---
title: Fragments of the Swallow Song
title_greek: Ἀποσπάσματα τοῦ Χελιδονίου ᾨδοῦ
author: Lyric Work Anonymous
eul_wid: aeq-aa
eul_aid: aeq
canonical: "https://eulogikon.org/grc/lyric-work-anonymous/swallow-song"
canonical_json: "https://eulogikon.org/data/works/grc/lyric-work-anonymous-swallow-song-aeq-aa.json"
sha256: "8996d64fdd5bcde8ed9f7d0317802d537f27790928a7d52c742fb9baaf364e36"
period: Archaic
dialect: Mixed Dialects (frg)
domain: Poetry
format: Collection
license: CC0-1.0
---

# Fragments of the Swallow Song

*Ἀποσπάσματα τοῦ Χελιδονίου ᾨδοῦ*

**Author:** Lyric Work Anonymous

**eul_wid:** `aeq-aa` · [HTML page](https://eulogikon.org/grc/lyric-work-anonymous/swallow-song) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/lyric-work-anonymous-swallow-song-aeq-aa.json)

## Text

### 1

ἀχαΐνην στέατος ἔμπλεων τράγον.

### 2

ἦλθ’ ἦλθε χελιδὼν καλὰς ὥρας ἄγουσα, καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, ἐπὶ νῶτα μέλαινα. παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυροῦ τε κάνυστρον· καὶ πύρνα χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται· πότερ’ ἀπίωμες ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες· ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μέν ἐστι, ῥαιδίως νιν οἴσομες. ἂν δὴ †φέρηις τι, μέγα δή τι† φέροις· ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.

### 3

πλεῖστον οὖλον ἵει, ἴουλον ἵει.

### 4

μακραὶ δρύες, ὦ Μέναλκα.

### 5a

ἀνάγετ’, εὐρυχωρίαν τῶι θεῶι ποιεῖτε· θέλει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυδωμένος διὰ μέσου βαδίζειν.

### 5b

σοί, Βάκχε, τάνδε Μοῦσαν ἀγλαΐζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλωι μέλει, καινὰν ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ὠιδαῖσιν, ἀλλ’ ἀκήρατον κατάρχομεν τὸν ὕμνον·

### 6

ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ σέλινα; ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ καλὰ σέλινα.

### 7

ὢ τί πάσχεις; μὴ προδῶις ἄμμ’, ἱκετεύω· πρὶν καὶ μολεῖν κεῖνον, ἀνίστω, μὴ κακόν 〈σε〉 μέγα ποιήσηι κἀμὲ τὰν δειλάκραν. ἁμέρα καὶ ἤδη· τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῆις;

### 8

ὗσον ὗσον ὦ φίλε Ζεῦ κατὰ τῆς ἀρούρας †τῆς Ἀθηναίων καὶ τῶν πεδίων.†

### 9

ἔφυγον κακόν, εὗρον ἄμεινον.

### 10

ἄγετ’ ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾶι μὲν ἴτυν προβάλεσθε, δόρυ δ’ εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς οὐ γὰρ πάτριον τᾶι Σπάρται.

### 11

ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι ποτὶ τὰν Ἄρεως κίνασιν.

### 12 (7)

τ̣ὺ̣ δε̣π̣α[ πέφατ̣αι παν̣[ με̣τάδ̣ος π̣ω̣ .. ρασκ[ ἵει νυν οὖ̣ρον ἐπ̣α̣γ̣ρ̣[ πολε̣μ̣ .. μ̣ο̣νον . [ [ [ [ αρη[ λια̣ρὸν̣ ῥη̣έθροις Εὐρο̣[ Εὖ̣ρ’ ὦ σωτὴρ τᾶς Σπάρτας κατὰ πάντα μόλοις μετὰ νίκας· ⸏ ἰὲ Παιὰν ἰήιε Παιάν

### 14

ἥλιος Ἀπόλλων, ὁ δέ γ’ Ἀπόλλων ἥλιος.

### 15

ἐξάγω χωλὸν τραγίσκον,

### 16

ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ βριμόν,

### 17

ἄρχει μὲν ἀγών, τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν.

### 19

λήγει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν·

### 20

βαλβῖδα† ποδὸς θέτε πόδα παρὰ πόδα,

### 21

τὸν Ἑλλάδος ἀγαθέας στραταγὸν ἀπ’ εὐρυχόρου Σπάρτας ὑμνήσομεν, ὢ ἰὲ Παιάν.

### 22

ἴωμεν εἰς Ἀθάνας·

### 23

ἄλει μύλα ἄλει· καὶ γὰρ Πιττακὸς ἄλει μεγάλας Μυτιλήνας βασιλεύων.

### 24

ἁμές ποκ’ ἦμες ἄλκιμοι νεανίαι, εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος ⟦ ἔλεγεν ⟧ · ἁμὲς δέ γ’ εἰμές· αἰ δὲ λῆις, αὐγάσδεο. ὁ δὲ τρίτος ὁ τῶν παίδων· ἁμὲς δέ γ’ ἐσσόμεσθα πολλῶι κάρρονες.

### 25

ἐλθεῖν ἥρω Διόνυσε Ἀλείων ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῶι βοέωι ποδὶ δύων, ἄξιε ταῦρε, ἄξιε ταῦρε.

### 26

ἀνάβαλλ’ ἄνω τὸ γῆρας, ὦ καλὰ Ἀφροδίτα.

### 27

ὦ παῖδες 〈ὅσ〉οι Χαρίτων τε καὶ πατέρων λάχετ’ ἐσθλῶν μὴ φθονεῖθ’ ὥρας ἀγαθοῖσιν ὁμιλεῖν· σὺν γὰρ ἀνδρείαι καὶ ὁ λυσιμελὴς Ἔρως ἐνὶ Χαλκιδέων θάλλει πόλεσιν.

### 28

σῖτον ἐν πηλῶι φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει;

### 29

τίς τὴν χύτραν; ἀναζεῖ· τίς περὶ χύτραν; ἐγὼ Μίδας·

### 30a

χαλκῆν μυῖαν θηράσω, θηράσεις, ἀλλ’ οὐ λήψει,

### 30b

ἔξεχ’ ὦ φίλ’ ἥλιε

### 30c

χελιχελώνη, τί ποΐεις ἐν τῶι μέσωι; μαρύομ’ ἔρια καὶ κρόκην Μιλησίαν. ὁ δ’ ἔκγονός σου τί ποΐων ἀπώλετο; λευκᾶν ἀφ’ ἵππων εἰς θάλασσαν ἅλατο.

### 31

†πθ ε ι κόρη γέφυραν ὅσον οὔπω· τριπόλεον δέ†

### 32

αὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων Ἰαστί,

### 33a

καλεῖτε θεόν· Σεμελήι’ Ἴακχε πλουτοδότα

### 33b

τίς τῆιδε; πολλοὶ κἀγαθοί.

### 33c

ἐκκέχυται· κάλει θεόν.

### 34

†ὦ Λίνε θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτωι μέλος ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι· Φοῖβος δέ σε κότωι ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.†

### 35b

ἐκκορὶ κορὶ κορώνη

### 36

δέξαι τὰν ἀγαθὰν τύχαν, δέξαι τὰν ὑγίειαν, ἃν φέρομες παρὰ τᾶς θεοῦ, ἃν †ἐκλελάσκετο† τήνα.

### 37

θύραζε Κᾶρες, οὐκέτ’ Ἀνθεστήρια.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/lyric-work-anonymous-swallow-song-aeq-aa.json (sha256:8996d64fdd5bcde8ed9f7d0317802d537f27790928a7d52c742fb9baaf364e36). Cite as `eul_wid: aeq-aa`.
