---
title: Anacreontea
title_greek: Ἀνακρεόντεια
author: John of Gaza the Grammarian and Poet
eul_wid: vuy-ab
eul_aid: vuy
canonical: "https://eulogikon.org/grc/john-of-gaza/anacreontea"
canonical_json: "https://eulogikon.org/data/works/grc/john-of-gaza-anacreontea-vuy-ab.json"
sha256: "1387ee5720fa1c3d432b4ff4b26182c87a11f38748d1a07627308c793927d0c2"
period: Late Antique
dialect: Christian Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Anacreontea

*Ἀνακρεόντεια*

**Author:** John of Gaza the Grammarian and Poet

**eul_wid:** `vuy-ab` · [HTML page](https://eulogikon.org/grc/john-of-gaza/anacreontea) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/john-of-gaza-anacreontea-vuy-ab.json)

## Text

### book 1.1

Ὦ φίλοι, ἦτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτός Πιερικὴν πλάστιγγα πολύτροπον ὄμμασι λεύσων· Μοῦσά με νῦν θώρηξεν ἑκηβόλος, οὐκ ἐπὶ χάρμην, οὐκ ἐπὶ δυσμενέων νίφα βάρβαρον· ἀλλὰ μενοινήν

### book 1.5

ὑμετέρην σκοπὸν οἶδα τανύσκοπον, ἥν ῥα δοκεύων εἴσομαι αἴκε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων. Ὁ χορὸς τίς ἐστιν οὗτος,

### book 1

ὁ σοφῆς βρύων μελίσσης; ἔλαθον πόδες με μᾶλλον

### book 1.10

μεμεθυσμένον λαβόντες Ἑλικῶνος εἰς τὸ μέσσον. Ὁ δ’ ἄναξ λόγων Ἀπόλλων Ἑλικωνίδες τε Μοῦσαι τροχαλὸν λαβόντες Ἑρμῆν

### book 1.15

κρίσιν εἰσφέρουσι τόλμῃ· τί πάθω, φίλοι, τί ῥέξω; Κραδίη, φύγοις τὸ τάρβος, ἔχε θάρσος εἰσδραμοῦσα· φιλίης πνέουσι Μούσης,

### book 1.20

νοερῶν λόγων κρατοῦσι, νοεροὺς λόγους κομίζοις. Ὁ καλὸς γέρων ὁ κύκνος Ζεφύρου πνέοντος ἔγνω λιγυρὸν μέλος τι μέλπειν·

### book 1.25

ὁ δὲ δῆμος ἐστὶν οὗτος, γλυκερὴν χέων ἐέρσην. Γέρανοι τρέχουσι πάσης σπόρον αὔλακος διώκειν· φιλοτερπέος δὲ Γάζης

### book 1.30

σπόρον ἤλυθον λιγαίνειν· ὁ δὲ δῆμος ἐστὶν οὗτος. Δότε βάρβιτον δονήσω· ὁ δὲ καλλίμολπος Ὀρφεύς σὺν ἐμοὶ μέλος λιγαίνοι·

### book 1.35

ὁ δὲ δῆμος ἐστὶν οὗτος, γλυκερὴ ῥέουσα Μοῦσα. Περί με πνέων ὁ Φοῖβος χέλυν ἤλυθεν τινάσσειν παλάμῃ σοφῇ μελίζων·

### book 1.40

ὁ δὲ δῆμος ἐστὶ Φοῖβος

### book 1

νοερῆς γέμων μελίσσης.

### book 2.1

Ὁ λόγος στρατηγικὴν λαβὼν ἐξουσίαν, θαρρῶν πρόεισι τῷ στρατηγῷ συντρέχων. Ἀπὸ φοιβάδος μελίσσης πεφορημένον με, Μοῦσαι,

### book 2.5

πολιηόχοισι κώμοις πολιήοχον δονεῖτε· Ὁ δὲ νοῦς ὅλος χορεύων ὁμοτερπέεσσιν αὔραις, καθαρὸν μέλος τινάσσων

### book 2.10

καθαρῷ μέλος κομίζοι. Ὁ δ’ Ἄρης ἄναξ ὁ σῶφρον δεδιδαγμένος γελάσσαι, Παφίης χάριν κομίζων, σὺν ἐμοὶ κρότους βοήσει.

### book 2.15

Στρατιῆς, μάκαρ, κρατήσας, σοφὸν ἱππότην διδάξας, τὸ δὲ πεζὸν ἡμερώσας, ἔχε μείζονας θοώκους. Πόθεν ἦλθε Φοῖβος, ἄνδρες,

### book 2.20

κράτος Ἄρεος κεράσσας; ὁ δὲ Φοῖβος ἄλλος ἐγγύς πάλιν εἴκελος φαάνθη.

### book 3.1

Ὁ λόγος ἐρωτικὴν ἐπιγνοὺς παρρησίαν ἦλθεν χορεύων ὡς δεδοικὼς τοὺς πόθους. Γλυκερὸς πάρεστι κῶμος νεολαμπέος γαλήνης,

### book 3.5

ὅτι τὴν νέαν Κυθήρην Φαέθων νέος κομίζει. Ὅθεν ἡ πόλις τὸ φέγγος φιλοπαννύχου χορείας στεφανηφόροισι μέλπει

### book 3.10

δύο φωσφόροις μιγεῖσι. Δότε μοι πόθου κύπελλον γλυκερῆς βρύον μελίσσης, ἵνα τὰς φρένας συνάπτων

### book 3

νεονυμφίον χορεύσω.

### book 3.15

Ο δ’ ἔρως, ὁ πάντα τίκτων, φρένας εἰς φρένας συνάπτων, ὁμοτερπέεσσιν αὔραις φιλοτησίαν κεράσσοι. Φιλονύμφιος δὲ Κύπρις

### book 3.20

γάμιον φέρουσα φίλτρον, παρὰ παστάδας γελῶσα γάμον εὔγαμον λιγαίνοι. Ἀνατελλέτω τὸ φέγγος τὸ φερώνυμον τοκῆος·

### book 3.25

Φαέθων φάος λοχεύων νεαρὸν σέλας κομίζοι.

### book 4.1

Ζεφύρου πνέοντος αὔραις Χαρίτων θάλος δοκεύω· ῥοδέης ἅπαντα χαίτης Παφίης γέμουσιν ἄλση.

### book 4.5

Ὁ δ’ ἔρως σοφῷ βελέμνῳ φύσιν εἰς φύσιν συνάπτει, ἵνα μὴ χανοῦσα λήθη γένος ἐκ γένους καλύψῃ. Φιλοτερπέες δὲ μολπαί

### book 4.10

Διονυσίαις ἐν ὥραις, ἔαρος νέον φανέντος, νοεραῖς πνέουσι Μούσαις. Χλοερῶν ὕπερθε δένδρων μέλος ὄρνεον λιγαίνει,

### book 4.15

δεδονημένη δὲ πᾶσα φύσις εἰς ἔαρ χορεύει. Σοφίης ἄναξ Ἀπόλλων φαέθων ἔλαμψε φέγγος, ὑπερήμενος δὲ πώλοις

### book 4.20

γλυκερὸν φάος προσαύξει. Δότε μοι ῥόδον Κυθήρης, ἀγέλαι σοφῆς μελίττης, ἵνα Κύπριδος γελώσης μέλος εἰς ῥόδον τινάξω.

### book 5.1

Ὅτε φωσφόρος παρέρπει

### book 5

Φαέθων μέσην πορείην ὑπὸ κριὸν ἅρμα τείνων, χθόνιαι φλέβες γελῶσιν.

### book 5.5

Χθονοφοίτορες δὲ Μοῖραι κρυφίας γονὰς ἀρούρης πάλιν εἰς φάος καλοῦσι, χθόνα ποικίλην τελοῦσαι, Ἵνα κόσμος ἀμφιθάλλων

### book 5.10

ἐρόεις ἀεὶ νεάζῃ, πολυκαρπίμους δὲ φύτλας σὺν Ἔρωτι Κύπρις ἕλκῃ. Φύσι πότνια, χλοάζεις, νεότητας ἐγχαράττεις,

### book 5.15

ἵνα μὴ βίος καθεύδων βροτέας σκέπῃ γενέθλας. Τί γὰρ οὐ φέρουσιν Ὧραι μετὰ χείματος κελεύθους; τί δὲ μὴ Χάρις φυτεύει

### book 5.20

ἔαρος στέφουσα κάλλος; Τί γὰρ οὐκ ἔαρ κομίζει βιότου λύον μερίμνας, ὅτε καὶ ῥόδον λοχεύει περιπορφύρους κορύμβους;

### book 5.25

Ἁπαλόχροος Κυθήρη ῥοδέας ἔχει παρειάς, ἐθέλει πνέουσα φύλλων ῥοδοδάκτυλος καλεῖσθαι. Ὅτε καὶ νέος χλοάζων

### book 5.30

γλυκερώτερος γαλήνης γυάλους ἔλειπε γαίης Χαρίτων βρύων Ἄδωνις. Ὁ δὲ κοῦρος ἐστὶ καρπός, κρατερὸς βίου προφήτης,

### book 5.35

φύσεως ἐὼν λόχευμα, Ἀφροδίσιον χόρευμα. Τί με, παῖδες, οὐ φιλεῖτε τὸν ἀεὶ ζέοντα Μούσαις, νοερὸν φέροντα Βάκχον

### book 5.40

Ἑλικωνίοις κυπέλλοις; Νέον ἦθος ἐνθαμίζον κρίσιν οὐκ ἐᾷ κομίζειν· νεοτησία γὰρ ἥβη φιλέει μάλιστα παίζειν.

### book 5.45

Ὁ σοφὸς χρόνος βαδίζων ἐς ἐτήτυμον δικάσσει, ὅτε τὸν τρέφοντα μύθοις γενέτην ἔχειν διδάξει. Μετὰ ποιμνίων ὁ ποιμήν,

### book 5

μεθύων γάλακτι Μούσης, λιγέως ἄριστα παίζω, καλύκων χάριν δοκεύων. Ὁ δὲ Φοῖβος ὀργιάζων μέλος εὔλυρον θοάζει,

### book 5.55

ἐπὶ Κυπρίοις πετήλοις

### book 5

ἱλαρώτερον μελίζων.

### book 6.1

ΑΦ. Ὁ γέλως ὁ τῆς Κυθήρης ἀπαθῶς βρύων γαλήνην, γενέσεις ἀεὶ λοχεύων, ἄχεσιν λίην κρατεῖται·

### book 6.5

τί πάθω, πάτερ, τί ῥέξω; Φιλίης ἄνασσα πηγῆς, ζαθέῳ βρέμουσα κέντρῳ, φιλομείλιχος γελῶσα Παφίη, γέμω μερίμνης·

### book 6.10

τί πάθω, πάτερ, τί ῥέξω; Ὁ τεὸς σπόρος με τίκτει, ἵνα φίλτρα πᾶσι μίσγω, γονίμους σχέσεις λαβοῦσα· πόθεν οὖν ἔχω τι λύπης;

### book 6.15

τί πάθω, πάτερ, τί ῥέξω; Ζ. Τὸ δίκης σέβας σε βάλλει, ὃ ποεῖς, μόλις σὺ πάσχεις· φιλέεις ἅπαντα παίζειν κραδίαις φλόγας τιθεῖσα·

### book 6.20

τὸ δίκης σέβας σε βάλλει. Φορέεις ἄπιστον ἦθος, μακάρων νόον πιέζεις, βροτέας φρένας μαραίνεις, γενετῆρος οὐδὲ φείδῃ·

### book 6.25

τὸ δίκης σέβας σε βάλλει. Ἔμαθον πυρὸς θυέλλας, πολύμορφον αἶσχος ἔγνων χθονίοις γάμοισι χαίρων, ὁ θεῶν ἄναξ ἐπαίχθην·

### book 6.30

τὸ δίκης σέβας σε βάλλει. ΑΦ. Τί με παιγνίοις ἀτίζεις; ἐθέλω βλέπειν Ἄδωνιν ἐρατὸν βρύοντα κάλλος· λυκάβαντος ἐστὶ κόσμος

### book 6.35

γονίμους στέφων ἀρούρας. Ἄρεως θανὼν ὀδόντι ὁ νέος νόον χαλέπτει· ἄγονος φύσις καθεύδει· ὑπὸ γῆν ἐὼν ὁ κοῦρος

### book 6.40

Ἀΐδου δάμαρτα τέρπει. Καταβήσομαι πρὸς Ἅιδην, ὅθι Κέρβερος βαΰζων, ζοφερὸς κύων τυράννου, ἐμὸν οὐ σθένος φοβήσει,

### book 6.45

ἵνα μὴ φίλον κομίσσω. Ζ. Κατάβηθι, Κύπρι, θᾶττον σὺν Ἔρωτι, σὺν βελέμνοις νεκύων κάτω πρὸς αὐλάς, ἵν’ ἀπαλλαγῶ φαρέτρης,

### book 6

ἐν ὅσῳ πόνοις σχολάζεις. Τέο μέχρι ταῦτα βάζω, ἅτε κέρτομος πλανήτης; τί γὰρ ἐν θεοῖσι χάρμα; τί δὲ λυπρὸν ἐμβατεύει;

### book 6.55

ἀπαθὴς Ὄλυμπός ἐστιν. Ἀπάτας πλέκουσι μῦθοι, κενεὰ πνέουσι τόλμαι, τὰ πάθη πνέουσι γαίης μακάρων ἄνω πρὸς οὖδας·

### book 6.60

ἀπαθὴς Ὄλυμπός ἐστιν. Ὅτ’ ἂν ἡδονάς τις εὕρῃ, μεταβάλλεται πρὸς ἥβην· ὅτε συνδράμωσι λῦπαι, θορύβοις κέαρ δονεῖται·

### book 6.65

θεὸς οὐ τρόπους ἀμείβει. Θεότητι συγχορεύει ἀγαθῶν ἄϋλος ὅρμος, ὅθι ῥᾳδίως ἄπαυστος βιοτὴ μάλιστα θάλλει,

### book 6.70

ὅπερ ἡδονὰς καλοῦσιν. Τί δὲ κωλύει τὸ θάλλειν; τί δὲ μὴ σύνεστι κάλλος; ἐς ἀεὶ πέλουσι πάντῃ ἀγαθὴν ῥέοντες ἀλκήν,

### book 6.75

ὅπερ ἡδονὰς καλοῦσιν. Γάνυμαι τὰ τερπνὰ πάσχων, ἐσορῶν ἄγαλμα κόσμου ὑπερουσίῳ φρονήσει, ὅπερ ἤνυσα ξυνάπτων

### book 6.80

νοεροῖς λόγοισι δήσας. Κρυφίως ὕπερθεν ἄλλου ἕτερος σθένος φαείνει, τὸ δὲ δευτέρων προάρχον καθ’ ἑαυτὸ χωρὶς ἔστη

### book 6.85

ὑπὸ μείζονος προνοίης. ΑΦ. Τὸ δὲ νόσφι τοῦτο μῦθος, ὃ διαίρεσιν δοκεύων μακάρων ἔνισπε λύπην· θεομυθίαι φιλοῦσιν

### book 6.90

λιγέως ἅπαντα παίζειν. Ζ. Παφίη, φύλαγμα κόσμου, τὸ τελεσφόρον κομίζεις, ἀνὰ νύκτα καὶ καθ’ ἧμαρ διὰ νυμφίων ἐρώτων

### book 6.95

γενεὰς τρέφουσα πάσας. Ἀρότους δίδασκε τίκτειν

### book 6

— — — — — — —

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/john-of-gaza-anacreontea-vuy-ab.json (sha256:1387ee5720fa1c3d432b4ff4b26182c87a11f38748d1a07627308c793927d0c2). Cite as `eul_wid: vuy-ab`.
