---
title: Hymn 7 To Dionysus
title_greek: Ὕμνος εἰς Διόνυσον
author: Hymnic Collection  Anonymous
eul_wid: upu-ao
eul_aid: upu
canonical: "https://eulogikon.org/grc/homeric-hymns-anonymous/dionysus-ao"
canonical_json: "https://eulogikon.org/data/works/grc/homeric-hymns-anonymous-dionysus-ao-upu-ao.json"
sha256: "648c1e94139c82e3cbaa2e3d514e027aa32dabab3d8d16c5c2b250976c3b84f0"
period: Archaic_To_Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Hymn 7 To Dionysus

*Ὕμνος εἰς Διόνυσον*

**Author:** Hymnic Collection  Anonymous

**eul_wid:** `upu-ao` · [HTML page](https://eulogikon.org/grc/homeric-hymns-anonymous/dionysus-ao) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/homeric-hymns-anonymous-dionysus-ao-upu-ao.json)

## Text

### unit_1

Ἀμφὶ Διώνυσον Σεμέλης ἐρικυδέος υἱὸν μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο ἀκτῇ ἐπὶ προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικὼς πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις πορφύρεον· τάχα δ’ ἄνδρες ἐϋσσέλμου ἀπὸ νηὸς ληϊσταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἱ δὲ ἰδόντες νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον, αἶψα δ’ ἑλόντες εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ. υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων εἶναι, καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι. τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλός’ ἔπιπτον χειρῶν ἠδὲ ποδῶν· ὁ δὲ μειδιάων ἐκάθητο ὄμμασι κυανέοισι, κυβερνήτης δὲ νοήσας αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε· Δαιμόνιοι τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων

### unit_2

ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν εἴκελος, ἀλλὰ θεοῖς οἳ Ὀλύμπια δώματ’ ἔχουσιν. ἀλλ’ ἄγετ’ αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης αὐτίκα, μηδ’ ἐπὶ χεῖρας ἰάλλετε μή τι χολωθεὶς ὄρσῃ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν. Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ· δαιμόνι’ οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει. ἔλπομαι ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. Ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δ’ ἄρ’ ὅπλα καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.

### unit_3

οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσὸς ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει· πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἱ δὲ ἰδόντες νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον γῇ πελάαν· ὁ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ ἄρκτον ἐποίησεν λασιαύχενα σήματα φαίνων· ἂν δ’ ἔστη μεμαυῖα, λέων δ’ ἐπὶ σέλματος ἄκρου δεινὸν ὑπόδρα ἰδών· οἱ δ’ εἰς πρύμνην ἐφόβηθεν, ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα ἔσταν ἄρ’ ἐκπληγέντες· ὁ δ’ ἐξαπίνης ἐπορούσας ἀρχὸν ἕλ’, οἱ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες πάντες ὁμῶς πήδησαν ἐπεὶ ἴδον εἰς ἅλα δῖαν, δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας

### unit_4

ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον· Θάρσει † δῖ’ ἑκάτωρ τῷ ἐμῷ κεχαρισμένε θυμῷ· εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος ὃν τέκε μήτηρ Καδμηῒς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα. Χαῖρε τέκος Σεμέλης εὐώπιδος· οὐδέ πῃ ἔστι σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/homeric-hymns-anonymous-dionysus-ao-upu-ao.json (sha256:648c1e94139c82e3cbaa2e3d514e027aa32dabab3d8d16c5c2b250976c3b84f0). Cite as `eul_wid: upu-ao`.
