---
title: Fragments IG 4.950
title_greek: Ἀποσπάσματα IG 4.950
author: Isyllus of Epidaurus
eul_wid: iei-aa
eul_aid: iei
canonical: "https://eulogikon.org/grc/isyllus-of-epidaurus/fragments-ig-4-950"
canonical_json: "https://eulogikon.org/data/works/grc/isyllus-of-epidaurus-fragments-ig-4-950-iei-aa.json"
sha256: "1dd27d783cf8b940aaf21fcc79cb55736458855548b3709bd3894d428d6a34d3"
period: Hellenistic
dialect: Doric
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments IG 4.950

*Ἀποσπάσματα IG 4.950*

**Author:** Isyllus of Epidaurus

**eul_wid:** `iei-aa` · [HTML page](https://eulogikon.org/grc/isyllus-of-epidaurus/fragments-ig-4-950) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/isyllus-of-epidaurus-fragments-ig-4-950-iei-aa.json)

## Text

### unit_1.1

Ἴσυλλος Σωκράτευς Ἐπιδαύριος ἀνέθηκε

### unit_1.2

Ἀπόλλωνι Μαλεάται καὶ Ἀσκλαπιῶι.

### unit_1.3

A Δᾶμος εἰς ἀριστοκρατίαν ἄνδρας αἰ προάγοι καλῶς,

### unit_1.4

αὐτὸς ἰσχυρότερος· ὀρθοῦται γὰρ ἐξ ἀνδραγαθίας.

### 5.1

Αἰ δέ τις καλῶς προαχθεὶς θιγγάνοι πονηρίας

### 5.2

πάλιν ἐπαγκρούων, κολάζων δᾶμος ἀσφαλέστερος.

### 5.3

Τάνδε τὰν γνώμαν τόκ’ ἦχον καὶ ἔλεγον καὶ νῦν λέγω.

### 5.4

Εὐξάμαν ἀνγράψεν, αἴ κ’ εἰς τάνδε τὰν γνώμαν πέτη

### 5.5

ὁ νόμος ἀμὶν ὃν ἐπέδειξα· ἔγεντο δ’, οὐκ ἄνευ θεῶν.

### 10.1

B Τόνδ’ ἱαρὸν θείαι μοίραι νόμον ηὗρεν Ἴσυλλος

### 10.2

ἄφθιτον ἀέναον γέρας ἀθανάτοισι θεοῖσιν,

### 10.3

καί νιν ἅπας δᾶμος θεθμὸν θέτο πατρίδος ἀμᾶς,

### 10.4

χεῖρας ἀνασχόντες μακάρεσσιν ἐς οὐρανὸν εὐρύ[ν·

### 10.5

οἵ κεν ἀριστεύωσι πόληος τᾶσδ’ Ἐπιδαύρου

### 15.1

λέξασθαί τ’ ἄνδρας καὶ ἐπαγγεῖλαι κατὰ φυλὰς

### 15.2

οἷς πολιοῦχος ὑπὸ στέρνοις ἀρετά τε καὶ αἰδώς,

### 15.3

τοῖσιν ἐπαγγέλλεν καὶ πομπεύεν σφε κομῶντας

### 15.4

Φοίβωι ἄνακτι υἱῶι τ’ Ἀσκλαπιῶι ἰατῆρι

### 15.5

εἵμασιν ἐν λευκοῖσι δάφνας στεφάνοις ποτ’ Ἀπόλλω,

### 20.1

ποὶ δ’ Ἀσκλαπιὸν ἔρνεσι ἐλαίας ἡμεροφύλλου

### 20.2

ἁγνῶς πομπεύειν, καὶ ἐπεύχεσθαι πολιάταις

### 20.3

πᾶσιν ἀεὶ διδόμεν τέκνοις τ’ ἐρατὰν ὑγίειαν,

### 20.4

εὐνομίαν τε καὶ εἰράναν καὶ πλοῦτον ἀμεμφῆ,

### 20.5

τὰν καλοκαγαθίαν τ’ Ἐπιδαυροῖ ἀεὶ ῥέπεν ἀνδρῶν,

### 25.1

ὥραις ἐξ ὡρᾶν νόμον ἀεὶ τόνδε σέβοντας·

### 25.2

οὕτω τοί κ’ ἀμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς.

### 25.3

C Πρῶτος Μᾶλος ἔτευξεν Ἀπόλλωνος Μαλεάτα

### 25.4

βωμὸν καὶ θυσίαις ἠγλάισεν τέμενος.

### 25.5

Οὐδέ κε Θεσσαλίας ἐν Τρίκκηι πειραθείης

### 30.1

εἰς ἄδυτον καταβὰς Ἀσκληπιοῦ, εἰ μὴ ἀφ’ ἁγνοῦ

### 30.2

πρῶτον Ἀπόλλωνος βωμοῦ θύσαις Μαλεάτα.

### 30.3

D Ἴσυλλος Ἀστυλαίδαι ἐπέθηκε μαντεύσασθα[ί] οἱ περὶ

### 30.4

τοῦ παιᾶνος ἐν Δελφοῖς, ὃν ἐπόησε εἰς τὸν Ἀπόλλωνα

### 30.5

καὶ τὸν Ἀσκληπιόν, ἦ λώιόν οἵ κα εἴη ἀγγράφοντι

### 35.1

τὸν παιᾶνα. Ἐμάντευσε λώιόν οἵ κα εἶμεν ἀγγράφοντι

### 35.2

καὶ αὐτίκα καὶ εἰς τὸν ὕστερον χρόνον.

### 36.1

PAEAN

### 36.2

E Ἰὲ Παιᾶνα θεὸν ἀείσατε λαοί,

### 36.3

ζαθέας ἐνναέτα[ι] τᾶσδ’ Ἐπιδαύρου.

### 36.4

Ὧδε γὰρ φάτις ἐνέπους’ ἤλυθ’ ἐς ἀκοὰς

### 40.1

προγόνων ἀμετέρων, ὦ Φοῖβ’ Ἀπόλλων.

### 40.2

Ἐρατὼ Μοῦσαν πατὴρ Ζεὺς λέγεται Μά‐

### 40.3

λ[ωι] δόμεν παράκοιτιν ὁσίοισι γάμοις. Φλεγύας δ’, [ὃς] πατρίδ’ Ἐπίδαυρον ἔναιεν,

### 40.4

θυγατέρα Μάλου γαμεῖ, τὰν Ἐρατὼ γεί‐

### 45.1

νατο μάτηρ, Κλεοφήμα δ’ ὀνομάσθη.

### 45.2

Ἐγ δὲ Φλεγύα γένετο, Αἴγλα δ’ ὀνομάσθη·

### 45.3

τόδ’ ἐπώνυμον· τὸ κάλλος δὲ Κορωνὶς ἐπεκλήθη.

### 45.4

Κατιδὼν δ’ ὁ χρυσότοξος Φοῖβος ἐμ Μά‐

### 45.5

λου δόμοις παρθενίαν ὥραν ἔλυσε, λεχέων δ’ ἱμεροέντων ἐπέβας, Λα‐

### 45.6

τῶιε κόρε χρυσοκόμα.

### 45.7

Σέβομαί σε· ἐν δὲ θυώδει τεμένει τέκε‐

### 45.8

το ἶνιν Αἴγλα, γονίμαν δ’ ἔλυσεν ὠδῖ‐

### 45.9

να Διὸς παῖς μετὰ Μοιρᾶν Λάχεσίς τε μαῖ’ ἀγαυά·

### 55.1

ἐπίκλησιν δέ νιν Αἴγλας ματρὸς Ἀσκλα‐

### 55.2

πιὸν ὠνόμαξε Ἀπόλλων, τὸν νόσων παύ‐

### 55.3

[σ]τορα, δωτῆρ’ ὑγιείας, μέγα δώρημα βροτοῖς.

### 55.4

Ἰὲ Παιάν, ἰὲ Παιάν, χαῖρεν Ἀσκλα‐

### 55.5

πιέ, τὰν σὰν Ἐπίδαυρον ματρόπολιν αὔ‐

### 60.1

ξων, ἐναργῆ δ’ ὑγίειαν ἐπιπέμποις

### 60.2

φρεσὶ καὶ σώμασιν ἀμοῖς, ἰὲ Παιάν, ἰὲ Παιάν.

### 60.3

F Καὶ τόδε σῆς ἀρετῆς, Ἀσκληπιέ, [τ]οὖργον ἔδειξας

### 60.4

ἐγ κείνοισι χρόνοις ὅκα δὴ στρατὸν ἦγε Φίλιππος

### 60.5

εἰς Σπάρτην, ἐθέλων ἀνελεῖν βασιληΐδα τιμήν.

### 65.1

Τοῖς δ’ Ἀσκληπιὸς [ἦ]λθε βοαθόος ἐξ Ἐπιδαύρου

### 65.2

τιμῶν Ἡρακλέος γενεάν· ἇς φείδετο ἄρα Ζεύς.

### 65.3

Τουτάκι δ’ ἦλθε, ὅχ’ ὁ παῖς ἐκ Βουσπόρου ἦλθεν κάμνω[ν],

### 65.4

τῶι τύγα ποστείχοντι συνάντησας σὺν ὅπλοισιν

### 65.5

λαμπόμενος χρυσέοις, Ἀσκλαπιέ· παῖς δ’ ἐσιδών σε

### 70.1

λίσσετο χεῖρ’ ὀρέγων ἱκέτηι μύθωι σε προσαντῶν

### 70.2

“Ἄμμορός εἰμι τεῶν δώρων, Ἀσκλαπιὲ Παιάν,

### 70.3

ἀλλά μ’ ἐποίκτειρον”. Τὺ δέ μοι τάδ’ ἔλεξας ἐναργῆ·

### 70.4

“Θάρσει· καιρῶι γάρ σοι ἀφίξομαι, ἀλλὰ μέν’ αὐτεῖ,

### 70.5

τοῖς Λακεδαιμονίοις χαλεπὰς ἀπὸ κῆρας ἐρύξας,

### 75.1

οὕνεκα τοὺς Φοίβου χρησμοὺς σώζοντι δικαίως

### 75.2

οὓς μαντευσάμενος παρέταξε πόληι Λυκοῦργος”.

### 75.3

Ὣς ὃ μὲν ὤιχετο ἐπὶ Σπάρτην· ἐμὲ δ’ ὦρσε νόημα

### 75.4

ἀγγεῖλαι Λαχεδαιμονίοις ἐλθόντα τὸ θεῖον πάντα μάλ’ ἑξείας· οἳ δ’ αὐδήσαντος ἄκουσαν

### 80.1

σώτειραν φήμαν, Ἀσκλαπιέ, καί σφε σάωσας.

### 80.2

Οἳ δὴ ἐκάρυξαν πάντας ξενίαις σε δέκεσθαι

### 80.3

σωτῆρα εὐρυχόρου Λακεδαίμονος ἀγκαλέοντες.

### 80.4

Ταῦτα τοί, ὦ μέγ’ ἄριστε θεῶν, ἀνέθηκεν Ἴσυλλος τι[μ]ῶν σὴν ἀρετήν, ὦναξ, ὥσπερ τὸ δίκαιον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/isyllus-of-epidaurus-fragments-ig-4-950-iei-aa.json (sha256:1dd27d783cf8b940aaf21fcc79cb55736458855548b3709bd3894d428d6a34d3). Cite as `eul_wid: iei-aa`.
