εἴς

### book 2.2

τε τὴν ὁδὸν

### book 2.3

τρέχειν,[ln_5]ἔτι λοιδορουμένην, κυνός ἐστ’ ἔργον, Ῥόδη.

### book 1-2.1

Οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει μεῖζον λογισμοῦ τῷ διαθέσθαι

### book 1-2.2

πράγματα. Ἕκαστός ἐστι τῷ λογίσασθαι κατὰ τρόπον ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν[ln_5]σύμβουλος· ὁ διαφέρων λογισμῷ πάντ’ ἔχει.

### book 1.1

Μόνιμός

### book 1.2

τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος, μίαν δὲ πήραν οὐκ ἔχων, πήρας μὲν οὖν

### book 1.3

τρεῖς· ἀλλ’ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατ’ οὐδὲν ἐμφερὲς μὰ τὸν Δία[ln_5]τῷ γνῶθι

### book 1.4

σαυτόν, οὐδὲ τοῖς βοωμένοις

### book 1.5

τούτοις· ὑπερεῖδε

### book 1.6

ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν· τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.

### book 2-3.1

Τὰ δ’ ἐκ μέσου

### book 2-3.2

τριπόδια καὶ τραγήματα.

### book 1.1

Τὸ γὰρ

### book 1.2

προθύμως μὴ πονήσαντας

### book 1.3

τυχεῖν εὐδαιμονίας εἴωθ’ ὑπερηφανίας

### book 1.4

ποιεῖν.

### book 2.1

Ἀλογίστου

### book 2.2

τρόπου ἀτύχημα

### book 2.3

φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.

### book 3.1

Ἐδεῖτο

### book 3.2

χρῆσαι τὴν

### book 3.3

σεαυτῆς θυγατέρα ἀντάλλαγον.

### book 4

Ὃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.

### book 5.1

Γραῦς

### book 5.2

τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν.

### book 2.1

Ὦ μεγίστη τῶν θεῶν νῦν οὖς’ ἀναίδει’, εἰ θεὸν καλεῖν

### book 2.2

σε δεῖ. δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός. ἐφ’ ὅσον βαδίζεις, ἐφ’ ὅσον ἥξειν μοι δοκεῖς

### book 3.1

Περὶ τὸν

### book 3.2

τράχηλον ἁλύσιόν τίς

### book 3.3

σοι δότω.

### book 1.1

Ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω

### book 1.2

φακῆν.

### book 2.1

Αὑτὸν γὰρ οὐδεὶς οἶδε

### book 2.2

τοῦ ποτ’ ἐγένετο, ἀλλ’ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.

### book 3.1

Ἔργον ἐκ

### book 3.2

πολλοῦ χρόνου ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.

### book 4

Ἄιδοντα λιτυέρσην ἀπ’ ἀρίστου τέως.

### book 5.1

Τὸ καλῶς ἔχον

### book 5.2

που κρεῖττόν ἐστι καὶ νόμου.

### book 6

Χρεία διδάσκει κἂν ἄμουσος ᾖ σοφόν Καρχηδόνιον.

### book 1.1

Παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν

### book 1.2

τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι

### book 1.3

πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν

### book 1.4

τινα, ἵνα

### book 1.5

πυνθάνωνται

### book 1.6

τοὺς κεκλημένους ἐάν[ln_5]πλείους

### book 1.7

τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών.

### book 2.1

Εἶτ’ εὐθὺς οὕτω τὰς

### book 2.2

τραπέζας αἴρετε, μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς

### book 2.3

ποίει.

### book 3

[spk_β]Ἡδὺ τὸ μύρον, παιδάριον; Β. ἡδύ· πῶς γὰρ οὔ; νάρδινον.

### book 4.1

Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν

### book 4.2

συλλαμβάνει.

### book 1.1

Ὤιμην ἐγὼ τοὺς

### book 1.2

πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι

### book 1.3

πρόσεστιν, οὐ στένειν τὰς νύκτας, οὐδὲ στρεφομένους ἄνω κάτω οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν

### book 1.4

τινα[ln_5]ὕπνον καθεύδειν, ἀλλὰ τῶν

### book 1.5

πτωχῶν

### book 1.6

τινα. νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ. ἆρ’ ἐστὶ συγγενές

### book 1.7

τι λύπη καὶ βίος; τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ[ln_10]πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.

### book 2.1

Τὸ κουφότατόν

### book 2.2

σε τῶν κακῶν πάντων δάκνει, πενία· τί γὰρ

### book 2.3

τοῦτ’ ἐστίν; ἧς γένοιτ’ ἂν εἷς φίλος βοηθήσας ἰατρὸς ῥᾳδίως.

### book 3

Εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα, τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως;

### book 4

Τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης, ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ.

### book 5-6.1

Οὐκ οἰκοσίτους

### book 5-6.2

τοὺς ἀκροατὰς λαμβάνεις. Φιλόμουσον εἶν’ αὐτὸν πάνυ, ἀκούσματ’ εἰς

### book 5-6.3

τρυφήν

### book 5-6.4

τε παιδεύεσθ’ ἀεί.

### book 7.1

Οὕτω

### book 7.2

τι πρᾶγμ’ ἐστ’ ἐπίπονον τὸ προσδοκᾶν.

### book 8.1

Ὡς

### book 8.2

ποικίλον

### book 8.3

πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη.

### book 1

Οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν, ἀλλ’ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.

### book 2.1

Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σώζει

### book 2.2

τε πολλὰ τῶν ἀοράτων

### book 2.3

πραγμάτων.

### book 1.1

[spk_στ]Κοτύλας

### book 1.2

χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ

### book 1.3

χρυσοῦν, Στρουθία, τρὶς ἐξέπιον μεστόν γ’. ΣΤ. Ἀλεξάνδρου

### book 1.4

πλέον

### book 1.5

τοῦ βασιλέως πέπωκας. Β. οὐκ ἔλαττον, οὔ,[ln_5]μὰ τὴν Ἀθηνᾶν. ΣΤ. μέγα γε.

### book 2.1

Γέλωτι

### book 2.2

πρὸς τὸν Κύπριον ἐκθανούμενος.

### book 3.1

Σπονδή· δίδου σὺ σπλάγχν’ ἀκολουθῶν· ποῖ βλέπεις; σπονδή· φέρ’ ὦ παῖ Σωσία· σπονδή· καλῶς. ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι πᾶσι πάσαις· λάμβανε[ln_5]τὴν γλῶτταν ἐν

### book 3.2

τούτῳ· διδόναι

### book 3.3

σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων

### book 3.4

τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι· ταῦτ’ εὐχώμεθα.

### book 4.1

Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν

### book 4.2

σφόδρα.

### book 5

Κωβιός, ἠλακατῆνες, [καὶ] κυνὸς οὐραῖον.

### book 6.1

Οὐδεὶς ἐπλούτησεν

### book 6.2

ταχέως δίκαιος ὤν· ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται, ὁ δὲ τὸν πάλαι

### book 6.3

τηροῦντ’ ἐνεδρεύσας πάντ’ ἔχει.

### book 7.1

Ἀλλ’ οὐδὲ γενητὴν δύναμαι εὑρεῖν οὐδένα ἐκ τῶν

### book 7.2

τοσούτων, καὶ ἀπείλημμαι μόνος.

### book 1.1

Ὥστε μηδεὶς

### book 1.2

πρὸς θεῶν

### book 1.3

πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ· ἴσως γὰρ ἀγαθοῦ τοῦτο

### book 1.4

πρόφασις γίγνεται.

### book 2-3.1

Τὸ γνῶθι

### book 2-3.2

σαυτὸν ἔστιν ἂν τὰ πράγματα ἴδῃς τὰ σαυτοῦ καὶ τί σοι

### book 2-3.3

ποιητέον.

### book 1.1

Τἀργύριον εἶναι μειράκιόν

### book 1.2

σοι

### book 1.3

φαίνεται οὐ τῶν ἀναγκαίων καθ’ ἡμέραν μόνον

### book 1.4

τιμὴν

### book 1.5

παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων, ὄξους, ἐλαίου, μείζονος δ’ ἄλλου

### book 1.6

τινός·[ln_5]ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν

### book 1.7

συναγάγῃς τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἀποθανεῖ καὶ ταῦτα καταλείψεις

### book 1.8

τισίν. τί οὖν λέγω; μηδ’ αὐτὸς εἰ σφόδρ’ εὐπορεῖς πίστευε

### book 1.9

τούτῳ, μήτε τῶν

### book 1.10

πτωχῶν πάλιν[ln_10]ἡμῶν καταφρόνει, τοῦ δέ γ’ εὐτυχεῖν ἀεί πάρεχε

### book 1.11

σεαυτὸν

### book 1.12

τοῖς ὁρῶσιν ἄξιον.

### book 2

Οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται,[ln_5]ἐπὰν δ’ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί, ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός.

### book 3

Τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.

### book 1.1

Οὗ δὴ λέγεται

### book 1.2

πρώτη

### book 1.3

Σαπφὼ τὸν ὑπέρκομπον θηρῶσα Φάων’ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατ’ εὐχὴν[ln_5]σήν, δέσποτ’ ἄναξ, εὐφημείσθω τέμενος

### book 1.4

περὶ Λευκάδος ἀκτῆς.

### book 2.1

Ὅστις ὑπέχει

### book 2.2

χρυσίῳ τὴν

### book 2.3

χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.

### book 3

Ἀεὶ νομίζονθ’ οἱ πένητες τῶν θεῶν.

### book 4

Ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς.

### book 1.1

Εἶτ’ οὐχ ὅμοια

### book 1.2

πράττομεν καὶ θύομεν; ὅπου γε

### book 1.3

τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω

### book 1.4

προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας[ln_5]Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι, μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον. δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς

### book 1.5

ταῦτ’ ἀνελεῖν τὴν ζημίαν,[ln_10]πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γ’ ὁ θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν

### book 1.6

τις ἅμα τὴν ἔγχελυν,

### book 1.1

ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν

### book 1.2

συγγενῶν.

### book 2.1

Ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν

### book 2.2

Χαιρεφῶν, ἱερὸν γάμον φάσκων

### book 2.3

ποιήσειν δευτέραν μετ’ εἰκάδα καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις·[ln_5]τὰ τῆς θεοῦ γὰρ

### book 2.4

πανταχῶς ἔχειν καλῶς.

### book 3

Εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλ’ ὁ τιοῦν ἕτερον.

### book 1

Οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν· ἀσχημοσύνης γὰρ γίγνετ’ ἐνίοις αἴτιος.

### book 2.1

Προπίνων θηρίκλειον

### book 2.2

τρικότυλον.

### book 1.1

[spk_β]Πρὸς τὸ πρᾶγμ’ ἔχω κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις· τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δ’ ἀγάθ’ οὐκέτι βλέπεις.[ln_5]εὕροις δ’ ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε, ἀγαθόν, ὅπου

### book 1.2

τι μὴ πρόσεστι καὶ κακόν. γυνὴ πολυτελής ἐστ’ ὀχληρόν, οὐδ’ ἐᾷ ζῆν τὸν λαβόνθ’ ὡς βούλετ’· ἀλλ’ ἔνεστί τι ἀγαθὸν ἀπ’ αὐτῆς, παῖδες· ἐλθόντ’ εἰς νόσον[ln_10]τὸν ἔχοντα

### book 1.3

ταύτην ἐθεράπευσεν ἐπιμελῶς, ἀτυχοῦντι

### book 1.4

συμπαρέμεινεν, ἀποθανόντα

### book 1.5

τε ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα εἰς

### book 1.6

ταῦθ’, ὅταν λυπῇ τι τῶν καθ’ ἡμέραν. οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ’· ἂν δ’ ἐκλέγῃ[ln_15]ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθείς τῶν

### book 1.7

προσδοκωμένων, ὀδυνήσει διὰ τέλους.

### book 4-5.1

Ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοί μάλιστα

### book 4-5.2

τοὺς γήμαντας· ἀεὶ γάρ

### book 4-5.3

τινα ἄγειν ἑορτήν ἐστ’ ἀνάγκη. Ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,[ln_5]ἐκυμβάλιζον δ’ ἑπτὰ θεράπαιναι κύκλῳ· αἱ δ’ ὠλόλυζον.

### book 6.1

Ὄμνυμί σοι τὸν ἥλιον, ἦ μὴν ἀποίσειν

### book 6.2

σοι γραφὴν κακώσεως.

### book 7

Ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις, μία δραχμή.

### book 9

[spk_γλ]Χαῖρ’ ὦ Γλυκέριον. ΓΛ. καὶ σύ. Α. πολλοστῷ χρόνῳ ὁρῶ σε.

### book 10

Ἀλλ’ οὐδὲ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι.

### book 11

Χλαμύδα, καυσίαν, λόγχην, ἀορτήν, ἱμάτια.

### book 1-2.1

Ἐκ Κύπρου λαμπρῶς πάνυ

### book 1-2.2

πράττων· ἐκεῖ γὰρ ὑπό τιν’ ἦν τῶν βασιλέων.

### book 3-4.1

Παιδισκάριόν με καταδεδούλωκ’ εὐτελές, ὃν οὐδὲ εἷς τῶν

### book 3-4.2

πολεμίων οὐπώποτε.

### book 5-6.1

Παρ’ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι καὶ βούλομαι

### book 5-6.2

τοῦτ’, οὐ ποιῶ δέ. Ἄπολλον, ἀνθρώπων τίν’ ἀθλιώτερον ἑόρακας; ἆρ’ ἐρῶντα δυσποτμώτερον;

### book 7-8.1

Εἰ γὰρ ἐπίδοιμι

### book 7-8.2

τοῦτο, καὶ ψυχὴν πάλιν λάβοιμ’ ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεούς οὕτως δικαίους ἐστὶν εὑρεῖν ὦ Γέτα; Οὐπώποτ’ ἠράσθης Γέτα;

### book 7-8

[ln_5][spk_γ]Γ. οὐ γὰρ ἐνεπλήσθην.

### book 9.1

Ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον

### book 9.2

τοῦτό σου καὶ λανθάνειν βουλόμενον ἡ μέθη

### book 9.3

ποτέ.

### book 10-11.1

Τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις

### book 10-11.2

περιπατῶν. Εἴσελθε κἂν νῦν ὦ μακάριε,

### book 12.1

Λακωνική κλείς ἐστιν ὡς ἔοικέ μοι

### book 12.2

περιοιστέα.

### book 13

Ὦ πάτερ μισοῦσι μὲν Θράσων’, ἀπεκτάγκασι δ’ οὔ.

### book 1.1

Ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλόν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον

### book 1.2

πρῶτος λέγω

### book 1.3

σοι τόν

### book 1.4

τε χρυσοῦν κάνθαρον.

### book 1.1

[ln_5][spk_στ]ΣΤ. ποῖον; Α. τὸ πλοῖον· οὐδὲν οἶσθας ἄθλιε. ΣΤ. τὴν ναῦν

### book 1.2

σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μήν τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς ὁ Καλύμνιος, Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος.

### book 2.1

Ὦ φιλτάτη γῆ μῆτερ, ὡς

### book 2.2

σεμνὸν

### book 2.3

σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα

### book 2.4

πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν, εἴ τις

### book 2.5

πατρῴαν

### book 2.6

παραλαβών γῆν καταφάγοι, πλεῖν

### book 2.7

τοῦτον ἤδη διὰ τέλους,[ln_5]καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο οἷον

### book 2.8

παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

### book 3.1

Ὅ τε

### book 3.2

Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς;

### book 4.1

Καὶ φύσει

### book 4.2

πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.

### book 5

Ὦ Ζεῦ πολυτίμηθ’, οἷόν ἐστ’ ἐλπὶς κακόν.

### book 1.1

Ἀνδρὸς πένητος υἱὸς ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν

### book 1.2

πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν.

### book 2.1

Οὕτως ἀσυλλόγιστον ἡ τύχη

### book 2.2

ποιεῖ, τὸ συμφέρον τί ποτ’ ἐστὶν ἀνθρώπου βίῳ, [οὐ χρῆται νόμοις, καθ’ οὓς κρίνει τὰ πράγματα] οὐδ’ ἔστιν εἰπεῖν ζῶντα

### book 2.3

ταῦτ’ οὐ πείσομαι.

### book 1.1

Ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις ἀποδῷ τι

### book 1.2

σεμνόν, τοῦτο δ’ ἡ τύχη κακοῖ.

### book 2

Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος.

### book 3

Μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας ὀβολοὺς φέρων.

### book 1.1

Ἅπας ἐρυθριῶν

### book 1.2

χρηστὸς εἶναί μοι δοκεῖ.

### book 2

Χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλές εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.

### book 1.1

Καίτοι νέος πότ’ ἐγενόμην κἀγώ, γύναι, ἀλλ’ οὐκ ἐλούμην

### book 1.2

πεντάκις τῆς ἡμέρας τότ’· ἀλλὰ νῦν. οὐδὲ χλανίδ’ εἶχον· ἀλλὰ νῦν. οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι,[ln_5]καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ· κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

### book 2.1

Διαφέρει

### book 2.2

Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς

### book 2.3

ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος

### book 2.4

πρὸς τὴν

### book 2.5

σελήνην ἔτρεχε τὴν

### book 2.6

σκιὰν ἰδών[ln_5]ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ.

### book 3.1

Τοῦθ’ ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα δεῖπνόν ἐστιν; ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει

### book 3.2

τοὺς

### book 3.3

παρόντας; εἶτα δεῖπνον ἕτερον εἰς

### book 3.4

τρίτην βλέπει, . . . . . εἶτα

### book 3.5

περίδειπνον πάλιν.

### book 4.1

Ὁ λιμὸς ὑμῶν τὸν καλὸν

### book 4.2

τοῦτον δακών

### book 4.3

Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.

### book 5.1

Οὐκ ἔστι μοιχοῦ πρᾶγμα

### book 5.2

τιμιώτερον θανάτου γάρ ἐστιν ὤνιον.

### book 1.1

Ἅπαντα δουλεύειν ὁ δοῦλος μανθάνει, πονηρὸς ἔσται· μεταδίδου

### book 1.2

παρρησίας, βέλτιστον αὐτὸν

### book 1.3

τοῦτο

### book 1.4

ποιήσει

### book 1.5

πολύ.

### book 2.1

Ἐφέσια

### book 2.2

τοῖς γαμοῦσιν οὗτος

### book 2.3

περιπατεῖ λέγων ἀλεξιφάρμακα.

### book 3

Χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν· καλὸν ἦν ἂν οὕτως.

### book 4.1

Μάραγδον εἶναι

### book 4.2

ταῦτ’ ἔδει καὶ σάρδια.

### book 5

Εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν.

### book 1

Πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.

### book 2.1

Ἀλλὰ τῶν

### book 2.2

χρηστῶν ἔχει τίν’ ἐπιμέλειαν καὶ θεός.

### book 3.1

Μικρὸν ἐπιμείνας

### book 3.2

προστρέχει, ἠγόρακά σοι

### book 3.3

περιστέρια λέγων.

### book 4

[spk_β]Νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἢν ἀφύβρικα.

### book 1.1

Πεποιήκατ’ ἔργον οὐχ ἑταίρων . . . . . . . . . . ταὐτὰ δ’ ὄντα γράμματα τὴν

### book 1.2

προσαγόρευσιν οὐ σφόδρ’ εὔσημον

### book 1.3

ποιεῖ.

### book 2.1

Στρατεία δ’ οὐ φέρει

### book 2.2

περιουσίαν οὐδεμί’, ἐφήμερον δὲ καὶ προπετῆ βίον, οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.

### book 3.1

Αἰσχρὸν γενέσθαι

### book 3.2

πτωχὸν ἀσθενῆ θ’ ἅμα.

### book 4.1

Εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει· τὸν

### book 4.2

πλησίον γὰρ οἴεται μᾶλλον

### book 4.3

φρονεῖν ὁ τοῖς λογισμοῖς

### book 4.4

τοῖς ἰδίοις

### book 4.5

πταίων ἀεί.

### book 5-6.1

Ὁλκὴν

### book 5-6.2

ταλάντου

### book 5-6.3

χρυσίου

### book 5-6.4

σοι, παιδίον, ἕστηκα

### book 5-6.5

τηρῶν. Μακάριος ἐκεῖνος δεκατάλαντον καταφαγών.

### book 7

Ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.

### book 8

Τοὺς ὄφεις καλῶς γέ μοι ἠγόρασας.

### book 1-2.1

Οὕτω

### book 1-2.2

ποθεινόν ἐστιν ὁμότροπος φίλος. Οὐδείς ἐστί μοι ἀλλότριος ἂν ᾖ χρηστός· ἡ φύσις μία πάντων, τὸ δ’ οἰκεῖον

### book 1-2.3

συνίστησιν

### book 1-2.4

τρόπος.

### book 3.1

Ὅμως δ’ ἀπόδειξον

### book 3.2

ταῦτα τῇ γυναικί σου.

### book 4-5

Οἵαν ἀδικῶ γυναῖχ’ ὁ δυσδαίμων ἐγώ. Ὁ δ’ ἀλάστωρ ἐγώ καὶ ζηλότυπος ἄνθρωπος.

### book 1.1

Ὅστις

### book 1.2

παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος, ἐπαβελτερώσας τόν

### book 1.3

ποτ’ ὄντ’ ἀβέλτερον.

### book 2.1

Οὐπώποτ’ ἐζήλωσα

### book 2.2

πολυτελῆ νεκρόν· εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρ’ ἔρχετ’ εὐτελεῖ.

### book 3

Ὅς’ ἐστὶ μαλακὰ συλλαβών ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος.

### book 4.1

Ἐπὶ τῶν ἁμαξῶν εἰσι

### book 4.2

πομπεῖαί τινες

### book 4.3

σφόδρα λοίδοροι.

### book 5.1

Οὐδεμίαν ἡ γραῦς ὅλως κύλικα

### book 5.2

παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.

### book 6

Τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον.

### book 7

Οὐδ’ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος.

### book 1.1

Ἐπ’ ἀμφότερα νῦν ἅτ’ ἐπίκληρος οὖσα δή μέλλει καθευδήσειν· κατείργασται μέγα καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,[ln_5]ἵν’ ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης

### book 1.2

πρόσωπον· ἥ γ’ εὔγνωστος εἶχέ με γυνή δέσποινα, καὶ τὴν ὄψιν ἣν ἐκτήσατο ὄνος ἐν

### book 1.3

πιθήκοις ἐστὶ δὴ τὸ λεγόμενον. τοῦτο

### book 1.4

σιωπᾶν βούλομαι τὴν νύκτα τὴν[ln_10]πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην λαβεῖν ἔμ’, ἑκκαιδεκατάλαντον ὦ θεοί γύναιον οὖσαν πήχεως. εἶτ’ ἐστὶ τὸ φρύαγμα εἴπως ἀνυπόστατον; μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.

### book 1

[ln_15]παιδισκάριον θεραπευτικὸν δὲ λόγου τάχιον, ἀπαγέσθω δέ τις ἢ ἄρ’ ἀντεισαγάγοι.

### book 2.1

Ἔχω δ’ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι

### book 2.2

τοῦτ’; εἶτ’ ἄρ’ οὐχί; κυρίαν τῆς οἰκίας καὶ τῶν ἀγρῶν καὶ πάντων ἀντ’ ἐκείνης ἔχομεν, Ἄπολλον, ὡς

### book 2.3

χαλεπῶν

### book 2.4

χαλεπώτατον.

### book 2

[ln_5][spk_β]ἅπασι δ’ ἀργαλέα ’στίν, οὐκ ἐμοὶ μόνῳ, υἱῷ, πολὺ μᾶλλον θυγατρί. Β. πρᾶγμ’ ἄμαχον λέγεις· εὖ οἶδα.

### book 4.1

Ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ καὶ παιδοποιεῖθ’. ὡς ἀλόγιστός ἐστ’ ἀνήρ, ὃς μήτε

### book 4.2

φυλακὴν τῶν ἀναγκαίων ἔχει, μήτ’ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου[ln_5]ἐπαμφιάσαι δύναιτο

### book 4.3

τοῦτο

### book 4.4

χρήμασιν, ἀλλ’ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων τὸ μέρος ἁπάντων, τῶν δ’ ἀγαθῶν οὐδὲν μέρος· ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.

### book 5.1

Ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται, ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν· ὅταν γὰρ εἰς

### book 5.2

τρυφῶντα καὶ σχολὴν ἄγειν δυνάμενον ἐμβλέψῃ, τότ’ αὐτόν ἐστ’ ἰδεῖν[ln_5]ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον.

### book 6

Κακῶς ὁ δεσπότης βεβούλευται πάνυ· ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ’ ἐξηλέγχετο τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης, εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.

### book 7.1

Ἆρ’ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος ἐλευθέρου

### book 7.2

τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.

### book 8.1

Ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀλλ’ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν, ἐκ

### book 8.2

τοῦ κακοῦ τ’ ἤνεγκεν ἀγαθὸν ἡ φύσις.

### book 9.1

Ἀεὶ τὸ λυποῦν ἀποδίωκε

### book 9.2

τοῦ βίου· μικρόν

### book 9.3

τι τὸ βίου καὶ στενὸν ζῶμεν

### book 9.4

χρόνον.

### book 10

Οὐκ ἔστι βίον εὑρεῖν ἄλυπον οὐδενός.

### book 1

Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.

### book 1.1

Τὸ δ’ εὖ κελευόμενον μέν ἐστιν ἀσφαλέστατον δοῦλον

### book 1.2

ποιεῖν, ὥς

### book 1.3

φασι.

### book 2.1

Οἷον τὸ γενέσθαι

### book 2.2

πατέρα

### book 2.3

παίδων ἦν ἄρα· λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.

### book 1.1

Τάλας, ἕστηκας ἔτι

### book 1.2

πρὸς

### book 1.3

ταῖς θύραις τὸ φορτίον θείς; σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.

### book 2.1

Οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει

### book 2.2

παρόν, καὶ συμμανῆναι δ’ ἔνια δεῖ.

### book 1.1

Ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον αὐτῷ διδόντων ἕνεκα

### book 1.2

τοῦ ζῆν, βούλεται οὗτος ἀτυχεῖν· ἐὰν δὲ μὴ θεὸς διδῷ, τοῦ μὴ διδόντος, οὐ τρόπου ’σθ’ ἁμαρτία.

### book 2

Ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει· τὸ μὲν διὰ τύχην γίγνεται, τὸ δ’ αἱρέσει.

### book 3

Ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ’ οὐ ζητούμενον.

### book 4.1

Ἆρ’ ἐστὶν ἀγαθῶν πᾶσι

### book 4.2

πλείστων αἰτία ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω

### book 4.3

σοφή.

### book 5.1

Τοὐμὸν θυγάτριον; πάνυ γάρ ἐστι τῇ φύσει . . . φιλάνθρωπον τὸ παιδάριον

### book 5.2

σφόδρα.

### book 6.1

Εἶτ’ ἀμφορεαφόρος

### book 6.2

τις ἀποφορὰν φέρων.

### book 7.1

Πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι

### book 7.2

τοὺς λόγους;

### book 8.1

Ὁ μυόχοδος γέρων λεληθέναι

### book 8.2

σφόδρα οἰόμενος.

### book 9.1

Οὐχ ὁρᾶτε τὴν

### book 9.2

τροφόν ζῶμ’ ἐνδεδυμένην;

### book 1

Φέρε τὸν λιβανωτόν· σὺ δ’ ἐπίθες τὸ πῦρ, Τρύφη.

### book 1.1

Εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται τὸ τοῦ στρατιώτου

### book 1.2

σχῆμα καὶ τὸ τοῦ ξένου.

### book 2.1

Στρατοφάνη, λιτόν

### book 2.2

ποτ’ εἶχες

### book 2.3

χλαμύδιον καὶ παῖδ’ ἕνα.

### book 3.1

Ἅβραν γὰρ ἀντωνούμενος ἐρωμένην

### book 3.2

ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν

### book 3.3

πρέπει.

### book 4.1

Ὁ πλέων κατήχθη, κρίνεθ’ οὗτος

### book 4.2

πολέμιος· ἐὰν δ’ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.

### book 5.1

Κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι

### book 5.2

φρένες.

### book 1.1

Ὁρῶν

### book 1.2

τι βούλευσαι κατὰ σαυτὸν γενόμενος· τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν, ἐν τῷ πρὸς αὑτὸν δ’ ἀναλογισμῷ φαίνεται.

### book 2

Οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ’ ὁρᾷ.

### book 1.1

Ἀστεῖον τὸ μή συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ’ οἰκοσίτους

### book 1.2

τοὺς γάμους

### book 1.3

πεποιηκέναι.

### book 2.1

Ἂν ἔτι

### book 2.2

πιεῖν μοι δῷ τις· ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρας’ ἀφ’ ἡμῶν.

### book 3

Καὶ τὸν ἐπὶ κακῷ γιγνόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν.

### book 4.1

Ἔρως δὲ τῶν θεῶν ἰσχὺν ἔχων

### book 4.2

πλείστην ἐπὶ τούτου δείκνυται· διὰ τοῦτον ἐπιορκοῦσι

### book 4.3

τοὺς ἄλλους θεούς.

### book 5

Πατὴρ δ’ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.

### book 6.1

Τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει

### book 6.2

πολλῶν

### book 6.3

τε μεστόν ἐστι τὸ ζῆν

### book 6.4

φροντίδων.

### book 1-2

Ἄφες τὸν ἄνθρωπον. τί κόπτεις ὦ μέλε;

### book 1.1

Ἢν ἄν

### book 1.2

τις ὑμῶν

### book 1.3

παιδίον ᾐτήσατ’ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι.

### book 2.1

Οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι καὶ „σκέψομαι“ λέγοντες· ἄνθρωπος γὰρ ὤν

### book 2.2

σκέψει τί περὶ τοῦ; δυστυχὴς ὅταν τύχῃ· αὐτόματα γὰρ τὰ πράγματ’ ἐπὶ τὸ συμφέρον[ln_5]ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν

### book 2.3

τοὐναντίον.

### book 1.1

[spk_β]Ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. Β. τίνος; ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ· οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια ἐν

### book 1.2

προσφάτοις ἰχθυδίοις

### book 1.3

τεθραμμένα[ln_5]καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ’, ἀλλ’ οὕτως

### book 1.4

παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον

### book 1.5

προσεδέξατ’· Ἀρκαδικὸς

### book 1.6

τοὐναντίον ἀθάλαττος ἐν

### book 1.7

τοῖς λοπαδίοις ἁλίσκεται·

### book 1.1

[ln_10]Ἰωνικὸς

### book 1.2

πλούταξ ὑποστάσεις

### book 1.3

ποιῶν, κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

### book 2.1

Τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους

### book 2.2

ποιεῖ.

### book 1.1

Ὡς ἡδὺ τῷ μισοῦντι

### book 1.2

τοὺς

### book 1.3

φαύλους

### book 1.4

τρόπους ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν

### book 1.5

πονηρὸν ἱκανὸν κτῆμ’ ἀγρὸς

### book 1.6

τρέφων καλῶς. ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν[ln_5]αὕτη

### book 1.7

τρυφὴ λάμπει μέν, ἐς δ’ ὀλίγον

### book 1.8

χρόνον.

### book 2

Γέροντα δυστυχοῦντα τῶν αὑτοῦ κακῶν ἐπαγόμενον λήθην, ἀνέμνησας πάλιν ἐπὶ τἀτυχεῖν τ’ ἤγειρας.

### book 3.1

Εὐθὺς καταχρήσεσθαι τὸν ἀνορωρυγμένον

### book 3.2

ταύτην ἰδόντα.

### book 4.1

Οἱ δὲ κατὰ χειρῶν λαβόντες

### book 4.2

περιμένουσι φίλτατοι.

### book 1.1

Νὴ τὴν Ἀθηνᾶν, μακάριόν γ’ ἡ χρηστότης

### book 1.2

πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ. τούτῳ λαλήσας ἡμέρας

### book 1.3

σμικρὸν μέρος εὔνους ἐγὼ νῦν εἰμι. πειστικὸν λόγος,[ln_5]πρὸς

### book 1.4

τοῦτ’ ἂν εἴποι

### book 1.5

τις μάλιστα τῶν

### book 1.6

σοφῶν. τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι; τρόπος ἔσθ’ ὁ πείθων

### book 1.7

τοῦ λέγοντος, οὐ λόγος.

### book 2.1

Οὐ πάνυ

### book 2.2

τι γηράσκουσιν αἱ τέχναι καλῶς, ἂν μὴ λάβωσι

### book 2.3

προστάτην

### book 2.4

φιλάργυρον.

### book 3

Ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος.

### book 4

Νῦν δὲ κατὰ πόλιν εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί.

### book 5

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.

### book 1

Μικρὰ Παναθήναι’ ἐπειδὴ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος.

### book 2.1

Τοῦτον εὐτυχέστατον λέγω, ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ’ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ, τὸν ἥλιον τὸν κοινόν, ἄστρ’, ὕδωρ, νέφη,[ln_5]πῦρ· ταῦτα κἂν ἑκατὸν ἔτη βιῷς ἀεί ὄψει

### book 2.2

παρόντα, κἂν ἐνιαυτοὺς

### book 2.3

σφόδρ’ ὀλίγους, σεμνότερα

### book 2.4

τούτων ἕτερα δ’ οὐκ ὄψει

### book 2.5

ποτέ. Πανήγυριν νόμισόν

### book 2.6

τιν’ εἶναι τὸν

### book 2.7

χρόνον, ὅν

### book 2.8

φημι, τοῦτον ἢ ’πιδημίαν, ἐν ᾧ[ln_10]ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί· ἂν

### book 2.9

πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα ἐφόδι’ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί· ὁ προσδιατρίβων δ’ ἐκοπίασεν ἀπολέσας, κακῶς

### book 2.10

τε γηρῶν ἐνδεής

### book 2.11

του γίγνεται,

### book 2.1

[ln_15]ῥεμβόμενος ἐχθροὺς εὗρ’, ἐπεβουλεύθη

### book 2.2

ποθέν, οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς

### book 2.3

χρόνον.

### book 3ab.1

Παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ

### book 3ab.2

πλέον ἁ’νθρώπινος νοῦς ἐστιν ἄλλο τῆς τύχης, εἴτ’ ἐστὶ τοῦτο

### book 3ab.3

πνεῦμα θεῖον εἴτε νοῦς. τοῦτ’ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον[ln_5]καὶ σῶζον, ἡ πρόνοια δ’ ἡ θνητὴ καπνός καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με· πάνθ’ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν τύχη ’στίν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι. Τύχη κυβερνᾷ πάντα. ταύτην καὶ φρένας[ln_10]δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην, εἰ μή τις ἄλλως ὀνόμασιν

### book 3ab.4

χαίρει κενοῖς.

### book 4.1

Τὰ δεύτερ’ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν, τὴν δ’ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ’ ἔχειν. οἶκος δ’ ἐν ᾧ τὰ πάντα

### book 4.2

πρωτεύει γυνή, οὐκ ἔστιν ὅστις πώποτ’ οὐκ ἀπώλετο.

### book 5.1

Τοῦτο μόνον ἐπισκοτεῖ καὶ δυσγενείᾳ καὶ τρόπου

### book 5.2

πονηρίᾳ, καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς, τὸ πολλὰ κεκτῆσθαι· τὰ δ’ ἄλλ’ ἐλέγχεται.

### book 6.1

Οὐ παντὸς ἀγαθοῦ τὴν

### book 6.2

πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλ’ ἔστι καὶ ταὐτόματον ἔνια

### book 6.3

χρήσιμον.

### book 7.1

Ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν. ἐν

### book 7.2

παντὶ καιρῷ τοῦτ’ ἐγὼ παρεγγυῶ εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.

### book 8

Πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων ὄντων, μέγιστόν ἐστι θηρίον γυνή.

### book 9

Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις, μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.

### book 10.1

Δυσπαρακολούθητόν

### book 10.2

τι πρᾶγμ’ ἐστὶν τύχη.

### book 11.1

Τὸν ἄμητα, Χαίριππ’, οὐκ ἐᾷς πέττειν

### book 11.2

τινά.

### book 12

Ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν.

### book 13

Γέρων ἀπεμέμυκτ’ ἄθλιος λέμφος.

### book 1.1

Ὑπελήλυθέν τέ μου νάρκα

### book 1.2

τις ὅλον τὸ δέρμα.

### book 2

Φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.

### book 3

Οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν τὰ φαῦλα μείζω καὶ τὰ δείν’ ὑπέρφοβα, πυργοῦντες αὑτούς.

### book 1

Ἐπισημαίνεσθ’ ἐάν ἡ σκευασία καθάριος ᾖ καὶ ποικίλη.

### book 1

Ἤδη δ’ ἐπίχυσις, διάλιθοι λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν.

### book 2.1

Ὥστ’ ἔγωγ’ ἂν εἱλόμην

### book 2.2

που

### book 2.3

σαυνίῳ πεπληγμένος.

### book 3.1

Οὐ ῥᾴδιον ἄνοιαν ἐν μικρῷ μεταστῆσαι

### book 3.2

χρόνῳ.

### book 4

Νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι.

### book 5

Ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ’ ὧν κρίνῃ τις ἄν.

### book 2.1

Τοῦτο δὴ τὸ νῦν ἔθος, ἄκρατον, ἐβόων, τὴν μεγάλην· ψυκτῆρά τις

### book 2.2

προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων.

### book 3.1

Οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον οὐδὲν γέροντος

### book 3.2

πλὴν ἕτερος γέρων ἐρῶν· ὃς γὰρ ἀπολαύειν βούλεθ’ ὧν ἀπολείπεται διὰ τὸν

### book 3.3

χρόνον, πῶς οὗτος οὐκ ἔστ’ ἄθλιος;

### book 1.1

Τὸ λεγόμενον

### book 1.2

τοῦτ’ ἐστὶ νῦν, τἄνω κάτω, φασίν, τὰ κάτω δ’ ἄνω.

### book 2.1

Βοῶν

### book 2.2

ποιείτω τὴν πόλιν διάστατον.

### book 3.1

Πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν

### book 3.2

χρημάτων.

### book 4.1

Ἑκοῦσα δ’ ἁ’δελφὴ ποιήσει

### book 4.2

τοῦτό σοι ἀντάλλαγόν γ’ ἕξουσα

### book 4.3

τούτῳ διδομένη.

### book 1.1

Μάγειρ’, ἀηδής μοι δοκεῖς εἶναι

### book 1.2

σφόδρα· πόσας

### book 1.3

τραπέζας μέλλομεν

### book 1.4

ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς· χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες

### book 1.5

τραπέζας δ’ ἢ μίαν,[ln_5]τί σοὶ διαφέρει

### book 1.6

τοῦτο; παράθες

### book 1.7

σημίαν. οὐκ ἔστι κανδύλους

### book 1.8

ποιεῖν, οὐδ’ οἷα σύ εἴωθας εἰς

### book 1.9

ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά. πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους

### book 1.10

ποιεῖ,[ln_10]πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς.

### book 1.1

ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεάδι’ ὀπτᾷ καὶ κίχλας

### book 1.2

τραγήματα. ἔπειθ’ ὁ δειπνῶν μὲν

### book 1.3

τραγηματίζεται,[ln_15]μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δειπνεῖ τὰ μελίπηκτα

### book 1.4

ταῖς κίχλαις.

### book 2.1

Νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω

### book 2.2

παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα

### book 2.3

πορνίδια.

### book 3.1

Μήτηρ τέθνηκε

### book 3.2

ταῖν ἀδελφαῖν

### book 3.3

ταῖν δυοῖν

### book 3.4

ταύταιν· τρέφει δὲ παλλακή τις

### book 3.5

τοῦ πατρός αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη.

### book 4

Ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τιτθή, λέγε, ἂν τἄλλα δ’ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί.

### book 5

Ἀστοργίαν ἔχει τίν’ ὁ σκληρὸς βίος.

### book 1.1

Ἐπίσημον αὖ τὴν ἀσπίδ’ εἰς τὴν

### book 1.2

τοῦ Διός

### book 1.3

στοὰν ἀνέθηκαν.

### book 1.1

Ἢ μὴ γαμεῖν γάρ, ἂν δ’ ἅπαξ λάβῃς, φέρειν μύσαντα

### book 1.2

πολλὴν

### book 1.3

προῖκα καὶ γυναῖκα δεῖ. [ἐκπυνθάνεσθαι τἀρσένων δ’ ἡμᾶς σέθεν. τὸ μὲν μέγιστον οὔποτ’ ἄνδρα

### book 1.4

χρὴ σοφόν[ln_5]λίαν

### book 1.5

φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς, ἐν δ’ ἀφθόνοισι

### book 1.6

τοῖσδ’ ἀναστρωφωμένη, βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα

### book 1.7

πανταχοῦ, τὴν ὄψιν ἐμπλήσας’ ἀπήλλακται κακῶν.[ln_10]τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον. ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων σώζει δάμαρτα, δρᾶν

### book 1.8

τι δὴ δοκῶν

### book 1.9

σοφόν, μάταιός ἐστι καὶ φρονῶν οὐδὲν

### book 1.10

φρονεῖ. ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει,

### book 1.1

[ln_15]θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χωρίζεται, λάθοι δ’ ἂν Ἄργου τὰς

### book 1.2

πυκνοφθάλμους κόρας. καὶ πρὸς κακοῖσι

### book 1.3

τοῦτο δὴ μέγας γέλως, ἁνήρ τ’ ἀχρεῖος, χἠ γυνὴ διοίχεται.]

### book 2.1

Εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἔτικτεν ἡ μήτηρ ς’, ἐφ’ ᾧ τε διατελεῖν

### book 2.2

πράττων ἃ βούλει καὶ διευτυχεῖν ἀεί, καὶ τοῦτο τῶν θεῶν

### book 2.3

τις ὡμολόγησέ σοι,[ln_5]ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς’ ἐψευσμένος ἄτοπόν

### book 2.4

τε πεποίηκ’. εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα

### book 2.5

σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον

### book 2.6

ταῦτα καὶ λογιστέον.

### book 2.1

[ln_10]τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον

### book 2.2

πρὸς ὕψος καὶ πάλιν

### book 2.3

ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὄν φύσει, μεγίστοις οἰκονομεῖται

### book 2.4

πράγμασιν,[ln_15]ὅταν πέσῃ δέ, πλεῖστα

### book 2.5

συντρίβει καλά. σὺ δ’ οὔθ’ ὑπερβάλλοντα, Τρόφιμ’, ἀπώλεσας ἀγαθά, τὰ νυνὶ δ’ ἔστι μέτριά σοι κακά. ὥστ’ ἀνὰ μέσον

### book 2.6

που καὶ τὸ λοιπὸν δὴ φέρε.

### book 3.1

Καὶ τοῦτον ἡμᾶς τὸν

### book 3.2

τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνήμεθα. οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν

### book 3.3

χρήσιμα, τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,[ln_5]τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἧς βιώσεται, μήτ’ ἐξετάσαι μήτ’ εἰσιδεῖν· ἀλλ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν

### book 3.4

προῖχ’, ἵνα εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ, ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,[ln_10]τῆς διὰ βίου δ’ ἔνδον καθεδουμένης ἀεί μὴ δοκιμάσασθαι μηδέν, ἀλλ’ εἰκῆ λαβεῖν, ἀγνώμον’, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ, λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα τὴν πόλιν ὅλην· οἱ βουλόμενοι

### book 3.5

ταύτην λαβεῖν,

### book 3.1

[ln_15]λαλεῖτε, προσκοπεῖσθε

### book 3.2

πηλίκον κακόν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, ἀλλ’ εὐτυχής ἐσθ’ ὁ μετριώτατον λαβών.

### book 4.1

Ἀπολεῖ με τὸ γένος. μὴ λέγ’, εἰ φιλεῖς ἐμέ, μῆτερ, ἐφ’ ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον

### book 4.2

προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα[ln_5]καὶ τὸ γένος, ἀριθμοῦσίν

### book 4.3

τε τοὺς πάππους ὅσοι· οὐδὲν δ’ ἔχουσι

### book 4.4

πλεῖον, οὐδ’ ἐρεῖς ὅτῳ οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ’ ἄν

### book 4.5

ποτε; εἰ μὴ λέγειν δ’ ἔχουσι

### book 4.6

τούτους διά τινα τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,[ln_10]τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει

### book 4.7

πρὸς τἀγαθά, κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἔστιν εὐγενής.

### book 4

Σκύθης τίς; ὄλεθρος· ὁ δ’ Ἀνάχαρσις οὐ Σκύθης;

### book 5.1

Ἅπαντα τὰ ζῷ’ ἔστι μακαριώτερα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου

### book 5.2

πολύ. τὸν ὄνον ὁρᾶν ἔξεστι

### book 5.3

πρῶτα

### book 5.4

τουτονί. οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως·[ln_5]τούτῳ κακὸν δι’ αὑτὸν οὐδὲν γίγνεται, ἃ δ’ ἡ φύσις δέδωκεν αὐτὰ ταῦτ’ ἔχει. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα

### book 5.5

προσπορίζομεν. λυπούμεθ’ ἂν

### book 5.6

πτάρῃ τις, ἂν εἴπῃ κακῶς[ln_10]ὀργιζόμεθ’, ἂν ἴδῃ τις ἐνύπνιον

### book 5.7

σφόδρα

### book 5.8

φοβούμεθ’, ἂν γλαὺξ ἀνακράγῃ δεδοίκαμεν. ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι,

### book 5.1

ἅπαντα

### book 5.2

ταῦτ’ ἐπίθετα τῇ φύσει κακά.

### book 6.1

Εἶτ’ οὐ δικαίως

### book 6.2

προσπεπατταλευμένον γράφουσι τὸν

### book 6.3

Προμηθέα

### book 6.4

πρὸς

### book 6.5

ταῖς πέτραις, καὶ γίγνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν ἀγαθόν; ὃ μισεῖν οἶμ’ ἅπαντας

### book 6.6

τοὺς θεούς,[ln_5]γυναῖκας ἔπλασεν. ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων; γαμεῖ; λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει

### book 6.7

τε μοιχὸς ἐντρυφῶν, καὶ φαρμακεῖαι, καὶ νόσων

### book 6.8

χαλεπώτατος[ln_10]φθόνος, μεθ’ οὗ ζῇ πάντα τὸν βίον γυνή.

### book 7.1

Μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω εὑρεῖν ὁμοίαν τῷ γεγονότι

### book 7.2

πράγματι, ζητῶν

### book 7.3

πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ὅσῳ συστρέφεται, προσέρχεται,[ln_5]προέλαβεν, ἐξέρριψεν, αἰὼν γίγνεται. ἀλλ’ ἐν

### book 7.4

πελάγει

### book 7.5

συγκλυσμός; ἀναπνοὴν ἔχει „Ζεῦ σῶτερ“ εἰπεῖν „ἀντέχου τῶν

### book 7.6

σχοινίων“ ἑτέραν

### book 7.7

περιμεῖναι χἀτέραν

### book 7.8

τρικυμίαν· ναυαγίου δ’ ἂν ἐπιλάβοι’, ἐγὼ δ’ ἅπαξ[ln_10]ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ.

### book 8ab.1

Πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ’ οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ’ ἐγκρατεῖς ἐσμέν.[ln_5]Γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ’ ἤ ἕνδεκα γυναῖκας, δώδεκ’ ἢ πλείους

### book 8ab.2

τινές. ἂν τέτταρας δ’ ἢ πέντε γεγαμηκὼς τύχῃ καταστροφῆς

### book 8ab.3

τις, ἀνυμέναιος ἄθλιος ἄνυμφος οὗτος ἐπικαλεῖτ’ ἐν

### book 8ab.4

τοῖς ἐκεῖ.

### book 9.1

Ὅταν εἰδέναι θέλῃς

### book 9.2

σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ’, ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν,[ln_5]καὶ μέγα

### book 9.3

φρονούντων ἐπὶ γένει καὶ χρήμασιν, αὑτῶν

### book 9.4

τε δόξῃ κἀπὶ κάλλει

### book 9.5

σωμάτων. ἀλλ’ οὐδὲν αὐτῶν τῶνδ’ ἐπήρκεσεν

### book 9.6

χρόνος. κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί. πρὸς

### book 9.7

ταῦθ’ ὁρῶν γίγνωσκε

### book 9.8

σαυτὸν ὅστις εἶ.

### book 10.1

Ὁ μὲν Ἐπίχαρμος

### book 10.2

τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας. ἐγὼ δ’ ὑπέλαβον

### book 10.3

χρησίμους εἶναι θεούς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον.[ln_5]ἱδρυσάμενος

### book 10.4

τούτους γὰρ εἰς τὴν οἰκίαν εὖξαι τί βούλει, πάντα

### book 10.5

σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· αὐτοὺς γὰρ ἕξεις

### book 10.6

τοὺς θεοὺς ὑπηρέτας.

### book 11.1

Ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος

### book 11.2

πονεῖν πάντ’ ἂν γένοιτο· πλούσιος

### book 11.3

τρόπον

### book 11.4

τινά· πάλιν

### book 11.5

φιλόσοφός

### book 11.6

τινι μαθήσει

### book 11.7

χρώμενος· τὸ σῶμ’ ὑγιαίνει

### book 11.8

τινὰ δίαιταν

### book 11.9

προσφέρων.[ln_5]πλὴν ἕν

### book 11.10

τι τῶν πάντων ἀδύνατον ἦν ἄρα εὑρεῖν, δι’ οὗ τρόπου

### book 11.11

τις οὐ λυπήσεται. οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά.

### book 12.1

Μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται, καὶ πάντα τὰ λυμαινόμεν’ ἔστιν ἔνδοθεν. οἷον ὁ μὲν ἰός, ἂν

### book 12.2

σκοπῇς, τὸ σιδήριον,[ln_5]τὸ δ’ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον. ὃ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος

### book 12.3

φθισικὸν

### book 12.4

πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ, ψυχῆς

### book 12.5

πονηρᾶς δυσσεβὴς

### book 12.6

παράστασις.

### book 13.1

Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι. δεῖ γὰρ ἀποδύρασθαί τι μὴ γελώμενον·[ln_5]καὶ συναγανακτοῦνθ’ ὁπόταν οἰκείως ὁρᾷ ἕκαστος αὐτῶν τὸν

### book 13.2

παρόντα, παύεται

### book 13.3

τοῦτον μάλιστα τὸν

### book 13.4

χρόνον

### book 13.5

τοῦ δυσφορεῖν.

### book 14.1

Τίνι δεδούλωταί ποτε; ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἄν ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει. ἀλλ’ ἡδονή τις

### book 14.2

τοὺς ἐρῶντας ἐπάγεται[ln_5]συνουσίας; πῶς οὖν ἕτερος

### book 14.3

ταύτην ἔχων οὐδὲν πέπονθεν, ἀλλ’ ἀπῆλθε καταγελῶν, ἕτερος δ’ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος

### book 14.4

ψυχῆς, ὁ πληγεὶς δ’ εἴσω δὴ τιτρώσκεται.

### book 15.1

Εἴπερ τὸν ἀδικοῦντ’ ἀσμένως ἠμύνετο ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο, ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγονός ἀδίκημα, καὶ συνεπράττομεν ἀλλήλοις

### book 15.2

πικρῶς,[ln_5]οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ἤυξετο τὸ τῶν

### book 15.3

πονηρῶν, ἀλλὰ παρατηρούμενοι καὶ τυγχάνοντες ἧς ἔδει

### book 15.4

τιμωρίας ἤτοι

### book 15.5

σπάνιοι

### book 15.6

σφόδρ’ ἂν ἦσαν ἢ πεπαυμένοι.

### book 16.1

Ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως, ἀεὶ δὲ τοῖς

### book 16.2

παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς

### book 16.3

ψυχῆς ἀναβολὴν τῷ πάθει.

### book 17.1

Ἔργον ἐστὶν εἰς

### book 17.2

τρίκλινον

### book 17.3

συγγενείας εἰσπεσεῖν, οὗ λαβὼν τὴν κύλικα

### book 17.4

πρῶτος ἄρχεται λόγου

### book 17.5

πατήρ, καὶ παραινέσεις πέπαικεν, εἶτα μήτηρ δευτέρα, εἶτα τήθη

### book 17.6

παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,[ln_5]τηθίδος

### book 17.7

πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον. ὁ δ’ ἐπινεύει πᾶσι

### book 17.8

τούτοις.

### book 18ab.1

Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ, μυσταγωγὸς

### book 18ab.2

τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον εἶναι βίον βλάπτοντα

### book 18ab.3

χρηστόν.[ln_5]Ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν.

### book 19

Ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν. ὅταν γὰρ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, ἢ δεῖ θεόν ς’ εἶναί τιν’ ἢ τάχα δὴ νεκρόν.[ln_5]παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν.

### book 20.1

Ὅταν

### book 20.2

τις ἡμῶν ἀμέριμνον ἔχῃ τὸν βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν· ὅταν δὲ λύπαις

### book 20.3

περιπέσῃ καὶ πράγμασιν, εὐθὺς

### book 20.4

προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.

### book 21.1

Ὦ γῆρας ἐχθρὸν

### book 21.2

σωμάτων ἀνθρωπίνων, ἅπαντα

### book 21.3

συλῶν τὰ καλὰ τῆς εὐμορφίας, καὶ μεταχαράττον τὴν μὲν ἀνδρίαν μελῶν εἰς τἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον

### book 21.4

πολύν.

### book 22.1

Ἐὰν

### book 22.2

πονηροῦ γείτονος γείτων ἔσῃ, πάντως

### book 22.3

παθεῖν

### book 22.4

πονηρὸν ἢ μαθεῖν

### book 22.5

σε δεῖ· ἐὰν ἀγαθοῦ δὲ γείτονος γείτων ἔσῃ, ὡς

### book 22.6

προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.

### book 23.1

Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος· ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια· λέγουσι δ’ αὐτὸν οἱ πάλαι

### book 23.2

σοφώτατοι ἀστεῖον εἶναι φάρμακον.

### book 24.1

Οὐκ ἐκ πότων καὶ τῆς καθ’ ἡμέραν

### book 24.2

τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου, πάτερ, οὗ περιττὸν οἴετ’ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου

### book 24.3

σκιάν.

### book 25.1

Εἰ καὶ σφόδρ’ ἀλγεῖς, μηδὲν ἠρεθισμένος

### book 25.2

πράξῃς

### book 25.3

προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν ἐν

### book 25.4

ταῖς

### book 25.5

ταραχαῖς μάλιστα τὸν

### book 25.6

φρονοῦντα δεῖ.

### book 26.1

Ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ, ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ’ ἔχεις

### book 26.2

τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δέ ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν.

### book 27ab.1

Καί τοι τί λογίζομ’ ὁ κακοδαίμων

### book 27ab.2

προσδοκῶν χάριν

### book 27ab.3

παρὰ γυναικὸς κομιεῖσθαι; μὴ μόνον κακόν

### book 27ab.4

τι προσλάβοιμι, καὶ κάλλιστ’ ἔχει. Οὐκ ἐν γυναικὶ φύεται

### book 27ab.5

πιστὴ χάρις.

### book 28.1

Ἂν μὲν

### book 28.2

πλέωμεν ἡμερῶν

### book 28.3

που

### book 28.4

τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας· ἂν δῇ δὲ φείσασθαί τι

### book 28.5

τοῦ γήρως χάριν, οὐ φεισόμεσθ’ ἐφόδια

### book 28.6

περιποιούμενοι;

### book 29.1

Ἔνεγκ’ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως. τοῦτ’ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἄνω ἀνασπάσας

### book 29.2

τις τὰς ὀφρῦς οἴμοι λαλεῖ, ἀλλ’ ὃς τά γ’ αὑτοῦ πράγματ’ ἐγκρατῶς φέρει.

### book 30.1

Καὶ τοῦτο θύων οὐδεπώποτ’ εὐξάμην ἐγὼ τὸ σῶζον τὴν ἐμὴν οἰκίαν, ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι

### book 30.2

στάσιν ἔνδον

### book 30.3

παρ’ αὑτῷ, πρᾶγμα

### book 30.4

χρησιμώτατον.

### book 31.1

Πλεονεξία μέγιστον ἀνθρώποις κακόν· οἱ γὰρ θέλοντες

### book 31.2

προσλαβεῖν τὰ τῶν πέλας ἀποτυγχάνουσι

### book 31.3

πολλάκις νικώμενοι, τὰ δ’ ἴδια

### book 31.4

προστιθέασι

### book 31.5

τοῖς ἀλλοτρίοις.

### book 32.1

Διονυσίων μὲν ἦν

### book 32.2

πομπή . . . . . . ὁ δέ μ’ ἠκολούθησεν μέχρι

### book 32.3

τοῦ πρὸς τὴν θύραν· ἔπειτα

### book 32.4

φοιτῶν καὶ κολακεύων [ἐμέ τε καί][ln_5]τὴν μητέρ’ ἔγνω μ’.

### book 33.1

Τῆς

### book 33.2

σκιᾶς τὴν

### book 33.3

πορφύραν

### book 33.4

πρῶτον ἐνυφαίνους’· εἶτα μετὰ τὴν

### book 33.5

πορφύραν

### book 33.6

τοῦτ’ ἔστιν, οὔτε λευκὸν οὔτε

### book 33.7

πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.

### book 34.1

Οἷος δὲ καὶ τὴν ὄψιν εἶναι

### book 34.2

φαίνεται, ἀφ’ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς

### book 34.3

ποιεῖ.

### book 35.1

Οἴμοι τάλας ἔγωγε. ποῦ ποθ’ αἱ φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν

### book 35.2

χρόνον, ὅτ’ οὐ ταῦτ’ ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα;

### book 36

Χαλεπὸν Πάμφιλε ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχη. πλείονα κακουργεῖ, πλείον’ οἶδ’, αἰσχύνεται οὐδέν, κολακεύει μᾶλλον.

### book 37.1

Πῶς δὴ τὸ τραῦμα

### book 37.2

τοῦτ’ ἔχεις; μεσαγκύλῳ. πῶς

### book 37.3

πρὸς θεῶν; ἐπὶ κλίμακα

### book 37.4

πρὸς

### book 37.5

τεῖχος ἀναβαίνων. ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.

### book 38

Σφάττει με, λεπτὸς γίγνομ’ εὐωχούμενος. τὰ σκώμμαθ’ οἷα τὰ σοφά τε καὶ στρατηγικά. οἷος δ’ ἀλαζών ἐστιν ἀλιτήριος.

### book 39.1

Ὡς Ἀλεξανδρῶδες ἤδη

### book 39.2

τοῦτο· κἂν ζητῶ τινα, αὐτόματος οὗτος

### book 39.3

παρέσται· κἂν διελθεῖν δηλαδή διὰ θαλάττης δῇ τόπον τίν’, οὗτος ἔσται μοι βατός.

### book 40

Πένητος οὐδέν ἐστι δυστυχέστερον. ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται.

### book 41.1

Ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην. χρήματα γυναῖκα καὶ τέκνων

### book 41.2

πολλῶν

### book 41.3

σποράν, ἅ σοι τύχη κέχρηκε, ταῦτ’ ἀφείλετο.

### book 42.1

Οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδ’ ἂν γένοιτο. πολλὰ ποικίλλει

### book 42.2

χρόνος

### book 42.3

παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων

### book 42.4

τρόποι.

### book 43.1

Ἀδύνατον ὡς ἐστίν

### book 43.2

τι σῶμα τῆς τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα τύχην

### book 43.3

προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.

### book 44.1

Κἂν

### book 44.2

σφόδρα

### book 44.3

σαφῶς εἰδῇς

### book 44.4

τι, τὸν κρύπτοντά σε μηδέποτ’ ἐλέγξῃς· δύσκολον

### book 44.5

πρᾶγμ’ ἔστι γάρ ἃ λανθάνειν

### book 44.6

τις βούλεται

### book 44.7

ταῦτ’ εἰδέναι.

### book 45.1

Ὅταν ἕτερός

### book 45.2

σοι μηδὲ ἓν

### book 45.3

πλέον διδῷ, δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἕν τὸ λαβεῖν ἔλαττον

### book 45.4

πλεῖον ἔσται

### book 45.5

σοι

### book 45.6

πολύ.

### book 46.1

Γλυκέρα τί κλάεις; ὀμνύω

### book 46.2

σοι τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη, ὀμωμοκὼς καὶ πρότερον ἤδη

### book 46.3

πολλάκις.

### book 47.1

Ὅταν

### book 47.2

τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα

### book 47.3

πρόβαλλε

### book 47.4

σαυτῷ, τοῦτο γιγνώσκων ὅτι τόλμῃ δικαίᾳ καὶ θεὸς

### book 47.5

συλλαμβάνει.

### book 48.1

Σὺ μὲν

### book 48.2

παραινεῖς

### book 48.3

ταῦτα ὅσα

### book 48.4

σοι

### book 48.5

πρέπει, ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος, εὖ ἴσθ’ ἀκριβῶς, ὁ δ’ ἴδιος

### book 48.6

πείθει

### book 48.7

τρόπος.

### book 49.1

Ὅστις δὲ διαβολαῖσι

### book 49.2

πείθεται

### book 49.3

ταχύ, ἤτοι

### book 49.4

πονηρὸς αὐτός ἐστι

### book 49.5

τοὺς

### book 49.6

τρόπους, ἢ παντάπασι

### book 49.7

παιδαρίου γνώμην ἔχων.

### book 50

Οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον· τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν δεῖ μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν.

### book 51.1

Ἡ νῦν ὑπό τινων

### book 51.2

χρηστότης καλουμένη μεθῆκε τὸν ὅλον εἰς

### book 51.3

πονηρίαν βίον· οὐδεὶς γὰρ ἀδικῶν

### book 51.4

τυγχάνει

### book 51.5

τιμωρίας.

### book 52.1

Δεῖ τὸν

### book 52.2

πολιτῶν

### book 52.3

προστατεῖν αἱρούμενον τὴν

### book 52.4

τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον, ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν.

### book 53

Τί διακενῆς εἶ χρηστός; εἰ γὰρ ὁ δεσπότης αὐτὸς ἀπολαύει πάντα, σὺ δὲ μὴ λαμβάνεις, σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς.

### book 54

Πατρῷ’ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα, τὰ μετὰ γυναικὸς δ’ εἰσιόντ’ εἰς οἰκίαν οὔτ’ ἀσφαλῆ τὴν κτῆσιν οὔθ’ ἱλαρὰν ἔχει.

### book 55.1

Ὅστις γυναῖκ’ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν

### book 55.2

πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν, ἢ βούλετ’ ἀτυχεῖν μακάριος καλούμενος.

### book 56.1

Ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος, καὶ τοῦ δικαίου

### book 56.2

τοῦ τ’ ἀδίκου

### book 56.3

παντὸς κριτής, ὁ δεσπότης. πρὸς

### book 56.4

τοῦτον ἕνα δεῖ ζῆν ἐμέ.

### book 57.1

Ὅταν πένης ὢν καὶ γαμεῖν

### book 57.2

τις ἑλόμενος τὰ μετὰ γυναικὸς ἐπιδέχηται

### book 57.3

χρήματα, αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει.

### book 58.1

Δύ’ ἔσθ’ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ, ἤτοι

### book 58.2

προσηνῆ γ’ ὄψιν ἢ χρηστὸν

### book 58.3

τρόπον· τὴν γὰρ ὁμόνοιαν τὴν

### book 58.4

πρὸς ἀλλήλους

### book 58.5

ποιεῖ.

### book 59.1

Αἰσχύνομαι τὸν

### book 59.2

πατέρα, Κλειτοφῶν, μόνον. ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι ἀδικῶν, τὰ δ’ ἄλλα ῥᾳδίως

### book 59.3

χειρώσομαι.

### book 60.1

Ὑπερήφανόν

### book 60.2

που γίγνεθ’ ἡ λίαν

### book 60.3

τρυφή, ὅ τε

### book 60.4

πλοῦτος ἐξώκειλε τὸν κεκτημένον εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν.

### book 61.1

Κρεῖττον γάρ ἐστιν, ἂν

### book 61.2

σκοπῇ τις κατὰ λόγον, μὴ πόλλ’ ἀηδῶς, ὀλίγα δ’ ἡδέως ἔχειν, πενίαν τ’ ἄλυπον μᾶλλον ἢ πλοῦτον

### book 61.3

πικρόν.

### book 62.1

Ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη

### book 62.2

τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ’ οἱ τρόποι.

### book 63.1

Ὦ μεταβολαῖς

### book 63.2

χαίρουσα

### book 63.3

παντοίαις τύχη, σόν ἐστ’ ὄνειδος

### book 63.4

τοῦθ’, ὅταν

### book 63.5

τις ὢν ἀνήρ δίκαιος ἀδίκοις

### book 63.6

περιπέσῃ συμπτώμασιν.

### book 64.1

Ὀργῇ παραλογισμός

### book 64.2

ποτ’ οὐδεὶς φύεται. αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν

### book 64.3

παρακμάσῃ, κατόψεταί τι μᾶλλον εἰς τὸ συμφέρον.

### book 65.1

Τῷ μὲν τὸ σῶμα διατεθειμένῳ κακῶς

### book 65.2

χρεία ’στ’ ἰατροῦ, τῷ δὲ τὴν

### book 65.3

ψυχὴν φίλου· λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος.

### book 66.1

Ὅταν ᾖ γέρων

### book 66.2

τις ἐνδεής

### book 66.3

τε τὸν βίον, οὐδὲν τὸ θνήσκειν δεινόν, ἀλλ’ ἐν τῷ καλῶς ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει.

### book 67.1

Πρᾶον κακοῦργος

### book 67.2

σχῆμ’ ὑπεισελθὼν ἀνήρ κεκρυμμένη κεῖται

### book 67.3

παγὶς

### book 67.4

τοῖς

### book 67.5

πλησίον.

### book 68.1

Ἐμὲ δ’ ἀδικείτω

### book 68.2

πλούσιος καὶ μὴ πένης· ῥᾷον φέρειν γὰρ κρειττόνων

### book 68.3

τυραννίδα.

### book 69.1

Ὁ προσιών γέρων ἁλιεύς, παρ’ οὗ τὸ φερνίον

### book 69.2

τρίτην

### book 69.3

ταύτην ἐπριάμεθ’ ἡμέραν.

### book 70.1

Ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται· αὐθαιρέτοις γὰρ

### book 70.2

συνέχεται λύπαις ἀεί.

### book 71.1

Πολλοὺς δι’ ἀνάγκην γὰρ

### book 71.2

πονηροὺς οἶδ’ ἐγώ ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει ὄντας

### book 71.3

τοιούτους.

### book 72.1

Τὸ δ’ εὖ φέρειν ἔστιν

### book 72.2

τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν, καὶ μὴ ’πίδηλον τὴν τύχην

### book 72.3

πολλοῖς

### book 72.4

ποιῇς.

### book 73.1

Ἐὰν κακῶς μου τὴν γυναῖχ’ οὕτω λέγῃς, τὸν

### book 73.2

πατέρα καὶ σὲ τούς

### book 73.3

τε σοὺς ἐγὼ πλυνῶ.

### book 74

Εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης.

### book 75.1

Χαλεπόν γε

### book 75.2

τοιαῦτ’ ἔστιν ἐξαμαρτάνειν, ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες.

### book 76.1

Εὐηθία μοι

### book 76.2

φαίνεται, Φιλουμένη, τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δ’ ἃ δεῖ.

### book 77

Ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ ἀγαθῶν, ἀλόγιστός ἐστιν οὐχὶ μακάριος.

### book 78

Τὸ ψεῦδος ἰσχὺν τῆς ἀληθείας ἔχει ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλου.

### book 79.1

Τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον τὸ καλῶς ἀκούειν

### book 79.2

ταχὺ ποιεῖ πᾶσιν κακῶς.

### book 80ab.1

Μὴ πάντοθεν κέρδαιν’, ἐπαισχύνου δέ μοι· τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον. Ὦ τρὶς κακοδαίμων, ὅστις ἐκ

### book 80ab.2

φειδωλίας κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας,

### book 81.1

Οὐπώποτ’ ἐζήλωσα

### book 81.2

πλουτοῦντα

### book 81.3

σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει.

### book 82.1

Οὐ γὰρ τὸ πλῆθος, ἂν

### book 82.2

σκοπῇ τις, τοῦ ποτοῦ ποιεῖ παροινεῖν, τοῦ πιόντος δ’ ἡ φύσις.

### book 83.1

Χαλεπὸν ὅταν

### book 83.2

τις ὧν πίῃ πλέον λαλῇ, μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος.

### book 84.1

Οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον ἄλλ’ ἢ λόγος

### book 84.2

σπουδαῖος ἀνθρώπου φίλου.

### book 85

Οὐδεὶς ἐφ’ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε, σαφῶς, ἑτέρου δ’ ἀσχημονοῦντος ὄψεται.

### book 86.1

Ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος, ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι

### book 86.2

ποιεῖ.

### book 87.1

Αἰσχρόν γ’ ὅταν

### book 87.2

τις ἐπὶ γλώσσῃ φυείς γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους.

### book 88.1

Οὔτ’ ἐκ

### book 88.2

χερὸς μεθέντα καρτερὸν λίθον ῥᾷον κατασχεῖν, οὔτ’ ἀπὸ γλώσσης λόγον.

### book 89.1

Καλὸν οἱ νόμοι

### book 89.2

σφόδρ’ εἰσίν· ὁ δ’ ὁρῶν

### book 89.3

τοὺς νόμους λίαν ἀκριβῶς

### book 89.4

συκοφάντης

### book 89.5

φαίνεται.

### book 90.1

Ὁ προκαταγιγνώσκων δὲ πρὶν ἀκοῦσαι

### book 90.2

σαφῶς αὐτὸς

### book 90.3

πονηρός ἐστι

### book 90.4

πιστεύσας κακῶς.

### book 91.1

Μὴ τοῦτο βλέψῃς εἰ νεώτερος λέγω, ἀλλ’ εἰ φρονούντων

### book 91.2

τοὺς λόγους ἀνδρῶν ἐρῶ.

### book 92.1

Οὐχ αἱ τρίχες

### book 92.2

ποιοῦσιν αἱ λευκαὶ φρονεῖν, ἀλλ’ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων.

### book 93.1

Δεῖ τοὺς

### book 93.2

πενομένους μέχρι ἂν ζῶσιν

### book 93.3

πονεῖν· ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον.

### book 94.1

Ὅστις

### book 94.2

στρατηγεῖ μὴ στρατιώτης γενόμενος, οὗτος ἑκατόμβην ἐξάγει

### book 94.3

τοῖς

### book 94.4

πολεμίοις.

### book 95.1

Εἰρήνη γεωργὸν κἀν πέτραις

### book 95.2

τρέφει καλῶς, πόλεμος δὲ κἀν

### book 95.3

πεδίῳ κακῶς.

### book 96.1

Ἐν

### book 96.2

τοῖς

### book 96.3

πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ· τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου.

### book 97.1

Τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους

### book 97.2

τοὺς

### book 97.3

παραβόλως

### book 97.4

πλέοντας ἢ νεκροὺς

### book 97.5

ποιεῖ.

### book 98

Ὅταν τύχῃ τις εὐνοοῦντος οἰκέτου, οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ.

### book 99.1

Ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος

### book 99.2

χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται.

### book 100.1

Ἓν ἔστ’ ἀληθὲς φίλτρον, εὐγνώμων

### book 100.2

τρόπος. τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή.

### book 101.1

Οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης, ἐὰν

### book 101.2

σκοπῇ τις, ὡς ἀνήρ

### book 101.3

τε καὶ γυνή.

### book 102

Γαμεῖν κεκρικότα δεῖ σε γιγνώσκειν, ὅτι ἀγαθὸν μέγ’ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν.

### book 103.1

Τὸ γυναῖκ’ ἔχειν εἶναί τε

### book 103.2

παίδων, Παρμένων, πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει.

### book 104.1

Ὅστις

### book 104.2

πενόμενος βούλεται ζῆν ἡδέως, ἑτέρων γαμούντων, αὐτὸς ἀπεχέσθω γάμου.

### book 105.1

Τὸ γαμεῖν, ἐάν

### book 105.2

τις τὴν ἀλήθειαν

### book 105.3

σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλ’ ἀναγκαῖον κακόν.

### book 106.1

Τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ, ὅταν

### book 106.2

τι περιπλάττωσι

### book 106.3

τοῖς

### book 106.4

χρηστοῖς λόγοις.

### book 107.1

Οὐδέποθ’ ἑταίρα

### book 107.2

τοῦ καλῶς

### book 107.3

πεφρόντικεν, ἣ τὸ κακόηθες

### book 107.4

πρόσοδον εἴωθεν

### book 107.5

ποιεῖν.

### book 108.1

Ὁ σκληρότατος

### book 108.2

πρὸς υἱὸν ἐν τῷ νουθετεῖν

### book 108.3

τοῖς μὲν λόγοις

### book 108.4

πικρός ἐστι, τοῖς δ’ ἔργοις

### book 108.5

πατήρ.

### book 109.1

Οὐκ ἔστι μείζων ἡδονὴ ταύτης

### book 109.2

πατρί, ἢ σωφρονοῦντα καὶ φρονοῦντ’ ἰδεῖν

### book 109.3

τινα τῶν ἐξ ἑαυτοῦ.

### book 110.1

Οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον

### book 110.2

πατρός, πλὴν ἕτερος ἂν ᾖ πλειόνων

### book 110.3

παίδων

### book 110.4

πατήρ.

### book 111

Ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν.

### book 112.1

Ἔστιν δὲ μήτηρ

### book 112.2

φιλότεκνος μᾶλλον

### book 112.3

πατρός· ἡ μὲν γὰρ αὑτῆς οἶδεν υἱόν, ὁ δ’ οἴεται.

### book 113.1

Μηδὲν ὀδύνα τὸν

### book 113.2

πατέρα γιγνώσκων ὅτι ὁ μέγιστον ἀγαπῶν δι’ ἐλάχιστ’ ὀργίζεται.

### book 114.1

Θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηδὲν λαλῇ, διὰ τοῦ σιωπᾶν

### book 114.2

πλεῖστα

### book 114.3

περὶ αὑτῆς λέγει.

### book 115.1

Οὐκ ἔστ’ ἄκουσμ’ ἥδιον ἢ ῥηθεὶς λόγος

### book 115.2

πατρὸς

### book 115.3

πρὸς υἱὸν

### book 115.4

περιέχων ἐγκώμιον.

### book 116

Ἄνοια θνητοῖς δυστύχημ’ αὐθαίρετον. τί σαυτὸν ἀδικῶν τὴν τύχην καταιτιᾷ;

### book 117

Οὐδέποτ’ ἀληθὲς οὐδὲν οὔθ’ υἱῷ πατήρ εἴωθ’ ἀπειλεῖν οὔτ’ ἐρῶν ἐρωμένῃ.

### book 118.1

Τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς κἀν

### book 118.2

τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.

### book 119.1

Πλοῦτος ἀλόγιστος

### book 119.2

προσλαβὼν ἐξουσίαν καὶ τοὺς

### book 119.3

φρονεῖν δοκοῦντας ἀνοήτους

### book 119.4

ποιεῖ.

### book 120

Κρεῖττον ὀλίγ’ ἐστὶ χρήματ’ ἀνυπόπτως ἔχειν, ἢ πολλὰ φανερῶς, ἀλλὰ μετ’ ὀνείδους λαβεῖν.

### book 121.1

Οὐκ ἔστι λύπης, ἄν

### book 121.2

περ ὀρθῶς

### book 121.3

τις

### book 121.4

σκοπῇ, ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώποις φύσει.

### book 122

Ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι.

### book 123.1

Πολλῶν φύσει

### book 123.2

τοῖς πᾶσιν ἀνθρώποις κακῶν ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν.

### book 124.1

Οὐδέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς

### book 124.2

τρόπος εἰς

### book 124.3

χαλεπὸν ὅταν ᾖ συγκεκλεισμένος βίον.

### book 125.1

Οἰκτρότατόν ἐστι

### book 125.2

πεῖραν ἐπὶ γήρως ὀδῷ ἀδίκου τύχης δίκαιος εἰληφὼς

### book 125.3

τρόπος.

### book 126

Ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθά καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν.

### book 127

Ταῖς ἀτυχίαισι μὴ ’πίχαιρε τῶν πέλας· πρὸς τὴν τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον.

### book 128.1

Οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν ἔστ’, ἀλλὰ μᾶλλον κατακαλύπτειν

### book 128.2

φημὶ δεῖν.

### book 129.1

Μέγιστόν ἐστιν ἆρα

### book 129.2

τοῖς ἐπταικόσιν τὸ παρόντας ἐγγὺς

### book 129.3

τοὺς

### book 129.4

συναλγοῦντας βλέπειν.

### book 130.1

Εἰ τἄλλ’ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν

### book 130.2

χρόνος ἡμῶν, τό γε

### book 130.3

φρονεῖν ἀσφαλέστερον

### book 130.4

ποιεῖ.

### book 131.1

Πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν

### book 131.2

χρόνος ἐστίν. οὗτος καὶ σὲ νῦν ἰάσεται.

### book 132

Καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν, τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει.

### book 133.1

Νῦν δ’ ἕρπ’ ἀπ’ οἴκων τῶνδε· τὴν γυναῖκα γάρ τὴν σώφρον’ οὐ δεῖ τὰς

### book 133.2

τρίχας ξανθὰς

### book 133.3

ποιεῖν.

### book 134.1

Μικρὰς τίθημι

### book 134.2

συμβολὰς ἀκροώμενος.

### book 135.1

Καλὸν τὸ Κείων νόμιμόν ἐστι

### book 135.2

Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.

### book 136.1

Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν

### book 136.2

πρῶτον θεῶν, δι’ ὃν θεωρεῖν ἔστι

### book 136.3

τοὺς ἄλλους θεούς.

### book 137.1

Ἐγὼ δ’ ἀνόητος εὐτελὴς ὑπερβολῇ, ὁ δ’ ἄσωτός ἐστι, πολυτελής, θρασὺς

### book 137.2

σφόδρα.

### book 138.1

Λανθάνει τὰ πράγματα

### book 138.2

τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεί τοῖς ἀναγκαίοις.

### book 139.1

Ἅπανθ’ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα

### book 139.2

ταῦτ’ ἔσθ’ ἡδονῆς.

### book 140

Ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλοῦμ’ ὑπὸ πάντων, μακάριος δ’ ὑπ’ οὐδενός.

### book 141

Εἰ μὲν δή τινα . . . πόρον ἔχεις· εἰ δὲ μή, νενόηκ’ ἐγώ· μισῶμεν ἀλλήλους.

### book 142.1

Αἰσχύνομαι

### book 142.2

πλουτοῦντι δωρεῖσθαι φίλῳ, μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ.

### book 143.1

Χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι

### book 143.2

πυρί, ἡ δ’ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.

### book 144.1

Μισῶ πένητα

### book 144.2

πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.

### book 145

Καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος, καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου.

### book 146.1

Ἀπόντι μᾶλλον εὐχαριστίαν

### book 146.2

ποίει· τῷ γὰρ

### book 146.3

παρόντι γίγνετ’ εὐτονώτερον.

### book 147.1

Ὁ γὰρ ἀδίκως

### book 147.2

τι καθ’ ἑτέρου ζητῶν κακόν αὐτὸς

### book 147.3

προπάσχει

### book 147.4

τοῦ κακοῦ τὴν ἔκβασιν.

### book 148.1

Ὅταν ἐκ

### book 148.2

πονηροῦ πράγματος κέρδος λάβῃς, τοῦ δυστυχεῖν νόμιζέ ς’ ἀρραβῶν’ ἔχειν.

### book 149.1

Δούλῳ γενομένῳ, δοῦλε, δουλεύων

### book 149.2

φοβοῦ· ἀμνημονεῖ γὰρ

### book 149.3

ταῦρος ἀργήσας ζυγοῦ.

### book 150

Ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ, δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.

### book 151.1

Νόμος

### book 151.2

φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος.

### book 152.1

Μὴ πάσχε

### book 152.2

πρῶτον τὸν νόμον καὶ μάνθανε. πρὸ τοῦ παθεῖν

### book 152.3

σε τῷ φόβῳ προλαμβάνου.

### book 153.1

Μέλλων

### book 153.2

τι πράττειν μὴ προείπῃς μηδενί. ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει. μόνη

### book 153.3

σιωπὴ μεταμέλειαν οὐ φέρει.

### book 154.1

Γυναῖχ’ ὁ διδάσκων γράμματ’ οὐ καλῶς

### book 154.2

ποιεῖ, ἀσπίδι δὲ φοβερᾷ προσπορίζει φάρμακον.

### book 155.1

Καλὴν γυναῖκ’ ἐὰν ἴδῃς μὴ θαυμάσῃς· τὸ γὰρ

### book 155.2

πολὺ κάλλος καὶ ψόγων

### book 155.3

πολλῶν γέμει.

### book 156.1

Γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε· γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως

### book 156.2

ποιεῖ.

### book 157.1

Μὴ κλᾷε

### book 157.2

τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ τὰ δάκρυ’ ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ.

### book 158

Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφορεῖς, ἃ μετ’ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο;

### book 159

Πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει.

### book 160.1

Ἐὰν

### book 160.2

τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας ἀττικὸν μέλι.

### book 161

Εἰ * * γάμος ἦν ὁ σώζων τὴν ἄλλου νόσον νόσον σώζων αὐτὸς ἀποθνήσκει νοσῶν.

### book 162.1

Ὅταν

### book 162.2

τι μέλλῃς τὸν πέλας κατηγορεῖν, αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτου κακά.

### book 163.1

Μηδέποτε

### book 163.2

πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον· φύσιν δ’ ἐνεγκεῖν οὗ φύσις βιάζεται.

### book 164.1

Μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ πολὺν

### book 164.2

χρόνον βίου.

### book 165

Ὅταν γέρων γέροντι γνώμην διδοῖ, θησαυρὸς ἐπὶ θησαυρὸν ἐμπορίζεται.

### book 166

Ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν, καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν.

### book 167

Φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις, ἐπεὶ κεκλήσῃ καὶ σὺ παντελῶς ἄφρων.

### book 168.1

Μυστήριόν

### book 168.2

σου μὴ κατείπῃς τῷ φίλῳ, κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον.

### book 169.1

Ὁ λοιδορῶν τὸν

### book 169.2

πατέρα δυσφήμῳ λόγῳ τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν.

### book 170.1

Ὦ δέσποτ’ ὦναξ, ἔστι

### book 170.2

τοῖς

### book 170.3

σοφοῖς βροτῶν

### book 170.4

χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.

### book 171.1

Ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός

### book 171.2

τις ὤν ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά.

### book 172.1

Λαμπρῶς μὲν ἔνιοι ζῶσιν, οἷς

### book 172.2

χαλεπώτερον

### book 172.3

τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.

### book 173

Ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.

### book 174

Ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος, ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος.

### book 175.1

Ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα

### book 175.2

ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα

### book 175.3

τοῦ βίου.

### book 176.1

Κἂν μυρίων γῆς κυριεύῃς πήχεων, θανὼν γενήσει τάχα

### book 176.2

τριῶν ἢ τεττάρων.

### book 177.1

Κακῶς ἀκούων ὅστις οὐκ ὀργίζεται, πονηρίας

### book 177.2

πλείστης

### book 177.3

τεκμήριον φέρει.

### book 178.1

Ἅπανθ’ ὅς’ ὀργιζόμενος ἄνθρωπος

### book 178.2

ποιεῖ, ταῦθ’ ὕστερον λάβοις ἂν ἡμαρτημένα.

### book 179.1

Ὡς κρεῖττόν ἐστι δεσπότου

### book 179.2

χρηστοῦ τυχεῖν, ἢ ζῆν

### book 179.3

ταπεινῶς καὶ κακῶς ἐλεύθερον.

### book 180.1

Ἂν ἀγνοῶν

### book 180.2

τι παρά τινος θέλῃς μαθεῖν, τὸ τοῦ μαθητοῦ πρῶτον, ἔχε τὴν

### book 180.3

σιγήν.

### book 181

Ὁ μὴ γέλωτος ἄξιος ἂν ᾖ γέλως, αὐτοῦ γέλωτος πέφυκε κατάγελως.

### book 182.1

Ὁ μὴ τρέφων

### book 182.2

τεκοῦσαν ἐκ τέχνης νέος, ἄκαρπος οὗτός ἐστ’ ἀπὸ ῥίζης κλάδος.

### book 183.1

Ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ, ὅτ’ εὐτυχεῖς μέμνησο τῆς

### book 183.2

προτέρας τύχης.

### book 184

Ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν ἀγαθά, τὰ λίαν ἀγαθά.

### book 185

Παίδων ἐπ’ ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα.

### book 186.1

Μέμφομαί σοι

### book 186.2

τοῦθ’ ὅτι

### book 186.3

χρηστά με λέγοντ’ οὐκ εὖ ποιήσειν

### book 186.4

προσδοκᾷς.

### book 187.1

Οὐκ ἆρα

### book 187.2

φροντίζει

### book 187.3

τις ἡμῶν ἢ μόνος θεός.

### book 188.1

Ἄνθρωπε, πέρυσι

### book 188.2

πτωχὸς ἦσθα καὶ νεκρός, νυνὶ δὲ πλουτεῖς.

### book 189

Εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτ’ εἰς γυναῖκας.

### book 190

Ὡς ἡδὺ πρᾶος καὶ νεάζων τῷ τρόπῳ πατήρ.

### book 191.1

Πάντα γάρ

### book 191.2

ταῖς ἐνδελεχείαις καταπονεῖται

### book 191.3

πράγματα.

### book 192.1

Κομψὸς

### book 192.2

στρατιώτης οὐδ’ ἐὰν

### book 192.3

πλάττῃ θεός οὐδεὶς γένοιτ’ ἄν.

### book 193.1

Ἔργον ἐστί, Φανία, μακρὰν

### book 193.2

συνήθειαν βραχεῖ λῦσαι

### book 193.3

χρόνῳ.

### book 194

Οὐκ ἔστ’ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ, τολμηρότερον.

### book 195

Πᾶς ὁ μὴ φρονῶν ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται.

### book 196

Μόνος ἔστ’ ἀπαρηγόρητον ἀνθρώποις ἔρως.

### book 197.1

Ἔστι δέ γυνὴ λέγουσα

### book 197.2

χρήσθ’ ὑπερβάλλων φόβος.

### book 198

Οὐ πάνυ εἴωθ’ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή.

### book 199

Ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης θεῶν μετέχεις μέρος.

### book 200.1

Ὁ θάτερος μὲν

### book 200.2

τοῖν δυοῖν Διοσκόροιν.

### book 201

Στυππεῖον, ἐλέφαντ’, οἶνον, αὐλαίαν, μύρον.

### book 202

Ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς.

### book 203

Λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί.

### book 204.1

Ὁμοῦ τι τῷ τίκτειν

### book 204.2

παρεγένεθ’ ἡ κόρη.

### book 205

Ἄνθρωπον ἐξαλλάξομεν κακόν τί σοι δώσοντα.

### book 206.1

Κύψας καθ’ αὑτὸν τῶν

### book 206.2

τραγημάτων ἔφλα.

### book 207

Καθεδοῦμαι δ’ ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν καταλαβών.

### book 208ab.1

Κόψω τὴν θύραν. Ἀλλ’ ἐψόφηκε τὴν θύραν

### book 208ab.2

τις ἐξιών.

### book 209.1

Ὦ παῖ σιώπα· πόλλ’ ἔχει

### book 209.2

σιγὴ καλά.

### book 210

Ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον.

### book 211

Οὐχ οὗτος ἱππόκαμπός ἐστ’ ἐν αἰθέρι;

### book 212.1

Μαρτύρομαι ναὶ μὰ τὸν Ἀπόλλω

### book 212.2

τουτονί καὶ τὰς θύρας.

### book 213.1

Ἓν γάρ

### book 213.2

τι τούτων τῶν

### book 213.3

τριῶν ἔχει κακόν.

### book 214

Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος.

### book 215

Οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως.

### book 216

Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ.

### book 217

Ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ.

### book 218.1

Ἡ δ’ εὐπάτειρα

### book 218.2

φιλόγελως

### book 218.3

τε παρθένος Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί.

### book 219.1

Δεῖ γὰρ ἢ πλουτεῖν, ὅπως μὴ μάρτυρας

### book 219.2

πολλοὺς ἔχειν

### book 219.3

τοὺς ὁρῶντας.

### book 220.1

Δεδράμηκά σοι δρόμον

### book 220.2

τοιοῦτον οἷον οὐδεὶς πώποτε.

### book 221.1

Τὸ δὴ λεγόμενον

### book 221.2

τοῦτο θᾶττον ἢ βάδην.

### book 222.1

Ἐκάθηντ’ ἐπὶ δίφρου μήτηρ

### book 222.2

τε καί παρθένος.

### book 223

Μικροῦ μὲν ἀρραβῶνά με ἔπεισεν εὐθὺς καταβαλεῖν.

### book 224.1

Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν

### book 224.2

συγγενῆ.

### book 225

Οὐδὲ λόγον ὑμῶν, οὐδ’ ἐπιστροφὴν ἔχω.

### book 226.1

Ὁρᾷς; ἀκαρὴς

### book 226.2

παραπόλωλας ἀρτίως.

### book 227.1

Ἀσπίδιον ἐπριάμην

### book 227.2

τι καὶ μαχαίριον.

### book 228.1

Παρ’ αὐτὸν ἴσα βαίνους’ ἑταίρα

### book 228.2

πολυτελής.

### book 229.1

Πικροῦ γέροντος αὐθεκάστου τὸν

### book 229.2

τρόπον.

### book 230

Ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε.

### book 231.1

Φορὰ γὰρ νῦν

### book 231.2

τούτου γέγονε καλή.

### book 232

Ἐν γειτόνων οἰκῶ γὰρ, ὦ τοιχωρύχε.

### book 233

Ἵν’ οὐχ αὑτῷ παρετράφην, ἀλλὰ σοί.

### book 234.1

Ἡμέραν

### book 234.2

τρίτην ἐπεκώμας’ ἡμῖν.

### book 235

Ἤδη ἀλεαίνῃ πρὸς τὸ πῦρ καθημένη.

### book 236.1

Οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, ἀλλ’ ὑπάρχειν

### book 236.2

τοῦτο.

### book 237.1

Ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν

### book 237.2

πικρός.

### book 238

Ἔγημε θαυμαστὴν γυναῖχ’ ὡς σώφρονα.

### book 239.1

Πύλη τίς ἐστι

### book 239.2

Ταινάρου

### book 239.3

πρὸς ἐσχάτοις.

### book 240

Οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει.

### book 241.1

Λελουμένη γὰρ ἡ’τέρα καὶ διαφανές

### book 241.2

χιτωνάριον ἔχουσα.

### book 242ab

Ἐξακεῖσθαι μοι δοκῶ τὸ δίκτυον. Ἱμάτιον ἀκούμεθα.

### book 243a

Ἀπασκαριῶ δ’ ἐγὼ γέλωτι τήμερον.

### book 243b

Μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς.

### book 244.1

Νόμον

### book 244.2

φοβηθεὶς μὴ ταραχθήσῃ νόμῳ.

### book 245

Ἡδύ τ’ ἀποθνήσκειν ὅτῳ ζῆν μὴ πάρεσθ’ ὡς βούλεται.

### book 246abc.1

Ὁ χρηστός ἐστι

### book 246abc.2

πολλαχοῦ σωτήριος. Τὸ χρηστὰ πράττειν ἔργον ἔστ’ ἐλευθέρου. Μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης.

### book 247.1

Οὐδὲν κατὰ λόγον γίγνεθ’ ὧν

### book 247.2

ποιεῖ τύχη.

### book 248.1

Τυφλόν

### book 248.2

τι τἀνόητον εἶναί μοι δοκεῖ.

### book 249

Χρηστοῦ παρ’ ἀνδρὸς μηδὲν ὑπονόει κακόν.

### book 250.1

Τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω

### book 250.2

τοῦ ποιεῖν.

### book 251-252

Οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου. Οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός.

### book 253.1

Ἀγροῖκος εἶναι

### book 253.2

προσποιεῖ πονηρὸς ὤν.

### book 254.1

Ἔχει

### book 254.2

τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ.

### book 255.1

Λυπεῖ με δοῦλος μεῖζον οἰκέτου

### book 255.2

φρονῶν.

### book 256

Ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν.

### book 257

Τοῦτ’ ἐστὶ τὸ ζῆν, οὐχ ἑαυτῷ ζῆν μόνον.

### book 258

Πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα.

### book 259a

Φύσει γυνὴ δυσήνιόν ἐστι καὶ πικρόν.

### book 259b.1

Ὦ παῖδες, οἷον φίλτρον ἀνθρώποις

### book 259b.2

φρενός.

### book 260.1

Δίκας γραφόμενος

### book 260.2

πρὸς γονεῖς μαίνει, τάλαν.

### book 261

Υἱὸς δ’ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός.

### book 262

Ἡδύ γ’ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως.

### book 263

Ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν.

### book 264.1

Αἰσχυνόμενος αἴσχιστα

### book 264.2

πενίαν ἂν φέροις.

### book 265

Πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν.

### book 266

Ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις.

### book 267.1

Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες, καὶ μετὰ λογισμοῦ πάντα

### book 267.2

πράττουσίν

### book 267.3

τινος.

### book 268

Φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους.

### book 269

Μὴ ’πὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.

### book 270.1

Κρεῖττον δ’ ἑλέσθαι

### book 270.2

ψεῦδος ἢ ἀληθὲς κακόν.

### book 271.1

Ἦ πού τι

### book 271.2

χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν.

### book 272

Πικρόν ἐστι θρέμμ’ ἐν οἰκίᾳ γέρων.

### book 273.1

Οὐδεὶς

### book 273.2

πονηρὸν

### book 273.3

πρᾶγμα

### book 273.4

χρηστὸς ὢν

### book 273.5

ποιεῖ.

### book 274.1

Ὡς ἡδὺ συνέσει

### book 274.2

χρηστότης κεκραμένη.

### book 275.1

Θανόντων δὲ καὶ λόγοι φίλοι

### book 275.2

προδόται.

### book 276.1

Ἅπαντα δοῦλα

### book 276.2

τοῦ φρονεῖν καθίσταται.

### book 277

Πένης λέγων τἀληθὲς οὐ πιστεύεται.

### book 278.1

Πᾶν

### book 278.2

τοὔργον ὀρθῶς ἐκμαθεῖν

### book 278.3

χρόνου μέτα.

### book 279

Ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσει.

### book 280.1

Ἅπαντα

### book 280.2

σιγῶν ὁ θεὸς ἐξεργάζεται.

### book 281abc.1

Ἐπὶ τοῦτ’ ἐγένοντο πάντες, ἐνθάδ’ ἥξομεν. Ἀνθρωπίνως

### book 281abc.2

χρὴ τὰς τύχας φέρειν, ξένε. Τὰ κοινὰ κοινῶς δεῖ φέρειν

### book 281abc.3

συμπτώματα.

### book 282.1

Τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις

### book 282.2

πρέπει.

### book 283

Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.

### book 284.1

Λέγεις, ἃ δὲ λέγεις ἕνεκα

### book 284.2

τοῦ λαβεῖν λέγεις.

### book 285

Ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος.

### book 286

Συγκέχυκε νῦν τὴν πίστιν ὁ καθ’ ἡμᾶς βίος.

### book 287

Ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δ’ οὐδεὶς ἔτι.

### book 288.1

Οὐδὲν

### book 288.2

σιωπῆς ἐστι

### book 288.3

χρησιμώτερον.

### book 289.1

Προποιήσεις ἀστικὸν

### book 289.2

σαυτὸν πάλιν.

### book 290

Εἰς τὰ καθαρὰ λιμὸς εἰσοικίζεται.

### book 291.1

Ὡς ὡραΐζεθ’ ἡ τύχη

### book 291.2

πρὸς

### book 291.3

τοὺς βίους.

### book 292.1

Οὐχ ὅθεν ἀπωλόμεσθα

### book 292.2

σωθείημεν ἄν;

### book 293.1

Πρὸς

### book 293.2

ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ’ ἐγώ.

### book 294.1

Ἀλλὰ καὶ χαμαιτύπη κρίζει

### book 294.2

τις.

### book 297.1

Ἐλεύθερόν

### book 297.2

τι τολμήσει

### book 297.3

πονεῖν, θηρᾶν λέοντας, ὅπλα βαστάζειν.

### book 302

Τί γὰρ ἐγὼ κατελειπόμην.

### book 303

Ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ.

### book 304

Ἐξάραντες ἐπικροτήσατε.

### book 305

Δεινὸν σὺ φράγμα τῆς νύμφης λέγεις.

### book 306.1

Τηρῶ τὸν Δία ὕοντα

### book 306.2

πολλῷ.

### book 309

Ἀλλ’ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός.

### book 310

Τραγῳδῶν ἦν ἀγὼν Διονύσια.

### book 312.1

Οὐχ ὁ τρόφιμός

### book 312.2

σου

### book 312.3

πρὸς θεῶν, Ὀνήσιμε, ὁ νῦν ἔχων Ἀβροτόνιον τὴν ψάλτριαν

### book 312

[spk_β]ἔγημ’ ἔναγχος; Β. πάνυ μὲν οὖν.

### book 325.1

Παραιτοῦμαί σε

### book 325.2

συγγνώμην ἔχειν.

### book 339.1

Ἀναμενῶ σε

### book 339.2

πρός

### book 339.3

τοὔλαιον.

### book 348

Αὐλὰς θεραπεύειν καὶ σατράπας.

### book 349

Ταῦτά ς’ ἀπολώλεκ’ ὦ πονηρέ.

### book 455

Πυθοῦ παρ’ αὐτῆς διὰ τίν’ αἰτίαν.

### book 459

Οὐκ ἔχω οὔτε ἅλας οὔτε ὄξος οὔτ’ ὀρίγανον.

### book 460

Ἐλεεῖθ’ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος.

### book 463.1

Οὐχ ὁ λόγος αὔξει τὴν τέχνην

### book 463.2

περισσὸς ὤν, ἀλλ’ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα.

### book 464.1

Τί δ’ ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς

### book 464.2

φρονῇ;

### book 465.1

Ὁ μὲν λόγος

### book 465.2

σου

### book 465.3

συνέσεως

### book 465.4

πολλῆς γέμει, τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα

### book 465.5

φαίνεται.

### book 466.1

Ὁ μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν δείκνυσιν αὑτοῦ τὸν

### book 466.2

τρόπον

### book 466.3

τοῖς ῥήμασιν.

### book 467.1

Ὁ μὲν λόγος

### book 467.2

σου

### book 467.3

παῖ κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἶμον ἐκπορεύεται.

### book 468.1

Ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως τὴν

### book 468.2

τοῦ βίου σύγκρασιν ὁμόνοιαν

### book 468.3

ποιεῖ.

### book 469.1

Γυναικὶ δ’ ὅστις ὅρκον ὀμνύων ἀνήρ μηδὲν

### book 469.2

ποιεῖ δίκαιον, οὗτος εὐσεβής.

### book 470.1

Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος, μηθ’ ὁ πονηρὸς κατεχέτω

### book 470.2

χρηστοῦ τόπον.

### book 471

Οὐχὶ τὴν αὐτὴν ἔχει διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.

### book 472

Ἀεὶ δ’ ὁ σωθείς ἐστιν ἀχάριστον φύσει. ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, ἣν δεόμενος τότ’ ἀθάνατον ἕξειν ἔφη.

### book 473.1

ὅτου δ’ ἂν ἔργου

### book 473.2

τυγχάνῃς ἄπειρος ὤν, τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.

### book 474.1

Πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι ἢ πολλὰ φαύλως

### book 474.2

περιβεβλῆσθαι

### book 474.3

πράγματα.

### book 475.1

Ὅταν λέγῃς μὲν

### book 475.2

πολλά, μανθάνῃς δὲ μή, τὸ σὸν διδάξας

### book 475.3

τοὐμὸν οὐ μαθὼν ἔσει.

### book 476

Οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν.

### book 477

Ἀδύνατον ὡς ἔοικε τἀληθὲς λαθεῖν.

### book 478.1

Ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν

### book 478.2

χρυσῆν, τί μοι

### book 478.3

σεμνότερον ἔσται τὸ ξύλον; ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν.

### book 479.1

Κἀν

### book 479.2

ταῖς ἀπορίαις ἔσθ’ ὁ χρηστὸς

### book 479.3

χρήσιμος.

### book 480

Ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαὶ νῷν αἱ γυναί.

### book 481

Εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με Μυσῶν.

### book 482

Θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι ἢ δόξαν ἤτοι διαβολήν.

### book 485

Οὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδον.

### book 486

Καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα.

### book 491

Διεμέριζε γάρ ὁ Βορυσθενείτης.

### book 493.1

Ἀλλὰ προσέδωκας τάλαντον ἵνα

### book 493.2

παρ’ ἡμῶν ... καὶ τὸν ἴκτινον λάβῃς.

### book 494

Ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.

### book 499

Φιλόνεικος δ’ ἐστὶ καὶ μία γυνή εἰς μῆνιν.

### book 502

Ἀράβιον ἐξεύρηκα σύμβουλον.

### book 506

Ἡ πόλις ὅλη γὰρ ᾄδει τὸ κακόν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/menander-of-athens-poverty-conduct-hps-bb.json (sha256:1487c2e5fb447803c8ab6f6919d411977868802fcd8eb09a04b0f0adb4f960c7). Cite as `eul_wid: hps-bb`.
