---
title: Scholia-Iliad
title_greek: Σχόλια εἰς Ἰλιάδα
author: Homer Commentary
eul_wid: vta-ae
eul_aid: vta
canonical: "https://eulogikon.org/grc/homer-commentary-anonymous/scholia"
canonical_json: "https://eulogikon.org/data/works/grc/homer-commentary-anonymous-scholia-vta-ae.json"
sha256: e2783f40ca66e6e1251760a2cab48a923c5bf325d6dd9108e7b0fba2fe59d4d9
period: Late Antique
dialect: Atticizing
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Iliad

*Σχόλια εἰς Ἰλιάδα*

**Author:** Homer Commentary

**eul_wid:** `vta-ae` · [HTML page](https://eulogikon.org/grc/homer-commentary-anonymous/scholia) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/homer-commentary-anonymous-scholia-vta-ae.json)

## Text

### book 1a.1

Μῆνιν ἄειδε: ζητοῦσι, διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο,

### book 1a.2

οὕτω δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μέν, ἵν’ ἐκ τοῦ

### book 1a.3

πάθους †ἀποκαταρρεύσῃ† τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσε‐

### book 1a.4

κτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ

### book 1a.5.1

φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτε‐

### book 1a.5.2

ρον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ

### book 1a.5.3

ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως †οὐ κατατρέχει

### book 1a.5.4

ἀξιοπιστότερον† ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. |

### book 1a.5.5

ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέ‐

### book 1a.10.1

γονεν· ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ

### book 1a.10.2

προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, καὶ ὡς

### book 1a.10.3

ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον

### book 1a.1

τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. |

### book 1a.2

ἰστέον δέ· ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ σῦ‐

### book 1a.15.1

κον ἰσχάς, οὕτω πρῶτον ὀργή, θυμὸς χόλος κότος μῆνις. ὅμως ὁ

### book 1a.15.2

ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται· „ἠὲ χόλον

### book 1a.15.3

παύσειεν ἐρητύσειέ τε θυμόν“ (Α 192)· „οὐδ’ ὄθομαι κοτέοντοσ“ (Α

### book 1a.15.4

181)· „αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενοσ“ (Α 488). AT

### book 1b.1

ζητεῖται, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν

### book 1b.2

πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι,

### book 1b.3

καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος

### book 1b.4

οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν

### book 1b.5.1

ἐτέλεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν

### book 1b.5.2

ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέ‐

### book 1b.5.3

γουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμ‐

### book 1b.5.4

βάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. | ἔτι ζητεῖται, διὰ

### book 1b.5.5

τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ

### book 1b.10.1

περὶ Ζηνόδοτον οὕτως ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν

### book 1b.10.2

νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι

### book 1b.10.3

πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. b (BC) T | πάλιν ζητεῖται,

### book 1b.10.4

διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς

### book 1b.10.5

Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δ’ ὅτι ἐκεῖ μέν, ἅτε μόνως

### book 1b.15.1

ἐφ’ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται,

### book 1b.15.2

ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ

### book 1b.15.3

οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ μόνον τοῦτον οἷος ἦν

### book 1b.15.4

δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας

### book 1b.15.5

αὐτῷ. ἔκ τινος οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει

### book 1b.20

καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα. b (BCE4) T

### book 1c

μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. A b (BCE4) T οἱ

### book 1c

δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς. AT

### book 1d.1

ἄειδε: ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμ‐

### book 1d.2

βάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι (opp. 2)·

### book 1d.3

„δεῦτε δὴ ἐννέπετε,“ καὶ Πίνδαρος (fr. 150 Sn.)· „μαντεύεο Μοῦσα“,

### book 1d.4

AT καὶ Ἀντίμαχος ὁ Κολοφώνιος (fr. 1 W.)· „ἐννέπετε Κρονίδαο

### book 1d.5.1

Διὸς μεγάλοιο θύγατρεσ“. A δεύτερον δέ, ὅτι οὐ κατὰ ἀλήθειαν

### book 1d.5.2

ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλ’ ἑαυτοῖς. AT

### book 1e1.1

[ἄειδε:] ᾄδειν ποίει, [μετ]ωνυμικῶς [ὡς „πάντας μέν ῥ’

### book 1e1.2

ἔλπει“ (β 91)· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέ]λει δυσχερῆ [ὄντα.

### book 1e1.3

π]ερὶ δὲ τοῦ ῥή[τορος λέγων] „ἔννεπε“ [φησίν] (α 1).T

### book 1e2.1

〈ἄειδε:〉 μετωνυμικῶς, ποίει τὸ ἀείδειν· βούλεται γὰρ τὰ

### book 1e2.2

λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν

### book 1e2.3

δὲ περὶ τοῦ ῥήτορος ὁ λόγος, „ἔννεπε“ φησὶν ἁπλῶς. b (BCE4)

### book 1f1.1

〈ἄειδε, θεά:〉 ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ δεῖν

### book 1f1.2

ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς.

### book 1f1.3

καὶ ἐν Ὀδυσσείᾳ γάρ φησιν (α 1)· „ἄνδρα μοι ἔννεπε Μοῦσα“, καὶ

### book 1f1.4

πάλιν ἐπάγει (α 10)· „τῶν ἁμόθεν γε θεά“, καὶ ἀλλαχοῦ (θ 499)·

### book 1f1.5.1

„ὁ δ’ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ’ ἀοιδήν“. οἱ δὲ λέγοντες ὡς ἐχρῆν

### book 1f1.5.2

ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν „ἄειδέ μοι, ἠεροφοῖτις Ἐρινύσ“ τοῦ

### book 1f1.1

δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ.

### book 1f1.2

ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει (Β 484) πάσας·

### book 1f1.3

„ἔσπετε νῦν μοι, Μοῦσαι“. b (BCE4) T

### book 1f2.1

θεά: οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν

### book 1f2.2

Ὀδυσσείᾳ (α 1)· „ἄνδρα μοι ἔννεπε, Μοῦσα.“ A

### book 1g

〈Πηληιάδεω:〉 παράγωγον. Til

### book 1h.1

Πηληιάδεω Ἀχιλῆος: οὕτως ἀναγνωστέον δι’ ἑνὸς λ

### book 1h.2

διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν.

### book 1h.3

οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι †τροφῆς†· ὅλως γὰρ οὐ μετέσχε

### book 1h.4

γάλακτος. AT

### book 1i.1

〈Ἀχιλῆος:〉 ὁ Κοτιαεὺς Ἀχιλῆος, διὰ τὸ μέτρον ἓν λ

### book 1i.2

γράφει· καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεσθαι. Aim

### book 2a.1

οὐλομένην: τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ

### book 2a.2

ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑπο‐

### book 2a.3

φαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ.

### book 2a

b (BCE4) T ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον·

### book 2a.5.1

b (BE4) T ποσόν, πολλάς· ποιόν, „ἰφθίμουσ“· οὐσίαν, „ψυ‐

### book 2a.5.2

χάσ“· τόπον, „Ἄϊδι“· χρόνον, „προΐαψεν“ (Α 3). b (BE4) TTt

### book 2b.1

ἣ μυρία: ῥητορικὴ ἡ μετάληψις· παρὸν γὰρ ἦν φάναι·

### book 2b.2

‘ὃς μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν‘· ἀλλ’ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει

### book 2b.3

τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. | τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκου‐

### book 2b.4

σαν, οὐκ ὀρθῶς. b (BCE4) T

### book 2c

ἣ μυρία: κατὰ συλλογισμὸν ἡ δ[ι]ή[γησις]. T

### book 2d.1

μυρία: τινὲς θρηνητικά, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον

### book 2d.2

αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφ’ οἷς μύρεσθαι τὸ κλαῦσαι. οὐδὲν δὲ

### book 2d.3

ἄτοπον, εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάν‐

### book 2d.4

των εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.

### book 2d.5

A b (BCE4) T

### book 2d

Ἀχαιοῖς: Ξοῦθος—ἐκλήθησαν Ἕλληνες. A

### book 3a.1

πολλὰς δ’ ἰφθίμους ψυχάς: κίνησιν οὐ τὴν τυχοῦσαν

### book 3a.2

ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡ‐

### book 3a.3

ρώων. b (BCE4) T

### book 3b1.1

ψυχάς: Ἀπολλώνιος ὁ Ῥόδιος γράφει (fr. 13 M.) „κεφα‐

### book 3b1.2

λάσ“. b (BCE4) TTt

### book 3b2

ὅτι κακῶς τινες μεταγράφουσι „πολλὰς δ’ ἰφθίμους κεφα‐

### book 3b2

λάσ“, ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ κεφαλάς. Aim

### book 3c.1

〈Ἄϊδι προΐαψεν:〉 ἐναντίον τῷ „μοῖραν δ’ οὔ τινά φημι

### book 3c.2

πεφυγμένον ἔμμεναι ἀνδρῶν“ (Ζ 488). ἀλλ’ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο·

### book 3c.3

νῦν γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως

### book 3c.4

ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα (sc. in Α 3) ἀκουστέον τὴν

### book 3c.5.1

πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν

### book 3c.5.2

γήρᾳ γινόμενος· „γῆρασ“ γάρ φησι „καὶ θάνατος, τά τ’ ἐπ’ ἀν‐

### book 3c.5.3

θρώποισι πέλονται“ (ν 59—60)· προΐαψεν οὖν ἔβλαψε πρὸ ὅρου

### book 3c.5.4

παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανά‐

### book 3c.5.5

του. b (BCE4) T ἢ περιττεύει ἡ πρό, ὡς τὸ „νῆάς τε προπάσασ“

### book 3c.10

(Β 493). b (BC) Tt

### book 4a.1

ἡρώων, αὐτοὺς δέ: ὅτι Ζηνόδοτος τοὺς δύο (sc. Α 4—5)

### book 4a.2

ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέ‐

### book 4a.3

σταλκε τὸ αὐτοὺς δέ, ἐπὶ τῶν σωμάτων. | ἥρωας δέ φασι—τὸ

### book 4a.4

γένος τῶν ἀνθρώπων. A

### book 4b.1

αὐτοὺς δὲ ἑλώρια: καὶ ἀλλαχοῦ (Ι 547)· „ἡ δ’ ἀμφ’ αὐτῷ

### book 4b.2

θῆκε πολὺν κέλαδον“ (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ)· b (BCE4) T

### book 4b.3

„ἀμφὶ συὸσ“ γάρ φησι (Ι 548) „κεφαλῇ“. b (BE4) T

### book 4c.1

〈ἑλώρια:〉 δασύνεται τὸ ἑλώρια· παρὰ γὰρ τὸ ἕλω

### book 4c.2

ἕλωρ ἐγίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ. καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ

### book 4c.1

ἐχρήσατο ἀντὶ τοῦ ἕλωρ. | χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ

### book 4c.2

τεῦχε αὐτῷ παράτασις. b (BCE4) T | Εὐκλείδης φησὶ τὸ ἑξῆς

### book 4c.5.1

τεῦχε κύνεσ〈σ〉ιν / „οἰωνοῖσί τε πᾶσιν (Α 5), / ἐξ οὗ δὴ τὰ πρῶτα

### book 4c.5.2

διαστήτην ἐρίσαντε“ (Α 6). T

### book 4d.1

αὐτοὺς δὲ ἑλώρια: δυσμενεῖς φασι τοὺς ἀκροωμένους

### book 4d.2

ἀπεργάζεται, τοὺς Ἕλληνας βλασφημεῖσθαι ποιῶν ὅτι τὰ σώματα οὐκ

### book 4d.3

ἐκήδευσαν ἀνελόμενοι. ἀλλ’ οὐδὲ δι’ ἀμέλειαν περιεῖδον ἀτάφους,

### book 4d.4

ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες. τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ

### book 4d.5.1

μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετ’

### book 4d.5.2

αὐτὴν ἡττώμενοι, διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ

### book 4d.5.3

τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς

### book 4d.5.4

σφῶν αὐτῶν σωτηρίας φροντίζουσιν. b (BCE4) T εἶτα γράφει

### book 4d.5.5

ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξοδον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ

### book 4d.10.1

Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης

### book 4d.10.2

ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ. b (BCE4)

### book 4e

〈κύνεσσιν:〉 κατὰ Αἰολεῖς. Til

### book 5a.1

〈οἰωνοῖσι:〉 καὶ ἀλλαχοῦ „τάχα κέν σε γῦπες ἔδονται“

### book 5a.2

(cf. Χ 42)· οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ τῇ βίᾳ τὸ πᾶν ἕλ‐

### book 5a.3

κουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλ’ οὖν ἀνέδην πᾶσι

### book 5a

προὔκειτο τούτων. b (BCE4)

### book 5b.1

Διὸς δ’ ἐτελείετο βουλή: τινὲς σὺν τῷ ι κατὰ δοτικήν,

### book 5b.2

οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο. A

### book 5c.1

〈Διὸς δ’ ἐτελείετο βουλή:〉 Διὸς βουλὴν λέγει νῦν ὁ

### book 5c.2

ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· „Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ

### book 5c.3

Ἕκτορι βούλετο κῦδοσ“ (Ν 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπό‐

### book 5c.4

μενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλ’ ὡς κεχωρισμένον καὶ καθ’ ἑαυτὸ

### book 5c.5.1

λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλὴ τὸ τοὺς ἠδικηκότας ἀξίαν

### book 5c.5.2

δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τὸ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι

### book 5c.5.3

τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ

### book 5c.5.4

„πολλὰς δ’ ἰφθίμους ψυχάσ“, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην

### book 5c.5.5

ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ. b (BE4) Tt

### book 5-6.1

Διὸς δ’ ἐτελείετο βουλή, / ἐξ οὗ δὴ τὰ πρῶτα:

### book 5-6.2

Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθ’

### book 5-6.3

Ἑλλήνων, ἀλλ’ ἀφ’ οὗ χρόνου ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς

### book 5-6.4

νεωτέροις πλάσματα δεξώμεθα. A

### book 5-6.5

Διὸς βουλὴν—καθάπερ ἐν τῷ προοιμίῳ. A

### book 6.1

〈διαστήτην:〉 διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις

### book 6.2

Ἀττική. τὸ δὲ „ἔριδι“ (Α 8) ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθ’ ὅπλων.

### book 6.3

b (BE4) Tt

### book 7a

Ἀτρείδης: ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων,

### book 7a.1

ὡς καὶ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ. ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν

### book 7a.2

Μενέλαον ἐδήλου, ἀντιδιαστέλλων προσέθηκεν τὸ ἄναξ ἀνδρῶν.

### book 7a.3

b (BE4) T

### book 7a.5.1

Ἀτρείδης τε ἄναξ: Ἀγαμέμνων—Ἰφιγένειαν καὶ

### book 7a.5.2

Ἠλέκτραν. A

### book 7b.1

δῖος ὁ ἔνδοξος ἀπὸ τῆς Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ δῖος,

### book 7b.2

φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις· Ἀχιλλεὺς μὲν γὰρ πάντων χά‐

### book 7b.3

ριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνήστρα

### book 7b.4

κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους. τὸν δὲ

### book 7b.5.1

Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου: „αὐτὰρ ὁ διογενήσ“ (Φ 17).

### book 7b.5.2

b (BE4) T

### book 8-9.1

〈τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; / Λητοῦς

### book 8-9.2

καὶ Διὸς υἱός:〉 ἐπὶ τὸ διηγηματικὸν μετιὼν οὐχ ὑποβάλλει τὰς

### book 8-9.3

διηγήσεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι,

### book 8-9.4

ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὴν πραγματείαν πεποίηται, τὸν

### book 8-9.5.1

τῶν ἀκροατῶν νοῦν ἀναρτῶν καὶ ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει,

### book 8-9.5.2

εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας

### book 8-9.5.3

φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς

### book 8-9.5.4

ἐκδιδοὺς περιοχὰς καὶ ἐξ ἀναστροφῆς κατὰ μέρος διηγούμενος. b (BE4)

### book 8a

〈σφωέ:〉 ὅτι Ζηνόδοτος „σφωι“ ἔγραφεν. Aim

### book 8b

σφωέ: οἱ περὶ τὸν Σιδώνιον τῇ „σφωι“ ἀρέσκονται, οὐ

### book 8b.1

καλῶς· ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν

### book 8b.2

οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου

### book 8b.3

καὶ σημαίνει τὸ αὐτούς. b (BE4) T

### book 8c

〈ξυνέηκε:〉 δασύνεται τὸ ξυνἕηκε. Aint

### book 8d

ἔριδι ξυνέηκε μάχεσθαι: ὡς δι’ ὅ γε Τρωσὶ μάχεσθαι. T

### book 9.1

Λητοῦς καὶ Διὸς υἱός: Ζεὺς ἐρασθεὶς—βάσεως ἐρ‐

### book 9.2

ριζώθη. A

### book 9.1

〈βασιλῆϊ:〉 διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησιν;

### book 9.2

δείκνυσι διὰ τούτου ὡς οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημ‐

### book 9.5

μελήσαντας. b (BE4)

### book 10a.1

〈ὦρσε:〉 ψιλωτέον τὸ ὦρσε· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ

### book 10a.2

Αἰολικῶς γίνεται. b (BE4) Tt

### book 10b.1

〈λαοί:〉 καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος πρὸς πλεί‐

### book 10b.2

ονα ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο. b (BE4) Tt

### book 11a.1

〈τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα:〉 διὰ τὴν τάξιν τοῦ

### book 11a.2

ἄρθρου, τὸν ἀρητῆρα Χρύσην. Aim

### book 11b.1

οὕνεκα τὸν Χρύσην: ὑπερβατόν, ἵν’ ᾖ τὸν ἀρητῆρα Χρύ‐

### book 11b.2

σην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς

### book 11b.3

τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη·

### book 11b.4

τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθ’ ὑπερβατόν, ὡς τὸ

### book 11b.5.1

„ἀλλ’ ὅτε δὴ †ὁ μοχλὸς ἐλάϊνοσ“ (ι 378). | κατὰ συλλογισμὸν δὲ ἡ

### book 11b.5.2

διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει,

### book 11b.5.3

πόσῳ μᾶλλον εἰ θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, τί ἄρα πείσεται

### book 11b.5.4

ἰδιώτης; b (BE4) T

### book 13-6.1

〈λυσόμενός τε θύγατρα—κοσμήτορε λαῶν:〉

### book 13-6.2

οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς (sc. Α 372—5) μετετέθησαν. Aint

### book 13-4a.1

〈φέρων τ’ ἀπερείσια δῶρα / στέμματ’ ἔχων—

### book 13-4a.2

Ἀπόλλωνος:〉 πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ

### book 13-4a.3

χηρώσει τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν

### book 13-4a.4

δώρων κομιδῇ. καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς δὲ

### book 13-4a.5.1

ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν) δι’ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν

### book 13-4a.5.2

θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα

### book 13-4a.5.3

κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην. b (BCE4) T

### book 13-4b1.1

〈φέρων—χερσίν:〉 ἵνα, εἰ μὲν θεοσεβής, τὰ στέμματα

### book 13-4b1.2

αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας

### book 13-4b1.3

οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται. b (BCE4) T

### book 13-4b.1

εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ

### book 13-4b.2

ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται. Aint

### book 14a.1

〈στέμματ’:〉 ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς

### book 14a.2

λέγειν. Aim

### book 14a

στέμματ’ ἔχων ἐν χερσίν: Λάδωνος—ἐστέψατο. A

### book 14b.1

〈ἑκηβόλου:〉 τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ

### book 14b.2

ἕκαθεν βάλλουσιν, ἀλλ’ οὐ τυγχάνουσι τοῦ σκοποῦ· „οὐκ ἔβαλες τὸν

### book 14b.3

ξεῖνον“ (υ 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγ‐

### book 14b

χάνειν. b (BCE4) T

### book 15-6.1

〈καὶ λίσσετο πάντας Ἀχαιούς, / Ἀτρεΐδα δὲ

### book 15-6.2

μάλιστα δύω:〉 εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ „νηῒ παρὰ πρύμνῃ

### book 15-6.3

Ἀγαμέμνονοσ“ (Η 383). b (BCE4) T

### book 16

〈Ἀτρείδα:〉 τινὲς „Ἀτρείδασ“. Aim

### book 17.1

〈Ἀτρεΐδαι τε:〉 εἴωθεν ὑπεξαιρεῖν τὰ προὔχοντα πρόσωπα

### book 17.2

ὡς τὸ „Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1). ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ

### book 17.3

τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ „ἱππεῦσιν μὲν †πρώτοις† ἐπετέλλετο“

### book 17.4

(Δ 301). b (BC) T

### book 18-9.1

〈ὑμῖν μὲν θεοὶ δοῖεν—οἴκαδ’ ἱκέσθαι:〉 θεραπευ‐

### book 18-9.2

τικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερεύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς

### book 18-9.3

καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ

### book 18-9.4

ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα

### book 18-9.5.1

πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λύτρων

### book 18-9.5.2

ἤρξατο, ἵνα μὴ μᾶλλον αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ

### book 18-9.5.3

αὐτὸν ποιεῖ καὶ τοῖς οἰκείοις ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας

### book 18-9.5.4

〈ἐπ〉αρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν

### book 18-9.5.5

αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς

### book 18-9.10.1

πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα,

### book 18-9.10.2

θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως. b (BCE4)

### book 18.1

〈Ὀλύμπια δώματ’ ἔχοντες:〉 οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ

### book 18.2

καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς

### book 18

μακρὰν ὄντων. b (BCE4) T

### book 19

εὖ δ’ οἴκαδ’ ἱκέσθαι: διὰ τί ὁ Χρύσης—κατ’ αὐτῶν. A

### book 19

〈ἱκέσθαι:〉 μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται. Aim

### book 20a1.1

〈ἐμοὶ ... φίλην ... δέχεσθαι:〉 ἀντιδιέσταλται πρὸς τὴν

### book 20a1.2

ὑμῖν· διὸ ὀρθοτονεῖται. | ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ

### book 20a1.3

τὴν μόνην. b (BC) T | τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμ‐

### book 20a1.4

φατον. b (B) T

### book 20a2

{δέχθαι ἄποινα:} ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Aint

### book 21a

〈ἁζόμενοι:〉 δασύνεται διὰ τὸ σημαινόμενον. Ail

### book 21b1.1

〈ἑκηβόλον Ἀπόλλωνα:〉 ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς

### book 21b1.2

τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον

### book 21b1.3

εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς. b (BCE4) T

### book 21b2.1

{ἁζόμενοι Διὸς υἱόν:} ἵνα μὴ δοκοῖεν †ἔμπορον† εἶναι, τὸν

### book 21b2.2

θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς

### book 21b2.3

μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς. A

### book 22a.1

〈ἐπευφήμησαν Ἀχαιοί:〉 δεισίδαιμον γὰρ τὸ πλῆθος

### book 22a.2

καὶ μισοπόνηρον. b (BC) T

### book 22b.1

〈Ἀχαιοί:〉 ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς πέντε

### book 22b.2

διῃρεῖτο μοίρας, Ἀργολικήν, Πυλικήν, Λακωνικήν, Μεσσηνιακήν,

### book 22b.3

Ἀρκαδικήν. | ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος—τὸν Ταντάλου υἱὸν

### book 22b

Πέλοπα. A

### book 23.1

〈αἰδεῖσθαί θ’ ἱερῆα:〉 ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι,

### book 23.2

λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετ’ αἰδοῦς δέχεσθαι. ὁ δὲ καὶ γέροντα

### book 23.3

αὐτὸν ὀνομάζει (sc. Α 26). b (BC) T

### book 24a.1

〈ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:〉 ὅτι

### book 24a.2

Ζηνόδοτος γράφει „ἀλλ’ οὐκ Ἀτρείδεω 〈Ἀγαμέμνονοσ〉“. ὁ δὲ

### book 24a.3

ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει. A

### book 24b.1

〈ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:〉 ἀρχι‐

### book 24b.2

κὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ

### book 24b.3

ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχο‐

### book 24b.4

μένων. Aext b (BC) T

### book 25.1

〈ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε:

### book 25.2

κακῶσ〉 αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. τὸ δὲ

### book 25.3

κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, b (BC) T ὡς τὸ „ἀνδρὶ παρὰ

### book 25.4

κρατερῷ“ (Ω 212), „κρατέρ’ ἄλγεα πάσχων“ (Β 721). τὸ δὲ ἑξῆς

### book 25.5

ἐπέτελλεν. b (B) T

### book 26a.1

μή σε, γέρον, κοίλῃσι: μετὰ σπουδῆς ὁ Ἀγαμέμνων

### book 26a.2

ἀπελαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. A

### book 26b.1

〈γέρον:〉 τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπ’ ὀνείδει προ‐

### book 26b.2

βάλλεται. b (BCE4) T

### book 26c

〈κιχείω:〉 ὅτι ἀντὶ τοῦ κιχείοιμι. Aim

### book 27a

〈δηθύνοντα:〉 ἓν μέρος λόγου. Ail

### book 27b.1

〈ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα:〉 ἢ γὰρ ἐπι‐

### book 27b.2

μένοντες ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν·

### book 27b.3

ὧν ἁπάντων αὐτὸν ἐκκόπτει. τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ

### book 27b

τὸν †πλατικὸν† χρόνον. b (BCE4) T

### book 28.1

μή νύ τοι οὐ χραίσμῃ 〈σκῆπτρον καὶ στέμμα θεοῖο〉:

### book 28.2

ἀναιρεῖ τὴν ἐλπίδα, καὶ ἔστι· μήποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος

### book 28.3

τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε, πάντως

### book 28.4

καὶ φονευόμενον. A

### book 29-31.1

τὴν δ’ ἐγὼ οὐ λύσω〈—ἀντιόωσαν〉: ἀθετοῦνται,

### book 29-31.2

ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν· ἠσμένισε γὰρ

### book 29-31.3

καὶ ὁ Χρύσης †εἰπούσης† αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν

### book 29-31.4

Ἀγαμέμνονα τοιαῦτα λέγειν. A

### book 29a.1

〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉

### book 29a.2

{καὶ} οὐ τοῦτο {δὲ} λέγει, ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει,

### book 29a.3

ἀλλ’ ὅτι πρότερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται. A

### book 29b.1

〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉

### book 29b.2

μᾶλλον γηράσει παρ’ ἐμοὶ ἢ λυθήσεται. ἔστι δὲ ὡς τὸ „οὐδέποτ’

### book 29b.3

ἐκπέρσει· πρίν μιν κύνες ἠδ’ οἰωνοί“ (Σ 283). b (BC) Tt

### book 29c.1

〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉

### book 29c.2

πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων. b (BC) Tt

### book 29d.1

τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:

### book 29d.2

κατ’ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γάρ, ὥς

### book 29d.3

που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, „βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’

### book 29d.4

αἰχμητήσ“ (Γ 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ

### book 29d.5.1

πολεμίοις λίαν ἐστὶν ἀπηνής, ὡς Ἀδράστῳ (cf. Ζ 53—65) καὶ τοῖς

### book 29d.5.2

Ἀντιμάχου παισίν (cf. Λ 137—47). A b (BC) T

### book 30a.1

〈ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης:〉 καθ’

### book 30a.2

ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικώτερον. Aint

### book 30b

〈Ἄργει:〉 διῃρημένως. A

### book 31a.1

〈ἱστὸν ἐποιχομένην:〉 ταῦτα λέγων ὑπ’ ὄψιν ἄγει τὰ

### book 31a.2

τῆς Ἑλένης (sc. Γ 125—8). b (BC) Tt

### book 31b.1

〈ἐμὸν λέχος ἀντιόωσαν:〉 τῆς ἐμῆς κοίτης μεταλαμβάνου‐

### book 31b.2

σαν ὡς τὸ „ἀντιόων ταύρων τε“ (α 25). b (BC) Tt ἐφύβριστος δὲ

### book 31b.3

ἡ παρὰ πολεμίοις μίξις. ὅτι δὲ ἐφ’ ὕβρει φησὶν αὐτῇ χρῆσθαι, δηλοῖ

### book 31b.4

διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ

### book 31b.5

συμπεριλαβεῖν τὸ λέχος. b (BC) Tt

### book 32a.1

μή μ’ ἐρέθιζε: τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα

### book 32a.2

εἶναι. πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο· ὁ

### book 32a.3

γὰρ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ

### book 32a.4

λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν

### book 32a.5

ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται. b (BCE4) T

### book 32b

〈σαώτερος:〉 ὅτι τὸ σαώτερος ἀντὶ 〈τοῦ〉 ἁπλοῦ. Aim

### book 33.1

ἐπείθετο: ἀντὶ τοῦ οὐκ ἀντέπρασσε. διδάσκει δὲ ὁ ποιητὴς

### book 33.2

εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον

### book 33

γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος. b (BCE4) T

### book 34a

〈ἀκέων:〉 ὅτι Ζηνόδοτος διὰ τοῦ χ. Aim

### book 34b.1

〈ἀκέων παρὰ θῖνα:〉 οὐκ οἰμώξας διὰ τὸν καιρόν.

### book 34b.2

b (BCE4) T τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται. ἔστι δὲ καὶ

### book 34b.3

ἀρσενικόν, ὡς τὸ „ἐκβάντες δ’ ἐπὶ θῖνα βαθύν“ (Theocr. 22, 32). b (BC)

### book 34c

〈πολυφλοίσβοιο:〉 ὀνοματοποιΐα. Ail

### book 35.1

ἀπάνευθε κιών: ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι. ἐπισύνηθες

### book 35.2

δέ ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους.

### book 35.3

b (BCE4) TTt

### book 36a

〈Ἀπόλλωνι:〉 ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν. Aim

### book 36b.1

〈Ἀπόλλωνι ἄνακτι:〉 τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ

### book 36b.2

μέτρον. b (BC) | τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ

### book 36b.3

γενομένων αἴτιος, ἢ ὡς μουσικὸν ἄνακτα αὐτὸν ὁ ποιητής φησιν, ἢ τῷ

### book 36b.4

ἰδίῳ ἄνακτι. b (BCE4) T

### book 37a

〈κλῦθι:〉 Λαμψακηνῶν. Ail

### book 37b.1

〈κλῦθί μευ:〉 ἐν γενικῇ τὸ μεῦ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν

### book 37b.2

ἀναλογοῦν τῷ „τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων“ (Α 43). b (BC) T

### book 37c.1

〈ἀργυρότοξε:〉 διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν·

### book 37c.2

ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· b (BCE4)

### book 37c.3

T „ἀμφὶ δ’ ἄρ’ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον“ (Β 45) καὶ

### book 37c.4

„ἐν δέ οἱ ἧλοι / χρύσειοι πάμφαινον“ (Λ 29—30). b (BCE4)

### book 37d.1

〈Χρύσην:〉 ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα, ἡ δὲ Τένεδος

### book 37d.2

πεπορθημένη· „τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων“ (Λ 625). b (BCE4) T |

### book 37d.3

τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος

### book 37d.4

ταύτης ἰῶτα (183) περὶ τῶν πρεσβευτῶν· „πολλὰ μάλ’ εὐχομένω

### book 37d.5.1

γαιηόχῳ“· b (BC) T ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ

### book 37d.5.2

αὐτοὶ ἀντιπάσχουσιν. b (BC)

### book 37e.1

〈ἀμφιβέβηκας:〉 ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπό‐

### book 37e.2

δων, ὑπερμαχεῖς. Aim

### book 38a.1

〈Κίλλαν τε ζαθέην:〉 Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέ‐

### book 38a.2

σβον ἀποθανών. ἀθυμοῦντι δὲ αὐτῷ παρέστη, κελεύων Κιλλαίῳ Ἀπόλ‐

### book 38a.3

λωνι θύειν διὰ τὸν αἰφνίδιον θάνατον, καὶ νικήσειν· ὅθεν καὶ τῆς ὀνο‐

### book 38a.4

μασίας ἔτυχεν ἡ πόλις. b (BCE4) T

### book 38a.5.1

Κίλλαν τε ζαθέην: Πέλοψ ὁ Ταντάλου—ἡ ἱστορία

### book 38a.5.2

παρὰ Θεοπόμπῳ (FGrHist 115, 350). A

### book 38b.1

〈Τενέδοιό τε:〉 Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ

### book 38b.2

Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν

### book 38b.3

ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λεύκοφρυν, καὶ ἀφ’ ἑαυ‐

### book 38b.4

τοῦ Τένεδον ὠνόμασεν. b (BCE4) Tt

### book 38b.5.1

Τενέδοιό τε: καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος—προση‐

### book 38b.5.2

γόρευσαν. A

### book 39.1

Σμινθεῦ: ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ—ἡ ἱστο‐

### book 39.2

ρία παρὰ Πολέμωνι (fr. 31 Pr.). A

### book 39

ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες—διὰ τὸ ὑπερασπίζειν αὐ‐

### book 39

τῆς. A

### book 39a

〈ἐπὶ νηὸν ἔρεψα:〉 ὅτι παρέλκει ἡ ἐπί. Aint

### book 39b1.1

ἔρεψα: παρὰ τὸ ἐρέφω· ὅθεν καὶ Εἰραφιώτης ὁ Διόνυσος

### book 39b1.2

λέγεται· ἐστέφετο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ

### book 39b1.3

τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ

### book 39b1.4

αὐτὸν πλέκεσθαι. A

### book 39b2.1

ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ παρὰ τὸ

### book 39b2.2

ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι. Tt

### book 41a.1

〈ταύρων ἠδ’ αἰγῶν:〉 θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται

### book 41a.2

ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν. b (BCE4) T

### book 41b.1

〈τὸ δέ:〉 Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρω‐

### book 41b.2

διανὸς ἕν. Aint

### book 41c

〈τὸ δέ:〉 ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ. Aim

### book 42a

〈τίσειαν:〉 ὅτι Ζηνόδοτος †τίσειεν. Aim

### book 42b

τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν: μικρῷ

### book 42b.1

λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα,

### book 42b.2

ὅ ἐστι τοξεύων εἰσπράξαιο αὐτοὺς ἅπερ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχή‐

### book 42b.3

ματι δὲ ὃ παρῆκεν ἔφρασεν ὡς ἄρα ἔκλαιεν ὁ γέρων. b (BCE4) T

### book 42c.1

〈Δαναοί:〉 πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι

### book 42c.2

δοθῆναι αὐτῷ τὴν θυγατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι; φαμὲν οὖν

### book 42c.3

ὅτι, εἰ ἀπέθανεν Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοι‐

### book 42c.4

μοῦ· ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν

### book 42c.5.1

ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέ‐

### book 42c.5.2

μνονι· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι ὡς

### book 42c.5.3

βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν. b (BCE4) T

### book 42c.1

Δαναοί: Ἕλληνες οὕτως. Βῆλος—ὠνόμασεν. ἱστορεῖ

### book 42c.2

Ἀπολλόδωρος ἐν βʹ (bi 1. 2, 10—3). A

### book 43.1

τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων: συνητίμαστο γὰρ τῷ

### book 43.2

ἱερεῖ ἐν τῷ „μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο“ (Α 28)·

### book 43.3

καὶ ὅτι Τρωϊκός ἐστιν ὁ θεός. ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς ἐπικου‐

### book 43.4

ρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά, ὅσον δὲ ἀνωφελὴς ἡ

### book 43.5

μυσαρὰ θυσία, Αἴγισθος. b (BCE4) T

### book 44a.1

〈Οὐλύμποιο καρήνων:〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ

### book 44a.2

κάρηνα ἐπὶ ὄρους. Aint

### book 44b

〈κῆρ:〉 παρὰ τὴν καῦσιν. τὸ δὲ ἔμφυτον θερμόν φασιν

### book 44b

εἶναι τὴν ψυχήν. b (BCE4) Tt

### book 45a.1

τόξα: προαναφώνησις· T ἓν εἶχε τόξον, ἀλλὰ τῇ

### book 45a.2

φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος. b(BCE4)T

### book 45b

〈ἀμφηρεφέα:〉 κοινή ἐστιν, οὐκ ἔκτασις. Ail

### book 45c.1

〈ἀμφηρεφέα:〉 ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέ‐

### book 45c.2

φω. Til

### book 46-7.1

〈ἔκλαγξαν—νυκτὶ ἐοικώς:〉 ὅτι Ζηνόδοτος ἀμ‐

### book 46-7.2

φοτέρους ἠθέτηκεν, οὐ καλῶς. Aim

### book 46.1

ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί: ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ

### book 46.2

τὰ ἄψυχα αἰσθάνεσθαι τῆς θείας δυνάμεως, b(BCE4) T ὡς καὶ

### book 46.3

ἐπὶ Ἀχιλλέως „τὰ δ’ ἀνέκραγεν“ (Τ 13). T

### book 47a.1

〈αὐτοῦ κινηθέντος:〉 ὅτι αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ

### book 47a.2

ὅτι αὐτοῦ τοῦ δαίμονος. Til

### book 47b

〈νυκτὶ ἐοικώς:〉 τὰ φοβερὰ νυκτὶ εἰκάζει. b (BCE4) Til

### book 48.1

〈ἕζετ’ ... ἰόν:〉 τὸ ἕζετο ἐφεδρείαν τινὰ δηλοῖ καὶ ἀναμονὴν

### book 48.2

ἐπιστροφῆς. b (BCE4) T τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς

### book 48.3

ἐκάλεσεν. b (BCE4)

### book 49a.1

〈κλαγγή:〉 λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων

### book 49a.2

(sc. Γ 2). ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ „λίγξε βιόσ“ (Δ 125).

### book 49a.3

b(BC)T

### book 49b

〈βιοῖο:〉 Ἀριστάρχειος ὁ τόνος. | παρὰ τὴν βίαν. Aint

### book 50a.1

〈οὐρῆας:〉 ὅτι οὐκ ὀρθῶς τινες οὐρῆας τοὺς φύλακας·

### book 50a.2

ἀντιδιαστέλλει γὰρ διὰ τοῦ „αὐτοῖσι“ (Α 51). Aim

### book 50b

οὐρῆας μὲν πρῶτον ἐπῴχετο 〈καὶ κύνας ἀργούς:〉

### book 50b.1

οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ

### book 50b.2

ζῷα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσων· σύμμικτος γὰρ οὖσα ἡ φύσις

### book 50b.3

αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι

### book 50b.5.1

δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες

### book 50b.5.2

καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. | ἀργούς

### book 50b.5.3

δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά ἐστι ταῦτα τὰ σώματα

### book 50b.5.4

τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. A b (BCE4)

### book 50b.5.5

T εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν

### book 50b.10.1

μάλιστα τὰς τροφὰς ἐπορίζοντο. | εἰ δὲ καὶ θεὸς ὢν καὶ πολέμιος ἠτι‐

### book 50b.10.2

μασμένος καιρὸν δίδωσι μετανοίας, τί δεῖ τοὺς ἀνθρώπους ποιεῖν; b

### book 50b.10.3

(BCE4) T

### book 50b.1

διὰ τί ἀπὸ τῶν κυνῶν—οὐ ζητοῦσιν, ἀλλ’ ἢ ὁ Ἀχιλ‐

### book 50b.2

λεύς; Aext

### book 50c.1

〈οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς:〉

### book 50c.2

φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ

### book 50c.3

ἄλογα ζῷα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας

### book 50c.4

ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθη‐

### book 50c.5.1

σιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν· οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς

### book 50c.5.2

ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι

### book 50c.5.3

πολλάκις ἀπολειφθεῖσαι τινων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς

### book 50c.5.4

ἀνευρίσκουσιν. Aint

### book 51a.1

αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος: διαφέρει ὁ αὐτάρ τοῦ δέ,

### book 51a.2

ὅτι ὁ μὲν προτάσσεται, ὁ δὲ ὑποτάσσεται· ὁ μὲν αὐτάρ προτάσσεται,

### book 51a.3

ὁ δὲ δέ ὑποτάσσεται. A

### book 51b.1

〈αὐτοῖσι:〉 αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον

### book 51b.2

καταλαβεῖν, ἤτοι τοὺς ἀρχηγούς, Ἀχιλλεὺς δημηγορεῖ. b (BC) T

### book 51c

〈ἐχεπευκές:〉 ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης. Aim

### book 51c.1

ἐχεπευκές: ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης—ἐστι

### book 51c.2

πικρόν. A

### book 51-2.1

〈βέλος ἐχεπευκὲς ἐφιείς | βάλλ’:〉 ἰοῖς ἔβαλλεν, ὡς τὸ

### book 51-2.2

„ᾤχετο“ (Α 53), κατὰ Ἰωνικὴν περίφρασιν· b (B) Tt ἢ τὸ βάλλεν

### book 51-2.3

ἀντὶ τοῦ ἐφόνευεν. b (B) TtTil

### book 52.1

θαμειαί: Πάμφιλος „θαμεῖαι“ λέγει ὡς „ὀξεῖαι“ (Λ 268. τ 517), Ἀρίσταρχος δὲ

### book 52.2

ὡς „πυκιναί“ (Δ 281 al.)· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. b (BC) T

### book 52

θαμειαί: πῶς, φασίν, ὁ ποιητὴς—ἐκαίοντο. A

### book 52

αἰεὶ δὲ πυραὶ νεκύων: τὸ παλαιὸν—τυχεῖν. A

### book 53-5.1

ἐννῆμαρ μὲν〈—λευκώλενος Ἥρη〉: ἐπὶ ἐννέα

### book 53-5.2

ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἠδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον, ὅτι

### book 53-5.3

καὶ λοιμικὴ καὶ φθαρτική, ἢ ἐν τοσούτῳ χρόνῳ· ὡς γὰρ ἐπὶ πλέον ἐν

### book 53-5.4

ταῖς ἐννέα ἡμέραις καὶ μικρόν τι πρότερον ἢ ὕστερον κρίνεται τὰ τοι‐

### book 53-5.5.1

αῦτα νοσήματα ἢ ἀπόλλυσι τοὺς νοσοῦντας. καλῶς οὖν καὶ ἡ Ἥρα

### book 53-5.5.2

μετὰ τὰς ἐννέα ἡμέρας ἐπὶ νοῦν τίθησι ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ (εἰ

### book 53-5.5.3

γὰρ μή, τοῦτο ἔλεξεν)· Ἥρα γὰρ ὁ ἀήρ, καὶ φθαρτὸν γενόμενον πρῶ‐

### book 53-5.5.4

τος ὁ Ἀχιλλεὺς ὡς ὢν ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνέβαλε.

### book 53-5.5.5

λευκώλενον δὲ τὴν Ἥραν φησίν, ὅτι διαφανής ἐστιν ὁ ἀήρ, καὶ παρ‐

### book 53-5.10.1

όντων τῶν φωσφόρων καὶ λαμπρύνεται· διὸ καὶ „βοῶπισ“ (Α 551

### book 53-5.10.2

al.), ὅτι δι’ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια ἐν νυκτὶ καὶ ἡμέρᾳ γνω‐

### book 53-5

ρίζει. b (BCE4) T

### book 53a.1

ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρ’

### book 53a.2

οὐδετέρου συγκείμενον. ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ

### book 53a.3

σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. A

### book 53b.1

〈ᾤχετο:〉 οὐκ εἶπεν ἐπέμπετο, ἀλλ’ ὥσπερ ἐπὶ ἐμψύχῳ

### book 53b.2

εἴδει ἐπορεύετο. b (BCE4) T

### book 53c.1

〈κῆλα:〉 ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ

### book 53c.2

κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ b (BC) T τὰ καύσεως αἴτια.

### book 53c.3

b (BCE4) T

### book 53c

〈κῆλα:〉 νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ σημεῖα. Ail

### book 54.1

〈ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:〉 αὐτοκράτωρ

### book 54.2

γάρ, οὐ μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε· συνάγει μὲν

### book 54.3

γὰρ Ὀδυσσεὺς ἐν τῇ Β καὶ Ἀχιλλεὺς ἐν τῇ Τ. ἄλλως τε καὶ αὐτὸς

### book 54.4

ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ

### book 54.5.1

τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς (e. g. Ι 260.

### book 54.5.2

315). b (BCE4) T

### book 55.1

〈θεὰ λευκώλενος Ἥρη:〉 προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους

### book 55.2

θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος,

### book 55.3

τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς. b (BC) T

### book 56a

κήδετο: πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκή‐

### book 56a.1

δετο; b (BCE4) T εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ

### book 56a.2

Ἀγαμέμνων οὐδὲ ἐχθρὰ συνέβη, δι’ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες.

### book 56a.3

T ῥητέον οὖν ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες

### book 56a.5.1

οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι·

### book 56a.5.2

εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο καὶ ἀτε‐

### book 56a.5.3

λεύτητος ὁ πόλεμος. b (BCE4) T

### book 56a

κήδετο γὰρ Δαναῶν: εὐλόγως ἐφρόντιζε—ὄλεθρος. A

### book 56b.1

ὅτι ῥα: δασυντέον τὸν ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχό‐

### book 56b.2

μενον δασύνεται, πλὴν τοῦ ᾿Ρᾶρος. b (BC) T

### book 56c.1

〈ὁρᾶτο:〉 ὅτι Ζηνόδοτος „ὁρῆτο“ γράφει. ἀγνοεῖ δὲ ὅτι

### book 56c.2

Δωρικὸν γίνεται. Aim

### book 57

ἤγερθεν 〈ὁμηγερέες τε γένοντο〉: κατ’ ὀλίγον γὰρ συνιόντες πληθύνονται. b (BCE4) T

### book 58

〈μετέφη:〉 διὰ τὴν μετά. Aint

### book 58.1

τοῖσι δ’ ἀνιστάμενος: τὸ γὰρ παλαιὸν—ὀρθὸς

### book 58.2

ἵστατο. A

### book 59a.1

Ἀτρείδη, νῦν ἄμμε: μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ

### book 59a.2

αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν. A

### book 59b.1

Ἀτρείδη: κατ’ ἰδίαν τὸ Ἀτρείδη· κλητικὴ γάρ ἐστι καὶ

### book 59b.2

αὐτοτελής. οὐ μέντοι ἐν τῷ „Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν“ (Β 434).

### book 59b.3

b (BC) T σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως. b (B) T

### book 59c.1

〈παλιμπλαγχθέντας:〉 πρὸς τὴν τῶν νεωτέρων ἱστο‐

### book 59c.2

ρίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν. Aim

### book 59d.1

παλιμπλαγχθέντας: ὑφ’ ἓν Ἀρίσταρχος τὸ παλιμ‐

### book 59d.2

πλαγχθέντας. | τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι b (BC)

### book 59d.3

T μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ

### book 59d.4

εἰσβολὴν ποιησαμένους: b (BCE4) TTt τὰ γὰρ περὶ Μυσίαν

### book 59d.5

ἀγνοεῖ. Tt

### book 59e.1

παλιμπλαγχθέντας: εἰς τοὐπίσω πλανηθέντας | ἀπελ‐

### book 59e.2

θεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον

### book 59e.3

ὑπεκφύγοιμεν. | οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ συν‐

### book 59e.4

τέθειται διὰ τὸ „ἂψ ἀπονοστήσειν“ (Α 60). A

### book 59e.5.1

Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας: οἱ νεώτεροι

### book 59e.5.2

—τὸν ἐπὶ Ἴλιον πλοῦν. A

### book 60.1

〈εἴ κεν:〉 ὅτι Ζηνόδοτος „οἵ κεν“ γράφει, οὐ καλῶς· καλὴ γὰρ

### book 60.2

ἡ ἀπόγνωσις τῆς σωτηρίας. Aint

### book 61

〈εἰ δή:〉 ἀντὶ τοῦ καὶ γάρ. Ail

### book 62.1

ἀλλ’ ἄγε δή τινα μάντιν: ἡ διπλῆ, ὅτι μάντις γενικῶς,

### book 62.2

ἱερεύς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν

### book 62.3

αὐτόν (sc. Α 63)· μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς. A

### book 62-3a.1

〈μάντιν ἐρείομεν, ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον:〉

### book 62-3a.2

μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον,

### book 62-3a.3

ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡρωδια‐

### book 62-3a.4

νός (2, 22, 19). καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει (p. 141 Friedl.). A

### book 62-3a.5

ἔστι γένος τι ἡ μαντική, —τῶν ὀνειράτων. A

### book 62-3b.1

〈μάντιν ἐρείομεν, ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον:〉

### book 62-3b.2

Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα γενικὸν εἴη τὸ

### book 62-3b.3

μάντις. | ὁ δὲ Πορφύριος (1, 5, 14) τρία ἀποδέχεται, μάντιν λέγων τὸν

### book 62-3b.4

διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ

### book 62-3b.5

θυσιῶν, ὀνειροπόλον δὲ τὸν †ὀνειροκρίτην. A b (BCE4) T

### book 63a.1

καὶ γάρ τ’ ὄναρ 〈ἐκ Διός ἐστιν〉: καὶ γάρ τι ὄναρ, ὅ ἐστι τὸ τέλειον.

### book 63a.2

ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ. b (BC) T

### book 63b.1

καὶ γάρ τ’ ὄναρ 〈ἐκ Διός ἐστιν〉: τοῦ τι ἐστὶ συναλιφή, καὶ γάρ τι ὄναρ·

### book 63b.2

οὐ γὰρ πάντα λέγει ἀληθῆ. ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους

### book 63b.3

ἀληθεῖς· „αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ ἐλέφαντι“ (τ 563). A

### book 63c.1

〈ἐκ Διός ἐστιν:〉 τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται

### book 63c.2

ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις. b (BC) Tt

### book 64.1

〈ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων:〉 τῶν αἰφνι‐

### book 64.2

δίων θανάτων αἴτιόν φασιν εἶναι Ἀπόλλωνα. | τῷ δὲ ὅ τι λείπει ἡ διά.

### book 64.3

b (BCE4) T

### book 65a.1

εἴ ταρ: οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλι‐

### book 65a.2

τικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ

### book 65a

τ· οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ. A

### book 65b

〈εὐχωλῆς:〉 ὅτι ἐλλείπει ἡ περί. Aim

### book 65c.1

εὐχωλῆς: ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω

### book 65c.2

ἐλπωρή, οὕτω παρὰ τὸ εὔχω εὐχωλή. | ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν

### book 65c.3

καὶ τοῦ βοῦς. b (BC) T

### book 65c

ἑκατόμβης: ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν—ζώων. Aint

### book 66a.1

αἴ κέν πως: περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως. A b

### book 66a.2

(BC) T

### book 66b.1

αἴ κέν πως ἀρνῶν κνίσης: Ἀρίσταρχος τὸ κνίσης

### book 66b.2

ἑνικῶς κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι. A

### book 66c.1

κνίσης: Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατι‐

### book 66c.2

ώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ „αὔριον ἱερὰ Διῒ ῥέξασ“ (Ι 357)

### book 66c.3

b (BC) T καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (cf. Π 225‐

### book 66c.4

54)· πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε σώφρων

### book 66c.5.1

οὔτε ἀνδρεῖος; T πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν

### book 66c.5.2

θεοὺς εἶναι. b (BC) T

### book 67a.1

ἡμῖν ἀπὸ λοιγόν: ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ

### book 67a.2

ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.

### book 67a.3

b (BC) T

### book 67b.1

ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ φυλάττει

### book 67b.2

τὸν ἴδιον τόνον· ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφε‐

### book 67b.3

ρόμενον, τὸν ἴδιον τόνον φυλάσσει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν. A

### book 68.1

κατ’ ἄρ’ ἕζετο: ὅτι Ζηνόδοτος γράφει „ἐκαθέζετο“. οὐκ ἐᾷ

### book 68.2

δὲ ἑλληνίζειν τὸν Ὅμηρον. ὥσπερ γὰρ οὐδὲ λέγει ἐκατέβαινεν, οὕτως

### book 68.3

οὐδὲ ἐκαθέζετο. A

### book 69a.1

Κάλχας Θεστορίδης: ὅτι Ζηνόδοτος γράφει „μάντις

### book 69a.2

Θεστορίδησ“. οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι. A

### book 69b.1

Θεστορίδης: ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, b

### book 69b.2

(BC) T Tt ὡς καὶ ἑτέρου ὑπάρχοντος. b (BC) T

### book 70.1

τά τ’ ἐόντα: τὰς αἰτίας φησίν, ἐπεὶ τὸν λοιμὸν ᾔδεσαν πάν‐

### book 70.2

τες, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ· b (BCE4) T διὸ καὶ τρίποδα τίθησι

### book 70.3

τῷ θεῷ. T

### book 71a.1

καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν 〈Ἴλιον εἴσω〉: ὅτι

### book 71a.2

ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ

### book 71a.3

Τήλεφος, ὥς τινες νεώτεροι, καὶ 〈ὅτι〉 τὸ εἴσω A ἀντὶ τοῦ εἴς.

### book 71a.4

A Aim

### book 71b.1

καὶ νήεσς’ ἡγήσατο: διὰ τὰς διοσημίας· „πειθόμενοι“

### book 71b.2

γάρ φησι „τεράεσσι θεῶν“ (Δ 408). b (BCE4) T

### book 72.1

πόρε Φοῖβος: τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι δῶρά φησιν.

### book 72.2

b (BC) T Εὐρύτῳ „†τόξον πόρεν† Ἑκηβόλοσ“ (Ap. Rh. 1, 88). T

### book 73a

〈ὅ σφιν:〉 οὕτως διὰ τοῦ ἑνὸς ς. Aint

### book 73b.1

〈ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπεν:〉 ὅτι

### book 73b.2

Ζηνόδοτος γράφει „ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα“. Aim

### book 73c

ἐϋφρονέων: πρὸς τὴν τοῦ βασιλέως ἀβελτερίαν. b (BC) T

### book 74.1

ὦ Ἀχιλλεῦ, κέλεαί με: καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ‐

### book 74.2

καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προ‐

### book 74

ειπών. A b (BC) T

### book 76a.1

τοιγὰρ ἐγών: οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ

### book 76a.2

ἀρκτική ἐστιν), ἀλλ’ ἀντὶ τοῦ δή. b (BCE4) T

### book 76b.1

καί μοι ὄμοσσον: οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει

### book 76b.2

τὸν ὅρκον, ἀλλ’ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλ‐

### book 76b.3

λεὺς οὐκ ἀγανακτεῖ ἐξαιτούμενος, ἀλλ’ ἑτοίμως ὄμνυσιν. b (BCE4) T

### book 77-8a1.1

ἠμέν μοι πρόφρων〈— / ἦ γὰρ ὀΐομαι〉: ἐπὶ μὲν

### book 77-8a1.2

τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ

### book 77-8a1.3

ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ

### book 77-8a1.4

τοῦ ε προφέρεται· „ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα“ (Κ 322) „ἠμὲν

### book 77-8a1.5.1

ἐμοὶ δώσειν“ (Ξ 275). τὸ δὲ ἦ γὰρ ὀΐομαι (78) περισπωμένῃ τάσει

### book 77-8a1.5.2

ἀναγνωστέον· διαβεβαιωτικὸς γὰρ ὁ σύνδεσμος. A

### book 77-8a2.1

ἠμέν μοι: ἀντὶ τοῦ ἠμήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν· διὸ

### book 77-8a2.2

βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός. b (BC) T

### book 78.1

ὀΐομαι: ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν. b

### book 78.2

(BC) T

### book 80a.1

〈κρείσσων:〉 ὅτι Ζηνόδοτος χωρὶς 〈τοῦ ν〉 γράφει. τὰ δὲ

### book 80a.2

τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν. Aim

### book 80b.1

κρείσσων: μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται

### book 80b.2

αὐτῷ. b (BC) T | Ζηνόδοτος δὲ „κρείσσω“ γράφει. ἀθετεῖ δὲ καὶ τὸν

### book 80b.3

στίχον, b (BC) κακῶς. b (BC) T

### book 80c.1

χέρηϊ: ὡς „Ἄρηϊ“ (Β 385 al.). γέγονε δὲ οὕτως· ἔστι †τι

### book 80c.2

χερείωνος† γενικὴ καὶ αἰτιατικὴ „χερείονά περ καταπέφνων“ (Ρ 539).

### book 80c.3

ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη „ἀλλὰ τὸν υἱόν /

### book 80c.4

γείνατο εἷο χέρεια“ (Δ 399—400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια

### book 80c.5.1

„χέρεια δὲ χείρονι δόσκεν“ (Ξ 382), τοῦτον τὸν τρόπον καὶ τὴν χε‐

### book 80c.5.2

ρείονι χέρειϊ· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου

### book 80c.5.3

εἰς τὸ η. οὕτως Ἡρωδιανός (2, 23, 9). A

### book 81-2.1

〈εἴ περ γάρ τε—ἔχει κότον:〉 πιθανῶς τὴν εἰς τὸ

### book 81-2.2

μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρόν, αἰδεσθέντα τὸ

### book 81-2.3

πλῆθος, παριδεῖν b (BCE4) T Tinf αὐτόν, εἰς δὲ τὸ μετέπειτα τι‐

### book 81-2.4

μωρήσασθαι. b (BCE4) Tinf

### book 81.1

αὐτῆμαρ: ἐπίρρημα ὡς καὶ τὸ „ἐννῆμαρ“ (Α 53 al.) καὶ „ἑξ‐

### book 81.2

ῆμαρ“ (κ 80 al.). καὶ ἐχρῆν μὲν αὐτὰ ἀναπέμπειν τὸν τόνον ὡς βού‐

### book 81.3

κερως. ἀλλ’ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς

### book 81.4

τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος. δεῖ δὲ

### book 81.5

εἰδέναι ὡς μετὰ ἀκλίτων τίθενται. T

### book 81

καταπέψῃ: ἡ μεταφορὰ—γινομένην. A

### book 82.1

〈ἔχει κότον:〉 ἔδειξε διαφορὰν κότου πρὸς χόλον. b (BCE4)

### book 82.2

T διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἁπλοῦν

### book 82.3

Ἀχιλλέως. b (BC) T | τὸ ἔχω ἐνταῦθα ἀντὶ τοῦ κρύπτω. b (B)

### book 83.1

〈φράσαι:〉 ὅτι Ζηνόδοτος γράφει „φράσον“. μᾶλλον δὲ τὸ

### book 83.2

φράσσαι ἁρμόζει. A

### book 85a.1

θαρσήσας: ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ

### book 85a.2

κοινῇ τοῦ ἰδίᾳ συμφέροντος. b (BC) T Tt

### book 85b

〈μάλα:〉 διασταλτέον ἐπὶ τὸ μάλα. Aim

### book 85c.1

{θαρσήσας μάλα} εἰπέ: τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα,

### book 85c.2

ἐλθέ, εὑρέ, εἰπέ. ἰδίως δὲ καὶ μακρᾷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ

### book 85c.3

τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. A

### book 85d.1

θεοπρόπιον: τὸ προειρημένον ὑπὸ θεοῦ σοι. τοῦτο δὲ

### book 85d.2

πρὸς δυσώπησιν τῶν ἀκουόντων. b (BC) T

### book 85e.1

〈οἶσθα:〉 ὅτι οἶσθα χωρὶς τοῦ ς· οὕτως γὰρ λέγει διὰ

### book 85e.2

παντός· „οἶσθα· τίη τοι ταῦτα“ (Α 365), „οἶσθα, γέρον“ (δ 465). A

### book 86.1

οὐ μὰ γὰρ Ἀπόλλωνα: ἡ οὔ ἀπωμοτικῶς—συνή‐

### book 86.2

θειαν. A

### book 86.1

Κάλχαν: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, „Κάλχα“. τὰ δὲ εἰς ας

### book 86.2

λήγοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν,

### book 86.5

„Θόαν“ (Ν 222. 228), „Αἶαν“ (Η 234 al.). A

### book 88.1

οὔτις ἐμεῦ ζῶντος: πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος·

### book 88.2

συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι

### book 88.3

τὸν μάντιν. A b (BCE4) T

### book 88-9.1

〈οὔ τις ἐμεῦ—ἐποίσει:〉 τινὲς τὸ σοί (89) τοῖς

### book 88-9.2

ἐπάνω προ〈σ〉διδόασιν, ἵν’ ᾖ σοὶ δερκομένοιο. βελτίων δὲ ἡ συνήθης

### book 88-9.3

ἀνάγνωσις. A

### book 89

βαρείας: τὰς ὅπλῳ βεβαρημένας. T

### book 90.1

οὐδ’ ἢν Ἀγαμέμνονα: ὁ τρόπος ὑπερβολή. A | ὃ δεδιὼς

### book 90.2

ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς. A b

### book 90.3

(BCE4) T οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν

### book 90.4

ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην †ἀσφαλῆ† ποιεῖσθαι ἐγγύην.

### book 90.5

καὶ τῇ ὑπερβολῇ (cf. Α 91) θεραπεύει τὸν Ἀγαμέμνονα. b (BCE4) T

### book 91.1

〈ἐνὶ στρατῷ:〉 „Ἀχαιῶν“, οὐκ ἐνὶ στρατῷ. οὕτω καὶ αἱ

### book 91.2

Ἀριστάρχου καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου.

### book 91.3

Aint T

### book 93a.1

οὔ ταρ ὅ γ’ εὐχωλῆς: οὕτως ὀξεῖαν ἐπὶ τὴν οὔ· ὁ γὰρ

### book 93a.2

τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικός, ὡς καὶ ἐπὶ τοῦ „εἴ ταρ ὅ

### book 93a.3

γ’ εὐχωλῆσ“ (Α 65)· οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέ‐

### book 93a.4

ρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθ’ ἑκατόμβης· οὕτως γὰρ

### book 93a.5.1

ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· „ἔνθα μὲν

### book 93a.5.2

οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν“ (δ 87). A

### book 93b.1

οὔ ταρ ὅ γ’ εὐχωλῆς: οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ

### book 93b.2

ἐκ τοῦ τὲ ἄρ. b (BCE4) T | προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν

### book 93b.3

ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον. b (BC) T

### book 93-5.1

〈εὐχωλῆς ἐπιμέμφεται—καὶ οὐκ ἀπεδέξατ’

### book 93-5.2

ἄποινα:〉 ὅτι ἐλλείπει ἡ περί καὶ †περισσὸν† τὸ ἐπιμέμφεται. | κατ‐

### book 93-5.3

εκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν. Aim

### book 93-4a.1

〈οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμ‐

### book 93-4a.2

βης, / ἀλλ’ ἕνεκ’ ἀρητῆρος:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμ‐

### book 93-4a.3

βης (93) καὶ ἀρητῆρος (94). κοινὸν δὲ τὸ ἕνεκα (94), οὔτ’ εὐχωλῆς

### book 93-4a.4

οὔθ’ ἑκατόμβης ἕνεκα, ἀλλ’ ἀρητῆρος ἕνεκα μέμφεται. A

### book 93-4b

τὸ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν. b (BC) Tsup

### book 96.1

τοὔνεκ’ ἄρ’ ἄλγε’: ἀθετεῖται, ὅτι περισσός. πρόκειται γὰρ

### book 96.2

„ἀλλ’ ἕνεκ’ ἀρητῆρος, A b (BC) Tsup Tsin ὃν ἠτίμης’ Ἀγα‐

### book 96.3

μέμνων“ (Α 94). b (BC) Tsup

### book 97a1.1

〈λοιμοῖο βαρείας χεῖρας ἀφέξει:〉 „Δαναοῖσιν ἀεικέα

### book 97a1.2

λοιγὸν ἀπώσει“. οὕτως αἱ Ἀριστάρχου. Aint

### book 97a2.1

καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ (fr. 7 M.) τὸν

### book 97a2.2

αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ „οὐδ’ ὅ γε

### book 97a2.3

πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει“. A

### book 97a3.1

οὐδ’ ὅ γε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει〉: καὶ

### book 97a3.2

ἡ Μασσαλιωτικὴ 〈καὶ〉 ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι „οὐδ’ ὅ γε πρὶν

### book 97a3.3

Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει“. ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου

### book 97a3.4

εἶναι. T

### book 97b

〈πρίν:〉 πρότερον. Til

### book 97-9.1

ἀεικέα λοιγὸν ... ἀπριάτην: λέξεις ἐκ τῶν Πρὸς Κο‐

### book 97-9.2

μανόν, τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν (τοῦτο δέ

### book 97-9.3

ἐστιν ἀπεχθῆ), ἀπριάτην δὲ σαφές, ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν

### book 97-9.4

τῷ νῦν λεγομένῳ δωρεάν. A

### book 98a

〈πρίν:〉 πρὸ τοῦ, πρότερον. Til

### book 98b1.1

〈ἑλικώπιδα:〉 τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ

### book 98b1.2

τὴν οὐκ †ἀτενιτὴν τῇ θέα†ͅ· ἢ τὴν ἀξιοθέατον· ἢ b (BC) T πρὸς

### book 98b1.3

ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν. b (BCE4) TTt

### book 98b2

ἑλικώπιδα: μελανόφθαλμον, ἀφ’ οὗ εὐπρεπῆ 〈***〉 |

### book 98b2.1

ὡς {Καλλίμαχος} „ὕδωρ μέλαν Αἰσήποιο“ (Β 825) καὶ 〈Καλλίμαχοσ〉

### book 98b2.2

(fr. 299, 1 Pf.)· „Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ“. | ἢ τὴν οὐκ ἀτενῆ

### book 98b2

τὴν θέαν· ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν. A

### book 99a

ἀπριάτην ἀνάποινον: ὅτι οὐ κατὰ προσηγορίαν τὴν

### book 99a.1

ἀπριάτην λέγει, ἀλλ’ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνά‐

### book 99a.2

ποινον· τὸ γὰρ αὐτὸ δι’ ἀμφοτέρων δηλοῦται. | διασταλτέον δὲ

### book 99a.3

βραχὺ ἀπριάτην, ἀνάποινον, στικτέον δὲ „ἐς Χρύσην“ (Α 100),

### book 99a.5.1

ἐπεὶ κοινὸν κατὰ πάντων τὸ „πρίν“ (Α 98). A | τὸ ἀπριάτην

### book 99a.5.2

ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος (adv. 198, 18) ἀντὶ τοῦ ἀπριάδην.

### book 99a.5.3

A b (BC) T

### book 99b1.1

ἄγειν: τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ „οἴκοθεν ἦγ’ ὁ

### book 99b1.2

γεραιόσ“ (Λ 632). καὶ „ἦγον δὲ Μαχάονα ποιμένα λαῶν“ (Λ 598). |

### book 99b1.3

παράλειψις δὲ ὁ τρόπος· οὐ γὰρ ἐπ’ ἴσοις ἀπαλλάσσεσθαι δεῖ τοὺς

### book 99b1.4

προαμαρτήσαντας. A

### book 99b2.1

〈ἄγειν θ’〉 ἱερὴν ἑκατόμβην: οὐ γὰρ ἐκ μόνης μετα‐

### book 99b2.2

μελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας

### book 99b2.3

ἀπαλλάττεσθαι δεῖ. | τὸ δὲ ἄγειν ἐπὶ νηὸς ἢ ἅρματος, „ὃ οἴκοθεν ἦγ’

### book 99b2.4

ὁ †γηραιός†“, „ἦγον δὲ Μαχάονα ποιμένα λαῶν“. b (BC) T

### book 100a.1

τότε κέν μιν: ὅτι Ζηνόδοτος γράφει „αἴ κέν μιν“· γε‐

### book 100a.2

λοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν. A b (BC) T

### book 100b.1

〈πεπίθοιμεν:〉 ὅμοιόν ἐστι τῷ „ῥηϊδίως πεπιθεῖν“ (Ι

### book 100b.2

184). εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν. b (BC)

### book 103-4a

〈ἀχνύμενος—ἐΐκτην:〉 ὅτι ἀμφότεροι εἰς τὴν

### book 103-4a

Ὀδύσσειαν (δ 661—2) μετάκεινται, οὐκ ὀρθῶς. Aint

### book 103b.1

ἀχνύμενος—ἐΐκτην: ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ

### book 103b.2

φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο. b (BC) T

### book 103c.1

〈μένεος δὲ μέγα〉 φρένες ἀμφιμέλαιναι 〈/ πίμ‐

### book 103c.2

πλαντ’〉: ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων

### book 103c.3

μεταφορᾶς· A b (BC) T ὡς γὰρ ἐκ κεράμου ὑπερεξεχεῖτο ὁ θυμός. b

### book 103c.4

(BC) T | εἰσὶ δὲ τῶν ἐντοσθίων αἱ φρένες· „πλευρὰς ὑφ’ ἧπαρ καὶ

### book 103c.5.1

φρένασ“ (Soph. Trach. 931). ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας

### book 103c.5.2

φασίν. A

### book 104.1

ὄσσε: παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ †πέττω† πέσσω·

### book 104.2

ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὄσσος, τὸ δυϊκὸν ὄσσω καὶ τροπῇ τοῦ ω

### book 104.3

εἰς ε ὄσσε. b (BCE4) T

### book 104-5

ἐΐκτην 〈... πρώτιστα〉: εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ

### book 104-5.1

συγκοπῇ εἴκτην, ἐν διαλύσει ἐΐκτην. b (BC) T | προδιατυποῖ δὲ τὰ

### book 104-5.2

λεχθησόμενα τῆς ὄψεως τὸ δεινόν, καὶ δοκεῖ τὸ „ὑπόδρα ἰδών“ (Α 148)

### book 104-5.3

ἔχειν καὶ ἐπεξήγησιν. | διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸν καὶ ἐπ’

### book 104-5.5

ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς. b (BC) TTsin

### book 105a.1

κάκ’ ὀσσόμενος: ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος,

### book 105a.2

οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος

### book 105a.3

τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος. A

### book 105b1.1

κάκ’ ὀσσόμενος: παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου

### book 105b1.2

τινὸς ἐπάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ

### book 105b1.3

λόγος· οἷον εἰπόντος „τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη“ (Α 148),

### book 105b1.4

ὑβριστικούς· καὶ πάλιν „καί μιν νεικείων“ (ς 9), θεωρητέον, εἰ οἱ μέλ‐

### book 105b1.5.1

λοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ „ὅ σφιν ἐϋφρονέων“

### book 105b1.5.2

(Α 253), φρονίμους προσδεκτέον λόγους· b (BC) T φρόνιμον γὰρ

### book 105b1.5.3

τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ

### book 105b1.5.4

ποιητέα. T πάλιν δὲ ὅταν προείπῃ „καὶ τότε κουφότερον μετ‐

### book 105b1.5.5

εφώνεε Φαιήκεσσιν“ (θ 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων

### book 105b1.10.1

ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως b (BC) T διὰ

### book 105b1.10.2

τὴν νίκην. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ Ἀγαμέμνονος μέλλοντος λέ‐

### book 105b1.10.3

γειν πρὸς τὸν Κάλχαντα „μάντι κακῶν“ (Α 106) καὶ τὰ ἑξῆς, T

### book 105b1.10.4

προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ κάκ’ ὀσσόμενος, οὐχ, ὥς

### book 105b1.10.5

τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλ’ ὅτι κακόμαντιν ἀποκαλῶν·

### book 105b1.15.1

ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ

### book 105b1.15.2

μάντεις b (BC) T—„ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν“ (Η 53)—,

### book 105b1.15.3

T διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, b (BC) κακὸν

### book 105b1.15.4

ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. T

### book 105b2

〈κάκ’ ὀσσόμενος:〉 κακοφημίσας. Til

### book 106a1

〈μάντι κακῶν:〉 μετὰ τὸ κακῶν στικτέον. Aim

### book 106a2.1

μάντι κακῶν: ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ

### book 106a2.2

ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος,

### book 106a2.1

καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολου‐

### book 106a2.2

θοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβο‐

### book 106a2.5

μένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινες ὦσιν. A

### book 106b.1

μάντι κακῶν: ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς

### book 106b.2

οὐκ οἶδε φύσιν ἐπ’ ἀλήθειαν οὐ φερομένην. b (BC) T τάχα δὲ καὶ

### book 106b.3

κακόμαντιν αὐτόν φησι b (BCE4) T διὰ τὸ εἰπεῖν „τῷ δεκάτῳ δὲ

### book 106b.4

πόλιν αἱρήσομεν εὐρυάγυιαν“ (Β 329)· ᾤετο γὰρ ταχύτερον πορθή‐

### book 106b.5.1

σειν αὐτὴν διὰ τὸ τὸν Δία „ἀστράπτειν ἐπιδέξι’, ἐναίσιμα σήματα

### book 106b.5.2

φαίνειν“ (cf. Β 353)· b (BC) T τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ

### book 106b.5.3

οἶδεν ὁ ποιητής. ἐπεὶ οὖν οὐ κατέγνωσται, οὐ ψευδῆ αὐτόν, ἀλλὰ

### book 106b.5.4

κακόφημόν φησι διὰ τὴν ἀναβολὴν τῆς νίκης· T εἰ γὰρ καὶ ἀληθεῖς

### book 106b.5.5

αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προ‐

### book 106b.10

ειρηκότας μισοῦσιν ὡς αἰτίους. b (BC) T

### book 106c.1

κρήγυον: ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, A Aext

### book 106c.2

καὶ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ „αἰεί

### book 106c.3

τοι τὰ κάκ’ ἐστὶ φίλα“ (Α 107). A

### book 106c

μάντι κακῶν: συντείνει τοῦτο—τῶν στρουθῶν. A

### book 106d.1

〈κρήγυον:〉 τροπῇ τοῦ δ εἰς γ, ὡς γνοφερὸν καὶ „δνο‐

### book 106d.2

φερόν“ (Ι 15. Π 4), οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον

### book 106d.3

τὸ θυμῆρες τῇ ψυχῇ μου. Til

### book 106e.1

κρήγυον: τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτόν ἐστι

### book 106e.2

τῷ θυμῆρες. A b (BC) | τὸ δὲ εἶπες „εἶπασ“ Ἀρίσταρχος γράφει,

### book 106e.3

κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν. b (BC)

### book 108-9a1.1

ἐσθλὸν δ’ οὔτε τί πω—ἀγορεύεις: δυσκατα‐

### book 108-9a1.2

παύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι. | τὸ δὲ καί νυν

### book 108-9a1.3

ἐν Δαναοῖσι (109) μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατ’ ἰδίαν ἐκοίνωσεν

### book 108-9a1

αὐτῷ. T

### book 108-9a2.1

δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀρ‐

### book 108-9a2.2

γιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατ’ ἀξίαν εἰρηκότες.

### book 108-9a2.3

A b (BC)

### book 108-9b.1

ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλή‐

### book 108-9b.2

νων ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, ἁθροισθέντων καὶ ἀπλοίᾳ κα‐

### book 108-9b.3

τασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλ‐

### book 108-9b.4

λως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα

### book 108-9b.5.1

αὐτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν

### book 108-9b.5.2

τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν

### book 108-9b.5.3

ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν

### book 108-9b.5.4

πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτει‐

### book 108-9b.5.5

ρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν

### book 108-9b.10.1

σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφ‐

### book 108-9b.10.2

θῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς τῶν νεωτέρων καὶ παρὰ Δί‐

### book 108-9b.10.3

κτυϊ τῷ γράψαντι τὰ Τρωϊκά (FGrHist 49,5). A

### book 108a.1

ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσ〈σ〉ας:

### book 108a.2

οὕτως 〈***〉 αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφα‐

### book 108a.3

τικὸν τὸ „οὔτε“ δὶς λεγόμενον. A

### book 108b.1

〈ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσσας:〉

### book 108b.2

ἐμφατικόν ἐστι τὸ †οὐδέ† δὶς λεγόμενον, | καὶ τὴν τῆς μαντείας τύχην

### book 108b.3

λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. b

### book 108b.4

(BC) T εὐτυχίας οὖν ἔργον καὶ τὴν τέχνην ἀμαυροῦν. T

### book 110a1.1

ὡς δὴ τοῦδ’ ἕνεκά σφιν: ἀθετεῖται, ὅτι αἰρομένου τούτου

### book 110a1.2

σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα. A

### book 110a2

ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπής, ἀλλὰ σύντομος ἔσται

### book 110a2

ἡ ἑρμηνεία. b (BC) Tt

### book 111

〈κούρης:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις. AintTil

### book 113a.1

Κλυταιμνήστρης: ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην

### book 113a.2

δοκῇ κατατίθεσθαι τοῖς Ἀχαιοῖς χάριν (δημαγωγικώτατος γάρ

### book 113a.3

ἐστιν). ἢ ὅτι περισπούδαστος τοῖς ἐπ’ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν

### book 113a.4

πόθος· ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν

### book 113a.5

αἰχμάλωτον. b (BC) T

### book 113a.1

Κλυταιμήστρης: ἡ Κλυταιμήστρα—Ἑλένης δὲ

### book 113a.2

ἀδελφή. A

### book 113b.1

προβέβουλα: ἀπὸ τοῦ βούλω μέσος, μόνος ὀφθεὶς ἐν τοῖς

### book 113b.2

ἐνεργητικοῖς. A

### book 114.1

κουριδίης ἀλόχου: διὰ τί ὁ Ἀγαμέμνων—ἐφύβριστον

### book 114.2

πασχούσης; A

### book 114a.1

{ἐπεὶ} οὔ ἑθεν: οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵν’

### book 114a.2

εἰς ἁπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος

### book 114a.3

παρήγγειλεν (ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον).

### book 114a.4

οὕτως 〈οὖν〉 ὡς τὸ „οἵ ἑθεν ὀτρύνοντοσ“ (Ο 199) καὶ „οὕς ἑθεν εἵνεκ’

### book 114a.5

ἔπασχον“ (Γ 128). A

### book 114b.1

οὔ ἑθεν: τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ

### book 114b.2

ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι‐

### book 114b.3

τέον. b (BC) T

### book 115.1

〈οὐ δέμας οὐδὲ φυὴν οὔτ’ ἂρ φρένας οὔτε τι ἔργα:〉 ἐν

### book 115.2

μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περιέλαβεν. καὶ ἀλλαχοῦ· „κάλλεϊ

### book 115.1

καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν“ (Ν 432), b (BCE4) Tt „καλή

### book 115.2

τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418). b (BCE4) T | φυήν δὲ τὸ

### book 115.5.1

δι’ ὅλου κάλλος, b (BCE4 E4il) T ὡς τὸ „φυήν γε μὲν οὐ κακός b

### book 115.5.2

(BCE4) T ἐστι / μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρασ“ (θ 134—5).

### book 115.5.3

b (BCE4)

### book 115

οὐ δέμας: δέμας ὁ ποιητὴς—σῶμα αἰσχύνομαι. A

### book 116a.1

〈καὶ ὧς:〉 τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περι‐

### book 116a.2

σπᾶται. Aint

### book 116b.1

〈ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμει‐

### book 116b.2

νον:〉 στικτέον ἐπὶ τὸ ἄμεινον· ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζον‐

### book 116b.3

τες. Aim

### book 117a.1

βούλομ’ ἐγὼ λαὸν σόον: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτη‐

### book 117a.2

κεν ὡς τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρε‐

### book 117a.3

σθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται. A

### book 117b1.1

σόον ἔμμεναι: οὕτως „σῶν“ αἱ Ἀριστάρχου, οὐ διῃρη‐

### book 117b1.2

μένως „σόον“, ἀλλὰ „σῶν“. συνᾴδει καὶ τὸ „νῦν μοι σῶς αἰπὺς ὄλε‐

### book 117b1.3

θροσ“ (ε 305). ἔσθ’ ὅπου δὲ καὶ διαιρεῖ „σόον δ’ ἀνένευσε“ (Π 252). | ὁ

### book 117b1.4

δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ

### book 117b1.5.1

αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ

### book 117b1.5.2

ποιητῇ. | Πορφύριος (1,7,22) δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι

### book 117b1.5.3

ἐγώ. A

### book 117b2.1

αἱ πᾶσαι „σῶν“ εἶχον· καὶ συνᾴδει τὸ „νῦν τοι σῶς

### book 117b2.2

αἰπὺς ὄλεθροσ“ (Ν 773). b (BC) T

### book 117c.1

〈ἢ ἀπολέσθαι:〉 διασαφητικῶς ἀντὶ τοῦ ἤπερ, ὡς τὸ „ἢ

### book 117c.2

ἀφνειότεροι“ (α 165). ἔστι δὲ μετὰ ἤθους. | Πορφύριος δὲ (1,7,22)

### book 117c.3

παραδιαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ ἀπολέσθαι ἐγώ. b (BC) T

### book 118.1

αὐτὰρ ἐμοὶ 〈γέρας αὐτίχ’ ἑτοιμάσατ’〉: ἀλλοιωτικῇ

### book 118.2

στάσει κέχρηται μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. b (BC)

### book 118.3

T προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται. b (BC)

### book 118-9.1

μὴ οἶος / 〈Ἀργείων〉: ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν

### book 118-9.2

ἀριστέων μόνον εἰπεῖν. ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν

### book 118-9.3

ἀτιμίαν αὐξήσῃ. b (BCE4) T

### book 119.1

ἀγέραστος: ὡς ἀπείραστος, ἀβίαστος. b (BC) T | ἵνα δὲ

### book 119.2

μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ. b (BCE4) T

### book 120a.1

λεύσσετε: Ἀρίσταρχος διὰ δύο σς, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ

### book 120a.2

τοῦ μέλλοντος, ὡς „ἄξετε“ (Γ 105), „οἴσετε“ (Γ 103), „καταβήσεο

### book 120a.3

δίφρου“ (Ε 109). A

### book 120b.1

λεύσετε γὰρ τό γε πάντες〈—ἄλλῃ〉: Ἀρίσταρ‐

### book 120b.2

χος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ „ἄξετε“,

### book 120b.3

„οἴσετε“ b (BC) T | τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. b (BCE4) T | τὸ

### book 120b.4

δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν. b (BC) T

### book 120c

〈ὅ μοι:〉 ἀποκοπὴ τοῦ ὅτι μοι. Ail

### book 120d.1

{λεύσσετε γὰρ πάντες ὅ μοι γέρας ἔρχεται} ἄλλῃ: σὺν τῷ

### book 120d.2

ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ „πάντῃ“ (Α 384. Ε 495 al.)· ὁ γὰρ νοῦς τῶν λεγο‐

### book 120d.3

μένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρασκευάσατε, ὅπως μὴ ὑπολειφθῶ

### book 120d

ἀγέραστος ἐν τοῖς Ἕλλησι· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε

### book 120d.5.1

ἀπερχόμενον. θαυμάσειε δ’ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν

### book 120d.5.2

ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμηρικῶν ὑποδειγμάτων, παρα‐

### book 120d.5.3

δεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθ’ ὅπῃ καταχρῆται Ὅμηρος,

### book 120d.5.4

καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον „λεύσσετε γὰρ 〈...〉 ὅ μοι

### book 120d.5.5

γέρας ἔρχεται ἄλλῃ“ ὡς ἐκεῖνο „πῦρ ἕτερον μὲν ὑπ’ αἰθούσης εὐεργέος

### book 120d.10.1

αὐλῆς, / ἄλλο δ’ ἐνὶ προδόμῳ“ (Ι 472—3) καὶ „ὅς χ’ ἕτερον μὲν κεύθῃ

### book 120d.10.2

ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ (Ι 313). ἁπλῶς δ’ ἔοικε νοῦς ὑγιὴς μὴ ὑπο‐

### book 120d.10.3

φαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης, καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπι‐

### book 120d.10.4

στήσαντος αὐτοῦ τοῖς παραδείγμασιν. A

### book 121.1

ποδάρκης: ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν, ἢ καὶ τοῖς ἄλλοις

### book 121.2

ὡς τὸ „λαοσσόοσ“ (Ν 128 al.). b (BC) T

### book 122.1

〈φιλοκτεανώτατε:〉 οὐ γὰρ γέρως Ἀγαμέμνων, ἀλλὰ

### book 122.2

κέρδους ἀντιποιεῖται. b (BCE4) T

### book 123.1

πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί: ὡς

### book 123.2

ἐν ἀρχῇ προσκρούει μετρίως, κατ’ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν.

### book 123.3

συνάξας δὲ τὴν ἐκκλησίαν δικαίως ὑπὲρ ἁπάντων στασιάζει, ὡς καὶ

### book 123.4

τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν. b (BC) T

### book 123-4

πῶς γάρ τοι, / οὐδέ τί πω ἴδμεν: ὁ δέ ἀντὶ τοῦ γάρ. |

### book 123-4.1

αἱ πᾶσαι δὲ που ἔχουσιν. | ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν

### book 123-4.2

προβάλλεται. b (BC) TTinf

### book 124a.1

〈οὐδέ τί πω:〉 διὰ τοῦ ο καὶ υ. οὕτως καὶ ἡ Σωσιγένους

### book 124a.2

καὶ ἡ Ἀριστοφάνους. A

### book 124b

οὐδέ τί πω ἴδμεν ξυνήϊα 〈κείμενα πολλά〉: τινὲς ἐπὶ

### book 124b.1

τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσιν, κακῶς.

### book 124b.2

A | ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαιρέσει Ἰωνικῇ ξυνή‐

### book 124b.3

ϊον. A b (BC) T

### book 125.1

τὰ δέδασται: †τὰ καθόλου. πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυ‐

### book 125.2

μίας λαμβανόμενον βαρύνεται. b (BC) T

### book 126.1

λαούς: παρὰ τὸ λᾶαν. λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος.

### book 126.2

Προμηθέως παῖς—οὓς δὲ ἡ Πύρρα γυναῖκες. A

### book 126a

παλίλλογα 〈ταῦτ’〉: οὐ δίκαιόν ἐστι εἰς τὸ αὐτὸ πάλιν

### book 126a.1

συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι

### book 126a.2

χρήματα. | παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. | τὸ δὲ ταῦτα

### book 126a.3

Τυραννίων (fr. 2 P. = H.) ὀξύνει. A

### book 126b.1

ταῦτ’ ἐπαγείρειν: ταῦτα Τυραννίων (fr. 2 P.) ὀξύ‐

### book 126b.2

νει, ἵν’ ᾖ τὰ αὐτά. b (BCE4) T

### book 127.1

θεῷ πρόες: πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε

### book 127.2

πατρὶ πρόες οὐδ’ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ. b (BC) T

### book 127-8.1

αὐτὰρ Ἀχαιοί / τριπλῇ τετραπλῇ τ’ ἀποτίσο‐

### book 127-8.2

μεν: οὐ χάριν αἰτεῖ, ἀλλ’ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ

### book 127-8.3

τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται. A

### book 128a

〈τριπλῇ:〉 ἀντὶ τοῦ τριπλῶς. Til

### book 128b.1

ἀποτίσομεν, αἴ κέ ποθι Ζεύς: πιστοῦται τὴν ὑπό‐

### book 128b.2

σχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει. A b (BC) T

### book 128c

αἴ κέ ποθι Ζεύς: ὅτι μεθ’ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς

### book 128c

ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης. A b (BC)

### book 129a1

δῷσι πόλιν Τροΐην: ὅτι Ζηνόδοτος γράφει „δῷσι πόλιν

### book 129a1.1

Τροίην“, ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφοράν, ἀπι‐

### book 129a1.2

θάνως· ἄδηλον γὰρ ἦν, εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς

### book 129a1.3

πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς· διὸ καὶ ἐν τρισὶ

### book 129a1.5.1

συλλαβαῖς ἀναγινώσκεται. | Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης (fr. 14 Friedl.

### book 129a1.5.2

= FGrHist 71,6) καὶ Χρύσιππος ὁ Στωϊκὸς (St. V. Fr. III 769)

### book 129a1.5.3

σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμε‐

### book 129a1.5.4

νον ῥήματι· τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ

### book 129a1.5.5

τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν

### book 129a1.10.1

ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168), τὸ „φῇσιν ἐλεύσεσθαι“ καὶ τὸ

### book 129a1.10.2

„εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα“ (θ 318)· κἀνταῦθα

### book 129a1.10.3

γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. | μέμνηται αὐτοῦ κἀν

### book 129a1.10.4

τῇ Ὀρθογραφίᾳ ὁ Ἡρωδιανός (2,419,8). A

### book 129a2

〈δῷσι:〉 δίδωσιν, ὡς „φῇσιν ἐλεύσεσθαι“. Til

### book 129b.1

δῷσι: ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ

### book 129b.2

ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι. b (BC) T | ἔμφασιν δὲ ἔχει καὶ ἡ

### book 129b.3

προσθήκη τῆς εξ. b (BC) T Til

### book 129c.1

Τροΐην: οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε

### book 129c.2

καὶ ἐν τῇ λ τῆς Ὀδυσσείας (510)· „ἤτοι ὅτ’ ἀμφὶ πόλιν Τροΐην φρά‐

### book 129c.3

ζευ“. καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς

### book 129c.4

Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη

### book 129c.5

δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον „εἰσόκε περ Τροίην

### book 129c.1

διαπέρσομεν“ (Ι 46), „ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεσ“ (Π 698),

### book 129c.2

„Τροίῃ ἐν εὐρείῃ“ (Ω 256), καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο

### book 129c.3

ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν 〈τῷ〉 Τροΐην· δῷσι πόλιν Τρο‐

### book 129c.4

ΐην καὶ τὸ „ἤτοι †ἀμφὶ πόλιν Τροΐην“ (λ 510). ταῦτα ὁ Ἡρωδιανός

### book 129c.10

(2, 23, 36). A

### book 131a.1

μηδ’ οὕτως ἀγαθός περ: ὅτι ἰδίως κέχρηται τῷ πέρ

### book 131a.2

συνδέσμῳ ἀντὶ τοῦ γέ ἢ τοῦ δή. A

### book 131b.1

ἀγαθός περ: ἀντειρωνεύεται b (BCE4) T πρὸς τὸ

### book 131b.2

„κύδιστε“ (Α 122). ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν. b (BC) T

### book 131b

θεοείκελ’ Ἀχιλλεῦ: εὐειδὴς γὰρ—ὅτι εἴη ἀνήρ. A

### book 132.1

κλέπτε νόῳ, 〈ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεισ〉:

### book 132.2

ἀπὸ τῶν δρομέων· b (BC) T οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πεί‐

### book 132.3

σεις. b (BCE4) T

### book 133-4.1

ἦε θέλεις, ὄφρ’〈—ἀποδοῦναι〉: ἀθετοῦνται, ὅτι

### book 133-4.2

εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι. A

### book 133a.1

ἢ ἐθέλεις: πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας

### book 133a.2

μέτεισιν ἐφ’ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι

### book 133a.3

βλάπτει τὸ κοινὸν ἐχομένης τῆς παλλακῆς αὐτοῦ. b (BC) T

### book 133b.1

〈ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’ αὔτως:〉

### book 133b.2

ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμ’ αὔτως. Aint

### book 134.1

κέλεαι: καὶ μὴν ὁ μάντις εἶπε· „πρίν γ’ ἀπὸ πατρὶ φίλῳ

### book 134.2

δόμεναι“ (Α 98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει. b (BC) T

### book 135-9.1

ἀλλ’ εἰ μέν〈—ἄξω ἑλών〉: εὐφυῶς δὲ ἐπεισέρχε‐

### book 135-9.2

ται Ἀχιλλεῖ. T

### book 135-7

ἀλλ’ εἰ μὲν δώσουσι〈—αὐτὸς ἕλωμαι〉:

### book 135-7.1

Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ „κἂν μὲν ἀποφήνω

### book 135-7.2

μόνην / ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμέ / ὑμῖν δι’ ἐμέ τε ζῶντας

### book 135-7.3

ὑμᾶς· εἰ δὲ μή, / ποιεῖτον ἤδη τοῦθ’ ὅ τι ἂν ὑμῖν δοκῇ“ (Ar. Plut.

### book 135-7.5.1

468—71). καὶ ἐν Θεσμοφοριαζούσαις (536)· „εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ

### book 135-7.5.2

μή, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι“· b(BCE4)

### book 135-7.5.3

T ἐπὶ γὰρ πάντων τὸ καλῶς ἔχει, ὡς καὶ ἐνταῦθα, ἐλλείπει. b

### book 135-7.5.4

(BCE4)

### book 136a.1

ἄρσαντες: Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγο‐

### book 136a.2

νέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς (2,24,14) ψιλοῖ, λέγων ἀπὸ τοῦ

### book 136a.3

ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ α καὶ τὸ ε πρὸ τοῦ ρ ὄντα,

### book 136a.4

ἑτέρου φωνήεντος ἐπιφερομένου, ψιλοῦται. A b (BC) T | ἔοικε δὲ βα‐

### book 136a.5

σιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς λείας ὃ θέλει. b (BCE4) TTil

### book 136b

〈ἀντάξιον:〉 τοῦτο πῶς ἀντάξιον ἔσται; Til

### book 137.1

ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι: ὅτι περισσεύει ὁ δέ σύνδεσμος,

### book 137.2

καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται

### book 137.3

περισσὸς ὁ „ἄξω ἑλών“ (Α 139). A

### book 138a.1

ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσσῆος: ἐνδεικνύ‐

### book 138a.2

μενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. b

### book 138a.3

(BCE4) T | Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. b (BC) T | τούτων

### book 138a.4

δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενής, ὁ δὲ φίλος. ἀμέλει καὶ τελευτῶντος

### book 138a.5.1

αὐτοῦ μόνοι προὔστησαν τοῦ σώματος αὐτοῦ, καὶ μόνοι πρεσβεύονται

### book 138a.5.2

πρὸς αὐτόν. b (BCE4) T

### book 138b.1

ἰὼν γέρας: μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον,

### book 138b.2

τὰ δὲ λοιπὰ τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ ἐνοχλεῖν δοκῇ δὶς τὸ ἑλεῖν

### book 138b.3

κείμενον. b (BCE4) T

### book 139a.1

ἄξω ἑλών: ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γε‐

### book 139a.2

νομένης τοῦ ῥήματος, „ἕλωμαι“ (Α 137) ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες

### book 139a.3

τὸ προσκείμενον ὁ δέ κεν κεχολώσεται· πῶς γὰρ οὐκ ἔμελλε χο‐

### book 139a.4

λοῦσθαι; A

### book 139b.1

ὁ δέ κεν κεχολώσεται: δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖ‐

### book 139b.2

σθαι, τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως. Tt

### book 140.1

ἀλλ’ ἤτοι μὲν ταῦτα: εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει

### book 140.2

τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν (ἐπεὶ οὐκ ἂν

### book 140.3

ἔπραξεν), ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν συμβουλευσάντων. b

### book 140.4

(BC) T

### book 141-4.1

〈νῦν δ’ ἄγε νῆα—βήσομεν:〉 καὶ ταῖς φωναῖς

### book 141-4.2

κυρίως χρῆται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει

### book 141-4.3

ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. b

### book 141-4

(BC) T | τὸ δὲ ἐπιτηδές (142) ὀξυντέον. T

### book 141.1

〈ἐρύσσομεν:〉 ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσωμεν·

### book 141.2

συνέσταλται γάρ. Aim

### book 142a

〈ἐς δ’ ἐρέτας:〉 διὰ τοῦ ν Ἀρίσταρχος, „ἐν δ’ ἐρέτασ“. Aint

### book 142b

〈ἐρέτας:〉 κωπηλάτας. Til

### book 142c.1

ἐπιτηδές: τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς

### book 142c.2

γάρ, τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει

### book 142c.3

τόνον. b (BC) T

### book 143.1

θείομεν, ἂν δ’ αὐτήν: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν.

### book 143.2

ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο

### book 143.3

καὶ ὁ λοιμός. A

### book 144a.1

〈εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω:〉 βραχὺ

### book 144a.2

διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵν’ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω. Aim

### book 144b

〈ἀρχός:〉 ναύαρχος. Til

### book 144c.1

βουληφόρος: ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. b

### book 144c.2

(BCE4) TTil | ἐκ τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν. b (BC) T

### book 145-6.1

〈ἢ Αἴας—ἐκπαγλότατ’ ἀνδρῶν:〉 θεραπεύει

### book 145-6.2

τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς

### book 145-6.3

ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, b (BC) T ὅς ἐστι καὶ

### book 145-6.4

συγγενὴς αὐτῷ. T παραφυλακτέον δὲ ὅτι, ὅτε μὲν ἀτιμάσαι

### book 145-6.5.1

ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα, b (BC) T „ἢ

### book 145-6.5.2

τεὸν ἢ Αἴαντοσ“ (Α 138), T ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει

### book 145-6.5.3

ἀπελθόντα, τελευταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως, b (BC)

### book 145-6.5.4

T ἐκπαγλότατε (146)· ὑβριστικὸν γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές.

### book 145-6.5.5

b (BCE4) T

### book 146

〈ἠὲ σύ, Πηλείδη:〉 ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν

### book 146

αἰτίαν ἔχῃ τοῦ λοιμοῦ. b (BCE4) T

### book 147a1.1

ὄφρ’ ἥμιν: οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν·

### book 147a1.2

ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι

### book 147a1.3

μᾶλλον τὸ μέτρον. A

### book 147a2

〈ἥμιν:〉 ἐγκλιτέον. Ail

### book 148.1

τὸν δ’ ἄρ’ ὑπόδρα 〈ἰδών〉: τὸ σημεῖον ὅτι 〈***〉 | εἰκὸς

### book 148.2

ἦν διαπεπυρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων „ἢ τεὸν ἢ

### book 148.3

Αἴαντοσ“ (Α 138). ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰ‐

### book 148.4

πεῖν, μέχρις οὗ συγκλείσῃ τὸν Ἀγαμέμνονος λόγον. A

### book 149a.1

ὤ μοι ἀναιδείην: διετύπωσε νέον φιλότιμον, ἥττονα

### book 149a.2

†δικαίου† θυμοῦ, διὰ τοῦ „ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην“ (Α 104).

### book 149a.3

b (BCE4) T

### book 149b.1

〈ἀναιδείην〉 ἐπιειμένε: προφανῆ τὴν ἀναίδειαν ἔχων,

### book 149b.2

b (BCE4) T ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος.

### book 149b.3

b (BCE4) ἔστι δὲ φύσει ὁ φιλοχρήματος καὶ ἀναιδής. b (BCE4) T

### book 149b.4

ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι,

### book 149b.5.1

φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ

### book 149b.5.2

πλῆθος. b (BE4) T

### book 149c.1

κερδαλεόφρον: παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ

### book 149c.2

παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ‐

### book 149c.3

οξύνεται, Λυκόφρον, „καρτερόθυμε δαΐφρον“ (Ε 277). τὰ δὲ ἄλλα ἐπὶ

### book 149c.4

κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα,

### book 149c.5.1

„Ἀγάμεμνον“ (Β 362 al.), „ὀλβιόδαιμον“ (Γ 182), „κυλλοπόδιον“

### book 149c.5.2

(Φ 331), „Ποσείδαον“ (Υ 115 al.). ἔνθεν παράλογος ἡ Λακεδαῖμον

### book 149c

προπερισπωμένη κλητική. A

### book 149d.1

κερδαλεόφρον: ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ

### book 149d.2

ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν· „κέρδεά θ’ οἷ’

### book 149d.3

οὔ πώ τιν’ ἀκούομεν“ (β 118). A b (BC) T | φυλάσσει δὲ τὸν τόνον

### book 149d.4

τὰ παρὰ τὸ φρήν· τὰ δ’ ἄλλα ἀναπέμπει, οἷον „Ἀγάμεμνον“,

### book 149d.5

„δαΐφρον“ (Δ 93. Ε 277) δέ, πλὴν τοῦ Λακεδαῖμον. b (BC) T

### book 150.1

〈πῶς τίς τοι:〉 τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν.

### book 150.2

b (B)

### book 151a.1

ἢ ὁδόν: φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν. b (BCE4)

### book 151a.2

ἐγὼ δὲ τὸν λόχον φημί, b (BCE4) T ἐπείπερ τὴν ὁδὸν λοχῶσι,

### book 151a.3

T ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς

### book 151a.4

ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινόν, ὡς κἀκεῖ b (BE4) T „οὐδέ ποτ’

### book 151a.5.1

ἐς πόλεμον ἅμα λαῷ / οὔτε λόχον 〈δ’〉 ἰέναι σὺν ἀριστήεσσιν“ (Α

### book 151a.5.2

226—7). b (BCE4) T

### book 151b.1

ἶφι: ἐσχημάτισται οὕτως· ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ

### book 151b.2

„χαλκόφι“ (Λ 351), καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι. A

### book 152.1

〈αἰχμητάων:〉 ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα

### book 152.2

λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει, ὡς ἐπὶ γενναίους στρατεύσαντι. b

### book 152.3

(BCE4) T

### book 153a.1

δεῦρο μαχησόμενος: βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν,

### book 153a.2

ἵν’ ᾖ ἤλυθεν δεῦρο, 〈***〉 ἐπεὶ σόλοικον ἔσται, τὴν εἰς τόπον σχέσιν

### book 153a.3

δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δ’ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν

### book 153a.4

τόπῳ σχέσιν δηλοῖ ἐν Ὀδυσσείᾳ (δ 384) „πωλεῖταί τις δεῦρο γέρων

### book 153a.5.1

ἅλιοσ“, σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον

### book 153a.5.2

δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ

### book 153a.5.3

ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε. A

### book 153b.1

οὔ τί μοι 〈αἴτιοί εἰσιν〉: ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν

### book 153b.2

πρόφασιν τῆς †στρατιᾶς† ἔχει (ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου

### book 153b.3

ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δ’ ὡς οἱ

### book 153b.4

Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον), ἅμα δέ γε παρεμφαίνει ὡς βια‐

### book 153b.5

σθεὶς πρὸς Ἴλιον ἔπλευσεν. b (BCE4) T

### book 154.1

οὐ γὰρ πώποτ’: οὕτως ὑφ’ ἓν πώποτε Ἀρίσταρχος. |

### book 154.2

ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ὂν ἐπὶ παρῳχημένου παραλαμβάνεται,

### book 154.3

οὐδέποτε δὲ ἐπὶ μέλλοντος. A

### book 155.1

οὔτε ποτ’ 〈ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ〉: διὰ τού‐

### book 155.2

των ἐξαίρων δὲ τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα. b (BC) T

### book 156a1.1

〈ἐπειῆ:〉 περισπαστέον τὸ〈ν〉 η· ἔστι γὰρ βεβαιωτι‐

### book 156a1.2

κός. Aim

### book 156a2.1

ἐπειῆ: καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· b (BCE4)

### book 156a2.2

T „ἐπειῆ καὶ ἐμέ“ (π 442), „ἐπειῆ φατε“ (ρ 196). T

### book 157a1

〈σκιόεντα:〉 „σκιόωντα“ διὰ τοῦ ω Ἀρίσταρχος. Aint

### book 157a2

αἱ Ἀριστάρχου „σκιόωντα“. Til

### book 157b.1

οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: ποιὰ ἡ

### book 157b.2

ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάσσης διαστημάτων. διὰ δὲ

### book 157b.3

τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν

### book 157b

τραχύτητα. b (BCE4) TTinf

### book 157b.5.1

θάλασσά τε ἠχήεσσα: ὁ λόγος· οὐδέποτε—μήτε

### book 157b.5.2

ἀστυγείτονα. A

### book 158.1

ὦ μέγ’ ἀναιδές: μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτι‐

### book 158.2

μον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος. b (BCE4) T

### book 159.1

τιμὴν ἀρνύμενοι: ὅτι Ζηνόδοτος γράφει „τιμὴν ἀρνύ‐

### book 159.2

μενοσ“, καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς

### book 159.3

τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλ’ ἀντὶ τοῦ

### book 159.4

εἰσπραττόμενος παρὰ Τρώων. A

### book 159-60.1

τιμὴν ἀρνύμενοι〈— / πρὸς Τρώων〉: τὴν παρὰ

### book 159-60.2

τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ. λεληθότως δέ φησιν ὅτι

### book 159-60.3

ταῦτα πάσχομεν οἱ διὰ σέ, Μενέλαε, στρατεύσαντες. b (BCE4) T

### book 160a.1

πρὸς Τρώων τῶν οὔ τι μετατρέπῃ: τινὲς ἐπὶ τὸ

### book 160a.2

Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα

### book 160a.3

πράγματα, οὐ〈κ〉 ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν

### book 160a.4

μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται 〈καὶ〉 ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν

### book 160a.5.1

κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ „οὐλομένην,

### book 160a.5.2

ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2). A

### book 160b1.1

τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις: ἤτοι τῶν

### book 160b1.2

πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ

### book 160b1.3

καὶ ὑπὲρ τῶν Τρώων ἀκούεσθαι, ἵν’ ᾖ ὧν οὐκ ἀλεγίζεις, τῶν ἐπικειμέ‐

### book 160b1.4

νων πολεμίων. A

### book 160b2.1

τῶν οὔτι μετατρέπῃ: τῶν ἀκολουθησάντων· ἢ τῶν

### book 160b2.2

προπεπονημένων· ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου

### book 160b2.3

διαλέγῃ. b (BCE4) T

### book 161-2

καὶ δή μοι γέρασ〈—Ἀχαιῶν〉: ὃ ἄλλοι δικαίως

### book 161-2

ἐδωρήσαντο (ἔκαμον γάρ), σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι. b (BC) T

### book 162

〈ἐμόγησα:〉 Ἰακῶς τὸ ἐμόγησα αἱ Ἀριστάρχου. Aint

### book 163a.1

〈ἔχω γέρας ὁππότ’ Ἀχαιοί:〉 ὅτι Ζηνόδοτος γράφει

### book 163a.2

„οὐδ’ ὅτ’ Ἀχαιοί“. ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον.

### book 163a.3

Aim

### book 163b.1

ἔχω: ἀντὶ τοῦ ἔσχον. | ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γε‐

### book 163b.2

γονότα ὡς γινόμενα ἀπαγγέλλειν. b (BC) T

### book 164.1

Τρώων ἐκπέρσως’ 〈εὖ ναιόμενον πτολίεθρον〉: ὅτι

### book 164.2

φανερὸν ἐκ τούτου, ὡς καὶ ἐν τοῖς ἐπάνω (sc. ad Α 129), ὅτι περί τινος

### book 164.3

τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται,

### book 164.4

ἐκπέρσωσι〈ν〉 ἀντὶ τοῦ †ἐκπέρσουσι. A

### book 165-6.1

〈ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο / χεῖρες

### book 165-6.2

ἐμαὶ διέπους’:〉 τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς ἀκούοντας

### book 165-6.3

φέρει, ὑποθωπεύων τοὺς παρόντας, ἐπεὶ ὅταν μόνος ᾖ δικαιολογούμε‐

### book 165-6.4

νος πρὸς τοὺς πρέσβεις, ἀποτομώτερον φέρεται καί φησι· „δώδεκα δὴ

### book 165-6.5

σὺν νηυσὶ πόλεισ“ (Ι 328). b (BC) T

### book 165-7.1

〈ἀλλὰ τὸ μὲν πλεῖον—σοὶ τὸ γέρας πολὺ

### book 165-7.2

μεῖζον:〉 ἐξ ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν,

### book 165-7.3

οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἐπηγάγετο. ἄκρα δὲ Ἀγα‐

### book 165-7.4

μέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ

### book 165-7.5

τούτῳ ἀρκεῖται. b (BC) T

### book 166

〈ἤν ποτε δασμὸς ἵκηται:〉 ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος,

### book 166

ἀλλὰ πάντα πολλάκις σφετεριζομένου. b (BC) T

### book 167.1

ὀλίγον τε φίλον τε: φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθω‐

### book 167.2

μάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύθερον

### book 167.3

δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ δι’ ἀρετὴν πονεῖν. b (BCE4) T

### book 168a.1

ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω: ὅτι δύναται ὑφ’

### book 168a.2

ἓν κεκάμω, δύναται 〈δὲ〉 καὶ χωρὶς τοῦ κε. καὶ ὅτι ἤλλακται ὁ χρόνος,

### book 168a.3

ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην. A

### book 168b.1

〈ἐπὴν κεκάμω:〉 Ἀρίσταρχος γράφει „ἐπεί κε κάμω“,

### book 168b.2

ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν τῷ ῥήματι. καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. |

### book 168b.3

οὕτω δὲ καὶ Ἡρωδιανὸς (2,24,24), φάσκων ὅτι „τὸ ἐπήν ἔχει τὸν

### book 168b.4

ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς

### book 168b.5

‘ἐπήν κε‘ γράφουσι.“ A

### book 168c

ἐπήν κε 〈κάμω〉: Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος „ἐπεί

### book 168c.1

κε“ γράφουσιν. | οἱ δὲ γράφοντες ἐπήν τὸ „κεκάμω“ ὑφ’ ἓν ἀναγι‐

### book 168c.2

νώσκουσιν, ὡς τὸ „λελάχωσι“ (Η 80 al.) καὶ †πεπίθονται†, ὅπερ καὶ

### book 168c.3

ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ „ἃς οὔτ’ ἄν κεν

### book 168c.5

Ἄρησ“ (Ν 127). b (BC) T

### book 169a.1

〈Φθίην δ’:〉 οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίην δέ.

### book 169a.2

καὶ ἡ Ζηνοδότου †ὁμοίως. Aim

### book 169b.1

〈νῦν δ’ εἶμι Φθίην δέ:〉 νῦν δὲ ἄπειμι εἰς τὴν Φθίαν.

### book 169b.2

ἐκφοβῶν τὸν βασιλέα τοῦτό φησι. b (C)

### book 169-71

νῦν δ’ εἶμι Φθίην δέ〈—ἐνθάδ’ ἄτιμος ἐών〉: ὁ νοῦς

### book 169-71.1

ὑπερβατόν· νῦν δ’ εἶμι Φθίην δὲ σὺν νηυσὶ κορωνίσιν, ἐνθάδ’ ἄτιμος

### book 169-71.2

ἐών, ἐπειῆ πολὺ φέρτερόν ἐστιν. | οὐχ ὑπολαμβάνω δέ σέ φησιν ἐμοῦ

### book 169-71.3

ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖν. A

### book 170

〈οὐδέ ς’ ὀΐω:〉 οὐδέ σοι τὸ τέλειον. Til

### book 171a.1

〈ἄτιμος ἐών:〉 ὅτι πτῶσις ἐνήλ〈λ〉ακται· ἀντὶ γὰρ γενικῆς

### book 171a.2

κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος

### book 171a.3

〈ἀτίμου〉 πλουτήσειν. Aint

### book 171b.1

〈ἄφενος καὶ πλοῦτον ἀφύξειν:〉 πικρῶς φησι σκοπὸν

### book 171b.2

συναγωγῆς χρημάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν. b (BC) T

### book 171b.1

ἄφενος καὶ πλοῦτον: ἄφενος καλεῖται—ἀπὸ πολ‐

### book 171b.2

λῶν. A

### book 173a.1

φεῦγε μάλ’: διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ

### book 173a.2

ἐπὶ τὸ μάλα· ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυται, εἰ

### book 173a.3

λίαν ὥρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα. A

### book 173b.1

φεῦγε μάλ’: τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύ‐

### book 173b.2

νων αὐτόν. b (BCE4) T | γράφεται δὲ καὶ „ἦ τοι θυμὸς ἐέλδεται“. T

### book 173b.1

θυμός: τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ—ἐπίφρονι

### book 173b.2

βουλῇ. A

### book 173c.1

〈ἔγωγε:〉 οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵν’ ᾖ

### book 173c.2

ἕν. Aim

### book 173-4.1

οὐδέ ς’ ἔγωγε / λίσσομαι εἵνεκ’ ἐμοῖο μένειν·

### book 173-4.2

πάρ’ ἔμοιγε καὶ ἄλλοι: ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ

### book 173-4.3

ἂν γὰρ ἐπένευσε δεομένου. | τὸ δὲ ἔμοιγε (174) προπαροξυτόνως ὡς

### book 173-4.4

ἔγωγε. b (BC) T Tsup

### book 174

πάρ’ ἔμοιγε: τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυ‐

### book 174.1

τονητέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις,

### book 174.2

τοῦτον τὸν τόνον ἀναδέχονται· „ἐπεὶ οὔ τοι ἔπι δέοσ“ (Α 515), „οὐ

### book 174.3

γὰρ ἔπ’ ἀνήρ / οἷος Ὀδυσσεύσ“ (β 58—9). τὴν δὲ ἔμοιγε προπα‐

### book 174.5

ροξυτονητέον· ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε. A

### book 175a.1

〈οἵ κέ με τιμήσουσι:〉 ὅτι περισσὸς ὁ κέ σύνδεσμος, ἢ

### book 175a.2

τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν. Aint

### book 175b.1

οἵ κέ με τιμήσουσι: καὶ „τιμήσωσι“. T | οὐχ ὁμοτιμίαν

### book 175b.2

μὲν αὐτοῖς ἐνέδωκεν, οὐκ εἶπε δὲ πάλιν ὑπηρετήσουσι. προσάγεται οὖν

### book 175b.3

διὰ τῶν λόγων τούτων τὸ πλῆθος. b (BC) T

### book 175c.1

μάλιστα δὲ μητίετα Ζεύς: ὡς καὶ τὸ „ἐκ δὲ Διὸς βασι‐

### book 175c.2

λῆεσ“ (Hsd. th. 96). T | θαρσύνει δὲ τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς

### book 175c.3

τὸν Δία ἀντὶ Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας

### book 175c.4

αὐτοὺς πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας.

### book 175c.5

b (BC) T Tsup

### book 175d.1

〈μητίετα:〉 οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους

### book 175d.2

ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός

### book 175d.3

ἐστι τοῦ ε. Aim

### book 175d

οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς: Βοιωτῶν

### book 175d.5

καὶ Αἰολέων—ἐπὶ τῆς εὐθείας εἰς α λήγει. A

### book 175e.1

μητίετα: τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα,

### book 175e.2

ἀπρόσληπτα τοῦ ς κατὰ γενικήν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυ‐

### book 175e.3

λάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ „εὐρύοπα“ (Ε 265. Θ 442 al.) καὶ μητίετα.

### book 175e.4

A Tt

### book 176

〈ἔχθιστος:〉 ὅτι ὑπερθετικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο. Aint

### book 176

διοτρεφέων: τῶν σὺν Διὸς γνώμῃ—ἐκ δὲ Διὸς βα‐

### book 176

σιλῆες. A

### book 177a.1

〈αἰεὶ γάρ τοι ἔρις:〉 ὅτι ἐνταῦθα 〈οὐκ〉 ὀρθῶς κεῖται, ἐν

### book 177a.2

δὲ τῇ †ὀδυσσείᾳ οὔ†. A

### book 177b.1

αἰεὶ γάρ τοι ἔρις τε: τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς

### book 177b.2

ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπη‐

### book 177b.3

λὸν δόλιον. b (BC) T | τὸ δὲ „ἔχθιστοσ“ (Α 176) ἀναγνωστέον ὡς τὸ

### book 177b.4

„δικαιότατος Κενταύρων“ (Λ 832). T

### book 178-80.1

εἰ μάλα καρτερός ἐσσι〈—Μυρμιδόνεσσιν

### book 178-80.2

ἄνασσε〉: ἐπὶ τὸ ἐσσί (178) ὑποστικτέον, ἵνα στίζωμεν κατὰ τὸ

### book 178-80.3

τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπ’ ἄλλης ἀρχῆς προφερώμεθα, οἴκαδ’

### book 178-80.4

ἰών (179). ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν (178) ἀνυποκρίτως, ὡς

### book 178-80.5.1

διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι καὶ τὸ ἑξῆς εἶναι· εἰ μάλα καρ‐

### book 178-80.5.2

τερός ἐσσι, οἴκαδ’ ἰών (178—9). A

### book 178.1

θεός πού σοι τό γ’ ἔδωκε: εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν

### book 178.2

αὐτῷ μαρτυρεῖ. b (BCE4) TTsup πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως

### book 178.3

ἀορίστως ἔφη τὸ θεός, ἐπὶ δὲ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία (cf. Α

### book 178.4

175). b (BC) T Tsup

### book 180.1

〈Μυρμιδόνεσσιν ἄνασσε:〉 φασὶν Αἰγίνης τῆς Ἀσωποῦ

### book 180.2

ἐρασθῆναι τὸν Δία καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα

### book 180.3

διακομίσαι, καὶ εἶθ’ οὕτως αὐτῇ μιγῆναι. ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε

### book 180.4

βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς

### book 180.5.1

αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησα‐

### book 180.5.2

μένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθο‐

### book 180

λογοῦσι γενέσθαι. b (BC)

### book 180.1

Μυρμιδόνεσσιν ἄνασσε: Αἴγιναν τὴν Ἀσωποῦ—

### book 180.2

Μυρμιδόνες ἐκλήθησαν. A

### book 181.1

〈οὐδ’〉 ὄθομαι: οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τά‐

### book 181.2

ραχον. T

### book 181-2.1

ἀπειλήσω δέ τοι ὧδε〈—Ἀπόλλων〉: στικτέον

### book 181-2.2

ἐπὶ τὸ ὧδε (181) καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων (182), ἵνα ἀπ’

### book 181-2.3

ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμ’ ἀφαιρεῖται (182). A

### book 182.1

ὡς ἔμ’ ἀφαιρεῖται 〈Χρυσηΐδα Φοῖβοσ〉: πιθανῶς οὐχ

### book 182.2

ὑπὸ τῶν Ἑλλήνων φησὶν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται

### book 182.3

ὡς μισῶν αὐτούς, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ

### book 182.4

Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλ’ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φη‐

### book 182.5.1

σιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθ’

### book 182.5.2

ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προὔχων ὅσον τοῦ θεοῦ

### book 182.5.3

ἀπολείπεται. b (BCE4) T

### book 183.1

σὺν νηΐ τ’ ἐμῇ 〈καὶ ἐμοῖς ἑτάροισι〉: ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν,

### book 183.2

ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. b (BCE4) T |

### book 183.3

οὗτος ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα. b (BC) T

### book 184

〈ἄγω:〉 ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι. Aim

### book 184-5.1

ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον / αὐτὸς

### book 184-5.2

ἰὼν κλισίην δέ: ἐπειδὴ τὸ ἐγώ (184) ἠδύνατο καὶ διὰ θεραπόντων

### book 184-5.1

νοεῖσθαι, b (BCE4) T προσέθηκε τὸ αὐτὸς ἰών (185). T ὁμοία

### book 184-5.2

δέ ἐστιν ἡ ἀπειλὴ τῇ „τὴν δ’ ἐγὼ οὐ λύσω“ (Α 29). b (BCE4) T

### book 185-7.1

αὐτὸς ἰὼν κλισίην δὲ 〈τὸ σὸν γέρας, —

### book 185-7.2

ἶσον ἐμοὶ φάσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας (185) καὶ

### book 185-7.3

σέθεν (186) καὶ φάσθαι (187)· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ

### book 185-7.4

μέρους. καὶ τὸ ὄφρα (185) κοινὸν κατὰ πάντων νοεῖται. A

### book 185

〈εἰδῇς:〉 οὕτω περισπαστέον τὸ εἰδῇς. Aint

### book 186

〈καὶ ἄλλος:〉 τῶν φιλούντων Ἀχιλλέα. Til

### book 187.1

ἶσον ἐμοὶ 〈φάσθαι〉: ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγο‐

### book 187.2

ρίαν· διὸ καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι

### book 187.3

αὐτῷ. b (BCE4) T ὁ δὲ Διομήδης „ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ“

### book 187.4

(Ι 33) φησίν. b (BC) T

### book 189a.1

στήθεσσιν λασίοισι: νῦν περὶ τοῦ θυμοειδοῦς—

### book 189a.2

μανικὸν τῆς ψυχῆς. | σημαίνει δὲ καὶ τοῖς A θερμοῖς· ἡ θέρμη γὰρ

### book 189a.3

αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. A b (BCE4) T

### book 189b.1

μερμήριξε: μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω,

### book 189b.2

ὡς δάπτω δαρδάπτω. A

### book 189c.1

διάνδιχα μερμήριξεν: ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία

### book 189c.2

ἀλλήλοις, ὅπερ ἐκλαβών τις προσέθηκεν· „ἦε χόλον παύσειεν“ (Α

### book 189c.3

192). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος,

### book 189c.4

διχῶς ἐλογίσατο, τοὺς μὲν ἀναστῆσαι, τὸν δὲ Ἀγαμέμνονα ἀνελεῖν. A

### book 189-93.1

διάνδιχα μερμήριξεν—καὶ κατὰ θυμόν:

### book 189-93.2

θέλει εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους καὶ ἀνελεῖν Ἀγα‐

### book 189-93.3

μέμνονα· ὅθεν περισσόν φασι τὸν ἠὲ χόλον παύσειεν (192). ἀλλ’

### book 189-93

οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐκείνους ἀναστῆσαι καὶ ἀνελεῖν Ἀγαμέμνονα ἓν

### book 189-93.5.1

θετέον, τὸ δὲ ἠὲ χόλον παύσειε (192) δεύτερον· ὃ καὶ ἄμεινον· ἡ γὰρ

### book 189-93.5.2

ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ

### book 189-93.5.3

τοῦ κατὰ φρένα καὶ κατὰ θυμόν (193). b (BCE4) T

### book 190-2.1

ἠ ... ἠε: τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον,

### book 190-2.2

τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις.

### book 190-2.3

A b (BCE4) T | καὶ οὕτως ἐν τῇ Καθόλου (1,517,12). b (BCE4)

### book 190

〈ἐρυσσάμενος:〉 σπασάμενος. Til

### book 192a.1

〈ἦε χόλον παύσειεν:〉 ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς· διὸ

### book 192a.2

ἀθετεῖται. Aint

### book 192b.1

ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν: ἐπειδὴ τὸ

### book 192b.2

μὲν διαχεόμενόν ἐστιν, ὡς ἐπὶ ὕδατος ῥέοντος εἶπε παύσειεν. ὁ δὲ

### book 192b.3

θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ ἐρητύσειεν ἐχρήσατο. b (BCE4) T

### book 192c

〈ἐρητύσειε:〉 κωλύσει〈ε〉. Til

### book 193a

〈ὥρμαινε:〉 διενοεῖτο. Til

### book 193b.1

κατὰ φρένα 〈καὶ κατὰ θυμόν〉: φρένα μὲν τὸν λογι‐

### book 193b.2

σμόν, θυμόν δὲ τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγα‐

### book 193b.3

μέμνονα κατὰ τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ „ἦε χόλον

### book 193b.4

παύσειε“ (Α 192) κατὰ τὴν φρένα. b (BCE4) T

### book 193-4a.1

ἕως ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν:

### book 193-4a.2

ἐνταῦθα μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος (194) ἤτοι ὑποστικτέον ἢ

### book 193-4a.3

στικτέον. ἐὰν μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισ‐

### book 193-4a.4

σὸς ἔσται, ἦλθε δ’ Ἀθήνη (194)· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς

### book 193-4a.5.1

κείσεται, ὁ δὲ πρότερος πλεονάσει ἐν τῷ ἕλκετο δ’ ἐκ κολεοῖο

### book 193-4a.5.2

(194). βέλτιον δὲ ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε

### book 193-4a.5.3

καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ. A

### book 193b.1

ἕλκετο: ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογι‐

### book 193b.2

σμῶν ἔνστασιν δηλοῖ. τὸ δὲ μέγα (194) καιρὸν δίδωσι καθόδου τῇ

### book 193b.3

Ἀθηνᾷ. τὸ δὲ ἕως (193) νῦν ἀντὶ τοῦ τέως ὡς τὸ „εἵως μέν ῥ’ ἐπέτον‐

### book 193b.4

το“ (β 148). ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ ἕως; ἤγουν τῷ ἕλκετο δο‐

### book 193b.5.1

τέον τὸν καί. b (BCE4) T | διδάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς

### book 193b.5.2

ἐξουσίαις τοὺς βασιλεῖς. b (BE4) T

### book 194

〈ἦλθε δ’ Ἀθήνη:〉 ὅτι περισσὸς ὁ δέ σύνδεσμος. Aint

### book 194-5.1

ἦλθε δ’ Ἀθήνη / οὐρανόθεν: ἐκ τοῦ οὐρανοῦ παρεγέ‐

### book 194-5.2

νετο—σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ

### book 194-5.3

(bibl. 1, 20). A

### book 195-6a.1

〈οὐρανόθεν· πρὸ γὰρ ἧκε—φιλέουσά τε

### book 195-6a.2

κηδομένη τε:〉 ὅτι οὐκ ὀρθῶς ἐκ τοῦ ποιητικοῦ προσώπου λέγον‐

### book 195-6a.3

ται. Aim

### book 195b.1

πρὸ γὰρ ἧκε: τοῦ μὲν ἵνα μή τι πάθῃ δεινόν, τοῦ δὲ ἵνα

### book 195b.2

μή τι δράσῃ, ἐκήδετο. εἴωθε δὲ εἰς τοσοῦτον αὔξειν τὰς περιπετείας ὡς

### book 195b.3

μὴ δύνασθαι ἄνθρωπον αὐτὰς παῦσαι, b (BCE4) T ὡς καὶ ἐπὶ τῆς

### book 195b.4

Πείρας (sc. Β 166—82) χρείαν πάλιν ἔσχε τῆς Ἀθηνᾶς. T

### book 197.1

ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα: ὅτι οὕτως λέγει, τὸν

### book 197.2

Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοή‐

### book 197.3

σαντες δέ τινες γράφουσι „ξανθῆς δὲ κόμης ἕλε Πηλείωνοσ“. | διὰ τού‐

### book 197.4

του δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι

### book 197.5

τοιοῦτοι. A

### book 198a.1

οἴῳ φαινομένη: τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους

### book 198a.2

οὐκ ἐμφανῶς δεῖ παύειν, τῶν ἐχθρῶν ὁρώντων. b (BC) T | τὸ δὲ φαινο‐

### book 198a.3

μένη ἀντὶ τοῦ φανησομένη. b (BC) γράφεται δὲ καὶ „φαινο‐

### book 198a.4

μένην“. | πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ. b

### book 198a.5

(B) T

### book 198b1.1

〈ὁρᾶτο:〉 ὅτι Ζηνόδοτος γράφει „ὁρῆτο“. τοῦτο δὲ

### book 198b1.2

Δώριον. Aint

### book 198b2.1

Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνι‐

### book 198b2.2

κὸν ἐξέθετο 〈„ὁρῆτο“〉. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευτέρας

### book 198b2.3

συζυγίας τῶν περισπωμένων τὸ α εἰς η τρέπουσιν. b (BC) Tt

### book 199-200.1

αὐτίκα δ’ ἔγνω / 〈Παλλάδ’ Ἀθηναίην〉: εἶδεν: ἢ

### book 199-200.2

ὅτι συνήθης ἡ θέα τοῖς ἐπικουρουμένοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι

### book 199-200.3

δηλοῦνται οἱ θεοί, ὡς τῇ Ἑλένῃ (sc. Γ 396—7). b (BCE4) T καὶ

### book 199-200.4

„Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα / ἔγνω ἐς ἄντα ἰδών“ (Ρ 333—4). |

### book 199-200.5.1

Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς „ὡσεὶ πτερὸν ἠὲ

### book 199-200.5.2

νόημα“ (η 36). b (BE4) T

### book 200

Παλλάδα τὴν Ἀθηνᾶν—προσκομίσαι τῷ Διΐ. A

### book 200.1

δεινὼ δέ οἱ ὄσσε φάανθεν: ὁ δέ ἀντὶ τοῦ γάρ. b (BC)

### book 200.2

T | διὰ δὲ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέ‐

### book 200.3

στησεν. A b (BC) T τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτίσθησαν A b

### book 200.5

(BCE4) T οἱ τοῦ ἥρωος ὀφθαλμοί. A b (BC) T

### book 201a

〈καί μιν:〉 τὸ μίν Ἰώνων. Aint

### book 201b

φωνήσας: προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς εἰπών. b

### book 201b

(BCE3E4) T

### book 202.1

αἰγιόχοιο: τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ

### book 202.2

Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχά‐

### book 202.3

νον. A b (BCE3) T | πυνθανομένου μᾶλλον ἤπερ ὀργιζομένου ὁ λό‐

### book 202.4

γος. b (BCE3) T

### book 203a.1

〈ἴδῃ:〉 ὅτι χωρὶς τοῦ ς τὸ ἴδῃ. | οὕτως καὶ ἡ Ἀρι‐

### book 203a.2

στάρχου. Aim

### book 203b.1

ἴδῃ: δίχα τοῦ ς. | ὑψοῖ δὲ τὴν ὕβριν, ὡς καὶ θεοὺς κι‐

### book 203b.2

νήσασαν εἰς θέαν. b (BCE3) T

### book 204a.1

ἀλλ’ ἔκ τοι ἐρέω: ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω ἢ βραχὺ

### book 204a.2

διασταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο δὲ τε‐

### book 204a.3

τελέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ

### book 204a.4

τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ. A

### book 204b.1

τὸ δὲ καὶ τετελέσθαι ὀΐω: ὅτι Ζηνόδοτος γράφει „τὸ

### book 204b.2

δὲ καὶ τετελεσμένον ἔσται“. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβε‐

### book 204b.3

βαιοῦν. A

### book 204c.1

〈τετελέσθαι:〉 Ἀρίσταρχος „τελέεσθαι“, οὐ τετελέ‐

### book 204c.2

σθαι γράφει. Aint b (BCE4) T

### book 205a.1

〈ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ:〉

### book 205a.2

πρὸ τῶν λόγων ἐνέδωκε τῇ παρουσίᾳ αὐτῆς. b (BCE4) T

### book 205b.1

ἄλλως. τάχ’ ἄν 〈ποτε θυμὸν ὀλέσσῃ〉: ταχέως· καὶ

### book 205b.2

πλεονάζει τὸ ποτέ. ὑπ’ ἐμοῦ δέ φησιν ἀπολεῖται· διό φησιν ἡ θεὸς

### book 205b.3

„μηδὲ ξίφος ἕλκεο χειρί“ (Α 210). b (BCE3) T

### book 207-9.1

ἦλθον ἐγώ〈—ἄμφω ὁμῶς θυμῷ φιλέουσα〉:

### book 207-9.2

τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ, καὶ τὸν

### book 207-9.3

ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. A b (BCE3E4) T οὐ πᾶς δὲ ὁ φιλῶν

### book 207-9.4

κήδεται ὡς λύκος ἄρνα. A b (BE3E4) T

### book 208-9.1

οὐρανόθεν· πρὸ δέ μ’ ἧκεν〈—φιλέουσά τε

### book 208-9.2

κηδομένη τε〉: ὅτι ἀμφοτέρους Ζηνόδοτος ἠθέτηκεν. οἰκείως δὲ μᾶλ‐

### book 208-9.3

λον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως. A

### book 210-1.1

ἀλλὰ λῆγ’ ἔριδοσ〈—ὀνείδισον〉: τεχνικῶς

### book 210-1.2

λίαν οὐχ ἅμα πάσης αὐτὸν ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλ’ ὡς ἰατρὸς

### book 210-1.3

οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέψαι

### book 210-1.4

συγχωρεῖ τὸ ὀλίγον, ὡς καὶ Ἡσίοδος „τοῦ κε κορεσσάμενος νείκεα καὶ

### book 210-1.5.1

δῆριν ὀφέλλοισ“ (opp. 33). | ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν

### book 210-1.5.2

εὐεργεσιῶν, ὡς Πορφύριός φησιν (1,9,10), b (BCE3) T ὡς ὑπό‐

### book 210-1.5.3

μνησίς ἐστιν ἀχάριστον αἰτιᾶσθαι. b(BCE3E4)T

### book 211-2a1.1

ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον〈—τετε‐

### book 211-2a1.2

λεσμένον ἔσται〉: Πτολεμαῖος (p. 40) καὶ Σέλευκος (fr. 5 M. = 8 D.)

### book 211-2a1.3

ἐπὶ τὸ ὀνείδισον στίζειν ἀξιοῦσι, καὶ ὑποστίζειν κατὰ τὸ τέλος τοῦ

### book 211-2a1.4

στίχου, ἵν’ ᾖ τὸ λεγόμενον· ὥσπερ γὰρ ἔσται, οὕτω καὶ ἐρῶ. ἐναντι‐

### book 211-2a1.5.1

οῦται δὲ αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ (212) συνδέσμου, καὶ τὸ

### book 211-2a1.5.2

διλογεῖσθαι τὰ ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ (211) καὶ ὣς τετε‐

### book 211-2a1.5.3

λεσμένον ἔσται (212). μήποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ

### book 211-2a1.5.4

στίχου, ἵνα μὴ μόνον συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μά‐

### book 211-2a1

λιστα πρέπει. A

### book 211-2a2.1

ἀναπαυστέον τὸν λόγον εἰς τὸ ὀνείδισον· τὸ δὲ ὡς

### book 211-2a2.2

ἔσεταί περ / ὧδε γὰρ ἐξερέω ἀναγνωστέον ἐν ταὐτῷ. b(BCE3)T

### book 212a

τὸ δέ: δύο μέρη λόγου εἰσίν. Aint

### book 212b.1

τετελεσμένον ἔσται: ὅτι Ζηνόδοτος γράφει „τετελέ‐

### book 212b.2

σθαι ὀΐω“. τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν. A

### book 212c.1

τετελεσμένον ἔσται: ὁ μὲν ὡς ἄνθρωπος „ὀΐω“ φησίν

### book 212c.2

(Α 204), ἡ δὲ ὡς θεὸς διαβεβαιοῦται. b(BCE3E4)T

### book 213.1

τρὶς τόσσα: πρὸς τὴν ὕβριν ἡ σύγκρισις ἢ τὴν κόρην. τὰς

### book 213.2

Λιτὰς δὲ οἰκονομεῖ. ἐν δὲ τῷ ἐπ’ ἀτιμίᾳ δυσχεραίνοντι τὴν ἐσομένην

### book 213.3

τιμὴν προβέβληται. | πόθεν δέ φασιν ἡ Ἀθηνᾶ οἶδεν, ὅτι ὁ Ἀχιλλεὺς

### book 213.4

λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως

### book 213.5.1

τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεός, ἀλλὰ καὶ ὁ τυχὼν ἄνθρωπος

### book 213.5.2

γνοίη, ὅτι οἱ τοὺς κρείττους ἀτιμάσαντες, εἰ κινδυνεύσειαν, ἐπὶ τοὺς

### book 213.5.3

ὑβρισμένους καταφεύγουσιν. T

### book 214a1.1

〈ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν:〉

### book 214a1.2

μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ, ὑβρίσθαι αὐτὸν λέγουσα. b

### book 214a1.3

(BCE3E4)T | τὸ δὲ ἡμῖν ὀρθοτονητέον· διέσταλται γάρ, ἀντὶ τοῦ

### book 214a1.4

ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν

### book 214a1.5

μιν. b(BCE4)T

### book 214a2

〈ἡμῖν:〉 ὅτι ὀρθο〈το〉νητέον, ἵνα ᾖ διασταλτική. Aim

### book 216a.1

χρή: ὀξυτονούμενον καὶ ἐν τῇ συντάξει βαρυνόμενον

### book 216a.2

σημαίνει ἐπίρρημα τὸ δεῖ, χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος

### book 216a.3

εἰρύσσασθαι, περισπώμενον δὲ ῥῆμα Ἀττικόν· ἀπὸ γὰρ τοῦ χρῶ‐

### book 216a

μαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ Ἰωνικῶς, Ἀττικὸν δὲ

### book 216a.5.1

χρῇ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ (fr. 1, III p. 372 K.)· „ἰδοὺ

### book 216a.5.2

κάτοπτρον. εἰπέ μοι †τί χρὴ τοῦτο;“ A

### book 216b.1

χρὴ μὲν σφωΐτερόν γε: ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ

### book 216b.2

σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν „〈οὐρανό‐

### book 216b.3

θεν·〉 πρὸ δέ μ’ ἧκε θεά“ καὶ 〈τὸν〉 „ἄμφω ὁμῶσ“ (Α 208—9). A

### book 216-8.1

〈χρὴ μὲν σφωΐτερόν γε—μάλα τ’ ἔκλυον αὐ‐

### book 216-8.2

τοῦ:〉 ὁ λόγος αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον (217) καὶ ἄμεινον

### book 216-8.3

(217)· ἕκαστος γὰρ καθ’ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί, καὶ οἱ μὲν

### book 216-8.4

πρῶτοι δύο ὑπὸ τοῦ γάρ (217) συνδέσμου συνημμένοι εἰσίν· ὁ δὲ

### book 216-8.5.1

τρίτος (ὅς κε θεοῖς ἐπιπείθηται, 218) ἀσύνδετός ἐστι πρὸς τὸν δεύ‐

### book 216-8.5.2

τερον· διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν. γελοίως δὲ ὁ Πτολε‐

### book 216-8.5.3

μαῖος (p. 40) αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέ‐

### book 216-8.5.4

γεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς

### book 216-8.5.5

ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὢν ὁ λόγος. A

### book 216-9.1

ὣς γὰρ ἄμεινον: στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς „ὅς

### book 216-9.2

κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ“ (Α 218)· γνωμικώτερον

### book 216-9.3

γὰρ τὸ τοιοῦτο εἴρηται. οὕτως Ἡρωδιανός. A

### book 218a.1

〈ἔκλυον:〉 πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκού‐

### book 218a.2

σονται. Aim

### book 218b

〈ἔκλυον:〉 οἱ θεοί. Til

### book 219a.1

ἦ καὶ ἐπ’ ἀργυρέῃ: τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ πε‐

### book 219a.2

ρισπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ

### book 219a.3

δή, οἷον „ἐπειῆ πολὺ φέρτερόν ἐστι“ (Α 169), καὶ παραλλήλως „ἦ δὴ

### book 219a

λοίγια ἔργα“ (Α 518). δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· „ἦ οὐχ

### book 219a.5.1

Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; / ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀν‐

### book 219a.5.2

θρώπων / Ἀτρεῖδαι;“ (Ι 339—41). δηλοῖ δὲ καὶ τὸ ἔφη· „ἦ καὶ κυα‐

### book 219a.5.3

νέῃσιν“ (Α 528). | καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ

### book 219a.5.4

ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προ‐

### book 219a.5.5

κειμένου, ὁ δὲ Πλάτων μετ’ αὐτὸ ἐπιφέρει τὸν λόγον. | ψιλούμενον δὲ

### book 219a.10.1

καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· „ἦ εὖ ἠὲ κακῶσ“ (Β

### book 219a.10.2

253). ἔστι δὲ ὅτε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθεται, οἷον „οὐδ’ ἀφα‐

### book 219a.10.3

μαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν“ (Γ 215). ποτὲ δὲ παρέλκει· „ἀλλὰ

### book 219a.10.4

τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα;“ (Κ 432). δασυνόμενον δὲ καὶ

### book 219a.10.5

ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· „ἣ δ’ ἑτέρη θέρεϊ προρρέει

### book 219a.15.1

εἰκυῖα χαλάζῃ“ (Χ 151). δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν, οἷον „ἣ

### book 219a.15.2

μυρί’ Ἀχαιοῖσ“ (Α 2). δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· „ὣς ἥ γ’

### book 219a.15.3

ἀμφιπόλοισι μετέπρεπεν“ (ζ 109). 〈***〉 δηλοῖ δὲ καὶ τὴν σύναρθρον

### book 219a.15.4

ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμή, σή. ὑποδείγματα

### book 219a.15.5

δὲ ταύτης παρ’ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται·

### book 219a.20

αἱ γὰρ πλάγιοι πᾶσαι δι’ αὐτῆς παρ’ Ὁμήρῳ σώζονται. A

### book 219b.1

〈ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν:〉 τῇ

### book 219b.2

ἀργυροήλῳ. κώπη δὲ τὸ κωπίον, ἤγουν ἡ τοῦ ξίφους λαβή. βαρεῖαν δὲ

### book 219b.3

b(BCE3)Til τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν ἑτέρους

### book 219b.4

τοῖς ὅπλοις βαρύνουσαν. b(BCE3E4)Til

### book 219c

κώπη: παρὰ 〈τὸ〉 κοπτικὸν τοῦ ξίφους. A

### book 219-20.1

ἦ καὶ ἐπ’ ἀργυρέῃ〈—οὐδ’ ἀπίθησε〉: ὅτι

### book 219-20.2

Ζηνόδοτος μεταγράφει „ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ’ ἀπί‐

### book 219-20.3

θησε“ καὶ τοὺς δύο ἕνα ἐποίησεν. A

### book 220.1

〈κουλεὸν ... ξίφος:〉 κουλεόν παρὰ 〈τὸ〉 κοῖλον εἶναι,

### book 220.2

ξίφος παρὰ τὸ σκίπτω σκίφος καὶ ξίφος Δωρικῶς. A

### book 222a.1

〈δώματ’ ἐς αἰγιόχοιο Διός:〉 βραχὺ διασταλτέον ἐπὶ

### book 222a.2

τὸ Διός. Aim

### book 222b

〈μετά:〉 ὅτι ἀντὶ τοῦ ἐπί. Ail

### book 222c.1

δώματ’ ἐς αἰγιόχοιο 〈Διὸς μετὰ δαίμονας ἄλλουσ〉:

### book 222c.2

δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ

### book 222c.3

κεχωρισμένοι. δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι †ἡμῶν†

### book 222c.4

μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον. A

### book 222d.1

δαίμονας ἄλλους: τὸν τῶν δαιμόνων τόπον μετωνυμι‐

### book 222d.2

κῶς ἐκάλεσεν, ὡς „ὕεσσι παρήμενον“ (ν 407). ἢ μόνους τοὺς ἄρσενάς

### book 222d.3

φησι ἕπεσθαι τῷ Διῒ εἰς Αἰθιοπίαν καὶ τὰς θηλείας καταλελεῖφθαι, „οἱ

### book 222d.4

δ’ ἅμα πάντες ἕποντο“ (Α 424). ἢ ὅτι τὸ „πάντεσ“ ἐκεῖσε ἀντὶ τοῦ οἱ

### book 222d.5

πλείους τέτακται. b(BCE3E4)T

### book 222d.1

μετὰ δαίμονας ἄλλους: οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς

### book 222d.2

—δαίμονας φύλακας θνητῶν ἀνθρώπων. A

### book 223a1.1

〈ἀταρτηροῖς:〉 ἀτηροῖς, | καὶ πλεονασμῷ τῆς ταρ συλ‐

### book 223a1.2

λαβῆς ἀταρτηροῖς, ὡς τὸ τάρροθος καὶ μετὰ τῆς ἐπί προθέσεως „ἐπι‐

### book 223a1.3

τάρροθοσ“ (Ε 808 al.). b(BCE3)

### book 223a2

πλεονάζει ἡ ταρ ὡς τὸ „ἐπιτάρ〈ρ〉οθοσ“. Til

### book 225-33.1

οἰνοβαρὲς κυνὸς ὄμματ’ ἔχων〈—ὅρκον

### book 225-33.2

ὀμοῦμαι〉: ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως τοῦ „ναὶ

### book 225-33

μὰ τόδε σκῆπτρον“ (Α 234). A

### book 225a.1

〈οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλά‐

### book 225a.2

φοιο:〉 καθ’ ἑκάστην {δὲ} λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ

### book 225a.3

τέλος στικτέον· προσαγορευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς περίοδος

### book 225a.4

ῥηματική· διὸ ἀπ’ ἄλλης ἀρχῆς „οὔτε ποτ’ ἐς πόλεμον / οὔτε λόχον“

### book 225a.5

(Α 226—7). A

### book 225b.1

οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλά‐

### book 225b.2

φοιο: Ἰσοκράτης (4, 142) Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία

### book 225b.3

μαρτυρεῖ, ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία

### book 225b.4

κατανοήσας Ἀγαμέμνονα ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια,

### book 225b.5.1

ἀπιστία δὲ ἐξ ἀναιδείας, καὶ πολέμων ἀπειρίαν ἡ δειλία ἐργάζεται. καὶ

### book 225b.5.2

δειλὸν μὲν ἐπὶ τρίτον ἐν Ἰλιάδι φαίνεται λέγων διὰ τὸ „φεύγωμεν σὺν

### book 225b.5.3

νηυσί“ (Β 140. Ι 27, cf. Σ 75), μέθυσον δὲ διὰ τὸ „πλεῖαί τοι οἴνου

### book 225b.5.4

κλισίαι“ (Ι 71) b(BCE3E4)T καὶ „σὸν δὲ {μάλιστα} πλεῖον δέπας

### book 225b.5.5

αἰεί“ (Δ 262) παρ’ Ἀτρείδῃσι, καὶ Εὔνηος „χίλια μέτρα“ (Η 471)

### book 225b.10.1

αὐτοῖς ἀποστέλλει, καὶ „Τρώων δ’ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνο‐

### book 225b.10.2

χοεύειν“ (Β 127). T μάλιστα δὲ τῷ ἀναιδεῖ ἐπιμένει, ὅπου μὲν

### book 225b.10.3

λέγων „ἀλλὰ σοί, ὦ μέγ’ ἀναιδέσ“ (Α 158), ὅπου δὲ „ἀναιδείην ἐπιει‐

### book 225b.10.4

μένε“ (Α 149), πῇ δὲ „σοί τε, κυνῶπα“ (Α 159)· ἐπεὶ προμεμαρτύρηται

### book 225b.10.5

αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα b(BCE3E4)T

### book 225b.15.1

διαλόγῳ, „ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην“ (Α 104) καὶ „κάκ’

### book 225b.15.2

ὀσσόμενος προσέειπεν“ (Α 105). T φύσει δὲ ἀλλήλαις αἱ κακίαι,

### book 225b.15.3

ὡς καὶ αἱ ἀρεταί, παρέπονται. b(BCE3E4)T

### book 225c.1

ἄλλως: εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις

### book 225c.2

ὡς ἐλαττώματα προάγειν· „στρεπτὴ γὰρ γλῶσς’ ἐστὶ βροτῶν“ (Υ

### book 225c.3

248)· ἐπειδὴ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώμα‐

### book 225c

τος χάριν, τοῦτο εἰς μέθην ὀνειδίζει τῷ βασιλεῖ. τὸ δὲ διὰ τὸ μὴ περι‐

### book 225c.5.1

φρονεῖσθαι ἰταμὸν τῶν βασιλέων καὶ δυσπαράκλητον ἀναίδειαν εἶπεν.

### book 225c.5.2

ἐπεὶ δὲ καὶ προκινδυνεύειν τῆς φάλαγγος οὐκ οἰκεῖόν ἐστι βασιλεῖ, τοῦ‐

### book 225c.5.3

το δειλίαν ἐκάλεσεν. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα

### book 225c.5.4

οἷον νῦν λοιδορεῖ, ὃν †Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν· „ἢ Αἴαντα

### book 225c.5.5

λαχεῖν ἢ Τυδέως υἱόν, / ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο 〈Μυκήνησ〉“

### book 225c.10.1

(Η 179—80). οὐχ ὅτι τρίτος ἦν κατ’ ἀρετὴν Ἀγαμέμνων, τρίτον αὐ‐

### book 225c.10.2

τὸν ἀριθμοῦσιν, ἀλλ’ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα.

### book 225c.10.3

εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον „ὦρτο πολὺ πρῶτος μὲν ἄναξ

### book 225c.10.4

ἀνδρῶν Ἀγαμέμνων“ (Η 162). ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλ‐

### book 225c.10.5

λαις παραβάλλων μείζονα εὕροι τις ἄν· Διομήδης μὲν γὰρ ἠρίστευσεν

### book 225c.15.1

ἔτι τῶν Τρώων ἀγνοούντων τὴν μῆνιν Ἀχιλλέως b(BCE3E4)

### book 225c.15.2

T καὶ διὰ τὸ συνειδέναι σφίσιν αὐτοῖς τὴν τῶν ὅρκων παράβασιν

### book 225c.15.3

κατεπτηχότων, T τὸν δὲ Αἴαντα ὁ περὶ τῶν νεῶν κίνδυνος καὶ ἡ

### book 225c.15.4

τῆς σωτηρίας ἀπόγνωσις διήγειρε, καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλ‐

### book 225c.15.5

λεὺς νομιζόμενος, b(BCE3E4)T Ἀχιλλεὺς δὲ αὐτοῖς φοβερὸς ὤφθη

### book 225c.20.1

διὰ τὴν τῶν θείων ὅπλων εὐπρέπειαν. T Ἀγαμέμνονι δὲ ἡσσήθη‐

### book 225c.20.2

σαν νικῶντες τῇ προτεραίᾳ καὶ ἐπαυλιζόμενοι ταῖς ναυσὶ τῶν πο‐

### book 225c.20.3

λεμίων. διὰ τοῦτο Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ καὶ

### book 225c.20.4

Διομήδει θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. b(BCE3

### book 225c.20.5

E4)T ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ· „ὄφρα μέν κεν ὁρᾷς Ἀγα‐

### book 225c.25.1

μέμνονα ποιμένα λαῶν ἐν προμάχοισι, τόφρ’ ὑπόεικε μάχησ“ (cf. Λ

### book 225c.25.2

202—4). b(BE3E4)T

### book 225d.1

〈κραδίην δ’ ἐλάφοιο:〉 λέγεται A b (BCE3)T καρ‐

### book 225d.2

δίαν μὴ ἔχειν τὸ ἐλάφιον, | μᾶλλον δὲ T χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπα‐

### book 225d.3

τι περικειμένην ἡ ἔλαφος. A b (BCE3)T

### book 226.1

οὔτε ποτ’ ἐς πόλεμον: τοῦτο δημοκρατικοῦ βασιλέως καὶ

### book 226.2

δημαγωγικοῦ. ATil

### book 227.1

οὔτε λόχον δ’ ἰέναι: τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν

### book 227.2

ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ

### book 227.3

Λυκάονος (cf. Φ 35—9). A b (BCE3)T καὶ „ἐς λόχον, ἔνθα μάλιστ’

### book 227.4

ἀρετὴ διαείδεται ἀνδρῶν“ (Ν 277). AT

### book 228.1

τὸ δέ {τοι κήρ}: ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι

### book 228.2

θάνατος νομίζεται. A

### book 229a1.1

ἦ πολὺ λώϊόν 〈ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαι‐

### book 229a1.2

ῶν:〉 περισπαστέον τὸν ἦ· κατ’ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ

### book 229a1.3

δή. | δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν, ἵν’ ᾖ Ἀχαιῶν /

### book 229a1.4

„δῶρ’ ἀποαιρεῖσθαι“ (Α 230). A

### book 229a2.1

περισπαστέον τὸν ἦ. καὶ ἐν τῷ „ἦ γὰρ ἄν, Ἀτρείδη“

### book 229a2.2

(Α 232). Aim

### book 229-31.1

〈ἦ πολὺ λώϊόν ἐστι—ἀνάσσεις:〉 περι‐

### book 229-31.2

σπαστέον τὸν ἦ· ἀρκτικὸς γάρ ἐστιν, ἀντὶ τοῦ δή. | ἀπολελυμένον δὲ

### book 229-31.3

τὸ σχῆμα καὶ πολλὰς ἔχον περικοπάς· ἄπληστον γάρ ἐστι πρὸς λοι‐

### book 229-31.4

δορίαν ὀργή. b(BCE3)T | ὑποστικτέον δὲ εἰς τὸ εὐρύν (229).

### book 229-31.5

b(BCE3E4)T

### book 230a.1

〈δῶρα:〉 ἃ δωροῦνται οἱ Ἀχαιοί, ὡς τὸ „δόσαν δέ μοι

### book 230a.2

υἷες Ἀχαιῶν“ (Α 162). Til

### book 230b.1

〈ἀντίον εἴπῃ:〉 οὐκ εἶπεν ἀδικήσει τις, ἀλλ’ ὡς ἀναι‐

### book 230b.2

ροῦντα τὴν ἰσολογίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς.

### book 230b.3

b(BCE3)TTil

### book 231a.1

δημοβόρος βασιλεύς: καθ’ ἑαυτὸ τοῦτο ἀναγνωστέον,

### book 231a.2

ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς

### book 231a.3

προφορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἶ ῥῆμα λεί‐

### book 231a.4

πειν, ὑφ’ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵν’ ᾖ δημοβόρος εἶ

### book 231a.5

βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλ’ οὐκ ἐπείγει. A

### book 231b.1

δημοβόρος: κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ

### book 231b.2

κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά. b(BCE3E4)T

### book 232

ἦ γὰρ ἄν, Ἀτρείδη, 〈νῦν ὕστατα λωβήσαιο〉: ὅτι τὸ

### book 232.1

εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς

### book 232.2

„καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείασ“ (Ε 311). | τὸν δὲ

### book 232.3

η περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν. A

### book 233.1

καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι: ἐπιομοῦμαι. b(BCE3)T |

### book 233.2

ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀπο‐

### book 233.3

φάσκειν. A b (BCE3)T | μέγαν δὲ ὅρκον ἢ τὸν κοινὸν τῶν ὅρκων ἢ

### book 233.4

τὸν ὡς ἀληθῶς παρ’ αὐτοῦ τελεσθησόμενον. b(BCE3)T

### book 234.1

ναὶ μὰ τόδε: πεπλεόνακεν τὸ μά—τὸν ἔφορον τῆς

### book 234.2

βασιλείας θεόν. A

### book 234-40a.1

ναὶ μὰ τόδε σκῆπτρον〈—ἦ ποτ’ Ἀχιλ‐

### book 234-40a.2

λῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν〉: ὅλη ἡ παρέκβασις διὰ μέσου

### book 234-40a.3

ἕως τοῦ ἦ ποτ’ Ἀχιλλῆος ποθή (240)· διὸ τὰ μεταξὺ διαστολαῖς τε

### book 234-40a.4

καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν· τὸ γὰρ ἑξῆς ναὶ μὰ τόδε

### book 234-40a.5

σκῆπτρον, ἦ ποτ’ Ἀχιλλῆος. A

### book 234-40b.1

ναὶ μὰ τόδε σκῆπτρον〈—〉ἦ ποτ’ Ἀχιλλῆος:

### book 234-40b.2

μεταξὺ παρενείρει, ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, †οὔτε ὁμοίως ἐὼν

### book 234-40b.3

ὅλως† κατὰ τῆς βεβαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τι‐

### book 234-40b.4

μιώτερον †καταξύλον† τὸ σκῆπτρον καθ’ Ὅμηρον· διὸ καὶ ἐπιφέρει·

### book 234-40b.5

ὁ δέ τοι μέγας ἔσσεται ὅρκος (239) A

### book 234-5.1

〈ναὶ μὰ τόδε σκῆπτρον—λέλοιπεν:〉 τὸν τῆς

### book 234-5.2

βασιλείας ἔφορον ὄμνυσι θεόν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσει ἢ

### book 234-5.3

τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν, ὅτι δημηγοροῦντι αὐτῷ

### book 234-5.4

δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς

### book 234-5.5

συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμνων ἐσκηπτροφόρει. b

### book 234-5

(BCE3E4)T

### book 238-9.1

οἵτε θέμιστας 〈/ πρὸς Διὸς εἰρύαται〉: εἰς δικαιοσύ‐

### book 238-9.2

νην παρακαλεῖ τοὺς ἄρχοντας, εἴγε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεύς,

### book 238-9.3

παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διΐ. ἢ ὅτι οὔπω νομογρα‐

### book 238-9.4

φίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν. b(BC) T

### book 239.1

ὁ δέ {τοι μέγας ἔσσεται}: ἄμεινον δύο μέρη λόγου ποιεῖν· „ὁ

### book 239.2

δέ τοι νημερτὲς ἐνίψει“ (λ 148). A

### book 240a.1

ἦ ποτ’ Ἀχιλλῆος 〈ποθὴ ἵξεται υἷας Ἀχαιῶν〉:

### book 240a.2

τοῦτό φησι πεισθεὶς Ἀθηνᾷ. T

### book 240b

〈ποθή:〉 τὸ ποθή ὀξυτόνως. Aim

### book 241

〈τότε δ’ οὔτι:〉 οὕτως Ἀρίσταρχος, „τότε δ’ οὔτι“. Aint

### book 242.1

Ἕκτορος ἀνδροφόνοιο: προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα

### book 242.2

λεληθότως ὁ ποιητής, μέλλων αὐτῷ χρῆσθαι πρὸς τὰ ἐπιφανῆ τῆς

### book 242.3

Ἰλιάδος ἔργα. b(BCE3)T πρὸς δὲ κατάπληξιν τῶν ἀκουόντων

### book 242.4

καὶ τὸ ἐπίθετον αὐτοῦ δεδήλωκεν. T

### book 243.1

θνήσκοντες 〈πίπτωσι〉: †ἀναστροφὴ† ὁ τρόπος· b(BCE3

### book 243.2

E4)TTil τὸ ἐναντίον γὰρ γίνεται. b(BCE3)TTil

### book 244a

ὅτ’ ἄριστον: ἐπειδή. „νῦν δ’ †ὑμέων ὅτε δὴ γλῶσσαν“,

### book 244a

„ὅτε με βροτοὶ οὔτι τίουσιν“ (ν 129). TT

### book 244b.1

〈ἄριστον Ἀχαιῶν:〉 ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τὸν

### book 244b.2

τῶν Θεσσαλῶν· „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“

### book 244b.3

(Β 684). b(BCE3)Til

### book 244c.1

οὐδὲν ἔτισας: πλεονάζει τὸ δεν· ἰσοδυναμεῖ γὰρ τῷ οὐκ

### book 244c.2

ἔτισας. A

### book 244d.1

〈οὐδέν:〉 Ἀρίσταρχος παρέλκειν λέγει τὸ δεν, Ἀπολ‐

### book 244d.2

λόδωρος δὲ ἐν Γλώσσαις (FGr Hist 244, 221) εἶναι τὸ πλῆρες οὐδὲ ἕν·

### book 244d.3

πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου,

### book 244d.4

οὔ καὶ δέ καὶ ἕν. A

### book 245a.1

ποτὶ δὲ σκῆπτρον βάλε 〈γαίῃ〉: νῦν μὲν τὸν Ἀχιλλέα,

### book 245a.2

ἐν δὲ τῇ Ὀδυσσείᾳ (sc. β 80—1) τὸν Τηλέμαχον ποιῶν τὸ σκῆπτρον ἀποτιθεμέ‐

### book 245a.3

νους, ἐπ’ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων (καὶ γὰρ νεώτερος,

### book 245a.4

καὶ αἱ συμφοραὶ δειναί). ὁ δὲ Ἀχιλλεὺς οὐ μάλα ὀλοφύρεται· οὔτε

### book 245a.5

γὰρ ὁμοίως νέος, καὶ περὶ γυναικὸς ἡ μάχη. b(BCE3E4)T

### book 245b.1

〈ποτὶ δὲ σκῆπτρον βάλε γαίη:〉 ὁ θυμὸς τὰ μετὰ

### book 245b.2

χεῖρας ἐχόμενα ῥίπτει. b(BCE3E4)

### book 247-8.1

〈Ἀτρείδης δ’ ἑτέρωθεν ἐμήνιε·〉 τοῖσι δὲ Νέστωρ /

### book 247-8.2

〈ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητήσ〉: ἔστι μὲν ἔγγο‐

### book 247-8.3

νος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει νεῶν, γεραίτερος δὲ πάντων καὶ

### book 247-8.4

ἡδύγλωσσος· οἱ περὶ Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν

### book 247-8.5.1

b(BCE3E4)T πρὸς τὸ μὴ ἀφαιρεῖσθαι τοῦ γέρως. T ἀλλ’

### book 247-8.5.2

οὔτε Μενέλαος ἠδύνατο παραινεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος

### book 247-8.5.3

ἀπήχθετο Ἀχιλλεῖ b(BCE3E4)T τῷ δι’ αὑτὸν προπονήσαντι·

### book 247-8.5.4

T τῷ δὲ Φοίνικι ταμιεύεται τὰς Λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων

### book 247-8.5.5

τὸν Νέστορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν, b(BCE3E4)

### book 247-8.10

T ἡδυεπῆ λέγων αὐτὸν καὶ λιγύν. T | προσυνίστησι τὸ εἶδος τῶν

### book 247-8.1

λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· b(BCE3E4)

### book 247-8.2

T ὁ γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ. b(BE3E4)T | ἑτέ‐

### book 247-8.3

ρωθε (247) δὲ ἐκ τῆς ἑτέρας στάσεως. T

### book 248.1

〈ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής:〉 καὶ ἐκ

### book 248.2

πατέρων ἔχων αὐτὸν ἐπαινεῖν, οὐκ ἀναγκαῖον ἡγήσατο· οὐδεὶς γὰρ

### book 248.3

λόγος εὐγενείας ὅσον λόγων δυνάμεως ἐν τοιούτῳ καιρῷ. | τὸ δὲ

### book 248.4

προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν· οὐδὲ

### book 248.5.1

γὰρ γέροντα κυβερνήτην μέμψαιο κινδυνεύοντος σκάφους ὑπὲρ τὸ

### book 248.5.2

δέον κινούμενον. b(BCE3E4)T

### book 249.1

τοῦ καὶ ἀπὸ γλώσσης: ἡ γλῶσσα τρία σημαίνει—

### book 249.2

τῶν λέξεων. A

### book 249a.1

μέλιτος γλυκίων 〈ῥέεν αὐδή〉: μέλιτος διὰ τὸ πεί‐

### book 249a.2

θειν, ῥέεν δὲ διὰ τὸ ἀνεμπόδιστον. A b (BCE3E4)T ἔοικε δὲ ἀπο‐

### book 249a.3

τείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος. A b (BCE3)

### book 249b.1

〈γλυκίων:〉 ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν „γλυκίω“. τὰ

### book 249b.2

δὲ τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν. Aim

### book 250a.1

τῷ δ’ ἤδη δύο μὲν γενεαί: ἥ τε τῶν πατέρων, ὑφ’ ὧν

### book 250a.2

γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν. „ἐλθὼν γὰρ ἐκάκωσε βίη

### book 250a.3

Ἡρακλη〈ε〉ίη / τῶν οἶος λιπόμην“ (Λ 690 et 693). τριτάτης δὲ ἄρχει

### book 250a.4

τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο· καὶ γὰρ

### book 250a.5

ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ †τῇ τρίτῃ τῇ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ

### book 250a.1

τρίτης ἀποδημεῖν λέγεται καίτοι μίαν μόνην τὴν μέσην τελέσας. ἄλλως

### book 250a.2

τε ἡ γενεὰ τριάκοντα ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τὴν τρί‐

### book 250a.3

την κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ

### book 250a.4

ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεάς, τουτέστι τὰς

### book 250a.10.1

καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακονταετίας. b

### book 250a.10.2

(BCE3E4)T οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων,

### book 250a.10.3

ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι. αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ

### book 250a.10.4

τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν. b(BE3E4)T

### book 250b.1

καὶ παρ’ ἄλλῳ· δύο τριακονταετηρίδες παρεληλύθεισαν

### book 250b.2

ἐπὶ αὐτῷ· ἡ γὰρ γενεὰ τριάκοντα ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς

### book 250b.3

γένεσιν ἡλικία, „μήτε τριηκόντων ἐτέων“ (Hsd. opp. 696). οἱ μὲν οὖν

### book 250b.4

συντεχθέντες αὐτῷ ἀπολώλεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηρά‐

### book 250b.5.1

σαντες οὐ συνεστράτευσαν, αὐτὸς δὲ „οὐ †μὴν† ἐπέτρεπε γήραϊ

### book 250b.5.2

λυγρῷ“ (Κ 79). τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν. ἔστιν οὖν ἑβδομηκον‐

### book 250b.5.3

τούτης. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι

### book 250b.5.4

τῇ γυναικί. A b (BCE3, E4 [fol. 3r et 9v]) T

### book 250c.1

μερόπων ἀνθρώπων: μεμερισμένην—τὴν φωνήν.

### book 250c.2

A | ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συν‐

### book 250c.3

ῴκισε τοὺς ἀνθρώπους. ἢ A b (BCE3E4) τῶν μορούντων περὶ τὴν

### book 250c.4

ὄπα· ἢ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων. A b (BCE3E4)T

### book 251a.1

{ἐφθίαθ’} οἵ οἱ: ὅτι Ζηνόδοτος γράφει „αἵ οἱ“. γενέσθαι

### book 251a.2

δὲ ἅμα τραφῆναί τε 〈γενεὰσ〉 ἀδύνατον. A

### book 251b.1

οἵ οἱ πρόσθεν: οἱ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς τὸ „οἱ δὲ

### book 251b.2

δύο σκόπελοι“ (μ 73), b(BCE3E4)T ἵν’ ᾗ οἵτινες αὐτῶν, τῶν

### book 251b.3

ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. b

### book 251b.4

(BE3E4)T οἱ δὲ πρὸς τὸ „γενεαί,“ ὡς „φάλαγγες / ἱστάμενοι“ (Π

### book 251b.5

280—1). b(BCE3E4)T

### book 251c.1

〈ἅμα τράφεν ἠδ’ ἐγένοντο:〉 ὡς „ἀμφιέσασα 〈θυώ‐

### book 251c.2

δεα〉 καὶ λούσασα“ (ε 264), „ἔσω εἰσῄει“ (cf. ρ 30). b(BCE3)

### book 251d

〈ἅμα:〉 τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου. Aim

### book 252a.1

ἐν Πύλῳ ἠγαθέῃ: τοῦ〈το〉 καὶ τοῖς ἡγουμένοις καὶ τοῖς

### book 252a.2

ἑπομένοις δύναται συντάττεσθαι. A

### book 252b.1

〈τριτάτοισιν:〉 τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην

### book 252b.2

ἡλικίαν ἄγουσιν. b(BCE3E49 [fol. 3r et 10r]) Til

### book 254-6

{ὢ πόποι:} ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ

### book 254-6.1

τῷ πάθει, οὐ δεῖ πορίζειν ἑτέρωθεν προοίμια. b(BE3)T ἔχει δὲ τὴν

### book 254-6.2

προσοχὴν ἀπὸ ὀλοφυρμοῦ ἀρξάμενος. b(BCE3)T | δημηγορικῶς δὲ

### book 254-6.3

τὰς δύο παρίστησιν ἠπείρους αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ

### book 254-6.5

χαρησομένην, εἰς κατήφειαν αὐτοὺς ἄγων. b(BE3)T

### book 255-8.1

ἦ κεν γηθήσαι Πρίαμοσ〈—περὶ δ’ ἐστὲ μάχε‐

### book 255-8.2

σθαι〉: ἕως τοῦ μάχεσθαι (258) συναπτέον. βραχὺ δὲ διασταλτέον

### book 255-8.3

παῖδες (255), θυμῷ (256), μαρναμένοιϊν (257). | περισπαστέον δὲ

### book 255-8.4

τὸν η (255)· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι (255) παροξυτο‐

### book 255-8.5

νητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν. A

### book 255.1

ἦ κεν γηθήσαι 〈Πρίαμος Πριάμοιό τε παῖδεσ〉: ἐρεθι‐

### book 255.2

στικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ

### book 255.3

δὲ Ἕκτορος Ἀχιλλέα ἐρεθίζει, b(BCE3E4)T οὗ τὸ ὄνομα ἐφυλά‐

### book 255.4

ξατο, ὅπως μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ. b(BE3E4)T

### book 257.1

τάδε πάντα 〈... μαρναμένοιϊν〉: ἔμφασιν ἔχει καὶ αὔξησιν

### book 257.2

ἡ δεῖξις καὶ οἱ ἀριθμοί. | τὸ δὲ μαρναμένοιϊν διὰ τὴν ξιφουλκίαν. b

### book 257.3

(BCE3E4)T

### book 258a1.1

οἳ περὶ μὲν βουλῇ: ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ.

### book 258a1.2

τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως πα‐

### book 258a1.3

ραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ „ἀλλ’ ὅδ’

### book 258a1.4

ἀνὴρ ἐθέλει περὶ πάντων“ (Α 287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ

### book 258a1.5.1

περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις

### book 258a1.5.2

ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ

### book 258a1.5.3

„νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο / ἤσθιον“ (α 8—9). A

### book 258a2.1

φυλάττεται τῆς περί ὁ τόνος, κἄν τε ἀντὶ τῆς ὑπέρ ἐστι,

### book 258a2.2

κἄν τε πρὸς τὸ ἐστέ φέρηται, b(BCE3E4)Til ὥς φησιν Ἡρω‐

### book 258a2

διανός (cf. 2, 25, 17). b(BCE3E4)

### book 258b1.1

〈βουλήν:〉 διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρί‐

### book 258b1.2

σταρχος, καὶ ἐν τῇ πολυστίχῳ (Seleuc. fr. 6 = fr. dub. D.). Aim

### book 258b2.1

τὸ δὲ βουλήν διὰ τοῦ ν, καὶ οὐ διὰ τοῦ ι. b(BCE3E4)

### book 258b2.2

T Til

### book 260.1

ἠέπερ ἡμῖν: ὅτι Ζηνόδοτος γράφει „ἠέπερ ὑμῖν“. ἐφύβρι‐

### book 260.2

στος δὲ ὁ λόγος. διὰ δὲ τοῦ ἡμῖν καὶ ἑαυτὸν συγκαταριθμεῖ καὶ πάν‐

### book 260.3

τας τοὺς καθ’ αὑτόν. A

### book 261a.1

ἀθέριζον: ἀνεπαχθὲς τοῦτο, παρὰ τοὺς ἀθέρας, οἳ εἰς

### book 261a.2

οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται. b(BCE3E4)T σημαί‐

### book 261a.3

νει δὲ τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. b(BE3E4) | μαλακτικώ‐

### book 261a.4

τατον δὲ τοῖς θυμουμένοις μῦθος, ὥς που καὶ Φοῖνίξ φησι πρὸς Ἀχιλ‐

### book 261a.5

λέα (cf. Ι 526—99). b(BE3E4)TT

### book 261b

〈ἀθέριζον:〉 ἀπεδίωκον. Til

### book 262a.1

οὐ γάρ πω τοίους 〈ἴδον ἀνέρας οὐδὲ ἴδωμαι〉: ἀπο‐

### book 262a.2

λογούμενος ὑπὲρ ὧν ἠλάττωσεν αὐτούς, οὐδὲ ἔσεσθαι τοιούτους λέ‐

### book 262a.3

γει· b(BCE3E4) τοῖς γὰρ ἀποθανοῦσιν οὐδεὶς φθονεῖ, ἐπειδὴ τὸ

### book 262a.4

ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. b(BCE3E4)T οὐ παρέθετο

### book 262a.5.1

δὲ τὰ ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πο‐

### book 262a.5.2

λέμῳ †πρὸς Ἀρκάδας· οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προ‐

### book 262a.5.3

ῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ

### book 262a.5.4

Θετταλικῶν παραινεῖ, ἐπεὶ κἀκείνοις περὶ γυναικῶν ἦν ἡ στάσις, ἵν’ ἐξ

### book 262a.5.5

ἑτοίμου τῷ μύθῳ τούτῳ πείσῃ αὐτόν. b(BE3E4)T

### book 262b.1

οὐδὲ ἴδωμαι: ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις·

### book 262b.2

ἔστι γὰρ οὐδὲ μὴ ἴδωμαι, ὅμοιον τῷ „πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι

### book 262b.3

οὐδ’ ὀνομήνω“ (Β 488). A

### book 263.1

οἷον Πειρίθοον: Πειρίθους ὁ Ἰξίονος—τῇ μητρὶ

### book 263.2

αὐτοῦ. A

### book 264.1

Καινέα τ’: ὁ Καινεὺς Ἐλάτου—καταΐγδην ἐλάτῃσι.

### book 264.2

A

### book 264a1.1

Ἐξάδιόν τε: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα

### book 264a1.2

ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς

### book 264a1.3

μὲν παρὰ τῷ ποιητῇ, †καὶ† παρ’ Ἡσιόδῳ (cf. fr. 235, 1). εἰ δὲ χρὴ

### book 264a1.4

πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν

### book 264a1.5.1

δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ

### book 264a1.5.2

τὴν ἔξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἑξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις

### book 264a1.5.3

διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A

### book 264a2

παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ Ἐξάδιον, ὃ

### book 264a2

καὶ ἄμεινον, παρὰ δὲ τοῖς νεωτέροις ἀπὸ τοῦ ξ. b(BCE4)TT

### book 266-8.1

〈κάρτιστοι δὴ κεῖνοι—ἀπόλεσσαν:〉 κάρτι‐

### book 266-8.2

στοι μὲν οὗτοι τῶν ἀνδρῶν· ἐκεῖνοι δὲ κράτιστοι πρὸς τὰ λοιπὰ

### book 266-8.3

συγκρινόμενοι θηρία. b(BCE3E4)TT | ἐκ Στίλβης μὲν οὖν τῆς Πη‐

### book 266-8.4

νειοῦ κόρης καὶ Ἀπόλλωνος γέγονε Λαπίθης, ἀφ’ οὗ Λαπίθαι. ἑξήκον‐

### book 266-8.5.1

τα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύριος. οἱ δὲ Κένταυ‐

### book 266-8.5.2

ροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ νεφέλης· τινὲς δὲ

### book 266-8.5.3

Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν πτερωτὸν κατὰ τὴν

### book 266-8.5.4

αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφ’ οὗ πολὺ πλῆθος γίνεται.

### book 266-8.5.5

ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελγεῖς δὲ λίαν γεγόνασιν.

### book 266-8.10.1

ἐκ Φολόης δὲ αὐτοὺς Ἡρακλῆς ἐδίωξεν· εἶτα ἧκον εἰς τὸ Πήλιον. b

### book 266-8.10.2

(BCE3E4)

### book 268.1

φηρσίν: τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ

### book 268.2

τροχοῦ σιδηροῦ. A

### book 268a.1

φηρσίν: θηρσίν, Αἰολικῶς· ἢ φυήρεσιν, τοῖς τὴν φύσιν

### book 268a.2

ἡρμοσμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον A b (BCE3)TT καὶ τὴν

### book 268a.3

Οἴτην. b(BCE3)T τὸ δὲ ἀπώλοντο, b(BCE3E4)T ἵνα μὴ

### book 268a.4

ζητῶμεν τὸ γένος αὐτῶν. b(BCE3E4)TTsup

### book 268b

ὀρεσκῴοισι: κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος. A

### book 269a.1

〈μεθ’ ὁμίλεον:〉 οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν

### book 269a.2

τὸν τόνον. Aint

### book 269b.1

μεθομίλεον: οὐκ εἶπεν ἐπεκούρουν οὐδὲ συνεμάχουν· οὐ

### book 269b.2

γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος. b(BCE3E4)T

### book 270a.1

τηλόθεν ἐξ ἀπίης: ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης.

### book 270a.2

οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον. A

### book 270b1

ἐξ ἀπίης δὲ ἀντὶ τοῦ ἀπούσης. T

### book 270b2

τῆς πόρρωθεν οὔσης, ἐκ τοῦ ἴημι. b(BCE3E4)

### book 270c.1

καλέσαντο: ἐπεὶ ἐνδέχεται καὶ τὸν ἄποθεν οἰκοῦντα

### book 270c.2

αὐτεπάγγελτον ἥκειν, δόξης ἕνεκεν τοῦτό φησιν, ὅτι μετεπέμψαντο καὶ

### book 270c.3

οὕτως ἧκεν. b(BCE3E4)T

### book 271a.1

〈κατ’ ἔμ’ αὐτόν:〉 ὅτι Ζηνόδοτος γράφει „κατ’ ἐμωυ‐

### book 271a.2

τόν“. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν. Aim

### book 271b.1

κατ’ ἔμ’ αὐτόν: οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις,

### book 271b.2

ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν. A

### book 271c.1

κείνοισι: Κενταύροις. T | παρεισάγει τοὺς πάντας ἡσ‐

### book 271c.2

σωμένους αὐτοῖς, b(BCE3E4) ἵνα τῇ συμβουλῇ δοκοῖεν καὶ τῶν

### book 271c.3

κρεισσόνων περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέ‐

### book 271c.4

μνονος φίλος, ἵνα μὴ δοκῇ ἐλέγχειν Ἀχιλλέα, εἴ γε ὁ πατὴρ αὐτοῦ τι

### book 271c.5

πέπεισται, ὁ δὲ οὔ. b(BCE3E4)T

### book 272

μαχέοιτο: ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ

### book 272

κατὰ παρένθεσιν τοῦ ε. A

### book 273a1.1

〈ξύνιεν:〉 οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε ξύνιεν, ὡς

### book 273a1.2

„κόσμηθεν“ (Γ 1). Aint

### book 273a2.1

ξύνιεν: διὰ τοῦ ε τὸ ξύνιεν, ὡς τὸ „αὐτὰρ ἐπεὶ κόσμη‐

### book 273a2.2

θεν“. A b (BCE3) | μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζʹ ὁ Ἡρωδιανός

### book 273a2.3

(1,469,2). A

### book 273a3

ξύνιον: γράφεται καὶ „ξύνιεν“, ὡς τὸ „κόσμηθεν“. T

### book 275a.1

μήτε σὺ 〈τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην〉:

### book 275a.2

διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς οὐδὲ τὸν ἄλλον ἀνου‐

### book 275a.3

θέτητον ἐάσει. ἤρξατο δὲ ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στά‐

### book 275a.4

σεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο καὶ μᾶλλον συνήθης ἦν τῷ Νέστορι

### book 275a.5.1

(διὸ παρρησιάζεται), καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. b(BCE3E4)T

### book 275a.5.2

προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, b(BCE3E4E4il)

### book 275a.5.3

T ὅ ἐστι μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιεῖν. b(BCE3E4il)T | τὸ

### book 275a.5.4

δὲ ἀποαίρεο Ἀττικόν. T

### book 275b.1

〈τόνδ’ ἀποαίρεο:〉 ὅτι ἀρχαϊκῶς τόνδε ἀφαιροῦ, οὐχὶ

### book 275b.2

τοῦδε. Aim

### book 276a

〈ἔα:〉 ἐκτατέον τὸ α. Aint

### book 276b.1

〈πρῶτα:〉 πρῶτα μὲν καὶ πρῶτον τὰ ἐπιρρήματα· τὸ δὲ

### book 276b.2

πρώτως ἀντὶ τοῦ ἐξόχως. b(BCE3E4)Til

### book 277a.1

〈Πηλείδήθελ’:〉 ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα δια‐

### book 277a.2

λύηται εἰς τὸ ἔθελε. Aim

### book 277b.1

Πηλείδήθελ’: Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν

### book 277b.2

Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται.

### book 277b.3

ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ. „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει“

### book 277b

(Α 287), „ἤθελε Μηριόνησ“ (Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συν‐

### book 277b.5.1

ηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παρα‐

### book 277b.5.2

λαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ

### book 277b.5.3

συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον

### book 277b.5.4

ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς Περὶ ῥημάτων (fr. 1 [2,

### book 277b.5.5

787,6]). A

### book 277c.1

〈Πηλείδ’ ἤθελ’:〉 Ἀρίσταρχος ὀξύνει τὸν δη, τὸ πλῆρες

### book 277c.2

λέγων ἔθελε· ἀεὶ γὰρ τὸ ἐθέλω παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται. | ἐν‐

### book 277c.3

ταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετά‐

### book 277c.4

βασις δὲ τοῦ ε εἰς η. b(BE3E4)

### book 277-8.1

〈ἐριζέμεναι βασιλῆϊ /〉 ἀντιβίην: πολλαχοῦ ἀγαθὸν

### book 277-8.2

ἡ ἔρις· διὸ ἀντιδιαστέλλων ἐπήνεγκε τὸ ἀντιβίην, τὸ μετὰ βίας καὶ

### book 277-8.3

φιλονεικίας δηλῶσαι θέλων· ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν

### book 277-8.4

ἀγαθὸν δίχα ἐπιθέτου φησί, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ μὲν

### book 277-8.5.1

ἀγαθὸν ὡς τὸ „δῶκε μένος καὶ θάρσοσ“ (Ε 2), τὸ δὲ κακὸν „θάρσος

### book 277-8.5.2

ἄητον ἔχουσα“ (Φ 395), „καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε“ (Δ 339)·

### book 277-8.5.3

πρόσκειται γὰρ τὸ κακοῖσιν. ἔστι δὲ καὶ ἄμφω εὑρεῖν ἐν ἑνὶ στίχῳ·

### book 277-8.5.4

„ἀλλ’ ἐπεὶ οὖν δὴ ἔργα κάκ’ ἔμαθεν, οὐκ ἐθελήσει / ἔργον ἐποίχεσθαι“

### book 277-8.5.5

(ρ 226—7): b(BCE3E4)T ἰδοὺ γὰρ τὸ ἔργον χωρὶς ἐκτέθειται.

### book 277-8.10

b(BCE3E4).

### book 280-1a.1

εἰ δὲ σὺ καρτερός ἐσσι〈—φέρτερός ἐστιν〉:

### book 280-1a.2

ὑποστικτέον ἐπὶ τὸ ἐσσί (280) καὶ μήτηρ (280), τοῦ ἀλλά (281)

### book 280-1a.3

πρὸς μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάν‐

### book 280-1a

τος. δύναται δέ τις τὸ μὲν ἐσσί (280) ὑποστίζειν, τὸ δὲ μήτηρ (280)

### book 280-1a.5.1

στίζειν, ἵνα ὁ δέ (280) περισσεύῃ, ἀπ’ ἄλλης δὲ ἀρχῆς ἀλλ’ ὅδε

### book 280-1a.5.2

φέρτερός ἐστιν (281). βέλτιον δὲ τὸ πρότερον. A

### book 280-1b.1

〈εἰ δὲ σὺ καρτερός ἐσσι—ἀνάσσει:〉 πλείονα

### book 280-1b.2

μὲν τὰ Ἀχιλλέως πλεονεκτήματα, ἓν δὲ τὸ Ἀγαμέμνονος, ὅπερ δὴ

### book 280-1b.3

πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις. b(BCE4)T

### book 280a.1

〈εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ:〉

### book 280a.2

ἡ σύ διὰ τὸ σέ. Tt

### book 280b.1

καρτερός: τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέ‐

### book 280b.2

τερος, „πρότεροσ“ (Α 548 al.), κύντερος. πῶς οὐχὶ κάρτερος κατὰ

### book 280b.3

βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰς τερος, ἀλλ’ εἰς ερος· τὸ γὰρ τ

### book 280b.4

οὐκ ἐν τῇ παραγωγῇ ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ

### book 280b.5.1

βλάβος βλαβερός οὐ διὰ τοῦ βερος ἡ παραγωγή (ἐν γὰρ πρωτοτύπῳ

### book 280b.5.2

τὸ β), οὕτως καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγή,

### book 280b.5.3

οὐ διὰ τοῦ τερος. A

### book 281.1

〈ἀλλ’ ὅδε φέρτερός ἐστι:〉 οὐ γὰρ γενναῖός τις ὢν ἢ εὐ‐

### book 281.2

σθενής τε καὶ εὐγενὴς ἄρξει βασιλέως, τοὐναντίον δέ, ἐπειδὴ καὶ θείας

### book 281.3

λήξεως ὁ βασιλεὺς τυγχάνει. b(BCE3E4)T

### book 282-4.1

ἔγωγε〈—κακοῖο〉: πρὸς δυσώπησιν μὲν ἰδίαν

### book 282-4.2

ὁρίζεται χάριν, ὡς ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ Ἀχιλλέα ὡς

### book 282-4.3

δίχα αὐτοῦ οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν. b(BCE3E4)T

### book 283-4

〈μέγα πᾶσιν / ἕρκος:〉 πιθανῶς προσέθηκε τὸ μέγα,

### book 283-4

ἐπεὶ ἕρκος φησὶ καὶ τὸν Αἴαντα (e. g. Γ 229). b(BCE3E4)Tt

### book 286.1

〈ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες:〉

### book 286.2

καὶ διὰ τί μὴ πείσει; ἢ ὅτι αἰδούμενοι τὴν πρόληψιν τὰς αἰτίας τοῖς

### book 286.3

πέλας ὑπὸ φιλονεικίας τίθεμεν. εἴπομεν δὲ ἐν ἀρχῇ (sc. ad Α 3), ὅσα

### book 286.4

δηλοῖ τὸ μοῖρα. T

### book 287-9a.1

ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλ‐

### book 287-9a.2

λων〈—ἅ τιν’ οὐ πείσεσθαι ὀΐω〉: ἴδιον τῶν θυμουμένων

### book 287-9a.3

ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ

### book 287-9a.4

θυμούμενοι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περιόδῳ ἀρχὰς

### book 287-9a.5.1

πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ „ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς

### book 287-9a.5.2

A b (BCE3E4)T †ὡμίλεον†, ἐν δ’ ὀλοὴ Κήρ“ (Σ 535). ἐκτὸς εἰ μὴ

### book 287-9a.5.3

τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ

### book 287-9a.5.4

σημαίνειν. b(BCE3E4)T

### book 287-9b.1

〈ἀλλ’ ὅδ’ ἀνὴρ—ὀΐω:〉 τῷ Ἀχιλλεῖ κινεῖ φθόνον

### book 287-9b.2

ὡς οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλ’ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφε‐

### book 287-9b.3

ρομένῳ. b(BCE3E4)Tt

### book 289.1

〈ἅ τιν’ οὐ πείσεσθαι ὀΐω:〉 ἱκανὸν ἦθος ἔχει ὁ δισταγμός.

### book 289.2

b(BCE3)Til Tt

### book 290-1.1

εἰ δέ μιν αἰχμητὴν〈—μυθήσασθαι〉: ὑποστι‐

### book 290-1.2

κτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ μυθήσασθαι (291) στικτέον· οὐδὲν γὰρ

### book 290-1.3

ἐλλείπει, ὡς ᾠήθησάν τινες. ἀναφέρεται δὲ ταῦτα ἐπὶ τὸ „οὔ〈τε〉 ποτ’ ἐς

### book 290-1.4

πόλεμον“ (Α 226) καὶ „οὔτε λόχον δ’ ἰέναι“ (Α 227). τοῦ δευτέρου οὖν

### book 290-1.5.1

στίχου πευστικῶς ἀναγινωσκομένου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ

### book 290-1.5.2

πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοί, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνει‐

### book 290-1

δίζειν; A

### book 291a.1

〈τούνεκα—μυθήσασθαι:〉 ἦθος ὑποφαίνει ὁ

### book 291a.2

λόγος, εἰ κατ’ ἐρώτησιν ἐκφέροιτο. b(BCE3)

### book 291b.1

〈προθέουσιν ὀνείδεα:〉 ὅτι συνήθως ἑαυτῷ προθέουσι

### book 291b.2

τὰ ὀνείδη. A

### book 292.1

〈ὑποβλήδην:〉 σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῆς

### book 292.2

κατηγορίας. b(BCE3)T

### book 293a.1

〈δειλός:〉 μέγιστον ὄνειδος ἄριστος ὢν οἴεται τὴν δει‐

### book 293a.2

λίαν. b(BCE3)T

### book 293b.1

οὐτιδανός: ὡς πευκεδανός (cf. Κ 8), ληθεδανός. οἱ δὲ

### book 293b.2

οὔτις οὐτίδανος, ὡς οὐδάμινος. A | μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν

### book 293b.3

δειλίαν. A Aint

### book 294a1.1

εἰ δὴ σοὶ πᾶν ἔργον: οὕτως ὀρθοτονητέον τὴν ἀντωνυ‐

### book 294a1.2

μίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ ς

### book 294a1.3

οὖσα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίως ἂν ἐγράφετο τῷ „εἰ δή τοι σοῦ

### book 294a1.4

πατρόσ“ (β 271), „καί τοι ἐγὼ συνέριθοσ“ (ζ 32). περὶ δὲ ταύτης τῆς

### book 294a1.5.1

ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ γʹ τῆς Ὀδυσσείας

### book 294a1.5.2

(sc. ad v. 50), ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότε‐

### book 294a1.5.3

ρον „τοῦ ἕνεκα σοὶ προτέρῳ“ ἢ „τοῦ ἕνεκά τοι“. A

### book 294a2.1

ὀρθοτονεῖ Ἡρωδιανὸς (2,26,13) τὴν σοί· b(BCE3)

### book 294a2.2

T δῆλον γὰρ κἀκ τῆς γραφῆς· b(BE3)T εἰ γὰρ ἦν ἐγκλιτική,

### book 294a2.3

ἐγράφετο ἂν διὰ τοῦ τ, b(BCE3)T ὡς τὸ „εἰ δή τοι σοῦ πατρὸς

### book 294a2.4

ἐνέστακται b(BE3)T μένος ἠΰ“ καὶ τὸ „†ἐγὼ δὲ καί τοι συνέριθος

### book 294a2.5

ἕψομαι“. b(BE3)

### book 295a

〈ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε:〉 κοι‐

### book 295a

νὸν τὸ ἐπιτέλλεο. καὶ †ὁ γάρ περισσὸς ὁ ἑξῆς· διὸ ἀθετεῖται. Aim

### book 295b.1

〈ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε:〉 ταῦ‐

### book 295b.2

τα ἃ ἐμοὶ ἐπιτάττεις. b(BCE3E4) | τὸ δὲ ἐμοί b(BCE3) ὀφείλει ὀρθοτο‐

### book 295b.3

νεῖσθαι διὰ τὴν ἀντιδιαστολὴν τοῦ ἄλλοισιν. b(BCE3)T

### book 296.1

ἐγώ γ’ ἔτι: ἐὰν μὲν ἔτι, ἠθικῶς, ἐὰν δὲ τί, ἀποφαντικῶς λέ‐

### book 296.2

γει. ἄμεινον δὲ ἔτι διὰ τὸ καὶ τὸ ὀΐω ἠθικὸν εἶναι. b(BCE3E4)T

### book 298a.1

〈χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι:〉 ἔγνω οὐκ

### book 298a.2

ἐνδιδόντα Ἀγαμέμνονα· καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ

### book 298a.3

μετανοήσειν αὐτόν. ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα

### book 298a.4

Χρυσηΐδα ὑπὲρ πάντων. b(BCE3E4)T

### book 298b.1

〈χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι:〉 ὁ μὲν τυραν‐

### book 298b.2

νικὸν αὐτόν φησιν, ὁ δὲ τὸ ἐναντίον παύσεσθαί φησιν ὑπεικόμενος. b

### book 298b.3

(BCE3)

### book 298c1.1

μαχήσομαι: οὕτως διὰ τοῦ η, A Aint οὐ διὰ τοῦ ες,

### book 298c1.2

καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Ἀντι‐

### book 298c1.3

μάχου (fr. 131) καὶ 〈ἡ〉 Ἀριστοφάνους. A

### book 298c2.1

ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η γράφει, ὁ δὲ Ἡρακλέων (fr.

### book 298c2.2

1) τὰ μὲν ὀνόματα διὰ τοῦ η, ὡς τὸ „μαχήμων“ (Μ 247), „μαχητήσ“

### book 298c2.3

(e. g. Ε 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε καὶ τῶν δύο σς, ὡς τὸ „Σο‐

### book 298c2.4

λύμοισι μαχέσσατο“ (Ζ 184)· ὃ καὶ ἄμεινον. b(BCE3)T

### book 299

οὔτε τῳ: τὸ τω σημαίνει πέντε—οὐ δύναμαι. A

### book 299a.1

οὔτε σοὶ οὔτε τῳ ἄλλῳ: ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον

### book 299a.2

ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας

### book 299a.3

συμπεριείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, A b

### book 299a

(BCE3E4)T καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλ’ ἐθελοντὴς δεδωκέναι.

### book 299a.5.1

καὶ οἱ μὲν οὖν ἔφασαν, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι ταύ‐

### book 299a.5.2

την τῷ βασιλεῖ, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φείδεται, προσίετο, καὶ

### book 299a.5.3

ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι πρώτῳ. γεγένηται δὲ ἀναδάσιμα

### book 299a.5.4

πάντα τὰ τῶν αἰχμαλωτίδων τῆς Χρυσηΐδος ἀποληφθείσης, ὥστε

### book 299a.5.5

παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως· ἐξῆν γὰρ αὐτῷ

### book 299a.10.1

ὅ, τι βούλοιτο λαβεῖν· διό φησιν· „ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ †ὀδυσ‐

### book 299a.10.2

σῆος†“ (Α 138), καὶ πάλιν· „αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατε“ (Α

### book 299a.10.3

118). ὥστε τὸ μὲν τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν, τῶν δὲ

### book 299a.10.4

ἄλλων, εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπιτρέπειν· οὔτε γὰρ ἀδικεῖν

### book 299a.10.5

δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστί, τὸ δὲ ἀνανδρίας. b

### book 299a.15

(BCE3E4)T

### book 299b.1

ἐπεί μ’ ἀφέλεσθέ γε δόντες: ὅτι Ζηνόδοτος γράφει

### book 299b.2

„ἐπεί ῥ’ ἐθέλεις ἀφελέσθαι“. ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας, τὴν αἰτίαν

### book 299b.3

τῆς ἀφαιρέσεως ἀγνοῶν. A

### book 299b

καὶ ὑβρίσατε ἑαυτούς· οὐ γὰρ ἐμέ. Aint

### book 301a.1

〈ἀνελών:〉 ὑφ’ ἓν τὸ ἀνελών· Aim b(BCE3) προείρη‐

### book 301a.2

ται γὰρ οὐκ ἄν τι φέροις. b(BCE3)

### book 301b.1

ἀνελών: προείρηται γὰρ οὐκ ἄν. | Ἀττικοὶ δὲ περισσά‐

### book 301b.2

κις χρῶνται τῷ ἄν. T

### book 301c.1

〈ἀέκοντος:〉 δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν

### book 301c.2

γάρ ἐστι τὸ α. b(BCE3)

### book 302a1.1

πείρησαι: προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ

### book 302a1.2

προστακτικόν, καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν

### book 302a1.1

ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· „ἀλλά με κακκεῖαι σὺν

### book 302a1.2

τεύχεσι“ (λ 74), „τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι“ (ε

### book 302a1.5.1

346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τό‐

### book 302a1.5.2

νον· „ἀλλὰ σὺ μὲν κατάλεξαι“ (τ 44), „νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι“

### book 302a1.5.3

(Χ 285). καὶ τὸ τοιοῦτο †δόξει† ἂν ὅτι ἐπί τινων 〈μὲν〉 ἤλλαξαν τοὺς

### book 302a1.5.4

τόνους, ἐπί τινων δ’ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστα‐

### book 302a1.5.5

κτικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν

### book 302a1.10.1

ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ

### book 302a1.10.2

τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις „δεῦρ’

### book 302a1.10.3

ἄγε καὶ σὺ ξεῖνε †πείρησαι ἀέθλων“ (θ 145). A

### book 302a2.1

τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γάρ

### book 302a2.2

ἐστιν, ὡς τὸ „σὺ δὲ φράσαι“ (Α 83). Aint b (BCE3)

### book 303.1

〈ἐρωήσει:〉 παρὰ τὴν ἐρωήν, ὁρμήσει. ἐναργῶς δὲ πεφάν‐

### book 303.2

τασται τὸ περὶ τὸ δόρυ μεθ’ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμ‐

### book 303.3

ψύχους ἔλεγεν εἶναι παρ’ αὐτῷ τὰς λέξεις Ἀριστοτέλης (rhet. 3, 11 p.

### book 303.4

1411b32). b(BCE3E4)T

### book 304a.1

ὣς τώ γε: ὁ τρόπος παραγραφή· μετιὼν γὰρ ἐπὶ ἑτέραν

### book 304a.2

διήγησιν τούτῳ χρῆται. b(BCE3)T

### book 304b.1

〈μαχεσσαμένω:〉 καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ (sc.

### book 304b.2

Α 298) διὰ τοῦ η ἀξιοῖ Ἀρίσταρχος. Aim

### book 305a.1

〈ἀνστήτην:〉 ὥσπερ ἀνασχεθέειν „ἀνσχεθέειν“ (ε 320),

### book 305a.2

οὕτως ἀναστήτην ἀνστήτην. b(BCE3)

### book 305b

〈ἀγορήν:〉 τὸ πλῆθος. Til

### book 305c.1

{ἀνστήτην,} λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν 〈Ἀχαι‐

### book 305c.2

ῶν〉: δύναταί τις διαστέλλειν βραχὺ ἐπὶ τὸ νηυσίν, ἵν’ ᾖ τὸ ἑξῆς

### book 305c.3

ἀγορὴν Ἀχαιῶν. A

### book 306

〈ἐΐσας:〉 τινὲς πορευτικὰς παρὰ τὸ ἴω. Tt

### book 307a.1

ἤϊε σύν τε Μενοιτιάδῃ: ὅτι εἰπὼν τὸ πατρωνυμικὸν

### book 307a.2

παρέλιπε τὸ κύριον. A

### book 307b.1

〈ἤϊε σύν τε Μενοιτιάδῃ:〉 εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ

### book 307b.2

ὄντι ἤπιος ὢν Πάτροκλος πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσ‐

### book 307b.3

σειν. ὅτι δὲ πρᾷός ἐστι, δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυ‐

### book 307b.4

λον μὲν γὰρ ἰᾶται (sc. Λ 844—8), καὶ περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει (sc. Π 3—11). καὶ

### book 307b.5.1

Μενέλαος περὶ αὐτοῦ φησι· „νῦν τις ἐνηείης Πατροκλῆος / μεμνήσθω“

### book 307b.5.2

(Ρ 670—1). κατ’ ἐξοχὴν δὲ ἰδιαζόντως εἶπε περὶ αὐτοῦ καὶ νῦν, ἵνα

### book 307b.5.3

ἀξιόχρεως ᾖ, ὅταν τελευταῖον αὐτὸν εἰς τὴν μάχην ἐγείρῃ (cf Σ 98—126). b(BCE3,E4

### book 307b.5.4

[fol. 3r] T

### book 308-11.1

〈Ἀτρείδης δ’ ἄρα νῆα—πολύμητις

### book 308-11.2

Ὀδυσσεύς:〉 αὐτεπαγγέλτους ἔχουσι τὰς ἐννοίας οἱ στίχοι, ὧν ἀφ‐

### book 308-11.3

ελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ ἐθαλάσσευ‐

### book 308-11.4

όν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ ὁμοιοτέλευτον τὸ

### book 308-11.5.1

σχῆμα· προέρυσσεν (308), ἔκρινεν (309), βῆσεν (310), εἷσεν

### book 308-11.5.2

ἄγων (311). b(BCE3E4)T

### book 309.1

〈ἐς δ’ ἐρέτας:〉 διὰ τοῦ ν Ἀρίσταρχος, „ἐν δ’ ἐρέτασ“.

### book 309.2

Aim

### book 311.1

εἷσεν ἄγων: ἀνάγων τὴν Χρυσηΐδα εἷσεν. ὁ δὲ μετὰ δώρων

### book 311.2

μὴ διδοὺς αὐτὴν μετὰ προσθήκης ἀποδίδωσιν ἐξυπηρετούμενος πρὸς

### book 311

δυσώπησιν τοῦ θεοῦ. b(BCE3E4)T

### book 312a1.1

{ὑγρὰ} κέλευθα: παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα,

### book 312a1.2

λύχνα, μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν·

### book 312a1.3

γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπὸ τοῦ τράχηλος

### book 312a1.4

τὸ τράχηλον, ἔνθεν πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 191, 86)· „τὰ

### book 312a1.5.1

τράχηλα γυμνάζει“. καὶ λύχνος λύχνα, δίφρος δίφρα, καὶ ἀπὸ τοῦ

### book 312a1.5.2

ἐρετμὸς τὸ ἐρετμόν, ἔνθεν „ἐρετμὰ προήκεα“ (μ 205). Τάρταρος

### book 312a1.5.3

ἀρσενικῶς καὶ κατὰ μεταβολὴν ἡ Τάρταρος παρὰ Πινδάρῳ (P. 1, 15)·

### book 312a1.5.4

„ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ,“ καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος

### book 312a1.5.5

(th. 119)· „Τάρταρά τ’ ἠερόεντα“. τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ

### book 312a1.10

κέλευθα. A

### book 312a2.1

τὰς ὁδούς. | ὡς ἀπὸ τοῦ δίφρος δίφρα, οὕτως ἀπὸ τοῦ

### book 312a2.2

κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. b(BCE3E4

### book 312-3.1

〈οἱ μὲν ἔπειτ’ ἀναβάντες— / λαοὺς δ’

### book 312-3.2

Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν:〉 διὰ τί μὴ καθαροὺς

### book 312-3.3

ἐκπέμπει; b(BCE3E4)Til ὅτι προὐργιαιτέρα τῷ θεῷ ἡ ἀπόδο‐

### book 312-3.4

σις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες

### book 312-3.5

εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν. b(BCE3E4)

### book 314a.1

καὶ εἰς ἅλα λύματ’ ἔβαλλον: τὰ περιττώματα εἰς

### book 314a.2

τὴν ἀπέριττον θάλασσαν βάλλουσι. καὶ Εὐριπίδης (I. T. 1193)·

### book 314a

„θάλασσα κλύζει †πάντ’ ἀνθρώπων† κακά“. A

### book 314b.1

〈οἱ δ’ ἀπελυμαίνοντο—βάλλον:〉 ἀπεκα‐

### book 314b.2

θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα

### book 314b.3

ἔβαλλον. | Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά

### book 314b.4

ἐστιν ὁλόκληρον. b(BCE3)

### book 314b.5

φύσει γὰρ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν. Aint

### book 315-7.1

〈ἔρδον δ’ Ἀπόλλωνι—περὶ καπνῷ:〉 ἀξιο‐

### book 315-7.2

πρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελού‐

### book 315-7.3

μεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας (315). b(BCE3E4)

### book 317a.1

〈κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ κα‐

### book 317a.2

πνῷ:〉 ὡς ἂν μελλόντων τῶν ἄλλων θεοσεβέστατα, T ὑπ’ ὄψιν

### book 317a.3

ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα

### book 317a.4

τῆς πιμελῆς φανταστικῶς. b(BCE3E4)T

### book 317b.1

κνίση δ’ οὐρανὸν ἷκεν: δοκεῖ ἡ λέξις τέσσαρα σημαί‐

### book 317b.2

νειν, ὡς καὶ τῷ Πορφυρίῳ (1,253,13) δοκεῖ, αὐτό τε τὸ λίπος καὶ

### book 317b.3

τὸν ἐπίπλουν καὶ τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. | ἔστι δὲ παρὰ τὸ

### book 317b.4

κνίσω. | ὑπ’ ὄψιν δὲ ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγο‐

### book 317b.5.1

μένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. | ἀπὸ οὖν τοῦ κνίσω

### book 317b.5.2

μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν,

### book 317b.5.3

οἷον ἅψω ἁψίς, λέξω λέξις, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως

### book 317b.5.4

οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον

### book 317b.5.5

οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ

### book 317b.10.1

ι μόνον ἔχουσι. τὸ δὲ κνισμός ὁμοίως ἐκ τοῦ †κνίσω† κνισμός, ὡς

### book 317b.10.2

λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ι καὶ τὸ α βραχύ, καὶ τὸ μὲν ι,

### book 317b.10.3

ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ α, ἐπειδὴ τὰ εἰς α θηλυκά,

### book 317b.10.4

ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα,

### book 317b.10.5

ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς

### book 317b.15

τὰ δύο· κνίση δ’ οὐρανὸν ἷκεν. A

### book 320a.1

{ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ} Εὐρυβάτην: ὅτι καὶ ἕτε‐

### book 320a.2

ρος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ (cf. Β 184). ἡ δὲ ἀναφορὰ πρὸς τὸν

### book 320a.3

Πυλαιμένεα (cf. Β 851. Ε 576. Ν 643). A

### book 320b.1

〈Εὐρυβάτην:〉 ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης καὶ

### book 320b.2

οὗτος ἄλλος. b(BCE3)Til

### book 321.1

ὀτρηρὼ θεράποντε: παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες

### book 321.2

δὲ οἱ τοὺς κρείσσονας δι’ ὠφέλειαν θεραπεύοντες ὡς Ἐτεωνεὺς (cf. δ

### book 321.3

22—3) καὶ Μηριόνης (cf. Κ 58—9). ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θερά‐

### book 321.4

ποντες καλοῦνται. A b (BCE3)T

### book 322.1

ἔρχεσθον κλισίην 〈Πηληϊάδεω Ἀχιλῆοσ〉: στι‐

### book 322.2

κτέον κατὰ τὸ τέλος τοῦ στίχου· αὐτοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς

### book 322.3

ὁμοίως. τὸ δὲ „ἀγέμεν“ (Α 323) ἀντὶ προστακτικοῦ τοῦ ἄγε. A

### book 322-3.1

〈ἔρχεσθον κλισίην—Βρισηΐδα καλλιπά‐

### book 322-3.2

ρῃον:〉 βασιλικὸν τὸ ἀπόλυτον τῆς φράσεως καὶ τὸ δι’ ἄλλων

### book 322-3.3

πειρᾶσθαι καὶ οὕτως ἐπιχειρεῖν. ὑβριστικὸν δὲ καὶ τοῦτο· οὐ γὰρ

### book 322-3.4

ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλ’ ὡς κενῆς οὔσης τῆς νεὼς ἄγειν αὐτήν.

### book 322-3.5

b(BCE3E4)T

### book 323.1

χειρὸς ἑλόντ’ 〈ἀγέμεν〉: †ὅτι „χειρὸς ἑλόντε ἄγειν“

### book 323.2

Ἀριστόνικος† ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφίβολον γὰρ ἔσται, ἐὰν

### book 323.3

κατὰ συναλιφὴν ἀναγινώσκωμεν. A

### book 324-5.1

εἰ δέ κε μὴ δώῃσιν, 〈ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι/

### book 324-5.2

ἐλθὼν σὺν πλεόνεσσι〉: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. |

### book 324-5.3

ὑποστικτέον δὲ εἰς τὸ δώῃσι (324), στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι

### book 324-5.4

(325), ἵνα ὁ δέ (324) περιττεύῃ. A

### book 324.1

〈δώῃσιν—ἕλωμαι:〉 δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ

### book 324.2

δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, †ἐάν† ἐστιν ἀπὸ τοῦ δῶ, A b (BCE3)

### book 324.3

T τό τε η καὶ τὴν σι συλλαβήν. A | τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ

### book 324.4

ἑλοῦμαι ἢ ἑλοίμην. b(BCE3)T

### book 325a.1

〈τό οἱ καὶ ῥίγιον ἔσται:〉 δύναται ὑπερβατὸν εἶναι,

### book 325a.2

καὶ τοῦτο αὐτῷ ῥίγιον ἔσται. Aim

### book 325b.1

〈τό οἱ καὶ〉 ῥίγιον 〈ἔσται〉: βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν·

### book 325b.2

„πάντες δέ με πεφρίκασιν“ (Ω 775) ἀντὶ τοῦ βδελύσσονται. b(BCE3

### book 325b.3

E4)T

### book 326.1

προΐει: ἀπὸ τοῦ ἱῶ περισπωμένου. T | τὸ δὲ ἐπὶ ἔτελλεν

### book 326.2

ἀντὶ τοῦ συνεχῶς ἐπέταττεν. b(BCE3E4)T

### book 327.1

τὼ δ’ ἀέκοντε βάτην: εἰκότως· καὶ τὸν Ἀγαμέμνονα

### book 327.2

γὰρ δεδοίκασι καὶ πρὸς ὃν ἀποστέλλονται. b(BCE3E4)T

### book 329a.1

〈παρά τε κλισίῃ:〉 πλησίον τῆς σκηνῆς. b(BCE3E4)

### book 329a.2

T

### book 329b.1

καὶ νηῒ μελαίνῃ: διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν

### book 329b.2

τῆς ἕδρας δηλοῖ. b(BCE3)T

### book 330a.1

{ἥμενον·} οὐδ’ ἄρα τώ γε 〈ἰδὼν γήθησεν〉: ὅτι

### book 330a.2

ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἀλλ’ ἐλυπήθη. A

### book 330b

οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν: ὁ τρόπος ἀντίφρασις.

### book 330b

T

### book 330c.1

οὐδ’ ἄρα 〈...〉 γήθησεν: μεμετρημένη ἡ διάθεσις οὔτε

### book 330c.2

πλέον λυπουμένου (ἀγεννὲς γάρ) οὔτε ἧττον· ἀσυμπαθὲς γάρ. b

### book 330c.3

(BCE3E4)T

### book 331a.1

τὼ μὲν ταρβήσαντε 〈καὶ αἰδομένω〉: εὖ τὸ

### book 331a.2

αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο

### book 331a.3

δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ἀεὶ ὁ ποιητής φησιν, αἰδῶ

### book 331a.4

καὶ φόβον· „αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε“ (Γ 172). b

### book 331a.5

(BCE3E4)T

### book 331b.1

τὼ μὲν ταρβήσαντε: διὰ τὴν ξιφουλκίαν. b(BCE3

### book 331b.2

E4)T

### book 331c.1

αἰδομένω: παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· „ἀλλή‐

### book 331c.2

λους τ’ αἰδεῖσθε“ (Ε 530). T

### book 332a.1

〈οὐδέ τι:〉 διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύ‐

### book 332a.2

πριος. Aim

### book 332b.1

οὐδέ τί μιν προσεφώνεον: τὸ μὲν γὰρ εἰπεῖν τι

### book 332b.2

παροξυντικόν, τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος

### book 332b.3

πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν. A b (BCE3E4)T

### book 334-5.1

χαίρετε κήρυκεσ〈—ὔμμες ἐπαίτιοι, ἀλλ’

### book 334-5.2

Ἀγαμέμνων〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 334), καὶ

### book 334-5.3

βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπαίτιοι (335)· ὡς γὰρ ἀγγέλους σεμ‐

### book 334-5.4

νύνων αὐτοὺς εἶπεν. A

### book 334a1.1

Διὸς ἄγγελοι: ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν,

### book 334a1.2

ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός. b(BCE3)T καλῶς δὲ

### book 334a1.3

οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλ’ ἀνδρῶν καὶ Διός, οἷς δικαίως ὑπηρε‐

### book 334a1.4

τοῦσι· τούτῳ γὰρ ἀδίκως. b(BCE3E4)T κοινὸς δὲ νόμος μὴ

### book 334a1.5.1

ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰ πρὸς θυσίαν ἑτοιμάζοντες·

### book 334a1.5.2

b(BCE3)T {ἀμέλει παρ’ Ἀθηναίοις τὸ τῶν Κηρύκων γένος}

### book 334a1.5.3

„κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυΐ“ (Σ 558), „κήρυκες Τρώων καὶ

### book 334a1.5.4

Ἀχαιῶν νεῖμαν“ (Γ 274). T

### book 334a2.1

Διὸς ἄγγελοι: ἄσυλον γὰρ—Κήρυκα, ἀφ’ οὗ τὸ

### book 334a2.2

τῶν Κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος (fr. inc. sed. 2 [p. 46

### book 334a2.3

Chatz.]) | ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ

### book 334a2.4

εἰσιν, ὃς ἄγγελος Διός. A

### book 335a.1

ἆσσον ἴτε: διὰ σχήματος ἐδήλωσεν, ὡς τῷ δέει οὐ προ‐

### book 335a.2

έκοψαν. b(BCE3E4)T τιμήσαντες οὖν ἀντιτιμῶνται. b(BCE3)T

### book 335b1.1

{οὔτι μοι} ὔμμες: οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ

### book 335b1.2

γὰρ λέξις Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλιφή, „αἴ κ’ ὔμμιν ὑπέρ‐

### book 335b1.3

σχῃ χεῖρα Κρονίων“ (Δ 249). A

### book 335b2.1

τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ

### book 335b2.2

ἡ συναλιφή, „αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα“. b(BCE3)T

### book 335c.1

οὔτί μοι ὔμμες ἐπαίτιοι: πεπαιδευμένως· οὐ γὰρ δεῖ

### book 335c.2

τὰς αἰτίας ἐφ’ ἑτέρους μετάγειν ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.

### book 335c.3

A b (BCE3)T

### book 335d

〈οὔ τί μοι ὔμμες ἐπαίτιοι:〉 ἀντίφρασις. T

### book 336a.1

ὃ σφῶϊ: διὰ τοῦ ἑνὸς ς, ὃ σφῶϊ, ὁμοίως τῷ „καὶ θώρηχ’·

### book 336a.2

ὃ γὰρ ἦν οἱ“ (Σ 460). A b (BCE3)T | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος

### book 336a.3

γράφει σὺν τῷ ν „ὃ σφῶϊν“. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν

### book 336a

οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς. A

### book 336b.1

〈ὃ σφῶϊ προΐει:〉 „σφῶϊ μὲν ἀμφὶ βοόσ“ (Λ 776),

### book 336b.2

ὑμεῖς· ὃ σφῶϊ προΐει, ὑμᾶς· „ὃ σφῶϊ〈ν〉 μάλα πολλάκισ“ (Ψ 281),

### book 336b.3

ὑμῶν· „καί σφωϊν δὸς ἄγειν“ (Α 338), αὐτοῖς. T

### book 337a.1

διογενὲς Πατρόκλεις: ἐξαίρει πάλιν τὸ πρόσωπον·

### book 337a.2

τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια.

### book 337a.3

b(BCE3E4)T

### book 337b

〈Πατρόκλεις:〉 ἡ εὐθεῖα Πατροκλῆς ὡς Ἡρακλῆς. Til

### book 337b.1

Πατρόκλεις: ἀντὶ τοῦ Πάτροκλε, ἐσχημάτισται—

### book 337b.2

Ἡρακλῆς. A

### book 338a

〈σφωΐν:〉 αὐτοῖς. Til

### book 338b.1

μάρτυροι ἔστων: μαρτύρεται τὼ κήρυκε, ὅπως μὴ

### book 338b.2

δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ

### book 338b.3

δὲ ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ

### book 338b.4

τῇ ἀφαιρέσει. b(BCE3E4)T

### book 339-40a.1

πρός τε θεῶν μακάρων〈— / καὶ πρὸς

### book 339-40a.2

τοῦ βασιλῆος ἀπηνέοσ〉: πρότερος τῶν Πυθαγορικῶν Ὅμηρος

### book 339-40a.3

μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν b(BCE3E4)T βασιλικὴν τέ‐

### book 339-40a.4

θεικε· τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασιλέως κατ’ ἀμφότερά

### book 339-40a.5.1

φησιν ἐλάττονα, καίπερ b(BCE3E4) ἀνθρώπου καὶ αὐτοῦ ὄντος·

### book 339-40a.5.2

θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν. b(BCE3E4)T

### book 339-40b1.1

〈πρός τε θεῶν μακάρων—βασιλῆος ἀπη‐

### book 339-40b1.2

νέος:〉 ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ

### book 339-40b1.3

Ἀγαμέμνονος εὔλογον ἔχῃ τὴν ἀφορμὴν τῆς ἀπηνείας ἕνεκεν. b

### book 339-40b1

(BCE3E4)

### book 339-40b2.1

{πρός τε θνητῶν:} ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ

### book 339-40b2.2

ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος αὐτοὺς ἔχω μάρτυρας. T

### book 340a

ἀπηνέος: Σέλευκος (fr. 7 M. = 9 D.) ἐν τῇ πολυστίχῳ

### book 340a.1

γράφει „ἀναιδέοσ“· εὐεπίφορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ

### book 340a.2

καλεῖν τὸν Ἀγαμέμνονα· „αἰὲν ἀναιδείην ἐπιειμένε κερδαλεόφρον“

### book 340a.3

(cf. Α 149). ἀπηνῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγ‐

### book 340a.5.1

μένα. | διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. | ἡ διπλῆ δέ, ὅτι τὸ ἄρθρον

### book 340a.5.2

μετάκειται. ἔδει δὲ ‘καὶ πρὸς τοῦ ἀπηνέος βασιλῆοσ‘. καὶ ἄνω κατὰ

### book 340a.5.3

τὸ „οὕνεκα τὸν Χρύσην ἠτίμασεν 〈ἀρητῆρα〉“ (Α 11). A

### book 340b.1

εἴ ποτε: καλῶς οὐκ εἶπεν ὁπότε· νεμεσητὸν γὰρ ἦν. b

### book 340b.2

(BCE4)

### book 341a.1

χρειώ: ὡς Κλειώ· Aim b (BCE3E4)T καὶ γὰρ

### book 341a.2

„χρειοῖ ἀναγκαίῃ“ (Θ 57) Aim b (BCE4)T ὡς Κλειοῖ. Aim

### book 341b.1

ἀεικέα λοιγόν: τὸν ὑβριστικόν· „ἀεικίζει μενεαίνων“

### book 341b.2

(Ω 54) b(BCE3E4)T

### book 342a

〈ὀλοιῇσι:〉 ὀλοῇσι πλεονασμῷ τοῦ ι. Aint

### book 342b.1

φρεσὶ θύει: ἐμφαντικῶς τὸ λυσσῶδες αὐτοῦ καὶ ἄλογον

### book 342b.2

παρέστησε. μάρτυρας οὖν ὑμᾶς σχήσω τῆς παραπληξίας αὐτοῦ,

### book 342b

ὅτι οὐκ οἶδε προνοῆσαι στρατιᾶς. b(BCE3E4)T

### book 343-4.1

οὐδέ τι οἶδε νοῆσαι〈—μαχέοιντο Ἀχαι‐

### book 343-4.2

οί〉: διασταλτέον ἐπὶ τὸ ὀπίσσω (343), ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι

### book 343-4.3

(343), ἵν’ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα

### book 343-4.4

πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον, ἢ καὶ ἑτέρως ἐκ τῶν

### book 343-4.5.1

ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα, ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109—

### book 343-4.5.2

10) ἐστίν· „οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω / 〈λεύσ‐

### book 343-4.5.3

σει〉“. A

### book 343.1

οὐδέ τι οἶδεν 〈νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω〉:

### book 343.2

τὸ δὲ ἐναντίον „ὅρα πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω“ (Σ 250): T δεῖ

### book 343.3

γὰρ τὸν ὅλως ἔχοντα γνῶσιν μὴ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ

### book 343.4

μέλλοντα σκοπεῖν. b(BCE3E4)T λείπει οὖν τοῖς ἐπιρρήμασι τὸ

### book 343.5.1

†τ. T μέγιστον δὲ καὶ ψιλῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρο‐

### book 343.5.2

νοησία, ὥς πού φησι „νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντεσ“

### book 343.5.3

(φ 85). b(BCE3E4)T

### book 344.1

〈μαχέοιντο:〉 μάχοιντο. b(BCE3E4) πλεονασμὸς δέ ἐστι

### book 344.2

τοῦ ε. b(BCE3E4)Til

### book 345.1

Πάτροκλος δὲ φίλῳ 〈ἐπεπείθετ’ ἑταίρῳ〉: τὸ ἤπιον αὐ‐

### book 345.2

τοῦ διὰ τῆς σιωπῆς τῆς νῦν τε κἀν ὅλῃ τῇ στάσει κἀν τῷ μηνιθμῷ (sc.

### book 345.3

Ι 205) δείκνυται. καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ᾖ παροξυντικός. b

### book 345.4

(BCE3)T

### book 346.1

〈καλλιπάρῃον:〉 εὔκαιρον τὸ ἐπίθετον, τὴν τοῦ ἐρῶντος

### book 346.2

διάθεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾶται. b(BCE3)Til

### book 347.1

τὼ δ’ αὖτις ἴτην: οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ

### book 347.2

λεχθέν. b(BCE3)T οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς ἐπετά‐

### book 347.3

χθησαν. b(BCE3E4)T

### book 348.1

〈ἀέκουσα:〉 ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς

### book 348.2

δηλοῖ. δευτέραν δὲ ταύτην ὁρίζεται εἶναι αἰχμαλωσίαν καὶ διὰ μιᾶς

### book 348

λέξεως ὁλόκληρον ἡμῖν ἦθος προσώπου δεδήλωκεν. b(BCE3)T

### book 349a.1

δακρύσας ἑτάρων: βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύ‐

### book 349a.2

σας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα. A

### book 349b.1

δακρύσας ἑτάρων: ἕτοιμον τὸ ἡρωϊκὸν πρὸς δάκρυα.

### book 349b.2

καὶ Ὀδυσσεὺς „ὡς δὲ γυνὴ κλαίῃσι“ (θ 523), καὶ ἡ παροιμία „ἀεὶ δ’

### book 349b.3

ἀριδάκρυες ἀνέρες ἐσθλοί“ (cf. Zenob. 1, 14). b(BCE3E4)T Ἀγα‐

### book 349b.4

μέμνων 〈***〉 „ἥτε κατ’ αἰγίλιπος πέτρησ“ (Ι 15). T ἄλλως τε

### book 349b.5.1

καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει παλαιᾶς τε συνηθείας στέρεται, ἴσως

### book 349b.5.2

δὲ καὶ τὸ γύναιον ἀκουσίως ἀπαλλαττόμενον ἐλεεῖ. ἄκρως δὲ ἐρῶντα

### book 349b.5.3

χαρακτηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵν’ οὕτω τῷ πάθει

### book 349b.5.4

σχολάζωσιν b(BCE3E4)T ὑπὸ μηδενὸς ὀχλούμενοι. T

### book 349c1.1

〈νόσφι:〉 ὅπως μὴ γελῷτο παρὰ τῶν ἑταίρων. ἢ πρὸς

### book 349c1.2

τὴν διάλεξιν τῆς μητρός. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα· „τό κεν

### book 349c1.3

ἧμιν ἄφαρ πολὺ λώϊον“ (Ρ 417). Til

### book 349c2.1

τὸ δὲ νόσφι, ὅπως μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς

### book 349c2.2

τὴν μητέρα ἐντύχημα. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα, b(BCE3E4)

### book 349c2.3

ὡς ἐν τῷ „τό κεν ἧμιν ἄφαρ πολὺ λώϊον“. b (E4)

### book 350a.1

θῖν’ ἐφ’ ἁλὸς πολιῆς, ὁρ〈ό〉ων ἐπὶ οἴνοπα πόντον:

### book 350a.2

οἰκεῖον τῇ θινὶ τὸ πολιόν, τῷ δὲ πόντῳ τὸ οἶνοψ. | γράφεται καὶ „ἐπ’

### book 350a.3

ἀπείρονα πόντον“. b(BCE3E4)T

### book 350b.1

〈οἴνοπα:〉 οὕτως „ἀπείρονα“, οὐκ οἴνοπα ἡ Ἀριστάρ‐

### book 350b.2

χου. Aint

### book 350c.1

ὁρόων ἐπὶ οἴνοπα πόντον: ἱκανὴ παραμυθία τοῖς ἐπὶ

### book 350c.2

ξένης λυπουμένοις εἰς τὴν θάλασσαν ἀφορᾶν, δι’ ἧς τῶν πατρίδων εἴρ‐

### book 350c.3

γονται. καὶ Ὀδυσσεὺς „πόντον ἐπ’ ἀτρύγετον δερκέσκετο“ (ε 84).

### book 350c.4

τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἀφορᾷ τὴν

### book 350c.5

θάλασσαν. b(BCE3E4)T

### book 351a.1

〈χεῖρας ὀρεγνύς:〉 ὅτι Ζηνόδοτος γράφει „χεῖρας ἀνα‐

### book 351a.2

πτάσ“. Aim

### book 351b.1

χεῖρας ὀρεγνύς: ὥσπερ ἀσπαζόμενος ὀρέγει τὼ χεῖρε τῇ

### book 351b.2

μητρί. καὶ ἐπὶ Πολυφήμου „εὔχετο χεῖρ’ ὀρέγων b(BCE3E4)T εἰς

### book 351b.3

οὐρανόν“ (ι 527). | τινὲς „ἀνασχών“ γράφουσιν. T

### book 352a.1

μινυνθάδιον: τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα,

### book 352a.2

ὀλιγοχρόνιος υἱός· ὃ πρῶτον προβάλλεται. b(BCE3E4)T

### book 352b.1

〈μινυνθάδιόν περ〉 ἐόντα: ἐσόμενον. ᾔδει δὲ δι’ ὧν

### book 352b.2

εἶπεν αὐτῷ ἡ μήτηρ „διχθαδίας κῆρασ“ (Ι 411). παιδευτικὸν δὲ τὸ μὴ

### book 352b.3

εἰς ῥᾳστώνην, ἀλλ’ εἰς †πρακτικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ

### book 352b.4

καὶ ἐλέῳ προκαλεῖ τὴν μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος

### book 352b.5.1

ὕστερον λεπτολογήσει. | ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ

### book 352b.5.2

ὁ περ. b(BCE3E4)T

### book 353a1

ὄφελλεν: ἡ μὲν ἀρχὴ Ἰακή, τὸ δὲ μέσον Αἰολικόν. T

### book 353a2

ὄφειλεν ὄφελλεν Αἰολικῶς, ὡς χεῖρες χέρρες. Aim

### book 353b.1

Ὀλύμπιος: οὕτω κατ’ ἐξοχὴν τὸν Δία. καὶ „Κρονίδην“

### book 353b.2

(Α 498 al.) αὐτόν φησιν. b(BCE3)T

### book 353b.1

Ὀλύμπιος: ὁ Ὄλυμπος ὄρος—ἀλληγορικῶς δὲ ὁ

### book 353b.2

οὐρανός. A

### book 353c.1

ἐγγυαλίξαι: κυρίως τὸ ἐγγυῆσαι, παρὰ τὸ †γῦον†, ὃ

### book 353c.2

κυρίως ἐπὶ χειρός. T

### book 354a.1

ὑψιβρεμέτης: ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν

### book 354a.2

ἀνέμων. b(BCE3E4)T

### book 354b

ὑψιβρεμέτης: βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. | ὅθεν

### book 354b

καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν. A

### book 354c.1

οὐδέ με τυτθόν: φιλεγκλήμονες κατὰ θεῶν οἱ ἀτυχεῖς. b

### book 354c.2

(BCE3)T

### book 355

〈εὐρυκρείων〉: ποιητικὸν τὸ ἐπίθετον. b(BCE3)

### book 356a.1

〈ἠτίμησεν:〉 τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρό‐

### book 356a.2

νον. Aint

### book 356b.1

ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας: ἑλὼν ἔχει

### book 356b.2

T ἀντὶ τοῦ ἔλαβεν, οὐ πειθοῖ, ἀλλ’ ἀπουρίσας· „ἄλλοι γάρ οἱ ἀπου‐

### book 356b.3

ρίσσουσιν ἀρούρασ“ (Χ 489). b(BCE3E4)T συγκοπὴ οὖν ἐστιν. T

### book 357a.1

δακρυχέων: τὸ δακρυχέων ὑφ’ ἓν ἀναγνωστέον· b

### book 357a.2

(BCE3)T καὶ „δακρυπλώειν“ γάρ πού φησιν (τ 122). T

### book 357b.1

πότνια: σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς

### book 357b.2

ἕδεσι τῶν θεῶν. A b (BCE3)T ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής, ὅς

### book 357b.3

ἐστιν ἀπὸ τοῦ „πέσῃ μετὰ †ποσὶ† γυναικόσ“ (Τ 110). AT καὶ

### book 357b.4

ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρακαλεῖν. A b (BCE3)T

### book 358.1

〈πατρὶ γέροντι:〉 ἴσως τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους

### book 358.2

γέροντάς φησιν, ὡς Πρωτέα Φόρκυνα Νηρέα. b(BCE3)T

### book 358.1

παρὰ πατρὶ γέροντι: τῷ Νηρεῖ. τὸν δὲ—αἱ Νηρεΐ‐

### book 358.2

δες. A

### book 359.1

καρπαλίμως 〈δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ ὀμίχλη〉:

### book 359.2

ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς μητρὸς καὶ θεοῦ. φαντασία δὲ

### book 359.3

περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης. b(BCE3E4)T ἢ ὅτι θαλασσία

### book 359.4

ἐστὶν ἡ θεός. τὴν δὲ Ἥραν τῷ ἀέρι εἰκάζει· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς

### book 359.5

πρὸς σύγκρισιν τῶν ὑδάτων. b(BE3E4)T

### book 360a1

〈δακρυχέοντος:〉 οὐκ ἐξίσταται τοῦ κλαυθμοῦ, ἐπεὶ οὐ

### book 360a1.1

μεμπτέος· οὐδὲν γὰρ ἄτοπον, εἰ καὶ ἄλκιμος ἦν, ὅτι λελύπηται· ἐλεύ‐

### book 360a1.2

θερος γὰρ ὢν καὶ ἁπλοῦς τοῦτο ποιεῖ, οὐ διὰ μικροψυχίαν. b(BCE3)

### book 360a2.1

οὐκ ἐξίσταται τούτου· οὐ γὰρ ἄτοπον ἐλεύθερον ἁπλοῦν

### book 360a2.2

ἄλκιμον λυπεῖσθαι. T

### book 361.1

χειρί τέ μιν κατέρεξεν 〈ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε〉:

### book 361.2

στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατο καὶ ὀνόμαζεν· ἡ περίοδος

### book 361.3

γὰρ καθ’ ἑαυτὴν ἑκάστη. A

### book 362.1

τέκνον, 〈τί κλαίεισ〉: φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν

### book 362.2

ὀνομάτων οὐκ ἐξίσταται· b(BCE3E4)T ἕνα γὰρ ἔχουσα καὶ τοῦ‐

### book 362.3

τον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέσειεν; b(BE3E4)T ἔστι δὲ

### book 362.4

καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης. b(BCE3E4)T

### book 363a.1

ἐξαύδα: τῇ γὰρ τῶν λόγων ἀνοχῇ καὶ κουφιεῖται τοῦ

### book 363a.2

βάρους ἡ ψυχή. b(BE3E4)T

### book 363b.1

ἵνα εἴδομεν ἄμφω: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ

### book 363b.2

βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ

### book 363b.3

ὡς περισπώμενον κλίνει. ἢ ὅτι A ἀνθ’ ὑποτακτικοῦ ἐστι καὶ ἡ

### book 363b.4

συστολὴ ἀνέδωκε τὸν τόνον· A b (BCE3)T οὐ γὰρ παροξύνομεν

### book 363b.5

κατὰ τὸν Πάμφιλον. A b (BE3)T

### book 364a.1

〈βαρυστενάχων:〉 ὅτι τὸ βαρυστενάχων κατὰ βα‐

### book 364a.2

ρεῖαν τάσιν. Aint

### book 364b1.1

τὴν δὲ βαρὺ στενάχων: βαρύνεται ἡ μετοχή. διδα‐

### book 364b1.2

σκόμεθα δὲ ἐξ ἐκείνου „τοὺς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγα‐

### book 364b1.3

μέμνων, / χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δ’ ἑταῖροι“ (Δ

### book 364b1.4

153—4)· ἡ γὰρ ἐπίζευξις τοῦ „ἐπεστενάχοντο“ διδάσκει ὅτι καὶ τὸ

### book 364b1.5

στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο

### book 364b1.1

ὡς ἐν〈ε〉νοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· „βαρὺ δὲ στενάχον‐

### book 364b1.2

τος ἄκουσα“ (θ 95), οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτικὴ „τῷ δὲ βαρὺ

### book 364b1.3

στενάχοντι“ (Σ 70). A

### book 364b2.1

βαρὺ στενάχων: ὁ Σιδώνιος περισπᾷ· b(BCE3)T

### book 364b2.2

περισπᾶσθαι γὰρ καὶ „ἀδινὰ στοναχῆσαι“ (Σ 124) φησίν. T Ἀρί‐

### book 364b2.3

σταρχος δὲ βαρύνει· τὰ πολλὰ γὰρ κινήματα ὡς ἀπὸ βαρυτόνου γέ‐

### book 364b2.4

γονε· „βαρὺ δὲ στενάχοντος ἄκουσα“ (θ 95), „ἐπεστενάχοντο δ’

### book 364b2.5

ἑταῖροι“ (Δ 154). b(BCE3)T

### book 365a.1

οἶσθα· τίη τοι 〈ταῦτα ἰδυίῃ πάντ’ ἀγορεύω;〉: ὅτι

### book 365a.2

παλιλλογεῖν παρῄτηται. ἀλλότριοι ἄρα οἱ ἐπιφερόμενοι στίχοι εἴκοσι

### book 365a.3

ἑπτά (sc. Α 366—92). A

### book 365b.1

οἶσθα: ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου.

### book 365b.2

καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην. b(BCE3

### book 365b.3

E4)T

### book 366.1

ᾠχόμεθ’ ἐς Θήβην: νῦν λέγει τὰς Ὑποπλακίους—καὶ

### book 366.2

αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ Ι (381). A

### book 366a.1

ᾠχόμεθ’ ἐς Θήβην: ῥητορικὸς ὢν ὁ ποιητὴς καὶ τρόπον

### book 366a.2

ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς ταὐτὰ πάλιν ἐξ ἀρχῆς

### book 366a.3

διηγεῖται. b(BCE3)T

### book 366b.1

ᾠχόμεθ’ ἐς Θήβην: ὁ τρόπος ἀνακεφαλαίωσις. AAim b

### book 366b.2

(BCE3E4)T τέσσαρες δὲ διηγήσεων ἰδέαι· ἡ μὲν ὁμιλητική, ὡς

### book 366b.1

ὅταν παρά τινος ἀκούσας τις αὐτῷ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ „πολ‐

### book 366b.2

λάκι γὰρ σέο πατρόσ“ (Α 396). τὸ δὲ ἀπαγγελτικόν, ὅταν ἃ παρ’

### book 366b.5.1

ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς τὸ „ἀγγελίην τινά τοι, γαιήοχε“

### book 366b.5.2

(Ο 174). τὸ δὲ ὑποστατικόν, ὅταν τῶν πραγμάτων τινὰ ἀπαγγεῖλαι

### book 366b.5.3

ὑποθέμενοι διηγώμεθα, A b (BCE3E4)T ὡς τὸ „ὡς ὁπόθ’ Ἠλείοι‐

### book 366b.5.4

σι καὶ ἡμῖν νεῖκος ἐτύχθη“ (Λ 671). b(BCE3E4)T τὸ δὲ μικτὸν ἐξ

### book 366b.5.5

ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ „ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεά,

### book 366b.10.1

ὑπελύσαο δεσμῶν“ (Α 401): A b (BCE3E4)T εἰ γὰρ ἦν ὁμιλητι‐

### book 366b.10.2

κόν, οὕτως ἂν εἶπεν· ἀλλὰ σὲ τῶν δεσμῶν αὐτὸν ἀπολῦσαι καλέσασαν

### book 366b.10.3

τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφ’ ἑτέραν πτῶσιν μετελθὼν ὡς ἴδιον ἤδη λόγον

### book 366b.10.4

καὶ οὐχ ὡς παρ’ ἐκείνης ἀκούσας διέξεισιν. b(BCE3E4)T

### book 366c.1

〈ᾠχόμεθ’ ἐς Θήβην:〉 Θήβη χωρίον ἔρημον πλησίον

### book 366c.2

Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος· ἆθλον γὰρ ταύτην ὁ πατὴρ

### book 366c.3

προὔθετο τῷ προὔχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς

### book 366c.4

ἔκτισε τὴν πόλιν, ὀνομάσας ἐκ ταύτης. ὅσοι δὲ ἀθετοῦσι τοὺς στίχους

### book 366c.5.1

(sc. Α 366—92), οὐκ ἐῶσιν ἡμᾶς μαθεῖν, ὅθεν ἥλω Χρυσηΐς. ἔπλει δὲ

### book 366c.5.2

πορθήσων Ἀχιλλεὺς Χρῦσαν, Ἀθηνᾶ δ’ οὐκ εἴα φάσκουσα μὴ αἱρήσειν

### book 366c.5.3

δι’ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν

### book 366c.5.4

Ἠετίωνος ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω

### book 366c.5.5

ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων καὶ

### book 366c.10

τῶν ἱστοριῶν. b(BCE3E4)T

### book 368a.1

〈δάσσαντο μετὰ σφίσιν:〉 κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς

### book 368a.2

κατορθώμασί φησιν (cf. Α 367), ἐν δὲ τῷ δάσσαντο χωρίζει. b(BCE3)

### book 368b1.1

μετὰ σφίσιν: τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον,

### book 368b1.2

ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος·

### book 368b1.1

ἔστι γάρ τινα ἐναντιούμενα· „τοὺς δ’ ἄναγον ζῳούς, σφίσιν ἐργάζε‐

### book 368b1.2

σθαι, ἀνάγκῃ“ (ξ 272. ρ 441), „σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι“ (δ 683).

### book 368b1.5.1

καὶ ὅτι μετὰ προθέσεώς ἐστιν· ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας,

### book 368b1.5.2

ὀρθοτονεῖται ἡ ἀντωνυμία· „σὺν σοί, δῖα θεά“ (Κ 290), „προτὶ οἷ

### book 368b1.5.3

δ’ ἔλαβ’ †ἔντεα“ (Υ 418), „κατὰ σφέας γὰρ μαχέοιντο“ (Β 366),

### book 368b1.5.4

„ἀπὸ ἕο κάββαλεν“ (Ε 343), „ἀμφὶ ἓ παπτήνασ“ (Δ 497), τοῦ „ἆλτ’

### book 368b1.5.5

ἐπί οἱ μεμαώσ“ (Φ 174) ζήτησιν ἔχοντος. A

### book 368b2.1

ὀρθοτονητέον τὴν σφίσιν, ἐπεὶ εἰς σύνθετον παραλαμβά‐

### book 368b2.2

νεται, καὶ ὅτι προθέσει συντέτακται. b(BCE3)Til

### book 371.1

〈χαλκοχιτώνων:〉 λαμπρὸν ἢ πορφυροῦν ἐχόντων χιτῶνα.

### book 371.2

Til

### book 374a

λίσσετο: οὕτως Ἰακῶς τὸ λίσσετο. Aim T

### book 374b.1

καὶ ἐλίσσετο: οὐ προσέθηκε τοὺς λόγους, οὓς οὗτος ἔφη‐

### book 374b.2

σεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν. b(BCE3)T

### book 381.1

ἐπεὶ μάλα οἱ φίλος ἦεν: Σέλευκός (fr. 8 M. = 10 D.) φησιν

### book 381.2

ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ „ἐπεί ῥά νύ οἱ φίλος ἦεν“, καὶ Θεαγένης

### book 381.3

(Vors.6 8, 3) δὲ οὕτως προφέρεται· ἀπίθανον γὰρ τὸ †οδένυ† λίαν

### book 381.4

φίλος ἦν. A

### book 382

〈οἱ δέ νυ:〉 οἱ δὲ δή. Til

### book 383a.1

ἐπασσύτεροι: Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύ‐

### book 383a.2

τερος, ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος. A

### book 383b

ἐπασσύτεροι: παρὰ τὸ ἆσσον ἀσσύτεροι, ὡς ἀφάρτεροι,

### book 383b

παροίτεροι ἢ ἑκάτεροι. b(BCE3E4)T

### book 384.1

ἄμμι δὲ μάντις: οὐ προσέθηκεν, ὡς αὐτὸς τὴν ἐκκλησίαν

### book 384.2

συνήγαγεν, οὐδὲ ὅλως ὕποπτον ἑαυτὸν καθίστησι τῇ μητρί. T

### book 386.1

αὐτίκ’ ἐγὼ πρῶτος: ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων

### book 386.2

τὸν σκοπόν. b(BCE3)T

### book 388.1

ἠπείλησεν μῦθον 〈ὃ δὴ τετελεσμένος ἐστί〉: ἀμφίβολος

### book 388.2

ἡ στιγμὴ διὰ τὸ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμφίβολον. ὅμως δὲ εἰς τὸ ὅς

### book 388.3

ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον. A

### book 392a

〈κούρην Βρισῆος:〉 ἀντονομασία. Til

### book 392b.1

κούρην Βρισῆος: ἔοικε πατρωνυμικῶς—δὲ Ἱππο‐

### book 392b.2

δάμεια. | ὁ δὲ τρόπος ἀντωνομασία. A

### book 393a.1

〈ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος:〉

### book 393a.2

ὑποστικτέον ἐπὶ τὸ γέ, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. Aim

### book 393b.1

εἰ δύνασαί 〈γε〉: οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν,

### book 393b.2

εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς, b(BCE3E4)T ἅμα δὲ καὶ κολα‐

### book 393b.3

κεύων αὐτήν, ὅπως ἐρεθίσῃ πρὸς τὸ αἰτούμενον, καὶ τὴν ἰσχὺν ἐν‐

### book 393b.4

δείξηται ὡς δῆθεν τοῦ παιδὸς ἀγνοοῦντος. T

### book 393c

ἑῆος: ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. A

### book 394.1

Δία λίσαι: ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ „ἐλισάμην b(BCE3E4)

### book 394.2

T καί σφιν μενοεικέα“ (ν 273), „καὶ κῆρα λιτέσθαι“ (Π 47). T

### book 396-407.1

πολλάκι γάρ〈— / τῶν νῦν μιν μνήσασα

### book 396-407.2

παρέζεο καὶ λαβὲ γούνων:〉 δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀπο‐

### book 396-407.3

στάσεως Διός, ὅπως μὴ δοκῇ εἶναι †ὡς ἕλλην† ὁ Ζεύς. οἱ δὲ βασιλεῖς

### book 396-407.4

θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν ἐφήμιζον, ὅπως καὶ αὐτοὶ

### book 396-407.5.1

αὐχοῦντες μὴ ἀπιστοῖντο θεῶν εἶναι φάσκοντες παῖδες. ἐστοχάσατο δὲ

### book 396-407.5.2

πάντων ὁ ποιητής, ἐν μὲν τῷ πρὸς Δία 〈δια〉λόγῳ (sc. Α 503—27) οὐδὲν εἰπών, ὅπως μὴ

### book 396-407.5.3

ὀνειδίζειν δοκῇ, οὐ μὴν τὴν αἰτίαν ἐάσας ἄγνωστον. b(BCE3E4)

### book 396-407.1

T διαθρύπτονται δὲ πρὸς τοὺς ἄνδρας γυναῖκες, †εἴ πού τι δρά‐

### book 396-407.2

σουσι† θαυμαστόν. T ἄξιον δὲ καὶ τοῦτο παρασημήνασθαι, ὅτι

### book 396-407.10

καθ’ Ὅμηρον οὐ νεογνὸν κατέλιπεν Ἀχιλλέα ἡ Θέτις. b(BCE3E4)T

### book 396a.1

〈πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα:〉

### book 396a.2

ἡ διπλῆ {δέ}, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως τοῦ „τὸν καὶ ὑπέδδει‐

### book 396a.3

σαν“ (Α 406) Ζηνόδοτος ἀθετεῖ. | βραχὺ δὲ διασταλτέον μετὰ τὴν

### book 396a.4

ἀντωνυμίαν· τὸ γὰρ ἑξῆς ἐστι, πολλάκι γάρ σου ἤκουσα. A

### book 396b1.1

πολλάκι γάρ σεο: Ἀρίσταρχος ἐγκλιτικὴν παρέ‐

### book 396b1.2

λαβε τὴν ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλά‐

### book 396b1.3

κις γάρ σου, ἐν τοῖς τοῦ πατρός μου δόμοις, ἤκουσα καυχωμένης·

### book 396b1.4

ἐὰν γάρ, φησί, κατ’ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ

### book 396b1.5.1

Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς. ταύτην δὲ τὴν ἱστορίαν

### book 396b1.5.2

οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ.

### book 396b1.5.3

Πτολεμαῖος (p. 40) δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀνα‐

### book 396b1.5.4

γνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος

### book 396b1.5.5

τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως

### book 396b1.10.1

χρῆται κατὰ γενικήν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν (ὁμοίως καὶ ἐπὶ δευτέρου

### book 396b1.10.2

καὶ τρίτου), ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν,

### book 396b1.10.3

εἴπερ ἦν κτητική, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται

### book 396b1.10.4

ἀμφίβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός

### book 396b1.10.5

ἐστιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστι καὶ

### book 396b1.15

οὐκ ἔχει ἀντιδιαστολήν. καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. A

### book 396b2.1

Ἀρίσταρχος ἐγκλίνει τὴν σέο, λέγων ἁπλῆν τε εἶναι αὐ‐

### book 396b2.2

τὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς (cf. 2,27,22) καί‐

### book 396b2.3

τοι, φησίν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης

### book 396b2.4

ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ. b(BCE3

### book 396b2.5

E4)T

### book 396c

πολλάκι γάρ σεο: ὁ νοῦς οὕτως, πολλάκις γάρ σου ἐν

### book 396c

τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης. b(BCE3E4)T

### book 397-401.1

εὐχομένησ〈—Ἀθήνη· / ἀλλὰ σὺ τόν γ’

### book 397-401.2

ἐλθοῦσα〉: διασταλτέον μετὰ τὸ εὐχομένης (397) καὶ ἀμῦναι (398),

### book 397-401.3

ἐπὶ δὲ τὸ Ἀθήνη (400) στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως, ἐπὶ μὲν τὸ

### book 397-401.4

λοιγὸν ἀμῦναι (398) στίζειν, τὰ δ’ ἄλλα ἀπ’ ἄλλης προφέρεσθαι

### book 397-401.5

ἀρχῆς ἕως τοῦ Ἀθήνη (400). A

### book 397.1

κελαινεφέϊ: παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

### book 397.2

A b (BCE3)T

### book 399-406.1

ὁππότε μιν ξυνδῆσαι〈—ἔδησαν〉: τί ποτε

### book 399-406.2

ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρ‐

### book 399-406.3

μοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν

### book 399-406.4

Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινες

### book 399-406.5.1

γράφουσι „καὶ Φοῖβος Ἀπόλλων“, ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος

### book 399-406.5.2

ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· „οἴη ἐν ἀθανάτοισιν

### book 399-406.5.3

ἀεικέα λοιγὸν ἀμῦναι / Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, /

### book 399-406.5.4

ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι“ (Α 398. 400. 399),

### book 399-406.5.5

ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ τῆς Θέτιδος,

### book 399-406.10.1

ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους λέγουσιν ἐπὶ τούτοις

### book 399-406.10.2

πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὰ ἔπη τὸ „οἴη ἐν ἀθανάτοισι“

### book 399-406.10.3

(Α 398)· πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλ‐

### book 399-406.10.4

λους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς

### book 399-406.10.5

οὗτος βίῃ οὗ πατρὸς ἀμείνων (404); —δεῖ τοίνυν φυσικόν τινα

### book 399-406.15.1

μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ‐

### book 399-406.15.2

μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ

### book 399-406.15.3

ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάν‐

### book 399-406.15.4

των γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύ‐

### book 399-406.15.5

σιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινά,

### book 399-406.20.1

ψύξεως γινομένης ἐν τοῖς καθ’ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν

### book 399-406.20.2

ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ

### book 399-406.1

δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ

### book 399-406.2

τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν

### book 399-406.3

χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρατέστερον

### book 399-406.25.1

εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια

### book 399-406.25.2

φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διΐ. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν

### book 399-406.25.3

φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖς ὁμοῦ

### book 399-406.25.4

χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα

### book 399-406.25.5

γάρ φησι τὸν ἥλιον. b(BCE3E4)T

### book 399.1

ὁππότε μιν ξυνδῆσαι: Ζεὺς παραλαβὼν—ἐτα‐

### book 399.2

μιεύσατο. ἱστορεῖ Δίδυμος (p. 179). A

### book 400a.1

Παλλὰς Ἀθήνη: ὅτι Ζηνόδοτος γράφει „Φοῖβος

### book 400a.2

Ἀπόλλων“. ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς

### book 400a.3

Ἕλλησι βοηθοῦντας 〈***〉. A

### book 400b.1

Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη:

### book 400b.2

πιθανῶς τοὺς Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνα ἀκούοιτο

### book 400b.3

Θέτις. τινὲς δὲ γράφουσι „καὶ Φοῖβος Ἀπόλλων“· τοῦτον γὰρ

### book 400b.4

εἰκὸς ἠχθρευκέναι μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος·

### book 400b.5.1

ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν

### book 400b.5.2

διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ πλεονεκτεῖσθαι εἰς

### book 400b.5.3

τὴν διανομήν, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαίστῳ.

### book 400b.5.4

b(BCE3E4)T

### book 400c.1

Ἥρη τ’ ἠδὲ Ποσειδάων 〈καὶ Παλλὰς Ἀθήνη〉:

### book 400c.2

τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα

### book 400c.3

τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν (ὀργανικὴ γάρ ἐστι

### book 400c.4

καὶ ἐπινοητικὴ τῶν ἁπάντων)· μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν

### book 400c.5

καὶ ἀμιγῆ τὴν φύσιν ἔχει. b(BCE3E4)T

### book 401.1

〈ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν:〉

### book 401.2

συναπτέον τοῦτον τῷ ἑξῆς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ „Ὄλυμ‐

### book 401

πον“ (402). Aint

### book 402.1

〈μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς

### book 402.2

ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν (cf. Γ 364 al.). Aint

### book 403.1

ὃν Βριάρεων: Ἡσίοδος δὲ „Ὀβριάρεῳ δ’ ὡς πρῶτα“

### book 403.2

(th. 617). T ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται

### book 403.3

λέξεις. ἢ τὰ τελειότερα θεοῖς ἀνατίθησιν. b(BCE4)T

### book 403

ὃν Βριάρεων καλέουσι: τῶν διωνύμων—δὲ Σκά‐

### book 403.5

μανδρον. A

### book 404a.1

{αἰγαίων’·} ὁ γὰρ αὖτε 〈βίῃ οὗ πατρὸς ἀμεί‐

### book 404a.2

νων〉: ὅτι Ζηνόδοτος γράφει „ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος †ἁπάν‐

### book 404a.3

των / ὁππόσοι ναίους’ ὑπὸ Τάρταρον εὐρώεντα“. οὐκ ἔστι δὲ τῶν

### book 404a.4

Τιτάνων ὁ Αἰγεύς, ἀλλὰ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις

### book 404a.5

λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει. A

### book 404b

〈βίῃ:〉 οὕτως διὰ τοῦ ν βίην Ἀρίσταρχος. Aim

### book 404c.1

οὗ πατρὸς ἀμείνων: Ὅμηρος ὡς Στωϊκὸς Ποσειδῶνος

### book 404c.2

αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησί, „παῦροι δέ τε πατρὸς ἀρείουσ“ (β

### book 404c.3

277). AT

### book 405a.1

ὅς ῥα παρὰ Κρονίωνι 〈καθέζετο κύδεϊ γαίων〉:

### book 405a.2

ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς „πὰρ δὲ Διῒ Κρονίωνι

### book 405a.3

καθέζετο κύδεϊ γαίων“ (Ε 906). A

### book 405b

παρὰ Κρονίωνι: καθ’ ὑπεροχὴν αὐτὸν Κρονίδην καὶ

### book 405b

Ὀλύμπιον ὀνομάζει. T

### book 407-12.1

〈τῶν νῦν μιν μνήσασα παρέζεο〉 καὶ λαβὲ

### book 407-12.2

γούνων〈—οὐδὲν ἔτισεν〉: βραχὺ διασταλτέον μνήσασα,

### book 407-12.3

παρέζεο (407) 〈***〉 καὶ κτεινομένους 〈καὶ〉 βασιλῆος (410)

### book 407-12.4

καὶ ἣν ἄτην (412)· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι

### book 407-12.5

(408). A

### book 407a.1

τῶν νῦν μιν μνήσασα: καὶ πῶς ταύτην οὐκ ᾔτει

### book 407a.2

τὴν χάριν κατὰ τῶν Τρώων, ὅτε φησὶ „πολλὰς μὲν ἀΰπνους νύκτας

### book 407a.3

ἴαυον“ (Ι 325); ἢ ὅτι ἡ δόξα τῆς νίκης εἰς Ἀγαμέμνονα ἀνέτρεχεν,

### book 407a.4

b(BCE3E4)T ὥς φησιν „τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, εἴ

### book 407a.5.1

κεν Ἀχαιοί / Τρώων ἐκπέρσως’ εὖ ναιόμενον πτολίεθρον“ (Δ 415.

### book 407a.5.2

Α 164), τά τε τῆς νίκης ὡμολογήσατο διὰ τοῦ ἀστράπτειν τὸν Δία

### book 407a.5.3

(cf. Β 353). T εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων

### book 407a.5.4

ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων,

### book 407a.5.5

ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μεταβαλεῖν τὴν Διὸς γνώμην.

### book 407a.10.1

ἀλλ’ εἴπερ, φησίν, ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ

### book 407a.10.2

παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν δήπου·

### book 407a.10.3

ἀλλ’ εἰ Ἀγαμέμνων ἐκολάσθη, ἀθῷοι ἀναπλεύσαντες οἱ Ἀχαιοὶ

### book 407a.10.4

οὐκ ἐζήτησαν Ἀχιλλέα. μένει δὲ συγκολαζόμενος αὐτοῖς ἀχαρίστοις

### book 407a.10.5

οὖσιν ὁ βασιλεύς, οἳ τῷ διὰ τὴν κοινὴν ὑβρισθέντι σωτηρίαν οὐκ

### book 407a.15

ἐπήρκεσαν. b(BCE3E4)T

### book 407b.1

μνήσασα: διὰ τὴν Ἥραν· διό φησιν· „αἴ κέν πως ἐθέ‐

### book 407b.2

λῃσιν b(BCE3E4)Til ἐπὶ Τρώεσσιν ἀρῆξαι“ (Α 408). b(BCE3E4)

### book 407c.1

καὶ λαβὲ γούνων: κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ

### book 407c.2

ἡγεμονικόν· δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι’ αὐτῶν γὰρ ἐπικλᾶ‐

### book 407c.3

ται τὸ σῶμα) ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις. A b (BC

### book 407c

E3)T

### book 408.1

〈ἐπὶ Τρώεσσιν ἀρῆξαι:〉 τὸ ἑξῆς, ἐπαρῆξαι τοῖς Τρωσίν.

### book 408.2

Til

### book 410.1

ἐπαύρωνται: ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι, b(BCE3E4)

### book 410.2

T καὶ κατ’ εἰρωνείαν εἴρηται παρ’ αὐτοῦ. b(BCE3E4) | τὸ δὲ

### book 410.3

ἐπαυρῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, τὸ δὲ ἁμαρτῶ

### book 410.4

πρώτης, καὶ ἁμαρτῶν ἡ μετοχή. T

### book 412

〈οὐδέν:〉 ὅτι τὸ δεν παρέλκει. Aim Til

### book 414a.1

ὤ μοι τέκνον: οὐκ εὐθὺς αὐτῷ τὴν διακονίαν ὑπισχνεῖ‐

### book 414a.2

ται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν

### book 414a.3

θανάτου. b(BCE3E4)T

### book 414b

〈ἔτρεφον:〉 ἀνέθρεψα. Til

### book 414c

〈ἔτρεφον:〉 παρατατικῶς. Til

### book 414-6.1

τί νύ ς’ ἔτρεφον αἰνὰ τεκοῦσα, / αἴθ’ ὄφελες

### book 414-6.2

—ἀπήμων / ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ:

### book 414-6.3

τὸ ἑξῆς αἰνὰ τεκοῦσα (414), ἐπεί νύ τοι αἶσα (416). τὸ δὲ

### book 414-6.4

αἴθ’ ὄφελες παρὰ νηυσί (415) διὰ μέσου. | τὸ δὲ αἰνά (414)

### book 414-6.5

ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως. b(BCE3E4)T

### book 415a.1

αἴθ’ ὄφελες: μᾶλλον ἂν προεθέμην σε τὸν ἄπρακτον

### book 415a.2

βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ „δυσ‐

### book 415a.3

αριστοτόκειαν“ (cf. Σ 54) ἑαυτὴν ὀνομάζει. b(BCE3)T

### book 415b.1

ὄφελες: ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· „ὡς

### book 415b.2

δὴ μὴ ὄφελον νικᾶν“ (λ 548), „ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι“ (Φ 279),

### book 415b.1

A b (BCE3)T „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698), AT „Ἕκτορος

### book 415b.2

ὠφέλετ’ ἀντί“ (Ω 254). T Καλλίμαχος δὲ ἐπίρρημα εὐκτικόν·

### book 415b.5

„ὤφελε μηδ’ ἐγένοντο θοαὶ νῆεσ“ (ep. 17, 1). AT

### book 416.1

μίνυνθα: ἐπ’ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ „μι‐

### book 416.2

νυνθάδιος δέ τοι αἰών“ (Δ 478. Ρ 302). παιδευτικὸν δὲ τὸ μηδὲ τὸν

### book 416.3

ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις ἐν τῷ

### book 416.4

στίχῳ, ὡς τὸ „ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν“ (Γ 59).

### book 416.5

b(BCE3E4)T

### book 417a.1

ὀϊζυρός: εἰ τοιαῦτα περὶ Ἀχιλλέως ὁ ποιητής φησι, τί

### book 417a.2

περὶ τῶν ἄλλων εἴποιμεν; b(BCE3)T

### book 417b

ὀϊζυρός: ταλαίπωρος. | μετωνυμία. T

### book 418

ἔπλεο: λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων. A

### book 419.1

τοῦτο δέ τοι ἐρέουσα: διὰ μὲν τὴν περίστασιν οὐκ ἀν‐

### book 419.2

τιπράσσει τῷ παιδί, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσι. b(BCE3)T |

### book 419.3

τερπικεραύνῳ δὲ τῷ τρέποντι τοῖς κεραυνοῖς, καθ’ ὑπέρθεσιν. b

### book 419.4

(BCE3)

### book 420a.1

εἶμ’ {αὐτῆ}: προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι·

### book 420a.2

ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A

### book 420b

〈πρὸς Ὄλυμπον:〉 ὅτι ὄρος ὁ Ὄλυμπος. Aim

### book 420c.1

ἀγάννιφον: τὸν λίαν νιφόμενον κατὰ τὰ ὑπὸ τοῖς νέ‐

### book 420c.2

φεσι †ὄρη· T τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου ὡς ὑπερνεφῆ οὔτε

### book 420c.3

νίφεται οὔτε κατομβρεῖται, κατ’ αὐτὸν τὸν ποιητὴν λέγοντα· „†ὀ‐

### book 420c.4

λυμπόν θ’†, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί / ἔμμεναι· οὔτ’ ἀνέμοισι

### book 420c.5

†τινασσόμενον† οὔτε ποτ’ ὄμβρῳ / δεύεται, οὔτε χιὼν ἐπιπίλναται,

### book 420c.1

ἀλλὰ μάλ’ αἴθρη / πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη“

### book 420c.2

(ζ 42—5). ἀγάννιφον οὖν ἢ τὸν πάνυ κατανιφόμενον, ἢ τὸν †οὔτε

### book 420c.3

ὅλως, AT | εἴπερ ἀπόστροφος εἰς τὸ γ τεθῇ. T

### book 420d.1

ἀγάννιφον: τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα,

### book 420d.2

b(BCE3)T ὡς βριήπυον (cf. Ν 521) καὶ γαιήοχον (cf. Ι 183 al.)·

### book 420d.3

T τὰ γὰρ ὄρη „νιφόεντα“ καλεῖ (Ξ 227 al.), ὡς καὶ Τήλεφος.

### book 420d.4

b(BCE3)T | τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα μέλλειν αἰτεῖν.

### book 420d.5

b(BCE3E4)

### book 420e.1

〈ἀγάννιφον:〉 τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται

### book 420e.2

διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ

### book 420e.3

τοῦ ι, ἐξ οὗ τὸ ἀγάννιφον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ 〈τὰ〉

### book 420e.4

νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ

### book 420e.5

„νήφων προσεύχου“. A

### book 421-2.1

ἀλλὰ σὺ μὲν νῦν 〈... / μήνι’〉: τὸ νῦν ἀντὶ τοῦ

### book 421-2.2

δή· διὸ καὶ Τυραννίων (fr. 4 P.) ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. AAint b

### book 421-2.3

(BCE3)T | τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον

### book 421-2.4

αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ καὶ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις

### book 421-2.5

δὲ ἀναβάλλεται. b(BCE3)T

### book 423-4.1

〈Ζεὺς ... μετ’ ἀμύμονας Αἰθιοπῆας /〉 χθιζὸς

### book 423-4.2

ἔβη 〈κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕπονται〉: λέξις

### book 423-4.3

Ἀριστάρχου ἐκ τοῦ Α τῆς Ἰλιάδος ὑπομνήματος· „τὸ μὲν μετ’

### book 423-4.4

ἀμύμονας (423) ἐπ’ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθούς, τὸ

### book 423-4.5.1

δὲ κατὰ δαῖτα (424) ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος

### book 423-4.5.2

τέθεικεν. ἔνιοι δὲ ποιοῦσι ‘μετὰ δαῖτα‘, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ

### book 423-4.5.3

μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ

### book 423-4.5.4

τῆς ἐπί. Σοφοκλῆς (fr. 812 N. = 898 P. = R.)· ‘ἐγὼ κατ’ αὐτόν, ὡς ὁρᾷς,

### book 423-4.5.5

ἐξέρχομαι‘. οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ

### book 423-4.10.1

καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ (fr. 132) καὶ Ἀριστοφανείῳ (p. 43).“

### book 423-4.10.2

Καλλίστρατος δὲ ἐν τῷ Πρὸς τὰς ἀθετήσεις (p. 320,36) ὁμοίως, καὶ ὁ

### book 423-4.10.3

Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ ἕκτῳ Πρὸς τὰς ἐξηγήσεις (fr. 27). καὶ τὸ

### book 423-4.10.4

θεοὶ †δὲ† πάντες ἕπονται (424) διὰ τοῦ αι. A

### book 423a.1

ἐς Ὠκεανόν 〈μετ’ ἀμύμονας Αἰθιοπῆασ〉: νῦν τὸν

### book 423a.2

ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωματοειδῆ †τῶν† „θεῶν γένεσιν“

### book 423a.3

(Ξ 201). b(BCE3E4)T ἡ δὲ ἔς ἀντὶ τῆς πρὸς b(BCE3E4)T

### book 423a.4

ἐπὶ ἐμψύχων· „ἀλλ’ ἐς 〈μὲν〉 Μενέλαον“ (γ 317), „εἰς Ἀγαμέμνονα δῖον“

### book 423a.5.1

(Ψ 36). | εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν

### book 423a.5.2

τοὺς θεούς. δισσοὶ δέ εἰσιν Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι. T | τινὲς

### book 423a.5.3

δὲ γράφουσι „μετὰ Μέμνονας Αἰθιοπῆασ“. ἔθνος δὲ οὗτοι. AT

### book 423b.1

μετ’ ἀμύμονας: Ἀρίσταρχος „ἐπ’ ἀμύμονασ“. T | ἡ

### book 423b.2

μετά ἀντὶ τῆς ἐπί. ἔστι δὲ καὶ ἀντὶ τῆς ἔν· „στεροπὴν μετὰ χερσὶν“

### book 423b.3

(Λ 184) ἔχων. b(BCE3E4)T

### book 423c1.1

Αἰθιοπῆας: ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. | δισσοὶ δέ εἰσιν

### book 423c1.2

οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι. A

### book 423c2.1

τὸ Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. | εὐσεβῶς δέ

### book 423c2.2

φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν

### book 423c2.3

οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολήν, οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ

### book 423c2.4

ὑπὸ Νείλου. b(BCE3E4)

### book 424a.1

χθιζός 〈... πάντεσ〉: ἐπιρρηματικῶς ὡς καὶ τὸ τήμερος

### book 424a.2

παρὰ τοῖς Ἀττικοῖς. τὸ δὲ πάντες συλληπτικόν, ὡς τὸ „ἀριστῆες

### book 424a.3

Παναχαιῶν / εὗδον παννύχιοι“ (Κ 1—2)· καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου

### book 424a.4

ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας. b(BCE3E4)T

### book 424b1

〈μετὰ δαῖτα:〉 Ἀρίσταρχος „κατὰ δαῖτα“. Aim

### book 424b2.1

Ἀρίσταρχος γράφει „ἐπὶ δαῖτα“, οἱ δὲ ἄλλοι „κατὰ δαῖ‐

### book 424b2.2

τα“, καὶ τὸ ἕπονται διὰ τῆς αι. T

### book 424c.1

〈κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕπονται:〉 ὅτι

### book 424c.2

τινὲς γράφουσι 〈***〉 „μετὰ δαίμονας ἄλλουσ“ (Α 222)· διὸ ἀθετεῖ‐

### book 424c.3

ται. Aint

### book 425.1

δωδεκάτῃ δέ τοι αὖθις: φασὶν ἐν Διοσπόλει μέγιστον

### book 425.2

εἶναι Διὸς ἱερόν, ἀφ’ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν

### book 425.3

ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς

### book 425.4

Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ

### book 425.5

τοσοῦτοι οἱ θεοί. A b (BCE3E4)T

### book 426.1

〈χαλκοβατές:〉 στερεὰν ἔχον τὴν βάσιν. b(BCE3E4)T |

### book 426.2

οὐκ ἄπεισι δὲ εἰς Αἰθιοπίαν ἡ Θέτις, ὅτι ἐκεῖ ἦσαν οἱ Ἀχαιϊκοὶ θεοί,

### book 426.3

καὶ τῷ υἱῷ καιρὸν μετανοίας διδοῦσα καὶ αὐτοῖς τοῖς Ἕλλησι, καὶ

### book 426.4

ἵνα Τρῶες αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν

### book 426.5

μάχην. b(BCE3E4)T

### book 427.1

καί μιν πείσεσθαι ὀΐω: ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι κατα‐

### book 427.2

λιμπάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ „αἴ κε πίθηται“ (Α 420). b

### book 427.3

(BCE3E4)T

### book 429.1

γυναικός: ὅτι ἐλλείπει ἡ περί· Aim Til ἔστι γὰρ περὶ

### book 429.2

γυναικός. Aim

### book 430a.1

τήν ῥα βίῃ 〈ἀέκοντος ἀπηύρων〉: ἐν τάξει ἀπολο‐

### book 430a.2

γίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου αὐτὸν θυμοῦσθαι.

### book 430a.3

ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητής, ἠδικῆσθαι αὐτὸν

### book 430a.4

ὁμολογῶν. b(BCE3E4)T

### book 430b.1

αὐτὰρ Ὀδυσσεύς: ὅπως μὴ τῇ τῆς Θέτιδος ἀπαλλαγῇ

### book 430b.2

συνάψῃ τὴν ἐπάνοδον, διὰ μέσου βάλλει τὰ κατὰ τὸν Ὀδυσσέα,

### book 430b.3

μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ Χρύσην πλοῦν. ἑκατέροις δὲ

### book 430b.4

μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατήν, τῶν μὲν τὸν κόρον

### book 430b.5

περιαιρῶν, τῶν δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν. b(BE3)T

### book 430c.1

αὐτὰρ Ὀδυσσεύς: ζήτει τὸ προηγούμενον τῆς τοιαύ‐

### book 430c.2

της ἐννοίας· „ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν“ (Α 318). ἐκεῖσε

### book 430c.3

καταλιμπάνει τὸν Ὀδυσσέα. T

### book 432a.1

λιμένος πολυβενθέος: ἤδη καὶ λιμένων ἐπεσημήνατο

### book 432a.2

φύσιν μιᾷ λέξει ὁ ποιητής. b(BCE3)T | διαφέρει δὲ λιμὴν ὅρμου·

### book 432a.3

λιμὴν μὲν γάρ ἐστι τὸ πᾶν, ὅρμος δὲ τὸ πρὸς τὴν γῆν. b(BCE3)

### book 432b.1

〈ἐντός:〉 Ἀρίσταρχος „ἐγγύσ“, οἷον πλησίον, οὐχὶ ἐν‐

### book 432b.2

τός. Aint

### book 434a1.1

ἱστοδόκῃ: διὰ τοῦ κ ἐστι τὰ παρὰ τὸ δέχω, ὡς ξεινο‐

### book 434a1.2

δόκος καὶ πανδοκεῖον. b(BCE3E4)T

### book 434a2.1

ἱστοδόκη τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθ’ οὗ

### book 434a2.2

κλίνεται ὁ ἱστός. | τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος,

### book 434a2.3

ἱστοδόκη. A

### book 434b.1

πέλασαν: πελασθῆναι ἐποίησαν, ὡς τὸ „πάντας μέν ῥ’

### book 434b.2

ἔλπει“ (β 91). b(BCE3)Til καὶ ἔστιν ὁ τρόπος μετωνυμία. b

### book 434b.3

(BCE3)

### book 434c

〈ὑφέντες:〉 Ἀρίσταρχος „ἀφέντεσ“. Aim

### book 434d.1

〈προτόνοισιν ὑφέντες:〉 Ζηνόδοτος μὲν ὑφέντες, αἱ

### book 434d.2

δὲ ἄλλαι πᾶσαι „ἐφέντεσ“. | πρότονοι δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν

### book 434d.3

διήκοντα σχοινία. b(BCE3E4)T

### book 435a

〈καρπαλίμως:〉 βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ

### book 435a

καρπαλίμως. Aim

### book 435b.1

τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς: οὐ γὰρ

### book 435b.2

ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμβολον. ἄλλως τε ἐν Ἰλιάδι ταύτην

### book 435b.3

μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ. A b (BCE3E4)T

### book 435c1.1

προέρυσσαν: διὰ τοῦ ε, „προέρεσσαν“, οὐ διὰ τοῦ υ,

### book 435c1.2

προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους.

### book 435c1.3

A

### book 435c2

〈προέρεσσαν:〉 οὕτω πᾶσαι. Til

### book 436-9.1

ἐκ δ’ εὐνὰς ἔβαλον— / ἐκ δὲ Χρυσηῒς νηὸς

### book 436-9.2

βῆ ποντοπόροιο: πολλὴν ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως

### book 436-9.3

ἐπαγωγή. τὸ δὲ σχῆμα ἐπανάληψις. b(BCE3E4)T

### book 436

ἐκ δ’ εὐνάς: παρὰ τὸ εὐνάζειν—ἔμμεναι εὐνάς. A

### book 437.1

ἐπὶ ῥηγμῖνι: ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ „χέρσῳ

### book 437.2

ῥηγνύμενον μεγάλα βρέμει“ (Δ 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται.

### book 437.3

A b (BCE3)T

### book 440a.1

ἐπὶ βωμὸν ἄγων: προσάγει τὴν κόρην τῷ βωμῷ

### book 440a.2

ὥσπερ ἀποδιδοὺς ἐπὶ τοῦ θεοῦ μάρτυρος. ἔστι δὲ ἡ ἐπί ἀντὶ τῆς παρά.

### book 440a.3

b(BCE3E4)T

### book 440b.1

πολύμητις: τὰ ἐπίθετα Ὀδυσσέως „δῖος Ὀδυσσεύσ“

### book 440b.2

(Α 145 al.), πολύμητις Ὀδυσσεύς. ὅτε δὲ καιρὸς τῆς σοφίας

### book 440b.3

„Διῒ μῆτιν ἀτάλαντον“ (Β 169 al.) φησίν. A b (BCE3)

### book 441a1.1

ἐν χερσὶ τίθει: ὅτι οὐ μόνον τὸ τίθημι κέκλιται, b

### book 441a1.2

(BCE3)T ἀλλ’ ἔστι καὶ περισπώμενον. b(BCE3) καὶ ὅτι οὐκ

### book 441a1.3

ἐπὶ μόνων τῶν ἀψύχων τὸ τιθέναι. b(BCE3)T

### book 441a2

τίθει: ἐπὶ ἐμψύχων. T

### book 442-3.1

ὦ Χρύση, πρό μ’ ἔπεμψεν〈—ἱερὴν ἑκα‐

### book 442-3.2

τόμβην〉: αὐτὰ τὰ ἀναγκαῖα συλλαβὼν λέγει ἁπλῶς, ὡς ἐπὶ θεοῦ

### book 442-3.3

πανοῦργον οὐδέν. b(BCE3)T

### book 442.1

πρό μ’ ἔπεμψε: πρό τὴν εἰς τὸ ἔμπροσθεν δηλοῖ σχέσιν,

### book 442.2

οὐ χρονικήν. b(BCE3)T

### book 443a.1

παῖδά τε σοὶ ἀγέμεν, 〈Φοίβῳ θ’ ἱερὴν ἑκατόμ‐

### book 443a.2

βην〉: ὅτι τὸ ἀγέμεν κοινόν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ

### book 443a.3

ἀθετεῖται. A

### book 443b.1

σοί: ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν καὶ

### book 443b.2

διὰ τὸν τέ. b(BCE3)T

### book 444a.1

〈ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ’ ἱλασόμεσθα ἄνακτα:〉

### book 444a.2

ὅτι περισσός. Aint

### book 444b.1

ῥέξαι: καὶ σφάξαι· τὸ δὲ θῦσαι ἐπὶ τοῦ †θυσιάσαι† μόνως

### book 444b.2

φησίν. b(BCE3)T

### book 444c

ἱλασόμεσθα: πλεονασμὸς τοῦ ς. b(BCE3)Til

### book 445.1

ὃς νῦν Ἀργείοισι 〈πολύστονα κήδε’ ἐφῆκεν〉: ἐμφρό‐

### book 445.2

νως τὸ μὴ ἐπενεγκεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ

### book 445.3

διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι· „τοῖο

### book 445.4

δ’ Ἀπόλλων / εὐξαμένου ἤκουσεν“ (Α 380—1). b(BCE3E4)T

### book 446-8.1

ὣς εἰπὼν ἐν χερσὶ τίθει〈—ἔστησαν〉: ὅτι

### book 446-8.2

Ζηνόδοτος οὕτως συντετμημένως· „ὣς †εἰπῶν†· τοὶ δ’ ὦκα θεῷ ἱερὴν

### book 446-8.3

ἑκατόμβην / ἑξείης ἔστησαν“. τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα πε‐

### book 446-8.4

ριεῖλεν. A

### book 446.1

ἐδέξατο χαίρων: περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε

### book 446.2

γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλοπρε‐

### book 446.3

πές, τὸ δὲ παροξυντικόν. ἀλλ’ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λε‐

### book 446.4

γόμενα ὁπόσην τὰ λυπηρά. b(BCE3E4)T

### book 447a1.1

κλειτήν {ἑκατόμβην}: „ἱερήν“, οὐ κλειτήν εἶχον αἱ

### book 447a1.2

Ἀριστάρχου. A

### book 447a2

κλειτήν: πᾶσαι „ἱερήν“ εἶχον. T

### book 448a.1

ἑξείης: οἶμαι τὴν ει πεπλεονακέναι ὡς ἐν τῷ „ἀδελφειόσ“

### book 448a.2

(cf. Ε 21 al.). b(BCE3E4)T

### book 448b.1

ἐΰδμητον: δέμω δμῶ δμήσω δέδμηται, δμητός, ἐΰδμητος,

### book 448b.2

ὡς „ἐΰννητοσ“ (cf. Σ 596 al.). b(BCE3)T

### book 449a.1

χερνίψαντο: δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰ‐

### book 449a.2

κάζειν αὑτὸν θεῷ. b(BCE3E4)T ἀπὸ δὲ τῆς χερὸς ἑνικῆς χερνί‐

### book 449a.3

ψαντο. T | διὰ τί μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίζον‐

### book 449a.4

τας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπο‐

### book 449a.5.1

νίψεως, καὶ ὅτι παυσάμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ σπονδὰς οὐ

### book 449a.5.2

δεῖ ἀπονίζεσθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ· „χέρνιβα δ’

### book 449a.5.3

ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα / καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο

### book 449a.5.4

λέβητος / νίψασθαι“ (α 136—8), φήσομεν οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ

### book 449a.5.5

δείπνου μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος

### book 449a.10.1

ἐπέξεισιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίζεσθαι· καὶ

### book 449a.10.2

γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρήσασθαι αὐ‐

### book 449a.1

τοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου

### book 449a.2

εὐωχουμένους (sc. γ 5—9) οὐκέτι δεδήλωκεν, ὅπως ἐκ τῆς ἠϊόνος

### book 449a.3

ἀναστάντες ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ

### book 449a.15.1

τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ (sc. α 121) οὐκέτι φησίν, ὅπως τοῦτο

### book 449a.15.2

ἀπιοῦσα ἀπέλαβεν· ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι δίδωσι

### book 449a.15.3

Μηριόνης Ὀδυσσεῖ (sc. Κ 260)· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι

### book 449a.15.4

ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθ’ ἑαυτοὺς λογίζεσθαι τὰ

### book 449a.15.5

ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ’ αὐτῷ· οὐ γὰρ

### book 449a.20

μόνον, τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ, ἐφρόντισεν. b(BCE3E4)T

### book 449b.1

οὐλοχύτας: τινὲς τὰ κανᾶ, δι’ ὧν ἐπέχεον τὰς οὐλάς,

### book 449b.2

†αἳ† πρὸς ἀντιδιαστολὴν εἴρηνται τῶν ψαιστῶν, A b (BCE3E4)

### book 449b.3

T ἀπαρχὴ δὲ τῆς προτέρας ζωῆς θεοῖς ἀπεδίδοντο· b(BCE3E4)

### book 449b.4

T πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν

### book 449b.5.1

βαλάνων οὕτως ὠνομάσθησαν. A b (BCE3E4)T | κριθὰς δὲ μετὰ

### book 449b.5.2

ἁλῶν μεμιγμένας ἐπέχεον—αὐτάς φησιν ὁ ποιητής. A

### book 450.1

μεγάλ’ εὔχετο 〈χεῖρας ἀνασχών〉: μεγάλως ἀνασχὼν

### book 450.2

τὰς χεῖρας· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατη‐

### book 450.3

ρᾶτο τοὺς Ἕλληνας, ἡσυχῇ ηὔχετο· ἐπ’ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ

### book 450.4

αἴτησις. b(BCE3E4)T

### book 451

〈κλῦθί μευ:〉 τὸ μεῦ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν. Aim

### book 453.1

πάρος ἔκλυες: ἐλεύθερον ἅμα καὶ †προσακτικὸν† τὸ χάριτας

### book 453.2

εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, καὶ νῦν δίκαιος εἶ ἀκοῦσαι. b

### book 453.3

(BCE3)T

### book 454.1

〈τιμήσας μὲν ἐμέ,〉 μέγα δ’ ἴψαο λαὸν 〈Ἀχαιῶν〉: ὅτι

### book 454.2

κατὰ τὴν Πατρόκλου ἔξοδον (sc. Π 237) οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν

### book 454.3

μετενεχθείς· Aim b (BCE3)T οὐ γὰρ εἰκότως Ἀχιλλεὺς ἐπιχαίρει

### book 454.4

τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρβαρος καὶ μισέλλην. b(BCE3)

### book 454.5

T

### book 456.1

λοιγὸν ἄμυνον: οὐ πολλῆς ἐδέησεν εὐχῆς αὐτῷ· ἐλεῆμον

### book 456.2

γάρ ἐστι τὸ θεῖον. T

### book 457.1

τοῦ δ’ ἔκλυε: δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετα‐

### book 457.2

τίθεσθαι εἰς ἔλεον τὸν θεόν. b(BCE3E4)T

### book 458a.1

προβάλοντο προεβάλοντο εἰς τὸν βωμόν· b(BCE3E4)

### book 458a.2

T οὐχ ὡς Ἀριστοφάνης (pac. 960)· „σείου σὺ ταχέως· σὺ δὲ

### book 458a.3

πρότεινε τῶν ὀλῶν“. T

### book 458b

〈προβάλοντο:〉 ὁμοιοτέλευτον τὸ σχῆμα. b(BCE3E4)Til

### book 459.1

αὐέρυσαν: τὸ αὖ τὸ πάλιν δηλοῖ. b(BCE3E4)T ἢ ἃ

### book 459.2

ἔρυσαν, καὶ πλεονασμῷ τοῦ υ. T Κυμαίων δὲ ἔθος τὸ αὐερύειν,

### book 459.3

αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ

### book 459.4

τὰ Ἑλληνικὰ ἔθη. b(BCE3E4)T

### book 459.5.1

αὐέρυσαν μὲν πρῶτα: εἰς τοὐπίσω ἀνέκλων—κάτω

### book 459.5.2

εἰς γῆν. A

### book 460.1

μηρούς 〈τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν〉: ἐπεὶ

### book 460.2

στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. τὸ δὲ λίπος ὡς λαμπρόν, ἢ

### book 460.3

διὰ τὸ καίεσθαι δι’ αὐτοῦ τὰ μηρία. b(BCE3E4)T

### book 461a.1

δίπτυχα: τινὲς ὡς ὑπόβρυχα. καὶ τῷ μὲν ἑνὶ ἐπιτίθεται

### book 461a.2

ὁ μηρός, θατέρῳ δὲ τὰ ἄκρα. b(BCE3E4)T

### book 461b.1

ὠμοθέτησαν: ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι

### book 461b.2

ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς

### book 461b.3

δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι. | διὸ ἡ διπλῆ. A

### book 461c.1

ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν: ἀλλαχοῦ ἡρμήνευσε τί

### book 461c.2

ἐστι τὸ ὠμοθέτησαν· „ὁ δ’ ὠμοθετεῖτο συβώτης, / πάντοθεν ἀρχό‐

### book 461c

μενος μελέων, ἐς πίονα δημόν“ (ξ 427—8). b(BCE3E4)T

### book 463.1

πεμπώβολα: διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ

### book 463.2

τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δέ φασι πέντε. b

### book 463.3

(BCE3)T

### book 464a.1

αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη: Πτολεμαῖος (p. 41) τὸ ε

### book 464a.2

τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα Ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ

### book 464a.3

Ἀρίσταρχος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως

### book 464a.4

γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν „ἢ

### book 464a.5.1

εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα“ (Α 40). τὸ δὲ τοιοῦτο πολὺ

### book 464a.5.2

παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ

### book 464a.5.3

ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ

### book 464a.5.4

μηρίον τοῦ μῆρον· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπεί τοι εὐθύνεται ὁ

### book 464a.5.5

τόνος· τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ

### book 464a.10.1

εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν τὰ ζυγά,

### book 464a.10.2

δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα,

### book 464a.10.3

καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖ‐

### book 464a.10.4

ται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος

### book 464a.10.5

τὴν λέξιν ἀπολύει. A

### book 464b1.1

〈μῆρ’ ... πάσαντο:〉 ἀπὸ τοῦ μηρία συνεκόπη καὶ

### book 464b1.2

ἐγένετο μῆρα, b(BCE3E4) καὶ κατὰ ἀποκοπὴν μῆρ’. δηλοῖ δὲ τὰ

### book 464b1.3

ἐναγίσματα τῶν θεῶν. | Ἰακῶς δὲ τὸ πάσαντο προενεκτέον. b

### book 464b1

(BCE3)

### book 464b2.1

μῆρα: ἀπὸ τοῦ μηρία συνεκόπη, καὶ μάλιστα τὰ ἐναγί‐

### book 464b2.2

σματα τῶν θεῶν δηλοῖ. T

### book 464c.1

σπλάγχνα: ἀντὶ τοῦ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντο‐

### book 464c.2

σθιδίων, ἥπατος νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύσαν‐

### book 464c.3

το, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δηλοῦντες τὴν θυσίαν ποι‐

### book 464c.4

εῖν. b(BCE3E4)T

### book 464d.1

〈σπλάγχν’ ἐπάσαντο:〉 Ἀρίσταρχος Ἰακῶς „πάσαν‐

### book 464d.2

το“. Aim

### book 465a.1

〈μίστυλλον:〉 παρὰ τὸ μεῖον, b(BCE3E4)T Til μείως

### book 465a.2

ἔτιλλον, καὶ κατὰ συγκοπὴν μίστυλλον. b(BCE3E4)T οὐκ ἔχει

### book 465a.3

δὲ τὸ ε, ὡς οὐδὲ τὸ μικρός παρὰ τὸ μεῖον ὄν. b(BE3E4)T Til

### book 465b1.1

ἄρα τ’ ἄλλα: Πτολεμαῖος (p. 41) ὡς τἆργα „τἆλλα“. ἡ

### book 465b1.2

μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τέ σύνδεσμον,

### book 465b1.3

ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν, καθότι ἤδη ἔθος ἐστὶ τῷ

### book 465b1.4

ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις. A

### book 465b2.1

τὸ δὲ τἆλλα κατὰ συναλιφὴν ὡς τἆργα. b(BE3E4)

### book 465b2.2

T ὁ δὲ Ἡρωδιανὸς (2,28,16) τὸν τέ παραπληρωματικὸν ἀπο‐

### book 465b2.3

δέχεται, καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. b(BE3)T

### book 466.1

〈ὤπτησάν τε〉 περιφραδέως: ἐμπειρίας γὰρ προσδεῖ τοῖς

### book 466.2

ὀπτῶσι· καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν

### book 466

ὀπτῶντα. b(BCE3E4)T

### book 467a.1

{αὐτὰρ ἐπεὶ παύσαντο} πόνου: ὅτι πόνον τὸ ἐπὶ τῆς ἱε‐

### book 467a.2

ρουργίας ἔργον. οὐδέποτε δὲ τὴν ἀλγηδόνα πόνον εἴρηκεν. A

### book 467b1.1

πόνου τῆς περὶ τὴν ἱεροποιΐαν σπουδῆς, ἐνίοτε δὲ καὶ

### book 467b1.2

τὴν ταλαιπωρίαν δηλοῖ· „ἦ μὴν καὶ πόνος ἐστί“ (Β 291). | οἱ δὲ μόνην

### book 467b1.3

τὴν τῆς ἱερουργίας φασὶ σπουδήν, καὶ οὐδέπω πόνον τὴν ἀλγηδόνα

### book 467b1.4

καλεῖν τὸν ποιητήν. T

### book 467b2.1

τοῦ τῆς ἱερουργίας πόνου, ἤτοι τῆς ἐνεργείας· οὐδέποτε

### book 467b2.2

γὰρ πόνον τὴν ἀλγηδόνα φησὶν ὁ ποιητής. | ἐνίοτε δὲ καὶ τὴν τα‐

### book 467b2.3

λαιπωρίαν δηλοῖ· „ἦ μὴν καὶ πόνος ἐστί“. νῦν δὲ τὴν περὶ τὴν ἱερο‐

### book 467b2.4

ποιΐαν σπουδήν. b(BCE3E4)

### book 467c.1

τετύκοντο: τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο, ποιητικὸς

### book 467c.2

Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις· μετὰ τροπῆς

### book 467c.3

τετύκοντο, ὡς παρὰ τὸ χάζω „κεκάδοντο“ (Δ 497. Ο 574). A b

### book 467c.4

(BCE3)T „κεχάροντο δὲ πάντες Ἀχαιοί“ (δ 344 = ρ 135). AT

### book 468.1

δαιτὸς ἐΐσης: τῆς ὁμοίως πᾶσιν ἐπιγινομένης διὰ τὸν

### book 468.2

ἔρωτα. ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν

### book 468.3

ὡς τὸ „δαιτρὸν πίνωσιν“ (Δ 262). b(BCE3E4)T

### book 469a.1

ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ

### book 469a.2

τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο

### book 469a.1

δασυντέον· ἔστι γὰρ A b (BE3)T παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος

### book 469a.2

ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. A b (BE3E4)

### book 469a.5

T ταῦτα δὲ καὶ πλεονάζουσι †τὸ† ι. A b (BE3)T

### book 469b.1

〈ἐξ ἔρον ἕντο:〉 ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου

### book 469b.2

ἤσθιον· τοῦτο γὰρ δουλοπρεπές, ὡς ἐπὶ Εὐμαίου· „πλησάμενος δ’ ἄρα

### book 469b.3

θυμὸν ἐδητύος ἠδὲ ποτῆτος / βῆ ῥ’ ἴμεναι μεθ’ †υἵας†“ (ρ 603—4)·

### book 469b.4

διὸ b(BE3)T τὸ μὲν ἔρος ἐπὶ πάντων λέγουσι λέγεσθαι, τὸ δὲ

### book 469b.5.1

ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων, b(BE3E4)T ὅ ἐστι ἀπίθανον·

### book 469b.5.2

Πίνδαρος γοῦν „καὶ γάρ / ἑτέροις ἑτέρων ἔρως ἔκνιξε φρένασ“ (P.

### book 469b.5.3

10, 59—60). T

### book 470a.1

κοῦροι μὲν κρητῆρας: ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέ‐

### book 470a.2

ους· A b (BCE3E4)T „οἰνοχόει δ’ υἱὸς Μενελάου“ (ο 141), „ἐπὶ δ’

### book 470a.3

ἀνέρες ἐσθλοὶ †ὤροντο† / οἶνον ἐνοινοχοεῦντεσ“ (γ 471—2): b(BCE3

### book 470a.4

E4)T διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυ‐

### book 470a.5.1

μήδης (cf. Υ 234) καὶ Ἥβη (cf. Δ 2—3) ὑπηρέται θεῶν εἰσιν. A b

### book 470a.5.2

(BCE3E4)T

### book 470b.1

ἐπεστέψαντο: ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν ὡς δοκεῖν

### book 470b.2

ἐστέφθαι τῷ ὑγρῷ· A b (BCE3E4)T „κρητῆρας ἐπιστεφέας

### book 470b.3

οἴνοιο“ (Θ 232). b(BCE3E4)T

### book 471

νώμησαν: διέδωκαν. T | ἐπαρξάμενοι δὲ ἐπιχέαντες. b

### book 471.1

(BCE3E4)T ὁ δὲ νοῦς· τῇ οἰνοχόῃ ἐπιχέαντες τοῖς ποτηρίοις διέ‐

### book 471.2

δωκαν πᾶσιν. ἢ ἀπαρξάμενοι σπονδὴν τοῖς θεοῖς πᾶσιν ἐνώμησαν. |

### book 471.3

νέμω δὲ νωμῶ, b(BE3E4)T ὡς τρέχω τρωχῶ. b(BCE3E4). | τὸ

### book 471.5

δὲ δεπάεσσι πλεονασμῷ τοῦ ε ὡς πλέοσι πλεόνεσσι. b(BE3E4)

### book 472a.1

οἱ δὲ πανημέριοι: ὅτι οὐ δι’ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ

### book 472a.2

τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον

### book 472a.3

εὐωχήθησαν. A

### book 472b.1

πανημέριοι: ἀντὶ τοῦ τὸ πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς

### book 472b.2

τὴν ᾠδὴν ἀναλίσκοντες· οὐ γὰρ δι’ ὅλης τῆς ἡμέρας. | ἡ δὲ μολπή

### book 472b.3

ποτε καὶ ἐπὶ παιδιᾶς τίθεται, „ἤρχετο μολπῆσ“ (ζ 101), κυνῶν δὲ

### book 472b.4

μέλπηθρα τὰ ὀρχήματά φησιν (cf. Ν 233). b(BCE3E4)T

### book 473a1.1

καλὸν ἀείδοντες 〈παιήονα〉: ὅτι παιήονα οὐ τὸν

### book 473a1.2

Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν

### book 473a1.3

ἀντὶ τοῦ καλῶς. A

### book 473a2.1

παιήονα: οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν

### book 473a2.2

θεῶν, ἀλλὰ τὸν ὕμνον b(BCE3)T τὸν ἐπὶ καταπαύσει τοῦ λοι‐

### book 473a2.3

μοῦ. T

### book 473b1.1

παιήονα: παιὼν καὶ παιὰν ὕμνος ἐπὶ καταπαύσει

### book 473b1.2

λοι[μοῦ] ἢ πολέμου ᾀδόμενος, πολλάκις καὶ προσδοκωμένου τοῦ δει‐

### book 473b1.3

νοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί, παιανικόν, ὡς [νῦν· θρη]‐

### book 473b1.4

νητικόν, ὅπερ ἐπὶ γυναικῶν τάσσει, „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο“

### book 473b1.5.1

(Ω 725)· ὑπορχηματικόν, „κοῦροι δ’ ἐπελήκεον ἄλλ[οι]“ (θ 379)· σω‐

### book 473b1.5.2

φρονιστικόν, ὡς ὁ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας (cf. γ 267)· ἐγκωμια‐

### book 473b1.5.3

στικόν, οἷον †ὁ φήμιος† εὕρηται ᾄδων, „ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν“

### book 473b1

(Ι 189). T

### book 473b2.1

παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν ἐπὶ καταπαύσει λοι‐

### book 473b2.2

μοῦ ἢ πολέμου ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. b

### book 473b2.3

(BCE3E4) πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί· σωφρονιστικόν,

### book 473b2.4

ὡς τὸ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς

### book 473b2.5.1

εὕρηται ᾄδων· παιανικόν, ὡς νῦν· θρηνητικόν, ὅπερ ἐπὶ γυναικῶν

### book 473b2.5.2

μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν. b(BE3E4)

### book 474a.1

μέλποντες ἑκάεργον· 〈ὁ δὲ φρένα τέρπετ’ ἀκούων〉:

### book 474a.2

ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέ‐

### book 474a.3

θηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ „οἱ δὲ πανη‐

### book 474a.4

μέριοι μολπῇ θεὸν ἱλάσκοντο“ (Α 472). | ἀπὸ δὲ τοῦ εἰπεῖν—

### book 474a.5

ἕκαστος ὕμνοις. A

### book 474b.1

τέρπετο: ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστον τῶν εἰς θεοὺς

### book 474b.2

δώρων λόγος. b(BCE3)T | ἀθετεῖται δὲ ὁ στίχος. T

### book 475.1

ἠέλιος κατέδυ: ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θε‐

### book 475.2

οῖς καὶ παρ’ ἀνθρώποις ἡλίου δύσις. b(BCE3)T καὶ ἄλλως· „οὐ

### book 475.3

γὰρ ἔοικε / δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι“ (γ 335—6).

### book 475.4

b(BE3)T

### book 476.1

〈παρὰ πρυμνήσια νηός:〉 ἵνα, ἐὰν εὔφορος αὔρα γένηται,

### book 476.2

αἴσθωνται κινηθείσης τῆς νεώς. b(BCE3E4)Til

### book 477a.1

ἦμος δ’ ἠριγένεια: ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρ‐

### book 477a.2

χονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν

### book 477a.3

ἀριθμόν. A

### book 477b.1

ἠριγένεια: ἡ ἐκ τοῦ ἦρι γεννωμένη· „ἦρι μάλ’ Ἑλ‐

### book 477b.2

λήσποντον“ (Ι 360), b(BCE3E4)T ὡς „λυκηγενήσ“ (cf. Δ 101),

### book 477b.1

„τριτογενήσ“ (cf. h. Hom. 28, 4)· ὅλα γὰρ ταῦτα εἰς πάθος ἀναλύεται,

### book 477b.2

οὐκ εἰς ἐνέργειαν. b(BE3E4)T τί οὖν ἐστι τὸ „αἰθρηγενέος Βο‐

### book 477b.5.1

ρέαο“ (Ο 171); τὸ δὲ ἦρι ὀνοματικόν ἐστιν ἐπίρρημα. T γίνεται

### book 477b.5.2

δὲ ἐκ τοῦ ἀήρ ἀέρος ἀέρι καὶ ἦρι. b(BCE3E4)

### book 477c.1

ῥοδοδάκτυλος: πυρώδης γὰρ—ἀκτίνων σχῆμα.

### book 477c.2

A | συνεκδοχή, ἀπὸ μέρους τὸ ὅλον. A b (BE3E4)T τὴν δὲ πολὺ

### book 477c.3

τοῦ φωτὸς μετέχουσαν οὕτω καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους „κρο‐

### book 477c.4

κόπεπλον“ (cf. Θ 1 al.). A b (BCE3E4)T

### book 478

〈ἀνάγοντο:〉 ἐφ’ ὕψους γάρ ἐστιν ἡ Τροία. Til

### book 479.1

ἴκμενον: παρὰ τὸ ἱκνεῖσθαι—ἀέντων. A | ἰκμάδος

### book 479.2

γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαχυθὲν ἄνεμόν τινες ἔφασαν· διὸ ψι‐

### book 479.3

λωτέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ

### book 479.4

γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος. A b (BE3E4)T

### book 480.1

πέτασ〈σ〉αν: ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ ἀνέ‐

### book 480.2

μου ἐπαιρόμενον. b(BCE3)T

### book 481a.1

πρῆσεν: ἐφύσησεν, b(BCE3)T | ἐς κόλπον ἐνέπρησεν. T

### book 481a.2

ὑπέγραψε δὲ τὴν οὐριοδρομοῦσαν ναῦν. | συγχαίρων αὐτοῖς νῦν

### book 481a.3

καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε ἀπῄεσαν, ὅπερ καὶ ἐπὶ Ποσει‐

### book 481a.4

δῶνος (cf. Ν 17—31). b(BCE3)T

### book 481b.1

ἐν δ’ ἄνεμος πρῆσεν: Ἀριστοτέλης φησὶν (rhet. 3,

### book 481b.2

11 p. 1411 b 31) ὡς κινούμενα ὀνόματα γράφει ὁ ποιητής. b(BCE3)T

### book 482

στείρῃ: ἐπεὶ στερεώτερα—τὰ ἄλλα ξύλα τῆς νεώς. A

### book 483

〈κατὰ κῦμα:〉 ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα

### book 483

ἐναντίωσιν σημαίνει. b(BCE3)Til

### book 484a1.1

〈μετὰ στρατόν:〉 Ἀρίσταρχος „κατά“, οὐ μετά. καὶ

### book 484a1.2

„χθιζὸς ἔβη κατὰ δαῖτα“ (Α 424). Aim

### book 484a2

„κατὰ στρατόν“ Ἀρίσταρχος, οὐ μετά. Til

### book 485.1

ἐπ’ ἠπείροιο ἔρυσ〈σ〉αν: διδάσκει πολὺ ἀπὸ θαλάττης

### book 485.2

νεωλκεῖν ὑφορωμένους τὴν πλήμμυραν. b(BCE3E4)T

### book 486a.1

ὑψοῦ ἐπὶ ψαμάθοις: ψάμαθος. A καὶ ἡ ποταμία

### book 486a.2

οὕτως καλεῖται· „κείμενον ἐν ψαμάθοις Αἰσήποιο“ (Φ 202 + B 825).

### book 486a.3

A b (BCE3)

### book 486b.1

{ὑπὸ δ’} ἕρματα {μακρά}: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ

### book 486b.2

ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα

### book 486b.3

καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς

### book 486b.4

ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι „ἄρμενον“

### book 486b.5

(Σ 600 al.) καὶ „ὄρμενον“ (Ρ 738 al.) ψιλὸν πνεῦμα ἀνεδέξατο. A

### book 486c.1

〈ἕρματα〉 δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ, ἐπαγο‐

### book 486c.2

μένου τοῦ μ, δασύνεται πλὴν τοῦ ἄρμενον. b(BCE3)

### book 487.1

αὐτοὶ δ’ ἐσκίδναντο: περισσὸν τὸ ἀποπρεσβεύεσθαι

### book 487.2

πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.

### book 487.3

b(BCE3)T

### book 488.1

αὐτὰρ ὁ μήνιε: ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ „αὖθι

### book 488.2

μένων“ (Α 492). τὸν δὲ „οὔτέ ποτ’ ἐς πόλεμον“ (Α 491) οὐδὲ ἔγραφεν.

### book 488.3

A

### book 488-9

〈αὐτὰρ ὁ— / διογενής:〉 ὁ δὲ διογενής. Til

### book 490-1a.1

οὔτέ ποτ’ εἰς ἀγορήν〈—οὔτέ ποτ’ ἐς πόλε‐

### book 490-1a.2

μον〉: ἢ πρόληψίς ἐστιν, ἢ T εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ

### book 490-1a.3

ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέσθαι· ἐφ’ ἑκάστης

### book 490-1a.4

γὰρ συνῄεσαν „νηῒ παρὰ πρυμνῇ Ἀγαμέμνονοσ“ (Η 383), αὐτὸς

### book 490-1a.5

δὲ ἦν ὁ ἐπὶ τοὺς πολεμίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν

### book 490-1a.1

γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ

### book 490-1a.2

ἀργία φθορά ἐστιν· καὶ „κεῖτο γὰρ ἐν νήεσσι“ (Β 688) φησὶ καὶ

### book 490-1a.3

„κεῖτ’ ἀπομηνίσασ“ (Β 772). b(BCE3E4)T

### book 490-1b.1

〈οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνει‐

### book 490-1b.2

ραν /〉 οὔτέ ποτ’ ἐς πόλεμον: δύο οἶδεν ἀνδρῶν ἀρετάς, πρᾶ‐

### book 490-1b.3

ξιν καὶ λόγον. προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ „οὔπω εἰδόθ’

### book 490-1b.4

ὁμοιΐου πτολέμοιο / οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέ‐

### book 490-1b.5

θουσιν“ (Ι 440—1). b(BCE3E4)T

### book 492.1

〈ποθέεσκε:〉 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ

### book 492.2

περὶ τὰς πράξεις. Aint

### book 493a.1

ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο: Ἀρίσταρχος „ὁτεδή“ ὡς

### book 493a.2

δηλαδή παραλόγως ἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ’ ἰδίαν

### book 493a.3

ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν

### book 493a.4

πρώτην τοῦ ὁτέ ἀ〈ο〉ρίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀνα‐

### book 493a.5.1

γινώσκειν „ὁτεδή“ ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ

### book 493a.5.2

τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ

### book 493a.5.3

δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν

### book 493a.5.4

ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο. | ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς

### book 493a.5.5

ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ (cf. 2,28,26) διαλαμβάνων περὶ τοῦ „ἀλλ’

### book 493a.10.1

ὅτε δή ῥ’ ἐκ τοῖο“ λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ

### book 493a.10.2

χρῆσις παρὰ τῷ ποιητῇ, ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς Καθόλου

### book 493a.10.3

(1,498,3) τὸ „ὣς Ἕκτωρ ὁτὲ μέν 〈τε〉 μετὰ πρώτοισι φάνεσκεν“

### book 493a.10.4

(Λ 64) ὀξυτόνως δεῖν φησιν ἀναγινώσκεσθαι. A

### book 493b.1

〈ἐκ τοῖο:〉 ἐκ τούτου δὴ τοῦ χρόνου, τοῦ τῆς μήνιδος·

### book 493b.2

εἶπε γὰρ ἡ Θέτις· „χθιζὸς ἔβη μετὰ δαῖτα“ (Α 424). b(BCE3E4) Til

### book 495

〈πάντες ἅμα:〉 οἱ ἐκεῖσε ἀπομείναντες. Til

### book 496.1

ἀνεδύσετο: παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ δύω ἐνεστῶ‐

### book 496.2

τος τὸ παράγωγον δῦμι, ὁ μέλλων δύσω καὶ ἐγένετο ὁ μέλλων ἐνε‐

### book 496.3

στώς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. |

### book 496.4

ὥσπερ ἐκ τοῦ βῶ βιβῶ βίβημι, ὁ μέλλων βήσω· καὶ μετάγεται εἰς

### book 496.5

ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο. A

### book 497a.1

ἠερίη δ’ ἀνέβη: ἐπιρρηματικῶς. b(BCE3)T διδά‐

### book 497a.2

σκει δὲ καὶ τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ

### book 497a.3

ἐωθινὸς καιρός. b(BCE3E4)T

### book 497b1.1

μέγαν οὐρανὸν Οὔλυμπόν τε: ὅτι οὕτως εἴρηκεν

### book 497b1.2

οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ’ οὐρανοῦ ὄντος, ἀλλ’ ἐπεὶ καὶ αἱ κορυφαὶ

### book 497b1.3

τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν, ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς

### book 497b1.4

καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. †ἀλλὰ καὶ† ἐν οὐρανῷ καὶ ἐν

### book 497b1.5

Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει. A

### book 497b2.1

μέγαν οὐρανόν: οὕτω καὶ τὸ στερέωμα καλεῖ („οὐρα‐

### book 497b2.2

νοῦ ἐκκατεπᾶλτο δι’ αἰθέροσ“ [Τ 351]) καὶ τὸν ὑπερνέφιον τόπον.

### book 497b2.3

αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν. b(BCE3E4)T

### book 497c.1

〈οὐρανὸν Οὔλυμπόν τε:〉 ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμ‐

### book 497c.2

που ἐστὶν ὁμώνυμος πόλις Ὄλυμπος. Aim

### book 498

εὐρύοπα: ἤτοι μεγαλόφθαλμον—ὅ ἐστι τὴν φωνήν. A

### book 498.1

εὐρύοπα: ψιλῶς μεγαλόφωνον, ὡς τὸ „ἐριβρεμέτησ“ (cf. Ν

### book 498.2

624). ἢ μεγαλόφθαλμον διὰ τὸ προνοητικόν. A b (BCE3)T ἰδίᾳ δὲ

### book 498.3

κάθηται διὰ τὴν ἐξοχήν, b(BCE3)T „ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει“

### book 498.5

(Ο 106), ἅμα δὲ καὶ πρὸς τὸ παρόν. T

### book 499a1.1

〈πολυδειράδος Οὐλύμποιο:〉 ὅτι καὶ ἀρσενικῶς τὸ

### book 499a1.2

πολυδειράδος ὡς ἐνταῦθα. Aint

### book 499a2

ἀρσενικὸν τὸ πολυδειράδος. Til

### book 499b.1

〈πολυδειράδος Οὐλύμποιο:〉 παροιμία· „τρὶς δὲ

### book 499b.2

τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.“ Aint

### book 500a1.1

καὶ λάβε γούνων: ἱκανὸν καὶ τὸ σχῆμα ἐπικλάσαι.

### book 500a1.2

εἰκόνα δὲ ὡς ἐν γραφῇ προέβαλεν. T

### book 500a2.1

εἰκόνα δεομένου ὡς ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ

### book 500a2.2

σχῆμα ἐπικλάσαι αὐτόν. b(BCE3)

### book 501.1

ὑπ’ ἀνθερεῶνος ἑλοῦσα: ὑπολαβοῦσα τὸν ἀνθερεῶνα·

### book 501.2

ἀντιφράζων γοῦν φησιν· „ἥ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλαβε χειρὶ

### book 501.3

γενείου“ (Θ 371). ἀγαθὰ δὲ οἰωνιζομένη λεχθῆναι τοῦ γενείου αὐτοῦ

### book 501.4

προσελάβετο. b(BCE3)T

### book 503.1

ὄνησα: πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρί‐

### book 503.2

αν· b(BCE3E4)T ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλ’ οὐκ ὠνεί‐

### book 503.3

δισεν. b(BCE3E4)Til

### book 504a.1

ἢ ἔπει ἢ ἔργῳ: ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν

### book 504a.2

δεσμῶν, ἐφ’ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν, τί αὐτὸν

### book 504a.3

ὤνησεν. A

### book 504b.1

ἢ ἔπει ἢ ἔργῳ: ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε

### book 504b.2

τὸν Δία καὶ ἔργῳ, λόγῳ μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων,

### book 504b.3

ἔργῳ δὲ διὰ τὸ μηκέτι δεθῆναι. ἄμεινον δὲ φάσκειν, ὅτι προσέθηκε

### book 504b.4

†τῷ† λόγῳ οὐ γενόμενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον.

### book 504b.5

b(BCE3E4)T

### book 505a.1

τίμησόν μοι υἱόν: εἰ ἐγὼ ἀλλοτρία οὖσα ὠφέλησα,

### book 505a.2

πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδός, καὶ ταῦτα ὑβρι‐

### book 505a.3

σθέντος καὶ δυστυχοῦντος; b(BCE3E4)T πλήρωσον οὖν μοι

### book 505a.4

τὴν αἴτησιν. b(BCE3E4)

### book 505b.1

τίμησόν μοι υἱόν: εὖ τὸ μὴ εἰπεῖν „Ἀχιλλέα“· ἀγωγὸν

### book 505b.2

γὰρ πειθοῦς μᾶλλον τὸ τῆς φύσεως ὄνομα. καὶ ἐν τοῖς ἑξῆς „υἱὸν

### book 505b.3

ἐμὸν τίσωσιν“ (Α 510). b(BCE3E4) T

### book 505c.1

ὃς ὠκυμορώτατος: ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ

### book 505c.2

παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυχρονίου προκρίνας

### book 505c.3

τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ πάντα πέφρασται. b

### book 505c.4

(BCE3E4)T

### book 508a.1

ἀλλὰ σύ πέρ μιν: ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε,

### book 508a.2

σὺ μὴ ἐξουθενήσῃς. b(BCE3)T

### book 508b

μητίετα: βουλευτικώτατε. | ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε

### book 508b.1

τὰ εἰς της λήγοντα βαρύτονα, βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα

### book 508b.2

τοῦ ς ἐπὶ γενικῆς, καὶ 〈ἐπὶ〉 κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐ‐

### book 508b.3

νέτα. παραλόγως ἄρα ἡ „εὐρύοπα“ (Π 241), δέσποτα καὶ τὸ μη‐

### book 508b.5.1

τίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ

### book 508b.5.2

συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα·

### book 508b.5.3

καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως

### book 508b.5.4

Ὦρος. | καὶ Ἀπολλώνιος ἐν τῷ Περὶ παρωνύμων (Fr. p. 47, 37) καὶ

### book 508b.5.5

ἀπὸ τοῦ μητῖτά φησι τὸ μητίετα. A

### book 509-10.1

〈τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ’

### book 509-10.2

ἂν Ἀχαιοί / υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ:〉

### book 509-10.3

βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος (509) καὶ τίσωσιν (510). Aim

### book 509.1

τόφρα δ’ ἐπὶ Τρώεσσιν: ἐλάχιστον ὁρίζει καιρὸν πρὸς

### book 509.2

πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δὲ „ὄφρα μὲν ἠέλιος, /τόφρα

### book 509.3

μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο“ (Π 777—8). b(BCE3)T

### book 510a.1

ὀφέλλωσιν 〈τέ ἑ τιμῇ〉: αὐξήσωσιν αὐτὸν τιμῇ. |

### book 510a.2

εἰκότως δὲ τὸ τῆς τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ· τοῖς γὰρ ἀγαθοῖς

### book 510a.3

ἀνδράσι τιμὴ φίλον, ἀτιμία δ’ ἐχθρόν. b(BCE3)T

### book 510b

〈ὀφέλλωσιν:〉 αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ

### book 510b

τὸν τόκον. Aim

### book 511.1

τὴν δ’ οὔ τι προσέφη: ὅτι μετ’ ἐπισκέψεως ποιεῖσθαι

### book 511.2

τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ

### book 511.3

πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περιπετείας. b(BCE3E4)T | τὸ δὲ τί

### book 511.4

περιττόν. b(BCE3)T

### book 512a

ἀκέων: ἀντὶ τοῦ ἀκεόντως. T

### book 512b.1

Θέτις δ’ ὡς ἥψατο γούνων: ὑποστιγμὴ ἐν ὑποκρίσει

### book 512b.2

ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον. A

### book 512c.1

ὡς ἥψατο γούνων: ὡς ὥσπερ, ἀναφορικῶς. διδάσκει

### book 512c.2

δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις. b(BCE3E4)T

### book 513a.1

ὣς ἔχετ’ ἐμπεφυυῖα: οὕτως, ἀνταποδοτικῶς. b

### book 513a.2

(BCE3E4)T ἐμφαντικὴ δὲ ἡ μεταφορά, ὥσπερ ἡνωμένης. διά‐

### book 513a.3

στημα δὲ δίδωσιν ἐπικλῶσα αὐτὸν εἰς ἔλεον καὶ τῷ σχήματι καὶ τῷ

### book 513a.4

λόγῳ. b(BCE3)T

### book 513b.1

〈εἴρετο:〉 Δημήτριος ὁ Ἰξίων (fr. 1) προπερισπᾷ παρα‐

### book 513b.2

λαμβάνων τὸ τό ἄρθρον. Aim

### book 513c.1

εἴρετο: ἔλεγεν. b(BCE3)TTil „εἴροντο δὲ κήδε’

### book 513c.2

ἑκάστη“ (λ 542). b(BCE3)T | ὁ Ἰξίων „καὶ εἶρε τὸ δεύτερον“,

### book 513c.3

κακῶς. T

### book 515.1

ἐπεὶ οὔ τοι ἔπι δέος: ἐπεί σύνδεσμος, ἔπι πρόθεσις

### book 515.2

ἀναστραφεῖσα· οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο

### book 515.3

δὲ δυσωπητικόν, b(BCE3)T †καὶ ὅτι† ὁ τηλικαύτην ὀφειλήσας

### book 515.4

χάριν οὐδὲ τὴν τυχοῦσαν χαριεῖται. b(BCE3)

### book 516.1

〈ἀτιμοτάτη θεός εἰμι:〉 ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι

### book 516.2

παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν, ὅσον ἀχάριστος παρὰ πάντας εἶ,

### book 516.3

ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι. b(BCE3)

### book 517.1

ὀχθήσας: εἰς ὕψος ἐπάρας τὸν θυμόν, παρὰ τοὺς ὄχθους.

### book 517.2

ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθείς, καὶ ὀχθήσας. A b (BCE3

### book 517.3

E4)T

### book 518a.1

ἦ δὴ λοίγια: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιω‐

### book 518a.2

τικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ „ἦ δὴ ἀλιτρός ἐσσι“ (ε 182). A

### book 518b.1

ἐχθοδοπῆσαι ἐφήσεις: ἐντέχνως ηὔξησε τὴν χάριν, δι’

### book 518b.2

αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν. b(BCE3E4)Tt

### book 519a

Ἥρῃ, ὅτ’ ἄν μ’ ἐρέθῃσιν: Ἀρίσταρχος τὸ „Ἥρη“

### book 519a.1

κατ’ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικήν, ἵν’ ᾖ ὅταν με ἐρέθῃ Ἥρη,

### book 519a.2

ἐχθοδοπῆσαί με ἐφήσεις. A b (BCE3E4)Tt | τὸ δὲ ὅτ’ ἄν 〈με〉 τρία

### book 519a.3

μέρη λόγου. A

### book 519b

ὅτ’ ἄν με: τρία μέρη λόγου. T

### book 519c.1

ὅταν {μ’ ἐρέθῃσιν}: τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ

### book 519c.2

συναλιφὴν ὅτ’ ἄν. ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς

### book 519c.3

τὸ „οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων“ (Θ 455), „οὐκ ἂν δὴ μείνειασ“

### book 519c.4

(Γ 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν

### book 519c.5.1

ποιοῦντες· „ὡς ὅτ’ ἂν ὠδίνουσαν“ (Λ 269). καὶ τοτὲ μὲν ἐν σημαινομέ‐

### book 519c.5.2

νῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ

### book 519c.5.3

εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ

### book 519c.5.4

τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα

### book 519c.5.5

οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ „πάμπαν“ (Α 422 al.) οὐ φύσει

### book 519c.10.1

ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ

### book 519c.10.2

ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ’ ἀρχὰς συντίθεται. A

### book 519c

Ζεὺς ἐρασθεὶς—πάντας ἥρωας. A

### book 520.1

αὔτως: μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦν‐

### book 520.2

τος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ

### book 520.3

ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ κεχα‐

### book 520.4

ρισμένα αὐταῖς. b(BCE3E4)T

### book 522a1.1

μή σε {νοήσῃ}: οὐχὶ μή σε, ἀλλὰ „μή τι“ αἱ Ἀριστάρ‐

### book 522a1.2

χου καὶ αἱ ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ

### book 522a1.3

τὸ τί πρόσκειται, ὡς ἐπὶ τούτων „μή τι φόβον δ’ ἀγόρευε“ (Ε 252),

### book 522a1.4

„μή τί μευ ἠΰτε παιδόσ“ (Η 235), „μή τι σὺ ταῦτα ἕκαστα διείρεο“

### book 522a1.5

(A 550). A

### book 522a2.1

μή σε {νοήσῃ}: αἱ πᾶσαι „μή τι“, καὶ ἔστιν ἐκ περιττοῦ

### book 522a2.2

τὸ τί, ὡς τὸ „μή τι φόβον δ’ ἀγόρευε“, „μή τί μευ ἠΰτε παιδὸς ἀ‐

### book 522a2.3

φαυροῦ πειρήτιζε“ (Η 235). T

### book 523a

〈ἐμοὶ δέ κε ταῦτα μελήσεται:〉 ὅτι περισσὸς ὁ κέ. Aim

### book 523b.1

μελήσεται: μελήσει δέ μοι, πῶς ταῦτα τελέσω. τῆς δω‐

### book 523b.2

ρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος ὅτι τε τῇ γυναικὶ προσκρούσει δοὺς αὐ‐

### book 523b.3

τήν, ὅμως ἐπὶ τελέσει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέ‐

### book 523b.4

γιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα. b(BCE3)T

### book 524a

〈εἰ δ’ ἄγε τοι:〉 ἰδοὺ δή σοι. Til

### book 524b.1

κεφαλῇ κατανεύσομαι: τὸ λογιστικὸν περὶ κεφαλήν,

### book 524b.2

τὸ θυμικὸν περὶ καρδίαν, „κραδίη δέ οἱ ἔνδον ὑλάκτει“ (υ 13), Ab

### book 524b.3

(BCE3E4)T „οἰδάνεται κραδίη χόλῳ“ (Ι 646), AT τὸ

### book 524b.4

ἐπιθυμητικὸν περὶ ἧπαρ, „ἧπαρ ἔκειρον“ (λ 578). A b (BCE3E4)T

### book 524c.1

κεφαλῇ κατανεύσομαι: οὕτως κατανεύσομαι, οὐχὶ

### book 524c.2

„ἐπινεύσομαι“ Ἀρίσταρχος ἐν τοῖς Πρὸς Φιλίταν (fr. 54 = Test. A 7 K.) προ‐

### book 524c.3

φέρεται. A

### book 525-7

〈τοῦτο γὰρ—μέγιστον /〉 τέκμωρ· οὐ γὰρ

### book 525-7.1

ἐμὸν παλινάγρετον 〈οὐδ’ ἀπατηλόν / οὐδ’ ἀτελεύτη‐

### book 525-7.2

τον〉: ὅτι περιώρικε τοὺς τρόπους. | στικτέον δὲ ἐπὶ τὸ †παλινάγρε‐

### book 525-7.3

τον†, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ (526),

### book 525-7.5.1

ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται 〈***〉. | διὰ τοῦ παλινάγρετον

### book 525-7.5.2

(526) ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλάγαθος διὰ τοῦ ἀπατηλόν

### book 525-7.5.3

(526)· ὅτι τελεσιουργός διὰ τοῦ ἀτελεύτητον (527). A

### book 526-7.1

οὐ γὰρ ἐμὸν παλινάγρετον 〈οὐδ’ ἀπατηλόν /

### book 526-7.2

οὐδ’ ἀτελεύτητον〉: ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας

### book 526-7.3

εἶπε, δι’ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ

### book 526-7.4

δηλοῖ τὸ παλινάγρετον (526), ἢ παραλογιζόμενοι τοὺς δεηθέντας,

### book 526-7.5.1

ὅπερ ἐν τῷ †ἀπατηλῷ† νοεῖται, ἢ οὐ δυνηθέντες ἐπιτελεῖν τὰς ὑποσχέ‐

### book 526-7.5.2

σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον (527). b(BCE3E4)T

### book 526a.1

〈παλινάγρετον:〉 ὑστερόληπτον, οἱονεὶ μεταμελητόν.

### book 526a.2

Ail

### book 526b

〈παλινάγρετον:〉 εὐμετάτρεπτον. b(BCE3E4)Til

### book 528a.1

ἦ: ἔφη, εἶπεν. | δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ

### book 528a.2

„ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2), | καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ „βούλομ’

### book 528a.3

ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι“ (Α 117). | δηλοῖ καὶ τὸ ἀληθῶς,

### book 528a.4

ὡς ἐπὶ τοῦ „ἦ δὴ λοίγια ἔργα“ (Α 573)· τὸ γὰρ ὄντως ἐπὶ τοῦ

### book 528a.5

ἀληθοῦς λαμβάνεται. A

### book 528b.1

ἐπ’ ὀφρύσι: ταῖς ὀφρύσι, | συνεκδοχικῶς ὡς ἀπὸ μέρους

### book 528b.2

τὴν κεφαλήν· εὐθὺς γὰρ ἐπάγει „ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαν‐

### book 528b.3

το ἄνακτος / κρατὸς ἀπ’ ἀθανάτοιο“ (Α 528—9). A

### book 528c

ἐπ’ ὀφρύσι νεῦσε: ἐπένευσε ταῖς ὀφρύσι· b(BCE3)T

### book 528c.1

μέρος γὰρ αὗται τῆς κεφαλῆς. b(BCE3E4)T κυάνεαι δὲ αἱ μέλαιναι,

### book 528c.2

b(BCE3)T „κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον“, (Ω 94) T

### book 528c.3

καὶ αἱ καταπληκτικαί, b(BCE3)T „κυάνεαι σάκεσίν τε καὶ

### book 528c.5

ἔγχεσι“ (Δ 282). T

### book 528-9.1

ἦ καὶ κυανέῃσιν—ἐπερρώσαντο ἄνακτος:

### book 528-9.2

ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν

### book 528-9.3

ποιῆσαι τὸν ἐν Ἤλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ

### book 528-9.4

συνωθούμενον. A

### book 530a.1

κρατός {ἀπ’ ἀθανάτοιο}: ὅτι Ζηνόδοτος γράφει „κρη‐

### book 530a.2

τόσ“. οὐκ ἔστι δὲ Ἰακόν· „ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενοσ“

### book 530a.3

(θ 92). A

### book 530b.1

μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον: κατὰ συλλογισμὸν ὁ

### book 530b.2

ἔπαινος· οἷος γάρ ἐστιν ὅλος κινούμενος, ὃς νεύματι τὸν Ὄλυμπον κι‐

### book 530b.3

νεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· „σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ

### book 530b.4

μακρὸν Ὄλυμπον“ (Θ 199). b(BCE3E4)T | Εὐφράνωρ δὲ Ἀθήνησι

### book 530b.5.1

τοὺς δώδεκα θεοὺς γράφων ἐν τῇ στοᾷ, ὡς ἠπόρει ποῖον ἀρχέτυπον

### book 530b.5.2

περιθείη Διΐ, παριὼν ἐν διδασκάλου τῶν ἐπῶν 〈τούτων〉 ἤκουσε,

### book 530b.5.3

κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο

### book 530b.5.4

ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα (cf Θ 199). T

### book 530c.1

μέγαν δ’ ἐλέλιξεν: οὐκ ἀργὸν τὸ μέγαν, ἀλλ’ ὅτι καὶ το‐

### book 530c.2

σοῦτος ὢν τῷ νεύματι ἐσείσθη. b(BCE3E4)T | τῷ δὲ τάχει τῶν συλ‐

### book 530c.3

λαβῶν τὸν τρόμον τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δη‐

### book 530c.4

λοῖ. A b (BCE3E4)T

### book 531a

διέτμαγεν: αἱ πᾶσαι διὰ τοῦ ε. | ἡ μεταφορὰ δὲ ἀπὸ τῶν

### book 531a

τεμνομένων σωμάτων. AT

### book 531b.1

〈διέτμαγεν:〉 διεχωρίσθησαν. b(BCE3) | ἡ δὲ μετα‐

### book 531b.2

φορὰ ἀπὸ τῶν τεμνομένων σωματών. b(BCE3E4)

### book 532a.1

ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμε‐

### book 532a.2

νον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ

### book 532a.3

δύο λλ ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δέ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ

### book 532a.4

α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυ‐

### book 532a.5.1

γίας, ψιλοῦται· „Ἄλτεω, ὃς Λελέγεσσι“ (Φ 86), „ληΐου ἀλδήσκον‐

### book 532a.5.2

τοσ“ (Ψ 599), „ἄλθετο χείρ“ (Ε 417). ἔνθεν τινὲς καὶ τὸ „ὃς τοῦτον τὸν

### book 532a.5.3

ἄναλτον“ (ς 114) ψιλῶς προφέρονται. A

### book 531b.1

εἰς ἅλα ἆλτο: πρὸς τὸν παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν

### book 531b.2

ἂν ἔδωκε τῇ Ἥρᾳ. b(BCE3E4)T | τὸ δὲ ἆλτο ψιλωτέον· τὸ γὰρ α

### book 531b.3

καταλῆγον εἰς λ, ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται.

### book 531b.4

b(BCE3)T

### book 534.1

ἐξ ἑδέων: δασύνεται παρὰ τὸ ἕζω. | οἱ δὲ μετὰ τοῦ ρ, „ἐξ

### book 534.2

ἑδρέων“. A b (BCE3)T

### book 534-5a.1

〈ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον—ἅπαν‐

### book 534-5a.2

τες:〉 ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι γέροντας τιμῆσαι τὸν

### book 534-5a.3

Λυκοῦργον τὸν τῶν Λακεδαιμονίων γράψαντα νόμον ἐπανίστασθαι

### book 534-5a.4

τοὺς νέους τοῖς πρεσβυτέροις. A

### book 534-5b.1

σφοῦ: συγκοπῇ τοῦ σφετέρου. Aim b(BCE3E4)T | ἔνθεν

### book 534-5b.2

καὶ Λυκοῦργος ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος

### book 534-5b.3

καὶ Τηλέμαχος (sc. π 44?). b(BCE3)T

### book 535a.1

〈μεῖναι〉 ἐπερχόμενον 〈... ἔσταν〉: ἀντὶ τοῦ ἐπερ‐

### book 535a.2

χομένου. b(BCE3E4)T | ἄμεινον δὲ „ἦλθον“ γράφειν· τοῦτο γὰρ

### book 535a

ἐναντίον τῷ μεῖναι καὶ πλείονος τιμῆς ἐχόμενον. b(BCE3)T

### book 535b.1

ἔσταν {ἅπαντες}: ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται „στὰν

### book 535b.2

δὲ μεταστοιχεί“ (Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ

### book 535b.3

πνεύματι †οὐ δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα

### book 535b.4

ψιλοῦται, ἐπεὶ γίνεται „στῆσα δ’ ἐν Ἀμνησῷ ποταμῷ“ (τ 188). A

### book 538a.1

ἀργυρόπεζα: κόσμον περὶ τὰς ᾤας ἔχουσα· ἢ διὰ τοὺς

### book 538a.2

αἰγιαλούς. A Aint b(BCE3)T

### book 538b.1

ἁλίοιο γέροντος: ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ

### book 538b.2

διὰ τὸ „κλῦτε κασίγνηται Νηρηΐδεσ“ (Σ 52). A b (BCE3)T

### book 539.1

κερτομίοισι: τοῖς τὸ κέαρ βάλλουσι. γυναικεῖα δὲ ἄμφω, τό

### book 539.2

τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοῦ λόγου. b(BCE3)T

### book 539.1

κερτομίοισ〈ι〉: τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχήν,

### book 539.2

καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις. A

### book 540a1.1

{τίς δ’ αὖ τοι} δολομῆτα: προπερισπαστέον τὸ δολο‐

### book 540a1.2

μῆτα ὁμοίως τῷ „σχέτλιε, ποικιλομῆτα“ (ν 293). καὶ καθόλου τὰ εἰς

### book 540a1.3

της λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται,

### book 540a1.4

ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ὅθεν οὖν σημειωτέον τὸ

### book 540a1.5

„ἀκάκητα“ (cf. Π 185. ω 10). A

### book 540a2.1

δολομῆτα: τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ

### book 540a2.2

εἰς α τὴν κλητικὴν ἔχοντα προπερισπᾶται, ἀγκυλομῆτα πεδῆτα, πλὴν

### book 540a2

τοῦ „ἀκάκητα“. b(BCE3)T

### book 541.1

ἀπὸ νόσφιν ἐόντα: τὸ ἑξῆς ἀπεόντα· A b (BCE3E4)

### book 541.2

T διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. A b (BCE3)T | ἡ δὲ φράσις

### book 541.3

συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι, ὡς „σφῶϊν μέν τ’ ἐπέοικε

### book 541.4

μετὰ πρώτοισιν ἐόντασ“ (Δ 341), ἀντὶ τοῦ ἐοῦσιν. A b (BCE3E4)T

### book 542a

〈κρυπτάδια:〉 ὡς „διχθάδια“ (cf. Ξ 21). Ail

### book 542b

〈δικαζέμεν:〉 τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν. Aim

### book 542c1.1

〈οὐδέ τί πώ μοι:〉 τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντ‐

### book 542c1.2

ωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. Aint

### book 542c2

οὐδέ τί πώ μοι: ὀξυντέον τὸ πω διὰ τὴν μοί. T

### book 542d.1

οὐδέ τί πώ μοι: δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάν‐

### book 542d.2

τα αὐταῖς ἀνακοινοῖντο οἱ ἄνδρες. A b (BCE3)T | ἀρχοντικὸν δὲ τὸ

### book 542d.3

δικάζειν. b(BE3)T

### book 544.1

πατὴρ ἀνδρῶν τε θεῶν τε: διὰ τί τὸν Δία μόνον τῶν θεῶν

### book 544.2

οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μέν ἐστι

### book 544.3

πατὴρ καθ’ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεος, Ἑρμοῦ, Διονύ‐

### book 544.4

σου, Χαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρπηδό‐

### book 544.5.1

νος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρακλέους,

### book 544.5.2

Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ’ Ὅμηρον πατέ‐

### book 544.5.3

ρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διός, Ἥρας,

### book 544.5.4

Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν

### book 544.5.5

οὐδενός, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, A b (BCE3E4)

### book 544.10

T Πελίου, T Νηλέως. AT

### book 545

μὴ δὴ 〈...〉 ἐπιέλπεο: θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς

### book 545.1

κοινοῦσθαι, ὅπως, εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ

### book 545.2

τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα „ἀλλὰ τὸ μὲν φάσθαι

### book 545.3

b(BCE3E4)T ἔπος, τὸ δ’ ἐνὶ φρεσὶ κεύθειν“ (λ 443). b(BCE3E4)

### book 547.1

ἀλλ’ ὃν μέν κ’ ἐπιεικές: ἀλλ’ ὅντινα μὲν—οὔτε

### book 547.2

ἀνθρώπων. A

### book 547a.1

ἐπιεικές: πράως διαλεγόμενος ὡς τιμὴν αὐτῇ περιάπτει.

### book 547a.2

ἔστι δὲ καὶ βιωτικὰ μιμήματα, A b (BCE3E4)T πρῶτον ἠπίως

### book 547a.3

ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον. A b (BCE3E4)

### book 547b

〈ἔπειτα:〉 ἀντὶ τοῦ δή. Til

### book 552.1

ποῖον τὸν μῦθον ἔειπες: τὸν ποῖον μῦθον, Ἀττικῶς προσ‐

### book 552.2

ελθόντος τοῦ ἄρθρου τῷ πύσματι. b(BCE3)T

### book 553a.1

καὶ λίην σε πάρος: ἔθος γυναιξὶν ἀρνεῖσθαι, ὅτι ποτὲ

### book 553a.2

παρηνώχλησαν τοῖς ἀνδράσιν. b(BCE3)T

### book 553b.1

οὔτ’ εἴρομαι οὔτε μεταλλῶ: οὕτως αἱ Ἀριστάρχου

### book 553b.2

καὶ ἡ Ῥιανοῦ (fr. 11 M.) καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφατικὸν

### book 553b.3

δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες „οὐδὲ μεταλλῶ“ κακῶς γράφου‐

### book 553b.4

σιν. A

### book 553c.1

οὔτ’ εἴρομαι οὔτε μεταλλῶ: οὔτε οὔτε, ἄμφω διὰ τοῦ

### book 553c.2

τ, ἵν’ ᾖ ἐμφαντικὸν †δεύτερον† λεγόμενον. | καὶ ἐν τῇ ἀπολογίᾳ δὲ

### book 553c.3

μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ. b(BCE3)T

### book 554a1.1

εὔκηλος: τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ

### book 554a1.2

ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος „οὖροσ“ (cf. Φ 405),

### book 554a1.3

ὅλος „οὖλοσ“ (cf. ρ 343), καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένου συμφώνου ψιλοῦται,

### book 554a1.4

„εὐνή“ (cf. Ξ 349 al.), „εὐχή“ (cf. κ 526), „εὖροσ“ (λ 312, cf. Β 145 al.). ἐναντιοῦται τὸ

### book 554a1.4

„εὕδω“ (cf. Β 2 al.) καὶ „εὑρίσκω“ (cf. Α 498 al.)· τὸ γὰρ „εὗσεν“ (ι 389) ἀπὸ

### book 554a1.5

θέματος τοῦ εὕω. A

### book 554a2

εὔκηλος: ἡ ευ πρὸ συμφώνου ψιλοῦται πλὴν τοῦ εὕδω,

### book 554a2

εὑρίσκω· τὸ γὰρ εὗσεν ἀπὸ τοῦ εὕω. b(BCE3)T

### book 554b.1

ἅσς’ {ἐθέληισθα}: ὁ μὲν Πτολεμαῖος (p. 41) δασύνει, τρία

### book 554b.2

λέγων σημαίνειν τὸ ἅσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά. καὶ ὅτε μὲν

### book 554b.3

ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται, ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ

### book 554b.4

„ἅσς’ ἂν ἐμοί περ / αὐτῇ“ (ε 188—9). ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά πα‐

### book 554b.5

ραλαμβάνεται. A

### book 554c.1

ἄσσα: Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν, τὸ

### book 554c.2

τινά, τὸ ἅτινα, τὸ ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα·

### book 554c.3

τότε γὰρ δασύνεται. καὶ ἔστι κατὰ Ἡρωδιανὸν (cf. 1,541,30) δύο

### book 554c.4

μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά Μεγαρικὸν δηλοῦν τὸ τινά. ἐν δὲ

### book 554c.5.1

τῷ προκειμένῳ στίχῳ ψιλοῦται τὸ ἄσσα, καί φησιν αὐτὸ δηλοῦν τὸ

### book 554c.5.2

ὅσα. b(BCE3E4)T καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως, ὁ δὲ Σιδώνιος

### book 554c.5.3

„ὅττι“. T

### book 555a.1

νῦν δ’ αἰνῶς δείδοικα 〈κατὰ φρένα〉: πάνυ ἐμφρόνως

### book 555a.2

οὐκ ἐπήγαγε „καὶ κατὰ θυμόν.“ T

### book 555b.1

αἰνῶς δείδοικα: ἠθικῶς δεδοικέναι φησί, μὴ πλεονεκτη‐

### book 555b.2

θῇ ὑπὸ Θέτιδος b(BCE3E4)T

### book 557-8.1

ἠερίη: καὶ τοῦτο καὶ τὸ κατανεῦσαι (558) ἐλεγχούσης

### book 557-8.2

εἰσίν. b(BCE3E4)T

### book 558.1

τῇ ς’ ὀΐω κατανεῦσαι 〈ἐτήτυμον〉: διασταλτέον ἐπὶ τὸ

### book 558.2

ἐτήτυμον, ἵν’ ᾖ ἀληθὲς κατανενευκέναι. A

### book 559

πολέας: Ζηνόδοτος „πολεῖσ“. T

### book 560.1

〈τὴν δ’ ἀπαμειβόμενος:〉 γράφεται „τὴν δὲ μέγ’ ὀχθή‐

### book 560.2

σασ“. Aint

### book 561a

δαιμονίη: μακαρία, ἐν σαρκασμῷ. b(BCE3)T

### book 561b

ὀΐεαι: ἀπὸ τοῦ οἴει· δύο διαιρέσεις. b(BCE3)T

### book 561c

〈ὀΐεαι:〉 ὑπονοεῖς τὰ ἐμὰ βουλεύματα. Til

### book 562-3.1

ἀλλ’ ἀπὸ θυμοῦ 〈...〉 ἔσεαι: ὡς τὸ „ἐκ θυμοῦ πεσέειν“

### book 562-3.2

(Ψ 595). T

### book 563.1

ῥίγιον: ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ, ὅσον τὸ ἀποθύμια

### book 563.2

γινώσκειν. b(BCE3E4)T

### book 564

εἰ δ’ οὕτω τοῦτ’ ἐστί: εἰ δὲ τοῦτο οὕτως—τιμήν. A

### book 564a.1

εἰ δ’ οὕτω τοῦτ’ ἔστιν: εἰ συνεθέμην δέ, πάντως τοῦτο

### book 564a.2

κατὰ τὸ ἀρέσκον μοι ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε

### book 564a.3

ἀρνεῖται. b(BCE3E4)T

### book 564b.1

〈μέλλει:〉 ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικόν, ἀλλ’ ἀντὶ

### book 564b.2

τοῦ ἔοικεν. Aim

### book 565a.1

κάθησο: προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστα‐

### book 565a.2

κτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τό‐

### book 565a.3

νον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον.

### book 565a.4

βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε. οὕτως οὖν

### book 565a.5.1

καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.

### book 565a.5.2

A

### book 565b1

ἀλλ’ ἀκέουσα κάθησο: τὴν πολυπραγμοσύνην αὐτῶν

### book 565b1

ἀναιρεῖ, καὶ διὰ τοῦ „ἀλλ’ εἰς οἶκον ἰοῦσα“ (Ζ 490 al.). T

### book 565b2.1

ἀποπαύει δὲ διὰ τούτου καὶ τὴν τῶν λοιπῶν πολυπραγ‐

### book 565b2.2

μοσύνην. b(BCE3E4)

### book 566a.1

μή νύ τοι οὐ χραίσμωσι: νῦν μὲν λόγοις αὐτὴν ἀπο‐

### book 566a.2

κρούεται, ἑτέρωθι δὲ (cf. Ο 18—24) καὶ ἔργῳ κολάζει, b(BCE3E4)

### book 566a.3

TTsin διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ

### book 566a.4

μὴ ἐπηρεαζομένη. b(BCE3E4)Tsin

### book 566b.1

εἰς’: ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον

### book 566b.2

πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ

### book 566b.3

πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ

### book 566b.4

γὰρ ἐκ τοῦ τιθέασι τιθεῖσιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν. A

### book 567a1.1

〈ἄσσον ἰόνθ’:〉 ὅτι Ζηνόδοτος γράφει „ἄσσον ἰόντε“.

### book 567a1.2

οὐκ ἔστι δέ, ἀλλ’ ἀντὶ 〈τοῦ〉 ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν. Aint

### book 567a2

ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς. Aim

### book 567a3

ἄσσον ἰόνθ’: ἰόντα ἀντὶ τοῦ ἰόντος. T

### book 567b1.1

ἀάπτους {χείρας}: οὕτως ψιλῶς προενεκτέον. οὕτως δὲ

### book 567b1.2

καὶ Ἀρίσταρχος. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος

### book 567b1.3

(sc. in glossis, p. 191. 194 Pusch) καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς

### book 567b1.4

τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώσσαις (fr.

### book 567b1.5

59, p. 212) διὰ τοῦ ε ἐγέγραπτο „ἀέπτουσ“. εἰσὶ δὲ οἳ ἀπροσπελάστους

### book 567b1.1

ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι’ ἰσχύν. ἐμοὶ δὲ

### book 567b1.2

δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλά‐

### book 567b1.3

πτω· ἔνθεν τὸ „πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν“ (Α 3). καὶ

### book 567b1.4

μέσον αὐτοῦ κατ’ ἔλλειψιν τοῦ α „μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν“ (Α

### book 567b1.10.1

454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τού‐

### book 567b1.10.2

του τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι

### book 567b1.10.3

τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ’ ἐπίτασιν τὰς ἄγαν

### book 567b1.10.4

δυναμένας βλάψαι καὶ διαφθεῖραι. A

### book 567b2.1

ἀάπτους: Ἡρωδιανὸς (2,30,11) παρὰ τὸ ἰάπτω τὸ

### book 567b2.2

βλάπτω, κατ’ ἔλλειψιν τοῦ ι ἄπτους, καὶ πλεονασμὸν τοῦ α ἀάπτους,

### book 567b2.3

ἃς οὐδεὶς βλάψαι δύναιτο, ἢ κατ’ ἐπίτασιν τὰς δυναμένας μεγάλως

### book 567b2.4

βλάψαι. τινὲς δὲ ὧν οὐδεὶς ἅψαιτο· ἢ ἀπτοήτους. b(BCE3E4)T

### book 567c

ἀάπτους: αἱ πᾶσαι „ἀέπτουσ“ ἔχουσιν. T

### book 569a.1

καθῆστο: τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο,

### book 569a.2

A b (BCE3)T καὶ ἐν συνθέσει καθῆστο· εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς

### book 569a.3

ἀπὸ τῶν εἰς μι, ἀνεδίδου τὸν τόνον. A οἱ δὲ τοιοῦτοι παρακείμενοι

### book 569a.4

καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα ἐν τῇ συνθέσει,

### book 569a.5.1

φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως

### book 569a.5.2

οὖν καὶ τὸ καθῆστο. A b (BCE3)T

### book 569b.1

ἐπιγνάμψασα: τὴν ἀκουσίως πεισθεῖσαν δηλοῖ. b(BCE3

### book 569b.2

E4)T

### book 569c.1

φίλον κῆρ: φίλον τὸ ἴδιον, ὡς „φίλα εἵματα“ (Β 261).

### book 569c.2

διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν ἐστὶν ἀφόρητα.

### book 569c.3

β (BCE3E4)T

### book 570

〈ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες:〉 βραχὺ

### book 570

διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός. Aint

### book 571.1

τοῖσι δ’ Ἥφαιστος: εἰ μὲν ἄνθρωποι ἦσαν, διὰ πρεσβυτι‐

### book 571.2

κοῦ προσώπου τὴν στάσιν ἔλυσεν. ἀλλ’ ὅρα τὸ ἀξίωμα τοῦ Διός·

### book 571.3

Ποσειδῶν μὲν γὰρ συμβουλεύων ἔδοξεν ἂν θωπεύειν δι’ Ἕλληνας, ἄλ‐

### book 571.4

λως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν· ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς οὖν διὰ

### book 571.5.1

τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον

### book 571.5.2

παρεισάγων τὸν Ἥφαιστον. b(BCE3E4)T | καιρὸν δὲ δίδωσι Διΐ,

### book 571.5.3

χάριτας εἰδὼς τῇ Θέτιδι· „εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο

### book 571.5.4

κόλπῳ“ (Σ 398). b(BE3E4)

### book 572a.1

{μητρὶ φίλῃ} ἐπίηρα: ὅτι ἐπίηρα τὴν μετὰ χάριτος ἐπι‐

### book 572a.2

κουρίαν. οἱ δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώδους χρῶνται, ἀντὶ τοῦ

### book 572a.1

χάριν, ἕνεκα. | ἔστι δὲ παρὰ τὸ ἔρω ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω

### book 572a.2

κόπανον, τροπῇ τοῦ ε εἰς η ἤρανον. ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα,

### book 572a.5.1

εἶτα συγκοπῇ ἢ ἀποκοπῇ ἦρα. ἐν δὲ τῇ Καθόλου (1,398,8) οὕτως·

### book 572a.5.2

ἔστιν ἢρ ἡ ἐπικουρία, καὶ ὀξύνεται ἡ γενική, ἠρός· καὶ ἡ αἰτιατικὴ

### book 572a.5.3

ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφ’ ἓν κατ’ ὀρθὴν ση‐

### book 572a.5.4

μασίαν †τὸ ἐπίηρα. | καὶ ἐπεκράτησεν ἡ Ἀριστάρχου, καίτοι λόγον

### book 572a.5.5

οὐκ ἔχουσα. A

### book 572b.1

ἐπίηρα: παρὰ τὸ ἔρω ἔρανον καὶ ἤρανον ὡς ἔχω ὄχανον,

### book 572b.2

τὰ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφ’ ἕν. b(BCE3E4)

### book 572b.3

T

### book 572c.1

λευκωλένῳ Ἥρῃ: ἄμεινον γράφειν „τετιημένῃ ἦτορ“.

### book 572c.2

b(BCE3)T

### book 573

〈ἀνεκτά:〉 διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν

### book 573

ἑξῆς. Aim

### book 574a.1

σφώ: πρωτόθετον αὐτήν φησιν Ἡρωδιανός (2,30,19),

### book 574a.2

οὐκ ἀπὸ τοῦ σφῶϊ· b(BCE3E4)T διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν

### book 574a.3

δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην. b(BCE3)T

### book 574b.1

σφώ: τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων. b(BCE3)T

### book 574b.2

τὸ δὲ ἕνεκα θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε πρὸς

### book 574b.3

τὴν αὔξησιν τῆς ἔριδος. b(BCE3E4)T

### book 575a1.1

κολῳόν: ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο

### book 575a1.2

τραπέντος εἰς τὸ ω· διὸ καὶ τὸ ι 〈προσ〉γράφεται, ὡς κλοιός κλῳός. |

### book 575a1.3

ὁ δὲ Φιλόξενος—τὸ ι. A

### book 575a2.1

κολῳόν: παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ

### book 575a2.2

κλωός καὶ κολωός. καὶ οὐδὲ προσγράφει τὸ ι. τοῦ δὲ κλῶ παράγωγον

### book 575a2.3

τὸ κλάζω. b(BCE3)T

### book 575b.1

〈ἐλαύνετον:〉 ἐπιτείνετε, ὡς καὶ τὸ „ἤλασε τάφρον“

### book 575b.2

(Ι 349). Til

### book 576.1

ἦδος: ψιλωτέον ὡς τροχαϊκὸν A b (BCE3)Til τῶν εἰς

### book 576.2

ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή·

### book 576.3

δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ

### book 576

ἡμέρα μετασχηματίζεται εἰς τὸ „ἦμαρ“ (Δ 164 al.) ψιλούμενον καὶ

### book 576.5.1

τὸ ἅμα εἰς τὸ „ἄμυδισ“ (Ι 6 al.) οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ

### book 576.5.2

προσῳδίᾳ (2,30,22). A

### book 577a1.1

παράφημι: ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ

### book 577a1.2

ὀξυνόμενα τῶν εἰς μι τοιαῦτα. A

### book 577a2.1

τὸ ἠμί καὶ φημί καὶ εἰμί ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν

### book 577a2.2

τόνον. b(BCE3)T

### book 577b.1

νοεούσῃ: οὐ δεομένῃ παραινέσεώς τινος. ἀνθρωπίνως δὲ

### book 577b.2

κοινῇ μὲν ἀμφοτέροις ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένοις,

### book 577b.3

ἰδίᾳ δὲ τῇ Ἥρᾳ εἴκειν τῷ Διῒ παραινεῖ. b(BCE3E4)T

### book 578

〈ἐπίηρα:〉 πρὸς τὸ αὐτό. Aim

### book 579a.1

{σὺν δ’} ἥμιν {δαῖτα:}: πιθανώτερον ὀξύνειν τὴν πρώτην

### book 579a.2

τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A

### book 579b

〈ἡμῖν:〉 ἀντὶ τοῦ ἡμῶν. Til

### book 580-3a.1

〈εἴπερ γάρ κ’ ἐθέλῃσιν—ἔσσεται

### book 580-3a.2

ἡμῖν:〉 αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι· οἱ μὲν εἰς τὸ

### book 580-3a.3

ἀστεροπητής (580) ὑποστίζουσιν καὶ τὸ στυφελίξαι (581)

### book 580-3a.4

ὑποτελείαν στίζουσι στιγμήν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα,

### book 580-3a.5.1

ὁμοίως δὲ καὶ τὸ ἐστίν (581)· καὶ τὸ μαλακοῖσι (582) τελείαν. οἱ

### book 580-3a.5.2

δὲ τὸ στυφελίξαι (581) ὑποστίξαντες καὶ τὸ ἐστί (581) καὶ τὸ

### book 580-3a.5.3

μαλακοῖσι (582), ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ

### book 580-3a.5.4

τὸ ἐθέλῃς, τοῦ ἀλλά (582) παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν’ ᾖ ἡ

### book 580-3a.5.5

ἔννοια τοιαύτη „σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι“, {καὶ} εἰς τὸ

### book 580-3a.10.1

ἔσσεται ἡμῖν (583) τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς

### book 580-3a.10.2

τὸ στυφελίξαι (581) καὶ τὸ ἐστίν (581), εἰς τὸ μαλακοῖσι (582)

### book 580-3a.10.3

τιθέασι τὴν τελείαν, ἵν’ ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις. A

### book 580-3b.1

εἴπερ γάρ κ’ ἐθέλῃσιν〈—ἡμῖν〉: θωπευτικῶς τὰ

### book 580-3b.2

τῆς δυνάμεως αὐτοῦ προβάλλεται, ἅμα δὲ καὶ πρὸς κατάπληξιν

### book 580-3b.3

τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς (δυνήσεται

### book 580-3b.4

γάρ), b(BCE3E4)T σὺ δὲ θωπεύσεις αὐτόν, εὐθέως ἡμερωθήσε‐

### book 580-3b.5

ται. b(BCE3)T

### book 580

ἀστεροπητής: ἀστραπὰς ποιῶν. A

### book 581a

〈στυφελίξαι:〉 ἀντὶ τοῦ στυφελίξειε. Aint

### book 581b

〈στυφελίξαι:〉 λείπει τὸ δύναται. Aim

### book 583.1

ἵλαος: διὰ τί ἵλαος; T τοσαύτην ὑπεροχὴν δείκνυσι

### book 583.2

πρὸς θεοὺς τοῦ Διός, ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν. b(BCE3E4)T

### book 584a

〈ἀναΐξας:〉 βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν. Aim

### book 584b1.1

καὶ ἀναΐξας: γέλωτα κινεῖ τὸ ἀναΐξας ἐπὶ τοῦ χωλοῦ

### book 584b1.2

τιθέμενον· γελοῖος γάρ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους,

### book 584b1.3

Ἥβην καὶ Γανυμήδεα, καὶ μεμνημένος, πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμε‐

### book 584b1.4

νος ἔρριψεν αὐτὸν οὐρανόθεν. b(BCE3E4)T

### book 584b2.1

γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος

### book 584b2.2

Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως. A

### book 584c.1

δέπας: οἱονεὶ δέχας. καὶ „πλησάμενος δ’ οἴνοιο δέπασ“

### book 584c.2

(Ι 224), „καὶ δεικανόωντο δέπασσιν“ (Ο 86). AT

### book 584d

〈ἀμφικύπελλον:〉 ἀμφίκυρτον, ἐξ οὗ τὸ περιφερές. Til

### book 585a1.1

ἐν χερσὶ τίθει: οὕτως αἱ Ἀριστάρχου „ἐν χειρί“, οὐ

### book 585a1.2

πληθυντικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σω‐

### book 585a1.3

σιγένους καὶ ἡ Ἀριστοφάνους. συνᾴδει δὲ καὶ τὸ ἐπιφερόμενον „μει‐

### book 585a1.4

δήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον“ (Α 596). A

### book 585a2.1

ἐν χερσὶ τίθει: πᾶσαι ἑνικῶς ἔχουσι τὸ „χειρί“, οὐ

### book 585a2.2

πληθυντικῶς. καὶ συνᾴδει τῷ „ἐδέξατο χειρὶ κύπελλον“. T

### book 586a.1

〈τέτλαθι, μῆτερ ἐμή:〉 ὅτε κατεπράϋνε τὸν θυμόν,

### book 586a.2

τότε καὶ τὴν ἰδίαν παραίνεσιν ἐπήγαγεν. b(BCE3E4)Til

### book 586b

〈κηδομένη:〉 λυπουμένη. Til

### book 588.1

οὔτι δυνήσομαι: κωμικῶς τὴν ἰδίαν πήρωσιν προτίθησι.

### book 588.2

T

### book 589.1

ἀντιφέρεσθαι: ἐναντιοῦσθαι ἢ ἐξισοῦσθαι. λείπει δὲ ἡ εἴς

### book 589.2

πρόθεσις. T

### book 590

ἤδη γάρ με: εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διός. T

### book 590.1

ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα:

### book 590.2

Ἡρακλῆς ἀνακομιζόμενος—διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος. A

### book 591a.1

ῥῖψε ποδός: ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν

### book 591a.2

μῦθον· νῦν μὲν γάρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας

### book 591a.3

δεσμῶν (Ο 18—30) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν, δι’ ἣν ἐρρίφη. A

### book 591b.1

〈ῥῖψε ποδός:〉 δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ

### book 591b.2

ὑπὸ τὴν γένεσιν 〈ὑπὸ〉 τῆς Ἥρας (cf. Σ 395—7), δευτέρα δὲ ἡ ὑπὸ

### book 591b.3

Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς. A

### book 591b

ἀπὸ βηλοῦ: ἀπὸ τοῦ βεβηκέναι—ἀπὸ τοῦ διοδεύε‐

### book 591b.5

σθαι. A

### book 591c.1

ἀπὸ βηλοῦ: βηλόν τινες κατὰ Χαλδαίους τὴν ἀνωτάτω

### book 591c.2

τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον

### book 591c.3

δὲ τὸν βατῆρα λέγειν. A b (BE3)T

### book 592.1

πᾶν δ’ ἦμαρ φερόμην: πῶς τῶν ἄλλων θεῶν †οὐ

### book 592.2

κινήσει† ἀπὸ τοῦ οὐρανοῦ φερομένων ἐπὶ γῆς, Ἥφαιστος δι’ ὅλης

### book 592.3

ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι τὸ πᾶν ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ

### book 592

πρωΐας ἕως ἑσπέρας καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν,

### book 592.5.1

ὡς καὶ ἀλλαχοῦ (Α 472) „οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο“

### book 592.5.2

καὶ ἑξῆς (Α 601—2) „πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα / δαίνυντο“.

### book 592.5.3

b(BCE3E4)T

### book 593a1.1

κάππεσον ἐν Λήμνῳ: πρὸς τὰ περὶ Ὀλύμπου·

### book 593a1.2

παράκειται γὰρ ἡ Λῆμνος τῇ Θρᾴκῃ. | τινὲς δὲ μεταποιοῦσιν „ἐς

### book 593a1.3

Λῆμνον“. ἀλλ’ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· „ἐν δ’ ἔπες’

### book 593a1.4

Ὠκεανῷ“ (Θ 485), „κάππεσεν ἐν κονίῃσι“ (Ο 538), „θοῇ ἐν νηῒ

### book 593a1.5

πέσῃσιν“ (Ο 624). οὕτως Ἀρίσταρχος. A

### book 593a2

〈ἐν Λήμνῳ:〉 ἀντὶ τοῦ εἰς Λῆμνον. Til

### book 593b.1

ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν: ὀλίγη δὲ ἰσχὺς ἐνῆν μοι. T

### book 593b.2

| εἰ ἐλασσοῦται, φασί, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει. ἀγνοοῦσι δὲ

### book 593b.3

ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις μειοῦσθαι μὲν πεφύκασιν, οὐκ ἐκ‐

### book 593b.4

λείπουσι δὲ τέλεον· καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ

### book 593b.5.1

ὑγρόν, ἀλλ’ οὐκ ἐπιλείπει, καὶ Ἄρης „μόγις δ’ ἐσαγείρατο θυμόν“

### book 593b.5.2

(Φ 417). b(BCE3E4)T

### book 594.1

Σίντιες ἄνδρες: Φιλόχορος (FGrHist 328, 101) φησὶ Πε‐

### book 594.2

λασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς

### book 594.3

Βραυρῶνα κανηφόρους παρθένους ἥρπασαν· σίνεσθαι δὲ τὸ βλάπτειν

### book 594.4

λέγουσιν. Ἐρατοσθένης (FGrHist 241, 41) δέ, ἐπεὶ γόητες ὄντες

### book 594.5.1

εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστή‐

### book 594.5.2

ρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀνθρώπων συντελεῖ. ἢ

### book 594.5.3

ἐπεὶ πρῶτοι λῃστήρια ἐξεῦρον. b(BCE3)T

### book 594.1

Σίντιες: ἀπὸ τοῦ σίνεσθαι—ὁμολογουμένως βλά‐

### book 594.2

πτει. A

### book 595a1

〈μείδησεν:〉 παρὰ τὸν μείονα γέλωτα. Til

### book 595a2.1

παρὰ τὸ μειδιῶ, τὸ δὲ μειδιῶ παρὰ τὸ τὸν μέσον διϊέναι

### book 595a2.2

γέλωτα. b(BCE3E4)

### book 596a.1

〈μειδήσασα δέ:〉 βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέ‐

### book 596a.2

ον. Aim

### book 596b.1

〈παιδὸς ἐδέξατο:〉 ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἵν’

### book 596b.2

ᾖ παρὰ παιδός. Aint

### book 597

〈ἐνδέξια:〉 ἐπιδεξίως. Til

### book 598a.1

ᾠνοχόει: οὕτως „οἰνοχόει“ Ἀρίσταρχος, Ἰακῶς· καὶ ἐν

### book 598a.2

τῇ Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχ〈ε〉ίῳ (fr. 133) καὶ ἐν

### book 598a.3

τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους. A

### book 598b.1

ᾠνοχόει: „οἰνοχόει“ Ἰακῶς πᾶσαι. | κατάχρησις δὲ ὁ

### book 598b.2

τρόπος. T

### book 600a1.1

〈Ἥφαιστον:〉 Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολο‐

### book 600a1.2

γίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A

### book 600a2.1

δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ ἅπτω ἐστίν,

### book 600a2.2

ὅθεν καὶ Ἥβη. b(BCE3)T

### book 600b.1

ποιπνύοντα: „ποιπνύσαντα“ αἱ πᾶσαι, συντελικῶς.

### book 600b.2

T | ἔστι δὲ παρὰ τὸ πονῶ, πονύω, πνύω, ποπνύω καὶ ποιπνύω. b

### book 600b

(BCE3E4)T

### book 601.1

πρόπαν ἦμαρ: τὸ ὑπόλοιπον ὅλον τῆς ἡμέρας. b(BCE3

### book 601.2

E4)T τὸ δὲ ἐς ἠέλιον καταδύντα Ἀττικόν ἐστιν, b(BCE3)T

### book 601.3

ὡς τὸ ἐς τρίτην ἥκειν. T

### book 602.1

δαίνυντ’ οὐδέ τι θυμός 〈ἐδεύετο δαιτὸς ἐΐσησ〉:

### book 602.2

βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ ἑξῆς κοινόν

### book 602.3

ἐστι τὸ ἐδεύετο. A

### book 604a1.1

Μουσάων θ’: εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι, τίνα

### book 604a1.2

ᾖδον αἱ Μοῦσαι, ὡς Ἡσίοδος „ἄειδον δ’ οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς

### book 604a1.3

ἔτικτεν, / οἵ τ’ ἐκ τῶν ἐγένοντο“ (th. 45—6). T

### book 604a2.1

εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τὴν ᾠδήν, †ἀλλ’ αὐτόν,

### book 604a2.2

εἶτα τὰς Μούσας ᾆσαι. b(BCE3)

### book 604a2.1

Μουσάων θ’ αἳ ἄειδον: ὁ λόγος· ὥσπερ τῆς εὐωχίας

### book 604a2.2

—παρὰ μέρος ᾖδον. A

### book 606a.1

οἱ μὲν κακκείοντες ἔβαν: ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι

### book 606a.2

κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. | πρῶτος δὲ

### book 606a.3

Ὅμηρος—ἴδιον οἶκον ἔχειν. A

### book 606b.1

οἱ μὲν κακκείοντες: „οἱ μὲν δὴ κείοντεσ“, οὕτω πᾶσαι.

### book 606b.2

καὶ ἔστιν ὅμοιον τῷ „κείων ἐς θάλαμον“ (τ 48). T

### book 607a1.1

〈ἧχι:〉 Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ

### book 607a1.2

Διονύσιος (fr. 31). παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας

### book 607a1.3

ἇχι. Aint

### book 607a2.1

ἧχι ἑκάστῳ: τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφειν

### book 607a2.2

Διονύσιος καὶ παρατίθεται τοὺς Δωριεῖς λέγοντας ἇχι. b(BCE3)T

### book 607b.1

ἀμφιγυήεις: ὁ ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶ

### book 607b.2

τὸ τὰ μέλη διαλύω, ἐπειδὴ τὸ πῦρ πολλῆς δεῖται τῆς ὕλης. b(BCE3

### book 607b

E4)T

### book 607b

ἀμφιγυήεις: ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι

### book 607b.5

—ἀμφιγυήεντος. A

### book 608

〈εἰδυίῃσι:〉 Ἰωνικῶς διὰ τοῦ ι. Til

### book 609a1.1

{Ζεὺς δὲ} πρὸς ὃν λέχος: ὅτι Ζηνόδοτος χωρὶς τοῦ

### book 609a1.2

ν, „πρὸς ὃ 〈λέχοσ〉“, οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ

### book 609a1.3

οὐδετέρου. A

### book 609a2

Ζηνόδοτος „πρὸς ὅ“. Til

### book 609a2.1

Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες—παρίστησιν ὁ

### book 609a2.2

ποιητής. A

### book 609b.1

〈πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής:〉

### book 609b.2

βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον

### book 609b.3

„ἔνθα“ (Α 610) τὸ ὅπου σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θε‐

### book 609b.4

τέον ἐπὶ τὸ „ἱκάνοι“ (Α 610)· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ „ἔνθα“

### book 609b.5

(Α 611) τὸ ἐνταῦθα σημαίνεσθαι. A

### book 611a.1

ἔνθα καθεῦδ’ ἀναβάς: ὅτι Ζηνόδοτος γράφει „ἔνθ’

### book 611a.2

ἐκάθευδ’ ἀναβάσ“. | τὸ δὲ καθεῦδε προπερισπᾶται, ὅτι τὰ ἀπὸ

### book 611a.3

φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν

### book 611a.4

ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει, εἶχον κατ‐

### book 611a.5.1

εῖχον· ὅθεν εἰ „εὗδε δ’ ἀνακλιθείσ“ (δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτό‐

### book 611a.5.2

νως ὀφείλομεν προφέρεσθαι. A

### book 611b.1

ἔνθα καθεῦδ’ ἀναβάς: ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ

### book 611b.2

ἀνεκέκλιτο. b(BCE3E4)T | τὸ δὲ καθεῦδε προπερισπωμένως·

### book 611b.1

ἐφύλαξε γὰρ ἡ σύνθεσις τὸν τόνον. b(BE3)T | διδάσκει δὲ ὁ ποιητὴς

### book 611b.2

μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, b(BCE3)T ὡς μὴ τῇ

### book 611b.5

ἀπουσίᾳ λυπήσῃ αὐτόν. b(BCE3)

### book 611b.1

χρυσόθρονος: ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι—ἐπὶ τοῦ

### book 611b.2

πυρός. A

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

καὶ Νικάνορος Περὶ στιγμῆς. A

### book 397

〈γένωνται:〉 ἢ κοινῶς „γένηται“.

### book 436

〈ἐγγυαλίζει:〉 [ ] „ἐ̣γγυαλίζει“.

### book 447

〈ἀγήραον:〉 [Ἀρί]σταρχ(ος) „ἀγήρω[ν“.

### book 462.1

〈ποτῶνται:〉 ]........

### book 462.2

πο]τῶνται ε̣ι̣..

### book 665

〈βῆ φεύγων:〉 ἔν τ(ισι) „βῆ φεύγειν“.

### book 671.1

〈ἄγεν τρεῖς νῆας:〉 Ἀρίσταρχ(ος) „ἄγε“ διὰ τὸ ε.......

### book 671.2

σ̣υμφων̣ο.

### book 682.1

〈Τρηχεῖν’ ἐνέμοντο:〉 Ἀρίσταρχ(ος) Ἰακῶς „Τρη‐

### book 682.2

χεῖνα νέμοντο“.

### book 694

〈ἀνστήσεσθαι:〉 Ἀρίσταρχ(ος) „ἀνστής̣..[

### book 707

〈ὁ δ’ ἄρα πρότερος:〉 Ἀρίσταρχ(ος) „ὁ δ’ ἅμα πρότ(εροσ)“.

### book 751

〈ἔργ’ ἐνέμοντο:〉 ............ „ἔ̣ρ̣γ̣α̣ νέμοντο“.

### book 769

〈φέρτερος ἦεν:〉 ἔν τ(ισι) „φέρτερος ἦεν“.

### book 782.1

〈χωομένωι:〉 Ἀρ̣ί̣σταρχ(ος) ὅτι τινὲς „χωόμενοσ“ ὡς ἀπ’ ἄλλης

### book 782.2

ἀρχῆς.

### book 798

〈ἦ μὲν δή:〉 Ἀρίσ̣τ̣α̣ρ̣χ̣(ος) „ἦ δ̣ὴ̣ μέν“.

### book 865

〈Γυγαίη τέκε:〉 ἔν τ(ισι) „Γυραίη τέκε“.

### book 751.1

[......................) οἵ τ’ ἀμφ’ {ε}ἱ]μερτὸν Τιταρήσιον

### book 751.2

ἔρ[γ.]νέμοντο: {ε}ἱμερτόν

### book 752.1

[ἐπιθυμητόν. ὅς ῥ’ ἐς Πηνειὸν προΐει] καλλίρροον ὕδωρ:

### book 752.2

ὁ Τιταρήσιος ποταμὸς ἔχων τὴν

### book 752.3

[πηγὴν ἀπὸ τοῦ Τιταρίου ὄρους ἐκ τοῦ] Σ̣τυγὸς ὕδατος

### book 752.4

ἐπιρρέων τῶι Πηνειῶ〈ι〉 οὐ συμμισ‐

### book 752.5.1

[γ......................... ὥσ]περ ἔλαιον ἐπιρρεῖ

### book 752.5.2

τὸν Πηνειόν. λέγεται δὲ δι‐

### book 752.5.3

[........................... ἢ] διὰ τὸ τὸν Πηνειὸν

### book 752.5.4

θολερὸν εἶναι, τοῖς δὲ Τιταρη‐

### book 752.5.5

[σίου ...................... Τέ]μ̣πη ἑκατέρωθεν (εἶ‐

### book 752.10.1

ναι) τοῦ Πηνειοῦ, ἅ ἐστι δενδρηισου

### book 752.10.2

[......................... σκιά]ζει τὸν ποταμὸν

### book 752.10.3

ὥστε τὸν ἀέρα μὴ ὁρᾶσθαι διὰ τὴν

### book 756.1

[σκιάν. Μαγνήτων δ’ ἦρχε Πρόθ]οος Τενδρηδόνος

### book 756.2

υἱός: ἡ Μαγνησία χώρα ὠνόμασ‐

### book 757

[ται ............... οἳ περ]ὶ Πηνειὸν κ(αὶ)

### book 757.1

Πήλιον εἰνο̣σίφυλλον: κινησίφυλλον·

### book 757.2

[....................... ακολο]υθοῦντος βούλεται

### book 757.3

τὸ σύνδενδρον δηλοῦν.

### book 763.1

[ἵπποι μ(ὲν) μέγ’ ἄρισται: τὸ σημεῖον ὅτ]ι πρ(ὸς) τὸ δεύτερον

### book 763.2

πρότερον ἀπήντησεν. τὴν δ’ ἀ‐

### book 763.3

[πολογίαν τοῦ ποιητοῦ ἐντεῦθεν ὁ Ἀρ]ίσταρχος πεπο̣ίηται

### book 763.4

πρ(ὸς) Πραξιφάνην· ἐκεῖνος

### book 763.5.1

[γὰρ ........................]π̣αρη[γ]ο̣ρ̣ικῶς ὡ‐

### book 763.5.2

μ{ε}ιληκότα τῆι μητρὶ κα‐

### book 763.5.3

[τὰ ...........(.) περὶ Τηλεμάχου κ(αὶ) ]Πηνελόπης ἐρωτῆ‐

### book 763.5.4

σαι, ἐπειδήπερ ὡς ἔνι μάλιστα

### book 763.5.5

[..............................(.) ἀ]πουσία̣ι̣. ἡ δέ, φησίν,

### book 763.10.1

ἡ Ἀντίκλεια συνετωτάτη

### book 763.10.2

[..............................(.) ]γίνεται· δι’ ἣν αἰ‐

### book 763.10.3

τίαν ὁ Ἀρίσταρχος δεικνὺς ὁ‐

### book 763.10.4

[..........................]ε̣ι̣ ἡ Ἀντίκλεια. ση‐

### book 763.10.5

μειοῦται δὲ ὅτι διὰ παντὸς

### book 763.15

[.......................... πρ]ότερο̣ς ἀπή̣ντα κατὰ

### book 764.1

ἰδίαν συνήθειαν. τὰς

### book 764.2

[Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας] ὥς: ὄρνιθας ὥς,

### book 764.3

ὡς ὄρνιθας, οὕτως ταχη‐

### book 765.1

[............................(.)]μ̣εν̣α̣. ὄτριχας

### book 765.2

οἰέτεας 〈σ〉ταφύληι ἐπὶ νῶτον

### book 765.3

[ἐ{ε}ΐσας: ὄτριχας ὁμότρ]ι̣χας, οἰέτε̣ας ἰσοετεῖς, στα‐

### book 765.4

φύληι ἐπὶ νῶτον ἐ{ε}ΐσας

### book 765.5

[οὕτως ἴσας τοῖς νώτο]ι̣ς ὥστε σταφύληι ἀφισοῦσθαι. στα‐

### book 765.1

φύλη δέ ἐστιν ὁ λαο‐

### book 765.2

[ξοϊκὸς διαβήτης, ὃς ἔ]χει ἐπ̣’ αὐτοῦ σπάρτο̣ν κ(αὶ) ἐπ’

### book 765.3

ἄκρου τοῦ σπάρτου μολύβιον ἐξ‐

### book 765.4

[ημμένον, ὧι μετροῦσι ]τὴν ἰσότητα. σταφύλην δὲ ὠνόμασεν,

### book 765.10

ἐπεὶ τὸ

### book 766.1

[μολύβιόν (ἐστι) ἀσταφίδι ψυ]κτῆι ὅμοιον. τὰς̣ ἐμ Πηρείη〈ι〉

### book 766.2

θρέψ’ ἀργυρότοξος Ἀπόλλων:

### book 766.3

[..................]ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν „τὰς

### book 766.4

ἐμ Π{ε}ιερίη〈ι〉“ πλα‐

### book 766.5

[νώμενοι, ἐπεὶ ἡ μ(ὲν) Πιερί]α τῆς Μακεδονίας, ἡ δὲ Πήρεια τῆς

### book 767.1

Θεσσαλίας. 〉ἄμφω θη‐

### book 767.2

[λείας φόβον Ἄρηος φορ]ε̣ούσας: τὸ σημεῖον πρ(ὸς) τὸν

### book 767.3

φόβον ὅτι τὴν τοῦ Ἄ‐

### book 767.4

[ρεως φυγὴν σημαίνει,] τουτέστιν τὴν ἐκ τοῦ πολέμου φυγὴν

### book 767.5.1

ὑπομε‐

### book 767.5.2

[νούσας ............]οι ἔλαβον ἐπικεχαράχθαι αὐταῖς πρό‐

### book 767.5.3

σωπον, ὅ (ἐστι) φόβου

### book 767.5.4

[σημεῖον ...........]καλων τὸ ἐμ παρατάξει ἵππους θηλείας

### book 767.5.5

ἔχειν· οἱ γ(ὰρ) ἄρσε‐

### book 767.10.1

[νες ...............].ουρ̣ίζονται, αἱ δὲ θήλειαι οὐδὲν

### book 767.10.2

τούτ(ων) ποιοῦσιν. ἔτι δὲ

### book 767.10.3

[.............. ἐν τῶ]ι φυγεῖν χρησιμεύ[ο]υσιν, ὅθεν κ(αὶ)

### book 767.10.4

ἐπὶ τ(ῶν) τοῦ Αἰνεία{ι} φησίν·

### book 767.10.5

[„οἷοι Τρώϊοι ἵπποι ἐπιστάμ]ενοι πεδίοιο / κραιπνὰ μάλ’ ἔνθα

### book 767.15

καὶ ἔνθα διωκέμ(εν)

### book 776.1

[ἠδὲ φέβεσθαι.“ λωτὸ]ν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέ‐

### book 776.2

λινον: λωτὸν ἐρε‐

### book 776.3

[πτόμενοι οἷον λωτὸ]ν̣ ἀναρπάζοντες. λ[ω]τὸν δὲ ἤτοι

### book 776.4

τὸν παρ’ ἡμ{ε}ῖν λεγόμενον

### book 776.5.1

[μελίλωτον ἢ κ(αὶ) ἄλλο ὅ]μοιόν τι τούτωι ἔδεσμα. ἐλεόθρε‐

### book 776.5.2

πτον δὲ σέλινον τὸ

### book 777.1

[ἐξ ἕλους .........] ἕσ[τ]ασαν· ἅρματα δ’ αὖ

### book 777.2

πεπυκασμένα κεῖτο ἀνά‐

### book 777.3

[κτων ............ ]πεπυκα̣[σ]μένα. ἐκ δὲ τούτου τὰ

### book 777.4

ἐπιμελείας κα‐

### book 779

[θηκούσης ........] φοίτ(ων) [ἔ]νθα [καὶ ἔν]θα

### book 779

κατὰ στρατόν: φοιτᾶν (ἐστι) τὸ αἰεὶ

### book 780.1

ἐπὶ τοῦ αὐτοῦ τό̣π̣ου ἐνθουσιωδῶς ὁρμᾶν. οἱ δ’ ἄρ’ [ἴ]σαν ὡς ε[ἴ]

### book 780.2

τε πυρὶ χθὼν πᾶ[σ]α νέμοιτο:

### book 780.3

οὕτως δὲ ἐπορεύοντο ὥς[τ]ε̣ δόξαι ὅτι καθ’ ὅλην τὴν γῆν πῦρ κατα‐

### book 780.4

νέμεται. τοῦ[τ]ο̣ δὲ δεῖ λα‐

### book 780.5.1

βεῖν πρ(ὸς) τὸ ἄνω τὸ „ἵπποι θ’ οἳ φορ[έεσ]κον ἀμύμονα“, οἱ δ’

### book 780.5.2

ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθών. τὰ δ̣ὲ λοιπὰ πα‐

### book 781-2.1

ραναπεφώνηται. γαῖα δ’ ὑπεστενάχιζε Διῒ ὣς τερπικεραύνωι /

### book 781-2.2

χωομένωι, ὅτε τ’ ἀμφὶ Τυ‐

### book 781-2.3

φωέϊ γαῖαν ἱμάσση̣〈ι〉: ἡ̣ δ̣ὲ̣ γῆ οὕτως ὑπέστεν̣εν ὡς ὅτε περὶ τῶι

### book 781-2.4

Τυφωέϊ χωόμενος

### book 781-2.5.1

ὁ Ζεὺς ἔπλησσεν αὐτήν· ἱμάσσαι γ(ὰρ) κυρίως (ἐστὶ) τὸ ἱμάντι πλῆξαι,

### book 781-2.5.2

καταχρηστικῶς δὲ ὁ‐

### book 781-2.5.3

πωσδήποτε. τὸ δὲ σημεῖον πρ(ὸς) τὸ χωομένωι ὅτι νῦν τὸ χολου‐

### book 781-2.5.4

μένωι δηλοῖ. ἐσχη‐

### book 783.1

μάτικε δὲ †τα Τυφωέα ἀπ̣ὸ̣ τῆς Τυφωεύς. εἰν Ἀρίμοις, ὅθι φασὶ

### book 783.2

Τυφωέος ἔμμεναι

### book 783.3

εὐνάς: Ἄριμα τῆς Πισιδίας̣ (ἐστίν), ὑφ’ οἷς δοκεῖ ὁ Τυφὼς

### book 783.4

(εἶναι) καθ’ Ὅμηρον. οἱ μ(έν)τοι γε νεώτε‐

### book 783.5.1

ροι ὑπὸ τὴν Αἴτν̣[ην] τὸ ἐν Σικελίαι ὄρος φασὶν αὐτὸν (εἶναι), ὧν

### book 783.5.2

Πίνδαρος· „κείνωι μ(ὲν)

### book 784.1

Αἴτνα δεσμὸς ὑπερφίαλος ἀμφίκειται“. ὣς ἄρα τ(ῶν) ὑπὸ ποσσὶ

### book 784.2

μέγα στεναχίζετο

### book 784.3

γαῖα: ὣς ἄρα τ(ῶν) οὕτως τούτ(ων). μέγα ἀντὶ το̣ῦ̣

### book 784

μεγάλως. στεναχίζετο ἀντὶ τοῦ ἔσ‐

### book 784.5.1

τενεν, τῶι παθητικῶι ἀντὶ τοῦ ἐνεργητικοῦ. ὁ δὲ λόγος οὕτως,

### book 784.5.2

τούτ(ων) ὑπὸ τοῖς

### book 785.1

ποσσὶν μεγάλως ἔστενεν ἡ γῆ. 〉ἐρχομένων. μάλα δ’ ὦκα διέ‐

### book 785.2

πρησσον πεδίοιο: ἡ

### book 785.3

διπλῆ ὅτι ἐλλείπε[ι] ἡ δ̣ιά πρόθ̣ε̣σις. ὦκα δὲ ἀντὶ τοῦ ὠκέως· ὠκέως

### book 785.4

δὲ διέπρησ‐

### book 787.1

σον διὰ πεδίοιο. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίηι ἀλεγεινῆι:

### book 787.2

ἀλεγεινῆι τὴν ἄλγος ἐ‐

### book 788.1

πιφέρουσαν. ο[ἱ] δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο: οἷον

### book 788.2

μύθους ἔλεγον, μύθους ἐμυθοῦν‐

### book 788.3

το. δεῖ δὲ νοεῖν ὅ[τ]ι κα̣[τ’ αὐ]τ̣ὸν τὸν χρόνον τοῦ ὀνείρου ἔ̣τι κ(αὶ)

### book 788.4

αὕτ̣η̣ ἀπέσταλται. ὁ δὲ ποιη‐

### book 788.5.1

τὴς διηγηματικὸς ὤν, [ο]ὐ δυνάμενος ἅπαντα εἰπεῖν, τὰ κατὰ τὸν

### book 788.5.2

χρόνον πραχθέντα

### book 790.1

παρὰ μέρος εἴρηκεν. ἀγχοῦ δ’ ἱσταμένη πρ(οσ)έφη πόδας ὠκέ̣α̣

### book 790.2

Ἶρις: ἱσταμένη ἀντὶ

### book 791-3

τοῦ στᾶσα. 〈—〉εἴ[σ]ατο δὲ φθογγὴν ὑεῖ Πριάμοιο

### book 795.1

Πολ{ε}ίτηι, / —ὃς Τρώων σκοπὸς ἷζε ποδω‐

### book 795.2

κείη〈ι〉σι πεποιθώς, / —τύμβωι ἐπ’ ἀκροτάτωι Αἰσυιήταο γέρον‐

### book 795.3

τος· / —τῶι σφιν ἐεισα‐

### book 795.4

μένη μετέφη πόδας ὠκέα Ἶρις: ἀθετεῖ τούτους Ἀρίσταρχος, ὅτι

### book 795.5.1

πρῶτον μ(ὲν) οὐδέπο‐

### book 795.5.2

τε ὑπὸ Διὸς πεμπομένη ἡ Ἶρις ὁμοιοῦταί τινι, ἀλλ’ αἰεὶ αὐτοπρόσω‐

### book 795.5.3

πος παραγ{ε}ίνε‐

### book 795.5.4

ται. ἔτι δὲ κ(αὶ) ἡ ὑπόκρισις ἀπίθανος· εἰ γ(ὰρ) ἕνεκα τοῦ ψιλῶς

### book 795.5.5

εἰπεῖν ὅτι ἔρχονται παρῆκται ἡ Ἶρις,

### book 795.10

τοῦτο κ(αὶ) ὁ Πολίτης ἠδύνατ̣ο ποιῆσαι· εἰ δὲ πρ(ὸς) τοῦτο, ἵνα οἱ

### book 795.1

πρότερον μὴ τολμῶντες

### book 795.2

ἐξελθεῖν ἐξέλθωσιν, 〈ἡ〉 Ἶρις ἔστω λέγουσα ὡς κ(αὶ) παρὰ τοῦ Διὸς

### book 795.3

ἀπεσταλμένη. ὅτι

### book 795.4

δὲ Ὅμηρος, ὅταν τινὰ εἰκάζη〈ι〉 τινί, κ(αὶ) τοὺς πρέποντας λόγους

### book 795.15.1

περιτίθησιν, δῆλον. ἡ

### book 795.15.2

γοῦν ἀρχὴ οὐ Πολίτου (ἐστίν), ἀλλ’ ὑπὲρ τὸν Πολίτην· φησὶ γ(άρ)

### book 795.15.3

„ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι

### book 795.15.4

ἄκριτοί εἰσιν“. τοῦτο εἰ μ(ὲν) ἡ Ἶρις λέγουσα, πρεπόντως ἔχει, εἰ

### book 795.15.5

δὲ ὁ υἱὸς πατρί, ἀπρε‐

### book 795.20.1

πῶς· ἔδει γ(ὰρ) λέγειν ‘ὦ πάτερ‘. κ(αὶ) τὸ „μῦθοι φίλοι ἄκριτοί εἰ‐

### book 795.20.2

σιν“, ὅ (ἐστιν) ἀχώριστοι· κρῖ‐

### book 795.20.3

ναι γ(ὰρ) τὸ χωρίσαι· κ(αὶ) τοῦτο οὐ Πολίτου πρ(ὸς) πατέρα·

### book 795.20.4

†ἀκουοντ.ς † λέγειν ἔοικεν· ἀλλὰ μᾶλ‐

### book 797.1

λον τῆς Ἴριδος. ὥς τέ ποτ’ ε[ἰ]ρήνης· πόλεμος δ’ ἀλίαστος

### book 797.2

ὄρωρεν: ἀλίαστος ἀν‐

### book 797.3

έκκλιτος, ἀναπότρεπτος, ὃν οὐ ῥά〈ι〉διόν (ἐστιν) ἐκκλῖναι· κ(αὶ) γ(ὰρ)

### book 797.4

ἐν ἄλλοις „νόσφι λιασθείσ“, τοῦ‐

### book 798.1

το (ἔστι) χωρὶς ἐκκλίνων. ἦ μ(ὲν) δὴ μάλα πολλὰ μάχας εἰσ‐

### book 798.2

ήλυθον ἀνδρῶν: κ(αὶ) τοῦ‐

### book 798.3

το δὲ ἀπ{ο}εοικὸς Πολίτηι λέγ̣ειν, τῆι δὲ Ἴριδι πρ(οσ)ῆκον, ὅτι αἰεί

### book 798.4

ποτέ (ἐστιν)

### book 799.1

ἐμ πολέμοις, ἐκ〈ε〉ῖνος δὲ οὔ. ἀλλ’ οὔ πω τοιόνδε τοσόνδε τε

### book 799.2

λαὸν ὄπωπα: κ(αὶ) οὗ‐

### book 799.3

τος δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται ὥστε, εἰ μ(ὲν) ἡ Ἶρις ἡ λέγουσα αὐ[τ]‐

### book 799.4

ο̣π[ρ]ό‐

### book 799.5.1

σωπος, {ειχ} οἰκείως ἔχειν, εἰ δὲ Πολίτης, ἀπίθανον. πότε γ̣(ὰρ)

### book 799.5.2

ε̣[ἶδε λα]ό̣[ν, ὃς ἄξ]ι̣‐

### book 799.5.3

ός (ἐστι) θαυμασμοῦ; ἐπίστ̣ασθαι οὖν Ἴριδι οἰκεῖον, Πολίτηι δὲ οὐ

### book 800.1

[πρέ]πο̣ν̣[ λί‐]

### book 800.2

ην γ(ὰρ) φύ̣λλοισιν ἐοικότες ἢ ψαμάθοισιν: [...............

### book 800.3

..... εἰ γ(ὰρ) ὑπὸ Ἴ‐]

### book 801.1

ριδος λέγοιτο̣, ἔχοι ἂν πρεπόντως, εἰ δὲ Π[ολίτης λέγει, οὔ. 〉ἔρ‐

### book 801.2

χονται πεδίοιο]

### book 801.3

μαχησόμενοι περὶ ἄστυ: τὸ σημεῖον ὅτ̣[ι ἐλλείπει πάλιν ἡ διά

### book 802.1

πρόθεσις. Ἕκ‐]

### book 802.2

τορ, σοὶ δὲ μάλιστ̣’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι: κ[..........

### book 802.3

.......... πρεσβύ‐]

### book 802.4

τερον ὄντα ἀδελφὸν ἀπίθανον· ἔδει γ(ὰρ) εἰπε[ῖν ...............

### book 802.5.1

..... εἰ αὐ‐]

### book 802.5.2

τοπρόσωπος̣ ἡ Ἶρις̣ παραγ{ε}ίνεται. κ(αὶ) γ(ὰρ) λέγει .[........

### book 802.5.3

...............]

### book 802.5.4

τουτ.. ῥ̣[έ]ξ̣α̣ι̣ πρ̣ᾶξαι. ἀπίθανον οὖν ἀδ[ελφῶι πρεβυτέρωι

### book 802.5.5

νεώτερον ἐπι‐]

### book 802.10

τάσσειν. ἕ̣ν̣ε̣κ̣ε̣ν̣ τούτ(ων) πάντ(ων) ἠθέτη̣σ̣ε̣ν̣[ ὁ Ἀρίσταρχος τοὺς

### book 804.1

στίχους. ἄλλη]

### book 804.2

δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀ[νθρώπων: ..........

### book 805.1

......... τοῖσιν ἕκασ‐]

### book 805.2

τος ἀνὴ̣ρ̣ σημαινέτω οἷσί περ ἄρχει: τούτοις δὲ ἕκαστος ἐπιτασ‐

### book 805.3

σέτ[ω, ὧν ἄρχει· ...(.)]

### book 805.4

σημαίνειν τὸ ἐπιτάσσειν. φαίνεται δὲ πάλιν ἐπιτάσσειν ὁ Πολίτησ[.

### book 805.5

......(.) οἰ‐]

### book 806.1

κεῖον ὑπ̣ὸ αὐτοῦ λέγεσθαι, ἀλλ’ ὑπὸ Ἴριδος. 〈τῶν δ’ ἐξηγείσθω

### book 806.2

κοσμησάμενος πολιήτας:〉 τούτ(ων) δ’ ἡγ̣ε̣ίσθω διατά‐

### book 806.3

ξας̣ [ἕκαστος τοὺς πο‐]

### book 807.1

λίτας. ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν: τοῦτο

### book 807.2

ἀμφίβολ[ον· ἕτερον μ(ὲν) γ(ὰρ) ση‐]

### book 807.3

μαίνει, οἷον ἔγνω ὅτι θεᾶς (ἐστιν) ἔπος, ἕτερον δὲ οὐ̣[κ ἠ]γ̣ν̣όησεν τὸ

### book 807.4

τῆς [θεᾶς ἔπος, οἷ‐]

### book 807.5.1

ον οὐκ ἠφ̣ροντίστησεν· ὃ καὶ μᾶλλον· ὅτι μ(ὲν) γ(ὰρ) ἐξ.[.].[.....

### book 807.5.2

................... αὐ‐]

### book 807.5.3

τὴν ὁμοιοῦσθαι, αὐτόπτιν δὲ λέγ̣ειν, δῆλον ἐκ τ(ῶν) πρ[οειρημένων.

### book 807.5.4

τῆς δὲ λεγούσης ὡς]

### book 809.1

γ{ε}ινωσκομένης ὅτι Ἶρίς (ἐστι), πάλι μὴ ἀγνοεῖσθαι τὸ ἔπος. 〉[πᾶ‐

### book 809.2

σαι δ’ ὠΐγνυντο πύλαι, ἐκ]

### book 809.3

δ’ ἔσσυτο λαός: τὸ σημεῖον πρ(ὸς) τοῦτο ὅτι τὴν πύλην π̣[ληθυν‐

### book 811.1

τικῶς εἴρηκεν. ἔσ‐]

### book 811.2

τι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη: τοῦτο ὁ ποιη[τὴς

### book 811.3

............. ἐκ]

### book 811.4

δὲ τούτου τὸν αὐτόπτ[η]ν ἐνδείκνυσ̣[ι]. κολώνη (ἐστὶ) [π]ᾶ̣ν̣ [ἀνά‐]

### book 812.1

σ[τ]η̣μ̣α̣ [γῆς. ἐν πεδίωι ἀπά‐]

### book 812.2

νευθε περίδρομος ἔνθ[α κ]αὶ ἔνθα: ἀπάνευθε χω[ρὶς σημαίνει

### book 812.3

ὡς „εἵως μ(έν) ῥ’ ἀπάνευ‐]

### book 813-4

θε θεοὶ θνητῶν ἔσαν ἀνδ[ρ]ῶν“. τὴν ἤτοι ἄνδρες [Βατίειαν κι‐

### book 813-4.1

κλήσκουσιν, / ἀθάνα‐]

### book 813-4.2

τοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης: ταύτη[ν ..........

### book 813-4.3

..................]

### book 813-4.5.1

γυναῖκα, οἱ δὲ οὔ, ἀλλὰ μίαν τ(ῶν) Ἀμαζονίδων [...............

### book 813-4.5.2

.......... πολύσκαρ‐]

### book 813-4.5.3

θμον δὲ αὐτὴν εἴρηκεν τὴν πολυσκάριστον· σ[καρθμὸς γ(ὰρ) ἡ τ(ῶν)

### book 815.1

ποδῶν κίνησις. ἔν‐]

### book 815.2

θα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι: ἔνθα ὅπου, [.....

### book 816.1

.................... 〉Τρω‐]

### book 816.2

σὶ μ(ὲν) ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ: τὸ σημ̣[εῖον

### book 816.3

πρ(ὸς) τὴν ἐναλλαγὴν τῆς]

### book 816.4

πτώσεως, ὅτι εἴρηκεν Τρωσὶν ἀντὶ τοῦ Τρώων, ὁμοί[ως τῶι „Τρωσὶν

### book 816.5.1

μ(ὲν) προμάχιζεν Ἀ‐]

### book 816.5.2

λέξανδρος θεοειδήσ“. κορυθαίολος δέ (ἐστιν) ἤτοι ὁ ποικίλη[ν .....

### book 816.5.3

............... αἰό‐]

### book 816.5.4

λον γ(ὰρ) τὸ ποικίλον· ἢ καὶ ὁ ἐν τῆι πε̣ρικεφαλαίαι ὀξέω[ς .....

### book 816.5.5

............... εὐ‐]

### book 816.10.1

θετεῖ γ(ὰρ) κ(αὶ) ἐπὶ τοῦ ὀξέος κ(αὶ) εὐστραφοῦς τὸ αἰόλον, οἷον ὅταν

### book 816.10.2

λέγηι· „ἔ̣[νθα ἴδον πλείσ‐]

### book 816.1

τους Φρύγας ἀνέρας αἰολοπώλουσ“. ὅθεν Ἀλκαῖος ἀμφο̣[τερ..

### book 816.2

...............]

### book 816.3

λέγων οὕτως· „καὶ χρυσοπάσταν τὰν κυνίαν ἔχων / ἔλαφρα π[...

### book 816.15

...............]

### book 819

ζων. 〉Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο: τὸ

### book 819.1

σημ[εῖον ὅτι ............]

### book 819.2

τοὺς Τ̣ρ̣[ῶ]α̣ς διέστα〈λ〉κεν τ(ῶν) Δαρδάνων. τὸ δὲ ἑξῆς (ἐστι)

### book 819.3

Δαρδα[νίων αὖτ’ ἦρχεν ἐῢς]

### book 819.5.1

πάϊς Ἀγχίσαο / „Αἰνείασ“, „οὐκ οἶοσ“, τὰ δὲ λοιπὰ .[.....

### book 819.5.2

......................... τὴν]

### book 824.1

εὐγένειαν. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατο[ν Ἴδης:

### book 824.2

τὴν ὑπώρειαν, τὸν ἔσχα‐]

### book 825.1

τ[ον] πόδα τῆς Ἴδης. ἀφνειοί, π{ε}ίν[ο]ν̣τες ὕδωρ μ[έλαν

### book 825.2

Αἰσήποιο: ...............]

### book 827.1

ε̣[.]..λ̣... „μέλαν Ἀνδ̣είροιο“. Πάνδαρος, ὧ〈ι〉 κ(αὶ) τό[ξον

### book 827.2

Ἀπόλλων αὐτὸς ἔδωκεν: ..........]

### book 827.3

[...]ν[ ]νοητέον ἐκ του̣[.....].[..]τ[ὴν το]ξικὴν[ ..........

### book 827.4

....................]

### book 827.5

[...]σεν· αὐτὸς γ(ὰρ) ἑαυ[τ]ῶ̣ι̣ [ἐποίησεν] [

### book 1a1.1

ἄλλοι {μέν ῥα}: ὅτι Ζηνόδοτος γράφει „ὦλλοι“. ὁ δὲ ποιητὴς

### book 1a1.2

ἀσυνάρθρως ἐκφέρει. A

### book 1a2.1

Ζηνόδοτος „ὦλλοι“ γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς

### book 1a2.2

τοῖς ἄρθροις ἀεί. b(BCE3)

### book 1b.1

θεοί τε καὶ ἀνέρες: ὅτι μετὰ θεὸν ἄνθρωπος· καὶ ἀπὸ τοῦ

### book 1b.2

ἀνδρὸς τὸ πᾶν γένος. b(BCE3E4)T

### book 1c.1

ἱπποκορυσταί: οὓς ἀγρυπνεῖν ἔδει διὰ τὴν τοῦ πολέμου

### book 1c.2

πρόνοιαν. οἱ δὲ τοὺς βασιλεῖς ἤκουον. b(BCE3E4)T

### book 1-2

〈θεοὶ—παννύχιοι:〉 ἀπὸ κοινοῦ τὸ παννύχιοι. Aim

### book 2.1

παννύχιοι: πῶς ἐν τῇ Α εἰπὼν—τῆς νυκτός, ὡς οἱ

### book 2.2

ἄλλοι, μεριμνῶν. A

### book 2a.1

Δία δ’ οὐκ ἔχε: καὶ πῶς φησιν „ἔνθα καθεῦδ’ ἀναβάσ“

### book 2a.2

(Α 611); λύοιτο δ’ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν, ἰαύειν, κοιμᾶσθαι καὶ

### book 2a.3

ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνει, οἷον „πολλὰς μὲν ἀΰπνους νύκτας

### book 2a.4

ἴαυον“ (Ι 325) καὶ „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. /

### book 2a.5.1

ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ / κεῖτ’ ἐγρηγορόων“

### book 2a.5.2

(υ 4—6). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, ὁ δὲ Ζεὺς οὐ παννύχιος.

### book 2a.5.3

b(BCE3E4)T

### book 2b.1

νήδυμος: ὅτι τὸ νήδυμος μετὰ τοῦ ν, καὶ οὐχὶ „ἥδυμοσ“

### book 2b.2

(ὡς ἔνιοι) παρὰ τὸ ἡδύς, ὡς δῆλον ἐκ τοῦ „νήδυμος ἀμφιχυθείσ“ (Ξ

### book 2b.3

253). οἱ δὲ μεθ’ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος (fr.

### book 2b.4

94 W.)· „ἐπεί ῥά οἱ ἥδυμος ἐλθών“, καὶ Σιμωνίδης (fr. 94 P.)· „οὗτος

### book 2b.5.1

δέ τοι ἥδυμον ὕπνον ἔχων“. ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι

### book 2b.5.2

παράγωγον τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ

### book 2b

ἀνεκδύτου τίθησι τὴν λέξιν. A

### book 2c1.1

νήδυμος: Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν ἐπ‐

### book 2c1.2

εκτάσει νήδυμος (ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς

### book 2c1.3

γαστρός)· οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι

### book 2c1.4

τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθύς (παρὰ τὴν νηδύν)

### book 2c1.5.1

ἢ ἀνώδυνος. | ὅτι δὲ μετὰ τοῦ ν φησὶ „νήδυμος ἀμφιχυθείσ“ (Ξ 253).

### book 2c1.5.2

b(BCE3E4)T

### book 2c2.1

καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω ἐξέπιπτε ῥηματικὸν τὸ

### book 2c2.2

δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο (ὅθεν καὶ οἱ δίδυ‐

### book 2c2.3

μοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός), καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει

### book 2c2.4

γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύ‐

### book 2c2.5

σασθαι, ἢ ὁ βαθύς (παρὰ τὴν νηδύν) ἢ ὁ ἀνώδυνος. A

### book 3a1.1

ἀλλ’ ὅ γε μερμήριζε: ἐμερίμνα. | διδάσκει δὲ μηδὲν ἀπερι‐

### book 3a1.2

σκέπτως ποιεῖν· ὅτε γὰρ ἀμελεῖ, ἁλίσκεται, ὡς ἐν τῇ Ξ ἀπατᾶται ὑπὸ

### book 3a1.3

Ἥρας, καὶ ἐπὶ Ὀδυσσέως „στάσκεν, ὑπαὶ δὲ ἴδεσκεν“ (Γ 217). καὶ

### book 3a1.4

πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδος, εἰ πρακτέον, νῦν δὲ τὸ πῶς πρα‐

### book 3a1.5

κτέον. T

### book 3a2.1

διδάσκει μηδὲν ἀπερισκέπτως ποιεῖν, ὥσπερ αὐτὸς ὑπὸ Ἥρας

### book 3a2.2

ἐν τῷ Ξ ἁλίσκεται, καὶ τοὺς ἄλλους, εἰ μὴ προγνοῖεν, ταὐτὸν πάσχειν

### book 3a2.3

οἰόμενος. καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδι, εἰ πρακτέον, b(BCE3

### book 3a2.4

E4) νῦν δὲ τὸ πῶς πρακτέον. b (E3E4)

### book 3b.1

ἀλλ’ ὅ γε μερμήριζε: διδάσκει ὅτι καὶ θεοῖς πρὸς σκέψιν

### book 3b.2

εὔθετον νύξ, τούς τε ἄρχοντας οὐ παννυχίζειν δεῖ, καὶ παντὶ τρόπῳ τὰς

### book 3b.3

ὑποσχέσεις πληροῦν. A b (BCE3E4)T διὰ τοῦτο οἱ μὲν τοῦ Διὸς

### book 3b.4

δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος

### book 3b.5

προτιμῆσαι Ἀχιλλέα. b(BCE3E4)T

### book 3c.1

μερμήριζε: εἰς μέρη ἐμερίζετο· καὶ διάνοια μὲν ἡ ἑδραία,

### book 3c.2

μέριμνα δὲ ἡ μεριζομένη. b(BCE3E4)T

### book 3-4.1

〈μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα / τιμήσῃ:〉

### book 3-4.2

βραχὺ διασταλτέον μετὰ τὸ φρένα καὶ τιμήσῃ. Aint

### book 4a.1

τιμήσει’: τοῦτο εὐκτικόν, τὸ δὲ ὀλέσῃ ὑποτακτικόν, A b

### book 4a.2

(BCE3)T ὡς τὸ „χόλον τελέσει’ Ἀγαμέμνων“ (Δ 178). A | στι‐

### book 4a.3

κτέον δὲ ἐν τῷ νηυσί· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελε· διό φησιν·

### book 4a.4

„ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν“ (Π 780), ὥστε διωχθῆναι μέχρι

### book 4a.5

νηῶν. A b (BCE3)T

### book 4b.1

πολέας: ὅτι Ζηνόδοτος γράφει „πολύσ“. μόνα δὲ τὰ εἰς υς

### book 4b.2

μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυν‐

### book 4b.3

τικὰ γίνεσθαι, οἷον βότρῠς καὶ βότρῡς. A

### book 4c

〈πολέας:〉 ὡς ταχέας. Ail

### book 5a.1

ἥδε δέ οἱ κατὰ θυμὸν 〈ἀρίστη φαίνετο βουλή〉: πολλὰ

### book 5a.2

προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστιν οὖν ὡς τὸ „αἱ

### book 5a.3

δεύτεραί πως φροντίδες σοφώτεραι“ (Eur. Hipp. 436) καὶ „ἕτερος δέ

### book 5a.4

με θυμὸς ἔρυκεν“ (ι 302). A b (BCE3E4)T

### book 5b.1

〈ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:〉 βραχὺ

### book 5b.2

διασταλτέον κατὰ τὸ τέλος· μέρος γὰρ κατὰ τὸ ἐπιφερόμενον τῆς πε‐

### book 5b.3

ριόδου. Aim

### book 6a.1

πέμψαι ἐπ’ Ἀτρείδῃ: οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ

### book 6a.2

γὰρ συναλειφόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιϊστά‐

### book 6a

μεναι. A

### book 6b.1

〈οὖλον:〉 ὅτι οὐ τὸν μαλακόν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται

### book 6b.2

γὰρ ἐπ’ ἀπίστῳ καὶ κακῷ. Aint

### book 6c.1

οὖλον: τοῦτο κατὰ συμπάθειαν, ὡς „οὐλομένην“ (Α 2), b

### book 6c.2

(BCE3E4)T καὶ ἵνα ποθοῖμεν μαθεῖν, τί εἴργασται ὁ οὖλος ὄνειρος.

### book 6c.3

Ἕκτορι δὲ Ἶρις πέμπεται (cf. Λ 182—210), ἀλλ’ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ Καταλό‐

### book 6c.4

γου ἡ ναυμαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον b(BCE3)

### book 6c.5.1

T (εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος

### book 6c.5.2

οὕτω φησίν· b [BE3] T „οὖλε“ [Β 8])· καὶ Τρῶας γὰρ ἀπώλεσε

### book 6c.5.3

θαρρήσαντας ὑπομεῖναι τὸν Ἀχιλλέα, ποιητικὸν δὲ τὸ πλάσσειν ὀνεί‐

### book 6c.5.4

ρους. ἢ τὸν ἐπ’ ὀλέθρῳ πεμπόμενον. ἢ τὸν ὁλόκληρον, ὡς τὸ 〈***〉

### book 6c.5.5

„οὖλέ τε καὶ μέγα χαῖρε“ (ω 402). T

### book 6c.10.1

οὖλον ὄνειρον: δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ—ὄλβια

### book 6c.10.2

δοῖεν. A

### book 7.1

〈καί μιν φωνήσας:〉 τὸ μίν τριγενές· νῦν ἀρσενικόν, θηλυκῶς

### book 7.2

δὲ ὡς τὸ „καί μιν ἔτις’, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη“ (η 67), καὶ

### book 7.3

οὐδέτερον ὡς τὸ „νῦν αὖτέ μιν υἷες Ἀχαιῶν / ἐν παλάμῃ φορέουσιν“

### book 7.4

(Α 237—8), τὸ σκῆπτρον. Tt Til

### book 8a1.1

βάσκ’ ἴθι {οὖλε}: Τυραννίων (fr. 5 P.) ὑφ’ ἕν, ὡς ἄπιθι. παρ‐

### book 8a1.2

αιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι,

### book 8a1.3

μετ’ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ θι παραχθέντα κατ’

### book 8a1.4

ἀρχὴν οὐ θέλει συντίθεσθαι. | καὶ ἄμεινον ταὐτολογίαν εἶναι ἐμφαίνου‐

### book 8a1.5.1

σαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ (ρ 539 al.), „ὣς ἔφατ’

### book 8a1.5.2

ἔκ τ’ ὀνόμαζε“ (Α 361 al.). καὶ Ἡρωδιανὸς (cf. 2,843,18) μέν φησι

### book 8a1.5.3

τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπαφρόδιτος (fr. 17 L.) δὲ ἀόριστον. δύναται δὲ

### book 8a1.5.4

καὶ ἴθι ἐπίρρημα παρακελεύσεως 〈εἶναι ἀντὶ τοῦ ἄγε〉 ὡς 〈τὸ〉 „ἴθ’

### book 8a1.5.5

ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν“ (Soph. Ai. 1003). Aext

### book 8a2

βάσκ’ ἴθι: Ἡρωδιανὸς μὲν τὸ ἴθι ἐνεστῶτός φησι νῦν,

### book 8a2.1

Ἐπαφρόδιτος δὲ ἀορίστου. T | Τυραννίων δὲ ὑφ’ ἕν, ὡς ἄπιθι. | ἄμει‐

### book 8a2.2

νον δὲ b(BCE3)T ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν. b

### book 8a2.3

(BCE3E4)T καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ καὶ „ὣς ἔφατ’ ἔκ τ’

### book 8a2.5.1

ὀνόμαζε.“ καὶ πάνυ σφόδρα φασὶν Ἀττικοί. δύναται δὲ τὸ ἴθι καὶ

### book 8a2.5.2

ἐπίρρημα παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε, ὡς τὸ „ἴθ’ ἐκκάλυψον, ὡς

### book 8a2.5.3

ἴδω τὸ πᾶν κακόν.“ b(BCE3)T

### book 8b.1

〈βάσκ’ ἴθι:〉 ὅτι παραλλήλως βάσκε καὶ ἴθι· ἰσοδυναμοῦσι

### book 8b.2

γὰρ αἱ λέξεις. Aint

### book 8c.1

βάσκ’ ἴθι 〈οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν〉: στι‐

### book 8c.2

κτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος

### book 8c.3

ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται. A Aext

### book 9.1

ἐλθὼν ἐς κλισίην: ἀσύνδετος καὶ ἀρχοντικὸς ὁ λόγος. b

### book 9.2

(BCE3)T

### book 10a.1

πάντα μάλ’ ἀτρεκέως: διδάσκει τοὺς ἀγγέλους μὴ πε‐

### book 10a.2

ρισσὸν τῶν ἀκουομένων περιεργάζεσθαι. b(BCE3)T

### book 10b.1

〈ἀγορευέμεν:〉 ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτι‐

### book 10b.2

κοῦ, ἀγορευέμεν ἀντὶ τοῦ ἀγόρευε. Aim

### book 10c.1

ἀγορευέμεν: Ἀττικῶς· „φάσκειν Μυκήνασ“ (Soph. El.

### book 10c.2

9). ἐπιτέλλω δὲ ἀντὶ τοῦ ἐπιστέλλω. T

### book 11a.1

〈θωρῆξαί ἑ:〉 ἐγκλιτέον τὴν ἕ. b(BCE3)Til | θωρήσ‐

### book 11a.2

σεσθαι καὶ κορύσσεσθαι ἀπὸ τῶν ἡγεμονικῶν, ὡς „ὄμματα καὶ κεφαλήν,/

### book 11a.3

Ἄρεϊ δὲ ζώνην“ (cf. Β 478—9). καὶ ὁπλίζεσθαι δέ πού (cf. Η 417 al.)

### book 11a

φησιν ὁ ποιητής. b(BCE3)T

### book 11b1.1

κάρη κομόωντας: κομῶσι γὰρ Λάκωνες, ἀφ’ ὧν τὸ πᾶν

### book 11b1.2

Ἑλληνικόν, ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρόν, ἢ πρὸς τὸ μὴ

### book 11b1.3

ὁμοιοῦσθαι τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσι· Τρῶες

### book 11b1.4

γὰρ τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθι‐

### book 11b1.5.1

σμένοι λέγονται. b(BCE3E4)T | κάρη κομόωντες, ἕκαστος τὸ ἴδιον

### book 11b1.5.2

κάρη, ὡς „ἀπὸ βλεφάροιϊν ὀλώλει“ (Κ 187). T

### book 11b2.1

κομόωντας: διαίρεσις. | κάρη κομόωντας: ἕκαστος τὸ

### book 11b2.2

ἴδιον. | ὅτι οἱ Τρῶες τιάρας ἐφόρουν. T

### book 11b2.1

κάρη κομόωντας: τῶν Ἑλλήνων τὸ παλαιὸν—

### book 11b2.2

ἀναθεῖναι τῷ Ἀπόλλωνι. A

### book 12a.1

〈πανσυδίῃ:〉 οὕτως διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρ‐

### book 12a.2

χος, καὶ τὰ παραπλήσια τούτοις „ἄνστησον“ (Κ 176) καὶ „τάχα δ’

### book 12a.3

ἀνστήσεσθαι ἔμελλεν“ (Β 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις

### book 12a.4

τῶν ἐκδόσεων κἀν τῇ Καλλιστράτου οὕτως εἶχον. A

### book 12b.1

νῦν: τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνους· „νῦν γὰρ δὴ γένος

### book 12b.2

ἐστί“ (Hsd. opp. 176)· „νῦν ὤλετο πᾶσα κατ’ ἄκρησ“ (Ν 772)· „νῦν

### book 12b

δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει“ (Υ 307). A b (BCE3E4)T

### book 12c.1

ἕλοις: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ς, „ἕλοι“. ἀπέστροφε δὲ

### book 12c.2

τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγα‐

### book 12c.3

μέμνονα. A

### book 13-4.1

ἀμφὶσ〈—〉φράζονται: διχογνωμοῦσι περὶ—

### book 13-4.2

ὑπὲρ Ἑλλήνων. A

### book 13

〈ἀμφίς:〉 χωρίς. Til

### book 14.1

ἐπέγναψεν γὰρ ἅπαντας: δῆλον ἐξ ὧν φησι περὶ Ἄρεος·

### book 14.2

„ὃς πρώην μὲν ἐμοί“ (Ε 832), καὶ Ἀπόλλωνος· „αἰὲν ἄπιστε“ (Ω

### book 14.3

63). T

### book 19.1

ἀμβρόσιος: ἥδιστος αὐτῷ ἐστιν ὁ ὕπνος διὰ τὴν κατά‐

### book 19.2

παυσιν τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις ἀεὶ διαγρυπνεῖ. b(BCE3E4)T

### book 20a.1

στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς: ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν

### book 20a.2

αἰσθήσεων φθεγγόμενος πλησίον. αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως

### book 20a.3

τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. A b (BCE3E4)T

### book 20b.1

Νηληΐῳ υἷϊ: τῷ Νέστορι ὡμοίωται A b (BCE3E4)

### book 20b.2

T ὡς συμβούλῳ καὶ φιλεταίρῳ, b(BCE3E4)T ὡς Ναυσικάᾳ

### book 20b

(cf. ζ 21—3) ἢ Πηνελόπῃ (cf. δ 796—803). | τὸ δὲ υἷϊ †διχῶς. T

### book 21a.1

〈Νέστορι:〉 μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ

### book 21a.2

δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον. Aim

### book 21b.1

μάλιστα γερόντων: τῶν †ἐννέα τιμίων†, ἐν οἷς καὶ Διο‐

### book 21b.2

μήδης καὶ Αἴαντες. AT

### book 23a.1

δαΐφρονος: συνετοῦ, παρὰ τὸ δαῆναι, b(BCE3E4)

### book 23a.2

T ὡς „δαΐφρονι Πηνελοπείῃ“. ἐπὶ δὲ Τυδέως (cf. Ε 181) πολεμικοῦ.

### book 23a.3

δυσωπεῖ δὲ τοῖς ἐγκωμίοις τοῦ πατρός. ἢ ὅτι ἡ πατρωνυμία τοὺς

### book 23a.4

εὐγενεῖς ἥδει, ὡς τοὐναντίον „οὐ χρή“ (Β 24). τῶν δὲ οἰκείων ἐστὶ τὸ

### book 23a.5.1

ἐγκαλεῖν, b(BCE3)T ὡς καὶ ἀλλαχοῦ (Κ 159) γνωμολογεῖ ὁ

### book 23a.5.2

Νέστωρ· „τί πάννυχον ὕπνον ἀωτεῖς;“ b(BCE3)

### book 23b.1

εὕδεις, Ἀτρέος υἱὲ 〈δαΐφρονος, ἱπποδάμοιο〉: τελεία

### book 23b.2

στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρό‐

### book 23b.3

νους σιωπῆς δύναται. A

### book 24-5.1

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, /

### book 24-5.2

ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε: ταῦτα πρὸς τὸ

### book 24-5.3

πεῖσαι· „ἐσθλὸν“ γὰρ „καὶ τὸ τέτυκται“ (Ο 207). ἀλλ’ οὐδὲ Νέστορι

### book 24-5.4

εἰκασθῆναι ἐκελεύσθη. b(BCE3)T

### book 25

〈μέμηλε:〉 διὰ φροντίδος ἐστίν. Til

### book 26a.1

ξύνες ὦκα· 〈Διὸς δέ τοι ἄγγελός εἰμι〉: αὔξησιν ἔχει

### book 26a.2

τὸ μὴ πολλὰ εἰπεῖν, ἀλλὰ δεῖξαι ὅτι προσοχὴν ἐργάζεται τὸ τοῦ

### book 26a.3

προστάσσοντος ἀξίωμα. b(BCE3)T

### book 26b

〈ξύνες:〉 ἀπὸ τοῦ ξυνίημι. Til

### book 26c

〈ἄγγελος:〉 τὴν λος ὀξυτονητέον διὰ τὸ εἰμί. Aint

### book 27a.1

ὃς σεῦ ἄνευθεν ἐὼν 〈μέγα κήδεται ἠδ’ ἐλεαίρει〉: ὅτι

### book 27a.2

τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (Ω 174)· ἐπεὶ καὶ τίνος χάριν

### book 27a

ἐλεεῖν αὐτὸν μέλλει; A

### book 27b.1

ὃς σεῦ: ὀρθοτονητέον τὴν σεῦ. ἀντιδιέσταλται γὰρ πρὸς

### book 27b.2

τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία. A b (BCE3

### book 27b.3

E4)T

### book 27c.1

μέγα κήδεται: δυσωπεῖ τοῦτον νυστάξαντα. ἠλέηται δὲ

### book 27c.2

b(BCE3)T διὰ τὸν χρόνον τῆς ξενιτείας, διὰ τὸν λοιμόν, διὰ τὴν

### book 27c.3

πρὸς Ἀχιλλέα στάσιν. b(BCE3E4)T

### book 28.1

〈θωρῆξαί σε:〉 τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον·

### book 28.2

ἀπολελυμένη γάρ ἐστιν ἡ σέ. Aim

### book 29a.1

πανσυδίῃ: ἐν δοτικῇ, | διὰ τοῦ ν, ὡς „ἀνστήτην“ (Α 305),

### book 29a.2

κατὰ Ἀρίσταρχον. T

### book 29b.1

νῦν γάρ κεν: ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ

### book 29b.2

τὴν τῶν ὅρκων παράβασιν. b(BCE3E4)T

### book 31

〈ἐπέγναψεν:〉 ἐπέκαμψεν. Til

### book 32

〈ἐφῆπται:〉 ἐπήρτηται. Til

### book 33

ἔχε: ἀντὶ τοῦ φύλασσε. b(BCE3E4)Til

### book 33-4a1.1

〈μηδέ σε λήθη / αἱρείτω, εὖτ’ ἄν σε—

### book 33-4a1.2

ἀνήῃ:〉 τὸ λήθη προστέθειται, ἵνα μὴ πάλιν τῷ ὕπνῳ μαλακισθεὶς

### book 33-4a1.3

ἐπιλάθηται. b(BCE3E4) τῷ οὖν τέλει τοῦ ὁράματος καὶ ἡ ἔγερσις

### book 33-4a1.4

ἕπεται, καὶ διὰ τοῦτο παννυχίζειν αὐτὸν οὐκ εἴασεν. b(BE3E4)

### book 33-4a2.1

{μηδέ σε λήθη:} διὰ τοῦτο γὰρ οὐκ ἐᾷ αὐτὸν παννυχί‐

### book 33-4a2.2

ζειν· τῷ γὰρ τέλει τοῦ ὁράματος καὶ ἔγερσις ἕπεται. T

### book 34.1

ἀνήῃ: διαίρεσίς b(BCE3E4)T ἐστι τῆς τοῦ ῥήματος τοῦ

### book 34.2

†ἕω† κλίσεως, ὡς b(BCE3E4) καὶ Πλάτων (Prot. 310 d)· „ἐπεὶ

### book 34

ἤδη με ἀνῆκεν ὁ ὕπνοσ“. b(BCE3E4)T

### book 35a.1

〈ἀπεβήσετο:〉 εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ,

### book 35a.2

〈διὰ τοῦ ε γραπτέον „ἀπεβήσετο“, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου,〉

### book 35a.3

διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος (fr. 18). Aim

### book 35b

〈δὲ λίπ’:〉 οὕτως Ἰωνικῶς τὸ λίπε. Aint

### book 36a.1

〈ἅ ῥ’:〉 δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι. καὶ δύο μέρη

### book 36a.2

λόγου· ἅ ῥα, ἃ δή. Aim

### book 36b.1

ἅ ῥ’ οὐ τελέεσθαι: διδάσκει ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς

### book 36b.2

ὄψεσι τῶν ὀνείρων. b(BCE3E4)T

### book 36c.1

ἔμελλον: πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον. ἡμεῖς δὲ ἐροῦμεν

### book 36c.2

„ἔμελλεν“ ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν. A

### book 36d1.1

{ἄρ’ οὐ τελέεσθαι} ἔμελλεν: ἡ Ζηνοδότειος γραφὴ διὰ

### book 36d1.2

τοῦ ε. οἱ δὲ διὰ τοῦ ο. T

### book 36d2.1

ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ε γράφει, ὃ καὶ ἄμεινον. οἱ δὲ ἄλλοι

### book 36d2.2

διὰ τοῦ ο. b(BCE3)

### book 38a.1

〈νήπιος:〉 νήπιος ὁ Ἀγαμέμνων, ὅτι τὸ „νῦν“ (Β 12. 29)

### book 38a.2

ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν· b(BCE3E4)T οὐ γὰρ δὴ διὰ τὸ „παν‐

### book 38a.3

συδίῃ“ (Β 12. 29)· οὐδ’ εἰ γὰρ τὸ Θεσσαλικὸν ἐστράτευσεν, ἐπόρθει,

### book 38a.4

„οὐδ’ ὑπ’ Ἀχιλῆοσ“ (Π 709). T

### book 38b

〈μήδετο:〉 ἐβουλεύετο. Til

### book 39a

θήσειν γὰρ ἔτ’ 〈ἔμελλεν ἐπ’ ἄλγεα〉: τὸ ἑξῆς ἐπιθήσειν

### book 39a

ἄλγεα. b(BCE3)T

### book 39b.1

θήσειν γὰρ ἔτι: ἡ προαναφώνησις ἐγερτική. πείθεται δὲ

### book 39b.2

ὀνείρῳ Ἀγαμέμνων σφαλλόμενος ὑπὸ Διός. b(BCE3)T

### book 40.1

〈διὰ κρατερὰς ὑσμίνας:〉 τὸ ὑσμίνας αἰτιατικὴ ἀντὶ

### book 40.2

γενικῆς b(BCE3) ἀντὶ τοῦ διὰ ὑσμινῶν. b(BCE3)T

### book 41.1

ἀμφέχυτ’ ὀμφή: ὅτι ὀμφή ἡ θεία κληδών, οὐ πᾶσα φήμη·

### book 41.2

διὸ καὶ ὁ Ζεὺς πανομφαῖος (cf. Θ 250), ὁ κληδόνιος. A | ὀμφὴ δὲ ἡ τὸ

### book 41.3

ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαν‐

### book 41.4

τικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι. A b (BCE3

### book 41.5

E4)T

### book 42a

〈ἕζετο: τὸ〉 ἕζετο ἐκαθέσθη, καὶ δασύνεται. b (C)

### book 42b.1

ὀρθωθείς: ὀρθωθεὶς b(BCE3)T ἐκ τῆς ἀνακλίσεως,

### book 42b.2

b(BCE3E4)T ὡς τὸ „ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνοσ“ (Κ 80). b

### book 42b.3

(BCE3)T καὶ τὸ ἐπὶ γόνατα δὲ †ἐνεχθῆναι† στῆναί φησιν (cf. Θ

### book 42b.4

329). b(BCE3E4)T

### book 42c.1

χιτῶνα: χιτὼν εἴρηται τὸ λεπτότερον ἱμάτιον A b (BCE3

### book 42c.2

E4)T παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ

### book 42c.3

ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον. A b (BCE3)T

### book 43a1.1

νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον νεωστὶ

### book 43a1.2

γεγονότα. δηλοῖ δὲ ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν (cf. Ν

### book 43a1.3

439). b(BCE3)T

### book 43a2.1

νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ τὸ νεωστὶ γε‐

### book 43a2.2

γονός, νεογάτεόν τι ὄν. | ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως

### book 43a2

γείνομαι γατός, νεήγατος, ὑπέρθεσις τοῦ ε, νηγάτεος. A

### book 43b.1

μέγα 〈βάλλετο〉 φᾶρος: τῷ μεγέθει τοῦ ἱματίου καὶ

### book 43b.2

τὸ τοῦ φοροῦντος αὐτὸ συνεμφαίνει μέγεθος. πρεπώδης δὲ στολὴ

### book 43b.3

τῷ ἐπὶ βουλὴν ἐξιόντι, ἐπὶ δὲ κατασκοπὴν λεοντῆ καὶ δόρυ (cf. Κ 29—31).

### book 43b.4

ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς διακονεῖσθαι λέγων· καὶ τί θαυμάσεις

### book 43b.5

Τηλέμαχον ὀρφανὸν ὄντα καὶ νησιώτην (cf. β 2—4); b(BCE3)T

### book 43c.1

φᾶρος: παρὰ τὸ φέρεσθαι, A b (BCE3) ἢ τῇ ὑφῇ ἀρη‐

### book 43c.2

ρέναι. b(BCE3) καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· „αὐτὴ δ’

### book 43c.3

ἀργύφεον φᾶροσ“ (ε 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις

### book 43c.4

εἰσὶ γλώσσαις. A b (BCE3)

### book 44.1

πέδιλα: παρὰ τὸ—περιτίθεσθαι. ἢ A | παρὰ τὴν

### book 44.2

ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα. A b (BCE3E4)

### book 45a.1

ξίφος ἀργυρόηλον: ὅτι τὸ Ἀγαμέμνονος 〈ξίφοσ〉 νῦν

### book 45a.2

μὲν ἀργυρόηλον, ἐν ἄλλοις δὲ (cf. Λ 29—30) χρυσόηλον. καὶ

### book 45a.3

Εὐριπίδης „σφυρῶν σιδηρᾶ κέντρα“ εἰπὼν (Phoen. 26) ἐν ἄλλοις

### book 45a.4

φησί (ib. 805)· „χρυσοδέτοις περόναισ“. τὰ τοιαῦτα δὲ κυρίως οὐ

### book 45a.5.1

λέγεται, ἀλλὰ κατ’ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ

### book 45a.5.2

περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει (sc. Λ 19—28

### book 45a.5.3

et 32—40), οὕτω καὶ τὸ ξίφος κοσμεῖ (sc. Λ 29—31). A

### book 45b

ἀργυρόηλον: ἢ παρέλκει τὸ ἐπίθετον, ἢ μεμιγμένους ἔχον

### book 45b

χρυσοῦς ἥλους. T

### book 46.1

ἄφθιτον 〈αἰεί〉: τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ

### book 46.2

τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι Ἡφαιστότευκτον. οὐκ ἀκριβολο‐

### book 46.3

γεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ’ ἑξῆς (sc. Β 101—8). A b (BCE3)T

### book 47

〈κατὰ νῆας:〉 ἀντὶ τοῦ ἐπὶ νῆας. Til

### book 48a.1

ἠὼς μέν ῥα 〈θεὰ προσεβήσετο μακρὸν Ὄλυμ‐

### book 48a.2

πον〉: πρὸς 〈τὸν〉 τῶν ἡμερῶν ἀριθμόν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα

### book 48a.3

μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ

### book 48a.4

ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ

### book 48a.5

καὶ μακρός. A

### book 48b.1

ἠώς: νῦν τὸν ὄρθρον λέγει. σημαίνει δὲ καὶ τὴν θεάν, „ἥρπα‐

### book 48b.2

σεν Ἠώσ“ (ο 250), καὶ τὸ ἑωθινὸν κατάστημα, „ὄφρα μὲν ἠὼς ἦν“

### book 48b.3

(Θ 66), καὶ τὴν ἀνατολήν, „πρὸς ἠῶ τ’ ἠέλιόν τε“ (ι 26), καὶ τὴν

### book 48b.4

ἡμέραν, „ἠὼς εἶσι δυσώνυμοσ“ (τ 571). τὸν ὄνειρον δὲ εὐθὺς διεδέ‐

### book 48b.5.1

ξατο ἡ ἡμέρα. b(BCE3E4)T οἱ δὲ πρὸς ἕω ὄνειροι ἀληθεῖς

### book 48b.5.2

πεπτομένων τῶν σιτίων. Aint b (BCE3E4)T

### book 48c.1

προσεβήσατο μακρὸν Ὄλυμπον: αἱ γὰρ ἀκρώρειαι

### book 48c.2

πρῶται φωτίζονται b(BCE3E4)T

### book 49a.1

φόως: φῶς. | τὸν ἥλιον· τοῦτον γὰρ ἀγγέλλει, ὡς καὶ

### book 49a.2

αὐτὴν ὁ ἑωσφόρος. κατ’ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται. b(BCE3E4)T

### book 49b.1

〈ἐρέουσα:〉 ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ

### book 49b.2

σημανοῦσα. Aim

### book 50

〈λιγυφθόγγοισι:〉 ὀξυφώνοις. Til

### book 52a

〈ἐκήρυσσον:〉 ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμή,

### book 52a

ἥτις δύο δύναται χρόνους σιωπῆς. Aim

### book 52b.1

ἠγείροντο μάλ’ ὦκα: πάνυ σπουδαίως διὰ τὸ εὐπει‐

### book 52b.2

θές. ἢ πευσόμενοί τι περὶ Ἀχιλλέως. T

### book 53a1.1

βουλήν {δὲ πρῶτον}: αἱ πλείους καὶ χαριέσταται δίχα

### book 53a1.2

τοῦ ν, „βουλή“, καὶ ἡ Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο

### book 53a1.3

καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀρι‐

### book 53a1.4

στάρχειος. A

### book 53a2.1

βουλήν: αἱ πλείους καὶ χαριέστεραι δίχα τοῦ ν †εἰσι†

### book 53a2.2

καὶ ἡ Ἀριστάρχειος. ἡ δὲ σὺν τῷ ν Ζηνοδότειος. b(BE3E4)T

### book 53b.1

βουλὴν δὲ πρῶτον: τὸ κενὸν τῆς συναγωγῆς τοῦ πλή‐

### book 53b.2

θους ἀναπληροῖ. b(BCE3E4)T φθάνει δὲ τὴν Λακώνων πολιτείαν,

### book 53b.3

βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων. A b (BCE3E4)T εἰσὶ

### book 53b.4

δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοί, Φιλοκτήτης δὲ καὶ Πρωτεσίλαος

### book 53b.5.1

Λοκροί, Ἐπειὸς δὲ Ἠλεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύπυλος, Με‐

### book 53b.5.2

νέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεύς, Διομήδης. b(BE3E4)T

### book 53c1.1

ἵζε: Ἀρίσταρχος τὸ ἷζε ἐκτείνει, ἡ δὲ κοινὴ συστέλλει.

### book 53c1.2

b(BCE3E4)T

### book 53c2

〈ἵζε:〉 συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν. Aint

### book 53c3

ἵζε {γερόντων}: ἡ κοινὴ τὸ ἵζε συστέλλει. A

### book 53d.1

γερόντων: γέροντας συνεχῶς ὁ ποιητὴς τοὺς γερα‐

### book 53d.2

σμίους φησί, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ’ ἡλικίαν,

### book 53d.3

ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν. A b (BCE3E4)

### book 53d

T τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν. b(BCE3E4)T

### book 54.1

Νεστορέῃ παρὰ νηΐ: εἰκότως παρὰ τῇ νηῒ Νέστορος·

### book 54.2

τούτῳ γὰρ ὁ ὄνειρος εἴκασται. b(BCE3E4)T Πυλοιγενέος δὲ

### book 54.3

b(BCE3)T ὡς „ὁδοιπόροσ“ (cf. Ω 375) καὶ χοροιτύπος. b(BE3) σημαίνει

### book 54.4

δὲ τὸν b(BCE3) ἐν Πύλῳ τὸ γένος ἔχοντα. b(BCE3)T

### book 55a.1

τοὺς ὅ γε συγκαλέσας 〈πυκινὴν ἀρτύνετο βου‐

### book 55a.2

λήν〉: ὅτι Ζηνόδοτος γράφει „αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’

### book 55a.3

ἐγένοντο, / τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων“. ἀπί‐

### book 55a.4

θανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν. A

### book 55b.1

ἠρτύνετο: ἥρμοζε παρὰ τὸ ἄρω. ὡς ὀργιζόμενος δὲ οὐκ

### book 55b.2

ἀναφέρει Κάλχαντι, ἢ ὡς †αὐτοκρίτου† ὄντος, ἢ ὅτι τῶν ὀνείρων τὰ

### book 55b.3

χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ Νέστωρ. b(BCE3

### book 55b.4

E4)T

### book 56a.1

〈κλῦτε φίλοι:〉 τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς

### book 56a.2

γὰρ ὁ λόγος. Aint

### book 56b.1

θεῖός μοι ἐνύπνιον: ὅτι Ζηνόδοτος γράφει „θεῖόν μοι

### book 56b.2

ἐνύπνιον“. οὐ λέγει δὲ ὡς ἡμεῖς, ἀλλ’ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους,

### book 56b.3

ἐνυπνίως. ὁ δὲ ἀστερίσκος, ὅτι ἐν τῇ ξ τῆς Ὀδυσσείας (495) κακῶς

### book 56b.4

φέρεται. A

### book 56c.1

θεῖός μοι ἐνύπνιον: ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ

### book 56c.2

ἐνυπνίως. b(BCE3E4)T ἔστι δὲ καὶ ὄνομα. Κρατῖνος †θράττει

### book 56c.3

μέν (fr. 363 K.). b(BCE3)T

### book 57

διὰ νύκτα: ἀντὶ τοῦ διὰ τῆς νυκτός. b(BCE3E4)T

### book 58a1

φυήν τ’ ἄγχιστα 〈ἐῴκει〉: ἴσως τῷ ἐξειδέναι ψυχῆς

### book 58a1

φυὴν τοῦτό φησιν. T

### book 58a2.1

τὸ ἐκ σωματικοῦ καὶ ψυχικοῦ εἴδους σύγκραμα φυὴν ἴσως

### book 58a2.2

ὀνομάζει. b(BCE3E4)

### book 60-71.1

εὕδεις, Ἀτρέος υἱὲ〈—ᾤχετ’ ἀποπτάμενοσ〉:

### book 60-71.2

ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπών· „ἠνώγει σε πατὴρ ὑψίζυ‐

### book 60-71.3

γος, αἰθέρι ναίων, / Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὁ μὲν εἰπών /

### book 60-71.4

ᾤχετ’ ἀποπτάμενοσ“. τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς

### book 60-71.5.1

ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον· ἀναγκαῖον

### book 60-71.5.2

γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι. A

### book 64.1

〈ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει:〉

### book 64.2

ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται (sc. Ω 174). Aim

### book 70.1

〈σῇσιν ἔχε φρεσίν:〉 ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ’ οἷον

### book 70.2

φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον. Aim

### book 72a.1

〈ἀλλ’ ἄγετε:〉 λείπει τὸ σκοπήσωμεν. οἶδε δὲ καὶ αὐτὸς

### book 72a.2

τὸ δυσχερές. Til

### book 72b.1

ἀλλ’ ἄγετ’ αἴ κέν πως: δισταγμὸς ὁ τρόπος. οὐ πε‐

### book 72b.2

ριμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτούς, ἀλλ’ ὅπως

### book 72b.3

εὐέλπιδας ποιήσῃ. b(BCE3E4)T

### book 72c.1

ἀλλ’ ἄγετ’ αἴ κέν πως 〈θωρήξομεν υἷας Ἀχαι‐

### book 72c.2

ῶν〉: ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων

### book 72c.3

κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν, πότερον οἰκείᾳ πολεμοῦσι

### book 72c.4

προθυμίᾳ ἢ ἀνάγκῃ· AT | ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν

### book 72c.5

ηὐτομόλησεν. T

### book 72d.1

〈θωρήξομεν:〉 ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ

### book 72d.2

θωρήξωμεν. Aint

### book 73a

πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι: οἶδεν αὐτοὺς

### book 73a.1

ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως.

### book 73a.2

παρακαλεῖν δ’ οὐκ ἐνῆν τὸν πρώην φοβερὸν καὶ λέγοντα „στυγέῃ

### book 73a.3

δὲ καὶ ἄλλος / ἶσον ἐμοὶ φάσθαι“ (Α 186—7), ἀλλ’ †οὔτε† ἐπιτάσσειν,

### book 73a.5.1

μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. (ἄλλως τε τῇ παρα‐

### book 73a.5.2

δόξῳ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ), φίλτρον τε πορίζεται

### book 73a.5.3

ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ

### book 73a.5.4

μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μή, ἐλάνθανε

### book 73a.5.5

τὸ βούλευμα. A b (BCE3E4)T ἄλλως δ’ ἀπέβη· βλάπτει γὰρ ὁ

### book 73a.10

Ζεύς. b(BCE3E4)T

### book 73b1.1

ἣ θέμις ἐστί: τὸ ἥ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος,

### book 73b1.2

ἀλλ’ ἰσοδυναμοῦν τῷ ὥς ἐπιρρήματι. A

### book 73b2

ἀντὶ τοῦ ὥς· διὸ δασύνεται. Til

### book 74.1

πολυκλήϊσι: κληῒς παρὰ τὸ κλᾶσθαι ἐπ’ αὐτῆς καθεζο‐

### book 74.2

μένους. A b (BCE3E4)T

### book 75a.1

ἄλλοθεν: τὸ ἄλλοθεν προπαροξύνεται, ὅτι ἀόριστον

### book 75a.2

τόπον σημαίνει· τὰ γὰρ εἰς θεν λήγοντα ἐπιρρήματα, ἔχοντα πρὸ

### book 75a.3

τοῦ τέλους τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο,

### book 75a.4

Κυπρόθεν, „Ἀβυδόθεν“ (Δ 500). ταῦτα δὲ προπαρωξύνετο, λέγω

### book 75a.5.1

δὲ τὸ ἄλλοθεν, „πάντοθεν“ (Ν 28 al.), „οἴκοθεν“ (Η 364 al.), καθότι

### book 75a.5.2

ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται. A

### book 75b.1

ἐρητύειν: οὐκ ἐκείνους φεύγοντας, ἀλλ’ ἐμὲ ταῦτα λέ‐

### book 75b.2

γοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν

### book 75b.3

αὐτούς. b(BCE3E4)T

### book 76a

ἤτοι ὅγ’ ὣς εἰπών: ἀπὸ τούτου ἕως τοῦ „ἀλλ’ ἄγετ’

### book 76a.1

αἴ κέν πωσ“ (Β 83) ἀθετοῦνται στίχοι ὀκτώ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος

### book 76a.2

τοῦ Ἀγαμέμνονος λέγει ἤτοι ὅγ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο,

### book 76a.3

ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ. ἀλλὰ καὶ

### book 76a.5.1

εὔηθες τὸ εἰπεῖν „εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, /

### book 76a.5.2

ψεῦδός κεν φαῖμεν“ (Β 80—1)· οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι

### book 76a.5.3

ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέ‐

### book 76a.5.4

μνονος ἐπενεχθήσεται „πείθοντο δὲ ποιμένι λαῶν“ (Β 85)· μὴ παρόντος

### book 76a.5.5

γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν (cf. Ψ 411.

### book 76a.10

o 151)· ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους. A

### book 76b1

τοῖσι δ’ ἀνέστη: ἔθος γὰρ ὀρθοὺς λέγειν. T

### book 76b2

ἔθος γὰρ ἦν αὐτοῖς ἵστασθαι καὶ δημηγορεῖν. b(BCE3E4)

### book 77a.1

〈Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος:〉

### book 77a.2

μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου

### book 77a.3

τελείαν στιγμὴν θετέον. Aim

### book 77b.1

ἠμαθόεντος: παραθαλασσίας. b(BCE3)T ἢ †Ἠμα‐

### book 77b.2

θόης† ποταμὸς Πύλου. b(BE3E4)T

### book 79.1

μέδοντες: πρόβουλοι παρὰ τὸ μήδεα. b(BCE3E4)T τὸ

### book 79.2

δὲ ῥῆμα καὶ ὡς περισπώμενον· b(BCE3)T „Ἴδηθεν μεδέων“

### book 79.3

(Γ 276). b(BCE3)

### book 80a.1

〈εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε:〉

### book 80a.2

ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν εἴ σύνδεσμον. Aint

### book 80b

{ἄλλος} ἔνισπε: ὡς ἤνιπτε. T

### book 81.1

νοσφιζοίμεθα: ἐχωριζόμεθα τῆς πίστεως. τὸ δὲ μᾶλλον

### book 81.2

ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, b(BCE3E4)T

### book 81.3

ἐξαιρέτως ἂν ἐχωρίσθημεν. b(BCE3E4)

### book 82a.1

νῦν δ’ ἴδεν, ὃς μέγ’ ἄριστος: οἷς οἰκεῖον τὸ μεριμνᾶν, τού‐

### book 82a.2

τοις ἀληθεῖς αἱ ἐμφάσεις, καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν

### book 82a.3

ψεύσαιτο. A

### book 82b.1

νῦν δ’ ἴδεν, ὃς μέγ’ ἄριστος: ἀληθῆ γὰρ δοκεῖ, ὅσα

### book 82b.2

ἢ θεοὶ ἢ ἀξιόλογοι ἄνδρες δοκοῦσι λέγειν. T

### book 84.1

βουλῆς ἐξῆρχε 〈νέεσθαι〉: ἐκ τοῦ βουλευτηρίου ὥστε

### book 84.2

νεῖσθαι. τοῦτο δὲ ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος δίδωσι

### book 84.3

τῷ Νέστορι. b(BCE3)T

### book 85-6.1

οἱ δ’ ἐπανέστησαν, 〈πείθοντό τε ποιμένι

### book 85-6.2

λαῶν, / σκηπτοῦχοι βασιλῆεσ〉: διαστολὴ ἐπὶ τὸ ἀνέστησαν

### book 85-6.3

(85) καὶ λαῶν (85). κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες (86)

### book 85-6.4

κατ’ ἀμφοτέρων. A

### book 85a.1

οἱ δὲ πανέστησαν: ἀντὶ τοῦ πάντες ἀνέστησαν. b

### book 85a.2

(BCE3)T τινὲς „δ’ ἐπανέστησαν“. T

### book 85b.1

〈ποιμένι λαῶν:〉 δεῖ γὰρ τὸν ἄρχοντα τοσοῦτον εἶ‐

### book 85b.2

ναι τῶν ἀρχομένων προνούστερον ὅσον ποιμένα προβάτων. λέγει

### book 85b.3

δὲ τὸν Ἀγαμέμνονα. b(BCE3E4)

### book 86a

σκηπτοῦχοι βασιλῆες: καὶ γέροντες γὰρ καὶ ἱερεῖς

### book 86a

ἐσκηπτροφόρουν. b(BCE3)T

### book 86b.1

ἐπεσσεύοντο 〈δὲ λαοί〉: ὁρῶντες ἤδη συνιόντας τοὺς

### book 86b.2

ἐν τέλει b(BCE3E4)T καὶ αὐτοὶ ἠκολούθουν ἅμα. b(BCE3E4)

### book 86-90.1

〈ἐπεσσεύοντο δὲ λαοί· / ἠΰτε—αἱ δέ τε

### book 86-90.2

ἔνθα:〉 στικτέον κατὰ τὸ λαοί (86), ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἡ παραβολὴ

### book 86-90.3

γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα (90)· οὕτως γὰρ

### book 86-90.4

βέλτιον. Aim

### book 87a.1

ἔθνεα: πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα

### book 87a.2

ἔδει. | πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ

### book 87a.3

τὸ ζῷον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου.

### book 87a.4

ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε

### book 87a.5.1

κέντροις εἰσίν, ὑπήκοοι τε καὶ αὐταί εἰσι καὶ ἐπ’ ἔργον ἐξίασιν, οὐχ

### book 87a.5.2

ὡς αἱ γέρανοι (cf. Γ 3—7), φιλάλληλοί τέ εἰσι μεταβαίνουσαί τε

### book 87a.5.3

πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται. A b (BCE3E4)T

### book 87b.1

ἔθνεα εἶσι: τὸ εἰσι καὶ ἑνικὸν δύναται εἶναι ὡς „δοῦρα

### book 87b.2

σέσηπε“ (Β 135), καὶ πληθυντικόν, ὡς „σπάρτα λέλυνται“ (ib.).

### book 87b.3

b(BE3)T

### book 87c1.1

〈ἁδινάων:〉 δασυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην

### book 87c1.2

καὶ ἁδινός ἡ κίνησις. Aim

### book 87c2

ἁδινάων: παρὰ τὸ ἅδην· διὸ δασύνεται. b(BCE3)T

### book 88.1

αἰεὶ νέον ἐρχομενάων: οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο

### book 88.2

εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ

### book 88.3

δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου. A b (BCE3E4)T οἱ δὲ νέον τὸ

### book 88.4

ἔαρ φασίν. b(BCE3E4)T ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις

### book 88.5.1

ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν

### book 88.5.2

τὴν κίνησιν ποιησάμεναι ἐφίζουσι τοῖς ἄνθεσι καὶ ἐπαρθεῖσαι πέτονται

### book 88.5.3

πάλιν καὶ πάλιν ἐφίζουσι. A b (BCE3E4)T κατ’ ὀλίγον οὖν ἡ

### book 88.5.4

πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ

### book 88.5.5

ἄλλο ταῖς μελίσσαις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι ἀπ’ ἀρχῆς

### book 88.10.1

ἕως πέρατος, οὐκ ἀποληγούσαις κατ’ ὀλίγον ὥσπερ καὶ τὰ ἄλλα

### book 88.10.2

πτηνὰ καὶ χερσαῖα ζῷα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως

### book 88.10.3

ἐπισημαίνεται ὡς ἄρτι γινομένης. A

### book 89a.1

βοτρυδόν: πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες.

### book 89a.2

οὕτω δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ

### book 89a.3

ἡλίου. Aint b(BCE3E4)T

### book 89b.1

〈ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν:〉 ὅτι ἀντὶ τοῦ ἐπ’ ἄνθη

### book 89b.2

εἰαρινά, ὡς ἐν τῇ Δ (251)· „ἦλθε δ’ ἐπὶ Κρήτεσσιν“ ἀντὶ τοῦ ἐπὶ

### book 89b.3

τοὺς Κρῆτας. Aim

### book 89c

εἰαρινοῖσιν: τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη

### book 89c

τὰ ἄνθη διὰ τὸ εὔκρατον τοῦ ἀέρος. b(BCE3E4)T

### book 92a1.1

ἠϊόνος προπάροιθε 〈βαθείησ〉: χρόνου καὶ τόπου. |

### book 92a1.2

ἠϊὼν δέ, οὗ ἀκούεται τῶν κυμάτων ὁ κτύπος. βαθείης δὲ οἱ μὲν μα‐

### book 92a1.3

κρᾶς, ἐπεὶ καὶ „φρείατα μακρὰ νάουσιν“ (Φ 197) ἀντὶ τοῦ βαθέα. ἢ τοῖς

### book 92a1.4

μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή· διό φησι

### book 92a1.5

„προκρόσ〈σ〉ασ“ (Ξ 35). Ἀρίσταρχος. T

### book 92a2.1

〈προπάροιθε:〉 καὶ ἐπὶ χρόνου· „οὔ τις ἀνὴρ προπά‐

### book 92a2.2

ροιθεν“ (λ 483). Til

### book 92a3.1

οὐ λέγεται ὁ τῶν κυμάτων κτύπος, ἀλλ’ αὐτὸς ὁ αἰ‐

### book 92a3.2

γιαλός. βαθείης δὲ οἱ μὲν μακρᾶς, ἐπεὶ καὶ „φρείατα μακρὰ νάουσιν“

### book 92a3.3

ἀντὶ τοῦ βαθέα· b(BCE3) ἢ ὅτι τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα,

### book 92a3.4

τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή. b(BCE3E4) | τὸ δὲ προπάροιθεν

### book 92a3.5

καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου λαμβάνεται. b(BCE3)

### book 92b.1

ἐστιχόωντο: στείχω στιχῶ, ὡς πείθω πιθῶ καὶ φείδω

### book 92b.2

φιδῶ. b(BCE3)T

### book 93a.1

ἰλαδόν: ὁμοίως τῷ „βοτρυδόν“ (Β 89), b(BCE3)T

### book 93a.2

ᾧ καὶ ἀκολουθεῖ· σημαίνει δὲ τὸ b(BCE3) μετὰ συστροφῆς καὶ

### book 93a.3

εὐκινησίας. b(BCE3E4)

### book 93b.1

〈ὄσσα:〉 ὅτι ὄσσα ἡ θεία κληδών, οἱ δὲ νεώτεροι ψιλῶς

### book 93b.2

ἐπὶ πάσης φωνῆς. Aim

### book 93c1.1

μετὰ δέ σφισιν ὄσσα δεδήει: ἐν αὐτοῖς δὲ θεία τις

### book 93c1.2

φήμη ἐξῆπτο καὶ διηγείρετο παρορμῶσα τὸν λαὸν ἐπὶ τὴν ἀγοράν. T

### book 93c2

δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ τὸ δαίω. b(BCE3E4)

### book 94.1

〈Διὸς ἄγγελος:〉 πανομφαῖος γὰρ ὁ Ζεὺς λέγεται (cf.

### book 94.2

Θ 250), ὅτι τὰ αὐτομάτως γινόμενα εἰς αὐτὸν ἀναφέρεται. ἄγγε‐

### book 94

λος δὲ ἡ θεία κληδών, ἣ περὶ ἀπόπλου λέγειν ἔμελλε. b(BCE3E4)

### book 95a1.1

τετρήχει: ἐκ τοῦ ταράσσω, οὗ ὁ παρακείμενος τε‐

### book 95a1.2

τάραχα καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν Ἰωνικὴν τοῦ α εἰς η τέ‐

### book 95a1.3

τρηχα, ὁ ὑπερσυντέλικος ἐτετρήχειν. ἐτεθορύβητο οὖν καὶ ἀσύμ‐

### book 95a1.4

φωνος ἦν. T

### book 95a2.1

ἐθορυβεῖτο καὶ ἀσύμφωνος ἦν. ἐκ τοῦ ταράσσω. b(BCE3

### book 95a2.2

E4)

### book 95b

ἀγορή: τὸ πλῆθος. b(BCE3E4)Til

### book 95-6.1

〈τετρήχει δ’ ἀγορὴ ὑπὸ δὲ στεναχίζετο γαῖα /

### book 95-6.2

λαῶν ἱζόντων:〉 ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ

### book 95-6.3

ἐπ’ αὐτὸ καὶ ἐπὶ τὸ γαῖα, ἵν’ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων. Aint

### book 96a.1

ὅμαδος: ὁμόαυδός τις ὤν, b(BCE3E4)T ἡ ὁμοῦ

### book 96a.2

αὐδή, T ὡς ὀπαδὸς παρὰ τὴν ὄπα. b(BCE3E4)T | πιθανῶς δὲ

### book 96a.3

ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ

### book 96a.4

τοῖς ἑξῆς (cf. Β 169 sq.) τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέστησε· πλείων

### book 96a.5

γὰρ ἦν ὁ θόρυβος. A b (BCE3E4)T

### book 96b.1

〈ἐννέα:〉 τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆ‐

### book 96b.2

γον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου,

### book 96b.3

ψιλοῦται, „ἀντίοσ“ (Β 185 al.), „ἔγχοσ“ (Γ 317 al.), τοῦ ἁνδάνω (cf.

### book 96b.4

β 114) ὑπεξ〈αιρουμένου〉. Aim

### book 96-7.1

ἐννέα δὲ〈— /〉 κήρυκες: οἱ τῶν †ἐννέα† γερόντων,

### book 96-7.2

Ὁδίος Αἴαντος, οἱ περὶ Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος,

### book 96-7.1

Εὐρυβάτης Ὀδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θο‐

### book 96-7.2

ώτης, Στέντωρ b(BCE3E4)T Νέστορος, Μηριόνης Διομήδους.

### book 96-7.5

b(BCE3E4)

### book 99a.1

〈σπουδῇ:〉 ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ

### book 99a.2

μόγις καὶ δυσχερῶς, ὡς τὸ „ὣς ἄρ’ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον

### book 99a.3

Ὀδυσσεύσ“ (φ 409). Aint

### book 99b.1

σπουδῇ δ’ ἕζετο: μόγις. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ ταχέως·

### book 99b.2

„σπουδῇ νῦν ἀνάβαινε“ (ο 209). b(BCE3E4)T

### book 99c

ἐρήτυθεν δὲ καθ’ ἕδρας: λαὸς ἐρήτυθεν. T

### book 99-100.1

σπουδῇ δ’ ἕζετο λαός, 〈ἐρήτυθεν δὲ καθ’

### book 99-100.2

ἕδρας / παυσάμενοι κλαγγῆσ〉: ἤτοι στικτέον ἐπὶ τὸ λαός (99)

### book 99-100.3

καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς (100)· ἢ ὡς διὰ μέσου κειμένου

### book 99-100.4

τοῦ ἐρήτυθεν δὲ καθ’ ἕδρας (99), ἀνυποκρίτως ὑποστικτέον

### book 99-100.5.1

ἐπὶ τὸ καθ’ ἕδρας (99), ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός (99), ἵν’ ᾖ

### book 99-100.5.2

τὸ ἑξῆς· σπουδῇ δ’ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ

### book 99-100.5.3

τὸ σχῆμα Ὁμηρικόν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς

### book 99-100.5.4

τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν

### book 99-100.5.5

καθίσαντες. A

### book 100-1a1.1

ἀνὰ δὲ κρείων 〈Ἀγαμέμνων / ἔστη σκῆπ‐

### book 100-1a1.2

τρον ἔχων〉: ἢ ἐπὶ βήματος ἀνέστη, ἢ ἀνέχων τὸ σκῆπτρον. T

### book 100-1a2.1

τὸ ἑξῆς ἀνέστη. ἅμα δὲ καὶ τὸ σκῆπτρον ἀνέτεινε κατ’

### book 100-1a2.2

ἔθος. b(BCE3)

### book 101-7a.1

τὸ μὲν Ἥφαιστος 〈κάμε τεύχων. / Ἥφαι‐

### book 101-7a.2

στος μὲν δῶκε—Ἀγαμέμνονι λεῖπε φορῆναι〉: ὁ

### book 101-7a.3

τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς.

### book 101-7a.4

Aint b(BCE3E4)T ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν

### book 101-7a.5.1

εἰληφότα φησί. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον.

### book 101-7a.5.2

b(BCE3E4)T

### book 101-7b.1

〈Ἥφαιστος κάμε τεύχων. /〉 Ἥφαιστος μὲν

### book 101-7b.2

δῶκε〈—λεῖπε φορῆναι〉: ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ

### book 101-7b.1

Διῒ ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι

### book 101-7b.2

διακονίαν τινὰ Πέλοπι· Πέλοψ δὲ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι

### book 101-7b.5.1

τῶν υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ

### book 101-7b.5.2

χρῆται τῷ ἀδελφῷ· ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν

### book 101-7b.5.3

ἐνεχείρισεν, ἀλλ’ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν

### book 101-7b.5.4

Ἀγαμέμνονι. A b (BCE3E4)T | ἄχρι δὲ τοῦ αὐτὰρ ὁ αὖτε Θυέστ’

### book 101-7b.5.5

Ἀγαμέμνονι λεῖπε φορῆναι (107) καλεῖται κλῖμαξ. δίδωσι δὲ

### book 101-7b.10.1

Ἥφαιστος τῷ μὲν Διῒ τὸ σκῆπτρον ὡς βασιλικόν, τῷ δὲ Ἑρμῇ

### book 101-7b.10.2

πάλιν ὁ Ζεὺς ὡς κηρυκικόν. A

### book 101.1

κάμε τεύχων: καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος. b

### book 101.2

(BCE3)T

### book 103-7.1

αὐτὰρ ἄρα Ζεὺσ〈— / αὐτὰρ ὁ αὖτε Θυέστ’

### book 103-7.2

Ἀγαμέμνονι λεῖπε φορῆναι〉: καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος,

### book 103-7.3

ὁτὲ δὲ ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων. b(BCE3E4)T

### book 103.1

ἀργεϊφόντῃ: ἀργῷ φόνου· b(BCE3E4)T „μηδέ τί τοι

### book 103.2

θάνατοσ“ (Ω 152) καταθύμιος ἔστω· b(BCE3)T „τοῖον γάρ τοι

### book 103.3

πομπὸν 〈ὀπάσσομεν ἀργεϊφόντην〉“ (Ω 153)· καὶ „δώτορα ἑάων“

### book 103.4

αὐτόν φησι (cf. θ 335). b(BE3)T ἢ ἀεργοφόντης ἀργεοφόντης

### book 103.5.1

καὶ ἀργειφόντης, ὡς πλέον πλεῖν, Νεόλαος Νείλεως· τὸν γὰρ Ἰοῦς

### book 103.5.2

ἔρωτα οὐκ οἶδεν ὁ ποιητής, πέπλασται δὲ τοῖς νεωτέροις τὰ περὶ

### book 103

τὸν Ἄργον. b(BCE3)T

### book 103.1

αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ: ἀργεϊ‐

### book 103.2

φόντῃ ἀργῷ καὶ—παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ (5—8). A

### book 104-6.1

〈Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ / —

### book 104-6.2

ἔλιπεν πολύαρνι Θυέστῃ:〉 ἐκ τοῦ Πέλοπι πληξίππῳ (104) ὁ

### book 104-6.3

ἱππικὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέ‐

### book 104-6.4

στου, ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός.

### book 104-6.5

b(BCE3)

### book 104a.1

〈Ἑρμείας δὲ ἄναξ:〉 Ἑρμείας, „Αἰνείασ“ (B 820 al.),

### book 104a.2

„Αὐγείασ“ (Λ 701) διὰ τοῦ α παρὰ τῷ ποιητῇ. ἄναξ δὲ ὁ θεός. T

### book 104b.1

Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι 〈πληξίππῳ〉: Ἑρ‐

### book 104b.2

μοῦ γάρ φασιν αὐτὸν καὶ Καλύκης· ἢ †διὰ τὸν κύνα†. πέπλασται οὖν

### book 104b.3

τοῖς νεωτέροις τὰ περὶ Οἰνόμαον καὶ τὴν χρυσῆν ἄρνα. T | πλήξιπ‐

### book 104b.4

πον δέ φασιν εἰρῆσθαι τὸν Πέλοπα διὰ τὸ μετὰ θάνατον Μυρτίλου

### book 104b.5.1

αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ Εὐβοίας μέχρι Πελοποννήσου. b

### book 104b.5.2

(BCE3E4)T

### book 104b.1

Ἑρμείας δὲ ἄναξ δῶκε: Ἱπποδάμεια ἡ Οἰνομάου—

### book 104b.2

διὰ τὴν τῶν ἵππων αὐτουργίαν. A

### book 105.1

Πέλοψ δῶκ’ Ἀτρέϊ: φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβου‐

### book 105.2

λεύσαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ

### book 105.3

πατρός, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς

### book 105.4

Ἦλιν κρατῆσαι τῶν σκήπτρων τοῦ πατρός. b(BCE3)T

### book 105.5.1

αὐτὰρ ὁ αὖτε Πέλοψ: Πέλοψ ἐκ προτέρας γυναικὸς—

### book 105.5.2

ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος (FGrHist 4, 157). A

### book 106a.1

Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ: ἡ

### book 106a.2

διπλῆ, ὅτι 〈οὐ〉 γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέστου. αὐτῷ

### book 106a.3

γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς. A

### book 106b.1

ἔλιπεν πολύαρνι Θυέστῃ: ὅτι Ὅμηρος οἶδεν αὐτοὺς

### book 106b.2

ἄχρι τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας. εἰ δὲ ἦν αὐτοῖς ἔχθρα, οὔτ’

### book 106b.1

ἂν b(BCE3)T ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτε T οἱ

### book 106b.2

θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι Ἀγαμέμνονα (cf. α 37—9)·

### book 106b.5.1

†οὔτε† τὸν Αἴγισθον Ὅμηρος πικρῶς οὕτως ἐλοιδόρει ἄναλκιν (cf. γ

### book 106b.5.2

310) καὶ „δολόμητιν“ (α 300 al.) καλῶν, εἰ μὴ τὰ τῆς συγγενείας πρῶ‐

### book 106b.5.3

τος ἐλυμήνατο. Λικύμνιος (fr. 7 R.) δὲ παραδηλοῦσθαί φησι τὴν

### book 106b.5.4

ἔχθραν λεληθότως, ἵνα μὴ βλασφημήσῃ τὸ γένος· τὸ μὲν γὰρ „δῶκε“

### book 106b.5.5

(Β 105) φιλίας τεκμήριόν φησι, τὸ δὲ καταλιπεῖν ἀνάγκης· διὸ ἐφ’ ὧν

### book 106b.10.1

μὲν τῷ „δῶκεν“ ἐχρήσατο, ἐφ’ ὧν δὲ τῷ ἔλιπεν. b(BCE3)T | πο‐

### book 106b.10.2

λύαρνι δὲ ἐκ τοῦ †ποληάρην. T

### book 106b.1

Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων—καὶ Θυέστην

### book 106b.2

ἐφυγάδευσεν. A

### book 107a.1

αὐτὰρ ὁ αὖτε Θυέστ’: ὅτι συμφωνοῦντας αὐτοὺς συν‐

### book 107a.2

ίστησι· καὶ γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὐτοῦ Αἰγίσθῳ καταλείπει τὸ

### book 107a.3

σκῆπτρον, ἀλλ’ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα

### book 107a.4

ἀντὶ τοῦ Θυέστης. A

### book 107b1.1

λεῖπε φορῆναι: μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυ‐

### book 107b1.2

χρόνιος καὶ παλαιὸν †τροφῆς† ἀξίωμα. ἐξῆρεν οὖν τὸν φοροῦντα.

### book 107b1.3

| φορῆναι δὲ ἐφόρη φορῆναι. T

### book 107b2.1

μεγάλη καὶ πολυχρόνιος πρὸς ἀρχὴν ἡ τοιαύτη κατα‐

### book 107b2.2

σκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν φοροῦντα. b(BCE3E4)

### book 108.1

〈πολλῇσιν νήσοισι:〉 τούτῳ τοῦτο συνέβη διὰ τὴν ἐπὶ

### book 108.2

Ἴλιον στρατείαν· Ῥόδιοι γὰρ καὶ Αἰγινῆται καὶ οἱ λοιποὶ λαοὶ

### book 108.3

Ἀτρείδεω Ἀγαμέμνονος λέγονται. τινὲς δὲ ἐννέα κώμας φασὶν ἐν

### book 108.4

Ἄργει, αἳ ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους. b(BCE3)

### book 109a1

〈ἐρεισάμενος:〉 ἐπερείσας ἑαυτόν. Til

### book 109a2

ἀπερείδων ἑαυτὸν καὶ ἀναπαύων. b(BCE3E4)

### book 109b.1

〈ἔπε’ Ἀργείοισι μετ’ ηὔδα:〉 ὅτι τὸ ἑξῆς ἐστι μετ’

### book 109b.2

Ἀργείοισιν ἔπεα ηὔδα. Aim

### book 110a.1

〈ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος:〉 ὅτι

### book 110a.2

πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ

### book 110a.3

πρὸς Ἴστρον (FGrHist 334, 69) λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας

### book 110a.4

λέγεσθαι. | στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευτικὴ γὰρ ἡ περίοδος. A

### book 110b.1

ἥρωες Δαναοί: προεπαίρει τοῖς ἐγκωμίοις, ὅπως αἰδοῖν‐

### book 110b.2

το φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα b

### book 110b.3

(BCE3E4)T εἶναι, ἢ ἑτέρως ἀποβῇ καὶ θεομισὴς δόξῃ. b(BE3E4)T

### book 111a.1

Ζεύς με μέγα 〈Κρονίδησ〉: ὅτι Ζηνόδοτος γράφει

### book 111a.2

„Ζεύς με μέγας Κρονίδησ“. καὶ ὅτι ἀπὸ τούτου ἕως 〈τοῦ) „αἰσχρὸν

### book 111a.3

γὰρ τόδε γ’ ἐστί“ (Β 119) οὕτως συντέμνει „ὦ φίλοι ἥρωες Δαναοί, θε‐

### book 111a.4

ράποντες Ἄρηος· / λώβη γὰρ τάδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι /

### book 111a.5

μὰψ οὕτω“ (= Β 110. ω 433. Β 120). A

### book 111b.1

{Ζεύς με} μέγα {Κρονίδης}: σχολικὸν ἀγνόημα τὸ δοκεῖν

### book 111b.2

Ζηνοδότειον εἶναι τὴν μετὰ τοῦ ς γραφήν. καὶ δόξειεν ἂν ὑπὸ Διονυ‐

### book 111b.3

σίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ Περὶ ποσοτήτων (fr. 6) καθ‐

### book 111b.4

άπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως

### book 111b.5.1

Ὅμηρος ἀποχρῆται· παρ’ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετ‐

### book 111b.5.2

ειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως·

### book 111b.5.3

εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προτάτ〈τ〉οιμεν, ἕνεκα γοῦν

### book 111b.5.4

τἀκριβοῦς γράφοιμεν κατὰ Ἀρίσταρχον „Ζεύς με μέγασ“. ἐν γοῦν τῷ

### book 111b

Πρὸς Φιλήταν συγγράμματι (fr. 55 K.) τῇ γραφῇ κέχρηται, δύο

### book 111b.10.1

λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ’ αὑτό, καθάπερ νῦν „Ζεύς

### book 111b.10.2

με μέγα〈σ〉 Κρονίδησ“ καὶ „κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱππο‐

### book 111b.10.3

συνάων“ (Π 776), τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον

### book 111b.10.4

διάκρισιν „Αἴας δ’ ὁ μέγασ“ (Π 358). κἀν ταῖς Λιταῖς ἐξηγούμενος

### book 111b.10.5

„αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 169) ἔν τινι τῶν ἠκριβωμένων ὑπομνη‐

### book 111b.15.1

μάτων γράφει ταῦτα κατὰ λέξιν· „οὐ κατ’ ἐπίθετον λέγει μέγας, ἀλλὰ

### book 111b.15.2

πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν δὲ λέγῃ ‘Ζεύς με μέγας

### book 111b.15.3

Κρονίδησ‘, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν.“ καὶ τοὺς ἀπ’ αὐτοῦ δὲ

### book 111b.15.4

χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ Διονυσόδωρον καὶ Ἀμμώνιον τὸν

### book 111b.15.5

Ἀλεξανδρέα. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ

### book 111b.20.1

ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ Περὶ Ἰλιάδος (p. 320, 36

### book 111b.20.2

Schm.) οὕτως προφέρεται ὥστε ὅμοιον εἶναι τῷ „ἐπεὶ μέγας ὠδύσατο

### book 111b.20.3

Ζεύσ“ (Σ 292). οὐδὲ ὁ Ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γρα‐

### book 111b.20.4

φὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος

### book 111b.20.5

(p. 112 Schm.). A

### book 111c.1

ἄτῃ: ἡ ἑκούσιος ἁμαρτία· b(BCE3)TTil καὶ ἀτηρός καὶ

### book 111c.2

„ἶσα ἄτῃσιν“ (Hsd. opp. 352). οἱ δὲ ζημία· b(BCE3)T τοῦτο δὲ

### book 111c.3

ἀναπόδεικτόν ἐστιν. b(BE3)T

### book 112a.1

σχέτλιος: τοῦτο καθ’ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω

### book 112a.2

(Β 38) τὸ „νήπιοσ“. μᾶλλον γάρ, κομματικῶς λεγόμενον, ἐμφαίνει. A

### book 112b.1

ὃς πρὶν μέν μοι 〈ὑπέσχετο καὶ κατένευσεν〉: προ‐

### book 112b.2

τρεπτικὸν τοῦτο πρὸς τὸ μένειν τοὺς Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον

### book 112b.3

„ὅ τί κεν κεφαλῇ κατανεύσει“ (Α 527). ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς (cf.

### book 112b.4

Β 311) καὶ τὰς διοσημίας (cf. Β 353). b(BCE3E4)T

### book 113a.1

〈Ἴλιον:〉 Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί·

### book 113a.2

καὶ „Εὔβοιαν“ (Β 536 al.), ἀλλ’ οὐκ Εὐβοεῖς. Aim

### book 113b.1

ἐκπέρσαντ’: τὸ ἐντελὲς ἐκπέρσαντι, ὡς „χρυσέῃ κερκίδ’

### book 113b.2

ὕφαινε“ (ε 62) b(BCE3)T καὶ „Αἴανθ’, ὃς βελέεσσι βιάζετο καὶ οὐ

### book 113b

χάζετ’ ὄπισθεν“ (cf. Λ 589 et Σ 160). b(BCE3)

### book 114.1

κακὴν ἀπάτην: ἔστι γὰρ καὶ δικαία. Αἰσχύλος (fr. 301

### book 114.2

N.2 = 601 c M.)· „ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεόσ“. A b (BCE3E4)T

### book 114.3

καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι; A b (BE3E4)T

### book 115a.1

δυσκλέα Ἄργος: ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοι‐

### book 115a.2

αῦτα ἐκφέρει, δυσκλέα καὶ „ἀκλέα“ (δ 728), Ἰωνικῶς. οἱ δὲ Ἀττικοὶ

### book 115a.3

ἐκτείνουσιν. A

### book 115b.1

δυσκλέα: συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς

### book 115b.2

„ἀμφηρεφέα“ (Α 45), ὁμοίως τῷ „ἄρα κλέα ἀνδρῶν“ (Ι 189), „ἀκλέα

### book 115b.3

ἐν μεγάρῳ“ (δ 728). A

### book 115c.1

〈δυσκλέα:〉 ἐκ τοῦ δυσκλεεύς δυσκλεέα. ἔστι δὲ b(BCE3)

### book 115c.2

ἔλλειψις τοῦ ε, οὐ συναλιφή. b(BCE3)Til οἱ δὲ νεώτεροι ἐκτεί‐

### book 115c.3

νουσι καὶ περισπῶσιν ὡς ἀπὸ τοῦ δυσκλεής. b(BCE3) | τοῦτο δὲ εἶπεν

### book 115c.4

οἰόμενος ὡς οὐ πείσονται οἱ Ἕλληνες δυσκλεεῖς ὑποστρέψαι. b

### book 115c.5

(BCE3E4)

### book 115d.1

〈ἐπεὶ πολὺν ὤλεσα λαόν:〉 ἀντὶ τοῦ ὅτε ἢ ἀφ’ οὗ.

### book 115d.2

οἰκειοῦται δὲ τὴν ἀπώλειαν b(BCE3)Til τοῦ στρατοῦ παραμυ‐

### book 115d.3

θίας ἕνεκεν. b(BCE3)

### book 116-8.1

οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ

### book 116-8.2

μέγιστον〉: πρὸς τὸ μέλλει (116), ὅτι ἀντὶ τοῦ ἔοικεν. ὁ δὲ ἀστερί‐

### book 116-8.3

σκος, ὅτι εἰς τὰς Λιτὰς (Ι 23—5) οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς. A

### book 116a.1

〈μέλλει:〉 ἔοικε. | διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν.

### book 116a.2

b(BCE3)Til

### book 116b

〈ὑπερμενέϊ:〉 συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ. Aint

### book 117a.1

〈πολλάων:〉 τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον

### book 117a.2

Ἰώνων. Aim

### book 117b.1

πολλάων πολίων: ἀδίκων, ὡς „ἔπαθον αἳ μεγάλα“

### book 117b.2

(Pind. O1. 2, 23). T | ἄδηλον δὲ εἴτε καθολικῶς αὐτὸ λέγει εἴτε περὶ

### book 117b.3

τῶν εἰκοσιτριῶν A b (BCE3E4)T ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου·

### book 117b.4

πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ. A b

### book 117b.5

(BE3E4)T

### book 118a1.1

〈τοῦ γὰρ κράτος:〉 Πυθαγόρας †φησὶ† τί ἐστι θεῖον

### book 118a1.2

ἐρωτηθεὶς τὸ πάντων ἔφη κρατοῦν, τῷ αἰτίῳ καὶ τοῖς ἄλλοις, ὥστε καὶ

### book 118a1.3

πολέμων ἔχειν ἐξουσίαν. τίς ἂν οὖν εἴην ἐγώ, φησὶν Ἀγαμέμνων, πρὸς

### book 118a1.4

τὸ κράτος ἐκείνου; b(BCE3E4)

### book 118a2.1

Πυθαγόρας ἐρωτηθείς, τί ἐστι θεός, τὸ πάντων κρατοῦν

### book 118a2.2

εἶπεν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. Til

### book 118a3.1

τοῦ γὰρ κράτος: Πυθαγόρας φησὶ τί ἐστι θεός· τὸ πάν‐

### book 118a3.2

των κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ; A

### book 119

〈πυθέσθαι:〉 ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν. Aim

### book 120.1

τοσόνδε τε λαόν: διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία·

### book 120.2

καὶ ὅτι ἀΐδιος ἔσται αὐτοῖς ὕβρις τὸν πόλεμον ἀτελῆ καταλιποῦσιν. b

### book 120.3

(BCE3E4)T

### book 122a.1

〈ἀνδράσι παυροτέροισι:〉 ὅτι ἥσσονες κατὰ τὸν

### book 122a.2

ἀριθμὸν οἱ βάρβαροι. Aim

### book 122a.1

παυροτέροισι: οἱ μὲν Τρῶες χωρὶς—ἄλλοι δὲ

### book 122a.2

ιδʹ. A

### book 122b.1

τέλος δ’ οὔ πώ τι: τὸ δέ ἀντὶ τοῦ γάρ· b(BCE3)T

### book 122b.2

κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πεφανέρωται. πῶς οὖν πρὸ τέλους

### book 122b.3

ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας. b(BCE3E4)T

### book 123-7.1

εἴπερ γάρ κ’ ἐθέλοιμεν〈—ἑλοίμεθα οἰνο‐

### book 123-7.2

χοεύειν〉: ἕως τοῦ οἰνοχοεύειν (127) ὑποστιγμαί εἰσιν ἐν ὑπο‐

### book 123-7.3

κρίσει πᾶσαι, ἄμφω (124) καὶ ἔασιν (125) καὶ Ἀχαιοί (126) καὶ

### book 123-7

οἰνοχοεύειν (127). τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος. A

### book 123a.1

〈εἴπερ γάρ κ’ ἐθέλοιμεν:〉 ὅτι περισσὸς ὁ κέ σύνδε‐

### book 123a.2

σμος. Aint

### book 123b.1

εἴπερ γάρ κ’ ἐθέλοιμεν: ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ

### book 123b.2

γε καὶ πλείους καὶ ἰσχυρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς

### book 123b.3

ἥττης πολλὴ ἡ αἰσχύνη. b(BCE3E4)T

### book 124a.1

ὅρκια πιστὰ ταμόντες: ἀθετεῖται· οὐ γὰρ ἐπ’ ἀλη‐

### book 124a.2

θείας λέγεται, ἀλλ’ ὑπερβολικῶς τὰ τῶν δεκάδων. πρὸς τί οὖν ὅρκια; A

### book 124b

ὅρκια πιστά: πρὸς τὸ συνελθεῖν. T

### book 125a.1

Τρῶας μὲν λέξασθαι 〈ἐφέστιοι ὅσσοι ἔασιν〉: Ἀρι‐

### book 125a.2

στάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων· „ἐὰν καὶ τὰ παιδία καὶ τοὺς

### book 125a.3

πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι,

### book 125a.4

κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ (ζ 265)· ‘πᾶσιν γὰρ ἐπί‐

### book 125a.5.1

στιόν ἐστιν ἑκάστῳ‘, ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ.“ | ἡ διπλῆ δέ, ὅτι

### book 125a.5.2

τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμη‐

### book 125a.5.3

θῆναι κεῖται, ἀλλ’ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἁθροισθῆναι ἐν ταὐτῷ· καὶ

### book 125a.5.4

ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι †διαμένουσιν. A

### book 125b.1

〈λέξασθαι:〉 τὸ λέξασθαι δηλοῖ πέντε· τὸ λέγειν, ὡς τὸ

### book 125b.2

„λέξασθαι δὲ περὶ τῶν οὐ δύναται“ (auct. ign.), τὸ κοιμᾶσθαι, ὡς τὸ

### book 125b.3

„λέξομαι {δ’} εἰς εὐνήν“ (ρ 102), τὸ ἐκλέγεσθαι, ὡς τὸ „λέξασθαι

### book 125b.4

κούρουσ“ (Φ 27), τὸ ἀριθμεῖν, ὡς τὸ „λέγε κήτεσσι“ (δ 452), τὸ οἰκο‐

### book 125b.5

δομεῖν, ὡς τὸ „αἱμασιὰς λέξονται“ (ω 224). b(BCE3E4)

### book 125c.1

Τρῶας μὲν λέξασθαι: ἀπὸ κοινοῦ τὸ θελήσουσιν. T | τὸ

### book 125c.2

λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, „λέξομαι εἰς εὐνήν“· τὸ ἐπιλέξασθαι,

### book 125c.3

„λέξατο κούρουσ“· τὸ ἀριθμεῖν, „λέγε κήτεσι“· AT τὸ οἰκοδομεῖν,

### book 125c

„αἱμασιὰς λέξοντεσ“. T

### book 125d.1

ἐφέστιοι: ἔνοικοι, συναριθμουμένων παιδίων καὶ γερόν‐

### book 125d.2

των· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι. b

### book 125d.3

(BCE3E4)T

### book 125e

〈ἔασιν:〉 ἀντὶ τοῦ εἰσίν. Til

### book 125-6.1

〈Τρῶας μὲν λέξασθαι, ἐφέστιοι ὅσσοι ἔασιν, /〉

### book 125-6.2

ἡμεῖς δ’ ἐς δεκάδας 〈διακοσμηθεῖμεν Ἀχαιοί〉: ἐσχημάτισεν

### book 125-6.3

οὐχ ὁμοίως τῷ Τρῶας (125) τὸ ἡμεῖς (126) ἐπαγαγών. Aim b

### book 125-6.4

(BCE3E4)T ἀντίστροφον δὲ τοῦτο κατὰ τὰς πτώσεις τῷ „ἢ

### book 125-6.5.1

ἐθέλεις †ὄφρ’ αὐτὸς μὲν ἔχειν† γέρας, αὐτὰρ ἔμ’ αὔτωσ“ (Α 133). b

### book 125-6.5.2

(BCE3E4)T

### book 126a.1

ἐς δεκάδας: ἔθος ἦν πλείονας τῶν δέκα μὴ συνεσθίειν, ὡς

### book 126a.2

καὶ Ἀριστοτέλης ἐν Πολιτείαις φησίν (fr. 503 R.). b(BCE3E4)T

### book 126b.1

διακοσμηθήμεν’: ἀντὶ τοῦ διακοσμηθῆναι, ἵν’ ᾖ ἀπὸ

### book 126b.2

κοινοῦ τὸ „ἐθελήσομεν“ (β 123). οἱ δὲ „διακοσμηθεῖμεν“, ἵν’ ᾖ δια‐

### book 126b.3

κοσμηθείημεν εὐκτικόν. b(BCE3E4)T

### book 127a1

〈ἕκαστον:〉 ὁ Ἰξίων (fr. 2 St.) διὰ τοῦ ν, ἕκαστον. Aint

### book 127a2.1

{ἄνδρα} ἕκαστον 〈ἑλοίμεθα〉: ὁ Ἰξίων διὰ τοῦ †ι†,

### book 127a2.2

τινὲς δὲ διὰ τοῦ †ν†, „ἕκαστοι ἑλοίμεθα“, οἱ ἐν τῇ δεκάδι. οὕτως

### book 127a2.3

†ἰξίων. T

### book 127b.1

ἑλοίμεθα οἰνοχοεύειν: πιθανῶς κἀν τῷ ἀριθμεῖν τὰ

### book 127b.2

ἔθνη αἰχμαλωσίαν οἰωνίζεται Τρωσίν, ἢ ὡς φιλοίνοις ἢ ὡς ἐν συμπο‐

### book 127b.3

σίοις ἀλαζονευομένοις. ἢ διαπαίζει τὸν Γανυμήδους μῦθον. b(BCE3E4)

### book 127b

T

### book 128.1

πολλαί κεν δεκάδες: ὑπερβολικῶς· Τρώων μὲν γὰρ ἦσαν

### book 128.2

μυριάδες πέντε, Ἑλλήνων δὲ δώδεκα. T

### book 129.1

〈πλέας:〉 τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται. Aim b

### book 129.2

(BCE3)Til

### book 130-3.1

Τρώων οἳ ναίουσι: ἕως τοῦ Ἰλίου ἐκπέρσαι (133)

### book 130-3.2

ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν

### book 130-3.3

τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησι〈ν〉 εἶναι. A

### book 130-1a.1

ἀλλ’ ἐπίκουροι / πολ〈λ〉έων ἐκ πολίων: καὶ γάρ

### book 130-1a.2

φησι· „κέκλυτε, μυρία φῦλα περικτιόνων ἐπικούρων“ (Ρ 220). b

### book 130-1a.3

(BCE3)T ἐπίκουροι δὲ οἱ ἐξ ἀλλοδαπῆς ἥκοντες πρὸς συμ‐

### book 130-1a.4

μαχίαν. b(BCE3)

### book 130-1b.1

〈ἀλλ’ ἐπίκουροι / —〉ἐγχέσπαλοι ἄνδρες:

### book 130-1b.2

διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ ὀνειδίζει τῷ ἰδίῳ συμμαχικῷ. b

### book 130-1b.3

(BCE3)T ἐπίκουροι μὲν οὖν λέγονται οἱ τοῖς πολεμουμένοις

### book 130-1b.4

βοηθοῦντες, σύμμαχοι δὲ οἱ τοῖς πολεμοῦσιν. T

### book 131a1.1

{ἐγχέσπαλοι ἄνδρες} ἔασιν: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρι‐

### book 131a1.2

στάρχου εὕρομεν „ἔνεισιν“. καὶ Καλλίστρατος οὕτως ἐν τῷ Περὶ

### book 131a1.3

Ἰλιάδος (p. 320, 36 Schm.) γράφει, καθάπερ καὶ τὸ „ἡμεῖς δὲ μαχό‐

### book 131a1.4

με〈σ〉θ’, οἵπερ τ’ ἐπίκουροι ἔνειμεν“ (Ε 477). παρ’ ὃ καὶ διχῇ γράφομεν. |

### book 131a1.5.1

ἐγχέσπαλοι δέ, ὅτι ἔσειον τὰ δόρατα πρὸ τῆς ἀφέσεως, μήποτε

### book 131a1.5.2

ἄρα εἶεν κλασθέντα. A

### book 131a2.1

τὸ δὲ ἔασι τινὲς „ἔνεισιν“, b(BCE3) ὡς τὸ „ἔνειμεν“.

### book 131a2.2

b(BE3)

### book 131-2.1

〈ἐγχέσπαλοι ἄνδρες ἔασιν /〉 οἵ με μέγα πλά‐

### book 131-2.2

ζουσι: τὸ οἵ (132) ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι

### book 131-2.1

ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν

### book 131-2.2

ἐπὶ τὸ ἄνδρες ἔασιν (131). ἐπὶ δὲ τὸ πλάζουσι (132) θετέον τὴν

### book 131-2.5

ἄνω δευτέραν στιγμήν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς. A

### book 132a1.1

οἵ με μέγα πλάζουσι: ἀποσφάλλουσι τῆς ὁρμῆς. b

### book 132a1.2

(BCE3E4)T εὖ δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ

### book 132a1.3

κοινόν. b(BCE3)T

### book 132a2.1

〈οἵ με μέγα πλάζουσι:〉 πλανῶσι καὶ ἀπείργουσι

### book 132a2.2

τῆς πολλῆς προθυμίας. | καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ

### book 132a2.3

ἐλέγχειν τὸ κοινόν. Aint

### book 132b.1

καὶ οὐκ εἰῶς’ ἐθέλοντα: ἀντὶ τοῦ δυνάμενον. b(BC

### book 132b.2

E3E4)T

### book 133a.1

Ἰλίου {ἐκπέρσαι}: ἐν τοῖς κατ’ Ἀριστοφάνην ὑπο‐

### book 133a.2

μνήμασιν Ἀριστάρχου „Ἴλιον“ ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε

### book 133a.3

ἄμεινον ἔχει. A

### book 133b1.1

Ἰλίου {ἐκπέρσαι}: ἄμεινον τὸ „Ἴλιον“ ἤπερ Ἰλίου. |

### book 133b1.2

Ἰλίου πτολίεθρον ὡς „Ἀργοῦς σκάφοσ“ (Eur. Med. 1). T

### book 133b2.1

Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν τὸ „Ἴλιον“

### book 133b2.2

ἤπερ Ἰλίου. | ἀλλὰ συνωνυμικῶς εἶπεν ὡς „Ἀργοῦς νηὸς σκάφοσ“.

### book 133b2.3

b(BE3)

### book 134a.1

ἐννέα δή: κοινὸν καὶ τοῦτο πρός τε τὸ ἀπιέναι, ὡς

### book 134a.2

ἐγκαθημένων ἀπράκτων τοσοῦτον χρόνον, καὶ πρὸς τὸ μένειν, ὡς τοῦ

### book 134a.3

τῆς ἁλώσεως χρόνου πληρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει ἁλώσεσθαι

### book 134a.4

τὴν Ἴλιον ὁ Κάλχας ἔφη (cf. Β 329). | ἐλπίδα τοῦ τέλους ὑπογράφων

### book 134a.5.1

αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον ἐνιαυτὸν εἶπε· καίτοι τοῦτο ἦν

### book 134a.5.2

τὸ ἀληθές, ὥσπερ καὶ Ὀδυσσεύς φησιν· „ἡμῖν δ’ εἴνατός ἐστι περι‐

### book 134a.5.3

τροπέων ἐνιαυτόσ“ (Β 295)· ἀλλὰ παρεληλύθασί φησιν ἐννέα ἐνιαυτοί.

### book 134a.5.4

b(BCE3E4)T

### book 134b.1

βεβάασι: ἀντὶ τοῦ πεπόρευνται, ὡς τὸ „βῆ δ’ ἄρ’ ἐπ’

### book 134b.2

Ἀτρεΐδην“ (Β 18) ἀντὶ τοῦ ἐπορεύθη. b(BCE3)T

### book 134c.1

Διὸς μεγάλου: τοῦ ἡλίου ἢ τοῦ διερχομένου χρόνου.

### book 134c.2

b(BCE3E4)Til

### book 135a.1

〈καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυν‐

### book 135a.2

ται:〉 ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξε‐

### book 135a.3

νήνοχε τὸ λέλυνται καὶ σέσηπε. Aim

### book 135b.1

〈καὶ δὴ δοῦρα—λέλυνται:〉 ἐν ἑνὶ στίχῳ

### book 135b.2

ἔθηκε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν. b(BCE3E4)Til

### book 135c.1

καὶ δὴ δοῦρα σέσηπε: καὶ τοῦτο ἀμφοτέροις συνᾴδει,

### book 135c.2

τῷ μὲν ἀπιέναι πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῷ μένειν

### book 135c.3

ὡς διὰ τὸ σεσηπέναι τὰς ναῦς τέως πλεῖν οὐ δυναμένων. καὶ Θεό‐

### book 135c.4

πομπος (FGrHist 115, 351) δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου

### book 135c.5.1

φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλ‐

### book 135c.5.2

λάττεσθαι. b(BCE3E4)T

### book 136-7.1

αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι〈—ποτιδέγ‐

### book 136-7.2

μεναι〉: συναπτέον ἕως τοῦ ποτιδέγμεναι (137)· μία γὰρ ἡ

### book 136-7.3

περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι (136) διαστέλλοι, ἀπρεπῆ τὸν

### book 136-7.4

νοῦν τίθησι. A

### book 136-8.1

αἱ δέ που ἡμέτεραι〈—ἱκόμεσθα〉: ἀπαλλαττώ‐

### book 136-8.2

μεθα οὖν ὡς ποθούμενοι, ἢ ὡς μηδὲν ἄξιον τῆς προσδοκίας εἰργασμένοι.

### book 136-8.3

b(BCE3E4)T

### book 138

〈αὔτως:〉 ἔτι, ἀκμήν. „λευκὸν ἔτ’ αὔτωσ“ (Ψ 268). Til

### book 139a

〈ἀλλ’ ἄγεθ’:〉 ἄγετε ἐπίρρημα. Til

### book 139b.1

ἀλλ’ ἄγετ’ ὡς ἂν ἐγὼ εἴπω: ὑποστικτέον ἐν ὑπο‐

### book 139b.2

κρίσει μετὰ τὸ εἴπω διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν

### book 139b.3

αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀνταποδόσεως. A

### book 140a.1

φεύγωμεν σὺν νηυσί: ἠδύνατο μὲν εἰπεῖν στείχωμεν.

### book 140a.2

ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου. b(BCE3E4)T

### book 140b.1

φίλην ἐς πατρίδα γαῖαν: φίλην τὴν ἰδίαν· „φίλους

### book 140b.2

λήθοντε τοκῆασ“ (Ξ 296). πατρίδα δέ, ἕκαστος τὴν ἰδίαν. b(BC

### book 140b.3

E3E4)T ἔδει δὲ πατρίδα αἶαν. b(BCE3)T

### book 141.1

οὐ γὰρ ἔτι Τροίην: οὗτος ὁ στίχος ἀναιρεῖ τὴν ἀμ‐

### book 141.2

φιβολίαν· διὸ ἔν τισι οὐ φέρεται. T

### book 142.1

τοῖσι δὲ θυμὸν〈—〉ὄρινε: τὸ αἰφνίδιον τῆς τῶν

### book 142.2

ἀνθρώπων ὁρμῆς ἐσήμανε περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων. b

### book 142.3

(BCE3E4)T

### book 143a.1

〈πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκου‐

### book 143a.2

σαν:〉 ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό.

### book 143a.3

Aint

### book 143b.1

μετὰ πληθύν: ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος. b(BCE3

### book 143b.2

E4)Til

### book 143c.1

ὅσοι οὐ βουλῆς ἐπάκουσαν: ἀντὶ τοῦ ᾔσθοντο τῆς

### book 143c.2

τοῦ Ἀγαμέμνονος γνώμης. b(BCE3E4)T

### book 144-5.1

〈κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης /

### book 144-5.2

πόντου Ἰκαρίοιο:〉 ἐπὶ τὸ Ἰκαρίοιο στιγμή. βραχὺ δὲ δια‐

### book 144-5.3

στελοῦμεν ἐπὶ τὸ ἀγορή. Aim

### book 144a

〈κινήθη:〉 ὥρμησε. b(BCE3E4)Til

### book 144b

ὡς κύματα: ὅτι Ζηνόδοτος γράφει „φὴ κύματα“. οὐδέ‐

### book 144b

ποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὥς τέταχεν. A

### book 144c.1

ὡς κύματα μακρά: ὑψηλά, τὰ ἐκ βάθους κινούμενα·

### book 144c.2

συνωθοῦνται γὰρ ἄλλα ἐπ’ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης

### book 144c.3

τῆς θαλάσσης. A b (BCE3E4)T

### book 144d.1

〈κινήθη δ’ ἀγορὴ ὡς κύματα:〉 διὰ τί προειπόντος

### book 144d.2

τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις „ὑμεῖς δ’ ἄλλοθεν

### book 144d.3

ἄλλος ἐρητύειν ἐπέεσσιν“ (Β 75), ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ

### book 144d.4

τὰς ναῦς, οὔτε ἄλλος οὐδεὶς οὔτε Ὀδυσσεὺς τοῦτο ἐποίησε ταχέως,

### book 144d.5.1

ἀλλ’ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχ ἁπτόμενος τῆς νηός (cf. Β

### book 144d.5.2

170—1), οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ

### book 144d.5.3

ἀπὸ μηχανῆς ὥσπερ καθεύδοντα τὸν Ὀδυσσέα ἐγείρουσα; ἢ ὅτι

### book 144d.5.4

οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου

### book 144d.5.5

κατέχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς σχεδὸν ποιῶν τῆς τότε

### book 144d.10.1

ἀταξίας αὐτῶν ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δ’ ἀγορὴ

### book 144d.10.2

ὡς κύματα· διὸ ὁ Ὀδυσσεύς, μετὰ τὸν Νέστορα συνέσει προὔχων,

### book 144d.10.3

ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου ἐπιδεικνὺς ὃ ἐβούλετο καὶ

### book 144d.10.4

τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα

### book 144d.10.5

πρᾶξαι τὰ διὰ τοῦ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς

### book 144d.15.1

τοῦτον ἐλήλυθεν ἡ Ἀθηνᾶ· οὐ γὰρ δίχα θεοῦ πιθανὸν τοσοῦτον

### book 144d.15.2

καταστέλλεσθαι θόρυβον. b(BCE3E4)T

### book 145.1

πόντου Ἰκαρίοιο: τοῦ Ἰκαρίου πελάγους, κεκλημένου

### book 145.2

—καὶ Καλλίμαχος ἐν Αἰτίοις (cf. fr. 23, 3 et 43, 48). A

### book 146a

〈ὤρορ’:〉 ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου. Aint Til

### book 146b.1

〈ὤρορ’ ἐπαΐξας:〉 ἀπὸ τοῦ ὄρωρεν Ἀττικοῦ ὑπέρ‐

### book 146b.2

θεσις ἐγένετο τοῦ χρόνου. ἐπαΐξας δὲ b(BCE3) ἄνωθεν αἰγι‐

### book 146b.3

δώδης πνεύσας. b(BCE3E4)Til

### book 147a1.1

〈ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον:〉 πρὸς

### book 147a1.2

συμπλήρωσιν τῶν ἀσταχύων οἱ ζέφυροι πνέουσι. | ληΐῳ δὲ τὴν ἠϊόνα

### book 147a1.1

παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολή, ὅπερ ἄμεινον ἐνταῦθα· ἡ

### book 147a1.2

πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν

### book 147a1.5

παρίστησιν. b(BCE3E4)

### book 147a2.1

ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος 〈βαθὺ λήϊον〉: πρὸς

### book 147a2.2

συμπλήρωσιν τῶν σταχύων πνέουσι ζέφυροι. AT | λήϊον δὲ ἀντὶ

### book 147a2.3

τοῦ γήϊον, ὡς μόγις μόλις. T | †ἠπειρώταις† ἡ παραβολή, ὅπερ

### book 147a2.4

ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ τὴν ὁμοθυμαδὸν ὁρμήν. ATil

### book 148a.1

λάβρος ἐπαιγίζων, 〈ἐπί τ’ ἠμύει ἀσταχύεσ‐

### book 148a.2

σιν〉: ὅτι χωρὶς προθέσεως εἴρηκεν ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγίδας

### book 148a.3

γὰρ ἔλεγον, ἃς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ

### book 148a.4

ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει. A

### book 148b.1

〈λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν:〉

### book 148b.2

ὑποστιγμαὶ ἐν ὑποκρίσει 〈ἐπὶ τὸ〉 ἐπαιγίζων 〈καὶ〉 ἀσταχύεσσιν.

### book 148b.3

Aim

### book 148c1.1

ἐπί τ’ ἠμύει: ἠμύει τὸ λήϊον τοῖς στάχυσιν, ὡς „ἔφρι‐

### book 148c1.2

ξεν δὲ μάχη †ἐγχείῃσιν“ (Ν 339). ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσι. AT

### book 148c2.1

πυκνοῖ τὸ λήϊον τοῖς στάχυσιν, b(BCE3E4) ὡς „ἔφριξε

### book 148c2.2

δὲ μάχη ἐγχείῃσιν“. b(BCE3) οἱ δὲ στάχυες ὑπὸ τοῦ ἀνέμου

### book 148c2.3

συνειλούμενοι πυκνοῦσι τὸ λήϊον. b(BCE3E4)

### book 150a.1

〈νῆας ἐπεσσεύοντο:〉 οὕτως νῆας ἐπεσσεύοντο.

### book 150a.2

Aint

### book 150b1.1

νῆας ἐπεσσεύοντο: οὐκ ἀναστρέφεται ἡ πρόθεσις,

### book 150b1.2

ὅτι συνήλειπται· διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν

### book 150b1.3

Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγνωκέναι τὸ „στεῦτο γὰρ Ἡφαί‐

### book 150b1.4

στοιο πάρ’ οἰσέμεναι“ (S 191)· οὐκ ἀναστρέφονται γάρ, εἰ μὴ ἐπὶ

### book 150b1.5

τέλους κέωνται ῥῆμα δηλοῦσαι. A

### book 150b2

οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέ‐

### book 150b2

φονται, εἰ μὴ ἐπὶ τέλους κεῖνται ῥῆμα δηλοῦσαι. b(BCE3)Til

### book 150-1.1

ποδῶν δ’ ὑπένερθε 〈κονίη / ἵστατ’ ἀειρομένη〉:

### book 150-1.2

ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν νέρθεν ἀειρομένη ἡ κόνις ἀνίστατο. b

### book 150-1.3

(BCE3E4)T

### book 152.1

〈ἅπτεσθαι—δῖαν:〉 ἐπιλαμβάνεσθαι, Aint b (BCE3)

### book 152.2

Til ὡς τὸ „ἑανοῦ ἁπτομένη“ (Π 9). Aint b (BCE3) τὸ δὲ

### book 152.3

δῖαν Δωρικῶς συνέστειλεν. b(BCE3)

### book 153a.1

οὐρούς {τ’ ἐξεκάθαιρον}: ψιλοῦται· ἐν πλεονασμῷ γὰρ

### book 153a.2

τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος „οὖλοσ“ (cf. ρ 343. ω 118). ἀνεγνώσθη

### book 153a.3

δὲ κατ’ ὀξεῖαν τάσιν· ὁ γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ

### book 153a.4

σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἁπλᾶ, ἔχοντα

### book 153a.5.1

τὴν ου δίφθογγον ἐβαρύνετο, „κοῦροσ“ (Δ 321), „θοῦροσ“ (Ε 507.

### book 153a.5.2

Ω 498), „οὖροσ“ (cf. Φ 405)· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ.

### book 153a.5.3

ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ’ ἄλλων

### book 153a.5.4

τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A

### book 153b.1

〈οὐρούς:〉 ἐκ τοῦ ὀρούειν· b(BCE3) δι’ αὐτῶν γὰρ

### book 153b.2

αἱ νῆες ὀρούουσιν. b(BCE3E4)Til τῷ δὲ χρόνῳ πολλή τις ὕλη

### book 153b.3

περὶ αὐτοὺς ἦν, b(BCE3)Til ἣν καὶ ὑφεῖλκον. b(BCE3)

### book 153c.1

ἀϋτὴ δ’ οὐρανὸν ἷκεν: μεγαλοφυῶς ηὔξησε τὴν ταρα‐

### book 153c.2

χήν, ἣν κατελεπτολόγησεν Ἀριστοφάνης Ἀχαρνεῦσιν (sc. 545—6).

### book 153c.3

A b (BCE3E4)T

### book 154a.1

ᾕρεον: δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περι‐

### book 154a.2

σπωμένου καὶ δασυνομένου γέγονεν. A

### book 154b

〈ᾕρεον:〉 παραλόγως δασύνεται τὸ αἱρῶ. Aim

### book 155-6.1

ἔνθα κεν Ἀργείοισι〈ν ὑπέρμορα νόστος ἐτύ‐

### book 155-6.2

χθη, / εἰ μὴ Ἀθηναίην〉: ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ

### book 155-6.3

προϋποστικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη (155)

### book 155-6

διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην (156). A

### book 155a.1

ὑπέρμορα: οὕτως ὑφ’ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ (ὥς τι‐

### book 155a.2

νες) κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρ‐

### book 155a.3

μορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν

### book 155a.4

τὸ ὑπέρμορα. ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα—„ἦ

### book 155a.5.1

μευ καλὰ πατὴρ ὣς κήδεαι υἷοσ“ (ρ 397) καὶ „πυκνὰ μάλα στενά‐

### book 155a.5.2

χων“ (Σ 318)—, οὕτως καὶ ὑπέρμορα νόστος ἐτύχθη. A

### book 155b

ὑπέρμορα: ὀνοματικὸν ἐπίρρημα. b(BCE3E4)Til

### book 155c.1

νόστος: ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· „νόστου

### book 155c.2

†δεῖ† μνῆσαι“ (Κ 509) καὶ „νοστήσαντα ἄνακτα“ (Ν 38). b(BCE3)T

### book 156-69.1

εἰ μὴ Ἀθηναίην〈— / εὗρεν ἔπειτ’ Ὀδυ‐

### book 156-69.2

σῆα〉: ὅτι Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν· „εἰ μὴ Ἀθηναίη

### book 156-69.3

λαοσσόος ἦλθ’ ἀπ’ Ὀλύμπου. / εὗρεν ἔπειτ’ Ὀδυσῆα“, καθόλου

### book 156-69.4

τὸν τῆς Ἥρας λόγον περιγράψας Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ

### book 156-69.5.1

τῆς ξιφουλκίας αὕτη ἀφίστησιν, ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ (cf. Α 195.

### book 156-69.5.2

208), κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων. A

### book 156.1

εἰ μὴ Ἀθηναίην: εἰς τοσοῦτον προάγει τὰς περιπετείας

### book 156.2

ὡς δύνασθαι θεὸν μόνον αὐτὰς μεταθεῖναι. πρῶτος δὲ καὶ τοῖς τραγι‐

### book 156.3

κοῖς μηχανὰς εἰσηγήσατο. b(BCE3)T

### book 157-61.1

ὦ πόποι〈—Ἀργείην Ἑλένην〉: καὶ τῷ

### book 157-61.2

σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν αἰσχύνην τῶν φίλων προβέβλη‐

### book 157-61.3

ται, καὶ τῶν πολεμίων τὴν χαρὰν ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις

### book 157-61

Ἥραν καὶ Ἀθηνᾶν λέγων δείκνυσιν ὅτι οὔτε μητρυιὰ πρόγονον

### book 157-61.5.1

μισεῖ οὔτε πρόγονοι μητρυιαῖς διαφέρονται νοῦν ἔχοντες. b(BCE3E4)

### book 157-61.5.2

T

### book 157.1

αἰγιόχοιο: αἰγίς ἐστιν ὅπλον—καλεῖσθαι. ἱστορεῖ

### book 157.2

Εὐφορίων (fr. 162 Pow.) A

### book 159.1

〈νῶτα θαλάσσης:〉 οὐδετέρως—οὐκ ἀρσενικῶς τὸν

### book 159.2

νῶτον. Aint

### book 160a.1

κὰδ δέ κεν εὐχωλήν: ἀπὸ τούτου ἕως τοῦ „ἐν Τροίῃ

### book 160a.2

ἀπόλοντο“ (Β 162) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παρά‐

### book 160a.3

κεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσι τεταγμένοι

### book 160a.4

(sc. Β 176—8), νῦν δὲ κυκλικώτερον λέγονται. A

### book 160b.1

Πριάμῳ καὶ Τρωσί: καλῶς οὐκ Ἀλεξάνδρῳ, ἀλλὰ

### book 160b.2

Τρωσὶν εἶπε καὶ Πριάμῳ, τῆς Ἑλένης τὸ ἐγκώμιον αὔξων. b(BCE3

### book 160b.3

E4)T

### book 161a.1

Ἀργείην Ἑλένην: ὅτι Ζηνόδοτος γράφει „Ἀργείην

### book 161a.2

θ’ Ἑλένην“ σὺν τῷ συνδέσμῳ ὥστε εἶναι χωρὶς καύχημα καὶ σὺν

### book 161a.3

τούτῳ τὴν Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ’ αὐτὴν τὴν Ἑλένην καύ‐

### book 161a.4

χημα. A

### book 161b

Ἀργείην Ἑλένην: ἣν τὸ δίκαιον αὐτῶν οἶδεν. T

### book 161b.1

〈Ἀργείην:〉 ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννή‐

### book 161b.2

σου. Aint

### book 162.1

φίλης ἀπὸ πατρίδος αἴης: οὐκ ἀναστρεπτέον τὴν

### book 162.2

πρόθεσιν, ὡς Τυραννίων (fr. 6 P.) καὶ Πτολεμαῖος (p. 41 B.)· ὁπότε

### book 162.3

γὰρ γενικῇ συντάττεται ἡ ἀπό, 〈***〉 τηρεῖ τὸν τόνον· „καὶ γάρ

### book 162.4

τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο“ (Β 292). A

### book 163a.1

ἀλλ’ ἴθι νῦν: οὐκ ἄτοπον καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης

### book 163a.2

ὑπηρεσία. b(BCE3E4)T

### book 163b

〈κατὰ λαόν:〉 οὕτω „κατὰ λαόν“ συμφώνως εἶχον

### book 163b

ἅπασαι. Aim

### book 164a1

σοῖς δ’ ἀγανοῖς: χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται,

### book 164a1.1

„σοῖς ἀγανοῖσ“· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. | ἀγανοῖς δὲ

### book 164a1.2

ἄγαν προσηνέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μα‐

### book 164a1.3

λάσσειν τὸν θυμὸν ζέοντα. | ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκει‐

### book 164a1.5.1

ται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (sc. Β

### book 164a1.5.2

180), καὶ ψεῦδος περιέχει νῦν· οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκά‐

### book 164a1.5.3

στῳ, ἀλλ’ ὁ Ὀδυσσεύς. A

### book 164a2.1

σοῖς δ’ ἀγανοῖς: προσηνέσι, πράοις, b(BCE3)T |

### book 164a2.2

ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸ σφριγῶδες τοῦ

### book 164a2.3

θυμοῦ. b(BCE3E4)T

### book 164b1.1

〈ἀγανοῖς:〉 ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α

### book 164b1.2

πρὸ τοῦ γ. Aint

### book 164b2.1

τὸ δὲ α πρὸ τοῦ γ ψιλοῦται πλὴν τοῦ „ἁγνόσ“ (cf. ε 123

### book 164b2.2

al.). b(BCE3)

### book 165.1

ἀμφιελίσ〈σ〉ας: ἀμφοτέρωθεν στρεφομένας b(BCE3E4)T

### book 165.2

καὶ ἐρεσσομένας. b(BCE3E4)

### book 167a

〈Οὐλύμποιο:〉 ὅτι ὄρος ὁ Ὄλυμπος. Aim

### book 167b.1

〈ἀΐξασα:〉 τελεία ἐπὶ τὸ ἀΐξασα· ἀσύνδετον γὰρ τὸ

### book 167b.2

ἑξῆς πρὸς τὰ ἐπάνω. Aint

### book 169a.1

εὗρεν ἔπειτ’ Ὀδυσῆα: ὃ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ,

### book 169a.2

δι’ ἑνὸς ἀδρανοῦς ὑπηρέτου ποιεῖ, ὡς σοφὸς ἀρχιτέκτων· οὗτος γὰρ

### book 169a.3

μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν ἔχει, οὐχ ὡς Νέστωρ τὸ ἕν. b(BC

### book 169a.4

E3)T

### book 169b.1

Διῒ μῆτιν ἀτάλαντον: εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν

### book 169b.2

ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα Διῒ μῆτιν ἀτάλαντον ἔλεγε καὶ

### book 169b.3

„θεοῖς ἐναλίγκια μήδε’ ἔχοντα“ (ν 89)· πῶς γὰρ οἱ θεοὶ ἄδικοι ἢ

### book 169b.4

ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἐπὶ τούτους ἀναφέρει τὴν

### book 169b.5

εἰκόνα; b(BCE3)T

### book 170a1.1

〈οὐδ’ ὅγε νηός:〉 ὃ οἱ ἄλλοι βασιλεῖς μὴ ἐποίουν,

### book 170a1.2

οὐδὲ αὐτὸς ποιεῖ. b(BCE3E4)

### book 170a2

ὡς οὐδὲ οἱ ἄλλοι βασιλεῖς. Til

### book 170b.1

ἐϋσ〈σ〉έλμοιο: σέλματα αἱ σανίδες, σελμὶς τὸ σπάρτον

### book 170b.2

{κλητικῶς ὁμοιόπτωτον}. T

### book 171.1

ἐπεί μιν ἄχος: τὸ μίν ἀντὶ τοῦ αὐτοῦ. ἄχος δὲ ἡ ἄφω‐

### book 171.2

νος ἀνία, οἵαν ἔσχεν ἡ Νιόβη. b(BCE3)T

### book 173a.1

〈διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ:〉

### book 173a.2

προσαγορευτικὴ ἡ περίοδος· διὸ τελείαν στικτέον. Aint

### book 173b.1

διογενὲς Λαερτιάδη, 〈πολυμήχαν’ Ὀδυσσεῦ〉:

### book 173b.2

τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλητικὸν προσαγορεύεται. b(BCE3)

### book 173b.3

T ἔστι δὲ Λαέρτου τοῦ Ἀρκεισίου τοῦ Κιλ〈λ〉έως τοῦ Κεφάλου

### book 173b.4

τοῦ Ἑρμοῦ. ἐναρχόμενος δὲ τῶν πράξεων τοῦ ἀνδρὸς ὅσοις αὐτὸν

### book 173b.5

κοσμεῖ ἐγκωμίοις. T

### book 173c.1

πολυμήχανε: τινὲς ταὐτὸν τῷ πολύτροπέ φασιν. b

### book 173c.2

(BCE3)Til

### book 175a.1

φεύξεσθε: εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ

### book 175a.2

φυγῇ· παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους ἐπέχειν, ἐπαγαγοῦσα

### book 175a.3

τῷ ἥρωϊ δειλίας ἔγκλημα. b(BCE3E4)T

### book 175b

πολυκλήϊσι: τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν

### book 175b.1

„ἐπὶ κληῖσι κάθιζον“ (β 419)· ὡς γὰρ πλοκαμίς „ἐϋπλοκαμῖδες

### book 175b.2

Ἀχαιαί“ (β 119), οὕτως καὶ κληΐς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ

### book 175b.3

ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος· τὰ

### book 175b.5.1

εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον

### book 175b.5.2

τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ †μεταληπτικὸν†

### book 175b.5.3

γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως.

### book 175b.5.4

τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον,

### book 175b.5.5

περισκελίς, τοῦ δὲ δευτέρου, δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύ‐

### book 175b.10.1

νεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ „εὐκλήϊσ“ (Ω

### book 175b.10.2

318) καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς

### book 175b.10.3

καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις (cf. Χ 294)· καὶ γὰρ ἐπὶ Ἀμαζόνος

### book 175b.10.4

ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ

### book 175b.10.5

Ῥιανῷ ἐν Θεσσαλικοῖς (fr. 47 Pow. = FgrHist 265,29)· „τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος

### book 175b.15

Ἰτώνης.“ A

### book 175c.1

πολυκλήϊσι: ταῖς πολλὰς τὰς τάξεις ἐχούσαις. b(BCE3

### book 175c.2

E4) | τὰ τῷ η παραληγόμενα εἰς ιϛ μακροκατάληκτα ἐν τῇ συνθέσει

### book 175c.3

ἀναδίδωσι τὸν τόνον, οἷον μελαμψήφις, μελαγκρήπις εὐκνήμις· οὕτω

### book 175c.4

καὶ τὸ πολυκλήϊς. b(BCE3)T

### book 175d1.1

πεσόντες: πεσόντες, οὐκ ἐμβάντες· ὅ ἐστι σύμβολον

### book 175d1.2

ἀτάκτου φυγῆς. Aint T

### book 175d2.1

τὸ δὲ πεσόντες σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ

### book 175d2.2

δηλοῖ τὸ ἐμβάντες. b(BCE3E4)

### book 176-8.1

〈κὰδ δέ κεν εὐχωλὴν—φίλης ἀπὸ πατρίδος

### book 176-8.2

αἴης:〉 ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν. Aim

### book 179a.1

ἀλλ’ ἴθι νῦν: ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦ‐

### book 179a.2

το παραγαγὼν αὐτὸν ὑπ’ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς

### book 179a.3

Ἥρας ποιεῖν ἐπετέτακτο. b(BCE3)T

### book 179b.1

ἀλλ’ ἴθι νῦν μετὰ λαόν:〉 ἐνταῦθα καὶ τὸν λόγον ὑπο‐

### book 179b.2

τέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι· ἴθι κατὰ λαόν. Aint

### book 179c

μηδ’ ἔτ’ ἐρώει: ὁρμᾶν ἔα, ἢ μὴ παύου. T

### book 180a.1

〈σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον:〉

### book 180a.2

ὅτι ἐνταῦθα οἰκείως τέτακται. Aim

### book 180b.1

〈σοῖς δ’ ἀγανοῖς:〉 καθὰ καὶ ἄνω (sc. Β 164) χωρὶς τοῦ δέ

### book 180b.2

συνδέσμου. Ail

### book 182a.1

ὁ δὲ ξυνέηκε 〈θεᾶς ὄπα φωνησάσησ〉: συνῆκε τὴν ὄπα

### book 182a.2

φωνησάσης τῆς θεᾶς. b(BCE3)T

### book 182b

ὄπα φωνησάσης: φωνὴν εἰπούσης. T

### book 183a.1

βῆ δὲ θέειν: ὥστε θέειν. T | ἀφείλετο τὴν ἀπόκρισιν ἡ

### book 183a.2

ἔπειξις τοῦ καιροῦ. ἔστι δέ, ὥρμησεν ἐπὶ τὸ θέειν. A b (BCE3E4)

### book 183a.3

T ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.

### book 183a.4

A b (BCE3)T

### book 183b.1

ἀπὸ δὲ χλαῖναν 〈βάλε〉: χλαῖνα ἡ τετράγωνος, χλαμύς

### book 183b.2

ἡ εἰς ὀξὺ λήγουσα. Aint T | ἀπέβαλε δὲ τὴν χλαῖναν ἢ διὰ τὸ εὐπερί‐

### book 183b.3

σταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλούς, ἢ ἵνα

### book 183b.4

ταπεινὸς ὑπηρέτης δοκῇ εἶναι τῶν βασιλικῶν δογμάτων. οἱ δέ, ὅτι

### book 183b.5.1

ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκε. καὶ περὶ Ἀγαμέμνονος δὲ

### book 183b.5.2

ἑτέρωθί φησι· „πορφύρεον μέγα φᾶρος ἔχων“ (Θ 221). b(BCE3)T

### book 184a

〈κῆρυξ Εὐρυβάτης:〉 ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώ‐

### book 184a

νυμος (sc. Α 320. Ι 170). Aim

### book 184b.1

κῆρυξ Εὐρυβάτης 〈Ἰθακήσιοσ〉: ἕτερός ἐστιν οὗτος

### book 184b.2

παρὰ τὸν Ἀγαμέμνονος, ὡς Πορφύριος (1,85,7)· διὸ καὶ τὸ Ἰθακή‐

### book 184b.3

σιος προσέθηκεν. T

### book 184c

〈ὀπήδει:〉 ἠκολούθει. Til

### book 186a.1

δέξατό οἱ σκῆπτρον: ὅτι ἀρχαϊκώτερον δέξατο αὐτῷ τὸ

### book 186a.2

σκῆπτρον ἀντὶ τοῦ παρ’ αὐτοῦ. A

### book 186b.1

δέξατό οἱ σκῆπτρον: τὸ σκῆπτρον δέχεται, ἵνα δόξῃ

### book 186b.2

παρὰ τοῦ βασιλέως εἰληφέναι τὴν κατὰ τῶν ἀκοσμούντων ἐξουσίαν καὶ

### book 186b.3

μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγα‐

### book 186b.4

μέμνονος λόγους. b(BCE3)T

### book 186c.1

πατρώϊον ἄφθιτον: ποιητικῶς τοῦτο πέπλασται. b

### book 186c.2

(BCE3)T τὸ δὲ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ‐

### book 186c.3

σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων. Aim b (BCE3E4)T

### book 186c

{αὐτὸς δ’ ἀτρείδεω ἀγαμέμνονος:} Ὀδυσσεύς, φησί, παρὰ

### book 186c.5

—κρατεῖν αὐτούς. A

### book 187.1

〈σὺν τῷ ἔβη κατὰ νῆας:〉 ὅτι Ζηνόδοτος γράφει „σὺν τῷ

### book 187.2

βὰς κατὰ νῆασ“. Aim

### book 188a

πρὸς τὴν τάξιν τῶν ἑξῆς (sc. Β 203—5) τὸ ἀντίσιγμα. Aint

### book 188b

{ἔξοχον ἄνδρα} κιχείη: τινὲς „κιχοίη“. T

### book 189a.1

τὸν δ’: δύο μέρη λόγου εἰσίν. ὁ δὲ δέ ἀντὶ τοῦ δή. b

### book 189a.2

(BCE3)T

### book 189b1.1

τὸν δ’: ὅτι οὐκ ἐγκλιτέον τὸν δέ AT σύνδεσμον, ὡς

### book 189b1.2

ἄν τις εἴποι ὑφ’ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ. A

### book 189b2

οὐκ ἐγκλιτέον δὲ αὐτόν· χρῆται γὰρ αὐτῷ συνήθως ὁ

### book 189b2

ποιητὴς περιττῷ. b(BCE3)

### book 189c

〈ἐρητύσασκε:〉 ἀντὶ τοῦ ἐρήτυεν. Aim

### book 190

δαιμόνι’: αὕτη ἡ λέξις—ὑπερέχοντα δὲ ἀνθρώπου. A

### book 190a.1

οὔ σε ἔοικε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ

### book 190a.2

συνήθεια. b(BCE3)T

### book 190b.1

κακὸν ὣς δειδίσσεσθαι: εὐλαβεῖσθαι. θωπεύων δὲ δυσ‐

### book 190b.2

ωπεῖ. b(BCE3E4)T

### book 191a1

κάθησο: κάθου Ἀττικῶς. T

### book 191a2

τοῦτο οἱ Ἀττικοὶ κάθου λέγουσιν. b(BCE3)

### book 191b.1

καὶ ἄλλους ἵδρυε 〈λαούσ〉: αὐτὸς διὰ τῶν ἐπιφανῶν τὸ

### book 191b.2

πᾶν ἱδρύει πλῆθος. b(BCE3)T

### book 192a.1

οὐ γάρ πω σάφα οἶσθ’: τὸ ἀντίσιγμα, ὅτι ὑπὸ τοῦτον

### book 192a.2

ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους (sc. Β 203—5)·

### book 192a.3

εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· „οὐ μέν πως

### book 192a.4

πάντες AT βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί· / οὐκ ἀγαθὸν πολυκοι‐

### book 192a.5

ρανίη“ καὶ τὰ ἑξῆς. A

### book 192b1.1

οἷος νόος Ἀτρείδαο: „οἷος νόος Ἀτρείωνοσ“ κἀν ταῖς

### book 192b1.2

διορθώσεσι καὶ ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο „Ἀτρείωνοσ“.

### book 192b1.3

καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος.

### book 192b1.4

καὶ ὁ Σιδώνιος δὲ καὶ ὁ Ἰξίων (fr. 3 St.) οὕτως γράφουσιν. A

### book 192b2

οἷος νόος Ἀτρείδαο: αἱ χαριέστεραι „Ἀτρείωνοσ“. T

### book 193a1.1

νῦν μὲν πειρᾶται: ἀπὸ τούτου ἕως τοῦ „τιμὴ δ’ ἐκ

### book 193a1.2

Διός ἐστιν“ (Β 197) ἀθετοῦνται AT στίχοι πέντε, ὅτι ἀπεοικότες

### book 193a1.3

οἱ λόγοι καὶ A οὐ προτρεπτικοὶ εἰς καταστολήν. AT

### book 193a2.1

ἀπὸ τοῦ νῦν μέν ἕως τοῦ „τιμὴ δ’ ἐκ Διός ἐστι“ τὸ νόημα

### book 193a2.2

εἴρηται. b(BCE3E4) ἀθετοῦνται δὲ τὰ ἔπη ὡς εἰς καταστολὴν οὐ

### book 193a2.3

προτρεπτικά. b(BCE3)

### book 193b

τάχα: διστακτικὸν τοῦτο. b(BCE3E4)T

### book 194a.1

ἐν βουλῇ δ’ οὐ πάντες: εἰς ὑπόνοιάν τε αὐτοὺς ἄγει καὶ

### book 194a.2

οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα, b(BCE3E4)T ἀλλὰ

### book 194a.3

συγκαλύπτει τὸν τοῦ λόγου νοῦν. b(BCE3E4)

### book 194b.1

ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν: μετρίως, ἵνα μὴ

### book 194b.2

καταισχύνῃ τοὺς ἄλλους, εἶπε τὸ ἀκούσαμεν. τινὲς δὲ ἐν ἐρωτήσει·

### book 194b.3

μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς, τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγα‐

### book 194b.4

μέμνων; b(BCE3E4)T

### book 195a.1

μή τι χολωσάμενος 〈ῥέξῃ κακὸν υἷας Ἀχαιῶν〉:

### book 195a.2

καθ’ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ λέγειν, εὐλαβοῦμαι μή τι

### book 195a.3

χολωσάμενος ῥέξῃ κακόν. A

### book 195b

〈μή τι:〉 τὸ μή τι διστακτικόν. b(BCE3E4)Til

### book 196a.1

μέγας: ἐπηρμένος καὶ φοβερός. καὶ „μεγαλήτορασ“ (cf. Β

### book 196a.2

547. 641 al.) γοῦν αὐτούς φησιν. b(BCE3E4)T

### book 196b.1

διοτρεφέος βασιλῆος: ὅτι Ζηνόδοτος γράφει „διοτρε‐

### book 196b.2

φέων βασιλήων“. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό

### book 196b.3

φησι „φιλεῖ δέ ἑ μητίετα Ζεύσ“ (Β 197). A

### book 196c1.1

διοτρεφέος βασιλῆος: οὕτως ἑνικῶς αἱ Ἀριστάρχου.

### book 196c1.2

καὶ Πτολεμαῖος δὲ ὁ Ἐπιθέτης ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος Ἀριστάρχειον

### book 196c1.3

ὁμολογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως ἄνευ τῆς

### book 196c1.4

Ζηνοδότου. A

### book 196c2.1

διοτρεφέος βασιλῆος: οὕτως αἱ πᾶσαι πλὴν τῆς Ζηνο‐

### book 196c2.2

δότου. T

### book 197a1.1

τιμὴ δ’ ἐκ Διός ἐστι: καλῶς καὶ ταῦτα, ἵνα δεδοικότες

### book 197a1.2

μὲν ὦσιν ὡς μεγαλόφρονα—τοῦτο γὰρ δηλοῖ „θυμὸς δὲ μέγας ἐστίν“

### book 197a1.3

(Β 196)—, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα. καὶ θεῷ πειθαρχεῖ ὁ

### book 197a1.4

ὑποκείμενος †βασιλεύς. T

### book 197a2.1

καλῶς δὲ ταῦτα προστέθειται, ἵν’ ὦσι μὲν δεδοικότες ὡς

### book 197a2.2

μεγαλόφρονα, τιμῶσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, ἐπειδὴ καὶ θεὸν τιμᾷ

### book 197a2.3

ὁ μετ’ αἰδοῦς πειθαρχῶν βασιλεῖ. b(BCE3E4)

### book 198a.1

〈ὃν δ’ αὖ δή μου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι:〉

### book 198a.2

ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν. Aim

### book 198b1.1

βοόωντά τ’ ἐφεύροι: περὶ Ἀχιλλέως, αὐτὸν ἄρχειν

### book 198b1.2

θέλοντες. ἢ ἐπεί φησι· „τοὶ δ’ ἀλλήλοισι κέλευον / ἅπτεσθαι νηῶν“

### book 198b1.3

(Β 151—2). T

### book 198b2.1

ἐπειδὴ περὶ Ἀχιλλέως ὀργισθέντες ἤθελον ἑαυτῶν ἄρχειν,

### book 198b2.2

οὗ χάριν καὶ βοὴν ἐκίνουν. ἢ ἐπεί φησι· „τοὶ δ’ ἀλλήλοισι κέλευον /

### book 198b2.3

ἅπτεσθαι νηῶν“. b(BCE3)

### book 199a.1

τὸν σκήπτρῳ ἐλάσασκε: δόξειε καὶ τοῦτο εἶναι ἄλογον,

### book 199a.2

ὅτι τῆς Ἀθηνᾶς εἰπούσης „σοῖς δ’ ἀγανοῖς b(BCE3E4)T ἐπέεσσιν

### book 199a.3

ἐρήτυε φῶτα ἕκαστον“ (Β 180) b(BCE3E4) φαίνεται τύπτων

### book 199a.4

τινάς, ὡς παρακούων τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς ἐπὶ Ὀδυσσέως.

### book 199a.5.1

ἐροῦμεν δὲ ὅτι ἡ μίμησις οὐκ ἄλογος· τὸ γὰρ ἐν τοσούτῳ θορύβῳ μη‐

### book 199a.5.2

δὲν σφαλλόμενον τὸν Ὀδυσσέα ποιεῖν ἀμίμητον· πάντες γὰρ ἐν τοιού‐

### book 199a.5.3

τοις καιροῖς ταραττόμεθα παρηχούμενοι ὡς πολλὰ ἐπιλανθάνεσθαι. b

### book 199a.5.4

(BCE3E4)T

### book 199b.1

τὸν σκήπτρῳ ἐλάσασκεν: οἱ γὰρ θρασεῖς κολακευόμε‐

### book 199b.2

νοι ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. A b (BCE3E4)T πῶς

### book 199b.3

οὖν „δημοχαριστήσ“ κατὰ τοὺς τραγικοὺς (sc. Eur. Hec. 132) ὁ

### book 199b.4

Ὀδυσσεύς; AT

### book 200.1

ἀτρέμας ἧσο 〈καὶ ἄλλων μῦθον ἄκουε〉: ἐν ἡσυχίᾳ κάθ‐

### book 200.2

ησο καὶ b(BCE3)T ἄκουε τῶν βασιλέων. b(BCE3E4)T τοῦ‐

### book 200.3

το δέ φησιν, b(BCE3E4) ἵνα ἔκδηλος τοῖς πολλοῖς ἡ βουλὴ γένη‐

### book 200

ται. b(BCE3E4)T

### book 201.1

οἳ σέο: οὕτως ὀρθοτονητέον τὴν σέο· Aint T ἀντιδια‐

### book 201.2

σταλτικὴ γάρ ἐστιν. Aint

### book 203a.1

〈οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί:〉

### book 203a.2

τούτῳ καὶ τοῖς μετ’ αὐτὸν δύο (sc. Β 204—5) ἡ στιγμὴ παράκειται. Aim

### book 203b.1

οὐ μέν πως πάντες βασιλεύσομεν: οὐκ ἔσται δημοκρα‐

### book 203b.2

τία, φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, b(BCE3E4)T ἐξῆπτε

### book 203b.3

τὴν στάσιν, σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτό‐

### book 203b.4

μενος. b(BCE3)T

### book 204-5.1

οὐκ ἀγαθὸν πολυκοιρανίη· 〈εἷς κοίρανος ἔστω, /

### book 204-5.2

εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω〉: τελεία

### book 204-5.3

στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη (204), ἐπὶ δὲ τὸ ἔστω (204) διαστολὴ

### book 204-5.4

καὶ ὁμοίως ἐπὶ τὸ βασιλεύς (205). καὶ καθόλου τὰς ἐπαναλήψεις

### book 204-5.5

τῶν λέξεων οὕτως κατορθοῦμεν. A

### book 204.1

οὐκ ἀγαθὸν πολυκοιρανίη: ἀντὶ τοῦ οὐ συμφέρον. δογ‐

### book 204.2

ματίζει δὲ περὶ πολιτειῶν. b(BCE3)T

### book 204

κοίρανος: οὕτως ἡ Περσῶν ἀρχὴ—ἀφ’ οὗ φθορά. A

### book 205a1.1

〈ᾧ ἔδωκε Κρόνου παῖς:〉 εἰ μὴ γὰρ ἦν, φησί, καλόν,

### book 205a1.2

οὐδ’ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ

### book 205a1.3

βασιλείας φιλονεικεῖν καὶ διαφέρεσθαι, ἅμα δὲ καὶ σημαίνει, ὅτι τὸ βα‐

### book 205a1.4

σιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον. b(BCE3)

### book 205a2.1

ᾧ ἔδωκε Κρόνου παῖς: εἰ μὴ γὰρ ἦν καλόν, οὐδὲ θεοὶ

### book 205a2.2

αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας

### book 205a2

γέρας. T

### book 205b.1

εἷς βασιλεὺς ᾧ δῶκε: τὸ δῶκε Ἰακῶς. AintT οὕτως

### book 205b.2

Ἀρίσταρχος. Aint

### book 205b.1

ἀγκυλομήτεω: ἀγκυλομήτης ὁ Κρόνος—ὥς φησι

### book 205b.2

καὶ ἡ Δημώ (fr. 2 L.). A

### book 207a1.1

κοιρανέων δίεπε 〈στρατόν〉: βασιλικὰ διαπρασσό‐

### book 207a1.2

μενος ἔργα {ἢ} διὰ τοῦ στρατοῦ ἐνήργει. T

### book 207a2.1

ἀντὶ τοῦ βασιλικὰ διαπρασσόμενος καὶ οἱονεὶ ὡς περὶ

### book 207a2.2

ἑαυτοῦ φροντίζων. δίεπε δὲ ἀντὶ τοῦ διὰ τοῦ στρατοῦ ἐνήργει. b

### book 207a2.3

(BCE3E4)

### book 207b.1

〈δίἑπε:〉 δασυντέον τὸ ἕπω· πρόδηλον γὰρ κἀκ τῆς

### book 207b.2

συναλιφῆς· „ὣς ἔφεπε κλονέων“ (Λ 496). Aim

### book 207-10.1

οἱ δ’ ἀγορὴν δέ / αὖτις ἐπεσσεύ〈ον〉το〈—

### book 207-10.2

πόντοσ〉: συναπτέον ἕως 〈τοῦ〉 ἠχῇ (209), ἐφ’ ὃ διασταλτέον βραχύ·

### book 207-10.3

ἀν〈τ〉έστραπται γὰρ ἡ παραβολὴ καὶ 〈ἡ〉 ἀνταπόδοσις προτερεῖ.

### book 207-10.4

εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπόδοσις δευτέρα,

### book 207-10.5.1

πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς

### book 207-10.5.2

ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης / αἰγιαλῷ βρέμεται

### book 207-10.5.3

(209—10), οὕτως ἐκεῖνοι ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο. καὶ ἐγίνοντο

### book 207-10.5.4

αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ

### book 207-10.5.5

ἀν〈τ〉έστραπται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστίν, ἀδύνατον πρὸ τῆς

### book 207-10.10

παραβολῆς στίζειν. A

### book 209a1.1

{ἠχῇ ὡς ὅτε} κῦμα: τὸ †ἠχῇ† πρὸς τὴν κίνησιν, τὸν δὲ

### book 209a1.2

βρόμον (cf. Β 210) πρὸς τὴν ἀντήχησιν. T

### book 209a2.1

τοῦτο μὲν πρὸς τὴν κίνησιν ἔλαβε τὸ εἰκόνισμα, πρὸς δὲ

### book 209a2.2

τὴν ἀπήχησιν τὸν βρόμον (cf. Β 210). b(BCE3)

### book 210a.1

βρέμεται, σμαραγεῖ: συμφυῶς τῷ ὑποκειμένῳ τετρά‐

### book 210a.2

χυνται τὸ ἔπος ταῖς ὀνοματοποιΐαις. b(BCE3)T καλῶς δὲ καὶ τὸ

### book 210a.3

μεγάλῳ αἰγιαλῷ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων. b

### book 210a.4

(BCE3E4)T

### book 210b

〈βρέμεται:〉 ἠχεῖ, κτυπεῖ. Til

### book 212-6.1

Θερσίτης δ’ ἔτι μοῦνοσ〈—ἔμμεναι〉: ἕως τοῦ

### book 212-6.2

ἔμμεναι (216) στιγμὴ οὐδεμία ἐστίν, ἀλλὰ πᾶσαι διαστολαί, ἐκο‐

### book 212-6.3

λῴα (212) ᾔδη (213), μάψ (214), βασιλεῦσιν (214), ἐπὶ δὲ τὸ

### book 212-6.4

ἔμμεναι (216) στιγμή. ὁ δὲ λόγος· Θερσίτης δ’ ἔτι μοῦνος ἐθορύβει,

### book 212-6.5.1

ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο ὥστε μάτην καὶ οὐ πρὸς λό‐

### book 212-6.5.2

γον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλ’ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος

### book 212-6.5.3

ἄξιον φανήσεσθαι τοῖς Ἕλλησι. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο

### book 212-6.5.4

(215) καὶ ἀφ’ ἑτέρας γελοίϊον Ἀργείοισιν / ἔμ〈μ〉εναι (215—6),

### book 212-6.5.5

τελεία, ἵν’ ᾖ ὁ λόγος τοιοῦτος· πᾶν τὸ παραστὰν αὐτῷ, κἂν εἰ μετὰ

### book 212-6.10.1

σπουδῆς παρέστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι (216) ἀντὶ

### book 212-6.10.2

τοῦ ἦν κεῖται. πιθανώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν

### book 212-6.10.3

καὶ ἑκόντα ἁμαρτάνειν. οὕτως Νικάνωρ (p. 156 Friedl.) A

### book 212a1.1

Θερσίτης δ’ ἔτι: ὠνοματοποίησε τὸ ὄνομα παρὰ τὸ

### book 212a1.2

θέρσος Αἰολικόν. T

### book 212a2.1

Θερσίτης δὲ παρὰ τὸ θάρσος, Αἰολικῶς θέρσος· θάρσος

### book 212a2.2

γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου. b(BCE3)

### book 212a2.1

Θερσίτης δ’ ἔτι μοῦνος: Οἰνεῖ ἀμελήσαντι—

### book 212a2.2

παρίστησιν. ἱστορεῖ Εὐφορίων (fr. 106 Pow.). | ἐζήτηται δὲ διὰ ποίαν

### book 212a2.5

αἰτίαν—ὑψώσεως χάριν. A

### book 212a2.1

σχόλιον. Οἰνεὺς καὶ Ἄγριος ἀδελφοί—Θερσίτου

### book 212a2.2

Δία. A

### book 212b.1

Θερσίτης δ’ ἔτι: ἐπίτροπον τοῦ ποιητοῦ φασιν αὐτόν,

### book 212b.2

σφετερισάμενον τὴν οὐσίαν, A b (BCE3E4)T ὃν κακῶς λέγει. b

### book 212b.3

(BCE3E4)T τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέ‐

### book 212b.4

λωτι παυομένην πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ †γε‐

### book 212b.5.1

λᾶν† Θερσίτην ἔλαβεν, A b (BCE3E4)T ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ

### book 212b.5.2

Α τὴν Ἥραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φα‐

### book 212b.5.3

νείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι

### book 212b.5.4

τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ·

### book 212b.5.5

ἀλλ’ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει (cf. Vors.6 21A), ἀλλ’ Ὁμήρῳ πρώτῳ

### book 212b.10.1

σίλλοι πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερ‐

### book 212b.10.2

σίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται

### book 212b.10.3

τοῦ λοιποῦ „νεικείειν βασιλῆασ“ (Β 277). Φερεκύδης δὲ καὶ τοῦτον

### book 212b.10.4

ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησίν (FGr

### book 212b.10.5

Hist 3, 123). ἐκκλίνοντα δὲ τὴν τοῦ συὸς μάχην ὑπὸ Μελεάγρου κα‐

### book 212b.15.1

τακρημνισθῆναι· διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας

### book 212b.15.2

τῆς Πορθάονος αὐτόν φασιν. εἰ δὲ συγγενὴς ἦν Διομήδους, οὐκ ἂν

### book 212b.15.3

αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνον ἔτυπτεν. εὖ δὲ καὶ

### book 212b.15.4

οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδ’ ἀπὸ πατρίδος, ἀλλ’ ἀπὸ

### book 212b.15.5

τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν χρεία τὰ νῦν. b(BCE3E4)T

### book 212c.1

〈μοῦνος:〉 γινώσκειν χρὴ ὅτι αἱ τῶν διχρόνων ἐπενθέσεις

### book 212c.2

τὰ μὲν ψιλούμενα οὐ μεταβάλλουσιν εἰς δασέα, τὰ δὲ δασυνόμενα ψι‐

### book 212c.3

λοῦσιν. A

### book 212d

ἀμετροεπής: „πάντων γὰρ κόρος ἐστίν“ (Ν 636), b

### book 212d.1

(BCE3E4)T ὃν οὐκ ᾔδει οὗτος. b(BCE3E4) οἱ δὲ μέτρον τὴν

### book 212d.2

τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυό‐

### book 212d.3

μενοι τὴν πατρίδα ἤγαγον μετ’ αὐτῶν αὐτόν· b(BCE3E4)T ἦσαν

### book 212d.5

γὰρ „καὶ ταμίαι παρὰ νηυσίν“ (Τ 44). T

### book 213.1

ἄκοσμά τε 〈πολλά τε〉: τοῦτο ἄτοπον, κἂν ᾖ βραχύ. b

### book 213.2

(BCE3)T

### book 214

ἐριζέμεναι βασιλεῦσιν: ἀπὸ κοινοῦ τὸ „ᾔδει“ (B 213). T

### book 215a

ἀλλ’ ὅ τι οἱ: τὸ ὅ τι ἀναφορικόν ἐστιν. b(BCE3)T

### book 215b

εἴσαιτο: φανείη, δόξειεν. b(BCE3)T

### book 215c.1

ἀλλ’ ὅ τι οἱ εἴσαιτο: τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ,

### book 215c.2

b(BCE3)T ἀντὶ τοῦ ἐδόκει, T ὡς τὸ „καί νύ κεν ἔνθ’ ἀπόλοιτο

### book 215c.3

Ἄρησ“ (Ε 311), b(BCE3)T „καί νύ κε δὴ τανύσειε βίῃ τὸ τέταρ‐

### book 215c.4

τον ἀνέλκων“ (φ 128). T

### book 215-6

Ἀργείοισιν / ἔμμεναι: ἀπὸ κοινοῦ τὸ ἐδόκει. T

### book 216a

αἴσχιστος: τοῦτο καὶ ἐπὶ πιθήκου. T

### book 216b.1

ὑπὸ Ἴλιον ἦλθεν: „πῶς ἦλθες ὑπὸ ζόφον;“ (λ 57),

### book 216b.2

ἀντὶ τοῦ ἐπί. T

### book 217a

φολκός: ὅτι ἅπαξ εἴρηται. Aim b (BCE3)T | ἔστι δὲ

### book 217a

φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ ἐστιν ἐστραμμένος. Aim

### book 217.1

φολκὸς ἔην: ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου

### book 217.2

ἄρχεται, ὡς b(BCE3)T „ὄμματα καὶ κεφαλήν“ (Β 478), „κάρη

### book 217.3

κομόωντεσ“ (Β 323 al.), „ὄψιν τ’ ἀγαθὴν καὶ μῦθον“ (Ω 632). b

### book 217.4

(BE3)T ἔστιν οὖν ἐφελκόμενος τὰ φάη· b(BE3E4)T ὁ γὰρ

### book 217.5

τυφλὸς μᾶλλον ἐλεεῖται. b(BCE3)T

### book 217c.1

ἕτερον πόδα: οἰκείως ἐπὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν

### book 217c.2

δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν· ἧττον γὰρ ἐγελᾶτο, εἰ

### book 217c.3

ἄμφω τὼ πόδε. A b (BCE3)T

### book 218a.1

ἐπὶ στῆθος: ἵν’ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν. b(BCE3)

### book 218a.2

T

### book 218b.1

συνοχωκότε: ἀπὸ τοῦ συνοχωκώς, ὅ ἐστι συμπεπτω‐

### book 218b.2

κότες. b(BCE3E4)T καὶ „ξυνοχῇσιν ὁδοῦ“ (Ψ 330) ταῖς b

### book 218b.3

(BCE3)T ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν. b(BCE3E4)T

### book 219a.1

φοξὸς ἔην: φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ ὄστρακα,

### book 219a.2

†φλοξά† τινα ὄντα. b(BCE3)T

### book 219b.1

φοξός: φοξὸς εἴρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων

### book 219b.2

τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σι‐

### book 219b.3

μωνίδης (immo Semon.). „αὕτη δέ“ φησι (fr. 24 D.3 = 27 W.) „φοξίχειλος

### book 219b.4

Ἀργείη κύλιξ“. ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα,

### book 219b.5

ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. †ἀμφοτέρων† τὸ πρότερον. A

### book 219c

ψεδνή: πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ

### book 219c

καλυπτόμενον. b(BCE3E4)T

### book 219d1.1

ἐπενήνοθεν: ἀπὸ τοῦ θέω· ὑπερβιβασμὸς ἔθω, ὡς ῥέων

### book 219d1.2

Ἀχέρων, ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα, ὅθεν καὶ †ἔνωσις. T

### book 219d2.1

ἐπενήνοθε: ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα. |

### book 219d2.2

ὅθεν καὶ †ἔνωσις†. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω·

### book 219d2.3

ἐν συνθέσει ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα. A

### book 219d3.1

τὸ δὲ ἐπενήνοθεν ἀπὸ τοῦ θέω, ἐν ὑπερβιβασμῷ ἔθω,

### book 219d3.2

ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα. b(BCE3)

### book 219e

λάχνη: πύκνωσις, παρὰ τὸ λα καὶ τὸν χ〈ν〉οῦν. T

### book 220a.1

ἔχθιστος δ’ Ἀχιλῆϊ: ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς

### book 220a.2

μετ’ αὐτὸν τρεῖς (sc. Β 221—3) ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα

### book 220a.3

λέγονται· ἐπίτηδες γὰρ τούτων τῶν ἀγαθῶν „〈λωβητῆρα〉 ἐπεσβόλον“ (Β 275) παραγείο‐

### book 220a.4

χεν. | ἰστέον δὲ ὅτι Ἀχιλλεὺς—αὐτοῦ ἐνεχθέντων χαμαί. A

### book 220b.1

〈ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ:〉

### book 220b.2

τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο

### book 220b.3

Ὀδυσσεύς. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ

### book 220b.4

ἠνείχοντο γελώντων πονηρῶν ἀνθρώπων· καὶ τὸ παροιμιῶδες δὲ

### book 220b.5.1

συνᾴδει τούτοις· „†συνετὸς συνετὸν φιλεῖ†, ἄφρονα δὲ ἄφρων.“ τοῖς

### book 220b.5.2

οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος. b(BCE3)

### book 221.1

τώ {γὰρ νεικείεσκε}: κἀν ταῖς Ἀριστάρχου ἐκδόσεσι

### book 221.2

δυϊκῶς εἶχε τὸ τώ, κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως

### book 221.3

ἐφέρετο. A

### book 221-2.1

τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ / ὀξέα κεκληγὼς

### book 221-2.2

λέγ’ ὀνείδεα: αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς.

### book 221-2.3

A b (BCE3E4)T αἴτιος δὲ ὁ τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμᾷ

### book 221-2

σωφρονίσαι. b(BCE3E4)T

### book 222-3.1

〈τῷ δ’ ἄρ’ Ἀχαιοί /〉 ἐκπάγλως 〈κοτέοντο〉:

### book 222-3.2

ὑβριστικῶς. κοτέοντο δὲ ἡδόμενοι τῷ βασιλεῖ. T

### book 223.1

〈νεμέσσηθέν τ’:〉 ὁ τέ σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ

### book 223.2

ἑαυτοῦ συλλαβὴν ὀξύνει. Aim

### book 224

νείκεε μύθῳ: ἐξήγησις τοῦ „λέγ’ ὀνείδεα“ (Β 222). T

### book 225a.1

Ἀτρείδη, τέο δ’ αὖτ’ ἐπιμέμφεαι: τὸν ἀμετροεπῆ

### book 225a.2

δείκνυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε

### book 225a.3

ἔλεγεν Ἀγαμέμνων „ἀγέραστος ἔω“ (Α 119) καὶ „ἧσθαι δευόμενον“

### book 225a.4

(Α 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νι‐

### book 225a.5

κώμενος. b(BCE3)T

### book 225b.1

τέο δ’ αὖτε: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ διὰ

### book 225b.2

τοῦ η. T

### book 225c

†ἐπιμέμφεαι†: παρονομασία. T

### book 225d.1

ἐπιμέμφεαι: πρὸς τὸ „ὄφρα μὴ ἀγέραστος ἔω“ (Α

### book 225d.2

118—9). T

### book 226a.1

πλεῖαί τοι χαλκοῦ κλισίαι: τοιαῦτα μὲν ἦν καὶ τὰ

### book 226a.2

παρὰ Ἀχιλλέως „ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, / σοὶ τὸ γέρας πολὺ

### book 226a.3

μεῖζον“ (Α 166—7). τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς

### book 226a.4

καταφρόνησιν ἄγει. A b (BCE3)T

### book 226a.5.1

πολλαὶ δὲ γυναῖκες: ὅτι Ζηνόδοτος γράφει „πλεῖαι

### book 226a.5.2

δὲ γυναικῶν“ καὶ τοὺς ἑξῆς δύο (sc. Β 227—8) ἠθέτηκεν, ἐν οἷς

### book 226a.5.3

μάλιστα ὁ Θερσίτης γελοιοποιός. A

### book 227.1

εἰσὶν ἐνὶ κλισίῃς: ὅτι τοῦτον καὶ τὸν ἑξῆς (sc. Β 228)

### book 227.2

Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται. A

### book 228a

πρωτίστῳ: φωνὴ ὑπερθετική, ὡς ἐλευθεριώτατα μονώ‐

### book 228a

τατα. b(BCE3)T

### book 228b1.1

εὖτ’ ἂν πτολίεθρον ἕλωμεν: ὁ δὲ Ἀχιλλεὺς „Τρώων

### book 228b1.2

ἐκπέρσωσι“ (Α 164). T

### book 228b2.1

οὗτος μὲν οὖν ἕλωμέν φησιν, ὁ δὲ Ἀχιλλεὺς „Τρώων

### book 228b2.2

ἐκπέρσωσ’“· οὗτος γὰρ καὶ ἑαυτῷ ἐπιγράφει τοὺς πολεμίους (cf.

### book 228b2.3

Β 231). b(BCE3)

### book 229a.1

ἢ ἔτι καὶ χρυσοῦ: οἶμαι τὸ ἔτι τὴν παράτασιν τῆς

### book 229a.2

ἀπληστίας αὐτοῦ δηλοῦν. b(BCE3E4)T

### book 229b.1

ἢ ἔτι τοῦ χρυσοῦ ἐπιδεύεαι 〈ὅν κέ τις οἴσει〉:

### book 229b.2

πῶς μὴ προγνωσθέντος τοῦ χρυσοῦ τὸ ἄρθρον ἐπῆξε καὶ τῷ οἴσει μέλ‐

### book 229b.3

λοντι τὸν ἄν; T

### book 229c

〈ὅν κέ τις οἴσει:〉 ὅτι περισσὸς ὁ κέ. Aint

### book 231-4.1

ὅν κεν ἐγὼ δήσασ〈—υἷας Ἀχαιῶν〉: ὅτι

### book 231-4.2

Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἷς πάλιν ἐστὶ τὰ γελοιότατα. A

### book 231a1.1

ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν: ἐνταῦ‐

### book 231a1.2

θα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν. πάντως δὲ ἐπιθεὶς τῷ στήθει

### book 231a1.3

τὴν χεῖρά φησιν. T

### book 231a2.1

ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν, ὃ δὴ δεί‐

### book 231a2.2

κνυσιν αὐτὸν καὶ γελοῖον παρὰ πᾶσιν ὑπὲρ πάντα. b(BCE3)

### book 232a1.1

〈ἠὲ γυναῖκα νέην:〉 ἐλεεινὸς παρ’ αὐτοῦ καὶ ἐφύβρι‐

### book 232a1.2

στος διὰ Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ „ἀγάγω“ (Β 231)

### book 232a1.3

ἀπὸ κοινοῦ. b(BCE3)

### book 232a2

γυναῖκα ἀγάγω. Til

### book 232b

〈γυναῖκα:〉 ἀντὶ τοῦ γυναικός. Aim

### book 233-4a1

οὐ μὲν ἔοικεν / ἀρχὸν ἐόντα 〈κακῶν ἐπιβα‐

### book 233-4a1.1

σκέμεν υἷας Ἀχαιῶν〉: διὰ τὸν λοιμὸν καὶ τὴν ἀποστασία〈ν〉

### book 233-4a1.2

Ἀχιλλέως. τὸ δὲ ἀρχὸν ἐόντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι

### book 233-4a1.3

τὸ Ἀχαιῶν. T

### book 233-4a2.1

ἄρχοντα ὄντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι.

### book 233-4a2.2

κακῶν δὲ b(BCE3) διὰ τὸν λοιμὸν καὶ τὴν Ἀχιλλέως ἀπόστασιν

### book 233-4a2.3

δι’ αὐτόν. b(BCE3E4)

### book 235a.1

ὦ πέπονες, 〈κάκ’ ἐλέγχε’, Ἀχαιΐδες, οὐκέτ’

### book 235a.2

Ἀχαιοί〉: ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι

### book 235a.3

διαστολαί, πέπονες, ἐλέγχεα, Ἀχαιΐδες. A | ὁ πέπων καὶ ἡ

### book 235a.4

πέπων κοινῶς καὶ τὰ πέπονα. A b(BCE3)T παρὰ δὲ τὸ „ἐπεὶ

### book 235a.5.1

οὐτιδανοῖσιν ἀνάσσεισ“ (Α 231). b(BCE3)T γέλωτα δὲ κινεῖ

### book 235a.5.2

κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα

### book 235a.5.3

καὶ ψυχήν. A b (BCE3)T

### book 235b.1

Ἀχαιΐδες: παρονομασία, οἵα „οὐ Φίλιππος, ἀλλὰ Φι‐

### book 235b.2

λίππιον κεκράτηκεν δὶς Ἑλλάδος.“ T

### book 236.1

οἴκαδέ περ σὺν νηυσὶ 〈νεώμεθα〉: σὺν τῷ στόλῳ.

### book 236.2

κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ’ ὅνπερ ὁρμήσαν‐

### book 236.3

τες κατεσχέθησαν. καὶ διὰ τοῦ νεώμεθα τὸ „φεύγωμεν“ (Β 140)

### book 236.4

ἰάσατο. b(BCE3)T

### book 237.1

〈γέρα πεσσέμεν:〉 κυβεύειν· ἢ κατέχειν, b(BCE3)Til

### book 237.2

ὡς τὸ „χόλον θυμαλγέα πέσσων“ (Ι 565). b(BCE3E4)Til

### book 237

γέρα πεσσέμεν: τὰ γέρα, ὅ ἐστι—οὐ πέπτεται. A

### book 238a.1

〈προσαμύνομεν:〉 διὰ τὸ „οἵ με μέγα πλάζουσιν“ (Β

### book 238a.2

132). Til

### book 238b

〈ἠὲ καὶ οὐκί:〉 ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ

### book 238b

τοῦ χ. Aim

### book 239.1

ἕο: ὅτι Ζηνόδοτος γράφει „ἑοῦ“. τοῦτο δὲ σύναρθρον καὶ

### book 239.2

οὐχ ἁρμόζον τῷ λόγῳ. A

### book 241a.1

ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος: οὕτω τὴν ἐκ

### book 241a.2

χολῆς γινομένην τοῦ θυμοῦ κίνησιν ὀνομάζει. τοῦτο δὲ πρὸς τὸ

### book 241a.3

ἀτελὲς τῆς ξιφουλκίας ἔφησεν (cf. Α 220). b(BCE3E4)T

### book 241b

ἀλλὰ μεθήμων: ἔκλυτος· ἔνθεν καὶ μέθη. T

### book 242.1

λωβήσαιο: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἄν, ἔβλα‐

### book 242.2

ψας ἢ λωβητὸς ἐγένου. A

### book 243-4a.1

ὣς φάτο νεικείων Ἀγαμέμνονα〈—〉Θερ‐

### book 243-4a.2

σίτης: μεθ’ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνό‐

### book 243-4a.3

ματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν

### book 243-4a.4

ἔσται ἡ ἀνάγνωσις. A b (BCE3E4)T

### book 243-4b.1

ὣς φάτο νεικείων〈—Ὀδυσσεύσ〉: ὡς καὶ

### book 243-4b.2

μεταξὺ λέγοντι παρέστη Ὀδυσσεύς. ἀναφέρει δὲ ἐπὶ τὰ „ὃν δ’ αὖ

### book 243-4b.3

δήμου †ἄνδρα ἴδοι“ (Β 198). οὐκοῦν οὐ τῶν βασιλέων Θερσίτης.

### book 243-4b.4

βασιλικῶς δὲ ὑπερφρονεῖ τούτου Ἀγαμέμνων. καὶ τὸν Ἀλεξάνδρου

### book 243-4b.5.1

φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ δὲ σῦς ἢ λέοντας ὁρμᾶν.

### book 243-4b.5.2

b(BCE3E4)T

### book 245

ἠνίπαπε: ἐνίπτω, ἤνιπα καὶ ἠνίπαπε〈ν〉 ὡς ἠρύκακεν. T

### book 246.1

ἀκριτόμυθε: μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ

### book 246.2

ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές (cf. Β 212), πρὸς κατάγνωσιν

### book 246

τῶν εἰρημένων. A b (BCE3E4)T

### book 247a

〈μηδὲ ἔθελ’:〉 ὅτι ἔθελε κατὰ συναλιφήν. Aim

### book 247b.1

μηδ’ ἔθελε: ἀεὶ ἐθέλω ἔφησεν ὁ ποιητής· καὶ ἀλλαχοῦ

### book 247b.2

γὰρ „οὔτ’ ἔθελεν“ (Φ 366). T

### book 247c.1

μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι: καὶ τοῦτον ἐλέγχει καὶ

### book 247c.2

τῶν λοιπῶν ἐνεχυράζει τὴν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ ὄνειδος

### book 247c.3

(cf. Β 251). b(BCE3E4)T

### book 248

χερειότερον: ὡς μειζότερον καὶ βελτιώτερον. b(BCE3)T

### book 249.1

ὅσσοι ἅμ’ Ἀτρείδῃς: οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες

### book 249.2

—αὐτοῦ παῖδες ἐκλήθησαν. A

### book 250a.1

{βασιλῆας} ἀνὰ στόμ’ ἔχων: ἀνὰ στόμα T διὰ

### book 250a.2

συνεχοῦς μνήμης· ἢ ἀντὶ σκήπτρου τὸ στόμα ἀνέχων. b(BCE3E4)T

### book 250b1.1

{ἀνὰ στόμ’ ἔχων} ἀγορεύοις: ὀνομάζοις, μή τι καὶ

### book 250b1.2

ὑβρίζοις. T

### book 250b2.1

ἀγορεύοις δὲ ὀνομαστὶ περιφέροις ἢ ὑβρίζοις. b(BCE3

### book 250b2.2

E4)

### book 251.1

νόστον τε φυλάσσοις: τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν

### book 251.2

παρατηροῖς. b(BCE3E4)T

### book 252a.1

οὐδέ τί πω σάφα ἴδμεν: ἀπὸ τούτου ἕως τοῦ „ἥρωες

### book 252a.2

Δαναοί“ (Β 256) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροι τῇ συνθέσει

### book 252a.3

καὶ τὸ „ἧσαι“ (Β 255) οὐ κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται,

### book 252a.4

οὐδ’ ὡς ὁ Διομήδης λέγει „τέττα, σιωπῇ ἧσο“ (Δ 412) ἀντὶ τοῦ

### book 252a.5.1

ἡσύχαζε. | διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου (sc. 252)· τὸ

### book 252a.5.2

γὰρ ἐπιφερόμενον (sc. Β 253) τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὸ καὶ

### book 252a.5.3

περισπᾶται. A

### book 252b

οὐδέ τί πω σάφα ἴδμεν: ὡς περιττοὶ οἱ πέντε ἀθετοῦν‐

### book 252b.1

ται. ἔχουσι δέ τι καὶ ψευδές· τῶν γὰρ ἄλλων καθεσθέντων Θερσί‐

### book 252b.2

της μόνος ἀκοσμεῖ. b(BCE3E4)T ἐνταῦθα δὲ ὡς περὶ καθημένου

### book 252b.3

λέγει. ἢ τὸ „ἧσαι“ (Β 255) ἀντὶ τοῦ b(BCE3E4) προεδρεύεις καὶ

### book 252b.5

προηγῇ τῆς ὕβρεως. b(BCE3E4E4il)

### book 252-3.1

οὐδέ τί πω σάφα ἴδμεν〈—Ἀχαιῶν〉:

### book 252-3.2

ἐντέχνως πάνυ ὡς πρὸς τὸν Θερσίτην λέγων πρὸς τοὺς Ἕλληνας

### book 252-3.3

ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ γνώμης στοχαζομένῳ τοῦ πλήθους.

### book 252-3.4

φησὶν οὖν ὡς οὐκ ἴσασιν, εἰ ἐπ’ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς

### book 252-3.5

ἔσται. b(BCE3E4)T

### book 254-5.1

τῷ νῦν Ἀτρείδῃ〈— /〉 ἧσαι ὀνειδίζων:

### book 254-5.2

ἀδήλου ὄντος τοῦ νόστου σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς

### book 254-5.3

πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει. b(BCE3E4)T

### book 255a.1

ἧσαι ὀνειδίζων: προσεδρεύεις, ἀπὸ τῶν πολιορκούν‐

### book 255a.2

των· „ἧμαι ἐν〈ὶ〉 Τροίῃ“ (Ω 542). ἢ ἀντὶ τοῦ τέρπῃ. T

### book 255b.1

ὅτι οἱ: τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ

### book 255b.2

δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ

### book 255b.3

μὴ ἐπιφέροιτο ἀντωνυμία A b (BCE3E4)T διὰ τοῦ σφ, σεσημειω‐

### book 255b.4

μένου τοῦ „ἔνθ’ ἔσάν οἱ πέπλοι“ (ο 105). AT

### book 255c.1

〈διδοῦσιν:〉 οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ

### book 255c.2

γὰρ ῥῆμα διδῶ. Aim

### book 258a1

εἴ κ’ ἔτι ς’ ἀφραίνοντα 〈κιχήσομαι, ὥς νύ

### book 258a1.1

περ ὧδε〉: ὅτι περισσὸς ὁ κέ. †καὶ ὅτι συνεκδοχῇ εἴ σε „ἀφραίνοντα†

### book 258a1.2

κιχήσομαι ὕστερον αὖτισ“. ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν Κρητικὸν

### book 258a1

„κιχήσομαι ἐν Δαναοῖσι“. δύναιτο δ’ ἂν τὸ ὥς νύ περ ὧδε ἀκούε‐

### book 258a1.5.1

σθαι ἁπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. ταῦτα ὁ Δίδυμος (p.

### book 258a1.5.2

113 Schm.). A

### book 258a2.1

εἴ κ’ ἔτι ς’ ἀφραίνοντα 〈κιχήσομαι, ὥς νύ

### book 258a2.2

περ ὧδε〉: αἱ μὲν Ἀριστάρχου εἶχον „εἰ δέ τί σε“. ἡ δὲ Σινωπικὴ

### book 258a2.3

εἶχε „κιχήσομαι ὡς τὸ πάρος περ“, ἡ δὲ Μασσαλιωτικὴ „ὕστερον

### book 258a2.4

αὖτισ“, ἡ δὲ κατὰ Φιλήμονα „ἐν Δαναοῖσιν“. T

### book 258a3.1

ὁ μὲν Ἀρίσταρχος „εἰ δέ τί σε“, ὁ δὲ Ζηνόδοτος „εἴ

### book 258a3.2

κ’ ἔτι σε“, ὃ προκριτέον. ἡ δὲ Σινωπικὴ εἶχε „κιχήσομαι ὡς τὸ πάρος

### book 258a3.3

περ“, ἡ δὲ Μασσαλιωτικὴ „ὕστερον αὖτισ“, ἡ δὲ κατὰ Φιλήμονα

### book 258a3.4

„ἐν Δαναοῖσιν“. b(BCE3E4)

### book 258a4

κιχήσομαι: Πτολεμαῖος „κιχείομαι“ γράφει. T

### book 258b.1

〈εἴ κ’ ἔτι—ὥς νύ περ ὧδε:〉 κατὰ τὸ τέλος

### book 258b.2

τοῦ στίχου ὑποστικτέον. Aim

### book 258c.1

〈ἀφραίνοντα〉 κιχήσομαι, ὥς νύ περ 〈ὧδε〉: ὅτι

### book 258c.2

ἀφρόνων ἐστὶ τὸ τὰ τοιαῦτα πράσσειν. T

### book 259a.1

μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη: οἱ γὰρ πολέμιοι

### book 259a.2

δειροτομοῦσιν, οὓς λήψονται, ὡς τὸ „ἵν’ ἀπ’ ὤμοιϊν κεφαλὴν τάμοι“

### book 259a.3

(Ρ 126) καὶ „σὺν σφῇσιν κεφαλῇσιν“ (Δ 162). b(BCE3E4)T

### book 259b

κάρη ὤμοισι: σὺν τῷ αὐχένι κάρη λέγεται. T

### book 260a.1

μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην:

### book 260a.2

οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα

### book 260a.3

κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ

### book 260a.4

ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. A b (BCE3E4)T

### book 260a.5.1

προοικονομεῖ δὲ τὰ περὶ τὴν Ὀδύσσειαν. T | ἡ διπλῆ δὲ 〈ὅτι〉 προ‐

### book 260a.5.2

διασυνίστησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν

### book 260a

πλείονος. A

### book 260b.1

μηδ’ ἔτι Τηλεμάχοιο: ἅμα καὶ τοῖς Ἕλλησιν ἐντέχνως

### book 260b.2

ἐμφαίνει ὅτι υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπ’ αὐτόν. καὶ προ‐

### book 260b.3

συνίστησι τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής. b(BCE3E4)T

### book 261a

〈λαβών:〉 ἐκλαβών. Til

### book 261b

〈φίλα:〉 ἴδια. Til

### book 262a.1

〈χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικα‐

### book 262a.2

λύπτει〉: διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει. Aim

### book 262b.1

{τά τ’} αἰδῶ {ἀμφικαλύπτει}: Ἀρίσταρχος περισπω‐

### book 262b.2

μένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ „ἠῶ δῖαν ἔμιμνε“ (Ι 662). καὶ

### book 262b.3

ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει.

### book 262b.4

Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ, „Λητῶ γὰρ

### book 262b.5.1

ἥλκησε“ (λ 580) καὶ „Πυθῶ δ’ ἐρχομένην“ (λ 581). ἐπεί, φησί, Λη‐

### book 262b.5.2

τόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ (fr. 14) φησι κακῶς ἀνεγνωκέναι

### book 262b.5.3

τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ,

### book 262b.5.4

τὰ δὲ ἄλλα κατ’ ὀξεῖαν τάσιν, Πυθώ, Λητώ· ἐχρῆν γάρ, φησίν, ὁμοί‐

### book 262b.5.5

ως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχῳ, εἴ γε ἤδη διά‐

### book 262b.10.1

φοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος

### book 262b.10.2

ὑπὲρ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσ‐

### book 262b.10.3

ῳδίας οὗτος ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα

### book 262b.10.4

ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω

### book 262b.10.5

ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ

### book 262b.15.1

γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν. οὕτως

### book 262b.15.2

ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος

### book 262b.15.3

δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ

### book 262b.15.4

φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται, οἱ

### book 262b

ταχεῖς τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική.

### book 262b.20.1

διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ

### book 262b.20.2

τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι

### book 262b.20.3

τῷ λόγῳ τῆς συναλιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ

### book 262b.20.4

Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς

### book 262b.20.5

φωνῆς, κατέχονται καὶ τῷ τόνῳ. A

### book 262c.1

αἰδῶ: ἢ τὴν τοῦ ὅλου σώματος ἢ τὴν τοῦ μορίου, b

### book 262c.2

(BCE3)T ὅπερ καὶ ἄμεινον· b(BCE3) „μέχρι παρ’ αἰδῶ“

### book 262c.3

(Arat. Ph. 493), ἀντὶ τοῦ μορίου. T

### book 264a.1

〈πεπληγώς:〉 ὅτι Aint ἀντὶ τοῦ πλήσσων Aint

### book 264a.2

Til τὸ παθητικὸν παρείληφεν. Aint

### book 264b

〈πεπληγώς:〉 τινὲς „πεπλήγων“, ὡς τὸ „πέπληγον δὲ

### book 264b.1

χορὸν †ποσσίν“ (θ 264). | ἢ ὅτι τὸ πεπληγώς ἀντὶ τοῦ πλήσσων.

### book 264b.2

b(BCE3)

### book 265-6.1

ὣς ἄρ’ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ

### book 265-6.2

ὤμω / πλῆξεν: πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπει‐

### book 265-6.3

λὴν ἐκτελεῖ; ἀλλ’ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας

### book 265-6.4

πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μείζοσιν αἰκίσεται

### book 265-6.5.1

πληγαῖς. ἢ ἀπόπειρα ἦν διὰ τῆς ἀπειλῆς, ὅπως οἱ πολλοὶ ἕξουσι

### book 265-6.5.2

τυπτομένου, εἶτα βουλομένους ἰδὼν τοὺς Ἕλληνας οὐχ ὑπερέθετο τὴν

### book 265-6.5.3

κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν

### book 265-6.5.4

ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμω‐

### book 265-6.5.5

ρεῖται βραχείᾳ πληγῇ· b(BCE3E4)T κολάζεται γὰρ ὁ μὲν

### book 265-6.10.1

εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὕβρει, ὑγιὴς δὲ τὸ σῶμα βασάνοις καὶ

### book 265-6.10.2

χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ

### book 265-6

πληγῇ καὶ μεθ’ ὅρκων ἀπειλῇ. A b (BCE3E4)T

### book 266a.1

〈ἰδνώθη:〉 ἀνεκλάσθη, ὅπως πλεῖον προκύψῃ τὸ κυρτόν.

### book 266a.2

b(BCE3E4)Til

### book 266b.1

θαλερὸν δέ οἱ 〈ἔκπεσε δάκρυ〉: θαλερὸν ἔνικμον,

### book 266b.2

ἀπὸ τῶν φυτῶν. | τινὲς δὲ γράφουσιν „ἔκφυγε δάκρυ“ διὰ τὸ τάχος

### book 266b.3

δηλοῦν τὴν λέξιν. b(BCE3E4)T

### book 266c.1

ἔκπεσε: οὕτως αἱ Ἀριστάρχου „ἔκφυγε“. καὶ ἔστιν ἡ

### book 266c.2

χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· „φύγεν

### book 266c.3

ἡνία“ (Θ 137 al.) καὶ „ἔκφυγε χειρόσ“ (Ε 18 al.). A

### book 267a

σμῶδιξ: τὸ ἐκ πληγῆς οἴδημα. b(BCE3E4)Til

### book 267b1.1

ἐξυπανέστη: ἐμφαντικῶς τὰς προθέσεις πυκνὰς παρέλα‐

### book 267b1.2

βεν b(BCE3E4)T ὡς ἐν τῷ „ὑπεξαναδύσ“ (Ν 352), b(BCE3)

### book 267b1.3

T καὶ διὰ μὲν τῆς ὑπό τὴν κάτωθεν, διὰ δὲ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ

### book 267b1.4

δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέχοντος τοῦ αἵματος ἔξω

### book 267b1.5

διῆρεν. b(BCE3E4)T

### book 267b2.1

ἐξυπανέστη: ἀνέστη ὑπὸ τῆς πληγῆς τῆς χρυσῆς

### book 267b2.2

ῥάβδου. | ἐμφατικῶς ὡς τὸ „ὑπεξαναδύσ“. διὰ τῆς ὑπό τὴν κατ’

### book 267b2.3

ὀλίγον, διὰ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. A

### book 268

ὁ δ’ ἄρ’ ἕζετο: δηλοῖ ὅτι νῦν καθέζεται. μάτην ἄρα ἔλεγε τὸ

### book 268

„ἧσαι ὀνειδίζων“ (Β 255). b(BCE3E4)T

### book 269a1.1

ἀχρεῖον {ἰδών}: Διονύσιος (fr. 32) καὶ Τυραννίων (fr. 7) τὴν

### book 269a1.2

πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως·

### book 269a1.3

παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ

### book 269a1.4

μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν

### book 269a1.5.1

συνεκδρομήν, 〈προ〉περιεσπάσθη· τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ

### book 269a1.5.2

ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει

### book 269a1.5.3

διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικόν, προπερισπᾶται, ἀν‐

### book 269a1.5.4

δρεῖος, „Ἀργεῖοσ“ (cf. B 161 al.). οὕτως καὶ ἀχρεῖος. A

### book 269a2.1

ἀχρεῖον: παρὰ μὲν τῷ ποιητῇ προπερισπώμενον, παρὰ

### book 269a2.2

δὲ τοῖς Ἀττικοῖς προπαροξύτονον. b(BE3)Til

### book 269b.1

ἀχρεῖον: χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω,

### book 269b.2

οὗ παράγωγον χραύω· „χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“ (Ε 138).

### book 269b.3

ἀφ’ οὗ †ἔχραε τὸ βαρύνειν† καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἀχρὴς

### book 269b.4

καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· „ἀλγήσας δ’ ἀχρεῖον

### book 269b.5.1

ἰδών“. ἐπὶ δὲ τῆς Πηνελόπης „ἀχρεῖον δὲ γέλασσε〈ν〉“ (ς 163),

### book 269b.5.2

ἐπίπλαστον καὶ ὑποκεκριμένον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν.

### book 269b.5.3

τοῦ δὲ ἀχρής κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλόξενος ἐν τῷ Περὶ

### book 269b.5.4

μονοσυλλάβων ῥημάτων (fr. 3 Th.). A

### book 269c.1

{ἀλγήσας δ’} ἀχρεῖον ἰδών: ὅτι Φιλίτας (fr. 56 K.) τὸ

### book 269c.2

ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας

### book 269c.3

τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών εὐτελῶς σχηματί‐

### book 269c.4

σας. A

### book 269d.1

ἀχρεῖον ἰδών: ὀργιζομένου καὶ μὴ δυναμένου ἀμύνασθαι

### book 269d.2

τὸ βλέμμα διαγράφει. b(BCE3E4)T ἔστιν οὖν ἀκαίρως ὑποβλέψας,

### book 269d.3

ὡς τὸ „ἀχρεῖον δ’ ἐγέλασσεν“ (ς 163), ἢ b(BCE3)T τὸ πρόσω‐

### book 269d.4

πον τοῖς δάκρυσιν ἀμορφώσας, „ὡς αἰσχρόν ἐστιν μὴ καλῶν ἀπ’ ὀμ‐

### book 269d.5.1

μάτων / κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν“ (trag. ad. fr. 447

### book 269d.5.2

N.2). b(BCE3E4)T ἄκρως δὲ τὸ εὐτελὲς τῶν θρασυδείλων κωμῳ‐

### book 269d.5.3

δεῖ. b(BCE3)T

### book 269e

〈δάκρυ:〉 δάκρυον, ἀποκοπῇ τοῦ ον. b(BCE3)

### book 270.1

οἱ δὲ καὶ ἀχνύμενοί περ: στικτέον μετὰ τὸ—ἐπὶ τῇ

### book 270.2

ὄψει τοῦ Θερσίτου. A | ἀχνύμενοι δὲ διὰ τὸν τῶν οἴκοι ἔρον. b

### book 270.3

(BCE3)T στασιάζον δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς

### book 270.4

ἀμφοῖν ἐχρήσατο ὁ ποιητής. A b (BCE3E4)T

### book 271a.1

ὧδε {δέ τις εἴπεσκεν}: κατὰ Ἀρίσταρχον οὐδέποτε το‐

### book 271a.2

πικῶς, ἀλλ’ ἀντὶ τοῦ οὕτως τάσσει· „ὧδε δέ τις εἴπεσκεν ἰδών“. ἐπὶ δὲ

### book 271a.3

τοῦ „Ἥφαιστε, πρόμολ’ ὧδε“ (Σ 392) οὕτως ἀκούει, πρόελθε οὕτως

### book 271a.4

ὡς ἔχεις, ἐκ προχείρου. A

### book 271b

〈ἰδών:〉 βλέπων. Til

### book 272a.1

ἦ {δυμυρί}: τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται

### book 272a.2

τῷ δή, βεβαιωτικὸς ὤν, ὁμοίως τῷ „ἦ δὴ λοίγια ἔργα“ (Α 573). A

### book 272b.1

ἦ δὴ μυρί’ Ὀδυσσεύς: φιλαλήθεις οἱ Ἕλληνες, οἳ καὶ

### book 272b.2

τυφθέντες ὑπὸ Ὀ[δυσσέως] οὐκ ἀποκρύπτουσι τὸν [ἔ]παινον. T

### book 272c

ἦ δὴ μυρί’ Ὀδυσσεύς: πῶς προειπὼν αὐτοὺς γεγελα‐

### book 272c.1

κέναι σπουδαῖα καὶ οὐ γελοῖα παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ

### book 272c.2

Θερσίτου παρῄρηται τὸ θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσ‐

### book 272c.3

σεύς. ἄλλως τε προοικονομεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερ‐

### book 272c.5

σίτου διὰ τοῦ „οὔ θήν μιν πάλιν“ (Β 276). b(BCE3E4)T

### book 273a.1

βουλάς τ’ ἐξάρχων: Ἴων (fr. 63, 3 N.2)· „βουλὴ μὲν

### book 273a.2

ἄρχει, χεὶρ δ’ †ἐπεργάζεται.“ b(BCE3E4)T

### book 273b1

〈κορύσσων:〉 Αἰολικῶς, ἀπὸ τοῦ κορύπτω. Til

### book 273b2.1

τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ κόρυς, ὃ δηλοῖ τὴν

### book 273b2.2

περικεφαλαίαν. b(BCE3)

### book 275a.1

〈λωβητῆρα:〉 τὸν ψεύστην ἢ τὸν λωβηθέντα. b(BCE3

### book 275a.2

E4)Til

### book 275b.1

〈ἐπεσβόλον〉 ἔσχ’ ἀγοράων: ὡς συνεχῶς αὐτοῦ παρ‐

### book 275b.2

ρησιαζομένου. | ἐπεσβόλον δὲ ὡς ἐγχεσπάλον (cf. Β 131) b(BCE3

### book 275b.3

E4)T ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς. b(BCE3E4)

### book 276a.1

〈πάλιν αὖτις:〉 ὅτι τὸ μὲν πάλιν εἰς τοὐπίσω, τὸ δὲ

### book 276a.2

αὖτις χρονικόν, ἐξ ὑστέρου. Aim

### book 276b1.1

οὔ θήν μιν πάλιν: τοῦτο διὰ τὸ μὴ ἔτι μνησθῆναι αὐτοῦ

### book 276b1.2

ἐν τῇ ποιήσει. | τὸ δὲ πάλιν εἰς τὸ ὀπίσω, τὸ δὲ αὖτις χρονικόν. |

### book 276b1.3

σημειοῦνται δέ τινες καὶ τὸν πρὸ αὐτοῦ, „ὃς τὸν λωβητῆρα ἐπεσβό‐

### book 276b1.4

λον“ (Β 275), ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. T

### book 276b2.1

σημειοῦνται δέ τινες τὸ „λωβητῆρα“ καὶ „ἐπεσβόλον“

### book 276b2.2

ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. b(BCE3) | τὸ μὲν οὖν πάλιν τὸ εἰς τοὐ‐

### book 276b2.3

πίσω δηλοῖ, τὸ δὲ αὖτις χρονικόν ἐστιν. b(BCE3E4)

### book 278a.1

ὣς φάσαν ἡ πληθύς· 〈ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσ‐

### book 278a.2

σεύσ〉: πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκε· τῷ γὰρ ἔν‐

### book 278a.1

νοιαν ἔχοντι πλήθους ὀνόματι πληθυντικὸν ῥῆμα συνέζευξε τὸ φά‐

### book 278a.2

σαν· ᾧ εἴη ἂν ὅμοιον „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). καὶ πρὸς τὸ

### book 278a.5.1

πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον

### book 278a.5.2

ἵππον (cf. δ 271—89). A

### book 278b.1

ἀνὰ δ’ ὁ πτολίπορθος: οὕτως Ἀρίσταρχος· τινὲς δὲ

### book 278b.2

χωρὶς τοῦ ἄρθρου, κακῶς. | προαναφωνεῖ τὴν πόρθησιν δι’ αὐτοῦ

### book 278b.3

γενησο[μένην]. T

### book 278c1.1

ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου· τινὲς δὲ χωρίς, κα‐

### book 278c1.2

κῶς. b(BCE3)

### book 278c2.1

οὕτως Ἀρίσταρχος, 〈ἀνὰ δ’ ὁ〉 πτολίπορθος· ἄλλοι

### book 278c2.2

δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς. Aim

### book 278c2.1

ἀνὰ δ’ ὁ πτολίπορθος: ἀνέστη δὲ ὁ τὰς πόλεις—

### book 278c2.2

Πριάμοιο ἄνακτος (cf. Χ 230). A

### book 278-82.1

ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεύς / ἔστη〈—

### book 278-82.2

βουλήν〉: πρὸς τὸ σχῆμα. | ψῆφον λαβὼν παρὰ τοῦ πλήθους τολμᾷ

### book 278-82.3

παρελθεῖν. ἡ δὲ Ἀθηνᾶ πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως

### book 278-82.4

ἡσύχασαν, οὓς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς

### book 278-82.5.1

δημηγόροις παρίστασθαι κήρυκα, ὅπως σιωπήσωσι καὶ νοήσωσιν. διὰ

### book 278-82.5.2

τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι

### book 278-82.5.3

αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ

### book 278-82.5.4

τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶ‐

### book 278-82.5.5

τον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ

### book 278-82.10.1

ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ

### book 278-82.10.2

ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς „ὄπα τε μεγάλην ἐκ στήθεος †εἴη†“ (Γ 221).

### book 278-82.10.3

διὰ τοῦτο ὁ μὲν ἔτι τεταραγμένων δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη

### book 278-82

ἡσυχίαν ἀγόντων. b(BCE3E4)T

### book 279-80.1

〈παρὰ δὲ γλαυκῶπις—ἀνώγει:〉 ἐπεὶ ἔδει

### book 279-80.2

κήρυκα συμπαρεῖναι τῷ δημηγοροῦντι. Til

### book 283.1

ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν: τρία ῥη‐

### book 283.2

τορικῆς εἴδη· συμβουλευτικόν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς,

### book 283.3

ὡς νῦν· δικανικὸν ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς „δύο δ’ ἄνδρες

### book 283.4

ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498)· πανηγυρικὸν ἐξ ἐγκωμίου καὶ ψόγου,

### book 283.5.1

ὡς „ὦ μάκαρ Ἀτρείδη“ (Γ 182), „οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων“ (Α

### book 283.5.2

225). A b (BCE3E4)T

### book 284a.1

Ἀτρείδη, νῦν γάρ σε: ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ

### book 284a.2

μετὰ τῆς προσηγορίας †καὶ τὸν† λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ

### book 284a.3

γάρ ἄρχεσθαι, „ὢ πόποι, ἦ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιούσ“ (ς 259). A

### book 284b.1

〈Ἀτρείδη, νῦν δή σε:〉 ἀντὶ τοῦ γάρ. | ἔθος δὲ τῷ

### book 284b.2

ποιητῇ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ „πολλοὶ γὰρ τεθνᾶσι“ (Η

### book 284b.3

328) καὶ „νῦν γὰρ καὶ πόνος ἐστί“ (Β 291). b(BCE3E4)

### book 284-5a1.1

Ἀτρείδη, νῦν δή σε〈—βροτοῖσιν〉: ἐντέ‐

### book 284-5a1.2

χνως πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει. T

### book 284-5a2.1

ἐθέλουσιν Ἀχαιοὶ / 〈πᾶσιν—μερόπεσσι

### book 284-5a2.2

βροτοῖσιν〉: τὸ μὲν ἐθέλουσιν ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαι‐

### book 284-5a2.3

ρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν ἀπόπειραν· εἰ γὰρ

### book 284-5a2

ἐπονείδιστος ἔσται φευγόντων αὐτῶν, πῶς ἂν αὐτοὺς προτρέποιτο

### book 284-5a2.5.1

φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ Ἕλλησιν εἰ‐

### book 284-5a2.5.2

πεῖν. ἐντέχνως δὲ πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει ὥσπερ

### book 284-5a2.5.3

συναχθόμενος αὐτῷ ὅτι καταλείπεται· πικρὸν γάρ ἐστι τὸ φάναι

### book 284-5a2.5.4

‘ἐπονείδιστον, ὦ Ἀχαιοί, ποιήσετε τὸν βασιλέα‘. πικρὸν δὲ ἦν

### book 284-5a2.5.5

κἀκεῖνο πρὸς αὐτοὺς λέγειν ‘ὡς γὰρ νήπιοι παῖδες ἢ κόρη ἀποδύρεσθε‘

### book 284-5a2.10.1

(cf. Β 289). ἅμα δὲ καὶ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος. b

### book 284-5a2.10.2

(BCE3E4)T

### book 286.1

〈ἐκτελέουσιν:〉 πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ

### book 286.2

〈τοῦ〉 ἐκτελέσουσιν. Aim

### book 286-7.1

οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν〈—ἱππο‐

### book 286-7.2

βότοιο〉: τοῦτο ἀνελεύθερον καὶ δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν

### book 286-7.3

ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς

### book 286-7.4

τοὺς Τυνδαρίδας ὅρκους ὁ ποιητής· καὶ γοῦν Ἰδομενεύς φησιν· „ὡς

### book 286-7.5

τὸ πρῶτον ὑπέστην καὶ κατένευσα“ (Δ 267). b(BCE3E4)T

### book 287.1

ἐνθάδ’ ἔτι στείχοντες: πορευθησόμενοι, ὡς „ὅν μοι δῶκε

### book 287.2

πατὴρ ἔτι δεῦρο κι[ούσῃ]“ (δ 736). T

### book 288.1

Ἴλιον ἐκπέρσαντι: πορθήσαντί σοι τὸ Ἴλιον συναπονέε‐

### book 288.2

σθαι. T

### book 289-90.1

ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες /

### book 289-90.2

—νέεσθαι: ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ

### book 289-90.3

χῆραι· οἱ μὲν γὰρ εὐθὺς κόρον λαβόντες τῆς ἀγορᾶς ἵενται οἴκαδε, αἱ

### book 289-90.4

δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ

### book 289-90.5.1

ἀγεννές, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον

### book 289-90.5.2

μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν. A b (BCE3E4)T

### book 291a

〈ἦ:〉 ὁμοίως τὸν ἦ περισπαστέον. Aint

### book 291b.1

〈πόνος ἐστίν:〉 πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον·

### book 291b.2

οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα. Aim

### book 291c.1

〈πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:〉 ἀναγκαίως ἐνδί‐

### book 291c.2

δωσιν, ὅπως πικρὰ θεραπευθέντες μεγάλα χαρήσονται. b(BCE3)Til

### book 291d.1

〈ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:〉 πολὺς

### book 291d.2

μὲν οὖν ἐστιν ὁ πόνος ὥστε λοιπὸν ἀκηδιάσαντά τινα νεῖσθαι. ἀνίησι

### book 291d.3

δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως δὲ ῥητορικῆς, ἀπὸ τοῦ

### book 291d.4

αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς.

### book 291d.5

b(BCE3)T

### book 292a.1

καὶ γάρ τις θ’ ἕνα μῆνα: ἀνίησι τὴν ἐπιτίμησιν τῆς φυ‐

### book 292a.2

γῆς τῇ συγγνώμῃ· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν

### book 292a.3

ἀπολογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι τούτοις

### book 292a.4

τοῦ μένειν, αὐτοῖς αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτως καὶ ὀφθῆ‐

### book 292a.5.1

ναι διὰ τοῦ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ ἐπάγει·

### book 292a.5.2

„αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι“ (Β 298). b(BCE3)T

### book 292b1.1

ἀπὸ ἧς ἀλόχοιο: τινὲς ἀνέγνωσαν „ἄπο ἧς ἀλόχοιο“

### book 292b1.2

κατὰ ἀναστροφήν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι

### book 292b1.3

τῇ κατηθισμένῃ ἀναγνώσει· συντέτακται γὰρ τῇ γενικῇ. A

### book 292b2

ἀπὸ ἧς 〈ἀλόχοιο〉: τῇ γενικῇ δεῖ συντάττειν. Aint

### book 292c.1

〈ἀπὸ ἧς ἀλόχοιο:〉 τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνε‐

### book 292c.2

λόπης προανακρούεται στοργήν· ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον

### book 292c.3

ὑπολέλειπται, οὐ μόνον δέ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε

### book 292c.4

δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ

### book 292c.5

τυγχάνωσιν. b(BCE3)

### book 292-3.1

〈καὶ γάρ τίς θ’—ἀλόχοιο〉 / ἀσχαλάᾳ σὺν

### book 292-3.2

νηῒ 〈πολυζύγῳ〉: διασταλτέον· τὸ γὰρ ἑξῆς ἐστι, καὶ γάρ τις θ’

### book 292-3.3

ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλόχοιο ἀσχα‐

### book 292-3.4

λάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ (293) διϊστᾶσι. A

### book 293-6.1

ὅνπερ ἄελλαι〈—ἐνθάδε μιμνόντεσσι〉: τὸ

### book 293-6.2

δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς ἄγει, b(BCE3E4)

### book 293-6

T καὶ τὴν τοῦ ὡρισμένου χρόνου συμπλήρωσιν. b(BCE3)

### book 295.1

περιτροπέων ἐνιαυτός: τροπὰς λαμβάνων, τουτέστι

### book 295.2

συμπληρούμενος. b(BCE3E4)T

### book 296.1

ἐνθάδε μιμνόντεσσι: ἀργοῦσιν, ἀπράκτοις καθημένοις,

### book 296.2

b(BCE3E4)T ἐπεὶ παρῆν αὐτῷ φάναι καὶ τὸ μαρναμένοισιν. b

### book 296.3

(BCE3)T

### book 297.1

ἀσχαλάαν παρὰ νηυσὶ 〈κορωνίσιν. ἀλλὰ καὶ ἔμ‐

### book 297.2

πησ〉: ὅτι Ζηνόδοτος γράφει „ἀσχαλάαν †μιμνόντεσσι†“, τὰ πλη‐

### book 297.3

θυντικὰ δυϊκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος. A

### book 298a.1

αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι:

### book 298a.2

ἀνιαρὸν τὸ χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ἄπρακτον ὑποστρέψαι.

### book 298a.3

b(BCE3E4)T τὸ δὲ κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ

### book 298a.4

κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλ‐

### book 298a.5

πίδα. b(BCE3E4)

### book 298b

〈δηρόν:〉 ἐπὶ πολὺν χρόνον. Til

### book 299a.1

〈τλῆτε φίλοι:〉 μαλάξας τὸ πλῆθος ἀποστρέφει τε πρὸς

### book 299a.2

αὐτοὺς τὸν λόγον καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ. b(BCE3E4)T

### book 299b.1

ἐπὶ χρόνον: ὅτι Ζηνόδοτος γράφει „ἔτι χρόνον“, ἀπι‐

### book 299b.2

θάνως· ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι. A

### book 300a.1

〈ἢ ἐτεὸν ... οὐκί:〉 ὅτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ

### book 300a.2

χ. | καὶ τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχος. Aim

### book 300b.1

〈ἤ:〉 ἀντὶ τοῦ εἴ, ὡς τὸ „ἢ καὶ ἐμὸν δόρυ μαίνεται“ (Θ 111).

### book 300b.2

Til

### book 300c.1

ἢ ἐτεὸν Κάλχας: δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαν‐

### book 300c.2

τος Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει,

### book 300c.1

Ποσειδῶν καὶ Ἀθηνᾶ καθ’ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆ‐

### book 300c.2

θος (cf. Ν 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διο‐

### book 300c.5.1

σημίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. b(BCE3E4)

### book 300c.5.2

T ἄκρως δὲ κατηγορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες

### book 300c.5.3

οὐκ ὤκνησαν στρατεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται. b(BCE3E4)

### book 302a.1

μάρτυροι {οὓς μὴ κῆρες}: ὅτι Ζηνόδοτος γράφει „μάρ‐

### book 302a.2

τυρεσ“. ὁ δ’ Ὅμηρος οὕτως ἐσχημάτικεν· „Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος

### book 302a.3

ἔστω“ (Η 76), οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε. A

### book 302b

〈μάρτυροι,〉 οὓς μὴ κῆρες ἔβαν: κῆρες ἐπὶ τοῦ λοιμοῦ.

### book 302b.1

b(BCE3E4)T | Ζηνόδοτος „μάρτυρεσ“, Ὁμήρου σχηματίζοντος ἀπὸ

### book 302b.2

τοῦ μάρτυρος. b(BCE3)T | πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς

### book 302b.3

ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων. b(BCE3E4)

### book 303.1

〈χθιζά τε:〉 τὸν τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως τὸν

### book 303.2

προσδοκώμενον b(BCE3E4)Til ὡς μηδὲν ἡγήσωνται. b(BCE3E4)

### book 303.1

χθιζά τε καὶ πρωΐζ’: κατεσμίκρυνε τὸν—Ἕλλη‐

### book 303.2

νας. A

### book 303.5.1

ὅτ’ ἐς Αὐλίδα: Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ—

### book 303.5.2

στρατόν. A

### book 304.1

〈κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι:〉 δεῖ οὖν ἀναπλη‐

### book 304.2

ρῶσαι τὸν σκοπόν. Til

### book 305-9.1

ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην〈—σμερδαλέοσ〉:

### book 305-9.2

ἕως 〈τοῦ〉 ἀγλαὸν ὕδωρ (307) ὑποστικτέον, καὶ τὸ ἔνθα (308)

### book 305-9.3

〈***〉 ἵν’ ᾖ τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ „χθιζά

### book 305-9.4

τε καὶ πρωϊζά“ (Β 303). ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας

### book 305-9.5.1

(306) ὑποστίζειν, ἵνα συνάπτηται καλῇ ὑπὸ πλατανίστῳ (307)

### book 305-9.5.2

ἕως 〈τοῦ〉 σμερδαλέος (309). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι

### book 305-9.5.3

τὸ „χθιζά τε καὶ πρωΐζ’“ (Β 303), ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ

### book 305-9.5.4

„εὖ γὰρ δὴ τόδε ἴδμεν“ (Β 301). A

### book 305.1

ἀμφὶ περὶ κρήνην: οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις,

### book 305.2

ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ

### book 305.3

ἐσήμανε. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυ‐

### book 305

σιῶν ἔν τε ἱερῷ γέγονεν. b(BCE3E4)T

### book 307a1.1

καλῇ ὑπὸ πλατανίστῳ: μόνον οὐχὶ χρώμασιν ἡμῖν

### book 307a1.2

τὸν †λόγον† ἐσήμανε. καὶ Πλάτων Φαίδρῳ (cf. 230 b) πλάτανον

### book 307a1.3

καὶ τὸ παραρρέον ὕδωρ φησί· b(BCE3)T διυδατίζεσθαι γὰρ

### book 307a1.4

θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. b

### book 307a1.5.1

(BCE3E4)T οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ „ὠλεσικάρπουσ“ τὰς

### book 307a1.5.2

ἰτέας φησίν (κ 510). b(BE3)

### book 307a2.1

καλῇ ὑπὸ πλατανίστῳ: τῇ τάσει ἀναγνωστέον ὡς κυ‐

### book 307a2.2

παρίσσῳ. | διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία

### book 307a2.3

πρὸς γένεσιν στρουθῶν. A

### book 308

〈σῆμα:〉 ὧδε ἡ στιγμή. Til

### book 308.1

δράκων: τοῦτο τὸ ὄνομα—Διονυσίῳ ἐν τῷ εʹ τῶν

### book 308.2

Ἀπόρων (F Gr Hist 15, 15). A

### book 308-19.1

ἔνθ’ ἐφάνη μέγα σῆμα— / λᾶαν γάρ μιν ἔθη‐

### book 308-19.2

κε Κρόνου παῖς: ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης,

### book 308-19.3

χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι

### book 308-19.4

κίνησιν ἔλαβεν ὁ πόλεμος. ἢ τὸ μὲν ἐφ’ ὕψους κεῖσθαι τὴν νεοσσιάν,

### book 308-19.5.1

τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον

### book 308-19.5.2

τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπε‐

### book 308-19.5.3

σοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐννεατηρίδος τὸν ἔσχατον ἀγῶνα

### book 308-19.1

ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι’ ὕδατος

### book 308-19.2

ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοσσιὰν τὸ μὴ παν‐

### book 308-19.10.1

τελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπο‐

### book 308-19.10.2

λίθωσις ἢ τὸ δυσδιεξόδευτον τῶν νόστων A b (BCE3E4)T ἢ

### book 308-19.10.3

ὅλου τοῦ ἀγῶνος παῦσιν (οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλ‐

### book 308-19.10.4

ληνας οἱ Τρῶες) b(BCE3)T ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πο‐

### book 308-19.10.5

λέμου τὸ τέλος. ἔστι δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον ὡς μέλισ‐

### book 308-19.15.1

σαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν

### book 308-19.15.2

ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπ’ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιάν, τέρας

### book 308-19.15.3

δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ. A b

### book 308-19.15.4

(BCE3E4)T

### book 309a

〈σμερδαλέος:〉 καταπληκτικός, φοβερός. Til

### book 309b.1

〈αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ:〉 ἐπεὶ τὸ σημεῖον τὸ

### book 309b.2

φανὲν δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον (πολλὰ γὰρ τοιαῦ‐

### book 309b.3

τα συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι), ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς

### book 309b.4

μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν. b(BCE3E4)

### book 309c

〈φόως δέ:〉 ἐς φανερόν. Til

### book 310a.1

βωμοῦ ὑπαΐξας: ἀφ’ ἑτέρας ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λό‐

### book 310a.2

γος· διὸ καὶ τελείαν στικτέον ἐπὶ τὸ „φόως δέ“ (Β 309). A

### book 310b

〈ὄρουσεν:〉 ἀνώρμησεν. Til

### book 311.1

στρουθοῖο: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις. Χαίριδι

### book 311.2

(fr. 7 B.) δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισσύ‐

### book 311.3

λαβα μονογενῆ, φύσει μακρᾷ παραληγόμενα, ἐβαρύνετο, Ξοῦθος,

### book 311.4

„Ζῆθοσ“ (cf. λ 262. τ 523) καὶ „μῦθοσ“ (Ε 493 a.). | ἔχει δὲ ἡ τετριμ‐

### book 311.5.1

μένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν· ἐτυμολογοῦσι γὰρ

### book 311.5.2

τὸ ζῷον παρὰ τὸ μετὰ οἴστρου θέειν. τὰ δὲ παρὰ τοῦτο τὸ ῥῆμα

### book 311.5.3

ἑωρῶμεν ὀξυνόμενα, ὥσπερ τὸ ἀγαθός καὶ βοηθός. A

### book 312a.1

ὑποπεπτηῶτες: δύναται καὶ ἀναστρέφεσθαι. πιθανώ‐

### book 312a.2

τερον δὲ συντάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν. A

### book 312b

ὑποπεπτηῶτες: ὑφ’ ἕν. τοῦτο δὲ διὰ τὴν ἀσθένειαν τῶν

### book 312b

νεοσσῶν. A b (BCE3E4)T

### book 314a.1

κατήσθιε: ἐπὶ δὲ λύκων „οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔ‐

### book 314a.2

ρεσι δῃώσαντεσ“ (Π 158), ἐπὶ δὲ λεόντων „ἔγκατα καὶ μέλαν αἷμα

### book 314a.3

λαφύσσετον“ (Σ 583), b(BCE3)T ὥσπερ ἐπαναβαίνων ταῖς λέ‐

### book 314a.4

ξεσιν. b(BE3)T

### book 314b.1

τετριγῶτας: ὅτι Ζηνόδοτος γράφει „τιτίζοντασ“. εὐ‐

### book 314b.2

τελὴς δὲ ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν,

### book 314b.3

οἱ δὲ κατεσθιόμενοι τρίζουσιν. A

### book 316a.1

ἐλελιξάμενος: ἐπιστραφείς. | οὐδὲ τοῦτο δὲ ἄχρηστον

### book 316a.2

πρὸς τὴν μαντείαν· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν αὐτοὺς καὶ εἷλον,

### book 316a.3

ἀλλ’ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες. b(BCE3E4)

### book 316a.4

T

### book 316b.1

πτερύγος: παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαρ‐

### book 316b.2

οξυτόνως, ὡς δοίδυκος. ἀλλ’ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀρι‐

### book 316b.3

στάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ. AT

### book 316c.1

ἀμφιαχυῖαν: μετοχή ἐστι· διὸ προπερισπαστέον. ση‐

### book 316c.2

μειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ α. A

### book 316d.1

ἀμφιαχυῖαν: τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ „†τε‐

### book 316d.2

τρηγότασ“ (Β 314). b(BE3E4)T

### book 318.1

{τὸν μὲν} ἀρίζηλον: ὅτι Ζηνόδοτος γράφει „ἀρίδηλον“ καὶ

### book 318.2

τὸν ἐχόμενον προσέθηκεν 〈***〉 τὸ γὰρ „ἀρίδηλον“ ἄγαν ἐμφανές,

### book 318.3

ὅπερ ἀπίθανον· ὃ γὰρ ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι

### book 318.4

ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν. A

### book 319a1.1

λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω:

### book 319a1.2

ἀθετεῖται· πιθανώτερον γὰρ αὐτὸν καθάπαξ πεποιηκέναι ἀφανῆ τὸν

### book 319a1.3

καὶ φήναντα θεόν. T

### book 319a2

ἀθετεῖται. προείρηται δὲ ἡ αἰτία. Aim

### book 320a.1

{ἡμεῖς δ’ ἑσταότες} θαυμάζομεν: ὅτι ἀντὶ τοῦ ἐξεπλητ‐

### book 320a.2

τόμεθα, οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι. A

### book 320b.1

〈ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν:〉 καὶ ἀπὸ τῆς τῶν ὁ‐

### book 320b.2

ρώντων διαθέσεως κινεῖ τὴν ἔμφασιν. b(BCE3)

### book 323a.1

τίπτ’ ἄνεῳ ἐγένεσθε: ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας.

### book 323a.2

καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται

### book 323a.3

ῥήμασιν, ὅπως ψυχαγωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. b(BCE3)T |

### book 323a.4

τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ι, b(BCE3) ἐπὶ δὲ τοῦ „ἡ δ’

### book 323a.5

ἄνεω δὴν ἧστο“ (ψ 93) χωρὶς τοῦ ι. b(BE3)

### book 323b.1

{τίπτ’} ἄνεῳ: κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς. |

### book 323b.2

ὧδε δὲ μετὰ τοῦ ι, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ „ἡ δ’ ἄνεω δὴν ἧστο“

### book 323b.3

(ψ 93) δίχα τοῦ ι. A

### book 325a.1

ὅου κλέος 〈οὔποτ’ ὀλεῖται〉: κλέος τοῦ πολέμου ἢ τοῦ

### book 325a.2

σημείου. τοῦτο δὲ πρὸς τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται ἢ πρὸς

### book 325a.3

τὸ μὴ λυπῆσαι, ἢ ὅτι τέρας ἐστί. προσέθηκε δὲ καὶ τὸ οὔποτ’ ὀλεῖ‐

### book 325a

ται, ἵνα μὴ διὰ τὸ μῆκος ἀπογνῶσι πρὸς τὴν μάχην. b(BCE3E4)T

### book 325b.1

ὅου κλέος: τὰ ἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαι

### book 325b.2

πλεονάζουσι τῷ ε. T

### book 328a.1

ὣς ἡμεῖς τοσαῦτ’ ἔτεα: τρεῖς εἰσι χρόνοι, δι’ ὧν ὁ πᾶς

### book 328a.2

αἰὼν ἀριθμεῖται, ἡμέρα, μήν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστιν

### book 328a.3

ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν

### book 328a.4

ἐν τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας. ἐπεὶ δὲ πρὸς τῷ τέ‐

### book 328a.5

λει, ἐνιαυτούς. b(BCE3)T

### book 328b.1

αὖθι: ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν

### book 328b.2

ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας· διὸ κέχρηται τῷ αὖθι το‐

### book 328b.3

πικῷ ἀντὶ τοῦ αὐτόθι, ὅπου νῦν ἐσμεν. A

### book 328c

〈αὖθι:〉 τὸ αὖθι ἐν Ἰλίῳ, οὐκ ἐν Αὐλίδι. b(BCE3E4)Til

### book 329a.1

τῷ δεκάτῳ δὲ πόλιν: διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ

### book 329a.2

ἔσεσθαι τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο

### book 329a.3

ἐχούσης „ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν“ (Β 313); ἢ ὅτι τῶν ἐννέα πλη‐

### book 329a.4

ρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα

### book 329a.5.1

αὐτὸν δεῖ συναριθμεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ

### book 329a.5.2

μέλλοντος παύεσθαι. A b (BCE3E4)T ὁ λιθωθεὶς οὖν δράκων

### book 329a.5.3

ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. b(BCE3E4)T

### book 329b.1

〈τῷ δεκάτῳ:〉 ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.

### book 329b.2

b(BCE3E4)Til

### book 330a.1

〈κεῖνός θ’ ὥς:〉 ὀξυτονητέον τὴν νος διὰ τὸν τέ. οὕτως

### book 330a.2

Ἀρίσταρχος. ὁ δὲ Ἡρωδιανὸς ὡς „τὼς δέ ς’ ἀπεχθήρω“ (Γ 415).

### book 330a

b(BCE3)T

### book 330b.1

〈κεῖνός θ’ ὥς:〉 οὕτως Ἡρωδιανὸς διὰ τοῦ θ. Ἀρίσταρ‐

### book 330b.2

χος διὰ τοῦ τ. Aim

### book 330c.1

ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται: πρὸς τὸ

### book 330c.2

„χθιζά τε καὶ πρωϊζά“ (Β 303) καὶ τὸ νῦν φησι, καὶ τὸ τελεῖται ἀντὶ

### book 330c.3

τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε· „νῦν γάρ κεν ἕλοις πόλιν“ (Β

### book 330c.4

29). b(BCE3E4)T

### book 332.1

εἰς ὅ κεν: καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον,

### book 332.2

οὐχ ὡς ἐν ἀρχῇ· „ἢ ἐτεὸν Κάλχας μαντεύεται“ (Β 300). T

### book 333-5.1

ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον〈— / μῦθον

### book 333-5.2

ἐπαινήσαντεσ〉: ἐπὶ τὸ ἴαχον (333) διαστολή, καὶ ἐπὶ τὸ Ἀχαι‐

### book 333-5.3

ῶν (334) ὑποστιγμή· διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως

### book 333-5.4

〈τοῦ〉 Ἀχαιῶν (333—4). καὶ τὸ ἑξῆς ἐστιν ἴαχον μῦθον ἐπαινή‐

### book 333-5.5.1

σαντες (333. 335). ἐὰν δὲ στίζωμεν, γίνεται σολοικισμός, ἀϋσάν‐

### book 333-5.5.2

των ὑπ’ Ἀχαιῶν / μῦθον ἐπαινήσαντες (334—5). A

### book 333a.1

ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον: „οἷόν γέ πού ’στι

### book 333a.2

γλῶσσα κἀνθρώπου λόγοσ“ κατὰ Εὔπολιν (fr. 314 K. = 342 [V p. 493] K.—A.)· ὁ μὲν γὰρ

### book 333a.3

λέγων „φεύγωμεν“ (Β 140) ἀναπτεροῖ, ὁ δὲ „μίμνωμεν“ (cf. Β 331)

### book 333a.4

πείθει. ἅμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν. b(BCE3E4)T

### book 333b.1

μέγ’ ἴαχον: ἐπὶ μὲν τούτων ἴαχον, ἐπὶ δὲ Τρώων „κε‐

### book 333b.2

λάδησαν“ (Θ 542). T

### book 333c

〈ἀμφὶ δὲ νῆες:〉 ἀντὶ τοῦ πᾶσαι. Til

### book 333-4.1

νῆεσ〈—〉κονάβησαν: ἴδιος ἦχος τῶν πεπληγό‐

### book 333-4.2

των ξύλων ὁ κόναβος. T

### book 336-59.1

τοῖσι δὲ καὶ μετέειπε—ἐπίσπῃ: δεινῶς ἅμα

### book 336-59.2

καὶ εὐπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξεσιν ἐκφράζει ὁ ποιητής.

### book 336-59.3

παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ. b(BCE3E4)T

### book 336

Γερήνιος ἱππότα Νέστωρ: ἀντὶ τοῦ ἱππικός, νῦν δὲ

### book 336

—ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν Καταλόγοις (fr. 33 b M.—W.). A

### book 337a.1

ὦ πόποι: στικτέον ἐπὶ τὸ ὦ πόποι· κομματικὸν γάρ, καὶ

### book 337a.2

μᾶλλον ἐμφαίνει καθ’ ἑαυτὸ λεγόμενον. A Aim

### book 337b1.1

ἦ δὴ παισίν: παισίν, οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύ‐

### book 337b1.2

ταις φρόνησις. T

### book 337b2.1

καλῶς οὐκ εἶπε γυναιξίν, ἀλλὰ παισί· καὶ γὰρ ταύταις

### book 337b2.2

ἐστὶ φρόνησις. b(BCE3E4)

### book 337c.1

〈ἦ δὴ παισὶν ἐοικότεσ〉 ἀγοράασθε: τότε ὅτε συνετί‐

### book 337c.2

θεσθε Ἀγαμέμνονι. ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαρι‐

### book 337c.3

στικῶς παρελθόντα· ἐπιτρίψει γὰρ †ταῦτα† μᾶλλον εἰς ἀναρχίαν τὸ

### book 337c.4

πλῆθος, πῇ μὲν „σέ“ λέγων „ἐθέλουσιν Ἀχαιοὶ ἐλέγχιστον θέμεναι“

### book 337c.5

(Β 284—5), πῇ δὲ τῷ „οὐ νεμεσίζομ’ Ἀχαιούσ“ (Β 296). b(BCE3)T

### book 339-42.1

πῇ δὴ συνθεσίαι τε〈— / αὔτως γὰρ ἐπέεσς’

### book 339-42.2

ἐριδαίνομεν〉: τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ

### book 339-42.3

συνθῆκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαί; ἵν’ ᾖ καὶ τὸ βήσεται

### book 339-42.4

(339) ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο (340) ἀντὶ τοῦ ἐγένοντο,

### book 339-42.5.1

καὶ τὸ A b (BCE3E4)T ἐριδαίνομεν (342) ἀντὶ παρῳχημένου,

### book 339-42.5.2

ἵν’ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ

### book 339-42.5.3

AT „ἀγοράασθε“ (Β 337) ἀντὶ τοῦ ἠγοράασθε A b (BCE3E4)

### book 339-42.5.4

T τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. A b (BCE3E4)

### book 339a.1

πῇ δὴ συνθεσίαι τε: ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει

### book 339a.2

τὰ τῶν ὅρκων καὶ συνθηκῶν; b(BCE3E4)T

### book 339b.1

συνθεσίαι τε: οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ

### book 339b.2

προπαροξύνουσι, πταίουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ

### book 339b.3

τοιάδε ἀνάγνωσις. A

### book 339c.1

βήσεται ἥμιν: ἀπολύτως ἀναγνωστέον τὸ ἥμιν. b

### book 339c.2

(BCE3E4)T

### book 339c

πῆ δὴ συνθεσίαι τε: τῶν ἐκ τῆς Ἑλλάδος—τοὺς

### book 339c

γενομένους †ὄρθρους†. ἡ ἱστορία παρὰ τῷ Στησιχόρῳ (fr. 13 P.). A

### book 340a.1

ἐν πυρὶ δὴ βουλαί τε 〈γενοίατο〉: οὐκέτι βουλῶν ὄνη‐

### book 340a.2

σις. ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλή, b(BCE3E4)T εἰ λογο‐

### book 340a.3

μαχεῖν μόνον παρασκευάζουσιν, T οὐδὲν ἀνίσχουσα τὸ ὠφελοῦν.

### book 340a.4

οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα (cf. Β 286), ἀλλὰ γυμνότερον

### book 340a.5.1

αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν (sc. Β 341)· ὅσα γὰρ παρέδρα‐

### book 340a.5.2

μεν ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον. δεινῶς δὲ ἐλέγχει ὡς

### book 340a.5.3

ἐνεδρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐ‐

### book 340a.5.4

τῶν. b(BCE3E4)T

### book 340b.1

〈ἀνδρῶν:〉 εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς ἀν‐

### book 340b.2

δρῶν. b(BCE3E4)Til

### book 341.1

σπονδαί τ’ ἄκρητοι: ὅτι ὅταν λέγῃ ἐν ἄλλοις „κρητῆρι δὲ

### book 341.2

οἶνον / μίσγον“ (Γ 269—70), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλ’

### book 341.3

ὅτι τὸν τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον. A b (BCE3E4)T

### book 342-3.1

οὐδέ τι μῆχος / εὑρέμεναι: καὶ Ὀδυσσεὺς „αἰσχρόν

### book 342-3.2

τοι δηρόν 〈τε〉 μένειν“ (Β 298). T

### book 344a.1

Ἀτρείδη, σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων: ἐναντίως τῷ Ὀδυσ‐

### book 344a.2

σεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν. b(BCE3)T

### book 344b.1

σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν: ἀντὶ τοῦ

### book 344b.2

μηδὲν ἐνδιδούς, ὡς νῦν ἐνδέδωκας πρὸς φυγήν. b(BCE3E4)T ἀ‐

### book 344b.3

στεμφέα δὲ ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν. T

### book 345.1

ἄρχευ’ Ἀργείοισιν: καταπλήττει διὰ τούτων τὸ πλῆ‐

### book 345.2

θος. b(BCE3E4)T

### book 346a

〈τοῦσδε:〉 ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον. Aint

### book 346b

τούσδε δ’ ἔα: ὑφ’ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ

### book 346b

δεικτικά ἐστιν. b(BCE3)T

### book 346c.1

ἕνα: τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς

### book 346c.2

ἄλλους εὐέλπιδας ποιεῖ. b(BCE3E4)Til

### book 346c.1

ἕνα καὶ δύο: εὐφυέστερον αἰνίττεται—καὶ ἕτερον

### book 346c.2

τοιοῦτον. A

### book 346d.1

τοί κεν Ἀχαιῶν: Ἀχαιῶν, οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν

### book 346d.2

αὐτῶν κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος. b(BCE3)T

### book 347a

〈βουλεύως’:〉 †ὅτι† βουλεύωσιν αἱ Ἀριστάρχου. Aim

### book 347b.1

ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν: ἐντελὴς δὲ πρᾶξις

### book 347b.2

—πρὶν γνῶμεν τὴν Διὸς γνώμην. A | τὸ δὲ α πρὸ τοῦ ν ψιλοῦται,

### book 347b.3

πλὴν τοῦ „ἁνδάνω“. (cf. β 114). A b (BCE3)

### book 347-9a.1

〈ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν, /〉 πρὶν Ἄργος

### book 347-9a.2

δ’ ἰέναι, 〈πρὶν καὶ Διὸς αἰγιόχοιο / γνώμεναι, εἴ τε—

### book 347-9a.3

οὐκί〉: ἀμφίβολος ὁ λόγος ἢ διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν ἢ

### book 347-9a.4

συναπτόντων μέχρι τοῦ ἰέναι· ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν

### book 347-9a.5.1

ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ

### book 347-9a.5.2

πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ

### book 347-9a.5.3

πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου. A

### book 347-9b.1

ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν〈—καὶ οὐκί〉:

### book 347-9b.2

οὐδὲν ἀνύσουσι πρὸς τὸν ἀπόπλουν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ

### book 347-9b.3

Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε λέγων „τλῆτε φίλοι b

### book 347-9b.4

(BE3E4)T καὶ μείνατε“ (Β 299). b(BE3E4)

### book 349a

εἴτε ψεῦδος ὑπόσχεσις: ἀντὶ τοῦ ψευδής. b(BCE3)T

### book 349b.1

εἴτε ψεῦδος ὑπόσχεσις: ταῦτα παρὰ τοῖς Στωϊκοῖς

### book 349b.2

(St. V. Fr. II fr. 169) λεκτὰ καλοῦνται, τὰ πρὸς τὴν σημασίαν

### book 349b

φερόμενα. | ψεῦδος τὸ ἐπάγγελμα. A b (BCE3)T

### book 349c

οὐκί: ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ. A

### book 350.1

φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα:

### book 350.2

οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς δημηγορῶν τοῦ Κάλχαντος

### book 350.3

προβάλλεται τὴν μαντείαν, ὃς ἦν τοῖς Ἀτρείδαις ἐχθρός, τῷ δὲ πλή‐

### book 350.4

θει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τοῦ βασιλέως τῶν

### book 350.5.1

θεῶν προβάλλεται· διὸ ὁ μὲν παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ

### book 350.5.2

τοῦ βασιλέως ἐγκωμιάζεται, b(BCE3E4)T „ἦ μὰν αὖτ’ ἀγορῇ

### book 350.5.3

νικᾷς, γέρον, υἷας Ἀχαιῶν (Β 370). ἐπὶ δὲ Ὀδυσσέως „ὣς ἔφατ’,

### book 350.5.4

Ἀργεῖοι δὲ μέγ’ ἴαχον“ (Β 333) καὶ τὰ ἑξῆς. b(BE3E4)

### book 350-2.1

〈φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα /

### book 350-2.2

ἤματι τῷ, ὅτε—φέροντεσ〉: διασταλτέον ἐπὶ τὸ Κρονίωνα

### book 350-2.3

(350)· ἐπὶ δὲ τὸ φέροντες (352) ὑποστιγμή. Aim

### book 350-3.1

φημὶ γὰρ οὖν〈—ἀστράπτων〉: τελειότερον

### book 350-3.2

ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα φέρεται τῶν θεῶν. τὸ δὲ ἑξῆς

### book 350-3.3

ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ τοῦ ἀστράπτοντα. b

### book 350-3.4

(BE3E4)T

### book 352.1

〈Τρώεσσι φόνον καὶ κῆρα φέροντες:〉 καὶ Ὀδυσσεὺς

### book 352.2

ὁμοίως „ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν / ἠγερέθοντο κακὰ Πριάμῳ καὶ

### book 352.3

Τρωσὶ φέρουσαι“ (Β 303—4). b(BCE3E4)

### book 353a1

ἀστράπτων 〈ἐπιδέξι’, ἐναίσιμα σήματα φαίνων〉:

### book 353a1.1

ὅτι ἀκαταλλήλως εἴρηται· ἔδει γὰρ ἀστράπτοντα καὶ φαίνοντα, b

### book 353a1.2

(BCE3E4)T ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει (fr. 579 N.2)· „Λάϊε,

### book 353a1.3

πάλαι δή ς’ ἐξερωτῆσαι θέλων / σχολή μ’ ἀπεῖργε.“ b(BE3E4) |

### book 353a1.5

βραχὺ δὲ διασταλτέον ἐν τῷ ἐπιδέξι’ ἀσύνδετος γὰρ ὁ λόγος, λεί‐

### book 353a1

ποντος τοῦ καί. b(BE3E4)T

### book 353a2.1

ἀστράπτων ἐπιδέξι’: ὅτι ἀκαταλλήλως· ἔδει γὰρ

### book 353a2.2

„κατανεῦσαι“ (Β 350) ἀστράπτοντα. | διασταλτέον δὲ βραχὺ ἐπι‐

### book 353a2.3

δέξι’· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, {καὶ} ἀστράπτων

### book 353a2.4

καὶ φαίνων. A

### book 353b

〈ἐπιδέξι’:〉 ἐπὶ δεξιά, ὡς „ἐνδέξια πᾶσιν“ (Α 597). Til

### book 353c.1

ἐναίσιμα: λείπει ὁ καί· T Til καὶ ἐναίσιμα σήματα T

### book 353c.2

φαίνοντα. T Til

### book 354a1.1

τῶ μή τις πρὶν ἐπειγέσθω: προστακτικῶς· ὁ δὲ

### book 354a1.2

Ὀδυσσεὺς „ἀλλ’ ἄγε, μίμνετε πάντεσ“ (Β 331). T

### book 354a2.1

ὁ δὲ Ὀδυσσεὺς ἐπιταγματικῶς „ἀλλ’ ἄγε, μίμνετε πάν‐

### book 354a2.2

τεσ“. οὗτος δὲ συμβουλευτικῶς. b(BCE3E4)

### book 355a1.1

πρίν τινά περ Τρώων: οὕτως Ἀρίσταρχος διὰ τοῦ ε

### book 355a1.2

καὶ τὰ ὑπομνήματα. A

### book 355a2.1

ἐν τοῖς Ἀριστάρχου ὑπομνήμασι „πρίν τινά περ“, οὐ

### book 355a2.2

καλῶς. b(BCE3)

### book 355b.1

〈πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι:〉

### book 355b.2

μέγιστον εἰς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολε‐

### book 355b.3

μίους γενέσθαι. b(BCE3E4)Til

### book 355c.1

πρίν τινα πὰρ Τρώων: φασί τινες ὡς αἰσχρὸν αὐτοὺς

### book 355c.2

μένειν δελεαζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ παν‐

### book 355c.3

σόφου Νέστορος. ῥητέον οὖν ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες, ἐκ τού‐

### book 355c.4

των αὐτοὺς δίκας αἰτεῖν πεπείραται. οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης

### book 355c.5.1

ἡττημένον, καὶ ταῦτα ὅταν εὔλογος ἡ ἡδονή. ὁ δὲ Ὀδυσσεὺς οὐδέ

### book 355c.5.2

φησι τοιοῦτον, ἀλλ’ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος. T

### book 356a1.1

τίσασθαι δ’ Ἑλένης 〈ὁρμήματά τε στοναχάς τε〉:

### book 356a1.2

πρὸς τοὺς Χωρίζοντας· ἔφασαν (fr. 1 K.) γὰρ τὸν μὲν τῆς Ἰλιάδος

### book 356a1.1

ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν διὰ τὸ βίᾳ

### book 356a1.2

ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας ἑκοῦσαν, οὐ

### book 356a1.5.1

νοοῦντες ὅτι οὐκ ἔστιν ἐπ’ αὐτῆς ὁ λόγος, ἀλλ’ ἔξωθεν πρόθεσιν τὴν

### book 356a1.5.2

περί δεῖ λαβεῖν, ἵν’ ᾖ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος, τιμωρίαν λαβεῖν

### book 356a1.5.3

ἀνθ’ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς

### book 356a1.5.4

γὰρ προθέσεών ἐστιν ὁ ποιητής. A

### book 356a2.1

λείπει ἡ περί, ἵν’ ᾖ τίσασθαι τὰ περὶ τῆς Ἑλένης ὁρμήματα

### book 356a2.2

b(BCE3E4)Til καὶ τὰς στοναχάς. Til

### book 356b.1

Ἑλένης ὁρμήματα: μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως

### book 356b.2

παρὰ τοῖς πολεμίοις οὔσης, ἵν’ ἀξιόχρεως ᾖ βοηθεῖσθαι. A b (BCE3E4)

### book 356b.3

T

### book 357

〈ἐκπάγλως:〉 ὑβριστικῶς. Til

### book 359.1

〈ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ:〉

### book 359.2

τοῦτο παρὰ ὑπόνοιαν ἐπήγαγεν. ἀρετῆς δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι,

### book 359.3

τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων. b(BCE3E4)Til

### book 359

θάνατον καὶ πότμον: εὐθὺς πρὸ—τὴν εἱμαρμένην. A

### book 360a1.1

ἀλλὰ ἄναξ: φοβερώτερον καθιστὰς τοῖς ἁμαρτάνουσι

### book 360a1.2

τὸν Ἀγαμέμνονα ἄνακτα αὐτὸν καλεῖ, οὐκ Ἀτρείδην. T

### book 360a2.1

φοβερώτερον καθίσταται τοῦτο τοῖς ἁμαρτάνουσι τὸ τὸν

### book 360a2.2

Ἀγαμέμνονα ἄνακτα αὐτῶν καὶ οὐκ Ἀτρείδην καλεῖν. b(BCE3)

### book 360a2.1

ἀλλὰ ἄναξ, αὐτός τ’ εὖ: ἀποστρέφει τὸν λόγον—

### book 360a2.2

ἀποστροφή. A

### book 360a2.5

τὸ σχῆμα ἀποστροφή. Aint

### book 360b.1

ἀλλὰ ἄναξ—τ’ ἄλλῳ: τοῖς βασιλεῦσι νόμον

### book 360b.2

τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν εὐβουλίαν, τήν τε ἰδίαν καὶ τὴν σὺν

### book 360b.3

ἄλλοις γινομένην· ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· „οὗτος μὲν

### book 360b.4

πανάριστος, ὃς αὐτῷ πάντα νοήσει“ (Hsd. opp. 293). b(BCE3)T

### book 361.1

〈οὔ τοι ἀπόβλητον:〉 ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ

### book 361.2

τῶν ἐπαίνων, φεύγων τὸ φορτικόν· διὸ οὐκ εἶπεν ‘ἐπαινέσεις τὴν

### book 361

βουλήν‘. b(BCE3)Til

### book 362a.1

κρῖν’ ἄνδρας κατὰ φῦλα: προοικονομεῖ ἑαυτῷ τὸν Κα‐

### book 362a.2

τάλογον, ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν ἀριθμὸν τῶν

### book 362a.3

νεῶν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαν αὐτοῖς

### book 362a.4

μένειν· καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. τί δήποτε δὲ

### book 362a.5.1

οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ; ῥητέον

### book 362a.5.2

δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο ὡς οὐδὲ τοῦ

### book 362a.5.3

πλήθους. b(BCE3)T

### book 362b

〈φῦλα:〉 τὰς φυλὰς παρὰ Ἀττικοῖς. Til

### book 362c

〈φρήτρας:〉 τὰς τριττῦς, ὅ ἐστι τρίτον φυλῆς. Til

### book 363.1

ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ: τοῦτο ἐξηγήσατο ἐν τῷ

### book 363.2

„ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν“ (Γ 9)· τοῦτο δὲ ἵνα μὴ περι‐

### book 363.3

ορῷεν τοὺς οἰκείους, καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ

### book 363.4

τὸ βούλευμα χαρίεν τὸ περὶ τῆς διατάξεως ὥστε καὶ τὸν Δία εἰσηγή‐

### book 363.5

σασθαι αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (sc. Β 805). b(BCE3E4)T

### book 366.1

〈κατὰ σφέας:〉 διακεκριμένοι. b(BCE3E4)Til τοῦτο

### book 366.2

δὲ χαρίζεται Νέστορι τὸ γῆρας καὶ ἡ ἐμπειρία τῶν πολέμων. b

### book 366.3

(BCE3E4)

### book 367a1.1

γνώσεαι εἰ καὶ θεσπεσίῃ: λείπει βουλῇ, ὡς Πίνδαρος b

### book 367a1.2

(BCE3E4)T „τὸν δὲ ἄνδρα δαιμονίᾳ γεγάμεν“ (Ol. 9, 110):

### book 367a1.3

T ἢ ἀπὸ κοινοῦ τὸ „κακότητι“ (Β 368), θεσπεσίῃ κακότητι ἢ ἀν‐

### book 367a1.4

δρῶν κακότητι. b(BCE3E4)T

### book 367a2

βουλῇ ἢ κακότητι. Til

### book 368a1.1

ἦ {ἀνδρῶν κακότητι}: Πτολεμαῖος (p. 42 B.) περισπᾷ τὸν

### book 368a1.2

η, διαπορητικὸν ἐκδεχόμενος. εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ

### book 368a1

τὸν Ἀλεξίωνα (fr. 27 B.), ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η. A

### book 368a2.1

ἢ ἀνδρῶν: Πτολεμαῖος περισπᾷ τὸν η, „ἦ ἀνδρῶν“, ὡς

### book 368a2.2

διαπορητικὸν ἐκδεχόμενος. οἱ δὲ περὶ Ἀλεξίωνα ὀξύνουσιν ὡς δια‐

### book 368a2.3

ζευκτικόν, ἵν’ ᾖ ὁ ἤ ἀντὶ τοῦ ἀλλά. b(BCE3)T

### book 368a2

καὶ ἀφραδίῃ πολέμοιο: ἐζήτηται διὰ τί—διά‐

### book 368a2.5

ταξιν εἰσάγει. A

### book 370a.1

ἦ μὰν αὖτ’ ἀγορῇ 〈νικᾶσ〉: ἐπιεικὴς ὁ βασιλεύς, ὃς οὐκ

### book 370a.2

οἴεται δεῖν ἐν ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως

### book 370a.3

αὐτὸν θαυμάζει, ὅτι ὁ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ τί

### book 370a.4

χρὴ πράττειν μένοντας. b(BCE3E4)T

### book 370b1.1

ἦ μὰν αὖτ’ ἀγορῇ: τὸν μὲν τὸ πλῆθος, τὸν δὲ ὁ βασι‐

### book 370b1.2

λεὺς ἐπαινεῖ. ἰσοστάσιος οὖν ὁ ἔπαινος. T

### book 370b2.1

ἰσοστάσιος δὲ ὁ ἔπαινος, εἰ καὶ τὸν μὲν τὸ πλῆθος, τὸν δὲ

### book 370b2.2

αὐτὸς ἐπαινεῖ. b(BCE3E4)

### book 371.1

αἲ γάρ, Ζεῦ τε πάτερ 〈καὶ Ἀθηναίη καὶ Ἄπολλον〉:

### book 371.2

πάτριοι τοῖς Ἀθηναίοις οἱ θεοί. b(BCE3E4)T

### book 371.1

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη: ἐντεῦθέν τινες

### book 371.2

—τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων. A

### book 372a.1

τοιοῦτοι δέκα μοι συμφράδμονες: εἰ πάντες †φησὶ†

### book 372a.2

συμβουλεύσειαν τὰ αὐτὰ τῷ Νέστορι, οὐδὲν ἐκείνου διοίσουσιν· ἀπαρ‐

### book 372a.3

κεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης ὁ Νέστωρ μόνος εἰσηγούμενος. ἀγνο‐

### book 372a.4

οῦσι δὲ ὅτι οὐ τοὺς ἀλλήλων †μηδὲ ἅμα† διοίσοντας τοῖς λόγοις φη‐

### book 372a.5.1

σίν, ἀλλ’ οἷς ἡ αὐτὴ μέν ἐστιν ἕξις· b(BE3E4)T „πολλῶν δ’

### book 372a.5.2

ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην / βουλὴν βουλεύσει“ (Ι 74—5).

### book 372a.5.3

T τάχα δὲ ἐπὶ ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ

### book 372a.5.4

τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα πείθεσθαι ταῖς

### book 372a.5.5

παραινέσεσιν αὐτοῦ. b(BE3E4)T

### book 372b

τοιοῦτοι δέκα μοι: δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματι‐

### book 372b.1

κῶν τὰ ψυχικὰ προτιμῶν· ἐνθάδε μὲν γὰρ δέκα Νέστορες †ἀπαρκέσω‐

### book 372b.2

σιν† αὐτῷ πρὸς τὴν ἅλωσιν τῆς Ἰλίου· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν πό‐

### book 372b.3

λεμον προτρέπων Ἀγαμέμνων φησί· „τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι

### book 372b.5.1

γένοιτο“ (Δ 289). ἐντεῦθεν δὲ ὁ Εὐριπίδης λαβὼν λέγει (fr. 200,

### book 372b.5.2

3—4 N.2)· „†σὺν ὄχλῳ δ’ ἓν† βούλευμα τὰς πολλὰς χέρας / νικᾷ, σὺν

### book 372b.5.3

ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.“ b(BE3E4)T

### book 373a.1

τῶ {κε τάχ’}: τὸ τῶ πολλὰ σημαίνει. | ἐπὶ μὲν τοῦ τοιού‐

### book 373a.2

του περισπᾶται καὶ τὸ ι οὐκ ἔχει. Aim

### book 373b.1

ἠμύσειε: ἀπὸ τῶν ὀφθαλμῶν, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς

### book 373b.2

στερίσκονται. Aim b (BCE3E4)T ὅθεν „ἑτερόφθαλμον“ ἔσεσθαι

### book 373b.3

τὴν Ἑλλάδα ἔφασαν, καὶ „Σικελίας τ’ ἔσαν / ὀφθαλμόσ“ (Pind. Ol.

### book 373b.4

2, 9—10). T

### book 374.1

ἁλοῦσά τε περθομένη τε: ἐζήτηται διὰ τί Ὀδυσσέως

### book 374.2

—βεβαιότερον γὰρ νίκης φῶς. A

### book 375.1

ἀλλά μοι αἰγίοχος: εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς. b

### book 375.2

(BCE3E4)T

### book 376.1

ὅς με μετ’ ἀπρήκτους ἔριδας: προμαλάσσει τὸ πλῆθος

### book 376.2

τὴν αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μήτις ἐθελοκακοίη αὐτῷ. συγ‐

### book 376.3

γνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα. b(BCE3E4)T

### book 377a1.1

〈μαχεσσάμεθ’:〉 διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν

### book 377a1.2

ὅμοιον τῷ „μαχήσονται περὶ σεῖο“ (Γ 137). Aim

### book 377a2.1

μαχεσ〈σ〉άμεθ’ {εἵνεκα κούρης}: οὕτως „μαχησόμεθ“,

### book 377a2.2

ὡς „μαχήσονται περὶ σεῖο“. T

### book 377-8

〈καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα

### book 377-8.1

κούρης / ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ’ ἦρχον χαλεπαίνων:〉

### book 377-8.2

πόρρωθεν ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλλαγὰς μνηστεύεται, τοὺς

### book 377-8.3

ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος. b(BCE3E4)Til

### book 379.1

εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν: καὶ πῶς οὐ παρακα‐

### book 379.2

λεῖ; αἰδεῖται γὰρ χωρὶς ἀνάγκης, καὶ πέποιθε τῷ ὀνείρατι. b(BCE3)T

### book 380a1.1

οὐδ’ ἠβαιόν: οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαι‐

### book 380a1.2

όν. ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν

### book 380a1.3

ἀεί, „ἐλθόντες δ’ ἠβαιόν“ (ι 462), παρὰ μέντοι τοῖς νεωτέροις δισσὴ ἡ

### book 380a1.4

χρῆσις· „βαιὸν ὑπὲρ Ποταμοῖο“ (Arat. Ph. 358), καὶ Καλλίμαχος δὲ

### book 380a1.5

(fr. 625)· „ἠβαιὴν οὔτι κατὰ πρόφασιν“. A

### book 380a2.1

οὐδ’ ἠβαιόν: ἀεὶ μὲν παρὰ τῷ ποιητῇ ἐν ἑνὶ μέρει λό‐

### book 380a2.2

γου. ἔνθεν καὶ Καλλίμαχος· „ἠβαιὴν οὔτι κατὰ πρόφασιν“. b(BCE3)

### book 380a2.3

T

### book 381a.1

δεῖπνον: τὸ ἑωθινὸν ἄριστον, ὃ δι’ ἀνάγκην πρὸ τοῦ

### book 381a.2

δέοντος ποιοῦνται. δόρπον δὲ τὸ ἑσπερινόν, A b (BCE3E4) δό‐

### book 381a.3

ροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ

### book 381a.4

δεῖπνον ἔσθ’ ὅτε πᾶσαν τροφήν. A b (BCE3) Αἰσχύλος (fr. 182,

### book 381a.5.1

3 N.2 = 304 c M. = 182,3 R.) δὲ κακῶς· „ἄριστα, δεῖπνα δόρπα θ’ αἱρεῖσθαι

### book 381a.5.2

τρίτα“. A b (BE3) τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν

### book 381a.5.3

Κύκλωψ ἐχρῶντο τροφαῖς. b(BE3E4)

### book 381b

{νῦν δ’ ἔρχεσθ’ ἐπὶ} δεῖπνον: τρισὶ τροφαῖς ἐχρῶντο οἱ

### book 381b.1

παλαιοί. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας

### book 381b.2

σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνόμασται ἄριστον ἢ παρὰ τὸ λαμβά‐

### book 381b.3

νειν αὐτὸ πρὶν εἰς ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προφέρεσθαι

### book 381b.5.1

ταύτην πρώτην τροφήν, παρὰ τὸ ἄειρε, „μή μοι οἶνον ἄειρε“ (Ζ 264).

### book 381b.5.2

τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθ’ ἡμᾶς ἄριστον· καὶ ἔστι κατὰ τὸ

### book 381b.5.3

ἔτυμον δεῖπνον, μεθ’ ὃ δεῖ πονεῖν· λαβόντες γὰρ ταύτην τὴν τροφὴν

### book 381b.5.4

πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὸ δὲ τρίτον δόρπον, τὸ καθ’

### book 381b.5.5

ἡμᾶς δεῖπνον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν

### book 381b.10.1

πορευώμεθα, ὅ ἐστι κοιμᾶσθαι, ἢ παρὰ τὸ παῦσιν ἔχειν τοῦ δόρα‐

### book 381b.10.2

τος. T

### book 381c.1

ἵνα ξυνάγωμεν Ἄρηα: ἰδὼν ὁ Ἀγαμέμνων τοὺς

### book 381c.2

Ἀχαιοὺς καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν Νέστορος ἐπιτίμη‐

### book 381c.3

σιν πρᾴως ἐνεγκόντας τρέπεται ἐπὶ τὸ προστάσσειν. b(BE3)T

### book 382a.1

εὖ μέν τις δόρυ 〈θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω〉:

### book 382a.2

κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν

### book 382a.3

παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν· οἶδε γὰρ καὶ ταῦτα αἴτια

### book 382a.4

εἶναι τῆς ἥττης· „οὐδὲ διαπρὸ δυνήσατο“ (Ν 607), „τῇ ὅ γ’ ἐνὶ βλα‐

### book 382a.5.1

φθεὶς πέσεν ὕπτιοσ“ (Ο 647). δεῖ οὖν μὴ τὴν αἰτίαν ἐξ ἡμῶν εἶναι τοῦ

### book 382a.5.2

κακοῦ. b(BCE3)T

### book 382b.1

εὖ μέν τις δόρυ〈—θέσθω〉: δύο συνέπλεξε σχή‐

### book 382b.2

ματα, ὁμοιοτέλευτον καὶ ἐπαναφοράν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν

### book 382b.3

λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων. A b (BCE3)T

### book 382c.1

εὖ δ’ ἀσπίδα θέσθω: ὁ τρόπος ἐπαναφορικός, ὡς τὸ

### book 382c.2

„εὖ μὲν Μυρμιδόνας φάς’ ἐλθέμεν, εὖ δὲ Φιλοκτήτην“ (γ 188. 190),

### book 382c.3

„κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε δὲ Τηλέμαχοσ“ (δ 184. 185). b(BE3)

### book 382c.4

T

### book 382d

〈θέσθω:〉 ἀντὶ τοῦ περιθέσθω. b(BCE3)Til

### book 384.1

〈ἅρματος ἀμφὶς ἰδών:〉 περιβλεψάμενος τὸ ἅρμα. Til

### book 384.2

τοῦτο δὲ καὶ ὁ †Θουκυδίδης† ἐν Πολιτείαις φησὶ τὸ ὅπλισμα. b(BCE3)

### book 385a.1

ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ:

### book 385a.2

ἀβέλτερος, †φησίν†, Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ

### book 385a.3

τοῖς μαχομένοις κεῖται τὸ τοῦ πολέμου τέλος, ἀλλ’ ὡς ἂν τύχῃ.

### book 385a.4

ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι

### book 385a.5.1

πόνῳ προθυμότερον παρασκευασθῶσιν· ἢ γὰρ ἀποβάντων ἧττον

### book 385a.5.2

ἠχθέσθημεν ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν. b(BCE3)T

### book 385a.5.3

καὶ Ἀττικοὶ δὲ „ἥκειν ἔχοντας σιτί’ 〈ἡμερῶν τριῶν〉“ (Ar. Pax 312)

### book 385a.5.4

βοῶσιν. T

### book 385b.1

{ὥς κε} πανημέριοι: ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας

### book 385b.2

ἤδη τὸ πανημέριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάν‐

### book 385b.3

τως τὸ ἀπ’ ἀνατολῆς μέχρι δύσεως λέγει „πρόπαν ἦμαρ“ (Α 601. Τ 162 al.). A

### book 385b

κρινώμεθ’ Ἄρηϊ: τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται

### book 385b.5

—ὀϊζυροῖσι βροτοῖσιν (Ν 569). A

### book 388a

〈τελαμών:〉 ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας. Aim

### book 388b.1

ἱδρώσει μέν τευ 〈τελαμών〉: ὅτι οὔπω πόρπακες, ἀλλὰ

### book 388b.2

τελαμῶνες ἦσαν. εἴρηται δὲ τελαμὼν παρὰ τὸ τέταμαι. | ἱδρῶτα μὲν

### book 388b.3

καὶ πόνον προβάλλεται, κίνδυνον δὲ οὐδαμοῦ. b(BCE3)T πρὸς

### book 388b.4

ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπάγει. b(BE3)T | τὸ δὲ

### book 388b.5

ἱδρώσει ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος. b(B) T

### book 388b

τελαμών: ὁ ἀναφορεὺς—τοῦ ξίφους. A

### book 389a

ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ

### book 389a

ἀσπίδες. A

### book 389b.1

ἀμφιβρότης: ἐν τῇ συνθέσει προσλαμβάνει τὸ μ ὡς κε‐

### book 389b.2

χρεωστημένον τὸ βροτός, A b (BCE3) ὡς τὸ ἄμβροτος καὶ τὰ

### book 389b.3

ὅμοια. b(BE3) τοῦτο δὲ οὐχ οὕτως. A b (BE3) ἴσως δὲ διὰ τὸ

### book 389b.4

†προεῖναι. b(BCE3)

### book 391-3.1

ὃν δέκ’ ἐγών〈—οἰωνούσ〉: εὐτόνως κατέστρεψε

### book 391-3.2

τὸν λόγον· οὐ γὰρ τῆς πειθοῦς μόνης, ἀλλὰ καὶ ἀπειλῆς προσδεῖ τῷ

### book 391-3.3

πλήθει. b(BCE3)T πρῶτος δὲ τὸν κατὰ τῶν λειποτακτῶν συν‐

### book 391-3.4

εῖδε θάνατον· καὶ ὁ Ἕκτωρ „ἀλλὰ κύνες ἐρύουσιν“ (Ο 351). τοῦτο

### book 391-3.5.1

δέ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσκλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ

### book 391-3.5.2

προδήλου θάνατον ἕλωνται. b(BE3)T

### book 392-3.1

〈οὔ οἱ ἔπειτα / ἄρκιον ἐσσεῖται φυγέειν:〉 ἐπαρ‐

### book 392-3.2

κοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φυγεῖν. b(BCE3)Til

### book 393a.1

{ἄρκιον} ἐσσεῖται: προπερισπαστέον τὸ ἐσσεῖται· οὐ

### book 393a.2

γὰρ 〈προ〉παροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆ‐

### book 393a.3

σις τῶν τοιούτων παρὰ Ἀττικοῖς. A

### book 393b.1

〈ἐσσεῖται:〉 τὸ δὲ ἐσσεῖται Ἀττικόν ἐστιν, ἔσσεται

### book 393b.2

ἐσσεῖται ἔσται. b(BCE3)

### book 393b.1

ἄρκιον ἐσσεῖται φυγέειν: ὁ λόγος, τῷ θέλοντι φυγεῖν

### book 393b.2

—διασπασθῆναι. A

### book 395a1.1

ἀκτῇ ἐφ’ ὑψηλῇ〈—ἐλθών〉: ἐξηγεῖται αὐτὸ διὰ τοῦ „ἔνθα νότος

### book 395a1.2

μέγα κῦμα“ (γ 295) †ἄγων σκαιὸν χαλεπώτατον τὸ κῦμα τὸ

### book 395a1.3

μετεώρῳ ἐπιφερόμενον αἰγιαλῷ. T

### book 395a2.1

ἐξηγεῖται διὰ τούτου ὅτι ὁ νότος ὅπῃ πνεῖ, τὸ κῦμα μᾶλλον

### book 395a2.2

οἰδεῖ τῶν ἄλλων· καὶ ὅτι σκαιὸν ἐκεῖνο τὸ κῦμα καὶ χαλεπώτατον τῷ

### book 395a2

μετεώρῳ αἰγιαλῷ προσρησσόμενον. b(BCE3E4)

### book 396

〈σκοπέλῳ:〉 ἀφ’ οὗ ἐστιν ἅλις σκοπεῖν. Til

### book 397a.1

γένωνται: ὅτι οὐ γραπτέον, ὥς τινες, „γένηται“· Ὁμη‐

### book 397a.2

ρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς „σπάρτα λέ‐

### book 397a.3

λυνται“ (Β 135). A

### book 397a

γένωνται: οὕτως γένωνται αἱ Ἀριστάρχου. τούτῳ δὲ

### book 397a.5.1

καὶ ὁ ἐκ τῶν ὑπομνημάτων λόγος ὑπόκειται ἔχων τῇδε· „ἐπὶ τῶν

### book 397a.5.2

κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε

### book 397a.5.3

καὶ ἐπὶ τῶν οὐδετέρων τὰ πληθυντικὰ παραλαμβάνει.“ μεταποιοῦσι

### book 397a.5.4

δέ τινες „γένηται“, οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος (p. 113 Schm.) A

### book 397a

γένωνται: γένωνται οἱ ἄνεμοι. | οἱ δὲ ἀήθεις μετα‐

### book 397a.10

γράφουσι „γένηται“. b(BCE3)T

### book 398a.1

ἀνστάντες: διὰ τοῦ ν· τὸ γὰρ πλῆρές ἐστιν ἀναστάντες.

### book 398a.2

T

### book 398b

〈ὀρέοντο:〉 ὥρμων. Til

### book 399

〈κάπνισσαν:〉 πῦρ ἀνῆψαν. Til

### book 400.1

ἄλλος δ’ ἄλλῳ ἔρεζε: δείκνυσιν ὡς πολύκλητοι ἦσαν· ἕκα‐

### book 400.2

στος γὰρ τοῖς πατρίοις θύει· τὸ γὰρ θεῖον φύσει μὲν ἕν, θέσει δὲ πολύ.

### book 400.3

Ἑλληνικὸν δὲ τὸ ἔχειν εἰς θεοὺς τὴν ἐλπίδα. b(BE3E4)T

### book 401a1.1

εὐχόμενος θάνατόν τε φυγεῖν: ἤρκει γὰρ αὐτοῖς μό‐

### book 401a1.2

νον τὸ ζῆν, τῷ δὲ βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχε‐

### book 401a1.3

ται „καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον / αἰθαλόεν“ (Β 414—5). T

### book 401a2.1

ἀλλ’ οἱ μὲν ηὔχοντο μόνον τὸ ζῆν (ἤρκει γὰρ αὐτοῖς), ὁ δὲ

### book 401a2.2

βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται „καταπρηνὲς

### book 401a2

βαλέειν Πριάμοιο μέλαθρον / αἰθαλόεν.“ b(BE3E4)

### book 402.1

αὐτὰρ ὁ βοῦν: ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφα‐

### book 402.2

λαίου λέγων, πῶς καὶ τίνι ἔθυον οὐ λέγει· ἐπὶ δὲ τοῦ βασιλέως ἅπαντα

### book 402.3

ἀκριβῶς διέξεισι. καλῶς δὲ ὁ βασιλεὺς βασιλεῖ θύει, καὶ τῷ τελειοτάτῳ

### book 402.4

τῶν θεῶν τὸ μέγιστον τῶν ζῴων. b(BCE3)T πρόσθες δὲ ὅτι καὶ

### book 402.5

τὸν ὄνειρον αὐτὸς ἦν ὁ πέμψας. T

### book 403a.1

πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι: οἰκεῖα

### book 403a.2

ταῦτα τῷ τελείῳ Διΐ. T

### book 403b

〈πενταέτηρον:〉 τότε γὰρ ἀκμάζει. Til

### book 404-7.1

κίκλησκεν δὲ γέροντασ〈—Διῒ μῆτιν ἀτάλαν‐

### book 404-7.2

τον〉: αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ

### book 404-7.3

γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον (407)· κοινὸν

### book 404-7.4

γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν (404) κατὰ πάντων, τὸ δὲ πρέπον

### book 404-7.5

διΐστησι. A b (BCE3)

### book 404.1

κίκλησκεν δὲ γέροντας: κοινωνικὸν τὸ συνθύειν τοῖς

### book 404.2

ἀρίστοις b(BCE3E4)T καὶ βασιλεῖ ἁρμόδιον. b(BCE3E4)

### book 405-9.1

Νέστορα μὲν πρώτιστα〈—ὡς ἐπονεῖτο〉:

### book 405-9.2

ἄριστα τῇ τάξει ὁ πρεσβύτερος καὶ σύμβουλος πρῶτος καλεῖται· δεύ‐

### book 405-9.3

τερος Ἰδομενεύς, καὶ οὗτος δὲ καθ’ ἡλικίαν καὶ ὅτι τῶν Ἀτρειδῶν γέ‐

### book 405-9.4

νους· τρίτος Αἴας, ὅτι ἄριστος ἦν τῶν Ἑλλήνων μετ’ Ἀχιλλέα, καὶ ὁ

### book 405-9.5.1

Λοκρὸς σὺν αὐτῷ, ὅτι „ἶσον θυμὸν †ἔχοντες†“ (Ν 704)· πέμπτος Διο‐

### book 405-9.5.2

μήδης, τῷ Αἴαντι †δευτερῶν† κατ’ ἀλκήν· ἕκτος Ὀδυσσεύς, οὐχ ὡς

### book 405-9.5.3

τῶν προειρημένων ἥττων—πῶς γὰρ ὁ „βουλάς τ’ ἐξάρχων ἀγα‐

### book 405-9.5.4

θὰς πόλεμόν τε κορύσσων“ (Β 273); —, ἀλλ’ ὡς μᾶλλον αὐτὸν φιλῶν

### book 405-9

παρεῖδεν ὁ Ἀγαμέμνων· τὸν γὰρ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλ’ αὐτό‐

### book 405-9.10.1

ματος ἦλθεν· b(BCE3E4)T ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεόν,

### book 405-9.10.2

ὡς ἐπονεῖτο (409). ἅμα δὲ διδάσκει συμπεριφέρεσθαι ταῖς τῶν ἀδελ‐

### book 405-9.10.3

φῶν ἀσχολίαις. b(BE3E4)T

### book 407.1

〈ἕκτον δ’ αὖτ’ Ὀδυσσῆα, Διῒ μῆτιν ἀτάλαντον:〉

### book 407.2

ἴσως ἔσχατον ἐᾷ τὸν Ὀδυσσέα, b(BCE3)T ὅπως ὑψώσῃ τοῖς

### book 407.3

ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε,

### book 407.4

Νέστορι καὶ Ὀδυσσεῖ. b(BCE3E4)T

### book 408a1.1

αὐτόματος δέ οἱ ἦλθε: ἀπαλ〈λ〉άσσει τὸν ἀδελφὸν τῆς

### book 408a1.2

περὶ ἑαυτὸν σπουδῆς· ᾔδει γὰρ αὐτὸν ἠσχολημένον. T

### book 408a2.1

καὶ ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφός, αὐτόματος

### book 408a2.2

ἔρχεται ἀπαλλάσσων αὐτὸν ὡς πονούμενον τοῦ ἐγκλήματος. b

### book 408a2.3

(BE3E4)

### book 408b.1

βοὴν ἀγαθός: τί δήποτε τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς

### book 408b.2

ἀποκαλεῖ, νῦν μὲν τὸν Μενέλαον, ἀλλαχοῦ δὲ (sc. Β 563. Ε 114) τὸν

### book 408b.3

Διομήδην, b(BCE3E4)T πῇ δὲ „βοὴν ἀγαθὸς βάλεν Αἴασ“ (Ο

### book 408b.4

249) καὶ „Ἕκτορα δ’ ἐφράσσα〈ν〉το βοὴν ἀγαθόν“ (Ο 671) καὶ ἑτέ‐

### book 408b.5.1

ρους; b(BE3E4)T ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ

### book 408b.5.2

διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις καὶ ἀνακλήσεις, ἄλλως τε καὶ σημεῖον

### book 408b.5.3

τοῦ θαρσεῖν τὸ βοᾶν· b(BCE3E4)T | ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦ‐

### book 408b.5.4

μα βραχίστην ἀπεργάζεται τὴν φωνήν. b(BE3E4)T | διὰ τοῦτο

### book 408b.5.5

βοῶντας παρεισάγει τοὺς ἥρωας· „σμερδαλέον δ’ ἐβόησεν“ (Θ 92),

### book 408b.10

„ἤϋσεν δὲ διαπρύσιον“ (Θ 227). b(BCE3E4)T

### book 408b

βοὴν ἀγαθός: ἡ γὰρ δειλία—τὴν φωνήν. A

### book 409

ᾔδεε γὰρ〈—〉ἀδελφεὸν ὡς ἐπονεῖτο: ὅτι θυσίαν

### book 409

ἐπετέλει. T

### book 412a.1

Ζεῦ κύδιστε μέγιστε: ὅτι ἔν τισι γέγραπται „Ζεῦ

### book 412a.2

πάτερ, Ἴδηθεν μεδέων, 〈κύδιστε μέγιστε〉“ (= Γ 276). οὐχ ἁρμόζει δὲ

### book 412a.3

τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον

### book 412a.4

κοινοτέραν. A

### book 412b.1

Ζεῦ κύδιστε μέγιστε: κύδιστε T ἐν δόξῃ προὔχων,

### book 412b.2

μέγιστε δυνάμει προὔχων. b(BE3)T

### book 413.1

μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν: ἀντὶ

### book 413.2

τοῦ δύναντος ἡλίου τὸ κνέφας ἐλθεῖν. b(BCE3)T λείπει δὲ τὸ δός.

### book 413.3

b(BCE3E4)T οἰκεία δὲ ἡ περίφρασις τοῖς ἐκτενῶς εὐχομένοις· ἐν‐

### book 413.4

διατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ τὸ θεῖον. b(BCE3)T

### book 414a.1

πρίν με καταπρηνὲς βαλέειν: ἄπληστος ἡ ὄρεξις τοῦ

### book 414a.2

πρὸ τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν εὐχομένου· διὸ ἀνα‐

### book 414a.3

νεύει ὁ Ζεύς. b(BCE3E4)T

### book 414b.1

〈κατὰ πρηνὲς βαλέειν:〉 ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμ‐

### book 414b.2

ψύχων μεταφορά. b(BCE3E4)T

### book 415a.1

αἰθαλόεν: κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ

### book 415a.2

διαφανές. μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν

### book 415a.3

μίαν πρῆσαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριά‐

### book 415a.4

μου (cf. Β 414) καὶ Ἕκτορος (cf. Β 416). b(BCE3E4)T

### book 415b.1

{αἰθαλόεν} πρῆσαι {δὲ}: ἐν ταῖς πλείσταις διὰ τοῦ λ· καὶ αἱ

### book 415b.2

Ἀριστάρχου. δύναιτο δ’ ἂν καὶ διὰ τοῦ πρῆσαι ταὐτὸν δηλοῦσθαι,

### book 415b.3

ὡς ἐκεῖ „ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον“ (Α 481). A

### book 416

Ἑκτόρεον δὲ χιτῶνα: προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν

### book 416

Ἕκτορα. b(BCE3)T

### book 417a.1

χαλκῷ ῥωγαλέον: ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥη‐

### book 417a.2

γέντα, καὶ ἐκ παρεπομένου †ἐν μέρει† τὸ ἀνελεῖν. A

### book 417b1.1

χαλκῷ ῥωγαλέον: τῷ σιδήρῳ διακοφθησόμενον· | ἢ παρὰ

### book 417b1.2

τὸ ῥήσσω, ἐξ οὗ καὶ τὸ κατερρωγότα ἱμάτια. T

### book 417b2

διερρωγότα, b(BCE3) παρὰ τὸ ῥήσσω. b(BCE3E4)

### book 418.1

ὀδὰξ λαζοίατο: δάκω δάξω δάξ ὀδάξ. τοῦτο δὲ συμβαίνει

### book 418.2

τοῖς ὀδυνωμένοις. b(BCE3)T

### book 419.1

οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε: διὰ τοῦ πώ ἐλπίδα ὑπολείπει

### book 419.2

τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς „ἀνένευε δέ“ (Ζ 311). b(BCE3)T

### book 420a1.1

ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀλίαστον 〈ὄφελ‐

### book 420a1.2

λεν〉: τούτῳ καὶ λέξις ὑπόκειται διὰ τοῦ Β τῶν ὑπομνημάτων, καὶ

### book 420a1.3

ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δ’ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· „ἀλλ’

### book 420a1.4

ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀλίαστον ὄφελλεν, οἷον αἴσια ἐσή‐

### book 420a1.5.1

μαινε〈ν〉 ὥστε λέγειν τοὺς μάντεις ὅτι δέδεκται, τοιοῦτον μέντοι πόνον

### book 420a1.5.2

αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν †ἐκκλίνειεν†· γελοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει

### book 420a1.5.3

τοῦτο.“ A

### book 420a2.1

ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά: ὡς τῶν μάντεων λεγόντων ὡς

### book 420a2.2

δέδεκται τὴν θυσίαν. καὶ δώσει τὸ πέρας, οὐκ ἀκονιτὶ δέ. T

### book 420b

πόνον δ’ ἀμέγαρτον: ἄφθονον, πολύν. T

### book 422

αὖ ἔρυσαν: ὅτι τὸ αὖ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλα‐

### book 422

σαν, ὃ ποιοῦσιν οἱ σφάζοντες. A

### book 424.1

ὠμοθέτησαν: πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπὸ τῶν

### book 424.2

μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι. A

### book 427a.1

{αὐτὰρ ἐπεὶ κατὰ} μῆρ’ ἐκάη: Πτολεμαῖος (p. 42 B.) ἀπὸ

### book 427a.2

τοῦ κ τὴν ἀρχὴν ποιεῖται, „μῆρε“ παραλαμβάνων, εἶτα „κάη“, ἵνα,

### book 427a.3

φησίν, Ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικόν, ὥσπερ εἶπον

### book 427a.4

ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ „ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’

### book 427a.5

ἔκηα“ (Α 40), εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα· „μῆρα δὲ κείαντεσ“ (ν 26). A

### book 427b

〈ἐπάσαντο:〉 Ἀρίσταρχος Ἰακῶς „πάσαντο“. Aim

### book 435a1.1

μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα: οὕτως αἱ Ἀριστάρχου.

### book 435a1.2

λέξεις ἐκ τοῦ Β τῆς Ἰλιάδος· „δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λε‐

### book 435a1.3

γώμεθα συναθροιζώμεθα.“ ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν

### book 435a1.4

χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ ‘μηκέτι

### book 435a1.5.1

†νῦν† ταῦτα λεγώμεθα‘. Καλλίστρατος δὲ ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος

### book 435a1.5.2

οὕτως προφέρεται „μηκέτι δὴ νῦν αὖθι λεγώμεθα“· καὶ ἔστιν εὐφρα‐

### book 435a1.5.3

δὴς μᾶλλον, ἀλλ’ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος (p. 113

### book 435a1.5.4

Schm.). A

### book 435a2.1

μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα: αἱ μὲν Ἀριστάρχου

### book 435a2.2

μη〈κέ〉τι νῦν δῆθ’ αὖθι λεγώμεθα, ἡ δὲ Ζηνοδότου „μηκέτι †νῦν†

### book 435a2.3

ταῦτα“, τινὲς δὲ „δὴ αὖθι“ χωρὶς τοῦ θ, Καλλίστρατος δὲ „μηκέτι δὴ

### book 435a2.4

νῦν b(BCE3)T αὖθι λεγώμεθα“. T

### book 435b.1

μηκέτι νῦν δήθ’ 〈αὖθι λεγώμεθα〉: ὅτι Ζηνόδοτος γράφει

### book 435b.2

„〈***〉 ταῦτα λεγώμεθα.“ ὁ δὲ Ὅμηρος εἴωθε λέγειν, ὅταν πολλὰ

### book 435b.3

προειρημένα ᾖ, ὡς ἐπ’ Αἰνείου καὶ Ἀχιλλέως· „ἀλλ’ ἄγε μηκέτι ταῦτα

### book 435b.4

λεγώμεθα“ (Υ 244). A

### book 435c1

λεγώμεθα: ἠθροισμένοι ὦμεν. b(BCE3)T

### book 435c2

ἀντὶ τοῦ ἀναλεγώμεθα. Aim

### book 435-6.1

μηδ’ ἔτι δηρόν / ἀμβαλλώμεθα ἔργον: στρατηγικὴ

### book 435-6.2

ἡ παραγγελία χρόνου †μὴ† φείδεσθαι· A b (BCE3)T οὔτε γὰρ

### book 435-6.3

παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα.

### book 435-6.4

AT ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος, πῶς τῆς Ἑλλάδος ἐκράτησε,

### book 435-6.5

„μηδὲν ἀναβαλλόμενοσ“ εἶπεν. A b (BCE3)T

### book 436a.1

{ὃ δὴ θεὸς} ἐγγυαλίξει: διὰ τοῦ ζ τὸ „ἐγγυαλίζει“ αἱ

### book 436a.2

Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος (fr. 14 M.) ὁμοίως προ‐

### book 436a.3

φέρεται, καὶ ἡ Ἀριστοφάνους. A

### book 436b.1

ὃ δὴ θεὸς ἐγγυαλίξει: δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ

### book 436b.2

ὀνείρου ἐπηγγείλατο. b(BCE3E4)T | αἱ πᾶσαι δὲ διὰ τοῦ ζ εἶχον. T

### book 437-8.1

ἀλλ’ ἄγε κήρυκες μὲν〈—κατὰ νῆασ〉: ἀδιάφορον

### book 437-8.2

εἴτε ἐπὶ τὸν μέν (437) σύνδεσμον διαστέλλοιμεν, ἵν’ ᾖ Ἀχαιῶν λαόν,

### book 437-8.3

εἴτε ἐπὶ τὸ χαλκοχιτώνων (437), ἵν’ ᾖ κήρυκες Ἀχαιῶν (437). A

### book 438

〈ἀγειρόντων:〉 ἀντὶ τοῦ ἀγειρέτωσαν. Aim

### book 439a.1

〈ἀθρόοι:〉 δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε.

### book 439a.2

Aint

### book 439b.1

ἡμεῖς δ’ ἀθρόοι ὧδε: θαυμαστῶς τὴν τάξιν τοῦ Ἀχιλλέως

### book 439b.2

ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν †πρώτην† εἶχεν. b(BCE3E4)T

### book 440

〈ἐγείρομεν:〉 ἀντὶ τοῦ ἐγείρωμεν. Aim

### book 444.1

τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα: δύο αὐτοῖς τὰ μέγιστα μαρ‐

### book 444.2

τυρεῖ, εὐταξίαν καὶ εὐψυχίαν. b(BCE3E4)T

### book 446a

〈κρίνοντες:〉 φυλοκρινοῦντες. Til

### book 446b.1

〈θῦνον κρίνοντες,〉 μετὰ δὲ γλαυκῶπις Ἀθήνη: λείπει

### book 446b.2

τὸ ἦν αὐτοτελὲς ῥῆμα· διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις

### book 446b.3

κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω. A

### book 446c.1

θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη: ἵνα μὴ

### book 446c.2

ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελ‐

### book 446c.3

λόντων αὐτῶν κατορθοῦν. b(BCE3E4)T

### book 447a

〈ἐρίτιμον:〉 μεγαλότιμον. Til

### book 447b.1

ἀγήραον ἀθανάτην τε: διὰ τοῦ ων „ἀγήρων“ ἡ Ἀρι‐

### book 447b.2

στάρχου, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ „ὑμεῖς δ’ ἐστὸν ἀγήρω

### book 447b.3

τ’ ἀθανάτω τε“ (Ρ 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. A

### book 447c.1

ἀγήραον: Ἀρίσταρχος „ἀγήρων“ καὶ †Ἀριστοτέλης†,

### book 447c.2

ὡς κἀκεῖ „ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε“ (Ρ 444). b(BCE3E4)T | ἡ δὲ

### book 447c.3

αἰγὶς ὅπλον Διός. T

### book 448a.1

τῆς ἑκατὸν θύσανοι: ἀντὶ τοῦ πολλοί· ἢ τῷ ἀριθμῷ

### book 448a.2

πίστιν πεπόρισται. b(BCE3E4)T

### book 448b.1

θύσανοι: οἱ κροσ〈σ〉οί. | θύσανοι δὲ παρὰ τὸ †αἰθύεσθαι.

### book 448b.2

T

### book 448c

ἠερέθονται: αἰωροῦνται. | παράγωγον δέ ἐστι τοῦ ἀείρω,

### book 448c.1

ὡς τοῦ ἀγείρω τὸ „ἠγερέθονται“ (Γ 231). | Ζηνόδοτος δὲ γράφει πα‐

### book 448c.2

ρατατικῶς „ἠερέθοντο“, ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων. A

### book 449

ἑκατόμβοιος: ἑκατὸν βοῶν—βασιλέως πρόσωπον. A

### book 450a1.1

παιφάσσουσα: πάντῃ τὰ φάη ἀΐσσουσα. AintT φῶ

### book 450a1.2

τὸ φαίνω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ

### book 450a1.3

φανερῶ, ὡς πταίνω παπταίνω, πάσω πάλη παιπάλη. καὶ ἐπὶ Τυδέως

### book 450a1.4

μὴ „ἐκπαιφάσσειν“ (Ε 803), φανεροῦν ἑαυτὸν, ἀλλ’ ἐν ἀγγέλου σχή‐

### book 450a1.5

ματι μένειν. T

### book 450a2.1

ἀναδιπλασιασμός ἐστι b(BCE3) φάσσω παιφάσσω,

### book 450a2.2

οἱονεὶ φανερῶ, ὡς πάσσω πάλη †πασπάλη†. παιφάσσειν δέ ἐστι τὸ

### book 450a2.3

φανεροῦν ἑαυτόν, ἀλλ’ ἐν ἀγγέλου σχήματι μένειν. b(BCE3E4)

### book 450b.1

λαὸν Ἀχαιῶν: ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον

### book 450b.2

ἔχει ἀμφότερα. A

### book 452a.1

καρδίῃ ἄλληκτον: ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον.

### book 452a.2

ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵν’ ᾖ „σθένοσ“ (Β 451)

### book 452a.3

ἄλληκτον. A

### book 452b.1

καρδίῃ ἄληκτον: εἰς τὸ καρδίῃ στικτέον. | τὸ δὲ ἄλη‐

### book 452b.2

κτον ἀντὶ τοῦ ἀλήκτως. b(BCE3)T

### book 453-4a.1

τοῖσι δ’ ἄφαρ πόλεμος 〈γλυκίων γένετ’ ἠὲ νέε‐

### book 453-4a.2

σθαι / —γαῖαν〉: ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας (Λ 13—4)

### book 453-4a.3

οὐκ ὀρθῶς φέρονται. | διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετ’, ἐπεὶ μέρος

### book 453-4a.4

ἐστὶ περιόδου 〈***〉. A

### book 455-4b

τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων〈—γαῖαν〉:

### book 455-4b.1

νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ (sc. 13—4): b(BCE3)T πρόσ‐

### book 455-4b.2

φατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μετα‐

### book 455-4b.3

βολὴ οὐκ ἄνευ θεῶν· πῶς γάρ; b(BCE3E4)T

### book 455-6.1

ἠΰτε πῦρ ἀΐδηλον〈—αὐγή〉: νῦν μάλιστα ἡ

### book 455-6.2

δύναμις τοῦ ποιητοῦ, ὅτε καθ’ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων

### book 455-6.3

εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος. μεγε‐

### book 455-6.4

θύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ ὄρει, ἔνθα καταιγίδες εἰσί, καὶ τῇ

### book 455-6.5.1

κορυφῇ· διὸ θαρρῶν ἐπάγει ἕκαθεν δέ τε φαίνεται αὐγή (456). A b

### book 455-6.5.2

(BCE3E4)T | ἀΐδηλον (455) δὲ παρὰ τὸ ἀϊδνόν. T

### book 457

ὣς τῶν ἐρχομένων: ὧδε στικτέον. T

### book 457-8.1

ἀπὸ χαλκοῦ θεσπεσίοιο / —οὐρανὸν ἷκε·

### book 457-8.2

παμφανόωσα (458) τοῦ χαλκοῦ ἡ αἴγλη εἰς οὐρανὸν παρεγίνετο. T

### book 458.1

δι’ αἰθέρος: ὅτι καθ’ Ὅμηρον πρῶτος ἀπὸ γῆς ἐστιν ὁ

### book 458.2

ἀήρ, εἶτα μετὰ τὰ νέφη αἰθήρ, ὃν καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν

### book 458.3

καλεῖ. A

### book 460.1

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων: μουσικὰ

### book 460.2

καὶ ἥμερα καὶ συναγελαστικά. b(BCE3E4)T ὅθεν διδαχθεὶς Ἀρι‐

### book 460.3

στοτέλης (cf. h. an. 1, 1p. 488a 3) τὰ γαμψώνυχα οἰονόμα φησί, τὰ δὲ

### book 460.4

τὴν ἐπιδερμίδα ἔχοντα συναγελαστικά. T οἰκείως οὖν ἐπ’ αὐτῶν

### book 460.5

καὶ „ἔθνεα“ (Β 459) φησίν. b(BCE3E4)T

### book 461a.1

Ἀσίω ἐν λειμῶνι 〈Καϋστρίου ἀμφὶ ῥέεθρα〉: οἱ μὲν

### book 461a.2

τῷ ἄσιν ἔχοντι. ἀλλὰ πιστότερον αὐτῷ τὸ κύριον ὄνομα περιτιθέναι, b

### book 461a.3

(BCE3)T ὡς τὸ ἀπὸ τοῦ Ἀσίου, ὃς ἦρξε Λυδίας. T ἐν γενικῇ

### book 461a.4

οὖν αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ἰῶτα, ὡς τὸ „ἐϋμελίω Πριάμοιο“

### book 461a.5.1

(Δ 165), ὡς Ἡρωδιανὸς b(BE3E4)T ἐν τῇ Καθολικῇ (1,408,16)

### book 461a.5.2

καὶ Πτολεμαῖος ἐν τῷ Περὶ συναλιφῆς (p. 64 B.). κατὰ δὲ τὰς προχοὰς

### book 461a.5.3

πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἀπεργάζεται. b(BE3)T ὅπου δὲ

### book 461a.5.4

ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνίθων. b(BCE3)T

### book 461b

Ἀσίω ἐν λειμῶνι: Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ

### book 461b

ὑγιές ἐστιν Ἀσίεω ὡς „Ἀτρείδεω“ (Β 185 al.)· διὸ χωρὶς τοῦ ι. A

### book 461c.1

〈Ἀσίω:〉 Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεύς,

### book 461c.2

ὥς φησι Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς (FGrHist 283, 1)· „Κότυς

### book 461c.3

λευκώλενον ἄλλην / ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· / ἡ

### book 461c.4

δ’ Ἄσιον τέκε κοῦρον“. A

### book 461d

〈Ἀσίω:〉 ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας

### book 461d.1

Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν

### book 461d.2

τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχεν τὴν Σεμίραμιν. | ἡ δὲ Δερκετὼ παρὰ

### book 461d.3

Σύροις καλεῖται Ἀταργατῖς. A

### book 462a1.1

ἀγαλλόμενα: οὕτως χωρὶς τοῦ ι ἀγαλλόμενα Ἀρί‐

### book 462a1.2

σταρχος, ἵν’ ᾖ τὰ ἔθνη ἀγαλλόμενα. ἔνιοι δὲ προστιθέασι τὸ ι, πρὸς τὸ

### book 462a1.3

„ὀρνίθων“ (Β 459) ἀνάγοντες τὸ „ἀγαλλόμεναι“· καὶ λόγου τινὸς

### book 462a1.4

ἔχονται. A

### book 462a2.1

Ἀρίσταρχος ἀγαλλόμενα, ἵν’ ᾖ πρὸς τὰ ἔθνη. ἀλλ’

### book 462a2.2

οὐδὲ τὸ „ἀγαλλόμεναι“ ἄχαρι. b(BCE3)

### book 462a3.1

Ἀρίσταρχος ἀγαλλόμενα, ἵν’ ᾖ πρὸς τὰ ἔθνη. οὐδὲ ἡ

### book 462a3.2

ἄλλη δὲ γραφὴ ἄχαρις. T

### book 462b.1

〈ἀγαλλόμεναι:〉 πρὸς τὸ νοητὸν ὑπήντησε τὸ ὄρνιθες

### book 462b.2

(cf. Β 459), ὡς τὸ „ἐκίνηθεν δὲ φάλαγγες / ἐλπόμενοι παρὰ ναῦφι“

### book 462b.3

(Π 280—1)· „τῶν δ’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ“ ἀγαλ‐

### book 462b.4

λόμεναι πτερύγεσσι. b(BCE3)T

### book 463a.1

κλαγγηδὸν προκαθιζόντων: ἄλλου πρὸ ἄλλου καθ‐

### book 463a.2

ιπταμένου μετὰ βοῆς. ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ

### book 463a.3

ὄρνεα ἐπὶ τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους

### book 463a.4

μουσικοῖς ὀρνέοις καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι, ἐπὶ δὲ Τρώων

### book 463a.5

ἐπὶ φθορᾷ (cf. Γ 6). b(BCE3E4)T

### book 463b.1

κλαγγηδὸν προκαθιζόντων, 〈σμαραγεῖ δέ τε λει‐

### book 463b.2

μών〉: ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ „ὥσ“ (Β 459)

### book 463b.3

μόριον, καὶ ἐπὶ τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέ‐

### book 463b.4

χουσα. τὸ δὲ ἑξῆς· „ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ“ (Β 459) κλαγ‐

### book 463b.5.1

γηδὸν προκαθιζόντων, „ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα

### book 463b.5.2

πτερύγεσσι“ (Β 462), σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα (sc. Β

### book 463b.5.3

460—1) διὰ μέσου A b (BCE3E4)T | τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν

### book 463b.5.4

καὶ σμάραγδος ὁ λαμπρὸς λίθος. A

### book 463b

προκαθιζόντων: τὰ συναγελαστικὰ—εἴωθε τὰ

### book 463b.10

ὑστεροῦντα. A

### book 463c.1

σμαραγεῖ δέ τε λειμών: τὸ τραχὺ τῆς ἀπὸ τοῦ σμαρα‐

### book 463c.2

γεῖ ὀνοματοποιΐας τὸ τοῦ λειμῶνος παρέτεινε μέγεθος. b(BCE3E4)

### book 463c.3

T | Ἀρίσταρχος οὕτως ἔφη· T „‘σμαραγεῖ 〈δέ〉 τε γαῖα‘ εἰς

### book 463c.4

βραχεῖαν τελευτῶσα τὸν ἦχον ἐμείου.“ b(BE3)T

### book 465-6.1

αὐτὰρ ὑπὸ χθών / 〈σμερδαλέον κονάβιζε ποδῶν〉:

### book 465-6.2

ἡ ὑπό πρὸς τὸ ποδῶν b(BCE3)T ἀποδοτέα. κονάβιζε δὲ

### book 465-6.3

ἀντὶ τοῦ ἤχει. b(BCE3)

### book 467.1

Σκαμανδρίῳ ἀνθεμόεντι: τὸ τῷ Σκαμάνδρῳ—

### book 467.2

καλεῖται δὲ οὗτος καὶ Ξάνθος. A

### book 467.1

Σκαμανδρίῳ ἀνθεμόεντι: τῷ πρώην ἄνθη ἔχοντι, b

### book 467.2

(BCE3E4)T ὡς „ἐϋμελίω Πριάμοιο“ (Δ 165), „ἥρως Αἰγύπτιοσ“

### book 467.5

(β 15), „ἠϋκόμος Νιόβη“ (Ω 602). T ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ

### book 467

πατούμενα; b(BE3E4)T

### book 468

〈φύλλα:〉 φύλλα πρὸς τὸ οἰκεῖον τῆς †ἐσθῆτος. Til

### book 469-72.1

ἠΰτε μυϊάων〈—Τρώεσσι〉: ἀπ’ ἄλλης ἀρχῆς

### book 469-72.2

τὴν παραβολὴν προοιστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει (471), τῆς

### book 469-72.3

ἀνταποδιδομένης τῷ ἠΰτε (469) λέξεως ἀνακολούθως ἐχούσης, ὡς ἐν

### book 469-72.4

τῇ Θ (555—60)· „ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα, τόσσα μεσηγὺ νεῶν“. A

### book 469a.1

ἠΰτε μυιάων: πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει

### book 469a.2

γοῦν „τόσσοι ἐπὶ Τρώεσσι 〈κάρη κομόωντες Ἀχαιοί / ἐν πεδίῳ

### book 469a.3

ἵσταντο διαρραῖσαι μεμαῶτεσ〉“ (Β 472—3). b(BCE3E4)T

### book 469b.1

ἁδινάων: ἁθρόως ἱπταμένων, b(BCE3E4)Til ἢ

### book 469b.2

τῶν λεπτῶν μυϊῶν. Til

### book 470a1.1

αἵ τε κατὰ σταθμόν: τὴν ἔπαυλιν, καὶ „σταθμὸν ἔχουσα

### book 470a1.2

καὶ εἴριον“ (Μ 434) καὶ „σταθμοῖϊν ἑκάτερθε“ (ζ 19). τρία οὖν δηλοῖ ἡ

### book 470a1.3

λέξις. τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν †ἐρίων† αὔξονται αἱ μυῖαι. T

### book 470a2.1

σταθμόν νυνὶ τὴν ἔπαυλιν. τρία δὲ δηλοῖ ἡ λέξις, τὸν

### book 470a2.2

σταθμόν, τὴν τῆς θύρας παραστάδα καὶ τὸν ἀριθμὸν τοῦ μέτρου. b

### book 470a2.3

(BCE3E4) τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν ἀερίων αὔξονται αἱ

### book 470a2.4

μυῖαι. b(BE3E4)

### book 470b.1

ἠλάσκουσιν: ἤτοι συνελαύνονται ἢ ἀποπλανῶνται. b

### book 470b.2

(BCE3E4) οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν

### book 470b.3

αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώμεναι οὖν εἰσιν. b(BE3E4)T

### book 471

〈ὥρῃ ἐν εἰαρινῇ:〉 κατ’ ἐξοχὴν τῶν ἄλλων ὡρῶν. Aim

### book 474a.1

〈αἰπόλια:〉 αἰπόλιον αἰγῶν πλῆθος, ποίμνιον προβάτων,

### book 474a.2

συβόσιον χοίρων, βουκόλιον βοῶν, ἱπποφόρβιον ἵππων. b(BCE3E4)

### book 474a

τοὺς ὥς τ’ αἰπόλια: αἰπόλιον τὸ—τὸ τῶν ἵππων. A

### book 474b.1

αἰπόλια πλατέα: διεσκεδασμέναι γὰρ νέμονται. b

### book 474b.2

(BCE3E4)T ἐπὶ δὲ προβάτων „ἁδινά“ φησιν (α 92) καὶ „αἱ μέν τ’

### book 474b.3

ἀγχηστῖναι“ (Ε 141). T

### book 474b

πλατέα: μεγάλα· ἢ ὅτι—αἱ αἶγες. Aint

### book 474-5.1

τοὺς δ’ ὥς τ’ αἰπόλια〈—μιγέωσιν〉: ὅταν αἰ‐

### book 474-5.2

πόλια πολλὰ ἀλλήλοις ἀναμιχθῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν

### book 474-5.3

ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμβάνεται τράγου, ᾧ τὸ οἰκεῖον ἕπε‐

### book 474-5.4

ται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν. b(BCE3)T

### book 476

〈τούς:〉 ἐπανείληφε τὸ ἄρθρον. Til

### book 477.1

〈μετὰ δὲ κρείων Ἀγαμέμνων:〉 ἀπὸ κοινοῦ τὸ διεκό‐

### book 477.2

σμει. Til

### book 478-9a.1

ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ〈—Ποσει‐

### book 478-9a.2

δάωνι〉: γραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνό‐

### book 478-9a.3

τερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστι,

### book 478-9a.4

κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, γραφικὴ δὲ ὡς ἐπὶ τοῦ „τῷ δ’ ἔχεν

### book 478-9a.5.1

Αὐτομέδων, τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύσ“ (Ι 209), A b (BCE3E4)T

### book 478-9a.5.2

ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν A b (BE3E4)T καλλίων τῆς ἀληθι‐

### book 478-9a.5.3

νῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. b(BE3E4)T

### book 478-9b.1

ὄμματα καὶ κεφαλὴν〈—Ποσειδάωνι〉: ἱκανὸν

### book 478-9b.2

μὲν ἑνὶ θεῷ εἰκάζειν αὐτόν. ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρε‐

### book 478-9b.1

πὲς ἐκλεξάμενος, τοῦ βασιλέως μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικόν, ἐν‐

### book 478-9b.2

νοσιγαίου δὲ τὸ ἰσχυρόν, τὸ δὲ κόσμιον τῆς παντευχίας ὅμοιον Ἄρει.

### book 478-9b.5

οἱ δὲ τὸ ἀξιωματικόν, τὸ γεραρόν, τὸ πολεμικόν. A b (BCE3E4)T

### book 478

〈ἴκελος Διΐ:〉 τὸ ὅμοιος καὶ—συντάσσεται. Aim

### book 480.1

ἠΰτε βοῦς ἀγέληφι: πῶς μετὰ θεοὺς βοῒ παρέβαλε τὸν

### book 480.2

Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν τοῖς μὴ δυναμένοις τὴν θείαν νοῆσαι

### book 480.3

φύσιν ἀπὸ γνωρίμου ζῴου παρέλαβε τὴν εἰκόνα ὡς νοητῆς οὔσης τῆς

### book 480.4

προτέρας παραβολῆς καὶ ἐπὶ τὴν αἰσθητὴν καὶ ὁρατὴν ἐλθών. ἔστι δὲ

### book 480.5.1

εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι δι’ ἀγέλης,

### book 480.5.2

ὅπερ ἐστὶ ζῷον ἡγεμονικώτατον. b(BE3)T τὴν αὐτὴν δὲ ταύτην

### book 480.5.3

εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος

### book 480.5.4

ἐμείωσεν, ἀρνειῷ παρεικάσας αὐτόν (cf. Γ 193—7). b(BE3E4)T

### book 480.5.5

ἐπειδὴ δὲ ἐν τῇ πρώτῃ μάχῃ οὐ πλεονεκτήσει Ἀγαμέμνων, κατὰ τὴν

### book 480.10.1

ἔξοδον αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως. b

### book 480.10.2

(BE3)T

### book 480-1.1

〈ἠΰτε βοῦς ἀγέληφι〉 μέγ’ ἔξοχος ἔπλετο πάν‐

### book 480-1.2

των 〈/ ταῦροσ〉: πάντων, T τῶν ἄλλων ταύρων· εἰ μὴ γὰρ

### book 480-1.3

ἐπαρθείη, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ βοῦς (480) καὶ τὸ ἔξοχος

### book 480-1.4

(480) κοινὰ τῷ γένει, προσῆψε τὸ ταῦρος (481). b(BCE3E4)T

### book 482.1

τοῖον ἄρ’ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ: ἐπεὶ ἄπι‐

### book 482.2

στα τὰ τῶν εἰκόνων ὧν προσήρτησεν Ἀγαμέμνονι, πρῶτον μὲν αὐτὰ

### book 482.3

τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα πρὸς μίαν ἡμέραν συμβῆναί

### book 482

φησιν. b(BCE3E4)T

### book 484-93a1.1

〈ἔσπετε:〉 ψιλωτέον· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ ση‐

### book 484-93a1.2

μαίνοντος τὸ λέγω κατὰ πλεονασμὸν τοῦ ς. | ὁ δὲ λόγος· ἔσπετε νῦν

### book 484-93a1.3

μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες Δαναῶν· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πλη‐

### book 484-93a1.4

θὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδὲ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι·

### book 484-93a1.5.1

ὑμῶν γάρ ἐστι τὸ ἔργον A T τοῦτο. | γράφεται δὲ καὶ „ἔνσπετε“

### book 484-93a1.5.2

ἀπὸ τοῦ ἐνίσπετε, ἐπεὶ καὶ „ἐνίσπεσ“ (Λ 186) φησίν. T

### book 484-93a2.1

τὸ ἔσπετε ἀπὸ τοῦ ἐνίσπετε κατὰ συγκοπήν. καὶ „ἔνι‐

### book 484-93a2.2

σπε“ (Λ 186) φησὶν ἀλλαχοῦ. | ἢ ἀπὸ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ

### book 484-93a2.3

λέγω κατὰ πλεονασμὸν τοῦ ς. ψιλωτέον οὖν αὐτό. b(BCE3E4) | ὁ δὲ

### book 484-93a2.4

λόγος τοιοῦτος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γάρ,

### book 484-93a2.5.1

φησί, νηῶν ἐρέω, πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ’ εἰ δεκαπλα‐

### book 484-93a2.5.2

σίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. b(BE3E4)

### book 484-93a2.1

ζητοῦσί τινες, διὰ ποίαν αἰτίαν—τὸν λόγον ἀπερεί‐

### book 484-93a2.2

δεται. A

### book 484-7.1

ἔσπετε νῦν μοι, Μοῦσαι, 〈—ἡγεμόνεσ〉: τὸ

### book 484-7.2

ἑξῆς ἐστιν, ἔσπετε οἵ τινες (484 et 487), τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ

### book 484-7.3

διασταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι (484), ἀνυποκρίτως δὲ στίζεται ἐπὶ

### book 484-7.4

τὸ ἐστέ καὶ πάρεστέ 〈τε〉 καὶ πάντα (485) καὶ ἀκούομεν καὶ ἴδμεν

### book 484-7.5.1

(486). δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ

### book 484-7.5.2

δεύτερος, ἵνα ἕκαστον ᾖ καθ’ ἑαυτὸ καὶ συνάπτηται οὐδέ τι ἴδμεν /

### book 484-7.5.3

οἵτινες ἡγεμόνες (486—7), περισσεύοντος τοῦ τί μορίου· πρότερον

### book 484-7.5.4

γὰρ ἐπεῖχέ τινα χώραν. A

### book 484.1

Ὀλύμπια δώματ’ ἔχουσαι: ὅτι Ζηνόδοτος γράφει

### book 484.2

„Ὀλυμπιάδες βαθύκολποι“. οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας

### book 484.3

βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας. A

### book 485-6a.1

ὑμεῖς γὰρ θεαί ἐστε〈—οὐδέ τι ἴδμεν〉: ὡς ἐπὶ

### book 485-6a.2

ἐργώδη καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ ὡς τὸν

### book 485-6a.3

ἀκροατὴν διὰ τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστε‐

### book 485-6a.4

ρον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων

### book 485-6a.5

ἐπεσπάσατο εὔνοιαν. A b (BE3)T

### book 485-6b.1

ὑμεῖς γὰρ θεαί ἐστε〈—οὐδέ τι ἴδμεν〉: ὁ νοῦς·

### book 485-6b.2

ὑμεῖς γὰρ θεαί ἐστε καὶ ἀεὶ ἐνυπάρχετε τοῖς ζῶσι καὶ ἐπίστασθε πάντα

### book 485-6b.3

ἀκριβῆ. ἡμεῖς δὲ μόνα τὰ ἐν τῷ βίῳ εὐκλεῆ ἀκούομεν. T

### book 485.1

πάρεστε: ὅτι τινὲς γράφουσι „παρῆστε“, οἷον κατ’ ἐκεῖνον

### book 485.2

τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων. A

### book 486-93.1

οὐδέ τι ἴδμεν / οἵτινες ἡγεμόνεσ〈—προπά‐

### book 486-93.2

σασ〉: εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών φησιν ἀρχοὺς

### book 486-93.3

αὖ νηῶν ἐρέω (493); στικτέον οὖν εἰς τὸ ἴδμεν (486) καὶ τὸν λόγον

### book 486-93.4

οὕτως ἐκδεκτέον· A b (BCE3)T δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ

### book 486-93.5.1

ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μέν, χρῄζειν δὲ

### book 486-93.5.2

τῆς τῶν Μουσῶν συμμαχίας. A b (BE3)T ἔστιν οὖν τὸ πᾶν·

### book 486-93.5.3

„ἔσπετε νῦν μοι, Μοῦσαι,“ (Β 484) οἵτινες ἡγεμόνες (487). ἀρχοὺς

### book 486-93.5.4

αὖ νηῶν ἐρέω νῆάς τε προπάσας (493), πληθὺν δ’ οὐκ ἂν ἐγὼ

### book 486-93.5.5

μυθήσομαι (488), εἰ μὴ αὐταὶ αἱ Μοῦσαι δι’ ἑαυτῶν εἴποιεν (cf.

### book 486-93.10.1

491—2). τὸ δὲ „ὑμεῖς γὰρ θεαί ἐστε“ (Β 485) ἐμεσολάβησε τοῦ „ἔ‐

### book 486-93.10.2

σπετε νῦν μοι, Μοῦσαι,“ οἵτινες ἡγεμόνες (Β 484 et 487), ὥσπερ

### book 486-93.10.3

αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον. A b

### book 486-93.10.4

(BCE3)T

### book 488-92.1

πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι〈—θυγα‐

### book 488-92.2

τέρεσ〉: ἤτοι ὅτι περισσὸς †εἰ† μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαί‐

### book 488-92.3

μην. | πάλιν δὲ διὰ μέσου τὸ διστίχιον (sc. 489—90)· τὸ γὰρ ἑξῆς,

### book 488-92.4

πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες (488 et

### book 488-92.5.1

491), τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυποκρίτως ἐπὶ τὸ

### book 488-92.5.2

†μοῦσαι. διασταλτέον δὲ† καὶ θυγατέρες (492). A

### book 488a.1

πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι: καίτοι λέγει καὶ

### book 488a.2

περὶ τοῦ πλήθους· δι’ ὧν γὰρ τὰς μὲν Φιλοκτήτου φησὶν ἐκ πεντή‐

### book 488a.3

κοντα εἶναι ἐρετῶν, „ἑπτὰ νεῶν, ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα“ (Β

### book 488a.4

719), τὰς δὲ τῶν Βοιωτῶν ἑκατὸν εἴκοσι (sc. Β 510), δηλονότι ὡς

### book 488a.5.1

ἐμφῆναι βουλόμενος τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν b(BCE3)

### book 488a.5.2

T ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον σκοπεῖν· ἔστι γὰρ τὸ

### book 488a.5.3

μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαμβάνοντας κατὰ τὸν Θουκυδίδην

### book 488a.5.4

(sc. 1, 10, 4) τεκμαίρεσθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν

### book 488a.5.5

νομίζειν ὅτι οὐ χαλεπὸν τὸ εἰπεῖν τὸν ἀριθμόν, ἀλλὰ τὸ περὶ ἑκάστου

### book 488a.10.1

διελθεῖν οὕτως ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων, τίς καὶ πόθεν καὶ τίνων

### book 488a.10.2

πατέρων καὶ προγόνων, b(BE3)T καὶ τὰς πράξεις καὶ τὰ πάθη,

### book 488a.10.3

ἃ καὶ ὑπὲρ διήγησιν. b(BE3)

### book 488b.1

πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι: ὑπισχνεῖται τοὺς

### book 488b.2

ἡγεμόνας μὲν εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ

### book 488b.3

τῆς παρ’ ἐκείνων βοηθείας τυχών. μήποτε οὖν τὸ „μνησαίατε“ (Β

### book 488b.4

492) τοιαύτην χώραν ἔχῃ· αὐταὶ εἴποιεν καὶ διεξέλθοιεν. b(BE3)T

### book 489-90.1

οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι〈—ἦτορ

### book 489-90.2

ἐνείη〉: ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ

### book 489-90.3

„οὐδ’ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν“ (μ 78). ἡ δὲ ἀναφορὰ πρὸς

### book 489-90.4

τοὺς περιγράφοντας τούτους τοὺς στίχους. A

### book 490.1

〈φωνὴ δ’ ἄρρηκτος:〉 διὰ {δὲ} τοῦ εἰπεῖν φωνὴ δ’ ἄρρηκ‐

### book 490.2

τος δηλοῖ ὅτι σῶμα ἡ φωνή. ATil

### book 493

〈προπάσας:〉 ὅτι περισσὴ ἡ πρό πρόθεσις. Aim

### book 494-877.1

〈Βοιωτῶν μὲν—Ξάνθου ἄπο δινήεντος:〉

### book 494-877.2

θαυμάσιος ὁ ποιητὴς μηδ’ ὁτιοῦν παραλιμπάνων τῆς ὑποθέσεως, πάν‐

### book 494-877.3

τα δ’ ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, τὴν

### book 494-877.4

τῶν θεῶν ἔριν, τὴν τῆς Ἑλένης ἁρπαγήν, τὸν Ἀχιλλέως θάνατον· ἡ

### book 494-877.5.1

γὰρ κατὰ τάξιν διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ τῆς ποιητι‐

### book 494-877.5.2

κῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν (cf. Β 362—8) τὸν

### book 494-877.1

Κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ πρα‐

### book 494-877.2

κτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ γνωρίζεσθαι

### book 494-877.3

τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων (cf. rep. 393 d

### book 494-877.10.1

—394d) λόγων ἰδέας, δραματικήν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκι‐

### book 494-877.10.2

μεῖ τοῖς ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλί‐

### book 494-877.10.3

δου, †μιμητικήν†, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς

### book 494-877.10.4

κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ ταῖς

### book 494-877.10.5

ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν ἐν

### book 494-877.15.1

τοῖς τῶν πόλεων ἐπιθέτοις καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ ἀνεξέλεγ‐

### book 494-877.15.2

κτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καί ποτε μὲν τῷ ἔναιον

### book 494-877.15.3

(511 al.), ἄλλοτε δὲ τῷ εἶχον (500 al.), ποτὲ δὲ τῷ ἐνέμοντο (496

### book 494-877.15.4

al.) χρῆται. καί ποτε μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πό‐

### book 494-877.15.5

λεις (cf. 494—510 al.), ποτὲ δὲ τοὐναντίον (cf. 511—2 al.). καί ποτε

### book 494-877.20.1

μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις (496—508 al.), ποτὲ δὲ κατ’ ἐπι‐

### book 494-877.20.2

τομήν (645—9 al.). Νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατά‐

### book 494-877.20.3

λογος στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον

### book 494-877.20.4

οὐκ ἔκ τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ †μεσαιτάτῳ† τῆς

### book 494-877.20.5

Ἑλλάδος ἡ Βοιωτία· ἔστι δ’ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ

### book 494-877.25.1

δυσμῶν δὲ Φωκίς, βορείων δὲ Λοκρίς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ

### book 494-877.25.2

ὅτι μέγιστον εἶχε ναυτικὸν ὡς Φοινίκων ἄποικος. ἢ ὅτι ἐν Αὐλίδι

### book 494-877.25.3

συνήχθη τὸ ναυτικόν. b(BCE3E4) ἢ ὅτι Ἕλλην ὁ Δευκαλίωνος ἐν

### book 494-877.25.4

Βοιωτίᾳ ᾤκησεν. b(BE3E4) οὕτω δὲ ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ

### book 494-877.25.5

Κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι τοῖς Ὁμήρου ἔπεσι χρῶν‐

### book 494-877.30.1

ται. Καλυδῶνα μὲν Αἰτωλοῖς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς Αἰολέας,

### book 494-877.30.2

μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ (sc. 640). Ἀβυδηνοὶ δὲ Σηστὸν

### book 494-877.30.3

παρὰ Ἀθηναίων ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· καὶ Σηστὸν καὶ

### book 494-877.30.4

Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην (836). Μιλησίοις δὲ πρὸς Πριη‐

### book 494-877.30.5

νεῖς ὑπὲρ Μυκαλησ〈σ〉οῦ διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦ‐

### book 494-877.35

τα· οἳ Μίλητον ἔχον Φθειρῶν τ’ ὄρος ἀκριτόφυλλον / Μαιάν‐

### book 494-877.1

δρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα (868—9). b(BCE3E4)

### book 494-877.2

καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπένειμε διὰ τὸ Αἴας δ’ ἐκ Σα‐

### book 494-877.3

λαμῖνος ἄγεν δυοκαίδεκα νῆας (557), προσθεὶς τὸ στῆσε δ’

### book 494-877.4

ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες (558) καίτοι Μεγαρέων

### book 494-877.40

ἀντεχομένων τῆς νήσου. b(BE3E4)

### book 494.1

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον: ἄρξασθαι

### book 494.2

φασί τινες—τὴν αἰτίαν τῆς ἀρχῆς. A

### book 494-5.1

〈Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον / Ἀρ‐

### book 494-5.2

κεσίλαός τε Προθοήνωρ τε Κλονίος τε:〉 Ἄρνης τῆς Αἰόλου καὶ

### book 494-5.3

Ποσειδῶνος Βοιωτός (ἀφ’ οὗ ἡ Βοιωτία), οὗ †Ἐτεωνός†, οὗ Ἀρηΐλυ‐

### book 494-5.4

κος, Ἠλεκτρύων, Ἵππαλκμος, Ἀλεγήνωρ. Ἀρηϊλύκου Ἀρκεσί‐

### book 494-5.5.1

λαος καὶ Προθοήνωρ, Ἠλεκτρύονος Λήϊτος, Ἱππάλκμου Πηνέ‐

### book 494-5.5.2

λεως, Ἀλεγήνορος Κλονίος. πάντες δ’ ἅμα ᾤκουν. b(BCE3E4)

### book 494-5.1

Βοιωτῶν μὲν Πηνέλεωσ〈—Κλονίος τε〉: ἰστέον

### book 494-5.2

ὅτι ἐτίθεσαν—κλόνος γὰρ ἡ μάχη. A

### book 494-5

Βοιωτῶν {μὲν Πηνέλεως}: ἡ Βοιωτία τὸ πρότερον—

### book 494-5.10

καὶ Ἀπολλόδωρος ἐν τῷ τρίτῳ (21—5 W.). A

### book 495a1.1

Κλονίος: παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα, τῷ ι πα‐

### book 495a1.2

ραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, „Σχεδίοσ“ (Β 517

### book 495a1.3

al.), „Χρομίοσ“ (Δ 295 al.), „Δολίοσ“ (δ 735 al.). ἀντιπίπτει τὸ

### book 495a1.4

„Ἅλιοσ“ (cf. Ε 678) κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ

### book 495a1.5

Ξένιος. A

### book 495a2

τὰ εἰς ος κύρια τριβράχεα, παραληγόμενα τῷ ι, παροξύ‐

### book 495a2

νεται πλὴν τοῦ Ἄνιος, „Ἅλιοσ“, Κρόνιος, Ξένιος. b(BCE3)

### book 496a1.1

οἵ θ’ Ὑρίην ἐνέμοντο: τινὲς οὐ παρέλαβον σύνδεσμον

### book 496a1.2

τὸν τέ, ἀλλ’ οὕτως „Θυρίαν“ τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως

### book 496a1.3

καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον. μαρτυρεῖ καὶ

### book 496a1.4

Ἡσίοδος λέγων (fr. 181 M.—W.)· „ἢ †δίη† Ὑρίη †Βοιωτίης τρέφε†

### book 496a1.5

κούρην“. A

### book 496a2.1

ἀπὸ Ὑριέως. b(BCE3E4) οἱ δὲ „Θυρίην“ γράφοντες

### book 496a2.2

ἁμαρτάνουσιν. b(BCE3)

### book 496b.1

Αὐλίδα {πετρήεσσαν}: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνά‐

### book 496b.2

γνωσις, καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι (fr. 60 Pow.) „Αὖλιν †τεσφά‐

### book 496b.3

γον†“ αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνομένης γέγονεν· ἡ γὰρ εἰς ιν κατά‐

### book 496b.4

ληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυ‐

### book 496b.5

τόνων. A

### book 496c.1

〈Αὐλίδα:〉 παρὰ τὸ τοὺς Ἀχαιοὺς ἐκεῖ αὐλισθῆναι. b

### book 496c.2

(BCE3E4)

### book 497a.1

Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν:

### book 497a.2

καθ’ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή ἐστι βραχυτάτη

### book 497a.3

διὰ τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι

### book 497a.4

οὐκ ἐπείγει, κατὰ δὲ τὴν προφορὰν σώζει〈ν〉. A

### book 497b.1

〈Σχοῖνον:〉 ἀπὸ Σχοινέως τοῦ πατρὸς Ἀταλάντης. b

### book 497b.2

(BCE3)

### book 497c.1

πολύκνημόν τ’ Ἐτεωνόν: ἀπὸ Ἐτεωνοῦ τοῦ ἀπογό‐

### book 497c.2

νου μὲν Βοιωτοῦ, πατρὸς δὲ Ἐλεῶνος καὶ τῶν ἄλλων. b(BCE3E4)

### book 497c.3

ὀξυτόνως δὲ ὡς μελεδωνός. πολύκνημον δὲ b(BE3) ὀρεινήν, 〈ἢ〉 τὴν

### book 497c

πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον. b(BE3E4)

### book 498a.1

Θέσπιαν {Γραῖάν τε}: ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ

### book 498a.2

γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως

### book 498a.3

οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντι‐

### book 498a.4

κῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, „καὶ εὐρυάγυιαν Ἀθήνην“ (η

### book 498a.5.1

80), „πολυχρύσοιο Μυκήνησ“ (Η 180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ

### book 498a.5.2

πληθυντικῶς· „ἐκ μὲν Κρητάων γένος εὔχομαι“ (ξ 199). ταῦτα ἐν τῇ

### book 498a.5.3

Προσῳδίᾳ ὁ Ἡρωδιανός (2,34,25). | ἐν μέντοι τῷ ιαʹ τῆς Καθολικῆς

### book 498a.5.4

προσῳδίας (1,280,18) ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέ‐

### book 498a.5.5

λους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν

### book 498a.10.1

παρατίθησι, | καὶ ἀλλαχοῦ (cf. 2, 451, 23) λέγει τὴν ει ἔχειν αὐτὸ

### book 498a.10.2

φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιαί ὀξυτόνως λέγεται. A

### book 498b.1

Θέσπειαν 〈Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν〉:

### book 498b.2

ἀπὸ Θεσπειοῦ τοῦ Κηφέως, ᾧ θυγατέρες ἦσαν πεντήκοντα. b(BCE3

### book 498b.3

E4) Μυκαλησσὸς δὲ παρὰ τὸ ἐκεῖσε τὰς Γοργόνας ἐλθούσας μυκή‐

### book 498b.4

σασθαι. ἔστι δὲ καὶ ὄρος ἀντικρὺ Σάμου Μυκάλη (cf. Β 869). b(BE3

### book 498b.5

E4)

### book 498c.1

〈Γραῖαν:〉 ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρός, Λευκίπ‐

### book 498c.2

που δὲ γυναικός· b(BCE3E4) Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν,

### book 498c.3

ὡς Εὐφορίων (fr. 59 Pow.)· „οἳ πλόον ἠρνήσαντο καὶ ὅρκους Αἰγια‐

### book 498c.4

λήων“. b(BE3E4)

### book 499a.1

〈Ἅρμ’:〉 ὅτι ἐκεῖ †κατεπάγη† τὸ ἅρμα τοῦ Ἀδράστου,

### book 499a.2

οἱ δὲ τὸ Ἀμφιαράου. b(BCE3)

### book 499b.1

〈Ἐρυθράς:〉 ὑπὸ τὸν Κιθαιρῶνα οὗτος ὁ τόπος. b

### book 499b.2

(BCE3E4) ἔστι δὲ ἀπὸ Ἐρυθρίου τοῦ νεωτέρου τῶν Ἀθαμαν‐

### book 499b.3

τιδῶν. b(BE3E4)

### book 500a

〈Ἐλεῶν’:〉 ἀπὸ Ἐλεῶνος τοῦ Ἐτεωνοῦ. b(BCE3E4)

### book 500b.1

Ὕλην: ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ

### book 500b.2

συνεσταλμένως „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). νῦν δὲ καλοῦνται

### book 500b.3

Ὗλαι πληθυντικῶς. A

### book 500c.1

〈ἠδ’ Ὕλην:〉 ἐξέτεινε τὸ υ διὰ τὸ μέτρον· b(BCE3)

### book 500c.2

„Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). b(BCE3E4) | ἔστι δὲ καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ·

### book 500c.3

„Τμώλῳ ὕπο νιφόεντι, Ὕλης ἐν πίονι δήμῳ“ (Υ 385). b(BE3E4)

### book 502.1

πολυτρήρωνά τε Θίσβην: ὅτι Ζηνόδοτος γράφει „πο‐

### book 502.2

λυτρήρωνά τε Μέσσην“. ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις

### book 502.3

(sc. φ 15) Μεσσήνην καλεῖ. A

### book 503.1

〈Κορώνειαν ... Ἁλίαρτον:〉 Κόρωνος καὶ Ἁλίαρτος

### book 503.2

Θερσάνδρου τοῦ Σισύφου παῖδες, ἀφ’ ὧν ὠνομάσθησαν αἱ πόλεις. b

### book 503.3

(BCE3E4)

### book 504a.1

〈Πλάταιαν:〉 ἀντὶ τοῦ Πλαταιάς, b(BCE3) ἀπὸ

### book 504a.2

Πλάτης τῆς Ὀγχήστου θυγατρός. b(BCE3E4)

### book 504b.1

〈Γλισαντ’:〉 ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ

### book 504b.2

ἱστορία προπαροξύνει. b(BCE3)

### book 505.1

〈οἵ θ’ ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον:〉 πο‐

### book 505.2

λίχνιον ἀνώνυμον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους, νεωστὶ ὑπ’

### book 505.3

Ἀργείων πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτί‐

### book 505.4

μενον. b(BCE3E4)

### book 506.1

〈Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος:〉

### book 506.2

οὗτος Βοιωτοῦ παῖς, ὃς ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο

### book 506.3

ἱερόν. b(BCE3E4)

### book 507a.1

Ἄρνην ἔχον: ὅτι Ζηνόδοτος γράφει „Ἄσκρην ἔχον“.

### book 507a.2

οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γάρ

### book 507a.3

ἐστιν Ἡσίοδος λέγων· „Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη“ (opp.

### book 507a.4

640)· ὥστε οὐδὲ πολύκαρπος λέγοιτο ἄν. A

### book 507b.1

〈Ἄρνην ἔχον:〉 ἡ νῦν Χαιρώνεια. ἑτέρα δὲ ἡ Λεοντάρνη,

### book 507b.2

ἡ ὑπὸ τὸν Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος. b(BCE3E4)

### book 508.1

〈Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’:〉 Νῖσα Βοιωτίας, οὐ

### book 508.2

Μεγαρίδος. ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. | Ἀνθηδὼν δὲ

### book 508.3

παρὰ τὰ ἄνθη ἢ Ἄνθιον τὸν Ποσειδῶνος. b(BCE3E4) ἔστι δὲ πα‐

### book 508.4

ρὰ τὸν Εὔριπον. b(BCE3)

### book 509.1

〈πεντήκοντα νέες:〉 ἀπὸ Φοινίκων εἰσί· καὶ Τῖφυς γὰρ

### book 509.2

Βοιωτὸς ὑπῆρχεν. b(BCE3)

### book 511a.1

Ὀρχομενὸν Μινύειον: ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν

### book 511a.2

Ἀρκαδικός. ἀλλ’ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς

### book 511a.3

πολύμηλος (cf. Β 605), καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία. A

### book 511b.1

〈Ὀρχομενὸν Μινύειον:〉 ἀπὸ Μινυοῦ τοῦ Σισύφου τοῦ

### book 511b.2

Αἰόλου· ὁ γὰρ Ἀρκαδίας Ὀρχομενὸς πολύμηλος (cf. Β 605). b(BCE3)

### book 511c.1

〈Ὀρχομενὸν Μινύειον:〉 Ὄλμος Πορφυρίων Ἀθάμας

### book 511c.2

οἱ Σισύφου παῖδες πρὸς τὸν Ἑλικῶνα πόλιν ᾤκησαν, ἣν ὠνόμασαν

### book 511c.3

Ὄλμιον. Ὄλμου δὲ υἱὸς Μινυός, ὃς ἀφ’ ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλε‐

### book 511c.4

σεν. τούτῳ παῖς ἦν Ὀρχομενός, ὃς τὴν πόλιν ἀφ’ ἑαυτοῦ ὠνόμασεν.

### book 511c.5

b(BCE3)

### book 514.1

ὑπερώϊον εἲς ἀναβᾶσα: τὴν εἴς πρόθεσιν χωριστέον τοῦ

### book 514.2

ἀναβᾶσα· ἀναστροφὴ γάρ, εἰς ὑπερῷον ἀναβᾶσα. τὸ δὲ διάστημα

### book 514.3

οὐ πάνυ τι αἰσθητόν. A

### book 514

ὑπερώϊον 〈εἰς〉αναβᾶσα: εἰς τὸ δίστεγον—αὐτὰς

### book 514.5

εἶναι. A

### book 516.1

τῶν δέ {τριήκοντα γλαφυραί}: κατὰ δοτικὴν „τοῖς δέ“ αἱ

### book 516.2

Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ „τοῖσι δ’ ἅμ’ ὀγδώκοντα“ (Β

### book 516.3

568). καὶ τὸ ἑνικὸν „τῷ δ’ ἅμα τεσσαράκοντα“ (Β 534). A

### book 517a.1

{αὐτὰρ} Φωκήων: τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου

### book 517a.2

εὑρίσκομεν, καὶ διὰ τοῦ ει „Φωκείων“, καὶ διὰ τοῦ η Φωκήων. | τοὺς

### book 517a

δὲ Φωκεῖς—τῆς Ἀσωποῦ. A

### book 517b.1

〈Φωκήων:〉 Ὄρνυτος ὁ Σισύφου εἰς Ὑάμπολιν ἐλθὼν

### book 517b.2

ἐπικουρῆσαι τοῖς αὐτόθι τοῖς Λοκροῖς πολεμοῦσι καὶ νικήσας, ἦρξε τῆς

### book 517b.3

χώρας αὐτός· οὗ υἱὸς Φῶκος, ἀφ’ οὗ Φωκέας αὑτοὺς ὠνόμασαν, οὗ

### book 517b.4

Ὀρνυτίων, οὗ Ναύβολος, οὗ Ἴφιτος, οὗ Σχεδίος. τὰ δὲ δυτικὰ τῆς

### book 517b.5

Φωκίδος Ὀζόλαι καὶ Λοκροὶ οἰκοῦσιν. b(BCE3E4)

### book 517c.1

Σχεδίος: ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεύς, τῶν ἐπὶ

### book 517c.2

μέρους ἡγεμών, καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀναιροῦνται (sc. Ο 515.

### book 517c.3

Ρ 306). „ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον, / ἀρχὸν Φωκήων“ (Ο 515—6).

### book 517c.4

ἡ δὲ ἀναφορὰ πρὸς τὰ 〈περὶ〉 Πυλαιμένους. A

### book 517d.1

〈Σχεδίος:〉 δύο Σχεδίοι παρ’ Ὁμήρῳ, „Σχεδίον Περι‐

### book 517d.2

μήδεος υἱόν“ (Ο 515) καὶ „Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν“ (Ρ

### book 517d.3

306). b(BCE3E4) καὶ δύο Εὐρυβάται κήρυκες, ὁ μὲν Ἀγαμέμνο‐

### book 517d.4

νος (cf. Α 320), ὁ δὲ Ὀδυσσέως (cf. Β 184)· πάλιν τε δύο Εὐρυμέδον‐

### book 517d.5.1

τες, ὅ τε Ἀγαμέμνονος (cf. Δ 228) καὶ ὁ Νέστορος (cf. Θ 114. Λ 620)

### book 517d.5.2

ἡνίοχος. b(BCE3)

### book 518.1

υἱέες Ἰφίτου: τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου

### book 518.2

διὰ τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· „Ἴφιτος

### book 518.3

Εὐρυτίδησ“ (φ 14). A

### book 519a.1

οἳ Κυπάρισσον ἔχον: ὠνομάσθη Κυπάρισσος ἀπὸ—

### book 519a.2

—φυομένων κυπαρίσσων. | ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη. A

### book 519b.1

〈Κυπάρισσον:〉 Κυπάρισσος ἡ νῦν Ἀπολλωνιάς, ἀπὸ

### book 519b.2

Κυπαρίσσου τοῦ υἱοῦ Μινυοῦ. b(BCE3)

### book 519b

Πυθῶνά τε: καὶ αὕτη πόλις—περὶ ὧν ἐθέλουσιν. A

### book 520.1

καὶ Πανοπῆα: ὅτι Ζηνόδοτος γράφει „καὶ Πανοπτέων“,

### book 520.2

ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθ’ Ὅμηρον σχηματίζων τὸ ὄνομα·

### book 520.3

ἔστι γὰρ Πανοπεύς ὡς Ἀχιλλεύς· „ὃς ἐν κλειτῷ Πανοπῆϊ“ (Ρ 307). A

### book 520

Κρῖσα: πεδίον ἐν Λοκρίδι—Δηϊονέως. | Δαυλὶς δὲ

### book 520.5

πόλις Φωκίδος—ἔλεγον οἱ ἀρχαῖοι. A

### book 520.1

Πανοπῆα: πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ

### book 520.2

Φωκοῦ. A

### book 521a.1

〈Ἀνεμώρειαν:〉 ἀνεμώδη καὶ δυσχείμερον, παρὰ τὸ κατ‐

### book 521a.2

αιγίζεσθαι ἀπὸ τοῦ Κατοπτευτηρίου. b(BCE3)

### book 521a.1

οἵ τ’ Ἀνεμώρειαν: αὕτη μεταξὺ κεῖται—αὐτὴν

### book 521a.2

σφοδρῶς. A

### book 521b.1

{καὶ} Ὑάμπολιν: οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἓν

### book 521b.2

γάρ ἐστιν. ἱστοροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ ς λέγειν Ὑσάμπο‐

### book 521b.3

λιν. A

### book 522.1

οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισσόν: οὗτοι Ἐπικηφίσιοι

### book 522.2

—καλλίρροον ὕδωρ (Hsd. fr. 70, 18 M.—W.) A

### book 523a.1

〈Λίλαιαν:〉 τόπος παρὰ τὸν Παρνασσόν, ἀπὸ Λιλαίας

### book 523a.2

τῆς Κηφισσοῦ θυγατρός, οὗ μέμνηται καὶ Ἡσίοδος (cf. fr. 70, 18). b

### book 523a.3

(BCE3)

### book 523b.1

πηγῇς ἔπι Κηφισοῖο: Πτολεμαῖος (p. 42 B.) ἀναστρέφει

### book 523b.2

καὶ Πάμφιλος, Ἀλεξίων (fr. 28 B.) συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν

### book 523b.3

καὶ οὐκ ἀναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς

### book 523b

προθέσεις. A

### book 523c.1

〈πηγῇς ἔπι:〉 ἐπὶ ταῖς ἀκροχθίοις βρύσεσιν, αἳ καλοῦνται

### book 523c.2

ποτάμιοι. τοῦτο δὲ τὸ ὄνομα μέτρῳ οὐχ ὑπόκειται. b(BCE3E4)

### book 526.1

〈ἔμπλην:〉 ἐμπελάδην. δηλοῖ δὲ καὶ τὸ χωρίς· „ἔμπλην αἰ‐

### book 526.2

γιαλοῦ τε καὶ ἄστεοσ“ (Call. h. 4, 73). b(BCE3E4)

### book 527-31

Λοκρῶν δ’ ἡγεμόνευεν 〈Ὀϊλῆος ταχὺς Αἴασ〉:

### book 527-31.1

ὅτι τινὲς τῶν νεωτέρων (cf. Hsd. fr. 235, 1) ἀνέγνωσαν χωρὶς τὸ ο,

### book 527-31.2

ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ὀϊλῆα. |

### book 527-31.3

τὸ δὲ ἑξῆς ἐστι Λοκρῶν 〈δὲ〉 (527) οἳ Κῦνον (531)· τὰ δὲ λοιπὰ διὰ μέ‐

### book 527-31.5

σου, ὧν ἡ διόρθωσις προείρηται (e. g. ad Β 488—92). A

### book 527

Λοκρῶν νῦν μέμνηται—τῆς Ἰταλίας παροικεῖν. A

### book 527.1

〈Ὀϊλῆος:〉 ψιλωτέον· οὐ γάρ ἐστιν ἄρθρον. ὁ δὲ Ἡσίο‐

### book 527.2

δος (fr. 235, 1 M.—W.) διχῶς. b(BCE3)

### book 528.1

μείων, οὔτι τόσος γε 〈ὅσος Τελαμώνιος Αἴασ〉: ὅτι

### book 528.2

Ζηνόδοτος ἠθέτηκεν αὐτόν. ἀναγκαῖος δέ ἐστι· προδιασυνίστησι γὰρ

### book 528.3

ὅτι ἥττων ἐστὶ κατὰ τὸ μέγεθος τοῦ Τελαμωνίου. ἐκεῖνον μέντοι γε

### book 528.4

„μέγαν“ (Ρ 115, cf. Π 358) λέγει. A

### book 529-30

ἀλλὰ πολὺ μείων〈—Ἀχαιούσ〉: ἀθετοῦνται

### book 529-30.1

ἀμφότεροι, ὅτι προείρηκε „μείων, οὔτι τόσος γε“ (Β 528), καὶ πρὸς

### book 529-30.2

οὐδὲν διλογεῖ ἀλλὰ πολὺ μείων. καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέ‐

### book 529-30.3

ρου. κακῶς δὲ καὶ τὸ λινοθώρηξ· οἱ γὰρ Ἕλληνες οὐκ ἐχρῶντο λι‐

### book 529-30.5.1

νοῖς θώραξι· διὰ παντὸς γὰρ χαλκοχίτωνας (cf. Α 371 al.) αὐτοὺς

### book 529-30.5.2

λέγει. καὶ Ἕλληνας οὐδέποτε εἴρηκεν, ἀλλ’ Ἀργείους (cf. Α 79 al.) ἢ

### book 529-30.5.3

Δαναούς (cf. Α 42 al.)· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλή‐

### book 529-30.5.4

νων, ἀλλὰ μίαν πόλιν Θεσσαλίας, ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει·

### book 529-30.5.5

„Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“ (Β 684). A

### book 532a.1

Βῆσσαν {τε}: ὅτι Ζηνόδοτος γράφει „Βῆσαν“ ἐν τῷ ἑνὶ ς,

### book 532a.2

διὰ τὸ βήσ〈σ〉ας λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι

### book 532a.3

προσηγορικά, ἅ τινων κύρια γίνεται, οἷον κυπάρισσος καὶ πόλεως

### book 532a.4

ὄνομα (cf. Β 519). A

### book 532b1.1

Αὐγειάς: ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις

### book 532b1.2

{παρὰ} τῷ ποιητῇ Ἰωνικωτέρα οὖσα. A

### book 532b2.1

ὡς „παρειάσ“ (Γ 35 al.)· ἡ γὰρ τοιαύτη ἀνάγνωσις

### book 532b2.2

Ἰωνικωτέρα οὖσα συνήθης Ὁμήρῳ ἐστίν. b(BCE3)

### book 535

ἱερῆς Εὐβοίης: Εὔβοια νῆσος παρακειμένη—ἀπὸ

### book 535

Εὐβοίας τῆς Ἀσωποῦ. A

### book 536-41.1

〈οἳ δ’ Εὔβοιαν ἔχον—ἀρχὸς Ἀβάντων:〉

### book 536-41.2

ἐπὶ μὲν τῶν ἄλλων „Βοιωτῶν μέν“ (Β 494), „αὐτὰρ Φωκήων“ (Β

### book 536-41.3

517). ὧδε δέ, ἐπεὶ διαφόρως ὡς πρὸς τὴν πόλιν ὀνομάζονται, διαφο‐

### book 536-41.4

ρὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς φράσεως. γίνεται δὲ

### book 536-41.5.1

ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφ’ οὗ οἱ Μητιονίδαι, οὗ Χάλ‐

### book 536-41.5.2

κων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκάλεσεν, οὗ Χαλκώδων, οὗ Ἐλε‐

### book 536-41.5.3

φήνωρ. b(BCE3E4)

### book 537a.1

Χαλκίδα: οὗτος ἀντικρύ ἐστιν Αὐλίδος παρὰ τὸν Εὔρι‐

### book 537a.2

πον ὁ τόπος. b(BCE3E4)

### book 537b

Εἰρέτριαν: καὶ αὕτη πέραν τοῦ Εὐρίπου. b(BCE3E4)

### book 537c.1

〈Ἱστίαιαν:〉 αὕτη ἐστὶν ἡ νῦν Ὠρεὸς καλουμένη. b

### book 537c.2

(BCE3E4)

### book 538.1

〈Κήρινθόν τ’ ἔφαλον:〉 τούτου γὰρ τὰ θεμέλια ὑπὸ θα‐

### book 538.2

λάσσης ἁλμίζεται. ἔστι δὲ περὶ τὴν παρὰ τὸ Αἰγαῖον πλευράν. b

### book 538.3

(BCE3E4)

### book 540-1.1

〈Ἐλεφήνωρ— / Χαλκωδοντιάδης: Χαλκώδον‐

### book 540-1.2

τος παῖς Ἐλεφήνωρ. εἰ δέ, ὡς προείρηται (D ad Β 494—5), προλη‐

### book 540-1.3

πτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισί, πεποίηται παρὰ τὸ

### book 540-1.4

ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα. A

### book 542-3.1

τῷ δ’ ἅμ’ Ἄβαντες 〈ἕποντο θοοὶ ὄπιθεν κομόων‐

### book 542-3.2

τες / αἰχμηταί〉: βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμη‐

### book 542-3

ταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον. A

### book 542.1

〈ὄπιθεν κομόωντες:〉 Ἀρχέμαχος ὁ Εὐβοεὺς (F Gr Hist

### book 542.2

424,9) φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ τοῖς ἀστυ‐

### book 542.3

γείτοσι ἐπολέμουν. ἐπεὶ δὲ οἱ πολέμιοι τῆς κόμης ἁπτόμενοι κατέσπων

### book 542.4

αὐτούς, ὀπισθοκόμους γενέσθαι φησί, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ

### book 542.5

καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναί φησιν. b(BCE3E4)

### book 542.1

ὄπιθεν κομόωντες: τὰ ὀπίσω μέρη—τρίχας βα‐

### book 542.2

θείας ἔχειν. A

### book 543.1

αἰχμηταί: καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως· „ἄνδρες δου‐

### book 543.2

ρίμαχοι ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσησ“ (cf. fr. 1, 3 P.—W.). ἦν

### book 543.3

δὲ παρ’ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν. A b (BCE3E4)

### book 543

ὀρεκτῇσι μελίῃσι: τοῖς ἐκ χειρῶν—ἐκ χειρὸς πα‐

### book 543.5

τάξαι. A

### book 546.1

οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον: Ἀθήνας νῦν κέκληκε—κα‐

### book 546.2

ταταγῆναι. A

### book 547.1

δῆμον Ἐρεχθῆος: Ἐρεχθέως τοῦ βασιλέως—ἱστορεῖ

### book 547.2

Καλλίμαχος (cf. fr. 260, 19). A

### book 547-9.1

〈ὅν ποτ’ Ἀθήνη / —ἐν πίονι νηῷ:〉 ἐξαίρει τὴν

### book 547-9.2

χώραν τῇ γενέσει, τῇ ἀνατροφῇ, τῇ τῆς βασιλείας μεγαλειότητι. b

### book 547-9.3

(BCE3)

### book 548a1.1

ζείδωρος ἄρουρα: τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς

### book 548a1.2

Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπι‐

### book 548a1

θέτῳ ἐχρήσατο. A

### book 548a2.1

κυρίως ἐπὶ Ἀττικῆς τὸ ζείδωρος· δοκεῖ γὰρ ἐκεῖσε πρῶ‐

### book 548a2.2

τον ἀναδοθῆναι καρπός· διὸ νῦν ὡς ἐπιθέτῳ ἐχρήσατο αὐτῷ. b

### book 548a2.3

(BCE3E4)

### book 550.1

〈ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται:〉 ἡ θεὸς

### book 550.2

γὰρ ἔχρησε τοῦτον τιμᾶν. θήλεα δὲ τῇ Ἀθηνᾷ θύουσι· διὸ τὸ μίν οὐκ

### book 550.3

ἐπ’ αὐτῆς. b(BCE3E4)

### book 552.1

〈Πετεῶο:〉 Πετεώ. πλεονασμὸς γάρ ἐστι τοῦ ο, ὡς Ἡρω‐

### book 552.2

διανός (2,198,25). b(BCE3)

### book 553a.1

τῷ δ’ οὔ πώ τις ὁμοῖος: ὅτι Ζηνόδοτος ἀπὸ τούτου

### book 553a.2

τρεῖς στίχους (sc. 553—5) ἠθέτηκεν, μήποτε διότι διὰ τῶν ἐπὶ μέρους

### book 553a.3

οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν. πολλὰ μέντοι Ὅμηρος

### book 553a.4

κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα παραλιπών, ὡς τὴν Μαχάο‐

### book 553a.5

νος ἀριστείαν· „παῦσεν ἀριστεύοντα μάχασ“ (Λ 506). A

### book 553b.1

〈τῷ δ’ οὔ πώ τις ὁμοῖος:〉 τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ

### book 553b.2

μὴ εὐδοκιμήσει ἐν ταῖς μάχαις. b(BCE3)

### book 554.1

〈κοσμῆσαι:〉 πρῶτος κόσμον πολέμου τὴν παράταξιν ὠνό‐

### book 554.2

μασεν. b(BCE3)

### book 555.1

〈ὁ γὰρ προγενέστερος ἦεν:〉 καὶ οὗτος, φησίν, οὐκ ἐκ

### book 555.2

πείρας, ἀλλ’ ἐξ ἡλικίας. b(BCE3E4)

### book 557a1.1

{αἴας δ’ ἐκ σαλαμῖνος ἄγεν} δυοκαίδεκα: Πάμφιλος τρία

### book 557a1.2

ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύν‐

### book 557a1.3

θεσιν ἀνάγνωσις τὴν ποιητικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολ‐

### book 557a1

λάκις ἑνοῖ, ὡς τὸ „πασιμέλουσα“ (μ 70) καὶ τὰ τοιαῦτα. A

### book 557a2.1

τὸ δυοκαίδεκα ὑφ’ ἓν ἀναγνωστέον. καὶ ἔστι ποιητικὴ ἡ

### book 557a2.2

χρῆσις. b(BCE3)

### book 558.1

〈στῆσε δ’ ἄγων, ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες:〉

### book 558.2

γράφει δὲ καὶ τὸν Σόλωνος λόγον, ὥς τινες, παραλόγως, τὸ ἵν’ Ἀθη‐

### book 558.3

ναίων ἵσταντο· ἐν γὰρ τῇ πρώτῃ οὐκ †εἶχε ποιήσει† τοῦτο, ἀλλ’

### book 558.4

ἡ ἀκολουθία οὕτως, „οἳ δ’ Ἄργος 〈τ’〉 εἶχον“ (Β 559). b(BCE3)

### book 559.1

〈οἳ δ’ Ἄργος τ’ εἶχον:〉 ἀπὸ Ἄργου τοῦ Διὸς καὶ Νιόβης

### book 559.2

τῆς Φορωνέως. διὰ δὲ τὸ πρῶτον ᾠκίσθαι πρότερον ἐτάχθη τῶν ὑπὸ

### book 559.3

Ἀγαμέμνονα. ἀφ’ οὗ καὶ πάντας Ἕλληνας Ἀργείους καλεῖ. b(BCE3)

### book 561a

〈Τροιζῆν’:〉 ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. b(BCE3)

### book 561b.1

〈Ἠϊόνας: ***〉 λέγουσι δὲ τὴν Καλαυρίαν εἶναι. b

### book 561b.2

(BCE3)

### book 562.1

〈οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε:〉 Αἴγινα πλησίον Ἐπι‐

### book 562.2

δαύρου. ὁ δὲ Μάσης ἐπίνειον Ἀργείων. ἐκτέταται δὲ διὰ τὸ μέτρον.

### book 562.3

b(BCE3)

### book 564.1

〈Σθένελος:〉 Προίτου Μεγαπένθης, οὗ Ἀναξαγόρας, οὗ

### book 564.2

Ἱππόνους, οὗ Καπανεύς, οὗ Σθένελος. b(BCE3)

### book 565.1

〈Εὐρύαλος:〉 Βίαντος Περιάλκης, οὗ Ταλαός, οὗ Μηκιστεύς,

### book 565.2

οὗ Εὐρύαλος. b(BCE3)

### book 565.1

ἰσόθεος φώς: τὸ φώς ὀξυτονούμενον—Λυκάονος

### book 565.2

ἕνδεκα δίφροι (Ε 193). A

### book 566.1

〈Ταλαϊονίδαο:〉 ἀπὸ τοῦ Ταλαΐων ἐστὶν ἡ κλίσις. ἢ κατὰ

### book 566.2

πλεονασμόν ἐστι τοῦ ονι. b(BCE3)

### book 567.1

〈ΣΥΜΠΑΝΤΩΝ δ’ ἡγεῖτο:〉 ὡς ἄριστος. ἢ κατὰ τὸν τῶν

### book 567.2

Φαιάκων νόμον· „τρισκαιδέκατος δ’ ἐγὼ αὐτόσ“ (θ 391). b(BCE3)

### book 569.1

〈οἳ δὲ Μυκήνας εἶχον:〉 Μυκηνῶν ἦρχεν Εὐρυσθεύς. ἐπεὶ

### book 569.2

δὲ συμβαλὼν Ἀθηναίοις ἐτελεύτα, ἱστῶσιν Ἀτρέα αὐτόθι διάγοντα,

### book 569

ἅμα Θυέστῃ ἐπὶ τῷ φόνῳ Χρυσίππου φυγόντα. b(BCE3)

### book 570a1.1

ἀφνειόν τε Κόρινθον: ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ

### book 570a1.2

Θουκυδίδην (cf. 1, 13, 5) ἡ Κόρινθος. | ἡ διπλῆ δέ, ὅτι ἐκ τοῦ ἰδίου

### book 570a1.3

προσώπου Κόρινθον· ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λό‐

### book 570a1.4

γον, Ἔφυραν λέγει· „ἔστι πόλις Ἐφύρη“ (Ζ 152). A

### book 570a2.1

ἐμπόριον γὰρ ἦν τῆς Ἑλλάδος κατὰ Θουκυδίδην. | ἡνίκα

### book 570a2.2

δὲ ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον, „Ἐφύρην“ αὐτὴν καλεῖ. b

### book 570a2.3

(BCE3)

### book 571.1

Ἀραιθυρέην: ὅτι Ζηνόδοτος γράφει „Παραιθυρέην“. οὐκ

### book 571.2

ἐπίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην. A

### book 572.1

〈Ἄδρηστος:〉 ἐκπεσὼν γὰρ Ἄργους παρὰ Πολύβῳ τῷ

### book 572.2

μητροπάτορι ᾤκει, καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας ἄρχεσθαι. b

### book 572.3

(BCE3)

### book 574.1

Πελλήνην τ’ εἶχον: διαφέρει Πελλήνη Παλλήνης· Παλλήνη

### book 574.2

〈μὲν〉 γὰρ πόλις Θρᾴκης. | Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς. | Πελλήνη

### book 574.3

δὲ πολίχνιον τῆς Ἀχαΐας, ἥ ἐστι Πελοπόννησος. A

### book 575.1

Αἰγιαλόν τ’ ἀνὰ πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία

### book 575.2

—μέχρι Ἤλιδος. A

### book 576.1

τῶν ἑκατὸν νηῶν 〈ἦρχε〉: ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρ‐

### book 576.2

είληπται, ἀλλ’ ἀντὶ ἀντωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἔκ

### book 576.3

πρόθεσις, ἵν’ ᾖ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν. A

### book 579-80a.1

κυδιόων ὅτι πᾶσι〈—λαούσ〉: ὅτι Ζηνόδο‐

### book 579-80a.2

τος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἑξῆς (sc. Β 768) ἄριστος ὁ

### book 579-80a.3

Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν

### book 579-80a.4

πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ. A

### book 579-80b.1

〈κυδιόων—λαούς:〉 οὐ τοῖς οἰκείοις μόνον, ἀλλὰ

### book 579-80b.2

καὶ τοῖς ἄλλοις, ἵνα καὶ τὸ οὕνεκ’ ἄριστος ἔην (580) ἔχῃ αἰτίαν.

### book 579-80b.3

διέπρεπε δὲ κάλλει καὶ μεγέθει. κυδιᾷ δὲ οὐκ ἐπὶ πλούτῳ, ἀλλ’ ἐπ’

### book 579-80b.4

ἀρετῇ. b(BCE3E4)

### book 579.1

πᾶσιν δέ: οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χα‐

### book 579.2

ριεστέρα· „ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν / κυδιόων· πᾶσι〈ν〉

### book 579.3

δὲ μετέπρεπεν ἡρώεσσιν, / οὕνεκ’ ἄριστος ἔην, πολὺ δὲ πλείστους

### book 579.4

ἄγε λαούσ“ (Β 578—80)· ἡ γὰρ αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἑξῆς

### book 579.5

ἀποδίδοται, „οὕνεκ’ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούσ“ (Β

### book 579

580). ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει. A

### book 581-6.1

〈οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα—βοὴν

### book 581-6.2

ἀγαθὸς Μενέλαος:〉 Οἴβαλος ὁ Περιήρους ἦρχε Λακεδαιμονίων, οὗ

### book 581-6.3

Τυνδάρεως Ἰκάριος Ἀρήνη καὶ νόθος Ἱπποκόων, ὃς συμφρασάμενος

### book 581-6.4

Ἰκαρίῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς.

### book 581-6.5.1

Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας κατὰ

### book 581-6.5.2

χρησμὸν ἐξέρχεται. Λικυμνίου δὲ †τοῦ υἱωνοῦ αὐτοῦ† προελθόντος ἐπὶ

### book 581-6.5.3

θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποκοωντίδαι θανάτου

### book 581-6.5.4

κυνὸς ἕνεκα. ἐφ’ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν

### book 581-6.5.5

ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισί, Κάστορι καὶ Πολυδεύκει. ὧν

### book 581-6.10.1

μὴ στρατευσάντων (cf. Γ 239—44) Μενέλαος ἄρχει. κοίλην (581) δέ,

### book 581-6.10.2

ὅτι περιέχεται ὑπὸ Ταϋγέτου καὶ Παρθενίου. b(BCE3E4)

### book 581.1

κοίλην Λακεδαίμονα: τὴν ὑπὸ ὀρῶν—τὴν δὲ

### book 581.2

πόλιν Σπάρτην καλοῦσιν. A

### book 581

κητώεσσαν: μεγάλην, παρὰ τὸ κῆτος—ζῴων. A

### book 582a.1

Μέσσην: ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην

### book 582a.2

λέγει, συγκόψας τοὔνομα. A

### book 582b

Μέσσην: τὴν Μεσ〈σ〉ήνην λέγει· b(BCE3E4) ὅτι γὰρ

### book 582b.1

ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν, δῆλον ἐξ ὧν φησι „δῶρα τά οἱ ξεῖνος

### book 582b.2

Λακεδαίμονι δῶκε. / τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν“ (φ 13 et

### book 582b.3

15). A b (BCE3E4)

### book 585.1

οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον: ὁ ποιητὴς διεῖλεν· μονο‐

### book 585.2

συλλάβως γὰρ λέγεται Λᾶς. | Οἴτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ

### book 585.3

τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων (fr. 8 P.), οἰό‐

### book 585.4

μενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτά‐

### book 585.5.1

νων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης (FGr

### book 585.5.2

Hist 3, 168)· „τοῦ δὲ γίνεται Ἀμφ〈ι〉άναξ, τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πό‐

### book 585.5.3

λις ἡ ἐν Σπάρτῃ καλεῖται“. | τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳ‐

### book 585.5.4

δίᾳ τῷ Ἡρωδιανῷ (1,163,19) περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίω‐

### book 585.5.5

νος. A

### book 588.1

〈προθυμίῃσι πεποιθώς:〉 βασιλεὺς ὢν ἑαυτὸν αὐτὸς

### book 588.2

διατάττει. | ἐξέτεινε δὲ τὴν μι διὰ τὸ μέτρον. b(BCE3)

### book 591.1

〈οἳ δὲ Πύλον τ’ ἐνέμοντο:〉 ἐξ Αἰόλου Κρηθεύς, ὃς Ἰωλκὸν

### book 591.2

κατέσχε Πελασγοὺς ἐκβαλών. τούτου δὲ οἱ παῖδες Πελίας μὲν ἅμα

### book 591.3

Ἰάσονι Ἰωλκὸν ᾤκουν, Νηλεὺς 〈δὲ〉 Πύλον σὺν Ἀμυθάονι, Φέρης δὲ

### book 591

Φεράς. τρεῖς δὲ Πύλοι εἰσίν, Μεσ〈σ〉ηνίας Τριφυλίας Ἀρκαδίας. b(BCE3)

### book 592a.1

καὶ Θρύον {ἀλφειοῖο}: ὅτι Θρύον εἶπεν τὴν ἐν ἄλλοις

### book 592a.2

Θρυόεσσαν· „ἔστι δέ τις Θρυόεσσα πόλισ“ (Λ 711). A

### book 592b

καὶ ἐΰκτιτον Αἰπύ: Ἀρίσταρχος ὡς „ὀξύ“ (Α 190 al.)·

### book 592b.1

συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος (FGrHist 244, 176).

### book 592b.2

Φερεκύδης δὲ ὁ Ἀθηναῖος (FGrHis 3, 169) τὸ μὲν Ἐΰκτιτον κύριον

### book 592b.3

ὄνομα παρέλαβεν, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ

### book 592b.5.1

μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ Αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Λ 711)

### book 592b.5.2

εἴρηκεν· „ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη“, ὃ νῦν εἴρηκεν

### book 592b.5.3

Αἰπύ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δὲ

### book 592b.5.4

(p. 42 B.) φησὶ μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ

### book 592b.5.5

τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς,

### book 592b.10.1

„Ἕλοσ“ (Β 584. 594), „Αἰγιαλόσ“ (cf. Β 575. 855). χρὴ μέντοι

### book 592b.10.2

γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς υ

### book 592b.10.3

μονογενῆ οὐδέτερα βαρύνεται, „πῶϋ“ (Γ 198 al.), „μέθυ“ (Η 471

### book 592b.10.4

al.). ταῦτα ἐν τῇ Προσῳδίᾳ (2,35,22). | καὶ ἐν τῇ Καθόλου (1,354,

### book 592b.10.5

24) δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. | ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος

### book 592b.15.1

διαλαμβάνων περὶ τοῦ ἰῷ, „οἱ μὲν πάντες ἰῷ κίον ἤματι“, φανερῶς

### book 592b.15.2

λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ Αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων

### book 592b.15.3

χρῆσις. A

### book 592c.1

〈Αἶπυ:〉 τοῦτο κύριόν ἐστι, περὶ ἧς φησι „πόλις αἰ‐

### book 592c.2

πεῖα κολώνη“ (Λ 711). Ἡρωδιανὸς δὲ ἀναλογωτέραν φησὶ τὴν

### book 592c.3

βαρεῖαν εἶναι τάσιν. | ἴσως δὲ ἀπὸ τοῦ Αἰπύτου. κατὰ ταύτην δὲ

### book 592c.4

τὴν πόλιν ποσὶ περατός ἐστιν ὁ Ἀλφειός, κἂν σφόδρα ῥυῇ. b(BCE3) |

### book 592c.5

βαρυτόνως λεκτέον τὸ Αἶπυ· ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτο‐

### book 592c

νούμενον ἐπίθετόν ἐστι καὶ σημαίνει τὸ ὑψηλόν. b(BE3)

### book 595.1

〈Θάμυριν:〉 Θρᾷξ ἐστι, Φιλάμμονος υἱός. ἑαυτῷ δὲ ὥρισε

### book 595.2

τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν

### book 595.3

Μουσῶν. b(BCE3) φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν

### book 595.4

ἔχειν, τὸν δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν. b(BCE3E4)

### book 595.5.1

ἀντόμεναι Θάμυριν: οὗτος παῖς ἦν—καὶ τοῦ νοῦ

### book 595.5.2

ἐστέρησαν. A

### book 596-600.1

〈Οἰχαλίηθεν ... Οἰχαλιῆος· στεῦτο γὰρ

### book 596-600.2

—κιθαριστύν:〉 πιθανῶς τῷ ὁμ〈οι〉οτρόπῳ ἐνδιατρίβει. |

### book 596-600.3

διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας. b(BCE3E4)

### book 596.1

Οἰχαλίηθεν {ἰόντα}: ὅτι Θεσσαλίας ἡ Οἰχαλία καθ’ Ὅμη‐

### book 596.2

ρον. οἱ δὲ νεώτεροι ἐπ’ Εὐβοίας πεποιήκασιν. A

### book 597.1

στεῦτο γὰρ εὐχόμενος 〈νικησέμεν, εἴπερ ἂν

### book 597.2

αὐταί〉: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, οὐκ ἐπὶ τῆς τῶν

### book 597.3

ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημένοις „στεῦτο δὲ

### book 597.4

διψάων“ (λ 584). καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ καὶ αὐταί. A

### book 599a

πηρὸν θέσαν: ὅτι πηρόν οὐ τυφλὸν †ἀπεδέξαντο οἱ

### book 599a.1

νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν· τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ

### book 599a.2

ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστηρήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγέ‐

### book 599a.3

νετο τῇ φωνασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα „ὀφθαλμῶν

### book 599a.5

μὲν ἄμερσε, δίδου δ’ †ἰδίαν† ἀοιδήν“ (θ 64). A

### book 599b.1

πηρόν {θέσαν}: ὡς χρηστὸν κατ’ ὀξεῖαν τάσιν παρὰ τῷ

### book 599b.2

ποιητῇ. παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ πα‐

### book 599b.3

ρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι

### book 599b.4

τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον „πη‐

### book 599b.5

όσ“ (θ 581), πηλός. οὕτως καὶ πηρός. A

### book 599c.1

〈πηρὸν θέσαν:〉 ὁ μὲν ποιητὴς ὀξυτόνως. οἱ δὲ Ἀττι‐

### book 599c.2

κοὶ ὡς τὸ λῆρος. | οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον

### book 599c.3

ἄγουσα ὄγκον. b(BCE3)

### book 600.1

ἀφέλοντο καὶ ἐκλέλαθον: ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλον‐

### book 600.2

το, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν

### book 600.3

ἄλλως, ἀλλ’ ἐπιλήθεται. A b (BCE3E4)

### book 603-9.1

οἳ δ’ ἔχον Ἀρκαδίην〈—Ἀγαπήνωρ〉:

### book 603-9.2

Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διός, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ

### book 603-9.3

Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. A b (BCE3) | ὡς ἐπισήμων δὲ ὄντων, ἐκ

### book 603-9.4

τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν. b(BCE3)

### book 603.1

〈Κυλλήνης:〉 Κυλλήνη ὄρος ὑφηλὸν—τὸν θεόν

### book 603.2

φασιν. A

### book 605

καὶ Ὀρχομενὸν πολύμηλον: πρὸς τὴν ὁμωνυμίαν τοῦ

### book 605

Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέσταλκεν. A

### book 608

〈Στύμφηλον:〉 ὡς Εὔμηλον (cf. Β 714 al.)· ἴδιον γάρ. Aint

### book 612.1

αὐτὸς γάρ σφιν: ἀπὸ τούτου ἕως τοῦ „Ἀτρεΐδης, ἐπεὶ

### book 612.2

οὔ σφι“ (Β 614) Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰ‐

### book 612.3

σιν· παριστόρηται γὰρ δι’ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγα‐

### book 612.4

μέμνων, „ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει“ (Β 614). A

### book 612-4.1

αὐτὸς γάρ σφιν〈—μεμήλει〉: ἐπεὶ μεσογείους

### book 612-4.2

ὄντας εἰς Ἴλιον ἤγαγε, λύει τὸ ζήτημα, πόθεν εἶχον ναῦς. A b (BCE3)

### book 615-7.1

οἳ δ’ ἄρα Βουπράσιον〈—ἐντὸς ἐέργει〉:

### book 615-7.2

Βουπράσιον πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτὴν περιγράφει,

### book 615-7.3

μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν. A b (BCE3)

### book 616.1

ὅσσον ἐφ’ Ὑρμίνη: ἐφ’ ὅσον ἥ τε Ὑρμίνη—οἱ

### book 616.2

Ἠλεῖοι ἐβασίλευον. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος σὺν τῷ ι γράφει.

### book 616.3

γίνεται δὲ ἀκατάλληλος ὁ λόγος. A

### book 618.1

〈δέκα δ’ ἀνδρὶ ἑκάστῳ:〉 ἔδειξε τὴν διαίρεσιν τῆς

### book 618.2

ἀρχῆς, μὴ εἰπών, ὡς ἐπὶ τῶν ἄλλων, „τοῖς δ’ ἅμα τεσσαράκοντα“

### book 618

(cf. Β 524). b(BCE3)

### book 619.1

〈Ἐπειοί:〉 διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς

### book 619.2

〈οἱ〉 Ἄβαντες (cf. Β 536. 542). b(BCE3)

### book 621.1

υἷες ὁ μὲν Κτεάτου, 〈ὁ δ’ ἄρ’ Εὐρύτου, Ἀκτο‐

### book 621.2

ρίωνε〉: ὅτι παρὰ τὸ ἠθισμένον πρὸς τὸ πρότερον ἀπήντηκεν· ἔστι

### book 621.3

γὰρ ὁ προκατειρημένος „Ἀμφίμαχοσ“ (Β 620) Κτεάτου υἱός, ὁ δὲ

### book 621.4

„Θάλπιοσ“ (ib.) Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε,

### book 621.5

δέον Ἀκτοριώνων. A

### book 625a.1

οἳ δ’ ἐκ Δουλιχίοιο 〈Ἐχινάων θ’ ἱεράων〉: ὅτι

### book 625a.2

οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινά〈δ〉ων οὕτως εἴρηκεν,

### book 625a.3

ἀλλ’ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπό

### book 625a.4

του Ἐχίνου εἴρηκεν Ἐχινάων. A

### book 625b.1

〈Δουλιχίοιο:〉 μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι

### book 625b.2

δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών

### book 625b

(cf. γ 4—5). b(BCE3)

### book 626a1.1

〈αἳ ναίουσι:〉 ὅτι Ζηνόδοτος γράφει „οἳ ναίουσι“, ἐπὶ

### book 626a1.2

τῶν ἀνδρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται. Aim

### book 626a2.1

ἀντὶ τοῦ ναίονται, ὡς τὸ „νῆσοι / πολλαὶ ναιετάουσι

### book 626a2.2

〈μάλα〉 σχεδὸν ἀλλήλῃσιν“ (ι 22—3). b(BCE3)

### book 629a.1

ὅς ποτε Δουλίχιον 〈δ’ ἀπενάσσατο πατρὶ

### book 629a.2

χολωθείσ〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἢ

### book 629a.3

ὁ Φυλεύς, ὃ καὶ 〈Ὁ〉μηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον

### book 629a.4

πρότερον ἀπαντᾷ. A

### book 629b.1

〈ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ

### book 629b.2

χολωθείς:〉 διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων

### book 629b.3

ὁ χωρισμός. b(BCE3E4)

### book 629b

Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας. αἱ δὲ Ἐχινάδες

### book 629b.5

—καλοῦνται Ἐπειοί. A

### book 629b.1

πατρὶ χολωθείς: ὃς εἰς τὸ Δουλίχιον—ἡ ἱστο‐

### book 629b.2

ρία καὶ παρὰ Καλλιμάχῳ (fr. 77). A

### book 631.1

〈Κεφαλλῆνας:〉 ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσι·

### book 631.2

Κέφαλος γὰρ ὁ Δηΐονος, φεύγων ἐκ Φωκίδος διὰ τὸν τῆς γυναικὸς

### book 631.3

ἀκούσιον φόνον ᾤκει ἐν Θήβαις. συστρατεύσας δὲ Ἀμφιτρύωνι καὶ

### book 631.4

ταύτην γέρας λαβὼν οὕτως ἀφ’ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεύς,

### book 631.5

οὗ Ἀρκείσιος, οὗ Λαέρτης. b(BCE3)

### book 634.1

ἠδ’ οἳ Σάμον ἀμφενέμοντο: ὅτι Ζηνόδοτος γράφει

### book 634.2

„ἠδ’ οἳ Σάμην 〈ἐνέμοντο〉“, καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατὰ

### book 634.3

τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· „μεσσηγὺς Τενέδοιο

### book 634.4

Σάμοιό τε“ (cf. Ν 33 et δ 845)· οὐ γὰρ εἶπε Σάμης τε. | φρούριον

### book 634.5

δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον. A

### book 637.1

μιλτοπάρῃοι: ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφι‐

### book 637.2

κῇ ἐπιπολάσασα ἦν. αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλί‐

### book 637.3

γαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι

### book 637.4

πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν

### book 637.5

ἄλλων ἔταξαν, A b (BCE3E4) καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν. A

### book 641.1

οὐ γὰρ ἔτ’ Οἰνῆος: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς

### book 641.2

ἠθέτηκεν, ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως

### book 641.3

παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατ’ ἐξοχήν, καθάπερ ἐπὶ τοῦ „Ζεὺς

### book 641.4

δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1)· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν. A

### book 641-2.1

〈οὐ γὰρ ἔτ’ Οἰνῆος—Μελέαγρος:〉 ἄστατος

### book 641-2.2

ἡ τύχη, ὅταν μάλιστα δι’ ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο

### book 641-2.3

δὲ Μελεάγρου οὗτοι. b(BCE3E4)

### book 642a.1

οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, 〈θάνε δὲ ξανθὸς Μελέα‐

### book 642a.2

γροσ〉: ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τὸ αὐτός ἐπὶ τοῦ Οἰνέως· ἐὰν

### book 642a.3

δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὰ

### book 642a.4

ἑξῆς, οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ. A

### book 642b.1

〈θάνε δὲ ξανθὸς Μελέαγρος:〉 διὰ τὸ προὔχειν

### book 642b.2

αὐτὸν τῶν ἀδελφῶν καὶ ἰδίᾳ παρ’ αὐτοὺς ἔταξεν. b(BCE3)

### book 643

〈τῷ:〉 ἐπὶ τοῦ Θόαντος (cf. Β 638), ἵν’ ᾖ τούτῳ. Aint

### book 645-80.1

〈Κρητῶν δ’ Ἰδομενεὺς—γλαφυραὶ νέες

### book 645-80.2

ἐστιχόωντο:〉 ἀκολούθως ἐπὶ τὴν πρὸς ἀνατολὰς τοῦ Ἰσθμοῦ

### book 645-80.3

θάλασσαν μέτεισι καὶ τὰς νήσους αὐτῆς ὀνομάζει. b(BCE3)

### book 647.1

〈Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον:〉

### book 647.2

πᾶσαι ἐν τῇ ἀρχούσῃ τὸν τόνον ἔχουσι. „Λυκαστόν“ δέ τινές φασιν,

### book 647.3

οὐκ ὀρθῶς. b(BCE3)

### book 648a.1

Φαιστόν: ὡς „πιστόν“ (Ο 331 al.), ὀξυτόνως· βαρυνό‐

### book 648a.2

μενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται, „Ἰδομενεὺς δ’ ἄρα Φαῖστον“

### book 648a.3

(Ε 43). A

### book 648b.1

Ῥύτιον: προπαροξυτόνως ὡς στάδιον. οὐκ εὖ δὲ Τυραν‐

### book 648b.2

νίων (fr. 9 P.) παροξύνει αὐτὸ ὡς „πεδίον“ (Β 465 al.)· οὔτε γὰρ

### book 648b.3

ὑποκοριστικὸν οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο καθότι τρί‐

### book 648b

βραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ „Θρόνιον“ (Β 533). A

### book 649.1

ἄλλοι θ’ οἳ Κρήτην 〈ἑκατόμπολιν ἀμφενέμοντο〉:

### book 649.2

πρὸς τοὺς Χωρίζοντας (fr. 2 K.), ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν

### book 649.3

Κρήτην, ἐν Ὀδυσσείᾳ (cf. τ 174) δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν

### book 649.4

ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν, ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτί‐

### book 649.5.1

ζοντα ἀριθμὸν κατενήνεκται νῦν, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἀκριβὲς ἐξενή‐

### book 649.5.2

νοχεν, ὡς παρὰ Σοφοκλεῖ (fr. 813 N.2 = 899 P. = 899 R.). τινὲς δέ †φασι

### book 649.5.3

πυλαιμένη† τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι. A

### book 654

〈ἀγερώχων:〉 ἄγαν γέρας ἐχόντων, ἐντίμων. b(BCE3)

### book 655.1

τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρ‐

### book 655.2

ρήματα, εἰ ἔχοι παρακείμενα εἰς α λήγοντα μὴ συνεμπίπτοντα ὀνόμασι,

### book 655.3

πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς „σάφα“ (Β 192 al.)· ὅθεν εἰ

### book 655.4

τριχῶς, τρίχα. A

### book 658.1

Ἡρακληείῃ: ὅτι Ζηνόδοτος γράφει „Ἡρακλεΐῃ“, καὶ

### book 658.2

ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος

### book 658.3

Ἡρακληείῃ ἐκπίπτει. A

### book 659.1

τὴν ἄγετ’ ἐξ Ἐφύρης 〈ποταμοῦ ἄπο Σελλήεν‐

### book 659.2

τοσ〉: ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρωτίας

### book 659.3

οὖσα· καὶ ὅτι σὺν τῷ ς Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφ’ οὗ τὸ

### book 659.4

παροικοῦν ἔθνος Σελλοὺς καλεῖ (sc. Π 234). οἱ δὲ νεώτεροι Ἑλλοὺς

### book 659.5

λέγουσι πλανηθέντες. A

### book 662.1

αὐτίκα πατρὸς ἑοῖο: ἱστόρηται ὅτι Τληπόλεμος—

### book 662.2

φυγὰς τῆς πατρίδος. A

### book 662a1.1

{φίλον μήτρωα} κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκα‐

### book 662a1.2

λωνίτης (p. 42 B.) Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ „ἔκτα σὺν

### book 662a1.3

οὐλομένῃ ἀλόχῳ“ (λ 410) κατὰ συστολήν. Τυραννίων (fr. 10 P.)

### book 662a1.4

δὲ κατ’ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομι‐

### book 662a1.5.1

ζομένῃ ὑπ’ Ἀριστάρχου „ὣς ἔμεν †ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα〈ν〉“

### book 662a1.5.2

(Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε

### book 662a1

τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ „οὖτα κατὰ λαπάρην“ (Ζ 64). A

### book 662a2.1

διὰ βραχέος τοῦ α· ἀποκοπὴ γάρ ἐστι τοῦ „ἔκτανεν“

### book 662a2.2

(Β 701 al.). b(BCE3)

### book 665a.1

βῆ φεύγων {ἐπὶ πόντον}: τὸ μὲν Ὁμηρικὸν ἔθος „βῆ

### book 665a.2

φεύγειν“ προφέρεται. ἀλλ’ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλ’ οὕ‐

### book 665a.3

τως γράφει βῆ φεύγων. A

### book 665b.1

〈βῆ φεύγων:〉 Ἑλληνικόν ἐστι τὸ μὴ φόνῳ φόνον λύειν,

### book 665b.2

φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον· ὅθεν Σόλων (fr. 7 R. = 388 M.) ἔτη πέντε

### book 665b.3

ὥρισεν. b(BCE3E4)

### book 665c1.1

{ἀπείλησαν} γάρ οἱ {ἄλλοι}: ὁ γάρ ὀξύνεται, ἵνα

### book 665c1.2

ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως 〈τὸ οἱ〉, καὶ μὴ ἄρ‐

### book 665c1.3

θρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A

### book 665c2.1

τὸ οἱ ἀντωνυμία ἐστίν, οὐκ ἄρθρον· ἐλλειπτικὸς γάρ

### book 665c2.2

ἐστι τοῖς ἄρθροις ὁ ποιητής. b(BCE3)

### book 667.1

αὐτὰρ ὅ γ’ ἐς Ῥόδον: ὅτι Ζηνόδοτος γράφει „αἶψα δ’

### book 667.2

ὅ γ’ ἐς Ῥόδον“. οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ

### book 667.3

πρότερον μὲν ναῦς πεπηχώς, εἶτα ἀλώμενος καὶ οὐκ †εὐθὺ πλοικῶς†.

### book 667.4

A

### book 668.1

τριχθὰ δὲ ᾤκηθεν 〈καταφυλαδὸν ἠδὲ φίληθεν〉:

### book 668.2

σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις ὅτι τὸ

### book 668.3

σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦντες

### book 668.4

πόλεως, ἀλλὰ τριχῇ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ

### book 668.5.1

διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν „ἐκ

### book 668.5.2

Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει“ (Β 669). A

### book 668-9.1

〈ἠδὲ φίληθεν / ἐκ Διός:〉 τοῦτο πρὸς τὴν κοινὴν ὑπό‐

### book 668-9.2

νοιαν καὶ δόξαν· θεοφιλεῖς γὰρ οἱ πολλοὶ τοὺς πλουσίους οἴονται.

### book 668-9.3

b(BCE3E4)

### book 669

〈ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει:〉

### book 669

ἀθετεῖται. ἡ δὲ αἰτία προείρηται (ad Β 668). Aim

### book 670.1

καί σφιν θεσπέσιον πλοῦτον 〈κατέχευε Κρονίων〉:

### book 670.2

ὅτι Πίνδαρος (Ol. 7, 34) κυρίως δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμή‐

### book 670.3

ρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ

### book 670.4

πλούτου. A

### book 671.1

Νιρεὺς αὖ Σύμηθεν: ἐνταῦθα τρὶς ὀνομάσας—

### book 671.2

εἵπετο λαός (Β 675). A

### book 671a1.1

ἄγε τρεῖς νῆας: χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφ’ ὧν

### book 671a1.2

†τὰ ἐπιφερόμενα† σύμφωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφω‐

### book 671a1.3

νον περιαιρετέον. A

### book 671a2.1

ὅτε δύο σύμφωνα ἡ συλλαβὴ ἐπάγεται, περιγραπτέον

### book 671a2.2

αὐτῇ τῆς προτέρας τὸ σύμφωνον. b(BCE3)

### book 672.1

Χαρόποιο {τ’ ἄνακτος}: ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ

### book 672.2

γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ „υἱὸς Τροιζήνοιο“ (Β 847).

### book 672.3

καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι. A

### book 673-5.1

Νιρεὺς ὃς κάλλιστοσ〈—εἵπετο λαόσ〉:

### book 673-5.2

τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν

### book 673-5.3

τοὺς δύο (sc. 673. 675) ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον (sc. 674)

### book 673-5.4

οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα

### book 673-5.5

προτεροῦντα στῆσαι. A

### book 673-4.1

〈Νιρεύς, ὃς κάλλιστος—μετ’ ἀμύμονα

### book 673-4.2

Πηλείωνα:〉 οὐδὲ ἓν πρὸς δόξαν κάλλος ἀγεννές· Ἀχιλλεὺς δὲ ἀμ‐

### book 673-4.3

φοτέροις κεκόσμηται. φιλέλλην δὲ ὢν πάντας ἀξιομνήστους ποιεῖ

### book 673-4.4

καὶ πάντας ἐπαινεῖ, ὅπως πιστεύοιτο, καὶ ἵνα τοὺς ἐν ἀνδρείᾳ καὶ

### book 673-4.5

σώματι καὶ κάλλει διαφέροντας εἰδῶμεν Ἕλληνας. b(BCE3E4)

### book 675.1

〈ἀλλ’ ἀλαπαδνὸς ἔην:〉 ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως

### book 675.2

τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών. b(BCE3E4)

### book 676.1

Κράπαθον {τε}: ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ

### book 676.2

γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ

### book 676.3

ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγόμενος, ἄμαθος

### book 676.4

(cf. Ε 587), „ψάμαθοσ“ (λ 385). A

### book 677a.1

〈καὶ Κῶν Εὐρυπύλοιο πόλιν:〉 ταύτην ἑλὼν

### book 677a.2

Ἡρακλῆς μίγνυται Χαλκιόπῃ τῇ Εὐρυπύλου καὶ ποιεῖ Θεσσαλόν,

### book 677a.3

οὗ μέμνηται οὗτος (sc. Β 679). b(BCE3)

### book 677b

〈Καλύδνας:〉 ὡς καλύβας ἀναγνωστέον. Aint

### book 681a.1

νῦν αὖ τοὺς ὅσσοι 〈τὸ Πελασγικὸν Ἄργος

### book 681a.2

ἔναιον〉: ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως „οἳ δ’ Ἄργος τ’ εἶχον

### book 681a.3

τὸ Πελασγικόν, οὖθαρ ἀρούρησ“, τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ

### book 681a.4

προοιμιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοπον‐

### book 681a.5

νήσου ἐπὶ τὰ κατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις. A

### book 681b.1

〈νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος

### book 681b.2

ἔναιον:〉 ἐπιστρέφει ἠθικῶς τὸν Κατάλογον ἐπὶ Ἀχιλλέα, δευτέ‐

### book 681b.1

ραν ἀρχὴν Καταλόγου ποιούμενος. ἔστι δὲ ἡ Θεσσαλία πεδίον μέγα

### book 681b.2

καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε Θεσ‐

### book 681b.5.1

σαλός, ἀφ’ οὗ καὶ ὠνομάσθη· b(BCE3E4) οὗ ἔκγονος Αἵμων, ἐξ

### book 681b.5.2

οὗ καὶ Αἵμονες· οὗ Πελασγός, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς ταύ‐

### book 681b.5.3

της τῆς χώρας· Ἄργος δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός, μετὰ δὲ

### book 681b.5.4

θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαΐαν ὠνόμασαν.

### book 681b.5.5

ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας ἔκγονος· οὗ

### book 681b.10

Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν. b(BE3E4)

### book 681-5.1

νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος

### book 681-5.2

ἔναιον〈—Ἀχιλλεύσ〉: μακρόθεν ὑπακούεται τὸ „ἔσπετε“

### book 681-5.3

(Β 484) ἢ τὸ „ἐρέω“ (Β 493)· καὶ τὰ τοιαῦτα τοῖς αἰτήμασιν ὑποπί‐

### book 681-5.4

πτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον (681), ἵν’ ᾖ τὸ ἐπιφερόμενον οἵ τ’

### book 681-5.5.1

Ἄλον †τε καὶ Ἀλόπην† ἐνέμοντο (682)· τὸ γὰρ οἵ κατ’

### book 681-5.5.2

ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος

### book 681-5.5.3

ἕως τοῦ Ἀχαιοί (684) κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ

### book 681-5.5.4

τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν

### book 681-5.5.5

Ἄργος κατοικοῦσιν οἱ ὑπ’ Ἀχιλλεῖ τεταγμένοι. | τὸ δὲ τούς (681)

### book 681-5.10

ἀντωνυμία ἐστί· διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ. A

### book 682

〈Τρηχῖν’ ἐνέμοντο:〉 Ἰακῶς τὸ ἐνέμοντο Ἀρίσταρχος.

### book 682

Aint

### book 683.1

Ἑλλάδα: οἱ μὲν πόλιν μίαν, οἱ δὲ πᾶσαν Φθιῶτιν· ὃ καὶ

### book 683.2

βέλτιον. b(BCE3)

### book 684

Μυρμιδόνες δὲ καλεῦντο 〈καὶ Ἕλληνεσ〉: ὅτι

### book 684

μόνους τοὺς ὑπ’ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ. A

### book 685.1

〈ἦν ἀρχὸς Ἀχιλλεύς:〉 τοῦ πρακτικοῦ μόνου καὶ πολιτι‐

### book 685.2

κοῦ ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ. b(BCE3)

### book 686.1

ἀλλ’ οἵ γ’ οὐ πολέμοιο: ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου

### book 686.2

ἕως τοῦ „τῆς ὅ γε κεῖτ’ ἀχέων“ (Β 694) στίχους ἐννέα. ἀναγκαῖοι δέ

### book 686.3

εἰσιν· δι’ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφ’ ἑαυτῶν ἔμενον οἱ Μυρμιδό‐

### book 686.4

νες. A

### book 689

〈κούρης χωόμενος:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις. Aim

### book 690.1

τὴν ἐκ Λυρνησσοῦ: ὅτι Ζηνόδοτος γράφει „τὴν ἐν Λυρ‐

### book 690.2

νησσῷ“. οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ πρότερον κατάξας

### book 690.3

τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας. A

### book 692.1

〈κὰδ δὲ Μύνητ’ ἔβαλεν:〉 ἀπὸ μετοχῆς (cf. Β 691) μετ‐

### book 692.2

ῆλθεν εἰς ῥῆμα. ἀεὶ δὲ πρὸς Ἀχιλλέα προσπαθῶς ἔχει. b(BCE3)

### book 694a.1

ἀνστήσεσθαι ἔμελλεν: ὅτι Ζηνόδοτος γράφει „†ἀνα‐

### book 694a.2

τάσασθαι† ἔμελλεν“, †διὰ τοῦ καταπροηγουμένως λόγου† αἰολίζον‐

### book 694a.3

τος, ἀλλ’ οὐχὶ σπανίως δι’ εὐφωνίαν. οὐδ’ οἱ Αἰολεῖς δὲ οὕτως λέγου‐

### book 694a.4

σιν. A

### book 694b.1

〈τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν:〉 ψυχαγωγεῖ ταῖς

### book 694b.2

ἐλπίσι τοὺς ἀκροατάς. | σὺν τῷ ν δὲ ἡ γραφή. b(BCE3)

### book 695a.1

〈Φυλάκην:〉 βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντι‐

### book 695a.2

διαστολὴν τοῦ ὀξυνομένου. Aint

### book 695b.1

〈Φυλάκην:〉 εἷς τῶν Αἰολιδῶν ὁ Δηΐων, οὗ Φύλακος,

### book 695b.2

ἀφ’ οὗ ἡ Φυλάκη, οὗ 〈***〉 Ποίας καὶ Ἴφικλος, οὗ Πρωτεσίλαος. b

### book 695b

(BCE3)

### book 696a.1

Δήμητρος τέμενος: ὅτι οὐ τὸν „Πύρασον“ (Β 695) λέ‐

### book 696a.2

γει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτρειον καλουμένη. A

### book 696b.1

Δήμητρος τέμενος: τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς

### book 696b.2

χωριστέον· ἡ Δημήτρειον γὰρ πόλις καθ’ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ

### book 696b.3

ἐξενήνεκται ὡς καὶ ἐπάνω „Ἑρμιόνην †Ἄσην† τε“ (Β 560), „Τροι‐

### book 696b.4

ζῆνα Ἠϊόνας τε“ (Β 561)· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα.

### book 696b.5.1

〈οἱ δὲ〉 πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν’ ὁ Πύρασος (cf. Β 695) λέ‐

### book 696b.5.2

γηται Δήμητρος τέμενος δι’ εὐκαρπίαν, κακῶς. A

### book 697.1

ἀ〈γ〉χίαλόν τ’ Ἀντρῶνα: ὅτι Ζηνόδοτος γράφει

### book 697.2

„ἀ〈γ〉χιάλην τ’ Ἀντρῶνα“. καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών,

### book 697.3

κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. | διάφοροι δὲ καὶ

### book 697

ἄριστοι ὄνοι—παρῆλθεν τὸ Ἀντρώνιος ὄνος. A

### book 699a1.1

ἔχεν κάτα {γαῖα μέλαινα}: εἰ συντάσσεται τῷ ἔχεν,

### book 699a1.2

δῆλον ὅτι καὶ ἀναστρέφεται. πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς

### book 699a1.3

φησιν ἐν ἄλλοις „τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα“ (Γ 243). A

### book 699a2

ἀναστρεπτέον τὴν κατά πρὸς τὸ εἶχεν. b(BCE3)

### book 701.1

καὶ δόμος ἡμιτελής, τὸν δ’ ἔκτανε Δάρδανος ἀνήρ:

### book 701.2

ἤτοι ἄτεκνος ἢ—ἀλλὰ πρότερον ἐστράτευσεν. A

### book 701.1

Δάρδανος ἀνήρ: οἱ μὲν τὸν Αἰνείαν—τῶν Δαρδα‐

### book 701.2

νίων λέγειν. A

### book 702.1

〈ἀποθρῴσκοντα:〉 ἀφορμῶντα διὰ τὸ πρόθυμον. b

### book 702.2

(BCE3)

### book 703

〈πόθεόν γε μέν:〉 καίτοι ἔχοντες τὸν κοσμήσαντα. τῇ δὲ

### book 703

ἐπαναλήψει (sc. Β 709) οἰκτρότερον τὸ πάθος ἐποίησεν. b(BCE3)

### book 707.1

〈ἄρα:〉 οὕτως αἱ Ἀριστάρχου „ἅμα“, οὐ διὰ τοῦ ρ ἄρα.

### book 707.2

Aint

### book 716.1

〈Μηθώνην:〉 ἐξέτεινε τὴν ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν

### book 716.2

Μακεδονίᾳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα. b(BCE3)

### book 717.1

Ὀλιζῶνα: προπερισπωμένως ὡς „Μεδεῶνα“ (Β 501).

### book 717.2

Νικίας (fr. 1 B.) δὲ οὐκ εὖ ὡς περίζωμα. A

### book 718.1

τῶν δὲ Φιλοκτήτης ἦρχεν 〈τόξων ἐῢ εἰδώς〉: ὅτι Ζηνό‐

### book 718.2

δοτος γράφει „τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν“. ὁ δὲ

### book 718.3

ποιητὴς προδιασυνίστησιν ἐν τῷ Καταλόγῳ τὴν {περὶ} ἑκάστου

### book 718.4

ἀρετήν. A

### book 721a.1

〈ἐν νήσῳ:〉 περὶ Τένεδον ἢ περὶ Ἴμβρον δηχθεὶς ὑπὸ

### book 721a.2

ἐχίδνης εἰς Λῆμνον ἐξετέθη. b(BCE3)

### book 721b

ἄλγεα: καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν. Aim

### book 722.1

Λήμνῳ ἐν ἠγαθέῃ: ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ

### book 722.2

Φιλοκτήτης. οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ. A

### book 722.1

ἱστόρηται ὅτι Φιλοκτήτης—θεραπεύειν τοὺς ὀφιο‐

### book 722.2

δήκτους. A

### book 723.1

〈ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:〉 πρόσ‐

### book 723.2

κειται τὸ κακῷ, ἵνα τὸ τοῦ ἥρωος καρτερικὸν δηλωθῇ. ὕδρου δὲ τοῦ

### book 723.3

χερσύδρου· οὗτος γὰρ τῷ σώματι σηπεδόνας παρέχει. λέγουσι δὲ

### book 723.4

κατέχειν αὐτοῦ τὴν σῆψιν προσραινόμενον θαλάσσης ὕδωρ. b(BCE3

### book 723.5

E4)

### book 724a.1

ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων· 〈τάχα δὲ μνήσεσθαι ἔμελ‐

### book 724a.2

λον〉: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι

### book 724a.3

γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης. A

### book 724b.1

〈μνήσεσθαι:〉 φροντίσαι καὶ μνείαν ποιήσασθαι. καλῶς

### book 724b.2

δὲ προστέθειται· οὐδαμοῦ γὰρ ἔδειξε τῆς ποιήσεως, πότε αὐτὸν μετε‐

### book 724b.3

πέμψα〈ν〉το. b(BCE3E4)

### book 724b

τάχα δὲ μνήσεσθαι ἔμελλον: ταχέως δὲ οἱ Ἕλληνες

### book 724b.5

—ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης. A

### book 727.1

ἀλλὰ Μέδων κόσμησεν: ὅτι Ζηνόδοτος γράφει „τοὺς δὲ

### book 727.2

Μέδων κόσμησεν“, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη‐

### book 727.3

μένους στίχους (sc. Β 724—6). A

### book 730.1

{οἵ τ’ ἔχον} Οἰχαλίην: ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ’

### book 730.2

Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας. A

### book 731.1

〈Ἀσκληπιοῦ:〉 οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη‐

### book 731.2

πιοῦ. Aim

### book 732.1

〈ἰητῆρ’ ἀγαθώ:〉 ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν

### book 732.2

τι τῶν χρησίμων· ὃ καὶ οὗτοι ποιοῦσι καλῶς, ἵνα καὶ τοῖς ἰδίοις καὶ

### book 732.3

τοῖς ἑτέρων νοσήμασι μάχοιντο. b(BCE3E4)

### book 733.1

〈τοῖς δέ:〉 οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρ‐

### book 733.2

χος, ὡς πρόκειται (sc. ad Β 516). Aim

### book 735a1.1

〈Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα:〉 Ἀστέ‐

### book 735a1.2

ριον, ὅτι ἐφ’ ὑψηλοῦ ἐστι τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτως κέκληκε. b

### book 735a1.3

(BCE3E4) Τιτάνοιο δὲ διὰ τὸ λευκόν· τίτανος γὰρ ἡ κονία κα‐

### book 735a1.4

λεῖται, A b(BCE3E4) καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας. A

### book 735a2

〈Ἀστέριον:〉 διαφανὴς καὶ ἐφ’ ὕψους κειμένη πόλις.

### book 735a2

Aim

### book 739a.1

Ὄρθην: ὡς „Σπάρτην“ (Β 582). Ἠλώνην τε ὡς

### book 739a.2

„κορώνην“ (Δ 111). | ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ

### book 739a.3

Κενταύρου. A

### book 739b

〈Ὄρθην:〉 οὕτως ὡς „Σπάρτην (Β 582. α 93 al.), ἵν’ ᾖ ἴδιον. Aim

### book 739c.1

Ὀλοοσ〈σ〉όνα {δὲ}: οὕτως παροξυτόνως φησὶν ἐν τῇ

### book 739c.2

Καθόλου (1,36,8). Aim

### book 739d

〈λευκήν:〉 οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Aim

### book 739e.1

〈Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευ‐

### book 739e.2

κήν:〉 Ὄρθην ὡς ἅρπην, Ἠλώνην δὲ ὡς κορώνην. | ταύτην

### book 739e.3

Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρων. | λευκήν δὲ ὀξυτόνως·

### book 739e.4

τῆς γὰρ Ὀλοοσσόνος ἐστὶν ἐπίθετον. b(BCE3E4)

### book 740.1

μενεπτόλεμος Πολυποίτης: ὁ Πολυποίτης ἦν—

### book 740.2

ὑβρίσαι ἐπεχείρησαν. A

### book 741

τὸν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει „τὸν

### book 741

ἀθάνατον τέκετο Ζεύσ“· ὅπερ ψεῦδος. A

### book 742.1

〈κλυτὸς Ἱπποδάμεια:〉 ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶ‐

### book 742.2

πεν. Aint

### book 744.1

{καὶ} Αἰθίκεσσι {πέλασσεν}: Δημοκρίνης ἀγνοήσας „Αἰ‐

### book 744.2

θιόπεσσιν“ ἔγραφεν, κακῶς. A

### book 745.1

οὐκ οἶος, ἅμα τῷ γε: ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύ‐

### book 745.2

ρους παριστόρηται. τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου, „τῶν αὖθ’ ἡγεμόνευε

### book 745.3

μενεπτόλεμος Πολυποίτησ“ (Β 740) οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς

### book 745.4

ὄζος Ἄρηος. A

### book 749

〈τῷ δ’ Ἐνιῆνες ἕποντο—Περαιβοί:〉 ἤδη εἰς βαρ‐

### book 749

βάρους ἥκων ἐθνικῶς καὶ οὐκ ἀπὸ πόλεως αὐτοὺς ὀνομάζει. b(BCE3)

### book 750.1

οἳ περὶ Δωδώνην: χωρίον ἐν Ὑπερβορέοις—τοῦ

### book 750.2

Δωδωναίου Διός. A

### book 751

〈ἔργ’ ἐνέμοντο:〉 Ἰακῶς τὸ „νέμοντο“ Ἀρίσταρχος. Aim

### book 755a.1

〈ὅρκου γὰρ—ἀπορρώξ:〉 εἰς αὐτὸν γὰρ ὀμνύου‐

### book 755a.2

σιν οἱ ἐπιχώριοι. Aim

### book 755b.1

ἀπορρώξ: Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ

### book 755b.2

σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. A

### book 755c.1

ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροή, βαρυτόνως δὲ τὸ †ἀπόρ‐

### book 755c.2

ρυμα. A

### book 756a.1

〈Μαγνήτων δ’ ἦρχε Πρόθοος, Τενθρηδόνος υἱός:〉

### book 756a.2

Μάγνης εἷς τῶν Αἰολιδῶν ὑπὸ τὸ Πήλιον κτίσας πόλιν ἀπὸ τῆς γυναι‐

### book 756a.3

κὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν·

### book 756a.4

οὗ Ἀλέκτωρ 〈***〉 οὗ Τενθρηδών, οὗ Πρόθοος. b(BCE3)

### book 756b.1

〈ἦρχε:〉 χωρὶς τοῦ ν τὸ ἦρχε διὰ τὸ ἐπιφέρεσθαι δύο

### book 756b.2

σύμφωνα. Aint

### book 760.1

〈οὗτοι:〉 διὰ τοῦ οὗτοι συνεκεφαλαιώσατο τὸν Κατάλο‐

### book 760.2

γον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργα‐

### book 760.3

ζόμενος. ἀφορισμὸν δὲ τοῦτο καλοῦσιν οἱ ῥήτορες. b(BCE3E4)

### book 761-5

〈σύ μοι ἔννεπε, Μοῦσα, / —ἐΐσας:〉 ἐπὶ μὲν

### book 761-5.1

Τρώων οὐκ ἀξιοῖ Μοῦσαν καλεῖν· ἢ ὅτι οὗτοι μὲν ἐφάμιλλοι, Ἕκτωρ

### book 761-5.2

δὲ μόνος ἄριστος. παρὰ Μούσης δὲ τὴν ψῆφον ἐξάγει, ὅπως μὴ λυπεῖν

### book 761-5.3

ἢ χαρίζεσθαι δοκῇ. Εὐμήλου δὲ ἵππους προκρίνει ὡς Θεσσαλικάς.

### book 761-5.5.1

καὶ εἰ προὔχουσι δὲ αἱ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλ’ οὖν γε καὶ αὐταὶ

### book 761-5.5.2

Θεσσαλὸν ἡνίοχον ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱππο‐

### book 761-5.5.3

δρομίᾳ καὶ τῇ ἀριστείᾳ τούτων τῶν ἵππων. b(BCE3E4)

### book 763.1

〈ἵπποι μὲν μέγ’ ἄριστοι ἔσαν Φηρητιάδαο:〉 ὅτι πρὸς

### book 763.2

τὸ δεύτερον πρότερον ἀπήντηκεν. Aim

### book 764.1

ποδώκεας: τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴ γε

### book 764.2

καὶ τὸ ποδώκης ὀφ〈ε〉ίλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυλάσ‐

### book 764.3

σοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδρι‐

### book 764.4

μυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς

### book 764.5.1

ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ

### book 764.5.2

τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς

### book 764.5.3

ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης· παρὰ γοῦν τῷ

### book 764.5.4

Ἡσιόδῳ ἀνεγνώκασι· „ποδωκὴς δῖ’ Ἀταλάντη“ (fr. 73, 2 = 76, 5.

### book 764.5.5

20). τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπὶ

### book 764.10

τούτου· „ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκησ“ (Κ 316). A

### book 765a.1

ὄτριχας οἰέτεας, 〈σταφύλῃ ἐπὶ νῶτον ἐΐσασ〉: συν‐

### book 765a.2

τόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέρουσι

### book 765a.3

γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. A b

### book 765a.4

(BCE3E4) | τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν

### book 765a.5.1

ἀρετὴν ἐμφαίνειν, ὡς τὸ „καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα“

### book 765a.5.2

(ο 418) καὶ τὸ „οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἄρ’ φρένας οὔτε τι ἔργα“

### book 765a

(Α 115). A

### book 765b.1

οἰέτεας: ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχη‐

### book 765b.2

ματισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέ‐

### book 765b.3

τερα δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ

### book 765b.4

η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής ἀκλεής εὐειδής· οὕτως δὲ καὶ

### book 765b.5.1

εὐτ〈ε〉ιχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι·

### book 765b.5.2

νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλ’ οὐδὲ τοῦτο πάλιν

### book 765b.5.3

καθολικῶς σώζοντες· „ἑξετέα“ γὰρ „ἀδμήτην“ (Ψ 266) ἀναγινώ‐

### book 765b.5.4

σκουσιν ὡς εὐσεβέα. A

### book 765c.1

〈οἰέτεας:〉 οἰέτης ὡς εὐνέτης γαμέτης· συνεξηκολούθησε

### book 765c.2

γὰρ αὐτοῖς καὶ τοῦτο. τὸ δὲ εὑρετής μόνον σεσημείωται. b(BCE3E4)

### book 765d.1

σταφύλῃ: οὕτως σταφύλῃ ὡς κοτύλῃ. | ἔστι δέ, ἄμφω

### book 765d.2

ἴσας τὸν νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι †λαοξικῷ† διαβήτῃ,

### book 765d.3

A b (BCE3) ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ, A b (BCE3E4) ὁ δὲ

### book 765d.4

διαβήτης μόνον πλάτος. A

### book 765e

〈σταφύλῃ:〉 διαβήτῃ. Aim

### book 767a.1

φόβον Ἄρηος φορεούσας: ὅτι τὴν ἐν πολέμῳ

### book 767a.2

φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν,

### book 767a.3

ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, „διωκέμεν ἠδὲ φέβεσθαι“ (Ε

### book 767a.4

223. Θ 107). A

### book 767b.1

〈φόβον Ἄρηος φορεούσας:〉 τὸ δόρυ, ἢ τὸν ἐκ

### book 767b.2

σιδήρου καυτῆρα. οἱ δὲ μὴ φοβουμένας, ὡς λύπην φέρειν τὸ μὴ

### book 767b.3

λυπεῖσθαι. οἱ δὲ ἀπτοήτως φευγούσας. ἄμεινον δὲ ὡς τὸ „ἐπιστά‐

### book 767b.4

μενοι πεδίοιο“ (Ε 222. Θ 106). ἐπειδὴ δὲ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν,

### book 767b.5.1

καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν, ὅπως τε

### book 767b.5.2

οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι (ἔστι γὰρ μάλιστα αἰσθό‐

### book 767b.5.3

μενον ἵππος), διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. b(BCE3E4)

### book 769.1

〈φέρτατος:〉 οὕτως φέρτατος, οὐ „φέρτεροσ“ αἱ Ἀρι‐

### book 769.2

στάρχου. Aim

### book 774.1

〈δίσκοισιν τέρποντο:〉 διδάσκει τοὺς εἰωθότας κινεῖσθαι

### book 774.2

μὴ ἀγυμναστεῖν. Λυκοῦργός τε γυμνοπαιδίας ὥρισεν, ὅπως μέμνοιν‐

### book 774.3

το καὶ παρὰ καιρὸν τῶν πόνων. b(BCE3E4)

### book 776.1

ἐλεόθρεπτόν τε σέλινον: ἄλλο τοῦτο τὸ ἕλειον σέλινον

### book 776.2

παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγ‐

### book 776.3

γουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. A b (BCE3E4) |

### book 776.4

ἠτυμολόγηκεν δὲ διὰ τοῦ ἐλεόθρεπτον τὸ σέλινον, τὸ ἐξ ἕλους

### book 776.5

σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον. A

### book 777

ἕστασαν: δασυντέον τὸ ἕστασαν· ὑπερσυντέλικος γάρ

### book 777.1

ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυν‐

### book 777.2

τέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέ‐

### book 777.3

γονται· „στὰν δὲ μεταστοιχεί“ (Ψ 358), καὶ ὁ πρότερος „στῆσαν

### book 777.5

ἀείραντεσ“ (β 425). οὐκέτι δὲ ὁ ἕστασαν στάσαν. A

### book 779.1

〈φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατόν:〉 τῇ γὰρ

### book 779.2

ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιῄεσαν τὴν παράταξιν θεώμενοι. b(BCE3

### book 779.3

E4)

### book 780.1

〈ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο:〉 θείᾳ δυνάμει

### book 780.2

τὴν ἰσχὺν τῆς πορείας αὐτῶν παρέβαλε, καὶ διὰ μὲν τοῦ πυρὸς τὴν

### book 780.3

ἔκλαμψιν, διὰ δὲ τοῦ πᾶσα τὸ ταχὺ τῆς ἐπιδρομῆς ἐδήλωσεν. b

### book 780.4

(BCE3E4)

### book 781-4.1

〈γαῖα δ’ ὑπεστενάχιζε—ὣς ἄρα τῶν ὑπὸ

### book 781-4.2

ποσσὶ μέγα στεναχίζετο γαῖα:〉 ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ

### book 781-4.3

προλέγεται καὶ ἐπιλέγεται. Aim

### book 783a.1

〈εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:〉

### book 783a.2

φασὶ τὴν Γῆν ἀγανακτοῦσαν ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβαλεῖν

### book 783a.3

Δία τῇ Ἥρᾳ. τὴν δὲ πρὸς Κρόνον ἀπελθοῦσαν ἐξειπεῖν. τὸν δὲ δοῦναι

### book 783a.4

αὐτῇ δύο ᾠά, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀπο‐

### book 783a.5.1

θέσθαι, ἀφ’ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ

### book 783a.5.2

δέ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ τὸ Ἄριμον τῆς Κιλικίας. ἀναδο‐

### book 783a.5.3

θέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλλαγεῖσα Διῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲ

### book 783a.1

κεραυνώσας Αἴτνην τὸ ὄρος ὠνόμασεν. καλῶς δὲ καὶ τὸ φασίν, ἵνα

### book 783a.2

μὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι τῷ στίχῳ. εὐφήμως δὲ τὸν

### book 783a.10

τάφον εὐνὰς ἐκάλεσεν. b(BCE3E4)

### book 783b.1

{εἰν ἀρίμοις ὅθι φασὶ} Τυφωέος: οὕτως Τυφωέος ὡς

### book 783b.2

Ἀχιλλέως· καὶ γὰρ „Τυφωέϊ γαῖαν ἱμάσσῃ“ (Β 782), ἀπ’ εὐθείας τῆς

### book 783b.3

Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπος παρώνυμος. A

### book 787.1

〈ἀλεγεινῇ:〉 φροντίδος ἀξίᾳ. | ἤδη δὲ τὸ δειλὸν τῶν Τρώ‐

### book 787.2

ων προανακρούεται ὁ ποιητής. b(BCE3E4)

### book 788.1

〈ἐπὶ Πριάμοιο θύρῃσιν:〉 πρὸ γὰρ τῶν βασιλείων ἦν τὸ

### book 788.2

ἐκκλησιαστήριον. ἡ δὲ βουλὴ ἴσως περὶ πολέμου, ἀκούσασι τὴν μῆ‐

### book 788.3

νιν Ἀχιλλέως. Πρίαμος μὲν οὖν διὰ γῆρας ἔσω διῴκει τὰ τοῦ πολέ‐

### book 788.4

μου, ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν. b(BCE3E4)

### book 789.1

〈πάντες ὁμηγερέες:〉 παρὰ δὲ τοῖς Ἕλλησιν οἱ δυνατοὶ

### book 789.2

καὶ ἄριστοι. ἔστι δὲ ἀπὸ τοῦ ὁμηγερεῖς. b(BCE3)

### book 791.1

εἴσατο δὲ φθογγήν: ἀπὸ τούτου ἕως τοῦ „τῷ μιν ἐεισα‐

### book 791.2

μένη“ (Β 795) ἀθετοῦνται στίχοι πέντε· εἰ γὰρ ἕνεκα τοῦ προαπαγγεῖ‐

### book 791.3

λαι ὅτι παραγίνονται οἱ Ἕλληνες, ἤρκει ὁ Πολίτης, εἴπερ ὅλως

### book 791.4

ἐπετήρει. εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντας προελθεῖν,

### book 791.5.1

ἔδει αὐτοπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις

### book 791.5.2

θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε

### book 791.5.3

λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα,

### book 791.5.4

ἀλλ’ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί. καὶ τὸ „Ἕκτορ, σοὶ δὲ

### book 791.5.5

μάλιστ’ ἐπιτέλλομαι“ (Β 802) Πολίτῃ ἀνοίκειον. μᾶλλον δὲ Ἴριδι

### book 791.10

ἁρμόζει ἐπιτάσσειν. A

### book 792.1

〈ποδωκείῃσι πεποιθώς:〉 κωμῳδῶν τοῦτό φησιν, ἢ

### book 792.2

πρὸς τὸ προλαμβάνειν τὴν ἔφοδον τῶν πολεμίων. b(BCE3)

### book 795

〈προσέφη:〉 γράφεται „μετέφη“. Aim

### book 796.1

〈ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν:〉

### book 796.2

διὰ ταύτης τῆς ἐπιπλήξεως ἐμφαίνει ὅτι 〈οὐ〉 Πολίτης ἐστίν. ἄκριτοι

### book 796.3

δὲ οἱ ἀναρίθμητοι. b(BCE3E4)

### book 798a.1

ἦ μὲν δή {μάλα πολλά}: οὕτως αἱ Ἀριστάρχου „ἤδη

### book 798a.2

〈μέν〉“. καὶ ἐν τοῖς Πρὸς Κομανὸν ὁμοίως προφέρεται. καὶ μήποτε

### book 798a.3

παραπλήσιόν ἐστι τῷ „ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν“

### book 798a.4

(Γ 184). A

### book 798b

〈ἦ:〉 τὸν ἦ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. Aint

### book 801a.1

{μαχησόμενοι} προτὶ ἄστυ: οὕτως προτὶ ἄστυ, οὐ

### book 801a.2

„περὶ ἄστυ“, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδο‐

### book 801a.3

τος καὶ Ἀριστοφάνης γράφουσιν. A

### book 801b.1

〈μαχησόμενοι περὶ ἄστυ:〉 τοῦτο ἀράσσουσα αὐτούς

### book 801b.2

φησιν, ὅπως ὡς περὶ πόλεως ἀμύνοιντο. b(BCE3E4)

### book 802

〈ὧδε δὲ ῥέξαι:〉 ὅτι περισσεύει ὁ δέ σύνδεσμος. Aint

### book 805a.1

τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπ’ ἄλλης ἀρχῆς·

### book 805a.2

ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαι‐

### book 805a.3

νέτω· „πολλοὶ γὰρ κατὰ ἄστυ μέγα“, (Β 803), τὴν αἰτίαν (sc. Β

### book 805a.4

803—4) προλαβόντος τοῦ ποιητοῦ. A

### book 805b.1

〈τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ

### book 805b.2

ἄρχει:〉 τοῦτο πρῶτον, εἶτα „πολλοὶ γὰρ“ [Β 803), τὴν αἰτίαν προθέν‐

### book 805b.3

τος τοῦ ποιητοῦ, ὡς τὸ „ἔνδον γάρ τις ἐποιχομένη“ (κ 226). |

### book 805b

ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν ὅτι

### book 805b.5.1

θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή, καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ ἀδιά‐

### book 805b.5.2

φορον. b(BCE3E4)

### book 807.1

ἠγνοίησεν: ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω

### book 807.2

(sc. Β 791—5) διασκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοί‐

### book 807.3

ησεν, ἀλλ’ ἀντὶ τοῦ οὐκ ἀπίθησεν. A

### book 808.1

{αἶψα} δ’ ἔλυς’ {ἀγορήν}: τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν

### book 808.2

ποιοῦνται καὶ προπερισπῶσιν, ἵνα ποιητικώτερον γένηται. ἔφαμεν

### book 808.3

δὲ (sc. ad Α 464) τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ 〈ἀ〉διαφόρως ὁρᾶσθαι·

### book 808.4

„ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ“ (Γ 261), „αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι“ (Κ 73)·

### book 808.5

„οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν“ (Ρ 1), „ἐμὲ δ’ οὐ λάθεν“ (ι 281). A

### book 809.1

πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ὅτι ἔμφασιν ἔχει πολλῶν

### book 809.2

πυλῶν, μία δέ ἐστι, καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. A

### book 811

〈αἰπεῖα:〉 οὕτως αἰπεῖα ὡς „ὀξεῖα“ (Ρ 372). Aim

### book 813-4.1

〈τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, / ἀθά‐

### book 813-4.2

νατοι δὲ—Μυρίνης:〉 τὴν μὲν δημωδεστέραν ἀνθρώποις,

### book 813-4.3

τὴν δὲ ἀληθῆ θεοῖς προσάπτει. ἢ ὡς μουσοτραφὴς οἶδε τὴν τῶν θεῶν

### book 813-4.4

διάλεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις. b(BCE3E4)

### book 813.1

Βατίειαν: οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάν‐

### book 813.2

δρειαν. A

### book 814

πολυσκάρθμοιο: πολυκινήτου—Μυρίνα δὲ Ἀμα‐

### book 814

ζόνος ὄνομα. A

### book 816.1

〈κορυθαίολος:〉 ποικίλος καὶ παρηλλαγμένος περὶ τὸν

### book 816.2

ὁπλισμόν, ἢ τὴν κόρυν κινῶν. | δι’ ἐθνῶν δέ, οὐ πόλεων ὀνομάζει

### book 816.3

τοὺς βαρβάρους. b(BCE3)

### book 816

κορυθαίολος: ὁ αἰόλλων τὴν—ἐν τοῖς πολέμοις. A

### book 819.1

Δαρδανίων αὖτ’ ἦρχεν 〈ἐῢς πάϊς Ἀγχίσαο〉: ὅτι

### book 819.2

τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ „τὸν

### book 819.3

δ’ ἔκτανε Δάρδανος ἀνήρ“ (Β 701). A

### book 820

〈ὑπ’ Ἀγχίσῃ:〉 ὅτι περιττεύει ἡ ὑπό. Aim

### book 822.1

〈δύω Ἀντήνορος υἷε:〉 ἴσως ὑποπτεύων Αἰνείαν 〈ὁ

### book 822.2

βασιλεὺσ〉 τούτους αὐτῷ φύλακας ἔταξεν. b(BCE3E4)

### book 824a.1

ὑπαὶ πόδα: οὕτως ὑπαί ὡς καταί καὶ παραί· αἱ γὰρ

### book 824a.2

προθέσεις ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάσσουσι τὸν αὐτὸν τόνον. A

### book 824b.1

〈ὑπαὶ πόδα:〉 ἔμπροσθεν τοῦ ποδός, ἣν ἡμεῖς ὑπώρειαν

### book 824b.2

καλοῦμεν. b(BCE3)

### book 825.1

〈μέλαν:〉 τοῦτο κοινὸν ὑδάτων ἐπίθετον, ὡς „κυανώπιδος

### book 825.2

Ἀμφιτρίτησ“ (μ 60). b(BCE3E4) καὶ Καλλίμαχος (fr. 299, 1)·

### book 825.3

„Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ“. b(BE3E4)

### book 826-7

〈Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱός

### book 826-7.1

/ Πάνδαρος:〉 Πάνδαρος οὗτος ὁ Λυκάονος ἡγεῖτο τῶν ἐκ Ζελείας,

### book 826-7.2

ὧν τὴν μὲν χώραν καλεῖ Λυκίαν (cf. Ε 105. 173), τοὺς δὲ οἰκήτορας

### book 826-7.3

Τρῶας. b(BCE3E4)

### book 827a.1

Πάνδαρος, ᾧ καὶ τόξον 〈Ἀπόλλων αὐτὸς

### book 827a.2

ἔδωκεν〉: ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ

### book 827a.3

γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει (cf. Δ 110). A

### book 827b.1

〈Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς

### book 827b.2

ἔδωκεν:〉 τὴν τοξείαν μετωνυμικῶς. b(BCE3) προσυνίστησι δὲ

### book 827b.3

αὐτὸν κατὰ Μενελάου (sc. Δ 116—40). τὰς δὲ εἰς ἄκρον εὐεξίας

### book 827b.4

θεοῖς ἀνατίθησιν ὁ ποιητής. b(BCE3E4)

### book 828.1

Ἀπαισοῦ: οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκο‐

### book 828.2

λούθως τῷ „ὅς ῥ’ ἐνὶ Παισῷ“ (Ε 612). A

### book 829

〈Πιτύειαν:〉 διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πιτύων. b(BCE3)

### book 830a.1

〈Ἄμφιος λινοθώρηξ:〉 ὅτι καὶ ἕτερος Ἄμφιος Περκώ‐

### book 830a.2

σιος, Ἐλάτου υἱός (sc. Ε 612). Aim

### book 830b

〈λινοθώρηξ:〉 σφενδονήτης ἢ τοξότης. b(BCE3E4)

### book 831a.1

〈Περκωσίου, ὃς περὶ πάντων:〉 ἐν Περκώτῃ τρα‐

### book 831a.2

φέντος. | τὸ δὲ περὶ πάντων οὐ δεῖ ἀναστρέφειν. b(BCE3)

### book 831b.1

ὃς περὶ πάντων: οὕτως φυλακτέον τὸν τόνον τῆς προ‐

### book 831b.2

θέσεως· εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀν‐

### book 831b.3

τὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις

### book 831b.4

ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε

### book 831b.5.1

ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ „ὃς περὶ μὲν νόον ἐστὶ

### book 831b.5.2

βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν“ (α 66)· „οὗ περὶ μὲν πρόφρων κραδίη“

### book 831b.5.3

(Κ 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς τοὺς

### book 831b.5.4

τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A

### book 832a1.1

{οὐδ’ ἑοὺς παῖδας} ἔασκε: οὕτως τὸ α τοῦ ἔασκε κατὰ

### book 832a1.2

συστολήν. οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκ παρηγμένα Ἰα‐

### book 832a1.3

κῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· „ὧδε δέ τις εἴπεσκε“ (Β

### book 832a1.4

271), „τὴν αὐτὸς φορέεσκε“ (Ο 646). A

### book 832a2.1

διὰ βραχέος α· τὰ γὰρ διὰ τοῦ ς καὶ κ παράγωγα Ἰα‐

### book 832a2.2

κὰ βραχείᾳ παραλήγεται. b(BCE3)

### book 833.1

〈πόλεμον φθισήνορα:〉 „Ἄρης γὰρ οὐδένα τῶν κακῶν

### book 833.2

ληΐζεται“ (Soph. fr. 657, 4 N.2 = 724,4 P. = 724,4 R.). b(BCE3)

### book 834.1

〈κῆρες γὰρ ἄγον:〉 οὐδὲν ἄρα μαντικὴ μοίρας ἀντιτασσο‐

### book 834.2

μένης. b(BCE3E4)

### book 835a.1

〈Πράκτιον:〉 ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸν Πράκτιον.

### book 835a.2

Aim

### book 835b

〈Πράκτιον:〉 τινὲς ἐκτείνουσι τὴν πρώτην τοῦ Πρά‐

### book 835b

κτιον. Ail

### book 836.1

〈καὶ Σηστόν:〉 Σηστὸς ἐναντίον Ἀβύδου ἐν τῇ Θρακῴῳ

### book 836.2

Χερσονήσῳ. b(BCE3E4)

### book 836.1

καὶ Σηστὸν καὶ Ἄβυδον: πόλεις περὶ—Τρῳάδα

### book 836.2

πορθμός. | εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι

### book 836.5

Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα. A

### book 837-8.1

τῶν αὖθ’ Ὑρτακίδης 〈ἦρχ’ Ἄσιος, ὄρχαμος

### book 837-8.2

ἀνδρῶν, / Ἄσιος Ὑρτακίδησ〉: ὅτι ὁ Ἄσιος οὗτος ὁμώνυμός

### book 837-8.3

ἐστι τῷ Ἑκάβης ἀδελφῷ (cf. Π 717). ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος

### book 837-8.4

τὰς ὁμωνυμίας πρὸς τὰ 〈περὶ〉 Πυλαιμένους. καὶ πρὸς τὴν ἐπανάληψιν,

### book 837-8.5

ὅτι πλεονάζει ἐν Ἰλιάδι. A

### book 838.1

〈Ἄσιος Ὑρτακίδης:〉 τῇ ἐπαναλήψει ἐσημειώσατο τὸν

### book 838.2

ἥρωα ὡς λέξων περὶ αὐτοῦ. καὶ ὅτι διὰ τοὺς ἵππους ὀλεῖται (cf.

### book 838.3

Ν 392). b(BCE3)

### book 839a.1

ποταμοῦ ἀπὸ Σελλήεντος: ὅτι Σελλήεις ποταμός

### book 839a.2

ἐστιν Ἀσίας, ὁμώνυμος τῷ Θεσπρωτίας. A

### book 839b1.1

ποταμοῦ ἀπὸ Σελλήεντος: Πτολεμαῖος ὁ Ἀσκαλωνί‐

### book 839b1.2

της (p. 43 B.) ἀναστρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος

### book 839b1.3

τὰς συντάξεις· ὁμοίως καὶ Νικίας (fr. 2 B.). οὐκέτι μέντοι ἐπὶ τοῦ

### book 839b1.4

„Ξάνθῳ ἐπὶ δινήεντι“ (Ε 479), „μάχῃ ἐνὶ κυδιανείρῃ“ (Ζ 124)·

### book 839b1.5.1

ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς

### book 839b1.5.2

κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε

### book 839b1.5.3

„Ξάνθου ἄπο δινήεντοσ“ (Β 877), φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ

### book 839b1.5.4

ποταμοῦ ἀπὸ Σελλήεντος. εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός

### book 839b1.5.5

φησιν ὅτι (2,38,21) „ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀνα‐

### book 839b1.10.1

γινώσκειν κατὰ ἀναστροφήν· εἰ γὰρ δύο ὀνόματά ἐστι καθ’ ἑνὸς

### book 839b1.10.2

ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον καὶ θέλει ἡ

### book 839b1.10.3

πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθ’ ὑποταγήν, ὡς

### book 839b1.10.4

ὑποτεταγμένη ἀναστραφήσεται.“ A

### book 839b2

ἀναστρεπτέον τὴν πρόθεσιν. b(BCE3)

### book 841.1

〈τῶν οἳ Λάρισαν:〉 ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μετανα‐

### book 841.2

στάντες ἔκτισαν· διὸ 〈καὶ „δίουσ“ τοὺσ〉 Πελασγούς φησιν (cf. Κ

### book 841.3

429), ὡς ἄνωθεν Ἕλληνας ὄντας. καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι

### book 841.4

τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν. b(BCE3)

### book 842.1

Πύλαιος {τ’ ὄζος ἄρηος}: τοῦ Πύλαιος τὴν πρώτην ὀξυ‐

### book 842.2

τονητέον πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν

### book 842.3

Πυλαῖον. A

### book 844.1

〈αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως:〉

### book 844.2

καὶ πῶς Ἰφιδάμαντα (cf. Λ 221—30) καὶ Ῥῆσόν (cf. Κ 434—5) φησιν

### book 844.3

ἄρχειν τῶν Θρᾳκῶν; ἀλλὰ προστέθεικεν „ὅσ〈σ〉ους Ἑλλήσποντοσ“

### book 844.4

(Β 845)· τῶν γὰρ Ἑλλησποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν

### book 844.5.1

Ἀκάμας, ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε „σὺν δυοκαίδεκα νηυσίν“ (Λ

### book 844.5.2

228), ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ Λυδίαν. b(BE3)

### book 847.1

{υἱὸς} Τροιζήνοιο: οὕτως Τροιζήνοιο ὡς „Εὐμήλοιο“

### book 847.2

(Ψ 380)· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητι‐

### book 847.3

κῷ. A

### book 848

〈Παίονας ἀγκυλοτόξους:〉 οὗτοι τοξόται, οἱ δὲ ὑπὸ

### book 848.1

Ἀστεροπαῖον δολιχέγχεες (cf. Φ 155). εἰκὸς δὲ τὸν Ἀστεροπαῖον

### book 848.2

χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα (cf. Λ

### book 848.3

221—40) καὶ Ῥῆσον (cf. Κ 435—97). b(BCE3)

### book 851a.1

〈Παφλαγόνων:〉 ἀπὸ τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσια‐

### book 851a.2

νοὺς ἔρχεται. b(BCE3)

### book 851b.1

Πυλαιμένεος: ὅτι οὗτός ἐστι Πυλαιμένης, περὶ οὗ πολ‐

### book 851b.2

λοὶ τῶν ἀρχαίων ἐζητήκασιν. A

### book 851c

〈λάσιον κῆρ:〉 μεταληπτικῶς τὸ συνετόν. b(BCE3E4)

### book 852a

〈ἐξ Ἐνετῶν:〉 ὅτι Ζηνόδοτος γράφει „ἐξ Ἐνετῆσ“. Aint

### book 852b.1

ἐξ Ἐνετῶν ὅθεν ἡμιόνων 〈γένος ἀγροτεράων〉:

### book 852b.2

παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις. ἀγροτεράων δὲ

### book 852b.3

τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. A b (BCE3E4) | τὸ δὲ Ἐνετῶν

### book 852b.4

ὡς Θεσσαλῶν. A

### book 854.1

〈ἀμφί τε Παρθένιον ποταμόν:〉 ὅτι ἡ παρθένος

### book 854.2

Ἄρτεμις ἀπολούεται ἐν αὐτῷ. b(BCE3)

### book 854.1

ἀμφί τε Παρθένιον ποταμόν: τοῦτον ἔνιοι—ἐν

### book 854.2

αὐτῷ ἐλούσατο. A

### book 855

Ἐρυθίνους: ὡς Ἀκραγαντίνους. | παραδηλοῖ δὲ τὴν ἣν

### book 855

ἔχουσι τόπου θέσιν. b(BCE3)

### book 856a.1

〈Ἁλιζώνων:〉 οὗτοι γὰρ οἰκοῦσι γῆν ὑπὸ θαλάσσης

### book 856a.2

ἐζωσμένην. b(BCE3E4)

### book 856b.1

{αὐτὰρ ἀλιζώνων} Ὀδίος 〈καὶ Ἐπίστροφοσ〉: ὅτι

### book 856b.2

καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος (Ι 170), καὶ παρὰ τοῖς Ἕλλησιν

### book 856b.3

Ἐπίστροφος (Β 517). | Ἀλίζωνες δὲ ἔθνος—οἱ δὲ ἔθνος

### book 856b.4

Αἰακῶν. A

### book 858.1

{μυσῶν τε} Χρόμις: ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις (sc.

### book 858.2

Ρ 218) δὲ λέγει Χρομίον τὸν αὐτόν. A

### book 860-1.1

ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ〈—καὶ ἄλλουσ〉:

### book 860-1.2

ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν μάχην (sc. in

### book 860-1.3

libro Φ) οὐχ εὑρίσκεται ἐπ’ ὀνόματι πίπτων. εἴωθεν δὲ ὁ ποιητὴς

### book 860-1.4

τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ ὁρισθῇ ὁ

### book 860-1.5

τόπος καὶ ὁ καιρός, δύναται ὁ ἕτερος μένειν. A

### book 862a1

Φρύγας: ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν

### book 862a1.1

τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως. Αἰσχύλος (fr. 446 N.2

### book 862a1.2

= 242c M. = 446 R.) δὲ συνέχεεν. | οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ

### book 862a1.3

μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, „ὃς μήτρως ἦν

### book 862a1.5

Ἕκτορος ἱπποδάμοιο“ (Π 717). A

### book 862a2.1

τοὺς Φρύγας ὁ ποιητὴς διαστέλλει, ὁ δὲ Αἰσχύλος συν‐

### book 862a2.2

έχεεν. | οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ μεγάλη παρὰ τῷ

### book 862a2.3

Σαγγαρίῳ κεῖται. b(BCE3)

### book 864.1

〈Μέσθλης:〉 μέδω Μέστρης Μέσθλης ὡς φύτρη φύτλη. b

### book 864.2

(BCE3)

### book 865.1

{τῶι} Γυγαίη τέκε λίμνη: ἄνευ τοῦ ι, Γυγαίη τέκε

### book 865.2

λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν (fr. 1

### book 865.3

B.) καὶ Διόδωρον καί τινες τῶν καθ’ ἡμᾶς προστιθέασι τὸ ι, ἵν’

### book 865.4

〈ᾖ〉 λίμνῃ ἔπι Γυγαίη τέκε, †κακῶς†· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν

### book 865.5

τέκνα ἱστορεῖν. βίαιοι δέ εἰσιν. A

### book 867a.1

βαρβαροφώνων: ὅτι Θουκυδίδης (1,3,3) λέγει τὴν

### book 867a.2

ὀνομασίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν. A

### book 867b.1

〈βαρβαροφώνων:〉 ὅτι Κρητῶν ἄποικοι ὄντες ἠχρή‐

### book 867b.2

στωσαν τὴν Ἑλληνίδα φωνήν. ἢ βαρβαροφωνεῖν ἐστι τὸ τοὺς ἐπι‐

### book 867b.3

μιγνυμένους Ἕλλησι βαρβάρους ἑλληνίζειν μὲν διδάσκεσθαι, τῇ φωνῇ

### book 867b.4

δὲ μὴ καθαρεύειν. ἢ ὅτι μεγαλόφωνοι ὑπῆρχον. b(BCE3E4)

### book 868.1

〈Φθειρῶν τ’ ὄρος:〉 Φθειρῶν ὄρος τὸ πιτυῶδές φησιν·

### book 868.2

φθεὶρ γὰρ ὁ τῆς πίτυος καρπός. b(BCE3)

### book 868.1

Φθειρῶν ὄρος τῆς Καρίας—ἢ ἀπὸ Φθιρὸς τοῦ Ἐν‐

### book 868.2

δυμίωνος. A

### book 869a1.1

〈Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρη‐

### book 869a1.2

να:〉 ὁ γὰρ Μαίανδρος σκολιός ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος.

### book 869a1.3

Μυκάλη δὲ ὄρος ἀντικρὺ Σάμου. ἔστι δὲ καὶ ἐν μυχοῖς Καρίας ἕτερον.

### book 869a1.4

b(BCE3)

### book 869a2

Μαιάνδρου τε ῥοάς: Μαίανδρος ποταμὸς—

### book 869a2

Μιλήτου. | σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. A

### book 872a.1

ὃς καὶ χρυσὸν ἔχων〈—ἠΰτε κούρη〉: ὅτι ἐπὶ

### book 872a.2

τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ Σιμωνίδης (fr.

### book 872a.3

60 P.) ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν

### book 872a.4

χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον χρυσοῦν·

### book 872a.5.1

λέγει γὰρ ἠΰτε κούρη· ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι·

### book 872a.5.2

„πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). A

### book 872b.1

〈ὃς καὶ χρυσὸν ἔχων—ἠΰτε κούρη:〉 προ‐

### book 872b.2

ανεφώνησεν, ἵνα μὴ ἔτι αὐτοῦ μνησθῇ. Εὔφορβος μέντοι καὶ Γλαῦκος

### book 872b.3

(cf. Ρ 52. Ζ 236) χρυσᾶ ὅπλα ἔχουσιν, ἀλλ’ οὐ κωμῳδοῦνται, ἐπεὶ

### book 872b.4

μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου. b(BCE3E4)

### book 876.1

〈Σαρπηδών:〉 εἴασε νῦν τὸ γένος αὐτοῦ, ἵν’ ἐν ἄλλῳ τό‐

### book 876.2

πῳ μνείαν τούτου ποιούμενος πρὸς πλείονα αὐτὸ ποικιλίαν ἔχῃ. b

### book 876.3

(BCE3)

### book 877a

Ξάνθου ἄπο δινήεντος: πᾶσα πρόθεσις μεταξὺ

### book 877a.1

κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ

### book 877a.2

Πτολεμαῖον (p. 43 Β.) τῷ προσηγορικῷ. κατὰ δὲ Ἀπολλώνιον (Fr.

### book 877a.3

p. 136, 16) πάντως ἀναστρέφεται. A b (BCE3) | τὸ δὲ Ξάνθου πρὸς

### book 877a.5

τοὺς Ζελείτας Λυκίους (cf. Β 824). A

### book 877b.1

〈Ξάνθου ἄπο δινήεντος:〉 στικτέον {δὲ} ἐπὶ τὸ

### book 877b.2

δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι τοῦ τέλους τῶν

### book 877b

ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται. b(BCE3)

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος Περὶ στιγμῆς. A

### book 1.1

διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ, καθὸ ὁ μὲν αὐτάρ προτάσσεται

### book 1.2

—πάντες δὲ ὀξύνονται. A

### book 1.1

κόσμηθεν: ὁ τρόπος μεταφορὰ—Δωρίς. | εὐταξίᾳ δὲ

### book 1.2

μάλιστα πόλεμος κατορθοῦται. A

### book 1a.1

ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι: ἀντὶ τοῦ ἑκάτεροι. καὶ

### book 1a.2

ἕκαστος ἀντὶ τοῦ ἑκάτερος. T

### book 1b.1

ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι: πῶς ἐπὶ δύο στρατιῶν τὸ

### book 1b.2

ἕκαστοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι,

### book 1b.3

Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ „δενδίλλων ἐς ἕκαστον“ (λ 180)· δύο γὰρ

### book 1b.4

πρέσβεις. ἔστι δὲ Ἀττικόν. b(BCE3E4)T

### book 2a.1

〈Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν:〉 ὅτι ἀντὶ τοῦ

### book 2a.2

μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ὀνόματα. Aint

### book 2b1.1

Τρῶες μὲν κλαγγῇ: λείπει Ἀττικῶς ἡ σύν, „αὐταῖς

### book 2b1.2

διαβολαῖσ“ (Ar. equ. 7). ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ

### book 2b1.3

γ. T | ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται

### book 2b1.4

τοῦ ἤθους· „ὥστ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ“ (Δ 433) καὶ „ἐς

### book 2b1.5

Τρώων ὅμαδον κίε“ (Η 307). AT

### book 2c1.1

ὄρνιθες ὥς: τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ

### book 2c1.2

παραβολαί. T

### book 2b2/c2.1

κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ ἑνὸς γ. ἐνοπῇ δὲ

### book 2b2/c2.2

b(BCE3) τῇ εἰς ὀπὴν ὤτων φέρεσθαι δυναμένῃ βοῇ. b(BCE3E4)

### book 2b2/c2.3

| τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. |

### book 2b2/c2.4

ἀμφοτέρας δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται

### book 2b2/c2.5.1

τοῦ ἤθους. „ὥστ’ ὄϊες πολυπάμονοσ“ καὶ „ἐς Τρώων ὅμαδον κίε“.

### book 2b2/c2.5.2

b(BCE3)

### book 2d.1

ὄρνιθες ὥς: βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀντ‐

### book 2d.2

απόδοσις πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν. A

### book 3a.1

ἠΰτε περ κλαγγὴ 〈γεράνων πέλει〉: μετὰ τοσαύτης

### book 3a.2

κραυγῆς, ὅσης καὶ γέρανοι. ἐπὶ δὲ τοῦ ἠΰτε ἡ ἀπόδοσις. T

### book 3b.1

οὐρανόθι πρό: ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ· οὐ‐

### book 3b.2

ρανὸν γὰρ καλεῖ τὸν †ὑπὸ† τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου

### book 3b.3

κορυφὰς ἐπουρανίους νοητέον. A

### book 3c.1

οὐρανόθι πρό: καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸν ἀπὸ

### book 3c.2

νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, b(BCE3E4)T

### book 3c.3

ὡς „ὀφθαλμοῖο διαπρό“ (Ξ 494). T | τὴν δὲ τοῦ λόγου ἀπόδοσιν εἰς

### book 3c.4

τὸ ἠΰτε περ. εἶτά φησιν ὅτι μετὰ τοσαύτης πορεύονται κραυγῆς,

### book 3c.5

ὅσης αἱ γέρανοι. b(BCE3E4)

### book 4a.1

χειμῶνα: ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέ‐

### book 4a.2

γει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος

### book 4a.3

χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης. A

### book 4b1

〈ἀθέσφατον〉: ὃν οὐδὲ θεὸς ἑρμηνεύσειεν. Til

### book 4b2

ὃν οὐδεὶς ὅσος ἐστὶν ἑρμηνεύσειε λόγος. b(BCE3E4)

### book 5.1

〈κλαγγῇ ταί γε πέτονται〉 ἐπ’ Ὠκεανοῖο ῥοάων:

### book 5.2

ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. A b (BCE3)T | τὸ ἀδιάλειπτον δὲ τοῦ

### book 5.3

θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλότερα

### book 5.4

τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων. A b (BCE3E4)T

### book 6.1

ἀνδράσι Πυγμαίοισι· καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ

### book 6.2

καὶ τὸν θροῦν αὔξει· A b (BCE3)T κροτάλοις γὰρ αὐτὰς ἀλέξονται.

### book 6.3

T φησὶ δὲ αὐτοὺς Ἑκαταῖος (FGrHist 1, 328) †ἐπὶ σχημάτων

### book 6.4

κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς, τὰς δὲ καταφρονούσας τοῦ μήκους

### book 6.5

πολεμεῖν πρὸς αὐτούς. A b (BCE3)T

### book 7

〈ἠέριαι:〉 διὰ τὸν καύσωνα. Til

### book 8a1.1

οἱ δ’ ἄρ’ ἴσαν σιγῇ 〈μένεα πνείοντες Ἀχαιοί〉:

### book 8a1.2

ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις; ἢ τάχα οὕτως ἔχει·

### book 8a1.3

„Τρῶες μὲν κλαγγῇ ἴσαν, / ἠΰτε περ“ (Γ 2—3), ἵνα τὸ „ἠΰτε“ (Γ 3)

### book 8a1.4

ἀπόδοσις ᾖ. καὶ ἔστι „Τρῶες μὲν κλαγγῇ“ (Γ 2), οἱ δ’ ἄρ’ ἴσαν

### book 8a1.5

σιγῇ. ἐπεὶ δὲ καὶ κατάπληξις σιωπὴν ποιεῖ, προσέθηκεν μένεα. T

### book 8a2.1

ταύτης ποῦ τῆς παραβολῆς ἡ ἀπόδοσις ἢ τάχα εἰς τὸ

### book 8a2.2

„Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν“, †οἱ δ’ ἄρ’ ἴσαν „ἠΰτε

### book 8a2.3

περ“, ἵνα τὸ „ἠΰτε“ ἀπόδοσις ᾖ. ἐπεὶ δὲ πολλάκις καὶ κατάπληξις

### book 8a2.4

σιωπὴν ποιεῖ, τὸ μένεα προστέθειται. b(BCE3E4)

### book 9a1.1

〈ἀλεξέμεν ἀλλήλοισιν:〉 τοῦτο γὰρ ἐν ταῖς φάλαγξι·

### book 9a1.2

σκέπει γὰρ τὸν †ὑπασπίζοντα† ἕκαστος ὡς αὑτόν, κἀκεῖνος τοῦτον. b

### book 9a1.3

(BCE3E4)

### book 9a2.1

ἡ γὰρ φάλαγξ σωθείη, ὅταν τὸ τοῦ παρασπίζοντος σκοπῇ

### book 9a2.2

Til

### book 10a.1

〈εὖτ’:〉 ὅτι τὸ εὖτε οὐκ ἔστιν χρονικόν, ἀλλ’ ὁμοιω‐

### book 10a.2

ματικόν, ἀναλογοῦν τῷ „ἠΰτε“ (Β 87 al.). Aint

### book 10b.1

εὖτ’ ὄρεος κορυφῇσι: διὰ τοῦ ε αἱ Ἀριστάρχου τὸ

### book 10b.2

εὖτε καὶ τὸ ἐτέρωθί που λεγόμενον „τῷ δ’ εὖτε πτερὰ γίνετ’“ (Τ

### book 10b.3

386) ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα

### book 10b.4

τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλι‐

### book 10b.5.1

ωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο „ἠΰτε ὄρευς κο‐

### book 10b.5.2

ρυφῇσι“, παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρ’ ἕκαστα

### book 10b.5.3

γράφειν „ὄρεοσ“ (Ε 554 al.). εἰσὶ δὲ οἳ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε

### book 10b.5.4

ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· „εὖτε γὰρ ἠέλιος φαέθων“ (Λ

### book 10b.5.5

735) καὶ „εὖτ’ ἀστὴρ ὑπερέσχε“ (ν 93). λαμβάνουσι δὲ ὑπὸ μίαν

### book 10b.10.1

περιγραφὴν τὸ ὅλον· εὖτ’ ὄρεος κορυφῇσι νότος κατέχευεν

### book 10b.10.2

ὁμίχλην / „ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, / τόσ‐

### book 10b.10.3

σον τίς τ’ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν“ (Γ 10—2)· ὁπότε ὁ νότος

### book 10b.10.4

ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην τοῖς μὲν ποιμέσιν οὐ

### book 10b

προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί

### book 10b.15.1

τις βλέπειν, ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον·

### book 10b.15.2

τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσα‐

### book 10b.15.3

λοσ“ (Γ 13). ταῦτα ὁ Δίδυμος (p. 114 Schm.). A

### book 11a.1

ποιμέσιν οὔτι φίλην· οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν

### book 11a.2

ἡμέρας διὰ τοὺς οἴστρους. b(BCE3E4)T

### book 11b.1

ἀμείνω: ὅτι τινὲς γράφουσι σὺν τῷ ν „ἀμείνων“. εἰ δὲ

### book 11b.2

κατ’ αἰτιατικήν ἐστι, χωρὶς τοῦ ν γράφεται· ἀνάλογον γάρ ἐστι τῷ

### book 11b.3

ἀμείνονα. ἄλλοι δὲ γράφουσιν ἀντὶ τοῦ νυκτὸς ἀμείνω. A

### book 12a.1

〈ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν:〉 ἀόριστα ταῦτα, καὶ „ὅσον

### book 12a.2

τε γέγωνε βοήσασ“ (μ 181). b(BCE3)Til

### book 12b

〈ἵησιν:〉 ἀφίησιν. Til

### book 13a.1

〈ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’

### book 13a.2

ἀελλής:〉 ὅτι οὐ λέγει ὑπὸ ποδῶν ἀέλλης, ἀλλὰ κονίσαλος ἀελλής,

### book 13a.3

ἀελλώδης. Aint

### book 13b.1

κονίσαλος 〈ὤρνυτ’〉 ἀελλής: Ἀριστοφάνης γράφει

### book 13b.2

„κονισάλου ὤρνυτ’ ἀέλλησ“. b(BCE3)T | ἄριστος δὲ κριτὴς

### book 13b.3

ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως

### book 13b.4

ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. b(BCE3E4)T

### book 14

〈διέπρησσον πεδίοιο:〉 τὴν πεδιάδα διήνυον. Til

### book 16

〈Τρωσίν:〉 ἀντὶ τοῦ Τρώων. πτωτικὸν—ποιηταί. Aint

### book 16a

〈Τρωσὶν μέν:〉 τῷ μέν οὐκ ἐπάγει τὸν δέ. Til

### book 16b.1

Τρωσὶν 〈μὲν〉 προμάχιζεν Ἀλέξανδρος θεοειδής:

### book 16b.2

τὸ δίκαιον νομοθετεῖ· οἱ γὰρ αἴτιοι προασπίζουσιν. ἐγείρει δὲ τὸν

### book 16b.3

ἀκροατὴν προκινδυνεύοντα εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις

### book 16b.4

αἴτιον. b(BCE3E4)T | ὁ δὲ μέν τὸ δέ ἐνταῦθα οὐκ ἐπάγεται. b

### book 16b.5.1

(BCE3E4) | διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον;

### book 16b.5.2

τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος τὸν

### book 16b.5.3

ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ,

### book 16b.5.4

δικαία ἦν ἂν ἡ μέμψις. ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν

### book 16b.5.5

ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος,

### book 16b.10

εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει. b(BCE3E4)T

### book 17

〈παρδαλέην:〉 τὸ δὲ ζῷον πάρδαλις. Til

### book 18a.1

{καὶ ξίφος} αὐτὰρ ὁ δοῦρε: Ἀρίσταρχος ἄνευ τοῦ

### book 18a.2

ἄρθρου, „αὐτὰρ δοῦρε“. οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστρά‐

### book 18a.3

του (p. 320 Schm.) καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται· καὶ ὁ

### book 18a.4

Ἰξίων (fr. 28 St.) ἐν τῷ πρώτῳ Πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρε‐

### book 18a.5.1

ται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφή,

### book 18a.5.2

καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν

### book 18a.5.3

αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσ‐

### book 18a.5.4

θέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος

### book 18a.5.5

„κὰδ δέ μιν ὕπνος / ᾕρει πανδαμάτωρ, ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“

### book 18a.10.1

(cf. ι 372—4) ἀντὶ τοῦ καὶ ἐρεύγετο. | Ζηνόδοτος δὲ ἠθέτηκε τοῖς

### book 18a.10.2

ἑξῆς οὐ συντιθέμενον. δεῖ δὲ κοινὸν παραλαβεῖν „αὐτὰρ ὁ δοῦρε δύω

### book 18a.10.3

ἔχων“ (cf. Γ 17—8), καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημ‐

### book 18a.10.4

μένον ἐπὶ τοῦ αὐτοῦ προσώπου. A

### book 18b1

αὐτὰρ ὁ δοῦρε δύω: ἄνευ τοῦ ἄρθρου τὸ „αὐτὰρ

### book 18b1.1

δοῦρε“ ἐν πάσαις ταῖς χαριεστέραις. ἡ δὲ σὺν τῷ ἄρθρῳ γραφή, καίτοι

### book 18b1.2

μὴ οὖσα Ἀριστάρχου, ὅμως ἔχει Ὁμηρικὴν συνήθειαν· ἔθος γὰρ

### book 18b1.3

αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς περὶ

### book 18b1.5.1

ἄλλου λέγοντι, ὡς ἐπὶ τοῦ Σαρπηδόνος· „αὐτοῦ μὲν ἤμβροτεν, ὁ δὲ

### book 18b1.5.2

Πήδασον οὔτα“ (cf. Π 466—7). T

### book 18b2.1

τὸ αὐτάρ παρὰ Ζηνοδότῳ καὶ τοῖς ἄλλοις οὐκ ἐπάγεται

### book 18b2.2

τὸ ἄρθρον. ὅμως οὖν ἐστι καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος

### book 18b2.3

γὰρ αὐτῷ περὶ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ

### book 18b2.4

περὶ ἄλλου λέγων ποιεῖ· „Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ

### book 18b2.5

Πήδασον“ b(BCE3)

### book 18c.1

δοῦρε δύω: δῆθεν ἵνα, εἰ †ἀποτύχῃ† τοξεύων, προσ‐

### book 18c.2

πεσὼν μάχοιτο. b(BCE3E4)T

### book 18d

〈κεκορυθμένα:〉 ἠκονημένα, ἐστομωμένα. Til

### book 19-20.1

〈πάλλων Ἀργείων—ἐν αἰνῇ δηϊοτῆτι:〉

### book 19-20.2

τὸ πάλλων (19) καὶ τὸ ἀντίβιον (20) ἀθετοῦνται ἀμφότεροι· ὁ

### book 19-20.3

γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκα‐

### book 19-20.4

λοῖτο εἰς μονομαχίαν, ἀλλ’ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς

### book 19-20.5

ὑφ’ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι. A

### book 19.1

προκαλίζετο πάντας ἀρίστους: τῇ φαντασίᾳ, οὐ

### book 19.2

λόγῳ, ὡς „αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ“ (π 294). κραδαίνων

### book 19.3

δέ φησι τὰ δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων „ἀντί‐

### book 19.4

βιον μαχέσασθαι“ (Γ 20). ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο

### book 19.5.1

κατὰ τῶν Ἑλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος,

### book 19.5.2

Δόλωνος, Θερσίτου, Ἕκτορος, προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν

### book 19.5.3

πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει. b(BCE3E4)T

### book 19

ἐζήτηται, πῶς ὁ Ἀλέξανδρος—τὸν γέλωτα. A

### book 20.1

〈δηϊοτῆτι:〉 οὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτι,

### book 20.2

ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ

### book 20.3

προσῳδίᾳ. Aint

### book 21a1.1

〈ἐνόησεν ἀρηΐφιλος Μενέλαος:〉 καθεστὼς γὰρ καὶ

### book 21a1.2

ζητῶν τὸν ἀδικήσαντα, ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος. Til

### book 21a2.1

οὗτος γὰρ ἦν μόνον ἑστὼς καὶ τὸν ἀδικήσαντα ζητῶν, ὁ

### book 21a2.2

δὲ ἀλαζονείᾳ ἐπτοημένος. b(BCE3E4)

### book 22.1

〈ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα:〉

### book 22.2

τὸ προπάροιθεν ὁμίλου †ἤτοι τοῖς ἐπάνω προσδοτέον. Ail

### book 23-7.1

〈ὥς τε λέων— / ὣς ἐχάρη Μενέλαος:〉 συνα‐

### book 23-7.2

πτέον ἕως τοῦ πεινάων (25)· φαῦλοι γὰρ οἱ συνάπτοντες τὸ

### book 23-7.3

πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί (26). Aim

### book 23.1

μεγάλῳ ἐπὶ σώματι κύρσας: σῶμα μὲν Ὅμηρος ἐπὶ

### book 23.2

νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐτὸς νεκρὸν εἰργάσατο ἢ

### book 23.3

τὸ τοξευθέν, b(BCE3E4)T ὡς τὸ „θῶες μέν τε διέτρεσαν“ (Λ

### book 23.4

481)· ἢ τῷ „πεινάων“ (Γ 25) λύεται. T

### book 23.5

νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα. Aint

### book 24a.1

εὑρὼν ἢ ἔλαφον: ὁ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὁ δὲ λέοντι

### book 24a.2

καὶ πεινῶντι παρείκασται. A b (BCE3E4)T μέγα δὲ πρὸς θάρσος

### book 24a.3

καὶ δειλίας ὄνειδος. b(BCE3E4)T

### book 24b

κεραόν: τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν. T

### book 24b.1

ἢ ἔλαφον κεραόν: αἱ γὰρ θήλειαι—φωλεῶν ἐξία‐

### book 24b.2

σιν. A

### book 24c.1

ἄγριον αἶγα: κατωφερὴς καὶ ὁ τράγος καὶ κερασφόρος.

### book 24c.2

τοξότης δὲ καὶ ὁ Πάρις. b(BCE3E4)T

### book 25a.1

πεινάων: δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑπο‐

### book 25a.2

στιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. b(BCE3)T | χαλεπὸς δέ

### book 25a.3

ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος.

### book 25a.4

A b (BCE3)T

### book 25b.1

〈μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτόν:〉 ὅτι τὸ

### book 25b.2

εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐτόν, ὡς ὅταν λέγῃ „εἴπερ ἂν

### book 25b.3

αὐταί / Μοῦσαι ἀείδοιεν“ (Β 597—8) ἀντὶ τοῦ 〈εἰ〉 καὶ αὐταί. καὶ

### book 25b.4

ὅτι ὁ τέ σύνδεσμος περισσός. Aint

### book 25-6.1

εἴπερ ἂν αὐτόν / σεύωνται: ὥσπερ οὖν λέοντα

### book 25-6.2

παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα

### book 25-6.3

πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται. A b (BCE3E4)

### book 25-6.4

T

### book 28a.1

〈ὀφθαλμοῖσιν ἰδών·〉 φάτο γάρ: πρώην γὰρ

### book 28a.2

ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ νῦν τὴν θέαν πρὸς ἐρεθισμὸν ἐδέξατο.

### book 28a.3

b(BCE3E4)T

### book 28b.1

ἀλείτην: ὅτι Ζηνόδοτος γράφει „ἀλείτασ“, τὰς ἁμαρτίας

### book 28b.2

ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην. A

### book 29a.1

ἐξ ὀχέων: ἀπὸ τοῦ ὄχος, ὅθεν καὶ τὸ „ἐς δ’ ὄχεα φλόγεα

### book 29a.2

ποσὶ βήσετο“ (Ε 745). b(BCE3)T

### book 29b.1

χαμᾶζε: προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα

### book 29b.2

τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ α, ὥσπερ τὸ

### book 29b.3

Ἀφίδναζε, Θήβαζε, „ἔραζε“ (Μ 156 al.), χωρὶς εἰ μή ἐστιν ἀφορμὴ

### book 29b.4

ὅτι ταῦτα ἀπὸ ὀνομάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ

### book 29b.5

δὲ „μέταζε“ (Hsd. opp. 394) χρονικὸν παρὰ πρόθεσιν παρῆκται. A

### book 31a.1

ἐν προμάχοισι φανέντα: φανέντα μόνον, οὐ μαχό‐

### book 31a.2

μενον. | διὰ δὲ τοῦ „ἐξ ὀχέων“ (Γ 29) ἐν σχήματι πέφρακεν ὡς ἱππεὺς

### book 31a.3

ἦν Μενέλαος. b(BCE3E4)T

### book 31b.1

ἐν προμάχοισι φανέντα, 〈κατεπλήγη〉: ἡ ὑπο‐

### book 31b.2

στιγμὴ διὰ τὸ „ὡσ“ μόριον, „τὸν δ’ ὡς οὖν“ (Γ 30). | ἡ διπλῆ δέ, ὅτι

### book 31b.3

ἀντὶ τοῦ κατεπλάγη. A

### book 31c

〈κατεπλήγη:〉 ἔδει διὰ τοῦ α. Til

### book 32.1

〈ἑτάρων:〉 εἶχε γὰρ ἴσως Ἀντιμαχείους φίλους (cf. Λ 123).

### book 32.2

Til

### book 33.1

ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών: ἀνωτέρω περὶ τοῦ

### book 33.2

λέοντος ἐξειργάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών.

### book 33.3

καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται ἢ μεγέθει ἢ φωνῇ,

### book 33.4

ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.

### book 33.5

A b (BCE3E4)T

### book 34.1

ὑπό τε τρόμος ἔλαβε γυῖα: γυῖα πάντα τὰ μέλη· „ἀπὸ

### book 34.2

πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων“ (Ω 514). b(BCE3E4)T

### book 35a

ἄψ: συνωνύμως τῷ „παλίνορσοσ“ (Γ 33). b(BCE3)T

### book 35b1.1

ὦχρος: οὕτως ὦχρος ὡς μῶμος, εἰς ἀποφυγὴν τοῦ

### book 35b1.2

ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος,

### book 35b1.1

καὶ κατὰ συναλιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον, ἄλλως τε τὰ εἰς

### book 35b1.2

ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκει‐

### book 35b1.5.1

μένου τοῦ ι, βαρύνεται, „ὦμοσ“ (Π 519), †ὦμος†. πρόσκειται μὴ

### book 35b1.5.2

ἔχοντα τὸ ι διὰ τὸ ᾠδός τραγῳδός. A

### book 35b2.1

ὦχρος τέ μιν: ὡς μῶμος· ἄχροος, ἄοχρος, ᾦχρος. b

### book 35b2.2

(BCE3)T

### book 35c.1

παρειά: οὕτως Ἀρίσταρχος, | ὀξυτόνως καὶ χωρὶς τοῦ ς γραπτέον, ἵνα

### book 35c.2

ᾖ οὐδέτερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς

### book 35c.3

οὐδέτερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυ‐

### book 35c.4

λάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ

### book 35c.5.1

νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί

### book 35c.5.2

παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν

### book 35c.5.3

„παρειάσ“ σὺν τῷ ς, ἐπειδὴ καὶ „παρειάων ἁπαλάων“ λέγει (Σ 123).

### book 35c

A

### book 35d.1

εἷλε παρειά: Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυ‐

### book 35d.2

κῶς. b(BCE3E4)T ὁ δὲ Σιδώνιος διὰ τοῦ η διὰ τὸ „παρήϊον“ (Δ

### book 35d.3

142 al.). T | τὸ δὲ παρειά ὡς ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν τοιούτων

### book 35d.4

θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέτερον γένος φυλάσσει τὸν

### book 35d.5.1

αὐτὸν τόνον, πλευραί πλευρά. b(BE3E4)T οὕτως οὖν καὶ τὸ

### book 35d.5.2

παρειά παρῆκται. b(BE3)

### book 35e

〈παρειά:〉 μεταπλασμός. Aint

### book 36a.1

καθ’ ὅμιλον ἔδυ: τὸ ἑξῆς κατέδυ. | ἀπὸ μεταφορᾶς τῶν

### book 36a.2

εἰς τοὺς φωλεοὺς καταδυομένων ἑρπετῶν. T

### book 36b.1

〈Τρώων〉 ἀγερώχων: ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ

### book 36b.2

μόνον τοὺς Ῥοδίους (cf. Β 654), ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγεί‐

### book 36b.3

ρειν τὴν ὀχήν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς

### book 36b.4

ἄγαν γεραόχους καὶ σεμνοὺς λέγει. A

### book 36c.1

ἀγερώχων: λίαν γέρας ἐχόντων, ὅ ἐστι μεγαλοφρόνων.

### book 36c.2

b(BCE3E4)T

### book 37

δείσας Ἀτρέος υἱόν: διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενε‐

### book 37

λάου καὶ τὸ τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι. b(BCE3)T

### book 38

〈αἰσχροῖς:〉 αἶσχος ἐπάγουσι. Til

### book 39a.1

Δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. | καὶ

### book 39a.2

Ἀλκμὰν (fr. 77 P.) φησί· „Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι

### book 39a.3

βωτιανείρῃ“. A

### book 39b.1

Δύσπαρι: ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε

### book 39b.2

δυσχεραίνων τῷ ὀνόματι, ὡς καὶ „Κακοΐλιον“ πού φησιν ἡ Πηνελόπη

### book 39b.3

(τ 260. 597. ψ 19). b(BCE3E4)T

### book 39c.1

εἶδος ἄριστε: ἐφ’ ᾧ μεγαλύνεται, τούτῳ αὐτὸν διασύ‐

### book 39c.2

ρει. ὄνειδος δέ ἐστιν οὐχ ὁμοιούμενον τῇ ψυχῇ, ὡς τὸ „Ἕκτορ,

### book 39c.3

εἶδος ἄριστε“ (Ρ 142) καὶ „εἶδος ἀγητόσ“ (Ω 376) καὶ „σὲ δὲ μή τι

### book 39c.4

νόον κατελεγχέτω εἶδοσ“ (Hsd. opp. 714). b(BCE3E4)T | γυναι‐

### book 39c.5.1

μανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, b

### book 39c.5.2

(BCE3) | ἢ ὁ ἐπ’ αὐταῖς μαινόμενος. b(BCE3E4)

### book 40a.1

ἄγονός τ’ ἔμεναι: ὁ τέ ἀντὶ τοῦ διαζευκτικοῦ ἤ, ὡς

### book 40a.2

καὶ ὁ καί, οἷον „πρώτῃσι καὶ ὑστατίῃσι βόεσσι“ (Ο 634). ἢ τῷ

### book 40a.3

θυμῷ ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει. b(BCE3)T

### book 40b.1

ἄγονός 〈τ’ ἔμεναι〉: Διονύσιός φησιν ὁ Σκυτοβραχίων

### book 40b.2

(FgrHist 32, 11 = fr. 39 Rusten) Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι. A

### book 41-2

〈καί κε τὸ—ἄλλων:〉 στικτέον ἐπὶ τὸ βουλοί‐

### book 41-2

μην (41), τὰ δὲ ἑξῆς συναπτέον ἕως 〈τοῦ〉 ἄλλων. Aim

### book 41a1.1

〈καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον

### book 41a1.2

ἦεν:〉 ἐβουλόμην ἂν τοῦτο ὡς καλῶς γενησόμενον. ἀλλὰ καὶ πολύ,

### book 41a1.3

φησί, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλονότι. b(BCE3E4)

### book 41a2.1

καί κε τὸ βουλοίμην, 〈καί κεν πολὺ κέρδιον

### book 41a2.2

ἦεν〉: ἐβουλόμην ἂν τοῦτο. †φέρτερον† δὲ κρεῖττον, σοὶ δηλονότι. T

### book 42a.1

ἢ οὕτω λώβην τ’ ἔμεναι 〈καὶ ὑπόψιον ἄλλων〉:

### book 42a.2

ἢ {ὅτι} οὕτως ἐπὶ πάντων ὁρώντων τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην

### book 42a.3

κερδαίνειν. T | δεῖ δὲ εἰς τὸ λώβην 〈τ’〉 ἔμεναι στίξαι καὶ τὸ

### book 42a.4

λοιπὸν συνάψαι ἕως τοῦ ἄλλων b(BCE3E4)T ἵν’ ᾖ βουλοίμην

### book 42a.5

ἄν σε ἄγονον καὶ ἄγαμον εἶναι 〈***〉. b(BCE3E4)

### book 42b.1

ὑπόψιον ἄλλων: ἢ ὑφορώμενον τοὺς ἄλλους, μὴ ἃ

### book 42b.2

δέδρακας πείσῃ, b(BCE3E4)T ἢ ὃν διὰ μῖσος ὑπόδρα ὁρᾷ τὸ

### book 42b.3

πλῆθος. T βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν

### book 42b.4

μῖσος. b(BCE3E4)T Ἀριστοφάνης δὲ „ἐπόψιον“ γράφει καὶ οὐ

### book 42b.5.1

στίζει, ἵν’ ᾖ ἐπὶ πάντων ὁρώντων κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς

### book 42b.5.2

αἰσχύνην. b(BE3E4)T

### book 43a.1

ἦ {που καγχαλόωσι}: περισπαστέον τὸν ἦ· βεβαιωτικὸς

### book 43a.2

γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή. A

### book 43b.1

ἦ που καγχαλόωσι: ἐκ προοιμίου τὸ φιλότιμον δεί‐

### book 43b.2

κνυσιν Ἕκτορος καὶ τῆς παρὰ τοῖς πολλοῖς πεφροντικὸς δόξης· „αἰδέο‐

### book 43b.3

μαι Τρῶασ“ (Ζ 442), „πατρὸς δ’ ὅγε πολλὸν ἀμείνων“ (Ζ 479),

### book 43b.4

„ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ“ (Η 90). b

### book 43b.5

(BCE3E4)T

### book 43-5

ἦ που καγχαλόωσι〈—βίη φρεσὶν οὐδέ τις

### book 43-5.1

ἀλκή〉: τὸ ἑξῆς· ἦ που καγχαλόωσιν (43), οὕνεκα καλόν /

### book 43-5.2

εἶδος ἐπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσίν (44—5). τὸ δὲ φάντες

### book 43-5.3

ἀριστῆα (44) διὰ μέσου· καίτοι γε, φησίν, ἀριστέα σε ὑπονοήσαντες

### book 43-5.5.1

εἶναι ἐκ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς παρατάξεως. b

### book 43-5.5.2

(BCE3E4)T

### book 44a.1

φάντες ἀριστῆα: πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι;

### book 44a.2

δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα „Ἀργείων προκαλίζετο πάντας

### book 44a.3

ἀρίστουσ“ (Γ 19). A b (BCE3)T

### book 44b.1

πρόμον: ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ

### book 44b.2

ὡς οἱ Γλωσσογράφοι τὸν βασιλέα. A

### book 45.1

εἶδος ἐπ’: μετὰ τὸ εἶδος ἐπ’ ἐὰν στίξῃς, A b (BCE3)T

### book 45.2

τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, b(BCE3)T

### book 45.3

ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ „φάντεσ“ (Γ 44) ὅτι καλὸς μέν ἐστι,

### book 45.4

γύννις δέ. A b (BCE3)T

### book 45.5.1

〈οὐκ ἔστι βίη φρεσίν:〉 βίη δύναμις—ἔχεις δύναμιν.

### book 45.5.2

A

### book 46-52.1

ἢ τοιόσδε ἐὼν〈—ἀρηΐφιλον Μενέλαον〉:

### book 46-52.2

τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλός, συναγαγὼν

### book 46-52.3

πλῆθος, διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, τῷ

### book 46-52.4

πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς οὐκ ἂν δὴ

### book 46-52.5.1

μείνειας †Μενέλαον (52), ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς.

### book 46-52.5.2

τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἤ ἀντὶ τοῦ εἴ, εἰ τοιοῦτος ὢν ἐπηγάγου

### book 46-52.5.3

πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν

### book 46-52.5.4

ὑπομείναις τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ (p. 166—7)

### book 46-52

ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον. A b (BE3E4)T

### book 46.1

〈ἢ τοιόσδε ἐών:〉 ἐνταῦθα {δὲ} ἐγκλίνεται ὁ σύνδεσμος

### book 46.2

ὁμοίως τῷ „ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω“ (π 138)· καί μοι

### book 46.3

δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· „†εἰ ἤδεις σάφα οἵη†

### book 46.4

περίφρων Πηνελόπεια“ (ω 404). A

### book 47a.1

ἐπιπλώσας: ὁ Ἀπολλώνιος (Frg. 3, 129, 9) σχηματίζει

### book 47a.2

τὸ ἐπιπλώσας οὕτως· πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα,

### book 47a.3

μετοχὴ ἐπιπλώσας, εἶτα ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ

### book 47a.4

ῥῆμα „τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλωσ“ (γ 15) ὁμοίως ἐκ τοῦ

### book 47a.5.1

†ἐπιπλώσας ἀπεκόπη· ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος

### book 47a.5.2

τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲ〈ν〉 εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ

### book 47a.5.3

ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν

### book 47a.5.4

ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς

### book 47a.5.5

βιούς καὶ γνούς· ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς,

### book 47a.10

δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν. A

### book 47b.1

ἐρίηρας: παρὰ τὸ ερι καὶ τὸ ἄρω, ὅ ἐστιν ἁρμόζω, b

### book 47b.2

(BCE3E4)T 〈ἢ〉 τὸ ἦρα, ὅ ἐστι χάρις. T

### book 48.1

ἀνῆγες: ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου

### book 48.2

εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους. A

### book 49a1.1

ἐξ ἀπίης γαίης: ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ

### book 49a1.2

ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον. A

### book 49a2

οὐ τῆς Πελοποννήσου· φησὶ γοῦν „ἐξ ἀπίης γαίης δεκά‐

### book 49a2

τῳ ἐνιαυτῷ“ (π 18). Til

### book 49b.1

νυὸν ἀνδρῶν 〈αἰχμητάων〉: πάντες γὰρ οἱ ἄριστοι

### book 49b.2

ἐμνηστεύσαντο τὴν Ἑλένην, Μενελάου δὲ γέγονε θαλερὴ παράκοιτις

### book 49b.3

(cf. Γ 53). b(BCE3E4)T ἢ ὅτι παντὶ {τῷ} οἰκείῳ τοῦ νυμφίου

### book 49b.4

νυὸς ὀνομάζεται. T

### book 50.1

πατρί τε σῷ μέγα πῆμα: ἀπλήρωτον καὶ ἄτακτον ὁ

### book 50.2

θυμός. πολλὰς γοῦν εἴωθεν ἐπὶ τῶν ὀργιζομένων ποιεῖσθαι ἀρχὰς ὁ

### book 50.3

ποιητής, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ „οἰνοβαρέσ“ (Α 225) καὶ τὰ

### book 50.4

ἑξῆς· ἄτοπον γὰρ πῆμα καλεῖν τὴν Ἑλένην Ἕκτορα, περὶ οὗ φησιν

### book 50.5

„ἀλλ’ οὔπω σεῦ ἄκουσα κακὸν ἔποσ“ (Ω 767). b(BCE3)T

### book 51.1

κατηφείην {δὲ σοὶ αὐτῶι}: οὕτως κατηφείην σὺν τῷ ν

### book 51.2

ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους

### book 51.3

καὶ ἡ Ἀργολική, καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν. ἡ δὲ

### book 51.4

Ζηνοδότου χωρὶς τοῦ ν. A

### book 53a.1

γνοίης 〈χ’〉 οἵου φωτός: ἀσύνδετος ὁ λόγος· θυμου‐

### book 53a.2

μένου γὰρ ἀνδρὸς τὰ ῥήματα. T

### book 53b1.1

〈γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοι‐

### book 53b1.2

τιν:〉 οἷος ὤν, φησί, τίνα τίνος ἐστέρησας. οὐκ ἄρα Χίλωνος (cf. Vors.6 10 γ 1), ὡς

### book 53b1.3

ὑποφαίνεται, δόγμα τὸ „γνῶθι σαυτόν“, ἀλλ’ Ὁμήρου. b(BCE3E4)

### book 53b2.1

οἷος ὢν τίνα ἐστέρησας, ἵν’ ᾖ τὸ „γνῶθι σαυτὸν“ ὑπο‐

### book 53b2.2

φαινόμενον. Til

### book 54a.1

κίθαρις: ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν

### book 54a.2

Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν {οὐκ ἄν τοι χραίσμη} „κί‐

### book 54a.3

δαρισ“. τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν. πολλὰ δέ ἐστιν ἅπαξ

### book 54a.4

λεγόμενα παρὰ τῷ ποιητῇ. A

### book 54b.1

οὐκ ἄν τοι χραισμῇ κίθαρις: κίθαρις ἡ ἐπὶ πορνείᾳ

### book 54b.2

πρὸς χάριν Ἀφροδίτης, οὐ Μουσῶν διδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα

### book 54b.3

καὶ τὸ εἶδος ἐνάρετον. b(BCE3E4)T πᾶν δὲ σωματικὸν πλεο‐

### book 54b.4

νέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστι· διὸ καὶ Ἀφροδίτης αὐτά

### book 54b.5.1

φησι, b(BCE3)T τὸ δὲ ἄλλο θεῶν. „τῷ δὲ θεοὶ κάλλος τε καὶ

### book 54b.5.2

ἠνορέην ἐρατεινήν / ὤπασαν“ (Ζ 156—7). T

### book 55

〈ὅτ’ ἐν κονίῃσι μιγείης:〉 ὅταν συνέλθῃς εἰς μάχην. Til

### book 56a.1

δειδήμονες: ὅτι Ζηνόδοτος γράφει „ἐλεήμονεσ“. οὐκ

### book 56a.2

ἐλεοῦσι δὲ αὐτόν, ἀλλὰ μισοῦσι〈ν〉· „οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύ‐

### book 56a.3

θανον· / ἶσον γάρ σφιν πᾶσι〈ν〉 ἀπήχθετο“ (cf. Γ 453—4). διὰ δὲ τὸν

### book 56a.4

Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν. A

### book 56b.1

Τρῶες δειλήμονες: εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φι‐

### book 56b.2

λάδελφος δέ, ὃς κατὰ πρόσωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν

### book 56b.3

b(BCE3E4)T

### book 57a.1

ἕσσο διὰ τῶν δύο σς εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν

### book 57a.2

τοῖς ὑπομνήμασι〈ν〉 †εἶχον† οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο

### book 57a.3

ὅτι ἀνάλογον ἦν τῷ „ἕσσω μιν χλαῖνάν τε“ (π 79) καὶ „ἕσσασ“

### book 57a.4

(ξ 396). καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους. A

### book 57b1.1

〈κακῶν ἕνεχ’ ὅσσα ἔοργας:〉 ἐπὶ τὸ ἕνεκα βραχὺ

### book 57b1.2

διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος (fr. 11 M. = 12 D.)

### book 57b1.3

δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικόν, ὅσσα ἔοργας, καθ’ ἑαυ‐

### book 57b1.4

τὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι. A

### book 57b2.1

εἰς τὸ ἕνεκα στικτέον, b(BCE3E4)T καὶ τὸ ἑξῆς ἰδίᾳ

### book 57b2.2

μετὰ ἤθους προενεκτέον. b(BCE3)T

### book 59-64a.1

Ἕκτορ, ἐπεί με κατ’ αἶσαν〈—χρυσέης

### book 59-64a.2

Ἀφροδίτησ〉: μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ

### book 59-64a.1

στίχου στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ

### book 59-64a.2

ἑξῆς, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας (59), μή μοι δῶρ’ ἐρατὰ

### book 59-64a.5.1

πρόφερε (64). τὰ δὲ ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερ‐

### book 59-64a.5.2

βατῶν τὰς παραλλήλους δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ

### book 59-64a.5.3

μέσου. ἔστι δὲ καὶ αὕτη ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς

### book 59-64a.5.4

〈ὥς〉 (60), ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον

### book 59-64a.5.5

εἶναί σέ φημι. A

### book 59-64b.1

Ἕκτορ, ἐπεί με κατ’ αἶσαν〈—χρυσέης

### book 59-64b.2

Ἀφροδίτησ〉: τὸ ἑξῆς· ἐπεί με κατ’ αἶσαν ἐνείκεσας (59),

### book 59-64b.3

μή μοι δῶρ’ ἐρατὰ πρόφερε (64). διὰ μέσου δὲ ἡ παραβολή.

### book 59-64b.4

b(BCE3E4)T | τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα,

### book 59-64b.5

οὐ μὴν ἀληθῆ. b(BCE3)

### book 59a1.1

Ἕκτορ: οὐκ „ἠθεῖε“ οὐδὲ „κασίγνητε“, AT ὡς

### book 59a1.2

πολλαχοῦ (Ζ 518 al., Δ 155 al.), ἀλλ’ Ἕκτορ· A πᾶσαν γὰρ

### book 59a1.3

εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. AT

### book 59a2.1

οὔτε κασίγνητόν φησιν οὔτε φίλον: πᾶσαν γὰρ εὐνοϊκὴν

### book 59a2.2

προσηγορίαν ὁ θυμὸς ἐξέκοψε. b(BCE3)

### book 60.1

αἰεί τοι κραδίη πέλεκυς ὥς: μή †πώ† μου οὖν καταγί‐

### book 60.2

νωσκε πρὸς ἑαυτόν με συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην

### book 60.3

εὗρε τὴν τοῦ σιδήρου, καὶ οὐκ ἀργοῦ ἀλλὰ καὶ δρῶντός τι. b(BCE3)T

### book 61

〈δουρός:〉 παντὸς ξύλου διὰ τὴν δρῦν. Til

### book 62.1

ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν: ὀξὺς ὢν καὶ ἠκονημένος τὴν

### book 62.2

ὁρμὴν τοῦ τέμνοντος αὔξει, b(BCE3E4)T ὡς καὶ ὁ ἀμβλὺς

### book 62.3

θραύει. b(BCE3)T

### book 63a.1

ὣς σοί {ἐνὶ στήθεσσιν}: ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται

### book 63a.2

νῦν διὰ τὴν ἀντιδιαστολήν. A

### book 63b

ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος: δύο ὑπεροχῶν

### book 63b.1

ὁμοιότητας παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἴ τις λέγοι· ὅσον

### book 63b.2

ἦν Αἴας πρᾶξαι δυνατός, τοσοῦτον Ὀδυσσεὺς βουλεύειν. b(BCE3)T

### book 63c

〈ἀτάρβητος:〉 †ἀκατάπαυστος. Til

### book 64a.1

μή μοι δῶρ’: τὸ ἑξῆς „ἐπεί με κατ’ αἶσαν ἐνείκεσασ“

### book 64a.2

(Γ 59), μή μοι δῶρα. διὰ μέσου δὲ ἡ παραβολή. A

### book 64b.1

μή μοι δῶρ’ ἐρατὰ πρόφερε 〈χρυσῆς Ἀφροδί‐

### book 64b.2

τησ〉: ὡς ὑγρὸς ἄμφω αὔξει. ὁ δὲ Ἕκτωρ „δῶρ’ Ἀφροδίτησ“ (Γ 54).

### book 64b.3

T

### book 64c.1

〈χρυσῆς Ἀφροδίτης:〉 χρυσῆν {δὲ} τὴν Ἀφροδίτην

### book 64c.2

ἀπὸ τῆς στολῆς καλεῖ. b(BCE3)

### book 65.1

οὔ τοι ἀπόβλητ’: πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν

### book 65.2

ἀπόβλητα, „ἑκὼν οὐκ ἄν τις ἕλοιτο“ (cf. Γ 66). A

### book 65

ἀπόβλητα: τὰ ὑπὸ τῶν θεῶν—σπουδῇ. A

### book 68a1.1

〈ἄλλους μὲν κάθισον:〉 ἐν σχήματι δηλοῖ ὅτι οὐ διὰ

### book 68a1.2

τὴν Μενελάου δύναμιν δειλιᾷ, ἀλλὰ διὰ τὴν τῶν συμμαχούντων, καὶ

### book 68a1.3

διὰ τοῦτο μόνος μόνῳ αἰτεῖ πολεμῆσαι. b(BCE3E4)

### book 68a2.1

ἄλλους μὲν κάθισον: ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ

### book 68a2.2

πολεμῶν. T

### book 69.1

〈αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον:〉

### book 69.2

βαρβαρικὸν τὸ μονομαχεῖν ἔθος. b(BCE3)T τὸ δὲ ἐπίθετον

### book 69.3

Μενελάου ποιητικόν. b(BCE3)Til

### book 70a.1

〈συμβάλετ’:〉 πολεμοῦσιν, ἵνα ὁ μὲν λάβῃ ἅπερ ἀφῄρητο,

### book 70a.2

ὁ δὲ ἀσφαλῶς κτήσηται. b(BCE3E4)

### book 70b

〈κτήμασι:〉 ἀντὶ τοῦ χρήμασιν. Til

### book 71a

ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται:

### book 71a

καὶ εἰς τὸ νικήσῃ καὶ εἰς τὸ γένηται βραχὺ διασταλτέον. b(BCE3)T

### book 71b.1

κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ 〈ν〉 „κρείσ‐

### book 71b.2

σω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν. A

### book 73.1

〈ταμόντες:〉 δι’ ἐντόμων ποιησάμενοι, b(BCE3) του‐

### book 73.2

τέστι θυσιῶν. b(BCE3E4)

### book 74a.1

ναίοιτε: ὅτι Ζηνόδοτος γράφει „ναίοιμεν“. γελοῖος δέ

### book 74a.2

ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδη‐

### book 74a.3

λότητος οὔσης εἰ †οἰκήσει. A

### book 74b

ναίοιτε: διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν. b(BCE3)T

### book 75a.1

Ἄργος {ἐς ἱππόβοτον}: τὴν Θεσσαλίαν. καὶ ὁ Ἀχιλλεὺς

### book 75a.2

„οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεοσ“ (Τ 329). T

### book 75b.1

Ἄργος ἐς ἱππόβοτον: Ἑλ〈λ〉άνικός φησι (FGrHist

### book 75b.2

4, 36a) Φορωνέως γεγενῆσθαι παῖδας τρεῖς, οἵτινες μετὰ θάνατον

### book 75b.3

τοῦ πατρὸς διενείμαντο τὴν Ἀργείαν. καὶ τὴν μὲν πρὸς Ἐρασίνῳ

### book 75b.4

τῷ ποταμῷ Πελασγὸς λαχὼν ἔκτισε τὴν νῦν καλουμένην Λάρισσαν,

### book 75b.5.1

Ἴασος δὲ τὰ πρὸς † Ἦλιν†. ἀναλωθείσης δὲ τῆς γῆς ὁ νεώτερος Ἀγή‐

### book 75b.5.2

νωρ πολλὴν ἵππον ἐκτήσατο, ὅθεν ἐν τῷ αὐτῷ χρόνῳ ὠνόμασται

### book 75b.5.3

τριχῶς τὸ Ἄργος· Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, ἱππόβοτον

### book 75b.5.4

Ἄργος. T

### book 75b

ἱππόβοτον: Ἴασος καὶ Πελασγὸς—Ἑλλάνικος ἐν

### book 75b.10

Ἀργολικοῖς (FGrHist 4, 36). A

### book 75c.1

Ἀχαιΐδα 〈καλλιγύναικα〉: τὴν πᾶσαν Ἑλλήνων γῆν

### book 75c.2

A b (BCE3)T Ἀχαιΐδα φησί. AT τῷ δὲ ἔρωτι Ἑλένης τὴν

### book 75c

πᾶσαν τοιαύτην εἶναι μαντεύεται. A b (BCE3)T

### book 76.1

Ἕκτωρ δ’ αὖτ’ ἐχάρη 〈μέγα〉: εἰκότως ἥδεται· ἢ γὰρ

### book 76.2

νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται. b(BCE3E4)T

### book 77

〈ἀνέεργε:〉 ἐκώλυε τοῦ πολέμου. Til

### book 78.1

μέσσου δουρὸς ἑλών: διὰ τί μέσ〈σ〉ου δουρὸς ἑλών;

### book 78.2

ἐπεὶ ἕως ἐν καταστάσει τὰ τῆς μάχης, καὶ ἀκούεται. ἡνίκα δὲ μεσοῖ ὁ

### book 78.3

πόλεμος, τοῦτο ποιεῖ. T

### book 79.1

τῷ δ’ ἐπετοξάζοντο: πληροῦν γὰρ τούτῳ τὴν μάχην

### book 79.2

ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον. b(BCE3)T

### book 80a.1

ἰοῖσίν τε τιτυσκόμενοι 〈λάεσσί τ’ ἔβαλλον〉:

### book 80a.2

ἀπὸ μετοχῆς εἰς ῥῆμα, ἢ ἀπὸ κοινοῦ τὸ ἔβαλλον. οἱ δὲ τιτυσκόμενοι

### book 80a.3

ἰοῖς ἐτόξαζον. b(BCE3E4)T

### book 80b.1

ἔβαλλον: ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν

### book 80b.2

τίθησι· νῦν δὲ ἔμφασιν ἔχει. A

### book 82a

〈ἴσχεσθ’:〉 ἀντὶ τοῦ ἴσχετε Aim Til ἐνεργητικοῦ. Aim

### book 82b

βάλλετε: ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε. A

### book 83a1.1

στεῦται {γάρ τι ἔπος}: ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ

### book 83a1.2

διάνοιαν ὁρίζεται. A

### book 83a2

ὁρίζεται. Til

### book 85

〈ἐσσυμένως:〉 σπουδαίως. Til

### book 87a.1

μῦθον Ἀλεξάνδροιο: οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάν‐

### book 87a.2

δρου φησὶν ἐρεῖν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν· ἐπιδυσχε‐

### book 87a.3

ραίνων τε αὐτῷ φησι· τοῦ εἵνεκα b(BCE3E4)T νεῖκος

### book 87a

ὄρωρεν. T

### book b

〈νεῖκος ὄρωρεν:〉 φιλονεικία διεγήγερται. Til

### book 89.1

πουλυβοτείρῃ: βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ „κέλε‐

### book 89.2

ται“ (Γ 88) ῥῆμα. A

### book 92.1

κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν „κρείσσω“.

### book 92.2

τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει. A

### book 94.1

〈ὅρκια πιστὰ τάμωμεν:〉 μετὰ γὰρ τὴν ἱερείων τομὴν οἱ

### book 94.2

ὅρκοι συντελοῦνται. b(BCE3E4)

### book 95a.1

ὣς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο

### book 95a.2

σιωπῇ: καλῶς. καταπλήσσει δὲ αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας

### book 95a.3

διωκόμενος προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ

### book 95a.4

τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν

### book 95a.5.1

φθέγγεται, οὔτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων (φιλάδελφος γάρ)

### book 95a.5.2

οὔτε ἀναδύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν

### book 95a.5.3

ὅλων. b(BCE3E4)T

### book 95b.1

ἀκὴν ἐγένοντο σιωπῇ: πρεπόντως οἱ πολλοὶ σιωπῶ‐

### book 95b.2

σιν· ἕνα γὰρ προὐκαλοῦντο εἰς μάχην. b(BCE3E4)T

### book 97-9.1

κέκλυτε νῦν καὶ ἐμεῖο〈—πολλὰ πέπασθε〉:

### book 97-9.2

ἀκούσατέ μου, φησίν· οὐ μὲν ἐπὶ δικαίοις κινδυνεύσω, ἀλλὰ λυπούμενος

### book 97-9.3

ἐφ’ ὑμῖν καταπονουμένοις, καὶ εἰς τὸ ἀπαλλάξαι ὑμᾶς τὸν ἀλυσι‐

### book 97-9.4

τελῆ ὑπομενῶ πόλεμον· b(BCE3)T Τυνδάρεων γὰρ ἔδει τοῦτο

### book 97-9.5

προτείνειν. T

### book 97.1

νῦν: τὸ νυν AAim περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ

### book 97.2

ποιητῇ. A

### book 99a.1

Ἀργείους καὶ Τρῶας: ὅτι Ζηνόδοτος γράφει „Ἀργεῖοι

### book 99a.2

καὶ Τρῶεσ“, ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι

### book 99a.3

δὲ τὸ διακρινθῆναι (cf. Γ 98) διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος

### book 99a

συνήθως ἡμῖν τέταχεν. A

### book 99b

〈πέποσθε:〉 διὰ τοῦ α τὸ „πέπασθε“ Ἀρίσταρχος. Aint

### book 99c.1

πέποσθε: „πέπασθε“ οὕτω πᾶσαι. | ἀπὸ τοῦ πήθω δὲ

### book 99c.2

τὸ πέποσθε 〈ἢ〉 τοῦ πεπόνησθε συγκοπῇ. οἱ δὲ ἀπὸ τοῦ πέπασθε

### book 99c.3

μεταβολῇ. T

### book 100a.1

εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς:

### book 100a.2

ἐπιεικῶς συγκατασπᾷ καὶ ἑαυτὸν ὡς προσφιλονεικήσαντα τῷ

### book 100a.3

ἄρξαντι. ἀντέστρεψε δὲ τὴν τάξιν. b(BCE3)T

### book 100b.1

ἕνεκ’ ἀρχῆς: ὅτι Ζηνόδοτος γράφει „ἕνεκ’ ἄτησ“. ἔσται

### book 100b.2

δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ

### book 100b.3

μέντοι τοῦ ἕνεκ’ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν. A

### book 101.1

ἡμέων δ’ ὁπποτέρῳ: καταγνωστέος, φασίν, Ἀλέξανδρος

### book 101.2

μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλ’ ὁ μὲν

### book 101.3

εἶχε μέν, οὐκ ἴδια δέ, μάχεται δὲ ἵνα γένηται ἴδια, ὁ δὲ ἵνα τῶν ἰδίων

### book 101.4

κρατήσῃ, καὶ ὁ μέν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὁ δέ, ἵνα τὸ πρόστιμον

### book 101.5

ἀπαιτήσῃ. b(BCE3)T

### book 102.1

διακρινθεῖτε {τάχιστα}: οὕτως προπερισπᾶται· ἔστι γὰρ

### book 102.2

εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ „καὶ

### book 102.3

εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε“ (χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ

### book 102.4

διακρινθεῖμεν, ὥσπερ καὶ τὸ „ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν

### book 102.5

Ἀχαιοί“ (Β 126). A

### book 103a.1

οἴσετε: πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρό‐

### book 103a.2

νου, ἀλλ’ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὅ ἐστι

### book 103a

φέρε. A

### book 103b.1

〈ἄρν’:〉 ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς

### book 103b.2

γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ. Aim

### book 103c.1

οἴσετε δ’ ἄρν’: ἐὰν στίξωμεν εἰς τὸ ἄρνε, δυϊκὸν

### book 103c.2

ἔσται, ἐὰν δὲ συνάψωμεν, ἔσται αἰτιατικῆς πτώσεως. ἀπὸ κοινοῦ

### book 103c.3

τὸ νοούμενον. b(BCE3E4)T

### book 103-4.1

οἴσετε: ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὡς „ἄξετε“ (Γ 105) ἀπὸ τοῦ

### book 103-4.2

ἄξε. T | ταῦτα δὲ θύουσιν, ἐπεὶ καρποφόρα, τῇ Γῇ καὶ †ἥλιος δὲ καὶ

### book 103-4.3

γῆ αἴτια τῶν καρπῶν. διὰ τί δὲ οἱ Τρῶες Γῇ καὶ Ἡλίῳ; ὅτι ὁ κίν‐

### book 103-4.4

δυνος περὶ σωτηρίας καὶ γῆς. Ἕλληνες δὲ Διΐ, ἐπεὶ ξένιος· περὶ ξενίαν

### book 103-4.5.1

δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα

### book 103-4.5.2

ἑκατέρῳ τῶν θεῶν. b(BCE3E4)T ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα·

### book 103-4.5.3

γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον. b(BE3E4)T

### book 103-4.1

ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν: τὰ οἰκεῖα

### book 103-4.2

—τοιαύτη ἡ θεός. | τῷ δὲ Διΐ—προσαγορεύεται. A

### book 104.1

ἄλλον: ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ

### book 104.2

ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν. A (bis)

### book 105a.1

〈ἄξετε:〉 ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλ’

### book 105a.2

ἴσον τῷ ἄγετε. Aint

### book 105b.1

ὄφρ’ ὅρκια τάμνῃ: συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι,

### book 105b.2

ὅπως εἰ μὲν στέργοιεν Τρῶες, εὖ ἔχοι, εἰ δὲ μή, τὸν θεὸν αὐτοῖς ἐκπολε‐

### book 105b

μώσαι. ἐμφρόνως δὲ γέροντι πιστεύει τοὺς ὅρκους. b(BCE3E4)T

### book 106.1

ἐπεί οἱ παῖδες ὑπερφίαλοι: οὐκ ἀλόγως· αὐτὸς γάρ

### book 106.2

ἐστι τῆς ἀπιστίας Ἀλέξανδρος κατήγορος. T

### book 108a.1

αἰεὶ δ’ ὁπλοτέρων: ἀπὸ τούτου ἕως τοῦ „λεύσσει“ (Γ

### book 108a.2

110) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν

### book 108a.3

παραβάντων Πριαμιδῶν· εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων

### book 108a.4

κρέμανται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν. A

### book 108b

〈αἰεὶ δ’ ὁπλοτέρων:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 108c.1

ἠερέθονται: ἀβέβαιοί εἰσιν καὶ ἄστατοι. | ὑποτέμνε‐

### book 108c.2

ται δὲ τὴν ὕβριν, ἀνάγων ἐφ’ ἅπαντας τοὺς νέους τὸ ἔγκλημα. b

### book 108c.3

(BCE3E4)T

### book 109-10a.1

οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ

### book 109-10a.2

ὀπίσ〈σ〉ω / 〈λεύσσει—γένηται〉: ὑποστικτέον ἤτοι μετέῃ‐

### book 109-10a.3

σιν ἢ ὀπίσσω. ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε

### book 109-10a.4

παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέροις ἄριστα

### book 109-10a.5.1

πραχθῇ. ἡ δὲ δευτέρα οὕτως· οἷς δ’ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ

### book 109-10a.5.2

παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε. A

### book 109-10b.1

οἷς δ’ ὁ γέρων μετέῃσιν: περὶ Πριάμου ὁ λόγος·

### book 109-10b.2

πεπείραται γὰρ αὐτοῦ. | ἡ δὲ στιγμὴ εἰ μὲν μετὰ τὸ μετέῃσιν εἴη,

### book 109-10b.3

οὕτως ὁ νοῦς· τὰ παρόντα καὶ τὰ μέλλοντα προορᾷ, ὅπως ἄμφω

### book 109-10b.4

ἄριστα πραχθῇ· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως· οἷς παρῇ ὁ γέρων εἰς

### book 109-10b.5

τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκάστοτε. b(BCE3E4)T

### book 113

〈ἔρυξαν:〉 κατέσχον. Til

### book 114

τεύχεά τ’ ἐξεδύοντο: τὰς ἀσπίδας· αὗται γὰρ τελα‐

### book 114

μῶνας εἶχον, οὐκ ὄχανα. b(BCE3E4)T

### book 114-5.1

κατέθεντ’ ἐπὶ γαίῃ / πλησίον ἀλλήλων: μὴ γέ‐

### book 114-5.2

νοιτό τις αὐτῶν χρεία. T

### book 115.1

ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα: ἡ διακεχωρισμένη γῆ μετα‐

### book 115.2

ξὺ Τρώων καὶ Ἑλλήνων. T

### book 117a1.1

καρπαλίμως 〈ἄρνας τε φέρειν〉: οὕτως συναπτέον

### book 117a1.2

καρπαλίμως ἄρνας τε φέρειν: ἐνετείλατο γὰρ φέρειν ταχέως,

### book 117a1.3

ἐπεὶ παρελκόμενον ἔσται τὸ καρπαλίμως. A

### book 117a2.1

καρπαλίμως ἄρνας τε φέρειν: τὸ καρπαλίμως

### book 117a2.2

τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσω. T

### book 121.1

〈Ἶρις δ’ αὖθ’ Ἑλένῃ〉 λευκωλένῳ ἄγγελος ἦλθε:

### book 121.2

ἐν ἀρχαῖς τῷ τῆς Ἥρας αὐτὴν ἐπιθέτῳ κοσμεῖ, Ἀργείας τε ἄμφω κα‐

### book 121.3

λεῖ· „Ἥρη τ’ Ἀργείη“ (Δ 8) καὶ „Ἀργείη †Ἑλένη“ (Ζ 323). | ἦλθε

### book 121.4

δὲ ἄγγελος b(BCE3E4) δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐ‐

### book 121.5.1

τάγγελος. θῆλυ δὲ θήλεϊ πείθεται· ἐρωτική τε θεὸς ἡ Ἶρις

### book 121.5.2

b(BCE3E4)T καὶ ἀεὶ συμπαροῦσα τῇ Ἀφροδίτῃ. b(BCE3E4)

### book 121.5.3

τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν.

### book 121.5.4

b(BCE3E4)T

### book 122a.1

{εἰδομένη} γαλόῳ· βαρύνειν δεῖ· τὰ γὰρ εἰς ως θηλυκὰ

### book 122a.2

ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως Κέως

### book 122a.3

ἕως· οὕτω γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφων ἐν τῷ πρώτῳ Περὶ

### book 122a.4

ἀρχαίας ἀναγνώσεως (fr. 94). A

### book 122b

〈γαλόῳ:〉 διὰ τὸ γαλόῳ. Aint

### book 122c

〈γαλόῳ:〉 γάλως ὡς Ἄθως· καὶ διαίρεσις γαλόῳ ὡς

### book 122c

„ἐξ Ἀθόω δ’ ἐπὶ πόντῳ“ (Ξ 229). Aim

### book 122d

〈γαλόῳ:〉 ἀνδρὸς ἀδελφῇ. ἡ γάλως, τῆς γάλω. Til

### book 122-4.1

〈εἰδομένη γαλόῳ,〉 Ἀντηνορίδαο δάμαρτι 〈/

### book 122-4.2

τὴν— / Λαοδίκην〉: οὔτε τῇ γαλόῳ (122) δοτικῇ, οὔτε τῇ

### book 122-4.3

Ἀντηνορίδαο (122) γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον. b

### book 122-4.4

(BCE3E4)T

### book 123a1.1

τὴν Ἀντηνορίδης: τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα

### book 123a1.2

μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων. T

### book 123a2.1

ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ †πρώ‐

### book 123a2.2

ην ξένος† ἦν τῶν Ἑλλήνων. b(BCE3E4)

### book 124.1

εἶδος ἀρίστην: ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν „Πριάμοιο

### book 124.2

θυγατρῶν εἶδος ἀρίστην / †Κασάνδραν†“ (Ν 365—6). εἰ μὴ τὴν μὲν

### book 124.3

παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι. T

### book 125a.1

ἐν μεγάρῳ: ἐν θαλάμῳ· A οὗτος γὰρ διαίτημα γαμη‐

### book 125a.2

θεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον. A b (BE3E4)T

### book 125b.1

ἡ δὲ μέγαν ἱστὸν ὕφαινε: οὐκ ᾄδει ὡς Κίρκη καὶ

### book 125b.2

Καλυψώ· ἀπαθῶς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι. T

### book 126a.1

δίπλακα μαρμαρέην: καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνο‐

### book 126a.2

δότου καὶ ἡ Ἀριστοφάνους „πορφυρέην“ εἶχον, οὐ μαρμαρέην.

### book 126a.3

καὶ ἔστι πρεπωδέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν „φάρε’ ὑφαίνουσιν

### book 126a.4

ἁλιπόρφυρα“ (ν 108). A (bis)

### book 126b1.1

δίπλακα μαρμαρέην: διπλοΐδα χλαῖναν, οἱ δὲ δίμι‐

### book 126b1.2

τον. | αἱ πᾶσαι δὲ „πορφυρέην“ εἶχον, καὶ ἔστι συνῳδὸν τῷ „ἰοδνεφὲς

### book 126b1

εἶρος ἔχουσα“ (δ 135) καὶ „†φάρεα ὑφαίνουσα† ἁλιπόρφυρα“. T

### book 126b2.1

δίμιτον χλαῖναν. | τὸ δὲ μαρμαρέην τὴν λαμπράν. |

### book 126b2.2

συνῳδὸν δὲ τοῦτο τῷ „ἰοδνεφὲς εἶρος ἔχουσα“ καὶ τῷ „φάρε’ †ὑφαί‐

### book 126b2.3

νουσ’† ἁλιπόρφυρα“. b(BCE3)

### book 126c.1

〈δίπλακα μαρμαρέην·〉 ὅτι παραλέλειπται τὸ κύριον,

### book 126c.2

ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖναν, ἣν ἔστι διπλῆν ἀμφιέσασθαι.

### book 126c.3

Aint

### book 126-7.1

πολέας δ’ ἐνέπασσεν ἀέθλουσ〈—χαλκοχι‐

### book 126-7.2

τώνων〉: ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας

### book 126-7.3

ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων

### book 126-7.4

βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν. b(BCE3E4)T

### book 128a.1

οὕς ἑθεν: ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβα‐

### book 128a.2

νόμενον, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς

### book 128a.3

ἕθεν φασὶν ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀνα‐

### book 128a.4

γινώσκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως

### book 128a.5.1

ἀνεγνώσθη, „ἐπεὶ οὔ ἑθέν ἐστι χερείων“ (Α 114), „οἵ ἑθεν †ὤτρυνον†“

### book 128a.5.2

(Ο 199)· ἐκεῖνο δὲ κατ’ ὀρθὴν τάσιν „ἀπὸ ἕθεν ὤσατο χειρί“ (Ζ 62)·

### book 128a.5.3

ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ

### book 128a.5.4

„πρόσθεν ἕθεν φεύγοντα“ (Ε 56. 80. Υ 402)· ἡ γὰρ διάνοια ἁπλῆν

### book 128a.5.5

αἰτεῖ τὴν μετάληψιν. A

### book 128b.1

οὕς ἑθεν: ἐγκλιτικῶς. τὸ δὲ „ἐμέθεν“ (Α 525 al.) καὶ

### book 128b.2

„σέθεν“ (Α 180 al.) †μόνα† ὀρθοτονοῦνται παρ’ αὐτῷ. b(BCE3)T

### book 130a1.1

δεῦρ’ ἴθι, 〈νύμφα〉: δεῦρο ἀντὶ τοῦ ἄγε. b(BE3)

### book 130a1.2

T | τὸ δὲ νύμφα Ἰωνικὸν ὡς τὸ τόλμα, τῆθα, κοῦρα. T

### book 130a2

Ἰωνικὰ νύμφα, τόλμα. Aint

### book 130b

ἵνα θέσκελα: θεοείκελα θέσκελα, ὡς θεόφατα θέσφατα·

### book 130b

Aim b(BCE3)T μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός. Aim b(BE3)T

### book 130-4.1

δεῦρ’ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα

### book 130-4.2

ἴδηαι / —ἕαται σιγῇ: 〈***〉 εἶτα ἀπ’ ἄλλης ἀρχῆς·

### book 130-4.3

ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω· διὸ τελεία〈ν〉 στικτέον, ὑποστικτέον

### book 130-4.4

δὲ ἐν ὑποκρίσει, ἀνταποδοτικῆς οὔσης τῆς περιόδου, ὑποτακτικοῦ δὲ

### book 130-4.5.1

τοῦ προτέρου οἵ (132), τοῦ δὲ δευτέρου (sc. 134) ἀντωνυμίαν δηλοῦν‐

### book 130-4.5.2

τος. A

### book 132.1

οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον: ἡ ἐπί πρὸς τὸ φέρον. T

### book 132.2

| τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (sc. Γ 134)

### book 132.3

ἀντωνυμικόν. b(BCE3)T

### book 133

λιλαιόμενοι πολέμοιο: εἰς τὸ πολέμοιο ὑποστικτέον. T

### book 134a1.1

οἱ δὴ νῦν ἕαται: ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέα‐

### book 134a1.2

ται. T

### book 134a2

ἀπὸ τοῦ ἧνται, διάλυσις. Aim

### book 134b.1

πόλεμος δὲ πέπαυται: διὰ μέσου τὸ ἡμιστίχιον

### book 134b.2

πόλεμος δὲ πέπαυται· διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ, στίζο‐

### book 134b.3

μεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται. A

### book 134-6.1

〈οἱ δὴ νῦν ἕαται σιγῇ— / αὐτὰρ Ἀλέξαν‐

### book 134-6.2

δρος:〉 διὰ μέσου τὸ πόλεμος δὲ πέπαυται (134), b(BCE3E4)

### book 134-6.3

Til ἵν’ ᾖ οἱ δὴ νῦν ἕαται σιγῇ (134), ἀσπίσι κεκλιμένοι,

### book 134-6.4

παρὰ δ’ ἔγχεα μακρὰ πέπηγε (135). πόλεμος δὲ πέπαυται

### book 134-6.5

(134). αὐτὰρ Ἀλέξανδρος (136). b(BCE3E4)

### book 135.1

ἀσπίσι κεκλιμένοι: ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων

### book 135.2

ἐμποδιζόμενοι πολεμεῖν. b(BCE3E4)T

### book 137

μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο: τὸ δέος

### book 137.1

ἀναιρεῖ τοῦ μὴ τοξευθῆναι Μενέλαον b(BCE3E4)T ὑπὸ Ἀλεξάν‐

### book 137.2

δρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο, τὸ δ’ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο

### book 137.3

πάλλων προὐκαλεῖτο πάντας ἀρίστους· καὶ τοῦτο γὰρ δειλίας τεκ‐

### book 137.5

μήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντιτεταγμένον. T

### book 138a.1

〈τῷ δέ κε νικήσαντι:〉 ὅτι περισσὸς ὁ κέ, καὶ ὅτι πτῶσις

### book 138a.2

ἐνήλλακται, ἀντὶ τοῦ 〈τοῦ〉 δὲ νικήσαντος. Aim

### book 138b.1

φίλη κεκλήσῃ ἄκοιτις: ὅτι οὐ μνησικακήσει ὁ λαβών.

### book 138b.2

b(BCE3)T τὸ δὲ κεκλήσῃ ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ „σὴ παράκοι‐

### book 138b.3

τις / κέκλημαι“ (Δ 60—1). b(BCE3E4)T

### book 140a.1

ἀνδρός τε προτέροιο: ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ

### book 140a.2

ποιητής· b(BCE3E4)T ἐπὶ δύο γοῦν τὸ προτέροιό φησιν. T

### book 140a.3

ἢ τὸ προτέροιο ἐπὶ μόνου Μενελάου τέθεικεν ὡς εἶναι δεύτερον

### book 140a.4

Ἀλέξανδρον· ἐπεὶ πρῶτον μὲν ὑπὸ Θησέως, εἶτα Μενελάου, εἶτα

### book 140a.5.1

Ἀλεξάνδρου, Δηϊφόβου καὶ Ἀχιλλέως ἐν ὀνείρῳ, ὧν αὐτὸς οὐ μέμνη‐

### book 140a.5.2

ται. b(BCE3E4)

### book 140b.1

καὶ ἄστεος ἠδὲ τοκήων: καὶ περὶ Ἡρακλέους „κρατε‐

### book 140b.2

ρὸς παῖς Ἀμφιτρύωνοσ“ (Ε 392) φησίν· διὰ τοῦτο κἀνταῦθα καὶ

### book 140b.3

ἄστεος ἠδὲ τοκήων. T

### book 141.1

ἀργεν〈ν〉ῇσι καλυψαμένη 〈ὀθόνῃσιν〉: οὗτος γὰρ

### book 141.2

σώφρονι γυναικὶ κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἀμπίσχεται

### book 141.3

ποικίλα. ὀθόνη δὲ ὁ ἑανὸς, ὃν καὶ „πέπλον“ (Ε 734 al.) καλεῖ. b

### book 141.4

(BCE3E4)T

### book 142a1.1

δάκρυ χέουσα: διαίρεσις, οὐ σύνθεσις. | ἐθρήνει δὲ

### book 142a1.2

δεδοικυῖα ὑπὲρ Μενελάου, ἢ μνήμῃ χαρᾶς. T

### book 142a2

δακρύει ὑπὲρ Μενελάου δεδοικυῖα, ἢ καὶ τῇ μνήμῃ αὐτοῦ

### book 142a2

μόνῃ συγχεῖται. b(BCE3E4)

### book 143a1.1

οὐκ οἴη: στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω

### book 143a1.2

συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ

### book 143a1.3

πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ †ὑποτείνεται. A

### book 143a2.1

οὐκ οἴη: στικτέον εἰς τὸ οἴη, καὶ τὸ ἑξῆς ἀσύνδετον. b

### book 143a2.2

(BCE3)T

### book 144a.1

Αἴθρη, Πιτθῆος θυγάτηρ: εἰ μὲν τὴν Θησέως λέγει

### book 144a.2

μητέρα ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον 〈εἶναι〉

### book 144a.3

τὴν οὕτως ὑπεραρχαίαν, ἣν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου.

### book 144a.4

εἰ δὲ ὁμωνυμία ἐστί, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ

### book 144a.5.1

γὰρ ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακά, „Ἄδραστοσ“ (Β

### book 144a.5.2

572, 830 al.), Τεύθρας (cf. Ε 705), Οἰνόμαος (cf. Ε 706. Μ 140 al.). A

### book 144b1.1

Αἴθρη, Πιτθῆος 〈θυγάτηρ, Κλυμένη τε βοῶ‐

### book 144b1.2

πισ〉: εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη

### book 144b1.3

καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκ〈μ〉ου

### book 144b1.4

θυγατέρα εἶναί φησιν (fr. 144 W.). T

### book 144c1.1

Πιτθῆος θυγάτηρ: καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμ‐

### book 144c1.2

φιπολεῖν δύναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται „γρηῒ σὺν ἀμ‐

### book 144c1.3

φιπόλῳ“ (α 191). πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία

### book 144c1.4

ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν (cf.

### book 144c1.5.1

λ 630—1). πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν

### book 144c1.5.2

δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν, „κουρι〈δί〉ην“ τε „ἄλοχον“

### book 144c1.5.3

Μενέλαος αὐτήν φησιν (Ν 626). T

### book 144b2/c2.1

εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον

### book 144b2/c2.2

ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. | πιθανώτερον δὲ ὁμωνυμίαν

### book 144b2/c2.3

εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο. b(BCE3

### book 144b2/c2

E4)

### book 144b2/c2.5.1

Αἴθρη, Πιτθῆος θυγάτηρ: ἑτέρα τῆς Θησέως μητρός

### book 144b2/c2.5.2

ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ ὑπάρχει—αἰχμαλωτί‐

### book 144b2/c2.5.3

ζουσιν. A

### book 145.1

ὅθι Σκαιαὶ πύλαι: καὶ Δαρδανίας ἐνίοτε (cf. Ε 789.

### book 145.2

Χ 194 al.) αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν

### book 145.3

ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πόλις. T

### book 145

Σκαιαὶ πύλαι: Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, δι’ ὧν

### book 145.5

—κατὰ ταύτας ἐδέξαντο τὰς πύλας. A

### book 146.1

οἱ δ’ ἀμφὶ Πρίαμον: ὡς ἡμεῖς οἱ περὶ τόνδε καὶ τόνδε

### book 146.2

ἀντὶ τοῦ ὅδε καὶ ὅδε. T

### book 147.1

Ἱκετάονά 〈τ’〉 ὄζον Ἄρηος: ὡς καὶ ὁ Πρίαμος

### book 147.2

εὐμελίης (cf. Δ 47 al.) οὐ νῦν, ἀλλ’ ἐπὶ νεότητι. T

### book 148.1

Οὐκαλέγων τε 〈καὶ Ἀντήνωρ〉: μεταβὰς ἐπὶ ἕτερον

### book 148.2

γένος καὶ τὴν πτῶσιν ἤλλαξεν· b(BCE3)T Αἰσυήτου γὰρ

### book 148.3

οὗτοι. T Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.

### book 148.4

b(BCE3)T

### book 149.1

εἵατο δημογέροντες: οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ

### book 149.2

δὲ τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ. b(BCE3)T

### book 150a1

〈γήραϊ:〉 γράφεται καὶ „γήρεϊ“ ὡς „οὔδεϊ“ (Ψ 283). Aim

### book 150b1

〈γήραϊ:〉 ἀσυναλείπτως τῷ γήραϊ ἀναγνωστέον. Aint

### book 150b2/a2.1

γήραϊ: ἐντελῶς γήραϊ b(BCE3)T | γράφεται δὲ καὶ

### book 150b2/a2.2

„γήρεϊ“ ὡς „οὔδεϊ“. b(BCE3E4)T

### book 150c.1

γήραϊ δὴ πολέμοιο πεπαυμένοι, 〈ἀλλ’ ἀγορη‐

### book 150c.2

ταί〉: δύο οἶδεν ἀνδρῶν ἀρετάς· „βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν

### book 150c.3

τε κορύσσων“ (Β 273). b(BCE3E4)T

### book 151.1

〈ἐσθλοί:〉 διασταλτέον βραχὺ ἐπὶ τὸ ἐσθλοί· τὴν γὰρ

### book 151.2

ἐπίτασιν μᾶλλον ἐμφαίνει. Aim

### book 151

ἐσθλοὶ τεττίγεσ〈σ〉ιν: Τιθωνοῦ τοῦ Λαομέδοντος—

### book 151

εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος (FGrHist 4, 140). A

### book 151-2a1.1

τεττίγεσσιν— / δενδρέῳ ἐφεζόμενοι:

### book 151-2a1.2

ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. | τούτοις δὲ

### book 151-2a1.3

παρείκασε τοὺς γέροντας· A ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον.

### book 151-2a1.4

ἐπί τε τείχους κάθηνται. AT

### book 151-2a2.1

τεττίγεσ〈σ〉ιν ἐοικότες: ὅτι οἱ ἄρσενες τῶν τετ‐

### book 151-2a2.2

τίγων ᾄδουσιν. T

### book 151-2a3.1

ἄναιμα καὶ ψυχρὰ ταῦτα τὰ ζῷα. | οἱ δὲ ἄρρενες ᾄδου‐

### book 151-2a3.2

σιν ἐφ’ ὑψηλῶν καθήμενοι τόπων διὰ τὸ θέρεσθαι. b(BCE3E4)

### book 152a1.1

δενδρέῳ {ἐφεζόμενοι}: ὅτι Ζηνόδοτος γράφει „δέν‐

### book 152a1.2

δρει“. ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ

### book 152a1.3

δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων „δέν‐

### book 152a1.4

δρεον ὑψιπέτηλον“ (Ν 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ.

### book 152a1.5

A

### book 152a2

ὅτι Ζηνόδοτος γράφει „δένδρει“. Aint

### book 152b.1

ὄπα λειριόεσσαν: ἀνθηράν. T παρὰ τὰ λείρια, ἀπὸ

### book 152b.2

τῶν ὁρωμένων ἐπὶ τὰ ἀκουόμενα. οἱ δὲ τὴν ἐκ δρόσου ἀνθοῦσαν ὡς

### book 152b.3

βοτάνην. b(BCE3E4)T

### book 152c.1

ἱεῖσιν: προπερισπαστέον ὡς „τιθεῖσιν“ (Π 262. β 125)·

### book 152c.2

τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν

### book 152c.3

φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς

### book 152c.4

μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε

### book 152c.5.1

ἱστᾶσι καὶ τοῖς ἱστᾶσι〈ν〉· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες

### book 152c.5.2

ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ „φασί“ (Β 783. α

### book 152c.5.3

33) πρὸς τὸ φᾶσι μετοχικόν, ὡς στᾶσι. A

### book 155a.1

ἦκα {πρὸς ἀλλήλους}: ὅτι Ζηνόδοτος γράφει „ὦκα“.

### book 155a.2

εἴτε δὲ ἐπὶ τῆς Ἑλένης ἐστίν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται·

### book 155a.3

εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον·

### book 155a.4

βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες. A

### book 155b.1

ἦκα {πρὸς ἀλλήλους}: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν

### book 155b.2

τῷ Περὶ τῆς Κρατητ〈ε〉ίου αἱρέσεως (p. 64 B.) φησίν· „‘ὦκα‘ γράφει

### book 155b.3

ἀντὶ τοῦ ἦκα“. καὶ ἀπολογούμενός φησιν ὅτι μετ’ αὐτὸ διασταλτέ‐

### book 155b.4

ον, ἵν’ ᾖ „Ἑλένην ἐπὶ πύργον ἰοῦσαν“ (Γ 154) / ὦκα. πρὸς δὲ τῷ

### book 155b.5.1

μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ

### book 155b.5.2

καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέ‐

### book 155b.5.3

ποντος ἀφαιρεῖται· τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρ‐

### book 155b.5.4

μόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων κα‐

### book 155b.5.5

ταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν.

### book 155b.10.1

ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ

### book 155b.10.2

τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα. A

### book 155c.1

ἦκα πρὸς ἀλλήλους: ἠρέμα, ἡσύχως· T | αἰσχύνην γὰρ

### book 155c.2

αὐτοῖς ὁ λόγος ἔφερε παρ’ ὥραν κάλλος γυναικὸς θαυμάζουσιν καὶ

### book 155c.3

ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. b(BCE3E4)T

### book 156-8a.1

οὐ νέμεσις Τρῶασ〈—ἔοικεν〉: ἡ στιγμὴ

### book 156-8a.2

κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν (157). εἶτα ἀφ’

### book 156-8a.3

ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι (158), τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου

### book 156-8a.4

τῷ λίαν, ὡς κἀκεῖ „αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά“ (α 208).

### book 156-8a.5

τινὲς δὲ τῶν καθ’ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς. A

### book 156-8b.1

οὐ νέμεσις 〈Τρῶας—ἔοικεν〉: τρίγωνον ἐπί‐

### book 156-8b.2

γραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ „οὐ νέμεσις Τρῶασ“· ἀφ’ οἵου

### book 156-8b.3

γὰρ τῶν τριῶν στίχων ἀρξόμεθα, ἀδιάφορον. AT

### book 156.1

οὐ νέμεσις: οὐ νεμεσητόν, ὡς τὸ „οὐχ ὁσίη“ (χ 412) ἀντὶ

### book 156.2

τοῦ οὐχ ὅσιον. b(BCE3E4)T

### book 157

〈τοιῇδ’:〉 ἕν ἐστι· διὸ προπερισπαστέον τὸ τοιῇδε. Aint

### book 158a.1

αἰνῶς ἀθανάτῃσι: ἀντὶ τοῦ λίαν. b(BCE3E4) | ὡς τὸ

### book 158a.2

„αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα“ (α 208): Aint b (BCE3E4)T

### book 158a.3

οὐκ ὀρθῶς οὖν τινες τὸ αἰνῶς τῷ „πάσχειν“ (Γ 157) συνάπτουσιν.

### book 158a.4

Aim b (BCE3E4)T

### book 158b

ἀθανάτῃσι θεῇσι: δι’ ὑπερβολὴν ἄμφω κεῖται. T

### book 159

〈ὧσ〉: περισπαστέον τὸ ως· ἀντὶ γὰρ τοῦ ὅμως. Aint

### book 160a.1

ἡμῖν: ὀρθοτονητέον· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτι‐

### book 160a.2

κῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις. A

### book 160b.1

μηδ’ ἡμῖν τεκέεσ〈σ〉ί τ’ 〈ὀπίσσω πῆμα λίποι‐

### book 160b.2

το〉: ὀρθοτονητέον τὸ ἡμῖν· b(BCE3)T | μόλις δὲ ἀνακαλοῦνται τοῦ

### book 160b.3

πάθους τὸν λογισμόν. b(BCE3E4)T

### book 161.1

〈ἐκαλέσσατο φωνῇ:〉 ἐφώνησεν, ἀλλ’ b(BCE3E4)

### book 161.2

οὐ δι’ ἀγγέλου b(BCE3E4)T ἐκάλεσε. b(BCE3E4)

### book 162a1.1

φίλον τέκος: φίλον, ἵνα μὴ ὑπονοοῦντας αὐτοὺς ἀπο‐

### book 162a1.2

στρέφηται. T

### book 162a2.1

φίλον {δὲ} τέκος, ἵνα μὴ ὑπονοοῦσά τι ἐν αὐτοῖς

### book 162a2.2

δεινὸν ἀποστραφῇ. b(BCE3E4)

### book 163a

〈ἴδῃ:〉 ὅτι χωρὶς τοῦ ς γράφειν ὁμηρικώτερον. Aint

### book 163b1.1

πηούς: πηοὶ λέγονται οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ

### book 163b1.2

πάσασθαι. T

### book 163b2

πηοὶ οὐχ οἱ κυρίως, ἀλλ’ οἱ ἐπείσακτοι συγγενεῖς b

### book 163b2

(BCE3E4) καὶ ἐπίκτητοι. b(BE3E4)

### book 164a1.1

οὔτι μοι αἰτίη ἐσσί: πατρικὴν σῴζων διάθεσιν οὔ

### book 164a1.2

φησι ‘παῖς νύ μοι αἴτιός ἐστι‘. T

### book 164a2.1

πατρικήν πως σώζων διάθεσιν κατὰ τὸν λόγον οὔ φησιν

### book 164a2.2

αὐτὴν αἰτίαν· πῶς γάρ; b(BCE3)

### book 165.1

οἵ μοι ἐφώρμησαν 〈πόλεμον πολύδακρυν Ἀχαι‐

### book 165.2

ῶν〉: ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν φησι τὸ ἐφώρμησαν. b

### book 165.3

(BCE3E4)T δῆλον δ’ ὅτι τοὺς Ἕλληνάς φησιν. b(BE3E4)

### book 166a.1

〈ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονο‐

### book 166a.2

μήνῃς:〉 πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις συμβολαῖς οὐ

### book 166a.3

παρεκάλει Πρίαμος παρ’ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων

### book 166a.4

αὐτῶν †προσβαλόντων† τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν

### book 166a.5.1

ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου „καί τοι

### book 166a.5.2

τεύχεα καλὰ δότω, / αἴ κέ σε τῷ ἴσκοντες ἀπόσχωνται“ (cf. Λ 798—9).

### book 166a.5.3

b(BCE3E4)T

### book 166a.1

ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει—πάντας

### book 166a.2

ἐνόπλους ὡς νῦν. A

### book 166b1.1

ὥς μοι καὶ τόνδ’ ἄνδρα 〈πελώριον ἐξονο‐

### book 166b1.2

μήνῃσ〉: ἐὰν τὸ ἵνα ἐκ τοῦ ὥς σημαίνηται, ἔσται τῶν ἄνω ἐχόμενος

### book 166b1.3

ὁ λόγος, „ὄφρα ἴδῃ πρότερόν τε πόσιν“ (Γ 163) καὶ ὥς μοι τόνδ’

### book 166b1.4

ἄνδρα (cf. 166). βέλτιον δέ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ

### book 166b1.5

εὐκτικοῦ παραλαμβάνῃς. A

### book 166b2.1

ὥς μοι καὶ τόνδ’ ἄνδρα 〈πελώριον ἐξονο‐

### book 166b2.2

μήνῃσ〉: τὸ ἑξῆς, „ὄφρα ἴδῃς πρότερόν τε πόσιν“ καὶ ὥς μοι τόνδ’

### book 166b2.3

ἄνδρα, ἵν’ ᾖ τὸ ὥς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ ὥς ἀντὶ τοῦ εἴθε καὶ τὸ

### book 166b2

ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις. b(BCE3E4)T

### book 168.1

κεφαλῇ καὶ μείζονες ἄλλοι: καὶ πῶς „κεφαλὴν ἴκελος

### book 168.2

Διΐ“ (Β 478); ἢ τὸ ἡγεμονικὸν ἔλεγε τότε, ἢ τῷ εἰπεῖν „ἤματι τῷ“

### book 168.3

(Β 482) δηλοῖ τότε μόνον πρὸς ἡμέραν ταῦτα συμβῆναι αὐτῷ. T

### book 169.1

καλὸν δ’ οὕτω ἐγὼν 〈οὔπω ἴδον ὀφθαλμοῖσιν〉:

### book 169.2

τὸ ἑξῆς, καλὸν ὀφθαλμοῖσιν. T

### book 170

γεραρόν: τὸν γεραηρόν, συγκοπῇ. T

### book 172.1

αἰδοῖός τέ μοί ἐσσι, 〈φίλε ἑκυρέ, δεινός τε〉:

### book 172.2

εὐφυῶς τὰ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὰ μὲν αἰδεῖσθαι,

### book 172.3

τὰ δὲ φοβεῖσθαι αὐτόν. ἐπειδὴ δὲ αὐτὸς „τέκοσ“ (Γ 162) αὐτὴν εἶπε,

### book 172.4

καὶ αὐτή φησιν· πατρικὴν αἰδῶ καὶ φόβον σῴζω περὶ σέ· ἡ γὰρ

### book 172.5

ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ καὶ φόβῳ κεῖται. b(BCE3E4)T

### book 173a1.1

〈ὡς ὄφελεν θάνατός μοι ἁδεῖν:〉 ὄφελεν ἐμοὶ

### book 173a1.2

τερφθῆναι. εἰ δὲ ἀρέσαι λέγοι, δηλοῖ ὡς ὡραϊσθεῖσα ἠκολούθησεν

### book 173a1.3

Ἀλεξάνδρῳ, ἀλλὰ μὴ ἀπατηθεῖσα. b(BCE3E4)

### book 173a2.1

θάνατός μοι ἁδεῖν κακός: τερφθῆναί μοι· ἐρασθεῖσα

### book 173a2.2

γὰρ ἠκολούθησεν Ἀλεξάνδρῳ. T

### book 174

θάλαμον: μετ’ ἐπικρύψεως τὸν ἄνδρα δηλοῖ. T

### book 175.1

παῖδά τε τηλυγέτην: λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύ‐

### book 175.2

ριος—δύο παῖδες τιμῶνται, Νικόστρατος καὶ Αἰθιόλας. A

### book 175.1

τηλυγέτην: καταχρηστικῶς εἶπεν. κυρίως δὲ τηλύγετοι

### book 175.2

—μᾶλλον ἀγαπᾶσθαι. A

### book 176

〈τά γ’:〉 διὰ τοῦ κέ συνδέσμου συνήλειπται, „τά κε“.

### book 176

γράφεται δὲ καὶ τά γε. Aint

### book 178.1

οὗτός γ’ Ἀτρείδησ〈—αἰχμητήσ〉: ὡς ἑνὶ λόγῳ ἐπιγραμματικῶς αὐτὸν

### book 178.2

δηλοῖ. T

### book 179.1

ἀμφότερον: τοῦτο συναπτέον τῷ ἀγαθός, ἵν’ ᾖ κατ’ ἄμ‐

### book 179.2

φω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βα‐

### book 179.3

σιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην

### book 179.4

πραγματευόμενα. A b (BCE3E4)T τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ

### book 179.5.1

μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος (cf. Ξ 82—102 et

### book 179.5.2

Ι 31—44), ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος (cf. Ζ 53—65). b

### book 179.5.3

(BCE3E4)T

### book 180a1.1

δαὴρ αὖτ’ ἐμὸς 〈ἔσκε〉 κυνώπιδος: πρὸς τὴν

### book 180a1.2

σημασίαν ὑπήντησεν· τὸ γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαήρ †μου† τῆς

### book 180a1.3

κυνώπιδος. AT | τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ

### book 180a1.4

δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται. T

### book 180b1

εἴποτ’ ἔην γε: εἴποτε ἦν δαήρ, ἐμὸς ἦν δαήρ. T

### book 180a2/b2.1

πρὸς τὴν σημασίαν ὑπήντησε· τοῦ κυνώπιδος καὶ τὸ

### book 180a2/b2.2

ἐμός· δαὴρ γὰρ ἐμοῦ κυνώπιδος. b(BCE3) | ἢ οὕτως· εἴ ποτ’ ἔην

### book 180a2/b2.3

δαήρ, ἐμὸς ἔην. b(BCE3E4) | τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ

### book 180a2/b2.4

γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται. b(BE3)

### book 180a2/b2.5

T

### book 182a.1

ὦ μάκαρ Ἀτρείδη, 〈μοιρηγενές, ὀλβιόδαι‐

### book 182a.2

μον〉: ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν οὐ κατὰ πρόσωπον

### book 182a.3

γινόμενος ἔπαινος. b(BCE3E4)T | σημειώσαιο δ’ ἂν ὡς κατὰ πρόο‐

### book 182a.4

δον συλλαβῇ ηὔξηται μετ’ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν. Aim b

### book 182a.5

(BCE3)T

### book 182b

ὀλβιόδαιμον: προπαροξυτόνως· ἔστι γὰρ σύνθετον. τὰ

### book 182b.1

δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατου‐

### book 182b.2

μένην, προπερισπᾶται ἁπλᾶ ὄντα, „Μαχᾶον“ (Ξ 3) Ἀρετᾶον (cf.

### book 182b.3

Ζ 31), σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, „κυλλοπόδιον“

### book 182b.5.1

(Φ 331) „Ποσείδαον“ (Ξ 357 al.) ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων

### book 182b.5.2

δὲ συνθέτων τὸ αὐτό, λέγω δὲ τὸ „Αὐτόμεδον“ (Ρ 469) καὶ „Ἀγά‐

### book 182b.5.3

μεμνον“ (Β 362 al.)· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλη‐

### book 182b.5.4

τικήν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε

### book 182b.5.5

τὸν τόνον, Λυκόφρον (cf. Ο 430) „δαΐφρον“ (Δ 93). ὅθεν σημειῶδες

### book 182b.10.1

ἐκεῖνο κατὰ κλητικὴν „ἰὼ Λακεδαῖμον“ Ἀριστοφάνης Ὁλκάσι (fr.

### book 182b.10.2

401 K. = 420 K.—A.), καὶ εἰ σύνθετον τὸ „ψευδόμεναί σε Παλαῖμον“ (Call. fr. 787).

### book 182b.10.3

A

### book 183a.1

ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο: λείπει τὸ δικαίως, ὡσεὶ

### book 183a.2

λέγοι· δικαίως αὐτῷ πολλοὶ ὑπείκουσι τοιούτῳ ὄντι. T

### book 183b.1

δεδμήατο: ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζον‐

### book 183b.2

ται γὰρ κυρίως ταῦτα. | τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ

### book 183b.3

η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ „πεφο‐

### book 183b.4

βήατο“ (Φ 206). ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο

### book 183b.5.1

ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ α καὶ ἔκτασιν τοῦ

### book 183b.5.2

ε. A

### book 184a.1

ἤδη καὶ Φρυγίην: ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας

### book 184a.2

καθ’ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται

### book 184a.3

ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ

### book 184a.4

ποτέ· „ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθεν“ (Γ 205). A

### book 184b

ἤδη καὶ Φρυγίην: τὴν παρὰ τῷ Σαγγαρίῳ, ἥ ἐστι

### book 184b

μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ. b(BCE3E4)T

### book 185

αἰολοπώλους: εὐκινήτους πώλους ἔχοντας. T

### book 186.1

λαοὺς Ὀτρῆος: λαοὺς τοὺς ἐπικούρους φησίν· „λαοὶ δ’

### book 186.2

Ἀτρείδεω Ἀγαμέμνονοσ“ (ι 263). b(BCE3E4)T

### book 187.1

ἐστρατόωντο παρ’ ὄχθας: διὰ τούτου τὸ μῆκος δηλοῖ

### book 187.2

τοῦ ποταμοῦ· διϊὼν γὰρ Φρυγίαν †ἐξίεισι† διὰ Βιθυνίας. b(BCE3E4)T

### book 188.1

καὶ γὰρ ἐγὼν ἐπίκουρος 〈ἐών〉: ἴσως διὰ τούτου καὶ τοῦ

### book 188.2

γάμου τῆς Ἑκάβης ἠξίωται. b(BCE3E4)T

### book 188-9.1

καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν〈—ἀντιάνει‐

### book 188-9.2

ραι〉: Μελανίππη καὶ Ἱππολύτη—σὺν αὐτοῖς, κατ’ ἐκεῖνον

### book 188-9.3

ἀκμάζων τὸν καιρόν. A

### book 189.1

Ἀμαζόνες 〈ἀντιάνειραι〉: παρὰ τῷ Θερμώδοντι οἰκοῦσιν.

### book 189.2

b(BCE3E4)T Ἄρεος καὶ Ἁρμονίας νύμφης Ναΐδος θυγατέρες

### book 189.3

εἰσίν. T αἱ δὲ ἐπιφανεῖς αὐτῶν Ἱππολύτη, Ἀντιόπη, ἣν

### book 189.4

ἥρπασε Θησεύς, Ἀναία, Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρή, ἧς

### book 189.5.1

Πενθεσίλεια· ἃς ἐπὶ πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τὰς

### book 189.5.2

περιχώρους καταδραμεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ

### book 189.5.3

Μύγδονος τοῦ Ἄκμονος b(BCE3E4)T καὶ Ὀτρέως τοῦ Δύμαν‐

### book 189.5.4

τος. T ὠνομάσθησαν δὲ ἢ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν

### book 189

μαζῶν (ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ ἐμποδίζεσθαι ἐν τῇ

### book 189.10.1

τοξείᾳ) ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ σαύροις καὶ

### book 189.10.2

ὄφεσιν. b(BCE3E4)T τινὲς δὲ ταῖς Σαυροματίσι φασὶ 〈τὰσ〉

### book 189.10.3

αὐτάς. T | ἀντιάνειραι δὲ αἱ ἶσαι ἢ ἐναντίαι τοῖς ἀνδράσιν.

### book 189.10.4

b(BCE3E4)

### book 189

Ἀμαζόνες ἀντιάνειραι: αἱ Ἀμαζόνες λέγονται εἶναι

### book 189.15

—ἐν τῷ τοξεύειν. A

### book 190a

ἑλίκωπες: ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν. b(BCE3E4)T

### book 190b.1

〈ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες Ἀχαιοί:〉

### book 190b.2

οὐκ ἀλόγως αὔξει τοὺς Ἕλληνας· τοὺς γὰρ πλείους καὶ κρατῆσαι

### book 190b.3

καλὸν καὶ ἡσσᾶσθαι ὑπὸ τούτων οὐκ ἐπονείδιστον. b(BCE3E4)Til

### book 191.1

δεύτερον αὖτ’ Ὀδυσῆα: οὐδετέρως διὰ 〈τὸ〉 „τὸ τρίτον

### book 191.2

αὖτ’ Αἴαντα“ (Γ 225), εἰ μὴ ἐνήλλακται, ὡς τὸ „πρώτην ἄλοχον θέτο

### book 191.3

Μῆτιν“ (Hsd. th. 886), „τὸ τρίτον ἠγάγετο“ (ib. 901). T

### book 192.1

εἴπ’ ἄγε μοι καὶ τόνδε: καλῶς ἔταξεν ἀρχήν, φρόνησιν,

### book 192.2

ἀνδρίαν. | ὁ δὲ χρόνος αὐτῷ λήθην ἐνεποίησεν Ὀδυσσέως. T

### book 193a.1

〈μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο:〉

### book 193a.2

Ἀρίσταρχος „κεφαλήν“. | βέλτιον δὲ ἀπ’ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ

### book 193a.3

ἐστίν. Aim

### book 193b.1

〈μείων μέν:〉 τοῦτο ἀπὸ ἄλλης ἀρχῆς λείποντος τοῦ

### book 193b.2

ἐστί. Til

### book 194

ἰδέ {στέρνοισιν}: ἀντὶ τοῦ καί. σημαίνει δὲ ἐνίοτε καὶ τὸ

### book 194

ὅπως. T

### book 196.1

αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν:

### book 196.2

περιφοιτᾷ, μὴ δόλος τις εἴη περὶ τὴν στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φα‐

### book 196.3

λάγγων, ὅ ἐστι διακοσίων τετταράκοντα ἀνδρῶν. b(BCE3E4)T |

### book 196.4

κτίλος οἱονεὶ κίλος τις ὢν παρὰ τὸ κίειν. T

### book 197.1

πηγεσιμάλλῳ: μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ

### book 197.2

διάδηλος ἔσται. A b (BCE3E4)T τῷ πραϋτάτῳ δὲ εἴκασται A b

### book 197.3

(BCE3)T διὰ τὸ ἀτάραχον. A b (BCE3E4)T

### book 198a.1

{ὥστ’} οἰῶν: Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτο‐

### book 198a.2

λεμαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.). Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς

### book 198a.3

τ’ ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς

### book 198a.4

δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν,

### book 198a.5.1

οἶς ὡς αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως

### book 198a.5.2

εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δέ, „τοῖσι δ’ ὄϊς λάσιοσ“ (Ω 125). καὶ

### book 198a.5.3

τὰς πλαγίους δὲ κατὰ διάστασιν τοῦ ι λέγει, εἰ μὴ κωλύοι μέτρον· „ἐν

### book 198a.5.4

δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊοσ“ (Ι 207) καὶ „μῆλ’ ὄϊές τε καὶ αἶγεσ“ (ι 184)

### book 198a.5.5

καὶ „Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν“ (κ 524). ἕνεκα δὲ μέτρου „οἰὸς ἀώτῳ“

### book 198a.10.1

(α 443) καὶ „οἰῶν τε βληχήν“ (μ 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ

### book 198a.10.2

κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνά‐

### book 198a.10.3

γνωσιν· καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν

### book 198a.10.4

τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπ’ εὐθείας, οὐδὲν δὲ

### book 198a.10.5

εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρ’ Ἀττικοῖς τὸ φθοῖς. A

### book 198b.1

ὅς τ’ οἰῶν μέγα πῶϋ: ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς,

### book 198b.2

αἰγῶν ὁ δὲ Ἡρωδιανὸς „ὀΐων“ ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ

### book 198b.3

μονοσύλλαβον ὁ ποιητής, εἰ μὴ μέτρον κωλύσειεν. A b (BCE3E4)T |

### book 198b.4

πῶϋ δὲ παρὰ τὴν πόαν· ἢ πῶϋ ἐστὶ 〈παρὰ τὸ πῶ τὸ〉 πίνω. T

### book 200-2.1

οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς /

### book 200-2.2

〈—πυκνά〉: ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων

### book 200-2.3

δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ. A b

### book 200-2.4

(BCE3E4)T

### book 201.1

ἐν δήμῳ Ἰθάκης: ἔστι νῆσος τῆς Κεφαλ〈λ〉ηνίας. καὶ

### book 201.2

τόπος—καὶ πλῆθος τῶν ἀνδρῶν. A

### book 201.1

κραναῆς περ ἐούσης: καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρί‐

### book 201.2

στους ἄνδρας ἐκβάλλειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παρ’ αὐτῇ, ὃ

### book 201.5.1

διὰ τὸ προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανε· b(BCE3)T „πολ‐

### book 201.5.2

λάκι μιν ξείνισ〈σ〉ε〈ν〉“ (Γ 232). T

### book 202.1

〈παντοίους τε δόλους:〉 εἰσὶ γὰρ καὶ κακοὶ καὶ καλοί. b

### book 202.2

(BCE3E4)Til

### book 203-6.1

〈Ἀντήνωρ πεπνυμένος—δῖος Ὀδυσσεύς /

### book 203-6.2

—σὺν ἀρηϊφίλῳ Μενελάῳ:〉 ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ

### book 203-6.3

ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ. b(BCE3)Til

### book 205a.1

ἤδη γὰρ καὶ δεῦρο: ὅτε ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ

### book 205a.2

Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπεδέξατο αὐτούς, b(BCE3)

### book 205a.3

T καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν ἅλωσιν

### book 205a.4

τῆς Τροίας ἐκέλευσεν Ἀγαμέμνων φείσασθαι τῶν οἰκείων Ἀντήνορος,

### book 205a.5

παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ. b(BCE3E4)T

### book 205b

〈ἤδη γὰρ καὶ δεῦρό ποτ’:〉 ὅτι παραλλήλως τὸ ἤδη

### book 205b

τῷ ποτέ. Aint

### book 205c

〈δεῦρό ποτ’:〉 ποτὲ δεῦρο, εἰς τόπον. Til

### book 206a.1

σεῦ ἕνεκ’ 〈ἀγγελίησ〉: ὅτι Ζηνόδοτος γράφει „σῆς

### book 206a.2

ἕνεκ’ ἀγγελίησ“. οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν,

### book 206a.3

ἀλλ’ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος. | πρὸ τοῦ στρατεῦσαι—Ἀν‐

### book 206a.4

τήνωρ ξενίζει φιλοφρόνως. A

### book 206b

〈ἀγγελίης:〉 ὡς ἀγχονίης· θάνατος, ὀρθῆς. Til

### book 206c.1

σεῦ ἕνεκ’ ἀγγελίης 〈σὺν ἀρηϊφίλῳ Μενελάῳ〉: οὐ

### book 206c.2

ῥιψοκινδύνως Μενέλαος ἔρχεται, ἀλλ’ εἴ πως αἰδεσθῶσι τὸν παθόντα·

### book 206c.3

εἰ γὰρ Ἑλένης χάριν ὁ πόλεμος, πόσον εἰ Μενέλαος ἀνῄρητο; b

### book 206c.4

(BCE3E4)T Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρβάρων,

### book 206c.5.1

ὅπως ῥώμης ἔχοιεν. οὐχὶ δὲ Νέστωρ· οὐ γὰρ μόνον συνετούς, ἀλλὰ καὶ

### book 206c.5.2

δραστηρίους πρεσβεύεσθαι δεῖ. b(BE3E4)T

### book 207.1

〈ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα:〉 ὅτι παραλλήλως

### book 207.2

ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησι. Aint

### book 208

〈φυήν:〉 τὸ εἶδος. Til

### book 210

〈ὑπείρεχεν:〉 ὑπὲρ αὐτὸν εἶχεν. Til

### book 211a1.1

ἄμφω δ’ ἑζομένω 〈γεραρώτερος ἦεν Ὀδυσσεύσ〉:

### book 211a1.2

ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει „ἑζομένων“. τὸ δὲ ἄμφω δύο πτώσεις

### book 211a1.3

ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι,

### book 211a1.4

κατ’ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ καθημένων δὲ ἀμφοτέρων, καὶ

### book 211a1.5

ἔστι σύνηθες ὡς ἐπ’ ἐκείνου· „οἱ δὲ δύο σκόπελοι, ὁ μέν“ (μ 73), ἀντὶ

### book 211a1

〈τοῦ〉 τῶν δύο σκοπέλων. A

### book 211a2.1

ἄμφω δ’ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς:

### book 211a2.2

ὡς τὸ „σύν τε δύ’ ἐρχομένω“ (Κ 224) καὶ „οἱ δὲ δύο σκόπελοι“. T

### book 212.1

ἀλλ’ ὅτε δὴ μύθους: τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμη‐

### book 212.2

ρος, τὸν ἀπολελυμένον, βραχύν, ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παραστῆ‐

### book 212.3

σαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλόν, καταπληκτικόν, μεστὸν

### book 212.4

ἐνθυμημάτων, καὶ τούτων ἀθρόως λεγομένων, ὃν Δημοσθένης· τὸν δὲ

### book 212.5.1

πιθανὸν καὶ τεχνικόν, πολλῶν πλήρη δογμάτων, ὃν Ἰσοκράτης

### book 212.5.2

ἐζήλωσε, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος. A b (BE3E4)T

### book 212.5.3

ἀπολελυμένος Μενέλαος Λυσίας, πυκνὸς Ὀδυσσεὺς Δημοσθένης, πιθα‐

### book 212.5.4

νὸς Νέστωρ Ἰσοκράτης. T

### book 213.1

ἐπιτροχάδην ἀγόρευε: παρατρέχων καὶ τὰ καίρια μόνον

### book 213.2

λέγων. b(BCE3E4)T

### book 213.1

ἐπιτροχάδην: βραχυλόγοι γὰρ οἱ Λάκωνες—τουτ‐

### book 213.2

έστι πυκνὰ καὶ πολλά. A

### book 214a1.1

παῦρα μέν, ἀλλὰ μάλα λιγέως: οὐχ ὡς Λάκων·

### book 214a1.2

οὔπω γὰρ Δωριεῖς. ἀλλ’ ὅτι ἀπορώτεροι οἱ νέοι καὶ τὸ ἀνθηρὸν διώ‐

### book 214a1.3

κοντες. T

### book 214a2.1

οἱ γὰρ νέοι, ἀπειρότεροι τοῦ τὰ πλείονα καὶ συμφέροντα

### book 214a2.2

λέγειν ὄντες τὸ ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν. b(BCE3E4)

### book 215a1.1

〈οὐδ’ ἀφαμαρτοεπήσ〉 ἠ καὶ γένος ὕστερος ἦεν:

### book 215a1.2

ἐὰν βαρύνωμεν τὸν ἤ σύνδεσμον, διαστελοῦμεν βραχύ· κείσεται γὰρ

### book 215a1.3

ἀντὶ τοῦ εἴ συναπτικοῦ. ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παρα‐

### book 215a1

πληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν. A

### book 215a2.1

ἀντὶ τοῦ εἴ. τινὲς δὲ εἰς τὸ ἀφαμαρτοεπής στίζουσι

### book 215a2.2

τελείαν, εἶτα καὶ περισπῶσι τὸν η μετ’ ἐπιτάσεως· καίτοι νεώτερος ἦν.

### book 215a2.3

b(BCE3E4)T

### book 215b.1

〈ἤ:〉 πιθανώτερον βαρύνειν τὸν η, καὶ ἀντὶ τοῦ εἴ παρα‐

### book 215b.2

λαμβάνεται. Aim

### book 216.1

ἀναΐξειεν Ὀδυσσεύς: τὸ πρόθυμον δηλοῖ τῆς ἐγέρσεως

### book 216.2

πρὸς κατάπληξιν. b(BCE3E4)T

### book 217a.1

στάσκεν: ὅτι οὐ σχεδιάζειν δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν

### book 217a.2

ἐρούντων μεμελετημένην εἶναι· b(BCE3E4)T οἶδε γὰρ καὶ αὕτη

### book 217a.3

πολλάκις ὑπόνοιαν κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ

### book 217a.4

σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν· ἢ οἷα εἰκὸς

### book 217a.5.1

Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ

### book 217a.5.2

εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας. A b (BCE3E4)T

### book 217b.1

〈ὑπαί:〉 ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάτ‐

### book 217b.2

τοντας τῆς προθέσεως τὸν τόνον. Aim

### book 218.1

〈σκῆπτρον:〉 σημειωτέον δὲ ὅτι—ὄμνυσι κατ’ αὐ‐

### book 218.2

τοῦ. Aint

### book 219a.1

ἀλλ’ ἀστεμφὲς 〈ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώσ〉:

### book 219a.2

πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον· ὁ γὰρ Ἀνακρέων· „σὺ

### book 219a.3

γὰρ ἦς ἔμοιγ’ ἀστεμφήσ“ (fr. 22 P.). καὶ ὅτι τὸ ἀΐδρεϊ κατὰ τὸ

### book 219a.4

βαρὺ προενεκτέον. A

### book 219b1.1

〈ἀΐδρεϊ φωτὶ ἐοικώς:〉 ἀΐδρεϊ προπαροξυτόνως

### book 219b1.2

ὡς ἀπ’ εὐθείας τῆς ἄϊδρις· „χώρου ἄϊδρις ἐών“ (κ 282). ταύτης δὲ

### book 219b1.3

τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεος, καὶ ἀΐδρεϊ· οὐ γὰρ

### book 219b1

δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον.

### book 219b1.5.1

ἀλλ’ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ

### book 219b1.5.2

ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ τὸ „πολυΐδριδι“ (fr. 190

### book 219b1.5.3

L.—P.), εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς

### book 219b1.5.4

„ἴδριδα“ ἔφη (fr. 953 N.2 = 1056 P. = 1056 R.) τὴν αἰτιατικήν. ὅ τε Φρύνι‐

### book 219b1.5.5

χος (fr. 22 N.2 = com. fr. 90 K.) τὴν εὐθεῖαν „ἴδριδεσ“. γένοιτο

### book 219b1.10.1

οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον.

### book 219b1.10.2

οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν

### book 219b1.10.3

τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ

### book 219b1.10.4

ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής

### book 219b1.10.5

φησιν „εὐνήν τ’ αἰδομένη πόσιοσ“ (π 75), τὴν δὲ δοτικὴν „χαριζο‐

### book 219b1.15

μένη πόσεϊ ᾧ“ (Ε 71). A

### book 219b2.1

ἀΐδριϊ ἀπὸ τοῦ ἄϊδρις, καὶ δι’ εὐφωνίαν τὸ ἕτερον ι

### book 219b2.2

μετατίθεται. b(BCE3)T

### book 220a.1

φαίης κεν: ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς

### book 220a.2

τὴν Ἑλένην λεγόμενον. κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέ‐

### book 220a.3

ον ἐν ἴσῳ τῷ ἔφη τις ἄν, ὡς ἔχει τὸ „ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοισ“

### book 220a.4

(Δ 223) ἀντὶ τοῦ ἴδοι τις ἄν. A

### book 220b.1

ζάκοτον〈—ἄφρονα〉: διὰ τὸ ὑπόδρα ὁρᾶν,

### book 220b.2

ἄφρονα δὲ διὰ τὸ ἀκίνητον τοῦ σκήπτρου. b(BCE3E4)T

### book 221-2.1

ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην〈—χειμερίῃ‐

### book 221-2.2

σιν〉: τετράκις ἐν τῷ προσώπῳ φυλακτέον τὰς ὑποστιγμὰς διὰ τοῦ

### book 221-2

〈ὅτ〉ε 〈ἀποτελουμένασ〉. T

### book 221.1

μεγάλην: διὰ τὸν θόρυβον τῶν Τρώων ἢ διὰ τὴν κατά‐

### book 221.2

πληξιν τῶν ἀδίκων. b(BCE3E4)T

### book 222a1.1

〈νιφάδεσσιν ἐοικότα χειμερίῃσιν〉: ἡ εἰκὼν ἀφορᾷ

### book 222a1.2

πρὸς τὸ τάχος τῆς ῥητορείας· διὰ μὲν γὰρ τοῦ †ἔπεα† πλήθους δηλοῖ

### book 222a1.3

τὸ πυκνὸν τοῦ λόγου, διὰ δὲ τοῦ λευκοῦ τὸ σαφές, διὰ τῆς νιφάδος

### book 222a1.4

τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐαριναὶ

### book 222a1.5

ἐκκόπτουσι τοὺς καρπούς. b(BCE3E4)

### book 222a2.1

νιφάδεσσιν ἐοικότα 〈χειμερίῃσιν〉: ἡ εἰκὼν πρὸς

### book 222a2.2

τὸ τάχος, τὸ πλῆθος, τὸ πυκνόν, τὸ σαφές, τὸ λευκὸν τῆς νιφάδος,

### book 222a2.3

τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐα‐

### book 222a2.4

ριναὶ ἐκκόπτουσι τοὺς καρπούς. T

### book 224a.1

οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος 〈ἀγασσάμεθ’ εἶδος

### book 224a.2

ἰδόντεσ〉: πρὸς τὸ σιωπώμενον, ὅτι συνυπακοῦσαι δεῖ τὸ οὐ τότε

### book 224a.3

οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν. A

### book 224b1.1

οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασ〈σ〉άμεθα: οὐχ

### book 224b1.2

ὡς ἔτι τὴν μορφὴν ἐθαυμάσαμεν, ὥσπερ τὸν λόγον. T

### book 224b2.1

οὐχ οὕτως ἐπὶ τῇ μορφῇ τότε ἐθαυμάσαμεν, ὅσον ἐπὶ τῷ

### book 224b2.2

λόγῳ ἐξεπλάγημεν. b(BCE3)

### book 225a1.1

〈τὸ τρίτον αὖτ’ Αἴαντα:〉 μετὰ τὴν τῆς φρονήσεως

### book 225a1.2

τάξιν τὴν τῆς ἀνδρίας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος,

### book 225a1.3

Αἴας δὲ ἀνδρειότερος. b(BCE3E4)

### book 225a2

τὸ τρίτον αὖτ’ Αἴαντα: μετὰ φρόνησιν ἡ ἀνδρεία. T

### book 226

ἠΰς τε: προσηνὴς τὴν ὄψιν. T

### book 227a.1

κεφαλήν τε καὶ εὐρέας ὤμους: οὕτως σὺν τῷ τέ ἡ

### book 227a.2

Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον. Aim

### book 227b

ἔξοχοσ〈—〉κεφαλὴν ἠδ’ εὐρέας ὤμους: διὰ

### book 227b

μὲν τῆς κεφαλῆς τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος. T

### book 229.1

〈πελώριος,〉 ἕρκος Ἀχαιῶν: πελώριος οὗτος διὰ τὸν

### book 229.2

ἕτερον Αἴαντα, τὸν Ὀϊλέως. | ὅρα δὲ πῶς b(BCE3E4) ἐπὶ μὲν

### book 229.3

Ἀχιλλέως „μέγα ἕρκοσ“ φησίν (cf. Α 283—4), b(BCE3E4)T ἐν‐

### book 229.4

ταῦθα δὲ μόνον ἕρκος ἁπλῶς. b(BCE3E4)

### book 230a.1

Ἰδομενεὺς δ’ ἑτέρωθεν: ὅτι πλησίον ὁ Ἰδομενεὺς

### book 230a.2

Αἴαντος τοῦ Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν (cf. Δ

### book 230a.3

251—74) συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ

### book 230a.4

Καταλόγῳ (Β 558) ὑπό τινων γραφόμενον „στῆσε δ’ ἄγων ἵν’

### book 230a.5.1

Ἀθηναίων ἵσταντο φάλαγγεσ“· οὐ γὰρ ἦσαν πλησίον Αἴαντος

### book 230a.5.2

Ἀθηναῖοι (cf. Δ 326—7). A

### book 230b.1

〈ἐνὶ Κρήτεσσι〉 θεὸς ὥς: τῷ κάλλει. τὸ δὲ Κρήτεσσι

### book 230b.2

προσέθηκεν, ὅπως δειχθῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις αὐτὸν

### book 230b.3

ἐχαρακτήρισεν ὡς εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ. b(BCE3E4)T

### book 232

〈ξείνισσεν:〉 ὡς συγγενῆ. Til

### book 235.1

〈οὕς κεν εὖ γνοίην καὶ τοὔνομα μυθησαίμην:〉

### book 235.2

ἀντὶ τοῦ γινώσκω b(BCE3E4)Til καὶ μυθοῦμαι. b(BCE3E4)

### book 236a.1

οὐ δύναμαι ἰδέειν: τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετά‐

### book 236a.2

σασα τὴν θέαν, οὐδαμῆ δὲ ἰδοῦσα. | πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλ‐

### book 236a.3

λεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής,

### book 236a.4

βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν,

### book 236a.5.1

ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις. b(BCE3E4)

### book 236a.5.2

T | Ζηνόδοτος δὲ διοικητὰς ὑπολελεῖφθαι τῆς Ἑλλάδος φησὶν τοὺς

### book 236a.5.3

Διοσκούρους. T

### book 236b.1

ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον

### book 236b.2

ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ

### book 236b.1

„εὐφρανέειν“ (Ε 688)· οἱ γὰρ δεύτεροι 〈ἀόριστοι καὶ〉 μέλλοντες οὐκ ἔχουσι

### book 236b.2

τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες. A

### book 237.1

πὺξ ἀγαθόν: ἐν πυγμῇ ἀνδρεῖον—Ὅμηρος ἐπ‐

### book 237.2

εμνήσθη. A

### book 238a1.1

αὐτοκασιγνήτω: τοῦτο καὶ τοῖς πρώτοις δύναται

### book 238a1.2

συνάπτεσθαι. b(BCE3)T

### book 238a2

δύναται αὕτη ἡ λέξις συνάπτεσθαι. Aim

### book 238b.1

αὐτοκασιγνήτω: ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ

### book 238b.2

τοὺς ὁμοπατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον. b(BCE3)T

### book 239-41.1

〈ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς /

### book 239-41.2

ἦ δεύρω—ἀνδρῶν:〉 ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται,

### book 239-41.3

ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται· ἢ οὐκ

### book 239-41.4

ἠκολούθησαν, 〈ἦ ἠκολούθησαν〉 μέν, οὐκ ἐθέλουσι δὲ μάχην κατα‐

### book 239-41.5

δύμεναι ἀνδρῶν; Aim

### book 239-40

ἢ οὐχ ἑσπέσθην〈—〉 / ἠ δεῦρο μὲν ἕποντο:

### book 239-40.1

ὁ Νικάνωρ (p. 170 Friedl.) ἄμφω ὀξύνει ὡς διαζευκτικούς, ὁ δὲ

### book 239-40.2

Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχό‐

### book 239-40.3

μενος. Aim b (BCE3E4)T

### book 240a

ἢ δεύρω〈—νέεσς’ ἐνὶ ποντοπόροισιν〉: οὐκ

### book 240a.1

ἔστιν Ἀττικὸν τὸ δεύρω b(BCE3E4)T (οὔποτε γὰρ μακρᾶς

### book 240a.2

προκειμένης τὴν τοιαύτην ἔκτασιν ποιοῦνται), b(BCE3)T ἀλλ’

### book 240a.3

Ἰωνικόν. b(BCE3E4) | τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ

### book 240a.5

τῷ κυριωτέρῳ συντάττεσθαι· ὅμως ἀδιαφόρως συντέτακται. b

### book 240a

(BCE3)T

### book 240b.1

νέεσς’ ἐνὶ ποντοπόροισιν: Νικίας (fr. 3 B.) 〈οὐκ〉

### book 240b.2

ἀναστρέφει. οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρί‐

### book 240b.3

σταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις. A

### book 242a.1

δειδιότες: στυγοῦντες, b(BCE3E4)T ὡς „ῥιγε‐

### book 242a.2

δανῆς Ἑλένησ“ (Τ 325) τῆς στυγητῆς. T

### book 242b1.1

ὀνείδεα 〈πόλλ’ ἅ μοί ἐστιν〉: ἐπὶ τὸ ὀνείδεα βραχὺ

### book 242b1.2

διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλι‐

### book 242b1.3

φὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις. A

### book 242b2.1

καὶ ὀνείδεα 〈πόλλ’ ἅ μοί ἐστιν〉: εἰς τὸ ὀνείδεα

### book 242b2.2

στικτέον, ἐπειδὴ τὸ πολλά συναλειφόμενον οὐ δέχεται στιγμὴν ἐν

### book 242b2.3

μεταξύτητι. b(BCE3E4)T

### book 242c.1

πόλλ’ ἅ μοί ἐστιν: ἀντὶ τοῦ δι’ ἐμέ ἐστιν. b(BCE3E4)

### book 242c.2

T ἑαυτῆς δὲ κατηγοροῦσα ἔλεον ἐπισπᾶται. b(BCE3)T

### book 242c.1

αἴσχεα: Ἑλένη ἁρπασθεῖσα—παρὰ Ἀλκμᾶνι τῷ

### book 242c.2

λυρικῷ (fr. 21 P.). A

### book 243.1

ὣς φάτο· τοὺς δ’ ἤδη κάτεχεν 〈φυσίζοος αἶα〉:

### book 243.2

οὗτοι δέ φησι—λελόγχασιν ἶσα θεοῖσιν. | φυσίζοος δὲ ἤτοι

### book 243.3

ἡ τὰ πρὸς τὸ ζῆν—πάλιν ἀναδοθῆναι. A

### book 243

ἄλλως: Ἴδας καὶ Λυγκεύς, Ἀφαρέως παῖδες—

### book 243.5

ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ (N. 10, 55—90). A

### book 244.1

〈φίλῃ〉 ἐν πατρίδι {γαίῃ}: ὅτι Ζηνόδοτος γράφει „ἑῇ

### book 244.2

ἐν πατρίδι“. εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ „ἑῇ“, ἑνικὸν οὐχ

### book 244.3

ἁρμόσει, εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν· τοὺς δὲ

### book 244

ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι. A

### book 245a1.1

κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον 〈ὅρκια πι‐

### book 245a1.2

στά〉: τὸ θεῶν δύναται καὶ 〈τοῖσ〉 ἐπάνω συνάπτεσθαι, ἵν’ ᾖ κήρυ‐

### book 245a1.3

κες θεῶν, δύναται καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ

### book 245a1.4

βέλτιον. A

### book 245a2.1

κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν 〈φέρον ὅρκια πι‐

### book 245a2.2

στά〉: ἐδύνατο τὸ θεῶν καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι

### book 245a2.3

ἐν τοῖς ἑξῆς (Γ 269) φησιν· „ὅρκια πιστὰ θεῶν σύναγον“. b(BCE3)T

### book 246a1.1

καὶ οἶνον ἐΰφρονα: παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολο‐

### book 246a1.2

γοῦσιν· „καὶ αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα“ (Ζ 260). T

### book 246a2.1

ἐτυμολογεῖται παρὰ τὴν ὄνησιν, ὡς καὶ τὸ „αὐτὸς ὀνή‐

### book 246a2.2

σεαι“. ἢ παρὰ τὴν οἴησιν. b(BCE3)

### book 248

κύπελλα: χύπελά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται. T

### book 250a.1

〈ὄρσεο, Λαομεδοντιάδη, καλέουσιν ἄριστοι:〉

### book 250a.2

τελεία〈ν〉 στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα·

### book 250a.3

καλέουσιν ἄριστοι. Aint

### book 250b.1

ὄρσεο, Λαομεδοντιάδη: μετὰ τὴν προσαγορευτικὴν

### book 250b.2

ἡ στιγμή. b(BCE3)T | τὸ δὲ ὄρσεο ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός

### book 250b.3

ἐστιν. b(BCE3E4)T

### book 250b

Λαομεδοντιάδη: μήτηρ Πριάμου—κατὰ δὲ Ἑλλάνικον

### book 250b.5

(FGrHist 4, 139) Στρυμώ. A

### book 252

ἐς πεδίον καταβῆναι: „ἠνεμόεσσαν“ (cf. Γ 305 al.) γὰρ ἡ πόλις. T

### book 254.1

μακρῇς ἐγχείῃσι: τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα.

### book 254.2

b(BCE3E4)T τὰ δὲ ὑπὸ Μενελάου βλασφημηθέντα (sc. Γ

### book 254

108—10) σιωπῶσιν. b(BCE3E4)

### book 257.1

ναίοιμεν: ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφε‐

### book 257.2

ται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει (cf. Γ 74),

### book 257.3

οὐκέτι. A

### book 258.1

Ἄργος ἐς ἱππόβοτον 〈καὶ Ἀχαιΐδα καλλιγύ‐

### book 258.2

ναικα〉: Ἄργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν

### book 258.3

Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν

### book 258.4

λέγειν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν Ἑλλήνων. b(BCE3)T

### book 259a.1

ῥίγησεν δ’ ὁ γέρων: φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ

### book 259a.2

Ἕκτωρ „ἐχάρη μέγα μῦθον ἀκούσασ“ (Γ 76), b(BCE3E4)T τέλος

### book 259a.3

ὡσανεὶ ἐπιζητῶν τοῦ πολέμου. b(BCE3E4)

### book 259b.1

〈ἐκέλευσε δ’ ἑταίροις:〉 οὕτως τοῖς ἑταίροις κατὰ

### book 259b.2

δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου. Aint

### book 261-2a.1

ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, 〈κατὰ δ’ ἡνία τεῖνεν

### book 261-2a.2

ὀπίσσω· / πὰρ δέ οἱ Ἀντήνωρ〉: ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι·

### book 261-2a.3

διὸ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος. καὶ ὅτι οἱ

### book 261-2a.4

ἥρωες πάντες ἔμπειροι καὶ αὐτουργοί· διὸ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ

### book 261-2a.5

(sc. ε 234—61) καὶ κυβερνᾷ (sc. ε 270—7). A

### book 261-2b.1

ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ〈—Ἀντήνωρ〉:

### book 261-2b.2

προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν (sc. 326—7). ἄγει δὲ τὸν Ἀντή‐

### book 261-2b.3

νορα ὡς συνετὸν καὶ πρόξενον Ἑλλήνων. b(BCE3E4)T

### book 262a1.1

〈βήσετο:〉 προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν, βήσετο,

### book 262a1.2

πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ α γράφει ὁ Ἀρίσταρχος. Aint

### book 262a2

βήσετο {δίφρον}: ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ

### book 262a2

βήσετο, οὐ μεταποιεῖ δὲ τὴν γραφήν. T

### book 263.1

{τῶι δὲ διὰ} Σκαιῶν: ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ

### book 263.2

ὅτι ἀδιαιρέτως ἐξενήνοχεν· ἤθισται γὰρ λέγειν „Σκαιάων“ (Χ 6). A

### book 267

ὤρνυτο δ’ αὐτίκ’ ἔπειτα: ἔπειτα ἀντὶ τοῦ δή. T

### book 269-70.1

κρητῆρι δὲ οἶνον / μίσγον: λείπει τὸν Τρώων

### book 269-70.2

καὶ τὸν Ἑλλήνων. T

### book 270a.1

μίσγον: ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν

### book 270a.2

τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις „σπονδαί τ’ ἄκρητοι“

### book 270a.3

(Β 341. Δ 159). A

### book 270b1.1

〈ἔχευαν:〉 Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ

### book 270b1.2

μίσγον. Aint

### book 270b2.1

ἔχευον: διὰ τοῦ ο τὸ ἔχευον, καὶ ἔστιν ἀναλογοῦν τῷ

### book 270b2.2

μίσγον. b(BCE3)T

### book 271a.1

Ἀτρείδης δὲ ἐρυσσάμενος: ἀξιόχρεως αὐτουργῶν

### book 271a.2

ὁ βασιλεύς. ἢ ὡς ἀγνοούντων τῶν Τρώων b(BCE3E4)T τὸν ἐν

### book 271a.3

θυσίαις νόμον· b(BCE3E4) Μενέλαος γοῦν αὐτοὺς διδάσκει (cf.

### book 271a.4

Γ 103—10). T

### book 271b.1

μάχαιραν: ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ· διὸ καὶ

### book 271b.2

λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστή‐

### book 271b.3

ριον ἄορ, ξίφος, φάσγανον καλοῦσιν· συνώνυμα γάρ. A

### book 272a1.1

ἄωρτο: ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ

### book 272a1.2

μέλλων ἄρσω, ἀόριστος ἦρσα· „θύρας σταθμοῖσιν ἐπῆρσεν“ (Ξ 167.

### book 272a1.3

339) ἀντὶ τοῦ ἐφήρμοσε· „καὶ πώμασιν ἄρσον ἅπαντα“ (β 353) ἀντὶ

### book 272a1

τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι,

### book 272a1.5.1

ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει

### book 272a1.5.2

τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ βʹ ὑπομνήματι †τὸ† Περὶ

### book 272a1.5.3

παθῶν Διδύμου (2,389,25). A

### book 272a2

ἄωρτο: Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω. T

### book 273a.1

ἀρνῶν ἐκ κεφαλέων: ὅτι Ζηνόδοτος γράφει „ἀρνέων

### book 273a.2

ἐκ κεφαλέων“. ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται

### book 273a.3

τοιαῦται διαιρέσεις, ἀλλ’ ἀπὸ τῶν εἰς αι· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ

### book 273a.4

δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων. A

### book 273b.1

ἀρνῶν ἐκ κεφαλέων: τινὲς „ἀρνέων“, ἵν’ ᾖ ὡς „ἱππεί‐

### book 273b.2

ων ὁπλέων“ (Λ 536). b(BCE3)T | σημειωτέον δὲ ὅτι τῶν ἐναγιζο‐

### book 273b.3

μένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας πυρί, ὡς οὐδὲ τοῦ κάπρου (cf.

### book 273b.4

Τ 254—5). b(BCE3E4)T

### book 274

νεῖμον ἀρίστοις: τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι. T

### book 276-9a1

Ζεῦ πάτερ, Ἴδηθεν〈—ἐπίορκον ὀμόσ‐

### book 276-9a1.1

σῃ〉: καθ’ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε (276),

### book 276-9a1.2

ἐπακούεις (277), ποταμοί, γαῖα (278). τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ

### book 276-9a1.3

(279)· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς. A

### book 276-9a2.1

Ζεῦ πάτερ, Ἴδηθεν μεδέων〈—ἐπίορκον

### book 276-9a2.2

ὀμόσσῃ〉: καθ’ ἑκάστην προαγόρευσιν διασταλτέον. b(BCE3E4)T

### book 276a

〈Ἴδηθεν μεδέων:〉 ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων. Aim

### book 276b.1

Ἴδηθεν μεδέων: ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. | τὸν

### book 276b.2

ἐπιχώριον καλεῖ ἐκπολεμῶν αὐτὸν αὐτοῖς, εἰ παραβαῖεν τοὺς ὅρκους.

### book 276b.3

b(BCE3E4)T

### book 277a1.1

Ἠέλιος {θ’}: ὅτι ἀντὶ τοῦ Ἥλιε, ὡς κἀκεῖ „δός, φίλοσ“

### book 277a1.2

(ρ 415) καὶ „ἀλλά, φίλος, θάνε καὶ σύ“ (Φ 106). καὶ πρὸς τὴν ἀθέ‐

### book 277a1.3

τησιν τῶν ἐν Ὀδυσσείᾳ „ὠκέα δ’ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεν“

### book 277a1.4

(μ 374) περὶ τῆς ἀπωλείας τῶν βοῶν τῷ πάντα ἐφορῶντι. A

### book 277a2

Ἠέλιος {τε}: Ἀττικῶς· „ἀλλά, φίλος, θάνε καὶ σύ.“ T

### book 278-9a1.1

καὶ οἳ ὑπένερθε〈—ὀμόσσῃ〉: ἐκφοβῶν

### book 278-9a1.2

τοὺς Τρῶας οὐρανίους, ἐπιγείους, ὑπογείους καλεῖ θεούς· δεισιδαι‐

### book 278-9a1.3

μονεῖν δὲ διδάσκει μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτά‐

### book 278-9a1.4

νοντας λέγων. ὑπένερθε δὲ θεοὺς λέγει Πλούτωνα καὶ Περσεφόνην. T

### book 278-9a2.1

Πλούτωνα καὶ Περσεφόνην φησίν. b(BCE3) ἐκφοβῶν

### book 278-9a2.2

οὖν πρῶτον μὲν τοὺς οὐρανίους, ἔπειτα τοὺς ὑπογείους καλεῖ. δεισιδαι‐

### book 278-9a2.3

μονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτά‐

### book 278-9a2.4

νοντας λέγων. b(BCE3E4)

### book 279a.1

ἀνθρώπους τίνυσθον: πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ

### book 279a.2

δυϊκῶς γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ

### book 279a.3

Πλούτωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν. A

### book 279.1

ἐπίορκον: οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ

### book 279.2

ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· „οὐδ’ ἐπιορκήσω πρὸς δαίμονα“ (Τ

### book 279.3

188). A

### book 279c.1

ὅστις 〈κ’〉 ἐπίορκον ὀμόσσῃ: τελεία εἰς τὸ ὀμόσσῃ.

### book 279c.2

b(BE3)T

### book 280a.1

{ὑμεῖς} μάρτυροι ἔστε: ὅτι Ζηνόδοτος γράφει „μάρτυ‐

### book 280a.2

ρεσ“. Ὅμηρος δὲ μάρτυρος κατὰ τὸ ἑνικὸν λέγει· „Ζεὺς δ’ ἄμμ’ ἐπι‐

### book 280a.3

μάρτυρος ἔστω“ (Η 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. | παρ‐

### book 280a.4

οξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσ‐

### book 280a.5

σετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προσ‐

### book 280a.1

τακτικὰ ὡς πρὸς τοὺς θεούς· „Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, / ποίησόν

### book 280a.2

τ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν“ (cf. P 645—6). ἀναγκαῖον μέντοι

### book 280a.3

ἐστὶ παραφυλάξαι ἐκεῖνο ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ

### book 280a.4

ὁριστικὰ καὶ προστακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε,

### book 280a.10

οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὅτι ἄγετε. A

### book 280b.1

ἔστε: βαρυντέον τὸ ἔστε καὶ προστακτικῶς ἐκδεκτέον.

### book 280b.2

b(BCE3)T

### book 280c.1

φυλάσσετε δ’ ὅρκια πιστά: ἀντὶ τοῦ πιστώσασθε

### book 280c.2

τὰ ἐπὶ πίστει γινόμενα ὅρκια. b(BCE3E4)T

### book 281.1

〈εἰ μέν κεν Μενέλαον〉 Ἀλέξανδρος καταπέφνῃ:

### book 281.2

ἀνεμεσήτως προέταξε τὴν τοῦ ἀδελφοῦ ἧτταν. b(BCE3E4)T

### book 281-7.1

εἰ μέν κεν Μενέλαον〈—πέληται〉: ὅλῃ τῇ

### book 281-7.2

παραβάσει τῶν συνθηκῶν ἀπολογίαν δίδωσι προσθεὶς τὸ κτείνῃ

### book 281-7.3

ξανθὸς Μενέλαος (284)· δικαίαν γὰρ ἀπολογίαν παρέχει τοῖς

### book 281-7.4

Τρωσὶ δυναμένοις λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθὲν ὑπὸ σοῦ· οὐ γὰρ

### book 281-7.5.1

ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. b(BCE3E4)T δύνανται

### book 281-7.5.2

δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκτορος προβαλλόμενοι

### book 281-7.5.3

„ὁππότερος δέ κε †νικήσει† κρείσσων τε γένηται“ (Γ 92), εὐλόγως

### book 281-7.5.4

ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι μάλιστα

### book 281-7.5.5

δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα. b(BE3E4)T

### book 285.1

〈Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀπο‐

### book 285.2

δοῦναι:〉 ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν. Aim

### book 286a

τιμήν {δ’ ἀργείοις}: ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ

### book 286a

πολλάκις λέγει ποινήν. A

### book 286b1.1

τιμὴν δ’ Ἀργείοις: ἔθος τοῖς παρακαθημένοις τὰς

### book 286b1.2

ἡμίσεις αἰτεῖν. ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον

### book 286b1.3

οὐδὲν περὶ τούτων φησίν, ὁ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει.

### book 286b1.4

ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ. T

### book 286c1.1

τιμὴν δ’ Ἀργείοις: οὐ δίκαιον γὰρ τοὺς προκατάρ‐

### book 286c1.2

ξαντας ἐπίσης ἀπαλλάττεσθαι. T

### book 286b2/c2.1

ἔθος γὰρ τοῖς παρακαθημένοις αἰτεῖν καὶ πρόστιμα· |

### book 286b2/c2.2

καὶ οὐ δίκαιον τοὺς προκατάρξαντας ἐπ’ ἴσης ἀπαλλάττεσθαι. | ὁ

### book 286b2/c2.3

μὲν οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων

### book 286b2/c2.4

φησίν, ὁ δὲ μεγαλοφυῶς ὁρίζει τὸ ἐπιζήμιον. ἐπεὶ δὲ οὐδεὶς ἐμνήσθη

### book 286b2/c2.5

τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ. b(BCE3E4)

### book 287.1

ἥ τε καὶ ἐσσομένοισιν: καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ

### book 287.2

κατορθώματος. T

### book 288.1

εἰ δ’ ἂν ἐμοὶ τιμήν: τρίτον ἐν τῇ προσωποποιΐᾳ †ὅτι†

### book 288.2

ὑποστιγμὴν ἐποίησε. | τὸ δὲ ἐμοί ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης,

### book 288.3

αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης. T

### book 290a.1

〈μαχήσομαι:〉 οὕτως διὰ τοῦ η τὸ μαχήσομαι

### book 290a.2

Ἀρίσταρχος. Aim

### book 290b.1

καὶ ἔπειτα μαχήσομαι: οἶδε γὰρ εὔνους τοὺς θεούς,

### book 290b.2

εἰ παραβαῖεν. ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται

### book 290b.3

ἡ Ἑλένη. b(BCE3E4)T

### book 292a1.1

{ἦ καὶ} ἀπὸ στομάχους: οὕτως αἱ Ἀριστάρχου, ἀπὸ

### book 292a1.2

στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, „ἐπὶ στομάχουσ“· καὶ ἔστιν

### book 292a1.3

οὐκ ἄχαρις ἡ γραφή. A

### book 292a2.1

{ἦ καὶ} ἀπὸ στομάχους: οὕτως Ἀρίσταρχος. αἱ δὲ

### book 292a2.2

ἄλλαι πᾶσαι „ἐπὶ στομάχουσ“. T

### book 295a1.1

〈ἀφυσσόμενοι:〉 Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ

### book 295a1.2

ο, ἄλλοι δὲ διὰ τοῦ α. Aim

### book 295a2

ἀφυσσόμενοι: διὰ †τὴν† ο τὸ ἀφυσσόμενοι ἐν

### book 295a2

παρατατικῷ· καὶ ἀναλογεῖ τῷ „ἔκχεον“ (Γ 296). T

### book 296a1

ἔκχεον: οὐκ εἶπεν ἔσπενδον προειδὼς τὸ ἀτελὲς αὐτῶν. T

### book 296a2.1

προειδὼς τὸ αὐτῶν ἀτελὲς οὐκ εἶπεν ἔσπενδον, ἀλλ’

### book 296a2.2

†ἔχεον. b(BCE3E4)

### book 296b1

θεοῖς ἀειγενέτῃσι: ἀΐδιον γενεὰν ἔχουσιν. T

### book 296b2.1

ἀειγενέτῃσι δὲ τοῖς ἀΐδιον ἔχουσι τὴν γενεὰν ἤτοι ἀεὶ

### book 296b2.2

οὖσιν. b(BCE3E4)

### book 297a.1

ὧδε {δέ τις εἴπεσκεν}: ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς,

### book 297a.2

καθάπερ ἡμεῖς, λέγει, ἀλλ’ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει. A

### book 297b.1

εἴπεσκεν: τὸ εἴπεσκεν ἀπὸ τοῦ εἶπα, ὡς τὸ στρέψα‐

### book 297b.2

σκε. T

### book 299

〈ὑπὲρ ὅρκια:〉 ὑπερβάντες τὰ ὅρκια. Til

### book 300.1

ὧδέ σφ’ ἐγκέφαλος: ἀντὶ τοῦ αὐτῶν, ὡς „ἡμῖν δ’ αὖτε

### book 300.2

κατεκλάσθη φίλον ἦτορ / δεισάντων b(BCE3)T φθόγγον τε

### book 300.3

βαρύν“ (ι 256—7). b(BCE3)

### book 301-2.1

〈αὐτῶν καὶ τεκέων—〉οὐδ’ ἄρα πώ σφιν:

### book 301-2.2

κεφαλαιωδῶς τὴν τῶν μελλόντων προαπήγγειλεν ἐπίδειξιν b

### book 301-2.3

(BCE3)T διὰ τοῦ αὐτῶν καὶ τεκέων: ἄλοχοι δ’ ἄλλοισι

### book 301-2.4

δαμεῖεν (301). T διὰ δὲ τοῦ πώ ἐλπίδα πάλιν ὑπολείπεται τῷ

### book 301-2.5

φιλέλληνι. b(BCE3)T

### book 305a.1

εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν: ἐπεὶ σῴζειν μέλλει

### book 305a.2

Ἀλέξανδρον, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορος δὲ αὐτόπτην

### book 305a.3

ἐᾷ ἐπὶ τῷ τὸν οἶκτον αὔξειν (cf. Χ 25—78). καὶ παρὼν ἔδωκεν ἂν

### book 305a

τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευθείς. b(BCE3E4)T

### book 305b.1

〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον

### book 305b.2

λέγει. Aim

### book 306a.1

ἄψ, ἐπεί: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν λόγον.

### book 306a.2

ὁ γὰρ ἐπεί σύνδεσμος, ὥσπερ τὰ ἑξῆς συνδέων, ὑποστιγμὴν ἀποτε‐

### book 306a.3

λεῖ. A

### book 306b.1

ἐπεὶ οὔπω τλήσομαι: εἰ καὶ πᾶσι γὰρ ὡς κὴρ ἀπέχθε‐

### book 306b.2

ται Ἀλέξανδρος, ἀλλ’ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σῴζειν. b

### book 306b.3

(BCE3E4)T

### book 306-10.1

ὁρᾶσθαι: παθητικὸν ἀντὶ ἐνεργητικοῦ. | ἀντέστρα‐

### book 306-10.2

πται δὲ ἡ περίοδος. ὀρθὴ δ’ ἂν ἦν οὕτως· ὁπποτέρῳ θανάτοιο τέλος

### book 306-10.3

πεπρωμένον 〈ἐστίν〉, Ζεὺς μὲν τοῦτό γε οἶδεν. | εἰς δὲ τὴν πόλιν ὁ

### book 306-10.4

Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ·

### book 306-10.5.1

ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους

### book 306-10.5.2

γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν. A

### book 308a.1

Ζεὺς μέν που: ἴσως ὁ μέν που ἀντὶ τοῦ μέντοι, ὅς

### book 308a.2

ἐστιν ἀντὶ τοῦ δέ· ἐγὼ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε, τὸν οἰωνὸν

### book 308a.3

καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ τὴν ἐλπίδα. b(BCE3E4)T

### book 308b.1

Ζεὺς μέν που 〈τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ

### book 308b.2

ἄλλοι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀντέστραπται γὰρ ἡ

### book 308b.3

περίοδος. A

### book 310a

καὶ ἐς δίφρον ἄρνας: τὰ γὰρ θεοῖς θυόμενα ἤσθιον·

### book 310a

ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς. AT

### book 310b.1

καὶ ἐς δίφρον ἄρνας θέτο: τὰ γὰρ ἐν ὅρκοις σφαζόμε‐

### book 310b.2

να οἱ μὲν ἐγχώριοι ἔκρυπτον γῇ, οἱ δὲ ξένοι θαλάσσῃ. ἢ δείξων

### book 310b.3

ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας

### book 310b.4

διδάξων. A b (BCE3E4)T

### book 313.1

ἄψορροι: διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ—ὅπερ

### book 313.2

ἄμεινον. A

### book 314-5.1

Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς / χῶρον

### book 314-5.2

〈—〉διεμέτρεον: ὑπηρετικὸν γὰρ τοῦτο. τὸ δὲ τῶν σπονδῶν

### book 314-5.3

βασιλικόν. b(BCE3E4)T

### book 314.1

Πριάμοιο πάϊς: Πορφύριος ἐν τοῖς—Εὐφορίων (fr.

### book 314.2

56 Pow.), Λυκόφρων (Al. 265). A

### book 315.1

χῶρον μὲν πρῶτον: καὶ πῶς ἐπὶ Ἕκτορος, ὅτε Αἴαντι μο‐

### book 315.2

νομαχεῖ (cf. Η 200—312), μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν

### book 315.3

περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς

### book 315.4

ἐλπίδος ἐστὶν ὁ πόλεμος· b(BCE3E4)T διὸ οἵ τε ὅρκοι καὶ ἡ

### book 315.5.1

γύμνωσις τῶν στρατῶν, μή ποτέ τις ἔνοπλος ὢν προσαμύνῃ τῷ

### book 315.5.2

στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολε‐

### book 315.5.3

μοῦντας. ἄλλως τε δεδίασι μὴ τοξότης ὢν Ἀλέξανδρος δραπετεύσῃ

### book 315.5.4

τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ τῷ Μενελάῳ· σκόπει γὰρ

### book 315.5.5

ὅτι καὶ ἀφανισθέντος αὐτοῦ, Μενελάου δὲ τοξευθέντος οὐκ ἴσασι μὴ καὶ

### book 315.10.1

αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων „ὅν τις ὀϊστεύσας

### book 315.10.2

ἔβαλεν τόξων εὖ εἰδώς, / Τρώων ἢ Λυκίων“ (Δ 196—7). b(BE3E4)T

### book 315.1

χῶρον μὲν πρῶτον: ἀναγκαίως διεμέτρουν—τῇ

### book 315.2

περιγραφῇ μένωσιν. A

### book 315-6.1

αὐτὰρ ἔπειτα / κλήρους: μετὰ ταῦτα δεόντως—

### book 315-6.2

ἀνελεῖν τὸν πολέμιον. | ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐση‐

### book 315-6.3

μειοῦτο ἕκαστος· οὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπ’ αὐτῶν

### book 315-6.4

εἰς τὰς πράξεις. A

### book 316a1.1

χαλκήρεϊ: προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ

### book 316a1.2

διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης, ὀλιγήρης, θυμήρης, ἔνθεν τὸ

### book 316a1.3

„θυμῆρες κεράσασα“ (κ 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου,

### book 316a1.4

καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· „ἔχει δ’

### book 316a1.5

ἄλοχον θυμαρέα“ (Ι 336). A

### book 316a2.1

χαλκήρει: ἡ διὰ τοῦ ηρης παραγωγὴ βαρύνεται, εἰ μὴ

### book 316a2.2

τοῦ ἄρω ἐγκειμένου διὰ τοῦ α γένοιτο ἡ παραγωγή, ὡς τὸ „ἔχει δ’

### book 316a2.3

ἄλοχον θυμαρέα“. b(BCE3)T

### book 318a1.1

λαοὶ δ’ ἠρήσαντο 〈θεοῖσι δὲ χεῖρας ἀνέσχον〉:

### book 318a1.2

ἐὰν εἰς τὸ ἠρήσαντο στίξωμεν, φησὶν ὁ Νικάνωρ (p. 172 Friedl.),

### book 318a1.3

ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ

### book 318a1.4

θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καί. A b (BCE3E4)T

### book 318a2.1

δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας

### book 318a2.2

ἀνέσχον, καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί. Aim

### book 320

〈Ἴδηθεν μεδέων:〉 ἀντὶ τοῦ Ἴδης μεδέων. Aint

### book 321.1

ὁππότερος τάδε ἔργα: „ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο

### book 321.2

κηρὶ μελαίνῃ“ (Γ 454). T

### book 323a1.1

〈ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι:〉

### book 323a1.2

ἐὰν στίζωμεν πρὸ τούτου τοῦ στίχου ἐπὶ τὸ „εἴσω“ (Γ 322), ἐλλείπει

### book 323a1.3

ῥῆμα εὐκτικὸν τὸ εἴη· ἐὰν δὲ διαστέλλωμεν, κοινὸν ἔσται τὸ „δόσ“ (Γ

### book 323a1.4

322). Aim

### book 323a2

ἀπὸ κοινοῦ τὸ „δόσ“ ἐπ’ ἀμφοτέροις τέτακται. b(BCE3E4)

### book 323b.1

ἡμῖν δ’ αὖ φιλότητα〈—γενέσθαι〉: ἢ φιλότης

### book 323b.2

γενέσθω, ὡς καὶ παρὰ Θεοκρίτῳ (10, 48)· „σῖτον ἀλοιῶντας φεύγειν

### book 323b.3

〈τὸ〉 μεσαμβρινὸν ὕπνον“ ἀντὶ τοῦ ἀλοιῶντες φευγέτωσαν. T

### book 324a1.1

πάλλεν δὲ μέγας 〈κορυθαίολος Ἕκτωρ〉: παν‐

### book 324a1.2

ταχόθεν ἀπροφασίστους καθίστησι τοὺς Τρῶας. T

### book 324a2

πανταχόθεν τοὺς Τρῶας ἀπροφασίστους ποιεῖ. b(BCE3).

### book 325a.1

ἂψ ὁρόων· Πάριος δὲ θοῶς 〈ἐκ κλῆρος ὄρουσεν〉:

### book 325a.2

τούτῳ μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσγίνεται ἡ τύχη,

### book 325a.3

τῷ δὲ τὰ ἀπ’ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων ὡς κενὰ τὰ τῆς

### book 325a.4

τύχης πρὸς τοὺς ἀνεπιτηδείους. b(BCE3E4)T

### book 325b.1

Πάριος δέ: Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ—

### book 325b.2

εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν. | Πορφύριός φησιν ἱστορεῖν τὸν

### book 325b.3

γράψαντα τὰ Τραγῳδούμενα (cf. FGrHist 12, 12) ὅτι ὁ θρέψας τὸν

### book 325b.4

Πάριν νομεὺς †ἀρχιάλας† ἐκαλεῖτο. A

### book 326a

〈ἧχι:〉 τὸ ἧχι χωρὶς τοῦ ι ἡ Ἀριστάρχου. Aint

### book 326b1

〈ἑκάστῳ:〉 Ἀρίσταρχος κατὰ γενικὴν „ἑκάστου“. Aim

### book 326b2

{ἧχι} ἑκάστῳ: μόνως κατὰ γενικὴν τὸ „ἑκάστου“. T

### book 326c.1

〈ἑκάστῳ:〉 μόνως κατὰ γενικήν. | τὸ ἑκάστῳ ἀντὶ τοῦ

### book 326c.2

ἑκάστου. b(BCE3).

### book 327a.1

ἵπποι ἀερσίποδες 〈καὶ ποικίλα τεύχε’ ἔκειντο:〉 τὸ

### book 327a.2

ἔκειντο οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακούομεν τὸ

### book 327a.3

ἑστήκεσαν, ὡς ἐπὶ τοῦ „ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;“

### book 327a.4

(Κ 407). b(BCE3)T „ἐλεύσομεν ἐγγὺς ἐόντων / καπνὸν 〈τ’〉 αὐτῶν

### book 327a.5.1

τε φθογγήν“ (ι 166—7). T ἢ ὡς ἰσοδυναμοῦν τῷ ἕστασαν· ἐφ‐

### book 327a.5.2

ίστασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν

### book 327a

ἵππων τὸ ἔκειντο. b(BCE3)T

### book 327b.1

ἀερσίποδες: αἴροντες εἰς ὕψος—τρέχειν ἵπποι. A |

### book 327b.2

καὶ ἔστιν ἰδίωμα παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω, ὡς κέρσω. AT

### book 328.1

ἐδύσατο τεύχεα καλά: ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν

### book 328.2

ἀσφαλέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο

### book 328.3

αὑτοὺς τῇ τῶν ὅπλων ἀνέσει. b(BCE3E4)T

### book 329.1

Ἑλένης πόσις ἠϋκόμοιο: κοσμεῖ αὐτὸν τῷ γάμῳ ὡς „πό‐

### book 329.2

σις Ἥρησ“ (Κ 5). πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται. b(BCE3E4)T

### book 330-1a1.1

κνημῖδας μὲν πρῶτα〈—ἐπισφυρίοις ἀρα‐

### book 330-1a1.2

ρυίασ〉: ὁπλισμὸν διδάσκει. ἐπισφύρια δέ εἰσιν οἱ †γλυμμοὶ† τῶν

### book 330-1a1.3

σφυρῶν. T

### book 330-1a2.1

ὁπλισμὸν διδάσκει διὰ τούτου. ἐπισφύρια δέ εἰσιν οἱ

### book 330-1a2.2

†γλουτοί†, ἤτοι τὰ τῶν σφυρῶν σφαιρώματα. b(BCE3E4).

### book 333a.1

κασιγνήτοιο Λυκάονος: κωμῳδεῖται ὡς οὐκ εἰδὼς τὸ

### book 333a.2

συστάδην, ἄλλως τε καὶ δειλὸς Λυκάων, ὃς ἔρριψε τὴν παντευχίαν οὐ

### book 333a.3

φέρων τὸν ἱδρῶτα (cf. Φ 50—1). b(BCE3E4)T

### book 333b.1

ἥρμοσε δ’ αὐτῷ: τοῖς γὰρ ὁμοιογενέσι καὶ ὁμοιοτρόποις

### book 333b.2

ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί. b(BCE3E4)T

### book 334-5a.1

ἀμφὶ δ’ ἄρ’ ὤμοισιν〈—στιβαρόν τε〉: ὅτι

### book 334-5a.2

Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, καὶ μετὰ τὸν „οἷο κασιγνήτοιο“ (Γ

### book 334-5a.3

333) ὑποτάσσει „κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν / ἵπ‐

### book 334-5a.4

πουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· / †εἵλετο δ’ ἄλκιμον

### book 334-5a.5.1

ἔγχος,† / ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ ἀσπίδα τερσανόεσσαν“ (Γ

### book 334-5a.5.2

336—7. 338, cf. 334). ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (cf. Α

### book 334-5a.5.3

19—42. Ο 479—81) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμ‐

### book 334-5a

βάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων. A

### book 334-5b.1

ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος—, αὐτὰρ

### book 334-5b.2

ἔπειτα σάκος μέγα τε στιβαρόν τε: ἀπὸ κοινοῦ τὸ ὤμοισιν

### book 334-5b.3

βάλετο (334), ἀναγκαίως διὰ τοὺς τελαμῶνας. Aim b(BCE3)T

### book 335a1.1

〈χάλκεον:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν

### book 335a1.2

γὰρ τὸ „ἀμφ’ ὤμοισι βάλετο“ (cf. Γ 334) καὶ ἐπὶ τοῦ σάκους. Aim

### book 335a2.1

χάλκεον: βραχὺ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ

### book 335a2.2

κοινὸν καὶ τοῖς ἑξῆς. b(BCE3)T

### book 336.1

κυνέην〈—〉ἔθηκεν: Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν,

### book 336.2

b(BCE3)T ὡς „τιθήμενον ἔντεα καλά“ (Κ 34), καὶ „αὐτὸς ὑπὲρ

### book 336.3

τοῦ δήμου θέμενος τὰ ὅπλα“, ὅ ἐστι περιθέμενος, ἐν τῷ Κατὰ Μειδίου

### book 336.4

(Dem. or. 21, 145). T

### book 337a1.1

δεινὸν δὲ λόφος 〈καθύπερθεν ἔνευεν〉: πολλὴν ἔμ‐

### book 337a1.2

φασιν ἔχει νεύων ὁ λόφος. T

### book 337a2

πολλὴν δὲ καὶ ὁ λόφος νεύων ἔχει τὴν ἔμφασιν. b(BCE3).

### book 338.1

〈εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει:〉 ἐν

### book 338.2

ἄλλῳ „εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκάχμενον ὀξέϊ χαλκῷ“ (= Κ 135). Aim

### book 339.1

ὣς δ’ αὔτως Μενέλαος: ὅτι οὗτος ξίφος ἔχει. εἰ δὲ ὡσαύ‐

### book 339.2

τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ

### book 339.3

ἀναφορὰ πρὸς Ζηνόδοτον. A

### book 339

ἔντε’: ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ—ἔντεα δαιτός (η

### book 339.5

232). A

### book 340

{οἱ δ’ ἐπεὶ οὖν} ἑκάτερθεν 〈ὁμίλου〉: ἐξ ἑκατέρου ὁμίλου. T

### book 342a

δεινὸν δερκόμενοι: ζῆλος αὐτοὺς ἐρεθίζει. T

### book 342b.1

θάμβος δ’ ἔχεν εἰσορόωντας: ἐκ παντὸς τόπου καὶ

### book 342b.2

προσώπου τὴν ἔμφασιν κινεῖ. b(BCE3)T τὸ δὲ ἄδηλον καραδο‐

### book 342b.3

κοῦντες ἐκπλήσσονται· „ξυνὸσ“ γὰρ „Ἐνυάλιοσ“ (Σ 309). b(BCE3

### book 342b

E4)T

### book 344.1

διαμετρητῷ: Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕ‐

### book 344.2

τως ἔχει ἡ παράδοσις. καὶ ἔστιν παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέ‐

### book 344.3

θηται ἐν τῷ „χῶρον μὲν πρῶτον διεμέτρεον“ (Γ 315). A

### book 345.1

〈σείοντ’ ἐγχείας:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας.

### book 345.2

Aim

### book 346.1

πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος:

### book 346.2

οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. Aint b

### book 346.3

(BCE3E4)T | οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν. b

### book 346.4

(BCE3E4).

### book 348a1.1

〈οὐδ’ ἔρρηξεν χαλκός:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ

### book 348a1.2

διὰ τοῦ ν, „χαλκόν“. Aim †οὕτως ἄμεινον† διὰ τοῦ ς γράφειν·

### book 348a1.3

καὶ γὰρ ὕστερόν (Γ 349) φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ

### book 348a1.4

τοῦ τῷ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος

### book 348a1.5

ἀπώλεσεν. A

### book 348a2.1

οὐδ’ ἔρρηξε〈ν〉 χαλκόν: οὕτως Ἀρίσταρχος. ἄμεινον

### book 348a2.2

δὲ διὰ τοῦ ς γράφειν· καὶ γὰρ ὕστερόν φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο

### book 348a2.3

χαλκῷ“ ἀντὶ τοῦ τῷ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς

### book 348a2.4

ἰσχύος ἀπώλεσεν. T

### book 348a3.1

Ἀρίσταρχος μὲν χαλκόν, ἄμεινον δὲ „χαλκόσ“· καὶ γὰρ

### book 348a3.2

ὕστερόν φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ τοῦ δόρατι. | καὶ

### book 348a3.3

τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν. b(BCE3E4)

### book 350.1

ἐπευξάμενος: Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ·

### book 350.2

b(BCE3)T καὶ γὰρ μὴ βουλομένου θεοῦ ὁ πολλῶν κρατήσας

### book 350.3

ἑνὸς ἡττᾶται μόνου πολλάκις. T

### book 352a.1

δῖον Ἀλέξανδρον 〈καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον〉:

### book 352a.2

ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντο‐

### book 352a.3

μον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν λέγει. | ἐὰν δὲ

### book 352a

γράφηται „δαμῆναι“, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Ἀλέξανδρον·

### book 352a.5.1

κοινὸν γὰρ τὸ „δόσ“ (Γ 351), ἐὰν δὲ δάμασσον, δευτέραν ἄνω θε‐

### book 352a.5.2

τέον, ἐπεὶ καὶ καθ’ ἑαυτὸ δύναται πλῆρες εἶναι τὸ ἑξῆς. A

### book 352b.1

δῖον Ἀλέξανδρον: τινὲς τὸ δῖον τῷ „ἐμὲ“ (Γ 351) συν‐

### book 352b.2

άπτουσιν. ἢ ἐρεθίσαι κατ’ αὐτοῦ βούλεται τὸν θεὸν ὡς αἰσχύναντος

### book 352b.3

τὸ ἀπὸ Δαρδάνου γένος. b(BCE3E4)T

### book 352c1

〈δάμασσον:〉 Ἀρίσταρχος „δαμῆναι“. Aim

### book 352c2.1

γράφεται „δαμῆναι“, ἵνα συνᾴδῃ τῷ „δὸς τίσασθαι“ (Γ

### book 352c2.2

351). Til

### book 353.1

ἐρρίγῃσι: ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, AT οὗ παρατατικὸς

### book 353.2

ἐρρίγουν, A ὁ μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐν‐

### book 353.3

εστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω. AT

### book 354a.1

ξεινοδόκον {κακὰ ῥέξαι}: παροξύνεται διὰ τὴν ἐνέργειαν.

### book 354a.2

οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μέν, ὅτε

### book 354a.3

ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεσθαι δέ, ὅτε πάθος, εἰ μὴ κανόνες

### book 354a.4

τινὲς κωλύοιεν, οὓς παρατίθεται ὁ Ἡρωδιανός (cf. 1,235,11). ὥστε

### book 354a.5.1

διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον

### book 354a.5.2

σημαίνει τὸν λίθους βάλλοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ

### book 354a.5.3

λίθου βεβλημένον, ὡς παρ’ Εὐριπίδῃ ἐν Φοινίσσαις (1063)· „λιθόβο‐

### book 354a.5.4

λον †εἷμα† κατειργάσω“ A

### book 354b.1

ξεινοδόκον: διὰ τοῦ κ ὡς πανδοκεῖον. | ὁ δεχόμενος δὲ

### book 354b.2

ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται. b(BCE3)T

### book 354c1

〈φιλότητα:〉 ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρη‐

### book 354c1

κεν. Aim

### book 354c2.1

φιλότητα παράσχῃ: †μόνως ὅτι γράφεται† φιλό‐

### book 354c2.2

τητα δὲ ξενίαν· καὶ „ἐν μεγάροις ἐφίλησα“ (Γ 207). T

### book 354c2

φιλότητα: ἀπελθόντα γὰρ ὡς—καταφρονηθέντι. A

### book 355.1

ἀμπεπαλών: ἀνακραδήνας ἀπὸ τοῦ πάλλω, ὡς „τετα‐

### book 355.2

γών“ (Α 591. Ο 23). T

### book 358.1

ἠρήρειστο: τὸ βίαιον τῆς πληγῆς δηλοῦται τῷ τραχεῖ τοῦ

### book 358.2

ῥήματος. b(BCE3)T

### book 359

ἀντικρύ: διαφέρει τὸ ἀντικρύ—τὸ φανερῶς. A

### book 361.1

〈ἐρυσσάμενος ξίφος:〉 ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον.

### book 361.2

Aint

### book 362.1

κόρυθος φάλον: τὸ προμετωπίδιον ἀνάστημα—τὸ

### book 362.2

κάρα. A

### book 362a1.1

〈ἀμφὶ δ’ ἄρ’ αὐτῷ:〉 Ἀρίσταρχος „ἀμφὶ δ’ ἄρ’ αὐτῇ,“

### book 362a1.2

τῇ περικεφαλαίᾳ. Aim

### book 362a2.1

ἀμφὶ δ’ ἄρ’ αὐτῷ: αἱ χαριέστεραι καὶ πλείονες θηλυκῶς

### book 362a2.2

ἔχουσιν, ἵν’ ᾖ „ἀμφὶ δ’ ἄρ’ αὐτῇ“, τῇ κόρυθι. ἐὰν δὲ ᾖ ἀρσενικόν, ἐπὶ

### book 362a2.3

τοῦ λόφου κεῖται. T

### book 363a.1

〈διατρυφέν:〉 τὰ γὰρ ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα

### book 363a.2

εὔθρυπτα. b(BCE3E4)T

### book 363b.1

διατρυφέν: παρὰ τὸ θρύπτω, ὅθεν καὶ τρυφὴ ἡ θρύ‐

### book 363b.2

πτουσα τὸ σῶμα· καὶ γὰρ οὐδὲν ἧττον αὕτη τὸ σῶμα ἢ ὁ σίδηρος

### book 363b.3

διαθρύπτει τὸ δόρυ. T

### book 363b

διὰ τί ὁ Μενέλαος συγκλασθέντος—τῷ ἐκείνου θα‐

### book 363b.5

νάτῳ. A

### book 364-5.1

Ἀτρείδης δ’ ᾤμωξεν 〈ἰδὼν εἰς οὐρανὸν εὐρύν· /

### book 364-5.2

Ζεῦ πάτερ〉: διοτρεφεῖς γὰρ οἱ βασιλεῖς. T | καὶ φιλεγκλήμονες οἱ

### book 364-5.3

ἀτυχεῖς. b(BCE3E4)T

### book 364

εὐρύν: ὅτι Ζηνόδοτος γράφει „αἰπύν“. αἰπὺ δὲ ὄρος ἂν λέ‐

### book 364

γοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῇ. A

### book 365.1

ὀλοώτερος: ὀλέθρων αἰτιώτερος· ἀναιρουμένου γὰρ Ἀλε‐

### book 365.2

ξάνδρου τὰ τῆς μάχης ἐλύετο. b(BCE3E4)T

### book 365.1

ὀλοώτερος ἄλλων: ἐμοὶ τῷ Μενελάῳ—ἐπὶ τῷ παρ’

### book 365.2

ἀξίαν σωζομένῳ. A

### book 366a

〈ἦ:〉 περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γάρ {ἦν}. Aint

### book 366b.1

〈ἦ τ’ ἐφάμην〉 τίσασθαι〈—〉κακότητος: Ἀτ‐

### book 366b.2

τικῶς πέφρασται, ὡς „ἐγραψάμην Φιλῖνον κλοπῆσ“. b(BCE3)T |

### book 366b.3

παρὰ βραχύ, εἰ μὴ ἐσφάλην. b(BCE3)

### book 367

ἄγη {ξίφος}: πλεονασμῷ „ἐάγη“. T

### book 368a.1

οὐδ’ ἔβαλόν μιν: ὅτι Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα

### book 368a.2

συγγράμματι ὁμοίως εἶχεν „οὐδ’ ἐδάμασ〈σ〉α“. καὶ ἔστι †συναιρῶν†

### book 368a.3

τοῖς λεγομένοις πρότερον (Γ 352) ὑπὸ τοῦ Μενελάου· „δῖον Ἀλέξαν‐

### book 368a.4

δρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι“. | ὅτι σαφῶς τὸ οὐδ’ ἔβαλόν μιν

### book 368a.5

σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν. A

### book 368b.1

οὐδ’ ἔβαλόν μιν: πᾶσαι „οὐδὲ δάμασ〈σ〉α“ γράφουσι

### book 368b.2

καὶ οὐδ’ ἔβαλόν μιν. T

### book 369a.1

καὶ ἐπαΐξας κόρυθος λάβεν: εἴδωλον Ἀλεξάνδρου

### book 369a.2

καταλιμπάνει τῇ ὑποθέσει τριχῇ φονεύσας αὐτόν, δόρατι ξίφει αἰχμα‐

### book 369a.3

λωσίᾳ. b(BCE3E4)T

### book 369b

κόρυθος λάβεν: ὃ γὰρ ἂν τῷ θυμῷ παραπέσῃ, τοῦτο

### book 369b

ὅπλον χορηγεῖται τῷ θυμῷ. T

### book 370.1

ἕλκε δ’ ἐπιστρέψας: διὰ τοῦ ῥήματος παρέτεινεν αὐτοῦ

### book 370.2

τὴν αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει, ἢ ὑπὸ τοῦ καιροῦ ἢ

### book 370.3

ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι

### book 370.4

ἶσον ἦν θανάτου τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν

### book 370.5.1

βουλόμενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν

### book 370.5.2

†ἢ συντόμως ἀνελών. b(BCE3E4)T

### book 371a.1

ἄγχε δέ μιν πολύκεστος ἱμάς: θέραψ γάρ ἐστι τοῦ κε‐

### book 371a.2

στοῦ τῆς Ἀφροδίτης. b(BCE3E4)T συναπάγει δὲ αὐτόν, ὅπως

### book 371a.3

μὴ ἀγχονισθείη. b(BCE3)T

### book 371b.1

πολύκεστος: ὅτι πολύκεστος ὁ πυλοκέντητος. ἐκ δὲ

### book 371b.2

τούτου ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης

### book 371b.3

κεστὸς ἀπὸ τούτου· „τῆ νῦν τοῦτον ἱμάντα / ποικίλον“ (Ξ 219—20).

### book 371b.4

ὁ δὲ Καλλίμαχος (cf. fr. 43, 53) ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν

### book 371b.5

κεστὸν ἐκδέχεται. A

### book 371c1.1

ἁπαλὴν ὑπὸ δειρήν: ὡς ἐπὶ γυναικὸς εἶπεν οὐκ

### book 371c1.2

εἰωθυίας κόρυθα φορεῖν. b(BCE3E4)T

### book 371c2.1

ἁπαλήν εἶπεν ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα

### book 371c2.2

φέρειν. Aim

### book 372

〈ὑπ’ ἀνθερεῶνος:〉 τοῦ ἀνθερεῶνος αὐτοῦ. Til

### book 373.1

καί νύ κεν εἴρυσ〈σ〉έν τε: ἐν τῇ Ἀριστοφάνους „καί νύ

### book 373.2

κεν †ἐξείρυσεν†“, Aint T οὐ μέντοι ἐν τῇ Ἀριστάρχου. T

### book 374a.1

〈εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ〉 Ἀφροδίτη:

### book 374a.2

πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δ’

### book 374a.3

ἂν ἐγένετο οὕτως· εἰ μὴ ἄρ’ ὀξὺ νόησε, „καί νύ κεν εἴρυσ〈σ〉έν τε“

### book 374a

(Γ 374 et 373). A

### book 374b.1

εἰ μὴ ἄρ’ ὀξὺ νόησε: οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως

### book 374b.2

ἡ Ἴλιος πορθηθῇ σῳζομένου Ἀλεξάνδρου. b(BCE3E4)T

### book 375.1

ῥῆξεν ἱμάντα: οὐ λῦσεν· τάχους γὰρ ἦν χρεία. b(BCE3E4)

### book 375.2

T οὐ σῴζεται δὲ σὺν τῇ κόρυθι, ὅπως τὸ κάλλιστον τῶν λαφύρων

### book 375.3

παρὰ τοῖς πολεμίοις καταλειφθῇ. b(BCE3)T

### book 375

ἶφι κταμένοιο: ἰσχυρῶς καὶ μετὰ βίας—ὑπὸ τῆς

### book 375.5

νόσου. A

### book 377.1

ἥρως: εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ ἥρως, καίτοι δυνάμενον

### book 377.2

„Ἀτρείδησ“ κεῖσθαι. b(BCE3)T

### book 378.1

ῥῖψ’ ἐπιδινήσας: σύμβολον τῆς νίκης· ταὐτὸν γάρ ἐστι

### book 378.2

τῷ καὶ τὴν κεφαλὴν ῥῖψαι (cf. Ν 204—5). b(BCE3)T

### book 380a.1

〈ἔγχεϊ:〉 ζητεῖται ποίῳ ἔγχει· ὃ γὰρ εἶχεν, ἐξηκόντισεν·

### book 380a.2

διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν, ἐφ’ ὃ ἐξηκόντισεν ἔγχος

### book 380a.3

ἐνεχόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπά‐

### book 380a.4

σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, „ἐπόρουσε“ (Γ 379)

### book 380a.5

ἔγχει χαλκείῳ, εἶτα χωρὶς „κατακτάμεναι μενεαίνων“ (Γ 379). A

### book 380b.1

ἔγχεϊ χαλκείῳ: καὶ πῶς φησιν „ἐκ δέ μοι ἔγχος / ἠΐχθη

### book 380b.2

παλάμηφιν“ (Γ 367—8); ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρ‐

### book 380b.3

όντων ἥρπασεν· b(BCE3E4)T ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρη‐

### book 380b.4

σόμενος ἐπεδίωκεν. b(BCE3)T

### book 380c.1

τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη: ἐπὶ τοσοῦτον ἄγει τὰς

### book 380c.2

περιπετείας ὁ ποιητὴς ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν. b(BCE3)T

### book 382

κηώεντι: κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας

### book 382

Ἀλεξάνδρου τεκμήριον. b(BCE3)T

### book 383a.1

αὐτὴ δ’ αὖθ’ Ἑλένην: κατηγοροῦσιν ὡς προαγωγὸν

### book 383a.2

εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν

### book 383a.3

Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν, τῆς δὲ τὴν

### book 383a.4

σωφροσύνην ὑπ’ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα δι’

### book 383a.5.1

ἑτέρου τινὸς συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην. b

### book 383a.5.2

(BE3)T

### book 383b

〈καλέους’:〉 †καλέουσα. Til

### book 383-4a1.1

〈αὐτὴ δ’ αὖθ’ Ἑλένην καλέους’ ἴε〉· τὴν δ’

### book 383-4a1.2

ἐκίχανε / πύργῳ ἐφ’ ὑψηλῷ: ὅπως μὴ ἀποδοθῇ ὁρωμένη ἀπὸ

### book 383-4a1.3

τοῦ τείχους· διὰ τοῦτο γὰρ εἶπε περὶ δὲ Τρωαὶ ἅλις ἦσαν

### book 383-4a1.4

(384). ἢ ὅπως μὴ οἰόμενος αὐτὴν ἐκδεδόσθαι καὶ διαχρήσηται

### book 383-4a1.5

ἑαυτόν. T

### book 383-4a2.1

καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ, ἢ μή

### book 383-4a2.2

πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχρήσηται ἑαυτόν. b(BE3E4).

### book 384.1

〈περὶ δὲ Τρωαὶ ἅλις ἦσαν:〉 πυθόμεναι γὰρ τὸ μονο‐

### book 384.2

μάχιον ἐξῆλθον. b(BCE3E4)T πιθανὸν δὲ ἀποστάντος τοῦ Πριά‐

### book 384.3

μου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· b(BCE3)T θεωροῦσα δὲ

### book 384.4

τὴν μάχην οὐδ’ ὁτιοῦν φθέγγεται, ὅπως μὴ τὸ πάθος ἐκφήνῃ. b

### book 384.5

(BCE3E4)T

### book 385.1

χειρὶ δὲ νεκταρέου 〈ἑανοῦ〉: γραφικῶς τοῦτο. T

### book 385.2

ὑπεξάγει δὲ αὐτήν, ὅπως μὴ ἐν μέσαις ταῖς Τρῳάσι διαλέγηται αὐτῇ. b

### book 385.3

(BCE3E4)T πρᾶγμα δὲ εὐτελὲς μεθ’ ὅσης φαντασίας δηλοῖ, ὑψῶν

### book 385.4

τῷ κόμπῳ τῶν ἐπιθέτων. b(BCE3)T | νεκταρέου δὲ θείου, παρὰ τὸ

### book 385.5.1

νέκταρ. ἑανοῦ δὲ λευκοῦ ὡς „ἑανῷ λιτί“ (Σ 352) καὶ „ἑανοῦ

### book 385.5.2

κασ〈σ〉ιτέροιο“ (Σ 613). T

### book 387a.1

Λακεδαίμονι ναιεταώσῃ: μιᾷ τῶν ὑπολειφθεισῶν

### book 387a.2

εἴκασται, δηλοῦσα ὅτι θεός ἐστιν· ἢ λείπει ὁ καί, ἵν’ ᾖ καὶ ἐν Λακεδαί‐

### book 387a

μονι. T

### book 387b1.1

ναιεταώσῃ: ναίω ναιέτης, καὶ ὡς κυνηγέτης κυνηγετῶ,

### book 387b1.2

οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαίρεσις ναιετάω. καὶ ἔδει μὲν ναιεταού‐

### book 387b1.3

σῃ. AT ὡς βοαούσῃ, T ἀλλ’ ἔστιν ὅμοιον τῷ „ἱδρῶσαι,

### book 387b1.4

ἦγον δέ“ (Λ 598). AT

### book 387b2.1

ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυ‐

### book 387b2.2

νηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ. καὶ ὤφειλε μὲν ναιεταούσῃ,

### book 387b2.3

ἀλλ’ ἔστιν ἡ χρῆσις Ἰώνων. b(BCE3)

### book 388a

〈ἤσκειν:〉 ὡς ἐδεδειπνήκειν. Til

### book 388b.1

μάλιστα δέ μιν φιλέεσκε: τὴν γραῦν, ὡς καὶ ὁ ὄνειρος

### book 388b.2

εἴκασται τῷ φιλτάτῳ Νέστορι (cf. Β 20—1). T

### book 390a1.1

δεῦρ’ ἴθ’· 〈Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέε‐

### book 390a1.2

σθαι:〉 στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ

### book 390a1.3

ἑξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ. A

### book 390a2

τελεία μετὰ τὸ ἴθι στιγμή. Til

### book 390-2.1

Ἀλέξανδρός σε καλεῖ〈—στίλβων καὶ εἵμα‐

### book 390-2.2

σιν〉: διχῇ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνῄσκουσα τοῦ ἀνδρὸς ἀπὸ τοῦ

### book 390-2.3

κάλλους καὶ τοῦ τόπου. b(BCE3E4)T

### book 391a.1

δεινωτοῖσι λέχεσσιν: ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ

### book 391a.2

τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ

### book 391a.3

γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ. A

### book 391b.1

δινωτοῖσι: ἐφ’ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν. ἢ

### book 391b.2

ὅτι δῖνος ὁ τόρνος. b(BCE3E4)T καὶ διὰ τοῦ ι φησὶν ὁ Ἡρω‐

### book 391b

διανὸς ἐν τῷ Περὶ σχημάτων (2,847,8). b(BCE3)T

### book 391-2.1

〈κεῖνος ὅ γε—καὶ εἵμασιν:〉 λείπει τὸ ἐστίν.

### book 391-2.2

ἐπεὶ δὲ συνήθης ἡ φράσις, ἐὰν τεθῇ, δοκεῖ πλεονάζειν. b(BCE3)Til

### book 392a1.1

κάλλεΐ τε στίλβων 〈καὶ εἵμασιν〉: ταῦτά φησιν, ἵνα

### book 392a1.2

μὴ διὰ τὸν λύθρον αὐτὸν μυσαχθῇ. T

### book 392a2.1

ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον. b

### book 392a2.2

(BCE3E4)

### book 392b.1

οὐδέ κε φαίης: ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου

### book 392b.2

προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν. A

### book 393a1.1

〈ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν:〉 διαστολὴ

### book 393a1.2

βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ „οὐδέ κε φαίησ“ (Γ 392). Aim

### book 393a2

ὀλίγον διασταλτέον μετὰ τὸ ἐλθεῖν. Ail

### book 393b.1

ἀλλὰ χορόν: ἠϊθέων τὸ χορεύειν· ἐφ’ ᾧ καὶ Πρίαμος

### book 393b.2

ὀνειδίζει τοῖς υἱοῖς· „χοροιτυπίῃσιν ἄριστοι“ (Ω 261). b(BCE3)T

### book 395.1

〈ὣς φάτο· τῇ δ’ ἄρα θυμὸν〉 ἐνὶ στήθεσσιν ὄρινε: ὅτι

### book 395.2

οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν (395) ἐθύμωσεν, ἀλλὰ τὸ παρώρ‐

### book 395.3

μησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς (sc. 396—418) ἐνδια‐

### book 395.4

σκευάζει· διὸ ἀθετοῦνται ἀπὸ τοῦ „καί ῥ’ ὡς οὖν ἐνόησεν“ (Γ 396)

### book 395.5.1

ἕως τοῦ „ὣς ἔφατ’, ἔδδεισεν δ’ Ἑλένη“ (418) στίχοι εἴκοσι τρεῖς· πῶς

### book 395.5.2

γὰρ ἡ γραίᾳ παλαιγενεῖ εἰκασμένη „περικαλλέα δειρὴν“ (Γ 396)

### book 395.5.3

εἶχεν καὶ „ὄμματα μαρμαίροντα“ (397) καὶ „στήθεα ἱμερόεντα“ (Γ

### book 395.5.4

397); καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα „ἧσο παρ’

### book 395.5.5

αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόειπε κελεύθους, / μηδ’ ἔτι σοῖσι πόδεσσιν“

### book 395.10.1

(Γ 406—7). καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν „μή μ’ ἔρεθε, σχετλίη“ (Γ

### book 395.10.2

414). αἰρομένων δὲ αὐτῶν καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς

### book 395.10.3

φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· / „βῆ δὲ

### book 395.10.4

κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ / σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν,

### book 395

ἦρχε δὲ δαίμων“ (Γ 395. 419—20). A

### book 396.1

περικαλλέα δειρήν: καὶ μὴν γραῒ παρεικασθεῖσα ἦν. ἀλλ’

### book 396.2

ἔθος τοῖς ἡμιθέοις ἐπιγινώσκειν τοὺς θεούς, b(BCE3E4)T ὡς

### book 396.3

Αἴας τὸν Ποσειδῶνα (cf. Ν 70—2). b(BCE3)T

### book 397.1

στήθεά τ’ ἱμερόεντα: οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι

### book 397.2

τὴν θεόν· Ἑλένῃ γὰρ ἦλθε γνωρισθῆναι, κρύπτεται δὲ τὰς Τρῳάς. b

### book 397.3

(BCE3E4)T

### book 398

ἔπειτα: τὸ δεύτερον. Til

### book 399a.1

δαιμονίη: παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν. b

### book 399a.2

(BCE3)T

### book 399b.1

λιλαίεαι: λῶ τὸ θέλω· ἀναδιπλασιασμὸς λιλῶ. ὡς κερῶ

### book 399b.2

κεραίω, οὕτω καὶ λιλῶ λιλαίω. T

### book 400a1.1

ἦ πή με: τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή

### book 400a1.2

ὀξυτονητέον διὰ τὸ μέ ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πη οὐ πύσμα,

### book 400a1.3

ἀλλὰ ἀόριστον. A

### book 400a2.1

ἦ πή με: τὸ ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ

### book 400a2.2

μέ· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πη, ἀλλὰ ἀόριστον. b(BCE3)T

### book 400b1

προτέρω: ἀπὸ τοῦ †προσωτέρου† ἐστί· διὸ δίχα τοῦ ι. T

### book 400b2.1

δίχα τοῦ ι τὸ προτέρω· b(BCE3) ἀπὸ τοῦ προσω‐

### book 400b2.2

τέρω b(BCE3E4) γάρ ἐστιν. b(BCE3)

### book 401a

〈Φρυγίης:〉 λείπει ἡ ἐπί. Til

### book 401b

Μῃονίης: Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, | εἶτα

### book 401b

Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος (cf. 7, 74, 1). A

### book 402a.1

〈εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:〉

### book 402a.2

πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος. Aim

### book 402b1

〈καὶ κεῖθι:〉 Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι. Aim

### book 402b2.1

{εἴ τίς τοι} καὶ κεῖθι {φίλος}: ἐκ πλήρους ὁ καί σύνδε‐

### book 402b2.2

σμος. T

### book 403-5a1.1

οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον〈—παρ‐

### book 403-5a1.2

έστησ〉: ἀπ’ ἄλλης ἀρχῆς τὸ οὕνεκα (403)· ἀσύνδετος γὰρ πρὸς

### book 403-5a1.3

τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι (404),

### book 403-5a1.4

ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστι καὶ ταῦτα, οὕνεκα (403)—τοὔνεκα

### book 403-5a1.5

(405). A

### book 403-5a2

τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. Til

### book 403-5b.1

οὕνεκα δὴ νῦν: κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ

### book 403-5b.2

διανοία. θέλει δὲ εἰπεῖν ὅτι οὔ με λανθάνεις, ἐφ’ ᾧ ἦλθες ἐνθάδε. b

### book 403-5b.3

(BCE3E4)T

### book 405.1

τοὔνεκα δὴ νῦν 〈δεῦρο〉 δολοφρονέουσα παρέστης:

### book 405.2

ἠθικῶς πυνθάνεται· διὸ οὐ δεῖ ὑποστίζειν εἰς τὸ παρέστης. T

### book 406a1.1

θεῶν δ’ ἀπόειπε κελεύθους: Ἀρίσταρχος „ἀπόεικε“

### book 406a1.2

διὰ τοῦ κ, καὶ χωρὶς τοῦ ς „κελεύθου“. θαυμάσειε δ’ ἄν τις, ἡ ἑτέρα διὰ

### book 406a1.3

τοῦ π πόθεν παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ

### book 406a1.4

τῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν, καὶ οὐ μόνον ἐν ταῖς ἐκδό‐

### book 406a1.5.1

σεσιν, ἀλλὰ καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται.

### book 406a1.5.2

προσθήσειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν·

### book 406a1.5.3

„†τί δὲ† εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς

### book 406a1.5.4

αὐτούς.“ A

### book 406a2

Ἀρίσταρχος „κελεύθου“. Aim

### book 406b.1

θεῶν δ’ ἀπόεικε κελεύθου: †οὐ† πᾶσαι. | οὐκ ἐπαρᾶται

### book 406b.2

δέ, ἀλλ’ ὀνειδίζει ἀντὶ τοῦ μὴ πρᾶσσε τὰ θεῶν. T

### book 410-1.1

〈κεῖσε δ’ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· /

### book 410-1.2

κείνου πορσανέουσα λέχος:〉 τὸ ἑξῆς ἐστι κεῖσε δ’ ἐγὼν οὐκ

### book 410-1

εἶμι κείνου πορσανέουσα λέχος. Aim

### book 411.1

κείνου πορσανέουσα λέχος: εὐτρεπίζουσα, ὡς τὸ „λέχος

### book 411.2

πόρσυνε καὶ εὐνήν“ (γ 403. η 347). | τὸ δὲ ἑξῆς „οὐκ εἶμι κεῖσε“ (cf. Γ

### book 411.3

410) πορσανέουσα λέχος. τὸ δὲ †νεμεσητόν† διὰ μέσου. b

### book 411.4

(BCE3)T

### book 411-2a1.1

Τρῳαὶ δέ μ’ ὀπίσσω / πᾶσαι μωμήσονται: ὡς

### book 411-2a1.2

δευτέρας μάχης αἰτίαν οὖσαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι. T

### book 411-2a2.1

μωμήσονται γάρ με, φησίν, αἱ Τρωάδες ὡς δευτέρας

### book 411-2a2.2

μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι. b(BCE3

### book 411-2a2.3

E4)

### book 414-6.1

μή μ’ ἔρεθε, σχετλίη, 〈—ἔχθεα λυγρά〉:

### book 414-6.2

βραχὺ διασταλτέον σχετλίη, μεθείω (414), ἀπεχθήρω (415).

### book 414-6.3

στικτέον δὲ φίλησα (415), ἐὰν ᾖ τὸ μητίσομαι (416) ὁριστικόν·

### book 414-6.4

ἐὰν δὲ ὑποτακτικὸν συνεσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοι‐

### book 414-6.5.1

νὸν ᾖ τὸ μή (414) ἐπίρρημα κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπε‐

### book 414-6.5.2

χθήρω. A

### book 414a.1

μή μ’ ἔρεθε, σχετλίη: τὸ ἀνεξίκακον τῆς θείας ἐδήλωσε

### book 414a.2

φύσεως. „†θεὸς γὰρ ἐπὶ σμικροῖς† οὐ θερμαίνεται / ἀλλ’ ὡς λέβης τις

### book 414a.3

μείζονος δεῖται πυρόσ“ (trag. fr. ad. 448 N.2). b(BCE3E4)T

### book 414b.1

μὴ χωσαμένη σε μεθείω: μετωνυμικῶς ἀντὶ τοῦ ἐαθῆναι

### book 414b.2

ποιήσω καὶ μισηθῆναι, Aim b (BCE3)T ὡς καὶ φιληθῆναι ἐποίη‐

### book 414b

σα. b(BCE3)T

### book 415.1

〈ἔκπαγλ’ ἐφίλησα:〉 Ἀρίσταρχος Ἰακῶς „ἔκπαγλα φίλη‐

### book 415.2

σα“. Aint

### book 416a.1

μητίσομαι αἴσχεα λυγρά: καὶ τῶν ἐναντίων γὰρ

### book 416a.2

ἔχουσιν ἐξουσίαν οἱ θεοί, ὡς αἱ Μοῦσαι ἐπὶ Θαμύριδος (Β 599—600). b

### book 416a.3

(BCE3E4)T

### book 416b1.1

ἔχθεα: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων „ἄχθεα“ ἐγέ‐

### book 416b1.2

γραπτο, τινὲς δὲ „ἄλγεα“ γράφουσιν. AAim

### book 416b2.1

αἴσχεα {λυγρά}: ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου „αἴσχεα“,

### book 416b2.2

ἡ δὲ ἑτέρα „ἄλγεα“. T

### book 417a.1

〈ὄληαι:〉 ὡς „πύθηαι“ (Ε 351 al.)· μέσος γὰρ δεύτερος

### book 417a.2

ἀόριστος. Aim

### book 417b

〈ὄληαι:〉 ἀντὶ τοῦ ὄλοιο. Til

### book 418.1

ἔδδεισεν δ’ Ἑλένη: διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς

### book 418.2

τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις. b(BCE3E4)T

### book 419a

βῆ δὲ κατασχομένη: πάλιν κοσμίως ἀναχωρεῖ. T

### book 419b1

{ἑανῷ} ἀργῆτι φαεινῷ: ἐκ παραλλήλου τὸ αὐτό. T

### book 419b2

τοῦτο ἐκ παραλλήλου εἴρηται. Aim

### book 421.1

δόμον περικαλλέ’ ἵκοντο: τοῦ Ἀλεξάνδρου· ἐπὶ δὲ

### book 421.2

Ἕκτορος „δόμους εὖ ναιετάοντασ“ (Ζ 497). T

### book 422.1

ἀμφίπολοι μὲν 〈ἔπειτα θοῶσ〉 ἐπὶ ἔργα 〈τρά‐

### book 422.2

ποντο〉: ἔδει γὰρ αὐτὰς χωρίζεσθαι διαλέξεως ἀνδρὸς καὶ γυναικός,

### book 422.3

τὰ συνήθη πρασσούσας. b(BCE3E4)T

### book 423a

ἡ δ’ εἰς ὑψόροφον: ἀπὸ τούτου ἕως τοῦ „ἔνθα κάθιζ’

### book 423a.1

Ἑλένη“ (Γ 426) στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέ‐

### book 423a.2

ναι, ὅτι Ζηνόδοτος μετετίθει τὴν συνέπειαν οὕτως· „ἀμφίπολοι μὲν

### book 423a.3

ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο (Γ 422) / αὐτὴ δ’ ἀντίον ἷζεν Ἀλε‐

### book 423a.5.1

ξάνδροιο ἄνακτος, (pro Γ 423—6) / ὄσσε πάλιν κλίνασα, πόσιν δ’

### book 423a.5.2

ἠνίπαπε μύθῳ“ (Γ 427)· ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ

### book 423a.5.3

τὴν Ἀφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται

### book 423a.5.4

καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει. A

### book 423b.1

〈δῖα:〉 ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ

### book 423b.2

ἐπιτείνονται. b(BCE3)

### book 424a.1

δίφρον ἑλοῦσα〈—〉Ἀφροδίτη: εἰ μὲν ὡς

### book 424a.2

γραῦς, οὐκ ἄτοπον· εἰ δὲ ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει

### book 424a.3

Ὀδυσσεῖ (τ 33—4). καὶ οὐ θαυμαστόν, εἰ ἀδελφῇ ὑπηρετεῖται· διὸ

### book 424a.4

καὶ ἐπάγει „κούρη Διόσ“ (Γ 426). b(BCE3E4)T

### book 424b.1

φιλομ〈μ〉ειδὴς 〈Ἀφροδίτη〉: τὰ γὰρ ἀφροδίσια

### book 424b.2

λύπης ἀπήλλακται. A b (BCE3E4)

### book 425.1

〈ἀντί’ Ἀλεξάνδροιο:〉 ἡ θέα γὰρ ἐρώτων συνεργός·

### book 425.2

„ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν“ (Sthenel. fr. 1 vel

### book 425.3

Agath. fr. 29 N.2). A b (BCE3)

### book 426.1

{ἔνθα} κάθιζ’: συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ

### book 426.2

κάθιζε· ὅσα γὰρ παρῳχημένου χρόνου ῥήματα βραχυκατάληκτα

### book 426.3

ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τό‐

### book 426.4

νον· εἶχον συνεῖχον· ἀλλ’ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος, „νὺξ

### book 426.5.1

δὲ μάλα στυγερὴ κάτεχ’ οὐρανόν“ (ν 269). οὕτως ἷζε κάθιζε· „Νέ‐

### book 426.5.2

στωρ τ’ †αὐτός τ’† ἔφιζε“ (γ 411). A

### book 427

ὄσσε πάλιν κλίνασα: ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης·

### book 427

τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ. b(BCE3E4)T

### book 428a.1

ἤλυθες ἐκ πολέμου: πλανώμενοί τινες ὑποστίζουσιν

### book 428a.2

ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν. Νικάνωρ (p. 174 Friedl.) δὲ

### book 428a.3

τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν. A b (BCE3)T

### book 428b

〈ὡς:〉 τὸ ὥς ἀντὶ τοῦ εἴθε. Til

### book 429.1

ἀνδρὶ δαμείς, ὃς ἐμός: διαθρύπτεται, ὡς τὸ „δαὴρ αὖτ’

### book 429.2

ἐμόσ“ (Γ 180). T

### book 430.1

ἦ μὲν δὴ πρίν γ’ εὔχεο: ἠθικῶς αὐτοῦ τὸ ἀλαζονικὸν

### book 430.2

ἔσκωψεν· ἴδιον γὰρ †ἐρῶντος ἀνδραγαθίας† αὐχεῖν. b(BCE3E4)T

### book 431.1

σῇ τε βίῃ 〈καὶ χερσὶ〉 καὶ ἔγχει φέρτερος εἶναι:

### book 431.2

βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχει τοῖς ἀμυντηρίοις. b(BCE3

### book 431.3

E4)T

### book 432.1

ἀλλ’ ἴθι νῦν: ἀπὸ τούτου ἕως τοῦ „ἀφραδέωσ“ (Γ 436)

### book 432.2

ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ

### book 432.3

καὶ ἀκατάλληλοι· ἅμα μὲν γὰρ λέγει ἀλλ’ ἴθι προκάλεσσαι

### book 432.4

καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει „ἀλλά ς’ ἔγωγε / παύσασθαι κέλομαι“

### book 432.5

(Γ 433—4), ὡς φροντιζούσης. A

### book 433-4.1

ἀλλά ς’ ἔγωγε / παύσασθαι κέλομαι: θελγομένη

### book 433-4.2

ὑπὸ Ἀφροδίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα

### book 433-4.3

λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη

### book 433-4.4

κατὰ τὰ δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα „ἀρηΐφιλον“ (Γ

### book 433-4.5

432) αὐτόν φησιν. b(BCE3E4)T

### book 434

〈παύσασθαι:〉 Ἀρίσταρχος „παύεσθαι“. Aim

### book 434-5a.1

παύσασθαι κέλομαι〈—ἠδὲ μάχεσθαι〉:

### book 434-5a.2

στικτέον ἐπὶ τὸ κέλομαι (434)· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ

### book 434-5a.3

προστακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ

### book 434-5a.4

τὸ κέλομαι, ὄντως ἀπαρέμφατα. A

### book 434-5b1

παύσασθαι κέλομαι: παρατατικῶς τὸ „παύεσθαι“.

### book 434-5b1

| τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικοῦ. T

### book 434-5b2.1

τὸ δὲ „παύεσθαι“ ἐνεστῶτος, οὐ παύσασθαι. |τελεία

### book 434-5b2.2

δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν. b(BCE3E4)

### book 436a

〈ἀφραδέως:〉 ἀπείρως. Til

### book 436b

〈δαμασθῇς:〉 Ἀρίσταρχος „†δαμείησ“. Aint

### book 438

〈μή με:〉 ἀντὶ τοῦ μή μου. Til

### book 439-40a.1

νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ

### book 439-40a.2

〈/ κεῖνον δ’ αὖτις ἐγώ〉: οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπολογίαι.

### book 439-40a.3

διὰ τὴν Ἀθηνᾶν φησι νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν

### book 439-40a.4

Ἀφροδίτην αὐτὸς σωθείς. νικήσειν δὲ ὑπισχνεῖται τὸν Μενέλαον,

### book 439-40a.5

οὐδὲ μετὰ τὴν ἧτταν τῆς ἀλαζονείας παυόμενος. b(BCE3E4)T

### book 439-40b1.1

〈νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν

### book 439-40b1.2

Ἀθήνῃ, / κεῖνον δ’ αὖτις ἐγώ:〉 ἐπὶ τὸ †ἐγὼ† βραχὺ δια‐

### book 439-40b1.3

σταλτέον· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε (439) τὸ νικήσω. Aim

### book 439-40b2.1

{κεῖνον δ’ αὖτις ἐγώ:} †κεῖνον ἀντὶ† τοῦ ἐνίκησε νική‐

### book 439-40b2.2

σω αὖτις αὐτὸν ἐγώ· διὸ βραχὺ στικτέον. T

### book 439-40b3.1

βραχὺ διασταλτέον εἰς τὸ †ἐγώ†, καὶ τὸ νικήσω ἐκδεκτέ‐

### book 439-40b3.2

ον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν. b(BCE3E4)

### book 440.1

πάρα γὰρ θεοί εἰσι 〈καὶ ἡμῖν〉: ὀξυτονητέον τὴν

### book 440.2

παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφή,

### book 440.3

ἀλλὰ καθ’ ὑπερβατὸν κεῖται διαλελυμένου τοῦ πάρεισιν. εἰκότως

### book 440.4

τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ

### book 440.5.1

ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· „κατὰ ταῦρον ἐδηδώσ“

### book 440.5.2

(Ρ 542), „κατὰ βοῦς Ὑπερίονος / ἤσθιον“ (α 8—9), „ἀνὰ δ’ ὁ

### book 440.5.3

πτολίπορθος Ὀδυσσεύς / ἔστη“ (Β 278—9). ἐχρῆν οὖν καὶ τῆς

### book 440.5.4

παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι

### book 440.5.5

τὸν τόνον· πρὸς οὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτί‐

### book 440.10.1

θεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προ‐

### book 440.10.2

θέσεων, οἷον κατήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων

### book 440.10.3

τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον.

### book 440.10.4

τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα‐

### book 440.10.5

γινώσκομεν. A

### book 441a.1

ἀλλ’ ἄγε δὴ φιλότητι: πῶς, φασί, μετὰ τοσαύτην

### book 441a.2

αἰσχύνην ὀργᾷ; ἐμφανίζει οὖν τὴν πρόξενον ἁπάντων τῶν κακῶν

### book 441a.3

αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν,

### book 441a.4

ὑπονοῶν ὀργίζεσθαι αὐτήν, ἐφ’ οἷς ἐκδοῦναι αὐτὴν ἔσπευσεν τῷ

### book 441a.5

πολεμίῳ. ἢ ὅτι ὧν στερόμεθα ἐρῶμεν. b(BCE3E4)T

### book 441b.1

φιλότητι τραπείομεν: τερφθῶμεν. κινδυνεύσας δὲ

### book 441b.2

ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ. b(BCE3E4)T

### book 442.1

ἔρως φρένας ἀμφεκάλυψεν: ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ

### book 442.2

τῶν περισκεπόντων δικτύων. b(BCE3E4)T

### book 443.1

οὐδ’ ὅτε σε πρῶτον: Ἀλέξανδρος υἱὸς Πριάμου—

### book 443.2

ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων (sc. Γ 447—8). A

### book 443

Λακεδαίμονος ἐξ ἐρατεινῆς: τοῖς ἐρῶσι καὶ αἱ πατρίδες

### book 443

τῶν ἐρωμένων δοκοῦσιν εἶναι καλαί. b(BCE3)T

### book 445a.1

νήσῳ δ’ ἐν ΚΡΑΝΑΗΙ 〈ἐμίγην〉: ὅτι οὐκ ἐν Σπάρτῃ

### book 445a.2

ἐμίγη τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται. καὶ ὅτι ἄδηλον, πότερον

### book 445a.3

ὄνομα κύριόν ἐστιν ἀπὸ τοῦ κρανθῆναι ἐπ’ αὐτῆς πρῶτον τὸν γάμον

### book 445a.4

καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν

### book 445a.5.1

τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι

### book 445a.5.2

ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη. A

### book 445b.1

νήσῳ δ’ ἐν Κραναῇ: ταύτην πρὸ Ἀττικῆς εἶναί

### book 445b.2

φασιν. οἱ δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά. b(BCE3)T οἱ δὲ

### book 445b.3

ἐν τῇ νῦν Ἑλένῃ· τῷ χειμῶνι γὰρ πολλοὶ τῶν Ἀχαιῶν ἀπολώλασιν

### book 445b.4

αὐτόθι. T

### book 446a1.1

ὥς σεο νῦν ἔραμαι: ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ

### book 446a1.2

ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον „ὡς

### book 446a1.3

σέο νῦν ἔραμαι“ (Ξ 328)· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. |

### book 446a1.4

τὸ δὲ ὥς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ „εὐνῇ“ (Γ

### book 446a1.5.1

445)· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ „εὐνῇ“, ὡς

### book 446a1.5.2

〈μὴ〉 ἀπηρτισμένου τοῦ λόγου, ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν

### book 446a1.5.3

ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς·

### book 446a1.5.4

οὐδέποτε γὰρ οὕτως, φησί, κατέσχεν με ἔρως (cf. Γ 442), ὡς νῦν

### book 446a1.5.5

ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως,

### book 446a1.10.1

οὐδ’ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν

### book 446a1.10.2

ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον. A

### book 446a2.1

ὥς σεο νῦν ἔραμαι: ἐγκλιτέον· ἀπόλυτος γάρ ἐστιν.

### book 446a2.2

ἐπὶ δὲ Διὸς ὀρθοτονητέον. | τὸ δὲ ἑξῆς· οὐδέποτε οὕτως ἔρως ἀμφ‐

### book 446a2.3

εκάλυψεν, ὡς νῦν ἐρῶ σου. b(BCE3)T

### book 447a1.1

ἦ ῥα, καὶ ἄρχε λέχος 〈δὲ κιών· ἅμα δ’ εἵπετ’

### book 447a1.2

ἄκοιτισ〉: τηρεῖ τὸν νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός (cf. Α 609—11). T

### book 447a2

τηρεῖ τοῦτο, καίπερ μὴ ὂν κατὰ τὸν τῆς συναφείας νό‐

### book 447a2

μον, ὡς ἐπὶ Ἥρας καὶ Διός. b(BCE3)

### book 447b.1

ἅμα δ’ εἵπετ’ ἄκοιτις: ἄκοιτις νῦν μόνον εἴρηται ἡ

### book 447b.2

Ἑλένη τοῦ Πάριδος. T

### book 448a.1

ἐν τρητοῖσι: ὁ μὲν Ἀπίων (fr. 132 B.) κυρίως· ἱμᾶσι

### book 448a.2

γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος τοῖς εὖ †τετραμμένοις†.

### book 448a.3

Ἀπολλώνιος δὲ ὁ τοῦ Χαίριδος (fr. 2 B.) διὰ τὸ κατὰ τὴν ἁρμογὴν

### book 448a.4

τετρῆσθαι. Aim

### book 448b.1

κατεύνα〈σ〉θεν: ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ

### book 448b.2

φιλότητα ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι „λέκτροιο παλαι‐

### book 448b.3

οῦ θεσμόν“ (ψ 296)· ἐπὶ δὲ τῶν παρανόμων „†παριᾶσι τῆι πρῶτον†“

### book 448b.4

(ο 420), „†ἐμίσγοντο† πάροιθεν“ (υ 7). b(BCE3)T

### book 449a

Ἀτρείδης δ’ ἂν ὅμιλον ἐφοίτα: τὸν Τρωϊκόν. T

### book 449b.1

θηρὶ ἐοικώς: ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (sc. Γ

### book 449b.2

23) ἐπιτυχόντι αὐτὸν εἰκάζει. b(BCE3E4)T

### book 450.1

εἴ που ἐσαθρήσειεν: γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα.

### book 450.2

T

### book 453.1

οὐ μὲν γὰρ φιλότητί γ’ 〈ἐκεύθανον, εἴ τις ἴδοι‐

### book 453.2

το〉: ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν

### book 453.3

λέγοι ἐν τοῖς ἐπάνω (Γ 56) ὁ Ἕκτωρ· „ἀλλὰ μάλα Τρῶες ἐλεήμονεσ“,

### book 453.4

ὡς Ζηνόδοτος γράφει, ἀλλὰ „δειδήμονεσ“. A

### book 455

〈τοῖσι δὲ καί:〉 πλεονάζει ὁ καί. Til

### book 456.1

Τρῶες καὶ Δάρδανοι: εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ

### book 456.2

διῄρητο ἀπὸ Ἀσσαράκου καὶ Ἴλου, b(BCE3)T ὧν οἱ υἱοὶ

### book 456.3

πολίζουσι· b(BCE3) Γανυμήδης γὰρ ἥρπαστο. b(BCE3)T

### book 457

νίκη μὲν δὴ φαίνετ’ 〈ἀρηϊφίλου Μενελάου〉:

### book 457.1

ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος καὶ καλούμενος ἄπεστιν. καὶ

### book 457.2

Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν, „εἰ δέ κ’

### book 457.3

Ἀλέξανδρον κτείνῃ“ (Γ 284), Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, „ὁππότερος

### book 457.5.1

δέ κε νικήσῃ“ (Γ 71). καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια· A b

### book 457.5.2

(BCE3E4)T διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις

### book 457.5.3

καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου. A b (BE3E4)T

### book 458a1.1

{ὑμεῖς δ’} Ἀργείην Ἑλένην: τὴν προσήκουσαν

### book 458a1.2

Ἀχαιοῖς. T

### book 458a2.1

τὴν οὖσαν ἐξ Ἄργους b(BCE3E4) | καὶ Ἀργείοις προσ‐

### book 458a2.2

ήκουσαν. b(BCE3)

### book 459.1

ἀποτινέμεν: ὅτι Ζηνόδοτος „ἀποτίνετο〈ν〉“. συγχεῖται

### book 459.2

δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως

### book 459.3

τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὅμηρος, ἀποτι‐

### book 459.4

νέμεν ἀντὶ τοῦ ἀποτίνετε. A

### book 460.1

〈ἐσσομένοισι μετ’ ἀνθρώποισι:〉 ὅτι ἡ μετά ἀντὶ

### book 460.2

τῆς ἔν. Aim (il)

### book 461.1

ὣς ἔφατ’ Ἀτρείδης, ἐπὶ δ’ ᾔνεον 〈ἄλλοι〉 Ἀχαιοί:

### book 461.2

Τρῶες σιωπῶσιν, οὔτε τῶν βασιλέων καταγινώσκοντες οὔτε τοῦ

### book 461.3

δικαίου. b(BCE3E4)T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδί‐

### book postscr

ας Ἡρωδιανοῦ καὶ Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς. A

### book 164.1

[ ]ο.[

### book 164.2

[ πάν]τως αἱρεθήσεται ...[

### book 164.3

[ ]α δ̣ιοριζόμε(νός) φη(σιν) εὖ ἐπι ..[

### book 164.4

[ ].ου πάντως μέντοι ...[

### book 164.5.1

[ ].των (ἡ διπλῆ) δὲ παράκειτα[ι

### book 164.5.2

... τὴν] Ἴλιον θηλυκῶς ὥς (ἐστιν) α̣[

### book 167.1

αὐτὸς ἐπισσείη〈ι〉σι ἐρεμν̣[ὴ]ν αἰγίδ[α πᾶσι〈:〉 ἡ αἰγὶς]

### book 167.2

ἴδιόν (ἐστι) τοῦ Διὸς ὅπλον, ὅπερ οἱ νεώτερο[ι κακῶς]

### book 167.3

ἴδιον Ἀθηνᾶς ἀπεφήναντο. (ἔστι) μ(ὲν) ἡ αἰγὶς [ὅπλον

### book 167.4

τοῦ]

### book 167.5.1

Διὸς σκεπαστικόν, ὁ δὲ κεραυνὸς ..[

### book 167.5.2

ἐπισειομένη δὲ πνοῶν γίνεται παρα[σκευαστική,]

### book 167.5.3

ὅθεν καὶ τὰς καταιγίδας ἀπο..υ̣...(.)[

### book 167.5.4

κατὰ τιμὴν δὲ .....[..]τ[.]....[.(.)]...[

### book 167.5.5

ὑποτίθεται τὴν αἰγ[ίδα

### book 167.10.1

„ἡ δὲ χιτῶν’ ἐνδῦσα Δι]όσ“

### book 167.10.2

καὶ 〈τὸ〉 ὅπλον Ἀπόλλωνι ......(.)[... „ἀλλὰ σύ]

### book 167.10.3

γ’ ⸏ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσαν[όεσσαν“. καὶ]

### book 167.10.4

αὐτὴν εἶναί φησιν ἐρεμ[νὴν

### book 167.10.5

οὕτως εἴρηται καὶ ...[...]...[

### book 167.15

μέντοι ὀμίχλην 〈καὶ〉 ζόφον κα[ὶ] σκοτιά[ν

### book 167.1

μέντοι οτ[..]...[...(.)]...[ ]

### book 167.2

„ὁ δ’ ἐρεμνῆι νυκτὶ ἐοικώσ“ ην[

### book 167.3

βέλτιον τ..........χρη[

### book 167.4

ἁπλῶς εν...[.....]....[

### book 168(?).1

ρ.ον.......[

### book 168(?).2

ἀκαταλλήλως εἴρηται τ.[

### book 169-70(?).1

....................[

### book 169-70(?).2

πεποίηται μὲν τὸν λόγον ο[

### book 169-70(?).3

ἀλλὰ ἀπέστρεψε τὸν λόγον καὶ[

### book 169-70(?)

μέρος ὁ ποιητὴς τῶι „Μενέλαε“

### book 306-7*

......

### book 306-7*.1.1

[.................]...[

### book 306-7*.1.2

[.............]εικοτως

### book 306-7*.1.3

[............]ις την τα‐

### book 306-7*.1.4

[ξιν.........(.)]ην τῶν πο‐

### book 306-7*.5.1

[λεμίων .....ί]κ̣ηται τιμω‐

### book 306-7*.5.2

[...........]τόν ἐστιν

### book 306-7*.5.3

[...........]α̣ν τὰ ἑαυτοῦ

### book 306-7*.5.4

[........] ἅρματα ἢ ἵππου

### book 306-7*.5.5

[.......]ος ἢ ἄλλου τινὸς

### book 306-7*.10.1

[.....(.)]μ̣ατος γενομένου

### book 306-7*.10.2

[ἐπ’ ἄλλων ἐπι]βῆναι βιάζη‐

### book 306-7*.10.3

[ται, παταξ]άτω{ι} τις αὐτὸν

### book 306-7*.10.4

[......εὐ]τελὲς γὰρ κρίνει

### book 306-7*

[....... (.)]α̣ι̣ τὸν τοιοῦτον

### book 306-7*.15.1

[........α]ὐτὸν συγχέον‐

### book 306-7*.15.2

[τα .......]. ἐγδέχονται

### book 306-7*.15.3

[δὲ .........]ι̣ Ἀπολλώνι‐

### book 306-7*.15.4

[ος ...........(.)].. α̣ὐτοῦ

### book 306-7*.18

........

### book 310*

......

### book 310*.1.1

..[..................]

### book 310*.1.2

μηδε[................]

### book 310*.1.3

παρεισά[γει Διομήδην πα‐]

### book 310*.1.4

ραδεχόμεν̣[ον ..........]

### book 310*.5.1

φησὶ γάρ· „Νέσ[τωρ δ’ ἐν χείρεσ‐]

### book 310*.5.2

σι λάβ’ ἡνία σ[ιγαλόεντα“· .(.)]

### book 310*.5.3

γ̣α̣ρ ἀγωνιζ[...........]

### book 310*.5.4

π̣[....] ουνο[...........]

### book 310*.5.5

χρη.[.(.)] τ̣αλ[............]

### book 315-6.1

μενη[.] ἀλ[λά σε γῆρας τείρει]

### book 315-6.2

ὁμοίϊον· ὡσ[ ὄφελέν τις / ἀν‐]

### book 315-6.3

δρ[ῶ]ν ἄλλος [ἔχειν, σὺ δὲ κου‐]

### book 315-6.4

ροτ̣έ̣ρ̣ο̣ι̣σ̣ι̣ με̣[τεῖναι .....]

### book 315-6.5.1

[..](.)...νοιγ̣[...........]

### book 315-6.5.2

[..](.)ρ̣α̣φω̣[.............]

### book 315-6.6

......

### book 1a.1

〈οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο:〉

### book 1a.2

πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν σκηνὴν σεμνύνων

### book 1a.3

μετήγαγε, b(BCE3E4)T ποικίλλων ἅμα τὴν ποίησιν τόποις τε

### book 1a.4

καὶ προσώποις καὶ λόγοις. ὑπονοεῖν δὲ δεῖ παρὰ τὴν ἁρπαγὴν

### book 1a.5.1

Ἀλεξάνδρου τοὺς λόγους γεγενῆσθαι τοῖς θεοῖς. ηὔξησε δὲ τὸ ἀγω‐

### book 1a.5.2

νιστικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ. b(BE3E4)T

### book 1b.1

〈πάρ:〉 τὸ πάθος ἀποκοπή, οὐ συναλιφή· συναλιφὴ γὰρ

### book 1b.2

γίνεται φωνήεντος ἐπιφερομένου. T

### book 1c.1

〈ἠγορόωντο:〉 ἐδημηγόρουν, ἐκ τοῦ b(BCE3) ἀγορή

### book 1c.2

ἀγορῶ ἠγορῶντο, b(BCE3)Til καὶ διαιρέσει ἢ μᾶλλον πλεονα‐

### book 1c.3

σμῷ ἠγορόωντο. b(BCE3)

### book 2.1

χρυσέῳ ἐν δαπέδῳ: πῶς τὸν οὐρανὸν „πολύχαλκον“

### book 2.2

λέγει (Ε 504) καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ;

### book 2.3

ἰστέον δὲ ὅτι—ὅταν δὲ καλόν, χρυσοῦν. A

### book 2a.1

χρυσέῳ ἐν δαπέδῳ: ἀπὸ τῶν παρ’ ἀνθρώποις τιμίων

### book 2a.2

αὔξει τὰ θεῖα. τέως δὲ νῦν ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεοὺς προρ‐

### book 2a.3

ρυθμίζων ἡμᾶς πληγὰς αὐτῶν ἀκούειν καὶ πάθη. b(BCE3E4)T |

### book 2a.4

δάπεδον δὲ τὸ ὁμαλὸν χωρίον, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προ‐

### book 2a.5.1

κείμενα ταῖς οἰκίαις οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκίας κατεριφθείσης

### book 2a.5.2

ἔδαφος. A b (BCE3E4)T | δύο δὲ δηλοῖ ὅτι τε ἀεὶ τὰ τῶν θεῶν ἡβᾷ

### book 2a

καὶ ὅτι παρὰ τὸν καιρὸν τῆς ἥβης οὐκ ἀπρονοητοῦσιν. b(BCE3E4)T

### book 2b1.1

μετὰ δέ σφισι πότνια Ἥβη: ὅτι τῷ „δέ“ (Δ 1) †τὸν

### book 2b1.2

δέ ἀνθυπήγαγεν εἰς τὸν δέ†, „τὴν δέ, / ἐκ δ’ εὐνάς, κατὰ δὲ πρυμνή‐

### book 2b1.3

σια“ (cf. Α 435—6), ὡς „εἰ μὲν δὴ Ὀδυσεύς, / ταῦτα μέν“ (cf. χ

### book 2b1.4

45—6) T | 〈***〉 Διὸς οἰνοχόος· ἢ ὅτι περὶ Ἰλίου ὁ λόγος, ἵνα

### book 2b1.5.1

μὴ λυπῇ τὸ συμπόσιον. νέων δὲ τὸ ὑπηρετεῖν, ὡς καὶ Μεγαπένθης

### book 2b1.5.2

(cf. ο 103. 122). ὅθεν καὶ παῖδας τοὺς δούλους φαμέν. b(BCE3E4)T

### book 2b2.1

τόνδε τὸν δέ ὧδε ἀνθυπήγαγεν †ὁ δέ†· συνδετικὸς γάρ

### book 2b2.2

ἐστι καὶ αὐτῷ ἀεὶ ἀκολουθεῖ, b (BCE3) ὡς τὸ „τὴν δ’ ἐξ ἁλὸς

### book 2b2.3

ἤπειρον ἔρυσσαν, / ἐκ δ’ εὐνὰς ἔβαλον, / ἐκ δὲ καὶ αὐτοὶ βαῖνον“

### book 2b2.4

(cf. Α 435—7). b(BE3)

### book 2c.1

μετὰ δέ σφισι: τὸ σφίσι κατ’ ἔγκλισιν ἀναγνωστέον νῦν,

### book 2c.2

ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατή‐

### book 2c.3

ρημα οἱ ἀπ’ Ἀριστάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν

### book 2c.4

οὐκ ἐφύλαξαν· ἀληθὲς γάρ ἐστιν ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς

### book 2c.5.1

ἁπλῆν μεταλαμβάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ „ἔτι γάρ σφισι κῦδος

### book 2c.5.2

ὀρέξω“ (Ρ 453), οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι

### book 2c.5.3

γὰρ ὅτε καὶ εἰς ἁπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως „αἵ ἑ μετὰ σφίσιν

### book 2c.5.4

εἶχον“ (Χ 474), εἰς ἁπλῆν δὲ οὕτως „τοὺς δ’ ἄναγον ζῳούς,

### book 2c.5.5

σφίσιν ἐργάζεσθαι“ (ξ 272), „σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι“ (δ

### book 2c.10.1

683)· οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι, ἀλλ’

### book 2c.10.2

αὐτοῖς τοῖς ἄγουσι· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς

### book 2c

παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς. A

### book 2d

πότνια Ἥβη: ὅτι παρθένος ἡ Ἥβη· οἰνοχοεῖ γάρ. οὐκ

### book 2d.1

ἄρα γεγάμηται ὑφ’ Ἡρακλέους, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημέ‐

### book 2d.2

νοις (sc. λ 602—4). | δι’ ἣν δὲ αἰτίαν οὐ πάρεστι—διὰ τὴν πρὸς

### book 2d.3

αὐτὸν χάριν. | διὰ τί δὲ καὶ μόνῳ τῷ Διῒ—τοῦτο γὰρ ὁ Γανυ‐

### book 2d.5

μήδης. A

### book 3a.1

{νέκταρ} ἐῳνοχόει: κατ’ ἔνια τῶν ὑπομνημάτων „ἐνῳνο‐

### book 3a.2

χόει“ φέρεται. οἱ δέ φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι

### book 3a.3

ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν. | διαφόρους δὲ δόξας ἐκτίθε‐

### book 3a.4

ται 〈ἐν〉 τῇ Προσῳδίᾳ (2,42,30) ὁ Ἡρωδιανός. ᾗ δὲ ἀρέσκεται,

### book 3a.5.1

αὕτη ἐστίν· ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατ’ ἀρχὴν

### book 3a.5.2

ε ἐπὶ τῶν παρῳχημένων, ἔσθ’ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ

### book 3a.5.3

χρήσεις· „στῆσα δ’ ἐν Ἀμνησῷ“ (τ 188), „σκῆπτρον μέν τοι δῶκε“

### book 3a.5.4

(Ι 38)· τὸ γὰρ ἐντελὲς „τῷ δ’ ἕτερον μὲν ἔδωκεν“ (Π 250). οὕτως

### book 3a.5.5

οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ

### book 3a.10.1

τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· „τόνδ’ οὐ θεὸς ἄλλος ἀνῷγεν“ (Ξ

### book 3a.10.2

168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε „χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγεν“

### book 3a.10.3

(Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανε〈ν〉· „ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέ‐

### book 3a.10.4

〈μνονι〉 ἥνδανε“ (Α 24)· τὸ δὲ κατὰ πλεονασμὸν „οὐδ’ Ἀγαμέμνονι

### book 3a.10.5

πάμπαν ἑήνδανε“ (γ 143). καὶ πάλιν „ἕσσατο δ’ ἔκτοσθεν“ (Κ 334),

### book 3a.15.1

εἶτα ἐν ἑτέροις „ἑέσσατο δέρμα“ (Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτό‐

### book 3a.15.2

νου τὸ „ὦσα παρέξ“ (ι 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλε〈ονασμῷ〉

### book 3a.15.3

φησι „κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσεν“ (Π 410). οὕτως οὖν καὶ ἐπὶ τού‐

### book 3a.15.4

του· ἐν ἑτέροις γάρ φησι „ᾠνοχ〈όει〉 δ’ υἱὸς Μενελάου“ (ο 141),

### book 3a.15.5

ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο νέκταρ

### book 3a.20

ἐῳνοχ〈όει〉. A

### book 3b1

νέκταρ ἐῳνοχόει: καταχρηστικῶς, ὡς βωμὸν οἰκοδομεῖν

### book 3b1.1

καὶ „ἵπποι βουκολέοντο“ (Υ 221). | πλεονασμὸς δέ ἐστιν ὡς τὸ

### book 3b1.2

„ἑήνδανε“. | τινὲς δὲ γράφουσιν „ἐνῳ〈νο〉χόει“. T

### book 3b2.1

πλεονασμός ἐστιν ὡς τὸ „ἀνέωγε“ καὶ „ἑήνδανε“. | κατα‐

### book 3b2.2

χρηστικῶς οὖν τὸ †ἐωνοχόουν† ἐπὶ τοῦ νέκταρος, ὡς τὸ βωμὸν οἰκο‐

### book 3b2.3

δομεῖν καὶ ἵππους βουκολέειν. b(BCE3E4)

### book 4a.1

δειδέχατο: ἀπὸ τῆς δεξιᾶς· ἐδήλωσε δὲ αὐτὸς ἐκ τοῦ

### book 4a.2

„πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτο“ (Ι 224). καὶ ὁ φιλόφρων

### book 4a.3

„ἀριδείκετοσ“ (Λ 248 al.). b(BCE3)T

### book 4b.1

Τρώων πόλιν εἰσορόωντες: ἀπρεπές φασιν, εἰ τέρπει

### book 4b.2

τοὺς θεοὺς πολέμων θέα. ἢ οὐκ ἀπρεπές· τέρπει γὰρ τὰ γενναῖα ἔργα·

### book 4b.3

ἄλλως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα

### book 4b.4

δεινά· συμπληροῖ γὰρ ἅπαντα τὴν ἁρμονίαν τῶν ὅλων, ἅπερ καὶ

### book 4b.5.1

Ἡράκλειτος (Vors.6 22 B 102) λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ

### book 4b.5.2

ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δί‐

### book 4b.5.3

καια. b(BCE3E4)T

### book 5.1

〈ἐρεθιζέμεν Ἥρην:〉 ἤθελε μὲν παράβασιν τῶν ὅρκων

### book 5.2

ποιῆσαι δι’ Ἀχιλλέα, τὴν δὲ αἰτίαν αὐταῖς περιτιθέναι. b(BCE3E4)

### book 5.3

Til

### book 6a1.1

〈παραβλήδην:〉 ἀπατητικῶς διὰ τὸ λέγειν „αὖτις δ’

### book 6a1.2

Ἀργείην Ἑλένην“ (Δ 19). ἢ ἀντιπαραβάλλων τὰς ἐπικούρους θεάς.

### book 6a1.3

Til

### book 6a2

λέγει δὲ τοῦτο ὁ Ζεὺς ἢ ἀπατητικῶς, ἢ πρὸς τὰς τῶν Τρώ‐

### book 6a2

ων ἐπικούρους συγκρίνων θεὰς αὐτήν. b(BCE3E4)

### book 7.1

ἀρηγόνες: ἐπὶ θηλυκοῦ μόνου τάσσει αὐτὸ ὁ ποιητής, ἡ

### book 7.2

ἀρηγών. b(BCE3E4)T

### book 8.1

〈Ἀλαλκομενηΐς:〉 τοῦτο Κέκροψ αὐτῇ ἐπιτέθεικε πρῶτος,

### book 8.2

καὶ οὕτως ἐτίμησε. b(BCE3)

### book 9.1

νόσφι καθήμεναι: νόσφι τοῦ Μενελάου. διασταλτέον δὲ εἰς

### book 9.2

τὸ καθήμεναι· λείπει γὰρ ὁ καί. b(BCE3)T

### book 10a1.1

〈φιλομειδὴς Ἀφροδίτη:〉 ὅρα δὲ πῶς πάντοθεν τὸ

### book 10a1.2

παράδοξον θηρῶν τὴν μὲν Ἥραν Ἀργείαν καὶ τὴν Ἀθηνᾶν καλεῖ

### book 10a1.3

πολεμικήν (sc. Δ 8), τὴν δὲ Ἀφροδίτην φιλομειδέα μόνον. πόρρωθεν

### book 10a1.4

δὲ ἄρχεται τῶν βουλευμάτων. b(BCE3)

### book 10a2.1

πάντοθεν τὸ παράδοξον τηρῶν †τὴν† μὲν Ἀργείαν καὶ

### book 10a2.2

πολεμικήν, τὴν δὲ φιλομειδέα φησίν. πόρρωθεν δὲ ἄρχεται τῶν βου‐

### book 10a2.3

λευμάτων. T

### book 11a.1

παρμέμβλωκε: ἀπὸ τοῦ μελῶ μελήσω μεμέληκα, καὶ κατὰ

### book 11a.2

τροπὴν τοῦ η εἰς τὸ ω μεμέλωκα, καὶ κατὰ ἀποβολὴν τοῦ δευτέρου

### book 11a.3

ε καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. καὶ ἐπειδὴ ἀμετάβολον πρὸ

### book 11a.4

ἀμεταβόλου οὐχ εὑρίσκεται ἐν συλλήψει, εἰ μὴ τὸ †ν τοῦ μ† ὡς ἐν τῷ

### book 11a.5.1

μνῆμα, τούτου χάριν πλεονάζει τὸ β καὶ γίνεται μέμβλωκα καὶ ἐν

### book 11a.5.2

συνθέσει τῆς παρά προθέσεως καὶ συγκοπῇ παρμέμβλωκα καὶ τὸ

### book 11a.5.3

τρίτον παρμέμβλωκεν. T

### book 11b.1

καὶ αὐτοῦ κῆρας 〈ἀμύνει〉: τινὲς ἀντὶ τοῦ αὐτόθι,

### book 11b.2

τουτέστιν ἐπὶ τοῦ αὐτοῦ μένουσα τόπου. τὸ δὲ ἀμύνει ἀντὶ τοῦ

### book 11b.3

ἀναβάλλεται. T

### book 12

καὶ νῦν ἐξεσάωσεν: ἐπαναλαμβάνων ἐρεθίζει αὐτὰς

### book 12

πλέον. T

### book 13.1

ἀλλ’ ἦ τοι νίκη μὲν ἀρηϊφίλου Μενελάου: λείπει τὸ

### book 13.2

ἐστί. b(BCE3)T διέκρινε δὲ τὸ ἀμφίβολον ὁ λόγος τοῦ Διός,

### book 13.3

ὅπως μὴ δοκῇ τοῖς Ἀχαιοῖς χαρίζεσθαι ὁ ποιητής. b(BCE3E4)T

### book 14-6.1

〈ἡμεῖς δὲ φραζώμεθ’,〉 ὅπως ἔσται τάδε ἔργα,

### book 14-6.2

〈/ ἤ ῥ’ αὖτις—βάλωμεν〉: βραχὺ διασταλτέον ἐπὶ τὸ

### book 14-6.3

τάδε ἔργα (14) καὶ ὄρσομεν (16), βαρυνομένου τοῦ προτέρου

### book 14-6.4

συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ

### book 14-6.5.1

ὄρσομεν (16) πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται,

### book 14-6.5.2

ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. μηδὲ στίζωμεν

### book 14-6.5.3

ἐπὶ τὸ ὄρσομεν (16)· ὁ γὰρ λόγος, φραζώμεθ’, ὡς ἔσται ταῦτα,

### book 14-6.5.4

πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν. A

### book 14-5.1

ὅπως ἔσται τάδε ἔργα, / 〈ἦ ῥ’ αὖτισ〉: βραχὺ

### book 14-5.2

διασταλτέον εἰς τὸ ἔργα (14). | τὸ δὲ ἦ ῥα (15) δύο μέρη λόγου· b

### book 14-5.3

(BCE3)T ἐλλείπει γὰρ τοῦ ῥά συνδέσμου τὸ α. b(BCE3) |

### book 14-5.4

ἄρχεται δὲ τῶν κερτομιῶν. b(BCE3)T

### book 15

φύλοπιν: ἐπεὶ κατὰ φῦλα μάχονται. b(BCE3E4): T

### book 16a1.1

φιλότητα: περισπαστέον τὸ δεύτερον ἦ· ἔστι γὰρ δια‐

### book 16a1.2

πορητικόν. b(BE3)T

### book 16a2.1

περισπαστέον δὲ καὶ τὸ ἦ φιλότητα· ἔστι γὰρ διαπορη‐

### book 16a2.2

τικόν. b(BCE3)

### book 17a.1

εἰ δ’ αὕτως: διὰ τοῦ π αἱ Ἀριστάρχου, „εἰ δ’ αὖ πωσ“.

### book 17a.2

AAim ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη εἰ δ’ αὕτως διὰ τοῦ τ. A

### book 17b.1

εἰ δ’ αὕτως τόδε πᾶσι: ἀντὶ τοῦ ὁμοίως. καὶ ἡδὺ

### book 17b.2

γένοιτο οὕτως Ἀριστοφάνης. Ἀρίσταρχος δὲ „πέλοιτο“. T

### book 18

〈οἰκέοιτο:〉 ἀντὶ τοῦ οἰκείσθω. Til

### book 19.1

Ἀργείην Ἑλένην: πᾶσι τοῖς Ἥρας ἐπιθέτοις κοσμεῖ

### book 19.2

αὐτήν, Ἀργείην (cf. Δ 8), „λευκώλενον“ (cf. Γ 121 et Α 55)·

### book 19.3

„πόσις Ἥρησ“ (Κ 5), „Ἑλένης πόσισ“ (Γ 329). T

### book 20.1

ἐπέμυξαν: μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. b(BCE3)

### book 20.2

T | ἠθικῶς δὲ καὶ τὸ γυναικεῖον τῷ σχήματι ἐμφαίνει, ὅπως γνώμης

### book 20.3

ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο, ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει.

### book 20.4

b(BCE3E4)T

### book 21a.1

πλησίαι αἵ γ’ ἥσθην: τὴν καθέδραν Ἥρας καὶ Ἀθηνᾶς

### book 21a.2

ὑποτίθεται ἑκατέρωθεν, πλησίον τοῦ Διός. A

### book 21.1

πλησίαι 〈αἵ γ’〉 ἥσθην: πλησίον τοῦ Διός· καὶ εἶξε

### book 21.2

δὲ ἡ Ἀθήνη ἐξ ἀριστερῶν οὖσα τοῦ Διός. T

### book 22

ἀκέων: πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται·

### book 22.1

οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς Σημείοις

### book 22.2

φησίν (p. 91 Friedl.), ὁμοίως τῷ „ἀλλ’ ἀκέων δαίνυσθε“ (φ 89)· | ὁ

### book 22.3

γὰρ Ἀπολλώνιος (Ap. Dysc. Frg. p. 128, 20) ἐν τῷ Περὶ μετοχῆς

### book 22.5.1

ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι

### book 22.5.2

ἐπίρρημα μεσότητος. A

### book 23

σκυζομένη: ὀργιζομένη. | καὶ οἱ ὀργιλώτατοι Σκύθαι κα‐

### book 23

λοῦνται. A b (BCE3)T

### book 24.1

Ἥρη δ’ οὐκ ἔχαδε: εὐθείας ἐστίν. T | ἔμφασις δὲ τῆς ὑπερ‐

### book 24.2

εκχεομένης διὰ τοῦ στόματος ὀργῆς. b(BCE3)T

### book 25a.1

αἰνότατε Κρονίδη: σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλο‐

### book 25a.2

φρονεῖται αὐτόν, „Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω;“

### book 25a.3

(Ε 421). b(BCE3E4)T

### book 24b

〈ποῖον τὸν μῦθον:〉 τὸν ποῖον μῦθον. Til

### book 26a.1

ἅλιον: δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν

### book 26a.2

κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔ‐

### book 26a.3

χρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ

### book 26a.4

ποταμὸς λέγεται. A

### book 26b1.1

ἅλιον θεῖναι πόνον: εὔλογον αἰτίαν τῆς †ἀπωλείας†

### book 26b1.2

φησὶ τὸ ἀκυρῶσαι τὰ πεπονημένα. T

### book 26b2.1

εὔλογον αἰτίαν τῆς ἀτιμίας προστίθησι τὸ βουληθῆναι

### book 26b2.2

ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ. b(BCE3E4)

### book 27a.1

ἱδρῶθ’ ὃν ἵδρωσα: αἰτιατική ἐστι κατ’ ἔκθλιψιν εἰλημ‐

### book 27a.2

μένη, ἔνθεν προπερισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς.

### book 27a.3

τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι

### book 27a.4

καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ (sc. ad Δ 3) τὸν ποιητὴν

### book 27a.5.1

ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παρῳχημένων καὶ ἀπο‐

### book 27a.5.2

βάλλειν. δύναται μέντοι καὶ „ἱδρῶ τε“ εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες

### book 27a.5.3

αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι, „ἱδρῶ ἀπεψύχοντο“ (Λ

### book 27a.5.4

621). A

### book 27b.1

ἱδρῶ θ’ ὃν ἵδρωσα: μόνως ἱδρῶ τε· ἀεὶ γὰρ δισυλλά‐

### book 27b.2

βως ὁ ποιητής φησιν. b(BCE3E4)T

### book 27c1

καμέτην δέ μοι ἵπποι: ἐξήλλαξε τὴν φράσιν· ἔδει γὰρ

### book 27c1

εἰπεῖν· καὶ τὸν κάματον τῶν ἵππων. T

### book 27c2.1

ἐξήλλαξε δὲ τὴν φράσιν εἰπὼν καμέτην δέ μοι ἵπποι:

### book 27c2.2

ἔδει γὰρ εἰπεῖν· πῶς βούλει ἀκυρῶσαι καὶ τὸν ἐμὸν ἱδρῶτα καὶ τὸν

### book 27c2.3

κάματον τῶν ἵππων; b(BCE3E4)

### book 27d.1

〈ἵπποι:〉 τὰ ὀνόματα τῶν ἵππων τῆς Ἥρας Γλαῦκος καὶ

### book 27d.2

Πυρ〈ρ〉ίας. T

### book 29.1

οὔ τοι πάντες ἐπαινέομεν: ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς

### book 29.2

ἄλλοις περιτίθησιν. ἢ οἱ Ἑλληνικοί, ὡς „πάντες δ’ ᾐτιόωντο“ (Λ 78).

### book 29.3

παιδεύει δὲ μὴ ἰδία ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι. b(BCE3E4)T

### book 30.1

τὴν δὲ μέγ’ ὀχθήσας: ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν γνώμην

### book 30.2

αὐτῇ χαρίζεσθαι. b(BCE3E4)T

### book 31

δαιμονίη: ἠθικῶς ἀντὶ τοῦ μακαρία. b(BCE3)T

### book 31-2a1.1

τί νύ σε Πρίαμοσ〈— / τόσσα κακά〉: τί νύ

### book 31-2a1.2

σε τόσσα ὡς „κῆτος, ἃ μυρία“ (μ 97). οἱ δὲ ἀντὶ τοῦ πῶς δή, ὡς „τί

### book 31-2a1.3

νυ βείομαι, αἰνὰ παθοῦσα“ (Χ 431), ὅ ἐστι πῶς δή. T

### book 31-2a2.1

τὸ δὲ τί νύ σε ἀντὶ τοῦ πῶς δή, ὡς τὸ „τί νύ ς’ ἔτρεφον

### book 31-2a2.2

αἰνὰ παθοῦσα“ (Α 414). b(BCE3E4)

### book 31-2b.1

〈τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες /〉 τόσσα κα‐

### book 31-2b.2

κὰ ῥέζουσι〈ν, ὅ τ’ ἀσπερχὲς μενεαίνεισ〉: διασταλτέον ἐπὶ τὸ

### book 31-2b.3

ῥέζουσιν· ἀνέστραπται γὰρ ἡ περίοδος. A

### book 32a.1

τόσ〈σ〉α κακὰ ῥέζουσιν: ἀντὶ τοῦ ἔρεξαν. ἀγνοεῖ δὲ τὴν

### book 32a.2

κρίσιν. T

### book 32b

ἀσπερχές {μενεαίνεις}: ἄγαν ἐσπευσμένως. T

### book 35.1

ὠμὸν βεβρώθοις: ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας

### book 35.2

κακίας, ὡς ἐν τῷ „τοῦ ἐγὼ μέσον ἧπαρ“ (Ω 212). b(BCE3E4)T

### book 35

αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθ’ ἕκαστον ἐξεργασίᾳ. b(BCE3)T

### book 37.1

ἔρξον ὅπως ἐθέλεις: ἵνα μηδὲ αὕτη ἐναντιωθῇ τῇ τῶν

### book 37.2

Ἑλλήνων ἄτη. b(BCE3E4)T

### book 37-8.1

ἔρξον ὅπως ἐθέλεισ〈—γένηται〉: ὡς θέλεις

### book 37-8.2

πρᾶξον, A b (BCE3)T μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σοὶ πό‐

### book 37-8.3

λεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος (37) λείπειν φασὶ τὴν διά,

### book 37-8.4

καὶ τὸ γένηται ὑποτακτικὸν (38) ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω. A b

### book 37-8.5

(BCE3E4)T | νεῖκος (37) δὲ παρὰ τὸ εἴκειν. T

### book 40a.1

〈ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι:〉

### book 40a.2

καὶ ταῦτα κερτομικά, πρὸς τὸ τὴν χάριν αὔξειν. b(BCE3E4)Til

### book 40b.1

ἐξαλαπάξαι: παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ δύο προθέ‐

### book 40b.2

σεις. T

### book 41a1.1

ἐγγεγάασιν: ἐνδιατρίβουσιν. καὶ ἡμεῖς γεγενῆσθαι

### book 41a1.2

ἐν Ῥόδῳ φαμέν. T

### book 41a2.1

ἐνδιατρίβουσιν, οὐ γεγέννηνται· πολλοὶ γὰρ ἀλλαχοῦ

### book 41a2.2

γεννώμενοι ἀλλαχοῦ οἰκοῦσιν. b(BCE3E4)

### book 42.1

διατρίβειν: μαλάσσειν. ἡ μεταφορὰ ἐκ τοῦ κηροῦ. ἐμφαίνει

### book 42.2

δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον. b(BCE3E4)T

### book 43a1.1

〈ἐγὼ σοί:〉 ὀρθοτονητέον τὴν σοί· δύναται γὰρ ἀντιδια‐

### book 43a1.2

στολὴ εἶναι. Aint

### book 43a2

{καὶ γὰρ} ἐγώ σοι {δῶκα}: τινὲς ὀρθοτονοῦσι τὸ σοί. T

### book 43b.1

ἑκὼν ἀέκοντί γε θυμῷ: τὸ δοκοῦν ἀπεμφαίνειν ἐν τῷ

### book 43b.2

στίχῳ οὐδεμίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς. ὁ μέντοι λόγος αἱρεῖ

### book 43b.3

διαστέλλειν ἐπὶ τὸ ἑκών. | λέγει δὲ ἑκών μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ

### book 43b.4

εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλ’ ἀπροαιρέτως τὴν

### book 43b.5

πόλιν προΐεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο

### book 43b

ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις. A

### book 43c.1

ἑκὼν ἀέκοντί γε θυμῷ: πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς

### book 43c.2

ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, A b

### book 43c.3

(BCE3)T κατεδεξάμην μὲν ἐγώ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ

### book 43c.4

μοι κατένευσεν. A b (BCE3E4)T

### book 43d

〈θυμῷ:〉 τῇ ἐπιθυμίᾳ. Til

### book 43d.1

ἐν ἄλλῳ. ἀέκοντί γε θυμῷ: βιαζόμενος, ὥσπερ οἱ πλέοντες

### book 43d.2

ἑκόντες μὲν ἀποβάλλουσι τὰ φορτία, ἵνα σωθῶσιν, ἄκοντες δὲ ζημιοῦν‐

### book 43d.3

ται. | δοκεῖ δέ πως—μὴ βουλόμενος. A

### book 44.1

ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ: ἡμέρας καὶ νυκτὸς παρείληφε

### book 44.2

λαμπτῆρας, ἥλιον καὶ ἀστέρας. b(BCE3E4)T

### book 45a.1

ναιετάουσι: ὅτι τῷ ἐνεργητικῷ A ἀντὶ τοῦ παθητι‐

### book 45a.2

κοῦ AT κέχρηται, ἀντὶ τοῦ ναιετάονται. A

### book 45b

〈ναιετάουσι:〉 οἰκοῦνται. Til

### book 46a1.1

{τάων μοι} περὶ κῆρι: τὸ περί φυλάσσει τὸν τόνον, ὅτε

### book 46a1.2

σημαίνει τὸ περισσῶς, ὁμοίως τῷ „ὡς περὶ μὲν νόον ἐστί, περὶ δ’

### book 46a1.3

ἱερὰ θεοῖσι“ (cf. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται

### book 46a1.4

(ἐκ γὰρ τοῦ κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται.

### book 46a1.5

ἐνθάδε δὲ οὐδέτερόν ἐστι· προπερισπασθήσεται ἄρα. A

### book 46a2

περισσῶς τῷ κέαρι. b(BCE3)T

### book 46b1

〈Ἴλιος ἱρή:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 46b2

Ἴλιος ἱρή: διὰ παντὸς θηλυκῶς, ἅπαξ δὲ οὐδετέρως

### book 46b2

„Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάσ“ (Ο 71). A

### book 47a.1

καὶ Πρίαμος καὶ λαός: ψεύδεται αὔξων τὴν χάριν· φησὶ

### book 47a.2

γοῦν Ποσειδῶν· „ἤδη γὰρ Πριάμου γενεὴν ἤχθαιρε Κρονίων“ (Υ

### book 47a.3

306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην. b(BCE3E4)T

### book 47b1.1

ἐϋμελίω: ἢ τοῦ ε συγκοπὴ ἢ συναίρεσις. ἔστι δὲ ἀντὶ τοῦ

### book 47b1.2

ἐϋμελίου. T

### book 47b2

ἀντὶ γενικῆς. Til

### book 48-9.1

δαιτὸς ἐΐσης 〈/ λοιβῆς τε—ἡμεῖσ〉: καὶ αὐτοῖς

### book 48-9.2

γὰρ ἐμέριζον οἱ θύοντες, b(BCE3E4)T „καὶ Ἑρμῇ, Μαιάδος

### book 48-9.3

υἱεῖ“ (ξ 435). T καλῶς δὲ προαναγινώσκει νόμον εὐσεβείας. ἵνα δὲ

### book 48-9.4

μὴ δοκῇ ἐπ’ ὀλίγοις ἀγάλλεσθαι, φησίν· τὸ γὰρ λάχομεν γέρας

### book 48-9.5

ἡμεῖς (49). b(BCE3E4)T

### book 49.1

κνίσης {τε}: ἡ κνῖσα τῇ ἀναθυμιάσει τῆς γῆς ἔοικε τῶν σω‐

### book 49.2

μάτων καιομένων. T

### book 51.1

ἤτοι ἐμοὶ τρεῖς: ἐκτίθεται τὴν αἰτίαν τῆς περὶ τοὺς Ἕλληνας

### book 51.2

σπουδῆς· ἀγνοεῖ οὖν τὴν κρίσιν. T

### book 51-2.1

〈ἤτοι ἐμοὶ τρεῖς—Μυκήνη:〉 διὰ τί ὁ μὲν Ζεὺς

### book 51-2.2

μίαν, ἡ δὲ Ἥρα τρεῖς φησιν ἔχειν πόλεις φιλτάτας, b(BCE3E4)T

### book 51-2.3

καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον; ἔδει γὰρ τὰς κρείσσονας τὸν

### book 51-2.4

βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. b(BCE3E4) ῥητέον δὲ ὅτι

### book 51-2.5.1

εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητής,

### book 51-2.5.2

καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς

### book 51-2.5.3

Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν ἐχαλέπαινεν, ἐπίτη‐

### book 51-2.5.4

δες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ

### book 51-2.5.5

τὴν Ἑλένην γέγονεν, b(BCE3E4)T Ἄργος τε Σπάρτη 〈τε〉

### book 51-2.10.1

(52). T σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμ‐

### book 51-2.10.2

βάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διῒ μᾶλλον

### book 51-2.10.3

οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας

### book 51-2.1

τῆς παρ’ αὐτῆς, ἵνα τῷ ἰδίῳ ἀνδρὶ ἀρέσειεν, ἀγανακτεῖν ἡττηθεῖσαν

### book 51-2.2

ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει

### book 51-2.15.1

τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ

### book 51-2.15.2

ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ

### book 51-2.15.3

πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει,

### book 51-2.15.4

χαριεῖσθαι. b(BE3E4)T

### book 52.1

Ἄργος τε Σπάρτη τε 〈καὶ εὐρυάγυια Μυκήνη〉: ὅτι

### book 52.2

τούτων τῶν πόλεων ἕνεκα συνεμάχουν τοῖς Ἕλλησιν, οὐ διὰ τὸ

### book 52.3

ἀποκεκρίσθαι ὑπὸ Ἀλεξάνδρου τὸ κάλλος αὐτῶν, ὅπερ οὐκ οἶδεν

### book 52.4

Ὅμηρος. A

### book 53a.1

{τὰς} διαπέρσαι: πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσαι,

### book 53a.2

ἵν’ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. A

### book 53b

〈διαπέρσαι:〉 ἀντὶ τοῦ πέρσον. Til

### book 53c.1

τὰς διαπέρσαι 〈ὅτ’—περὶ κῆρι〉: δείκνυσι τῶν

### book 53c.2

ὀργιζομένων τὸ ἦθος ἀλόγιστον†, οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν

### book 53c.3

μειζόνων ἀμελοῦσιν. A b (BCE3E4)T διὰ δὲ τοῦ περὶ κῆρι ἐμφαί‐

### book 53c.4

νει περὶ τῶν Τρώων, ὡς ὁμοίως αὐτῇ μισοῦνται b(BCE3E4)T ὡς

### book 53c.5

ἐκείνῳ φιλοῦνται (cf. Δ 46). b(BCE3E4)

### book 54.1

μεγαίρω: ἀντὶ μέλλοντος τοῦ φθονήσω. ἀνθυπάγει οὖν αὐτῷ

### book 54.2

τὸ „φθονέω“ (Δ 55). ATil

### book 55-6.1

εἴπερ γὰρ φθονέω τε〈—φέρτερός ἐσσι〉: ἀθε‐

### book 55-6.2

τοῦνται ἀμφότεροι, ὅτι τὴν χάριν ἀναλύουσιν, εἰ καὶ μὴ προσδεηθεὶς

### book 55-6.3

δύναται τοῦτ’ ἔχειν. A

### book 55a.1

εἴπερ γὰρ φθονέω τε: κωλύω, T Til ὡς „ᾧ δέ κ’

### book 55a.2

ἐπιφθονέοισ“ (λ 149). T

### book 55b

εἴπερ γὰρ φθονέω: μειοῖ τὴν χάριν, φησίν, εἰ διὰ τοῦτο

### book 55b.1

δίδωσιν ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν. ῥητέον δὲ

### book 55b.2

ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλ’ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι παθεῖν τὰς πό‐

### book 55b.3

λεις, οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον. οἶκτον δὲ ἐμφαίνει τῷ λόγῳ,

### book 55b.5

ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν. T

### book 56

〈φέρτερός ἐσσι:〉 φέρτατός ἐσσι. Aim

### book 57

οὐκ ἀτέλεστον: ἀντὶ τοῦ μὴ ἀτέλεστον. T

### book 58.1

καὶ γὰρ ἐγὼ θεός εἰμι, 〈γένος δέ μοι ἔνθεν ὅθεν σοί〉:

### book 58.2

ἔντεχνον τὸ σχῆμα· τὰ γὰρ ἑαυτῆς δίκαια, δι’ ὧνπερ ὀφείλει τιμῆς

### book 58.3

τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει, προσαγομένη τὸν

### book 58.4

θεὸν λεληθότως. b(BCE3)T

### book 59a.1

〈πρεσβυτάτην:〉 ὅτι οὐ καθ’ ἡλικίαν λέγει, ἀλλ’ ἐν

### book 59a.2

τιμῇ. Aim

### book 59b.1

πρεσβυτάτην: τιμιωτάτην νῦν. πλανηθεὶς δὲ ἐντεῦθεν

### book 59b.2

Ἡσίοδος νεώτερόν φησι τὸν Δία (cf. th. 454—7). A b (BCE3E4)T

### book 59c.1

ἀγκυλομήτης: ὁ καὶ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς.

### book 59c.2

A b(BCE3)T | ἢ ὁ περὶ τῶν δυσευρέτων—συνετός. A

### book 60-1.1

ἀμφότερον γενεῇ〈—ἀνάσσεισ〉: διασταλτέον

### book 60-1.2

ἀμφότερον, γενεῇ τε (60), κέκλημαι (61)· φησὶ γὰρ διὰ ταῦτα

### book 60-1.3

πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι Διὸς γυνὴ τοῦ

### book 60-1.4

πάντων βασιλέως. A

### book 60a

〈ἀμφότερον:〉 λείπει ἡ κατά. Til

### book 60b

〈γενεῇ:〉 ὅτι ἀντὶ τοῦ τῷ γένει· ἐκ Κρόνου γάρ. Aim

### book 60c1.1

〈γενεῇ:〉 γενεὰ σημειοῖ ἑπτά· ἡλικίαν, ὡς τὸ „ὁπλότερος

### book 60c1.2

γενεῆφιν“ (Ι 58)· εὐγένειαν, „γενεῇ μὲν ὑπέρτεροσ“ (Λ 786)· ἐκγό‐

### book 60c1.3

νους, „ὄφρα μὴ ἄσπερμος γενεή“ (Υ 303)· πατρίδα, „γενεὴ δέ τοί

### book 60c1

†ἐστιν† ἐπὶ λίμνῃ“ (Υ 390)· χρόνον ὡρισμένον, „δύο μὲν γενεαί“ (Α

### book 60c1.5.1

250), τριάκοντα τρία ἔτη ἀνθρώπου 〈***〉 „ἐννέα γὰρ †ζῶσι† γε‐

### book 60c1.5.2

νεάσ“ (Hsd. fr. 304, 1 M.—W.)· τὴν φύσιν, „οἵη περ †φῦλον† γενεή“

### book 60c1.5.3

(Ζ 146). καὶ ὁ ἐνιαυτὸς παρὰ τοῖς νεωτέροις. T

### book 60c2.1

ἐπὶ τῶν ἓξ τούτων ἡ γενεὰ λαμβάνεται, ἐπὶ ἡλικίας, ὡς τὸ

### book 60c2.2

„ὁπλότερος γενεήν“ (Β 707)· ἐπὶ εὐγενείας, ὡς τὸ „γενεῇ μὲν ὑπέρ‐

### book 60c2.3

τεροσ“· ἐπὶ ἐκγόνων, ὡς τὸ „ὄφρα μὴ ἄσπερμος γενεή“· ἐπὶ πατρίδος,

### book 60c2.4

ὡς τὸ „γενεὴ δέ τοί ἐστ’ †ἐνὶ Λήμνῳ†·“ ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ

### book 60c2.5.1

„τῷ δ’ ἤδη δύο μὲν γενεαί“· b(BE3E4) ἡ γὰρ τοιαύτη γενεὰ

### book 60c2.5.2

τριάκοντα ἔχει χρόνους· b(BE3) ἐπὶ φύσεως, ὡς τὸ „οἵη περ

### book 60c2.5.3

φύλλων γενεή“. λαμβάνεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ

### book 60c2.5.4

„ἐννέα γὰρ †ζῶσι† γενεάσ“. b(BE3E4)

### book 61a1.1

κέκλημαι: οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ 〈γάρ〉,

### book 61a1.2

διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. ἡδὺ δὲ τὸ τῆς ἐξαλ‐

### book 61a1.3

λαγῆς· ἔδει γὰρ τῶν πάντων βασιλέως εἰπεῖν. T

### book 61b1

〈κέκλημαι:〉 Ἰακῶς εἰμί. Til

### book 61a2/b2.1

οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ γάρ, διότι σοῦ εἰμι

### book 61a2/b2.2

γυνὴ τοῦ πάντων ἀνάσσοντος. | τοῦτο δὲ δηλοῖ τὸ κέκλημαι. | ἡδὺ

### book 61a2/b2.3

δὲ καὶ τὸ τῆς ἐξαλλαγῆς· ἔδει γὰρ εἰπεῖν, σοῦ τοῦ πάντων βασιλεύον‐

### book 61a2/b2.4

τος. b(BCE3)

### book 61c

〈μετ’ ἀθανάτοισιν:〉 παρέλκεται ἡ μετά. Til

### book 63.1

σοὶ μὲν ἐγώ, 〈σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι〉:

### book 63.2

πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς προκατάρχουσα καὶ οὐκ

### book 63.3

ἀμειβομένη. b(BCE3)T τὸ δὲ επω δηλοῦν μὲν τὸ λέγω ψιλοῦται,

### book 63.4

τὸ δὲ ἀκολουθῶ δασύνεται. ἀνάγκη δὲ πᾶσα τοῖς ἄρχουσι τοὺς ποσῶς

### book 63.5

ὑποκειμένους ἕπεσθαι. b(BCE3)

### book 64-6

σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι〈— / πειρᾶν

### book 64-6.1

δ’ ὥς κε Τρῶεσ〉: ὅτι τὸ ἐπιτεῖλαι (64) ἀντὶ προστακτικοῦ κεῖ‐

### book 64-6.2

ται. | τὸ δὲ πειρᾶν (66) εἰ μὲν ἀπαρέμφατον σημαίνει, διαστολὴν

### book 64-6.3

ἕξει πρὸ αὑτοῦ· ἤρτηται γὰρ τοῦ προτέρου λόγου. εἰ δὲ ἀντὶ προσ‐

### book 64-6.5

τακτικοῦ αὐτὸ κέοιτο τοῦ †πειρᾶτο, στικτέον. A

### book 64-5.1

〈σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι / ἐλθεῖν〉: τὸ

### book 64-5.2

θᾶσσον (64) συντακτέον τῷ ἐλθεῖν (65): b(BCE3E4)Til φησὶ

### book 64-5.3

γὰρ „αἶψα μάλ’ ἐς στρατὸν ἐλθέ“ (Δ 70). b(BCE3E4)

### book 64

〈ἐπιτεῖλαι:〉 ἐπίτειλον. Til

### book 66a.1

πειρᾶν δ’ ὥς κεν Τρῶες: οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν

### book 66a.2

Πάνδαρον, ἀλλὰ πειρῶνται εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται

### book 66a.3

Τρῶας, ὅπως ἀξίαν τίσωσι δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέ‐

### book 66a.4

γων „κεῖνον δ’ αὖτις ἐγώ“ (Γ 440). b(BCE3)T

### book 66b.1

πειρᾶν: ἀντὶ τοῦ πειράτω. b(BCE3E4)Til Ἀττικοὶ

### book 66b.2

δὲ ἐπὶ συνουσίας τάττουσι τὴν λέξιν. Til

### book 66c1.1

ὑπερκύδαντας: μεγάλως γαυριάσαντας ἐπὶ Μενελάου

### book 66c1.2

νίκῃ. μέγιστον δὲ πρὸς εὐσέβειαν †προθεῖσθαι† Τροίαν διὰ τὴν πα‐

### book 66c1.3

ράβασιν τῶν ὅρκων· καὶ Ὀδυσσείας τὸ συνεκτικὸν ἡ κατὰ Ποσει‐

### book 66c1.4

δῶνος βλασφημία. | ὑπερκύδαντας παρὰ τὸ κῦδος κύδας καὶ ἐν

### book 66c1.5

συνθέσει· ἢ μεταπέπλασται ἀπὸ τῆς †ὑπερκύδαντος†. T

### book 66c2.1

μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. b(BCE3

### book 66c2.2

E4) μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παρά‐

### book 66c2.3

βασιν τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν

### book 66c2.4

εἰς Ποσειδῶνα βλασφημίαν. b(BCE3) | ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος

### book 66c2.5

κύδας καὶ ὑπερκύδας. b(BE3)

### book 66d.1

ὑπερκύδαντας: τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλά‐

### book 66d.2

βως κλίνονται, οἷον Ἀκάδας Ἀκάδα, Τιμαχίδας Τιμαχίδα, Σουΐδας

### book 66d.1

Σουΐδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι,

### book 66d.2

χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττο‐

### book 66d.5.1

συλλάβως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος,

### book 66d.5.2

μειδιῶ Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι

### book 66d.5.3

Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων τὸ ὑπερκύδαντας

### book 66d.5.4

Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ

### book 66d.5.5

σημαίνοντος τὸ δοξάζω. γέγονε †κυδίεις κυδίεντος κυδίεντας καὶ

### book 66d.10.1

ὑπερκυδίεντας†. λέγουσι δέ τινες ὅτι ἐν τοῖς Ἐπιμερισμοῖς (fr. 1) λέγει

### book 66d.10.2

ὁ Ἡρωδιανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἔστι κυδαίνω ὑπερκυ‐

### book 66d.10.3

δαίνω, ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ

### book 66d.10.4

συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ Ὀνοματικῷ (2,613,5) λέγει

### book 66d.10.5

ὅτι ὄνομά ἐστι. καὶ μᾶλλον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ

### book 66d.15.1

γὰρ Ὀνοματικῷ †δεῖ πιστευτέον† ἢ τοῖς Ἐπιμερισμοῖς· τοῦτο γὰρ

### book 66d.15.2

ὡμολόγηται εἶναι Ἡρωδιανοῦ 〈***〉 ἀλλ’ εἰσὶ καὶ ψευδεπίγραφοι.

### book 66d.15.3

A

### book 67

ὑπερόρκια {δηλήσασθαι}: ὑπερβάντες τὰ ὅρκια. T

### book 69.1

αὐτίκ’ Ἀθηναίην: οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ καὶ τοῦ

### book 69.2

πείσοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος. διὰ τοῦτο καὶ ἡ

### book 69.3

πάρος μεμαυῖα (cf. Δ 73) πέμπεται. b(BCE3)T

### book 70-1.1

ἐς στρατὸν ἐλθὲ〈— / πειρᾶν δ’〉: ὅτι τὸ μὲν

### book 70-1.2

ἐλθέ (70) προστακτικόν, τὸ δὲ πειρᾶν (71) ἀπαρέμφατον ἀντὶ τοῦ

### book 70-1.3

πείρα προστακτικοῦ. A

### book 74

〈βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων:〉 ὅτι ὡς περὶ ὄρους τοῦ

### book 74

Ὀλύμπου λέγει. Aim

### book 75.1

〈ἀστέρα:〉 ἀστέρα νῦν φησι τὸν ἀστεροειδῶς ἐξακοντιζό‐

### book 75.2

μενον. b(BCE3E4)T

### book 75-9a1.1

οἷον δ’ ἀστέρα〈—θάμβος δ’ ἔχεν εἰσορόων‐

### book 75-9a1.2

τασ〉: τούτους διᾴττοντας καλοῦσιν. δοκοῦσι δὲ ἀπὸ συστροφῆς

### book 75-9a1.3

ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν. σπινθηρίζουσι δὲ καὶ πρὶν

### book 75-9a1.4

εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. AT | ἐν ᾧ δὲ ταραττόμενοι

### book 75-9a1.5

σκοποῦσι περὶ τοῦ 〈***〉, τέως λανθάνει βαλὼν ὁ τοξότης. T

### book 75-9a2.1

καλοῦσι δὲ τούτους διᾴττοντας, καὶ δοκοῦσι ἀπὸ συ‐

### book 75-9a2.2

στροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσι. σπινθηρίζουσι δὲ

### book 75-9a2.3

καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι †κωλύονται†. | ἐν ὅσῳ δέ,

### book 75-9a2.4

φησί, ταραττόμενοι σκοποῦσι περὶ τοῦ πολέμου διὰ τὸ τέρας, ἐν

### book 75-9a2.5.1

τοσούτῳ ἡ Ἀθηνᾶ ὁμοιουμένη αὐτῷ εἰς τὴν γῆν παρεγένετο. b

### book 75-9a2.5.2

(BCE3E4)

### book 76.1

ἠὲ στρατῷ εὐρέϊ: καλῶς ἡ πολεμικὴ πολεμικῷ σημείῳ εἴ‐

### book 76.2

κασται. b(BCE3E4)T

### book 77.1

ἀπὸ σπινθῆρες 〈ἵενται〉: ἐὰν δηλοῖ τὸ ἄποθεν ἡ ἀπό,

### book 77.2

βαρύνεται. A b (BCE3)T εἰ δὲ ἀναστρέφεται πρὸς τὸ ῥῆμα, ὃ καὶ

### book 77.3

βέλτιον, οὐ βαρύνεται. b(BCE3)

### book 79.1

κὰδ δ’ ἔθορ’ ἐς μέσσον· 〈θάμβος δ’ ἔχεν εἰσορόωντασ〉:

### book 79.2

τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμβος δὲ

### book 79.3

οὐδετέρως παρ’ Ὁμήρῳ, Σιμωνίδης δὲ (fr. 115 P.) ἀρσενικῶς. A b

### book 79.4

(BCE3)T

### book 81

〈ἄλλον:〉 ἀντὶ τοῦ τινά. Til

### book 82a1.1

ἦ ῥ’ αὖτις πόλεμος: πόλεμον μὲν ὑφορῶσιν ἐκ τοῦ

### book 82a1.2

πυρός, διστάζουσι δὲ †τὴν σβέσιν. T

### book 82a2

πόλεμον μὲν ἐκ τοῦ πυρὸς τοῦ ἀστέρος ὑφορῶσιν, διὰ δὲ

### book 82a2

τὴν σβέσιν διστάζουσιν. b(BCE3E4)

### book 82-3a1.1

〈ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή /〉

### book 82-3a1.2

ἔσσεται: ὁ λόγος στίζει ἐπὶ τὸ ἔσσεται (83)· εἴρηται γὰρ καὶ ἐν τῇ

### book 82-3a1.3

πρὸ ταύτης ῥαψῳδίᾳ (sc. ad Γ 428) ὅτι οὐ πάντως ἐπὶ τῶν πευστικῶς

### book 82-3a1.4

λεγομένων ὑποστικτέον. οὕτως Νικάνωρ (p. 176 Friedl.), εἰ καὶ

### book 82-3a1.5

ἀπατᾷ, φησίν, ἡ ὑπόκρισις. A

### book 82-3a2.1

〈ἦ ῥ’—κακὸσ〉 καὶ φύλοπις αἰνή / ἔσσεται: τε‐

### book 82-3a2.2

λείαν εἰς τὸ ἔσσεται, φησὶ Νικάνωρ, εἰ καὶ ἀπατᾷ ἡ ὑπόκρισις. b

### book 82-3a2.3

(BCE3E4)T

### book 84.1

ἀνθρώπων ταμίης 〈πολέμοιο〉: καλῶς τοῦτο τῇ φιλότητι

### book 84.2

(cf. Γ 83) ἐπήγαγεν· ταμιεύειν γὰρ τὸ ἐναποκλείειν. b(BCE3E4)T

### book 86a.1

ἡ δ’ ἀνδρὶ ἰκέλη: ἔπεσε μὲν εἰς τὸ πλῆθος τῶν Τρώων ὡς

### book 86a.2

ἀστήρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ. b(BCE3E4)T

### book 86b

〈κατεδύσεθ’:〉 ἐπήρχετο. Til

### book 87a1.1

Λαοδόκῳ 〈Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ:〉 καλῶς

### book 87a1.2

ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καλεῖται. | καλῶς δὲ τούτῳ

### book 87a1.3

εἴκασται· Ἀντήνορος γὰρ ὢν παῖς καὶ παραβὰς νόμον προξενίας καὶ

### book 87a1.4

τοῦτον θέλει παραβῆναι, νόμον σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβου‐

### book 87a1.5

λεύων, ἔφη ἂν ὁ Πάνδαρος· ‘Διὰ τί μὴ σὺ παραβήσῃ τοὺς ὅρκους;‘ T

### book 87a2.1

καλῶς τούτῳ εἰκάσθη· παρέβη γὰρ καὶ ἕτερον νόμον οὗτος

### book 87a2.2

πρὸ τοῦ νῦν. b(BCE3E4) βούλεται δὲ παραβῆναι καὶ τοῦτον τὸν

### book 87a2.3

νόμον ἤτοι τῶν σπονδῶν· b(BCE3) εἰ γὰρ ἕτερος ἦν ὁ συμβου‐

### book 87a2.4

λεύων, ἔφη ἂν ὁ Πάνδαρος· ‘Διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους;‘ |

### book 87a2.5.1

εἰκότως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖ‐

### book 87a2.5.2

ται. ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός. b

### book 87a2.5.3

(BE3)

### book 88a

Πάνδαρον ἀντίθεον διζημένη: τούτῳ καὶ τῷ ἑξῆς πα‐

### book 88a.1

ράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος τούτου μὲν τὸ

### book 88a.2

ἀκροτελεύτιον οὕτως γράφει „εὗρε δὲ τόνδε“, τὸν δὲ δεύτερον οὐδὲ

### book 88a.3

γράφει δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι. καταλέλοιπε δὲ τὸ διζη‐

### book 88a.5.1

μένη. ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα

### book 88a.5.2

ἐπιτηδεύειν. A

### book 88b.1

〈Πάνδαρον ἀντίθεον διζημένη:〉 εἰκότως εἰκασθεῖσα

### book 88b.2

ἀνδρὶ (cf. Ζ 86—7) καὶ τὰ ἀνδρῶν ποιεῖ. ἀντίθεον δὲ τὸν ἴσον

### book 88b.3

Ἀπόλλωνι ἐν τοξείᾳ· τοὺς γὰρ ὑπερέχοντας ἔν τινι οὕτως φησίν. b

### book 88b.4

(BCE3E4)

### book 88b.5

εἴ που ἐφεύροι: οὐκ ἀσεβεῖ—οὐ πείθειν. A

### book 88-9a1.1

〈Πάνδαρον— /〉 εὗρε Λυκάονος υἱόν:

### book 88-9a1.2

αἰσχροκερδὴς οὗτος ὁ καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν φειδοῖ

### book 88-9a1.3

τροφῆς (cf. Ε 192—204). | Πάνδαρος ἡ πάντων ἀρά. τοῦτον δὲ ζητεῖ ὡς σμικρολόγον

### book 88-9a1.4

καὶ πεισόμενον ὑποσχέσει δώρων. | φασὶ δὲ Τριόπαν Περραιβῶν

### book 88-9a1.5.1

τύραννον τοσοῦτον ὠμὸν εἶναι ὡς τὸν ὑωνὸν ἀποκτείναντα αὐτὸν

### book 88-9a1.5.2

Καρνάβαν τυραννοκτονίας γέρας λαβεῖν παρὰ τῶν πολιτῶν. φυγὰς δὲ

### book 88-9a1.5.3

ἥκων εἰς Βρένθιν τῆς Τροίας καθαρθείς τε ὑπὸ Τρωὸς λαβὼν ἔδαφος

### book 88-9a1.5.4

κτίζει Ζέλειαν †τὴν μικρὰν λυκίαν†. ὥστε ἀναγκαίως ἐκ τούτου τοῦ

### book 88-9a1.5.5

αἵματός ἐστιν ὁ συγχέας τοὺς ὅρκους. T

### book 88-9b1.1

ἀμύμονα: σώματι ἢ τέχνῃ ἢ γένει· οὐ γὰρ ἐπὶ τρό‐

### book 88-9b1.2

πων. T

### book 88-9a2/b2.1

αἰσχροκερδὴς δὲ οὗτος καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν

### book 88-9a2/b2.2

φειδοῖ τροφῆς. | ἀμύμονα (89) δὲ αὐτὸν λέγει τῷ σώματι ἢ τῇ τέχνῃ

### book 88-9a2/b2.3

ἢ τῷ γένει· οὐ γὰρ τοιοῦτος τοῖς τρόποις ἦν. b(BCE3) | ὡς μικρολό‐

### book 88-9a2/b2.4

γον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ. b(BCE3E4)

### book 90a1

ἀμφὶ δέ μιν κρατεραὶ 〈στίχες ἀσπιστάων〉: προοι‐

### book 90a1.1

κονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην (cf. Δ 113—5). οὐκ ἄτοπον δὲ

### book 90a1.2

τοξότην εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους. Λοκροὶ γοῦν

### book 90a1.3

ὁπλίτην ἔχουσιν ἄρχοντα· περὶ ὧν φησι „καὶ ἐϋστρόφῳ †οἷος† ἀώτῳ /

### book 90a1.5.1

Ἴλιον εἰς ἅμ’ ἕποντο πεποιθότεσ“ (Ν 716—7), ὁ δὲ Αἴας „ἐγχείῃ

### book 90a1.5.2

ἐκέκαστο“ (Β 530). T

### book 90a2.1

προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην. οὐκ ἄτοπον δὲ

### book 90a2.2

τοξότην μὲν εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους· b(BCE3)

### book 90a2.3

Λοκροὶ γάρ, περὶ ὧν φησι „καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ †πεποιθότες

### book 90a2.4

Ἴλιον εἰσανέβαινον†“, τοξόται μέν εἰσιν, ὁπλίτην δὲ ἔχουσι τὸν

### book 90a2.5.1

ἄρχοντα· ὁ γὰρ Αἴας ἔγχει ἐκέκαστο παρὰ πάντας Ἕλληνας. b

### book 90a2.5.2

(BE3)

### book 91.1

οἵ: πρὸς τὸ λαῶν ἀπέδωκεν, ὡς τὸ „γενεαὶ ἀνθρώπων, / οἵ οἱ

### book 91.2

πρόσθεν ἅμα τράφεν“ (Α 250—1). b(BCE3)T

### book 93a.1

ἦ ῥά νύ μοί 〈τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον〉:

### book 93a.2

οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρὶ †εὐσχήμονα† πρᾶξιν ὑποτιθεμένῳ.

### book 93a.3

ἕτοιμον δὲ πρὸς πειθὼ τὸ μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν. b

### book 93a.4

(BCE3)T

### book 93b.1

〈Λυκάονος υἱὲ δαΐφρον:〉 οἰκειότητα ὑποφαίνει· „πα‐

### book 93b.2

τρόθεν ἐκ γενεῆσ“ (Κ 68). T

### book 93c.1

Λυκάονος υἱὲ δαΐφρον: τελεία ἐνταῦθα καὶ εἰς τὸ „τα‐

### book 93c.2

χὺν ἰόν“ (Δ 94). T

### book 93c.1

πίθοιο: διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν—αὐτὸν ἐπελέξατο

### book 93c.2

τοξότην. A

### book 94a1.1

{τλαίης κεν μενελάωι} ἐπιπροέμεν: Ἀρίσταρχος ἀναστρέ‐

### book 94a1.2

φει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ Μενελάῳ, ὡς καὶ ἐπ’ ἐκείνου „ἦ καὶ ἐπ’

### book 94a1.3

Ἀντινόῳ ἴθυνεν“ (χ 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ’ ἕν, ἐπιπροέ‐

### book 94a1.4

μεν, ὁμοίως τῷ „ἐπιπροΐηλε“ (Λ 628) καὶ „ἐπιπροέηκε“ (ο 299), ἵν’

### book 94a1.5

ἔμφασις μᾶλλον γένηται. A

### book 94a2.1

〈ἐπιπροέμεν:〉 Ἀρίσταρχος μὲν βαρύνει τὴν ἐπί, Μενε‐

### book 94a2.2

κράτης δὲ ὑφ’ ἓν ἀναγινώσκει. b(BCE3)

### book 94a3

ἔπι προέμεν: οὕτως Ἀρίσταρχος, Μενεκράτης δὲ ὑφ’

### book 94a3

ἓν „ἐπιπροέμεν“. T

### book 95.1

χάριν καὶ κῦδος ἄροιο: χάριν ὡς τῆς μάχης παύσας αὐ‐

### book 95.2

τούς, κῦδος δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ

### book 95.3

ἀναγνωστέον· b(BCE3E4)T ὅμοιον γάρ ἐστι τῷ „ἦ γάρ κέ σφι

### book 95.4

μάλα μέγα κῦδος ἄροιο“ (Ι 303). πιστὸς δὲ ὁ λόγος ἀνδρὶ περικείμενος

### book 95.5

ἐπιφανεῖ. b(BCE3)T

### book 96.1

Ἀλεξάνδρῳ βασιλῆϊ: προσαγωγικῶς, εἴ γε †αὐτῷ†

### book 96.2

τυχόντι χαρίσεται τοῦτο ποιῶν. b(BCE3)T ἀγχίνουν δὲ τὸ τοῖς

### book 96.3

καιροῖς οἰκείους τοὺς ἐπαίνους καὶ τοιούτους ποιεῖν. b(BE3)T

### book 96

Ἀλεξάνδρῳ βασιλῆϊ: πρὸς καιρὸν—μείζονος δω‐

### book 96.5

ρεᾶς. A

### book 97a.1

τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο:

### book 97a.2

τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται

### book 97a.3

πρόθεσις †γενικῇ συντασσομένη πτώσει· A b (BE3)T ἔστι γὰρ τὸ

### book 97a.4

ἑξῆς παραφέροιο. A

### book 97b.1

〈πάμπρωτα παρ’ ἀγλαά:〉 πρῶτα ὡς καὶ ἄλλων δω‐

### book 97b.2

σόντων, ἀγλαά δὲ ὡς παρὰ βασιλέως. b(BCE3E4)Til | ἀπείργει δὲ

### book 97b.3

ἡμᾶς δωροδοκίας διὰ Πανδάρου καὶ Ἀντιμάχου (cf. Λ 123—5). b

### book 97b.4

(BE3)

### book 99a.1

σῷ βέλεϊ δμηθέντα: ἐφελκυστικῶς, ὡς πάντως αὐτοῦ

### book 99a.2

τεθνηξομένου. b(BCE3E4)T

### book 99b.1

πυρῆς ἐπιβάντ’: οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται

### book 99b.2

τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα· ἔμφασις γὰρ γίνεται τῇ μετοχῇ, εἰ συντα‐

### book 99b.3

γείη ἡ πρόθεσις. A

### book 99c.1

{πυρῆς} ἀλεγεινῆς: ἀλεγεινῆς τοῖς οἰκείοις τῶν ἀπο‐

### book 99c.2

θνῃσκόντων. T

### book 99c

ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον—τινι ἀποθέ‐

### book 99c

μενοι. A

### book 100a.1

ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου: πῶς μὴ μᾶλλον Ἀγα‐

### book 100a.2

μέμνονα τοξεύει μὴ καθωπλισμένον ἤ τινα τῶν ἀρίστων, ἀλλὰ τὸν

### book 100a.3

ἐντεθωρακισμένον; δῆλον οὖν ὡς ἀποτριβόμενος τὴν κατηγορίαν τῆς

### book 100a.4

ἐπιορκίας, b(BCE3)T ἵνα δοκῇ {ὡς} οὐ Πάνδαρος, Ἀλέξανδρος

### book 100a.5

δὲ εἶναι ὁ ἐκ λόχου τὸν Μενέλαον τοξεύσας. b(BE3)T

### book 100b.1

〈Μενελάου:〉 πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐπὶ τὸν Μενέ‐

### book 100b.2

λαον. Aint

### book 100c.1

ὀΐστευσον Μενελάου: ὡς „ἐξέρρηξεν ὁδοῖο“ (Ψ 421)

### book 100c.2

καὶ „κατεάγη τῆς κεφαλῆσ“ (Ar. vesp. 1428). T

### book 101a.1

〈Λυκηγενέϊ:〉 ὅτι ἀπὸ τῆς Τρωϊκῆς Λυκίας, ἐξ ἧς ἐστιν ὁ

### book 101a.2

Πάνδαρος. Aim

### book 101b1.1

Λυκηγενέϊ: ἐν Λυκίᾳ γενομένῳ· ἀψευδέστατον γάρ ἐστιν

### book 101b1.2

ἱερὸν Ἀπόλλωνος ἐν Λυκίᾳ. ἢ ὅτι λύκος ἡγήσατο 〈μετὰ〉 τὰς ὠδῖνας

### book 101b1.3

Λητοῖ ὥστε καθαρθῆναι εἰς τὸν Ξάνθον. φρονήματος δὲ αὐτὸν πληροῖ

### book 101b1.4

πολίτην ὑποτιθέμενος αὐτοῦ τὸν θεόν. T

### book 101b2.1

ἀψευδέστατον γάρ ἐστιν Ἀπόλλωνος ἱερὸν ἐν Λυκίᾳ.

### book 101b2.2

πληροῖ δὲ αὐτὸν φρονήματος μείζονος, πολίτην αὐτοῦ τὸν θεὸν ὑπο‐

### book 101b2.3

θέμενος εἶναι. b(BCE3)

### book 101b2

Λυκηγενέϊ: φασὶν ὅτι λαθεῖν—δεκαστίχῳ λέγει. |

### book 101b2.5

τεσσάρων δὲ τεχνῶν—μαντικῆς καὶ μουσικῆς. A

### book 102

ἀρνῶν πρωτογόνων: καὶ πῶς ὁ Χρύσης „ταύρων ἠδ’

### book 102.1

αἰγῶν“ (Α 41) θυσίαν ὑπισχνεῖται; ἐροῦμεν ὡς ὅτι τὰ ἀπόρρητα τοῦ

### book 102.2

θεοῦ σαφῶς ἐπιστάμενος εἰκότως τὰ τῷ θεῷ φίλα θύει· θυσίαις γὰρ

### book 102.3

ταύρων καὶ αἰγῶν Ἀπόλλων ἥδεται· b(BCE3E4)T ὕλη γὰρ

### book 102.5.1

τοῖς τόξοις τὰ κέρατα τούτων. Πάνδαρος δὲ ὑπὸ τῆς Ἀθηνᾶς πειθό‐

### book 102.5.2

μενος τοξεῦσαι οὐκ αἶγας ἢ ταύρους ὑπισχνεῖται, ἀλλὰ πρωτογόνους

### book 102.5.3

ἄρνας· ἀποτυχεῖν γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο.

### book 102.5.4

b(BE3E4)T πρωτογόνων δὲ νέων (ἀεὶ γὰρ νεάζει τὸ θεῖον)

### book 102.5.5

ἢ πρωτευόντων ἐν γονῇ ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ

### book 102.10

ἔαρ. b(BCE3E4)T

### book 103.1

ἱερῆς εἰς ἄστυ Ζελείης: τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδα‐

### book 103.2

ρον· ἢ b(BCE3)T ἐπεὶ χρηστήριόν ἐστι τοῦ θεοῦ ἐκεῖ. b(BCE3

### book 103.3

E4)T

### book 103

οἴκαδε νοστήσας: ὅτι ἡ ὑπὸ τῇ Ἴδῃ Λυκία—λίαν

### book 103.5

εὐσεβεῖσθαι. A

### book 104.1

φρένας ἄφρονι: ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν.

### book 104.2

διδάσκει δὲ †μήτε† θεῷ παρὰ τὸ δέον συμβουλεύοντι πείθεσθαι. b

### book 104.3

(BCE3E4)T

### book 105a.1

ἐσύλα τόξον: ὅτι ἡσυχῆ μέλλει κλέπτειν τὴν πρᾶξιν

### book 105a.2

ἢ θεῶν πίστιν λύειν ὡς ἱερόσυλος. b(BCE3E4)T

### book 105b1.1

ἰξάλου αἰγός: ὄνομα ἡλικίας· ἢ τὸν ἐπὶ ἅλας ἱκνούμε‐

### book 105b1.2

νον (ψωριᾷ γάρ) μετὰ †λοιμόν†· ἢ ἀφηγούμενον ἄλλων· ἢ τὸν εἰς

### book 105b1.3

τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα· ἢ τὸν τομίαν (οἱ γὰρ τέλειοι

### book 105b1.4

διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις)· ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνά‐

### book 105b1.5

μενον, ὅθεν καὶ ἡ αἰγίλιψ πέτρα (cf. Ι 15 al.). T

### book 105b2.1

τοῦ ἰξάλου δὲ τοῦ ἱκνουμένου ἐπὶ τοὺς ἅλας (ψωριῶν

### book 105b2.2

γὰρ οὐδενὸς ἑτέρου μεταλαμβάνει)· ἢ τὸν εἰς τὰς ἰξύας ἐρχόμενον,

### book 105b2.3

ὅ ἐστι κήλωνα· ἢ ἐντομίαν (οἱ γὰρ τέλειοι διωκόμενοι ἐντρίβονται

### book 105b2.4

τοὺς ὄρχεις)· ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον. b(BCE3E4)

### book 105b2.5.1

ἰξάλου: ἤτοι τελείου, ἢ πηδητικοῦ—τὰ γεννητικὰ

### book 105b2.5.2

μόρια. A

### book 105-6.1

{ἰξάλου} αἰγός 〈/ ἀγρίου〉: ὁ τρόπος μετατύπω‐

### book 105-6.2

σις, ὡς „πόλιν ἄκρην“ (Χ 383). T

### book 106a.1

ὅν ῥά ποτ’ αὐτὸς 〈ὑπὸ στέρνοιο〉 τυχήσας:

### book 106a.2

προπαρασκευάζει διὰ τούτου τὴν εὐστοχίαν τοῦ ἀνδρός. b(BCE3

### book 106a.3

E4)T

### book 106a

τυχήσας: παρὰ τὸ τύχη τυχῶ. ἀτριβὴς δὲ ὁ σχηματι‐

### book 106a.5.1

σμὸς τῆς μετοχῆς· οὐδὲ γὰρ παρὰ τὸ λαβών εἴποι τις λαβήσας. |

### book 106a.5.2

οὐκ οἶδεν Ὅμηρος ὄνομα τῆς τύχης. T

### book 107a.1

〈πέτρης ἐκβαίνοντα:〉 γραφικῶς πάλιν ἡμῖν ὁ τόπος

### book 107a.2

ἠκρίβωται. Til

### book 107b.1

προδοκῇσι: τόποις προβλήματα ἔχουσιν. οἱ δὲ ταῖς

### book 107b.2

ἐνέδραις b(BCE3E4)T παρὰ τὸ προσδέχεσθαι. T

### book 108a.1

ὃ δ’ ὕπτιος 〈ἔμπεσε πέτρῃ〉: ὅτι οὐ πρηνεῖς, ἀλλ’

### book 108a.2

ἀνατρεπομένους ὑπὸ τῆς πληγῆς συνίστησι, διὰ τὰς βίας τῶν βα‐

### book 108a.3

λόντων. A

### book 108b1.1

ὁ δ’ ὕπτιος ἔμπεσε 〈πέτρῃ〉: ἐναργῶς ἐδήλωσε

### book 108b1.2

τὸν ὑπὸ βιαίας πληγῆς ὑπτιασθέντα. T

### book 108b2.1

ὕπτιον δὲ λέγει πεσεῖν, ἵνα τὸ καίριον τῆς πληγῆς

### book 108b2.2

δηλωθῇ, ὃ αὐτὸν ὑπτιάζει. b(BCE3E4)

### book 109a

κέρα: ἀποκοπὴ τοῦ κέρατα. Ἡρωδιανὸς (cf. 2,7,4) συν‐

### book 109a

αλιφὴν τοῦ κέραα. A b (BCE3)T τὸ δὲ χρέεα χρέα συγκοπή. AT

### book 109b.1

τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει:

### book 109b.2

καὶ ποῦ ἐστι κέρας δύο ἥμισυ πήχεων; ἀλλ’ οὐκ ἐπὶ ἑκατέρου φησίν,

### book 109b.3

ἀλλ’ ἀμφοτέρων. A b (BCE3)T Ἀλέξανδρος δέ φησιν (FGr

### book 109b.4

Hist 25, 6 vel 273, 143) ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς Ἐρυθρᾶς

### book 109b.5.1

θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, σταθμούμενα δὲ

### book 109b.5.2

μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ

### book 109b.5.3

ἴσου. AT

### book 109b

δῶρον καλεῖται—ὅπερ ἄτοπον. A

### book 109c

〈πεφύκει:〉 Ἰακῶς τὸ πεφύκει. Aint

### book 110-1.1

καὶ τὰ μὲν ἀσκήσας / πᾶν δ’ εὖ λειήνας: πρὸς

### book 110-1.2

τὸ νοητὸν ἀπὸ πληθυντικοῦ ἑνικόν· „αἱ δ’ αὖ πρὸς νότου εἰσί, οὐδέ

### book 110-1.3

τι τῇ γε“ (cf. ν 111)· „Εὔμαι’, ἦ μάλα δὴ 〈τάδε δώματα κάλ’

### book 110-1.4

Ὀδυσῆος· / ῥεῖα δ’ ἀρίγνωτ’ ἐστί〉“ (ρ 264—5). T

### book 110.1

κεραξόοσ〈—〉τέκτων: τέκτων πᾶς τεχνίτης· ὅθεν

### book 110.2

λιθοτέκτονες καὶ χρυσοτέκτονες. b(BCE3)T Πίνδαρος δὲ „τέκτονα

### book 110.3

νωδυνίασ“ (P. 3, 6) φησίν. T

### book 111a1.1

ἐπέθηκε κορώνην: κορώνη πᾶν ἐπικαμπὲς μεταφο‐

### book 111a1.2

ρικῶς ἀπὸ τοῦ ζῴου. ἐπέθηκε δὲ ἐπάνω ἔθηκεν. T

### book 111a2.1

ἤτοι ἐπάνω ἔθηκεν. κορώνη δὲ πᾶν τὸ ἐπικαμπὲς ἀπὸ

### book 111a2.2

μεταφορᾶς τοῦ ζῴου. b(BCE3E4)

### book 112-3.1

καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος 〈ποτὶ

### book 112-3.2

γαίῃ / ἀγκλίνασ〉: ἐπὶ τὸ τανυσσάμενος βραχὺ διασταλτέον·

### book 112-3.3

πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτό, πρότερον ἐντείνας τὴν νευράν. A

### book 112-3

ποτὶ γαίῃ ἀγκλίνας: πρὸς τῇ γῇ—ὑπὸ τῶν

### book 112-3.5

Ἑλλήνων. A

### book 112.1

καὶ τὸ μὲν εὖ—τανυσσάμενος: καὶ ἐπαναβιβά‐

### book 112.2

σας τῇ κορώνῃ τὴν νευράν. b(BCE3E4)Til | βραχὺ δὲ διασταλτέον

### book 112.3

εἰς τὸ τανυσσάμενος. b(BCE3)Til

### book 113a.1

〈ἀγκλίνας:〉 ἀπερείσας, b(BCE3)Til ὡς „κλίνας

### book 113a.2

κολλητῇσιν“ (φ 164). Til

### book 113b.1

πρόσθεν δὲ σάκεα: κατάφωρον αὐτὸν μᾶλλον ποιοῦσι

### book 113b.2

τειχίζοντες τοῖς ὅπλοις. ἀλλ’ ἅμα ἔτεινεν καὶ οὕτως ἀφῆκεν, οὐ πρὸς

### book 113b.3

τὴν τῶν λόγων ἀφήγησιν. b(BCE3E4)T

### book 117a.1

ἀβλῆτα πτερόεντα μελαινέων 〈ἕρμ’ ὀδυνάων〉:

### book 117a.2

ἀθετεῖται, ὅτι νῦν ἁπλῶς ἄβλητον καὶ μηδέποτε βεβλημένον καὶ

### book 117a.3

ἀφειμένον, οὐχ Ὁμηρικῶς· τὸ γὰρ βάλλειν Ὅμηρος οὐκ ἐπὶ τοῦ

### book 117a.4

ψιλῶς προέσθαι τίθησι. καὶ διὰ τοῦ μελαινέων ἕρμ’ ὀδυνάων

### book 117a.5.1

οὐχ ὃ θέλει λέγει· ἕρμα γὰρ καθ’ Ὅμηρον ἔρεισμα καὶ κώλυμα, οὐ

### book 117a.5.2

γίνεται δὲ ὀδυνῶν κώλυμα τὸ βέλος. A

### book 117b.1

ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων:

### book 117b.2

σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ τάξει· καὶ τὸ ἀβλῆτα οὐχ

### book 117b.3

Ὁμηρικόν, ἄμεινόν τε τοῦ πτερόεντα τὸ „πικρὸν ὀϊστόν“ (Δ 118).

### book 117b.4

b(BE3)T

### book 117c

〈μελαινέων:〉 οὕτω διὰ τοῦ ε διὰ τὸ μέτρον. Aim

### book 117d

ἕρμα: ἔρεισμα· συνέχει γὰρ ἕως ἀφαιρεθῇ τὴν ὀδύνην.

### book 117d.1

b(BE3E4)Til ὅμοιον δέ ἐστι καὶ τὸ „ἕρμα πόληοσ“ (Π 549 al.).

### book 117d.2

b(BE3)Til μελαινάων δέ, b(BE3) ὅτι μελαίνονται αἱ

### book 117d.3

σάρκες τῶν ἐκ πεφαρμακευμένων βληθέντων ὀϊστῶν, b(BE3E4)

### book 117d.5

ὡς τὸ „μελαίνετο δὲ χρόα καλόν“ (Ε 354). b(BE3)

### book 118a.1

〈αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν:〉

### book 118a.2

τὸ „αὐτίκ’ ἐσύλα τόξον“ (Δ 105) b(BCE3E4)T καὶ τὸ αἶψα

### book 118a.3

τὸν ἐπτερωμένον τοῖς δώροις δηλοῦσιν. b(BCE3)T τὸ δὲ κατε‐

### book 118a.4

κόσμει διὰ τὸ ἐπικίνδυνον τῆς βολῆς. b(BCE3E4)T ἀμέλει καὶ

### book 118a.5.1

ὀϊστὸν ἐπιλέγεται, ὃν μάλιστα εὐστοχήσειν οἴεται. Ὀδυσσεὺς δὲ

### book 118a.5.2

„ταχέας †ἐκχεύατ’ ὀϊστούσ“ (χ 3)· κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ

### book 118a.5.3

σκοποῦ δεόμενος. b(BCE3)T

### book 118b

〈πικρόν:〉 μεταφορικῶς ἀπὸ τῶν γευμάτων. Til

### book 122-3.1

γλυφίδας τε λαβὼν〈—μαζῷ πέλασεν〉:

### book 122-3.2

γλυφίδας ἀντὶ ἑνικοῦ· b(BCE3)T οὕτω γὰρ ἡ χηλὴ καὶ

### book 122-3.3

ἐγκοπὴ τοῦ βέλους. T ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν ἄφεσις αὕτη,

### book 122-3.4

εἰκότως αὐτὴν ἐπεξεργάζεται. b(BCE3)T μαζῷ δὲ τῷ ἀριστερῷ.

### book 122-3.5.1

T νόμον δὲ τοξείας γράφει. b(BCE3)T Σκύθαι μὲν οὖν ἐπὶ

### book 122-3.5.2

τῶν ὤμων τείνουσι καὶ νεύροις ἱππείοις, Κρῆτες δὲ τούτοις ἐναντίως

### book 122-3.5.3

καὶ νεύροις βοείοις. b(BCE3)TTil

### book 122

〈νεῦρα:〉 ἀντὶ ἑνικοῦ. Til

### book 123a1.1

νευρὴν μὲν μαζῷ: ὅτι Ζηνόδοτος πρὸ τούτου τὸν

### book 123a1.2

ἑξῆς τέταχεν, οὕτως ποιήσας· „ἕλκε δ’ ὁμοῦ γλυφίδας καὶ νεῦρα

### book 123a1.1

βόεια“ (Δ 122), εἶτα „αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε“

### book 123a1.2

(Δ 124), νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον, εἶτα

### book 123a1.5.1

„λίγξε βιόσ“ (Δ 125), οὐ νοήσας ὅτι διὰ τῶν παρεπομένων, τοῦ

### book 123a1.5.2

„ἕλκε δ’ ὁμοῦ“ (Δ 122) καὶ νευρὴν μὲν μαζῷ πέλασεν, συνίστησι

### book 123a1.5.3

τὴν ἔντασιν γεγενημένην, εἶθ’ ἑξῆς λέγει, ἐπειδὴ ἐνετάθη καὶ κυκλο‐

### book 123a1.5.4

τερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος. A

### book 123a2

ἀπὸ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ. b(BCE3)Til

### book 124a1

〈κυκλοτερὲς—ἔτεινεν:〉 τείνας ἐκύκλωσεν. Til

### book 124a2

ἀντὶ τοῦ τείνας κυκλοτερὲς ἐποίησε. b(BCE3E4)

### book 125a.1

λίγξε βιός: ὀνοματοποιΐα. ἐκ δὲ τῶν παρεπομένων τὴν

### book 125a.2

ἄφεσιν δηλοῖ. b(BCE3)Til

### book 125b.1

ἆλτο ὀϊστός: συνέτεμε τὴν λέξιν πρὸς τὸ τάχος τῆς

### book 125b.2

ἀφέσεως. b(BCE3)T

### book 126a

〈ὀξυβελής:〉 ὀξέως βάλλων ἢ βληθείς. b(BCE3E4)Til

### book 126b.1

καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων: ἐπιπεσεῖν τῷ

### book 126b.2

πλήθει θέλων. ἐμφαντικῶς δὲ τὴν τοῦ βαλόντος προθυμίαν εἰς τὸ

### book 126b.3

βληθὲν μετήγαγεν, b(BCE3)T ὡς „λιλαιόμενα χροὸς ἆσαι“

### book 126b.4

(Λ 574. Ο 317), b(BCE3E4)T „ἀγαλλόμεναι Διὸς οὔρῳ“ (ε

### book 126b.5

176). b(BCE3)T

### book 126c.1

ἐπιπτέσθαι: παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος

### book 126c.2

ἀόριστος, ὁμοίως τῷ „τότ’ ἂν οὔ τοι ἀποσχέσθαι“ (ι 211), καὶ

### book 126c.3

τὸ ἁπλοῦν αὐτοῦ ἐστι πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον

### book 126c.4

φυλάσσει τὸν αὐτὸν τόνον. A

### book 126d.1

ἐπιπτέσθαι: ἀπὸ τοῦ πτῶ b(BE3)T τὸ πτέσθαι·

### book 126d.2

καὶ Σοφοκλῆς „πτέσθαι σθένοντεσ“ (O. R. 17). T τὸ δὲ „διαπτά‐

### book 126d

σθαι“ (Eur. Med. 1) ἀπὸ τοῦ πτῆμι. b(BE3)T

### book 127a.1

οὐδὲ σέθεν, Μενέλαε: ἀποστροφὴ ἀπὸ προσώπου

### book 127a.2

εἰς πρόσωπον. προσπέπονθε δὲ Μενελάῳ ὁ ποιητής. διὸ συνεχέστερον

### book 127a.3

αὐτῷ διαλέγεται, ὡς καὶ Πατρόκλῳ (cf. Π 20 al.), Εὐμαίῳ (cf. ξ

### book 127a.4

55 al.), Μελανίππῳ (cf. Ο 582). ἀποστροφῆς εἴδη· τὸ †περὶ† λέξιν,

### book 127a.5.1

ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ, b(BCE3E4)T „ἐξ ὁμόθεν

### book 127a.5.2

†πεφυότες†· ὁ μὲν〈—〉ὁ δέ“ (ε 477): T τὸ †περὶ† φράσιν,

### book 127a.5.3

ὅταν ἀπὸ τοῦ διηγηματικοῦ εἰς τὸ μιμητικὸν μετέλθῃ, b(BCE3E4)T

### book 127a.5.4

„ἱππεῦσι μὲν πρῶτα, / ὃς δέ κ’ ἀνήρ“ (Δ 301. 306), T ἢ τὸ

### book 127a.5.5

ἐναντίον· ἢ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς νῦν b(BCE3E4)T

### book 127a.10

οὐδὲ σέθεν, Μενέλαε· T ἢ ἀπὸ τόπου εἰς τόπον. b(BCE3E4)T

### book 127b.1

〈οὐδὲ ...〉 λελάθοντο: κατὰ ἀντίφρασιν ἀντὶ τοῦ

### book 127b.2

ἐφρόντισαν. ἡ δὲ ἀντίφρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐ‐

### book 127b.3

φήμησιν, ἢ παρ’ ὑπόνοιαν, ὡς „χωρίον σκληρὸν μέν, οὐκ ἔχον δὲ

### book 127b.4

ὕλην“, δέον εἰπεῖν „εὔγειον μέν“. b(BE3E4)T

### book 128a1.1

ἀθάνατοι· 〈πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη〉:

### book 128a1.2

βραχὺ διασταλτέον ἐπὶ τὸ ἀθάνατοι· κοινὸν γὰρ ἐπὶ τὸ ἑξῆς τὸ †οὐκ

### book 128a1.3

ἔλαθεν. A

### book 128a2

ἀπὸ κοινοῦ τὸ οὐκ ἐλάθετο. Til

### book 129a

〈ἥ τοι:〉 οὕτως μετὰ τοῦ τ, ἥ τοι. Aim

### book 129b.1

〈βέλος ἐχεπευκὲς ἄμυνε:〉 ἤμυνε τὸ βέλος πρὸς τὸ

### book 129b.2

μὴ γενέσθαι αὐτὸ ἐχεπευκές. b(BCE3E4)Til

### book 130-1.1

ὡς ὅτε μήτηρ〈—ὕπνῳ〉: ἡ μήτηρ πρὸς τὸ

### book 130-1.2

εὔνουν· ἡ μυῖα πρὸς τὸ εὐχερῶς μὲν ἀποσοβεῖσθαι, μεταπηδᾶν δὲ

### book 130-1.3

εἰς ἕτερον τόπον· ὁ δὲ ὕπνος πρὸς τὸ ἀπαραφύλακτον καὶ τὸ ἀσθενὲς

### book 130-1

τῆς πληγῆς. b(BCE3E4)T

### book 131

〈ὅθ’:〉 ὅτε. Til

### book 132a.1

ὅθι ζωστῆρος ὀχῆες: Αὐτόχθων οὕτως· T „ἵνα

### book 132a.2

μὴ χαλεπὴ γένηται ἡ πληγή, εἰς τοῦτο τὸ μέρος τὸ βέλος ἄγει, καθ’ ὃ

### book 132a.3

ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ

### book 132a.4

ζωστῆρος. b(BCE3E4)T οὗτός ἐστιν ὁ θώραξ ὁ διπλοῦς.“ T

### book 132b.1

ὅθι ζωστῆρος ὀχῆες: ζωστὴρ ἡ θωρακῖτις ζώνη, ᾗ

### book 132b.2

ζώννυνται τὸν θώρακα. b(BCE3E4)T

### book 133a.1

χρύσειοι σύνεχον 〈καὶ διπλόος ἤντετο θώρηξ〉:

### book 133a.2

ὅτι καθ’ ὃν τόπον ἐζώννυντο, διπλοῦς ἦν ὁ θώραξ, καθὸ ὑποβέβλητο

### book 133a.3

τῷ στατῷ θώρακι τὸ λεγόμενον ζῶμα, καθῆκον μέχρι τῶν γονάτων

### book 133a.4

ἀπὸ τῶν λαγόνων. A

### book 133b.1

καὶ διπλόος ἤντετο θώρηξ: ὑπῆρχε διὰ τὴν συνάντη‐

### book 133b.2

σιν τοῦ χαλκοῦ θώρακος πρὸς τὸ ζῶμα· Τήλεφος γάρ φησι τὸ ἀπὸ

### book 133b.3

τοῦ αὐχένος ἄχρι ὀμφαλοῦ στατὸν θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ

### book 133b.4

λαγόνων ἄχρι κνημῶν ζῶμα. περὶ δὲ τὸ ἦτρον ἡ μίτρα, ἔσωθεν

### book 133b.5.1

ἐριώδης, περὶ δὲ τὴν ἐπιφάνειαν χαλκῆ οὖσα, πρὸς τὸ μὴ θλίβεσθαι

### book 133b.5.2

τὴν γαστέρα b(BCE3E4)T ὑπὸ τοῦ θώρακος καὶ τοῦ ζώματος·

### book 133b.5.3

T διὸ τὴν συμβολὴν διπλόον θώρακά φησιν. b(BCE3E4)T

### book 133b.5.4

ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ζώματος καὶ τοῦ θώρακος

### book 133b.5.5

ζώνη ἐπέκειτο συσφίγγουσα τὰ πάντα, ἣν ζωστῆρα καλεῖ. b(BE3

### book 133b.10

E4)T

### book 133c.1

καὶ διπλόος ἤντετο θώρηξ: Αὐτόχθων οὕτως· „τὰ

### book 133c.2

πρὸς ταῖς λαγόσι μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις

### book 133c.3

πτερύγια καλεῖται. ταῦτα ἐπιτιθέμενα ἀλλήλοις καὶ σφιγγόμενα

### book 133c.4

ὑπὸ τοῦ ζωστῆρος διπλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν

### book 133c.5.1

οὖν ἐν μὲν τῷ χρωτὶ ἡ μίτρα, μεθ’ ἣν τὸ ζῶμα τὸ ἀπὸ κνημῶν ἀνιὸν

### book 133c.5.2

ἄχρι λαγόνων· μεθ’ ὃ ὁ θώραξ, ὡς εἴρηται (sc. ad Δ 132a), περὶ τὰς

### book 133c.5.3

λαγόνας διπλούμενος· ἄνωθεν δὲ ὁ ζωστήρ.“ b(BE3E4)T

### book 135.1

διὰ μὲν ἂρ ζωστῆρος 〈ἐλήλατο〉: πρὸς τὸν ὁπλισμόν·

### book 135.2

πρῶτος γάρ ἐστι πρὸς τὴν ἐπιφάνειαν ὁ ζωστήρ, καὶ κατὰ τοῦ

### book 135.3

στατοῦ καὶ κατὰ τοῦ ζώματος. ἀμφότερα δὲ ταῦτα θώρακα καλεῖ·

### book 135.4

διόπερ ὅταν τοῦ ἑτέρου μνησθῇ, τὸ ἕτερον παραλείπει. ἔνδοθεν δὲ

### book 135.5

τούτων πρὸς τῷ χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα. A

### book 136.1

καὶ διὰ θώρηκος πολυδαιδάλου: ἐσίγησε τὸ ζῶμα,

### book 136.2

ἐν δὲ τοῖς ἑξῆς (sc. Δ 186—7) ἐναντίον· „εἰρύσατο ζωστήρ τε παναίο‐

### book 136.3

λος ἠδ’ ὑπένερθε / ζῶμά τε καὶ μίτρη“. b(BCE3E4)T

### book 137a1.1

ἔρυμα: ἡ Ζηνοδότου καὶ Ἀριστοφάνους „ἔλυμα“ εἶχον,

### book 137a1.2

οἱονεὶ εἴλημα. A

### book 137a2

Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἔλυμα“ Til

### book 138a

ἥ οἱ πλεῖστον ἔρυτο· 〈διὰ πρὸ δὲ εἴσατο καὶ

### book 138a.1

τῆσ〉: ἡ διπλῆ πρὸς τὸ ζητούμενον ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος „τὴν

### book 138a.2

δὲ μίαν χρυσῆν, τῇ ῥ’ ἔσχετο“ (Υ 272), καθὸ ἠμαύρωσεν τὴν φορὰν

### book 138a.3

τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας

### book 138a.5.1

λέγει. | τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται. οὕτως Ἀρίσταρ‐

### book 138a.5.2

χος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις 〈***〉· ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου

### book 138a.5.3

ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ

### book 138a.5.4

ἐν συναλιφῇ καὶ ἐνδείᾳ τοῦ ι ἐγένετο ἔρυτο. A

### book 138b.1

ἥ οἱ πλεῖστον ἔρυτο: διὰ τί μᾶλλον αὕτη τοῦ θώρα‐

### book 138b.2

κος συνεργεῖ πρὸς ἀσφάλειαν; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων

### book 138b.3

τὰ ὑπείκοντα. b(BCE3E4)T

### book 139a.1

〈ἀκρότατον:〉 ἀντὶ τοῦ ἄκρον· χρὼς γάρ ἐστιν ἡ ψιλὴ

### book 139a.2

τοῦ σώματος ἐπιφάνεια. Til

### book 139b.1

ἀκρότατον δ’ ἄρ’ 〈ὀϊστόσ〉: ἡ διπλῆ, ὅτι Ζηνόδοτος

### book 139b.2

γράφει „χαλκόσ“· ἐπιλέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω (sc. Δ 123)

### book 139b.3

σιδηρᾶν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι. καὶ ὅτι τὸ ἀκρότατον

### book 139b.4

οὐχ ὑπερθετικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ἄκρον τὸν χρῶτα. A

### book 139c.1

〈ὀϊστὸς ἐπέγραψε〉: τὸ ἐπέγραψε χωρὶς τοῦ ν. ἐν

### book 139c.2

δέ τισιν „χαλκόσ“ γράφεται. οὐκ ἀρέσκει δὲ Ἀριστάρχῳ. Aint

### book 140a.1

αὐτίκα δ’ ἔρρεεν αἷμα 〈κελαινεφὲς ἐξ ὠτειλῆσ〉:

### book 140a.2

ἀθετεῖται, ὅτι οὐκ ἂν λέγοι Ὅμηρος ὠτειλὴν τὸ ἐκ βολῆς τραῦμα·

### book 140a.3

διαστέλλει γὰρ τὸ οὐτάσαι πρὸς τὸ βαλεῖν. | διαφέρει δὲ ὠτειλὴ

### book 140a.4

—τραύματος. A

### book 140b.1

αὐτίκα δ’ ἔρρεεν αἷμα 〈κελαινεφέσ〉: ἴσως φλὲψ ἦν

### book 140b.2

λυθεῖσα· καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους

### book 140b.3

τὴν σύστασιν· „νέφος εἵπετο πεζῶν“ (Δ 274). ἐπεξεργάζεται δὲ τὴν

### book 140b.4

πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. T

### book 140c.1

ἐξ ὠτειλῆς: οὕτω τὴν ἀπὸ δόρατος μόνην πληγὴν

### book 140c.2

καλεῖ, εἰ μὴ ἄρα τῷ γενικωτέρῳ χρῆται, ὡς τὸ „ἀλλ’ οὐ γάρ σε θέλω

### book 140c.3

βαλέειν“ (Η 242). T

### book 140d

〈ὠτειλῆς:〉 νῦν ἡ ἀπὸ βέλους. Til

### book 139-40

ἴσως φλὲψ ἦν λυθεῖσα | ἐκ τοῦ χρωτός· χρὼς δέ ἐστιν

### book 139-40.1

ἡ τοῦ σώματος ἐπιφάνεια. | καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν,

### book 139-40.2

διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· „νέφος εἵπετο πεζῶν“ (Δ 274). ἐπεξεργάζε‐

### book 139-40.3

ται δὲ τὴν πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. |

### book 139-40.5

ὠτειλὴ δέ ἐστι μόνη ἡ ἀπὸ δόρατος πληγή. b(BCE3E4)

### book 141a.1

ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα: ἡ διπλῆ, ὅτι τινὲς „ἐλε‐

### book 141a.2

φαντά“ ὡς βλαβερά διενεγκάμενοι τῷ τόνῳ ἀπέδωκαν ἔρια λευκά.

### book 141a.3

†νῦν δὲ κυρίως ἀκούειν τὸν ἐλέφαντα. A

### book 141b.1

〈ἐλέφαντα:〉 οὕτως ὁμοτόνως τῷ ζῴῳ τὸ ὀστέον· καὶ

### book 141b.2

γὰρ ἐν ἑτέροις φησί· „λευκοτέρην δ’ ἄρα μιν θῆκε πριστοῦ ἐλέ‐

### book 141b.3

φαντοσ“ (ς 196). Aint

### book 141c.1

ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα: ὄψιν ἡμῖν γραφικὴν παρ‐

### book 141c.2

έστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ ξανθὴ κόμη.

### book 141c.3

διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν αὐτὸν οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου

### book 141c.4

τὸ μελάγχροόν ἐστιν ἰσχυρότερον. b(BCE3E4)T

### book 141d.1

φοίνικι μιήνῃ: φοινικῷ ἄνθει, ὃ ἀπὸ τῆς πρίνου συλ‐

### book 141d.2

λέγουσι Τροιζήνιοι. μιήνῃ δὲ ἑνώσει, παρὰ τὴν μίαν, ἢ βάψει·

### book 141d.3

μιάσματα γὰρ τὰ βάμματα. b(BCE3E4)T

### book 142a

Μῃονίς: ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. b(BE3E4)Til

### book 142b.1

Κάειρα: Καρίνη, ἀπὸ—βαφαῖς χρωμένων. | φα‐

### book 142b.2

σὶ δέ A τινες τὸ Καῖρα διῃρῆσθαι, οἱ δὲ ὡς ἀπὸ τοῦ φαίνω φα‐

### book 142b

είνω. καὶ ὁ λόγος δὲ τὴν ει δίφθογγον ἀπαιτεῖ. ATil

### book 142c1.1

παρήϊον: τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά.

### book 142c1.2

b(BCE3E4)

### book 142c2

παρήϊον {ἔμμεναι}: τὴν γνάθον γὰρ παρηΐδα φησίν. T

### book 142d1.1

{ἔμμεναι} ἵππων: διχῶς, καὶ †ἵππω δυϊκῶς καὶ† πλη‐

### book 142d1.2

θυντικῶς. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη μόνως δυϊκῶς. A

### book 142d2

τὸ δὲ ἵππων ἀντὶ ἑνικοῦ. οἱ δὲ †ἵππω† δυϊκῶς. T

### book 143a1.1

κεῖται δ’ ἐν θαλάμῳ: θάλαμος ὁ οἶκος· „πρίν γ’ ὅτε

### book 143a1.2

δὴ θάλαμοσ“ (Ι 588). ἡ ἀποθήκη· „ὅθι νητὸς χρυσόσ“ (β 338). ὁ

### book 143a1.3

κοιτών· „Τηλέμαχος δ’ ὅθι οἱ θάλαμοσ“ (α 425), ὅθεν „θαλαμη‐

### book 143a1.4

πόλοσ“ (η 8. ψ 293). T

### book 143a2.1

θάλαμος ὁ κοινὸς οἶκος, θάλαμος ἡ ἀποθήκη, καὶ θά‐

### book 143a2.2

λαμος ὁ κοιτών. b(BCE3E4)

### book 143-4.1

〈πολέες τέ μιν—ἄγαλμα:〉 πολλοὶ μὲν οἱ ἐπι‐

### book 143-4.2

θυμοῦντες, b(BCE3)Til βασιλεὺς δὲ ἐπέτυχεν. b(BCE3E4)Til

### book 145a1.1

〈ἀμφότερον:〉 ἐπίρ〈ρ〉ημα· οὐ γάρ ἐστιν ἑνικὸν τοῦ

### book 145a1.2

ἀμφότεροι. Til

### book 145a2.1

ἐπίρρημα ἀντὶ τοῦ κατὰ τὸ ἀμφότερον, ἀλλ’ οὐκ ὄνομα.

### book 145a2.2

b(BCE3)

### book 145b1.1

ἐλατῆρι δὲ κῦδος: μεγαλοπρεπέστερον γὰρ ἀπο‐

### book 145b1.2

φαίνει τὸν ὀχούμενον. T

### book 145b2.1

μεγαλοπρεπέστερον δὲ ἀπεργάζεται ὑπὲρ τοὺς ἵππους

### book 145b2.2

τὸν ἐποχούμενον. b(BCE3)

### book 146a.1

τοῖοί τοι, Μενέλαε, 〈μιάνθην αἵματι μηροί〉:

### book 146a.2

ἀντὶ τοῦ τοῖον. b(BCE3E4)T περιπαθῶς δὲ ἐπιμένει τῇ ἀπο‐

### book 146a.3

στροφῇ b(BCE3)T ὁ ποιητής. τὸ δὲ μιάνθην ἀντὶ τοῦ μιανθή‐

### book 146a

την· ἔστι δὲ δυϊκὸν ἐκ συγκοπῆς. b(BCE3)

### book 146b

〈τοῖοί τοι:〉 οὕτως σοι. Til

### book 147a.1

〈εὐφυέες:〉 ἑκατέροις δύναται προσδίδοσθαι τὸ εὐ‐

### book 147a.2

φυέες. βέλτιον δὲ τοῖς ἄνω διὰ τὸ ὑπερβατόν. Aint

### book 147b.1

〈εὐφυέες κνῆμαί τε:〉 Νικάνωρ (p. 177 Friedl.) τὸ

### book 147b.2

εὐφυέες τῷ „μηροί“ (Δ 146) προσάπτει, οἱ δὲ ὑπομνηματισταὶ

### book 147b.3

τῷ κνῆμαι. b(BCE3)T ἄμεινον δὲ τὸ Νικάνορος. b(BCE3) |

### book 147b.4

καὶ Πείσανδρος (fr. 17 D. = 18 H.)· „ξανθοκόμης, μέγας †ἢ†,

### book 147b.5

γλαυκόμματος, ἄρτι †παρεῖα† / λοχμάζων, εὔκνημος.“ T

### book 147b.1

σφυρά: τὰ ἀπολήγοντα—ἀπὸ τῶν χαλκευτικῶν

### book 147b.2

σφυρῶν. A

### book 148a.1

〈ῥίγησεν δ’ ἄρ’:〉 οὕτως Ἀρίσταρχος, ῥίγησεν δ’

### book 148a.2

ἄρ’, διὰ τοῦ δ, οὐ διὰ τοῦ τ. Aint

### book 148b.1

〈δάρ:〉 εἷς ὁ σύνδεσμος, οὐ δύο. | διὰ τοῦ δ δὲ γραπτέον,

### book 148b.2

μὴ διὰ τοῦ τ. b(BE3)

### book 148c.1

ῥίγησεν δ’ ἄρ’ ἔπειτα 〈ἄναξ ἀνδρῶν Ἀγα‐

### book 148c.2

μέμνων〉: δείκνυσι τοῦ μὲν τὸ φιλάδελφον, εἰ πρὸ τοῦ τετρωμένου

### book 148c.3

αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν (cf. Δ 152). ἐπ’ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ

### book 148c.4

μὲν τοῦ ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. b(BE3E4)T

### book 149a.1

〈ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς:〉

### book 149a.2

ἀθετεῖται πάλιν διὰ τὴν ὠτειλήν. Aint

### book 149b.1

ὡς εἶδεν μέλαν αἷμα: τὸ μὲν γὰρ ἐξ ἐπιπολῆς κατ’

### book 149b.2

ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ ἐκ βάθους μέλαν. b(BE3E4)T

### book 149b.3

ἢ διὰ τὸ παγῆναι. T

### book 150.1

ῥίγησεν δὲ καὶ αὐτός: κοινῇ λέξει χρησάμενος ἐπ’

### book 150.2

ἀμφοῖν τὸ ἴσον τοῦ δέους ὑπέφηνε. b(BCE3)Til

### book 151a

ὡς δὲ ἴδεν 〈νεῦρόν τε〉: συσταλτέον τοῦ ἴδε τὸ ι,

### book 151a.1

ὁμοίως τῷ „οὐκ ἴδον, οὐ πυθόμην“ (ψ 40). εἰσὶ δὲ οἳ ἀναγινώ‐

### book 151a.2

σκουσιν „ὡς δ’ εἶδεν νεῦρόν τε“ ὁμοίως τῷ „ὡς εἶδεν δύο φῶτε“

### book 151a.3

(Ε 572), οὐχ ὑγιῶς· ἐνθάδε γὰρ οὐκ ἄλλως δυνάμεθα ἀναγνῶναι ἢ

### book 151a.5.1

φυλάσσοντες τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι 〈ὅτι〉,

### book 151a.5.2

ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ι

### book 151a.5.3

ἀπ’ αὐτῆς μετὰ συστολῆς ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν

### book 151a.5.4

οὕτως „τὸν δ’ ἴδεν Αἰνείασ“ (Ε 166), „νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστοσ“

### book 151a.5.5

(Β 82), διαστολὴν δὲ οὕτως μετὰ συστολῆς „τὴν δὲ ἴδεν προμολοῦ‐

### book 151a.10.1

σαν“ (Σ 382), „τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ“ (ε 333). οὕτως οὖν

### book 151a.10.2

καὶ ἐνθάδε. A

### book 151b1.1

〈ὡς δὲ ἴδεν:〉 ἀντὶ τοῦ ᾔσθετο· πῶς γὰρ ἑώρα τὸ

### book 151b1.2

ἐμπεπηγὸς τῇ παντευχίᾳ; Til

### book 151b2.1

†λείπει τὸ† ᾔσθετο· πρὸ γὰρ τούτου οὐχ ὡρᾶτο ἐμ‐

### book 151b2.2

πεπηγὸς τῇ παντευχίᾳ. b(BCE3E4)

### book 151c

〈ὄγκους:〉 τοὺς τῆς ἀκίδος λέγει πώγωνας. Aim

### book 152a.1

〈ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη:〉 ἤτοι

### book 152a.2

ὀπισθόρμητος b(BCE3) εὐθέως ἐπὶ τὴν πρώτην ἠνέχθη τάξιν.

### book 152a.3

b(BCE3E4)

### book 152b.1

〈ἐνὶ στήθεσσι:〉 φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στή‐

### book 152b.2

θη εἰδώς· ἐκεῖ γοῦν ἀθροισθῆναι τὸν λογισμόν φησιν. b(BCE3E4)Til

### book 153a.1

〈στενάχων:〉 ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς

### book 153a.2

ὀρέγων· καὶ γὰρ „στενάχοντο“ (Π 393 al.) ὡς ὀρέγοντο. Aint

### book 153b.1

〈βαρὺ στενάχων:〉 ἠθικὸν καὶ περιπαθές· ηὔξηται δὲ

### book 153b.2

τὸ βαρύ 〈τῷ〉 „οἶον προστήσασ“ (Δ 156). b(BCE3)Til

### book 154.1

χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δ’ ἑταῖ‐

### book 154.2

ροι: ἄφελε τὸν στίχον, καὶ οὐ βλάψεις τὴν σαφήνειαν, ἀπολέσεις δὲ

### book 154.3

τὴν ἐνάργειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν

### book 154

τῶν συναχθομένων ἑταίρων διάθεσιν. b(BCE3)T

### book 155a.1

φίλε κασίγνητε, 〈θάνατόν νύ τοι ὅρκι’ ἔταμ‐

### book 155a.2

νον〉: περιπαθῶς αὐτῷ διαλέγεται, b(BCE3)T καὶ τὸν θάνατον

### book 155a.3

οἰκειοῦται τοῦ ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς. b

### book 155a.4

(BCE3)

### book 155b

〈ἔταμνον:〉 ἐγὼ δηλονότι. Aim

### book 156a.1

οἶον προστήσας: μεταφορικῶς ἀπὸ τῶν θυμάτων,

### book 156a.2

ἅπερ προϊστῶσι τῶν βωμῶν, b(BCE3E4)T ὡς καὶ παρὰ Νέστο‐

### book 156a.3

ρι „προὔχοντο ἑκάστοθι ταύρουσ“ (γ 8). T

### book 156b.1

πρὸ Ἀχαιῶν: οἶκτον ἅμα καὶ σπουδὴν κινεῖ τοῖς

### book 156b.2

Ἀχαιοῖς. b(BCE3)Til

### book 157a.1

〈ἔβαλον:〉 ὅτι ἐκ βολῆς ἔτρωσαν, πρὸς τὸ „αὐτίκα δ’

### book 157a.2

ἔρρεεν αἷμα“ (Δ 140). Aint

### book 157b.1

ὥς ς’ ἔβαλον Τρῶες: μετ’ ἀγανακτήσεως εἴρηται· διὸ

### book 157b.2

καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστιν. συνασχάλλων δὲ τῇ πληγῇ οὐ παραμυ‐

### book 157b.3

θεῖται. b(BCE3)T

### book 157c1.1

ὥς ς’ ἔβαλον Τρῶες: ὡς κοινῇ παρασπονδησάντων

### book 157c1.2

αὐτῶν, καὶ λόγῳ μὲν τὸ μονομάχιον, ἔργῳ δὲ τὸν δόλον σοφισαμέ‐

### book 157c1.3

νων. T

### book 157c2.1

κοινῇ γὰρ ἅπαντες παρεσπόνδησαν. καὶ λόγῳ μὲν τὸ

### book 157c2.2

μονομάχιον, φησίν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. b(BCE3)

### book 158a1.1

οὐ μέν πως ἅλιον 〈πέλει ὅρκιον〉: γενναίου

### book 158a1.2

στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς

### book 158a1.3

τὴν ἐλπίδα, b(BCE3E4)T ἄλλως τε καὶ ἐπὶ πολεμίων λαλεῖ. b

### book 158a1.4

(BCE3)T

### book 158a2.1

οὐ μέν πως: γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέ‐

### book 158a2.2

ναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα, καὶ τὸ σύμπτωμα

### book 158a2.3

τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι. A

### book 159a.1

σπονδαί τ’ ἄκρητοι: ὅτι εὐκρινὲς γίνεται ἐντεῦθεν

### book 159a.2

τὸ „κρητῆρι δὲ οἶνον / μίσγον“ (Γ 269—70)· οὐ γὰρ κεκραμένον

### book 159a

ἔσπενδον. A

### book 159b.1

καὶ δεξιαί: δεξιαί ἴσως ἐγένοντο κατὰ τὸ σιωπώμε‐

### book 159b.2

νον. ἢ διὰ τὸ δέξασθαι τὰς τρίχας. b(BCE3E4)T

### book 161a.1

ἔκ τε καὶ ὀψὲ τελεῖ, 〈σύν τε μεγάλῳ ἀπέτισαν〉: ὅτι

### book 161a.2

Ζηνόδοτος γράφει „†τελέσει“ καὶ „σύν τε μεγάλῳ τίσουσιν“, ἐπὶ τῶν

### book 161a.3

Τρώων δεχόμενος τὸν λόγον. οὐκ ἔχει δὲ οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ

### book 161a.4

τῶν παραβαινόντων τὰ ὅρκια. A

### book 161b

〈τελεῖ:〉 ἀντὶ τοῦ τελέσει. b(BCE3)Til

### book 161c1.1

σύν τε μεγάλῳ ἀπέτισαν: λείπει κακῷ, παρὰ τὸ „με‐

### book 161c1.2

γάλων ἄτερ ἰσώσασθαι“ (Arat. Ph. 658). T

### book 161c2

εἰς δὲ τὸ μεγάλῳ ἐκδεκτέον τὸ κακῷ. b(BCE3)

### book 162.1

σὺν σφῇσιν κεφαλῇσι〈—καὶ τεκέεσσιν〉: εὐσεβὲς

### book 162.2

τὸ δι’ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν. ἀπὸ μέρους δὲ

### book 162.3

ἑαυτοῖς. b(BCE3E4)T

### book 163.1

εὖ γὰρ 〈ἐγὼ〉 τόδε οἶδα 〈κατὰ φρένα καὶ κατὰ θυ‐

### book 163.2

μόν〉: τελεία· ἀσύνδετος γὰρ ὁ λόγος. T

### book 164a.1

ἔσσεται ἦμαρ: ἀπ’ ἄλλης ἀρχῆς τοῦτο· διὸ τελείᾳ

### book 164a.2

στικτέον πρὸ αὐτῆς· ἀσύνδετος γὰρ ὁ λόγος. A

### book 164b1.1

ἔσσεται ἦμαρ: τούτοις προτρέπεται πολεμεῖν τοὺς

### book 164b1.2

ἀκούοντας. T

### book 164c1.1

ὅταν ποτ’ ὀλώλῃ: ἀπόληται, οὐχ ὑπ’ αὐτοῦ πάντως,

### book 164c1.2

ἀλλ’ ὑφ’ ἑτέρων· φησὶ γοῦν· „καί κεν ἐλέγχιστος πολυδίψιον“ (Δ

### book 164c1.3

171). τὸ δὲ ὀλώλῃ ὑποτακτικὸς παρακείμενος χρόνος. T

### book 164c2/b2.1

ἀπειλεῖ τοῦτο οὐχ ὑπ’ αὐτοῦ γενέσθαι, ἀλλ’ ὑφ’ ἑτέρων

### book 164c2/b2.2

τινῶν· φησὶ γοῦν· „καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργοσ“. | ἢ μᾶλ‐

### book 164c2/b2.3

λον διὰ τούτων τοὺς ἀκούοντας προτρέπεται πολεμεῖν. b(BCE3E4)

### book 164d

〈ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή:〉 ἀντὶ τοῦ ἀπολεῖται,

### book 164d

πρὸς ὃ ἡ διπλῆ. †τὸ† Ἴλιος θηλυκῶς. Aint

### book 166

ὑψίζυγος: ἡ μεταφορὰ ἀπὸ—τὸ πεπρωμένον. A

### book 167a1

〈ἐπισσείῃσιν:〉 ἀντὶ τοῦ †ἐπισείη†· πρὸς ὃ ἡ διπλῆ. Aim

### book 167a2.1

ἐπισσείῃσιν: ἀντὶ τοῦ μέλλοντος b(BCE3)T τοῦ

### book 167a2.2

ἐπισείσει. T

### book 167b.1

ἐρεμνὴν αἰγίδα: ὅτι τοῦ Διὸς ὅπλον ἡ αἰγίς, πρὸς τοὺς

### book 167b.2

νεωτέρους ποιητάς· καὶ ὅτι καταιγίδων καὶ ζοφώδους καταστάσεως

### book 167b.3

παρασκευαστική ἐστιν. A

### book 167c.1

ἐρεμνὴν αἰγίδα: σκοτοποιόν· b(BCE3)T φησὶ

### book 167c.2

γοῦν· „Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν“ (Ρ 594). b(BCE3E4)T

### book 169-70.1

ἀλλά μοι αἰνὸν ἄχοσ〈—βιότοιο〉: ἠθικῶς οὐκ

### book 169-70.2

εἶναί φησιν ὄφελος ἑαυτῷ, εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ Τρῶες

### book 169-70.3

δίκας †τίσωσι†. b(BCE3E4)T περιπαθῶς δὲ τοὔνομα πάλιν

### book 169-70.4

ἀνακαλεῖται τοῦ Μενελάου. b(BCE3)T

### book 170.1

μοῖραν: †ὅτι† „πότμον“ αἱ Ἀριστάρχου, οὐ μοῖραν, ὡς

### book 170.2

ἐν ταῖς κοιναῖς. A

### book 171a.1

〈ἐλέγχιστος:〉 διχῶς Ἀρίσταρχος, καὶ „ἐλέγχιστον“.

### book 171a.2

Aim

### book 171b.1

καί κεν ἐλέγχιστος 〈πολυδίψιον Ἄργος ἱκοίμην〉:

### book 171b.2

διὰ τί; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἐπανελεύσονται, Τρῶες δὲ κερτο‐

### book 171b.1

μήσουσι τὸν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ

### book 171b.2

μάχη μενεῖ. τεχνικῶς δὲ δι’ ὧν ἀπολοφύρεται ὡς καταλειφθησόμενος

### book 171b.5.1

ὑπὸ τῶν συμμάχων, εἰ ὁ Μενέλαος ἀποθάνοι, κατέχειν αὐτοὺς πειρᾶ‐

### book 171b.5.2

ται μὴ τεθνηκότος τοῦ Μενελάου. b(BCE3E4)T

### book 171c1.1

πολυδίψιον: πλεονασμῷ τοῦ δ ὡς „ἐνδίεσαν“ (Σ 584). |

### book 171c1.2

πολυδίψιον πολυπόθητον ἀπὸ τῆς δίψης, ἢ πολυβλαβὲς διὰ τὴν

### book 171c1.3

ἧτταν. T

### book 171c2.1

πολυβλαβὲς διὰ τὴν ἧτταν. b(BCE3E4) | ἔστι δὲ πλεο‐

### book 171c2.2

νασμὸς τοῦ δ. b(BCE3)

### book 171c2.1

πολυδίψιον: ἄνυδρον οὖσαν τὴν Πελοπόννησον—

### book 171c2.2

ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον. A

### book 171d.1

〈Ἄργος:〉 ὅτι Ἄργος τὴν Πελοπόννησον, οὐ τὴν πόλιν

### book 171d.2

λέγει. Aint

### book 173.1

κὰδ δέ κεν εὐχωλὴν 〈Πριάμῳ καὶ Τρωσὶ λίποιεν〉:

### book 173.2

κινητικὸν ἡ τῶν ἐχθρῶν εὐημερία. b(BCE3E4)T

### book 174.1

σέο δ’ ὀστέα πύσει ἄρουρα: ὅτι τῶν ἐπὶ ξένης τελευτών‐

### book 174.2

των οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὁμήρου

### book 174.3

ἐστὶ ταῦτα· „ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ, ὅτ’ ἂν αὖτε

### book 174

νεώμεθα“ (Η 334—5). A

### book 176a.1

καί κέ τις ὧδ’ ἐρέει: ἤτοι ὅτι ὁ κέ περισσεύει ἢ τὸ ῥῆμα

### book 176a.2

ἐνήλλακται, 〈κε ...〉 ἐρέει ἀντὶ τοῦ εἴποι ἄν. A

### book 176b.1

ὑπερηνορεόντων: ὑπερηφανούντων· ἡ γὰρ ὑπὲρ ἄνδρα

### book 176b.2

δύναμις ὑβριστὰς ποιεῖ. b(BCE3E4)T

### book 177.1

τύμβῳ ἐπιθρῴσκων: ὅσον ἐφ’ ἑαυτῷ βαρεῖαν †αὐτὴν† τῷ

### book 177.2

νεκρῷ ποιῶν, b(BCE3)T εἴγε ἡμεῖς κούφην αὐτὴν ἑαυτοῖς εὐχό‐

### book 177.3

μεθα εἶναι. παρατέταται δὲ τὸ πάθος ἐπὶ ζῶντι καὶ παρόντι λεγόμενον.

### book 177.4

b(BE3)T

### book 178-81a.1

〈αἴθ’ οὕτως ἐπὶ πᾶσι—Μενέλαον:〉 χρήσι‐

### book 178-81a.2

μον ἀνεστραμμένης περιόδου ὑπόδειγμα. Aim

### book 178-81b.1

αἴθ’ οὕτως ἐπὶ πᾶσι〈—Μενέλαον〉: χρήσιμον

### book 178-81b.2

ἀνεστραμμένης τύχης ὑπόδειγμα. b(BCE3E4)T

### book 178

〈τελέσει’:〉 ἀντὶ τοῦ τελέσειεν εὐκτικῶς. Til

### book 179

〈ἅλιον:〉 ἁλίως. Til

### book 181a.1

σὺν κεινῇσιν νηυσί: κεναῖς εἶπεν—πλεῖν ἐν αὐ‐

### book 181a.2

ταῖς. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νηυσί. A

### book 181b.1

σὺν κεινῇσι νηυσί: κεναῖς τῶν συστρατευομένων ἢ τῶν

### book 181b.2

λαφύρων ἢ τῶν ἡρπασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς

### book 181b.3

ὁ Μενέλαος οὐ πλεῖ. b(BCE3E4)T

### book 181c1.1

λιπὼν ἀγαθὸν Μενέλαον: ἀγαθόν ἢ κατ’ εἰρωνείαν,

### book 181c1.2

ὡς ἀπὸ τῶν Τρώων, ἢ ὡσεὶ πατέρα τις θάψας λέγοι „ἀγαθὸν πατέρα

### book 181c1.3

ἀπώλεσα“· οὐ τοσοῦτον γὰρ τὰ τοῦ γένους ὅσον τὰ τῶν τρόπων

### book 181c1.4

ἀγαπητά. T

### book 181c2.1

τὸ δὲ ἀγαθόν κατ’ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ

### book 181c2.2

δὲ ἀπὸ τοῦ Ἀγαμέμνονος, ὡσεί τις πατέρα θάψας λέγοι ὅτι „ἀγαθὸν

### book 181c2.3

πατέρα ἀπώλεσα“· οὐ γὰρ τὰ τοῦ γένους τοσοῦτον ὅσον τὰ τῶν

### book 181c2

τρόπων ἀγαπητά. b(BCE3E4)

### book 182a.1

εὐρεῖα χθών: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον τὸ

### book 182a.2

εὐρεῖα, ἀλλ’ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη, οἷον εὐρύ μοι χάσμα γῆς

### book 182a.3

γένοιτο. A

### book 182b.1

εὐρεῖα: ἀντὶ τοῦ εὐρέως, b(BCE3E4)T Til ὡς τὸ

### book 182b.2

„λῦσε〈ν〉 δ’ ἀγορὴν αἰψηρήν“ (β 257) b(BCE3E4)T καὶ „ταχέες

### book 182b.3

δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287). T

### book 183.1

τὸν δ’ ἐπιθαρσύνων: τοιοῦτός ἐστιν, ὡσεὶ νοσῶν υἱὸς

### book 183.2

παραμυθοῖτο γονεῖς. ἄτοπος δὲ ἦν μαλθακευόμενος Μενέλαος ἐκείνων

### book 183.3

οἰκειουμένων b(BCE3E4)T τὴν αἰτίαν τοῦ θανάτου αὐτοῦ. T

### book 184a1

〈πώ:〉 οὕτω πώ Ἀρίσταρχος, οὐχὶ „πού“, ὥς τινες. Aim

### book 184a2

οὐ „πού“. Til

### book 184b.1

μηδέ τί πω δειδίσσεο: μὴ εἰς φυγὴν παρακάλει τὸν

### book 184b.2

λαὸν διὰ τοῦ ἐμοῦ θανάτου. b(BCE3E4)T

### book 184c.1

〈μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν:〉 στικτέον ἐπὶ

### book 184c.2

τὸ τέλος τοῦ στίχου τελείᾳ· ἀσύνδετος γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς. Aim

### book 185.1

οὐκ ἐν καιρίῳ: τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν λύ‐

### book 185.2

πην τοῦ ἀδελφοῦ. b(BCE3E4)T

### book 187a.1

ζῶμά τε καὶ μίτρη: ὅτι τοῦ ζώματος μνησθεὶς παρα‐

### book 187a.2

λέλοιπε τὸν θώρακα ὥστε ἀπὸ μέρους τὸ ὅλον δεδηλῶσθαι. A

### book 187b.1

ζῶμά τε: τοῦτο προσῆπται τῷ θώρακι· „καὶ ζῶμα φαει‐

### book 187b.2

νόν“ (ξ 482) διὰ τὸν χαλκόν. AT

### book 187c

καὶ μίτρη: ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστὶ περὶ τὴν ἐπιφά‐

### book 187c

νειαν χαλκῆ ὑπάρχουσα. A b (BCE3)T

### book 189a.1

αἰ γὰρ δὴ οὕτως εἴη: εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν

### book 189a.2

λόγον. οὐδέποτε δὲ παρὰ τῷ ποιητῇ τὸ αἴ ἀντὶ τοῦ εἴ. T

### book 189b.1

〈φίλος ὦ Μενέλαε:〉 τῇ ὀρθῇ ἀντὶ τῆς κλητικῆς, φίλος

### book 189b.2

ἀντὶ τοῦ φίλε. Aint

### book 190.1

ἐπιμάσσεται: παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω·

### book 190.2

ἀφ’ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάσταξ. AT

### book 191a.1

φάρμαχ’: τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀν‐

### book 191a.2

θῶν. καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐκ τῆς βαφῆς στό‐

### book 191a.3

μωσιν φαρμάσσειν φησίν (cf. ι 393). A b (BCE3E4)T

### book 191b.1

〈φάρμαχ’, ἅ κεν παύσῃσι:〉 τὸ παύσῃσιν ἀντὶ τοῦ

### book 191b.2

παύσειεν ἄν, ὡς τὸ „ἰχθύς, ὅς κε φάγῃσιν“ (Φ 127), ὅτι καὶ τοῦτο

### book 191b.3

οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν. A

### book 192a.1

〈ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα:〉 ὅτι

### book 192a.2

Διός ἐστιν ἄγγελος. | εἰκότως δὲ θαρσυνθεὶς οὐ μηκύνει τὸν πρὸς Μενέ‐

### book 192a.3

λαον λόγον. b(BCE3E4)

### book 192b.1

θεῖον κήρυκα: ἐπεὶ Διός εἰσιν ἄγγελοι. ἢ ὅτι ἐκ τοῦ

### book 192b.2

Ἑρμοῦ κατάγεται τὸ γένος τῶν κηρύκων. T

### book 193a.1

〈ὅττι τάχιστα:〉 ὅττι τάχιστα ποιητικόν, ὅσον

### book 193a.2

τάχος Ἀττικοί, ὡς τάχος ἡ συνήθεια. b(BCE3E4)T

### book 193b

Μαχάονα: οὐ μεταπέμπεται ἄμφω, ὅτι ὁ μὲν περὶ τὰ

### book 193b

τραύματα ἦν, ὁ δὲ περὶ τὰ ἄλλα νοσήματα. b(BCE3E4)T

### book 194.1

φῶτ’ Ἀσκληπιοῦ υἱόν: οὐ περιττὸς ὁ στίχος, ἐλπίδα

### book 194.2

ὑποκαίων τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλ‐

### book 194.3

λοντι. b(BCE3E4)T

### book 195a

ὄφρα ἴδῃ Μενέλαον: ὁ ἀστερίσκος καὶ ὁ ὀβελός, ὅτι νῦν

### book 195a.1

παρέλκει· ὁρᾷ γὰρ ὁ κῆρυξ τὴν χρείαν τοῦ Μαχάονος. | Μαχάων δὲ

### book 195a.2

οὗτος υἱὸς Ἀσκληπιοῦ †καὶ Ἀρσινόης—κατὰ δὲ Ἡσίοδον

### book 195a.3

(fr. 53 M.—W.) Ξάνθης. | Ἀσκληπιὸς δὲ εἴρηται παρὰ τὸ ἀσκεῖν καὶ

### book 195a.5

ἤπια τὰ μέλη ποιεῖν. A

### book 195.1

ὄφρ〈α〉 ἴδῃ Μενέλαον: θορυβούμενος πέρα τοῦ δέοντος

### book 195.2

φέρεται. οὐ περιττὸς οὖν ὁ στίχος τὸ „ὅν τις ὀϊστεύσασ“ (Δ 196), μι‐

### book 195.3

μούμενος τὸ ἦθος τῶν τεταραγμένων. b(BCE3E4)T

### book 195c

〈Ἀτρέος υἱόν:〉 γράφεται „ἀρχὸν Ἀχαιῶν“. Aim

### book 196

τόξων εὖ εἰδώς: ἀντὶ τοῦ 〈τόξων〉 εἰδήμων. T

### book 198

〈οὐδ’—ἀπίθησεν:〉 ἀντὶ τοῦ ἠθέλησεν. Til

### book 199.1

βῆ δ’ ἰέναι: τὸ „βῆ δὲ θέειν“ (Β 183 al.) ἀνοίκειον τῷ

### book 199.2

παπταίνοντι. οὐδὲ τὴν ἔφοδον δὲ αὐτοῦ ἐσιώπησεν. b(BCE3E4)T

### book 200a1.1

παπταίνων: πέτω πτῶ πταίω παπταίνω. πανταχόσε

### book 200a1.2

ῥίπτων τοὺς ὀφθαλμούς. T

### book 200a2.1

ὄπτω πτῶ πταίω πταίνω. b(BCE3) ἦν δὲ παν‐

### book 200a2.2

ταχόσε τοὺς ὀφθαλμοὺς ῥίπτων, ὡς μὴ λάθοι αὐτόν. b(BCE3E4)

### book 200b

παπταίνων: πέτω πτῶ πταίω πταίνω, καὶ κατὰ ἀνα‐

### book 200b

διπλασιασμὸν παπταίνων, | ὁ πανταχόσε περιβλεπόμενος. A

### book 203

〈προσηύδα:〉 γράφεται „ἀγόρευεν“. Aim

### book 205a.1

ὄφρα ἴδῃ Μενέλαον: ὁ ἀστερίσκος, ὅτι νῦν δεόντως

### book 205a.2

λέγεται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος. A

### book 205b1

〈ἴδῃ:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς, ἴδῃ. Aim

### book 205b2

ἄνευ τοῦ ς. Til

### book 206.1

ὅν τις ὀϊστεύσας 〈ἔβαλεν〉: ἡ διπλῆ, ὅτι ἐκ βολῆς

### book 206.2

ἔτρωσεν, πρὸς τὸ „αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆσ“ (Δ

### book 206.3

140). A

### book 207a.1

Τρώων ἢ Λυκίων: Τρώων πρὸς σύστασιν τῆς μάχης,

### book 207a.2

Λυκίων ὡς ἀρίστων συμμάχων. b(BCE3E4)T

### book 207b.1

〈τῷ μὲν κλέος,〉 ἄμμι δὲ πένθος: ἑκάτερον καθ’ ἑαυτό·

### book 207b.2

λείπει γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις. A

### book 207c.1

τῷ μὲν κλέος, ἄμμι δὲ πένθος: οὐ διακόνου ὁ λόγος,

### book 207c.2

φίλου δὲ καὶ συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς

### book 207c.3

Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ. b

### book 207c.4

(BCE3E4)T

### book 208a.1

ὣς φάτο, 〈τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε〉:

### book 208a.2

ἡ διπλῆ πρὸς τὸ ὄρινεν, ἀντὶ τοῦ κατὰ ψυχὴν ἐκίνησεν. ἡ δὲ ἀναφορὰ

### book 208a.3

πρὸς τὸ „ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν“ (Γ 395),

### book 208a.4

ὅτι οὐκ ἔστιν ἐθύμωσεν, ὡς ὁ διασκευάσας ἐκλαβὼν ἔταξεν τοὺς ἑξῆς

### book 208a.5.1

εἴκοσι 〈τρεῖσ〉 στίχους (sc. Γ 396—418), ἀλλ’ ἀντὶ τοῦ ἐκίνησε καὶ

### book 208a.5.2

παρώρμησε κατὰ τὸ ἐρωτικόν. A

### book 208b.1

τῷ δ’ ἄρα θυμόν: περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν

### book 208b.2

σπουδήν. b(BCE3)T

### book 211-2a.1

〈βλήμενος ἦν, περὶ δ’ αὐτὸν〉 ἀγήγεραθ’ ὅσσοι

### book 211-2a.2

ἄριστοι 〈/ —ἰσόθεος φώσ〉: ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγ‐

### book 211-2a.3

ματα οὐ λυπεῖ περιγραφόμενα, ἀπόλλυσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν

### book 211-2a.4

γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι. b(BCE3)T

### book 211-2b.1

βλήμενος ἦν· 〈περὶ δ’ αὐτὸν ἀγήγεραθ’ ὅσσοι

### book 211-2b.2

ἄριστοι / κυκλόσ’〉: ὑποστικτέον εἰς τὸ ἦν (211) καὶ κυκλόσε

### book 211-2b.3

(212), ὧν ἡ δευτέρα ἀνυπόκριτός ἐστιν. διὰ μέσου δὲ ταῦτα. A

### book 211

〈βλήμενος:〉 ἀπὸ τοῦ ἐβλήμην. Til

### book 212a1.1

κυκλός’ {ὁ δ’ ἐν μέσοισι παρίστατο}: Ἀρίσταρχος μὲν

### book 212a1.2

ὀνοματικῶς, ἵν’ ᾖ ἀγηγέρατο κύκλος, ὁμοίως τῷ „ἀγρόμενοι πᾶς

### book 212a1.3

δῆμοσ“ (Υ 166)· τοιοῦτο γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι.

### book 212a1.4

Νικίας (fr. 4 B.) δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 44 B.) κυκλόσε, ὡς

### book 212a1.5.1

„πόσε φεύγετε“ (Π 422), ὅπερ καὶ πιθανώτερον· οὐ γὰρ δύναται ἐν‐

### book 212a1.5.2

τελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει

### book 212a1.5.3

γάρ τι· διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστίθησι τὸ γενόμενοι. εἰ δὲ

### book 212a1.5.4

προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ

### book 212a1.5.5

τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον. εἰ δέ τις λέγοι „διὰ τί

### book 212a1.10.1

γὰρ τὸ ‘ἀγρόμενοι πᾶς δῆμοσ‘ εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ

### book 212a1.10.2

ἀγηγέρατο κύκλος;“, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ

### book 212a1.10.3

σημαινομένῳ πληθυντικόν. τῷ οὖν σημαινομένῳ ἡ σύνταξις ἐγένετο,

### book 212a1.10.4

ὡς καὶ ἐπὶ τοῦ „ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο“ (Ο 305). οὔ

### book 212a1.10.5

γε μὴν ὁ κύκλος ἔχεται τούτου τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ

### book 212a1.15

τοιαύτη σύνταξις ἐπ’ αὐτῷ δύναται γενέσθαι. A

### book 212a2.1

〈κυκλός’:〉 ὁ μὲν Ἀρίσταρχος „κύκλοσ“ γράφει καὶ τὸ

### book 212a2.2

ὥς ἐκδέχεται. ὁ δὲ Ἡρωδιανὸς (2,44,25) κυκλόσε, ὃ καὶ ἄμεινον. b

### book 212a2.3

(BCE3)

### book 212a3.1

κύκλος: οὕτως Ἀρίσταρχος, καὶ λείπει τὸ ὥς. Ἡρω‐

### book 212a3.2

διανὸς δὲ „κυκλόσε“. T

### book 212b.1

ἰσόθεος φώς: διὰ τὴν τέχνην· b(BCE3E4)T ἀπὸ

### book 212b.2

γὰρ τοῦ Ἀπόλλωνος τὴν τοιαύτην δεδιδαγμένος ἦν τέχνην. T

### book 213a.1

αὐτίκα δ’ ἐκ ζωστῆρος: καλῶς παραχρῆμα αὐτὸν ἔχε‐

### book 213a.2

σθαι τοῦ ἔργου φησίν. b(BCE3)T

### book 213b1

〈εἷλκεν·〉 Ἀρίσταρχος Ἰακῶς „ἕλκεν“, καὶ αἱ πλείους. Aim

### book 213b2

τὸ δὲ „ἕλκεν“ Ἰακῶς εἴρηται. b(BCE3)

### book 213c.1

〈εἷλκεν ὀϊστόν:〉 τρεῖς βελουλκίας οἶδεν· ἐξολκήν, ὡς ἐπὶ

### book 213c.2

Μενελάου, ἐκτομήν, ὡς ἐπ’ Εὐρυπύλου (cf. Λ 844), διωσμόν, ὡς ἐπὶ

### book 213c.3

Διομήδους (cf. Ε 112). b(BCE3E4)T

### book 214a

τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν: τὸ πάλιν εἰ μὲν τοῖς

### book 214a.1

ἡγουμένοις συντάττοιμεν, ἔσται τὸ ἄγεν ἀντὶ τοῦ κατεάχθησαν, ὡς

### book 214a.2

„νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφοσ“ (Γ 367), ἤτοι συνεσταλμένης τῆς

### book 214a.3

ἀρχῆς ποιητικῶς ἢ τοῦ ε ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς

### book 214a.5.1

προσδῶμεν αὐτό, ἔσται εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν.

### book 214a.5.2

A

### book 214b.1

〈τοῦ δ’ ἐξελκομένοιο〉 πάλιν ἄγεν ὀξέες ὄγκοι:

### book 214b.2

πάλιν ἄγεν εἰς τοὐπίσω ἀνεκάμφθησαν. εἰ δὲ στίξομεν εἰς τὸ πάλιν,

### book 214b.3

δύναται εἰς τοὐπίσω ἑλκομένου ἢ εἰς τοὐπίσω ἀνακαμπτομένου ἐν τῇ

### book 214b.4

ἐμπήξει ἐκλάσθησαν. | ἄδηλοι δὲ ἦσαν συνεσφιγμένοι, ἕως ἀφείθησαν.

### book 214b.5

b(BCE3E4)T

### book 216.1

ζῶμα τέ: ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα πα‐

### book 216.2

ραλέλοιπεν. A

### book 217.1

πικρὸς ὀϊστός: τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης

### book 217.2

αἴτιον μετήγαγεν. b(BCE3E4)T

### book 218a.1

αἷμ’ ἐκμυζήσας: τῷ μὴ πυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν

### book 218a.2

ἀπούλωσιν. b(BCE3E4)T

### book 218b

ἤπια φάρμακα εἰδώς: τρεῖς φαρμάκων ἰδέαι· ἐπίπαστα,

### book 218b.1

ὡς ἐπὶ Μενελάου· χριστά, „ἰοὺς χρίεσθαι χαλκήρεασ“ (α 262)· πότι‐

### book 218b.2

μα, ὡς ἐπὶ Ἑλένης (cf. δ 220—33) A b (BE3E4), T (bis) | καὶ τρεῖς

### book 218b.3

βελουλκίας οἶδεν· ἐξολκήν, ὡς ἐπὶ Μενελάου· ἐκτομήν, ὡς ἐπ’ Εὐ‐

### book 218b.5.1

ρυπύλου· διωσμόν, ὡς ἐπὶ Διομήδους. AT | ἤπια δέ, διότι νευρώ‐

### book 218b.5.2

δεις οἱ τόποι καὶ αἰσθητικοί· διὸ οὐ προσίεται τὰ δάκνοντα. b(BCE3

### book 218b.5.3

E4)T | εἰδὼς πάσσε ἤτοι εἰδήμων ὤν. b(BE3E4)

### book 219.1

τὰ οἵ ποτε πατρὶ〈—〉πόρε Χείρων: οὐκ

### book 219.2

ἐκεῖνα, ἀλλὰ τὰς δυνάμεις αὐτῶν b(BCE3E4)T Ἀσκληπιῷ

### book 219.3

δέδωκεν. T

### book 219

Χείρων εἷς τῶν Κενταύρων—Ποσειδῶνος. A

### book 221.1

τόφρα δ’ ἐπὶ Τρώων στίχες 〈ἤλυθον〉: διὰ τί οἱ

### book 221.2

Τρῶες, εἴπερ καταθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐκ ἐζήτουν τὸν

### book 221.3

βαλόντα, ἀλλ’ εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν

### book 221.4

βασιλέων πεπρᾶχθαι τὴν παράβασιν· b(BCE3E4)T καὶ εἰ μὲν

### book 221.5.1

τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων ἤλπιζον διὰ τὴν ἐπ’ ἐκείνῳ

### book 221.5.2

λύπην καταπεπτωκότων, εἰ δὲ μή, κἂν φθάσαι ἀόπλοις αὐτοῖς

### book 221.5.3

ἐμπεσεῖν. πῶς δὲ πάλιν ὁ Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ

### book 221.5.4

ἦν ἀναλαβεῖν τὸ πταῖσμα ἅπαξ Μενελάου τρωθέντος. b(BE3E4)T

### book 222a.1

{τεύχε’} ἔδυν: συσταλτέον· πληθυντικὸν γάρ ἐστι. τὸ

### book 222a.2

δὲ ἑνικὸν ἐκτατέον ἔδυν· „δῦ δέ μιν Ἄρησ“ (Ρ 210). ὅμοιόν ἐστιν

### book 222a.3

αὐτῷ καὶ τὸ „ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν“ (ε 481). εἰ δέ τις λέγοι

### book 222a.4

ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν,

### book 222a.5.1

οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστι τοῦτο

### book 222a.5.2

τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται

### book 222a.5.3

λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν·

### book 222a.5.4

ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν

### book 222a.5.5

ἐκόσμηθεν, κοσμηθέντος γάρ· „φάνεν δέ οἱ εὐρέες ὦμοι“ (ς 68), φανέντος

### book 222a.10.1

γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν,

### book 222a.10.2

ἐπεὶ δύντος. περὶ δὲ τοῦ „τῆς δ’ ἦν τρεῖς κεφαλαί“ (Hsd. th. 321) ἐν

### book 222a.10.3

τοῖς Περὶ ῥήματος (fr. 6 = 2, 792, 5) ἐροῦμεν. τὸ μέντοι γε ἔδυν

### book 222a.10.4

ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκα‐

### book 222a.10.5

τάληκτός ἐστιν, ἔγνων ἑάλων ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν

### book 222a.15

ἄρα καὶ ἔδυν. A

### book 222b.1

οἱ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν: συνῳκείωσε τὸν

### book 222b.2

λόγον τῇ τῶν ὁπλιζομένων σπουδῇ. | συσταλτέον δὲ τὸ ἔδυν·

### book 222b.3

πληθυντικὸν γάρ ἐστι συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ „ἀλλήλοισιν

### book 222b.4

ἔφυν“ (ε 481). αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν

### book 222b.5.1

τῆς γενικῆς τῆς μετοχῆς ἀπὸ τῆς δύντος καὶ φύντος ἔδυν καὶ ἔφυν.

### book 222b.5.2

b(BE3)T

### book 222b

χάρμης: χάρμη ἡ μάχη—τοῖς νικῶσιν. A

### book 223a.1

ἔνθ’ οὐκ ἂν βρίζοντα: τότε (cf. Δ 148—82) καταπε‐

### book 223a.2

σὼν τῇ φιλαδελφίᾳ νῦν ἀνοιστρεῖται τῇ προθυμίᾳ, καὶ τότε συμ‐

### book 223a.3

παθὴς καὶ νῦν συμπρακτικός· ἐπειδὴ γὰρ τὸ παράδοξον τῆς παραβά‐

### book 223a.4

σεως εἰς ἀθυμίαν αὐτοὺς ἐκάλει, διεγείρει αὐτούς. †προσευκτικὸν†

### book 223a.5

δὲ λίαν εἰς Ἀγαμέμνονα τὸν ἀκροατὴν ποιεῖ. b(BCE3E4)T

### book 223b1.1

ἔνθ’ οὐκ ἂν βρίζοντα: †ὑπεραποφαντικὸν† τοῦτο, ὅ

### book 223b1.2

ἐστι καταφατικόν. τὸ δὲ βρίζοντα ἀναπαυόμενον ἢ ἡσυχάζοντα. T

### book 223b2

βρίζειν δὲ τὸ ἀναπαύεσθαι. b(BCE3E4)

### book 223b2.1

βρίζοντα: βρίξαι κυρίως τὸ μετὰ βάρους τροφῆς ἀπο‐

### book 223b2.2

νυστάξαι. A

### book 223c.1

ἴδοις: {ὅτι} ἡ διπλῆ, ὅτι οὐ πρὸς ὑφεστὸς πρόσωπον,

### book 223c.2

ἀλλ’ ἀντὶ τοῦ ἴδοι τις ἄν. A

### book 224a.1

〈οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μά‐

### book 224a.2

χεσθαι:〉 βραχείας διαστολὰς θετέον, πτώσσοντα, μάχεσθαι.

### book 224a.3

Aim

### book 224b1.1

οὐδ’ οὐκ ἐθέλοντα: †ὑπεραποφαντικόν† ἐστι τοῦτο·

### book 224b1.2

αἱ γὰρ δύο ἀρνήσεις ἀντὶ μιᾶς εἰσι καταφάσεως. b(BCE3E4)

### book 224b2

ὁμοίως δὲ καὶ τὸ „οὐκ ἐθέλοντα“ †ὑπεραποφαντικόν. T

### book 226a.1

ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα: τῇ φιλοπονίᾳ

### book 226a.2

τοῦ σώματος δυσωπεῖ τοὺς ὁρῶντας, ὥς πού φησιν· „ἀλλὰ καὶ

### book 226a.3

αὐτοί περ πονεώμεθα“ (Κ 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας.

### book 226a.4

ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος

### book 226a.5

τοῖς Ἕλλησιν. b(BCE3E4)T

### book 226b.1

〈ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα:〉 ὅτι τὰ

### book 226b.2

ὀχήματα νῦν χωρὶς τῶν ἵππων ἅρματα εἴρηκεν. Aim

### book 228a

Εὐρυμέδων〈—Πειραΐδαο〉: ὅτι καὶ Ἀγαμέμνονος

### book 228a.1

καὶ Νέστορος ὁμώνυμος ἦν ἡνίοχος Εὐρυμέδων (cf. Θ 114. Λ 620). |

### book 228a.2

τὸ δὲ Πειραΐδαο ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν

### book 228a.3

τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων (fr. 11 P.) δὲ τρισυλ‐

### book 228a.5.1

λάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ

### book 228a.5.2

τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος, οἷον „Πανθοίδησ“

### book 228a.5.3

(Ξ 450), „Βοηθοίδησ“ (ο 95. 140), „Πηλείδησ“ (Α 223 al.)· οὐδ’ ἄρα

### book 228a.5.4

τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο

### book 228a.5.5

λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι καὶ ὅτι οὐκ ἔχομεν

### book 228a.10.1

τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι

### book 228a.10.2

πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. A

### book 228b.1

Πειραΐδαο: Πείραιος Πειραίδης, καὶ ἐν διαστάσει τοῦ

### book 228b.2

ι Πειραΐδης, ὡς Ἀλκαΐδης. b(BCE3E4)T

### book 229a1.1

τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν: ἔδει γὰρ

### book 229a1.2

δύναμιν εἰς τὴν μέλλουσαν ταμιεύεσθαι μάχην. T

### book 229a2.1

ἀναπαύει αὐτοῖς τὴν δύναμιν, εἰς τὴν μέλλουσαν τα‐

### book 229a2.2

μιευόμενος μάχην. b(BCE3E4)

### book 232.1

καί ῥ’ οὓς μὲν σπεύδοντας: ὅτι τὸ σπεύδοντας οὐχ

### book 232.2

οἷον ταχύνοντας, ἀλλ’ ἐνεργοῦντας καὶ κακοπαθοῦντας. „σπουδῇ δ’

### book 232

ἕζετο λαόσ“ (Β 99), μετὰ πάσης κακοπ〈αθείασ〉. A

### book 235a1.1

{οὐ γὰρ ἐπὶ} ψεύδεσσι: Ἀρίσταρχος ἀναγινώσκει

### book 235a1.2

„ψευδέσσι“ ὡς σαφέσσι: τοῦτο γάρ φησι θέλει δηλοῦν· οὐ γὰρ τοῖς

### book 235a1.3

ψεύσταις Τρωσὶ βοηθεῖ ὁ Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα πα‐

### book 235a1.4

ραλαβεῖν, ψεύδεσσιν ἀνέγνωμεν ὡς „βέλεσσιν“ (Α 42 al.), ἵνα ἀπ’

### book 235a1.5.1

εὐθείας ᾖ ἡ κλίσις· „ψεῦδος †οὐκ ἐρέει“ (γ 20). οὕτως δὲ καὶ Πτολε‐

### book 235a1.5.2

μαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.) συγκατατίθεται Ἀριστάρχῳ. ὁ

### book 235a1.5.3

μέντοι γε Ἑρμαππίας ἀναγινώσκει ψεύδεσσιν ὡς „τείχεσσιν“ (Η

### book 235a1.5.4

135), ἐπεὶ οὐδέποτε, φησίν, οἶδεν ὁ ποιητὴς ἁπλοῦν τὸ ψευδής, ἐν

### book 235a1.5.5

δὲ συνθέτῳ, „φιλοψευδήσ“ (Μ 164), „Ἀψευδήσ“ (Σ 46)· ἢ οἶδεν

### book 235a1.10.1

ἑτέρως λεγόμενον τὸ „ψεῦσταί τ’ ὀρχησταί τε“ (Ω 261), συνεχῶς

### book 235a1.10.2

δὲ τὸ ψεῦδος· „ὦ γέρον, οὔτι ψεῦδοσ“ (Ι 115), „ψεῦδος δ’ οὐκ ἐρέει“

### book 235a1.10.3

(γ 20), „ἴσκε ψεύδεα πολλά“ (τ 203). ταῦτα ὁ Ἡρωδιανός (2,45,23).

### book 235a1.10.4

καὶ μᾶλλον π〈ε〉στέον Ἀριστάρχῳ ἢ τῷ Ἑρμαππίᾳ, εἰ καὶ δοκεῖ

### book 235a1.10.5

ἀληθεύειν. A

### book 235a2.1

{οὐ γὰρ ἐπὶ} ψευδέσσι: Ἀρίσταρχος ἐπιθετικῶς ὡς

### book 235a2.2

σαφέσι. Ἑρμαπίας προσηγορικὸν ὡς „βέλεσι〈ν〉“ (Λ 657. π 277). T

### book 235-9.1

〈οὐ γὰρ ἐπὶ— / ἄξομεν ἐν νήεσσιν:〉

### book 235-9.2

στρατηγικὸς ὁρᾶται, ὃς τὴν αἰτίαν τῆς ἀθυμίας ἐλπίδα νίκης ὑπέγρα‐

### book 235-9.3

ψεν. ἐν βραχεῖ δὲ προὔτρεψε δύο προβαλών, θεοῦ βοήθειαν καὶ

### book 235-9.4

λαφύρων ἐλπίδα. | ἡ δὲ ἐπί (235) πρὸς τὸ ἀρωγός (235). b(BCE3

### book 235-9.5

E4)T

### book 236a1

〈πρότεροι:〉 καὶ οὗτοι γὰρ παρὰ τοὺς ὅρκους ποιοῦσιν.

### book 236a1

ἐκεῖνοι δὲ ἦρξαν. Til

### book 236a2.1

καὶ οὗτοι παρὰ τοὺς ὅρκους ποιοῦσιν, ὅτι πρότεροι

### book 236a2.2

τῆς μάχης ἦρξαν. b(BCE3E4)

### book 238a1

〈ἡμεῖς δ’ αὖτ’:〉 Ἀρίσταρχος χωρὶς τοῦ δέ. Aint

### book 238a2

ἡμεῖς ἄνευ τοῦ †μέν. Til

### book 240.1

οὕστινας αὖ μεθιέντας: εἰκὸς γὰρ ἐνίους ἀγνοεῖν τὸ

### book 240.2

πραχθέν. b(BCE3E4)T

### book 241.1

χολωτοῖσιν: τοῖς ἀπὸ κινήσεως λεγομένοις χολῆς ἢ πρὸς

### book 241.2

χολὴν τοὺς ἀκούοντας ἄγουσιν. b(BCE3E4)T

### book 242.1

ἰόμωροι: οἱ μὲν ἰῶν φύλακες, b(BCE3E4)T ἐν πλεο‐

### book 242.2

νασμῷ τοῦ μ. T ἐπονείδιστον δὲ τὸ μόνον τοξεύειν. ἀμέλει δὲ

### book 242.3

εἰδότες οὐ τοξεύουσιν. οἱ δὲ περὶ ἰοὺς πεπονημένοι. | τετάρακται δὲ

### book 242.4

τῇ Μενελάου λύπῃ b(BCE3E4)T | ἢ περὶ τὴν μάχην καὶ τὸν πό‐

### book 242.5

λεμον ἀναστρεφόμενοι. T

### book 243a.1

ἕστητε: Πτολεμαῖος (p. 44 B.) ψιλοῖ, ἐπεὶ γίνεται

### book 243a.2

στῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε

### book 243a.3

οὐκ ἔστιν, ἀλλ’ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ α εἰς η, στάτε δὲ

### book 243a.4

οὐ γίνεται· ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστιν τῷ ἑστήκα‐

### book 243a.5

μεν τὸ ἕστατε. A

### book 243b.1

〈ἕστητε:〉 ὅτι μετείληπται τὸ α εἰς τὸ η, ἀντὶ τοῦ

### book 243b.2

ἕστατε. Aim

### book 243c.1

τεθηπότες: εἰκὸς γὰρ ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι

### book 243c.2

αὐτούς. b(BCE3E4)T

### book 243-5a1.1

〈τεθηπότεσ〉 ἠΰτε νεβροὶ〈—ἑστᾶσ’〉:

### book 243-5a1.2

πρόχειρον γὰρ εἰς φυγὴν ἔλαφος. καμοῦσαι δὲ ἀλλήλαις ἐμπεπληγ‐

### book 243-5a1.3

μέναι ἵστανται ἠΰτε νεβροί. καὶ τὸ ἀπὸ τῆς ἡλικίας προσέλαβεν. T

### book 243-5a2.1

εὗρε δὲ εἰκόνα καὶ τὴν ἡλικίαν καὶ τὴν ἀνδρίαν ὀνειδίζου‐

### book 243-5a2.2

σαν· πρόχειρον γὰρ καὶ εἰς φυγὴν ἔλαφος. ἀλλὰ γὰρ καὶ καμοῦσαι

### book 243-5a2

μάτην ἐκπεπληγμέναι λοιπὸν ἵστανται. b(BE3E4)

### book 244a

〈αἵ:〉 τὸ „νεβροί“ (Δ 243) διχῶς. Til

### book 244b.1

πολέος πεδίοιο θέουσαι: ἡ διπλῆ διὰ τὸ ἐλλείπειν

### book 244b.2

τὴν διά πρόθεσιν, ἵν’ ᾖ διὰ πεδίου. A

### book 245a1

〈τίς σφι:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς, τίς σφι. Aim

### book 245a2

σὺν τῷ ς τὸ τίς. Til

### book 246a

〈ἕστητε:〉 ὅτι πάλιν ἀντὶ τοῦ ἕστατε. Aim

### book 246b.1

〈ἕστητε:〉 ἀντὶ τοῦ ἵστασθε, ὡς „ἐπίδρομον ἔπλετο

### book 246b.2

τεῖχοσ“ (Ζ 434). Til

### book 247a1.1

ἦ μένετε Τρῶασ〈—νῆεσ〉: ἀνδρίας παρασκευα‐

### book 247a1.2

στικὸν σωτηρίας ἀπόγνωσις. T

### book 247a2.1

ἀνδρίας ἐγερτικὸν ἅμα καὶ θάρσους σωτηρίας ἀπόγνω‐

### book 247a2.2

σις. b(BCE3E4)

### book 247-8a1.1

〈σχεδὸν ἐλθέμεν, ἔνθα τε νῆες / —θα‐

### book 247-8a1.2

λάσσης:〉 αἱ διαστολαὶ ἐλθέμεν (247), θαλάσσης (248). Aim

### book 247-8a2.1

σχεδὸν ἐλθέμεν〈—θαλάσσησ〉: καὶ εἰς τὸ

### book 247-8a2.2

ἐλθέμεν καὶ εἰς τὸ θαλάσσης βραχεῖα διαστολή. T

### book 247-8a3.1

βραχεῖα δὲ διαστολὴ καὶ εἰς τὸ θαλάσσης καὶ εἰς τὸ

### book 247-8a3.2

ἐλθέμεν. b(BCE3E4)

### book 249a.1

αἴ κ’ ὔμμιν: οὕτως τὸ αἴ κ’ ὔμμιν διὰ τοῦ κ δεῖ συν‐

### book 249a.2

αλείφειν· ἔστιν γὰρ Αἰολικὴ ἡ ἀντωνυμία. A

### book 249b.1

ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων:

### book 249b.2

ἐπεὶ ἔλεγεν „οὐ γὰρ ἐπὶ ψεύδεσσι b(BCE3E4)T πατὴρ Ζεὺς

### book 249b.3

ἔσσετ’ ἀρωγόσ“ (Δ 235) b(BCE3E4) καὶ „αὐτὸς ἐπισ〈σ〉είῃσι“

### book 249b.4

(Δ 167), T συμβουλεύει τὸν οἰκεῖον πόνον προσεπεισφέρειν

### book 249b.5.1

ὑπηρετοῦντας τῇ τοῦ θεοῦ βουλήσει· καὶ τὸ τραγικόν (Eur. fr.

### book 249b.5.2

432 N.2)· b(BCE3E4)T „αὐτός τι νῦν δρᾶ, †χοὔτως† δαίμονας

### book 249b.5.3

κάλει· / T τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει.“ τοῦτο οὖν

### book 249b

πρῶτος Ὅμηρος εἶπεν. b(BCE3E4)T

### book 250

〈κοιρανέων:〉 ἔργα πρέποντα βασιλεῖ ποιῶν. b(BCE3E4)

### book 251a.1

〈ἐπὶ Κρήτεσσι:〉 ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπὶ

### book 251a.2

Κρῆτας. Aint

### book 251b.1

ἐπὶ Κρήτεσσι: ἀντὶ τοῦ T πρὸς Κρῆτας· καὶ „ἐπ’

### book 251b.2

ἄνθεσιν“ (Β 89) ἀντὶ τοῦ πρὸς ἄνθη. | οὓς δὲ κατέλεξεν ἡ Ἑλένη

### book 251b.3

(cf. Γ 172—242), τούτους πάλιν ἡμῖν δηλοῖ, καὶ ὃ παραλέλοιπεν

### book 251b.4

ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ. b(BCE3E4)T

### book 251c.1

οὐλαμὸν [ἀνδρῶν]: συστρ[αφέντων] ἀπὸ τῆς εἰλή‐

### book 251c.2

σεως. T

### book 251c.1

ἀνὰ οὐλαμὸν ἀνδρῶν: ἀνὰ τὸν θόρυβον—

### book 251c.2

ἀνδρῶν. A

### book 253a.1

Ἰδομενεὺς μὲν 〈ἐνὶ προμάχοις συῒ εἴκελος

### book 253a.2

ἀλκήν〉: ἐπὶ τὸ τέλος τοῦ στίχου διαστολὴ βραχεῖα· κοινὸν γὰρ τὸ

### book 253a.3

„ὤτρυνε φάλαγγασ“ (Δ 254). A

### book 253b.1

συῒ εἴκελος: διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος.

### book 253b.2

ἢ ὅτι δεύτερος μετὰ λέοντα. Αἴας δὲ (e. g. Λ 548) καὶ Ἀγαμέμνων

### book 253b.3

(e. g. Λ 113) καὶ Ἀχιλλεὺς (e. g. Υ 164) εἰς λέοντος εἰκόνα φέρονται

### book 253b.4

ἀλκιμωτάτου ζῴου. b(BCE3E4)T

### book 254.1

πυμάτας ὤτρυνε φάλαγγας: οὐκ εἶπε συνῆν αὐταῖς.

### book 254.2

ἀλλ’ οἱονεὶ ἔρεισμα αὐτῶν. ἦσαν οὖν οἱ μὲν ἐχόμενοι ἔργου, οἱ δὲ

### book 254.3

παρασκευαζόμενοι. τὸν πλέονα δὲ πόνον ἀναδέχεται καὶ †τὸ τιμιώ‐

### book 254.4

τερον ἐξίστησι† τῷ βασιλεῖ. τινὲς δὲ πύματα τὰ ἀριστερὰ τῆς πα‐

### book 254.5

ρατάξεως. b(BCE3E4)T

### book 254.1

φάλαγγας: τάξεις τῶν στρατιωτῶν—φάλαγγας

### book 254.2

καλοῦμεν. A

### book 257.1

περὶ μέν σε τίω: τῶν τιμῶν αὐτὸν ὑπομνήσας προθυ‐

### book 257.2

μότερον εἰς τὸ παρὸν ποιεῖ, b(BCE3E4)T τῶν αὐτῶν ἐφιέμενον

### book 257

πάλιν. b(BCE3E4)

### book 258a.1

ἠμὲν ἐνὶ πτολέμῳ: πτολέμῳ τῇ διαιρέσει τῶν

### book 258a.2

λαφύρων. b(BCE3E4)T

### book 258b.1

ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ: ἀλλοίῳ προεδρίᾳ, συμβουλῇ.

### book 258b.2

ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς „θεὸς ὥσ“ (Γ 230),

### book 258b.3

Αἴας „ἕρκος Ἀχαιῶν“ (Γ 229), Ἀγαμέμνων ἀγαθὸς βασιλεύς (cf. Γ

### book 258b.4

179), Ὀδυσσεὺς δόλιος (cf. Γ 202). b(BCE3E4)T

### book 259.1

ἠδ’ ἐν δαίθ’, 〈ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον〉:

### book 259.2

τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἔτι νῦν παρὰ Κυμαίοις.

### book 259.3

γερούσιον δὲ τὸν τοῖς ἐντίμοις διδόμενον· κατελείπετο γάρ τι τῶν

### book 259.4

λαφύρων εἰς τὰς κοινὰς εὐωχίας. b(BCE3E4)T

### book 260a1

〈ἐνὶ κρητῆρσι:〉 Ἀρίσταρχος ἑνικῶς „ἐνὶ κρητῆρι“. Aim

### book 260a2

„κρητῆρι“ ἑνικῶς. Til

### book 262a.1

δαιτρὸν πίνωσιν, 〈σὸν δὲ πλεῖον δέπας αἰεί〉: ὅτι

### book 262a.2

διὰ παντὸς αἱ τράπεζαι παρέκειντο καὶ πλήρη τὰ ποτήρια τοῖς ἐν τιμῇ

### book 262a.3

ἔκειτο, τοῖς δὲ ἄλλοις πρὸς μέρος ἐνεχεῖτο. A

### book 262b

〈δαιτρόν:〉 μεριστόν, διαιρετόν. Til

### book 266.1

ἐρίηρος ἑταῖρος· συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀρι‐

### book 266.2

στεύσειν ὑπισχνεῖται, ἀλλ’ οὐκ ἀδικήσειν τὴν ἑταιρίαν. b(BCE3)T

### book 269.1

{ἐπεὶ} σύν γ’ ὅρκια {ἔχευαν}: διὰ τοῦ ν τὸ σύν γ’ ὅρκια· οὐ

### book 269.2

γὰρ συνῆπται. ἐπὶ δὲ τῶν συνθέτων αἱ μεταβολαί. A

### book 270

〈θάνατος καὶ κήδεα:〉 ἤλλακται ἡ τάξις. Til

### book 273a.1

ἦλθε δ’ ἐπ’ Αἰάντεσσι: ὅτι ἡ τάξις Ἰδομενέως πλησίον

### book 273a.2

Αἴαντος. πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον

### book 273a.3

(cf. Β 558). A

### book 273b

ἦλθε δ’ ἐπ’ Αἰάντεσσι: ἀντὶ τοῦ πρὸς Αἴαντας. T

### book 274a.1

νέφος εἵπετο πεζῶν: τινὲς νέφος τὸ ἄτακτον πλῆθός

### book 274a.2

φασιν. b(BCE3E4)T

### book 274b.1

νέφος: τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ

### book 274b.2

λέξει περιέλαβεν εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μετα‐

### book 274b.3

φορᾶς καὶ εἰκόνα πεποίηκεν. A b (BCE3E4)T

### book 275-8.1

αἰπόλος ἀνήρ〈—λαίλαπα πολλήν〉: ὑψίνο‐

### book 275-8.2

μοι γὰρ αἱ αἶγες καὶ δύσριγοι. καλῶς δὲ ἀπὸ ὕψους ὁρᾷ, οὐδενὸς ἐπι‐

### book 275-8.3

προσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ

### book 275-8.4

Ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό· αὐτὸς γὰρ μάλιστα συνάγει νέφη

### book 275-8.5.1

καὶ δεινὴν χειμῶνος ἀπειλήν, Εὖρος δὲ καὶ Νότος χειμῶνα παύουσι

### book 275-8.5.2

διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν. παρεικάζει δὲ τὸν μὲν Αἴαντα

### book 275-8.5.3

Ζεφύρῳ, τὸν δὲ στρατὸν νέφει, τοὺς δὲ Τρῶας τῷ ποιμένι. b(BCE3E4)

### book 275-8.5.4

T

### book 276

Ζεφύροιο: ὅτι ἀπὸ τοῦ—οἱ ἀρχαῖοι. A

### book 277a1.1

τῷ δέ τ’ ἄνευθεν ἰόντι 〈μελάντερον ἠΰτε πίσσα〉:

### book 277a1.2

ὅτι ἰδίως εἴρηκεν οὔτε μελάντερον πίσσης οὔτε μέλαν ὡς πίσσα, κέ‐

### book 277a1.3

χρηται δὲ τῷ συγκριτικῷ ἀντὶ ἁπλοῦ. | τὸ δὲ ἰόντι Ἀρίσταρχος διὰ

### book 277a1.4

τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ι. | στικτέον δὲ μετὰ τὸ μελάντερον,

### book 277a1.5.1

ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε πίσσα, ἵν’ ᾖ· τῷ αἰ‐

### book 277a1.5.2

πόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ καταφαίνεται τὸ νέφος

### book 277a1.5.3

καὶ ὅμοιον πίσσῃ. A

### book 277a2.1

ἐόντι: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἰόντι“, κα‐

### book 277a2.2

κῶς. T

### book 277a3

Ἀρίσταρχος ἐόντι. Aim

### book 277b1.1

μελάντερον ἠΰτε πίσσα: μέλαν, | ὡς „ἀδινώτερον ἤ τ’

### book 277b1.2

οἰωνοί“ (π 216). ἢ τῶν ἄλλων νεφῶν μελάντερον. T

### book 277b2

ὡς „ἀδινώτερον“. μελάντερον δέ ἐστι τῶν ἄλλων νεφῶν. b

### book 277b2

(BCE3E4)

### book 278.1

λαίλαπα: τὴν μεθ’ ὑετοῦ αὔραν· „ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα

### book 278.2

κελαινὴ βέβριθε χθών“ (Π 384). b(BCE3E4)T

### book 279.1

ὑπό τε σπέος ἤλασε μῆλα: κύουσα γὰρ ὄϊς, ἐὰν ἔξω

### book 279.2

ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. A b (BCE3E4)T

### book 281.1

πυκιναί: πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται. b

### book 281.2

(BCE3E4)T

### book 282a

κυάνεαι 〈σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι〉: ὅτι

### book 282a.1

Ζηνόδοτος γράφει „ἡρώων σάκεσιν“. γέγονεν δὲ ἀντιπαράθεσις τοῦ

### book 282a.2

μέλανος νέφους (cf. Δ 277) πρὸς τὸ κυάνεαι. | τοῦτο δὲ οἷον πυκναί

### book 282a.3

(cf. Δ 281)· αἱ γὰρ ἀραιαὶ νεφέλαι διαυγεῖς. | διασταλτέον δὲ βραχὺ

### book 282a.5.1

ἐπὶ τὸ σάκεσίν 〈τε〉, ἵνα διὰ μὲν τὰ ὅπλα καταπληκτικαὶ ὦσι, τοῖς δὲ

### book 282a.5.2

δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα. A | ἡ

### book 282a.5.3

ἑτέρα δὲ τῶν Ἀριστάρχου „βεβριθυῖαι“ εἶχεν. AAim καὶ μήποτε

### book 282a.5.4

λόγον ἔχει, ὡς ἐκεῖ „βεβρίθει δὲ σάκεσ〈σ〉ιν“ (π 474). A

### book 282b.1

〈κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι〉 πεφρικυῖαι: ὠρθω‐

### book 282b.2

μέναι. καὶ „ἔφριξεν δὲ μάχη“ (Ν 339). | βραχὺ δὲ διασταλτέον εἰς τὸ

### book 282b.3

σάκεσίν τε· ἐξ αὐτῶν γὰρ ἦσαν μέλαιναι, ἐκ δὲ τῶν δοράτων

### book 282b.4

ὠρθωμέναι. b(BCE3E4)T | Ἀρίσταρχος δὲ „βεβριθυῖαι.“ | τὸ δὲ

### book 282b.5

πεφρικυῖαι ἐκ τοῦ φρίσσω. T

### book 285.1

Ἀργείων ἡγήτορε: τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ

### book 285.2

ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις. A b (BCE3)T

### book 286a.1

σφῶϊ μέν· 〈οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω〉:

### book 286a.2

διαστολὴ ἐπὶ τὸν μέν, ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. A

### book 286b

σφῶϊ μέν· 〈οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω〉:

### book 286b.1

εἰς τὸ μέν διαστολή, εἰς δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. τὸ δὲ ἑξῆς,

### book 286b.2

ὑμᾶς μὲν οὔτι κελεύω μάχεσθαι· οὐ γὰρ ἔοικεν ὀτρυνέμεν ὑμᾶς. b

### book 286b.3

(BCE3)T | καὶ Ἰδομενέα μὲν τῆς τιμῆς καὶ τοῦ γέρως ὑπέμνησε, τοὺς

### book 286b.5.1

δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο. b(BE3)T τινὲς δὲ τὸ σφῶϊ ἀντὶ

### book 286b.5.2

δοτικῆς. T

### book 287

〈λαόν:〉 τὸν Ἑλληνικόν. Til

### book 289a.1

τοῖος πᾶσιν θυμός: πᾶσι τοῖς ἡγεμόσιν, ἵνα πρὸς τοὺς

### book 289a.2

ὁμοτίμους ἡ σύγκρισις ᾖ. b(BCE3E4)T

### book 289b.1

τοῖος πᾶσιν θυμός: ἐπὶ δὲ Νέστορος „τοιοῦτοι δέκα μοι

### book 289b.2

συμφράδμονεσ“ (Β 372). μᾶλλον οὖν φρόνησιν ἐπαινῶν φαίνεται. b

### book 289b.3

(BCE3E4)T

### book 295-6.1

Πελάγοντα〈—Βίαντα〉: Πελάγων, Ἀλάστωρ,

### book 295-6.2

Βίας καὶ ἐν Τρωσί (cf. Ε 695. 677. Υ 460). b(BCE3)T

### book 295.1

ἀμφὶ μέγαν Πελάγοντα 〈Ἀλάστορά τε Χρομίον τε〉:

### book 295.2

ὅτι τρίτος οὗτος Χρομίος Πύλιος. πρὸς τὰ Πυλαιμένους. | οὗτοι δὲ

### book 295.3

ταξιάρχαι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ. A

### book 296

〈αἵμονά τε κρείοντα:〉 ἄδηλον, ποῖον κύριόν ἐστιν. Til

### book 297-9.1

ἱππῆας μὲν πρῶτα〈—ἔλασσεν〉: οὐ δεόντως,

### book 297-9.2

φασί, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι κινδύνου ὄντος, εἰ τροπὴ γέ‐

### book 297-9.3

νοιτο τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν φάλαγγα.

### book 297-9.4

ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑποχωρούν‐

### book 297-9.5.1

των διϊστάμενοι δέχοιντο αὐτούς—ἀλλαχοῦ φησι· „τί δ’ ὀπιπεύεις

### book 297-9.5.2

πολέμοιο γεφύρας;“ (Δ 371)—καὶ πάλιν ἑνούμενοι ὡσεὶ τεῖχος δέχοιντο

### book 297-9.1

τοὺς πολεμίους ἐπιόντας· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλεν.

### book 297-9.2

τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρατος

### book 297-9.3

λαμβάνουσιν, τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων

### book 297-9.10.1

καὶ ὑπ’ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν

### book 297-9.10.2

ἐπιτάσσων b(BCE3E4)T περὶ τοῦ πολέμου· ἄλλως δὲ οὐκ ἠδύ‐

### book 297-9.10.3

ναντο ἕκαστοι κατὰ ἡγεμόνα τοὺς ἱππέας ἔχειν ἐπὶ τοῦ δεξιοῦ κέρως,

### book 297-9.10.4

μιᾶς παρατάξεως ἐξ ὅλων οὔσης καὶ συνεχοῦς. T

### book 297-9

ἱππῆας μὲν πρῶτα: πρώτους εἰκὸς εἰρῆσθαι—ἀναγ‐

### book 297-9.15

καίῃ πολεμίζῃ· | ἐπὶ γὰρ μετώπου—κακὸν ἔβαλλεν. A

### book 297-8.1

ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, /

### book 297-8.2

πεζοὺς δ’ ἐξόπιθε στῆσεν: βραχὺ διασταλτέον ἐπὶ τὸ ὄχεσφι·

### book 297-8.3

κοινὸν γὰρ τὸ στῆσε (298). Aint b(BCE3)T

### book 299a.1

ἕρκος ἔμεν πολέμοιο: ὅπως τῶν ἱππέων ὑποχωρούν‐

### book 299a.2

των ὡσεὶ τεῖχος δέχοιντο τοὺς ἐπιόντας οἱ πεζοί. b(BCE3E4)T

### book 299b.1

κακοὺς δ’ ἐς μέσσον ἔλασσεν: ἵνα μιμοῖντο τοὺς ἔμ‐

### book 299b.2

προσθεν καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. ἤτοι δὲ τοὺς πάντων κακοὺς

### book 299b.3

ἢ τοὺς τῶν πεζῶν· οἱ δὲ ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς κακοὺς ἐμέσασεν.

### book 299b

b(BCE3E4)T

### book 299c.1

〈ἔλασσεν:〉 οὕτως Ἀρίσταρχος ἔλασσεν. ἄλλοι δὲ

### book 299c.2

„ἔεργεν“. Aint

### book 301a

〈ἱππεῦσιν μὲν πρῶτα:〉 ποῦ ὁ δέ; Til

### book 301b.1

ἱππεῦσιν μὲν πρῶτα: ἐπεὶ μὴ μεταβαίνει εἰς ἄλλην

### book 301b.2

φάλαγγα, οὐκ ἐπάγει τὸν δέ. T

### book 302.1

σφοὺς ἵππους ἐχέμεν: ἐπὶ τόπῳ τὰς φάλαγγας πολεμεῖν

### book 302.2

καὶ μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ καὶ τὸ λιποτακτεῖν ἀνεῖλε

### book 302.3

μηδὲ τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς b(BCE3E4)T μηδὲ

### book 302.4

τοῖς ἄλλοις· b(BCE3E4) ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ ἀπουσίᾳ

### book 302.5

λυμαίνεται τὴν τάξιν. b(BCE3E4)T

### book 303a.1

〈μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθώς:〉

### book 303a.2

ὅτι ἀπέστροφε τὸν λόγον διὰ τῶν ἑξῆς (sc. Δ 304—9), σχηματίσας ὡς

### book 303a.3

ἂν αὐτὸς ὁ Νέστωρ εἴποι. Aint

### book 303b.1

μηδέ τις ἱπποσύνῃ τε: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ

### book 303b.2

μιμητικὸν μέτεισιν. b(BCE3)T

### book 306.1

ἕτερ’ ἅρμαθ’ ἵκηται: τὰ τῶν πολεμίων· εἰ γὰρ ἐπὶ τῶν

### book 306.2

ὁμοφύλων, εἶπεν ἂν ἄλλα· πολλαὶ γὰρ αἱ τάξεις. b(BCE3E4)T

### book 307a.1

ἔγχει ὀρεξάσθω, 〈ἐπειῆ πολὺ φέρτερον οὕτω〉: ἡ

### book 307a.2

διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν

### book 307a.3

ἔγχει παταξάτω τις αὐτόν, ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν. καὶ

### book 307a.4

τὸ ἐπιλεγόμενον τοῦτο συνίστησιν, ἐπειῆ πολὺ φέρτερον οὕτω τὸ

### book 307a.5

ἕνα τεθνάναι ἢ τὴν ὅλην τάξιν συγχυθῆναι. A

### book 307b.1

〈ἔγχει ὀρεξάσθω:〉 ἐκ τοῦ παρεπομένου· οἱ γὰρ ἀπο‐

### book 307b.2

θνῄσκοντες ἐκτείνονται. b(BCE3)Til

### book 307c1.1

ἔγχει ὀρεξάσθω, ἐπειῆ πολὺ φέρτερον οὕτως:

### book 307c1.2

αἱρετώτερον ὡς πρὸς μεῖζον κακόν. καὶ ἀλλαχοῦ· „κακῶν δέ κε φέρτε‐

### book 307c1.3

ρον εἴη“ (Ρ 105) καὶ „ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι“ (μ 110). T

### book 307c2.1

αἱρετώτερον δέ φησι τοῦτο, ὅτι μεῖζον τὸ ἕτερον κακόν. b

### book 307c2.2

(BCE3)

### book 307c2

τοῦτο τὸ ῥῆμα κατὰ—ὅ ἐστι πολεμείτω. A

### book 307c2

πολὺ φέρτερον: κατὰ πολὺ κρεῖττον. A

### book 308a1.1

πόλεας: οὕτως Ἀρίσταρχος προπαροξύνει καὶ ἐπὶ τῶν

### book 308a1.2

πόλεων τὸ σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκα‐

### book 308a1.3

λωνίτης (p. 44 B.) λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν

### book 308a1.4

καὶ διὰ τοῦ ι, διὰ μὲν τοῦ ι „ἐκ πόλιος δ’ ἄλοχον“ (ι 41), „πολλέων ἐκ

### book 308a1.5.1

πολίων“ (Β 131. Ι 544), διὰ δὲ τοῦ ε πόλεως, „χρυσείην ἑκατὸν

### book 308a1.5.2

πόλεων“ (Ε 744). πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπὶ τῶν πό‐

### book 308a1.5.3

λεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A

### book 308a2

Ἡρωδιανὸς (2,45,39) διὰ τοῦ ε πόλεας. Aim

### book 308b.1

πόλιας καὶ τείχεα: ἤλλαξε τὴν τάξιν, πόλιας καὶ

### book 308b.2

τείχεα. | Ἀρίσταρχος „πόλεασ“· T ἐπαμφοτερίζει γὰρ ἡ χρῆσις

### book 308b.3

παρὰ τῷ ποιητῇ, ποτὲ διὰ τοῦ ε, ποτὲ διὰ τοῦ ι. b(BCE3E4)T

### book 308c.1

ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχε’ ἐπόρθουν:

### book 308c.2

τρία παρείληφε χρήσιμα, διάταξιν, ἀπειλήν, ζῆλον. b(BCE3E4)T

### book 310a1.1

ὣς ὁ γέρων ὤτρυνε: τοῦτο ὁ ποιητὴς λέγει καθ’ ἑαυ‐

### book 310a1.2

τό〈ν〉· οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἶναι διάνοιαν οἰομέ‐

### book 310a1.3

νοις ἐν τοῖς τρισὶ στίχοις· „ὧδε καὶ οἱ πρότεροι πόλεας / τόνδε νόον

### book 310a1.4

καὶ θυμόν“ / ὡς ὁ γέρων ὤτρυνε (Δ 308—10), οἷον τοῦτον τὸν

### book 310a1.5.1

τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον

### book 310a1.5.2

εἶναι τὸ διανόημα οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ

### book 310a1.5.3

τῶν προσώπων ποιεῖσθαι. A

### book 310a2.1

†νικᾶ δὲ ἀπὸ τοῦ „ὧδε καὶ οἱ πρότεροι“ (Δ 308) τοῦ

### book 310a2.2

ποιητοῦ φησιν. T

### book 310b1.1

πάλαι πολέμων εὖ εἰδώς: καὶ πρὸ τῶν Ἰλιακῶν εὐτυ‐

### book 310b1.2

χήσας τὴν πεῖραν τῶν πολεμίων. T

### book 310b2.1

εὐτύχησε γὰρ πολλαχοῦ, ὡς ἐν Ἤλιδι, καὶ πρὸ τούτου

### book 310b2.2

τοῦ Ἰλιακοῦ πολέμου. b(BCE3E4)

### book 313.1

ὦ γέρον, εἴθ’ ὡς θυμός: ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν

### book 313.2

εὐχήν. τιμᾷ οὖν αὐτὸν εὐχῇ. b(BCE3E4) T θυμός δὲ ἡ προαίρεσις.

### book 313.3

b(BCE3E4)Til

### book 315a

〈ὁμοίϊον:〉 ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον τὸ κακόν. Aim

### book 315b.1

γῆρασ〈—〉ὁμοίϊον: καὶ θάνατος ὁμοίϊος (cf. γ

### book 315b.2

236) καὶ „νεῖκος ὁμοίϊον“ (Δ 444), b(BCE3)T | τὸ ὁμοίως πᾶσι

### book 315b.3

χαλεπὸν | καὶ κοινῇ ἐπερχόμενον. T

### book 315b

ὁμοίϊον: ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ—πτολέ‐

### book 315b.5

μοιο. A

### book 316

〈κουροτέροισι:〉 τοῖς σου νεωτέροις. Til

### book 319a.1

〈ὣς ἔμεν,〉 ὡς ὅτε δῖον Ἐρευθαλίωνα: καὶ φιλόμυθος

### book 319a.2

ὢν ὁ γέρων ἄκρως κατεμέτρησε τὸν καιρόν 〈***〉· ἑξῆς δὲ αὐτὸν πληροῖ. b

### book 319a.3

(BCE3)T

### book 319b.1

ὣς ἔμεν ὡς ὅτε δῖον: Πύλιοι πρὸς Ἀρκάδας ἐπολέμουν

### book 319b.2

περὶ ὅρων γῆς. γίνεται δὲ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποτα‐

### book 319b.3

μόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμε‐

### book 319b.4

νον Νέστωρ ἀντιστὰς ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς †βαλλόμενος†

### book 319b.5.1

ἐκπεπήδηκε τοῦ περιορισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα

### book 319b.5.2

μᾶλλον ἔφασαν νικᾶν b(BCE3)T τὸν μὴ ἐξελθόντα τοῦ τόπου,

### book 319b.1

T καὶ συμβαλόντες ἐκ δευτέρου περιγράφουσι χωρίον, b(BCE3)

### book 319b.2

T καὶ ἀναιρεῖται ὑπὸ Νέστορος· T καὶ θάψαντες αὐτὸν

### book 319b.3

ἐπέγραψαν τῷ σήματι (I. G. M. 229 Preger)· „Ἐνθάδ’ Ἐρευθαλίωνι

### book 319b.10.1

φίλοι περὶ τύμβον ἔθηκαν, / Ἀρκαδίης †βασιλῆες†, γένος ἔξοχον

### book 319b.10.2

Ἀμφιδάμαντος, / οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.“ b

### book 319b.10.3

(BCE3)T ἱστορεῖ Ἀρίαιθος (FGrHist 316, 7). T

### book 319c1.1

κατέκταν: Πύλιοι καὶ Ἀρκάδες—δαμάσαντο.

### book 319c1.2

ἱστορεῖ Ἀρίαιθος. | κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου καὶ ἐν

### book 319c1.3

ἐκτάσει τοῦ α Δωρικῇ οὔσῃ, ὡς „ἔβαν ἐγώ“ (Soph. Ai. 868)· ἡ γὰρ

### book 319c1.4

χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι

### book 319c1.5.1

κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι

### book 319c1.5.2

κοινῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται

### book 319c1.5.3

Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει (fr. 625 N.2)· „οὐ τὸν σὸν ἔκταν πα‐

### book 319c1.5.4

τέρα πολέμιόν γε μήν“, Αἰσχύλος δὲ Παλαμήδει (fr. 181 N.2 = 305

### book 319c1.5.5

M. = 181 R.)· „τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης;“ καὶ ἐν Σεμέλῃ ἢ

### book 319c1.10.1

Ὑδροφόροις (fr. 221 N.2 = 359 M. = 221 R.)· „Ζεὺς ὃς κατέκτα τοῦτον“.

### book 319c1.10.2

ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν· „ἡμεῖς ἕρμα πόληος ἀπέκτα‐

### book 319c1.10.3

μεν“ (ψ 121), καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου

### book 319c1.10.4

παθητικοῦ κατὰ συγκοπήν· „οὐδέ τις Αἰγίσθου, ἀλλ’ ἔκταθεν ἐν με‐

### book 319c1.10.5

γάροισι“ (δ 537), καὶ μέσον δεύτερον ἀόριστον {ἐνεργητικόν}·

### book 319c1.15.1

„Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖροσ“ (Ο 437), ᾧ ἀκό‐

### book 319c1.15.2

λουθον ἀπαρέμφατον τὸ „κτάσθαι τε πολίτασ“ (Ο 558), μετοχαί τε

### book 319c1.15.3

σημαίνουσαι τὸ κτῆμι, ἥ τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε

### book 319c1.15.4

〈ἐνεργητικὸν〉 τὸ „κτάμεναι“ (Ε 301 al.). ὑγιῶς ἄρα Ἀρίσταρχος ἔκταν

### book 319c1.15.5

γράφει, ὡς ἔκταν ἐγώ. A

### book 319c2

οὕτως Ἡρωδιανὸς (2,46,7) μετὰ τοῦ ν, κατέκταν. Aim

### book 319c3

κατέκταν: μετὰ τοῦ ν ἐκτεταμένως· b(BCE3)T ἀπὸ

### book 319c3

γὰρ τοῦ κτῆμι δεύτερος ἀόριστος ἔκτην καὶ Δωρικῶς ἔκταν. T

### book 320a.1

ἀλλ’ οὔ πως 〈ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποι‐

### book 320a.2

σιν〉: ὁ ἀστερίσκος καὶ ὁ ὀβελός, ὅτι εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ

### book 320a.3

Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα, εὐλόγως ἂν ἔλεγεν ἅμα πάν‐

### book 320a.4

τα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου, ὅπου φησίν· „ἀλλ’ οὔ πως ἅμα

### book 320a.5.1

πάντα θεοὶ δόσαν ἀνθρώποισιν· / ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολε‐

### book 320a.5.2

μήϊα ἔργα, / ἄλλῳ δ’ ἐν στήθεσσιν“ (Ν 729—30. 732). A

### book 320b

〈πάντα:〉 λείπει τὸ ἡδέα. b(BCE3)Til

### book 321a.1

εἰ τότε κοῦρος ἔα, 〈νῦν αὖτέ με γῆρας ἱκάνει〉: οὐκ

### book 321a.2

εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν εὔβουλός εἰμι, διὰ τὸ φορτικόν· ἀντὶ δὲ

### book 321a.3

τῶν ἀρετῶν τὰς ἡλικίας ὑπήλλαξεν. b(BCE3E4)T τὸ δὲ ἔα ἀπὸ

### book 321a.4

τοῦ ἦν διῄρηται, ὡς ἧδε ἕαδε, ἥλη ἑάλη. T

### book 321b.1

〈γῆρας ἱκάνει:〉 Ἀρίσταρχος „γῆρας ὀπάζει“· ἐπείγει,

### book 321b.2

ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται. Aim

### book 322.1

〈ἱππεῦσι μετέσσομαι:〉 οὐ γὰρ δύναται πεζὸς μάχεσθαι

### book 322.2

διὰ τὸ γῆρας. b(BCE3E4)Til

### book 323a.1

〈βουλῇ καὶ μύθοισι:〉 ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βου‐

### book 323a.2

λῇ. b(BCE3E4)Til

### book 323b.1

τὸ γὰρ γέρας ἐστὶ 〈γερόντων〉: ἐν τούτῳ γὰρ

### book 323b.2

προέχουσιν οἱ γέροντες. T

### book 324a1

〈αἰχμάς:〉 πάντα ἀπὸ μέρους τὰ ὅπλα. b(BCE3E4)

### book 324a2

ἀπὸ μέρους τὸ πᾶν φησιν. Til

### book 324-5.1

〈νεώτεροι, οἵ περ ἐμεῖο /〉 ὁπλότεροι: ὅτι

### book 324-5.2

παραλλήλως νεώτεροι (324) μὲν ἀντὶ τοῦ νέοι, ὁπλότεροι (325)

### book 324-5.3

δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι· οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι

### book 324-5.4

εἴρηκεν τὸ ὁπλότεροι. τὸ δὲ νεώτεροι κατ’ ἀμφοτέρων τίθεται

### book 324-5.5

παρ’ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως. A

### book 327.1

εὗρ’ υἱὸν Πετεῶο: ἰστέον ὅτι τούτου—καὶ κατὰ

### book 327.2

πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο. A

### book 327-8.1

Μενεσθῆα πλήξιππον καὶ Ἀθηναῖοι μήστωρες

### book 327-8.2

ἀϋτῆς: δυνάμενοι κατὰ—μάχης. A | οὐκ ἐπεξεργάζεται δὲ τὸ

### book 327-8.3

τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι. AT

### book 328.1

〈ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι:〉 ἀπὸ κοινοῦ τὸ ἵσταν‐

### book 328.2

το. Til

### book 329.1

〈ἑστήκει:〉 οὕτως Ἀρίσταρχος Aim Ἰακῶς ἑστήκει.

### book 329.2

Aim Til

### book 330a.1

〈πὰρ δὲ Κεφαλλήνων:〉 ἴσως, ἐπεὶ Κέφαλος ὁ Δηΐονος

### book 330a.2

Ἀθηναῖος ὢν ᾤκισε τὴν Κεφαλ〈λ〉ηνίαν, συνετάγησαν αὐτῷ. Til

### book 330b1.1

οὐκ ἀλαπαδναί: διὰ τοῦ οὐκ ἀλαπαδναί ἀπολογία

### book 330b1.2

τῆς ἀργίας. T

### book 330b2.1

ὡς ἀπολογίαν τῆς ἀργίας ποιούμενος οὐκ ἀλαπαδνὰς

### book 330b2.2

αὐτάς φησιν. b(BCE3E4)

### book 331a.1

{ἕστασαν} οὐ γάρ πώ σφιν ἀκούετο: ὅτι τὸ ἀκούετο

### book 331a.2

ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤ‐

### book 331a.3

κουεν ἀντὶ τοῦ αὐτῶν. A

### book 331b.1

οὐ γάρ πώ σφιν ἀκούετο 〈λαὸς ἀϋτῆσ〉: ὁ λαὸς

### book 331b.2

γὰρ αὐτῶν οὔπω ἤκουσε τῆς βοῆς· οὐ γὰρ ἠλάλαξαν οἱ Τρῶες, ἵνα

### book 331b.3

μὴ νοηθῶσιν. b(BCE3E4)T

### book 333a1.1

〈Τρώων θ’ ἱπποδάμων:〉 Ἀρίσταρχος χωρὶς τοῦ

### book 333a1.2

θ „Τρώων ἱπποδάμων“. Aim

### book 333a2

χωρὶς τοῦ συνδέσμου. Til

### book 334a.1

ἕστασαν, ὁππότε πύργος: εἴτε διὰ τοῦτο ἕστασαν,

### book 334a.2

ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλ‐

### book 334a.3

λήνων, ἄμφω ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προληφθῆναι (οὐ γὰρ

### book 334a

μικρὰ καὶ τοῦτο βλάπτει) καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συν‐

### book 334a.5.1

τεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον,

### book 334a.5.2

ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν.

### book 334a.5.3

ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ „νῦν δὲ φίλως χ’ ὁρόῳτε, καὶ

### book 334a.5.4

εἰ δέκα πύργοι Ἀχαιῶν / b(BE3E4)T ὑμείων προπάροιθε

### book 334a.5.5

μαχοίατο“ (Δ 347—8). T

### book 334b.1

ὁππότε πύργος 〈Ἀχαιῶν〉: ἔν τισι γράφεται

### book 334b.2

„〈ὁππότε〉 κέν τις †ἀχαιῶν“. T

### book 334c.1

{ἕστασαν ὁππότε} πύργος: πύργος τάξις. συνέστηκε

### book 334c.2

δὲ ὁ πύργος ἐκ τριακοσίων ἑξήκοντα ἀνδρῶν. ὁ δὲ τρόπος μετα‐

### book 334c.3

φορά. A

### book 334-5a1.1

ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος

### book 334-5a1.2

ἐπελθών / Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο: {ὅτι} ἡ

### book 334-5a1.3

διπλῆ πρὸς τὸ σχῆμα, διότι ἐλλείπει ἡ ἐπί καὶ πτῶσις ἐνήλ〈λ〉ακται·

### book 334-5a1.4

ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. | †ὅτι δὲ† ἡ κατὰ Ἀρί‐

### book 334-5a1.5.1

σταρχον ἔχει. καὶ τὸ Ἀχαιῶν (334) ἄμεινον ἀκούειν ἐπ’ Ἀχαιούς·

### book 334-5a1.5.2

πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας, ἕως ἂν προεπιχειρήσωσιν

### book 334-5a1.5.3

αὐτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρα‐

### book 334-5a1.5.4

σπονδήσωσιν· διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ (= Seleuc.

### book 334-5a1.5.5

fr. 12 = fr. dub. ap. D.) φέρεται· „ἕστασαν, ὁππότε κέν τις ἐναντίον

### book 334-5a1.10

ἄλλος ἐπελθών / Τρώων ὁρμήσειε καὶ ἄρξειεν πολέμοιο.“ A

### book 334-5a2

τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπ’ Ἀχαιούς. Aim

### book 335.1

Τρώων ὁρμήσειε: λείπει ἡ κατά, ὡς „ὡρμήθη δ’ Ἀκάμαν‐

### book 335.2

τοσ“ (Ξ 488). θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς

### book 335.3

μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμε‐

### book 335

νοι σῶσαι· διὸ καὶ δόλιον αὐτὸν καλεῖ ὁ Ἀγαμέμνων (cf. Δ 339),

### book 335.5.1

ἐπεὶ οὐ φιλέλλην, ἀλλὰ φίλαυτος φωρᾶται. καὶ ὁ μὲν ἕνα πύργον

### book 335.5.2

περιμένει (cf. Δ 334), ὁ δὲ ὀνειδίζων „δέκα πύργοι Ἀχαιῶν“ (Δ

### book 335.5.3

347) φησιν. b(BE3E4)T

### book 338-9.1

ὦ υἱὲ Πετεῶο〈—κερδαλεόφρον〉: τὸν μὲν

### book 338-9.2

τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνεν, τῷ δὲ παρρησιαστικώτερον

### book 338-9.3

ὡς καὶ φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις δι’ αὐτοῦ μείζονα τὴν προτροπὴν

### book 338-9.4

ποιῶν. b(BCE3E4)T

### book 339a.1

καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε: μέσον γὰρ ὁ

### book 339a.2

δόλος, b(BCE3E4)T καὶ ἐπὶ μὲν τοῦ κακοῦ μόνως, b(BCE3E4)

### book 339a.3

ἐπὶ δὲ τοῦ ἀμφότερα εἰδότος „εἰδὼς παντοίους τε δόλους b(BCE3E4)

### book 339a.4

T καὶ μήδεα πυκνά“ (Γ 202). τὸ δὲ κεκασμένε T ἐπὶ κακοῦ,

### book 339a.5

ὡς τὸ „ἐκέκαστο / κλεπτοσύνῃ θ’ ὅρκῳ τε“ (τ 395—6). AT

### book 339b.1

〈κερδαλεόφρον:〉 ὅτι Ζηνόδοτος γράφει „φαίδιμ’ Ὀ‐

### book 339b.2

δυσσεῦ“. ἀσυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμος ἂν νῦν λέγοιτο. Aint

### book 340a1.1

καταπτώσσοντες: προτρεπτικὸν ἀνδρείου ἀνδρὸς

### book 340a1.2

ψυχῇ τὸ καταπτώσσειν λεγόμενον. T

### book 340a2.1

προτρεπτικὸν τὸ πτώσσειν ἀνδρείᾳ ψυχῇ λεγόμενον. b

### book 340a2.2

(BCE3E4)

### book 340b1.1

τίπτε καταπτώσσοντες: ᾔσθετο γὰρ †διὸ† ἀνεβάλ‐

### book 340b1.2

λοντο· διὸ καὶ δόλιον αὐτὸν καὶ κερδαλεόφρονα καλεῖ (cf. Δ 339).

### book 340b1.3

ὀνειδίζει οὖν τῆς μονῆς. T

### book 340b2.1

τοῦτο δέ φησιν, ὅτι καὶ τῆς βοῆς ᾔσθετο καὶ ἀνεβάλλετο.

### book 340b2.2

b(BCE3E4)

### book 341

σφῶϊν〈—〉ἐόντας: ἀντὶ τοῦ ἐοῦσιν. T

### book 342

μάχης καυστείρης: „ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς

### book 342

αἰθομένοιο“ (Ν 673). T

### book 343a

πρώτω γὰρ 〈καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο〉: ὅτι

### book 343a.1

συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὸς καὶ ἐπὶ τοῦ Μενεσθέως

### book 343a.2

κεκοινοποίηκεν· οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ γερόντων, ἀλλ’

### book 343a.3

Ὀδυσσεύς {διομήδης}, οὐδὲ σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται. καὶ ὅτι

### book 343a.5.1

ἀκουάζεσθον εἶπε τροπικῶς ἀντὶ τοῦ ἐπαισθάνεσθαι, ἐπεὶ ἡ ἀκοὴ

### book 343a.5.2

εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ „†οὐδὲ† πληγῆς ἀΐοντεσ“ (Λ 532). |

### book 343a.5.3

„οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε, ἀλλὰ πρῶτοί μου

### book 343a.5.4

ἀκούετε περὶ δαιτός.“ οὕτως Ἀρίσταρχος. | λείπειν δέ φασι τὴν

### book 343a.5.5

περί ἐθίμως, ἵν’ ᾖ· οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μεταλαμβάνετε. οὕτως

### book 343a.10

Ἀπολλώνιος ἐν τῷ Περὶ ἀντωνυμιῶν (108, 6—7). A

### book 343b.1

πρώτω γὰρ καὶ δαιτὸς 〈ἀκουάζεσθον ἐμεῖο〉:

### book 343b.2

οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος. τινὲς τὸ δαιτός πρὸς

### book 343b.3

τὸ ἐμεῖο. b(BCE3E4)T

### book 344.1

ὁππότε δαῖτα γέρουσιν: ὡς τὸ „γερούσιον αἴθοπα

### book 344.2

οἶνον“ (Δ 259). A b (BCE3)T αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ μὲν

### book 344.3

τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις. A b (BCE3

### book 344.4

E4)T καὶ ὁ Σαρπηδών· „τί δὴ νῶϊ τετιμήμεσθα μάλιστα;“

### book 344.5

(Μ 310). T

### book 345-6a.1

ἔνθα φίλ’ ὀπταλέα〈—ὄφρ’ ἐθέλητον〉:

### book 345-6a.2

οὗτοι ἐν μὲν τοῖς ὑπομνήμασιν οὐκ ἀθετοῦνται, ἐπαιτιῶνται δὲ αὐτοὺς

### book 345-6a.3

οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρὰ τὰ πρόσωπα εἰς κρεάδιον ὀνει‐

### book 345-6a

δίζοντος τοῦ Ἀγαμέμνονος. A

### book 345-6b

λείπει τὸ ἐστί. Aim

### book 345

〈φίλ’:〉 φίλα ἀντὶ τοῦ φίλως. Til

### book 346

〈μελιηδέος:〉 δασυντέον τὸ μελιηδέος. Aim

### book 347-8.1

νῦν δὲ φίλως χ’ ὁρόῳτε〈—μαχοίατο〉:

### book 347-8.2

ἔλυσε τὸ ἔμπροσθεν ἀμφίβολον. καὶ οἱ μὲν ἀναμένουσιν, ὁ δὲ ὀνειδίζων

### book 347-8.3

φησὶ b(BCE3E4)T „τίπτε καταπτώσσοντεσ“ (Δ 340). T

### book 350.1

ποῖόν σε ἔπος φύγεν 〈ἕρκος ὀδόντων〉: φαντασίαν

### book 350.2

ἐποίησε τοῦ ἀπερισκέπτως ἐξενεχθέντος λόγου· πρὸς φυλακὴν γὰρ

### book 350.3

τῶν φαύλων τούτους ἡμῖν ἡ φύσις ἐχορήγησεν. b(BCE3)T

### book 350

ἕρκος ὀδόντων: ὁποῖον τοῦτον λόγον—περι‐

### book 350.5

φραστικῶς. A

### book 351-3.1

πῶς δὴ φῂσ〈—ὄψεαι〉: ἀμφίβολος ἡ ἀνάγνω‐

### book 351-3.2

σις· ἤτοι γὰρ εἰς τὸ μεθιέμεν (351) διαστολή, στιγμὴ δὲ τελεία εἰς

### book 351-3.3

τὸ Ἄρηα (352)· ἢ εἰς τὸ μεθιέμεν τελεία στιγμή, ὑποστιγμὴ δὲ

### book 351-3.4

εἰς τὸ Ἄρηα, ὃ καὶ βέλτιον, ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρεῖος,

### book 351-3.5

ὁπόταν πόλεμος ᾖ. A

### book 351-2a.1

πῶς δὴ φῂς πολέμοιο μεθιέμεν〈—Ἄρηα〉:

### book 351-2a.2

ἠθικὸν καὶ τῶν προγεγονότων ὑπομνηστικόν. | ἐν δὲ τῷ μεθιέμεν

### book 351-2a.3

(351) τελείαν, ἐν δὲ τῷ Ἄρηα (352) ὑποστιγμήν. b(BCE3E4)T

### book 351-2b.1

ὁππότ’ Ἀχαιοί / Τρωσὶν ἐφ’ ἱπποδάμοισιν:

### book 351-2b.2

ταῦτα ἀπ’ ἄλλης ἀρχῆς. T

### book 353.1

ὄψεαι, ἤν κ’ ἐθέλῃσθα: ἐὰν ἀπεχόμενος τῶν ἀγώνων

### book 353.2

ἐποπτεύειν ἡμᾶς θέλῃς. b(BCE3E4)T

### book 354a.1

Τηλεμάχοιο: ὅτι προτετυπωμένος τὰ κατὰ τὴν Ὀ‐

### book 354a.2

δύσσειαν μνημονεύει τοῦ Τηλεμάχου. τοῦ αὐτοῦ ἄρα ποιητοῦ καὶ ἡ

### book 354a

Ὀδύσσεια. A

### book 354b.1

Τηλεμάχοιο φίλον πατέρα: προσυνίστησι τὰ πρό‐

### book 354b.2

σωπα καὶ τὰς διαθέσεις. ἢ ὡς φιλόδοξος καὶ τὸν παῖδα συνίστησιν.

### book 354b.3

b(BCE3E4)T

### book 356.1

τὸν δ’ ἐπιμειδήσας 〈προσέφη〉: τῷ σχήματι καὶ τῷ

### book 356.2

λόγῳ θεραπεύει τὸν Ὀδυσσέα. b(BCE3E4)T

### book 357a1.1

〈ὡς γνῶ χωομένοιο:〉 πρὸς τὸ σχῆμα, ὅτι τῇ

### book 357a1.2

γενικῇ ἀντὶ τῆς αἰτιατικῆς. Aim

### book 357a2

ὡς γνῶ χωομένοιο: ἀντὶ τοῦ χωόμενον. T

### book 357b.1

πάλιν δ’ ὅ γε λάζετο μῦθον: εἰς τοὐναντίον μετή‐

### book 357b.2

γαγε τὸ „καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε“ (Δ 339). b(BCE3E4)T

### book 359.1

περιώσιον: περισσόν, b(BCE3)T πλέον τοῦ Μενεσθέ‐

### book 359.2

ως. b(BCE3E4)T

### book 362.1

ὄπισθεν ἀρεσσόμεθα: †λαβόμεθα† T εἰς ἄρεσίν τε

### book 362.2

μετάξομεν. τεχνικὸν δὲ τὸ ὁμολογεῖν ὑπὸ τῆς ὀργῆς εἰς τὰ μὴ δέοντα

### book 362.3

ἐξῆχθαι. b(BCE3)T

### book 365-6.1

εὗρε δὲ Τυδέος υἱὸν〈—〉 / ἑσταότα: ζηλωτὴς

### book 365-6.2

γὰρ Ὀδυσσεὺς Διομήδους, b(BCE3E4)T καὶ οὗτος αὐτοῦ. b

### book 365-6.3

(BCE3E4) καὶ πικρότερον δὲ αὐτοῦ ἅπτεται, ἐπεὶ καὶ ἐφ’ ἁρ‐

### book 365-6.4

μάτων ἵστατο· ὃ συνιεὶς καθήλατο (sc. Δ 419). ηὐτρέπιστο μὲν πρὸς τὴν μάχην,

### book 365-6.5

ἀνέμενε δὲ Ὀδυσσέα. b(BCE3E4)T

### book 367a1

〈ἑστήκει:〉 οὕτως ἑστήκει Ἰακῶς Ἀρίσταρχος. Aim

### book 367a2

Ἰακῶς τὸ ἑστήκει. Til

### book 371.1

τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας: τὰς διόδους τῶν

### book 371.2

φαλάγγων. T

### book 371-2.1

τί δ’ ὀπιπεύεισ〈—ἦεν〉: τινὲς περιέργως εἰς

### book 371-2.2

τὸ ὀπιπεύεις στίζουσιν· εἶτα τὸ ἑξῆς πολέμοιο γεφύρας / 〈οὐ

### book 371-2

μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν〉. T

### book 372.1

οὐ μὲν Τυδέϊ γ’ ὧδε: τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ

### book 372.2

πατρός· ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας

### book 372.3

δὲ διαλέξεις βούλεται εἰσαγαγεῖν. ἢ ἐν κεφαλαίοις μὲν εἴρηται, τῇ δὲ

### book 372.4

ποιήσει ἐπιτέταται. b(BCE3E4)T

### book 375.1

οὐδὲ ἴδον: ἀπὸ κοινοῦ τὸ „πονεύμενον“ (Δ 374). δῶμεν

### book 375.2

δὲ τὴν ἀδολεσχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι. b(BCE3E4)T

### book 376.1

ἄτερ πολέμου: Οἰδίπους ἀποβαλὼν Ἰοκάστην—

### book 376.2

ἀναιρεῖ. A

### book 377a

ξεῖνος ἅμ’ ἀντιθέῳ 〈Πολυνείκεϊ λαὸν ἀγείρων〉:

### book 377a.1

γράφεται καὶ „κεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκει“. τὸ δὲ ἀγείρων

### book 377a.2

παρατατικῶς. | ἰστέον δὲ ὅτι ἐπὶ τὰς τοιαύτας λειτουργίας δύο

### book 377a.3

ἐπέμποντο κατάσκοποι πρέσβεις. ἡ ἀναφορὰ δέ, ὅτι οὐδὲ ὁ Φοῖνιξ ἐν

### book 377a.5

ταῖς Λιταῖς (cf. Ι 168—98) πρεσβεύει. A

### book 377b.1

ξεῖνος: ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς· „ξεῖνος γάρ

### book 377b.2

μοι ὅδ’ ἐστί“ (θ 208). πρόξενος ὁ ὑπὸ πόλεως ἠξιωμένος ὥστε ἐν

### book 377b.3

τῇ σφετέρᾳ προΐστασθαι αὐτῆς. ἰδιόξενος, ὡς ὁ Μέντωρ τῷ Τηλε‐

### book 377b.4

μάχῳ. ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ

### book 377b.5.1

Τεῦκρος Τρωσίν. δορύξενος, ὡς Γλαῦκος καὶ Διομήδης. b(BCE3E4)

### book 377b.5.2

T | γράφεται δὲ καὶ „κεῖνοσ“. T

### book 378.1

ἱερὰ πρὸς τείχεα Θήβης: διὰ τὸ μουσικῇ γεγενῆσθαι.

### book 378.2

Til

### book 378.1

πρὸς τείχεα Θήβης: Θῆβαί εἰσιν αἱ πᾶσαι—ἐν

### book 378.2

τῇ Ι. A

### book 380.1

ἐκέλευον: ἀντὶ τοῦ παρεκάλουν· TTil

### book 380.2

„ἔνθα δ’ ἔπειτα, ἄναξ, κέλομαι“ (ι 71). T

### book 381a.1

ἀλλὰ Ζεὺς ἔτρεψε: ἠρέμα ἀπολογεῖται· ἄτοπον γὰρ

### book 381a.2

ἦν προτρέπειν, ᾧ συμμαχίας μὴ μεταδέδωκεν. T

### book 381b

παραίσιμα σήματα φαίνων: παρὰ τὴν αἶσαν. ἢ

### book 381b

αἴσια περὶ ζωῆς ἡμῖν φαίνων παρέτρεψεν. T

### book 382-3.1

πρὸ ὁδοῦ ἐγένοντο, / Ἀσωπὸν δ’ ἵκοντο

### book 382-3.2

—λεχεποίην: ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς Θήβας. | τινὲς

### book 382-3.3

δὲ εἰς τὸ ἐγένοντο (382) ὑποστίζουσι καὶ τῷ λεχεποίην (383) τὴν

### book 382-3.4

τελείαν παρέχονται, πλεονάζειν λέγοντες τὸν δέ (383). b(BCE3E4)T

### book 383a

λεχεποίην: παρὰ τὸ λέχος ἢ τὸν λόχον. b(BCE3E4)T

### book 383b.1

λεχεποίην: εἰ μὲν τὸ λέχος ἔγκειται, τροπῇ λεχοποίην

### book 383b.2

λεχεποίην. εἰ μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ

### book 383b.3

λ. ὥστε εἰ μὲν τὸ ἔχειν ἔγκειται, πλεονασμός, εἰ δὲ τὸ λέχος, ἀντίθεσις,

### book 383b.4

πρὸς τὴν διάφορον ἐτυμολογίαν διάφορον πάθος. A

### book 384a

〈ἀγγελίην:〉 ὅτι ἀντὶ τοῦ ἄγγελον. Aim

### book 384b

〈ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν:〉 τὸ ἐπί περιττόν. Aim

### book 384c.1

ἀγγελίην ἐπὶ Τυδῆ: Τυδῆ ὡς „ἀλλ’ Ὀδυσῆ ποθέου‐

### book 384c.2

σα“ (τ 136) καὶ „Μηκιστῆ δ’ ἕλε Πο〈υ〉λυδάμασ“ (Ο 339). T

### book 384d.1

〈ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί:〉 πλη‐

### book 384d.2

σιάσαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτούς,

### book 384d.3

ἐντευξόμενον δηλονότι αὐτοῖς τοῖς Θηβαίοις, περὶ ὧν ἐνόμιζον ἐγ‐

### book 384d.4

καλεῖν οἱ Ἀχαιοί. Aint

### book 386

βίης Ἐτεοκληείης: ἴσως ἐπὶ τυραννίδι. T

### book 386

περιφραστικῶς, τοῦ Ἐτεοκλέους. Aim

### book 388

μοῦνος ἐὼν πολέσιν: καὶ μόνος καὶ πολλοῖς. T

### book 389a.1

ἀεθλεύειν προκαλίζετο: μετὰ τὸ δεῖπνον γὰρ οἱ

### book 389a.2

ἀγῶνες· b(BCE3E4)T „νῦν δ’ ἐξέλθωμεν καὶ ἀέθλων †πειρήσω‐

### book 389a.3

μεν†“ (θ 100). T καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν

### book 389a.4

(cf. υ 390—φ 79). b(BCE3E4)T

### book 389b1.1

προκαλίζετο: ἴσως ηὐτέλιζον τοὺς Ἀργείους διὰ τὸ

### book 389b1.2

βραχὺ αὐτοῦ· διὸ ἀπαλλάξαι θέλων τοὺς οἰκείους τοῦτο ἐποίει. T

### book 389b2.1

ἴσως δὲ καὶ τοὺς ἄλλους Ἀργείους ηὐτέλιζον διὰ τὸ

### book 389b2.2

αὐτοῦ βραχύ. βουλόμενος οὖν τοῦ μώμου ἑαυτὸν ἀπαλλάξαι καὶ τοὺς

### book 389b2

οἰκείους τοῦτο ποιεῖ. b(BCE3E4)

### book 390.1

ῥηϊδίως· 〈τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη〉: ὁ

### book 390.2

ἀστερίσκος, ὅτι ἐνταῦθα ὑγιῶς τέτακται, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς πρὸς

### book 390.3

τὸν Διομήδη λόγῳ (Ε 808) οὐκέτι. A

### book 391.1

κέντορες ἵππων: ἔνθεν καὶ †εὐάρμοστον† τὴν Θήβην φη‐

### book 391.2

σὶν ὁ Πίνδαρος (fr. 195). T

### book 392.1

ἂψ †δ’ ἀνερχομένῳ† πυκινὸν λόχον εἷσαν: ἵνα

### book 392.2

μὴ τοῖς Ἀργείοις ἐξαγγείλῃ τὴν ἀσθένειαν Θηβαίων. b(BCE3E4)T

### book 394.1

〈Μαίων:〉 οὕτως Μαίων βαρυτόνως εἰς ἀποφυγὴν τοῦ

### book 394.2

ἐθνικοῦ. Aint

### book 394.1

Μαίων Αἱμονίδης: τὸν Μαίονά τινες—οὐδὲ ὑβρίζε‐

### book 394.2

ται. A

### book 395

〈Πολυφόντης:〉 γράφεται „Λυκοφόντησ“. Aim

### book 396.1

Τυδεὺς μὲν καὶ τοῖσιν: οὐ μόνον, φησί, τοὺς προκλη‐

### book 396.2

θέντας ἐνίκησεν, ἀλλὰ καὶ τοὺς ἐνηδρευκότας. b(BCE3E4)T

### book 398.1

Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας:

### book 398.2

ἡ Ἀθηνᾶ γὰρ αὐτῷ εἶπεν· ἢ τὸ δόρυ ἐκλάσθη. b(BCE3E4)T

### book 400a.1

ἀγορῇ δέ τ’ ἀμείνω: οὐ γὰρ μετεῖχε λόγου Τυδεύς. b

### book 400a.2

(BCE3E4) | Ἀντίμαχός (fr. 13 W.) φησι παρὰ συφορβοῖς τετράφθαι

### book 400a.3

Τυδέα, Εὐριπίδης δὲ „οὐκ ἐν λόγοις ἦν δεινός, ἀλλ’ ἐν ἀσπίδι“ (Suppl.

### book 400a.4

902). | πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτόν φησιν, ἵνα

### book 400a.5.1

πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης.

### book 400a.5.2

A b (BCE3E4)T

### book 400b1.1

〈ἀγορῇ δέ τ’ ἀμείνων:〉 σὺν τῷ ν ἀμείνων Ἀρί‐

### book 400b1.2

σταρχος, ἵνα καθ’ ἑαυτὸ λέγηται ἐκπληκτικῶς. ἐλλείπει δὲ τὸ ἐστί

### book 400b1

ῥῆμα. Aim

### book 400b2.1

ἀγορῇ δέ τ’ ἀμείνω: Ἀρίσταρχος μετὰ τοῦ ν τὸ

### book 400b2.2

„ἀμείνων“, ἵνα λείπῃ τὸ ἐστίν. T

### book 401.1

τὸν δ’ οὔτι προσέφη: πῶς οὗτος νεώτερος ὢν τὴν ἐπί‐

### book 401.2

πληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονιμώτερος

### book 401.3

ἐπιπληχθεὶς ἐχαλέπηνεν; ῥητέον, διὰ τοῦτο (ἐπεὶ καὶ πρεσβύτερος καὶ

### book 401.4

φρονιμώτερός ἐστι) τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς

### book 401.5.1

αὐτοὺς οἱ πρεσβύτεροι δεῖν νομίζουσιν. ἄλλως τε οὐχ ὁμοίως ἀμφο‐

### book 401.5.2

τέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον, τὸν δὲ ἥττω τοῦ πατρὸς εἰπών·

### book 401.5.3

ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. b(BCE3E4)T πρὸς

### book 401.5.4

τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι.

### book 401.5.5

b(BE3E4)T

### book 402.1

αἰδεσθεὶς βασιλῆος 〈ἐνιπὴν αἰδοίοιο〉: σώφρων, ὃς

### book 402.2

οὐδέποτε τοὺς πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρα‐

### book 402.3

τηγοῦ. καὶ νῦν μέν, ἵνα μὴ δοκῇ λάλος, ἡσυχάζει, τοῖς γε μὴν ἔργοις

### book 402.4

δείξας ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν· „ἀλκὴν μέν μοι πρῶτον

### book 402.5.1

†ὠνείδισας†“ (Ι 34). καὶ τὸ „κρατερόσ“ (Δ 401) νῦν ἔμφασιν ἔχει

### book 402.5.2

πληροῦν ὃ παρέλιπεν ὁ βασιλεύς. b(BCE3E4)T

### book 404a.1

〈μὴ ψεύδε’:〉 τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ

### book 404a.2

ὀξεῖα. Aim

### book 404b.1

μὴ ψεύδεαι: ὡς τὸ νήχεαι. | Ἡρωδιανὸς (2,46,23) δὲ

### book 404b.2

τὸ ἐντελὲς ψεύδεο φησίν. T

### book 405a1.1

ἡμεῖς τοι πατέρων 〈μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶ‐

### book 405a1.2

ναι〉· παροιμία· „τίς πατέρ’ αἰνέσει, εἰ μὴ κακοδαίμονα τέκνα,“

### book 405a1.3

(Diog. prov. 8, 46). T

### book 405a2.1

οὐδεὶς δὲ παρ’ Ὁμήρῳ „πατέρα αἰνέσει, εἰ μὴ κακοδαί‐

### book 405a2.2

μονα τέκνα.“ b(BCE3E4)

### book 405b

πατέρων μέγ’ ἀμείνονες: ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐδὲ

### book 405b.1

γονεῦσί φησι δεῖν παραχωρεῖν· b(BCE3E4)T φησὶ γοῦν „υἱός

### book 405b.2

θ’ υἱωνός τ’ ἀρετῆς πέρι“ (ω 515). T ὕψωσε δὲ καὶ τῷ μέγα καὶ

### book 405b.3

τὴν μαρτυρίαν ἐπήγαγεν· τοῦτο δέ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων

### book 405b.5

ἀρεταῖς κοσμεῖσθαι. b(BCE3E4)T

### book 405b.1

ἡμεῖς τοι πατέρων: περὶ ἑαυτοῦ λέγει—οἱ παῖ‐

### book 405b.2

δες. A

### book 406a.1

ἡμεῖς καὶ Θήβης: ὁ τρόπος ἐπαναφορά. b(BCE3E4) |

### book 406a.2

καὶ γὰρ στρατεύσαντες οἱ ἐπίγονοι τὰς Θήβας κατέσκαψαν καὶ τὸν

### book 406a.3

βασιλέα ἀνεῖλον Λαοδάμαντα b(BCE3E4)T τὸν Ἐτεοκλέους,

### book 406a.4

ἐννέα T ὄντες τὸν ἀριθμόν, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος

### book 406a.5.1

Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ

### book 406a.5.2

Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος

### book 406a.5.3

Ἱππομέδοντος, b(BE3E4)T Μέδων Ἐτεόκλου. T

### book 406b.1

ἑπταπύλοιο: πρὸς γὰρ ἑπτάχορδον Ἀμφίονος λύραν

### book 406b.2

ἡρμόσθη. T

### book 407a.1

παυρότερον 〈λαὸν ἀγαγόνθ’—ἄρειον〉: ἀπὸ

### book 407a.2

τούτου ἕως τοῦ „κεῖνοι δὲ σφετέρῃσιν“ (Δ 409) ἀθετοῦνται στίχοι

### book 407a.3

τρεῖς, ὅτι ἐπιλύει τὸ διὰ τῶν προειρημένων λεγόμενον. καὶ εἰ μὲν ἐφ’

### book 407a.4

ἑαυτοῦ καὶ τοῦ Διομήδους λέγει ἀγαγόντε, ὑγιῶς τὸ δυϊκὸν παρεί‐

### book 407a.5.1

ληπται, ψεῦδος δὲ περιέχει· οὐ γὰρ μόνοι ἐπεστράτευσαν. εἰ δὲ ἐπὶ

### book 407a.5.2

πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται ἡ

### book 407a.5.3

ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς

### book 407a.5.4

θεοὺς συνεργεῖν πεπορθηκότες. A

### book 407b.1

παυρότερον λαὸν ἀγαγόντε: ἐπεὶ δύο εἰσὶν οἱ κακο‐

### book 407b.2

λογούμενοι. ἔδειξε δὲ καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν, καὶ „αὐτὰρ ἐγὼ

### book 407b.3

Σθένελός τε“ (Ι 48). b(BCE3E4)T

### book 407c.1

ὑπὸ τεῖχος ἄρειον: ἤτοι τὸ Ἄρεως ἱερόν· | ἢ τοῦ ἐν

### book 407c.2

Τροίᾳ, ὅπερ καὶ βέλτιον. A

### book 407d

ὑπὸ τεῖχος ἄρειον: τοῦ παυροτέρου λαοῦ βέλτιον· ἢ

### book 407d

καθ’ ὃ Ἄρεως ἦν ἱερόν, ὡς καὶ ἡ Δίρκη. T

### book 408.1

πειθόμενοι τεράεσσι θεῶν: ὑποφαίνει ὡς καὶ νῦν διὰ

### book 408.2

δεισιδαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς, b

### book 408.3

(BCE3E4)T ἣν οἱ πατέρες μὴ κτησάμενοι ἀπώλοντο. b(BCE3E4)

### book 410a.1

〈ὁμοίῃ〉 ἔνθεο: Ἀρίσταρχος ἓν ποιεῖ τὸ ἔνθεο ἀντὶ τοῦ

### book 410a.2

ἔνθου, ἵνα γένηται Ἀττικόν, ὅμοιον τῷ „μὴ ψεῦσον, ὦ Ζεῦ, 〈τῆς

### book 410a.3

ἐπιούσης ἐλπίδοσ〉“ (Ar. Thesm. 870). Ἀπολλώνιος (fr. 15 M.) δὲ

### book 410a.4

διαστέλλει τὸ ἔν, ἵνα γένηται ἐν ὁμοία. A

### book 410b.1

〈ὁμοίῃ ἒν θέο τιμῇ:〉 ἀντὶ τοῦ ἐν ὁμοίῃ· οὕτω πᾶσαι.

### book 410b.2

Ἀρίσταρχος δὲ „†ἔνθεο τιμήν“. Til

### book 412a.1

τέττα: ὅτι προσφώνησίς ἐστι φιλεταιρικὴ ἀμετάφραστος

### book 412a.2

καὶ ἀμετάληπτος. A

### book 412b1.1

τέττα, σιωπῇ ἧσο: ἐπίδειξις χρηστοῦ ἤθους μὴ δεῖν

### book 412b1.2

ταῖς τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς. καὶ ἐνδείκνυται μὲν τῷ

### book 412b1.3

βασιλεῖ ὡς ἀδίκως ὕβρισται, συγγινώσκει δὲ τῷ καιρῷ. T | τὸ δὲ τέτ‐

### book 412b1.4

τα οἱ μὲν ἐπίρρημα σχετλιαστικόν, οἱ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθι,

### book 412b1.5.1

οἱ δὲ ὡς βάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω—ἤδη γάρ

### book 412b1.5.2

τινες ἀξιοῦσι γράφειν „ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντασ“

### book 412b1.5.3

(Β 314)—τέττης, ἡ κλητικὴ τέττα. AT οὕτω Σωτήρας. A

### book 412b2.1

ἔστι δὲ ἐπίδειξις χρηστοῦ ἤθους τὸ μὴ δεῖν ταῖς τῶν πατέ‐

### book 412b2.2

ρων ἐπαίρεσθαι συμφοραῖς. καὶ ἐνδείκνυται τῷ βασιλεῖ ὡς ἀδίκως μὲν

### book 412b2.3

ὕβρισται, συγγινώσκει δὲ διὰ τὸν καιρόν. b(BCE3E4) | τὸ δὲ τέττα

### book 412b2.4

ἐπίρρημά ἐστι σχετλιαστικὸν ἀντὶ τοῦ νήπιε †πρεσβυτέρου λεγόμενον

### book 412b2.5

πρὸς νεώτερον. b(BCE3)

### book 412c

〈ἧσο:〉 δασυντέον τὸ ἧσο. Aim b (BCE3)

### book 412.1

{σιωπῇ} ἧσο: δασυντέον καὶ ἐκδεκτέον ἀντὶ τοῦ διάτριβε,

### book 412.2

ὡς τὸ „ἧμαι ἐνὶ Τροίῃ“ (Ω 542). ἢ ψιλῶς ἀντὶ τοῦ ἔσο, γίνου. T

### book 412

ἧσο: οὐκ ἔπρεπεν αὐτὸν—μετὰ σιωπῆς ἔσο. A

### book 413a1.1

οὐ γὰρ ἐγὼ νεμεσῶ 〈Ἀγαμέμνονι ποιμένι λαῶν〉:

### book 413a1.2

αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, οὐ παραλέλοιπε δὲ τὴν

### book 413a1.3

εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέδεικται οὖν καὶ ἐκ

### book 413a1.4

τούτου τὸ περὶ τὰς ἀποκρίσεις φιλότιμον αὐτοῦ, ὃ ἔφη „ἀγορῇ δέ τ’

### book 413a1.5

ἀμείνω“ (Δ 400). T

### book 413a2.1

αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, ὅμως οὐ

### book 413a2.2

παραλέλοιπε τὴν εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέ‐

### book 413a2.3

δεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις αὐτοῦ φιλότιμον· διὰ

### book 413a2.4

τοῦτο γὰρ οὐκ ἀντιλέγει, ὅτι ἀμείνονα τοῦ πατρὸς αὐτὸν ἐν τῇ δη‐

### book 413a2.5

μηγορίᾳ εἶπε. b(BCE3E4)

### book 413-7a1.1

οὐ γὰρ ἐγὼ νεμεσῶ—δῃωθέντων: νομο‐

### book 413-7a1.2

θετεῖ, ποῖον δεῖ εἶναι περὶ τοὺς ἄρχοντας ὡς καὶ τῆς φθορᾶς καὶ τῆς

### book 413-7a1

σωτηρίας μέλλοντας αἰτίαν ἔχειν. T

### book 413-7a2.1

νομοθετεῖ δέ, ποῖον δεῖ τὸν ἄρχοντα περὶ τοὺς ἀρχομέ‐

### book 413-7a2.2

νους εἶναι, καὶ μᾶλλον ἐπαινεῖ ὡς αὐτοῦ καὶ τῆς φθορᾶς καὶ τῆς σωτη‐

### book 413-7a2.3

ρίας τὰ τέλη ἀναλαμβάνεσθαι μέλλοντος. b(BCE3E4)

### book 416

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 420a

〈ἔβραχε:〉 ἤχησεν. Til

### book 420b

〈ἄνακτος:〉 τινὲς τελείαν εἰς τὸ ἄνακτος. Til

### book 421a.1

ὀρνυμένου 〈ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν〉:

### book 421a.2

τοῖς ἄνω προσδοτέον τὸ ὀρνυμένου καὶ στικτέον †πρὸ αὐτοῦ† τελείᾳ.

### book 421a.3

δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτὸ τελείας στιγμῆς πρὸ

### book 421a.4

αὐτοῦ οὔσης, ἵν’ ᾖ ὁ λόγος· ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος

### book 421a.5

κατέλαβεν. A

### book 421b.1

〈ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν:〉 προανυψοῖ

### book 421b.2

τὸ πρόσωπον Διομήδους. b(BCE3E4)Til

### book 422.1

ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ 〈πολυηχέϊ〉: οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλ‐

### book 422.2

ληλον τῶν φαλάγγων φοράν· πορεύονται γὰρ „σιγῇ δειδιότες σημάν‐

### book 422.3

τορασ“ (Δ 431)· Ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ

### book 422.4

κύματα, ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ

### book 422.5.1

„ὑποκινήσαντοσ“ (Δ 423). καὶ νῦν οὕτως αὔξει τὰ τοῦ πολέμου. b

### book 422.5.2

(BCE3E4)T

### book 423a1.1

Ζεφύρου ὑποκινήσαντος: Πτολεμαῖος ὁ τοῦ Ἀριστο‐

### book 423a1.2

νίκου καὶ Νικίας (fr. 5 B.) καὶ Τυραννίων (fr. 12 P.) ἀναστρέφουσιν.

### book 423a1.3

οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν πρόθεσιν, ἔνθεν καὶ φυλάσσεται ὁ τόνος

### book 423a1.4

ὁμοίως τῷ „ἔσκεν ὑφηνίοχοσ“ (Ζ 19) 〈καὶ〉 „Ποσειδάωνος ὑποδμώσ“

### book 423a1.5

(δ 386). A

### book 423a2.1

Ζεφύρου ὑποκινήσαντος: Πτολεμαῖος ἀναστρέφει τὴν

### book 423a2.2

πρόθεσιν, καλῶς. οἱ δὲ ἄλλοι παρέλκειν αὐτήν φασι καὶ φυλάττουσι

### book 423a2.3

τὸν τόνον b(BCE3)T ὡς ἐπὶ τοῦ „ὑφηνίοχοσ“ καὶ „Ποσειδάωνος

### book 423a2

ὑποδμώσ“. T

### book 426a1

〈ἐόν:〉 Ἀρίσταρχος διὰ τοῦ ι, „ἰόν“. Aim

### book 426a2

ἰόν: οὐκ „ἐόν“. T

### book 426b.1

ἀποπτύει δ’ ἁλὸς ἄχνην: πτύελον γὰρ τῆς θαλάσσης

### book 426b.2

ἐστὶν ὁ ἀφρός, ὃν ἐρευγομένη ἐκχεῖ· A b (BCE3E4)T διὸ ἀπο‐

### book 426b.3

πτύει φησίν. T | ἄλλοι δὲ καὶ φυκίον φασίν. A

### book 429-31a

οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης / — /

### book 429-31a.1

σιγῇ δειδιότες σημάντορας: ἡ διπλῆ, ὅτι ὡς πρὸς ὑποκείμενον

### book 429-31a.2

πρόσωπον λέγει οὐδέ κε φαίης (429) ἀντὶ τοῦ οὐδὲ φαίη τις ἄν. | τὸ

### book 429-31a.3

δὲ ἑξῆς ἐστιν, οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν (429) σημάντορας δεδιότες (cf.

### book 429-31a.5

431). τὰ δὲ ἄλλα διὰ μέσου. A

### book 429-31b.1

οἱ δ’ ἄλλοι ἀκὴν 〈ἴσαν—σιγῇ〉: ὡς „ἀκὴν ἐγέ‐

### book 429-31b.2

νοντο σιωπῇ“ (Γ 95). b(BCE3)T | τὸ δὲ ἑξῆς οἱ δὲ ἄλλοι ἀκὴν

### book 429-31b.3

†ἦσαν† (429) σιγῇ (431). b(BCE3E4)T

### book 429-30.1

οὐδέ κε φαίης / τόσσον λαὸν ἕπεσθαι: ἄρρητος ἡ

### book 429-30.2

ἐπίνοια σιωπὴν τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ. b(BCE3E4)

### book 429-30.3

T

### book 431.1

δειδιότες: ἄκρως εὐπειθεῖς Ἕλληνες τοὺς πολεμίους οὐ δε‐

### book 431.2

διότες, ἀλλὰ τοὺς ἡγεμόνας. b(BCE3E4)T

### book 433.1

Τρῶες δ’ ὥς τ’ ὄϊες: εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θο‐

### book 433.2

ρυβῶδες τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄϊς. b(BCE3E4)T

### book 433.1

πολυπάμονος· πάματα καλεῖται παρὰ—τὸ κτή‐

### book 433.2

σασθαι, ἐκτεινομένου τοῦ α. A

### book 435.1

ἀζηχὲς μεμακυῖαι, 〈ἀκούουσαι ὄπα ἀρνῶν〉: ηὔξησε

### book 435.2

τὸν θόρυβον παραλαβὼν τὰς ὄϊς ἀντιμηκωμένας τοῖς νεογνοῖς. b

### book 435

(BCE3E4)T | ἀζηχές δὲ ἀκατάπαυστον. T

### book 436.1

Τρώων ἀλαλητός: λαλητός καὶ ἀλαλητός πλεονασμῷ

### book 436.2

τοῦ α. T

### book 437.1

οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος: εἰκότως τὸ βάρβαρον

### book 437.2

θορυβῶδές ἐστιν· ἑτερόγλωσσον γάρ ἐστιν (cf. Δ 438). ὃ δὲ οὐκ ἔστιν

### book 437.3

ὁμόφωνον, τοῦτο ἀνάγκῃ θορυβῶδες. b(BCE3E4)T

### book 439-40.1

ὦρσε δὲ τοὺς μὲν Ἄρησ〈—ἄμοτον μεμα‐

### book 439-40.2

υῖα〉: αἱ διπλαῖ, ὅτι διὰ μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθη‐

### book 439-40.3

νᾶν, καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεως υἱοί. πλανηθεὶς δὲ Ἀντίμαχος

### book 439-40.4

ἵππων Ἄρεως ὀνόματα ἀποδέδωκεν (fr. 37 W.) „Δεῖμος τ’ ἠδὲ

### book 439-40.5

Φόβος πόδας αἰνετώ, υἷε θυέλλησ“. A

### book 439.1

ὦρσε δὲ τοὺς μὲν Ἄρης: μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ

### book 439.2

γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν· b(BCE3E4)T ἄλ‐

### book 439.3

λως τε καὶ τὴν πρώτην συμβολὴν μᾶλλον αὔξει. b(BCE3)T

### book 440a1.1

Δεῖμός τ’ ἠδὲ Φόβος: δαίμονες ἐκ τῶν ἡμετέρων πα‐

### book 440a1.2

θῶν πεπλασμένοι, οὐ σύμμαχοι. T

### book 440b1

〈ἄμοτον:〉 †ἄτρωτον. Til

### book 440b2/a2.1

ἄπληστον, πολύ. b(BCE3) | παραγενέσθαι δὲ αὐτούς

### book 440b2/a2.2

φησιν οὐχ ὡς συμμάχους, ἀλλ’ ἐκ τῶν ἡμετέρων ταῦτα παθῶν ἐπλά‐

### book 440b2/a2.3

σατο. b(BCE3E4)

### book 440b2/a2

ἄμοτον: ἀπλήρωτον· ἀφ’ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς

### book 440b2/a2.5

κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός. A

### book 441a1.1

Ἄρεος ἀνδροφόνοιο κασιγνήτη: ἀπὸ τῆς ὁμοιότη‐

### book 441a1.2

τος τῶν παθῶν πλάττουσι τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ

### book 441a1.3

„Φύζα, Φόβου κρυόεντος ἑταίρη“ (Ι 2). ἔστιν οὖν †ἀδελφὸς† αὐτῷ

### book 441a1.4

τοὺς τρόπους, οὐ ξυγγενὴς ἡ Ἄρεος ἀνδροφόνοιο κασιγνήτη

### book 441a1.5

ἑτάρη τε. T

### book 441a2.1

ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττει καὶ τὰς συγγε‐

### book 441a2.2

νείας, ὡς Δεῖμος καὶ Φόβος καὶ Ἔρις. ἔστιν οὖν ἀδελφὴ οὐ τῇ συγγε‐

### book 441a2.3

νείᾳ, ἀλλὰ τοῖς τρόποις. b(BCE3E4)

### book 442-3.1

ἥ τ’ ὀλίγη μὲν πρῶτα〈—ἐπὶ χθονὶ βαίνει〉:

### book 442-3.2

ποιητικῶς ἐσήμανε τῆς Ἔριδος τὸ πάθος. b(BCE3E4)T

### book 445.1

ὀφέλλουσα στόνον ἀνδρῶν: ἐκ γὰρ τοῦ ἐρίζειν πλείων

### book 445.2

ὁ φόνος γίνεται. b(BCE3E4)T

### book 447.1

σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα: τὰς μὲν πρὸς τὸ

### book 447.2

μηδὲν παθεῖν, τὰ δέ, ἵνα τι δράσωσιν. b(BCE3E4)T

### book 448a.1

χαλκεοθωρήκων: 〈ἀτὰρ ἀσπίδεσ〉: ὅτι ἐξ ἐπαναλή‐

### book 448a.2

ψεως λέγει ἀτὰρ ἀσπίδες: προείρηκεν γὰρ „σύν ῥ’ ἔβαλον ῥινούσ“

### book 448a.3

(Δ 447). A

### book 448b.1

ὀμφαλόεσσαι: τινὲς ὀμφαλοέσσας T τὰς εὐομφάλους,

### book 448b.2

ὡς „ποιητὰς πύλασ“ (cf. Μ 470) εὐποιήτους. b(BCE3)T

### book 448c.1

ὀμφαλόεσσαι: ὁτὲ μὲν αὐτὰς „εὐκύκλουσ“ (Ε 453 al.),

### book 448c.2

ὁτὲ δὲ „ὀμφαλοέσσασ“ (τ 32 al.) καλεῖ, τὴν ἀπὸ κέντρου πρὸς τέλος

### book 448c.3

τυπῶν αὐτῶν ἰσότητα, καὶ „πάντος’ ἐΐσασ“ (cf. Γ 347 al.). b(BCE3E4)

### book 448c.4

T

### book 449.1

ὀρυμαγδός: ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον

### book 449.2

ὅπλων, στρατιωτῶν ἀλαλαγμόν, ἡγητόρων παράκλησιν, εὐχὴν

### book 449.3

ἀγωνιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν

### book 449.4

οὖν ὀρυμαγδός, ἔνθα ὄρνυται ὅμαδος. A b (BE3E4)T

### book 450a.1

οἰμωγή τε καὶ εὐχωλή: Θουκυδίδης „πάντα ὁμοῦ

### book 450a.2

ἀκοῦσαι,“ φησίν (7,71,4), „ὀλοφυρμὸς βοή, κρατοῦντες κρατού‐

### book 450a.3

μενοι“. καὶ Γοργίας (Vors.6 82 B 27)· „ἀνεμίσγοντο δὲ λιταῖς ἀπειλαὶ

### book 450a

καὶ εὐχαῖς οἰμωγαί“. T

### book 450b.1

οἰμωγή τε καὶ εὐχωλή: ἀκριβῶς ἔχει ἡ λέξις· πρό‐

### book 450b.2

τερον γὰρ ὁ παθὼν ἀνοιμώζει, εἶτα ὁ δράσας ἐπ’ αὐτῷ μεγαλαυ‐

### book 450b.3

χεῖ. b(BCE3E4)T

### book 451a.1

〈ὀλλύντων τε καὶ ὀλλυμένων:〉 ὅτι πρὸς τὸ δεύτερον

### book 451a.2

πρῶτον ἀπήντηκεν· ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων. Aint

### book 451b.1

〈ῥέε δ’ αἵματι γαῖα:〉 ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρ‐

### book 451b.2

ραίνετο, ἀλλ’ ὡσεὶ λέγοις ‘ἐπήγαζεν αἷμα‘. b(BE3E4)T

### book 452-5.1

ὡς δ’ ὅτε χείμαρροι〈—ἔκλυε ποιμήν〉:

### book 452-5.2

ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου. πανταχόθεν δὲ αὐτῶν ηὔξησε τὸν

### book 452-5.3

ἦχον· οὐ γὰρ διὰ πεδίων, ἀλλ’ ἐξ ὄρους ῥέουσιν, ἵνα μὴ ῥύσις, ἀλλ’

### book 452-5.4

ἐμβολὴ ὕδατος ᾖ· καὶ εἰς τὸν αὐτὸν τόπον καταφέρονται, τῇ συμπτώ‐

### book 452-5.5.1

σει τῶν ῥευμάτων πολὺν ἀπεργαζόμενοι τὸν ἦχον· καὶ κρουνῶν ἐκ

### book 452-5.5.2

μεγάλων (454) προστίθησι, τῷ πλήθει τοῦ καταρρήσσοντος ὕδα‐

### book 452-5.5.3

τος τραχὺν τὸν ψόφον ἐγείρων· καὶ τὸ κοίλωμα δὲ τὸ δεχόμενον

### book 452-5.5.4

αὐτοὺς μισγάγκεια (cf. 453) εἴρηται, τραχυνόμενον τῇ ὀνοματο‐

### book 452-5.5.5

ποιΐᾳ καὶ †συναπειλοῦν† τῷ ῥεύματι. ἴσως δὲ καὶ b(BCE3)T δύο

### book 452-5.10.1

τοὺς ποταμοὺς παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλ’ ὅτι

### book 452-5.10.2

εἰσὶ καὶ τὰ στρατεύματα δύο, καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις·

### book 452-5.10.3

καὶ γὰρ οἱ στρατοὶ ἀλλήλοις ἐπεφέροντο. b(BCE3E4)T

### book 452a.1

χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.)

### book 452a.2

παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους· Νικίας (fr. 6 B.) δὲ ὡς

### book 452a.3

εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονός,

### book 452a.4

εἴ γε μᾶλλον ἐντελέστερον οἶδε τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ

### book 452a.5.1

συνηλειμμένον· „ὅσσους Ἑλλήσποντος ἀγάρροοσ“ (Β 845), „στήῃ

### book 452a.5.2

ἐπ’ †ὠκυρρόῳ† ποταμῷ“ (Ε 598), „ἐς ποταμὸν εἰλεῦντο βαθύρ‐

### book 452a.1

ροον“ (Φ 8), „ἀψορρόου Ὠκεανοῖο“ (Σ 399). σπανίως δὲ τὸ ἕτερον·

### book 452a.2

„χειμάρρους κατ’ ὄρεσφιν †ὄπαζεν“ (Λ 493), „ποταμῷ πλήθοντι

### book 452a.3

ἐοικώς / χειμάρρῳ“ (Ε 87—8). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς

### book 452a.10

ἀποφαίνεται ῥόος· „ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόοσ“ (Φ 241). A

### book 452b.1

〈ὄρεσφι:〉 τὸ ς ἔδωκεν ἡ συγκοπή, ὡς θεόφατον „θέσφα‐

### book 452b.2

τον“ (Θ 477). Til

### book 453.1

〈μισγάγκειαν:〉 τὸ ἄγκος, εἰς ὃ μίγνυνται οἱ ποταμοί.

### book 453.2

Aint b (BCE3E4)Til

### book 453-6.1

ἐς μισγάγκειαν〈—μισγομένων〉: τὸ ἑξῆς

### book 453-6.2

„ὡς δ’ ὅτε χείμαρροι κατ’ ὄρεσφι ῥέοντεσ“ (Δ 452) / ἐς μισγάγκειαν

### book 453-6.3

συμβάλλετον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς χαράδρας, b

### book 453-6.4

(BCE3)T ὣς τῶν μισγομένων (456). b(BCE3)

### book 454.1

〈κρουνῶν:〉 κρουνοὶ {δὲ} στεναί τινες καὶ βαθεῖαι ἐκ‐

### book 454.2

ρύσεις. b(BE3E4)

### book 454

χαράδρης: τῆς ἐγχαράξεως—τῇ φορᾷ τοῦ ὕδατος. A

### book 455a1.1

τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε

### book 455a1.2

ποιμήν: γράφεται τηλόσε, εἰς μακρὰν ἀφικνουμένων τῶν ψόφων.

### book 455a1.3

ἄμεινον δὲ τὸ „τηλόθι“. †ἀποκεκλεῖσθαι† δέ που χειμῶνος ὄντος ὁ

### book 455a1.4

ποιμήν. T

### book 455a2.1

εἰς μακράν, φησίν, ἀφικνουμένων ὁ ψόφος ἀκούεται.

### book 455a2.2

ἄμεινον δὲ „τηλόθι“ γράφειν καὶ πρὸς τὸν ποιμένα ἀποδιδόναι·

### book 455a2.3

ἀποκέκλεισται γὰρ τηλόθι που χειμῶνος ὄντος ὁ ποιμήν. b(BCE3)

### book 456a.1

〈ἰαχή τε φόβος τε:〉 ὅτι τὴν μετὰ δέους φυγὴν φό‐

### book 456a.2

βον εἴρηκεν. Aint

### book 456b

〈ἰαχή τε φόβος τε:〉 Ἀρίσταρχος „ἰαχή τε πόνος

### book 456b

τε“· οὐ γὰρ γέγονέ πω φυγή. Aim

### book 456c.1

{ὣς τῶν μισγομένων γένετ’ ἰαχή τε} φόβος τε: Ἀρί‐

### book 456c.2

σταρχος „πόνοσ“· οὔπω γὰρ γέγονε φυγή. | ἀλλ’ ἐὰν „πόνοσ“ ᾖ,

### book 456c.3

ἐνέργειαν, ἐὰν δὲ φόβος, τὸ δέος δηλοῖ ὁμοίως τῷ τοῦ ποιμένος

### book 456c.4

φόβῳ. T

### book 457a.1

πρῶτος δ’ Ἀντίλοχος: ὅτι οὐ κατὰ τὸ ἐσθλὸν

### book 457a.2

πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει, ἀλλ’ ὅτι τάχιστον αὐτὸν

### book 457a.3

†παρασυνίστησι† διὰ τῶν ἄλλων καὶ εὐκίνητον. A

### book 457b.1

πρῶτος δ’ Ἀντίλοχος: τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ

### book 457b.2

ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει. ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα

### book 457b.3

—„πρῶτος ἐγὼν ἕλον ἄνδρα“ (Λ 738)—καὶ θεατὴν αὐτὸν ἔχει. b

### book 457b.4

(BCE3E4)T καὶ „Ἀντίλοχ’, οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν“

### book 457b.5.1

(Ο 569): T θερμότητος οὖν νεωτερικῆς τὸ ἔργον. b(BCE3E4)T

### book 457b.5.2

ἢ Τρῶες καταφρονοῦντες Νέστορος κατὰ τοῦτο μᾶλλον ἐνέκρουσαν τὸ

### book 457b.5.3

μέρος. b(BE3E4)T

### book 457-8.1

〈ἕλεν ἄνδρα κορυστήν / ἐσθλὸν ἐνὶ προμάχοι‐

### book 457-8.2

σι:〉 συναπτέον κορυστὴν ἐσθλόν, ἵν’ ᾖ τὸ ἑξῆς 〈***〉. Aim

### book 458a.1

〈Θαλυσιάδην Ἐχέπωλον:〉 ὅτι ἄδηλον πότερον

### book 458a.2

κύριον, ὁ Θαλυσιάδης ἢ ὁ Ἐχέπωλος. Aint

### book 458b.1

Θαλυσιάδην Ἐχέπωλον: κύριον τὸ δεύτερον· ἐπι‐

### book 458b.2

θετικῶς γὰρ ὅτε φησί, „ταχυπώλων“ (Δ 232 al.) λέγει καὶ „εὔπωλον“

### book 458b.3

(Ε 551 al.) καὶ „αἰολοπώλουσ“ (Γ 185). καὶ πατρωνυμικοῖς ἀντὶ

### book 458b.4

κυρίων οὐ χρῆται, ὅτι μὴ ἐπὶ τοῦ „καὶ Ἀργεάδην πολύμηλον“ (Π

### book 458b.5.1

417). A b (BCE3)T | πῶς οὐκ Αἴας πρῶτος—αἰνισσόμενος

### book 458b.5.2

κράτος. A

### book 459

〈φάλον:〉 τὸ τετυφωμένον. Til

### book 460-1a1.1

〈ἐν δὲ μετώπῳ πῆξε—ὄσσε κάλυψεν:〉

### book 460-1a1.2

ἱκανὴ μὲν καὶ ἡ αἰφνίδιος ὁρμὴ καὶ ἡ ἀπρόοπτος πληγή, εἰ καὶ

### book 460-1a1.3

καιρία μὴ ἦν, εἰς τὸ θανατῶσαι. νῦν δὲ καὶ ἄμφω ἐπισυμβαίνει· καὶ

### book 460-1a1.4

γὰρ καὶ αὐτῆς τῆς μήνιγγος ἥψατο, ἣ διείργει τὸν ἐγκέφαλον ἄνω καὶ

### book 460-1a1.5.1

κάτω κειμένη καὶ μόνως περιφυλάττουσα· ἄχρι γὰρ τῆς τοῦ ἐγκε‐

### book 460-1a1.5.2

φάλου βάσεως αὐτῆς εἰσέθορε τὸ δόρυ. σημείωσαι δὲ ὅτι τοὺς περὶ

### book 460-1a1.5.3

κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· „τόν ῥ’† ἔβαλε

### book 460-1a1.5.4

κεφαλὴν ὑπ’† οὔατος, ὦκα δὲ θυμός / ᾤχετ’ ἀπὸ μελέων“ (Ο 433 et Ν

### book 460-1a1.5.5

671—2), „αὐτὰρ ἔπειτ’ Εὐρύαλον †πέτρῳ βάλε / μέσην† κὰκ κεφαλήν

### book 460-1a1.10.1

/ ἀμφὶ δέ †οἱ† θάνατος χύτο“ (Π 411—2. 414)· τοῦ κυρίου γὰρ τρω‐

### book 460-1a1.10.2

θέντος τόπου καιρίως ἀκολουθεῖ θάνατος τῇ πληγῇ, οὐδὲ ὀλίγον χρό‐

### book 460-1a1.10.3

νον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. καὶ ἐπὶ ὀμφαλοῦ †ταὐτὸ†

### book 460-1a1.10.4

„ἔνθα μάλιστα / γίνετ’ Ἄρης ἀλεγεινόσ“ (Ν 458—9), „ἀντικρὺ δὲ

### book 460-1a1.10.5

διέσχε παρ’ ὀμφαλόν / γνὺξ δ’ ἔριπ’ οἰμώξασ“ (Υ 416—7)· οἱ γὰρ

### book 460-1a1.15.1

περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν

### book 460-1a1.15.2

αἴσθησιν πλειόνως δέχονται. b(BE3E4)

### book 460-1a2.1

ἐν δὲ μετώπῳ πῆξεν〈—ὄσσε κάλυψεν〉:

### book 460-1a2.2

ἱκανὴ μὲν καὶ ἡ τῆς πληγῆς ἔκπληξις †ἄπειρος† οὖσα θανατῶσαι· ἢ

### book 460-1a2.3

καὶ τῆς μήνιγγος, ἣ διείργει τὸν ἐγκέφαλον, διῃρημένης καὶ τοῦ

### book 460-1a2.4

δόρατος ἄχρι τῆς τοῦ ἐγκεφάλου βάσεως εἰσθορόντος. σημείωσαι δὲ

### book 460-1a2.5.1

ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· „τόν

### book 460-1a2.5.2

ῥ’ †ἔβαλε† κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμός / ᾤχετ’ ἀπὸ μελέων“,

### book 460-1a2.5.3

„αὐτὰρ ἔπειτ’ Εὐρύαλον †ἀπεσσύμενον† βάλε πέτρῳ / †μέσην†

### book 460-1a2.5.4

κὰκ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη / ἐν κόρυθι βριαρῇ. ὁ δ’ ἄρα

### book 460-1a2.5.5

πρηνὴς ἐπὶ γαίῃ / κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο“ (Π 411—4)·

### book 460-1a2.10.1

τοῦ κυρίου γὰρ τρωθέντος τόπου ἅμα τῇ πληγῇ ὁ θάνατος, οὐδὲ

### book 460-1a2.10.2

ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. ἐπὶ δὲ ὀμφαλοῦ

### book 460-1a2.10.3

„ἔνθα μάλιστα / γίνετ’ Ἄρης ἀλεγεινόσ“, „ἀντικρὺ δὲ διέσχε

### book 460-1a2.10.4

παρ’ ὀμφαλόν / γνὺξ δ’ ἔριπ’ οἰμώξασ“· οἱ γὰρ περὶ γαστέρα τόποι

### book 460-1a2.10.5

νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν δέχονται. T

### book 462a.1

ἤριπε δ’, ὡς ὅτε πύργος: ὕπτιος γὰρ ἔπεσεν ὑπὸ

### book 462a.2

τῆς ὁρμῆς τοῦ δόρατος. b(BCE3)T

### book 462b

ἤριπε: εἰς τὴν ἔραν ἔπεσεν. b(BE4)T

### book 463.1

τὸν δὲ πεσόντα 〈ποδῶν ἔλαβε κρείων Ἐλεφή‐

### book 463.2

νωρ〉: ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε· τοὺς γὰρ πόδας τοῖς πολε‐

### book 463.3

μίοις δέδωκεν. A

### book 465-6.1

ἕλκε δ’ ὑπὲκ βελέων 〈λελιημένος ὄφρα τάχιστα

### book 465-6.2

/ τεύχεα συλήσειε〉: διαστολὴ βραχεῖα βελέων (465). τἆλλα δὲ

### book 465-6.3

συναπτέον λελιημένος ὄφρα τάχιστα (465). A

### book 465.1

ἕλκε δ’ ὑπὲκ βελέων: εἰς τὸ βελέων ὀλίγη διαστολή.

### book 465.2

T | ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φο‐

### book 465.3

ράν. b(BCE3E4)T

### book 466.1

τεύχεα συλήσειε· 〈μίνυνθα δέ οἱ γένεθ’ ὁρμή〉:

### book 466.2

δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι. b

### book 466.3

(BCE3)T

### book 468-9.1

〈πλευρά, τά οἱ—ἐξεφαάνθη, / οὔτησε:〉 τὸ

### book 468-9.2

ἑξῆς πλευρὰ οὔτησε, τὰ δὲ λοιπὰ διὰ μέσου. Aim

### book 468a.1

πλευρὰ〈—〉ἐξεφαάνθη: καὶ ἡμεῖς εἴδομεν αὐτοῦ

### book 468a.2

τὰ πλευρά. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα.

### book 468a.3

b(BCE3E4)T

### book 468b.1

παρ’ ἀσπίδος ἐξεφαάνθη: ἀντὶ τοῦ παρενεχθέντος

### book 468b.2

τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν. b(BCE3E4)T

### book 470.1

ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη: ἀνανεοῦται τὴν στάσιν

### book 470.2

καὶ ὑπεκκαύματα δίδωσι τὰς τῶν ἀριστέων πτώσεις καὶ τὸν πόλεμον

### book 470.3

ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτό‐

### book 470.4

πτης ὤν. b(BCE3)T

### book 470-1.1

ἔργον ἐτύχθη / ἀργαλέον Τρώων καὶ Ἀχαιῶν:

### book 470-1.2

ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες δι’ Ἐλεφήνορα

### book 470-1

πεσόντα. b(BCE3)T

### book 472.1

ἐδνοπάλιζεν: δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω,

### book 472.2

συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω „πυκταλεύω“ (Sophr. fr. 111 K.).

### book 472.3

AT σημαίνει δὲ κατέβαλ〈λ〉ε〈ν〉· „τὰ σὰ ῥάκεα δνοπαλίξεισ“ (ξ

### book 472.4

512). T

### book 473-9.1

Ἀνθεμίωνος υἱὸν〈—δαμέντι〉: οὐ ψιλὸν τοῦ

### book 473-9.2

τετρωμένου τὸ ὄνομα τέθεικεν, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν ἐκαλεῖτο

### book 473-9.3

Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον, ἐν ᾧ ἐτέχθη, καὶ

### book 473-9.4

ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτόν, καὶ τὴν ἡλικίαν ἣν ἔχων

### book 473-9.5.1

ἀπέθανεν, ὅτι ἠΐθεος ἦν. ταῦτα δὲ εἶπε πολλὴν πίστιν ἐπιφέρων τῷ

### book 473-9.5.2

λόγῳ ὡς αὐτόπτης ὤν. b(BE3E4)T

### book 474

〈ἠΐθεον:〉 τὸν ἰσόθεον ἡλικίαν ἔχοντα. Til

### book 475

Ἴδηθεν: Ἴδη ἐστὶν—ἀπ’ αὐτῶν πάντα καθορᾶν. A

### book 476.1

μῆλα ἰδέσθαι: μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶ‐

### book 476.2

γας, †ἡρόδικος† δὲ τὰ τετράποδα πάντα. b(BCE3E4)T

### book 477-8.1

〈οὐδὲ τοκεῦσι / θρέπτρα φίλοις ἀπέδωκε:〉 δι‐

### book 477-8.2

δάσκει μὴ καραδοκεῖν τὴν ἀπὸ παίδων †γηρωκομίαν. b(BCE3E4)Til

### book 478.1

θρέπτρα {φίλοις}: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ.

### book 478.2

λέγεται δὲ θρεπτὰ τὰ τεθραμμένα, θρέπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτή‐

### book 478.3

ρια, ὥσπερ λύτρα τὰ λυτήρια. A

### book 480

〈πρῶτον:〉 ἐν τοῖς προμάχοις δηλονότι. b(BCE3E4)Til

### book 480-2.1

〈βάλε στῆθος παρὰ μαζὸν—χαμαὶ πέσεν:〉

### book 480-2.2

καίριος ὁ τόπος· διελθὸν γὰρ τὸν πνεύμονα περὶ τὸν ὦμον ἀνέσχεν.

### book 480-2

b(BCE3E4)

### book 482.1

πέσεν αἴγειρος ὥς: μέχρι τούτου τὰ τῆς ὁμοιώσεως.

### book 482.2

τὰ δὲ λοιπὰ ἐκ περιουσίας ἐναβρυνόμενός φησι καὶ διώκων ἡδονήν.

### book 482.3

b(BCE3)T ποιητικὴ δὲ ἡ ἀναστροφή, οὐ μετρική. b(BE3E4)T

### book 483a

〈ἐν εἱαμενῇ:〉 τὸ εἱαμενή δασυντέον ἀπὸ τῆς ἕσεως. Aim

### book 483b.1

ἥ ῥά τ’ ἐν εἱαμενῇ: καὶ ἀλλαχοῦ „αἰγείρων ὑδατο‐

### book 483b.2

τρεφέων“ (ρ 208). εἱαμενὴ δὲ ἡ συνεστηκυῖα τῶν ὑδάτων συμβολή·

### book 483b.3

εἱμένη εἱαμένη εἱαμενή, ὡς δεξαμενή. | δασυντέον δὲ τὸ εἱαμενῇ

### book 483b.4

παρὰ τὴν ἕσιν. T

### book 483c.1

ἐν εἱαμενῇ: ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. | ὠνο‐

### book 483c.2

μάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως. | παρὰ τὴν ἕσιν

### book 483c.3

(ἕσιν δὲ λέγει τὴν ἀνάδοσιν τῶν φυτῶν). ἢ ῥειαμενή τις οὖσα, ὁ

### book 483c.4

καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ. ἢ γέγονεν ἀπὸ τοῦ

### book 483c.5.1

ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος ἀκεσσα‐

### book 483c.5.2

μενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἑαμενή, ὡς ἥλω ἑάλω,

### book 483c.5.3

ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ι 〈ε〉ἱαμενή. A

### book 484.1

ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασιν: τὰ γὰρ

### book 484.2

ἄοζα ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ

### book 484.3

ποταμὸν γεγενημένον. b(BCE3E4)T

### book 486

{ὄφρ’} ἴτυν {κάμψῃ}: παντὸς περιφεροῦς τὸ τελευταῖον

### book 486

μέρος. T

### book 487a.1

ἡ μέν τ’ ἀζομένη 〈κεῖται ποταμοῖο παρ’ ὄ‐

### book 487a.2

χθασ〉: ὅτι τὴν αἰτίαν ἐν ἄλλοις παραδίδωσι, δι’ ἣν παρὰ ταῖς τῶν

### book 487a.3

ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυοτομούμενα ξύλα· „ὡς δ’ ὁπότε

### book 487a.4

πλήθων ποταμὸς πεδίον 〈δὲ〉 κάτεισι, / χειμάρρους κατ’ ὄρεσφιν

### book 487a.5.1

ὀπαζόμενος Διὸς ὄμβρῳ, / πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε

### book 487a.5.2

πεύκασ“ (Λ 492—4). τούτου χάριν, ἵνα κατάγηται ὑπὸ τοῦ ῥεύ‐

### book 487a.5.3

ματος. A

### book 487b.1

ποταμοῖο παρ’ ὄχθας: πρὸς τὸ ἀχθῆναι ὑπὸ τοῦ ποτα‐

### book 487b.2

μοῦ, b(BCE3E4)T „πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύ‐

### book 487b.3

κας / εἰσφέρεται“ (Λ 494—5). τίς δὲ παραπλέων ποταμὸν οὐχ ὑπο‐

### book 487b.4

μνησθήσεται τοῦ ἔπους; b(BCE3)T

### book 488

τοῖον: πεσόντα ἢ ὄντα. T

### book 489-90.1

Ἄντιφος ... / Πριαμίδης: ἐπεὶ καὶ Ἰθακήσιος

### book 489-90.2

Αἰγυπτίου υἱός (sc. β 19). T

### book 490.1

〈ἀκόντισεν ὀξέϊ δουρί:〉 ἐν ἄλλῳ „ἀκόντισε δουρὶ φα‐

### book 490.2

εινῷ“. Aim

### book 491a.1

〈τοῦ μὲν ἅμαρθ’, ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν

### book 491a.2

ἑταῖρον:〉 ὅτι συγχεῖται τὰ τῆς τάξεως διὰ τὴν τοῦ πολέμου ταρα‐

### book 491a.3

χήν. Aint

### book 491b.1

Ὀδυσσέος ἐσθλὸν ἑταῖρον: πῶς ἑταῖρον αὐτόν φησιν

### book 491b.2

Ὀδυσσέως μὴ στρατευομένων Ἰθακησίων πλησίον Σαλαμινίων; ἑταῖ‐

### book 491b.3

ρον οὖν οὐ τὸν πολίτην, ἀλλὰ τὸν συνεργόν φησιν· τί γὰρ ἄτοπον, εἰ

### book 491b.4

Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; b(BCE3E4)T Ἀρίσταρ‐

### book 491b.5.1

χος δὲ ὡς ποιητικὸν παραιτεῖται. T οἱ δέ, ὅτι συγκέχυται ἡ μάχη,

### book 491b.5.2

b(BCE3E4)T ὡς καὶ „ἀνὴρ ἄνδρ’ ἐδνοπάλιζεν“ (Δ 472). T ἢ

### book 491b.1

ὅτι Αἴας ἐπῄει τὰς τάξεις βοηθῶν· καί που γὰρ Ὀδυσσεῖ βοηθεῖ, ὡς

### book 491b.2

δηλοῖ ἡ πεδιὰς μάχη (cf. Λ 473—86), καί που Μενεσθεῖ βοηθεῖ ἐν τῇ

### book 491b.3

τειχομαχίᾳ (cf. Μ 370 sq.) καὶ Μενέλαος αὐτὸν ἄγει ἐπὶ Πάτροκλον

### book 491b.10

(cf. Ρ 120—2). b(BCE3E4)T

### book 492a.1

βεβλήκει βουβῶνα, νέκυν: βραχὺ διασταλτέον ἐπὶ τὸ

### book 492a.2

βουβῶνα. | οὐκ ἀναγκαῖον δὲ ἐκτείνειν τὴν τελευταίαν τοῦ νέκυν

### book 492a.3

διὰ τὸ μέτρον· ἀπήρτικε γὰρ εἰς μέρος λόγου. A

### book 492b.1

βεβλήκει βουβῶνα: ἐμπεφύκασι μεγάλαι ἀρτηρίαι καὶ

### book 492b.2

φλέβες τοῖς βουβῶσιν αἱμορραγίας ποιοῦσαι, αἳ βοηθούμεναι μὲν ἐπι‐

### book 492b.3

κίνδυνοι, ἀμελούμεναι δέ εἰσι θανατώδεις. b(BCE3E4)T

### book 493.1

ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε: ὡς ἐκεῖ „μί‐

### book 493.2

νυνθα δέ οἱ γένεθ’ ὁρμή“ (Δ 466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον, τού‐

### book 493.3

του στερῶν αὐτοὺς ὁ ποιητὴς κολάζει. b(BCE3)T

### book 494-5.1

τοῦ δ’ Ὀδυσεὺσ〈—〉ἀποκταμένοιο χολώθη, /

### book 494-5.2

βῆ δὲ διὰ προμάχων: „ἀρνύμενος ἥν τε ψυχήν“ (α 5). T

### book 496.1

στῆ δὲ μάλ’ ἐγγὺς ἰών: ἐγγὺς ἰών τοῦ Λεύκου ὑπερα‐

### book 496.2

σπίζων. b(BCE3E4)T

### book 497a.1

ἀμφὶ ἕ {παπτήνας}: δασυντέον τὸ ε καὶ ὀρθοτονητέον·

### book 497a.2

μεταλαμβάνεται γὰρ εἰς σύνθετον. A

### book 497a

ἑαυτόν. Aint

### book 497b.1

ἀμφὶ ἓ παπτήνας: οἰκεῖον τῷ προνοητικῷ Ὀδυσσεῖ,

### book 497b.2

οὐχ ὡς ὁ Ἐλεφήνωρ (cf. Δ 465—9). οὗτος δὲ περισκοπεῖ, μή τι γυμνὸν

### book 497b.3

εἴη τοῦ σώματος. b(BCE3E4)T

### book 497c.1

κεκάδοντο: διὰ τὴν τοῦ δόρατος ὁρμὴν οἱ μὲν ἔνθεν, οἱ δὲ

### book 497c.2

ἐκεῖθεν ἐχωρίσθησαν. b(BCE3E4)T

### book 499a

νόθον: τὸν οὐ γνήσιον υἱόν, ἀλλ’ ἐκ—Πολυμήλη. |

### book 499a

γίνεται δὲ νόθος †νόθιος† καὶ ἐν ὑπερθέσει ὀθνεῖος. A

### book 499b.1

Δημοκόωντα: πρῶτος τῶν Πριαμιδῶν οὗτος ἀναιρεῖται.

### book 499b.2

b(BCE3)T

### book 500a.1

ὅς οἱ Ἀβυδόθεν ἦλθε: τῆς Ἑλλησποντίδος Ἀβύδου

### book 500a.2

μέμνηται· τὰς γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι

### book 500a.3

ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηται ὑπὸ Ἀχιλλέως. b

### book 500a.4

(BCE3E4)T

### book 500b.1

〈ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων:〉 ὅτι

### book 500b.2

οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφίων ὄντων τοῦ Πριάμου. Aint

### book 500c.1

παρ’ ἵππων: ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱππο‐

### book 500c.2

στασίων Πριάμου. οἱ δὲ ἀντὶ τοῦ ἐφ’ ἵππων. b(BCE3E4)T

### book 500c

παρ’ ἵππων ὠκειάων: ἐξ ἐκείνου—τοῦ Πριάμου. A

### book 502a.1

κόρσην: τὸν κρόταφον· ἐπὶ κόρσης γὰρ λέγουσιν Ἀττι‐

### book 502a.2

κοὶ τὴν γνάθον. A b (BCE3E4)T καὶ ἑτέροιο διὰ κροτάφοιο·

### book 502a.3

AT ὡς οὖν ἐλλὸς ἔλαφος, οὕτω κόρση κρόταφος. A b (BCE3E4)T

### book 502b.1

〈κόρσην· ἡ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν:〉 ἡ

### book 502b.2

διπλῆ {δέ}, διότι προειπὼν τὴν κόρσην διέσταλκε κατὰ μέρος τὸν

### book 502b.3

κρόταφον. A

### book 503.1

τὸν δὲ σκότος ὄσσε κάλυψεν: σολοικισμὸς παρὰ—

### book 503.2

σκότος ὄσσε κάλυψεν. A

### book 505.1

χώρησαν δ’ ὑπό τε πρόμαχοι 〈καὶ φαίδιμος Ἕκτωρ〉: πῶς νικῶσιν Ἕλληνες,

### book 505.2

οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι ἐᾷ Ζεὺς ποινὰς τίνειν τῶν πλημ‐

### book 505.3

μελημάτων τοὺς Τρῶας· ἢ δείκνυσι †καθότι δι’ ἀμφοτέρων τὴν δύνα‐

### book 505.4

μιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε

### book 505.5

μόνος Αἴας, οὗτος ἅμα Διῒ καὶ τοὺς πάντας Ἕλληνας διώκει. b(BCE3

### book 505

E4)T

### book 506.1

ἐρύσαντο δὲ νεκρούς: τοὺς ἰδίους· b(BCE3)T φιλάλ‐

### book 506.2

ληλοι γάρ, καὶ ὑπὲρ Ἐλεφήνορος πόλεμος γίνεται, καὶ Ὀδυσσεὺς

### book 506.3

ὑπερασπίζει Λεύκου. b(BCE3E4)T

### book 507a

〈ἴθυσαν:〉 ἐπ’ εὐθείας ὥρμησαν. T

### book 507b.1

νεμέσησε δ’ Ἀπόλλων: φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν

### book 507b.2

εὐπραγίᾳ, συνάχθεται δὲ Τρωσί. καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα

### book 507b.3

καὶ Ἀθηνᾶ παραστῇ τούτοις. b(BCE3E4)T

### book 508.1

Περγάμου ἐκκατιδών: ἐκ τῆς ἀκροπόλεως—κατα‐

### book 508.2

κλυσμοῖς. A

### book 510a.1

οὔ σφι λίθος χρὼς 〈οὐδὲ σίδηροσ〉: καὶ Ἀγησίλαος

### book 510a.2

παρατασσόμενος ὑπεμίμνῃσκεν ὅτι πρὸς ἀνθρώπους καὶ τρωτοὺς ἡ

### book 510a.3

μάχη. ὑπερβολὴ δὲ δέους, εἴ γε τοιούτους ὑπειλήφασι τοὺς πολεμίους.

### book 510a.4

b(BCE3E4)T καὶ ἀλλαχοῦ· „καὶ γάρ τ’ ἦν τούτῳ {γε} τρωτὸς

### book 510a.5

χρὼς ὀξέϊ χαλκῷ“ (Φ 568). T

### book 510b

〈λίθος:〉 λίθινος. Til

### book 511

ταμεσίχροα: ὡς ἐμῶ ἐμέσω, οὕτω ταμῶ ταμέσω. T

### book 512-3.1

οὐδ’ Ἀχιλεὺσ〈—〉 / μάρναται: εἰδότας ὑπομι‐

### book 512-3.2

μνῄσκει θρασυτέρους ποιῶν καὶ ἡμᾶς εἰς ἐπιπόθησιν ἄγει τῆς Ἀχιλλέως

### book 512-3.3

ἐξόδου. ἅμα δὲ καὶ αὔξει τὸ πρόσωπον. b(BCE3E4)T

### book 513a.1

〈χόλον:〉 ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι ἐπὶ τοῦ αὐ‐

### book 513a.2

τοῦ προσώπου. Aim

### book 513b1.1

χόλον †τε† πέσσει: ἐπὶ πολὺ κατέχει· πολὺ γὰρ τὸ

### book 513b1.2

διάστημα ἄχρι †πεύσεως† τῶν καρπῶν. ἐδηλώθη οὖν ἡ μῆνις Ἀχιλ‐

### book 513b1.3

λέως. T

### book 513b2.1

ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα μετὰ τὴν

### book 513b2.2

βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν παραβολὴν

### book 513b2

εἴληφε ταύτην. b(BCE3E4)

### book 515.1

Τριτογένεια: ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν—Λιβύης γεννη‐

### book 515.2

θεῖσα. A | ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί. A b (BCE3E4)T

### book 516.1

ὅθι μεθιέντας ἴδοιτο: οὐχ ὡς Ἀπόλλων τοὺς πάντας,

### book 516.2

ἀλλὰ τοὺς ἀμελεῖς· τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν ἑκούσιον ὂν

### book 516.3

πταῖσμα, τὸ δὲ φυσικόν. b(BCE3)T

### book 517a.1

ἔνθ’ Ἀμαρυγκείδην 〈Διώρεα μοῖρ’ ἐπέδησε〉: νῦν

### book 517a.2

ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπεὶ τότε (sc. Δ 457 et 473) ἀπὸ τῶν

### book 517a.3

Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. b(BCE3)T καὶ ἐπέδησε

### book 517a.4

καλῶς ἐπὶ τοῦ κατὰ τὸν πόδα βληθέντος. b(BCE3E4)T

### book 517b.1

〈μοῖρ’ ἐπέδησε:〉 Ἀρίσταρχος „μοῖρα πέδησε“ Ἰακῶς.

### book 517b.2

Aim

### book 519-20a1.1

〈Θρῃκῶν ἀγὸς—Αἰνόθεν εἰληλούθει:〉

### book 519-20a1.2

πῶς ἐν τῷ Καταλόγῳ (cf. Β 844—5) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν

### book 519-20a1.3

Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνό‐

### book 519-20a1.4

θεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια

### book 519-20a1.5

ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ. b(BCE3E4)

### book 519-20a2.1

βάλε δὲ Θρῃκῶν ἀγὸσ〈—Αἰνόθεν εἰληλού‐

### book 519-20a2.2

θει〉: ἐν γὰρ τῷ Καταλόγῳ (Β 844—5) φησὶ μόνον ὅτι Θρᾷκας ἦγε

### book 519-20a2.3

σὺν Ἀκάμαντι· „αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως, /

### book 519-20a2.4

〈ὅσσ〉ους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.“ δύναται οὖν ἐν

### book 519-20a2.5

Αἴνῳ τὰ βασίλεια εἶναι. T

### book 521a.1

〈λᾶας ἀναιδής:〉 ὅτι μεταφορικῶς τὸ ἀνένδοτον καὶ

### book 521a.2

σκληρὸν ἀναιδὲς λέγει. Aim

### book 521b.1

λᾶας ἀναιδής: ὁ σκληρὸς μεταφορικῶς, εἴγε ἀμφότερα

### book 521b.2

τὰ νεῦρα καὶ τὰ ὀστᾶ διαρρήγνυσι. T

### book 522

ὁ δ’ ὕπτιος: εἰκότως· σφοδρὰ γὰρ ἡ πληγή, εἴγε τὰ ὀστᾶ

### book 522

καὶ ἄμφω τὼ τένοντε συνηλοίησεν ὁ λᾶας. b(BCE3E4)T

### book 523a

〈κάππεσεν:〉 βραχεῖα διαστολὴ μετὰ τὸ ῥῆμα. Aim

### book 523b.1

χεῖρε 〈φίλοις ἑτάροισι〉 πετάσσας: συμμαχίαν αἰτῶν.

### book 523b.2

b(BCE3E4)T

### book 526a1.1

χύντο χαμαὶ χολάδες: μαλθακὰ γὰρ καὶ ὀλισθηρά εἰσι

### book 526a1.2

τὰ ἔντερα. χολάδες δὲ τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ. T

### book 526a2.1

τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ. χύντο δέ, ὅτι μαλθακὰ

### book 526a2.2

καὶ ὀλισθηρὰ τὰ ἔντερα. b(BCE3E4)

### book 526a2.1

{χύντο χαμαὶ} χολάδες: τὰ ἔντερα—τὸ χεῖσθαι, οὐ

### book 526a2.2

καλῶς. A

### book 527a1.1

〈ἐπεσσύμενον:〉 Ἀρίσταρχος διὰ τοῦ α „ἀπεσσύμε‐

### book 527a1.2

νον“, ἀπιόντα τὸν Πείρωα. ἐν δὲ τῇ ἑτέρᾳ „ἐπεσσύμενοσ“, ἵνα ἐπὶ τοῦ

### book 527a1.3

Θόαντος λέγηται. ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον. Aim

### book 527a2

ἀπεσσύμενον {βάλε δουρί}: ἀπεσσύμενον διὰ τοῦ α. T

### book 527b

〈βάλε:〉 ὅτι τὸ βάλε ἐκ βολῆς ἔτρωσε. Aint

### book 534.1

οἵ ἑ {μέγαν περ ἐόντα}: ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς

### book 534.2

ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. A

### book 535a1.1

ὁ δὲ χασσάμενος πελεμίχθη: ἄμεινον οὕτως· οὐ γὰρ

### book 535a1.2

ἐπὶ αὐτῶν, μὴ καὶ γυμνωθῇ τῆς ἀσπίδος. T

### book 535a2.1

καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασσάμενος, b(BCE3)

### book 535a2.2

μήποτε γυμνωθῇ τῆς ἀσπίδος. b(BCE3E4)

### book 535b

πελεμίχθη: ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι τὰ ἐμ‐

### book 535b.1

πησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα ἐκ‐

### book 535b.2

πέσῃ. A

### book 536-8.1

〈ὣς τώ γ’ ἐν κονίῃσι— / ἡγεμόνες:〉 συναπ‐

### book 536-8.2

τέον ἕως τοῦ ἡγεμόνες (538). Aim

### book 539a

ἔνθα κεν οὔ κέ τι ἔργον 〈ἀνὴρ ὀνόσαιτο μετελθών〉:

### book 539a.1

ὅτι περισσὸς ὁ κέν, καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται. | ἰστέον δὲ

### book 539a.2

ὅτι ὁ Ἀσκαλωνίτης (p. 45 B.) βαρύνει τὴν οὔ ἀπόφασιν, „οὐκέτι“,

### book 539a.3

ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ „ἔτι“. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις {ἐν παραλλή‐

### book 539a.5.1

λοις} οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένη‐

### book 539a.5.2

ται, οὔ καὶ ὁ κέ σύνδεσμος καὶ τὸ τί, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ

### book 539a.5.3

φανέντα. | ὅτι διὰ λόγον τοιοῦτον τὸ „ἔτι“ μόριον μετὰ τοῦ οὐχὶ

### book 539a.5.4

ἔννοιαν ἀναδέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον

### book 539a.5.5

„οὐκέτι φιλολογεῖ“· πρότερον γάρ τις ἐφιλολόγει. „οὐκέτι περιπατεῖ“.

### book 539a.10.1

ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψό‐

### book 539a.10.2

μεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι· ἔνθεν

### book 539a.10.3

οἱ μὲν τρία μέρη λόγου παρελάμβανον. οἱ δὲ κατὰ παρολκὴν τὸ

### book 539a.10.4

„ἔτι“, οἷον τὸ ἐν τῇ Ὀδυσσείᾳ (ε 153)· „ἔνθ’ οὐκ ἔτι ἥνδανε

### book 539a.10.5

νύμφη“. A

### book 539b.1

οὐκέτι: πλεονασμὸς τὸ ἔτι· b(BCE3)T „μηκέτι

### book 539b.2

πάμπαν Ἀχιλλῆϊ προμάχιζε“ (Υ 376)· „ὅν μοι δῶκε πατὴρ ἔτι“ (ψ

### book 539b.3

228). T | παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει

### book 539b.4

τὸν ἀκροατήν. b(BCE3)T

### book 540.1

〈ὅστις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ:〉 ὅτι

### book 540.2

διέσταλκε τὸ οὐτάσαι καὶ τὸ βαλεῖν. Aint

### book 541-2.1

δινεύοι κατὰ μέσ〈σ〉ον〈—ἀπερύκοι ἐρωήν〉:

### book 541-2.2

διασταλτέον μέσον (541) καὶ ἑλοῦσα (542)· ἤρτηται γὰρ ὁ λόγος

### book 541-2.1

ἐκ τῶν προκειμένων, ἵν’ ᾖ ἡ διάνοια· τότε ἄν τις πάντα τὰ τῆς μάχης

### book 541-2.2

ἔργα κατεπλάγη παρατυχών, εἴ γέ τις ἄτρωτος διὰ μέσων ἐδύνατο

### book 541-2.5.1

πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς 〈καὶ〉 τὰ

### book 541-2.5.2

φερόμενα ἀπέτρεπε βέλη. A

### book 541.1

ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη: θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς

### book 541.2

μάχης, b(BCE3)T ὑπὸ θεῶν ὁδηγούμενον, T ἵνα ἀθορύβως

### book 541.3

σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο. b(BCE3)

### book 541.4

T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ τοῦ Νικάνορος Περὶ Ὁμηρικῆς στιγμῆς. A

### book 1a.1

ἔνθ’ αὖ: τότε, ὅτε καὶ πολλοὶ ἀπώλλοντο. Aint b (BCE3

### book 1a.2

E4)T

### book 1b.1

ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ: πῶς ἐν τῷ Καταλόγῳ (cf. Β

### book 1b.2

768—9) δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ

### book 1b.3

τούτῳ, τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγα‐

### book 1b.4

λόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν μάχην ἦν ἄριστος, ὁ δὲ

### book 1b.5.1

ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται

### book 1b.5.2

(οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπί‐

### book 1b.5.3

δοσιν ἀναφέρονται), ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει

### book 1b.5.4

τὸν περὶ τῶν νεῶν· A b (BCE3E4)T ἥττων γὰρ †ἐπ’ ἀδείας† καὶ

### book 1b.5.5

διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τὴν ἐκ τῶν ὅρκων ὑποψίαν. b(BCE3

### book 1b.10

E4)T

### book 1c.1

ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ: καλῶς Διομήδης προτρέπε‐

### book 1c.2

ται ἰδίᾳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθ’ ἕνα ἀμε‐

### book 1c.3

λέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ †συμμαχίαν. b(BCE3E4)T

### book 2a.1

{δῶκε} μένος καὶ θάρσος: τὸ μένος ἐστὶ—θράσος

### book 2a.2

δὲ τοὐναντίον. | δεόντως οὖν φησι μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ

### book 2a.3

δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. A |

### book 2a.4

ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον δὲ μὴ

### book 2a.5.1

ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ

### book 2a.5.2

τιμᾶται. θάρσος δὲ τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. A b (BCE3E4)T |

### book 2a.5.3

συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα. A

### book 2b.1

ἵν’ ἔκδηλος: ἐπεσκοτεῖτο γὰρ ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς.

### book 2b.2

b(BCE3E4)T ἢ ὅτι πρώτην ἐγεώργει τὴν Θρᾴκην. T

### book 2c.1

μετὰ πᾶσιν: ἀντὶ τοῦ ἐν πᾶσιν, ὡς τὸ „†σφῶϊ† μέν τ’

### book 2c.2

ἐπέοικε b(BCE3)T μετὰ πρώτοισιν ἐόντασ“ (Δ 341). b(BE3)T

### book 3

ἄροιτο: ἀπὸ τοῦ αἴρω μέσος δεύτερος ἀόριστος. b(BCE3)T

### book 4.1

δαῖέ οἱ ἐκ κόρυθος: ἄλλο φῶς ἀντὶ Ἀχιλλέως ἤστραψεν

### book 4.2

Ἕλλησιν ὁ ποιητής. b(BCE3)T

### book 4

δαῖέ οἱ: ἀντὶ τοῦ φαντασίαν—τοῖς Τρωσίν. A

### book 4

ἀκάματον: Ζωΐλος—οὐκ ἰδικῶς πῦρ. A

### book 5a.1

〈ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα:〉 ὅτι

### book 5a.2

τὸν Κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός. Aint

### book 5b1

ἀστέρ’ ὀπωρινῷ: τὸν Ἀρκτοῦρον ἢ τὸν Κύνα. T

### book 5b2

ἀστέρα δὲ ἐνταῦθα τὸν Ἀρκτοῦρον λέγει. b(BCE3)

### book 5b2.1

ἀστέρ’ ὀπωρινῷ: ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου—

### book 5b2.2

καὶ νότιος καλεῖται. A

### book 6a.1

〈παμφαίνῃσι λελουμένος Ὠκεανοῖο:〉 ὅτι ἀντὶ τοῦ

### book 6a.2

παμφαίνει. πλεονάζει δὲ Ἴβυκος (cf. fr. 22 P. = P.M.G. 303) τῷ

### book 6a

τοιούτῳ. ἐλλείπει δὲ ἡ ἔξ. A

### book 6b.1

Ὠκεανοῖο: λείπει ἡ ἔξ. | Ὠκεανὸς δὲ ὁ ὁρίζων παρὰ τὸ

### book 6b.2

ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ

### book 6b.3

σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, καὶ ἐπὶ ἡλίου· „πέμψεν

### book 6b.4

ἐπ’ Ὠκεανοῖο ῥοάσ“ (Σ 240). A b (BCE3E4)T

### book 7a1.1

τοῖόν οἱ πῦρ δαῖεν: ἀντὶ τοῦ λαμπηδόνα τῶν ὤμων

### book 7a1.2

αὐτοῦ ἀπολάμπειν ἐποίει ὡς {ἀπὸ} πυρός, ὡς καὶ ἀλλαχοῦ „ὣς οἱ

### book 7a1.3

μὲν μάρναντο δέμας πυρόσ“ (Λ 596 al.) ἀντὶ τοῦ ὥς δέμας· εἰ γὰρ πῦρ,

### book 7a1.4

ἐκινδύνευεν ἂν ὁ ἥρως καταφλεχθῆναι. ἀλλ’ οὖν τοῖς θεοῖς πάντα

### book 7a1.5

εὐχερῆ. T

### book 7a2

πῦρ ἐνταῦθα τὴν λαμπηδόνα καλεῖ. b(BCE3E4)

### book 8a1.1

ὦρσε δέ μιν κατὰ μέσ〈σ〉ον: ἐκεῖ γὰρ τὸ τῆς μάχης

### book 8a1.2

ἤνθει. καὶ ἀλλαχοῦ „δινεύοι κατὰ μέσ〈σ〉ον“ (Δ 541). T

### book 8a2.1

ἐκεῖ γὰρ ἡ μάχη τὰ τῶν πολεμιστῶν ἄνθη συναγείρει ἀεί.

### book 8a2.2

b(BCE3E4)

### book 9a.1

ἦν δέ τις ἐν Τρώεσσι Δάρης: τοῦτο τὸ εἶδος διήγησις

### book 9a.2

λέγεται. A τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθα‐

### book 9a.3

νότης, ἅπερ ἐνέθηκεν τὸ ἔθνος, τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν

### book 9a.4

ἀρχήν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετήν. A b (BCE3E4)T

### book 9b

Δάρης: ὡς Χάρης. ὁμολογεῖ καὶ ἡ γενική· „Δάρητοσ“

### book 9b.1

(Ε 27) γὰρ ὡς Χάρητος· εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς

### book 9b.2

σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς

### book 9b.3

ους περατοῦται κατὰ τὴν γενικήν, σαφοῦς, πρηνοῦς, πρυλοῦς, φρα‐

### book 9b.5

δοῦς, „φραδέος νόου ἔργα“ (Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ

### book 9b.1

προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρ’ Αἰσχύλῳ (fr.

### book 9b.2

451 N.2 = 732 M.) καὶ τοῦ „Κουρῆτές τ’ ἐμάχοντο“ (Ι 529) καὶ τοῦ

### book 9b.3

κριτής ἐν τοῖς Περὶ ὀνομάτων (fr. 7 = 2, 614, 7) ἀποδώσομεν τὸν

### book 9b.4

λόγον. | γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς

### book 9b.10.1

γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε

### book 9b.10.2

εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ. A

### book 9c

Δάρης: παρὰ τὸ τὰ θύη ἐκδέρειν. b(BCE3E4)T

### book 9d

ἀφνειὸς ἀμύμων: τοῦτο λελυμένον φασίν. T

### book 10.1

ἰρεύς: ἀπὸ τοῦ ἱερεὺς συνήλειπται ὡς πόλιες πόλις. ψιλοῦ‐

### book 10.2

ται δέ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ἐκ κλίσεως ὂν μηδὲ ἐκτεινόμενον

### book 10.3

διὰ χρείαν. b(BCE3)T

### book 12

ἐναντίον ὡρμηθήτην: θρασεῖς γὰρ οἱ Τρῶες. T

### book 14a

οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν: Διομήδης καὶ οἱ νέοι. T

### book 14b

〈ἐπ’ ἀλλήλοισιν:〉 ἀντὶ τοῦ ἐπ’ ἀλλήλους. Aim

### book 15.1

Φηγεύς ῥα πρότερος: πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ

### book 15.2

προπηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ἐπὶ τὸ

### book 15.3

πλεῖστον ὀλλυμένους. b(BCE3E4)T | ἅμα δὲ παρίστησιν ὅτι θρα‐

### book 15.4

σεῖς οἱ Τρῶες. b(BCE3E4)

### book 17

〈οὐδ’ ἔβαλ’:〉 ἀντὶ τοῦ οὐκ ἐπέτυχεν. Aim

### book 19.1

μεταμάζιον: οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ „μετά‐

### book 19.2

φρενον“ (Ψ 380) καὶ „ἐνώπιον“ (cf. Θ 435 al.). παρῆκται δὲ παρὰ

### book 19.3

τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί „ἐπιχθόνιοσ“

### book 19.4

(Β 553. Ω 505), παρὰ ποταμὸν παραποτάμιος· γίνεται γὰρ καὶ ἀπὸ

### book 19.5.1

δύο λέξεων κατὰ παράθεσιν ἕν τι παράγωγον, ὡς τὸ Νεαπολίτης καὶ

### book 19.5.2

ἄλλα μυρία. A

### book 20.1

Ἰδαῖος δ’ ἀπόρουσε: κατηγορεῖ καὶ τούτου—κατὰ

### book 20.2

τοῦ πολεμίου. A

### book 20.1

λιπὼν περικαλλέα δίφρον: ἵνα ἀσχολίαν λίπῃ Διομήδει

### book 20.2

τὸ λάφυρον πρὸς τὸ αὐτὸς ἀποφυγεῖν. b(BCE3E4)T

### book 21a.1

οὐδ’ ἔτλη περιβῆναι: κατακερτομεῖ αὐτὸν ὀνειδίζων

### book 21a.2

τὴν δειλίαν. Ὀδυσσεὺς δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου μόνον

### book 21a.3

ὄντος (cf. Δ 491—502). b(BCE3)T

### book 21b.1

〈περιβῆναι:〉 πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν

### book 21b.2

τὸ ὑπερμαχῆσαι, καὶ τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37) τοιοῦτόν

### book 21b.3

ἐστι. Aim

### book 22a.1

οὐδὲ γὰρ οὐδέ κεν αὐτός: συνέστησε Διομήδεα T καὶ

### book 22a.2

μὴ φονεύσαντι δίδωσι τὴν ψῆφον τῆς σφαγῆς. b(BCE3E4)T

### book 22b.1

οὐδὲ γὰρ οὐδέ κεν: ἡ μία περισσὴ ἀπόφασις· „οὐδὲ γὰρ

### book 22b.2

οὐδὲ βίη“ (Σ 117), „οὐδὲ γὰρ οὐδὲ Δρύαντοσ“ (Ζ 130), καὶ ἔστιν ἡ

### book 22b.3

μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. A b (BCE3

### book 22b.4

E4)T

### book 23

ἀλλ’ Ἥφαιστος ἔρυτο: ηὔξηται μὲν Διομήδης ἀντιτασσο‐

### book 23.1

μένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ †Ἑλλήνων† ὁ

### book 23.2

θεὸς ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ

### book 23.3

περὶ Θέτιν. b(BCE3E4)T

### book 24a.1

ὡς δή οἱ μὴ πάγχυ γέρων 〈ἀκαχήμενος εἴη〉: †καὶ

### book 24a.2

μὴν ἵσταται† Δάρης. ἀλλ’ T ἐμφαίνει ὅτι παίδων ἑτέρων οὐκ

### book 24a.3

εἶχεν ἐλπίδα. b(BCE3E4)T

### book 24b.1

ἀκαχήμενος: 〈ὡσ〉 „τιθήμενοσ“ (cf. Κ 34), „ὀνήμενοσ“

### book 24b.2

(β 33) Αἰολικῶς. T

### book 25.1

〈ἵππους δ’ ἐξελάσας:〉 ἱππομανὴς ἀεὶ ὁ Διομήδης· b(BC

### book 25.2

E3E4)T Ἀργεῖος γάρ, „ἱππόβοτον“ δὲ ἀεὶ τὸ Ἄργος καλεῖ (cf.

### book 25.3

B 287 al.). b(BCE3)T

### book 26.1

〈κατάγειν〉 κοίλας ἐπὶ νῆας: ἐν ταπεινῷ γὰρ τὸ ναύ‐

### book 26.2

σταθμον. ἡ δὲ πόλις „ἠνεμόεσσα“ (cf. Γ 305 al.). b(BCE3E4)T καὶ

### book 26.3

„οἱ δ’ ἐπεὶ ἐκ πόλιος κατέβαν“ (Ω 329). T

### book 27-8.1

〈ἐπεὶ ἴδον υἷε Δάρητος / τὸν μὲν ἀλευάμενον, τὸν

### book 27-8.2

δὲ κτάμενον:〉 πρὸς τὸ σχῆμα· ἔδει γὰρ ‘τῶν υἱῶν Δάρητος τὸν μὲν

### book 27-8.3

ἀλευόμενον, τὸν δὲ κτάμενον‘. Aim

### book 28a.1

παρ’ ὄχεσφι: τὸ παρ’ ὄχεσφι προσδιδόασί τινες τοῖς

### book 28a.2

ἑξῆς, ἵν’ ᾖ παρ’ ὄχεσφι / „πᾶσιν ὀρίνθη θυμόσ“ (Ε 29), καὶ λέγῃ

### book 28a.3

τοὺς ἁρματηλάτας τεταράχθαι· καὶ †ἀλλαχοῦ ἱππηλάσθαι φησὶν†

### book 28a.4

ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ

### book 28a.5

τοῦ παρ’ ὄχεσφι τὸν τόπον τῶν ἁρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ

### book 28a

ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι. A

### book 28b.1

παρ’ ὄχεσφι: καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ

### book 28b.2

τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον παρ’ ὄχεσφι / „πᾶσιν ὀρίνθη

### book 28b.3

θυμόσ“ (Ε 29), ἵν’ ᾖ τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι

### book 28b.4

τὸ δεινὸν καὶ ἐφ’ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπι‐

### book 28b.5

φέρει καὶ τὸ τῶν Τρώων πάθος. b(BCE3E4)T

### book 31a.1

Ἆρες Ἄρες, βροτολοιγέ, 〈μιαιφόνε, τειχεσι‐

### book 31a.2

πλῆτα〉: ἐπαναλαβὴ ὁ τρόπος. | Ἰξίων (fr. 6 St.) δὲ τὸ δεύτερον

### book 31a.3

ὀξύνει, ἵν’ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιά‐

### book 31a.4

ζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. A b (BCE3

### book 31a.5

E4)T | τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις. AT

### book 31b

〈Ἆρες Ἄρες:〉 παλιλ〈λ〉ογία. Aim

### book 31c

〈μιαιφόνε:〉 ἰαιφόνε. Til

### book 31d.1

τειχεσιπλῆτα: ὅτι Ζηνόδοτος γράφει „τειχεσιβλῆτα“,

### book 31d.2

ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλ‐

### book 31d.3

λειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ

### book 31d.4

ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ (cf. fr. 65 P. = P.M.G.

### book 31d.5

242) „†πυλεμάχῳ“. A

### book 32a1

οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν: ἀγωγὸν τὸ ἐρωτη‐

### book 32a1

ματικῶς καὶ μὴ προστακτικῶς λέγειν. T

### book 32a2.1

ἀγωγὸν τὸ ἐρωτηματικόν, τὸ δὲ προστακτικὸν καὶ λυπη‐

### book 32a2.2

ρόν. b(BCE3)

### book 33.1

μάρνασθαι: πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμ‐

### book 33.2

παντα. b(BCE3E4)T

### book 35

θοῦρον {ἄρηα}: θείως ὀρούοντα. T

### book 37a.1

Τρῶας δ’ ἔκλιναν Δαναοί: εἰκότως ἐπὶ τῇ Ἄρεος ἀπου‐

### book 37a.2

σίᾳ καὶ τῇ ταραχῇ, ᾗ παρέσχον οἱ Δάρητος παῖδες. b(BCE3E4)T

### book 37b.1

〈ἔκλιναν:〉 ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι

### book 37b.2

ἐποίησαν. Aim

### book 38a1.1

πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων: ἄτοπον γὰρ

### book 38a1.2

τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν

### book 38a1.3

βαρβάρων. T

### book 38a2.1

ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα.

### book 38a2.2

b(BCE3E4)

### book 39a.1

ἀρχὸν Ἁλιζώνων: τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι

### book 39a.2

τῇ ἁλί. | καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ

### book 39a.3

λεληθότως ἐπεῖπε· „πρώτῳ γὰρ στρεφθέντι“ (Ε 40). b(BCE3)T

### book 39b.1

〈Ἁλιζώνων:〉 δασυντέον τὸ Ἁλιζώνων· οὕτω γὰρ

### book 39b.2

ἱστοροῦνται λεγόμενοι. Aint

### book 39b.1

{ἀρχὸν} Ἁλιζώνων: ἔθνους Θρακῶν—οἰκούντων

### book 39b.2

Περσῶν. A

### book 39c1

ΟΔΙΟΝ: πρὸ τέλους ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν. τὸ δὲ

### book 39c1.1

προσηγορικὸν ὅδιος ὡς „σκότιοσ“ (cf. Ζ 24)· βούλονται γὰρ τὰ τοι‐

### book 39c1.2

αῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν

### book 39c1.3

προπαροξύνειν, „Τυχίοσ“ (Η 220), „Δολίοσ“ (cf. δ 735 al.), κἂν μὴ

### book 39c1.5.1

ἔχῃ διαστολήν, ὡς τὸ „Χρομίοσ“ (cf. Δ 295 al.). Πτολεμαῖος (p. 45 B.)

### book 39c1.5.2

μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (θ 370) ἀνεγίνωσκεν· „Ἀλκίνοος δ’

### book 39c1.5.3

Ἁλίον“, πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα

### book 39c1.5.4

τινά, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος (cf. fr. 37 Pow.) „Ξένιοσ“, καὶ ἐν

### book 39c1.5.5

τῇ συνηθείᾳ τὸ Κρόνιος. | ἡ δὲ διπλῆ A πρὸς τὴν ὁμωνυμίαν

### book 39c1.10

τοῦ Ὀδίου. AAim

### book 39c2.1

τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ‐

### book 39c2.2

νεται. b(BCE3)T

### book 40.1

μεταφρένῳ: μεθ’ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν

### book 40.2

οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον (cf. Π 791—2).

### book 40.3

b(BCE3E4)T

### book 43a.1

Ἰδομενεὺς δ’ ἄρα Φαῖστον: Ἰδομενεὺς παρὰ τὴν

### book 43a.2

Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ.

### book 43a.3

εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα.

### book 43a.4

b(BCE3)T

### book 43b.1

Φαῖστον: προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς

### book 43b.2

πόλεως ὀξύνεται, „ἐς Φαιστόν, μικρὸς δὲ λίθοσ“ (γ 296). A

### book 44a1.1

〈Τάρνης:〉 Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις. b(B

### book 44a1.2

CE3E4)

### book 44a2

πόλις Λυδίας, ἡ νῦν Σάρδεις. Aint

### book 46a.1

ἵππων ἐπιβησόμενον: ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος

### book 46a.2

καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.

### book 46a.3

b(BCE3E4)T

### book 46b

〈ἵππων ἐπιβησόμενον:〉 πρὸς τὸ φυγεῖν δηλονότι. Aim

### book 48.1

ἐσύλευον θεράποντες: ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς·

### book 48.2

Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται (sc. Δ 463‐

### book 48.3

70). σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως. b(BCE3)T

### book 49.1

Σκαμάνδριον: οἰκεῖον κυνηγῷ τὸ ὄνομα· ποταμοὶ γὰρ

### book 49.2

αὐτοῖς ἡ διαγωγὴ καὶ ὗλαι. b(BCE3E4)T

### book 50a.1

Ἀτρείδης Μενέλαος ἕλ’ ἔγχει: καταπλήττει τοὺς

### book 50a.2

πολεμίους καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπογύως τρωθεὶς καὶ μαχό‐

### book 50a.3

μενος. b(BCE3E4)T

### book 50b

ὀξυόεντι: οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο. T

### book 51.1

δίδαξε γὰρ Ἄρτεμις: τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσά‐

### book 51.2

πτουσι θεοῖς· b(BCE3E4)T „κλεπτοσύνῃ θ’ ὅρκῳ τε· 〈θεὸς δέ οἱ

### book 51.3

αὐτὸς ἔδωκεν / Ἑρμείασ〉“ (τ 396—7). T

### book 52

〈βάλλειν:〉 ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν. Aim

### book 53a1.1

ἀλλ’ οὔ οἱ τότε χραῖσμε: δείκνυται τὸ ἀπαράβατον

### book 53a1.2

τοῦ μοιριδίου καὶ διὰ τούτου. T

### book 53a2.1

δείκνυται διὰ τούτου τὸ τοῦ μοιριδίου ἀπαράβατον.

### book 53a2.2

b(BCE3E4)

### book 53b.1

〈χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα:〉 ὅτι Ζηνόδοτος γράφει

### book 53b.2

„χραῖσμεν θανάτοιο πέλωρα“. ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον. A

### book 54.1

{οὐδὲ} ἑκηβολίαι: οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι· ἔφαμεν

### book 54.2

γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν,

### book 54.3

ὅτε περὶ τοῦ „πῇ δὴ συνθεσίαι“ (Β 339) διελαμβάνομεν. A

### book 56.1

μετάφρενον οὔτασε: ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου,

### book 56.2

b(BCE3E4)T ἣν ἐβλήθη Μενέλαος. b(BCE3E4) ἢ διὰ τὴν

### book 56.3

ἀσέβειαν τῶν Τρώων ἐξῆπται προθυμίᾳ ἢ διὰ τὴν ἐπικουρίαν τῶν

### book 56

θεῶν. b(BCE3E4)T

### book 58a.1

〈ἤριπε δὲ πρηνής:〉 ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύ‐

### book 58a.2

γων καὶ τετραμμένος ἐπὶ στόμα. Aim

### book 58b.1

ἤριπε δὲ πρηνής: ἀπὸ τῆς βίας τοῦ δόρατος ἀνατραπείς.

### book 58b.2

b(BCE3E4)T ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ πτώσει τοῦ

### book 58b.3

τεθνηῶτος. b(BCE3)T

### book 59.1

〈Φέρεκλον:〉 Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων. b(BC

### book 59.2

E3E4)Til

### book 59-60a1.1

[Τέκτονος υἱόν / Ἁρμονίδεω:] ὄνομα κύριον †ὁ

### book 59-60a1.2

Ἁρμονίδου. T

### book 59-60a2

†ὁ δὲ ἁρμονίδης† ὄνομά ἐστι κύριον. b(BCE3E4)

### book 60-2.1

〈ὃς χερσὶν ἐπίστατο— /〉 ὃς καὶ Ἀλεξάνδρῳ:

### book 60-2.2

ὁ Ἁρμονίδης, οὐχ ὁ Φέρεκλος, ἐπεὶ πρὸς τὰ δεύτερα ὑπαντᾷ. b(BC

### book 60-2.3

E3E4)T καὶ οἱ ἱστορικοί. ὁ δὲ δεύτερος ὅς (62) ἐπὶ Φερέκλου, T

### book 60-2.4

ὡς καὶ Λυκόφρων (Alex. 97)· „τράμπις ς’ ὀχήσει καὶ Φερέκλειοι πό‐

### book 60-2.5

δεσ“. b(BCE3E4)T

### book 60a.1

Ἁρμονίδεω: ὅτι ὀνοματοθετικὸς ὁ ποιητής, καὶ ἐν Ὀδυσ‐

### book 60a.2

σείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ (sc.

### book 60a.3

χ 330)· „Τερπιάδης δέ τ’ ἀοιδόσ“. καὶ ὅτι ἀμφίβολον, πότερον ὁ Φέ‐

### book 60a.4

ρεκλος ἔπηξεν τὰς ναῦς ἢ ὁ Ἁρμονίδης, ἐφ’ ἃ καὶ Ἀρίσταρχος φέ‐

### book 60a.5

ρεται. A

### book 60b1.1

〈δαίδαλα πάντα:〉 ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „δαί‐

### book 60b1.2

δαλα πολλά“. Aim

### book 60b2

δαίδαλα πάντα: Ἀρίσταρχος δὲ „δαίδαλα πολλά“. T

### book 60c

δαίδαλα {πάντα}: ἀπὸ τῆς δαήσεως. T

### book 61.1

ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη: ἡ †ὀργανική†.

### book 61.2

διδάσκει δὲ μὴ κακῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις b(BCE3E4)

### book 61.3

T μηδὲ συμπράττειν ἀδίκοις. b(BCE3E4)

### book 62.1

νῆας ἐΐσας: ἴσας τὰς ναῦς φησιν, ὅτι ἀντιρρόπως πορεύον‐

### book 62.2

ται. ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατὰ τὸ μέγεθος

### book 62.3

καὶ σχῆμα καὶ βάρος. A b (BCE3E4)T

### book 64a

οἷ τ’ αὐτῷ: ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, „αἳ πᾶσι

### book 64a.1

κακὸν Τρώεσσι γένοντο“ (Ε 63) ἑαυτῷ τε· ἔδει γὰρ αὐτῷ τε. | ἡ δὲ οἷ

### book 64a.2

ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντως δὲ εἰς σύνθετον μεταλη‐

### book 64a.3

φθήσεται. ὅμοιον δέ ἐστι τὸ „ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κάλ‐

### book 64a.5

λιον ἠδὲ οἷ αὐτῷ“ (Ο 226). A

### book 64b

〈οἷ τ’ αὐτῷ:〉 αὐτῷ 〈τε〉. Til

### book 64c

〈ᾔδη:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη. Aint

### book 64d.1

ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμονίους φασὶ

### book 64d.2

λιμῷ πιεζομένους τὸ αἴτιον ἀνακρίνειν τὸν θεόν. τὸν δὲ εἰπεῖν ἐξιλά‐

### book 64d.3

σκεσθαι τοὺς Τεύκρων δαίμονας, Χιμαιρέα τε καὶ Λύκον. τὸν δὲ Μενέ‐

### book 64d.4

λαον ἀπελθόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα καὶ συμμίξαντα

### book 64d.5.1

Ἀλεξάνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς †θεοὺς† ἐρησόμενον περὶ παίδων

### book 64d.5.2

γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον, ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην.

### book 64d.5.3

τὸν δὲ θεὸν εἰπεῖν (406 P.—W., cf. O. G. 14)· „Τίπτε δύω βασιλῆες,

### book 64d.5.4

ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν, / οὐκέθ’ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν

### book 64d.5.5

ἔβητε, / ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, / αὐτὰρ ὁ [..........];

### book 64d.10.1

τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;“ τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι.

### book 64d.10.2

τοῦτο οὖν λέγει ὁ ποιητὴς ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη. b

### book 64d

(BCE3)T

### book 64d.1

ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμόνιοι λοι‐

### book 64d.2

μῷ—αὐτοὺς δὲ καὶ τὴν πόλιν. A

### book 66

〈γλουτόν:〉 τοῦ ἰσχίου τὸ μέρος. Til

### book 67.1

ἀντικρὺ κατὰ κύστιν: αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορ‐

### book 67.2

νείας ναυπηγοῦ. A b (BCE3E4)T βία δὲ δηλοῦται τῆς πληγῆς·

### book 67.3

ὀστέοις γὰρ σκέπεται ἡ κύστις, ἃ παρῆλθε τὸ δόρυ. A b (BE3E4)T

### book 68a.1

〈γνὺξ δ’ ἔριπ’ οἰμώξας:〉 ὅτι καὶ οὗτος 〈οὐκ〉 ἐπὶ τὴν

### book 68a.2

πληγὴν πέπτωκε. Aim

### book 68b.1

γνὺξ δ’ ἔριπε: τὸ εἰς γόνατα πεσεῖν. T | πιθανὸν σπα‐

### book 68b.2

σμοῦ γεγονότος συννεῦσαι τὸν τρωθέντα. b(BCE3E4)T

### book 69a1.1

Πήδαιον {δὰρ}: Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκρά‐

### book 69a1.2

τησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην ὡς πολλάκις τὰ τοιαῦτα τρί‐

### book 69a1.3

την ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ

### book 69a1.4

ἔχουσι τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος,

### book 69a1.5.1

τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος· οὐ γάρ, ὡς οἴεται ὁ Ἅβρων

### book 69a1.5.2

(fr. 19 B.), παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν

### book 69a1.5.3

ἐσχηματίσθαι. A

### book 69a2

Πήδαιον {δ’ ἂρ}: Ἀρίσταρχος †πῆδον παρὰ τὸ πηδῶν. T

### book 70a

ὅς ῥα νόθος μὲν ἔην: ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων

### book 70a

γυναικῶν παιδοποιεῖσθαι. A

### book 70b

ὅς ῥα νόθος μὲν ἔην, 〈πύκα δ’ ἔτρεφε δῖα Θεανώ〉:

### book 70b.1

βάρβαρον ἔθος τὸ ταῖς πολλαῖς γυναιξὶ μίγνυσθαι· Λαέρτης γοῦν

### book 70b.2

„χόλον δ’ ἀλέεινε γυναικόσ“ (α 433). | ἢ τάχα ἥγνευεν αὐτὴ διὰ τὴν

### book 70b.3

ἱερωσύνην. νόμον δὲ τοῦτον ὑπογράφει ταῖς γυναιξὶν ὁ ποιητής·

### book 70b.5.1

σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν.

### book 70b.5.2

b(BCE3E4)T φησὶ δὲ καὶ τὸ Εὐριπίδειον „σοὶ καὶ ξυνήρων“

### book 70b.5.3

(Andr. 223). | νόθος δὲ ὀνοτός τις ὢν ἢ νωθὴς τῷ γένει. T

### book 70c.1

πύκα δ’ ἔτρεφε: δείκνυσιν ὡς ἀγαθὸς τρόπος περιγίνεται

### book 70c.2

τῶν παθῶν τοῦ λογισμοῦ. ἕκαστον δὲ σαφηνίζει τοὺς βάλλοντας καὶ

### book 70c.3

πίπτοντας αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων. b(BCE3E4)T

### book 70d

〈Θεανώ:〉 παρὰ τὸ θέαινα. Til

### book 73

ἰνίον: τὸ κοῖλον τοῦ τένοντος—τὸν αὐχένα. A

### book 74.1

〈ἀν’ ὀδόντασ〉 ὑπὸ γλῶσσαν τάμε χαλκός: ὑπὸ τὴν γλῶσσαν ἰὼν ὁ

### book 74.2

χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. b(BCE3E4)T ὀξέως δὲ δι’ ἀναί‐

### book 74.3

μων ὀστέων διϊόντος τοῦ σιδήρου „ψυχρόν“ (Ε 75) αὐτὸν ὀνομάζει.

### book 74.4

ἀλλαχοῦ δὲ „πᾶν δ’ ὑπεθερμάνθη ξίφοσ“ (Π 333). b(BE3E4)T

### book 75a

〈ἤριπε δ’ ἐν κονίῃς:〉 ἐν ἄλλῳ „ἤριπε δ’ ἐξ ὀχέων“. Aim

### book 75b.1

ἤριπε δ’ ἐν κονίῃσι: εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ

### book 75b.2

δόρυ, καθὸ λήγει ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελὸς ἄρχεται. b(BC

### book 75b.3

E3E4)T ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ δύναται †ὧι οὐ† τοῦτο

### book 75b.4

τὸ μέρος. b(BE3E4)T δῆλον δὲ ἐκ τῶν ἱερείων, ἃ τιτρωσκόμενα

### book 75b.5

κατὰ τὸ ἰνίον διαλύεται. T

### book 75b

ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι: ἤτοι κυρίως διὰ τὸ—

### book 75b

τοῖς ὀδοῦσι ἔλαβεν. A

### book 76a.1

{εὐρύπυλος} Εὐαιμονίδης: ψιλοῖ ὁ Ἀσκαλωνίτης (p.

### book 76a.2

45 B.), ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ „Μελά‐

### book 76a.3

νιπποσ“ (cf. Q 276 al.). ἔστι μὲν οὖν ὃ λέγει πιθανόν—διὰ τοῦτο

### book 76a.4

γοῦν καὶ τὸ „ΠΟΛΥΜΝΙΑ“ (Hsd. th. 78) πῇ μὲν ψιλοῦμεν πῇ δὲ

### book 76a.5.1

δασύνομεν, καὶ τὸ „Εὐρύαλοσ“ (Β 565 al.), „ΑΓΧΙΑΛΟΣ“ (cf. Ε 609

### book 76a.5.2

et Β 640. 697)—, οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πάνορμος δασυ‐

### book 76a.5.3

νόμενον καὶ Ἔφιππος ὁ κωμικός. A

### book 76b.1

Ὑψήνορα δῖον: δύο Ὑψήνορες· καὶ ἀλλαχοῦ γάρ φησιν

### book 76b.2

„Ἱππασίδην Ὑψήνορα“ (Ν 411). T

### book 78.1

θεὸς δ’ ὣς τίετο δήμῳ: διδάσκει, πῶς χρὴ διακεῖσθαι πρὸς

### book 78.2

τοὺς ἱερεῖς. b(BCE3E4)T

### book 79.1

〈Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός:〉 πρὸς τὴν ἐπα‐

### book 79.2

νάληψιν τοῦ ὀνόματος (cf. Ε 76). Aim

### book 80-1.1

μεταδρομάδην〈—ἀΐξασ〉: τὸ ἑξῆς μεταδρο‐

### book 80-1.2

μάδην ἀΐξας, ἐπιδιώξας τὸν φεύγοντα. b(BCE3)T

### book 81.1

ἀπὸ δ’ ἔξεσε χεῖρα: τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξε‐

### book 81.2

σεν εἰπών, οὐκ ἀπέκοψεν. A b (BCE3)T

### book 82.1

αἱματόεσσα δὲ χεὶρ 〈πεδίῳ πέσε〉: οἶκτον ἔχει ἡ χεὶρ

### book 82.2

δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπ’ ὄψιν γοῦν ἤγαγε τὸ πάθος.

### book 82

b(BCE3)T

### book 83a1.1

πορφύρεος θάνατος: ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ‐

### book 83a1.2

ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὁπλίτου. λέγει δὲ πορφύ‐

### book 83a1.3

ρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· „πορφύρεον δ’ ἄρα κῦμα“

### book 83a1.4

(Φ 326) ἀναλόγως τῷ „μέλαν δέ ἑ κῦμα κάλυψεν“ (Ψ 693). A

### book 83a2.1

πορφύρεος θάνατος: ὁ μέλας, καὶ „πορφύρεον δ’ ἄρα

### book 83a2.2

κῦμα“, „μέλαν δέ ἑ κῦμα κάλυψεν“. b(BCE3E4)T

### book 84.1

ὣς οἱ μὲν πονέοντο: ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργη‐

### book 84.2

σάντων. b(BCE3)T

### book 85a.1

Τυδεΐδην δ’ οὐκ ἂν γνοίης: ἡ διπλῆ, ὅτι ὡς πρός τινα

### book 85a.2

διαλέγεται μὴ ὑποκειμένου προσώπου, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις

### book 85a.3

ἔγνω, καὶ χρόνος ἐνήλλακται. A

### book 85b.1

Τυδεΐδην δ’ οὐκ ἂν γνοίης: ἡδὺ τὸ τῆς ἀποστροφῆς

### book 85b.2

ὡς πρὸς πρόσωπον· „φαίης †κεν† ζάκοτόν τέ τιν’ ἔμμεναι“ (Γ 220).

### book 85b.3

ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.

### book 85b.4

b(BCE3E4)T

### book 87.1

θῦνε γάρ: ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπιτείνει

### book 87.2

δὲ αὐτὸν τῷ „χειμάρρῳ“ (Ε 88), εἰκονίσας ἡμῖν, τί ἐστι χειμάρρους,

### book 87.3

καὶ τῷ πλήθοντι. b(BCE3E4)T

### book 88.1

ἐκέδασσε γεφύρας: καλῶς κἀκ τῶν πασχόντων τοῦ

### book 88.2

ποταμοῦ τὴν βίαν ηὔξησεν. b(BCE3E4)T

### book 89a.1

τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι: ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς

### book 89a.2

πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ „πολλὰ δ’ ὑπ’

### book 89a.3

αὐτοῦ ἔργα κατήριπε“ (Ε 92). b(BCE3E4)T

### book 89b1

〈ἐεργμέναι:〉 Ἀρίσταρχος „ἐερμέναι“. Aim

### book 89b2

χωρὶς τοῦ γ „ἐερμέναι“. Til

### book 90

〈ἀλωάων:〉 τῶν ἀμπελοφύτων. Til

### book 92.1

〈ἔργα〉 κατήριπε κάλ’ αἰζηῶν: ἀντὶ τοῦ ἀνθρώπων· b

### book 92.2

(BCE3)T „μινύθει δέ τε ἔργα ἀνθρώπων“ (Π 392). T | ἐμφαντι‐

### book 92.3

κῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομηθέντα παρασύρεσθαί φησιν. b

### book 92.4

(BCE3E4)T

### book 97-8.1

αἶψ’ ἐπὶ Τυδεΐδῃ〈— / καὶ βάλ’〉: καλῶς τιτρώσκει

### book 97-8.2

Διομήδεα, „ἐπεί / ῥέζοντά τι καὶ παθεῖν ἔοικεν“ (Pind. N. 4, 31—2).

### book 97-8.3

b(BCE3)T

### book 98a1.1

ἐπαΐσσοντα τυχών: συνήργησεν ἡ Διομήδους ὁρμὴ

### book 98a1.2

πρὸς τὴν δίοδον τοῦ βέλους. T

### book 98a2

ἡ δὲ ὁρμὴ ἡ Διομήδους καὶ τῷ βέλει συνήργησεν. b(BCE3)

### book 99a.1

θώρηκος γύαλον: ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύα‐

### book 99a.2

λον διὰ τὴν †ποικιλότητα† λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος.

### book 99a.3

A | τὸ γύαλον, ὅταν ἐπίθετον ᾖ, ὀξύνεται· „εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν

### book 99a.4

γυαλὸν λίθον †ἀγκάσασθαι“ (Call. fr. 236, 1). AT

### book 99b.1

〈θώρηκος:〉 τοῦτο〈ν〉 ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευ‐

### book 99b.2

κτον οἶδε καλεῖν (cf. Θ 195), ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος

### book 99b.3

(cf. Β 827). b(BCE3E4)

### book 99c1.1

θώρηκος γύαλον: πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων

### book 99c1.2

θώρηκος γύαλόν φησι τὸ περὶ τὸν ὦμον μέρος. λέγει δὲ τὸ κοί‐

### book 99c1.3

λωμα. T

### book 99c2

γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος.

### book 99c2

b(BCE3E4)

### book 100.1

ἀντικρύ {δὲ διέσχε}: ὀξύνεται καὶ ἐκτείνεται. ὅταν δὲ ἔχῃ

### book 100.2

τὸ ς, συστέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ Περὶ ἐπιρρήματος

### book 100.3

(fr. 1 L. = 2, 846, 24) ἐροῦμεν. A

### book 101.1

ἐπὶ μακρὸν ἄϋσε: οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ

### book 101.2

ἀλαζὼν ἐφθέγξατο· διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι „τὸν

### book 101.3

δ’ οὐ βέλος ὠκὺ δάμασσεν“ (Ε 106). οὐ φθέγγεται δὲ τρώσας Μενέ‐

### book 101.4

λαον, ὅτι ἡ πρᾶξις αἰσχρά, καὶ ἔλεγχον †βασιλείας† ἔχει, ἢ βουλό‐

### book 101.5.1

μενος ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβῆναι ἐν τοῖς

### book 101.5.2

Τρωσίν. b(BCE3E4)T

### book 103.1

βέβληται γὰρ ἄριστος Ἀχαιῶν: ἀντὶ τοῦ ἀριστεύς

### book 103.2

(Αἴας γὰρ μετ’ Ἀχιλλέα)· ἢ διὰ τὴν εὐδαιμονίαν, „ὃν δὴ ἐγὼ κάρτι‐

### book 103.3

στον Ἀχαιῶν“ (Ζ 98)· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρω‐

### book 103.4

θέντα φησίν. A b (BCE3E4)T

### book 104a.1

〈δῆθ’ ἀνσχήσεσθαι:〉 Ἀρίσταρχος δῆθ’ ἀνσχήσε‐

### book 104a.2

σθαι. Aint

### book 104b

〈βέλος:〉 Ἀρίσταρχος βέλος. Aim

### book 105

〈Λυκίηθεν:〉 ὅτι τῆς Τρωϊκῆς Λυκίας. Aint

### book 105

Λυκίηθεν: Λυκίας χώρας—ἐβασίλευε Πάνδαρος. A

### book 107.1

〈ἀλλ’ ἀναχωρήσας:〉 ἐπὶ τὸ ἀναχωρήσας βραχὺ δια‐

### book 107.2

σταλτέον. Aint

### book 107-8a1

πρόσθ’ ἵπποιϊν καὶ ὄχεσφιν / ἔστη: γενναῖον ἦθος

### book 107-8a1

Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν. T

### book 107-8a2.1

γενναῖον τὸ Διομήδους ἦθος, ὅτι μὴ τελείως ἀναχωρεῖ

### book 107-8a2.2

καίπερ καιρίαν λαβὼν τὴν πληγήν. b(BCE3E4)

### book 109-10.1

ὄρσο, πέπον〈—ὀϊστόν〉: οὐδὲν ἀποιμώζει

### book 109-10.2

πρὸς τὴν πληγήν, ἀλλὰ γενναίως τὴν χρείαν μόνην φησίν. b(BCE3

### book 109-10.3

E4)T

### book 111.1

Σθένελος δὲ καθ’ ἵππων 〈ἆλτο χαμᾶζε〉: πρεπόντως καὶ

### book 111.2

Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ. b(BCE3)T

### book 112a

〈πὰρ δὲ στάς:〉 ἐπὶ τὸ στάς βραχὺ διασταλτέον. Aim

### book 112b.1

〈διαμπερὲσ〉 ἐξέρυς’ ὤμου: αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία,

### book 112b.2

ἵνα μὴ πάλιν τιτρώσκοιτο ταῖς ἀκίσιν ὑποστρεφούσαις. b(BCE3E4)T

### book 113.1

αἷμα δ’ ἀνηκόντιζε: ἐμφαντικὴ ἡ μεταφορὰ τοῦ αἵματος

### book 113.2

ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος. A b

### book 113.3

(BCE3E4)T

### book 116-7.1

〈εἴ ποτέ μοι—πολέμῳ:〉 ταῦτα τοῖς ἑξῆς βέλτιον

### book 116-7.2

προσνέμειν. Aim

### book 116.1

εἴ ποτέ μοι καὶ πατρί: ἀντὶ τοῦ μού. | προῳκονόμησε δὲ

### book 116.2

τὸν Τυδέα ὁ ποιητής (cf. Ε 126, vide Ε 800—13). b(BC) T

### book 117.1

δηΐῳ ἐν πολέμῳ, 〈νῦν αὖτ’ ἐμὲ φῖλαι〉: ὑποστικτέον ἐν

### book 117.2

τῷ πολέμῳ. | ἄμεινον δὲ b(BC) T ὀρθοτονεῖν τὸ ἐμέ, ἵν’ ᾖ· καὶ

### book 117

ἐμὲ ὡς ἐκεῖνον. b(BCE4)T

### book 118a.1

〈δὸς δέ τέ μ’ ἄνδρα:〉 οὕτως †ἔν τισιν ἡρωδιανός. ἡ δὲ

### book 118a.2

γραφὴ† „τόνδε τέ μ’ ἄνδρα“. Aim

### book 118b.1

δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν: οὐ περὶ τῆς ἰάσεως, ἀλλὰ τῆς

### book 118b.2

τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ εὐχό‐

### book 118b.3

μενοι τοῖς θεοῖς τὰ ἐπίθετα ποιοῦνται· καὶ νῦν μὲν ὁ καταπονούμενος

### book 118b.4

„Ἀτρυτώνην“ (cf. Ε 115), ἡ δὲ †ἑκάτη† εὐχομένη τὴν Ἴλιον σῴ‐

### book 118b.5.1

ζεσθαι ἐπικαλεῖται τὴν „ἐρυσίπτολιν“ (cf. Ζ 305), οἱ δὲ τὴν λείαν λα‐

### book 118b.5.2

βόντες ἀνατιθέασι τῇ „ληΐτιδι“ (Κ 460). b(BCE3E4)T

### book 118c.1

καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν: τουτέστιν διὰ δόρατος

### book 118c.2

ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπ’ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ

### book 118c.3

ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος, τουτέστιν δύνασθαι ἀφεῖναι

### book 118c.4

δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐ‐

### book 118c.5

τὸν ὑπαντῆσαι. A

### book 118d.1

καὶ ἐς ὁρμὴν ἔγχεος: ἢ ἐμὲ ἰσχῦσαι πάλλειν τὸ δόρυ

### book 118d.2

κατὰ τοῦ βαλόντος, ἢ αὐτὸν ἀντιστῆναι τῇ ὁρμῇ τοῦ ἐμοῦ δόρατος.

### book 118d.3

μόνον δὲ πλησιάσαι αὐτὸν εὔχεται· πέποιθε γὰρ ὡς αἱρήσων τὸν

### book 118d.4

Πάνδαρον. b(BCE4)T

### book 119a.1

〈ὅς μ’ ἔβαλε φθάμενος:〉 καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ

### book 119a.2

τὴν ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν. b(BCE4)Til

### book 119b.1

καὶ ἐπεύχεται: ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων

### book 119b.2

μεγαλαυχία. Aim b (BCE4)T

### book 121.1

〈ὣς ἔφατ’ εὐχόμενος:〉 ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν

### book 121.2

τὸ εὐχόμενος. Aim

### book 122a.1

γυῖα δ’ ἔθηκεν ἐλαφρά: ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν

### book 122a.2

μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπ’ Ὀδυσσέως τρέχοντος

### book 122a

(sc. Ψ 772). A

### book 122b.1

γυῖα δ’ ἔθηκεν ἐλαφρά: οἰκείως· τρωθεὶς γὰρ ἐβεβά‐

### book 122b.2

ρητο. οὐκ ἔχομεν οὖν εἰπεῖν· ‘πῶς ἀριστεύει πάλιν;‘ b(BCE4)T

### book 124

〈μάχεσθαι:〉 ἀντὶ τοῦ μάχου. Aint

### book 126.1

ἄτρομον, οἷον ἔχεσκε: φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ

### book 126.2

Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆ‐

### book 126.3

σαι. Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν

### book 126.4

Τυδεῖ. τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ἀπὸ

### book 126.5.1

θυμοῦ. κατ’ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέ‐

### book 126.5.2

ρουσαν ἐξ οὐρανοῦ καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον

### book 126.5.3

παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ

### book 126.5.4

Φερεκύδης (FGrHist 3, 97). A b (BC) T

### book 127.1

ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον: παιδευτικῶς ἐδογ‐

### book 127.2

μάτισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν

### book 127.3

παρεστάναι καὶ τὸ θεῖον. b(BCE4)T

### book 127

ἀχλὺν †αὐτοι καὶ: τὴν ἀορασίαν—τὸν Γλαῦκον. A

### book 128a1.1

〈ὄφρ’ εὖ γινώσκοις ἠμὲν θεὸν〉 ἠδὲ καὶ ἄνδρα: θεὸν

### book 128a1.2

ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν ὄντως ἄνδρα· τοῦτο γὰρ

### book 128a1.3

δηλοῖ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. T

### book 128a2.1

ὅπως εὖ διακρίνοιο καὶ τὸν ἄτρεπτον θεὸν καὶ τὸν ὡς

### book 128a2.2

ἄνδρα πάλιν θεόν. b(BCE4)

### book 128b.1

ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα: ὅτι Ζηνόδοτος γράφει „ἠμὲν

### book 128b.2

θεὸν ἠδ’ ἄνθρωπον“. ἰδίως δὲ εἴρηκεν ἄνδρα διὰ τὸ καὶ ἄνδρας πολε‐

### book 128b

μεῖν. A

### book 129

πειρώμενος: ἀπόπειραν—μορφῇ. A

### book 130.1

ἀντικρὺ μάχεσθαι: ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν

### book 130.2

τελευταίαν συστέλλειν διὰ τὸ μέτρον. A

### book 131-2a1.1

Ἀφροδίτη 〈/ —〉τήν γ’ οὐτάμεν: ἡ πρακτικὴ

### book 131-2a1.2

φρόνησις καταφρονεῖν αὐτὸν τῶν ἡδονῶν παρασκευάζει. b(BCE4)T

### book 131-2a2.1

ἀτὰρ εἴ κε: ἐὰν δέ. μόνην δὲ βούλεται—ἀμύνει. |

### book 131-2a2.2

κατὰ χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι—τῇ Ἑλένῃ καὶ

### book 131-2a2.3

†ἄλλως ἠρέθισται ἀκούουσα·† / ἡ πρακτικὴ φρόνησις καταφρονεῖν

### book 131-2a2.4

τὸν Διομήδη ἡδονῶν παρασκευάζει. A

### book 132a1

〈τήν γ’ οὐτάμεν:〉 Ζηνόδοτος „τὴν οὔτασαι“. Aim

### book 132a2.1

διχῶς Ἀρίσταρχος, καὶ οὕτως καὶ χωρὶς τοῦ γέ, „τὴν

### book 132a2.2

οὐτάμεν“. Aim

### book 132a3.1

τήν γ’ οὐτάμεν: καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ. Ζηνό‐

### book 132a3.2

δοτος δὲ „τὴν οὐτάσαι“. T

### book 133

〈ἡ μὲν ἄρ’ ὣς εἰποῦς’:〉 „ὣς ἄρα φωνήσασ’“. Ail

### book 136a1.1

〈ἕλεν μένος:〉 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ Περὶ

### book 136a1.2

τῆς ὁπλοποιΐας διὰ τοῦ χ προφέρεται, „ἔχεν μένοσ“. Aim

### book 136a2

Πτολεμαῖος διὰ τοῦ χ „ἔχεν μένοσ“. T

### book 136-40.1

ὥστε λέοντα〈—φοβεῖται〉: καλῶς τῶν μὲν

### book 136-40.2

τετραπόδων τὰ ἀσθενέστερα παρείληφε, τὰ πρόβατα, τῶν δὲ θηρίων

### book 136-40.3

τὸν ἀλκιμώτατον λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον,

### book 136-40.4

τὰ δὲ ἔρημα τοῦ φυλάττοντος. b(BCE4)T

### book 137.1

ὀΐεσσιν: ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ „ποιμαίνων δ’ ἐπ’

### book 137.2

ὄεσσι μίγη“ (Ζ 25). b(BC) T

### book 138a.1

χραύσῃ: τύψῃ ἢ τρώσῃ. T | εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ

### book 138a.2

βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν. b(BCE4)T

### book 138b

〈χραύσῃ:〉 ξύσῃ, ψαύσῃ. Aint

### book 138c.1

ὑπεράλμενον: Διονύσιος (fr. 33 S.) ἀναστρέφει τὴν

### book 138c.2

ὑπέρ, ὁ δὲ Ἀσκαλωνίτης (p. 45 B.) ἓν ἐποίει, ὃ καὶ πιθανώτερον. A

### book 140a1.1

ἀλλὰ κατὰ σταθμοὺς 〈δύεται· τὰ δ’ ἐρῆμα φοβεῖ‐

### book 140a1.2

ται〉: ὅτι σταθμοὺς τὰς κατ’ ἀγρὸν ἐπαύλεις, καὶ ὅτι ἐπὶ τὸ συνώνυμον

### book 140a1.3

εἴληφεν· ἄνω γὰρ εἴρηκεν „εἰροπόκοις ὀΐεσσι“ (Ε 137), νῦν δὲ τὰ δ’

### book 140a1.4

ἐρῆμα φοβεῖται. A

### book 140a2.1

ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο

### book 140a2.2

ἐπήγαγε. Aim

### book 140b.1

ἀλλὰ κατὰ σταθμοὺς δύεται: ἐναργῶς τὸν δεδιότα

### book 140b.2

ἐσήμανεν. T

### book 141a.1

αἱ μέν τ’ ἀγχηστῖναι ἐπ’ ἀλλήλοισι κέχυνται:

### book 141a.2

οὕτω γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν πτοηθῶσιν. b(BCE4)T

### book 141a.3

ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ καταβαλλόμεναι. b(BC) T

### book 141b.1

κέχυνται: τὸ πλῆθος δηλοῖ· b(BCE4)T διὸ καὶ

### book 141b.2

„μελισσάων ἀδινάων“ (Β 87) φησὶ καὶ „μῆλ’ ἀδινά“ (α 92). b(BC)

### book 141b.3

T | ἐναργῶς δὲ τὸ τῶν δεδιότων ἐσήμανε σχῆμα. b(BC)

### book 142a.1

ἐξάλλεται αὐλῆς: ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ

### book 142a.2

ἀντὶ τοῦ καθάλλεται. ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγο‐

### book 142a.3

μεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῶς οὔσης τῆς αὐλῆς

### book 142a.4

†ἅλλεται† αὐτήν. ἔστι δὲ ὡς τὸ „Τρώων †ὁρμήσειαν†“ (Δ 335)· οὐ

### book 142a.5

γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. b(BCE4)T | ἢ ἐξάλ‐

### book 142a

λεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ. T

### book 142b.1

βαθέης ἐξάλλεται αὐλῆς: ἔνιοι τὸ ἔξ ἀντὶ τοῦ ἔξω ἀκού‐

### book 142b.2

ουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός. | ὁ μέντοι Ἀπολ‐

### book 142b.3

λώνιος ἐν τῷ Περὶ προθέσεως (Fr. p. 135, 30) ἓν λέγει εἶναι τὸ

### book 142b.4

ἐξάλλεται. A

### book 143.1

ὣς μεμαὼς Τρώεσσι: δηλονότι τῆς προθυμίας ἐποιήσατο

### book 143.2

τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθ’ ἕνα, ἀλλὰ †σὺν δύο† ἀναιρεῖ. ὅρα δὲ τὴν

### book 143.3

ποικιλίαν τῆς ἑρμηνείας. b(BCE4)T

### book 145

〈βαλών:〉 ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει. Aint

### book 146a.1

〈τὸν δ’ ἕτερον:〉 ὅτι Ζηνόδοτος γράφει „τοῦ δ’ ἑτέρου“.

### book 146a.2

ὁ δὲ ποιητὴς οὕτως λέγει „ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα“ (Α 197). Aim

### book 146b.1

κληῗδα παρ’ ὦμον: †πρώτη μέν τις ἀπεκόπη τῆς χειρός.

### book 146b.2

οὕτως δὲ διήιρηται· κρεμᾶται ἡ χείρ†. T

### book 146b.1

κληῗδα: τὴν κατακλεῖδα—Δημοσθένης φησί (or. 18,

### book 146b.2

67)· „τὴν κλεῖν κατεαγότα“. A

### book 147a.1

〈πλῆξεν:〉 πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ „ἔβαλεν“

### book 147a.2

(Β 692 al.), ὅτι ἐκ χειρὸς ἐπάταξεν. Aint

### book 147b.1

πλῆξε: ἀπὸ μετοχῆς τῆς „βαλών“ (Ε 145) εἰς ῥῆμα, ὡς

### book 147b.2

τὸ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον“ (Γ 80). b(BC) T

### book 148.1

τοὺς μὲν ἔας’, 〈ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύϊ‐

### book 148.2

δον〉: πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος

### book 148.3

ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Αἴθρη

### book 148

Πιτθῆος θυγάτηρ“ (Γ 144). A

### book 149.1

〈ὀνειροπόλοιο:〉 ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων

### book 149.2

μαντευόμενος, οὐχ ὁ ὀνειροκρίτης. Aim

### book 150a.1

τοῖς οὐκ ἐρχομένοις 〈ὁ γέρων ἐκρίνατ’ ὀνείρουσ〉:

### book 150a.2

ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. | τὸ δὲ ὅλον· οἷς τισι μὴ ἐπανιοῦσι τοῦ

### book 150a.3

πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους· ἔστι γὰρ—ἀναιρεθήσον‐

### book 150a.4

ται. A

### book 150b.1

τοῖς οὐκ ἐρχομένοις 〈ὁ γέρων ἐκρίνατ’ ὀνείρουσ〉:

### book 150b.2

ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. b(BCE4)T ὅμοιον

### book 150b.3

δέ ἐστι τῷ „ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα“ (Ε 53).

### book 150b.4

b(BC) T

### book 153a

〈ἄμφω τηλυγέτω:〉 ὅτι καὶ ἐπὶ δύο τὸ τηλύγετος. Aint

### book 153b.1

ἄμφω τηλυγέτω: μεθ’ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ,

### book 153b.2

οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες. b(B,C[bis],E4)T

### book 153c.1

ὁ δὲ τείρετο γήραϊ λυγρῷ: ἐλέγχει τοὺς οἰομένους δεῖν

### book 153c.2

ἐπὶ γήρᾳ παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰο‐

### book 153c.3

μένους· νικᾷ γὰρ ἡ πήρωσις. b(B,C[bis],E4)T

### book 156.1

ἀμφοτέρω: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „ἀμφοτέρων“.

### book 156.2

οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω

### book 156.3

νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται καὶ κατὰ τὸ ἑνικὸν „ἐπεί

### book 156.4

μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). A

### book 158a.1

χηρωσταί: ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p.

### book 158a.2

45 B.)· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει

### book 158a.3

μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποι‐

### book 158a.4

ητής „ὀρχηστήσ“ (cf. Π 617), χρυσωτής. οὕτως οὖν καὶ παρὰ τὸ „ἑεδνώσαιτο θύ‐

### book 158a.5

γατρα“ (β 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ „χήρωσας δὲ γυναῖκα“

### book 158a.1

(Ρ 36) τὸ χηρωστής. μάχεται τὸ „κυβερνήτησ“ (Ψ 316)· τὸ γὰρ

### book 158a.2

ἀήτης ἄλλως γέγονε. τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 91

### book 158a.3

N2 = 94 P.) „στείχων δ’ ἀγρώστην ὄχλον“ παρώνυμον. A

### book 158b.1

χηρωσταί: οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι.

### book 158b.2

b(BCE4)T | χηρωσταί δὲ ὡς ἀθληταί. b(BC) T | ἢ ἀγχιστεῖς ἢ

### book 158b.3

κληρονόμοι. T

### book 158c

〈χηρωσταί:〉 οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι. Aint

### book 158d.1

διὰ κτῆσιν δατέοντο: προληπτικῶς· οὔπω γὰρ ἀπέ‐

### book 158d.2

θανεν ὁ γέρων. b(BC) T

### book 161.1

ἐξ αὐχένα ἄξει: ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρθεσις ὡς τὸ

### book 161.2

„λέων κατὰ ταῦρον ἐδηδώσ“ (Ρ 542). T

### book 161-2.1

ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός: εἰπὼν τὸ

### book 161-2.2

γενικὸν ἐπὶ τὰ ἰδικὰ ἔρχεται. b(BC) T ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς

### book 161-2.3

„εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων“ (Υ 138). b(BC

### book 161-2.4

E4)T

### book 162a.1

〈πόρτιος ἠὲ βοός:〉 ὅτι Ζηνόδοτος γράφει „βουκόλου

### book 162a.2

ἠὲ βοόσ“. παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν. Aim

### book 162b

πόρτιος: νέου βοός, μόσχου. T

### book 162c

ξύλοχον: τόπον σύνδενδρον, οἱ δὲ κοίτην θηρίου. T

### book 164.1

ἀέκοντας: στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυν‐

### book 164.2

τέον τὸ ε. πταίει οὖν Νικίας (fr. 7 B.) ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ

### book 164.3

ἀκόντα ἐπε〈ν〉τίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλιφή

### book 164.4

ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη, ἐν ἑτέροις (e. g. ad Α 301)

### book 164.5

24efamen. A

### book 166a

τὸν δ’ ἴδεν Αἰνείας: τὸ ὁμοειδές τε ἐκκλίνει καὶ πρόθυμον

### book 166a

Πάνδαρον ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει. b(BCE3)T

### book 166b

〈ἀλαπάζοντα:〉 ἀναλίσκοντα. Til

### book 168.1

Πάνδαρον〈—〉διζήμενος: αὐτὸς ἔξω κινδύνων στὰς

### book 168.2

τοξότην ἀντικαθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.

### book 168.3

b(BCE3)T

### book 169

〈εὗρε Λυκάονος υἱόν:〉 πρὸς τὸ ἀσύνδετον. Aim

### book 171-3.1

ποῦ τοι τόξον〈—ἀμείνων〉: ἡ τοξεία. T | οἰκεῖα

### book 171-3.2

δὲ τὰ ἐγκώμια τῇ προτροπῇ, ὡς †εἰς αὐτὸν μόνον† σαλευούσης τῆς

### book 171-3.3

σωτηρίας τῶν Τρώων. b(BCE3E4)T

### book 173

〈οὐδέ τις ἐν Λυκίῃ:〉 ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει. Aim

### book 177a.1

εἰ μή τις θεός ἐστι κοτεσσάμενος 〈Τρώεσσιν〉: πρὸς

### book 177a.2

τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή

### book 177a.3

τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει 〈***〉. A

### book 177b.1

εἰ μή τις θεός ἐστι: οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ

### book 177b.2

θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει. b(BCE3E4)T

### book 178a1.1

ἐπιμῆνις: Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως

### book 178a1.2

τῷ „ἐπισμυγερῶσ“ (γ 195) καὶ „βοῶν ἐπιβουκόλος ἀνήρ“ (γ 422).

### book 178a1.3

ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἳ

### book 178a1.4

ἀνεγνώκασιν ὁμοίως τῷ „ἐπεὶ οὔ τοι ἔπι δέοσ“ (Α 515), ἵνα τὸ ἔπεστι

### book 178a1.5.1

σημαίνηται. ἄλλοι δὲ „ἐπίμηνισ“, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον

### book 178a1.5.2

δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι. A

### book 178a2

κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν

### book 178a2

τόνον. b(BCE3)T

### book 181a1.1

〈Τυδείδῃ μιν ἔγωγε:〉 Ἀρίσταρχος διχῶς, καὶ μίν καὶ

### book 181a1.2

„μέν“, Τυδείδῃ μιν ἐγώ. Aim

### book 181a2

Τυδείδῃ μιν: διχῶς, καὶ μίν καὶ „μέν“. T

### book 181b.1

Τυδείδῃ μιν〈—〉πάντα ἐΐσκω: καὶ πῶς γινώσκει

### book 181b.2

τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται. T

### book 181-2.1

〈Τυδείδῃ μιν—τρυφαλείῃ:〉 καὶ πῶς γινώσκει

### book 181-2.2

πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ’ αὐτὸν τὸν πόλεμον συναντῶσιν

### book 181-2.3

ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ’ ὅτε μὴ ὄντος πολέμου κατοπτεύον‐

### book 181-2.4

τες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς. b(BCE3E4)

### book 182.1

αὐλώπιδί τε τρυφαλείῃ: εἶδος περικεφαλείας λόφον εἰς

### book 182.2

ὀξὺ ἀνατεταμένον ἐχούσης. | †τρυφαλὴς† δὲ τρυφάλεια. T

### book 183.1

ἵππους τ’ εἰσορόων. 〈σάφα δ’ οὐκ οἶδ’, εἰ θεός ἐστιν〉:

### book 183.2

ἀθετεῖται, ὅτι δεξάμενός τις, „εἰ μή τις θεός ἐστιν“ ὁ ἐναντιούμενος (cf.

### book 183.3

ad Ε 177), ἐνέγραψεν αὐτόν. οὐ διστάζει δέ, ἀλλ’ ἐπίσταται σαφῶς

### book 183.4

ὅτι Διομήδης ἐστί· διὸ λέγει „Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα

### book 183.5

ἐΐσκω / ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ“ (Ε 181—2). A

### book 186

εἰλυμένος ὤμους: ἀπὸ μέρους τὸ πᾶν. T

### book 187a.1

ὃς τούτου βέλος ὠκὺ 〈κιχήμενον ἔτραπεν ἄλλῃ〉:

### book 187a.2

ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν· οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλ’

### book 187a.3

ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλ’ ὅτι ἐπὶ καί‐

### book 187a.4

ριον τόπον φερόμενον παρέτρεψεν. A

### book 187b

〈ἔτραπεν:〉 ἀντὶ τοῦ ἔτρεψεν. Til

### book 188.1

〈ἐφῆκα βέλος καί μιν βάλον ὦμον:〉 καὶ προηκάμην,

### book 188.2

φησί, καὶ ἔτρωσα τὸν ὦμον. Aim

### book 189

〈θώρηκος γυάλοιο:〉 ὅτι περιφραστικῶς πάλιν 〈τοῦ〉

### book 189

κύτους. Aint

### book 191a.1

ἔμπης δ’ οὐκ ἐδάμασσα· 〈θεὸς νύ τίς ἐστι κοτήεισ〉:

### book 191a.2

ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω (sc. Ε 177) ἀμφίβολον ὅτι συνερ‐

### book 191a.3

γὸν λέγει τῷ πολεμίῳ θεόν. A

### book 191b.1

θεός νύ τίς ἐστι κοτήεις: ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃ‐

### book 191b.2

ρῆσθαι αὐτόν. b(BCE3E4)T

### book 192

〈ἐπιβαίην:〉 ἵνα φύγῃ. Til

### book 193.1

ἀλλά που ἐν μεγάροισι: κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον

### book 193.2

ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ. b(BCE3E4)T

### book 194a.1

καλοὶ πρωτοπαγεῖς 〈νεοτευχέεσ〉: ὅτι Ζηνόδοτος

### book 194a.2

μετέθηκεν ὡς ταυτολογοῦντος πρωτοπαγεῖς νεοτευχέες, ἀγνοῶν

### book 194a.3

ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις. A

### book 194b.1

πρωτοπαγεῖς: πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως· A

### book 194b.2

b(BCE3)T | ἢ νέοι. b(BCE3)

### book 194c.1

πρωτοπαγεῖς νεοτευχέες: τὸν φειδωλὸν ὅρα καὶ ἀ‐

### book 194c.2

χράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους καὶ ταῦτα πλῆθος

### book 194c.3

ἔχοντα συνωρίδων· b(BCE3E4)T „ἕνδεκα δίφροι“ (Ε 193). T

### book 195a

παρὰ δέ σφιν ἑκάστῳ: σφίν ἀντὶ τοῦ σφῶν. T

### book 195b

〈δίζυγες ἵπποι:〉 ὅτι δύο ἵπποις ἐχρῶντο. Aint

### book 196a

κρῖ λευκόν: κριθάς. ἀποκοπὴ τὸ πάθος. A | εἰδέναι δὲ δεῖ

### book 196a.1

καὶ ζητεῖν, πότερον ἐκ τοῦ κρῖμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ

### book 196a.2

κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύν‐

### book 196a.3

ταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι

### book 196a.5.1

καὶ ὀλύρας· καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου γένους ἐστίν. φαίη

### book 196a.5.2

τις πρὸς τοῦτο· ‘οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβά‐

### book 196a.5.3

νεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν ἀντὶ τοῦ †ὥσπερ τὴν λευκὴν† θεόν,

### book 196a.5.4

τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά‘. AT πρὸς ὃ λέγομεν ὅτι †ὃν

### book 196a.5.5

πείσει† οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ „εὐρυφυὲς κρῖ 〈λευκόν〉“

### book 196a.10.1

(δ 604). T κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀπο‐

### book 196a.10.2

δέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ κριθή ἐστι γε‐

### book 196a.10.3

γονός. AT

### book 196b.1

ἐρεπτόμενοι: κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· A b

### book 196b.2

(BCE3)T οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις. b(BCE3)

### book 197-203.1

ἦ μέν μοι μάλα πολλὰ γέρων〈—ἔδμεναι

### book 197-203.2

ἄδην〉: ἐπιτείνει τὴν φειδωλίαν· τοὐναντίον γὰρ ἔδει· τὸ φιλότιμον

### book 197-203.3

γὰρ τῶν νέων ἐπέχουσιν οἱ γέροντες, ὁ δὲ καὶ τοῦ γέροντος ὤφθη

### book 197-203.4

σμικρολογώτερος. b(BCE3E4)T

### book 197.1

〈αἰχμητά:〉 ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς „αὐτὰρ ὁ αὖτε

### book 197.2

Θυέστα“ (Β 107). Aint

### book 199

〈ἐμβεβαῶτα:〉 ἐμβεβηκότα. | οὕτως Ἀρίσταρχος. Ail

### book 200

ἀρχεύειν Τρώεσσι: ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν

### book 200

Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο. A

### book 202.1

φορβῆς: ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ

### book 202.2

συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ

### book 202.3

ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή

### book 202.4

τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα

### book 202.5.1

‘τῷ ε παραληγομένων μόνῳ‘, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ

### book 202.5.2

παρὰ τὸ πείρω. A

### book 203a1.1

ἄδδην: Νικίας (fr. 8 B.) διὰ δύο δδ γράφει διὰ τὸ μέτρον,

### book 203a1.2

ὁμοίως τῷ „κύον ἀδδεέσ“ (Θ 423. Φ 481), καὶ ψιλοῖ. A b (BCE3)T

### book 203a1.3

Ἀρίσταρχος δὲ δι’ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ

### book 203a1.4

δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον

### book 203a1.5.1

δασύνεται· „ἅδε δ’ Ἕκτορι“ (Μ 80), „ἅδος τέ μιν ἵκετο θυμόν“ (Λ 88),

### book 203a1.5.2

A b (BCE3E4)T Ἅδωνις· καὶ τοῦτο γὰρ παρὰ τὸ ἥδω. A b

### book 203a1.5.3

(BE3E4) μάχεται τὸ ἁδράφαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνό‐

### book 203a1.5.4

μενον. A | ἄδδην δὲ εἰς κόρον. T

### book 203a2

Ἀρίσταρχος „ἅδην“, ἄλλοι δὲ ἄδδην διὰ δύο δδ. Aint

### book 206a1.1

ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν: ὡς πρὸς φίλον ὁμο‐

### book 206a1.2

λογεῖν ὑπὸ μεγαλαυχίας ἐξέλκεται τὰ ἀπόρρητα. T

### book 206a2.1

ὡς πρὸς φίλον ὁμιλῶν ἐξέλκεται ὑπὸ μεγαλαυχίας καὶ τὰ

### book 206a2.2

ἑαυτοῦ ὁμολογεῖν ἀπόρρητα. b(BCE3E4)

### book 208a

〈ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών:〉 ὅτι τρώσας, καὶ οὐ

### book 208a

ῥίψας ἁπλῶς τὸ βέλος. Aim

### book 208b.1

〈ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών:〉 στικτέον μετὰ τὸ βα‐

### book 208b.2

λών. Aint

### book 208c.1

ἀτρεκὲς αἷμ’ 〈ἔσσευα βαλών〉: ἀντὶ τοῦ ἀτρεκέως

### book 208c.2

εἶδον αὐτό, οὐκ ἠπάτημαι. b(BCE3E4)T | διαστολὴ δὲ εἰς τὸ βαλών.

### book 208c.3

b(BCE3)T

### book 210

〈Ἴλιον εἰς ἐρατεινήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 211a1.1

ἡγεόμην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: ὅτι

### book 211a1.2

A ἀντὶ τοῦ Τρώων AAil τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ

### book 211a1.3

τῷ Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον

### book 211a1.4

Τρῶες, μεταγράφουσι „Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν“. A

### book 211a2.1

φέρων χάριν Ἕκτορι δίῳ: ἔν τισι „φέρων χάριν ἱππο‐

### book 211a2.2

δάμοισιν“. T

### book 211b.1

ἡγεόμην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: μετὰ

### book 211b.2

τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ· ἡγούμην τῶν Τρώων χάριν φέρων

### book 211b.3

τῷ Ἕκτορι. | τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς ὡς „Τρώων δ’ οἰώθη

### book 211b.4

καὶ Ἀχαιῶν“ (Ζ 1) καὶ τοῖς ὑφ’ Ἕκτορι τεταγμένοις „Τρωσὶ μὲν

### book 211b.5.1

ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ“ (Β 816). ἢ καὶ τοῖς Ζελείταις,

### book 211b.5.2

A b (BCE3E4)T „οἱ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, /

### book 211b.5.3

AT Τρῶες, T τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱός / A b

### book 211b

(BCE3E4)T Πάνδαροσ“ (Β 824. 826—7). T

### book 211c.1

ἡγέομην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: τοῖς

### book 211c.2

Ζελείταις. T τινὲς δὲ μὴ θέλοντες Τρῶας εἶναι τοὺς Ζελείτας τὸ

### book 211c.3

Ἕκτορι ἀντὶ τοῦ δι’ Ἕκτορά φασιν, b(BCE3E4)T ὡς τὸ „σοὶ

### book 211c.4

πάντες μαχόμεσθα“ (Ε 875), οὐκ εὖ. T

### book 212.1

〈εἰ δέ κε νοστήσω:〉 ἀντὶ τοῦ νοστήσαιμι, ὡς „πληθὺν δ’

### book 212.2

οὐκ ἂν ἐγὼ ὀνομήνω“ (Β 488). περιττεύει δὲ καὶ ὁ κέ σύνδεσμος. Aim

### book 215.1

〈εἰ μὴ ἐγὼ τάδε:〉 συναπτέον ὡς ἐν τῇ Β „εἰ μὴ ἐγώ σε

### book 215.2

λαβών“ (Β 261). Aim

### book 216a.1

χερσὶ διακλάσσας: διὰ τῆς ἀναδιπλασιάσεως τοῦ ς τὸν

### book 216a.2

ἀπὸ τῆς συντρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο. b

### book 216a.3

(BCE3E4)T

### book 216b1.1

ἀνεμώλια γάρ μοι: ἀνέμοις ἀπολέσθαι ὀφείλοντα· ἀλ‐

### book 216b1.2

λαχοῦ (δ 727) φησιν „ἀνηρείψαντο θύελλαι“. T

### book 216b2.1

ἀνέμοις ἀπολέσθαι ὀφείλοντα, οἷον ἀλλαχοῦ (α 241) φη‐

### book 216b2.2

σιν „ἅρπυιαι ἀνηρείψαντο“, τουτέστι θύελλαι, ἄνεμοι †νειφώδεις. b

### book 216b2.3

(BCE3E4)

### book 217.1

Αἰνείας Τρώων ἀγός: καὶ Δαρδάνιοι γὰρ τῶν Τρώ‐

### book 217.2

ων. T

### book 219a.1

{πρίν γ’ ἐπὶ} νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι,

### book 219a.2

καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ (ο 475) ἐχρήσατο κατ’ αἰτιατικὴν πτῶσιν,

### book 219a.3

ὥσπερ καὶ ἐνθάδε, „νὼ ἀναβησάμενοι“. ὁπότε μέντοι γε σὺν τῷ ι

### book 219a.4

λέγεται, καὶ ἐπ’ εὐθείας αὐτὸ τάσσει καὶ ἐπ’ αἰτιατικῆς καὶ προπερι‐

### book 219a.5

σπᾶται· „νῶϊ δ’ ἐγὼ Σθένελός τε“ (Ι 48) καὶ „οὐδ’ ἂν νῶϊ διαδράκοι

### book 219a.1

ἠέλιός περ“ (Ξ 344). | περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί

### book 219a.2

οὐ περιεσπάσθη, ἐν τῷ Περὶ ἀντωνυμιῶν (Ap. Dysc. pron. 86, 10)

### book 219a.3

δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται· οὕτως

### book 219a.4

γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ αἰτιατικῆς.

### book 219a.10.1

καὶ παρ’ αὐτῷ „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782), „Ζεὺς σφὼ ε〈ἰ〉ς

### book 219a.10.2

Ἴδην“ (Ο 146). A

### book 219b.1

πρίν γ’ ἐπὶ νὼ 〈τῷδ’ ἀνδρί〉: πρὶν νὼ T ἐπὶ τῷδε

### book 219b.2

τῷ ἀνδρί. | ἐνταῦθα δὲ μόνον κέχρηται τῷ νώ καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ,

### book 219b.3

b(BCE3)T „νὼ ἀναβησάμενοι“ (ο 475). T

### book 222a.1

οἷοι Τρώϊοι ἵπποι: τοῦτο κοινόν, εἰ μὴ καὶ τοὺς ἀπὸ

### book 222a.2

Τρωὸς λάβοιμεν. b(BCE3)T

### book 222b

〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ. Aint

### book 223a.1

κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα: συνέτεμε τὸ ἐγκώμιον

### book 223a.2

πρὸς εἰδότα λέγων. Διομήδης δὲ ἐξέτεινεν (cf. Ε 263—73), ὅπως μὴ

### book 223a.3

καταφρονήσῃ ὁ Σθένελος. b(BCE3E4)T

### book 223b1.1

φέβεσθαι: ὅτι τοῦτό ἐστι τὸ „φόβον Ἄρηος φορεούσασ“

### book 223b1.2

(Β 767), τὴν ἐν πολέμῳ φυγήν. καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ

### book 223b1.3

τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους. A

### book 223b2

{διωκέμεν ἠδὲ} φέβεσθαι: φοβεῖσθαι. τοῦτο δὲ ἐπὶ τὸ

### book 223b2

„φόβον Ἄρηος φορεούσασ“. T

### book 224a

〈τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον:〉 ὅτι δύο ἵπποι. Aim

### book 224b.1

τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον: πιθανῶς ἀλαζονευό‐

### book 224b.2

μενος ἐπ’ αὐτοῖς στέρεται αὐτῶν καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ.

### book 224b.3

Διομήδης δὲ τοὐναντίον. b(BCE3E4)T

### book 226.1

σιγαλόεντα: ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ—σιγηλό‐

### book 226.2

εντά τινα ὄντα. A

### book 226-7.1

σιγαλόεντα | δέξαι: δέξαι ἀπὸ τοῦ ἡνιόχου. b(BC

### book 226-7.2

E3E4)T σιγαλόεντα δὲ τὰ σῖγα ἁλλόμενα. T

### book 227a1.1

ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ἀρίσταρχος. ἀποβή‐

### book 227a1.2

σομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν

### book 227a1.3

„ἠὲ σὺ τόνδε δέδεξο“ (Ε 228), τὸν Διομήδη. Ζηνοδότ〈ε〉ιος δὲ ἡ διὰ

### book 227a1.4

τοῦ ε, „ἐπιβήσομαι“. A

### book 227a2.1

οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ α, Aim τῆς

### book 227a2.2

φροντίδος τῆς περὶ αὐτούς. Ail

### book 227a3.1

ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ζηνόδοτος „ἐπιβήσο‐

### book 227a3.2

μαι“· φησὶ γοῦν „†εἰς† ἅρματα ποικίλα βάντεσ“ (Ε 239). ἐὰν δὲ γρά‐

### book 227a3.3

ψῃς ἀποβήσομαι, ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπιμελείας αὐτῶν. b

### book 227a3.4

(BCE3E4)T

### book 228.1

δέδεξο: ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπί‐

### book 228.2

θωνται, „λελάχωσιν“ (Η 80). A

### book 230.1

〈τεὼ ἵππω:〉 ὅτι δυοῖν ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς

### book 230.2

λέγει. Aint

### book 231a

〈μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι:〉 ταῦτα ἀφ’ ἑτέρας

### book 231a

ἀρχῆς. Aim

### book 231b.1

εἰωθότι: οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν

### book 231b.2

ἅπαντες· μᾶλλον γάρ φησιν ὑπὸ τῷ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν

### book 231b.3

τοὺς ἵππους τὸ ἅρμα. καὶ τὴν αἰτίαν ἐπιφέρει „μὴ τὼ μὲν δείσαντε

### book 231b.4

ματήσετον οὐδ’ ἐθέλητον / ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέ‐

### book 231b.5.1

οντεσ“ (Ε 233—4). τοιοῦτό ἐστι καὶ τὸ ἐν τῇ Δολων〈ε〉ίᾳ „ἀήθεσσον

### book 231b.5.2

γὰρ ἔτ’ αὐτόν“ (Κ 493). διὰ τοῦτό φασιν ἔνιοι καὶ τὸν Τηλέμαχον

### book 231b.5.3

τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (cf. ο 46—7). εἴη δ’ ἂν

### book 231b.5.4

ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκώς, καὶ ἔστι

### book 231b.5.5

παρ’ Ὁμήρῳ πολλὰ τοιαῦτα. A

### book 231c.1

ὑφ’ ἡνιόχῳ εἰωθότι: ὡς ἄπειρος προφασίζεται, ἐπεὶ

### book 231c.2

Κεβριόνου ἀποθανόντος (cf. Π 733—82) ἄλλον Ἕκτωρ δίδωσιν ἡνί‐

### book 231c.3

οχον. καὶ Διομήδης σὺν αὐτοῖς ἀγωνίζεται (cf. Ψ 290—2) καὶ Μενέ‐

### book 231c.4

λαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ (cf. Ψ 293—5). b(BCE3E4)T |

### book 231c.5

μόνως διὰ τοῦ ι τὸ εἰωθότι. T

### book 233a.1

〈μὴ τὼ μὲν δείσαντε ματήσετον οὐδ’ ἐθέλητον:〉

### book 233a.2

ὅτι πεπλεόνακεν κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχήμασιν.

### book 233a.3

Aim

### book 233b.1

μὴ τὼ μὲν δείσαντε ματήσετον: οὐδὲ περὶ αὐτῶν τι

### book 233b.2

χρηστὸν μαντεύεται. Δημοσθένης (or. 18, 97) δέ φησιν· „Δεῖ δὲ τοὺς

### book 233b.3

ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν

### book 233b.4

προβαλλομένους ἐλπίδα, φέρειν †δ’ ἃ ἂν† ὁ θεὸς διδῷ γενναίωσ“. b

### book 233b.5

(BCE3E4)T

### book 237.1

〈τέ’ ἅρματα καὶ τεὼ ἵππω:〉 τὸ πλῆρές ἐστι τεά· διὸ

### book 237.2

βαρυτονητέον· ἐπιφέρει γοῦν καὶ τεὼ ἵππω. Aim

### book 238.1

〈δεδέξομαι:〉 ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς „λε‐

### book 238.2

λάχωσιν“ (Η 80) ἀντὶ τοῦ λάχωσιν. Aint

### book 241.1

τοὺς δὲ ἴδε Σθένελος: ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν

### book 241.2

ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους. A b (BC

### book 241.3

E3E4)T

### book 242.1

αἶψα δὲ Τυδείδην: ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός. b

### book 242.2

(BCE3)T

### book 245a.1

ἶν’ ἀπέλεθρον ἔχοντας· 〈ὁ μὲν τόξων ἐῢ εἰδώσ〉: ἡ

### book 245a.2

διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν

### book 245a.3

μὲν τόξων εὖ εἰδότα. | στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικι‐

### book 245a.4

σμὸς γένηται, ἐὰν {δὲ} συνάπτωμεν. λείπει 〈δὲ〉 τὸ ἐστίν. | τὸ πέλεθρον

### book 245a.5

ἔχει πήχεις ἑξήκοντα ἓξ δίμοιρον. A

### book 245b.1

ἶν’ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδώς: ἀντὶ

### book 245b.2

τοῦ τὸν μέν, ὡς b(BCE3)T „ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα“ (Β

### book 245b.3

353) καὶ T „ἐξ ὁμόθεν πεφυῶτε, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίησ“ (ε 477).

### book 245b.4

b(BCE3)T

### book 245c.1

ἶν’ ἀπέλεθρον ἔχοντας: στιγμὴ εἰς τὸ ἔχοντας. b

### book 245c.2

(BCE3)T λείπει δὲ τῷ ἑξῆς τὸ ἐστίν· οὐ γὰρ δύναται σχῆμα

### book 245c.3

εἶναι, ὡς Νικάνωρ (p. 182) φησίν. T | ἀπέλεθρον δὲ λέγει τὴν ἀνά‐

### book 245c.4

ριθμον. b(BCE3) τὸ δὲ πλέθρον πήχεις ἔχει ἑξήκοντα ἓξ δίμοιρον.

### book 245c.5

b(BCE3)T

### book 246-8.1

〈Πάνδαρος—Ἀφροδίτη:〉 οὐκ ἀκαίρως γενεα‐

### book 246-8.2

λογεῖ· συνίστησι γὰρ ἐκ προγόνων αὐτούς, οὐκ εὐχερῆ τὴν πρὸς αὐ‐

### book 246-8.3

τοὺς μάχην δεικνύς. καὶ ἐπὶ μὲν τοῦ πατρὸς εὔχεται (246. 248), ἐπὶ

### book 246-8.4

δὲ τῆς μητρὸς ἐστίν (248), ὡς τὸ „μήτηρ μέν τέ μέ φησιν“ (α 215).

### book 246-8.5

b(BCE3E4)T

### book 247.1

〈υἱὸς μεγαλήτορος Ἀγχίσαο:〉 ἐν ἄλλῳ „υἱὸς μὲν ἀμύ‐

### book 247.2

μονος Ἀγχίσαο“. Aim

### book 249a.1

ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων: οὕτως Ἀρίσταρχος

### book 249a.2

„ἐφ’ ἵππων“, AAint ὡς εἰ ἔλεγεν ἐπ’ Ἀθηνῶν ἀντὶ τοῦ ἐπ’ Ἀθή‐

### book 249a.3

νας· λέγει γὰρ ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς

### book 249a.4

πρὸς τὸν ἐφ’ ἅρματος ὀχούμενον. A

### book 249b.1

χαζώμεθ’ ἐφ’ ἵππων: ἀντὶ τοῦ εἰς ἵππους, ὡς ἐπὶ Ἀθη‐

### book 249b.2

νῶν πλεῖν φαμεν· καὶ „πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). b(BC

### book 249b.3

E3E4)T

### book 249c.1

ἀλλ’ ἄγε δὴ χαζώμεθ’ 〈ἐφ’ ἵππων〉: ὅτι Ἀττικῶς ἐξ‐

### book 249c.2

ενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ

### book 249c.3

τὸν ἑξῆς ἠθετηκέναι. A

### book 249d.1

χαζώμεθ’ ἐφ’ ἵππων: οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης

### book 249d.2

παραινεῖ ἐπὶ τῶν ἵππων, ἀλλ’ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν

### book 249d.3

πρὸς ἱππέας μάχεσθαι. b(BCE3E4)T

### book 252a

〈μή τι φόβον δ’ ἀγόρευε:〉 ὅτι πάλιν φόβον τὴν φυγὴν

### book 252a

εἶπεν. Aint

### book 252b.1

{ἐπεὶ} οὐδὲ σέ: ὁ Ἀσκαλωνίτης (p. 45 B.) τὸν δέ ὀξύνει,

### book 252b.2

ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ’ ὀρθοτονεῖν· καὶ γὰρ

### book 252b.3

δύναται συνδεδέσθαι. A

### book 252c.1

μή τι φόβον δ’ ἀγόρευ’, 〈ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω〉:

### book 252c.2

ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει καὶ τὸ μετα‐

### book 252c.3

κινῆσαί τι τῆς στάσεως, ἐν οἵᾳ κατελείφθη. ἠθικὸν δὲ τὸ ἐπεὶ οὐδὲ σὲ

### book 252c.4

πεισέμεν οἴω, τὸν πάνυ φίλον· ἠθικὸν δὲ καὶ τὸ οἴω. b(BCE3E4)T

### book 253a.1

{οὐ γὰρ μοὶ} γενναῖον: σημειοῦνταί τινες ὅτι οὕτως εἴ‐

### book 253a.2

ρηται ἐγγενές, πάτριον. A

### book 253b

〈ἀλυσκάζοντι:〉 φεύγοντι. Til

### book 255a.1

〈ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν:〉 σημειοῦνται δὲ καὶ

### book 255a.2

τὸ ὀκνείω δ’ ἵππων ἀντὶ τοῦ ὀκνηρῶς ἔχω. τινὲς δὲ ἐπὶ τοῦ φόβου

### book 255a.3

τιθέασι τὸν ὄκνον. A

### book 255b

〈ἀλλὰ καὶ αὔτως:〉 ἀλλὰ καίπερ πεζὸς ὑπάρχων. Aint

### book 256a1.1

τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη: καὶ ἀνδρείου καὶ εὐ‐

### book 256a1.2

σεβοῦς πείθεσθαι θεῷ. | τὸ δὲ οὐκ ἔα ἀπὸ τοῦ ἐάᾳ τρίτον πρόσωπόν

### book 256a1.3

ἐστι κατ’ ἀποκοπήν· „οὐκ ἐάᾳ Κρονίδησ“ (Θ 414). T

### book 256a2.1

ἀνδρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα τῷ πάντα

### book 256a2.2

τῇ θείᾳ ἀνατιθέναι προνοίᾳ. b(BE3E4)

### book 256b1.1

{τρεῖν μ’ οὐκ} ἔα: συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν

### book 256b1.2

οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ι γραφόμενον, ὡς

### book 256b1.1

τιμῶ τιμᾷς τιμᾷ, τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφο‐

### book 256b1.2

μένου τοῦ ι, „οὔ μ’ εἴας μακάρεσσι“ (Ε 819), καὶ τὸ τρίτον ἐν Ἰωνικῇ

### book 256b1.5.1

παραγωγῇ „τὸν δ’ οὔτι πατὴρ εἴασκε μάχεσθαι“ (Υ 408) καὶ „τόνδε

### book 256b1.5.2

δ’ ἔασκεν“ (Ω 17). καὶ προστακτικὸν „ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν“

### book 256b1.5.3

(Α 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο τρεῖν μ’ οὐκ ἔα, μόνον συνεστάλη

### book 256b1.5.4

τὸ ἄλφα καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνε‐

### book 256b1.5.5

στὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ

### book 256b1.10.1

πάθη· συστολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου,

### book 256b1.10.2

εἰ μὴ ἄλλως ἐκδεξαίμεθα ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυ‐

### book 256b1.10.3

γίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς

### book 256b1.10.4

δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτε‐

### book 256b1.10.5

ταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς „οὐχ ὁράᾳς οἷος κἀγώ“ (Φ

### book 256b1.15.1

108), καὶ ἐπὶ τοῦ τρίτου „ἰσχανάᾳ δακέειν“ (Ρ 572), „ἥτ’ ἐκπεράᾳ

### book 256b1.15.2

μέγα λαῖτμα“ (ι 323), „οὐκ ἐάᾳ Κρονίδησ“ (Θ 414). τοῦτο τοίνυν τὸ

### book 256b1.15.3

ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι, τρεῖν μ’ οὐκ ἔ͝α͝. ἔνθεν καὶ

### book 256b1.15.4

συνέσταλται τὸ α, καὶ βαρύνεται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀπο‐

### book 256b1.15.5

κόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ „οὖτα καταὶ λαπάρην“

### book 256b1.20.1

(Ζ 64). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπω‐

### book 256b1.20.2

μένων ἢ βαρυτόνων 〈ἐνεστῶτοσ〉 ἐπὶ τρίτου ἀποκοπὴν καὶ μὴ εὑρὼν

### book 256b1.20.3

μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβά‐

### book 256b1.20.4

νομεν. A

### book 256b2.1

συστέλλεται τὸ α καὶ βαρύνεται, ἵν’ ᾖ παρατατικοῦ εἴων

### book 256b2.2

εἴας εἴα, καὶ τὸ προστακτικὸν „ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρασ“.

### book 256b2.3

ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν παρατατικὸς ἰσοδυναμῶν

### book 256b2

ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμηρικῷ λυθήσεται· τὰ γὰρ τῆς

### book 256b2.5.1

δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις

### book 256b2.5.2

διαλύει εἰς δύο α, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον

### book 256b2.5.3

ἐκτέταται καὶ σὺν τῷ ι γράφεται· „οὐχ ὁράᾳς οἷος κἀγώ“, b(BCE3

### book 256b2.5.4

E4)T „ἰσχανάᾳ δακέειν“, T „ἥτ’ ἐκπεράᾳ μέγα λαῖτμα“,

### book 256b2.5.5

„οὐκ ἐάᾳ Κρονίδησ“. τοῦτο τοίνυν τὸ „ἐάᾳ“ ἀποκέκοπται, ἔνθεν καὶ

### book 256b2.10.1

συνέσταλται τὸ α, καὶ βαρύνεται. b(BCE3E4)T | ὡς τὸ „σὲ γάρ φη

### book 256b2.10.2

Ταργήλιοσ“ παρὰ Ἀνακρέοντι (fr. 19 P. [P.M.G. 364] = 119 G.). T

### book 257a.1

〈πάλιν αὖτις:〉 ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ

### book 257a.2

αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικόν,

### book 257a.3

ἀντὶ τοῦ εἰς τοὐπίσω. Aint

### book 257b.1

τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον: πολὺ τὸ διάφο‐

### book 257b.2

ρον αὐτοῦ τε καὶ τῶν Πανδάρου λόγων. b(BCE3E4)T

### book 258a.1

〈εἴ γ’ οὖν:〉 οὕτως εἴ γ’ οὖν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ

### book 258a.2

δὴ ἕτερος αὐτῶν φύγῃ. Aim

### book 258b.1

εἰ γοῦν ἕτερός γε φύγῃσι: γενναῖον τὸ †λῆμμα†, εἰ μὴ

### book 258b.2

ἀμφοτέρων, τοῦ ἑτέρου κρατήσειν πεπεισμένου. ἅμα δὲ καὶ ἀνθρω‐

### book 258b.3

πίνως οὐ περὶ τῶν δύο ἀποφαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθη‐

### book 258b.4

σιν (cf. Ε 256). b(BCE3E4)T

### book 260.1

αἴ κέν μοι πολύβουλος Ἀθήνη: ἐξέκοψε διὰ τῆς θεοῦ τὸ

### book 260.2

ἑαυτοῦ καὶ Σθενέλου ἀλαζονικόν. b(BE3)T παιδευτικὸς δὲ ὁ

### book 260.3

λόγος. b (CE3)

### book 261

〈ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους:〉

### book 261

ὅτι περισσὸς ὁ δέ σύνδεσμος. Aim

### book 261-4.1

σὺ δὲ τούσ〈δε〉 μὲν ὠκέας ἵππουσ〈—Ἀχαιούσ〉:

### book 261-4.2

νηφαλίως ἅπαντα προορᾷ οὐκ ἐκκρουόμενος ὑπὸ τοῦ προσδοκωμένου

### book 261-4.3

κινδύνου, εἴγε ὁ μὲν θεᾶς υἱός, ὁ δὲ τοξότης ἄριστος, ὃς ἤδη καὶ ἔβαλεν

### book 261-4.4

αὐτόν. πολεμικοῦ δὲ ἀνδρὸς ἀντιποιεῖσθαι τῶν πρὸς τὸν πόλεμον

### book 261-4.5.1

χρησίμων· καὶ ὁ Ἕκτωρ γοῦν τὸν Διομήδους θώρακα σπεύδει λαβεῖν

### book 261-4.5.2

καὶ „ἀσπίδα Νεστορέην“ (Θ 192). b (CE3)T

### book 262a.1

〈αὐτοῦ ἐρυκακέειν:〉 ὅτι ἀπαρέμφατον ἀντὶ προστακτι‐

### book 262a.2

κοῦ τοῦ ἐρύκακε. Aim

### book 262b.1

ἐξ ἄντυγος ἡνία τείνας: ἵνα δοκῶσιν ὑπό τινος ἄγ‐

### book 262b.2

χεσθαι. T

### book 263a.1

Αἰνείαο δ’ ἐπαΐξαι: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστα‐

### book 263a.2

κτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ „†αἰνείω†“ γράφει. A

### book 263b

〈μεμνημένος:〉 μεμνημένος μου. Til

### book 264

〈ἐκ δ’ ἐλάσαι:〉 διὰ τὴν αὐτὴν αἰτίαν. Aim

### book 265.1

τῆς γάρ τοι γενεῆς: ὁ μὲν Αἰνείας τὸ φορτικὸν ἐκκλίνων

### book 265.2

ἐπετέμετο τὸν ἔπαινον (sc. Ε 222—3). ὁ δὲ ἐπιμελέστερον ἐπαινεῖ πα‐

### book 265.3

ραγγέλων τὸν Σθένελον. πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι,

### book 265.4

ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (cf. Ν 374—82). δύ‐

### book 265.5.1

ναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴγε Ἡρακλῆς ἐστράτευσεν

### book 265.5.2

ἐπὶ Τροίαν. b (CE3)T

### book 266a1.1

{δῶχ’} υἷος: προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ

### book 266a1.2

μὴ εἰρημένης τῆς υἷϊς, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος.

### book 266a1.3

αὕτη τοίνυν συναλιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται,

### book 266a1.4

ἧς ἀκόλουθος δοτικὴ „Νηληΐῳ υἷϊ ἐοικώσ“ (Β 20). καὶ αἰτιατικὴ „ἀλλ’

### book 266a1.5.1

υἷα Κλυτίοιο σαώσομεν“ (Ο 427) καὶ πληθυντικὴ εὐθεῖα „υἷες ὁ μὲν

### book 266a1.5.2

Κτεάτου“ (Β 621) καὶ αἰτιατικὴ „υἷάς τ’ ὀλλυμένουσ“ (Χ 62). ἀπο‐

### book 266a1.5.3

δείξομεν δὲ καὶ τὸ „υἱάσι δὲ Πριάμοιο“ (Ε 463) παρὰ τοῦτο κεκλίσθαι

### book 266a1.5.4

ἐν τοῖς Περὶ ὀνομάτων (fr. 10 = 2, 614, 36), ὅταν καὶ περὶ τῆς καθο‐

### book 266a1.5.5

λικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν. A

### book 266a2.1

προπερισπαστέον τὸ υἷος· ἀπὸ γὰρ τοῦ ὕϊος ἦν καὶ

### book 266a2.2

κατὰ κρᾶσιν υἷος. b (CE3)T

### book 266b.1

ποινὴν〈—οὕνεκ’〉: ὅτι ἰδίως τῷ ποινή κέχρηται·

### book 266b.2

κυρίως γὰρ ἐπὶ φόνου, „ποινὴν δεξαμένῳ“ (Ι 636). καὶ ὅτι τὸ οὕνεκα

### book 266b.3

ἀντὶ τοῦ τοὔνεκα. A

### book 267.1

〈ἵππων, ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε:〉 ὁ τρόπος

### book 267.2

περίφρασις. Aint

### book 268.1

τῆς γενεῆς ἔκλεψεν: ἀντὶ τοῦ ταύτης. καὶ λείπει τὸ ἄρθρον,

### book 268.2

ἵν’ ᾖ ταύτης τῆς γενεῆς. b (CE3)T

### book 269a.1

λάθρῃ Λαομέδοντος: περισπούδαστοι γὰρ ἦσαν αὐτῷ.

### book 269a.2

πῶς οὖν παρὰ τῷ Πριάμῳ τὸ γένος τῶν ἵππων οὐ σῴζεται; ὅτι τοὺς

### book 269a.3

Λαομέδοντος Ἡρακλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον. b (CE3)T

### book 269b.1

〈ὑποσχών:〉 ἀντὶ τοῦ ὑποστήσας. | καὶ „ὑπέστημεν“

### book 269b.2

(Ε 715) ὑπεσχόμεθα. Til

### book 269c1.1

θήλεας ἵππους: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνα ἀπ’ εὐ‐

### book 269c1.2

θείας τῆς θῆλυς ᾖ κεκλιμένον· „θῆλυς ἐέρση“ (ε 467), „Ἥρη θῆλυς

### book 269c1.3

ἐοῦσα“ (Τ 97), „θῆλυν ὑπόρρηνον“ (Κ 216). οὕτως Ἀρίσταρχος καὶ

### book 269c1.4

〈ὁ〉 Ἀσκαλωνίτης (p. 45 B.). A

### book 269c2.1

προπαροξυτόνως ἀπὸ τοῦ ἡ θῆλυς, ὡς „θῆλυς ἐέρση“ καὶ

### book 269c2.2

„γυνὴ δὲ θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν“ (Soph. Trach. 1062). οἶδε

### book 269c2

δὲ καὶ τὸ θήλεια· „ἄμφω θηλείασ“ (Β 767). b (CE3)T

### book 269d.1

θήλεας: ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον „θηλέασ“

### book 269d.2

ὡς ταχέας, ὡς Δωρικῶς ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρ’

### book 269d.3

Ἡσιόδῳ (e. g. th. 60. 401 al.) πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται. A

### book 271-2a1.1

τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων〈— /〉 τὼ δὲ

### book 271-2a1.2

δύ’ Αἰνείᾳ δῶκεν: οὐχ ὡς ἀποθανόντος Ἀγχίσου φησὶ „τῶν δὴ

### book 271-2a1.3

νῦν ἕτεροί γε φίλον παῖδα“ (Υ 210). ἔστιν οὖν ὅτε ἦν ἔφηβος· νῦν γὰρ

### book 271-2a1.4

διὰ γῆρας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων

### book 271-2a1.5

ἐστίν. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί. T

### book 271-2a2.1

οὐχ ὡς ἀποθανὼν Ἀγχίσης κατέλιπεν αὐτὰς τῷ υἱῷ,

### book 271-2a2.2

ἀλλ’ ὅτε κἀκεῖνος ἔφηβος ἦν. νῦν δὲ γηράσας ἐν Δαρδανίᾳ διάγει·

### book 271-2a2.3

διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστί. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι

### book 271-2a2.4

ζῶντι πατρί. b (CE3)

### book 272a.1

τὼ δὲ δύ’ Αἰνείᾳ 〈δῶκεν, μήστωρε φόβοιο〉: ὅτι δύο

### book 272a.2

ἵπποις ἐχρῶντο. ἡ δὲ ἀναφορὰ πρὸς τὸ τέτρωρον „Ξάνθε τε καὶ σύ,

### book 272a.3

Πόδαργε 〈καὶ Αἴθων Λάμπε τε δῖε〉“ (Θ 185). καὶ ὅτι φόβον τὴν φυγὴν λέγει. A

### book 272b.1

〈μήστωρε:〉 οὕτως Ἀρίσταρχος μήστωρε δυϊκῶς· ἐπὶ

### book 272b.2

γὰρ τῶν ἵππων. Aint

### book 277a1

καρτερόθυμε, δαΐφρον: εἰρωνικός ἐστιν ὁ ἔπαινος. T

### book 277a2

καὶ ὁ ἔπαινος τοῦ ἀεὶ ἀλαζόνος εἰρωνικός ἐστιν. b (CE3)

### book 278a1

η μάλα ς’ 〈οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς

### book 278a1.1

ὀϊστόσ〉: πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασε τὸ βέλος, ὅ

### book 278a1.2

ἐστιν ὁ ὀϊστός. | περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον βεβαιωτι‐

### book 278a1.3

κός. | ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου· κεῖται γὰρ ὁ η ἀντὶ

### book 278a1.5

τοῦ εἴ καὶ βαρύνεται. οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος. A

### book 278a2

ἀντὶ τοῦ εἴ. Aim

### book 278b.1

ἢ μάλα ς’ οὐ βέλος 〈ὠκὺ δαμάσσατο, πικρὸς ὀϊ‐

### book 278b.2

στός:〉 ὁ ἤ ἀντὶ τοῦ εἴ, καὶ τὸ ὀϊστός ὑποστιχθήσεται· εἰ γὰρ περι‐

### book 278b.3

σπάσομεν τὸν η, ἀνηθοποίητον ἔσται. b (CE3)T

### book 278c.1

βέλος ὠκὺ 〈...〉, πικρὸς ὀϊστός: βέλος κοινόν,

### book 278c.2

ὀϊστός εἰδικόν. b (CE3)T

### book 279a.1

νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι: εἰκὸς κατὰ τὸ σιωπώ‐

### book 279a.2

μενον ἐντεθωρακίσθαι αὐτόν. T

### book 279b

αἴ κε τύχωμι: ἐν πλεονασμῷ ἐστι τὸ μι. T

### book 283a1.1

τῷ δ’ ἐπὶ μακρὸν ἄϋσεν: οὐκ ἀναστρεπτέον τὴν πρό‐

### book 283a1.2

θεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάτ‐

### book 283a1.3

τετο, οὐκ ἀνεστρέφετο, δι’ ὃν προείπομεν πολλάκις λόγον ὡς ὅτι,

### book 283a1.4

ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως,

### book 283a1.5

ἐὰν μὴ τελευταία στίχου τεθῇ. A

### book 283a2.1

τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε: οὐκ ἀναστρεπτέον τὴν πρό‐

### book 283a2.2

θεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ ἄρθρον ἐφέ‐

### book 283a2.3

ρετο, ἀνεστρέφετο· ἐὰν γὰρ μεταξὺ πέσῃ μέρος λόγου, οὐκ ἀναστρέ‐

### book 283a2.4

φεται, εἰ μὴ ἐν τέλει, ὡς τὸ „ἔπτυσε πολὺ κάτα“ (Call. [?] fr. 779).

### book 283a2.5

b (CE3)T

### book 284.1

βέβληαι κενεῶνα: ἄκρως ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἑστῶτος

### book 284.2

τοῦ πολεμίου καὶ περὶ τοῦ τόπου τῆς πληγῆς ὁρίζεται. b (CE3)T

### book 284

κενεῶνα: τὸν ὑπὸ τὰς πλευρὰς—ὀστέων. A

### book 287

οὐδ’ ἔτυχες: οὐ γὰρ ἔτυχες, οἷον οὐκ ἐπέτυχες. T

### book 289a.1

ταλαύρινον πολεμιστήν: ὅτι παρηγμένως λέγει τα‐

### book 289a.2

λαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν

### book 289a.3

ἐν τῇ μάχῃ. A

### book 289b1.1

ταλαύρινον: Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γάρ, φησί,

### book 289b1.2

σύνθετον δεῖ νοεῖν τὸν σχηματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν· τὸν

### book 289b1.3

γὰρ εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι

### book 289b1.4

(fr. 96 V.) δὲ ἀρέσκει ὁ σχηματισμὸς σύνθετος εἶναι παρὰ τὸ ταλαόν

### book 289b1.5.1

καὶ τὸ ῥινόν. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλκει, ὀφείλει

### book 289b1.5.2

φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν περὶ τοῦ „μελιηδέος

### book 289b1.5.3

οἴνου“ (cf. Δ 346), ᾧ καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις

### book 289b1.5.4

ἐπείσθη Ἀριστάρχῳ. A

### book 289b2.1

ταλαύρινον: ἰσχυρόχρωτα. T | Ἀρίσταρχος ψιλοῖ τὸ

### book 289b2.2

ρ· οὐ γὰρ σύνθετον αὐτὸ ἐκδέχεται, ἀλλὰ καθ’ ἁπλῆν ἔννοιαν τὸν

### book 289b2.3

εὔτολμον, καὶ πέπεισται αὐτῷ ἡ παράδοσις. Τρύφων δὲ σύνθετον

### book 289b2.4

αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν ὁμοίως τῷ ταναόποδα

### book 289b2.5

„ταναύποδα“ (ι 464). b (CE3)T

### book 290-1.1

〈βέλος δ’ ἴθυνεν Ἀθήνη / ῥῖνα παρ’ ὀφθαλμόν,

### book 290-1.2

λευκοὺς δ’ ἐπέρησεν ὀδόντας:〉 καὶ πῶς, φασίν, πεδόθεν πολεμῶν

### book 290-1.3

τοιαύτην τῷ ἱππεῖ τὴν πληγὴν ἐπήνεγκε; λύεται γοῦν διὰ τῆς ἐνερ‐

### book 290-1.4

γείας τῆς Ἀθηνᾶς· ἢ εἰκὸς τὸν Πάνδαρον κύψαι πρὸς τὸ ἐκκλῖναι τὴν

### book 290-1.5

βολήν. b (CE3)

### book 290-1.1

βέλος δ’ ἴθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς: ζητεῖται πῶς Διο‐

### book 290-1.2

μήδης—ἀφ’ ὕψους βεβληκέναι. | ὅτι †δηλωθεὶς† τῇ ὁρμῇ τοῦ

### book 290-1

ἥρωος ὁ Πάνδαρος συνεκάθισεν. A

### book 292.1

πρυμνήν: ὡς „πυκνήν“ (ξ 521. 529). ἐπίθετον γάρ. ὅταν

### book 292.2

δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λεύκη καὶ „λευκή“ (ζ 45. κ 94).

### book 292.3

ὀξύνεται δὲ ὁ πρυμνός, ἐπεὶ τὰ εἰς νος λήγοντα μετ’ ἐπιπλοκῆς συμ‐

### book 292.4

φώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, συχνός πυκνός. οὕτως „πρυμνόσ“

### book 292.5

(Μ 446). A

### book 292-3a1.1

πρυμνὴν τάμε (292): τὸ ἔσχατον. παρὰ νείατον

### book 292-3a1.2

δὲ ἀνθερεῶνα (293) παρὰ τὸ ἔσχατον μέρος. | πρυμνή τὸ ἐπίθετον

### book 292-3a1.3

ὀξύνεται, ἐπὶ δὲ τοῦ πλοίου βαρύνεται. | πρυμνὴν δὲ τάμε (292)

### book 292-3a1.4

τὴν πρὸς τῇ ῥίζῃ. T

### book 292-3a2.1

τὴν πρὸς τῇ ῥίζῃ. | τοῦτο μὲν οὖν ὡς ἐπίθετον ὀξύνεται·

### book 292-3a2.2

τὸ δὲ ἐπὶ τῆς νηὸς βαρύνεται. b (CE3)

### book 292-3a3

πρὸς τὸ τοῦ ἀνθερεῶνος ἔσχατον μέρος. b (CE3)

### book 293a.1

〈ἐξελύθη:〉 οὕτως Ἀρίσταρχος ἐξελύθη, ἄλλοι δὲ

### book 293a.2

„ἐξεσύθη“ Aint

### book 293b.1

ἐξελύθη: τῆς ὁρμῆς ἐπαύσατο. b (CE3)T | ἐξελύθη

### book 293b.2

Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἐξεσύθη“. T

### book 297a.1

ἀπόρουσε: χρησίμως, ἵνα ὑπεκστῶσιν οἱ ἵπποι, καὶ μὴ

### book 297a.2

δύνηται ἐπιβεβηκὼς αὐτοῖς ὑπερμαχεῖν Αἰνείας. b (CE3)T

### book 297b.1

Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε: ἦν γὰρ

### book 297b.2

τόπος τῶν ὅπλων τοῦ ἡνιόχου. φησὶ περὶ Αὐτομέδοντος· „ὣς εἰπὼν

### book 297b.3

εἰς δίφρον ἑλὼν ἔναρα βροτόεντα“ (Ρ 540). T

### book 297c1.1

Αἰνείας δ’ ἀπόρουσε{ν} 〈σὺν ἀσπίδι δουρί τε

### book 297c1.2

μακρῷ〉: Ἡλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν, εἶτα ἄρχεται ἀπὸ

### book 297c1.1

τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ· ἃ γὰρ εἶχε, φησί, πρότερον,

### book 297c1.2

ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν, φησί, τὴν ἀσπίδα ἀπὸ

### book 297c1.5.1

τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ.

### book 297c1.5.2

τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει

### book 297c1.5.3

τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής, ἀπίθανόν τε αὐτὸν †εἶναι†

### book 297c1.5.4

τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις, ὑπόψυχρόν τε τὸ

### book 297c1.5.5

ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας καὶ μὴ εὐθέως

### book 297c1.10.1

αὐτὸν ἀνελεῖν· διὸ καὶ ὁ Ἀσκαλωνίτης (p. 46 B.) συνάπτει ὥστε ἐπὶ

### book 297c1.10.2

τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι

### book 297c1.10.3

ὁ Πάνδαρος ὑπ’ ἄλλου κατὰ τὸ σιωπώμενον καθώπλιστο, ὁ δὲ Αἰ‐

### book 297c1.10.4

νείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρα‐

### book 297c1.10.5

κείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει,

### book 297c1.15.1

ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου „αἴ κε λάβωμεν / ἀσπίδα Νεστο‐

### book 297c1.15.2

ρέην“ (Θ 191—2). οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ·

### book 297c1.15.3

παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις (cf.

### book 297c1.15.4

Ρ 481—3). ταῦτα Ἡρωδιανὸς ἐν τῇ Προσῳδίᾳ (2,51,5). A

### book 297c2.1

Ἡλιόδωρος ἔστιξεν εἰς τὸ ἀπόρουσε· παρεδεδώκει γὰρ,

### book 297c2.2

φησίν, ὁ Αἰνείας τὰ ἴδια ὅπλα τῷ Πανδάρῳ ὡς μέλλων ἡνιοχεῖν, εἶθ’

### book 297c2.3

οὕτω κατελθὼν ἐκδιδύσκει τὸν νεκρὸν καὶ τούτοις ὁπλίζεται· ὅπερ

### book 297c2.4

ἄτοπον, τὸ ἐπιτηρεῖν Διομήδεα, ἄχρις οὗ ὁπλισθῇ Αἰνείας. ἀλλὰ μᾶλ‐

### book 297c2.5.1

λον, ὡς καὶ Ἡρωδιανῷ (2,51,16) δοκεῖ, κατὰ μὲν τὸ σιωπώμενον

### book 297c2.5.2

Πάνδαρος ὁπλίζεται, παράκειται δὲ τὰ ὅπλα τῷ Αἰνείᾳ παρὰ τὸν

### book 297c2.5.3

δίφρον ὡς καὶ Νέστορι· b (CE3)T δῆλον γάρ, ἐξ ὧν φησιν Ἕκτωρ

### book 297c2.5.4

„αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην“. T καὶ Αὐτομέδων παρα‐

### book 297c2.5.5

δοὺς Ἀλκιμέδοντι τὰς ἡνίας αὐτὸς πολεμεῖ. ἦν οὖν τόπος τῶν ὅπλων

### book 297c2.10

τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵν’ εἰ χρεία γένοιτο, μαχέσωνται. b (CE3)T

### book 297d1.1

Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ:

### book 297d1.2

ὅλον συναπτέον τὸν στίχον, ὡς Νικάνωρ (p. 183 Friedl.). T

### book 297d2

συναπτέον ὅλον τὸν στίχον. Aint

### book 298

〈οἱ:〉 ὅτι ἀντὶ τοῦ αὐτοῦ. Aint

### book 299a.1

ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε: ὅτι ἀπὸ τῶν τετραπόδων ἡ

### book 299a.2

μεταφορά, πρὸς τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). A

### book 299b.1

ἀλκί: ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ

### book 299b.2

τοῦ ἀλκή. τινὲς δὲ ἀπὸ τοῦ †ἀλκίς† Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ

### book 299b.3

εἰς η παράκειται †εἰς† ις, ὡς „ἑορτή“ (υ 156. φ 258) καὶ ἑορτίς καὶ ἐν

### book 299b.4

ὑπερθέσει ἔροτις (cf. Eur. El. 625). AT ὤφειλε δὲ ἐκτείνειν τὸ ι.

### book 299b.5.1

T †εἴτε† ἀπ’ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλω‐

### book 299b.5.2

νίτης (p. 46 B.). Τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως (fr.

### book 299b.5.3

97 V.) φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν

### book 299b.5.4

ἰωκὴν „ἰῶκα“ (Λ 601) καὶ τὴν κρόκην „κρόκα“ (Hsd. opp. 538) καὶ

### book 299b.5.5

τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί. A

### book 299c.1

〈ἀλκί:〉 ἐκ τοῦ ἄλκιμος ἐστὶ κατὰ ἀποκοπήν. | τινὲς δὲ

### book 299c.2

ἀπὸ τοῦ †ἀλκίς† Αἰολικοῦ. ἐγὼ δέ φημι κατὰ μεταπλασμὸν τοῦ η

### book 299c.3

εἶναι, ἐπειδὴ καὶ τὸ μακρὸν εἰς βραχὺ μεταπέπλασται. b (CE3)

### book 300

〈οἱ:〉 ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ. Aint

### book 302a.1

{σμερδαλέα} ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος

### book 302a.2

γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται

### book 302a.3

Τυραννίων (fr. 13 P.). διδάσκει τὰ κινήματα· „ἡμεῖς δὲ ἰάχοντεσ“

### book 302a.4

(δ 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο· „ἐπὶ δ’ ἴαχε λαὸς

### book 302a.5

ὄπισθε“ (Ν 834), „τρὶς δ’ ἄϊεν ἰάχοντοσ“ (Λ 463). οὕτως οὖν καὶ τὸ

### book 302a

„φθέγξομ’ ἐγὼν ἰάχουσα“ (Φ 341) ὀφείλομεν προπαροξύνειν. A

### book 302b.1

σμερδαλέα ἰάχων: διὰ τῆς βοῆς ἀποτρέπων τοὺς ἐπιόν‐

### book 302b.2

τας ἢ πρὸς συμμαχίαν καλῶν. b (CE3)T

### book 302-3a1.1

ὁ δὲ χερμάδιον λάβε χερσίν / Τυδείδης: φθάσας

### book 302-3a1.2

γὰρ τῷ δόρατι προὔτυψεν. T

### book 302-3a2.1

ἀποστέλλει τὸν λίθον, ὅτι φθάσας τὸ δόρυ προὔπεμψεν.

### book 302-3a2.2

b (CE3)

### book 304a.1

οἷοι νῦν βροτοί εἰσι: πολλῷ κατωτέρω τῶν ἡρωϊκῶν

### book 304a.2

ἐστι· διὸ τῷ διαστήματι τοῦ χρόνου πιστοῦται τὰς ὑπεροχὰς τῶν

### book 304a.3

ἡρώων. b (CE3)T

### book 304b.1

ῥέα πάλλε: καὶ διὰ τοῦ ῥέα καὶ διὰ τοῦ πάλλε τὸ εὐ‐

### book 304b.2

μεταχείριστον ἐδήλωσεν. b (CE3)T

### book 305-6.1

κατ’ ἰσχίον—κοτύλην δέ τέ μιν καλέουσι:

### book 305-6.2

ἰσχίον τὸ πᾶν ὀστέον. b (CE3)T κοτύλη τὸ κοῖλον τοῦ ὀστέου,

### book 305-6.3

ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. A b (CE3)T

### book 305-6

ἰσχίον: τὸ ὑπὸ τὴν ὀσφὺν—κοιλότητα. A

### book 307a

θλάσ〈σ〉ε 〈δέ οἱ κοτύλην〉: ἐδήλωσε, τί ἐστι κοτύλη. T

### book 307b.1

ἄμφω ῥῆξε τένοντε: οὕτω τὰ τεταμένα νεῦρα, ὡς δύο

### book 307b.2

τινῶν πλατέων νεύρων συνεχόντων τὴν κοτύλην. b (CE3)T

### book 308.1

ὦσε δ’ ἀπὸ ῥινόν: οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 46 B.)

### book 308.2

ἀναστραφήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστιν ἀπῶσε· μεταξὺ γὰρ

### book 308.3

πέπτωκεν ὁ δέ. A

### book 309a1.1

〈ἔστη γνὺξ ἐριπών:〉 ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ

### book 309a1.2

τὰ γόνατα πεσών. Aint

### book 309a2

τὸ δὲ ἔστη T ἀντὶ τοῦ ἔμεινεν †ἢ† τὸ ἐριπὼν ἀντὶ

### book 309a2

τοῦ κατενεχθείς. b (CE3)T

### book 309b.1

ἔστη γνὺξ 〈ἐριπών〉: πιθανῶς οὐκ ἀνατρέπεται, ἀλλ’

### book 309b.2

οὕτω σχηματίζεται πρὸς τὸ εὐμετακόμιστον τῆς ἁρπαζούσης μητρός.

### book 309b.3

b (CE3)T

### book 310.1

〈γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε:〉 ὅτι οὐκ

### book 310.2

ὀρθῶς ἐπὶ Ἕκτορος (sc. Λ 356) λέγεται μετενεχθεὶς ἐντεῦθεν. Aim

### book 311a.1

〈καί νύ κεν ἔνθ’ ἀπόλοιτο:〉 καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα

### book 311a.2

ἐνήλλακται, ἀντὶ τοῦ ἀπώλετο ἄν. Aim

### book 311b.1

καί νύ κεν ἔνθ’ ἀπόλοιτο: οὐχ ὡς καιρίας οὔσης τῆς

### book 311b.2

πληγῆς πρὸς θάνατον, ἀλλ’ ἴσως δεύτερον τραῦμα ὑπὸ τῶν πολε‐

### book 311b.3

μίων πληγείς. καὶ ἡ Ἀφροδίτη τοῦτο δέδοικε, „μή τις Δαναῶν ταχυ‐

### book 311b.4

πώλων / χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο“ (Ε 316—7).

### book 311b.5

b (CE3)T | τὸ δὲ ἀπόλοιτο ἀντὶ τοῦ ἀπώλετο. T

### book 314-6.1

ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν〈—βελέων〉: οὐχ ἵνα

### book 314-6.2

μὴ τρωθῇ· πῶς γὰρ ἐνόμισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι τιτρω‐

### book 314-6.3

σκομένων καὶ τῶν θεῶν; ἀλλ’ ὑπ’ οὐδενὸς αὐτὸν τῶν πολεμίων ὁρα‐

### book 314-6.4

θῆναι θέλει· ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω

### book 314-6.5.1

καὶ ἡ ἐσθὴς αὐτῶν ἀόρατος. πῶς οὖν ἐπιφέρει „μή τις Δαναῶν ταχυ‐

### book 314-6.5.2

πώλων / χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται“ (Ε 316—7);

### book 314-6.5.3

ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον· εἰ γὰρ ὤφθη, ἴσως ἂν

### book 314-6.5.4

ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανεν. Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν

### book 314-6.5.5

ἀχλὺν γὰρ ἦν ἀφῃρημένος. b (CE3)T

### book 314.1

ἐχεύατο πήχεε λευκώ: τὸ τρυφερὸν τῆς θεοῦ διὰ τοῦ

### book 314.2

ἐχεύατο παρέστησεν. b (C) T

### book 315a.1

〈πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν:〉

### book 315a.2

ἔμπροσθεν δέ φησιν αὐτοῦ τὸν πέπλον ἐπέτασε πρὸς τὸ καλύψαι αὐ‐

### book 315a.3

τόν. b (CE3)

### book 315a

πρόσθε δέ οἱ: ἔμπροσθεν—κρύψῃ αὐτόν. A

### book 315b

〈πτύγμα:〉 πτύγμα δὲ τὸ περίσσευμα. b (CE3)

### book 316

ἕρκος ἔμεν βελέων: ἕρκος ὡς ἀφανείας ποιητικόν. T

### book 317

〈ἕλοιτο:〉 Ἀρίσταρχος †ὄλοιτο. Aint

### book 319a.1

οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων: τὸ σπου‐

### book 319a.2

δαῖον Διομήδους τὸ περὶ τοὺς ἵππους ἐνέφηνε σπουδάζοντα ποιῶν

### book 319a.3

τὸν ἡνίοχον. b (CE3)T

### book 319b.1

〈συνθεσιάων:〉 ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντο‐

### book 319b.2

λῶν. Aint

### book 322a.1

νόσφιν ἀπὸ φλοίσβου: οὐκ ἀναστρεπτέον· δύναται γὰρ

### book 322a.2

καὶ 〈τῇ〉 γενικῇ συντάττεσθαι καὶ σημαίνει〈ν〉 τὸ ἄποθεν, ἵνα ὅμοιον

### book 322a.3

ᾖ τῷ „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεοσ“ (Ι 353). ἢ καὶ παρέλκεται. A

### book 322b.1

ἐξ ἄντυγος ἡνία τείνας: ἐξ οὐδενὸς γὰρ ἦν ἐᾶσαι αὐ‐

### book 322b.2

τοὺς ἐν τῷ πεδίῳ· ἵνα τε δοκῶσιν ὑπό τινος ἄγχεσθαι. T

### book 323.1

〈Αἰνείαο:〉 ὅτι Ζηνόδοτος γράφει „†αἰνείω†“. οὐκ ἔστι δὲ

### book 323.2

Αἰνείως ὡς Πετεώς. Aim

### book 325.1

ὃν περὶ πάσης: οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς

### book 325.2

ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ Α ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ

### book 325.3

τοῦ „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων“ (Α 287). A

### book 326.1

ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη: ὁ μὲν Σθένελος ὡς Ἕλλην τὰ

### book 326.2

ψυχικὰ προτιμᾷ, οἱ δὲ βάρβαροι τὸν Δημοκόωντα „ὁμῶς Πριάμοιο

### book 326.3

τέκεσσι / τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι“ (Ε 535—6).

### book 326.4

b (CE3)T

### book 327.1

νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαύνειν: ὅπως ἠθάδες αὐτῶν

### book 327.2

γένωνται· ἀπειρόκαλον γὰρ τὸ εὐθέως ἐναβρύνεσθαι τοῖς ἀλλοτρίοις

### book 327

ὡς Ἕκτωρ (cf. Ρ 210—4). b (CE3)T

### book 329a.1

〈αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους:〉

### book 329a.2

ὅτι Ζηνόδοτος γράφει „κρατερωνύχες’ 〈ἵπποισ〉“. βίαιος †δ’ ἔφη†

### book 329a.3

συναλιφή. τὸ δὲ ἑξῆς ἐστιν· αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους,

### book 329a.4

τουτέστι κατόπιν ἐλαύνειν. A

### book 329b.1

αἶψα δὲ Τυδείδην μέθεπε〈—ἵππουσ〉: ἐπὶ

### book 329b.2

Τυδείδην †εἰ πρόεστιν† ἤλαυνεν. ἢ ἀντὶ τοῦ μετεδίωκεν. T

### book 330.1

Κύπριν: οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο‐

### book 330.2

σύνην αὐτὴν εἶναι λέγουσιν. A b (CE3)T

### book 331.1

γινώσκων ὅτ’ ἄναλκις ἔην θεός: οὐ διὰ τοῦτο ἐδίωκεν,

### book 331.2

ἀλλὰ διὰ τὴν τῆς Ἀθηνᾶς ἐντολήν. ἐγίγνωσκε δὲ ὅτι τούτου χάριν

### book 331.3

ἐκείνη ἐπέτρεπεν αὐτὴν τρωθῆναι. b (CE3)T

### book 332a1.1

〈πόλεμον〉 κατακοιρανέουσιν: ὁ Ἀσκαλωνίτης (p.

### book 332a1.2

46 B.) ἀναστρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις

### book 332a1.3

γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν ὡς „ἀνακοιρανέοντα“

### book 332a1.4

(cf. Ε 824). καὶ ἔστιν ὅμοιον τὸ „Ἰθάκην κατακοιρανέουσιν“ (α 247). A

### book 332a2.1

ἔμφασιν σημαίνει ἡ κατά, εἰ συνάπτοις τῷ κοιρανέου‐

### book 332a2.2

σιν. b (CE3)T

### book 333a

〈οὔτε πτολίπορθος Ἐνυώ:〉· ὅτι πολεμικὴ ἡ θεός. Aint

### book 333b.1

Ἐνυώ: ἀνθρωποπαθῶς πέπλασται ὡς Δεῖμος καὶ Ἔρις.

### book 333b.2

εἰ δὲ ἦν θεός, ποῦ ἦν ἐν τῇ θεομαχίᾳ; b (CE3)T | Ἐνυὼ δὲ παρὰ τὸ

### book 333b.3

ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν†. τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω,

### book 333b.4

ἔνθεν καὶ αὐτοέντης. παρ’ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος. A b (CE3)T

### book 333c.1

〈Ἐνυώ:〉 κακῶς ὅσοι δασύνουσι τὸ υ τοῦ Ἐνυώ· ἄμει‐

### book 333c.2

νον γὰρ ψιλοῦν. | ἀναπέπλασται γὰρ πολεμικὴ θεός, ἧς οἱ νεώτεροι

### book 333c.3

—μητρωνυμικῶς. A

### book 334a.1

ἀλλ’ ὅτε δή ῥ’: τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ

### book 334a.2

Ἀσκαλωνίτης (p. 46 B.) ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει. A

### book 334b.1

ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων:

### book 334b.2

μέμνηται ἑαυτοῦ ὁ ποιητής· εἶπε γὰρ „ὑπεξέφερεν πολέμοιο“ (Ε 318).

### book 334b.3

b (CE3)T προκόψασαν οὖν μεταθέων αὐτὴν κατέλαβεν. b (E3)T

### book 334b

ὀπάζων: ἡ λέξις αὕτη πλείονα—καθ’ ὅμιλον ὀπά‐

### book 334b.5

ζων. A

### book 335-6.1

ἔνθ’ ἐπορεξάμενοσ〈—μετάλμενος ὀξέϊ δουρί〉:

### book 335-6.2

τοῦτο πρὸς τὸ μέγεθος τῆς θεοῦ· καὶ ἐπάλμενος γὰρ μόγις τὴν ἄκρην

### book 335-6.3

χεῖρα ἔτρωσεν, ὅτι μετέωρος ἦν ἡ θεός. νῦν δὲ οὐκ ἐνεργεῖ ἡ Ἀθηνᾶ·

### book 335-6.4

εὐτελὴς γὰρ ἡ Ἀφροδίτη. | ἔοικε δὲ Διομήδης ἐπιθυμίας ἅμα καὶ θυμοῦ

### book 335-6.5

κρατεῖν, Ἄρεως καὶ Ἀφροδίτης. b (CE3)T

### book 337a1

ἀβληχρήν: ἀβληχρὸν τὸ ἰσχυρόν, οἱ δὲ τὴν εὐώνυμον. T

### book 337a2.1

βληχρὸν τὸ †ἰσχυρόν† καὶ στερήσει τοῦ α ἀβληχρόν. †οἶδε

### book 337a2.2

δὲ† τὴν εὐώνυμον ἐνταῦθα χεῖρα. b (CE3)

### book 337b1.1

εἶθαρ: τινὲς κατ’ ἰθὺ ἢ ἀντὶ τοῦ ταχύ. ἀντετόρησε δὲ

### book 337b1.2

χροός ἀντὶ τοῦ τὸν χρόα διέτρησεν. T

### book 337b2.1

τὸ δὲ εἶθαρ οἱ μὲν τὸ εὐθύς, οἱ δὲ τὸ κατ’ ἰθύ, ὃ καὶ ἄμει‐

### book 337b2.2

νον. ἀντετόρησε δὲ τὸν χρόα δηλονότι διέτρησεν. b (CE3)

### book 338.1

ἀμβροσίου διὰ πέπλου: καὶ πῶς αὐτὸν προβάλλεται (sc. Ε 315—6);

### book 338.2

οὐχ ὡς ἄτρωτον, ἀλλ’ ὡς ἀφανείας ποιητικόν. Διομήδης δὲ ὁρᾷ αὐ‐

### book 338.3

τὸν ὑπὸ Ἀθηνᾶς συνεργούμενος. b (CE3)T

### book 339a.1

πρυμνὸν ὕπερ θέναρος: ὑπὲρ τὸ ἔσχατον τοῦ θέναρος

### book 339a.2

εἰς τὴν πρὸς τὸν καρπὸν συνάφειαν. †θέναρος† δὲ τὸ τῆς χειρὸς κοῖ‐

### book 339a.3

λον. b (CE3)T

### book 339b.1

ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο: ἔρ〈ρ〉εε δὲ τῆς θεοῦ ὁ ἰχὼρ

### book 339b.2

ὡς αἷμα· λείπει γὰρ τὸ ὥς, ὡς „Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε

### book 339b.3

ἔσεσθον“ (φ 216). T

### book 339c

〈ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο:〉 καταχρηστικώτερόν

### book 339c

ἐστι τὸ ῥέεν, ὡς τὸ „νέκταρ ἐῳνοχόει“ (Δ 3). b (CE3)

### book 340.1

ἰχώρ: οὐχ οἷον ἡμεῖς οἴδαμεν, ἀλλ’ ἄλλης τινὸς οὐσίας παρὰ

### book 340.2

τὸ αἷμα· διὸ καὶ ἐπήγαγεν· οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.

### book 340.3

b (CE3)T

### book 341.1

οὐ γὰρ σῖτον ἔδους’, 〈οὐ πίνους’ αἴθοπα οἶνον〉: καὶ

### book 341.2

μὴν πολλὰ τῶν ζῴων οὐ σῖτον ἔδουσιν, οὐ πίνουσιν οἶνον καὶ οὔτε

### book 341.3

ἄναιμα οὔτε ἀθάνατά εἰσιν. δεῖ τοίνυν προσυπακούειν τῷ οὐ σῖτον,

### book 341.4

ἀλλ’ ἀμβροσίαν, οὐ πίνουσιν οἶνον, ἀλλὰ νέκταρ. b (CE3)T

### book 342.1

τοὔνεκ’ ἀναίμονές 〈εἰσι〉 καὶ ἀθάνατοι καλέονται:

### book 342.2

ἀναίμονες μέν, ἐπεὶ οὐ τρέφονται, ἀθάνατοι δέ, ὅτι ἀναίμονες·

### book 342.3

ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται. b (CE3)T

### book 343.1

ἡ δὲ μέγα ἰάχουσα: Τυραννίων (fr. 13 P.) προπερισπᾷ

### book 343.2

τὸ ἰάχουσα, κακῶς. T

### book 344-5.1

καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλ‐

### book 344-5.2

λων / κυανέῃ νεφέλῃ: ἢ τῇ μετὰ χερσὶ νεφέλῃ· ἢ πρῶτον χερσίν,

### book 344-5.3

ἔπειτα νεφέλῃ. b (CE3)T

### book 348.1

εἶκε, Διὸς θύγατερ: προπαρασκευάζει μηκέτι φανῆναι

### book 348.2

αὐτὴν ἐν τῇ θεομαχίᾳ. b (CE3)T

### book 349.1

ἢ οὐχ ἅλις ὅτ〈τ〉ι γυναῖκας ἀνάλκιδας: τινὲς ἀναφέ‐

### book 349.2

ρουσιν ἐπὶ τὴν Ἑλένην. T

### book 350.1

εἰ δὲ σύ γ’ ἐς πόλεμον: ἔν τισι γράφεται „εἰ δὲ καὶ ἐς πό‐

### book 350.2

λεμον“. T

### book 352.1

ἀλύουσα: ψιλωτέον τὸ ἀλύουσα· παρὰ γὰρ τὴν ἄλην

### book 352.2

γέγονεν· b (CE3)T οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ ἔχουσι τὴν ψυ‐

### book 352.1

χήν, ὁμοίως καὶ οἱ λίαν χαίροντες. b (E3)T ὁ δὲ Ἀσκαλωνίτης

### book 352.2

(p. 46 B.) δασύνει „ἁλύεισ“ (ς 333) τὸ ἐπιχαίρεις. | τὸ δὲ ἀλύουσα

### book 352.5.1

ἀντὶ τοῦ T λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν· διὸ οὐδὲ φθέγ‐

### book 352.5.2

γεται. b (CE3)T

### book 353.1

τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα: ὡς κοινῶς ἅπασι τοῖς θεοῖς

### book 353.2

ὑπηρετοῦσα ἢ ὡς ἐρωτική. b (C[bis], E3)T οὐκ ἀπέστη δὲ ἀφ’

### book 353.3

οὗ „Τρωσὶν ἄγγελος ἦλθεν“ (Β 786). b (E3)T

### book 355.1

εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα: καὶ

### book 355.2

ἐπὶ Ἕκτορος „ἐπεί ῥα μάχης ἐπ’ ἀριστερά“ (Λ 498) τοῦ ναυστάθ‐

### book 355.3

μου. T

### book 356.1

ἠέρι δ’ ἔγχος ἐκέκλιτο: ἔγχος ἀπὸ μέρους τὸ πᾶν. | τὸ

### book 356.2

δὲ ἐκέκλιτο T ἀπὸ τοῦ κλίνω· καὶ „σάκε’ ὤμοισι κλίναντεσ“

### book 356.3

(Λ 593) καὶ „στήλῃ κεκλιμένος ἀνδροκμήτῳ“ (Λ 371). b(BCE3)T

### book 357-8.1

ἡ δὲ γνὺξ ἐριποῦσα〈—ᾔτεεν ἵππουσ〉: δια‐

### book 357-8.2

στολὴ εἰς τὸ ἐριποῦσα (357), καὶ τὸ ἑξῆς †κασιγνήτοιο ἵππους†. |

### book 357-8.3

οἰκεῖον δὲ τὸ γνύξ (357) τῇ ἀνάλκιδι (cf. Ε 331), ὡς τὸ „ἡ δ’ ἐν γού‐

### book 357-8.4

νασι πῖπτε Διώνησ“ (Ε 370). b(BCE3)T

### book 358.1

πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους: οὐκ

### book 358.2

εὖ, φασὶν ἔνιοι, πρόσκειται τὸ πολλά· καὶ γὰρ ἐραστὴς καὶ ἀδελφός,

### book 358.3

καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαί‐

### book 358.4

νει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν (cf. Ε 370). b(BCE3E4)T |

### book 358.5

ἄμπυξ δέ, ᾧ τὰς τρίχας περιλαμβάνουσιν. T

### book 370-2.1

ἡ δ’ ἐν γούνασι πῖπτε Διώνησ〈—κατέρεξεν〉:

### book 370-2.2

βιωτικὰ ταῦτα, τὸ καὶ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς

### book 370-2.3

ὑπὸ τῶν γονέων θωπεύεσθαι. διὰ δὲ τὸ τρυφερὸν τῆς δαίμονος πῖ‐

### book 370-2.4

πτεν εἶπεν, ἅμα δὲ καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέ‐

### book 370-2.5

λων. b(BCE3E4)T

### book 373.1

〈τίς νύ σε τοιάδ’ ἔρεξε〉 φίλον τέκος Οὐρανιώνων:

### book 373.2

φίλον Οὐρανιώνων ἢ τίς {τῶν} Οὐρανιώνων. T

### book 374a.1

μαψιδίως: ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν.

### book 374a.2

b(BCE3E4)T

### book 374b.1

ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ: οἷον ἐν ὄψει ἀδικοῦ‐

### book 374b.2

σαν. b(BCE3E4)T

### book 376

ὑπέρθυμος: ἀλόγιστος καὶ μεστὸς θυμοῦ. b(BCE3)T

### book 377.1

οὕνεκ’ ἐγὼ φίλον υἱόν: ηὔξησε τὸ θράσος Διομήδους εὔ‐

### book 377.2

λογον ἔχουσα τὴν αἰτίαν. b(BCE3)T

### book 380.1

ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται: ὡς

### book 380.2

Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη

### book 380.3

ἀδικεῖσθαι. b(BCE3E4)T

### book 384.1

ἐξ ἀνδρῶν, χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες:

### book 384.2

τινὲς συνάπτουσιν, ἵν’ ᾖ δι’ ἀνδρῶν ἀλλήλους κακοποιοῦντες. b(BC

### book 384

E3E4)T

### book 385a.1

τλῆ μὲν Ἄρης: ἐπίτηδες μύθους συλλέξας Διώνῃ περι‐

### book 385a.2

τίθησιν ὁ ποιητής, δι’ ὧν τῆς οἰκείας ἀπολύεται βλασφημίας ὡς οὐ

### book 385a.3

καινίσας, ἀλλὰ παλαιαῖς παραδόσεσι πεισθείς. οὐδὲν δὲ ἄτοπον τοὺς

### book 385a.4

Ποσειδῶνος δῆσαι Ἄρεα (cf. Ε 385—7). b(BE3)T

### book 385b.1

τλῆ μὲν Ἄρης: Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφρο‐

### book 385b.2

δίτη καὶ τὸν φθόνον ὑφορωμένη παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφι‐

### book 385b.3

άλτην, οἳ θέσει μὲν ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμε‐

### book 385b.4

δείας. τοῦτον θηρολετοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης.

### book 385b.5.1

οἱ δὲ ὀργισθέντες ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα

### book 385b.5.2

εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ

### book 385b.5.3

Ἑρμοῦ, ἀπήγγειλεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ

### book 385b.5.4

κλέπτει τὸν Ἄρεα. ὁ δὲ φυγὼν ἧκεν εἰς Νάξον καὶ κατέκρυψεν ἑαυτὸν

### book 385b.5.5

εἰς τὴν σιδηροβρῶτιν καλουμένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν

### book 385b.10.1

Ἥρας καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν·

### book 385b.10.2

κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσου αὐτῶν διῆλθε, καθ’

### book 385b

ἧς ῥίψαντες ἄμφω ἀλλήλους διεχρήσαντο. b(BCE3)T

### book 388a.1

καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης: ἢ ὑπερβολικῶς εἶπεν,

### book 388a.2

ἢ ἀντὶ τοῦ ἀφανὴς ἐγένετο, ὥσπερ φαμὲν „ἀπόλωλεν ὁ παῖσ“. b(BC

### book 388a.3

E3E4)T

### book 388b

〈ἀπόλοιτο:〉 ἀντὶ τοῦ ἀπώλετο. Til

### book 388c

〈ἆτος:〉 ἀκόρεστος. Til

### book 392-400.1

τλῆ δ’ Ἥρη〈—κῆδε δὲ θυμόν〉: φιλόσοφος

### book 392-400.2

Ἡρακλῆς καὶ σοφίας οὐρανίου μύστης, ὃς ὡσπερεὶ κατὰ βαθείας

### book 392-400.3

δεδυκυῖαν ἀχλύος φιλοσοφίαν ἐφώτισε. τὸν θολερὸν τοίνυν ἀέρα

### book 392-400.4

καὶ πρὸς τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα πρῶτος Ἡρακλῆς θείῳ

### book 392-400.5.1

διήρθρωσε λόγῳ τὴν ἑκάστου τῶν ἀνθρώπων ἄνοιαν πολλαῖς νου‐

### book 392-400.5.2

θεσίαις κατατρώσας· ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς

### book 392-400.5.3

γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν

### book 392-400.5.4

εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς

### book 392-400.5.5

ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ἥραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ

### book 392-400.10.1

ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατω‐

### book 392-400.10.2

τάτω φύσιν· διὸ καὶ ἀνεληλυθέναι τὸν Ἅιδην φησί, μόνον οὐχὶ συν‐

### book 392-400.10.3

άπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν ἀλαμπῆ πᾶσιν ἀνθρώποις τόπον

### book 392-400.10.4

ὁ τῆς φιλοσοφίας ὀϊστὸς εὐστόχως βληθεὶς διευκρίνησεν. b(BCE3

### book 392-400

E4)T

### book 392-4a1.1

τλῆ δ’ Ἥρη〈—λάβεν ἄλγοσ〉: οἱ μὲν ἐν τῇ

### book 392-4a1.2

πρὸς Πυλίους μάχῃ, οἱ δὲ διὰ τὸ μὴ ἐᾶσαι αὐτὴν νήπιον ὄντα σπάσαι

### book 392-4a1.3

τὸν ἴδιον μαζόν. διὰ μειζόνων δὲ προσώπων παρεμυθήσατο τὴν

### book 392-4a1.4

Ἀφροδίτην. T

### book 392-4a2.1

ἡ δὲ ἱστορία ὅτι ἐν τῇ πρὸς Πυλίους μάχῃ αὐτὴν ἔτρωσεν.

### book 392-4a2.2

οἱ δέ φασιν ὅτι, διότι νήπιον ὄντα οὐκ εἴασεν αὐτὸν σπάσαι τὸν ἴδιον

### book 392-4a2.3

μαζόν, ἔτρωσεν αὐτήν. διὰ μειζόνων δὲ προσώπων παραμυθεῖται

### book 392-4a2.4

†ἀφροδίτη†. b(BCE3E4)

### book 394

〈τότε καί μιν:〉 ἐν τῇ ἑτέρᾳ „τότε κέν μιν“. Til

### book 395-7.1

τλῆ δ’ Ἀΐδησ〈—ὀδύνῃσιν ἔδωκεν〉: φασὶν

### book 395-7.2

Ἡρακλέα ἐπιταχθέντα ὑπὸ Πλούτωνος ἄνευ ἀσπίδος καὶ σιδήρου

### book 395-7.3

χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος,

### book 395-7.4

τοῖς δὲ βέλεσι λιθίνας ἀκίδας κατασκευάσαι. μετὰ δὲ τὴν νίκην πάλιν

### book 395-7.5.1

ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα ὀργισθέντα τοξεῦσαι αὐτόν.

### book 395-7.5.2

b(BCE3E4)T

### book 397.1

ἐν Πύλῳ ἐν νεκύεσσι: Ἀρίσταρχος „πύλῳ“ ὡς „χόλῳ“

### book 397.2

(Ζ 335 al.) καὶ ἑσπέρῳ. ἀλλὰ πληθυντικῶς ἀεὶ λέγει· „ὠΐγνυντο

### book 397.3

πύλαι“ (Β 809), „πύλας Ἀΐδαο“ (Ε 646). ἐν τῇ Πύλῳ οὖν φησιν. T

### book 399

〈κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος:〉 κατὰ μέτρον ἡ ἀνά‐

### book 399

παυσις. Til

### book 401-2a1.1

〈τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσ‐

### book 401-2a1.2

σων / ἠκέσατ’:〉 πρὸς τὸ πεῖσαι τὴν θυγατέρα ἐναργῶς περὶ τοῦ

### book 401-2a1.3

πλήγματος διαλέγεται. b(BCE3E4) | οὐκ ἀναστρεπτέον δὲ τὴν πρό‐

### book 401-2a1.4

θεσιν· τῷ γὰρ ἑξῆς συντέτακται. b(BCE3)

### book 401-2a2.1

{ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο:} οὐκ ἀναστρεπτέον τὴν πρό‐

### book 401-2a2.2

θεσιν· τῷ γὰρ ἑξῆς συντέτακται. T

### book 401-2b.1

τῷ δ’ ἐπὶ Παιήων〈—ἐτέτυκτο〉: ηὔξησε τὴν ἰα‐

### book 401-2b.2

τρικήν, εἴγε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς

### book 401-2b.3

οὐδὲν ἐκ τῆς πληγῆς πεισομένην. διάφορος δὲ παρ’ Ἀπόλλωνα ὁ

### book 401-2b.4

Παιήων. b(BCE3E4)T

### book 402

〈καταθνητός:〉 περισσὴ ἡ κατα. Til

### book 403a

〈ὀβριμοεργός:〉 Ἀρίσταρχος „αἰσυλοεργόσ“. Til

### book 403b

〈ὃς οὐκ ὄθετ’:〉 διὰ τοῦ τ „ὅτ’ οὐκ ὄθετ’“. Til

### book 404a1.1

ὃς τόξοισιν ἔκηδε θεούς: οὐκ οἶδεν αὐτὸν ῥοπάλῳ

### book 404a1.2

χρώμενον. | τὸ δὲ ἔκηδε ἀντὶ τοῦ ἐκάκου. T

### book 404a2.1

οὐδέποτε οἶδεν ὁ ποιητὴς Ἡρακλέα ῥοπάλῳ χρώμενον.

### book 404a2.2

b(BCE3)

### book 405.1

σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε〈—Ἀθήνη〉: οὐκ ἀνα‐

### book 405.2

στρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἀνῆκε συντέτακται. b(BCE3

### book 405.3

E4)T | οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, ἀλλ’ ὑπὸ θεοῦ ἰσοτίμου. καὶ ὁ

### book 405.4

ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκφέρεται (cf. Ε 406—15). b(BCE3E4)

### book 406.1

〈νήπιος, οὐ δὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός:〉 ἡδὺ

### book 406.2

τὸ τῆς ἐξαλλαγῆς. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)

### book 407a.1

μάλ’ οὐ δηναιός: οὐ μάλα δηναιός. b(BCE3)T | εἰς εὐ‐

### book 407a.2

σέβειαν δὲ ἡμᾶς διὰ τούτων παρακαλεῖ. b(BCE3E4)T

### book 407b

〈δηναιός:〉 πολυχρόνιος. Til

### book 408a.1

οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν:

### book 408a.2

λανθάνει τὸ ταπεινὸν τῆς λέξεως καὶ διὰ τὸ λέγον πρόσωπον καὶ διὰ

### book 408a.3

τὸ ἀκοῦον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλ’ ὑπὸ

### book 408a.4

θεᾶς καὶ μητρὸς καὶ ἐναγκαλισαμένης τὴν παῖδα. b(BE3E4)T

### book 408b.1

οὐδέ τί μιν {παῖδες}: διχῶς, καὶ „οὐδέ τέ μιν“. T | σεμνύ‐

### book 408b.2

νει δὲ τὴν παιδοποιΐαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνίᾳ.

### book 408b.3

b(BCE3E4)T εἰ δὲ λέγοις καὶ μὴν „τέτρατον ἦμαρ ἔην, ὅτ’ ἐν

### book 408b.4

Ἄργει“ (γ 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης. b

### book 408b.5

(BE3E4)T

### book 408c

〈παππάζουσιν:〉 πατέρα καλοῦσιν. Til

### book 411

μή τίς οἱ ἀμείνων σεῖο μάχηται: περὶ Ἄρεος προλέγει. T

### book 412a1.1

μὴ δὴν Αἰγιάλεια: ἄμεινον τὸ δήν χρονικὸν ἐπίρρημα

### book 412a1.2

ἐκδέχεσθαι, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως· μὴ ἀμείνων σεῖό τις ἀντιμάχηται καὶ

### book 412a1.3

μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτῷ ἡ γυνὴ θρηνοῦσα. T

### book 412a2.1

τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵν’ ᾖ τὸ ἑξῆς

### book 412a2.2

οὕτω· φραζέσθω, μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται καὶ b(BC

### book 412a2.3

E3) μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα.

### book 412a2.4

b(BCE3E4)

### book 412b.1

μὴ δὴν Αἰγιάλεια: φασὶν Αἰγιάλειαν τὴν νεωτέραν τῶν

### book 412b.2

Ἀδρηστίδων γυναῖκα Διομήδους οὖσαν σφόδρα αὐτὸν ἐπιποθεῖν καὶ

### book 412b.3

ἀπολοφύρεσθαι καὶ κατὰ τὰς νύκτας. ὕστερον δὲ κατὰ μῆνιν Ἀφρο‐

### book 412b.4

δίτης πάσῃ τῇ νεολαίᾳ τῶν Ἀργείων αὐτὴν συγκωμάσαι, ἔσχατον

### book 412b.5.1

δὲ καὶ †σθενέλῳ τῷ κομήτου†, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ

### book 412b.5.2

κατ’ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ κατα‐

### book 412b.5.3

φυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν ἥκειν

### book 412b.1

εἰς †ἰβηρίαν† κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου τοῦ

### book 412b.2

βασιλέως, ὡς δὲ ἔνιοι, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς

### book 412b.10.1

ἐν κυνηγεσίοις· ὅθεν αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους

### book 412b.10.2

εἰς ἐρωδιοὺς μετέβαλεν. b(BCE3)T | τὸν Κομήτου πόθον {καὶ} Αἰγια‐

### book 412b.10.3

λείας οὐκ οἶδεν ὁ ποιητής. T

### book 412-3a1.1

〈μὴ δὴν Αἰγιάλεια—ἐγείρῃ:〉 βουλευέσθω,

### book 412-3a1.2

μή πως ἡ Αἰγιάλεια ποθοῦσα αὐτόν, ἀκούσασα δὲ τὴν αὐτοῦ ἀπώ‐

### book 412-3a1.3

λειαν, θρηνοῦσα ἐκ τοῦ ὕπνου τοὺς οἰκείους ἀνεγείρῃ. b(BCE3E4)

### book 412-3a1.4

οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν τοῦ Κομήτου πόθον. b(BCE3)

### book 412-3a2.1

μὴ †δὲ ἐὰν† ἀπολομένου αὐτοῦ, φησί, τοὺς οἰκείους ἀνε‐

### book 412-3a2.2

γείρῃ θρηνοῦσα αὐτὸν ἡ γαμετή· τὸν γὰρ Κομήτου πόθον οὐκ οἶ‐

### book 412-3a2.3

δεν. T

### book 413

οἰκῆας: τοὺς ἐν οἴκῳ τρεφομένους. T

### book 414.1

τὸν ἄριστον Ἀχαιῶν: ἐν εἰρωνείᾳ, τὸν φρόνημα ἔχοντα

### book 414.2

b(BCE3E4)T ὅτι ἄριστός ἐστιν. ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα. ἢ

### book 414.3

καὶ πρὸς παραμυθίαν τῆς Ἀφροδίτης λέγεται ὅτι ὁ τρώσας αὐτὴν

### book 414.4

ἄριστός ἐστιν. b(BCE3)T

### book 416a.1

ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ: ἡ

### book 416a.2

Ἀριστάρχου ἑνικῶς, ἡ Ζηνοδότου „χερσίν“. | Ἀττικῶς δὲ τὸ ἰχῶ.

### book 416a.3

τὸ δὲ ὀμόργνυ ἀντὶ τοῦ ἀπέψησεν. T

### book 416b.1

〈ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ:〉 Ἀττικόν ἐστι κατὰ ἀπο‐

### book 416b.2

κοπὴν τοῦ ρ καὶ α, ἢ κατὰ συναίρεσιν, ἰχῶρα ἰχῶ. | ἡ δὲ ἀπό πρὸς

### book 416b

τὸ ὀμόργνυ ἢ πρὸς τὸ χειρός. b(BE3)

### book 417.1

ἄλθετο χείρ: ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλλεν Ἀφρο‐

### book 417.2

δίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. b(BCE3)T καὶ ὅτι τὸ λάλον

### book 417.3

ἐνδείκνυται τῶν γυναικῶν, πῶς καὶ τὰ δοκοῦντα μικρὰ μεγάλα διὰ

### book 417.4

τὸ λάλοι εἶναι ποιοῦσιν. b(BCE3) | ἄλθετο δὲ τὸ ὑγιοῦτο, b(BCE3)

### book 417.5

T ἐκ τοῦ ἄλθω τὸ αὔξω· τὰ γὰρ ὑγιῆ καὶ αὔξεται. b(BCE3E4)T

### book 419.1

κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον: ἐπεὶ ἐκερ‐

### book 419.2

τόμησεν αὐτὰς ὁ Ζεὺς „δοιαὶ μὲν Μενελάου“ (Δ 7), τρωθείσης Ἀφρο‐

### book 419.3

δίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο καὶ ὁ Ζεὺς συνεὶς ἐμειδίασεν.

### book 419.4

ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατη‐

### book 419.5

γορεῖσθαι, ταῦτα προδιασύρουσαι. b(BCE3)T

### book 420.1

τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη: εὖ τὸ

### book 420.2

τῇ Ἀθηνᾷ τὴν εἰρωνείαν περιθεῖναι· ἡ γὰρ Ἥρα μείζονος ἀξιώματός

### book 420.3

ἐστιν. b(BCE3E4)T

### book 422-5.1

ἦ μάλα δή τινα Κύπρισ〈—κατεμύξατο χεῖρα

### book 422-5.2

ἀραιήν〉: ὡς προκαταρχούσης τῆς εἰς Ἑλένην ὕβρεως. διὰ δὲ τοῦ

### book 422-5.3

κατεμύξατο (425) λεληθότως ἀπολογεῖται. b(BCE3)T

### book 425a1.1

καταμύξατο χεῖρα ἀραιήν: διὰ τοῦ α Ἀρίσταρχος

### book 425a1.2

καταμύξατο. | τὸ δὲ χεῖρα ἀραιήν πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. |

### book 425a1.3

Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ

### book 425a1.4

ἐπιβλαβῆ ψιλοῖ. T

### book 425a2.1

πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. b(BCE3) | Ἀρίσταρχος δὲ

### book 425a2.2

τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. |

### book 425a2

τὸ δὲ κατεμύξατο „καταμύξατό“ φησι διὰ τοῦ α. b(BCE3E4)

### book 428.1

οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα: τὸ

### book 428.2

„γνῶθι σαυτόν“ φησιν. οὐδὲν δέ φησιν· οἶδε γὰρ αὐτὴν τὴν αἰτίαν

### book 428.3

ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου, b(BCE3E4)T ἣν ταῖς

### book 428.4

αὐτῆς βουλαῖς ἐποιήσατο· b(BCE3E4) διὸ οὐδὲ αὐτὴ φθέγγεταί

### book 428.5.1

τι ὡς ἡμαρτηκυῖα, b(BCE3E4)T ἀλλὰ μᾶλλον ἀσκεῖ σιωπήν.

### book 428.5.2

b(BCE3E4) πᾶς γὰρ ἁμαρτὼν †ἀνταιρεῖν† οὐ δύναται. T

### book 429.1

ἔργα γάμοιο: τὰ περὶ τὸν ἔρωτά φησι καὶ τοὺς ἐργαζο‐

### book 429.2

μένους τὸν γάμον, b(BCE3E4)T ἐπεί τοι Ἥρα ζυγία ἐστίν. T

### book 430.1

ταῦτα δ’ Ἄρηϊ θοῷ: καὶ πῶς ὕστερον ὑβρίζει αὐτόν;

### book 430.2

ὅτι τὸ δίκαιον ὑπερέβαινεν, οὐ βοηθῶν, ἀλλὰ καὶ αὐτουργῶν κατὰ

### book 430.3

τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν (cf. Ε 842—4). T

### book 434.1

ἀλλ’ ὁ γὰρ οὐδὲ θεὸν μέγαν ἅζετο: οὐδὲν πράσσει,

### book 434.2

δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν. b(BCE3E4)T

### book 437

〈ἐστυφέλιξε:〉 ἔρριψεν. Til

### book 442.1

{οὔποτε φίλον ὁμοῖον ἀθανάτων θεῶν} χαμαὶ ἐρχομένων

### book 442.2

{ἀνθρώπων}: πρὸς τὰ πτηνὰ ἡ σύγκρισις τὰ διὰ τοῦ ἀέρος πορευό‐

### book 442

μενα. T

### book 443a.1

ἀνεχάζετο τυτθὸν ὀπίσσω: ἐμφαίνει τὴν ἀρετὴν Διο‐

### book 443a.2

μήδους διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου „πολλὸν ὀπίσσω“ (Π 710)·

### book 443a.3

ὑπ’ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται καὶ τὸν Ἀπόλλωνα δέδοικεν. b(BC

### book 443a.4

E3E4)T

### book 443b.1

{ἀνεχάζετο} τυτθόν {ὀπίσσω}: Ἀρίσταρχος τυτθόν,

### book 443b.2

οὐ „πολλόν“ (Π 710). T

### book 444

ἀλευάμενος: οὕτως Ἀρίσταρχος διὰ τοῦ ο. Aa

### book 446.1

Περγάμῳ ἐν ἱερῇ, 〈ὅθι οἱ νηός γ’ ἐτέτυκτο〉: καὶ Ἀθη‐

### book 446.2

νᾶς δὲ ἦν αὐτόθι ναός· „νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ /

### book 446.3

οἴξασα“ (Ζ 88—9). b(BCE3E4)T

### book 447-8.1

ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμισ〈—ἀκέοντο〉:

### book 447-8.2

θεοὺς γὰρ εἰς ἀνθρώπους πάντα πράσσειν πέφυκεν. b(BCE3E4)T

### book 448.1

κύδαινόν τε: λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρι‐

### book 448.2

κοῖς παραγγέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει· ἄλλως τε καὶ

### book 448.3

Ἀφροδίτης ἦν υἱὸς b(BCE3E4)T καὶ τῶν Τρώων ἄριστος μεθ’

### book 448.4

Ἕκτορα. b(BCE4)T

### book 449-50a.1

αὐτὰρ ὁ εἴδωλον〈—τοῖον〉: εἴδωλον μὲν

### book 449-50a.2

ἄκουε πᾶν τὸ δημιούργημα τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως

### book 449-50a.3

ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμέ‐

### book 449-50a.4

νως δὲ ὑπὸ τοῦ Ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γεννητοῦ τε καὶ

### book 449-50a.5.1

ὁρατοῦ. οὐδὲν δὲ ἧττον Αἰνείου ἐστὶ τὸ εἴδωλον, υἱοῦ Ἀφροδίτης

### book 449-50a.5.2

καὶ Τρωός, ὅ ἐστι τὸ ἐγχώριον κάλλος· πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλ‐

### book 449-50a.5.3

λος ἐστι, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται συν‐

### book 449-50a

τριβόμεναι. b(BCE3E4)T

### book 449-50b.1

αὐτὰρ ὁ εἴδωλον τεῦξε〈—τοῖον〉: ἵνα φιλοτιμο‐

### book 449-50b.2

τέρως μάχωνται Τρῶες τὸ πτῶμα σῶσαι θέλοντες. b(BCE3E4)T

### book 451-2.1

ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ〈— /〉 δῄουν ἀλλήλων: καὶ

### book 451-2.2

πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν; ἀφῄρηται γὰρ

### book 451-2.3

τὴν ἀχλύν· „ὄφρ’ εὖ γινώσκῃ †θεὸν† ἠδὲ καὶ ἄνδρα“ (Ε 128). ῥητέον

### book 451-2.4

ὅτι τὸ εἴδωλον ἀμφοῖν ἐστέρηται. b(BCE3E4)T

### book 453.1

λαισήϊα: οἱ μὲν τοὺς ἐπιμήκεις θυρεούς, οἱ δὲ ἐκ τριχωδῶν

### book 453.2

δερμάτων γεγονότα, οἱ δὲ παρὰ τὸ λάσια αὐτὰ εἶναι. b(BCE3E4)T |

### book 453.3

ἢ λαισήϊα τὰ τῇ λαιᾷ φερόμενα. T

### book 454.1

θοῦρον Ἄρηα προσηύδα Φοῖβος: φυλάσσεται μὲν αὐ‐

### book 454.2

τὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον. b(BC

### book 454.3

E3)T

### book 456

μάχης ἐρύσαιο: λείπει ἡ ἔξ. T

### book 458

Κύπριδα μὲν πρῶτα: τὴν ἐρωμένην σοι. T

### book 461a1.1

Τρῳὰς δὲ στίχας: ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστί‐

### book 461a1.2

ζειν εἰς τὸ στίχας. εἰ δὲ †γράφει τρωὰς ἢ εἰς τὸ στίχας† ὑποστικτέον,

### book 461a1.3

ἵν’ ᾖ Τρῶας ἀντὶ τοῦ Τρώων, ὡς „ἐρινεὸν τάμ〈ν〉ε νέους ὄρπηκασ“

### book 461a1.4

(cf. Φ 37—8), ἢ εἰς τὸ δέ ὑποστικτέον, ἵν’ ᾖ τὸ ἑξῆς Τρῶας ὤτρυνε

### book 461a1.5

τὰς στίχας μετελθών. T

### book 461a2.1

ἀντὶ τοῦ Τρωϊκάς· καὶ b(BCE3) δεῖ ὑποστίζειν εἰς

### book 461a2.2

τὸ στίχας. εἰ δὲ †γράφει† „Τρῶασ“, ὑποστικτέον εἰς τὸν δέ, ἵν’ ᾖ

### book 461a2.3

τὰς δὲ στίχας (ἤτοι τάξεις) ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυ‐

### book 461a2.4

νεν. b(BCE3E4)

### book 461b.1

Τρῳὰς δὲ στίχας: ἐν τῇ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντι‐

### book 461b.2

μάχου (fr. 134) Τρῳάς εἶχε σὺν τῷ ι, ὡς „ἵππους δὲ Τρῳούσ“ (Ψ 291).

### book 461b.3

ἡ μέντοι κοινή, ᾗ συντίθεται καὶ ὁ Ἀσκαλωνίτης (p. 46 B.), „Τρῶασ“

### book 461b.4

ὡς Κᾶρας· καὶ τὸ ἑξῆς οὕτω· Τρῶας δὲ Ἄρης ὤτρυνε, στίχας μετελ‐

### book 461b.5.1

θών, ἀντὶ τοῦ †ὑπερβὰς† 〈τὰσ〉 τάξεις. T ἢ οὕτω· τοὺς Τρῶας

### book 461b.5.2

μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν. b(BCE3E4)T

### book 462.1

εἰδόμενοσ〈—〉ἡγήτορι Θρῃκῶν: τιμᾶται γὰρ ὁ

### book 462.2

θεὸς παρὰ Θρᾳξίν. T

### book 465.1

ἐς τί ἔτι: τὸ ἔς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος· b(BC

### book 465.2

E3E4)T διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. b(BCE3)T καὶ ἔστι πρό‐

### book 465.3

θεσις ἀντὶ ἐπιρρήματος. b(BCE3E4)T τὸ πᾶν οὖν ἕως τίνος. T

### book 466.1

〈ἢ〉 εἰσόκεν ἀμφὶ πύλῃς 〈εὖ ποιητῇσι μάχωνται〉:

### book 466.2

ὅμοιόν ἐστι τῷ „ἢ μένετε Τρῶασ“ (Δ 247). b(BCE3E4)T | „ποιη‐

### book 466.3

τοῖσι“ δὲ Ἀρίσταρχος, Ζηνόδοτος δὲ ποιητῇσι. T

### book 467-8.1

〈κεῖται ἀνὴρ—Ἀγχίσαο:〉 οὐκ ἀγνοῶν b(BC

### book 467-8.2

E3)Til τὰ περὶ αὐτοῦ τοῦτο λέγει, b(BCE3) ἀλλὰ παρορ‐

### book 467-8.3

μῶν. b(BCE3)Til

### book 468.1

υἱὸσ〈—〉Ἀγχίσαο: εὖ τὸ μὴ Ἀφροδίτης νῦν φάναι,

### book 468.2

ἀλλ’ Ἀγχίσου, ἵνα ἐμφανῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος.

### book 468.3

b(BCE3)T

### book 472.1

Ἕκτορ, πῇ δή τοι μένος: ἀνεδύετο γὰρ τὴν μάχην, οὐ

### book 472.2

διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύ‐

### book 472.3

κει. b(BCE3E4)T

### book 473a

φῆς που: ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοι‐

### book 473a

οῦτον εἰς τοὺς συμμάχους. b(BCE3E4)T

### book 473b

ἄτερ λαῶν: τῶν τῆς πόλεως. b(BCE3E4)T

### book 475

οὔ τιν’ ἐγὼ ἰδέειν δύναμαι: εἰς τὸν Πάριν, ὃς ἥρπασται. T

### book 476

κύνες ὣς ἀμφὶ λέοντα: περιττὴ ἡ ἀμφί. b (CE3)T

### book 477

ἔνειμεν: οὕτως αἱ Ἀριστάρχου. T | τὸ ἁπλοῦν ἐστιν εἰμέν.

### book 477.1

b(BCE3E4)T πᾶν δὲ ῥῆμα ὀξυνόμενον b(BCE3)T ἐν τῇ

### book 477.2

συνθέσει ἀναβιβάζει τὸν τόνον. b(BCE3E4)T

### book 478.1

μάλα τηλόθεν ἥκω: ὅμοια τοῖς Ἀχιλλέως· „ἐπειὴ μάλα

### book 478.2

πολλὰ μεταξύ / οὔρεά τε σκιόεντα“ (Α 156—7). b(BCE3)T

### book 479a.1

τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι: ὅλον τὸν στί‐

### book 479a.2

χον συναπτέον. T

### book 479b.1

〈Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι:〉 προσέθηκε τὸ Ξάνθῳ,

### book 479b.2

ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας. Aa

### book 480.1

ἔνθ’ ἄλοχόν τε φίλην 〈ἔλιπον〉 καὶ νήπιον υἱόν: ὅτι

### book 480.2

τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐκ ἀστυγείτονας δεδιὼς

### book 480.3

οὐδὲ πόθῳ χρημάτων ἁλούς. b(BCE3E4)T

### book 481.1

κὰδ δὲ κτήματα πολλά, τά τ’ ἔλδεται ὅς κ’ ἐπιδευής:

### book 481.2

ἔχω, φησί, τὰ πρὸς ζωήν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυ‐

### book 481.3

νεύειν. b(BCE3E4)T

### book 482-3.1

καὶ μέμον’ αὐτός / ἀνδρὶ μαχέσ〈σ〉ασθαι: ἀντιπα‐

### book 482-3.2

ραβαλὼν ἑκατέρους τοὺς λαλοῦντας ὄψει, πόσον πρὸς αἰσχύνην ὁρῶ‐

### book 482-3

σιν οἱ λόγοι. b(BCE3)T

### book 485a.1

τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις: πῶς

### book 485a.2

γὰρ ἂν ἀμελῶν αὐτὸς τοὺς ἄλλους πείσειε κινδυνεύειν· b(BCE3E4)T

### book 485b.1

τύνη: ἀπὸ τοῦ τύ ἐν παραγωγῇ b(BCE3)T τύνη,

### book 485b.2

ὡς ἐγώνη καὶ „ἐμίνη“ (Rhint. fr. 13 K.). T

### book 486a.1

καὶ ἀμυνέμεν〈αι〉 ὤρεσσι: ταῖς ὑμῶν. b(BCE3E4)T

### book 486a.2

ὅμοιον δέ ἐστι τῷ „ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν“ (Γ 301). αὔξει δὲ τὸν

### book 486a.3

γάμον. b(BCE3)T

### book 486b.1

ὤρεσσι: ἀπὸ τοῦ ὀαρίζειν b(BCE3E4)T κατὰ συγ‐

### book 486b.2

κοπήν· b(BCE3E4) καὶ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). b

### book 486b.3

(BCE3E4)T

### book 487a.1

ἀψῖσι: ψιλωτέον τὸ ἀψῖσι b(BE3)T εἰς ἰδιότητα.

### book 487a.2

ὅτε δὲ βαρύνεται, συμ〈μετα〉βάλλεται καὶ τὸ πνεῦμα καὶ ὁ χρόνος. T

### book 487b.1

ἁλόντε: ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων

### book 487b.2

ἑαυτόν, ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου

### book 487b.3

ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περι‐

### book 487b

ληφθέντων. b(BCE3E4)T

### book 489

εὖ ναιομένην: ἢ ἀπὸ τοῦ †ὁμοῦ ναίειν. T

### book 490-1.1

〈σοὶ δὲ χρὴ— /〉 ἀρχοὺς λισσομένῳ: ὀνειδιστι‐

### book 490-1.2

κῶς· ὃν ἐχρῆν τοὺς ἄλλους ὀτρύνειν, ὑπὸ τῶν συμμάχων προτρέπε‐

### book 490-1.3

ται. b(BCE3E4)T

### book 492a.1

{νωλεμέως} ἐχέμεν: ἀντὶ τοῦ φυλάσσειν. „ἔχε〈σ〉 δ’

### book 492a.2

ἀλόχουσ“ (Ω 730). T

### book 492a.1

κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν: τοιοῦτος γὰρ Ἕ‐

### book 492a.2

κτωρ· „οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος / ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων

### book 492a.5.1

ἤγειρα ἕκαστον“ (Ρ 221—2). ἀπὸ κοινοῦ δὲ τὸ „χρή“ (Ε 490). b

### book 492a.5.2

(BCE3E4)T | 〈ἀποθέσθαι〉 ἀντὶ τοῦ ἀποτίθεσθαι. T

### book 492a

ἐνιπήν: πληγήν. T

### book 493.1

δάκε: ἠνίασεν· καὶ „θυμοδακὴς γὰρ μῦθοσ“ (θ 185). b(BC

### book 493.2

E3E4)T

### book 494.1

αὐτίκα δ’ ἐξ ὀχέων: ἔδει γὰρ ἔργοις, οὐ λόγοις ἀπολο‐

### book 494.2

γεῖσθαι. b(BCE3E4)T | ὡς τὸ τάριχος δέ, οὕτω καὶ τὸ ὄχος. T

### book 495.1

〈πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ:〉

### book 495.2

καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς

### book 495.3

γὰρ κατ’ ἄμφω τὸ νόημα. b(BCE3)

### book 499

ἀλῳάς: ἀλῳάς ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι

### book 499

γράφεται· παρὰ γὰρ τὸ ἀλοιῶ ἐστιν. b(BCE3E4)T

### book 500.1

{ὡς δ’ ἄνεμος ἄχνας} ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ

### book 500.2

Δημήτηρ: Πτολεμαῖος (p. 64 B.) τοὺς δωδεκασυλλάβους στίχους

### book 500.3

ἐκτιθείς φησι καὶ τοῦτον οὕτω γράφεσθαι „εὖτ’ ἂν ξανθὴ Δημήτηρ“. T

### book 502a.1

αἱ δ’ ὑπολευκαίνονται: καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα

### book 502a.2

ἡ τῶν ἀχύρων πτῶσις ἐπὶ τὴν ἅλω, κατ’ ὀλίγον δὲ ἑτεροιοῦται τὸ

### book 502a.3

χρῶμα τοῦ ἐπιδεχομένου αὐτὰ χωρίου. ὁμοίως δὲ καὶ τοῖς μαχομένοις

### book 502a.4

κατ’ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. b(BCE3E4)T

### book 502b.1

ἀχυρμιαί: κατ’ ὀξεῖαν τὸ ἀχυρμιαί· Ἰωνικώτερον γάρ

### book 502b.2

ἐστιν ὡς τὸ „ἀγυιαί“ (β 388 al.), „θαμειαί“ (Α 52 al.), „ταρφειαί“

### book 502b.3

(Τ 357. 359). | εἰσὶ δὲ οἱ τόποι, ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα. b(BCE3

### book 502b.4

E4)T

### book 505.1

ἂψ ἐπιμισγομένων: ἐκ δευτέρου τῶν Τρώων προσμιγνύν‐

### book 505.2

των τοῖς Ἀχαιοῖς. b(BCE3E4)T

### book 505-6.1

ὑπὸ δ’ ἔστρεφον 〈ἡνιοχῆες / οἱ δὲ μένος χειρῶν

### book 505-6.2

ἰθὺς φέρον〉: οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβά‐

### book 505-6.3

ται τὸ μένος φέρουσιν. b(BCE3E4)T | ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. T

### book 506-7.1

ἀμφὶ δὲ νύκτα / θοῦρος Ἄρης: σκέπει αὐτούς, ὡς εἰ

### book 506-7.2

καὶ θέλοιεν, μὴ δύναιντο φυγεῖν, ὡς „πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν“

### book 506-7.3

(Φ 7). ἢ ἑαυτὸν ἐσκέπασεν, ὡς μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα

### book 506-7.4

οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. b(BCE3E4)T

### book 507a1.1

μάχῃ Τρώεσσι ἀρήγων: τινὲς ἀντὶ μάχῃ Τρώων. οἱ

### book 507a1.2

δὲ εἰς τὸ †μάχην† στίζουσιν. T

### book 507a2

στιγμὴ δὲ εἰς τὸ μάχῃ. b(BCE3E4)

### book 509.1

Ἀπόλλωνος χρυσαόρου: τινὲς τιμίως λαλοῦντος, διὰ

### book 509.2

τὴν λύραν. T

### book 511a1.1

{ἡ γάρ ῥα πέλεν δαναοῖσιν} ἀρηγών: Ἀρίσταρχος ὀξυ‐

### book 511a1.2

τόνως· καὶ δῆλον ἐκ τῆς πλαγίου „δοιαὶ μὲν Μενελάου ἀρηγόνεσ“

### book 511a1.3

(Δ 7). T

### book 511a2.1

ὅτι προενεκτέον ἀρηγών ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλ‐

### book 511a2.2

λαχοῦ „ἀρηγόνεσ“ ὡς ἀηδόνες. Aa

### book 511b1.1

〈οἰχομένην·〉 ἡ γάρ ῥα πέλεν Δαναοῖσιν: πιθανῶς

### book 511b1.2

τοῦτο, ἵνα μὴ προλάβῃ ἡ θεομαχία. T

### book 511b2.1

πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ

### book 511b2.2

ἡ Διομήδους θεομαχία. b(BCE3E4)

### book 512.1

πίονος ἐξ ἀδύτοιο: τοῦ †κεκνισσωμένου b(BCE3E4)T

### book 512.2

καὶ λελιπασμένου. b(BCE3E4)

### book 515

ἀρτεμέα: πρὸς τὸ ἄρτιον. T

### book 516.1

μετάλλησάν γε μὲν οὔτι: πιθανῶς τὸ ψυχρὸν τῆς δισσο‐

### book 516.2

λογίας περιεῖλε, τὴν διάθεσιν ἤδη ἐμφήνας. b(BCE3E4)T | τὸ δὲ

### book 516.3

μετάλλησαν ἀντὶ τοῦ ἠρώτησαν. T

### book 518

ἄμοτον {μεμαυῖα}: ἄπληστον ἢ σφοδρόν. T

### book 519.1

τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης: ἱκα‐

### book 519.2

νὸν πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν

### book 519.3

κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλληνες. καὶ δικαίως ἐπάξει τῷ Ἄρει τὴν

### book 519.4

Ἀθηνᾶν. b(BCE3E4)T

### book 522

〈νεφέλῃσιν ἐοικότες:〉 διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι

### book 522

ὕστερον κινηθήσονται. b(BCE3E4)

### book 523.1

νηνεμίης: ποικίλως ἄνω (sc. Ε 499—501) μὲν ἀπὸ ταραχῆς

### book 523.2

ἀνέμου ἔλαβε τὴν εἰκόνα, ὧδε δὲ ἀπὸ νηνεμίας. b(BCE3E4)T

### book 524a.1

ἀτρέμας ὄφρ’ εὕδῃσι: τὸ ἀτρέμας καὶ τοῖς ἄνω δύ‐

### book 524a.2

ναται καὶ τοῖς κάτω συνάπτεσθαι. b(BCE3E4)T

### book 524b1

ὄφρ’ εὕδῃσι: ἐν ὅσῳ. εὕδῃσι ὡς „παμφαίνῃσι“ (Ε 6). T

### book 524b2.1

τὸ ἐν ὅσῳ ἐνταῦθα δηλοῖ, τὸ δὲ εὕδησιν τὸ εὕδει. b(BC

### book 524b2.2

E3E4)

### book 526.1

ἀέντες: ὡς τιθέντες· ἀπὸ γὰρ τοῦ ἄημι. b(BE3)T τὸ

### book 526.2

δὲ παρ’ Ἡσιόδῳ (th. 875) „ἄλλοτε δ’ ἄλλοι ἄεισι“ Αἰολικόν. T

### book 528.1

Ἀτρείδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων: ἄνω

### book 528.2

παραλιπὼν αὐτὸν ἰάσατο διὰ τοῦ πολλά b(BCE3E4)T τὸ ἐλ‐

### book 528.3

λεῖπον, b(BCE3E4) ὅ ἐστι ταῦτα. T

### book 529.1

ἀνέρες ἔστε: οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε τὴν φύ‐

### book 529.2

σιν. b(BCE3E4)T

### book 530a.1

ἀλλήλους τ’ αἰδεῖσθε: εἰκότως· κατὰ φῦλα γάρ εἰσιν·

### book 530a.2

δογματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν

### book 530a.3

πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμέ, ἀλλ’ ἀλλήλους. b(BC

### book 530a.4

E3E4)T

### book 530b

〈κατὰ κρατερὰς ὑσμίνας:〉 τελεία εἰς τὸ ὑσμίνας. b

### book 530b

(BCE3E4)T

### book 531.1

αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι: †οὐ γὰρ τὸ περὶ

### book 531.2

αὐτοῦ† μόνον σκοπεῖ, αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους

### book 531.3

χωρίζει. b(BCE3E4)T

### book 533.1

ἦ καὶ ἀκόντισε δουρὶ θοῶς: καλῶς τοῖς κελεύσμασι πρῶ‐

### book 533.2

τος ὑπακούει, τύπον ἑαυτὸν τοῖς ἄλλοις παρεχόμενος. b(BCE3E4)T

### book 535a.1

ὁμῶς {Πριάμοιο τέκεσσι}: προκατάρχει τοῦ ὁμῶς τὸ

### book 535a.2

ὁμός καὶ ὁμή καὶ ὁμόν· διὸ περισπᾶται ὡς „καλῶσ“ (β 63). T

### book 535b

〈ὁμῶς:〉 παραπλησίως. Til

### book 538a

〈ἔρυτο:〉 ἀντὶ τοῦ ἐφύλαξεν. Til

### book 538b

〈διὰ πρὸ δὲ εἴσατο:〉 διῆλθε. Til

### book 539.1

νειαίρῃ δ’ ἐν γαστρί: τῷ παχεῖ ἐντέρῳ ἢ τῇ κύστει. b

### book 539.2

(BCE3E4)T

### book 541.1

Αἰνείας Δαναῶν ἕλεν 〈ἄνδρας ἀρίστουσ〉: δικαίως,

### book 541.2

ἐπεὶ καὶ ἀριστεὺς καὶ παροξύνεται διὰ τὸν ἑταῖρον καὶ προθυμίαν

### book 541.3

ἔχει παρὰ τοῦ Ἀπόλλωνος. b(BCE3E4)T

### book 542a.1

υἷε Διοκλῆος: Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναπο‐

### book 542a.2

θνῄσκειν τοὺς ἀδελφούς, οὐχ οἷον τὸ Ἰδαίου ἦθος τοῦ ἀδελφοῦ τοῦ

### book 542a.3

Φηγέως (cf. Ε 20—1). b(BCE3)T

### book 542b.1

Κρήθωνά τε Ὀρσίλοχόν τε: ὁ πρόγονος διὰ τοῦ τ,

### book 542b.2

ὁ παῖς διὰ τοῦ ς· καὶ ἐν Ὀδυσσείᾳ (sc. γ 489. ο 187. φ 16) οὖν διὰ

### book 542b.3

τοῦ τ. T

### book 543a.1

Φηρῇ: Μεσ〈σ〉ήνης. καὶ Φηρὰς αὐτὴν καλεῖ (sc. Ι 151.

### book 543a.2

293. γ 488. ο 186). Φεραὶ Θεσσαλίας (cf. Β 711. δ 798). T

### book 543b

〈ἐνὶ Φηρῇ:〉 γράφεται „†ἐφηρῃ“. Til

### book 544.1

ἀφνειὸς βιότοιο: προσυνίστησιν αὐτοὺς αὔξων τὴν περὶ

### book 544.2

αὐτῶν μάχην. οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ Καταλόγῳ, ἐπεὶ †μεσή‐

### book 544.3

νιοί† εἰσιν οἵτινες ὑπὸ Μενελάῳ ἐτέλουν δῶρα, b(BE3E4)T „τά

### book 544.4

οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσασ“ (φ 13), „τὼ δ’ ἐν †μεσήνῃ†

### book 544.5.1

ξυμβλήτην / οἴκῳ ἐν Ὀρτιλόχου“ (φ 15—6). T διὰ τοῦτο καὶ

### book 544.5.2

πεσόντας αὐτοὺς οὐδεὶς ἄλλος ἢ ὁ Μενέλαος ἐλεεῖ (cf. Ε 561). b

### book 544.5.3

(BE3E4)T

### book 550a1.1

〈ἡβήσαντε:〉 ηὔξησε τὸ πάθος καὶ ὅτι ἡβῶντες καὶ ὅτι

### book 550a1.2

δίδυμοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν. b(BCE3)

### book 550a2.1

{τὼ μὲν ἄρ’} ἡβήσαντε: ἡμᾶς ὤτρυνε διὰ τοῦ παθητι‐

### book 550a2.2

κοῦ, τῆς ἥβης, τῆς τιμῆς, ὅτι δίδυμοι. T

### book 554.1

οἵω τώ γε λέοντε: λέοντε μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ

### book 554.2

εἰς ἀλκὴν προκόπτον, ἀτελεῖς δὲ διὰ τὸ μήπω θαρρεῖν τῇ δυνάμει.

### book 554.3

ἄλλως τε ἡ λέαινα δύο τίκτει δύο μαζοὺς ἔχουσα, οἳ ἀμύξαντες τὴν

### book 554.4

μήτραν τοῦ λοιποῦ ποιοῦσι τὴν μητέρα στεῖραν. ἡ δὲ πόρδαλις τέσ‐

### book 554.5

σαρα τίκτει. b(BCE3E4)T

### book 555.1

τάρφεσιν {ὕλης}: ὡς „βέλεσιν“ (π 277), ἀπὸ τοῦ τάρφος.

### book 555.2

ὅτε δὲ ἀπὸ τοῦ ταρφοῦς, ὡς „ὀξέσιν“ (Μ 56). T

### book 556.1

τὼ μὲν ἄρ’ ἁρπάζοντε: ἁρπάζειν λέγεται †ἀπὸ† τῶν

### book 556.2

κωλυομένων λαβεῖν. διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων

### book 556.3

τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν. b(BCE3E4)T

### book 557-8.1

σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτώ /

### book 557-8.2

ἀνδρῶν ἐν παλάμῃσιν: πιθανῶς ἐπὶ μὲν τῶν πασχόντων τὸ τῶν

### book 557-8.3

ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν

### book 557-8.4

ἀνδρῶν. b(BCE3E4)T

### book 560a

〈ἐοικότες:〉 δυϊκῶς „ἐοικότε“ Ἀρίσταρχος. Til

### book 560b.1

〈ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν:〉 περιπαθῶς τὸ ἐλά‐

### book 560b.2

τῃσιν ὑψηλῇσι διά τε τὸ κάλλος καὶ τὴν ἥβην. b(BCE3E4)

### book 561.1

τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος: ὡς Λά‐

### book 561.2

κων, καὶ Ἀντίλοχος (cf. Ε 565—70) ὡς τῆς Τριφυλίας ὤν· ἡμερή‐

### book 561.3

σιός τε ἡ ἀπόστασις οἴκου Ὀρτιλόχου καὶ Μενελάου, ὃ πόρρω (cf.

### book 561.4

ο 185—7) δηλῶν ὁ ποιητὴς γυμνάζει τὸν ἀκροατήν. T

### book 563.1

τοῦ δ’ ὤτρυνεν μένος Ἄρης: ἀνθρωποπαθεῖς εἰσάγων

### book 563.2

τοὺς θεούς, πλέον πάντων τὸν ἀλλοπρόσαλλον Ἄρεα. b(BCE3E4)T

### book 565.1

τὸν δ’ ἴδεν Ἀντίλοχος: ἐν τοῖς καιροῖς ἀεὶ ὀξὺς ὁ Ἀντί‐

### book 565.2

λοχος. b(BCE3E4)T τιμᾷ δὲ αὐτὸν διὰ Νέστορα τιμῶντα τοὺς

### book 565.3

βασιλεῖς καὶ ὑπ’ αὐτῶν τιμώμενον. b(BCE3E4) καὶ ὁ μὲν Ἀλέ‐

### book 565.4

ξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν „ἶσον ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ

### book 565.5

454), ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος. b

### book 565

(BCE3E4)T

### book 567a

{μέγα δέ} σφας: συσταλτέον διὰ τὸ μέτρον. T

### book 567b.1

〈ἀποσφήλειε:〉 ἀποτυχεῖν ποιήσειεν· b(BCE3E4) | „αὐ‐

### book 567b.2

τίκα γάρ“, φησί, „μνήσονται Ἀχαιοί“ (Δ 172). b(BCE3)

### book 571-2.1

Αἰνείας δ’ οὐ μεῖνε〈— /〉 ὡς εἶδεν δύο φῶτε:

### book 571-2.2

δείκνυσιν, ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγα‐

### book 571-2.3

μέμνων (sc. Ε 530—1). b(BCE3E4)T

### book 574.1

τὼ μὲν ἄρα δειλώ: καλῶς τὸ δειλώ· b(BCE3E4) προ‐

### book 574.2

εῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς

### book 574.3

περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον

### book 574.4

ἐπίκουροι. b(BCE3E4)T

### book 576.1

ἔνθα Πυλαιμένεα ἑλέτην: σκόπει τὴν φράσιν, ἕλετο ἑλέτην

### book 576.2

ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους· ἢ συλληπτικῶς, ὡς

### book 576.3

„τώ τε Θρῄκηθεν ἄητον“ (Ι 5). T | πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα

### book 576.4

λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ, „ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος

### book 576.5.1

βασιλῆοσ“ (Ν 643, cf. 658); ἔστιν οὖν ὁμωνυμία. καὶ ὁ μὲν ἀρχηγὸς

### book 576.5.2

ὡς „Ἴασος αὖτ’ ἀρχὸς μέν“ (Ο 337), ὁ δὲ βασιλεύς· διὸ πολλὴ γίνε‐

### book 576.5.3

ται περὶ αὐτὸν σπουδὴ τῶν Παφλαγόνων καὶ τοῦ Ἀλεξάνδρου· b

### book 576.5.4

(BCE3E4)T πῶς δὲ ὁ Ἁρπαλίων (cf. Ν 644) ἐνταῦθα οὐκ ἐπή‐

### book 576.5.5

μυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος; | Πυλαιμένεα

### book 576.10

δὲ ὡς „Διομήδεα“ (Δ 365 al.). T

### book 581

ὁ δ’ ὑπέστρεφε μώνυχας ἵππους: τοῦτο διὰ μέσου. T

### book 582.1

χερμαδίῳ ἀγκῶνα: ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας

### book 582.2

ἀπέβαλε (cf. Ε 583) καὶ φεύγειν οὐκ ἔχων εὐάλωτος γέγονεν. b(BC

### book 582.3

E3E4)T

### book 583.1

ἡνία λεύκ’ ἐλέφαντι: λείπει τὸ ὥς, ἵν’ ᾖ λευκὰ ὡς ἐλέφας.

### book 583.2

οἱ δὲ ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλε‐

### book 583.3

φαντίνους ἀστραγάλους ἑκατέρωθεν, δι’ ὧν ἕλκουσιν οἱ ἡνίοχοι. b

### book 583.4

(BCE3E4)T

### book 584.1

ξίφει ἤλασε 〈κόρσην〉: πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν

### book 584.2

κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν ἐθέλων ἢ

### book 584.3

ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν. b(BCE3E4)T

### book 586a

〈κύμβαχος:〉 τῆς κυνῆς ὁ λόφος. ἔνιοι τὸ ἐπὶ κεφαλῇ. Til

### book 586b.1

βρεχμόν: βρεχμὸς λέγεται ἡ τοῦ αὐχένος σπονδυλώδης

### book 586b.2

ἀρχή, καὶ b(BCE3E4) †βρέχμα ἀπόπτυγμα† ἀπὸ θώρακος. b

### book 586b.3

(BCE3E4)T

### book 587a.1

δηθὰ μάλ’ εἱστήκει: οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ

### book 587a.2

μεταξὺ τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα,

### book 587a.1

οἱ δὲ ὦμοι ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, b(BCE3E4)T οἱ δὲ

### book 587a.2

πόδες τῷ ἅρματι ἐρειδόμενοι. b(BCE3E4) γέγονε δὲ τοῦτο διὰ

### book 587a.5.1

τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο.

### book 587a.5.2

ἀκριβῶς δὲ τὸ „κύμβαχοσ“ (Ε 586) διὰ τούτου ἐπεξηγήσατο. b(BC

### book 587a.5.3

E3E4)T

### book 587b.1

ἀμάθοιο {βαθείης}: διάφορος ἡ σημασία ἐπὶ τῆς ἀμάθου

### book 587b.2

καὶ ψαμάθου. T

### book 593.1

ἡ μὲν ἔχουσα ΚΥΔΟΙΜΌΝ: ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη

### book 593.2

ἔχουσα, ἢ ὡς φίλη τῆς χειρὸς κατέχουσα, ἢ ὡς „†τέρας πολέμοιο†

### book 593.3

b(BCE3E4)T μετὰ χερσὶν ἔχουσα“ (Λ 4). b(BCE3E4)

### book 596.1

〈ῥίγησε:〉 ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλ‐

### book 596.2

λων θεῶν πόλεμον. b(BCE3E4)T

### book 597.1

ἀπάλαμνος: ἄπειρος· καὶ Διομήδης γὰρ ἄπειρος τῆς πρὸς

### book 597.2

Ἄρεα ἀντιπαρατάξεως. b(BCE3E4)T

### book 598.1

στήῃ ἐπ’ ὠκυρόῳ 〈ποταμῷ ἅλα δὲ προρέοντι〉: αἰφνι‐

### book 598.2

δίως ἐπιστὰς τῷ ποταμῷ πλημμυροῦντί τε καὶ ὑπὸ τῆς θαλάσσης

### book 598.3

ἀνακρουομένῳ. T

### book 599.1

〈μορμύροντα:〉 ὀνοματοποιΐα ὁ τρόπος· ἀπὸ τοῦ ψόφου

### book 599.2

τοῦ ἐν τοῖς ὕδασι γινομένου. Til

### book 601-6.1

ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον〈—

### book 601-6.2

μάχεσθαι〉: ἄμφω ποιεῖ, τῷ θεῷ εἴκειν παραινεῖ καὶ τὸν πόλεμον μὴ

### book 601-6

δεδιέναι προτρέπεται. b(BCE3E4)T

### book 605-6.1

ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν {καὶ} ὀπίσσω /

### book 605-6.2

εἴκετε: κατ’ ὀλίγον ὑποχωρεῖτε ὑποποδίζοντες. διδάσκει δέ, πῶς δεῖ

### book 605-6.3

τὰς τροπὰς ποιεῖσθαι. b(BCE3E4)T

### book 609a

Μενέσθην Ἀγχίαλόν τε: Ἀρίσταρχος „Μενεσθῆν“ ὡς

### book 609a.1

Ἀπελ〈λ〉ῆν. τινὲς δὲ διὰ τοῦ τ „Μενέστην“ ὡς „Ὀρέστην“ (Ε 705

### book 609a.2

al.). | τινὲς δὲ Ἐλωρέα τὸν Ἡφαίστου κατ’ ἐπίκλησιν οὕτω φασὶ

### book 609a.3

κεκλῆσθαι. | τὸ δὲ Ἀγχίαλον ψιλωτέον· κύριον γάρ. T

### book 609b.1

Μενέσθην: ὡς ὄρος Ὀρέστης, οὕτω μένος Μενέστης, καὶ

### book 609b.2

μεταβολῇ Μενέσθης. b(BCE3)T

### book 612.1

{ὅς ῥ’ ἐνὶ} Παισῷ: Ἀπαισός ἐστιν, ἣν διὰ τὸ μέτρον Παισὸν

### book 612.2

εἶπεν, ὡς Σπληδόνα. T

### book 613.1

πολυκτήμων πολυλήϊος· 〈ἀλλά ἑ Μοῖρα〉: διδάσκει

### book 613.2

τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν b(BCE3E4)

### book 613.3

T μηδὲν ἧττον παρεῖναι, T ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι. b

### book 613

(BCE3E4)

### book 619.1

σάκος δ’ ἀνεδέξατο πολλά: τὸ πλῆθος τῶν βληθέντων

### book 619.2

δοράτων καὶ τὴν ἀνδρίαν τοῦ βληθέντος δηλοῖ. b(BCE3E4)T

### book 620.1

〈λὰξ προσβάς:〉 λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδός, ὁμω‐

### book 620.2

νύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελ‐

### book 620.3

θών. Aa

### book 621

{οὐδ’ ἄρ’} ἔτ’ ἄλλα {δυνήσατο}: τινὲς ὡς τὰ ὅλα, κακῶς. T

### book 629.1

ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι: φασὶν Εὐρώπῃ τῇ Φοί‐

### book 629.2

νικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου κρόκον ἐκ

### book 629.3

τῶν ῥινῶν βλαστάνοντος. ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης

### book 629.4

πρὸς ἀπανθισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· b(BCE3E4)T ἀφ’

### book 629.5

ἧς φασι Σαρπηδόνα γενέσθαι. b(BCE3E4)

### book 630

{ἐπ’ ἀλλήλοισιν} ἰόντες: ἐν τῇ ἑτέρᾳ „ἰόντε“ κεῖται. T

### book 631.1

υἱός θ’ υἱωνός τε 〈Διόσ〉: ταχέως ἄμφω ἐδήλωσεν· τὸν

### book 631.2

μὲν γὰρ ἴσμεν διὰ τοῦ Καταλόγου (sc. Β 653), τὸν δὲ γνωσόμεθα.

### book 631.3

πῶς δὲ συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ

### book 631.4

θάνατος· ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· „ψευδόμενοι δέ

### book 631.5

σέ φασι Διὸς γόνον“ (Ε 635). b(BCE3E4)T

### book 633-4

〈τίς τοι ἀνάγκη / πτώσσειν ἐνθάδ’ ἐόντι μάχης

### book 633-4.1

ἀδαήμονι φωτί:〉 τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε

### book 633-4.2

ἐόντι, δηλονότι ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ὄντι τῆς μάχης. λείπει τὸ

### book 633-4.3

ὥς. | εἰ δὲ σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμη‐

### book 633-4.5.1

νεία οὕτως· ποία σοὶ ἀνάγκη ἐνθάδε ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι

### book 633-4.5.2

σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης; ὃ καὶ κρεῖττον. | ἢ καὶ ἄλλως· ὄντι

### book 633-4.5.3

σοὶ τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη 〈εἰσ〉 τοὺς Ἕλληνας ἐμ‐

### book 633-4.5.4

βάλλειν; Αa

### book 634

πτώσσειν {ἐνθάδε}: πτήσσειν. T

### book 635.1

ψευδόμενοι δέ σέ φασι 〈Διὸς γόνον〉: ἀλλοτριοῖ αὐτὸν

### book 635.2

ἐκείνου, ἐφ’ ᾧ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μηδὲν ἑαυτοῦ διεξιών, ἀλλὰ

### book 635.3

τοῦ πατρός. ἠρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦν‐

### book 635.4

τας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διὸ καὶ ἀποκτείνει Τλη‐

### book 635.5

πόλεμον. b(BCE3E4)T

### book 638a.1

〈ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην:〉 ὅτι τὸ

### book 638a.2

οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ „ἀλλοῖον“ παρὰ τοὺς νῦν. Ζηνόδοτος

### book 638a.3

δὲ καὶ ἀμέτρως γράφει „Ἡρακλεΐην“. Aim

### book 638b.1

ἀλλ’ οἷόν τινα: ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς πάντως ἀ‐

### book 638b.2

ναγνωστέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης (cf. p. 53

### book 638b.3

Nck.) καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος (fr. 1 B.).

### book 638b.4

μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται καὶ μάλιστα, ὅτι

### book 638b.5

πρό〈σ〉κειται τὸ τινά. A

### book 638c.1

ἀλλ’ οἷον: Νικίας (fr. 9 B.) ψιλοῖ ἐκδεχόμενος τὸ μόνον.

### book 638c.2

ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων (fr.

### book 638c.3

3 B.), ἵνα ὅμοιον ᾖ τῷ „ἀλλ’ οἷον τὸν Τηλεφίδην“ (λ 519). κέχρηται

### book 638c.4

μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς „οἷόν τε κρομύοιο λοπόν“ (τ 233)

### book 638c.5.1

καὶ ἀντὶ τοῦ ὥς, „οἷον ἀναΐξασ“ (α 410). Τυραννίων (fr. 14 P.) δὲ

### book 638c.5.2

„ἀλλοῖον“ ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ „ἀλλοῖός μοι, ξεῖνε“

### book 638c.5.3

(π 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ

### book 638c.5.4

τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ „ὁσσάτιόν τε καὶ οἷον“ (Ε

### book 638c.5.5

758) καὶ „ἀλλ’ οἷον τόδ’ ἔρεξεν“ (δ 242), „οἷον τὸν Τηλεφίδην“ (λ

### book 638c.10

519). οὕτως ἀρέσκει καὶ Φιλοξένῳ (fr. 408 Th.). A

### book 638d1.1

ἀλλ’ οἷον {τινά}: ἀλλ’ οἷον, οὐχ οἷος σύ. οὕτω Πῖος

### book 638d1.2

(fr. 1 H.)· τί γὰρ βούλεται ὁ ἀλλά; | δασυντέον δὲ τὸ οἷον· θαυ‐

### book 638d1.3

μαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ

### book 638d1.4

ὑφ’ ἕν „ἀλλοῖον“, ἵν’ ᾖ οὕτω· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός,

### book 638d1.5

ἀλλοῖον δέ φασι καὶ ὑπὲρ πάντας εἶναι τὸν Ἡρακλέα. T

### book 638d2.1

δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι

### book 638d2.2

καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ’ ἓν „ἀλλοῖον“, ἵν’ ᾖ οὕτως·

### book 638d2.3

πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας

### book 638d2.4

φασὶν εἶναι τὸν Ἡρακλέα. | ὁ δὲ Πῖος ἀντὶ τοῦ ὁποῖον, οὐχ ὡς εἶ σύ,

### book 638d2.5.1

φησίν, ἀλλ’ οἷος ὁ Ἡρακλῆς: οὕτω γάρ, φησί, βούλεται ὁ ἀλλά.

### book 638d2.5.2

b(BCE3E4)

### book 639.1

θρασυμέμνονα: τοὺς θρασεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυ‐

### book 639.2

κίους Ῥοδίοις ἐχθρεύειν. b(BCE3E4)T

### book 639

θρασυμέμνονα: τολμηρόν, —ἐν τῇ μάχῃ. A

### book 640.1

ὅς ποτε δεῦρ’ ἐλθών: εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους

### book 640.2

ἀρετῆς, ὅτι οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πό‐

### book 640.3

λεως. Μενεκλῆς (FGrHist 270, 11) δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ

### book 640.4

Ἴλιον στρατείαν. b(BCE3E4)T

### book 642

χήρωσε δ’ ἀγυιάς: αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδή‐

### book 642

λωσεν ἐρημίαν. b(BCE3E4)T

### book 646

ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα: ἄξιοι θανάτου οἱ λόγοι. T

### book 648-54.1

ἀπώλεσεν Ἴλιον〈—〉ἀφραδίῃσιν 〈ἀγαυοῦ〉

### book 648-54.2

Λαομέδοντοσ〈— / εὖχος ἐμοὶ δώσειν〉: ηὐτέλισε τὴν δύνα‐

### book 648-54.3

μιν Ἡρακλέους τὴν ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως.

### book 648-54.4

ἔδει δὲ ἐπαγαγεῖν· σὺ δὲ ἀδίκως πολεμῶν †ἁλώσειν†, οὐχ αἱρήσεις

### book 648-54.5.1

ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸν λό‐

### book 648-54.5.2

γον. ἢ ἠθικὸς ὁ λόγος· ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ

### book 648-54.5.3

ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους. b(BCE3E4)T | ἀγαυοῦ δὲ Λαο‐

### book 648-54.5.4

μέδοντος (649) τῷ σώματι. T

### book 648

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 651.1

οὐδ’ ἀπέδωχ’ ἵππους: ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ

### book 651.2

μὲν γάρ φησιν ὅτι δι’ ἵππους (cf. Ε 640), ὁ δὲ διὰ ποίους ἵππους.

### book 651.3

τελειοῦται ἐν τῷ „τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆοσ“ (Υ 145). b(BC

### book 651.4

E3E4)T

### book 654.1

κλυτοπώλῳ: ἐνδόξους ἵππους—ἁρπαγήν. ἢ κλυτο‐

### book 654.2

πώλῳ τῷ ἱππικῷ. A | ἁρμόδιον τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ παν‐

### book 654.3

ταχοῦ ζῷα καταλαμβάνοντι. A b (BCE3E4)T

### book 656a.1

{καὶ τὸν μὲν} ἁμαρτῇ: τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ

### book 656a.2

καὶ ὁ Ἀσκαλωνίτης (p. 47 B.) καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος

### book 656a.3

βουλόμενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν

### book 656a.4

χωρὶς τοῦ ι γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμε‐

### book 656a.5

νον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A

### book 656b1.1

ἁμαρτῇ: Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει

### book 656b1.2

καὶ †ἀποξύνει†· ἀποκοπὴ〈ν〉 γὰρ ἐκδέχεται ἀπὸ τοῦ ἁμαρτήδην.

### book 656b1.3

ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ πλείους περισπῶσι παρὰ τὸ ἅμα καὶ τὸ

### book 656b1.4

ἀρτῶ περισπώμενον ἐκδεχόμενοι, ὃ καὶ ἐπεκράτησεν. | τὸ δὲ ἁμαρτῇ

### book 656b1.5

ὁμοῦ ἢ κατ’ ἐπακολούθησιν. T

### book 656b2.1

ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ

### book 656b2.2

ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν (cf. 2,52,19) περισπῶσι καὶ προσγράφουσι, παρὰ

### book 656b2.3

τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον. οὕτως δὲ αὐτὸ καὶ ἡ συνήθεια

### book 656b2.4

δέχεται, καὶ τοῦτο ἐπεκράτησεν. b(BCE3E4)

### book 657a

〈ἐκ χειρῶν ἤϊξαν:〉 ὅτι τὰ δόρατα ἤϊξαν. Aint

### book 657b

αὐχένα μέσσον: ὅτι ἐπὶ τοῦ ἐμπροσθίου αὐχένα φησίν. Tt

### book 657-9.1

βάλεν αὐχένα μέσσον〈—ἐκάλυψε〉: τοῦ

### book 657-9.2

βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος

### book 657-9.3

ἐπεγένετο. b(BCE3E4)T

### book 658.1

αἰχμὴ δὲ διαμπερές: ὑπὸ συγγενοῦς ἀναιρεῖται, ἐπεὶ καὶ

### book 658.2

συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· „φίλον“ γὰρ „μήτρωα κατέκτα“ (Β

### book 658.3

662). b(BCE3E4)T

### book 661a

〈βεβλήκει:〉 Ἀρίσταρχος μετὰ τοῦ ν „βεβλήκειν“. Aim

### book 661b

μαιμώωσα: πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα. T

### book 661b

μαιμώωσα: ἐνθουσιῶσα—τοῦ μ πλεονάζοντος. A

### book 661-2.1

μαιμώωσα / ὀστέῳ ἐγχριμφθεῖσα: ὅτι ἀκαταλλή‐

### book 661-2.2

λως· ἔδει γὰρ εἰπεῖν ‘μαιμώωσα ὀστέῳ ἐγχριμφθῆναι‘. A

### book 662.1

πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν: προαναφωνεῖ μὲν τὸν θά‐

### book 662.2

νατον τοῦ Σαρπηδόνος διὰ τοῦ ἔτι, παραμυθεῖται δὲ τὴν ἧτταν τοῦ

### book 662.3

πολεμίου ἀργὸν ποιήσας Σαρπηδόνα. b(BCE3E4)T

### book 664.1

〈ἐξέφερον—〉βάρυνε δέ μιν δόρυ μακρόν: πολὺ τὸ

### book 664.2

ἐναργὲς φερομένου μὲν τοῦ Σαρπηδόνος, συρομένου δὲ τοῦ δόρατος.

### book 664.3

γραφικῶς οὖν καὶ ταῦτα. T

### book 665a1

〈τὸ μὲν οὔτις:〉 ἔν τισι „τό οἱ οὔτισ“. Aim

### book 665b1.1

ἑλκόμενον τὸ μὲν οὔτις ἐπεφράσατ’ οὐδ’ ἐνόησε:

### book 665b1.2

στικτέον ἐπεφράσατο· ἢ βραχὺ διασταλτέον, ἵν’ ᾖ ἐκ παραλλήλου

### book 665b1.3

τὸ ἐπεφράσατο καὶ ἐνόησεν. A

### book 665a2/b2.1

τὸ μὲν οὔτις ἐπεφράσατ’ 〈οὐδ’ ἐνόησε〉: ἔν τισι

### book 665a2/b2.2

„τό οἱ οὔτισ“. | τελεία δὲ εἰς τὸ ἐπεφράσατο. δύναται δὲ καὶ ὅλον

### book 665a2/b2.3

ἓν 〈εἶναι〉 ἕως τέλους. T

### book 666-7a.1

〈ὄφρ’ ἐπιβαίη / σπευδόντων:〉 συναπτέον, οἷον

### book 666-7a.2

ἐπειγομένων αὐτὸν ἐπιβῆναι. Aim

### book 666-7b.1

〈ὄφρ’ ἐπιβαίη /〉 σπευδόντων· τοῖον γὰρ ἔχον πό‐

### book 666-7b.2

νον: ἐπ’ αὐτῷ ταρασσομένων. | ἢ οἷον σπευδόντων αὐτὸν ἐπιβῆναι. |

### book 666-7b.3

ὁ μὲν Τληπόλεμος πρότερον καυχησάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν

### book 666-7b.4

μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλαζονεύεται. b(BCE3E4)T

### book 667a

〈σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέπον‐

### book 667a

τες:〉 πάλιν πρὸς τὸν πόνον. Aint

### book 667b.1

σπευδόντων· τοῖον γὰρ ἔχον πόνον: ἄκρος μιμητὴς

### book 667b.2

τῆς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ παρορῶμεν σπεύδοντες. b(BC

### book 667b.3

E3E4)T

### book 670a.1

〈τλήμονα:〉 ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ

### book 670a.2

Ὅμηρος τὸν ὑπομενητικόν, ἀπὸ τοῦ τλῆναι. Aim

### book 670b.1

〈μαίμησε δέ οἱ:〉 συνεπάθησεν ἐπὶ τῷ νεκρῷ. b(BCE3

### book 670b.2

E4)Til

### book 671.1

μερμήριξε δ’ ἔπειτα: διδάσκει διὰ τοῦ Ὀδυσσέως †καὶ†

### book 671.2

τοῖς κινδύνοις φρονήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει. b(BCE3

### book 671.3

E4)T

### book 672-3.1

ἢ προτέρω Διὸς υἱόν / ἦ ὅ γε τῶν πλεόνων: ὁ μὲν

### book 672-3.2

πρότερος κεῖται ἀντὶ τοῦ πότερον· διὸ ἐγκλιτέον. τὸν δὲ δεύτερον

### book 672-3.3

περισπαστέον. A

### book 672a1

προτέρω ... διώκοι: προσωτέρω διώκοι. T

### book 672a2

ἀπὸ τοῦ προσσωτέρω γέγονεν ἐν συγκοπῇ. b(BCE3E4)

### book 677-8a1.1

〈Χρομίον ... Ἅλιον:〉 Χρομίον παροξυτόνως,

### book 677-8a1.2

Ἅλιον προπαροξυτόνως. εἴπομεν (sc. ad Ε 39 c) τὰ τοιαῦτα τρι‐

### book 677-8a1.3

βράχεα ἐπὶ κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος Ξένιος

### book 677-8a1.4

Κρόνιος. ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος

### book 677-8a1.5

προπαροξυνόμενον. A

### book 677-8a2.1

Χρομίον καὶ Ὁδίον καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυ‐

### book 677-8a2.2

ρίων παροξύνεσθαί φησι πλὴν τοῦ Ἄνιος Ξένιος Κρόνιος Ἅλιος. b

### book 677-8a2

(BCE3)T

### book 683.1

ἔπος δ’ ὀλοφυδνόν: οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν

### book 683.2

ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς

### book 683.3

οἰομένους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν τὸ μηδὲν εἶναι. b(BCE3E4)T

### book 684-8.1

〈Πριαμίδη—νήπιον υἱόν:〉 ἀντιπαράβαλε τὰ

### book 684-8.2

Μενελάου, καὶ εὑρήσεις τὸ διάφορον. T

### book 684.1

〈ἕλωρ Δαναοῖσιν:〉 ὅτι οὐ πάντως βρῶμα· πρὸς τὸ „ἑλώ‐

### book 684.2

ρια τεῦχε κύνεσσιν“ (Α 4). Aim

### book 686-7.1

ἐπεὶ οὐκ ἄρ’ ἔμελλον 〈ἔγωγε /〉 νοστήσας: ἐντέχνως

### book 686-7.2

ὑπομιμνῄσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα. b(BCE3E4)T

### book 689.1

τὸν δ’ οὔτι προσέφη: πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ·

### book 689.2

καὶ οὐκ ἦν ἀδολεσχίας ὁ καιρός. b(BCE3E4)T

### book 690.1

〈λελιημένος:〉 τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος·

### book 690.2

b(BCE3E4) λιαρὸν γὰρ τὸ θερμόν. b(BCE3E4)Til

### book 693.1

εἶσαν ὑπ’ αἰγιόχοιο 〈Διὸσ〉 περικαλλέϊ φηγῷ: ἀπα‐

### book 693.2

γαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὰν καθίζει δρῦν τὸν τραυ‐

### book 693.3

ματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διός, ἐπεὶ βαλάνοις πρώην ἐχρῶντο,

### book 693.4

καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερόν, εἰς ὃ παρ‐

### book 693.5

εγένετο, εἰ καὶ ἐπὶ δρῦν φησιν. b(BCE3E4)T

### book 695a1.1

〈Πελάγων:〉 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ ς

### book 695a1.2

„Σελάγων“ Aint

### book 695a2

{ἴφθιμος} Πελάγων: Πτολεμαῖος διὰ τοῦ ς γράφει „Σε‐

### book 695a2

λάγων“. T

### book 696a1.1

〈τὸν δ’ ἔλιπε ψυχή:〉 ψυχὴ τὸ ἐκπνεόμενον πνεῦμα.

### book 696a1.2

διὰ τὴν αἱμορραγίαν δὲ †ὠλιγώρησε† πάντως. b(BCE3E4)

### book 696a2.1

τὸν δ’ ἔλιπε ψυχή: ψυχὴ τὸ πνεῦμα. διὰ τὴν αἱμορ‐

### book 696a2.2

ραγίαν. T

### book 697a

〈ἀμπνύνθη:〉 ἔν τισι διὰ τοῦ ε „ἐμπνύνθη“ γράφεται. Aim

### book 697b.1

αὖτις δ’ ἀμπνύ〈ν〉θη: ἀνέλαβε τὸ πνεῦμα. b(BCE3E4)

### book 697b.2

T | ἔν τισι δὲ διὰ τοῦ ε γράφεται „ἐμπνύνθη“. T

### book 697-8.1

περὶ δὲ πνο〈ι〉ὴ Βορέαο / ζώγρει 〈ἐπιπνείουσα

### book 697-8.2

κακῶς κεκαφηότα θυμόν〉: ὃ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο

### book 697-8.3

ὁ ἄνεμος. | κάπος δὲ τὸ πνεῦμα. b(BCE3E4)T

### book 698.1

κεκαφηότα: ἐκπεπνευκότα· ATil κάφος γὰρ—

### book 698.2

τόπος. A

### book 700a

οὔτε ποτὲ προτρέποντο 〈μελαινάων ἐπὶ νηῶν〉:

### book 700a.1

οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ

### book 700a.2

νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. | ἡ δὲ

### book 700a.3

διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχε, οὐκ ἔφευγον

### book 700a.5.1

προτροπάδην ἐπὶ τὰς ναῦς. | ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν „ἀπὸ

### book 700a.5.2

νηῶν“. γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελ‐

### book 700a.5.3

λον. A

### book 700b.1

οὔτε ποτὲ προτρέποντο: τὸ προτροπάδην φεύγειν

### book 700b.2

ὄνειδος ἡγεῖται. ἐπεξηγεῖται δὲ αὐτὸ διὰ τοῦ „αἰὲν ὀπίσσω / χάζοντο“

### book 700b.3

(Ε 701—2). b(BCE3E4)T

### book 701-2.1

οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, 〈ἀλλ’ αἰὲν ὀπίσσω /

### book 701-2.2

χάζοντο〉: τοῦτο ἐδήλωσε τὸ †πρώην†. διασταλτέον δὲ τὸ ἀντε‐

### book 701-2

φέροντο· οὐ γάρ ἐστιν ‘ἀλλ’ ἀντεφέροντο‘. T

### book 703a1.1

ἐξενάριξαν: οὕτως διὰ τοῦ α τὸ ἐξενάριξαν, ὅ τε

### book 703a1.2

Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ. A

### book 703a2

Ἀρίσταρχος διὰ τοῦ α, ἐξενάριξαν. Aim

### book 703a3

ἐξενάριξεν: διὰ τοῦ α τὸ ἐξενάριξεν. b(BCE3)T

### book 703-4a1.1

〈ἐξενάριξεν / Ἕκτωρ—Ἄρης:〉 οὐκ ἀτόπως

### book 703-4a1.2

οὖν τρωθήσεται φονεύων δι’ ἑαυτοῦ ὁ Ἄρης. αὔξων δὲ τὴν τοῦ Ἕ‐

### book 703-4a1.3

κτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. T

### book 703-4a2.1

αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει.

### book 703-4a2.2

οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ δι’ ἑαυτοῦ φονεύων ὁ Ἄρης. b(BC

### book 703-4a2.3

E3E4)

### book 705.1

ἐπὶ δὲ πλήξιππον Ὀρέστην: ἡ διπλῆ πρὸς τὴν ὁμωνυ‐

### book 705.2

μίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ {τεύθραντι}. A

### book 708a1.1

ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε: ὅτι Ζηνόδοτος γράφει „Ὕδῃ“.

### book 708a1.2

ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς καὶ κώμη Βοιωτίας ἡ

### book 708a1.3

Ὕλη. καὶ ὅτι †οὐ† συνεσταλμένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν

### book 708a1.4

τῷ Καταλόγῳ (sc. Β 500) διὰ μέτρον. A

### book 708a2.1

ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε: τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει,

### book 708a2.2

b(BCE3) ἐν δὲ τῷ Καταλόγῳ ἐκτείνει, „ἠδ’ Ὕλην καὶ Πετεῶνα“

### book 708a2.3

(Β 500). b(BCE3)T

### book 708b1.1

μέγα πλούτοιο μεμηλώς: διὰ γεωργίας †ἐπιμελώ‐

### book 708b1.2

μενος†, ὅπως πλουτῇ. T

### book 708b2

μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτή‐

### book 708b2

σαιτο πλοῦτον. b(BCE3E4)

### book 709.1

λίμνῃ κεκλιμένος 〈Κηφισίδι〉: ἀντὶ τοῦ παρακείμενος,

### book 709.2

b(BCE3) | ὡς „αἵ θ’ ἁλὶ κεκλίαται“ (δ 608). b(BCE3E4)T Κη‐

### book 709.3

φισίδι δὲ ἢ τῇ λίμνῃ ἢ τῷ ποταμῷ. T

### book 717.1

εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα: πρὸ πολλοῦ

### book 717.2

θεραπεύει τὴν κατὰ Ἄρεος ἁμαρτίαν ὁ ποιητής. T

### book 720

ἔντυεν ἵππους: ἀπὸ τῶν εἰς πόλεμον εὐτρεπιζομένων. T

### book 722a.1

Ἥβη δ’ ἀμφ’ ὀχέ〈ε〉σφι: ὑπηρετικήν τινα τὴν Ἥβην

### book 722a.2

παρεισάγει ὁ ποιητής. καὶ ἀνωτέρω (sc. Δ 2—3) μὲν εὐωχουμένοις

### book 722a.3

τοῖς θεοῖς διηκόνει, ἐν δὲ τοῖς ἑξῆς (sc. Ε 905) λούει τὸν Ἄρεα· παρ‐

### book 722a.4

θενικὸν γὰρ τὸ τοιοῦτον, ὡς „Τηλέμαχον Πολυκάστη“ (γ 464). b

### book 722a.5

(BCE3E4)T

### book 722b

κύκλα: οἱ τροχοί. A

### book 722-31.1

〈Ἥβη δ’ ἀμφ’ ὀχέεσφι—κάλ’ ἔβαλε χρύσει’:〉

### book 722-31.2

τὸν δίφρον τῆς Ἥρας οὕτως ἡ Δημὼ (fr. 5 L.) φυσιολογεῖ· Ἥραν

### book 722-31.3

γάρ φησιν εἶναι τὸν ἀέρα. τὴν δὲ φύσιν ἐκτιθέμενον τοῦ στοιχείου

### book 722-31.4

φησὶ τὸν ποιητὴν τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερα

### book 722-31.5.1

καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις †εἰκάζει†, χαλκῷ

### book 722-31.5.2

τε καὶ σιδήρῳ (cf. 723—5). „καὶ χρυσὸν μερικῶς ἐγκατέμιξεν, ἴσως

### book 722-31.5.3

διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι. τὰ μέντοι μετεωρότερα (τὸν

### book 722-31.5.4

ῥυμόν φημι) ἀργύρεον λέγει (cf. 729), τὸ δὲ πάντων ἀνωτέρω καὶ

### book 722-31.5.5

συναφὲς τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τῷ αἰθέρι [cf.

### book 722-31.10.1

730]), ἱμάντας δὲ χρυσέους καὶ ἀργυροῦς (cf. 727) τοὺς ἐξ ἡλίου καὶ

### book 722-31.10.2

σελήνης φωτισμούς, δύο δὲ ἄντυγας (cf. 728) τὸ ὑπόγειόν τε καὶ

### book 722-31.10.3

ὑπέργειον ἡμισφαίριον.“ b(BCE3E4)T

### book 723a.1

χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι: τὰ γὰρ ἐνεργῆ

### book 723a.2

μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυ‐

### book 723a

τελέσιν. b(BCE3E4)T

### book 723b.1

ὀκτάκνημα: κνῆμαι καλοῦνται αἱ ἀπὸ τῆς χοινικίδος

### book 723b.2

ἕως τοῦ τροχοῦ ῥάβδοι. A b (BCE3E4)T

### book 723c.1

〈ἄξονι:〉 ἄξων τὸ ὑποκείμενον τῷ ἅρματι ξύλον, περὶ ὃ

### book 723c.2

στρέφονται οἱ τροχοί. A

### book 723d.1

〈ἄξονι:〉 ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκα‐

### book 723d.2

τέρου τροχοῦ. b(BCE3)T

### book 724.1

ἴτυς: ἡ ἁψίς, εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπή‐

### book 724.2

γνυνται, A b (BCE3E4)T ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια παρὰ

### book 724.3

τὸ ἰέναι. A

### book 725a1.1

〈ἐπίσσωτρα:〉 ἔν τισι γράφεται „ὀπίσσωτρα“ διὰ

### book 725a1.2

τοῦ ο. Aim

### book 725a2

ἔν τισι διὰ τοῦ ο „ὀπίσσωτρα“. b(BE3E4)Til

### book 725b.1

ἐπίσσωτρα: οἱ σιδηροῖ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι

### book 725b.2

τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί. A

### book 725c.1

〈ἐπίσσωτρα:〉 ἐπίσσωτρον τὸ εἰς γῆν κυλινδούμενον

### book 725c.2

ἤτοι τοῦ b(BCE3) παντὸς περιφεροῦς τὸ τελευταῖον. b(BCE3)T

### book 726a

πλῆμναι: τὰ μέσα τῶν συριγγίων, εἰς ἃς ἐντίθεται ὁ

### book 726a

ἄξων, αἱ καλούμεναι χοινικίδες. A

### book 726b1.1

πλῆμναι δ’ ἀργύρου εἰσί: καλῶς τὸ εἰσί πρὸς ἀλη‐

### book 726b1.2

θείας ὑπόληψιν. πλῆμναι δὲ αἱ χοινικίδες. πλῆμναι δὲ εἴρηνται διὰ

### book 726b1.3

τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. ταύτας δὲ ἔνιοι †χνείσας† ὀνομάζου‐

### book 726b1.4

σιν. T

### book 726b2.1

πλῆμναι λέγονται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος.

### book 726b2.2

b(BCE3E4) ταύτας δὲ ἔνιοι †χήσας† ὀνομάζουσι. καλῶς δὲ καὶ

### book 726b2.3

τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. b(BE3E4) εἰσὶ δὲ πλῆμναι αἱ

### book 726b2.4

χοινικίδες. b(BE3)

### book 727a

δίφρος: ἐφ’ οὗ ἑστᾶσιν ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης. A

### book 727b

δίφρος: παρὰ τὸ δύο φέρειν. b(BCE3E4)T

### book 728a.1

ἄντυγες: αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες, ὧν ἀντι‐

### book 728a.2

λαμβάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα. A

### book 728b.1

ἄντυγες: τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία

### book 728b.2

ἐξάπτονται. b(BCE3E4)T

### book 729a.1

〈τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν:〉 ὅτι ὅταν εἴπῃ „ἐν

### book 729a.2

πρώτῳ ῥυμῷ“ (Ζ 40), τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ

### book 729a.3

πέλεν ἀντὶ τοῦ πέλει. Aim

### book 729b.1

ῥυμός: τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ

### book 729b.2

τοῦ ἐρύειν. A b (BCE3E4)T

### book 730a

ζυγός: τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, A |

### book 730a

παρὰ τὸ δύο εἰς ἓν ἄγειν αὐτόν. A b (BCE3)T

### book 730b.1

λέπαδνα: ὡς κόπτω κόπανον, λέπω λέπαδνον. εἰσὶ δὲ

### book 730b.2

Tt τὰ περιτραχήλια τῶν ἵππων. b(BCE3)Tt

### book 730c.1

λέπαδνα: πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχη‐

### book 730c.2

λοι τῶν ἵππων πρὸς τὸν ζυγόν. | ὡς κόπτω κόπανον, λέπω λέπα‐

### book 730c.3

δνον. A

### book 734-6.1

πέπλον μὲν κατέχευεν〈—Διὸς νεφεληγερέ‐

### book 734-6.2

ταο〉: οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ τῇ κόλῳ

### book 734-6.3

μάχῃ (sc. Θ 385—7) μηδεμιᾶς φαινομένης ἀριστείας οὐ δεόντως. ὁ δὲ

### book 734-6.4

Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ †καταλείπει†. τῷ δὲ τρίτῳ

### book 734-6.5.1

παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέλαβε γάρ, ὡς

### book 734-6.5.2

ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. A

### book 734a1.1

πέπλον μὲν κατέχευε〈ν〉: τὰς περόνας λύσασα κατα‐

### book 734a1.2

φέρεσθαι ἀφῆκεν. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως ἐνέφη‐

### book 734a1.3

νεν. | πρέπω δὲ πρέπαλος πέπαλος πέπλος. T

### book 734a2.1

πρέπω πρέπαλος πέπαλος πέπλος. | τὸ δὲ κατέχευεν

### book 734a2.2

ἀντὶ τοῦ τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκε. γυμνὴν δὲ ἡμῖν

### book 734a2.3

τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως παρέστησεν. b(BCE3E4)

### book 734b.1

πέπλον: γυναικεῖον ἔνδυμα—ἐπερονῶντο. | ἀρ‐

### book 734b.2

θεισῶν—ἔδαφος. | πρέπω πρέπαλος, κατὰ συγκοπὴν πέπαλος

### book 734b

καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος. A

### book 736a.1

ἡ δέ: δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν.

### book 736a.2

τινὲς δὲ ψιλοῦσι σύνδεσμον ἐκδεχόμενοι τὸν „ἠδέ“, κακῶς. A b (BC

### book 736a.3

E3E4)T

### book 736b1.1

χιτῶν’ ἐνδῦσα 〈Διὸς νεφεληγερέταο〉: οὗτος γὰρ

### book 736b1.2

μᾶλλον ἐπιτήδειος ἐν πολέμῳ, καὶ ὅτι ἴση †παραβολὴ† Διὸς καὶ Ἀθη‐

### book 736b1.3

νᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος (cf. Σ 192—3). T

### book 736b2.1

οὗτος δὲ ὁ χιτὼν ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵν’ ᾖ ἴση

### book 736b2.2

περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος. b(BCE3E4)

### book 736c.1

〈Διὸς νεφεληγερέταο:〉 τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ

### book 736c.2

τοῖς ἑξῆς προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται

### book 736c.3

τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ τοῦ Διός,

### book 736c.4

ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος. A

### book 736d.1

ἡ δὲ χιτῶν’ ἐνδῦσα 〈Διὸς νεφεληγερέταο〉: τὸ Διὸς

### book 736d.2

νεφεληγερέταο τινὲς τῷ πρώτῳ, οἱ δὲ τῷ ἑξῆς 〈***〉, ἵν’ ᾖ ὅλα

### book 736d.3

τὰ ὅπλα τοῦ Διός. κοινὸν δὲ καὶ ἐπὶ τοῦ πρώτου. T

### book 737a1.1

〈τεύχεσιν:〉 τεύχεα δὲ τὴν αἰγίδα καὶ τὴν περικεφα‐

### book 737a1.2

λαίαν λέγει. T

### book 737a2.1

τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περικεφαλαίᾳ. b(BC

### book 737a2.2

E3E4)

### book 739a.1

δεινήν: διὰ τὸ δυνάμεις ἀρεϊκὰς ἐντετυπῶσθαι ἐν αὐτῇ.

### book 739a.2

b(BCE3E4)T

### book 739b

〈ἣν πέρι μὲν πάντῃ Φόβος ἐστεφάνωται:〉 ἀνα‐

### book 739b

στρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συντάττηται. Aim

### book 739c1.1

ἣν πέρι μὲν πάντῃ φόβος 〈ἐστεφάνωται〉: ὅσος ἦν,

### book 739c1.2

κύκλῳ εἴχετο. | ἀναστρεπτέον δὲ τὴν περί. T

### book 739c2.1

κύκλῳ περιείχετο. b(BCE3E4) | ἀναστρεπτέον δὲ τὴν

### book 739c2.2

περί. b(BCE3)

### book 740a.1

ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, 〈ἐν δὲ κρυόεσσα Ἰωκή〉:

### book 740a.2

ἄδηλον, πότερον εἴδωλα ταῦτά ἐστιν ἢ διαθέσεις, ὡς τὸ „ἔνθ’ ἔνι μὲν

### book 740a.3

φιλότησ“ (Ξ 216). b(BCE3)T

### book 740b

κρυόεσσα ἰωκή: πολέμου ἐπιφορά. T

### book 741.1

ἐν δέ τε γοργείη κεφαλή: οἷον κατάστημά τι γοργότητος

### book 741.2

δεινὸν καὶ βλοσυρόν· Ἡσίοδος (sc. th. 274 sq.) γὰρ διέπλασε τὸν

### book 741.3

μῦθον τῶν Γοργόνων. b(BCE3)T

### book 742.1

σμερδνή: καταπληκτική, φοβερά. A | ὡς ἀλαπάζω ἀλα‐

### book 742.2

παδνός, οὕτω μερίζω μεριδνός μερδνός καὶ σμερδνός· A b (BCE3E4)

### book 742.3

T καὶ „ὣς ἐδαΐζετο θυμόσ“ (Ο 629). T

### book 743

〈ἀμφίφαλον:〉 φάλοι οἱ κατὰ—ἀσπιδίσκοι. A

### book 743.1

τετραφάληρον: φάλαρα οἱ ἐν ταῖς παραγναθίσι κρίκοι,

### book 743.2

δι’ ὧν αἱ παραγναθίδες καταλαμβάνονται τῆς περικεφαλαίας. A

### book 744a

〈πρυλέεσς’:〉 ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες. Aim

### book 744b.1

πρυλέεσς’: πεζοῖς ὁπλίταις. | πρύλις, ὡς δαμάσω δά‐

### book 744b.2

μαλις, περύω πέρυλις καὶ πρύλις. A

### book 744c.1

ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖαν: εἶχεν ἐν ἑαυτῇ

### book 744c.2

πολίτας τετυπωμένους πόλεων ἑκατόν. ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγε‐

### book 744c.3

θος τῆς φορούσης b(BCE3E4)T καὶ αὐτὴν τὴν κόρυθα ἑκατὸν

### book 744c.4

πόλεων ὁπλίτας δύνασθαι κατακαλύπτειν φησίν. T εἰ δὲ ἡ κόρυς

### book 744c.5.1

τοσαύτη, πόσον τὸ μέγεθος τῆς περικειμένης τὸ κράνος; καὶ ἐπὶ Πο‐

### book 744c.5.2

σειδῶνος „†ὅσον† τ’ ἐννεάχιλοι“ (Ξ 148)· οὐ γὰρ εἶπε τὸ μέγεθος

### book 744c.5.3

αὐτοῦ ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατ’ ἔμφασιν δὲ ἔδωκε συλλογί‐

### book 744c.5.4

ζεσθαι, πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων. b(BCE3E4)T | πρυ‐

### book 744c.5.5

λέες δὲ ὁπλῖται ἢ πρόμαχοι ἢ ἀθρόοι. T

### book 745.1

ἐς δ’ ὄχεα φλόγεα: ὀξέα κατὰ τὴν κίνησιν ὡς πῦρ, b(BC

### book 745.2

E3E4)T ἢ μᾶλλον ἀεί. b(BCE3E4)

### book 746-7.1

〈βριθὺ μέγα—ὀβριμοπάτρη:〉 ὅτι ἐντεῦθεν εἰς

### book 746-7.2

τὴν Ὀδύσσειαν (sc. α 100—1) μετάκεινται. Aim

### book 746a.1

δάμνησι: ὁ Σιδώνιος ἄνευ τοῦ ι τὸ δάμνησι, ὁ δὲ Ἀρί‐

### book 746a.2

σταρχος σὺν τῷ ι. A

### book 746b.1

τῷ δάμνησι 〈στίχας ἀνδρῶν〉: οὐκ ἄνδρας εἶπεν, ἀλλ’

### book 746b.2

ὑπερφυῶς στίχας ἀνδρῶν. b(BCE3E4)T

### book 747

〈τοῖσίν τε:〉 αἱ Ἀριστάρχου ἄνευ τοῦ τ „οἷσίν τε.“ Til

### book 748a

ἐπεμαίετ’ ἄρ’ ἵππους: ἀντὶ τοῦ ἐπέψαυσεν. T

### book 748b

〈ἵππους:〉 ἀντὶ τοῦ τῶν ἵππων. Aim

### book 749a.1

αὐτόματοι δὲ πύλαι 〈μύκον οὐρανοῦ〉: ὅτι πύλαι

### book 749a.2

οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμώνυμος τῷ στερεμνίῳ

### book 749a.3

οὐρανὸς καλεῖται. A

### book 749b.1

πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι: ἐπεὶ τὴν τῶν

### book 749b.2

οὐρανίων τάξιν καὶ τοὺς καιροὺς διοικοῦσιν· ἐμφαίνεται δὲ καὶ τὸ

### book 749b.3

ἀξίωμα τῶν θεῶν, εἴγε ἑκοῦσαι αἱ πύλαι εἴκουσιν αὐταῖς. | οὐρανὸν

### book 749b.4

δὲ τὸν ὑπὲρ τὰ νέφη τόπον. b(BCE3E4)T

### book 752.1

κεντρηνεκέας: τοὺς οὕτω φέροντας ἑαυτοὺς καὶ τοὺς ἐπι‐

### book 752.2

βάντας ὡς ὑπὸ κέντρου μαστιζομένους, παρὰ τὸ κέντρον καὶ τὸ ἐνεγ‐

### book 752.3

κεῖν. b(BCE3E4)T

### book 754.1

〈ἀκροτάτῃ κορυφῇ πολυδειράδοσ〉 Οὐλύμποιο: ὅτι

### book 754.2

ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ

### book 754.3

τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν, πῶς τὸν †ὑπὲρ† τὰ νέφη τόπον ἀκρο‐

### book 754.4

τάτην εἴρηκε κορυφήν· λέγει γὰρ ἄκραν οἱανδήποτε. A

### book 757a.1

οὐ νεμεσίζῃ Ἄρῃ: χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα

### book 757a.2

παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ

### book 757a.3

τοῦτο οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος· καὶ Ζεὺς „οὔ

### book 757a.4

τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα“ (Ε 428). b(BCE3E4)T

### book 757b

〈τάδε καρτερὰ ἔργα:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ

### book 757b

„τάδε ἔργ’ ἀΐδηλα“. Aim

### book 759a.1

ἕκηλοι: δασυντέον· | παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ

### book 759a.2

ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων. ὁ δὲ ὑποχωρῶν καὶ

### book 759a.3

ἡσυχάζει. | ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ἢ

### book 759a.4

προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον „ἑκάσ“ (Ε 791 al.), Ἑκάτη.

### book 759a.5.1

οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον

### book 759a.5.2

τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. A

### book 759b.1

ἕκηλοι: δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ

### book 759b.2

ἐκ κλίσεως εἴη, σεσημειωμένου τοῦ ἐκεχειρία. b(BCE3)T

### book 760.1

τέρπονται Κύπρις τε: πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τε‐

### book 760.2

τρῶσθαι. b(BCE3E4)T

### book 763

〈πεπληγυῖα:〉 ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ. Aim

### book 764.1

〈τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:〉

### book 764.2

ὅτι ἔνιοι γράφουσι „τὴν δ’ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν

### book 764.3

τε“. Aim

### book 765a.1

ἔπορσον Ἀθηναίην: ἄνωθεν κατασκευάζει τὴν τρῶσιν

### book 765a.2

Ἄρεως. ἄλλως τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα κατα‐

### book 765a.3

λύει. b(BCE3E4)T

### book 765b

ἄγρει: λαβέ, φέρε, ἄγε. T

### book 770-2.1

ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν〈—ὑψηχέες ἵπ‐

### book 770-2.2

ποι〉: διὰ τοῦ ὀξυτάτου τοῦ ἐν ἡμῖν ἐδήλωσε τὸ τάχος τῶν ἵππων·

### book 770-2.3

ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα

### book 770-2.4

μηδενὸς ἀντικόπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος,

### book 770-2.5

τοσοῦτόν ἐστι τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων. b(BCE3E4)T

### book 770

ἠεροειδές: τὸ τοῦ ἀέρος εἶδος. b(BCE3E4)T

### book 770.1

{ὅσσον δ’} ἠεροειδές {ἀνήρ}: ἀναπεπταμένου—ἐμπο‐

### book 770.2

δίζοντος· ἢ ἀερῶδες σκοτεινόν {ᾗχι ῥοάς}. A

### book 772.1

ὑψηχέες ἵπποι: ὑψαύχενες ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ

### book 772.2

ἤχου· ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι. b(BCE3E4)T

### book 774.1

ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος: ὅτι

### book 774.2

τὸ κατ’ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν· ἔδει γὰρ

### book 774.3

‘ἧχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συμβάλλετον‘. τούτῳ δὲ τῷ ἔθει

### book 774.4

πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικόν, οὐχ ὅτι αὐτὸς

### book 774.5.1

πρῶτος ἐχρήσατο, ἀλλ’ ὅτι τῷ τοιούτῳ ἔθει πεπλεόνακε. A | τὸ δὲ

### book 774.5.2

σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα †δυϊκὸν ἐπάγει πληθυν‐

### book 774.5.3

τικὸν καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῇ· A b (B, C[bis], E3E4)T

### book 774.5.4

„ἦ μὲν δὴ θάρσος μοι 〈Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη〉“ (ξ 216), A

### book 774.5.5

„ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κωκυτός τε“ (κ

### book 774.10.1

513—4), „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων“ (Υ

### book 774.10.2

138). A b (B, C[bis], E3E4) ἀλλαχοῦ δὲ „μεσσηγὺς Σιμόεντος ἰδὲ

### book 774.10.3

Ξάνθοιο ῥοάων“ (Ζ 4). A b (BCE3E4)

### book 776a

〈ἠέρα πουλύν:〉 ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν. Aint

### book 776b.1

ἠέρα πουλύν: ἀντὶ τοῦ πολλήν· ἀεὶ γὰρ θηλυκῶς φησι

### book 776b.2

καὶ τὸ σκότος δηλοῖ. τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε „δι’ ἠέρος

### book 776b.3

αἰθέρ’ ἵκανεν“ (Ξ 288). b(BCE3)T

### book 777.1

τοῖσι〈ν〉 δ’ ἀμβροσίην Σιμόεις: ποιητικοῦ κάλλους ἴδια

### book 777.2

ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (sc. Ξ 347—9). καλῶς δὲ οὐχ

### book 777.3

ὁ Σκάμανδρος ἀνέτειλεν· Τρωσὶ γὰρ βοηθὸς οὗτος. b(BCE3E4)T

### book 778.1

τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι: τὴν ὁρμὴν καὶ τὴν

### book 778.2

πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευα‐

### book 778.3

σμένας. b(BCE3E4)T | ἄλλως· καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη

### book 778.4

περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ τὰ τῶν περιστερῶν ἴχνη καὶ Ἀρι‐

### book 778.5.1

στοτέλης λέγει (fr. 154 R.). | ἄλλως· πρὸς τὸ καθαρὸν καὶ ταχύ· b

### book 778.5.2

(BCE3)T ὅτι γὰρ καὶ ταχύ, δῆλον ἀφ’ οὗ τὴν κομιδὴν τῆς ἀμ‐

### book 778.5.3

βροσίας πεπίστευται (sc. μ 63). T

### book 784

〈στᾶς’:〉 περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα. Aint

### book 785a.1

〈Στέντορι:〉 ὅτι ἐνταῦθα μόνον μνημονεύει{τ} τοῦ Στέν‐

### book 785a.2

τορος. Aim

### book 785b.1

Στέντορι: τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα‐

### book 785b.2

λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου

### book 785b.3

μηχανὴν εἰς τὰς μάχας. A b (BCE3E4)T ἀλλ’ ἔθος Ὁμήρῳ τοῖς

### book 785b.4

παροῦσιν εἰκάζειν τοὺς θεούς. b(BCE3E4)T τινὲς δὲ Ἀρκάδα

### book 785b.5

φασὶν εἶναι τὸν Στέντορα καὶ ἐν τῷ Καταλόγῳ (an post Β 609?)

### book 785b

πλάττουσι περὶ αὐτοῦ στίχους. AT

### book 786.1

ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα: ἔν τισιν

### book 786.2

οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν. A b (BCE3E4)T

### book 787a.1

〈ἐλέγχεα:〉 ἐλέγχεα ὡς „τείχεα“ (Β 691 al.)· οὐ γὰρ

### book 787a.2

νῦν ἐπιθετικόν. Aim

### book 787b.1

〈κάκ’ ἐλέγχεα:〉 Ἀρίσταρχος „†κακκελέχεες†“. τὸ δὲ

### book 787b.2

ἑξῆς διχῶς, „εἶδος ἄριστοι“ καὶ εἶδος ἀγητοί. Aim

### book 787c

κάκ’ ἐλέγχεα: ὡς καὶ Ἀλέξανδρον „λώβην“ (Γ 42). T

### book 787d

εἶδος ἀγητοί: τῷ εἴδει μόνον θαυμαστοί. A

### book 788.1

πωλέσκετο δῖος Ἀχιλλεύς: οὐκ ἐᾷ λήθῃ δίδοσθαι τὸ

### book 788.2

ὄνομα τοῦτο ὁ ποιητής. b(BCE3)T

### book 789.1

πυλάων Δαρδανιάων: τῶν Σκαιῶν· b(BCE3E4)T φησὶ

### book 789.2

γὰρ „ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανον“ (Ι 354). b

### book 789.3

(BCE3E4)

### book 790

〈οἴχνεσκον:〉 ἐπορεύοντο. Til

### book 795a.1

ἕλκος ἀναψύχοντα: γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν

### book 795a.2

λύθρον. b(BCE3E4)T

### book 795b.1

ἕλκοσ〈—〉τό μιν βάλε Πάνδαρος ἰῷ: οὐ τὸ ἕλκος

### book 795b.2

ἔβαλεν, εἰργάσατο δὲ ἕλκος βαλών, ὡς τὸ „νεκρὸν ἄγοι προτὶ ἄστυ,

### book 795b.3

τὸν ἔκτανε δῖος Ἀχιλλεύσ“ (Ω 151), ὅ ἐστι κτανὼν νεκρὸν εἰργά‐

### book 795b.4

σατο. | ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς

### book 795b.5

μετὰ τὸ τραῦμα. b(BCE3E4)T

### book 795c

〈ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ:〉 ὅτι

### book 795c

ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν. Aim

### book 796.1

〈ὑπὸ πλατέος τελαμῶνος:〉 ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπί‐

### book 796.2

δων ἐχρῶντο. Aint

### book 797a1.1

〈τῷ τείρετο:〉 Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ „τῷ

### book 797a1.2

τρίβετο“. Aim

### book 797a2.1

Ἀρίσταρχος τείρετο, b(BCE3E4)T αἱ δὲ κοιναὶ

### book 797a2.2

„τρίβετο“. b(BCE3)T

### book 798.1

ἴσχων: ὡς λέγων, ἔχων· ATil οὐδὲ γὰρ δύναται ὀξύ‐

### book 798.2

νεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ι ἐλέγετο ἂν σχών. | ζη‐

### book 798.3

τεῖται, πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα ὁ

### book 798.4

παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν

### book 798.5.1

ἀνάγνωσιν· παρ’ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου

### book 798.5.2

„ἴσχεσθ’ Ἀργεῖοι“ (Γ 82), „ἴσχον γὰρ πυργηδόν“ (Ο 618), ἥ τε

### book 798.5.3

πληθυντικὴ μετοχὴ „χεῖρας {τ’} ἀνίσχοντεσ“ (Θ 347). A

### book 799.1

ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο: ἄκρως τὸ ἀνθρώπινον ἦθος

### book 799.2

μεμίμηται· τοῦτο γὰρ γίνεται καὶ νῦν. b(BCE3E4)T

### book 800.1

ἦ ὀλίγον οἷ παῖδα 〈ἐοικότα γείνατο Τυδεύσ〉: ὅτι οὐ

### book 800.2

λέγει κατά τι ὅμοιον, ἀλλ’ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. AAint | τὸν δὲ

### book 800.3

ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαι‐

### book 800.4

ωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατ’ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθο‐

### book 800.5

τονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται. A

### book 801

Τυδεύς: τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξησε τὸν Τυδέα.

### book 801

b(BCE3)T

### book 802-4.1

〈καί ῥ’〉 ὅτε πέρ μιν 〈ἐγὼ〉 πολεμίζειν οὐκ εἴασκον

### book 802-4.2

〈—Καδμείωνασ〉: καὶ ὅτε ἐγὼ αὐτὸν ἀπετρεπόμην, ἐκεῖνος ὅμως

### book 802-4.3

μαχητὴς ἦν, ἡνίκα ἦλθεν ἄγγελος εἰς Θήβας. τὸ δὲ ἑξῆς ἀσύνδετον.

### book 802-4.4

b(BCE3E4)T

### book 803-7.1

οὐδ’ ἐκπαιφάσσειν〈—ἐνίκα〉: †φανεροῦν ἑαυ‐

### book 803-7.2

τόν, ἀλλ’ ἐν ἀγγέλου σχήματι μένειν. | δύναται δὲ εἰς τὸ ἐκπαιφάσ‐

### book 803-7.3

σειν (803) εἶναι στιγμή, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ὅτε τ’ ἤλυθεν ἐς

### book 803-7.4

Θήβας (cf. 803—4), ἐκέλευον μὲν ἐγὼ δαίνυσθαι, ὁ δὲ ἐπολέμει. b

### book 803-7.5.1

(BCE3E4)T | τὸ δὲ ἐκπαιφάσσειν γίνεται παρὰ τὸ T φῶ τὸ

### book 803-7.5.2

φαίνω φάσσω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω,

### book 803-7.5.3

οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω παπταίνω. b(BCE3E4)T

### book 806-7.1

αὐτὰρ ὁ θυμὸν ἔχων κρατερόν〈—ἐνίκα〉: ὑπερ‐

### book 806-7.2

βολή, εἴγε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν, b

### book 806-7.3

(BCE3E4)T ὁ δὲ οὐκ εἴκει, ἀλλὰ πολεμεῖ, T ὡσὰν ἄμετρον

### book 806-7.4

ἔχων ὁρμήν. b(BCE3E4)T

### book 807.1

κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκα: ὅτι

### book 807.2

Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον „ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρ‐

### book 807.3

ροθος ἦα“ (= Ε 808). ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παρο‐

### book 807.4

τρύνειν, ἀλλὰ κωλύειν (cf. Ε 802 et 805). κατήχθη δὲ οὐ δεόντως ἐκ

### book 807.5

τοῦ Ἀγαμέμνονος λόγου (sc. Δ 390). A

### book 807-8.1

πάντα δ’ ἐνίκα 〈/ ῥηϊδίως—ἦα〉: πάντα κοῦ‐

### book 807-8.2

ρον· ἢ τὰ ἀγωνίσματα. | οὐ καθόλου δὲ εὑρέθη ἐν τοῖς Ἀριστάρχου

### book 807-8.3

τὸ ῥηϊδίως· τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα (808)· ἐναντίον γάρ

### book 807-8.4

ἐστι τοῖς προκειμένοις. b(BCE3E4)T

### book 808.1

〈ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα:〉 τοῦτον τὸν

### book 808.2

στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ

### book 808.3

ἀντιπράττει καὶ πρὸς τὸ „δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκη‐

### book 808.4

λον“ (Ε 805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν „σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’

### book 808.5

ἵσταμαι ἠδὲ φυλάσσω“ (Ε 809). Aint

### book 809.1

σοὶ δ’ ἦ τοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι: ἐκ τῆς ἀντι‐

### book 809.2

παραθέσεως ἤλεγξεν αὐτόν· b(BCE3E4)T φησὶ γὰρ „καί σε

### book 809.3

προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι“ (Ε 810). T

### book 811.1

κάματος πολυᾶϊξ 〈γυῖα δέδυκεν〉: ἐκ γὰρ πολλῆς κινή‐

### book 811.2

σεως ὁ κάματος. b(BCE3E4)T τὸ δὲ δέδυκεν ἀντὶ τοῦ ἐκάκω‐

### book 811.3

σεν. T

### book 812a.1

ἤ νύ σέ που: ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται

### book 812a.2

δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν

### book 812a

διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν. A

### book 812b.1

ἀκήριον: ἄψυχον, ἀσθενές. σημαίνει δὲ καὶ ὑγιὲς καὶ ἄνο‐

### book 812b.2

σον καὶ ἀθάνατον, / νῦν δὲ T εἰς ἀψυχίαν ἄγον. b(BCE3E4)T

### book 813

〈ἔκγονοσ〉: ὁ υἱός, ἔγγονος ὁ υἱωνός. A

### book 814.1

〈τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομή‐

### book 814.2

δης:〉 ὅτι ἔνιοι „τὴν δ’ αὖτε προσέειπε 〈***〉“. Aim

### book 818.1

{ἀλλ’ ἔτι} σῶν {μέμνημαι}: Ἀρίσταρχος „σέων“ γρά‐

### book 818.2

φει. T

### book 824a.1

μάχην ἀνὰ κοιρανέοντα: οἱ μὲν ἀνέστρεψαν, ἵνα γένη‐

### book 824a.2

ται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέ‐

### book 824a.3

ψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ

### book 824a.4

„Ζεῦ ἄνα Δωδωναῖε“ (Π 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν

### book 824a.5.1

λόγον ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται,

### book 824a.5.2

οὐκ ἀναστρέφεται, „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι“ (Α

### book 824a.5.3

287), „θεῖναι Ἀθηναίης ἐπὶ γούνασι“ (Ζ 92). οὕτως οὖν κἀνθάδε

### book 824a.5.4

δύναται ἡ ἀνά ἀντὶ τῆς κατά. A

### book 824b.1

μάχην ἀνὰ κοιρανέοντα: αἱ προθέσεις ἀντιπαραλαμ‐

### book 824b.2

βανόμεναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν. T

### book 824b

τὸ ἀνά ἀντὶ τῆς κατά. Aim

### book 827.1

μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον: οὐ

### book 827.2

καθολική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις. b(BC

### book 827

E3E4)T

### book 830.1

〈τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα:〉 ἐγγύθεν

### book 830.2

αὐτοῦ, πλησίον. οὕτως αὐτοῦ καταφρόνησον, μὴ μακρόθεν ἐπ’ αὐ‐

### book 830.3

τὸν βαλών. Aim

### book 831a1

τυκτὸν κακόν: οὐ φυσικόν, ἀλλὰ κατ’ ἐπιτήδευσιν. T

### book 831a2.1

οὐ μόνον, φησί, φυσικόν, ἀλλὰ καὶ ἐπιτηδευτόν. b(BC

### book 831a2.2

E3E4)

### book 831b.1

ἀλλοπρόσαλ〈λ〉ον: σύνθετόν ἐστι· διὸ οὐ κατ’ ἰδίαν

### book 831b.2

ὁ τόνος τῆς πρώτης λέξεως λέγεται, ὁμοίως δὲ τῷ „ἀλλοθρόουσ“

### book 831b.3

(α 183 al.), „ἀλλοειδέασ“ (cf. ν 194). A

### book 832.1

〈στεῦτ’:〉 πρὸς τὸ στεῦτο, ὅτι τὸ κατὰ διάνοιαν διωρί‐

### book 832.2

ζετο ἡ λέξις σημαίνει. Aim

### book 834.1

〈νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ:〉 ὅτι ἀντὶ τοῦ ἐν τοῖς

### book 834.2

Τρωσίν †ἐστι† μετὰ τῶν Τρώων. Aim

### book 836a

〈πάλιν:〉 ὅτι ἀντὶ τοῦ εἰς τοὐπίσω. Aim

### book 836b

ἐμμαπέως: συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως. T

### book 838-9.1

ἐμμεμαυῖα 〈θεὰ—ἄνδρα τ’ ἄριστον〉: ἀθε‐

### book 838-9.2

τοῦνται στίχοι δύο, ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχον‐

### book 838-9

τες. τί γάρ, εἰ χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι; A

### book 838.1

μέγα δ’ ἔβραχεν ἄξων: ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ „ἔκλαγ‐

### book 838.2

ξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46). b(BCE3)T

### book 839.1

〈ἄνδρα τ’ ἄριστον:〉 διὰ τοῦ δέ αἱ Ἀριστάρχου, „ἄνδρα

### book 839.2

δ’ ἄριστον“. Aim

### book 842.1

ἤ τοι ὁ μὲν Περίφαντα 〈πελώριον ἐξενάριζεν〉: ὅτι ἀπὸ

### book 842.2

τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ, καὶ ὅτι τινὲς γράφουσιν

### book 842.3

„ἐξενάριξεν“. συντελικὸν δὲ γίνεται, δεῖ δὲ παρατατικῶς· καὶ γὰρ

### book 842.4

ἐπιφέρει „τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνοσ“ (Ε 844) ἀντὶ τοῦ ἀνῄρει. A

### book 843.1

Ὀχησίου: Ὀχήσιος υἱὸς Οἰνέως, ὡς Νίκανδρος ἐν τοῖς

### book 843.2

Αἰτωλικοῖς (fr. 8a, p. 130, 1). κατὰ Διομήδους οὖν ἡ τοῦ Ἄρεως

### book 843.3

πρᾶξις. b(BCE3)T

### book 845a.1

δῦν’ Ἄϊδος κυνέην: ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν.

### book 845a.2

ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται ὡς καὶ τὸν Ἄρεα λέγειν κατ’ αὐτῆς

### book 845a.3

πρὸς τὸν Δία (sc. Ε 875—84). b(BCE3E4)T

### book 845b

Ἄϊδος κυνέην: νέφος, δι’ οὗ οἱ θεοὶ ἀλλήλοις ἀφανεῖς

### book 845b

γίνονται. Aim

### book 849

ἰθὺς Διομήδεος: ὡς „εὐθὺ τῆς σωτηρίασ“ (Ar. pac. 301). T

### book 850-5.1

οἱ δ’ ὅτε δὴ σχεδὸν〈—Διομήδησ〉: δύναται μὲν

### book 850-5.2

Ἄρει μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἄλλον καιρὸν

### book 850-5.3

(sc. Φ 391—414) ὁ ποιητής. b(BCE3E4)T

### book 851.1

ὠρέξαθ’ ὑπὲρ ζυγόν: τινὲς ἀντὶ τῆς ὑπό, ἵνα λαθὼν αὐ‐

### book 851.2

τὸν τρώσῃ. b(BCE3E4)T

### book 852

〈ἑλέσθαι:〉 γράφεται „ὀλέσσαι“. Aim

### book 856a.1

ἔγχεϊ {χαλκείῳ}: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν,

### book 856a.2

πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλιφήν, καὶ ὅτι τὸ

### book 856a.3

μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ

### book 856a.4

ἐμποδίζοντος, ὡς τὸ „πλήθει πρόσθε βαλόντεσ“ (Ψ 639). A

### book 856b.1

ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη: μόνον ὁρμᾶται {διομή‐

### book 856b.2

δης} καὶ b(BCE3E4) μόνον ὄνομα τρώσεως ἔχει ὁ Διομήδης. δύο

### book 856b.3

οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν κατὰ

### book 856b.4

προστασίαν θεῶν καὶ τοὺς ἀτακτοῦντας κολάζων. b(BCE3E4)T

### book 857a.1

νείατον ἐς κενεῶνα: κατὰ τὸ ἔσχατον τῆς λαγόνος ἤτοι

### book 857a.2

τὸ ἐνδότατον. b(BCE3E4) εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης (cf. Φ

### book 857a.3

407), πῶς φθάνει τὸ δόρυ Διομήδους τρία πλέθρα; ὅτι νῦν ἀνδρὶ εἴ‐

### book 857a.4

κασται· „καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώσ“ (Ε 604).

### book 857a.5

b(BCE3E4)T

### book 857b.1

νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρην: ὅτι

### book 857b.2

κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστιν διδασκαλικὸς ὁ

### book 857b.3

τόπος. | ὁ δὲ Ἀρίσταρχος „μίτρῃ“ κατὰ δοτικήν. ἐν δέ τισι τῶν

### book 857b

ὑπομνημάτων „ὅθι †στελέσκετο μίτρῃ“. A

### book 857c1.1

ὅθι ζων〈ν〉ύσκετο μίτρη〈ν〉: αἱ Ἀριστάρχου κατὰ

### book 857c1.2

δοτικὴν †τὸ μίτρη†. ἔν τισι δὲ τῶν ὑπομνημάτων „ὅθι †τελέσκετο

### book 857c1.3

μίτρη†“. T

### book 857c2.1

τὸ δὲ μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς

### book 857c2.2

δὲ μετὰ τοῦ ν, ὃ καὶ βέλτιον. b(BCE3E4)

### book 862.1

〈τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν:〉 βαρυτονητέον τὴν ὑπό·

### book 862.2

παρέλκεται γάρ. Aim

### book 863.1

ἔβραχ’ 〈Ἄρης, ἆτος πολέμοιο〉: ἐψόφησεν, ἐφώνησεν.

### book 863.2

ἆτος δὲ ὁ βλαπτικός. T

### book 864.1

οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ 〈φαίνεται ἀήρ〉: πρὸς τὴν

### book 864.2

πλοκὴν τοῦ ἑξῆς λόγου, οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσαέος ἀνέμου

### book 864.3

ὀρνυμένου ἐκ καύματος. A

### book 864-5.1

οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ 〈/ —

### book 864-5.2

ὀρνυμένοιο〉: ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας πρὸς ἀνα‐

### book 864-5.3

τολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ ἑξῆς

### book 864-5.4

οὕτως· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος, | ὅ ἐστι σφοδροῦ.

### book 864-5.5

b(BCE3E4)T

### book 865

καύματος ἒξ ἀνέμοιο: γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ

### book 865

κατὰ τὰς ἐαρινὰς καὶ θερινὰς ὥρας, ὅτε νότοι πνέουσιν. b(BCE3E4)T

### book 866-7.1

τοῖος Τυδείδῃ〈— / φαίνεθ’〉: γραφικῶς ἔχει Διο‐

### book 866-7.2

μήδης τὴν ἄνοδον θεώμενος Ἄρεος. T

### book 867a.1

φαίνεθ’ ὁμοῦ νεφέεσσιν 〈ἰὼν εἰς οὐρανὸν εὐρύν〉:

### book 867a.2

διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν εἰς οὐρανὸν

### book 867a.3

ἀνῄει, ἀλλὰ κατ’ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος παρίστησι

### book 867a.4

καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος

### book 867a.5

δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο. A

### book 867b.1

ὁμοῦ νεφέεσσιν 〈ἰὼν εἰς οὐρανὸν εὐρύν〉: εἰς τὸ

### book 867b.2

νεφέεσσιν διαστολή, ἵν’ ᾖ ἐγγὺς τῶν νεφῶν. Δημοσθένης (or. 25, 51)·

### book 867b.3

„Ἀθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι.“ οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ

### book 867b.4

τοῦ ὑπὸ νεφῶν κεκαλυμμένος καὶ ἀνιὼν εἰς οὐρανόν. b(BCE3E4)T

### book 870.1

ἄμβροτον αἷμα: οὐκέτι προσέθηκε τὸ „ἰχώρ“ (Ε 340)·

### book 870.2

προεδίδαξε γὰρ ἡμᾶς (sc. Ε 340—2), τί ἐστιν ἰχώρ. b(BCE3E4)T

### book 871a1.1

καί ῥ’ ὀλοφυρόμενος: κυρίως ὁ μετὰ τίλσεως τριχῶν

### book 871a1.2

θρῆνος παρὰ τὸ ὀλόψαι. T

### book 871a2.1

κυρίως ὀλοφυρμὸς ὁ μετὰ τίλσεως τριχῶν θρῆνος, παρὰ

### book 871a2.2

τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν. b(BCE3E4)

### book 872.1

{τάδε} καρτερὰ ἔργα: γράφεται „ἔργ’ ἀΐδηλα“, ὅ ἐστι

### book 872.2

φθοροποιά. T

### book 873

ῥίγιστα: κακά, ἄνομα. T

### book 874a1.1

〈χάριν δ’ ἄνδρεσσι:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ,

### book 874a1.2

χάριν δ’ ἄνδρεσσι. Aim

### book 874a2

Ἀρίσταρχος δὲ σὺν τῷ δέ γράφει. T

### book 874b.1

χάριν ἄνδρεσσι φέροντες: χαριζόμενοι ἀνθρώποις ἀλ‐

### book 874b.2

λήλους διατίθεμεν κακῶς, οὐχ ὑπ’ ἀνθρώπων δὲ πάσχομεν· ἀσθενεῖς

### book 874b

γὰρ οὗτοι. b(BCE3E4)T

### book 875a.1

σοὶ πάντες μαχόμεσθα· 〈σὺ γὰρ τέκες ἄφρονα κού‐

### book 875a.2

ρην〉: ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γε‐

### book 875a.3

νομένης τῆς Ἀθηνᾶς. A

### book 875b.1

σοὶ πάντες μαχόμεσθα: ἢ διὰ σέ, | ἢ σὺ πᾶσι πολέμιος

### book 875b.2

εἶ ταύτην ἐπιτρέπων ἀδεῶς καθ’ ἡμῶν. b(BCE3E4)T

### book 875c.1

σὺ γὰρ τέκες: ἁπλοϊκῶς. καὶ ἐπὶ Ἡφαίστου „ἀλλὰ τοκῆε

### book 875c.2

†δύο“ (θ 312). b(BCE3E4)T

### book 876a1.1

ἀήσυλα: ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλα, τὰ μὴ εὐφραί‐

### book 876a1.2

νοντα. T

### book 876a2.1

ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλον. δηλοῖ δὲ τὰ μὴ τέρποντα

### book 876a2.2

καὶ ἥδοντα, μᾶλλον δὲ λυποῦντα. b(BCE3E4)

### book 877-8.1

ἄλλοι μὲν γὰρ πάντεσ〈— /〉 σοί τ’ ἐπιπείθον‐

### book 877-8.2

ται: τῇ ἀντιπαραθέσει χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν.

### book 877-8.3

διὰ δὲ τοῦ πειθηνίου τοὺς ἄλλους θεοὺς ἐπάγεται. b(BCE3E4)T

### book 878a.1

σοί τ’ ἐπιπείθονται 〈καὶ δεδμήμεσθα ἕκαστοσ〉:

### book 878a.2

πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος. A

### book 878b.1

σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος: περὶ

### book 878b.2

πρόσωπον τὸ σχῆμα, ὡς παρὰ Εὐριπίδῃ (Or. 1483)· „διαπρεπεῖς

### book 878b.3

ἐγένοντο Φρύγεσ“, b(BCE3E4)T ἕκαστος καλῶς μαχόμενος. b

### book 878b

(BCE3E4)

### book 879.1

προτιβάλλεαι: ὑπερβάλλεις, νικᾷς, ὅπως ὑπακούοι σοι.

### book 879.2

b(BCE3E4)T

### book 880.1

〈ἀλλ’ ἀνιεῖς,〉 ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον:

### book 880.2

τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν „αὐτὸς δ’ ἐκ κεφαλῆσ“ (th.

### book 880.3

924)· νῦν γὰρ τὸ αὐτός ἀντὶ τοῦ μόνος φησίν, ὅπερ οὐκ οἶδεν ὁ ποι‐

### book 880.4

ητής, ἀλλὰ λέγει ἀνίεις αὐτήν, ἐπεὶ ἀΐδηλον σὺ αὐτὴν ἐγέννησας, ὅ

### book 880.5

ἐστι φθοροποιόν. b(BCE3E4)T

### book 881a1.1

ὑπέρθυμον {διομήδεα}: αἱ Ἀριστάρχου „ὑπερφίαλον“,

### book 881a1.2

οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις. A

### book 881a2

Ἀρίσταρχος „ὑπερφίαλον“. Til

### book 882

〈μαργαίνειν:〉 ἐνθουσιᾶν, μαίνεσθαι. Til

### book 883.1

Κύπριδα μὲν πρῶτον: ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων

### book 883.2

ἄρχεσθαι κατηγοριῶν, ἀλλ’ ἐξ ἑτέρων ὡμολογημένων. A b (BCE3

### book 883.3

E4)T

### book 884.1

ἐπέσσυτο δαίμονι ἶσος: ἐπιφθόνως καὶ κινητικῶς τοῦτό

### book 884.2

φησιν· ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, b

### book 884.3

(BCE3E4)T ὡς καὶ ἑξῆς „ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδεσ“ (Ε

### book 884.4

885). T

### book 885-7a.1

ἤ—ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ

### book 885-7a.2

τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ

### book 885-7a

γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A

### book 885-7b.1

ἦ τέ κε δηρόν〈—τυπῇσι〉: καὶ πῶς ἂν ὁ Ἄρης

### book 885-7b.2

ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει

### book 885-7b.3

διαστέλλων ἤ κεν ζὼς ἀμενηνὸς ἔα (887); εἰ δὲ καὶ τεθνηκώς, πῶς

### book 885-7b.4

θεὸς ἀποθανεῖν ἠδύνατο, ὡς καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ

### book 885-7b.5.1

τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἤ ἀντὶ τοῦ εἴ συνα‐

### book 885-7b.5.2

πτικοῦ κεῖται, ὡς τὸ „ὄφρα καὶ Ἕκτωρ / εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαί‐

### book 885-7b.5.3

νεται ἐν παλάμῃσιν“ (Θ 110—1). καὶ ὁ λόγος γίνεται· δεινὰ ἂν

### book 885-7b.5.4

ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.

### book 885-7b.5.5

b(BCE3E4)T

### book 886

〈αὐτοῦ πήματ’ ἔπασχον:〉 αὐτόθι δεινὰ ἂν ἔπασχον. Til

### book 887a1.1

ζώς: τὸ ζώς ὁ Ἀσκαλωνίτης (p. 47 B.) ἀξιοῖ περισπᾶν,

### book 887a1.2

οὐχ ὑγιῶς· μόνον γὰρ τὸ „σῶσ“ (Ν 773. Χ 332) ἐστι περισπώμενον μονοσύλλαβον εἰς

### book 887a1.3

ως λῆγον, ἀρσενικόν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος (fr. 596 Th.), ἢ

### book 887a1.4

ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης †ἀξιοῖ αὐτὸ† ἐκ τοῦ

### book 887a1.5.1

ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο

### book 887a1.5.2

τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός †ἄμεινον δὲ†

### book 887a1.1

ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ

### book 887a1.2

ἰσοσύλλαβος εὑρέθη. A

### book 887a2

ὀξυντέον τὸ ζώς. Til

### book 887b.1

ζώς: ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναί‐

### book 887b.2

ρεσις. b(BCE3)T

### book 887c

〈ἀμενηνός:〉 ἀσθενής. Til

### book 887d.1

{ἀμενηνὸς} ἔα: τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦ γεγονός·

### book 887d.2

διὸ συσταλτέον τὸ ἄλφα ὁμοίως τῷ „τοῖος ἔα ἐν πολέμῳ“ (ξ 222)·

### book 887d.3

ὃ καὶ διὰ τοῦ η λέγεται „†τοῖς ἦα φιλοπτόλεμος†“. τὸ δὲ μέτρον οὐ

### book 887d.4

κωλύεται· ἀπήρτισε γὰρ εἰς μέρος λόγου καὶ ἐπέχει τόπον μακρᾶς

### book 887d.5

ὁμοίως τῷ „ἀμφηρεφέα τε φαρέτρην“ (Α 45). A

### book 887e.1

τυπῇσιν: ὡς „πληγῇσιν“ (Β 264 al.). δοκεῖ δὲ ὡς πρὸς

### book 887e.2

τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα

### book 887e.3

φιλεῖ βαρύνεσθαι. εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν

### book 887e.4

τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη; A

### book 890-1.1

ἔχθιστος δέ μοί ἐσσι 〈θεῶν, οἳ Ὄλυμπον ἔχου‐

### book 890-1.2

σιν· /〉 αἰεὶ γάρ τοι ἔρις 〈τε〉 φίλη: ἀπαλλάσσει ἡμᾶς τῶν τοι‐

### book 890-1.3

ούτων ὁ ποιητής, καὶ †πάτριόν τι† μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ

### book 890-1.4

Διῒ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει—ἐπεὶ αὐτὸς

### book 890-1.5.1

γελᾷ, „ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντασ“ (Φ 390)—, ἀλλ’ ὅτι ἀεὶ καὶ

### book 890-1.5.2

πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων b(BCE3E4)T καὶ

### book 890-1.5.3

σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ ἀστέρι

### book 890-1

τοῦ Διός. T

### book 891.1

αἰεὶ γάρ τοι 〈ἔρις τε φίλη πόλεμοί τε μάχαι τε〉: ὅτι

### book 891.2

ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ ῥαψῳδίᾳ (sc. Α 177) ἐπὶ τὸν πρὸς

### book 891.3

Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον. A

### book 892a.1

μητρός τοι: ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ

### book 892a.2

Ἐνυοῦς, ὥς τινες. A

### book 892b.1

μητρός τοι μένος 〈ἐστὶν〉 ἀάσχετον: τῆς Ἥρας μέγας

### book 892b.2

ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σού ἐστιν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.

### book 892b.3

b(BCE3E4)T

### book 893

〈σπουδῇ:〉 ὅτι μετὰ σπουδῆς καὶ κακοπ〈αθείασ〉. Aim

### book 895-6.1

〈ἀλλ’ οὐ μάν σ’—μήτηρ:〉 ἔδειξεν ἦθος πατέρων

### book 895-6.2

b(BCE3E4)Til διὰ τούτου τοῦ σχήματος. b(BCE3E4)

### book 898a.1

καί κεν δὴ πάλαι ἦσθας ἐνέρτερος Οὐρανιώνων:

### book 898a.2

ὅτι Ζηνόδοτος γράφει „ἐνέρτατοσ“. οὐ δεῖ δέ· ἡ γὰρ σύγκρισίς ἐστι

### book 898a.3

πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγμένους τόπῳ. τού‐

### book 898a.4

των οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν. A

### book 898b.1

〈ἐνέρτερος:〉 οὕτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος „ἐνέρ‐

### book 898b.2

τατοσ“. Til

### book 898c.1

ἐνέρτερος Οὐρανιώνων: τῶν Τιτάνων. T | εἰ μὴ ὅτι

### book 898c.2

ὡς πατὴρ σὸς ἐπέχω αὐτὴν τῆς κατὰ σοῦ ὀργῆς, b(BCE3E4)T πά‐

### book 898c.3

λαι ἄν, φησίν, ἦς τῶν ποτε οὐρανίων Τιτάνων ὑποχθονιώτερος. b

### book 898c

(BCE3E4)

### book 899.1

{ὣς φάτο καὶ} Παιήον’: ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ

### book 899.2

τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον. A

### book 900

〈φάρμακ’ ἔπασσεν:〉 Ἰακῶς „φάρμακα πάσσεν“. Til

### book 902.1

ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν:

### book 902.2

οὕτω καὶ τὸ φάρμακον ἔπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν.

### book 902.3

ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ

### book 902.4

τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων. b(BCE3E4)T λευ‐

### book 902.5

κὸν δὲ γάλα τὸ μὴ ποιοῦν σκιάν. T

### book 903a1.1

〈κυκόωντι:〉 δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ

### book 903a1.2

τοῦ ὑπὸ κυκόωντος. b(BCE3)

### book 903a2

τὸ δὲ κυκόωντι ἀντὶ ὑπὸ κυκόωντος. T

### book 905a.1

τὸν δ’ Ἥβη λοῦσεν: ὅτι παρθενικὸν τὸ λούειν. οὐκ

### book 905a.2

οἶδεν ἄρα ὑφ’ Ἡρακλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημένοις

### book 905a.3

ἐν Ὀδυσσείᾳ (sc. λ 602—4). A

### book 905b.1

τὸν δ’ Ἥβη λοῦσεν: ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ

### book 905b.2

Ὀδυσσέα γὰρ ἡ ἀμφίπολος λούει (sc. ψ 154, cf. θ 454. κ 361). τὸ δὲ

### book 905b.1

ἐπὶ Πολυκάστῃ „λοῦσεν“ (γ 464) ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· „ἀλλ’

### book 905b.2

ὅτε δή μιν ἐγὼν ἐλόευν“ (δ 252), „καὶ λοῦς’ ἐν ποταμῷ καί μοι τάδε

### book 905b.5

εἵματ’ ἔδωκεν“ (η 296). T

### book 906a.1

πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο: ὅτι οὐ δεόντως ἐκ τοῦ

### book 906a.2

περὶ Βριάρεω λόγου (sc. Α 405) ἐνθάδε μετάκειται ὁ στίχος· οὐ γὰρ

### book 906a.3

καὶ κύδους ἄξιον πέπρακται αὐτῷ. καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυ‐

### book 906a.4

ριᾶν τὸν ὑπὸ θνητοῦ ἡττημένον. A

### book 906b1.1

καθέζετο κύδεϊ γαίων: ὡς ἀλλοπρόσαλλος ἤδη ἐπι‐

### book 906b1.2

λέλησται ὧν πέπονθεν. | Ἀρίσταρχος δὲ ἀθετεῖ. T

### book 906b2.1

ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· | διὸ

### book 906b2.2

τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ. b(BCE3E4)

### book 907.1

αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς 〈μεγάλοιο〉 νέοντο: καλῶς

### book 907.2

οὐ πάρεισιν, ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ

### book 907.3

δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσιν· προ‐

### book 907.4

ετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής (sc. Ε 775—7). b(BCE3E4)T

### book 909a.1

παύσασθαι {βροτολοιγόν:} παύσασθαι συλληπτι‐

### book 909a.2

κῶς. T

### book 909b.1

〈Ἄρην:〉 οὕτως Ἡρωδιανός φησι (cf. 2,682,9) μετὰ

### book 909b.2

τοῦ ν Ἄρην. Aim

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ

### book postscr.2

τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ 〈καὶ〉 ἐκ τῆς Ἰλιακῆς προσῳ‐

### book postscr

δίας Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 128.1

〈κατ’ οὐρανὸν εἰλήλουθας:〉 κατ]αβέβηκας

### book 128.2

]ἡ κο(ινὴ) „οὐρανοῦ“

### book 148

〈ὥρηι:〉 αιαρ.χ η̣κους „ὥρη“.

### book 449.1

〈ἐϋμμελίω:〉 δο(τικὴ) μ(ε)τ(ὰ) τοῦ ι· γ'

### book 449.2

ἐϋμμελίοιο.

### book 464

〈τεθνηῶτα:〉 ἡ κ(οινὴ) „τεθνειῶτα“.

### book 478

〈βίην τ’ ἀγαθόν:〉 ἡ κο̣(ινὴ) „βίη[ν“.

### book 479

〈δ’ ὅ γε:〉 διχ(ῶς).

### book 494

〈χειρὶ παχείηι:〉 „φαί[διμος Ἕκτωρ]“.

### book ante240-1

.......

### book ante240-1.1.1

[]ν

### book ante240-1.1.2

[οὐ]κ ὀρθῶ(ς)

### book ante240-1.1.3

[].ταδ(ε)

### book ante240-1.1.4

[]α γ(ὰρ)

### book ante240-1.5.1

[]α̣ς̣ τ(ῶν)

### book ante240-1.5.2

[]έβη

### book ante240-1.5.3

[]ου.

### book ante240-1.5.4

[]ων κ(αὶ)

### book 240-1.1

[ εὔχεσ]θαι ἀνώ‐

### book 240-1.2

[γει ]. πρ(ὸς) ἑκά‐

### book 240-1.3

[στην ]στέλλειν

### book 240-1.4

[ ]ου τ(ῶν) ἀλλο‐

### book 240-1.5

[ ].τας.[

### book 240-1.5

.......

### book 251-2?*.1

[ ]....[

### book 251-2?*.2

.ν..(.) ποιεῖσθαι ἐξόδους [..].

### book 251-2?*.3

φ....λ̣.ν δ’ αν[.]σ̣ς ευδο.ω[

### book 251-2?*.4

ὑ[π]ολάβοι ὅ(τι) ἡ Λαοδίκη σὺν τῆ[ι Ἑλένηι

### book 251-2?*.5.1

.. Λ̣υκάονι. ὁ δ’ Ἀντήνωρ ἴσην [

### book 251-2?*.5.2

π(αρὰ) το[ῖ]ς βαρβάροις κ(αὶ) δι..ω̣σ̣ερο̣[

### book 251-2?*.5.3

[ο]ὖν πρὸς τὴν Λαοδίκην, ἵνα π[

### book 251-2?*.5.4

..ρ̣ι̣β̣...... ταραχὴ γ(ὰρ) κατέσ[τη βέ‐]

### book 251-2?*.5.5

[β]ηκ’ Ἀνδρομάχη ἐπὶ τὸ τεῖχο(ς) .[

### book 257.1

〉[ἐ]ξ [ἄ]κρης πόλιος Διῒ χεῖρας ἀνασχ[εῖν· διηι‐

### book 257.2

ρημένως ἐξενήνοχ(εν) ἐξ ἄκρης π[όλιος· σύν‐

### book 257.3

θετον ἐξ ἀκροπόλεως· ἐν Ὀδ[υσσείαι συν‐

### book 257

θέτως εἰρ( ), „ὅν ποτ’ ἐς ἀκρόπο[λιν δόλ(ον) ἤγαγε

### book 257.5.1

δ[ῖ]ος Ὀδυσσεύσ“. κ(αὶ) πρ(ὸς) τὸ Διῒ χεῖρ[ας ἀνασχεῖν ὅ(τι) τοῖς

### book 257.5.2

μ(ὲν) οὐρανίοις θεοῖς ἀνατείν[

### book 257.5.3

..........(.).νανοις επ̣[

### book 257.5.4

[.....] τοὺς δ’ ὑποχθον[ίους κόπ‐

### book 257.5.5

[τοντες] τὴν γῆν· „πολλὰ δ(ὲ) [καὶ γαῖαν πολυφόρβην

### book 257.10.1

[χερσὶ]ν ἀλοία κικλ̣ή̣σκου[ς’ Αΐδην

### book 257.10.2

[.....]ς κἀκεῖ λεκτέον· „π[ολλὰ δ(ὲ) μητρὶ φίληι ἠρή‐

### book 257.10.3

[σατο] χεῖρας ὀρεγνύς.“ σ̣[

### book 257.10.4

[.....(.)] ἐπὶ τάδ̣(ε) [

### book 257.13

[ ].[.].[

### book 257.13

................

### book ante277

.......

### book ante277.1.1

[ ]ε̣[6—8 litt. ] ...[

### book ante277.1.2

[ ].αχος κακῶ(ν) ..[.].οσο̣τ̣[

### book ante277.1.3

[ ]λέγων τὸ ἱερεῖον. 〉α̣ἴ κεν Τυδέο[ς υἱ‐

### book 277

[ὸν ἀπόσχηι Ἰλίου ἱ]ρῆς· τὸ σημεῖο(ν) ὅ(τι) θηλυκῶ[ς τὴν Ἴ‐

### book 278.1

[λιον ...........]〉 ἄγριον αἰχμητή[ν, κρατε‐

### book 278.2

[ρὸν μήστωρα φ]όβοιο· τὸ σημεῖο(ν) ὅ(τι) [π]άλ[ι]ν φ[όβον

### book 278.3

[τὴν φυγήν· ἄγριον] δ(ὲ) τῶι αἰχμάζειν ὅ(τι) αἰχμὰ[ς

### book 280.1

[............ ἐγ]ὼ δὲ Πάριν (μετ)ελεύσομαι· (μετὰ) Π[άριν

### book 280.2

[.................]ν ἢ πρὸς Πάριν οὐκ αν..[

### book 281-2.1

[.................].ντιβην. ὥς κέ οἱ αὖθι / γαῖα [χάνοι

### book 281-2.2

[....................]η̣ ὁ λέγων [ταῦ]τα κ(αὶ) κ(ατα)ρώ‐

### book 281-2.3

[μενος ..................].βη ὁ Πάρ[ι]ς σῆς ἀ̣π̣ρ̣ο‐

### book 281-2.4

[.................] νῦν δ’ ὄντως ἀδελφὸς ὢν

### book 281-2.5.1

[..................]..[..(.)].ο.χεται τοῦτο

### book 281-2.5.2

[........................]’ως σὺν αἷς ἔχει ἄλ‐

### book 281-2.5.3

[λαις .................... ὄ]φελον νῦν π(αρὰ) ..(.)[

### book 281-2.5.4

[........................]...... ἐν ἄλλοις μ̣[

### book 284-5.1

[........................].ο ἀντὶ (τοῦ) ὄφε̣λ̣ον [εἰ κεῖν(όν)

### book 284-5.2

[γε ἴδοιμι κατελθόντ’ Ἄϊδος ]εἴσω, / φαίην κε [φρέν’ ἀ‐

### book 284-5.3

[τέρπου ὀϊζύος ἐκλελαθέσθαι ]......[

### book 284-5

........

### book post284-5

.........

### book post284-5.1.1

[ νος ἐγὼ[

### book post284-5.1.2

[ ]α̣ ποτ[

### book post284-5.1.3

[ ]γράφω σ̣[

### book post284-5.1.4

[ ] περιπεσὼν .[

### book post284-5.5.1

[ ]ν̣ ⟦κ̣α̣ι̣⟧ συνκα̣τ[

### book post284-5.5.2

[ ].(.)που[.]. κ(ατὰ) .[

### book post284-5.6

.........

### book 1a.1

〈Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:〉 ἡ Τροία

### book 1a.2

τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ δὲ βόρεια πρὸς Ζέλειαν,

### book 1a.3

τὰ δὲ ὑποκείμενα Φρυγίαν, τὰ δὲ †πρὸς μεσημβρίαν λυδίαν†. ὡς

### book 1a.4

φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη

### book 1a.5.1

δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν

### book 1a.5.2

Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον. ὁ δὲ Ἄρης καὶ ἡ

### book 1a.5.3

Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους. A b (BCE3E4)T

### book 1b1.1

{τρώων δ’} οἰώθη: τινὲς ὡμοιώθη, ἰσώθη. ἢ | ἀντὶ τοῦ

### book 1b1.2

ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας. T

### book 1b2

τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη. b(BCE3E4)

### book 1c1.1

φύλοπις ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλ’

### book 1c1.2

ἡ μετὰ βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλή‐

### book 1c1.3

νων μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου οἰ‐

### book 1c1.4

κείου, πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· „κρῖνε“, γάρ φησιν,

### book 1c1.5.1

„ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον“ (Β 362). b(BC

### book 1c1.5.2

E3E4)

### book 1c2

φύλοπις {αἰνή}: ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα. T

### book 2a.1

πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα: ἢ ἐν τῷ διώκειν καὶ φεύγειν

### book 2a.2

ἢ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ „πολυάϊκος πολέμοιο“

### book 2a.3

(Α 165). b(BCE3E4)T

### book 2b

ἴθυσε: ἰθὺς ὥρμησεν. b(BE3E4)Til

### book 2b

ἴθυσε μάχη: ἐπ’ εὐθείας—ὑπ’ αὐτῶν. A

### book 2c

〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, ἵν’ ᾖ διὰ πεδίου. Aint

### book 3a.1

ἀλλήλων ἰθυνομένων {χαλκήρεα δοῦρα}: ὅτι ἀντὶ τοῦ

### book 3a.2

ἐπ’ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις. A

### book 3b

〈ἀλλήλων:〉 λείπει ἡ κατά, ἵν’ ᾖ κατ’ ἀλλήλων. Til

### book 4a.1

μεσσηγὺς Σιμόεντος 〈ἰδὲ Ξάνθοιο ῥοάων〉: ὅτι ἐν τοῖς

### book 4a.2

ἀρχαίοις ἐγέγραπτο „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομα‐

### book 4a.3

λίμνησ“· διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ ὕστερον δὲ περι‐

### book 4a.4

πεσὼν ἔγραψε· μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων· τοῖς

### book 4a.5

γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται. A

### book 4b.1

μεσσηγὺς Σιμόεντος 〈ἰδὲ Ξάνθοιο ῥοάων〉: πρότερον

### book 4b.2

ἐγέγραπτο „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομαλίμνησ“.

### book 4b.3

ὕστερον δὲ Ἀρίσταρχος ταύτην εὑρὼν †ἐπέκρινεν†. Χαῖρις (fr. 2 B.)

### book 4b.4

δὲ γράφει „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντοσ“. b(BC

### book 4b.5

E3E4)T

### book 4c.1

ἰδὲ Ξάνθοιο ῥοάων: διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν

### book 4c.2

ὄνομα τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ζήτημα εἶναι. καὶ †ἐφ’ ὃ οὐκ

### book 4c.3

ἐπὶ μέτρου ἀπαιτεῖται, διττὰ ὀνόματα τάττει· „χαλκίδα κικλήσκουσι

### book 4c.4

θεοί, ἄνδρες δὲ κύμινδιν“ (Ξ 291), „ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες

### book 4c.5.1

δέ τε πάντες / Αἰγαίωνα“ (Α 403—4), „ἄνδρες †βιτίειαν† κικλήσκου‐

### book 4c.5.2

σιν, / ἀθάνατοι δέ τε σῆμα“ (Β 813—4). διὰ ταύτην τὴν αἰτίαν καὶ

### book 4c.5.3

τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα ἔθετο τὸ Ἀστυάναξ (cf.

### book 4c.5.4

Ζ 402—3). εἰ δέ τις ἐπιζητεῖ, πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον, ἀλλὰ

### book 4c.5.5

καὶ Σκάμανδρον τὸν ποταμὸν καλεῖ, ἴστω ὅτι ψεύδους παρεῖχεν

### book 4c.10.1

ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτε τὸ κύριον ὄνομα. b(BCE3E4)T

### book 4c.10.2

Ξάνθος δὲ ὠνόμασται διὰ τὸ ξανθίζειν τὰς τρίχας. T

### book 5.1

Αἴας 〈δὲ〉 πρῶτος: πρώην ἰσοπαλοῦς οὔσης τῆς μάχης, ἢ

### book 5.2

μετὰ τὴν ἀναχώρησιν τῶν θεῶν πρῶτος ἔτρωσεν. T

### book 5-6.1

ἕρκος Ἀχαιῶν, / Τρώων ῥῆξε φάλαγγα, 〈φόως δ’

### book 5-6.2

ἑτάροισιν ἔθηκεν〉: τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν

### book 5-6.3

ὁμοιότητα· ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο

### book 5-6.4

πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. καὶ πάλιν· ὃ δύναται ῥῆξις

### book 5-6.5.1

ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα

### book 5-6.5.2

ῥήξας. καὶ πάλιν· ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω

### book 5-6.5.3

†τοὺς νικωμένους† ὑπὸ τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοή‐

### book 5-6.5.4

θεια. A b (BCE3E4)T

### book 6

〈φάλαγγα:〉 ἀπὸ τῶν φάλων. Til

### book 7.1

〈ὃς ἄριστος:〉 ἄριστον ἢ ἀνδρεῖον, ἢ διὰ τὸ εἰκάσθαι αὐτῷ

### book 7.2

Ἄρεα ἐν τῇ συμβολῇ (cf. Ε 462). Til

### book 9a

〈ἔβαλε:〉 ὅτι ἀντὶ τοῦ ἔπαισε. Aim

### book 9b1.1

〈κόρυθος φάλον:〉 τὸ λαμπρὸν τῆς περικεφαλαίας 〈τὸ〉

### book 9b1.2

κατὰ τὸ μέτωπον. Til

### book 9b2

τὸ τῆς περικεφαλαίας λαμπρόν, τὸ προμετωπίδιον. b(BC

### book 9b2

E3E4)

### book 10a1.1

〈μετώπῳ:〉 τινὲς τὸ μετώπῳ δυϊκῶς· καὶ ἀλλαχοῦ γάρ

### book 10a1.2

φησιν· „ἐμῆς κόρυθος λεύσσουσι μέτωπα“ (Π 70). b(BCE3)

### book 10a2.1

τινὲς δυϊκῶς· „οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπα“.

### book 10a2.2

Til

### book 12.1

〈Ἄξυλον:〉 οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ

### book 12.2

τὸ ἄγειν ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος (cf. Ζ 18). τινὲς δὲ τὸν ξύλα

### book 12.3

δαπανῶντά b(BCE3E4)Til φασιν, ἐπιτάσει τοῦ α. b(BCE3E4)

### book 13a

〈Τευθρανίδην:〉 ἢ λείπει τὸ τ· ἢ Τευθράνου παῖδα. Til

### book 13b

〈Ἀρίσβῃ:〉 Τροίας. ἔστι δὲ καὶ Λέσβου. Til

### book 14a.1

〈ἀφνειὸς βιότοιο:〉 πλούσιος τῷ βίῳ. b(BCE3) | δηλο‐

### book 14a.2

νότι δι’ ὅλης πλουτῶν τῆς ζωῆς. b(BCE3E4)

### book 14b

〈βιότοιο:〉 ὡς καὶ „προτέρων ἐτέων“ (Λ 691). Til

### book 15a

〈πάντας:〉 πάντας τοὺς παρατυγχάνοντας. b(BCE3E4)Til

### book 15b

〈φιλέεσκεν: ὅτι〉 ἀντὶ τοῦ ἐξένιζεν. Aim

### book 15c1.1

〈ὁδῷ ἔπι:〉 ἀντὶ †τοῦ πατρῶια†, ὡς καὶ ἐπὶ τῷ λιμένι

### book 15c1.2

οἰκῶν. Til

### book 15c2

ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν. b(BCE3E4)

### book 16

ἀλλά οἱ οὔτις τῶν γε 〈τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον〉:

### book 16.1

δοκεῖ ἡ προσθήκη κάλλιστον τοῦτο καὶ βιωφελὲς ὑπάρχον ἐξευτελί‐

### book 16.2

ζειν ὡς οὐκ ὂν καλόν. καίτοι ἐχρῆν μᾶλλον καὶ βοηθόν τινα ἐκ θεῶν

### book 16.3

τούτῳ ἀναπλάσαι, ἵν’ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν

### book 16.5.1

ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ „οὐδὲ ἑκηβολίαι“ (Ε 54), ἢ ἀποδοκι‐

### book 16.5.2

μάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν, ποῖός τίς ἐστιν ᾧ

### book 16.5.3

μέλλει δεξιὰν συνάπτειν· ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν,

### book 16.5.4

ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων

### book 16.5.5

ὑπόκειται, τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει. b(BE3

### book 16.10

E4)T

### book 17a.1

〈πρόσθεν ὑπαντιάσας:〉 διασταλτέον ἐπὶ τὸ ὑπαντι‐

### book 17a.2

άσας. Aim

### book 17b1.1

ὑπαντιάσας: ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ

### book 17b1.2

ἀντὶ τοῦ πρὸ τούτου, ἵν’ ᾖ τὸ ὑπερβατόν· ‘ἀλλὰ πρόσθεν ὑπαντιά‐

### book 17b1.3

σας ἄμφω θυμὸν ἀπηύρα‘. T

### book 17b2.1

ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ

### book 17b2.2

τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθ’ ὑπερβατόν: ‘ἀλλὰ πρόσθεν

### book 17b2.3

ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα‘, τουτέστιν ἀμφοτέρων ἀφελόμενος

### book 17b2.4

τὸν θυμόν, αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς ψυχῆς κωφὸν τὸ

### book 17b2.5

σῶμα λείπεται. b(BCE3E4)

### book 17c1.1

ἄμφω θυμὸν ἀπηύρα: πρὸς τὸ σχῆμα ἡ διπλῆ, ἀμφο‐

### book 17c1.2

τέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ

### book 17c1.3

ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει. A

### book 17c2

ἀμφοτέρους ἀφείλετο. Til

### book 18

{αὐτὸν καὶ θεράποντα} Καλήσιον: ὅτι ὀνοματοθετικὸς ὁ

### book 18

ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος. A

### book 19a.1

{ἔσκεν} ὑφηνίοχος: ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ

### book 19a.2

„Ποσειδάωνος ὑποδμώσ“ (δ 386). A

### book 19b.1

ὑφηνίοχος: πλεονάζει ἡ ὑπό, ὥσπερ τὸ „ὑποδμώσ“ (δ

### book 19b.2

386) b(BCE3E4)T καὶ „ἐπαινὴ Περσεφόνεια“ (Ι 457). T ἢ

### book 19b.3

ὅτι καὶ ὁ παραιβάτης ἡνίοχος λέγεται, ὡς τὸ „θρασὺν ἡνίοχον †φέ‐

### book 19b.4

ροντες† / Ἕκτορα“ (Θ 89—90). b(BCE3E4)T

### book 19c1

〈γαῖαν ἐδύτην:〉 ἐνεδύσαντο τὴν γῆν ταφέντες. Tt

### book 19c2.1

τὸ δὲ γαῖαν ἐδύτην φησίν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο.

### book 19c2.2

b(BCE3E4)

### book 21a1.1

βῆ δὲ μετ’ Αἴσηπον 〈καὶ Πήδασον〉: Αἴσηπος ἐκ τοῦ

### book 21a1.2

ποταμοῦ, Πήδασος παρὰ τὸ †πηδύειν†. οἱ δὲ ἄλλοι ἱστορικοὶ τὸν

### book 21a1.3

Πήδασον „Τήρεχον“ καλοῦσιν. T

### book 21a2.1

οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος

### book 21a2.2

παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον „Πήρεχον“ †τὴν† Πήδα‐

### book 21a2.3

σον λέγουσιν. b(BCE3E4)

### book 22a1.1

νηΐς: ἢ παρὰ τὰ νάματα, ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ

### book 22a1.2

τὰς λεγομένας νηΐδας νύμφας ἐν ὑλώδεσιν ὄρεσι διαιτᾶσθαι. b(BCE3E4)

### book 22a2.1

νηΐς: παρὰ τὰ νήματα· ἢ παρὰ τὰ νήϊα ξύλα, ὅ ἐστιν

### book 22a2.2

ἁμαδρυάς. T

### book 22b1.1

Ἀβαρβαρέη: κύριον. λέγεται δὲ τὸ πολὺ καὶ χυδαῖον

### book 22b1.2

†ἀβέρβελλον. b(BCE3E4)

### book 22b2

τὸ πολὺ †ἀβερβερέ. Til

### book 23.1

ἀγαυοῦ Λαομέδοντος: ἀγαυοῦ τῷ γένει ἢ τῷ κάλλει· οὐ

### book 23.2

γὰρ δὴ τοῦ Λαομέδοντος τὸν τρόπον ἐπαινεῖ, ὃς τοὺς περὶ Ἀπόλ‐

### book 23

λωνα καὶ Ποσειδῶνα ἠδίκησε καὶ αὖθις τὸν Ἡρακλέα. b(BCE3E4)T

### book 24a.1

σκότιον: ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ

### book 24a.2

μίξεως γεγονότας σκοτίους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (cf.

### book 24a.3

Π 180). A

### book 24b.1

σκότιον: ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν

### book 24b.2

ὀξεῖαν. Aim

### book 24c.1

σκότιον: τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. | σκό‐

### book 24c.2

τιον δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ (fr.

### book 24c.3

319). b(BCE3)T

### book 24d

〈ἑ:〉 τὸν Βουκολίωνα. Aint

### book 25a.1

{ποιμαίνων δ’} ἐπ’ ὄεσσι: 〈ὅτι〉 ἀντὶ τοῦ παρ’ ὄεσσι, καὶ

### book 25a.2

ὅτι ἐν τῷ τόπῳ τῶν οἰῶν λέγει. A

### book 25b.1

〈ἐπ’ ὄεσσι:〉 Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ,

### book 25b.2

ὡς τὸ „δήεις τόν γε σύεσσι παρήμενον“ (ν 407). b(BCE3E4)T

### book 27.1

〈καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα:〉 οὗ μὲν

### book 27.2

τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει. b(BCE3)Til

### book 28.1

καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα: καὶ ἀπεγύμνου τῶν ὤμων

### book 28.2

τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος. A

### book 30-1.1

ἐξενάριξεν / ἔγχεϊ χαλκείῳ: τὸ ἔγχεϊ (31) δύναται

### book 30-1.2

καὶ τοῖς †ἄνω τοῦ ἐξενάριξεν† συνεκδοχικῶς ἀντὶ τοῦ ἐφόνευσεν. σῴ‐

### book 30-1.3

ζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς. T

### book 31a

ἔγχεϊ χαλκείῳ: τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι·

### book 31a

κοινὸν γὰρ τὸ „ἐξενάριξεν“ (Ζ 30). A

### book 31b1.1

〈Ἀρετάονα:〉 οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ „ἄρ’“,

### book 31b1.2

εἶτα „Ἐτάονα“. Aim

### book 31b2

διχῶς καὶ „†ἐτήονα“. Til

### book 32

Ἄβληρον: βλῶ βλήσω βληρός καὶ Ἄβληρος. T

### book 34.1

ναῖε δὲ Σατνιόεντος: ὅτι Ζηνόδοτος γράφει „ὃς †ναῖε† Σα‐

### book 34.2

τνιόεντοσ“, ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται. A

### book 35a.1

Πήδασον αἰπεινήν: ταύτην τὴν Πήδασον πρότερον μὲν

### book 35a.2

Μονηνίαν φασὶ καλεῖσθαι. Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦν‐

### book 35a.3

τος, εἶτα μέλλοντος ἀναχωρεῖν †πεισιδίκη† παρθένος τις ἐρασθεῖσα

### book 35a.4

αὐτοῦ ἐν μήλῳ ἔγραψεν· „Μὴ σπεῦδ’, Ἀχιλλεῦ, πρὶν Μονηνίαν

### book 35a.5.1

ἕλῃς· / ὕδωρ γὰρ οὐκ ἔνεστι. †διψῶσι† κακῶσ“. ὁ δὲ περιμείνας ὑπέ‐

### book 35a.5.2

ταξε τὴν πόλιν b(BCE3E4)T καὶ Πήδασον ὠνόμασε διὰ τὴν

### book 35a.5.3

παρθένον. b(BCE3E4)

### book 35a.1

Πήδασον αἰπεινήν {φύλακον δ’ ἕλε λήϊτος ἥρως}: Ἀχιλ‐

### book 35a.2

λεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον—παρὰ Δημητρίῳ (Demetr.

### book 35a.10.1

Sc. fr. 32 G.; Demetr. Phal., FGrHist 228, 50 = fr. 207 We.) καὶ

### book 35a.10.2

Ἡσιόδῳ (fr. 214 M.—W.). A

### book 35b.1

Πήδασον: τὴν πρὸς Καρίᾳ καὶ Ἁλικαρνασ〈σ〉ῷ, ἣν ἀπὸ

### book 35b.2

Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος

### book 35b.3

νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα τοῦ ἵππου ἔχουσιν. ἔστι

### book 35b

δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει (sc. Υ 92). T

### book 36.1

φεύγοντ’ {εὐρύπυλος δέ}: καὶ τοῦτο δύναται τοῖς ἑξῆς

### book 36.2

συνάπτεσθαι, φεύγοντ’ Εὐρύπυλος δέ. ἐπὶ δὲ τῶν τοιούτων νοεί‐

### book 36.3

σθω ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν. A

### book 37-65.1

Ἄδρηστον δ’ ἄρ’ ἔπειτα〈—μείλινον ἔγχοσ〉:

### book 37-65.2

καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος. b(BCE3)T

### book 38a.1

〈ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ

### book 38a.2

διά, καὶ ἵππω δυϊκῶς ὡς ἐπὶ ξυνωρίδος ἔφη. Aim

### book 38b1.1

ἀτυζομένω: ἀτῶ ἄττω ἀτύσω, ἀτύζω Αἰολικῶς. | ἀτυ‐

### book 38b1.2

ζομένω δὲ ἀντὶ τοῦ ταρασσομένω. T

### book 38b2.1

ἀπὸ τοῦ †ἄττω ἀτῶ† ἀτύσω, Αἰολικῶς ἀτύζω. b(BCE3,

### book 38b2.2

bis in E4)

### book 38-41.1

ἵππω γὰρ—φοβέοντο: ἀναγκαῖαι διαστολαὶ

### book 38-41.2

ἐπὶ τὸ πεδίοιο (38), μυρικίνῳ (39), ῥυμῷ (40), πρὸς πόλιν (41),

### book 38-41.3

ἵν’ ᾖ σαφέστερον. A

### book 39a.1

ἐνί: οὐκ ἀναγκαῖον ἀναστρέφειν· δύναται γὰρ πρὸς τὸ

### book 39a.2

μυρικίνῳ συντάσσεσθαι. A

### book 39b.1

ὄζῳ 〈...〉 μυρικίνῳ: ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκό‐

### book 39b.2

τως μυρίκαι πολλαί. καὶ ἐν τῇ Δολωνοφονίᾳ (Κ 466)· „θῆκεν ἀνὰ

### book 39b.3

μυρίκην“. b(BCE3E4)T

### book 39c

ἀγκύλον: διὰ τοὺς τροχούς. b(BCE3E4)Til

### book 40a.1

〈ἐν πρώτῳ ῥυμῷ:〉 ὅτι πρώτῳ ἀντὶ τοῦ ἄκρῳ καὶ ὅτι

### book 40a.2

εἷς ῥυμός. Aint

### book 40b1.1

〈ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ:〉 ἐνταῦθα ἢ τὸν ἄξονα λέγει

### book 40b1.2

ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. b(BCE3E4) ἄμει‐

### book 40b1.3

νον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ „παρὰ τροχὸν ἐξεκυλίσθη“

### book 40b1

(Ζ 42). b(BCE3)

### book 40b2

παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ „παρὰ τροχὸν ἐξεκυλίσθη“. Til

### book 40-4.1

αὐτὼ μὲν ἐβήτην / πρὸς πόλιν〈—ἔγχοσ〉: γρα‐

### book 40-4.2

φικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ ζυγοῦ, τὸ δὲ ἅρμα

### book 40-4.3

ἐμπλέκεται μυρίκης κλάδῳ, ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος

### book 40-4.4

κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, ὁ δὲ Μενέλαος ἀνατετακὼς

### book 40-4.5

τὸ δόρυ ἐφέστηκεν αὐτῷ. b(BCE3E4)T

### book 41a.1

{πρὸς πόλιν ἧιπερ οἱ ἄλλοι} ἀτυζόμενοι φοβέοντο: ὅτι

### book 41a.2

ἀντὶ τοῦ ἔφευγον· ἐπὶ τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθησιν. | τὸ δὲ ἀτυ‐

### book 41a.3

ζόμενοι παρὰ τὸ ἀτῶ ἄττω ἀτύω καὶ ἀτύζω Αἰολικῶς. A

### book 41b.1

〈ἀτυζόμενοι φοβέοντο:〉 ἐκπλησσόμενοι ἔφευγον καὶ

### book 41b.2

φοβούμενοι καὶ ταρασσόμενοι. Til

### book 43.1

πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: ἡ διπλῆ, ὅτι ἐξηγήσατο

### book 43.2

τί ἐστι τὸ πρηνής, ὡς „μῆλ’, ὄϊές τε καὶ αἶγεσ“ (ι 184). A | στόμα

### book 43.3

τὸ πρόσωπον. οὕτως Λάκωνες. ATil

### book 45.1

ἐλίσσετο γούνων: οὐδεὶς Ἑλλήνων τοῦτο ποιεῖ. T γού‐

### book 45.2

νων δὲ ὡς ἀσθενούσης κατ’ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς. AT

### book 45-6.1

〈λαβὼν ἐλίσσετο γούνων· / „ζώγρει, Ἀτρέος υἱέ“:〉

### book 45-6.2

λείπει ‘ταῦτα λέγων‘. ἢ Til ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐

### book 45-6.3

τικὸν μέτεισιν. b(BCE3)Til

### book 46.1

ἄξια δέξαι ἄποινα: οὐχ ὥρισε ποσότητα, †ἐν ἑαυτῷ† κα‐

### book 46.2

ταλιπὼν τὸν ἀριθμόν. b(BCE3)T

### book 47-9a1.1

〈πολλὰ δ’—ἄποινα:〉 ἵνα μὴ ὡς πτωχῷ

### book 47-9a1.2

ἀπιστῇ. Til

### book 47-9a2

ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπιστήσῃ. b(BCE3)

### book 48.1

πολύκμητος: ὁ ἤδη εἰργασμένος· ἢ ὁ πολλοὺς κάμνειν, του‐

### book 48.2

τέστιν ἀποθνῄσκειν, ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος.

### book 48.3

b(BCE3E4)T ἢ ὁ δυσκατέργαστος. b(BCE3)T

### book 49.1

χαρίσαιτο: μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι

### book 49.2

ἐσκέπασεν. b(BCE3E4)Til

### book 50.1

〈πεπύθοιτ’:〉 πρὸς τὸν ἀναδιπλασιασμὸν ὅτι ὡς „λελάχω‐

### book 50.2

σιν“ (Η 80 al.), ἀντὶ τοῦ πύθοιτο. Aint

### book 51a1.1

〈τῷ δ’ ἄρα θυμόν:〉 διὸ καὶ „μαλθακὸς αἰχμητήσ“ (Ρ

### book 51a1.2

588). Til

### book 51a2.1

„μαλθακόσ“ ἐστιν „αἰχμητήσ“, ὅτι λόγος πολεμίου τὴν

### book 51a2.2

ψυχὴν αὐτοῦ ὤρινεν. b(BCE3E4)

### book 53

〈καταξέμεν:〉 ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος. b(BCE3E4)

### book 54a1.1

〈ἀντίος:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ς, ἄλλοι δὲ διὰ

### book 54a1.2

τοῦ ν. Aim

### book 54a2.1

τὸ δὲ ἀντίος ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει „ἀντίον“,

### book 54a2.2

ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ ς, ἀντίος, ὃ καὶ ἄμεινον. b(BCE3)

### book 54b.1

〈ἦλθε θέων:〉 ἦλθε πρὶν συνθέσθαι Μενέλαον. b(BCE3

### book 54b.2

E4)Til

### book 55a.1

〈ὦ πέπον ὦ Μενέλαε:〉 πλεονάζει τὸ ἄρθρον. τὸ δὲ σχῆμα

### book 55a.2

πολὺ παρὰ Ἀττικοῖς ἐστιν. Til

### book 55b.1

τίη δὲ σὺ κήδεαι: εὐχὴν δαιμονίαν τὸν ἔλεον εἶπεν. | τίη

### book 55b.2

μία λέξις ἀδιαίρετος. T

### book 56

〈ἦ:〉 ὁ ἦ περισπᾶται· διαπορητικὸς γάρ. Aim

### book 56-7.1

ἦ σοι ἄριστα〈— / πρὸς Τρώων:〉 περισπαστέον

### book 56-7.2

τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. | πολὺ δὲ τὸ ἦθος ἐμφαίνει λέγων b

### book 56-7.3

(BCE3)T ‘ἆρα καλά ἐστιν, ἃ πέπονθας πρὸς αὐτῶν;‘ b(BCE3

### book 56-7.4

E4)T

### book 58-9a1.1

〈χεῖράς θ’ ἡμετέρας. μηδ’ ὅν τινα γαστέρι μήτηρ /

### book 58-9a1.2

κοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι:〉 ὑποστικτέον ἐπὶ τὸ φέροι

### book 58-9a1.3

(59) ἵνα στίζωμεν ἐπὶ τὸ ἡμετέρας (58). Aim

### book 58-9a2

στικτέον εἰς τὸ ἡμετέρας. b(BCE3)Til

### book 58-9b.1

μηδ’ ὅντινα〈—μηδ’ ὃς φύγοι〉: μισητὰ καὶ οὐχ

### book 58-9b.2

ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριό‐

### book 58-9b.3

τητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάν‐

### book 58-9b.4

θρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοι‐

### book 58-9b.5.1

αῦτα ἐν ταῖς σκηναῖς καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις ἢ δι’ ἀγγέλων

### book 58-9b.5.2

ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι, μὴ

### book 58-9b.5.3

αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. λεκτέον δὲ ὅτι, εἰ μὲν ἐλέγετο

### book 58-9b.5.4

ταῦτα πρὸ τῆς ἐπιορκίας, ἔγκλημα ἂν ἦν· ἐπεὶ δὲ μετὰ τοὺς ὅρκους

### book 58-9b.5.5

καὶ τὴν παράβασιν, οὐκ ἐπαχθὴς Ἀγαμέμνων· σχεδὸν γὰρ καὶ ὁ

### book 58-9b.10.1

ἀκροατὴς τοῦτο βούλεται, τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρ‐

### book 58-9b.10.2

κων. b(BCE3E4)T σχεδὸν οὖν ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως

### book 58-9b.10.3

δὲ πρᾷος μέν ἐστι πρὸς τοὺς ἀρχομένους, βαρὺς δὲ τοῖς ἀντιπάλοις·

### book 58-9b.10.4

b(BE3E4)T τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ. b(BE3

### book 58-9b.10.5

E4) καὶ „αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι“ (Ω 654)· „〈ἀμφότερον〉

### book 58-9b.15

βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητήσ“ (Γ 179). T

### book 59

〈κοῦρον ἐόντα:〉 ἄχρηστον γὰρ εἰς μάχην τὸ θῆλυ. b (E3)

### book 60a

ἀκήδεστοι: μὴ ἔχοντες τὸν κηδεύοντα. b(BCE3E4)T

### book 60b.1

ἄφαντοι: ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι. b(BC

### book 60b.2

E3E4)T

### book 61

〈παρέπεισεν:〉 γράφεται „ἔτρεψεν“. Aim

### book 62a.1

αἴσιμα παρειπών: εἱμαρμένα, ἢ T τὰ πρέποντα τοῖς

### book 62a.2

ἀδικουμένοις. ἐμαρτύρησε δὲ ὁ ποιητὴς αὐτῷ ὡς καλῶς διαθεμένῳ

### book 62a.3

τοὺς λόγους. b(BCE3E4)T

### book 62b1.1

ὁ δ’ ἀπὸ ἕθεν ὤσατο χειρί: μέτριον καὶ ἀόργητον χα‐

### book 62b1.2

ρακτηρίζει τοῦ Μενελάου τὸ ἦθος· †ὁ πρότερον μὲν ἀδικηθείς, νῦν δὲ

### book 62b1.3

ἐπὶ σπονδαῖς τρωθεὶς φείδεται τῆς τοῦ πολεμίου πληγῆς καὶ ὡς ἱκέτην

### book 62b1.4

οὐ φονεύει. T

### book 62b2.1

ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργη‐

### book 62b2.2

τον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθείς, νῦν δὲ

### book 62b2.3

τρωθεὶς ἐπὶ σπονδαῖς φείδεται τοῦ πολεμίου. b(BCE3E4)

### book 63.1

〈ἥρω Ἄδρηστον:〉 τὸ δὲ ἥρω Ἄδρηστον κατὰ συναλι‐

### book 63.2

φήν. T

### book 64

〈Ἀτρείδης δέ:〉 πρὸς τὴν ἐπανάληψιν. Aim

### book 66a1.1

Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύσας:

### book 66a1.2

μακρὸν ὡς πρὸς ἑαυτόν. ἢ ῥώννυται ὑπὸ τῆς χαρᾶς. T

### book 66a2

ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν. ἢ καὶ αὐτὸς ὑπὸ

### book 66a2

τῆς χαρᾶς ἐπιρρώνυται. b(BCE3E4)

### book 68-9.1

〈μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν /

### book 68-9.2

μιμνέτω:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπιβαλλόμενος πρὸς τὸ

### book 68-9.3

σαφέστερον. Aim

### book 68

〈ἐπιβαλλόμενος:〉 ἀντὶ τοῦ ἐπιθυμῶν. Til

### book 68

{ὅτι} ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. Aint

### book 70.1

ἀλλ’ ἄνδρας κτείνωμεν: τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν

### book 70.2

δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο

### book 70.3

παραινεῖ. b(BCE3E4)T καὶ Ἕκτωρ „ἐᾶν δ’ ἔναρα“ (Ο 347).

### book 70.4

καὶ Λακεδαιμόνιοι τοῦτο ἐθέσπισαν, †τοὺς† ἄνδρας ἐπὶ τὸ πράσσειν

### book 70.5.1

τοῦτο τεταχότες. T τακτικὸς οὖν καὶ νῦν ὁ Νέστωρ φαίνεται.

### book 70.5.2

b(BCE3E4)T

### book 71a1.1

νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας: οὕτως

### book 71a1.2

Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος „Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα

### book 71a1.3

νεκρούσ“. Ἀθηνοκλέους δὲ ἐν τῷ Περὶ Ὁμήρου παρατηρήσαντος ὅτι

### book 71a1.4

τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει λέγων „κτείνωμεν“

### book 71a1.5.1

(Ζ 70), τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε,

### book 71a1.5.2

ὁ Χαῖρις (fr. 3 B.) Ὁμηρικὸν εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρα‐

### book 71a1.5.3

κτῆρα ὡς ἐν τούτοις· „ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμ‐

### book 71a1.5.4

πῳ, / σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστοσ“ (Ε 877—8)· ἔδει

### book 71a1.5.5

γὰρ δέδμηνται ὡς πείθονται ἢ ἀνάπαλιν. καὶ πάλιν· „ἀλλ’ ἄγεθ’, ὡς

### book 71a1.10.1

ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· / νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρα‐

### book 71a1.10.2

τόν“ (Σ 297—8), καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ,

### book 71a1.10.3

ἀλλ’ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος (p. 114 Schm.). A

### book 71a2

οὕτως Ἀρίσταρχος τεθνηῶτας. Aim

### book 71b.1

νεκροὺς ἂμ πεδίον 〈συλήσετε τεθνηῶτασ〉: Ζηνόδοτος

### book 71b.2

„Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούσ“, ἵνα μὴ μόνον εἰς τὴν

### book 71b.3

πρᾶξιν, ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ

### book 71b.4

ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον ὡς ἐν τῷ b(BCE3

### book 71b.5.1

E4)T „ἄλλοι μὲν γὰρ 〈πάντεσ〉, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ, / σοί

### book 71b.5.2

τ’ ἐπιπείθονται καὶ δεδμήμε〈σ〉θα ἕκαστοσ“ (Ε 877—8)· ἔδει γὰρ

### book 71b.5.3

δέδμηνται. καὶ πάλιν· T „ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώ‐

### book 71b.5.4

μεθα πάντες· / νῦν μὲν δόρπον ἕλεσθε b(BCE3E4)T κατὰ στρα‐

### book 71b.5.5

τὸν ἐν τελέεσσιν“ (Σ 297—8)· ἔδει γὰρ εἰπεῖν ἑλώμεθα. b(BCE3E4) |

### book 71b.10.1

τὸ δὲ νεκροὺς τεθνηῶτας ὡς „τάφρον ὀρυκτήν“ (Ι 67). b(BCE3

### book 71b.10.2

E4)T

### book 73.1

ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν: οἶδε τὸ

### book 73.2

τῆς εἱμαρμένης ὁ ποιητής, ὡς καὶ ἐπὶ Ἀχιλλέως· καὶ νῦν ἀπώλοντο

### book 73.3

ἄν, εἰ μὴ ἱκέτευσαν· ἐπεὶ δὲ ἱκέτευσαν, μόνον ἐδυστύχησαν. b(BCE3)T

### book 76a.1

Πριαμίδης Ἕλενος: λέγεται τὸν Ἕλενον δίδυμον εἶναι

### book 76a.2

Κασάνδρας, τεχθέντα〈σ〉 δὲ καταλειφθῆναι μόνους ἐν τῷ τοῦ Θυμ‐

### book 76a.3

βραίου Ἀπόλλωνος ἱερῷ, καὶ δράκοντας ἀποψῆσαι τὴν ἀκοήν, καὶ

### book 76a.4

τὴν μαντείαν ἐντεῦθεν λαβεῖν. T

### book 76b1.1

Πριαμίδης Ἕλενος, 〈οἰωνοπόλων ὄχ’ ἄριστοσ〉:

### book 76b1.2

Ἀμμώνιος ὡς Ἀριστάρχειον προφέρεται καὶ ταύτην τὴν γραφὴν

### book 76b1.3

„Πριαμίδης Ἕλενος μάντις τ’ οἰωνοπόλος τε“. ἔργον δὲ τὸ σαφὲς

### book 76b1.4

εἰπεῖν· διὸ διχῶς. A

### book 76b2

Ἀρίσταρχος „μάντις τ’ οἰωνοπόλος τε“. Til

### book 77a.1

Αἰνεία τε καὶ Ἕκτορ: διὰ τὸ ἀλαζονικὸν συμπεριλαμ‐

### book 77a.2

βάνει καὶ τὸν Αἰνείαν· τραχὺς γὰρ πρὸς τοὺς συμβούλους ὁ Ἕκτωρ.

### book 77a.3

b(BCE3E4)T

### book 77b.1

〈πόνος:〉 ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε

### book 77b.2

πάλιν. Aim

### book 78a.1

Τρώων καὶ Λυκίων 〈ἐγκέκλιται〉: Λυκίων κατ’ ἐξοχὴν

### book 78a.2

τῶν συμμάχων. ἐγκέκλιται δὲ ἐρήρεισται, ὅθεν καὶ „ἀστραβῆ κίονα“

### book 78a.3

(Pind. Ol. 2, 82) καὶ „κίονι κεκλιμένη“ (ζ 307) καὶ „Ἀλκινόου δ’

### book 78a.4

ἐκ τοῦδ’ ἔχεται“ (λ 346), οἷον ἐὰν ἀπόλησθε ὑμεῖς, στραφήσεται ὁ

### book 78a.5

πόλεμος καὶ ἡ βουλή. T

### book 78b.1

ἐγκέκλιται: ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων

### book 78b.2

ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν

### book 78b.3

ζυγοστατουμένων. A b (BCE3E4) | Λυκίων δὲ κατ’ ἐξοχὴν τῶν

### book 78b.4

συμμάχων. φησὶ δὲ ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, στραφήσεται ὁ πόλεμος

### book 78b.5

καὶ ἡ βουλή. b(BCE3E4)

### book 78b.1

ἐγκέκλιται: ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ

### book 78b.2

—πραγμάτων. A

### book 79a

〈πᾶσαν ἐπ’ ἰθύν:〉 εἰς πᾶσαν ὁρμήν. Aim

### book 79b.1

μάχεσθαί 〈τε〉 φρονέειν τε: ἀρετὴ τῶν ἡγουμένων βου‐

### book 79b.2

λεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβου‐

### book 79b.3

λευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξαιντο τὴν συμβου‐

### book 79b.4

λήν. Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.

### book 79b.5

b(BCE3E4)T

### book 80-1.1

στῆτ’ αὐτοῦ 〈καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων /〉

### book 80-1.2

πάντῃ ἐποιχόμενοι: ὁ τρόπος σύλληψις· b(BCE3)T τῷ μὲν

### book 80-1.3

ἑνὶ στῆναι κελεύει πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φυγεῖν, τῷ δὲ

### book 80-1.4

ἑτέρῳ περιϊέναι ὀτρύνοντι. ἢ τὸ στῆτε (80) τῆς φυγῆς παύεσθε. οἱ

### book 80-1.5.1

δὲ ἀναστρέφουσιν ὡς τὸ „εἵματα †ἀμφιέσασα θυώδεα καὶ λούσασα“

### book 80-1.5.2

(ε 264). b(BCE3E4)T

### book 81a1.1

ἐν χερσὶ γυναικῶν: καλῶς οὐκ εἶπε πύλῃσιν ἢ †οἴκησιν·

### book 81a1.2

εὐσχερωνέστερον† δὲ τοῦ ἱστορουμένου περὶ τὰς Περσικὰς γυναῖκας. T

### book 81a2.1

καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν (τοῦτο γὰρ εὐσχημο‐

### book 81a2.2

νέστερον), ἀλλὰ χερσὶ γυναικῶν· τοῦτο δὲ ἀσχημονέστερον καὶ ἀτι‐

### book 81a2.3

μότερον. b(BCE3E4)

### book 84.1

〈ἡμεῖς:〉 ἐγὼ καὶ Αἰνείας. πιθανῶς τοῖς ἐπικινδύνοις ἑαυτὸν

### book 84.2

καταλέγει. b(BCE3E4)Til

### book 86

〈μετέρχεο:〉 πλεονάζει ἡ μετα. Til

### book 87a1

〈ξυνάγουσα:〉 ὅτι 〈ὁ〉 χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συνα‐

### book 87a1

γαγοῦσα. Aint

### book 87a2

τὸ δὲ ξυνάγουσα ἀντὶ τοῦ συνάξασα. T

### book 87b.1

γεραιάς: τινὲς „γεραίρασ“, τὰς ἱερείας τὰς ἐκ τῶν ἱερῶν

### book 87b.2

γέρας δεχομένας. b(BCE3E4)T

### book 87-9.1

ἡ δὲ ξυνάγουσα γεραιάς—δόμοιο: συναπτέον

### book 87-9.2

τὸ ἡ δὲ ξυνάγουσα γεραιάς (87) τῷ νηὸν Ἀθηναίης (88), A

### book 87-9.3

Aint ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· A λειπούσης γὰρ

### book 87-9.4

τῆς εἴς προθέσεως καὶ τοῦ καί συνδέσμου γίνεται ὁ λόγος· ἡ δὲ ξυνά‐

### book 87-9.5.1

γουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν καὶ ἀνοίξασα τὰς θύρας

### book 87-9.5.2

AAint τοῦ ἱεροῦ οἴκου τὸν πέπλον ἀναθέτω. A ἐὰν δὲ συν‐

### book 87-9.5.3

άπτωνται οἱ δύο στίχοι, AAint νηὸν Ἀθηναίης (88) καὶ

### book 87-9.5.4

οἴξασα κληῗδι θύρας (89), A ἡ φράσις σόλοικος, AAint τὸν

### book 87-9.5.5

ναὸν ἀνοίξασα τὰς θύρας αὐτοῦ. A

### book 88-9.1

νηὸν〈— /〉 οἴξασα κληῗδι θύρας: περισσοὶ οἱ

### book 88-9.2

δύο· διὸ οὐδὲ ὑπὸ τοῦ Ἕκτορος λέγονται (cf. Ζ 269 sq.)· τί γὰρ

### book 88-9.3

αὐτῇ προσῆκε τὸ οἶξαι; b(BCE3)T

### book 88a.1

Ἀθηναίης γλαυκώπιδος: εἰς τὸ γλαυκώπιδος στι‐

### book 88a.2

κτέον, καὶ λείπει ἡ εἴς· b(BCE3)T συνάξασα εἰς τὸν ναὸν τὰς

### book 88a.3

γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας ἐν τῇ ἀκροπόλει. b(BCE3E4)T

### book 88b.1

ἐν πόλει ἄκρῃ: διάλυσις ἢ μετατύπωσις ὁ τρόπος. ATt |

### book 88b.2

φασὶν Ἥφαιστον ἐκ τῶν ὀστῶν Πέλοπος πεποιηκέναι τὸ Παλλάδιον.

### book 88b

b (E4)Tt

### book 90a.1

{πέπλον} ὅς οἱ: τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυ‐

### book 90a.2

μίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. A

### book 90b.1

〈ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος:〉 διδάσκει ἐκ

### book 90b.2

τῶν καλλιστευόντων τιμᾶν τοὺς θεούς. b(BCE3, E4 [bis]) Til

### book 92a.1

ἐπὶ γούνασιν: ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵν’ ᾖ παρὰ

### book 92a.2

γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον

### book 92a.3

τῷ „ἡ μὲν ἐπ’ ἐσχάρῃ“ (ζ 52) ἀντὶ τοῦ παρ’ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν

### book 92a.4

ἐπάνω σχέσιν σημαίνει. | διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. A

### book 92b.1

Ἀθηναίης ἐπὶ γούνασιν: ἡ ἐπί ἀντὶ τῆς παρά, ὁμοίως

### book 92b.2

τῷ „ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο“ (ζ 52). b(BCE3)T | Στράβων (13, 1,

### book 92b.3

41, p. 601) γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς.

### book 92b.4

ἢ ἐξαρτῆσαι αὐτῆς κελεύει. b(BCE3E4)T

### book 92c.1

θεῖναι Ἀθηναίης 〈ἐπὶ γούνασιν ἠϋκόμοιο〉: φασὶ

### book 92c.2

τὸ διοπετὲς †ἀνδρὸς† δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλα‐

### book 92c.3

κάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν κἀν τῇ δεξιᾷ δόρυ. A b (BCE3E4)T

### book 93.1

δυοκαίδεκα βοῦς: δωδεκηῒς θυσία παρὰ τοῖς Ἀττικοῖς.

### book 93.2

εὐεπίφορος δὲ ὁ ποιητὴς εἰς τὸ δώδεκα. T

### book 93-4.1

〈δυοκαίδεκα βοῦς ... / ἤνις ἠκέστας ἱερευσέμεν:〉

### book 93-4.2

„βοῦν ἀγελαίην“ (Λ 729). Til

### book 94

ἤνις ἠκέστας: νέας | ἀδαμάστους, ἀκεντήτους. T

### book 96a

〈αἴ κεν Τυδέος:〉 Ἀρίσταρχος „ὥς κεν Τυδέοσ“. AintTil

### book 96b

〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 97a1.1

ἄγριον αἰχμητὴν 〈κρατερὸν μήστωρα φόβοιο〉:

### book 97a1.2

τινὲς οὕτως διεῖλον· ἄγριον, εἶτα αἰχμητὴν κρατερόν, εἶτα

### book 97a1.3

μήστωρα φόβοιο. Ἀπολλόδωρος (FGrHist 244, 227) δὲ διχῶς·

### book 97a1.4

ἄγριον αἰχμητήν, εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ

### book 97a1.5.1

ἰσχυρὸν ἐν τῷ μήσασθαι φυγὴν τοῖς πολεμίοις. εἰ μέντοι βούλοιντό

### book 97a1.5.2

τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι. A

### book 97a2.1

{ἀπόσχῃ ἰλίου ἱρῆς:} τινὲς οὕτω διεῖλον· {ἀπόσχῃ ἰλίου

### book 97a2.2

ἱρῆς} ἄγριον αἰχμητὴν κρατερόν, Ἀπολλόδωρος δὲ κρατερὸν

### book 97a2.3

μήστωρα φόβοιο, ὅ ἐστιν ἰσχυρὸν εἰς τὸ μήσασθαι φυγήν. T

### book 97b.1

αἰχμητὴν 〈κρατερόν〉: ἐν τῷ αἰχμάζειν κράτιστον, ἵνα

### book 97b.2

μὴ ὑπὲρ εὐτελοῦς δοκοῖεν καταφεύγειν εἰς θεούς. T

### book 97c

〈φόβοιο:〉 ὅτι ἀντὶ τοῦ φυγῆς. Aim

### book 98.1

φημὶ γενέσθαι: καλῶς οὐκ εἶπεν εἶναι, ἀλλὰ γενέσθαι,

### book 98.2

νῦν ὑπὸ Ἀθηνᾶς δηλονότι. T

### book 99a.1

οὐδ’ Ἀχιλῆά ποθ’ 〈ὧδέ γ’ ἐδείδιμεν〉: ἐπεὶ τὰ παρ‐

### book 99a.2

όντα μᾶλλον λυπεῖ. ἀμφότερα δὲ ἐξῆρε τὰ πρόσωπα, τὸ μὲν ὡς

### book 99a.3

προὖχον, τὸ δὲ ὡς τὸν ἄριστον ὑπερβαλλόμενον. T

### book 99b

〈ὄρχαμον:〉 ἡγεμόνα. Til

### book 102.1

οὔτι κασιγνήτῳ ἀπίθησεν: καὶ τὸ μονομάχιον αὐτῷ

### book 102.2

πεισθεὶς ποιεῖ (cf. Η 54 sq.). b(BCE3E4)T

### book 104a1

〈ᾤχετο πάντῃ:〉 διὰ τὸ „πάντῃ ἐποιχόμενοι“ (Ζ 81). Til

### book 104a2

διεγείρει γὰρ αὐτὸν ἡ τοῦ „πάντῃ ἐποιχόμενοι“ ἔπειξις.

### book 104a2

b(BCE3)

### book 108

〈δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)Til

### book 109a1.1

Τρωσὶν ἀλεξήσοντα 〈κατελθέμεν ὡς ἐλέλιχθεν〉:

### book 109a1.2

ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς λέγηται τὸ

### book 109a1.3

ὣς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν. ἢ συναπτέον, ἵν’ ᾖ τὸ ὥς

### book 109a1.4

ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον. A

### book 109a2.1

ἀντὶ τοῦ οὕτως. τινὲς δὲ συνάπτουσιν ὅλον, τὸ ὥς ἀντὶ

### book 109a2.2

τοῦ ὅτε λέγοντες. b(BCE3E4)

### book 108b

ὡς ἐλέλιχθεν: ὡς συνεστράφησαν. T

### book 110a1.1

ἐκέκλετο: ἀπὸ τοῦ κικλῶ ἔδει ἐκίκλετο. ἢ μᾶλλον ἀπὸ

### book 110a1.2

τοῦ ἐκέλετο. T

### book 110a2.1

ἀπὸ τοῦ κέλω ἐκέλετο καὶ πλεονασμῷ τοῦ κ ἐκέκλετο.

### book 110a2.2

b(BCE3E4)

### book 111.1

Τρῶες ὑπέρθυμοι 〈τηλεκλειτοί τ’ ἐπίκουροι〉: ἐπι‐

### book 111.2

πληχθεὶς ὑπὸ Σαρπηδόνος (sc. Ε 472—92) μετριώτερος γέγονε καὶ

### book 111.3

τὴν προσφώνησιν ποιεῖται φιλάνθρωπον. b(BCE3)T

### book 112.1

ἀνέρες ἔστε, φίλοι, 〈μνήσασθε δὲ θούριδος ἀλκῆσ〉:

### book 112.2

ὅτι Ζηνόδοτος γράφει „ἀνέρες ἔστε θοοὶ καὶ ἀμύνετον ἄστεϊ λώβην“.

### book 112.3

συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον. A

### book 113a.1

〈ὄφρ’ ἂν ἐγώ:〉 διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κέ,

### book 113a.2

„ὄφρα κ’ ἐγώ“ καὶ διὰ τοῦ ἄν. Aim

### book 113b1.1

〈ὄφρ’ ἂν ἐγὼ βείω:〉 ταύτην τὴν ἀπολογίαν ποιεῖται,

### book 113b1.2

ἵνα μὴ δοκῇ φεύγειν. b(BCE3E4)

### book 113b2

ὄφρ’ ἂν ἐγὼ βείω: ἵνα μὴ δοκοῖεν αὐτὸν φυγεῖν. T

### book 114a1.1

εἴπω βουλευτῇσι: προβούλοις. πιθανῶς δέ, ἵνα μὴ

### book 114a1.2

γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζῃ. T

### book 114b1.1

εἴπω βουλευτῇσι: ὁ μὲν Ἕλενος ἔλεγεν· „εἰπὲ δ’

### book 114b1.2

ἔπειτα / μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάσ“ (Ζ 86—7). ὁ δὲ

### book 114b1.3

Ἕκτωρ τοῦ εὐπρεποῦς ἕνεκα προστίθησι μὲν τοὺς γέροντας, ἐκκλέπτει

### book 114b1

δὲ τὴν ὑπὲρ Διομήδους εὐχήν (sc. Ζ 96—101). T

### book 114b2/a2.1

ὁ μὲν Ἕλενος ἔλεγεν· „εἰπὲ δ’ ἔπειτα / μητέρι σῇ καὶ

### book 114b2/a2.2

ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάσ“. ὁ δὲ Ἕκτωρ τὴν μὲν ὑπὲρ Διομήδους

### book 114b2/a2.3

ἐκκλέπτει εὐχήν, τοῦ δὲ εὐπρεποῦς ἕνεκα προστίθησι τοὺς προβού‐

### book 114b2/a2.4

λους γέροντας. | πιθανῶς δὲ καὶ τοῖς βουλευταῖς φησιν, ἵνα μὴ δοκῇ

### book 114b2/a2.5

γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζειν. b(BE3E4)

### book 114c.1

εἴπω βουλευτῇσι: καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς,

### book 114c.2

ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις

### book 114c.3

αὐτὸν εἰρηκέναι ἢ ὡς ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος

### book 114c.4

χάριν τοῦτο προστεθεικέναι. A

### book 115.1

δαίμοσιν ἀρήσασθαι: ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι·

### book 115.2

δεδίασι γὰρ ὡς παρασπονδήσαντες. b(BCE3E4)T

### book 116a.1

ὣς ἄρα φωνήσας ἀπέβη: καὶ πῶς ἔδει τοσαύτῃ περι‐

### book 116a.2

στάσει συνεχομένων τῶν Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυ‐

### book 116a.3

κεύσασθαι τὴν θυσίαν; ἀλλ’ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ

### book 116a.4

ἀπουσίᾳ Ἀλεξάνδρου, ἐφ’ ὃν μάλιστα ὥρμητο. ἢ δεισιδαίμων ὢν οὐ

### book 116a.5.1

θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ

### book 116a.5.2

καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων· διὸ καὶ

### book 116a.5.3

τὸ μονομάχιον παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος, Ἀλέ‐

### book 116a.5.4

ξανδρον θέλει παρεγεῖραι. b(BCE3E4)T

### book 116b.1

ἀπέβη〈—〉Ἕκτωρ: οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ διὰ

### book 116b.2

τὸ μὴ δοκεῖν φεύγειν, ἢ ἐπεὶ πρὸς ἱκετείαν ἄπεισιν, ἢ ὅπως καὶ οἱ πο‐

### book 116b.3

λέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκοῖεν αὐτὸν ἀπηλλάχθαι. b(BCE3E4)T

### book 117a.1

ἀμφὶ δέ μιν 〈σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαι‐

### book 117a.2

νόν:〉 ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ

### book 117a

αὐχένος καλύπτουσαι. A

### book 117b.1

〈ἀμφὶ δέ μιν〉 σφυρὰ τύπτε 〈καὶ αὐχένα δέρμα κε‐

### book 117b.2

λαινόν:〉 ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφιβρότης ἀσπίδος

### book 117b.3

τυπτόμενον. καταλλήλως δὲ εἶπε· τὰ σφυρὰ καὶ τὸν αὐχένα αὐτὸν

### book 117b.4

ἔτυπτεν ἡ ἄντυξ. b(BCE3E4)T

### book 119a.1

Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς 〈καὶ Τυδέος υἱόσ〉:

### book 119a.2

ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν (sc. Ζ 119—236).

### book 119a.3

A

### book 119b.1

Γλαῦκος δ’ 〈Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱόσ〉:

### book 119b.2

διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους παρεμβάλλων, οὐκ

### book 119b.3

ἐᾷ τε κενὴν τὴν ἔξοδον Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται ἀφορῶν

### book 119b.4

τὸ τέλος τῶν ἀριστέων. καὶ Ἑλλήνων ὑποχωρησάντων κενοῦ ὄντος

### book 119b.5.1

τοῦ μεταιχμίου προπηδᾷ Γλαῦκος. καὶ ἐν τάχει μὲν πέφρασται, πρὸς

### book 119b.5.2

ὠφέλειαν δὲ ἐπεξείργασται ταῦτα ὁ ποιητής. b(BCE3)T

### book 120a1.1

〈ἐς μέσον ἀμφοτέρων:〉 ὡς διεστώτων καὶ ἀναπαυο‐

### book 120a1.2

μένων. Til

### book 120a2

διεστῶτες γὰρ ἦσαν καὶ ἀναπαυόμενοι. b(BCE3E4)

### book 121a1.1

{οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν} ἰόντες: Ζηνό‐

### book 121a1.2

δοτος καὶ Ἀριστοφάνης δυϊκῶς „ἰόντε“. ἐν δὲ τοῖς ἔμπροσθεν (sc. ad

### book 121a1.3

Ε 630) εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν. A

### book 121a2

〈ἰόντες:〉 Ἀρίσταρχος δυϊκῶς. Til

### book 123a1.1

τίς δὲ σύ ἐσσι, φέριστε: μέχρι γὰρ τοῦ τρῶσαι τοὺς

### book 123a1.2

θεοὺς ἀφῄρηται τὴν ἀχλύν. T

### book 123a2

μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς τὴν ἀχλὺν ἀφῄρητο.

### book 123a2

νῦν δὲ περίκειται αὐτήν. b(BCE3E4)

### book 124.1

〈οὐ μὲν γάρ ποτ’ ὄπωπα:〉 δευτέραν γὰρ ἔχων τάξιν

### book 124.2

Σαρπηδόνος οὐ προεμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ μάχῃ. b(BCE3E4)Til

### book 125a1

προβέβηκας: ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων. T

### book 125a2.1

ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων χώραν λαβὼν ἔπει‐

### book 125a2.2

σιν αὐτῷ. b(BCE3E4)

### book 127a1

δυστήνων: κακὴν στάσιν ἐχόντων. T

### book 127a2

κακὴν ἐχόντων τὴν στάσιν, ἢ δυσθανῶν. b(BE3E4)

### book 127b.1

〈δυστήνων δέ τε παῖδες:〉 ὡς „υἷες Ἀχαιῶν“ (Α 162

### book 127b.2

al.). Til

### book 128a.1

〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας:〉

### book 128a.2

ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς θεοῦ. Aint

### book 128b.1

〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας:〉

### book 128b.2

συναπτέον ὅλον τὸν στίχον. Ail

### book 128c.1

{εἰ δέ τις ἀθανάτων γε} κατ’ οὐρανοῦ εἰλήλουθας: οὕ‐

### book 128c.2

τως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐρανόν· διὸ διὰ τοῦ ν γρά‐

### book 128c.3

φει „κατ’ οὐρανόν“. A

### book 128d1.1

εἰ δέ τις ἀθανάτων: ἐπεὶ εἶπε „φὰν δέ τιν’ ἀθανάτων“

### book 128d1.2

(Ζ 108), διὰ τοῦτο ταῦτά φησιν. T

### book 128e1.1

κατ’ οὐρανοῦ εἰλήλουθας: οὕτως Ἀρίσταρχος ὡς

### book 128e1.2

τὸ „ὣς φαμένη κατέβαιν’ ὑπερ[ώ]ϊ[α]“ (ς 206). „†βὰν† δὲ κατ’

### book 128e1

Ἰδαίων ὀρέων“ (Λ 196). T

### book 128e2/d2.1

ὡς τὸ †βὰν† δὲ κατ’ Ἰδαίων ὀρέων“ καὶ „ὣς φαμένη

### book 128e2/d2.2

κατέβαιν’ †ὑπερῶα† σιγαλόεντα“, ἵνα καὶ τοῦτο τῷ εἰλήλουθας

### book 128e2/d2.3

συντάσσοιτο. οἱ δὲ ἀντὶ τῆς ἀπό. | τοῦτο δέ φησιν, ἐπεὶ εἶπε „φὰν δέ

### book 128e2/d2.4

τιν’ ἀθανάτων“. b(BE3E4)

### book 128f1.1

〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλου‐

### book 128f1.2

θας:〉 τὸ παράδοξον τῆς τόλμης ἐκπληττόμενος λέγει ταῦτα. Til

### book 128f2.1

τὸ γὰρ παράδοξον τῆς τόλμης ἀπιστεῖν αὐτὸν εἰκότως

### book 128f2.2

ἐργάζεται. b(BE3E4)

### book 130-2.1

οὐδὲ γὰρ οὐ〈δὲ〉 Δρύαντοσ〈—Διωνύσοιο〉:

### book 130-2.2

σημειοῦνταί τινες, ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώ‐

### book 130-2.3

νυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ „τὸν Λυκοῦργος ἔπεφνεν“ (Η 142)

### book 130-2.4

καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ (cf. Α 263). | Διόνυσος ὁ Διὸς—Εὔ‐

### book 130-2.5

μηλος (fr. 10 [p. 192] K.). A

### book 130.1

οὐ〈δὲ〉 Δρύαντος υἱός: Ἠδωνῶν τῶν πρὸς Παγγαίῳ

### book 130.2

βασιλεύς, μὴ προσδεξάμενος τὴν ἔφοδον Διονύσου. T

### book 132a.1

{ὅς ποτε} μαινομένοιο: ὅτι ἤτοι μανιοποιοῦ, βακχείας

### book 132a.2

παρασκευαστικοῦ, ἢ αὐτοῦ μαινομένου, ἐνθουσιαστοῦ ἢ βακχευτοῦ. A

### book 132b.1

μαινομένοιο Διωνύσου: ὡς „χλωρὸν δέοσ“ (Η 479 al.). |

### book 132b.2

Διόνυσος δὲ παρὰ τὸν Δία καὶ τὴν Νῦσαν. T

### book 133.1

Νυσήϊον: ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ †νυσίαν†.

### book 133.2

ἄμεινον δὲ τὰ περὶ Θρᾴκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν

### book 133.3

Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε, „μεσσηγὺς †Σάμου τε καὶ Ἴμβρου

### book 133

παιπαλοέσσησ“ (Ω 78). b(BCE3)T

### book 133.5.1

Νυσήϊον: τὴν λεγομένην—Θρᾴκης νῦν. ἐν ἄλλοις·

### book 133.5.2

αὕτη ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος—δίωξιν ἐγένετο. A

### book 134.1

θύσθλα: οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τὰς ἀμπέλους, οἱ δὲ τοὺς

### book 134.2

θύρσους, b(BCE3)T οὓς ἐβάσταζον, ὃ καὶ ἄμεινον. b(BCE3)

### book 134

θύσθλα: οἱ μὲν τοὺς κλάδους—τὴν τελετήν. A

### book 134-5.1

〈θύσθλα〉 χαμαὶ κατέχευαν〈—βουπλῆγι〉:

### book 134-5.2

διασταλτέον μετὰ τὸ κατέχευαν (134). τὸ δὲ ἑξῆς συναπτέον, ὑπ’

### book 134-5.3

ἀνδροφόνοιο Λυκούργου / θεινόμεναι βουπλῆγι. A

### book 135a.1

βουπλῆγι: προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται,

### book 135a.2

βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι,

### book 135a.3

ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, „ἀδμήσ“ (ζ 109.

### book 135a.4

228), ἡμιθνής, κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ †ὡπλήξ. A

### book 135b

βουπλῆγι: μάστιγι ἢ πελέκει. T

### book 135c.1

〈Διώνυσος δὲ φοβηθείς:〉 ὅτι Ζηνόδοτος γράφει „χολω‐

### book 135c.2

θείσ“, καὶ ὅτι περισσὸς ὁ δέ. Aim

### book 135d.1

Διώνυσος δὲ φοβηθείς: μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς

### book 135d.2

τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι

### book 135d.3

καὶ μὴ τιμωρήσασθαι τὸν Λυκοῦργον. b(BCE3E4)T

### book 136.1

Θέτις δ’ ὑπεδέξατο: Θέτις, ἵν’ εὐλόγως τὸν ἀμφορέα λάβῃ

### book 136.2

(cf. ω 73—5). ἢ ὅτι χρησμὸς ἐδόθη †ἁλιεύειν ἐν τόπῳ Διόνυσον

### book 136.3

ἁλιέα† βαπτίζοιτε, ὡς Φιλόχορος (FGrHist 328, 191). T

### book 138a

〈ὀδύσαντο:〉 ὠργίσθησαν. Til

### book 138b.1

θεοὶ ῥεῖα ζώοντες: ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν. b

### book 138b.2

(BCE3E4)T

### book 139a1.1

τυφλὸν ἔθηκε: ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολά‐

### book 139a1.2

ζεται τὰς ὄψεις. T

### book 139a2.1

ἐπεὶ τὰς τελετὰς ὁρῶν οὐκ ἐσωφρόνει, οἰκείως τὰς ὄψεις

### book 139a2.2

κολάζεται. b(BCE3E4)

### book 146a1.1

οἵη περ φύλ〈λ〉ων γενεή: οὐκ ἄντικρυς ὀνειδίζει τὸ

### book 146a1.2

γένος, ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν. καὶ ἀλλαχοῦ· „δειλῶν, οἳ φύλλοι‐

### book 146a1.3

σιν 〈ἐοικότεσ〉“ (Φ 464). T

### book 146a2

φύλλα. Til

### book 146b.1

{οἵη περ φύλλων γενεὴ} τοίη δέ {καὶ ἀνδρῶν}: ὅτι | δύο

### book 146b.2

μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περισπαστέον τὸ ΤΟΙ‐

### book 146b.3

ΗΔΕ. A

### book 148a.1

τηλεθόωσα φύει, 〈ἔαρος δ’ ἐπιγίνεται ὥρη〉: Ἀρι‐

### book 148a.2

στοφάνης γράφει „τηλεθόωντα“ ATil καὶ ἐπὶ τῶν φύλλων ἀκούει

### book 148a.3

καὶ τὸ ὥρη μετὰ τοῦ ι γράφει κατὰ δοτικήν. A

### book 148b.1

〈τηλεθόωσα:〉 εἰς ὕψος θάλλουσα b(BCE3E4)Til καὶ

### book 148b.2

αὐξομένη. b(BCE3E4)

### book 149a

ἠμὲν φύει ἠδ’ ἀπολήγει: ἀντὶ τοῦ καί. δύναται δὲ καὶ

### book 149a

ἄρθρα εἶναι. βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν. A

### book 149b.1

ἠμὲν φύει ἠδ’ ἀπολήγει: δύναται μὲν καὶ ἄρθρα εἶναι,

### book 149b.2

ἄμεινον δὲ συνδέσμους ἐκδέχεσθαι αὐτούς. | Ἀλεξίων (fr. 29 B.) δὲ

### book 149b.3

εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων καί φησι·

### book 149b.4

„πῶς ἑνικὸν ὂν τὸ γενεή ἐπιμερίζεσθαι δύναται;“ κακῶς· δύναται

### book 149b.5

γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι. b(BCE3E4)T

### book 150a.1

εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ὑποστικτέον εἰς τὸ

### book 150a.2

ἐθέλεις, ἵνα 〈ᾖ〉 τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι. A

### book 150b.1

{ὄφρ’ ἐῢ} εἰδῇς: Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως

### book 150b.2

ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα. A

### book 150-1.1

εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι〈—ἴσασιν〉:

### book 150-1.2

ὑποστικτέον εἰς τὸ θέλεις (150), καὶ τὸ δαήμεναι (150) ἀντὶ τοῦ

### book 150-1.3

δάηθι. b(BCE3)T | τινὲς δέ φασι τὸ ἔστω, ὡς τὸ „ξεῖνε φίλ’, 〈εἰ〉 καί

### book 150-1.4

μοι νεμεσήσεαι“ (α 158). ἢ διὰ μέσου τὸ πολλοὶ δέ μιν ἄνδρες

### book 150-1.5

ἴσασιν (151). T

### book 152a.1

ἔστι {πόλις}: τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν

### book 152a.2

ὀξεῖαν, ὅταν ἄρχηται, „ἔστι δέ τις προπάροιθε πόλιοσ“ (Β 811), καὶ

### book 152a.3

ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει, „ὡς οὐκ ἔσθ’ ὅδε μῦθοσ“ (Ψ 62).

### book 152a.4

εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει

### book 152a.5

τὴν ὀξεῖαν, οἷον „ὃ δὴ τετελεσμένον ἐστίν“ (Ξ 196. Σ 427. ε 90). A

### book 152b

ἔστι πόλις Ἐφύρη 〈μυχῷ Ἄργεος ἱπποβότοιο〉:

### book 152b.1

ὅτι Ἔφυραν τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί

### book 152b.2

τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελοπόν‐

### book 152b.3

νησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἄργος Πελασγικόν. A

### book 152c1.1

πόλις Ἐφύρη: ἡ Κόρινθος. ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ

### book 152c1.2

καὶ ἐν Θεσσαλίᾳ καὶ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον. T

### book 152c2.1

τὴν Κόρινθον λέγει. εἰσὶ δὲ Ἔφυραι καὶ ἄλλαι, ἡ ἐν Θε‐

### book 152c2.2

σπρωτίᾳ, ἡ ἐν Θεσσαλίᾳ, ἡ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον. b(BCE3)

### book 153.1

ἔνθα δὲ Σίσυφος ἔσκεν: Διὸς τὴν Ἀσωποῦ θυγατέρα—

### book 153.2

παρὰ Φερεκύδει (F Gr Hist 3, 119). A

### book 153a.1

κέρδιστος: ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρ‐

### book 153a.2

διστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο. A

### book 153b.1

κέρδιστος: συνετώτατος, | ἐντρεχέστατος· οὐ γὰρ ἂν

### book 153b.2

τὸν πρόγονον αὐτοῦ πανουργότατον ἔλεγεν. A

### book 153c.1

κέρδιστος: μέσον ἐστὶ τοῦτο. ὡς συγγενὴς δὲ οὐ βλα‐

### book 153c.2

σφημεῖ. ἡ δὲ ἐπανάληψις (cf. Ζ 154) τὸν ἔνδοξον παρίστησιν. b(BC

### book 153c

E3)T

### book 154.1

Σίσυφος: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. καὶ

### book 154.2

ὅτι ἐν Ἰλιάδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται, ἐν δὲ Ὀδυσσείᾳ

### book 154.3

ἅπαξ κατ’ ἀρχάς, „Αἰθίοπας τοὶ διχθά“ (α 23). A

### book 155a

〈ἔτικτεν:〉 Ἰακῶς τὸ „τίκτεν“ Ἀρίσταρχος. Aim

### book 155b.1

Βελλεροφόντην: Λεωφόντης πρότερον ἐκαλεῖτο. Βέλ‐

### book 155b.2

λερον δὲ ἱππικῇ φονεύσας οὕτως ὠνόμασται. b(BCE3E4)T

### book 155b.1

αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην:

### book 155b.2

οὗτος πρότερον—παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις (F Gr

### book 155b.5

Hist 12, 13). A

### book 156.1

κάλλος τε καὶ ἠνορέην 〈ἐρατεινήν〉: οὐδὲν γὰρ κάλλος

### book 156.2

ἄνευ ἀνδρίας, b(BCE3E4)T ὡς δῆλον ἐκ Νιρέως (cf. Β 673—5).

### book 156.3

δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρίαν ἐρατεινὴν εἶπεν. b

### book 156.4

(BCE3E4)T

### book 157a1.1

〈κάκ’ ἐμήσατο:〉 Ἀρίσταρχος Ἰακῶς „κακὰ μήσατο“.

### book 157a1.2

Aim

### book 157a2

{ἐμήσατο:} Ἰακῶς τὸ ἐμήσατο. T

### book 158-9.1

〈ἐπεὶ πολὺ φέρτατος ἦεν / —ἐδάμασσε:〉 τὸ

### book 158-9.2

πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον. Aint

### book 158.1

ἐπεὶ πολὺ φέρτερος ἦεν: ὁ Προῖτος τῶν Ἀργείων διὰ

### book 158.2

τὴν ἀρχήν. b(BCE3E4)T

### book 159a1.1

Ζεὺς γάρ 〈οἱ〉 ὑπὸ σκήπτρῳ ἐδάμασ〈σ〉εν: τοὺς

### book 159a1.2

Ἀργείους Προίτῳ ὑπέταξεν. T

### book 159a2.1

τοὺς γὰρ Ἀργείους ὁ Ζεὺς τῇ βασιλείᾳ Προίτου ὑπέ‐

### book 159a2.2

ταξεν. b(BCE3)

### book 159b

〈Ζεὺς γάρ μιν:〉 γράφεται „Ζεὺς γάρ οἱ“. Aim

### book 160a.1

{τῶι δὲ γυνὴ προίτου ἐπεμείνατο} δῖ’ Ἄντεια: ἡ διπλῆ,

### book 160a.2

ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθενέβοιαν, καὶ ὅτι ἀκαίρως τὸ

### book 160a.3

δῖα· μάχεται γὰρ ἡ μάχλος. A

### book 160b.1

δῖ’ Ἄντεια: προπερισπαστέον τὸ δῖα καὶ τὸ Ἄντεια

### book 160b.2

προενεκτέον ὡς Κράτεια. ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα

### book 160b.3

〈***〉 κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ „δῖα

### book 160b.4

Κλυταιμνήστρη“ (γ 266). A

### book 160c.1

ἐπεμήνατο 〈δῖ’ Ἄντεια〉: πρὸς ἀποτροπὴν μανίαν

### book 160c.2

ὀνομάζει τὸ πάθος, ὃ καὶ δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ ὑφ’ ἓν „Δι‐

### book 160c.3

άντεια“, κακῶς· ἀγνοοῦσι γὰρ ὅτι τὸ δῖα πολλαχῶς νοεῖται παρ’

### book 160c.4

Ὁμήρῳ. b(BCE3E4)T | ἢ δῖα Ἄντεια ὡς „δῖα Κλυταιμήστρη“

### book 160c.5

(γ 266). T

### book 162a.1

〈πεῖθε:〉 ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν

### book 162a.2

ἐσήμανεν. b(BCE3E4)T

### book 162b.1

ἀγαθὰ φρονέοντα: τοῦτο ἐκπεφώνηκεν ἀφ’ ἑαυτοῦ, ὡς

### book 162b.2

κἀκεῖ κατὰ μοιχῶν νομοθετῶν φησιν· „ὡς ἀπόλοιτο καὶ ἄλλος ὅ τις

### book 162b.3

τοιαῦτά γε ῥέζοι“ (α 47) καὶ „οὐκ ἀρετᾷ κακὰ ἔργα“ (θ 329). b(BC

### book 162b.4

E3)T

### book 162c.1

δαΐφρονα Βελλεροφόντην: δῆλον μὲν ἦν καὶ μὴ προσ‐

### book 162c.2

τεθέντος τοῦ ὀνόματος ὅτι Βελλεροφόντης λέγεται· περὶ γὰρ τού‐

### book 162c.3

του ὁ λόγος ἦν. ἀλλ’ ὅμως b(BE3)T ἐπήνεικε τοὔνομα, τοῦτο

### book 162c.4

μὲν †σχήματι κινῶν†, τοῦτο δὲ T ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς

### book 162c.5

ἡδόμενος διὰ στόμα αὐτὸν ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα

### book 162c

ἔχομεν. b(BE3)T

### book 163.1

ἡ δὲ ψευσαμένη: δείκνυσιν ὅτι τέλος ἔρωτος ἀποτυχόντος

### book 163.2

μῖσός ἐστιν. b(BCE3E4)T

### book 164.1

τεθναίης, ὦ Προῖτε: καλόν σοι τὸ ἀποθανεῖν, εἰ μὴ τοῦ

### book 164.2

καθυβρίσαντός σε κατισχύσεις. ἀλλ’ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ

### book 164.3

γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται. b(BCE3E4)T

### book 165a.1

〈μ’:〉 ἀντὶ τοῦ μοί, ὡς „οὐδέ ς’ ὀΐω“ (Α 170), „ἥ μ’ οἴῳ

### book 165a.2

ἔρροντι“ (δ 367). Til

### book 165b.1

μιγήμεναι οὐκ ἐθελούσῃ: τρεῖς τρόποι μίξεων. ἢ βού‐

### book 165b.2

λεταί τις μὴ βουλομένῃ, ὡς νῦν· ἢ μὴ βουλόμενος βουλομένῃ, ὡς

### book 165b.3

Ὀδυσσεὺς „παρ’ οὐκ ἐθέλων ἐθελούσῃ“ (ε 155) τῇ Καλυψοῖ· ἢ ὡς

### book 165b.4

Αἴγισθος τὴν Κλυταιμνήστραν „ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὃν δὲ

### book 165b.5.1

δόμον δέ“ (γ 272). τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων

### book 165b.5.2

ἀκούσῃ μίγνυται. b(BCE3)T

### book 166.1

οἷον: ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν; ἢ διασύρει

### book 166.2

τὸ γυναικοπαθὲς τῶν ἀνθρώπων. b(BCE3)T

### book 167

〈ἀλέεινε:〉 ὡς ξένον. Til

### book 168.1

σήματα λυγρά: γράμματα· „οἱ δὲ κλῆρον ἐσημήνα〈ν〉το“

### book 168.2

(Η 175), „ὅς μιν ἐπιγράψασ“ (Η 187)· ἄτοπον γὰρ τοὺς πᾶσαν

### book 168.3

τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δὲ ὡς παρ’ Αἰγυπτίοις

### book 168

ἱερὰ ζῴδια, δι’ ὧν δηλοῦται τὰ πράγματα. T

### book 169a.1

γράψας ἐν πίνακι πτυκτῷ: ὅτι ἔμφασίς ἐστι τοῦ τῆς

### book 169a.2

λέξεως γράμμασι χρῆσθαι. οὐ δεῖ δὲ τοῦτο δέξασθαι, ἀλλ’ ἔστι γράψαι

### book 169a.3

τὸ ξέσαι· οἷον οὖν ἐγχαράξας εἴδωλα, δι’ ὧν ἔδει γνῶναι τὸν πενθε‐

### book 169a.4

ρὸν τοῦ Προίτου. A

### book 169b

〈πίνακι πτυκτῷ:〉 πινακιδίῳ. Til

### book 168-9.1

〈σήματα—πίνακι πτυκτῷ:〉 σήματα μὲν τὰ

### book 168-9.2

γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον. b(BC)

### book 170a.1

{δεῖξαι δ’} ἠνώγειν: οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρί‐

### book 170a.2

σταρχος· ἠνώγεεν γάρ. A

### book 170b

〈ᾧ πενθερῷ:〉 ὅτι τοῦτον οἱ νεώτεροι Ἰοβάτην φασί. Aint

### book 170c

ᾧ πενθερῷ: Ἰοβάτῃ ἢ Ἀμισωδάρῳ (cf. Π 328). T

### book 171a.1

ὑπ’ ἀμύμονι {πομπῇ}: ὁ Ἰξίων (fr. 29 St.) ἐν τῷ πρώτῳ

### book 171a.2

τῷ Πρὸς τὰς ἐξηγήσεις προφέρεται „μετ’ ἀμύμονι“. A

### book 171b

〈θεῶν ὑπ’ ἀμύμονι πομπῇ:〉 αἰσίοις οἰωνοῖς. Til

### book 172a1.1

Ξάνθον τε ῥέοντα: ποῖος γάρ †φησι† ποταμὸς οὐ ῥεῖ;

### book 172a1.2

ῥητέον ὅτι ἐπεὶ καὶ πόλις Λυκίας ἐστὶ Ξάνθος. ἢ εὐρὺ ῥέοντα. ἢ ἐπεὶ

### book 172a1.3

ἀέναός ἐστιν. T

### book 172a2.1

καὶ ποῖος †φησὶ† ποταμὸς οὐ ῥεῖ; b(BCE3E4) ῥη‐

### book 172a2.2

τέον· ἐπεὶ Ξάνθος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἁπλῶς τὸ

### book 172a2.3

ῥέοντα τέθεικεν. b(BCE3) ἢ τὸν ἀένναον λέγει καὶ ἀεὶ ὡσαύτως

### book 172a2.4

ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη. b(BCE3E4)

### book 173

〈προφρονέως:〉 ἀπὸ τοῦ προφρόνως. Til

### book 174a.1

ἐννῆμαρ: ἡ διπλῆ, ὅτι A ἐπίφορός ἐστι πρὸς τὸν

### book 174a.2

ἐννέα ἀριθμόν. AAint

### book 174b

〈ξείνισσε:〉 Ἀρίσταρχος καὶ ξείνισσε καὶ „ξείνιζε“. Aim

### book 174c.1

ἐννῆμαρ ξείνισσε: ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλο‐

### book 174c.2

φρονεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν, ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου,

### book 174c.3

μὴ θέλων ἀποδημεῖν τάχιστα διὰ τὴν γυναῖκα. b(BCE3E4)T

### book 176a.1

καὶ τότε μιν ἐρέεινε: ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς

### book 176a.2

ξενίζειν πρότερον, εἶτα πυνθάνεσθαι, τίνος ἕνεκεν παραγεγόνασιν

### book 176a.3

οἱ ξένοι. A

### book 176b.1

σῆμα {ἰδέσθαι}: σῆμα τὸ ἐπίταγμα, „σημαίνων ἐπέτελ‐

### book 176b.2

λεν“ (Φ 445)· ἢ τὸ πτυκτὸν τὸ ἔχον τὰ σήματα, ὅ ἐστι τὰ γράμ‐

### book 176b.3

ματα. T

### book 178.1

{αὐτὰρ ἐπεὶ δὴ} σῆμα κακόν: ὅτι σημεῖα λέγει, οὐ γράμ‐

### book 178.2

ματα· εἴδωλα ἄρα ἐνέγραψεν. A

### book 179.1

〈ἀμαιμακέτην:〉 τὴν ἄγαν μαιμῶσαν ἢ τὴν ἀκαταμάχη‐

### book 179.2

τον. Til

### book 180.1

θεῖον γένος: τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ

### book 180.2

τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει ἢ διὰ τὸ Τυφῶνος καὶ Ἐχίδνης

### book 180.3

εἶναι. b(BCE3E4)T

### book 181a

〈πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χί‐

### book 181a

μαιρα:〉 ὅτι ἓν σῶμα ἡ Χίμαιρα. Aint

### book 181b.1

πρόσθε λέων, 〈ὄπιθεν δὲ δράκων, μέσση δὲ χί‐

### book 181b.2

μαιρα〉: εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, ἔδει αὐτὴν

### book 181b.3

λέοντα καλεῖσθαι. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφ’ οὗ καὶ ὠνομάζετο,

### book 181b.4

κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται

### book 181b.5.1

ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος (sc. th. 321)

### book 181b.5.2

δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών. b(BCE3E4)T οἱ δὲ παν‐

### book 181b.5.3

δοκεῖς εἶναι λέγουσι 〈Λέοντα〉 καὶ Δράκοντα καλουμένους, μέσην δὲ

### book 181b.5.4

αὐτῶν πανδοκεύτριαν Χίμαιραν, ἣ τοὺς παριόντας ἧψε μεληδὸν καὶ

### book 181b.5.5

τοῖς ἄλλοις παρεῖχε παρατιθεῖσα. ἔνιοι δὲ ὄρος εἶναι κατὰ Λυκίαν, ὃ

### book 181b.10.1

καλεῖται Χίμαιρα· τοῦτο δὲ κατὰ μέσον ἔχειν ἀναφυσήματα πυρός,

### book 181b.10.2

κατὰ δὲ τὰ ἄκρα πολύθηρον 〈εἶναι〉. T

### book 182

〈πυρὸς μένος:〉 λείπει τὸ ὥς, ὡς πυρός. Til

### book 183a.1

καὶ τὴν μὲν κατέπεφνε 〈θεῶν τεράεσσι πιθήσασ〉:

### book 183a.2

ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ἱστορίας ἐμφαίνει. A

### book 183b.1

καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας:

### book 183b.2

ἀπίστου ὄντος, πῶς τὸ τοιοῦτον θηρίον κατηγωνίσατο, ἰάσατο τὸ

### book 183b.3

ἄπιστον θείαν δύναμιν ἐπαγαγών. b(BCE3E4)T

### book 184.1

δεύτερον αὖ Σολύμοισι: καὶ „ἐκ Σολύμων ὀρέων“ (ε 283)·

### book 184.2

ἀπὸ γὰρ τῶν ἀνατολικῶν Αἰθιόπων ἐπανιὼν ἀπὸ Πισιδίας καὶ Κι‐

### book 184

λικίας ὁρᾷ Ὀδυσσέα ὁ Ποσειδῶν. T

### book 185.1

〈φάτο:〉 εὖ τὸ μὴ εἰπεῖν ‘ἔφασαν ἄλλοι‘, ἀλλ’ αὐτὸς ὁ πε‐

### book 185.2

πειραμένος. b(BCE3)Til

### book 186a1.1

〈Ἀμαζόνας:〉 κατέτρεχον γὰρ τὴν Ἀσίαν. ἀμέλει ἐξ

### book 186a1.2

αὐτῶν Ἔφεσος καὶ Σμύρνα καλεῖται· „καὶ †φρυνα’ ἐσήλυθον“ (Γ

### book 186a1.3

184). Til

### book 186a2.1

αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληΐζοντο. οὐ

### book 186a2.2

†μὴν† δέ, ἀλλὰ „καὶ Φρυγίην εἰσήλυθον“. b(BCE3E4)

### book 187a1.1

〈ἀνερχομένῳ:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ

### book 187a1.2

†ε, „ἐπερχομένῳ†“. Aint

### book 187a2.1

τῷ δ’ ἄρ’ ἀνερχομένῳ: Ἀρίσταρχος „†ἀπερχομένῳ“

### book 187a2.2

γράφει διὰ τοῦ α. γράφεται δὲ καὶ τῷ δ’ ἀνερχομένῳ†. T

### book 188a.1

κρίνας ἐκ Λυκίης: βέλτιον τοῖς ἑξῆς συντάττειν τοῦτον

### book 188a.2

τὸν στίχον. A

### book 188b1

κρίνας ἐκ Λυκίης: ἀπὸ οἰκείας ἀρχῆς ὁ στίχος. T

### book 188b2

ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς. b(BCE3)

### book 188c.1

〈φῶτας ἀρίστους:〉 διδάσκει τοὺς ἀλκιμωτάτους μό‐

### book 188c.2

νους λοχᾶν· „ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν“ (Ν 277). b

### book 188c.3

(BCE3E4)T

### book 189a.1

εἷσε λόχον: δῆλον οὖν ὡς καὶ αὐτὸς διὰ τὴν καλοκἀγα‐

### book 189a.2

θίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν ἐκ τοῦ προφανοῦς αὐτὸν φονεῦσαι.

### book 189a.3

b(BCE3)T

### book 189b.1

〈τοὶ δ’ οὔ τι πάλιν οἶκον δὲ νέοντο:〉 πρὸς τὸ πάλιν,

### book 189b.2

ὅτι οὐ χρονικῶς. Aint

### book 191a1.1

ἀλλ’ ὅτε δὴ γίνωσκε 〈θεοῦ γόνον〉: ὅτι ἐκ τῶν πρατ‐

### book 191a1.2

τομένων τοῦτο συνέβαλεν. εἰ δὲ προσέκειτο καὶ ὁ Πήγασος, πολὺ

### book 191a1

πλέον αὐτοῦ τὴν δόξαν ἐπιστώσατο. A

### book 191a2

ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Πήγασον. T

### book 191b1.1

〈ἀλλ’ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα:〉 ἐκ

### book 191b1.2

τῶν πράξεων τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. Ποσειδῶνος

### book 191b1.3

δὲ ἦν καὶ Μήστρας τῆς Ἐρυσίχθονος. Til

### book 191b2.1

ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ

### book 191b2.2

τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. b(BCE3E4)

### book 192

δίδου δ’ ὅγε θυγατέρα ἥν: Ἀλκιμέδουσαν ἢ Πασάνδραν. T

### book 194a1.1

〈καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων:〉

### book 194a1.2

ὡς τῶν δεινῶν δι’ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γει‐

### book 194a1.3

τονούντων δεινὰ καθ’ ἑκάστην ἔπασχον. b(BCE3)

### book 194a2.1

καὶ μέν οἱ Λύκιοι τέμενος τάμον: ὡς †ἀπηλαγμένοι†

### book 194a2.2

τῶν δεινῶν. T

### book 194b.1

{καὶ μέν οἱ λύκιοι} τέμενος τάμον: ὅτι παρετυμολογεῖ

### book 194b.2

τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι. A

### book 195

〈πυροφόροιο:〉 γράφεται „ὄφρα νέμοιτο“. Aim

### book 198.1

Λαοδαμείῃ μέν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν‐

### book 198.2

τηκεν. A

### book 199.1

ἡ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα: ὅτι καθ’ Ὅμηρον Σαρ‐

### book 199.2

πηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν οὐδ’ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώ‐

### book 199

τεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι. A

### book 198-9a1.1

Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς· / ἣ δ’

### book 198-9a1.2

ἔτεκ’ 〈ἀντίθεον〉 Σαρπηδόνα: ἐπεὶ πῶς Εὐρώπης ὢν συστρα‐

### book 198-9a1.3

τεύει Ἰδομενεῖ; ἢ ὅτι παρὰ Διὸς τὴν ἥβην †ἐπεὶ ἓξ ἔσχον† γενεάς.

### book 198-9a1.4

τινὲς δὲ Εὐρώπην τὴν Λαοδάμειαν, ἐπεὶ εὐόφθαλμος ἦν. T

### book 198-9a2.1

καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν; λέγομεν

### book 198-9a2.2

δὲ ὅτι ἡ αὐτή ἐστιν· εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ

### book 198-9a2.3

πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν. b(BCE3E4)

### book 200-5.1

ἀλλ’ ὅτε δὴ κἀκεῖνος (200) / ἤτοι ὁ κὰπ πεδίον

### book 200-5.2

(201), / Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης (203) / 〈κατ〉έκτανε (204), /

### book 200-5.3

τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (205): ἵνα ἡ

### book 200-5.4

ἀπώλεια τῶν παίδων αἰτία αὐτῷ ᾖ μονασμοῦ, ὡς καὶ τῷ Λαέρτῃ

### book 200-5.5.1

(cf. λ 187—96). καὶ Ἀλήϊον πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀν‐

### book 200-5.5.2

θρώπους. τὰ δὲ ἐκ τῆς τύχης εἰς θεοὺς ἀναφέρομεν. ὥσπερ δὲ ἐν ἀρχῇ

### book 200-5.5.3

διέσυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα Διομήδους καθαιρῶν (sc. Ζ 145—9),

### book 200-5.5.4

καὶ νῦν οὐκ ἀπώκνησε τὴν περὶ τὸν πρόγονον μεταβολὴν τῆς τύχης

### book 200-5.5.5

ὁμολογῆσαι. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν

### book 200-5.10

ἀτυχιῶν. b(BCE3E4)T εἰ δὲ χωλὸς ἦν, πῶς ἠλᾶτο; T

### book 200a1.1

ἀλλ’ ὅτε δὴ κἀκεῖνος ἀπήχθετο: ὥσπερ καὶ οἱ

### book 200a1.2

†πρόγονοι† αὐτοῦ, Ἴσανδρος δὲ καὶ †λαοδάμειαν† ἢ ὡς τὸ γένος

### book 200a1

τῶν ἀνθρώπων. T

### book 200a2.1

ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια ἢ ὡς

### book 200a2.2

οἱ ὑπ’ αὐτοῦ ἀναιρεθέντες. b(BCE3E4)

### book 201a.1

Ἀλήϊον οἶος ἀλᾶτο: ὅτι παρετυμολογεῖ τὸ Ἀλήϊον

### book 201a.2

ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης. | τὸ δὲ

### book 201a.3

Ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ

### book 201a.4

ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι. βέλτιον δὲ τὸ πρό‐

### book 201a.5

τερον. A

### book 201b.1

Ἀλήϊον: τινὲς ἐδάσυναν διὰ τὸ ἅλας ἐκεῖ πήγνυσθαι.

### book 201b.2

ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης. b(BCE3E4)T

### book 202a.1

ὃν θυμὸν κατέδων: οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγχο‐

### book 202a.2

λάνας, ἀλλ’ ὀδυνώμενος ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ ἐμόναζεν. b

### book 202a.3

(BCE3E4)T

### book 202b.1

〈ὃν θυμὸν κατέδων:〉 διδάσκει, πόσην †ψυχαγωγίαν†

### book 202b.2

ἔχει ἡ συντυχία, b(BCE3E4)Til καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι

### book 202b.3

δι’ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο. b(BCE3E4)

### book 202c.1

πάτον {ἀνθρώπων ἀλεείνων}: πάτον ὡς λόγον· τὰ γὰρ

### book 202c.2

εἰς τος λήγοντα δισύλλαβα, βραχείᾳ παραληγόμενα, μονογενῆ βα‐

### book 202c.1

ρύνεται, κρότος κότος μίτος, „Νότοσ“ (Β 145 al.), πότος. οὕτως ἄρα

### book 202c.2

καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ „στρατόσ“ (ω 81)· τὸ γὰρ „βρο‐

### book 202c.5.1

τόσ“ (Γ 223 al.) κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ

### book 202c.5.2

ἔχει ἀντέμφασιν. A

### book 204.1

μαρνάμενον Σολύμοισι: ἴσως ὡς γηράσαντος τοῦ Βελ‐

### book 204.2

λεροφόντου ἀπέστησαν, ὁ δὲ ὡς πατρῴας ἀρχῆς ἀντιποιούμενος

### book 204.3

ἐπολέμει. b(BCE3E4)T

### book 205a

〈χολωσαμένη:〉 ἴσως διὰ τὰς Ἀμαζόνας. Til

### book 205b

〈ἔκτα:〉 ἀποκοπὴ τοῦ „ἔκταν’ ἐπὶ προμάχων“ (Σ 456). Aim

### book 206

〈Ἱππόλοχος δέ μ’ ἔτικτε:〉 ἐκ Δημωνάσ〈σ〉ης. Til

### book 207-8.1

καί μοι μάλα πόλλ’ ἐπέτελλεν / αἰὲν ἀριστεύειν:

### book 207-8.2

τοῦτο ἀναφέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον „ἀτὰρ μὲν νῦν γε

### book 207-8.3

πολὺ προβέβηκας ἁπάντων“ (Ζ 125). b(BCE3)T

### book 210.1

ἔν τ’ Ἐφύρῃ ἐγένοντο: ὅτι οἱ μὲν ἥρωες Ἔφυραν παρ‐

### book 210.2

άγονται λέγοντες, αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν (sc. Β 570.

### book 210.3

Ν 664). A

### book 211.1

ταύτης τοι γενεῆς καὶ αἵματος: σπέρματος· τὸ γὰρ αἷμα

### book 211.2

εἰς θορὸν μεταβάλλεται· οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευ‐

### book 211.3

ταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμε‐

### book 211.4

τάβλητον ἐξέλκουσιν. A b (BCE3E4)T

### book 212.1

γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης: ἔοικε διὰ τὸ ὄνομα

### book 212.2

Βελλεροφόντου καὶ τοὺς πολλοὺς ἀνασχέσθαι λόγους τοῦ Γλαύκου.

### book 212.3

b(BCE3)T

### book 213.1

ἔγχος μὲν κατέπηξεν: γραφικῶς ἔχει καὶ τοῦτο. A b (B

### book 213.2

CE3)T ἵνα δὲ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος

### book 213.3

ὁ Διομήδης. A b (BCE3E4)T

### book 214.1

〈μειλιχίοισι:〉 ἐπὶ φιλοξενίαν προτρέπεται, δεικνὺς ὡς καὶ

### book 214.2

ἐκ κινδύνων ῥύεται. b(BCE3)Til

### book 217a.1

〈ξείνισεν ἐν μεγάροισι:〉 γράφεται „ξείνις’ ἐνὶ μεγά‐

### book 217a.2

ροισι“. Aim

### book 217b.1

〈ἐείκοσιν:〉 οὕτως Ἀττικοί· ὅθεν καὶ „εἰκοσινήριτα“

### book 217b.2

(Χ 349). Til

### book 218

〈οἱ δὲ καὶ ἀλλήλοισι:〉 ὅτι περιττὸς ὁ καί σύνδεσμος. Aint

### book 219a.1

Οἰνεὺς μέν: σημειοῦνταί τινες ὅτι πρὸς τὸ πρῶτον ἀπήν‐

### book 219a.2

τηκεν. A

### book 219b.1

Οἰνεὺς μὲν ζωστῆρα: οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις.

### book 219b.2

ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν. T

### book 219-20.1

Οἰνεὺς μὲν ζωστῆρα / Βελλεροφόντης δὲ χρύσεον

### book 219-20.2

δέπας: ὁ μὲν ὡς μένοντι, ὁ δὲ ὡς ἐκδημοῦντι. b(BCE3E4)T

### book 221a.1

καί μιν ἐγὼ κατέλειπον: ἄπαιδος γὰρ τελευτῶντος

### book 221a.2

Οἰνέως Διομήδης αὐτὸ κληρονομεῖ. b(BCE3E4)T

### book 221b.1

καί μιν ἐγὼ 〈κατέλειπον〉: „μνῆμα ξείνοιο φίλοιο“

### book 221b.2

(φ 40). T

### book 221c

〈μίν:〉 τὸ δέπας. Aint

### book 222-3.1

Τυδέα δ’ οὐ μέμνημαι〈—Ἀχαιῶν〉: ἄτοποι

### book 222-3.2

οἱ δύο στίχοι. | τὸ δὲ Τυδέα δ’ οὐ μέμνημαι (222) ὡς „μέμνημαι

### book 222-3

τόδε ἔργον“ (Ι 527). T

### book 224

Ἄργεϊ μέσσῳ: τὸ Ἄργος μέσον Πελοποννήσου. T

### book 226a.1

ἔγχεσι δ’ ἀλλήλων ἀλεώμεθα 〈καὶ δι’ ὁμίλου〉:

### book 226a.2

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ λεγόμενον· ἤτοι

### book 226a.3

γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομήδη καὶ τὸν Γλαῦ‐

### book 226a.4

κον καὶ πάλιν ἀλλήλων τὰ πλήθη, τοὺς Λυκίους καὶ τοὺς Ἀργείους,

### book 226a.5.1

ἵν’ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη. ἢ καὶ

### book 226a.5.2

ἐναλλὰξ καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων,

### book 226a.5.3

ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀρ‐

### book 226a.5.4

γεῖοι Λύκιοι· μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασι‐

### book 226a.5.5

λεῖς ἀλλήλων ἀφέξονται. A

### book 226b.1

〈ἀλλήλων:〉 οὕτως ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ

### book 226b.2

„ἀλλήλουσ“. Aim

### book 226c.1

ἔγχεα δ’ ἀλλήλων 〈ἀλεώμεθα〉: ἀλλήλων τὰ ἔγχη ἐκκλίνωμεν. b

### book 226c.2

(BCE3E4)T γράφεται δὲ καὶ „ἔγχεσιν“, ἵν’ ᾖ b(BCE3E4) ἀπο‐

### book 226c.3

τύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες. b(BCE3E4)T Ζηνό‐

### book 226c.4

δοτος δὲ γράφει „ἀλλήλους †ἀλεσώμεθα“. T

### book 226d.1

ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου: ἐπὶ

### book 226d.2

παντὸς τοῦ πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς

### book 226d.3

μάχης, ὡς „τανυσσάμενος διὰ μήλων“ (ι 298)· ἢ καὶ ἡμεῖς καὶ αἱ

### book 226d.4

ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν. b

### book 226d.5

(BCE3E4)T

### book 226e

〈ἀλεώμεθα:〉 ἀντὶ τοῦ φειδώμεθα. Aint

### book 227-9a.1

〈πολλοὶ μὲν γὰρ—δύνηαι:〉 οἷον οὐκ ἐπείγει

### book 227-9a.2

πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι. Aim

### book 227-9b.1

πολλοὶ μὲν γὰρ ἐμοὶ 〈Τρῶες κλειτοί τ’ ἐπίκουροι /〉

### book 227-9b.2

κτείνειν ὅν κε θεός γε πόροι〈—ὅν κε δύνηαι〉: καίτοι

### book 227-9b.3

εὐημερῶν παραπεφυλαγμένως λαλεῖ ὡς πρὸς φίλον μετριάζων· b(BC

### book 227-9b.4

E3)T ηὔξησέ τε αὐτὸν διὰ τοῦ δύνηαι. T

### book 229.1

{ὅν κε} δύνηαι: ὡς λέγηαι καὶ φέρηαι· „σὺ δέ κεν κακὸν

### book 229.2

οἶτον ὄληαι“ (Γ 417). Τυραννίων (fr. 15 P.) δὲ προπερισπᾷ· καὶ

### book 229.3

δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶ‐

### book 229.4

μαι. ἀλλ’ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι,

### book 229.5.1

καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτα‐

### book 229.5.2

κτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι. A

### book 230.1

〈τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν:〉 ἁπλοϊκῶς τοῦτο,

### book 230.2

οὐ δι’ αἰσχροκέρδειαν. b(BCE3E4)T

### book 230-1.1

ὄφρα καὶ οἵδε | γνῶσιν: δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ

### book 230-1.2

τὰ πλήθη, καραδοκοῦντες τὸ τέλος. b(BCE3E4)T

### book 234a.1

ἔνθ’ αὖτε Γλαύκῳ 〈Κρονίδης φρένας ἐξέλετο Ζεύσ〉:

### book 234a.2

εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλερο‐

### book 234a.3

φόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν· ἄλλως τε ὑπερήδεται τῇ

### book 234a.4

συντυχίᾳ γινόμενος ἰδιόξενος τοῦ παναρίστου Διομήδους. b(BCE3

### book 234a.5.1

E4)T τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ

### book 234a.5.2

„γέρας ἔξελον“ (Π 56 al.). b(BE3E4)T

### book 234b1.1

ἔνθ’ αὖτε Γλαύκῳ 〈Κρονίδησ〉 φρένας ἐξέλετο: ὅτι

### book 234b1.2

κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις. ἢ ὡς Ἡφαι‐

### book 234b1.3

στότευκτα. ἢ, ὡς Πῖος (fr. 2 H.), ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα

### book 234b1.4

μὴ ἐξ ἴσου ἀπηλ〈λ〉αγμένον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν. T

### book 234b2.1

ἢ μᾶλλον αἰτιᾶται αὐτόν, ὅτι λαμπροῖς ὅπλοις ἐκοσμεῖτο

### book 234b2.2

κατὰ ἑαυτοῦ καὶ τῶν συμμάχων· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν

### book 234b2.3

πολεμίων ὁρμή. b(BE3E4)

### book 235a1.1

ὃς πρὸς Τυδείδην Διομήδη 〈τεύχε’ ἄμειβε〉: καὶ

### book 235a1.2

πῶς οὐ δέδιε Διομήδης γυμνούμενος πρὸ μικροῦ †τρώων† παρασπον‐

### book 235a1.3

δησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ

### book 235a1.4

Ἕκτορα (cf. Η 303—5) ἤμειψαν· †χάρης† γὰρ οὐ θέλει τὴν ἀσπίδα·

### book 235a1.5

ἦ γὰρ †αὖ† προὔκρινεν αὐτὴν Ἕκτωρ τοῦ Νέστορος. T

### book 235a2.1

καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος πρὸ

### book 235a2.2

μικροῦ τῶν Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα

### book 235a2.3

μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα ἤμειψαν· οὐ γὰρ τὴν ἀσπίδα

### book 235a2.4

πρὸς χάριν ἐδίδουν· ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος Ἕκτωρ, εἰ

### book 235a2.5

ἐδίδοτο, ὑπὲρ τὴν Νέστορος. b(BCE3E4)

### book 236a1.1

〈ἑκατόμβοι’:〉 ἑκατὸν ἄξια νομισμάτων· οἱ γὰρ Ἀθη‐

### book 236a1.2

ναῖοι ἐν τοῖς ἑαυτῶν νομίσμασι βοῦν ἐνετύπουν. b(BCE3)

### book 236a2.1

ἑκατόμβοι’: ἐκ τοῦ παρ’ Ἀθηναίοις νομίσματος· | οὐ

### book 236a2.2

γὰρ νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ „ἀλφεσίβοιαι“ (Σ 593). | οἱ δὲ

### book 236a2.3

παρ’ Ἀθηναίοις νόμισμα ἔχον βοῦν. T

### book 236a3.1

ἑκατόμβοια: ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν

### book 236a3.2

ἐχρῶντο· ὅθεν καὶ „ἀλφεσίβοιαι“. | οἱ δὲ παρ’ Ἀθηναίοις νόμισμα

### book 236a3.3

ἔχον βοῦν. A

### book 236b.1

ἐννεαβοίων: ἐννέα βοῶν. A κεκώλυται δὲ ὑπὸ τοῦ

### book 236b.2

μέτρου εἰπεῖν δεκαβοίων. AT

### book 237a.1

〈Ἕκτωρ δ’ ὡς:〉 εὐκαίρως μεταβαίνει τὸ διάκενον τῆς

### book 237a.2

πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.

### book 237a.3

b(BCE3)Til

### book 237b.1

Σκαιάς τε 〈πύλας καὶ φηγὸν ἵκανεν〉: ὅτι τὰς Σκαιὰς

### book 237b.2

ὀνοματικῶς Δαρδανίας λέγει (sc. Ε 789. Χ 194. 413). AAint

### book 238.1

ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι 〈θέον ἠδὲ θύγατρεσ〉:

### book 238.2

ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ

### book 238.3

τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπ’ αὐτῶν τὸ θέειν. b(BCE3)T

### book 239a.1

εἰρόμεναι 〈παῖδάς τε κασιγνήτους τε ἔτας τε〉:

### book 239a.2

πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι. A

### book 239b

〈παῖδας:〉 ἀντὶ τοῦ ὑπὲρ παίδων. b(BCE3E4)Til

### book 239c.1

ἔτας {τε}: ὁ Ἀσκαλωνίτης (p. 47 B.) ψιλοῖ, ἐφ’ οὗ ἂν

### book 239c.2

τάσσηται, φησί, σημαινομένου· πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ

### book 239c.3

καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο

### book 239c.4

ὡς ἀπὸ τοῦ ἥλατο „ἆλτο“ (Α 532 al.). πιθανώτερον δέ ἐστι, φησίν,

### book 239c.5.1

ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων (fr. 30 B.) δὲ δασύνει.

### book 239c.5.2

ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο.

### book 239c.5.3

ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι· εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα,

### book 239c.5.4

τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ

### book 239c.5.5

ἡ συναλιφή, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκατα‐

### book 239c.10.1

θετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ (fr. 377 N.2

### book 239c.10.2

= 530,28 M. = 281 a 28 R.) οὕτως εὕρομεν· „οὔτε δῆμος οὔτ’ ἔτης ἀνήρ“, καὶ παρ’

### book 239c.10.3

Εὐριπίδῃ (fr. 1014 N.2) τὸ „†πόλει μὲν ἄρχων†, φωτὶ δ’ οὐκ ἔτῃ

### book 239c

πρέπον“. A

### book 239d.1

ἔτας: ψιλωτέον τὸ ἔτας. b(BCE3)T ἔται δὲ λέγον‐

### book 239d.2

ται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς. b(BCE3E4)T

### book 240.1

θεοῖς εὔχεσθαι ἀνώγει: ὡς πάντων περιόντων χρηστὰς

### book 240.2

ὑπέδειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται. b(BCE3E4)T

### book 241a.1

πάσας ἑξείης: ὅτι ἔν τισι γράφεται „πᾶσι μάλ’ ἑξείησ“

### book 241a.2

(= λ 134), κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ

### book 241a.3

τυχόν. A

### book 241b.1

〈πάσας ἑξείης:〉 πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρι‐

### book 241b.2

σιν ἐποιεῖτο. b(BCE3)Til

### book 242-51a1.1

ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον〈—ἤλυθε

### book 242-51a1.2

μήτηρ〉: τὸ ἑξῆς ἀλλ’ ὅτε δὴ Πριάμοιο (242), ἔνθα οἱ ἠπιόδω‐

### book 242-51a1.3

ρος (251). τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. A

### book 242-51a2.1

τὸ ἑξῆς ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιό‐

### book 242-51a2.2

δωρος. τὰ δὲ †ἑξῆς† διὰ μέσου. b(BCE3E4)T

### book 243a1

〈αἰθούσῃσι:〉 τειχίοις τῆς αὐλῆς. Til

### book 243a2

αἴθουσαι δὲ τὰ τῆς αὐλῆς τειχία. b(BCE3)

### book 243a2

αἰθούσῃσι: στοαῖς ταῖς—ἡλίου βολήν. A

### book 244-6.1

πεντήκοντα ἔσαν θάλαμοι〈—ἀλόχοισι〉:

### book 244-6.2

ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες καὶ βασιλικοὶ γεγονότες ἀπέστη‐

### book 244-6

σαν τοῦ πατρός. b(BE3E4)T

### book 244.1

{πεντήκοντ’} ἔνεσαν {θάλαμοι}: ἔνεσαν ὡς ἔλεξαν. οὕτως

### book 244.2

καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος,

### book 244.3

παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν

### book 244.4

τόνον, κατεῖχε „κάτεχε“ (Γ 243. ν 269). οὕτως οὖν ἀνέγνωμεν „ἥμε‐

### book 244.5.1

νον εἰσεῖδε“ (Ξ 158) προπερισπωμένως, τὸ δὲ ἕτερον „τὰ φρονέων

### book 244.5.2

μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην“ (α 118) προπαροξυτόνως. A

### book 246.1

〈παρὰ μνηστῇς ἀλόχοισι:〉 ἐν ἄλλῳ „παρ’ αἰδοίῃς

### book 246.2

ἀλόχοισι“. Aim

### book 248a.1

τέγεοι: ὡς τέλεοι· τέγος γὰρ ὡς „τέλοσ“ (Γ 291 al.) καὶ

### book 248a.2

τέγειος ὡς τέλειος. Aim

### book 248b.1

{δώδεκ’ ἔσαν} τέγεοι θάλαμοι: ὅτι ὑπερῷοι ἦσαν· διὸ

### book 248b.2

τέγεοι, ἵνα μὴ διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τῆς Ἰλιά‐

### book 248b.3

δος καὶ διὰ τῆς Ὀδυσσείας τοὺς γυναικείους θαλάμους συνίστησιν. A

### book 248c.1

τέγεοι 〈θάλαμοι〉: ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομη‐

### book 248c.2

μένοι· b(BCE3)T τοιοῦτοι γὰρ κατεσκευάζοντο ταῖς γυναιξὶ

### book 248c.3

πρὸς τὸ μὴ ὁρᾶσθαι συνεχῶς ἀνδράσιν. b(BCE3E4)T

### book 249-50.1

ἔνθα δὲ γαμβροί / κοιμῶντο Πριάμοιο παρ’ αἰ‐

### book 249-50.2

δοίῃς ἀλόχοισιν: εἰς τὸ φιλότεκνον Πριάμου· φησὶ γὰρ „πλησίοι

### book 249-50.3

ἀλλήλων δεδμημένοι“ (Ζ 245. 249). T

### book 250a1.1

〈παρ’ αἰδοίῃς ἀλόχοισιν:〉 οὕτως Ἀρίσταρχος παρ’

### book 250a1.2

αἰδοίῃς 〈ἀλόχοισιν〉. Aint

### book 250a2

ἐν ἄλλῳ „παρὰ μνηστῇς ἀλόχοισι“. Aim

### book 251.1

ἠπιόδωρος: δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία,

### book 251.2

A b (BCE3E4)T ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαστὸν

### book 251

προτείνουσι τὸν „λαθικηδέα“ (Χ 83). A b (BCE3)T

### book 252a.1

〈Λαοδίκην ἒς ἄγουσα:〉 ὅτι πρὸς Λαοδίκην πορευο‐

### book 252a.2

μένη, „εἰς Ἀγαμέμνονα“ (Η 312). Aim

### book 252b.1

Λαοδίκην ἐσάγουσα: εἰσιοῦσα, b(BCE3E4)TTil ὥς

### book 252b.2

φαμεν ‘ποῖ εἰσάγεισ‘ ἀντὶ τοῦ εἰσέρχῃ. τινὲς δὲ τὴν ἔς ἀντὶ τῆς πρός,

### book 252b.3

πρὸς Λαοδίκην. εἴσεισι δὲ πρὸς Λαοδίκην πευσομένη τὴν αἰτίαν, δι’

### book 252b.4

ἣν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἶρις εἰκασθεῖσα ἐξήγαγεν εἰς τὸ

### book 252b.5

τεῖχος τὴν Ἑλένην (sc. Γ 121—4). b(BCE3E4)T

### book 255.1

δυσώνυμοι υἷες Ἀχαιῶν: οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνο‐

### book 255.2

μάζειν ἐθέλει. καὶ ἡ Πηνελόπη „Κακοΐλιον οὐκ ὀνομαστήν“ φησιν

### book 255.3

(τ 260). A b (BCE3)T

### book 256-7a1.1

σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν 〈/ —〉Διῒ χεῖρας

### book 256-7a1.2

ἀνασχεῖν: εἰκότως διὰ τὴν ἀρετὴν τούτου οὐχ ὑπώπτευσε φυγήν. T

### book 256-7a2.1

δεόντως τὴν τοῦ παιδὸς ἀρετὴν ἐξειδυῖα φυγὴν οὐχ

### book 256-7a2.2

ὑπώπτευσεν. b(BCE3)

### book 257.1

〈ἄκρης πόλιος:〉 ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν

### book 257.2

ἀκρόπολιν. Aim

### book 260a1

{πρῶτον ἔπειτα} ΔΕ ΚΑΥΤΟΣ: τοῦτο διχῶς ἀναγινώ‐

### book 260a1.1

σκεται· ὅσοι γὰρ ἡγοῦνται τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν

### book 260a1.2

ὀξεῖαν, ὡς καὶ 〈ὁ〉 Ἀσκαλωνίτης (p. 48 B.)· οὕτως γὰρ καὶ τὸ ἐν τῇ

### book 260a1.3

Ὀδυσσείᾳ (γ 255) ἀναγινώσκει· „ἤτοι μὲν τόδε κ’ αὐτὸς ὀΐεαι“. ὅσοι

### book 260a1.5.1

δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός καὐτός, ἐγκλίνουσι

### book 260a1.5.2

τὸν δέ. A

### book 260a2

τὸ 〈δε〉 καυτός διχῶς, καὶ βαρέως καὶ ὀξέως. Aim

### book 260a3.1

δε καυτός: διχῶς· οἱ μὲν γὰρ τὸν κέ συνηλεῖφθαι, οἱ δὲ

### book 260a3.2

τὸν καί, ἵν’ ᾖ κατὰ ἔλλειψιν ἢ κρᾶσιν. T

### book 260b.1

〈κ’ αὐτός:〉 ὅτι τὸ πλῆρές ἐστι κὲ αὐτός. Ὁμηρικὸν δὲ

### book 260b.2

τὸ τὸν κέ περιττὸν εἶναι. Aint

### book 260c.1

ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, 〈αἴ κε πίῃσθα:〉 μητρὸς

### book 260c.2

ἦθος ἀναφαίνεται· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα.

### book 260c.3

πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαι‐

### book 260c.4

ρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ „σπείσῃσ“ (Ζ 259) εἶπεν. ὀνίνησι

### book 260c.5.1

δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ „τὸ γὰρ μένος

### book 260c.5.2

ἐστὶ καὶ ἀλκή“ (Ι 706). b(BCE3E4)T καὶ Ὀδυσσεὺς „ὃς δέ κ’

### book 260c.5.3

ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς / ἀνδράσι δυσμενέεσσι πανη‐

### book 260c.5.4

μέριος πολεμίζῃ, / θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα /

### book 260c.5.5

πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο“ (Τ 167—70). T ὁ δέ,

### book 260c.10.1

ἐπεὶ πραΰνει ὁ οἶνος, b(BCE3E4)T βούλεται δὲ ἄγριος πρὸς τοὺς

### book 260c.10.2

πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει τῶν νεύρων

### book 260c.10.3

καθαπτόμενος, b(BE3E4)T ὥς φησι Λύκος (fr. 260 D.) ἢ ὅτι μετέωρον ἔχει

### book 260c.1

τὸ πνεῦμα ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖος. T

### book 260c.2

ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρο‐

### book 260c.15.1

νήσεως ὑπεκλύει. ἢ τοῖς ἀποκαμοῦσιν μόνον ὠφέλιμος, ὁ δὲ ἔτι ἰσχύει.

### book 260c.15.2

b(BE3E4)T

### book 260d.1

ἔπειτα δὲ καὐτὸς ὀνήσεαι: καὶ πῶς φησι „μή μ’ ἀπο‐

### book 260d.2

γυιώσῃσ“ (Ζ 265); T ἀλλ’ ἔστιν ἐν ὑπερβατῷ· „χερσὶ δ’ ἀνί‐

### book 260d.3

πτοισιν Διῒ λείβειν / ἅζομαι (Ζ 266—7), μή μ’ ἀπογυιώσῃσ“ (Ζ 265).

### book 260d.4

ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπιβλα‐

### book 260d.5

βής. b(BE3E4)T

### book 261a.1

〈ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει:〉 ὡς

### book 261a.2

γραῦς ἀποδέχεται τὴν πόσιν. Til

### book 261b1.1

μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προ‐

### book 261b1.2

θυμοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ κ

### book 261b1.3

μεμαώς· „μεμαὼς πόλιν ἐξαλαπάξαι“ (Δ 40). μέσος παρακείμενος

### book 261b1.4

μέμονα. καὶ ὡς φθείρω φθαρτός, οὕτως μένω ματὸς καὶ αὐτόματος

### book 261b1.5

ἐν συνθέσει. A

### book 261b2.1

μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προ‐

### book 261b2.2

θυμοῦμαι, ὅθεν ὁ παρακείμενος γράφεται μέμακα, ὁ μέσος μέμαα, ἐξ

### book 261b2.3

οὗ καὶ τὸ „μεμαὼς ἀπὸ θυμὸν ὀλέσσαι“ (Ε 852). ἔστι δὲ καὶ μέμονα

### book 261b2.4

ὁ παρακείμενος ἀπὸ τοῦ μένω μενῶ. καὶ ὡς φθείρω φθαρτός, οὕτως

### book 261b2.5

μένω ματὸς καὶ αὐτόματος. b(BCE3)

### book 262a

〈τύνη:〉 ὅτι ἄκρον Δώριον τὸ τύνη. Aim

### book 262b.1

ἔτῃσιν: πολίταις. εὖ δὲ τὸ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ‐

### book 262b.2

κείοις, b(BCE3E4)T ἀλλὰ τῇ πόλει· T ἡγεμόνι γὰρ τοῦτο

### book 262b

πρέπον. b(BCE3E4)T

### book 264a

〈ἄειρε:〉 ἀντὶ τοῦ πρόσφερε, δίδου. Aim

### book 264b.1

μελίφρονα: τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρω‐

### book 264b.2

τέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας. ὁ δὲ βούλεται εἶναι

### book 264b.3

ἄγριος πρὸς τοὺς πολεμίους. b(BCE3E4)T

### book 265.1

μή μ’ ἀπογυιώσῃς 〈μένεος, ἀλκῆς τε λάθωμαι〉: ἡ δι‐

### book 265.2

πλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ γὰρ Ἑκάβη λέγει· „μένος μέγα οἶ‐

### book 265.3

νος ἀέξει“ (Ζ 261), ὁ δὲ Ἕκτωρ μή μ’ ἀπογυιώσῃς μένεος. ἔστι

### book 265.4

δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται. A

### book 266a.1

〈ἀνίπτοισιν:〉 οὕτως Ἀρίσταρχος. ὁ δὲ †ἡρωδιανὸς†

### book 266a.2

διὰ τοῦ η „ἀνίπτῃσιν“. Aim

### book 266b.1

〈ἀνίπτοισιν:〉 ὅτι Ζηνόδοτος γράφει „ἀνίπτῃσιν“. οὐκ

### book 266b.2

ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη. Aint

### book 266c

χερσὶ δ’ ἀνίπτοισιν: ἄμφω τὰς προτάσεις αὐτῆς παραι‐

### book 266c

τεῖται ὁ Ἕκτωρ. b(BCE3E4)T

### book 266d1.1

χερσὶ δ’ ἀνίπτοισιν: ἐδύνατο ὑπὸ τῆς Ἑκάβης ῥᾳ‐

### book 266d1.2

δίως λυθῆναι ἡ πρόφασις Ἕκτορος ὕδωρ αὐτῷ κομισθῆναι κελευού‐

### book 266d1.3

σης, ἵνα πρότερον νίψηται. ἢ οὐ τοῦτο ἦν ἀρχαῖον ἔθος τὸ τὰς χεῖρας

### book 266d1.4

ἀποπλύνασθαι μόνας, ἀλλὰ †τῶι ὅλωι σώματι† ἀπολούεσθαι, ὅπερ

### book 266d1.5.1

οὐκ εὔκαιρόν ἐστιν Ἕκτορι ἐπειγομένῳ. ἀλλὰ πῶς ἐν τοῖς ἑξῆς ἀνί‐

### book 266d1.5.2

πτοις χερσὶν εὔχεται· „Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι /

### book 266d1.5.3

παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ“ (Ζ 476—7); ἢ οὐδὲ τοῦτο ἐναντίον· οὐ

### book 266d1.5.4

γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν

### book 266d1.5.5

γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν λόγων γίνεται. T

### book 266d2.1

ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευσάσης,

### book 266d2.2

ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις. ἀλλ’ οὐ τοῦτο

### book 266d2.3

ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ ὅλον

### book 266d2.4

ἀπολούεσθαι σῶμα, ὅπερ †εὐχερὲς Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν

### book 266d2.5.1

τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· „Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ

### book 266d2.5.2

τόνδε γενέσθαι / παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ“; οὐκ ἔστιν τοίνυν ἐναν‐

### book 266d2.5.3

τίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχε‐

### book 266d2.5.4

σθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.

### book 266d2.5.5

b(BE3E4)

### book 267-8.1

〈οὐδέ πῃ ἔστι—εὐχετάασθαι:〉 αἵματι (268)

### book 267-8.2

τῷ ἐκ πολέμου. | φεύγων δὲ τὴν καταφρόνησιν τῶν θεῶν ἐπέτεινε τὴν

### book 267-8.3

εὐσέβειαν. Til

### book 268a.1

〈αἵματι καὶ λύθρῳ·〉 αἵματι τῷ ἐκ πολέμου, ὁμοίως

### book 268a.2

καὶ λύθρῳ τῷ τῇ κόνει ἐπιμίκτῳ. b(BCE3E4)

### book 268b1.1

εὐχετάασθαι: Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλ‐

### book 268b1.2

λει καὶ ὁ Ἀσκαλωνίτης (p. 48 B.). ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς·

### book 268b1.3

ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρί‐

### book 268b1

την ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι,

### book 268b1.5.1

„λέγεσθαι“ (Ν 275), τίθεσθαι, „ἵστασθαι“ (τ 201), κίχρασθαι, πίμ‐

### book 268b1.5.2

πρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, προπερισπᾶσθαι θέ‐

### book 268b1.5.3

λει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑπο‐

### book 268b1.5.4

φαίνει Αἰολικὸν χαρακτῆρα· ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον

### book 268b1.5.5

α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι

### book 268b1.10.1

τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν

### book 268b1.10.2

βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· „ἀλλ’

### book 268b1.10.3

ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα“ (π 316), „ἐν μεγάροισι δ’

### book 268b1.10.4

ἕκητι σέθεν κακὰ μηχανάασθαι“ (γ 213), „ἄλλοτε μέν σε καὶ αἰτιά‐

### book 268b1.10.5

ασθαι ἄνωγα“ (Κ 120), „καὶ ἑδριάασθαι ἄνωγον“ (γ 35), „μήτε

### book 268b1.15

μνάασθαι ἄκοιτιν“ (α 39). A

### book 268b2.1

εὐχετάασθαι: τὸ δεύτερον α συσταλτέον· τὰ γὰρ εἰς

### book 268b2.2

θαι ἀπαρέμφατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ

### book 268b2.3

παροξυνόμενα μακροπαράληκτα. b(BCE3)T

### book 270a1.1

{ἔρχεο σὺν} θυέεσσι〈ν〉: ἡμεῖς θυμιάματα, Ἀττικοὶ

### book 270a1.2

†θηλύματα†· τὸ δὲ ἔμψυχον ἱερεῦσαι, σφάξαι, ῥέξαι. T

### book 270a2.1

ἃ ἡμεῖς θυμιάματά φαμεν, οἱ δὲ Ἀττικοὶ †θηλύματα†

### book 270a2.2

ἀπὸ τοῦ ἐκθηλύνειν. ἐπὶ δὲ τῶν ἐμψύχων κυρίως τὸ ἱερεῦσαι λέγεται,

### book 270a2.3

ὅ ἐστι σφάξαι. b(BCE3E4)

### book 270a3

τοῖς θυλήμασιν, ὅ ἐστι θυμιάμασιν. Til

### book 270b

〈γεραιάς:〉 γράφεται καὶ „γεραιράσ“. Aint

### book 272.1

〈καί τοι πολὺ φίλτατος αὐτῇ:〉 ἵνα ἐκ προθυμίας ᾖ τὸ

### book 272.2

δῶρον. b(BCE3E4)Til

### book 273

〈ἐπὶ γούνασιν:〉 ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν. Aim

### book 277

〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 278

〈φόβοιο:〉 ὅτι πάλιν φόβον τὴν φυγήν. Aim

### book 280.1

Πάριν μετελεύσομαι: ἵνα μὴ δι’ Ἀνδρομάχην δοκῇ τῆς

### book 280.2

μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων·

### book 280.3

A b (BCE3, E4[bis]) T τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα

### book 280.4

εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώτερα ἡγεῖσθαι. b(BCE3E4)

### book 281-2a1.1

〈αἴ κ’ ἐθέλῃς’ εἰπόντος ἀκουέμεν—Ὀλύμ‐

### book 281-2a1.2

πιος ἔτρεφε πῆμα:〉 ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθές, μᾶλλον δὲ

### book 281-2a1.3

ἐμπαθὲς Ἀλεξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα 〈μὴ〉 μᾶλ‐

### book 281-2a1.4

λον λυπήσῃ αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλ’ ὁ Ὀλύμπιος. b(BC

### book 281-2a1.5

E3E4)

### book 281-2a2

εἰς τὸ ἀπειθὲς Ἀλεξάνδρου. Til

### book 281-2a3

Ὀλύμπιος (282), ἵνα μὴ εἴπῃ σύ. Til

### book 282

γαῖα χάνοι: διασταίη ἡ γῆ—καταπίοι ἡ γῆ. A

### book 283a1.1

〈Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παι‐

### book 283a1.2

σίν:〉 οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ

### book 283a1.3

πόλις οὐχ ἁλωθήσεται. b(BCE3E4)

### book 283a2

οὐκ εἶπε σοί. Til

### book 285a.1

φαίην κε φρέν’ ἄτερ που οἰζύος ἐκλελαθέσθαι: ὅτι

### book 285a.2

τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλε‐

### book 285a.3

λῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοή‐

### book 285a.4

σαντες γράφουσιν „ἀτέρπου“. A

### book 285b1.1

φαίην κε φρέν’ ἀτέρπου: Ζηνόδοτος „φαίην κεν φίλον

### book 285b1.2

ἦτορ“. ἔστι δὲ καὶ ἄλλη γραφὴ „†φαίνῃ περ“. T

### book 285b2

Ζηνόδοτος „〈φαίην κεν〉 φίλον ἦτορ“. Aim

### book 285c1.1

ἄτερ που οἰζύος: ἄτερ †που ἀπολόμενον, ἵνα μὴ ἐπὶ

### book 285c1.2

ἐμοῦ διὰ τὸ φιλάδελφον. ἀλλ’ εἶπεν „ἴδοιμι“ (Ζ 284). οἱ δὲ τὸ γενο‐

### book 285c1.3

μένην ἀκούουσιν. T

### book 285c2.1

εἰ εἶδον, φησίν, αὐτὸν ὀλεσθέντα, ὑπέλαβον ἂν κατὰ φρένα

### book 285c2.2

χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ καίπερ μὴ οὕτως

### book 285c2.3

διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος. b(BCE3E4)

### book 286.1

ὣς ἔφαθ’, ἡ δὲ μολοῦσα: εὔκαιρος ἡ ἀποσιώπησις· οὔτε

### book 286.2

γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ δύναται ὡς μήτηρ, οὔτε ἀπολο‐

### book 286.3

γεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα. b(BCE3E4)T

### book 288.1

〈αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα:〉 ἐν ταῖς

### book 288.2

Ἀριστάρχου φέρεται καὶ ἑτέρως „ἡ δ’ εἰς οἶκον ἰοῦσα παρίστατο

### book 288.3

φωριαμοῖσιν“. Aim

### book 289a1.1

ἔσάν οἱ: ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τό‐

### book 289a1.2

νοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ

### book 289a1.3

οι, ἀλλ’ ἀντωνυμία. A

### book 289a2.1

ἔσάν οἱ: δύο παράλληλοι ὀξεῖαι ὑπὲρ τοῦ 〈μὴ〉 συν‐

### book 289a2.2

εμπίπτειν τὴν οι ἄρθρῳ πληθυντικῷ. T

### book 291a.1

ἤγαγε Σιδονίηθεν: δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοι‐

### book 291a.2

νίκης καὶ Αἰγύπτου ἦλθεν, A b (BCE3)T ὡς καὶ οἱ Ἀργοναῦται

### book 291a.3

διὰ τοῦ Ἴστρου. AT τῆς περιεργίας δὲ Ἀλεξάνδρου τὸ μὴ†

### book 291a.4

ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας. A b (BC

### book 291a.5

E3E4)T

### book 291b.1

〈Σιδονίηθεν:〉 ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν

### book 291b.2

Φοινίκην σημαίνει. Aint

### book 291c

ἐπιπλώς: ἀποκοπή, οὐ συγκοπή. T

### book 292a.1

ἀνήγαγεν: ὅτι τὸν ἐκ Πελοποννήσου ἐπ’ Ἴλιον πλοῦν

### book 292a.2

ἀναγωγὴν λέγει. A

### book 292b.1

ἀνήγαγεν: καλῶς τὸ ἀνήγαγε· b(BE3E4) βορειο‐

### book 292b.2

τέρα γὰρ τῆς Ἑλλάδος ἐστὶν ἡ Ἰλιάς. b(BE3E4)T

### book 293a.1

τῶν ἕν’ ἀειραμένη〈—φέρε δῶρον Ἀθήνῃ〉: οὐ πρεπόντως, φασίν, ἐκ τῆς Ἀλε‐

### book 293a.2

ξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλ’ οὔτε Ἑλένης ὁ πέ‐

### book 293a.3

πλος ἐστὶν οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες. T

### book 293b.1

τῶν ἕν’ ἀειραμένη 〈Ἑκάβη φέρε〉: τὰ σπουδαῖα δι’

### book 293b.2

ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονομοῦσι παρ’ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη

### book 293b.3

τὸν πέπλον ἐκφέρει, ἑτέρωθι (sc. ο 123—8) δὲ ἡ Ἑλένη Τηλεμάχῳ

### book 293b.4

τὸν πέπλον καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (cf. φ 59—60).

### book 293b.5

b(BCE3E4)T

### book 295.1

ἔκειτο δὲ νείατος ἄλλων: ὧν γὰρ ἡ χρῆσις συνεχής, ταῦτα

### book 295.2

καὶ πρόχειρα· b(BCE3E4)T οἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ

### book 295.3

νείατα. b(BCE3E4)

### book 299.1

〈Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:〉 βραχὺ

### book 299.2

διασταλτέον ἐπὶ τὸ Κισσηΐς. Aint

### book 300.1

τὴν γὰρ Τρῶες ἔθηκαν: οὔτε κληρωτοὺς οὔτε ἐκ γένους

### book 300.2

βούλεται τοὺς ἱερεῖς εἶναι οὔτε ἑνὸς ψήφῳ, ἀλλ’ ὃν πλῆθος ἕλοιτο,

### book 300.3

b(BCE3E4)T διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις

### book 300

καὶ προχειρίζουσι τὰς αἰτίας ἀνακύπτειν. b(BCE3E4)

### book 303

〈ἐπὶ γούνασιν:〉 ὅτι πάλιν παρὰ γούνασιν. Aim

### book 304.1

εὐχομένη δ’ ἠρᾶτο: ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔ‐

### book 304.2

χεσθαι δεῖ, οὐκ ἰδίᾳ ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής·

### book 304.3

τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν

### book 304.4

Χρύσην τῷ Ἀπόλλωνι ὑπὲρ τῶν Ἑλλήνων παρόντος τοῦ Ὀδυσ‐

### book 304.5

σέως (cf. Α 446—56). b(BCE3E4)T

### book 305.1

ἐρυσίπτολι: πλεονασμὸς τοῦ ε. παρὰ Καλλιμάχῳ (fr. 626)·

### book 305.2

„†οἱ δὲ τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν“. παρά τισι δὲ ἡ ποιοῦσα ἐρι‐

### book 305.3

πεῖν τὰς πόλεις. ἄμεινον δὲ „ῥυσίπτολι“. AT καὶ οἰκεῖον ταῖς

### book 305.4

περὶ σωτηρίας εὐχομέναις τῆς πόλεως, ὡς καὶ ἐκεῖ „Ἀθηναίῃ ληΐτιδι“

### book 305.5

(Κ 460). A b (BCE3E4)T

### book 307a.1

πρηνέα δὸς πεσέειν: ἕτερα παρὰ τὴν πρόσταξιν (sc.

### book 307a.2

Ζ 96—7. 277—8) εὔχεται· διὸ ἀνανεύει ἡ Ἀθηνᾶ. T

### book 307b.1

Σκαιῶν προπάροιθε πυλάων: ὡς μέχρι τούτων ἐλά‐

### book 307b.2

σαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι

### book 307b.3

εἰς τὴν πόλιν. b(BCE3E4)T

### book 311a.1

ὣς ἔφατ’ εὐχομένη, 〈ἀνένευε δὲ Παλλὰς Ἀθήνη〉:

### book 311a.2

ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ ἠθισμένον· κατὰ μὲν

### book 311a.3

γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων (sc. Α 528). καὶ ἑξῆς

### book 311a.4

δὲ ἐπιλεγομένου „ὣς αἱ μέν ῥ’ εὔχοντο“ (Ζ 312) σαφῶς γίνεται πε‐

### book 311a.5

ρισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ. A

### book 311b.1

ἀνένευε δέ: τῇ γνώμῃ ἀνένευεν ἐπὶ τῇ ἀναιρέσει, ἐπεί τοι

### book 311b.2

παύει Διομήδεα διὰ τῆς Αἴαντος πρὸς Ἕκτορα μονομαχίας. b(BC

### book 311b.3

E3E4)T

### book 313-4.1

πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει 〈/ —αὐ‐

### book 313-4.2

τὸς ἔτευξε〉: ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη

### book 313-4.3

γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλ’ ἑαυτῷ ἐδείματο

### book 313-4.4

οἴκησιν κατ’ ἰδίαν. b(BCE3E4)T

### book 315.1

τέκτονες: τέκτονες οἱ λαοξόοι, b(BCE3E4)T ὅθεν καὶ

### book 315.2

ἀρχιτέκτων. T τὸ δὲ „ἔτευξεν“ (Ζ 314) ἐπεστάτησε (καλλωπιστὴς

### book 315.3

γάρ) καὶ ἴσως πρὸς ζῆλον τῆς Μενελάου οἰκίας, ὥστε, εἰ δυνατὸν ἦν,

### book 315.4

ἥρπασεν ἂν καὶ αὐτήν. b(BCE3E4)T

### book 316a1.1

οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλήν: δῶμα

### book 316a1.2

ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος καὶ αὐλή. ἢ δῶμα τὸν ἀνδρῶνά φησιν. T

### book 316a2.1

οἴκημα αὐτῷ ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς

### book 316a2.2

κοιτωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώ‐

### book 316a2.3

τερον. b(BCE3E4)

### book 317a

〈πόλει ἄκρῃ:〉 ὅτι πάλιν διῃρημένως εἴρηκεν. Aim

### book 317b.1

ἐν πόλει ἄκρῃ: μέχρι νῦν ἴχνη αὐτῶν ἔστιν. τὰ δὲ

### book 317b.2

Ἕκτορος πρυτανεῖά ἐστι νῦν τῇ πόλει. T

### book 319-20

ἔγχος ἔχ’ 〈ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο

### book 319-20.1

δουρός / αἰχμὴ χαλκείη〉: πρὸς ὑπογραμμὸν καὶ προτροπὴν Ἀλε‐

### book 319-20.2

ξάνδρου θρασὺς φαίνεται Ἕκτωρ διὰ τοῦ δόρατος προμηνύων τὴν

### book 319-20.3

ἄφιξιν. ἑνδεκάπηχυ (319) δὲ ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο

### book 319-20.5

καὶ εἰκοσίπηχυ (cf. Ο 678). b(BCE3E4)T

### book 319a.1

〈ἑνδεκάπηχυ:〉 ὅτι ὑφ’ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον·

### book 319a.2

τὸ γὰρ διπλάσιον δύο καὶ εἰκοσίπηχυ (cf. Ο 678). Aim

### book 319b.1

〈ἔχ’〉 ἑνδεκάπηχυ: οἱ μὲν διαιροῦσιν, „ἔχεν“, εἶτα „δε‐

### book 319b.2

κάπηχυ“, οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης (p. 48 B.)

### book 319b.3

οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα (fr. 4 B.) καὶ Ἀλεξίωνα

### book 319b.4

(fr. 31 B.) πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολήν,

### book 319b.5.1

ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγε‐

### book 319b.5.2

ται „δύο καὶ εἰκοσίπηχυ“ (Ο 678). A

### book 320a1.1

πόρκης: ὁ τῆς ἐπιδορατίδος δακτύλιος. b(BCE3)T

### book 320a1.2

πόρκης δὲ διὰ τὸ πείρειν τὸ δόρυ δι’ αὐτοῦ. T

### book 320a2.1

πόρκης: ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον

### book 320a2.2

τοῦ δόρατος, | διὰ τὸ πείρειν τὸ δόρυ δι’ αὐτοῦ. A

### book 321.1

τὸν δ’ εὗρ’ ἐν μεγάροις περικαλλέα τεύχε’ ἕποντα:

### book 321.2

τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ καὶ μόνον οὐχὶ

### book 321.3

πομπῆς χάριν κεκτημένον τὴν σκευήν. b(BCE3E4)T ἄλλως τε

### book 321.4

οὐδὲ ἐν τῇ αὐλῇ ἐστιν, ἀλλ’ ἐν μέσαις ταῖς ἐρίθοις. T

### book 322a.1

ἀσπίδα καὶ θώρηκα, 〈καὶ ἀγκύλα τόξ’ ἁφόωντα〉:

### book 322a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ

### book 322a.3

τόξου τὸ ἁφόωντα. A

### book 322b1.1

ἀσπίδα καὶ θώρηκα, 〈καὶ ἀγκύλα ΤΟΞΑΦΟΩΝ‐

### book 322b1.2

ΤΑ〉: βραχὺ διασταλτέον εἰς τὸ θώρηκα. | τὸ δὲ „φόωντα“ τινὲς λαμ‐

### book 322b1.3

πρύνοντα παρὰ τὸ φῶς. ἢ „ἁφόωντα“ ἀντὶ τοῦ ἐρευνῶντα, ψηλαφῶν‐

### book 322b1

τα. T

### book 322b2.1

βραχὺ διασταλτέον εἰς τὸ θώρηκα, ἵν’ ᾖ πρὸς τὸ „ἕπον‐

### book 322b2.2

τα“ (Ζ 321). b(BCE3E4)

### book 324.1

καὶ ἀμφιπόλοισι 〈περικλυτὰ ἔργα〉 κέλευε: ἐμπρα‐

### book 324.2

κτοτέρα αὕτη Ἀλεξάνδρου. περικλυτὰ δὲ ἔργα κέλευεν ἀντὶ τοῦ

### book 324.3

περὶ τῶν ἔργων. b(BCE3E4)T

### book 325a.1

τὸν δ’ Ἕκτωρ νείκεσσεν 〈ἰδὼν αἰσχροῖς ἐπέεσ‐

### book 325a.2

σιν〉: ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν.

### book 325a.3

A

### book 325.1

αἰσχροῖς: λοιδόροις. b(BCE3E4)T παρ’ ἑαυτοῦ δὲ

### book 325.2

ἐξήνεγκεν ὁ ποιητὴς τὸν στίχον. b(BCE3)T

### book 326a.1

δαιμόνι’, 〈οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ〉:

### book 326a.2

ὅτι ἄπορον, ποῖον χόλον. λύοιτο δ’ ἂν ἐξ ὑποθέσεως. μήποτ’ οὖν

### book 326a.3

ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο. ἀμείβεται γοῦν

### book 326a.4

„οὔτοι ἐγὼ 〈Τρώων〉 τόσσον χόλῳ οὐδὲ νεμέσσει“ (Ζ 335). A

### book 326b1.1

οὐ μὲν καλὰ χόλον: ἀφορμὴν αὐτῷ δίδωσι τῆς ἀργίας·

### book 326b1.2

οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλ’ ὡς ῥᾳθύμου κατηγορεῖ· οὐχ ὑγιῶς, φησίν,

### book 326b1.3

ἐν νῷ ἔχεις τὴν μῆνιν, ἥν σοι οἱ Τρῶες μηνίουσιν (ὡς θελήσαντες αὐτὸν

### book 326b1.4

ἐκδοῦναι Μενελάῳ). ἄλλως τε οὐκ ἔδει ἐπὶ Ἑλένης αὐτὸν λοιδορεῖ‐

### book 326b1.5

σθαι. T

### book 326b2.1

ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας· οὐ γὰρ ὡς

### book 326b2.2

ἀσθενοῦς, ἀλλ’ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ. καί φησιν· οὐχ ὑγιῶς

### book 326b2.3

ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνίουσιν (ὡς θελησάντων

### book 326b2.4

αὐτὸν ἐκδοῦναι Μενελάῳ). ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν

### book 326b2.5

οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλ’ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης

### book 326b2

λοιδορεῖσθαι. b(BCE3E4)

### book 327-8.1

λαοὶ μὲν φθινύθουσι〈— / μαρνάμενοι〉: περι‐

### book 327-8.2

κέκοπται ὁ λόγος· ἐφυλάξατο γὰρ εἰπεῖν· σὺ δὲ καθέζῃ ἀκίνδυνος.

### book 327-8.3

b(BCE3E4)T

### book 327.1

περὶ π〈τ〉όλιν: περὶ πόλιν εἶπε διαφθείρεσθαι τὸν λαόν, ὡς

### book 327.2

ἐγγὺς ὄντος τοῦ δεινοῦ. T

### book 328.1

σέο δ’ εἵνεκ’ ἀϋτή: Μενέλαος δὲ πολεμεῖ πρὸς Ἀλεξάνδρου

### book 328.2

†ἀδίκως†, πρὸς Ἕκτορα ὑπὲρ ἑαυτόν· νυκτὶ γὰρ ἔτι ὑπερασπίζει

### book 328.3

Πατρόκλου (cf. Ρ 563 sq., imprimis 581. 717). T

### book 330a1

〈εἴ τινά που:〉 Ἀρίσταρχος „ὅν τινά που“. Aim

### book 330a2.1

εἴ τινά που {μεθιέντα}: „ὅντινά που“. οὕτως αἱ Ἀρι‐

### book 330a2.2

στάρχου. T

### book 331a.1

ἀλλ’ ἄνα: ἐφυλάξατο ἐπαγαγεῖν τῷ „λαοὶ μὲν“ (Ζ 327)

### book 331a.2

‘σὺ δὲ καθέζῃ‘. T

### book 331b.1

〈πυρὸς δηΐοιο θέρηται:〉 ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις,

### book 331b.2

ὑπὸ πυρός. Aint

### book 331c

〈θέρηται:〉 καυθῇ. Til

### book 335a.1

οὔτοι ἐγὼ Τρώων 〈τόσσον χόλῳ〉: ὅτι σαφὲς γέγονε

### book 335a.2

τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ „δαιμόνι’, οὐ μὲν καλὰ χόλον τόνδ’

### book 335a.3

ἔνθεο θυμῷ“ (Ζ 326). A

### book 335b.1

{οὔτε} νεμέσ〈σ〉ι: διὰ τοῦ ι μακροῦ τὸ νεμέσ〈σ〉ι ὡς

### book 335b.2

Θέτι. T

### book 336a1.1

ἥμην {ἐν θαλάμῳ}: προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ

### book 336a1.2

σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ

### book 336a1.3

ὑπάρχειν, ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν

### book 336a1.4

Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ Περὶ τῶν εἰς μι (fr. 12,

### book 336a1.5

Hrd. 2, 840, 9). ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο. A

### book 336a2.1

δασυντέον τὸ ἥμην, ἀντὶ τοῦ ἐκαθήμην. τινὲς δὲ ψιλοῦσιν

### book 336a2.2

ἀντὶ τοῦ ὑπῆρχον, κακῶς. b(BCE3)T

### book 336b.1

ἄχεϊ προτραπέσθαι: εἶξαι τῇ συμφορᾷ καὶ ἀφησυχά‐

### book 336b.2

σαι. δέον δὲ ἔργοις ἀνανεοῦσθαι τὸ πταῖσμα διὰ ἡσυχίας φησὶν

### book 336b.3

ἀνακτᾶσθαι ἑαυτόν. b(BCE3E4)T

### book 336c.1

〈ἄχεϊ προτραπέσθαι:〉 οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ

### book 336c.2

σχολάσαι τῇ μάχῃ. Aint

### book 336c.1

{ἔθελον δ’} ἄχεϊ προτραπέσθαι: διὰ τὴν λύπην τοῦ δυση‐

### book 336c.2

μερήματος—δὲ εἶξαι. A

### book 337a.1

νῦν δέ με 〈παρειποῦς’ ἄλοχος μαλακοῖς ἐπέεσ‐

### book 337a.2

σιν〉: ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγείοχε τὴν παραμυθίαν, δεῖ δὲ

### book 337a.3

κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο‐

### book 337a.4

λούμενος. A

### book 337a.5.1

νῦν δέ με παρειποῦς’ ἄλοχος: ὡς ἐρῶν κηδεμόνα τῆς

### book 337a.5.2

πόλεως αὐτὴν θέλει δεῖξαι· ἅμα δὲ μειοῖ τὴν παραίνεσιν τοῦ ἀδελ‐

### book 337a.5.3

φοῦ. T

### book 339.1

νίκη δ’ ἐπαμείβεται ἄνδρας: ὡς τὸ „κεῖνον δ’ αὖθις

### book 339.2

ἐγώ“ (Γ 440). b(BCE3)T τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιά‐

### book 339.3

πτει τὸ κατόρθωμα. b(BCE3E4)T | ὁ δὲ δέ ἀντὶ τοῦ γὰρ. T

### book 340-1.1

ἀλλ’ ἄγε νῦν ἐπίμεινον〈— /〉 ἢ ἴθ’ 〈ἐγὼ δὲ

### book 340-1.2

μέτειμι,〉 κιχήσεσθαι δέ ς’ ὀΐω: πρὸς ἀναβολὴν καὶ εὐκαιρίαν

### book 340-1.3

Ἕκτορος. T

### book 342.1

τὸν δ’ οὔτι προσέφη: καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν

### book 342.2

ἠξίωσεν εἰπόντα „νῦν δέ με παρειποῦς’ ἄλοχοσ“ (Ζ 337), ἀλλὰ τῇ

### book 342.3

Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ· b(BCE3E4)T „ἀλλὰ σύ 〈γ’〉

### book 342.4

ὄρνυθι τοῦτον“ (Ζ 363). T

### book 343a

〈προσηύδα μειλιχίοισι:〉 ἐν ἄλλῳ „προσηύδα δῖα γυ‐

### book 343a

ναικῶν“. Aint

### book 343b.1

προσηύδα μειλιχίοισι: προσάγεται αὐτόν· ξυνίησι

### book 343b.2

γὰρ ὡς διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν. b(BCE3E4)

### book 343b.3

T

### book 344.1

δᾶερ 〈ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσησ〉: τῷ

### book 344.2

συγγενικῷ ὀνόματι προσάγεται τὸν Ἕκτορα. ἐπεὶ δὲ δι’ αὐτὴν

### book 344.3

ἀτυχοῦσι Τρῶες, προαναστέλλει τὴν κατηγορίαν καὶ τὴν εὔνοιαν αὐ‐

### book 344.4

τῶν ἐπισπᾶται. b(BCE3E4)T

### book 345.1

ὅτε με πρῶτον τέκε μήτηρ: ὡς παρ’ αὐτὸ τῆς γενέ‐

### book 345.2

σεως εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα.

### book 345.3

b(BCE3E4)T

### book 348a.1

ἀπόερσε: ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς

### book 348a.2

τὸ ρ, ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι φιλεῖ, „ἄρσαντεσ“—οὕτως γὰρ

### book 348a.3

ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, „ἐν δὲ

### book 348a.4

σταθμοὺς ἄρσε“ (φ 45), „ὄρσασ“ (Χ 190 al.), „ὄρσεο, κυλλοπόδιον“

### book 348a.5

(Φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον. A

### book 348b.1

ἀπόερσε: ψιλωτέον τὸ ἔρσε· πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ,

### book 348b.2

ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι θέλει. b(BCE3)T | γίνεται δὲ ἀπὸ

### book 348b.3

τοῦ ἔρρω, „ἔναυλος ἀποέρσει“ (Φ 283). T

### book 348c.1

πάρος τάδε ἔργα γενέσθαι: πιθανῶς παρέδραμε τὴν

### book 348c.2

αἰσχύνην τῶν εἰργασμένων. b(BCE3E4)T

### book 349.1

〈τεκμήραντο:〉 εἰς τέλος ἤγαγον, | διὰ τὸ τέκμωρ. b(BC

### book 349.2

E3E4)Til

### book 350.1

ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος: διδάσκει ὁ ποιητὴς

### book 350.2

τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι. ἡ γοῦν Ἑλένη πλούσιον

### book 350.3

ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασιλέως εὔχεται συνετοῦ γε‐

### book 350

γενῆσθαι γυνή. b(BCE3E4)T

### book 351.1

ᾔδη νέμεσίν τε 〈καὶ αἴσχεα〉: ᾔδει πρὸς τὸ φυλάσσεσθαι

### book 351.2

μὴ ἐμπίπτειν εἰς αὐτά· b(BCE3E4)T „οἶδεν τό γ’ αἰσχρὸν κα‐

### book 351.3

νόνι τοῦ καλοῦ μαθών“ (Eur. Hec. 602). T

### book 352-3.1

οὔτ’ ἂρ 〈νῦν〉 φρένες 〈ἔμπεδοι〉 οὔτ’ ἄρ’ ὀπίσ〈σ〉ω /

### book 352-3.2

〈ἔσσονται〉: οὐδὲ ἐλπίδα ὑποδείκνυσι σωτηρίας. T

### book 353a

〈κέν μιν:〉 γράφεται „καί μιν“. Aint

### book 353b

〈ἐπαυρήσεσθαι:〉 τῆς ἰδίας ἀνοίας δηλονότι. Aint

### book 354a

〈ἀλλ’ ἄγε νῦν:〉 οὕτω νῦν αἱ Ἀριστάρχου. Aint

### book 354b.1

ἕζεο: τὸ μὲν παθητικὸν διὰ τοῦ ε, τὸ δὲ ἐνεργητικὸν διὰ

### book 354b.2

τοῦ ι. T

### book 354-5a.1

ἀλλ’ ἄγε νῦν εἴσελθε〈—, /〉 δᾶερ: τὸ συνεχὲς

### book 354-5a.2

τοῦ λόγου ἐκεῖνο ἦν „δᾶερ ἐμεῖο κυνὸσ“ (Ζ 344) εἴσελθε καὶ ἕζεο

### book 354-5a.3

(354). μέσα δὲ παρενθεῖσα πλείονα ἀπ’ ἄλλης ἀρχῆς ἤρξατο, ἀλλ’

### book 354-5a.4

ἄγε νῦν εἴσελθε καὶ ἕζεο (354). b(BCE3E4)T τὸ δὲ δᾶερ

### book 354-5a.5

(355) ἕνεκα φιλοφροσύνης ἐπαναλαμβάνει. b(BE3E4)T

### book 354-5b.1

ἀλλ’ ἄγε νῦν εἴσελθε〈—, / δᾶερ〉: μέχρι γὰρ τῆς

### book 354-5b.2

αὐλῆς προεληλύθει, φιλοφρονητικὸν δὲ τοῦτο. b(BCE3E4)T

### book 355a1.1

δᾶερ, ἐπεί σε μάλιστα: τὸ δᾶερ ὡς „ἆνερ“ (Ω 725)·

### book 355a1.2

τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί. τὴν δὲ σέ ἀντωνυμίαν ὀξυτονοῦσι,

### book 355a1.3

τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι

### book 355a1.4

ἀντιδιασταλτική ἐστιν νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις

### book 355a1.5.1

ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν

### book 355a1.5.2

ἐστι· τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς

### book 355a1.5.3

ἀεί, μὴ ἐπιφερομένου συνδέσμου, „ἐπεί ς’ εἴασεν Ἀχιλλεύσ“ (Ω 684)

### book 355a1.1

„ἐπεί σε πρῶτα κιχάνω“ (ν 228), „ἐπεί σε φυγὼν ἱκέτευσα“ (ο 277),

### book 355a1.2

„ἐπεί σε λέοντα“ (Φ 483). οὕτως δὲ καὶ ἐπεί σε μάλιστα πόνος

### book 355a1.10.1

φρένας. καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως

### book 355a1.10.2

ἀνεγνωκότες, πιθανῶς πάνυ· διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσω‐

### book 355a1.10.3

πον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ

### book 355a1.10.4

αἰτιατική, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική

### book 355a1.10.5

ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ

### book 355a1.15.1

ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε· „Ἕκτορ, ἐπεί με κατ’ αἶσαν“

### book 355a1.15.2

(Γ 59), „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). τούτῳ τοίνυν τῷ λόγῳ

### book 355a1.15.3

πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς

### book 355a1.15.4

ἐπεί σε μάλιστα. A

### book 355a2.1

ἐπεί σε μάλιστα: ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ σέ

### book 355a2.2

ἀντωνυμία, καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι. ἡ δὲ συνήθεια ἐγκλιτικῶς

### book 355a2.3

ἀνέγνω. b(BCE3)T

### book 356.1

εἵνεκ’ ἐμεῖο κυνός: Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν

### book 356.2

Ἀλεξάνδρῳ· „σέο“ γάρ φησιν „εἵνεκ’ ἀϋτή τε †πόλεμός† τε“ (Ζ 328).

### book 356.3

ἡ δὲ τὴν αἰτίαν τοῦ πολέμου καὶ εἰς ἑαυτὴν φέρει προκαταλαμβάνουσα

### book 356.4

τὴν αἰτίαν Ἕκτορος. b(BCE3E4)T

### book 357a1.1

οἷσιν ἐπὶ Ζεὺς θῆκε: ὁ Ἀσκαλωνίτης (p. 48 B.) ἀνα‐

### book 357a1.2

στρέφει, ἵν’ ᾖ ἐφ’ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκε〈ν〉· οὕτως γὰρ

### book 357a1.3

βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 5 B.)· ἢ περισσὴν λαμβάνειν

### book 357a1.4

τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφήσεται, δι’ ὃν εἴπομεν λόγον (sc. ad

### book 357a1.5.1

Δ 423)· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων (fr. 32 B.). οὐδὲν μέντοι

### book 357a1.5.2

κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκα‐

### book 357a1.5.3

στικόν. A

### book 357a2.1

Πτολεμαῖος ἀναστρέφει τὴν ἐπί πρόθεσιν, b(BCE3)Til

### book 357a2.2

Ἡρακλέων δὲ οὔ. b(BE3)T

### book 357b

〈Ζεύς:〉 ἰᾶται τὰ πταίσματα, b(BE3)Tt εἰς τὸν Δία

### book 357b

ἀνάγουσα τὴν αἰτίαν. Tt

### book 358.1

πελώμεθ’ ἀοίδιμοι: λεληθότως αὔξει τὴν ποίησιν.

### book 358.2

b(BE3)T

### book 360a.1

φιλέουσά περ: πιθανῶς προσέθηκε τὸ φιλέουσα, ἵνα

### book 360a.2

μὴ ὑπ’ ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι. b(BCE3E4)T

### book 360b.1

〈οὐ δέ με πείσεις:〉 ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με

### book 360b.2

πείσεις. Aim

### book 362a.1

〈Τρώεσς’:〉 τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνε‐

### book 362a.2

ται. Aim

### book 362b.1

οἳ μέγ’ ἐμεῖο ποθὴν 〈ἀπεόντοσ〉 ἔχουσιν: στρατιω‐

### book 362b.2

τικὸν τὸ τῆς ἀλαζονείας καὶ κατὰ τὸν Ἕκτορα. b(BCE3E4)T

### book 362c

〈ποθήν:〉 τὸ ποθήν ὡς κριθήν. Aint

### book 363.1

ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον: οὐκ ἠξίωσεν αὐτῷ διαλέξα‐

### book 363.2

σθαι τὸ πᾶν ἐπιτρέποντι τῇ γυναικί. b(BCE3E4)T

### book 364a1.1

ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος: ὡς τάχιστα διαλεξόμενος

### book 364a1.2

τῇ γυναικί. T

### book 364a2.1

ἐδήλωσεν ὅτι οὐ χρονίσει ἐν τῷ τῇ γυναικὶ ὁμιλεῖν.

### book 364a2.2

b(BCE3E4)

### book 365-6.1

ὄφρα ἴδωμαι / οἰκῆας: τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς

### book 365-6.2

γὰρ ἐλθόντα μὴ ἰδεῖν. προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα. b(BCE3

### book 365-6.3

E4)T

### book 366

〈οἰκῆας:〉 οἰκέτας. Aim

### book 367a.1

οὐ γάρ τ’ οἶδ’, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι: τὸ

### book 367a.2

τέλειον ‘οὐ γάρ τε οἶδα‘. Aim b (BCE3E4)T πολεμικὸς δὲ ὢν †ὁ

### book 367a

μὲν† τὸ τῶν πολεμικῶν κινδύνων ἄδηλον. b(BCE3E4)T

### book 367b.1

{οὐ γάρ τ’ οἶδ’ εἰ} ἔτι σφιν {ὑπότροπος ἵξομαι αὖτις}:

### book 367b.2

οὕτως {εἰ} ἔτι σφιν, εἷς τόνος. καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι

### book 367b.3

ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ „ὅθί σφισι πέφραδ’

### book 367b.4

Ἀχιλλεύσ“ (Ψ 138), „ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων“

### book 367b.5.1

(Ξ 134). | σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη, ὡς ἐν ἄλλοις (sc.

### book 367b.5.2

ad Β 255) ὁ Ἡρωδιανὸς λέγει (2,57,18). A

### book 370a

〈εὖ ναιετάοντας:〉 ὅτι ἀντὶ τοῦ εὖ ναιομένους. Aim

### book 370b.1

δόμους εὖ ναιετάοντας: διὰ τὴν τῶν δεσποτῶν πρό‐

### book 370b.2

νοιαν· ἐπὶ δὲ Ἀλεξάνδρου (sc. Ζ 314) „καλά“. b(BCE3E4)T

### book 371.1

οὐδ’ εὗρ’ Ἀνδρομάχην: ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς

### book 371.2

ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον, ἅμα δὲ καὶ †κρίνειν†

### book 371.3

τὸν ἀκροατήν, εἴγε Ἑκάβην μὲν εὗρε καὶ Ἑλένην, ἀπῄει δὲ κατηφὴς

### book 371.4

τῶν φιλτάτων †οὐκ ἀπολλυμένων†, ἐν δὲ τῷ τείχει παραδόξως συν‐

### book 371.5

τυγχάνει αὐτοῖς. b(BCE3E4)T

### book 373a.1

〈ἐφειστήκει:〉 Ἀρίσταρχος χωρὶς τοῦ ι „ἐφεστήκει“.

### book 373a.2

Aim

### book 373b.1

〈γοόωσά τε μυρομένη τε:〉 ἐκ παραλλήλου τὸ αὐτό.

### book 373b.2

Aint

### book 373c.1

πύργῳ ἐφεστήκει 〈γοόωσά τε μυρομένη τε〉: τὴν

### book 373c.2

αἰτίαν τῆς ἐξόδου φησί, παραμυθούμενος ἡμᾶς συναχθομένους τῷ

### book 373c.3

Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον τῷ πατρὶ προτεῖναι τὸν παῖδα

### book 373c.4

διὰ τὸ ῥιψοκίνδυνον. b(BCE3)T

### book 377

πῇ ἔβη Ἀνδρομάχη λευκώλενος: τοῦ ποιητοῦ τὸ ἐπί‐

### book 377

θετον, οὐ τοῦ προσώπου. b(BCE3E4)T

### book 378a.1

ἠέ πῃ ἐς γαλόων: τὰς αἰτίας φησί, δι’ ἃς προϊέναι τὰς

### book 378a.2

σώφρονας δεῖ. b(BCE3E4)T

### book 378b

〈εἰνατέρων:〉 εἰνάτερες αἱ τῶν ἀδελφῶν γυναῖκες. Til

### book 383.1

οὔτε πῃ ἐς γαλόων: ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται

### book 383.2

ὑπὲρ αὐτῆς ἡ θεράπαινα ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ

### book 383.3

νῦν διὰ φιλανδρίαν, ἵνα οἰκτίσῃ μᾶλλον αὐτὴν ὁ Ἕκτωρ. b(BCE3

### book 383.4

E4)T

### book 389a.1

μαινομένῃ εἰκυῖα: ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβακχεῦ‐

### book 389a.2

σθαι τῇ προόδῳ. b(BCE3E4)T

### book 389b.1

φέρει δ’ ἅμα παῖδα τιθήνη: ἢ ὅτι ὑποτίτθιος ὁ παῖς

### book 389b.2

ἦν, ἢ ἐπεὶ ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας. b(BCE3E4)T

### book 390.1

ὁ δ’ ἀπέσσυτο δώματος Ἕκτωρ: οὐκ ἀποκρίνεται ὑπὸ

### book 390.2

θυμοῦ. εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα. καὶ ἔστιν ἰδεῖν ἀντικείμενα

### book 390.3

τὰ πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν ἡδέων τὴν βοήθειαν

### book 390.4

τῶν πολιτῶν, Ἀλεξάνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου. b(BCE3

### book 390.5

E4)T

### book 392.1

〈εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ:〉 μετὰ τὸ

### book 392.2

διελθεῖν τὰς λεωφόρους πρὸς τέλει ἐλθών. b(BCE3E4)Til τοῦτο δέ

### book 392.3

φησιν, b(BCE3) ἵνα ἀγωνιώτερος ὁ ἀκροατὴς γένηται. b(BCE3)

### book 392.4

Til

### book 393

τῇ ἄρ’ ἔμελλε διεξίμεναι: ἐῴκει αὐτῷ, καὶ ἐδόκει ἡ γυνὴ

### book 393

προεληλυθέναι. T

### book 394a.1

ἔνθ’ ἄλοχος πολύδωροσ〈—θέουσα〉: ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος

### book 394a.2

ὡς ἐκεῖθεν ὀψομένη τὸν Ἕκτορα, b(BCE3E4)T ὡς δῆλον ἐκ τοῦ

### book 394a.3

„πύργῳ ἐφεστήκει“ (Ζ 373). T οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε

### book 394a.4

ἐπανέρχεται καὶ ἰδοῦσα ἐξιέναι μέλλοντα προστρέχει, ἵνα αὐτὴν μὴ

### book 394a.5

φθάσῃ παραλλάξαι. b(BCE3E4)T

### book 394a.1

〈πολύδωρος:〉 πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα.

### book 394a.2

Aim

### book 394b1.1

ἦλθε θέουσα: μὴ προεξελθεῖν φθάσῃ Ἕκτωρ. δείκνυσι

### book 394b1.2

δὲ τὸ φίλανδρον τῆς Ἀνδρομάχης. T

### book 394b2.1

διὰ τοῦτο γὰρ ἔθει πάντως, ἵνα μὴ ἐξελθεῖν φθάσῃ. b

### book 394b2.2

(BCE3E4)

### book 395-6a.1

Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίω‐

### book 395-6a.2

νος, 〈/ Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ〉: τὸ Ἠετίων (396) εἰ

### book 395-6a.3

μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς

### book 395-6a.4

ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦ‐

### book 395-6a.5.1

τα, δύναται εἶναι ὁ λόγος κατὰ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος

### book 395-6a.5.2

(395), ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ. A

### book 395-6b.1

μεγαλήτορος Ἠετίωνος, / Ἠετίων: „οἵη περ φύλ‐

### book 395-6b.2

〈λ〉ων γενεή〈— /〉 φύλλα“ (Ζ 146—7). T

### book 396a.1

Ἠετίων, ὃς ἔναιεν: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι

### book 396a.2

πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον. A

### book 396b.1

Ἠετίων: ἐνήλλακται ἡ πτῶσις. τινὲς δὲ Ἠετίων〈α〉 τὸ

### book 396b.2

τέλειόν φασιν ἀντὶ γενικῆς, ὡς τὸ „ἆσσον ἰόνθ’ ὅτε κέν τοι“ (Α 567). T

### book 396b

ὃς ἔναιεν ὑπὸ Πλάκῳ: Γράνικος, οἱ δὲ—ἐκάλεσεν. ἡ

### book 396b

ἱστορία παρὰ Δικαιάρχῳ (fr. 53 We.). A

### book 397a.1

Θήβῃ Ὑποπλακίῃ: †ἀνδράμυς τις Πελασγὸς ἀφικόμε‐

### book 397a.2

νος εἰς τὴν Ἴδην τὴν ἐν Κιλικίᾳ κτίζει πόλιν †ἀδραμύστειαν† καλου‐

### book 397a.3

μένην. ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ

### book 397a.4

βουλομένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν ὑπὸ τὸ Πλάκιον τῆς Κιλικίας

### book 397a.5

πόλιν κτίσας Θήβην αὐτὴν ὠνόμασεν. b(BCE3)T

### book 397b.1

ἄλλως· Ἐριθήλας καὶ Λέβης οἱ Ἀστάκου ἀπαρχὰς εἰς

### book 397b.2

Φοινίκην ἀπὸ Θήβης φέροντες ἐξώσθησαν καὶ †οἰκήσαντες ἔκτισαν†

### book 397b.3

αὐτὴν καθ’ ὁμωνυμίαν. T ὑπέρκειται δὲ αὐτῆς πλακῶδες ὄρος

### book 397b.4

συνεχεῖς ἔχον πέτρας b(BCE3E4)T προσπιπτούσας ἀλλήλαις.

### book 397b.5.1

ἄλλοι δὲ οὗτοι παρὰ τοὺς Σύρους Κίλικας ὑπὸ τὴν Ἴδην καὶ Πήδασον

### book 397b.5.2

ὄντες. T

### book 398a.1

〈ἔχεθ’ Ἕκτορι:〉 ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος· ἡ γὰρ

### book 398a.2

γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει. Aint

### book 398b.1

τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι: ἐπὶ ἀνδρὸς „θύ‐

### book 398b.2

γατρ’ εἶχε ξανθὴν Ἀγαμήδην“ (Λ 740), ὡς ἐγάμει καὶ ἐγαμεῖτο. T

### book 400a.1

{παῖδ’ ἐπὶ} κόλπῳ: ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν.

### book 400a.2

εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· „κόλπον ἀνιεμένη“

### book 400a.3

(Χ 80). A

### book 400b.1

〈ἀταλάφρονα:〉 μὴ δυνάμενον τλῆναι κακοπάθειαν.

### book 400b.2

b(BE3)Til

### book 400b.1

〈ἀταλάφρονα:〉 ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι

### book 400b.2

καὶ κακοπαθεῖν. Aint

### book 400c

〈νήπιον αὔτως:〉 οὕτως ὡς οἱ παῖδες. Ail

### book 401.1

Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ: προ‐

### book 401.2

παραδίδωσιν ἡμῖν τὸ χάριεν τοῦ παιδός, ἵνα προσανέχωμεν αὐτῷ τὸν

### book 401.3

νοῦν, ὅταν εἴπῃ τὸ „οὗ παιδὸς †ὠρέξατο“ (Ζ 466). πρέπον δὲ παιδίῳ

### book 401.4

τὸ μὴ ἡλίῳ ἢ σελήνῃ, ἀλλ’ ἀστέρι αὐτὸν εἰκάσαι. b(BCE3E4)T

### book 402-3a.1

τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, 〈αὐτὰρ

### book 402-3a.2

οἱ ἄλλοι / Ἀστυάνακτα〉: ἄμφω πρέποντα· ὁ μὲν οὐ βουλόμενος

### book 402-3a.3

ὀνειδίζειν τοῖς ὑποτεταγμένοις ἣν παρεῖχεν αὐτοῖς σωτηρίαν, ἀπὸ τοῦ

### book 402-3a.4

ἐγχωρίου Σκαμάνδρου καλεῖ τὸν υἱόν, οἱ δὲ Τρῶες, ἀνθ’ ὧν ἐφύλαττεν

### book 402-3a.5.1

αὐτοὺς ὁμολογοῦντες χάριν, Ἀστυάνακτα καλοῦσιν αὐτὸν οἰκείαν

### book 402-3a.5.2

θέμενοι τὴν προσηγορίαν· καὶ γὰρ ὁ Ἕκτωρ οὕτως ἐκαλεῖτο διὰ τὸ

### book 402-3a.5.3

ἔχειν „ἀλόχους κεδνὰς b(BCE3E4)T καὶ νήπια τέκνα“ (Ω

### book 402-3a.5.4

730). T

### book 402-3b.1

αὐτὰρ οἱ ἄλλοι / Ἀστυάνακτα: προτρέπει ἡμᾶς ἐπ’

### book 402-3b.2

ἀρετήν, δι’ ὧν καὶ παισὶν αἴτιοι εὐκλείας οἱ ἀγαθοί. b(BCE3E4)T

### book 402

〈καλέεσκε Σκαμάνδριον:〉 σημείωσαι τὸ μέτρον. Aint

### book 403.1

〈Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ:〉 ὅτι

### book 403.2

παρετυμολογεῖ. Aim

### book 404a.1

ἤτοι ὁ μὲν μείδησεν: πατρικὸν ἦθος δείκνυσιν ὁ ποι‐

### book 404a.2

ητής· προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν

### book 404a.3

συνιέντας λόγους, γνωρίζοντας δὲ ἤδη τὴν ὄψιν. b(BE3E4)T

### book 404b.1

ἤτοι ὁ μὲν μείδησεν 〈ἰδὼν〉 ἐς παῖδα σιωπῇ: ἡρωϊ‐

### book 404b.2

κὸν καὶ μεγαλοφυὲς τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ ταῖς γυναιξὶ

### book 404b.3

δοκοῦσι τοὺς παῖδας φιλοφρονοῦντες· σύνδεσμος γὰρ ἀνδρῶν καὶ γυ‐

### book 404b

ναικῶν ἡ παιδοποιΐα. b(BE3E4)T

### book 405.1

δακρυχέουσα: ἤδη προεδίδαξε, τί μέλλει λεχθῆναι. πιθα‐

### book 405.2

νὸν δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρᾶς κλαίειν τὴν γυναῖκα. γραφικῶς

### book 405.3

δὲ ὁ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἡ δὲ δακρύουσα παρέστηκεν

### book 405.4

αὐτῷ. b(BCE3E4)T

### book 406.1

〈φῦ χειρί:〉 τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ

### book 406.2

τὸ φῦ χειρί. b(BCE3E4)Til

### book 407a.1

φθίσει σε τὸ σὸν μένος: διὰ τὴν φιλοστοργίαν πέπει‐

### book 407a.2

σται αὐτὸν ὑπερέχειν Ἑλλήνων καὶ οὐ τοσοῦτον τοῖς πολεμίοις εὐ‐

### book 407a.3

χείρωτον εἶναι, ὅσον ἑαυτῷ διὰ τὸ ῥιψοκίνδυνον. b(BCE3E4)T

### book 407b.1

〈δαιμόνιε,〉 φθίσει σε τὸ σὸν μένος: θαυμάζει τὴν

### book 407b.2

ἰσχύν, οὐκ ἐπαινεῖ δὲ τὸ θράσος. οὔτε δὲ „Ἕκτορ“ (ut Ζ 429) οὔτε

### book 407b.3

„ἆνερ“ (ut Ω 725) φησίν, ἀλλὰ δαιμόνιε, ᾧ παρεμφαίνει θυμόν τε

### book 407b.4

καὶ εὔνοιαν. b(BCE3E4)T

### book 407-8.1

οὐδ’ ἐλεαίρεις / παῖδά τε νηπίαχον: τοιαύτη τίς

### book 407-8.2

ἐστιν, οἵα ἂν μήτηρ ἐκ πολλῶν παίδων ἐφ’ ἑνὶ σαλεύουσα. T

### book 408.1

〈καὶ ἔμ’ ἄμμορον:〉 ὅτι τινὲς γράφουσι „καὶ ἐμὸν μόρον“,

### book 408.2

οὐκ εὖ. Aim

### book 409.1

〈σεῦ ἔσομαι:〉 οὐ τῇ κοινῇ χηρείᾳ ἄχθεται, ἀλλὰ τῇ Ἕκτο‐

### book 409.2

ρος. b(BE3E4)Til

### book 410a1.1

〈πάντες ἐφορμηθέντες:〉 ἕνα ἕκαστον ἥττω αὐτοῦ

### book 410a1.2

ἡγεῖται. Til

### book 410a2.1

ἕνα γὰρ ἕκαστον αὐτοῦ ἥττονα ἡγεῖται αὕτη. b(BCE3

### book 410a2.2

E4)

### book 411a1.1

〈σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι:〉 φίλανδρον τὸ

### book 411a1.2

ἦθος. ἡ δὲ ἀντωνυμία ἦθος κινεῖ παραληφθεῖσα πολλάκις. Til

### book 411a2

†φιλάδελφον† τὸ ἦθος αὐτῆς. ἡ δὲ ἀντωνυμία πολλάκις

### book 411a2

παραληφθεῖσα πάθος καὶ ἦθος κινεῖ. b(BCE3E4)

### book 411-2a1.1

οὐ γὰρ ἔτ’ ἄλλη / ἔσται θαλπωρή: περιπαθῶς

### book 411-2a1.2

συναπολεῖσθαί φησι τῷ Ἕκτορι πάντα αὐτῆς τὰ καλά, καὶ τὸ κοινότα‐

### book 411-2a1.3

τον ἀνθρώπων ἁπάντων ἀφαιρεθήσεσθαι, τὴν ἐλπίδα. T

### book 411-2a2.1

περιπαθῶς φησιν ὅτι ἅμα σοὶ πάντα τὰ ἐμοὶ ἀπολοῦνται

### book 411-2a2.2

καλά, ἀλλὰ καὶ τὸ κοινότατον πάντων ἀνθρώπων ἀφαιρεθήσεται, ἡ

### book 411-2a2.3

ἐλπίς. b(BCE3E4)

### book 412.1

πότμον ἐπίσπῃς: ὑπὸ τοῦ πότμου καταληφθήσῃ. b

### book 412.2

(BCE3E4)Til

### book 413.1

〈οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ:〉 οἶκτον ἐπά‐

### book 413.2

γεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν· ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς

### book 413.3

ἡμῶν μόνον ἠρτημένους. b(BE3E4)Til

### book 414a.1

ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς:

### book 414a.2

διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισμὸς τοῦ

### book 414a.3

συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσι

### book 414a.4

καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν. A

### book 414b.1

ἤτοι γὰρ πατέρ’ ἁμόν: οὐκ ἀγνοοῦντι διαλέγεται, ἀλλ’

### book 414b.2

ἐκ πάντων τῶν οἰκείων αὔξουσα Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι

### book 414b.3

καὶ πρὸς εἰδότας λέγειν τὸ μῆκος τοῦ λόγου. τὸ δὲ ΑΜΌΝ ἐν μὲν τῇ

### book 414b.4

Ἰλιακῇ προσῳδίᾳ (2,57,19) φησὶν ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι

### book 414b.5.1

ἀπὸ τοῦ ἁμέτερον, ἐν δὲ Ἐπιμερισμῷ (fr. 8 L.) φησιν ὅτι ἀπὸ τοῦ

### book 414b.5.2

ἐμόν ἐκτέταται τὸ ε εἰς α μακρόν, b(BE3E4)T ὡς τὸ αἴ κα, „αἴ

### book 414b.5.3

κα τῆνος ἕλῃ“ (Theocr. 1, 4). T

### book 414c

ἁμόν: Δημήτριός (fr. 7 = 48 St.) φησιν ἀντὶ τοῦ ἐμόν·

### book 414c

διὸ καὶ ἄντικρυς ψιλοῖ. | πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ

### book 414c

τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος (cf. pron. 112, 3). A

### book 415a

〈εὖ ναιετάωσαν:〉 ὅτι ἀντὶ τοῦ εὖ ναιομένην. Aint

### book 415b1.1

〈ναιετάωσαν:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ναιετόωσαν“.

### book 415b1.2

Aim

### book 415b2

„ναιετόωσαν“ διὰ τοῦ ο. Til

### book 417a.1

οὐδέ μιν ἐξενάριξε: ὅτι διδάσκει, τί τὸ ἐξενάριξεν·

### book 417a.2

ἐπιφέρει γὰρ „ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσιν“ (Ζ 418). A

### book 417b

〈ἐξενάριξε:〉 ἐσκύλευσε. Aim

### book 415c.1

〈οὐδέ μιν ἐξενάριξε:〉 ὡς τίμιον καὶ βασιλικόν. οὐ πε‐

### book 415c.2

ριττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέ‐

### book 415c.3

μιος b(BCE3E4)Til 〈ὢν〉 καὶ κτείνας. Til

### book 419

〈ἠδ’ ἐπὶ σῆμ’ ἔχεεν:〉 καὶ τάφον ἔχωσεν. Aim

### book 422a1.1

{οἱ μὲν πάντες} ἰῷ {κίον}: ἰῷ ὡς σοφῷ Ἀρίσταρχος, καὶ

### book 422a1.2

ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις. ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι

### book 422a1.3

ὅτι τὸ ἴα βαρυτόνως ἀνέγνω ὁ ἀνὴρ καὶ τὸ μία, „οὐδ’ ἴα γῆρυσ“ (Δ

### book 422a1.4

437) καὶ „μία δ’ οἴη“ (Σ 565). τὰς μέντοι δοτικὰς περιέσπασεν „ἰῇ

### book 422a1.5.1

ἄρα γινόμεθ’ αἴσῃ“ (Χ 477) καὶ „ἰῇ δ’ ἐν νυκτὶ γένοντο“ (Σ 251). καί

### book 422a1.5.2

φασί γε τὸ τοιοῦτο εἶδος Ἰώνων εἶναι. τινὲς δὲ ἐτόλμησαν λέγειν αὐτὸ

### book 422a1.5.3

Ἀττικόν, λέγω δὲ 〈τὸ〉 ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβασμὸν

### book 422a1.5.4

γίνεσθαι τόνου. οὕτως οὖν καὶ „μέσην ἐς ἄγυιαν“ (Υ 254) ἀνέγνω,

### book 422a1.5.5

„ἐϋκτιμένασ“ δὲ „κατ’ ἀγυιάσ“ (Ζ 391). μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ

### book 422a1.10.1

ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ

### book 422a1.10.2

τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. A

### book 422a2.1

ἰῷ {κίον ἤματι}: τὰς μὲν εὐθείας τούτων βαρέως ἀναγι‐

### book 422a2.2

νώσκει ὁ Ἀρίσταρχος, τὰς δὲ δοτικὰς περισπωμένως, ἴα ἰῇ, μία μιᾷ,

### book 422a2

ἴον ἰῷ. T

### book 423.1

〈πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς:〉

### book 423.2

λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου φοβεῖσθαι τὸν Ἀχιλλέα. b

### book 423.3

(BCE3E4)Til

### book 428a.1

πατρὸς δ’ ἐν μεγάροισι: μητροπάτορος· ἐτεθνήκει γὰρ

### book 428a.2

Ἠετίων. b(BCE3E4)T

### book 428b.1

〈βάλ’ Ἄρτεμις ἰοχέαιρα:〉 αἰφνιδίως ἐτελεύτησε·

### book 428b.2

τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτε‐

### book 428b.3

μιν. Aim

### book 429.1

Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατήρ: τὸ σχῆμα καλεῖται

### book 429.2

σχέσις. ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς. b(BCE3E4)T

### book 430.1

θαλερός: ἀγαπητός· „τοιόνδε θάλοσ“ (ζ 157), ἀγάπημα.

### book 430.2

b(BCE3E4)T

### book 431.1

ἀλλ’ ἄγε, νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ: ἡ

### book 431.2

μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἡ δὲ ὡς ῥιψο‐

### book 431.3

κίνδυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ (οἶδε γὰρ ὅτι οὐ

### book 431.4

πείσει), ἀλλ’ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολε‐

### book 431.5

μίους, ὅθεν καὶ σωθήσεται. b(BCE3E4)T

### book 432

θήῃς: οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς. AimT

### book 433-9.1

λαὸν δὲ στῆσον παρ’ ἐρινεόν〈—καὶ ἀνώ‐

### book 433-9.2

γει:〉 ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ (439) ἤ νυ καὶ αὐτῶν θυ‐

### book 433-9.3

μός, ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ

### book 433-9.4

Ἕκτορι. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ

### book 433-9.5.1

τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδ’ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ

### book 433-9.5.2

τείχους. καὶ ὁ Ἕκτωρ πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων· „ἦ καὶ ἐμοὶ

### book 433-9

τάδε πάντα“ (Z 441). A

### book 433.1

λαὸν δὲ στῆσον παρ’ ἐρινεόν: οὐ πρέποντα τὰ τῆς

### book 433.2

ὑποθήκης γυναικί. ἀλλ’ εἰ καὶ γυναικὶ μὴ πρέπει, τῇ γε Ἀνδρομάχῃ

### book 433.3

πρέπει, ἐπεὶ καὶ οὐχ ἱπποκομεῖν γυναικός, ἡ δὲ Ἀνδρομάχη τοῖς

### book 433.4

Ἕκτορος καὶ πυρὸν παρατίθησι καὶ κεράσασα οἶνον (cf. Θ 186—90),

### book 433.5.1

ὡς φίλανδρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα. b(BC

### book 433.5.2

E3E4)T μείνασα δὲ χρόνον ἐπὶ τοῦ τείχους εἶδεν. T

### book 434a.1

〈ἀμβατός:〉 οὕτως Ἀρίσταρχος ἀμβατός. AimTil

### book 434a.2

Καλλίστρατος (p. 316, 26) δὲ διὰ τοῦ η „ἀμβατή.“ AintTil

### book 434b1.1

ἀμβατός ἐστι πόλις: πέπλασται πρὸς τὸ ἀποστῆσαι

### book 434b1.2

τὸν ἄνδρα τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ αὐτῶν ὁ Ἕκτωρ. T

### book 434b2.1

περίπλασμά τι τοῦτό ἐστιν, ὅπως αὐτὸν ἀποστήσῃ τοῦ

### book 434b2.2

πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ τούτου. b(BCE3E4)

### book 435a

τῇ γ’ ἐλθόντες: γράφεται καὶ διὰ τοῦ δ καὶ διὰ τοῦ γ. Aim

### book 435b1.1

τρὶς γὰρ τῇδ’ ἐλθόντες: διὰ τί, φασί, τοῦτο οὐ συνεῖ‐

### book 435b1.2

δεν ὁ Ἕκτωρ; ἀλλὰ συνεῖδεν· φησὶ γὰρ „ἦ καὶ ἐμοὶ τάδε πάντα

### book 435b1.3

†μέλλει†, γύναι“ (Ζ 441). T

### book 435b2

διὰ τί δέ, φασίν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν οὖν

### book 435b2

ὅτι συνεῖδεν· „ἐμοί“, γάρ φησι, „τάδε πάντα μέλει, γύναι.“ b(BCE3E4)

### book 436-7.1

ἀμφ’ Αἴαντε δύω〈—Τυδέος ἄλκιμον υἱόν〉:

### book 436-7.2

περιειργάσατο τὰ ὀνόματα παρά τινος. ἅμα δὲ θέλει ὁ ποιητὴς καὶ

### book 436-7.3

δηλῶσαί τι τῶν μετὰ τὴν Γλαύκου καὶ Διομήδους μάχην γεγονότων.

### book 436-7.4

b(BCE3E4)T

### book 437a1.1

{ἠδ’ ἀμφ’} Ἀτρείδας: ὁ Ἰξίων (fr. 30 St.) ἐν τῷ Πρὸς

### book 437a1.2

τοὺς ἠθετημένους „Ἀτρείδα“ προφέρεται δυϊκῶς. A

### book 437a2

Ἰξίων δυϊκῶς „†ἀτρεῖδαι†“. Til

### book 438.1

ἦ πού τί〈σ〉 σφιν ἔνισπε θεοπροπίων εὖ εἰδώς: ὑπο‐

### book 438.2

βάλλει ταῦτα προοικονομῶν, ὡς κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι

### book 438.3

τὴν πόλιν. b(BCE3E4)T

### book 438-9a1.1

ἤ πού / ἤ νυ: διὰ τὸ ποῦ (438) καὶ νύ (439) τὸν ἤ

### book 438-9a1.2

ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτι‐

### book 438-9a1.3

κός. A

### book 438-9a2.1

{ἤ νυ καὶ αὐτῶν θυμός:} διὰ τὸ ἤ που καὶ τὸ νύ ὀξυν‐

### book 438-9a2.2

τέον τὸν η, ὃς δύναται διαζευκτικὸς ἢ παραδιαζευκτικὸς εἶναι. T

### book 439a1.1

〈ἤ νυ καὶ αὐτῶν θυμός:〉 ἐν ἐνίοις „ἤ νυ καὶ αὐτοὺς

### book 439a1.2

θυμός.“ Aint

### book 439a2

γράφει δὲ καὶ „αὐτούσ“. T

### book 441a.1

ἦ καὶ ἐμοὶ τάδε 〈πάντα μέλει, γύναι〉: ὅτι πρὸς τὴν

### book 441a.2

λέγουσαν „ἀλλ’ ἄγε νῦν ἐλέαιρε“ (Ζ 431) καὶ „μὴ παῖδ’ ὀρφανικὸν

### book 441a.3

θείησ“ (Ζ 432) οἰκείως ἀπήντηκεν. ὁ δὲ διασκευαστὴς ἐπλανήθη. A

### book 441b1

〈τάδε πάντα:〉 ἡ ὀρφανία τοῦ παιδὸς καὶ ἡ χηρεία. Til

### book 441b2.1

ἡ ὀρφανία καὶ ἡ χηρεία καὶ ἡ τῶν πολεμίων σκόπησις.

### book 441b2.2

b(BCE3E4)

### book 442a.1

αἰδέομαι Τρῶας 〈καὶ Τρωάδασ〉: νόμος ἄρχουσιν αἰ‐

### book 442a.2

δεῖσθαι τοὺς ὑποτεταγμένους. χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δει‐

### book 442a

λόν. b(BCE3E4)T

### book 442b1.1

ἑλκεσιπέπλους: αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς

### book 442b1.2

πέπλους. A

### book 442b2.1

ἑλκεσιπέπλους δὲ τὰς ἐν τῷ βαδίζειν ἑλκούσας τὸν

### book 442b2.2

πέπλον. T

### book 444a1.1

〈οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐ‐

### book 444a1.2

σθλός:〉 ἐξ ἐπιλογισμοῦ. Til

### book 444a2

ἐξ ἐπιλογισμοῦ δὲ τοῦτό φησιν. b(BCE3E4)

### book 444b.1

ἐπεὶ μάθον ἔμμεναι ἐσθλός: διδακταὶ γὰρ αἱ ἀρεταί.

### book 444b.2

ἄμεινον δὲ τὸ μάθον ἀντὶ τοῦ εἴωθα. A b (BCE3E4)T

### book 445a.1

αἰεὶ καὶ πρώτοισι 〈μετὰ Τρώεσσι μάχεσθαι〉: τὸ

### book 445a.2

αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ καί συν‐

### book 445a.3

δέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατ’ ἀμφοτέρων τὸ

### book 445a.4

αἰεί ὥσπερ καὶ τὸ „μάθον“ (Ζ 444). A

### book 445b.1

αἰεὶ καὶ πρώτοισι 〈μετὰ Τρώεσσι μάχεσθαι〉: ὁ

### book 445b.2

Νικάνωρ (p. 187 Friedl.) φησὶν ὅτι δεῖ στίζειν εἰς τὸ †ἀεί†, b(BCE3E4)

### book 445b.3

T ὅπως μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται. b(BCE3)T

### book 445b.4

κοινὸν δὲ τὸ αἰεί, †μάθον καὶ ἀεὶ μάθον†. T

### book 446a.1

〈ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ:〉

### book 446a.2

οὐ μόνον ἑαυτῷ δόξαν, ἀλλὰ καὶ τῷ πατρὶ θέλει διασῴζειν. b(BCE3)

### book 446a.3

Til

### book 446b

〈ἀρνύμενος:〉 ἀντὶ τοῦ περικτώμενος. Aim

### book 448a1.1

ἔσσεται ἦμαρ: οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐ‐

### book 448a1.2

παράμυθον ποιεῖ. AT ἢ οὐ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ τὴν

### book 448a1.1

ἑαυτοῦ φιλοστοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ T οὐδὲ τὸν

### book 448a1.2

χρόνον τῆς ἁλώσεως ὁρίζει· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τού‐

### book 448a1.5.1

των ἧττον ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θα‐

### book 448a1.5.2

νάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε

### book 448a1.5.3

ἧττον ἀχθόμεθα. AT

### book 448a2.1

οὐκ ἐκφοβεῖ, εἰ καὶ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ μᾶλλον

### book 448a2.2

εὐπαράμυθον ποιεῖ καὶ τὴν αὐτοῦ φιλοστοργίαν πρὸς τὴν γυναῖκα

### book 448a2.3

ἐμφαίνει· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει χρόνον. ὧν δὲ δεινῶν χρόνος

### book 448a2.4

οὐχ ὁρίζεται, τούτων ἧττον ἡ προσδοκία ἐλύπησεν, ὥσπερ ἔστιν

### book 448a2.5.1

ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ

### book 448a2.5.2

εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα. b(BCE3E4)

### book 448b.1

〈ἔσσεται ἦμαρ:〉 ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ

### book 448b.2

τὴν ἀριστείαν Διομήδους. b(BE3E4)Til

### book 448c

〈Ἴλιος ἱρή:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 450-4a.1

ἀλλ’ οὔ μοι Τρώων〈— /〉 οὔτ’ αὐτῆς Ἑκά‐

### book 450-4a.2

βης οὔτε Πριάμοιο〈— / ὅσσον σεῖ’〉: ἐπεὶ ἐκεῖνοι ἑκόντες

### book 450-4a.3

ἐδυστύχουν ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν. ἡ δὲ Ἀνδρομάχη διὰ

### book 450-4a.4

τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει τοσούτων οἰκείων στερηθεῖσα

### book 450-4a.5

ἐν ἡμέρᾳ μιᾷ. b(BCE3E4)T

### book 450-4b.1

ἀλλ’ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει〈— / ὅσσον

### book 450-4b.2

σεῖ’〉: ὑπερεβάλετο τὴν τῆς γυναικὸς φιλοστοργίαν· ἡ μὲν γὰρ ἀντὶ

### book 450-4b.3

τῶν οὐκέτι ὄντων οἰκείων ἔθετο αὐτόν, ὁ δὲ καὶ τῶν περιόντων αὐτὴν

### book 450-4b.4

προτιμᾷ. ἅμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρ‐

### book 450-4b.5.1

βάρου φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.

### book 450-4b.5.2

b(BCE3E4)T

### book 451

〈οὔτ’ αὐτῆς Ἑκάβης:〉 ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φι‐

### book 451

λοστοργία. Til

### book 454a1.1

ὅσσον σεῖ’, ὅτε κέν τις: δεινὸν γὰρ ἡ τῶν γυναικῶν

### book 454a1.2

ὕβρις καὶ αὐτῶν αἰσχύνη· „πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοι‐

### book 454a1.3

μηθῆναι“ (Β 355). T

### book 454a2.1

δεινῶν γὰρ πάντων χείρων ἡ τῶν γυναικῶν ὕβρις. b

### book 454a2.2

(BCE3)

### book 455

〈ἦμαρ:〉 ἀντὶ τοῦ ἤματος. Til

### book 456a.1

πρὸς ἄλλης ἱστὸν ὑφαίνοις: ἀντὶ τοῦ ὑπὲρ ἄλλης, ὡς

### book 456a.2

„πρὸς Τρώων“ (Ζ 57) καὶ „πρὸς ἄνακτοσ“ (Ω 734), ἵνα μὴ κακοπα‐

### book 456a.3

θῇ. T

### book 456b.1

ἄλλως· πρὸς ἄλλης: ἀντὶ τοῦ T ὑπὸ ἄλλης κελευο‐

### book 456b.2

μένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον σύνηθες ὂν ταῖς

### book 456b.3

ἀρχαίαις. b(BCE3E4)T

### book 457a.1

καί κεν ὕδωρ φορέοις: ὅτι κατὰ τὸ προστυχὸν οὕτως

### book 457a.2

εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν

### book 457a.3

αὐτήν. A

### book 457b.1

καί κεν ὕδωρ φορέοις: τέτακται μὲν ἡ δουλεία εἰς ὑδρο‐

### book 457b.2

φορίαν ἢ εἰς ἱστουργίαν. ὁ δὲ ἄμφω φησὶν (sc. Ζ 456 et 457) εἰς ἐπίτα‐

### book 457b.3

σιν. θαρρῶν δὲ τῇ σωφροσύνῃ τῆς γυναικὸς ὅτι οὐκ ἂν ὑπομείνειεν

### book 457b.4

οὐδὲ ἀκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται.

### book 457b.5

b(BCE3E4)T

### book 457c.1

〈Μεσσηΐδος ἢ Ὑπερείης:〉 Μεσ〈σ〉ηῒς καὶ Ὑπέρεια

### book 457c.2

κρῆναι Ἄργους. Aim

### book 457d

Ὑπερείης: Ὑπέρεια Θεσσαλίας. Πίνδαρος (P. 4, 125)·

### book 457d

„ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών“. T

### book 459.1

εἴπῃσιν: ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ

### book 459.2

πρὸς Φιλίταν γράφοντα (fr. 57 K.) „θρώσκων τις κατὰ κῦμα μέλαιναν

### book 459.3

φρῖχ’ ὑπαλύξει“ (Φ 126). οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ „ὑπαΐξει“ (Φ

### book 459.4

126) ἐστὶ τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπα‐

### book 459.5.1

νάστημα, ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ (cf. Φ 127), τὴν φρῖκα

### book 459.5.2

ἐδέξατο τὴν ὑπὸ τοῦ ψύχους γινομένην φρίκην καί φησι τοὺς πιμελώ‐

### book 459.5.3

δεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος

### book 459.5.4

λίπος φάγῃ, ἐκκλινεῖ τὴν φρίκην. A

### book 460a.1

Ἕκτορος ἥδε γυνή, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉:

### book 460a.2

παρέδραμε τὰ ἑαυτοῦ. ἔστι δὲ ἐν τῇ λέξει πάντα ὑπονοεῖν. b(BCE3

### book 460a.3

E4)T

### book 460b.1

Ἕκτορος ἥδε γυνή, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉:

### book 460b.2

ἐπιγραμματικὸν ἔχει τύπον ὁ στίχος. b(BCE3)T

### book 462-3.1

σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος 〈/ χήτεϊ τοιοῦδ’ ἀν‐

### book 462-3.2

δρόσ〉: βεβαιοῖ αὐτῆς τοὺς λόγους. χήτει δὲ ἀπορίᾳ, σπάνει. T

### book 464a1.1

ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι:

### book 464a1.2

ὑπερβάλλει τῇ φιλοστοργίᾳ τὴν γυναῖκα· ἡ μὲν γὰρ στερηθεῖσα τοῦ

### book 464a1.3

Ἕκτορος θανεῖν εὔχεται λέγουσα „ἐμοὶ δέ κε κέρδιον εἴη χθόνα δύμε‐

### book 464a1.4

ναι“ (cf. Ζ 410—1), ὁ δὲ αἱρεῖται θανεῖν, ἵνα μηδὲ κλαίουσαν ἴδῃ. T

### book 464a2.1

καὶ πάλιν ἡ Ἕκτορος ὑπερβάλλει φιλία· ἡ μὲν γὰρ Ἀν‐

### book 464a2.2

δρομάχη στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται, ὁ δὲ μὴ κλαιούσης

### book 464a2.3

αὐτῆς ἀκοῦσαι. b(BCE3E4)

### book 464b

χυτή: ὅτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρ’ αὐτῷ, ἀλλ’ ἡ

### book 464b

τοῖς νεκροῖς ἐπιχεομένη. A

### book 465.1

πρίν γέ τι {σῆς τε βοῆς}: Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ

### book 465.2

πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων (fr. 33 B.) καὶ οἱ περὶ Ἡρακλέωνα

### book 465.3

(fr. 6 B.)· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότε‐

### book 465.4

ρον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα

### book 465.5.1

λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίως τῷ „ἤ νύ τοι οὔ τι μέλει Τρώων

### book 465.5.2

πόνοσ“ (Χ 11) καὶ „μή τι φόβον δ’ ἀγόρευε“ (Ε 252) καὶ „μή τί μευ

### book 465.5.3

ἠΰτε παιδόσ“ (Η 235). οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος (p. 48 B.) οἴεται

### book 465.5.4

συναλιφὴν εἶναι. A

### book 466.1

οὗ παιδὸς ὀρέξατο: πρῶτος παῖδας εἰσάγει τῇ τραγῳδίᾳ.

### book 466.2

b(BCE3E4)T

### book 466

ὀρέξατο: ἀντὶ τοῦ ἐλάβετο. Aim

### book 467.1

ἂψ δ’ ὁ πάϊς πρὸς κόλπον: δυσαποσπάστως μὲν ἔχουσι

### book 467.2

τῶν τροφῶν. τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ. ταῦτα δὲ τὰ ἔπη οὕτως

### book 467.3

ἐστὶν ἐναργείας μεστά, ὅτι οὐ μόνον ἀκούεται τὰ πράγματα, ἀλλὰ

### book 467.4

καὶ ὁρᾶται. λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο

### book 467.5

τῇ μιμήσει. b(BCE3E4)T

### book 468.1

πατρὸς 〈φίλου〉 ὄψιν ἀτυχθείς: ἐπὶ τῇ τοῦ πατρὸς ὄψει

### book 468.2

b(BCE3E4) ταραχθείς. ἠθικὸν δὲ ὅτι οὐκ ἄλλον, ἀλλὰ τὸν πατέρα

### book 468.3

φοβηθείς. b(BCE3E4)T

### book 469a1.1

ταρβήσας χαλκόν τε: διασταλτέον χαλκόν τε· μέρος

### book 469a1.2

γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν (cf. Ζ

### book 469a1.3

468) καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας (cf. Ζ 469—70). A

### book 469a2.1

ταρβήσας χαλκόν τε: διασταλτέον εἰς τὸ τέλος τῶν

### book 469a2.2

τριῶν ἐπῶν. ἔστι γάρ· ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον

### book 469a2.3

δεινὸν νεύοντα νοήσας. b(BCE3)T

### book 469b

ταρβήσας χαλκόν τε: τὰ γὰρ ἀνόμοια φόβον κινεῖ. T

### book 471a1.1

ἐκ δ’ ἐγέλασ〈σ〉ε: ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰ‐

### book 471a1.2

τίας γέλωτα κινεῖ. T

### book 471a2.1

ἀπὸ τῆς πολλῆς αὐτῶν λύπης ἡ μικρὰ τοῦ παιδὸς αἰτία

### book 471a2.2

φυσικόν τινα κινεῖ καὶ μέτριον γέλωτα. b(BCE3E4)

### book 472a.1

αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος 〈Ἕ‐

### book 472a.2

κτωρ〉: σημειοῦνταί τινες τοῦτον διὰ τὸ τὸν τραγικὸν Ἀστυδάμαντα

### book 472a.3

παράγειν τὸν Ἕκτορα λέγοντα (fr. 2, p. 778 N2.)· „δέξαι †κοινήν μοι

### book 472a.4

πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖσ“. A

### book 472b.1

αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο: μιμητικῶς· εὐάλω‐

### book 472b.2

τος γὰρ καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ. b(BCE3E4)T

### book 474.1

ἐπεὶ κύσε πῆλέ τε χερσίν: τοῦτο γὰρ ποιοῦμεν πρὸς

### book 474.2

διάχυσιν αὐτῶν. ἄκρως δὲ περιεγένετο τῇ μιμήσει οὐδέν τι λυπήσας

### book 474.3

τὴν ἡρωϊκὴν σεμνότητα. ταῖς δὲ χερσὶ τὴν ἐπιθυμίαν πληροῖ, ἐπειδὴ

### book 474.4

μὴ δύναται περιπλέξασθαι αὐτόν. b(BCE3E4)T τὸ δὲ πῆλε ἀν‐

### book 474.5

τὶ τοῦ †ἐκλήρωσεν. T

### book 475a1.1

〈εἶπεν ἐπευξάμενος:〉 Ἀρίσταρχος διὰ τοῦ δ, „εἶπε δ’

### book 475a1.2

ἐπευξάμενοσ“. Aim

### book 475a2.1

εἶπεν ἐπευξάμενος: „εἶπε δ’ ἐπευξάμενοσ“· Ἀρίσταρ‐

### book 475a2.2

χος γὰρ σὺν τῷ „δέ“ γράφει. T

### book 476a1.1

δότε δὴ καὶ τόνδε γενέσθαι: φιλότιμος ἡ εὐχή. δια‐

### book 476a1.2

χυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρ’ ἐλπίδα

### book 476a1.3

τι ποιῆσαι. οὐ πλούσιον δὲ ὡς νῦν †εὔχονται τὸν υἱόν, ἀλλ’ ἀγαθὸν

### book 476a1.4

βίην, θαρσύνων τὴν μητέρα, ἵνα ἔχῃ ἐπίκουρον. T

### book 476a2.1

φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ

### book 476a2.2

ὅτι δυνατὸν θεοῖς καὶ παρ’ ἐλπίδα τι ποιῆσαι. ὡς νῦν δέ ἐστι πλούσιος,

### book 476a2.3

οὐκ εὔχεται τὸν υἱὸν γενέσθαι, ἀλλ’ ἢ μόνον ἄρχοντα καὶ ἀνδρεῖον, τὴν

### book 476a2.4

μητέρα θρασύνων, ἵν’ ἔχῃ ἐπίκουρον. b(BCE3E4)

### book 478a1.1

〈ὧδε βίην τ’ ἀγαθόν:〉 ἄλλοι „ὧδε βίην ἀγαθόν

### book 478a1.2

τε“. Aim

### book 478a2

οὕτως „ἀγαθόν τε.“ Til

### book 479a

〈πατρὸς δ’ ὅγε:〉 Ἀρίσταρχος „πατρός γ’ ὅδε“. AimT

### book 479b.1

πατρὸς δ’ ὅ γε πολλὸν ἀμείνω: φυσικῶς ἐκ τοῦ βίου

### book 479b.2

τοῦτο ἔλαβεν· ἐν ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις

### book 479b.3

ἡττᾶσθαι παισὶν εὐχόμεθα. b(BCE3E4)T

### book 479-80a1.1

καί ποτέ τις εἴποι〈—ἀνιόντα〉: τὸ ἑξῆς·

### book 479-80a1.2

καί ποτέ τις εἴποι ἐκ πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλ’

### book 479-80a1.3

ἔστι συνήθης Ἀττικοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390—1)· „χαίρω

### book 479-80a1.4

δέ ς’ εὐτυχοῦντα καὶ προσήμενον / πύργοισιν ἐχθρῶν“, καὶ αὐτὸς

### book 479-80a1.5.1

Ὅμηρος ἀλλαχοῦ „ἤχθετο γάρ ῥα / Τρωσὶ〈ν〉 δαμναμένουσ“ (Ν

### book 479-80a1.5.2

352—3). | ἤλ〈λ〉ακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος.

### book 479-80a1.5.3

A

### book 479-80a2.1

ἀνιόντα: ἀνιόντος, ὡς τὸ „γυναῖκά τε θήσατο μαζόν“

### book 479-80a2.2

(Ω 58). T

### book 479-80a3.1

ἄλλως· στικτέον εἰς τὸ ἀνιόντα (480), καὶ †λείπει τὸ

### book 479-80a3.2

ἰδών· ἤδη γὰρ σύνηθές ἐστι τοῖς Ἀττικοῖς· „χαίρω δέ ς’ εὐτυχοῦντα

### book 479-80a3.3

καὶ προσήμενον“. καὶ ἀλλαχοῦ ὁ ποιητής· „ἤχθετο γάρ ῥα / Τρωσὶν

### book 479-80a3.4

δαμναμένουσ“. T

### book 480a1.1

ἄλλως· ἐκ πολέμου ἀνιόντα: οὐκ ἀεὶ εὔχεται πολε‐

### book 480a1.2

μεῖσθαι τὴν πόλιν, ἀλλ’ ἐν ταῖς χρείαις ἄριστον εἶναι. T

### book 480a2.1

οὐκ ἀεὶ πολεμεῖσθαι καὶ πολεμεῖν εὔχεται, ἀλλ’ ἐν μόναις

### book 480a2.2

ἄριστον εἶναι ταῖς χρείαις. b(BCE3E4)

### book 480a2.1

ἔναρα βροτόεντα: τὰ ἀπὸ πολέμου—νεκροὶ ἔνα‐

### book 480a2.2

ροι. A

### book 480a2.5

βροτόεντα: ᾑμαγμένα· βρότος—ἢ ᾑματωμένα. A

### book 482

〈ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε:〉 ἵνα καὶ αὐτὴ δια‐

### book 482

χυθῇ. Til

### book 483

κηώδεϊ: ἐν ᾧ τὰ βρέφη κοιμίζεται. ATil

### book 484.1

δακρυόεν γελάσασα: δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν·

### book 484.2

οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς

### book 484.3

καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δά‐

### book 484.4

κρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. A b (BCE3E4)T οὐκ ἐνόησεν

### book 484.5.1

οὖν Καλλίμαχος τὸν στίχον εἰπών· „ἐπεὶ θεὸς οὐδὲ †γέλασεν† / ἀ‐

### book 484.5.2

κλαυτί“ (fr. 298 Pf.)· ᾠήθη γὰρ ὑπὸ τῆς διαχύσεως τοῦ γέλωτος τὰ

### book 484.5.3

δάκρυα γενέσθαι. T

### book 487.1

〈οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:〉

### book 487.2

ὑποθεὶς αὑτὸν τῇ εἱμαρμένῃ ἴσον ἐποίησε τό τε κινδυνεύειν καὶ τὸ ἀ‐

### book 487.3

σφαλῶς ζῆν. b(BCE3E4)Til

### book 489.1

ἐπὴν τὰ πρῶτα γένηται: τινὲς „πρωτά“ ὡς γνωστά,

### book 489.2

ἵν’ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. T | φαίνεται δὲ καὶ τὴν μαθηματικὴν

### book 489.3

πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ

### book 489.4

ἀποτελέσματα λέγει. A b (BCE3E4)T

### book 490-3.1

ἀλλ’ εἰς οἶκον ἰοῦσα〈—ἐγγεγάασιν〉: τέσ‐

### book 490-3.2

σαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται

### book 490-3.3

καὶ πρὸ τῆς μνηστηροφονίας (sc. φ 350—3), ἐν δὲ τῇ α ῥαψῳδίᾳ τῆς

### book 490-3

Ὀδυσσείας (sc. 356—9) οὐκέτι. A

### book 491-2.1

ἱστόν τ’ ἠλακάτην τε〈—ἐποίχεσθαι〉: διὰ βραχέων βίον καὶ οἰκονομίαν

### book 491-2.2

ὑπογράφει σώφρονος γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα

### book 491-2.3

ἐπιτρέποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα

### book 491-2.4

μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν Ἀχιλλεῖ. b

### book 491-2.5

(BCE3E4)T

### book 491-2

ἠλακάτην: τὸ τῶν γυναικῶν—ἔχουσαν Ἄρτεμιν. A

### book 492a.1

πόλεμος δ’ ἄνδρεσ〈σ〉ι μελήσει: ἄνδρεσ〈σ〉ι διὰ τὰς

### book 492a.2

παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Ἕ‐

### book 492a.3

κτορος· ὁ μὲν γάρ φησι πόλεμος δ’ ἄνδρεσσι μελήσει, ὁ δὲ Ἀλέ‐

### book 492a.4

ξανδρος „νῦν δέ με παρειποῦς’ ἄλοχοσ“ (Ζ 337). b(BCE3E4)T

### book 492b.1

πόλεμος 〈δ’〉 ἄνδρεσσι μελήσει: ἐνθάδε πόλεμος,

### book 492b.2

ἐπὶ δὲ Τηλεμάχου „μῦθοσ“ (α 358), ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου „τό‐

### book 492b.3

ξον δ’ ἄνδρεσσι μελήσει“ (φ 352). A

### book 493.1

〈πᾶσιν, ἐμοὶ δὲ μάλιστα:〉 ἀντὶ τοῦ πλέω πάντων τῶν

### book 493.2

ἐν Ἰλίῳ. Aint

### book 495-6.1

οἶκον δὲ βεβήκει / ἐντροπαλιζομένη: ἀπῆγε μὲν ἡ

### book 495-6.2

ἐπίπληξις, ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν, τοιοῦτον ἄνδρα

### book 495-6.3

τοιούτῳ κινδύνῳ προπέμπουσα; b(BCE3E4)T τὸ δὲ ἐντροπα‐

### book 495-6.4

λιζομένη (496) ἀντὶ τοῦ μεταστρεφομένη. T

### book 499.1

γόον πάσῃσιν ἐνῶρσεν: ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν

### book 499.2

ἰδίων δακρύων. ηὔξησε δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου θρήνου·

### book 499.3

θρηνοῦσι γὰρ ζῶντα. ἅμα δὲ καὶ ἐνδείκνυται ὡς δεῖ οὕτω δεσπόζειν,

### book 499.4

ἵνα καὶ εὐνοῶνται. b(BCE3E4)T

### book 500a1.1

γόον {ἕκτορα}: γόαον καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ βα‐

### book 500a1.2

ρυτόνου. T

### book 500a2

ἀντὶ τοῦ ἐγόων συνεστάλη. Aint

### book 503.1

οὐδὲ Πάρις δήθυνε: δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν

### book 503.2

ὁμιλῶν τῇ γυναικὶ ὁ Ἕκτωρ καὶ οὐ ταχέως διῆλθεν, ἵνα μετ’ αὐτοῦ

### book 503.3

προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας ἰδόντας αὐτὸν παραδόξως σε‐

### book 503.4

σωσμένον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων πρὸς αὐτούς. b(BCE3E4)T

### book 505.1

σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ 〈ποσὶ κραιπνοῖσι πεποι‐

### book 505.2

θώσ〉: ἑαυτῷ πρόεισι ἀρέσκων, τὴν ἧτταν οὐδ’ ὅλως ἐνθυμούμενος.

### book 505.3

b(BCE3E4)T

### book 506-11a1.1

ὡς δ’ ὅτε τις στατὸσ〈—καὶ νομὸν ἵπ‐

### book 506-11a1.2

πων〉: καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν παρα‐

### book 506-11a1.3

βολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπ’ Αἴαντος (sc. Ο 263—8)

### book 506-11a1.4

μετήνεγκεν ἐντεῦθεν. ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας (506), ὅτι ἄλ‐

### book 506-11a1.5.1

λοι ἄλλως ἀπέδωκαν. ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν ἢ

### book 506-11a1.5.2

ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν. A

### book 506-11a2

ὅτι εἰς Ο κεῖται. Aext

### book 506a.1

στατὸς ἵππος: ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐπὶ φά‐

### book 506a.2

τνης ἑστώς· οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν. b(BCE3E4)T

### book 506b

ἀκοστήσας: ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα,

### book 506b.1

καὶ κριθιάσας. κυρίως δὲ {αἱ} πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται |

### book 506b.2

παρὰ Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος (cf. al. 106), | παρὰ τὸ ἵστασθαι

### book 506b.3

τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ· καιρῷ παραλαβών. βέλτιον δὲ δυσ‐

### book 506b.5.1

χεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. | οἱ δὲ „ἀγοστήσασ“. ἀγοστὸς γὰρ

### book 506b.5.2

ὁ ῥύπος. ἢ ἡσυχάσας παρὰ τὴν ἀκήν. A

### book 506-8.1

ἀκοστήσας ἐπὶ φάτνῃ 〈/ — /〉 εἰωθὼς λούεσθαι

### book 506-8.2

〈ἐϋρρεῖος ποταμοῖο〉: οὐ πονεῖν ἐθελήσας, ἀλλὰ μεταβολὴν τῆς

### book 506-8.3

στάσεως εὑρεῖν. ἀκοστήσας (506) δὲ ἡσυχάσας παρὰ τὴν ἀκήν. οἱ

### book 506-8.4

δὲ παρὰ Θεσσαλοῖς ἀκοστὰς τὰς κριθάς, b(BCE3E4)T ὡς καὶ Νί‐

### book 506-8.5

κανδρος (cf. al. 106). οἱ δὲ „ἀγοστήσασ“. ἀγοστὸς γὰρ ὁ ῥύπος.

### book 506-8

εὐρρεῖος (508) δὲ ἀπὸ τοῦ εὐρρεής. T

### book 507a

〈δεσμόν:〉 δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη. b(BCE3E4)Til

### book 507b1.1

πεδίοιο κροαίνων: ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ

### book 507b1.2

κροαίνων οὐκ ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν (fr. 176

### book 507b1.3

Bgk.4 = 252 T. = 272 W.), ἀλλ’ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου. A

### book 507b2.1

ἄλλως· οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλο‐

### book 507b2.2

χος. A

### book 507c1.1

κροαίνων: κυμβαλίζων. καὶ „ἐρίγδουποι“ (Λ 152) καὶ

### book 507c1.2

„ὑψηχέες ἵπποι“ (Ε 772, cf. Ψ 27). Στησίχορος κοιλωνύχων ἵππων

### book 507c1.3

πρύτανιν τὸν Ποσειδῶνά φησιν (fr. 58 P. = P.M.G. 235). T

### book 507c2.1

ὑψηχῶν, ἐριγδουπῶν, κυμβαλίζων· ἀρίστῳ γὰρ ἵππῳ

### book 507c2.2

χηλὴ ἡ κοίλη, ᾗ καὶ κυμβαλίζει. b(BCE3E4)

### book 508.1

〈εἰωθὼς λούεσθαι:〉 φιλόλουτρον γὰρ τὸ ζῷον· ἐν πο‐

### book 508.2

ταμῷ δέ, ἐπεὶ τοῖς θολεροῖς ὕδασιν ἥδεται b(BCE3E4)Til ὁ ἵππος.

### book 508.3

τὰ δὲ στάδια διαυγῆ. Til

### book 508

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο: λείπει—

### book 508.5

ὕδωρ. A

### book 509.1

ἀμφὶ δὲ χαῖται: δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι

### book 509.2

τοῖς ἵπποις. A b (BCE3E4)T καὶ Πάρις δὲ εὔκομος. b(BCE3E4)T

### book 510a.1

〈ὁ δ’ ἀγλαΐηφι πεποιθώς:〉 πρὸς τὸ σχῆμα, Aim

### book 510a.2

ἀντὶ τοῦ ἀγλαΐηφι πεποιθότα. Aint

### book 510b1.1

ὁ δ’ ἀγλαΐηφι πεποιθώς: πρεπόντως ἐπὶ τοῦ καλλω‐

### book 510b1.2

πιστοῦ. ὡσαύτως καὶ τὸ „ἀμφὶ δὲ χαῖται / ὤμοις ἀΐσσονται“ (Ζ

### book 510b1.3

509—10). T

### book 510b2

πρεπόντως δὲ τοῦτο ἐπὶ τοῦ καλλωπιστοῦ. καὶ τὸ παρά‐

### book 510b2

δειγμα ἀπὸ γαυρικοῦ ἵππου καὶ ἀλογίστου. b(BCE3E4)

### book 511a.1

ῥίμφα 〈ἑ γοῦνα φέρει〉: Ζηνόδοτος „ῥίμφ’ ἑὰ γοῦνα

### book 511a.2

φέρει“. Ποσειδώνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου 〈ἄνευ〉 διαιρέσεως

### book 511a.3

τὸ ε ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ „ἠὲ σὺ τόνδε

### book 511a.4

δέδεξο“ (Ε 228), καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν

### book 511a.5.1

γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· „τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες

### book 511a.5.2

φέρον“ (Ο 405). A

### book 511b.1

〈ῥίμφα ἑ γοῦνα φέρει:〉 μετέβη τὴν πτῶσιν· τὸ γὰρ ἕ

### book 511b.2

αὐτόν σημαίνει. Aim

### book 510-1a1

ὁ δ’ ἀγλαΐηφι 〈πεποιθώς / ῥίμφα ἑ γοῦνα φέ‐

### book 510-1a1.1

ρει〉: ἀντὶ τοῦ τοῦτον. | καὶ τὸ ἕ ἀντὶ τοῦ αὐτόν, φημὶ τὸ ῥίμφα †ι.

### book 510-1a1.2

| Ποσειδώνιος δὲ ψιλῶς τὸ ἕ προφέρεται καί φησιν αὐτὸ πλεονάζειν

### book 510-1a1.3

ὡς ἐν τῷ „ἠὲ σύ“ (Ε 228). T

### book 510-1a2.1

ἀντὶ τοῦ τὸν δὲ πεποιθότα. | καὶ τὸ ῥίμφα ἑ ἀντὶ τοῦ αὐ‐

### book 510-1a2.2

τόν. b(BCE3E4)

### book 513a.1

〈τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ:〉 διασταλτέον

### book 513a.2

ἐπὶ τὸ ἠλέκτωρ· λάμπειν γὰρ αὐτόν φησιν ὡς ἥλιον. Aim

### book 513b

ὥς τ’ ἠλέκτωρ: διαστολὴ εἰς τὸ ἠλέκτωρ. b(BCE3)T

### book 513b

| δύο δὲ παραβολὰς ἔμιξεν. b(BCE3E4)T

### book 513c

ἠλέκτωρ: ὁ ἥλιος παρὰ τὸ λέχους μὴ μεταλαμβάνειν. A

### book 514a.1

καγχαλόων: ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριᾷ ἐν

### book 514a.2

μέσαις ταῖς Τρῳάσιν. ὁ δὲ Ἀχιλλεὺς Κυνὶ εἴκασται (cf. Χ 26—31),

### book 514a.3

ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἔχων. b(BCE3E4)T

### book 514b.1

πόδες φέρον: ὅτι ὑπὸ τῶν ποδῶν φέρεται, οὐκ αὐτὸς

### book 514b.2

τοὺς πόδας φέρει. πρὸς ἔλεγχον Ζηνοδότου. A

### book 515-6.1

εὖτ’ ἄρ’ ἔμελλε / στρέψασθ’ 〈ἐκ χώρης, ὅθι ᾗ

### book 515-6.2

ὀάριζε γυναικί〉: οἰκονομικῶς· τί γὰρ ἂν ἔδρασεν ὁ γυναικώδης

### book 515-6.3

ἀκούσας Ἕκτορος „ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει“ (Ζ 450)· κα‐

### book 515-6.4

ταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ. b

### book 515-6.5

(BCE3E4)T

### book 516

〈ὀάριζε:〉 διελέγετο. Til

### book 517

πρότερος: ὡς τὸ πταῖσμα θεραπεύων ἑαυτοῦ. b(BE3E4)

### book 518a.1

ἠθεῖε: ταῦτά τινες προσαγορευτικά. οὐδέποτε δὲ περί

### book 518a.2

τινος αὐτά φησιν· „τέττα“ (Δ 412) φίλου, „ἄττα“ (Ι 607 al.) τροφέως,

### book 518a.3

„πάπ〈π〉α“ (ζ 57) πατρός, ἠθεῖε ἀδελφοῦ. | γέγονε δὲ τὸ ἠθεῖος ἢ

### book 518a.4

παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος—πλεονάζει γὰρ τὸ η ἐν

### book 518a.5.1

πολλαῖς λέξεσι〈ν〉, ὡς μύει ἠμύει, „τῶ κε τάχ’ ἠμύσειε πόλισ“ (Β 373),

### book 518a.5.2

πεδανός „ἠπεδανόσ“ (Θ 104. θ 311), εὐγενής εὐηγενής, „τείχει ὕπο

### book 518a.5.3

Τρώων εὐηγενέων ἀπολέσθαι“ (Ψ 81), βαιός ἠβαιός (cf. Β 380 al.) —

### book 518a.5.4

ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος (cf. Α 66, Ω 34), ὄρος ὄρειος,

### book 518a

ὄνειδος ὀνείδ〈ε〉ιος (cf. Α 519 al.), καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ κατα‐

### book 518a.10.1

βιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ

### book 518a.10.2

θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ

### book 518a.10.3

τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος

### book 518a.10.4

ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται. A

### book 518b1.1

ἠθεῖε: Ἀρίσταρχος προπερισπᾷ ὡς οἰκεῖε. καὶ ἴσως 〈πα‐

### book 518b1.2

ρὰ〉 τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν

### book 518b1.3

τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα

### book 518b1.4

σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ’

### book 518b1.5

Ὅμηρον. A

### book 518b2.1

ἠθεῖε: παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου κατὰ

### book 518b2.2

πλεονασμὸν τοῦ η ἠθεῖε· διὸ καὶ προπερισπαστέον. | ταῦτα δέ τινες

### book 518b2.3

προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησιν, ἀλλὰ πρός τινα·

### book 518b2.4

„τέττα“ φίλου, „ἄττα“ τροφέως, „πάππα“ πατρός, ἠθεῖε ἀδελφοῦ.

### book 518b2.5

b(BCE3)T

### book 518c1

〈ἦ:〉 τὸ ἦ ἐνταῦθα πευστικὸν καὶ ἠθικόν. b(BCE3)Til

### book 518c2

τὸ ἦ πευστικῶς καὶ ἠθικῶς. Aim

### book 519

〈οὐδ’ ... ἐναίσιμον:〉 ἀσυντάκτως. Til

### book 521.1

δαιμόνι’, οὐκ ἄν τίς τοι ἀνήρ: ὁμοίως τοῖς πρόσθεν ἀμε‐

### book 521.2

λείας αὐτὸν κρίνει, οὐ βουλόμενος αὐτοῦ θραύειν τὴν ὁρμήν. b(BCE3

### book 521.3

E4)T

### book 522-3.1

〈ἐπεὶ ἄλκιμός ἐσσι, / ἀλλὰ ἑκὼν μεθιεῖς:〉 ἀλλ’ ἐπεὶ

### book 522-3.2

ἄλκιμός ἐσσι, ἑκὼν μεθιεῖς. Aim

### book 523-4.1

τὸ δ’ ἐμὸν κῆρ / ἄχνυται ἐν θυμῷ, 〈ὅθ’ ὑπὲρ σέθεν

### book 523-4.2

αἴσχε’ ἀκούω〉: φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν ὕβρεων. θυμῷ

### book 523-4.1

(524) δὲ τῷ λογισμῷ, καὶ „ἕτερος δέ με θυμὸς ἔρυκε“ (ι 302). λυποῦμαι

### book 523-4.2

δέ, φησί, λογιζόμενος, b(BCE3E4)T ὅταν κατὰ σοῦ b(BCE3E4)

### book 523-4.5.1

Til ὕβρεις ἀκούω. τοῦτο δὲ λέγει b(BCE3E4) διὰ τὸν τοῦ

### book 523-4.5.2

Σαρπηδόνος λόγον (cf. Ε 472—92). b(BCE3E4)Til

### book 525.1

〈πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο:〉

### book 525.2

ἀπολογεῖται ὑπὲρ αὐτῶν. Til

### book 526.1

τὰ δ’ ὄπισθεν ἀρεσσόμεθα: ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ

### book 526.2

πρὸς ἀλλήλους. τοῦτο δὲ παρ’ Ὁμήρῳ φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς

### book 526.3

εὐμένειαν προτρεπόμενοι τὸν ἀδικηθέντα (cf. Δ 362). b(BCE3E4)T

### book 527-8.1

〈δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν / κρητῆ‐

### book 527-8.2

ρα στήσασθαι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ δώῃ (527)· θεοῖς γὰρ

### book 527-8.3

κρατῆρα στήσασθαι λέγει. Aim

### book 528.1

κρητῆρα 〈στήσασθαι〉 ἐλεύθερον: τὸν ἐπὶ ἐλευθερίᾳ

### book 528.2

ἱστώμενον. b(BCE3E4)T

### book 529.1

ἐκ Τροίης ἐλάσαντας: μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων

### book 529.2

ἀπηλλαγμένους. b(BCE3E4)T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ

### book postscr.2

τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳ‐

### book postscr

δίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book ante75.1

[.....].(.)ρ̣ε̣[...]ω̣ν.μ̣ο̣ι̣τεκ̣.π̣ρ..[..]ε̣σα̣ι πάν‐

### book ante75.2

[τ.....]ε̣σ̣[....]εἰκὸ̣ς ἦν καὶ [.]....λαχεῖν δ̣ί̣‐

### book ante75.3

[κ....]μ π̣ο̣ι̣[.]ν̣, ἔτι δ’ ἀπολύσ̣ε̣σθαι τοὐγκλή̣‐

### book ante75.5

[ματο]ς̣ .ο(.)σ[...]ησ[.(.)]ντ̣α̣ς, ὡ̣ς̣ Ἕλενος αὐτῶι

### book 75.1

[ἐπέ]τειλε.[...]. πρόμος ἔμμεναι· ἀντι

### book 75.2

[......(.)]ς, ὡς κα̣[ὶ τὸ] „μὴ δὲ πρόμος ἵστασο τού̣‐

### book 75.3

[τω]ι“: Ἕκτ[ορι δί]ωι· ἀν(τὶ τοῦ) ἐμοί· συ[ν]εχὲς γάρ

### book 75.4

[ἐστι τὸ σ]χῆμα [.]..ε...θη[.]αιυπ̣[...]χης θέ‐

### book 75.5.1

[λο]ν̣τ̣ε̣ς̣ ἐ̣μ̣φε... ἐ̣ξ ὀ̣ν̣ομ[άτω]ν̣ π̣οιο̣ῦ̣‐

### book 75.5.2

[νται] τ̣ὸ̣ν περὶ̣ αὑτῶν λόγον· „ἀλλ’ οὐκ̣ ἂ̣ν̣ [ἐ]‐

### book 75.5.3

[ρύσαι]τ’ ἐξ οὐρανόθεν πεδίον δέ / Ζῆν’ ὕπ[α]‐

### book 75.1

[τον] μήστωρ̣α̣“. καὶ ὁ Ἀπόλλων δὲ πιθα‐

### book 75.2

[νῶ]ς̣ εἰ̣ς̣ ῥῶσιν τοῦ Ἕκτορος καὶ τὴν ὑπερ‐

### book 75.10.1

[οχὴ]ν διασαφεῖ καὶ ἑαυτόν· „θάρσει νῦν·

### book 75.10.2

[τοῖόν τ]οι ἀοσσητῆρα Κρονίων / ἐξ Ἴδης

### book 75.10.3

[προέ]ηκε παρεστάμεναι καὶ ἀμύνειν, /

### book 75.10.4

[Φοῖβ]ο̣ν̣ Ἀπόλλωνα.“ αὐτέπαινος δ’ ἑαυ‐

### book 75.10.5

[τὸ]ν̣ δῖον καλῶν, πλὴν ὅμοιος τοῖς

### book 75.15

[πλ]είστο̣ις ἐκ σκηνῆς στρατιώταις.

### book 76.1

[Ζεὺς δ’ ἄ]μμι· τὸν̣ ἐξ ὑμῶν προελευσόμε‐

### book 76.2

[νόν] μ̣οι ἐμέ̣ τ̣ε̣. ἐπὶ μάρτυρος ἔστω· τὸ

### book 76.3

[ἑξῆς ἐ]π̣έστω. τὸ̣ δ̣ὲ μάρτυρος παρώνυμον

### book 76.4

[τῆι γ]ε̣ν̣ι̣κ̣ῆ̣[ι] τοῦ πρωτοτύπου συν‐

### book 76.5.1

[πέ]π̣τωκεν, ὡς τὸ Τροίζηνος, ἔνθε̣ν

### book 76.5.2

[„Τρ]ο̣ι̣ζήνοιο“· χρυσάορος, ἔνθεν „χρυ‐

### book 76.5.3

[...(.)].αισ“ εἴρηκε Πίνδαρος· τὸ Χάροπος,

### book 76.5.4

[ἔνθε]ν τὸ „Χαρόποιό τ’ ἄνακτοσ“· τὸ Χά‐

### book 76.5.5

[λυβος], ἔνθεν „Χαλύβοισ“ εἶπεν Εὐριπ〈ί〉δης

### book 76.10.1

[ἐν Τη]μένωι· τὸ Μέλητος—οὕ(τως) δ’ ἐλέγετ̣ο̣ ὁ Σ̣ω‐

### book 76.10.2

[κράτους] κ̣ατ̣ηγορήσας—· τὸ τανυπτέρυ‐

### book 76.10.3

[γος, ἔνθ]ε̣ν̣ Σιμωνίδης· „ὠκεῖα γὰρ οὐδὲ τα‐

### book 76.10.4

[νυπτερύ]γου μυίασ“· τὸ διάκτορος, ἀφ’ οὗ „Ἑρ‐

### book 76

[μείαν] π̣έμψαντε διάκτορον“· τὸ ἅρπαγος,

### book 76.15.1

ἔ̣ν̣θ̣ε̣ν ἐ̣π̣[λ]ήθυνεν Αἰσχ[ύ]λ̣ος ἐν Φινεῖ

### book 76.15.2

„ἁ̣ρ̣π̣άγοι̣〈ν〉 χ̣ε̣[ρ]ο̣ῖν“ καὶ Σοφοκ̣λ̣ῆς ἐν Φινεῖ α

### book 76.15.3

„χερσὶν ἁρπ̣[ά]γοισ“· τὸ πολυπί̣δ̣α̣κος· τὸ

### book 76.15.4

„Ἴβηρος †τοτ̣ρα̣[..].ωνοσ“ παρὰ Κρα‐

### book 76.15.5

⸏τίνωι ἐν Μαλθακοῖς· τὸ ἄτμενος

### book 76.20.1

παρ’ Ἀρχιλόχωι· τὸ λᾶος, ἀφ’ οὗ φη(σι) Σιμωνί‐

### book 76.20.2

δης· „ξύλα κ̣α̣[ὶ] λ̣άους ἐπιβάλλων“· τὸ Ἔρυ‐

### book 76.20.3

⸏κ̣ος παρὰ Ξεν̣[ο]φ̣ά̣ν̣ει ἐν ε Σίλλων· τὸ Ἄι‐

### book 76.20.4

δος, ἔνθεν τ̣ὴ̣ν̣ αἰτιατικὴν τέθηκεν

### book 76.20.5

Ἀ̣ν̣τίμαχος ἐν α Θηβαΐδος „Ἄιδον δέ“·

### book 76.25.1

τὸ Κάωνος, ἔνθεν τὴν αἰτιατικὴν τέ‐

### book 76.25.2

⸏θηκε Λεάνδριος „Κάωνον“· τὸ ῥιψάσπι‐

### book 76.25.3

δος, ἀφ’ οὗ φη(σιν) Εὔπολις· „ῥ[ι]ψάσπιδόν τε χεῖ‐

### book 76.25.4

⸏ρα τὴν Κλεωνύμου“· τὸ λίθακος, ἔνθεν

### book 76.25.5

⸏φη(σὶ) Στησίχορος ἐν Ὀρεστείας β „λιθάκοισ“·

### book 76.30

τὸ Κ[ό]ρυθος—γέγονε δ’ οὗτος υἱὸς Ἀλεξάνδρου

### book 76.1

⸏τοῦ [Π]άριδος—· τὸ ἀπάτωρος, ἔνθεν ἐν τῶι

### book 76.2

⸏Κή[υκ]ο̣ς γάμωι εἴρηται τὸ „ἀπάτωροι“· τὸ

### book 76.3

⸏κόκ̣κ̣υγος—ἡ δὲ λέξις παρ’ Ἀλκαίωι—· τὸ

### book 76.4

δμωός παρ’ Ἡσιόδωι· „δμωὸς ἔχων μα‐

### book 76.35.1

κέλην“· καὶ παρὰ Λεύκωνι ἐν Φράτερσι

### book 76.35.2

⸏„[δ]μ[ω]ὸν ἀλλ’ οὐκ οἰκέτην“· τὸ Τρωός πα‐

### book 76.35.3

⸏ρ’ Ἡσι[όδ]ωι· „Τεύκρου δὲ Τρωόσ“· τὸ σωλῆνος

### book 76.35.4

π[α]ρ’ Ἀ̣ν̣α̣νίωι. ἔσθ’ ὅτε δὲ καὶ ἀλλασσομέ‐

### book 76.35.5

νου τοῦ τόνου ὡς τὸ ἄγωνος, ἔνθεν τὴν

### book 76.40.1

αἰ̣[τ]ι̣α̣τικὴν εἴρηκεν Εὐριπίδης ἐν Αἰ‐

### book 76.40.2

γεῖ· „ἄγω̣[νο]ν ἀθλήσαντα“· καὶ τὸ ἴκτινο[ς]

### book 77.1

δ’ ἐ̣ν̣ίκ̣[ησε]. ταναήκεϊ χαλκῶι· τετα‐

### book 77.2

μένην ἔχον[τι τ]ὴν ἀκμήν. Μῆνις δὲ ἢ ὀξεῖ

### book 79.1

ὡς Αἰτωλ̣ο̣ὶ̣ ἢ̣ ὀξυθήκτωι ὡς Λοκροί: δό‐

### book 79.2

μενα[ι] πάλ̣ιν[·] ἀποδότω ὁ πρὸς ἐμὲ μαχό‐

### book 79.3

μενος: ὄφρα πυρός με· πυρὶ γὰρ ἐκαί‐

### book 79.4

ετο πάν̣τα τὰ σώματα εἰς τὸ μὴ νεκρῶν

### book 79.5.1

[

### book 79.5.2

⸏σ̣[

### book 79.5.3

δ̣[

### book 79.5.4

δ[

### book 79

σ̣ι̣[

### book 79.10.1

α[

### book 79.10.2

τρ.[

### book 79.10.3

πτ.[

### book 79.10.4

⸏νο[

### book 79.10.5

ειν̣[

### book 79.15.1

τι.[

### book 79.15.2

τω.[

### book 79.15.3

⸏αντ[

### book 79.15.4

μητ.[

### book 79.15.5

⸏Φρυξὶ.[

### book 79.20.1

οιδεν[

### book 79.20.2

τοὺς ν[

### book 79.20.3

τουτο[

### book 80.1

ὥς φη(σι) Κ[.......... λελάχωσι θανόν‐

### book 80.2

τα· λαχεῖν[

### book 80.3

φρων.[

### book 80.4

μέμφε[

### book 80.5

ποιη̣τ̣ᾶ̣[

### book 81

εἰ δέ κ’ ἐγ[ὼ τὸν ἕλω· ........... δώῃ δέ]

### book 81.1

μοι εὖχος Ἀπ[όλλων·

### book 81.2

ε̣[

### book 81.3

..[

### book 81.5

....(.)[

### book 83.1

μάχας α.[...............(.) καὶ κρεμόω]

### book 83.2

ποτὶ νηόν· ουσ̣[

### book 83.3

νος οὐδὲν π[

### book 83.4

παρεπομεν[........... τὸ κρεμόω]

### book 83.5

δὲ βαρυτον[ητέον.

### book 1.1

πυλέων ἐξέσσυτο: διὰ τῶν πυλῶν ἐξώρμησε. δηλοῖ δὲ τὸ

### book 1.2

πρόθυμον Ἕκτορος, ὃ ἐνεδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ

### book 1.3

καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν. b(BCE3E4)T

### book 2.1

〈τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός:〉 διδάσκει, ὅσον ἐστὶ

### book 2.2

προτροπὴ κατὰ καιρὸν γινομένη. b(BCE3E4)Til

### book 3.1

〈πολεμίζειν ἠδὲ μάχεσθαι:〉 ἐπανείληφε τὸ αὐτὸ πρὸς ἔμ‐

### book 3.2

φασιν τῆς προθυμίας. b(BCE3E4)T

### book 4-6.1

ὡς δὲ θεὸς ναύτῃσι〈—λέλυνται〉: καὶ ἀλλαχοῦ

### book 4-6.2

ἐπὶ λήξει τῶν δεινῶν „ἀσπάσιος γῆ νηχομένοισι φανείη“ (ψ 233) φη‐

### book 4-6.3

σίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον (5) ἔλαβεν. b(BCE3

### book 4-6.4

E4)T

### book 5a.1

{οὖρον} ἐπεί κε 〈κάμωσιν〉: ὅτι ἔν τισι γράφεται „ἐπήν“.

### book 5a.2

ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφ’ ἓν „κεκάμωσιν“ ὡς „λελάχωσιν“

### book 5a.3

(Η 80 al.). A

### book 5b

〈ἐπεί κε:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἐπήν κε“· Aint

### book 5c.1

ἐπήν κε κάμωσι: οὕτως. τινὲς δὲ „κεκάμωσιν“ ὡς „λελάχω‐

### book 5c.2

σιν“ (Η 80). ἀλλ’ ἐν τοῖς τοιούτοις μᾶλλον οἱ σύνδεσμοι ἐπικρατοῦσιν ἤπερ

### book 5c.3

οἱ διπλασιασμοί· φιλεῖ γὰρ μετὰ τὸν ἐπεί καὶ τὸν εἴ ὁ κέ σύνδεσμος ἐπι‐

### book 5c.4

φέρεσθαι. τινὲς „ἐπεί κε“· ὁ δὲ Σιδώνιος ἐπήν κε ὡς „οὔτ’ ἄν κεν

### book 6a1.1

{πόντον} ἐλαύνοντες, 〈καμάτῳ δ’ ὑπὸ γυῖα λέλυν‐

### book 6a1.2

ται〉: κατ’ ἔνια τῶν ὑπομνημάτων „ἐρέσσοντεσ“· | τὸ δὲ λέλυνται

### book 6a1.3

ἐπὶ τὰ γυῖα ἀνενεκτέον. A

### book 6a2

τινὲς „ἐρέσσοντεσ“ γράφουσιν. Til

### book 6b.1

καμάτῳ δ’ ὑπὸ γυῖα 〈λέλυνται〉: οὐκ ἀναστρεπτέον διὰ

### book 6b.2

τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται. A

### book 6c.1

〈γυῖα λέλυνται:〉 πρὸς τὸ σχῆμα, ὡς „σπάρτα λέλυνται“

### book 6c.2

(Β 135). Aint

### book 7a1.1

〈τώ:〉 Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα „τοί“ {τρώεσσι}

### book 7a1.2

προφέρεται πληθυντικῶς. Aint

### book 7a2

οὕτως Ἀρίσταρχος τώ δυϊκῶς. Aim

### book 7a3

Ἀρίσταρχος τώ, Ἀμμώνιος δὲ „τοί“. Til

### book 8a.1

{ἔνθ’} ἑλέτην: ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσ‐

### book 8a.2

διασαφεῖ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ

### book 8a.3

Ἀλέξανδρον 〈δεύτερον〉 κατείρηκεν (cf. Η 2). A

### book 8b.1

〈ἑλέτην ὁ μέν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ

### book 8b.2

σύλληψις εἰς διάλυσιν τρέπεται. Aint

### book 8c.1

ἑλέτην: εἰς τὸ ἑλέτην βραχεῖα διαστολή. | πρῶτος δὲ

### book 8c.2

ἀριστεύει Ἀλέξανδρος ὡς προπετής· „Τρωσὶν μὲν προμάχιζεν“ (Γ 16)·

### book 8c.3

ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος.

### book 8c.4

b(BCE3E4)T

### book 9.1

Ἄρνῃ: ὅτι Ζηνόδοτος ἐν μὲν τῷ Καταλόγῳ (sc. Β 507)

### book 9.2

πεποίηκεν „οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον“, ἐνθάδε δὲ εἴασε τὴν

### book 9.3

Ἄρνην· διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ. A

### book 9b.1

Μενέσθιον: δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς ἀεὶ πρεσβύτε‐

### book 9b.2

ρον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων—„μετὰ δὲ τρι‐

### book 9b.3

τάτοισιν ἄνασσεν“ (Ω 252)—, ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γε‐

### book 9b.4

νεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος· Ἀρηϊθόου γὰρ λέγει

### book 9b.5

(sc. Η 9—10) τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον·

### book 9b.1

ὑπὸ δὲ Λυκούργου φησὶν (sc. Η 142—56) ἀνῃρῆσθαι τὸν Ἀρηΐθοον,

### book 9b.2

ὃν δὴ καὶ τὰ ὅπλα αὐτοῦ λαβεῖν· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι

### book 9b.3

παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου

### book 9b.4

ὄντος· φησὶ γὰρ „γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων“ (Η 153). —

### book 9b.10.1

ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηΐθοος ἐνιαύσιον ἐάσας τὸν υἱόν,

### book 9b.10.2

ἀνεῖλε †τὸν Ἀρηΐθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γοῦν

### book 9b.10.3

„ἔπεφνε δόλῳ, οὔτι κράτεΐ γε“ (Η 142). ὀλίγον δὲ ἐπιβιοὺς δύναται

### book 9b.10.4

Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος

### book 9b.10.5

τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος νέου ὄντος ἀναιρεῖται

### book 9b.15.1

ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν

### book 9b.15.2

ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. b(BCE3E4)T

### book 9c.1

ἄλλως· Μενέσθιος Ἀρηϊθόου ἦν παῖς τοῦ Ἀρηϊθόου 〈τοῦ〉 καὶ

### book 9c.2

κορυνήτου, ὁμωνυμούντων τοῦ πατρὸς καὶ τοῦ πάππου, ἵν’ ᾖ „ὃν

### book 9c.3

κορυνήτης | γείνατ’ Ἀρηΐθοοσ“ (Η 9—10). τίνα γείνατο; δηλονότι

### book 9c.4

Ἀρηΐθοον (cf. Η 8) τὸν πατέρα Μενεσθίου. T

### book 9d1.1

ἄλλως· πλανῶνται τῇ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου

### book 9d1.2

πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, κατοικῶν Ἄρνην—ἔστι δὲ αὕτη Βοι‐

### book 9d1.3

ωτίας, ὡς καὶ Ἡσίοδός φησιν (fr. 218 M.—W.) —, ὁ δὲ ὑπὸ Λυκούρ‐

### book 9d1.4

γου ἀναιρεθεὶς (cf. Η 142) Ἀρκάς (cf. Η 134). τινὲς δὲ Ἄρνην τὴν

### book 9d1.5.1

Ἀρήνην τὴν Ἀρκαδικὴν ὡς Μέσσην τὴν Μεσ〈σ〉ήνην (cf. Β 582)

### book 9d1.5.2

φασίν. T

### book 9d2.1

ἢ τῇ τοῦ ὀνόματος πλανῶνται ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενε‐

### book 9d2.2

σθίου πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς

### book 9d2.3

Ἀρκάς. b(BCE3E4)

### book 9e.1

ὃν κορυνήτης: ἐπεὶ κορύνῃ ὅπλῳ ἐχρῆτο. τὸ δὲ κύριον

### book 9e.2

ὄνομα „Ἀρηΐθοοσ“ (Η 10). T

### book 10.1

Ἀρηΐθοος ὁ Βοιώτιος ἄριστος—μετὰ καὶ τῆς κορύνης. ἡ

### book 10.2

ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 158). A

### book 10a1.1

γείνατ’ Ἀρηΐθοος 〈καὶ Φυλομέδουσα βοῶπισ〉:

### book 10a1.2

ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος

### book 10a1.1

λεγομένου „τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτοσ“ (Η 137). καὶ

### book 10a1.2

ὅτι ἐνθάδε μόνον ἐφ’ ἡρωΐνης τὸ ἐπίθετον καὶ ἐν τῷ ἀθετουμένῳ „Αἴ‐

### book 10a1.5

θρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπισ“ (Γ 144). A

### book 10a2

ὅτι καὶ νῦν ἐπὶ θνητῆς. Til

### book 11.1

〈ὀξυόεντι:〉 ἀπὸ παραγωγῆς, ὡς φαίδιμος φαιδιμόεις· „φαι‐

### book 11.2

διμόεντες Ἐπειοί“ (Ν 686). b(BCE3)Til

### book 12a

〈στεφάνης:〉 ὅτι περικεφαλαίας εἶδος ἡ στεφάνη. Aint

### book 12b.1

〈στεφάνης:〉 στεφάνη Til εἶδος περικεφαλαίας ἐξο‐

### book 12b.2

χὴν ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς. b(BCE3)Til

### book 12b.1

{αὐχέν’ ὑπὸ} στεφάνης: στεφάνη εἶδος—χειμάρροος

### book 12b.2

ὤσῃ (Ν 138). A

### book 12c

〈λῦσε δὲ γυῖα:〉 Ἀρίσταρχος „λύντο δὲ γυῖα“. Aim

### book 13.1

Γλαῦκος δ’ Ἱππολόχοιο: καλῶς τρίτος ἀριστεύει μὴ σβέ‐

### book 13.2

σας τὴν εἰς Διομήδην ὁρμήν· ὁρμήσας γὰρ ἐπὶ ἀνδραγαθίαν τῷ ἀνα‐

### book 13.3

γνωρισμῷ τῶν προγόνων ἐκεκώλυτο. b(BCE3E4)T

### book 15a1.1

Δεξιάδην: εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε

### book 15a1.2

ποιότητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις

### book 15a1.3

συνάπτεσθαι· ἢ γὰρ „Ἰφίνοον“ (Η 14) Δεξιάδην, ἢ „βάλε“ (Η 14)

### book 15a1.4

δεξιάδην „ὦμον“ (Η 16), ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δε‐

### book 15a1.5

ξιῶν μερῶν ἐφαλλόμενον. A

### book 15a2.1

τινὲς δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν

### book 15a2.2

ἁλλόμενον. Til

### book 15a3.1

τινὲς δεξιάδην †ἐπάλμενον ἤτοι ἀπὸ τῶν δεξιῶν ἐπι‐

### book 15a3.2

βαίνοντα. b(BCE3)

### book 16a

〈ὦμον:〉 κατὰ τὸν ὦμον. Aint

### book 16b

〈λύντο:〉 ὅτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη. Aim

### book 17-8.1

τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ〈—ὑσμίνῃ〉: ἀγω‐

### book 17-8.2

νιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ τῶν θεῶν ποιεῖ, καὶ διαναπαύει τὸ

### book 17-8.3

ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς

### book 17-8.4

εἶναι δοκεῖ. b(BCE3E4)T

### book 17

〈τοὺς δ’ ὡς οὖν ἐνόησε:〉 τὴν ὁρμὴν ἑωρακυῖα. Til

### book 20

〈Ἴλιον εἰς ἱερήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 21.1

Περγάμου ἐκκατιδών: διὰ τὸ „αὐτὸς μὲν ἐφέζετο Περγάμῳ

### book 21.2

ἄκρῃ“ (Ε 460)· παρατηρεῖ γάρ, μή τις θεῶν ἐπίθηται Τρωσίν. b

### book 21.3

(BCE3E4)T Πέργαμα δέ φασιν οἱ νεώτεροι. T

### book 22a.1

φηγῷ: ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην

### book 22a.2

ὑποτίθεται. πρὸ πολλοῦ δὲ (sc. Ε 446. 460) ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς

### book 22a.3

Περγάμου. A

### book 22b.1

φηγῷ: ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. A b (BCE3E4)T

### book 22b.2

ἔστι δὲ τὸ δένδρον τοῦτο καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ b

### book 22b.3

(BCE3E4)T παρὰ τὸ φώγω, ὅ ἐστι τὸ καίω· τὰ γὰρ ἔσω τῶν

### book 22b.4

βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. A

### book 22b.5

b(BCE3E4)T καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν

### book 22b

αὐτῇ ἐκέχρηντο τῇ τροφῇ. AT

### book 24.1

τίπτε 〈σὺ〉 δ’ αὖ μεμαυῖα: τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ

### book 24.2

ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο. b(BCE3

### book 24.3

E4)T

### book 26-7.1

ἦ ἵνα 〈δὴ〉 Δαναοῖσι 〈μάχης ἑτεραλκέα νίκην /〉 δῷς:

### book 26-7.2

οὐ γὰρ λεκτέον ἵνα †δώσεις† ἐπὶ πρώτου ἀορίστου καὶ μέλλοντος. |

### book 26-7.3

ἑτεραλκέα δὲ ἐπίθετον τῆς νίκης· καὶ γὰρ ἑτεραλκὴς λέγεται νίκη,

### book 26-7.4

ὅταν οἱ νικηθέντες πρώην πάλιν νικήσωσιν. T

### book 26a1.1

〈ἑτεραλκέα:〉 ἐπίθετον τοῦτο τῆς νίκης. γίνεται δὲ ὅταν

### book 26a1.2

οἱ πρότερον νικήσαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡτ‐

### book 26a1.3

τηθῶσιν. b(BCE3E4)

### book 26a2.1

ἑτεραλκέα: οὕτως ἡ νίκη—παρέχουσαν. | ἢ ὅταν

### book 26a2.2

οἱ πρώην νικηθέντες νικήσωσιν. A

### book 28a1.1

ἀλλ’ εἴ μοί τι πίθοιο 〈τό κεν πολὺ κέρδιον εἴη〉:

### book 28a1.2

ὑποστικτέον εἰς τὸ πίθοιο καὶ εἰς τὸ πολὺ κέρδιον εἴη. τινὲς δὲ τελεί‐

### book 28a1.3

αν τῷ στίχῳ νέμουσιν. b(BCE3E4)T

### book 28a2.1

{ἀλλ’ εἴ μοι τί πίθοιο:} ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ

### book 28a2.2

ὑποστικτέον. A

### book 29.1

νῦν μὲν παύσωμεν: ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ πα‐

### book 29.2

ρόδῳ τῶν θεῶν, οἷα καὶ πρώην γέγονεν, ὁ δὲ ἀνακόπτει τὸ προσδο‐

### book 29.3

κώμενον, θέαμα δὲ ἀντεισάγει τὴν ἀλαζονείαν Ἕκτορος, τὴν αἰδῶ

### book 29.4

Ἑλλήνων, τὴν σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος

### book 29.5

δημηγορίαν. b(BE3E4)T

### book 31

〈ὥς:〉 βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως. Aim

### book 32a1.1

ὑμῖν ἀθανάτῃσι: Ζηνόδοτος „〈ὑμῖν〉 ἀθανάτοισιν“. ἐν

### book 32a1.2

μέντοι τῇ Ἀριστοφάνους „ὑμῖν ἀμφοτέρῃσιν“ εἶχε, τῇ Ἀθηνᾷ καὶ τῇ

### book 32a1

Ἥρᾳ, οὐκ ἀπιθάνως. A

### book 32a2

Ζηνόδοτος „ἀθανάτοισι“, Ἀριστοφάνης „ἀμφοτέρῃσι“. T

### book 32b

ὑμῖν ἀθανάτῃσιν: ἐμφαντικῶς, Ἥρᾳ καὶ Ἀθηνᾷ. T

### book 32c

〈ὑμῖν ἀθανάτῃσιν:〉 ὅτι Ζηνόδοτος 〈***〉. Aim

### book 33.1

〈τὸν δ’ αὖτε προσέειπε:〉 γράφεται „τὸν δ’ ἠμείβετ’

### book 33.2

ἔπειτα“. Aim

### book 34-5.1

τὰ γὰρ φρονέουσα καὶ αὐτή 〈/ ἦλθον〉: ἧκε γὰρ

### book 34-5.2

πρὸς τὸ μηδὲν βλαβῆναι τὸ Ἑλληνικόν. ἡ οὖν ἡσυχία οὐδὲν ἔβλαπτεν.

### book 34-5.3

b(BCE3E4)T

### book 36.1

ἀλλ’ ἄγε, πῶς μέμονας: οὐκ ἔδει γὰρ ἀλόγως ἐν τοιαύτῃ

### book 36.2

ἀκμῇ γίνεσθαι τὴν παῦσιν. b(BE3E4)T

### book 38.1

Ἕκτορος ὄρσωμεν 〈κρατερὸν μένοσ〉: ἵνα ὀλίγην ἀνα‐

### book 38.2

κωχὴν δῷ Τρωσίν· εἶπε γὰρ „ὡς δὲ θεὸς ναύτῃσιν“ (Η 4). καὶ Ἀθηνᾶ

### book 38.3

δὲ συναινεῖ πρὸς τὸ κεχαρισμένον ταῖς Τρῳάδων εὐχαῖς ποιοῦσα.

### book 38.4

b(BCE3E4)T

### book 39a.1

προκαλέσσεται οἰόθεν οἶος: ὅτι συνέσταλται διὰ τοῦ ε

### book 39a.2

τὸ η· ἔστι γὰρ προκαλέσσηται. καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος

### book 39a.3

ἀντὶ τοῦ μόνος πρὸς μόνον. A

### book 39b1.1

οἰόθεν: ἀντὶ τοῦ οἴως | ἢ οἰόθεν· οἰόθεν ἐστὶ μὲν ἐξ οἴου,

### book 39b1.2

ὡς οὐρανόθεν. ἰδίως δὲ ὁ ποιητὴς αὐτῷ χρῆται ἀντὶ τοῦ οἴως. T

### book 39b2.1

τὸ μὲν οἰόθεν ἐξ οἴου σημαίνει, b(BCE3) ὡς τὸ οὐρα‐

### book 39b2.2

νόθεν. ἰδίως δὲ ὁ ποιητὴς χρῆται αὐτῷ ἀντὶ τοῦ †οἴῳ, τουτέστι μόνος

### book 39b2.3

μόνῳ. b(BCE3E4)

### book 40.1

ἐν αἰνῇ δηϊοτῆτι: ἄμεινον τελείαν δοῦναι εἰς τὸ δηϊοτῆτι

### book 40.2

καὶ τὸν ἑξῆς „δέ“ (Η 41) ἀντὶ τοῦ γάρ λέγειν. b(BCE3)T | δηϊοτής

### book 40.3

δὲ παρὰ τὸ δῃοῦν, ὅθεν καὶ „δηΐῳ 〈ἐν πολέμῳ〉“ (Ε 117)· πόλεμος δὲ

### book 40

παρὰ τὸ πελεμίζεσθαι. T

### book 41a.1

οἱ δέ κ’ ἀγασσάμενοι: ὅτι τὸ ἀγάσσεσθαι ποτὲ μὲν ἐπὶ

### book 41a.2

τοῦ ἀποδέχεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ φθονεῖν τίθησι. περιττεύει δὲ καὶ ὁ

### book 41a.3

κέ σύνδεσμος. A

### book 41b.1

〈ἀγασσάμενοι:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ἀγασσόμε‐

### book 41b.2

νοι“. Aim

### book 41c

〈ἀγασσάμενοι:〉 φθονήσαντες ἢ θαυμάσαντες. Til

### book 44.1

σύνθετο θυμῷ: ὅτι μαντικῶς συνῆκεν οὐκ ἀκούσας αὐτῶν

### book 44.2

τῆς φωνῆς. | μυθεύεται τῶν ἐξ Ἑκάβης—μεταλαβεῖν. ἡ ἱστορία

### book 44.3

παρὰ Ἀντικλείδῃ (FGrHist 140, 17). A

### book 44-5.1

τῶν δ’ Ἕλενοσ〈—〉σύνθετο 〈θυμῷ /〉 βουλήν:

### book 44-5.2

διὰ τί γὰρ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέσασθαι; ὅτι ἡτ‐

### book 44-5.3

τηθεὶς ἔμελλεν ἀπιέναι. b(BCE3E4)T φασὶ δὲ Ἕλενον καὶ Κασάν‐

### book 44-5.4

δραν διδύμους εἶναι, λαθόντας δὲ τοὺς γονεῖς ποτε νυκτὸς καταδραθεῖν

### book 44-5.5.1

τὸν μὲν εἰς τὸν τοῦ Ἀπόλλωνος τοῦ Θυμβραίου ναόν, τὴν δὲ εἰς τὸν

### book 44-5.5.2

τῆς Ἀρτέμιδος, ἕωθεν δὲ εὑρεθῆναι †ἐκκαθαριζομένους† τὰς ἀκοάς.

### book 44-5.5.3

b(BCE3)T

### book 46

〈ἰών:〉 ὅτι ἀντὶ τοῦ πορευθείς. Aim

### book 47a.1

Ἕκτορ, υἱὲ Πριάμοιο: τινὲς οὕτω ποδίζουσιν „Ἕκτορ,

### book 47a.2

†υἱὲ Πριάμοιο“. T

### book 47b.1

Διῒ μῆτιν ἀτάλαντε: διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ

### book 47b.2

μόνον μιᾶς πόλεως, ἅπαντος δὲ κόσμου προνοεῖν δύνασθαι. b(BCE3

### book 47b.3

E4)T

### book 48

κασίγνητος δέ τοί εἰμι: βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο‐

### book 48

μιμνῄσκων προτρέπεται. b(BCE3E4)T

### book 52a.1

οὐ γάρ πώ τοι μοῖρα θανεῖν: πάντοθεν θαρσύνει αὐτόν·

### book 52a.2

ἐπ’ οὐδεμιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται κίνδυνον.

### book 52a.3

b(BCE3E4)T ἄλλως τε †προυφαίνει† τὴν ἀρετὴν Αἴαντος, ὡς, εἰ

### book 52a.4

μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώλετο ὑπὸ Αἴαντος. b(BCE3)T

### book 52b1.1

ἐπισπεῖν: ὡς „ἐπιπλεῖν“ (ι 227. 470)· μονοσύλλαβον γὰρ

### book 52b1.2

τὸ σπεῖν ἀπαρέμφατον. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει

### book 52b1.3

τὸν αὐτὸν τόνον. A

### book 52b2.1

ὡς πλεῖν οὕτω καὶ ἐπισπεῖν. πᾶν δὲ ἀπαρέμφατον ἐν τῇ

### book 52b2.2

συνθέσει φυλάσσει τὸν τόνον. b(BCE3)Til

### book 53a.1

ὣς γὰρ ἐγὼν 〈ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων〉: ἀθε‐

### book 53a.2

τεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται (sc. Η 44).

### book 53a.3

A

### book 53b.1

ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα 〈θεῶν〉: καὶ μὴν οὔτε τοῦτο

### book 53b.2

εἰρήκασιν οὔτε †τε παραστάντες αὐτῷ. ἢ οὖν ὄπα λέγει τὴν μαντικήν·

### book 53b.3

καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ ἄκουσα ᾐσθόμην,

### book 53b.4

ὡς τὸ „μάλιστα δέ τ’ ἔκλυον αὐτοί“ (ζ 185). b(BCE3E4)T ἢ τὸ

### book 53b.5.1

ἑξῆς ἐστιν „αὐτὸς δὲ †προκάλεσαι“ (Η 50). ὣς γὰρ ἐγὼν ὄπ’

### book 53b.5.2

ἄκουσα θεῶν, δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ

### book 53b.5.3

ἔφη· „οὐ γάρ πώ τοι μοῖρα θανεῖν“ (Η 52), παρ’ ἑαυτοῦ τοῦτο προσ‐

### book 53b.5.4

θείς. b(BE3E4)T

### book 54a.1

ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη: τὸ φιλότιμον ὑπέφηνε

### book 54a.2

τῷ μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν

### book 54a

τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ. b(BCE3E4)T

### book 54b.1

ἄλλως· Ἕκτωρ δ’ αὖτ’ ἐχάρη: ὡς ἀκινδύνως εὐδοξήσων

### book 54b.2

καὶ τὴν πρώην θεραπεύσων ἀργίαν. b(BCE3)T

### book 56a.1

μέσ〈σ〉ου δουρὸς ἑλών: μέσου τοῦ δόρατος ἐπιλαβόμενος

### book 56a.2

πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτό, ἀλλὰ πρὸς

### book 56a.3

ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ. A

### book 56b.1

μέσ〈σ〉ου δουρὸς ἑλών: τοῦ ἀπράκτου· ἀκμαζούσης γὰρ

### book 56b.2

τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου (sc. Γ 78) ἀρχὴ τῆς

### book 56b.3

μάχης ἦν. b(BCE3E4)T

### book 57.1

κὰδ δ’ Ἀγαμέμνων εἷσε: ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι

### book 57.2

τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πό‐

### book 57.3

λει. b(BCE3E4)T

### book 58-61.1

κὰδ δ’ ἄρ’ Ἀθηναίη 〈τε〉 καὶ〈—〉Ἀπόλλων

### book 58-61.2

〈/ —τερπόμενοι〉: ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπο‐

### book 58-61.3

γράφει θεούς. b(BCE3E4)T

### book 59.1

〈ἑζέσθην ὄρνισιν ἐοικότεσ〉 αἰγυπιοῖσι: σαρκοφάγον

### book 59.2

γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον ὁρῶντας ὑπονοεῖν εἶναι θεόν, b

### book 59.3

(BCE3E4)T καὶ ἐν αὐτῷ τῷ πολέμῳ λογισμῷ χρῆσθαι τῷ

### book 59.4

θυμῷ. b(BCE3E4) ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ ῥᾳ‐

### book 59.5

δίως ἐκαθέσθησαν. T

### book 60.1

φηγῷ 〈ἐφ’ ὑψηλῇ〉 πατρὸς Διός: καλῶς τοῦ Διὸς τὰ τέ‐

### book 60.2

κνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυΐ. καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπι‐

### book 60

τήδειον. b(BCE3E4)T

### book 61a1.1

ἀνδράσι τερπόμενοι· 〈τῶν δὲ στίχες εἵατο πυ‐

### book 61a1.2

κναί〉: ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους. Ἕκτορος δὲ τῷ φιλοτίμῳ

### book 61a1.3

προσλιπαρεῖ τῇ τε διαγραφῇ καὶ εἰκόνα παραφέρει. T

### book 61b1.1

ἄλλως· ἀνδράσι τερπόμενοι: φιλοσόφως ὡς ἰδίῳ κτή‐

### book 61b1.2

ματι. T

### book 61b2/a2.1

φιλοσόφως, οἷς ἕκαστος πρόσκειται, ὡς ἰδίοις τέρπονται

### book 61b2/a2.2

κτήμασιν· ᾧ γὰρ ἐμφύτως τις ἔγκειται, τούτῳ καὶ ὑπερήδεται μηδὲν

### book 61b2/a2.3

φροντίζων τοῦ ἀπολλυμένου. οὐκ ἀμφοτέροις δὲ ἀμφότεροι τέρπονται,

### book 61b2/a2.4

ἀλλ’ εἷς ἑνί. b(BCE3E4) | ἐχρῆν δὲ μετὰ τοῦτο τοὺς λόγους ἐπαγα‐

### book 61b2/a2.5.1

γεῖν Ἕκτορος, ὅπως φιλοτίμως ἐκλιπαρεῖ. ἀλλὰ τῇ τοῦ πλήθους δια‐

### book 61b2/a2.5.2

γραφῇ καὶ εἰκόνα παραφέρει. b(BE3)

### book 62a.1

ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι: ἡ τοι‐

### book 62a.2

αύτη προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ

### book 62a.3

ποιεῖ. b(BCE3E4)T

### book 62b

〈πεφρικυῖαι:〉 γράφεται καὶ „βεβριθυῖαι“. Aim

### book 62c.1

πεφρικυῖαι: φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. | ἐψύχωσεν

### book 62c.2

οὖν τὰ ὅπλα, φρίσσειν αὐτὰ λέγων. b(BCE3)T

### book 62c

φρίσσει τις—φρίσσειν φησί. A

### book 63a.1

οἵη δὲ Ζεφύροιο〈—φρίξ〉: καλῶς τὴν ἠρεμίαν τῶν

### book 63a.2

ὅπλων κινήσει Ζεφύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος

### book 63a.1

οὗτος τῇ θαλάττῃ, μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ

### book 63a.2

μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ „Ζεφύρου ὑποκινήσαντοσ“ (Δ 423).

### book 63a.5

b(BE3E4)T | φρὶξ δὲ ἡ ἐπανάστασις τῶν κυμάτων. b(BCE3)T

### book 63b.1

πόντον ἔπι φρίξ: ὁ Ἀσκαλωνίτης (p. 48 B.) ἀναστρέ‐

### book 63b.2

φει, ἐπὶ πόντον· οὕτως καὶ οἱ ἄλλοι, καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ

### book 63b.3

ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις· ὅπερ οὐ πιθανόν· οὐ γὰρ

### book 63b.4

κατεπείγει. | φρὶξ δὲ ἡ ἐξ ἐπιπλοκῆς—πνεῖν. βέλτιον δὲ τὴν

### book 63b.5

πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν. A

### book 64a.1

μελάνει: ὡς „οἰδάνει“ (Ι 554), ὁ Ἀσκαλωνίτης (p. 48

### book 64a.2

B.)· ἐκ γὰρ τοῦ μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο. A

### book 64b.1

〈πόντος ὑπ’ αὐτῆς:〉 Ἀρίσταρχος „πόντον“ διὰ τοῦ ν,

### book 64b.2

καὶ „ὑπ’ αὐτῇ“, τῇ φρικί. ἄλλοι δὲ „πόντος ὑπ’ αὐτοῦ“. Aint

### book 64c.1

{ὀρνυμένοιο νέον} μελάνει δέ τε πόντος 〈ὑπ’ αὐτῆσ〉:

### book 64c.2

ὅτι ἐὰν μὲν γράφηται „πόντος ὑπ’ αὐτοῦ“, ἔσται μελαίνεται ὁ πόν‐

### book 64c.3

τος ὑπὸ Ζεφύρου, ἐὰν δὲ „πόντον ὑπ’ αὐτῇ“, ἔσται μελαίνει δὲ τὸν

### book 64c.4

πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ. A

### book 64d1.1

μελάνει δέ τε πόντος ὑπ’ αὐτῇ: διὰ τοῦ ν τὸ „πόν‐

### book 64d1.2

τον“, καὶ ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυροσ‘· καὶ

### book 64d1.3

ἔστι Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ †γράφει† „πόντος ὑπ’ †αὐτῆς†“, τὸ

### book 64d1.4

μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον δὲ τὸ

### book 64d1.5.1

πρῶτον. | τὸ δὲ μελάνει ὡς „οἰδάνει“ (Ι 554) βαρυτονητέον· ἀπὸ γὰρ

### book 64d1.5.2

τοῦ μελαίνει γέγονεν. T

### book 64d2.1

διὰ τοῦ ν τὸ „πόντον“, „μελάνει δέ τε πόντον ὑπ’ αὐτῇ“.

### book 64d2.2

καὶ ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυροσ‘. ἔστι δὲ

### book 64d2.3

Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφεται „μελάνει δέ τε πόντος ὑπ’ αὐτῇ“,

### book 64d2.4

τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον

### book 64d2.5

δὲ τὸ πρῶτον. | τὸ δὲ μελάνει ἀπὸ βαρυτόνου ἐνεστῶτος ἀποβολῇ

### book 64d2

τοῦ ι, ὡς τὸ κοιλάνει ἀντὶ τοῦ κοιλαίνει. b(BE3E4)

### book 69.1

ὅρκια μὲν Κρονίδης 〈ὑψίζυγος οὐκ ἐτέλεσσεν〉: εἰς θε‐

### book 69.2

οὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας ἐλευθερῶν καὶ τὸ παράδοξον προφέρων

### book 69.3

τῆς προκλήσεως. b(BCE3E4)T

### book 70

〈τεκμαίρεται:〉 ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος. Aint

### book 71-2a.1

〈εἰς ὅ κεν ἢ ὑμεῖς—ἕλοιτε /〉 ἢ αὐτοὶ παρὰ

### book 71-2a.2

νηυσὶ δαμείετε: ἔδει ἐπαγαγεῖν ‘ἢ ἡμεῖς παρὰ ταῖς ναυσὶν ἕλοιμεν

### book 71-2a.3

ὑμᾶσ‘. ὁ δὲ διὰ τὸ νεμεσητὸν ἐσχημάτισε τὸν λόγον. b(BCE3E4)T

### book 71-2b.1

ἄλλως· εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην〈—〉ἕλοιτε / ἢ

### book 71-2b.2

αὐτοὶ〈—〉δαμείετε: πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέ‐

### book 71-2b.3

ροις κατέστησεν, παρελὼν Ἑλλήνων τὴν ἐκ θεῶν ἐπικουρίαν. b(BC

### book 71-2b.4

E3E4)T

### book 73a1.1

ὑμῖν μὲν γὰρ ἔασιν 〈ἀριστῆεσ〉: αἱ Ἀριστάρχου οὕτως

### book 73a1.2

„ὑμῖν δ’ ἐν γὰρ ἔασιν“· καὶ ἔστι τὸ ἑξῆς· ὑμῖν δ’ ἔνεισι γάρ, ἢ ἐν ὑμῖν

### book 73a1.3

δέ εἰσι γὰρ ἀριστῆες. A

### book 73a2.1

„ὑμῖν †ἐν γάρ“, οὕτως αἱ Ἀριστάρχου. καὶ ἔστι τὸ ἑξῆς·

### book 73a2.2

ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες. Til

### book 74a1.1

〈τῶν νῦν ὅν τινα θυμός:〉 γράφεται καὶ „τῶν εἰ καί τινα

### book 74a1.2

θυμόσ“. Aint

### book 74a2

γράφεται „τῶν 〈εἰ〉 καί τινα θυμόσ“. Til

### book 74b.1

ὅντινα θυμὸσ〈—〉ἀνώγει: οὐ πρὸς διορισμόν·

### book 74b.2

πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη. T

### book 75a1.1

πρόμος ἔμμεναι Ἕκτορι δίῳ: ὅτι ἰδίως ὡς περὶ ἑτέρου.

### book 75a1.2

καὶ ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον

### book 75a1

ἑαυτὸν ὁ Ἕκτωρ. A

### book 75a2

πρόμαχος. πάθος συγκοπή. Aim

### book 75b.1

δεῦρ’ ἴτω ἐκ πάντων πρόμος: ἵνα πάντες αἰδεσθῶσι μὴ

### book 75b.2

προβαλλόμενοι, καὶ ὡς πρόμος ἐκεῖνος τοῦ στρατοῦ σαλεύει περὶ τὴν

### book 75b.3

κοινὴν ὑπόληψιν. T

### book 75c1.1

〈Ἕκτορι δίῳ:〉 γίνονται αἱ τοιαῦται προσφωνήσεις δι’

### book 75c1.2

ἐξοχήν, ὡς τὸ „Ζῆν’ ὕπατον“ (Θ 22)· δι’ οἶκτον, ὡς τὸ „Σαρπηδόνος

### book 75c1.3

ἀμφιμάχεσθαι“ (Π 496) καὶ δι’ ἦθος, ὡς τὸ „οὐδὲ σύ γ’ ἔγνως / Παλ‐

### book 75c1.4

λάδ’ Ἀθηναίην“ (ν 299—300). b(BCE3E4)

### book 75c2.1

Ἕκτορι δίῳ: κατ’ ἐξοχήν. „Σαρπηδόνος ἀμφιμάχεσθαι“

### book 75c2.2

διὰ οἶκτον. „Παλλάδ’ Ἀθηναίην“ διὰ ἦθος. T

### book 76a.1

Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος: παρατέμνει τὰ ὅρκια, ἐπεὶ

### book 76a.2

ἔναγχος παρέβησαν ὅρκους. T

### book 76b.1

ἐπιμάρτυρος: ὅτι οὕτως λέγει, ὁ μάρτυρος, ἀφ’ οὗ οἱ

### book 76b.2

μάρτυροι. ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες. A

### book 74-6.1

〈τῶν νῦν—ἔστω:〉 ἵνα πάντες αἰδεσθῶσι μὴ προ‐

### book 74-6.2

βαλλόμενοι, κουφότερον διαλέγεται· ὅθεν καὶ δῖον ἑαυτὸν κατ’ ἐξοχὴν

### book 74-6.3

ἐκάλεσεν. οὐκ ἀπαιτεῖται δὲ ὅρκων προσθήκη, ὅτι πρὸς μόνην ἀνάπαυ‐

### book 74-6.4

σιν τοῦ στρατοῦ ἡ μάχη γίνεται, ἢ ὅτι ἔναγχος τοὺς ὅρκους παρέβη‐

### book 74-6.5

σαν. b(BCE3E4)

### book 79a.1

σῶμα δὲ οἴκαδ’ ἐμόν: βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς

### book 79a.2

ταφάς. περιπαθῶς δὲ προπαρασκευάζει ὁ ποιητής, πρὸς ὃ μάλιστα

### book 79a

ἀπεύχεται, εἰς τοῦτο δυστυχήσαντα (cf. Χ 346—54). b(BCE3)T

### book 79b.1

ὄφρα πυρός με: ὅτι καθόλου διὰ πυρὸς οἶδεν γινομένας

### book 79b.2

τὰς ταφάς. A

### book 80.1

〈λελάχωσι:〉 ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλα‐

### book 80.2

σιασμὸς λελάχωσι. A

### book 82

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 85-7a1.1

ὄφρα ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί

### book 85-7a1.2

〈/ — / καί ποτέ τις εἴπῃσι〉: διαστολαὶ Ἀχαιοί (85), Ἑλ‐

### book 85-7a1.3

λησπόντῳ (86), καὶ κοινὸν κατὰ πάντων τὸ ὄφρα (85), ἵνα ταρχύ‐

### book 85-7a1.4

σωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις. A

### book 85-7a2

ἀπὸ κοινοῦ τὸ ὄφρα. b(BCE3E4)Til

### book 85a1.1

ὄφρα ἑ ταρχύσωσι: πόθεν τὸ ταρχῦσαι; | †ταρχῶα† τὰ

### book 85a1.2

νενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς. T

### book 85a2.1

ἀπὸ τοῦ ταρχύω. | καὶ †ταρχύματα† δὲ ἃ τοῖς νεκροῖς

### book 85a2.2

πρὸς κηδείαν ὡς νενομισμένα ἐποίουν. b(BCE3E4)

### book 85a2.1

ταρχύσωσι: θάψωσι. †ταρχέα† τὰ νενομισμένα τοῖς νε‐

### book 85a2.2

κροῖς, ἀπὸ τῆς ταραχῆς. A

### book 86a.1

σῆμά τέ οἱ χεύσωσι〈ν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ〉:

### book 86a.2

ὅτι οὐ κατεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. πλατεῖ δὲ καθ’ ὃ μέρος

### book 86a.3

ἐ〈σ〉τὶ πλατύς, καὶ ἀντὶ τοῦ παρὰ πλατεῖ. A

### book 86b.1

σῆμά τέ οἱ χεύσωσι: λεληθότως ἀποτρέπει τῆς μονο‐

### book 86b.2

μαχίας τοὺς Ἕλληνας· αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι

### book 86b.1

ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φο‐

### book 86b.2

νεύσαντι. τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνη‐

### book 86b.5.1

στον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν· διὸ καὶ ἐγκολάπτει δυοῖν

### book 86b.5.2

ἐποῖν ἐπιγραφὴν τῷ τάφω· „ἀνδρὸς μὲν τόδε σῆμα, / ὅν ποτ’ ἀριστεύ‐

### book 86b.5.3

οντα“ (Η 89—90). b(BCE3E4)T

### book 86c.1

ἐπὶ πλατεῖ Ἑλλησπόντῳ: καθ’ ὃ μέρος ἐστὶ †πλατύτε‐

### book 86c.2

ρος† ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου. b(BCE3E4)T

### book 86c.1

Ἀθάμας ὁ Αἰόλου μὲν παῖς, βασιλεὺς δὲ—ἡ ἱστορία παρὰ

### book 86c.2

Φιλοστεφάνῳ (F.H.G. 3, 34, fr. 37). A

### book 89a.1

ἀνδρὸς μὲν τόδε σῆμα: ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ

### book 89a.2

τάφῳ †τὸν† ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλ’ οὐδὲ γιγνωσκομένῳ

### book 89a.3

τῷ μέλλοντι μονομαχεῖν τὸ ἐπικήδειον πρὸ τοῦ θανάτου διατιθείς.

### book 89a.4

b(BCE3E4)T

### book 89b.1

ἀνδρὸς μὲν τόδε σῆμα: πρὸς τὴν τῶν γραμμάτων εὕρε‐

### book 89b.2

σιν. T

### book 89c

〈μέν:〉 ὅτι ὁ μέν ἀντὶ τοῦ δέ, ὅ ἐστιν ἀντὶ τοῦ δή. Aint

### book 89d

〈μέν:〉 τὸ μέν ἀντὶ τοῦ μήν. Til

### book 89e.1

〈κατατεθνειῶτος:〉 Ἀρίσταρχος διὰ τοῦ η „κατα‐

### book 89e.2

τεθνηῶτοσ“. Aim

### book 90a

〈ὅν ποτε:〉 γράφεται καὶ „ὅν τινα“. Ail Til

### book 90b1.1

ὅν ποτ’ ἀριστεύοντα: πρὸς ἰδίαν ἐπίτασιν, εἰ τοῦ ἀρί‐

### book 90b1.2

στου φανεῖται κρείττων. φιλότιμος δὲ ὁ Ἕκτωρ χαρακτηρίζεται, ὡς

### book 90b1.3

καὶ ἐκεῖ „ἀλλὰ μέγα ῥέξας τι“ (Χ 305). T

### book 90b2.1

ἀριστεύοντα δὲ προστίθησι πρὸς ἰδίαν ἐπίτασιν, εἰ καὶ

### book 90b2.2

τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ καὶ ἀλαζὼν καὶ βαρβα‐

### book 90b2

ροήθης ἀεὶ ὁ Ἕκτωρ χαρακτηρίζεται. b(BCE3E4)

### book 93a.1

αἴδεσθεν μὲν ἀνήνασθαι, 〈δεῖσαν δ’ ὑποδέχθαι〉:

### book 93a.2

ἰσόκωλον τὸ ἔπος, ὅπερ ἐστὶ φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπη‐

### book 93a.3

κριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· „χρὴ ξεῖνον

### book 93a.4

παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν“ (ο 74). ἢ ὁμοιόπτωτον καὶ

### book 93a.5

ὁμότροπον· „Ὕλλῳ ἐπ’ ἰχθυόεντι 〈καὶ Ἕρμῳ δινήεντι〉“ (Υ 392). T

### book 93b.1

αἴδεσθεν μέν: δειλῶν γάρ· καλεῖ δὲ διὰ τὸν παρασπον‐

### book 93b.2

δησμόν· ἢ περιμένοντες κέλευσιν, b(BCE3E4)Tὡς δῆλον ἐπὶ

### book 93b.3

τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡτ‐

### book 93b.4

τώμενον· καὶ γὰρ τοῦ Διομήδους ἀκηκόασι· „καὶ †γάρ† οἱ πάρα κεῖνος

### book 93b.5.1

Ἄρησ“ (Ε 604). b(BCE3)T τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα,

### book 93b.5.2

ὡς καὶ „σιγῇ δειδιότεσ“ (Δ 431). T

### book 93b.1

αἴδεσθεν μὲν ἀνήνασθαι: αἴδεσθεν μέν· δειλῶν γάρ. δεῖ‐

### book 93b.2

σαν δὲ διὰ τὰς—ὡς καὶ „σιγῇ δεδιότεσ“. A

### book 94a1.1

ὀψὲ δὲ δὴ Μενέλαος: ὡς αἰτίαν ἔχων τοῦ παντός. καὶ τῇ

### book 94a1.2

πρὸς Ἀλέξανδρον δὲ ἐπῆρται μονομαχία. διὰ δὲ τοῦ ὀψέ διδάσκει

### book 94a1

μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις. T

### book 94a2.1

ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος. καὶ ἐν τῇ

### book 94a2.2

πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ δὲ τοῦ ὀψέ

### book 94a2.3

διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις. b(BCE3E4)

### book 95a1.1

νείκει ὀνειδίζων: ἔν τισι τῶν ὑπομνημάτων „νείκε’

### book 95a1.2

ὀνειδίζων“ ἔξω τοῦ ι ὥστε κατὰ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς „νεί‐

### book 95a1.3

κεε“. A

### book 95a2

ἔν τισι „νείκε’ ὀνειδίζων“. Aim

### book 95

〈νείκει:〉 τῷ ἐλέγχῳ. Til

### book 96.1

ἀπειλητῆρες: καυχηταί—καυχηματίας λέγουσιν. |

### book 96.2

ἐν ἄλλῳ· ὑβρισταί. A

### book 97

ἦ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς: ἐκ δεινοῦ

### book 97.1

δεινὰ ἢ καὶ τῶν δεινῶν δεινότερα. A | ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων

### book 97.2

δεινή ἐστιν ἡ λώβη. Aim b (BCE3E4)T | ἔν τισι δὲ „λώβη γε τάδ’

### book 97.3

ἔσσεται“. T

### book 99.1

ὕδωρ καὶ γαῖα γένοισθε: τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ

### book 99.2

φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ δι’ ἑαυτῶν. ταῦτα οὖν φησι τὴν

### book 99.3

ἀκινησίαν ὀνειδίζων· ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀνα‐

### book 99.4

λυθῆναι εὔχεται. b(BCE3E4)T καὶ Ξενοφάνης (Vors.6 21 B

### book 99.5.1

33 + 27)· „πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμε〈σ〉θα· / ἐκ

### book 99.5.2

γῆς γὰρ †πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.“ b(BCE3)T ἢ ὅτι

### book 99.5.3

τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει. T

### book 99

ὕδωρ καὶ γαῖα γένοισθε: ἀναλυθείητε εἰς ὕδωρ—ψυ‐

### book 99

χὰς διαφθείρει. A

### book 101.1

〈αὐτὸς θωρήξομαι:〉 ὡς ἀνάγκῃ δεχόμενος τὸ μονο‐

### book 101.2

μάχιον. Til

### book 102a.1

νίκης πείρατ’ ἔχοντα〈ι〉: ὅτι τῷ ἀπηρτισμένῳ κέχρη‐

### book 102a.2

ται, νίκης πείρατ’ ἔχονται, οὐκ ἔχεται. A

### book 102b.1

〈νίκης πείρατα:〉 τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος·

### book 102b.2

„Ζεὺς μέν που τόδε οἶδε“ (Γ 308). b(BE3E4)Til

### book 103a1.1

ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά: ἀλλά,

### book 103a1.2

φασίν, ὥπλισται. ἴστωσαν δὲ ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει

### book 103a1.3

ὡς ἂν μέλλων μονομαχεῖν. T

### book 103a2.1

πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος; φαμὲν ὅτι ἀσφα‐

### book 103a2.2

λέστερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰσιέναι εἰς μονομάχιον. b(BC

### book 103a2.3

E3E4)

### book 104-8.1

ἔνθα κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτή

### book 104-8.2

〈—ἔκ τ’ ὀνόμαζεν〉: εἰς κίνδυνον προαγαγὼν τὴν ὑπόθεσιν καὶ

### book 104-8.3

λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ

### book 104-8.4

πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς καὶ συμπαθῶς προανεφώνη‐

### book 104-8.5.1

σεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες (106) δὲ χαρίεν καὶ εὐνοϊ‐

### book 104-8.5.2

κὸν διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος. b

### book 104-8.5.3

(BE3E4)T

### book 104a1.1

{ἔνθα κέ τοι μενέλαε φάνη} βιότοιο τελευτή: γράφεται

### book 104a1.2

καὶ „θανάτοιο τελευτή“, οἷον θανάσιμον τέλος. AAim

### book 104a2

γράφεται καὶ „θανάτοιο“. Til

### book 107.1

αὐτός τ’ Ἀτρείδης: διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει

### book 107.2

μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων

### book 107.3

καὶ οἱ ἄλλοι τῶν Ἀχαιῶν βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦν‐

### book 107.4

τος ἡδέως οἱ Τρῶες ἀπηλλάττοντο, τὸν δὲ ὡς ἀδικούμενον ἠλέουν. b

### book 107.5

(BCE3E4)T

### book 109.1

ἀφραίνεις, Μενέλαε: παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς.

### book 109.2

A | φιλοδόξως γάρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τὴν μάχην. δεῖ οὖν

### book 109.3

τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν. A b (BCE3E4)T

### book 109.4

ἄλλως τε πρώην μαχεσάμενος τοῦ μὲν ἄθλου ἀφῄρηται, τὸν δὲ κίνδυνον

### book 109.5

ᾕρηται. T

### book 110a1.1

〈ἀνὰ δὲ σχέο:〉 Ἀρίσταρχος „ἀνὰ †δ’ ἄνσχεο†“, ἀνά‐

### book 110a1.2

σχου δέ. Aint

### book 110a2

Ἀρίσταρχος καὶ Ἡρωδιανὸς „†ἀναδίσχεο†“. Til

### book 110b.1

ἀνὰ δὲ σχέο: τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφ’ ἑαυτοῦ νῦν.

### book 110b.2

ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τό‐

### book 110b.3

νον, „ἀνάσχεο“ (Α 586. Ε 382 al.). A

### book 111a

〈μηδ’ ἔθελ’:〉 ὅτι τὸ ἐθέλω ἀεὶ ἀπὸ τοῦ ε ἄρχεται. Aint

### book 111b.1

μηδ’ ἔθελ’ ἐξ ἔριδος: τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ

### book 111b.2

τοῦτο τὸ γνῶθι σαυτόν. b(BCE3E4)T

### book 111c.1

τεῦ ἀμείνονι φωτί: τεχνικῶς ἥττονα πολύ φησιν αὐτὸν

### book 111c.2

Ἕκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων †καταφρονήσειν δοκοίη†,

### book 111c.3

τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.

### book 111c

b(BCE3E4)T

### book 112

〈στυγέουσι:〉 καταπλήττονται. Til

### book 113-4.1

καὶ δ’ Ἀχιλλεὺς τούτῳ γε〈— /〉 ἔρριγ’ ἀν‐

### book 113-4.2

τιβολῆσαι: τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων

### book 113-4.3

εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενελάου κρειττόνων.

### book 113-4.4

ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆ‐

### book 113-4.5

ναι. b(BCE3E4)T

### book 113.1

〈τούτῳ γε:〉 †ὅτι† τούτῳ γε, τῷ Ἕκτορι. γράφεται καὶ

### book 113.2

„τοῦτόν γε“. Aint

### book 114a1.1

ἔρριγ’ ἀντιβολῆσαι, 〈ὅ περ σέο πολλὸν ἀμείνων〉:

### book 114a1.2

γράφεται καὶ διὰ τοῦ μ, „ἀντιμολῆσαι“. βέλτιον δ’ ἄν, φασίν, εἴρητο

### book 114a1.3

Ὁμήρῳ „ὅ περ μέγα φέρτατός ἐστιν“ (cf. Α 581)· ἐπ’ αὐτοῦ γὰρ ψι‐

### book 114a1.4

λῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν. A

### book 114b1.1

〈ἀμείνων:〉 Ζηνόδοτος χωρὶς τοῦ ν „ἀμείνω“ γράφει.

### book 114b1.2

Aim

### book 114b2/a2.1

ὅπερ σέο πολλὸν ἀμείνων: γράφεται καὶ „†ἀμεί‐

### book 114b2/a2.2

νων†“. | ἄμεινον δέ φασιν „ὅπερ μέγα φέρτατός ἐστιν“, ἵνα ψιλότερος

### book 114b2/a2.3

εἴη ὁ ὀνειδισμὸς Μενελάου. T

### book 116a.1

τούτῳ δὲ πρόμον ἄλλον 〈ἀναστήσουσιν Ἀχαιοί〉:

### book 116a.2

ἐντέχνως παρυπέμνησεν ὅτι πάντως δεῖ τινα αὐτῶν ἀναστῆναι. b(BC

### book 116a.3

E3E4)T

### book 116b

〈πρόμον:〉 ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει. Aim

### book 117-8.1

εἴπερ ἀδειής τ’ ἐστὶ 〈καὶ εἰ μόθου ἐστ’ ἀκόρητος, /

### book 117-8.2

—φύγῃσι〉: γράφεται καὶ διὰ τοῦ γέ, „ἀδειής γε“ (117). A

### book 117-8.3

Αint | ἀφ’ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑποστικτέον ἀκόρητος

### book 117-8.4

(117)· ὁ γὰρ λόγος· εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλήρωτος πολέμου

### book 117-8.5

ἐστίν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι. A

### book 117.1

μόθου 〈ἀκόρητοσ〉: †μότος† παρὰ τὸ τάχιστα πληροῦ‐

### book 117.2

σθαι τὴν ἐπιθυμίαν. T

### book 118a.1

φημί μιν ἀσπασίως: ταῦτα εἰς προτροπὴν τῶν

### book 118a.2

Ἀχαιῶν. T

### book 118b

γόνυ κάμψειν: ἀντὶ τοῦ φυγεῖν. Aint

### book 118b

γόνυ κάμψειν: ἀναπαύσεσθαι, ἢ—διώκεσθαι. A

### book 122a1.1

γηθόσυνοι θεράποντες: παρὸν αὐτῷ καὶ ‘ὀτρηροὶ

### book 122a1.2

θεράποντεσ‘ (cf. Α 321) εἰπεῖν καὶ ‘καρπαλίμως θεράποντεσ‘ γηθό‐

### book 122a1.3

συνοι φησί, τὴν τῶν θεραπόντων πρὸς τὸν βασιλέα ἐμφαίνων κηδε‐

### book 122a1.4

μονίαν. T

### book 122a2

τὴν πρὸς αὐτὸν ἁπάντων κηδεμονίαν δηλοῖ. b(BCE3E4)

### book 123.1

Νέστωρ δ’ Ἀργείοισιν: πιθανῶς τοῦτον ἐπιπλήσσοντα

### book 123.2

παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐχ ὑποφέρει τὸ ὅμοιον ἔγκλημα. b

### book 123.3

(BCE3E4)T καὶ μετὰ Ἀγαμέμνονα (cf. Η 109—119) δὲ ὅμως ἀσφαλεῖς πάλιν οἱ

### book 123.4

Ἕλληνες. T

### book 124.1

ὢ πόποι, 〈ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει〉:

### book 124.2

λειπόμενοι γὰρ οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι τὴν

### book 124.3

οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν ἐν αὐτοῖς ἐλεεῖν

### book 124.4

φησιν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν, ἀλλὰ πένθος καὶ μέγα. b(BCE3

### book 124.5

E4)T

### book 125

ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα 〈Πηλεύσ〉: διδά‐

### book 125.1

σκει ὅτι καὶ ἀπόντας δεῖ τοὺς πρεσβυτέρους τιμᾶν, λέγων ὡς δεῖ τοὺς

### book 125.2

Ἕλληνας ἀρέσκειν Πηλεῖ καὶ μὴ παρόντι. ἀνόητον δέ φασι τὸ μὴ τοὺς

### book 125.3

γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαί‐

### book 125.5.1

ρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. τοῦτο δέ ἐστιν

### book 125.5.2

ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ

### book 125.5.3

ἡμῶν· ἅμα δὲ καὶ ὑπομιμνῄσκει Ἀγαμέμνονα Ἀχιλλέως ὅτι ὁ νῦν

### book 125.5.4

προκαλούμενος πάντας, ὄφρ’ Ἀχιλλεὺς μετ’ Ἀχαιοῖσι πολέμιζεν (cf.

### book 125.5.5

Ι 352), „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ“ (Ι 353)·

### book 125.10.1

ἐπαχθὲς γὰρ ἦν τὸ σαφῶς ὀνειδίσαι. †προμνηστεύει† οὖν τὰς Λιτάς, καὶ

### book 125.10.2

τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρό‐

### book 125.10.3

νιος τοῦ Πηλέως οὕτω πρὸς τοὺς Ἕλληνας διακειμένου· καὶ τὸν Ἀχιλ‐

### book 125.10.4

λέα ὑποθωπεύει λεληθότως. b(BCE3E4)T

### book 126.1

βουληφόρος: ὁ φέρων εἰς πέρας, ἃ βούλεται. συνίστησι δὲ

### book 126.2

τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινότατος ἐγείρῃ τοὺς

### book 126.3

Ἕλληνας. b(BCE3E4)T

### book 127a1.1

ὅς ποτέ μ’ εἰρόμενος 〈μέγ’ ἐγήθεεν〉: ὅτι Ζηνόδοτος

### book 127a1.2

γράφει „μέγα δ’ ἔστενεν“, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς „μειρόμε‐

### book 127a1.3

νοσ“, οἷον στερόμενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι

### book 127a1.4

τίθησιν, ἀλλ’ ἐπὶ τοῦ μερίζεσθαι· „καὶ ἥμισυ μείρεο τιμῆσ“ (Ι 616).

### book 127a1.5.1

δέον οὖν εἰρόμενος, ἐρωτῶν. | προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν

### book 127a1.5.2

μέγ’ ἐγήθεεν γραφήν. A

### book 127a2

Ζηνόδοτος „μειρόμενοσ“ γράφει, κακῶς. Til

### book 127b

ὅς ποτέ μ’ εἰρόμενος: τὸ πλῆρες· ἐμὲ εἰρόμενός †τε. A

### book 128a1.1

ἐρέων γενεήν τε τόκον τε: θαυμασίως τῆς εὐγενείας

### book 128a1.2

αὐτοὺς ὑπέμνησεν οὐκ ἐπαινῶν τοὺς γονεῖς αὐτῶν, ἀλλὰ Πηλέα τὸν

### book 128a1.3

ἄκρον ἐπ’ εὐγενείᾳ χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλ’ οὐδέ φησιν

### book 128a1.4

ὅτι ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ μὲν γὰρ κολακικόν, τὸ δὲ

### book 128a1.5

λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον. b(BCE3E4)T

### book 128a2.1

γενεήν τε τόκον τε: πατέρα καὶ παῖδα· | τὸ μὲν γὰρ

### book 128a2.2

ἐπαινεῖν τοὺς προγόνους κολακικόν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα

### book 128a2.3

ὑμῖν εὐγένειαν ἐπίφθονον. A

### book 129-130.1

ἀκούσαι ... ἀείραι: παροξυτονητέον ἀμφότερα·

### book 129-130.2

ἔφαμεν γὰρ (sc. ad Α 255) τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν

### book 129-130.3

εἶναι. A

### book 130a1.1

〈φίλασ〉 ἀνὰ χεῖρας {ἀείρας}: ἐν ταῖς ἐξητασμέναις Ἀρι‐

### book 130a1.2

στάρχου „βαρείας χεῖρασ“, τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσ‐

### book 130a1.3

κινήτους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· „βαρείας χεῖρας ἐποίσειν“ (Α

### book 130a1.4

89). A

### book 130a2.1

φίλας ἀνὰ χεῖρας {ἀείραι}: Ἀρίσταρχος „βαρείας χεῖ‐

### book 130a2.2

ρασ“, τὰς ὑπὸ τοῦ γήρως δυσκινήτους. T

### book 131a.1

θυμὸν ἀπὸ μελέων: δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παν‐

### book 131a.2

τὶ τῷ τοῦ σώματος μέρει. b(BCE3E4)T

### book 131b1.1

ἄλλως· θυμὸν ἀπὸ μελέων δῦναι: ὅτι τοιούτοις πεπί‐

### book 131b1.2

στευκε τὸν ἴδιον υἱόν. T

### book 131b2

τοῦτο δὲ πάσχει, φησίν, ὅτι τοιούτοις ἀγενέσι καὶ δειλοῖς

### book 131b2

τὸν ἴδιον υἱὸν πεπίστευκεν. b(BCE3E4)

### book 131c1.1

δῦναι δόμον Ἄιδος 〈εἴσω〉: μέτριος μὲν ὁ λόγος τῇ

### book 131c1.2

φαντασίᾳ, πικρὸς δὲ τῇ δυνάμει· εἰ γὰρ ἐκεῖνος ἀκούων ἀβίωτα σπεύ‐

### book 131c1.3

δει, πόσῳ μᾶλλον ἐγὼ ὁρῶν †ἢ ὑμεῖς ἀσχημονοῦντες†; πραγματικῶς

### book 131c1.4

καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτω βαρέως οἴσει ὁ Πηλεὺς

### book 131c1.5.1

τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄ‐

### book 131c1.5.2

χθοιτο; T

### book 131c2.1

μέτριος μὲν οὖν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνά‐

### book 131c2.2

μει· εἰ γὰρ ὁ Πηλεὺς τὰ ὑμῶν ἀκούων δεινὰ θανεῖν εὔχεται, πόσῳ μᾶλ‐

### book 131c2.3

λον ἐγὼ ὁ τοσαῦτα ποιήσας ἐν νεότητι καὶ νῦν ὁρῶν ὑμᾶς· πραγμα‐

### book 131c2.4

τικῶς δὲ καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτως βαρέως οἴσει ὁ

### book 131c2.5.1

Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ

### book 131c2.5.2

υἱῷ ἄχθοιτο; b(BE3E4)

### book 132.1

αἲ γάρ, Ζεῦ τε πάτερ: οὐκ ἄκαιρος ὁ λόγος· ἐπιτιμήσας

### book 132.2

γὰρ τοῖς ἀρίστοις ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πε‐

### book 132.3

πραγμένων αὐτῷ ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς

### book 132.4

ζῆλον αὐτοὺς τῶν ὁμοίων κινήσῃ. b(BE3E4)T τοιοῦτος καὶ Φοῖ‐

### book 132.5

νιξ καὶ Λαέρτης. T

### book 133-5a.1

ἐπ’ ὠκυρόῳ κελάδοντι ..., Ἰαρδάνου ἀμφὶ

### book 133-5a.2

ῥέεθρα: ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν, Ἰαρ‐

### book 133-5a.3

δάνου ἀμφὶ ῥέεθρα (135). A

### book 133-5b.1

Κελάδοντι (133): τῷ νῦν Ἀκίδωνι. | τινὲς δὲ ἄμφω ἐπί‐

### book 133-5b.2

θετα τοῦ Ἰαρδάνου καὶ τὴν φράσιν σημειοῦνται· προτάξας γὰρ δοτι‐

### book 133-5b

κὰς ἐπιφέρει γενικὴν Ἰαρδάνου (135). T

### book 135a.1

Φειᾶς {πὰρ τείχεσσιν}: ὅτι ἐν Ὀδυσσείᾳ (ο 297) πλη‐

### book 135a.2

θυντικῶς· „ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ“, ὡς Μυκήνην

### book 135a.3

καὶ Μυκήνας. A

### book 135b.1

Φειᾶς 〈πὰρ τείχεσσιν: Φειᾶσ〉 περισπαστέον· ἑνικὴ γάρ

### book 135b.2

ἐστι γενική. πρόδηλον κἀκ τῆς συντάξεως τοῦ τείχεσ〈σ〉ι, παρὰ τοῖς

### book 135b.3

τῆς Φειᾶς τείχεσι. | Φεὰ δὲ πόλις—παρ’ ἣν ὁ †ἰορδάνης†

### book 135b.4

ῥεῖ. A

### book 135c.1

Φειᾶς πὰρ τείχεσσιν: καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι,

### book 135c.2

καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος

### book 135c.3

(p. 114 Schm.) „Φηρᾶσ“ γράφειν καὶ „Δαρδάνου ἀμφὶ ῥέεθρα“. οὕτω

### book 135c.4

γὰρ καὶ Φερεκύδης ἱστορεῖ (FGrHist 3, 159). AT

### book 136a

〈πρόμος:〉 ὅτι ἀντὶ τοῦ πρόμαχος κοινῶς. Aim

### book 136b

〈ἰσόθεος φώς:〉 ἐπαίρει τὸν πολέμιον Ἐρευθαλίωνα. Til

### book 138a.1

δίου Ἀρηϊθόου: ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις,

### book 138a.2

ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ (sc. α 23). καὶ ὅτι οὗτος ὁ Ἀρηΐθοος Ἀρκὰς ὢν

### book 138a.3

ὁμώνυμός ἐστι τῷ Βοιωτῷ. A

### book 138b1.1

δίου Ἀρηϊθόου: εὐκαίρως ἐρευνᾷ, πρώην (sc. Η

### book 138b1.2

9—10) ἁπλῶς παρελθών. | οὗτος δὲ ὁ Ἀρηΐθους Βοιωτὸς μὲν ἦν τῷ

### book 138b1.3

γένει, συνεμάχει δὲ Ἀρκάσιν. τούτῳ φθονέσας Λυκοῦργος ἀναιρεῖ. T

### book 138b2.1

οὗτος †ὁ μὲν† Ἀρηΐθους Βοιωτὸς ἦν τὸ γένος, Ἀρκάσι δὲ

### book 138b2.2

συνεμάχει. τοῦτον δὲ Λυκοῦργος ὁ Ἀρκὰς φθόνῳ ἀναιρεῖ. b(BCE3E4) |

### book 138b2

εὐκαίρως δὲ ἐνταῦθα ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών. b(BE3E4)

### book 139.1

〈ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες:〉 ἔμφασις

### book 139.2

τοῦ κλέους, ὅπου καὶ γυναιξὶν ἐγνώσθη. b(BCE3E4)Til

### book 140.1

οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο 〈δουρί τε μακρῷ〉:

### book 140.2

τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ κορυνήτου (cf. Η 138)

### book 140.3

ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ „ἀλλὰ σιδηρείῃ

### book 140.4

κορύνῃ“ (Η 141), βραχὺ μόνον διαστέλλοντα. A

### book 142

〈δόλῳ, οὔτι κράτεΐ γε:〉 εἰς σύστασιν αὐτοῦ. Til

### book 143-4.1

〈στεινωπῷ ἐν ὁδῷ, ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον /

### book 143-4.2

χραῖσμε:〉 οὐ διὰ τὸ στενόν, ἀλλὰ διὰ τὴν πρόληψιν. b(BCE3E4)Til

### book 144a.1

{χραῖσμε σιδηρεῖν: πρὶν γὰρ λυκόοργος} ὑποφθάς: ὅτι

### book 144a.2

ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. | Ἀρίσταρχος δέ φησι καὶ „ἀναστάσ“,

### book 144a.3

οἷον ἐκ λόχου ἀναστάς. A

### book 144b1.1

〈ὑποφθάς:〉 Ἀρίσταρχος „ἀναστάσ“, ἐκ τοῦ λόχου

### book 144b1.2

δηλονότι. Til

### book 144b2

γράφεται καὶ „ἀναστάσ“. Aint (Ail)

### book 146a1.1

〈τεύχεα δ’ ἐξενάριξε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ

### book 146a1.2

διὰ τοῦ τέ, „τεύχεά τ’ ἐξενάριξε“. Aim

### book 146a2

Ἀρίσταρχος διὰ τοῦ δέ. Til

### book 146b.1

τεύχεά τ’ ἐξενάριξε: ὅτι κυρίως τὸ ἐξενάριξεν νῦν, τὰ

### book 146b.2

ἔναρα περιεῖλεν. A

### book 146c.1

τά οἱ πόρε χάλκεος Ἄρης: λεληθότως τὸν ἴδιον ἔπαι‐

### book 146c.2

νον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα. b

### book 146c.3

(BCE3E4)T

### book 146d.1

ἄλλως· τά οἱ πόρε χάλκεος Ἄρης: τινὲς ‘ἃ ἦν σκυ‐

### book 146d.2

λεύσας ἐκ τοῦ πολέμου‘. T

### book 147.1

μετὰ μῶλον Ἄρηος: τὸν ἐγχρονισμὸν καὶ μώλυνσιν τῆς

### book 147.2

μάχης. T

### book 148.1

〈ἐγήρα:〉 ὅτι ἀντὶ τοῦ ἐγήρασεν τὸν παρατατικὸν ἔταξεν.

### book 148.2

Aint

### book 149.1

δῶκε δ’ Ἐρευθαλίωνι: ὅτι οὕτως εἴωθε φράζειν, καὶ ὅτι

### book 149.2

περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι „δῶκεν Ἐρευθαλίωνι“. A

### book 152-3.1

〈πολεμίζειν /〉 θάρσει ᾧ: τῷ ἑαυτοῦ· „βουλὴ γὰρ

### book 152-3.2

ἄρχει, χεὶρ δ’ ἐπεξεργάζεται“ (Io fr. 63, 3 N.2). b(BCE3E4)T τινὲς δὲ

### book 152-3.3

ἀντὶ τοῦ τῷ ἀπλήστῳ θάρσει αὐτοῦ τοῦ Ἐρευθαλίωνος μάχεσθαι. T

### book 153a1.1

θάρσει ᾧ: ὅτι Ζηνόδοτος „θάρσει ἐμῷ“. ἀδιανόητον δὲ

### book 153a1.2

γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ. A

### book 153a2

γράφεται δὲ καὶ „θάρσει ἐμῷ“. ἀμείνων δὲ ἡ ἄλλη. T

### book 153b.1

γενεῇ δὲ νεώτατος 〈ἔσκον ἁπάντων〉: διὸ ἐθάρσουν.

### book 153b.2

ἐντέχνως δὲ τοὺς μὲν πρεσβυτέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ

### book 153b.3

νεωτέρους ἀνίστησιν. b(BCE3E4)T

### book 154.1

δῶκεν δέ μοι εὖχος Ἀθήνη: ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέ‐

### book 154.2

ρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις. b(BCE3E4)T

### book 155.1

τὸν δὴ μήκιστον καὶ κάρτιστον: †καὶ ὡς† οὐχ ἑαυτὸν

### book 155.2

μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρ‐

### book 155.3

τύρησεν, ἐκείνου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως

### book 155

ἑαυτὸν ηὔξησεν. ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς

### book 155.5

ἔννοιαν ἀγωνίας. b(BCE3E4)T

### book 156a

πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα·

### book 156a.1

ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μεγέθη, A b (BCE3E4)T ὡς

### book 156a.2

τὸ „τύμβον †δὲ οὐ† μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα“ (Ψ 245). A

### book 156a.3

T | παρήορος δὲ εἰς μῆκος καὶ πλάτος παρηρτημένος. b(BCE3)T

### book 156b.1

πολλὸς γάρ τις ἔκειτο παρήορος: σημειοῦνταί τινες

### book 156b.2

διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυμένος. A

### book 156b.1

παρήορος: παρῃωρημένος τῷ σώματι—καὶ τὸν ἄ‐

### book 156b.2

φρονα. A

### book 158

〈κε ... ἀντήσειε:〉 ἤντησεν ἄν. Til

### book 159.1

〈ὑμέων δ’ οἵπερ ἔασιν:〉 σχῆμα περὶ πρόσωπον. b(BCE3

### book 159.2

E4)Til

### book 160.1

〈οὐδ’ οἳ προφρονέως μέματε:〉 σχῆμα περὶ πρόσωπον.

### book 160.2

Til

### book 161a.1

ὣς νείκεσς’ ὁ γέρων, 〈οἱ δ’ ἐννέα πάντες ἀνέσταν〉:

### book 161a.2

πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ ἐπὶ τοῦ ἔκρι‐

### book 161a.3

νεν, ὡς ἐν τῷ „ὃς †νείκεσσεν τε† θεάσ“ (Ω 29). καὶ ὅτι παρέλκει συνή‐

### book 161a.4

θως αὐτῷ τὸ πάντες. A

### book 161b.1

οἱ δ’ ἐννέα πάντες ἀνέσταν: πλεονάζει τὸ πάντες· οὐ

### book 161b.2

γάρ, ὥς τινες, οἱ ἅπαντες ἐννέα· τί γὰρ ἐπὶ τοῦ „δέκα πάντα τάλαντα“

### book 161b.3

(Τ 247. Ω 232); ἴσχυσε δὲ καὶ τοὺς ὁμογέροντας ἐγεῖραι. T

### book 162.1

ὦρτο πολὺ πρῶτοσ〈—〉Ἀγαμέμνων: ὡς βασι‐

### book 162.2

λεὺς προτρέπων καὶ ὡς ἀχθόμενος τῇ †μελήσει† αὐτῶν. καὶ τὸν ἀδελ‐

### book 162.3

φὸν ἐπισχὼν ἐνδείκνυται †οὐχ ὡς δεδιὼς Ἕκτορα ἀπέτρεπε τὸν Με‐

### book 162

νέλαον. b(BCE3E4)T

### book 163a.1

τῷ δ’ ἐπί {τυδείδης}: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν·

### book 163a.2

μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος. A

### book 163b.1

τῷ δ’ ἐπὶ Τυδείδης: φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπρα‐

### book 163b.2

γμένοις καὶ θερμότερός ἐστι τῶν Αἰάντων. b(BCE3E4)T

### book 164.1

τοῖσι δ’ ἐπ’ Αἴαντες: δευτερεύει γὰρ Αἴας Ἀχιλλέως. συν‐

### book 164.2

ανέστησε δὲ αὐτῷ καὶ τὸν Λοκρόν· „ἶσον“ γὰρ „θυμὸν †ἔχοντες†“

### book 164.3

(Ν 704). πολεμεῖ δὲ νῦν καὶ κρατεῖ, ἵνα, ὅταν ἡττᾶται Ἕκτορι (cf.

### book 164

Π 114—24), τὸν Δία νοοῖμεν. b(BCE3E4)T

### book 165-6.1

τοῖσι δ’ ἐπ’ Ἰδομενεὺσ〈— / Μηριόνησ〉: ἐκεί‐

### book 165-6.2

νων μὲν λείπονται, Εὐρυπύλου δὲ καὶ Θόαντος ὑπερέχουσιν. συνεργεῖ

### book 165-6.3

δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ. b(BCE3E4)T

### book 167a.1

τοῖσι δ’ ἐπ’ Εὐρύπυλος: οὐδὲ ἐνθάδε ἀναστρεπτέον,

### book 167a.2

καὶ ὅτι συνήλειπται. A

### book 167b.1

τοῖσι δ’ ἐπ’ Εὐρύπυλος: κρείττων καὶ οὗτος τὰ πολεμι‐

### book 167b.2

κὰ Θόαντος· περὶ λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας· „ἀγορῇ δέ ἑ

### book 167b.3

παῦροι Ἀχαιῶν / νίκων, b(BCE3E4)T ὁπ〈π〉ότε κοῦροι ἐρίσ‐

### book 167b.4

〈σ〉ειαν“ (Ο 283—4). T

### book 167c.1

〈Εὐαἴμονος:〉 ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα.

### book 167c.2

προείρηται δέ (sc. ad Ε 76). Aint

### book 168a1.1

δῖος Ὀδυσσεύς: οὐχ ὡς δειλός, ἀλλ’ ὡς σοφὸς εἰς πάντα

### book 168a1.2

μέλλει. ἄλλως τε περὶ πάντων ἀπελογίσατο· „πάντες ἄρ’ οἵ γ’ ἔθε‐

### book 168a1.3

λον“ (Η 169). T

### book 168a2.1

ἔσχατος τέθειται οὐχ ὡς δειλός, ἀλλ’ ὡς σοφός· πάντα γὰρ

### book 168a2.2

λογισμῷ πράττων εἰς πάντα μέλλει. b(BCE3E4)

### book 170.1

τοῖς δ’ αὖτις μετέειπε Γερήνιος 〈ἱππότα Νέστωρ〉:

### book 170.2

ὁ καὶ ἀναστῆναι προτρέψας, οὐχ ὁ βασιλεύς, ὃς πονεῖν ἐθέλει. b(BCE3

### book 170

E4)T | ὅτι τοὺς μὲν καθίστησι, τοὺς δὲ ἀνίστησι Νέστωρ. T

### book 171a.1

κλήρῳ νῦν πεπάλασθε 〈διαμπερές, ὅς κε λάχῃ‐

### book 171a.2

σιν〉: ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς

### book 171a.3

τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἰχθύς, ὅς κε

### book 171a.4

φάγῃσι“ (Φ 127) πρὸς Φιλίταν. A

### book 171b.1

〈πεπάλασθε:〉 οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ

### book 171b.2

τοῦ ς, πεπάλασθε, οὐ διὰ τοῦ χ. Aim

### book 171c1.1

πεπάλαχθε: αἱ πᾶσαι „πεπάλασθε“ παρὰ τὸν Πάλλαν‐

### book 171c1.2

τα ἢ ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους. πεπάλαχθε δὲ μολύνθητε.

### book 171c1.3

T

### book 171c2.1

αἱ πᾶσαι „πεπάλασθε“, ὅ ἐστι τῷ κλήρῳ ἤτοι τῷ λαχμῷ

### book 171c2.2

κινήθητε. ἕκαστος, φησί, τῷ ἑαυτοῦ κλήρῳ ἐν λαχήσει κινήθητε. ἀπὸ

### book 171c2.3

τοῦ πάλλω παλάσσω. τὸ δὲ πεπάλαχθε τὸ μολύνθητε δηλοῖ.

### book 171c2.4

b(BCE3E4)

### book 171d.1

πεπάλασθε: οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀνα‐

### book 171d.2

πάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. | τὸ δὲ ὅς κε λάχῃσι

### book 171d.3

τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρ’ αὐτῷ.

### book 171d.4

A

### book 171e

ἄλλως· κλήρῳ νῦν πεπάλαχθε: ἀνοήτως, φασίν, ἐπὶ

### book 171e.1

κλῆρον ἔρχεται, δέον ἑλέσθαι τὸν ἄριστον, ὅπου κίνδυνος ἦν καὶ τὸν

### book 171e.2

φαυλότατον λαχεῖν. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα †μηδενὸς† προ‐

### book 171e.3

κριθέντος ὑβρισθῶσιν οἱ λοιποί, πρός τε τὸν πολέμιον ἵνα ἐνδείξηται

### book 171e.5.1

ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἶναι πρὸς αὐτὸν μάχεσθαι, καὶ

### book 171e.5.2

ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ τοῦ

### book 171e.5.3

κλήρου δεδομένον, μήτε ληφθεὶς ὑπὸ τοῦ ἀρίστου λελῆφθαι, ἀλλ’ ὑπὸ

### book 171e.5.4

τοῦ λαχόντος. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής. b(BE3

### book 171e.5.5

E4)T

### book 171-4a1.1

κλήρῳ νῦν πεπάλασθε〈—δηϊοτῆτοσ〉:

### book 171-4a1.2

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 171). τὸ δὲ ἑξῆς λεγόμενον

### book 171-4a1.3

οὗτος γὰρ δὴ ὀνήσει (172) ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λα‐

### book 171-4a1.4

χόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσε‐

### book 171-4a1.5.1

ται (173). ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας

### book 171-4a1.5.2

γὰρ †τούτους† ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον

### book 171-4a1.5.3

εἶναι ‘κληρώθητε ὃς ἂν λάχῃσι‘ (cf. 171) σύνηθες Ὁμήρῳ ἐστίν, οἷον

### book 171-4a1.5.4

κληρώθητε· λάχοι γὰρ ἄν τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ

### book 171-4a1.5.5

διηνεκῶς, οἷον πάντες. ταῦτα δέ τινες ὑπιδόμενοι ἀφ’ ἑτέρας ἀρχῆς

### book 171-4a1.10.1

ποιοῦσιν ἀναγινώσκειν, διαμπερές, ὅς κε λάχῃσιν, / οὗτος γὰρ

### book 171-4a1.10.2

δὴ ὀνήσει (171—2), ἵν’ ᾖ τὸ ἑξῆς οὗτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς

### book 171-4a1.10.3

κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, / οὗτος γὰρ δὴ ὀνήσει

### book 171-4a1.10.4

(171—2), δῆλον ὅτι μετὰ τὸ διαμπερές (171) στίζοντες. ταῦτα ὁ

### book 171-4a1.10.5

Νικάνωρ (p. 191 Friedl.). A

### book 171-4a2.1

οὕτως συνάπτειν δεῖ ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ

### book 171-4a2.2

ὀνήσει. Aint

### book 171-3

διαμπερὲσ〈—ὀνήσεται〉: διηνεκῶς ἀπὸ πέρατος

### book 171-3.1

εἰς πέρας ἐλθόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων. εἶτα ἀπὸ ἄλλης

### book 171-3.2

ἀρχῆς· ὃς γὰρ ἂν λάχῃ, καὶ Ἕλληνας καὶ ἑαυτὸν ὠφελήσει. τινὲς τε‐

### book 171-3.3

λείαν εἰς τὸ λάχῃσιν (171). λέγει δὲ κληρώθητε· λάχοι γὰρ ἄν τις,

### book 171-3.5.1

b(BCE3E4)T ὡς καὶ τὸ „μάρνασθ’, ὁπ〈π〉οτέροισι πατὴρ Ζεὺς

### book 171-3.5.2

κῦδος ὀρέξει“ (Ε 33). T οἱ δὲ στίζουσιν εἰς τὸ „πεπάλασθε“

### book 171-3.5.3

(171), εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα τὸν βίον ὠφελήσει

### book 171-3.5.4

τοὺς Ἀχαιούς. b(BCE3E4)T

### book 172

〈Ἀχαιούς:〉 ὡς ἔχοντας ἀξιόμαχον Ἕκτορι. Til

### book 175a.1

〈ἐσημήναντο:〉 ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν.

### book 175a.2

AimAint

### book 175b1.1

ἐσημήναντο: γράμμασιν. T καὶ πῶς οὐ γινώσκει ὁ

### book 175b1.2

κῆρυξ; ἐθνικὰ γὰρ ἦν. T

### book 175b2.1

γράμμασιν ἐσημήναντο. b(BCE3E4) καὶ πῶς ὁ κῆ‐

### book 175b2.2

ρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν. b(BCE3)

### book 177a1.1

〈λαοὶ δ’ ἠρήσαντο〉 θεοῖς ἰδὲ χεῖρας ἀνέσχον: ὁ

### book 177a1.2

Ἀσκαλωνίτης (p. 48 B.) διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς „ἰδὲ

### book 177a1.3

κλέος ἐσθλὸν ἄροιτο“ (Ε 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων

### book 177a1.4

(fr. 34 B.) δὲ τὴν κατειθισμένην παραλαμβάνει, „λαοὶ δ’ ἠρήσαντο,

### book 177a1.5.1

θεοῖσι δὲ χεῖρας ἀνέσχον“. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 7 B.).

### book 177a1.5.2

οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δο‐

### book 177a1.5.3

κεῖ. A

### book 177a2

διχῶς, καὶ „θεοῖσι δέ“ καὶ θεοῖς ἰδέ. Aim

### book 177a3

διχῶς δὲ θεοῖς 〈ἰδὲ χεῖρας〉 καὶ „θεοῖσι δὲ χεῖρασ“. T

### book 177b.1

λαοὶ δ’ ἠρήσαντο 〈θεοῖς ἰδὲ χεῖρας ἀνέσχον〉: ἡδέα

### book 177b.2

καὶ Ἑλληνικὰ ἀγωνιᾶν τοὺς Ἕλληνας περὶ εὐδοξίας. b(BCE3E4)T

### book 179-80.1

ἢ Αἴαντα λαχεῖν〈—Μυκήνησ〉: τάξιν ἡ εὐχὴ

### book 179-80.2

ἔχει, τὸν πρῶτον κατ’ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον κατα‐

### book 179-80

λέγουσα. b(BCE3E4)T

### book 179

〈λαχεῖν:〉 λείπει τὸ δός. Til

### book 180.1

〈Μυκήνης:〉 ὅτι ἀλλαχοῦ (sc. Β 569. Δ 376) πληθυντικῶς

### book 180.2

Μυκήνας. Aint

### book 181.1

πάλλεν δὲ Γερήνιος: ὡς μὴ κακουργηθῆναί τι περὶ τὸν

### book 181.2

κλῆρον· πιστότατος γάρ. b(BCE3E4)T | τὸ δὲ πάλλεν ἀντὶ τοῦ

### book 181.3

ἐκλήρου. T

### book 182a.1

〈ἐκ δ’ ἔθορε κλῆρος κυνέης:〉 ὅτι ἀνέσειον τοὺς κλήρους,

### book 182a.2

οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν. Aim

### book 182b.1

〈ὃν ἄρ’ ἤθελον αὐτοί:〉 πιθανῶς εἴρηται τοῦτο, εὐχῆς

### book 182b.2

γὰρ τὸ ἔργον ἦν, καὶ κεχαρισμένως τῷ ἀκροατῇ. b(BCE3E4)

### book 184a1.1

ἐνδέξια: ὅταν ἀντὶ ἐπιρρήματος ᾖ, ἀντὶ τοῦ ἐπιδεξί‐

### book 184a1.2

ως ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. A

### book 184a2.1

βαρυντέον τὸ ἐνδέξια· ἐπίρρημα γάρ ἐστιν ἀντὶ τοῦ ἐν‐

### book 184a2.2

δεξίως. b(BCE3)T

### book 185a.1

οἱ δ’ οὐ γιγνώσκοντες: οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ

### book 185a.2

πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες. διάφορα δὲ καὶ τὰ τῶν στοιχείων

### book 185a.3

ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησια‐

### book 185a.4

κῶν μετήνεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχον‐

### book 185a.5.1

τος Εὐκλείδου, ὥς φησιν Ἔφορος (FGrHist 70, 106). b(BCE3E4)T

### book 185a.5.2

τινὲς δὲ τὸ οὔ περισπωμένως καὶ δασέως, ἵν’ ᾖ αὐτοῦ τοῦ Αἴαντος αὐ‐

### book 185a.5.3

τὸν εἰδότες, κακῶς. T

### book 185b

〈ἀπηνήναντο ἕκαστος:〉 ἐναρτᾷ τέως ἡμῶν τὸν νοῦν,

### book 185b

οὐκ εὐθὺς ἐπὶ τὸν Αἴαντα τὸν κλῆρον φέρων. b(BCE3E4)T

### book 186a1.1

〈ἀλλ’ ὅτε δή ῥ’ ἵκανε:〉 διχῶς· ἀλλ’ ὅτε δή ῥ’ ἵκα‐

### book 186a1.2

νε καὶ „ἀλλ’ ὅτε δὴ τὸν ἵκανε“. Aim

### book 186a2

διχῶς ἡ γραφή. Til

### book 187.1

ὅς μιν ἐπιγράψας: ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλ’ ἐγ‐

### book 187.2

χαράξας σημεῖα· εἰ γὰρ κοινῶς ᾔδεσαν γράμματα, ἔδει τὸν κήρυκα

### book 187.3

ἀναγνῶναι καὶ τοὺς ἄλλους, οἷς ἐπεδείκνυτο ὁ κλῆρος. A

### book 189-90a1.1

γήθησε δὲ θυμῷ. 〈/ τὸν μὲν πὰρ πόδ’ ἑὸν χα‐

### book 189-90a1.2

μάδις βάλε〉: ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην αὐτοῦ ἐπαινεῖ.

### book 189-90a1.3

καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασεν· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν,

### book 189-90a1.4

ἑξῆς δὲ (sc. Η 212—6) καταπλῆσσον τὸν πολέμιον. T

### book 189-90a2.1

καλῶς οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ

### book 189-90a2.2

τῶν φίλων ἦν. βάλλει δὲ χαμαὶ τὸν κλῆρον τύπον τῆς ἥττης Ἕκτορος

### book 189-90a2.3

παρεντιθείς. b(BCE3E4)

### book 192.1

δοκέω νικησέμεν: μέτριον καὶ Ἑλληνικὸν τὸ ἦθος· οὐχ ὡς

### book 192.2

ὁ Ἕκτωρ γὰρ περὶ τῶν ἀδήλων ὑπισχνούμενος b(BCE3E4)T „ὡς

### book 192.3

πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). T

### book 193a

〈ὄφρ’—δύω:〉 ἐπασφαλίζεται ὡς διακινδυνεύων. Til

### book 193b

〈δύω:〉 Ἀρίσταρχος „δύνω“, ἄλλοι δὲ δύω. Aint

### book 194.1

τόφρ’ ὑμεῖς εὔχεσθε: Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων

### book 194.2

εὔχεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσα‐

### book 194.3

κούεται. | ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν. b(BCE3

### book 194.4

E4)T

### book 195-9.1

σιγῇ ἐφ’ ὑμείων (195) ἕως τοῦ ἔλπομαι ἐν Σαλα‐

### book 195-9.2

μῖνι (199): στίχοι πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λό‐

### book 195-9

γοι καὶ ἑαυτῷ ἀνθυποφέρει γελοίως. A

### book 195.1

σιγῇ ἐφ’ ὑμείων: ἵνα μὴ δόξωσιν ἐπ’ εὐχὰς τρέπεσθαι

### book 195.2

τὸν Ἕκτορα δεδοικότες. b(BCE3E4)T

### book 196

〈οὔτινα δείδιμεν:〉 οὐ διὰ δέος αὐτὸ ποιοῦμεν. Til

### book 197-8a1.1

οὐ γάρ τίς με βίῃ〈— /〉 οὐδέ τ’ ἀϊδρείῃ: ἐκ

### book 197-8a1.2

δυοῖν γὰρ νίκη προσγίνεται †περὶ† ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ

### book 197-8a1.3

δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν οὐ βιάσεταί μέ τις. ὁ δὲ Ἕκτωρ

### book 197-8a1.4

„αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας ἀνδροκτασίας τε“ (Η 237). T

### book 197-8a2.1

ἐκ δυοῖν γὰρ ἡ νίκη προσγίνεται, ἀνδρείας καὶ πολυπει‐

### book 197-8a2.2

ρίας, ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως

### book 197-8a2.3

δέ φησιν ὅτι μὴ βουλόμενόν με οὐδεὶς βουλόμενος βιάσασθαι βιάσεται.

### book 197-8a2.4

καὶ τίς, φασί, βούλεται βιασθῆναι; διὰ τούτου φαμὲν ὅτι τὸ τῶν

### book 197-8a2.5

πολλῶν ἀμελὲς ἐνδείκνυται. b(BE3E4)

### book 197a1

〈ἑκών:〉 Ἀρίσταρχος διὰ τοῦ λ „ἑλών“. Aim

### book 197a2

αἱ Ἀριστάρχου καὶ αἱ πλείους „ἑλών“. Til

### book 197a3

γράφεται {δὲ} καὶ „ἑλών“. b(BE3E4)

### book 197b

〈δίηται:〉 †πορεύηται. Til

### book 198a1.1

οὐδέ τ’ ἀϊδρείῃ: διὰ τοῦ τι εἶχον αἱ Ἀριστάρχου. ἡ

### book 198a1.2

δὲ Ἀριστοφάνους „οὐδὲ μὲν ἰδρείῃ“. | ἠθέτηντο δὲ καὶ παρὰ Ἀρι‐

### book 198a1.3

στοφάνει καὶ Ζηνοδότῳ. A

### book 198a2.1

οὐδέ τ’ ἀϊδρείῃ: „οὐδέ τι ἰδρείῃ“. παρὰ Ἀριστοφάνει

### book 198a2.2

„οὐδὲ μὲν ἰδρείῃ“. | ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνο‐

### book 198a2.3

δότῳ. T

### book 198b

ἀϊδρείῃ: τῇ πολυπειρίᾳ, ἐπιτάσει τοῦ α. b(BE3E4)

### book 198c1

{ἐπεὶ οὐδ’} ἐμέ: ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντι‐

### book 198c1

διαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα. A

### book 198c2

ἡ παράδοσις ὀρθοτονεῖ τὴν ἐμέ. Tt

### book 198c3.1

τὴν δὲ ἐμέ ὁ Ἡρωδιανὸς (cf. 2,58,37) εὐλόγως ὤξυνεν.

### book 198c3.2

b(BE3E4)

### book 198d

〈νήϊδα:〉 δειλόν. Til

### book 199a.1

ἔλπομαι ἐν Σαλαμῖνι: καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ

### book 199a.2

θρεψαμένῃ περιάπτει b(BCE3E4)T πατρίδι· καὶ τοῦτο γὰρ Ἑλ‐

### book 199a.3

ληνικὸν καὶ φιλοδίκαιον. b(BCE3E4)

### book 199b.1

γενέσθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν

### book 199b.2

ἐστιν, ἀλλ’ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω

### book 199b.3

δὲ τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῇ τ τῆς Ὀδυσσείας (sc. 320) παραλό‐

### book 199b.4

γως ἐνεκλίναμεν ἐν τῷ „ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαί τε χρῖσαί τε“, ἵνα

### book 199b.5

μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A

### book 202a.1

{ζεῦ πάτερ} Ἴδηθεν: ὅτι τὸ θεν παρέλκει νῦν· ἔστι γὰρ

### book 202a.2

ἀντὶ τοῦ Ἴδης. A

### book 202b.1

Ἴδηθεν μεδέων: καλῶς †ἐγχωρίως† καλεῖ τὸν θεόν, ἐν

### book 202b.2

ᾗ καὶ ἀγωνίζονται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος εἴη

### book 202b.3

Αἴαντι. b(BCE3E4)T

### book 204.1

εἰ δὲ καὶ Ἕκτορά 〈περ〉 φιλέεις: θέλων αὐτοὺς ἐπ’ ἴσης

### book 204.2

διαλλάξαι ὁ ποιητὴς οὐ συνίστησιν ἐν τῇ εὐχῇ. b(BCE3E4)T

### book 208a.1

σεύατ’ ἔπειθ’ 〈οἷός τε πελώριος ἔρχεται Ἄρησ〉:

### book 208a.2

ἐκτείνει τὰς συλλαβάς, τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν. b

### book 208a.3

(BCE3E4)T

### book 208b.1

οἷός τε πελώριοσ〈—〉Ἄρης: ἤδη προεπαίρει τὸν

### book 208b.2

Αἴαντα καὶ τὴν ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν μέχρι τούτου τὸ

### book 208b.3

τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά (sc. Η 209

### book 208b

—10). b(BCE3E4)T

### book 210

〈ἔριδος μένεϊ:〉 περιφραστικῶς ἔριδι. Aint Til

### book 212a.1

μειδιόων βλοσυροῖσι 〈προσώπασι〉: οἷον ἥμερόν τι

### book 212a.2

καὶ γενναῖον ἔχων τὸ πρόσωπον. b(BE3E4)T

### book 212b.1

μειδιόων: πολλὰ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότη‐

### book 212b.2

τος· καὶ λαχὼν γὰρ ἥσθη, πλησίον δὲ ὢν τοῦ δεινοῦ μειδιᾷ, οὐ γελᾷ·

### book 212b.3

τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν

### book 212b.4

αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, b(BCE3E4)T ἐκ‐

### book 212b.5

πλῆττον Ἕκτορα, θρασῦνον δὲ τοὺς φίλους. b(BE3E4)T

### book 212c.1

προσώπασι: ἀπὸ τῆς πρόσωπα b(BCE3E4)Til εὐ‐

### book 212c.2

θείας Αἰολικῶς προσώπατα καὶ προσώπασιν. b(BCE3E4) | εὖ τὸ

### book 212c.3

πληθυντικῶς προσώπασι· σμικρύνει γὰρ τὸ πρόσωπον καὶ ἀπο‐

### book 212c.4

στενοῖ δειλία, χαρὰ δὲ πληθύνει τε καὶ διαχέει. b(BCE3E4)T

### book 212c.5

〈προσώπασι:〉 ἀντὶ τοῦ προσώπῳ. Aim

### book 213a.1

μακρὰ βιβάς: ἡ κίνησις τοῦ σώματος ἐμφαίνει τὸ θρασὺ

### book 213a.2

τῆς ψυχῆς. τῶν δὲ δειλῶν „μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας

### book 213a.3

ἵζει“ (Ν 281). b(BCE3E4)T

### book 213b

〈βιβάς:〉 οὕτως Ἀρίσταρχος βιβάς. Aint

### book 214a.1

〈τὸν δὲ καὶ Ἀργεῖοι μέγ’ ἐγήθεον:〉 Ἀρίσταρχος

### book 214a.2

„τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον“. Aim

### book 214b.1

Ἀργεῖοι μέγ’ ἐγήθεον: ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ

### book 214b.2

τοῖς †πρώτοις† περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων διαθέσεως τὸν

### book 214b

ἔπαινον τοῦ ὁρωμένου ηὔξησεν. b(BCE3E4)T

### book 215.1

Τρῶας δὲ τρόμος αἰνός: οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν,

### book 215.2

ἀλλὰ καὶ οἱ λοιποί. b(BCE3E4)T ταῦτα δὲ λέγει ὁ ποιητὴς με‐

### book 215.3

γαλύνων Αἴαντα. T

### book 216.1

Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν: τὴν

### book 216.2

κίνησιν καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δει‐

### book 216.3

λίας οὐδὲν παρέλαβεν ὡς ἐπὶ τοῦ Ἀλεξάνδρου „ὦχρός τέ μιν εἷλε πα‐

### book 216.4

ρειάσ“ (Γ 35) καὶ ἐπὶ τοῦ Δόλωνος „ὑπὸ δ’ ἔτρεμε γυῖα“ (Κ 390),

### book 216.5.1

ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ

### book 216.5.2

λόγος αὐτῷ. b(BCE3E4)T

### book 217.1

ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι: ὡς, εἴγε δυνατὸν ἦν,

### book 217.2

κἂν ἔφυγεν. ταῦτα δὲ καὶ περὶ τοῦ Ἴρου νόει (cf. ς 75—88). b

### book 217.3

(BE3E4)T

### book 218.1

χάρμῃ: κατ’ εὐφημισμόν, ἢ παρὰ τὸ κείρω κάρμη, ἢ παρὰ

### book 218.2

τὸ χαράσσεσθαι τὰ δόρατα. T

### book 219a1.1

Αἴας δ’ ἐγγύθεν ἦλθε: ὅτι οὐ περιμένει τὸν προκαλε‐

### book 219a1.2

σάμενον. T

### book 219a2.1

γενναῖος γὰρ ὢν οὐ μένει τὸν προκαλεσάμενον. b(BCE3

### book 219a2.2

E4)

### book 220a1.1

ὅ οἱ Τυχίος κάμε τεύχων: δόξαν ἡμῖν ἀληθείας ἐμποιῆ‐

### book 220a1.2

σαι θέλων τὸν τρόπον τῆς παρασκευῆς, τὸν τεχνίτην, τὴν πόλιν φη‐

### book 220a1.1

σίν. πηρωθεὶς δὲ ἐκ Κολοφῶνος μετῳκίζετο εἰς Σμύρναν· μετὰ δὲ βίου

### book 220a1.2

ζήτησιν εἰς Κύμην μετοικιζόμενος †ἐλθεῖν εἰς Νέον τεῖχος, ὅπερ ἦν ἀποι‐

### book 220a1.5.1

κία Κυμαίων, ὅπου μεταλαβὼν τῆς τοῦ σκυτέως Τυχίου φιλοφροσύνης

### book 220a1.5.2

ταῦτα περὶ αὐτοῦ φησιν· ὁπότε γὰρ περὶ ἥρωος δημιουργοῦ λέγει,

### book 220a1.5.3

ἱκανὸν προσθεῖναι καὶ μόνον τὸ ὄνομα, „ὅν ποτε τέκτων / ποίης’

### book 220a1.5.4

Ἰκμάλιοσ“ (τ 56—7). †πολλῆι τε αὐτοῦ ἀριστεία μετῆλθεν ἀφικνεῖ‐

### book 220a1.5.5

σθαι πρὸς αὐτὸν καὶ τοῦ φοροῦντος σπουδῆ†, ὃς ἐκ Σαλαμῖνος ἧκεν εἰς

### book 220a1.10

Βοιωτίαν πρὸς τὸν ἄριστον ὁπλοποιόν. T

### book 220a2.1

δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων τὸν τρόπον τῆς

### book 220a2.2

κατασκευῆς καὶ τὸν τεχνίτην καὶ τὴν πόλιν ὑπέγραψε, καὶ μαρτυρεῖ

### book 220a2.3

αὐτῷ ὡς τῶν ἄλλων τεχνιτῶν ἐν τεχνητοῖς ἀρίστῳ. b(BCE3E4)

### book 221.1

{σκτυτοτόμων ὄχ’ ἄριστος} Ὕλῃ {ἐνιοικία ναίων}: ὅτι ἐν‐

### book 221.2

ταῦθα συνεσταλμένως, ἐν δὲ τῷ Καταλόγῳ (Β 500) ἐκτεταμένως „ἠδ’

### book 221.3

Ὕλην καὶ Πετεῶνα“. A

### book 222a1.1

σάκος αἰόλον: ποικίλον· διὸ „κάμε τεύχων“ (Η 220).

### book 222a1.2

ἢ εὐκίνητον. ἢ αἰόλον ἀντὶ τοῦ αἰόλως. T

### book 222a2.1

ποικίλον· διὸ καὶ τὸ „τεύχων“ πρόσκειται· δηλοῖ γὰρ τὸ

### book 222a2.2

καλλωπίζων. b(BCE3E4)

### book 225a1.1

〈ἀπειλήσας δὲ προσηύδα:〉 νωθὴς μέν ἐστι, κινηθεὶς

### book 225a1.2

δὲ ὀργὴν ἐνδείκνυται, ἀφ’ ἧς αὐτῷ καὶ ἡ κίνησις· εὐμεγέθης γὰρ ὢν

### book 225a1.3

κινεῖσθαι οὐ δύναται. τὴν ὀργὴν δὲ καὶ πρὸ τῶν λόγων τῷ σχήματι

### book 225a1.4

ἐπεδείξατο. b(BCE3E4)

### book 225a2

ἀπειλήσας δὲ προσηύδα: νωθής ἐστι, κινηθεὶς δὲ ἐν‐

### book 225a2

δείκνυται ὀργήν. τὴν δὲ καὶ πρὸ τῶν λόγων ἀπέδειξε τῷ σχήματι. T

### book 226-7.1

εἴσεαι οἰόθεν οἶος, 〈/ οἷοι—μετέασι〉: οὐκ εἶπεν

### book 226-7.2

γνώσῃ οἷός εἰμι, κοινοποιεῖται δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολ‐

### book 226-7.3

λῶν ἑαυτόν φησιν· οὐχ οἷος Ἕκτωρ „οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστε‐

### book 226-7.4

ρά“ (Η 238). b(BCE3E4)T

### book 228-9.1

καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα〈— /〉. ἀλλ’ ὁ

### book 228-9.2

μὲν ἐν νήεσσι: ἐπίτηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείττο‐

### book 228-9.3

νος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι Ἀχιλλέα ἢ ἀπο‐

### book 228-9.4

πεπλευκέναι. b(BCE3E4)T

### book 228.1

ῥηξήνορα: τὸν ῥηγνύντα—ἠνορέῃ δυνάμενον του‐

### book 228.2

τέστι τῇ ἀνδρείᾳ. A

### book 230

〈ἀπομηνίσας:〉 Ἀρίσταρχος „ἐπιμηνίσασ“. Til

### book 231a1.1

〈τοῖοι:〉 οἱ Γλωσσογράφοι τὸ τοῖοι ἀντὶ τοῦ ἀγαθοί·

### book 231a1.2

ὅθεν καὶ Καλλίμαχος τῷ „τοῖον †ἀεὶ“ κέχρηται (fr. 627). b(BCE3E4)

### book 231a2

ἀγαθοί. Til

### book 232.1

ἀλλ’ ἄρχε μάχης: βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί.

### book 232.2

ἅμα δὲ εὐτελίζει τὸ προπετές. ἢ καὶ αὐτὸν εὐτελίζων τοῦτό φησιν εἰρωνικῶς, b(BCE3E4)T

### book 232.3

ὡς καὶ αὐτὸς „ἠΰτε παιδὸς ἀφαυροῦ“ (Η 235) φησίν, ἢ ἵνα πλεονεκτῇ

### book 232.4

κἀν τούτῳ ὁ Ἕκτωρ. T

### book 235.1

μή τί μευ ἠΰτε παιδός: συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι μεμφόμε‐

### book 235.2

νος καὶ καταπλήττων αὐτὸν ἄρχειν ἐκέλευε τῆς μάχης. b(BCE3E4)T

### book 238a1.1

οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερά: ὁ Κάσ〈σ〉ιος

### book 238a1.2

δεξιά μὲν τὸ διώκειν, ἀριστερά δὲ τὸ φεύγειν· καὶ Ἀχιλλεὺς γάρ,

### book 238a1

φησί, „ποδώκησ“ (Σ 234 al.) καὶ „ποδάρκησ“ (Α 121 al.). T

### book 238a2.1

δεξιά μὲν τὸ †φεύγειν†, ἀριστερά δὲ τὸ †διώκειν. b

### book 238a2.2

(BCE3E4)

### book 238b.1

νωμῆσαι βῶν: τοῦτο ἐξήγησίς ἐστι τοῦ„ σακέσπαλοσ“

### book 238b.2

(Ε 126). | βῶν δὲ ἀντὶ τοῦ †ἀσπίδος. T

### book 238c1.1

βῶν: οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστο‐

### book 238c1.2

φάνους „βοῦν“. τινὲς δὲ ἔξω τοῦ ν „βῶ“, καὶ μήποτε πιθανῶς, ἀντὶ

### book 238c1.3

τοῦ βόα. A

### book 238c2.1

βῶν {ἀζαλέην}: αἱ Ἀριστάρχου βῶν. ἡ Ἀριστοφάνους

### book 238c2.2

„βοῦν“. ἡ Ῥιανοῦ (deest M.) „βῶ“, ὡς βορέαο „βορέω ὑπ’ ἰωγῇ“

### book 238c2.3

(ξ 533). ἐν τοῖς παλαιοῖς ἐγέγραπτο ΒΟΝ, ὅπερ οὐκ ἐνόησαν οἱ διορ‐

### book 238c2.4

θωταί. T

### book 238d

〈βῶν:〉 οὕτως Ἀρίσταρχος βῶν | ἀντὶ τοῦ ἀσπίδα. Aim

### book 238d

βῶν: βοῦν Δωρικῶς τὴν ἀσπίδα—τῷ ὅπλῳ. A

### book 239a.1

ἀζαλέην: ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει „βῶν“ (Η 238)

### book 239a.2

διὰ τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον

### book 239a.3

ἐπήνεγκεν τό μοί ἐστι πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον

### book 239a.4

παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ᾠήθησάν τινες. A

### book 239b.1

τό μοί ἐστι ταλαύρινον: τὸ σάκος· πρὸς γὰρ τὸ συνώ‐

### book 239b.2

νυμον ἀπήντησεν, ὡς „νεφέλη δέ μιν 〈ἀμφιβέβηκε / κυανέη·〉 τὸ μὲν

### book 239b.3

οὔποτε“ (μ 74—5). T

### book 240

〈ἐπαΐξαι:〉 γράφεται καὶ „ἐπαΐσσειν“. AimTil

### book 241a1.1

〈δηΐῳ:〉 Ἀρίσταρχος σὺν τῷ ν „δηΐων“ πληθυντικῶς.

### book 241a1.2

Aim

### book 241a2

δηΐῳ μέλπεσθαι: αἱ Ἀριστάρχου „δηΐων μέλπεσθαι“. T

### book 241b.1

〈μέλπεσθαι:〉 ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλε‐

### book 241b.2

μος. πολλὴν δὲ εὐχέρειαν ἐμφαίνει τῶν δεινῶν. b(BCE3E4)T

### book 241b

μέλπεσθαι: κυρίως μὲν παίζειν—μάχην. A

### book 242-3a1.1

ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν〈— /〉 λάθρῃ:

### book 242-3a1.2

καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰ‐

### book 242-3a1.3

σχρά. T

### book 242-3a2.1

καίτοι πάντα τρόπον μάχης εἰδώς, φησίν, οὐ θέλω σε λά‐

### book 242-3a2.2

θρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά. b(BCE3E4)

### book 242a1

〈τοιοῦτον:〉 ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν. Til

### book 242a2.1

ἠθικὸν δέ ἐστι καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυ‐

### book 242a2.2

μαστόν. b(BCE3E4)

### book 246

〈ἀκρότατον:〉 ἄκρον. Til

### book 247-8a1.1

ἓξ δὲ διὰ πτύχας ἦλθε〈— / ἐν τῇ δ’ ἑβδο‐

### book 247-8a1.2

μάτῃ ῥινῷ σχέτο〉: συναριθμουμένου τοῦ χαλκοῦ τῇ ἑβδόμῃ, ἥτις ἦν

### book 247-8a1.3

ῥινός, ἢ μιᾶς παραλειπομένης. T

### book 247-8a2.1

ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός ἐστιν ἡ

### book 247-8a2.2

ἑβδόμη ῥινός, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον. b(BCE3E4)

### book 252.1

ἠρήρειστο: ἐτράχυνε τὰς συλλαβάς, τὴν βίαν τῆς εἰσόδου

### book 252.2

δηλῶν. b(BCE3E4)T

### book 255a.1

τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα: ὅτι κυρίως ἔγχη

### book 255a.2

τὰ δόρατα, οὐχ ὥς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσι〈ν〉,

### book 255a

ἃ προήκαντο. A

### book 255b.1

〈τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’

### book 255b.2

ἄμφω:〉 ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον. Aim

### book 255c.1

τὼ δ’ ἐκσπασ〈σ〉αμένω δολίχ’ ἔγχεα: τὸ ἴδιον ἑκάτε‐

### book 255c.2

ρος ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος. b(BCE3E4)T

### book 256-7.1

{τῶι δ’ ἑκσπασσαμένω} σύν ῥ’ ἔπεσον 〈λείουσιν

### book 256-7.2

ἐοικότες ὠμοφάγοισιν /〉 ἢ συσὶ κάπροισιν: τοὺς στίχους τού‐

### book 256-7.3

τους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνόδοτος, ἀλλὰ τὸ τῆς συνε‐

### book 256-7.4

πείας οὕτως ἔχει παρ’ αὐτῷ, | ὥσπερ καὶ ὁ Ἀριστόνικος (p. 132

### book 256-7.5

Friedl.) ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι. A

### book 258.1

Πριαμίδης μὲν〈—〉σάκος: ἐνάρχεται πάλιν, οὐκ ἂν

### book 258.2

οἶμαι ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ. b(BCE3E4)T

### book 259

〈χαλκόν:〉 Ἀρίσταρχος διὰ τοῦ ς „χαλκόσ“. Aim

### book 261.1

στυφέλιξε δέ μιν μεμαῶτα: εἰς τοὔμπροσθεν ὁρμῶντα

### book 261.2

ἔστησε καὶ εἴλησεν. b(BCE3E4)T

### book 262.1

τμήδην αὐχέν’ ἐπῆλθε: φυλάσσει μὲν Ἕκτορα τῇ ὑπο‐

### book 262.2

θέσει, τὴν δὲ καιρίαν Αἴαντι δωρεῖται ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν

### book 262.3

ὑπόθεσιν. b(BCE3E4)T

### book 263.1

ἀλλ’ οὐδ’ ὣς ἀπέληγε: Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ

### book 263.2

Ἕκτορος αὔξων. b(BCE3E4)T

### book 264.1

ἀλλ’ ἀναχασσάμενος 〈λίθον εἵλετο〉: ἡττώμενος ἐν τῇ

### book 264.2

συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολε‐

### book 264.3

μῶν. b(BCE3E4)T

### book 265.1

μέλανα τρηχύν τε: τραχύν· τοῦτο συμβαίνει τοῖς μέλα‐

### book 265.2

σιν. T

### book 269

ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον: συνεπέδωκεν ὅλον τὸ σῶμα

### book 269

τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο. b(BCE3E4)T

### book 270.1

εἴσω δ’ ἀσπίδ’ ἔαξε: ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βο‐

### book 270.2

λῆς δηλῶν „περιήχησεν“ (Η 267) εἶπεν, ὡσὰν μηδὲ τοῦ ὀμφαλοῦ

### book 270.3

θλασθέντος· ἐπὶ δὲ Αἴαντος οὕτω κατέαξε τὴν ἀσπίδα ὡς καὶ πεσεῖν

### book 270.4

Ἕκτορα. b(BCE3E4)T

### book 271-2a1.1

〈ὁ δ’ ὕπτιος ἐξετανύσθη / ἀσπίδι ἐγχριμφθείς:〉

### book 271-2a1.2

οὐκ εἶπεν ὑπὸ λίθου, ἀλλὰ καὶ ὑπὸ τῆς ἀσπίδος· συνῶσε γὰρ αὐτὴν

### book 271-2a1.3

ἐπ’ αὐτὸν ἡ βολή. b(BCE3E4)

### book 271-2a2.1

{βλάψε δέ οἱ φίλα γούναθ’:} οὐκ εἶπεν ὑπὸ τοῦ λίθου,

### book 271-2a2.2

ἀλλὰ καὶ τῆς βολῆς συνωσάσης ἐπ’ αὐτὸν τὴν ἀσπίδα. T

### book 272a.1

〈ἀσπίδι ἐγχριμφθείς:〉 Ἀρίσταρχος „ἀσπίδ’ ἐνιχριμ‐

### book 272a.2

φθείσ“. Aim

### book 272b.1

τὸν δ’ αἶψ’ ὤρθωσεν Ἀπόλλων: οὕτως Ἀρίσταρχος,

### book 272b.2

οὐκ „ἄψ“· χρεία γὰρ τάχους πρὸς τὴν σωτηρίαν. παρῆν δὲ „φηγῷ

### book 272b.3

ἐφ’ ὑψηλῇ“ (Η 60). T

### book 273a.1

καί νύ κε 〈δὴ ξιφέεσσ’〉: ὅτι ἀρτίως ἐπὶ 〈τὸ〉 τοῖς ξίφεσι

### book 273a.2

χρῆσθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ „τὼ δ’ ἐκσπασσαμένω δολίχ’

### book 273a.3

ἔγχεα“ (Η 255), τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο. A

### book 273b.1

καί νύ κε δὴ ξιφέ〈ε〉σς’ αὐτοσχεδὸν 〈οὐτάζοντο〉:

### book 273b.2

τοῦτο γὰρ ἔλειπεν. T | τὸ δὲ αὐτοσχεδόν ὀξυντέον· τὰ γὰρ εἰς δον

### book 273b.3

ἐπιρρήματα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον. b(BCE3)T

### book 274-5.1

εἰ μὴ κήρυκεσ〈— /〉 ἦλθον: οἰκονομικῶς σῶσαι θέ‐

### book 274-5.2

λων τὸν Ἕκτορα τῇ ποιήσει διαλύει τὴν μάχην. b(BCE3E4)T

### book 276a.1

〈Ταλθύβιός τε καὶ Ἰδαῖος:〉 ὅτι πρὸς τὸ δεύτερον πρῶ‐

### book 276a.2

τον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός. Aim

### book 276b.1

Ταλθύβιός τε καὶ Ἰδαῖος: ὁ μὲν Ἰδαῖος εἰκότως προσ‐

### book 276b.2

έρχεται τὸν Ἕκτορα σώσων κινδυνεύοντα, ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν

### book 276b.1

νίκην τοῦ Αἴαντος παραιρούμενος. ἀλλ’ οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη

### book 276b.2

περὶ τὸν Αἴαντα (ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει), ἔτι τε καὶ τὸν

### book 276b.5.1

Ἕκτορα ὁρῶν ὑπὸ θεῶν βοηθούμενον· καὶ διὰ τὸ τῆς νυκτὸς κατά‐

### book 276b.5.2

στημα, ἔνθα τύχης οὐ τέχνης κρίσις. ἀπὸ ἴσου †γὰρ† ὁρμῶνται.

### book 276b.5.3

A b (BCE3E4)T

### book 276c.1

〈Ταλθύβιός τε καὶ Ἰδαῖος:〉 κατὰ τὸ σιωπώμενον οἱ

### book 276c.2

ἡγεμόνες αὐτοὺς πέμπουσιν. b(BCE3E4)Til

### book 278.1

〈κῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς:〉 ἠτυμολόγη‐

### book 278.2

ται ὁ Ἰδαῖος· δεῖ δὲ συνετὸν εἶναι τὸν κήρυκα. Til

### book 279.1

μηκέτι, παῖδε φίλω: ὁ μὲν σεμνοποιῶν τὰ καθ’ ἑαυτὸν

### book 279.2

παῖδε φίλω φησίν, ὁ δὲ Αἴας ἐξ ὀνόματος „Ἰδαῖε“ (Η 284). b(BCE3

### book 279.3

E4)T

### book 281.1

ἄμφω δ’ αἰχμητά: ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἕκτορος

### book 281.2

ἧτταν ἐπικαλύπτων. b(BCE3E4)T

### book 282a.1

νὺξ δ’ ἤδη τελέθει· 〈ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι〉:

### book 282a.2

ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (sc. Η 293) μετενήνεκται· ὁ μὲν γὰρ κῆρυξ

### book 282a.3

αἰτίαν λέγει, δι’ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προφά‐

### book 282a.4

σεως μὴ συλλυέτω. A

### book 282b.1

νὺξ ἤδη τελέθει: εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν

### book 282b.2

δοκῇ. τὸ δὲ τελέθει ἀντὶ τοῦ γίνεται, ἀρ[χὴν] λαμβάνει ἡ νύξ, τέ‐

### book 282b.3

λει[ος] ἐγένετο νύξ. T

### book 282c

πιθέσθαι: παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόρι‐

### book 282c

στος. A

### book 284.1

Ἕκτορα ταῦτα κελεύε〈τε μυθήσασθαι〉: πρᾴου μὲν τὸ

### book 284.2

ἦθος· οὐ γὰρ προσφιλονεικεῖ κρατῶν τῇ μάχῃ· συνετοῦ δέ, ὅτι μὴ

### book 284.3

εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα μὴ ἄσμενος δοκῇ τὴν διάλυσιν

### book 284.4

προσίεσθαι, b(BCE3E4)T ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν

### book 284.5.1

περὶ διαλύσεως ποιεῖσθαι τοὺς λόγους. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει

### book 284.5.2

νίκην· τὸ μὲν γὰρ φονεύειν κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι

### book 284.5.3

καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον· διό φησι „καὶ πινυτήν“ (Η

### book 284.5.4

289) καὶ νῦν ἐγκωμιάζει, ὑπογύως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ

### book 284.5.5

πρὸς ἀπαλλαγὴν ὑποθωπεύων. ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο, „Αἶαν

### book 284.10.1

ἁμαρτοεπέσ“ φησιν (Ν 824). b(BE3E4)T ἀντὶ δὲ τοῦ ἐπιταφίου

### book 284.10.2

εἰκόνα ἀνιεροῖ Αἴαντι ὁ ποιητής. T

### book 285

〈αὐτὸς γάρ:〉 ἐν ἄλλῳ „οὗτος γάρ“. Aim

### book 286

〈ᾗπερ ἄν:〉 ὥσπερ ἄν. Til

### book 289a.1

καὶ πινυτήν, περὶ δ’ ἔγχει 〈Ἀχαιῶν φέρτατός

### book 289a.2

ἐσσι〉: Ἀρίσταρχος 〈πινυτήν〉 ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ

### book 289a.3

παράδοσις. | ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ

### book 289a.4

ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις

### book 289a.5

αὕτη, „νῦν μὲν παυσώμεσθα“ (Η 290). A

### book 289b.1

καὶ πινυτήν〈—ἐσσι〉: ὑποστικτέον εἰς τὸ πινυ‐

### book 289b.2

τήν ἢ εἰς τὸ ἐσσί. b(BCE3E4)T | καλῶς δὲ τὸ Ἀχαιῶν, ἵνα μὴ καὶ

### book 289b.3

ἑαυτὸν συμπεριλάβῃ· ἀλαζὼν γάρ ἐστι καὶ οὐδὲ ὑπὸ τοῦ ἀρίστου

### book 289b.4

πλεονεκτεῖσθαι θέλει. b(BCE3E4) ἢ μᾶλλον· οὐ μόνον ἐμοῦ ἐσσι

### book 289b.5

κρείττων, ἀλλὰ καὶ τῶν ἄλλων Ἀχαιῶν. b(BE3E4)

### book 290

〈νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος:〉 ἐν ἄλλῳ

### book 290

„νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα“ (= Η 29). Aim

### book 290-1a1.1

νῦν μὲν παυσώμεσθα〈— /〉 σήμερον: καλῶς

### book 290-1a1.2

προσέθηκε σήμερον, ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν. T

### book 290-1a2.1

ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστι, διὰ τοῦτο καὶ τὸ σήμερον

### book 290-1a2.2

προστέθειται. b(BCE3E4)

### book 292.1

〈δώῃ δ’ ἑτέροισί γε νίκην:〉 ἐντέχνως b(BCE3E4)Til

### book 292.2

ἑαυτὸν τῆς νίκης ὑπεξίστησιν, b(BCE3E4) ὡς νῦν μὴ νικηθείς.

### book 292.3

b(BCE3E4)Til

### book 293a.1

〈νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:〉

### book 293a.2

ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (sc. Η 282) μετενήνεκται. Aim

### book 293b.1

〈νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:〉

### book 293b.2

εὐπροσώπως καὶ τοῦτο, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. b(BCE3E4)

### book 293c.1

πιθέσθαι: παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀο‐

### book 293c.2

ρίστου, b(BE3)T ἀντὶ τοῦ πεισθῆναι. T

### book 295a.1

σούς τε μάλιστα ἔτας 〈καὶ ἑταίρους, οἵ τοι ἔασιν〉:

### book 295a.2

ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα „ὡς σύ τ’ ἐϋφρήνῃς πάντασ“

### book 295a.3

(Η 294). ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους. A

### book 295b.1

σούς τε μάλιστα ἔτας: καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη·

### book 295b.2

πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνανέστησαν αὐτῷ κληρωσόμενοι.

### book 295b.3

εὐφρανεῖς οὖν πάντας μέν, φησίν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς ἀρίστοις

### book 295b.4

οἱ ἄριστοι, ἀλλά γε τοὺς σοὺς ἑταίρους. Ἕκτωρ δὲ ἀντίζηλον οὐκ

### book 295b.5

ἔχει. b(BCE3E4)T ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος. T

### book 298a.1

{αἵ τε μοι εὐχόμεναι} θεῖον δύσονται ἀγῶνα: ὅτι οὕ‐

### book 298a.2

τως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν διὰ τὸ πολλῶν θεῶν ἐν ταὐ‐

### book 298a

τῷ εἶναι ἀγάλματα. A

### book 298b.1

θεῖον δύσονται ἀγῶνα: τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται,

### book 298b.2

διὰ τὰ ἀγάλματα. b(BCE3E4)T

### book 298c1

〈δύσονται:〉 ἔν τισι „δύνονται“, οὐκ ὀρθῶς. Til

### book 298c2.1

γράφεται δὲ καὶ „θύονται“, ὡς Ἡρωδιανός· οὕτω γὰρ

### book 298c2.2

ἄμεινον. b(BCE3E4)

### book 299.1

δῶρα δ’ ἄγ’ ἀλλήλοισι: ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι,

### book 299.2

καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος. b(BCE3E4)T

### book 301

〈ἦ:〉 τὸ ἦ ἀντὶ τοῦ καί. Til

### book 302

ἀρθμήσαντε: ἁρμοσθέντες καὶ συμβιβασθέντες. b(BCE3)T

### book 303a.1

δῶκε ξίφος: σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς

### book 303a.2

τὸ ξίφος ὁ Ἕκτωρ. A

### book 303b.1

δῶκε ξίφος ἀργυρόηλον: ὁ μὲν ἀφρόνως ἄοπλον ἑαυ‐

### book 303b.2

τὸν ἐκδίδωσιν, ὁ δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν

### book 303b.3

εἰς αὐτὸν πλημμελεῖ. b(BCE3E4)T ἄλλως τε ἐπεποίθει ὁ Ἕ‐

### book 303b.4

κτωρ μηδὲν πείσεσθαι· „οὐ γάρ πώ τοι μοῖρα θανεῖν“ (Η 52) ἤκου‐

### book 303b.5

σεν. b(BCE3E4)

### book 304a.1

σὺν κολεῷ τε φέρων: οὐ περιττὸν τὸ ἔπος, ἀλλ’ ἐπειδὴ

### book 304a.2

ἐσπασμένον ἦν τὸ ξίφος, b(BCE3E4)T ἵνα μὴ μόνον νοοῖμεν αὐτό.

### book 304a.3

b(BCE3E4) ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος 〈ὁ τελαμών〉. T

### book 304b

〈ἐϋτμήτῳ:〉 Ἀρίσταρχος διὰ τοῦ κ „ἐϋκμήτῳ“. AimTil

### book 305a.1

Αἴας 〈δὲ〉 ζωστῆρα: οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά·

### book 305a.2

ἐπάγει γὰρ „τὼ δὲ διακρινθέντεσ“ (Η 306). T

### book 305b

φοίνικι φαεινόν: ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτι‐

### book 305b

σμένον, 〈ὅ〉 ἐστι κεχρωτισμένον. A

### book 306-7a.1

τὼ δὲ διακρινθέντε 〈ὁ μὲν—ὁ δέ: ὅτι〉 οὕτως

### book 306-7a.2

εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὁ δέ. καὶ ὅτι πρὸς τὸ δεύ‐

### book 306-7a.3

τερον πρότερον ἀπήντηκεν. A

### book 306-7b1.1

〈μετὰ λαὸν Ἀχαιῶν ...〉 ἐς Τρώων ὅμαδον: †κα‐

### book 306-7b1.2

λὸν† καὶ ὅμαδον καλῶς διέστειλε· πανταχοῦ δὲ τὸ θορυβῶδες

### book 306-7b1.3

ὑποσημαίνει τῶν Τρώων. T

### book 306-7b2.1

ἐπὶ μὲν Αἴαντος τὸ λαόν, ἐπὶ δὲ Ἕκτορος ὅμαδον φησὶ

### book 306-7b2.2

διαστείλας· ἀεὶ γὰρ θορυβώδεις αὐτοὺς ἐκδέχεται. b(BCE3E4)

### book 307-8a1.1

τοὶ δ’ ἐχάρησαν, / ὡς εἶδον ζῶόν τε 〈καὶ ἀρ‐

### book 307-8a1.2

τεμέα προσιόντα〉: οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν

### book 307-8a1.3

Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν

### book 307-8a1.4

ἐπὶ τῇ νίκῃ ἡδονήν. AT

### book 307-8a2.1

καλῶς θαυμάζουσι καὶ χαίρουσιν ὡς ἀνέλπιστον πρᾶγμα

### book 307-8a2.2

ἰδόντες. ἐπὶ μὲν οὖν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν,

### book 307-8a2.3

ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν. b(BCE3E4)

### book 310a1.1

ἀελπτέοντες σόον εἶναι: μείζονα χαρὰν εἶχον, ὅτι ἐξ

### book 310a1.2

ἀπροσδοκήτου τὸν στρατηγὸν ἐδέξαντο. T

### book 310a2.1

μείζων αὐτοῖς ἡ χαρά, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατη‐

### book 310a2.2

γὸν ἐδέξαντο. b(BCE3E4)

### book 310b

ἀελπτέοντες: οὐκ ἐλπίζοντες, | ἀλλ’ ἀπεγνωκότες. Aim

### book 312a.1

〈εἰς Ἀγαμέμνονα:〉 ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα.

### book 312a.2

Aim

### book 312b.1

εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ: ὥς

### book 312b.2

φαμεν εἰς διδασκάλου, κἂν μὴ ᾖ [ἐκ]εῖ ὁ διδάσκαλος. κεχαρηότα δὲ

### book 312b.3

νίκῃ: T τέτρωται γὰρ καὶ πέπτωκεν Ἕκτωρ καὶ ἀπηγόρευσε τῇ

### book 312b

μάχῃ. b(BCE3E4)T

### book 314a

〈τοῖσι δέ:〉 ὅτι ὁ δέ περισσός. Aint

### book 314b.1

τοῖσι δὲ βοῦν ἱέρευσε: ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ

### book 314b.2

χρεία τῶν κρεῶν εἰς τοὺς στρατιώτας. b(BCE3E4)T

### book 319

〈πόνου:〉 ὅτι ἀντὶ τοῦ ἔργου. Aint

### book 321.1

νώτοισιν δ’ Αἴαντα: εὐτελῆ γὰρ τῆς ἀνδραγαθίας τὰ ἆθλα,

### book 321.2

ὡς κότινος καὶ σέλινον, τὰ δὲ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος.

### book 321.3

ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα. b(BCE3E4)T

### book 324.1

τοῖς ὁ γέρων πάμπρωτος 〈ὑφαίνειν ἤρχετο μῆτιν〉: ὁ

### book 324.2

γέρων κατ’ ἐξοχὴν ὡς ὁ ποιητής· εἰς τοῦ[το] γὰρ ἐστράτευσεν, ἀγω‐

### book 324.3

νιούμενος τῇ βουλῇ. T

### book 325.1

Νέστωρ, οὗ καὶ πρόσθεν 〈ἀρίστη φαίνετο βουλή〉:

### book 325.2

Ἀχιλλέα γὰρ †τὸ ὅσον ἐφ’ ἑαυτῷ χαλεπαίνοντα διήλλαξεν Ἀγα‐

### book 325.3

μέμνονι καὶ τοὺς Ἕλληνας ὁρμῶντας εἰς τὰς πατρίδας ἐπέσχεν· καὶ

### book 325.4

περὶ διατάξεως ὑπέθετο „ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ“ (Β 363) καὶ

### book 325.5.1

τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν. b(BC

### book 325.5.2

E3E4)T

### book 327.1

Ἀτρείδη τε καὶ ἄλλοι: καλῶς τὴν ἀρχὴν τῆς συμβου‐

### book 327.2

λίας εἰς τὸν ἄρχοντα φέρει μηδὲ τοὺς ἄλλους παρείς. b(BCE3E4)T

### book 328a.1

πολλοὶ γὰρ τεθνᾶσι: προθυμοτέρους τοὺς ζῶντας ποιεῖ

### book 328a.2

τῶν τεθνεώτων μεταποιούμενος· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι

### book 328a.3

ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχοποιΐαν

### book 328a.4

εἰσφέρειν. δῆλον δὲ ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ἐποιοῦντο τῶν νε‐

### book 328a.5

κρῶν. b(BCE3E4)T

### book 328b.1

〈πολλοὶ γὰρ τεθνᾶσι:〉 ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους

### book 328b.2

εἰσέβαλεν ἀρχαϊκῶς. Aim

### book 328c1.1

πολλοὶ γὰρ τεθνᾶσι: εἴωθεν ἄρχεσθαι ἀπὸ †ἡλίου†·

### book 328c1.2

τὴν γὰρ αἰτίαν προτάσσει τοῦ πράγματος. ἐχρῆν δὲ τοὐναντίον ποι‐

### book 328c1.3

εῖν. T

### book 328c2.1

εἴωθεν ἀεὶ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, b(BCE3) τὴν

### book 328c2.2

αἰτίαν προτάσσων τοῦ πράγματος. b(BCE3E4)

### book 330a.1

ἐσκέδας’ ὀξὺς Ἄρης: σκληρῶς καὶ ἐμφαντικῶς τοῦτό

### book 330a.2

φησιν. T

### book 330b1.1

ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: ὅτι συμφώνως τῷ

### book 330b1.2

κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (Α 3) „πολλὰς δ’ ἰφθίμους ψυχάσ“· οὐκ

### book 330b1.3

ἄρα γραπτέον „κεφαλάσ“. A

### book 330b2.1

ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: ὅτι κἀκεῖ δεῖ γράφειν

### book 330b2.2

„πολλὰς δ’ ἰφθίμους ψυχάσ“, οὐ „κεφαλάσ“. T

### book 331

〈τῶ σὲ χρή:〉 τὸ σέ παρέλκει. Aim

### book 332

〈κυκλήσομεν:〉 ἐπ’ ἀμαξῶν κομίσομεν. Til

### book 333

〈κατακείομεν:〉 ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα. Aint

### book 334-5.1

τυτθὸν ἀπὸ πρὸ νεῶν〈—γαῖαν〉: ἀθετοῦνται,

### book 334-5.2

ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ κομίσωνται, ἀλλὰ συνη‐

### book 334-5.3

θείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας 〈πατρίδοσ〉 τελευτῶντες ἐκαίοντο. καθόλου οὖν οἶδεν

### book 334-5.4

πυρὶ καιομένους τοὺς πάλαι καὶ ἐνταῦθα τιθεμένους, ὅπου καὶ ἐτελεύ‐

### book 334-5.5.1

τησαν. ἐναντιοῦνται δὲ καὶ τὰ ἑξῆς „τύμβον δ’ ἀμφὶ πυρήν / ἄκριτον

### book 334-5.5.2

ἐκ πεδίου“ (cf. Η 336—7), ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πο‐

### book 334-5

λυάνδριον· πῶς οὖν ὥς κ’ ὀστέα παισὶν ἕκαστος (334); A

### book 334a.1

ἀπὸ πρὸ νεῶν: τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν

### book 334a.2

ἀπό συντάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A

### book 334b1.1

{τυτθὸν} ἀπὸ πρὸ νεῶν: ἄπωθεν μὲν αὐτῶν, ἔμπροσθεν

### book 334b1.2

δέ. Ἀρίσταρχος ἀναστρέφει τὴν ἀπό, ἵνα σημαίνῃ τὸ ἄπωθεν, καὶ

### book 334b1.3

τὴν πρό πλεονάζουσαν κοιμίζει. ὁ δὲ Ἡρωδιανὸς (2,59,10) τῆς

### book 334b1.4

ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει αὐτὴν †τῇ† νεῶν, τὴν δὲ

### book 334b1.5.1

πρό ὡς πλεονάζουσαν κοιμίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ

### book 334b1.5.2

νομίζουσιν. T

### book 334b2.1

ὁ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει

### book 334b2.2

αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡς πλεονάζουσαν †κομίζει†. τινὲς δὲ τοῦ

### book 334b2.3

ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. ἢ ἡ ἀπό σημαίνει τὸ ἄποθεν,

### book 334b2.4

τὸ δὲ πρό νεῶν ἀντὶ τοῦ πλησίον, τουτέστι καύσομεν αὐτοὺς ὀλίγον

### book 334b2.5

μὲν ἡμῶν ἄποθεν, πρὸ τῶν νεῶν δέ. b(BCE3E4)

### book 335.1

οἴκαδ’ ἄγῃ: καὶ πῶς ἐν Ὀδυσσείᾳ φησίν· „ἀμφ’ αὐτοῖ‐

### book 335.2

σ〈ι δ’〉 ἔπειτα μέγαν 〈καὶ ἀμύμονα τύμβον / χεύαμεν〉“ (ω 80—1);

### book 335.3

T τοῦτο πρὸς παραμυθίαν τῶν ζώντων εἴρηται μέν, οὐχ οὕτω δὲ

### book 335.4

πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν καὶ τὸν ἀποθύμιον πλοῦν.

### book 335.5

b(BCE3E4)T

### book 336a.1

〈τύμβον δ’ ἀμφί:〉 Ἀρίσταρχος διὰ τοῦ τ „τύμβον τ’

### book 336a.2

ἀμφί“. Aim

### book 336b.1

τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες:

### book 336b.2

διασταλτέον ἐπὶ τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ἤτοι ὕλην πρὸς

### book 336b.3

τὴν τειχοποιΐαν ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα ἡ

### book 336b.4

μὲν ἐξ πρόθεσις ἀντὶ τοῦ ἔξω ἐπιρρήματος κέηται, τὸ δὲ ἀγαγόντες ἐν

### book 336b.5.1

ἴσῳ τῷ πορευθέντες· περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ

### book 336b.5.2

πεδίου μέρος. τὸ δὲ δεύτερον ἄμεινον. A

### book 336c.1

τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα: μεγάλην περιβολὴν ποιη‐

### book 336c.2

σάμενοι. γράφεται δὲ καὶ „ἀμφίβολον“, μέγιστον, ἐν ᾧ ἑκάστου ἀπο‐

### book 336c.3

κείσονται τὰ ὀστᾶ. T

### book 336-7a1

ἕνα χεύομεν ἐξαγαγόντες 〈/ ἄκριτον ἐκ πε‐

### book 336-7a1.1

δίου〉: ὑποστικτέον εἰς τὸ χεύομεν | τὸ δὲ ἐξαγαγόντες ὅμοιόν

### book 336-7a1.2

ἐστι †τοῦ† „Λαοδίκην ἐσάγουσα“ (Ζ 252) ἀντὶ τοῦ εἰσερχομένη.

### book 336-7a1.3

οὕτω καὶ νῦν ἀντὶ τοῦ ἐξελθόντες τοῦ πεδίου. ἄκριτον δὲ ἀντὶ τοῦ

### book 336-7a1.5.1

χύδην ἰσόπεδον, ὅπως μὴ ἐπιγινώσκηται, εἰ ἔστι τάφος. οὕτω Πορ‐

### book 336-7a1.5.2

φύριος (1,99,9). T

### book 336-7a2.1

ὑποστικτέον εἰς τὸ χεύομεν. | τὸ δὲ ἐξαγαγόντες

### book 336-7a2.2

ὅμοιόν ἐστι τῷ „Λαοδίκην ἐσάγουσα“ ἀντὶ τοῦ εἰσερχομένη. οὕτω

### book 336-7a2.3

καὶ τὸ ἐξαγαγόντες ἀντὶ τοῦ ἐξελθόντες. τὸ δὲ ἄκριτον ἀντὶ τοῦ

### book 336-7a2.4

ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ. b(BCE3)

### book 337-8.1

δείμομεν ὦκα / πύργους: ὦκα, ἵνα μὴ ἀπίθανον

### book 337-8.2

δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι. b(BE3E4)T

### book 338

〈εἶλαρ:〉 ὀχύρωμα. Til

### book 339a.1

ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν 〈εὖ ἀραρυίας〉: ὅτι

### book 339a.2

πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. | τινὲς δὲ γρά‐

### book 339a.3

φουσιν „ἕπτ’ ἀραρυίασ“. A

### book 339b1.1

ἐν δ’ αὐτοῖσ〈ι〉 πύλας ποιήσομεν: μία μὲν ἦν ἱππήλα‐

### book 339b1.2

τος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου πρὸς τὸ Ῥοίτειον, „νηῶν ἐπ’

### book 339b1.3

ἀριστερά, τῇ περ Ἀχαιοί / 〈ἐκ πεδίου〉 νίσοντο σὺν ἵπποισιν“ (Μ

### book 339b1.4

118—9)· ἄλλας δὲ πυλίδας εἶχον πρὸς ἄλλας χρείας. T

### book 339b2.1

μία μὲν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου. τὰς

### book 339b2.2

δὲ λοιπὰς πυλίδας εἶχον πρὸς τὰς ἄλλας μικρὰς χρείας. b(BCE3E4)

### book 342

〈ἀμφὶς ἐοῦσα:〉 γράφεται „ἀμφὶς ἔχουσα“. Til

### book 345a.1

Τρώων αὖτ’ ἀγορή: ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν

### book 345a.2

ἡττωμένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπί‐

### book 345a.3

δων ὄντων διὰ τὴν παράβασιν, σκοπεῖν τι τῶν ἀναγκαίων. ἔστι δὲ ἐν

### book 345a.4

τοῖς Ἕλλησι Νέστωρ, ἐν δὲ Τρωσὶν Ἀντήνωρ. b(BE3E4)T

### book 345b

〈πόλει ἄκρῃ:〉 ὅτι διαλελυμένως τῇ ἀκροπόλει. Aim

### book 346a1.1

δεινή, τετρηχυῖα: βραχὺ διασταλτέον κατ’ ἀμφότερα·

### book 346a1.2

μᾶλλον γὰρ οὕτως ἐμφαίνει. A

### book 346a2

κατ’ ἄμφω ὀλίγον διασταλτέον. Til

### book 346b.1

τετρηχυῖα: τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα ἢ διὰ

### book 346b.2

τὸ „πολύκλητοι δ’ ἔσαν“ (Δ 438) ἢ διὰ τὸ διχογνωμεῖν περὶ Ἑλένης

### book 346b.3

ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος (cf. Η 347—53 et Λ 123—5). δηλοῖ ὡς

### book 346b.4

οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτούς, ἀλλ’ ἀγανακτοῦντες ἧκον εἰς τὰ

### book 346b.5

βασίλεια. A b (BCE3E4)T

### book 347a.1

τοῖσιν δ’ Ἀντήνωρ: ὡς πρόξενος Ἑλλήνων καὶ δημη‐

### book 347a.2

γορῶν καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μά‐

### book 347a.3

χην, ἵνα μὴ δοκῇ δεδοικέναι διὰ τὸ νεωστὶ ἡττῆσθαι. b(BCE3E4)T

### book 347b

〈ἀντίον ηὔδα:〉 γράφεται „ἦρχ’ ἀγορεύειν“. Aint

### book 351-2.1

ὅρκια 〈πιστά /〉 ψευσάμενοι: μετρίως καὶ ἑαυτὸν

### book 351-2.2

συγκαταλέγει, ἵνα μὴ πικρότερον χρήσηται τῷ ἐλέγχῳ. b(BCE3E4)T

### book 353a.1

ἔλπομαι ἐκτελέεσθαι, 〈ἵνα μὴ ῥέξομεν ὧδε〉: ἀθετεῖ‐

### book 353a.2

ται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ „οὔ νύ τι κέρδιον ἡμῖν“

### book 353a.3

(Η 352) τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ

### book 353a.4

ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν. A

### book 353b

〈ἔλπομαι ἐκτελέεσθαι:〉 μετριώτερον, ὡς τὸ „ὀΐομαι ἄν‐

### book 353b

δρα χολωσέμεν“ (Α 78). Til

### book 353c.1

〈ἐκτελέεσθαι, ἵνα μή:〉 Ἀρίσταρχος „ἐκτελέεσθαι,

### book 353c.2

†ἵνα† ἂν μή“. Aim

### book 353d

ἵνα {μὴ ῥέξωμεν ὧδε}: „ἵν’ ἄν“ αἱ Ἀριστάρχου σὺν τῷ

### book 353d

ν, | καίτοι ὠβελισμένου τοῦ στίχου. T

### book 353e

〈ἵνα:〉 τὸ ἵνα ἀντὶ τοῦ ἐάν παρὰ Ἡρωδιανῷ. | παρὰ δὲ

### book 353e

τοῖς ἄλλοις ὠβέλισται. b(BCE3E4)

### book 357a1.1

οὐκέτ’ ἐμοὶ φίλα: οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει

### book 357a1.2

ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης. T

### book 357a2.1

οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ

### book 357a2.2

πρὸς ἰδίαν χάριν. b(BCE3E4)

### book 358a1.1

οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα: καὶ τί βέλτιον τοῦ

### book 358a1.2

δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν; ὡς πολέμια δὲ φρονοῦντα

### book 358a1.3

διαβάλλει, οὐ διὰ τὸ εὐσεβές. T

### book 358a2.1

καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς

### book 358a2.2

ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυμανίας ὡς πολέμιον αὐτὸν

### book 358a2.3

διαβάλλει. b(BCE3E4)

### book 359a.1

〈εἰ δ’ ἐτεόν:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, „εἰ

### book 359a.2

ἐτεόν“. Aint

### book 359b.1

εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις: ὑπο‐

### book 359b.2

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ

### book 359b.3

δέ συνδέσμου, εἰ δ’ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς

### book 359b.4

ἐνθάδε. A

### book 360.1

ἐξ ἄρα δή τοι ἔπειτα: αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν

### book 360.2

τοῦτο ὀνειδίζει τῷ γέροντι. b(BCE3E4)T

### book 362a

ἀντικρύ: κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων. b

### book 362a

(BCE3E4)T

### book 362b.1

ἀπόφημι: ὡς „ἄπειμι“ (ρ 593)· τὰ γὰρ ὀξυνόμενα τῶν

### book 362b.2

ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. A

### book 362c.1

γυναῖκα μὲν οὐκ ἀποδώσω: χαρακτηρίζει κιναίδου

### book 362c.2

λόγον καὶ τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ ἀποδώσω ὁμολογεῖ

### book 362c.3

ἀδίκως αὐτὴν ἔχειν. b(BCE3E4)T

### book 363-4.1

κτήματα δ’〈—〉ἐθέλω δόμεναι / οὐχ ὡς πει‐

### book 363-4.2

σομένων Ἑλλήνων, ἀλλ’ ὅπως ἔχῃ πρόβλημά τι. b(BCE3E4)T

### book 366-7.1

Δαρδανίδης Πρίαμοσ〈—〉ἀγορήσατο: οὔτε

### book 366-7.2

γὰρ Ἀντήνορι ἀντιλέγει οὔτε τῷ παιδί, πολιτικὴν ὑφορώμενος στάσιν

### book 366-7.3

διὰ τοὺς συναιρομένους αὐτοῖς. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων

### book 366-7.4

δυσχεραίνειν τῷ μήκει τῆς μάχης ᾤετο δέξασθαι τὴν πρεσβείαν. b

### book 366-7.5

(BCE3E4)T

### book 370

〈κατὰ πτόλιν:〉 γράφεται „κατὰ στρατόν“. Aim

### book 374.1

μῦθον Ἀλεξάνδροιο, 〈τοῦ εἵνεκα νεῖκος ὄρωρε〉: τὸ

### book 374.2

τυραννικὸν Ἀλεξάνδρου †δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων

### book 374.3

τοὺς Ἕλληνας· b(BCE3E4)T διὰ τοῦτο γὰρ εἶπε· τοῦ εἵνεκα

### book 374.4

νεῖκος ὄρωρε. T

### book 375a1.1

καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος: πυκινόν,

### book 375a1.2

ἐπειδὴ τοῦτο ἀνακτήσεται τοὺς κάμνοντας, †ἵνα δὲ ὡς† ἐπιμιγνύμενοι

### book 375a1.3

ἀλλήλοις ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δ’

### book 375a1.4

Ἕλληνες, τοῦτο δοκοῦσι χαρίζεσθαι. T

### book 375a2.1

ὅτι τοῦτο τοὺς κάμνοντας ἀνακτήσεται, καὶ ἵνα ἀδεῶς

### book 375a2.2

ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιῆσαι εἰρήνην λάβωσιν. ὃ δὲ

### book 375a2.3

καὶ Ἕλληνες ἐβούλοντο, τὸ συνάξαι τοὺς νεκρούς, τοῦτο καὶ αὐτοῖς

### book 375a2

δοκοῦσι χαρίζεσθαι. b(BCE3E4)

### book 382.1

τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ: οὐκ εἰς ἐκκλησίαν, ἀλλ’ ἕωθεν

### book 382.2

πρὸς Ἀγαμέμνονα ἐλθόντας, εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων.

### book 382.3

b(BCE3E4)T

### book 384.1

ἠπύτα: ὡς „ἱππότα“ (Β 336 al.) καὶ „ἱππηλάτα“ (Δ 387

### book 384.2

al.). | ἠπύτα δὲ ἀντὶ τοῦ μεγαλόφωνος. T

### book 390.1

ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι: ὅτι σαφῶς ὑπὸ τῶν Τρώων

### book 390.2

ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα „ἀλλὰ μάλα Τρῶες

### book 390.3

ἐλεήμονεσ“ (Γ 56). A

### book 390-1.1

〈ἠγάγετο Τροίην δ’, ὡς πρὶν ὤφελλ’ ἀπολέ‐

### book 390-1.2

σθαι, / πάντ’ ἐθέλει δόμεναι:〉 τὸ ὡς πρὶν ὤφελ〈λ〉’ ἀπολέ‐

### book 390-1.3

σθαι (390) εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ

### book 390-1.4

συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθ’

### book 390-1.5.1

ἑαυτὸν καὶ ἠρέμα, ὡς Δημόκριτος ἀξιοῖ (Vors.6 68 B 23) ἀπρεπὲς ἡγη‐

### book 390-1.5.2

σάμενος τὸ φανερῶς λέγεσθαι, †ἀμφότερα προστικτέον† ὡς διὰ μέσου

### book 390-1.5.3

†ἀναπεφωνημένου†· τὸ γὰρ ἑξῆς ἠγάγετο Τροίην δέ (390), πάντ’

### book 390-1.5.4

ἐθέλει δόμεναι (391). A

### book 392.1

〈κουριδίην δ’ ἄλοχον Μενελάου:〉 ὅτι οὐ προγεγάμη‐

### book 392.2

ται ἑτέρῳ καθ’ Ὅμηρον ἡ Ἑλένη. Aint

### book 393a.1

ἦ μήν: περισπᾶται ὁ ἦ· ἰσοδυναμεῖ γὰρ 〈τῷ δή〉 βεβαιω‐

### book 393a.2

τικῷ. ὅμοιον δέ ἐστι τὸ „ἦ μὴν καὶ πόνος ἐστίν“ (Β 291). A

### book 393b

〈ἦ μὴν Τρῶές γε κέλονται:〉 οὕτως ἦ μήν· βούλεται

### book 393b

γὰρ λέγειν, Τρῶές γε μὴν †ἕλωνται. Aim

### book 393c.1

ἦ μὴν Τρῶές γε κέλονται: ψεύδεται εἰς τὸ κεχαρισμένον

### book 393c.2

Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες ὡς οὐχ οἷοί τέ

### book 393c.3

εἰσιν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν. b(BCE3E4)T

### book 394

〈ἠνώγεον:〉 οἱ ἄλλοι Τρῶες. Til

### book 398.1

ἀκὴν ἐγένοντο: στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ

### book 398.2

ἐπιτρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄναν‐

### book 398.3

δρον εἴπωσι καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυ‐

### book 398.4

μίᾳ. b(BCE3E4)T

### book 399.1

ὀψὲ δὲ δὴ μετέειπε〈—〉Διομήδης: ἀνέμενε γὰρ τὴν

### book 399.2

τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη. b

### book 399.3

(BCE3E4)T

### book 401a

〈μήθ’ Ἑλένην:〉 ἐπιτατικῶς. Til

### book 401b

〈δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 402a.1

Τρώεσσιν ὀλέθρου πείρατα: καὶ διὰ τὴν παράβασιν

### book 402a.2

καὶ τὸ σπεύδειν ἐπὶ τὴν διάλυσιν Τρῶας. b(BCE3E4)T

### book 402b.1

〈ἐφῆπται:〉 ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὗ

### book 402b.2

ἅπτεται. Aint

### book 403-4.1

〈ἐπίαχον υἷες Ἀχαιῶν /〉 μῦθον ἀγασσάμενοι:

### book 403-4.2

σύμψηφοι γίνονται τῇ καταθέσει· διό φησιν· „ἤτοι μῦθον Ἀχαιῶν

### book 403-4.3

αὐτὸς ἀκούεισ“ (Η 406). b(BCE3E4)T

### book 404.1

〈μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:〉 ὅτι

### book 404.2

ἐντεῦθεν μετάκειται εἰς τὴν ἀποπρεσβείαν (sc. Ι 694). Aim

### book 407a

ὥς τοι ὑποκρίνονται: ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλα‐

### book 407a

κται, ἀντὶ τοῦ ἀποκρίνονται. A

### book 407b.1

ὥς τοι ὑποκρίνονται: ἀποκρίνονται· b(BCE3)T ὅθεν

### book 407b.2

καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος. b(BCE3E4)T

### book 408a.1

ἀμφὶ δὲ νεκροῖσιν 〈κατακαιέμεν οὔ τι μεγαίρω〉:

### book 408a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες

### book 408a.3

δια〈σ〉τέλλειν· ‘περὶ δὲ τῶν νεκρῶν, οὐ φθονῶ θάπτειν.‘ καὶ ἄλλως

### book 408a.4

συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον. A

### book 408b.1

ἀμφὶ δὲ νεκροῖσιν· μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς

### book 408b.2

τὸ νεκροῖσιν. | μεγαλοφυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην.

### book 408b.3

ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι. b(BCE3E4)T

### book 409-10a.1

οὐ γάρ τις φειδὼ νεκύων〈—μειλισσέμεν

### book 409-10a.2

ὦκα〉: οὐδὲν γὰρ κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι.

### book 409-10a.3

b(BCE3E4)T

### book 409-10b1.1

ἄλλως· οὐ γάρ τις φειδὼ〈—μειλισσέμεν

### book 409-10b1.2

ὦκα〉: Ἀττικὴ ἡ σύνταξις· οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι

### book 409-10b1.3

νέκυσι χαρίζεσθαι τοῦ πυρός· τοῦτο γὰρ δηλοῖ τὸ μειλισσέμεν

### book 409-10b1.4

(410), ἐπεὶ γλυκεῖα ἡ χάρις. b(BCE3E4)T οὕτως ἔχει καὶ τὸ „μη‐

### book 409-10b1.5

δέ τί μ’ αἰδόμενος μειλίσσεο“ (γ 96) ἀντὶ τοῦ χαρίζεο. T

### book 409-10b2.1

〈οὐ γάρ τις φειδὼ—〉πυρὸς μειλισσέμεν

### book 409-10b2.2

ὦκα: ὁ νοῦς· οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς. A

### book 409.1

〈κατατεθνειώτων:〉 Ἀρίσταρχος „τεθνηώτων“, ἄλλοι δὲ

### book 409.2

τεθνειώτων. Aint

### book 410.1

〈πυρὸς μειλισσέμεν ὦκα:〉 ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν‐

### book 410.2

τες. Ail

### book 411.1

ὅρκια δὲ Ζεὺς ἴστω: ἢ τὰ νῦν περὶ τῶν νεκρῶν ἢ τὰ πρό‐

### book 411.2

τερα, ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ τοὺς Τρῶας. b(BCE3E4)T

### book 412

τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι: μάρτυρας αὐτοὺς

### book 412

καλῶν. T

### book 413

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. AimAint

### book 416a1.1

ἀγγελίην ἀπέειπε: †ὅπως† μὴ προσεδέξαντο τὴν

### book 416a1.2

πρεσβείαν οἱ Ἕλληνες. T

### book 416a2.1

ἀπεδοκίμασε καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσε‐

### book 416a2.2

δέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες. b(BCE3E4)

### book 417.1

τοὶ δ’ ὡπλίζοντο μάλ’ ὦκα: οὐκ ἔδει γὰρ λόγων ἀλλ’

### book 417.2

ἀντέχεσθαι ἔργου. b(BCE3E4)T

### book 420.1

〈ὤτρυνον νέκυας:〉 Ἀρίσταρχος „νέκυσ“ ἐκτεταμένως καὶ

### book 420.2

„ὀτρύνοντο“, οὐκ ὄτρυνον. A

### book 421-2.1

νέον προσέβαλ〈λ〉εν ἀρούρας 〈/ ἐξ ἀκαλαρρεί‐

### book 421-2.2

ταο〉: καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατ’ ὀλίγον γὰρ φωτίζει τὴν

### book 421-2.3

γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν. b(BCE3E4)T | ἐξ ἀκαλαρρείταο

### book 421-2.4

(422) δὲ ἐκ τοῦ πραέως ῥέοντος. T

### book 422.1

ἐξ ἀκαλαρρείταο 〈βαθυρρόου Ὠκεανοῖο〉: ὅτι αὐτὸς

### book 422.2

μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν

### book 422.3

ἥλιον. ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν.

### book 422.4

τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσσείᾳ. A

### book 422.5.1

ἐξ ἀκαλαρ〈ρ〉είταο: ἡσύχως καὶ—ἥσυχον λέγουσιν.

### book 422.5.2

A

### book 424.1

ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρ〈α〉 ἕκαστον: καὶ

### book 424.2

τοῦτο προσετραγῴδησεν. T

### book 425

〈νίζοντες ἄπο:〉 τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀνα‐

### book 425

στρεπτέον. Aint

### book 426a1.1

δάκρυα θερμὰ χέοντες: βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ

### book 426a1.2

δὲ τῶν Ἑλλήνων μόνον „ἀχνύμενοι“ φησίν (Η 431)· AT πάλιν

### book 426a1.3

γὰρ τὸ μὴ λυπεῖσθαι ἀπαθείας ἦν. T

### book 426a2.1

βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλό‐

### book 426a2.2

ψυχον· μόνον γὰρ „ἀχνύμενοι“ φησίν· τὸ γὰρ μηδ’ ὅλως λυπεῖσθαι

### book 426a2.3

ἀπαθείας ἐστίν. b(BCE3E4)

### book 427a.1

οὐδ’ εἴα κλαίειν Πρίαμος: ἵνα μὴ κατάδηλοι τοῖς πο‐

### book 427a.2

λεμίοις εἶεν μαλακιζόμενοι. b(BCE3E4)T

### book 427b

〈οἱ δὲ σιωπῇ:〉 ἐν ἄλλῳ „ἀλλὰ σιωπῇ“. Aint

### book 427-8.1

οἱ δὲ σιωπῇ / νεκροὺς 〈πυρκαϊῇσ〉 ἐπενήνεον:

### book 427-8.2

πληθυντικῶς, ἐπὶ τῶν Τρώων. T

### book 428a1.1

πυρκαϊῆς: οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· †αἱ†

### book 428a1.2

δὲ Ζηνοδότου „πυρκαϊῇ“. καὶ ἔστι χαριέστερον, ὡς τὸ „ἐν δὲ πυρῇ

### book 428a1.3

ὑπάτῃ νεκρὸν θέσαν“ (Ψ 165). AT

### book 428a2

οὕτως Ἀρίσταρχος †πυρκαϊὰς† κατὰ γενικήν. Aint

### book 428b.1

ἐπενήνεον: γράφεται καὶ „ἐπινήνεον“, καὶ ἔστιν Ἰακόν.

### book 428b.2

AT

### book 429.1

ἐν δὲ πυρῇ πρήσαντες 〈ἔβαν προτὶ Ἴλιον ἱρήν:〉 ὅτι

### book 429.2

ἐκαίοντο οἱ νεκροί, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον. A

### book 433a.1

ἀμφιλύκη νύξ: τὸ καλούμενον λυκόφως—ἔτι σκο‐

### book 433a.2

τῶδες. | ἡ διπλῆ δέ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται. A

### book 433b

ἀμφιλύκη νύξ: παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν. καὶ λυ‐

### book 433b

κόφως τὸ μεταξὺ σκότους καὶ φωτός. b(BCE3E4)T

### book 434.1

κριτὸσ〈—〉λαός: εἰς αὐτὸ τοῦτο κριθεὶς τὰ περὶ τὴν

### book 434.2

πυρκαϊὰν ἐκπονῆσαι. b(BCE3E4)T

### book 435a1.1

τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον: τὰ ἀνάξια τῆς

### book 435a1.2

ἡρωϊκῆς μεγαλονοίας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χειρωνακτῶν

### book 435a1.3

ὁρᾶται. T

### book 435a2.1

οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια τῆς

### book 435a2.2

ἡρωϊκῆς μεγαλοφυΐας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χείρων ὁρᾶται

### book 435a2.3

τῶν ἀτάκτων καὶ θορυβωδῶν ἐκείνων Τρώων. b(BCE3E4)

### book 436a.1

〈ἄκριτον ἐκ πεδίου:〉 ὅτι πολυάνδριον. πῶς οὖν „ὥς κ’

### book 436a.2

ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ“ (Η 334—5); Aim

### book 436b1.1

ἄκριτον ἐκ πεδίου, 〈ποτὶ δ’ αὐτὸν τεῖχος ἔδει‐

### book 436b1.2

μαν〉: ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, „ἄκριτον ἐν πεδίῳ,

### book 436b1.3

περὶ δ’ αὐτὸν τεῖχος ἔδειμαν“· καὶ μήποτε ἄμεινον οὕτως. A

### book 436b2.1

{ἄκριτον} ἐκ πεδίου: ἐν τῇ Ἀριστοφάνους „ἐν πεδίῳ“,

### book 436b2.2

καὶ μήποτε ἄμεινον οὕτως. T

### book 443-64a.1

οἱ δὲ θεοὶ πὰρ Ζηνί (443) ἕως τοῦ ὣς οἱ μὲν τοι‐

### book 443-64a.2

αῦτα πρὸς ἀλλήλους ἀγόρευον (464) ἀθετοῦνται στίχοι εἴκοσι

### book 443-64a.3

δύο, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομα‐

### book 443-64a

χίας (sc. Μ 3—35) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε. A

### book 443-64b1.1

〈οἱ δὲ θεοὶ—ὣς οἱ μὲν τοιαῦτα:〉 καθόλου δὲ τὴν

### book 443-64b1.2

τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ

### book 443-64b1.3

αὐτὸς Ἀρίσταρχος. A

### book 443-64b2.1

οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ〈—

### book 443-64b2.2

ὣς οἱ μὲν τοιαῦτα〉: τὴν ἀγορὰν τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδο‐

### book 443-64b2.3

τον καὶ αὐτὸς Ἀρίσταρχος. T

### book 443-64c.1

οἱ δὲ θεοὶ πὰρ Ζηνὶ〈—ὣς οἱ μὲν τοιαῦτα〉: τοῦ‐

### book 443-64c.2

το εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν, ὃ ἐπλάσατο. T

### book 445.1

τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων: ἀναιρῆσαι τὸ πλάσμα

### book 445.2

τοῦ τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πο‐

### book 445.3

ρίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ

### book 445.4

ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων

### book 445.5.1

τῶν Ἑλλήνων τῷ Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ

### book 445.5.2

γὰρ ἂν εἶπεν ἡ Ἥρα „εἴη κεν καὶ τοῦτο τεὸν ἔποσ“ (Ω 56)—Ποσειδῶν

### book 445.5.3

δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν. b

### book 445.5.4

(BCE3E4)T

### book 446-7.1

ἦ ῥά τίς ἐστι βροτῶν〈—μῆτιν ἐνίψει〉: ἆρα

### book 446-7.2

ἔτι, φησί, τίς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν, ἃ βούλεται,

### book 446-7.3

τοῖς θεοῖς; A

### book 447a.1

{ὅστις ἔτ’} ἀθανάτοισι: ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνα‐

### book 447a.2

τος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει. A

### book 447b.1

καὶ μῆτιν ἐνίψει: λέξει, T | ἀνακοινώσεται διὰ θυσιῶν

### book 447b.2

συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν,

### book 447b.3

εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ. b(BCE3E4)T

### book 447c

ἐνίψει: τινὲς ἀντὶ τοῦ „ἐνισπήσει“ (cf. ε 98) ἢ λοιδορήσει. T

### book 450.1

οὐδὲ θεοῖσι δόσαν: ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς

### book 450.2

τὸ „ὅστις ἔτ’ ἀθανάτοισι“ (Η 447). παιδεύει δὲ ὅτι καὶ προσφιλὴς ὢν

### book 450.3

τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ

### book 450.4

σιωπᾷ· ἦ γὰρ εἶπεν Ἥρα „εἴη κεν καὶ τοῦτο τεὸν ἔποσ“ (Ω 56). Ἕλλη‐

### book 450.5

νες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι. T

### book 451a.1

τοῦ δ’ ἤτοι κλέος ἔσται, 〈ὅσην τ’ ἐπικίδναται

### book 451a.2

ἠώσ〉: ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδι‐

### book 451a.3

μόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλ’ Ὁμήρῳ γενόμενον ἕνεκεν

### book 451a.4

τῆς ἐπ’ αὐτῷ μάχης. b(BCE3E4)T διὰ δὲ τοῦ ὅσην τ’ ἐπικί‐

### book 451a.5

δναται ἠώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν. b(BE3E4)T

### book 451b1

〈ὅσην:〉 Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ „ὅσον“. Aim

### book 451b2

ὅσην: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος „†τόσον“. T

### book 452a1.1

τό τ’ ἐγὼ καὶ Φοῖβος: χωρὶς τοῦ τέ ἐν ταῖς Ἀριστάρ‐

### book 452a1.2

χου „τὸ ἐγὼ καὶ Φοῖβοσ“, κατ’ ἔνια δὲ τῶν ὑπομνημάτων „τὸ δ’

### book 452a1.3

ἐγώ“. A

### book 452a2

Ἀρίσταρχος „τὸ ἐγώ“. Aim

### book 453a.1

〈ἥρῳ:〉 ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (θ 483)·

### book 453a.2

„ἥρῳ Δημοδόκῳ“. Aint

### book 453b.1

ἥρῳ Λαομέδοντι 〈πολίσσαμεν〉: καὶ „ἥρῳ Δημοδό‐

### book 453b.2

κῳ“ (θ 483) καὶ „ἦλθεν Ἄρῃ ἐπίκουροσ“ (Φ 431). τὸ δὲ πολίσσαμεν

### book 453b.3

ἀντὶ τοῦ περὶ πόλιν ᾠκοδομήσαμεν. T

### book 455

ἐννοσίγαι’ εὐρυσθενές: κατὰ γὰρ Θαλῆν (cf. Vors.6 11 A

### book 455

14) ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται. T

### book 458.1

ὅσον τ’ ἐπικίδναται {ἠώς}: οὕτως Ἀρίσταρχος, ὅσην τ’

### book 458.2

ἐπικίδναται θηλυκῶς, Ζηνοδότ〈ε〉ιος δὲ ἡ „ὅσον τ’ ἐπικίδναται“. A

### book 464.1

ὣς οἱ μὲν τοιαῦτα: παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν

### book 464.2

ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν „ὣς οἱ μὲν πονέοντο“ (Η

### book 464.3

442), εἶτα εὐθὺς „δύσετό τ’ ἠέλιοσ“ (Η 465). b(BCE3E4)T

### book 465

〈δύσετο:〉 σημειοῦνταί τινες 〈ὅτι〉 ἀντὶ τοῦ ἐδύετο. Aint

### book 466.1

βουφόνεον: βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ

### book 466.2

ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα‐

### book 466.3

σκευήν. A b (BCE3E4)T

### book 467.1

νῆες δ’ ἐκ Λήμνοιο: ἐπιτηδείως ἐδήλωσεν, πόθεν αὐτοῖς ἡ

### book 467.2

χορηγία ἦν. b(BCE3)T

### book 467.1

νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν: Λήμνιοι τὰς ἐξ ἔθους

### book 467.2

—παρ’ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις (FGrHist 12,

### book 467.5

14). A

### book 468.1

Ἰησονίδης Εὔνηος: ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν. οἰ‐

### book 468.2

κεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη. T

### book 471

μέθυ χίλια μέτρα: ἀντὶ τοῦ μέθυος, ὅ ἐστι οἴνου. T

### book 473.1

ἄλλοι μὲν χαλκῷ, 〈ἄλλοι δ’ αἴθωνι σιδήρῳ〉: ὅτι

### book 473.2

ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν. A

### book 474.1

ἄλλοι δὲ ῥινοῖς, 〈ἄλλοι δ’ αὐτῇσι βόεσσιν〉: ὅτι ῥι‐

### book 474.2

νοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. | ἰστέον δὲ ὅτι

### book 474.3

ὁπόταν περὶ πλήθους—προφέρονται. A

### book 475a.1

ἄλλοι δ’ ἀνδραπόδεσσι· 〈τίθεντο δὲ δαῖτα θά‐

### book 475a.2

λειαν〉: ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ

### book 475a.3

γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι

### book 475a.4

πλεονάζον. A

### book 475b.1

〈ἀνδραπόδεσσι:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ἀνδραπό‐

### book 475b.2

δοισι“. Aint

### book 475c

ἄλλοι δ’ ἀνδραπόδεσσι: οὐ περισπούδαστος γὰρ ἡ

### book 475c.1

τῶν ἀνδραπόδων κτῆσις b(BCE3E4)T ἐκεῖσε οὖσιν ἦν πρὸς φυ‐

### book 475c.2

λακήν. b(BCE3E4) | γράφεται καὶ „ἀνδραπόδοισι“. | νεωτερικὸν τὸ

### book 475c.3

τῶν ἀνδραπόδων ὄνομα· διὸ καὶ ἠθέτητο ὑπὸ Ἀριστάρχου. T

### book 475d

〈θάλειαν:〉 ἡδεῖαν. Til

### book 479.1

σμερδαλέα κτυπέων: προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν

### book 479.2

ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής. b(BCE3E4)T

### book 480.1

χέον: καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ

### book 480.2

Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (sc. Γ 296—302). b

### book 480.3

(BCE3E4)T

### book 481a.1

〈πρὶν πιέειν, πρὶν λεῖψαι:〉 Ἀρίσταρχος „πιέμεναι,

### book 481a.2

πρὶν †λείψω“. Aim

### book 481b1.1

πρὶν λεῖψαι: πρὶν ἤ, ὡς τὸ „μὴ πρὶν παρ’ νηῶν〈— /〉

### book 481b1.2

πρὶν πυρί“ (Ξ 46—7). T

### book 481b2.1

〈πρὶν πιέειν, πρὶν λεῖψαι:〉 τὸ δεύτερον πρίν ἀντὶ

### book 481b2.2

τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον. b(BCE3)

### book 481c

〈ὑπερμενέϊ:〉 ὡς καταιβάτῃ. Til

### book 482a.1

κοιμήσαντ’ ἄρ’ ἔπειτα 〈καὶ ὕπνου δῶρον ἕλον‐

### book 482a.2

το〉: ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι. τοῦτο δὲ πρὸς τὸ

### book 482a.3

ἐν Ὀδυσσείᾳ (υ 4)· „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι“·

### book 482a.4

ἐπιφέρει γὰρ „κεῖτ’ ἐγρηγορόων“ (υ 6). Ζηνόδοτος δὲ καὶ τοῦτον

### book 482a.5

καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας (sc. Θ 1) ἦρκε στίχον. A

### book 482b.1

κοιμήσαντο: ἀνεκλίθησαν, ὡς τὸ „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ

### book 482b.2

χλαῖναν βάλε κοιμηθέντι“ (υ 4). b(BCE3E4)T

### book 482c.1

ὕπνου δῶρον: δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ

### book 482c.2

σωματοειδὴς Ὕπνος δωρεῖται. A b (BCE3E4)T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 0.1

Τὴν ῥαψῳδίαν †κῶλον† μάχην καλοῦσι· συντέμνει γὰρ τὴν

### book 0.2

διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς. A b (BCE3E4)T

### book 1.1

ἠώς: σημαίνει πολλά. ὁτὲ μὲν—ἐς Ἴλιον εἰλήλουθα (Φ

### book 1.2

80—1). A

### book 1a.1

ἠὼς 〈μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν〉:

### book 1a.2

ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ „οἱ δ’ ἄρα

### book 1a.3

δεῖπνον ἕλοντο“ (Θ 53), ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι

### book 1a.4

ἀπρεπῶς. A

### book 1b.1

κροκόπεπλος: ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός.

### book 1b.2

τὸ δὲ „ῥοδοδάκτυλοσ“ (Α 477 al.) ἐναντίον. ποιητικὴ δέ ἐστι περί‐

### book 1b.3

φρασις, A b (BCE3E4)T ὡσεὶ εἶπεν ‘ἡμέρα μὲν γέγονεν‘. A b

### book 1b.4

(BE3E4)T

### book 1c.1

ἐκίδνατο: ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ

### book 1c.2

πᾶσα ὑφ’ ἓν φωτίζεται. A b (BCE3E4)T

### book 2a.1

Ζεὺς δὲ θεῶν ἀγορήν: εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρω‐

### book 2a.2

σὶν ὁ Ζεύς, ὁπότε τῆς παραβάσεως δίκας ἀπέτισαν Διομήδει καὶ Πάν‐

### book 2a.3

δαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν, δι’ ὧν πέμ‐

### book 2a.4

πουσιν Ἰδαῖον ἀπολογούμενον τοῖς Ἕλλησιν. b(BCE3E4)T αὔξει

### book 2a.5

δὲ τὰ Ἑλλήνων ὁ ποιητής, εἴ γε καὶ ἐκκλησίας ἐδέησε τῷ Διῒ ἔν τε τοῖς

### book 2a.1

ἑξῆς (sc. Θ 133—5) καὶ κεραυνῶν πρὸς τὴν ἧτταν αὐτῶν· καὶ ἐν ἄλλοις

### book 2a.2

(sc. Δ 1. Η 443. Υ 4) μὲν γὰρ ποιεῖ ἐκκλησιάζοντας τοὺς θεούς, ἀλλ’

### book 2a.3

ἁπλούστερον, ἐνταῦθα δὲ Ζεὺς συνάγει καὶ πρωτολογεῖ, τόπος τε

### book 2a.4

ἀποδείκνυται τῇ ἀγορᾷ ὡς δὴ περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ

### book 2a.10.1

καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παννύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε

### book 2a.10.2

καὶ προεῖπε· „παννύχιος δέ σφιν κακὰ μήδετο“ (Η 478). μέγα οὖν, εἰ

### book 2a.10.3

ἐν τοιούτῳ καιρῷ κἂν ἀντέσχον Ἕλληνες. b(BE3E4)T

### book 2b.1

〈τερπικέραυνος:〉 ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναν‐

### book 2b.2

τίους. b(BCE3)Til

### book 3.1

〈ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:〉 καὶ ὅτι

### book 3.2

ἀντὶ τοῦ ἄκρᾳ, καὶ ὅτι λείπει ἡ ἐπί, καὶ ὅτι τὰ ἐπίθετα ὡς ἐπὶ ὄρους.

### book 3.3

Aim

### book 4a1.1

θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό φέρεται †καὶ ἐπὶ

### book 4a1.2

τοῦ† ἄκουον· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προ‐

### book 4a1.3

θέσεως ἔστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. „οἳ κατὰ

### book 4a1.4

βοῦς Ὑπερίονος Ἠελίοιο / ἤσθιον“ (α 8—9)· καὶ γὰρ διαφέρει τὸ

### book 4a1.5.1

ἀκούειν ἁπλῶς λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ’

### book 4a1.5.2

ἐστὶν ἐκδέξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λε‐

### book 4a1.5.3

γομένοις. οὕτως οὖν τινες ἐδέξαντο „οὐδ’ ἐσάκουσε πολύτλας δῖος

### book 4a1.5.4

Ὀδυσσεύσ“ (Θ 97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη· διὸ ἐν ἑτέροις Ὀδυσ‐

### book 4a1.5.5

σεὺς ἐπαινούμενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώ‐

### book 4a1.10.1

πτεσθαι, ἐν οἷς φησι „Τυδείδη, μή τ’ ἄρ με μάλ’ αἴνεε μή τέ τι νείκει“ (Κ

### book 4a1.10.2

249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι

### book 4a1.10.3

ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγ‐

### book 4a1.10.4

μένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ

### book 4a1

ὡς ὑποτεταγμένοι. A

### book 4a2.1

θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό πρὸς τὸ ἄκουον·

### book 4a2.2

διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, πρὸς τὸ πειθαρχικόν· b(BCE3)

### book 4a2.3

T ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγόμενα πράσσειν ἑκόντας ἢ ἄκον‐

### book 4a2.4

τας. b(BCE3E4)T

### book 5.1

κέκλυτέ μευ, πάντες 〈τε〉 θεοὶ 〈πᾶσαί τε θέαιναι〉:

### book 5.2

κοινοποιεῖται τὴν ἀρετήν, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαϊκούς. τὸ δὲ

### book 5.3

θέαιναι δι’ Ἥραν καὶ Ἀθηνᾶν. b(BCE3E4)T

### book 7a1.1

μήτε τις οὖν θήλεια θεός: καὶ νῦν ἀπ’ αὐτῶν ἄρχεται,

### book 7a1.2

ὑπονοῶν τὰς περὶ Ἥραν· οἶδε γὰρ ταύτας ἀπειθούσας. T

### book 7a2.1

ἀπὸ τῶν θηλειῶν ἄρχεται ὑπονοῶν αὐτῶν τὸ θορυβῶδες καὶ

### book 7a2.2

ἄτακτον· ἧττον γὰρ οἱ ἄρρενες ἢ αἱ θήλειαι ταραχώδεις εἰσί. b

### book 7a2.3

(BCE3E4) ταῦτα δὲ δι’ Ἥραν καὶ Ἀθηνᾶν φησιν. b(BE3E4)

### book 7b

〈θεός:〉 Ἀρίσταρχος „θεῶν“. Aim

### book 7c.1

θήλεια θεὸσ〈—ἄρσην〉: τὸ θεός κοινόν, ᾧ ἀντὶ τοῦ

### book 7c.2

ἄρθρου παρέπλεξε τὸ θήλεια καὶ ἄρσην. b(BCE3E4)T

### book 8.1

διακέρσαι 〈ἐμὸν ἔποσ〉: διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς

### book 8.2

μικρὰ διακεκομμένον. a b (BCE3)T τὸ δὲ ἐμὸν ἔπος τὴν ἐμὴν

### book 8.3

ἐπαγγελίαν, ἣν ὑπεσχόμην Θέτιδι. πρόθυμος δέ ἐστι δεικνύς, οἵους δεῖ

### book 8.4

περὶ τὰς ὑποσχέσεις εἶναι. b(BCE3E4)T

### book 9a.1

〈τάχιστα:〉 σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι

### book 9a.2

Ἀχιλλέα. b(BCE3E4)Til

### book 9b.1

τελευτήσω τάδε ἔργα: ποῖα ἔργα; τὸ τιμῆσαι μὲν Ἀχιλ‐

### book 9b.2

λέα, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται,

### book 9b

ποῖα ἔργα. b(BE3E4)T

### book 10-1.1

ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν 〈ἐθέλοντα νοήσω /

### book 10-1.2

ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι〉: τὸ ἑξῆς· ὃν ἂν ἐγὼ

### book 10-1.3

ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ καὶ δίχα τῆς ἐμῆς ἐπιτροπῆς ἐλθόντα εἰς τὴν

### book 10-1.4

μάχην, θέλοντα Τρωσὶν ἢ Ἕλλησι βοηθῆσαι. b(BCE3E4)T

### book 10a1.1

〈ἀπάνευθε:〉 ἐν τῇ Ἀριστοφάνους „ἀπάτερθε“, Ζηνόδο‐

### book 10a1.2

τος „μετόπισθε“. Aim

### book 10a2.1

Ἀριστοφάνης „ἀπάτερθε“. {χωρὶς ἐμοῦ, δίχα ἐμῆς ἐπιτρο‐

### book 10a2.2

πῆς} Til

### book 11.1

〈ἢ Τρώεσσιν—ἢ Δαναοῖσιν:〉 τὸ κοινὸν οὐ λυπεῖ.

### book 11.2

b(BCE3E4)Til

### book 12a.1

〈πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον

### book 12a.2

δέ:〉 τὸ οὐ κατὰ κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν· †συλλαβῶν

### book 12a.3

γὰρ αὐτόν. Aim

### book 12b.1

ἄμεινον ὑποστίζειν εἰς τὸ πληγείς, καὶ ἔστιν b(BCE3)Til

### book 12b.2

ἀντὶ τοῦ κεραυνωθείς· b(BCE3E4)Til καὶ „οὐκ ἂν ἐφ’ ὑμετέρων

### book 12b.3

ὀχέων πληγέντε κεραυνῷ“ (Θ 455). Til

### book 12c.1

πληγεὶς οὐ κατὰ κόσμον 〈ἐλεύσεται Οὔλυμπον

### book 12c.2

δέ〉: διδάσκει ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα

### book 12c.3

κολαστέοι εἰσίν. b(BCE3E4)T

### book 13a

〈ἤ:〉 τὸ ἤ ἀντὶ τοῦ ἀλλά. Til

### book 13b.1

ἐς Τάρταρον ἠερόεντα: ὡς τὰ οὐράνια—εἰς Τάρ‐

### book 13b.2

ταρον. Α | ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ „†οὔποτ’†

### book 13b.3

ἀνέμοισι τινάσσεται οὐδέ ποτ’ ὄμβρῳ“ (ζ 43), ὁ δὲ Τάρταρος καὶ τε‐

### book 13b.4

τάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρ‐

### book 13b.5.1

ταρίζειν φασίν. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠερόεις ἐστίν. A

### book 13b.5.2

b(BCE3E4)T

### book 13b

Τάρταρος: τὸ ὑπὸ τὴν γῆν—ἀπεδέξαντο. A

### book 14a1.1

ὑπὸ χθονός ἐστι βέρεθρον: οἱ Ἀττικοὶ βάραθρόν φα‐

### book 14a1.2

σιν. πῶς δὲ †μεσούσης† κατενεχθήσεται εἰς Τάρταρον· ἢ ὅτι οἱ ἀπει‐

### book 14a1.3

λοῦντες †πάντα δυνατά. T

### book 14a2.1

οἱ Ἀττικοὶ βάραθρον αὐτό φασιν. b(BCE3E4) πῶς δὲ

### book 14a2.2

δύναταί τις ἐκεῖσε κατελθεῖν· φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα

### book 14a2.3

σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν. b(BE3E4)

### book 15.1

ἔνθα σιδήρειαί τε πύλαι: κολαστήριον γάρ ἐστι φυλάσσον

### book 15.2

τοὺς δεσμώτας· b(BCE3E4)T καὶ „πυλάρταο κρατεροῖο“ (Ν

### book 15.3

415). οὐχ ἱστορεῖ δέ, ἀλλὰ φοβερὰν δείκνυσι τὴν ἄνοδον. b(BE3E4)T

### book 16a.1

τόσσον ἔνερθ’ Ἀΐδεω, 〈ὅσον οὐρανός ἐστ’ ἀπὸ

### book 16a.2

γαίησ〉: πρὸς τὴν καθ’ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν

### book 16a.3

τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον

### book 16a

ἐστὶν ὕπερθεν. A

### book 16a.5.1

τόσσον ἔνερθ’ Ἀΐδεω: τοσοῦτόν φησι—ἴσας λέγων

### book 16a.5.2

εἶναι. A

### book 16b1.1

τόσσον ἔνερθ’ Ἀΐδεω: ἔδει τόσον ἔνερθ’ ἀπὸ γῆς.

### book 16b1.2

τάχα οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. | ὡς οὐράνια τρία διαστή‐

### book 16b1.3

ματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ

### book 16b1.4

τῆς Διὸς ἀρχῆς, οὕτω καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρτα‐

### book 16b1.5.1

ρον. δῆλον δὲ ὅτι οὐ σφαιροειδὴς ἡ γῆ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’

### book 16b1.5.2

ἐπίπεδος. T

### book 16b2.1

τὰ οὐράνια, ὥς φησι, τρία διαστήματα ἔχει, ἀέρα μέχρι

### book 16b2.2

νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς·

### book 16b2.3

οὕτω καὶ ἀπὸ τῆς γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς τὸν Τάρταρον. δῆ‐

### book 16b2.4

λον δὲ ὡς τὸ μέσον κέντρον ἐστὶν ἡ γῆ. b(BCE3E4) | ἔδει δὲ εἰπεῖν τόσ‐

### book 16b2.5.1

σον ἔνερθε γῆς ὅσον ἀπ’ αὐτῆς εἰς οὐρανόν. τάχα οὖν τὸ Ἀΐδεω

### book 16b2.5.2

ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. b(BE3E4)

### book 18a

εἰ δ’ ἄγε πειρήσασθε: πεῖραν λάβετε. A | τῷ ἀποτόμως

### book 18a.1

ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι· A b (BCE3E4)

### book 18a.2

T εἰ βούλεσθε τὴν διαφορὰν γνῶναι, πειράθητε. b(BCE3E4)T

### book 18a.3

μεγάλα δὲ ὄντα τὰ προστάγματα A b (BE3E4)T μείζοσιν ὑπερ‐

### book 18a.5.1

βολαῖς ἐπιστώσατο. | τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ (p.

### book 18a.5.2

193 Frdl.)· b(BE3E4)T εἰς δὲ τὸ „κρεμάσαντεσ“ (Θ 19) τελείαν

### book 18a.5.3

τίθησιν. b(BCE3E4)T

### book 18b1.1

{ἵνα} εἴδετε {πάντες}: ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ

### book 18b1.2

τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων, „ὄφρ’ εὖ πᾶσαι /

### book 18b1.1

εἴδετ’ ἀκούουσαι“ (Σ 52—3)· „μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι

### book 18b1.2

τεθνειῶτα“ (Τ 403)· „ὄφρα καὶ †αὐτώ μοι σαώσετον ἐκ πολέμου“ (Ρ

### book 18b1.5.1

452)· „αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων / βούλεται ἀντιάσασ“

### book 18b1.5.2

(Α 66—7). A

### book 18b2.1

{ἵνα εἰδῆτε πάντες:} ἢ συστολὰς ἢ ἐναλλαγὰς κλίσεων νο‐

### book 18b2.2

μιστέον τὰ τοιαῦτα, ὡς τὸ „ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ“ (Δ 131). T

### book 19.1

σειρὴν χρυσείην 〈ἐξ οὐρανόθεν κρεμάσαντεσ〉: ὅτι εἰ μὴ

### book 19.2

ἐκδεξόμεθα Ὄλυμπον (cf. Θ 25) τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ συμφωνή‐

### book 19.3

σει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησιν τὸν Ὄλυμ‐

### book 19.4

πον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου (cf. Θ 25) ἐκδεθείσης. καὶ ὅτι ἡ

### book 19.5

ἔξ περισσή. A

### book 19

σειρὴν χρυσείην: χρυσῆν προσέθηκεν—τὸν ἥλιον. A

### book 19.1

σειρὴν ἐξ †οὐρανῶθεν† κρεμάσαντες καὶ τὰ ἑξῆς: κατὰ

### book 19.2

τὸν μῦθον ὁ Ζεὺς—ὥστε ἢ αὐτὸν καθελκυσθῆναι †ὑπ’ αὐτοῦ. A

### book 20.1

πάντες δ’ ἐξάπτεσθε θεοὶ 〈πᾶσαί τε θέαιναι〉: ταῦτά

### book 20.2

φησι δεικνὺς ὡς οὐ καθ’ ἕνα, συλλήβδην δὲ πάντων κρείττων. b

### book 20.3

(BCE3E4)T καὶ Ποσειδῶν· οὔ πως ἔστι „Διῒ Κρονίωνι μάχεσθαι/

### book 20.4

ἡμέας τοὺς ἄλ[λουσ]“ (Θ 210—1). T

### book 22a.1

〈Ζῆν’ ὕπατον μήστωρ’:〉 ὅτι ἀντὶ τοῦ ἐμέ, ὡς περὶ ἄλ‐

### book 22a.2

λου. Aint

### book 22b.1

〈Ζῆν’ ὕπατον μήστωρ’:〉 δείκνυσιν, οἷς δεῖ κοσμεῖσθαι

### book 22b.2

τὸν ἄρχοντα, ῥώμῃ καὶ συνέσει. b(BCE3E4)Til

### book 22c

〈κάμοιτε:〉 γράφεται καὶ „πάθοιτε“. AimT

### book 23a1.1

πρόφρων ἐθέλοιμι {ἐρρῦσαι}: Ἀρίσταρχος διὰ τοῦ ω

### book 23a1.2

„ἐθέλωμι“. Πτολεμαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων

### book 23a1.3

„πρόσσω“ γράφει. A

### book 23a2.1

{ἀλλ’ ὅτε δὴ πρόφρων:} οὕτω διὰ τοῦ ω. Πτολεμαῖος δὲ

### book 23a2.2

ἀντὶ τοῦ πρόφρων „πρόσ〈σ〉ω“ [γράφει]. T

### book 23a3

Ἀρίσταρχος „ἐθέλωμι“. Aim

### book 24.1

αὐτῇ κεν γαίῃ ἐρύσαιμι: λείπει ἡ σύν, ὡς τὸ „αὐτῇσι

### book 24.2

ῥίζῃσι“ (Ι 542). | πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεούς, ἀλλὰ

### book 24.3

καὶ τὸν περιέχοντα αὐτοὺς τόπον, τὸν Ὄλυμπον. b(BCE3E4)T

### book 25-6.1

σειρὴν μέν κεν〈—πάντα γένοιτο〉: ὅτι Ζηνόδο‐

### book 25-6.2

τος ἀμφοτέρους ἠθέτηκεν. δι’ αὐτῶν δὲ διδασκόμεθα †πᾶσαν τὴν γῆν

### book 25-6.3

σὺν τῇ θαλάσσῃ. A

### book 25a

〈ἔπειτα:〉 ὅταν θελήσω ἐρύσαι φησίν. Aint

### book 25b.1

περὶ ῥίον: ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συν‐

### book 25b.2

ερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης. b(BCE3E4)T

### book 25b.1

σειρὴν μέν κεν: ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττε‐

### book 25b.2

σθαι—ἐκ τοῦ φανερῶς κρατεῖν. A

### book 26

〈τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο:〉 δείκνυσιν ὅτι

### book 26

βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος. Til

### book 27.1

περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων: ἔδει τὸ ἀσθενὲς

### book 27.2

προτάξαι. ἢ τὸ μέτρον αἴτιον· b(BCE3)T „ὥστε γὰρ ἠελίου

### book 27.3

αἴγλη πέλεν ἠὲ σελήνησ“ (δ 45): T ἢ εὐτελίζων τοὺς θεούς. b

### book 27.4

(BCE3)T

### book 28.1

ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες: ἐντεῦθεν ἕως τοῦ „πρόφρονι

### book 28.2

μυθέομαι“ (Θ 40) ἀθετοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι ἐξ ἄλλων τό‐

### book 28.3

πων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει οὐκ ὀρθῶς χρώμενος

### book 28.4

ταῖς λέξεσιν· „ὀδυσσαμένοιο τεοῖο“ (Θ 37)· τοῦτο γάρ ἐστι τοῦ σοῦ,

### book 28.5

θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως. A

### book 29.1

ἀγασσάμενοι: γράφεται καὶ „φρασσάμενοι“· ATil μᾶλ‐

### book 29.2

λον δὲ τὸ ἀγασσάμενοι τοῖς ἑξῆς συνᾴδει. A

### book 30.1

ὀψὲ δὲ δὴ μετέειπε 〈θεὰ γλαυκῶπις Ἀθήνη〉: πιθανῶς

### book 30.2

οὐχὶ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν

### book 30.3

Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετὰ αἰδοῦς τῷ πατρὶ διαλέγεται b(BCE3

### book 30.4

E4)T μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη· ἄλλως τε καὶ

### book 30.5.1

τοῖς προοιμίοις αὐτὸν ἐξαίρει καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπλη‐

### book 30.5.2

ροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονέσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμπο‐

### book 30.5.3

δίσῃ, ἀλλ’ ὅπως μὴ πάντες ἀπόλωνται. b(BE3E4)T

### book 31.1

ὦ πάτερ ἡμέτερε, 〈Κρονίδη, ὕπατε κρειόντων〉: με‐

### book 31.2

τρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ

### book 31.3

τῶν ἄλλων θεῶν μέγιστον καὶ τὴν ὑπεροχήν, ἣν ἔχειν βούλεται, μαρ‐

### book 31

τυρεῖ συντόμως. b(BCE3E4)T

### book 32-4

εὖ νυ καὶ ἡμεῖς—ὄλωνται: τούτους πάλιν μετ’

### book 32-4.1

ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα (sc. Θ 463—5). | αἱ τοιαῦται δὲ

### book 32-4.2

προσφωνήσεις—παραδίδωσιν. A

### book 33.1

ἀλλ’ ἔμπης Δαναῶν 〈ὀλοφυρόμεθ’ αἰχμητάων〉: ὁ μὲν

### book 33.2

οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει,

### book 33.3

b(BCE3E4)T ἀλλ’ ἀμφοτέροις βοηθεῖν ἐκώλυσεν· b(BE3E4)T

### book 33.4

ἡ δὲ ξυνιεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν. b(BCE3E4)T

### book 34.1

κακὸν οἶτον: διὰ τοῦτο γὰρ ἄχθεται, οὐχ ὅτι ἀπολοῦνται· ὃ

### book 34.2

καὶ οἶκτον ἐκίνησεν. b(BCE3E4)T

### book 35-6.1

πολέμου μὲν ἀφεξόμεθα〈—ὀνήσει〉: τὸ μὲν γὰρ

### book 35-6.2

ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός· τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάν‐

### book 35-6.3

τας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει· b(BCE3E4)

### book 35-6.4

T „οὐδ’ ὅ γε πάμπαν / ἤθελε λαὸν ὀλέσθαι / ἀλλὰ Θέτιν κύδαινε“

### book 35-6.5

(Ν 348—50). T

### book 35a1.1

〈ὡς σὺ κελεύεις:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „εἰ σὺ

### book 35a1.2

κελεύεισ“. Aim

### book 35a2

„ὡς σὺ κελεύεισ“. Til

### book 37a.1

〈ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο〉 τεοῖο: ἀθε‐

### book 37a.2

τοῦσιν. οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἐφέρετο· τὸ γὰρ τεοῖο συγχεῖ τὸν

### book 37a.3

λόγον. | ὀδοὺς ὀδύσσω, παρ’ ὃ „ὀδὰξ ἐν χείλεσι φύντεσ“ (α 381.

### book 37a.4

ς 410). T

### book 37b

ὀδυσσαμένοιο τεοῖο: τοῦ σοῦ οὐδετέρως, ὡσεὶ λέγοι·

### book 37b

ἐπεὶ τὰ σὰ οὕτω πρὸς αὐτοὺς ἔχει. T

### book 39-40.1

θάρσει, Τριτογένεια, 〈—ἤπιος εἶναι〉: ὅτι

### book 39-40.2

ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς

### book 39-40.3

(sc. Χ 183—4). ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις. A

### book 39a.1

Τριτογένεια: Μῆτιν τὴν Ὠκεανοῦ ἀμείβουσαν εἰς πολλὰ

### book 39a.2

τὴν μορφὴν Ζεὺς βουλόμενος παρ’ ἑαυτῷ ἔχειν κατέπιεν ἔγκυον οὖσαν

### book 39a.3

ὑπὸ Βρόντου τοῦ Κύκλωπος. τελεσφορηθείσης δὲ τῆς παιδὸς ὁ Ζεὺς

### book 39a.4

διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ ποταμῷ τρέφειν. ὅθεν

### book 39a.5.1

Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρί‐

### book 39a.5.2

τωνος. Δημόκριτος (Vors.6 68 B 2) δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν

### book 39a.5.3

ὅτι φρόνησίς ἐστιν, ἀφ’ ἧς τρία συμβαίνει, εὖ λογίζεσθαι, λέγειν κα‐

### book 39a.5.4

λῶς, πράττειν ἃ δεῖ. b(BCE3E4)T ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη.

### book 39a.5.5

καὶ παροιμία (cf. prov. ap. Su. τ 1019) „παῖς μοι τριτογενὴς εἴη, μὴ

### book 39a.10

τριτογένεια“· ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες. b(BE3E4)T

### book 39a

Τριτογένεια: Ὅμηρος μὲν—τῆς Λιβύης. A

### book 39b.1

θάρσει, Τριτογένεια: δείκνυσιν ὅσον δύναται λόγος

### book 39b.2

εὐμενὴς b(BCE3E4)T καίτοι παιδὸς πρὸς πατέρα. b(BCE3)T

### book 40a.1

πρόφρονι: ἀντὶ τοῦ ὑπέρφρονι, ὡς „πρό τε παίδων καὶ

### book 40a.2

πρὸ γυναικῶν“ (Θ 57). ὁ λόγος οὖν οὐ τυραννικὴν ἀπήνειαν, ἀλλὰ

### book 40a

βασιλικὴν παρίστησι προσήνειαν. b(BCE3E4)T

### book 40b

〈ἐθέλω δέ τοι ἤπιος εἶναι:〉 εἰρωνεύεται αὐτήν. Aim

### book 41.1

τιτύσκετο: οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν. b(BCE3

### book 41.2

E4)Til

### book 42.1

〈χρυσέῃσιν ἐθείρῃσιν κομόωντε:〉 μεγαλοπρεπὴς ἡ

### book 42.2

διάνοια. Til

### book 43a.1

χρυσὸν δ’ αὐτὸς ἔδυνε 〈περὶ χροΐ, γέντο δ’ ἱμάσ‐

### book 43a.2

θλην〉: ὅτι ἀντὶ τοῦ χρυσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου

### book 43a.3

τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (sc. Θ 387)

### book 43a.4

ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ

### book 43a.5.1

ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ

### book 43a.5.2

ἔλαβεν. A

### book 43b.1

〈χρυσόν:〉 τὴν αἰγίδα φησίν· καὶ ἀλλαχοῦ „περὶ δ’ αἰγίδι

### book 43b.2

πάντα κάλυψε / χρυσείῃ“ (Ω 20—1). b(BCE3E4)T

### book 45a.1

〈μάστιξεν δ’ ἐλάαν:〉 τὸν ἀέρα ἔπληξε〈ν〉 ὀτρύνων αὐ‐

### book 45a.2

τούς. Til

### book 45b

〈οὐκ ἄκοντε:〉 οὐκ ἀπρόθυμοι. Aim

### book 46a.1

μεσσηγὺς γαίης τε 〈καὶ οὐρανοῦ ἀστερόεντοσ〉: ὅτι

### book 46a.2

οὐδέποτε εἶπεν μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφόεντος, οὐδὲ τὸν

### book 46a.3

Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατ’ αὐτὸν ὁ Ὄλυμπος τοῦ

### book 46a.4

οὐρανοῦ. A

### book 46b.1

〈οὐρανοῦ ἀστερόεντος:〉 οὐδέποτε δὲ Ὀλύμπου ἀστε‐

### book 46b.2

ρόεντός φησιν. b(BCE3E4)Til ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ

### book 46b

τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπ’ οὐρανόν. b(BCE3E4)

### book 47-8a.1

Ἴδην δ’ ἵκανεν 〈... / Γάργαρον〉: πρὸς τὴν ἰδιό‐

### book 47-8a.2

τητα τῆς φράσεως, ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας

### book 47-8a.3

γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν· μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ

### book 47-8a.4

τὸ Γάργαρον. A

### book 47-8b.1

Ἴδην δ’ ἵκανεν 〈... /〉 Γάργαρον: Ἴδην Γάργαρον

### book 47-8b.2

ἀντὶ τοῦ εἰς Γάργαρον Ἴδης, ὡς „ἡ δ’ ἄρα Κύπρον ἵκανε 〈... /〉 ἐς

### book 47-8b.3

Πάφον“ (θ 362—3). ἔστι δὲ καὶ πόλις Γάργαρος. b(BCE3E4)T

### book 47a.1

〈πολυπίδακα:〉 πίδακές εἰσι〈ν〉 αἱ τῶν ὑδάτων ἀναδό‐

### book 47a.2

σεις αἱ μικραί. Aim

### book 47b.1

μητέρα θηρῶν: ἁρμόδιον τὸ ἐπίθετον τῷ ὄρει· λέγεται

### book 47b.2

γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι

### book 47b.3

περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑ‐

### book 47b.4

τούς, καὶ οὕτω διαφθείροντες. b(BCE3E4)T

### book 48.1

Γάργαρον: τὸ ἀκρωτήριον—Φαλάκρη. τούτου μνη‐

### book 48.2

μονεύει Καλλίμαχος ἐν πρώτῳ Αἰτίων (fr. 34). A

### book 51

〈κύδεϊ γαίων:〉 τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ. b

### book 51

(BCE3)

### book 53a.1

οἱ δ’ ἄρα δεῖπνον ἕλοντο 〈καρηκομόωντες Ἀχαιοί〉:

### book 53a.2

ὅτι πρὸ τούτου τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος. τὸ δὲ συνεχὲς τοῦ λό‐

### book 53a.3

γου οὕτως ἐστίν· ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ

### book 53a.4

δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο. A

### book 53b.1

οἱ δ’ ἄρα δεῖπνον ἕλοντο〈—〉Ἀχαιοί: καλῶς

### book 53b.2

μετὰ θεοὺς εἰς Ἕλληνας μέτεισιν. δυσὶ δὲ τροφαῖς ἐχρῶντο, ὧν ἡ μὲν

### book 53b.3

δόρπον τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον, ἡ δὲ δεῖπνον

### book 53b.4

καὶ ἄριστον. T

### book 53c

〈δεῖπνον ἕλοντο:〉 ἠρίστησαν. Aint

### book 54a

〈ῥίμφα:〉 ταχέως | ἢ ἐλαφρῶς. Til

### book 54b.1

ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο: ἐξωπλίζοντο καὶ ἀνελάμ‐

### book 54b.2

βανον τὰ ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι „τοὶ δ’ αὐτόθι θω‐

### book 54b.3

ρήσσοντο“ A

### book 55a1

〈ὡπλίζοντο:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ὁπλίζοντο“. Aint

### book 55a2

τὸ δὲ „ὁπλίζοντο“ διὰ τοῦ ο. T

### book 56a.1

παυρότεροι: ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπι‐

### book 56a.2

κούροις λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα „πολλέων ἐκ

### book 56a.3

πολίων ἐγχέσπαλοι ἄνδρεσ“ (Β 131) καὶ πρὸς Ζηνόδοτον γράφοντα

### book 56a.4

(sc. in Θ 562) „μυρία δ’ ἐν πεδίῳ“. A

### book 56b.1

παυρότεροι: καὶ πῶς φησι „πολλέων ἐκ πολίων“ (Β 131);

### book 56b.2

καὶ νῦν τοὺς ἰθαγενεῖς φησιν· διὸ καὶ τὸ „πρό τε παίδων καὶ πρὸ γυ‐

### book 56b

ναικῶν“ (Θ 57). ἢ ἑαυτῶν ἥττους διὰ τὸν θάνατον. b(BCE3E4)T

### book 56c.1

μέμασαν δὲ καὶ ὣς 〈ὑσμῖνι μάχεσθαι〉: ἀναγκαίως

### book 56c.2

τοῦτο ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν

### book 56c.3

προγενομένην ἧτταν. b(BCE3E4)T

### book 57a.1

〈χρειοῖ:〉 ὡς „Λητοῖ“ (Υ 72. W 607)· ἡ γὰρ εὐθεῖα „χρειὼ

### book 57a.2

ἐμεῖο γένηται“ (Α 341). Aim

### book 57b

〈πρό τε παίδων:〉 ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων. Til

### book 58a1.1

πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ὅτι μία ἐστὶ πύλη καὶ

### book 58a1.2

πληθυντικῶς εἶπεν πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ τοῦ ὅλαι, ὡς „θριξὶ δὲ

### book 58a1.3

πάντα νέκυν καταείνυον“ (Ψ 135). A

### book 58a2.1

ἀντὶ τοῦ ὅλαι, ὡς „πάντα νέκυν καταείνυον“. μία δὲ ἦν

### book 58a2.2

ἱππήλατος πύλη. Til

### book 60

〈ἵκοντο:〉 γράφεται „ἵκανον“. Aint

### book 62a.1

ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ταὐτὸν ἐξ ἐπαναλή‐

### book 62a.2

ψεως εἶπεν· προειπὼν γὰρ „ῥινούσ“ (Θ 61), ἐπενήνοχεν ἀτὰρ ἀ‐

### book 62a.3

σπίδες ὀμφαλόεσσαι, ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων. A

### book 62b.1

ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ἐξ ἀναλήψεως τὸ

### book 62b.2

ἀσπίδες· b(BCE3E4)T καὶ γὰρ καὶ „ῥινοὺσ“ τὰς αὐτάς φησι

### book 62b.3

(sc. Θ 61). b(BCE3E4)

### book 63.1

ἔπληντ’ ἀλλήλῃσι: πρὸς φαντασίαν τῶν ῥηθησομένων τὸ

### book 63.2

ἔπληντο. b(BCE3E4)T ἔστι δὲ ὡς τὸ „ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρει‐

### book 63.3

δε“ (Ν 131). b(BCE3)T πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν

### book 63

ἀκροατήν. b(BCE3E4)T

### book 65.1

〈ὀλλύντων τε καὶ ὀλλυμένων,〉 ῥέε δ’ αἵματι γαῖα: ὅτι

### book 65.2

ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντη‐

### book 65.3

κεν. A

### book 66a.1

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ: ἡ διπλῆ, ὅτι

### book 66a.2

νῦν τὴν πρὸ μεσημβρίας ὥραν ἠῶ λέγει. A

### book 66b.1

ὄφρα μὲν ἠὼς ἦν: πρὸς πίστιν τὸν καιρὸν ὡς παρατυγ‐

### book 66b.2

χάνων. ἠῶ δὲ καὶ τὸν ὄρθρον καὶ τὴν ἕως ἕκτης καὶ ἡμέραν τὴν σωμα‐

### book 66b.3

τοειδῆ. εἰς τρία δὲ αὐτὴν διαιρεῖ· „ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“ (Φ

### book 66b.4

111). b(BCE3E4)T „ἦρι“ (Ι 360) δὲ παρὰ τὸ αἴρεσθαι. T

### book 66c.1

καὶ ἀέξετο ἱερὸν ἦμαρ: τὸ μέχρι μεσημβρίας αὔξησιν

### book 66c.2

ἀποκαλεῖ ὡς σφαιροειδεῖ τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου.

### book 66c.3

b(BCE3E4)T

### book 66c

ἀέξετο: αὔξησιν ἐλάμβανεν—ποιῶν. A

### book 66d.1

ἱερὸν ἦμαρ: τὸ πρὸ τῆς μεσημβρίας διὰ τὸ ἐν τούτῳ τοῖς

### book 66d.2

θεοῖς θύειν· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται. b(BCE3

### book 66d.3

E4)T

### book 68a.1

ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει〉: ὅτι

### book 68a.2

οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλ’ ἐν οὐρανῷ· οὐκ ἄρα ὁ αὐτὸς

### book 68a.3

τῷ οὐρανῷ. | τὸ δὲ ἀμφιβεβήκει A γράφεται καὶ σὺν τῷ ν,

### book 68a

„ἀμφιβεβήκειν“. AAim

### book 68b.1

ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει〉: γινώ‐

### book 68b.2

σκει καὶ μεσουράνημα, †ἡνίκα οὖν δηλονότι κατ’ ἶσον† ἀπόστημα

### book 68b.3

ἀνατολῆς τε καὶ δύσεως. b(BCE3)T

### book 68c.1

μέσον οὐρανὸν ἀμφιβεβήκει: δείκνυσιν ὡς μείζων ὁ

### book 68c.2

ἥλιος οὐρανοῦ· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέον‐

### book 68c.3

τες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν. b(BCE3)T

### book 69.1

καὶ τότε δὴ χρύσεια 〈πατὴρ ἐτίταινε τάλαντα〉: ποιη‐

### book 69.2

τικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ. οἱ Στωϊκοὶ (St. V. Fr. II

### book 69.3

267, 41 = Chrys. fr. 931) δέ φασιν ὡς ταὐτὸν εἱμαρμένη καὶ Ζεύς.

### book 69.4

διττὸν δὲ τὸ τῆς Μοίρας· ἀπαράβατον, ὡς τὸ δεῖ θνητὸν ὄντα ἀπο‐

### book 69.5.1

θανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος (cf. Π 431—61)· τὸ

### book 69.5.2

δὲ ταχὺ ἢ βραδύ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς (cf. Ο 72—7. Χ

### book 69.5.3

356—60 al.). b(BE3E4)T ταύτην οὖν ταλαντεύει· T ταῦτα

### book 69.5.4

δὲ λεγόμενα ἔχει φαντασίαν, δρώμενα δὲ οὐδέν ἐστι διὰ τὸ σύνηθες. b

### book 69.5.5

(BE3E4)T

### book 69.10

τάλαντα: τὴν τοῦ Διὸς διάνοιαν. A

### book 70a.1

ἐν δ’ ἐτίθει δύο κῆρε 〈τανηλεγέος θανάτοιο〉: μίαν

### book 70a.2

ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει.

### book 70a.3

ὁ δὲ Αἰσχύλος (p. 88 N.2 = fr. 205 b M. = p. 375 R.) νομίσας λέγεσθαι τὰς

### book 70a.4

ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστιν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ

### book 70a.5

τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν. A

### book 70b.1

ἐν δ’ ἐτίθει δύο κῆρε: πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς

### book 70b.2

ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (sc. Θ 73—4)

### book 70b.3

πλείους αὐτάς φησιν, „αἱ μὲν Ἀχαιῶν κῆρεσ“ (Θ 73); ἢ ὅτι αἱ δύο καὶ

### book 70b.4

πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν

### book 70b.5.1

διδόντος τοῦ ὀνόματος εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπε κῆρας.

### book 70b.5.2

b(BCE3)T συνεκδοχὴ δέ ἐστιν. b(BE3)T | ΚΗΡ δὲ παρὰ τὸ

### book 70b.5.3

κῆαι (διὰ πυρὸς γὰρ ἔθαπτον), οἱ δὲ παρὰ τὸν κηρόν· ἐντετυπῶσθαι

### book 70b.5.4

γὰρ αὐτῇ καθάπερ ἐν κηρῷ τὰ πράγματα. b(BCE3E4)T

### book 72.1

ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν: οὐκ ἄρα, φασίν, ἐχαρίσατο

### book 72.2

τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ Δία

### book 72.3

ὁπλίζει κατ’ Ἀχαιῶν· b(BCE3E4)T ὅπερ ἦν τῆς χάριτος. b

### book 72.4

(BCE3E4) | ὅτι δισσὸν τὸ τῆς Μοίρας. T

### book 73-4.1

αἱ μὲν Ἀχαιῶν κῆρεσ〈—ἄερθεν〉: ἀθετοῦνται,

### book 73-4.2

ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγοστατεῖ ὁ Ζεύς, οὐ πλείους,

### book 73-4.3

ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (cf. Χ 210—1). ὁ δὲ διασκευαστὴς

### book 73-4.4

ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος

### book 73-4.5.1

τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχήματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλ’

### book 73-4.5.2

οὐ μία; A

### book 73a1.1

†ἐν δ’ ἐτίθει δύο κῆρε (Θ 70)† αἱ μὲν Ἀχαιῶν κῆρες:

### book 73a1.2

ὡς τὸ „†δύο† δέ τέ οἱ θύραι εἰσίν, / αἱ μὲν πρὸς Βορέαο“ (ν 109—10).

### book 73a1.3

T

### book 73a2.1

ὅμοιόν ἐστι τῷ „δύω δέ τε †θύραι εἰσίν, / αἱ μὲν πρὸς Βο‐

### book 73a2.2

ρέαο καταιβαταὶ ἀνθρώποισιν“, οἷον δύο μὲν τὰ μέρη, ἀρκτικὸν καὶ

### book 73a2.3

μεσημβρινόν, καὶ δύο θυρῶν ἔξοδοι· εἰς δὲ τὸ κατὰ μέρος πλείονες αἱ

### book 73a2.4

κῆρες. b(BCE3)

### book 73b.1

αἱ μὲν Ἀχαιῶν κῆρες: ἀπὸ μὲν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ

### book 73b.2

ταλαντεύοντος δηλοῖ. ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητά, τὰ μὲν δυστυχῆ

### book 73b.3

πλησιάζει τῇ γῇ, τὰ δὲ εὐτυχῆ μετεώρῳ τῇ πλάστιγγι ἕπεται. b

### book 73b

(BCE3)T

### book 74a

〈ἑζέσθην:〉 ἐν ἐνίοις διὰ τοῦ ε, „ἕζεσθεν“. Aint

### book 74b.1

ἑζέσθην: ἀντὶ τοῦ ἕζεσθεν, ὡς „κόσμηθεν“ (Γ 1). ὅμοιον

### book 74b.2

δέ ἐστιν αὐτῷ καὶ τὸ „μιάνθην αἵματι μηροί“ (Δ 146). b(BE3)T

### book 75-6.1

δαιόμενον δέ 〈/ ἧκε〉 σέλας: τὸ σέλας (76) δηλοῖ τὴν

### book 75-6.2

ἔλλαμψιν. βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γινόμενον,

### book 75-6.3

ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντὴν προσέθηκε τὸ δαιόμενον (75)· b

### book 75-6.4

(BCE3)T ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός· μετὰ γὰρ

### book 75-6.5

τὴν βροντὴν ὁ κεραυνός, ὅς ἐστι καυστικός. b(BCE3)

### book 77a1.1

καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν: δαιμονίαν ὑπο‐

### book 77a1.2

φαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς, ὅπως μὴ μένοντος ἑτέ‐

### book 77a1.3

ρου αἰσχύνοιτο ἄλλος τις. κατ’ αὐτῶν δὲ φέρεται τὸ πῦρ· οὐ γὰρ Ἑλ‐

### book 77a1.4

ληνικὸς ὁ Ζεύς. T

### book 77a2.1

δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐ‐

### book 77a2.2

τούς· ἑτέρου γὰρ ὑποχωροῦντος καὶ οἱ λοιποὶ τοῦτο ποιοῦσι· δόξαν

### book 77a2.3

γὰρ ἔχουσι περὶ αὑτῶν ὡς οὐδείς ἐστι φυγοπόλεμος, ἀλλ’ ἕνα θυμὸν

### book 77a2.4

ἔχουσιν. ὅταν οὖν ἴδωσι τοὺς ἀρίστους ὑποχωροῦντας, οὐκ ἐξ ἀναλ‐

### book 77a2.5.1

κίας ὑποπτεύουσι φεύγειν, ἀλλὰ θεομηνίαν νοοῦσιν εἶναι· ὃ γέγονε καὶ

### book 77a2.5.2

νῦν. b(BCE3E4)

### book 77b

〈εἷλεν:〉 ἐν ἄλλῳ „{δέος} ᾕρει“. Aim

### book 78.1

ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν: ὡς φιλέλλην παρατρέ‐

### book 78.2

χει τὰ δυσχερῆ, ἐπ’ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ

### book 78.3

δὲ τῶν ὀνομάτων θεραπεύοντός ἐστι τὴν ἧτταν· b(BCE3)T οὐ

### book 78.4

γὰρ εἶπεν ἔφυγεν, ἀλλὰ τλῆ μίμνειν· ἐκφαίνει γὰρ τὸν βουλόμενον

### book 78.5

κακοῖς ἀγωνίζεσθαι ἐπηρεαζόμενον ὑπὸ τοῦ Διός. b(BE3)T

### book 80.1

Νέστωρ οἶος ἔμιμνε 〈Γερήνιος, οὖρος Ἀχαιῶν〉: μετα‐

### book 80.2

φορικῶς ὁ ἄνεμος· δι’ αὐτοῦ γὰρ ἰθύνεται τὰ πράγματα, καὶ εἰ οὗτος

### book 80.3

ἀπολεῖται, συναπόλλυσι σχεδὸν τὸ πᾶν. b(BCE3E4) | οὐκ εἰσάγει

### book 80

αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπίθανον, ἀλλ’ οὐδὲ πάσχοντά τι διὰ τὴν

### book 80.5.1

ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ τυχόντα δὲ δι’ αὐτοῦ ἐκίνησεν

### book 80.5.2

ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων μόνον

### book 80.5.3

μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπολογίας μέρει ἐπιφέρει τὸ „οὔτι

### book 80.5.4

ἑκών, b(BE3E4)T ἀλλ’ ἵππος ἐτείρετο“ (Θ 81). | οὖρος δὲ

### book 80.5.5

εὐθύντωρ ἢ φύλαξ. T

### book 81a1

〈ἐτείρετο:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἐδάμνατο“. Aint

### book 81a2

γράφεται καὶ „ἐδάμνατο“. Til

### book 82-3.1

τὸν βάλεν ἰῷ / δῖος Ἀλέξανδρος: καὶ πόρρωθεν πο‐

### book 82-3.2

λεμεῖ καὶ οὐκ ἄνδρα τοξεύει, ἀλλ’ ἵππον γέροντος βάλλει. καὶ συμ‐

### book 82-3.3

πλέκεται οὗτος πάντων φευγόντων. b(BCE3)T

### book 83a1.1

ὅθι τε πρῶται τρίχες: πρῶται ἀντὶ τοῦ ἄκραι. θερμὸς

### book 83a1.2

δὲ ὁ περὶ τὴν μήνιγγα τόπος· διὸ προφύει τρίχας. T

### book 83a2.1

ἀντὶ τοῦ ἄκραι. θανάσιμος δέ ἐστιν ὁ τόπος διὰ τὸ τὸν

### book 83a2.2

ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν. b(BCE3E4)

### book 84

〈καίριον:〉 ἐπικίνδυνον. Til

### book 84

καίριόν ἐστι: εὔκαιρον—ὅ ἐστιν ἐπικίνδυνον. A

### book 85a.1

〈ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ:〉

### book 85a.2

γραφικῶς εἶπε πάντα. Til

### book 85b

〈βέλος δ’:〉 ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ. AintTil

### book 87a1.1

〈ὄφρ’ ὁ γέρων ἵπποιο〉 παρηορίας ἀπέτεμνε: διὰ

### book 87a1.2

τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως δηλοῖ. ἐπὶ δὲ Αὐτομέδοντος

### book 87a1.3

ῥᾳδίως ἐνεργήσαντός φησιν „ἀΐξας ἀπέκοψε παρήορον“ (Π 474). γέ‐

### book 87a1.4

ροντα δὲ εἶπεν (ὄφρ’ ὁ γέρων) ἢ δι’ οἶκτον ἢ †πᾶσα τῶν ἑλλήνων ἡ

### book 87a1.5

εὐχή†. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα

### book 87a1

αὐτῷ ἐπάγει. T

### book 87a2.1

οἴκτου χάριν τὸ γέρων τίθησιν. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν

### book 87a2.2

ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει. διὰ δὲ τοῦ ἀπέτεμνε

### book 87a2.3

τὸ νωθρὸν τοῦ γήρως ἐδήλωσεν. b(BCE3)

### book 87b

〈παρηορίας:〉 ὡς παρηγορίας. Aim

### book 87b

παρηορίας: τὰς τοῦ †παρήορος—ἱμάντας. A

### book 87b.1

ἀπέταμνε: δεινός ἐστιν Ὅμηρος—συντόμως τὸ πρᾶγ‐

### book 87b.2

μα δηλῶν. A

### book 89a

〈ἀν’ ἰωχμόν:〉 παρὰ τὴν συμβολήν. Til

### book 89b.1

〈ἡνίοχον:〉 ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶ‐

### book 89b.2

πεν. Aint

### book 91a.1

εἰ μὴ ἄρ’ ὀξὺ νόησε 〈βοὴν ἀγαθὸς Διομήδησ〉: εἰκό‐

### book 91a.2

τως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχα‐

### book 91a.3

τος· θελήσας γὰρ μονομαχῆσαι, ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ

### book 91a.4

καιροῦ μὴ συγχωροῦντος πειρᾶται πολεμεῖν. b(BCE3E4)T βοηθεῖ

### book 91a.5.1

δὲ τῷ Νέστορι διὰ τὸ τῶν ἠθῶν παραπλήσιον· b(BCE3)T καὶ ἐν

### book 91a.5.2

τῇ νυκτεγερσίᾳ δυσχεραίνει κάμνοντα ὁρῶν παρ’ ἡλικίαν τὸν Νέστο‐

### book 91a.5.3

ρα καί φησι· „σχέτλιός ἐσσι, γεραιέ“ (Κ 164), καὶ ἐπὶ τὴν κατασκοπὴν

### book 91a.5.4

ἐξιὼν παρὰ Θρασυμήδους ὅπλα λαμβάνει, „Τυδείδῃ μὲν δῶκε“ (Κ

### book 91a.5.5

255)· καὶ ὁ Νέστωρ φησὶ πρὸς αὐτόν· „Τυδείδη Διόμηδες, ἐμῷ κεχα‐

### book 91a.10

ρισμένε θυμῷ“ (Κ 234). T

### book 91b.1

〈εἰ μὴ ἄρ’—Διομήδης:〉 εἰκότως Διομήδης αὐτὸν

### book 91b.2

σῴζει· ἐραστὴς γὰρ συνέσεως. Til

### book 92.1

σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα: ἐν σχή‐

### book 92.2

ματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν ἄνω μὴ μνησθεὶς αὐτοῦ. b

### book 92.3

(BCE3E4)T ἀεὶ δὲ ἀσφαλὴς Διομήδης· καὶ ἐν τῇ κατασκοπῇ—

### book 92.4

„σύν τε δύ’ ἐρχομένω“ (Κ 224)—Ὀδυσσέα τε καλεῖ ὡς φίλον καὶ

### book 92.5.1

ἑταῖρον Νέστορι. Νέστωρ γοῦν φησι· „ἔνθ’ ἤτοι 〈εἵωσ〉 μὲν ἐγὼ καὶ

### book 92.5.2

δῖος Ὀδυσσεύς / οὔτε ποτ’ εἰν ἀγορῇ δίχ’ ἐβάζομεν“ (γ 126—7). b

### book 92

(BCE3)T

### book 93a1.1

πολυμήχαν’ Ὀδυσσεῦ: πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον.

### book 93a1.2

ἔστι δὲ γεωργός, „ἐν ποίῃ, δρέπανον μέν“ (ς 368)· κυβερνήτης, „αἰεὶ

### book 93a1.3

γὰρ πόδα νηόσ“ (κ 32)· τέκτων ἀπὸ τῆς κλίνης (cf. ψ 189) AT καὶ

### book 93a1.4

τοῦ δουρείου ἵππου (at cf. λ 523): T ναυπηγὸς ἀπὸ τῆς σχεδίας

### book 93a1.5.1

(cf. ε 243—61)· κυνηγὸς ἀπὸ τοῦ Παρνασοῦ (cf. τ 428—54)· μάν‐

### book 93a1.5.2

τις, „φήμην τίς μοι φάσθω“ (υ 100)· μάγειρος, „δαιτρεῦσαί τε καὶ

### book 93a1.5.3

ὀπτῆσαι“ (ο 323)· ἰατρός, „ὄφρα οἱ εἴη | ἰοὺς χρίεσθαι“ (α 261—2)·

### book 93a1.5.4

μουσικός, „μῦθον δ’ ὡς ὅτ’ ἀοιδόσ“ (λ 368)· πύκτης, „πὺξ μὲν ἐνίκησα

### book 93a1.5.5

Κλυτομήδεα“ (Ψ 634)· παλαιστής, „Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον“

### book 93a1.10.1

(Ψ 635)· δισκευτὴς παρὰ Φαίαξι (cf. θ 186—98)· τοξότης, „εὖ μὲν

### book 93a1.10.2

τόξον οἶδα“ (θ 215)· ἀκοντιστής, „δουρὶ δ’ ἀκοντίζω“ (θ 229)· ῥή‐

### book 93a1.10.3

τωρ, „καὶ ἔπεα νιφάδεσ〈σ〉ιν ἐοικότα“ (Γ 222)· ἀστρολόγος, „Πληϊά‐

### book 93a1.10.4

δας θ’ ὁρόωντι“ (ε 272). AT

### book 93a2.1

πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρα‐

### book 93a2.2

τιώτην τοιοῦτον εἶναι· γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν

### book 93a2.3

ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνή‐

### book 93a2.4

της ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν

### book 93a2.5.1

λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς ἀπὸ τῆς νηός, b

### book 93a2.5.2

(BCE3E4) κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας,

### book 93a2.5.3

μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ

### book 93a2.5.4

δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰούς, μουσι‐

### book 93a2.5.5

κὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ

### book 93a2.10.1

εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, b(BE3E4) τοξότης ἀπὸ δια‐

### book 93a2.10.2

σκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ

### book 93a2.10.3

πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης

### book 93a2

ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. b(BCE3E4)

### book 94a.1

πῇ φεύγεις 〈μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ〉:

### book 94a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ βαλών καὶ ὥς· χωριζόμενον γὰρ σαφέ‐

### book 94a.3

στερον ποιεῖ τὸν λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον·

### book 94a.4

ἤτοι γὰρ ὡς δειλὸς ἐν πλήθει φεύγεις, οἶον μετὰ ταραχῆς, ἢ ὡς ἐν

### book 94a.5.1

ὄχλῳ ἀπαρακαλύπτως. ἢ τὸ ἑξῆς ἐστι· πῇ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ

### book 94a.5.2

σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν. A

### book 94b1.1

〈πῇ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὣς ἐν ὁμίλῳ:〉

### book 94b1.2

οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. | ὀλίγον δὲ δια‐

### book 94b1.3

σταλτέον εἰς τὸ βαλών, ἵν’ ᾖ ποῦ φεύγεις μεταβαλὼν τὰ νῶτα ὡς οἱ

### book 94b1.4

δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῇ φεύγεις ἐν ὁμίλῳ ὡς κακός, †ἵν’ ᾖ†

### book 94b1.5.1

εἰς τὸ κακὸς ὥς ἡ στιγμή, τὸ δὲ ἐν ὁμίλῳ τῷ ἑξῆς συναπτέον. b

### book 94b1.5.2

(BCE3E4)

### book 94b2.1

{κακὸς ὣς ἐν ὁμίλῳ:} οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ

### book 94b2.2

ἀνδρὸς ἔργα †ποιεῖν†. | ὀλίγον δὲ διασταλτέον εἰς τὸ μετὰ νῶτα βα‐

### book 94b2.3

λών, ὡς φεύγουσι δειλοὶ ἐν θορύβῳ. ἢ πῇ φεύγεις ἐν ὁμίλῳ; T

### book 94-5.1

〈πῇ φεύγεις—βαλών, κακὸς ὥς,〉 ἐν ὁμίλῳ; /

### book 94-5.2

μήτις τοι φεύγοντι〈—πήξῃ〉: περικέκοπται ὁ λόγος τὸν

### book 94-5.3

ἀγωνιῶντα ὑποφαίνων. T ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος

### book 94-5.4

ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τοῦ ἀκοντίσαι τὸ πῆξαι.

### book 94-5.5

b(BCE3E4)T

### book 95.1

μή τίς τοι φεύγοντι 〈μεταφρένῳ ἐν δόρυ πήξῃ〉: τινὲς

### book 95.2

διαστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στί‐

### book 95.3

χον, ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει. A

### book 96

〈ἄγριον:〉 ἄγριον τὸν βάρβαρον· καὶ „ἀγριοφώνουσ“ (θ

### book 96

294) αὐτούς φησιν. Til

### book 97a.1

{ὡς ἔφατ’} οὐδ’ ἐσάκουσε: πρὸς τὸ ἀμφίβολον, πότερον

### book 97a.2

οὐκ ἀντελάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον ἢ ἀκούσας παρε‐

### book 97a.3

πέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος. A

### book 97a

οὐδ’ ἐσάκουσεν: οὐδὲ ἤκουσεν. | †ἐξηγεῖται† δὲ πότερον

### book 97a.5

ἄρα οὐδ’ ὅλως—ἐπιδεικνύμενος. A

### book 97b.1

οὐδ’ ἐσάκουσεν: οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ

### book 97b.2

ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει·

### book 97b.3

b(BCE3E4)T „ἐν γὰρ δαιμονίοισ〈ι〉 φόβοις / φεύγοντι καὶ παῖ‐

### book 97b.4

δες θεῶν“ (Pind. N. 9, 27). T πῶς δὲ δειλὸς ὁ μετὰ πάντας φεύ‐

### book 97b.5.1

γων· οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει. b(BCE3E4)T δει‐

### book 97b.5.2

λὸν δὲ αὐτόν φασι καὶ ἀπὸ τοῦ ἔσχατον ἀναστῆναι (cf. Η 168) καὶ

### book 97b.5.3

Δόλωνα ἰδεῖν (cf. Κ 339—48) καὶ Ῥῆσον μὴ φονεῦσαι (cf. Κ 481) καὶ

### book 97b.5.4

τὴν μάστιγα μὴ ἑλέσθαι (cf. Κ 500—1). T

### book 99

〈αὐτός:〉 ὅτι ἐν ἴσῳ τῷ μόνος. Aim

### book 101.1

〈ἔπεα πτερόεντα προσηύδα:〉 τὰ μὲν πράγματα τάχι‐

### book 101.2

στα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική. b(BCE3)Til

### book 102

〈νέοι τείρουσι:〉 ἀλλ’ οὐ νῦν δι’ ἐμέ. Tt

### book 103a

〈λέλυται:〉 πέπηγε γὰρ ἐν τῇ νεότητι. τέλος δὲ λύσεως

### book 103a

θάνατος. b(BCE3)Til

### book 103b1.1

〈ὀπάζει:〉 οὕτως Ἀρίσταρχος ὀπάζει. ὁ δὲ Ἰξίων (fr.

### book 103b1.2

9 St.) „ἐπείγει“. Aim

### book 103b2

ἐν ἄλλῳ „{γῆρας} ἱκάνει“. Aint

### book 104a.1

ἠπεδανός: ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ

### book 104a.2

ἀσθενές. b(BCE3E4)T

### book 104a

ἠπεδανός: ἀσθενὴς ἢ—ἑστώς. A

### book 104b.1

ἠπεδανὸς δέ 〈νύ τοι〉 θεράπων, βραδέες δέ τοι ἵπ‐

### book 104b.2

ποι: εἰκότως ὅλα συνήγαγε τὰ κακά, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι

### book 104b.3

ἅρματι τὸν εἰπόντα „ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων“ (Δ 306). b(BCE3

### book 104b.4

E4)T εὖ δὲ τὸ μὴ τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν

### book 104b.5.1

βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ

### book 104b.5.2

ἐπέτραπεν ἑαυτόν (cf. Κ 79). b(BE3E4)T

### book 105-7.1

ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων〈—φέβεσθαι〉: ὑπογρά‐

### book 105-7.2

φων ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθ‐

### book 105-7.3

υπήγαγεν, ἀλλ’ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τοῦ τάχους. b

### book 105-7.4

(BCE3E4)T

### book 106-7.1

οἷοι Τρώϊοι ἵπποι〈—ἔνθα καὶ ἔνθα διωκέμεν

### book 106-7.2

ἠδὲ φέβεσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι (106)· μᾶλλον

### book 106-7.3

γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατ‐

### book 106-7.4

άλληλόν ἐστι τὸ ἐπιστάμενοι (106). οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα

### book 106-7.5.1

λείπει, ἵν’ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου.

### book 106-7.5.2

τοιοῦτο καὶ τὸ 〈ἐν τῷ〉 ἕκτῳ „πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη

### book 106-7.5.3

πεδίοιο“ (Ζ 2). A

### book 106a.1

〈ἐπιστάμενοι:〉 ἀντὶ τοῦ δυνάμενοι· „ἐπίστατο πῆλαι

### book 106a.2

Ἀχιλλεύσ“ (Π 142). Til

### book 106b

〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά. Aint

### book 107a.1

κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβε‐

### book 107a.2

σθαι: ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρ’ αὐτῷ, καὶ ὅτι ἐν‐

### book 107a.3

τεῦθεν τὸ „φόβον Ἄρηος φορεούσασ“ (Β 767). A

### book 107b.1

〈ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:〉 τοὺς δίχα

### book 107b.2

ταράχου πάντῃ δεόντως δυναμένους φέρειν τοὺς ἐπιβάτας. Til

### book 108a.1

οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην: ἀθετεῖται, ὅτι ἄτοπον

### book 108a.2

προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας.

### book 108a.3

καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυίας τῇ

### book 108a.4

πρὸ ταύτης ἡμέρᾳ. A

### book 108b

οὕς ποτ’ ἀπ’ Αἰνείαν 〈ἑλόμην, μήστωρε φόβοιο〉:

### book 108b.1

ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον· καὶ Φιλοίτιος· „τοῦτό τοι ἀντὶ ποδὸς

### book 108b.2

ξεινήϊον, ὅν ποτ’ ἔδωκας / ἀντιθέῳ †ὀδυσσῆϊ†“ (χ 290—1). b(BCE3)

### book 108b.3

T ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου νίκη.

### book 108b.5.1

b(BCE3E4)T | τὸ δὲ ποτέ ἀντὶ τοῦ χθές. | τὸ δὲ μήστωρε τινὲς

### book 108b.5.2

„μήστωρα“ ἐπὶ τοῦ Αἰνείου διὰ τὸ αὐξητικόν. T

### book 109a.1

τούτω μὲν θεράποντε: ὅτι τετήρηται παρ’ αὐτῷ κα‐

### book 109a.2

θαρῶς τὰ δυϊκά, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται. A

### book 109b1

〈κομείτην:〉 Ἀρίσταρχος „κομείτων“. Aim

### book 109b2.1

τὸ δὲ κομείτην Ἀρίσταρχος μὲν „κομείτων“, Ζηνόδοτος

### book 109b2.2

δὲ κομείτην. T

### book 109c.1

τώδε δὲ νῶϊ: παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς

### book 109c.2

γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν,

### book 109c.3

προπερισπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ’ ὅμως

### book 109c.4

πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδια‐

### book 109c.5

νὸς (2,57,22; cf. 2,60,3) ἐν τῇ Ζ (sc. ad 422), ὅπου περὶ τοῦ ἰῷ

### book 109c

διαλαμβάνει. A

### book 111.1

ἢ καὶ ἐμὸν δόρυ μαίνεται: καὶ ἐμόν διὰ Ἀχιλλέα ἢ

### book 111.2

Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογύως. b(BCE3E4)T ὁ δὲ

### book 111.3

ἤ ἀντὶ τοῦ εἴ συναπτικοῦ, ὡς τὸ „ἤ κεν ζὼς ἀμενηνόσ“ (Ε 887), ἢ ἀντὶ

### book 111.4

τοῦ ὥς καὶ δασύνεται, ὡς τὸ „ἣ θέμις 〈ἐστίν〉, ἄναξ“ (Ι 276). T

### book 112a.1

οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ: οἰκονομι‐

### book 112a.2

κῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυ‐

### book 112a.3

γεῖν καὶ εἴκειν Διῒ ταῖς τοῦ Νέστορος παραινέσεσιν· Σθενέλῳ γὰρ οὐκ

### book 112a.4

ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω (sc. Ε 249—56), ἀναβῆναι

### book 112a.5.1

ἐπὶ τὸ ἅρμα παραινοῦντι b(BCE3E4)T καὶ μὴ ἀγωνίζεσθαι πρὸς

### book 112a.5.2

Πάνδαρον πεζόν. T

### book 112b.1

〈οὐδ’ ἀπίθησε:〉 τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ

### book 112b.2

πράσσει. Til

### book 113.1

Νεστορέασ〈—〉ἵππους: πῶς ἐν τῷ ἐπιταφίῳ ἀγῶνι

### book 113.2

τοὺς ἵππους φησὶν ἄρσενας „ἀλλά τοι ἵπποι | βάρδιστοι θείειν“ (Ψ

### book 113.3

309—10), καὶ πρὸς τοὺς ἵππους Ἀντίλοχος „μὴ σφῶϊν ἐλεγχείην κα‐

### book 113.4

ταχεύῃ | Αἴθη θῆλυς ἐοῦσα“ (Ψ 408—9); ὅτι δὲ τοῖς τοῦ πατρὸς ἵπ‐

### book 113.5.1

ποις Ἀντίλοχος ἐχρῆτο, μαρτυρεῖ τὸ „οὐ σφῶϊ〈ν〉 κομιδὴ παρὰ

### book 113.5.2

Νέστορι“ (Ψ 411). ἀδιαφόρως οὖν ἵππους καὶ θηλυκῶς καὶ ἀρσενι‐

### book 113.5.3

κῶς φησιν. T

### book 114a.1

Σθένελός τε καὶ Εὐρυμέδων: ἐν σχήματι ἐδήλωσε τὸ

### book 114a.2

δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω, ποῖοι ἦσαν οἱ θε‐

### book 114a.3

ράποντες. τὸν δὲ Σθένελόν φασιν ἀπὸ τοῦ τείχους κατενεχθέντα τρω‐

### book 114a

θῆναι τὸ σκέλος· διὸ ἡνιοχεῖ Διομήδει. b(BCE3E4)T

### book 114b.1

〈Εὐρυμέδων:〉 ὅτι ὁμωνύμως οὗτος τῷ Ἀγαμέμνονος

### book 114b.2

ἡνιόχῳ (cf. Δ 228). Aim

### book 115.1

τὼ δ’ εἰς ἀμφοτέρω 〈Διομήδεος ἅρματα βήτην〉: ἔδει

### book 115.2

εἰπεῖν ‘Διομήδης δὲ ἅμα Νέστορι εἰς τὸ ἴδιον ἔβη ἅρμα‘ †ὡς† ἑτέρου

### book 115.3

τινὸς ὄντος τοῦ Διομήδους φησίν. T

### book 116a.1

〈ἡνία σιγαλόεντα:〉 τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων

### book 116a.2

ἦσαν, ὅθεν καὶ τὸ „ἡνία λεύκ’ ἐλέφαντι“ (Ε 583). b(BCE3E4)

### book 116b

〈φοινικόεντα:〉 ἐν ἄλλῳ „σιγαλόεντα“. Aim

### book 117a.1

〈μάστιξεν δ’ ἵππους:〉 σημειωτέον ὅτι καὶ πολεμισταὶ

### book 117a.2

καὶ ἡνίοχοι οἱ πρώην βασιλεῖς. b(BCE3E4)Til

### book 117b.1

τάχα δ’ Ἕκτορος ἄγχι γένοντο: εἰ τοσοῦτον ἀπῆν,

### book 117b.2

διὰ τί μὴ φεύγει; τὸ ὅλον πεπραγμάτευται πρὸς τὸ μὴ ἀθρόως ἀ‐

### book 117b.3

κμητὶ νικᾶν Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε

### book 117b.4

ἢ νικήσειν οἴεται ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι. b(BE3E4)T

### book 118

〈ἰθὺς μεμαῶτος:〉 ἄντικρυς βουλομένου ὁρμᾶν. Aint

### book 120a1.1

〈υἱὸν—Θηβαίου〉 Ἠνιοπῆα: παρὰ τὰς ἡνίας τῶν

### book 120a1.2

ἵππων ἐστὶ τὸ ὄνομα. εἰκὸς δὲ καὶ τοῦτον εἰς τοῦτο ἀγηοχέναι τὴν Ἀν‐

### book 120a1.3

δρομάχην διὰ τὴν τῶν ἵππων ἐπιμέλειαν (cf. Θ 186—90). | τὸ δὲ

### book 120a1.4

Θηβαίου οὐ γένει, ἀλλὰ κύριον ὄνομα, ὡς ἐν Ὀδυσσείᾳ „Αἰγύ‐

### book 120a1.5

πτιοσ“ (β 15). T

### book 120a2.1

υἱὸς Θηβαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς

### book 120a2.2

καὶ ἐν Ὀδυσσείᾳ ὁ „Αἰγύπτιοσ“. b(BCE3)

### book 122.1

ὑπερώησαν δέ οἱ ἵπποι: ὡς ὑπεχώρησαν παρὰ τὴν χώ‐

### book 122.2

ραν, οὕτως ὑπερώησαν παρὰ τὴν †ἔραν†. δηλοῖ δὲ καὶ τὴν ὁρμήν,

### book 122.3

„ἐρωήσει περὶ δουρί“ (Α 303). b(BCE3E4)T ἀναγκαῖον δὲ τοῦτο

### book 122.4

εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου. b(BE3E4)T

### book 124a

〈Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:〉

### book 124a

ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας. Aint

### book 124b1

〈πύκασε:〉 ἐσκέπασε, „πυκάσασα ἓ αὐτήν“ (Ρ 551). Til

### book 124b2.1

ἐσκέπασε, περιεκάλυψεν· | ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι κα‐

### book 124b2.2

λύπτειν. b(BCE3E4)

### book 125a.1

καὶ ἀχνύμενός περ ἑταίρου: οὐκ ἔστιν ἡ περί πρόθε‐

### book 125a.2

σις, ἀλλ’ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέ‐

### book 125a.3

λος τῆς μετοχῆς ὀξυτονητέον. A

### book 125b

〈ἑταίρου:〉 ὅτι καὶ ἐνθάδε λείπει ἡ περί. Aim

### book 126a1.1

〈ἡνίοχον μέθεπε θρασύν:〉 ἀνάλογον ἑαυτῷ (cf. Θ

### book 126a1.2

89) ἡνίοχον 〈...〉 θρασύν. Til

### book 126a2.1

θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ διὰ τὸ ὁμο‐

### book 126a2.2

ψυχεῖν. b(BCE3E4)

### book 128.1

Ἀρχεπτόλεμον: ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει „Ἐρα‐

### book 128.2

σιπτόλεμον“, ἐν δὲ τοῖς μετὰ ταῦτα (sc. Θ 312) εἴασεν „Ἀρχεπτόλε‐

### book 128.3

μον“. A

### book 130a1.1

ἔνθα κε λοιγὸς ἔην: δῆλον ὡς καὶ ἄλλα διαθεμένου

### book 130a1.2

Διομήδους. ὅρα δὲ ὡς οὐδὲ ἡ φυγὴ τῶν Ἀχαιῶν ἄπρακτός ἐστιν. T

### book 130a2.1

δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομήδους. τέως δὲ ἡ τῶν

### book 130a2.2

Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ Τρῶες ἀναιροῦνται. b

### book 130a2.3

(BCE3E4)

### book 130b.1

〈ἔργα γένοντο:〉 ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυν‐

### book 130b.2

τικόν, ὡς „σπάρτα λέλυνται“ (Β 135). Aint

### book 130-1.1

ἔνθα κε λοιγὸς ἔην / καί νύ κ’ ἐσήκασθεν: ἔν τισι

### book 130-1.2

τῶν παλαιῶν φέρονται δύο στίχοι „Τρῶες ὑπ’ Ἀργείων, ἔλιπον δέ

### book 130-1.3

κεν Ἕκτορα δῖον / χαλκῷ δηϊόωντα, δάμασ〈σ〉ε δέ μιν Διομήδησ“

### book 130-1.4

(= Θ 131 a et b). T

### book 131

σήκασθεν: εἰς σηκὸν—τὰ ἀγάλματα. A

### book 131a

〈σήκασθεν—ἠΰτε ἄρνες:〉 ὅτι τὸ σήκασθεν αὐτὸς

### book 131a

ἐπεξηγεῖται εἰπὼν ἠΰτε ἄρνες. A

### book 133b.1

καὶ νύ κ’ ἐσήκασθε〈ν〉 κατὰ Ἴλιον ἠΰτ〈ε〉 ἄρνες: καὶ

### book 133b.2

τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν βαρβάρων δειλίαν κωμῳδεῖ, εἰ

### book 133b.3

δὴ τοῦ Διὸς ἐπαμύνοντος αὐτοῖς καθειρχθῆναι ἐκινδύνευσαν προβά‐

### book 133b.4

των τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν. b(BE3E4)

### book 133b.5.1

T | τί δ’ ἐστὶν ἠΰτ〈ε〉 ἄρνες, πρώην εἶπεν· „αἱ μέν τ’ ἀγχηστῖναι“

### book 133b.5.2

(Ε 141). T

### book 133.1

βροντήσας δ’ ἄρα δεινόν, 〈ἀφῆκ’ ἀργῆτα κεραυνόν〉:

### book 133.2

βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσότητος, δεινῶς

### book 133.3

βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα. A

### book 134.1

κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος: πεφεισμένως· ἐκδειμα‐

### book 134.2

τοῦν γὰρ αὐτὸν βούλεται· οὐ γὰρ μισέλλην ὁ Ζεύς. b(BCE3E4)T

### book 135a.1

〈δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο:〉 δεινὴ γάρ

### book 135a.2

ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινί, καὶ πικραίνει τὴν

### book 135a.3

αἴσθησιν. b(BCE3E4)

### book 135b

〈θεείου καιομένοιο:〉 τοῦ κεραυνίου πυρός. Aim

### book 135b

θεείου: θείου. προσληπτέον δὲ—τῷ τόπῳ. A

### book 137a

〈φύγον:〉 Ἀρίσταρχος φύγον, ἄλλοι δὲ „φύγεν“. Aim

### book 137b

〈σιγαλόεντα:〉 ἐν ἄλλῳ δὲ τὸ „φοινικόεντα“. Aim

### book 137c.1

Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία: παρατηρεῖ γὰρ

### book 137c.2

τὰς διοσημίας ὁ Νέστωρ ἐν οἷς φησιν „ἀστράπτων ἐπιδέξια“ (Β 353).

### book 137c.3

†πῶς† ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ δέους τὰς ἡνίας εἴασεν, ἀλλ’ οἱ

### book 137c.4

ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι βιαιότερον αὐτὰς ἐπεσπάσαν‐

### book 137c.5

το. b(BCE3E4)T διὰ τοῦτό φησι Νέστορα δ’ ἐκ χειρῶν φύγον

### book 137c

ἡνία. | τὸ δὲ φύγον διὰ τοῦ ο. T

### book 138.1

δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ: ἐν θυμῷ κατὰ κρίσιν, οὐκ ἔκ‐

### book 138.2

πληξιν. T

### book 139a.1

ἄγε δ’ αὖτε φόβον δ’: ὅτι πάλιν φόβον τὴν φυγήν·

### book 139a.2

καὶ ὅτι Ζηνόδοτος γράφει „ἄγε νῶϊ φόβον δέ“, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς,

### book 139a.3

ὧν οὐδέτερον ἁρμόζει. A

### book 139b.1

Τυδείδη, ἄγε δ’ αὖτε φόβον δ’ ἔχε: ἡ εὔκαιρος φυγὴ

### book 139b.2

οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ στρατηγικοῦ προσώπου δηλοῖ· καὶ ἑτέ‐

### book 139b.3

ρωθι διὰ τοῦ Ἀγαμέμνονος „βέλτερον, ὃς φεύγων προφύγῃ κακόν“

### book 139b.4

(Ξ 81)· εἰ γὰρ τὰ βέλη φεύγομεν παρασχηματίζοντες τὸ σῶμα b

### book 139b.5.1

(BCE3E4)T οὐδὲν αἰσχρὸν οἰόμενοι δρᾶν, T πόσῳ μᾶλλον

### book 139b.5.2

τὸν θάνατον φεύγειν δεῖ. b(BCE3E4)T

### book 139-40a1.1

φόβον δ’ ἔχε μώνυχας ἵππους. 〈/ ἦ οὐ—

### book 139-40a1.2

ἀλκή〉: εὐπρεπῶς οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός—ὑπεκλύοντος

### book 139-40a1.3

γὰρ ἦν—, ἀλλὰ μὴ ἀντιστῇς τῷ θεῷ. T

### book 139-40a2.1

ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει ὅτι οὐ βοηθῇ, φησί, παρ’

### book 139-40a2.2

αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος

### book 139-40a2.3

γὰρ ὁ λόγος ἦν. b(BCE3E4)

### book 141-2a1.1

νῦν μὲν γὰρ τούτῳ 〈Κρονίδης Ζεὺσ〉 κῦδος

### book 141-2a1.2

ὀπάζει / σήμερον: νῦν σήμερον, ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ

### book 141-2a1.3

χαρά. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, ἀλλὰ τὸν Δία φησίν. T

### book 141-2a2.1

δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ

### book 141-2a2.2

ἡ χαρά· b(B, C [bis], E3E4) νῦν γάρ φησι καὶ τὸ σήμερον

### book 141-2a2.3

προστίθησι, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν,

### book 141-2a2.4

ἀλλὰ τὸν Δία φησίν. b(BCE3E4)

### book 142-3.1

ὕστερον αὖτε καὶ ἡμῖν〈— / δώσει〉: χρηστὰς

### book 142-3.2

αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν, ὡς ἀνακαλέσασθαι

### book 142-3.3

τὴν ἧτταν δυνάμενος. οὐ δεῖ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν

### book 142-3

προΐσχεσθαι ἐλπίδα. b(BCE3E4)T

### book 143a.1

〈ἀνὴρ δέ κεν〉 οὔ τι{ς} Διὸς νόον εἰρύσ〈σ〉αιτο: λεί‐

### book 143a.2

πει ἡ μετά. τὸ δὲ ὅλον· ἀνὴρ γὰρ ἂν τὸν τοῦ Διὸς νοῦν, παρ’ ὃ θέλει

### book 143a.3

αὐτὸς ὁ Ζεύς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη. b(BCE3E4)T

### book 143b.1

ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο: ὁ λόγος· οὐ‐

### book 143b.2

δεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυλάξαιτο ὥστε τὰ συμ‐

### book 143b.3

φέροντα αὐτῷ γενέσθαι. A

### book 144a1.1

οὐδὲ μάλ’ ἴφθιμος: οὐδὲν γὰρ ἀνθρωπίνη ἰσχὺς πρὸς

### book 144a1.2

θείαν. T

### book 144a2.1

ὅτι ἡ ἀνθρωπίνη ἰσχύς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν

### book 144a2.2

ἐστιν. b(BCE3E4)

### book 146.1

ναὶ δὴ ταῦτά 〈γε πάντα〉, γέρον, κατὰ μοῖραν ἔει‐

### book 146.2

πες: θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι „σὺν γὰρ θεῷ εἰλήλουθμεν“

### book 146.3

(Ι 49). b(BCE3)T

### book 148.1

Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσ〈σ〉’ ἀγορεύων:

### book 148.2

κἀν τούτοις τὸ φιλότιμον Διομήδους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ

### book 148.3

τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπουδάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις.

### book 148.4

b(BCE3E4)T ἄλλως τε καὶ νεωτερικὸν τὸ δόξης μᾶλλον ἢ τοῦ

### book 148.5.1

ἀσφαλοῦς ἔχεσθαι, ἀμηχανῶν τε καταισχῦναι τὰ πραχθέντα ταῦτά

### book 148.5.2

φησιν. T

### book 149

〈φοβεύμενος:〉 ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων. Aint

### book 150a1.1

〈ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών:〉

### book 150a1.2

τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δέ φησι θάνατος ψόγου. b

### book 150a1.3

(BCE3E4)

### book 150a2.1

{εὐρεῖα χθών:} ἀντὶ τοῦ εὐρέως. ὅτι κρείσσων θάνατος

### book 150a2.2

ψόγου. T

### book 150a2.1

ἀπειλήσει: καυχήσεται, κομπάσει—ἐλεύσεσθαι (Ο

### book 150a2.2

179—80). A

### book 150b

〈τότε μοι χάνοι εὐρεῖα χθών:〉 τότε ἡ γῆ χανοῦσα

### book 150b

εὐρέως δέξαιτό με. Aint

### book 150c.1

τότε μοι χάνοι εὐρεῖα χθών: ὅτι οὐκ ἐν τῷ καθόλου

### book 150c.2

εὐρεῖαν λέγει, ἀλλ’ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο ἀντὶ τοῦ εὐρὺ χάσμα

### book 150c.3

ποιήσει〈εν〉. A

### book 152a.1

〈ὤ μοι Τυδέος υἱὲ δαΐφρονος:〉 ἐπὶ τὸ δαΐφρονος

### book 152a.2

στικτέον· μᾶλλον γὰρ ἐμφαίνει. Aim

### book 152b.1

ὤ μοι Τυδέος υἱὲ 〈δαΐφρονοσ〉: διὰ τῆς οἰμωγῆς καὶ

### book 152b.2

τοῦ μοί ἐκφαυλίζει τὸν λόγον ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. | εἰς

### book 152b.3

τὸ δαΐφρονος δὲ στικτέον. b(BCE3E4)T | καὶ ἔστιν ἀντὶ τοῦ πολε‐

### book 152b.4

μικοῦ. T

### book 153-4.1

εἴπερ γάρ ς’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει

### book 153-4.2

〈/ —πείσονται〉: πρῶτον μὲν ἄδηλον, εἰ ἐρεῖ, ἄλλως τε οὐ πεί‐

### book 153-4.3

σει. καθάπτεται δὲ τῶν φροντιζόντων, τί ἐροῦσιν †αὐτοῖς† οἱ ἄνθρω‐

### book 153-4.4

ποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων. b(BCE3E4)T

### book 157a.1

φύγαδε {τράπε}: ὡς „ἅλαδε“ (Β 165 al.). καὶ ἤτοι τὴν

### book 157a.2

φυγὴν φύγα εἶπεν ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκον δέ „οἴκαδε“

### book 157a.3

(Α 19 al.), οὕτως φυγὴν δέ φύγαδε. A

### book 157b

〈τράπε:〉 οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου. Aim

### book 157c.1

ὣς ἄρα φωνήσας φύγαδ’ ἔτραπε: φρονίμως οὔτε ἀν‐

### book 157c.2

τίρρησιν Διομήδους περιμένει οὔτε βιάζεται αὐτὸν φιλότιμον ὄντα

### book 157c.3

φεύγειν ὁμολογεῖν, ἀλλ’ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων

### book 157c.4

μειώσῃ τὸν Διομήδην ὁ ποιητής. b(BCE3E4)T | τὸ δὲ φύγαδε ὡς

### book 157c.5.1

οἴκαδε. ἢ τὴν φυγὴν εἶπε κατὰ μεταπλασμόν, ὡς τὸ σκέπην σκέπα{ν}·

### book 157c.5.2

ἢ ἀπὸ τῆς φυγῆς. | διὰ τοῦ α δὲ ἔτραπε. T

### book 159.1

βέλεα στονόεντα χέοντο: ἔμφασιν ἐκίνησεν ἡ μεταφορά.

### book 159.2

δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο· ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ

### book 159

λόγοις; b(BCE3E4)T

### book 161.1

{τυδείδη} περὶ μέν σε τίον: ἡ σέ ἐγκλιτική ἐστιν· ἀπο‐

### book 161.2

λέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ’

### book 161.3

ἀρχὴν χρόνον· διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων

### book 161.4

ῥημάτων ἔφαμεν (sc. ad Β 808) ὅτι ἴση ἐστὶν ἡ χρῆσις παρὰ τῷ

### book 161.5

ποιητῇ. A

### book 163a.1

ἀντ’: κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέ‐

### book 163a.2

φεται 〈οὔ〉ποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ δια‐

### book 163a.3

νοίᾳ παραλήψονται. A

### book 163b

〈ἀντ’ ἐτέτυξο:〉 Ἀρίσταρχος „ἀντὶ {τοῦ} τέτυξο“. Aim

### book 163c1.1

γυναικὸς ἄρ’ ἀντ’ ἐτέτυξο: διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις

### book 163c1.2

„ἀντί“. | ὁ δὲ λόγος ‘γυναικὸς ἄρα ἶσος ἦσθα‘, ὡς „ἀντί τοί εἰμ’ ἱκέ‐

### book 163c1.3

ταο“ (Φ 75). ‘οὐ διαφέρει γυναικόσ‘ τὸ δημῶδες. | ὁ δὲ Ἡρωδιανὸς

### book 163c1.4

(cf. 2,60,19) διὰ τοῦ ε ἀντ’ ἐτέτυξο. T

### book 163c2.1

διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις. | ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε

### book 163c2.2

ἐξέθετο. | ἔστι δὲ τὸ ὅλον οὕτως ‘γυναικὸς ἄρα ἴσος ἦσθα‘. b(BCE3)

### book 164-6a.1

ἔρ〈ρ〉ε κακὴ γλήνη〈—δαίμονα δώσω〉:

### book 164-6a.2

ἀθετοῦνται στίχοι τρεῖς ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τὸ πάρος

### book 164-6a.3

τοι δαίμονα δώσω (166) τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν. ἀνάρ‐

### book 164-6a.4

μοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις. A

### book 164-6b1.1

〈ἔρρε—δώσω:〉 τούτους καὶ Ἀριστοφάνης ἠθέ‐

### book 164-6b1.2

τηκεν. Aim

### book 164-6b2

Ἀριστοφάνης δὲ ἀθετεῖ T

### book 164a

κακὴ γλήνη: τινὲς ὅτι μικρόφθαλμος ἦν ὁ Διομήδης. T

### book 164b

〈κακὴ γλήνη:〉 ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διο‐

### book 164b

μήδης ἦν ἢ ὑπόρραιβος, ὃ καὶ ὀνειδίζεται. b(BCE3E4)

### book 164c1.1

οὐκ εἴξαντος ἐμεῖο: ἀλλὰ μείναντος, ὅπερ σὺ ποιεῖς.

### book 164c1.2

ἀναφέρει δὲ εἰς τὰ ἀπαγγελθέντα ὑπὸ Ἰδαίου Τρώεσσιν (cf. Η

### book 164c1.3

400—17). T

### book 164c2.1

τὸ δὲ οὐκ εἴξαντος οὐχ ὑποχωρήσαντος, ἀλλὰ μείναν‐

### book 164c2.2

τος, b(BCE3E4) ὅπερ σύ, φησί, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ

### book 164c2.3

τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν. b(BE3E4)

### book 166a.1

〈δαίμονα δώσω:〉 ἐν τῇ Ζηνοδότου „πότμον ἐφήσω“.

### book 166a.2

AintTil

### book 166b1.1

〈ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω:〉 λόγον

### book 166b1.2

κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοι, φησίν, ὑπόμνησιν, ὅταν ἐν ταῖς

### book 166b1.3

ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν τοῦ θανάτου

### book 166b1.4

ψῆφον. b(BCE3E4)

### book 166b2

δαίμονα λόγον κακόν. Til

### book 167.1

Τυδείδης δὲ διάνδιχα μερμήριξεν: πῶς δύο εἰπὼν τὸν

### book 167.2

Διομήδην μεριμνῆσαι ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν

### book 167.3

εἰς ἓν νευούσας „ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι“ (Θ

### book 167.4

168)· ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἓν b(BCE3E4)T †καὶ† ὡς

### book 167.5

αἰσχρὸν ἐσιώπησεν. T

### book 168.1

ἵππους τε στρέψαι 〈καὶ ἐναντίβιον μαχέσασθαι〉:

### book 168.2

ὅτι ὑποτάσσουσιν „ἢ μήτε στρέψαι μήτ’ ἀντίβιον μαχέσασθαι“ (Θ 168a). οὐκ

### book 168.3

ἔστιν δέ· τὸ γὰρ „διάνδιχα“ (Θ 167) οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία,

### book 168

ἀλλ’ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μάχεσθαι. A

### book 169.1

τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν: φρένα

### book 169.2

μὲν τὸ λογιστικόν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμερίζετο οὖν, φησίν,

### book 169.3

ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμε‐

### book 169.4

νος πρὸς τὴν πρᾶξιν. b(BCE3E4)T

### book 170

〈ἀπ’ Ἰδαίων:〉 γράφεται καὶ „ἐπ’ Ἰδαίων“. Aint

### book 171a.1

σῆμα τιθεὶς Τρώεσσι, 〈μάχης ἑτεραλκέα νίκην〉:

### book 171a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ σημεῖον, πρὸς τὸ

### book 171a.3

σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνάπτωμεν, γίνεται

### book 171a.4

σολοικοφανές. A

### book 171b.1

〈σῆμα τιθεὶς Τρώεσσι:〉 ἀντὶ τοῦ σημαίνων. | καὶ εἰς τὸ

### book 171b.2

Τρώεσσι στιγμήν. b(BCE3E4)Til

### book 171c.1

σῆμα τιθείς: ὧδε στικτέον. T τί δὲ ἦν τὸ σῆμα;

### book 171c.2

Τρώεσ〈σ〉ι μάχης ἑτεραλκέα νίκην. b(BCE3E4)T

### book 175.1

γινώσκω δ’ ὅτι μοι πρόφρων 〈κατένευσε Κρονίων〉:

### book 175.2

στρατηγικῶς μὲν τὴν εὐημερίαν αὐτοῖς δηλοῖ, οἰκειοῦται δὲ αὐτὴν

### book 175.3

ὑπερόπτως. b(BCE3E4)T ὁμοίως καὶ τὸ „κτείνω δὲ καὶ αὐτούσ“

### book 175.4

(Θ 182). ὁ δὲ Ἕλλην „ἀλλ’ ἄνδρας κτείνωμεν“ (Ζ 70) φησίν. T

### book 177.1

{νήπιοι} οἵ {ἄρα δὴ τάδε}: Ἀρίσταρχος τὸ οἵ ἄρθρον φησίν,

### book 177.2

ὁ Σιδώνιος δὲ οἷα τὸ πλῆρες, οὐχ ὑγιῶς. T

### book 178a.1

ἀβλήχρ’: Ἡρακλείδης ὁ Μιλήσιος (fr. 7 C.) βαρύνει ὡς

### book 178a.2

ἄσιτα. λόγῳ δὲ χρῆται τούτῳ ὡς βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ

### book 178a.3

στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος: σημαίνει γὰρ τὸ ἀ‐

### book 178a.4

σθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ „ἀβληχρήν“ (Ε

### book 178a.5.1

337), πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῷ· οὕτως γὰρ

### book 178a.5.2

παρεσχηματίσθη· ὡς πενιχρά, ψυχρά (λέγω δὲ θηλυκῶς), οὕτως ἀ‐

### book 178a.5.3

βληχρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους (λέγω δὲ ὁ ἄβληχρος καὶ

### book 178a.5.4

ἡ ἄβληχρος). ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖ‐

### book 178a.5.5

στον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʹ (fr. 319 L.—P.)· „βληχρῶν ἀνέ‐

### book 178a.10.1

μων ἀχείμαντοι πνοαί“· καὶ ὁ Νίκανδρος· „βληχρὸν γὰρ μυὸς οἷα

### book 178a.10.2

μυληβόρου ἐν χροῒ νύγμα“ (ther. 446). †τούτωι δὴ πλεονάσαν τὸ† α

### book 178a.10.3

φυλάξει τὸν αὐτὸν τόνον 〈***〉 ἀεί· οἶδα γὰρ τὸ ἄβορος, †ἄγαυ‐

### book 178a.10.4

ρος†, ἄσταχυς. A

### book 178b

〈ἀβλήχρ’:〉 δύναται καὶ ἐν ἐπιτάσει εἶναι τὸ α. Til

### book 178b

οὐδενόσωρα: οὐδεμιᾶς φροντίδος—φροντίς. A

### book 178c.1

οὐδενόσωρα: ὡς κυνόσουρα ὑφ’ ἓν κατὰ σύνθεσιν, εἰ καὶ

### book 178c.2

σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς

### book 178c.3

ἑνὸς γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται.

### book 178c

ἀλλ’ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις. A

### book 178d.1

οὐδενόσωρα: ὑφ’ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος

### book 178d.2

ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς

### book 178d.3

ἑνὸς γενικῆς τελείας. b(BCE3E4)T | τινὲς δὲ οὐδενὸς φυλακτικά. | πι‐

### book 178d.4

θανῶς δὲ καὶ τοῦ ὑπογύου ἔργου μνημονεύει ἐξευτελίζων τὴν πρᾶξιν.

### book 178d.5

b(BE3E4)T

### book 180.1

〈ἀλλ’ ὅτε κεν—γένωμαι:〉 ἀλαζονεύεται, ὡς οὐ πρὸ

### book 180.2

μικροῦ σηκασθεὶς „ἠΰτε ἄρνεσ“ (Θ 131). b(BCE3E4)T

### book 182.1

ὡς πυρὶ νῆας ἐνιπρήσω: ἀλαζονείαν βαρβαρικὴν ἔχει τὸ

### book 182.2

πρὸ τῆς †χρείας† διορίζεσθαι. ἅμα δὲ καὶ στρατηγικὸν τὸ προνοεῖ‐

### book 182.3

σθαι. b(BCE3E4)T

### book 185a.1

Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε:

### book 185a.2

〈ἀθετεῖται,〉 ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει.

### book 185a.3

μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκά, καὶ ἡ προσφώνησις εὐήθης. |

### book 185a

βραχὺ δὲ διασταλτέον καθ’ ἕκαστον ὄνομα. κἂν συνάπτηται δέ, τὸ

### book 185a.5.1

ψυχρὸν ἐκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα, δύο δὲ

### book 185a.5.2

κύρια· ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπ’ ἀλλή‐

### book 185a.5.3

λων, τὰ δὲ κύρια πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται. A

### book 185b.1

Ξάνθε τε καὶ σὺ Πόδαργε 〈καὶ Αἴθων Λάμπε τε

### book 185b.2

δῖε〉: ἀθετεῖται ὁ στίχος πρῶτόν γε διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα·

### book 185b.3

Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος (cf. ψ 246), Ξάνθος δὲ Ἀχιλλέως

### book 185b.4

(cf. Τ 400), Πόδαργος Μενελάου (cf. Ψ 295), Αἴθη Ἀγαμέμνονος (cf.

### book 185b.5.1

ib.), ἣν Αἴθωνα νῦν εἶπε μεταθεὶς τὸ γένος. οὐδαμοῦ τε τεθρίππῳ κέ‐

### book 185b.5.2

χρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσεία ἐπὶ παραβολῆς· „ἡ δ’, ὥς τ’ ἐν

### book 185b.5.3

πεδίῳ †τετράωροι† ἄρσενες ἵπποι“ (ν 81)· τὸ γὰρ „†τέσσαρας ἀθλο‐

### book 185b.5.4

φόρους ἵππους†“ (Λ 699) ὑπώπτευται ὡς νόθον, ἢ δύο ἅρματα δη‐

### book 185b.5.5

λοῦν βούλεται· „τὸ〈ν〉 δ’ ἐλατῆρ’ ἀφίει ἀκαχημένον“ (Λ 702), τὸν

### book 185b.10.1

ἑκατέρας συνωρίδος. —εἴποι δ’ ἄν τις πρὸς τοῦτο ὅτι εἰκός, τῶν ἄλ‐

### book 185b.10.2

λων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵπ‐

### book 185b.10.3

πους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων b(BCE3E4)T διὰ

### book 185b.10.4

τὸ ἀπόγονον αὐτὸν εἶναι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν

### book 185b.10.5

ἵππους, ὅθεν φιλότιμός ἐστι περὶ ἱππικήν· οἶδε γὰρ ἵππος ἀγαθὸς

### book 185b.15.1

πρὸς ἱππικὴν ἐγείρειν ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευ‐

### book 185b.15.2

τικὴ κύων ἐπὶ κυνηγέσιον ἐξοιστρᾶν τὸν κτώμενον. διὰ τοῦτο τὸν Ἕ‐

### book 185b.15.3

κτορα „θρασὺν ἡνίοχόν“ φησιν Ὅμηρος (sc. Θ 89), καὶ οὐ μόνον τοῦ‐

### book 185b.15.4

τον θρασύν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ „Ἰφιτίδην Ἀρχεπτόλε‐

### book 185b.15.5

μον θρασύν“ (Θ 128, cf. 312)· οὐ τοῦ τυχόντος γὰρ ἦν τέτρωρον

### book 185b.20

ἡνιοχεῖν. —ἀλλ’ εἰ τέτρωρον ἦν, φασί, πῶς δυϊκὸν ἐπήγαγε „τὴν

### book 185b.1

κομιδὴν ἀποτίνετον“ (Θ 186) καὶ „ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδε‐

### book 185b.2

τον“ (Θ 191); ῥητέον δὲ καὶ πρὸς τοῦτο ὅτι πρὸς τὰ συστήματα (δύο

### book 185b.3

γὰρ ζύγιοι καὶ δύο παρήοροι ἦσαν), ὡς τὸ „τόφρα μάλ’ ἀμφοτέρων

### book 185b.4

βέλε’ ἥπτετο“ (Θ 67)· πρὸς ἑκατέραν γὰρ στρατιάν, καὶ τὸ „ὡς

### book 185b.25.1

ἁψῖσι λίνου ἁλόντε“ (Ε 487), τὸν Ἕκτορα καὶ τοὺς Τρῶας· φησὶ γὰρ

### book 185b.25.2

„τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις 〈/ — /〉 μή πως ὡς

### book 185b.25.3

ἁψῖσι λίνου ἁλόντε“ (Ε 485. 487). b(BE3E4)T καὶ τὸ „αἴ κ’ ἀπο‐

### book 185b.25.4

κηδήσαντε φερώμεθα χεῖρον ἄεθλον“ (Ψ 413) τὸ δυϊκὸν ἔχει πρὸς τὸν

### book 185b.25.5

ἡνίοχον καὶ τοὺς ἵππους. T τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα

### book 185b.30.1

τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρήορος ἄγηται.

### book 185b.30.2

οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶν‐

### book 185b.30.3

ται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ

### book 185b.30.4

προειρημένα, ἅμα δὲ καὶ τοῖν δυοῖν ἵπποιν τρῶσιν ὑφορώμενος.

### book 185b.30.5

b(BE3E4)T

### book 185c.1

Ξάνθε τε 〈καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε〉:

### book 185c.2

καθ’ ἑκάστην κλητικὴν βραχεῖα διαστολή. οὐκ ἐῶσι δὲ οἱ σύνδεσμοι,

### book 185c.3

ὥς τινες, εἶναι δύο ἐπίθετα καὶ δύο κύρια. b(BE3E4)T

### book 186.1

〈ἀποτίνετον:〉 ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλ’ οὐκ ἐπὶ τεσσά‐

### book 186.2

ρων. Aint

### book 186-8

ἣν μάλα πολλήν / Ἀνδρομάχη〈—πυρὸν

### book 186-8.1

ἔθηκεν〉: οἰκονομικὸν καὶ εἰς σωτηρίαν τοῦ ἀνδρὸς τεῖνον, εἴ γε καὶ τὰ

### book 186-8.2

ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς· „ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι /

### book 186-8.3

δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα“ (Ρ 207—8). b(BCE3E4)T ὡς

### book 186-8.5.1

γυνὴ δὲ παρὰ φύσιν τὸν πυρὸν αὐτοῖς παραβάλλει. καὶ αἱ Διομήδους

### book 186-8.5.2

δὲ ἵπποι „μελιηδέα πυρὸν“ (Κ 569) ἔδουσι. παρὰ προτέροις (cf. 188)

### book 186-8.5.3

δὲ διὰ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν· ἄλογον γὰρ ὂν τὸ ζῷον ἀφ’ ἑαυτοῦ

### book 186-8.5.4

τροφὴν οὐκ αἰτεῖ. b(BCE3E4)

### book 188-90a1.1

〈ὑμῖν πὰρ προτέροισι—εὔχομαι εἶναι:〉

### book 188-90a1.2

ἀθετεῖται {δὲ} τὸ οἶνόν τ’ ἐγκεράσασα (189), ὅτι οὐ σύνηθες οἶνον

### book 188-90a1.3

πίνειν ἵππους, καὶ διὰ τὸ ὅτε θυμὸς ἀνώγοι (189) ψυχρὸν γὰρ καὶ

### book 188-90a1.4

τοῦτο ἐπὶ ἵππων. —ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν

### book 188-90a1.5.1

παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ’ ἐγκεράσασα

### book 188-90a1.5.2

πιεῖν ὅτε θυμὸς ἀνώγοι (189), ἵν’ ᾖ τὸ πυρὸν ἔθηκεν (188) ἀπὸ

### book 188-90a1.5.3

κοινοῦ. b(BE3E4)

### book 188-90a2.1

{οἶνον τ’ ἐγκεράσασα ἢ ἐμοί:} τὸ ἑξῆς „ἣν μάλα πολλὴν“

### book 188-90a2.2

(Θ 186) / ὑμῖν πὰρ προτέροισιν ἔθηκεν (188)—τί δ’ ἔθηκεν;

### book 188-90a2.3

μελίφρονα πυρόν (188)—ἢ ἐμοὶ οἶνον ἐγκεράσασα (190. 189)

### book 188-90a2.4

καὶ τὰ ἑξῆς συναπτέον· ὑπερβατὸν γάρ ἐστιν, ὅτι οὐκ ἔστι σύνηθες ἵπ‐

### book 188-90a2.5

πους πίνειν οἶνον. ψυχρὸν δὲ ἐπὶ ἵππων καὶ τὸ ὅτε θυμὸς ἀνώγοι

### book 188-90a2

(189). T

### book 188-90a3.1

{ὑμῖν παρ προτέροισι:} τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς

### book 188-90a3.2

πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι, / οἶνόν τ’ ἐγκεράσασα

### book 188-90a3.3

πιεῖν, ὅτε {μοι} θυμὸς ἀνώγοι (190. 189). | ἰστέον δὲ ὅτι πρὸ

### book 188-90a3.4

τοῦ εὑρεθῆναι—κέρασιν ἔπινον. A

### book 189a.1

οἶνόν τ’ ἐγκεράσασα 〈πιεῖν, ὅτε θυμὸς ἀνώγοι〉:

### book 189a.2

γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτι

### book 189a.3

θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον. A

### book 189b.1

〈οἶνόν τ’—ἀνώγοι:〉 καὶ παρὰ Ἀριστοφάνει ἀθε‐

### book 189b.2

τεῖται. Aint

### book 191a.1

{ἀλλ’} ἐφομαρτεῖτον καὶ σπεύδετον: ὅτι ὡς πρὸς δύο

### book 191a.2

τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον

### book 191a.3

(sc. Θ 185), ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα. A

### book 191b

〈ἐφομαρτεῖτον:〉 ἐπιδιώκετον. Til

### book 191c.1

〈ὄφρα λάβωμεν:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „αἴ κε

### book 191c.2

λάβωμεν“. Aint

### book 192-7.1

ἀσπίδα Νεστορέην, 〈—〉αὐτὰρ ἀπ’ ὤμοιϊν

### book 192-7.2

Διομήδεοσ〈—ἐπιβησέμεν ὠκειάων〉: ἄτοπον νῦν φυσιολο‐

### book 192-7.3

γεῖν Ἕκτορα· ἔστιν οὖν τίμια τὰ Ἐρευθαλίωνος ὅπλα. δηλοῖ δὲ (sc.

### book 192-7.4

196—7) ὅτι, εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐ‐

### book 192-7.5

κόλως Ἕλληνας ἕξει. b(BCE3E4)T

### book 192

ἀσπίδα Νεστορέην: αὐτὸν τὸν Νέστορα—γὰρ ἦν. A

### book 193.1

〈πᾶσαν:〉 ὅτι Aim ἀντὶ τοῦ ὅλην, Aim Til ὡς, „πᾶ‐

### book 193.2

σαι 〈...〉 πύλαι“ (Θ 58), ὅλη πύλη. Til

### book 193

κανόνας: ῥάβδους, αἷς—ὀχάνοιο. A

### book 195a.1

τὸν Ἥφαιστος κάμε τεύχων: ὅτι Ἡφαιστότευκτα τὰ

### book 195a.2

ὅπλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν (cf. Ζ 235—6). καὶ ἀπὸ τῶν ὅπλων

### book 195a.3

ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία. A

### book 195b.1

〈τὸν Ἥφαιστος κάμε:〉 διὰ τὸ διάπυρον Διομήδους.

### book 195b.2

οἱ δὲ ὅτι τὸν Γλαύκου θώρακά φησιν. Til

### book 196-7.1

ἐελποίμην 〈κεν〉 Ἀχαιούς / αὐτονυχὶ νηῶν ἐπι‐

### book 196-7.2

βησέμεν: καὶ πῶς πρὸ ὀλίγου καῦσαι ἤθελεν αὐτάς; κωμῳδεῖ τοίνυν

### book 196-7.3

τὴν βαρβαρικὴν μεταβολὴν ὁ ποιητής. b(BCE3E4)T

### book 198.1

νεμέσησε δὲ πότνια Ἥρη: ἐβάσκηνεν, ὠργίσθη, ἐφ’ οἷς

### book 198.2

ἀναξίως εἶπεν. T

### book 199a.1

σείσατο δ’ εἰνὶ θρόνῳ: γυναικεῖον ἦθος ὑπογράφει τῆς

### book 199a.2

Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ

### book 199a.3

δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς καὶ τὸν ὁμότιμον Διῒ Ποσειδῶνα διεγείρει.

### book 199a.4

καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· b(BCE3E4)T ἑξῆς δὲ (sc.

### book 199a.5.1

Θ 218—9) ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι

### book 199a.5.2

Ἀχαιούς· τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προέρχεται (cf. Θ 350—483). b

### book 199a.5.3

(BCE3E4)

### book 199b.1

〈σείσατο δ’ εἰνὶ θρόνῳ:〉 Ζεὺς δὲ νεύματι μόνῳ σείει

### book 199b.2

τὸν Ὄλυμπον. Til

### book 199c.1

〈μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸν Ὄλυμπον ὡς

### book 199c.2

ὄρος. Aim

### book 201.1

ὢ πόποι, ἐννοσίγαι’ 〈εὐρυσθενέσ〉: παροξύνει αὐτὸν

### book 201.2

διὰ τῶν ἐπιθέτων, ἰσότιμον αὐτὸν ἀποφαίνουσα τῷ Διῒ καὶ ἀξιόμαχον.

### book 201

b(BCE3E4)T

### book 201-2.1

οὐδέ νυ σοί περ / ὀλλυμένων Δαναῶν〈—θυ‐

### book 201-2.2

μόσ〉: ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ

### book 201-2.3

οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς. b(BCE3E4)T

### book 203a.1

οἱ δέ τοι〈—〉δῶρ’ ἀνάγουσιν: προτρεπτικὸν

### book 203a.2

τοῦτο πρὸς τὴν βοήθειαν, b(BCE3E4)T ἵνα μὴ προκατάρχειν,

### book 203a.3

ἀμείβεσθαι δὲ μᾶλλον δοκοίη, ὡς καὶ τὸ „εἴ ποτέ τοι χαρίεντα“ (Α

### book 203a.4

39). T

### book 203b.1

〈Ἑλίκην τε καὶ Αἰγάς:〉 Ἑλίκη πόλις τῆς Ἀχαίας ὑπὸ

### book 203b.2

σεισμοῦ ἠφανισμένη, b(BCE3E4)T ὅθεν καὶ Ἑλικώνιος (cf. Υ

### book 203b.3

404) ὁ Ποσειδῶν. T καὶ Αἰγαὶ νῆσος πλησίον Εὐβοίας. b(BCE3)

### book 203b.4

T

### book 203c.1

{οἱ δέ τοι εἰς} Ἑλίκην {τε καὶ αἰγάς}: Ἑλίκη πόλις ἐν

### book 203c.2

Πελοποννήσῳ Ποσειδῶνος, ἀφ’ ἧς αὐτὸν „Ἑλικώνιον“ (Υ 404) ὁ

### book 203c.3

ποιητὴς καλεῖ. A

### book 203d

〈ἀνάγουσι:〉 ἀντὶ τοῦ ἄξουσι. Til

### book 204a1.1

〈σφίσι βούλεο νίκην:〉 ἠθικῶς· οἷον, εἰ θελήσειας, δύ‐

### book 204a1.2

νασαι 〈συγ〉κροτῆσαι. Til

### book 204a2.1

ἠθικῶς καὶ τοῦτο· οἷον, εἰ θελήσειας, δύνασαι καὶ βοηθῆσαι

### book 204a2.2

αὐτοῖς. βούλεο οὖν, φησίν, αὐτοῖς τὴν νίκην. b(BCE3E4)

### book 206a1.1

καὶ ἐρυκέμεν: ὧδε στικτέον. καὶ †ἑξῆς εὐρύοπα ζεύς†·

### book 206a1.2

οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν Διῒ τὴν πρώην κολασθεῖσαν· ἐμφαίνεται δὲ

### book 206a1.3

καὶ θρασὺς θυμὸς γυναικεῖος θρασύτερον τῶν ὑπερεχόντων καταφρο‐

### book 206a1

νῶν. T

### book 206a2.1

στικτέον εἰς τὸ ἐρυκέμεν. τὸ δὲ ἑξῆς εὐρύοπα Ζήν (ἀν‐

### book 206a2.2

τὶ τοῦ Ζεύς) / „αὐτοῦ †κεν† ἀκάχοιτο“ (Θ 206—7)· οὐ γὰρ εἰκὸς ἐπι‐

### book 206a2.3

βουλεύειν τῷ Διῒ καὶ αὐτὸν κωλῦσαι σπεύδειν τὴν παρ’ αὐτοῦ κολα‐

### book 206a2.4

σθεῖσαν πολλάκις. ἐμφαίνεται δὲ αὐτῆς καὶ τὸ ἄγαν θρασύ· ὁ γὰρ

### book 206a2.5.1

γυναικεῖος θυμὸς θρασύτερος ὢν τῶν ὑπερεχόντων καταφρονεῖν ἀλό‐

### book 206a2.5.2

γως ποιεῖ. b(BCE3E4)

### book 206b

〈Ζῆ/ν’:〉 πρὸς τὴν συναλιφὴν ἀντὶ τοῦ Ζῆνα. Aim

### book 206-7a1.1

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα

### book 206-7a1.2

Ζῆ/ν’, αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο: ἡ διὰ τὸν „εἴ“ (Θ 205) σύνδεσμον

### book 206-7a1.3

ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετὰ τὸ Ζῆν’ (206) ὄνομα. ἀλλ’ εἰ

### book 206-7a1.4

μὲν ἐκ πλήρους ἔκειτο, οὐδὲν ἂν ἐζητεῖτο. ἐπεὶ δὲ συνήλειπται καὶ ὑπὸ

### book 206-7a1.5.1

τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον, δύο παρη‐

### book 206-7a1.5.2

κολούθησεν ἄλογα· ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ ὑποστιγ‐

### book 206-7a1.5.3

μὴ πέπτωκεν, καὶ αὕτη χρόνου ἔχουσα διάστημα, ᾧ παραπλήσια κἀ‐

### book 206-7a1.5.4

κεῖνα „ὣς ἔφαθ’, αἱ δ’ ἐπέμυξαν“ (Δ 20), „ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν“

### book 206-7a1.5.5

(Β 166). ἕτερον δὲ ὅτι συμβήσεται κατ’ ἀρχὰς τοῦ στίχου (sc. 207)

### book 206-7a1.10

μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς. A

### book 206-7a2.1

{ν’. αὐτοῦ:} ὅτι καὶ μεταξὺ συλλαβῆς στιγμὴ καὶ μετὰ

### book 206-7a2.2

συναλιφὴν καὶ ἐν ἀρχῇ στίχου. T

### book 206-7a3.1

ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θετέον, ὅτι τὸ πρὸ τῆς ἀπο‐

### book 206-7a3.2

στρόφου σύμφωνον τῷ ἐπιφερομένῳ συνάπτεται φωνήεντι. μετὰ δὲ τὸ

### book 206-7a3.3

ν ἡ στιγμή· καὶ μεταξὺ γὰρ συλλαβῆς καὶ †μεταξὺ† συναλιφῆς καὶ ἐν

### book 206-7a3

ἀρχῇ στίχου πολλάκις ποιητικῶς ἡ στιγμὴ τίθεται. b(BCE3E4)

### book 207.1

αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος: ὅτι Ζηνόδοτος ἀνά‐

### book 207.2

παλιν „αὐτοῦ κ’ ἔνθα κάθοιτ’ ἀκαχήμενοσ“. ATil

### book 208.1

〈τὴν δὲ μέγ’ ὀχθήσας προσέφη:〉 οὐκ ἔφη κοινῶς „τὴν

### book 208.2

δ’ ἠμείβετ’ ἔπειτα“ (Υ 132), ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος

### book 208.3

αὐτῆς ἀναστέλλει. b(BCE3E4)Til

### book 209a.1

ἀπτοεπές: ὅτι δασύνουσιν „ἁπτοεπέσ“, καθαπτομένη

### book 209a.2

τοῖς ἔπεσιν. Ἀρίσταρχος δὲ ψιλοῖ. ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ

### book 209a.3

ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι, ἡ ἄγαν πτοοῦσα, ἢ παρὰ τὸ ἀπτόν, τὸ

### book 209a.4

ἰσχυρόν, ὥστε εἶναι δεινοεπές. A

### book 209b.1

ἁπτοεπές: ἁπτομένη· ἢ ἀάπτους λόγους λέγουσα. ἢ

### book 209b.2

ἀπτόητε· b(BCE3)T διὸ καὶ ποῖον τὸν μῦθον ἔειπες. b(BCE3

### book 209b.3

E4)T | ἀναπαύων δὲ ἡμᾶς τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχη‐

### book 209b.4

μάτων παρεισάγει τὸν διάλογον τῶν θεῶν. b(BCE3)T

### book 209c.1

〈ποῖον τὸν μῦθον:〉 Ἀττικῶς τὸν ποῖον μῦθον. b

### book 209c.2

(BCE3E4)Til

### book 210a1.1

οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διῒ〈—〉μάχεσθαι: πῶς

### book 210a1.2

οὖν αὐτὸς ἐναντιοῦται τῷ Διῒ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ (sc. Ν 10—Ο 219); ὁ πολὺς αὐτὸν

### book 210a1.3

ἀνέκλασε φόνος τῶν Ἑλλήνων. T

### book 210a2.1

πῶς οὖν ἐν τῇ περὶ τὰς νῆας μάχῃ ἠναντίωται αὐτὸς τῷ

### book 210a2.2

Διΐ; ὅτι ἐκεῖσε αὐτὸν ὁ πολὺς τῶν Ἑλλήνων ἀνέπεισεν ὄλεθρος. b

### book 210a2.3

(BCE3E4)

### book 213a1.1

τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε:

### book 213a1.2

διχῶς αἱ Ἀριστάρχου ἔεργε καὶ „ἔρυκε“. καὶ τὸ δι’ ἀμφοτέρων ση‐

### book 213a1.3

μαινόμενόν ἐστι τοιοῦτον· τῶν Ἀχαιῶν, ὅσον ἀπὸ τοῦ τείχους ἡ τά‐

### book 213a1

φρος ὥριζεν, ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ

### book 213a1.5.1

συνειργομένων ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει· „τῶν δ’

### book 213a1.5.2

†ὅσων ἐν† νηῶν καὶ πύργου“. | ἔνιοι δὲ τὰ δύο διαστήματα πεπλη‐

### book 213a1.5.3

ρῶσθαί φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ

### book 213a1.5.4

〈τὸ〉 ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει (sc.

### book 213a1.5.5

Θ 476). A

### book 213a2

διχῶς Ἀρίσταρχος, καὶ ἔεργε καὶ „ἔρυκε“. Aim

### book 213a3

γράφεται καὶ „ἔρυκεν“. Til

### book 213b.1

τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου 〈τάφρος ἔεργε〉:

### book 213b.2

τινὲς οὕτω τὸ ἑξῆς· ὅσον ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νεῶν,

### book 213b.3

τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου. b(BE3E4)T

### book 213c

τῶν δ’ ὅσον ἐκ νηῶν 〈ἀπὸ πύργου τάφρος ἔεργε〉:

### book 213c.1

τοῦτο δήλωσίς ἐστι τοῦ συνελάσθαι τοὺς Ἕλληνας εἰς τὸ μεταξὺ τῆς

### book 213c.2

τάφρου καὶ τοῦ τείχους στενόν, b(BCE3E4)T ὃ δὴ καὶ στεῖνος

### book 213c.3

καλεῖ (sc. Θ 476). T τὸ δὲ ἑξῆς· ὅσον εἶργε διάστημα ἀπὸ τῶν

### book 213c.5.1

νεῶν ἔξω τοῦ τείχους ἡ τάφρος, ἐπλήθυνεν ὁμοίως ἵππων τε καὶ

### book 213c.5.2

ἀνδρῶν b(BCE3E4)T ἀποκλειομένων (cf. Θ 214—5) †ἅμα μήτε

### book 213c.5.3

δυνηθέντων εἰσδραμεῖν τῷ τείχει, ἀλλὰ μήτε† τολμήσαντος ἔξω τῆς

### book 213c.5.4

τάφρου μεῖναί τινος. b(BE3E4)T καὶ τὸ „ἵππων“ (Θ 214) δὲ

### book 213c.5.5

ἐπέτεινε δηλῶν τὴν στενοχωρίαν. T ἔνιοι δὲ τὰ δύο διαστήματα

### book 213c.10.1

πεπληρῶσθαί φασι, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ

### book 213c.10.2

τοῦ τείχους ἕως τῆς τάφρου. b(BE3E4)T | τὸ δὲ ἑξῆς· ὅσον δὲ ἡ τά‐

### book 213c.10.3

φρος διώριζεν ἐκ τῶν νεῶν καὶ τοῦ τείχους τοὺς πολεμίους, τοῦτο ἐπε‐

### book 213c.10.4

πλήρωτο· ἡ γὰρ ἀπό πρὸς τὸ ἔεργε, καὶ λείπει ὁ καί, ἵν’ ᾖ ‘καὶ

### book 213c.10.5

πύργου‘. | Ζηνόδοτος δὲ γράφει „τῶν δ’ ὅσον ἐκ νηῶν καὶ πύργου“,

### book 213c.15

ὃ καὶ ἄμεινον. T

### book 213d.1

ἄλλως· ὅτι ἔν τισι γράφεται „ἀπὸ τάφρου πύργος ἔεργε“.

### book 213d.2

〈οὐ〉 δύναται δὲ τὸ ἐκ νηῶν συναφὲς εἶναι τῷ „ἀπὸ τάφρου“· πρὸς

### book 213d.1

γὰρ ταῖς ναυσὶ μᾶλλον ὁ πύργος ἢ ἡ τάφρος. καὶ ἔστι τὸ λεγόμενον·

### book 213d.2

τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου πλῆρες ἦν ἵππων καὶ ἀνδρῶν.

### book 213d.5.1

ἐκ νηῶν δὲ λέγει ἀπὸ τοῦ κατὰ τὰς ναῦς τόπου. σημειωτέον δὲ ὅτι

### book 213d.5.2

μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν το‐

### book 213d.5.3

ποθεσίαν τῆς νεωλκίας. A

### book 213e.1

τῶν δ’ ὅσον ἐκ νηῶν 〈ἀπὸ πύργου τάφρος ἔεργε〉:

### book 213e.2

βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν· σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν

### book 213e.3

τοιαύτην οὖσαν· ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν,

### book 213e.4

τοῦτο πλῆρες ἦν πεζῶν τε καὶ ἵππων (cf. Θ 214), λείποντος τοῦ καί

### book 213e.5.1

συνδέσμου· τὸ γὰρ ἔεργεν ἐστὶ περιώριζεν· ἐντός, τῶν τε νηῶν καὶ

### book 213e.5.2

τοῦ τείχους μεταξύ, κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον

### book 213e.5.3

ὑπάρχον, τὸ δὲ μῆκος δι’ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ

### book 213e.5.4

τείχους ἐκτὸς ἦν διάστημα βραχύ, μεθ’ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον

### book 213e.5.5

μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον καὶ

### book 213e.10.1

ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμφότερα

### book 213e.10.2

οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον,

### book 213e.10.3

τὸ δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. οὕτως Νικάνωρ (p. 194 Friedl.). A

### book 216.1

ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε: τοῦτο πρὸς μείωσιν τοῦ πολε‐

### book 216.2

μίου Ἕκτορος. T

### book 217a.1

καί νύ κ’ ἐνέπρησεν: εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν

### book 217a.2

ἐξάγειν ἀεί, καὶ ἐναγώνιον ποιήσας τὸν ἀκροατὴν τῇ προσδοκίᾳ

### book 217a.3

εὐθὺς τὴν ἴασιν ἐπιφέρει. b(BCE3E4)T

### book 217b.1

κηλέῳ: ὡς μελέῳ. γέγονε δὲ παρὰ 〈τὸ〉 κᾶλον καὶ κῆλον

### book 217b.2

κήλ〈ε〉ιον, ὡς παρὰ τὸ μῆλον μήλ〈ε〉ιον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ

### book 217b.3

κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ „σὺν πυρὶ κηλείῳ χάριν Ἕκτοροσ“

### book 217b.4

(Ο 744). A

### book 217c.1

〈κηλέῳ:〉 κᾶλον κάλειον κήλεον. σημαίνει δὲ τὸ καυστι‐

### book 217c.2

κόν. Til

### book 218.1

εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ 〈Ἀγαμέμνονι πότνια Ἥρη〉: ἐν

### book 218.2

καταπλήξει γὰρ ἦσαν ἅπαντες. τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος

### book 218.3

προτροπή. b(BCE3E4)T δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς

### book 218.4

ἄρχοντας. b(BE3E4)T

### book 221a.1

πορφύρεον μέγα φᾶρος 〈ἔχων ἐν χειρὶ παχείῃ〉:

### book 221a.2

κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ φᾶρος. ἐπισείων δὲ τὸ φᾶρος τῇ χειρὶ τῷ

### book 221a.3

παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν πειρᾶται τοὺς ἔσω τείχους εἰσ‐

### book 221a.4

ελθόντας. b(BCE3E4)T

### book 221b.1

ἔχων ἐν χειρί: πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει.

### book 221b.2

ὁ μὲν Ἀπολλόδωρος (FGrHist 244, 228) ὅτι περιειλήσας εἶχεν ἐν τῇ

### book 221b.3

χειρί· ὁ δὲ Διονύσιος (fr. 34 S.), πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος

### book 221b.4

τοῦ φάρους. | φᾶρος δέ ἐστι πορφυροῦν ἱμάτιον—αὐτοὺς κατα‐

### book 221b.5

στεῖλαι. A

### book 222

〈μεγακήτεϊ:〉 μεγάλῃ, παρὰ τὸ κῆτος. Til

### book 223.1

ἥ ῥ’ ἐν μεσσάτῳ 〈ἔσκε γεγωνέμεν ἀμφοτέρωσε〉: πρὸς

### book 223.2

τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν ὅτι

### book 223.3

οὐ ψιλῶς ἐστι φωνεῖν, ἀλλ’ ἀκουστὸν φθέγγεσθαι. A

### book 227a1

〈διαπρύσιον:〉 †διαπερύσιον† ἢ διαπορεύσιμον. Til

### book 227a2

διαπορεύσιμον καὶ μέγα καὶ εἰς πάντας ἧκον. b(BCE3E4)

### book 228.1

αἰδώς, Ἀργεῖοι, 〈—〉εἶδος ἀγητοί: οἱ τὰ μὲν παρὰ

### book 228.2

τῆς φύσεως εὐποροῦντες, οἰκείᾳ δὲ κακίᾳ μειοῦντες· ὃ καὶ ἀλλαχοῦ

### book 228.3

„οὐκ ἄρα σοί γε ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν“ (ρ 454)· ἢ ὅτι οὐδέν ἐστι

### book 228.4

κάλλος δίχα δυνάμεως. b(BCE3E4)T | τὸ δὲ εἶδος ἀγητοί θαυμα‐

### book 228.5

στοί· ἄγη γὰρ ἡ ἔκπληξις. T

### book 229a.1

πῇ ἔβαν εὐχωλαί, 〈ὅτε δή φαμεν εἶναι ἄριστοι〉:

### book 229a.2

λεληθότως μανθάνομεν τὰ προγεγονότα. πιθανῶς δὲ συμπεριέλαβε

### book 229a.3

καὶ ἑαυτόν, ἵνα μὴ ἄντικρυς αὐτοὺς διαστρέψῃ. b(BCE3E4)T

### book 229b.1

ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις

### book 229b.2

γένηται, ὁμοίως τῷ „μήτε σὺ Πηλείδήθελε“ (Α 277)· ἐπὶ μὲν γὰρ τοῦ

### book 229b.3

ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητήν, ὡς εἴρηται (sc. ad

### book 229b.4

Α 277)· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβε‐

### book 229b.5.1

βλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν. καὶ

### book 229b.5.2

ἔστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ „†τηλέμαχος δ’ ὡς εἶδεν†· φάμεν δέ

### book 229b.5.3

οἱ οὐ τελέεσθαι“ (δ 664 = π 347). A

### book 230a.1

ἃς ὁπότ’ ἐν Λήμνῳ 〈κενεαυχέες ἠγοράασθε〉: ὅτι

### book 230a.2

τοῦτο γινόμενον μὲν οὐ παρέστησεν, ὡς γενόμενον δὲ παραδίδωσιν. A

### book 230b.1

〈ἃσ〉 ὁπότ’ ἐν Λήμνῳ: τὸ ὁπότε ἀντὶ τοῦ ποτέ. Aint b

### book 230b.2

(BCE3E4)T οἱ δὲ εἰς τὸ Λήμνῳ στίζουσιν, λείποντος τοῦ ἦμεν.

### book 230b.3

δείκνυσι δὲ ὡς ἀβέβαιος ἡ παρὰ κύλικας ὑπόσχεσις. b(BCE3E4)T

### book 230c

〈ἠγοράασθε:〉 ἐν ἄλλῳ „εὐχετάασθε“. Aim

### book 231a.1

ἔσθοντες κρέα πολλὰ 〈βοῶν ὀρθοκραιράων〉: πε‐

### book 231a.2

ριττὸς ὁ στίχος· ἐκ γὰρ τοῦ πίνειν, οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχᾶσθαι

### book 231a.3

συμβαίνει. A

### book 231b

〈ὀρθοκραιράων:〉 κ〈ρ〉αῖρα ἡ κεφαλή. Til

### book 231-2.1

ἔσθοντες κρέα πολλὰ〈— /〉 πίνοντες κρητῆ‐

### book 231-2.2

ρας: πρῶτος ἔγραψε στράτευμα μεθύον καὶ †μεγαλορημονοῦν†

### book 231-2.3

Ὅμηρος, εἶτα σῶφρον †μετ’ αὐτόν† b(BCE3E4)T

### book 233a.1

〈Τρώων ἀνθ’ ἑκατόν:〉 πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως

### book 233a.2

προενεκτέον. Aint

### book 233b.1

Τρώων ἄνθ’ ἑκατόν {τε}: ἐπὶ τὴν ανθ συλλαβὴν ἡ

### book 233b.2

ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσος·

### book 233b.3

καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκα‐

### book 233b.4

τὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν· οὐ γὰρ κωλύεται ἡ

### book 233b.5

τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται. A

### book 233c1

〈Τρώων ἄνθ’ ἑκατόν:〉 τὸ πλῆρες μᾶλλον ἄντα, ὡς καὶ

### book 233c1.1

τῷ Ἡρωδιανῷ (sc. 2,61,16) ἀρέσκει, οὐχὶ δὲ ἀντί, καθὼς Ἀριστάρ‐

### book 233c1.2

χῳ ἔδοξεν. b(BCE3E4)

### book 233c2.1

ἄνθ’ ἑκατόν τε: τὸ πλῆρες ἄντα, οὐκ ἀντί, ὡς ἀρέσκει

### book 233c2.2

τῷ Ἡρωδιανῷ. T

### book 235a.1

Ἕκτορος, ὃς τάχα νῆας 〈ἐνιπρήσει πυρὶ κηλέῳ〉:

### book 235a.2

ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος· κρεῖσσον γὰρ κα‐

### book 235a.3

θολικώτερον ἐᾶσαι, οὑδήποτε ἀνδρός, ἀλλ’ οὐχὶ τοῦ διαφορωτά‐

### book 235a.4

του. A

### book 235b1.1

Ἕκτορος, ὃς τάχα 〈νῆας ἐνιπρήσει πυρὶ κηλέῳ〉:

### book 235b1.2

ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγρα‐

### book 235b1.3

πτο „Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει“. ἠθέτητο δὲ καὶ

### book 235b1.4

παρὰ Ἀριστοφάνει. A

### book 235b2.1

Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει 〈πυρὶ κηλέῳ〉:

### book 235b2.2

ἥττονά φησιν ὀνειδισμὸν Ἀρίσταρχος εἶναι, εἰ οὕτως ἐγέγραπτο

### book 235b2.3

„Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει“. περισσὸς δέ· ὡς γὰρ

### book 235b2.4

ἐκεῖνοι ἀοριστώδως ἔλεγον, οὕτως ἔδει καὶ τοῦτον ἀοριστώδως. T

### book 235c.1

〈Ἕκτορος, ὃς—κηλέῳ:〉 μέγαν {δὲ} φησὶν ὀνει‐

### book 235c.2

δισμὸν τὸ τοιοῦτον εἶναι, εἰ πάντες ἄξιοι ἑνὸς τοῦ Ἕκτορος οὐκ εἰσίν,

### book 235c.3

ἀλλ’ ὡς νεβροὶ ἡσσῶνται λέοντος. b(BCE3E4)

### book 235d.1

πυρὶ κηλέῳ: καθ’ ὕφεσιν τοῦ ι γέγονεν· τὸ γὰρ τέλειόν

### book 235d.2

ἐστι κηλείῳ. T

### book 236.1

Ζεῦ πάτερ: διὰ τῆς ἀναφωνήσεως καὶ ὀνειδίζει καὶ ψυχα‐

### book 236.2

γωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀνάγων. b(BCE3E4)T οἰκειοῦται δὲ

### book 236.3

τὴν συμφοράν, ὅπως καταιδῇ παρακαλῶν. b(BE3E4)T ἄλλως

### book 236.4

τε „τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, / τούτῳ δ’ αὖ μέγα πένθος

### book 236.5

Ἀχαιῶν δῃωθέντων“ (Δ 415. 417). T

### book 236-7.1

〈ἦ ῥά τιν’—〉καί μιν μέγα κῦδος ἀπηύρας: καί

### book 236-7.2

μιν ἀπηύρας Ἀττικῶς, ὡς καταφρονεῖ με. | ἀντὶ τοῦ ‘εἰργάσω ἄλλον

### book 236-7.3

τινὰ τῶν βασιλέων οἷα ἐμέ;‘ T

### book 237

〈μὶν ... ἀπηύρας:〉 ἀπηύρας αὐτόν. Til

### book 239a.1

{νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε} ἔρρων: ὅτι τὸ ἔρ‐

### book 239a.2

ρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ μετὰ φθορᾶς· δυσαρε〈σ〉τεῖ

### book 239a.3

γὰρ τῇ παρουσίᾳ. A

### book 239b.1

ἔρρων: φθοράν, οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν. b(BCE3

### book 239b.2

E4)T

### book 240a.1

δημόν: Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους·

### book 240a.2

τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 49 B.)

### book 240a.3

λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ

### book 240a.4

παρὰ τὸν δασμόν, τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκα〈υ〉στον

### book 240a.5.1

γὰρ τὸ λίπος. δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ

### book 240a.5.2

δέω γένοιτο· δέεμος καὶ ἐν συναλιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος·

### book 240a.5.3

τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως. A

### book 240b1.1

βοῶν δημὸν καὶ μηρί’ ἔκηα: διὰ τούτων παιδεύει

### book 240b1.2

ἡμᾶς καὶ ἐπὶ ξένης θύειν. | δημὸν δὲ στέαρ, π[ι]μελήν, παρὰ τὸ δαίω

### book 240b1.3

τὸ καίω. T

### book 240b2.1

παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν

### book 240b2.2

ἀεί, ἀφ’ οὗ πᾶν τὸ διδόμενον. b(BCE3E4)

### book 242a1.1

〈ἀλλά, Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:〉

### book 242a1.2

Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίστα‐

### book 242a1.3

ται. παιδευτικοὶ δὲ οἱ λόγοι. b(BCE3E4)

### book 242a2.1

{τόδε μοι κρήηνον ἐέλδωρ:} ὡς †ἑλληνικὸς† οὐκ ἀφίστα‐

### book 242a2.2

ται τῆς εἰς θεοὺς ἐλπίδος. T

### book 243a1.1

αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν: ἐλεεινὸν ἡ παρ’

### book 243a1.2

ἐλπίδας ἀπόδοσις· πάλαι μὲν εὐχόμεθα περὶ νίκης, νῦν δὲ περὶ σωτη‐

### book 243a1.3

ρίας αἰτοῦμεν. T

### book 243a2.1

ἐλεεινὸν ἡ παρ’ ἐλπίδας ἀτυχία· πάλαι γὰρ περὶ νίκης

### book 243a2.2

εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας. b(BCE3E4)

### book 245.1

〈δακρυχέοντα:〉 καὶ ὅτι ἐδάκρυσεν Ἀγαμέμνων, νῦν ἐσή‐

### book 245.2

μανεν. b(BCE3E4)Til

### book 246a.1

〈νεῦσε—ἔμμεναι:〉 ὑπὲρ ἀναπαύσεως τοῦ ἀκροα‐

### book 246a.2

τοῦ. Til

### book 246b.1

〈οὐδ’ ἀπολέσθαι:〉 Ἀρίσταρχος „οὐδ’ Aim ἀπο‐

### book 246b.2

λεῖσθαι“. AimTil

### book 247-50.1

αἰετὸν ἧκε〈—ῥέζεσκον Ἀχαιοί〉: οἱ μέν φασι

### book 247-50.2

τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν ἀετόν, οἱ δὲ καὶ ἐν τῇ γιγαντο‐

### book 247-50.3

μαχίᾳ αἴσιον τῷ Διῒ γενέσθαι· διὸ ἱερὸς αὐτοῦ ἐστιν. εἴρηται δὲ ἀετὸς

### book 247-50.4

παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. τελειότατον δὲ πε‐

### book 247-50.5.1

τεεινῶν (247) ἤτοι τὸν τελεστικώτατον, ἐπεὶ Διός ἐστιν, ἢ τὸν

### book 247-50.5.2

μείζονα. b(BCE3)T ὁ δὲ νεβρὸς (cf. 248 et 249) τοὺς κατεπτη‐

### book 247-50.5.3

χότας δηλοῖ Ἕλληνας καὶ ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ

### book 247-50.5.4

Διὸς σωτηρίαν (cf. 249): b(BCE3E4)T ἄδειαν γὰρ τοῖς καταφεύ‐

### book 247-50.5.5

γουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς καὶ τῷ πανομφαίῳ (250)

### book 247-50.10.1

δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμημένῳ· b(BE3E4)T

### book 247-50.10.2

ὀμφὴ γὰρ ἡ φωνή. T

### book 247.1

αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον: μέγιστον ἢ ἐντελῆ

### book 247.2

—δηλοῦν, τὸ ἀληθές. A

### book 248a1.1

νεβρόν: τὸ νεωστὶ βορᾶς δεχόμενον †εὔθυμον† φασὶ γε‐

### book 248a1.2

νόμενον †σάρκα φάγεσθαι ἀετοῦ· νεβρὸς αἰετοῦ ἀετός†. T

### book 248a2

ὁ νεωστὶ βορὰν δεχόμενος ἢ πρὸς αὐτὴν ἐπιτήδειος. b

### book 248a2

(BCE3E4)

### book 249a1.1

πὰρ δὲ Διὸς βωμῷ: καλὸν τὸ ἔσω γενέσθαι τὸ ση‐

### book 249a1.2

μεῖον· ἦ γὰρ ἂν ἰδόντες Τρῶες πλέον ἐθάρρουν. T

### book 249a2.1

καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶ‐

### book 249a2.2

δον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν. b(BCE3)

### book 249b

〈κάββαλε νεβρόν:〉 ἐν ἄλλῳ „θήκατο νεβρόν“. Aint

### book 250a.1

πανομφαίῳ: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομ‐

### book 250a.2

φαῖος, ὁ κληδόνιος καὶ πάσης κληδόνος παραίτιος. καὶ ὅτι ἅπαξ ἐν‐

### book 250a.3

ταῦθα τὸ ἐπίθετον. A

### book 250b.1

πανομφαίῳ: τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον

### book 250b.2

αὐτός ἐστιν ὁ ἀήρ, A b (BCE3)T ὅθεν ἡ φωνή. ὀμφὴ δὲ ἡ φωνή,

### book 250b.3

ἡ τὸ ὂν φαίνουσα. b(BCE3)T ἢ ὅτι †ἐν† τῇ Ὀδυσσέως νηΐ, ὅπου

### book 250b.4

ἡ ἀγορά (cf. Λ 806—8), διὰ τὰς γινομένας ἐξ αὐτῆς φήμας. ἢ ὅτι φησὶν

### book 250b.5

„ἢ ὄσσαν ἀκούσεις / ἐκ Διόσ“ (α 282—3). T

### book 251.1

οἱ δ’ ὡς οὖν εἶδον ὅτ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις: ἐπὶ τοῖς

### book 251.2

Ἀγαμέμνονος λόγοις γέγονεν· διὸ φανερὸν ἦν τοῖς Ἕλλησιν b(BCE3

### book 251.3

E4)T ὡς πάντως ἠλέηται ὑπὸ Διός. b(BCE3E4)

### book 251-2.1

οἱ δ’ ὡς οὖν εἶδον—ὄρνις / μᾶλλον ἐπὶ Τρώ‐

### book 251-2.2

εσσι θόρον: ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνο‐

### book 251-2.3

νος παρορμήσεων. μᾶλλον δὲ ἐθάρρησαν τοῦ σημείου πεφηνότος. b

### book 251-2.4

(BCE3E4)T

### book 253-4

οὔ τις πρότεροσ〈— /〉 εὔξατο Τυδεΐδαο 〈πά‐

### book 253-4.1

ρος σχέμεν ὠκέας ἵππουσ〉: τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός

### book 253-4.2

ἐστιν εἰς ἐπιστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφ’ Ἕκτορος. δείκνυ‐

### book 253-4.3

σιν οὖν ὅτι τοῖς κεραυνοῖς εἶκεν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία

### book 253-4.5

οὐ πιστεύει ταῖς αἰφνιδίοις μεταβολαῖς. b(BCE3E4)T

### book 257a.1

ὁ μὲν φύγαδ’ ἔτραπεν ἵππους: ὅτι εὐθέως ἐτράπησαν

### book 257a.2

Τρῶες. ἐν δὲ τῇ τηλικαύτῃ τροπῇ οὐδεὶς Ἑλλήνων πλήττεται. b

### book 257a.3

(BCE3)T

### book 257b

〈φύγαδ’:〉 φύγαδε ὡς „οἴκαδε“ (Β 154 al.). Aim

### book 260.1

〈ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ:〉 ἐν ἄλλῳ „ὑπερώησαν δέ

### book 260.2

οἱ ἵπποι“ (= Θ 314). Aim

### book 261-6.1

τὸν δὲ μετ’ Ἀτρεΐδαι— / Τεῦκρος δ’ εἴνατος

### book 261-6.2

ἦλθε: τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπήγγειλεν οὐ πολλὰ διελθὼν

### book 261-6.3

ὀνόματα, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέφων αὐτοὺς τῶν πλείστων Ἑλ‐

### book 261-6.4

λήνων μέμνηται. b(BCE3)T

### book 261

〈τὸν δὲ μετ’ Ἀτρεΐδαι:〉 τάφρου ἐξήλασαν δηλονότι. Aint

### book 266a.1

Τεῦκρος δ’ εἴνατος: ὅτι πάντων ὑποστρεψάντων μόνος

### book 266a.2

ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν ὥστε τὸ ἐπάνω εὐκρινὲς γί‐

### book 266a.3

νεσθαι τὸ „ὣς ἔφατ’ οὐδ’ ἐσάκουσεν“ (Θ 97), ὅτι ἑκουσίως παρεπέμ‐

### book 266a.4

ψατο. A

### book 266b.1

Τεῦκρος δ’ εἴνατος ἦλθε παλίν〈τονα〉 τόξα 〈τι‐

### book 266b.2

ταίνων〉: διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν

### book 266b.3

Ὀδυσσεὺς ὀτρύνων δι’ Ἀγαμέμνονα. ἀλλ’ οὐδὲ Θόαντος μέμνηται,

### book 266b.4

καὶ οὐ πάντως ἐστὶ δειλός (cf. Η 168). b(BCE3)T

### book 266c.1

〈παλίντονα τόξα τιταίνων:〉 εἰς τοὐπίσω τεινόμενα. |

### book 266c.2

εἶδος δὲ τοξ〈ε〉ίας. Aint

### book 267

〈στῆ δὲ παρ’ Αἴαντος:〉 γράφεται „στῆ δ’ ἄρ’ ὑπ’ Αἴαν‐

### book 267

τοσ“. Aim

### book 268a1.1

ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν 〈σάκοσ〉: τοῦτο καὶ τὴν φι‐

### book 268a1.2

λαδελφίαν δείκνυσι τῶν Αἰάντων καὶ τὸ μέγεθος τῆς ἀσπίδος †περι‐

### book 268a1.3

λαμβανούσης. „ὕπαιθα† ἔφερεν“, ὅ ἐστιν ἔμπροσθεν. T

### book 268a2.1

ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελ‐

### book 268a2.2

φίαν τῶν Τελαμωνίων ἐδήλωσε καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος

### book 268a2.3

περιλαμβανούσης αὐτούς. b(BCE3E4)

### book 269-70.1

παπτήνας, 〈ἐπεὶ ἄρ’ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ /

### book 269-70.2

βεβλήκει〉: βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας (269), ὑπο‐

### book 269-70.3

στικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει (270). A

### book 269.1

παπτήνας: βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας. ἡδὺς δὲ ὁ

### book 269.2

λόγος καὶ τὸ σχῆμα. b(BCE3)T

### book 270a

βεβλήκει: Ἀρίσταρχος διὰ τοῦ ο „βεβλήκοι“. AimT

### book 270b

〈βεβλήκοι:〉 ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι. Aint

### book 274-6a1.1

〈Ὀρσίλοχον μὲν πρῶτα—Μελάνιπ‐

### book 274-6a1.2

πον:〉 φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαν‐

### book 274-6a1.3

τας οὐ καταλέγει νεκρούς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν.

### book 274-6a1.4

b(BCE3)

### book 274-6a2.1

{ὀρσίλοχον μὲν πρῶτον:} τοὺς δὲ τῶν Ἑλλήνων οὐ κατέ‐

### book 274-6a2.2

λεξεν. T

### book 276a1.1

Πολυαιμονίδην Ἀμοπάονα 〈καὶ Μελάνιππον〉:

### book 276a1.2

ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺς διαλύοντας

### book 276a1.3

τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν,

### book 276a1

ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A

### book 276a2

ψιλωτέον· κύριον γάρ ἐστιν. Til

### book 276a3.1

τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον· κύ‐

### book 276a3.2

ριον γάρ. Aint

### book 279a1.1

Τρώων ὀλέκοντα φάλαγγας: πλῆθός τι δηλοῖ τῶν

### book 279a1.2

ἀναιρουμένων. T

### book 279a2.1

τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλω‐

### book 279a2.2

σεν. b(BCE3)

### book 281-2.1

Τεῦκρε, φίλη κεφαλή, 〈Τελαμώνιε, κοίρανε λαῶν, /

### book 281-2.2

βάλλ’ οὕτωσ〉: εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται καὶ τοῦ

### book 281-2.3

πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος ὀφθῇ τού‐

### book 281-2.4

των. καλὴ δὲ καὶ ἡ παράτασις τοῦ βάλλε (282). b(BCE3E4)T

### book 281.1

Τελαμώνιε, κοίρανε λαῶν: „πατρόθεν ἐκ γενεῆς / πάν‐

### book 281.2

τας κυδαίνων“ (Κ 68—9). T

### book 282.1

αἴ κέν τι φόως Δαναοῖσι 〈γένηαι〉: λεληθότως καθ’ Ἕ‐

### book 282.2

κτορος αὐτὸν ὁπλίζει· ὅθεν κἀκεῖνος συνείς φησι· „τοῦτον δ’ οὐ δύ‐

### book 282.3

ναμαι βαλέειν κύνα“ (Θ 299). b(BCE3E4)T

### book 283a.1

ὅ ς’ ἔτρεφε: ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ πα‐

### book 283a.2

ρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς. A

### book 283b.1

ὅ ς’ ἔτρεφε: τὸ ὅ ἀντὶ τοῦ ὅς. b(BCE3)T | παν‐

### book 283b.2

ταχόθεν δὲ αὐτὸν προτρέπει ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας

### book 283b.3

εὐεργετήσοντα. b(BCE3E4)T

### book 284a.1

καί σε νόθον περ ἐόντα〈—οἴκῳ〉: παρὰ Ζηνο‐

### book 284a.2

δότῳ οὐδὲ ἦν. ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει. | ὅτι ἄκαιρος ἡ γε‐

### book 284a.3

νεαλογία καὶ οὐκ ἔχουσα προτροπήν, ἀλλὰ τοὐναντίον ὀνειδισμὸν καὶ

### book 284a.4

ἀποτροπήν. A

### book 284b

καί σε νόθον περ〈—οἴκῳ〉: παρὰ Ζηνοδότῳ οὐκ

### book 284b

ἦν. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. T

### book 284c.1

καί σε νόθον περ〈—οἴκῳ〉: οὐκ ὀνειδίζει, ἀλλ’

### book 284c.2

ἐπαινεῖ, ὅτι διὰ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη.

### book 284c.3

ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούουσιν. ἀλλ’ οὐδὲ

### book 284c.4

ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους

### book 284c.5

νικώμενος τῇ φιλαδελφίᾳ. b(BCE3E4)T

### book 284c.1

Ἡρακλῆς πορθήσας Ἴλιον—τοὺς γνησίους ὑπερ‐

### book 284c.2

έβαλεν. A

### book 289.1

πρώτῳ τοι μετ’ ἐμέ: φιλαλήθως πρὸς πίστιν. ἐντεῦθεν νό‐

### book 289.2

μος τοὺς ἀριστεῖς γέρας δέχεσθαι. T

### book 290a.1

ἢ τρίποδ’ ἠὲ δύω ἵππους: παραδιαζευκτικὸς ὁ ἤ ὡς

### book 290a.2

τὸ „ἠὲ δύω †ἢ† τρεῖς ἄνδρας ἔρυσθαι“ (ε 484). AT

### book 290b.1

〈δύω ἵππους αὐτοῖσιν ὄχεσφιν:〉 ὅτι δύο ἵπποις

### book 290b.2

ἐχρῶντο. Aint

### book 290c.1

〈ἵππους:〉 οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη „ἵπ‐

### book 290c.2

πω“. Aim

### book 291a

〈γυναῖκα:〉 Ζηνόδοτος „Ἰόπην“. Til

### book 291b1.1

ὁμὸν λέχος εἰσαναβαίνοι: ἀρίστην, ἣν ἀξιώσεις καὶ

### book 291b1.2

γαμετὴν κτᾶσθαι. T

### book 291b2.1

τοιαύτην φησὶ δώσω σοι, ἣν ἂν ἀξιώσαις κτᾶσθαι καὶ

### book 291b2.2

γαμετήν. b(BCE3E4)

### book 293a

〈σπεύδοντα:〉 ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα. Aint

### book 293b1.1

〈σπεύδοντα:〉 τὸ σπεύδειν ἐνταῦθα τὸ κακοπαθεῖν δη‐

### book 293b1.2

λοῖ, b(BCE3E4) ἢ μᾶλλον ἐπείγεσθαι. b(BCE3)

### book 293b2

{τί με σπεύδοντα:} παρ’ Ὁμήρῳ κακοπαθοῦντα. T

### book 296a

τόξοισι: βέλεσιν. „συναίνυτο καμπύλα τόξα / πεπτεῶ‐

### book 296a

τα“ (Φ 502—3). T

### book 296b1.1

{ἐκ τοῦ δὴ τόξοισι} δεδεγμένος: οὕτως αἱ Ἀριστάρχου

### book 296b1.2

διὰ τοῦ γ δεδεγμένος. †ἡρωδιανοῦ† διὰ τοῦ χ„ δεδεχμένοσ“. καί

### book 296b1.3

φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δε‐

### book 296b1.4

ξιούμενος τοῖς τόξοις· τὸ γὰρ δέχεσθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ

### book 296b1.5

ἐξήγησις. A

### book 296b2.1

δεδεγμένος {ἄνδρας ἐναίρω}: αἱ Ἀριστάρχου διὰ τοῦ

### book 296b2.2

γ, †ἡρωδιανοῦ† διὰ τοῦ χ. καί φησιν ὅτι εἰρωνευόμενός φησιν ἀντὶ

### book 296b2.3

τοῦ δεξιούμενος αὐτούς· δέχεσθαι γάρ ἐστι τὸ δεξιοῦσθαι. T

### book 296b3.1

εἰρωνευόμενος τοῦτό φησιν ἀντὶ τοῦ δεξιούμενος καὶ φιλο‐

### book 296b3.2

φρονούμενος· τοῦτο γὰρ δηλοῖ τὸ δεδεγμένος ἀπὸ τοῦ δέχεσθαι. b

### book 296b3.3

(BCE3E4)

### book 299a

〈βαλέειν:〉 ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν. Aim

### book 299b.1

κύνα: διὰ τὸ θρασὺ καὶ πολύλαλον· „ἐξ αὖ νῦν ἔφυγες

### book 299b.2

θάνατον, κύον“ (Λ 362): A b (BCE3E4)T „ὡς δ’ ὅτε τίς τε κύων

### book 299b.3

συὸς ἀγρίου“ (Θ 338). AT

### book 301

〈βαλέειν:〉 πρὸς τὸ βαλέειν. Aim

### book 304a.1

〈Αἰσύμηθεν:〉 Ἀρίσταρχος „Αἰσύμνηθεν“ καὶ ἡ Ζηνο‐

### book 304a.2

δότου καὶ ἡ Ἀριστοφάνους. Aim

### book 304b.1

ἐξ ΑΙΣΥΜΝΗΘΕΝ: „Αἰσύ〈μ〉νηθεν“ διὰ τοῦ ν καὶ ἡ

### book 304b.2

Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους. | „ἐξ Αἰσύμηθεν“ ἴσως τῆς Νιρέως

### book 304b

Σύμης (cf. Β 671). οἱ δὲ „αἰσύμνηθεν“ ἀπὸ βασιλικοῦ γένους. T

### book 306-8a.1

μήκων δ’ ὡς ἑτέρωσε〈—βαρυνθέν〉: ἤτοι τὸ

### book 306-8a.2

ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτ’ ἐνὶ κήπῳ καρπῷ βρι‐

### book 306-8a.3

θομένη ἐστί (cf. 306—7)· λείπει γὰρ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἔστιν ἡ

### book 306-8a.4

μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀνταπόδοσις λεγομένη· καὶ

### book 306-8a.5.1

γὰρ ἑξῆς ἐπιφέρει· ὣς ἑτέρως’ ἤμυσε κάρη (308)· καὶ ἐν ἄλλοις δὲ

### book 306-8a.5.2

εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλε (306) διαστε‐

### book 306-8a.5.3

λοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν (307) ὑποστίξομεν. δύναται δὲ καὶ

### book 306-8a.5.4

ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπι‐

### book 306-8a.5.5

φερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε (cf. 306),

### book 306-8a.10.1

ὣς ἑτέρως’ ἤμυσε κάρη (308). ἢ περισσόν ἐστι τὸ ἥ (306) ἄρθρον

### book 306-8a.10.2

καὶ ὁ τέ (306) σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε

### book 306-8a.10.3

{ὣς ἑτέρως’ ἤμυσε κάρη βάλλει} καρπῷ βριθομένη, ὣς ἑτέρως’

### book 306-8a.10.4

ἤμυσε (308). βέλτιον δὲ 〈δὶσ〉 ὑποστίζειν. A

### book 306-8b

μήκων δ’ ὡς ἑτέρωσε〈—βαρυνθέν〉: ὅλον ὅλῳ

### book 306-8b.1

παραβέβληται. ἔστι δὲ διάκενος ἡ μήκων· διὸ βαρεῖται. | ἔστι δὲ κοι‐

### book 306-8b.2

νὸν τὸ κάρη βάλεν (306). A b (BCE3E4)T

### book 307a.1

καρπῷ βριθομένη: ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν,

### book 307a.2

εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρί‐

### book 307a.3

θεται. ἢ κοινὸν τὸ „κάρη βάλεν“ (Θ 306). A

### book 307b.1

καρπῷ βριθομένη: λείπει τὸ ἔστιν· οὐ γὰρ ἀναδέχεται ὁ

### book 307b.2

Νικάνωρ (p. 195 Friedl.) τὴν μετοχὴν ἀντὶ ῥήματος. b(BCE3E4)T

### book 307c

νοτίῃσί τε εἰαρινῇσιν: εἰ γὰρ μὴ ἦν ὑγρά, οὐκ ἂν

### book 307c

ἐπεκάμφθη, ἀλλ’ ἐκλᾶτο. b(BCE3E4)T

### book 308a

〈ἑτέρως’:〉 ὅτι τὸ πλῆρες ἑτέρωσε. Aim

### book 308b

πήληκι βαρυνθέν: Αἰτωλικὸν τὸ πήληξ. T

### book 311a.1

〈ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε:〉 διχῶς „ἀλλ’ ὅ γε τοῦ

### book 311a.2

μὲν ἅμαρτε“ καὶ ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε. Aim

### book 311b.1

παρέσφηλε〈ν〉 γὰρ Ἀπόλλων: καὶ τὸν Ἕκτορα σῴζει

### book 311b.2

καὶ Τεῦκρον ἐπαίρει ὡς μὴ ἀποτυχόντα, ἀλλὰ σφαλέντα. παρέσφηλε

### book 311b.3

δὲ τὸ βέλος ἢ τὸν Τεῦκρον. b(BCE3E4)T

### book 312a.1

{ἀλλ’} Ἀρχεπτόλεμον: ὅτι ἐνταῦθα καταλέλοιπε Ζη‐

### book 312a.2

νόδοτος Ἀρχεπτόλεμον, πεποίηκε δὲ ἄνω (sc. Θ 128) „Ἰφιτίδην

### book 312a.3

Ἐρασιπτόλεμον“. A

### book 312b.1

ἀλλ’ Ἀρχεπτόλεμον: ὅτι μόνους τοὺς Ἕκτορος ἡνιό‐

### book 312b.2

χους ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν (sc. Θ 119—23)

### book 312b.3

Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα (sc. Π 737—43) Κε‐

### book 312b.4

βριόνην· θρασὺς γὰρ ἡνίοχός ἐστιν ὁ Ἕκτωρ (cf. Θ 89—90). διδάσκει

### book 312b.5.1

οὖν ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία. b(BCE3E4)T / τρεῖς δὲ αὐ‐

### book 312b.5.2

τοῦ ἡνίοχοι ἀναιροῦνται. T

### book 313a.1

〈ἱέμενον πόλεμον δέ:〉 βραχὺ διασταλτέον μετὰ τὴν δε

### book 313a.2

συλλαβήν. Aim

### book 313b1.1

ἱέμενον πόλεμον δέ: ἔδρασεν οὖν ἄν τι χαλεπόν, εἰ μὴ

### book 313b1.2

†βέβληται. T

### book 313b2.1

ἐμφαίνει διὰ τούτου ὅτι ἔδρασεν ἄν τι χαλεπόν, εἰ μὴ ὑπὸ

### book 313b2.2

Ἀπόλλωνος μὲν παρεσφάλη, ὑπὸ δὲ Ἕκτορος ἐτρώθη. b(BCE3E4)

### book 313c

〈βάλε στῆθος:〉 πρὸς τὸ βάλε ἀντὶ τοῦ ἔπαισεν. Aint

### book 316a

〈Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:〉

### book 316a

ὅτι ἐλλείπει ἡ [περί], περὶ ἡ[νι]όχου. Aint

### book 316b1.1

πύκασε φρένας ἡνιόχοιο: λείπει ἡ περί, ὡς „οἰκτρο‐

### book 316b1.2

τάτην ἤκουσα ὄπα Πριάμοιο θυγατρόσ“ (λ 421), οὐ κατ’ αὐτῆς ὄπα,

### book 316b1.3

ἀλλὰ περὶ αὐτῆς, ἣν ἔλεγε Κλυταιμνήστρα καταβοῶσα Ἀγαμέμνονος

### book 316b1.4

ὅτι ἐπαγάγοι αὐτῇ βάρβαρον γυναῖκα. ὁ οὖν ἐξ αὐτῆς ψόγος οἰκτρὸς

### book 316b1.5.1

ἦν τῷ Ἀγαμέμνονι. οὕτως οὖν καὶ ἐνταῦθα λείπει ἡ περί, Ἕκτορα δ’

### book 316b1.5.2

αἰνὸν ἄχος πύκασε φρένας περὶ τοῦ ἡνιόχου. T

### book 316b2

〈ἡνιόχοιο:〉 περί. Til

### book 317.1

〈καὶ ἀχνύμενός περ ἑταίρου:〉 λείπει ἡ περί, περὶ ἑταί‐

### book 317.2

ρου. Aim

### book 321a.1

σμερδαλέα ἰάχων, ὁ δὲ 〈χερμάδιον λάβε χειρί〉: ὅτι

### book 321a.2

ὡς περὶ ἑτέρου ὁ δὲ χερμάδιον ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς

### book 321a.3

εἰ ἔλεγεν· οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί. A

### book 321b.1

ὁ δὲ χερμάδιον: ὁ δέ Ὁμηρικὸν ἔθος, ὡς περὶ ἑτέρου λε‐

### book 321b.2

γόμενον. AT

### book 322

〈βαλέειν:〉 ὅτι ἐπὶ τοῦ τρῶσαι. Aim

### book 325a1.1

αὐερύοντα 〈παρ’ ὦμον〉: ὅτι αὐερύοντα σαφῶς εἰς

### book 325a1.2

τοὐπίσω ἕλκοντα· καὶ „παλίντονα τόξα“ (Θ 266, cf. Κ 459. Ο 443)

### book 325a1.3

ἀπὸ τούτου. | οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐερύοντα, ὡς ἀξιοῖ

### book 325a1.4

Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι

### book 325a1.5

αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφα‐

### book 325a1

σκεν τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου. A

### book 325a2

παρ’ ὦμον: δύναται ἀμφοῖν συντάσσεσθαι. T

### book 325b

{ὅθι κληῒς} ἀποέργει: οὕτω χωρὶς τοῦ ι ἀποέργει. T

### book 326.1

μάλιστα δὲ καίριόν ἐστιν: διὰ τὸν σύνδεσμον τῆς ὠμο‐

### book 326.2

πλάτης πρὸς τὸν ὦμον. καίριον δὲ ὡς πρὸς τοξότην. b(BE3E4)T

### book 328a.1

ῥῆξε δέ οἱ νευρήν· 〈νάρκησε δὲ χεῖρ’ ἐπὶ καρπῷ〉:

### book 328a.2

ὅτι ἐν τοῖς ἑξῆς (sc. Ο 469) τούτου μνημονεύει „νευρὴν δ’ ἐξέρ〈ρ〉ηξε

### book 328a.3

νεοστρεφέα“. καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ 〈***〉 τὴν χεῖρα

### book 328a.4

κατὰ τὸν καρπόν. A

### book 328b.1

ῥῆξε δέ οἱ νευρήν: προδιέλυσε τὴν ὁρμὴν τοῦ λίθου ἡ

### book 328b.2

νευρὰ κοπεῖσα. b(BE3E4)T

### book 328c.1

νάρκησε δὲ χείρ: ποῖος ὦμος βέβληται; δηλονότι ὁ

### book 328c.2

ἀριστερὸς δι’ ὧν φησι „τόξον δέ οἱ ἔκπεσε χειρόσ“ (Θ 329). ἄλλως τε

### book 328c.3

τὸν προβεβλημένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον

### book 328c.4

ἐν τῷ τοξεύειν. A b (BE3E4)T

### book 328d1.1

χεὶρ ἐπὶ καρπῷ: τινὲς προπεριέσπασαν τὸ χειρ, ἵν’

### book 328d1.2

ἔχῃ ἐντέλειαν πτώσεως αἰτιατικῆς. ὁ μέντοι Ἀσκαλωνίτης (p. 49 B.)

### book 328d1.3

ὀξύνει καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα μὴ σχῆμα γένηται. A

### book 328d2

χεὶρ ἐπὶ καρπῷ: τινὲς „χεῖρα“ κατ’ αἰτιατικήν. AT

### book 331a1.1

ἀλλὰ θέων περίβη: τὴν προθυμίαν αὐτοῦ δηλοῖ διὰ

### book 331a1.2

τοῦ θέων. οὐ γὰρ ἦν πόρρω. T

### book 331a2.1

τὴν προθυμίαν καὶ σπουδὴν αὐτοῦ διὰ τοῦ θέων ἐδήλω‐

### book 331a2.2

σεν, ἐπεὶ οὐ μακρόθεν ἦν, ἀλλ’ ἐγγύς. b(BE3E4)

### book 331b.1

περίβη: ὅτι ἀπὸ τῶν ὑπερμαχούντων τοῖς ἐκγόνοις

### book 331b.2

ζώων, πρὸς τὸ „Χρύσην ἀμφιβέβηκεν“ (Α 37). A

### book 335.1

Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν: πάλιν ἐπὶ τὸν

### book 335.2

Δία τὸ αἴτιον ἀναφέρει τῆς νίκης, b(BE3E4)T μὴ θέλων μωμῆσαι

### book 335

Ἕλληνας. b(BE3E4)

### book 336.1

〈οἱ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς:〉 τῇ τα‐

### book 336.2

ραχῇ τῶν φευγόντων μονονουχὶ καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες

### book 336.3

ἐνέπεσον. b(BCE3E4)

### book 337.1

Ἕκτωρ δ’ ἐν πρώτοισι κίε: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν,

### book 337.2

AT „Ἕκτωρ δὲ πρώτοισι“· A καὶ ἔστιν· ὁ δὲ Ἕκτωρ ἐπὶ

### book 337.3

τοὺς πρώτους ὥρμα. AT

### book 338-40.1

ὡς δ’ ὅτε τίς τε κύων〈—δοκεύει〉: οὐ δεόν‐

### book 338-40.2

τως, φασί, τῷ κυνὶ ἓν ζῷον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώ‐

### book 338-40.3

κοντα A b (BCE3E4)T πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν

### book 338-40.4

διώκοντα b(BCE3E4)T κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ

### book 338-40.5.1

ζῴῳ †καὶ πρώην† λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ

### book 338-40.5.2

εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ „αἰὲν ἀπο‐

### book 338-40.5.3

κτείνων τὸν ὀπίστατον“ (Θ 342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ

### book 338-40.5.4

οὐ πρὸς ἰσχύν, ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς

### book 338-40.5.5

δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. A b (BCE3E4)

### book 338-40.10.1

T τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχω‐

### book 338-40.10.2

ροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. b(BCE3E4)T ἔπειτα

### book 338-40.10.3

καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλλη‐

### book 338-40.10.4

νας· προεῖχον γὰρ τῇ ῥώμῃ καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς

### book 338-40.10.5

εἴωθε κακοπραγοῦντας αὐτοὺς εἰκάζειν θηρσίν· b(BE3E4)T ὁ μὲν

### book 338-40.15.1

γὰρ Ἀντίλοχος θηρί, „ἀλλ’ ὁ γὰρ ἔτρεσε θηρὶ 〈κακὸν ῥέξαντι ἐοι‐

### book 338-40.15.2

κώσ〉“ (Ο 586), ὁ δὲ Αἴας καὶ τοῦ Διὸς φοβοῦντος αὐτὸν ἀναχωρῶν

### book 338-40.15.3

λέοντι παραβάλλεται (sc. Λ 548—57), οἱ δὲ Τρῶες νεβροῖς (cf. Χ 1). T

### book 339-40.1

ἅπτηται〈— / ἰσχία τε γλουτούς τε ἑλισσό‐

### book 339-40.2

μενόν τε δοκεύει〉: εὖ τὸ ἅπτηται (339)· οὐ γὰρ ἐπιλαμβάνεται,

### book 339-40.3

ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἐναντίος γὰρ οὐ πρόσεισι

### book 339-40.4

τῷ θηρίῳ τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ

### book 339-40.5.1

ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥᾳδίως ἐκκλίνειν

### book 339-40.5.2

τὴν ἐπιστροφὴν τοῦ θηρίου· ἐπιφέρει γοῦν ἑλισσόμενόν τε δο‐

### book 339-40.5.3

κεύει (340). καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἑλληνικόν. b(BCE3

### book 339-40

E4)T

### book 339

〈διώκων:〉 γράφεται „πεποιθώσ“. Aim

### book 340a1.1

ἰσχία τε γλουτούς τε: τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συν‐

### book 340a1.2

απτέον, ἵν’ ᾖ σχῆμα „ἅπτηται“ (339) ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς

### book 340a1.3

„Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππουσ“ (Ε 748. Θ 392). ἢ τοῖς

### book 340a1.4

ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ. A

### book 340a2.1

{ἅπτηται ἰσχία:} ὡς „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“. οἱ δὲ ‘δο‐

### book 340a2.2

κεύει ἰσχία καὶ ἑλισσόμενον‘. T

### book 340b.1

〈ἰσχία τε γλουτούς τε:〉 σημειοῦνταί τινες ὅτι ὑγιῶς

### book 340b.2

διέσταλκεν. Aim

### book 340c1.1

〈ἑλισσόμενον:〉 οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν

### book 340c1.2

γὰρ ὗν ἐπιστρεφόμενον παρατηρεῖ. Aint

### book 340c2

διὰ τοῦ ν· περὶ γὰρ τοῦ συὸς λέγει. Til

### book 343-4.1

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν/

### book 343-4.2

φεύγοντεσ〉: τῇ ταραχῇ τῶν φευγόντων καὶ μονονουχὶ ἐμπιπτόν‐

### book 343-4.3

των τῇ τάφρῳ οἰκεῖον τὸ ὑπερβατόν. T

### book 344

〈πολλοὶ δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. ἔστι δὲ διὰ μέσου. Til

### book 345-7.1

οἱ μὲν δὴ παρὰ νηυσὶν〈— /〉 ἀλλήλοισί τε

### book 345-7.2

κεκλόμενοι καὶ πᾶσι θεοῖσι/ χεῖρας 〈ἀνίσχοντες—εὐχε‐

### book 345-7.3

τόωντο ἕκαστοσ〉: οὐχ ὥσπερ οἱ Τρῶες „πεφυζότες ἠΰτε νεβροί“

### book 345-7.4

(Χ 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον τὸ Ἑλληνικόν. εὔχονται γοῦν

### book 345-7.5

θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν. b(BCE3E4)T

### book 346-7a.1

ἀλλήλοισί τε κεκλόμενοι 〈καὶ πᾶσι θεοῖσι | χεῖ‐

### book 346-7a.2

ρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστοσ〉: μετὰ τὸ κεκλό‐

### book 346-7a.3

μενοι (346) στικτέον· ἑτέραν γὰρ πεποίηκε περίοδον τὴν ἑξῆς, ὡς εἴ

### book 346-7a.4

γε διὰ τοῦ δ ἐγράφετο „μέγα δ’ εὐχετόωντο“, ἐστίξαμεν ἂν ἐπὶ τὸ

### book 346-7a.5

ἀνίσχοντες (347). καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν. A

### book 346-7b.1

〈ἀλλήλοισί τε κεκλόμενοι καὶ— /〉 χεῖρας ἀνί‐

### book 346-7b.2

σχοντες μεγάλ’ εὐχετόωντο: ἀπὸ μετοχῆς εἰς ῥῆμα μετέβη, ὡς τὸ

### book 346-7b.3

„ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τ’ ἔβαλλον“ (Γ 80). T

### book 348.1

ἀμφιπεριστρώφα: οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλ’

### book 348.2

ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος

### book 348.3

ἐπιστροφὴν ζητοῦντος, κατὰ ποῖον εἰσελάσει τοὺς ἵππους μέρος. b

### book 348.4

(BCE3E4)T

### book 349a1

Γοργοῦς ὄμματ’ ἔχων 〈ἠδὲ βροτολοιγοῦ Ἄρηοσ〉:

### book 349a1.1

ὁ Ζηνόδοτος γράφει „Γοργόνος ὄμματ’ ἔχων ἠὲ βροτολοιγοῦ Ἄρη‐

### book 349a1.2

οσ“. ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει „τῇ δ’ ἐπὶ μὲν Γοργώ“ (Λ 36) ὡς

### book 349a1.3

Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς. | Ἀρίσταρχος δὲ γράφει

### book 349a1.5.1

σὺν τῷ ι „οἴματ’ ἔχων“, καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι· τὰς

### book 349a1.5.2

ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τὴν δημώδη εἶχον Γοργοῦς

### book 349a1.5.3

ὄμματ’ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον „τῇ δ’

### book 349a1.5.4

ἐπὶ μὲν Γοργὼ βλοσυρῶπισ“ (Λ 36). χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν. A

### book 349a2

Ἀρίσταρχος „Γοργοῦς οἴματ’ ἔχων“. Aim

### book 349b.1

Γοργοῦς ὄμματ’ ἔχων: Ζηνόδοτος „Γοργόνοσ“, κα‐

### book 349b.2

κῶς· οὔτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν, ἀλλὰ „Γορ‐

### book 349b.3

γώ“ (Λ 36, Hsd. scut. 224) b(BCE3E4)T καὶ „Γοργείη κεφαλή“

### book 349b.4

(Ε 741) καὶ „Γοργούς θ’, αἳ ναίουσι“ (Hsd. th. 274). T

### book 349c1.1

Γοργοῦς ὄμματ’ ἔχων: αἱ Ἀριστάρχου „οἴματα“, αἱ

### book 349c1.2

δὲ πλείους ὄμματα· φησὶ γὰρ „Γοργὼ βλοσυρῶπισ“ (Λ 36), καὶ ἀπὸ

### book 349c1.3

τῶν ὀμμάτων εἴωθε χαρακτηρίζειν, ὡς „ὄμματα καὶ κεφαλήν“ (Β 478),

### book 349c1

„κυνὸς ὄμματ’ ἔχων“ (Α 225) καὶ „φολκὸς ἔην“ (Β 217). T

### book 349c2.1

Ἀρίσταρχος μὲν „οἴματα“ φησίν, οἱ δὲ ἄλλοι ὄμματα·

### book 349c2.2

φησὶ γὰρ „βλοσυρῶπισ“, καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ

### book 349c2.3

προσώπου χαρακτηρίζειν, ὡς τὸ „κυνὸς ὄμματ’ ἔχων“. b(BCE3E4)

### book 350.1

τοὺς δὲ ἰδοῦς’ ἐλέησε 〈θεὰ λευκώλενος Ἥρη〉: ἀναρτᾷ

### book 350.2

πάλιν ἡμᾶς ἀπὸ τῶν παρόντων μὴ διηγούμενος τὴν δυστυχίαν τῶν

### book 350.3

Ἑλλήνων ὡς φιλέλλην. b(BCE3)T

### book 351.1

αἶψα δ’ Ἀθηναίην: αἶψα δίχα ἐπιλογισμοῦ· διὸ καὶ με‐

### book 351.2

ταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος (sc. Θ 198—211)

### book 351.3

ταύτην πείθει. b(BCE3E4)T

### book 352.1

〈ὦ πόποι:〉 οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. b

### book 352.2

(BCE3E4)Til

### book 352.1

νῶϊ: †ἡμῖν† κοινῇ διαλέκτῳ· Δωριεῖς—πτώσεως,

### book 352.2

†ἡμῶν καὶ ἡμῖν. A

### book 352-3a1.1

οὐκέτι νῶϊ / Ἀργείων 〈Δαναῶν〉 κεκαδησόμεθ’

### book 352-3a1.2

ὑστάτιόν περ: οὐκέτι ὕστερον χαριούμεθα †τῶν ἑλλήνων†· ἀπο‐

### book 352-3a1.3

λοῦνται γάρ, ὡς μὴ χρείαν ἔχειν τῆς ἐξ ἡμῶν ἐπικουρίας. τινὲς δὲ

### book 352-3a1.4

κατ’ ἐρώτησιν. T

### book 352-3a2.1

κατ’ ἐρώτησιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησί, κἂν ἐ‐

### book 352-3a2.2

σχάτως τῶν Ἀργείων κεκαδησόμεθα Ἑλλήνων; b(BCE3E4)

### book 353a

〈ὀλλυμένων:〉 γράφεται „Ἀργείων“. Aim

### book 353b.1

κεκαδησόμεθα: ἀντὶ τοῦ φροντιοῦμεν, παρὰ τὸ κήδε‐

### book 353b.2

σθαι. b(BCE3)T | ἔχουσιν οὖν ἀπολογίαν διὰ τὸ μὴ περιορᾶν τὴν

### book 353b.3

Ἑλλήνων ἐσχάτην ἀπώλειαν. | ἔστι δὲ μέσος δεύτερος μέλλων καδή‐

### book 353b.4

σομαι καὶ Αἰολικῷ ἀναδιπλασιασμῷ κεκαδήσομαι. T

### book 353c.1

ὑστάτιόν περ: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνα ᾖ

### book 353c.2

ὑστάτιον „οἶτον“ (Θ 354), βέλτιον δέ, ὡς σύνηθες, τοῖς ἄνω. ἡ δὲ

### book 353c.3

διάνοια· οὐκέθ’ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον

### book 353c

νῦν. A

### book 353d.1

ὑστάτιον: ἀντὶ τοῦ ὕστατον, ὡς „†μάλλιον†“ (Tyrt. fr.

### book 353d.2

9, 6 D.3 = P.) τὸ μᾶλλον. AT

### book 355-6.1

ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνετ〈αι οὐκέτ’ ἀνεκτῶσ〉 /

### book 355-6.2

Ἕκτωρ Πριαμίδης: τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μὴ ἄρα

### book 355-6.3

αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι. ἡ δὲ συνιεῖσα τὸ σιωπηθέν φησιν

### book 355-6.4

„ἀλλὰ πατὴρ οὑμόσ“ (Θ 360). ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ

### book 355-6.5.1

ῥιπῇ (355) ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτο‐

### book 355-6.5.2

ρος· „ἐν δ’ ἔπες’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ“ (Λ 297) καὶ „μαίνετο δ’

### book 355-6.5.3

ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ“ (Ο 605). b(BE3E4)T

### book 355.1

ἀνεκτῶς: ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ

### book 355.2

ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ „ἦ δὴ λοίγια

### book 355.3

ἔργα τάδ’ ἔσσεται, οὐκέτ’ ἀνεκτά“ (Α 573). A

### book 358-60.1

〈καὶ λίην οὗτός γε—μαίνεται οὐκ ἀγαθῇ‐

### book 358-60.2

σι:〉 περὶ τούτου μὲν οὖν οὔ μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον

### book 358-60.3

οὐδέπω. ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος. b(BCE3E4)Til

### book 358.1

λίην: ὅσον οὐδέπω. οὕτως ἔχει καὶ τὸ „ἀλλ’ ἴομεν· μάλα

### book 358.2

γὰρ νὺξ ἄνεται“ (Κ 251). T

### book 360a

〈οὑμός:〉 ὁ μέγας καὶ σεμνός. Til

### book 360b.1

φρεσὶ μαίνεται: ἐνθουσιᾷ, ὡς τὸ „μαίνετο δ’ ὡς ὅτ’

### book 360b.2

Ἄρησ“ (Ο 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ. b(BCE3E4)T

### book 361a.1

σχέτλιος: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ

### book 361a.2

ἐν τῷ καθόλου δέ, ἀλλ’ εἰς ταύτην μόνην. A

### book 361b.1

〈ἀλιτρός:〉 εἰς ἐμὲ ἀλιτρός, διὰ τὰ πεπονημένα εἰς

### book 361b.2

Ἡρακλέα. Til

### book 361c

〈ἀπερωεύς:〉 ἀποκωλυτής. Til

### book 362.1

οὐδέ τι τῶν μέμνηται: πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς

### book 362.2

τὸν Ἡρακλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι·

### book 362.3

αὕτη γὰρ ἠναντιοῦτο αὐτῇ σῳζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον

### book 362.4

ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσενεγ‐

### book 362.5.1

κάμενοι καὶ δι’ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρί‐

### book 362.5.2

στων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέρειν

### book 362.5.3

πρὸς οὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμφόμενοι

### book 362.5.4

ἑαυτοὺς ἐπὶ τῇ ἀβούλῳ κρίσει. b(BE3E4)T

### book 363

〈ἀέθλων:〉 κακοπαθειῶν. Til

### book 364a1.1

〈πρὸς οὐρανόν:〉 αὔξει τὴν ἐπικουρίαν. δηλοῖ δὲ καὶ τὸ

### book 364a1.2

εὐσεβὲς Ἡρακλέους. Til

### book 364a2.1

τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικου‐

### book 364a2.2

ρίαν. b(BCE3E4)

### book 364-5.1

〈αὐτὰρ ἐμὲ Ζεύς / —προΐαλλεν:〉 ἀπολογεῖται

### book 364-5.2

τῇ μητρυᾷ. Til

### book 367-8.1

εὖτέ μιν εἰς Ἀΐδαο〈—Ἀΐδαο〉: ἀπὸ τοῦ μείζο‐

### book 367-8.2

νος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν‐

### book 367-8.3

δαρος (fr. 249 b, p. 75 Sn.) δὲ ἑκατόν, Ἡσίοδος (cf. th. 312) δὲ πεν‐

### book 367-8.4

τήκοντα ἔχειν αὐτὸν κεφαλάς φασιν. A b (BCE3E4)T

### book 367

〈πυλάρταο:〉 διὰ τὸ μηδένα ἀνιέναι. Til

### book 367

πυλάρταο: ἰσχυρῶς—ἐξ Ἅιδου. A

### book 368.1

ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο: ὅτι τού‐

### book 368.2

του μόνου τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν †τίνες ἦσαν†. καὶ ὅτι

### book 368.3

κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι (e. g. Hsd.

### book 368

th. 311). A

### book 368.5.1

κύνα 〈στυγεροῦ〉 Ἀΐδαο: τὸν Κέρβερον. τελεσθέντων

### book 368.5.2

—Ἅιδου βοῶν ἀπέσφαξεν. A

### book 369

Στυγὸς ὕδατος: Στὺξ μία—κρήνη ἐν Ἅιδου. A

### book 369.1

αἰπὰ ῥέεθρα: προσάντη καὶ ἄνωθεν καταρρέοντα. b

### book 369.2

(BCE3E4)T „καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ“ (Ο 37). T τὸν

### book 369.3

πλοῦν δὲ τοῦ Κωκυτοῦ φησιν, „ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ“

### book 369.5

(κ 514). b(BCE3E4)T

### book 370a.1

〈στυγέει:〉 οὐκ εἶπεν ὅτι οὐδὲν ἀντευεργετεῖ, ἀλλ’ ἠθι‐

### book 370a.2

κῶς ὅτι καὶ μισεῖ με. b(BCE3E4)Til

### book 370b1.1

Θέτιδος δ’ ἐξήνυσε βουλάς: ἀπέκρυψεν αὐτῆς τὴν

### book 370b1.2

χάριν, τὴν δὲ ἰδίαν ὠνείδισεν. T

### book 370b2.1

τὴν μὲν Θέτιδος χάριν ἀπέκρυψε λέγουσα δωρεὰν αὐτὴν

### book 370b2.2

εὐεργετεῖσθαι, τὴν δὲ ἰδίαν ὠνείδισε εὐεργετουμένη. b(BCE3E4)

### book 371-2a.1

ἥ οἱ γούνατ’ ἔκυσσε〈—πτολίπορθον〉:

### book 371-2a.2

ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγήσασθαι, καὶ ταῦ‐

### book 371-2a.3

τα πρὸς τὴν καλῶς εἰδυῖαν. καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστο‐

### book 371-2a.4

ροῦμεν. A

### book 371b1.1

ἥ οἱ γούνατ’ ἔκυσσε〈—πτολίπορθον〉: παρὰ

### book 371b1.2

Ζηνοδότῳ οὐκ ἦσαν οἱ δύο. T

### book 371b2

οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν. Aim

### book 373a.1

ἔσται μάν, 〈ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ〉:

### book 373a.2

πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ „ἔσσεται ἦμαρ, ὅτ’ ἄν ποτ’ ὀλώλῃ

### book 373a

Ἴλιος ἱρή“ (Δ 164. Ζ 448) ἀντὶ τοῦ ὅτε ὀλεῖται. A

### book 373b.1

ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα: ἠθικῶς πάνυ τῶν

### book 373b.2

φιλοφρονήσεων τοῦ πατρὸς μέμνηται ταῦτα τὰ ὀνόματα εἰποῦσα, οἷς

### book 373b.3

ὑπεκορίζετο αὐτὴν ὁ Ζεὺς πρὸς τὰς χρείας παρακαλῶν. b(BCE3E4)T

### book 374.1

ἐπέντυε μώνυχας ἵππους: οὐχ ὡς ἥττονι προστάσσει,

### book 374.2

ἀλλὰ καιρὸν λαμβάνουσα πρὸς τὸν ὁπλισμόν. b(BCE3E4)T

### book 376

〈ἴδωμαι:〉 γράφεται „ἴδωμεν“. Aim

### book 377-8.1

εἰ νῶϊν Πριάμοιο πάϊσ〈— / γηθήσει〉: ἠθι‐

### book 377-8.2

κῶς πρὸς τὸ „ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶσ“ (Θ 355). b(BCE3E4)T

### book 377a1.1

{εἰ} νῶϊ: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „νῶϊν“. τοῦτο

### book 377a1.2

δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶϊ

### book 377a1.3

ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς. A

### book 377a2

ἀντὶ τοῦ ἡμῶν. Aint

### book 378a1

γηθήσει προφανείσα 〈ἀνὰ πτολέμοιο γεφύρασ〉:

### book 378a1.1

Ἀρίσταρχος „προφανέντε“ ὡς „πληγέντε κεραυνῷ“ (Θ 455), δυϊκῶς.

### book 378a1.2

ὁ δὲ Ζηνόδοτος „γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον ἀκόντων“ (cf.

### book 378a1.3

Λ 364), συστέλλων τὴν τελευταίαν, | παροξυτόνως προφερόμενος

### book 378a1.5.1

μετ’ ἐκτάσεως τοῦ α. | ἔστι δὲ ἄκρατον Δώριον. | σπάνιον δὲ τὸ τοιοῦ‐

### book 378a1.5.2

το παρὰ τῷ ποιητῇ. A

### book 378a2

γράφεται „προφανείσα“. Aim

### book 378b1.1

〈γηθήσει〉 προφανείσα 〈ἀνὰ πτολέμοιο γεφύ‐

### book 378b1.2

ρασ〉: δυϊκῶς. Ἀρίσταρχος δὲ „προφανέντε“ ὡς „πληγέντε κεραυνῷ“

### book 378b1.3

(Θ 455). ὁ δὲ Ζηνόδοτος „γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον

### book 378b1.4

ἀκόντων“, συστέλλων τὸ σας ὡς Δωρικώτερον, ὡς τὸ „λαγέτας

### book 378b1.5.1

υἱούσ“ (cf. Pind. Ol. 1, 89) καὶ „τροπὰς ἠελίοιο“ (Hsd. opp. 564.

### book 378b1.5.2

663). T

### book 378b2.1

προφανείσα δὲ γράφει Ἀρίσταρχος δυϊκῶς, ὁ δὲ Ἡρω‐

### book 378b2.2

διανὸς „προφανεῖσασ“ βούλεται συστέλλων Δωρικῶς τὸ α, ᾧ καὶ

### book 378b2.3

πειθόμεθα. b(BCE3E4)

### book 379a.1

ἦ τις {καὶ Τρώων}: περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα

### book 379a.2

διαπορητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ἦ περισπασθήσεται. A

### book 379b.1

ἦ τις καὶ Τρώων κορέσει 〈κύνασ〉: περισπαστέον

### book 379b.2

τὸ〈ν〉 ἦ· διαπορητικὸς γάρ ἐστιν. | τὸ δὲ τίς ἢ περισσόν, ἢ τὶς ἐκ τῶν

### book 379b.3

Τρώων. εἰ δὲ ἐπὶ Ἕκτορος, οὗτος ὁ νοῦς· ‘ὡς ἄλλος τις κορέσει κύ‐

### book 379b.4

νασ‘. T

### book 385-7a1.1

πέπλον μὲν κατέχευεν〈—νεφεληγερέ‐

### book 385-7a1.2

ταο〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (sc. Ε

### book 385-7a1.3

734—6) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς

### book 385-7a1.4

οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. | ἠθέτει δὲ καὶ Ἀριστοφάνης. Ζη‐

### book 385-7a1.5

νόδοτος δὲ οὐδὲ ἔγραφεν. A

### book 385-7a2.1

{πέπλον μὲν κατέχευε:} Ἀριστοφάνης ἠθέτει τοὺς τρεῖς,

### book 385-7a2.2

Ζηνόδοτος δὲ οὐδὲ ἔγραψεν. T

### book 385

〈κατέχευεν:〉 θαυμασίως οὐ γυμνοῖ τὴν παρθένον. Til

### book 389a1.1

λάζετο {δ’ ἔγχος}: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ

### book 389a1.2

Περὶ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ υ προφέρεται „λάζυτο“. καὶ ἔστιν

### book 389a1

οὐκ ἀδόκιμος ἡ φράσις. A

### book 389a2.1

{λάζετο δ’ ἔγχος:} Πτολεμαῖος διὰ τοῦ υ. καὶ ἔστιν οὐκ

### book 389a2.2

ἄκαιρος ἡ γραφὴ „λάζυτο“. T

### book 390-1.1

βριθὺ μέγα〈—ὀβριμοπάτρη〉: ἀθετοῦνται καὶ

### book 390-1.2

οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (sc. ex Ε 746—7) μετηνέχθησαν. A

### book 393a.1

πύλαι μύκον οὐρανοῦ: ὅτι πύλας οὐρανοῦ τὰ νέφη

### book 393a.2

ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ

### book 393a.3

οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου. A

### book 393b.1

μύκον: οὕτω λέγει ἐπὶ τῶν θυρῶν, b(BCE3E4)T ἀεὶ

### book 393b.2

ταύτην μιμούμενος τὴν φωνήν· b(BCE3E4) „τὰ δ’ ἀνέβραχεν

### book 393b.3

ἠΰτε ταῦρος 〈/ βοσκόμενος λειμῶνι〉· τός’ ἔβραχε καλὰ θύρετρα“ (φ

### book 393b.4

48—9). b(BCE3E4)T | τὸ δὲ μύκον ἀντὶ τοῦ ἀνεῴχθησαν. T

### book 396

〈τῇ:〉 ἀντὶ τοῦ ἐκεῖ. Til

### book 399a.1

βάσκ’ ἴθι Ἶρι ταχεῖα: ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον

### book 399a.2

τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχεῖα. A

### book 399b.1

βάσκ’ ἴθι, Ἶρι, ταχεῖα: ἀντὶ τοῦ ταχέως—„λῦσεν δ’

### book 399b.2

ἀγορὴν αἰψηρήν“ (Τ 276) b(BCE3E4)T ἀντὶ τοῦ αἰψηρῶς, T

### book 399b.3

καὶ „ταχέες δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287) b(BCE3E4)T καὶ

### book 399b.4

„βράχε δ’ εὐρεῖα χθών“ (Φ 387)—· ἀελλόπους γάρ (cf. Θ 409 al.). T

### book 399-400a1.1

μηδ’ ἔα ἄντην 〈/ ἔρχεσθ’—πτόλεμον

### book 399-400a1.2

δέ〉: μηδὲ ἔα εἰς τὸ ἐναντίον τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι αὐτάς· οὐ γὰρ

### book 399-400a1.3

καλῶς εἰς τὸν πόλεμον σπευσόμεθα. T

### book 399-400a2.1

λέγει δὲ ὅτι μὴ συγχώρει αὐτὰς ἐξ ἐναντίας τῆς ἐμῆς κε‐

### book 399-400a2.2

λεύσεως ἔρχεσθαι· οὐ γὰρ καλῶς ὑποστραφήσονται. b(BCE3E4)

### book 401.1

〈ὡς καὶ τετελεσμένον ἔσται:〉 γράφεται „τὸ δὲ καὶ τε‐

### book 401.2

τελεσμένον ἔσται“. Aim

### book 402a

γυιώσω μέν σφωϊν〈—ὠκέας ἵππουσ〉: βλάψω,

### book 402a

ὅ ἐστι χωλανῶ, καὶ κενοὺς εἰς τὴν πορείαν ποιήσω. T

### book 402b.1

σφωϊν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ ἀντωνυμία· τρίτου γὰρ

### book 402b.2

προσώπου, τὰ δὲ τρίτα δυϊκά, τό τε σφωέ καὶ σφωΐν, ἐγκλιτικά

### book 402b.3

ἐστι〈ν〉. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν, προπερισπᾶται· ὀρ‐

### book 402b.4

θοτονεῖται γὰρ τὸ „γυιώσειν μὲν σφῶϊν“ (Θ 416). A

### book 405a.1

ἕλκε’ ἀπαλθήσεσθον: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου

### book 405a.2

„ἕλκε’ ἀπαλθήσονται“· καὶ μήποτε κρεῖττον, τὰ ἕλκη ἀπαλθήσον‐

### book 405a.3

ται. A

### book 405b.1

ἀπαλθήσεσθον: ἀποθεραπευθήσεσθον· ἀλθαίνω γὰρ τὸ

### book 405b.2

θεραπεύω. T

### book 406-8.1

ὄφρ’ εἰδῇ〈—ὅττι κεν εἴπω〉: ὅτι τῷ τοῦ Διὸς

### book 406-8.2

προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος (sc. Θ 420—2)

### book 406-8.3

οὐκέτι. A

### book 406.1

ὄφρ’ εἰδῇ γλαυκῶπις, 〈ὅτ’ ἂν ᾧ πατρὶ μάχηται〉:

### book 406.2

καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχύν, ἀλλὰ τὴν φύσιν

### book 406.3

προβάλλεται. b(BCE3E4)T

### book 407.1

Ἥρῃ δ’ οὔτι 〈τόσον〉 νεμεσίζομαι: τὰ μὲν θεῖα ἐᾷ,

### book 407.2

σκοπεῖ δὲ τὰ βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλήλοις ἄνδρες καὶ γυναῖ‐

### book 407.3

κες. b(BCE3E4)T

### book 408a1.1

ἐνικλᾶν, ὅττι νοήσω: ἐνικλᾶν ἐμποδίζειν. ἡ μετα‐

### book 408a1.2

φορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων. A b

### book 408a1.3

(BCE3E4)T | οὕτως δὲ γραπτέον „ὅττι κεν εἴπω“, οἷον κατακάμ‐

### book 408a1.4

πτειν καὶ μὴ ἐᾶν τὰ ὑπ’ ἐμοῦ εἰρημένα. καὶ πάλιν ἑξῆς, ἐν οἷς ἡ Ἶρίς

### book 408a1.5

φησιν, „ὅττι κεν εἴπῃ“ γράφεται (Θ 422). A

### book 408a2

〈ὅττι νοήσω:〉 Ἀρίσταρχος „ὅττι κεν εἴπω“. Aim

### book 409.1

ἀελλόπος: κατ’ ἔλλειψιν τοῦ υ, ἀελλόπους, ταχεῖα, ἀέλ‐

### book 409.2

λαις κατὰ τὸ τάχος παραπλησία. A

### book 411a.1

πρώτῃσιν δὲ πύλῃσι: οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλ’

### book 411a.2

ἀντὶ τοῦ ἄκραι, ὡς τὸ „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40. Π 371) ἀντὶ

### book 411a.3

τοῦ ἄκρῳ. A

### book 411b

πρώτῃσιν δὲ πύλῃσι: ἄκραις, ὡς „πρώτῳ ῥυμῷ“ (Ζ

### book 411b.1

40)· οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαί‐

### book 411b.2

νεται Ἴριδος. b(BCE3E4)T

### book 413.1

πῇ μέματον: καλῶς μηδὲ προσφωνήσασα αὐταῖς τοῦ

### book 413.2

πράγματος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπλησσούσῃ πολλαῖς ἀρχαῖς κε‐

### book 413.3

χρῆσθαι. b(BCE3E4)T

### book 415a1.1

εἰ τελέει περ: εἰ ἀντὶ τοῦ ὥς, ἵν’ ᾖ σύμφωνον τῷ „ὧδε

### book 415a1.2

γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται“ (Θ 401). αἱ δὲ Ἀριστάρχου

### book 415a1.3

διὰ τοῦ η, „ᾗ τελέει περ“· καὶ γὰρ ὁ Ζεύς φησι „τὸ δὲ καὶ τετελεσμένον

### book 415a1.4

ἔσται“ (Θ 401). A

### book 415a2

Ἀρίσταρχος διὰ τοῦ η, „ᾗ τελέει περ“. Aim

### book 415a3.1

Ἀρίσταρχος διὰ τοῦ η. καὶ ἔστιν ἀντὶ τοῦ ὥς, ἵν’ ᾖ σύμ‐

### book 415a3.2

φωνον τῷ „ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται“. b(BCE3E4)

### book 420-4a.1

ὄφρ’ εἰδῇς, γλαυκῶπι, 〈—ἔγχος ἀεῖραι〉:

### book 420-4a.2

ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω (sc. e Θ 406—8) μετά‐

### book 420-4a.3

κεινται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεύς, καὶ ἀποσυνίσταται ἐπιει‐

### book 420-4a.4

κὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές

### book 420-4a.5

(423). A

### book 420b.1

ὄφρ’ εἰδῇς—ἀεῖραι: οὐκ ἔδει, φασί, ταῦτα πρὸς

### book 420b.2

τῆς Ἴριδος λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς (sc. Θ 414—9)· ταῦ‐

### book 420b.3

τα γὰρ σχετλιάζων ἀναπεφώνηκεν. ἢ οὐ σχετλιάζων, ἀλλ’ ἐντέχνως

### book 420b.4

τὴν ὁμόνοιαν αὐτῶν διϊστάς, δι’ ὧν τὴν μὲν ἀεὶ ἐναντιοῦσθαι αὐτῷ

### book 420b.5

λέγει, τὴν δὲ νῦν πρῶτον, ἵνα αἰδεσθῇ μεταβάλλεσθαι. b(BCE3E4)T

### book 423-4.1

ἀλλὰ σύ γ’ αἰνοτάτη, κύον—ἀεῖραι: ἀθε‐

### book 423-4.2

τοῦνται διὰ τὸ τραχύ. ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμ‐

### book 423-4.3

φαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε / τολμήσεις· οὐ γὰρ

### book 423-4.4

ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλ’ εἰ ἐθελήσεις μάχεσθαι τῷ Διΐ. πιθα‐

### book 423-4.5.1

νῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διός, ἀλλὰ καὶ

### book 423-4.5.2

παρ’ αὑτῆς τι προσέθηκεν. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσει‐

### book 423-4.5.3

δῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβού‐

### book 423-4.5.4

λου ἀποπληροῦσα χώραν (cf. Ο 178—83 et 201—4). b(BCE3E4)T

### book 423a1.1

〈ἀλλὰ σύ γ’, αἰνοτάτη, κύον ἀδδεές:〉 οὕτως „σύ“

### book 423a1.2

διὰ τοῦ υ, τὸ δὲ „ἀδεέσ“ δι’ ἑνὸς δ ὁ Ἀρίσταρχος. Aim

### book 423a2

{ἀλλὰ σύ:} „σύ“ ἄνευ τοῦ γέ, καὶ „ἀδεέσ“ δι’ ἑνὸς δ. T

### book 424.1

Διὸς ἄντα: ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προσηγο‐

### book 424.2

ρίας, ἐκεῖ μὲν ἐντρέπουσα „σῷ πατρί“ (Θ 420), νῦν δὲ ἐκδειματοῦσα

### book 424.3

Διὸς ἄντα φησίν. καὶ ἡ μὲν καθ’ Ἕκτορος ὁρμᾷ, ἡ δὲ ἀλλοιωτικῇ στά‐

### book 424.4

σει χρωμένη κατὰ Διός φησιν αὐτὴν πολεμεῖν. b(BCE3E4)T

### book 425.1

ἡ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη: οὐ περιμένει τὴν ἀπόκρισιν,

### book 425.2

ἀλλ’ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα. b

### book 425.3

(BCE3E4)T

### book 426a1.1

αὐτὰρ Ἀθηναίην Ἥρη 〈πρὸς μῦθον ἔειπεν〉: Ἥρη

### book 426a1.2

ἡ καὶ προκαταρξαμένη τῆς νουθεσίας. T

### book 426a2

ἡ καὶ τῆς συμβουλῆς προκατάρξασα. b(BCE3E4)

### book 428a

〈νῶϊ:〉 ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς. Aint

### book 428b1

〈νῶϊ:〉 οὕτως νῶϊ χωρὶς τοῦ ν. Aim

### book 428b2

†διχῶς† τοῦ ν τὸ νῶϊ. Til

### book 428c.1

Διὸς ἄντα βροτῶν ἕνεκα: τὸν ἐναντιούμενον ηὔξησε

### book 428c.2

καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι

### book 428c.3

τῷ Διΐ, b(BCE3E4)T ὡς ἐκεῖ „εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνε‐

### book 428c.4

τον“ (Α 574). T

### book 429.1

τῶν ἄλλος μὲν ἀποφθίσθω: ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ

### book 429.2

τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν ὡς οὐδὲ ἂν

### book 429.3

ἡμεῖς περὶ μυρμήκων. ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν, ἕπεται τοῖς

### book 429.4

μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, b(BCE3E4)T συμμαχίας καὶ

### book 429.5

θεομαχίας παράγων. A b (BE3E4)T

### book 433a1.1

τῇσιν δ’ Ὧραι μὲν λῦσαν: ὅτι οὐκέτι μέλλουσιν ἐναν‐

### book 433a1.2

τιοῦσθαι τῷ Διΐ, αἱ Ὧραι ὑπηρετοῦσιν αὐταῖς. T

### book 433a2.1

διὰ τοῦτο αὐταῖς αἱ Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ

### book 433a2.2

Διῒ μέλλουσιν ἐναντιοῦσθαι. b(BCE3E4)

### book 434

κάπῃσιν: φάτναις—ὅ ἐστιν ἐσθίειν. A

### book 435a

〈ἅρματα:〉 ὅτι τὰ ὀχήματα ἅρματα λέγουσι. Aint

### book 435b.1

〈ἅρματα δ’ ἔκλιναν〉 πρὸς ἐνώπια παμφανόωντα:

### book 435b.2

βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ ἅρματα παμφα‐

### book 435b.3

νόωντα. | ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει. A

### book 435c.1

ἐνώπια παμφανόωντα: τοὺς παροδίους τοίχους· οὗ‐

### book 435c.2

τοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα

### book 435c.3

παμφανόωντα· A b (BCE3E4)T τί οὖν ἐστι τὸ „τόξον μὲν

### book 435c

πρὸς σταθμὸν ἔκλινε πρὸς ἐνώπια παμφανόωντα“ (cf. χ 120—1); T

### book 439a.1

{οὔλυμπον δὲ} δίωκε: ὅτι κυρίως διώκειν λέγεται, ὅταν

### book 439a.2

προφεύγῃ τις, νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος. A

### book 439b.1

ἐδίωκε: οὐκ εἶπεν ἤλαυνεν, ἀλλ’ ἐδίωκεν ἐμφαντικῶς

### book 439b.2

διὰ τὸ ταχύ, ὡς „ῥίμφα διωκομένη“ (ν 162) b(BCE3E4)T ἤτοι

### book 439b.3

ἐπειγομένη. b(BCE3E4)

### book 440a1.1

ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος: ἐπεὶ ἵππιός

### book 440a1.2

ἐστιν ὁ θεός. ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο. T

### book 440a2.1

διὰ φιλαδελφίαν τοῦτο, οὐ διὰ τὴν τοῦ Διὸς ποιεῖ ἐνδοξό‐

### book 440a2.2

τητα. b(BCE3E4)

### book 441a1.1

〈ἀμβωμοῖσι:〉 οὕτως Ἀρίσταρχος „†βωμοῖσι†“. Aim

### book 441a1.2

ἐν τοῖς Διογένους „ἀμβώνεσσι“. Aint

### book 441b1.1

ἀμβωμοῖσι: Χρύσιππος (St. V. Fr. III, fr. 771) ὑφ’ ἓν

### book 441b1.2

προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ

### book 441b1.3

προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ „χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμή‐

### book 441b1.4

των ἐπὶ βωμῶν“ (η 100). χρὴ μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφε‐

### book 441b1.5.1

ται, κἂν παράθεσις ᾖ, ὁμοίως τῷ „ἂμ φόνον, ἂν νέκυασ“ (Κ 298). | τὸ

### book 441b1.5.2

δὲ αἴτιον ἐν τοῖς Περὶ ὀρθογραφίας εἴρηται (2,408,20). A

### book 441b2/a2.1

ἂμ βωμοῖσι: διὰ τοῦ μ ἡ γραφή· ὅμοιον γάρ ἐστι

### book 441b2/a2.2

τῷ „ἂμ φόνον“. φησὶ δὲ „ἐϋδμήτων ἐπὶ βωμῶν“. | Ἀρίσταρχος

### book 441b2/a2.3

„†βωμοῖσι†“, Διογένης „†ἀμβώνεσι†“, | τοῖς ἀναβαθμοῖς. T

### book 441c.1

κατὰ λῖτα πετάσσας: μεταπλασμός ἐστιν, ἔνθεν βαρύ‐

### book 441c.2

νεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς α λήγουσα βαρύνεται,

### book 441c.3

ὑπεσταλμένης τῆς τινά. ἀπαθὴς διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. |

### book 441c.4

τὸ δὲ ἑξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ. A

### book 441d.1

λῖτα: ὡς θῆτα, „λιτί“ (Σ 352) δὲ ὡς θητί. ἔστι δὲ μετα‐

### book 441d.2

πλασμός· διὸ βαρύνεται. ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμά‐

### book 441d.3

τιον. T

### book 444a.1

{αἱ δ’ οἶαι} Διὸς ἀμφίς: πρὸς τὴν καθέδραν, ὅτι ἑκα‐

### book 444a.2

τέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνᾶ. A

### book 444b.1

Διὸς ἀμφίς: χωρίς, οὐκ εἰς τὴν συνήθη ἕδραν· ἀλλαχοῦ

### book 444b.2

γοῦν „πλησίαι αἵ γ’ ἥσθην“ (Δ 21)· ὅθεν φησὶν „οὐδ’ εἴ κε τὰ νείατα

### book 444b.3

πείραθ’ ἵκηαι“ (Θ 478). b(BCE3E4)T

### book 446.1

αὐτὰρ ὁ ἔγνω: ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος. b

### book 446.2

(BCE3E4)T

### book 447.1

τετίησθον: καταπέπληχθε, ὡς τὸ „φίλον τετιημέναι

### book 447.2

ἦτορ“ (Θ 437), „ἷζον 〈δ’〉 εἰν ἀγορῇ 〈τετιηότεσ〉“ (Ι 13). T

### book 448-9.1

οὐ μέν θην κάμετόν 〈γε μάχῃ ἔνι κυδιανείρῃ / ὀλ‐

### book 448-9.2

λῦσαι Τρῶασ〉: τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι

### book 448-9.3

μάχης, οἷον ‘οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα;‘. οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ

### book 448-9.4

τῆς νῦν κερτομικῶς. A b (BCE3E4)T

### book 448.1

{οὐ μέν θην} κάμετον {γέ}: ὅτι Ζηνόδοτος γράφει „κα‐

### book 448.2

μέτην“ διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ κάμετον πρὸς τὸ πρόσωπον

### book 448.3

ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ. A

### book 449.1

〈τοῖσιν κότον:〉 Ἀρίσταρχος „τοῖον κότον“, καὶ ἔχει τινὰ

### book 449.2

ἔμφασιν. Aim

### book 450-6.1

πάντως, οἷον ἐμόν γε μένος 〈καὶ χεῖρες ἄαπτοι, /

### book 450-6.2

οὐκ ἂν .../ ἂψ ἐς Ὄλυμπον ἵκεσθον〉: ὡς ἔχω χειρὸς καὶ δυνά‐

### book 450-6.3

μεως, οὐκ ἂν ἐπανήλθετε. T

### book 450-1.1

〈πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι /

### book 450-1.2

οὐκ ἄν με τρέψειαν:〉 ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέ‐

### book 450-1.3

ψειαν. Aim

### book 450-1

πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς: εἰ δὲ τοῦ—

### book 450-1.5

καταγωνισθῆναι. A

### book 454.1

〈τὸ δέ κεν τετελεσμένον ἦεν:〉 ἐν ἄλλῳ „καί κεν τετελε‐

### book 454.2

σμένον ἔπλεν“. Aim

### book 455a.1

{οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων} πληγέντε: ὅτι ἀρσενικῶς τὸ

### book 455a.2

δυϊκὸν ἐσχημάτισται, πληγέντε A ἀντὶ τοῦ πληγεῖσαι. AAint

### book 455a.3

καὶ Ἡσίοδος „προλιπόντ’ ἀνθρώπων“ (opp. 199) ἐπὶ Αἰδοῦς καὶ

### book 455a.4

Νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι. A

### book 455b.1

πληγέντε κεραυνῷ: ὡς „καλυψαμένω χρόα καλόν“

### book 455b.2

(Hsd. opp. 198). T

### book 459

〈ἀκέων:〉 ὅτι ἀντὶ τοῦ ἀκέουσα. Aint

### book 460

σκυζομένη: παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον. AimT

### book 462a.1

αἰνότατε Κρονίδη: οὐκ ἔδει λέγειν ‘Ζεῦ πάτερ‘

### book 462a.2

(οὐ γὰρ φιλοφρονεῖται), οὐδὲ αἰνότατε Κρονίδη πρὸς τὸ μὴ ἐρεθίσαι

### book 462a.3

αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα

### book 462a

ἔλεγεν, ἀλλὰ φιλοφρόνως (διὸ ἐδάμασε τὸν Δία), ἡ δὲ ἐπιτεταμένως.

### book 462a.5.1

b(BCE3E4)T λέγω δὴ τὸ „ἔμπης Δαναῶν ὀλοφυρόμεθα“ (Θ

### book 462a.5.2

464)· T διὸ ἐπιτείνει τὴν ὀργὴν Διός. b(BCE3E4)T

### book 462b

〈ποῖον τὸν μῦθον:〉 τὸν ποῖον μῦθον. Til

### book 463-5.1

〈εὖ νυ καὶ ἡμεῖς—ὄλωνται:〉 ὅτι ἐντεῦθεν ἄνω

### book 463-5.2

(sc. Θ 32—4) μετάκεινται. Aim

### book 463

〈οὐκ ἀλαπαδνόν:〉 γράφεται „οὐκ ἐπιεικτόν“ (Θ 32). Aint

### book 470a.1

ἠοῦς δή: ὅτι Ζηνόδοτος γράφει „ἄας δή“ {καὶ μᾶλλον}

### book 470a.2

ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική. A

### book 470b.1

〈ἠοῦς:〉 ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου, σημαίνει δὲ τὸ αὔ‐

### book 470b.2

ριον. Aint

### book 470c

ἠοῦς: ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ. T

### book 470-6.1

〈ἠοῦς—θανόντος:〉 κινητικὰ μὲν ταῦτα τῶν

### book 470-6.2

ἀκουόντων. ἀλλ’ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν. b

### book 470-6.3

(BCE3E4)T

### book 471

〈αἴ κ’ ἐθέλῃσθα:〉 ἐν ἄλλῳ „ἢν ἐθέλῃσθα“. Aim

### book 473a1.1

οὐ γὰρ πρὶν 〈πολέμου ἀπο〉παύσεται ὄβριμος

### book 473a1.2

Ἕκτωρ: τὸ ὄβριμος προσέθηκε πρὸς τὸ λυπεῖν αὐτήν. T

### book 473a2.1

τὸ οὐκ ἀποπαύσεται καὶ τὸ ὄβριμος πρὸς τὸ ἔτι λυ‐

### book 473a2.2

πεῖν προστέθεινται. b(BCE3E4)

### book 474a.1

{πρὶν} ὄρθαι: ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ

### book 474a.2

ἐστι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ „ὅτε τ’ ὤρετο“ (Μ 279),

### book 474a.3

„ὦρτο πολὺ πρῶτος μέν“ (Η 162). A

### book 474b

〈ὄρθαι:〉 διεγερθῆναι. AimTil

### book 475-6.1

ἤματι τῷ, ὅτ’ ἂν—θανόντος: ἀθετοῦνται στί‐

### book 475-6.2

χοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ (475) πλείονος χρόνου ὑπέρθεσιν ση‐

### book 475-6.3

μαίνει, τῇ δὲ ἑξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν Ἀχιλλέα (cf. Σ 215—29).

### book 475-6.4

καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον, κατὰ τίνα καιρὸν ἐξαναστήσεται,

### book 475-6.5.1

ἀρκεῖ δὲ „πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα“ (Θ 474). τό τε

### book 475-6.5.2

ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. | στείνει

### book 475-6.5.3

(476) δὲ εἴωθε λέγειν—στενοχωρίαν. | αἰνοτάτῳ (476) δὲ τῷ

### book 475-6.5.4

χαλεπῷ διὰ τὸν φόβον. A

### book 476a.1

στείνει {ἐν αἰνοτάτῳ}: τὴν τῶν πραγμάτων στενοχω‐

### book 476a.2

ρίαν δηλοῖ. ἅμα δὲ καὶ στενός ἐστι τόπος οὕτω καλούμενος. T

### book 476b

〈θανόντος:〉 γράφεται „πεσόντοσ“. Aint

### book 477.1

ὣς γὰρ θέσφατόν ἐστι: τὸ μοιρίδιον προβάλλεται, ἵνα

### book 477.2

μὴ δοκῇ τυραννεῖν. b(BCE3E4)T

### book 478-9.1

πείραθ’ ἵκηαι / γαίης καὶ πόντοιο: δείκνυσιν ὁ

### book 478-9.2

ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περι‐

### book 478-9.3

κεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνε‐

### book 478-9.4

χουσῶν ἠπείρων, ἐν αἷς κατοικοῦμεν. A b (BCE3E4)T

### book 479

〈Ἰαπετός:〉 εἷς τῶν Τιτάνων. Aim

### book 479.1

〈Ἰαπετός τε Κρόνος τε:〉 Διὸς μεταστήσαντος—

### book 479.2

ὄρος ἐπιθεὶς †ἀφ οὗ Ὀφιώνιον προσηγορεύθη. A

### book 480

〈ὑπερίονος ἠελίοιο:〉 τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου. Aim

### book 480

Ὑπερίονος: τοῦ ἡλίου. ἤτοι—τὰ ὅλα συνέχεται. A

### book 484.1

τὸν δ’ οὔτι προσέφη λευκώλενος: ἐν καιρῷ ἡ ἀποσιώ‐

### book 484.2

πησις· οὔτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὔτε ἀντιλέγειν πρὸς ὀργὴν

### book 484.3

τοιαύτην. b(BCE3E4)T

### book 485a.1

ἐν δ’ ἔπες’ Ὠκεανῷ 〈λαμπρὸν φάος ἠελίοιο〉: ὅτι

### book 485a.2

αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνίσχοντα λέγει τὸν

### book 485a.3

ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ 〈προσώπου〉 οὐκέτι. A

### book 485b.1

ἐν δ’ ἔπες’ Ὠκεανῷ 〈λαμπρὸν φάος ἠελίοιο〉: τῷ

### book 485b.2

ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ

### book 485b.3

ἀληθῆ οὖν δηλοῖ ἔμπτωσιν τοῦ ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν, ὡς

### book 485b

ἐπὶ τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν δύσιν ἐλθών. b(BCE3E4)T

### book 486.1

ἕλκον νύκτα μέλαιναν 〈ἐπὶ ζείδωρον ἄρουραν〉: ἕλ‐

### book 486.2

κον T τῇ ἀσθενείᾳ τοῦ φωτὸς τῶν ἀκτίνων. εὖ δὲ καὶ τὸ παρατα‐

### book 486.3

τικόν· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ’ ἓν σκιάζεται, b

### book 486.4

(BCE3E4)T ἀλλὰ κατὰ μικρόν. T

### book 487-8.1

Τρωσὶ μέν ῥ’ ἀέκουσι〈—ἐρεβεννή〉: βραχεῖαν

### book 487-8.2

ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν ταῖς τῶν Ἑλλήνων δυστυ‐

### book 487-8.3

χίαις οὐ θέλων· ὅθεν τινὲς αὐτὴν καλοῦσι †κῶλον. b(BCE3)T

### book 488a.1

τρίλλιστος: ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει. τρίλλι‐

### book 488a.2

στος οὖν πολυλιτάνευτος. A

### book 488b1

〈τρίλλιστος:〉 πολυλιτάνευτος. πλεονάζει δὲ τὸ λ. Til

### book 488b2

πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος. Aint

### book 490.1

νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι: συνελάσας

### book 490.2

μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν b(BCE3E4)T

### book 490.3

ὡς προβλήματι χρησόμενος τῷ ῥείθρῳ καὶ T πρὸς τὸ μὴ ἐξακούε‐

### book 490.4

σθαι τοῖς πολεμίοις καὶ μὴ μακρὰν ἀπεῖναι τῆς πόλεως. b(BCE3E4)T

### book 491a.1

ἐν καθαρῷ, ὅθι δὴ 〈νεκύων διεφαίνετο χῶροσ〉: ὅτι

### book 491a.2

οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον (cf. FGrHist 334, 70). A

### book 491b.1

〈ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 ἀμέτοχος ἦν καὶ

### book 491b.2

καθαρός. Aim

### book 491b

ἐν καθαρῷ ὅθι δὴ νεκύων: ἔξωθεν δεῖ λαβεῖν—τῶν

### book 491b

νεκρῶν. A

### book 493a.1

τόν ῥ’ Ἕκτωρ: ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου

### book 493a.2

τέσσαρας στίχους κατὰ τὸ ἑξῆς (sc. Θ 493—6) διὰ τὸ καὶ ἐν ἄλλῳ

### book 493a.3

τόπῳ γεγράφθαι (cf. Ζ 318—20). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐν‐

### book 493a.4

ταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι. A

### book 493b.1

Διῒ φίλος: οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη

### book 493b.2

Διῒ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς ἀπέχθεται δι’ αὐτόν. b(BCE3E4)T

### book 494a1.1

ἔγχος ἔχε: ὡς ἐν πολέμῳ δημηγορῶν ἀντὶ σκήπτρου τῷ

### book 494a1.2

δόρατι χρῆται, τὰ σημεῖα τῆς ἀνδρίας προβαλλόμενος. T

### book 494a2.1

καλῶς οὐ σκῆπτρον κατέχων δημηγορεῖ, ἀλλὰ τὰ τῆς

### book 494a2.2

ἀνδρίας σημεῖα προβαλλόμενος. b(BCE3E4)

### book 496.1

〈ἔπεα Τρώεσσι μετηύδα:〉 γράφεται „ἔπεα πτερόεντ’

### book 496.2

ἀγόρευε“. Aim

### book 497.1

κέκλυτέ μευ, Τρῶες: ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ

### book 497.2

εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχᾶσθαι,

### book 497.3

οὐχ ὡς τὸ „ὦ φίλοι, ἥρωες Δαναοί“ (Β 110). b(BCE3E4)T

### book 498-9a1.1

νῦν ἐφάμην νῆάς 〈τ’〉 ὀλέσασ〈— / ἂψ ἀπο‐

### book 498-9a1.2

νοστήσειν〉: πάλιν οἰκειοῦται τὸ κατόρθωμα καὶ ἐν τοῖς ἑξῆς „ἔλπο‐

### book 498-9a1.3

μαι εὐχόμενοσ〈— /〉 ἐξελάαν ἐνθένδε κύνας κηρεσ〈σ〉ιφορήτουσ“

### book 498-9a1.4

(Θ 526—7). T

### book 498-9a2.1

καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν

### book 498-9a2.2

τῇ νίκῃ γαυριᾷ. b(BCE3E4)

### book 499

〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 500.1

ἀλλὰ πρὶν κνέφας ἦλθε: εὐέλπιδας καὶ ἐπιθυμητὰς ἐποίη‐

### book 500.2

σεν αὐτοὺς τῆς ἠοῦς. T

### book 501.1

ἐπὶ ῥηγμῖνι θαλάσσης: ὅτι Ζηνόδοτος γράφει „ἐπεὶ

### book 501.2

Διὸς ἐτράπετο φρήν“. ἐξ ἄλλου δὲ στίχου (sc. Κ 45) τὸ ἡμιστίχιόν

### book 501.3

ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν

### book 501

νὺξ ἐγένετο. A

### book 502.1

ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτί: τοῦτο, ἐπεὶ ἧσσον

### book 502.2

ἦν, ἐκοινοποίησε πρὸς αὐτούς. T

### book 503.1

〈ἐφοπλισόμεσθα:〉 ὅτι Ζηνόδοτος γράφει „ἐφοπλίζε‐

### book 503.2

σθον“. συγχεῖ δὲ τὸ δυϊκόν. Aint

### book 503-4.1

ἀτὰρ καλλίτριχας ἵππους 〈/ —ἐδωδήν〉: στρα‐

### book 503-4.2

τηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρομάχη ποιεῖ·

### book 503-4.3

„ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν“ (Θ 188). b(BCE3E4)

### book 503-4.4

T

### book 505a.1

〈ἄξεσθε:〉 ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλ’ ἐν

### book 505a.2

ἴσῳ τῷ ἄγετε. Aint

### book 505b.1

〈ἴφια:〉 εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ

### book 505b.2

λιπαρά. Aim

### book 507.1

σῖτόν τ’ ἐκ μεγάρων: οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ

### book 507.2

„ἄξεσθε“ (Θ 505)· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον.

### book 507.3

προσυπακουστέον οὖν τὸ φέρετε. A b (BCE3E4)T

### book 509.1

καίωμεν πυρὰ πολλά: πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κα‐

### book 509.2

τάπληξιν δὲ τῶν πολεμίων. b(BCE3E4)T

### book 510-1.1

μή πως καὶ διὰ νύκτα〈— /〉 φεύγειν ὁρμήσων‐

### book 510-1.2

ται: στρατηγικῶς εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν πολεμίων

### book 510-1.3

φυγῆς. b(BCE3E4)T

### book 510

〈διὰ νύκτα:〉 διὰ νυκτός. Aim

### book 512

〈μὴ μὰν ἀσπουδί γε:〉 ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως

### book 512

χωρὶ〈σ〉 σπουδῆς. Aim

### book 513a1.1

〈ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ:〉

### book 513a1.2

αἱ Ἀριστοφάνους „πέσσοι“. Παρμενίσκος δὲ ἐν τῷ αʹ Πρὸς Κράτητα

### book 513a1.3

(fr. 2 Br.) ὡς Ἀριστάρχειον γραφὴν προφέρεται „ἀλλ’ ὥς τις κείνων

### book 513a1.4

γε“. A

### book 513a2

{ἀλλ’ ὅστις τούτων γε:} Ἀρίσταρχος δὲ „κείνων γε“. T

### book 513a3

Ἀριστοφάνης „πέσσοι“. Til

### book 513b.1

{ἀλλ’ ὥς τις τοῦτόν γε} βέλος: ὅτι βέλος εἴρηκε τὸ τραῦ‐

### book 513b.2

μα ὁμωνύμως τῷ τιτρώσκοντι. A

### book 513c1.1

{ἀλλ’ ὥς τις τούτων γε} βέλος: βέλος νῦν τὸ βεβλημένον

### book 513c1.2

μέρος, τὸ τραῦμα τὸ ἐκ βολῆς· „ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλοσ“ (Λ

### book 513c1.3

269). T

### book 513c2.1

τὸ ἐκ βολῆς τραῦμα, ὡς τὸ „ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ

### book 513c2.2

βέλοσ“. b(BCE3E4)

### book 513d.1

〈οἴκοθι πέσσοι:〉 καὶ μέχρις οἴκου κατάσχοι τὴν πλη‐

### book 513d.2

γήν. Aint

### book 515a.1

〈νηὸς ἐπιθρώσκων:〉 γράφεται „νηὸς ἀποθρώσκων“.

### book 515a.2

Aim

### book 515b.1

ἵνα τις στυγέῃσι καὶ ἄλλος: ἀλαζονείαν ἔχει ὁ λόγος

### book 515b.2

βαρβαρικήν. T

### book 517

〈ἀγγελλόντων:〉 ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν. Aint

### book 518.1

παῖδας πρωθήβας 〈πολιοκροτάφους τε γέροντασ〉:

### book 518.2

πᾶς γὰρ ἱκανὸς ἀπὸ τείχους ἀμῦναι. καὶ οἱ μὲν παῖδες μεθ’ ἡδονῆς φιλο‐

### book 518.3

νεικῶς ἀγρυπνοῦσιν, οἱ δὲ γέροντες πρὸς ὕπνον ἀλλοτρίως ἔχουσιν. T

### book 519a.1

λέξασθαι προτὶ ἄστυ 〈θεοδμήτων ἐπὶ πύργων〉:

### book 519a.2

ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. | θεοδμήτων δέ, καθὸ ὑπὸ θεῶν ᾠκοδο‐

### book 519a

μήθη τὸ τεῖχος τῆς Ἰλίου. A

### book 519b1.1

λέξασθαι: παρὰ τὸ λέχος. καὶ „ξύλα †λέγετε“ (cf. Θ

### book 519b1.2

507), συλλέγεσθε†. καὶ „Σύλλογος Ἀχαιῶν“ (cf. T.G.F. p. 161 N.2

### book 519b1.3

= Soph. frgg. I p. 97 P. = T.G.F. IV p. 163 R.). „Τρῶας λέξασθαι“ (cf. Β 125), ἀριθμηθῆ‐

### book 519b1.4

ναι· ὅθεν λογάδες. T

### book 519b2.1

παρὰ τὸ λέχος. καὶ ξύλα λέξασθαι καὶ „Τρῶας μὲν λέξα‐

### book 519b2.2

σθαι“ (Β 125), ὅθεν καὶ λογάδες καὶ „Σύλλογος Ἀχαιῶν“. b(BCE3)

### book 519c

〈προτὶ ἄστυ:〉 γράφεται „περὶ ἄστυ“. Aim

### book 519d.1

θεοδμήτων: ἀπαρκεῖ πρὸς φυλακὴν ἡ ἄχρηστος ἡλικία·

### book 519d.2

ἀφ’ ἑαυτῶν γὰρ τὸ ὀχυρὸν ἔχουσι τὰ τείχη, θεόδμητα ὑπάρχοντα. T

### book 520.1

θηλύτεραι: τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τε‐

### book 520.2

τοκυῖαι τὴν συνήθη, φησίν, οἰκουρίαν προσεχέτωσαν ἅμα συνεργοῦ‐

### book 520.3

σαι κατὰ δύναμιν τοῖς κακοπαθοῦσιν. b(BCE3E4)T

### book 520

θηλύτεραι: αἱ πρὸς τὰ ἀφροδίσια—πλησιάζουσιν. A

### book 521

〈καιόντων: ***〉 ἀντὶ τοῦ Aim καιέτωσαν. AimTil

### book 523a1.1

ὧδ’ ἔστω, Τρῶες: τυραννικῶς ἀπειλεῖ· ὅθεν καὶ „χαλε‐

### book 523a1.2

πὴν ἀποθέσθαι ἐνιπήν“ (Ε 492). T

### book 523a2.1

τυραννικῶς αὐτοῖς, οὐχὶ βασιλικῶς διαλέγεται ἐπηρμένος

### book 523a2.2

τῇ ἀλαζονείᾳ. b(BCE3E4)

### book 524-5.1

μῦθος δ’ ὃσ〈—ἀγορεύσω〉: ἀθετοῦνται δύο

### book 524-5.2

στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προ‐

### book 524-5.3

τακτικοῦ παρείληπται, ὃς μέν (524) ἀντὶ τοῦ ὁ μέν. | ὁ δὲ νοῦς ἐστι

### book 524-5.4

τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ τήμερον συντετέλεσταί μοι ὁ λόγος καὶ

### book 524-5.5

οὐδὲν παραλέλειπται, περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω. A

### book 524a1

〈ὑγιής:〉 ὁ ἀπαραποίητος καὶ ἀπαράβατος. b(BCE3)

### book 524a2

ἀπαράβατος ὑμῖν. Til

### book 525.1

τὸν δ’ ἠοῦσ〈—〉ἀγορεύσω: τὸν δὲ ἑξῆς αὔριον ἐρῶ.

### book 525.2

πάντως δὲ περὶ διανομῆς σκύλων. T

### book 526a.1

εὔχομαι ἐλπόμενος: ὅτι Ζηνόδοτος γράφει „ἔλπομαι

### book 526a.2

εὐχόμενοσ“. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπηρμένον λέγει, ἐλπίζω

### book 526a.3

εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι

### book 526a.4

ἐλπόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων

### book 526a.5

θεῶν. A

### book 526b.1

〈εὔχομαι ἐλπόμενος:〉 οὕτως ἡ γραφή, εὔχομαι ἐλ‐

### book 526b.2

πόμενος, οὐ τὸ ἐναντίον. Aim

### book 526c

εὔχομαι ἐλπόμενος: ἀντὶ τοῦ καυχῶμαι. T

### book 527a.1

ἐξελάαν ἐνθένδε κύνας κηρεσ〈σ〉ιφορήτους: ὑφ’

### book 527a.2

ἓν Ἀρίσταρχος. T | ὅρα δὲ τὸ παλίμβολον Ἕκτορος· τῇ γυναικὶ

### book 527a.3

ἔλεγεν „ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή“ (Ζ 448)·

### book 527a.4

ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ

### book 527a.5

μάχῃ κρατῶν ἐλπίζει τὰ χρηστά. b(BCE3E4)T

### book 527b.1

κηρεσσιφορήτους: συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος

### book 527b.2

καὶ οἱ πλείους, ἴσως δέ, ἐπεὶ ἀναλύει αὐτὸ „οὓς κῆρες φορέουσιν“ (Θ

### book 527b.3

528)· ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δο‐

### book 527b.4

τικὴ ἐπεκτεταμένη κατ’ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσι,

### book 527b.5.1

„πασιμέλουσα“ (μ 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· „Ναυ‐

### book 527b.5.2

σικάα“ (ζ 17 al.), „Ναυσίθοοσ“ (ζ 7 al.), „ἐγχεσίμωροι“ (Η 134 al.),

### book 527b.5.3

„τειχεσιπλήτησ“ (cf. Ε 31. 455). κατ’ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρ’

### book 527b.5.4

Ἐπιχάρμῳ (fr. 218 K.) κατὰ τέλος συντεθειμένον „γυναικάνδρεσσι

### book 527b.5.5

ποθεινοί“. εἴπερ οὖν τοῦτο ἀληθές, δηλονότι παράλογον τὸ κηρεσ‐

### book 527b.10

σιφορήτους κατὰ σύνθεσιν †ἀναγνωστέον†. ἀλλ’ ὅμως ἐπεκράτησεν

### book 527b

ἡ Ἀριστάρχειος, δι’ ὃν εἴπομεν λόγον. A

### book 528.1

οὓς κῆρες φορέουσι 〈μελαινάων ἐπὶ νηῶν〉: ἀθετεῖται,

### book 528.2

ὅτι περισσός· ἐν γὰρ τῷ „κηρεσσιφορήτουσ“ (θ 527) τὸ αὐτὸ συντό‐

### book 528.3

μως εἴρηκεν. | ὁ δὲ A Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν. ATil

### book 529

〈ἐπὶ νυκτί:〉 γράφεται „ἐπὶ νύκτα“. Aint

### book 532.1

εἴσομαι: ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει, νῦν μὲν γνώσο‐

### book 532.2

μαι, ἐν ἄλλοις δὲ πορεύσομαι, „εἴσομαι ἐξ ἁλόθεν“ (Φ 335)· καὶ ἀντὶ

### book 532.3

τοῦ ἐφάνη, „εἴσατο 〈δ’〉 ὡς †ὅτε ἐρινεόσ“ (ε 281). A

### book 532-4a.1

αἴ κέ μ’ ὁ Τυδείδης—φέρωμαι: ἐντέχνως ἐφ’

### book 532-4a.2

ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, ἐπὶ δὲ τοῦ Διομήδους ὅτι

### book 532-4a.3

ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀποθανών. b(BCE3E4)T

### book 532-4b.1

αἴ κέ μ’ ὁ Τυδείδησ〈—φέρωμαι〉: στρατηγικῶς

### book 532-4b.2

παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυον ἀρι‐

### book 532-4b.3

στείαν. καὶ τὸ Τυδείδης (532) προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν ἔχει

### book 532-4b.4

τὴν ἀναφοράν. b(BCE3E4)T

### book 534

〈φέρωμαι:〉 ἐν ἄλλῳ „φεροίμην“. Aim

### book 535-7

αὔριον ἣν ἀρετὴν〈—ἑταῖροι〉: ὅτι ἢ τούτους

### book 535-7

δεῖ τοὺς τρεῖς στίχους μένειν, οἷς τὸ ἀντίσιγμα παράκειται, ἢ τοὺς

### book 535-7.1

ἑξῆς τρεῖς, οἷς αἱ στιγμαὶ παράκεινται (sc. Θ 538—40)· εἰς γὰρ τὴν

### book 535-7.2

αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν. ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος

### book 535-7.5.1

τοὺς δευτέρους διὰ τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους. ὁ δὲ Ζη‐

### book 535-7.5.2

νόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν. | τὰ αὐτὰ δὲ λέγει περὶ τῶν

### book 535-7.5.3

στίχων τούτων ὁ Δίδυμος (p. 115 Schm.), ἃ καὶ ὁ Ἀριστόνικος· διὸ

### book 535-7.5.4

οὐκ ἐγράψαμεν τὰ Διδύμου. A

### book 537a1.1

〈κείσεται οὐτηθείς,〉 πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖ‐

### book 537a1.2

ροι: κοινὸν ληπτέον τὸ ‘κείσονται‘. T

### book 537a2

ἀπὸ κοινοῦ ληπτέον τὸ ‘κείσονται‘. b(BCE3E4)

### book 538-9a.1

εἰ γὰρ ἐγὼν ὥς 〈/ εἴην ἀθάνατος καὶ ἀγήρωσ〉:

### book 538-9a.2

οὕτως διὰ τοῦ εἰ γὰρ ἐγὼν ὥς, καὶ τὸ ἀγήρως διὰ τοῦ ω. A

### book 538-9b.1

αἲ γὰρ ἐγὼν〈— /〉 εἴην ἀθάνατος: βαρβαρικὸν

### book 538-9b.2

τὸ εὔχεσθαι τὰ ἀδύνατα. b(BCE3E4)T

### book 542.1

ἐπὶ δὲ Τρῶες κελάδησαν: καλῶς ἐπὶ μὲν Ἑλλήνων φησὶν

### book 542.2

„Ἀργεῖοι δὲ μέγ’ ἴαχον, A b (BCE3E4)T ἀμφὶ δὲ νῆες / σμερδα‐

### book 542.3

λέον“ (Β 333—4), AT ἐπὶ δὲ τῶν Τρώων κελάδησαν λέγει·

### book 542.4

θορυβῶδες γὰρ τὸ βαρβαρικόν. A b (BCE3E4)T

### book 545

ἄξοντο: τὸ ἄξοντο οὐ τὸν μέλλοντα σημαίνει, ἀλλ’ ἀντὶ

### book 545

τοῦ †ἄγοντο. A

### book 553a.1

{οἱ δὲ μέγα φρονέοντες} ἐπὶ πτολέμοιο γεφύρῃ: προ‐

### book 553a.2

ηγουμένως μὲν τοῖς ἑξῆς συναπτέον· τὸν γὰρ τόπον, ἐν ᾧ ἡ τοῦ πολέ‐

### book 553a.3

μου συμβολὴ γίνεται, γέφυραν εἶπε πολέμου· ἢ τὰς διαβάσεις αὐτάς,

### book 553a.4

αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν,

### book 553a.5.1

ἵν’ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λό‐

### book 553a.5.2

γος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ

### book 553a.5.3

τὸν πόλεμον. A

### book 553b

〈γεφύρας:〉 γράφεται „γεφύρῃ“. Aim

### book 553c.1

ἐπὶ πτολέμοιο γεφύρῃ: τὸν μεταξὺ τῶν στρατιωτῶν

### book 553c.2

τόπον. T

### book 555a.1

ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην:

### book 555a.2

†οὕτως† οὐ τὴν τότε οὖσαν φαεινήν, ἀλλὰ τὴν καθόλου φαεινήν.

### book 555a.3

ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησι καὶ οὐκ Ὀλύμπῳ. A

### book 555b1.1

φαεινὴν ἀμφὶ σελήνην: οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχο‐

### book 555b1.2

μένην, οἷον νέαν ἐν τῷ φάει· οἱ δὲ λεπτήν, „μάστιγα φαεινήν“ (Κ 500)·

### book 555b1.3

οἱ δὲ τὴν φύσει φαεινήν, καὶ „ζέσ〈σ〉εν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ“ (Σ

### book 555b1.4

349) καὶ „εὐμελίω Πριάμοιο“ (Δ 47) καὶ „Σκαμανδρίῳ ἀνθεμόεντι“

### book 555b1.5

(Β 467). προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ αὐτὰ ἀπεικάζει. T

### book 555b2.1

οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, οἱ δὲ λεπτήν, ὡς τὸ

### book 555b2.2

„μάστιγα φαεινήν“, οἱ δὲ τὴν φύσει φαεινήν. προσφυῶς δὲ τῷ νυκτε‐

### book 555b2

ρινῷ φωτὶ παρεικάζει αὐτά. b(BCE3E4)

### book 557a.1

ἔκ τ’ ἔφανεν πᾶσαι 〈σκοπιαὶ καὶ πρώονες ἄκροι〉:

### book 557a.2

ἀθετεῖται, ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν (sc.

### book 557a.3

Π 299). καὶ ὁ ἑξῆς (= Π 300) δὲ συναθετεῖται αὐτῷ· ἐκεῖ γὰρ αἰφνί‐

### book 557a.4

διον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφα‐

### book 557a.5.1

νέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατ’ εὐδίαν. | οὐκ ἐφέροντο

### book 557a.5.2

δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. A

### book 557b.1

πρώονες: ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν

### book 557b.2

διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη. A

### book 557c.1

πρώονες: ἀπὸ τοῦ ὁ πρών πρῶνες, καὶ κατὰ διαίρεσιν

### book 557c.2

πρώονες· εἰσὶ δὲ ὄρους ἐξοχαί. T

### book 557-8.1

ἔκ τ’ ἔφανεν—αἰθήρ: οὐκ ἐφέροντο †τά γ’† παρὰ

### book 557-8.2

Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης †τὰ γ’†. T

### book 559

〈δέ τ’:〉 ἄνευ τοῦ τέ. Til

### book 560a.1

τόσσα μεσηγὺ νεῶν 〈ἠδὲ Ξάνθοιο ῥοάων〉: ἡ διπλῆ,

### book 560a.2

ὅτι τῷ „ὡσ“ (Θ 555) ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ

### book 560a.3

τόσσα ποσότητος ὂν δηλωτικόν· διὸ καί τινες γράφουσιν „ὣς τὰ

### book 560a.4

μεσηγὺ νεῶν“. τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ δ’

### book 560a.5.1

ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ †τὸν Σκά‐

### book 560a.5.2

μανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἑξῆς „ὃν Ξάνθον καλέουσι θεοί,

### book 560a.5.3

ἄνδρες δὲ Σκάμανδρον“ (Υ 74). A

### book 560b.1

〈τόσσα μεσηγύ:〉 γράφεται καὶ „τοῖα μεσηγύ“ καὶ „ὣς

### book 560b.2

τὰ μεσηγύ“. Aim

### book 560c.1

τόσ〈σ〉α μεσηγὺ νεῶν: ἄλλως ἐσχημάτισε τὸν λόγον,

### book 560c.2

οὐκ ἐπενεγκὼν τῷ „ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα“ (Θ 555) τὸ ‘οὕτω

### book 560c.3

μεταξὺ νεῶν‘. b(BCE3E4)T

### book 562.1

χίλι’ {ἄρ}: ὅτι Ζηνόδοτος γράφει „μύρια“. ἐπιφέρει δὲ „ἐν

### book 562.2

δὲ ἑκάστῳ / εἵατο πεντήκοντα σέλᾳ“ (Θ 562—3) ὥστε γίνεσθαι

### book 562.3

μυριάδας πεντήκοντα, ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμ‐

### book 562.4

φώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων

### book 562.5

συνίστησιν. A

### book 562-3a.1

πὰρ δὲ ἑκάστῳ 〈/ εἵατο πεντήκοντα σέλα〉: τὸ

### book 562-3a.2

ἑξῆς παρὰ ἑκάστῳ σέλᾳ εἵατο πεντήκοντα ἄνδρες· ἀποκοπὴ γάρ ἐστι

### book 562-3a.3

τοῦ σέλαϊ. τὸ φιλότιμον δὲ τῶν ἀριθμῶν καὶ ἐν Ὀδυσσείᾳ „πεντηκόσιοι

### book 562-3a.4

δ’ ἀν’ ἑκάστῃ“ (γ 7) καὶ „νῆες μέν μοι ἕποντο δυώδεκα“ (ι 159). T

### book 562-3b

〈πὰρ δὲ ... σέλα:〉 πρὸς τῷ σέλα. b(BE3)

### book 563.1

εἵατο πεντήκοντα: ἀφορμὴν λαβὼν καὶ τὸν τῶν Τρώων

### book 563.2

ἡμῖν ἀριθμὸν ἐδήλωσεν ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν αὐτῶν τῶν

### book 563.3

πολιτῶν· b(BCE3)T οἱ γὰρ ἐπίκουροι καθεύδουσι, Τρωσὶ τὴν

### book 563.4

φυλακὴν ἐπιτρέψαντες. b(BCE3E4)T

### book 563.5.1

εἵατο πεντήκοντα σέλαι πυρός: παρ’ †ἑκάστῃ† δὲ σέλᾳ

### book 563.5.2

πυρός, τουτέστι παρ’ ἑκάστῃ δὲ πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄν‐

### book 563.5.3

δρες. ἐκ τούτων—πέντε μυριάδες ἦσαν. A

### book 564

κρῖ λευκόν: εἰ ἦν ἀπὸ τοῦ κριθή, λευκὴν ἂν ἐπήγαγεν. T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 129?

..........

### book 129?.1

[]α̣σ̣α.[ ]

### book 129?.1.1

[] πεποιη[ ]

### book 129?.1.2

[] .εναυτο̣[ ]

### book 129?.1.3

[]ως λέγοντ̣α̣

### book 129?.5.1

[ ] τ̣α̣[ς γ]υ̣ναῖ̣κ̣α̣ς.

### book 129?.5.2

⸏μή ποτε τῆς] ε̣ὐνῆς ἐπιβήμεναι:

### book 133.1

οὐδεμίαν χ]ώραν ἔχει νῦν̣ τὸ

### book 133.2

ἄρθρον τὸ τῆ]ς ἀλλ’ οὕτω λέγει

### book 133.3

ἀν(τὶ) τοῦ τῆς τα]ύ̣της τῆς προδε‐

### book 133.4

δηλωμένης τῆ]ς Βρισ̣ηίδος ἐπιβῆ‐

### book 133.5

⸏ναι εὐνῆς.

### book 141.1

εἰ δ]έ κεν Ἄργος ἱκώ‐

### book 141.2

μεθ’ Ἀχαιϊκόν, ο]ὖθαρ ἀρούρης:

### book 141.3

[]. τον

### book 141.4

[].[

### book 141.4

.........

### book 141.5

.......

### book 141.5.1

⸏β̣[

### book 141.5.2

ω.[

### book 141.5.3

τα.[

### book 141.5.4

του[

### book 141.5.5

⸏το̣υ.[ c. 4

### book 147.1

πρὸς οἶκον Πηλῆος·

### book 147.2

ἐγὼ δ[’ ἐπιμείλια δώσω:

### book 147.3

μελ̣[

### book 147.4

τω[

### book 147.5.1

τω[

### book 147.5.2

τω[

### book 147.5.3

ελα[

### book 147.5.4

τει̣[

### book 147.5.5

καυ̣[

### book 147.10

⸏πο[

### book 147.10

........

### book ante447

..........

### book ante447.1

[ ]ο̣υφο[

### book 447.1

οἷον ὅτε πρ]ωτον λίπ[ον Ἑλλάδα: Φοῖ‐

### book 447.2

νιξ ὁ Ἀμύ]ν̣τορος κα[

### book 447.3

.......]εις ὑπὸ τ.[

### book 447.4

.... ὅπω]ς μισῇ του[

### book 447.5.1

...... κ]α̣τὰ τοῦ Φο[ίνικος

### book 447.5.2

....... γ]εννῆσαι̣[

### book 447.5.3

.......]ς παραγει̣[

### book 447.5.4

.......]σ̣μενωσ[

### book 447.5.5

........]τίθεται[

### book 447.10

.........

### book 0a.1

Λιτὰς μὲν τὴν ῥαψῳδίαν καλοῦσιν. ἐπειδὴ δὲ οἱ Τρῶες ἐκ

### book 0a.2

παραδόξου νικῶσι βέλεσι Διός, οὐκ οἰκείᾳ δυνάμει, παντὶ πόνῳ τὴν

### book 0a.3

τύχην φυλάττουσιν, παρεμβολὴν ἐπὶ τῷ ναυστάθμῳ ποιούμενοι. τοῖς

### book 0a.4

δὲ Ἕλλησιν ἅπαντα δυσχερῆ, b(BCE3E4)T πρῶτα μὲν ἐν καιρῷ

### book 0a.5.1

μὴ παρόντος ἀγαθοῦ συμμάχου, εἶτα καὶ μετὰ παράβασιν τοσοῦτον

### book 0a.5.2

εὐτυχούντων 〈τῶν〉 Τρώων· 〈εἶτα〉 οἱ κεραυνοὶ τοῦ Διός. μάλιστα δὲ

### book 0a.5.3

πάντων ὁ τὴν αἰτίαν ἔχων Ἀγαμέμνων ἄχθεται. b(BCE3E4) ὅταν

### book 0a.5.4

δὲ ἄλλων πραγμάτων ἄρχεσθαι μέλλῃ, παραγραφὰς ἐμβάλλει, ὡς οἱ

### book 0a.5.5

νόμοι τῶν ἱστοριογράφων· b(BE3E4)T μεταβαίνων γὰρ ἐπὶ τὰ

### book 0a.10

Ἑλλήνων ἀπεκορύφωσε τὸν λόγον. b(BE3E4)

### book 0b.1

ἡ Ι τῆς Ἰλιάδος ἐπιγράφεται Λιτή, ὅτι Ἀγαμέμνων Νέ‐

### book 0b.2

στορος συμβουλεύσαντος πρὸς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν

### book 0b.3

ἀρίστους, Φοίνικα Ὀδυσσέα Αἴαντα. A

### book 1-2.1

〈Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιούς / ... ἔχε

### book 1-2.2

φύζα:〉 ὅρα τὸ ἀντίθετον πῶς ἐδήλωσεν ἑνὶ ῥήματι, Τρῶες ἔχον

### book 1-2.3

(1), Ἀχαιοὺς ἔχε (1—2). A b (BCE3E4)T

### book 1-2

ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: καλῶς εἶπεν· οἱ μὲν γὰρ

### book 1-2.5

Τρῶες—ὑπὸ τοῦ δέους. A

### book 2a.1

〈θεσπεσίη:〉 ἡ βουλήσει θεῶν †προγεγενημένη†, b(BCE3

### book 2a.2

E4)Til ὡς καὶ ἀλλαχοῦ „ἢ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις/

### book 2a.3

ἢ ἀνδρῶν κακότητι“ (Β 367—8). Til

### book 2b.1

θεσπεσίη ἔχε φύζα, 〈φόβου κρυόεντος ἑταίρη〉: φύζα

### book 2b.2

σημαίνει τὴν μετὰ δέους φυγήν, ὅθεν καὶ „φυζακινῇς ἐλάφοισι“ (Ν

### book 2b.1

102)· νῦν δὲ ἔκπληξις. | ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ

### book 2b.2

ψυχρός· τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδιότας. A b (BCE3E4)T

### book 2c.1

ὀκρυόεντος: φρικτοῦ, φοβεροῦ· συμβαίνει γὰρ τοὺς δεδιό‐

### book 2c.2

τας συγκρούειν τοὺς ὀδόντας. T

### book 3a.1

πένθεϊ δ’ ἀτλήτῳ 〈βεβολήατο πάντες ἄριστοι〉: οἱ μὲν

### book 3a.2

ἄλλοι περὶ φυγήν, οἱ δὲ ἄριστοι ἐν πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν

### book 3a.3

ἀρχηγῶν ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί, ἐπεὶ καὶ

### book 3a.4

τὴν αἰτίαν τῶν κατορθωμάτων ἐπὶ τούτους ἀνάγομεν. b(BCE3E4)T |

### book 3a.5.1

τὸ μὲν οὖν βεβολήατο ἐπὶ ψυχῆς, τὸ δὲ „βεβλήατο“ (Ξ 28) ἐπὶ σώ‐

### book 3a.5.2

ματος. b(BCE3E4)

### book 3b

〈ἀτλήτῳ:〉 ἀνυπομονήτῳ, ἀφορήτῳ. Til

### book 3c.1

{πένθεϊ δ’ ἀτλήτῳ} βεβολήατο: 〈ὅτι〉 ἔνιοι „βεβλήατο“,

### book 3c.2

καὶ Ζηνόδοτος οὕτως. ἐπὶ δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος

### book 3c.3

ἀεὶ τοῦτο τάττει, ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. | τὸ βε‐

### book 3c.4

βολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν

### book 3c.5.1

τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ „πεφοβήατο δινήεντα“ (Φ 206)

### book 3c.5.2

καὶ τὸ „ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν“ (Γ 183). A

### book 4a1.1

ὡς δ’ ἄνεμοι δύο: διττὰ γὰρ αὐτοὺς ἐλύπει, ἔκπληξις τῶν

### book 4a1.2

παρόντων καὶ δέος τῶν μελλόντων. οἱ δὲ „Ζηνός τε νόος καὶ Τρῶες

### book 4a1.3

ἀγαυοί“ (Π 103). T

### book 4a2.1

καὶ γὰρ καὶ τὰ τούτους λυποῦντα διττά, ἡ τῶν παρελθόν‐

### book 4a2.2

των ἔκπληξις καὶ δέος τῶν μελλόντων. b(BCE3E4)

### book 4a2.1

ὡς δ’ ἄνεμοι δύο: καλῶς δύο ἀνέμους παρέλαβεν—λύ‐

### book 4a2.2

πης τε καὶ φόβου. A

### book 4b1

〈ἄνεμοι: ἡ〉 Ἀριστοφάνειος „ἀνέμω“ δυϊκῶς. Aim

### book 4b2.1

ὡς δ’ ἄνεμοι: ἢ ὡς Ἀριστοφάνης „ὡς δ’ ἀνέμω 〈... /〉

### book 4b2.2

ἐλθόντ’ ἐξαπίνησ“ (Ι 4 et 6). T

### book 5-6a.1

Βορέης καὶ Ζέφυρος, 〈τώ τε Θρῄκηθεν ἄητον/ ἐλ‐

### book 5-6a.2

θόντ’ ἐξαπίνησ〉: ἤτοι συναπτέον ἄητον / ἐλθόντ’ ἐξαπίνης, ἢ

### book 5-6a.3

ὑποστικτέον ἀνυποκρίτως ἐπὶ τὸ ἄητον (5), ἵν’ ᾖ τὸ ἑξῆς· Βορέης

### book 5-6a.4

καὶ Ζέφυρος (5) ἐξελθόντες ἐξαπίνης (6). | πῶς δὲ ἀμφοτέρους

### book 5-6a.5

—ἀπὸ Θρᾴκης πνεῖ. A

### book 5-6b.1

τώ τε Θρῄκηθεν 〈ἄητον/ ἐλθόντ’ ἐξαπίνησ〉: οἱ μὲν

### book 5-6b.2

συνεκδοχικῶς, ὡς „ὅσοι βεβλήατο χαλκῷ“ (Ξ 28). οἱ δὲ ὅτι οἰκητήριον

### book 5-6b.3

τῶν ἀνέμων ἡ Θρᾴκη· εὐωχοῦνται 〈γ〉οῦν παρὰ Ζεφύρῳ ἐν Θρᾴκῃ (cf.

### book 5-6b.4

Ψ 200—1)· ἔστιν οὖν ἐλθόντε ἀπὸ Θρᾴκης ἄητον (5), ὅθεν ἑκάτερος

### book 5-6b.5.1

εἴωθε πνεῖν. | ἢ ὅτι ἡ τῶν Θρᾳκῶν γῆ σιγματοειδῶς κεῖται καὶ ἐπὶ πολὺ

### book 5-6b.5.2

διήκει μέχρι τῆς δύσεως· ἀφ’ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει

### book 5-6b.5.3

ἑκάτερον. T

### book 5.1

〈Ζέφυρος:〉 ὁ τὰ πρὸς τὸ ζῆν φέρων· ἔαρος γὰρ ἄρχεται

### book 5.2

πνεῖν. Til

### book 6a.1

〈ἐξαπίνης:〉 σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων

### book 6a.2

ἐμβολαί. AimT

### book 6b1.1

ἄμυδις: Νικίας (fr. 10 B.) καὶ Πάμφιλος δασύνουσι τὸ

### book 6b1.2

αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης (p. 49 B.) καὶ οἱ

### book 6b1.3

περὶ Ἀλεξίωνα (fr. 35 B.) ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ

### book 6b1

Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων {πως} πολλάκις

### book 6b1.5.1

μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα „ἦμαρ“ (Α 592 al.), ἡδονὴ

### book 6b1.5.2

„ἦδοσ“ (Α 576 al.). πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς· „πάντ’ ἄμυδις

### book 6b1.5.3

κεφαλῆσ“ (Μ 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ „ἄλλυ‐

### book 6b1.5.4

δισ“ (Λ 486 al.) καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν καὶ τῇ

### book 6b1.5.5

παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τὸ υ ἐξηνέχθησαν. ἐχρῆν

### book 6b1.10.1

οὖν ἁμάδις τι εἶναι ὡς „χαμάδισ“ (Γ 300 al.). τροπὴ δὲ τοῦ α ἐγένετο

### book 6b1.10.2

εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος

### book 6b1.10.3

Αἰολικὸς καὶ τὸ πνεῦμα. A

### book 6b2.1

ἄμυδις: ψιλωτέον τὸ ἄμυδις· Αἰολικὸν γὰρ καὶ πνεῦμα καὶ

### book 6b2.2

τόνον ἀνεδέξατο b(BCE3E4)T ὁμοίως τῷ „ἄλλυδισ“· T

### book 6c

〈ἄμυδις:〉 ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους. b(BCE3E4)T

### book 6d

〈κελαινόν:〉 μέλαν | ἢ φοβερόν. Til

### book 7a.1

πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν: τὸ παρέξ παρὰ τῷ

### book 7a.2

ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις· διὸ

### book 7a.3

καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἔξ· „παρὲκ μέγα τειχίον

### book 7a.4

αὐλῆσ“ (π 165. 343). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἔξ προθέ‐

### book 7a.5.1

σεως, ἔσθ’ ὅτε καὶ τῆς παρά· „ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον“ (μ

### book 7a.5.2

276), „ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ“ (Κ 349). ἐνθάδε μὲν οὖν ἡγεῖ‐

### book 7a.5.3

ται ὁ Ἀσκαλωνίτης (p. 49 B.) παρέλκειν τὴν παρά, ἵν’ ᾖ ἐξ ἁλός. ἄλ‐

### book 7a.1

λοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρ’ ἅλα φῦκος, καὶ τὴν

### book 7a.2

ἔξ συντάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρ’ ἁλὶ φῦκος

### book 7a.10.1

ἐξέχευαν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἔξ οὐ τρέπει τὸ ξ· „διὲξ σωλῆνος

### book 7a.10.2

εἰς ἄγγοσ“ (Archil. fr. 213 T.). Τυραννίων (fr. 16 P.) δὲ ἓν μέρος λό‐

### book 7a.10.3

γου ἤκουσεν, ἵν’ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδο‐

### book 7a.10.4

τος ἐν δʹ (46, 1)· „πάρεξ τοῦ Σκυθικοῦ ἔθνουσ“. παρὰ δὲ τῷ ποιητῇ τὸ

### book 7a.10.5

παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. A

### book 7b.1

παρέξ: δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς κ,

### book 7b.2

„παρὲκ μέγα“ (π 165. 343), „παρὲκ νόον“ (Κ 391. Υ 133), b(BCE3

### book 7b.3

E4)T „παρὲξ ὁδοῦ“ (Κ 349), „παρὲξ εἴποιμι“ (ρ 139), „παρὲξ

### book 7b.4

ἀγορευέμεν“ (Μ 213). T τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρ‐

### book 7b.5.1

ρημα. ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι. b(BCE3E4)T

### book 7b.5.2

μετὰ τὴν διά δὲ οὖσα ἡ ἔξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἑξῆς οὕτω· πολ‐

### book 7b.5.3

λὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν. b(BCE3)T

### book 7c

〈ἔχευεν:〉 διχῶς, καὶ διὰ τοῦ α. Aint

### book 8

〈ἐδαΐζετο:〉 ἐταράσσετο, διεκόπτετο. Til

### book 9a.1

ἄχεϊ μεγάλῳ: τῇ ἀλάλῳ λύπῃ. TTil καὶ ἑξῆς· „ἷζον

### book 9a.2

δ’ εἰν ἀγορῇ τετιηότεσ“ (Ι 13)· πένθους γὰρ ὄψιν γράφει τοῦ στρα‐

### book 9a.3

τοῦ. T

### book 9b.1

〈βεβολημένος ἦτορ:〉 ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ

### book 9b.2

τοῦ ο ἐπὶ ψυχῆς λέγει. Aim

### book 11.1

〈κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον:〉 τὸ

### book 11.2

μὲν πλῆθος οὐ συνάγει, ἐπεὶ ἐν ταῖς δυσπραγίαις ὀργίζονται τοῖς

### book 11.3

ἄρχουσιν, ἐπ’ ἐκείνους τὴν αἰτίαν τῆς συμφορᾶς ἀναφέροντες, ἄλλως τε,

### book 11.4

εἰ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο τὴν φυγήν, πολλῷ μᾶλ‐

### book 11.5.1

λον νῦν δυστυχήσαντες· κατ’ ὄνομα δὲ τοὺς ἀρίστους συνάγει, ἵνα μὴ

### book 11.5.2

ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασσόμενα, ἢ καὶ πρὸς τὸ μὴ τα‐

### book 11.5.3

ράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς δυσπραγίαις οὖν ἐξίσταται τῶν πρα‐

### book 11.5.4

κτέων ὁ βασιλεύς. b(BCE3E4)T

### book 12a.1

μηδὲ βοᾶν: ἀντὶ τοῦ μὴ βοᾶν δέ, ὡς „δόλῳ οὐδὲ βίηφιν“

### book 12a.2

(ι 408) ἀντὶ 〈τοῦ〉 βίᾳ δὲ οὔ. T

### book 12b.1

μετὰ πρώτοισι πονεῖτο: ταὐτὰ ποιεῖ τοῖς κήρυξι πρὸς

### book 12b.2

τὸ δυσωπεῖν ἐκείνους, καὶ εἰκότως· ἡ γὰρ συμφορὰ ταπεινοῖ καὶ τὰ

### book 12b.3

μεγάλα φρονήματα. b (E3)T

### book 12c.1

〈πονεῖτο:〉 ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν. |

### book 12c.2

νυκτὸς δὲ οὔσης—καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. Aint

### book 13

〈τετιηότες:〉 τετιμωρημένοι ἢ λυπούμενοι. Til

### book 14a.1

ἵστατο δακρυχέων: ἵνα ἐλεεινὸς γεγονὼς μὴ καταλειφθῇ

### book 14a.2

παρ’ αὐτῶν. b(BCE3)T

### book 14b.1

ὥστε κρήνη μελάνυδρος: ὅτι Ζηνόδοτος γράφει „με‐

### book 14b.2

τ〈ὰ δ’〉 Ἀργείοισιν ἔειπεν (14) / ὦ φίλοι Ἀργείων“ (Ι 17). περιῄρηκε

### book 14b.3

δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν (sc. Ι 15—6). ἀναγκαῖα δέ ἐστιν

### book 14b.4

εἰς αὔξησιν. A

### book 14b.5

μελάνυδρος: πολύυδρος. φύσει γὰρ—τὸ βάθος. A

### book 15a.1

αἰγίλιπος: ὑψηλῆς, ἣν καὶ αἲξ ἂν ἀπολίπῃ διὰ τὸ ἄγαν

### book 15a.2

ὑψηλὸν AT καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπί‐

### book 15a.3

παν νέμονται. A ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων

### book 15a.4

εἴληπται καὶ τῶν στεναγμῶν. AT

### book 15b.1

δνοφερόν: μέλαν. | ἢ T μετὰ δονήσεως φερόμενον· τῷ

### book 15b.2

δὲ ψόφῳ ὁ στεναγμὸς εἴκασται. b(BCE3E4)T

### book 16a.1

ὣς ὁ βαρὺ στενάχων: ὅτι τινὲς γράφουσιν „ὣς ὅγε δα‐

### book 16a.2

κρυχέων“ διὰ τὸ ἀκαταλλήλως πρὸς τὰ δάκρυα (cf. Ι 14) τὸ στε‐

### book 16a.3

νάχων ἀποδεδόσθαι. ἔστιν δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ

### book 16a.4

προηγουμένου νοούμενον. A

### book 16b.1

ὣς ὁ βαρὺ στενάχων: ἀλλ’ εἶπε „δάκρυ χέων ὥς τε

### book 16b.2

κρήνη“ (Ι 14), εἰ μὴ λέγοις ὅτι T διὰ τοῦ βαρέως στενάζειν τὸ δα‐

### book 16b.3

κρυχέειν δηλοῦται, ὡς τὸ „ἑζόμενοι λεύκαινον ὕδωρ“ (μ 172). b

### book 16b.4

(BCE3)TTil

### book 17a.1

ὦ φίλοι, Ἀργείων 〈ἡγήτορες ἠδὲ μέδοντεσ〉: ἡ δι‐

### book 17a.2

πλῆ, ὅτι ἐνθάδε 〈οὕτωσ〉 γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς

### book 17a.3

τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσ‐

### book 17a.4

φυέστερον γράφεται „ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηοσ“ (Β

### book 17a.5.1

110). | διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμφασιν· ἑαυτῷ μὲν

### book 17a.5.2

γὰρ προσφιλεῖς, Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει. A

### book 17b.1

ὦ φίλοι, Ἀργείων ἡγήτορες: οὐ πρὸς τὸ πλῆθος ἀποτεί‐

### book 17b.2

νεται, ἐπεὶ καὶ ἡγεμόνες μόνοι εἰσὶν οἱ παρόντες. b(BCE3E4)T | τὴν

### book 17b.3

μὲν πρώτην πεῖραν ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους ἐποιεῖτο

### book 17b.4

καὶ „ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηοσ“ (Β 110) ἔλεγεν. νῦν

### book 17b.5.1

δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει δεδοικὼς

### book 17b.5.2

μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ τοῦ Διὸς

### book 17b.5.3

φόβος ἀνέτρεψεν· ὅτι γὰρ ἀποπειρωμένου καὶ ἡ σύνοδος αὕτη, δῆλον

### book 17b.5.4

μὲν καὶ ἐξ ὧν Ἀγαμέμνων τὴν τοῦ Διομήδους ἐπίπληξιν φέρει οὐκ

### book 17b.5.5

ἐνεγκὼν τὴν τοῦ κρείττονος Ἀχιλλέως δικαιολογίαν, δῆλον δὲ καὶ ἐξ

### book 17b.10.1

ὧν ὁ Νέστωρ, ὡς τὴν τοῦ βασιλέως γνώμην ἐπιστάμενος, τὸν Διο‐

### book 17b.10.2

μήδην ἐπαινεῖ (cf. Ι 53—6), πρότερον ἐπιτιμήσας Ἀχιλλεῖ (sc. Α

### book 17b.10.3

277—81). b(BE3E4)T

### book 18a1

〈μέγα:〉 Ἀρίσταρχος σὺν τῷ ς „μέγασ“. Aint

### book 18a2

{ζεύς με} μέγα: σὺν τῷ ς „μέγασ“. T

### book 18b.1

{ζεύς με} μέγα: ὅτι μέγα δεῖ γράφειν ἀντὶ τοῦ μεγάλως

### book 18b.2

ὡς „σάφα“ (Β 192 al.). ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ ς, „μέγασ“. A

### book 18c.1

〈ἄτῃ ἐνέδησε:〉 ἀπαλλάσσει τῶν κατηγοριῶν ἑαυτόν.

### book 18c.2

b(BCE3)T

### book 19a

〈ὃς πρὶν μέν μοι:〉 Ἀρίσταρχος „ὃς τότε μέν μοι“. Aint

### book 19b.1

ὃς πρὶν μέν μοι: ὅτι νῦν οὕτως γραπτέον „ὃς τότε μέν

### book 19b.2

μοι“· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον. ἐν ἐκείνοις (sc.

### book 19b.3

Β 112) μέντοι „ὃς πρὶν μέν μοι“· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν

### book 19b.4

πρώτην ἔξοδον τῶν Ἑλλήνων. A

### book 19c1.1

ὃς πρὶν μέν μοι: „ὃς τότε μέν μοι“ οὕτως Ἀρίσταρχος·

### book 19c1.2

ὅτε τὸν ὄνειρον ἔπεμψεν. ἐκεῖ δὲ (sc. Β 112) „πρίν“ διὰ τὸ „ἀστρά‐

### book 19c1.3

πτων ἐπιδέξια“ (Β 353). γράφεται δὲ καὶ ἐνταῦθα ὃς πρὶν μέν μοι. T

### book 19c2.1

τότε δέ μοι, φησίν, ὑπέσχετο καὶ κατένευσε τὴν Ἴλιον ἐκ‐

### book 19c2.2

πορθήσαντα ἀναστρέψαι, ὅτε αὐτῷ ἐν Αὐλίδι τὰς θυσίας ἐποιοῦμεν καὶ

### book 19c2.3

τὸ τέρας ἡμῖν ὑπέφηνεν ἀκριβῶς. b(BCE3E4)

### book 21

καί με κελεύει {δυσκλέα}: κελεύει διὰ τοῦ κεραυνοῦ (cf.

### book 21

Θ 133—6). T

### book 23-5a.1

οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος

### book 23-5a.2

ἐστὶ μέγιστον〉: παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο. καὶ Ἀριστοφάνης

### book 23-5a.3

δὲ ἠθέτει. AintT

### book 23-5b.1

οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ

### book 23-5b.2

μέγιστον〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ

### book 23-5b.3

Ἀποπείρᾳ (sc. Β 116—8). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀπο‐

### book 23-5b.4

στάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν. A

### book 25a1.1

ἠδ’ ἔτι καὶ λύσει: ὑπόψυχρον διστάζειν περὶ τῆς ἁλώ‐

### book 25a1.2

σεως τῆς Τροίας ἐν τοιαύτῃ περιστάσει ὄντα. T

### book 25a2.1

ὑπόψυχρόν ἐστι τὸ διστάζειν περὶ τῆς ἁλώσεως Τροίας

### book 25a2.2

ἐν τοιαύτῃ δεινῇ συγκεκλεισμένον τῇ περιστάσει. b(BCE3E4)

### book 26-31.1

ἀλλ’ ἄγεθ’—ἀγαθὸς Διομήδης: ὅτι Ζηνόδοτος

### book 26-31.2

ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλ’ ἕνεκα τοῦ κατ’ ἄλλους

### book 26-31.3

τόπους φέρεσθαι. τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφορουμένων. τὴν

### book 26-31.4

δὲ συνέπειαν οὕτως ποιεῖ· „δυσκλέα Ἄργος ἱκέσθαι, 〈ἐπεὶ πολὺν

### book 26-31.5.1

ὤλεσα λαόν〉 (Ι 22). / ἤτοι ὅγ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο θυμὸν ἀχεύων

### book 26-31.5.2

(~ Α 68 al. + Ε 869 al.). / τοῖσι δ’ ἀνιστάμενος μετέφη κρατερὸς

### book 26-31

Διομήδησ“ (= Α 58 al. + Δ 401). A

### book 29a.1

ἀκή〈ν〉: ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ

### book 29a.2

ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ „βῆ δ’

### book 29a.3

ἀκέων“ (Α 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχή τίς ἐστι παρὰ τὴν †ἀχανίαν,

### book 29a.4

A b (BCE3E4)T „οὔτ’ ἄν τι χανεῖν δέον“ (fr. com. ?), ὅθεν καὶ

### book 29a.5

„προχάνα“ (Call. h. 6, 73). T

### book 29b.1

ἀκὴν ἐγένοντο: τὸ εὐσταθὲς καὶ ἐν ταῖς συμφοραῖς τῶν

### book 29b.2

Ἀχαιῶν δεδήλωται. T

### book 30.1

δὴν δ’ ἄνεῳ ἦσαν: οὔτε γὰρ μένοντες χρηστὴν εἶχον ἐλπίδα

### book 30.2

οὔτε φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες

### book 30.3

ὑποπτεύουσι, τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς δι‐

### book 30.4

στάζειν, τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κη‐

### book 30.5

δεμονικῶς. b(BCE3E4)T

### book 31.1

ὀψὲ δὲ δὴ μετέειπε 〈βοὴν ἀγαθὸς Διομήδησ〉: οἰκεία

### book 31.2

Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην Ἕκτορος ἐφόνευσε (cf.

### book 31.3

Θ 120—3), τὴν σώσασαν Ἀλέξανδρον ἔτρωσε (cf. Ε 335—40), τοὺς

### book 31.4

Αἰνείου ἵππους ἔλαβε (cf. Ε 323—7), χρύσεα ὅπλα ἔσχεν (cf. Ζ

### book 31.5.1

234—6), Ἰδαίῳ μόνος ἀντεῖπε (cf. Η 400—2), τοὺς κεραυνοὺς μόνος

### book 31.5.2

ὑπέμεινεν (cf. Θ 133—50), ἔφυγεν ὕστερος (cf. Θ 99—100), ὑπέ‐

### book 31.5.3

στρεψε πρῶτος (cf. Θ 254—5), ὀνειδισθείς τε ὑπὸ Ἀγαμέμνονος (cf.

### book 31.1

Δ 370—400) εὐκαίρως αὐτῷ νῦν ἀντονειδίζει μετὰ τὴν ἀριστείαν, b

### book 31.2

(BCE3E4)T ἀρετῇ δὲ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται. εἰ δὲ

### book 31.10.1

ἦν γέρων, ἐδόκει ἐκγελᾶν ἀλλοτρίους πόνους· εἰ δὲ ἀσύνετος ἐτύγχα‐

### book 31.10.2

νεν, ὑπωπτεύετο πάντως τῆς ἀσφαλείας καταφρονῶν. b(BCE3E4)

### book 32a

〈μαχήσομαι:〉 Ἀρίσταρχος διὰ τοῦ η, μαχήσομαι. Aim

### book 32b1.1

σοὶ πρῶτα μαχήσομαι: δῆλον ὡς καὶ τοῖς ἄλλοις μέμ‐

### book 32b1.2

φεται ὡς συναινοῦσι τῇ φυγῇ διὰ τοῦ σιωπᾶν. μάχην δέ φησι τὴν

### book 32b1.3

ἐναντίωσιν τοῦ λόγου. T

### book 32b2.1

εἰπὼν τὸ πρῶτα δηλοῖ ὡς καὶ τοῖς ἄλλοις ἐπιμέμφεται τῇ

### book 32b2.2

φυγῇ διὰ τῆς σιωπῆς συναινοῦσι. b(BCE3E4) μάχην δέ φησι τὴν

### book 32b2.3

τοῦ λόγου ἐναντίωσιν. b(BCE3)

### book 33a.1

ἣ θέμις 〈ἐστίν, ἄναξ, ἀγορῇ〉: ὡς νόμος ἐστὶν—ἐν

### book 33a.2

δημοκρατίᾳ. | ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας

### book 33a.3

μετὰ παρρησίας λέγειν. Σέλευκον (fr. 13 M. = fr. 12 D.) μέντοι φασὶν

### book 33a.4

ἐπὶ τὸ ἄναξ διαστέλλειν. A

### book 33b.1

ἣ θέμις ἐστίν, ἄναξ, 〈ἀγορῇ· σὺ δὲ μή τι χολωθῇσ〉:

### book 33b.2

προδιόρθωσις, ἐπειδὴ σφοδρότερον αὐτοῦ μέλλει καθάπτεσθαι ὡς

### book 33b.3

ἐφιεμένου μὴ ἄλλοτε, ἐν δὲ ταῖς ἐκκλησίαις ἀντιλέγειν τοῖς βασιλεῦσιν.

### book 33b.4

προπαραιτεῖται δὲ τὴν ὀργήν, ἀξιῶν δέξασθαι τὴν πρὸς τὸ συμφέρον

### book 33b.5.1

ἀλήθειαν καὶ δηλῶν ὡς τοῖς εἰρημένοις, οὐκ αὐτῷ ἀπέχθεται. b(BCE3

### book 33b.5.2

E4)T

### book 33c1.1

〈ἣ θέμις ἐστὶν ... ἀγορῇ:〉 τὸ παρρησιάζεσθαι τὸ δο‐

### book 33c1.2

κοῦν. T

### book 33c2.1

θέμις δὲ τῆς δημηγορίας τὸ τὸ δοκοῦν παρρησιάζεσθαι.

### book 33c2.2

b(BCE3E4)

### book 33d1.1

σὺ δὲ μή τι χολωθῇς: ἀξιοπίστως. εἰ καὶ οἶδε καταθύ‐

### book 33d1.2

μια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ „†στυγέει† δὲ καὶ ἄλλοσ“

### book 33d1.3

(Α 186). T

### book 33d2.1

εὖ δὲ καὶ τὸ μή τι χολωθῇς ἀξιοπίστως εἰρημένον· εἰ γὰρ

### book 33d2.2

καὶ οἶδε τὰ καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ „†στυ‐

### book 33d2

γέει† δὲ καὶ ἄλλοσ“. b(BCE3E4)

### book 34a.1

〈ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν:〉

### book 34a.2

ὅτι τῶν κατὰ τὴν ἐπιπώλησιν πλη〈κ〉τικῶς εἰρημένων (sc. Δ

### book 34a.3

370—400) μέμνηται. Aim

### book 34b1.1

ἀλκὴν μέν μοι πρῶτος 〈ὀνείδισας ἐν Δαναοῖσιν〉:

### book 34b1.2

πρῶτος ἀντὶ τοῦ εἷς καὶ μόνος. | ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο

### book 34b1.3

ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ὁ θυμὸς γὰρ καὶ ἡ

### book 34b1.4

φιλοδοξία τοιοῦτον· †παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν †πρῶτος†

### book 34b1.5

εἰσήγαγεν. T

### book 34b2.1

οὐ „πρῶτον“, ἀλλὰ πρῶτος. δηλοῖ δὲ τὸ μόνος, οἷον μετὰ

### book 34b2.2

σεαυτοῦ μὴ ἔχων ἕτερον· οὐ γὰρ τίς με, φησί, καὶ ἄλλος ὕβρισεν, ἀλλὰ

### book 34b2.3

σὺ πρῶτος ἤτοι μόνος αὐτὸς καὶ τέλος καὶ ἀρχή. | ὃν δὲ βαρύτατα φέ‐

### book 34b2.4

ρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ἐκ

### book 34b2.5.1

γὰρ θυμοῦ καὶ φιλοδοξίας τὰ συμβουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ

### book 34b2.5.2

παρρησίαν πρῶτον εἰσήγαγεν. b(BCE3E4)

### book 34b2.1

ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας: περὶ τῆς δυνάμεώς μου

### book 34b2.2

ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενεστάτου. ἤτοι δὲ ἐν—πτώσ‐

### book 34b2.3

σεις; A

### book 34c.1

〈ἐν Δαναοῖσι:〉 τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς

### book 34c.2

ἑξῆς συνάπτειν. ἀλλ’ οὐ κατεπείγει. Aim

### book 36a.1

〈ἠμὲν νέοι ἠδὲ γέροντες:〉 οὕτως Ἀρίσταρχος ἠμὲν νέοι

### book 36a.2

ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ „ἡγήτορες ἠδὲ μέδοντεσ“. Aim

### book 36b.1

ἠμὲν νέοι ἠδὲ γέροντες: ὅτι Ζηνόδοτος γράφει „ἡγήτορες

### book 36b.2

ἠδὲ μέδοντεσ“. βέλτιον δὲ καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ

### book 36b.3

ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθ’ ἡλικίαν, ἐπεὶ

### book 36b.4

μικρῷ πρότερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ (sc. Θ

### book 36b.5

90—171). A

### book 36c.1

ἠμὲν νέοι ἠδὲ γέροντες: ἀνεπαχθῶς διὰ τὸ σῶσαι Νέ‐

### book 36c.2

στορα· διό φησι· „πολέμῳ ἔνι καρτερός ἐσσι“ (Ι 53). b(BCE3E4)T

### book 36c.3

νέοι δὲ διὰ τὸν Σθένελον· ὅτι δὲ ἡνίοχος ἦν τοῦ Διομήδους καὶ τὰς

### book 36c.4

ἀριστείας ἑώρα αὐτοῦ· καὶ γάρ φησι· „μήτι φόβον δ’ ἀγόρευε“ (Ε

### book 36c.5

252). T

### book 37a.1

σοὶ δὲ διάνδιχ’ ἔδωκε: τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερί‐

### book 37a.2

σας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν. A

### book 37b.1

διάνδιχα: διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκάτερον.

### book 37b.2

b(BCE3E4)T

### book 38.1

〈σκήπτρῳ μέν τοι:〉 προθεραπεύει μέλλων ὡς δειλοῦ καθά‐

### book 38.2

πτεσθαι. b(BCE3E4)Til

### book 39a.1

ἀλκὴν δ’ οὔ τοι δῶκεν: καὶ Ἀχιλλεὺς ταῦτα ὀνειδίζει (sc.

### book 39a.2

Α 225—8). οὐ πειστέοι δὲ ἀντιπολιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προ‐

### book 39a.3

σώπων ἱκανὰ πρὸς μαρτύρησιν, „ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρα‐

### book 39a.4

τερός τ’ αἰχμητήσ“ (Γ 179) καὶ „ἢ αὐτὸν βασιλῆα“ (Η 180). b(BCE3

### book 39a.5

E4)T

### book 39b.1

ὅ τε κράτος ἐστὶ μέγιστον: τὸ ἄμφω κεκτῆσθαι, ὡς οὐ

### book 39b.2

τέλειος εἴη βασιλεὺς ὁ μὴ ἔχων τὰ δύο· καὶ ὅτι ἡ μὲν δύναται βασι‐

### book 39b.3

λείαν περιποιεῖν, ἡ δὲ βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. δύο δέ

### book 39b.4

εἰσι, τὸ μὲν ἐκ τύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ ποιητής, b

### book 39b.5

(BCE3E4)T ὡς μὴ δεήσοντος πόνου. b(BCE3E4)

### book 39c

〈ὅ τε:〉 τὸ ὅ τε ἀντὶ τοῦ ὅπερ. Aim

### book 40

〈δαιμόνι’:〉 εὔκαιρος ὁ ἔπαινος διὰ τὰ εἰρημένα κατ’ αὐτοῦ.

### book 40

b(BCE3E4)Til

### book 41.1

〈καὶ ἀνάλκιδας ὡς ἀγορεύεις:〉 προενεχυριάζων αὐτῶν

### book 41.2

τὴν ἀλκήν φησιν. Til

### book 43-5.1

ἔρχεο· πάρ τοι ὁδόσ〈— /〉 ἀλλ’ ἄλλοι μενέουσι:

### book 43-5.2

πικρὰ μὲν τῷ ἀκούεσθαι, ἥδιστα δέ ἐστι τῷ νοεῖν· ταῦτα γὰρ ἀκούειν

### book 43-5.3

ἐθέλει Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν ὡς ἐθελονταὶ τὸν κίνδυνον ἀνα‐

### book 43-5.4

δέχονται ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι. b(BCE3E4)T

### book 43a

〈πάρ τοι ὁδός:〉 εὐμαρής ἐστί σοι ὁδός. Aim

### book 43b.1

νῆες δέ τοι ἄγχι θαλάσσης: ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ

### book 43b.2

τοι ὁδός τὸ πάρεισί σοι· ὅπερ οὐ συνέντες τινὲς προστεθήκασι τὸν

### book 43b.3

ἑξῆς. A

### book 44a.1

ἑστᾶς’, 〈αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί〉:

### book 44a.2

ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτε‐

### book 44a.3

ρος ὁ λόγος γίνεται· ἐφορμοῦσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν

### book 44a.4

(sc. in Ι 43) „νῆες †μέν τοι† ἀμφιέλισσαι“ ὥστε παντελῶς ἀποκρίνε‐

### book 44a.5

σθαι τὸν στίχον. A

### book 44b.1

αἵ τοι ἕποντο Μυκήνηθεν: τούτων γὰρ ἄρχει μόνων,

### book 44b.2

οὐχ Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν ἐλθόντα πολλῷ στόλῳ μάταιον

### book 44b.3

ὑποχωρεῖν; b(BCE3E4)T

### book 45.1

ἀλλ’ ἄλλοι μενέουσι: ῥητορικῶς προενεχυριάζει αὐτῶν τὴν

### book 45.2

γνώμην. b(BCE3E4)T

### book 46-7a1.1

εἰ δὲ καὶ αὐτοί / φευγόντων 〈σὺν νηυσὶ φίλην ἐς

### book 46-7a1.2

πατρίδα γαῖαν〉: ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζή‐

### book 46-7a1.3

τηται. καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπὶ τὸ αὐτοί

### book 46-7a1

(46). οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ „ἐπέσσυται ὥστε νέεσθαι“

### book 46-7a1.5.1

(Ι 42), εἶτα φευγόντων σὺν νηυσί (47) ἀντὶ τοῦ φευγέτωσαν. ἄμει‐

### book 46-7a1.5.2

νον δὲ ὑφ’ ἓν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοί / φευγόντων, στίζειν δὲ

### book 46-7a1.5.3

ἐπὶ τὸ γαῖαν (47), ἵνα λέγηται μὲν ἀποφα〈ν〉τικῶς, τὸ δὲ λεγόμενον

### book 46-7a1.5.4

τοιοῦτον ᾖ· ‘ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδασ‘· εἴρηται

### book 46-7a1.5.5

γὰρ ὡς ὁ εἴ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικήν, ὡς ἐκεῖ „ἀλλ’

### book 46-7a1.10.1

εἴ τις καλέσειε θεῶν Θέτιν“ (Ω 74) τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κει‐

### book 46-7a1.10.2

μένου, ὡς κἀκεῖ „ἐξελθών τις ἴδοι“ (ω 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ

### book 46-7a1.10.3

εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστι‐

### book 46-7a1.10.4

κὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ α. ἄλλως τε

### book 46-7a1.10.5

καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· „εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε“ (Π

### book 46-7a1.15.1

667)· οὐδὲν γὰρ πλέον τοῦ ἄγε δή. καὶ ἐνθάδε ‘ἄγε δὴ καὶ οὗτοι φευ‐

### book 46-7a1.15.2

γέτωσαν‘. A

### book 46-7a2.1

{εἰ δὲ καὶ αὐτοί}: τὸ εἴ παρακελευστικόν φησιν ὁ Νικάνωρ

### book 46-7a2.2

(p. 198 Friedl.). ὡς τὸ „εἰ δὲ σὺ μέν μευ ἄκουσον“ (Ι 262), „ἀλλ’ εἴ τις

### book 46-7a2.3

καλέσειε“, „εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε“· φησὶν οὖν ‘ἄγε δὴ καὶ αὐτοὶ

### book 46-7a2.4

φευγέτωσαν· ἐγὼ γὰρ καὶ Σθένελος μαχούμεθα‘ (cf. Ι 48). T

### book 46-7b.1

ἄλλως· εἰ δὲ καὶ αὐτοί / φευγόντων: ὑποστικτέον εἰς τὸ

### book 46-7b.2

αὐτοί (46), καὶ λείπει τὸ θέλουσι φυγεῖν. ἢ κοινὸν τὸ „ἐπέσσυται ὥστε

### book 46-7b.3

νέεσθαι (Ι 42).“ b(BCE3E4)T | κομματικῶς δὲ εἶπε μιμούμενος τὸν

### book 46-7b.4

θυμούμενον. b(BE3E4)T

### book 47a

〈φευγόντων:〉 ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν. Aim

### book 47b

〈φευγόντων:〉 αἰσχρῷ ὀνόματι αὐτὸ εἶπεν. Til

### book 48a1

ἐγὼ Σθένελός τε 〈μαχησόμεθ’〉: οὐκ ἐδίστασε προτρεπόμενος. T

### book 48a2.1

προτρεπόμενος αὐτοὺς οὐκ ἐδίστασεν, ἀλλὰ προθύμως

### book 48a2.2

φθέγγεται ταῦτα. b(BCE3E4)

### book 49.1

σὺν γὰρ θεῷ εἰλήλουθμεν: τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ

### book 49.2

ῥοπῇ λύει. ἔστι δὲ ὅμοιον τῷ „πειθόμενοι τεράεσσι θεῶν“ (Δ 408).

### book 49

b(BE3)T

### book 50-1.1

〈ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες— / μῦθον ἀγασσά‐

### book 50-1.2

μενοι:〉 θαυμαστὴ τῶν λόγων ἡ δύναμις συγχέουσα καὶ διαστέλ‐

### book 50-1.3

λουσα τὴν ψυχήν. b(BE3)Til

### book 52a.1

〈τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν:〉 „τοῖσι δὲ καὶ

### book 52a.2

μετέειπε Γερήνιοσ“. A

### book 52b.1

μετεφώνεεν ἱππότα Νέστωρ: καλῶς μετὰ τὸ μαθεῖν

### book 52b.2

τὴν γνώμην τῶν Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ. b(BCE3E4)T

### book 52c.1

μετεφώνεεν〈—〉Νέστωρ: ἡ σιωπὴ Ἀγαμέμνονος

### book 52c.2

ἀπόπειραν δευτέραν ἔχει τῶν Ἑλλήνων. οὔτε δὲ ἀντιπράσσει Διομή‐

### book 52c.3

δει (θυμήρη γὰρ εἶπεν) οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλ‐

### book 52c.4

λον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι. b(BCE3

### book 52c.5

E4)T

### book 53-4a1.1

περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι / καὶ βουλῇ

### book 53-4a1.2

παρὰ πάντας ὁμήλικας 〈ἔπλευ ἄριστοσ〉: οἷς ἀμφοῖν ἐλοιδόρησε

### book 53-4a1.3

τὸν βασιλέα, τούτοις αὐτὸν προὔχειν φησίν, ἀλλ’ οὐκ ἄκρως· οὔτε γὰρ

### book 53-4a1.4

‘καρτερώτατοσ‘ εἶπεν, ἵνα μὴ τοὺς ἄλλους τοὺς τῆς ἀνδρίας ἀντιποιου‐

### book 53-4a1.5.1

μένους λυπήσῃ, ἀλλὰ μετὰ πάντας ὁμήλικας (54), ἵνα μὴ τοὺς

### book 53-4a1.5.2

πρεσβυτέρους ἀνιάσῃ. ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βού‐

### book 53-4a1.5.3

λεται· διὸ †οὐ† συνετώτατον αὐτὸν καλεῖ. b(B, C [bis], E3E4)T

### book 53-4a2.1

{τυδείδη περὶ μὲν πολέμωι ἒν καρτερός ἐσσι}: οἷς ἀμφοῖν

### book 53-4a2.2

τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπών, ἀλλ’ οὐ καθ’

### book 53-4a2.3

ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον. A

### book 53

〈περί:〉 ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς. Aint

### book 55a1.1

〈οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται:〉 δύο γὰρ ἀκυροῦσι

### book 55a1.2

λόγον, ἐναντίωσις καὶ μέμψις. Til

### book 55a2.1

δύο γὰρ τὰ ἀκυροῦντα πάντα, ἥ τε τῶν λόγων ἐναντίωσις

### book 55a2.2

καὶ ἡ μέμψις. b(BCE3E4)

### book 55a2.1

οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται: οὐδείς σου τὸν λόγον

### book 55a2.2

—κἀκεῖνος εἰσηγεῖται. A

### book 56-7

οὐδὲ πάλιν ἐρέει〈— / ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς

### book 56-7.1

δέ κε καὶ πάϊς εἴησ〉: ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι

### book 56-7.2

λέγειν ‘ἐμὸς ἂν παῖς εἴησ‘ (cf. 57) κατὰ τὴν ἡλικίαν. πρὸς ἐπιτίμησιν

### book 56-7.3

τοῦ πολέμου. | τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου, ὡς ἡμεῖς,

### book 56-7.5

ἀλλ’ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως. A

### book 56.1

οὐδὲ πάλιν ἐρέει. 〈ἀτὰρ οὐ τέλος ἵκεο μύθων〉: οὐδὲ

### book 56.2

ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις. Aint

### book 56.1

ἀτὰρ οὐ τέλος ἵκεο μύθων: οὐ μὴν τέλος—ἅτινα αὐ‐

### book 56.2

τὸς ἀναπληροῖ. A

### book 57-8.1

ἦ μὴν καὶ νέος ἐσσί, 〈ἐμὸς δέ κε καὶ πάϊς εἴης/ ὁπλό‐

### book 57-8.2

τερος γενεῆφιν〉: ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί (57), τὸ δὲ ἑξῆς

### book 57-8.3

συνάπτει. ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἦ μὴν καὶ νέος ἐσσὶ

### book 57-8.4

ὁπλότερος γενεῆφι, δῆλον ὅτι τὰ διὰ μέσου λεγόμενα ἐμὸς δέ κε

### book 57-8.5

καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται. A

### book 57a

〈ἦ μήν:〉 διὰ τοῦ ε αἱ Ἀριστάρχου, „ἦ μέν“ {καὶ νέος}. Aim

### book 57b

〈νέος ἐσσί:〉 ἀπολογεῖται τοῦ μὴ τελέσαι τὸν λόγον. Til

### book 57c.1

ἐμὸς δέ κε 〈καὶ〉 πάϊς 〈εἴησ〉: τῷ τῆς συγγενείας ὀνόματι

### book 57c.2

τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν. b(BCE3E4)T

### book 58a1

〈ὁπλότατος:〉 γράφεται „ὁπλότεροσ“. Aim

### book 58a2

〈ὁπλότερος:〉 γράφεται „ὁπλότατοσ“. Til

### book 58b.1

ἀτὰρ πεπνυμένα βάζεις: ὁρᾷς ὅσοι οἱ ἔπαινοι· σχεδὸν

### book 58b.2

γὰρ αὐτῷ ἀπονέμει τὸ πᾶν τῆς συμβουλῆς, b(BCE3E4)T ὀλίγα

### book 58b.3

αὐτὸς προσθήσειν ἐρῶν. T

### book 58-9a1.1

ἀτὰρ πεπνυμένα βάζεις 〈/ Ἀργείων βασιλῆας,

### book 58-9a1.2

ἐπεὶ κατὰ μοῖραν ἔειπεσ〉: τὸ Ἀργείων βασιλῆας (59) δύναται

### book 58-9a1.3

καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμ‐

### book 58-9a1.4

φοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς.

### book 58-9a1.5.1

εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις, εἴτε τοῖς ἑξῆς,

### book 58-9a1.5.2

γίνεται βασιλεῖς ἔειπες. A

### book 58-9a2.1

{ἐπεὶ κατὰ μοῖραν ἔειπας:} τοῦτο ἀμφοῖν δύναται συνά‐

### book 58-9a2.2

πτεσθαι. T

### book 60.1

ὃς σεῖο γεραίτερος: ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν

### book 60.2

ἡλικίαν προβάλλεται, διὰ ταύτης κρεῖσσον ἔχειν ἀξιῶν, οὐ λογιώτε‐

### book 60.3

ρον. b(BCE3E4)T

### book 61a.1

〈διΐξομαι:〉 διελεύσομαι τὰ πράγματα ἀπ’ ἀρχῆς μέχρι

### book 61a.2

τέλους. Aint

### book 61b1.1

διΐξομαι: δασυντέον τὸ διΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω

### book 61b1.2

ἐγένετο. †ἐπιφέρει γοῦν† „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56). A

### book 61b2.1

δασυντέον δὲ τὸ 〈δι〉ΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο

### book 61b2.2

ἀντὶ 〈τοῦ〉 ‘διεξέλθω πάντα‘. T

### book 61c.1

ἐξείπω καὶ πάντα διΐξομαι: πρὸς τὸ „ἀτὰρ οὐ τέλος

### book 61c.2

ἵκεο μύθων“ (Ι 56). b(BCE3E4)T

### book 61-2.1

οὐδέ κέ τίς μοι / μῦθον ἀτιμήσει οὐδὲ κρείων Ἀγα‐

### book 61-2.2

μέμνων: πρὸς τὸ μὴ ἀντειπεῖν Διομήδην τοῖς λεχθησομένοις. οἶδε δὲ

### book 61-2.3

Ἀγαμέμνονα εἰπόντα „εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν“ (Β 379).

### book 61-2

b(BCE3E4)T

### book 63-4.1

ἀφρήτωρ〈—ὀκρυόεντοσ〉: ὁ μὲν μένειν παρήγ‐

### book 63-4.2

γειλεν, ὁ δὲ τοὺς συμμάχους ὁμονοοῦντας †ἔχει†. διδάσκει δὲ ὡς εἶναι

### book 63-4.3

μὲν πολεμικὸν δεῖ, δι’ ὧν φησιν „οἷς οὔτι μέλει πολεμήϊα ἔργα“ (Β

### book 63-4.4

338), οὐ μὴν φιλοπόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν.

### book 63-4.5.1

Διομήδης δὲ νῦν μὲν οὐκ ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ. ὅτι δὲ οὐκ

### book 63-4.5.2

ἠρέσθη τῇ γνώμῃ, δηλοῖ διὰ τοῦ „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698).

### book 63-4.5.3

b(BCE3E4)T καὶ τὸ μὲν κεφάλαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλή‐

### book 63-4.5.4

θους εἶπεν, μὴ ὑπέρθηται τὰς λιτὰς ὁ Ἀγαμέμνων, τὸ δὲ κατὰ μέρος ἐπὶ

### book 63-4.5.5

τῶν †δείπνων† (sc. Ι 112—3. 163—73). καὶ Ἰσοκράτης ἐν τῷ Πανη‐

### book 63-4.10.1

γυρικῷ (sc. or. 4, 15—7), τῶν ῥητόρων συμβουλευόντων πλεῖν ἐπὶ

### book 63-4.10.2

Ἀσίαν, ἔλεγε πρῶτον διαλλάσσειν τὰς Ἑλληνίδας πόλεις καὶ κοινῇ

### book 63-4.10.3

τὴν ὁρμὴν ποιεῖσθαι. b(BE3E4)T διὰ δὲ τῆς τῶν ὀνομάτων

### book 63-4.10.4

ὑπερβολῆς δυσωπεῖ Ἀγαμέμνονα, μηδὲ βασιλέα ἔσεσθαι αὐτὸν καλὸν

### book 63-4.10.5

στρατοῦ, ἀλλ’ οὐδὲ κοινῆς ἑστίας, εἰ ἀντείποι ταῖς λιταῖς. T

### book 63a.1

〈ἀφρήτωρ:〉 κοινῶς 〈ὁ〉 φρατρίας καὶ συγγεν〈ε〉ίας μὴ

### book 63a.2

μετέχων, ἀπάνθρωπος. Aint

### book 63a.1

ἀφρήτωρ: ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ

### book 63a.2

συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς. A

### book 63b1.1

ἀθέμιστος: θηριώδης, ἄνομος, ὅπου καὶ Κύκλωπες θε‐

### book 63b1.2

μιστεύουσι „παίδων ἠδ’ ἀλόχων“ (ι 115), οἱονεὶ τὸ περὶ τὴν συγγέ‐

### book 63b1.3

νειαν φυλάσσουσι δίκαιον. b(BE3E4)T

### book 63b2.1

ἄδικος | καὶ ἄνομος καὶ θηριώδης, ὅπου καὶ οἱ Κύκλωπες

### book 63b2.2

θεμιστεύουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν. A

### book 63c.1

ἀνέστιος: ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς

### book 63c.2

πρὸς τοὺς οἰκείους ἀπέχεται στάσεως· b(BE3E4)T ἐπιδήμιος (cf.

### book 63c

Ι 64) γὰρ πόλεμος ὁ ἐμφύλιος. T

### book 64

〈ἔραται:〉 ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική. Aim

### book 65.1

〈ἀλλ’ ἤτοι νῦν μέν—μελαίνῃ:〉 τοῦ καιροῦ στοχάζεται καὶ προδείξας

### book 65.2

τὸ ὠφελοῦν σιωπᾷ τέως τὴν θεραπείαν. b(BCE3E4)Til

### book 66a.1

δόρπα τ’ ἐφοπλισόμεσθα: ἄξιον γὰρ προνοεῖν τῆς θε‐

### book 66a.2

ραπείας τοῦ σώματος τοὺς κάμνοντας. οἱονεὶ δὲ ὅπλα τῆς μάχης ποιη‐

### book 66a.3

σώμεθα τὰ δόρπα. b(BCE3E4)T

### book 66b.1

φυλακτῆρες: Ἀρίσταρχος διὰ τοῦ α „φυλακτῆρασ“, AT

### book 66b.2

τοὺς φύλακας. A

### book 67a

〈λεξάσθων:〉 διαταγήτωσαν. Aint

### book 67b

〈λεξάσθων:〉 ὅτι ἀντὶ τοῦ λεξάσθωσαν. Aint

### book 67c

〈παρὰ τάφρον:〉 γράφεται καὶ „περὶ τάφρον“. Aim

### book 67d.1

τείχεος ἐκτός: ἵνα ὁρμώμενοι τοῖς πολεμίοις καταπλήσ‐

### book 67d.2

σοιεν αὐτούς, ἔσω δὲ ὄντες τῆς τάφρου †ἀσφαλῶς ὦσιν. b(BCE3E4)T

### book 69

〈ἄρχε:〉 ἀντὶ τοῦ σύναγε ἡμᾶς. Til

### book 70a.1

δαίνυ δαῖτα γέρουσιν· 〈ἔοικέ τοι, οὔ τοι ἀεικέσ〉:

### book 70a.2

ἔθος μὲν ἦν. ἀλλ’ οἴεται αὐτὸν παραλείψειν τῇ ἐπιπλήξει τὸ ἔθος. ἄρι‐

### book 70a.3

στος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα τὸν ἔλεγχον προσδέξεται· νῦν μὲν

### book 70a.4

γὰρ οἱ τῶν Ἀργείων ἡγήτορες καὶ μέδοντές εἰσι συνειλεγμένοι, ἐπὶ δὲ

### book 70a.5.1

τὸ δεῖπνον οἱ γέροντες μόνοι συνάγονται, ἐφ’ ὧν ἤνεγκεν ἂν τὴν τοῦ

### book 70a.5.2

γέροντος παρρησίαν b(BCE3E4)T ὁ Ἀγαμέμνων. T | καὶ ἄλλως·

### book 70a.5.3

ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμεν, ἥ τε ὁμοτράπεζος κοινωνία πάντας φίλους

### book 70a.5.4

ποιεῖ· διὸ καὶ Πέρσαι μεθύοντες συμβουλεύονται, νήφοντες δ’ ἐπικρίνου‐

### book 70a

σιν. καὶ τὸ μὲν πλῆθος ἀπαλλάσσει χρηστὰς ὑπογράψας ἐλπίδας περὶ

### book 70a.10.1

τῶν λιτῶν, οὐ μὴν ἀναγκάσας ἐπ’ αὐτῶν τὸν βασιλέα ἀντιφωνῆσαι

### book 70a.10.2

περὶ τῶν δώρων· πιέζοντος γὰρ ἦν τὸν καιρόν. καὶ ὁ Ῥοδίων δὲ νόμος

### book 70a.10.3

κελεύει ταῖς μεγίσταις ἀρχαῖς συσσιτεῖσθαι τοὺς ἀρίστους, περὶ τῶν

### book 70a.10.4

ἕωθεν πρακτέων βουλευομένους. b(BE3E4)T

### book 70b.1

δαίνυ δαῖτα γέρουσι: παρασκεύαζε τὴν εὐωχίαν τοῖς

### book 70b.2

ἐντίμοις ἢ ἐφ’ 〈ἑσ〉τίασιν ἄγε τοὺς πρωταγωνιστάς. A

### book 71.1

πλεῖαι {τοι οἴνου κλισίαι}: ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις.

### book 71.2

πρὸς τὸ „παρῴχηκε〈ν〉 δὲ πλέω νύξ“ (Κ 252) ἀντὶ τοῦ πλήρης. A

### book 72

〈ἠμάτιαι:〉 ἀνὰ ἑκάστην ἡμέραν ἢ διὰ μιᾶς ἡμέρας. Aint

### book 73a1

{πᾶσά τοι ἐσθ’} ὑποδεξείη, 〈πολέεσσι δ’ ἀνάσσεις:

### book 73a1.1

ὑποδεξείη〉 ὡς „Ἀργείη“ (Δ 8 al.). τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι

### book 73a1.2

κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ Προσῳ‐

### book 73a1.3

δίᾳ (Hrd. 2,63,18). | ἐν μέντοι τῇ Καθόλου (Hrd. 1,292,22) οὕτως·

### book 73a1.5.1

„‘πᾶσά τοί ἐσθ’ ὑποδεξίη‘ ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ

### book 73a1.5.2

μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται“. | †καὶ

### book 73a1.5.3

οὕτως ἔχει ἡ τῶν ἀντιφάνους† παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως

### book 73a1.5.4

εἶχον διὰ τοῦ γάρ, „πολέσιν γὰρ 〈ἀνάσσεισ〉“. ἔχει δέ τι Ὁμηρικὸν

### book 73a1

καὶ ἡ διὰ τοῦ δέ. A

### book 73a2

Ἀρίσταρχος „πολέσιν γὰρ ἀνάσσεισ“. Aim

### book 73b1.1

πᾶσά τοί ἐσθ’ ὑποδεξίη: ἡ πρὸς ὑποδοχὴν χορηγία.

### book 73b1.2

τινὲς δὲ οὕτως, ὅτι καὶ πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ. b(BCE3

### book 73b1.3

E4)T

### book 73b2.1

πᾶσά τοί ἐσθ’ ὑποδεξείη: πρὸς ὑποδοχὴν ηὐτρέπισταί

### book 73b2.2

σοι χορηγία. A

### book 73c.1

πολέεσσι δ’ ἀνάσσεις: ἐπαίρει τὸν βασιλέα, εἰς τὸ μετέ‐

### book 73c.2

πειτα αὐτὸν ὑπήκοον σχήσων. A b (BCE3E4)T

### book 74-5.1

πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι 〈ὅς κεν ἀρίστην /

### book 74-5.2

βουλὴν βουλεύσῃ〉: μετρίως οὐκ ἀποδίδωσιν ‘ἑαυτῷ‘. διδάσκει δὲ

### book 74-5.3

τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον.

### book 74-5.4

b(BCE3E4)T

### book 75-6a.1

μάλα δὲ χρεὼ πάντας Ἀχαιούς 〈/ ἐσθλῆς καὶ πυ‐

### book 75-6a.2

κινῆσ〉: πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον.

### book 75-6a.3

b(BCE3E4)T

### book 75-6b.1

χρεὼ〈—〉Ἀχαιούς / ἐσθλῆς: „χρεὼ βουλῆς ἐμὲ καὶ

### book 75-6b.2

σέ“ (Κ 43) ἀντὶ τοῦ δεῖ. T

### book 75

〈χρεώ:〉 χρεία καταλαμβάνει. Aint

### book 76

〈ὅτι δήϊοι:〉 οὕτως γράφεται ὅτι δήϊοι. Aim

### book 76-7.1

ἐγγύθι νηῶν / καίουσιν πυρά: δέδια σκοπῶν ἐγγὺς

### book 76-7.2

νεῶν πυρά. ἐπὶ δὲ Ἑλλήνων „ἔνθα δὲ πῦρ κήαντο“ (Ι 88). T

### book 77a.1

τίς ἂν τάδε γηθήσειεν: προσυπακουστέον τὸ {ὁρῶν καὶ

### book 77a.2

βλέπων γελάση} καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι

### book 77a

{τὸ} ἔξωθεν τὸ ἰδών. A

### book 77b1.1

τίς ἂν τάδε γηθήσειεν: οὐ λείπει τὸ ὁρῶν, ἀλλ’ ἔστι πα‐

### book 77b1.2

λαιὰ συνήθεια· „ἀλλ’ ἕτερον ἥσθην“ (Ar. Ach. 13) καὶ ἐν Πανόπταις

### book 77b1.3

Κρατῖνος (fr. 158 K. = 164 K.—A.)· „γέγηθα τὸν ἄνδρα“. καὶ ἔστιν ἐξ ἀντικειμένου·

### book 77b1.4

τίς οὐκ ἂν κλαύσειεν; ἔοικε δὲ προσκρούειν Διομήδει λέγοντι „νῶϊ δ’,

### book 77b1.5

ἐγὼ Σθένελός 〈τε〉“ (Ι 48). T

### book 77b2.1

οὐ λείπει τὸ ὁρῶν, ἀλλ’ ἔστι παλαιὰ συνήθεια ἡ ἐξ ἀντικει‐

### book 77b2.2

μένου, οἷον τίς οὐκ ἂν κλαύσειε; b(BCE3)

### book 78a

〈διαρραίσει:〉 δι’ ἑνὸς ρ αἱ Ἀριστάρχου. Aim

### book 78b.1

ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει: ἐν τῷ πεῖσαι

### book 78b.2

Ἀχιλλέα τὴν σωτηρίαν τίθεται· τί γὰρ ἕτερον πράσσειν νυκτὸς ἠδύ‐

### book 78b.3

ναντο; b(BCE3E4)T

### book 80.1

ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσ〈σ〉εύοντο: ἄτοπον

### book 80.2

γὰρ περὶ πρώτου λέγειν τοῦ συμποσίου. T

### book 81.1

ἀμφί τε Νεστορίδην: εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου

### book 81.2

πρῶτος ἀριθμεῖται ὁ υἱός. καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας

### book 81.3

ἐπέτρεπε φυλάσσειν. b(BCE3E4)T

### book 86.1

〈ἅμ’ ἔστειχον:〉 Ἰακῶς τὸ „στεῖχον“ Aim Til αἱ Ἀριστάρ‐

### book 86.2

χου, „ἅμα στεῖχον“. Aim

### book 88a.1

πῦρ κήαντο: πυρκαϊὰν τοῦ δεῖπνον ποιῆσαι· ἀσφαλέστε‐

### book 88a.2

ρον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους. b(BCE3E4)T

### book 88b.1

ἄλλως· ἐνθάδε πῦρ κήαντο, τίθεντο δὲ δόρπον

### book 88b.2

ἕκαστος: ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου

### book 88b.3

παρασκευή, καὶ ἑνικῶς πῦρ φησιν, ἐπὶ δὲ τῶν εὐημερούντων βαρ‐

### book 88b.4

βάρων καὶ τὰ τῆς εὐωχίας μετὰ πολλῆς ἐπεξεργασίας δεδήλωται, „ἐκ

### book 88b.5.1

πόλιος δ’ ἄξαντο βόας καὶ ἴφια μῆλα“ (Θ 545), καὶ λαμπρότερα τὰ

### book 88b.5.2

τῆς φυλακῆς, b(BCE3E4)T „μέγα φρονέοντες ἀνὰ πτολέμοιο γε‐

### book 88b.5.3

φύρας / εἵατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά“ (Θ 553—4).

### book 88b

ἔστι δὲ ὅλα γραφικά. T

### book 88c1.1

τίθεντο δὲ δόρπον ἕκαστος: διὰ τοῦ α „δόρπα“ αἱ

### book 88c1.2

Ἀριστάρχου. ἄκαιρος δὲ Ζηνόδοτος γράφων „τίθεντο δὲ δαῖτα θά‐

### book 88c1.3

λειαν“· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ (cf. Ι 3) τὴν ψυχὴν

### book 88c1.4

βεβλημένους. A

### book 88c2

Ἀρίσταρχος μετὰ τοῦ α „δόρπα“. Aim

### book 88c2.1

〈δόρπον:〉 ἄριστον μὲν τὸ πρωϊνὸν ἔμβρωμα, †δόρπος δὲ τὸ

### book 88c2.2

νῦν ἄριστον, ἢ δεῖπνον†, μεθ’ ὃ τὰ δόρατα ἔπαυον. A

### book 89.1

〈γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν:〉 Ἀρίσταρχος „γέ‐

### book 89.2

ροντας ἀριστέας Aim Aint ἦγεν Ἀχαιῶν“. Aint

### book 92

〈ἐξ ἔρον ἕντο:〉 τὴν ἐπιθυμίαν ἐπλήρουν. Aint

### book 93.1

πάμπρωτος: οἷον προφθάσας τοὺς ἀπαιτοῦντας αὐτοῦ τὴν

### book 93.2

γνώμην. b(BCE3E4)T

### book 94.1

Νέστωρ, οὗ καὶ πρόσθεν 〈ἀρίστη φαίνετο βουλή〉:

### book 94.2

ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι τῆς πρὸς Ἀχιλλέα ὀργῆς·

### book 94.3

„Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένοσ“ (Α 282): b(BCE3E4)T ὃ καὶ

### book 94.4

νῦν φησιν· „οὔτι καθ’ ἡμέτερόν γε νόον“ (Ι 108). T καὶ ὅτε τὸ μο‐

### book 94.5

νομάχιον ἦν καὶ ἤγειρε τοὺς ἀρίστους (cf. Η 124—60). b(BCE3E4)

### book 97-9a1.1

〈ἐν σοὶ μὲν λήξω—βουλεύῃσθα:〉 κατα‐

### book 97-9a1.2

πτήξαντα ἀνακτᾶται τοῖς ἐγκωμίοις καὶ πρὸς πειθὼ παρακαλεῖ. Til

### book 97-9a2.1

καταπτήξαντα αὐτὸν τῇ τῶν πολεμίων ὁρμῇ καὶ τῇ τῶν

### book 97-9a2.2

συμμαχικῶν λόγων ταραχῇ καὶ συγχύσει ἀνακτᾶται καὶ πρὸς πειθὼ

### book 97-9a2.3

παρακαλεῖ διὰ τῶν ἐγκωμίων. b(BE3E4)

### book 97-9a3.1

{ἐν σοὶ μὲν λήξω:} σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν

### book 97-9a3.2

γενήσῃ. | ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοή‐

### book 97-9a3.3

σας. A

### book 97-9b

ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι〈—βουλεύῃ‐

### book 97-9b.1

σθα〉: πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν κύριον αὐτὸν τῆς ἁπάντων ἀπο‐

### book 97-9b.2

φαίνει γνώμης, προσεκτικόν τε αὐτὸν ἀπεργάζεται ὡς ὅλου τοῦ πράγ‐

### book 97-9b.3

ματος ἐπ’ αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε εἰς αὐτὸν ἔληξε λέγων· „λίσσομ’

### book 97-9b.5.1

Ἀχιλλῆϊ μεθέμεν χόλον“ (Α 283), ἐκείνην τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ

### book 97-9b.5.2

νῦν διαλόγου. b(BCE3E4)T

### book 98

〈ἐγγυάλιξε:〉 ἐνεχείρισεν. Til

### book 99a.1

σκῆπτρόν 〈τ’〉 ἠδὲ θέμιστας: σκῆπτρον διὰ τὸ κρά‐

### book 99a.2

τος, θέμιστας διὰ τὸ δίκαιον· οὔπω γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ

### book 99a.3

τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν· ὅθεν καὶ „δικασπόλοι, b(BCE3E4)T οἵ

### book 99a.4

τε θέμιστας 〈/ πρὸς Διὸς εἰρύαται〉“ (Α 238—9). T †εὐγενῆ† δ’ αὐ‐

### book 99a.5.1

τὸν ποιεῖ τὰς εὐτυχίας ἐξαριθμούμενος, καὶ ἄξια δὲ τῆς ἰδίας δόξης

### book 99a.5.2

ποιεῖν ὑποτίθεται. καὶ ὅτι πρώτη ἀρετῶν ἐστιν ἡ φρόνησις. b(BCE3)

### book 99a.5.3

T

### book 99b.1

σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα:

### book 99b.2

ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασι‐

### book 99b.3

λέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος· οὐδέπω γὰρ ἐχρῶντο γρα‐

### book 99b.4

πτοῖς νόμοις. A

### book 100.1

περὶ μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι: ἵνα ἐξ ἁπάντων

### book 100.2

αἱροῖτο τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθ’ ἥν

### book 100.3

τινες οἴονται ἀδοξεῖν τοῖς πλησίον πειθόμενοι. b(BCE3E4)T

### book 101.1

〈κρηῆναι δὲ καὶ ἄλλῳ:〉 καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ

### book 101.2

βεβαιῶσαι τὴν γνώμην. Aim

### book 102a.1

σέο δ’ ἕξεται, 〈ὅττι κεν ἄρχῃ〉: ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ

### book 102a.2

—ἀνενεχθήσεται. | τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλ‐

### book 102a

λοντος δασυνομένου μέσος ἐστίν. A

### book 102b.1

σέο δ’ ἕξεται, ὅττι κεν ἄρχῃ: ἴσον ἀπέφηνε τῷ συμ‐

### book 102b.2

βούλῳ τὸν βασιλέα †λέγων† κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς

### book 102b.3

ἀγαθαῖς ὑποθήκαις· οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις

### book 102b.4

πολλὰς πράξεις ἀγαθὰς ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ

### book 102b.5

τὸν κορυφοῦντα ἀναφέρει. b(BCE3E4)T

### book 102c.1

ἄλλως· ὅττι κεν ἄρχῃ: ὃ δή ποτε τῆς παραινέσεως πρω‐

### book 102c.2

τεύῃ καὶ ἐπικρατυνθῇ, ἐκ σοῦ γίνεται. καὶ ἀλλαχοῦ „Ἀλκινόου δ’ ἐκ

### book 102c.3

τοῦδ’ ἔχεται ἔργον τε ἔπος τε“ (λ 346). b(BCE3E4)T

### book 103.1

ὥς μοι δοκεῖ εἶναι ἄριστα: προσεκτικὸν μὲν τὸν ἀκροα‐

### book 103.2

τὴν ποιεῖ, δι’ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δέ, ὅτι μεθ’ ὑπο‐

### book 103.3

στολῆς τὸ δοκεῖ προσέθηκεν. b(BCE3)T

### book 104a.1

οὐ γάρ τις νόον 〈ἄλλος ἀμείνονα τοῦδε νοήσει〉:

### book 104a.2

ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων οὐκ ἐν ἐπιτιμήσεως μέρει τὴν Ἀχιλ‐

### book 104a.3

λέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρακέναι φησὶν ἑαυ‐

### book 104a.4

τόν· b(BCE3E4)T φησὶ γοῦν „πολλάκι δή μοι τοῦτον“ (Τ 85).

### book 104a.5

τὸ δὲ νοήσει ἀντὶ τοῦ νοήσειεν. T

### book 104b

〈ἄλλος: γράφεται〉 καὶ „ἄλλον“. Aim

### book 105.1

〈οἷον ἐγὼ νοέω, ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν:〉 εἰ τὰ

### book 105.2

μέλλοντα προέγνω Νέστωρ, πῶς περὶ τῶν ἐνεστώτων οὐκ ὀφείλει

### book 105.3

πείθειν; b(BCE3)Til

### book 106.1

διογενεῦς: {προ}περισπωμένως ἀναγνῶμεν· συναίρεσιν

### book 106.2

γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογε‐

### book 106

νεῦς· γενικῆς γάρ ἐστι πτώσεως. A

### book 108-13a1.1

〈οὔ τι καθ’ ἡμέτερόν γε νόον—μειλιχίοι‐

### book 108-13a1.2

σι:〉 προτρεπτικῶς δὲ αὐτῷ διαλέγεται καὶ τὴν πειθὼ τοῖς χείλεσι

### book 108-13a1.3

συνεπάγεται· τοῦτο γὰρ τῆς φρονήσεως ἴδιον. b(BCE3E4)

### book 108-13a2.1

ἐντρεπτικῶς· †εἰ γὰρ καὶ τότε προέγνω τὰ μέλλοντα, πῶς

### book 108-13a2.2

οὐχ ὑπὲρ τῶν παρόντων πείσει;† Til

### book 108-9.1

οὔτι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγω‐

### book 108-9.2

〈γε /〉 πόλλ’ ἀπεμυθεόμην: εὐμάθειαν ἐργάζεται· ὁμολογῶν γὰρ

### book 108-9.3

ὅτι οὐκ ἠρέσκετο τῇ εἰς τὸν Ἀχιλλέα ἀτιμίᾳ δῆλός ἐστι τὸν λόγον

### book 108-9.4

ὑπὲρ τοῦ τιμῆσαι τοῦτον συνιστάς. T οὐκ ὀνειδίσαι δὲ τὴν ἁμαρτίαν

### book 108-9.5

θέλει, ἀλλὰ παρακελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν. b(BCE3E4)T

### book 108.1

〈οὔτι καθ’ ἡμέτερόν γε νόον:〉 ἀντὶ τοῦ οὐ κατὰ τὴν

### book 108.2

ἐμὴν γνώμην. Aim

### book 109

〈ἀπεμυθεόμην:〉 οὕτως Ἀρίσταρχος ἀπεμυθεόμην. Aim

### book 109.1

ἀπεμυθεόμην: ἀπηγόρευον, ἐκώλυον. γράφεται δὲ καὶ

### book 109.2

„†ἀπεμυθευόμην†“, ἵν’ ᾖ ἀπελογιζόμην. A

### book 109-10.1

σὺ δὲ σῷ μεγαλήτορι θυμῷ 〈/ εἴξασ〉: δεξιῶς ὑπήλ‐

### book 109-10.2

λαξε τὰ ὀνόματα, τὴν αὐθάδειαν μεγαλοφροσύνην καλῶν καὶ τὸ προ‐

### book 109-10.3

πετὲς εἶξαι λέγων. b(BCE3E4)T

### book 110a.1

εἴξας 〈ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν〉:

### book 110a.2

ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ

### book 110a.3

τὸ ἔτισαν. A

### book 110b1.1

〈ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν:〉 συν‐

### book 110b1.2

θέμενος ἐν συντόμῳ τὰ κατορθώματα Ἀχιλλέως εἶπεν. Til

### book 110b2

ἐν συντόμῳ δὲ καὶ τὰ Ἀχιλλέως εἰσφέρει κατορθώματα.

### book 110b2

b(BCE3E4)

### book 111-2.1

ἀλλ’ ἔτι καὶ νῦν / φραζώμεσθ’, 〈ὥς κέν μιν ἀρεσσά‐

### book 111-2.2

μενοι πεπίθοιμεν〉: προσποιεῖται τὴν παράκλησιν, ὅπως μὴ αἰσχυν‐

### book 111-2.3

θῇ ὁ βασιλεύς (τὸ γὰρ φράζου πικρότερον ἦν καὶ προστάξεως ἐχόμε‐

### book 111-2.4

νον, καλαὶ δὲ αἱ λιταὶ διὰ τὸ ὁμοειδές), καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς.

### book 111-2.5

b(BCE3E4)T

### book 112a1.1

〈πεπίθοιμεν:〉 Ἀρίσταρχος „πεπίθωμεν“· ἔστιν γὰρ

### book 112a1.2

π〈ε〉ίθωμεν. Aim

### book 112a2

διὰ τοῦ ω ἡ γραφή. T

### book 112b.1

φραζώμεσθ’〈—πεπίθοιμεν〉: δεῖ γὰρ τὸν προα‐

### book 112b.2

δικήσαντα παρακαλεῖν. b(BCE3E4)T

### book 113a1.1

δώροισίν τε 〈...〉 ἔπεσσί τε: ἴσην ὑποτίθησι κτῆσιν

### book 113a1.2

χρημάτων καὶ λόγων πρὸς πειθώ. T

### book 113a2.1

ἴσην τῶν χρημάτων καὶ μείζονα πρὸς πειθὼ τὴν τῶν λό‐

### book 113a2.2

γων ὑποτίθησι κτῆσιν. b(BCE3E4)

### book 113b.1

μειλιχίοισι: δεητικοῖς, οὐ δικαιολογουμένοις· τὰ γὰρ

### book 113b.2

τοιαῦτα ἀνάπτει τὸν θυμόν. T

### book 115a.1

〈ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας:〉 ὦ

### book 115a.2

γέρον, φησίν, οὐδὲ〈ν〉 ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθμήσω,

### book 115a.3

βλάψαι με βουλόμενος, ὡς ᾠήθης. | ἐπὶ δὲ τὸ τέλος τοῦ στίχου στι‐

### book 115a.4

κτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. A

### book 115b.1

οὔτι ψεῦδος ἐμὰς ἄτας: ὁμολογεῖ πρᾶξαι, ἵνα μὴ

### book 115b.2

αἰσχύνοιτο παρακαλῶν· διὸ ἡμαρτηκέναι φησὶ οὐκ ἀδικεῖ τε εὔνοιαν

### book 115b.3

ποριζόμενος ἑαυτῷ. ἁπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἐπίκαιρον ἔχειν

### book 115b.4

νοῦν μακάριον, τὸ δὲ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι. b(BCE3E4)T

### book 115c1

ἄλλως· οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: συνα‐

### book 115c1

πτέον ὅλον. T

### book 115c2.1

τὸ δὲ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. τὸν ὅλον δὲ συναπτέον

### book 115c2.2

στίχον. μὴ στικτέον εἰς τὸ ψεῦδος, ὥς τινες κακῶς. b(BCE3E4)

### book 116a.1

{ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι} ἀντί νυ πολλῶν: ὅτι

### book 116a.2

τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ λεγόμενον· ἴσος ἐστὶ πολλοῖς ὁ εἷς

### book 116a.3

ἀνήρ, ὅταν ᾖ θεοφιλής. A

### book 116b.1

ἀντί νυ πολλῶν: ἀντὶ τοῦ ἶσος. | προτρεπτικὸν δὲ εἰς

### book 116b.2

εὐσέβειαν. T

### book 118.1

〈ἔτισεν, ὄλεσσε δὲ λαὸν Ἀχαιῶν:〉 γράφεται „ἔτισε,

### book 118.2

δάμασσε δὲ λαὸν Ἀχαιῶν“. Aim

### book 119a.1

λευγαλέῃσι: ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ

### book 119a.2

τοῦ Ἀχιλλέως· „νῦν δέ με λευγαλέον θάνατον“ (Φ 281). ἔστι δὲ λευ‐

### book 119a.3

γαλέον τὸ ὀλέθριον παρὰ τὸν λοιγόν. A

### book 119b1.1

〈φρεσὶ〉 λευγαλέῃσι 〈πιθήσας: ὅ ἐστιν ὀργῇ πει‐

### book 119b1.2

σθείς· †ὀλοθρεύει† γὰρ αὕτη τὰς φρένας· „φρένας ἔφθιεν“ (Σ 446). T

### book 119b2.1

οἱονεὶ λοιγαλέῃσιν ἀπὸ τοῦ λοιγός. λέγει δὲ τῇ ὀργῇ πει‐

### book 119b2.2

σθείς· ὀλεθρεύειν γὰρ ὁ θυμὸς τὰς φρένας εἴωθεν. b(BCE3E4)

### book 120a.1

ἐθέλω ἀρέσαι: ἐλευθερίως ὁμολογεῖ, ὃ Νέστωρ ἐκοινο‐

### book 120a.2

ποιήσατο. b(BCE3E4)T

### book 120b.1

ἀπερείσια: ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρα‐

### book 120b.2

τὸν ἀποστερεῖν συμμαχίας. b(BCE3E4)T

### book 121

〈ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω:〉 δῆλον ὡς καὶ

### book 121

προεσκέπτετο τὰς Λιτάς. Til

### book 122-56.1

〈ἕπτ’ ἀπύρους τρίποδας—θέμιστας:〉 διῄ‐

### book 122-56.2

ρηται ἡ ὑπόσχεσις εἰς δύο τόπους καὶ χρόνους. διὰ δὲ τῆς ποικιλίας

### book 122-56.3

τῶν δώρων θηρεύειν οἴεται Ἀχιλλέα, εἴτε φιλότιμος, διὰ τῶν ἵππων,

### book 122-56.4

εἴτε φιλοχρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδούς, εἴτε φιλογύνης

### book 122-56.5

εἴη, θυγατέρα πρὸς γάμον. b(BCE3E4)T

### book 122-3.1

ἀπύρουσ〈— / αἴθωνασ〉: ὡς πρὸς σύγκρισιν τῶν

### book 122-3.2

ἐμπυριβητῶν. αἴθωνας δὲ τοὺς εἰς πῦρ βαλλομένους· „ὡς δὲ λέβης

### book 122-3.3

ζεῖ ἔνδον“ (Φ 362). b(BCE3E4)T | αἴθων δὲ ἀπὸ τοῦ ὑπαίθεσθαι

### book 122-3.4

ἤτοι ὑποκαίεσθαι. b(BCE3)

### book 122

ἕπτ’ ἀπύρους: τοὺς μὴ εἰς πῦρ—ἐν τῷ οἴκῳ. A

### book 122.1

τάλαντα: τὰ νῦν †ἑξακισχιλίων λέγει† παρὰ—ταῦτα

### book 122.2

δὲ χρυσίου †τάλαντα. A

### book 123a1.1

δώδεκα δ’ ἵππους: ἱπποτρόφοι †Θεσσαλοί. καλῶς δὲ

### book 123a1.2

ὁ ἄρτιος τῶν ἵππων ἀριθμὸς ἱκανὸς πρὸς ἐπίζευξιν. T

### book 123a2.1

καλῶς δὲ καὶ τὸν ἄρτιον τῶν ἵππων ἀριθμὸν τίθησιν· b

### book 123a2.2

(BCE3E4) ἱκανῶς γὰρ ταῦτα πρὸς ἐπίζευξιν τυγχάνει. ἱππο‐

### book 123a2.3

τρόφοι δὲ οἱ Θεσσαλοὶ ἀεί. b(BE3E4)

### book 124a.1

πηγούς {ἀθλοφόρους}: μέλανας· τούτους γὰρ ἀρί‐

### book 124a.2

στους φασὶν οἱ περὶ ἵππων γράψαντες. b(BCE3E4)T ὁμοίως καὶ

### book 124a.3

„κύματι πηγῷ“ (ε 388. ψ 235), εἴγε ἀλλαχοῦ φησι „μέλαν τέ ἑ κῦμ’

### book 124a.4

ἐκάλυψεν“ (Ψ 693, cf. ε 353). T τινὲς δὲ μεγάλους, εὐτραφεῖς,

### book 124a.5

ὑψαύχενας. b(BCE3)T

### book 124b.1

οἳ ἀέθλια ποσ〈σ〉ὶν ἄροντο: οὐκ ἐν Πελοποννήσῳ εἰσὶν

### book 124b.2

οἱ ἵπποι ἠγωνισμένοι (εἶεν γὰρ ἂν ἤδη γέροντες), ἀλλ’ ἐν Ἰλίῳ νενική‐

### book 124b.3

κασιν ἐπιταφίους ἀγῶνας b(BCE3E4)T ἀγωνιζόμενοι. T

### book 125-7.1

οὔ κεν ἀλήϊος εἴη〈—μώνυχες ἵπποι〉: διακό‐

### book 125-7.2

πτει τὸ ὁμοειδὲς τοῦ καταλόγου, τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων.

### book 125-7.3

ἅμα δὲ καὶ ἑκάστην μερίδα σπουδαίαν ἀποδείκνυσι καὶ δῶρα δώροις

### book 125-7.4

προστίθησι καὶ τὴν ἔπειτα χάριν αὔξει. b(BCE3)T

### book 125a1.1

ἀλήϊος: πένης, ἄπορος· ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν

### book 125a1.2

σιτόσπορον, ἣν λήϊον καλεῖ, | ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει

### book 125a1.3

τὰς ἀγέλας τῶν θρεμμάτων. A

### book 125a2

ἀλήϊος δὲ λέγεται ὁ μὴ ἔχων λήϊα. b(BCE3E4)

### book 128a.1

δώσω δ’ ἑπτὰ γυναῖκας: ἐντέχνως τῶν δώρων μέσας

### book 128a.2

ἔταξε τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν κατα‐

### book 128a.3

ψηφιζόμενος αὐτοῦ. b(BCE3E4)T καὶ περὶ μὲν ὧν οἶδε, μαρτυρεῖ·

### book 128a.4

περὶ δὲ τῶν Ἰλιάδων „αἵ κε μετ’ Ἀργείην Ἑλένην b(BE3E4)T

### book 128a.5

κάλλισται ἔωσιν“ (Ι 140). T

### book 128b.1

{δώσω δ’ ἑπτὰ γυναῖκας} ἀμύμονα: ὅτι χωρὶς τοῦ ς

### book 128b.2

γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων.

### book 128b.3

ὕστερον δὲ (sc. Ι 270) ἐπὶ τῶν γυναικῶν, „αἳ κάλλει ἐνίκων“ (Ι 130). T

### book 128c1.1

〈ἀμύμονα:〉 οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἀμύ‐

### book 128c1.2

μονασ“. T

### book 128c2

Ἀρίσταρχος μετὰ τοῦ ς „ἀμύμονασ“. Aim Aint

### book 129-30.1

〈ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός / ἐξελό‐

### book 129-30.2

μην:〉 τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως †ἄκουσον† καὶ τοῖς ἄνω

### book 129-30.3

συναπτέον. A

### book 129-30

Λεσβίδας: παρὰ Λεσβίοις ἀγὼν—†μιθύμνην πυρίαν

### book 129-30.5

μιτυλήνην. A

### book 129.1

ἃς ὅτε Λέσβον: πιθανῶς ἔπαινον Ἀχιλλέως παρέμιξε καὶ

### book 129.2

μόνον οὐχὶ παραχωρήσειν αὐτῷ τῶν αὐτοῦ σκύλων φησίν. ἅμα δὲ καὶ

### book 129.3

ὑπ’ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει, ἐμφαίνων ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν.

### book 129.4

ἁπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς πειθώ. b(BCE3E4)T

### book 130a.1

ἐξελόμην: Ἀρίσταρχος ψιλοῖ καὶ πρόθεσιν παραδέχεται

### book 130a.2

ὥστε εἶναι ἓν μέρος λόγου. A

### book 130b.1

ἐξελόμην: Ζηνόδοτος δασύνει τὸ εξ, ἀριθμὸν αὐτὸ ἐκ‐

### book 130b.2

δεχόμενος, οὐχ ὑγιῶς· φησὶ γὰρ „ἀτὰρ ὀγδοάτη〈ν〉“ (Τ 246). ἄλλως

### book 130b.3

τε οὐ δῶρον Βρισηΐς. T

### book 131.1

μετὰ δ’ ἔσσεται: ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συνα‐

### book 131.2

ριθμεῖσθαι ἐν ταῖς ἑπτὰ (cf. Ι 128) καὶ τὴν Βρισηΐδα ἔδοξεν· καὶ ἐν ἄλ‐

### book 131.3

λοις γράφει „ἐκ δ’ ἄγεν ἑπτὰ γυναῖκας ἀμύμονα ἔργ’ εἰδυίας / ἕξ, ἀτὰρ

### book 131.4

ἑβδομάτην Βρισηΐδα καλλιπάρῃον“ (cf. Τ 245—6). ἔστι δὲ ἐκτὸς ἡ

### book 131.5

Βρισηΐς. A

### book 132a1.1

〈κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:〉

### book 132a1.2

Ἀρίσταρχος „κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι“. Aint

### book 132a2.1

〈κούρην Βρισῆος:〉 Αὐτόχθων δίχα τοῦ ν „κούρη

### book 132a2.2

Βρισῆοσ“. Til

### book 132a3

δίχα τοῦ ν τὸ „κούρη“. b(BCE3)

### book 132b.1

ὅρκον ὀμοῦμαι: διὰ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος

### book 132b.2

τοῦ Ἀχιλλέως θεραπεύει καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλο‐

### book 132b.3

τιμίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος Βρισηΐδα. b(BCE3E4)T

### book 133a1.1

μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι ἔξωθεν δεῖ λαβεῖν

### book 133a1.2

τὸ ἄρθρον· τὸ γὰρ τῆς νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ

### book 133a1.3

λόγος ‘μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι‘. A

### book 133a2.1

λείπει τὸ ἄρθρον. καὶ „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“

### book 133a2.2

(β 206). Til

### book 134a1.1

ἣ θέμις 〈ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναι‐

### book 134a1.2

κῶν〉: τὸ η τὸ πρῶτον δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὥς·

### book 134a1.3

διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις· ὡς γὰρ λέγομεν „ὥς

### book 134a1.4

τε γὰρ ἢ παῖδες νεαροί“ (Β 289), οὕτως „ἥ τε ξείνων θέμις ἐστίν“ (ι

### book 134a1.5.1

268). τὸ δὲ ἠδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί,

### book 134a1.5.2

ὁμοίως τῷ „ἠδ’ εὔφρονα καρπὸν ἀμᾶσθαι“ (Hsd. opp. 775). | βραχὺ

### book 134a1.5.3

δὲ διασταλτέον ἐπὶ τὸ πέλει· σαφέστερος γὰρ γίνεται ὁ νοῦς· ‘ὅπερ

### book 134a1.5.4

ἐστὶν ἔθος ἀνθρώποις, ἀνδράσιν τε καὶ γυναιξίν‘. A

### book 134a2.1

δασυντέον τὸν η καὶ ὀξυντέον, ἰσοδυναμοῦντα τῷ ὥς.

### book 134a2.2

b(BE3)Til

### book 134b.1

ἣ θέμις ἀνθρώπων: θαυμασίως φύσεως νόμῳ τὴν αἰ‐

### book 134b.2

σχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλοκῆς ταπεινὰ καὶ ἀνθρώπινα τι‐

### book 134b.3

μιωτάταις προσηγορίαις ἐπισκιάζων. b(BE3E4)T

### book 135-41a1.1

〈ταῦτα μὲν αὐτίκα—ἱκοίμεθ’:〉 εἰς τρεῖς

### book 135-41a1.2

δὲ χρόνους ἡ διαίρεσις γέγονεν, εἰς τὸ αὐτίκα πάντα (135), εἰς τὸ εἰ

### book 135-41a1.3

δέ κεν αὖτε/ ἄστυ μέγα (135—6) καὶ εἰς τὸ εἰ δέ κεν Ἄργος ἱκοί‐

### book 135-41a1.4

μην (141). b(BE3E4)

### book 135-41a2

ὥστε εἰς τρεῖς καιροὺς ἡ διαίρεσις. Til

### book 137a.1

νῆα ἅλις χρυσοῦ〈—νηησάσθω〉: ὅτι παρετυ‐

### book 137a.2

μολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ

### book 137a.3

ὀνόματα ἀπὸ τοῦ ἐτύμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον (cf. Χ

### book 137a.4

330—1) ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν· ὁ αὐτὸς ἄρα ποιητής. A

### book 137b.1

〈νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω:〉 ἄδηλον,

### book 137b.2

πότερον δύο ἢ μίαν. πολύχρυσοι δὲ ἐξ ἀρχῆς οἱ βάρβαροι. Til

### book 139.1

αὐτὸς ἑλέσθω: τὴν δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζω μακράν

### book 139.2

τε αὐτὸν τίθησι τοῦ γυναικείου πόθου. b(BCE3E4)T

### book 140a.1

αἵ κε μετ’ Ἀργείην 〈Ἑλένην κάλλισται ἔωσιν〉: ὅτι

### book 140a.2

ἔνιοι ὑποτάσσουσι στίχον „τὴν γὰρ ἀπ’ αὖτις ἐγὼ δώσω ξανθῷ

### book 140a.3

Μενελάῳ“, εὐήθως πάνυ. A

### book 140b.1

〈αἴ κε:〉 τὸ αἴ 〈κεν〉 ἀντὶ τοῦ ἐάν, ἐπεὶ καὶ τὸ ἔωσιν

### book 140b.2

ὑποτακτικόν. Til

### book 140c.1

αἵ κε μετ’ Ἀργείην Ἑλένην 〈κάλλισται ἔωσιν〉:

### book 140c.2

οὐχ ὡς αἰχμάλωτον, ἀλλ’ ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει. A

### book 140c.3

b(BCE3E4)T

### book 141a.1

εἰ δέ κεν Ἄργος 〈ἱκοίμεθ’ Ἀχαιϊκόν〉: ὅτι τὴν Πελο‐

### book 141a.2

πόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴασον, „εἰ πάντες σε ἴδοιεν

### book 141a.3

ἀν’ Ἴασον Ἄργοσ“ (ς 246), „Πελασγικὸν“ δὲ „Ἄργοσ“ (Β 681) τὴν Θεσσα‐

### book 141a.4

λίαν. A

### book 141b1

〈οὖθαρ ἀρούρης:〉 τρόφιμον τῆς γῆς. Til

### book 141b2

τῆς γῆς τὸ τροφιμώτερον. b(BCE3E4)

### book 143a.1

τηλύγετος: μονογενής, ἢ μεθ’ ὃν οὐ παιδοποιεῖ τις. τι‐

### book 143a.2

νὲς δέ φασι λείπειν τὸ ὥς. b(BCE3E4)T

### book 143b.1

〈τηλύγετος:〉 ὅτι ἀγαπητὸς μόνος ἐπὶ ταῖς θηλείαις.

### book 143b.2

Aim

### book 143b

{ὅς μοι} τηλύγετος: ἀγαπητός, —Κλυταιμνήστρας. A

### book 143b

θαλίῃ ἔνι πολλῇ: ἐν πολλῇ—τοὺς εὐωχουμένους. A

### book 144.1

τρεῖς δέ μοί εἰσι θύγατρες: εἰς ὃ μάλιστα λυπεῖ αὐτὸν

### book 144.2

λέγων· „κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονοσ“ (Ι 388). T

### book 145a.1

〈Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα:〉 ὅτι οὐκ

### book 145a.2

οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας. Aim

### book 145b.1

Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα: οἰκεῖα θυ‐

### book 145b.2

γατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχήν, νόμος

### book 145b.3

ὀρθός, ἔπειτα κρίσις καὶ ἰσχύς. A b (BCE3E4)T

### book 146a.1

τάων ἥν κε θέλῃσι〈—ἀγέσθω〉: διὰ τῆς ἐπιγα‐

### book 146a.2

μίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν

### book 146a.3

b(BCE3E4)T ὑπούλως ἔχων. T

### book 146b.1

〈ἀνάεδνον:〉 ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθέ‐

### book 146b.2

νοις. Aint

### book 147a1

ἐπιμείλια {δώσω}: Ἀρίσταρχος ἓν μέρος λόγου παρέ‐

### book 147a1.1

λαβεν ὡς ἐπιφέρνια. Ἀπολλόδωρος (FGrHist. 244, 248) δὲ διαλύει,

### book 147a1.2

„ἐπί“, εἶτα „μείλια“· οὕτως δὲ καὶ Ἀλεξίων (fr. 36 B.). καὶ ἔστι τὸ

### book 147a1.3

ἑξῆς ἐπιδώσω μείλια. Τρύφων (fr. 98 V.) δὲ ζητεῖ περὶ τοῦ τόνου, πό‐

### book 147a1.5.1

τερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον

### book 147a1.5.2

πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ

### book 147a1.5.3

διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά,

### book 147a1.5.4

εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν διὰ τοῦ ι ἐκφερομένην ἤτοι

### book 147a1.5.5

μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, „Ἴλιον“ (Ο 71 al.),

### book 147a1.10.1

ποίμνιον †σίγιον† λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ

### book 147a1.10.2

παροξυνόμενα, ὥσπερ τὸ „ἰνίον“ (Ε 73)· τὸ γὰρ „τειχίον“ (π 165.

### book 147a1.10.3

343) ὑποκοριστικὸν καὶ τὸ κλειδίον. A

### book 147a2.1

{ἐπιμείλια δώσω:} Ἀρίσταρχος ὑφ’ ἓν ὡς ἐπιφέρνια,

### book 147a2.2

Ἀπολλόδωρος κατὰ διάλυσιν. T

### book 147b.1

〈ἐγὼ δ’ ἐπὶ μείλια δώσω:〉 ὅτι καὶ ὑπὸ τῶν πατέρων

### book 147b.2

ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν ἀνδρῶν μόνον ἐπέμπετο, ἃ

### book 147b.3

λέγει 〈***〉. | μείλια δέ εἰσιν, οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν

### book 147b.4

προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. | Ἀρίσταρχος δὲ

### book 147b.5

〈***〉 ἐπιφέρνια. A

### book 148

〈ὅσς’ οὔ πώ τις ... ἐπέδωκε:〉 ὅτι οὐ λέγει ‘ὅ τι πρῶτος

### book 148

ἐπιδέδωκα‘. Aim

### book 149.1

ἑπτὰ δέ οἱ δώσω〈—〉πτολίεθρα: ἄδηλον, εἴτε

### book 149.2

φερνὴν ἐπὶ τῇ θυγατρὶ καὶ ταύτας δίδωσι τὰς πόλεις, ἢ ἔξωθεν, ὡς καὶ

### book 149.3

τὰ ἄλλα δῶρα. b(BCE3)T ἄμεινον δὲ ἀντὶ φερνῆς αὐτὰς ἡγεῖσθαι.

### book 149.4

b(BE3)

### book 150-2.1

Καρδαμύλην Ἐνόπην τε〈—Πήδασον ἀμπε‐

### book 150-2.2

λόεσσαν〉: Μεσσηνίδες αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν Λακεδαι‐

### book 150-2.3

μονίων †νόμον† πάλαι συνετέλει. πῶς οὖν, φασίν, Ἀγαμέμνων ταύτας

### book 150-2.4

δίδωσιν οὐκ οὔσας ἑαυτοῦ; καὶ οἱ μὲν Κλυταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ

### book 150-2.5.1

ἡγεῖται τὰ τοῦ ἀδελφοῦ ὡς κἀκεῖνος τὴν Αἴθην (cf. Ψ 295): b(BCE3E4)

### book 150-2.5.2

T εἰ δὲ ὑπὸ Μενελάῳ εἰσί, καὶ Μενέλαος αὐτὸν ἱκετεύει. διὰ τί δὲ οὐ

### book 150-2.5.3

μέμνηται αὐτῶν ἐν τῷ Καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων

### book 150-2.5.4

ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς

### book 150-2.5.5

οὐδὲ Νηρίκου (cf. ω 377)· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν·

### book 150-2.10.1

ἢ περὶ αὐτῶν φησιν, ἐν οἷς λέγει „Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’

### book 150-2.10.2

Ἑλίκην εὐρεῖαν“ (Β 575). T μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ, ὅταν καὶ

### book 150-2.10.3

τῶν πόρρω χωρίων ἄρχῃ, διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ

### book 150-2.10.4

δεῖν τῆς Πηλέως ἀρχῆς μείζους φησὶν αὐτάς· διάφοροι μὲν γάρ εἰσι τοῖς

### book 150-2.10.5

καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζώων, φιλάνθρωποι ταῖς κατοι‐

### book 150-2.15

κίαις, εὐνομώταται ταῖς ἀγωγαῖς (cf. Ι 154—6). b(BCE3E4)T

### book 150a1.1

Ἱρήν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ

### book 150a1.2

„ἱρήν“ (Δ 416 al.). εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώ‐

### book 150a1.3

σαμεν (sc. ad Β 739; ad Β 646 non exstat) ἐπὶ τοῦ „Ῥίπην τε Στρατίην τε“ (Β 646), „Ὄρθην“ (Β 739).

### book 150a1

ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος· καὶ πάλιν ἐπ’ ἐκείνων

### book 150a1.5.1

ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρί‐

### book 150a1.5.2

σασθαι τὰ μείναντα 〈ὅτι〉 ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφον‐

### book 150a1.5.3

τος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων

### book 150a1.5.4

ἀρητή, „Ἀρήτη“ (η 54), τῶν δὲ μεινάντων Πινυτή· „μήτηρ πινυτή“

### book 150a1.5.5

(υ 131), „Ἀγαυή“ (Σ 42). οὕτως καὶ Ἱρή. A

### book 150a2

Ἀρίσταρχος ὀξύνει τὸ Ἱρήν ὁμοίως τῷ ἐπιθέτῳ. Til

### book 153a1.1

〈πᾶσαι δ’ ἐγγὺς ἁλός:〉 ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀπο‐

### book 153a1.2

λαύ〈σ〉ειεν ἀγαθῶν παραλίων οὐσῶν. Til

### book 153a2.1

παράλιοι δέ εἰσιν, ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀγαθῶν ἀπο‐

### book 153a2.2

λαύωσι παρακείμεναι αὐτῇ. b(BCE3E4)

### book 153b.1

〈νέαται:〉 ὅτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχα‐

### book 153b.2

ται, οὐκ εὖ. Aim

### book 153c.1

νέαται: ὡς „κέαται“ (Λ 659 al.). σημαίνει δὲ τὸ ναίονται,

### book 153c.2

γενόμενον παρὰ τὸ νῶ, οὗ παράγωγον ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς

### book 153c.3

ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδ’ ἐνθάδε δὲ

### book 153c.4

ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. | Ἀπολλώνιος

### book 153c.5

(Frg. p. 110, 15) δὲ διὰ τοῦ κ γράφει „κέαται“. A

### book 153d1.1

νέαται: ὡς „κέαται“ (Λ 659 al.). καὶ σημαίνει τὸ οἰκοῦν‐

### book 153d1.2

ται ἀπὸ τοῦ νῶ γεγονός, οὗ παράγωγον τὸ †νεάω. | ὁ δὲ Νικάνωρ

### book 153d1.3

(p. 199 Friedl.) ὄνομά φησι τὸ νέαται καὶ πρὸς ἄμφω χωρεῖν δύνα‐

### book 153d1.4

σθαι, ὡς „τηλοῦ ἐπ’ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντοσ“ (Λ 712). |

### book 153d1.5

Ἀπολλόδωρος (FGrHist 244, 306) δὲ γράφει „κέαται“· T

### book 153d2.1

ὁμοίως τῷ „κέαται“. σημαίνει δὲ τὸ οἰκοῦνται ἀπὸ τοῦ

### book 153d2.2

νῶ τοῦ δηλοῦντος τὸ οἰκῶ, οὗ παράγωγον νέω καὶ πλεονασμῷ νεάω.

### book 153d2

b(BCE3E4)

### book 154.1

〈πολύρρηνες:〉 διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ

### book 154.2

Ἀριστάρχου. Aint

### book 155a1.1

θεὸν ὣς τι〈μή〉σουσιν: ὡς θεῷ τὰς τῶν ὄντων προσά‐

### book 155a1.2

γοντες ἀπαρχάς. T

### book 155a2.1

ὡς θεῷ, φησί, προσάγοντες τὰς ἀπαρχὰς τῶν ὄντων. b

### book 155a2.2

(BCE3E4)

### book 155

〈τιμήσουσι:〉 Ἀρίσταρχος „τιμήσονται“. Aint

### book 156a

καί οἱ ὑπὸ σκήπτρῳ 〈λιπαρὰς τελέουσι θέμιστασ〉:

### book 156a.1

καὶ ὑπ’ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. | ὅσα δεῖ βασιλέα

### book 156a.2

—λαμπροὺς φόρους τελέσουσιν. | ἡ διπλῆ δέ, ὅτι χρόνος ἐνήλλα‐

### book 156a.3

κται, τελέουσι ἀντὶ τοῦ τελέσουσιν. A

### book 156b

καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας:

### book 156b.1

οὐ στασιαζόντων, ἀλλὰ πειθαρχούντων ἀνδρῶν ἄρξει. b(BCE3E4)

### book 156b.2

T | τελέουσι δὲ ἀντὶ τοῦ τελέσουσιν. | λιπαρὰς δὲ τὰς θέμιστας κα‐

### book 156b.3

λῶν τοῦτο δηλοῖ ὅτι τὸ κρίνειν καλῶς εὐδαιμονίαν ἄγει. b(BE3E4)T

### book 158a1.1

〈δμηθήτω:〉 παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει „καμ‐

### book 158a1.2

φθήτω“. Aim

### book 158a2

Ἀριστοφάνης „καμφθήτω“. Til

### book 158b.1

δμηθήτω· 〈Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστοσ〉:

### book 158b.2

διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται (cf. Ι 497), τὸν δὲ Ἅιδην ἀνελεήμονά

### book 158b.3

φησιν; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημά‐

### book 158b.4

των (διὸ καὶ συγγινώσκουσιν), ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων·

### book 158b.5.1

διὸ ἀνελεής ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύ‐

### book 158b.5.2

λος (fr. 161 N.2 = 279 b1 M. = 161 R.)· „μόνος θεῶν γὰρ θάνατος οὐ δώρων

### book 158b.5.3

ἐρᾷ, / οὐδ’ ἄν τι θύων οὐδ’ ἐπισπένδων λάβοις, / οὐδ’ ἔστι βωμός, οὐδὲ

### book 158b

παιωνίζεται“. A b (BCE3E4)T

### book 158c.1

ἀμείλιχος ἠδ’ ἀδάμαστος: ἀμείλιχος ἀγοήτευτος,

### book 158c.2

ἀδάμαστος ἀτεράμων, ὅ ἐστιν ἀκαμπής· δύο γάρ εἰσιν, οἷς πείθομεν,

### book 158c.3

λόγῳ καὶ βίᾳ. διὰ δὲ τοῦ Ἅιδου ἐδήλωσεν ὡς, †ἐάν τίς ἐστιν ἀμείλιχος,

### book 158c.4

βδελυρὸς ἔσται πᾶσιν. b(BCE3E4)T

### book 158-60.1

δμηθήτω〈— / καί μοι ὑποστήτω〉: ἀναγκαῖον

### book 158-60.2

μετὰ τὰ δῶρα παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονι‐

### book 158-60.3

κόν. b(BCE3E4)T | τὸ ἑξῆς δμηθήτω καί μοι ὑποστήτω, τὸ δὲ

### book 158-60.4

Ἅιδης τοι 〈ἀμείλιχος—ἁπάντων〉 (158—9) διὰ μέσου. T

### book 159.1

τούνεκα καί τε βροτοῖσι 〈θεῶν ἔχθιστος ἁπάντων〉:

### book 159.2

φησὶν ὁ Ἀρίσταρχος ὅτι A ἔνιοι ὑποτάσσουσι τούτῳ „οὕνεκ’

### book 159.3

ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδ’ ἀνίησιν“· AT οὐκ εἶναι δὲ ἀναγ‐

### book 159.4

καῖον. A

### book 160-1.1

καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός εἰμι /

### book 160-1.2

ἠδ’ ὅσσον γενεῇ προγενέστερος: ὡσανεὶ δέησιν προσάγει τὴν

### book 160-1.3

ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ

### book 160-1.4

ἐλεεινόν, εἴκειν αὐτὸν ἀξιῶν τοῖς μείζοσιν ἀξιώμασιν. b(BCE3E4)T

### book 160.1

ὅσσον βασιλεύτερός εἰμι: ὅτι τὸ ὅσσον οὐκ ἔστι πλή‐

### book 160.2

θους, ἀλλ’ ἀντὶ τοῦ καθ’ ὅσον εἰμὶ βασιλικώτερος. A

### book 161.1

〈ἠδ’ ὅσσον γενεῇ προγενέστερος:〉 καὶ ὁ Νέστωρ

### book 161.2

„ἄμφω 〈δὲ〉 νεωτέρω ἐστὸν ἐμεῖο“ (Α 259). Til

### book 164

διδοῖς: ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος· καὶ γὰρ τὸ τρί‐

### book 164

τον „εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ“ (Ι 515 + 519). A

### book 165a.1

{ἀλλ’ ἄγετε} κλητοὺς 〈ὀτρύνομεν〉: ὅτι τοὺς ἀπὸ τοῦ

### book 165a.2

καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσείᾳ (ρ 386)· „οὗτοι γὰρ κλητοί

### book 165a.3

γε“. καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν. A

### book 165b1.1

κλητοὺς ὀτρύνομεν: τοὺς ἐξ ὀνόματος πρέσβεις. κα‐

### book 165b1.2

λῶς δὲ πρέσβεις πέμπει, ὅπως ἢ πείσωσιν ἢ πρᾳότερον αὐτὸν ἀπερ‐

### book 165b1.3

γάσωνται. b(BCE3E4)T

### book 165b2

πρέσβεις | ἐπιλέκτους ἢ ἐξ ὀνόματος †καλέσαντες. Aint

### book 165c.1

τάχιστα: διὰ τὸν ἐπείγοντα καιρὸν τῆς νυκτός. b

### book 165c.2

(BCE3E4)T

### book 167a

〈ἐγώ:〉 Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ „ἐγών“. Aim

### book 167b.1

〈ἐπιόψομαι:〉 φησὶν ἐπικρινῶ τοὺς ἀποσταλησομένους.

### book 167b.2

Til

### book 167c.1

οἱ δέ: βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗ‐

### book 167c.2

τοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συν‐

### book 167c.3

δέσμου. | ἐζήτηται δέ, πῶς μᾶλλον—ἕνα καὶ δύο. A

### book 167d.1

εἰ δ’ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι, 〈οἱ δὲ πιθέ‐

### book 167d.2

σθων〉: αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας—„Νεστορέῃ“ γοῦν „πα‐

### book 167d.3

ρὰ νηΐ“ (Β 54)—, ἢ καὶ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡς

### book 167d.4

ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ,

### book 167d.5.1

„ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ“ (Β 363), τοῦτο δὲ τάφρον περιβαλ‐

### book 167d.5.2

λόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει „ἦ μὲν δὴ μάλα πολλὰ

### book 167d.5.3

πονήσατο νόσφιν ἐμεῖο, / καὶ δὴ τεῖχος ἔδειμε“ (Ι 348—9): b(BCE3E4)

### book 167d.5.4

T ἢ ὅτι εἶπεν „τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο“ (Β 346). εἰ δὲ

### book 167d.5.5

ἐν τῷ ἐπιταφίῳ (cf. Ψ 616—50) φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυ‐

### book 167d.10.1

μαστόν, εἰ τὴν ἔχθραν καταθέμενος τὴν πρὸς τὸν Ἀγαμέμνονα λύει καὶ

### book 167d.10.2

τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος, εἰ πείσειε, καλῶς ἑτέρους

### book 167d.1

ἔπεμψεν· πεισάντων γὰρ ἤμελλεν αὐτὸς ἔχειν τὴν δόξαν †ὡσεὶ ἡγησά‐

### book 167d.2

μενος†, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν εἶχον οἱ πρέσβεις ἐνδεῶς

### book 167d.3

διειλεγμένοι. b(BE3E4)T ἢ συμπεριλαμβάνοι ἑαυτὸν Ἀγα‐

### book 167d.15.1

μέμνονι ἐντευξόμενον. | τὸ δὲ ἐγὼ ἄνευ τοῦ ν. | δύο δὲ μέρη λόγου τὸ

### book 167d.15.2

οἱ δέ, ἵν’ ᾖ οὗτοι δέ. T

### book 167e.1

〈οἱ δὲ πιθέσθων:〉 λεληθότως ἑαυτὸν τῆς πρεσβείας

### book 167e.2

ὑπεξέκλεψεν. Til

### book 168a.1

Φοῖνιξ μὲν πρώτιστα 〈Διῒ φίλος ἡγησάσθω〉: ὅτι ὁ

### book 168a.2

Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε

### book 168a.3

μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά. A

### book 168b.1

Φοῖνιξ μὲν 〈πρώτιστα Διῒ φίλος ἡγησάσθω〉: ἀπὸ

### book 168b.2

τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς

### book 168b.3

μάχης, ὅτι ἐδόκουν ἐν ἐσχάτοις εἶναι κινδύνοις συνελασθέντες εἰς τὸ

### book 168b.4

τεῖχος, κἀνταῦθα γενόμενον κατασχεθῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν

### book 168b.5.1

εὐωχίαν· b(BCE3E4)T ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλ‐

### book 168b.5.2

λέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν

### book 168b.5.3

ὀργὴν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής—δύο

### book 168b.5.4

γὰρ ἦν ἔθος πρεσβεύειν, ὡς „ἄνδρε δύω κρίνασ“ (ι 90) καὶ „ἀγγελίην

### book 168b.5.5

ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι“ (Λ 140)—, ἀλλ’ ἵνα τοῖς πρεσβευταῖς

### book 168b.10.1

συλλάβηται· διό φησιν Φοῖνιξ ἡγησάσθω, ὡς ἐκεῖθεν ἥκοντος αὐ‐

### book 168b.10.2

τοῦ καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαν‐

### book 168b.10.3

τός φησιν· „Ἀτρείδῃ ἥρωϊ φέρων χάριν“ (Ι 613) καὶ „Φοῖνιξ δ’ αὖθι

### book 168b.10.4

παρ’ ἄμμι μένων κατακοιμηθήτω“ (Ι 427), ὡς μέλλοντος αὐτοῦ ἐπαν‐

### book 168b.10.5

ιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγεῖλαι, ἃ ἤκουσεν. b(BE3E4)T

### book 169a.1

αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας 〈καὶ δῖος Ὀδυσσεύσ〉:

### book 169a.2

ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παραλαμβάνει,

### book 169a.3

ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ „Ἑρμείας μὲν ἔπειτα“ (κ 307)· βούλεται

### book 169a.4

γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν

### book 169a.5

Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ

### book 169a

τοῦ δή συνδέσμου λαμβάνει. A

### book 169b.1

Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: καὶ τούτων ἠπεί‐

### book 169b.2

λησεν Ἀγαμέμνων τὸ γέρας λαβεῖν, b(BCE3E4)T „ἢ τεὸν ἢ

### book 169b.3

Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆοσ“ (Α 138). T πρεσβεύουσιν οὖν οἱ

### book 169b.4

συνυβρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν.

### book 169b.5

b(BCE3E4)T

### book 169c.1

Αἴας τε μέγα〈ς καὶ δῖος Ὀδυσσεύσ〉: ἕκαστον ὑπο‐

### book 169c.2

θωπεύει τῶν ἀπιόντων. b(BCE3E4)T

### book 170a.1

κηρύκων δ’ Ὁδίος τε καὶ Εὐρυβάτης: ἵνα δηλωθῇ

### book 170a.2

ὅτι δημοσία ἡ πρεσβεία. Ταλθύβιος δὲ οὐ πέμπεται ὡς Ἀγαμέμνονος

### book 170a.3

ὤν. b(BE3E4)T

### book 170b.1

{κηρύκων ὁδίος τὲ καὶ} Εὐρυβάτης: ὅτι οὐ τὸν Ἀγαμέ‐

### book 170b.2

μνονος (cf. Α 320) ὑποληπτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως

### book 170b.3

(cf. Β 184), ἐπεὶ κἂν ἐξωργίσθη τῆς δι’ αὐτοῦ γενομένης ἀφαιρέσεως

### book 170b.4

ὑπομνησθείς. A

### book 170c.1

〈ἑπέσθων:〉 ἀντὶ τοῦ ἑπέσθωσαν. | γράφεται δὲ καὶ

### book 170c.2

χωρὶς τοῦ ν. Aim

### book 171

〈φέρτε:〉 ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε. Aint

### book 172.1

ὄφρα Διῒ〈—〉ἀρησόμεθα: ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ

### book 172.2

θεῶν ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ ἥδιον ἐπὶ τὴν

### book 172.3

πρᾶξιν ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν. ὕψωσε δὲ

### book 172.4

τὸ πρᾶγμα, εἴ γε συμπρεσβευτὴν αἱροῦνται Δία. b(BCE3E4)T

### book 180a.1

δενδίλλων 〈ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα〉:

### book 180a.2

ὅτι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ· διὸ καὶ ἁρμόσει

### book 180a.3

τὸ ἐς ἕκαστον πληθυντικῶς εἰσενηνεγμένον (καὶ οὐκ εἰς ἑκάτερον,

### book 180a.4

ὅπερ ἐπὶ δύο τίθεται) καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρημένον. A

### book 180b.1

δενδίλλων ἐς ἕκαστον, 〈Ὀδυσσῆϊ δὲ μάλιστα〉: ἀντὶ

### book 180b.2

τοῦ ἑκάτερον· b(BE3E4)T οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύ‐

### book 180b.3

νεται διὰ τοῦ Ὀδυσσῆϊ δὲ μάλιστα. A b (BE3E4)T

### book 180c.1

ἄλλως· δενδίλλων: κατὰ τὸ δέον διαστρέφων τοὺς

### book 180c.2

ὀφθαλμοὺς καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίᾳ τοῦ παντὸς

### book 180c.3

στελλομένους. b(BCE3E4)T

### book 180c

〈δενδίλλων:〉 διανεύων τοῖς ὀφθαλμοῖς. Aint

### book 182.1

τὼ δὲ βάτην: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν·

### book 182.2

κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν, οὗτοι δὲ μετὰ

### book 182.3

ταῦτα. | ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ—„†τὼ κούρω κριθέντε

### book 182.4

δύο† καὶ πεντήκοντα“ (θ 48). A

### book 183a.1

εὐχομένω γαιηόχῳ: τὸ γὰρ παρὸν εἰς μνήμην ἕτοιμον.

### book 183a.2

καὶ Εὔμαιος θύει ταῖς Νύμφαις (cf. ξ 435—6) καὶ Ἕλληνες ἐπικαλοῦνται

### book 183a.3

τὸν Ἰδαῖον Δία (cf. Γ 320. Η 202), καὶ νῦν δὲ Ποσειδῶνα, ὅτι ἐπίκου‐

### book 183a.4

ρος τῶν Ἀχαιῶν· ἢ ὅτι Νηρηΐδος παῖς ἐστιν Ἀχιλλεύς, τῶν δὲ ἐνα‐

### book 183a.5

λίων θεῶν οὗτός ἐστι βασιλεύς. b(BCE3E4)T

### book 182b.1

〈εὐχομένω γαιηόχῳ:〉 ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον,

### book 182b.2

διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται. Aint

### book 184.1

ῥηϊδίως πεπιθεῖν 〈μεγάλας φρένας Αἰακίδαο〉: περι‐

### book 184.2

σπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν. Aim b (BCE3)T | τὸ δὲ με‐

### book 184

γάλας φρένας εὐκαίρως· οὐ γὰρ ἔπεισαν. b(BCE3)T

### book 185

〈ἱκέσθην:〉 γράφεται „ἵκοντο“. Ail

### book 186.1

φρένα τερπόμενον 〈φόρμιγγι λιγείῃ〉: οὐκ ἀνοίκειον

### book 186.2

τῷ ἥρωϊ νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικὰ καὶ μὴ δια‐

### book 186.3

παννυχίζειν· παραμυθία γὰρ τοῦτο θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ

### book 186.4

φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν· καὶ οὐ θηλυδριώδη μέλη,

### book 186.5.1

ἀλλὰ κλέα ἀνδρῶν ᾄδει, b(BCE3E4)T καὶ ἑσπέρας καιρός. T

### book 186.5.2

ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης

### book 186.5.3

ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλή‐

### book 186.5.4

νων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν· „δῖε Μενοι‐

### book 186.5.5

τιάδη, / νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιούσ“ (Λ 608—9),

### book 186.10.1

καὶ πάλιν· „ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε. / λεύσσω δὴ

### book 186.10.2

παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν“ (Π 126—7). b(BCE3E4)T οὐκ

### book 186.10.3

ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ’ ἡτοίμαζεν αὐτὴν πρὸς

### book 186.10.4

τὰς πράξεις καὶ ἐπ’ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμι‐

### book 186.10.5

δόνες (cf. Β 773—9). b(BE3E4)T

### book 187

ζυγόν: ζυγὸς ὁ πῆχυς—παρὰ τὸ κεκολλῆσθαι. A

### book 188a.1

τὴν ἄρετ’ ἐξ ἐνάρων: ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι

### book 188a.2

ὥσπερ μέλλοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλ’ ἐκ τῶν λαφύρων ἀνῃ‐

### book 188a.3

ρῆσθαι ἁρμόνιον καὶ οὐκ ἄμουσον. A

### book 188b.1

ἄλλως· πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν

### book 188b.2

τὸν Ἀχιλλέα· | ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικο‐

### book 188b.3

μίζεσθαι. | εὑρόντα οὖν, φησίν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν. A

### book 188c.1

τὴν ἄρετ’ ἐξ ἐνάρων: ἵππον διὰ πόλεμον, δίσκον (cf.

### book 188c.2

Ψ 826—9) καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχικὴν γυμνασίαν εἶχεν.

### book 188c.3

σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν· οὐ γὰρ οἴκοθεν εἵλετο. καὶ

### book 188c.4

ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε (cf.

### book 188c.5

Ζ 418) καὶ τοῖς ἐκείνου χρῆται. b(BCE3E4)T

### book 189a

〈ἔτερπεν:〉 ἀντὶ τοῦ ἔτρεπεν. Til

### book 189b.1

κλέα ἀνδρῶν: ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι·

### book 189b.2

οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνι‐

### book 189b.3

ζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους. A b

### book 189b.4

(BCE3E4)T

### book 190a.1

Πάτροκλος δέ οἱ 〈οἶος ἐναντίος ἧστο σιωπῇ〉: ὅτι

### book 190a.2

οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγμένος ἀντίος ἧστο·

### book 190a.3

καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν (cf. Ι 209), ὁμοίως καὶ ὁ Φοῖ‐

### book 190a.4

νιξ (cf. Ι 223). A

### book 190b.1

Πάτροκλος δέ 〈οἱ〉 οἶος 〈ἐναντίος ἧστο σιωπῇ〉:

### book 190b.2

ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι

### book 190b.3

λέγει ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας. καὶ ὅτι ἐν

### book 190b.4

ἡσυχίᾳ δεῖ ἀκροᾶσθαι μουσικῆς. b(B, C [bis], E3E4)T

### book 191

〈δέγμενος:〉 γράφεται καὶ „δέχμενοσ“ διὰ τοῦ χ. Aim

### book 192a.1

τὼ δὲ βάτην 〈προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσ‐

### book 192a.2

σεύσ〉: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ

### book 192a.3

Φοίνικος ἀπίθανον λέγειν ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς. A

### book 192b.1

βάτην προτέρω: καὶ ἐπὶ χρόνου „καί νύ κ’ ἔτι προτέ‐

### book 192b.2

ρω“ (Ψ 490). δίχα τοῦ ι δὲ τὸ προτέρω· ἀπὸ γὰρ τοῦ προσωτέρω

### book 192b.3

συγκέκοπται. T

### book 193a.1

ταφὼν 〈δ’ ἀνόρουσεν Ἀχιλλεύσ〉: ἢ διὰ τὸ φίλον ἢ

### book 193a.2

διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκωμένῃ πρεσβείᾳ ἢ διὰ τὸ νυκτὸς αὐτοὺς

### book 193a.3

παρεῖναι. b(BCE3E4)T

### book 193b.1

ταφών: Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ τ·

### book 193b.2

αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου

### book 193b.3

ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ

### book 193b

ἐπιορκῆσαι †φησίν†. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας κατ’ ἀφαίρεσιν τοῦ α

### book 193b.5.1

καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· „Τάμμεω θυγατέροσ“ Καλ‐

### book 193b.5.2

λίμαχος ἐν δευτέρῳ Αἰτίων (fr. 49). | ἐκ τῶν τάφων δὲ ἡ—τὸ

### book 193b.5.3

μέλλον δεινόν. A

### book 194a.1

αὐτῇ σὺν φόρμιγγι: στικτέον μετὰ τὸ φόρμιγγι ὡς

### book 194a.2

ἔκπληξιν Ἀχιλλέως ὁρᾶσθαι 〈ἀνα〉πεπηδηκότος σὺν τῇ κιθάρᾳ. | τὸ

### book 194a.3

ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε

### book 194a.4

ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ

### book 194a.5.1

τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον ὥστε τοῖς ἄνω συν‐

### book 194a.5.2

άπτειν. A

### book 194b1.1

αὐτῇ σὺν φόρμιγγι: ὧδε στικτέον· ὑπὸ γὰρ φιλοφρο‐

### book 194b1.2

σύνης ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. b(BCE3E4)

### book 194b1.3

T τινὲς δὲ ὑφ’ ἓν αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος, καὶ τὴν

### book 194b1.4

φόρμιγγα λιπὼν ὡς αἰδούμενος. b(BCE3)T

### book 194b2

διχῶς ἡ στιγμή. Til

### book 195

〈ἐπεὶ ἴδε:〉 ὅτε εἶδεν Ἀχιλλεύς. Til

### book 196a

〈τώ:〉 γράφεται καὶ „τούσ“. Aim

### book 196b.1

τὼ καὶ δεικνύμενος: δεξιούμενος λόγοις. ἐν ἄλλοις δὲ

### book 196b.2

ἀντὶ τοῦ δεικνύς, „δεικνύμενος Δαναοῖσι“ (Ψ 701). T

### book 196c.1

〈δεικνύμενος:〉 δεξιούμενος, φιλοφρονούμενος. b(BCE3

### book 196c.2

E4)

### book 197a.1

χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον· ἦ τι μάλα

### book 197a.2

χρεώ: ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ.

### book 197a.3

A b (BCE3E4)Til | ἡ διπλῆ δέ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι

### book 197a.4

πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμ‐

### book 197a.5

παρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ

### book 197a

ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους. Aint

### book 197b.1

〈ἱκάνετον· ἦ τι μάλα χρεώ:〉 Παρμενίσκος (fr. 3 B.)

### book 197b.2

προφέρεται „ἱκάνετον ἡμέτερον δέ“. Aint

### book 197c.1

ἦ τι μάλα χρεώ: ἀντὶ τοῦ τινά. „τί νύ μοι μήκιστα;“

### book 197c.2

(ε 299) ἀντὶ τοῦ τίνα. T

### book 197d.1

ἄλλως· ἦ τι μάλα χρεώ: τί ἀντὶ τοῦ τινός. b(BCE3E4)

### book 197d.2

T οἱ δὲ ἀντὶ τοῦ ὄντως. T δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν

### book 197d.3

τῶν φίλων θεσμὸν δι’ ἀνάγκην ἐλθόντας. οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ

### book 197d.4

περὶ τῆς ἐντεύξεως b(BCE3E4)T ἐναβρυνόμενος. T

### book 198a.1

〈οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον:〉

### book 198a.2

εἴωθε γὰρ ὁ θυμὸς παρορᾶν καὶ τὸ πρὸς φίλους δίκαιον. Til

### book 198b

〈φίλτατοι:〉 καὶ ἐνθάδε τινὲς δυϊκῶς, „φιλτάτω“. Ail

### book 199.1

〈ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς:〉

### book 199.2

Ἑλληνικὰ πάντα, καὶ τὸ μὴ ἐκείνους πρῶτον ἐνάρξασθαι. Til

### book 202a.1

καθίστα: ὡς καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς

### book 202a.2

ἀποκοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμ‐

### book 202a.3

βάνοντες. A

### book 202b.1

καθίστα: κίρνα, ὅμοιον τῷ „κρητῆρα στήσασθαι ἐλεύ‐

### book 202b.2

θερον“ (Ζ 528). φιλοφρονεῖται δὲ αὐτοὺς καταισχύνων Ἀγαμέμνο‐

### book 202b.3

να. T

### book 203a.1

ζωρότερον: ἀκρατότερον, παρὰ τὸ ζῆν. οἱ δὲ ἀντὶ τοῦ

### book 203a.2

ταχύτερον. ἢ ἴσως, b(BCE3E4)T ἐπεὶ οἱ ξένοι ὕδωρ μὲν αἰτοῦσιν,

### book 203a.3

οὐκέτι δὲ οἶνον, ἢ T ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφ’ ὧν

### book 203a

ὀνειδίζει Ἀγαμέμνονι οἰνοφλυγίαν (cf. Α 225). b(BCE3E4)T ἢ

### book 203a.5.1

τὸν ἀκρατότερον, ὃν εἶχεν ἐν τῷ ἀμφορεῖ Διονύσου (cf. ω 74—5)· οὐ

### book 203a.5.2

γὰρ εἰκὸς δεδόσθαι κενόν, ἀπαρχὴν δὲ ἔχοντα τῶν ἐκείνου εὑρημάτων

### book 203a.5.3

οἶνον θαυμάσιον. τοῦτον δὲ οἱ ἥρωες ἀπεδέχοντο· „ἓν δέπας ἐμπλήσασ“

### book 203a.5.4

(ι 209). T

### book 203b.1

ζωρότερον: τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν

### book 203b.2

ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως. A

### book 203c.1

ζωρότερον 〈δὲ〉 κέραιε: δίχα τοῦ ρ Ἀριστοφάνης,

### book 203c.2

κέραιε. | οὐκ ἄτοπον δὲ νυκτὸς οὔσης ζωρότερον πίνειν. T

### book 203d

〈κέραιε:〉 οὕτως κέραιε χωρὶς τοῦ ρ. | μέμνηται καὶ

### book 203d

Ἡρωδιανός (1,453,9). Aim

### book 204

〈μελάθρῳ:〉 νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ. Aint

### book 206a1

αὐτὰρ ὅ γε κρεῖον 〈μέγα κάββαλεν ἐν πυρὸς

### book 206a1.1

αὐγῇ〉: ὅτι Εὐφορίων (fr. 155 Pow.) κρεῖον τὸ κρέας ἐξεδέξατο,

### book 206a1.2

Ὅμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ τὸ

### book 206a1.3

ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. | κρεῖον δὲ ὡς „θεῖον“ (Ζ 180 al.). γέ‐

### book 206a1.5

γονε δὲ παρὰ τὸ κρέας. A

### book 206a2

ὡς „θεῖον“. | οἱ νεώτεροι κρεῖον τὸ κρέας φασίν. Til

### book 206b.1

αὐτὰρ ὅ γε κρεῖον 〈μέγα κάμβαλεν〉: εἰς ταπεινὴν

### book 206b.2

τάξιν μαγειρικὴν κατερχόμενος οὐδὲν ἧττον τὴν ἡρωϊκὴν διαφυλάττει

### book 206b.3

σεμνότητα. αἰτία δὲ ἡ ἐκλογὴ τῶν ὀνομάτων· πρῶτον μὲν οὐκ εἶπε

### book 206b.4

κατέθηκεν, ἀλλὰ κάμβαλεν ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου,

### book 206b.5.1

ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ „τεθαλυῖα“ (cf. Ι 208). b(BCE3

### book 206b.5.2

E4)T

### book 206c.1

ἐν πυρὸς αὐγῇ: καὶ „Ἠελίου τ’ αὐγή“ (μ 176)· ἥλιος δὲ

### book 206c.2

τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμεν ἐν ἡλίῳ καθῆσθαι. b(BCE3E4)

### book 206c.3

T ἐνταῦθα οὖν ἐν τῇ αὐγῇ τοῦ λύχνου τέθεικε τὸ κρεῖον, ἐπεὶ

### book 206c.4

νὺξ ἦν, οἷον ‘παρὰ τῷ λύχνῳ‘. T

### book 207.1

ὄϊος: ὡς „πόλιοσ“ (Ε 791 al.)· εἰ μὴ διὰ μέτρον γάρ, οὔ

### book 207.2

φησιν „οἰόσ“. T

### book 208a1.1

σιάλοιο 〈ῥάχιν τεθαλυῖαν ἀλοιφῇ〉: †ἐντροφίου†,

### book 208a1.2

„ἁπαλοτρεφέος σιάλοιο“ (Φ 363): b(BCE3E4)T „α〈ἰ〉εὶ ζατρε‐

### book 208a1.3

φέων σιάλων“ (ξ 19). T

### book 208a2

{σιάλοιο:} †ἐντροφίου†, ἁπαλοτρεφοῦς, ὡς „ζατρεφέων

### book 208a2

σιάλων“. | ἢ σεσιτευμένου. A

### book 209a.1

τῷ δ’ ἔχεν 〈Αὐτομέδων〉: ὅτι Αὐτομέδοντος ὄντος κα‐

### book 209a.2

τὰ τὴν κλισίαν ἄνω εἶπεν· „Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο“

### book 209a.3

(Ι 190). A

### book 209b.1

τῷ δ’ ἔχεν Αὐτομέδων: τούτῳ δὲ (τῷ Ἀχιλλεῖ) ὑπη‐

### book 209b.2

ρέτει τὰ κρέα ὁ Αὐτομέδων, οἷον ὑπεῖχεν αὐτά, ἐκεῖνος δὲ διέτεμνεν.

### book 209b.3

T | ἐν σχήματι ἔδειξεν ὡς καὶ Αὐτομέδων ἔνδον ἦν b(BCE3E4)T με‐

### book 209b.4

τὰ Πατρόκλου, ὡς καὶ αὐτὸς φίλτατος (cf. Ψ 563). b(BCE3E4)

### book 209c.1

τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς: τὸν τῦφον ἡμῶν ἐκβάλ‐

### book 209c.2

λει ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς. A b (BCE3E4)T

### book 210.1

μίστυλε: διὰ τοῦ ἑτέρου λ τὸ μίστυλε. | γίνεται δὲ παρὰ

### book 210.2

τὸ μεῖον ἢ μεῖστον. T

### book 212a.1

αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη 〈καὶ φλὸξ ἐμαράνθη〉:

### book 212a.2

εἰς ταπεινὴν ἀπαγγελίαν οὐδεὶς ἂν τοσαύτην ἐπέθηκε σεμνότητα καὶ

### book 212a.3

λέξεις 〈τοιαύτασ〉. T

### book 212b.1

αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη 〈καὶ φλὸξ ἐμαράνθη〉:

### book 212b.2

ὅτι ἔν τισι γράφεται „αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο

### book 212b.3

δὲ φλόξ“. γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ

### book 212b.4

πῦρ δεινοποιήσαντος. A

### book 212c.1

ἄλλως· αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμα‐

### book 212c.2

ράνθη: ἔνιοι γράφουσιν „αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσα‐

### book 212c.3

το δὲ φλόξ“. ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν. ἔνιοι δὲ γράφουσιν

### book 212c.4

„αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ“. γράφεται δὲ

### book 212c.5

καὶ ἐκάη. T

### book 214a.1

πάσσε δ’ ἁλὸς θείοιο: ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, b

### book 214a.2

(BCE3)T ἢ ὅτι τὰς φιλίας συνάγει. b(BCE3E4)T | θείους δὲ

### book 214a.3

λέγει τοὺς ἅλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασσόμενα. AT

### book 214b1.1

ἄλλως· πάσσε δ’ ἁλὸς 〈θείοιο〉 κρατευτάων ἐπαεί‐

### book 214b1.2

ρας: ἵνα μὴ εἰς τὸ πῦρ πάττων ἐνοχλῇ. τὸ δὲ ἑξῆς· κρατευτάων

### book 214b1.3

ἐπαείρας πάσσε. T

### book 214b2.1

ἐκβάλλει δὲ ἐκ τοῦ πυρός, ἵνα μὴ ἐκεῖσε πάττων ἐνοχλῇ.

### book 214b2.2

b(BCE3E4)

### book 214c1.1

κρατευτάων: οἱ μὲν τῶν ἁλοθηκῶν, τουτέστι τῶν ἀγ‐

### book 214c1.2

γείων, ἐν οἷς οἱ ἅλες εἰσίν. οἱ δὲ τῶν ἐξοχῶν τῆς ἐσχάρας, αἷς ἐπιτίθεν‐

### book 214c1.3

ται οἱ ὀβελοί. T

### book 214c2.1

κρατευτάων δὲ τῶν ἢ ἁλοθηκῶν ἢ τῶν ἐξοχῶν τῆς

### book 214c2.2

ἐσχάρας. b(BCE3E4)

### book 214c2

κρατευτάων: τῶν βάσεων—εἶπον, κακῶς. A

### book 214d1.1

〈ἐπαείρας:〉 Ἀρίσταρχος „ἀπαείρασ“, ἀπὸ τῶν κρα‐

### book 214d1.2

τευτάων ἄρας. Aim

### book 214d2

διὰ τοῦ α. Til

### book 215a.1

εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων

### book 215a.2

πεπλεγμένοις. b(BCE3E4)T | δασύνεται δὲ τὸ „ἑλεοῖσιν“· τινὲς γὰρ

### book 215a

παρὰ τὸ ἑλεῖν. T

### book 215b.1

εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις | ἤτοι μαγειρικοῖς.

### book 215b.2

δασύνεται δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πε‐

### book 215b.3

πλεγμέναι. | ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς. A

### book 215c1

〈ἔχευεν:〉 διχῶς, καὶ „ἔθηκεν“. Til

### book 215c2

ἐν ἄλλῳ „ἔθηκεν“. Aint

### book 217

〈κανέοισιν:〉 ὡς ὀστέοισιν. Til

### book 218.1

ἀντίον ἷζεν Ὀδυσσῆος: ὡς διαλεξόμενος· οἶδε γὰρ ὡς

### book 218.2

αὐτὸς τὴν πρεσβείαν πεπίστευται. b(BCE3E4)T

### book 219a.1

〈τοίχου τοῦ ἑτέροιο:〉 ὡς „ὀΐστευσον Μενελάου“ (Δ

### book 219a.2

100). Til

### book 219b.1

θῦσαι {ἀνώγει}: ὅτι θῦσαι οὐ σφάξαι, 〈ὡσ〉 ὁ Τιμόθεος (fr.

### book 219b.2

7 P. = P.M.G. fr. 783) ὑπέλαβεν καὶ Φιλόξενος (cf. fr. 10 P. = P.

### book 219b.3

M. G. fr. 823) ὁμοίως τῇ ἡμετέρᾳ συνηθείᾳ, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι

### book 219b.4

„θυηλάσ“ (Ι 220) τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ (sc.

### book 219b.5

ξ 446)· „ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς’ αἰεὶ γενέτῃσιν“. A

### book 219c.1

θεοῖσι δὲ θῦσαι ἀνώγει: ἀπάρξασθαι. A | δεισιδαί‐

### book 219c.2

μων, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει

### book 219c.3

„αὔριον ἱρὰ Διῒ ῥέξασ“ (Ι 357), A b (BCE3E4)T καὶ „χηλοῦ δ’

### book 219c

ἀπὸ πῶμ’ ἀνέῳγεν“ (Π 221). AT

### book 219d.1

θῦσαι: ἀπάρξασθαι, b(BCE3E4)T ὡς τὸ „ἦ ῥα καὶ

### book 219d.2

ἄργματα θῦσε“ (ξ 446), T ἢ θυμιᾶσαι, ὡς τὸ „πῦρ κήαντες ἐθύ‐

### book 219d.3

σαμεν“ (ι 231). b(BCE3E4)T Καλλίμαχος δὲ κακῶς „τὸ μὲν θύος

### book 219d.4

ἤρχετο βάλλειν“ (fr. 5). Ὅμηρος δὲ „θύου“ (ε 60) τοῦ θυμιάματος. T

### book 220.1

θυηλάς: ὡς ἀπαρχάς. ATil τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ

### book 220.2

ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ

### book 220.3

βαρύνεται, ὡς τὸ ἀνθήλη. A

### book 221.1

οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα: πῶς παρ’ Ἀγαμέμνονι δεδειπνη‐

### book 221.2

κότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβη‐

### book 221.3

κὸς συλληπτικῶς περὶ πάντων φησίν, ἢ πάλιν ἐσθίουσιν εἰς ἔνδειξιν

### book 221.4

τοῦ ἥδεσθαι τῇ παρ’ αὐτῷ ἑστιάσει. b(BCE3E4)T

### book 222a.1

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος 〈ἐξ ἔρον ἕντο〉:

### book 222a.2

κυκλικώτερον κατακέχρηται τῷ στίχῳ δεδειπνηκότων αὐτῶν πρὸ

### book 222a.3

ὀλίγου· οὐ γὰρ ἤρων δαιτός. A

### book 222b1.1

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος 〈ἐξ ἔρον ἕντο〉:

### book 222b1.2

φαίνονται καὶ παρ’ Ἀγαμέμνονι πρὶν ἐπὶ τὴν πρεσβείαν στείλασθαι

### book 222b1.3

δειπνοῦντες· φησὶ γοῦν „αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’, ὅσον ἤθελε

### book 222b1.4

θυμός, / ὡρμῶντ’ ἐκ κλισίησ“ (Ι 177—8). ἄμεινον οὖν εἶχεν ἄν, φησὶν ὁ

### book 222b1.5.1

Ἀρίσταρχος, 〈εἰ〉 ἐγέγραπτο „ἂψ ἐπάσαντο“ ἢ „αἶψ’ ἐπάσαντο“,

### book 222b1.5.2

ἵν’ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον

### book 222b1.5.3

ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλ’ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν

### book 222b1

μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν. A

### book 222b2.1

ἄμεινον, φησίν, εἶχεν, Ἀρίσταρχος, εἰ ἐγέγραπτο „ἂψ

### book 222b2.2

ἐπάσαντο“. A

### book 222b3.1

{αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:} Ἀρίσταρ‐

### book 222b3.2

χος γράφει „ἂψ ἐπάσαντο“· ἤδη γὰρ ἦσαν παρ’ Ἀγαμέμνονι κορε‐

### book 222b3.3

σθέντες· οὐ μετέθηκε δὲ τὴν γραφήν. T

### book 223.1

νεῦς’ Αἴας Φοίνικι· 〈νόησε δὲ δῖος Ὀδυσσεύσ〉: οὐχ

### book 223.2

ἵνα εἴπῃ, ἀλλ’ εἰ καιρός ἐστιν· Ὀδυσσεὺς γὰρ προσκεπτόμενος, τί δεῖ

### book 223.3

λέγειν, τὸν καιρὸν οὐχ ὁρᾷ. συνεὶς δὲ ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν

### book 223.4

ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος τὸν λόγον προαρπάζων,

### book 223.5.1

ἀλλὰ τὸ δυσχερὲς ἐφ’ ἑαυτὸν φέρων· b(BCE3E4)T οἶδε γὰρ δυνη‐

### book 223.5.2

σόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον εἶναι τὸν Φοί‐

### book 223.5.3

νικα ἐλογίζετο ἄρχειν τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλ‐

### book 223.5.4

λεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ λέγει· βραδὺς γάρ

### book 223.5.5

ἐστι καὶ μεμψίμοιρος. b(BE3E4)T

### book 223.10.1

νεῦς’ Αἴας Φοίνικι: διενεύσατο—λόγων. | ἐνόησε δὲ

### book 223.10.2

Ὀδυσσεύς. ζητεῖται δέ, διὰ τί—τοῖς οἰκείοις προσδοθῆναι χάρι‐

### book 223.10.3

τος. A

### book 224.1

πλησάμενος δ’ οἴνοιο 〈δέπας δείδεκτ’ Ἀχιλῆα〉: πρὸς

### book 224.2

τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ὀρέγοντες τὰ ποτήρια. δεῖ

### book 224.3

δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ

### book 224.4

ὑπέθηκε „καί μιν φωνήσασ“ (e. g. Α 201 al.). A

### book 225-9.1

χαῖρ’, Ἀχιλλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς /

### book 225-9.2

ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο / ἠδὲ καὶ ἐνθάδε

### book 225-9.3

νῦν〈—ἀλλὰ λίην μέγα πῆμα〉: τὸ ἑξῆς ἐστι δαιτὸς μὲν

### book 225-9.4

ἐΐσης οὐκ ἐπιδευεῖς (225)· ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα

### book 225-9.5.1

μέμηλεν, / ἀλλὰ λίην μέγα πῆμα (228—9)· ἐκεῖνα γὰρ μεταξὺ

### book 225-9.5.2

τέθειται ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο / ἠδὲ καὶ

### book 225-9

ἐνθάδε νῦν (226—7). οὕτως †ἡρωδιανός. A

### book 225a.1

χαῖρ’, Ἀχιλλεῦ, 〈δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖσ〉:

### book 225a.2

πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ, ὃν ἦν σκεψάμενος λόγον, ἀφῆκε

### book 225a.3

καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ „ὦ γέρον, οὐχ ἑκὰς

### book 225a.4

οὗτος ἀνήρ, / ὃς λαὸν ἤγειρα, / b(BCE3E4)T μητρί τ’ ἐμῇ μνη‐

### book 225a.5

στῆρεσ“ (β 40. 41. 50). T

### book 225b.1

οὐκ ἐπιδεύῃ: ὅτι προστιθέασι τὸ ς, „οὐκ ἐπιδευεῖσ“,

### book 225b.2

κακῶς. οὗτοι δὲ καὶ τὸ ἑξῆς περισπῶσιν „ἦμεν ἐνὶ κλισίῃ“ (Ι 226), ἵν’

### book 225b.3

ᾖ ἦμεν ἐτυγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ ς. A

### book 225c

〈ἐπιδεύῃ:〉 γράφεται „〈ἐπιδευ〉εῖσ“. Aim

### book 225d.1

δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδεύῃ: οὐκ ἐπιδεύῃ δαιτός, ὡς

### book 225d.2

τὸ „ἀποιχομένου Ὀδυσῆος / δεύῃ“ (α 253—4)· τὸ γὰρ ἕτερον ὑβρι‐

### book 225d.3

στικόν. ἔνιοι δὲ προστιθεῖσι τὸ ς. οὗτοι δὲ καὶ τὸ „ἠμέν“ (Ι 226)

### book 225d.4

ῥῆμά φασιν. T

### book 226.1

ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος: λεληθότως ἐσήμανεν ὡς

### book 226.2

ἐξ αὐτοῦ ἐπέμφθησαν, οὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλ‐

### book 226.1

λεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρ’ ἐκείνῳ λέγει, ἐν ᾗ

### book 226.2

οὐδεμίαν ἑώρα φιλοτιμίαν, τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ

### book 226.5.1

φησίν (cf. Ι 228—31). b(BCE3E4)T τοῦτο γάρ φησιν ἥκομεν αἰτοῦντες, ὃ ἐξ

### book 226.5.2

ἄλλου λαβεῖν οὐ δυνάμεθα. | ὅτι διὰ φιλίαν ἠνέσχοντο τῆς παρ’ αὐτῷ

### book 226.5.3

ξενίας. b(BE3E4)T

### book 226.1

ἠμὲν ἐνὶ κλισίῃ 〈Ἀγαμέμνονος Ἀτρείδαο〉: διὰ τί τὸν

### book 226.2

ἐχθρὸν—μετεσχήκαμεν τραπέζης. A

### book 228.1

ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν: εἰς δύο στά‐

### book 228.2

σεις διεῖλε τὸν λόγον, τὴν παρορμητικήν, τραγῳδήσας τὰς συμ‐

### book 228.3

φοράς, εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρ‐

### book 228.4

όρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικήν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ

### book 228.5

γὰρ Ἀγαμέμνονος τὴν †στρατείαν† ἔλαβεν. A b (BCE3E4)T

### book 230a.1

ἐν δοιῇ: ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. | περισπαστέον

### book 230a.2

δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή. A

### book 230b1.1

〈ἐν δοιῇ:〉 παρὰ τὸ δύο· καὶ „†δοιάσατο†“ (Ν 458 al.)

### book 230b1.2

τὸ ἓν τῶν δύο ἐξελέξατο. Til

### book 230b2.1

παρὰ τὸ δέω τὸ διαχωρίζω δοή καὶ δοιή· ἐξ οὗ καὶ τὸ

### book 230b2.2

„δοάσσατο θυμῷ“ ἀντὶ τοῦ τῶν δύο τὸ ἓν ἐξελέξατο. b(BCE3E4)

### book 230-1.1

〈σαωσέμεν〉 ἢ ἀπολέσθαι / νῆας: τὸ πρῶτον κεφά‐

### book 230-1.2

λαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει, b(BCE3E4)T ὃ καὶ τῷ

### book 230-1.3

Ἀχιλλεῖ ἐλογίζετο πᾶν δέος· ὅθεν καὶ πολλάκις ἐπὶ τοῦτο καταφέρε‐

### book 230-1.4

ται· „ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο“ (Ι 232), „ἀλλ’ ἐν

### book 230-1.5.1

νηυσὶ 〈μελαίνῃσιν〉 πεσέεσθαι“ (ι 235), „στεῦται γὰρ νηῶν ἀπο‐

### book 230-1.5.2

κόψειν ἄκρα κόρυμβα“ (Ι 241). T | τεχνικῶς ἐξαίρει δεικνὺς ὡς ἐπὶ

### book 230-1

τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες. b(BCE3E4)T

### book 231a1.1

εἰ μὴ σύ γε δύσεαι ἀλκήν: ὡς νῦν ἐκδεδυμένου αὐτὴν

### book 231a1.2

δυσωπεῖ· „θόρε φρεσὶν εἱμένος ἀλκήν“ (Ψ 381). τὴν δὲ πάντων σωτη‐

### book 231a1.3

ρίαν εἰς αὐτὸν ἀνάγει, †ἵνα μᾶλλον ἁπάντων ὁ φιλότιμος ἕλοιτο. T

### book 231a2.1

ὡς νῦν ἐκδεδυμένου αὐτήν. λέγει δὲ τὴν εἰς τὸν πόλεμον

### book 231a2.2

ὁρμήν. τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, †ἵνα πεισθῆναι ὡς

### book 231a2.3

φιλότιμος ἕλοιτο. b(BCE3E4)

### book 232a.1

〈ἐγγὺς γὰρ νηῶν:〉 ἔνθεν ἡ διήγησις. τῷ δὲ τόπῳ τὸν

### book 232a.2

κίνδυνον ηὔξησεν, ὃ περιέμενεν Ἀχιλλεύς· b(BCE3E4)Til „τοὺς

### book 232a.3

δὲ κατὰ πρύμνασ“ (Α 409). Til

### book 232b.1

αὖλιν ἔθεντο: ὡς ἐπὶ ἀγρίων, ἴσως ὑποφαίνων ὅτι ὁ

### book 232b.2

ποιμὴν Πάρις ἀριστεύει. T δι’ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν

### book 232b.3

ποιοῦνται, τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων. b(BCE3E4)T

### book 233.1

τηλεκλειτοί τ’ ἐπίκουροι: ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐ‐

### book 233.2

τοῖς παραμένουσιν οἱ σύμμαχοι, ὁ δὲ Ἀχιλλεὺς τῆς Ἑλλήνων συμ‐

### book 233.3

μαχίας ἀπέστη, καὶ διὰ λόγον μόνον. b(BCE3E4)T

### book 235a.1

〈σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:〉

### book 235a.2

ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσίν, ἐνσείσουσι. Aim

### book 235b.1

〈ἀλλ’ ἐν νηυσὶ—πεσέεσθαι:〉 ἀλλ’ ἐμπεσεῖσθαι

### book 235b.2

ταῖς ναυσὶ διώκοντες ἡμᾶς. Aint

### book 236a.1

Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα 〈φαίνων〉:

### book 236a.2

θεραπεύων τὸν Ἀχιλλέα φησὶν ὅτι μηνίσαντος αὐτοῦ καὶ τὸ θεῖον

### book 236a.3

τοῖς ὑβρίσασιν αὐτὸν συνωργίσθη. b(BCE3E4)T | τὸ δὲ „σφί“ δίχα

### book 236a

τοῦ ν. T

### book 236b.1

ἐνδέξια 〈σήματα φαίνων〉: Ἀρίσταρχος ὑφ’ ἓν μέρος

### book 236b.2

λόγου τὸ ἐνδέξια ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν. ὁ δὲ Ἀ‐

### book 236b.3

σκαλωνίτης (p. 49 B.) κατὰ παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν

### book 236b.4

ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. A

### book 237-9.1

Ἕκτωρ δὲ μέγα〈—λύσσα δέδυκεν〉: ὀνομάζων

### book 237-9.2

αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ μαίνεται (238) καὶ λύσσα (239)

### book 237-9.3

δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέτως κινδυνεύοντα. b

### book 237-9.4

(BCE3E4)T

### book 237.1

βλεμεαίνων: βρέμω βρεμαίνω βλεμαίνω, ὡς κρίβανος κλί‐

### book 237.2

βανος. T

### book 238-9.1

οὐδέ τι τίει 〈/ ἀνέρας οὐδὲ θεούσ〉: εὐτελίζει, φησίν,

### book 238-9.2

οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς

### book 238-9.3

ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν. A

### book 238.1

〈πίσυνος Διΐ:〉 αὐτὸς γάρ φησι „γιγνώσκω δ’ ὅτι μοι

### book 238.2

Κρονίδης Ζεὺς κῦδοσ“ (Θ 175 + 141). Til

### book 239a.1

〈ἀνέρας οὐδὲ θεούς:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέ‐

### book 239a.2

ρας, AimTil ἵνα μείζων ἔμφασις γένηται. Til

### book 239b1.1

κρατερὴ δέ ἑ λύσσα δέδυκεν: τὸ ἐναντίον· αὐτὸς γὰρ

### book 239b1.2

αὐτὴν ἐνδέδυται. πολλὴ δὲ ἡ τοῦ θράσους ἔμφασις, b(BCE3E4)

### book 239b1.3

T ἐρεθισμός τε ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος. b(BE3E4)T | λύσ‐

### book 239b1.4

σα δὲ παρὰ τὸ λύειν τὸν νοῦν. T

### book 239b2.1

λύσσα· μανία. | τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυ‐

### book 239b2.2

ται. | εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. | ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν

### book 239b2

ἔπαινος. A

### book 240.1

ἠῶ {δίαν}: τὴν ἠῶ κατ’ αἰτιατικὴν πτῶσιν περισπαστέον

### book 240.2

καὶ τὴν „αἰδῶ“ (Β 262 al.), οὐ μὴν καὶ τὸ „Λητώ“ (Α 36 al.) καὶ τὰ

### book 240.3

τοιαῦτα πάντα. ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπ’ εὐθείας καὶ

### book 240.4

αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἕξει ἐπ’

### book 240.5

αἰτιατικῆς τὴν περισπωμένην τάσιν. A

### book 241a.1

στεῦται {γὰρ νηῶν}: διορίζεται· στάσιν γὰρ ψυχῆς ση‐

### book 241a.2

μαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ

### book 241a.3

(λ 584)· „στεῦτο δὲ διψάων“. A

### book 241b.1

〈ἀποκόψειν〉 ἄκρα κόρυμβα: οὐκ ἀγαπᾶν αὐτόν φη‐

### book 241b.2

σιν, εἰ μόνον ἐμπρήσειε τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέ‐

### book 241b.3

λειν, ὥσπερ τρόπαιον τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι θέλον‐

### book 241b.4

τα. | ἵνα γοῦν καὶ αὐχῇ ὡς τηλικούτων ῥυσάμενος καὶ τὸν πολέ‐

### book 241b.5.1

μ〈ι〉ον μεγάλης ἐλπίδος ἀποκόψῃ. καὶ ἄλλως δὲ τὰ ἄκρα ἀποκόπτει

### book 241b.5.2

Ἕκτωρ διὰ τὸ ἔχειν θεοὺς ἐντετυπωμένους, ὅπως μὴ κατακαέντες ὑπὸ

### book 241b.5.3

τοῦ πυρὸς ὀργισθῶσιν αὐτῷ. b(BCE3E4)T

### book 241b.1

ἄκρα κόρυμβα: τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ—

### book 241b.2

τοῦτο ποιεῖ. A

### book 242a

〈ἐμπρήσειν:〉 Ἀρίσταρχος „ἐμπλήσειν“. Aim

### book 242b

〈μαλεροῦ πυρός:〉 σημειοῦνταί τινες, 〈ὅτι〉 ἀντὶ τοῦ

### book 242b

μαλερῷ πυρί. Aint

### book 243

〈ὀρινομένους ὑπὸ καπνοῦ:〉 δίκην σφηκῶν. Til

### book 244-5.1

〈ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλάς /

### book 244-5.2

ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη:〉 διασταλτέον βραχὺ

### book 244-5.3

φρένα (244) καὶ θεοί (245). Aim

### book 245.1

ἡμῖν δὲ δὴ αἴσιμον εἴη: ἀπὸ κοινοῦ τὸ ‘δέδοικα‘ καὶ τὸ

### book 245.2

„μή“ (Ι 244). Til

### book 246.1

〈Ἄργεος ἱπποβότοιο:〉 σημειοῦνταί τινες, ὅτι τὴν ὅλην

### book 246.2

Πελοπόννησον †οὐκ οἶδεν ὁ ποιητής, Ἡσίοδος δέ (fr. 189 M.—W.).

### book 246.3

Aim

### book 247.1

καὶ ὀψέ περ: καλῶς τὸ ὀψέ· εἰ γὰρ καὶ δύο γεγόνασιν αἱ

### book 247.2

ἡμέραι τῆς μάχης, ἀλλ’ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρό‐

### book 247.3

νος, κἂν ἐπ’ ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ τοῦ χρόνου ἡ

### book 247.4

αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς πο〈ι〉νηθέντων Ἑλλήνων. b(BCE3

### book 247.5.1

E4)T τάχα δὲ καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ὀψὲ ἀμύνειν,

### book 247.5.2

νῦν ἄμυνον. συνᾴδει καὶ τὸ ἑξῆς (sc. Ι 249—50) ὅτι νῦν μὴ ἐπαμύνας

### book 247.5.3

οὐχ εὑρήσεις τοῦ κακοῦ ἴασιν. b(BE3E4)T

### book 249-50a.1

οὐδέ τι μῆχος / ῥεχθέντος κακοῦ ἔστ’ ἄκος

### book 249-50a.2

εὑρεῖν: οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ ῥεχθέντος θεραπείαν

### book 249-50a.3

εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως

### book 249-50a.4

τυγχάνει. A b (BE3E4)T | ἐπὶ τὸ μῆχος (249) βραχὺ διασταλτέ‐

### book 249-50a.5

ον· σαφέστερον γὰρ οὕτω παρίσταται. A

### book 249-50b.1

〈οὐδέ τι μῆχος / ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑ‐

### book 249-50b.2

ρεῖν:〉 τὸ „οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“ (Α 343)

### book 249-50b.3

ἐντέχνως αὐτῷ προβάλλεται· τοῦτο γὰρ περὶ Ἀγαμέμνονος ἔλεγε

### book 249-50b.4

τοῖς κήρυξιν. ἐφ’ ἕτερον δὲ κεφάλαιον ἔρχεται ὡς καὶ αὐτῷ συμφέρον

### book 249-50b.5

καὶ ὠφέλιμον τὸ μὴ παριδεῖν τὸν νῦν καιρόν. b(BE3E4)

### book 251.1

〈Δαναοῖσιν:〉 οὐκ Ἀγαμέμνονι· τοῦτο γὰρ κατακρύπτει

### book 251.2

b(BCE3E4)Til διὰ τὸ μὴ αἴφνης παροξῦναι αὐτόν. b(BCE3E4)

### book 252a.1

ὦ πέπον: ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ

### book 252a.2

δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ. A

### book 252b.1

πατὴρ ἐπετέλλετο Πηλεύς: τοῦτο δεύτερον κεφά‐

### book 252b.2

λαιον, εἰς ἐπιείκειαν καὶ πραότητα προκαλούμενον. τὸ δὲ στασιαστι‐

### book 252b.3

κὸν θέλων ὀνειδίζειν †οὐδὲ† τοῖς ῥήμασιν ἀνακεκαλυμμένως χρῆται

### book 252b.4

οὔτε ἐξ ἰδίου προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλ’ ἐν ἠθοποιΐᾳ ἐξ

### book 252b.5.1

ἀπόντων προσώπων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ

### book 252b.5.2

ἰδίας ὑποθήκας εἰσάγων, ἀλλ’ ὑπομιμνῄσκων τοῦ πατρός. καὶ ὁ Νέ‐

### book 252b.5.3

στωρ ὁμοίως πρὸς Πάτροκλον (sc. Λ 785—90). b(BCE3E4)T

### book 253a.1

ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: ὡσανεὶ δευτέρῳ πατρί.

### book 253a.2

ἐντέχνως οὖν οὐκ εἶπε ‘σὺν Ἀγαμέμνονι‘. b(BCE3E4)T

### book 253b.1

〈Ἀγαμέμνονι πέμπε:〉 ἔνδοξόν τι· καὶ πρὸς πειθὼ γὰρ

### book 253b.2

ἐπιτήδειον τοῦτο. Til

### book 254

〈τέκνον ἐμόν:〉 σημειοῦνταί τινες, ὅτι παρεῖται τὸ ‘τάδε

### book 254

λέγων‘. Aim

### book 254-8.1

τέκνον ἐμόν〈—νέοι ἠδὲ γέροντεσ〉: συνετῶν τὸ

### book 254-8.2

τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύτας ἁρμόττεσθαι τοὺς λό‐

### book 254-8.3

γους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα ἀνδρεῖον μέν, ὀργίλον δὲ καὶ

### book 254-8.4

πλήρη φιλοτιμίας, παραινεῖ αὐτῷ ἀποθέσθαι τοῦ ἤθους τὸ φιλόνει‐

### book 254-8.5.1

κον, b(BCE3E4)T ὡς ἐκ τούτου μάλιστα τιμῆς τευξόμενον, ἧς

### book 254-8.5.2

ὀρεγόμενον ἑώρα τὸν Ἀχιλλέα. ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν πολέ‐

### book 254-8.5.3

μοις πολλάκις εὐδοκιμήσας. b(BE3E4)T

### book 255.1

δώσους’, αἴ κ’ ἐθέλωσι: καλῶς τὸ ἐθέλωσι, ὡς οὐ δω‐

### book 255.2

σόντων, εἰ ἀνάξιος ὀφθείη τῆς δωρεᾶς. A b (BCE3E4)Til

### book 256a.1

ἴσχειν 〈ἐν στήθεσσι: ἴσχειν·〉 ἐπέχειν, παύειν. | τὸ

### book 256a.2

ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται

### book 256a.3

οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι,

### book 256a.4

φησί, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως. A

### book 256b.1

〈ἴσχειν ἐν στήθεσσι:〉 διδασκαλία καὶ ἡμῖν, κρατεῖν

### book 256b.2

ὀργῆς. Til

### book 257.1

ἔριδος κακομηχάνου: πρὸς τὴν ἀγαθὴν διέστειλεν. ἐπεί‐

### book 257.2

περ οἱ ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δέ, ὅτι οὐ

### book 257.3

τοσοῦτον ὀνίνησιν ἰσχύς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει. b

### book 257.4

(BCE3E4)T

### book 257-8

ὄφρα σε 〈μᾶλλον〉 / τίως’ 〈Ἀργείων〉 ἠμὲν νέοι

### book 257-8.1

ἠδὲ γέροντες: εἰ μὴ ὑποθήκη πατρὸς ἐδόκει τὸ †πρασσόμενον†,

### book 257-8.2

κἂν ἠρέθισεν Ἀχιλλέα ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ

### book 257-8.3

νέοις καὶ παρὰ γέρουσιν. b(BCE3E4)T

### book 259.1

σὺ δὲ λήθεαι: πρᾴως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας,

### book 259.2

ἀλλ’ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἀξιούμενον.

### book 259.3

b(BCE3E4)T

### book 259-60.1

ἀλλ’ ἔτι καὶ νῦν / παῦε: καλῶς νῦν (259), ἵνα δη‐

### book 259-60.2

λώσῃ τὸν ἱκέτην. ἅμα δὲ καὶ ὑποφαίνει ὡς οὗτος αὐτῷ ὑποτάττεται,

### book 259-60.3

ᾧ ὁ πατὴρ αὐτὸν ὑπέταξεν. μετὰ δὲ τὸ τοὺς τοῦ πατρὸς λόγους πε‐

### book 259-60.4

πᾶναι αὐτὸν προφέρει τὰ δῶρα· b(BCE3E4)T αἰσχροκερδὲς γὰρ

### book 259-60.5

ἦν τὸ ἀπ’ ἀρχῆς. b(BE3E4)T

### book 261a.1

〈ἄξια δῶρα δίδωσι:〉 τρίτον κεφάλαιον τὸ περὶ τῶν

### book 261a.2

δώρων. b(BE3E4)Til

### book 261b

〈χόλοιο:〉 ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον. Aim

### book 262a

εἰ δὲ σὺ μέν μευ 〈ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω〉:

### book 262a.1

οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν

### book 262a.2

ἐν τοῖς ἐπάνω (sc. ad Ι 46—7 a). καὶ νῦν δέ ἐστιν ὁ λόγος· ‘ἄγε δὴ σὺ

### book 262a.3

μέν μου ἄκουσον‘. | ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δ’ ἄν

### book 262a.5.1

σοι καταλέξαιμι, ἢ περισσὸς ὁ κέ. | τὸ εἴ παρακελευστικὸν ἐπίρρημά

### book 262a.5.2

ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διὸς „ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν“ (Ω 74).

### book 262a.5.3

καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συν‐

### book 262a.5.4

δέσμου τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλλαγέντος εἰς περισπώμενον

### book 262a

ἀναγκαίως καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης. A

### book 262b.1

εἰ δέ, σὺ μέν μευ ἄκουσον: ἀντὶ τοῦ ἄγε δή. δυσχεραί‐

### book 262b.2

νοντος δὲ αὐτοῦ πρὸς τοὔνομα τῶν δώρων δεῖται ἀκουσθῆναι. ἢ τάχα

### book 262b.3

ἔμφασίς ἐστι τοῦ πλήθους τῶν δοθησομένων. b(BCE3E4)T

### book 265.1

〈αἴθωνας δὲ λέβητας:〉 διαιρεῖ τῶν ἀναθεματιαίων, ἐμπυ‐

### book 265.2

ριβήτας (cf. Ψ 702) καὶ αἴθωνας αὐτοὺς καλῶν. Til

### book 270.1

〈ἀμύμονας:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς „ἀμύμονασ“.

### book 270.2

Aim

### book 271.1

Λεσβίδας: ὅτι τὰς ἑπτὰ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ

### book 271.2

Ζηνόδοτος ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηΐδα τάττει· ἔστι γὰρ Λυρνησ‐

### book 271.3

σία. A

### book 274.1

〈κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται:〉

### book 274.2

Ἀρίσταρχος γράφει „κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον 〈ὀμεῖται〉“.

### book 274.3

Aim

### book 279

〈νηήσασθαι:〉 ἀντὶ προστακτικοῦ. Aim

### book 292.1

〈Ἱρήν:〉 οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ Καθόλου (1,

### book 292.2

263,6). Aim

### book 297.1

οἵ κέ σε δωτίνῃσι 〈θεὸν ὣς τιμήσονται〉: ἡ διπλῆ, ὅτι

### book 297.2

τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρ‐

### book 297.3

χος τιμήσονται ὡς ἐλεύσονται. A

### book 299

〈μεταλλήξαντι:〉 διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ

### book 299

Ἀριστάρχου. Aim

### book 300a.1

εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο: τέταρτον κεφά‐

### book 300a.2

λαιον δεητικὸν ὑπὲρ τῶν Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβά‐

### book 300a.3

νων αὐτοῦ τὴν ἀντίρρησιν καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτιθεὶς τὸν

### book 300a.4

ἁπάντων ἔλεον καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγων Ἑλλάδα.

### book 300a.5.1

ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν καὶ πανταχόθεν πείθει· ὑπο‐

### book 300a.5.2

σχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ. b(BCE3E4)T

### book 300b.1

κηρόθι μᾶλλον: κηρὸς μᾶλλον. T | εἰς δύο δὲ μερίζει τὴν

### book 300b.2

ἱκετείαν, Ἀγαμέμνονα καὶ Ἕλληνας. b(BCE3E4)T

### book 300c.1

κηρόθι μᾶλλον: ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα,

### book 300c.2

τουτέστι θανατηφόρον μοῖραν. ἢ ἐν τῇ ψυχῇ μισεῖται μᾶλλον, παρὰ

### book 300c.3

τὸ κῆρ, ὅ ἐστι ψυχή. A

### book 302-3a.1

τειρομένους ἐλέαιρε 〈κατὰ στρατὸν οἵ σε θεὸν

### book 302-3a.2

ὥς / τίσουσι〉: τὸ κατὰ στρατόν (302) ἀμφοτέροις δύναται

### book 302-3a.3

συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ

### book 302-3a.4

ἑξῆς· τειρομένους κατὰ στρατόν, οἷον καταπονουμένους ἤδη

### book 302-3a.5.1

ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης. εἰ δὲ τοῖς ἑξῆς,

### book 302-3a.5.2

ἔσται ὁ λόγος· οἵτινές σε κατὰ πᾶν τὸ στράτευμα τιμήσουσιν ὡς

### book 302-3a.5.3

θεόν, οἷον πάντες ὁμοίως. A

### book 302-3b.1

〈τειρομένουσ〉 ἐλέαιρε κατὰ στρατὸν 〈οἵ σε θεὸν

### book 302-3b.2

ὥς / τίσουσι〉: τὸ 〈κατὰ〉 στρατόν (302) δύναται πρὸς ἄμφω

### book 302-3b.3

εἶναι. | αὔξων τὴν εὔκλειαν δείκνυσιν ὡς πρὸς αὐτούς ἐστιν ἡ πρᾶξις. T

### book 303.1

ἦ γάρ κέ σφι 〈μάλα〉 μέγα κῦδος ἄροιο: ὡς „πᾶσι δέ κε

### book 303.2

Τρώεσσι χάριν καὶ κῦδοσ“ (Δ 95) ἀντὶ τοῦ παρὰ πάντων ἢ ἐκ πάν‐

### book 303

των. T

### book 304a.1

νῦν γάρ 〈χ’〉 Ἕκτορ’ ἕλοις: τρία ποιεῖ· τῷ μὲν καλῷ τῆς

### book 304a.2

ἐπικουρίας τὸ φιλότιμον συνάπτει, ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαντος

### book 304a.3

ὀργῆς τὴν τῶν ἀτυχούντων ἱκετείαν οἰκτίζεται, τὸ δὲ ἀνθέλκον τοῦ

### book 304a.4

θυμοῦ ἐπιρρεπὲς ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχημάτων.

### book 304a.5

b(BCE3E4)T

### book 304b.1

〈νῦν:〉 καλῶς εἶπε νῦν, T ὡς πρώην αὐτοῦ πτήσσον‐

### book 304b.2

τος ἐν τῷ τείχει· ὥστε μὴ ἀπολέσῃς τὸν καιρόν, ἐν ᾧ μεγάλα δυνήσῃ

### book 304b.3

ἐπιδείξασθαι κατὰ τῶν πολεμίων. b(BCE3E4)T

### book 305

〈οὔτινα:〉 οὐδὲ σέ. ἐρεθιστικὰ δὲ ταῦτα. Til

### book 307-9.1

τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς

### book 307-9.2

Ἀχιλλεύς 〈/ — /〉 χρὴ μέν: τὸν Ἀχιλλέα παραδίδωσι φιλότι‐

### book 307-9.3

μον, ἁπλοῦν, φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται

### book 307-9.4

συνετά, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλό‐

### book 307-9.5

φρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται. b(BCE3E4)T

### book 309a.1

χρὴ μὲν δὴ τὸν μῦθον 〈ἀπηλεγέως ἀποειπεῖν〉:

### book 309a.2

γυμνός ἐστιν ὑπὸ τῆς ὀργῆς καὶ περιπλοκὰς οὐκ οἶδε λόγων· ἔδει γὰρ

### book 309a.3

δικαιολογεῖσθαι, εἶθ’ οὕτω τὴν ἀπόφασιν ἐπαγαγεῖν. ὁ δὲ τοὐναντίον

### book 309a.4

φησίν· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας, τοσοῦτον δὲ

### book 309a.5.1

ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς λόγους „ὡς

### book 309a.5.2

μή μοι τρύζητε παρήμενοι“ (Ι 311). πάντες δὲ οἱ παρὰ θυμὸν ἀπει‐

### book 309a.5.3

λοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λόγοις, οἱ μὲν λόγῳ, οἱ δὲ δι’ ἀπο‐

### book 309a.5.4

δείξεων, οἱ δὲ διὰ γνωμῶν, ὃ νῦν (sc. Ι 312—3) ποιεῖ. b(BCE3E4)T

### book 309b

〈τὸν μῦθον:〉 τὸν ἀντικείμενον τοῖς ῥηθεῖσιν. Til

### book 309c.1

ἀπηλεγέως: ἀποτόμως, σκληρῶς· ἢ ἀπαγορευτικῶς,

### book 309c.2

κεκριμένως. A | ἀπαγορευτικῶς, A b (BCE3E4)T διαρρήδην· ἢ

### book 309c.3

συντόμως ἀπὸ τοῦ λῆξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· φιλοσύντομος

### book 309c.4

γὰρ ὁ θυμός. ἢ ἀσυμπαθῶς καὶ ἀπηλγημένως παρὰ τὸ ἀλέγειν· οἱ γὰρ

### book 309c.5.1

λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν

### book 309c.5.2

Ὀδυσσέα ἀπιέναι φησίν (sc. Ι 356—63), πρὸς Φοίνικα δὲ μένειν (cf. Ι

### book 309c.5.3

618—9), μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα δὲ πολεμήσειν, ἀλλ’ ὅταν

### book 309c.5.4

ἀνάγκη καλῇ (sc. Ι 650—55). A b (BE3E4)T τοῦτο δὲ θυμώδους

### book 309c.5.5

ἀνδρὸς καὶ πρὸς τὸ μὴ καταφρονηθῆναι ἀγωνιζομένου. T

### book 310a

〈ᾗπερ δὴ κρανέω:〉 Ἀρίσταρχος „ᾗπερ δὴ φρονέω“. Aint

### book 310b.1

ᾗπερ δὴ κρανέω {τε}: αἱ Ἀριστάρχου „φρονέω“. | τὸ

### book 310b.2

δὲ κρανέω ἀντὶ τοῦ τελειώσω, πληρώσω. ὁ δὲ ᾗ ἀντὶ τοῦ ὥς. T

### book 311a.1

ὡς μή μοι τρύζητε 〈παρήμενοι ἄλλοθεν ἄλλοσ〉: αὐ‐

### book 311a.2

θαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοί‐

### book 311a.3

νικα προανακόπτει, ὃν ὑποπτεύει παρακεκλῆσθαι ὑπὸ τοῦ Ἀγαμέ‐

### book 311a.4

μνονος. b(BCE3E4)T τινὲς δὲ διὰ τὸ „καί μ’ ᾐτιάασθε ἕκαστοσ“

### book 311a.5

(Π 202). T

### book 311b1.1

τρύζητε: παρὰ τὸ τρυγών ἐστιν· ἢ τρύχητε τὴν ἀκοήν,

### book 311b1.2

ἢ τονθορύζητε. T

### book 311b2

τρύζητε ἤτοι τρύχητε τὴν ἀκοὴν καὶ βαρύνητε. b

### book 311b2

(BCE3E4)

### book 311c

〈παρήμενος:〉 γράφεται „παρήμενοι“. Aim

### book 312-3.1

ἐχθρὸς γάρ μοι κεῖνοσ〈— /〉 ὅς 〈χ’〉 ἕτερον μὲν

### book 312-3.2

κεύθῃ 〈ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ〉: πρὸς τὴν ἀλλοιωτικὴν στάσιν

### book 312-3.3

Ὀδυσσέως. τὸ δὲ ἄλλο (313) ἐπὶ τῶν ἑτερογενῶν· „ὄρνεον ἄλλο“

### book 312-3.4

(Ν 64), „φάρμακον ἄλλο“ (κ 392). κακῶς οὖν ἔχει νῦν ἀντὶ τοῦ ἕτερον

### book 312-3.5

τὸ ἄλλο δὲ εἴπῃ (313). T

### book 312.1

ὁμῶς Ἀΐδαο πύλῃσιν: πλέον πάντων Ἀχιλλεὺς μισεῖ

### book 312.2

τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ

### book 312.3

διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ

### book 312.4

ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν

### book 312.5

ἐναντίων ὁ θάνατος; A b (BCE3E4)T

### book 313.1

ὅς χ’ ἕτερον μὲν κεύθῃ 〈ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ〉: ὅτι

### book 313.2

δοκεῖ συγκεχύσθαι τὸ 〈ἄλλο πρὸς τὸ〉 ἕτερον· ἔδει γὰρ ‘ἕτερον δὲ

### book 313.3

εἴπῃ‘, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ

### book 313.4

πλειόνων τίθεται. A

### book 314-6.1

αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·/

### book 314-6.2

οὔτ’ ἐμ〈έγ’〉 Ἀτρείδην 〈Ἀγαμέμνονα〉 πεισέμεν οἴω / οὔτ’

### book 314-6.3

ἄλλους Δαναούς: τὸ καλὸν καὶ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως

### book 314-6.4

ἐξέκοψεν· καὶ τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθή‐

### book 314-6.5.1

σεσθαι τοῖς λεγομένοις. ἀλλ’ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγα‐

### book 314-6.5.2

νάκτησιν, ἀνθέλκεται πρὸς μῆκος λόγων. b(BCE3E4)T

### book 314

〈ὥς μοι δοκεῖ εἶναι ἄριστα:〉 ἐν ἄλλῳ „ὡς καὶ τετελε‐

### book 314

σμένον ἔσται“. Aint

### book 316a.1

οὔτ’ ἄλλους Δαναούς: πρὸς τὸ „εἰ δέ τοι Ἀτρείδης

### book 316a.2

μὲν ἀπήχθετο, σὺ δ’ ἄλλους περ 〈Παν〉αχαιούσ“ (cf. Ι 300—1)· ἀνέ‐

### book 316a.3

τρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν

### book 316a.4

‘οὔτε ὑμεῖς πείσετε οἱ πρέσβεισ‘, εὐπρεπῶς τῷ κοινῷ ὀνόματι τῶν

### book 316a.5.1

Ἑλλήνων αὐτοὺς περιέλαβεν. καλῶς δὲ οὔ φησιν ‘οὐκ ἐλεῶ αὐτούσ‘,

### book 316a.5.2

ἀλλ’ ‘οὐ πείσουσί με‘ (cf. Ι 315). b(BE3E4)T

### book 316b.1

ἐπεὶ 〈οὐκ〉 ἄρα τις χάρις ἦεν: πρὸς τὸ „οἵ 〈κέ〉 σε

### book 316b.2

〈δωτίνῃσι〉 θεὸν ὣς τι〈μή〉σουσιν“ (Ι 297). χάρις οὖν ἡδονή. T

### book 317

〈μετ’ ἀνδράσιν:〉 Ἀρίσταρχος „ἐπ’ ἀνδράσι“. AimAint

### book 318a

〈ἴση μοῖρα:〉 παρ’ ὑμῖν δηλονότι. Til

### book 318b.1

ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι: τοῦτο

### book 318b.2

μάλιστα τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατ’ ἀξίαν τιμῶνται. b

### book 318b.3

(BCE3E4)T ἔφυγε δὲ τὸ ὁμοειδές· οὐ γὰρ εἶπε ‘πολεμίζοντι‘. T

### book 319a.1

〈ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός:〉 ἐν δὲ τῇ

### book 319a.2

αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος. Aint

### book 319b.1

ἐν δὲ ἰῇ τιμῇ 〈ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλόσ〉: ἀλλάξας

### book 319b.2

τὸ ὄνομα τὸ αὐτὸ εἶπεν. T

### book 320.1

κάτθαν’ ὁμῶς 〈ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐορ‐

### book 320.2

γώσ〉: ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ πρὸς τὸ „τύμβον δ’

### book 320

ἀμφὶ πυρήν“ (Η 336)· οὐ γὰρ πρὸς τὰς πράξεις ὁ τάφος. b(BCE3E4)T

### book 321a.1

{οὐδέ τί μοι} περίκειται: ὁ Ἀσκαλωνίτης (p. 50 B.)

### book 321a.2

δύο ποιεῖ, „περί“ εἶτα „κεῖται“, καὶ προπερισπᾷ· σημαίνει δέ, φησί,

### book 321a.3

τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφ’ ἓν ἀναγινώσκουσι περίκειται ὡς

### book 321a.4

ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συν‐

### book 321a.5

θέσει τὸ αὐτὸ νοεῖν; A

### book 321b.1

περίκειται: περισσὸν τῶν ἄλλων ἀπόκειται. b(BCE3E4)

### book 321b.2

T

### book 321-32.1

ἐπεὶ πάθον ἄλγεα 〈θυμῷ / — / Ἀτρείδῃ〉: διὰ

### book 321-32.2

μὲν τοῦ πάθον ἄλγεα (321) τὸ ἐπίπονον ἑαυτοῦ παρίστησι, διὰ δὲ

### book 321-32.3

τῆς μάστακος (cf. 324) τὸ κηδεμονικόν, διὰ δὲ τοῦ ἀγρυπνεῖν καὶ νύ‐

### book 321-32.4

κτας οὐκ ὀλίγας (cf. 325) τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ

### book 321-32.5.1

τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα ἅπαντα ἀναφέρειν (cf.

### book 321-32.5.2

331—2) τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων, ὧν ἐχειρώσατο

### book 321-32.5.3

(cf. 328—9), τὸ ἀνδρεῖον ἑαυτοῦ φησιν. b(BCE3E4)T

### book 322.1

〈πολεμίζειν:〉 οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ

### book 322.2

ἀπαρέμφατον. Aint

### book 323a.1

ὡς δ’ ὄρνις ἀπτῇσι 〈νεοσσοῖσι προφέρῃσι〉: εἰς τὸ

### book 323a.2

ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς κηδεμονίας αὔξει τὴν ῥώμην, τοσοῦ‐

### book 323a.3

τον προὔχειν φάσκων Ἑλλήνων ὅσον μήτηρ νεοσσῶν. b(BCE3E4)

### book 323a.4

T εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνου φιλοστορ‐

### book 323a.5.1

γίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον ὠφελεῖται τῶν

### book 323a.5.2

τρεφομένων· εἰ γὰρ μὴ ἀμελχθείη, καὶ ἀνιᾶται· „οὔθατα γὰρ σφαρα‐

### book 323a.5.3

γεῦντο“ (ι 440). ἡ δὲ ὄρνις τὴν ἑαυτῆς τροφὴν εἰς τοὺς νεοσσοὺς ἀνα‐

### book 323a.5.4

λίσκει· ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ „κακῶς δέ τέ οἱ πέλει αὐτῇ“ (Ι

### book 323a.5.5

324). εὖ δὲ καὶ τὸ ἀπτῇσιν· οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, †προσπο‐

### book 323a.10.1

ρίζονται†. b(BE3E4)T καὶ διὰ τὸ περιϊέναι (cf. Ι 326—9) καὶ

### book 323a.10.2

λῃζόμενον πάντα φέρειν (cf. Ι 330—2) 〈***〉. T

### book 323b

προφέρῃσι: ὡς τὸ „οἱ δὲ προπεσόντες ἔρεσσον“ (μ

### book 323b

194). T

### book 324a.1

〈μάστακ’:〉 ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα,

### book 324a.2

δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, κα‐

### book 324a.3

θάπερ χοίνικα τὸ μετροῦν καὶ τὸ μετρούμενον· „ἀλλ’ Ὀδυσσεὺς ἐπὶ

### book 324a.4

μάστακα χερσὶ πίεζεν“ (δ 287). A

### book 324b.1

〈μάστακ’:〉 Νίκανδρος (th. 802) τὴν ἀκρίδα. ὁμώνυμος

### book 324b.2

〈δὲ〉 τῷ στόματι, ὡς καὶ χεῖλος. Til

### book 324c1.1

κακῶς δέ τέ οἱ πέλει αὐτῇ: διὰ τοῦ „ἄρα“ γράφουσι

### book 324c1.2

καὶ αἱ Ἀριστάρχου, „κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ“. αἱ δὲ εἰκαιότεραι

### book 324c1.3

κακῶς δέ τέ οἱ πέλει αὐτῇ. A

### book 324c2

Ἀρίσταρχος „κακῶς δ’ ἄρα οἱ“. Aint

### book 324d.1

κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ: ἵνα ἡ εὐεργεσία μὴ ἐξ

### book 324d.2

ἀκινδύνου περιουσίας προσεῖναι δοκῇ. T

### book 325a1

ἴαυον: ἐμονομάχουν. | παρὰ τὸ αὔω τὸ κοιμῶμαι | ἢ

### book 325a1

παρὰ τὴν ἴαν τὴν μίαν. | ἢ διετέλουν. A

### book 325a2

ἐμονομάχουν· παρὰ τὴν ἴαν. Til

### book 326a.1

ἤματα δ’ αἱματόεντα 〈διέπρησσον πολεμίζων〉:

### book 326a.2

διὰ φόνων ἦν ὁ βίος, οὐ δι’ ἐμὴν ἡδονήν· „οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’

### book 326a.3

ἤλυθον“ (Α 152), ἀλλὰ διὰ τὸ γύναιον Μενελάου· τοῦτο γὰρ δηλοῖ

### book 326a.4

τὸ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). ἢ τολμηρῶς πολεμῶν πρὸς ἄν‐

### book 326a.5.1

δρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους. b

### book 326a.5.2

(BCE3E4)T

### book 326b

〈αἱματόεντα:〉 ἐν αἵματι ἢ ἐν μόχθῳ. Aint

### book 327a.1

〈ὀάρων:〉 ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμι‐

### book 327a.2

λίαι. νῦν δὲ λέγει τῶν γυναικῶν. Aint

### book 327b1.1

ὀάρων {ἕνεκα}: γράφεται καὶ „ὠρέων“. ὀάρων μὲν

### book 327b1.2

†σὺν ἄορσιν†, ὅ ἐστι τῶν γυναικῶν τῶν αἰχμαλωτίδων, παρὰ τὸ

### book 327b1.3

ἄορ, ὅ ἐστι ξίφος, ὅτι διὰ πολέμου καὶ αἰχμῆς καὶ φασγάνου ἐλῄζοντο.

### book 327b1.4

„ὠρέων“ δὲ τῶν συμβίων παρὰ τὸ ξυνωρεῖν, ὅθεν καὶ ξυνωρίδας τὰς

### book 327b1.5

συζυγίας τῶν ἵππων φαμέν. T

### book 327b2.1

ὀάρων: γράφεται καὶ „†ὀρέων†“. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ

### book 327b2.2

σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, „ὠρέων“

### book 327b2.3

δὲ ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν, καθὸ καὶ συνωρίδας

### book 327b2

ἐπὶ τῶν ἵππων. A

### book 328.1

δώδεκα δὴ σὺν νηυσὶ 〈πόλεις ἀλάπαξ’ ἀνθρώπων〉:

### book 328.2

ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις (sc. Ι 321—7)

### book 328.3

φέρων. εὖ δὲ καὶ τὸ μὴ κατ’ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ

### book 328.4

πόλεις καὶ ταύτας ἀθρόας. ἅμα δὲ καὶ συμπληροῖ τὴν ὑπόθεσιν.

### book 328.5.1

Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφαλισμένας· λαφύρων γὰρ

### book 328.5.2

ἔδει, οὐ κατορθωμάτων. b(BCE3E4)T

### book 329.1

〈πεζὸς δ’ ἕνδεκά φημι:〉 ὡς ἐν ἀμφισβητησίμῳ διορίζε‐

### book 329.2

ται. Til

### book 332.1

ὁ δ’ ὄπισθε μένων: ἐμοῦ ἀποδημοῦντος. τὴν δειλίαν δὲ

### book 332.2

Ἀγαμέμνονος ἐμφαίνει τὸ ὄπισθε. b(BCE3E4)T

### book 333a.1

δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχε‐

### book 333a.2

σκεν: ἀμφοτέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα

### book 333a.3

καὶ τοσαῦτα λαβὼν καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι καὶ τοῦτο

### book 333a.4

ἀφῄρηται. b(BCE3E4)T

### book 333a.5.1

〈δεξάμενος διὰ παῦρα δασάσκετο:〉 †ὁ δὲ† λαμβάνων

### book 333a.5.2

ὀλίγα διένειμε καὶ ἐδίδου. Aint

### book 333b.1

πολλὰ δ’ ἔχεσκεν: τεχνικῶς ἐνδείκνυται ὅτι καὶ τὰ νῦν

### book 333b.2

αὐτῷ διδόμενα δῶρα μέρος ἐστίν, ὧν Ἀγαμέμνων παρ’ αὐτοῦ λαμ‐

### book 333b.3

βάνων ἀδίκως ἐσφετερίσατο. b(BCE3E4)T

### book 334-6.1

ἄλλα δ’ ἀριστήεσσι δίδου 〈γέρα〉 καὶ βασιλεῦσι·

### book 334-6.2

/ τοῖσιν δ’ ἔμπεδα κεῖται, ἐμοῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν /

### book 334-6.3

εἵλετο: ἐπιφθόνως φησὶ ‘τοῖς ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ,

### book 334-6.4

b(BCE3E4)T δι’ οὗ καὶ αὐτοὶ ἐλάμβανον‘ T εὐπρεπῶς δὲ

### book 334-6.5

οὐκ εἶπεν ‘ὑμῖν‘. ἄτοπον δέ, εἰ πολλὰ μὲν ἔχων, μικρὰ δὲ παρέχων

### book 334-6

οὐδὲ ἐπ’ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ δοθέντα. b(BCE3E4)T

### book 335-6.1

ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν 〈/ εἵλετ’〉: καλὰ τὰ

### book 335-6.2

μετὰ τὴν καταρίθμησιν τῶν κατορθωμάτων. T

### book 336a.1

〈εἵλετ’, ἔχει δ’:〉 γράφεται δὲ καὶ „εἵλετ’ ἔχειν“ ἀντὶ τοῦ

### book 336a.2

ἠθέλησεν, ὅπερ ὁ Ἡρωδιανὸς ἀποδέχεται ὡς ἄμεινον. b(BCE3E4)

### book 336b.1

〈ἄλοχον θυμαρέα:〉 ηὔξησε τὴν ὕβριν ἄλοχον αὐτὴν

### book 336b.2

εἰπὼν καὶ θυμαρέα. b(BCE3E4)T

### book 336c.1

θυμαρέα: τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. | σύνθετον δέ

### book 336c.2

ἐστι παρὰ τὸ ἄρω θυμαρής, ὀξυτόνως. καὶ οὕτως ἀνέγνωμεν „Εὔμαιος

### book 336c.3

δ’ ἄρα οἱ σκῆπτρον θυμαρέσ“ (ρ 199) διὰ τοῦ α· οὐ γάρ ἐστι παρώ‐

### book 336c.4

νυμον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ‐

### book 336c.5

νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης. A

### book 336d.1

τῇ παριαύων: οὐ συνιαύων, διὰ τὸ βίαιον· φησὶ γοῦν

### book 336d.2

„δμωῇσι δὲ γυναιξὶ †παρευνάζεσθαι† βιαίωσ“ (χ 37). b(BCE3E4)T

### book 337-9.1

τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσ〈σ〉ι〈ν/ Ἀργείους;〉

### book 337-9.2

τί δὲ λαὸν ἀνήγαγεν 〈ἐνθάδ’ ἀγείρας /〉 Ἀτρείδης; ἦ οὐχ

### book 337-9.3

Ἑλένης ἕνεκα: πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγαμέμνονα ἢ

### book 337-9.4

ἀσύνετον ἢ ἄδικον· εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περὶ γυ‐

### book 337-9.5.1

ναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστι περὶ μικρᾶς

### book 337-9.5.2

αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπ’ ἀλλοφύ‐

### book 337-9.5.3

λων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει;

### book 337-9.5.4

καὶ πρῶτον μὲν ἀπηρίθμηται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν. A

### book 337-9.5.5

b(BE3E4)T

### book 338.1

τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’: ὅτι οὕτως εἴωθε λέγειν

### book 338.2

ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν,

### book 338.3

διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι. A

### book 339

〈Ἑλένης:〉 αὐξητικῶς τῇ Διὸς εἴκασε τὴν Βρισηΐδα. Til

### book 340-3.1

ἦ μοῦνοι φιλέους’ ἀλόχους—περ ἐοῦσαν: τὸ

### book 340-3.2

τοιοῦτον ἐπιμονὴ λέγεται, ὅταν τις ἔχων αἰτίαν ἐπί τινι μὴ φεύγῃ τὸ

### book 340-3.3

ἔγκλημα. καὶ Ἀχιλλεὺς οὖν, ἐπεὶ διαβολὴν εἶχεν ὡς γυναικὸς χάριν ὀρ‐

### book 340-3.4

γισθείς, οὐ φεύγων τὴν ὁμολογίαν εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχε‐

### book 340-3.5.1

ται, b(BCE3E4)T καὶ πρῶτον μὲν διέστρεψε δυσαπόκριτον προ‐

### book 340-3.5.2

βαλλόμενος ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων/

### book 340-3.5.3

Ἀτρεῖδαι; (340—1), εἶτα πανδήμῳ κρίσει τὴν γνώμην ἐπεσφραγί‐

### book 340-3.5.4

σατο· b(BE3E4)T ἐπεὶ ὅστις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων

### book 340-3.5.5

(341). b(BE3E4)

### book 341.1

〈ἀγαθὸς καὶ ἐχέφρων:〉 τεχνικῶς τὸ ἄνομον ἰᾶται διὰ τοῦ

### book 341.2

παρὰ τοῖς σπουδαίοις ἰσότιμον εἶναι τὸν γάμον. b(BE3E4)T

### book 342a1

τὴν αὐτοῦ φιλέει: ὁ Ἀσκαλωνίτης (p. 50 B.) δασύνει,

### book 342a1.1

σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν 〈***〉· διὸ καὶ τὰς τοιαύτας

### book 342a1.2

κατὰ διάλυσιν ἀναγινώσκομεν· „καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ“ (Α

### book 342a1.3

271) καὶ „πυκάσασα ἓ αὐτήν“ (Ρ 551)· τί οὖν ἔστιν ἐνθάδε λέγειν ἢ

### book 342a1.5.1

ὅτι λείπει ἡ ἕο; ὡς τὸ „ἕο τ’ αὐτοῦ πάντα κολούει“ (θ 211), οὕτως καὶ

### book 342a1.5.2

ἐνθάδε ‘τὴν ἕο αὐτοῦ φιλέει‘. A

### book 342a2.1

Πτολεμαῖος δασύνει νομίζων τὸ πλῆρες εἶναι ἑαυτοῦ,

### book 342a2.2

ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυμίᾳ. λείπει

### book 342a2.3

οὖν ἡ ἕο, ὡς τὸ „ἕο τ’ αὐτοῦ“. T

### book 343a1.1

δουρικτήτην· δουρικτήτη ὡς „ἀριγνώτη“ (ζ 108),

### book 343a1.2

ἵνα τοῦ δουρίκτητος παρώνυμον ᾖ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ

### book 343a1.3

ποιητής, ἀμφιρύτη (cf. a 50 al.), περιξέστη (cf. μ 79). A

### book 343a2

ὡς ἀμφιρύτη, περιξέστη. Til

### book 344a.1

νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο: ὁ νῦν πολλὰ

### book 344a.2

ὑπισχνούμενος καὶ τὸ βραχὺ ἀφῄρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμέ‐

### book 344a.3

νος ὕστερον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ

### book 344a.4

ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται. b

### book 344a.5

(BCE3E4)T

### book 344b.1

〈καί μ’ ἀπάτησεν:〉 ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως

### book 344b.2

πέμψειν οἴκαδε ἠπάτησεν. b(BCE3E4)T

### book 345a.1

〈μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει:〉 τὰ

### book 345a.2

σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει. Til

### book 345b.1

〈εὖ εἰδότος:〉 καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών

### book 345b.2

ἐστιν. Aim

### book 346a.1

ἀλλ’ Ὀδυσεῦ: οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς

### book 346a.2

τροφέα οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα. b(BCE3

### book 346a.3

E4)T

### book 346b

〈σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσιν:〉 διὰ τὸ „παρ’

### book 346b

ἔμοιγε καὶ ἄλλοι“ (Α 174). b(BCE3E4)T

### book 347a.1

φραζέσθω: πρὸς τὸ ἐν Ὀδυσσείᾳ (θ 75) ζητούμενον

### book 347a.2

„νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆοσ“, ὅτι ἐμφαίνει καὶ νῦν ἀναι‐

### book 347a.3

ρῶν τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα, λεγόντων βουλῇ καὶ λόγῳ

### book 347a.4

αἱρεθήσεσθαι τὴν πόλιν· νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει. A

### book 347b

〈ἀλεξέμεναι:〉 ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ. Til

### book 348.1

ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο 〈νόσφιν ἐμεῖο〉: εἰρω‐

### book 348.2

νικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν

### book 348.3

βουλὴν Νέστορος εὐτελίζειν. b(BCE3E4)T

### book 349-50.1

καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ / ... ἐν δὲ σκόλοπας

### book 349-50.2

κατέπηξεν: ἐν τῷ Περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προ‐

### book 349-50.3

φέρεται „καὶ ἤλασεν ἔκτοθι τάφρον“ (349) καὶ ἐν τῷ ἑξῆς (sc. 350)

### book 349-50.4

„περὶ δὲ σκόλοπας κατέπηξεν“. εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί. A

### book 349.1

καὶ ἤλασε τάφρον 〈ἐπ’ αὐτῷ〉: ἐξέτεινεν, ἀπὸ τοῦ σιδή‐

### book 349.2

ρου· ἢ ὤρυξεν, b(BCE3E4)T ἀπὸ τοῦ παρεπομένου. T | Ἀρί‐

### book 349.3

σταρχος „καὶ ἤλασεν ἔκτοθι τάφρον“. AimT

### book 350a1.1

〈εὐρεῖαν, μεγάλην:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ εὐ‐

### book 350a1.2

ρεῖα〈ν〉 πρὸς ἔμφασιν. Aint

### book 350a2

ὀλίγη διαστολὴ εἰς τὸ εὐρεῖαν. Til

### book 350b

ἐν δὲ σκόλοπας: Ἀρίσταρχος „περὶ δὲ σκόλοπασ“. T

### book 351-2

〈ἀλλ’ οὐδ’ ὣς δύναται σθένος Ἕκτορος ἀνδροφό‐

### book 351-2

νοιο / ἴσχειν:〉 οὐχ ὅτι περιγράφειν, ἀλλ’ 〈οὐδ’〉 ἴσχειν. Til

### book 352-3.1

ὄφρα δ’ ἐγὼ 〈μετ’ Ἀχαιοῖσιν〉 πολέμιζον, / οὐκ

### book 352-3.2

ἐθέλεσκε μάχην 〈... ὀρνύμεν Ἕκτωρ〉: μείζων τείχους Ἀχιλλεύς,

### book 352-3.3

εἴ γε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγε. Ὀδυσσέως δὲ

### book 352-3.4

εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐημερίας τῶν Τρώων (cf. Ι 236—7) Ἀχιλλεὺς ἐπὶ

### book 352-3.5

τὴν αὑτοῦ ἀπουσίαν τρέπει. b(BCE3E4)T

### book 353a.1

οὐκ ἐθέλεσκε μάχην: ἐθέλεσκε T ἐδύνατο. καὶ

### book 353a.2

ἀνάπαλιν „οὔτε τελευτήν / ποιῆσαι δύναται“ (α 249—50). b(BCE3

### book 353a.3

E4)T

### book 353b.1

ἀπό {τείχεος ὀρνύμεν}: δύναται τῇ γενικῇ συντάσσεσθαι

### book 353b.2

καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν. A

### book 353c.1

ἀπὸ τείχους: τινὲς ‘ἐπάνω τοῦ τείχουσ‘, ὑπερβολή. εἰ

### book 353c.2

δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι. T

### book 354a.1

{ἀλλ’ ὅσον ἐς} Σκαιάς τε πύλας: ὅτι πληθυντικῶς εἶπε

### book 354a.2

τὴν πύλην μίαν οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αἱ αὐταί. ἡ δὲ δρῦς

### book 354a.3

πρὸ τῆς Ἰλίου ἦν. A

### book 354b.1

καὶ φηγὸν ἵκανεν: δύο εἰσὶ φηγοί· ὑφ’ ᾗ μὲν ἱερὸν

### book 354b.2

Διός (cf. Η 60), ὑφ’ ᾗ δὲ Ἴλου τάφος (cf. Λ 166—7). T

### book 356a.1

νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω: τινὲς εἰρωνικῶς ‘οὐ δύναμαι δι’

### book 356a.2

Ἀγαμέμνονα‘· „καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ/ ἔρριγ’

### book 356a.3

ἀντιβολῆσαι“ (Η 113—4). b(BCE3E4)T

### book 356b

〈πολεμιζέμεν:〉 γράφεται καὶ „πολεμίζειν“. Aim

### book 357-61a1.1

αὔριον ἱρὰ Διῒ ῥέξασ〈— / νῆας ἐμάσ〉: δι‐

### book 357-61a1.2

δάσκει πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ

### book 357-61a1.1

μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν ἀποπομπήν. πρὸς δὲ τὸ „ἀρᾶται

### book 357-61a1.2

〈δὲ〉 τάχιστα φανήμεναι Ἠῶ δῖαν“ (Ι 240) ἀποκόπτει αὐτῶν τὴν

### book 357-61a1.5.1

ἐλπίδα. τὸ δὲ ἑξῆς· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς ναῦς

### book 357-61a1.5.2

προερύσω, ὄψεαι ἡμᾶς πλέοντας. T

### book 357-61a2.1

τὸ ἑξῆς οὕτως· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς

### book 357-61a2.2

ναῦς ἅλα δὲ προερύσσω, ὄψεαι, ἢν ἐθέλῃσθα, πλέοντας ἡμᾶς. διδάσκει

### book 357-61a2.3

δὲ πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. καὶ ἵνα μὴ λάθρα

### book 357-61a2.4

δοκῇ ὑποχωρεῖν, προλέγει αὐτοῖς καὶ τῶν ἐλπίδων ἀποτειχίζει πασῶν.

### book 357-61a2.5

b(BCE3E4)

### book 358

〈ἐπὴν ... προερύσσω:〉 ἀντὶ τοῦ κινήσαντος. Aim

### book 359a1.1

ὄψεαι, ἢν ἐθέλῃσθα: ἐθέλῃσθα δυνηθῇς, ἐὰν ὑμῖν

### book 359a1.2

ἐπιτρέψωσιν οἱ πολέμιοι. ἠθικῶς δὲ εἰρωνεύεται. T

### book 359a2.1

δυνηθήσῃ. ἐὰν οἱ πολέμιοι, φησίν, ἐπιτρέπωσί σοι.

### book 359a2.2

ἠθικῶς δὲ εἰρωνεύεται. b(BCE3E4)

### book 360-1.1

ἦρι μάλα〈—〉πλεούσας / νῆας ἐμάς, ἐν δ’

### book 360-1.2

ἄνδρας: πιθανῶς προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ

### book 360-1.3

τῶν Μυρμιδόνων ἐπικουρίαν ὡς συναχθομένων αὐτοῦ τῇ ἀτιμίᾳ.

### book 360-1.4

b(BCE3E4) T

### book 360.1

Ἑλλήσποντον: ἀντὶ τοῦ δι’ Ἑλλησπόντου. Ἑλλήσπον‐

### book 360.2

τος δέ ἐστιν—Φρίξου ἀδελφῆς. A

### book 360.1

{ἐπ’} ἰχθυόεντα: καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀνα‐

### book 360.2

γράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ

### book 360.5

Βόσπορος. A

### book 361.1

〈ἐρεσσέμεναι μεμαῶτας:〉 τὸ περὶ τὸν ἀπόπλουν πρό‐

### book 361.2

θυμον αὐτῶν δηλοῖ. b(BCE3E4)Til

### book 363a.1

ἤματί κεν τριτάτῳ 〈Φθίην ἐρίβωλον ἱκοίμην〉: ἐμ‐

### book 363a.2

πείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ Ἑλλησπόντου εἰς τὴν Φθίαν

### book 363a

πλοῦς ἀνέμῳ χρωμένῳ οὐρίῳ. b(BCE3E4)T

### book 363b.1

〈ἤματί κε τριτάτῳ—ἱκοίμην:〉 πρὸς τὸ „ἐπειὴ

### book 363b.2

μάλα πολλὰ μεταξύ / οὔρεά τε〈—θάλασσά τε ἠχήεσσα〉“ (Α

### book 363b.3

156—7). Til

### book 364a.1

ἔστι δέ μοι μάλα πολλά: ἀντίθεσιν ποιεῖται τῶν δώρων

### book 364a.2

Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, A b (BCE3E4)

### book 364a.3

T τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λα‐

### book 364a.4

φύρων ἐδέξατο. A b (BE3E4)T

### book 364b.1

ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινό‐

### book 364b.2

μενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησίν, ἐνθάδε μετὰ φθορᾶς πα‐

### book 364b.3

ραγινόμενος. A

### book 364c.1

ἐνθάδε ἔρρων: τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ.

### book 364c.2

b(BE3E4)T

### book 365.1

ἄλλον δ’ ἐνθένδε χρυσὸν 〈καὶ χαλκὸν ἐρυθρόν〉: ταῦ‐

### book 365.2

τα ἀντιτίθησι πρὸς τὸ „νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω“

### book 365.3

(Ι 137). b(BCE3E4)T

### book 366a.1

〈γυναῖκας ἐϋζώνους:〉 πρὸς τὸ „Τρωϊάδας δὲ γυναῖ‐

### book 366a.2

κας ἐείκοσιν b(BCE3E4)Til αὐτὸς ἑλέσθω“ (Ι 281). Til

### book 366b.1

πολιόν: ἢ ἔντιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ

### book 366b.2

ὅπλα, ἢ μέλανα κατὰ ἀντίφρασιν. b(BCE3E4)T

### book 366b

πολιόν: λαμπρόν· ὀξυνθεὶς—γίνεται. A

### book 367a.1

ἅσς’ ἔλαχόν γε: ὅτι παραπλησίως καὶ κατ’ ἀρχὴν τῆς

### book 367a.2

μήνιδος λέγει „τῶν δ’ ἄλλων, ἅ μοί ἐστι“ (Α 300)· τὰ μὲν γὰρ ἄλλα

### book 367a.3

κατὰ κλῆρον ἔλαβεν, τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρ’ Ἀγαμέμνονος. A

### book 367b

〈ἅσς’ ἔλαχόν γε:〉 γράφεται καὶ „ἅσσα λέλογχα“. Aim

### book 367c.1

ἅσ〈σ’〉 ἔλαχόν γε: ἔλαχον ὁμοίως τῷ ψιλῷ πλήθει.

### book 367c.2

λέγει γοῦν „τῶν δ’ ἄλλων, ἅ μοί ἐστι“ (Α 300)· ταῦτα γὰρ οὐκ εἰλή‐

### book 367c.3

φει παρ’ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόντος ἦν.

### book 367c.4

διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξόν, ὃ δέδωκε, λαβεῖν, ἀφαιρεῖται. b

### book 367c.5

(BE3E4)T

### book 367d.1

γέρας δέ μοι, ὥσπερ ἔδωκεν: πάλιν τὸ κυμάζον πάθος

### book 367d.2

εἵλκυσεν αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν

### book 367d.3

ὕβριν Ἀγαμέμνονός φησιν ὥσπερ ἔδωκεν. ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆ‐

### book 367d.4

θος „δόσαν δέ μοι υἷες Ἀχαιῶν“ (Α 162) φησιν. b(BE3E4)T

### book 368a1

〈ἐφυβρίζων:〉 καὶ „ἐνυβρίζων“. Aint

### book 368a2

〈ἐφυβρίζων:〉 „ἐνυβρίζων“, διχῶς. Til

### book 369.1

Ἀτρείδης· τῷ πάντ’ ἀγορευέμεν, 〈ὡς ἐπιτέλλω〉: πι‐

### book 369.2

θανῶς ἵνα μὴ τὸν Ἀγαμέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύ‐

### book 369.3

τερον εἰρημένων, αὐτὸν δὲ ταπεινὸν ἀποφήνωσι, πρᾳότερον τῆς ἀπει‐

### book 369.4

λῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων

### book 369.5.1

τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς τοῖς ἐχθροῖς διακομίζειν καὶ τὸ ἐπὶ πολλῶν

### book 369.5.2

ταὐτὰ λέγειν· b(BCE3E4)T οὐ γὰρ μόνον τὸ κακόν τι τὸν ἐ‐

### book 369.5.3

χθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδύ, ἀλλὰ καὶ τὸ παρόντων πολλῶν

### book 369.5.4

μαρτύρων. ἴσως δὲ καὶ τῆς παρὰ τοῖς Ἕλλησιν αἰτίας ἀπολυθῆναι θέ‐

### book 369.5.5

λει, ἵνα μὴ αὐτῷ δυσχεραίνωσι τὴν συμμαχίαν ἐγκαταλιπόντι, ἀλλὰ

### book 369.10

τῷ τὸν ἄριστον τῶν Δαναῶν ἀτιμάσαντι. ἅμα δὲ καὶ ὡς δίκαια λέγων

### book 369

ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετάζεσθαι. b(BE3E4)T

### book 371-3.1

εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν

### book 371-3.2

〈—ἰδέσθαι〉: εἴ γε οἴεται περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς

### book 371-3.3

Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλ’ οὐδὲ ὁρᾶν (cf. 373) διὰ τὴν συνεί‐

### book 371-3.4

δησιν τῶν μεγίστων ἀδικημάτων ἐκείνων δυνήσεται. b(BCE3E4)T

### book 371.1

{εἴ τινά που δαναῶν ἔτι ἔλπεται} ἐξαπατήσειν: διὰ τί

### book 371.2

ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ

### book 371.3

τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη

### book 371.4

ἐχθρός, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυ‐

### book 371.5.1

λάττεσθαι καὶ μὴ προσέχειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφε‐

### book 371.5.2

λέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν. A

### book 372a.1

αἰὲν ἀναιδείην 〈ἐπιειμένοσ〉: δύναται μὲν συνάπτε‐

### book 372a.2

σθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθ’ αὑτὸ προφέ‐

### book 372a.3

ρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον. A

### book 372b.1

〈αἰὲν ἀναιδείην ἐπιειμένος:〉 τοῦτο καθ’ αὑτόν, ἵν’ ᾖ

### book 372b.2

κομματικὴ ἡ ἀπαγγελία, τὸν θυμούμενον δηλοῦσα. b(BCE3E4)Til

### book 374-9.1

οὐδέ τί οἱ βουλὰς συμφράσσομαι〈—τόσα

### book 374-9.2

δοίη〉: ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακοπτόμενοι· ἐν

### book 374-9.3

γοῦν τέτρασι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς στιγμαί, ἀπὸ τοῦ ἐκ

### book 374-9.4

γὰρ δή με (375) ἕως τοῦ αἴσῃ (378). | τὸ δὲ ἑξῆς· οὐ συμφράσομαι

### book 374-9.5.1

αὐτῷ οὐδὲ ἀπατήσει με, οὐδὲ ἐάν μοι δεκάκις τόσα δοίη. ἐντεῦθεν δὲ

### book 374-9.5.2

δῆλον ὅτι οὐ μόνον τὰ πολεμικὰ ἤσκητο Ἀχιλλεύς, ἀλλὰ καὶ βουλεύειν

### book 374-9.5.3

ἄριστος ἦν· καὶ γοῦν καὶ διδάσκαλον ἔπεμψεν αὐτῷ ὁ πατήρ, „μύθων

### book 374-9.5.4

τε †ῥητῆρα† ἔμεναι πρηκτῆρά τε ἔργων“ (Ι 443). b(BCE3E4)T

### book 375-8

ἐκ γὰρ δή μ’ ἀπάτησε, καὶ ἤλιτεν· 〈—ἐν καρὸς

### book 375-8.1

αἴσῃ〉: παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον

### book 375-8.2

διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν

### book 375-8.3

γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ το‐

### book 375-8.5

σαῦται αἱ στιγμαί, ἕως τοῦ ἐν καρὸς αἴσῃ (378). A

### book 375

〈ἀπάτησε:〉 τὴν φιλίαν στρέψας εἰς ἔχθραν. Til

### book 376.1

ἐξαπάφοιτο: ἐξαπατήσειε〈ν〉. A | ἀπὸ τῶν ταῖς ἁφαῖς φι‐

### book 376.2

λοφρονουμένων· εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ

### book 376.3

δὲ δὶς μωρίας. ὅρα δέ, ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει. A b (BCE3E4)T

### book 377.1

ἐρρέτω: ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβά‐

### book 377.2

νειν τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ‘ἑαυτὸν

### book 377.3

ἐχέτω‘. b(BCE3E4)T

### book 378a.1

ἐχθρὰ δέ μοι τοῦ δῶρα: πρὸς τὸ δεύτερον κεφάλαιον

### book 378a.2

(sc. Ι 252—60), τὴν παραίνεσιν τὴν τοῦ Πηλέως, οὐδὲν ἀντειπεῖν

### book 378a.3

ἔχων παρῆλθεν αὐτό. b(BCE3)T

### book 378b

τίω δέ μιν ἐν καρὸς αἴσῃ: ὅτι συνέσταλται Ἰακῶς ἐν

### book 378b.1

καρός ἀντὶ τοῦ ἐν κηρός· A ὅμοιον γάρ ἐστι τῷ „ἶσον γάρ σφιν

### book 378b.2

πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ 454). A b (BCE3E4)T | οἱ δὲ ἔγ‐

### book 378b.3

καρ τὸν φθεῖρα. οἱ δὲ ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ

### book 378b.5.1

ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἤσθιον οὔτε ὠνόμαζον· „ἔγκαροσ“

### book 378b.5.2

οὖν τοῦ ἐγκεφάλου. AT | ἄλλως· ἢ ὡς ἔνιοι, ἐν τάξει—ἀτιμό‐

### book 378b.5.3

τατοι. A

### book 379-87.1

οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις 〈τόσα δοίη

### book 379-87.2

—λώβην〉: ἤτοι καθ’ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν

### book 379-87.3

κοιναὶ λαμβάνωνται ἀρνήσεις· „οὐδέ τί οἱ βουλὰς συμφράσσομαι“

### book 379-87.4

(Ι 374), „οὐδ’ ἂν ἔτ’ αὖτις / ἐξαπάφοιτ’ ἐπέεσσιν“ (Ι 375—6), οὐδ’ εἴ

### book 379-87.5.1

μοι δεκάκις τε καὶ τὰ ἑξῆς διασταλτέον καθ’ ἕκαστον· ἢ ὑποστι‐

### book 379-87.5.2

κτέον πάντα ἕως τοῦ ψάμαθός τε κόνις τε (385), ἵνα ἀνταποδί‐

### book 379-87.5.3

δωται οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ (386). A

### book 379-86.1

οὐδ’ εἴ μοι δεκάκις τε〈—θυμὸν ἐμὸν πεί‐

### book 379-86.2

σει’〉: πλείσταις ὑπερβολαῖς λόγων εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι.

### book 379-86.3

ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων ὀρεγόμενος ἢ ὅτι δώροις αὐτὸν

### book 379-86.4

πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων ἐχρήσατο καὶ οὐδὲ οὕτω

### book 379-86.5

πεισθήσεσθαι ἐπαγγέλλεται. b(BE3E4)T

### book 381a.1

〈ἠδ’ ὅς’ ἐς Ὀρχομενὸν ... ἠδ’ ὅσα Θήβας:〉 γράφε‐

### book 381a.2

ται „οὐδ’ ὅς’ ἐ〈ς Ὀ〉ρχομενόν“ καὶ „οὐδ’ ὅσα Θήβασ“. Aim

### book 381b1.1

Ὀρχομενόν: τὸν τῆς Βοιωτίας φησίν, ὃν †μηνύαι† κατ‐

### book 381b1.2

ῴκησαν· πολὺ γὰρ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφο‐

### book 381b1.3

ρος (FGrHist 70, 152), πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέ‐

### book 381b1.4

ναις δῶρα πέμπεται. κἂν τὸν „πολύμηλον“ (Β 605) δὲ λέγῃ, οὐδὲν

### book 381b1.5.1

ἧττον πλούσιον· φησὶ γοῦν „ἐν δ’ ἄνδρες ναίουσι πολύρ〈ρ〉ηνες πολυ‐

### book 381b1.5.2

βοῦται“ (Ι 296). T

### book 381b2.1

Ὀρχομενὸν δὲ τὸν τῆς Βοιωτίας φησίν, ὃν †μηνυῖαι† κατ‐

### book 381b2.2

ῴκησαν. b(BCE3) πολὺ δὲ τούτῳ παράκειται πεδίον, εἰ πιστός

### book 381b2.3

ἐστιν Ἔφορος, πλῆρες πολλῶν ἀγαθῶν, ὧν ταῖς ἐκεῖσε τιμωμέναις

### book 381b2.4

Χάρισι πέμπουσιν οἱ περίοικοι. b(BE3)

### book 381-2.1

οὐδ’ ὅς’ ἐς Ὀρχομενὸν ποτινίσσεται οὐδ’ ὅσα

### book 381-2.2

Θήβας / Αἰγυπτίας: δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ

### book 381-2.3

κομώσας πλούτῳ καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἐπὶ τὸν

### book 381-2.4

ἀόριστον ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἀνήνεγκε τοῦ

### book 381-2.5.1

λόγου (cf. Ι 385—6), ὡς εἰ ἔλεγεν ‘ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά‘. b

### book 381-2.5.2

(BCE3)T

### book 382

〈ὅθι:〉 γράφεται καὶ „ᾗ“ ἀντὶ τοῦ ὅθι. Aint

### book 383a.1

αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας:

### book 383a.2

ὅτι ἀν’ ἑκάστας πληθυντικῶς τὰς πύλας, A ὡς εἶναι ἑκατὸν τάγ‐

### book 383a.3

ματα. οὕτω δὲ ἀν’ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμη‐

### book 383a.4

ρος πύλην φησίν, ἀλλὰ πύλας. AT

### book 383b

〈αἵ θ’ ἑκατόμπυλοι—ἑκάστην:〉 τὸ ἱστορικὸν

### book 383b

τῆς παιδείας ἐνδείκνυται καὶ πρὸς Πρίαμον (sc. Ω 602—7). Til

### book 383c.1

διηκόσιοι δ’ ἀν’ ἑκάστην: οὐ τὸ πλάτος τῶν πυλῶν

### book 383c.2

θέλει σημαίνειν (οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν), ἀλλὰ τὸ μέγεθος

### book 383c.3

τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ἑκατὸν ἔχει,

### book 383c.4

ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. b(BCE3)T ἐν ταύτῃ δὲ ἦν

### book 383c.5.1

πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λί‐

### book 383c.5.2

βυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. b(BE3)T

### book 383c.5.3

εἶχε δὲ κώμας μὲν τρισμυρίας τρισχιλίας τριάκοντα· τὸ δὲ ἄστυ εἶχεν

### book 383c.5.4

ἀρούρας τρισχιλίας ἑπτακοσίας καὶ πύλας ἑκατόν, b(BCE3)T ἀν‐

### book 383c.5.5

δρῶν δὲ μυριάδας ἑπτακοσίας. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις. ἐξ

### book 383c.10.1

ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρ‐

### book 383c.10.2

ματηλάται δὲ διακόσιοι. ταύτην Ἕλληνες Θήβην ὠνόμαζον ἀπὸ τῆς

### book 383c.10.3

Νείλου ἢ Ἀσωποῦ ἢ Πρωτέως θυγατρός. ἐπορθήθη δὲ ὑπὸ Περσῶν.

### book 383c.10.4

b(BE3)T

### book 383d.1

διηκόσιοι δ’ ἀν’ ἑκάστην: ὡς τεταγμένου ἑκάστου τάγ‐

### book 383d.2

ματος ἰδίᾳ πύλῃ ἐξιέναι. T

### book 383e.1

〈ἑκάστας:〉 Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ „ἑκάστην“.

### book 383e.2

Aint

### book 385a1.1

οὐδ’ εἴ μοι τόσα δοίη, 〈ὅσα ψάμαθός τε κόνις τε〉:

### book 385a1.2

καὶ οὗτος ὁ στίχος δύναται καθ’ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἑξῆς ὑπο‐

### book 385a1.3

στιζόμενος κατὰ τὸ τέλος. | ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου

### book 385a1.4

καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμ‐

### book 385a1.5

μος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει. A

### book 385a2.1

δύναται καὶ καθ’ ἑαυτὸν εἶναι ὁ στίχος μὴ ὑποστιζόμε‐

### book 385a2.2

νος. Til

### book 385b.1

ὅσα ψάμαθός τε κόνις τε: οὐδὲ ἐπὶ τοῖς προειρημένοις

### book 385b.2

ἔστησε τὸ τίμημα τῆς ὕβρεως. καλῶς δὲ ἀμφοτέρας συμπεριέλαβε τῷ

### book 385b.3

λόγῳ, τήν τε θαλαττίαν καὶ τὴν πεδιάδα. b(BCE3)T

### book 387.1

〈πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην:〉

### book 387.2

ἠρέμα ὑπώλισθεν εἰς τὸ ἀληθὲς καὶ ἐκκόψας τὴν ἐλπίδα πάλιν ὥρισεν

### book 387.3

αὐτοῖς πρόστιμον τὴν ποινὴν τοῦ ἐχθροῦ. b(BCE3E4)Til

### book 388-91.1

κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο

### book 388-91.2

〈/ — / οὐδέ μιν ὧς γαμέω〉: ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο

### book 388-91.3

(388) καὶ ἀπ’ ἄλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον

### book 388-91.4

ἐπὶ τὸ ἐρίζοι (389) καὶ ἰσοφαρίζοι (390), τῆς ἀνταποδόσεως οὔσης

### book 388-91.5.1

οὐδέ μιν ὧς γαμέω (391)· ἢ διασταλτέον βραχὺ ἐπὶ τὸ Ἀτρείδαο

### book 388-91.5.2

(388). A

### book 388a.1

κούρην δ’ οὐ γαμέω: τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς

### book 388a.2

ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν

### book 388a.3

γάμον Βρισηΐδος. b(BCE3E4)T

### book 388b.1

Ἀγαμέμνονος Ἀτρείδαο: μᾶλλον δεῖ στίζειν εἰς τὸ

### book 388b.2

Ἀτρείδ[αο]· ὁ γὰρ κομματικὸς λόγος τοῖς θυμουμένοις ἁρμόζει. T

### book 389-90.1

οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, / ἔργα

### book 389-90.2

δ’ Ἀθηναίῃ: ὑπερβολῇ χρῆται. δύο δὲ οἶδεν ἀρετὰς γυναικός, κάλλος

### book 389-90.3

τε καὶ „ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418 al.), ἀνδρὸς δὲ „μύθων τε †ῥητῆρα

### book 389-90

ἔμμεναι† πρηκτῆρά τε ἔργων“ (Ι 443). b(BCE3E4)T

### book 392a.1

ὅς τις οἷ τ’ {ἐπέοικε}: εἰς ἁπλῆν μεταλαμβάνεται ἡ ἀν‐

### book 392a.2

τωνυμία, ὅστις αὐτῷ. 〈***〉 περισπασθήσεται οὖν. | δείκνυται δὲ

### book 392a.3

ἐν τοῖς Περὶ ἀντωνυμιῶν (fr. 2 = Hrd. 2, 845, 6) ὡς ὅτι ἡ ἐμοί ἐπὶ δο‐

### book 392a.4

τικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἷ περιεσπάσθη ἀνακολούθως. A

### book 392b1.1

〈οἷ τ’ ἐπέοικε:〉 ἄξιος αὐτοῦ ἐστιν. | εἰς μὲν ἁπλῆν μετα‐

### book 392b1.2

λαμβάνεται ἡ οἷ, φυλάσσει δὲ τὸν ἴδιον τόνον διὰ τὸν τέ. Til

### book 392c1.1

βασιλεύτερός ἐστιν: ἐμοῦ ἢ πάντων ἀνθρώπων, ἐπεὶ

### book 392c1.2

αὐτὸς ἔλεγε· „καί μοι ὑποστήτω, †ὅσον† βασιλεύτερός εἰμι“ (λ 160).

### book 392c1.3

διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ ἀδίκῳ γνώμῃ. T

### book 392b2/c2.1

ὅστις ἄξιος, φησίν, αὐτοῦ ἐστι, | καὶ ὅστις ἐμοῦ ἢ πάν‐

### book 392b2/c2.2

των ἀνθρώπων βασιλεύτατός ἐστι· ἔλεγε γάρ· „καί μοι ὑποστήτω,

### book 392b2/c2.3

†ὅσον† βασιλεύτερός εἰμι“. διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ

### book 392b2/c2.4

γνώμῃ ἀδίκω. b(BCE3E4)

### book 393a1.1

σόωσι {θεοὶ καὶ οἴκαδ’ ἵκωμαι}: Τυραννίων (fr. 17 P.)

### book 393a1.2

προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί,

### book 393a1.3

καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν, „ἥ κέ σφιν νῆάς τε σοῷ καὶ

### book 393a1.4

λαὸν Ἀχαιῶν“ (λ 424)· καὶ τὸ δεύτερον „ὅππως κεν νῆάς τε σοῷς καὶ

### book 393a1.5.1

λαὸν Ἀχαιῶν“ (λ 681). Ἀπίων (fr. B 5 B.) δὲ διὰ τοῦ α γράφει, ἐπεὶ καὶ

### book 393a1.5.2

ἐν ἄλλοις οὕτως εὑρίσκεται· „σάωσε δὲ νυκτὶ καλύψασ“ (Ε 23)

### book 393a1.5.3

καὶ „τὸν μὲν ἐγὼ〈ν〉 ἐσάωσα“ (ε 130) καὶ „ἀλλὰ σάω μὲν ταῦτα, σάω

### book 393a1.5.4

δ’ ἐμέ“ (ν 230). καὶ ἐπὶ μέλλοντος „κερδαλέης, εἴ τίς κεν ἐρύσ〈σ〉εται

### book 393a1.5.5

ἠδὲ σαώσει“ (Κ 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης

### book 393a1.10.1

(p. 50 B.), ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ

### book 393a1.10.2

παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· „τὼ δ’ ἑτέρω ἑκάτερθεν

### book 393a1

ἴτην σώοντες ἑταίρουσ“ (ι 430). A

### book 393a2

ἀπὸ τοῦ σόω, κατὰ συστολήν. Til

### book 394a1.1

Πηλεὺς θήν μοι ἔπειτα γυναῖκα 〈γαμέσσεται αὐ‐

### book 394a1.2

τόσ〉: φιλοπάτωρ καὶ σώφρων κἀκεῖνον κυρῶν γάμον, ὃν ὁ πατὴρ

### book 394a1.3

ἕλοιτο. ἐντεῦθεν ἔλαβε Μένανδρος τὸ „ἐγάμησεν, ἣν ἐβουλόμην

### book 394a1.4

ἐγώ“ (fr. 781 Koe.). T

### book 394a2.1

φιλοπάτορα καὶ σώφρονα ἑαυτὸν ἀποδείκνυσι κἀκεῖνον

### book 394a2.2

κρείττονα γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. b(BCE3E4)

### book 394b1.1

〈γυναῖκα γαμέσσεται:〉 Ἀρίσταρχος „γυναῖκά γε

### book 394b1.2

μάσσεται“. Aim

### book 394b2.1

τὸ δὲ γαμέσσεται πᾶσαι εἶχον „〈γε〉 μάσσεται“, ἀντὶ

### book 394b2.2

τοῦ ζητήσει. T

### book 395a.1

{πολλαὶ ἀχαιΐδες εἰσὶν ἀν’} Ἑλλάδα {τε φθίην τε}: ὅτι

### book 395a.2

τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕ‐

### book 395a.3

τως καλουμένην. νόθα οὖν ἐκεῖνα „ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ

### book 395a.4

Ἀχαιούσ“ (Β 530)· „καθ’ Ἑλλάδα καὶ μέσον Ἄργοσ“ (δ 726). A

### book 395b

†μόνω† παρὰ τῷ Ὁμήρῳ. Til

### book 395b.1

〈Ἑλλάδα:〉 Ἀρίσταρχος παρ’ Ὁμήρῳ Θεσσαλίαν μόνην

### book 395b.2

τὴν Ἑλλάδα φησὶν εἶναι—εὐρυχόροιο (Ι 478). A

### book 396.1

κοῦραι ἀριστήων: μήποτε ὀνειδίζῃ ἀνανδρίαν τῷ Ἀγα‐

### book 396.2

μέμνονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτων δεῖσθαι λέγων. ἐν ᾧ οὖν

### book 396.3

προὔχει, τὴν κρίσιν ποιεῖται. b(BCE3E4)T

### book 397a.1

〈τάων, ἥν κ’ ἐθέλοιμι, φίλην ποιήσομ’ ἄκοιτιν:〉

### book 397a.2

τοῦτό φησιν ὡς πολλῶν ἐπιδικασομένων γαμβρεύσειν αὐτῷ διὰ τὴν

### book 397a.3

ἀρετήν. b(BCE3E4)

### book 397b

〈ἐθέλοιμι:〉 Ἀρίσταρχος „ἐθέλωμι“. Aim

### book 398.1

ἔνθα δέ {μοι}: δύο μέρη λόγου· „ἔνθα δέ τοι θάνατοσ“ (Υ

### book 398.2

390), „ἔνθα δέ κ’ αὖθι μένων“ (ε 208), „ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχε‐

### book 398.3

οσ“ (Χ 16). A

### book 399a.1

〈γήμαντι:〉 οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ

### book 399a.2

„γήμαντα“. Aim

### book 399b.1

γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν: γάμου

### book 399b.2

γὰρ τέλος οὐ κάλλος, οὐ κτῆσις, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν

### book 399b.3

συνόντων ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν „οὐ μὲν γὰρ τοῦ

### book 399b.4

γε κρεῖσσον καὶ ἄρειον, / ἢ ὅθ’ ὁμοφρονέοντε“ (ζ 182—3). ἢ εἰρωνεύε‐

### book 399b.5.1

ται ὡς γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα b(BCE3)T †ἤ τι τῷ†

### book 399b.5.2

τῆς Ἀγαμέμνονος· T φησὶ γοῦν· „ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω, /

### book 399b.5.3

ὅστις οἷ τ’ ἐπέοικεν“ (Ι 391—2). b(BCE3)T

### book 399c.1

γήμαντι μνηστήν: τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται

### book 399c.2

μνηστήν, ἐπεὶ δῶρον δίδοται. A b (BCE3E4)Til | δοτικὴ δὲ

### book 399c.3

†τῷ† γήμαντι. b(BCE3)Til

### book 400.1

κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο Πηλεύς:

### book 400.2

„πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα“ (Men. com. fr. 577, 1

### book 400.3

Koe.). φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημά‐

### book 400.4

των ἀπολαύειν ἢ πολεμεῖν. A b (BCE3E4)T

### book 401a.1

οὐ γὰρ ἐμοὶ ψυχῆς: ὅτι τινὲς γράφουσιν „οὐ γὰρ ἐμῆς

### book 401a.2

ψυχῆσ“. ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν.

### book 401a.3

ἄμεινον οὖν ἐμοί γράφειν. A

### book 401b

〈ἐμοὶ ψυχῆς:〉 ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν

### book 401b

„ἐμῆς ψυχῆσ“, οὐκ εὖ. Aint

### book 401c.1

οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον: δυσωπεῖ τοὺς παρόντας,

### book 401c.2

εἴ γε δώρων προήσεται τὴν ψυχήν, αὐτῶν δῶρα διδόντων ὑπὲρ σω‐

### book 401c.3

τηρίας τῆς ἑαυτῶν ψυχῆς· καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς ἀχαρίστῳ

### book 401c.4

χαριζόμενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησίν· „αὐ‐

### book 401c.5

τίκα τεθναίην“ (Σ 98). b(BCE3E4)T

### book 402.1

〈Ἴλιον ἐκτῆσθαι:〉 πρὸς τὸ „νῆα ἅλις χρυσοῦ καὶ χαλ‐

### book 402.2

κοῦ 〈νηησάσθω〉“ (Ι 137). Til

### book 404a.1

οὐδ’ ὅσα λάϊνος 〈οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει〉:

### book 404a.2

πρὸς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας.

### book 404a.3

καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε· „νηοῦ

### book 404a.4

Ἀπόλλωνοσ“. ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον,

### book 404a.5.1

ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς

### book 404a.5.2

χρησμῳδουμένοις. A

### book 404b1.1

ἀφήτορος: οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως παρὰ

### book 404b1.2

τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους· AT τινὲς δὲ τοξό‐

### book 404b1.3

του· ἀλλ’ ἐπὶ τοῦ θεοῦ φησιν „ἑκηβόλον {δὲ}“ (Α 21) παρὰ τὸ καὶ

### book 404b1.4

ἐπιτυγχάνειν, „οὐκ ἔβαλες τὸν ξεῖνον“ (υ 305), ὡς καὶ „ποδάρκην“

### book 404b1.5

(cf. Α 121 al.) τὸν τοῖς ποσὶν ἐπαρκοῦντα. T

### book 404b2

οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοξότου. b(BCE3)

### book 404b2

ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι—ἀφέσεως. A

### book 405.1

〈Φοίβου Ἀπόλλωνος: ἡ διπλῆ περιεστιγμένη, ὅτι〉 γρά‐

### book 405.2

φει Ζηνόδοτος „νηοῦ Ἀπόλλωνοσ“. Aim

### book 405

Πυθοῖ ἔνι: πόλις Πυθὼ Φωκίδος, ἧς—σαπῆναι. A

### book 406-9.1

〈ληϊστοὶ μὲν γάρ τε—ὀδόντων:〉 ἕκαστον

### book 406-9.2

ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον πόλεμον. b(BCE3)Til

### book 406.1

ληϊστοί: ἀπὸ λ〈ε〉ίας κτητοί. λ〈ε〉ία δὲ λέγεται κυρίως τὰ

### book 406.2

τῶν πολεμικῶν λαφύρων κτήματα. A

### book 407.1

〈ἵππων ξανθὰ κάρηνα:〉 ἡδεῖα ἡ περίφρασις καὶ πλήρης

### book 407.2

ἐναργείας. b(BCE3)Til

### book 409

〈οὐθ’ ἑλετή:〉 ἀντὶ τοῦ οὐ δεκτική. Aim

### book 409.1

ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων: ἐπὰν ἅπαξ

### book 409.2

φθάσῃ—τὸ ψυχικὸν πνεῦμα. A

### book 410-6.1

μήτηρ γάρ τέ μέ φησι〈—θανάτοιο κιχείη〉:

### book 410-6.2

τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, δι’ ὧν Τειρεσίας φησὶν

### book 410-6.3

Ὀδυσσεῖ· „τὰς εἰ μέν κ’ ἀσινέας ἐάᾳς 〈... /〉, εἰ δέ κε σίνηαι“ (λ

### book 410-6.4

110—2): b(BCE3E4)T καὶ ἀλλαχοῦ, ὡς ἐπὶ τοῦ Εὐχήνορος·

### book 410-6.5.1

„πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος/ νούσῳ ὑπ’ ἀργαλέῃ

### book 410-6.5.2

φθίσθαι οἷς ἐν μεγάροισιν, / ἢ μετ’ Ἀχαιῶν νηυσίν“ (Ν 666—8), καὶ

### book 410-6.5.3

ἐπὶ Αἰγίσθου· „μήτ’ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν“ (α 39). T

### book 410-6.5.4

εἰπὼν δὲ μήτηρ 〈γάρ τέ μέ〉 φησι (410) δηλοῖ ὅτι ὑπογύως· b

### book 410-6.5.5

(BCE3E4)T οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο „σοί τε κόμην κερέειν“

### book 410-6.10.1

(Ψ 146). T εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρρησιν. ἐμφαίνεται

### book 410-6.10.2

δὲ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν

### book 410-6.10.3

θάνατον καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας

### book 410-6.10.4

ἕτερον ἐπὶ δώροις τελευτᾶν· καὶ ἵνα ἀποπλέοντι αὐτῷ συγγινώσκωσι

### book 410-6.10.5

καὶ βοηθοῦντι μεγίστην ὁμολογοῖεν χάριν. b(BCE3E4)T

### book 411.1

〈διχθαδίας κῆρας φερέμεν:〉 ὑπὸ δύο μοιρῶν ἄγεσθαι.

### book 411.2

Til

### book 413.1

〈ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται:〉

### book 413.2

ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν. Til

### book 416a.1

ἔσσεται, 〈οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη〉:

### book 416a.2

ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν·

### book 416a.3

καὶ γὰρ κατὰ τὸ περισσὸν ἐπιλέγεται οὐδέ κέ 〈μ’〉 ὦκα. δεῖ οὖν κοι‐

### book 416a.4

νὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ „ἄφθιτον ἔσται“ (Ι

### book 416a.5

413). A

### book 416b.1

〈ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη:〉

### book 416b.2

οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο. AintTil

### book 417a1.1

καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην:

### book 417a1.2

τοσοῦτον ἀπέχει πειθοῦς. τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ

### book 417a1.3

ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος. AT

### book 417a2.1

τοσοῦτον ἀπέχει πειθοῦς ὥστε καὶ τοὺς λοιποὺς ὑποχω‐

### book 417a2.2

ρεῖν βούλεται. πιθανῶς δὲ ἀφίστησιν αὐτοὺς τοῦ πολέμου, τὸ ἀδύνα‐

### book 417a2.3

τον τῆς ἁλώσεως προβαλλόμενος. b(BCE3E4)

### book 417b

〈παραμυθησαίμην:〉 ὡς τὸ „παρειπεῖν“ (cf. Α 555. Ζ 62 al.). Til

### book 418.1

ἐπεὶ οὐκέτι δήετε τέκμωρ: τεχνικῶς ἀπέστρεψε πρὸς

### book 418.2

αὐτὸν τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε „Ζεὺς δέ σφιν Κρονίδησ“ (Ι 236)· εἰ

### book 418.3

τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν ἀπο‐

### book 418.4

πλεῖν. b(BCE3E4)T

### book 419a

〈Ἰλίου αἰπεινῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 419b

〈εὐρύοπα:〉 ἀπὸ τοῦ εὐρυόπης. Til

### book 420.1

χεῖρα ἑὴν ὑπερέσχε: ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ

### book 420.2

ἀσπίδες. μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ

### book 420.3

Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος. A b (BCE3E4)T

### book 421-2.1

ἀριστήεσσιν Ἀχαιῶν / ἀγγελίην ἀπόφασθε: νῦν

### book 421-2.2

οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος καίτοι πρώην λέγων· „τῷ πάντ’ ἀγο‐

### book 421-2.3

ρευέμεν, ὡς ἐπιτέλλω“ (Ι 369). ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμ‐

### book 421-2.4

ψαντος, ἀλλὰ καὶ τῶν βασιλέων. b(BCE3E4)T ἢ τῷ θυμῷ

### book 421-2.5

ὑπερκαείς. b(BCE3E4)

### book 425a.1

〈ἐπεὶ οὔ σφισιν ἥδε γ’ ἑτοίμη:〉 ἐπεὶ τό γε τεῖχος νῦν

### book 425a.2

οὐδὲν ἐπήμυνεν αὐτοῖς. Til

### book 425b

〈ἑτοίμη:〉 πρόχειρος. Til

### book 425b.1

ἑτοίμη: εὔληπτος, φανερά, ἕτοιμος. λέγει δὲ—ὡς δυ‐

### book 425b.2

νάμενος με πεῖσαι. A

### book 426.1

{ἐμεῦ} ἀπομηνίσαντος: ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ

### book 426.2

τὴν εὐθεῖαν οὕτως οἶδεν „ἀπομηνίσασ“ (Β 773). οὕτως οἶδεν καὶ ὁ

### book 426.3

Ἀσκαλωνίτης (p. 50 B.) καὶ Ἀλεξίων (fr. 37 B.). καὶ εἰ παρέλκει δὲ ἡ

### book 426.4

ἀπό, οὕτως ἀναγνωστέον. A

### book 427.1

Φοῖνιξ δ’ αὖθι 〈παρ’ ἄμμι μένων κατακοιμηθήτω〉:

### book 427.2

τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς

### book 427.3

παρ’ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς· „Ἀτρείδῃ ἥρωϊ φέρων χά‐

### book 427

ριν“ (Ι 613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς. b(BCE3E4)T

### book 429a.1

ἢν ἐθέλῃσιν: ἢν ἐθέλῃσι προέσθαι Ἀγαμέμνονα· διό

### book 429a.2

φησι· „πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος;“ (Ι 437). b(BCE3)T

### book 429b.1

ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω: πῶς γὰρ εἰκὸς βιάζεσθαι, ᾧ

### book 429b.2

πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν; b(BCE3E4)T

### book 431.1

μάλα γὰρ κρατερῶς ἀπέειπεν: ἐμαρτύρησεν ἑαυτῷ ὁ

### book 431.2

ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν· ἄκρως γὰρ διέ‐

### book 431.3

θηκε τὸν Ἀχιλλέως λόγον, φύσει φρονήματι ἀξιώματι ἤθει. A b

### book 431.4

(BCE3E4)T

### book 432.1

ὀψὲ δὲ δὴ μετέειπε: φρονίμως τὸ μὴ εὐθέως τοῖς Ὀδυσ‐

### book 432.2

σέως λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλ’ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν

### book 432.3

Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλ’ οὐδὲ παυσαμένου Ἀχιλλέως εὐ‐

### book 432.4

θὺς ἄρχεται οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προσάγει, ἀλλὰ

### book 432.5.1

δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· b(BCE3E4)T οἴκτῳ

### book 432.5.2

γὰρ τὸ πλέον ἀγωνίζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν

### book 432.5.3

δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλ’ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ

### book 432.5.4

ὀψέ δὲ ὡς πάντων ἀπορησάντων ἀντειπεῖν. b(BE3E4)T

### book 433.1

〈δάκρυ’ ἀναπρήσας:〉 καὶ θέλων, Til φησίν, οὐκ ἔστεξε

### book 433.2

τὸ δάκρυον. b(BCE3)Til

### book 434-5

μετὰ φρεσὶ 〈... /〉 βάλλεαι: κατὰ νοῦν ἔχεις. Aint

### book 434a.1

εἰ μὲν δὴ νόστον γε: καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοί‐

### book 434a.2

μιον δέχεται· T οὐ γὰρ ὡς συμβουλεύσων παρελήλυθεν, ἀλλ’ ὡς

### book 434a.3

διδοὺς ἀπόκρισιν πρὸς τὸ „Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων“ (Ι 427).

### book 434a.4

b(BCE3)T

### book 434b.1

εἰ μὲν δὴ νόστον: συνείκει αὐτῷ ἀπ’ ἀρχῆς, εἶτα ἐπάγει

### book 434b.2

τὴν λιτήν. τὸ δὲ εἰ μὲν δή ὡς παραδόξου τῆς κρίσεως οὔσης· ‘προσε‐

### book 434b.3

δόκων γάρ‘, φησίν, ‘ὡς παρακληθεὶς μενεῖς.‘ ὥσπερ δὲ Ὀδυσσεὺς ἐκ

### book 434b.4

τοῦ παρόντος ἔλαβε τὸ προοίμιον (cf. Ι 225—8), οὕτω καὶ οὗτος. b

### book 434b.5

(BCE3)T

### book 434c.1

〈φαίδιμ’ Ἀχιλλεῦ:〉 ἀποσπῶν τῆς φυγῆς φαίδιμ’

### book 434c.2

Ἀχιλλεῦ φησίν. Til

### book 435-6.1

οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι / πῦρ

### book 435-6.2

ἐθέλεις ἀΐδηλον: τὸ ἀνεπίφθονον τῶν ὀνομάτων καὶ τὸ ἔσχατον

### book 435-6.3

τῶν κινδύνων ἐδήλωσε, τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον σιωπήσας

### book 435-6.4

ὡς καὶ Ὀδυσσεύς. b(BE3E4)T

### book 435

〈ἀμύνειν νηυσί:〉 τοῦτο γὰρ ἦν δίκαιον. Til

### book 436.1

ἐπεὶ χόλος ἔμπεσε θυμῷ: ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ

### book 436.2

δικαίου, οὗ μάλιστα δεῖ τὸν πεπαιδευμένον κρατεῖν. b(BE3E4)T

### book 437a.1

πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο: φάσκων ἀποπλευσεῖσθαι μετ’

### book 437a.2

αὐτοῦ, διότι ὁ Πηλεὺς ὡς διδάσκαλον συνέπεμψεν αὐτόν, τεχνικῶς

### book 437a.3

ἐνέφηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπιστεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς δι‐

### book 437a.4

δασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δέ, δι’

### book 437a.5.1

ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς

### book 437a.5.2

ἀκολουθήσειν φησίν, †ὡς ἂν τὸ† μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλ‐

### book 437a.5.3

λέως, ἀλλ’ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαί‐

### book 437a.5.4

νεται. ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν ἄλλην

### book 437a

λέγων ὑπολείπεσθαι αὐτῷ ἐλπίδα. b(BE3)T

### book 437b.1

φίλον τέκος: προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστορ‐

### book 437b.2

γίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται. Aim b(BE3)Til

### book 438a.1

σοὶ δέ μ’ ἔπεμπε 〈γέρων ἱππηλάτα Πηλεύσ〉: ἔδει εἰ‐

### book 438a.2

πεῖν διδάσκαλον. ἀλλ’ ἵνα μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιω‐

### book 438a.3

πᾷ, τῇ δὲ νεότητι (cf. Ι 439—40) προσῆψε τὴν διδασκαλίαν. T

### book 438b.1

σοὶ δέ μ’ ἔπεμπε 〈γέρων ἱππηλάτα Πηλεύσ〉: ὡς

### book 438b.2

ὀπάων οὖν, φησίν, οὐκ ὀφείλω ἀπολείπεσθαι. διὰ τοῦτο δὲ δυσωπεῖ

### book 438b.3

αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν. b(BE3E4)T

### book 439.1

〈ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε:〉 λεληθότως δεί‐

### book 439.2

κνυσιν ὅτι ἀπειθεῖ τῷ πατρὶ τούτου ἀποστάς, ᾧ καὶ πόρρωθεν αὐ‐

### book 439.3

τὸν ἀπέστειλεν. b(BE3E4)Til

### book 440.1

〈νήπιον:〉 εἰ νηπίου ὄντος οὐ προπεφάσισται πρὸς τὴν

### book 440.2

αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμεῖς; b(BCE3)Til

### book 441.1

〈ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι:〉 ἄμφω τὰς ἀρε‐

### book 441.2

τὰς κυδιανείρας φησί. νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά. b

### book 441.3

(BCE3)Til

### book 442a.1

διδασκέμεναι τάδε πάντα: εἰ οὖν σύμβουλος ἐπέμφθη,

### book 442a.2

νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ

### book 442a.3

δεῖ; b(BCE3)T

### book 442b.1

〈διδασκέμεναι〉 τάδε πάντα: τάδε, εἰς ἃ νῦν ἁμαρ‐

### book 442b.2

τάνεις. καὶ ὅτι οὔπω τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως

### book 442b

ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι. b(BCE3E4)T

### book 442c.1

〈διδασκέμεναι:〉 ἰᾶται τῇ ἡλικίᾳ τὸ τρανὸν τῆς λέξεως.

### book 442c.2

b(BCE3)Til

### book 442d.1

τάδε πάντα: ἐπὶ δύο· „προμνηστῖνοι ἐσέλθετε, μηδ’

### book 442d.2

ἅμα πάντεσ“ (φ 230). T

### book 443a.1

μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων: ὅτι δι‐

### book 443a.2

δακτὸν ἡ ἀρετή. εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ

### book 443a.3

χρὴ πράττειν. b(BCE3)T φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς

### book 443a.4

ὄνομα εἰδώς· φησὶ γοῦν „ὅτε κοῦροι ἐρίσ〈σ〉ειαν περὶ μύθων“ (Ο 284),

### book 443a.5.1

ἀλλὰ καὶ „βουλῇ καὶ μύθοισι“ (Δ 323) καὶ „δικαζόμενος παρὰ νηυ‐

### book 443a.5.2

σίν“ (λ 545). οἱ περὶ Κόρακα δὲ καὶ Τισίαν (Art. Script. A III 8. V 21

### book 443a.5.3

Rad.) ὕστερον ἐξεκόσμησαν τὴν ῥητορικήν. T εἰ ὑπὸ Φοίνικος

### book 443a.5.4

οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δηλονότι δικαιοσύνην

### book 443a.5.5

καὶ ἰατρικήν. b(BCE3)T

### book 443b.1

〈μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων:〉 τὸ

### book 443b.2

τῶν λόγων ῥήτορα διδάσκειν σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις.

### book 443b.3

Aim

### book 443c1.1

μύθων τε ῥητῆρ’ ἔμεναι 〈πρηκτῆρά τε ἔργων〉:

### book 443c1.2

σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ

### book 443c1.3

εἶπε ‘μύθων τε ῥητῆρα καὶ ἔργων πρακτῆρα‘. καὶ ὅτι πάντων διδα‐

### book 443c1.4

κτικὸν εὐβουλία. AT

### book 443c2.1

σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν

### book 443c2.2

φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε καὶ ἔργων ῥητῆρα‘ ἀπὸ κοινοῦ, ἀλλ’

### book 443c2.3

ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία δηλοῖ διὰ τούτου.

### book 443c2.4

b(BCE3)

### book 444

〈ὣς ἂν ἔπειτ’ ἀπὸ σεῖο:〉 ἐπεὶ παρακαταθήκην ἐκ νηπίου

### book 444

σε εἴληφα παρὰ τοῦ πατρός. Til

### book 446a.1

γῆρας ἀποξύσας: γῆρας, φησί, τὸ μάλιστα νῦν μοι

### book 446a.2

ἐνοχλοῦν. διὰ δὲ τοῦ ἀποξύσας ἐδήλωσε προσπεπλασμένην ἀσθέ‐

### book 446a.3

νειαν παλαιῷ σώματι. τῷ δὲ χρόνῳ τῆς συλλαβῆς τὸ δυσαφαίρετον

### book 446a.4

τοῦ γήρως δηλοῖ. Ἀττικὴ δὲ ἡ ἔκτασις. b(BCE3)T Παρθένιος

### book 446a.5.1

γοῦν ἐν Βίαντι (fr. 5 M. = 3 D.2) συνέστειλεν· „ὅστις ἐπ’ ἀνθρώπους

### book 446a.5.2

ἔξυσεν αἰγανέασ“. T

### book 446b.1

{γῆρας ἀποξύσας θήσειν} νέον ἡβώοντα: ὅτι οὐ λέγει

### book 446b.2

νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶν‐

### book 446b.3

τα. A

### book 446c.1

〈θήσειν νέον ἡβώοντα:〉 νέον· νεωστί. οὐχ ἁπλῶς

### book 446c.2

ἀπαλλάξειν γήρως, ἀντισηκῶσαι δὲ ἀρχὴν πολυχρονίου ἥβης. Til

### book 446d

〈ἡβώοντα:〉 οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου. Aint

### book 447a.1

οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα {καλλιγύναικα}: ὅτι

### book 447a.2

πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος „τοῖον

### book 447a.3

ὅτε πρῶτον“, ἐξ οὗ φανερός ἐστι τὸ „νέον“ (Ι 446) ὀνοματικῶς δεδεγ‐

### book 447a

μένος. A

### book 447b.1

οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα: μυθολόγοι οἱ γέ‐

### book 447b.2

ροντες καὶ παραδείγμασι παραμυθούμενοι. ἄλλως τε ψυχαγωγεῖ τὴν

### book 447b.3

ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν

### book 447b.4

ὡς εὔνους τῷ οἴκῳ· καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διή‐

### book 447b.5.1

γαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ

### book 447b.5.2

κυνικὸς Διογένης τοῖς συνοῦσιν †ὁμολογεῖ† (fr. deest F. P. G. II

### book 447b.5.3

299 sq.), οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυ‐

### book 447b.5.4

νάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ το‐

### book 447b.5.5

σαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγο‐

### book 447b.10.1

νότι τὸν υἱὸν ἐπιτρέπει ὁ Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς

### book 447b.10.2

ἁμαρτίας, δι’ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε φυγήν. b(BE3)T

### book 448.1

φεύγων νείκεα: Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε—παρα‐

### book 448.2

δίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλ‐

### book 448.3

λάσσει (cf. T.G.F. p. 621 N.2). A

### book 449a.1

ὅς μοι παλλακίδος πέρι χώσατο: οἰκείως ταῦτα πρὸς

### book 449a.2

τὸν ἕνεκα τῆς Βρισηΐδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας

### book 449a.3

περὶ κόρην Ἀγαμέμνων, εἴ γε καὶ αὐτὸς ἁμαρτὼν συγγνώμης ἠξίωται

### book 449a.4

παρὰ Πηλέως. b(BE3)T

### book 449b.1

ὅς μοι παλλακίδος: οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς

### book 449b.2

τοῦτο τρεφομένης· φησὶ γοῦν „προμιγῆναι“ (Ι 452). οὐκ ἀντίκειται δὲ

### book 449b.3

τὸ ὅτι τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε γὰρ ταῦτα ἐν

### book 449b.4

νῷ ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν ὁ Φοῖνιξ ἐποίησεν εἰς

### book 449b.5

ὁμόνοιαν τῶν γονέων. b(BE3)T | ἦν δὲ Κλυτία καὶ ἡ μήτηρ Ἱπποδά‐

### book 449b

μεια ἢ Ἀλκιμέδη. T

### book 449c1.1

{ὅς μοι παλλακίδος} περιχώσατο: οἱ μὲν ἀνέστρεψαν,

### book 449c1.2

ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα ση‐

### book 449c1.3

μαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις.

### book 449c1.4

οὕτως δὲ καὶ Ἀλεξίων (fr. 38 B.). A

### book 449c2.1

τὸ δὲ περιχώσατο ἀντὶ τοῦ περισσῶς ὠργίσθη. b

### book 449c2.2

(BE3)

### book 452a.1

〈προμιγῆναι:〉 πρὸ τοῦ πατρὸς μιγῆναι. ἢ περισσεύει

### book 452a.2

ἡ πρόθεσις. Aim

### book 452b1.1

ἵν’ ἐχθήρειε γέροντα: ῥᾷστα γὰρ ἀφίσταται γυνὴ γέ‐

### book 452b1.2

ροντος νέα πειραθεῖσα ἀνδρὸς νέου. | τινὲς „γέροντι“ γράφουσιν, ‘ἵνα

### book 452b1.3

μισηθῇ τῷ γέροντι‘. T

### book 452b2.1

ῥᾷστα γὰρ ἀνδρὸς ἀφίσταται γέροντος γυνὴ νέα πειρα‐

### book 452b2.2

θεῖσα νέου καὶ ἰσχυροτέρου ἀνδρός· ἧττον γὰρ οἱ γέροντες ἀφροδι‐

### book 452b2.3

σιάζειν δύνανται. b(BE3)

### book 453a.1

τῇ πιθόμην καὶ ἔρεξα: ἐν ἤθει δεῖ ἀναγινώσκειν ὡς με‐

### book 453a.2

τανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· „ὁ γὰρ πταίσας τι

### book 453a.3

καὶ φυλάττεται“ (Men. Asp. 28). καὶ Σοφοκλῆς (fr. 814 N.2 = 900 P. = 900 R.)·

### book 453a.4

„ὃς μὴ πέπονθε τἀμά, μὴ †βουλεύεται“. b(BCE3E4)T

### book 453b.1

ἄλλως· τῇ πιθόμην καὶ ἔρεξα: ὡς πρὸς ὁμόνοιαν γο‐

### book 453b.2

νέων τὰ παρὰ προαίρεσιν ἐποίησε· φησὶ γοῦν „ἡ δ’ αἰὲν ἐμὲ λισσέσκε‐

### book 453b.3

το“ (Ι 451). καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν

### book 453b.4

ἡγήσατο. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπ’ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν,

### book 453b.5

ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν ὅτι οὐ

### book 453b.1

πάντα πειστέον μητρί—Θέτις γοῦν ἔλεγεν· „ἀλλὰ σὺ μὲν νῦν νηυσὶ

### book 453b.2

παρήμενος ὠκυπόροισι / μήνι’ Ἀχαιοῖσιν“ (Α 421—2)—, ἀλλὰ μᾶλ‐

### book 453b.3

λον πατρὶ τῷ λέγοντι· „φιλοφροσύνη γὰρ ἀμείνων“ (Ι 256). b(BCE3

### book 453b.4

E4)T ἀγαθοὶ δὲ διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν·

### book 453b.10.1

καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτη‐

### book 453b.10.2

δεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυμβριανὸν Ἡρόδικον

### book 453b.10.3

τὸν παιδοτρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν

### book 453b.10.4

τέχνην. b(BE3E4)T

### book 453c.1

τῇ πιθόμην 〈καὶ ἔρεξα〉: Ἀριστόδημος ὁ Νυσαιεύς,

### book 453c.2

ῥήτωρ τε ἅμα καὶ γραμματικός (cf. F.H.G. III 307), φεύγων τὸ ἔγ‐

### book 453c.3

κλημα, ἐπενόησε γράφειν „τῇ οὐ πιθόμην †οὐδὲ ἔρεξα†“. καὶ οὐ μόνον

### book 453c.4

γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ

### book 453c.5.1

δὲ αὐτοῦ Σωσιφάνης (fr. 6, T.G.F. p. 820 N.2) τὴν τοιαύτην εὗρε

### book 453c.5.2

γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοί‐

### book 453c.5.3

νικι (cf. T.G.F. p. 621 N.2). ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου

### book 453c.5.4

διδάσκαλος ἐν ὑπομνήματι τῆς Ι. A

### book 454

〈Ἐρινῦς:〉 οὐκ οἶδε τὸν ἀριθμὸν αὐτῶν ὁ ποιητής. Til

### book 454

Ἐρινῦς: καταχθόνιαι—Μέγαιρα. | εἴρηνται δὲ πα‐

### book 454

ρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι. A

### book 455a.1

〈μήποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν:〉

### book 455a.2

ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα, τὴν ἀπὸ παίδων μὴ δέξασθαι

### book 455a.3

τιμήν. b(BCE3E4)Til πᾶς δὲ εὖ φρονῶν πατὴρ υἱῷ εὔχεται πάπ‐

### book 455a.4

πος γενέσθαι. b(BCE3)Til

### book 455b.1

〈γούνασιν οἷσιν:〉 ὅτι τινὲς γράφουσιν „〈γούνασ’〉

### book 455b.2

ἐμοῖσιν“. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντο‐

### book 455b.3

ρος. Aint

### book 455c

〈ἐφέσσεσθαι:〉 οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι. Aim

### book 456a.1

θεοὶ δ’ ἐτέλειον ἐπαράς: ὡς μηδὲ ἄκοντας ἀδικεῖν γο‐

### book 456a.2

νεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν (sc. γ

### book 456a.3

309—10). ATil

### book 456b.1

〈ἐτέλειον〉 ἐπαράς: εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐ‐

### book 456b.2

τός, ὡς „ἐπιβουκόλος ἀνήρ“ (γ 422) καὶ „ἐπισμυγερῶσ“ (γ 195)·

### book 456b.3

εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ

### book 456b.4

συναλειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου „στεῦτο

### book 456b.5

γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεναι“ (Σ 191). A

### book 457a.1

〈Ζεύς τε καταχθόνιος:〉 ὅτι καταχθόνιον Δία τὸν

### book 457a.2

Ἅιδην λέγει. Aim

### book 457b.1

Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια: πῶς

### book 457b.2

ὁ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἅιδης καὶ Περ‐

### book 457b.3

σεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν

### book 457b.4

ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται. b(BCE3E4)T ἐπαινὴ

### book 457b.5.1

δὲ κατὰ ἀντίφρασιν, ὡς τὸ „νῆ’ ὀλίγην αἰνεῖν“ (Hsd. opp. 643). | οἱ

### book 457b.5.2

δὲ γράφουσι „καὶ ἐπ’ αὐτῷ Περσεφόνεια“, οἱ δὲ ἐν πλεονασμῷ τὴν

### book 457b.5.3

ἐπί. T

### book 457b.1

{καὶ} ἐπαινή: ἐπίφοβος, δεινή· αἰνὸν—παραιτήσαι‐

### book 457b.2

το. A

### book 462

〈ἔνθ’ ἐμοί:〉 γράφεται „ἔνθα μοι“. Aim

### book 463a1.1

〈πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι:〉

### book 463a1.2

ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις κρεῖττον τὸ φεύγειν. Til

### book 463a2.1

ἐδήλωσεν ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις οὐδέν ἐστι τοῦ

### book 463a2.2

φεύγειν ἄμεινον. b(BCE3E4)

### book 464a.1

〈ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοί:〉 ὅτι πᾶσιν

### book 464a.2

ἠγαπημένος ἦν διὰ τὴν σπουδήν· ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ

### book 464a.1

τὸν ἔρωτα. A b (BCE3E4)Til | ἀνεψιὸς δὲ Φοίνικος Εὐρύπυλος (cf.

### book 464a.2

Β 736). A

### book 464b.1

ἀμφὶς ἐόντες: Διονύσιος AT ὁ Θρᾷξ ἐν τῷ Πρὸς

### book 464b.2

Κράτητα (fr. 5 Schm.) διὰ τῆς ἱπποδρομίας (sc. Ψ 330 vel 393) A

### book 464b.3

φησὶ γεγραμμένου „ἀντιόωντεσ“ μεταθεῖναι τὸν Ἀρίσταρχον ἀμφὶς

### book 464b.4

ἐόντες. AT

### book 464c

〈ἀμφὶς ἐόντες:〉 ἐν ἄλλῳ „ἐγγὺς ἐόντεσ“. Aim

### book 466.1

〈εἰλίποδας:〉 εἰλήσει ὅμοια πάσχοντας· κεχάλασται γὰρ

### book 466.2

αὐτῶν τὰ νεῦρα, ὡς Ἱπποκράτης φησίν (cf. art. 8 [II p. 123, 5 Kueh‐

### book 466.3

lew.]). Til

### book 468

〈τανύοντο:〉 ἐκτείνονται γὰρ τῷ πυρί. AintTil

### book 469.1

〈πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο:〉 ἀναφορικῶς τοῦ

### book 469.2

προειρημένου (sc. Ι 466. 467). Til

### book 470.1

〈εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον:〉

### book 470.2

εἰνάνυχες ὡς μονώνυχες ἀπ’ εὐθείας τῆς εἰνάνυξ. | εἰ δέ τινα τὸ ἐπι‐

### book 470.3

φερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω ὅτι σύνηθες οὕτως

### book 470.4

πολλὰ λέγειν τῷ ποιητῇ, „ποδάνιπτρα ποδῶν“ (τ 343), „οἶνον

### book 470.5

ἐνοινοχοεῦντεσ“ (γ 472). A

### book 472a.1

πῦρ, ἕτερον μέν: ἕτερον AintT ἄλλο παρὰ τὸ

### book 472a.2

τοῦ θαλάμου, Aint b(BCE3)T ὅπου αὐτὸς ἦν. τρίτον δὲ τὸ ἐν

### book 472a

τῇ στοᾷ καιόμενον. b(BCE3)T λείπει δὲ τὸ ‘ἅπτον‘. T

### book 472b1

{πῦρ ἕτερον μὲν} ὑπ’ αἰθούσῃ: διὰ τῆς ἔν προθέσεως „ἐν

### book 472b1.1

αἰθούσῃ“ αἱ Ἀριστάρχου. συνᾴδει καὶ τὸ ἑξῆς „ἄλλο δ’ ἐνὶ προδόμῳ“

### book 472b1.2

(Ι 473). | αἴθουσαι δὲ αἱ ὑπὸ ἡλίου—αἴθεσθαι, ὅ ἐστι καίε‐

### book 472b1.3

σθαι. | διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ—τετραμμένη

### book 472b1.5

στοά. A

### book 472b2

ἐν ἄλλῳ „ἐν αἰθούσῃ“. Aim

### book 473a.1

ἄλλο δ’ ἐνὶ προδόμῳ 〈πρόσθεν θαλάμοιο θυράων〉:

### book 473a.2

ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ „ἕτερον“ (Ι 472) συγκεχύσθαι. πι‐

### book 473a.3

θανεύονται δὲ 〈οἱ〉 λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθού‐

### book 473a.4

σαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου· ἀπίθα‐

### book 473a.5.1

νον γάρ φασιν 〈εἶναι〉 ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ

### book 473a.5.2

ἐλλείπειν. A

### book 473b.1

ἄλλο δ’ ἐνὶ προδόμῳ 〈πρόσθεν〉 θαλάμοιο θυράων:

### book 473b.2

μετήγαγε τὴν τάξιν· θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐλῆς, τὸ δὲ

### book 473b.3

πρὸ αὐτοῦ πρόδομος. αἴθουσα δὲ τὸ περίστυλον, τουτέστιν πρὸς

### book 473b.4

ἥλιον τετραμμένη στοά, παρὰ τὸ αἴθεσθαι. b(BCE3)T

### book 475

〈θύρας:〉 ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν. Aim

### book 476.1

〈ῥήξας ἐξῆλθον:〉 τῷ μὲν Φοίνικι ἡ μεταβολὴ ἀδύνατος

### book 476.2

διὰ τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ καὶ ἔνδοξος διὰ τὴν παραί‐

### book 476

νεσιν τοῦ πατρός. b(BCE3)Til

### book 476-7.1

καὶ ὑπέρθορον 〈ἑρκίον αὐλῆς / ῥεῖα λαθὼν φύ‐

### book 476-7.2

λακασ〉: τῷ ὑπέρθορον (476) συναπτέον τὸ ῥεῖα (477)· λαθεῖν

### book 476-7.3

γὰρ ῥᾳδίως ἀδύνατον ἦν οὕτω φυλαττόμενον. | ῥεῖα (477) δὲ διὰ

### book 476-7.4

τὴν νεότητα. b(BCE3E4)T

### book 478a.1

〈δι’ Ἑλλάδος:〉 πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πό‐

### book 478a.2

λις. Aint

### book 476-7b.1

δι’ Ἑλλάδος: Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· „Μυρ‐

### book 476-7b.2

μιδόνες δὲ καλεῦντο καὶ Ἕλληνεσ“ (Β 684). AT

### book 480a

〈ἐς Πηλῆα ἄνακτα:〉 γράφεται „ἐς Πηλῆα ἄναχθ’“. Aim

### book 480b1

〈ἄναχθ’:〉 ἐμὸν ἄνακτα, διὰ τὴν ἐμὴν εὔνοιαν. Til

### book 480b2.1

ἐμόν, φησίν, ἄνακτα, διὰ τὴν παρ’ αὐτοῦ γεγονυῖαν εὔ‐

### book 480b2.2

νοιαν. b(BCE3E4)

### book 481a1.1

καί μ’ ἐφίλης’, 〈ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ〉:

### book 481a1.2

ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσβύτερος

### book 481a1.3

Πηλεὺς Φοίνικος. A

### book 481a2

ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί. Til

### book 481b.1

καί μ’ ἐφίλης’, ὡς εἴ τε πατὴρ ὃν παῖδα 〈φιλήσῃ〉:

### book 481b.2

δυσωπητικὰ Ἀχιλλέως, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον, ὃν ὁ πατὴρ

### book 481b.3

ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτω συμβάλλεται ὡς

### book 481b.4

φρόνησις καὶ παιδεία, δι’ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη. A b (BCE3

### book 481b.5

E4)T

### book 481-2

ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ / μοῦνον 〈τηλύ‐

### book 481-2.1

γετον πολλοῖσιν ἐπὶ κτεάτεσσι〉: εὖ τὸ μὴ ἀρκεσθῆναι τῇ τῶν

### book 481-2.2

πατέρων πρὸς τοὺς υἱοὺς φιλοστοργίᾳ καίτοι ὑπερβολὴν μὴ δεχο‐

### book 481-2.3

μένῃ, ἀλλ’ ἐπενέγκαι τὸ μοῦνον (482)· μᾶλλον γὰρ οἱ μονογενεῖς φι‐

### book 481-2.5.1

λοῦνται, μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ

### book 481-2.5.2

τούτῳ ἀρκεσθεὶς προσέθηκε τὸ τηλύγετον (482). †αὐτὸς† δέ ἐστιν ὁ

### book 481-2.5.3

τῆς γονῆς τέλος ἔχων, μεθ’ ὃν ἕτερος οὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν

### book 481-2.5.4

τῶν γονέων συμπάθειαν ἔστιν ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων

### book 481-2.5.5

σωτηρίᾳ τιθεμένων. b(BCE3E4)T καὶ ἔτι πλέον αὔξων ἐπιφέρει

### book 481-2.10.1

τὸ ἐπὶ πολλοῖς κτήμασιν (cf. 482)· ὧν γὰρ συνήγαγεν, εἰδὼς †αὐτὸν

### book 481-2.10.2

φύλακα ἀγωνιᾷ. T

### book 484.1

Δολόπεσσιν ἀνάσσων: Δολόπων. μέρος τῆς Φθιώτιδος

### book 484.2

χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ Καταλόγῳ. A

### book 485a.1

καί σε {τοσοῦτον}: οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν·

### book 485a.2

οὐδὲ γὰρ ἀντιδιαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν

### book 485a.3

ἀναγνωστέον. A

### book 485b.1

καί σε τοσοῦτον ἔθηκα: δυσωπητικὸν τὸ τῆς δείξεως·

### book 485b.2

καὶ Σοφοκλῆς „κἀξεθρεψάμην / τοσόνδ’ ἐς ἥβησ“ (El. 13—4). b

### book 485b.3

(BCE3E4)T

### book 485c.1

θεοῖς ἐπιείκελε: διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς

### book 485c.2

σώματος καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν. T

### book 486.1

ἐπεὶ οὐκ ἐθέλεσκ〈εσ〉 ἅμ’ ἄλλῳ: οὐκ οἶδεν ὁ ποιητὴς

### book 486.2

παρὰ Χείρωνι τραφέντα αὐτόν, ἀλλ’ οἱ νεώτεροι. δεινὸν οὖν τὸν ἐν τῇ

### book 486.3

πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρξαντα ἀπειθεῖν τελειωθέντα. b(BCE3E4)

### book 486

T

### book 488a1.1

〈γούνεσσι:〉 οὕτως διὰ τοῦ ε γούνεσσι. ἔχει μέντοι

### book 488a1.2

λόγον καὶ ἡ διὰ τοῦ ἄλφα. Aint

### book 488a2

γούνεσσι διὰ τοῦ ε. Til

### book 489a.1

ὄψου {ἄσαιμι}: ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον

### book 489a.2

οἱ παλαιοί· καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεύς, ἀλλὰ τὴν

### book 489a.3

ἰατρικὴν μόνον ἐπαιδεύθη. A

### book 489b1.1

ὄψου {ἄσαιμι}: ὄψον πᾶν τὸ ἐσθιόμενον. ὅμοια δὲ καὶ

### book 489b1.2

ταῦτα· „Ἀστύαναξ, ὃς πρὶν μὲν ἑοῦ“ (Χ 500). T

### book 489b2

πᾶν τὸ ἐσθιόμενον ὄψον καλεῖται. b(BCE3E4)

### book 489c.1

ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών: ἐπὶ τὰ

### book 489c.2

εὐτελέστερα καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ προταμών

### book 489c.3

(πρῶτον γὰρ τέμνοντες παρέχουσι) καὶ ἐπισχών, ὡς „λαθικηδέα

### book 489c.4

μαζὸν ἐπέσχον“ (Χ 83). b(BCE3E4)T οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνό‐

### book 489c.5

ματος ἑτέρως αὐτὸ φράσειας. b(BCE3)T

### book 491-5.1

οἴνου ἀποβλύζων—λοιγὸν ἀμύνῃς: ὀνομα‐

### book 491-5.2

τοπεποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας,

### book 491-5.3

εἶτα ἐπάγει ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς (495), ἰδιούμενος

### book 491-5.4

τὴν σωτηρίαν τῶν Ἑλλήνων. b(BCE3E4)T

### book 492.1

〈πόλλ’ ἔπαθον καὶ πόλλ’ ἐμόγησα:〉 Ἀρίσταρχος

### book 492.2

„πολλὰ πάθον καὶ πολλὰ μόγησα“. Aim

### book 494a.1

ἀλλὰ σὲ παῖδα: ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ

### book 494a.2

δείξεως. A

### book 494b1

ἀλλὰ σὲ παῖδα: ἀλλὰ σέ ὀρθοτονεῖται διὰ τὴν δεῖξιν. T

### book 494b2

ὀρθοτονεῖται τὸ σέ, ὅτι δεικτικόν ἐστιν. b(BCE3)

### book 496.1

δάμασον θυμὸν μέγαν: ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο

### book 496.2

(πικρὸν γὰρ ἦν), ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε (cf. Ι 252—60), ταῦτα

### book 496.3

Φοίνικι δίδωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. b(BCE3E4)T ἐμ‐

### book 496.4

φαντικῶς δὲ τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων

### book 496.5

φησὶ „δμηθήτω“ (Ι 158). AT

### book 497a.1

στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί: ἀποφθεγματικόν, ὅταν

### book 497a.2

βιωφελές τι δι’ ὀλίγης ἐκφέρηται λέξεως. b(BCE3E4)T ἐπίφθονος

### book 497a.3

δὲ ὁ λόγος· T ὡς θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως δι‐

### book 497a.4

δάσκει ὅτι μὴ πειθόμενος Λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς

### book 497a.5

θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα. b(BCE3E4)T

### book 497b.1

〈στρεπτοί:〉 εὐμετάστρεπτοι | καὶ ἵλαοι τοῖς μετα‐

### book 497b.2

νοοῦσι. Aint

### book 497b.1

στρεπτοὶ δέ τε: εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπ〈ε〉ι‐

### book 497b.2

στοι. ἐναντίον δέ ἐστι τὸ—καὶ τοὺς θεοὺς πείθεσθαι. A

### book 498a1.1

〈τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε:〉 καὶ

### book 498a1.2

†ἀναντίρητον† τὸ τῆς ἐπιχειρήσεως. Til

### book 498a2

καὶ ἀναντίρρητος ἄρα ἡ ἐπιχείρησις αὐτῶν. b(BCE3E4)

### book 499-500.1

〈καὶ μὲν τοὺς θυέεσσι— / λοιβῇ τε κνίσῃ τε

### book 499-500.2

παρατρωπῶς’ ἄνθρωποι:〉 ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν

### book 499-500.3

δώρων λῆψιν διὰ τούτων. b(BCE3E4)Til

### book 499-501.1

καὶ εὐχωλῇς’ ἀγανῇσι 〈/ —〉παρατρωπῶς’

### book 499-501.2

ἄνθρωποι 〈/ λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ〉:

### book 499-501.3

λαθεῖν μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλ’ οὐδὲ βιάσασθαι

### book 499-501

τοὺς ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία. b(BCE3E4)T

### book 500

〈λοιβῇ τε κνίσῃ τε:〉 ἐν ἄλλῳ „λοιβῆς τε κνίσης τε“. Aim

### book 502.1

καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: πρὸς ἐντροπὴν Διὸς

### book 502.2

κούρας αὐτάς φησιν· ἢ διὰ τὸ „Ζεὺς †ἐπιτιμήτωρ ἱκετάων“ (ι 270)· ἢ

### book 502.3

παρόσον ὁ Ζεὺς „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544 al.) λέγεται.

### book 502.4

b(BCE3E4)T μυθικῶς δὲ ὡς γέρων ὑποβάλλει ὅτι ‘†ὁρμήσοι†

### book 502.5

διὰ τὴν ὑπεροψίαν ἔσται τι δεινόν‘. b(BE3E4)T

### book 502.1

καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: ἀνειδωλοποιεῖ τὰς

### book 502.2

λιτὰς—προηδικηκότες ὦσιν: —ῥυσάς τε καὶ—ὥστε σεβα‐

### book 502.3

σμιωτέρας φαίνεσθαι. A

### book 502-3.1

〈Διὸς κοῦραι μεγάλοιο, /〉 χωλαί τε ῥυσαί τε 〈πα‐

### book 502-3.2

ραβλῶπές τ’ ὀφθαλμώ〉: ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως, θεῖα

### book 502-3.3

ὠνόμαζον. χωλαὶ (503) δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· ῥυσαὶ

### book 502-3.4

(503) δὲ διὰ τὸ σκυθρωπάζειν· παραβλῶπες (503) δέ, ὅτι παριδόν‐

### book 502-3.5

τες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον. b(BCE3E4)T

### book 503a.1

παραβλῶπες: διάστροφοι τοὺς ὀφθαλμούς, ἐπειδὴ

### book 503a.2

—τὰς θέας ἔχοντες. | προπερισπαστέον δὲ ὁμοίως τῷ

### book 503a.3

τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ

### book 503a.4

δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ „ἑλίκωπεσ“

### book 503a.5.1

(Α 389) καὶ „Κύκλωπεσ“ (η 206 al.), περὶ ὧν ἐντελέστερον λέγεται

### book 503a.5.2

ἐν τοῖς Περὶ σχημάτων (fr. 1 = Hrd. 2, 847, 3). A

### book 503b.1

παραβλῶπές τ’ ὀφθαλμώ: ἀπὸ τῶν συμβαινόντων

### book 503b.2

περὶ τοὺς ἱκετεύοντας παθημάτων τὰς Λιτὰς διετύπωσεν. b(BCE3

### book 503b

E4)T

### book 504a.1

αἵ ῥά τε καὶ μετόπισθ’ Ἄτης ἀλέγουσι κιοῦσαι:

### book 504a.2

ἁμαρτόντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν, φροντίζομεν

### book 504a.3

δὲ τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· ἕπονται οὖν αὐτῇ αἱ Λιταί.

### book 504a.4

b(BCE3E4)T

### book 504b.1

〈ἀλέγουσι:〉 τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι·

### book 504b.2

φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς Ἄτης γινόμενα. Aint

### book 505a.1

ἡ δ’ Ἄτη σθεναρή τε καὶ ἀρτίπος: εἰκότως διὰ τὸ ἐξ

### book 505a.2

ὑπεροχῆς καὶ ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ

### book 505a.3

ἑτέρωθι (sc. Τ 92) λεγομένῳ ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ

### book 505a.4

ὡς λεληθότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαι τὸ

### book 505a.5

πταῖσμα. b(BCE3E4)T

### book 505b.1

ἀρτίπος: ὁ τοὺς πόδας ὁλόκληρος. | πρὸ τέλους ἡ

### book 505b.2

ὀξεῖα, ὁμοίως τῷ „ἀελλόποσ“ (Θ 409 al.) καὶ „τρίποσ“ (Χ 264). A

### book 505c

〈οὕνεκα:〉 ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα. Aim

### book 506

〈φθάνει:〉 ὅτι Ζηνόδοτος γράφει {ὅτι} „φθανέει“. Aim

### book 507

〈αἱ δ’ ἐξακέονται ὀπίσσω:〉 ἃ ἐκείνη βλάπτει. Til

### book 508.1

〈κούρας Διός:〉 πάλιν πρὸς ἐντροπὴν Διὸς κούρας φη‐

### book 508.2

σίν. Til

### book 509a.1

τὸν δὲ μέγ’ ὤνησαν: ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ

### book 509a.2

οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον. A

### book 509b.1

τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐξαμένοιο: ὑπὲρ

### book 509b.2

αὐτοῦ οὖν ἐστιν, ὅπως ἐν ἀσφαλείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ

### book 509b.3

καὶ αὐτὸν ἁμαρτῆσαι καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιολογεῖ

### book 509b.4

οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος ὡς καὶ αὐτὸς βλαβήσεται μὴ πεισθείς.

### book 509b.5

ἐπάγει οὖν· „ἀλλ’ Ἀχιλεῦ, πόρε καὶ σύ“ (Ι 513). b(BE3E4)T

### book 509c1

〈εὐξαμένοιο:〉 Ἀρίσταρχος „εὐχομένοιο“. Aint

### book 509c2

τὸ δὲ εὐξαμένοιο ἀντὶ τοῦ „εὐχομένοιο“. T

### book 512a.1

ἵνα βλαφθεὶς ἀποτίσῃ: ἵνα καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς

### book 512a.2

ἐπὶ τὰς Λιτὰς καταφύγῃ. b(BCE3E4)T

### book 512b

〈ἀποτίσῃ:〉 γράφεται „ἀποτίνῃ“. Aint

### book 514.1

ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν: καὶ ἄλλοι,

### book 514.2

φησίν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς. b(BCE3E4)T

### book 515a.1

εἰ μὲν γὰρ μὴ δῶρα φέροι: ταῦτα τὴν ἱκετείαν δηλοῖ καὶ

### book 515a.2

τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ φέροι αὐτὸν παρέστη‐

### book 515a.3

σεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτιμάζειν τὰ δι‐

### book 515a.4

δόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν. b(BCE3E4)T

### book 515b

〈εἰ μὲν γὰρ μὴ δῶρα φέροι:〉 εὐθὺς δηλονότι. Aint

### book 516a

ἐπιζαφελῶς: ὡς „χαλεπῶσ“ (Η 424. Υ 186). παρέλκει

### book 516a.1

δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δέ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως

### book 516a.2

ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως, ἢ καὶ ἐκεῖνο κατ’ ὀξὺν προφέρεσθαι τό‐

### book 516a.3

νον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τοιούτῳ· τὰ

### book 516a.5.1

εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκο‐

### book 516a.5.2

τος· οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ

### book 516a.5.3

τοῦ λως ἐπιρρήματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ

### book 516a.5.4

περισπᾶσθαι, οἷον εὐτελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε.

### book 516a.5.5

πρόσκειται ‘ὡς ἐπὶ τὸ πλεῖστον‘ διὰ τὸ εὐτραπέλως ἰκέλως. A

### book 516b1.1

{ἀλλ’ αἰὲν} ἐπιζαφελῶς: περισπωμένως, εἰ καὶ τὸ

### book 516b1.2

†ζάφελες† βαρύνεται. | τὸ δὲ ζαφελῶς γίνεται ἐκ τοῦ ζα ἐπιτατικοῦ

### book 516b1.3

καὶ τοῦ ὀφέλλω τὸ αὔξω, τὸ πάνυ ηὐξημένως. T

### book 516b2

περισπωμένως. τὸ δὲ ζάφελος ὄνομα βαρύνεται. Aint

### book 518.1

χατέουσί περ ἔμπης: ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν

### book 518.2

διὰ τὴν ἀνάγκην. T

### book 520.1

ἄνδρας δὲ λίσσεσθαι 〈ἐπιπροέηκεν ἀρίστουσ〉: ὅτι

### book 520.2

οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μηδὲ χώραν ἔχων

### book 520.3

πρεσβευτοῦ. A

### book 520-1a1/b1.1

ἄνδρασ〈—〉ἀρίστους | κρινάμενος: ὁ

### book 520-1a1/b1.2

μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ πρωτεύει. | ἐκ τούτου δῆλον ὅτι οὐκ ἔστι

### book 520-1a1/b1

πρεσβευτὴς ὁ Φοῖνιξ· ἐπεὶ πῶς ἑαυτὸν ἐπαινεῖ; T

### book 520-1b2.1

οὗτος πρεσβευτὴς οὐκ ἔστιν, ἐπεὶ οὐκ ἂν ἑαυτὸν ἐπῄνει.

### book 520-1b2.2

b(BCE3E4)

### book 520-1a2

ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ προὔχει. b(BCE3)

### book 521-2a1.1

οἵ τε σοὶ αὐτῷ / φίλτατοι: ὡς καὶ δίχα Ἀγαμέ‐

### book 521-2a1.2

μνονος ὀφείλοντος αὐτοῖς πείθεσθαι. τοῦτο δὲ ἐλεγκτικῶς ὅτι εἰπὼν

### book 521-2a1.3

„οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ“ (Ι 204) νῦν ἀπειθεῖ

### book 521-2a1.4

τοῖς φιλτάτοις. T

### book 521-2a2.1

λέγει δὲ ὅτι καὶ δίχα Ἀγαμέμνονος ὤφειλεν αὐτοῖς πείθε‐

### book 521-2a2.2

σθαι. b(BCE3)

### book 521-2a3.1

ἐλεγκτικῶς ὅτι εἰπὼν „οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι

### book 521-2a3.2

μελάθρῳ“ νῦν ἀπειθεῖ τοῖς φιλτάτοις. b(BCE3E4)

### book 522a.1

τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ὀνειδίσῃς· b(BCE3

### book 522a.2

E4)T „τὰ δ’ ἐλέγχεα πάντα λέλειπται“ (Ω 260)· ὡς τῆς αἰσχύ‐

### book 522a.3

νης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς. b(BCE3)T

### book 522b.1

τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ἀποδοκιμάσῃς μηδὲ

### book 522b.2

ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσῃς ἐπονειδί‐

### book 522b.3

στους αὐτοὺς ὡς μὴ πείσαντας. A

### book 523

〈μηδὲ πόδας:〉 μηδὲ τὴν ἐνθάδε ἄφιξιν. Aint

### book 523a.1

πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι: τὸ πρώην

### book 523a.2

μηνίειν ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν,

### book 523a.3

b(BCE3E4)T ὅτι τὸ πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων

### book 523a.4

μαινόμενος καὶ πρεσβεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ

### book 523a.5.1

χρόνος παρήκμασε καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀν‐

### book 523a.5.2

δρῶν καὶ δώρων ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι. T

### book 523b

〈πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι:〉 ἐπὶ δὲ τῆς

### book 523b

προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος. Aint

### book 524a1.1

οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα: ὅτι πάντως δεῖ

### book 524a1.2

βοηθῆσαι αὐτόν, ὅπερ ἐσκέπασε τῇ διηγήσει. T

### book 524a2.1

περισκέπων δὲ διὰ τῆς διηγήσεως τὸν λόγον δείκνυσιν ὡς

### book 524a2.2

πάντως δεῖ βοηθῆσαι. b(BE3E4)

### book 526a.1

δωρητοί τ’ ἐπέλοντο 〈παραρρητοί τ’ ἐπέεσσι〉:

### book 526a.2

περὶ πάντων τοῦτο, εἶτα τὸν Μελέαγρον ἐπὶ τῇ ἰσότητι T παρέλα‐

### book 526a.3

βεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε

### book 526a.4

τῶν πεισθέντων. b(BCE3E4)T

### book 526b.1

παραρρητοί: ὡς παραμυθητοὶ καὶ νοητοὶ κατ’ ὀξεῖαν

### book 526b.2

τάσιν. A

### book 527a.1

μέμνημαι τόδε ἔργον: ὁμοίαν μῆνιν παραγράφει.

### book 527a.2

Ἀχιλλεὺς οὐκ ἐπαμύνει τοῖς Ἕλλησι διὰ τὸν Ἀγαμέμνονα καὶ ὁ Με‐

### book 527a.3

λέαγρος τοῖς Αἰτωλοῖς διὰ τὴν μητέρα. ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος

### book 527a.4

Ἀπόλλωνος καὶ τῷ Μελεάγρῳ Ἀρτέμιδος ὀργή. Ἀχιλλεῖ Βρισηΐδος

### book 527a.5.1

ὕβρις, Μελεάγρῳ δὲ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι δῶρα

### book 527a.5.2

δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι.

### book 527a.5.3

ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις· τὸν Μελέαγρον

### book 527a.5.4

ἐποίησεν ἡ γυνὴ ἐξελθεῖν τοῦ πολέμου ἐπὶ θύραις ὄντος, καὶ ὁ Πάτρο‐

### book 527a.5.5

κλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν

### book 527a.10.1

ἠνάγκασε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα· b(BCE3, Le) T

### book 527a.10.2

ὅπερ καὶ Μελέαγρος πέπονθεν. b(BCE3, Le)

### book 526b

μέμνημαι τόδε ἔργον: ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπι‐

### book 526b.1

πέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες

### book 526b.2

τοῖς Τρωσίν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πει‐

### book 526b.3

θομένῳ, δι’ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς. A

### book 527c.1

μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι: ὅτι ἀειμνήστους ἐπὶ

### book 527c.2

κακῷ ποιεῖ τοὺς ὀργιζομένους ὁ θυμός. οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν πα‐

### book 527c.3

λαιῶν σωφρονίζειν τοὺς νέους. ποικίλλει δὲ τὴν δέησιν πιστούμενος

### book 527c.4

τὰς ἱστορίας διὰ τῶν παλαιῶν προσώπων. b(BE3E4)T

### book 527d

〈νέον:〉 ὅτι νέον νεωστί. Aim

### book 528a.1

ὡς ἦν: τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συν‐

### book 528a.2

άπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται „μέμνημαι“ (Ι 527) ὡς

### book 528a.3

ἦν· ἐὰν δὲ τοῖς ἑξῆς, ἔσται ὑπερβατόν ‘ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ‘. A

### book 528b.1

〈ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι:〉 ὅτι ἠθικῶς καθ’

### book 528b.2

ὑπεξαίρεσιν λέγει ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι, οἷον οὐδεὶς

### book 528b.3

ξένος πάρεστι, διὰ τὸ κατ’ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατὰ

### book 528b.4

τὸν Μελέαγρον. A

### book 528c.1

ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι: ἐπεὶ κατὰ τοῦ

### book 528c.2

Ἀχιλλέως ἐκφέρει τὸ παράδειγμα, φησὶν ‘ἐπὶ φίλων γάρ μοί ἐστιν ὁ

### book 528c.3

λόγοσ‘. b(BCE3E4)T

### book 529a1.1

Κουρῆτές τ’ ἐμάχοντο 〈καὶ Αἰτωλοὶ μενεχάρ‐

### book 529a1.2

μαι〉: ψυχαγωγεῖ μὲν ἡ ἱστορία τὸν θυμόν. δύο δέ φησι· μὴ ἀτιμάζειν

### book 529a1.3

ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. | καλοῦσι

### book 529a1.4

δὲ ὑποδιήγησιν τὸ σχῆμα, ὅταν †ἱερόν† τι λάβωμεν ὅμοιον. †διό

### book 529a1.5.1

ἐστιν ὁ λόγος ὡς νηλέα τινὰ πελίαν τε†. | ἀντὶ δὲ τοῦ εἰπεῖν Κουρῆ‐

### book 529a1.5.2

τες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώτερον ἧκεν· διχῇ δὲ διῄρηται ἡ Αἰτω‐

### book 529a1.5.3

λία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας ὁ Θέ‐

### book 529a1

στιος. T

### book 529a2.1

ἀντὶ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώ‐

### book 529a2.2

τερον ἧκε. διχῇ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν

### book 529a2.3

Οἰνεύς, τῆς δὲ Πλευρωνίας Θέστιος. | ψυχαγωγεῖ δὲ ἡ ἱστορία τὸν

### book 529a2.4

θυμόν. b(BCE3E4) δύο δέ φησι· μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτι‐

### book 529a2.5

μος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. b(BE3E4)

### book 529a3

ὑποδιήγησις τὸ τοιοῦτον καλεῖται. b(BCE3E4)

### book 529b.1

Κουρῆτες: οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστο‐

### book 529b.2

λὴν τοῦ „κούρητες Ἀχαιῶν“ (Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ

### book 529b.3

εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ

### book 529b.4

καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων (fr. 16 =

### book 529b.5

Hrd. 2, 640, 23). A

### book 529c.1

〈Κουρῆτες:〉 τὸ ἐθνικόν, κούρητες δὲ οἱ νεανίαι, ὡς

### book 529c.2

Μάγνης καὶ Ἴγνης· „ἅμα δ’ ἄλλοι †ἦσαν† κούρητεσ“ (Τ 248). Til

### book 529d.1

〈ΚΟΥΡΗΤΕΣ:〉 τῆς μέσης συλλαβῆς περισπωμένης οἱ

### book 529d.2

τὴν Πλευρῶνα κατοικοῦντες· Κουρῆτές τ’ ἐμάχοντο. τῆς δ’ αὐτῆς

### book 529d.3

συλλαβῆς βαρυτονουμένης οἱ νεανίαι· „ἅμα δ’ †ἄλλοις ἦσαν† κούρη‐

### book 529d.4

τες Ἀχαιῶν“ (Τ 248). A

### book 529e.1

Κουρῆτες: οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι Εὐβοέων.

### book 529e.2

οὕτω δὲ ἐκαλοῦντο ἢ ἀπὸ Κουρίου ὄρους ἢ Κουρέως· ἢ ἐπεὶ στολὰς καὶ

### book 529e.3

κόμας κορῶν εἶχον. Στράβων (10,3,6, p. 465) δὲ οὕτως· „Ἀρχέμαχος

### book 529e

ὁ Εὐβοεὺς (FGrHist 424, 9) φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι.

### book 529e.5.1

συνεχῶς δὲ πολεμοῦντας περὶ τοῦ Ληλάντου πεδίου, ἐπειδὴ οἱ πολέμιοι

### book 529e.5.2

κομῶν δραττόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι, τὰ δὲ

### book 529e.5.3

ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς {γενέσθαι}

### book 529e.5.4

κληθῆναι. †κατοικοῦντας† δὲ εἰς Αἰτωλίαν τοὺς πέραν οἰκοῦντας διὰ

### book 529e.5.5

τὸ ἀκούρους φυλάσσειν τὰς κεφαλὰς Ἀκαρνᾶνας ὠνόμαζον.“ T

### book 529e.10.1

Κουρῆτες: οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας.

### book 529e.10.2

ὠνομάσθησαν δὲ—τὰς κάρας. A

### book 529e.1

Οἰνεὺς Αἰτωλίας δεσπότης—μετανοήσασα ἑαυτὴν

### book 529e.2

ἀναιρεῖ. A

### book 529e

Αἰτωλοί: οἱ Καλυδώνιοι, ἐπεὶ—τῆς Αἰτωλίας. A

### book 531.1

Αἰτωλοὶ μὲν ἀμυνόμενοι 〈Καλυδῶνος ἐραννῆσ〉: ἡ

### book 531.2

διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν, καὶ ὅτι λείπει ἡ

### book 531.3

περί, περὶ Καλυδῶνος. A

### book 533

〈τοῖσι κακόν:〉 ὡς καὶ ὑμῖν τὴν μῆνιν. Til

### book 534a.1

〈χωσαμένη ὅ οἱ οὔ τι θαλύσια:〉 ὅτι δεῖ μεμνῆσθαι

### book 534a.2

θεῶν· b(BCE3E4)Til ἅπαξ δὲ κεῖται ἡ λέξις. ἃ ἡμεῖς συγκομιστή‐

### book 534a.3

ριά φαμεν. b(BCE3)Til

### book 534b

〈θαλύσια:〉 ἑορτή, ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι

### book 534b

τῶν καρπῶν. Aint

### book 537a.1

ἢ λάθετ’ 〈ἢ οὐκ ἐνόησεν〉: ἐλάθετο· ἑκὼν παρεπέμψα‐

### book 537a.2

το. οὐκ ἐνόησεν· οὐκ ἔλαβεν εἰς νοῦν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος

### book 537a.3

γράφει „ἐκλάθετ’ οὐδ’ ἐνόησεν“ ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε

### book 537a.4

δὲ ὅτι διαφέρει· τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ

### book 537a.5

ἐνόησεν οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν. A

### book 537b.1

〈ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν:〉 ἀπὸ μετοχῶν εἰς ῥήματα μετ‐

### book 537b.2

ῆλθεν. b(BCE3)Til

### book 537c.1

ἢ λάθετ’ ἢ οὐκ ἐνόησε: λάθετο· ἑκὼν παρεπέμψατο,

### book 537c.2

οὐκ ἐνόησε δὲ οὐκ ἔλαβεν εἰς νοῦν. ἀξιόπιστον δὲ τὸ διστάσαι, ὡς

### book 537c.3

ἔχει καὶ τὸ „ἢ δρυὸς ἢ πεύκησ“ (Ψ 328). ἀσύγγνωστον δὲ τὴν εἰς

### book 537c.4

θεοὺς παράβασιν ὑποτίθεται, εἴθ’ ἑκὼν μὴ τιμῶν εἴτε ἀκουσίως, καὶ εἰ

### book 537c.5

μὴ πάντας τιμῶν. b(BCE3E4)T

### book 537c.1

ἄλλως· ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν: ἤτοι ἐννοήσας θῦσαι ἐπε‐

### book 537c.2

λάθετο, ἢ οὐδὲ ὅλως †ἐπελάθετο. A

### book 538.1

δῖον γένος: πρὸς Ἀχιλλέα· οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει

### book 538.2

τὴν λέξιν. ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος· b(BCE3)T καὶ γὰρ λέ‐

### book 538.3

γει, φησίν (p. 202 Friedl.), „αἶψά κ’ ἐγὼν ἔρξαιμι, διοτρεφές, ὡς ἀγο‐

### book 538.4

ρεύεισ“ (ν 147), ἀγνοῶν ὅτι „κελαινεφέσ“ ἐστίν. T

### book 539a1.1

ὦρσεν ἐπὶ 〈χλούνην〉: οἱ μὲν ἀναστρέφουσιν, ἵν’ ᾖ

### book 539a1.2

ἐπῶρσεν. οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται

### book 539a1

τὸ ἑξῆς ἐπὶ τὴν χλούνην. A

### book 539a2

ἐπῶρσεν χλούνην. Til

### book 539b.1

χλούνην: οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ

### book 539b.2

φυτὰ παρατρίβονται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διά‐

### book 539b.3

γοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλόν φησιν (cf. Ι 208. Φ 363 al.). οἱ δὲ

### book 539b.4

τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά. A b (BCE3E4)T | ἄλλοι δὲ τὸν

### book 539b.5

ἐπὶ Χλούνῃ, χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα. A

### book 540a1.1

ἔρδεσκεν ἔθων: Ἀμμώνιος ἐν τῷ Περὶ τῶν ὑπὸ Πλάτω‐

### book 540a1.2

νος μετενηνεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ξ προφέρεται, „ἔρεξεν“. |

### book 540a1.3

ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ

### book 540a1

καρποὺς ἡμαρτηκότι. A

### book 540a2.1

{ἔρδεσκεν:} Ἀμμώνιος „ἔρεξεν“. | ἔθων δὲ T εἰθι‐

### book 540a2.2

σμένος τοῖς τόποις· „ἐριδμαίνωσιν ἔθοντεσ“ (Π 260). οἰκεία δὲ τιμω‐

### book 540a2.3

ρία τῷ περὶ καρποὺς ἡμαρτηκότι. b(BCE3)T

### book 540b.1

〈ἔθων:〉 ὅτι οἱ Γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι

### book 540b.2

βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν. Aint

### book 540c.1

〈ἔθων:〉 ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς

### book 540c.2

συναλιφῆς, „ἥ ἑ μάλιστ’ εἴωθε“ (Ε 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ

### book 540c.3

δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς, „σέθεν“ (Α 180

### book 540c.4

al.), „ἕθεν“ (Α 114 al.)· τὴν γὰρ ὑπό τινων φερομένην „ἔδων“ παρ‐

### book 540c.5

αιτητέον. A

### book 541a.1

〈προθέλυμνα:〉 ὅτι ἄλλα ἐπ’ ἄλλοις. ἔνιοι δὲ πρόρριζα.

### book 541a.2

Aim

### book 541b.1

προθέλυμνα: τὰ ἄλλα ἐπ’ ἄλλοις προτιθέμενα, ὅ ἐστι

### book 541b.2

συνεχῆ· φησὶ γοῦν καὶ „σάκος σάκεϊ προθελύμνῳ“ (Ν 130) καὶ

### book 541b

„τετραθέλυμνον“ (Ο 479). b(BCE3E4)T

### book 542a.1

〈αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖσ〉 ἄνθεσι μήλων: ὅτι

### book 542a.2

μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοί, οὐχ ὡς ἡμεῖς 〈ε〉ἰδικῶς·

### book 542a.3

καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν. A

### book 542b.1

καὶ αὐτοῖς ἄνθεσι μήλων: ἐξ ἑνὸς τὸ πᾶν· „καὶ μη‐

### book 542b.2

λέαι“ γὰρ „ἀγλαόκαρποι“ (η 115). μηλοφόρον δὲ τιμῶσι τὴν Δη‐

### book 542b.3

μήτραν. b(BCE3E4)T

### book 543.1

τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινε〈ν〉 Μελέαγρος: ἴσως ὅτι

### book 543.2

πρῶτος ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀταλάντη. Μελέαγρος δὲ παρὰ τὸ

### book 543.3

μέλειν τῆς ἄγρας· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί. b(BCE3E4)T

### book 546a.1

πολλοὺς δὲ πυρῆς ἐπέβης’ ἀλεγεινῆς: ὅτι ἐκ τοῦ

### book 546a.2

παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον. A

### book 546b.1

πυρῆς ἐπέβης’: ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίη‐

### book 546b.2

σεν. A

### book 546c.1

πολλοὺς δὲ πυρῆς ἐπέβης’ 〈ἀλεγεινῆσ〉: οὐ ζῶν

### book 546c.2

μόνον, ἀλλὰ καὶ τελευτήσας διὰ τὴν ἐπ’ αὐτῶν μάχην. ἀλεγεινῆς δὲ

### book 546c.3

πυρῆς, ἐπεὶ ἀλγοῦμεν ἐπὶ τοῖς τεθνεῶσιν. b(BCE3E4)T

### book 547-8.1

ἡ δ’ ἀμφ’ αὐτῷ καὶ ἑξῆς ἀμφὶ συὸς κεφαλῇ: δείκνυσιν

### book 547-8.2

ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς μάχην.

### book 547-8

b(BCE3E4)T

### book 548.1

ἀμφὶ συὸς κεφαλῇ 〈καὶ δέρματι λαχνήεντι〉: ἐσιώπησε

### book 548.2

τὴν Ἀταλάντην αἰδούμενος τὸν Ἀχιλλέα. b(BCE3E4)T

### book 548.1

ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι: ὡς καὶ τῆς κεφαλῆς

### book 548.2

—ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος. A

### book 551a1.1

οὐδ’ ἐδύναντο: ἐν τῇ Ἀριστοφάνους „οὐδ’ ἐθέλεσκον“

### book 551a1.2

καὶ ἔστιν Ὁμηρικόν· „οὐδ’ ἔθελε προρέειν“ (Φ 366). A

### book 551a2

Ἀριστοφάνης δὲ „οὐδ’ ἐθέλεσκον“, Ὁμηρικόν. T

### book 551b

οὐδὲ δύναντο: ὡς καὶ οὐδέποτε Τρῶες. T

### book 553-4.1

ὅς τε καὶ ἄλλων / οἰδάνει: οἰδαίνεσθαι ποιεῖ, ὡς

### book 553-4.2

„μελάνει“ (Η 64). A b (BCE3E4)T καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πά‐

### book 553-4.3

θος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ· καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει,

### book 553-4.4

Ἀχιλλεῖ δὲ συγγινώσκει. A b (BCE3)T

### book 554.1

〈οἰδάνει:〉 ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ „πάντας

### book 554.2

μέν ῥ’ ἔλπει“ (β 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ. Aim

### book 555.1

ἤτοι ὁ μητρὶ φίλῃ: καθόλου· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ

### book 555.2

μήτηρ. b(BCE3E4)T

### book 556

〈κεῖτο:〉 ὡς τὸ „κεῖτ’ ἀπομηνίσασ“ (Β 772. Η 230). Til

### book 556.1

καλῇ Κλεοπάτρῃ: Κλεοπάτρα Ἴδα—γυνὴ δὲ Με‐

### book 556.2

λεάγρου. A

### book 557-8.1

κούρῃ Μαρπήσ〈σ〉ης 〈καλλισφύρου Εὐηνίνης /

### book 557-8.2

Ἴδεώ θ’〉: Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατ’ ἐπίκλησιν, γόνος δὲ Ποσει‐

### book 557-8.1

δῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυμήσας γάμου παραγίνεται εἰς

### book 557-8.2

Ὀρτυγίαν τὴν ἐν τῇ Χαλκίδι καὶ ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέ‐

### book 557-8.5.1

ρα Μάρπησσαν. ἔχων δὲ ἵππους Ποσειδῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς

### book 557-8.5.2

εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρός, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν πο‐

### book 557-8.5.3

ταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβών, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν·

### book 557-8.5.4

ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνομάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντή‐

### book 557-8.5.5

σας Ἀπόλλων τῷ Ἴδᾳ λαμβάνεται τῆς Μαρπήσσης. ὁ δὲ ἔτεινε τὸ

### book 557-8.10.1

τόξον καὶ διεφέρετο περὶ τοῦ γάμου· οἷς κριτὴς ὁ Ζεὺς γενόμενος αἵρε‐

### book 557-8.10.2

σιν τοῦ γάμου ἐπὶ τῇ Μαρπήσσῃ τίθεται. ἡ δὲ δείσασα, μὴ ἐπὶ γήρᾳ

### book 557-8.10.3

καταλίπῃ αὐτὴν ὁ Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. οὕτως δὴ Σιμωνίδης

### book 557-8.10.4

(fr. 58 = P.M.G. fr. 563) τὴν ἱστορίαν περιείργασται. b(BCE3)T

### book 557a1.1

καλλισφύρου: σημεῖόν ἐστι συμμετρίας σώματος· ὡς

### book 557a1.2

ἐπίπαν γὰρ παχεῖαι τὰ κάτω αἱ γυναῖκες. T

### book 557b1.1

〈καλλισφύρου:〉 κάτωθεν γὰρ ὁρᾶται τὸ θῆλυ εἶδος.

### book 557b1.2

Til

### book 557a2/b2.1

σημεῖόν ἐστι συμμετρίας σώματος· αἱ γὰρ παχεῖαι τοῖς

### book 557a2/b2.2

ἐρῶσιν οὐκ ἀγαθαί. | τὸ δὲ θῆλυ εἶδος ἐκ τῶν σφυρῶν καὶ τῆς ζώνης καὶ

### book 557a2/b2.3

τῆς ὄψεως ὁρᾶται. b(BCE3E4)

### book 558-9a1.1

ὃς κάρτιστος 〈ἐπιχθονίων〉 γένετ’ ἀνδρῶν /

### book 558-9a1.2

τῶν τότε: ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιΐαν· ὁ

### book 558-9a1.3

μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως

### book 558-9a1.4

αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε τῶν τότε (559). τῷ δὲ Νέστορι

### book 558-9a1.5

ἀθωπεύτως εἴρηται· „οὐ γάρ πω τοίους ἴδον“ (Α 262). b(BCE3E4)T

### book 558-9a2.1

ἵνα μὴ καταισχύνῃ Ἀχιλλέα μεγαλοφρονοῦντα ἐπὶ κρά‐

### book 558-9a2.2

τει, εἶπε τῶν τότε. Til

### book 560

〈νύμφης:〉 τῆς Μαρπήσ〈σ〉ης. Til

### book 561a1

〈τὴν δέ:〉 τὴν Κλεοπάτραν. Til

### book 561b1.1

〈πατὴρ καὶ πότνια μήτηρ:〉 ὁ Ἴδας καὶ ἡ Μάρπησ‐

### book 561b1.2

〈σ〉α. Til

### book 561a2/b2

τὴν Κλεοπάτραν ὁ Ἴδας καὶ ἡ Μάρπησσα. b(BCE3E4)

### book 561-2a1.1

τὴν δὲ τότ’ ἐν μεγάροισι〈— /〉 Ἀλκυόνην

### book 561-2a1.2

καλέεσκον: ἀντὶ τοῦ ἀλκυόνα, παρὰ τὸ ἐν ἁλὶ κύειν. T | ἀπὸ τῶν

### book 561-2a1.3

αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπέν‐

### book 561-2a1.4

θη (cf. δ 11) καὶ Ὀδυσσέα (cf. τ 407—9). ἔκλαιεν οὖν ἡ Μάρπησσα

### book 561-2a1.5.1

καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτήν, τὴν Μάρπησσαν, ἥρπασεν ὁ

### book 561-2a1.5.2

Ἀπόλλων. b(BCE3)T

### book 561-2a2.1

ἀντὶ τοῦ ἀλκυόνα. b(BCE3E4) γίνεται δὲ παρὰ τὸ ἐν

### book 561-2a2.2

ἁλὶ κύειν. b(BCE3)

### book 562.1

〈Ἀλκυόνην καλέεσκον ἐπώνυμον:〉 ὅτι οὐ τὴν Μάρ‐

### book 562.2

πησσαν, ἀλλὰ τὴν Κλεοπάτραν. Aim

### book 562.1

Ἀλκυόνην καλέεσκον: Κῆυξ ὁ Φωσφόρου—αὐτὴν

### book 562.2

ἀνήρπασεν Ἀπόλλων· ἢ ἡ μήτηρ Ἀλθαία. A

### book 562.5

ἐπώνυμον: ἀντὶ τοῦ φερώνυμον—ὅτε ἀφῃρεῖτο αὐ‐

### book 562

τὴν ὁ Ἀπόλλων. A

### book 563

〈μήτηρ:〉 ἡ Μάρπησ〈σ〉α. Til

### book 564a.1

κλαῖ’ ὅτε μιν: οὕτω Ζηνόδοτος χρονικῶς· AimT

### book 564a.2

Ἀρίσταρχος δὲ „κλαῖεν ὅ μιν“, ὅτι αὐτήν. AintT

### book 564b.1

〈μιν:〉 αὐτὴν τὴν Μάρπησ〈σ〉αν, ὅτε ἥρπασεν ὁ Ἀπόλ‐

### book 564b.2

λων. Til

### book 564c

〈ἀφήρπασε:〉 γράφεται „ἀνήρπασε“. Aim

### book 567a.1

κασιγνήτοιο {φόνοιο}: ὡς „Ἀδμήτοιο“ (Β 713. Ψ 532).

### book 567a.2

τινὲς δὲ προπερισπῶσιν ὡς „λευκοῖο“ (ι 246), ἵνα γένηται κασιγνητι‐

### book 567a.3

κοῦ· ἡ γὰρ Ἀλθαία, φασίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ

### book 567a.4

τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυναμεῖν τῷ κασιγνητικοῦ. | ἀδελφοὶ δὲ

### book 567a.5

Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Ἀφάνης, Εὐρύπυλος, Πλήξιππος. A

### book 567b.1

κασιγνήτοιο φόνοιο: κασιγνήτοιο ὡς „γυναῖκά τε

### book 567b.2

θήσατο μαζόν“ (Ω 58), εἰ μήποτε καθ’ Ὅμηρον εἷς ἐστιν. δύο δὲ ἦσαν,

### book 567b.3

Κλυτίος καὶ Προκάων. T

### book 567c1.1

〈κασιγνήτοιο:〉 οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ.

### book 567c1.2

Aint

### book 567d1.1

〈κασιγνήτοιο φόνοιο:〉 ὅτι ἐλλείπει ἡ περί. δύναται

### book 567d1.2

δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν. Aim

### book 567c2/d2.1

τοῦ ἀδελφικοῦ. b(BCE3E4)T | λείπει δὲ ἡ περί.

### book 567c2/d2.2

b(BCE3)T

### book 568.1

πολλὰ δὲ καὶ γαῖαν 〈πολυφόρβην χερσὶν ἀλοία〉:

### book 568.2

ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον.

### book 568.3

A

### book 568

χερσὶν ἀλοία: ταῖς χερσὶν ἔπληττεν· ὅθεν—ὡς ἐν‐

### book 568.5

θάδε φησίν. A

### book 569.1

κικλήσκους’ Ἀΐδην 〈καὶ ἐπαινὴν Περσεφόνειαν〉:

### book 569.2

ὅτι ἐπικαλεῖται μὲν τὸν Ἅιδην καὶ τὴν Περσεφόνην, ὑπακούουσι

### book 569.3

δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες. A

### book 570.1

πρόχνυ καθεζομένη: παντελῶς καθημένη, ὅλη παρειμένη,

### book 570.2

ἵνα πλέον ᾖ τὸ πάθος. οἱ δὲ Γλωσσογράφοι ‘ἐπὶ γόνυ‘. T

### book 571a.1

παιδὶ δόμεν θάνατον· τῆς δ’ ἠεροφοῖτις Ἐρινύς:

### book 571a.2

ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπακούουσι, καὶ οὐ μάχεται τὸ

### book 571a.3

„κικλήσκους’ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν“ (Ι 569). A

### book 571b.1

〈ἠεροφοῖτις:〉 γράφεται καὶ †ἰεροφοῖτος†, ἡ διὰ τοῦ

### book 571b.2

σκότους ἐρχομένη. Aim

### book 571c.1

ἠεροφοῖτις: ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ

### book 571c.2

ἀπροοράτως ἔρχονται. A b (BCE3E4)T | πῶς δὲ Ἅιδην ἐπικαλεῖ‐

### book 571c.3

ται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις. b(BCE3E4)T

### book 571d.1

〈ἠεροφοῖτις:〉 τὰ εἰς ις παρώνυμα θηλυκά, παρακείμενα

### book 571d.2

τοῖς εἰς ης ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρᾷ πα‐

### book 571d.3

ραλήγοιτο, πρωθῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ

### book 571d

καὶ ἠεροφοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστιν, ἀνεβίβασε τὸν τόνον,

### book 571d.5.1

ἀρτόπωλις ἀλφιτόπωλις. ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, „παράκοι‐

### book 571d.5.2

τισ“ (Δ 60 al.), „ἄκοιτισ“ (Γ 138 al.), τὸ μέντοι „δολόμητισ“ (γ 250 al.)

### book 571d.5.3

οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται·

### book 571d.5.4

ὡς τὸ „πολύμητισ“ (Α 318 al.), „δολόμητισ“. καὶ ἔστι σύνθετον. A

### book 571d

Ἐρινὺς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν—καὶ ἐκτελέουσα. A

### book 572

〈ἀμείλιχον:〉 ἀπαραίτητον. Til

### book 573a1.1

〈ὅμαδος καὶ〉 δοῦπος: δοῦπος ψόφος δέος ἐμποιῶν,

### book 573a1.2

b(BCE3E4)T ὅ ἐστι φόβον. ὅμαδος δὲ παρὰ τὸ πάντας ὁμοῦ

### book 573a1.3

ᾄδειν, ὅ ἐστι βοᾶν. T

### book 573a2

δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν. Aint

### book 574.1

〈τὸν δὲ λίσσοντο:〉 οὕτως Ἀρίσταρχος 〈τὸν〉 δὲ λίσ‐

### book 574.2

σοντο δι’ ἑνὸς λ. Aim

### book 575a1.1

πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους: ὅτι ἐντεῦθεν Σο‐

### book 575a1.2

φοκλῆς ἐν τῷ Μελεάγρῳ (p. 219 N.2, sim. II p. 66 P.; T.G.F. IV p. 345 R.) τὸν χορὸν ἀπὸ

### book 575a1.3

ἱερέων παρήγαγεν. A

### book 575a2.1

{θεῶν ἱερῆας:} ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν †οἰδί‐

### book 575a2.2

ποδος† ἐξ ἱερεῶν ποιεῖ. T

### book 576.1

ἐξελθεῖν καὶ ἀμῦναι, 〈ὑποσχόμενοι μέγα δῶρον〉:

### book 576.2

βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ

### book 576.3

στίχου. ἀπ’ ἄλλης δὲ ἀρχῆς „ὁππόθι πιότατον“ (Ι 577), καὶ ὑποστι‐

### book 576.4

κτέον ἐπὶ τὸ „ἐραννῆσ“ (Ι 577). A

### book 578

〈ἑλέσθαι:〉 ὅτι συντελικῶς ἑλέσθαι. Aim

### book 579a1.1

πεντηκοντόγυον: ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγα‐

### book 579a1.2

μέμνονος δῶρα. †γύης† δὲ μέτρον γῆς· „τὰς πολυχρύσους γύασ“

### book 579a1.3

(Eur. Bacch. 13) ἀντὶ τοῦ ἀρούρας. T

### book 579a2.1

ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα

### book 579a2.2

δείξῃ μείζονα. b(BCE3E4) †γύης† δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν

### book 579a2.3

δέκα ὀργυιῶν ἔλασσον. b(BCE3)

### book 579a2

πεντηκοντόγυον: πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον

### book 579a2.5

γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν. A

### book 580a1.1

ἥμισυ δὲ ψιλὴν 〈ἄροσιν〉: διὰ τοῦ ς, „ψιλῆσ“ γῆς.

### book 580a1.2

οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς ἄροσιν. A

### book 580a2.1

ψιλὴν ἄροσιν: διὰ τοῦ †ι, ψιλὴν γῆν†. λείπει δὲ ἡ εἴς,

### book 580a2.2

εἰς ἄροσιν. | ψιλὴν δὲ ἀντὶ τοῦ ἄδενδρον. T

### book 580a3.1

ψιλὴν διὰ τοῦ †ι, ἤτοι γυμνὴν† φυτῶν. λείπει δὲ ἡ εἴς,

### book 580a3.2

ἵν’ ᾖ ἥμισυ δὲ ψιλὴν εἰς ἄροσιν. b(BCE3E4)

### book 582.1

οὐδοῦ ἐπ’ ἐμβεβαώς: εἴτε ἓν μέρος λόγου „ἐπεμβεβαώσ“,

### book 582.2

ὡς „ἐμμεμάωσ“ (Ε 142 al.), εἴτε τῇ οὐδοῦ γενικῇ συνάπτεται, οὐ

### book 582.3

δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ. A

### book 583a1.1

σείων κολλητὰς 〈σανίδασ〉: διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ

### book 583a1.2

τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. σείων δὲ πρᾴως κινῶν διὰ τὸ γῆ‐

### book 583a1.3

ρας. T

### book 583a2.1

{σείων:} πράως κινῶν διὰ τὸ γῆρας· ἢ διὰ τὸ ἐπικίνδυ‐

### book 583a2.2

νον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. | κολλητὰς δὲ σανί‐

### book 583a2.3

δας περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. A

### book 583a3

πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πο‐

### book 583a3

λέμιοι τὸ τεῖχος ἀμφέβαινον. b(BCE3E4)

### book 584a1.1

{πολλὰ δὲ τόν δε} κασίγνηται: κατὰ τὸ θηλυκὸν κα‐

### book 584a1.2

σίγνηται αἱ Ἀριστάρχου. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο· κατὰ γὰρ

### book 584a1.3

Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ τῷ Μελεάγρῳ· „οὐ γὰρ ἔτ’ Οἰνῆος με‐

### book 584a1.4

γαλήτορος υἱέες ἦσαν, / οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Με‐

### book 584a1.5.1

λέαγροσ“ (Β 641—2). καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς

### book 584a1.5.2

ἀδελφὰς ἀκουστέον Γόργην καὶ Δηϊάνειραν. A

### book 584a2.1

{πολλὰ δὲ κασίγνηται:} οὕτως Ἀρίσταρχος. ἔχει δὲ λόγον

### book 584a2.2

καὶ τὸ „κασίγνητοι“· πλείους γάρ εἰσιν αὐτῷ ἀδελφοὶ καθ’ Ὅμηρον·

### book 584a2.3

„†οἵ τ’ ἄρ’† ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν“. †δύναται† δὲ συλ‐

### book 584a2.4

ληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι, Γόργη καὶ

### book 584a2.5

Δηϊάνειρα, Πολυξὼ καὶ Αὐτονόη. T

### book 584a3.1

γράφεται καὶ κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται

### book 584a3.2

δὲ μᾶλλον „κασίγνητοι“· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· „οὐ

### book 584a3.3

γὰρ ἔτ’ Οἰνῆος μεγαλήτοροσ“. δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρ‐

### book 584a3.4

σένων καὶ αἱ θήλειαι ἀκούεσθαι. b(BCE3E4)

### book 584a4.1

οὕτως κασίγνηται θηλυκῶς. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ

### book 584a4.2

ο. Aim

### book 584b1.1

καὶ πότνια μήτηρ: ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγα‐

### book 584b1.2

μέμνων. T

### book 584b2.1

παρακαλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς,

### book 584b2.2

ὡς καὶ Ἀγαμέμνων. b(BCE3E4)

### book 586a.1

{οἵ οἱ} κεδνότατοι: ὅτι σωφρονέστατοι. ὁ δὲ Σιμωνίδης

### book 586a.2

(fr. 117 = P.M.G. fr. 622) κεδνοὺς τοὺς φίλους. A

### book 586b.1

οἵ οἱ κεδνότατοι: ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκα‐

### book 586b.2

νὸν πρὸς πειθώ. b(BCE3E4)T

### book 588

〈ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο:〉 ὅτε καὶ αὐτοῦ ἥψατο

### book 588

τὸ δεινόν. Til

### book 590.1

παράκοιτις: καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι;

### book 590.2

ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή· ὅτι γὰρ οὐ γυναικοκρατεῖται,

### book 590.3

δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασι, καὶ πεφθέντος τοῦ

### book 590.4

θυμοῦ παρακαλεῖ. A b (BCE3E4)T

### book 593a.1

{ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ} ἀμαθύνει: ὅτι

### book 593a.2

ἄμαθον ποιεῖ. οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν. ὁ δὲ Αἰσχύλος (fr.

### book 593a.3

244 N.2 = 422 M. = 244 R.) ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ

### book 593a.4

Ἀκταίωνος λέγων· „κύνες διημάθυνον ἄνδρα δεσπότην“. A

### book 593b.1

πῦρ ἀμαθύνει: σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον

### book 593b.2

εἶπεν· b(BCE3E4)T „τύχε γάρ 〈ῥ’〉 ἀμάθοιο βαθείησ“ (Ε 587).

### book 593b.3

T

### book 594a1.1

〈τέκνα δέ τ’ ἄλλοι ἄγουσι:〉 ὅτι Ζηνόδοτος γράφει

### book 594a1.2

„τέκνα δὲ δήιοι ἄγουσι“. Aim

### book 594a2

ἔνιοι γράφουσι „τέκνα δὲ δήιοι ἄγουσι“. Til

### book 598a.1

εἴξας ᾧ θυμῷ: ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ

### book 598a.2

ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος. A

### book 598b.1

εἴξας ᾧ θυμῷ: εἴξας πάλαι, ὅτε ὠργίζετο, οὐ νῦν, ὅτε

### book 598b.2

ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν φησι. b(BCE3E4)T

### book 598c.1

τῷ δ’ οὐκέτι δῶρ’ ἐτέλεσ〈σ〉αν: τοὺς γὰρ ἀναγκαίους

### book 598c.2

παρεὶς πέπεισται γυναικί. b(BCE3E4)T

### book 600

〈ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί:〉 μόγις παρρησιάζε‐

### book 600

ται· ὡς μέγα δὲ κακὸν ἀπεύχεται †αὐτῷ. b(BCE3E4)T

### book 601-2.1

κάκιον δέ κεν εἴη / νηυσὶν καιομένῃσιν ἀμύνειν:

### book 601-2.2

ἐλέγχει ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει. b(BCE3E4)T

### book 601

〈χαλεπόν:〉 γράφεται „κάκιον“. Aim

### book 602-3.1

ἀλλ’ ἐπὶ δώροις / ἔρχεο: ἐπὶ δώροις T ἀντὶ

### book 602-3.2

τοῦ μετὰ δώρων, b(BCE3)T λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμ‐

### book 602-3.3

μαχήσων. T

### book 602.1

〈ἐπὶ δώροις:〉 Ἀρίσταρχος „ἐπὶ δώρων“, ὅ ἐστι μετὰ δώ‐

### book 602.2

ρων. Aim

### book 605a.1

οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι: ὅτι τινὲς προφέρονται τιμῆς

### book 605a.2

ὡς φωνῆς, ἵν’ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς

### book 605a.3

μεθέξεις. καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν „οὔ τί με ταύτης /

### book 605a.4

χρεὼ τιμῆσ“ (Ι 607—8) | ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλή‐

### book 605a.5.1

νων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώ‐

### book 605a.5.2

σεις. A

### book 605b.1

τιμῆς ἔσεαι: τιμηθήσῃ ἢ τίμιος ἔσῃ. | τινὲς τὸ τιμῆς

### book 605b.2

διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν

### book 605b.3

εἶπε· „καὶ χρυσὸν τιμῆντα“ (Σ 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐ‐

### book 605b.4

θεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα

### book 605b.5.1

ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος

### book 605b.5.2

γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως·

### book 605b.5.3

‘τιμῆς γάρ‘, φησίν, ‘ἄξιος ἔσῃ‘. ὁ δὲ Χαῖρις (fr. 4 B.) βοηθῶν αὐτῷ

### book 605b

φησιν ὅτι ἐπιφέρει „οὔ τί με ταύτης / χρεὼ τιμῆσ“ (Ι 607—8). A

### book 605c1.1

τιμῆς ἔσεαι: οἱ μὲν ὡς ἀναλώσας ἔχω ἀνήλωκα, ἀντὶ

### book 605c1.2

τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις· καὶ περισπᾶται διὰ τὸ „καὶ χρυσὸν

### book 605c1.3

τιμῆντα καὶ ἄργυρον“ (Σ 475). Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει

### book 605c1.4

„χρεὼ τιμῆσ“ (Ι 608)· τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ

### book 605c1.5

ἐσχάτου ἄρχεται. T

### book 605c2.1

οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρχος δέ,

### book 605c2.2

τῆς τιμῆς, φησίν, ἔσῃ· διὸ καὶ ἐπάγει „οὐ χρεὼ τιμῆσ“· τοῖς γὰρ

### book 605c2.3

ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται. b(BCE3E4)

### book 605d.1

ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν.

### book 605d.2

ὡς „ἀγαγών“ (Θ 490. δ 175) καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ

### book 605d.3

„ἀλαλκεῖν“ (Τ 30). A

### book 607.1

〈ἄττα:〉 ὅτι τὸ ἄττα προσφώνησίς ἐστι πρὸς τροφέα ἀμε‐

### book 607.2

τάφραστος. Aim

### book 607-8.1

οὔ τί με ταύτης / χρεὼ τιμῆς: πρὸς τὸ εἰρημένον

### book 607-8.2

ὑπὸ Φοίνικος „ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί“ (Ι 603) φησὶν

### book 607-8.3

Ἀχιλλεύς· οὔ τί με ταύτης / χρεὼ τιμῆς, b(BCE3E4)T „ἥ μ’

### book 607-8.4

ἕξει“ (Ι 609), ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμή, δι’ ἣν ἐγὼ μέχρι

### book 607-8.5.1

θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω· b(BE3E4)T εἶπε γὰρ „εἰ

### book 607-8.5.2

μέν κ’ αὖθι μένω〈ν— /〉, ὤλετο μέν μοι νόστοσ“ (Ι 412—3). T

### book 608.1

〈φρονέω δὲ〉 τετιμῆσθαι Διὸς αἴσῃ: πιθανῶς τῇ παρὰ

### book 608.2

τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆ‐

### book 608

ται ταῖς εὐτυχίαις. b(BE3E4)T

### book 609

〈ἥ μ’ ἕξει παρὰ νηυσί:〉 ἀπόμαχον δηλονότι. Aint

### book 612a.1

μή μοι σύγχει θυμόν: ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ,

### book 612a.2

τὴν δὲ ἀφορμὴν διαβάλλει. b(BCE3E4)T

### book 612b.1

ὀδυρόμενος καὶ ἀχεύων: ὅτι Ζηνόδοτος γράφει „ὀδυ‐

### book 612b.2

ρόμενος, κινυρίζων“, οἷον θρηνῶν. ἔστι δὲ οὐχ Ὁμηρικὸν καὶ παρὰ τὸ

### book 612b.3

πρόσωπον. A | Ἀρίσταρχος δὲ „ἐνὶ στήθεσσιν ἀχεύων“. AAim

### book 612c.1

ὀδυρόμενος καὶ ἀχεύων: „ἐν〈ὶ〉 στήθεσ〈σ〉ιν ἀχεύων“,

### book 612c.2

οὕτως ἡ γραφή, οὐχὶ ὀδυρόμενος 〈καὶ ἀχεύων〉. T

### book 614a1.1

ἵνα μή μοι: ὁ Ἀσκαλωνίτης (p. 50 B.) ἀναγινώσκει „ἵνα

### book 614a1.2

μὴ μοὶ“, τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί, κατ’ ὀρθὴν τάσιν· συγ‐

### book 614a1.3

κριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησιν. ἡ

### book 614a1.4

μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα

### book 614a1.5.1

ὁμοίως τῷ „μή μοι οἶνον ἄειρε“ (Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ

### book 614a1.5.2

τὸ ε, ἀλλ’ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ „ἤ μ’ ἀνάειρ’ ἢ

### book 614a1.5.3

ἐγὼ σέ“ (Ψ 724) καὶ τῷ „τάχα δή με διαρραίσουσι καὶ αὐτόν“ (α 251),

### book 614a1.5.4

εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατ’ ἀρχὴν

### book 614a1.5.5

τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις.

### book 614a1.10.1

ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ

### book 614a1.10.2

οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν. A

### book 614a2.1

{ἵνα μή μοι ἀπέχθηαι φιλέοντι:} „μήμοί“ ἐχρῆν ὀρθοτο‐

### book 614a2.2

νεῖν, ἵνα ἀντιδιαστέλ〈λ〉ηται Ἀγαμέμνονι. T

### book 615.1

καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν: δεῖγμα, ὅπως χρὴ δια‐

### book 615.2

κεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις. b(BCE3E4)T

### book 616a.1

ἶσον ἐμοὶ βασίλευε 〈καὶ ἥμισυ μείρεο τιμῆσ〉: κοινὰ

### book 616a.2

γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ

### book 616a.3

Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος

### book 616a

αὐτοῦ. b(BCE3E4)T

### book 616b.1

καὶ ἥμισυ μείρεο τιμῆς: ὅτι τὸ μείρεο ἀντὶ τοῦ με‐

### book 616b.2

ρίζου, πρὸς Ζηνόδοτον μεταγράφοντα „ὁππότε μειρόμενος μέγα δ’

### book 616b.3

ἔστενεν“ (cf. Η 127) ἀντὶ τοῦ „μέγ’ ἐγήθεεν“ (Η 127), ἵν’ ᾖ στερισκό‐

### book 616b.4

μενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι,

### book 616b.5

ἀλλ’ ἀντὶ τοῦ μερίζεσθαι. A

### book 616c

καὶ ἥμισυ μείρεο τιμῆς: ἐδήλωσε τὸ ἶσον ἐμοί. T

### book 617.1

οὗτοι δ’ ἀγγελέουσι, 〈σὺ δ’ αὐτόθι λέξεο μίμνων〉:

### book 617.2

διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει—αὐτὸν κατέχει. A

### book 619a.1

〈φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἦ κε μένωμεν:〉

### book 619a.2

ὅτι οὐδέν ἐστιν μαχόμενον, ἀλλ’ αἰδεσθεὶς παραπέπεισται. Aint

### book 619b.1

φρασσόμεθ’ ἤ κε νεώμεθ’ 〈ἐφ’ ἡμέτερ’ ἦ κε μένω‐

### book 619b.2

μεν〉: ὀργῆς ἴδιον μὴ ἐφ’ ἑνὶ τὴν γνώμην ἐρείδειν· b(BCE3E4)T

### book 619b.3

ἔφη γοῦν „ἥ μ’ ἕξει“ (Ι 609). T εὔελπιν δὲ ποιεῖ τὸν γέροντα,

### book 619b.4

σκοπήσειν τὸ συμφέρον λέγων. b(BCE3E4)T

### book 621-2.1

ὄφρα τάχιστα / ἐκ κλισίης νόστοιο μεδοίατο: παρ‐

### book 621-2.2

ενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γὰρ ὅτι παρόντες

### book 621-2.3

δυσωπήσουσιν. καὶ πάλιν τραχέως ἐκδιώκειν οὐχ Ἑλληνικόν. b

### book 621-2.4

(BCE3E4)T

### book 621

〈ὄφρα:〉 τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται. Aim

### book 622a.1

νόστοιο μεδοίατο: ὅτι νόστοιο μεδοίατο λέγει νό‐

### book 622a.2

στου ἐπιμελοῖντο, πάλιν τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν

### book 622a.3

Ὀδυσσέα. A

### book 622b

τοῖσι δ’ ἄρ’ Αἴας: οἱ τέσσαρές εἰσι ῥήτορες· Ὀδυσσεὺς

### book 622b.1

συνετός, πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικός, μεγαλόφρων·

### book 622b.2

Φοῖνιξ ἠθικός, πρᾷος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνός, μεγαλό‐

### book 622b.3

φρων, ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη ἐπικαίρως, εὐ‐

### book 622b.5.1

στόχως καὶ διὰ βραχέων φησίν· νῦν γοῦν οὐκ ἐκινήθη, πρὶν ὁ Ἀχιλ‐

### book 622b.5.2

λεὺς αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως οὖν ἄρχεται

### book 622b.5.3

ὡς οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχρῆν· ἐκείνου δὲ Πατρό‐

### book 622b.5.4

κλῳ διαλεχθέντος (sc. Ι 620), καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτο‐

### book 622b.5.5

πον δὲ ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισ‐

### book 622b.10.1

σὴν αὐτῷ τὴν πάροδον †ἐνεποίει†. b(BCE3E4)T ὅτι δὲ πάν‐

### book 622b.10.2

τοθεν ἰσότιμος αὐτῷ· διὸ ὀργίζεται. T

### book 625a.1

ἴομεν· οὐ γάρ μοι δοκέει: εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξα‐

### book 625a.2

σθαι, ἀλλὰ ἀγανακτοῦντα. πολλὴν δὲ ἐμφαίνει τὴν μεγαλοφροσύνην

### book 625a.3

κελεύων ἀπαλλάσσεσθαι. b(BCE3E4)T | ἴομεν ὅμοιόν ἐστι τῷ „εἰ

### book 625a.4

μὲν δὴ νόστον γε μετὰ φρεσίν“ (Ι 434). T

### book 625b

〈μύθοιο:〉 τῆς πρεσβείας, οἱ δὲ τῆς στάσεως. Til

### book 626-7a.1

ἀπαγγεῖλαι δὲ τάχιστα / χρὴ μῦθον 〈Δαναοῖ‐

### book 626-7a.2

σι〉: τάχιστα ὑποκνίζει, μὴ καὶ πορισάμενοι μηχανὴν σωτηρίας οὐ

### book 626-7a.3

δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσω‐

### book 626-7a.4

πεῖ Ἀχιλλέα· b(BE3E4)T φησὶ γάρ: ἀπαγγεῖλαι 〈δὲ〉

### book 626-7a.5

τάχιστα / χρὴ μῦθον Δαναοῖσι. T

### book 626b.1

〈ἀπαγγεῖλαι—Δαναοῖσιν:〉 ἔοικε δηλοῦν ὡς ὅτι

### book 626b.2

δευτέρας ἁπάντων δεήσει πρεσβείας. b(BE3E4)Til

### book 627

〈καὶ οὐκ ἀγαθόν:〉 ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ καὶ οὐκ

### book 627

ἀγαθόν. b(BE3E4)Til

### book 628.1

〈οἵ που νῦν ἕαται ποτιδέγμενοι:〉 κοινοποιεῖ τὴν ὕ‐

### book 628.2

βριν. Til

### book 628-9.1

〈αὐτὰρ Ἀχιλλεύς | ἄγριον ἐν στήθεσσι θέτο με‐

### book 628-9.2

γαλήτορα θυμόν:〉 ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομέ‐

### book 628-9.3

νους ἀποτείνεσθαι. b(BE3)Til

### book 630.1

〈σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων:〉

### book 630.2

παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται· ἀλλ’ ὡς Φοῖνιξ· „οἵ

### book 630.3

τέ σοι αὐτῷ“ (Ι 521). b(BCE3E4)Til

### book 632a.1

〈καὶ μέν τίς τε κασιγνήτοιο:〉 Ἀρίσταρχος διὰ τοῦ

### book 632a.2

γέ, „καὶ μέν τίς γε“. | κασιγνήτοιο δὲ κασιγνητικοῦ. Aim

### book 632b.1

νηλής· 〈καὶ μέν τίς τε κασιγνήτοιο φονῆοσ〉: ὅτι

### book 632b.2

παρεῖται πρόθεσις, καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε

### book 632b.3

παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος. A

### book 632-3a.1

καὶ μέν τίς τε κασιγνήτοιο φονῆος 〈/ ποινὴν ...

### book 632-3a.2

ἐδέξατο〉: ἔθος γὰρ ἦν τοῖς συγγενέσι διδόναι πρὸς τὸ μὴ πλέον τοῦ

### book 632-3a.3

ἐνιαυτοῦ φεύγειν. ἔλεγεν οὖν μὴ λαβὼν ἐκεῖνος οὐ παρήσειν μόνον

### book 632-3a.4

ἐνιαυτὸν φυγεῖν. b(BCE3E4)T

### book 632-3b.1

κασιγνήτοιο φόνοιο 〈/ ποινήν〉: ἀδελφικοῦ· ἢ φό‐

### book 632-3b.2

νοιο φονέως· ἢ φόνοιο ποινήν. διασύρει δὲ τὴν αἰτίαν τῆς ἔχθρας. T

### book 633

〈τεθνειῶτος:〉 διὰ τοῦ η αἱ Ἀριστάρχου. Aim

### book 636.1

σοὶ δ’ ἄληκτόν τε κακόν τε: ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ

### book 636.2

περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτὸν ἐγένετο. παρρησίᾳ δὲ χρῆται ὡς

### book 636.3

ἀνδρεῖος ἢ ὡς συγγενής. b(BCE3E4)T

### book 637-8a.1

εἵνεκα κούρης / οἴης: ἵνα μὴ διὰ †ἀκολασίαν†, ἀλλὰ

### book 637-8a.2

διὰ γέρας μικρὸν δοκῇ λυπεῖσθαι. b(BCE3E4)T

### book 637-8b.1

〈εἵνεκα〉 κούρης / οἴης: ἣν ὁ Ἀχιλλεὺς εἰς γυναῖκα ἠδι‐

### book 637-8b.2

κῆσθαι ἔφη (cf. Ι 335—7), οὗτος κούρην αὐτήν φησι b(BCE3E4)T

### book 637-8b.3

διασύρων αὐτοῦ τὴν πρότασιν. καλῶς δὲ ταῦτα μετὰ τὴν πέψιν τοῦ

### book 637-8b.4

θυμοῦ. b(BE3E4)

### book 638.1

οἴης· νῦν δέ τοι ἑπτὰ 〈παρίσχομεν ἔξοχ’ ἀρίστασ〉:

### book 638.2

ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων „ἕξ, ἀτὰρ ἑβδομάτη〈ν〉 Βρισηΐδα“

### book 638.3

(Τ 246)· χωρὶς γάρ εἰσιν αἱ ἑπτά. A

### book 639a.1

〈ἐπὶ τῇσι:〉 οὕτως „ἐπὶ τῇσι“ ἐν ἁπάσαις, ἐπὶ ταῖς Λε‐

### book 639a.2

σβίσι. Aim

### book 638b.1

σὺ δὲ ἵλαον 〈ἔνθεο θυμόν〉: μεγαλοφυῶς θωπείας μετ‐

### book 638b.2

έχει ὁ λόγος· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ ἵλαον. b(BCE3E4)T

### book 640a.1

αἴδεσσαι δὲ μέλαθρον: ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ

### book 640a.2

γὰρ αἴδεσσαι μέλαθρον ‘τοὺς πρόσφυγας τῆς ἑστίασ‘ αἴδεσσαι.

### book 640a.1

b(BCE3E4)T τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας b

### book 640a.2

(BE3E4)T καὶ πολέμιον ἂν ἐκίνησεν ὡς καὶ τοῦ οἴκου συμπρε‐

### book 640a.5

σβεύοντος. b(BCE3E4)T

### book 640b

〈ὑπωρόφιοι δέ τοί εἰμεν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 641.1

πληθύος ἐκ Δαναῶν: ὅτι Ζηνόδοτος γράφει „ἀθρόοι ἐκ

### book 641.2

Δαναῶν“. πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες; A

### book 642.1

κήδιστοί τ’ ἔμ{μ}εναι 〈καὶ φίλτατοι〉: ἐκ τοῦ πλήθους

### book 642.2

φήσας τοὺς εὐνουστάτους καὶ συγγενικωτάτους ἥκειν πολλὰ δι’ ὀλί‐

### book 642.3

γων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ

### book 642.4

τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας· καὶ οἷος

### book 642.5.1

ἂν ἔοι ἀνήρ, ἀρετῇ μὲν ἴσος, ἀνθρωπισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμ‐

### book 642.5.2

βουλος, b(BCE3E4)T συγγενὴς δὲ γενναῖος ὥστε μηδ’ ὁτιοῦν

### book 642.5.3

ἀντειπεῖν Ἀχιλλέα. b(BE3E4)T

### book 645a.1

πάντα τί μοι κατὰ θυμόν: ὅτι ἰσχυρὸς ὁ λόγος, δείξει

### book 645a.2

τὸ „οὐ γὰρ πρὶν πολέμοιο“ (Ι 650). b(BCE3E4)T

### book 645b.1

〈ἐείσω:〉 ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως „ἐεί‐

### book 645b.2

σαο“. Aim

### book 645-6.1

πάντα τί μοι κατὰ θυμὸν〈— /〉 ἀλλά μοι οἰδά‐

### book 645-6.2

νεται: ὁμολογεῖ θυμῷ κρατεῖσθαι διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ τὸ

### book 645-6.3

σύντομον. b(BCE3E4)T

### book 646-7.1

ἀλλά μοι οἰδάνεται κραδίη 〈χόλῳ〉, ὁππότ’ ἐκεί‐

### book 646-7.2

νων / μνήσομαι: πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δει‐

### book 646-7.3

κνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος τῆς ὕβρεως οὐκ ἐπιτρέπει.

### book 646-7

b(BCE3E4)T

### book 647.1

ἀσύφηλον 〈... ἔρεξεν〉: ἀντὶ τοῦ ἐπιρρήματος, ‘μετὰ πα‐

### book 647.2

ραλογισμοῦ ἔβλαψεν‘. A b (BCE3E4)T | ἔστι δὲ ἀσύφηλος καὶ ὁ

### book 647.3

ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ σοφός σοφηλός· σύνθες μετὰ τῆς α

### book 647.4

στερήσεως, ἀσόφηλος· μετάβαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος,

### book 647.5

ὡς ἄγυρις καὶ ἄγορις. A

### book 649a.1

ἀλλ’ ὑμεῖς ἔρχεσθε: σκληρὸν ἦν τὸ μετὰ τῆς προθέσεως

### book 649a.2

εἰπεῖν ‘ἀπέρχεσθε‘. b(BE3E4)T

### book 649b.1

καὶ ἀγγελίην ἀπόφασθε: ἔχει τινὰ ἐλπίδα· νῦν γάρ,

### book 649b.2

φησίν, ἀποπρεσβεύσασθε, ὕστερον δὲ ταῦτα ποιήσω. b(BCE3E4)T

### book 651-2.1

πρίν γ’ υἱὸν Πριάμοιο〈—ἱκέσθαι〉: πρὸς μὲν

### book 651-2.2

Ὀδυσσέα ἀποπλεύσεσθαί φησιν (ἔτι γὰρ αὐτὸν σφόδρα ἡ ὀργὴ ἐξέ‐

### book 651-2.3

μαινε), πρὸς δὲ Φοίνικα ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν,

### book 651-2.4

τὸν δὲ Αἴαντα αἰδεσθεὶς τότε ἐπαμυνεῖν, ἡνίκα ἂν πλησίον γένωνται οἱ

### book 651-2.5.1

πολέμιοι, b(BCE3E4)T οὔτε ἀνέλπιστον τὴν συμμαχίαν τοῖς

### book 651-2.5.2

Ἕλλησι καταστῆσαι θέλων οὔτε ἕτοιμον, ἵνα μὴ μέτρια δοκῇ πεπον‐

### book 651-2.5.3

θέναι. b(BE3E4)T

### book 651.1

Ἕκτορα δῖον: οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλ’ ὁ Ἀχιλ‐

### book 651.2

λεὺς πεποίηκεν αὐτὸ λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε· „νῦν

### book 651.3

δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ“ (Ι 356), b(BCE3E4)T

### book 651

ἐπαινῶν καὶ μεγαλύνων τὸν πολέμιον. T

### book 652.1

〈Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας:〉 ἔσχαται γὰρ

### book 652.2

αὗται. Til

### book 653a.1

〈σμῦξαι:〉 οὕτως σμῦξαι Ἀρίσταρχος. οἶδε 〈δὲ〉 καὶ

### book 653a.2

τὴν „φλέξαι“ γραφήν. Aim

### book 653b.1

〈κατά τε σμῦξαι:〉 ὅτι γράφεται καὶ „κατά τε φλέξαι“.

### book 653b.2

Aint

### book 653c.1

σμῦξαι: σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι,

### book 653c.2

ὃ καὶ τύφεσθαι καλεῖται. A b (BCE3E4)T | σμύζω δὲ τὸ θέμα ἢ

### book 653c.3

σμύσσω ἢ σμύγω. A

### book 655a.1

〈Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω:〉 τὸ

### book 655a.2

μάχης ἑκατέροις δύναται προσδίδοσθαι. Aim

### book 655b.1

{σχήσεσθαι} ὀΐω: 〈τὸ〉 ὀΐω ἦθος ἐμφαίνει καὶ διὰ τὸ ἄδη‐

### book 655b.2

λον τῶν μελλόντων ἀσφαλῶς εἴρηται. T

### book 656a.1

ὣς ἔφαθ’, οἱ δὲ ἕκαστος: Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν

### book 656a.2

προσκρούσας Ἀχιλλεῖ ὕστερον μὴ πείσῃ. b(BCE3E4)T

### book 656b.1

{ὡς ἔφαθ’ οἱ δὲ} ἕκαστος: ὅτι ἥρμοζεν ἐπὶ τῶν δύο λέγειν

### book 656b.2

ἑκάτερος, διὰ δὲ τὸ μέτρον, ἵνα τηρηθῇ τὸ τῆς λέξεως, οὕτως εἴρηται·

### book 656b.3

οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος. ἢ δεῖ λέγειν ὅτι καὶ ἐπὶ τῶν

### book 656b.4

κηρύκων λέγει ἕκαστος. A

### book 657a

σπείσαντες: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „λείψαντεσ“

### book 657a

AimT καὶ ἐν πολλαῖς τῶν ἀρχαίων. Aim

### book 657b.1

ἦρχε δ’ Ὀδυσσεύς: ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο

### book 657b.2

Ὀδυσσεύς· „ἡγεῖτο δὲ δῖος Ὀδυσσεύσ“ (Ι 192). καὶ ὅτι οὐ συμπρε‐

### book 657b.3

σβεύει ὁ Φοῖνιξ, ἐπεί τοι κἂν ἀποπρεσβεύων ἡγεῖτο. A

### book 658.1

〈Πάτροκλος δ’—κέλευσε:〉 καλῶς, οὐ παρόντων

### book 658.2

ἐκείνων. Til

### book 660.1

{στόρεσαν λέχος} ὡς ἐκέλευσε: Ζηνόδοτος „ἐγκονέου‐

### book 660.2

σαι“. T

### book 661a.1

κώεά τε ῥῆγός τε λίνοιό 〈τε〉 λεπτὸν ἄωτον: οἰκεία

### book 661a.2

κοίτη γέροντι. καὶ ὁ Νέστωρ καθεύδει „εὐνῇ ἔνι μαλακῇ“ (Κ 75).

### book 661a.3

b(BCE3E4)T οἱ δὲ ἑταῖροι τοῦ Διομήδους „ὑπὸ κρασὶν 〈δ’〉 ἔχον

### book 661a.4

ἀσπίδασ“ (Κ 152), καὶ αὐτὸς ῥινὸν ὑπέστρωτο „βοὸς ἀγραύλοιο“ (Κ

### book 661a.5

155). T

### book 661b

ῥῆγος: ῥῆξαι τὸ βάψαι· βαπτὸν οὖν περιβόλαιόν φησιν.

### book 661b

οἱ δὲ τάπητα. A b (BCE3E4)T

### book 664a.1

τῷ δ’ ἄρα παρκατέλεκτο 〈γυνή, τὴν Λεσβόθεν

### book 664a.2

ἦγε〉: ὅτι Ζηνόδοτος γράφει „τῷ δὲ γυνὴ παρέλεκτο Κάειρ’, ἣν Λε‐

### book 664a.3

σβόθεν ἦγε“. πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥη‐

### book 664a.4

τέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν; A

### book 664b

〈παρκατέλεκτο γυνή:〉 ὡς τούτου νενομισμένου. Til

### book 665

〈Φόρβαντος:〉 Φόρβας βασιλεὺς Λέσβου. Til

### book 668a.1

Σκῦρον ἑλών: ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπο‐

### book 668a.2

λιορκημένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. |

### book 668a.3

Σκῦρος δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλι‐

### book 668a.4

κίας, μία δὲ τῶν Κυκλάδων—ἐλαφυραγώγησεν. A

### book 668b.1

Σκῦρον ἑλών: οἱ μὲν νεώτεροι ἐκεῖ τὸν παρθενῶνά φασιν,

### book 668b.2

ἔνθα τὸν Ἀχιλλέα ἐν παρθένου σχήματι τῇ Δηιδαμείᾳ †κατακλίνου‐

### book 668b.3

σιν†, ὁ δὲ ποιητὴς ἡρωϊκῶς πανοπλίαν αὐτὸν ἐνδύσας εἰς τὴν Σκῦρον

### book 668b.4

ἀπεβίβασεν οὐ παρθένων, ἀλλ’ ἀνδρῶν διαπραξόμενον ἔργα, ἐξ ὧν

### book 668b.5.1

καὶ τὰ λάφυρα δωρεῖται τοῖς συμμάχοις. εἷλε δὲ τὴν Σκῦρον, ὅτε εἰς

### book 668b.5.2

Αὐλίδα ἐστρατολόγουν διὰ τὸ εἶναι ἐκεῖ Δόλοπας ἀποστάντας τῆς

### book 668b.5.3

Πηλέως ἀρχῆς· „ἔπλεον εἰς Σκῦρον Δολοπηΐδα“ (fr. epic. auctoris

### book 668b.5.4

ignoti). τότε δὲ καὶ τὸν Νεοπτόλεμον ἐπαιδοποιήσατο. εἴκοσι δὲ ἔτη

### book 668b.5.5

ἐστὶ πάσης τῆς παρασκευῆς τοῦ πολέμου, ὥστε δύναται ὁ Νεοπτόλε‐

### book 668b.10

μος ὀκτωκαιδεκαέτης στρατεύειν. T

### book 668c.1

Σκῦρον ἑλὼν 〈αἰπεῖαν〉, Ἐνυῆος πτολίεθρον:

### book 668c.2

〈Ἐνυεὺσ〉 Διονύσου καὶ Ἀριάδνης, ὃς Κρῆτας ἀγαγὼν ἔκτισε τὴν πό‐

### book 668c.3

λιν. οἱ δὲ ὁμωνύμως δύο Σκύρους φασίν, ὅτι περὶ Αὐλίδα ἡ Σκῦρος. T

### book 671.1

ἀνασταδόν, ἔκ τ’ ἐρέοντο: πάντες αὐτὸν ἐξερωτῶσι,

### book 671.2

b(BCE3E4) προσδοκῶντες χρηστόν τι b(BCE3E4)T καὶ τῆς

### book 671.3

σφῶν σωτηρίας παρ’ αὐτοῦ τεκμήριον ἐναργὲς ἀκούσεσθαι. b(BCE3

### book 671.4

E4)

### book 673-4.1

εἴπ’ ἄγε μ’—ἀλεξέμεναι δήϊον πῦρ: ἤτοι στι‐

### book 673-4.2

κτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 673), ἵνα ἀφ’ ἑτέρας ἀρχῆς ἀναγι‐

### book 673-4.3

νώσκωμεν ἦ ῥ’ ἐθέλει νήεσσι (674) καὶ ὁ λόγος ᾖ πευστικός· ‘ἆρα

### book 673-4.4

βούλεται βοηθεῖν;‘. ἢ διασταλτέον ἐπὶ τὸ Ἀχαιῶν (673), ἵνα ᾖ

### book 673-4.5

τοιοῦτος ὁ λόγος· ‘ἄγε εἰπέ μοι, εἰ βούλεται βοηθῆσαι‘. A

### book 673.1

〈πολύαιν’ Ὀδυσεῦ:〉 διὰ τὸ φρονιμώτερον εἶναι τῶν

### book 673.2

ἄλλων τὸ πλεῖστον αὐτῷ τῆς πρεσβείας ἐπετέτραπτο· ὅθεν b(BCE3

### book 673.3

E4) καὶ ὁ Νέστωρ „Ὀδυσσῆϊ δὲ μάλιστα“ (Ι 180) b(BCE3E4)

### book 673.4

T φησί, καὶ οὗτος αὐτὸν πρὸ τῶν ἄλλων ἐρωτᾷ· οὗ γὰρ φρόνη‐

### book 673.5

σις, ἀνδρείας οὐ τόσον φροντίς. b(BCE3E4)

### book 674a1.1

〈ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ:〉 οὐ πε‐

### book 674a1.2

ρὶ τῆς ἀποδοχῆς καὶ τῆς δεξιώσεως αὐτὸν ἐρωτᾷ ἢ περὶ τῆς τῶν δώρων

### book 674a1.3

λήψεως, ἀλλὰ τὸ καιριώτερον πάντων προμαθεῖν ἐπείγεται. b(BCE3

### book 674a1.4

E4)

### book 674a2.1

{ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι:} ἐμιμήσατο τὸν σπου‐

### book 674a2.2

δάζοντα τὸ καίριον μαθεῖν. T

### book 674b

〈ἀλεξέμεναι:〉 ἐν ἄλλῳ „ἀμυνέμεναι“. Aim

### book 678a.1

σβέσαι χόλον: πυρώδης γὰρ ὁ θυμός. ATil ἐν‐

### book 678a.2

τεῦθεν δὲ καὶ ὡρίσαντο οἱ φιλόσοφοι (St. V. Fr. III fr. 416, p. 101, 44)·

### book 678a

„θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματοσ“. A

### book 678b.1

〈σβέσαι χόλον:〉 καλῶς τὸ σβέσαι· δίκην γὰρ πυρὸς ὁ

### book 678b.2

θυμὸς τὰ ἐντὸς ὑποσμύχει. b(BCE3E4)

### book 679.1

σὲ δ’ ἀναίνεται: εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην·

### book 679.2

διὰ γὰρ τοῦ σέ ‘τὴν συγγένειάν σου‘ δηλοῖ. T

### book 680a.1

αὐτόν σε {φράζεσθαι}: ὁ Ἀσκαλωνίτης (p. 50 B.) ὀρθο‐

### book 680a.2

τονεῖ τὴν σέ, ἐπεί, φησίν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι

### book 680a.3

φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου

### book 680a.4

προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνε‐

### book 680a.5.1

γνωσμένα δι’ αἰτίαν τινά· „κελεύετέ μ’ αὐτὸν ἑλέσθαι“ (Κ 242), „ἦ μή

### book 680a.5.2

τίς ς’ αὐτόν“ (ι 406). ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονού‐

### book 680a.5.3

μεναι, οὐχ αἱ μετὰ τῆς αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον. A

### book 680b.1

〈αὐτόν σε φράζεσθαι:〉 ὅτι ἀποτομώτατον τὸ τῆς

### book 680b.2

ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν (sc. Ι 356—63), ἀπαγγέλλει, τὸ δὲ τε‐

### book 680b.3

λευταῖον, ὅτι, ἐὰν συνελασθῶσιν ἕως 〈τῶν〉 αὐτοῦ νεῶν, συμμαχήσει

### book 680b.4

(cf. Ι 650—5), παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν. A

### book 680c.1

〈αὐτόν σε φράζεσθαι:〉 ταῦτα γὰρ αὐτῷ εἶπεν (sc.

### book 680c.2

Ι 346—7). Til

### book 681a1.1

{ὅππως κεν νῆάς τε} σόῃς: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου

### book 681a1.2

διὰ τοῦ α „σαῷσ“, τάχα παρὰ τὸ „σαωσέμεν“ (Ι 230) καὶ „ἠὲ σαω‐

### book 681a1.3

θῆναι“ (Ο 503). χρῆται δὲ καὶ ἐκείνῳ· „σόον δ’ ἀνένευσεν“ (Π 252).

### book 681a1.4

διχῶς οὖν. A

### book 681a2

Ἀρίσταρχος „σοῷσ“ καὶ „σαῷσ“. Aim

### book 682-3.1

αὐτὸς δ’ ἠπείλησεν〈—ἑλκέμεν ἀμφιελίσσασ〉:

### book 682-3.2

καὶ μὴν Φοίνικι μὲν ἔλεγε „φρασσόμεθ’, ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερα“ (Ι

### book 682-3.3

619), Αἴαντι δὲ „οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι / πρίν γ’ υἱὸν

### book 682-3.4

Πριάμοιο“ (Ι 650—1). ἀλλ’ ἴσως Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον

### book 682-3.5.1

ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν „εἰσὶ καὶ οἵδε τάδ’

### book 682-3.5.2

εἰπέμεν“ (Ι 688), ὅπως μὴ αἰσχύνοιτο Αἴαντος πλέον κατορθώσαντος.

### book 682-3.5.3

ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· b(BCE3E4)

### book 682-3.5.4

T ὅθεν καὶ παραινεῖ ὁ Διομήδης „καρπαλίμως πρὸ νεῶν ἐχέμεν

### book 682-3.5.5

λαόν τε καὶ ἵππουσ“ (Ι 708)· ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ

### book 682-3.10

ἔπη. b(BE3E4)T

### book 682

〈αὐτὸς δ’ ἠπείλησεν:〉 ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν

### book 682

ἡμετέραν χρῆσιν. Aint

### book 684

〈παραμυθήσεσθαι:〉 παραμυθήσεσθαι διὰ τοῦ ε. Til

### book 685a.1

οἴκαδ’ ἀποπλείειν, 〈ἐπεὶ οὐκέτι δήετε τέκμωρ〉:

### book 685a.2

ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε. A

### book 685b1.1

οὐκέτι δήετε: οὐ δήομεν· μιμητικῶς γὰρ ἀπαγγέλλει.

### book 685b1.2

T

### book 685b2

ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. Aint

### book 686.1

Ἰλίου αἰπεινῆς: ἡ διπλῆ, A ὅτι θηλυκῶς τὴν Ἴλιον

### book 686.2

AAim

### book 688-92a.1

ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε〈—ἀνάγκῃ δ’ οὔ τί

### book 688-92a.2

μιν ἄξει〉: ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ αὔριον, ἢν ἐθέλῃσιν

### book 688-92a.3

(692), ὅτι †καὶ νεώτεροι† τοῖς νοήμασι καὶ τῇ συνθέσει πεζότεροι, καὶ

### book 688-92a.4

ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται. A

### book 688-92b.1

ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε〈—ἄξει〉: τούτους τοὺς

### book 688-92b.2

στίχους Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος τὸν αὔριον (692) μόνον.

### book 688-92b.3

AT

### book 688a.1

ὣς ἔφατ’· 〈εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν〉: στικτέον ἐπὶ

### book 688a.2

τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵν’ ᾖ ὁ λόγος· ὡς εἶπεν, καὶ

### book 688a.3

οὗτοι μαρτυρήσουσιν. εἰ δὲ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν·

### book 688a.4

καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι. A

### book 688b.1

ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε: συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέ‐

### book 688b.2

σεως· ἄλλως τε ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς λοιπούς. A b (BCE3E4)T

### book 688b

ἀπορία. ζητεῖται, διὰ τί †μετὰ† τὴν πρὸς Αἴαντα—ἀλλ’

### book 688b

οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν. A

### book 690.1

Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο: οὐχ ὡς πρεσβεύ‐

### book 690.2

σαντος τοῦ Φοίνικος, ἀλλ’ εἰς πίστιν τοῦ ἀποπλευσεῖσθαι. b(BCE3

### book 690.3

E4)T

### book 694a1.1

〈μῦθον ἀγασσάμενοι:〉 γράφεται καὶ „φρασσάμε‐

### book 694a1.2

νοι“. Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει.

### book 694a1.3

Aim

### book 694a2.1

μῦθον ἀγασσάμενοι: Ζηνόδοτος τὸν στίχον οὐ γρά‐

### book 694a2.2

φει. Ἀρίσταρχος δὲ ἀθετεῖ. AT

### book 694b.1

μῦθον ἀγασσάμενοι: ὅτι ἐξ ἄλλων τόπων (sc. Θ 29)

### book 694b.2

ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι,

### book 694b.3

ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ

### book 694b.4

πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύοντος τὰ ὑπ’ Ἀχιλλέως εἰρη‐

### book 694b.5

μένα; A

### book 694c

〈ἀγόρευσε:〉 γράφεται „ἀπέειπε“. Aint

### book 697.1

Ἀτρείδη κύδιστε: οὐδὲ ὅλως ἐσχημάτισε τὸν λόγον πρὸς

### book 697.2

Νέστορα εἰπόντα „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56), ἀλλ’ ὡς συναλ‐

### book 697.3

γῶν Ἀγαμέμνονι ταῦτά φησιν. b(BCE3E4)T

### book 698a.1

〈μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα:〉 ὅτι ταῦ‐

### book 698a.2

τα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν. Aint

### book 698b

〈μὴ ὄφελες:〉 διὰ τοῦ δε. οὕτως Ἀρίσταρχος, „μηδ’

### book 698b

ὄφελεσ“. A

### book 698b.1

μὴ ὄφελες: ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ

### book 698b.2

Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται. A

### book 699a.1

μυρία δῶρα διδούς: ἐπαινεῖ αὐτοῦ τὴν προαίρεσιν ὡς

### book 699a.2

ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ παρασχόντος. b(BCE3E4)T

### book 699b.1

{μυρία δῶρα διδοὺς, ὁ δ’} ἀγήνωρ: ὅτι ἐνίοτε μὲν ἐπὶ

### book 699b.2

ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν

### book 699b.3

δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς

### book 699b.4

εἰς ὕβριν. A

### book 699c.1

καὶ ἄλλως: γράφεται „καὶ αὔτωσ“. AintT | τὸ δὲ ἄλ‐

### book 699c.2

λως ἀντὶ τοῦ φύσει. T

### book 700a1.1

ἐνῆκας: ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α „ἀνῆκασ“·

### book 700a1.2

καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· „σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε“ (Ε

### book 700a1.3

405). A

### book 700a2.1

{ἀγηνορίηισιν ἐνῆκας:} τινὲς „ἀνῆκασ“. καὶ ἔστιν Ὁμή‐

### book 700a2.2

ρου· „ἄφρονα τοῦτον †ἀνῆκαν“ (Ε 761). T

### book 708-9.1

πρὸ νεῶν ἐχέμεν 〈λαόν τε καὶ ἵππους / ὀτρύνων〉:

### book 708-9.2

ἀπὸ τοῦ „κοιμήσασθε“ (Ι 705) πληθυντικοῦ ἐπὶ τὸ ἑνικὸν μετῆλθε

### book 708-9.3

σχηματίζων· ἐπὶ γὰρ Ἀγαμέμνονα μετήγαγε τὸν λόγον. b(BCE3

### book 708-9.4

E4)T

### book 708

〈ἐχέμεν:〉 ἀντὶ τοῦ ‘ἔχε σύ‘, ὦ βασιλεῦ δηλονότι. Til

### book 709a.1

ὀτρύνων· καὶ δ’ αὐτὸς 〈ἐνὶ πρώτοισι μάχεσθαι〉:

### book 709a.2

ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεύς· διό

### book 709a.3

φησιν· „οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι / μαίνεται ἐγχείη“

### book 709a.4

(Π 74—5). καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται.

### book 709a.5

καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει. A

### book 709b.1

καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι: στρατηγικῶς,

### book 709b.2

πρὸς τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ πρόθυμον γενέσθαι τὸν βασι‐

### book 709b.3

λέα. b(BCE3E4)T

### book 711

〈ἀγασσάμενοι:〉 γράφεται „φρασσάμενοι“. Til

### book 712

〈σπείσαντες:〉 Ἑρμῇ δηλονότι. Til

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρι‐

### book postscr.2

σταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρω‐

### book postscr

διανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 0a.1

αὕτη ἡ ῥαψῳδία ἐπιγράφεται „νυκτεγερσία“, 〈διὰ τὸ〉 ἐπα‐

### book 0a.2

ναστάντας τοὺς πρώτους τῶν Ἑλλήνων κατασκόπους πέμψαι γνώμῃ

### book 0a.3

Νέστορος Διομήδη καὶ Ὀδυσσέα. A

### book 0b.1

φασὶ τὴν ῥαψῳδίαν ὑφ’ Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ εἶναι

### book 0b.2

μέρος τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν. T

### book 1-2.1

ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν /

### book 1-2.2

〈εὗδον παννύχιοι〉: εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγά, καὶ

### book 1-2.3

ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί

### book 1-2.4

(1) δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι

### book 1-2.5.1

ἀναγκαῖον. †οὔτε δὲ† οἱ ἀριστεῖς δι’ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’

### book 1-2.5.2

Ὅμηρος τὸ παννύχιοι (2) καὶ „πανημέριοι“ (Α 472 al.) εἴωθε

### book 1-2.5.3

τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· „παννυχίη γάρ μοι Πατροκλῆος δει‐

### book 1-2.5.4

λοῖο / ψυχὴ ἐφεστήκει“ (Ψ 105—6)· „παννύχιοι μὲν ἔπειτα καρηκο‐

### book 1-2.5.5

μόωντες Ἀχαιοί“ (Η 476)· „οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο“

### book 1-2.10

(Α 472). A

### book 1a.1

〈ἄλλοι μέν:〉 παραιτητέον τοὺς γράφοντας, ὧν ἐστι καὶ

### book 1a.2

Ζηνόδοτος, „ὦλλοι μέν“, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν·

### book 1a.3

ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων. A

### book 1b.1

ἄλλοι μὲν παρὰ νηυσίν: οἱ γὰρ φύλακες ἔξω νεῶν

### book 1b.2

ἦσαν. b(BCE3E4)T

### book 2a.1

εὗδον παννύχιοι: ὡς καὶ „πανημέριοι“ (Α 472), καὶ

### book 2a.2

„παννυχίη γάρ μοι Πατροκλῆοσ“ (Ψ 105). T

### book 2b.1

μαλακῷ: τῷ πάντας μαλάσσοντι, b(BCE3E4)T ὅθεν

### book 2b.2

καὶ „πανδαμάτωρ“ (Ω 5. ι 373) καλεῖται. b(BCE3E4)

### book 3-4.1

〈ἀλλ’ οὐκ Ἀτρείδην— / ὕπνος ἔχε:〉 ἀγρυ‐

### book 3-4.2

πνεῖ ὁ στρατηγός, πρῶτα μὲν ὅτι τοὺς πρώην πολιορκουμένους πο‐

### book 3-4.3

λιορκοῦντας ὁρᾷ, καὶ ὅτι ἡ εἰς Ἀχιλλέα ἐλπὶς ἐξεκέκοπτο, ἧς μάλιστα

### book 3-4.4

τὴν αἰτίαν εἶχεν. ἀκήκοε δὲ καὶ τοῦ ὀνείρου λέγοντος· „οὐ χρὴ παν‐

### book 3-4.5.1

νύχιον εὕδειν βουληφόρον ἄνδρα“ (Β 24)· τὰ μὲν γὰρ ἄλλα τῆς τύχης,

### book 3-4.5.2

τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς στρατηγοῖς. πολλῶν δὲ κατὰ

### book 3-4.5.3

τὴν ποίησιν διηνυσμένων μετὰ μάχας ἱππικὰς καὶ πεζάς, θεῶν τρώ‐

### book 3-4.5.4

σεις, μονομαχίας, δημηγορίας, ἐκκλησίας ἀνδρῶν τε καὶ θεῶν, πρε‐

### book 3-4.5.5

σβείας, καὶ μέχρι τῆς Ἴδης καταγαγὼν τὸν Δία, καὶ ἀστραπαῖς καὶ

### book 3-4.10.1

κεραυνοῖς ποιήσας λειπόμενον τὸ Ἑλληνικόν, ἐπ’ ἄλλο εἶδος τρέπεται

### book 3-4.10.2

ὁ ποιητής, διὰ δόλου καὶ νυκτὸς ἀναπληρῶν τὴν μεθ’ ἡμέραν

### book 3-4.10.3

ἀτυχίαν τῶν Ἑλλήνων. b(BCE3E4)T

### book 4

πολλὰ φρεσὶν ὁρμαίνοντα: τὸ πολυμερὲς καὶ ἀπέραντον

### book 4

τῆς φροντίδος ἄκρως ὑπέγραψεν. b(BCE3E4)T

### book 5a.1

ὡς δ’ ὅταν ἀστράπτῃ: ὅτι παραβάλλει τὸν στεναγμόν

### book 5a.2

(cf. Κ 9—10)· ὡς δ’ ὅταν—, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ

### book 5a.3

ἐστέναζεν. καθ’ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς

### book 5a.4

ἅπαντα ἡ εἰκών. A

### book 5b.1

ὡς δ’ ὅταν ἀστράπτῃ 〈πόσις Ἥρης ἠϋκόμοιο〉:

### book 5b.2

πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ σκέμματος γίνεσθαι τοὺς στεναγ‐

### book 5b.3

μούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε τῷ με‐

### book 5b.4

γίστῳ τῶν θεῶν. b(BCE3E4)T ἐπὶ δὲ Ὀδυσσέως πτωχοῦ σχῆμα

### book 5b.5.1

περικειμένου ταπεινὴν ἔθηκε τὴν εἰκόνα· „ὡς δ’ ὅτε γαστέρ’ ἀνήρ“

### book 5b.5.2

(υ 25). T

### book 6-7.1

τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν

### book 6-7.2

〈/ ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας〉: τὸ

### book 6-7.3

ἀθέσφατον τῷ χάλαζαν (6) συναπτέον. b(BCE3E4)T | εἰς τρία

### book 6-7.4

δὲ διῄρηκεν, εἰς ὄμβρον, εἰς χάλαζαν καὶ νιφετόν· b(BCE3E4) ὄμ‐

### book 6-7.5.1

βρος ὑετός, χάλαζα τὸ παχὺ ὕδωρ, νιφετὸς τὸ λεπτομερές· διὸ ἐπάγει

### book 6-7.5.2

ἐπάλυνεν (7) ἐπέπασσε· πασπάλη γὰρ ἡ γῦρις. b(BCE3E4)T

### book 6a1.1

τεύχων ἢ πολὺν ὄμβρον 〈ἀθέσφατον ἠὲ χά‐

### book 6a1.2

λαζαν〉: τῷ πολύν ἐπήνεγκεν τὸ ἀθέσφατον—ἀναγι‐

### book 6a1.3

νώσκουσιν, ἵν’ ᾖ πολ〈λ〉ὴν χάλαζαν. | βέλτιον δὲ τὸ ἀθέσφατον

### book 6a1

〈***〉 καὶ μὴ δύο καθ’ ἑνὸς κεῖσθαι ἐπίθετα. A

### book 6a2.1

βέλτιον τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χα‐

### book 6a2.2

λάζης. Aint

### book 7a.1

νιφετόν: ὅτι 〈οἱ〉 ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ

### book 7a.2

χιονίζειν, „ὄμβρον“ (Κ 6) δὲ τὸν ὑετόν, „χάλαζαν“ (Κ 6) δὲ τὸ ἐν

### book 7a.3

ὑετῷ πεπηγὸς ὕδωρ· διὸ νῦν διαστέλλει ἕκαστον. A

### book 7b

〈ἐπάλυνεν:〉 ἐπέπασε. Til

### book 7b

ἐπάλυνεν: ἐλεύκανεν, ὡς—τοῦ ἀλεύρου. A

### book 8.1

〈πτολέμοιο〉 μέγα στόμα πευκεδανοῖο: στόμα· φθαρ‐

### book 8.2

τικὸν γὰρ τῶν δι’ αὐτοῦ φερομένων σιτίων· b(BCE3E4)T καὶ τοῦ

### book 8.3

πολέμου τὸ στόμα φθαρτικὸν τῶν σωμάτων. πικρὸς δὲ ὁ πόλεμος

### book 8.4

(ὅπερ δηλοῖ τὸ πευκεδανοῖο) διὰ τοὺς ἀναιρουμένους. T

### book 8.5.1

π〈τ〉ολέμοιο μέγα στόμα: ἤτοι μεταφορικῶς—δα‐

### book 8.5.2

πανητικός. A

### book 10a.1

νειόθεν ἐκ κραδίης: ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον

### book 10a.2

γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθ’ ἑαυτὸν στένει. ἐντεῦθεν

### book 10a.3

κινηθεὶς Φιλότιμος (fr. 1 St.) ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ

### book 10a.4

τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν

### book 10a.5

ἤρτηται. A b (BCE3E4)T

### book 10b1.1

τρομέοντο: ὅτι Ζηνόδοτος γράφει „φοβέοντο“. τὸν δὲ

### book 10b1.2

φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ

### book 10b1.3

Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ „ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμοσ“

### book 10b1.4

(Κ 25). A

### book 10b2.1

{τρομέοντο δέ οἱ φρένες ἐντός:} Ζηνόδοτος „φοβέοντο“,

### book 10b2.2

κακῶς· φησὶ γοῦν „ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμοσ“. T

### book 11.1

ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν: ἢ ὅτι ἐφ’ ὕψους

### book 11.2

ἡ βασιλικὴ σκηνή, ἢ ὅτι οἱ Τρῶες „ἐπὶ θρωσμῷ πεδίοιο“ (Κ 160).

### book 11.3

ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν

### book 11.4

τὸ φρεσίν, ὡς ἐκεῖ „ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν b(BCE3E4)T ἠδὲ δα‐

### book 11.5

〈ε〉ίω“ (Φ 61) καὶ „ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν“ (α 115). T

### book 12.1

θαύμαζεν πυρὰ πολλά: πῶς, φησίν, Ἀγαμέμνων—

### book 12.2

ἵν’ εὐχερῶς θεωρεῖν δύναται πάντα. A

### book 12.1

Ἰλιόθι πρό: κατὰ παρολκὴν ἡ παραγωγή· δηλοῖ γὰρ τὸ

### book 12.2

Ἰλίου, ὡς τὸ „οὐρανόθι πρό“ (Γ 3) καὶ „ἐγγύθεν ἦλθε“ (Η 219). T

### book 13a

αὐλῶν συρίγγων τ’ ἐνοπήν: ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς

### book 13a.1

Ὁπλοποιΐας τῶν αὐλῶν μέμνηται· „αὐλοὶ φόρμιγγές τε βόων“ (Σ 495).

### book 13a.2

δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. A | βραχὺ δὲ διασταλτέον

### book 13a.3

μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. AAint | ἐσημειώσατο δὲ—τὰ

### book 13a.5

ὄργανα ταῦτα. A

### book 13b.1

αὐλῶν συρίγγων τ’ ἐνοπήν: τινὲς „αὐλῶν συρίγ‐

### book 13b.2

γων“, ἵν’ ᾖ εἶδος αὐλοῦ ἡ σῦριγξ. ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιΐᾳ

### book 13b.3

φησίν· „αὐλοὶ σύριγγές τε“ (Σ 495). οὐχ Ἑλληνικὸν δὲ οἱ αὐλοί·

### book 13b.4

οὔτε γὰρ Φαίακες (cf. impr. θ 261—5) οὔτε μνηστῆρες (cf. α 152—5

### book 13b.5.1

al.) οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης (cf. δ 17—9) οὔτε Πηνελόπης

### book 13b.5.2

(cf. ψ 143—7) ἐχρῶντο τούτοις. τὴν βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ

### book 13b.5.3

ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ τοσούτων πτωμάτων καὶ μὴ

### book 13b.5.4

μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων ἰσχὺν εἰς τὴν αὔριον. T

### book 14-6.1

αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι—κῆρ: πανταχόθεν

### book 14-6.2

τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει· b(BCE3E4)T εἰ δὲ καὶ ἀνδραπο‐

### book 14-6.3

δώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα. T οὐκ ἐπεξῆλθε δέ, ὅσα

### book 14-6.4

περὶ τοὺς Ἕλληνας ἦν δεδοικώς, ἀλλ’ ἠρκέσθη τῇ τῶν εὐημερούν‐

### book 14-6.5.1

των διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατάστασιν· ἀεὶ γὰρ

### book 14-6.5.2

φιλέλλην ὁ ποιητής. b(BCE3E4)T

### book 17.1

ἥδε δέ οἱ κατὰ θυμὸν 〈ἀρίστη φαίνετο βουλή〉:

### book 17.2

τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μὴ ἀπο‐

### book 17.3

φάσκοντος τοῖς δεινοῖς. A b (BCE3E4)T

### book 18a.1

〈Νέστορ’ ἐπὶ πρῶτον:〉 Πάμφιλος τὴν ἐπί ἀναστρέ‐

### book 18a.2

φει. πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν

### book 18a

ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκαλωνίτης (p. 50 B.). A

### book 18b.1

Νέστορ’ ἐπὶ πρῶτον 〈Νηλήϊον〉 ἐλθέμεν 〈ἀνδρῶν〉:

### book 18b.2

ὅτι καὶ ἐν τοῖς δεινοῖς δεῖ καταφεύγειν εἰς σοφίαν. A b (BCE3E4)T

### book 18b.3

αὐτουργεῖ δὲ δυσωπῶν αὐτόν, ὅπως τοῦ βασιλέως καὶ τοῦ γέροντος

### book 18b.4

διαφοιτώντων ὑπακούσωσιν οἱ λοιποί. β (BCE3E4)T πρὸ ὀλίγου

### book 18b.5.1

δὲ χωρισθεὶς ὡς ἂν εἰς ἰατροῦ νοσῶν θέλει φοιτᾶν πάλιν, ὥς που

### book 18b.5.2

καὶ Εὐφορίων φησίν (fr. 63 P.)· „πολλάκι οἱ κλισίῃσι Πυληγενέεσ‐

### book 18b.5.3

〈σ〉ί τε νηυσίν / ἐννύχιοι πίλναντο, νόσων ἅπερ ἰητῆρος.“ T

### book 19a1.1

εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰσὶν

### book 19a1.2

οἳ ἀνέγνωσαν καθ’ ἓν μέρος λόγου ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι

### book 19a1.3

μέρη λόγου, σὺν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστι {συντέμοισι} συν‐

### book 19a1.4

τεκτήναιτο μῆτιν. A

### book 19a2

τὸ ἑξῆς ἐστιν σὺν αὐτῷ τεκτήναιτο μῆτιν. Aim

### book 20

〈ἥτις ἀλεξίκακος:〉 ὑψοῖ τὰ τῆς βουλῆς λίαν. Til

### book 23a.1

〈δαφοινόν:〉 λίαν φονευτικόν. τινὲς δὲ πυρρόν. b(BCE3)

### book 23a.2

Til

### book 23b.1

〈δαφοινὸν ... δέρμα λέοντος:〉 φοβερόν, καταπλη‐

### book 23b.2

κτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος. Ail

### book 23c.1

ἑέσσατο δέρμα λέοντος: ὅτι ἐπὶ τῷ χιτῶνι (cf. Κ 21)

### book 23c.2

λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος· διὸ καὶ ἑξῆς (sc. Κ 34) λέγει·

### book 23c.3

„τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλά“. ἔντεα δὲ ἀπὸ τοῦ ἐν‐

### book 23c.4

τὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα

### book 23c.5

φυλακῆς, 〈ὁ μὲν παρδαλῆν ἐνδύεται〉, οἱ δὲ λεοντῆν. A

### book 23d.1

ἑέσσατο δέρμα λέοντος: τινὲς ἐκ τούτου χειμέριόν φασι

### book 23d.2

τὸν καιρόν· πρὸς σκέπην γὰρ ὄμβρων εἶναι τὴν λεοντῆν. Μενέλαον δὲ

### book 23d.3

ὡς ἥττω παρδαλῆν †ἐνδύει† (cf. Κ 29), Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ

### book 23d.4

λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκέαν (cf. Κ 459). b(BCE3E4)T

### book 25a.1

ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος: κατὰ τὸν αὐτὸν

### book 25a.2

καιρὸν τῷ Ἀγαμέμνονι. ἀλλ’ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ

### book 25a.3

ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων,

### book 25a.4

οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων, ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ

### book 25a.5.1

Μενελάου ἐπὶ κεφαλαίου λέγει. A b (BCE3E4)T | ἡ δὲ διπλῆ, ὅτι ἀντ‐

### book 25a.5.2

αποδοτικόν ἐστι τοῦ ἄνω (sc. Κ 10) γράφειν „τρομέοντο δέ οἱ“. ἡ

### book 25a.5.3

δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. A

### book 25b.1

{οὐδὲ γὰρ} αὐτῷ: Τυραννίων (fr. 18 P.) τὴν αὐτῷ ἀντ‐

### book 25b.2

ωνυμίαν καθ’ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθείᾳ. ὁ δὲ Ἀσκαλωνίτης

### book 25b.3

(p. 50 B.) τὸν „αὖ“ σύνδεσμον παρελάμβανε καὶ τὸ „τῷ“ ἰσοδυνα‐

### book 25b.4

μοῦν τῷ τούτῳ, ὁμοίως τῷ „τοῦδ’ αὖ 〈τοῦ〉 λυκάβαντοσ“ (ξ 161).

### book 25b.5.1

ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι 〈τοῦ〉 „τοῦδ’ αὖ τοῦ

### book 25b.5.2

λυκάβαντοσ“ κατεπεῖγόν ἐστιν „αὖ“, εἶτα „τοῦ“ ἀναγνῶναι· κωλύε‐

### book 25b.5.3

ται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαινομένου τὸ αὐτοῦ. A

### book 26

〈πάθοιεν:〉 ἐν ἄλλῳ „πάθωσιν“. Aint

### book 27-8.1

πουλὺν ἐφ’ ὑγρήν / ἤλυθον: ἤλυθον, ὧδε ἡ στιγ‐

### book 27-8.2

μή. T

### book 27

πουλὺν ἐφ’ ὑγρήν: ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἀρσενι‐

### book 27

κῶς, πουλὺν ὑγρήν. A

### book 29a1.1

παρδαλέῃ: τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλῆ

### book 29a1.2

b(BCE3E4)Til διὰ τοῦ α γράφεται. Til

### book 29a2

{παρδαλέην:} πόρδαλις τὸ ζῷον, †πορδαλῆ† ἡ δορά. A

### book 30a

〈στεφάνην:〉 ὅτι στεφάνη εἶδος περικεφαλαίας. A

### book 30b.1

〈στεφάνην:〉 στεφάνη εἶδος περικεφαλαίας πρόβλημα

### book 30b.2

ἐχούσης. T

### book 32a.1

βῆ δ’ ἴμεν ἀνστήσων 〈ὃν ἀδελφεόν〉: δῆλον ὡς

### book 32a.2

προεταράχθη Μενέλαος, ὁ δὲ ποιητὴς καταπλῆξαι ἠθέλησε διὰ τοῦ

### book 32a.3

βασιλικωτέρου προσώπου. b(BCE3E4)T

### book 32b.1

〈ἀνστήσων:〉 οὕτως Ἀρίσταρχος Aim διὰ τοῦ ν ἀν‐

### book 32b.2

στήσων. AimT

### book 32-3.1

ὃς μέγα πάντων | Ἀργείων ἤνασσε, θεὸς δ’ ὣς

### book 32-3.2

τίετο δήμῳ: διὰ τάχους ἐνέφηνε τὸ ἀξίωμα, καὶ τοῖς ἀρχομένοις

### book 32-3.3

ὅπως πρὸς τοὺς ἄρχοντας διακεῖσθαι δέον, καὶ τοῖς ἄρχουσιν ὁποίους

### book 32-3.4

ὀφείλουσι παρέχειν ἑαυτούς, ἵνα ὡς θεοὶ τιμῶνται. b(BCE3E4)T

### book 34

ἔντεα: ὅτι ἔντεα εἴρηκεν, ἣν προσυνέστακε λεοντῆν (cf.

### book 34

Κ 23). A

### book 35a1.1

〈νηῒ παρὰ πρύμνῃ:〉 ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ

### book 35a1.2

παρὰ νηὸς πρύμνῃ. Aim

### book 35a2

ἀντὶ τοῦ νηός. b(BCE3)Til

### book 35b.1

τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών: εἰ γὰρ ἄλλων ἐδεῖτο,

### book 35b.2

πόσῳ μᾶλλον ἀδελφοῦ. b(BCE3E4)T

### book 36-7.1

τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλα‐

### book 36-7.2

ος· / τίφθ’ οὕτως, ἠθεῖε, κορύσσεαι: ὡς κατεπτηχότος τοῦ βα‐

### book 36-7.3

σιλέως. ἢ ὅτι ἐνδιδυσκόμενον αὐτὸν εὗρεν· ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.

### book 36-7.4

b(BCE3E4)T

### book 37.1

〈ἠθεῖε:〉 ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου

### book 37.2

πρὸς πρεσβύτερον λεγομένη. Aim

### book 38a.1

ὀτρύνεις {τρώεσσι ἐπίσκοπον}: ὅτι ἀντὶ τοῦ ὀτρύνων.|

### book 38a.2

διῃρημένως αἱ Ἀριστάρχου τὸ ὀτρύνεις. A

### book 38b1

〈ὀτρύνεις:〉 αἱ Ἀριστάρχου „ὀτρυνέεισ“ διῃρημένως. Til

### book 38b2

διῃρημένως Ἀρίσταρχος „ὀτρυνέεισ“. Ail

### book 38c.1

Τρώεσσιν ἐπίσκοπον: προὔλαβε τὴν Νέστορος γνώμην

### book 38c.2

τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν (cf. Κ 204—12), τοῦ καιροῦ

### book 38c.3

αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλι‐

### book 38c.4

ζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενόν φησιν. b(BCE3E4)

### book 38c.5

T

### book 38d.1

ἐπίσκοπον: Ἀρίσταρχος 〈ὡσ〉 κατάσκοπον. Νικίας (fr.

### book 38d.2

11 B.) δὲ ἀναστρέφει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκα‐

### book 38d.1

σιν „ἐπισκοπόν“ ὡς „ἀγακλυτόν“ (Ζ 346. θ 502 al.), ἵνα παρέλκῃ ἡ

### book 38d.2

ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι· καὶ γὰρ ἤδη ἡ

### book 38d.5.1

συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ

### book 38d.5.2

χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει·

### book 38d.5.3

„δμωάων σκοπός ἐσσι“ (χ 396), „καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων“ (θ

### book 38d.5.4

163). A

### book 38-9.1

ἀλλὰ μάλ’ αἰνῶς / δείδω〈—τόδε ἔργον〉: ὡς

### book 38-9.2

ἤδη δεδογμένης τῆς βουλῆς ἐπιλογισμὸν εἰσάγει. κίνησις δὲ τοῦ

### book 38-9.3

ἀκροατοῦ· μόνον γὰρ οὐχὶ ἐπιμαρτύρεται ὡς δυσχερὲς ἐπεισόδιον

### book 38-9.4

εἰσάξων τῇ ποιήσει. b(BCE3E4)T

### book 41.1

ἀμβροσίην: θείαν, ἐν ᾗ βροτοὶ οὐ †περίασιν. διὰ τοῦτο ἡ

### book 41.2

νὺξ ἀμβρότη. Aim

### book 41a1.1

{θρασυκάρδιος} ἔσται: ὁ Ἰξίων (fr. 10 St.) „ἐστί“ γρά‐

### book 41a1.2

φει. T

### book 41a2.1

Δημήτριος ὁ Ἰξίων Aim γράφει „ἐστίν“ Aint ἐν ἄλλῳ

### book 41a2.2

†θρασυκάρδιος. Aim

### book 43-4a1.1

χρεὼ βουλῆσ〈— /〉 κερδαλέης: ἐπωφελοῦς.

### book 43-4a1.2

b(BCE3)T δεῖ, φησί, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βου‐

### book 43-4a1.3

λαῖς ἀντισηκοῦν. b(BCE3E4)T

### book 43-4a2.1

{κερδαλέης:} ἐπωφελοῦς. | συνετῆς—ὅ ἐστι τὴν

### book 43-4a2.2

ἀλώπεκα. ἔστι δὲ πανουργότατον τὸ ζῷον. | δεῖ, φησί, τὰ ἀπὸ τῆς

### book 43-4a2.3

τύχης λειπόμενα ταῖς βουλαῖς ἀντισηκοῦν. A

### book 43a.1

χρεὼ βουλῆς: σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν

### book 43a.2

πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν. b

### book 43a

(BCE3E4)T

### book 43b.1

χρεὼ βουλῆς 〈ἐμὲ καὶ σέ〉: ἡ χρεία, φησί, τῆς βουλῆς

### book 43b.2

αὐτῆς τῆς λαθραίως γινομένης δι’ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν

### book 43b.3

στρατὸν ἡμεῖς ἀνηγάγομεν ἐνταῦθα. T

### book 43c1.1

〈χρεὼ βουλῆς ἐμὲ καὶ σέ:〉 τὸ χρεώ οἱ μὲν ἀντὶ τοῦ

### book 43c1.2

χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς, ἤτοι περὶ

### book 43c1.3

βουλῆς διανοεῖσθαι ἀρίστης. b(BCE3E4)

### book 43c2

ἀντὶ τοῦ δεῖ. Til

### book 43c2.1

χρεὼ βουλῆς: χρεία συμβουλῆς τινὸς ἐμοὶ—ἀντὶ τοῦ

### book 43c2.2

†ἐμῆς καὶ σῆς. A

### book 44.1

κερδαλέης ἥ τίς κεν 〈ἐρύσσεται ἠδὲ σαώσει〉: ὅτι

### book 44.2

περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται ἀντὶ τοῦ ἥτις ἂν ἐρύσ‐

### book 44.3

σαιτο. καὶ πρὸς τὸ „ἐνθάδε Σίσυφος ἔσκεν ὁ κέρδιστοσ“ (Ζ 153). A

### book 45.1

{ἀργείους καὶ νῆας} ἐπεὶ Διὸς ἐτράπετο φρήν: ὅτι φα‐

### book 45.2

νερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος.

### book 45.3

καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Ἕκτορος λόγον

### book 45.4

κατὰ τὴν κόλον μάχην (sc. Θ 501). A

### book 46a.1

Ἑκτορέοις ἄρα μᾶλλον〈—ἱεροῖσιν〉: θεοσεβὴς

### book 46a.2

ὑπόνοια μὴ δι’ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν. b

### book 46a.3

(BCE3E4)T

### book 46b.1

ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν: ἔν τισι τῶν ὑπομνημάτων

### book 46b.2

„ἐπὶ φρένας εἶχ’ ἱεροῖσιν“. AimT

### book 47-8.1

οὐ γάρ πω ἰδόμην〈— /〉 ἄνδρ’ ἕνα τοσσάδε

### book 47-8.2

μέρμερ’〈—μητίσασθαι〉: ηὔξησε τὰ ἔργα τοῦ Ἕκτορος,

### book 47-8.3

ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ. b(BCE3E4)T

### book 48a1.1

μέρμερ’ ἐπ’ ἤματι: μερίμνης καὶ φροντίδος ἄξια. κα‐

### book 48a1.2

ταστρέφει δὲ εἰς τὸ κακά. AAint | τὸ δὲ ἐπ’ ἤματι Ἀρίσταρχος διὰ

### book 48a1

τοῦ ν, „ἐν ἤματι“, ὁμοίως τῷ „μηνὶ δ’ ἐν οὔλῳ“ (ω 118). A

### book 48a2

Ἀρίσταρχος „ἐν ἤματι“. Aim

### book 50a.1

οὔτε θεᾶς υἱός: ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς

### book 50a.2

Ἀχιλλέα ἡ σύγκρισις. b(BCE3E4)T

### book 50b1.1

〈οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο:〉 λείπει ὑπάρχων.

### book 50b1.2

Aint

### book 50b2

λείπει τὸ ὤν. Til

### book 51-2a1.1

ἔργα δ’ ἔρεξ’〈—μήσατ’ Ἀχαιούσ〉: ἀθετοῦν‐

### book 51-2a1.2

ται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα—δι’ ἄλλων γὰρ προείρηται·

### book 51-2a1.3

„ὅσς’ Ἕκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν“ (Κ 49)—, καὶ ὅτι ἐπὶ

### book 51-2a1.4

ταὐτὸν φέρει δηθά καὶ δολιχόν (52). καὶ Ἀριστοφάνης προηθέ‐

### book 51-2a1.5

τει. A

### book 51-2a2

ἀθετεῖ ὁ Ἀριστοφάνης. Til

### book 52

〈δολιχόν:〉 ἐπὶ καιροῦ. Til

### book 53-5.1

ἀλλ’ ἴθι νῦν, Αἴαντα〈—εἴ κ’ ἐθέλῃσιν〉: πρε‐

### book 53-5.2

πόντως τὴν τάξιν ἐμέρισεν ἀμφοτέροις· καὶ ὁ μὲν νεώτερος καὶ ἥττων

### book 53-5.3

τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας ἀπέρχεται, ὁ δὲ πρεσβύτερος

### book 53-5.4

καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώτατον Νέστορα καὶ σὺν ἐκείνῳ

### book 53-5.5.1

τοὺς ἄλλους ἐγείρει. πρεπόντως δὲ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον

### book 53-5.5.2

ἐνδόξων τὸ κάλεσον (53) προστακτικῶς εἶπε, περὶ δὲ τοῦ Νέστορος

### book 53-5.5.3

παραπεφυλαγμένως φησὶν αἴ κ’ ἐθέλῃσιν (55) ἀντὶ τοῦ ‘ἐὰν αὐτῷ

### book 53-5.5.4

δόξῃ χρήσιμον εἶναι‘, b(BCE3E4)T ἐπὶ τῇ ἐκείνου γνώμῃ τὴν

### book 53-5.5.5

πᾶσαν κρίσιν τιθέμενος. b(BE3E4)T

### book 53a1.1

{ἀλλ’ ἴθι νῦν} Αἴαντα: ὁ μὲν Δίδυμος (p. 115 Schm.) τὴν

### book 53a1.2

Ἀριστάρχειον γραφὴν λέγει „Αἴαντε“ δυϊκῶς, | ὁ δὲ Τήλεφος λέγει

### book 53a1.3

κακῶς εἰρηκέναι τὸν Δίδυμον· οὐ γὰρ ἐπ’ ἀμφοτέρους τοὺς Αἴαντας ὁ

### book 53a1

Μενέλαος πέμπεται. A

### book 53a2

Ἀρίσταρχος Aim δυϊκῶς „Αἴαντε“. AimTil

### book 53b.1

ἀλλ’ ἴθι νῦν Αἴαντα 〈καὶ Ἰδομενῆα κάλεσσον〉:

### book 53b.2

ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρ‐

### book 53b.3

χος ἐπραγματεύσατο· ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ

### book 53b.4

Ἰδομενεὺς νενεωλκηκέναι. A

### book 54

〈ἐπὶ νῆας:〉 Ἀρίσταρχος „παρὰ νῆασ“. Aim

### book 55

〈αἴ κε πίθηται:〉 γράφεται „αἴ κ’ ἐθέλῃσι“. Aim

### book 56a.1

{ἐλθεῖν ἐς} φυλάκων: ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν

### book 56a.2

τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A

### book 56b

〈ἱερὸν τέλος:〉 ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ

### book 56b.1

μέγα τάγμα. | σημαίνει δὲ πλείονα ἡ λέξις, ποτὲ μὲν—δαπάνη‐

### book 56b.2

μα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ (fr. 639 N.2)· „μάτην γὰρ οἴκῳ σὸν

### book 56b.3

τόδ’ ἐκβαίη τέλοσ“, καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (or. 6, 30)·

### book 56b.5.1

„Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει“. ποτὲ δὲ τὴν ἑορτήν,

### book 56b.5.2

ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382)· „σεμνὴν ἑορτὴν καὶ τέλος προσάψο‐

### book 56b.1

μεν“. | ἱερὸν τέλος ὡς „ἱερὸν ἰχθύν“ (Π 407) τὸν μέγαν. ἱερὸν μὲν

### book 56b.2

οὖν τέλος λέγει τὸ θεῖον τάγμα, „ἱερὸν“ δὲ „ἰχθὺν“ τὸν ἄνετον καὶ

### book 56b.3

ἱερὸν βοῦν (cf. Α 99 al.), ἀπὸ τοῦ ἵεσθαι. A

### book 56c.1

ἱερὸν τέλος: ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρέχουσιν, ὅ

### book 56c.2

ἐστι θεοῦ ἴδιον. b(BCE3E4)T

### book 57.1

κείνου γάρ κε μάλιστα πιθοίατο: διὰ δύο, ὅτι τε τὸν

### book 57.2

υἱὸν παρέσχεν αὐτῶν ἄρχειν, καὶ αὐτὸς δυσωπεῖ παρὼν καὶ ἐπιτελ‐

### book 57.3

λόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.

### book 57.4

b(BCE3E4)T

### book 58.1

καὶ Ἰδομενῆος ὀπάων: ἵνα καὶ αὐτὸς παρὼν (cf. Κ 112)

### book 58.2

αἰδέσιμος γένηται τοῖς φύλαξιν. T

### book 61a.1

πῶς γάρ μοι μύθῳ〈—κελεύεισ〉: στικτέον κατὰ

### book 61a.2

τὸ τέλος τοῦ στίχου καὶ ἀφ’ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενε‐

### book 61a.3

κτέον. A

### book 61b.1

πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι: πιθανῶς· ὁ μὲν γὰρ

### book 61b.2

ἐκπεπληγὼς οὐ προνοεῖ τὸ πᾶν τῆς ἐπιταγῆς, ὁ δὲ ὡς προπαρε‐

### book 61b.3

σκευασμένος ἐρωτᾷ τὸ πῶς. b(BCE3E4)T ἢ διὰ τὸ ποικίλον ἐξ

### book 61b.4

ἀμφοῖν συνίσταται. T

### book 62.1

αὖθι μένω μετὰ τοῖσι: αὖθι ἐν τοῖς φύλαξιν· ὅθεν καὶ

### book 62.2

Ἀγαμέμνων ἑξῆς (sc. Κ 126—7) πρὸς τὸν Νέστορά φησι· „κείνους δὲ

### book 62.3

κιχησόμεθα πρὸ πυλάων / ἐν φυλάκεσσιν“. b(BCE3E4)T

### book 63

ἠὲ θέω 〈μετὰ ς’ αὖτισ〉: πρὸς τὸ πρόθυμον τοῦ βασιλέως.

### book 63

καὶ ἔστιν ἐμπαθὲς δύο βασιλεῖς οὕτως αὐτουργεῖν. b(BCE3)T

### book 65.1

αὖθι μένειν, 〈μή πως ἀβροτάξομεν ἀλλήλοιϊν〉: ὅτι

### book 65.2

τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ μένε. | τὸ

### book 65.3

δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ „ἤμβροτεσ“ (Ε 287. Χ 279)·

### book 65.4

τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλὰ ἁμαρτῆσαι,

### book 65.5

ὥστε καὶ στέρησιν ἐγκεῖσθαι. A

### book 65-6.1

μή πως ἀβροτάξομεν 〈... / ...〉· πολλαὶ γὰρ ἀνὰ

### book 65-6.2

στρατόν εἰσι κέλευθοι: δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τε‐

### book 65-6.3

κτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως

### book 65-6.4

ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας. T

### book 67a.1

φθέγγεο: τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος

### book 67a.2

ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς

### book 67a.3

Ἀγαμέμνονά φησι (Κ 85)· „φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο“. A

### book 67a.4

b(BCE3E4)T

### book 67b.1

{καὶ} ἐγρήγορθαι {ἄνωχθι}: τὸ ἐγρήγορθαι ἀνέγνωμεν

### book 67b.2

προπαροξύνοντες. οὐκ ἐχρῆν δέ· εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγο‐

### book 67b.3

ρέναι 〈***〉, ὀφ〈ε〉ίλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρ‐

### book 67b.4

έμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τε‐

### book 67b.5.1

τίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύ‐

### book 67b.5.2

νεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παρα‐

### book 67b.5.3

ληγόμενα, μὴ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι

### book 67b.5.4

μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ

### book 67b

τόνος ὁμοίως τοῖς προκειμένοις. A

### book 67c.1

ἐγρήγορθαι ἄνωχθι: πρὸς τὸ διαμένειν τὴν φυλακήν.

### book 67c.2

ἐπεὶ δὲ τὸ ἄνωχθι ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ „πάντας κυ‐

### book 67c.3

δαίνων“ (Κ 69). b(BCE3E4)T

### book 67d.1

ἄνωχθι: ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ

### book 67d.2

παρακειμένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ (fr. 628)· „ἄνωγε

### book 67d.3

δὲ πορθμέα νεκρῶν“. καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ

### book 67d.4

ἄνωχθι διὰ τὸ θ. | ὁ μὲν οὖν Ἀπολλώνιος (cf. Frg. p. 91) εἰς ε βούλε‐

### book 67d.5.1

ται εἶναι τὰ τοῦ παρακειμένου προστακτικὰ καὶ ἱκανῶς τῷ λόγῳ

### book 67d.5.2

συνηγορεῖ. ὁ δὲ Ἡρωδιανὸς (2,816,31) εἰς θι τοὐναντίον· μηδὲ γὰρ

### book 67d.5.3

εἶναι τὴν εἰς ε κατάληξιν. A

### book 68a.1

πατρόθεν ἐκ γενεῆς: δυσωπεῖ γὰρ ὑπόμνησις προγονι‐

### book 68a.2

κῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι

### book 68a.3

μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας. A

### book 68b.1

πατρόθεν ἐκ γενεῆς: ὡς ὅταν λέγῃ „διογενὲς Λαερτιάδη“

### book 68b.2

(Β 173 al.), τὸν πατέρα δηλοῖ, τὸ δὲ „διογενέσ“ τὸν ἀρχηγὸν τοῦ γέ‐

### book 68b

νους. A b (BCE3E4)T

### book 68c.1

πατρόθεν ἐκ γενεῆς: ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ

### book 68c.2

που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν. A

### book 69.1

πάντας κυδαίνων: ἀνακτώμενος καὶ προτρεπόμενος τῇ

### book 69.2

ἰδίᾳ ἐνεργείᾳ. T

### book 71.1

Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν: πα‐

### book 71.2

θητικὰ ταῦτα δύο ἀδελφοὺς τοιαῦτα περὶ τῆς ἰδίας ψυχῆς καὶ γονῆς

### book 71.3

ὑπονοεῖν. T

### book 72.1

εὖ ἐπιτείλας: ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς

### book 72.2

εἰρημένους καὶ παραγγελθέντας στρατηγικῶς. b(BCE3E4)T

### book 75a.1

εὐνῇ ἔνι μαλακῇ: οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐ‐

### book 75a.2

τοῖς σῴζει· μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι

### book 75a.3

b(BCE3E4)T „κώεά τε ῥῆγός τε“ (Ι 661), T τῷ δὲ Διομήδει

### book 75a.4

νεωτέρῳ ὄντι „ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοόσ“ (Κ 155)· τὸν δὲ Ὀδυσσέα

### book 75a.5.1

κατέκλινεν Εὔμαιος ὑποβαλὼν „ῥῶπασ“ (ξ 49) καὶ „δέρμα ἰονθάδος

### book 75a.5.2

ἀγρίου αἰγόσ“ (ξ 50): b(BCE3E4)T καὶ τῷ Διῒ Γῆ „νεοθηλέα ποί‐

### book 75a.5.3

ην“ ἀναδίδωσι „λωτόν τ’ ἐρσήεντα ἠδὲ κρόκον ἠδ’ ὑάκινθον“ (Ξ

### book 75a.5.4

347—8). T

### book 75b.1

{εὐνῆι ἐνι μαλακῆι παρὰ δ’} ἔντεα: ὅτι ἔντεα οὐ πάντα τὰ

### book 75b.2

ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατ’

### book 75b.3

ἐπικράτειαν. A

### book 75b

〈ἔντεα:〉 παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα. Aim

### book 77a.1

πὰρ δὲ ζωστὴρ 〈κεῖτο παναίολοσ〉: ὅτι δοκοῦσί τινες

### book 77a.2

ταὐτὸν εἶναι ζῶμα καὶ ζωστῆρα. οὐκ ἔστι δέ, ἀλλὰ ζῶμα καλεῖ τὸ

### book 77a.3

συναπτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν στατὸν θώρακα. τὸ δὲ ἔξωθεν συν‐

### book 77a

δέον πάντα ζωστῆρα. καὶ ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων. A

### book 77b.1

ζωστὴρ κεῖτο: ζωστὴρ ζώσματος διαφέρει· ζῶσμα γὰρ τὸ

### book 77b.2

προσραπτόμενον κατὰ τὰ πέρατα τοῦ θώρακος. T

### book 77-8.1

ᾧ ῥ’ ὁ γεραιός / ζών〈ν〉υθ’, ὅτ’ ἐς πόλεμον: τὸν

### book 77-8.2

παρ’ ἡλικίαν ἀνδριζόμενον δηλοῖ. T

### book 79a.1

〈λαὸν ἄγων:〉 μεῖζον τὸ ἐγκώμιον τοῦ Νέστορος γένοιτο,

### book 79a.2

εἰ λαόν τις ἀκούοι 〈τὸν〉 σύμπαντα, μὴ τὸν τῶν Πυλίων μόνον. Til

### book 79b.1

ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ: ἀναιρεῖ τὰς προ‐

### book 79b.2

φάσεις τῶν ἀργεῖν ἐθελόντων, δεικνὺς ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν

### book 79b.3

οἶδεν ἀντιτάττεσθαι προθυμία. b(BCE3E4)T

### book 79c1.1

〈οὐ μὲν ἐπέτραπε γήραϊ:〉 οὐκ 〈ἐν〉εδίδου διὰ τὸ γῆ‐

### book 79c1.2

ρας. Aint

### book 79c2.1

τὸ δὲ ἐπέτρεπεν ἀντὶ τοῦ οὐκ ἐδίδου ἑαυτὸν τῷ γήρᾳ

### book 79c2.2

οὐδὲ ὑπετάττετο αὐτῷ. T

### book 79d1

〈ἐπέτραπεν:〉 Ἀρίσταρχος „ἐπέτρεπε“. Aim

### book 79d2

{ἐπέτρεπε γήραϊ:} ἐπέτρεπε διὰ τοῦ ε. T

### book 80a.1

ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος 〈κεφαλὴν ἐπαείρασ〉:

### book 80a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο ὅτι ὀρ‐

### book 80a.3

θωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρὸς ἐκεῖνα

### book 80a.4

„ἕζετο δ’ ὀρθωθείσ“ (Β 42) καὶ „ἑζόμενος δ’ ἐπὶ γοῦνα“ (Ξ 437). A

### book 80b.1

ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος 〈κεφαλὴν ἐπαείρασ〉:

### book 80b.2

εἰς τὸ ἀγκῶνος ἡ διαστολή· b(BCE3)T πρὸς τὸ „ἕζετο δ’ ὀρ‐

### book 80b.3

θωθείσ“ (Β 42). T | λείπει δὲ ὁ καί, ἵν’ ᾖ ‘καὶ κεφαλὴν ἐπαείρασ‘. b

### book 80b.4

(BCE3)T

### book 82.1

τίς δ’ οὗτος κατὰ νῆας: τετάρακται μέν· σκόπει δὲ τὴν

### book 82.2

προσοχήν, 〈ἣν〉 διὰ τοῦ γέροντος ἐνδείκνυται· ὃς οὐδὲ φθεγγομένου

### book 82.3

ᾔσθετο τοῦ Ἀγαμέμνονος καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτή‐

### book 82

σεως. b(BCE3E4)T καλῶς δὲ νυκτὸς οὔσης καὶ ὡς γέρων ἀγνοεῖ. T

### book 83a1.1

ὅτ〈ε θ’〉 εὕδουσιν βροτοὶ ἄλλοι: ἄλλοι· οὐ γὰρ οἱ

### book 83a1.2

γέροντες. οὗτοι δὲ καὶ διὰ τὸν καιρὸν καὶ τὴν φρόνησιν ἀγρυπνοῦ‐

### book 83a1.3

σιν. T

### book 83a2.1

ἔθος δὲ τοῖς γέρουσιν ἀϋπνεῖν καὶ μηδὲν φροντίζουσιν.

### book 83a2.2

οὗτος δὲ καὶ διὰ τὸν καιρὸν τοῦτο ποιεῖ. b(BCE3E4)

### book 84a.1

ἠέ τιν’ οὐρήων 〈διζήμενος ἤ τιν’ ἑταίρων〉: ἀθετεῖ‐

### book 84a.2

ται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ

### book 84a.3

σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν

### book 84a.4

ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις. A

### book 84b.1

ἠέ τιν’ οὐρήων διζήμενος: ὥσπερ τὸ ἀνδροφονῆα,

### book 84b.2

πομπῆα (cf. γ 325 al.), „ἡνιοχῆα“ (Θ 312 al.), οὕτως οὐρῆα· οὖρος

### book 84b.3

οὐρεὺς ὡς πομπὸς πομπεύς. T

### book 85a1.1

φθέγγεο, μηδ’ ἀκέων 〈ἐπ’ ἔμ’ ἔρχεο· τίπτε δέ σε

### book 85a1.2

χρεώ〉: ταρασσόμενός φησιν· ‘εἰπέ, δι’ ἣν αἰτίαν πρός με ἦλθεσ‘.

### book 85a1.3

ἅμα δὲ καὶ διὰ τῆς φωνῆς θέλει μαθεῖν, μὴ ἐχθρὸς εἴη (οὔπω γὰρ εἶχον

### book 85a1.4

συνθήματα)· ἢ ἴσως ὑπονοεῖ, μὴ Θρασυμήδης ἐστὶ τὴν τάξιν ἐκλελοι‐

### book 85a1.5

πὼς τῶν φυλάκων. T

### book 85a2

ταρασσόμενός φησιν· ‘εἰπέ, δι’ ἣν αἰτίαν πρὸς ἐμὲ ἦλθεσ‘·

### book 85a2

ἐκπλήττεται γὰρ ὑπονοῶν τὴν τῶν πολεμίων ἔφοδον. b(BCE3E4)

### book 87.1

〈ὦ Νέστορ Νηληϊάδη:〉 ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο

### book 87.2

πράσσει, „πατρόθεν ἐκ γενεῆσ“ (Κ 68) αὐτὸν καλῶν. b(BCE3E4)Til

### book 88-9a1.1

γνώσεαι Ἀτρείδη〈ν—διαμπερέσ〉: ἅμα τῇ

### book 88-9a1.2

ἀνακλήσει τοῦ ὀνόματος καὶ τῇ παραθέσει τῶν συμφορῶν τὸ πάθος

### book 88-9a1.3

ἐκίνησεν. T

### book 88-9a2.1

ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν,

### book 88-9a2.2

τὰς συμφορὰς παρατιθείς. b(BCE3E4)

### book 89.1

〈Ζεὺς ἐνέηκε πόνοισι διαμπερές:〉 ὃν ὁ Ζεὺς τῇ κακο‐

### book 89.2

παθ〈είᾳ〉 ἐνέβαλε μέχρι τέλους. Aim

### book 90

〈ἐν στήθεσσι:〉 τὸ ζωτικὸν περικάρδιόν φησιν. Til

### book 91.1

πλάζομαι ὧδε: ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος

### book 91.2

δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους ἔχει. b(BCE3E4)T

### book 91

πλάζομαι: οὐδὲν ἑστηκὼς—πράγμασι. A

### book 92.1

ἀλλὰ μέλει πόλεμος 〈καὶ κήδε’ Ἀχαιῶν〉: ὥστε καὶ

### book 92.2

ἔπαινος τοῦ φόβου ἡ τῶν κοινῶν πρόνοια, καὶ ἵνα σύμψηφον ἔχῃ τὸν

### book 92.3

Νέστορα. T

### book 93.1

Δαναῶν πέρι δείδια: πιθανώτερόν πώς ἐστιν ἀναστρέ‐

### book 93.2

φειν· δύναται δὲ καὶ τὸ ἕτερον. A

### book 94.1

ἀλαλύκτημαι: παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ

### book 94.2

τῶν στοιχείων ἐπιτετάρακται. b(BCE3E4)T

### book 94-5

κραδίη δέ μοι ἔξω / στηθέων ἐκθρῴσκει: φαντασία

### book 94-5

τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας. b(BE3E4)T

### book 95a.1

στηθέων ἐκθρῴσκει: Νικίας (fr. 12 B.) κατ’ ἰδίαν τὴν

### book 95a.2

πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρῴσκει. ἄμεινον δὲ ἓν

### book 95a.3

ποιεῖν, ἐκθρῴσκει ὡς ἐκτρέχει. A

### book 95b.1

τρομέει δ’ ὑπὸ φαίδιμα: κακῶς Νικίας (fr. 13 B.) ἀνα‐

### book 95b.2

στρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A

### book 96.1

ἐπεὶ οὐδὲ σέ 〈γ’〉 ὕπνος ἱκάνει: ἵνα μὴ δόξῃ ἐμποδίζειν

### book 96.2

πρὸς τὸν ὕπνον τῷ γέροντι. b(BCE3E4)T

### book 97a.1

ἐς τοὺς φύλακας καταβείομεν: ὅτι ἐφ’ ὕψους αἱ νῆες, καὶ

### book 97a.2

ἀλλαχοῦ „κατάγειν κοίλας ἐπὶ νῆασ“ (Ε 26). T

### book 97b.1

ἐς τοὺς φύλακας καταβείομεν: προπαρασκευάσαι γὰρ

### book 97b.2

αὐτοὺς θέλει, μή πως ἔλθωσιν οἱ πολέμιοι διὰ νυκτός. T

### book 97c.1

〈καταβείομεν:〉 θαρραλεωτέρους τοὺς σκοποὺς ποιήσον‐

### book 97c.2

τες. T

### book 98a1.1

μή τοι μὲν καμάτῳ ἀδηκότες 〈ἠδὲ καὶ ὕπνῳ〉:

### book 98a1.2

προαπολογεῖται ὡς διὰ τὸν Θρασυμήδην, εἰ καὶ ἀνθρώπινόν τι πάθοι.

### book 98a1.3

ἐκεῖνοι δὲ κρείσσονες ὁρῶνται τῶν παθῶν. τὸ δὲ ἀδηκότες ἀηδισθέν‐

### book 98a1.4

τες, καὶ „δείπνου ἀδήσειεν“ (α 134). ὕπνῳ τῇ ἀγρυπνίᾳ· „ὕπνῳ καὶ

### book 98a1.5

καμάτῳ ἀρημένοσ“ (ζ 2). T

### book 98a2.1

ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· „ὕπνῳ καὶ κα‐

### book 98a2.2

μάτῳ ἀρημένοσ“. b(BCE3E4)

### book 98b.1

ἀδηκότες ἠδὲ καὶ ὕπνῳ: ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ

### book 98b.2

σημαινόμενον γράφει „ἀδηκότες ἡδέϊ ὕπνῳ / κοιμήσωνται“. ἔτι δὲ καὶ

### book 98b.3

νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ

### book 98b

ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα. A

### book 100.1

〈δυσμενέες—οὐδέ τι ἴδμεν:〉 περισσὸν τὸ τί. ἐνήλλαξε δὲ τὴν φράσιν·

### book 100.2

ἔδει γὰρ ‘μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, ἐπέλθωσι δὲ οἱ πολέμιοι‘. b

### book 100.3

(BCE3)T

### book 101.1

〈μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι:〉

### book 101.2

ἀπολογεῖται ὡς δεόντως εἰπών. Til

### book 100-1.1

〈οὐδέ τι ἴδμεν / μή πως καὶ διὰ νύκτα: τοῦτο

### book 100-1.2

πρὸς καιρὸν εἴρηκεν—νυκτὸς πολεμεῖν. A

### book 103.1

Ἀτρείδη κύδιστε: κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ

### book 103.2

προοιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως. T

### book 104-5a.1

οὔ θην Ἕκτορι πάντα νοήματα 〈μητίετα

### book 104-5a.2

Ζεύς / ἐκτελέει〉: αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μεταβολὰς ποιοῦσιν.

### book 104-5a.3

πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν Ἀγαμέμνονα· ὁρᾷ γὰρ αὐτὸν

### book 104-5a.4

ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς (sc. Κ 157—161)

### book 104-5a.5.1

τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. b(BCE3E4)T καί

### book 104-5a.5.2

φησιν „οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο / εἵαται;“ (Κ 160—1)·

### book 104-5a.5.3

T δεῖ γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ

### book 104-5a.5.4

θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει

### book 104-5a.5.5

ἀπαρασκεύαστος γίνοιτο. b(BCE3E4)T

### book 104-5b.1

οὔ θην Ἕκτορι〈—ὅσα πού νυν ἐέλπε‐

### book 104-5b.2

ται〉: οἶδε γὰρ ὡς δι’ αὐτόν. ὑποκορίζων δὲ Ἕκτορι (104) φησίν,

### book 104-5b.3

ἅμα δὲ ὅτι οὐ μέμφεται τὴν πρώτην βουλὴν (cf. Α 275—6. 282—4) οὐδὲ πρὸς τὴν ἀπόβασιν

### book 104-5b.4

ἐξεταστέον τὰς βουλάς. T

### book 105

ὅσα πού νυν 〈ἐέλδεται〉: τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ

### book 105

μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485). A

### book 108a.1

σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ: μάλα, ἵνα μὴ δοκῇ δι’ ἀνάγκην

### book 108a.2

ἕπεσθαι αὐτῷ. T

### book 108b.1

ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους: καλῶς οὐχ ὁ

### book 108b.2

Ἀγαμέμνων καθ’ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως

### book 108b.3

ὀργῆς τὴν αἰτίαν. b(BCE3E4)T

### book 109.1

{ἠμὲν τυδείδην} δουρὶ κλυτόν: τὸ κλυτός, εἰ πτωτικὸν

### book 109.2

κατάρχοι, ἐν συνθέσει 〈βαρύτονόν〉 ἐστι, τοξόκλυτος, „ὀνομάκλυτοσ“

### book 109.3

(Χ 51), εἰ δὲ ἄπτωτον, φυλάσσει τὸν αὐτὸν τόνον, „περικλυτόσ“

### book 109.4

(Α 607 al.), „ἀγακλυτόσ“ (cf. Ζ 436 al.)· διὸ σημειωτέον τὸ „ναυ‐

### book 109.5.1

σικλυτόσ“ (cf. η 39 al.) ὀξυνόμενον· ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον

### book 109.5.2

ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ

### book 109.5.3

ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, „Ναυσικάα“

### book 109.5.4

(ζ 17 al.), „Ναυσίθοοσ“ (ζ 7 al.). τὸ μὲν οὖν δουρὶ κλυτός ἐν πα‐

### book 109.5.5

ραθέσει ἐστίν. A

### book 110.1

ἠδ’ Αἴαντα ταχὺν 〈καὶ Φυλέος ἄλκιμον υἱόν〉: ὅτι

### book 110.2

πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης ἐ〈νε〉νεωλκήκει· καὶ διέσταλκε

### book 110.3

δὲ προσθεὶς ταχύν. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τοῦ ναυστάθμου. A

### book 110

〈Φυλέος ἄλκιμον υἱόν:〉 τὸν Μέγητα. Aim

### book 111a

〈ἀλλ’ εἴ τις ... καλέσειεν:〉 †τὸ ε† περιττόν. Aint

### book 111b

〈εἴ:〉 ἀντὶ τοῦ εἴθε. Til

### book 112.1

ἀντίθεόν τ’ Αἴαντα 〈καὶ Ἰδομενῆα ἄνακτα〉: πρὸς

### book 112.2

τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τε‐

### book 112.3

λαμωνίου ἐ〈νε〉νεωλκήκει. A

### book 113.1

τῶν γὰρ νῆες 〈ἔασιν〉 ἑκαστάτω: διὰ σχήματος

### book 113.2

ἐδηλώθη, διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ

### book 113.3

„ῥίμφα θέων“ (Κ 54). T

### book 113

〈ἑκαστάτω:〉 πορρωτάτω. Til

### book 114-5a1.1

ἀλλὰ φίλον περ ἐόντα 〈καὶ αἰδοῖον Μενέ‐

### book 114-5a1.2

λαον/ νεικέσω〉: χάριεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται γὰρ προανα‐

### book 114-5a1.3

βλέψας ἤδη, †περὶ αὐτὸν μέμφεται. T

### book 114-5a2.1

χάριεν τὸ τῆς ὑποθέσεως· ὅπερ γὰρ εὑρίσκεται ἤδη

### book 114-5a2.2

πεποιηκὼς Μενέλαος, †περὶ αὐτὸ μέμφεται. b(BCE3)

### book 115-7.1

νεικέσω〈— /〉 ὡς εὕδει〈— /〉 νῦν ὄφελεν

### book 115-7.2

〈—〉πονέεσθαι: ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνερ‐

### book 115-7.3

γοῦντα τῷ καιρῷ. T

### book 115a.1

〈εἴ πέρ μοι:〉 οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ „εἰ καί

### book 115a.2

μοι“. Til

### book 115b

〈νεμεσήσεαι:〉 γράφεται „νεμεσήσεται“. Aim

### book 116.1

ὡς εὕδει· σοὶ δ’ οἴῳ 〈ἐπέτρεψεν πονέεσθαι〉: ὅτι τὸ

### book 116.2

πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. | καθ’ ἑαυτὸ δὲ ἀναγνωστέον τὸ ὡς

### book 116.3

εὕδει ἐν θα〈υ〉μασμῷ ἢ τοῖς ἄνω συναπτέον „νεικέσω“ (Κ 115) ὡς

### book 116.4

εὕδει. A

### book 117-8.1

νῦν ὄφελε〈ν〉 κατὰ πάντας ἀριστῆασ〈—

### book 117-8.2

ἀνεκτόσ〉: πρεπόντως τὸν πόλεμον ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος

### book 117-8.3

τοῦτο ἐνθυμεῖται· „τοὶ δὴ ἕθεν εἵνεκα“ (Κ 27). T

### book 117

〈πονέεσθαι:〉 διὰ τὴν αὐτὴν αἰτίαν. Aim

### book 118.1

〈χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός:〉 ὅτι ἀνεκτὸς

### book 118.2

ἡ χρεία, οὐκ ἀνεκτή. Aint

### book 120a.1

ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: οὐχ ὡς

### book 120a.2

συκοφαντοῦντι τῷ Νέστορι μέμφεται οὐδὲ καθάπαξ ὑπεραπολογεῖται

### book 120a.3

τοῦ ἀδελφοῦ, ἀλλ’ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λό‐

### book 120a.4

γον ἐκέρασεν. b(BCE3E4)T

### book 120b

〈καὶ αἰτιάασθαι ἄνωγα:〉 ὅτι περισσὸς ὁ καί. Aint

### book 122.1

οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο: φιλαδέλφως

### book 122.2

ἀπολογεῖται. δύο δέ ἐστι, δι’ ὧν γίνεται ἡ ῥᾳθυμία, ἀμέλεια καὶ

### book 122.3

ἄνοια. A b (BCE3E4)T καὶ ἐν Ὀδυσσείᾳ (δ 371—2)· „νήπιος ἠὲ

### book 122.4

χαλίφρων/ ἦε ἑκὼν †μεθίει†;“. ὥστε τὸ δοκοῦν ἁμάρτημα εἰς ἐγκώ‐

### book 122.5

μιον τῆς πειθαρχίας περιΐσταται. AT

### book 123.1

ἀλλ’ ἐμέ τ’ εἰσορόων 〈καὶ ἐμὴν ποτιδέγμενος ὁρ‐

### book 123.2

μήν〉: ἀλλ’ εἰς ἐμὲ ἀποβλέπων. | οὔτε τὸν Νέστορα συκοφάντην

### book 123.3

ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμ‐

### book 123.4

φανίζει· ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ κἀκεῖνος ἐκδέχεταί μου τὴν

### book 123.5

ὁρμήν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον. A

### book 124a1.1

μάλ’ ἐπέγρετο: ὁ Ἰξίων (fr. 11 St.) „μέγ’ ἐπέγρετο“.

### book 124a1.2

καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν. A

### book 124a2

ἐν ἄλλῳ „μέγ’ ἐπέγρετο“. Aint

### book 124b1.1

καί μοι ἐπέστη: ταχέως ἐδήλωσεν ὡς πολλῷ προὔλα‐

### book 124b1.2

βεν αὐτὸν ἀναστάς. T

### book 124b2

ἐπέστη ταχέως. ἐδήλωσε δὲ ὡς πολλῷ προὔλαβεν αὐτὸν

### book 124b2

ἐκεῖνος ἀναστάς. b(B [bis], C, E3 [bis])

### book 127a.1

{ἐν φυλάκεσς’} ἵνα γάρ σφιν: ὅτι Ζηνόδοτος γράφει

### book 127a.2

„ἵνα γάρ μιν“. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ

### book 127a.3

σφίν ‘αὐτοῖσ‘ σημῆναι· διὸ καὶ ἑξῆς (immo Κ 126) ἐπιφέρει· „κείνους

### book 127a.4

δὲ κιχησόμεθα“. A

### book 127b1.1

〈ἠγερέεσθαι:〉 διὰ τοῦ θ αἱ Ἀριστάρχου „ἠγερ〈έθ〉ε‐

### book 127b1.2

σθαι“. Aim

### book 127b2

διὰ τοῦ †ε† τὸ ἠγερέεσθαι. Til

### book 129

〈οὔ τίς οἱ:〉 ἔξω τοῦ τ, οὔ τίς οἱ. Aim

### book 129-30.1

οὔτις σοὶ νεμεσήσεται〈—καὶ ἀνώγῃ〉:

### book 129-30.2

οὐδεὶς τῶν κελευομένων ἀντερεῖ, ὅταν αὐτουργοῦντα τὸν βασιλέα

### book 129-30.3

ὁρᾷ· b(BCE3E4)T „ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα“ (Κ 70). T

### book 130a1.1

〈ἐποτρύνῃ καὶ ἀνώγῃ:〉 χωρὶς τοῦ ς, ἐποτρύνῃ

### book 130a1.2

καὶ ἀνώγῃ. Aint

### book 130a2

οὕτως χωρὶς τοῦ ς. Til

### book 134a.1

διπλῆν ἐκταδίην: οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ

### book 134a.2

γῆρας καὶ τὴν νύκτα. AT

### book 134b.1

οὔλη {δ’ ἐπενήνοθε}: ὡς „κούρη“ (Β 872 al.)· οὕτως γὰρ

### book 134b.2

καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο „οὔλων τε ταπήτων“ (Π 224). καὶ

### book 134b.3

μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν

### book 134b.4

συνήθειαν, εἴ γε ὀξυτονοῦσι τὸ ὄνομα λέγοντες οὐλὸς ἄνθρωπος καὶ

### book 134b.5.1

οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα

### book 134b.5.2

πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ’

### book 134b.1

ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος κοῖλος δοῦλος. οὕτως καὶ

### book 134b.2

οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ

### book 134b.3

μοχλός. τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστιν. A

### book 136-8.1

〈βῆ δ’ ἰέναι— /〉 πρῶτον ἔπειτ’ Ὀδυσῆα

### book 136-8.2

〈— / ἐξ ὕπνου ἀνέγειρε〉: γελοίως τινὲς στίζουσι μετὰ τὸ

### book 136-8.3

πρῶτον (137). συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ

### book 136-8.4

ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνήγειρε〈ν〉· ἔστι γάρ τι καὶ ἐν

### book 136-8.5

τοῖς μετὰ ταῦτα πρῶτον. A

### book 137-8.1

πρῶτον ἔπειτα〈—ἀνέγειρε〉: οὐ δεῖ διαστέλ‐

### book 137-8.2

λειν 〈μετὰ〉 τὸ πρῶτον (137). | πρὸς τὸν ὅμοιον δὲ ἄπεισι πρῶτον. T

### book 138.1

ἐξ ὕπνου ἀνέγειρε Γερήνιος: οὐδὲν ἔτι ποιεῖ Ἀγαμέ‐

### book 138.2

μνων, ἀλλ’ ἕπεται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ ὡς ἐν ταῖς

### book 138.3

χρείαις ὁ λόγου δυνατὸς ὀφείλει πάντα πράσσειν, οὐχ ὁ βασιλεύς.

### book 138

b(BCE3E4)T καὶ Ὀδυσσεὺς „κοιρανέων ἐπεπωλεῖτο“ (Δ 250). T

### book 139-40.1

τὸν δ’ αἶψα περὶ φρένας 〈ἤλυθ’ ἰωή, / ἐκ δ’

### book 139-40.2

ἦλθε κλισίησ〉: δυσωπεῖται γὰρ Νέστορος καλοῦντος. οὐ δειλὸς δέ,

### book 139-40.3

ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ πρὸς ἀσφάλειαν αἱ σκηναί, ἀλλὰ

### book 139-40.4

πρὸς σκέπην αὐτοῖς πεποίηνται. b(BCE3E4)T ὁ γοῦν Ἀγαμέμνων

### book 139-40.5.1

εἰς τὴν σκηνὴν εἰσέρχεται Νέστορος (cf. Κ 74—5) οὐδὲν ἐχυρὸν ἔχουσαν

### book 139-40.5.2

πρὸς ἔφοδον πολεμίων. T

### book 140a.1

ἐκ δ’ ἦλθε κλισίης: σημειοῦνταί τινες, ὅτι ἔνδον κα‐

### book 140a.2

θεύδει Ὀδυσσεύς, ἀλλ’ οὐχ ὁ Διομήδης· „ἐκτὸς ἀπὸ κλισίησ“ (Κ 151). A

### book 140b.1

〈κλισίης:〉 κλισία ἡ σκηνή, ἔνθα ἀνέκλινον τὰ ἅρματα καὶ

### book 140b.2

αὐτοὶ ἐκοιμῶντο κείμενοι. A

### book 141-2.1

τίφθ’ οὕτω κατὰ νῆας 〈ἀνὰ στρατὸν〉 οἶοι

### book 141-2.2

ἀλᾶσθε〈—τόσον ἵκει〉: †προφέρεσθε†· T ταῦτα δὲ ἀνα‐

### book 141-2.3

τεταμένῃ τῇ φωνῇ καὶ ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας

### book 141-2.4

μόνοι οἱ βασιλεῖς νυκτὸς περιϊόντες. δέδιεν οὖν, μή τι νεώτερόν ἐστιν ἐν

### book 141-2.5.1

τῷ στρατῷ. b(BCE3E4)T μαρτυρεῖ δὲ τούτοις Νέστωρ ἐπιλέγων

### book 141-2.5.2

„διογενὲς Λαερτιάδη, / μὴ νεμέσα“ (Κ 144—5). T

### book 141

〈ἐπὶ νῆας:〉 γράφεται „κατὰ νῆασ“. Aim

### book 142a

〈ἀμβροσίην:〉 γράφεται καὶ „ὀρφναίην“. Aim

### book 142b1.1

〈νύκτα δι’ ἀμβροσίην;〉 ὅ τι δὴ χρειὼ τόσον

### book 142b1.2

ἵκει: ὥσπερ ἐν ἀρχῇ (sc. Κ 141), „τίφθ’ οὕτωσ〈—;〉“, οὕτως καὶ

### book 142b1.3

νῦν ἀντὶ τοῦ 〈τί〉 δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ

### book 142b1.4

ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ „ὁπποίης δ’

### book 142b1.5

ἐπὶ νηόσ“ (α 171) ἀντὶ τοῦ ποίας. | στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην. A

### book 142b2

ὅ τι δὴ χρε〈ι〉ώ: ἀντὶ τοῦ τί δή, ὡς „ὁπ〈π〉οίης δ’

### book 142b2

ἐπὶ νηόσ“. T

### book 145.1

μὴ νεμέσα: παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι ση‐

### book 145.2

μαίνων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδ’

### book 145.3

ὁτιοῦν ἀντιλέγων. b(BCE3E4)T

### book 146a1.1

〈ἀλλ’ ἕπευ, ὄφρα:〉 Ἀρίσταρχος χωρὶς τοῦ υ, „ἀλλ’

### book 146a1.2

ἕπε’ ὄφρα“. Aim

### book 146a2

ἄνευ τοῦ υ „ἕπεο“. Til

### book 147a1.1

βουλὰς βουλεύειν, 〈ἢ φευγέμεν ἠὲ μάχεσθαι〉:

### book 147a1.2

οὐ καθ’ ἓν διασταλτέον, βουλεύειν, φευγέμεν, μάχεσθαι, ἀλλὰ

### book 147a1.3

συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· ὃν

### book 147a1.4

ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν. A

### book 147a2

ὅλον συναπτέον. Til

### book 149.1

ποικίλον ἀμφ’ ὤμοισι σάκος 〈θέτο〉: δειλός, φασίν,

### book 149.2

οὗτος ἀσπίδα καὶ †δόρυ ἀναλαμβάνων. ἴσως δὲ σιωπωμένῃ τῇ

### book 149.3

ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι, πότερον

### book 149.4

φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα· δόρυ μὲν

### book 149.5.1

γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων.

### book 149.5.2

b(BCE3E4)T ὅτι δὲ ἐχρῶντο καὶ τῷδε τῷ τρόπῳ τῆς ἀποκρίσεως,

### book 149.5.3

δι’ ὑποδείγματος παραστήσω· ἐστασίαζόν ποτε Ἐφέσιοι περὶ χρη‐

### book 149.5.4

μάτων· παρελθὼν δὲ εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος (fr. 31 d [p.

### book 149.5.5

155], 106 c [p. 543] M.; cf. Vors.6 22 A 3 b) ἐπιπάσας κύλικι ἄλ‐

### book 149.10

φιτα ἐξέπιε τὸν κυκεῶ, ἐμφαίνων ὅτι δεῖ ζηλοῦν αὐτάρκειαν. T

### book 150-1.1

τὸν δ’ ἐκίχανον / ἐκτὸς ἀπὸ κλισίης: στρατιωτι‐

### book 150-1.2

κὸν τὸ αἰθριοκοιτεῖν. A b (BE3E4)T δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνον

### book 150-1

ἐστὶ θρασύς. AT

### book 151.1

σὺν τεύχεσιν, ἀμφὶ δ’ ἑταῖροι: οὐχ ὡπλισμένος (δει‐

### book 151.2

λῶν γάρ), ἀλλ’ οἷον πλησίον ἔχων τὰ τεύχη. b(BCE3E4)T καλῶς

### book 151.3

δὲ οἱ ἑταῖροι τὴν μεθ’ ἡμέραν τάξιν φυλάττουσι τεταγμένοι περὶ τὸν

### book 151.4

βασιλέα. b(BCE4)T

### book 151-2.1

ἀμφὶ δ’ ἑταῖροι / εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον

### book 151-2.2

ἀσπίδας: διὰ τὴν μεθ’ ἡμέραν ταλαιπωρίαν κοιμῶνται· AT στρα‐

### book 151-2.3

τιωτικὸν γὰρ τοῖς αὐτοῖς ὅπλοις χρῆσθαι καὶ πρὸς πόνους καὶ πρὸς

### book 151-2.4

ἀνάπαυλαν. A b (BCE3E4)T

### book 152-3.1

ἔγχεα δέ σφιν / ὄρθ’ ἐπὶ σαυρωτῆρος 〈ἐλήλα‐

### book 152-3.2

το〉: τρόπον τινὰ περιχαρακοῦντα τὸν ἡγεμόνα. φοβερὸν δὲ τὸ σχῆ‐

### book 152-3.3

μα καὶ κοιμωμένων, ἴσως ἐμφαίνοντος τοῦ ποιητοῦ καὶ διὰ τούτου τὸ

### book 152-3.4

ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην· b(BCE3E4)T διὸ καὶ τὰ

### book 152-3.5.1

ἐναντία ἑξῆς φησι περὶ Θρᾳκῶν ὡς ψέγων „ἔντεα δέ σφι / καλὰ παρ’

### book 152-3.5.2

αὐτοῖσιν χθονὶ κέκλιτο εὖ κατὰ κόσμον“ (Κ 471—2). T

### book 153a.1

{ὄρθ’ ἐπὶ} σαυρωτῆρος: ἐν τῇ Ἀριστοφάνους „σαυρω‐

### book 153a.2

τῆρασ“ πληθυντικῶς. | σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δό‐

### book 153a

ρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν. A

### book 153b.1

〈σαυρωτῆρος:〉 σαυρωτὴρ {δὲ} ἡ δορατοδόκη καλεῖται·

### book 153b.2

b(BCE3E4) παρὰ δέ τισιν ὁ καυλὸς τοῦ δόρατος. b(BE3E4)

### book 153-4.1

τῆλε δὲ χαλκός / λάμφ’ 〈ὥς τε στεροπή〉: γραφι‐

### book 153-4.2

κῶς T τῷ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν

### book 153-4.3

ἀναλάμπουσαν αὐγήν, b(BCE3E4)T καὶ ταύτην τῆλε (153). T

### book 155

〈ἀγραύλοιο:〉 τοῦ ἐπ’ ἀγρῷ αὐλιζομένου. Aim

### book 156.1

ὑπὸ κράτεσφι τάπης τετάνυστο: ἀναγκαῖον σκληρᾶς

### book 156.2

οὔσης τῆς στρωμνῆς τὸ προσκεφάλαιον εἶναι ἁπαλόν, ἵνα μικρὸν

### book 156.3

ἀναπαύοιτο. b(BCE3E4)T οὐ μόνον δὲ καθ’ ἡλικίαν, ἀλλὰ καὶ

### book 156.4

κατὰ τὸ ἀξίωμα ἑκάστῳ τι ἀπονέμει. τάπης γοῦν τῷ βασιλεῖ ὑπόκει‐

### book 156.5

ται, οὐχ ὡς τοῖς στρατιώταις ἀσπίς. T

### book 158a.1

λὰξ ποδὶ κινήσας, 〈ὄτρυνέ τε νείκεσέ τ’ ἄντην〉:

### book 158a.2

ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (sc. ο 45) μετάκειται ἐπὶ τοῦ Πεισιστρά‐

### book 158a.3

του 〈ἐπὶ〉 κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδί,

### book 158a.4

ἀλλ’ οὐχὶ τῇ χειρί; νῦν μὲν γὰρ εἰκότως 〈ἐπὶ〉 τῆς γῆς κοιμώμενον

### book 158a.5

οὕτως ἐγείρει. A

### book 158b.1

λὰξ ποδὶ κινήσας: εἰκὸς αὐτὸν διὰ τοὺς μεθ’ ἡμέραν

### book 158b.2

κόπους οὐκ αἰσθάνεσθαι. b(BCE3E4)T καλῶς δέ, ὅτι οὐ μονοειδῶς

### book 158b.3

ἅπαντες διυπνίζονται. T δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνί‐

### book 158b.4

στασθαι· διὸ καὶ λὰξ αὐτὸν ἀνίστησιν, ὀνειδίζων τὴν ἀπρονοησίαν.

### book 158b.5

b(BCE3E4)T

### book 158c

〈λὰξ ποδὶ κινήσας:〉 διὰ τοῦ κινήσας ἰάσατο τὸ λάξ.

### book 158c

〈λάξ·〉 τῷ ὑποκάτω τῶν δακτύλων μέρει. Til

### book 159a1

〈ὄρσεο:〉 διχῶς ὁ Ἀρίσταρχος, „ἔγρεο“ καὶ ὄρσεο. Aint

### book 159a2.1

〈ἔγρεο:〉 γράφεται καὶ „ὄρσεο“. διχῶς αἱ Ἀριστάρχου.

### book 159a2.2

Til

### book 159b1

〈ἀωτεῖς:〉 κοιμᾶσαι, ἀπὸ τοῦ „ἀέσαι“ (ο 40). Til

### book 159b2

ἀπανθίζει, | παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, | ἢ κοιμᾷ,

### book 159b2

παρὰ τὸ „ἀέσαι“ τὸ κοιμᾶσθαι. Aint

### book 160-1.1

οὐκ ἀΐεις 〈ὡς Τρῶες—ἐρύκει:〉 Ἀγαμέμνονα

### book 160-1.2

μὲν καταπληχθέντα παραμυθεῖται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ,

### book 160-1.3

καὶ ἄμφω βελτίους ποιεῖ. τὸ δὲ ἀΐεις (160) ἀντὶ τοῦ ἀκούεις, πρὸς

### book 160-1.4

πλείονα ἐπίτασιν ὡς πλησιασάντων αὐτῶν. b(BCE3E4)T

### book 160.1

ἐπὶ θρωσμῷ πεδίοιο: οἱ μὲν τῷ ἀντικρύ, οἱ δὲ τῷ ὑψηλῷ,

### book 160.2

οἱ δὲ τῷ πλατεῖ. T

### book 160.1

ἐπὶ θρωσμῷ πεδίοιο: τόπος ἐστὶν—ἔξω τάσσοιν‐

### book 160.2

το. A

### book 161a1.1

ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει: διὰ τοῦ ε „ὀλίγος δέ

### book 161a1.2

τε“ αἱ Ἀριστάρχειοι. γράφεται δὲ καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. A

### book 161a2.1

Ἀρίσταρχος „ὀλίγος δέ τε“. γράφεται δὲ καὶ „ὀλίγος δ’

### book 161a2.2

ἀπὸ χῶρος ἐέργει“. Aim

### book 161a3.1

{εἵαται ἄγχι νεῶν} ὀλίγος δέ τε χῶρος ἐρύκει: οὕτω

### book 161a3.2

διὰ τοῦ „τέ“ γραπτέον. καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. T

### book 164a

〈σχέτλιός ἐσσι γεραιέ:〉 συναπτέον ἕως τοῦ γεραιέ. Aint

### book 164b.1

σχέτλιός ἐσσι, γεραιέ· 〈σὺ μὲν πόνου οὔ ποτε

### book 164b.2

λήγεισ〉: ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ μεμπτικῶς, εἰς ἑαυτὸν

### book 164b.3

ἀγνώμων. καὶ ὅτι πόνον τὴν ἐργασίαν. A

### book 164c.1

σχέτλιός ἐσ〈σ〉ι, γεραιέ· 〈σὺ μὲν πόνου οὔ ποτε

### book 164c.2

λήγεισ〉: ἡδὺ ἐπίπληξις φιλοπονίας καὶ ἀρετῆς. T | σχέτλιος ὁ

### book 164c.3

ἄξια ἀγανακτήσεως πράσσων. εἰώθαμεν δὲ ἀμελείας κρινόμενοι φιλο‐

### book 164c.4

πονωτέρους τοῦ δέοντος †ἀποφάσκειν† τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ

### book 164c.5.1

ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος

### book 164c.5.2

φάσκοντες πονεῖν, ἀλλ’ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω. A b (BCE3

### book 164c.5.3

E4)T

### book 167a.1

{πάντη ἐποιχόμενοι, σὺ δ’} ἀμήχανος: ὅτι τὸ ἀμήχανος

### book 167a.2

δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν

### book 167a.3

εὑρεῖν· ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. | ἢ †κακο‐

### book 167a.4

πίαστος† καὶ πρὸς πάντα ἕτοιμος. A

### book 167b.1

ἀμήχανος: ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανή‐

### book 167b.2

σασθαί τι δύναται. b(BCE3)T

### book 168.1

〈τὸν δ’ αὖτε προσέειπε:〉 ἐν ἄλλῳ „τὸν δ’ ἠμείβετ’

### book 168.2

ἔπειτα“. Aint

### book 169a.1

ναὶ δὴ ταῦτά γε〈—〉κατὰ μοῖραν ἔειπες: ὁ

### book 169a.2

γέρων ἐπαινεθεὶς ἰᾶται τὸ „τί πάννυχον ὕπνον ἀωτεῖς;“ (Κ 159).

### book 169a.3

φρονίμως δὲ οὐ συνεχώρησε τούτῳ ὅτι φιλοπονώτερός ἐστι τῶν ἄλλων

### book 169a.4

(φορτικὸν γὰρ ἦν), ἀλλὰ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ

### book 169a.5

δύναμιν φιλοπονίας δεόμενον (cf. Κ 172—4). b(BCE3E4)T

### book 169b

〈φίλος:〉 Ἀριστοφάνης {φίλος καὶ} „τέκοσ“. Aint

### book 170.1

εἰσι〈ν〉 μέν μοι παῖδες: ὅτι εἰς τὰς κοινὰς ὑπηρεσίας πρώ‐

### book 170.2

τους καταλέγει τοὺς ἑαυτοῦ παῖδας. T

### book 173a1.1

ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: ἀντὶ τοῦ τὰ πράγματα

### book 173a1.2

—ὀξύτητος κινδύνων, μεταφορικῶς. | συσταλτέον δὲ διὰ τὸ

### book 173a1.3

μέτρον τὴν ξυ συλλαβήν. A

### book 173a2

τὴν πρώτην δὲ τοῦ ξυροῦ συσταλτέον διὰ τὸ μέτρον. T

### book 173b.1

ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: καὶ διὰ τὸ ὀξὺ καὶ διὰ τὸ

### book 173b.2

λεπτὸν ἐπικίνδυνον τοῦτο. T

### book 174.1

ἢ μάλα λυγρὸς ὄλεθροσ〈—〉ἠὲ βιῶναι: ἄμφω

### book 174.2

τοὺς συνδέσμους ἐγκλιτέον· διαζευκτικοὶ γάρ εἰσιν. | οὐκ εἶπε δὲ κρα‐

### book 174.3

τῆσαι ἢ κρατηθῆναι, ἀλλ’ ἢ κακῶς ἀπολέσθαι ἢ ζῆσαι. T

### book 175a.1

Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν: ὅτι διαστέλλει τῷ

### book 175a.2

ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα

### book 175a.3

ἐκεῖ (Τ 239) „Φυλείδην τε Μέγην τε“, τὸν Φυλείδην οἰόμενον ὄνομα

### book 175a.4

κύριον. A

### book 175b.1

Φυλέος υἱόν: Μέγητα. καὶ ἀλλαχοῦ (Τ 239)· „Φυλείδην

### book 175b.2

τε Μέγητα“. καὶ πῶς ἀριστεὺς ὑπάρχων οὐκ ἀνίσταται κατὰ Ἕκτο‐

### book 175b.3

ρος (cf. Η 161—9); ἢ ὅτι μείζων ἑαυτοῦ γέγονε, τὴν Ἐπειῶν προσλα‐

### book 175b.4

βὼν ἀρχὴν μετὰ Διώρην (cf. Δ 517—26). T

### book 176a1.1

〈ἄνστησον:〉 οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρ‐

### book 176a1.2

χου. Aim

### book 176a2

τὸ δὲ ἄνστησον διὰ τοῦ ν. T

### book 176b

〈ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαί‐

### book 176b

ρεις:〉 διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος. Aim

### book 176c.1

ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαίρεις:

### book 176c.2

τὸ ἑξῆς ἄνστησον, εἴ μ’ ἐλεαίρεις. | οὐκ ἐπιτακτικῶς δέ φησιν,

### book 176c.3

ἀλλ’ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με, διὰ τὸ „σὺ μὲν πόνου οὔποτε λήγεισ“

### book 176c.4

(Κ 164). τὸ δὲ σὺ γάρ ἐσσι νεώτερος πεφυλαγμένως προσέταξε

### book 176c.5.1

πρὸς τὸ λῆμμα εἰπόντος „οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν;“

### book 176c.5.2

(Κ 165), b(BCE3E4)T ὡς, εἰ μὴ παρῆν, δι’ ἑαυτοῦ ἂν ὁ γέρων

### book 176c.5.3

ἐκάλεσεν. T

### book 179.1

〈βῆ δ’ ἰέναι,〉 τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως:

### book 179.2

ταχέως καὶ μεγαλείως· τί γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν οὐδὲν

### book 179.3

ἠθικὸν οὐδὲ ἀξιόπιστον ἔχουσαν; b(BCE3E4)T

### book 180.1

〈ἐν ἀγρομένοισι ἔμιχθεν:〉 ἐν ἄλλῳ „ἐν ἀγρομένοισι γέ‐

### book 180.2

νοντο“. Aim

### book 182a1.1

ἀλλ’ ἐγρηγορτὶ〈—〉εἵατο: καλῶς οὔτε κα‐

### book 182a1.2

τακλίνονται, ἵνα μὴ κατενεχθῶσιν εἰς ὕπνον, οὔτε ἑστήκασιν, ἵνα μὴ

### book 182a1.3

προκάμωσι τῆς χρείας. b(BCE3E4)T

### book 182a2.1

{ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες:} καθέζονται

### book 182a2.2

μέν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δέ, ἵνα μὴ πρὸ

### book 182a2.3

τῆς χρείας κάμωσιν. A

### book 182b.1

ἐγρηγορτὶ σὺν τεύχεσιν: οἰκεῖον φύλαξι τὸ μὴ κοι‐

### book 182b.2

μᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα. b(BCE3E4)T

### book 183-6.1

ὡς δὲ κύνες περὶ μῆλα〈—ὕπνος ὄλωλεν〉:

### book 183-6.2

θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα

### book 183-6.3

ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδο‐

### book 183-6.4

κῶντες ἔφοδον. b(BCE3E4)T

### book 183

〈δυσωρήσονται:〉 ὤρα ἡ φυλακή. Til

### book 186.1

ἀπό τέ σφι〈σι〉ν ὕπνος ὄλωλεν: τοῖς κυσίν· θορύβου

### book 186.2

γὰρ ἐμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ

### book 186.3

κύνες· διὸ ὑπερβολικῶς εἶπε τὸ ὄλωλεν, ὡς μηδὲ ὕστερον, εἰ βουλη‐

### book 186.4

θεῖεν, ὑπνωσόντων αὐτῶν. b(BCE3E4)T

### book 187.1

{ὡς τῶν} νήδυμος: ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ

### book 187.2

ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται. A

### book 188a.1

φυλασσομένοισι: ὅτι ἀντὶ τοῦ φυλάσσουσι, ATil

### book 188a.2

παθητικὸν ἀντὶ ἐνεργητικοῦ. A

### book 188b.1

νύκτα φυλασσομένοισι κακήν: κοινῶς, ὡς ἂν εἴποις

### book 188b.2

‘κακὴν νύκτα διήγαγον‘. καὶ ἔστι παθητικὸν ὑπὸ τοῦ ποιητοῦ προσ‐

### book 188b.3

κείμενον. ἅμα δὲ ἐξηγεῖται τὸ „δυσωρήσονται“ (Κ 183)· δηλοῖ γὰρ

### book 188b.4

τὴν δυσχερῆ παραφυλακήν. b(BCE3E4)T

### book 188-9.1

πεδίον δὲ γὰρ αἰεί / τετράφατο: διὰ τοῦ α〈ἰ〉εί

### book 188-9.2

δηλοῖ τοὺς μηδ’ ὅλως ἀφυπνώσαντας, ἀντιστήσαντας τῷ ὕπνῳ τὸν

### book 188-9.3

φόβον. T

### book 189a.1

τετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων 〈ἀΐοιεν ἰόντων〉:

### book 189a.2

ὅτι οὐ λέγει ‘ὁππότε ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε πρὸς τὸ

### book 189a.3

πεδίον τετραμμένοι ἦσαν‘ (οὐδὲ γὰρ ἐπεληλύθεισαν), ἀλλὰ ‘φοβού‐

### book 189a.4

μενοι, μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον‘. A

### book 189b

〈ἐπὶ Τρώων ἀΐοιεν ἰόντων:〉 ἐπιόντων ἀΐοιεν. Til

### book 190.1

τοὺς δ’ ὁ γέρων γήθησεν 〈ἰδὼν θάρσυνέ τε μύθῳ〉:

### book 190.2

τὸ πᾶν γὰρ αὐτῷ ἐπιτρέπει ὁ Ἀγαμέμνων. T

### book 192.1

οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε: τεχνικῶς διὰ τοῦ

### book 192.2

παραγγεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν

### book 192.3

ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ φίλα τέκνα· τῷ γὰρ συγγενικῷ ὀνόματι

### book 192.4

τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν. b(BCE3E4)T τοῦ δὲ παιδὸς

### book 192.5

οὐδ’ ὅλως ἐμνημόνευσεν. T

### book 193.1

μὴ χάρμα γενώμεθα 〈δυσμενέεσσιν〉: τὸ μάλιστα

### book 193.2

λυποῦν παρέλαβε, χαρὰν πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων ἐν αὐτοῖς

### book 193.3

εἶναι τὴν πᾶσαν τῶν Ἑλλήνων σωτηρίαν φησίν. b(BCE3E4)T

### book 194a.1

τάφροιο διέσσυτο: ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶ‐

### book 194a.2

τος πρόεισι, δυσωπῶν αὐτούς. | διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους

### book 194a.3

ἀσφαλέστερον βουλεύονται; ἀλλ’ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντες

### book 194a.4

θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν

### book 194a.5.1

Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολ‐

### book 194a.5.2

μᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων

### book 194a.5.3

ἐκπέμπεσθαι b(BCE3E4)T πρὸς τὸ μὴ δοκεῖν πολὺ προκόπτειν τῆς

### book 194a.5.4

φάλαγγος. ἦσαν δὲ ἤδη τὰ τῶν φυλάκων 〈κατα〉καυθέντα πυρά·

### book 194a.5.5

διὸ ἔλαθον. T

### book 194b.1

τάφροιο διέσσυτο: διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυ‐

### book 194b.2

βος ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ

### book 194b.3

αἰτίαν ἀγνοούντων. 〈ἢ〉 ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται. |

### book 194b.4

ἢ εἰς εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τυγχάνωσιν ἐγγὺς

### book 194b.5

ὄντων. A

### book 195.1

〈ὅσοι κεκλήατο βουλήν:〉 ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς

### book 195.2

βουλήν. Aint

### book 196-7.1

τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς

### book 196-7.2

υἱός 〈/ ἤϊσαν〉: διὰ τὸν Ἰδομενέα καὶ Νέστορα. ἅμα δέ, ἵνα οἱ κα‐

### book 196-7.3

τάσκοποι ὁπλισθῶσιν (cf. Κ 235—7). T

### book 197.1

αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι: πιθανῶς, τοὺς

### book 197.2

φύλακας εὑρόντες ἐγρηγορότας, ἐπῄνεσαν μὲν αὐτοὺς τοῖς λόγοις,

### book 197.3

ἐτίμησαν δὲ τοῖς ἔργοις, ἐπὶ συμβουλίαν τοὺς ἡγεμόνας αὐτῶν παρα‐

### book 197

λαβόντες. T

### book 198.1

ὀρυκτήν: τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν. ἢ ἀντιδιαστέλ‐

### book 198.2

λει πρὸς τοὺς ἐξ ὄμβρων γινομένους ῥωχμούς. b(BCE3E4)T

### book 199a.1

〈ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉

### book 199a.2

πρὸς Ἴστρον (cf. FGrHist 334, 70), ὅτι οὐ γέγονε νεκρῶν ἀναίρε‐

### book 199a.3

σις. Aim

### book 199b.1

〈ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉

### book 199b.2

τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος. Aint

### book 199c.1

ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: διεφαίνετο T

### book 199c.2

ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ

### book 199c.3

ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι κει‐

### book 199c.4

μένων νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον. b(BE3E4)T

### book 199d.1

ὅθι δὴ νεκύων διεφαίνετο χῶρος {πιπτόντων}:

### book 199d.2

ἄτοπον, φασί, μηδὲ τοὺς πρὸς τῇ τάφρῳ 〈ἀν〉ελέσθαι νεκρούς. ἀλλ’

### book 199d.3

οὐκ ἂν ἐπέγνωσαν νυκτὸς τοὺς ἑαυτῶν. ἢ διὰ τὴν φαντασίαν. T

### book 202.1

πίφαυσκον: ἐνεφάνιζον, ἔλεγον. | φῶ φαύω καὶ πιφαύω,

### book 202.2

πιφαύσκω. A

### book 203.1

〈τοῖσι δὲ μύθων ἦρχε:〉 ἐν ἄλλῳ „τοῖσι δὲ καὶ μετέειπε“.

### book 203.2

Aint

### book 204-13a1.1

ὦ φίλοι, οὐκ ἂν δή τισ〈—πάντας ἐπ’

### book 204-13a1.2

ἀνθρώπουσ〉: ἤτοι διασταλτέον ἐπὶ τὸ ἐλθεῖν (206), ἵνα στίζωμεν

### book 204-13a1.3

ἐπὶ τὸ Ἀχαιούς (210) καὶ ἀπ’ ἄλλης ἀρχῆς εὐκτικῶς ᾖ λεγόμενα τὰ

### book 204-13a1.4

ἑξῆς ταῦτά τε πάντα πύθοιτο (211). ἢ στικτέον ἐπὶ τὸ ἐλθεῖν

### book 204-13a1.5.1

(206) καὶ ἀπὸ ἄλλης ἀρχῆς εἴ τινά που δηΐων ἕλοι ἐσχατόων‐

### book 204-13a1.5.2

τα (206), ἵν’ ὑποστίζωμεν ἐπὶ τὸ ἐσχατόωντα (206) καὶ σφίσιν

### book 204-13a1.1

(208) καὶ Ἀχαιούς (210) καὶ πύθοιτο (211) καὶ ἀσκηθής (212),

### book 204-13a1.2

τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων ἀνέλοι καὶ

### book 204-13a1.3

γνοίη, τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος ὑποστρέψει〈ε〉,

### book 204-13a1.10

μεγάλην ἂν ἔχοι δόξαν. A

### book 204-13a2.1

ὑποστίζων εἰς τὸ ἐλθεῖν (206) τελειώσεις εἰς τὸ Ἀχαιούς

### book 204-13a2.2

(210)· καὶ τελειῶν εἰς τὸ ἐλθεῖν (206) ἀποδώσεις εἰς τὸ ἀνθρώπους

### book 204-13a2.3

(213). b(BCE3E4)T

### book 204-6.1

ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ〈— / ἐλθεῖν〉: ἐξ

### book 204-6.2

αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει γὰρ προοιμίων, ἀλλ’ ὀξυλα‐

### book 204-6.3

βείας τῷ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ

### book 204-6.4

μὴ ἕνα ἐκλέξασθαι· ἐλύπησε γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ

### book 204-6.5.1

σωτηρίας καὶ τοὺς λοιποὺς ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς

### book 204-6.5.2

ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλ’ ἡσυχίαν αὐτοῖς

### book 204-6.5.3

ἀνεπίφθονον δέδωκεν. b(BCE3E4)T εὖ δὲ καὶ τὸ αὐθαίρετον· πε‐

### book 204-6.5.4

πίθοιτο (204) γὰρ οὐκ ἐμοί, ἀλλ’ ἑῷ αὐτοῦ / θυμῷ (204—5) καὶ

### book 204-6.5.5

τολμήεντι (205), ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως.

### book 204-6.10

b(BE3E4)T

### book 204.1

ἑῷ αὐτοῦ: ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ

### book 204.2

αὐτοῦ καὶ „ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖοσ“ (β 45) καὶ τὰ τοιαῦτα· καὶ ἐπὶ

### book 204.3

τῶν πληθυντικῶν „αὐτῶν γὰρ σφετέρῃσι“ (α 7)· τὸ γὰρ αὐτοῦ καὶ

### book 204.4

αὐτῶν κοινόν ἐστιν ἐπίταγμα τῶν τριῶν προσώπων. A

### book 206.1

ἕλοι ἐσχατόωντα: †ζωγρήσοι† πρὸς τὸ πυθέσθαι †τὰ

### book 206.2

παρὰ τῶν πολεμίων†. διὰ δὲ τοῦ ἐσχατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε

### book 206.3

τῆς πράξεως, b(BCE3E4)T καὶ ἀντιπαρέβαλε τὸ „μέγα κέν οἱ

### book 206

ὑπουράνιον κλέος εἴη“ (Κ 212). T

### book 207.1

ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο: εἰώθασιν

### book 207.2

οἱ πολεμούμενοι—τὴν Δεκέλειαν. A

### book 208-10.1

ἅσσα τε μητιόωσι〈—Ἀχαιούσ〉: ὅτι κακῶς

### book 208-10.2

ἐν τοῖς μετὰ ταῦτα (sc. Κ 409—11) κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμ‐

### book 208-10.3

βάνουσιν οἱ περὶ Διομήδη. | τὴν δὲ σφίσι (208) νῦν ὀρθοτονητέον,

### book 208-10.4

καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον. A

### book 210

〈ἂψ ἀναχωρήσουσιν:〉 διὰ τὸ ὑπονοεῖν Ἀχιλλέα. Til

### book 211a

〈ταῦτά τε πάντα:〉 ἐπανάληψις. Til

### book 211b.1

ἂψ εἰς ἡμέας ἔλθοι: διοριζόμενος θαρσαλεώτερον αὐτὸν

### book 211b.2

ποιεῖ. T

### book 211-2.1

〈ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας

### book 211-2.2

ἔλθοι /〉 ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον 〈κλέος εἴη〉: παν‐

### book 211-2.3

ταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ. b(BE3

### book 211-2.4

E4)T

### book 213

〈πάντας ἐπ’ ἀνθρώπους:〉 ἀντὶ τοῦ εἰσέπειτα. Til

### book 214-6.1

ὅσ〈σ〉οι γὰρ νήεσ〈σ〉ιν ἐπικρατέουσιν〈—

### book 214-6.2

ὑπόρρηνον〉: μέγας οὖν ἔσται, ἀριστεῖα παρὰ τῶν ἰδίων λαμβάνων.

### book 214-6.3

καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον, b(BCE3E4)T καὶ

### book 214-6.4

εἰ μηδέν ἐστιν, ὅμως μέγα. T ἔσται δὲ αὐτῷ, φησίν, ἀγέλη μελαι‐

### book 214-6.5.1

νῶν οἰῶν ὅπερ ἐστὶ σπάνιόν τε καὶ σύμβολον τῆς ἐν νυκτὶ πράξεως.

### book 214-6.5.2

b(BCE3E4)T διὰ δὲ τῆς ἐπιγονῆς ἀείμνηστον ποιεῖ τὸ κλέος τῆς

### book 214-6.5.3

πράξεως. T

### book 215

〈μέλαιναν:〉 ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν. Aim

### book 216a.1

θῆλυν ὑπόρρηνον: ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου

### book 216a.2

ῥητή, τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται. δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι. A

### book 216b.1

ὑπόρρηνον: ἔγκυον, οἱ δὲ θηλάζουσαν. | ὑπόρρηνον

### book 216b.2

δὲ γράφει διὰ τοῦ ἑτέρου ρ. T

### book 216b.1

διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα; καὶ

### book 216b.2

ῥητέον ὅτι—ποιήσωνται. A

### book 217.1

αἰεὶ δ’ ἐν δαίτῃσι 〈καὶ εἰλαπίνῃσι παρέσται〉: ὡς

### book 217.2

τὸ „ἕδρῃ τε κρέασί〈ν〉 τε“ (Θ 162). T ἐκ τούτου δὲ δῆλον ὡς οὐ

### book 217.3

πάντες ἀεὶ ἐκαλοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον τῆς ἑστιάσεως δηλοῖ,

### book 217.4

b(BCE3E4)T ὡς τὸ „αὐτόματος δέ οἱ ἦλθε“ (Β 408). T

### book 217.5

εἰλαπίνῃσιν: ἑορταῖς—ταράσσεσθαι. A

### book 218a1.1

οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: Ἑλληνι‐

### book 218a1.2

κὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους. T

### book 218a2

ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι. Aim

### book 220a.1

ἔμ’ ὀτρύνει κραδίη: ἐμέ, πρὸς τὸ „πεπίθοιθ’ ἑῷ αὐτοῦ“

### book 220a.2

(Κ 204). ἔπρεπε δὲ τὸν μένειν συμβουλεύοντα καὶ τοὺς κινδύνους ὑπο‐

### book 220a.3

δύεσθαι. T

### book 220b.1

καὶ θυμὸς ἀγήνωρ: παρέλκει τὸ ἐπίθετο〈ν〉, καὶ ἔστιν

### book 220b.2

Ὁμηρικόν, ὡς τὸ „Ἀνδρομάχη λευκώλενοσ“ (Ζ 377). T

### book 221

ἐγγὺς ἐόντα: οὐκ εἰκῇ τὸ ἐγγὺς ἐόντα, ἀλλ’ ὅτι μέγαν

### book 221.1

κίνδυνον ἀναδέχεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλ’

### book 221.2

ὡς καὶ ἑτέρου συνεργοῦ δεόμενος. b(BCE3E4)T

### book 222-3.1

{τρώων} ἀλλ’ εἴ τίς μοι ἀνὴρ 〈ἅμ’ ἕποιτο καὶ ἄλ‐

### book 222-3.2

λος, / μᾶλλον θαλπωρή〉: ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος (222),

### book 222-3.3

ἵν’ ᾖ ὁ λόγος εὐκτικὸς ‘ἀλλ’ εἴθε‘ ἢ παρακελευστικός, ὡς προείρηται

### book 222-3.4

(sc. ad Ι 46—7a1)· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος (222), ἵν’ ᾖ ἀντα‐

### book 222-3.5

πόδοσις τὰ ἐπιφερόμενα μᾶλλον θαλπωρή (223). A

### book 222

〈εἰ:〉 τινὲς ἀντὶ τοῦ εἴθε. Til

### book 223a.1

〈μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται:〉

### book 223a.2

ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς. Aint

### book 223b1.1

μᾶλλον θαλπωρὴ〈—ἔσται〉: ἐπιτήδειος ὁ τρό‐

### book 223b1.2

πος πρὸς τὸ κοινωνοὺς ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ οὐ ποιεῖ Δόλων·

### book 223b1.3

διὸ καὶ ἀποτυγχάνει. T

### book 223b2.1

ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς

### book 223b2.2

αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει. b(BCE3E4)

### book 224-6.1

σύν τε δύ’ ἐρχομένω〈—μῆτισ〉: μάλα καλῶς

### book 224-6.2

ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς· ὁ μὲν γὰρ εἷς τάχα

### book 224-6.3

μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλ’ ἀνόητα. οἱ δὲ δύο

### book 224-6.4

στερ〈ρ〉οποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ. A

### book 224a1.1

σύν τε δύ’ ἐρχομένω 〈καί τε πρὸ ὁ τοῦ ἐνόησεν〉:

### book 224a1.2

πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστι ἐκείνῳ „ἄμφω δ’ ἑζομένω“ (Γ 211)·

### book 224a1.3

συνερχόμενοι δύο ἀντὶ τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν

### book 224a1.4

προστιθέασι, κακῶς. A

### book 224a2

{σύν τε δύ’ ἐρχομένω:} ὡς τὸ „ἄμφω δ’ ἑζομένω, γεραρώ‐

### book 224a2

τερος ἦεν Ὀδυσσεύσ“ (Γ 211). T

### book 224b.1

ἄλλως· ἀντὶ τοῦ δυεῖν συνερχομένω〈ν ὁ〉 ἕτερος πρὸ θατέ‐

### book 224b.2

ρου πολλάκις ἐλογίσατο. | ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς „πρό τε παίδων καὶ

### book 224b.3

πρὸ γυναικῶν“ (Θ 57). A

### book 225a.1

μοῦνος δ’ εἴ πέρ τε: οὕτως Ἀρίσταρχος μοῦνος δ’

### book 225a.2

εἴ πέρ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς. | καὶ ὅτι περισσὸς ὁ τέ. A

### book 225b

εἴ πέρ τε νοήσῃ: οὕτω καὶ οἱ ἀπὸ τῆς σχολῆς. Til

### book 226.1

{ἀλλὰ τέ οἱ} βράσσων: ὅτι οἱ Γλωσσογράφοι βράσσων

### book 226.2

ἀντὶ τοῦ ἐλάσσων 〈ἀπὸ τοῦ βραχύς· ἀλλ’〉 οὐδαμοῦ κέχρηται τούτῳ

### book 226.3

Ὅμηρος. ἀποδοτέον οὖν βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος,

### book 226.4

οὐχ ἑστηκὼς διὰ τὴν ἀγωνίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει. A

### book 227.1

οἱ δ’ ἔθελον Διομήδει 〈πολλοὶ ἕπεσθαι〉: προτρέπει

### book 227.2

ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν

### book 227.3

κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει τοὺς συγκινδυνεύοντας. b(BCE3

### book 227.4

E4)T

### book 228-31.1

ἠθελέτην Αἴαντε δύω〈—ἤθελε〉: παλαιᾶς

### book 228-31.2

ἑρμηνείας ἰδέα καὶ μᾶλλον ἔμφασιν ἔχουσα τῷ ἐπιμένειν τῷ ἤθελε

### book 228-31.3

(229. 230. 231) καὶ μὴ μεταλλάξαι εἰς τὸ ἐβούλετο ἢ ἄλλο τι. T

### book 231a.1

{ἤθελε δ’} ὁ τλήμων: ὅτι τλήμονα οἱ νεώτεροι τὸν

### book 231a.2

ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλητικόν, τὸν ὑπομενητικόν. A

### book 231b

ὁ τλήμων Ὀδυσσεύς: ὁ τλήμων πρὸς τὴν ἑτέραν

### book 231b

ποίησιν, ἵνα εὐφυὴς ἐν ἅπασι γένοιτο. T

### book 232.1

αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα: τολμητὴς ἦν οὐ

### book 232.2

μόνον ἐν τῷ παρόντι. T

### book 233-9.1

τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέ‐

### book 233-9.2

μνων〈—βασιλεύτερός ἐστιν〉: πάντα Νέστωρ διῴκηκε κα‐

### book 233-9.3

ταπληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι.

### book 233-9.4

νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ

### book 233-9.5.1

ἀδελφοῦ· b(BCE3E4)T ἄτοπον γὰρ ἦν Νέστορα καὶ τοῦτο εἰπεῖν

### book 233-9.5.2

καταβάλλοντα τὸν Μενέλαον. T

### book 234.1

ἐμῷ κεχαρισμένε θυμῷ: ἤδη χάριν αὐτῷ τῆς προθυμίας

### book 234.2

ὁμολογεῖ. T

### book 235

〈ἕταρον:〉 συνεργόν. Til

### book 236a.1

φαινομένων τὸν ἄριστον: καλῶς παραιτεῖται Μενέ‐

### book 236a.2

λαον· οὐ γὰρ ἄριστος οὗτος. T

### book 236b.1

φαινομένων τὸν ἄριστον: τεχνικῶς ἔχει ὁ λόγος· ὁρῶν

### book 236b.2

γὰρ τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασιν

### book 236b.3

ὄντας προτιμῶντας, ἰδίᾳ μὲν ὤκνησεν περὶ τοῦ ἀδελφοῦ ποιήσασθαι

### book 236b.4

τὸν λόγον, μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ

### book 236b.5

ἁπάντων λέγει τὸν ἄριστον αἱρεῖσθαι. b(BCE3E4)T

### book 238.1

σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων: διδάσκει ὅτι πολ‐

### book 238.2

λάκις αἰδὼς ἐκκρούει τοῦ συμφέροντος. T

### book 239.1

εἰς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν: τοὺς

### book 239.2

πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ

### book 239.3

τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους πα‐

### book 239.4

ραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους. b

### book 239.5

(BCE3E4)T

### book 240.1

ὣς ἔφατ’, ἔδδεισεν δὲ 〈περὶ ξανθῷ Μενελάῳ〉: ἀθε‐

### book 240.2

τεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ ἐπιλεγόμενος

### book 240.3

ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώ‐

### book 240.4

που ἀναφωνεῖ, ὡς καὶ τὸ „νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας

### book 240.5

ἀλύξασ“ (Μ 113). A | οὐδὲ ἐν τῇ Ζηνοδότου ἦν. ATil

### book 242a.1

εἰ μὲν δὴ ἕταρόν γε: ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ

### book 242a.2

συνεργὸν λέγει. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἑταρίσσαιτο“ (Ν 456) ἀντὶ τοῦ

### book 242a.3

συνεργὸν λάβοι. A

### book 242b1.1

κελεύετέ μ’ αὐτόν {ἑλέσθαι}: Ἀλεξίων (fr. 40 B.) τὸ ε

### book 242b1.2

τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν,

### book 242b1.3

ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ

### book 242b1.4

αἱ τοῦ πρώτου προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός

### book 242b1.5.1

ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης (p. 51 B.) καὶ Ἀρίσταρχος

### book 242b1.5.2

ἐγκλιτικῶς ἀνεγνώκασιν ἐπὶ τὴν τε συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν,

### book 242b1.5.3

ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ‘ἐμαυτὸν ἑλέσθαι‘. A

### book 242b2.1

{εἰ μὲν δὴ ἕταρον:} Ἀρίσταρχος τὴν μέ ἐγκλιτικῶς προ‐

### book 242b2.2

φέρεται. T

### book 243.1

πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ 〈θείοιο λαθοίμην〉: τῇ ἀν‐

### book 243.2

δρίᾳ ἑαυτοῦ θαρρῶν σύμβουλον αἱρεῖται· b(BCE3E4)T διὸ

### book 243

παρίησιν Αἴαντα. T

### book 244.1

οὗ πέρι μὲν πρόφρων κραδίη: ἀληθὴς ὁ ἐν τοῖς κινδύ‐

### book 244.2

νοις ἔπαινος, παρωσάμενος πᾶσαν αἰδῶ. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπο‐

### book 244.3

λογεῖται, οὐ δι’ ἀνδρίαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. A

### book 244.4

β (BCE3E4)T | ᾧ ἕκαστος κατὰ σοφίαν εἴκειν ἠξίου. T

### book 245.1

〈φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη:〉 ὡς ὑπὸ τῆς θεοῦ τιμώμενος

### book 245.2

οἶδε καὶ τοὺς ἄλλους τοὺς ὑπ’ αὐτῆς τιμωμένους. Til

### book 246a1.1

{τούτου γ’} ἑσπομένοιο: δύναται καὶ „σπομένοιο“, ὥς

### book 246a1.2

φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.)· καὶ ὅμοιόν ἐστι τοῦ „ὁ δὲ σπόμενος

### book 246a1.3

περὶ δουρί“ (Ν 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ „εἰ δὲ σοί, ὦ μέγ’

### book 246a1.4

ἀναιδές, ἅμ’ ἑσπόμεθ’“ (Α 158), ἀνάγκη πᾶσα κατ’ αὐτὸν δασύνειν

### book 246a1.5

καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι. A

### book 246a2.1

δασύνεται· Ἀρίσταρχος γὰρ δασύνει καὶ τὸ „ἀλλὰ σοί,

### book 246a2.2

†μὲν† μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθα“. Til

### book 246-7.1

〈καὶ ἐκ πυρὸς αἰθομένοιο /〉 ἄμφω νοστήσαιμεν:

### book 246-7.2

πρὸς τὸ φιλάλληλον οὐκ εἶπε ‘νοστήσαιμι‘, καὶ ὑποφαίνει ὡς, εἰ ἄλλον

### book 246-7.3

εἵλετο, αἴτιος ἂν ἀμφοτέροις θανάτου καθειστήκει. b(BCE3E4)T

### book 246-7.4

καὶ 〈εὖ〉 ἔοικεν ἔχειν τὸ „θείοιο“ (Κ 243)· μόνους γὰρ θεοὺς οὐκ

### book 246-7.5

ἀναλίσκει τὸ πῦρ. T

### book 247a.1

περίοιδε: οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ

### book 247a.2

τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται πε‐

### book 247a.3

ρισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ

### book 247a

Ἀρίσταρχος βούλεται. A

### book 247b.1

ἐπεὶ περίοιδε νοῆσαι: τινὲς κατὰ παράθεσιν τὸ πε‐

### book 247b.2

ρίοιδε. | φασὶ δὲ ἐκ τούτων πεποιῆσθαι τὴν Ὀδύσσειαν. T | ὅτι

### book 247b.3

κρείττων ἀνδρίας ἐν κινδύνοις ἡ φρόνησις. b(BCE3E4)T

### book 249a1.1

μήτ’ ἄρ με μάλ’ αἴνεε 〈μήτε τι νείκει〉: ἐντεῦθεν

### book 249a1.2

Χίλων (Vors.6 10,2, cf. 88 B 7) τὸ ‘μηδὲν ἄγαν‘ φησίν. ἀριστέως

### book 249a1.3

δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ †ἀναδέχεσθαι δὲ αὐτήν†. τινὲς δὲ τὸν

### book 249a1.4

λόγον ἀνατείνουσιν εἰς τὸ „πῇ φεύγεις;“ (Θ 94)· οὐκ ἂν δὲ ἐκείνου τοῦ

### book 249a1.5

καιροῦ ἐμνήσθη ἐπὶ Νέστορα, ὅσον τὸ καθ’ αὑτὸν προδοῦναι αὐτόν. T

### book 249a2.1

ἐντεῦθεν τὸ ‘μηδὲν ἄγαν‘ δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν

### book 249a2.2

μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς. b(BCE3E4)

### book 249a2.1

μήτ’ ἄρ με μάλ’ αἴνε〈ε〉 μήτε τι νείκει: δῆλός ἐστιν ὁ

### book 249a2.2

ποιητὴς—τῆς ἐπανόδου τύχῃ. A

### book 250.1

εἰδόσι γάρ τοι ταῦτα〈—〉ἀγορεύεις: περισσὸς

### book 250.2

ὁ μεταξὺ τῶν φίλων ἔπαινος. b(BCE3E4)T πρὸς δὲ τοὺς ἀγνοοῦν‐

### book 250.3

τας „εἴμ’ Ὀδυσεὺς Λαερτιάδησ“ (ι 19). T

### book 252a

ἄστρα δὲ δὴ προβέβηκε, 〈παρῴχηκεν δὲ πλέων

### book 252a

νύξ〉: διὰ τὸ πολυθρύλλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. |

### book 252a

γράφεται καὶ οὕτως „ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέω〈ν〉

### book 252a

νύξ / τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται“· τριφύλακος

### book 252a.5.1

γὰρ ἦν καθ’ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις (sc. Φ 111)· „ἔσσεται 〈ἢ〉

### book 252a.5.2

ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“. | οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ

### book 252a.5.3

πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι

### book 252a.5.4

διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, „παροίχωκεν“, ἀποτεινόμενος

### book 252a.5.5

πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα (cf. fr. 99 V.) ἄλλως γράφον‐

### book 252a.10.1

τας, ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. | οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ

### book 252a.10.2

τεχνικὸς (Frg. p. 111, 37) οἶδε τὴν γραφήν. A

### book 252b1.1

ἄστρα δὲ δὴ προβέβηκε: ἄτοπον πρὸς ἠῶ κατασκό‐

### book 252b1.2

πους πέμπεσθαι. κατεπείγων οὖν φησιν. T

### book 252c1.1

〈ἄστρα δὲ δὴ προβέβηκε:〉 ἤδη πρὸ τῆς ἐξόδου περὶ

### book 252c1.2

τοῦ καιροῦ συμβουλεύει. δεόντως οὖν αὐτὸν εἵλετο. Til

### book 252a2/b2/c2.1

ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει,

### book 252a2/b2/c2.2

κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. |

### book 252a2/b2/c2.3

δεόντως οὖν αὐτὸν εἵλετο. b(BCE3E4)

### book 252d

〈ἄστρα:〉 ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων,

### book 252d

Ὀφιοῦχος· ἀστὴρ δέ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός. A

### book 252e1

〈παρῴχηκεν:〉 Ἀρίσταρχος „παρῴχωκεν“. Aim

### book 252e2

{πλέων νύξ:} οὕτω διὰ τοῦ ω κατὰ τροπὴν τοῦ η εἰς ω. T

### book 252-3a.1

〈παρῴχηκεν δὲ〉 πλέω νύξ / τῶν δύο μοιράων,

### book 252-3a.2

〈τριτάτη δ’ ἔτι μοῖρα λέλειπται〉: παρῆλθον τῆς νυκτὸς αἱ δύο

### book 252-3a.3

πλήρεις μοῖραι, b(BCE3E4)T ὡς τὸ „μέλαινά τ’ ἄστρων ἐκλέλοι‐

### book 252-3a.4

πεν εὐφρόνη“ (Soph. El. 19), ἵν’ ᾖ τὸ πλέω (252) ἀντὶ τοῦ πλήρης·

### book 252-3a.5.1

ὅθεν καὶ τὸ „Πληϊάδας τ’ ἐσορῶντι“ (ε 272) φησὶ περὶ τοῦ Ὀδυσσέως.

### book 252-3a.5.2

προοικονομεῖ οὖν, φασί, τὴν Ὀδύσσειαν. T οἱ δέ, τὸ πλέον τῶν

### book 252-3a.5.3

δύο μοιρῶν αὑτῆς παρῆλθεν ἡ νύξ, δύο δὲ μοῖραι ὀκτὼ ὧραι. τούτων

### book 252-3a.5.4

τὸ πλέον, ὅ ἐστιν ἑπτά, παρῆλθεν, ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ

### book 252-3a

τέσσαρες. b(BCE3E4)T δύναται δὲ καὶ οὕτως εἶναι· πολλάκις γὰρ

### book 252-3a.10.1

τῇ τριακοστῇ τοῦ μηνὸς τὸ δειλινὸν λέγομεν τὴν τριακοστὴν μόνην

### book 252-3a.10.2

ὑπολείπεσθαι τῷ μηνί. καὶ ἀλλαχοῦ· „οἱ δὲ πανημέριοι μολπῇ θεόν“

### book 252-3a.10.3

(Α 472), τὸ λεῖπον τῆς ἡμέρας. T

### book 252-3b1.1

πλέω 〈νύξ /〉 τῶν δύο μοιράων: τὴν πλείονα μοῖραν

### book 252-3b1.2

τῶν δύο μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ ἡ τρίτη τελεία. T

### book 252-3b2.1

τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο

### book 252-3b2.2

τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ τρίτη τελεία.

### book 252-3b2.3

b(BE3E4)

### book 253a1.1

τῶν δύο μοιράων, 〈τριτάτη δ’ ἔτι μοῖρα λέ‐

### book 253a1.2

λειπται〉: ἀθετεῖται, ὅτι αὔταρκες τὸ κεφαλαιωδῶς εἰπεῖν „ἄστρα δὲ

### book 253a1.3

δὴ προβέβηκε“ (Κ 252)· τὸ γὰρ τοῦ καιροῦ τοῦτο ἀπαιτεῖ, τὸ δὲ

### book 253a1.4

προσδιασαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον

### book 253a1.5.1

ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο· οἱ „δύο“

### book 253a1.5.2

μὲν γὰρ λέγει (Ε 303 al.) καὶ τοὺς „δύο“ (Β 346 al.), 〈τῶν δύο δὲ〉

### book 253a1.5.3

ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν παρ’ Ὁμήρῳ. Ζηνόδοτος 〈οὐ〉δὲ ἔγραφεν,

### book 253a1.5.4

Ἀριστοφάνης ἠθέτει. A

### book 253a2

Ἀριστοφάνης ἀθετεῖ. Til

### book 255.1

Τυδείδῃ μὲν δῶκε〈—〉Θρασυμήδης: ἵνα μὴ

### book 255.2

ἀπιόντες πάλιν εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. b(BCE3E4)T φησὶ

### book 255.3

δὲ „ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν“ (Ι 80). T Θρασυμήδης δὲ

### book 255.4

ὁπλίζει αὐτὸν ὡς νεωστὶ Νέστορα σώσαντα (cf. Θ 99—171). b

### book 255.5

(BCE3E4)T

### book 256-7.1

〈φάσγανον ἄμφηκες· τὸ δ’ ἑὸν παρὰ νηῒ λέ‐

### book 256-7.2

λειπτο· / καὶ σάκος:〉 τὸ ἑξῆς φάσγανον ἄμφηκες καὶ σάκος,

### book 256-7.3

τὰ δὲ ἄλλα διὰ μέσου. Aint

### book 256

〈τὸ δ’ ἑὸν παρὰ νηῒ λέλειπτο:〉 τοῦτο διὰ μέσου. ὁ δὲ

### book 256

δέ ἀντὶ τοῦ γάρ. Til

### book 257

〈καὶ σάκος:〉 εἰς προβολὴν †τοῦ τόξου† Ὀδυσσέως. Til

### book 258a.1

ταυρείην ἄφαλόν τε 〈καὶ ἄλοφον〉: ἡ διπλῆ, ὅτι

### book 258a.2

„κυνέην“ (Κ 257) μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος,

### book 258a.3

ἄφαλον δὲ καὶ ἄλοφον κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ

### book 258a.4

τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώ‐

### book 258a.5

σεις. A

### book 258b.1

ἄφαλον: ὁ φάλος ὀμφαλός ἐστι μικρὸς ἀσπίδι μικρᾷ πα‐

### book 258b.2

ραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον ὑπερέχων τῶν ὀφρύων,

### book 258b.3

ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, A b (BCE3E4)T οἷαι τῶν Κο‐

### book 258b.4

ρυβάντων εἰσὶν αἱ κόρυθες καὶ τῶν Παλλαδίων. ὅτι δὲ κατὰ τὸ μέτωπόν

### book 258b.5.1

ἐστιν ὁ φάλος, δῆλον ἐκ τούτων „τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον, /

### book 258b.5.2

ἐν δὲ μετώπῳ πῆξε“ (Δ 459—60) κἀκ τούτων „ψαῦον δ’ ἱππόκομοι

### book 258b.5.3

κόρυθες λαμπροῖσι φάλοισι/ AT νευόντων· ὡς πυκνοὶ ἐφέστασαν“

### book 258b.5.4

(Ν 132—3). T

### book 258c1

ἄλοφον: πρὸς τὸ λανθάνειν. ἄφαλον δὲ ἀναγκαίως· ἐκ

### book 258c1

γὰρ τῶν φάλων εἰώθασιν ἐκδεῖσθαι οἱ λόφοι. T

### book 258c2

ἦν δὲ ἄφαλος, καὶ ἄλοφος διὰ τὸ λανθάνειν. b(BCE3E4)

### book 258d

〈ἄλλοφον:〉 Ἀρίσταρχος „ἄλοφον“. Aint

### book 258e.1

καταῖτυξ: εἶδος—κοίλην εἶναι. | ἡ καταῖτυξ προ‐

### book 258e.2

περισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ

### book 258e.3

κλινόμενα ἐνίοτε ἐκτείνει τὸ υ· τὸ γὰρ „κήρυκι Ἠπυτίδῃ“ (Ρ 324)

### book 258e.4

συνέσταλται διὰ τὸ μέτρον. A

### book 258f.1

καταῖτυξ: παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει.

### book 258f.2

b(BCE3)T

### book 259.1

ῥύεται δὲ κάρη: δείκνυσιν ὅτι πρὸς μόνην σκέπην πεποίη‐

### book 259.2

ται, οὐ πρὸς κόσμον. b(BCE3E4)T | φάλος δέ ἐστι μικρὸς ὀμφαλός,

### book 259.3

οὗ δεῖται ὁ λόφος. T

### book 260.1

Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιόν: ὡς Κρὴς ἔχει τόξον. |

### book 260.2

ὅπως βάλλοι λανθάνων τοὺς ἐν φωτί. καὶ προοικονομεῖ καιρίως τὴν

### book 260.3

μνηστηροκτονίαν. T

### book 262-4.1

ῥινοῦ ποιητήν· πολέσιν δ’ ἔντοσθεν ἱμᾶσιν

### book 262-4.2

〈—ἔνθα καὶ ἔνθα〉: ὥστε τῇ ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυ‐

### book 262-4.1

τον μεῖναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι †κατὰ† τῶν

### book 262-4.2

ὀδόντων πυκνῶς ἐρεισθέντων. b(BCE3E4)T

### book 262

〈ῥινοῦ ποιητήν:〉 πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν. Aint

### book 263-4.1

〈ὀδόντες / ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα

### book 263-4.2

καὶ ἔνθα:〉 πρὸς τὸ ἀποκρούεσθαι τὰ βαλλόμενα μεμηχάνηνται οἱ

### book 263-4.3

ὀδόντες. Til

### book 265a.1

μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει: ὅτι τὸ κοινὸν καὶ συμβε‐

### book 265a.2

βηκὸς ταῖς περικεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ, ζωγράφοι καὶ

### book 265a.3

πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ. A

### book 265b.1

πῖλος ἀρήρει: Ἀπολλόδωρος ὁ σκιογράφος ἐντεῦθεν

### book 265b.2

πρῶτος ἔγραψεν πῖλον Ὀδυσσεῖ. ἀλλ’ οὐκ ἦν αὐτοῦ ἡ περικεφαλαία,

### book 265b.3

κοινόν τε πάσῃ τὸ ἔχειν. T

### book 265c.1

μέσσῃ δ’ ἐνὶ πῖλος 〈ἀρήρει〉: καὶ τοῦτο ὁμοίως τῷ

### book 265c.2

προκειμένῳ ἀναγνωστέον. AAim

### book 266-7a1.1

τήν ῥά ποτ’ ἐξ Ἐλεῶνοσ〈— / ἐξέλετ’ Αὐτό‐

### book 266-7a1.2

λυκος:〉 Αὐτόλυκος Ἑρμοῦ καὶ Στίλβης τῆς Ἑωσφόρου δῶρον παρὰ

### book 266-7a1.3

τοῦ πατρὸς ἔλαβε τοῦτο ὥστε κλέπτειν καὶ τῶν κλεπτομένων ἀμείβειν

### book 266-7a1.4

τὴν ἰδέαν. καί ποτε κλέψαντος αὐτοῦ Σισύφου βόας παρῆν ὁ Σίσυφος

### book 266-7a1.5.1

ἐπιγνοὺς τὰς ἰδίας· ὡς δὲ ἠρνεῖτο, Σίσυφος στρέψας τὰς ὁπλὰς τῶν

### book 266-7a1.5.2

βοῶν ἔδειξε τὸ ὄνομα αὐτοῦ ἐγκεκολαμμένον. ὁ δὲ φωραθεὶς ἐπὶ ξενίαν

### book 266-7a1.5.3

αὐτὸν προετρέπετο· ὅθεν μεθυσθεὶς βιάζεται Ἀντίκλειαν καὶ ποιεῖ

### book 266-7a1.5.4

Ὀδυσσέα. T

### book 266-7a2

Αὐτόλυκος: ὁ Ἑρμοῦ υἱός, κλεπτίστατος ἀνθρώπων. A

### book 266a.1

τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος 〈Ἀμύντορος Ὀρμενί‐

### book 266a.2

δαο〉: προειπὼν ἐν Θεσσαλίᾳ κατοικεῖν τὸν Ἀμύντορα, δι’ ὧν φησι

### book 266a.3

Φοῖνιξ „φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδοσ“ (Ι 478), ἐνθάδε πῶς ἐν

### book 266a.4

Ἐλεῶνι τῆς Βοιωτίας αὐτόν φησιν οἰκεῖν; ἡ δὲ λύσις ῥᾳδία· ἦν μὲν γὰρ

### book 266a.5.1

ὁμωνυμία τῷ Φοίνικος 〈πατρί〉. Φερεκύδης (FGrHist 3, 81) δὲ

### book 266a.5.2

Βοιωτὸν τὸν Ἀμύντορά φησιν· καὶ γὰρ ὁ ποιητὴς οὐκ ἀπὸ τῆς Ἑλ‐

### book 266a.5.3

λάδος φησὶ φεύγειν τὸν Φοίνικα. δύναται δὲ καὶ ἐν Ἑλλάδι οὕτω τις

### book 266a.5.4

προσαγορεύεσθαι τόπος Ἐλεών. T

### book 266b.1

{τήν ῥά ποτ’ ἐξ} Ἐλεῶνος: εἰσὶν οἳ ψιλοῦσιν. ὁ δὲ Ἀσκα‐

### book 266b.2

λωνίτης (p. 51 B.) φησὶ δασύνεσθαι. ἔστι δέ τινα, ἃ ἱστορίᾳ τοπικῇ

### book 266b.3

κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως

### book 266b.4

τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ Καταλόγῳ ψιλῶς ἀνέγνωμεν „οἵ

### book 266b.5.1

τ’ Ἐλεῶν’ εἶχον“ (Β 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι

### book 266b.5.2

πόλιν. A

### book 266c.1

〈Ἀμύντορος Ὀρμενίδαο:〉 ὅτι ὁμώνυμος οὗτος τῷ

### book 266c.2

τοῦ Φοίνικος πατρὶ Βοιωτός. Aint

### book 266-8a1.1

〈τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος—Σκάνδειαν δ’

### book 266-8a1.2

ἄρα δῶκε:〉 ἐν Ἐλεῶνι τὴν κλοπήν φησιν, ἐν δὲ Σκανδείᾳ τὴν διανο‐

### book 266-8a1.3

μήν. Til

### book 266-8a2.1

τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος

### book 266-8a2.2

καταίτυγος (Ἐλεὼν δὲ πόλις τῆς Βοιωτίας), τὴν δὲ διανομὴν ἐν Σκαν‐

### book 266-8a2.3

δείᾳ πόλει Κυθήρων. b(BCE3)

### book 268a.1

Σκάνδειαν δ’ ἄρα 〈δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι〉:

### book 268a.2

ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν, ὡς „πεύθετο γὰρ

### book 268a.3

Κύπρον δέ“ (Λ 21) ἀντὶ τοῦ εἰς Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι

### book 268a.4

ἐκ τόπου εἰς τόπον. | Σκάνδεια δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαν‐

### book 268a.5.1

τες δέ τινες τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς

### book 268a.5.2

στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ᾗ λαμπρῶς τιμᾶται

### book 268a.5.3

Ἀφροδίτη· διὸ καὶ „Κυθέρεια“ (ς 193) ἐπιθετικῶς ἡ θεός. A

### book 268b.1

〈Σκάνδειαν δ’ ἄρα:〉 κατὰ παράλειψίν ἐστι τῆς εἴς προ‐

### book 268b.2

θέσεως, ἵν’ ᾖ εἰς Σκάνδειαν. b(BCE3E4) | εἰς δὲ τὸ ἄρα διαστολὴ

### book 268b.3

μικρά. τὸ δὲ ἑξῆς ἀκόλουθον. b(BCE3)

### book 268c.1

〈Σκάνδειαν:〉 πόλις τῶν Κυθήρων. | λείπει δὲ ἡ εἴς, ἀντὶ

### book 268c.2

τοῦ εἰς τὴν Σκάνδειαν. Til

### book 270.1

φορῆναι: ἐκ τοῦ φόρημι φορέναι, ἔκτασις φορῆναι, ὡς καὶ τὸ

### book 270.2

εἶναι. T

### book 271.1

δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη: ἡδεῖα ἡ περιπέτεια,

### book 271.2

τὸ διὰ τοσούτων ἐλθοῦσαν τὴν κυνῆν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν

### book 271.3

ἐξ Αὐτολύκου. b(BCE3E4)T

### book 272.1

〈ὅπλοισιν ἔνι〉 δεινοῖσιν: ἴσως διὰ τὴν κατάπληξιν τῆς

### book 272.2

προσδοκωμένης δι’ αὐτῶν λαθραίας πράξεως b(BCE3E4)T τὴν

### book 272.3

δεινότητα τοῖς ὅπλοις προσῆψεν. b(BCE3E4)

### book 273a.1

λιπέτην δὲ 〈κατ’ αὐτόθι〉 πάντας ἀρίστους: μέ‐

### book 273a.2

νοντας καὶ καραδοκοῦντας τὴν ἀπόβασιν. b(BCE3)T

### book 273b.1

κατ’ αὐτόθι: φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν

### book 273b.2

τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, συντάσσηται δὲ τῷ λιπέτην,

### book 273b.3

οὐ δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται

### book 273b.4

καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος. A

### book 274-5.1

τοῖσι δὲ δεξιὸν 〈ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο /

### book 274-5.2

Παλλὰς Ἀθηναίη〉: ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὥς

### book 274-5.3

φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μέν, ἔκπυστα δὲ καὶ

### book 274-5.4

ἄκρυπτα δράσουσι τοὺς πολεμίους. ἐρωδιὸν δὲ ἔπεμψεν ἡ Ἀθηνᾶ,

### book 274-5.5

ἐπεὶ ἑλώδης ὁ τόπος παρὰ τῷ Σκαμάνδρῳ, ὑδατῶδες δὲ τὸ ὄρνεον

### book 274-5.1

(ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν) b(BCE3E4)T καὶ

### book 274-5.2

νυκτὸς ἀγρεύει καὶ ἁρπακτικόν ἐστιν. ἀντὶ δὲ τοῦ Παλλάς (275)

### book 274-5.3

„πέλλον“ γράφειν φησὶ δεῖν ὁ Ζώπυρος (FGrHist 494, 1)· τρία γὰρ

### book 274-5.4

γένη ἐρωδιῶν· πέλλος, ὅς ἐστιν ἅρπαξ· πύγαργος, ὃς αἱμορραγεῖ διὰ

### book 274-5.10

τῶν ὀφθαλμῶν ἐν ταῖς συνουσίαις· ὁ δὲ ἀφροδίσιος, ὃς ἁρμόζει ἐν ταῖς

### book 274-5

συνουσίαις. T

### book 274a.1

τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιόν: εἰκότως ἡ Ἀθηνᾶ

### book 274a.2

ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν

### book 274a.3

αἴσιος. ἄλλως τε ὅτι καὶ δι’ ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ

### book 274a.4

ζῷον. | διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα—θηρευτικὸν τὸ

### book 274a.5.1

ζῷον. | ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (h. an.

### book 274a.5.2

9, 18 p. 616b32—617a7). A

### book 274b1.1

ἐγγὺς ὁδοῖο: παρὰ τὴν ἔξοδον. προχαρίζεται δὲ τῷ

### book 274b1.2

ἀκροατῇ, προαναφωνῶν αὐτῶν τὴν κατόρθωσιν. T

### book 274b2.1

ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι. b

### book 274b2.2

(BCE3E4)

### book 275a.1

τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσιν: ὅτι καὶ αὐτοὶ ὑπὸ

### book 275a.2

πολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος

### book 275a.3

ἀκούειν. ἄλλως τε ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς

### book 275a.4

ἐνέδραν ἀπιόντων. A

### book 275b.1

τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσιν: ἐδήλου ὡς οὐκ ὀφθή‐

### book 275b.2

σονται μὲν †αὐτοῖς†, εἴσονται δὲ τὰ τῶν πολεμίων διὰ τῆς φωνῆς τῆς

### book 275b.3

Δόλωνος. b(BCE3E4)T

### book 276

〈νύκτα δι’ ὀρφναίην:〉 οἰκονομικῶς· ἀσέληνος γάρ ἐστιν

### book 276

ἡ νύξ. ἀμέλει Νέστωρ οὐχ ὁρᾷ (cf. Κ 532). Til

### book 277a.1

χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς: ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ

### book 277a.2

ἐν Ὀδυσσείᾳ „καί τέ σφιν ἰαίνομαι εἰσορόωσα“ (τ 537), ἐπ’ αὐτοῖς. A

### book 277b

〈χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς:〉 ὡς ἐμφρονέστερος. Til

### book 277c.1

〈ὄρνιθ’:〉 ἐκ πλήρους ὄρνιθι δοτική, ὡς „θῖν’ ἐφ’ ἁλὸς πο‐

### book 277c.2

λιῆσ“ (Α 350). Til

### book 277d1.1

ἠρᾶτο δ’ Ἀθήνῃ: οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ

### book 277d1.2

τῶν ἔργων ἐπικαλοῦνται, ὁ δὲ βάρβαρος Δόλων οὐκ ἔτι εὔχεται. T

### book 277d2.1

καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ

### book 277d2.2

ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει. b

### book 277d2.3

(BCE3E4)

### book 278-9.1

ἥ τέ μοι αἰεί 〈/ ἐν πάντεσσι πόνοισι〉 παρίστα‐

### book 278-9.2

σαι: πραγματικῶς· προθυμοτέρως γὰρ καὶ θεοὶ καὶ ἄνθρωποι εὐεργε‐

### book 278-9.3

τοῦσι τοὺς ὑπὲρ ὧν εὖ πεπόνθασι χάριν ὁμολογοῦντας. b(BCE3E4)T

### book 280

〈κινύμενος:〉 ὑπερβολικῶς, οἷον κἂν ἐπὶ σμικρὰν πρᾶξιν

### book 280

ὁρμῶν. b(BCE3E4)Til

### book 281a.1

δὸς δὲ πάλιν ἐπὶ νῆας 〈ἐϋκλεῖας ἀφικέσθαι〉: ὅτι

### book 281a.2

τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλλειν, εὐ‐

### book 281a.3

κλεῖας καὶ „δυσκλέα“ (Β 115. Ι 22)· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ

### book 281a.4

τοιαῦτα. A

### book 281b1.1

εὐκλεῖας: προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο

### book 281b1.2

κατ’ ἐπένθεσιν τοῦ ι· λέγει γὰρ ‘δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξουσ‘. οἱ δὲ

### book 281b1.3

ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν. A

### book 281b2

ἀπὸ τοῦ εὐκλέας γέγονε· διὸ προπερισπαστέον. Til

### book 282a.1

〈μέγα ἔργον:〉 Ἀρίσταρχος τὸ φονεῦσαι τὸν Ἕκτορα.

### book 282a.2

Ail

### book 282b.1

〈ὅ κε Τρώεσσι μελήσει:〉 ὅτι ὁ κέ σύνδεσμος περιττός.

### book 282b.2

Aim

### book 286a.1

ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν 〈ἄγγελος ᾔει〉:

### book 286a.2

τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάτ‐

### book 286a.3

τεσθαι. | ἡ διπλῆ δέ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ. A

### book 286b1

〈ἐς Θήβας:〉 πρὸς ἄμφω δύναται συντάττεσθαι. Til

### book 286b2.1

δύναται μὲν καὶ εἰς τὸ „Τυδέϊ δίῳ“ (Κ 285) ἡ στιγμὴ τάτ‐

### book 286b2.2

τεσθαι, δύναται δὲ καὶ εἰς τὸ Θήβας· τὸ γὰρ ἐς Θήβας ἄμφω συν‐

### book 286b2.3

τάσσειν ἀκώλυτόν ἐστιν. b(BCE3)

### book 288a1

〈μειλίχιον μῦθον:〉 καλῶς μειλίχιον τὸν περὶ δι‐

### book 288a1

αλ〈λ〉αγῶν ἔφη. Til

### book 288a2.1

καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζό‐

### book 288a2.2

μενον. b(BCE3E4)

### book 288a2.1

αὐτὰρ ὁ μειλίχιον μῦθον: ὁ δὲ Τυδεὺς—καὶ εἰρή‐

### book 288a2.2

νης. A

### book 290.1

πρόφρα〈σ〉α: ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ πρόφρασ‐

### book 290.2

σα, οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλάβων (fr. 18 Th.)

### book 290.3

φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω

### book 290.4

βῆσα καὶ βῆσσα, ἄξω ἄξα καὶ ἅμαξα, πείσω πεῖσα—„τῷ δ’ ἄρ’ ἔτ’

### book 290.5.1

ἐν πείσῃ κραδίη μένε τετληυῖα“ (υ 23)—, οὕτω καὶ ἀπὸ τοῦ φρῶ

### book 290.5.2

φρήσω φρῆσα καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρόφρασ‐

### book 290.5.3

σα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, AT πρῶ κατὰ

### book 290.5.4

συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς φ φρῶ. A ἔστιν οὖν τὸ πρόφρασ‐

### book 290.5.5

σα παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν

### book 290.10

τῷ Περὶ ἐτυμολογιῶν (134, 17). AT

### book 291a1.1

ὣς νῦν μοι ἐθέλουσα παρίστασο 〈καί με φύλασ‐

### book 291a1.2

σε〉: καλῶς ὡς συνετώτερος Ὀδυσσεὺς ἐκοινοποίησε τὴν εὐχὴν „δὸς

### book 291a1.3

δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι“ (Κ 281), ὁ δὲ „σπεῖό μοι“

### book 291a1.4

(Κ 285). T

### book 291a2.1

ὅρα, πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινο‐

### book 291a2.2

ποιήσατο, οὗτος δὲ ἰδίᾳ καὶ ἄλλως. b(BCE3E4)

### book 291b1.1

παρίστασο 〈καί με φύλασσε〉: οὕτω χωρὶς τοῦ ς

### book 291b1.2

„παρίσταο“ αἱ Ἀριστάρχου. Ζηνόδοτος „παρίσταο καὶ πόρε κῦδοσ“.

### book 291b1

χωρὶς δὲ τοῦ ς καὶ αὐτός. οὕτως δὲ καὶ αἱ πλείους εἶχον. A

### book 291b2

οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρίστασο. Aim

### book 291b3

ὁ δὲ Ζηνόδοτος „παρίσταο“ γράφει ἄνευ τοῦ ς. T

### book 292a.1

ῥέξω βοῦν: ἐπεὶ εἰς αὐτὸν ὁ κίνδυνος πλέον ὁρᾷ, καὶ

### book 292a.2

θυσίαν ὑπισχνεῖται. T

### book 292b1.1

{βοῦν} ἦνιν: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν

### book 292b1.2

ὡς „μῆνιν“ (Α 1 al.)· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων

### book 292b1.3

(fr. 19 P.) δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ

### book 292b1.4

τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ μακρᾶς, βραχείας ἐπιφερομένης,

### book 292b1.5.1

οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπεσταλμένων τῶν σεσημειωμένων, λέγω

### book 292b1.5.2

δὲ τοῦ „εἴθε“ (β 33), „αἴθε“ (Χ 41 al.), ναίχι, περὶ ὧν καὶ λόγον δε‐

### book 292b1.5.3

δώκαμεν (sc. καθ. 1,496,24 et 1,506,1). τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει

### book 292b1.5.4

ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν, „ἤνις ἠκέστασ“

### book 292b1.5.5

(Ζ 94)· καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν. A

### book 292b2

τὸ δὲ ἦνιν Πτολεμαῖος περισπᾷ, Τυραννίων παροξύνει. T

### book 295

τῶν δ’ ἔκλυε: παραμυθητικὸν τοῦτο. T

### book 297-8.1

ὥς τε λέοντε〈— /〉 ἂμ φόνον〈—μέλαν

### book 297-8.2

αἷμα〉: ἐλεεινὸν ἐποίησε τοῖς ὀνόμασι τὸ νοούμενον. T

### book 298a.1

ἂμ φόνον, ἂν νέκυας, διά τ’ ἔντεα καὶ μέλαν

### book 298a.2

αἷμα: τῶν ἐπαινουμένων Ξενοφῶντός ἐστι ταῦτα (Ages. 2, 14)·

### book 298a.3

„ἐπεὶ δ’ ἔληξεν ἡ μάχη, παρῆν ἡδὺ θεάσασθαι, ἔνθα συνέπεσον ἀλλή‐

### book 298a

λοις, τὴν μὲν γῆν αἵματι πεφυραμένην, νεκροὺς δὲ κειμένους, ἀσπίδας

### book 298a.5.1

δὲ πεπρισμένας, δόρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κο‐

### book 298a.5.2

λεῶν, τὰ μὲν χαμαί, τὰ δ’ ἐν σώμασιν ἐμπεπηγότα.“ ταῦτα δὲ Ὅμη‐

### book 298a.5.3

ρος ἑνὶ στίχῳ συλλαβὼν ἀπήγγειλε. T

### book 298b.1

διά τ’ ἔντεα καὶ μέλαν αἷμα: ὅτι ἐντεῦθεν τὸ ἡμιστί‐

### book 298b.2

χιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούν‐

### book 298b.3

των „ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα 〈καὶ μέλαν αἷμα〉“ (Ψ 806)· καὶ

### book 298b.4

ὅτι πτῶσις ἐνήλλακται δι’ ἐντέων καὶ μέλανος αἵματος. καὶ πρὸς

### book 298b.5.1

Ἴστρον (sc. FGrHist 334, 70), ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις, εἰ

### book 298b.5.2

μὴ ἅπαξ. A

### book 299a.1

οὐδὲ μὲν οὐδὲ Τρῶας 〈ἀγήνορας εἴασεν Ἕκτωρ〉:

### book 299a.2

ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις, οὕτω καὶ τὰ πράγ‐

### book 299a.3

ματα· οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ Ὀδυσσέα καλεῖ τοὺς

### book 299a.4

προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθ’ ὃν καιρὸν καὶ ὁ Ἀγαμέμνων· οὕτω

### book 299a.5.1

γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι· διὸ καὶ ἀντιδιασταλ‐

### book 299a.5.2

τικῶς λέγει ‘οὐδὲ μὴν οὐδὲ ὁ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὕδειν‘ (cf.

### book 299a.5.3

Κ 299—300). A

### book 299b.1

οὐδὲ μὲν οὐδὲ Τρῶας: ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότε‐

### book 299b.2

ροι τοὺς κατασκόπους πέμπουσιν· συντυγχάνουσι γὰρ ἀλλήλοις

### book 299b.3

ἰόντες. ἀλλ’ ὁ ποιητὴς ἐτίμησε τὸ Ἑλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ

### book 299b.4

λόγου. b(BCE3E4)T ἔστι δὲ οἰκονομικὸν τὸ περὶ Δόλωνος καὶ

### book 299b.5

πίστιν ποιοῦν τοῖς νυκτερινοῖς τῶν Ἑλλήνων κατορθώμασιν. T

### book 300a.1

ἀλλ’ ἄμυδις 〈κικλήσκετο πάντας ἀρίστουσ〉: ὁ μὲν

### book 300a.2

Ἕκτωρ b(BCE3E4)T θορυβώδης καὶ ἀλαζὼν ὢν b(BCE3E4)

### book 300a.3

ἀνοήτως πάντας συγκαλεῖ τοὺς ἀρίστους, b(BCE3E4)T ἔνθα

### book 300a.4

δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, T οἱ δὲ βραχεῖς. b(BCE3E4)T

### book 300b.1

ἀλλ’ ἄμυδις κικλήσκετο: βασιλικῶς. Ἀγαμέμνων δὲ

### book 300b.2

δι’ ἑαυτοῦ. T

### book 303-8.1

τίς κέν μοι τόδε ἔργον〈—ἔκ τε πυθέσθαι〉:

### book 303-8.2

ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπακουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ

### book 303-8.3

δὲ Νέστωρ ὑποτίθεται (cf. Κ 204—10). καὶ οἱ μὲν ἃ ἔχουσιν ἐπαγγέλ‐

### book 303-8.4

λονται, ὁ δὲ ἃ οὐκ ἔχει· καὶ οἱ μὲν δῶρον (cf. Κ 213), ὁ δὲ ἀτίμως

### book 303-8.5.1

μισθόν (cf. 304). b(BCE3E4)T καὶ πρῶτον ἔταξε τὸν μισθόν· διὸ

### book 303-8.5.2

δελεάζεται ὁ υἱὸς τοῦ πολυχρύσου (cf. Κ 315). T

### book 305.1

ἐριαύχενας: μεγαλοτραχήλους—ἵππους, οὓς ἀδύνα‐

### book 305.2

τον ἦν λαβεῖν. A

### book 306a1.1

οἵ κεν ἀριστεύωσι 〈θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν〉:

### book 306a1.2

οὕτως Ἀρίσταρχος „οἵ κεν ἄριστοι ἔωσι“· ὁ δὲ Ζηνόδοτος „αὐτούς,

### book 306a1.3

οἳ φορέουσιν ἀμύμονα Πηλείωνα“. Ἀριστοφάνης „καλούς, οἳ φορέου‐

### book 306a1.4

σι〈ν〉“ (cf. Κ 323). A

### book 306a2

ἐν ἄλλῳ „οἵ κεν ἄριστοι ἔωσι“. Aint

### book 306b

οἵ κεν ἀριστεύωσι 〈θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν〉:

### book 306b

αἱ Ἀριστάρχου „ἄριστοι ἔωσι“· Ζηνόδοτος δὲ „αὐτούς, οἳ φορέουσιν

### book 306b.1

ἀμύμονα Πηλείωνα“ (cf. Κ 323). | οἱ μὲν Ἕλληνες ἃ ἔχουσι διδόασιν,

### book 306b.2

οἶν ὕπαρνον (cf. Κ 215—6), ὁ δὲ Ἕκτωρ οὓς οὐκ ἔχει ἵππους. |

### book 306b.5

Ἀριστοφάνης γράφει „καλούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα“. T

### book 306c.1

〈οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν:〉

### book 306c.2

ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων. Aim

### book 307.1

οἷ τ’ αὐτῷ: ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον

### book 307.2

μεταλαμβάνεται. A

### book 308-12a.1

ἔκ τε πυθέσθαι 〈/ —καμάτῳ ἀδηκότες

### book 308-12a.2

αἰνῷ〉: ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμ‐

### book 308-12a.3

πων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψιν μονωθέντος τινὸς πολεμίου (cf.

### book 308-12a.4

Κ 206—7), ὁ δὲ Ἕκτωρ ἐπὶ τὴν γνῶσιν τῶν ὅλων. b(BCE3E4)T

### book 308-12b.1

ἔκ τε πυθέσθαι 〈/ —καμάτῳ ἀδηκότες αἰνῷ〉:

### book 308-12b.2

τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι. b(BCE3E4)T ὁ δὲ Νέστωρ „εἴ

### book 308-12b.3

τινά που δηΐων ἕλοι ἐσχατόωντα“ (Κ 206) b(BCE3E4)TTil ὡς

### book 308-12b.4

ἐκ παραδόξου. b(BCE3E4)T

### book 314-7.1

ἦν δέ τις ἐν Τρώεσ〈σ〉ι〈—κασιγνήτῃσι〉:

### book 314-7.2

ταχέως ἅπαντα ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρός,

### book 314-7.3

τὴν τέχνην, τὴν τύχην, ὅτι πλούσιος, τὴν μορφὴν τοῦ Δόλωνος, τὴν

### book 314-7.4

ὠκύτητα. b(BCE3E4)T

### book 314-6.1

ἦν δέ τις ἐν Τρώεσσι Δόλων: διὰ τί κήρυκος πλου‐

### book 314-6.2

σίου—φυγεῖν τοὺς διώκοντας. A

### book 314.1

〈ἦν δέ τις:〉 διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον

### book 314.2

τοῦ ἀνδρός. ὅμως τοιοῦτος ὢν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετ’

### book 314

ὀλίγον προδότης γίνεται. b(BCE3E4)Til

### book 315a.1

κήρυκος 〈θείοιο〉: ἵν’ ὡς οἰκεῖον ἑαυτῷ τοὖργον ἕληται

### book 315a.2

καὶ ὀφθεὶς εὐπορῇ προφάσεως διὰ τὴν ἄδειαν, ἣν ἔχουσιν οἱ κήρυκες·

### book 315a.3

ἅμα δέ, ὅτι καὶ ἀγνῶτες πολέμων οἱ κήρυκες, ἵνα καὶ ἄπρακτος ᾖ. τὸ

### book 315a.4

δὲ θείοιο, ὅτι ἀνόμοιος τῷ πατρί. T

### book 315b1.1

πολύχρυσος: καὶ ὅμως ἠράσθη κέρδους. ἢ δι’ ἀλαζο‐

### book 315b1.2

νείαν ἕτερόν τι παρὰ χρυσόν· τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμ‐

### book 315b1.3

ποιεῖ πόθον. b(BCE3E4)T ἵνα καὶ ὡς ἐν πλούτῳ τεθραμμένος

### book 315b1.4

ἄνανδρος ᾖ, T καὶ ἵνα εὔελπις ᾖ ὡς, εἰ ληφθείη, διὰ τούτων

### book 315b1.5

λυτρωθήσεται. b(BCE3E4)T

### book 315b2

διὰ τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει. Aim

### book 315c.1

〈πολύχρυσος:〉 εἰκότως, λαβὼν πέντε θυγατέρων ἕδνα.

### book 315c.2

Til

### book 316.1

εἶδος μὲν ἔην κακός: ἵνα ὡς ἄσημος λάθῃ. οὗτος δὲ ἤθελεν

### book 316.2

ἀντὶ Ἀχιλλέως ὀχεῖσθαι τοῖς ἵπποις. T

### book 317

〈μοῦνος ἔην:〉 ἄρσην δηλονότι. Aint

### book 317a.1

αὐτὰρ ὁ μοῦνος ἔην 〈μετὰ πέντε κασιγνήτῃ‐

### book 317a.2

σιν〉: ὅτι Ζηνόδοτος γράφει „κασιγνήτοισι“. παραιρεῖται δὲ τὸ πι‐

### book 317a.3

θανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον παρίστη‐

### book 317a.4

σι〈ν〉, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρακείμενον

### book 317a.5

μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν; A

### book 317b

〈μετὰ πέντε κασιγνήτῃσιν:〉 ὡς γυναικοτραφὴς δει‐

### book 317b

λὸς ἦν καὶ ῥιψοκίνδυνος. Til

### book 318.1

ὅς ῥα τότε Τρωσίν τε 〈καὶ Ἕκτορι μῦθον ἔειπεν〉:

### book 318.2

δοκεῖ διαγανακτεῖν ὁ ποιητής, οἷος ὢν οἵοις ἐπιχειρεῖ. b(BCE3E4)T

### book 319.1

ἔμ’ ὀτρύνει κραδίη: ὁ μὲν Διομήδης προσλαβέσθαι συνερ‐

### book 319.2

γὸν ἔσπευσε (cf. Κ 220—6), καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ

### book 319.3

νεμεσητὸν ὑφορώμενος, ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ. b(BCE3E4)T

### book 321a.1

{ἀλλ’ ἄγε μοι} τὸ σκῆπτρον: ἀντὶ 〈τοῦ〉 τοῦτο τὸ

### book 321a.2

σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει. A

### book 321b.1

〈ἀνάσχεο:〉 οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου.

### book 321b.2

Aint

### book 321c.1

καί μοι ὄμοσσον: εἰς τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων

### book 321c.2

ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν. b(BCE3E4)T

### book 321c.3

ὁ δὲ Διομήδης οὐδὲ μέμνηται τῆς δόσεως (sc. Κ 220—6). T

### book 322.1

{ἠ μὲν} τοὺς ἵππους {τε}: ὅτι τὸ τούς οὐκ ἔστιν ἄρθρον,

### book 322.2

ἀλλ’ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας. A

### book 323a.1

οἳ φορέουσιν ἀμύμονα Πηλείωνα: ὁ μὲν Ἕκτωρ

### book 323a.2

τοὺς ἀρίστους ἵππους δώσειν ὑπέσχετο, οὗτος δὲ τοὺς Ἀχιλλέως

### book 323a.3

αἰτεῖ, εἰδὼς τούτους ἀρίστους. ἀμφοτέρων δὲ τὴν ἀτοπίαν καὶ ἄνοιαν

### book 323a.4

ἐδήλωσεν. b(BCE3E4)T φίλιππον δὲ χαρακτηρίζει τὸν Δόλωνα,

### book 323a.5.1

νῦν μὲν τῶν Ἀχιλλέως ἵππων ἐρῶντα, ἐν δὲ τοῖς ἑξῆς (sc. Κ 436—7)

### book 323a.5.2

ἐπαινοῦντα τοὺς Ῥήσου περιττῶς. T

### book 323b

〈ἀμύμονα:〉 γράφεται καὶ „ποδώκεα“ καὶ ἀμύμονα. Aint

### book 324a.1

σοὶ δ’ ἐγὼ οὐχ ἅλιος 〈σκοπὸς ἔσσομαι〉: αἰτεῖ μὲν

### book 324a.2

ἀδύνατα καὶ περὶ αὐτῶν ἀναγκάζει ὀμνύναι, ὑπισχνεῖται δὲ πάντα,

### book 324a.3

περὶ ὧν οὐδὲν εἶπε Διομήδης (sc. Κ 220—6). T

### book 324b1.1

οὐδ’ ἀπὸ δόξης: οὐκ ἄπωθεν τῆς οἰήσεως ἧς ἔχεις περὶ

### book 324b1.2

ἐμοῦ. ἢ οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας

### book 324b1.3

μαθὼν ἕκαστον· b(BCE3E4)T ἐπιφέρει γοῦν „τόφρα γὰρ ἐς στρατὸν

### book 324b1.4

εἶμι“ (Κ 325). T

### book 324b2.1

{οὐδ’ ἀπὸ δόξης:} ἤτοι οὐδ’ ὡς δοκεῖν μόνον, ἀλλ’ ἀλη‐

### book 324b2.2

θῶς. ἢ οὐδὲ παρὰ τὴν δόξαν, ἣν περὶ ἐμοῦ ἔχεις. A

### book 325-6.1

τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, 〈ὄφρ’

### book 325-6.2

ἂν ἵκωμαι / νῆ’ Ἀγαμεμνονέην〉: ἐκπεπτωκὼς τῇ ἐπιθυμίᾳ τῶν

### book 325-6.3

ἵππων πάντα διορίζεται ὡς ἐπικηρυκείαν ποιήσων, οὐ τὸν μέγιστον

### book 325-6.4

κίνδυνον. T

### book 326a.1

νῆ’ Ἀγαμεμνονέην: ἐκεῖ γὰρ αὐτοὺς καὶ Ἰδαῖος εὑρὼν

### book 326a.2

ἀπήγγειλεν (cf. Η 382—3). ἢ ὅτι Πρίαμος παρ’ ἑαυτῷ ποιεῖ τὰς συνό‐

### book 326a.3

δους (cf. Η 345—6). λαθεῖν δὲ οἴεται φύλακας, οὓς οὐδ’ ἐν ῥᾳστώνῃ

### book 326a.4

ὄντας ἔλαθε Πρίαμος, εἰ μὴ Ἑρμῆν ἔσχεν (cf. Ω 445—7). T

### book 326b.1

〈μέλλουσιν:〉 ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρη‐

### book 326b.2

ται τῇ λέξει. Aint

### book 328.1

καί οἱ ὄμοσσεν: μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγελλό‐

### book 328.2

μενος καὶ ὁ ὀμνὺς ὡς ἤδη τὰ λάφυρα διαιρῶν. b(BCE3E4)T

### book 329

ἴστω: ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ

### book 329

μάρτυς· „ἴστορα δ’ Ἀτρείδην Ἀγαμέμνονα“ (Ψ 486). A

### book 330a.1

μὴ μὲν τοῖς ἵπποισ〈ιν〉: ἀντὶ τοῦ ‘οὐ μέν‘· „μὴ δι’

### book 330a.2

ἐμὴν ἰότητα Ποσειδάων“ (Ο 41). T

### book 330b.1

{μὴ μὲν} τοῖς ἵπποισιν: ὅτι καὶ νῦν τοῖς ἀντὶ 〈τοῦ〉

### book 330b.2

τούτοις τοῖς ἵπποις, ὥστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρ‐

### book 330b.3

θρον. A

### book 332a.1

{ὡς φάτο} καί ῥ’ ἐπίορκον ἐπώμοσε: ὡς ἐν τῇ συνη‐

### book 332a.2

θείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. A | οὕτως καὶ διὰ τοῦ ε τὸ

### book 332a.3

ἐπώμοσεν αἱ Ἀριστάρχου. AAim | τοῦτο δὲ ἔξωθεν ἐπιπεφώνηται

### book 332a.4

‘ὅρκον ἐπίορκον ὤμοσεν‘, οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ 〈μὴ〉

### book 332a.5

ἀποτελεσθῆναι τοῦτο, ὅπερ ὤμοσεν. A

### book 332b.1

καί ῥ’ ἐπίορκον ἀπώμοσε: προσαγώγιμος ἡ τῶν

### book 332b.2

ἀναφωνήσεων τέρψις τῷ ἀκροατῇ. ἡδίστη δέ ἐστιν καὶ κερτομική· ὁ

### book 332b.3

μὲν γὰρ οὐδὲ πόρρω τὴν Ἀγαμέμνονος εἶδε σκηνήν, ὁ δὲ ὑπὸ τῶν

### book 332b.4

ἵππων πεφόνευται. T

### book 332c.1

τὸν δ’ ὀρόθυνεν: φαίνεται γὰρ ἀναπτερούμενος τῇ

### book 332c.2

ἐπιθυμίᾳ τῶν ἵππων. T

### book 333.1

ἐβάλλετο καμπύλα τόξα: ἄφρων, ὃς μὴ κα〈ι〉όντων πῦρ

### book 333.2

πολεμίων τόξα ἔχει. T

### book 334

πολιοῖο: λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ δι’ αὐτοῦ

### book 334.1

ἐγένετο. ὁ δὲ Ἀριστοφάνης πολιοῖο τεφρώδους· φησὶ γὰρ μὴ εἶναι

### book 334.2

λευκὸν λύκον. b(BCE3E4)T ἔστι δὲ μᾶλλον λευκανθίζον‐

### book 334.3

τος. T

### book 334.5.1

πολιοῖο λύκοιο: λευκοῦ λύκου, διὰ τὴν τῆς χρόας

### book 334.5.2

ἰδιότητα. καὶ γὰρ Πελίαν—κατηλέησε, Νηλέα. A

### book 335a.1

κρατὶ δ’ ἐπὶ κτιδέην: ὁ Ἀσκαλωνίτης (p. 51 B.)

### book 335a.2

ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν

### book 335a.3

ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ

### book 335a.4

τοῦ κ ποιουμένους τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροις φησὶ „τοῦ δ’ ἀπὸ

### book 335a.5

μὲν κτιδέην“ (Κ 458). A

### book 335b.1

κρατὶ δ’ ἐπὶ κτιδέην: ὅτι νῦν μὲν ἀμφίβολον, πότε‐

### book 335b.2

ρον κτιδέην ἢ συναλιφὴν ἐκδεκτέον, „ἰκτιδέην“. διὰ μέντοι τῶν

### book 335b.3

ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει, „τοῦ δ’ ἀπὸ μὲν κτιδέην

### book 335b.4

κυνέην“ (Κ 458). A

### book 335c1.1

κρατὶ δ’ ἐπὶ κτιδέην: οὐ δύναται εἶναι „ἰκτιδέην“

### book 335c1.2

τὸ τέλειον· αὐτὸς γάρ φησι „τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην“ (Κ

### book 335c1.3

458). Ἀριστοτέλης (cf. h. an. 9,6 p. 612b10) δέ φησιν· „ἴκτις

### book 335c1.4

ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ, ὀρνιθοφάγον, τοῖς σμήνεσιν ἐπη‐

### book 335c1.5

ρεάζον. τὸ δὲ αἰδοῖον ὀστοῦν καὶ †ἰᾶσθαι στραγγουριῶνας†“.

### book 335c1

ἴσως οὖν παρ’ Ὁμήρῳ κατ’ ἀφαίρεσίν ἐστι τοῦ ι. T

### book 335c2.1

†ἰκτίς† ἐστι κατ’ Ἀριστοτέλην ζῶον ὀρνιθοφάγον,

### book 335c2.2

ὅμοιον μικρῷ κυνιδίῳ, οὗ τὸ δέρμα φορεῖ. τάχα οὖν ὁ ποιητὴς

### book 335c2.3

κατὰ ἀφαίρεσιν αὐτὸ ἐποίησε τοῦ πρώτου ι. b(BCE3)

### book 335c2

κρατὶ δ’ ἐπὶ κτιδέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ—

### book 335c2.5

οὔτε †συστέλλεσθαι†· ἀρκεῖ γὰρ τὸ †τις. A

### book 335c2

κτιδέη ἡ ἐξ—τὴν ἀγρίαν γαλῆν εἶπον. A

### book 335d

ἕλε δ’ ὀξὺν ἄκοντα: ὡς Ἀλέξανδρος (cf. Γ 18). T

### book 336a.1

βῆ δ’ ἰέναι: οὐκ εὔξατο, ὡς ὁ Διομήδης (cf. Κ 284—94)·

### book 336a.2

διὸ καὶ ἀποτυγχάνει. T

### book 336b

〈ἐπὶ νῆας:〉 γράφεται „ποτὶ νῆασ“. Aim

### book 338.1

ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε 〈καὶ ἀνδρῶν κάλλιφ’

### book 338.2

ὅμιλον〉: ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων

### book 338.3

λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ

### book 338.4

(cf. Δ 445. Ε 353 al.), ἐν Ὀδυσσείᾳ (sc. α 225 al.) δὲ τὸ ἄθροισμα. A

### book 339-40.1

τὸν δὲ φράσατο προσιόντα 〈/ διογενὴς

### book 339-40.2

Ὀδυσεύσ〉: ὡς προνοητικός, μὴ καὶ παρὰ τῶν πολεμίων εἴη τις

### book 339-40.3

δόλος. ὁ δὲ ὡς καταφρονῶν τῶν κινδύνων b(BCE3E4)T καὶ

### book 339-40.4

μέγα τι θέλων διαπράξασθαι τοὺς πολεμίους T οὐ προνοεῖ.

### book 339-40.5

b(BCE3E4) καὶ ὁ Νέστωρ „πρῶτος κτύπον ἄϊε“ (Κ 532). T

### book 341a1.1

〈οὗτός τοι:〉 Ἀρίσταρχος „οὗτός τισ“. ὡμολόγουν

### book 341a1.2

καὶ αἱ πλείους. Aim

### book 341a2

„οὗτός τισ“, οὕτω διὰ τοῦ „τισ“· τινὲς δὲ διὰ τοῦ τοι. Til

### book 341b1.1

ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ: πῶς τὸν ἐρωδιὸν

### book 341b1.2

οὐκ ἰδόντες „νύκτα δι’ ὀρφναίην“ (Κ 276) νῦν ὁρῶσι τὸν Δόλωνα;

### book 341b1.3

ἴσως οὖν ἀνέσχεν ἡ σελήνη. T

### book 341b2.1

πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως

### book 341b2.2

ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν. b(BCE3E4)

### book 342.1

ἢ νήεσ〈σ〉ιν ἐπίσκοπος: ἐκ τῆς ἰδίας προσβολῆς τε‐

### book 342.2

κμαίρεται περὶ τῶν πολεμίων. | περισσὴ δὲ ἡ „ἐπί“· φησὶ γὰρ

### book 342.3

„ὅθι σκοπὸν Ἕκτοροσ“ (Κ 526). T

### book 343a.1

ἤ τινα συλήσων νεκύων: ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα

### book 343a.2

καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (sc. Κ 387) οὐκέτι, λεγό‐

### book 343a.3

μενος πρὸς Δόλωνα. A

### book 343b1.1

ἤ τινα συλήσων: οὐ γὰρ οὕτω ῥᾳδίως εἰς κατασκοπὴν

### book 343b1.2

ἀφικέσθαι αὐτὸν οἴεται. T

### book 343b2.1

οὐ γὰρ οὕτω ῥᾴδιον οἴεται τὸ μόνον εἰς κατασκοπὴν

### book 343b2.2

ἀφικέσθαι. b(BCE3E4)

### book 343c.1

〈κατατεθνειώτων:〉 Ἀρίσταρχος „〈κατα〉τεθνηώτων“.

### book 343c.2

Aint

### book 344a1

〈παρεξελθεῖν:〉 οὐκ ἴσασι γὰρ ὅτι ὠκύς ἐστιν. Til

### book 344a2.1

ἐῶσι δὲ παρελθεῖν μὴ εἰδότες τὴν ὠκύτητα αὐτοῦ.

### book 344a2.2

b(BCE3E4)

### book 346-7.1

εἰ δ’ ἄμμε παραφθαίησι 〈πόδεσσιν, / αἰεὶ

### book 346-7.2

—προτιειλεῖν〉: εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν

### book 346-7.3

ὁδόν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς. b(BCE3E4)T

### book 346

〈παραφθαίῃσι:〉 οὕτως σχεδὸν αἱ πᾶσαι. Aint

### book 347a1

〈ποτὶ νῆας:〉 Ἀρίσταρχος „ἐπὶ νῆασ“. Aim

### book 347a2

„ἐπὶ νῆασ“, οὐ ποτὶ νῆας. Til

### book 347b.1

〈προτιειλεῖν:〉 ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστα‐

### book 347b.2

κτικοῦ κέχρηται. Aint

### book 348.1

ἔγχει ἐπαΐσσων: ἵνα τὴν ἄφεσιν δεδιὼς ἐπὶ τὰς νῆας

### book 348.2

τράποιτο. T

### book 349a1.1

ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ 〈ἐν νεκύεσσι〉:

### book 349a1.2

οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδέν, εἰ Ὀδυσσέως εἰπόντος

### book 349a1.3

μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνήσαντε· σύνηθες γὰρ αὐτῷ

### book 349a1.4

τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόν‐

### book 349a1.5.1

τος μόνου „τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν / Ζηνὸς ἐπαι‐

### book 349a1.5.2

νήσαντοσ“ (Φ 289—90), ἐπιφέρει „τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’

### book 349a1.5.3

ἀθανάτους ἀπεβήτην“ (Φ 298). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ

### book 349a1.5.4

ἄλλαις ἑτέρως ἐφέρετο· „ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Διομή‐

### book 349a1.5.5

δης. / ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι / κλινθήτην“ (cf. Κ

### book 349a1.10

349—50). A

### book 349a2.1

{ὣς ἄρα φωνήσαντε:} οὕτως αἱ Ἀριστάρχου συλληπτι‐

### book 349a2.2

κῶς, ὡς καὶ ἐκεῖ „ὣς ἄρα φωνήσαντε μετ’ ἀθανάτους ἀπεβήτην“.

### book 349a2.3

Ἀριστοφάνης δὲ γράφει· „ὣς ἔφαθ’· οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς

### book 349a2.4

Διομήδης. / ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι“. T

### book 349b.1

〈ὣς ἄρα φωνήσαντε:〉 ὅτι τοῦ Ὀδυσσέως εἰπόντος

### book 349b.2

μόνου εἶπεν συλληπτικῶς ὣς ἄρα φωνήσαντε. Aint

### book 349c

〈ὣς ἄρα φωνήσαντε:〉 διασταλτέον ἐπὶ τὸ φωνή‐

### book 349c

σαντε. Aim

### book 349-50.1

ἐν νεκύεσ〈σ〉ι / κλινθήτην: τραγικῶς, ἵνα καὶ

### book 349-50.2

αὐτοὶ δόξωσιν εἶναι νεκροί. προῳκονόμηται οὖν 〈τῷ〉 μὴ ἀναιρε‐

### book 349-50.3

θῆναι τοὺς νεκρούς (cf. Θ 491 al.). T

### book 350a.1

παρέδραμεν ἀφραδίῃσιν: παρέδραμεν σύμφωνον

### book 350a.2

τῷ „βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώσ“ (Κ 339). ἐπὶ δὲ τῶν Ἑλλήνων „βάν ῥ’

### book 350a.3

ἴμεν“ (Κ 297): T ἠρέμα γὰρ δεῖ χωρεῖν τοὺς κατασκόπους, τὴν

### book 350a.4

ὄψιν περιάγοντας πρὸς ἐπίγνωσιν ἀκριβῆ. b(BCE3E4)T

### book 350b1.1

ἀφραδίῃσιν: οὐ θεασάμενος αὐτούς, ὁμοίως τῷ „τὸν

### book 350b1.2

δ’ ἐφράσατο προσιόντα / διογενὴς Ὀδυσεύσ“ (Κ 339—40). T

### book 350b2.1

παρέδραμε, φησίν, ἀσυνέτως, οὐ θεασάμενος αὐτούς.

### book 350b2.2

b(BCE3E4)

### book 350c.1

ἀφραδίῃσι: ἀθεωρησίᾳ· παρῆκται γὰρ ἀπὸ δια‐

### book 350c.2

νοίας εἰς αἴσθησιν, ὁμοίως τῷ „τὸν δ’ ἐφράσατο προσιόντα“ (Κ

### book 350c.3

339). A

### book 351-4.1

〈ἀλλ’ ὅτε δή ῥ’ ἀπέην, ὅσσον τ’—τὼ

### book 351-4.2

μὲν ἐπεδραμέτην:〉 Ἀρίσταρχος {δὲ} οὕτως ἐξηγήσατο· ὅσον,

### book 351-4.3

φησίν, ὑφ’ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους

### book 351-4.4

ἡμιόνων καὶ ζεύγους ἄλλου βοῶν φθάσωσι καὶ προλάβωσι τὰς

### book 351-4.5

βοῦς αἱ ἡμίονοι (ταχύτεραι γάρ εἰσι τῶν βοῶν), τοσοῦτον, φησίν,

### book 351-4

ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν. T

### book 351a.1

ὅσσον τ’ ἐπὶ οὖρα {πέλονται}: οὐδὲ ἐνθάδε ἀναστρε‐

### book 351a.2

πτέον· μεταξὺ γὰρ πάλιν σύνδεσμος, ἐφ’ ὅσον ὅρια. A

### book 351b.1

πέλονται: πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλε‐

### book 351b.2

ται. ὁμοίως τῷ „οὐδ’ εὐήρε’ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται“

### book 351b.3

(λ 125). A

### book 351-2a.1

〈ὅσσον τ’〉 ἐπὶ οὖρα πέλονται / ἡμιόνων:

### book 351-2a.2

ὅσον ἀροτριῶσα ἡμίονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ

### book 351-2a.3

ἐστι πλέθρον. b(BCE3E4)T

### book 351-2b.1

ὅσσον τ’ ἐπὶ οὖρα 〈πέλονται / ἡμιόνων〉: ἡλίκον

### book 351-2b.2

ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια

### book 351-2b.3

καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει. A

### book 352-3.1

αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν 〈/ ἑλκέ‐

### book 352-3.2

μεναι νειοῖο—ἄροτρον〉: ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχο‐

### book 352-3.3

λαιοτέρων προσδεῖ ζῴων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν ἐντομήν,

### book 352-3.4

ἐν δὲ τῇ νειῷ (cf. 353) ὀξυτέρων· προεσχημάτισται γὰρ τῷ ἔαρι.

### book 352-3.5

b(BCE3E4)T

### book 353

〈νειοῖο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο. Aint

### book 353

νειοῖο: νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. A

### book 353

πηκτὸν ἄροτρον: τὸ τὸν γύην—καὶ πηκτόν. A

### book 354a.1

τὼ μὲν ἐπιδραμέτην: ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν,

### book 354a.2

ὅτε οὐ γινώσκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διώκε‐

### book 354a.3

σθαι. A

### book 354b

〈ἐπιδραμέτην:〉 Ἀρίσταρχος „ἐπεδραμέτην“. Aint

### book 354c

〈ἐπεδραμέτην:〉 καὶ τοῦτο πρὸς τὸ συλληφθῆναι. Til

### book 355-6.1

ἔλπετο γὰρ κατὰ θυμὸν〈—ὀτρύναντοσ〉:

### book 355-6.2

στικτέον μετὰ τὸ ἐκ Τρώων (356)· ἔστι γὰρ ὁ λόγος· ἤλπιζε

### book 355-6.3

γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύ‐

### book 355-6.4

σαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀπο‐

### book 355-6.5

στρέψαντας (355) γὰρ εἰς τοὐπίσω καλέσαντας. A

### book 355.1

ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταί‐

### book 355.2

ρους: οἱ μὲν καὶ προορῶσιν, ὁ δὲ οὐδὲ ὑπονοεῖ πολεμίους ἐπερ‐

### book 355.3

χομένους. T

### book 356a.1

〈ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος:〉

### book 356a.2

ὅτι 〈τὸ〉 πάλιν συναπτέον τῷ „ἀποστρέψοντασ“ (Κ 355), ἵνα ᾖ

### book 356a.3

εἰς τοὐπίσω ἀποστρέψοντας. Aint

### book 356b.1

ἰέναι, πάλιν 〈Ἕκτοροσ〉 ὀτρύναντος: ὀτρύναν‐

### book 356b.2

τος ἰέναι, ἀπὸ κοινοῦ. T

### book 357.1

δουρηνεκές: φησὶ γοῦν ἑξῆς „δεξιτερὸν δ’ ὑπὲρ ὦμον

### book 357.2

ἐϋξόου δουρὸς ἀκωκή / ἐν γαίῃ ἐπάγη“ (Κ 373—4). T

### book 358a

〈δηΐους:〉 διώξοντας δηλονότι. Til

### book 358b.1

λαιψηρὰ δὲ γούνατ’ ἐνώμα: ἄκρως ἐχαρακτήρισε

### book 358b.2

θρασύδειλον· ἐνθυμηθῶμεν γὰρ ὅτι οὗτός ἐστιν ὁ ἐπαγγειλάμενος

### book 358b.3

μέχρι τούτου πορεύεσθαι, ὄφρ’ ἂν ἵκηται „νῆ’ Ἀγαμεμνονέην“

### book 358b.4

(Κ 326). T

### book 359a.1

φευγέμεναι· τοὶ δ’ αἶψα 〈διώκειν ὁρμήθησαν〉:

### book 359a.2

ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε‐

### book 359a

μίους ὄντας. A

### book 359b

〈τοὶ δ’ αἶψα:〉 γράφεται καὶ „τοὶ δ’ ὦκα“. Aim

### book 359c

〈ὡρμήθησαν:〉 τὸ ὡρμήθησαν Ἰακῶς. Aint

### book 360.1

ὡς δ’ ὅτε καρχαρόδοντε 〈δύω κύνε〉: νῦν μὲν κυσὶν

### book 360.2

αὐτοὺς εἰκάζει b(BCE3E4) διὰ τὸ ἀγρευτικόν, πρώην (sc. Κ

### book 360.3

297) δὲ λέουσι διὰ τὸ εὐσταθές. b(BCE3E4)T

### book 360

καρχαρόδοντε: ἐπικαμπεῖς—τὸ τραχύ. | ἤγουν οἱ

### book 360.5

κύνες τοῦ Ἅιδου. A

### book 361a

ἢ κεμάδ’ ἠὲ λαγωόν: ὅτι δειλὸς καὶ Δόλων. T

### book 361b.1

{ἦ κεμάδ’ ἠὲ λαγωὸν} ἐπείγετον: ὅτι τῷ ἐπείγετον

### book 361b.2

ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον· ἐπιφέρει γὰρ „προ‐

### book 361b.3

θέῃσι“ (Κ 362). γίνεται οὖν κατάλληλον οὕτως ‘ὡς δ’ ὅταν ἐπεί‐

### book 361b.4

γωσιν, ὁ δὲ προθέῃσι μεμαώσ‘. A

### book 361c.1

ἐμμενὲς αἰεί: ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀρετή·

### book 361c.2

ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν

### book 361c.3

ἀσθένειαν. οἱ δὲ κύνες τὸ ἐναντίον. A b (BCE3E4)T

### book 362a.1

〈χῶρον ἀν’ ὑλήενθ’, ὁ δέ τε προθέῃσι μεμη‐

### book 362a.2

κώς:〉 ὁ τέ σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου. Aint

### book 362b.1

μεμηκώς: τὸν καταληφθησόμενον δηλοῖ· περικατάλη‐

### book 362b.2

πτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγῴ. b(BCE3E4)T

### book 364a.1

λαοῦ ἀποτμήξαντε: ὡς τὸ „εἰδότε θήρησ“ (Κ 360)·

### book 364a.2

οὐδὲ γὰρ ἐκεῖνοι κατ’ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρά,

### book 364a

ηὐτρεπισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων. AT

### book 364b.1

{λαοῦ ἀποτμήξατε} διώκετον: ὅτι A Aim τὸ διώ‐

### book 364b.2

κετον σημαίνει διώκουσιν ἢ διώκετε, οὐ τὸ 〈ἐ〉διωκέτην, ὡς Ἐρα‐

### book 364b.3

τοσθένης (fr. 35 Str.). ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ

### book 364b.4

ἐδίωκον, ὃν τρόπον „αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι“ (η 104) ἀντὶ

### book 364b.5

τοῦ ἠλέτρευον. A

### book 364b.1

λαοῦ ἀποτμήξαντε διώκετον: τοῦ Τρωϊκοῦ λαοῦ

### book 364b.2

—ἐδίωκον. τρία δὲ ῥήματά ἐστι—καὶ τὸ λαφύσσετον

### book 364b.3

ἀντὶ τοῦ †λαφύσσετε. A

### book 365-7.1

ἀλλ’ ὅτε δὴ 〈τάχ’ ἔμελλε〉 μιγήσεσθαι φυ‐

### book 365-7.2

λάκεσσι 〈/ —〉τότε δὴ μένος 〈ἔμβαλ’ Ἀθήνη /

### book 365-7.3

Τυδείδῃ〉: μαθόντες γὰρ οἱ Ἕλληνες τὸν σκοπὸν τῶν Τρώων

### book 365-7.4

οὐκ ἂν ἔτι ἔπεμψαν κατασκόπους. T

### book 365.1

ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε· ἄκρως αὔξει τὰς ἀγωνίας· τί

### book 365.2

γὰρ ἦν ὑποστρέφειν αὐτοὺς εἰς τὸν ναύσταθμον ἀπράκτους; T

### book 368a

〈φθαίη ἐπευξάμενος:〉 καυχήσεται προλαβών. Aint

### book 368b.1

ὁ δὲ δεύτερος ἔλθοι: ἡττηθείη. ἀπὸ τῶν δρομέων

### book 368b.2

ἡ μεταφορά. T

### book 369.1

δουρὶ δ’ ἐπαΐσσων: ὑπόνοιαν διδοὺς ὅτι †βαλῇ†

### book 369.2

αὐτόν. b(BCE3)T Ὀδυσσεὺς δὲ οὐ τοξεύει· ἢ γὰρ ἂν ἐφόνευσεν,

### book 369

ἢ προπεπηγὸς οὐκ ἂν εἶδε τὸ βέλος ὁ Δόλων διὰ τὴν βραχύτητα. T

### book 369-71.1

δουρὶ δ’ ἐπαΐσσων〈—αἰπὺν ὄλεθρον〉:

### book 369-71.2

ἐνεργείας μεστὸς ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ βοῶν ὡς ἀφήσων ἐπ’

### book 369-71.3

αὐτόν, †εἰ† μὴ στῇ. b(BCE3)T

### book 370.1

ἠέ σε δουρὶ κιχήσομαι: οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι.

### book 370.2

καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφίησιν (cf. Κ 372); ἢ ὅτι ὀξυλαβείας ἔδει,

### book 370.3

καὶ οὐκ ἐπίστευεν ὡς ἀπειλῇ μόνῃ πεισθήσεται, καὶ ὑπόνοιαν αὐτῷ

### book 370.4

δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν

### book 370.5

ἀνάκρισιν. b(BCE3)T

### book 372a.1

ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, 〈ἑκὼν δ’ ἡμάρτανε

### book 372a.2

φωτόσ〉: ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον

### book 372a.3

οὕτως „καὶ βάλεν οὐδ’ ἀφάμαρτεν, ἑκὼν δ’ ἡμάρτανε φωτόσ“. καὶ

### book 372a.4

λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· ‘καὶ βάλεν,

### book 372a.5.1

οὐδ’ ἀφάμαρτεν ἄν, ἑκὼν δ’ ἡμάρτανεν‘. ἀγνοοῦσι μέντοι ὅτι Ὅμη‐

### book 372a.5.2

ρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν. A

### book 372b.1

ἑκὼν δ’ ἡμάρτανε φωτός: ζῶντος γὰρ θέλει κρατῆσαι

### book 372b.2

πρὸς τὸ χρήσιμον τῆς ἀνακρίσεως. b(BCE3)T

### book 373-4.1

δεξιτερὸν δ’ ὑπὲρ ὦμον〈— / ἐν γαίῃ

### book 373-4.2

ἐπάγη〉: ἔξεστιν εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ

### book 373-4.3

συναγωνίζεται. b(BCE3)T

### book 373

ἐΰξου: Πτολεμαῖος (p. 51 B.) περισπᾷ, λέγων ἐκ τοῦ

### book 373.1

ἐϋξόου συνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται ἐΰξου

### book 373.2

ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς

### book 373.3

εὔνους· καὶ οὕτως τὸ ἐΰξου ὡς εὔνου. A

### book 375a.1

βαμβαίνων· 〈ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόν‐

### book 375a.2

των〉: ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρακολου‐

### book 375a.3

θοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων καὶ τοῖς ἐσχάτοις ὀνόμα‐

### book 375a.4

σιν ἐξευτελίζων b(BCE3)T τὸν πρώην ἐπαγγελλόμενον „τόφρα

### book 375a.5.1

γὰρ ἐς στρατὸν εἶμι“ (Κ 325). T τὸ δὲ †βαμβαίνειν† δηλοῖ τὸν

### book 375a.5.2

ἱκεσίας καὶ λόγου ἀποροῦντα. b(BCE3)T

### book 375b

〈βαμβαίνων:〉 ὅτι †ὀνοματικὸς† ὁ ποιητής. Aim

### book 375c.1

βαμβαίνων: τρέμων | καὶ μετὰ σφαλμοῦ τὴν πορείαν

### book 375c.2

ποιούμενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος. οἱ δὲ ἐσχημάτισαν ἀπὸ

### book 375c.3

τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς

### book 375c.4

ὀδόντας. | ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου, | βαμβαλύζων,

### book 375c.5.1

ὅπερ ἡμεῖς φαμεν· ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται

### book 375c.5.2

τὸ βαίνειν. A

### book 375-6.1

〈βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόν‐

### book 375-6.2

των· / χλωρὸς ὑπαὶ δείουσ〉: τὸ ἑξῆς βαμβαίνων (375) χλω‐

### book 375-6

ρὸς ὑπαὶ δείους (376). τὰ δὲ λοιπὰ διὰ μέσου. Aim

### book 376.1

〈τὼ δ’ ἀσθμαίνοντε κιχήτην:〉 ἔστιν ἰδεῖν μετέωρον τὸ

### book 376.2

πνεῦμα τῶν καταδιωξάντων. Til

### book 378a.1

ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: βαρβαρικὸν τὸ

### book 378a.2

εὐθὺς περὶ αὑτοῦ διαλέγεσθαι. ἵνα δὲ ἅμα ὡς ἀγεννοῦς αὐτοῦ καταφρο‐

### book 378a.3

νήσαντες μὴ παραυτὰ φονεύσωσιν b(BCE3E4)T αὐτόν, ἀλλὰ μά‐

### book 378a.4

θωσιν. T

### book 378b.1

{ζωγρεῖτ’, αὐτὰρ} ἐγὼν ἐμὲ 〈λύσομαι〉: ὅτι παρὰ τὸ

### book 378b.2

σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν. A

### book 379.1

χαλκός τε χρυσός τε 〈πολύκμητός τε σίδηροσ〉:

### book 379.2

τούτοις πιστεύων ἐξῆλθεν εἰς κατασκοπήν. δυσκατεργαστότερος δέ

### book 379.3

ἐστιν ὁ σίδηρος ὡς πρὸς τὸν χαλκόν. T

### book 380.1

〈ἀπερείσι’ ἄποινα:〉 οὐ προσέθηκεν ἀριθμόν, ἐμφαίνων ὡς,

### book 380.2

ὅσα θέλουσι, λήψονται. Til

### book 381.1

{εἴ κεν ἐμὲ ζωιὸν} πεπύθοιτο: ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάτ‐

### book 381.2

τει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο

### book 381.3

ἀντὶ τοῦ πύθοιτο. A

### book 382a.1

προσέφη πολύμητις Ὀδυσσεύς: ἑκατέρῳ προσώπῳ

### book 382a.2

τὴν πρέπουσαν ἐμέρισε πρᾶξιν· ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν

### book 382a.3

τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ

### book 382a.4

λαβεῖν καὶ ἀπατῆσαι τὸν πολέμιον, Ὀδυσσεύς. b(BCE3E4)T

### book 382b

〈προσέφη πολύμητις Ὀδυσσεύς:〉 καὶ τὸ πᾶν γὰρ

### book 382b

ἐμπιστευθεὶς ὁ Διομήδης ἐκχωρεῖ τῷ ἱκανωτέρῳ εἰπεῖν. Til

### book 383a.1

θάρσει, μηδέ 〈τί〉 τοι θάνατος 〈καταθύμιος ἔστω〉:

### book 383a.2

ἐμφρόνως, ἵνα δελεασθεὶς ἐλπίδι σωτηρίας δηλώσῃ τὰ παρὰ τοῖς βαρ‐

### book 383a.3

βάροις καὶ τὴν οἰκείαν τῆς κοινῆς ἀλλάξηται σωτηρίας. T

### book 383b.1

〈καταθύμιος:〉 ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς

### book 383b.2

ἡμεῖς. Aim

### book 385

〈ποτὶ νῆας:〉 γράφεται „ἐπὶ νῆασ“. Aim

### book 387a.1

ἤ τινα συλήσων 〈νεκύων κατατεθνηώτων〉: ὅτι

### book 387a.2

ἐκ τῶν ἐπάνω (sc. Κ 343) ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν

### book 387a.3

τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πο‐

### book 387a.4

ρίζων. A ἠθέτει καὶ Ἀριστοφάνης. ATil

### book 387b.1

ἤ τινα συλήσων: ἐπίτηδες ἐνδόσιμον αὐτῷ ψευσμάτων

### book 387b.2

δίδωσιν, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ· τί γὰρ παρέτρεχε τοὺς

### book 387b.3

νεκρούς, εἴπερ σκυλεῦσαι †ἦλθεν†; b(BCE3E4)T ἵνα, εἰ ἄσμενος

### book 387b.4

τὴν πρόφασιν λαβὼν ψεύδοιτο, καὶ περὶ τῶν λοιπῶν ἀπιστοῖτο. T

### book 387c1.1

〈κατατεθνηώτων:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „κα‐

### book 387c1.2

τατεθνειώτων“. Aim

### book 387c2

διὰ τοῦ η „τεθνηώτων“. Til

### book 388.1

ἤ ς’ Ἕκτωρ προέηκε: πρὸς τὸ μαθεῖν, εἰ ἐγρηγόρει ὁ

### book 388.2

Ἕκτωρ. T

### book 389.1

ἤ ς’ αὐτὸν θυμὸς ἀνῆκεν: αἱ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν

### book 389.2

εἰς ψεῦδος τραπῆναι. b(BE3E4)T

### book 390

ὑπὸ δ’ ἔτρεμε 〈γυῖα〉: κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ

### book 390

μὴ ἀληθεύει, ἐλπίδα οὐχ ὁρῶν. b(BCE3E4)T

### book 391a.1

πολλῇσίν μ’ ἄτῃσι 〈παρὲκ νόον ἤγαγεν Ἕκτωρ〉:

### book 391a.2

ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεα‐

### book 391a.3

σθεὶς καὶ τὴν φρενοβλάβειαν ἑαυτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.

### book 391a.4

b(BCE3E4)T

### book 391b.1

〈ἤγαγεν Ἕκτωρ:〉 Ἀριστοφάνης „ἤπαφεν Ἕκτωρ“

### book 391b.2

AimTil

### book 392-3.1

ὅς μοι Πηλείωνοσ〈—〉ἵππους 〈/ δωσέμεναι

### book 392-3.2

κατένευσε〉: ἐντέχνως, ὅτι ‘ὑπέσχετο‘ (cf. 393) μόνον ἔφη, οὐχ ὅτι

### book 392-3.3

καὶ ἡττήθη, τὴν ἑαυτοῦ ἄνοιαν εἰς ἐκεῖνον μετάγων. T

### book 394a.1

ἠνώγει δέ με: ἵνα δοκῇ ἄρχοντι πείθεσθαι καὶ ὡς

### book 394a.2

ἀναγκασθέντι συγγνῶσιν. T

### book 394b.1

θοὴν διὰ νύκτα: θοήν, T ἐπεὶ μετὰ δύσιν ἡλίου

### book 394b.2

τάχιστα σκότος γίνεται· ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγού‐

### book 394b.3

μεθα· ἢ τὴν θετικήν (ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν)· b(BCE3E4)

### book 394b.4

T ἢ ὅτι ὀξεῖα καὶ κωνοειδής ἐστι διὰ τὴν σκιὰν τῆς γῆς. θοὸν

### book 394b.5.1

δὲ τὸ ὀξύ. δείκνυται δὲ διὰ τούτου ὅτι ὁ ἥλιος τῆς γῆς μείζων ἐστίν·

### book 394b.5.2

οὐ δύναται γὰρ ἡ σκιὰ κωνοειδὴς εἶναι, μὴ τοῦ περιφωτίζοντος μείζο‐

### book 394b

νος ὄντος. T

### book 394c.1

{ἠνώγει δέ μ’ ἰόντα} θοὴν διὰ νύκτα: ταχεῖαν λέγει τὴν

### book 394c.2

νύκτα διὰ τὸ ὑφ’ ἕνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις

### book 394c.3

„δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί“ (β 388 al.). A

### book 395.1

ἀνδρῶν δυσμενέων: ὑπομιμνῄσκει τῆς ἔχθρας αὐτοὺς

### book 395.2

καθ’ Ἕκτορος, ἀναζωπυρῶν τὸν θυμὸν αὐτῶν. b(BCE3E4)T

### book 397-9a.1

ἢ ἤδη χείρεσσιν〈—ἀδηκότες αἰνῷ〉: καὶ

### book 397-9a.2

γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν

### book 397-9a.3

Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολήν, ἐν τῷ Περὶ τοῦ μὴ γεγονέναι

### book 397-9a.4

πλείονας ἐκδόσεις τῆς Ἀρισταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ

### book 397-9a.5.1

παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο

### book 397-9a.5.2

„εἰ ἤδη“. ταῦτα ὁ Δίδυμος (p. 115 Schm.) περὶ τῶν στίχων τούτων. A

### book 397-9b.1

〈ἦ ἤδη χείρεσσιν—ἀδηκότες αἰνῷ:〉 ὅτι οὕ‐

### book 397-9b.2

τως γραπτέον, βουλεύουσι (398) καὶ 〈ἐ〉θέλουσι (398)· τὸ γὰρ

### book 397-9b.3

σφίσιν (398) ἐν τῷ περί τινών ἐστι λόγῳ ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκό‐

### book 397-9b.4

λουθα δεῖ εἶναι τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος (p. 180 Friedl.) περὶ

### book 397-9b.5.1

τῆς γραφῆς ταύτης φησί, διπλῆν 〈προσ〉βάλλων τῷ στίχῳ. | ἐν μέν‐

### book 397-9b.5.2

τοι τῇ τετραλογίᾳ Νεμεσίωνος οὕτως εὗρον περὶ τῶν στίχων τού‐

### book 397-9b.5.3

των· „τῶν παρακειμένων ὀβελῶν (sc. ante versus 397—9) οὐκ ἔστιν

### book 397-9b.5.4

αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώνιος δὲ ὁ

### book 397-9b.5.5

Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησι τὸν Ἀρίσταρχον παραση‐

### book 397-9b.10.1

μειώσασθαι αὐτούς, εἶτα δὲ καὶ τελέως ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέ‐

### book 397-9b.10.2

ρου προσώπου τὸ σφίσι (398) τετάχθαι, καὶ ἄνωθεν (sc. e Κ 310—2)

### book 397-9b.10.3

μετενηνέχθαι.“ A

### book 398.1

〈φύξιν βουλεύοιτε μετὰ σφίσιν οὐδ’ ἐθέλοιτε:〉 ἐν

### book 398.2

ἄλλῳ „φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδ’ ἐθέλουσι“. Aim

### book 401a1.1

ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός:

### book 401a1.2

δεόντως τὸν ἐλπίσαντα, οὐ τὸν ὑποσχόμενον αἰτιᾶται. T

### book 401a2.1

δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχομένου τοσοῦ‐

### book 401a2.2

τον αἰτιᾶται ἄνοιαν. b(BCE3E4)

### book 404

〈ἄλλῳ γε:〉 ἔδει εἰπεῖν ‘ἄλλοισ‘. Aint

### book 406.1

ποῦ〈—〉λίπες Ἕκτορα: καλῶς τοῦτο πυνθάνεται,

### book 406.2

ἵνα ἐγρηγορότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ

### book 406

καθεύδοι, ἐπιχειρήσειαν καὶ αὐτὸν ἀνελεῖν. b(BCE3E4)T

### book 407a1.1

ποῦ δέ οἱ ἔντεα κεῖται 〈ἀρήϊα, ποῦ δέ οἱ ἵπ‐

### book 407a1.2

ποι〉: οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων τὸ κεῖται· δεῖ γὰρ †προσυπ‐

### book 407a1.3

ακουστέον† τὸ ‘ἑστᾶσιν‘. T

### book 407a2.1

δεῖ τὸ ‘ἑστᾶσι‘ τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν

### book 407a2.2

τὸ κεῖται. b(BCE3E4)

### book 407b.1

ποῦ δέ οἱ ἔντεα κεῖται: εἰκὸς γὰρ ὡς βασιλέα σκηνο‐

### book 407b.2

ποιεῖσθαι στρατηγικώτερον. ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ

### book 407b.3

b(BCE3E4)T περιϊόντες τὰς φυλακάς. T

### book 408a1

〈πῶς δαί:〉 ὅτι σύνδεσμος ὁ δαί καὶ οὐκ ἄρθρον. Aim

### book 408a2

πευστικὸς σύνδεσμός ἐστιν, οὐκ ἄρθρον. T

### book 408b.1

πῶς δαί {τῶν ἄλλων}: ἡ μὲν σύνταξις ἐπιζητεῖ ‘πῶς δ’

### book 408b.2

αἱ‘, τὸ αἵ ἄρθρον. ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ

### book 408b.3

ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα·

### book 408b.4

οὕτως γὰρ αὐτῷ ἔθος· „ποῦ δαὶ νηῦς ἕστηκε;“ (ω 209), „τίς δαὶ ὅμι‐

### book 408b.5

λος;“ (α 225). A

### book 409a.1

ἅσσα τε μητιόωσιν: ἀπὸ τούτου ἕως τοῦ „ἂψ ἀναχω‐

### book 409a.2

ρήσουσιν“ (Κ 411) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκειν‐

### book 409a.3

ται, ὅτι ἐκ τῶν τοῦ Νέστορος λόγων (sc. e Κ 208—10) μετενηνεγμένοι

### book 409a.4

εἰσὶν οὐ δεόντως· γελοῖος γὰρ ἔσται ὁ Ὀδυσσεύς, ἤδη τῆς ὥρας προ‐

### book 409a.5.1

κεκοφυίας ἐρωτῶν, εἰ μένουσιν ἢ ἀπέρχονται ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν

### book 409a.5.2

τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ

### book 409a.5.3

ταῦτα οὔ. A

### book 409b1.1

ἄσσα {τε μητιόωσι}: ψιλωτέον ἐνθάδε· ἰσοδυναμεῖ γὰρ

### book 409b1.2

τῷ τίνα. T

### book 409b2

τὸ δὲ „ἅσσα“ ἐνθάδε ψιλωτέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα. A

### book 409-11.1

ἄσσα τε μητιόωσι〈—〉ἢ μεμάασιν 〈/ —

### book 409-11.2

ἦε πόλιν δέ / ἂψ ἀναχωρήσουσιν〉: ἐνεργὸν καὶ ζωτικὸν τὸ τοῦ

### book 409-11.3

λόγου τάχος· μεμίμηται γὰρ τοὺς ἐν ἀγωνίῳ σπουδῇ κατεχομένους καὶ

### book 409-11.4

ἐν ὀλίγῳ πολλὰ μαθεῖν σπουδάζοντας. T

### book 413a.1

τοὶ γὰρ ἐγώ τοι ταῦτα: „καὶ ταῦτα“. ὡς τὰ πρώην

### book 413a.2

ἠκριβωκώς, οὕτω καὶ ταῦτα. T

### book 413b.1

〈καταλέξω:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀγορεύ‐

### book 413b.2

σω“. Aim

### book 414-5.1

Ἕκτωρ μὲν μετὰ τοῖσι〈ν— / βουλὰς βου‐

### book 414-5.2

λεύει〉: φυλάσσει μὲν αὐτὸν Ἀχιλλεῖ, ἀπίθανον δὲ ἀδεῶς αὐτὸν κοι‐

### book 414-5

μᾶσθαι. T

### book 415a.1

παρὰ σήματι Ἴλου: στρατηγικῶς τὸν τόπον τοῦτον

### book 415a.2

ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμε‐

### book 415a.3

νοι λάθοιεν αὐτὸν μήτε τὴν πόλιν „λόχος εἰσέλθῃ〈σι〉 b(BCE3E4)T

### book 415a.4

λαῶν ἀπεόντων“ (cf. Θ 522)· φησὶ γοῦν „οἱ δὲ παρ’ Ἴλου σῆμα /

### book 415a.5

μέσ〈σ〉ον κὰπ πεδίον“ (Λ 166—7). T

### book 415b

παρὰ σήματι Ἴλου: Ἶλος Τρωὸς παῖς, ἀφ’ οὗ ἡ πόλις

### book 415b.1

Ἴλιος ἐκλήθη. | παρὰ σήματι δὲ παρὰ τῷ τάφῳ· ἦν γὰρ „μέσσον

### book 415b.2

κὰπ πεδίον“ (Λ 167). ἀπέχει δὲ τῆς πόλεως καὶ τῶν νεῶν τὸ ἴσον. A

### book 416.1

〈φυλακὰς δ’, ἃς εἴρεαι:〉 περὶ δὲ τῶν φυλακῶν, ὧν

### book 416.2

ἐρωτᾷς. Til

### book 417a1.1

οὔ τις κεκριμένη 〈ῥύεται στρατὸν οὐδὲ φυλάσ‐

### book 417a1.2

σει〉: ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, ἵνα

### book 417a1.3

παραυτὰ προθύμως φυλάξαντες εὐθὺς ῥᾳθυμήσωσιν ἢ διαμείναντες

### book 417a1.4

καρτερικῶς ἕωθεν ἀσθενήσωσιν. T

### book 417a2.1

ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκου‐

### book 417a2.2

σίως, καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων. b(BCE3

### book 417a2.3

E4)

### book 418a.1

ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι: ὅ ἐστιν T

### book 418a.2

‘ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι‘, οἱονεὶ ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες,

### book 418a.3

οὗτοι φυλάσσουσιν· ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. b(BCE3E4)

### book 418a.4

T ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος. b(BCE3)T οὕτω Πορφύριος

### book 418a.5

(cf. 1,157,7 [= 1,9,15 S.]). T

### book 418a

ἐσχάραι: πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ—καὶ τὴν κυρίως

### book 418a

λεγομένην. A

### book 418b.1

οἷσιν ἀνάγκη: τοῦτο διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ

### book 418b.2

κίνδυνος. T

### book 419-20a.1

〈φυλασσέμεναί τε κέλονται / ἀλλήλοις:〉 τὰς

### book 419-20a.2

γυναῖκας καὶ τέκνα. Aim

### book 419-20b.1

κέλονται / ἀλλήλοις: εὖ τὸ μὴ μόνον ἰδίᾳ ἕκαστον

### book 419-20b.2

ἀγρυπνεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώ‐

### book 419-20b.3

μενος ὑπὸ τοῦ πλησίον ἐγείρηται. b(BCE3E4)T

### book 419-20c.1

κέλονται 〈ἀλλήλοισ〉: δῆλον ὡς ἐξ ἐπιταγῆς. ἐντεῦθεν

### book 419-20c.2

οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθαι τὸν γεγαμηκότα, οὐ

### book 419-20c.3

τὸν 〈ἄ〉γαμον, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμ‐

### book 419-20c.4

πάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν. b(BCE3E4)T

### book 420-2.1

ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι—οὐδὲ

### book 420-2.2

γυναῖκες: εἰς τὸ ἀσυμπαθὲς τῶν βαρβάρων. εὐλόγως δὲ ἀποκρίνεται·

### book 420-2.3

ἠρωτήθη γάρ· b(BCE3)T „πῶς δ’ αἱ τῶν ἄλλων Τρώων φυλακαί

### book 420-2.4

τε καὶ εὐναί“ (Κ 408), οὐ μόνον περὶ τῶν φυλασσόντων. T

### book 424-5a.1

πῶς γὰρ νῦν〈—δαείω〉: οὐ στικτέον ἐπὶ τὸ

### book 424-5a.2

νῦν (424), ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτη‐

### book 424-5a.3

μένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ εὕδους’

### book 424-5a.4

(425), τὸ δὲ ἑξῆς· ‘πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ

### book 424-5a.5

ἀπάνευθε;‘ A

### book 424b.1

〈πῶς γὰρ νῦν— / εὕδους’ ἦ ἀπάνευθε:〉 τὸ

### book 424b.2

ἑξῆς ‘πῶς γὰρ νῦν εὕδουσι;‘ b(BE3E4)Til | μήποτε διὰ τοῦτο δυσά‐

### book 424b.3

λωτοι εἶεν φυλασσόμενοι ὑπὸ τῶν Τρώων. Til

### book 424c.1

πῶς γὰρ νῦν—ἀπάνευθε: ἕως τοῦ νῦν (424)

### book 424c.2

ἀναπαύσαντας δεῖ τὴν ἀνάγνωσιν τὰ λοιπὰ ἀπὸ ἄλλης ἀρχῆς κατ’

### book 424c

ἐρώτησιν προφέρειν. b(BCE3E4)T

### book 425a.1

εὕδους’ ἦ ἀπάνευθε: τὸ εὕδους’ ἐν διαστολῇ καὶ

### book 425a.2

ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. | καὶ αὐτὸν δὲ τὸν η περι‐

### book 425a.3

σπαστέον· διαπορητικὸς γάρ. A

### book 425b

〈ἦ:〉 περισπαστέον τὸν η· διαπορητικὸς γάρ ἐστιν. Til

### book 427a

〈καὶ ταῦτα:〉 οὕτω καὶ ταῦτα. Til

### book 427b.1

μάλ’ ἀτρεκέως ἀγορεύσω: καὶ πλείονα ὧν ἠρωτήθη

### book 427b.2

λέγει ὡς σύμβουλος γενόμενος ὑπὲρ ὀλέθρου τῶν συμμάχων. b(BCE3

### book 427b.3

E4)T τοῦτο δὲ δειλίας καὶ χαυνότητος σύμβολον. T

### book 428a.1

πρὸς μὲν ἁλὸς 〈Κᾶρεσ〉: πρὸς σύγκρισιν τῆς „Θύμ‐

### book 428a.2

βρησ“ (Κ 430). θαλασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι (cf.

### book 428a.3

Thuc. 1,4 al.). b(BCE3)T προσυπακουστέον δὲ τὸ μέρος, οἷον

### book 428a.4

‘πρὸς μὲν τὸ μέρος τῆς θαλάσσησ‘. T

### book 428b.1

καὶ Παίονες ἀγκυλότοξοι: καὶ πῶς φησιν· „ὃς Παίο‐

### book 428b.2

νας ἱπποκορυστάς / ἤγαγεν“ (Π 287—8); εἰ μὴ ἄρα περιδέξιοι ἦσαν

### book 428b.3

ὡς Τεῦκρος (cf. e. g. Θ 266 et Ν 177)· Δίδυμος (p. 181 Schm.) οὖν

### book 428b.4

τοὺς τόξῳ καὶ ἀγκύλῃ χρωμένους ἀγκυλοτόξους εἴρηκεν. T

### book 428b.5

Παίονες: ἔθνος Θρᾳκῶν. τινὲς δὲ—Μακεδόνας. A

### book 429a.1

καὶ Λέλεγες καὶ Καύκωνες: ὅτι ὡς ὕστερον ἐληλυθό‐

### book 429a.2

των τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ τὸν Ῥῆσον (cf. Κ 434—5)·

### book 429a.3

οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ Καταλόγου μνήμην πεποίηται. A

### book 429b.1

καὶ Λέλεγες 〈καὶ Καύκωνεσ〉: ὡς ἐπήλυδες οὐ κατε‐

### book 429b.2

λέχθησαν ἐν τῷ Καταλόγῳ· οὐδὲ γὰρ „Ὀθρυονεύσ“ (Ν 772, cf. 363.

### book 429b.1

374), „Ἰφιδάμασ“ (Λ 221 al.), Φαῖστος (cf. Ε 43). Λέλεγες δέ εἰσιν

### book 429b.2

οἱ Πήδασον τὴν ὑπὸ Ἴδῃ οἰκοῦντες· „πέρσε δὲ Λυρνησ〈σ〉ὸν καὶ Πή‐

### book 429b.5.1

δασον“ (Υ 92), εἶτα „Λέλεγας καὶ Τρῶας ἐναίρειν“ (Υ 96). οἱ περίλοι‐

### book 429b.5.2

ποι οὖν ὑπὸ Πρίαμον ἦσαν διὰ τὴν πρὸς Ἄλτην συγγένειαν, „ὃς Λε‐

### book 429b.5.3

λέγεσ〈σ〉ι φιλοπτολέμοισιν ἀνάσσει“ (Φ 86). T

### book 429b

Λέλεγες: ἔθνος—Καρίας οἰκοῦντας. A

### book 429c.1

Καύκωνες: τῆς Παφλαγονίας μοῖρα, τῶν ἐν Πελοπον‐

### book 429c.2

νήσῳ Καυκώνων ἄποικοι. T

### book 429c

Καύκωνες: ἔθνος—τοὺς λεγομένους Καυνίους. A

### book 429c

Πελασγοί: οἱ τὸ παράλιον μέρος—Τράλλεις. A

### book 430a.1

〈πρὸς Θύμβρης:〉 ἡ {δὲ} Θύμβρα πεδίον ἐστὶ τῆς

### book 430a.2

Τρῳάδος. ὅμοιον δέ ἐστι τῷ „πρὸς μὲν ἁλόσ“ (Κ 428). T

### book 430a

πρὸς Θύμβρης: πρὸς τὸ Θυμβραῖον—ἐπιφανές. A

### book 430b.1

Μυσοί τ’ ἀγέρωχοι: ὅτι οὐ μόνον ἐπὶ „Ῥοδίων“ (Β

### book 430b.2

654) χρῆται τῷ ἀγέρωχοι, ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχήν, τουτέστι

### book 430b.3

τὴν τροφήν, ἀλλ’ ἐπὶ Μυσῶν καὶ „Τρώων“ (Γ 36), οἷον γεραόχων,

### book 430b.4

σεμνῶν καὶ ἐντίμων. A

### book 431a.1

καὶ Φρύγες ἱππόδαμοι 〈καὶ Μῄονες ἱπποκορυ‐

### book 431a.2

σταί〉: ὅτι ἑτέρους τῶν Τρώων οἶδεν τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος

### book 431a.3

οὐκ οἶδεν καλουμένους Λυδούς, ἀλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας

### book 431a.4

Ἡσιόδου (fr. 334 M.—W.). A

### book 431b1.1

καὶ Φρύγες: δῆλον ὡς ἐπίκουροι Τρωσὶν οἱ Φρύγες. οἱ

### book 431b1.2

δὲ νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. T

### book 431b2.1

οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. φαίνεται δὲ

### book 431b2.2

ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν. b(BCE3)

### book 431c1

〈ἱππόδαμοι:〉 Ἀρίσταρχος „ἱππόμαχοι“. Aim

### book 431c2

ἡ δὲ γραφὴ „ἱππόμαχοι“, οὐχ ἱππόδαμοι. T

### book 431d.1

καὶ Μῄονες ἱπποκορυσταί: ἤδη καθ’ Ὅμηρον ἐπρώ‐

### book 431d.2

τευε τὸ Λύδιον ἱππικόν. T

### book 433-4.1

εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον,

### book 433-4.2

〈/ Θρήϊκες—νεήλυδεσ〉: οἱ μὲν περὶ τὸν Ὀδυσσέα οὐ τρανό‐

### book 433-4.3

τερον ἐξέφηναν τὴν βούλησιν, ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει καὶ

### book 433-4.4

μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν. b(BCE3)T

### book 433-4.5.1

οἱ δὲ καὶ ἐπαινοῦσιν αὐτὸν ὡς ἀποτρεψάμενον αὐτοὺς Ἕκτορος διὰ

### book 433-4.5.2

τοῦ ἐπαίνου τῶν Θρᾳκῶν. T

### book 434a.1

〈οἵδ’ ἀπάνευθε:〉 τῇ χειρὶ δείκνυσι, καθ’ ὃν τόπον ἐστρα‐

### book 434a.2

τοπεδεύκασιν. b(BCE3E4)Til ἀπάνευθε δὲ πρὸς τὸ μὴ μεμῖχθαι

### book 434a.3

τοῖς ἄλλοις. b(BCE3E4)T

### book 434b.1

νεήλυδες: πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν

### book 434b.2

τὴν ἀπὸ τοῦ καμάτου. b(BCE3E4)T

### book 434c.1

νεήλυδες: νεωστὶ ἐληλυθότες· | ἤλυσιν γὰρ τὴν ἔλευσιν

### book 434c.2

λέγουσιν. A

### book 434d1

ἔσχατοι ἄλλων: τοῖς δὲ ἀπὸ τῶν νεῶν πρῶτοι. T

### book 434d2

ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι. b(BCE3E4)

### book 435.1

ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ

### book 435.2

τῆς Θρᾴκης υἱὸς καὶ Εὐτέρπης Μούσης. ἱστορεῖ δὲ Πίνδαρος (fr. 262

### book 435.3

Sn.) ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς

### book 435.4

ἐνεδείξατο κακά, κατὰ δὲ πρόνοιαν Ἥρας καὶ Ἀθηνᾶς ἀναστάντες

### book 435.5

οἱ περὶ Διομήδεα ἀναιροῦσιν αὐτόν. b(BCE3)T

### book 435

ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος γένει—εἰς τὸ παντελές. A

### book 435

ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς—Τριπτόλεμος. A

### book 436.1

τοῦ δὴ καλλίστους ἵππους: ὡς φίλιππος (κινδυνεύει

### book 436.2

γοῦν δι’ ἵππους) ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς·

### book 436.3

b(BCE3)T φησὶ γοῦν· „ἀλλ’ ἐμὲ μὲν〈—〉δήσαντεσ“

### book 436.4

(Κ 442—3). T τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ

### book 436.5.1

τῶν ἐν τῷ στρατοπέδῳ καλλίστων ἵππων προδότης γίνεται.

### book 436.5.2

b(BCE3)T

### book 437a.1

λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν

### book 437a.2

〈ὁμοῖοι〉: δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως,

### book 437a.3

τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφ’ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος

### book 437a.4

μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν.

### book 437a.5.1

A b (BCE3)T ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατ’ αἰτιατικὴν

### book 437a.5.2

δυνάμενος εἰπεῖν ‘λευκοτέρους χιόνοσ‘, καὶ τοῦ μέτρου ἐπιδεχο‐

### book 437a.5.3

μένου, θαυμαστικῶς κατ’ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον. A b (BE3)T

### book 437a.5.4

| καὶ λείπει τὸ εἰσίν. b(BE3)T οἱ δὲ πτώσεως μετάθεσιν τὸ

### book 437a.5.5

τοιοῦτον ὠνόμασαν. b(BE3) | πῶς δὲ ἐδόκει εἰδέναι ὅτι ταχεῖς

### book 437a.10.1

εἰσιν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας, ἢ ἀποσεμνύνων ὡς καὶ

### book 437a.10.2

σωθησομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν τῶν Θρᾳκῶν ἐπανά‐

### book 437a.10.3

στασιν. A b (BCE3E4)T

### book 437b1

〈λευκότεροι—ὁμοῖοι:〉 λευκότεροι χιόνος

### book 437b1.1

εἶπεν, ἵνα φανῶσι νυκτός, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἵνα

### book 437b1.2

φθάσωσιν ἐπ’ αὐτῶν διασωθῆναι. | ἰστέον δὲ ὅτι ἐμείωσε—

### book 437b1.3

ταχυτέρους. A

### book 437b2

ἵνα ὁρῶνται νυκτὸς οὔσης. Til

### book 437c.1

〈λευκότεροι—ὁμοῖοι:〉 χωριστέον τοῦ ἐπάνω

### book 437c.2

στίχου, ἵνα μὴ σόλοικον γένηται. καὶ ἄλλως καθ’ ἑαυτὸ λεγόμενον

### book 437c.3

πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ τὸ εἰσί ῥῆμα, λευκότεροί

### book 437c.4

εἰσιν. A

### book 438-9.1

〈χρυσῷ—χρύσεια:〉 τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς

### book 438-9.2

ἄκρως κωμῳδεῖ καὶ τὸ ἐπτοημένον περὶ χρυσόν. b(BCE3)Til

### book 439.1

τεύχεα: ὅπλα. | εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος (FGrHist

### book 439.2

334, 71) φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοϊκῷ κατεσκευάσθαι πρῶ‐

### book 439.3

τον ὑπὸ Κυκλώπων. A

### book 442.1

ἀλλ’ ἐμὲ μὲν 〈νῦν〉 νηυσὶ πελάσσετον: πέπεισται

### book 442.2

ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχε‐

### book 442.3

ται. εἰ δὲ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἦσαν οἱ περὶ Διομήδην

### book 442.4

πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες· b(BCE3E4)

### book 442.5.1

T δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις

### book 442.5.2

μέλλων. b(BE3E4)T

### book 443a.1

〈ἢ ἐμὲ δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ:〉

### book 443a.2

δέον τούτοις τοῖς ἀγενέσι λόγοις ἀντιπαρατεθῆναι τὸ „τόφρα γὰρ

### book 443a.3

ἐς στρατὸν εἶμι“ (Κ 325). Til

### book 443b.1

νηλέϊ δεσμῷ: ὡς ἠλπικὼς ὅτι δεθήσεται καὶ τὸν δεσμὸν

### book 443b.2

ὀλοφύρεται καί φησιν ὡς ἀμήχανον ἐκφυγεῖν ἐμοί. T

### book 445a1.1

ἦ ῥα κατ’ αἶσαν 〈ἔειπον〉: οὕτως A Ἀρίσταρ‐

### book 445a1.2

χος „ἠὲ κατ’ αἶσαν AAim ἔειπον“, ἔξω τοῦ ῥά, καὶ ἔστιν ὅμοιον

### book 445a1

τῷ „ἠὲ μετὰ Τρώεσσιν“ (Ε 86). A

### book 445a2

„ἠὲ κατ’ αἶσαν“, οὕτω δεῖ γράφειν χωρὶς τοῦ ῥά. Til

### book 445b.1

〈ἦε καὶ οὐκί:〉 πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ

### book 445b.2

ἀντιστοίχου. Aim

### book 446.1

〈τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς

### book 446.2

Διομήδης:〉 Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις

### book 446.3

οὐ φονεύει. b(BCE3E4)Til

### book 447a.1

Δόλων: ὅτι ζητεῖται, πῶς τὸ ὄνομα ἔγνω· διό τινες

### book 447a.2

ἀνέγνωσαν „δολῶν“ ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει „οὓς νῶϊ

### book 447a.3

πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν“ (Κ 478). εἰκὸς δέ τινων γινώσκε‐

### book 447a.4

σθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνου, καὶ μάλιστα τοῦ

### book 447a.5.1

Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς „πολύχρυσος πολύχαλκοσ“

### book 447a.5.2

(Κ 315). A

### book 447b.1

Δόλων: καὶ πῶς ᾔδεισαν αὐτοῦ τὸ ὄνομα; ἢ εἰκὸς ὡς

### book 447b.2

κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. b(BCE3E4)T ὅτι

### book 447b.3

δὲ ἐπιφανής, δῆλον ἐκ τοῦ „ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρί‐

### book 447b.4

στουσ“ (Κ 300). T ἢ ἠρώτησαν κρατήσαντες. b(BCE3E4)

### book 449-51.1

εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν〈—

### book 449-51.2

πολεμίξων〉: ἐπεὶ οὐχ Ἑλληνικὸν τὸν ἱκέτην ἀναιρεῖν, προφάσεις

### book 449-51.3

ἀναγκαίας περιέθηκεν. ἅμα δὲ καὶ ἄτοπον ἦν πάλιν ὑποστρέφειν εἰς

### book 449-51.4

τὰς ναῦς b(BCE3E4)T ἄγοντας Δόλωνα, ἢ δεῖν ἐν μέσῃ τῇ

### book 449-51.5.1

ὁδῷ, μὴ καί τινες διὰ λάφυρα ἐλθόντες μάθωσιν τὸ πᾶν παρ’ αὐ‐

### book 449-51.5.2

τοῦ. T ἅμα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων με‐

### book 449-51.5.3

μίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέδωκεν. b(BCE3E4)T

### book 449a.1

ἀπολύσομεν 〈ἠὲ μεθῶμεν〉: πληθυντικῶς, ἵν’ ἐνεχυ‐

### book 449a.2

ριάσῃ καὶ τὴν Ὀδυσσέως γνώμην. T

### book 449b.1

〈ἀπολύσομεν ἠὲ μεθῶμεν:〉 ἀπολύσομεν διὰ λύ‐

### book 449b.2

τρων, μεθῶμεν δίχα λύτρων. Til

### book 450.1

{ἤ τε καὶ ὕστερον} εἶσθα: οὕτως ἐγένετο τὸ εἶσθα· εἶμι,

### book 450.2

τὸ δεύτερον „εἶσ“ (Hsd. opp. 208), εἶτα εἶσθα. A

### book 452

〈ὀλέσσῃς:〉 Ἀρίσταρχος „ὀλέσσαισ“. Aim

### book 454-5.1

ἔμελλε γενείου〈— /〉 ἁψάμενος 〈λίσσεσθαι,

### book 454-5.2

ὁ δ’ αὐχένα μέσσον ἔλασσε〉: ἀνόητος ὁ μετὰ τοιαύτην ἀπό‐

### book 454-5.3

κρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα

### book 454-5.4

μὴ φθάσῃ γονυπετῶν. b(BCE3E4)T

### book 457.1

φθεγγομένου δ’ ἄρα τοῦ γε 〈κάρη κονίῃσιν

### book 457.2

ἐμίχθη〉: ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι πρὶν σαφηνισθῆναι τὸ

### book 457.3

λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος καὶ τὸν

### book 457.4

τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς, εἰ καὶ

### book 457.5.1

σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν τῆς ἐπεισροῆς φορὰ

### book 457.5.2

εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται. b(BCE3E4)T

### book 458.1

〈τοῦ δ’ ἀπὸ μὲν κτιδέην ... ἕλοντο:〉 ὅτι κτιδέην

### book 458.2

λέγει ῥητῶς, χωρὶς τοῦ ι. Aint

### book 460-1.1

καὶ τάδ’ Ἀθηναίῃ ληΐτιδι〈—ἀνέσχεθε〉:

### book 460-1.2

διδάσκει τῶν κατορθουμένων αἰτίους θεοὺς οἴεσθαι. καὶ τὸ ἐπίθε‐

### book 460-1.3

τον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον· b(BCE3E4)

### book 460-1.4

T καὶ „ἀγελείη“ (Δ 128) γάρ. T οἰκείως δὲ φονεύει ὁ Διο‐

### book 460-1.5

μήδης, ἀνατίθησι δὲ ὁ Ὀδυσσεύς. b(BCE3E4)T

### book 460.1

ληΐτιδι: λαφυραγωγῷ, πολεμικῇ. | ἢ τῇ παραιτίᾳ γιγνο‐

### book 460.2

μένῃ τοῦ λ〈ε〉ίαν λαβεῖν. A

### book 461a.1

ὑψός’ ἀνέσχεθε χερσί: πανταχόθεν ἐκίνησε τὴν ἐνάρ‐

### book 461a.2

γειαν, ἐκ τοῦ ἱκετεύειν μέλλοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως

### book 461a.3

τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ

### book 461a.4

σκυλεύοντος τὰ ὅπλα καὶ ὑψός’ ἀνέχοντος. b(BCE3E4)T

### book 461b

〈ἀνέσχεθε:〉 γράφεται „ἀνέσχετο“. Aim

### book 461c.1

〈καὶ εὐχόμενος ἔπος ηὔδα:〉 ὅτι συνήθως ἡμῖν νῦν

### book 461c.2

κέχρηται τῷ εὐχόμενος. Aint

### book 463a1.1

〈ἐπιβωσόμεθα:〉 Ἀρίσταρχος „ἐπιδωσόμεθα“ ἵν’ ᾖ

### book 463a1.2

δώροις τιμήσομεν. Aint

### book 463a2

〈ἐπιδωσόμεθα:〉 γράφεται καὶ “ἐπιβωσόμεθα“. T

### book 463b.1

ἐπιδωσόμεθα: ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν.

### book 463b.2

b(BCE3E4)T προτρεπτικὸν δὲ τοῦτο εἰς συμμαχίαν. b(BCE3)

### book 463b.3

T

### book 464a.1

ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους: τοῖς τοῦ Δόλωνος

### book 464a.2

πεισθέντες λόγοις ἤδη περὶ τῶν ἵππων τοῦ Ῥήσου δέονται τῆς

### book 464a.3

θεοῦ. ἢ μᾶλλον ἵππους οὐ τοὺς Ῥήσου, ἀλλὰ τὸ ἱππικόν. T

### book 464b.1

〈ἵππους τε καὶ εὐνάς:〉 ἐν ἄλλῳ „ἄγυρίν τε καὶ εὐ‐

### book 464b.2

νάσ“. Aim

### book 465

ὑψόσε: διήλ〈λ〉ατ〈τ〉ον Aint αἱ Ἀριστάρχου, ὑψόσε

### book 465

καὶ „ὑψοῦ“. Aint T

### book 466a.1

{θῆκεν ἀνὰ} μυρίκην· 〈δέελον δ’ ἐπὶ σῆμά τ’

### book 466a.2

ἔθηκε〉: σὺν τῷ ν μυρίκην {δέ ἕλον}. | δέελον δὲ τὸ εὔδηλον, |

### book 466a.3

ἀπὸ τοῦ †δήεις†, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν. A

### book 466b.1

δέελον: ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ

### book 466b.2

τέλους ἡ ὀξεῖα. καὶ ψιλοῦται τὸ δεύτερον ε. | ἡ διπλῆ δέ, 〈ὅτι〉

### book 466b.3

ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον. A

### book 466c.1

δέελον: ψιλωτέον τὸ δεύτερον ε τοῦ δέελον. | Ἀρί‐

### book 466c.2

σταρχος δέ φησιν αὐτὸ παρὰ τὸ †δήεις. T

### book 466d.1

〈δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε:〉 πάντα 〈τὰ〉 προ‐

### book 466d.2

νοητικὰ περίκειται τῷ Ὀδυσσεῖ. Til

### book 467

συμμάρψας δόνακας: τροπαίου σχῆμα μιμεῖται. T

### book 469a.1

τὼ δὲ βάτην προτέρω 〈διά τ’ ἔντεα καὶ μέλαν

### book 469a.2

αἷμα〉: ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν, τοπικῶς. καὶ ὅτι

### book 469a.3

ἐρριμμένοι εἰσὶν {οὗτοι} οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ δι’ ἐντέων καὶ

### book 469a.4

αἵματος. A

### book 469b

τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν

### book 469b

αἷμα: ἐπὶ τόπου τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν. | τὸ δὲ †καὶ

### book 469b

μέλαν αἷμα τινὲς γράφουσι „καὶ Παλλὰς Ἀθήνη“. T

### book 470a

〈αἶψα:〉 διὰ τὸ ἐπεῖγον τοῦ καιροῦ. Til

### book 470b.1

〈ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος:〉 ὅτι τέλος καὶ νῦν

### book 470b.2

τὸ τάγμα. Aint

### book 470c

〈ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος:〉 ἔνθα συνετέλουν. |

### book 470c

ὅ ἐστι τάγμα. Til

### book 471a.1

οἱ δ’ εὗδον καμάτῳ ἀδηκότες: ἐκ τούτων ἡ προ‐

### book 471a.2

δοσία Δόλωνος καὶ τὸ πιστὸν τῆς ἀναιρέσεως αὐτῶν φανεῖται. T

### book 471b.1

〈ἀδηκότες:〉 ἀηδισθέντες. καὶ „δείπνῳ ἀδήσειεν“ (α

### book 471b.2

134). Til

### book 473a.1

τριστοιχεί: ἵνα ὦσι τρία τάγματα πρὸ Ῥήσου, ἀφ’

### book 473a.2

ὧν ἑκάστου τέσσαρας ἄνδρας ἀναιροῦντες τρισκαιδέκατον Ῥῆσον.

### book 473a.3

b(BCE3E4)T

### book 473b.1

τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες

### book 473b.2

〈ἵπποι〉: εἰκότως οὖν εἶχε τὸ „ἵππους τε καὶ εὐνάσ“ (Κ 464). T

### book 473c.1

〈δίζυγες ἵπποι:〉 ὅτι συνωρίσιν ἐχρῶντο· διὸ δί‐

### book 473c.2

ζυγες. Aim

### book 475a1.1

ἐξ ἐπιδιφριάδος 〈πυμάτης ἱμᾶσι δέδεντο〉: ψι‐

### book 475a1.2

λωτέον τὸ ἔξ· τὸ γὰρ ἑξῆς ἐστιν ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο

### book 475a1.3

τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν

### book 475a1.4

ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι. A

### book 475a2

ψιλωτέον δὲ τὸ ἔξ· οὐ γάρ ἐστιν ἀριθμός, ἀλλὰ πρό‐

### book 475a2

θεσις. T

### book 475b.1

ἐπιδιφριάδος: τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ

### book 475b.2

τοῦ ἐν τάξει ἐξωτάτου ξύλου, ἐφ’ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλ‐

### book 475b.3

λοντες μάχεσθαι. A

### book 475-6a1.1

ἐξ ἐπιδιφριάδοσ〈— / τὸν δ’ Ὀδυσεὺς

### book 475-6a1.2

προπάροιθεν ἰδών〉: ἐπιδιφριὰς μέρος τοῦ δίφρου, καθ’ ὃ ἐπι‐

### book 475-6a1.3

βαίνειν εἰώθασιν· οἱ δὲ τῆς ἄντυγος. πιθανῶς δὲ προετοιμάζει αὐτοὺς

### book 475-6a1.4

ὁ ποιητὴς τῇ ἀπελάσει. | τὰ γνωστικὰ αὐτῷ περίκειται. ἔγνω

### book 475-6a1.5.1

δὲ Ὀδυσσεὺς ἢ ἀπὸ τοῦ μέσον εἶναι ἢ τῶν ἵππων (cf. Κ 474), ὅπερ

### book 475-6a1.5.2

ἐδήλωσε διὰ τοῦ „οὓς νῶϊν πίφαυσκε“ (Κ 478). T

### book 475-6a2.1

ἐπιδιφριὰς μέρος τοῦ δίφρου. καθ’ ὃ ἐπιβαίνειν εἰώθασιν.

### book 475-6a2.2

b(BCE3) | ἔγνωσαν δὲ ἢ ἀπὸ τοῦ τὸν Ῥῆσον μέσον εἶναι ἰδίᾳ

### book 475-6a2.3

ἢ ἀπὸ τῆς τῶν ἵππων θέας. b(BCE3E4)

### book 476a.1

τὸν δ’ Ὀδυσεὺς προπάροιθεν 〈ἰδών〉: ἡ διπλῆ,

### book 476a.2

ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθεν ἐπὶ χρόνου τέταχεν, πρό‐

### book 476a.3

σθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ Χωρίζοντες (sc. fr. 3 K.) ἐν Ὀδυσ‐

### book 476a.4

σείᾳ μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς. A

### book 476b1.1

τὸν δ’ Ὀδυσεὺς προπάροιθεν: χρονικῶς ἀντὶ

### book 476b1.2

τοῦ πρῶτος, καὶ τοπικῶς· „ἠϊόνος προπάροιθε“ (Β 92). T

### book 476b2

χρόνου καὶ τόπου. Til

### book 477.1

〈οὗτός τοι:〉 οὕτως οὗτός τοι· ἄνω (sc. Κ 341) δὲ

### book 477.2

„οὗτός τισ“. Aint

### book 478a

〈οὕς:〉 οὕτω πληθυντικῶς οὕς ἐπὶ τῶν ἵππων. Aim

### book 478b.1

〈Δόλων:〉 ὅτι ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ

### book 478b.2

ἐνταῦθα. Aint

### book 479

πρόφε〈ρε〉 κρατερὸν μένος· πρόφερε οὐκ εἰς τὸ

### book 479

φονεύειν, ἀλλ’ εἰς τὸ δρᾶν τὰ χρειώδη. T

### book 480a.1

〈ἑστάμεναι μέλεον σὺν τεύχεσιν:〉 ὅτι οἱ νεώτεροι

### book 480a.2

μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ ματαίως. Aim

### book 480b.1

σὺν τεύχεσιν: σὺν τεύχεσιν T δηλοῖ ὡς μᾶλλον

### book 480b.2

ἐπιτηδειότερος ὢν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα

### book 480b.3

σοφῶς τὴν αἵρεσιν τῷ Διομήδει δίδωσιν. b(BCE3E4)T

### book 482a.1

τῷ δ’ ἔμπνευσε μένος: εἰκότως τὸ μὲν εὐχερέστερον

### book 482a.2

τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ δίδωσιν.

### book 482a.3

b(BCE3E4)T

### book 482b.1

τῷ δ’ ἔμπνευσε: πιθανῶς, ἵνα πιστὸν εἴη τοσούτους

### book 482b.2

ὑφ’ ἑνὸς ἀναιρεθῆναι. T

### book 483.1

κτεῖνε δ’ ἐπιστροφάδην: ἐπιστρέφων τὴν ὄψιν τοῦ

### book 483.2

λαθεῖν. ἢ ‘τῇ καὶ τῇ‘, ὡς ἐπὶ Ἀχιλλέως (cf. Φ 20), b(BCE3)T

### book 483.3

ὃ καὶ ἄμεινον. b(BCE3)

### book 483-4a1.1

τῶν δὲ στόνος 〈ὄρνυτ’ ἀεικής / ἄορι θει‐

### book 483-4a1.2

νομένων〉: ὡς ἐν ὕπνῳ ἀναιρουμένων ἠρεμαία τις στοναχὴ ἐγί‐

### book 483-4a1.3

νετο. T

### book 483-4a2

στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ ἀναιρουμένων. b(BCE3E4)

### book 485a.1

ὡς δὲ λέων μήλοισιν 〈ἀσημάντοισιν ἐπελθών〉:

### book 485a.2

οἰκεία ἐπ’ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι

### book 485a.3

τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο. b(BCE3E4)T

### book 485b.1

{ὡς δὲ λέων} μήλοισιν: ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ

### book 485b.2

τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὄϊς· „μῆλ’, ὄϊές τε καὶ αἶγεσ“ (ι 184). A

### book 486

〈αἴγεσιν ἢ ὀΐεσσιν:〉 ὅτι ἐπεξηγεῖται, τίνα τὰ μῆλα. Aint

### book 488a.1

ὄφρα δυώδεκ’ 〈ἔπεφνεν〉: ὅτι χωρὶς τοῦ Ῥήσου

### book 488a.2

δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλ’ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τι‐

### book 488a.3

νες. A

### book 488b.1

ὄφρα δυώδεκ’ ἔπεφνεν: δῆλον ὡς ἀνὰ τέσσαρας, ἵνα

### book 488b.2

ἱκανὸς εἴη ὁ τόπος πρὸς τὴν ἀπελασίαν τῶν ἵππων. T

### book 488-90.1

ἀτὰρ πολύμητις Ὀδυσσεύς / ὅντινα Τυδεί‐

### book 488-90.2

δης ἄορι πλήξειε 〈παραστάσ〉, / τὸν 〈δ’〉 Ὀδυσεὺς μετό‐

### book 488-90.3

πισθε: δὶς τὸ τοῦ Ὀδυσσέως παρέλαβεν ὄνομα σχῆμα κινῶν,

### book 488-90.4

δυναμένης τῆς ἀπαγγελίας καὶ ἅπαξ ἔχειν τὸ ὄνομα. b(BCE3E4)T

### book 489.1

〈πλήξειε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „πλήξασκε“.

### book 489.2

Aim

### book 490a.1

τὸν δ’ Ὀδυσ{σ}εύς {μετόπισθε}: ὅτι ἰδίως προειπὼν

### book 490a.2

„ἀτὰρ πολύμητις Ὀδυσσεύσ“ (Κ 488) ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα,

### book 490a.3

τὸν δ’ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός. A

### book 490b1.1

τὸν δ’ Ὀδυσεὺς 〈μετόπισθε〉 λαβὼν ποδὸς

### book 490b1.2

ἐξερύσασκεν: εἰς τὸ προγνωστικὸν Ὀδυσσέως. καὶ ἐπ’ ἄλλων

### book 490b1.3

φησὶ „στείβοντες νέκυάς τε“ (Λ 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω

### book 490b1.4

πολέμου πειραθέντων „ἀήθεσ〈σ〉ον γὰρ ἔτι“ (Κ 493) νεκρῶν. T

### book 490b2.1

τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυ‐

### book 490b2.2

ται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ „στείβοντες νέκυάς τε“, ἐπὶ

### book 490b2.3

δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς

### book 490b2.4

νεκρούς. b(BCE3E4)

### book 493.1

ἀήθεσ〈σ〉ον γὰρ ἔτ’ αὐτῶν: πόθεν οἶδεν ὅτι ἀήθεις

### book 493.2

εἰσὶ νεκρῶν; ὅτι ἀκήκοε Δόλωνος λέγοντος „Θρήϊκες οἵδ’ ἀπάνευθε

### book 493

νεήλυδεσ“ (Κ 434). T

### book 495.1

τὸν τρισκαιδέκατον 〈μελιηδέα θυμὸν ἀπηύρα〉:

### book 495.2

ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπαριθμεῖ τὸν Ῥῆσον, 〈πρὸς τὸ〉

### book 495.3

„τρεισκαιδέκατον σκοπόν“ (Κ 561). καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε,

### book 495.4

τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο, A ἀντὶ τοῦ †τρεισ‐

### book 495.5

καιδέκατον. Aim

### book 496-7.1

κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη / τὴν νύκτ’,

### book 496-7.2

Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης: τὸ βαθὺ γὰρ τοῦ ὕπνου

### book 496-7.3

δι’ αὐτῆς ἐγένετο. 〈συν〉έλαβε δὲ καὶ τὸ φίλοινον Θρᾳκῶν πρὸς τὸ μὴ

### book 496-7.4

αἰσθέσθαι. T

### book 496.1

κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη: τοῦτο ἐπὶ τῶν

### book 496.2

ἀπὸ τοῦ ἔθους συμβαινόντων· ὅταν γάρ τις νυκτὸς κακῷ τῳ περι‐

### book 496.3

πέσῃ φαμὲν ‘κακὸν ὄνειρον εἶδεν ὁ δεῖνα‘. b(BCE3E4)T

### book 496

κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης. Aim

### book 497a.1

τὴν νύκτ’, Οἰνείδαο 〈πάϊς, διὰ μῆτιν Ἀθή‐

### book 497a.2

νησ〉: ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ

### book 497a.3

νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης, καὶ τὸ διὰ

### book 497a.4

μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν.

### book 497a.5

A

### book 497b.1

〈τὴν νύκτ’, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθή‐

### book 497b.2

νης:〉 οὔτε ἐν 〈τῇ〉 Ζηνοδότου οὔτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο.

### book 497b.3

Aim

### book 499a

σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου: ἡ

### book 499a.1

διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν

### book 499a.2

δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες,

### book 499a.3

συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι. καὶ μιμεῖται τὸ γινόμενον ἐν

### book 499a.5

ταῖς ταραχαῖς. A

### book 499b.1

σὺν δ’ ἤειρεν ἱμᾶσι: ὡς μὴ κατ’ ἰδίαν τῶν ἵππων

### book 499b.2

εἰθισμένων ἡνιοχεῖσθαι· b(BCE3E4)T φησὶ γοῦν „ἵππων ἐπε‐

### book 499b.3

βήσετο“ (Κ 513) καὶ „ἔρυξε Διῒ φίλος ὠκέας ἵππουσ“ (Κ 527). T

### book 499c.1

σὺν δ’ ἤειρεν ἱμᾶσι: συνέζευξεν δὲ αὐτοὺς τοῖς ἱμᾶσι,

### book 499c.2

τουτέστι συνημμένους καὶ οὐ καθ’ ἕνα ἐξέφερε. καὶ ἔστι νησιώτης μέν,

### book 499c.3

τῇ πείρᾳ δὲ οὐ δευτερεύει τινός. b(BCE3E4)T

### book 500.1

τόξῳ ἐπιπλήσσων: ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος

### book 500.2

ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν. T

### book 500-1.1

ἐπεὶ οὐ μάστιγα φαεινήν 〈/ —νοήσατο

### book 500-1.2

χερσὶν ἑλέσθαι〉: πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς

### book 500-1.3

πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι,

### book 500-1.4

καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ἀντ’ αὐτοῦ μεμηχάνηται

### book 500-1.5.1

Ὀδυσσεύς. b(BCE3E4)T καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν ‘ἐπελά‐

### book 500-1.5.2

θετο‘ ἐπήγαγε τὸ „τόξῳ“ (500), ἀλλὰ τοὐναντίον. τούτῳ ὅμοιόν

### book 500-1.5.3

ἐστι καὶ τὸ ἐπὶ Σαρπηδόνος „βάρυνε δέ μιν δόρυ μακρόν / ἑλκό‐

### book 500-1.5.4

μενον· τὸ μὲν οὔτις ἐπεφράσατο“ (Ε 664—5). T

### book 502a.1

ῥοίζησεν: ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος

### book 502a.2

ὑπὲρ τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορῶν, αἰσθέσθαι·

### book 502a.3

οὐ γὰρ παρεῖναι αὐτῷ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους.

### book 502a.4

b(BCE3E4)T

### book 502b.1

ῥοίζησεν: ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέ‐

### book 502b.2

γομεν. | καὶ ἀλλαχοῦ δέ φησιν· „πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε

### book 502b

πίονα μῆλα“ (ι 315). A

### book 503.1

ὅ τι κύντατον ἔρδοι: φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπ‐

### book 503.2

αλλάκτως ἔχει τοῦ εὑρήματος. b(BCE3E4)T

### book 504-6a1.1

ἢ ὅ γε δίφρον ἑλὼν 〈...〉 ἢ ἐκφέροι ὑψός’

### book 504-6a1.2

〈...〉 ἦ ἔτι τῶν πλεόνων: διαπορητικὸς ὁ ὕστερος· διὸ περι‐

### book 504-6a1.3

σπαστέος. τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A

### book 504-6a2.1

{ἦ ἔτι τῶν πλεόνων θρῃκῶν:} περισπαστέον τὸ〈ν〉 ἦ

### book 504-6a2.2

{ἔτι} (506). διαπορητικὸς γάρ ἐστιν. T

### book 504-6b.1

ἢ ὅ γε δίφρον ἑλὼν〈— / ῥυμοῦ ἐξερύοι, ἢ

### book 504-6b.2

ἐκφέροι ὑψός’ ἀείρας, /〉 ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν:

### book 504-6b.3

δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾷκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι.

### book 504-6b.4

τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῄρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι.

### book 504-6b.5.1

ἀλλ’ οὐδὲν τούτων, ἐναντίον τοῦ σωθῆναι αὐτόν, ἀκίνδυνον.

### book 504-6b.5.2

b(BCE3E4)T

### book 505a.1

ῥυμοῦ ἐξερύοι〈—ἀείρασ〉: ὅτι πρὸς ἓν ληπτέον

### book 505a.2

μέρος τὸ λεγόμενον ἐκ τοῦ „ἢ ὅγε δίφρον ἑλὼν〈— /〉“ (Κ 504)

### book 505a.3

ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψός’ ἀείρας· ἔστιν γὰρ ‘ἢ τὸν

### book 505a.4

δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι ἢ μετέωρον ἄρας ἐξενέγκοι,

### book 505a.5.1

ὥστε 〈τὸ〉 περὶ τοῦ δίφρου 〈ἓν〉 μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέ‐

### book 505a.5.2

σταλκεν „ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν“ (Κ 506). A

### book 505b

〈ὑψόσε:〉 διχῶς, „ὑψοῦ“ καὶ ὑψόσε. Aim

### book 509.1

νόστου δὴ μνῆσαι: ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ

### book 509.2

μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦ‐

### book 509.3

τον εἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ „ῥοίζησεν δ’ ἄρα πι‐

### book 509.4

φαύσκων Διομήδεϊ“ (Κ 502). b(BCE3E4)T καὶ τὸ „ἐγγύθεν

### book 509.5.1

ἱσταμένη“ (Κ 508) πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἐδύνατο,

### book 509.5.2

ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους. T

### book 510a.1

νῆας ἔπι γλαφυράς: τὸ ἡμιστίχιον δύναται καὶ τοῖς

### book 510a.2

ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χω‐

### book 510a.3

ριζόμενον ἀπὸ τῶν ἑτέρων, οἷς μὴ προσδίδοται. A

### book 510b.1

πεφοβημένος: εἰς φυγὴν τραπείς, διωκόμενος, τουτέστι

### book 510b.2

μετὰ φυγῆς παραγεγενημένος. A

### book 510-1.1

μὴ καὶ πεφοβημένος ἔλθῃς· 〈/ —θεὸς ἄλ‐

### book 510-1.2

λοσ〉: οὐ μόνον διὰ τοῦ πεφοβημένος (510), ἀλλὰ καὶ διὰ τοῦ

### book 510-1.3

θεός (511) ἐκδειματοῖ. διὰ δὲ τοῦ ἄλλος (511) ἐσήμανεν ὅτι καὶ αὐτὴ

### book 510-1.4

θεός ἐστιν. b(BCE3E4)T ἤδη δὲ καὶ παροιμιῶδες γέγονε „μή τις

### book 510-1.5

καὶ Τρῶας ἐγείρῃ“ (cf. 511). T

### book 513a.1

ἵππων ἐπεβήσετο: κέλησι μὲν οὐδ’ ἐν τοῖς ἀγῶσιν εἰσά‐

### book 513a.2

γει χρωμένους, νῦν δὲ διὰ τὴν χρείαν. b(BCE3E4)T

### book 513b1.1

〈ἐπεβήσετο:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἐπεβή‐

### book 513b1.2

σατο“. Aim

### book 513b2

διὰ τοῦ ε δὲ ἐπεβήσετο. T

### book 515-6a1.1

〈οὐδ’ ἀλαοσκοπιὴν—ἕπουσαν:〉 συνα‐

### book 515-6a1.2

πτέον {δὲ} τὸ διστίχιον μέχρι τοῦ ἕπουσαν (516). A

### book 515-6a2

τινὲς εἰς τὸ Ἀπόλλων (515) στίζουσιν. Til

### book 515a.1

οὐδ’ ἀλαοσκοπιήν: ὅτι Ζηνόδοτος γράφει „ἀλαὸν σκο‐

### book 515a.2

πιήν“. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιάς, ἀλλὰ τοὐναντίον

### book 515a.3

δεδορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκεν σκοπιὴν τοὺς ὀφθαλ‐

### book 515a.4

μούς. A

### book 515b1.1

οὐδ’ ἀλαοσκοπιήν: πῶς οὐκ ἀλαός ἐστι τοσούτων πε‐

### book 515b1.2

φονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα (ἀποκεκήρυκτο

### book 515b1.3

γὰρ ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν), ἀλλ’ ‘ὡς

### book 515b1.4

εἶδεν ἐλθοῦσαν πρὸς Διομήδην τὴν Ἀθηνᾶν, καὶ αὐτὸς ἦλθεν‘. τοσοῦ‐

### book 515b1.5.1

τον δὲ αὐτὸν ἡ Ἀθηνᾶ προὔλαβεν, ὅσον ἔφθη τῷ Διομήδει τὴν

### book 515b1.5.2

ἀναχώρησιν παραινέσαι. Ἀπόλλων δὲ κατελθὼν οὐδὲν ἔπραξεν, ἀλλ’

### book 515b1.5.3

ἕτερον ἐγείρει. βραδέως δὲ ἐνεργεῖ Ἀπόλλων δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ

### book 515b1.5.4

εἰωθυῖα „ἐνικλᾶν“ τῷ Διΐ, „ὅ τι νοήσῃ“ (Θ 422), καὶ πρότερον παρὰ

### book 515b1.5.5

πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην, καὶ νῦν τῷ Διομήδει

### book 515b1.10

παρίσταται. T

### book 515b2.1

πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει

### book 515b2.2

ὅτι ἐφύλασσε τὰ πρασσόμενα (ἀποκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα

### book 515b2.3

μηδενὶ στρατεύματι βοηθεῖν), ἀλλ’ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς

### book 515b2.4

Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ

### book 515b2.5

ταχέως· εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός. b(BCE3E4)

### book 519.1

Ῥήσου ἀνεψιόν: οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψα‐

### book 519.2

σθαι τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλ’ ἑτέρῳ

### book 519.3

μέρει τῆς ποιήσεως (sc. Ω 720—81) τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι

### book 519

τεθνηῶτι· b(BCE3E4)T νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων. T

### book 520-2.1

ὡς ἴδε χῶρον ἐρῆμον〈— / ἄνδρας τ’ ἀσπαί‐

### book 520-2.2

ροντας— / ᾤμωξέν τ’ ἄρ’ ἔπειτα—ἑταῖρον〉: ὅτι

### book 520-2.3

Ζηνόδοτος †τὸ ἐναλλὰξ τῶι τόπωι τούτωι† τίθησιν· „ὁ δ’ ἐξ ὕπνου

### book 520-2.4

ἀνορούσασ“ (Κ 519) / ᾤμωξέν τ’ ἄρ’ ἔπειτα (522), / ὡς ἴδε

### book 520-2.5.1

χῶρον ἐρῆμον (520) / ἄνδρας τ’ ἀσπαίροντας (521). πρῶτα

### book 520-2.5.2

δὲ ἰδόντα ἔδει κλαίειν. A

### book 522a.1

ᾤμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον:

### book 522a.2

ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν. A

### book 522b.1

ὀνόμηνεν: ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκ‐

### book 522b.2

πληττομένοις. b(BCE3E4)T

### book 523-4.1

Τρώων δὲ κλαγγή〈— / θυνόντων ἄμυδισ〉:

### book 523-4.2

ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ τῆς βοῆς καὶ τοῦ θορύβου καὶ

### book 523-4.3

τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς. b(BCE3E4)T

### book 524a1.1

θηεῦντο δὲ μέρμερα ἔργα: τὸ θαῦμα τῶν θεωμένων

### book 524a1.2

τὸ δεινὸν ὑποφαίνει τῶν δεδραμένων, ὡς καὶ τὸ κάλλος τῶν οἴκων

### book 524a1.3

Καλυψοῦς διὰ τῆς Ἑρμοῦ ἐδήλωσε θέας (sc. ε 55—77). T

### book 524a2.1

τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δραθέν‐

### book 524a2.2

των· ἀγνοοῦντες γάρ, ὅθεν ἡ ἐρημία, ἐθαύμαζον. b(BCE3E4)

### book 525.1

ὅσς’ ἄνδρες ῥέξαντες: πολλὴν ἔμφασιν ἔχει τὸ ἄνδρες.

### book 525.2

T

### book 526.1

σκοπόν: κατάσκοπον. | πῶς δέ, φησί, δεκατέσσαρας †φο‐

### book 526.2

νεύσαντες† τρισκαιδέκατον λέγει Δόλωνα; ῥητέον—καὶ Ἕκτο‐

### book 526.3

ρα (Ν 1). A

### book 527.1

ἔνθ’ Ὀδυσεὺς 〈μὲν〉 ἔρυξε〈—〉ὠκέας ἵππους:

### book 527.2

πάλιν 〈εἰσ〉 τὸ 〈προ〉γνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ

### book 527.3

λάφυρα εἰς τὸν ναύσταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα

### book 527

αὐτὰ παρατρέχει. T

### book 528a.1

〈Τυδείδης δὲ χαμᾶζε θορών:〉 ἐπὶ τὸ θορών διασταλ‐

### book 528a.2

τέον. σαφέστερον γάρ. Aim

### book 528b.1

{τυδείδης δὲ χαμᾶζε θορὼν} ἔναρα {βροτόεντα}: ὅτι πε‐

### book 528b.2

ριεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν τοῖς ἄλλοις. κυ‐

### book 528b.3

ρίως δὲ ἔναρα λέγεται, οἷς ἐνάρηρε τὰ σώματα καὶ ἐνήρμοσται, θώραξ

### book 528b.4

καὶ κυνέα. A

### book 529

〈Ὀδυσῆϊ τίθει:〉 ἐν ἄλλῳ „Ὀδυσῆϊ δίδου“. Aim

### book 530.1

〈μάστιξεν δ’ ἵππους:〉 ἐν ἄλλῳ „μάστιξεν δ’ Ὀδυ‐

### book 530.2

σεύσ“. Aim

### book 532.1

Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε: εἰκότως· τῶν φρονι‐

### book 532.2

μωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. b(BCE3E4)T ἢ καὶ ὅτι τῶν

### book 532.3

ἄλλων μᾶλλον προσεῖχεν αὐτὸς ὡς ἂν τῆς ἐκπομπῆς τῶν κατασκόπων

### book 532.4

φερόμενος τὴν αἰτίαν· b(BE3E4)T ὅθεν ἐπιφέρει „ἀλλ’ αἰνῶς δεί‐

### book 532.5.1

δοικα“ (Κ 538)· καὶ Πρίαμος γὰρ πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν

### book 532.5.2

Ἀχιλλέα (sc. Χ 25—6). T ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μὴ

### book 532.5.3

πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις πλείονα δωρεῖται. b(BE3

### book 532.5.4

E4)T

### book 532

Νέστωρ δὲ πρῶτος: πρῶτος ὁ Νέστωρ κτύπον ἄϊε,

### book 532.10

ὅτι αὐτὸς γνώμην δοὺς—καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦ‐

### book 532

σαν. A

### book 534a.1

Ψεύσομαι ἢ ἔτυμον ἐρέω: ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα

### book 534a.2

ἐπιτυχὼν μὲν δοξασθῇ, ἀποτυχὼν δὲ μὴ ἐλεγχθῇ. b(BCE3E4)T |

### book 534a.3

παρὰ δὲ τῷ Ζηνοδότῳ οὐκ ἦν ὁ στίχος. T

### book 534b.1

〈κέλεται δέ με θυμός:〉 τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως

### book 534b.2

καὶ Διομήδους. Aim

### book 536-7.1

αἲ γὰρ δὴ Ὀδυσεύς τε〈—ἵππουσ〉: δι’ εὐχῆς

### book 536-7.2

ἐσήμανε τὴν ἰδίαν ὑπόνοιαν. τὸ δὲ ἄφαρ (537) ἀπιστοῦντός ἐστιν, εἰ

### book 536-7.3

ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν. b(BCE3E4)T

### book 537.1

{ὧδ’} ἄφαρ {ἐκ τρώων}: ἀντὶ τοῦ ἐσπευσμένως, ὅθεν καὶ

### book 537.2

„ἀφάρτεροσ“ (cf. Ψ 311). T

### book 538-9.1

ἀλλ’ αἰνῶς δείδοικα〈—ὀρυμαγδοῦ〉: ἀνθρω‐

### book 538-9.2

πίνως οὐκ ὤκνησε καὶ τῶν ἀπευκτῶν τι λαβεῖν. μεγαλοφυῶς δὲ προ‐

### book 538-9.3

αναιρῶν τὴν αἰσχύνην φησὶν ὑπὸ Τρώων ὀρυμαγδοῦ (539).

### book 538-9.4

b(BCE3E4)T

### book 538a1.1

〈κατὰ φρένα:〉 Ἀρίσταρχος {δείδοικα} „μετὰ φρεσί“.

### book 538a1.2

Aim

### book 538a2

〈μετὰ φρεσί:〉 γράφεται καὶ „κατὰ φρένα“. Til

### book 539a1.1

〈Ἀργείων οἱ ἄριστοι:〉 Ἀρίσταρχος „Ἀργείων

### book 539a1.2

ὤριστοι“, καὶ ἄνευ τοῦ ι. Aim

### book 539a2

„ὤριστοι“, οὕτως ἡ γραφή. Til

### book 542.1

δεξιῇ ἠσπάζοντο: καὶ Νέστωρ δηλονότι· ἄτοπον γὰρ τὸ

### book 542.2

μὴ ποιεῖν τὸ πάντων. T

### book 544.1

εἴπ’ ἄγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ: Διομήδην ἐάσας τὸν

### book 544.2

προηγουμένως ἀποσταλέντα παρὰ Ὀδυσσέως πυνθάνεται ὡς συνε‐

### book 544

τωτέρου. b(BCE3E4)T

### book 545-6a1.1

ὅπ〈π〉ως τούσδ’ ἵππους λάβετον· 〈καταδύν‐

### book 545-6a1.2

τες ὅμιλον / Τρώων;〉: χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ

### book 545-6a1.3

λάβετον (545), ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται· καταδύντες ὅμι‐

### book 545-6a1.4

λον / Τρώων. | οὕτως καὶ Τήλεφος ἐν τῷ ὀγδόῳ τοῦ Γραμματικοῦ

### book 545-6a1.5.1

ἀξιοῖ· ‘εἰ γὰρ μὴ οὕτωσ‘, φησίν, ‘ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διά‐

### book 545-6a1.5.2

νοια‘. A

### book 545-6a2.1

βραχὺ διασταλτέον μετὰ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευ‐

### book 545-6a2.2

στικῶς λέγηται. Aim

### book 545a.1

〈λάβετον:〉 ἡ διπλῆ {δὲ}, ὅτι Ζηνόδοτος γράφει „λα‐

### book 545a.2

βέτην“. ἔστι δὲ τοῦτο τρίτου προσώπου, ἀντὶ τοῦ ἔλαβον. λέγει δὲ

### book 545a.3

νῦν πρὸς αὐτούς. A

### book 545b.1

〈λάβετον καταδύντες:〉 τινὲς στίζουσιν εἰς τὸ λάβε‐

### book 545b.2

τον. | τινὲς „καταδύντε“ δυϊκῶς. Til

### book 546a1.1

〈ἦ τίς σφωε πόρεν:〉 οὕτως σφωέ διὰ τοῦ ε καὶ πό‐

### book 546a1.2

ρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος | καὶ Ἡρωδιανός (2,71,38). Aim

### book 546b1.1

ἦ τίς σφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ

### book 546b1.2

ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς·

### book 546b1.3

„τίς τάρ σφωε θεῶν“ (Α 8), „ἀλλά σφωε δόλος καὶ δεσμόσ“ (θ 317)·

### book 546b1.4

ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μή ποτε

### book 546b1.5.1

ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ

### book 546b1.5.2

ὑμᾶς· „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782)· ἔνθεν οὖν οἱ ἀκριβέστερον

### book 546b1.5.3

αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ „εἰ μή σφω’

### book 546b1.5.4

Αἴαντε διέκριναν“ (Ρ 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. | ἡ διπλῆ δέ, ὅτι

### book 546b1.5.5

Ζηνόδοτος γράφει „σφωϊ“. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν

### book 546b1.10

οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο. A

### book 546a2/b2

{ἢ τίς σφῶε πόρε:} ἐγκλιτέον τὴν σφωέ τρίτου

### book 546a2/b2

προσώπου οὖσαν. | οὕτως Ἀρίσταρχος. | Ζηνόδοτος δὲ σφωϊ. T

### book 546c.1

ἤ τίς σφωε πόρεν 〈θεὸς ἀντιβολήσας;〉 εὐφραντικὰ

### book 546c.2

τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κα‐

### book 546c.3

τασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι. b(BCE3E4)T

### book 547a1.1

〈αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο:〉 καθ’ ἑαυτὸν

### book 547a1.2

τὸν στίχον προενεκτέον. λείπει δὲ τὸ εἰσί. Aint

### book 547a2

{ἀκτίνεσιν ἐοικότες:} λείπει τὸ εἰσίν. T

### book 547b1.1

αἰνῶς ἀκτίνεσ〈σ〉ιν ἐοικότες: διὰ τῆς μεταβάσεως

### book 547b1.2

τῶν πτώσεων (cf. Κ 546—7) τὸ τοῦ †θαυμάζοντος† ὁρᾶται μέγεθος,

### book 547b1.3

ὡς κἀκεῖ· „τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· 〈/ λευκό‐

### book 547b1.4

τεροι χιόνοσ〉“ (Κ 436—7). T

### book 547b2.1

διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος

### book 547b2.2

ἔκπληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος. b(BCE3E4)

### book 548

〈ἐπιμίσγομαι:〉 ὁ Ἰξίων (fr. 12 St.) „ἀναμίσγομαι“. Til

### book 552.1

〈ἀμφοτέρω γὰρ〉 σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς:

### book 552.2

κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν. T

### book 556.1

ῥεῖα θεός γε θέλων: αἰδημόνως οὐκ ἀνασκευάζει τὴν

### book 556.2

ὑπόνοιαν τοῦ γέροντος, ἀλλ’ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς. b(BCE3

### book 556

E4)T

### book 558-63.1

ἵπποι δ’ οἵδε〈— /〉 Θρηΐκιοι· 〈τὸν δὲ—

### book 558-63.2

ἀγαυοί〉: ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως Ῥῆσον καὶ Θρᾷκας

### book 558-63.3

συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. b(BCE3E4)T

### book 558-63.4

ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν ὅτι παρὰ Δόλωνος μαθόντες τὸ πᾶν

### book 558-63.5.1

εἰργάσαντο, μείωσιν εἶχεν. | τὴν δικαιολογίαν περιϊστάμενος τὸ κεφά‐

### book 558-63.5.2

λαιον ἐν συντόμῳ εἶπεν. T

### book 559-60.1

τὸν δέ σφιν ἄνακτ’ 〈ἀγαθὸσ〉 Διομήδης / ἔ‐

### book 559-60.2

κτανε: οὐδὲ ἐν τῇ ἀπελάσει τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν (cf.

### book 559-60.3

Κ 558). b(BCE3E4)T

### book 559.1

{θρηΐκιοι} τὸν δέ σφιν 〈ἄνακτα〉: ὅτι ἰδίως τὸν ἄνακτα

### book 559.2

αὐτοῖς ἀντὶ τοῦ αὐτῶν. AAint

### book 560.1

πάντας ἀρίστους: οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ,

### book 560.2

b(BCE3E4)T εἰ μὴ ἄριστοι ἐτύγχανον. b(BCE3E4)

### book 561a.1

τὸν τρισκαιδέκατον 〈σκοπὸν εἵλομεν〉: ὅτι τοῖς

### book 561a.2

δώδεκα Θρᾳξὶ τὸν Δόλωνα ἐπαριθμεῖ, χωρίσας τὸν Ῥῆσον διὰ τῶν

### book 561a.3

προειρημένων „τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδησ“ (Κ 559). πλα‐

### book 561a.4

νηθέντες δέ τινες γράφουσιν „τὸν τετρακαιδέκατον σκοπὸν εἵλο‐

### book 561a.5

μεν“. A

### book 561b.1

τὸν τρισκαιδέκατον 〈σκοπὸν εἵλομεν〉: πῶς τοῦ

### book 561b.2

Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός

### book 561b.3

ἐστιν ὁ Δόλων; δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατ’ ἐξοχὴν ὑπεξεῖλεν.

### book 561b.4

b(BCE3)T

### book 561c.1

σκοπὸν εἵλομεν: ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλω‐

### book 561c.2

νος. b(BCE3E4)T ἐπιεικὲς δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσ‐

### book 561c.3

σεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν διὰ τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα

### book 561c.4

θανεῖν τὸν Δόλωνα, ἀλλ’ εἵλομεν, b(BE3E4)T ὅ ἐστιν ἐλάβο‐

### book 561c.5

μεν. T

### book 562.1

τόν ῥα διοπτῆρα στρατοῦ 〈ἔμμεναι ἡμετέροιο〉:

### book 562.2

ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν ἄλλων, ὧν μεμάθηκε παρὰ Δόλωνος, ἃ

### book 562.3

σιωπᾷ διὰ τὸν καιρόν. b(BCE3E4)T

### book 563.1

〈Τρῶες ἀγαυοί:〉 νῦν ἐν εἰρωνείας—†τοῖς πολε‐

### book 563.2

μίοις. Aim

### book 564-5.1

ὣς εἰπὼν τάφροιο διήλασε〈— / καγχα‐

### book 564-5.2

λόων〉: καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις, τῆς †περὶ† τὰς

### book 564-5.3

ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα, ὁπό‐

### book 564-5.4

σην τὰ λυπηρά. b(BCE3E4)T

### book 568a1.1

φάτνῃ ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι:

### book 568a1.2

αὐτοῦ γὰρ τὸ κατόρθωμα, καὶ νησιώτης ὢν οὐκ οἶδεν ἵππους Ὀδυσ‐

### book 568a1.3

σεύς. ὡς δὲ δεισιδαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει (cf. Κ 570—1).

### book 568a1.4

T

### book 568a2.1

αὐτοῦ γὰρ τὸ κατόρθωμα. ὁ δὲ δεισιδαίμων Ὀδυσσεὺς

### book 568a2.2

τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει. b(BCE3E4)

### book 570.1

νηῒ δ’ ἐνὶ πρύμνῃ 〈ἔναρα βροτόεντα Δόλωνοσ〉:

### book 570.2

ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ. καὶ ὅτι κοινῶς τὰ ἔναρα. A

### book 571a.1

θῆκ’ Ὀδυσεύς, 〈ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθή‐

### book 571a.2

νῃ〉: ὅτι περὶ μὲν τῆς θυσίας σαφῶς λέγει, περὶ δὲ τῆς δόσεως τῶν

### book 571a.3

δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω (sc. Κ 215—6) κεφαλαιωδῶς

### book 571a.4

εἰρημένῳ. A

### book 571b.1

ὄφρ’ ἱρὸν ἑτοιμασ〈σ〉αίατο: ἀντὶ τοῦ ἑτοιμάσαιντο,

### book 571b.2

b(BCE3E4)T ὡς „ἐφθίατο“ (Α 251). T

### book 571c.1

ὄφρ’ ἱρὸν 〈ἑτοιμασσαίατ’ Ἀθήνῃ: ὄφρα〉 ἀντὶ τοῦ

### book 571c.2

ἕως. ὁ δὲ νοῦς· ἕως εὐπορήσαντες ἱερείων ἀναθῶσιν αὐτὰ τῇ θεῷ.

### book 571c

b(BCE3E4)T

### book 573a.1

ἐσβάντες, κνήμας τε ἰδὲ λόφον 〈ἀμφί τε μη‐

### book 573a.2

ρούσ〉: ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα· ἔνθεν καὶ ἐν Ὀδυσσείᾳ

### book 573a.3

(κ 169) „καταλοφάδεια“ ἀντὶ τοῦ κατὰ τὸν τένοντα. | βραχὺ δὲ

### book 573a.4

διασταλτέον μετὰ τὴν πρώτην λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφί,

### book 573a.5

ἀμφί τε κνήμας καὶ λόφον. A

### book 573b.1

ἐσβάντες, 〈κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούσ〉:

### book 573b.2

βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες. καὶ κοινὸν τὸ ἀμφί, b(BCE3E4)

### book 573b.3

T τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶτα καὶ τὸν λόφον. b(BCE3)T

### book 574.1

{αὐτὰρ} ἐπεί σφιν κῦμα 〈θαλάσσης ἱδρῶ πολλόν〉:

### book 574.2

τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. | ἡ

### book 574.3

διπλῆ δέ, ὅτι δοτικῇ ἀντὶ γενικῆς ἐχρήσατο. A

### book 576.1

〈ἔς ῥ’ ἀσαμίνθους βάντες ... λούσαντο:〉 ἤλλακται

### book 576.2

ἡ τάξις. Til

### book 577.1

τὼ δὲ λοεσ〈σ〉αμένω 〈καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ〉:

### book 577.2

διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ

### book 577.3

μέλλουσιν ἐπὶ τὸν πόλεμον ἐξιέναι. b(BCE3E4)T

### book 578a.1

δείπνῳ ἐφιζανέτην: ὅτι ἐπὶ πάντων τοῦ〈το〉 νοητέον,

### book 578a.2

οὐκ ἐπὶ μόνου Διομήδους καὶ Ὀδυσσέως. καὶ ὅτι ἠριστοποιοῦντο· ἡ

### book 578a.3

γὰρ πρωϊνὴ ἐπέστη. A

### book 578b.1

{τὼ δὲ λοεσσαμένω} δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ

### book 578b.2

κρητῆρος Ἀθήνῃ: κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες

### book 578b.3

ἀνατιθέασι τὰ δῶρα ὕστερον. b(BCE3E4)T τέως δὲ νῦν ἐκ τῶν

### book 578b

παρόντων προσφέρουσι. T

### book 579a.1

πλείου ἀφυσσόμενοι: ὅτι ἀντὶ τοῦ πλήρους. τὸ δὲ

### book 579a.2

συγκριτικόν, ἀπὸ τοῦ πλείων, πλείονος. A

### book 579b1.1

〈ἀφυσσόμενοι:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀφυσ‐

### book 579b1.2

σάμενοι“. ἔστι κατάλληλον πρὸς τὸ λεῖβον. Aim

### book 579b2

〈ἀφυσσάμενοι:〉 διὰ τοῦ ο „ἀφυσσόμενοι“. Til

### book postscr.1

Παράκειται τὰ σημεῖα Ἀριστονίκου καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book ante677

..........

### book ante677.1

]σηλιν [ ] [

### book 677.1

λη]ΐδα δ’ ἐκ πεδ̣[ίου] σ̣υνελάσσαμ[εν

### book 677.2

ἤλι]θα πολλήν ἤλιθα χύδην, μ̣[ά‐

### book 677.3

τ]ην, ὡς καὶ λέγομεν χυδαῖος ἄ̣[ν‐

### book 677.4

θ]ρωπος καὶ ἠλίθιος, ὅταν πλῆ[θος

### book 677.5

ἐ]μφαίνειν θέλωμεν ἢ ἀταξίαν[

### book 688.1

δαί]τρευον· πολέσιν γὰρ Ἐπειοὶ χρε[ῖος ὄ‐

### book 688.2

φει]λον ἐμέριζον τοῖς ὀφειλομ̣[ένοις

### book 688.3

τ]ὰ ὀφειλήματα. ἐν Ἤλ̣ι̣δι οἱ ἀ[

### book 688.4

.]αι Ἐπειοὶ λέγονται. οὕτως ἐκα[λουν

### book 688.5

] τὸ ἀρχαῖον [

### book 688.5

(finis columnae)

### book 688.5

.......

### book 688.5

[].[

### book 699(?).1

[...(.) „ἡ δ’, ὥς τ’ ἐν πεδίωι τε]τ̣ράορο̣ι̣

### book 699(?).2

[ἄρσενες ἵπποι “ ὥσπ]ερ καὶ σάλ‐

### book 699(?).3

[πιγχρ]ῆται

### book 699(?)

[„ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ]ὅτε τ’ ἴαχε

### book 699(?).5.1

[σάλπιγξ“, ]δ’ οὐκέτι· οἷον

### book 699(?).5.2

[]νοιδαμεν

### book 699(?).5.3

[]ωμεν Ἀγαμέ‐

### book 699(?).5.4

[μνον ]οντα ἀγνοή‐

### book 699(?).5.5

[ς].υτῶν προσώ‐

### book 699(?).10.1

[πων ]ωσειε..ω̣ν

### book 699(?).10.2

[]ν̣

### book 699(?).11

(finis columnae)

### book 699(?).11.1

......

### book 699(?).11.2

[ ]....ο̣[..]υ̣.[

### book 712

τηλ]ο̣ῦ̣ ἐπ’ Ἀλφειῶ[ι, νεάτη Πύλου ἠμα‐

### book 712.1

θό]ε̣ντος ψιλω[.............(.)

### book 712.2

ἀπὸ τοῦ Ἀμάθο[υ .............(.)

### book 712.3

ὥσπερ καὶ ἠ[νεμόεις ἀπὸ ἀνέμου

### book 730.1

δόρπον ἔπειθ’ ἑ{ι}λ̣[όμεσθα κατὰ στρατὸν

### book 730.2

ἐν τελέεσσι ἐν[..........(.)οὐ διαλύ‐

### book 730.3

σαντες τὰς τ[άξεις.

### book 754.1

τ̣όφρα μὲν οὖν ἑ[πόμεσθα δι’ ἀσπι‐

### book 754.2

δέος πεδίοιο .[

### book 754.2

(finis columnae)

### book 0.1

ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνελάσας

### book 0.2

καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους οὐκ εὐθέως

### book 0.3

τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ

### book 0.4

δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνονος ἀριστείαν

### book 0.5.1

διέγραψε καὶ μετ’ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων, b(BCE3E4)T

### book 0.5.2

εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε

### book 0.5.3

τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπεὶ δὲ πεπονημένους τοὺς Ἕλ‐

### book 0.5.4

ληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ

### book 0.5.5

νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ἀναλαμβάνει ὡς

### book 0.10.1

συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου πάλιν τῆς

### book 0.10.2

παρὰ τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ

### book 0.10.3

γνώμαις ἐλείποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει·

### book 0.10.4

θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν προπετῶς

### book 0.10.5

ἐπὶ τοὺς κινδύνους φέρεσθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον

### book 0.15.1

μᾶλλον ἢ φιλοκινδυνότερον ἀγωνίζεσθαι. ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα

### book 0.15.2

δι’ αὐτόν, ὄντων Ἑλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστρο‐

### book 0.15.3

φα τὰ πράγματα· Διομήδης γὰρ ὑπ’ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδο‐

### book 0.15.4

κιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα

### book 0.15.5

ὑπισχνούμενος διώκεται. b(BE3E4)T

### book 1-2.1

Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο / ὄρ‐

### book 1-2.2

νυθ’, 〈ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι〉: τὸ ὅλον

### book 1-2.3

τοῦτο νομιστέον ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα γέγονεν. Τιθωνοῖο (1)

### book 1-2.4

δὲ ὡσεὶ ἔλεγε †τιθωνοῖο†· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς.

### book 1-2.5

τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων (1) δέ, ὅτι σὺν αὐτῷ

### book 1-2.1

ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄν‐

### book 1-2.2

τος. A b (BCE3E4)T | Ἱερώνυμος (fr. 15 We.) φησὶ τὸν Τιθωνὸν

### book 1-2.3

αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς

### book 1-2.4

δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· ἡ δὲ

### book 1-2.10.1

ἀδυνατοῦσα εἰς τέττιγα αὐτὸν μεταβάλλει, ὅπως ἥδοιτο διηνεκῶς τῆς

### book 1-2.10.2

φωνῆς αὐτοῦ ἀκούουσα. b(BCE3E4)T | ἀγαυοῦ (1) δὲ ἤτοι ἀγαστοῦ

### book 1-2.10.3

ἐπὶ τῷ κάλλει. b(BCE3E4) τινὲς δὲ παρειλῆφθαί φασι τὸν Τιθωνὸν

### book 1-2.10.4

διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις ποιητική· τοῦτο γὰρ

### book 1-2.10.5

διαλλάττει τῆς ῥητορικῆς, ᾗ ἡ μὲν τὸ πεζὸν οἶδεν, ἡ δὲ φεύγει αὐτό.

### book 1-2.15

b(BE3E4)

### book 1.1

παρ’ ἀγαυοῦ Τιθωνοῖο: φαίνεται ὅλη ἡ Τροία καλῶν

### book 1.2

ἀνδρῶν, Τιθωνοῦ, Γανυμήδους (cf. Υ 232—3), Ἀγχίσου (cf. Ε 247),

### book 1.3

Βουκολίωνος (cf. Ζ 22—5). Ἀλέξανδρον δὲ καὶ Δηΐφοβον θεοειδεῖς

### book 1.4

καλεῖ (cf. Γ 16 al. et Μ 94), καὶ Πρίαμον „εἰσορόων ὄψιν τ’ ἀγαθήν“

### book 1.5.1

(Ω 632). καὶ περὶ Ἕκτορος „οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδοσ“ (Χ

### book 1.5.2

370). T

### book 1

μυθεύεται ὅτι Τιθωνὸν—τέρποιτο διηνεκῶς ἀκούουσα. A

### book 1.1

〈Τιθωνοῖο:〉 Λαομέδοντος παῖς, Πριάμου ἀδελφός, Ἡμέρας

### book 1.2

σύνευνος. Aim

### book 2.1

ἀθανάτοισι φόως φέροι: ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια

### book 2.2

ἀκουστέον (ἀεὶ γὰρ ἐν φωτί εἰσιν), ἀλλ’ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περὶ

### book 2.3

γῆν θειότερα ζῷα καὶ ἀέρια. b(BCE3E4)T ἢ ἐπειδὴ ἐν τῷ Ὀλύμ‐

### book 2.4

πῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεούς, ὄρος δὲ ὁ Ὄλυμπος, ἁρ‐

### book 2.5

μοδίως τῷ πλάσματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι. b(BE3

### book 2

E4)T

### book 3.1

Ζεὺς δ’ Ἔριδα προΐαλλε 〈θοὰς ἐπὶ νῆας Ἀχαιῶν〉:

### book 3.2

ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν τὸ Ἑλληνικόν φησιν·

### book 3.3

οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον, εἰ μὴ παρώρμησεν. τοὺς δὲ

### book 3.4

Τρῶας ἐγεῖραι ἱκανὸν καὶ τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος.

### book 3.5

b(BCE3)T

### book 4.1

ἀργαλέην, πολέμοιο 〈τέρας μετὰ χερσὶν ἔχουσαν〉:

### book 4.2

ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητικὸν

### book 4.3

τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις (sc. Ε 593) κυδοιμοῦ

### book 4.4

εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν· „ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆ‐

### book 4.5.1

τοσ“. οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης·

### book 4.5.2

φησὶ γὰρ „ὡς δ’ ὅταν ἀστράπτῃ / τεύχων ἢ πολὺν 〈ὄμβρον〉 / ἠέ ποθι πτολέ‐

### book 4.5.3

μοιο 〈μέγα στόμα πευκεδανοῖο〉“ (Κ 5—6. 8). Ἀπολλώνιος δὲ τὸν „κυ‐

### book 4.5.4

δοιμὸν ἀναιδέα δηϊοτῆτοσ“. οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλε‐

### book 4.5.5

μον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πο‐

### book 4.10.1

λεμούντων ψυχάς. | μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς

### book 4.10.2

τὸ σαφέστερον. A

### book 5-9.1

ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ 〈νηῒ μελαίνῃ / —

### book 5-9.2

κάρτεϊ χειρῶν〉: καιρίως τοὺς τόπους ἐδήλωσε. διὰ δὲ τὰς βουλὰς

### book 5-9.3

καὶ τὰ ἱερὰ ἐκεῖ νεωλκεῖ Ὀδυσσεύς· b (C) T „βουλάς τ’ ἐξάρχων

### book 5-9.4

ἀγαθάσ“ (Β 273), „περὶ δ’ ἱρὰ θεοῖσι“ (α 66). T

### book 6.1

ἥ ῥ’ ἐν μεσσάτῳ 〈ἔσκε γεγωνέμεν ἀμφοτέρωσε〉: πρὸς

### book 6.2

τὰ περὶ τοῦ ναυστάθμου ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται,

### book 6

ἐφ’ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος. A

### book 8-9.1

τοί ῥ’ ἔσχατα νῆας ἐΐσας / εἴρυσαν: τεῖχος τῶν ἄλ‐

### book 8-9.2

λων νεῶν ἐποίησαν τὰς ἰδίας, ὡς καὶ αὐτοὶ τῶν Ἀχαιῶν ἦσαν.

### book 8-9.3

b (C) T

### book 11

〈ὄρθια:〉 ὀρθίως, μεγάλως. Aim

### book 11a.1

{ὄρθι’} Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ:

### book 11a.2

ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ

### book 11a.3

ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα 〈μὴ〉 εἰς οἶκον ἀνακομισθῶσιν, ὡς

### book 11a.4

ὁ διασκευάσας τοὺς ἑξῆς (sc. Λ 13—4). A

### book 11b.1

Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ: Τρῶες

### book 11b.2

γὰρ ὑπὸ τῆς εὐημερίας ἱκανῶς παρωρμήσαντο. b (C) T

### book 12a1.1

καρδίῃ, 〈ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι〉:

### book 12a1.2

ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρόν, „Ἀχαιοῖ‐

### book 12a1.3

σιν“ (Λ 11) καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλ‐

### book 12a1.4

ληκτον τοῖς ἑξῆς προσδιδόμενον, ἵν’ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ

### book 12a1.5.1

ἄνω συνάπτοντας ποιεῖν „σθένοσ“ (Λ 11) ἄλληκτον φαῦλον, ἐπεὶ

### book 12a1.5.2

προείρηται „μέγα“ (Λ 11), ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον. A

### book 12a2

ὀλίγη δὲ διαστολὴ εἰς καρδίῃ. T

### book 12b

καρδίῃ: τινὲς ἐν αὐτῇ τὸ λογιστικόν. T

### book 13a1.1

τοῖσι δ’ ἄφαρ πόλεμος 〈γλυκίων γένετ’ ἠὲ νέε‐

### book 13a1.2

σθαι〉: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παράκεινται δὲ ἀστερίσκοι, ὅτι

### book 13a1.3

κατὰ τὴν Β ῥαψῳδίαν (sc. 453—4) ὀρθῶς κεῖνται, ὅτι ἐλπίδας ἔσχον

### book 13a1.4

ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. | καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο,

### book 13a1.5

παρὰ Ζηνοδότῳ 〈δὲ〉 οὐδὲ ἦσαν. A

### book 13a2.1

{τοῖσι δ’ ἄφαρ πόλεμος:} Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστο‐

### book 13a2.2

φάνης ἀθετεῖ. T

### book 13b.1

τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων 〈γένετ’ ἠὲ νέε‐

### book 13b.2

σθαι〉: δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμήν· κακωθεῖσι γὰρ οὐδὲν ἦν

### book 13b.3

πρὸ ὀφθαλμῶν ἕτερον ἢ τὸ φεύγειν. b(BCE3)T

### book 15.1

Ἀτρείδης δ’ ἐβόησε: προσκρούων Ἀχιλλεῖ· διό φησιν

### book 15.2

„οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον“ (Π 76). T

### book 15

〈ζώννυσθαι:〉 ὁπλίζεσθαι, συνεκδοχικῶς. Aint

### book 16.1

ἐν δ’ αὐτὸς ἐδύσατο νώροπα 〈χαλκόν〉: ὃ γὰρ ἐπι‐

### book 16.2

τάσσει, ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους. b(BCE3)T

### book 17a.1

κνημῖδας μὲν πρῶτα 〈περὶ κνήμῃσιν ἔθηκεν〉: ὅτι

### book 17a.2

ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνο‐

### book 17a.3

νος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν. A

### book 17b.1

κνημῖδας μὲν πρῶτα: ὁπλίζει τοὺς ἀνδραγαθήσοντας,

### book 17b.2

προπαρασκευάζων τὸν ἀκροατήν. ἐπὶ δὲ Ἀλεξάνδρου (sc. Γ 328—38),

### book 17b.3

ὅπως πλέον καταγέλαστος φαίνοιτο ἡττώμενος. T

### book 20a.1

τόν ποτέ οἱ Κινύρης 〈δῶκε ξεινήϊον εἶναι〉: οὗτος

### book 20a.2

Θείαντος μὲν ἦν παῖς, βασιλεὺς δὲ Κύπρου· ὃς ζάπλουτος ὢν παριόν‐

### book 20a.3

τας Ἕλληνας ἐξένισε καὶ ὑπέσχετο αὐτοῖς ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν

### book 20a.4

βίον. φασὶ δὲ αὐτὸν ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγα‐

### book 20a.5.1

μέμνονος· καὶ αὐτὸν μὲν ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπειδήπερ

### book 20a.5.2

ἡμιλλᾶτο αὐτῷ εἰς μουσικήν, τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα

### book 20a.5.3

οὔσας ἁλέσθαι εἰς θάλασσαν b(BCE3E4)T καὶ εἰς ἀλκυόνας με‐

### book 20a

ταβληθῆναι. T

### book 20b.1

τόν ποτέ οἱ Κινύρης 〈δῶκε ξεινήϊον εἶναι〉: ἀφεστή‐

### book 20b.2

κασι μὲν καὶ ὡς μὴ συντελοῦντες εἰς Ἕλληνας οὐ στρατεύουσιν, οἰ‐

### book 20b.3

κειοῦνται δὲ δώροις τὴν Ἑλλήνων φιλίαν· οὐ γὰρ ὑπὲρ ἀστρατείας,

### book 20b.4

ὡς Ἐχέπωλος ὁ Σικυώνιος τὴν Αἴθην (cf. Ψ 295—8). b(BCE3E4)T

### book 20b.5.1

ὅτι δὲ ἀφεστήκασιν Ἑλλήνων, φησὶ „Κύπρον Φοινίκην τε καὶ Αἰ‐

### book 20b.5.2

γυπτίους ἐπαληθείσ“ (δ 83). φασὶ δὲ αὐτὸν ἐν Πάφῳ ὀμόσαντα Μενελάῳ

### book 20b.5.3

πέμψειν πεντήκοντα ναῦς, 〈μίαν〉 μὲν ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ

### book 20b.5.4

γῆς καὶ γηΐνους ἄνδρας. T

### book 21a.1

πεύθετο γὰρ Κύπρον δὲ 〈μέγα κλέοσ〉: ὅτι οὕτως

### book 21a.2

εἴρηκεν ‘εἰς Κύπρον ἠκούετο‘ διὰ τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι,

### book 21a.3

ὅμοιον τῷ „Σκάνδειαν δ’ ἄρα δῶκεν“ (Κ 268). A

### book 21b.1

πεύθετο γὰρ Κύπρον δὲ 〈μέγα κλέοσ〉: ἠκούετο εἰς

### book 21b.2

Κύπρον τὸ μέγα κλέος, b(BCE3)T ἐπεὶ τὸ Κύπρον δέ τὴν ἐν

### book 21b.3

τόπῳ δηλώσει σχέσιν. T

### book 22.1

ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι 〈ἔμελλον〉: ὅτι

### book 22.2

ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει. A

### book 24a.1

〈τοῦδ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο:〉

### book 24a.2

ὡς νῦν ἐπὶ δεκαστιχίαν. Aim

### book 24b.1

οἶμοι: κυρίως μὲν ὁδοί, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ

### book 24b.2

θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. |

### book 24b.1

βαρύνεται δὲ τὸ οἶμος ὡς „οἶκοσ“ (Ο 498 al.). δοκεῖ δέ μοι κατά τινα

### book 24b.2

ἀφορμήν· φιλεῖ γάρ {τά} πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ

### book 24b.5.1

ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς εἰς ος

### book 24b.5.2

συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει (φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως

### book 24b.5.3

γὰρ λέγεται δῆμος παρ’ Ἀθηναίοις κατ’ ὀξεῖαν τάσιν), οἷον „οἶκοσ“,

### book 24b.5.4

„οἶτοσ“ (cf. Γ 417 al.), „οἶκτοσ“ (β 81. ω 438), „οἶνοσ“ (Γ 300).

### book 24b.5.5

οὕτως καὶ οἶμος. A

### book 24c1.1

οἶμοι: ὁδοί. | νῦν ῥάβδοι ὀρθαί, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμει‐

### book 24c1.2

νον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵν’ ᾖ ποικίλον καὶ βασιλι‐

### book 24c1.3

κὸν τὸ †φρόνημα†. ὑποστατέον οὖν τὰς μὲν ιβʹ χρυσᾶς (cf. Λ 25) ἐν

### book 24c1.4

διαστάσει κεῖσθαι, μεταξὺ δὲ τετάχθαι τὰς †κασιτερίνας† (cf. Λ 25),

### book 24c1.5.1

ὧν πάλιν μεταξὺ τὰς κυανέας (cf. 24), τὰς δὲ περὶ τὸν τράχηλον δύο

### book 24c1.5.2

χρυσᾶς πρὸς κόσμον. T

### book 24c2.1

οἶμοι μὲν αἱ ὁδοί, | νῦν δὲ αἱ ὀρθαὶ ῥάβδοι, ἢ ὡς ἐζωσμέναι,

### book 24c2.2

ὃ καὶ ἄμεινον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵν’ ᾖ ποικίλον

### book 24c2.3

καὶ βασιλικὸν τὸ φόρημα. ὑποστατέον δὲ προκεῖσθαι μὲν κυανέαν

### book 24c2.4

ῥάβδον, εἶτα κασσιτερίνην, μετ’ αὐτὴν δὲ τὴν χρυσῆν ἐν διαστάσει καὶ

### book 24c2.5.1

πάλιν κασσιτερίνην, εἶτα πάλιν κυανέην ἀκολούθως. τὰς δὲ περὶ τὸν

### book 24c2.5.2

τράχηλον δύο χρυσᾶς πρὸς κόσμον. b(BCE3E4)

### book 26a.1

κυάνεοι δὲ δράκοντες 〈ὀρωρέχατο〉: ἐν τῇ Ἀριστο‐

### book 26a.2

φάνους „σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο“. A

### book 26b

ὀρωρέχατο: ἐξετέταντο, διεγηγερμένοι ἦσαν. | γέγονε δὲ

### book 26b.1

ἀπὸ τοῦ ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται

### book 26b.2

καὶ Ἰακῶς ὠρέχαται καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ

### book 26b.3

ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν. A

### book 26-7.1

ὀρωρέχατο προτὶ δειρήν 〈/ τρεῖς ἑκάτερθ’ ἴρισ‐

### book 26-7.2

σιν ἐοικότεσ〉: ὥστε σκέπειν τὰ ἀσκέπαστα· φησὶ γὰρ „φαίνετο δ’,

### book 26-7.3

ᾗ κληῗδεσ“ (Χ 324) καὶ „στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δει‐

### book 26-7.4

ρῆσ“ (Ζ 412). ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἷς, μέσον δὲ εἷς, εἷς εἰς τὸν

### book 26-7.5.1

πρηγορεῶνα. ἐμψύχους δὲ παρίστησιν αὐτοὺς διὰ τοῦ ὀρωρέχατο

### book 26-7.5.2

(26). τὸ δὲ ἑκάτερθεν (27) πῶς συντακτέον; δηλονότι ἓξ ἦσαν οἱ

### book 26-7.5.3

δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος τρεῖς ἀναφερόμενοι καὶ τὰς

### book 26-7.5.4

τέσσαρας κεφαλὰς συμπλέκοντες, ἀνατείνοντες δὲ τὰς δύο· b(BCE3E4)

### book 26-7.5.5

T διὸ καὶ ἴρεσιν εἰκάζει τοὺς δράκοντας κατὰ τὴν ἐπισύμπτωσιν·

### book 26-7.10.1

πρὸς γὰρ ἑκατέραν κλεῖν νενεύκασι κεκυρτωμένοι. τοιαύτη δὲ καὶ ἡ

### book 26-7.10.2

ἶρις. T

### book 27a1.1

{τρεῖς ἑκάτερθ’} ἴρισσιν: ὅτι Ζηνόδοτος γράφει „Ἐρίδεσ‐

### book 27a1.2

σιν“. οὐκ ἔστιν δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθ’ Ὅμηρον, ὡς ὑπέλαβεν. A

### book 27a2

Ζηνόδοτος „Ἐρίδεσσιν“. Aim

### book 27b.1

ἴρεσ〈σ〉ιν ἐοικότες: τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ

### book 27b.2

γὰρ Ξενοφάνης (Vors.6 21 B 32)· „ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ

### book 27b.3

τοῦτο πέφυκε / πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι“

### book 27b.4

b(BCE3E4)T ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις. b(BE3

### book 27b.5

E4)T

### book 28a.1

〈ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων:〉

### book 28a.2

καὶ ἐπὶ τῶν διατρεχόντων διδάσκει ὅτι οὐκ αὐτόματά εἰσι ταῦτα,

### book 28a.3

ἀλλ’ ὑπὸ θεοὺς αἴτιον ἔχοντα. b(BCE3E4)T

### book 28b

〈στήριξεν:〉 οὕτως Ἰακῶς τὸ στήριξε. Aint

### book 30.1

χρύσειοι πάμφαινον: ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις

### book 30.2

δὲ (sc. Β 45) „ἀργυρόηλον“. ἤτοι κατ’ ἐπιφορὰν ἢ διὰ τὴν ἀριστ〈ε〉ίαν

### book 30.3

κοσμεῖ διαφορωτέρᾳ πανοπλίᾳ. A

### book 32.1

ἂν δ’ ἕλετ’ ἀμφιβρότην 〈πολυδαίδαλον ἀσπίδα

### book 32.2

θοῦριν〉: ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα‐

### book 32.3

λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν δι’ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν.

### book 32.4

ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (cf. Γ 334—8) τὸν ὁπλισμὸν

### book 32.5

ἐνήλλαχεν. A

### book 32.1

〈θοῦριν:〉 πολεμικὴν †ἣν† εὐκίνητον καὶ †κοῦφιν† τῷ φο‐

### book 32.2

ροῦντι. Ail Aint

### book 33.1

ἣν περὶ ... ἦσαν: ἐὰν σὺν τῷ ι γράφηται „ᾖσαν“, πε‐

### book 33.2

ριεπορεύοντο· εἰ δὲ μή, ἀναστρεπτέον, ἵνα ᾖ περὶ ἣν 〈ἦσαν〉. A

### book 34

ἐν δέ οἱ ὀμφαλοί: καὶ ποῦ ἡ „Γοργείη κεφαλή“ (Ε 741); T

### book 35a1.1

λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀμφαλῶν (cf. Λ 34)

### book 35a1.2

κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασ‐

### book 35a1.3

σιτέρου (cf. Λ 34), κακῶς· ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσ‐

### book 35a1.4

σαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κω‐

### book 35a1.5.1

λύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κε‐

### book 35a1.5.2

φάλαιον Ἡρωδιανῷ (2,72,14). A

### book 35a2

λευκοὶ γάρ, οὐ „λευκοῖο“. Til

### book 36a.1

τῇ δ’ ἐπὶ μὲν Γοργὼ 〈βλοσυρῶπις ἐστεφάνωτο〉:

### book 36a.2

ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλα‐

### book 36a.3

κτέον. A

### book 36b.1

Γοργώ: γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρώντων·

### book 36b.2

τὸν γὰρ περὶ τῆς Γοργοῦς μῦθον Ἡσίοδος ἔπλασεν (sc. th. 274, cf.

### book 36b.3

scut. 224). b(BCE3)T εἰς ἄλλα δὲ παρεικάζει αὐτὸν Διΐ, „ὄμματα

### book 36b.4

καὶ κεφαλήν“ (Β 478)· „πατὴρ ἀνδρῶν τε θεῶν τε (Χ 167) καὶ „ποι‐

### book 36b.5.1

μένα λαῶν“ (Β 243)· τὸ ἀπὸ Διὸς σκῆπτρον (cf. Β 101—8)· ἀσπίδα

### book 36b.5.2

παραπλησία〈ν〉 αἰγίδι (cf. Λ 36 cum Ε 742. Ρ 593. Φ 400)· φροντί‐

### book 36b.5.3

δας, „ὡς δ’ ὅταν ἀστράπτῃ“ (Κ 5). T

### book 38a.1

τῆς δ’ ἐξ ἀργύρεος 〈τελαμὼν ἦν〉: ὅτι ἐκ τελαμώνων

### book 38a.2

αἱ ἀσπίδες ἤρτηντο. AAint

### book 38b.1

〈ἐπ’ αὐτοῦ:〉 οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ „ἐπ’

### book 38b.2

αὐτῷ“. Ail

### book 40a1.1

τρεῖς ἀμφιστεφέες: οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ

### book 40a1.2

„ἀμφιστρεφέεσ“ (καὶ τὰ ὑπομνήματα δὲ συμφωνεῖ), λέγων ἓν μὲν εἶναι

### book 40a1.3

σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις.

### book 40a1

ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου „τῇ δ’ ἐπὶ μὲν Γορ‐

### book 40a1.5

γὼ βλοσυρῶπις ἐστεφάνωται“ (Λ 36). A

### book 40a2.1

Ἀρίσταρχος δὲ „ἀμφιστρεφέεσ“ γράφει ἀντὶ τοῦ περιπεπλεγ‐

### book 40a2.2

μέναι. T

### book 40b.1

ἀμφιστεφέες: ἀλλήλαις περιπεπλεγμέναι διὰ τὸ ἑνὸς

### book 40b.2

αὐχένος εἶναι· ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι. b(BCE3E4)T ταύ‐

### book 40b.3

την δὲ ὁ Κράτης (fr. 23 c M.) μίμημα τοῦ κόσμου φησὶν εἶναι. T

### book 41.1

κρατὶ δ’ ἐπ’ ἀμφίφαλον 〈κυνέην θέτο〉: ὅτι μετὰ τὴν

### book 41.2

ἀσπίδα τὴν περικεφαλαίαν ἀνελάμβανον. A

### book 43.1

εἵλετο δ’ ἄλκιμα δοῦρε: ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μο‐

### book 43.2

νομαχίας (sc. Γ 18) τὸ ὅμοιον. A

### book 44.1

{ὀξέα·} τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω:

### book 44.2

〈ἡ διπλῆ, ὅτι〉 ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι, ὅταν ἐπ’ Ἀχιλλέως λέγῃ

### book 44.3

„ὣς τοῦ χαλκὸς ἔλαμπε“ (Χ 32), νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμ‐

### book 44.4

πηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν. A

### book 45a.1

{λάμπ’} ἐπὶ δ’ ἐγδούπησαν: ὅτι διὰ τὸ μέτρον παράκει‐

### book 45a.2

ται τὸ γ. τὸν δὲ „δοῦπον“ (Δ 455 al.) οὐκ ἂν εἴποι γδοῦπον. A

### book 45b.1

ἐπὶ δ’ ἐγδούπησαν: οὐ μόνον τῇ ὁπλίσει, ἀλλὰ καὶ ταῖς

### book 45b.2

διοσημίαις προφαντάζει τὸν ἀκροατήν. b(BCE3)T

### book 46.1

τιμῶσαι βασιλῆα 〈πολυχρύσοιο Μυκήνησ〉: ὅτι νῦν

### book 46.2

ἑνικῶς τὴν Μυκήνην, 〈καὶ〉 ὅτι ἐν Μυκήναις τὰ Ἀγαμέμνονος βασίλεια,

### book 46.3

οὐκ ἐν Ἄργει, ὡς οἱ νεώτεροι. A

### book 47-52.1

ἡνιόχῳ μὲν 〈ἔπειτα ἑῷ〉 ἐπέτελλε〈ν ἕκαστος /

### book 47-52.2

— / ἱππῆες δ’ ὀλίγον μετεκίαθον〉: ἐντειλάμενοι τοῖς ἡνιόχοις

### book 47-52.3

οἱ παραιβάται, ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτούς, ἐν

### book 47-52.4

ὅσῳ τοὺς ἵππους ζευγνύουσιν, καὶ αὐτοὶ ἅμα τοῖς πεζοῖς διαβαίνουσι

### book 47-52.5.1

τὴν τάφρον, b(BCE3E4)T καὶ ἐκεῖνοι μετ’ οὐ πολὺ καταλαμβά‐

### book 47-52.5.2

νουσιν ἅμα τοῖς ἵπποις. T

### book 49.1

{αὐτοὶ δὲ} πρυλέες: ὅτι φανερῶς πρυλέες οἱ πεζοί· ἀντι‐

### book 49.2

διέσταλκε γὰρ τοὺς ἱππεῖς (cf. Λ 51. 52). A

### book 51a.1

φθὰν δὲ 〈μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντεσ〉:

### book 51a.2

πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς οἱ ἱππεῖς

### book 51a.3

„ὀλίγον μετεκίαθον“ (Λ 52) αὐτούς; λέγει δὲ φθὰν δὲ μέγα χρονι‐

### book 51a.4

κῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, „ὀλίγον“ δὲ „μετεκίαθον“

### book 51a.5

(Λ 52) τοπικῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετ’ αὐτοὺς ἔκιον. Aim

### book 51b.1

φθὰν δὲ μέγ’ ἱππήων 〈ἐπὶ τάφρῳ κοσμηθέντεσ〉:

### book 51b.2

ὁ Ἀρίσταρχος βαρύνει, καὶ δῆλον ὅτι ὑγιῶς· κοιμίζεται γὰρ ἡ ὀξεῖα

### book 51b.3

ἐν τῇ συνεπείᾳ· „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε“ (Ν 1). | ἔστι δὲ ὁ νοῦς

### book 51b.4

τοιοῦτος· ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιατα‐

### book 51b.5

γέντες ἐπὶ τῆς τάφρου. A

### book 51c.1

φθὰν δὲ μεθ’ ἱππήων 〈ἐπὶ τάφρῳ κοσμηθέντεσ〉:

### book 51c.2

ἔφθασαν ἐν τῇ τάφρῳ οἱ πεζοὶ διὰ τῶν ἱππέων δηλονότι κοσμηθέντες,

### book 51c

ἐάσαντες δὲ τοῖς ἡνιόχοις τὰ ἅρματα ἐπὶ τῷ ἀγαγεῖν αὐτά. b(BCE3)T

### book 51d.1

ἐπὶ τάφρῳ: τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω

### book 51d.2

δύναται συνάπτεσθαι, βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ

### book 51d.3

διακόσμησις ᾖ γεγονυῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ

### book 51d.4

πεδίον· ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται εἰς τὸ πεδίον· φησὶ

### book 51d.5.1

γοῦν „ἡνιόχῳ μὲν ἔπειτα ἑῷ“ (Λ 47). τὸ δὲ ἀπορούμενον, πῶς μέγα

### book 51d.5.2

προειπὼν ἐπιφέρει „ὀλίγον“ (Λ 52), τοιοῦτόν ἐστι· τὸ ἕτερον αὐτῶν

### book 51d.5.3

χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλ‐

### book 51d.5.4

θον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφ’ ἁρμάτων. ἢ τῷ χρόνῳ

### book 51d.5.5

πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖς τῷ κατα〈τα〉χῦναι ὀλίγον

### book 51d.10

ὄπισθεν ἦσαν. A

### book 52

〈ὀλίγον:〉 ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ. Aim

### book 52-3.1

ἐν δὲ κυδοιμόν / ὦρσε 〈κακὸν〉 Κρονίδης: Ζεὺς

### book 52-3.2

αὐτοὺς προτρέπει, ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πά‐

### book 52-3.3

τροκλον. b(BCE3E4)T

### book 54a1.1

αἵματι μυδαλέας: ἐπεὶ αἱματώδεις οἱ περὶ Τροίαν ποτα‐

### book 54a1.2

μοί, ἀναγκαίως καὶ ὁ ὄμβρος αἱματώδης. T

### book 54a2.1

ᾑμαγμέναι δέ εἰσιν αἱ σταγόνες, ἐπειδὴ καὶ οἱ περὶ Τροίαν

### book 54a2.2

ποταμοὶ ἐκ τῶν ἀναιρουμένων αἱματώδεις ἦσαν. b(BCE3)

### book 54a2

{ἕρσας} αἵματι μυδαλέας: ἐζήτηται, πῶς ἐνεδέχετο—

### book 54a2

δρόσους ἔπεμπον. A

### book 54b.1

〈αἵματι μυδαλέας〉 ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλε: ὅτι

### book 54b.2

δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε

### book 54b.3

πάλιν ἀντὶ τοῦ ἐῴκει. A | ἕως τοῦ αἰθέρος δὲ στικτέον καὶ τοῖς ἄνω

### book 54b.4

συναπτέον αὐτό. AAim

### book 54c1.1

ἐξ αἰθέρος: ὅτι συνέχεε τὸν ἀέρα καὶ αἰθέρα. ἢ ἀπὸ τοῦ

### book 54c1.2

ὑψηλοῦ μέρους· ἢ ὅτι Διὸς ἔργον καὶ οὐχ ὑετός. T

### book 54c2.1

ὅτι σύνεγγύς ἐστιν ὁ ἀὴρ τοῦ αἰθέρος· ἢ ὅτι Διός ἐστιν ἔργον

### book 54c2.2

τὸ τοιοῦτον καὶ οὐχ ὑετός· διὸ καὶ ἐνήλλακται. b(BCE3E4)

### book 55a1

〈κεφαλάς:〉 οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε. Aint

### book 55a2

{ἰφθίμους κεφαλάς:} οὕτως αἱ Ἀριστάρχου. T

### book 55b.1

κεφαλάς: ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει,

### book 55b.2

περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλων σημαινομένων, κατὰ δὲ τὸ τῆς

### book 55b.3

Ἰλιάδος προοίμιον (sc. Α 3) οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ „αὐτοὺς

### book 55b.4

δὲ ἑλώρια“ (Α 4). A

### book 56a.1

〈Τρῶες δέ:〉 ὅτι κοινὸν †τὸ ἐπὶ† τούτων τὸ ἐθωρήσσοντο

### book 56a.2

(cf. Λ 49). Aim

### book 56b.1

Τρῶες δ’ αὖθ’ ἑτέρωθεν: ἀπὸ κοινοῦ τὸ ἐζών〈ν〉υντο

### book 56b.2

(cf. Λ 15). T

### book 58.1

Αἰνείαν θ’, ὃς Τρωσὶ 〈θεὸς ὣς τίετο δήμῳ〉: οὐ μάτην

### book 58.2

ἡ προσθήκη, ἀλλ’ ἐμφαίνει τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Ἕκτορα

### book 58.3

οὗτος δεύτερος· διὸ καὶ ζηλοτυπία ἦν τις αὐτοῖς· φησὶ γοῦν „αἰεὶ γὰρ

### book 58.4

Πριάμῳ ἐπεμήνιε δίῳ, / οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι

### book 58.5

τίεσκεν“ (Ν 460—1). b(BCE3E4)T

### book 61-6.1

Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα〈— /〉

### book 61-6.2

οἷος δ’ ἐκ νεφέων〈—Διὸς αἰγιόχοιο〉: οἷός τε ἦν ὁ ποιη‐

### book 61-6.3

τής, διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος, ἐκφράσαι καὶ τὴν Ἕκτο‐

### book 61-6.4

ρος. ἀλλὰ τῇ παραβολῇ τὸ κίνημά τε καὶ λαμπρὸν τῶν ὅπλων ἐσή‐

### book 61-6.5.1

μανεν. ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ καὶ τὴν φθορὰν προ‐

### book 61-6.5.2

δηλοῖ. b(BCE3)T

### book 62a1.1

{οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται} οὔλιος {ἀστήρ}: ὅτι τινὲς

### book 62a1.2

γράφουσιν „αὔλιοσ“, ὅ ἐστιν ἕσπερος, πρὸς ὃν αὐλίζεται τὰ ζῷα. καὶ

### book 62a1.3

Καλλίμαχος (fr. 177,6)· „〈αὔλιος,〉, ὃς δυθμὴν εἶσι μετ’ ἠελίου“. ἔστι

### book 62a1.4

δὲ †ἀλύπιος† καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιος,

### book 62a1.5.1

ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότατον, ᾧ καὶ

### book 62a1.5.2

τὸν Ἀχιλλέα ὁμοιοῖ „λάμφ’ ὥς τ’ ἀστήρ / ὅς ῥά τ’ ὀπώρης εἶσιν“

### book 62a1.5.3

(Χ 26—7). A

### book 62a2

τινὲς γράφουσιν „αὔλιος ἀστήρ“. Til

### book 63-4.1

παμφαίνων, τότε δ’ αὖτις ἔδυ 〈νέφεα σκιόεντα /〉.

### book 63-4.2

ὣς Ἕκτωρ ὁτὲ μέν: ἐμφερεστάτη ἡ εἰκὼν πρὸς ἀμφότερα, πρός τε

### book 63-4.3

τὴν λαμπρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλ’ ἔσθ’ ὅτε καὶ

### book 63-4.4

ἀποκρύπτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφε‐

### book 63-4.5.1

λος γίνεται, οὕτω καὶ Ἕκτορά φησι καὶ ἀπολάμπεσθαι τοῖς ὅπλοις καὶ

### book 63-4.5.2

ἐνίοτε ἀποκρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπ’ ἄλλα μέρη φαι‐

### book 63-4.5.3

νόμενον. b(BCE3E4)T

### book 65

πᾶς: σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος. A

### book 67.1

ὥς τ’ ἀμητῆρες: τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς

### book 67.2

θερίζουσι διὰ τῶν δρεπάνων παρέβαλε. b(BCE3E4)T

### book 67-8.1

ἐναντίοι ἀλλήλοισιν, / ὄγμον ἐλαύνωσιν: τὸ πα‐

### book 67-8.2

λαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ

### book 67-8.3

μέσα τελευτῶντες. b(BCE3E4)T

### book 68a.1

〈ὄγμον ἐλαύνωσιν:〉 ὄγμον ὡς „ὄλβον“ (γ 208 al.)·

### book 68a.2

τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ

### book 68a.3

ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι θέλει, οἷον „ὄκνοσ“ (Ε

### book 68a.4

817), „ὄμβροσ“ (Ε 91 al.), ὄρρος, „ὅσσοσ“ (Ω 630), Ὄρθος (cf. Hsd.

### book 68a.5

th. 293 al.), ὄρφος. οὕτως καὶ ὄγμος. | ἡ διπλῆ δέ, ὅτι τὸ ἐλαύνωσι

### book 68a

τύπτωσι. καὶ τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι. A

### book 68b.1

ὄγμον ἐλαύνωσιν: πρὸς τὴν σύντομον ἀναίρεσιν.

### book 68b.2

b(BCE3E4)Til

### book 68c.1

ἀνδρὸς μάκαρος κατ’ ἄρουραν: ἐν πλατεῖ γὰρ ληΐῳ

### book 68c.2

πολλοὺς ἐργάζεσθαι εἰκός ἐστιν. b(BCE3E4)T

### book 69a.1

〈ταρφέα:〉 ταρφέα ὡς „ὀξέα“ (Π 772)· νῦν γὰρ ἐπιθετι‐

### book 69a.2

κὸν τὸ τοιοῦτον. A

### book 69b.1

ταρφέα πίπτει: τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πι‐

### book 69b.2

πτόντων δηλοῖ. b(BCE3E4)T

### book 70-1.1

ὣς Τρῶες καὶ Ἀχαιοὶ 〈ἐπ’ ἀλλήλοισι〉 θορόντες

### book 70-1.2

〈/ δῄουν〉, οὐδ’ ἕτεροι μνώοντο: οἱ μὲν ὑπὸ Διός, οἱ δὲ ὑπὸ

### book 70-1.3

Ἔριδος. T

### book 71.1

μνώοντ’ ὀλοοῖο φόβοιο: ὅτι φόβον τὴν φυγήν. ὃν δὲ ἡμεῖς

### book 71.2

φόβον, δέος λέγει. A

### book 72a1.1

ἴσας δ’ ὑσμίνη 〈κεφαλὰς ἔχεν〉: ὅτι Ἀρίσταρχος

### book 72a1.2

ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γάρ, ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ

### book 72a1.3

βαρβάρων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν

### book 72a1.4

τε Ἑλλήνων καὶ τῶν Τρώων. A

### book 72a2.1

{ἴσας δ’ ὑσμίνη:} χωρὶς τοῦ ι γράφει ὁ Ἀρίσταρχος, ἵν’ ᾖ ἡ

### book 72a2.2

ὑσμίνη τῶν Ἑλλήνων τε καὶ τῶν Τρώων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέ‐

### book 72a2.3

ρων ἰσοκέφαλος ἦν ἡ μάχη. T

### book 72b.1

〈ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν:〉 οὕτως Ἀρίσταρχος, ἡ

### book 72b.2

ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν, ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ

### book 72b.3

„ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον“. Aim

### book 72c.1

ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον: ἀντὶ τοῦ ἰσοκέφαλος ἦν

### book 72c.2

αὐτοῖς ἡ μάχη. b(BCE3)T | θαυμαστῶς τέως ἰσορροποῦσιν Ἕλληνες,

### book 72c.3

καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετ’ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν

### book 72c

Τρώων. b(BCE3E4)T

### book 72d.1

οἱ δὲ λύκοι ὥς: πρὸς τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος

### book 72d.2

δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται. b(BCE3E4)T

### book 75a.1

οἱ δ’ ἄλλοι οὔ σφιν 〈πάρεσαν θεοί〉: πρὸς τὴν ἑξῆς

### book 75a.2

ἀθέτησιν· οὐ γὰρ ἦσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. | τὸ δὲ πάρεσαν,

### book 75a.3

τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο. A

### book 75b.1

ἕκηλοι: δασύνεται· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει

### book 75b.2

ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως. A

### book 76a

〈σφοῖσιν:〉 γράφεται „οἷσιν“. Aint

### book 76b.1

οἷσιν ἐνὶ μεγάροισι 〈καθήατο〉: οὐδὲ ὁρᾶν ὑπομένον‐

### book 76b.2

τες τὴν μάχην διὰ τὸ ἐληλάσθαι ὑπὸ Διός. b(BCE3E4)T

### book 76c

〈ᾗχι:〉 Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ „ἧχι“. Aim

### book 78-83a.1

πάντες δ’ ᾐτιόωντο〈—ὀλλυμένους τε〉:

### book 78-83a.2

ἀθετοῦνται στίχοι ἕξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία

### book 78-83a.3

αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσίν, ἀλλ’ οἱ τῶν Ἑλλήνων βοηθοί.

### book 78-83a.4

καὶ τὸ ὁ δὲ νόσφι λιασθείς / τῶν ἄλλων ἀπάνευθε καθέζετο

### book 78-83a.5.1

(Λ 80—1) ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ

### book 78-83a.5.2

„οἱ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί“ (Λ 75). ἀπό τε τοῦ Ὀλύμπου οὐ

### book 78-83a.5.3

παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλ’ ἀπὸ τῆς

### book 78-83a.5.4

Ἴδης· ὅθεν διὰ τῶν ἑξῆς (sc. Λ 183—4) †μεταλαμβάνει εἰς αὐτόν. A

### book 78-83b1.1

〈πάντες δ’—ὀλλυμένους τε:〉 τούτους καὶ Ἀρι‐

### book 78-83b1.2

στοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ἐγράφοντο. A

### book 78-83b2

τούτους δὲ Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστοφάνης δὲ ἀθετεῖ. T

### book 78.1

πάντες δ’ ᾐτιόωντο: οἱ Ἑλληνικοί, ὅτι, εἰ μὴ ἐπεκούρει

### book 78.2

Τρωσίν, ἐνίκησαν ἂν οἱ Ἕλληνες. T

### book 81.1

τῶν ἄλλων ἀπάνευθε: βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστί‐

### book 81.2

χιον συντάττειν, ἵνα μὴ „νόσφι“ (Λ 80) καὶ ἀπάνευθε ἐν ταὐτῷ

### book 81.3

κέηται. A

### book 84.1

〈ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο〉 ἱερὸν ἦμαρ: ἕως ὥρας

### book 84.2

ἕκτης, ἕως μεσημβρίας, ὅτε αἱ θυσίαι γίνονται καὶ τὰ †πρακτικὰ† πάντα.

### book 84.3

b(BCE3E4)T „κνέφασ“ δὲ „ἱερόν“ (Λ 194)· καὶ γάρ φησι „μα‐

### book 84.4

κάρων τοι νύκτες ἔασιν“ (Hsd. opp. 730). T

### book 86-9.1

ἦμος δὲ δρυτόμοσ〈—ἵμερος αἱρεῖ〉: ἄκρως τὸν

### book 86-9.2

καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν

### book 86-9.3

δήλωσιν ποιησάμενος· οὔπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται

### book 86-9.4

δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα

### book 86-9.5

τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι. A b (BCE3E4)T

### book 86a.1

〈ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο〉 δεῖ‐

### book 86a.2

πνον: ὅτι Ζηνόδοτος γράφει „δόρπον“. οὐ λέγει δὲ δεῖπνον τὴν

### book 86a.3

ἑσπερινὴν τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ, ὃ ἡμεῖς ἄριστον· καθ’ ἣν

### book 86a.4

ὥραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται | ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτό‐

### book 86a.5.1

μος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δέν‐

### book 86a.5.2

δρον. A

### book 86b

〈ἦμος δὲ δρυτόμος—δεῖπνον:〉 ὅτε ὁ δρυτόμος

### book 86b

ἐπὶ τὸ ἑωθινὸν ἔρχεται ἄριστον. Til

### book 86c.1

ὡπλίσσατο δεῖπνον: τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ

### book 86c.2

μετὰ τὸν ὄρθρον, αὔξην λαμβανούσης τῆς ἡμέρας, ὁ ὑλοτόμος ἐπὶ τὸ

### book 86c.3

ἑωθινὸν ἄριστον ἔρχεται· b(BCE3E4)T ὅτι γὰρ τὸν ἑωθινὸν και‐

### book 86c.4

ρὸν δηλοῖ, σαφὲς ἐξ ὧν κατὰ τὴν Πατρόκλειαν (Π 777—8) φησίν·

### book 86c.5.1

„ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει,〉 / τόφρα μάλ’ ἀμφο‐

### book 86c.5.2

τέρων βέλε’ ἥπτετο.“ T

### book 87

〈ἐκορέσσατο:〉 ἀντὶ τοῦ ἔκαμεν. Til

### book 88.1

ἅδος {τέ μιν}: δασυντέον· τὸ γὰρ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον

### book 88.2

στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν

### book 88.3

οὕτως, ἀδαής, ἀδρανής, „ἀδευκήσ“ (cf. δ 489), κατὰ κρᾶσιν Ἅιδης,

### book 88.4

μὴ οὕτως δὲ ἔχον ἁδρός, „ἁδινόσ“ (cf. Β 87 al.), Ἁδρίας· διὸ καὶ τὸ

### book 88.5.1

Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι

### book 88.5.2

ἐτυμολογηθῇ. A

### book 89.1

σίτου τε γλυκεροῖο 〈περὶ φρένας ἵμερος αἱρεῖ〉:

### book 89.2

διδαχὴ μετὰ τοὺς πόνους ἐμφορεῖσθαι σιτίων πρὸς τὸ εὐόρεκτον·

### book 89.3

b(BCE3E4)T ὡς καὶ Σωκράτης πολλὰ περιπατήσας ἑσπέρας

### book 89.4

πρὸς τὸν ἐρόμενον „τί τηνικάδε, ὦ Σώκρατες;“ ὄψον ζητεῖν ἔφη. T

### book 90.1

σφῇ ἀρετῇ: ὡσεὶ λέγοι· κεκοπωμένοι μὲν τοῖς σώμασιν, ἀν‐

### book 90.2

τιτασσόμενοι δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς. b(BCE3E4)T

### book 90-8.1

ῥήξαντο φάλαγγας 〈/ —〉ἐν δ’ Ἀγαμέμνων

### book 90-8.2

〈/ πρῶτος ὄρους’,〉 ἕλε 〈δ’〉 ἄνδρα〈—μεμαῶτα〉: ἐν κε‐

### book 90-8.3

φαλαίοις εἰπὼν ὡς ἀνῄρηνται (sc. 92—3), τὸ πῶς ἐπάγει κατὰ μέρος.

### book 90-8

διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε καὶ περὶ τοῦ πρώτου· εἰπὼν

### book 90-8.5.1

γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος (94) ἀνῄρηται (cf. 95—8) δηλοῖ

### book 90-8.5.2

ὡς ὁ πρῶτος ἐπιβεβηκὼς τῷ δίφρῳ πεφόνευται (cf. 92—3). b(BCE3

### book 90-8.5.3

E4)T σύνδυο οὖν ἀναιροῦνται ὡς κἀν τῇ Διομήδους ἀριστείᾳ

### book 90-8.5.4

(cf. Ε 159—64). T

### book 91a.1

κεκλόμενοι ἑτάροισι: διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ

### book 91a.2

φιλάλληλον σῴζειν ἡμᾶς πέφυκεν. b(BCE3E4)T τοιοῦτοι δὲ οἱ

### book 91a.3

Ἕλληνες „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι“ (Γ 9). T

### book 91b

〈κατὰ στίχας:〉 τὰς οἰκείας. Aim

### book 91c

〈ἂν δ’ Ἀγαμέμνων:〉 γράφεται „ἐκ δ’ Ἀγαμέμνων“. Aim

### book 91-2.1

ἐκ δ’ Ἀγαμέμνων / πρῶτος 〈ὄρους’, ἕλε δ’ ἄν‐

### book 91-2.2

δρα〉: ἀποτυχὼν γὰρ Ἀχιλλέως λαμπρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀπο‐

### book 91-2.3

θανεῖν. b(BCE3E4)T

### book 92

〈Βιήνορα:〉 Ἀρίσταρχος „Βιάνορα“. Aim

### book 93.1

αὐτόν, ἔπειτα δ’ ἑταῖρον: ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ

### book 93.2

ταῦτα. πρὸς τὸ „αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 169). A

### book 94a

〈ἤτοι ὅ γε:〉 ὁ Ὀϊλεύς. Til

### book 94b.1

{ἤτοι ὁ γ’ ἐξ ἵππων} κατεπάλμενος ἀντίος ἔστη: ὅτι

### book 94b.2

δύο προθέσεις παρείληφεν, κατά, ἐπί, τῆς ἑτέρας ἀρκούσης. | Ζηνόδο‐

### book 94b.3

τος δὲ „ἀντίον“ καὶ Ἀριστοφάνης. A

### book 95a.1

τὸν δ’ ἰθὺς μεμαῶτα: δῆλον ὡς φερόμενον ὑπὲρ τοῦ

### book 95a.2

ἀδελφοῦ. καὶ βοηθῶν φονεύεται. T

### book 95b

〈τὸν δέ:〉 τὸν Ὀϊλέα. Til

### book 95c

μετώπιον: τὸ μεταξὺ τῶν ὠπῶν ἐπάνω τῆς ῥινός, ὡς

### book 95c

„μεταμάζιον“ (Ε 19). T

### book 95-6.1

μετώπιον 〈ὀξέϊ δουρί /〉 νύξ’· οὐδὲ στεφάνη 〈δό‐

### book 95-6.2

ρυ οἱ〉 σχέθε: ὅπου ἐπὶ ἀνοχῆς ἐστιν ἡ μάχη, εὑρίσκομεν περιφυλάσ‐

### book 95-6.3

σοντας καὶ τὰ γυμνά, „ᾗ ῥ’ ἴδε γυμνωθέντα“ (Μ 389) καὶ ἄλλα πολλά·

### book 95-6.4

ὅπου δὲ ὀξυλαβ〈ε〉ίας χρεία, πρὸς τὸ ἀνώσασθαι μόνον αἱ πληγαί. T

### book 96

〈στεφάνη:〉 ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη. Aim

### book 97.1

ἐγκέφαλος δέ: ὅτι Ἀπολλώνιος (fr. 16 M.) ποιεῖ „ἐγκέφα‐

### book 97.2

λον δέ“, καὶ τὸν ἑξῆς ἀθετεῖ. A

### book 98a.1

πεπάλακτο: διεβρέχετο· ὡς τὸ „παλάσσετο δ’ αἵματι

### book 98a.2

θώρηξ“ (Ε 100) καὶ „λύθρῳ δὲ παλάσσετο χεῖρασ“ (Υ 503). φησὶν

### book 98a.3

οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ

### book 98a.4

δόρατος ὑπὸ τοῦ ὀστέου ἔξω προελθεῖν εἴργεται τὸ αἷμα, ἔσω δὲ

### book 98a.5.1

ἐπισυνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν

### book 98a.5.2

τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φο‐

### book 98a.5.3

ρᾶς εἰργόμενον. A b (BE3E4)T

### book 98b.1

πεπάλακτο: γράφεται „†κεκίνητο†“. ἀλλ’ οὐκ εἰκὸς συν‐

### book 98b.2

δεδεμένον τῷ ὀστέῳ τὸ δόρυ κινεῖν τὸν ἐγκέφαλον. T

### book 100a.1

στήθεσι παμφαίνοντας 〈ἐπεὶ περίδυσε χιτῶ‐

### book 100a.2

νασ〉: ἐπειδή, φησί, τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο,

### book 100a.3

γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. | ἡ διπλῆ δέ, ὅτι ἔν

### book 100a.4

τισι γράφεται „ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα“. ἔσονται δὲ αὐτοὶ οἱ

### book 100a.5.1

νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ

### book 100a.5.2

τοῖς στήθεσι παμφαίνοντας χιτῶνας. A

### book 100b.1

στήθεσι παμφαίνοντασ〈—χιτῶνασ〉: οὐ συν‐

### book 100b.2

άπτει Νικάνωρ (p. 209 Friedl.), ἀλλὰ τὸ παμφαίνοντας δηλοῦν

### book 100b.3

φησι τὸ νέον αὐτῶν. Πῖος (fr. 3 H.) δὲ ‘τὰ στήθη περιφαίνοντασ‘. οἱ

### book 100b.4

δὲ ὅλον στήθεσι παμφαίνοντας χιτῶνας. b(BCE3E4)T

### book 101a.1

{αὐτὰρ ὁ} βῆ ῥ’ Ἶσον {τε}: Ζηνόδοτος ἔξω τοῦ ρ „βῆ

### book 101a.2

Ἶσον“. μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου

### book 101a.3

ἐπιγράμμασι τὸν „Βήρισον“, ἀλλ’ ἐν τῷ λεγομένῳ Σωρῷ (fr. 5

### book 101a.4

Schott) εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι. A

### book 101b.1

βῆ ῥ’ Ἶσον {τε}: Ποσίδιππος (fr. 5 Schott) „Βήρισον“,

### book 101b.2

ὑφ’ ἕν. Ἡρωδιανὸς (cf. 2,73,1) †μόνος καλεῖ τὸ βῆρ†. Ζηνόδοτος δὲ

### book 101b.3

χωρὶς τοῦ ῥ’, „βῆ Ἶσον“ {τε}. T

### book 101c.1

{αὐτὰρ ὁ} βῆ ῥ’ Ἶσόν τε 〈καὶ Ἄντιφον〉: κατὰ διά‐

### book 101c.2

στασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον. | τὸ μέντοι

### book 101c.3

ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξενα‐

### book 101c.4

ρίζων, ὡς δείκνυται ἐν τῷ Περὶ συντάξεως (p. 90, 15). A

### book 102-3.1

υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον, ἄμφω

### book 102-3.2

〈/ εἰν ἑνὶ δίφρῳ ἐόντασ〉: ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον·

### book 102-3.3

καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν ἄμφω / εἰν ἑνὶ δίφρῳ· καὶ

### book 102-3.4

ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω (102). A

### book 102a1.1

〈υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον:〉 φιλο‐

### book 102a1.2

τέχνως ἐδήλωσε διὰ τοῦ ἑξῆς στίχου, ποῖος ἦν ὁ νόθος. Til

### book 102a2.1

ἐδήλωσε γὰρ φιλοτέχνως διὰ τούτου, ποῖος ὁ νόθος ἦν.

### book 102a2.2

b(BCE3E4)

### book 102b

〈ἄμφω:〉 τὸ ἄμφω τῶν ἑξῆς ἐστιν. Til

### book 103a

〈ἐόντας:〉 Ἀριστοφάνης „ἐόντε“. AimTil

### book 103b.1

ὁ μὲν νόθος ἡνιόχευεν: σημειωτέον ὅτι πρὸς τὸ πρῶ‐

### book 103b.2

τον ὑπήντησε, „νόθον καὶ γνήσιον“ (Λ 102), b(BCE3E4)T εἶτα

### book 103b.3

ὁ μὲν νόθος. T

### book 104a1.1

ὥ ποτ’ Ἀχιλλεύς: ὅτι Ζηνόδοτος γράφει „ὅν ποτ’

### book 104a1.2

Ἀχιλλεύσ“. μήποτε δὲ πεπλάνηται, γεγραμμένου τοῦ ο ὑπ’ ἀρχαϊκῆς

### book 104a1.3

σημασίας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος· διὸ

### book 104a1.4

καὶ ἐπιφέρει „καὶ γάρ σφε πάρος παρὰ νηυσίν“ (Λ 111). καὶ ὅτι οἱ

### book 104a1.5

μαχόμενοι παραβάται ἦσαν. A

### book 104a2.1

Ζηνόδοτος γράφει „ὅν ποτ’“. ἀλλ’ ἐλέγχεται ἐκ τοῦ „καὶ

### book 104a2.2

γάρ σφε“. T

### book 104b

〈ὥ ποτ’ Ἀχιλλεύς:〉 ἐν ἄλλῳ „ὅν ποτ’ Ἀχιλλεύσ“. Aim

### book 104-5.1

ὥ ποτ’ Ἀχιλλεύς / Ἴδης ἐν κνημοῖσι: καὶ ἐν τού‐

### book 104-5.2

τοις ἡ ποικιλία ὁρᾶται, ὡς καὶ περὶ Λυκάονος (cf. Φ 35—48). T

### book 104-5.3

ἐφ’ ἑκάστου οὖν ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει

### book 104-5.4

τὸ ὑποκείμενον. b(BCE3E4)T

### book 105a.1

δίδη μόσχοισι λύγοισι: οὐκ ἀπίθανος ἡ μεταφορὰ

### book 105a.2

ἀπὸ τῶν ἁπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη.

### book 105a

b(BCE3E4)T

### book 105b.1

δίδη μόσχοισι λύγοισι: ἐδέσμευσε ταῖς νέαις καὶ ἁπα‐

### book 105b.2

λαῖς λύγοις καὶ βλαστήμασι. λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν,

### book 105b.3

ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ

### book 105b.4

ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι

### book 105b.5.1

τῆς γονῆς. καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν

### book 105b.5.2

κλίνῃ ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἐχούσας πρὸς ἁγνείαν·

### book 105b.5.3

διὸ καὶ ἄγνος ἐκλήθη. A

### book 106a.1

ποιμαίνοντ’ ἐπ’ ὄεσσι: ὅτι τὸ πλῆρες ποιμαίνοντε.

### book 106a.2

Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ „ὅν ποτε“ (cf.

### book 106a.3

Λ 104) γράφει. A

### book 106b

〈ἐπ’ ὄεσσι:〉 τὸ ἐπ’ ὄεσσι τῶν ἑξῆς ἐστιν. Til

### book 109.1

Ἄντιφον {αὖ παρὰ οὖς}: ὅτι ἐπανείληφεν τὸ ὄνομα διὰ

### book 109.2

τὸ προειρηκέναι (cf. Λ 102—4) δύο (καὶ πρὸς τὸ πρότερον [sc. Λ 102]

### book 109

ἀπήντησεν), ἵνα σαφηνίσῃ, κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη. A

### book 110-1.1

σπερχόμενος δὲ〈—〉ἐσύλα τεύχεα〈— /〉

### book 110-1.2

γινώσκων: εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισήμοις τῶν φονευομένων,

### book 110-1.3

ὡς Ὀθρυονεῖ (cf. Ν 374—82). νῦν οὖν, ἐπείπερ ὀξύς ἐστιν ὁ καιρός,

### book 110-1.4

ἄμφω δηλοῖ καὶ ὡς ἐγίγνωσκεν αὐτοὺς καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.

### book 110-1.5

b(BCE3E4)T

### book 111.1

{γινώσκων} καὶ γάρ σφε: ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ

### book 111.2

οὐκ ἔστι περὶ ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (cf. Λ

### book 111.3

104). A

### book 113-9a.1

ὡς δὲ λέων ἐλάφοιο〈—κραταιοῦ θηρὸς

### book 113-9a.2

ὑφ’ ὁρμῆσ〉: ἐμφερεστάτη ἡ παραβολή· νεβροὶ γὰρ οἱ νέοι Πρια‐

### book 113-9a.3

μίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν ὑπερέχοντες 〈ἐσ〉 τοὺς νεκροὺς

### book 113-9a.4

καὶ κηδεμονίᾳ, κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπ’ ἄλλων τοῦ‐

### book 113-9a.5.1

το παρέλαβεν, ἀλλ’ ἐπὶ τῶν Πριάμου παίδων, ἐφ’ οἷς εἰκὸς τὴν

### book 113-9a.5.2

προθυμίαν τῆς τιμωρίας σφοδροτέραν μέν, ἀδύνατον δὲ τοῖς Τρω‐

### book 113-9a.5.3

σὶν ὑπάρχειν. b(BCE3E4)T

### book 113-9b.1

ὡς δὲ λέων〈—ὁρμῆσ〉: εἰς τὸ δυνατὸν καὶ βα‐

### book 113-9b.2

σιλικὸν τοῦ Ἀγαμέμνονος ὁ λέων παρείληπται. ἡ δὲ παραβολὴ

### book 113-9b.3

πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων ἀναιρέσει βοηθῆσαί τινα τῶν

### book 113-9b.4

Τρώων (cf. Λ 120—1). b(BCE3E4)T

### book 113.1

〈ἐλάφοιο ταχείης νήπια τέκνα:〉 Ἀριστοτέλης (cf.

### book 113.2

h. an. 6, 29 p. 578 b 15) δύο φησὶ τίκτειν τὴν ἔλαφον. Til

### book 114

ῥηϊδίως συνέαξε: πρὸς τὸ εὔθλαστον. ἐπὶ δὲ βοὸς „ἐξ

### book 114

αὐχέν’ ἔαξε“ (Λ 175). T

### book 115a.1

ἐλθὼν εἰς εὐνήν: τὴν ἰδίαν, ὅπου ἀγνοοῦσα αὐτοὺς

### book 115a.2

ἔθηκε. καὶ τοῦτο δῆλον ἑτέρωθεν· „ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος

### book 115a.3

κρατεροῖο λέοντος / νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούσ“

### book 115a.4

(δ 335—6) ἕως „ὁ δέ τ’ ὦκα ἑὴν εἰσήλυθεν εὐνήν“ (δ 338):

### book 115a.5.1

b(BCE3E4)T ὁ γὰρ λέων οὐδέποτε κοίτην ἄλλου ἐρευνᾷ ζώου,

### book 115a.5.2

εἰ μὴ κατά τινα τύχην. b(BCE3E4)

### book 115b

〈ἐλθὼν εἰς εὐνήν:〉 τῶν ἐλάφων φησί. Aim

### book 115c.1

ἁπαλόν τέ σφ’ ἦτορ: καὶ Ἀντίπατρος ὁ ἰατρὸς (fr.

### book 115c.2

50 = St. V. Fr. III p. 251, 22) συναύξεσθαί φησι τῷ σώματι τὴν

### book 115c.3

ψυχήν. b(BCE3)T

### book 116.1

τε τύχῃσι: ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ

### book 116.2

κατὰ διαστολὴν τύχῃσι καὶ „τετύχῃσι“ ὡς „λελάχωσι“ (Η 80 al.).

### book 116.3

A

### book 116-7.1

οὐ δύναταί σφιν / χραισμεῖν: ἵνα μὴ δοκῇ χαρίζε‐

### book 116-7.2

σθαι Ἕλλησι, λεληθότως τῇ παραβολῇ τὸ ἀγενὲς τῶν Τρώων

### book 116-7.3

δηλοῖ. b(BCE3E4)T

### book 119a1.1

σπεύδους’ ἱδρώουσα: ἐπὶ τὸ σπεύδουσα βραχὺ

### book 119a1.2

διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει. A

### book 119a2

{σπεύδουσα:} διαστολὴ ὀλίγη ἐπὶ τὸ σπεύδουσα καὶ

### book 119a2

ἐπὶ τὸ ἱδρώουσα. T

### book 121a.1

{τρώων ἀλλὰ καὶ αὐτοὶ} ὑπ’ Ἀργείοισι φέβοντο: ὅτι

### book 121a.2

ἀντὶ τοῦ ὑπ’ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον. A

### book 121b.1

ἀλλὰ καὶ αὐτοὶ ὑπ’ Ἀργείοισι φέβοντο: πρὸς

### book 121b.2

τὸ φιλάλληλον τῶν Ἀχαιῶν. T

### book 123a1.1

〈δαΐφρονος:〉 Ζηνόδοτος γράφει „κακόφρονοσ“, εὐ‐

### book 123a1.2

τελῶς. Aim

### book 123a2

γράφεται δὲ καὶ „κακόφρονοσ“. b(BCE3E4)

### book 123b1.1

{ἀντιμάχοιο} δαΐφρονος: δαΐφρονος τοῦ τοὺς †πολε‐

### book 123b1.2

μίους† ἐγείροντος τῇ συμβουλίᾳ· δαῒς γὰρ ἡ μάχη. T

### book 123b2.1

οὐ πολεμικοῦ, ἀλλὰ τῇ βουλῇ τοὺς †πολεμίους† μόνον

### book 123b2.2

διεγείροντος. b(BCE3E4)

### book 123-5.1

ὅς ῥα μάλιστα 〈/ — /〉 οὐκ εἴασχ’ 〈Ἑλένην

### book 123-5.2

δόμεναι ξανθῷ Μενελάῳ〉: ὡς καὶ ἄλλων αὐτῷ συμπραττόν‐

### book 123-5.3

των. ἐπάγεται οὖν κατ’ αὐτῶν τὸν ἀκροατήν. b(BCE3E4)T καὶ

### book 123-5.4

ἔστιν ὥσπερ Νεμέσεως ἔργον τὸ εἰς τοὺς ἀδικηθέντας ἐμπεσεῖν. T

### book 123-5.5.1

ἐμέρισε δὲ τὸ διήγημα, νῦν μὲν λέγων οὐκ εἴασκεν (125), ἑξῆς

### book 123-5.5.2

δὲ (sc. Λ 139—41) καὶ τὸ πῶς. b(BCE3E4)T

### book 124a.1

χρυσὸν Ἀλεξάνδροιο 〈δεδεγμένος ἀγλαὰ δῶρα〉:

### book 124a.2

πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τὸ λεγόμενον χρυσᾶ δῶρα. | δύνα‐

### book 124a.3

ται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγμένος.

### book 124a.4

A

### book 124b

ἀγλαὰ δῶρα: πρὸς τὸ σημαινόμενον ὑπαντῶν τὸν

### book 124b

χρυσὸν ἀγλαὰ δῶρα εἶπεν. T

### book 127-9.1

ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους 〈/ — / τὼ δὲ

### book 127-9.2

κυκηθήτην〉: ὁμοῦ τῷ Ἀγαμέμνονι ἀντὶ τοῦ ἐν ταὐτῷ. διὰ δὲ

### book 127-9.3

τοῦ φύγον ἡνία (128) καὶ τοῦ κυκηθήτην (129) αἰτίαν δίδωσι

### book 127-9.4

τοῦ ταραχθέντας περιπεσεῖν Ἀγαμέμνονι· διὰ γὰρ τὴν ταραχὴν

### book 127-9.5.1

καὶ ἀφηνίασιν τῶν ἵππων συμπλέκονται τῷ βασιλεῖ, b(BCE3E4)T

### book 127-9.5.2

ὅπως καὶ λόγον προέμενοι διδάξειαν τὰ περὶ τοῦ πατρός. T

### book 127.1

ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους: ὁμοῦ ἐπεχείρουν κρατεῖν

### book 127.2

τοὺς ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας. A

### book 128a.1

{ἐκ γάρ} σφεας: ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς,

### book 128a.2

ἀντὶ τοῦ αὐτῶν. A

### book 128b1

〈φύγον:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „φύγεν“. Aim

### book 128b2

διὰ τοῦ ε, „φύγεν“. Til

### book 129

〈ἐναντίον:〉 οὕτως ἐναντίον. Aim

### book 130a.1

Ἀτρείδης· τὼ δ’ αὖτ’ 〈ἐκ δίφρου γουναζέ‐

### book 130a.2

σθην〉: ὅτι δωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ

### book 130a.3

ἐν Ὀδυσσείᾳ „τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν“ (φ 15).

### book 130a.4

ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιΐας ὅτι εὐτελεῖς τῇ κατα‐

### book 130a.5.1

σκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην κατα‐

### book 130a.5.2

χρηστικῶς ἀντὶ τοῦ ἱκέτευον. A

### book 130b.1

τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην: καινὸν τὸ

### book 130b.2

τῆς διαθέσεως· ἕνα ἱκετεύουσι δύο καὶ πεζὸν ἐποχούμενοι ἅρματι

### book 130b

οὐδὲ ὁτιοῦν προνοούμενοι τῆς φυγῆς. b(BCE3E4)T

### book 131a.1

ζώγρει, Ἀτρέος υἱέ, σὺ δ’ ἄξια 〈δέξαι ἄποινα〉:

### book 131a.2

οὐδεὶς Ἑλλήνων τοιοῦτος. εἰσὶν οὖν πλούτῳ μᾶλλον ἢ δυνάμει

### book 131a.3

ἐναβρυνόμενοι. b(BCE3)T

### book 131b.1

σὺ δ’ ἄξια 〈δέξαι ἄποινα〉: προσαγωγῶς ἐπ’

### book 131b.2

αὐτῷ ποιοῦνται τὴν αἵρεσιν, ὅπως ὅσα θέλει λάβοι. T

### book 132a.1

〈πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις:〉 Ζηνόδοτος

### book 132a.2

„πολλὰ δ’ ἐν Ἀντιμάχου πατρόσ“. Aim Til

### book 132b.1

πολλὰ δ’ ἐν Ἀντιμάχοιο 〈δόμοις κειμήλια

### book 132b.2

κεῖται〉: καὶ τοῦτο προσαγωγὸν ὡς ληψομένου ὅσα βούλεται.

### book 132b.3

εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ, τὸν ἐξ ἀσεβείας χρηματισάμενον

### book 132b.4

στερίσκων τῶν παίδων, δι’ οὓς καὶ μάλιστα συνήγαγε τὸν χρυσόν.

### book 132b.5

b(BCE3E4)T

### book 134.1

τῶν κέν τοι χαρίσαιτο 〈πατὴρ〉 ἀπερείσι’ ἄ‐

### book 134.2

ποινα〉: δύο γάρ εἰσι, τὸ θέλειν καὶ τὸ δύνασθαι, ἅπερ ἄμφω προ‐

### book 134.3

βάλλονται· τὸ γὰρ χαρίσαιτο, ὡς μὴ ποιησόντων αὐτῷ αἴσθη‐

### book 134.4

σιν τῶν δώρων. ἀνοήτως δὲ τοῦ πατρὸς ὑπομιμνῄσκουσι τὸν

### book 134.5.1

Ἀγαμέμνονα b(BCE3E4)T καὶ τοῦ χρυσίου, ὃ παρ’ Ἀλεξάν‐

### book 134.5.2

δρου δῶρον ἔλαβεν (cf. Λ 124). T

### book 135

〈ζῳούς:〉 Ἀριστοφάνης „ζῳώ“. AintTil

### book 137a.1

〈ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν:〉 ἀμείλικτον ἑαυ‐

### book 137a.2

τοῖς, δικαίαν δέ. b(BCE3E4)T

### book 137b.1

ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν: ἀμείλικτον ἀπηνῆ

### book 137b.2

καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ

### book 137b.3

ἀδυσώπητον. A

### book 138a.1

〈εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν:〉

### book 138a.2

εἰρωνικῶς τοῦτό φησιν, ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποι‐

### book 138a.3

ούμενος. b(BCE3E4)T

### book 138b

〈δαΐφρονος:〉 Ζηνόδοτος γράφει „κακόφρονοσ“. Til

### book 138c.1

〈δαΐφρονος:〉 καὶ τοῦτο ἐν εἰρωνείᾳ· φαύλην γὰρ

### book 138c.2

γνώμην εἰσενεγκὼν εἰς Τρῶας διήγειρε πολεμεῖν. εἰ δὲ καὶ τὸν πολε‐

### book 138c.3

μικὸν δηλοῖ, κατ’ εἰρωνείαν καὶ τοῦτο, ὅτι τοὺς ἐν σπονδαῖς ἀφικο‐

### book 138c.4

μένους κτεῖναι παρῄνει, ὥσπερ τι γενναῖον ποιεῖν δοκῶν. b(BCE3E4)

### book 140-1.1

ἀγγελίην ἐλθόντα〈— / αὖθι κατακτεῖ‐

### book 140-1.2

ναι〉: μετ’ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων

### book 140-1.3

νόμον φονεύειν ἐπεχείρησεν. b(BCE3)T

### book 140a

〈ἀγγελίην:〉 ὅτι ἀντὶ τοῦ ἄγγελον. Aim

### book 140b.1

ἀγγελίην: ἀντὶ τοῦ εἰς πρεσβείαν. | δύο δὲ σημαί‐

### book 140b.2

νει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ „ἀγγελίην εἴ‐

### book 140b.3

ποιμι περίφρονι Πηνελοπείῃ“ (ο 314), καὶ τὸν ἄγγελον ἤτοι τὸν

### book 140b.4

πρέσβυν, ὡς ἐνταῦθα, ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυ‐

### book 140b.5

σῆϊ. AT

### book 141a1

ἐξἕμεν’: δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγώ‐

### book 141a1

γως γέγονεν ἕμεναι, ὡς τὸ θεῖναι „θέμεναι“ (Β 285 al.). A

### book 141a2.1

〈ἐξέμεν:〉 πέμψαι. | δασύνει δὲ τὸ „ἕμεν“· τὸ γὰρ

### book 141a2.2

εἷναι καὶ ἀφεῖναι παραγώγως γέγονεν ἕμεν, ὡς τὸ θεῖναι θέμεν. Til

### book 141b

〈μηδ’ ἐξέμεν:〉 μηδ’ ἐξεῖν〈αι〉 καὶ σώσειν. Aim

### book 142a.1

{νῦν μὲν δὴ} τοῦ πατρός: ὅτι Ζηνόδοτος γράφει „οὗ

### book 142a.2

πατρόσ“. ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει.

### book 142a.3

ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. | τινὰς

### book 142a.4

μέντοι φησὶν Ἀρίσταρχος „σφοῦ πατρόσ“, αὐτὸς δὲ τοῦ πατρός. A

### book 142b

〈τοῦ πατρός:〉 τινὲς „σφοῦ πατρόσ“. Til

### book 142c1.1

τοῦ πατρὸς τίσετε λώβην: ἃ ἐλωβήσατο ὁ πατήρ·

### book 142c1.2

διδάσκει γὰρ ὅτι καὶ παισὶ φυλάσσονται τὰ πταίσματα. T

### book 142c2.1

ἣν ἐλωβήσατο εἰς Ἕλληνας. διδάσκει δὲ ὅτι τὰ πα‐

### book 142c2.2

τέρων καὶ παισὶ φυλάττονται. b(BCE3E4)

### book 144a.1

ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη: ὅτι ἀπὸ τῆς πληγῆς,

### book 144a.2

οὐκ ἐπὶ τὴν πληγὴν πίπτει. A

### book 144b1

〈οὔδει ἐρείσθη:〉 Ἀρίσταρχος „οὖδας ἔρεισεν“. Aim

### book 144b2

οὔδει ἐρείσθη: οὕτως αἱ Ἀριστάρχου. T

### book 145.1

Ἱππόλοχος δ’ ἀπόρουσε: ἑωρακὼς τὴν ἀπώλειαν

### book 145.2

τοῦ ἀδελφοῦ. T

### book 146a.1

χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας:

### book 146a.2

οἰκεία ἡ κόλασις τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλή τε γὰρ ἀποτέ‐

### book 146a.3

μνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν καὶ χεῖρες, αἷς τὸν χρυσὸν

### book 146a.4

ἔλαβεν, b(BCE3E4)T ὡς καὶ Πάνδαρος τιτρώσκεται διὰ τῆς

### book 146a.5

γλώττης (cf. Ε 292), καὶ ὁ Λοκρὸς Αἴας ἐν τῷ Ἀγῶνι λοιδορησά‐

### book 146a

μενος Ἰδομενέα ὄνθου τὸ στόμα πληροῦται (cf. Ψ 777). T

### book 146b1

〈τμήξας:〉 Ἀρίσταρχος „πλήξασ“. Aim

### book 146b2

„πλήξασ“ αἱ πλείους. Til

### book 147a.1

ὅλμον δ’ ὣς ἔσσευε 〈κυλίνδεσθαι〉: ὅλμου δίκην

### book 147a.2

εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι. ὅλμος δέ ἐστι—ἄλλα τινά. |

### book 147a.3

ἡ διπλῆ δέ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι 〈καὶ〉 ἐν Ἰλιάδι

### book 147a.4

εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, „χοίνικοσ“

### book 147a.5

(τ 28) καὶ „λύχνου“ (cf. τ 34). πρὸς τοὺς Χωρίζοντας (fr. 4 K.). A

### book 147b.1

ὅλμον δ’ ὡς ἔσσευε 〈κυλίνδεσθαι δι’ ὁμίλου〉:

### book 147b.2

ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται, ᾧ ἐμφερὲς καὶ τὸ σκεῦος ὁ ὅλ‐

### book 147b.3

μος. δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς ὄντας τοῦ αἰτίου τοῦ πολέμου.

### book 147b.4

καὶ ὅσῳ μὲν δεινὰ ποιεῖ, φιλαδελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος

### book 147b.5.1

ἦν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ οὕτω

### book 147b.5.2

πικρὸς ἐφαίνετο. b(BCE3E4)T ἔστι δὲ καὶ ξύλον καὶ λίθος ὁ

### book 147b.5.3

ὅλμος. T

### book 149.1

ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί: εἰς τὸ Ἀχαιοί

### book 149.2

τελεία, καὶ τὸ ἑξῆς (sc. Λ 150) ἀσύνδετον· τούτοις γὰρ ἥδεται ἐν

### book 149.3

ταῖς μεταβάσεσιν. T

### book 150.1

πεζοὶ μὲν πεζοὺς ὄλεκον: πολὺ βέλτιον ταῦτα ἀφ’

### book 150.2

ἑτέρας ἀρχῆς ἀναγινώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια (sc. Λ

### book 150.3

148—9) πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως

### book 150.4

ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται. A

### book 151a.1

ἱππεῖς δ’ ἱππῆας· Ἀγαμέμνων δὲ πεζὸς ὢν ἱππέας

### book 151a.2

ἀναιρεῖ, καὶ σύνδυο (cf. Λ 143—7). T

### book 151b

ὦρτο κονίη: ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ὡρμημένη,

### book 151b

b(BCE3E4)T ὅπερ ἄλλως ἐνταῦθα φράζει. b(BCE3E4)

### book 152a1.1

ἐκ πεδίου τὴν ὦρσαν 〈ἐρίγδουποι πόδες ἵπ‐

### book 152a1.2

πων〉: τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο‐

### book 152a1.3

μένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου

### book 152a1.4

ὑπερβατόν. A

### book 152a2

{ἐκ πεδίου:} τὸ ἐκ πεδίου ἄμεινον εἶναι τῶν ἄνω. T

### book 153.1

χαλκῷ δηϊόωντες: τὸ ἑξῆς „ἱππεῖς δ’ ἱππῆας ὄλεκον“

### book 153.2

(cf. Λ 150—1) χαλκῷ δηϊόωντες. διὰ μέσου δὲ τὸ „ὑπὸ δέ σφιν“

### book 153.3

(Λ 151). T

### book 153

χαλκῷ δηϊόωντες: ἤτοι τοῖς ἐπισσώτροις—τῶν

### book 153.5

ἵππων πόδες χαλκῷ ἐτίτρωσκον. A

### book 154.1

Ἀργείοισι κελεύων: οὐ μόνον ἀριστεύοντα αὐτὸν

### book 154.2

ποιεῖ, ἀλλὰ καὶ τοῖς λοιποῖς αἴτιον εὐδοκιμήσεως γινόμενον.

### book 154.3

b(BCE3E4)T

### book 155a.1

ὡς δ’ ὅτε πῦρ 〈ἀΐδηλον〉: τί ὀξύτερον ἢ εὐκινητό‐

### book 155a.2

τερον τοῦ πυρός; b(BCE3)T

### book 155b.1

ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ: πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς

### book 155b.2

ἐκδοχὰς ἔσχηκεν· οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν

### book 155b.3

πολύξυλον. βέλτιον δὲ ἀφ’ ἧς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος (fr.

### book 155b

314 M.—W.)· „τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν“· A

### book 155c.1

ἐν ἀξύλῳ: πολυξύλῳ, b(BCE3) | ἀφ’ ἧς οὐδεὶς ἐξυλί‐

### book 155c.2

σατο, ἵνα πλῆθος ἔχῃ ξύλων, καὶ ἐκ παλαιοῦ τμηθεῖσα ξηροτάτη

### book 155c.3

καὶ πρὸς καῦσιν ἐπιτηδεία. ἐοικυῖα οὖν ἡ παραβολὴ πρὸς τὴν

### book 155c.4

συνέχειαν τῶν πιπτόντων. b(BCE3)T

### book 156.1

εἰλυφόων: σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ

### book 156.2

τὴν μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν

### book 156.3

δὲ καὶ ἄνεμον ἐπιγενέσθαι φησίν. b(BCE3E4)T

### book 156

οἱ δέ τε θάμνοι: οἱ σύμφυτοι—πολύκλαδα φυτά. A

### book 157a1.1

πρόρριζοι πίπτουσιν: πρὸ τῶν ῥιζῶν· οὐ γὰρ

### book 157a1.2

ἅπτεται τῶν ὑπογείων τὸ πῦρ. T

### book 157a2.1

τῶν γὰρ ὑπογείων οὐ δύναται τοσοῦτον ἅπτεσθαι.

### book 157a2.2

b(BCE3E4)

### book 157b.1

ἐπειγόμενοι {πυρός}: Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει

### book 157b.2

„ἐπειγόμενοι“, ὡς τυπτόμενοι· κατὰ γὰρ τῶν θάμνων κεῖται. A

### book 159.1

Τρώων φευγόντων: τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου

### book 159.2

αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῃροῦντο. b(BCE3E4)T

### book 159-61.1

πολλοὶ δ’ ἐριαύχενες ἵπποι 〈/ —ἀμύ‐

### book 159-61.2

μονασ〉: διαστήματα παρέχει, ὡς καὶ τῶν ἄλλων μνημονεύῃ, ὅτι

### book 159-61.3

ἐπράττετό τινα ὑπ’ αὐτῶν διὰ τὴν τοῦ βασιλέως προτροπήν. T

### book 160

κεῖν’ ὄχεα {κροτάλιζον}: λέγει ὁ τεχνικὸς ἐν τῷ 〈αʹ〉

### book 160

ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου (fr. 1 = Hrd. 2, 389, 4, cf.

### book 160.1

Did. p. 344)· „τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλα‐

### book 160.2

βήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβήν, καὶ ἐὰν ᾖ

### book 160.5.1

ἡ ἐκθλιβεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω

### book 160.5.2

συλλαβὴ φύσει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώ‐

### book 160.5.3

μενον.“ περισπᾷ γοῦν τὸ „δεῖλ’“ (Λ 441 al.), | ἐν δὲ τῇ Ὁμηρικῇ

### book 160.5.4

προσῳδία (sc. 2, 76, 11) ἐναντιοῦται τούτῳ. A

### book 161

〈ἡνιόχους ποθέοντες:〉 νοῦν ἐνέθηκε τοῖς ἵπποις. Til

### book 162a1.1

γύπεσ〈σ〉ιν πολὺ φίλτεροι 〈ἢ ἀλόχοισιν〉: ἀρ‐

### book 162a1.2

χαιοπρεπῶς ἔφρασεν ὅτι φίλτεροι ἦσαν τοῖς γυψίν, ὅτε ἀπέθανον, ἢ

### book 162a1.3

ταῖς γυναιξίν, ὅτε ἔζων. b(BCE3E4)T ἢ οὕτως· τοῖς μὲν γυψὶν

### book 162a1.4

ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ. b(BE3E4)T

### book 162a2.1

{κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν:} τότε

### book 162a2.2

πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξί. A

### book 163a.1

Ἕκτορα δ’ ἐκ βελέων 〈ὕπαγε Ζεὺς ἔκ τε

### book 163a.2

κονίησ〉: ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτὸς κεῖται. οὕτως οὖν

### book 163a.3

καὶ ἐν Ὀδυσσείᾳ (λ 134) κεῖται „θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ“. A

### book 163b.1

Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεύς: ἀντὶ τοῦ ἔξω

### book 163b.2

τῶν βελῶν. b(BCE3E4) | ἐντέχνως ἔχει καὶ ταῦτα· τό τε γὰρ

### book 163b.3

παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει τό τε

### book 163b.4

περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Ἕκτορος. καλῶς οὖν τὸν

### book 163b.5

Δία φησὶν αὐτὸν ἐξάγειν, ὡς, εἰ παρῆν, ἀπέλαυσε τοῦ δεινοῦ.

### book 163b

b(BCE3E4)T

### book 165a.1

Ἀτρείδης δ’ ἕπετο σφεδανὸν 〈Δαναοῖσι κελεύ‐

### book 165a.2

ων〉: τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. | σημαίνει

### book 165a.3

δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ

### book 165a.4

τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος. A

### book 165b1.1

〈ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων:〉 τινὲς σφεν‐

### book 165b1.2

δονηδὸν εἵπετο, οἱ δὲ σφεδανὸν κελεύων, †πευστικῶς. T

### book 165b2.1

οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ †σπευ‐

### book 165b2.2

τικῶς εἵπετο. b(BCE3E4)

### book 166-8.1

οἱ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο

### book 166-8.2

〈/μέσσον κὰπ πεδίον, παρ’ ἐρινεὸν ἐσσεύοντο / ἱέμενοι

### book 166-8.3

πόλιοσ〉: μέχρι τοῦ μέσσον κὰπ πεδίον (167) συναπτέον,

### book 166-8.4

εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλ’

### book 166-8.5.1

ἐγγὺς τῆς πόλεως· „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα /

### book 166-8.5.2

ἀμβατός ἐστι πόλισ“ (Ζ 433—4) καὶ ἀλλαχοῦ „οἱ δὲ παρὰ σκοπιὴν

### book 166-8.5.3

καὶ ἐρινεόν“ (Χ 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός.

### book 166-8.5.4

ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ

### book 166-8.5.5

ἐκείνου „Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουλὰς βουλεύουσιν θείου

### book 166-8.10.1

παρὰ σήματι Ἴλου“ (cf. Κ 414—5). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ

### book 166-8.10.2

πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, „οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο“

### book 166-8.10.3

(Κ 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει „στήλῃ κε‐

### book 166-8.10.4

κλιμένος / Ἴλου Δαρδανίδαο“ (Λ 371—2)· ἡ δὲ μάχη ἐν τῷ πεδί‐

### book 166-8

ῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον

### book 166-8.15.1

(167), εἶτα βραχὺ διαστείλαντας τὰ ἑξῆς ῥητέον. καὶ οὕτως λυ‐

### book 166-8.15.2

θήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον, καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ

### book 166-8.15.3

ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ· παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον,

### book 166-8.15.4

ἐν ᾧ τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεόν, ἵενται δὲ τῆς πό‐

### book 166-8.15.5

λεως, ὡς εἰ οὕτως ἔλεγεν· οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου

### book 166-8.20

μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεόν, σπεύδοντες 〈εἰσ〉 τὴν πόλιν. A

### book 166a.1

〈οἱ δὲ παρ’ Ἴλου σῆμα:〉 ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ

### book 166a.2

ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν

### book 166a.3

τὸ πεδίον (cf. Λ 167). A

### book 166b.1

〈Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο:〉 προγονικῶς·

### book 166b.2

Δαρδάνου γὰρ Τρώς, οὗ Ἶλος (cf. Υ 219—32). Til

### book 167.1

μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο: εἰ ἐν τῷ

### book 167.2

μέσῳ τοῦ πεδίου ὁ ἐρινεός, πῶς ἐν τῇ Ζ φησὶ „λαὸν δὲ στῆσον παρ’

### book 167.3

ἐρινεόν“ (Ζ 433); βραχὺ οὖν διασταλτέον ἐπὶ τὸ πεδίον· ἐν μέσῳ γὰρ

### book 167.4

ἦν τὸ Ἴλου σῆμα, ὅθεν καὶ Ἀλέξανδρος τοξεύει καὶ Ἕκτωρ „βουλεύει

### book 167.5.1

θείου παρὰ σήματι Ἴλου“ (Κ 415). ὁ δὲ ἐρινεὸς παρὰ τῷ τείχει·

### book 167.5.2

b (CE3)T „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν“ (Ζ 433). | ἀξιοπίστως

### book 167.5.3

τὰ ὀνόματα τῶν τόπων ὡσεὶ παρὼν τοῖς γινομένοις φησίν. T

### book 171.1

καὶ ἀλλήλους ἀνέμιμνον: νῦν μὲν περιμένουσιν ἀλλή‐

### book 171.2

λους· ὅτε δὲ ὑπὸ Ἀχιλλέως διώκονται, „οὐδ’ ἄρα τοί γ’ ἔτλαν / μεῖναί

### book 171.3

τ’ ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι / ὅς τ’ ἔθαν’ ἐν πολέμῳ“

### book 171.4

(Φ 608—10). οὕτως ἑκατέρῳ προσώπῳ τὸ κατ’ ἀξίαν ἀπονέμει. T

### book 173a

{ἅς τε λέων} ἐφόβησε: ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν. A

### book 173b.1

ἅς τε λέων ἐφόβησε: ὡς καὶ πρώην (sc. Λ 116—9) ἡ

### book 173b.2

ἔλαφος. ἀλλ’ εἶχε προθυμίαν τινὰ ἐκείνη ἐπαμῦναι τοῖς τέκνοις, αἱ δὲ

### book 173b.3

παντελῆ φυγήν. T

### book 173c

ἀμολγῷ: τῇ ἑσπέρᾳ, ἐν ᾗ ἀμέλγουσιν. T

### book 173c.1

ἐν νυκτὸς ἀμολγῷ: τῷ καιρῷ, ἐν ᾧ—οὐδὲ πρόει‐

### book 173c.2

σιν. A

### book 174a1.1

τῇ δέ τ’ ἰῇ ἀναφαίνετ〈αι〉 αἰπὺς ὄλεθρος: ὡς γὰρ

### book 174a1.2

†λέγει† φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον, οὕτως ὁ

### book 174a1.3

Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, ἔκτεινε δέ, ὃν κατελάμβανεν ὑστεροῦν‐

### book 174a1.4

τα (cf. Λ 177—8). περὶ δὲ τὴν ἑσπέραν (cf. Λ 173) δοκεῖ ὁ λέων τοῖς

### book 174a1.5

τετραπόδοις ἐπιχειρεῖν. T

### book 174a2.1

ὡς γὰρ ὁ λέων, φησί, φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ

### book 174a2.2

τὴν πλησίον εὑρισκομένην, οὕτω καὶ Ἀγαμέμνων ἐδίωκε μὲν πάντας,

### book 174a2.3

ἀνῄρει δέ, ὃν κατελάμβανεν ὑστεροῦντα. „ἀμολγῷ“ (Λ 173) δὲ τῷ

### book 174a2.4

ἑσπερινῷ τῆς νυκτὸς καιρῷ, ἐν ᾧ ἀμέλγουσι· τότε γὰρ ὁ λέων τοῖς

### book 174a2.5

†τετράπουσιν† ἐπιβουλεύειν λέγεται. b (CE3)

### book 179-80a.1

πολλοὶ δὲ πρηνεῖς τε〈—ἔγχεϊ θῦεν〉:

### book 179-80a.2

ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται, ὅτι κατὰ τὴν

### book 179-80a.3

Πατρόκλου ἀριστ〈ε〉ίαν (sc. Π 379 [?] et 699) τάξιν ἔχουσι, νῦν δὲ

### book 179-80a.4

οὔ· προείρηται γὰρ „πολλοὶ δ’ ἐριαύχενες ἵπποι / κείν’ ὄχεα κροτά‐

### book 179-80a.5

λιζον ἀνὰ πτολέμοιο γεφύρασ“ (Λ 159—60). | Ζηνόδοτος οὐκ ἔγρα‐

### book 179-80a

φεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπὸ χερσί (180). A

### book 179-80b.1

πολλοὶ δὲ πρηνεῖς τε〈—ἔγχεϊ θῦεν〉: Ἀρίσταρ‐

### book 179-80b.2

χος τοὺς δύο ἀθετεῖ, Ζηνόδοτος οὐ〈δὲ ἔγραφεν〉. T

### book 181-2.1

〈ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε

### book 181-2.2

τεῖχος / ἵξεσθαι, τότε δή ῥα:〉 δι’ ὀλίγων εὐφράνας τὸν ἀκροα‐

### book 181-2.3

τὴν ἐπὶ τὰ συνεκτικὰ ἔρχεται· δεῖ γὰρ συνωθεῖσθαι τοὺς Ἀχαιοὺς εἰς

### book 181-2.4

τὴν ἔξοδον Πατρόκλου. b (CE3)

### book 183.1

Ἴδης ἐν κορυφῇσι 〈καθέζετο πιδηέσσησ〉: ὅτι διὰ

### book 183.2

τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμ‐

### book 183.3

που. A

### book 184a

〈στεροπήν:〉 Ἀρίσταρχος μετὰ τοῦ α „ἀστεροπήν“. Aim

### book 184b.1

ἀστεροπήν: ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην

### book 184b.2

ἀστραπήν, ἀλλὰ τὸ ὁμώνυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν

### book 184b.3

ἀστραπὴν ἀποτελεῖ· „βῆ ῥ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων /

### book 184b.4

χειρὶ λαβὼν ἐτίναξεν“ (Ν 242—3). A

### book 184c.1

ἀστεροπήν: ὄργανον, ὃ τινασσόμενον ἀστραπὰς ποιεῖ.

### book 184c.2

b (CE3)T | γράφεται δὲ καὶ „στεροπήν“. T

### book 186a.1

βάσκ’ ἴθι: Τυραννίων (fr. 5 P.) ὑφ’ ἕν, ὡς ἄπιθι. | ἄμεινον

### book 186a.2

δὲ ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ „ἔλθοι καὶ

### book 186a.3

ἵκοιτο“ (ρ 539 al.). δύναται δὲ καὶ ἴθι ἐπίρ〈ρ〉ημα παρακελεύσεως

### book 186a.4

εἶναι, ‘ἄγε δὴ πορεύου‘, ὡς Νικάνωρ (p. 211 Friedl.) φησίν· ὡς τὸ

### book 186a.5

„ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν“ (Soph. Ai. 1003). T

### book 186b1.1

βάσκ’ ἴθι Ἶρι ταχεῖα, 〈τὸν Ἕκτορι μῦθον ἔνι‐

### book 186b1.2

σπε〉: ὅτι οὐ κατ’ ἐπίθετον τὸ ταχεῖα, ἀλλ’ ἀντὶ τοῦ ταχέως. | ὁ λόγος

### book 186b1.1

δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς

### book 186b1.2

‘πορεύθητι ταχέως Ἶρι‘, ‘τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι‘. ἡ δὲ

### book 186b1.5

συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει. A

### book 186b2.1

{ἶρι} ταχεῖα: ἐπιρ〈ρ〉ηματικῶς, ἀντὶ τοῦ ταχέως, οἷον

### book 186b2.2

καὶ τὸ „τότε μοι χάνοι εὐρεῖα χθών“ (Δ 182). T

### book 186b3.1

τελεία εἰς τὸ ταχεῖα καὶ ἔνισπε. ἡ δὲ συνήθεια συνά‐

### book 186b3.2

πτει. T

### book 187-9.1

ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα〈— / τόφρ’

### book 187-9.2

ἀναχωρείτω〉: ὕψωσιν περιέχει ὁ λόγος ὡς καὶ τοῦ θεοῦ παραινοῦν‐

### book 187-9.3

τος τῷ ἀπονενοημένως κινδυνεύοντι. b (CE3)T

### book 191a.1

ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: πρὸς τὴν διαφορὰν

### book 191a.2

τοῦ τύψαι καὶ βαλεῖν. A

### book 191b.1

ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: ἀξιοπίστως ἐπιδι‐

### book 191b.2

στάζων φησίν· τὸ γὰρ ὁρίζειν ὡς τρωθήσεται λύοντος ἦν τὸ μέλλον

### book 191b.3

εἰσάγεσθαι πάθος ἐκ τῆς τοῦ βασιλέως πληγῆς. b (CE3)T

### book 192a1.1

ἅλεται: ὅτι ἀντὶ τοῦ ἅληται. | ψιλοῦται, εἴτε ἐπὶ τοῦ

### book 192a1.2

ἐκκλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.), εἴτε ἐπὶ τοῦ

### book 192a1.3

συστραφῆναι, ὡς καὶ Τυραννίων (fr. 20 P.), ᾧ καὶ μᾶλλον συγκατα‐

### book 192a1.4

τίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν

### book 192a1.5.1

γὰρ δεύτερος ἀόριστος „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408), καὶ πληθυντικὸν

### book 192a1.5.2

τρίτον κατὰ συγκοπὴν „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12) ἀπαρέμφατόν

### book 192a1.5.3

τε „ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714). καὶ ὥσπερ ἡ φα‐

### book 192a1.1

νείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· „οἴμησεν δὲ ἀλείσ“ (Χ 308), καὶ

### book 192a1.2

οὐδέτερον „ᾗ χειμέριον ἀλὲν ὕδωρ“ (Ψ 420), καὶ πληθυντικὸν ἀρσενι‐

### book 192a1.10.1

κὸν „αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντεσ“ (Φ 534), καὶ γε‐

### book 192a1.10.2

νικὴ „πόλις δ’ ἔμπλητο ἀλέντων“ (Φ 607). τούτου τοίνυν ὑποτακτι‐

### book 192a1.10.3

κὸν ἄληται ὡς λάβηται. συστολῇ οὖν ἐγένετο ἢ μεταβολῇ ἐγκλίσεως,

### book 192a1.10.4

ὁμοίως τῷ „ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων“ (Ι 409), „ὄφρα καὶ

### book 192a1.10.5

ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτήσ“ (ξ 400), καὶ τὸ „ἢ αὐτὸς

### book 192a1.15.1

φθίεται πρώτῳ ἐν ὁμίλῳ“ (Υ 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ

### book 192a1.15.2

σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται. A

### book 192a2.1

{εἰς ἵππους ἄλεται:} ψιλωτέον τὸ ἄλεται καὶ τὸ συστρα‐

### book 192a2.2

φῇ ἐκδεκτέον. | τὸ δὲ ἄλεται ἀντὶ τοῦ ἄληται. T

### book 192a3

τὸ δὲ σημεῖον, ὅτι τὸ ἄλεται ἀντὶ τοῦ ἄληται. T

### book 192b.1

τότε οἱ κράτος ἐγγυαλίξω: ἵνα μὴ λυπώμεθα ὡς τοῖς

### book 192b.2

Τρωσὶν ἡττωμένων τῶν Ἀχαιῶν, ἀλλὰ Διΐ. b (CE3)T

### book 194a.1

δύῃ τ’ ἠέλιος: ἵνα εἰδότες τὸν καιρὸν τῆς ἥττης μὴ βα‐

### book 194a.2

ρέως ἀκούοιμεν τῶν λεγομένων κακῶν περὶ τῶν Ἑλλήνων. b (CE3)T

### book 194b.1

κνέφας ἱερόν: ἐπειδὴ „μακάρων τοι νύκτες ἔασι“ (Hsd.

### book 194b.2

opp. 730), διὰ τοῦτο ἱερὸν φησὶ τὸ κνέφας. T

### book 196.1

βῆ δὲ κατ’ Ἰδαίων 〈ὀρέων εἰς Ἴλιον ἱρήν〉: ὅτι θη‐

### book 196.2

λυκῶς τὴν Ἴλιον, καὶ ὅτι νῦν γραπτέον κατ’ Ἰδαίων ὀρέων. ὅταν

### book 196.3

δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον, „βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐπὶ

### book 196.4

μακρὸν Ὄλυμπον“ (Θ 410), ὡς ἀπ’ ἴσου ἐπ’ ἴσον. A

### book 197-8.1

εὗρ’ υἱὸν Πριάμοιο〈— /〉 ἑσταότ’ 〈ἔν θ’ ἵπ‐

### book 197-8.2

ποισι καὶ ἅρμασι κολλητοῖσιν〉: ὅρα, τί καταλαμβάνεται πράτ‐

### book 197-8.3

των ὁ βάρβαρος· ἕστηκεν ἀργὸς ἐπὶ τῶν ἁρμάτων μήτε πολεμῶν

### book 197-8.4

μήτε ἐγκελευόμενος τοῖς φεύγουσιν. Ἕλλην δὲ οὐκ ἂν ἐποίει τοῦτο.

### book 197-8.5

b (CE3)T

### book 201a.1

τεΐν: σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυ‐

### book 201a.2

μία | Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται

### book 201a.3

ὁ αὐτὸς τόνος. A

### book 201b.1

τεΐν {τάδε μυθήσασθαι}: τὸ τίν Δωρικὴ ἀντωνυμία κατὰ

### book 201b.2

πλεονασμὸν τοῦ ε γέγονε τεΐν· διὸ φυλακτέον τὸν τόνον. b (CE3)T

### book 212.1

πάλλων 〈δ’〉 ὀξέα δοῦρα 〈κατὰ στρατὸν ᾤχετο

### book 212.2

πάντῃ〉: τοῦτο ποιεῖ ὑπόνοιαν διδοὺς τοῖς Τρωσὶν ὡς καὶ αὐτὸς

### book 212.3

μάχεται· οὐ γὰρ ἔδει λάθρα ὑποχωρῆσαι, μὴ ἄρα χαλεπωτέραν

### book 212.4

ὑποψίαν παράσχῃ τοῖς Τρωσίν. b (CE3)T

### book 215

〈δ’ ἑτέρωθεν:〉 ἔν τισιν „〈δὲ〉 καὶ αὐτοί“. Aim

### book 216-7.1

ἐκ δ’ Ἀγαμέμνων / πρῶτος ὄρουσε: ὡς ἂν παρ‐

### book 216-7.2

οξυνθεὶς ἐπὶ τῷ θράσει τῶν βαρβάρων ἐπιμένει τῇ προθυμίᾳ. b

### book 216-7.3

(CE3)T

### book 217a.1

ὄρους’ ἔθελεν: πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ

### book 217a.2

ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „μήτε σὺ Πη‐

### book 217a.3

λείδήθελ’“ (Α 277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵν’ ᾖ ἔθελε. A

### book 217b.1

ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων: ἵνα καὶ

### book 217b.2

τοὺς ἄλλους διὰ τῆς ἰδίας προθυμίας προτρέψηται. κοινὸν δὲ ἀμφοτέ‐

### book 217b.3

ρων τὸ πολύ, τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων. T

### book 218.1

ἔσπετε νῦν μοι, Μοῦσαι: ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας

### book 218.2

καλεῖ ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀ‐

### book 218.3

κμαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς. b(BCE3E4)T

### book 219a1.1

ἀντίος {ἦλθε}: Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος,

### book 219a1.2

Ἀρίσταρχος „ἀντίον“ διὰ τοῦ ν. A

### book 219a2

Ἀρίσταρχος „ἀντίον“ γράφει. Til

### book 220.1

ἢ αὐτῶν Τρώων ἠὲ κλητῶν ἐπικούρων {ἰφιδάμας}:

### book 220.2

ὑπερβολικῶς ὥσπερ μέγα αἴτημα περὶ πολλῶν μυριάδων αἰτεῖ. T

### book 221a

Ἰφιδάμας Ἀντηνορίδης: ἐὰν αὐτὸν τῶν ἐπικούρων

### book 221a.1

εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ καὶ ἦγε Θρᾷκας ἐπικούρους (cf. Λ 222.

### book 221a.2

228—30), ἔσται πρὸς τὸ δεύτερον πρότερον ἀπηντηκώς. γεγέννηται

### book 221a.3

μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς

### book 221a.5.1

Θρᾴκην ἐξεληλύθει. καὶ ἦν πατρὸς Τρωός, γεννηθεὶς δὲ ἐδόθη τρέφε‐

### book 221a.5.2

σθαι τῷ μητροπάτορι. οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν

### book 221a.5.3

τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης (cf. Ε

### book 221a.5.4

412). | ἡ διπλῆ δέ, ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε, καθάπερ ἐν ἀρχῇ

### book 221a.5.5

τῆς Ἰλιάδος „τίς τ’ ἄρ σφωε θεῶν“ (Α 8), εἶτα „Λητοῦς καὶ Διὸς

### book 221a.10

υἱόσ“ (Α 9). A

### book 221b.1

Ἰφιδάμας Ἀντηνορίδης: νεώτατος οὗτος, Κόων δὲ

### book 221b.2

„πρεσβυγενὴς Ἀντηνορίδησ“ (Λ 249). | ἡ δὲ ἐπεξήγησις τῶν ἀναιρου‐

### book 221b.3

μένων πίστιν ἀληθείας ὑπογράφει καὶ πρὸς ἀξιοπιστίαν βασιλικοὺς

### book 221b.4

ποιεῖ φονευομένους. ἄδηλα δὲ τὰ τῶν πολέμων· διὸ φονεύει τοῦτον

### book 221b.5

Ἀντηνορίδην ὄντα, ἀγνοῶν τίς ἐστιν. T

### book 222a1.1

μητέρι μήλων: Ζηνόδοτος „μητέρι θηρῶν“. τῇ δὲ

### book 222a1.2

ἐριβώλακι συνᾴδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ εὔθηρον. A

### book 222a2

{μητέρι μήλων:} Ζηνόδοτος „〈μητέρι〉 θηρῶν“ γράφει.

### book 222a2

ἀντίκειται δὲ τὸ ἐριβώλακι. T

### book 223a.1

Κισσῆς: 〈Κισσῆσ〉 ὡς „Ἑρμῆσ“ (Υ 72 al.)· καὶ μήποτε

### book 223a.2

παρὰ τὸ κισσός παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατὰ συναλιφὴν

### book 223a.3

Κισσῆς. A

### book 223b.1

Κισσῆς 〈τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα〉:

### book 223b.2

ἀπὸ τοῦ Κισσέας τὸ Κισσῆς· διὸ περισπαστέον. | ὡς νεώτατον δὲ

### book 223b.3

εἰς εἰρηνικὰ χωρία διδόασιν αὐτὸν ἐκτρέφεσθαι οἱ γονεῖς. b(BCE3E4)T

### book 226a.1

αὐτοῦ μιν κατέρυκε, 〈δίδου δ’ ὅ γε θυγατέρα ἥν〉:

### book 226a.2

ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφότεροι γὰρ

### book 226a.3

μητρὸς ἀδελφὰς ἐγάμησαν, AT ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδράστου

### book 226a.4

(cf. Ε 412), Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς

### book 226a.5

Κισσέως. A

### book 226b.1

δίδου δ’ ὅ γε θυγατέρα ἥν: νῦν μὲν ψιλὸν τὸ τῆς

### book 226b.2

ἐκδόσεως, ἐν δὲ τοῖς ἑξῆς καὶ ἐπεξεργασίᾳ τινὶ κέχρηται, „ἧς οὔτι

### book 226b.3

χάριν ἴδε, πολλὰ δ’ ἔδωκεν“ (Λ 243)· καὶ ἔχει δαιμονίως τὰ τοῦ ἐπι‐

### book 226b.4

μερισμοῦ· ὅπου μὲν γὰρ διηγεῖται (sc. 226), ψιλὸν τὸ τῆς ἐκδόσεως

### book 226b.5.1

ἔθηκεν, ὅπου δὲ παθαίνεται ἐπὶ τῷ ἀνῃρημένῳ (sc. Λ 241—5), καὶ περὶ

### book 226b.5.2

δώρων ὑποβάλλει καὶ παίδων. T

### book 227a.1

γήμας δ’ ἐκ θαλάμοιο 〈μετὰ κλέος ἵκετ’ Ἀχαιῶν〉:

### book 227a.2

βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον. καὶ ὅτι

### book 227a.3

καθ’ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γάμου καὶ τὴν περὶ τὸν

### book 227a

πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρεσέως. A

### book 227b.1

〈γήμας δ’ ἐκ θαλάμοιο:〉 μετὰ τὸν δέ ὀλίγη διαστολὴ

### book 227b.2

διὰ τὸ πάθος. | ὡς καὶ ἐπὶ Πρωτεσιλάου (cf. Β 700—1). Til

### book 227c.1

μετὰ κλέος ἵκετ’ Ἀχαιῶν: ὡς νέος καὶ νεωτέρων πραγ‐

### book 227c.2

μάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι. καὶ Πίνδαρος (fr. 110 Sn.)·

### book 227c.3

„γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις / ταρβεῖ προσιόντα νιν

### book 227c.4

περισσῶσ“. A b (BCE3E4)T οὕτω Πῖος (fr. 4 H.). T

### book 227d.1

〈μετὰ κλέος ἵκετ’ Ἀχαιῶν:〉 ἡ γὰρ ἧττα τούτου δόξα

### book 227d.2

τῶν Ἑλλήνων ἐγίνετο. Aint

### book 229.1

ἐν Περκώτῃ 〈λίπε〉: ἀρχαία αὕτη, ἣν νῦν Παλαιπερκώτην

### book 229.2

καλοῦσιν. τῆς Λαμψακηνῶν δὲ ἦν χώρας. καλῶς δὲ καὶ τὸ λίπε·

### book 229.3

καὶ γὰρ τότε ὁ Ἑλλήσποντος ὑπὸ τοῖς Ἀχαιοῖς ἦν. T

### book 229

τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ: ἐθαλασσοκράτουν—

### book 229.5

πόλις Ἑλλησπόντου. A

### book 230

〈ἐών:〉 διχῶς, καὶ ἐὼν καὶ „ἰών“. Aim

### book 233.1

Ἀτρείδης μὲν ἅμαρτε, 〈παραὶ δέ οἱ ἔτραπετ’

### book 233.2

ἔγχοσ〉: ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγχάνοντα εἰσάγῃ. ἅμα δὲ

### book 233.3

καὶ τὸ ἀνθρώπινον ἐνδείκνυται. b(BCE3E4)T εἰς δὲ τὴν ἀριστείαν

### book 233.4

Ἀγαμέμνονος συντελεῖ τὸ μηδὲ τοῦτον φυγεῖν, ἀλλὰ τῇ δευτέρᾳ

### book 233.5

πληγῇ ἀναιρεθῆναι (cf. Λ 240). T

### book 233.1

Ἀτρείδης μὲν ἅμαρτε: ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος

### book 233.2

—ἀφεὶς νικᾶται. A

### book 234a

{ἰφιδάμας δὲ} κατὰ ζώνην θώρηκος ἔνερθε: ὅτι οὐ

### book 234a.1

λέγει διὰ τοῦ θώρηκος ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην

### book 234a.2

θώρακος, τὴν θωρακοζώνην λεγομένην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω

### book 234a.3

μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ „νύξε δέ μιν κατὰ χεῖρα μέσην

### book 234a.5.1

ἀγκῶνος ἔνερθε〈ν〉“ (Λ 252), οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ

### book 234a.5.2

τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος· τῆς θωρακοζώνης εἰς

### book 234a.5.3

τὸ κάτω μέρος ἔνυξεν. A

### book 234b.1

κατὰ ζώνην 〈θώρηκος ἔνερθεν〉: οὐ τὸν θώρακα δη‐

### book 234b.2

λοῖ, ἀλλὰ τὴν καλουμένην θωρακοζώνην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω

### book 234b.3

μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ „ἀγκῶνος ἔνερθε“ (Λ 252),

### book 234b.4

κατὰ τὸ κάτω μέρος τοῦ ἀγκῶνος. b(BCE3E4)T

### book 234c.1

θώρηκος ἔνερθε: τὸ κάτωθεν διττῶς νοεῖται, ἓν μὲν τὸ

### book 234c.2

κατὰ βάθος, ἓν δὲ τὸ κατὰ μῆκος, ὅπερ βούλεται λέγειν καὶ ἐπὶ Μενε‐

### book 234c.3

λάου, „ὅθι ζωστῆρος ὀχῆες / χρύσειοι σύνεχον“ (Δ 132—3), πρὸς

### book 234c.4

τὸ δυσδιακόμιστον τῆς πληγῆς. T

### book 239a1.1

{ἕλκ’ ἐπι} οἷ: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετά‐

### book 239a1.2

ληψις. A

### book 239a2.1

ὀρθοτονητέον δὲ τὴν οἷ καὶ εἰς σύνθετον μεταληπτέον.

### book 239a2.2

b(BCE3E4)T

### book 239b.1

ἕλκ’ ἐπὶ οἷ: ἐφ’ ἑαυτῷ ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ

### book 239b.2

δόρατι. ἐφ’ ἑαυτῷ δὲ ἕλκει οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνακεκλά‐

### book 239b.3

σθαι τὴν αἰχμήν· δῆλον γὰρ ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ. b(BCE3E4)

### book 239b.4

T ἢ τὸ ἐπὶ οἷ τοιοῦτόν ἐστιν· εἰς 〈τὸ〉 παρ’ ἑαυτὸν μέρος, οὐ

### book 239b.5

πάντως ἐπὶ τὸ σῶμα ἑαυτοῦ. T

### book 239c1.1

{ὥστε} λίς: ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων

### book 239c1.2

περισπᾷ· ὡς γὰρ παρὰ τὸ μῦς μῦν, φησί, καὶ „νοῦσ“ (κ 240) νοῦν,

### book 239c1.3

οὕτως καὶ λῖς, λῖν· „ἐπί τε λῖν ἤγαγε δαίμων“ (Λ 480). καὶ ἔστι

### book 239c1

συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ

### book 239c1.5.1

καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων

### book 239c1.5.2

περιεσπάσθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ση‐

### book 239c1.5.3

μαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ, λέγω δὲ τὸ „λὶς

### book 239c1.5.4

πέτρη“ (μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ „θίσ“ (μ 45) καὶ ῥίς,

### book 239c1.5.5

καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ

### book 239c1.10

τόνον ὁ Ἀρίσταρχος· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. A

### book 239c2

Ἀρίσταρχος δὲ ὀξύνει τὸ λίς ὡς τὸ „θίσ“. T

### book 239d.1

ὥς τε λίς: συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ

### book 239d.2

ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα

### book 239d.3

ἀφαιρούμενοι τῶν κτεινόντων τὸ ὅπλον καὶ λανθάνουσιν ἑαυτοὺς

### book 239d.4

τιτρώσκοντες. b(BCE3E4)T

### book 242-3a1.1

οἰκτρός, ἀπὸ μνηστῆς 〈ἀλόχου, ἀστοῖσιν

### book 242-3a1.2

ἀρήγων, / κουριδίησ〉: βραχὺ διασταλτέον ἐπὶ τὸ οἰκτρός (242)

### book 242-3a1.3

καὶ ἀλόχου (242) πρὸς τὸ σαφέστερον, ὑποστικτέον δὲ ἀνυποκρίτως

### book 242-3a1.4

ἐπὶ τὸ ἀρήγων (242)· τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης, τὸ δὲ

### book 242-3a1.5.1

ἀστοῖσιν ἀρήγων (242) διὰ μέσου. δηλοῖ δὲ τοὺς αὐτοῦ πολίτας·

### book 242-3a1.5.2

Ἀντήνορος γὰρ υἱός ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων /

### book 242-3a1.5.3

κουριδίης, ἁμαρτησόμεθα· ἡ γὰρ γυνὴ Θρᾷσσά ἐστιν, ὥσπερ καὶ ὁ

### book 242-3a1.5.4

πατὴρ Κισσῆς. A

### book 242-3a2.1

διαστολὴ εἰς τὸ οἰκτρός καὶ ἀλόχου, τελεία δὲ εἰς τὸ

### book 242-3a2.2

ἀρήγων. Til

### book 242a.1

οἰκτρός, ἀπὸ μνηστῆς 〈ἀλόχου〉: ἐπεὶ περὶ θαλάμου

### book 242a.2

ἔμπροσθεν (sc. Λ 227) διελέγετο καὶ κοίτης τῆς παρὰ γυναικί, περι‐

### book 242a.3

παθῶς ἄγαν τῇ ἐπιφωνήσει ἐχρήσατο. b(BCE3E4)T

### book 242b

ἀστοῖσιν ἀρήγων: τοῖς Τρωσίν, ἐπεὶ Ἀντήνορος ἦν

### book 242b

παῖς. b(BCE3E4)T τινὲς δὲ ἔθνος Θρᾳκικόν. T

### book 243a1.1

〈ἧς οὔτι χάριν ἴδε:〉 χάριν τὴν ἐπὶ τοῖς τέκνοις καὶ

### book 243a1.2

τῆς συμβιώσεως. T

### book 243a2.1

ἤτοι οὐκ ἐχάρη ἐπὶ τῇ συμβιώσει αὐτῆς οὐδὲ ἐπὶ τεκνο‐

### book 243a2.2

ποιήσει. b(BCE3E4)

### book 243b.1

ἧς οὔτι χάριν ἴδε: τοιαῦτα καὶ ἐπὶ Πρωτεσιλάου·

### book 243b.2

„τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο / καὶ δόμος ἡμιτε‐

### book 243b.3

λήσ“ (Β 700—1). T

### book 243c1.1

πολλὰ δ’ ἔδωκεν: ὅρα ὅτι παρὰ τὴν τάξιν ἀλλοιότερα

### book 243c1.2

φαίνεται· †εἶπε γὰρ† ‘„δίδου δ’ ὅγε θυγατέρα ἥν“ (Λ 226) λαμβάνων

### book 243c1.3

ἐπ’ αὐτῇ δῶρα τοιάδε‘, ἄκαιρος ἦν ἀδολεσχία. ἐκεῖνα μὲν οὖν ψιλῶς

### book 243c1.4

διηγήσατο· νῦν δὲ συμπαθῶν φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα

### book 243c1.5

οὐκ ὤνατο αὐτῆς. οἰκειότατα οὖν ἔχει ἡ τομὴ τοῦ διηγήματος. T

### book 243c2.1

περιπαθῶς δέ φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα. b

### book 243c2.2

(BCE3E4)

### book 244a1.1

πρῶθ’ ἑκατὸν βοῦς 〈δῶκεν〉: ὅτι θρέμμα〈τα〉 ἐδίδο‐

### book 244a1.2

σαν οἱ μνηστευόμενοι. πρὸς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων

### book 244a1.3

(cf. Σ 593), ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας, ὅ ἐστιν εὑρίσκουσαι. A

### book 244a2

πρὸς τὴν ἐπεξήγησιν τοῦ „ἀλφεσίβοιαι“ (Σ 593). Til

### book 244-5.1

χίλι’ ὑπέστη 〈/ —ποιμαίνοντο〉: ὑπέσχετο

### book 244-5.2

ὥστε ἐκ τῆς ἐπιγονῆς τῶν ποιμνίων καὶ ταῦτα ἀποδοῦναι. b(BCE3

### book 244-5.3

E4)T

### book 247.1

βῆ δὲ φέρων〈—〉τεύχεα καλά: ἔοικε διαφέροντα

### book 247.2

εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφίου· b(BCE3E4)T διὸ οὐ παρέρχε‐

### book 247

ται αὐτά. b(BE3E4)T

### book 248.1

τὸν δ’ ὡς οὖν ἐνόησε Κόων: εἰκὸς γὰρ ὑπερασπίζειν αὐτοῦ

### book 248.2

τὸν ἀδελφὸν διὰ τὸ ἄπειρον καὶ †νέον τῶν πολεμίων. T

### book 249.1

κρατερόν ῥά ἑ πένθος: ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν

### book 249.2

φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖ‐

### book 249.3

σαν. A

### book 251a.1

στῆ δ’ εὐρὰξ 〈σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα

### book 251a.2

δῖον〉: ἠνάγκασται μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ παρακινδυνεύειν, οὐ

### book 251a.3

τολμᾷ δέ, ἀλλὰ κλέπτει τὴν μάχην. λεληθότως οὖν ἀτυχίας, οὐκ

### book 251a.4

ἀνανδρίας ἐγκαλεῖ τῷ Ἀγαμέμνονι· ἀριστεύων γοῦν ὑπό τινος εὐτε‐

### book 251a.5.1

λοῦς ἐκ πλαγίου τιτρώσκεται, ἔπειτα τῆς οἰκείας γῆς δυστυχῶς ἐπέβη

### book 251a.5.2

(cf. δ 521—35). Μενέλαος δὲ τοὐναντίον „μαλθακὸσ“ μὲν „αἰχμητήσ“

### book 251a.5.3

(Ρ 588), ἄλλως δὲ μακάριος. διδάσκει οὖν ὁ ποιητὴς ὡς τέλεια τὰ

### book 251a.5.4

ῥώμης ἅμα καὶ τύχης. b(BCE3E4)T

### book 251b.1

{στῆ δ’} εὐράξ: τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λή‐

### book 251b.2

γοντα ἐπιρρήματα ὀξύνεται, ὑπεσταλμένου τοῦ „ἅπαξ“ (μ 22. 350).

### book 251b.3

σημαίνει δὲ τὸ ἐκ πλαγίου. A

### book 252a.1

〈νύξε δέ μιν〉 κατὰ χεῖρα μέσην: τὴν ἀριστεράν·

### book 252a.2

καὶ γὰρ ἐν τῷ Ἐπιταφίῳ (sc. Ψ 887) ἀνίσταται ἄκοντι ἀγωνίσασθαι.

### book 252a.3

ἀλλὰ καὶ Ὀδυσσεὺς παλαίει (sc. Ψ 709—39), τὴν πλευρὰν τρω‐

### book 252a.4

θείς (cf. Λ 435—8). | διὰ τὸ αἰφνίδιον καὶ λεληθός. T

### book 252b.1

{νύξε δέ μιν κατὰ χεῖρα μέσην} ἀγκῶνος ἔνερθεν:

### book 252b.2

ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ

### book 252b.3

ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω· „Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος

### book 252b.4

ἔνερθεν“ (Λ 234). A

### book 255.1

ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης: πρὸς τὸ μηδὲ τοῦτον

### book 255.2

[τρωθέντα ἀπα]λλάσσεσθαι. T

### book 256a.1

ἀνεμοτρεφὲς ἔγχος: ὅτι διὰ τοῦ ἀνεμοτρεφές βούλε‐

### book 256a.2

ται σημαίνειν τὸ εὔτονον· τὰ γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔ‐

### book 256a.3

τονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα· διὸ καὶ τὴν Ἀχιλλέ‐

### book 256a.4

ως μελίαν „Πηλίου ἐκ κορυφῆσ“ (Π 144) λέγει τετμῆσθαι. | οἱ

### book 256a.5.1

δὲ ἀπέδωκαν A ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον—

### book 256a.5.2

δένδρα στερεά. AAim

### book 256b.1

ἀνεμοτρεφές: στερεόν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς

### book 256b.2

ἶνας· b(BCE3)T καὶ ἀλλαχοῦ· „οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐρι‐

### book 256b.3

θηλὲς ἐλαίης, / τὸ δέ τε πνοιαὶ δονέουσιν“ (Ρ 53. 55). δῆλον δὲ

### book 256b.4

ἐξ ὧν καὶ τὸ κῦμα „ἀνεμοτρεφέσ“ (Ο 625) φησίν. T

### book 256c.1

ἀνεμοτρεφές: τὸ τρεφόμενον ὑπὸ ἀνέμων, ὅ ἐστιν

### book 256c.2

ἰσχυρόν. τὸ ἐναντίον δὲ ἐπὶ τοῦ ἀσθενοῦς φυτοῦ· „ἐλθών τ’ ἐξα‐

### book 256c.3

πίνης ἄνεμος / βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσ〈σ〉’ ἐπὶ γαίην“

### book 256c.4

(Ρ 57—8). T ἢ ἀνεμοτρεπές, τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις

### book 256c.5

ξύλον διὰ στεριφότητα. b(BCE3E4)T

### book 257a1.1

ὄπατρον: ψιλωτέον, οὐχ ὡς οἴονται διὰ τὴν συγκο‐

### book 257a1.2

πήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν

### book 257a1.1

δὲ ἡμεῖς ἐν ἑτέροις (cf. Hrd. 2, 258, 8 et 24) ὡς καὶ δασύνεται·

### book 257a1.2

ἑστήκαμεν γοῦν καὶ „ἕσταμεν“ (λ 466), Ἡράκλεες Ἥρακλες. τί

### book 257a1.5.1

οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν

### book 257a1.5.2

πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π

### book 257a1.5.3

κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω, ὀπή,

### book 257a1.5.4

ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο „ὀπάων“

### book 257a1.5.5

(Η 165 al.). οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ

### book 257a1.10.1

ἀναφορικὴ σημασία, διὰ τὸ „ὁποῖοσ“ (ρ 421. τ 77), „ὅπωσ“ (Α

### book 257a1.10.2

136. α 57) καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι

### book 257a1.10.3

τὸ ὁπλή καὶ τὸ „ὅπλον“ (φ 390) καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A

### book 257a2.1

ὄπατρον: ψιλωτέον τὸ ὄπατρον· τὸ ο πρὸ τοῦ π

### book 257a2.2

φιλεῖ ψιλοῦσθαι, εἰ μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή

### book 257a2.3

καὶ „ὅπλον“ καὶ τῶν παρ’ αὐτά. T

### book 259.1

τὸν δ’ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπ’ ἀσπίδος ὀμφαλοέσ‐

### book 259.2

σης: ὡς δὴ μὴ πάσης κρατῶν τῆς δυνάμεως ἄλλο τι πράσσοντα

### book 259.3

τοῦτο〈ν〉 ἀναιρεῖ, τῶν δὲ ἄλλων ἄντικρυς κρατεῖ. T

### book 261a1.1

τοῖο δ’ ἐπ’ Ἰφιδάμαντι κάρη ἀπέκοψε: περι‐

### book 261a1.2

παθῶς· ᾧ ἐπικουρῶν Κόων ἐβόα τοὺς ἑταίρους καλῶν, †τούτῳ

### book 261a1.3

αὐτὸν ὁ Ἀγαμέμνων ἔτρωσεν. T

### book 261a2

ᾧ ἐπικουρῶν ὁ Κόων ἔτρωσεν Ἀγαμέμνονα, ἐπ’ αὐτῷ

### book 261a2

τρωθεὶς κατέπεσεν. b(BCE3E4)

### book 262-3.1

ἔνθ’ Ἀντήνορος υἷεσ〈—Ἄϊδος εἴσω〉:

### book 262-3.2

περιπαθῶς ἀπήγγειλεν. διὰ τί δὲ Ἀντηνορίδην φονεύει; ὅτι αὐτὸς

### book 262-3.3

ἦρξε σταθεὶς εὐρὰξ (cf. Λ 251) καὶ βαλὼν Ἀγαμέμνονα· οὐ γὰρ

### book 262-3.4

ῥητέον ὡς ἠγνόουν ἀλλήλους, ἐπεὶ σαφῶς εὑρίσκομεν ἐν τοῖς Αἴαντος

### book 262-3.5.1

λόγοις „ἀλλὰ κασίγνητος Ἀντήνοροσ“ (Ξ 473)· ὁ γὰρ Ἰφιδάμας

### book 262-3.5.2

νέηλυς ἦν. T

### book 262.1

{ἔνθ’ ἀντήνωρος υἷες} ὑπ’ Ἀτρείδῃ βασιλῆϊ: 〈ὅτι〉

### book 262.2

ἀντὶ τοῦ ὑπ’ Ἀτρείδου βασιλέως, πρὸς τὴν μετάληψιν τῆς πτώ‐

### book 262.3

σεως. A

### book 263.1

ἔδυν: τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικόν, κατὰ

### book 263.2

συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν. A

### book 266.1

ἐξ ὠτειλῆς: ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει,

### book 266.2

παρὰ τὸ οὐτάσαι. A

### book 267a.1

αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’

### book 267a.2

αἷμα: ἰατρικῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά ἐστι τὰ ἕλκη.

### book 267a.3

b(BCE3E4)Til

### book 267b

〈αὐτὰρ ἐπεί:〉 ἀντὶ τοῦ ἐπεὶ δέ. Til

### book 268.1

ὀξεῖαι δ’ ὀδύναι 〈δῦνον μένος Ἀτρεΐδαο〉: ὡς

### book 268.2

γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ὑπὸ τῶν τοιούτων φλεγμονῶν. κυριώ‐

### book 268.3

τατα οὖν κεῖται τὸ ὀξεῖαι. καὶ ἔστι δυσμετάληπτον τὸ ὄνομα, τοῖς

### book 268.4

πεπειραμένοις μόνοις δῆλον. διὰ δὲ τοῦ δῦνον μένος τὴν εἰς βάθος

### book 268.5

χωρήσασαν ἀλγηδόνα ἐσήμανεν. A b (BCE3E4)T

### book 269-71.1

ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα

### book 269-71.2

/ δριμύ, 〈—ὠδῖνας ἔχουσαι〉: πρὸς τοὺς νυγμοὺς τῆς

### book 269-71.3

ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοσαῦτα;

### book 269-71.4

b(BCE3E4)T πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ

### book 269-71.5.1

(269), τὸ δριμύ (270), τὸ πικρόν (cf. 271), ἐπιτείνων τὰς ὀδύνας.

### book 269-71.5.2

A b (BCE3E4)T πᾶν δὲ τὸ πόνον ἐμποιοῦν βέλος λέγεται. T

### book 270a.1

προϊεῖσι: ὡς „τιθεῖσι“ (Π 262. β 125)· καὶ γὰρ ἐν

### book 270a.2

ἑτέροις „ὄπα λειριόεσσαν ἱεῖσιν“ (Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ

### book 270a.3

εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετο‐

### book 270a.4

χῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν· „ἱέντεσ“ (B 774 al.), ἱέντων ἱεῖσι·

### book 270a.5.1

οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ „φασί“ (Β 783 al.)· ῥῆμα γὰρ

### book 270a.5.2

ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται. A

### book 270b.1

μογοστόκοι: Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ

### book 270b.2

φησιν ἔννοιά ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυ〈ι〉αι πάσχουσιν, ἵνα προ‐

### book 270b.3

παροξύνωμεν, ἀλλ’ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ (sc.

### book 270b.4

ad Γ 354) τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα

### book 270b.5.1

παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύει· εἰσὶ γάρ τινες κανόνες, καθ’

### book 270b.5.2

οὕς, κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύνεσθαι δεῖ. μά‐

### book 270b.5.3

χεται μέντοι ἄντικρυς τὸ „ὄρνυσθ’, ἱππόδαμοι Τρῶεσ“ (Δ 509)·

### book 270b.5.4

ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦν‐

### book 270b.5.5

τι προπαρωξυτονήθη. A

### book 270c.1

μογοστόκοι: αἱ ἐπὶ τῶν μόγις τικτουσῶν τεταγμέναι,

### book 270c.2

b(BCE3E4)T ὡς ξένιος Ζεὺς (cf. ξ 389) ὁ ἐπὶ τῶν ξένων. T

### book 270d

Εἰλείθυιαι: ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυν‐

### book 270d.1

τικῶς Εἰλειθυίας λέγει. ἀριθμὸν δὲ αὐτῶν οὐδὲ ὀνόματα παραδί‐

### book 270d.2

δωσιν, ὥσπερ οὐδὲ Μουσῶν. Εἰλείθυιαι δὲ Διὸς καὶ Ἥρας θυγατέ‐

### book 270d.3

ρες, τῶν τοκετῶν προϊστάμεναι. A

### book 271.1

πικρὰς ὠδῖνας ἔχουσαι: ἀμφίβολον· ἢ γὰρ ἐπιμελείας

### book 271.2

ἀξιοῦσαι, ὡς τὸ „καί μοι κῆπον ἔχει“ (δ 737), b(BCE3E4)T ἢ

### book 271.3

ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι, b(BE3E4)T ὡς

### book 271.4

τὸ „ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοσ“ (Ξ 129). T ἄμει‐

### book 271.5

νον δὲ τὸ πρῶτον. b(BE3E4)

### book 273.1

ἐς δίφρον δ’ ἀνόρουσε: πρῶτον τὸν βασιλέα (cf. Λ

### book 273.2

273—83), ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει, b(BCE3E4)T Διομήδη

### book 273.3

(cf. Λ 396—400), Ὀδυσσέα (cf. Λ 487—8), Εὐρύπυλον (cf. Λ

### book 273.4

592—5. 809—48), Μαχάονα (cf. Λ 517—20. 618—43), T ὅπως

### book 273.5.1

ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκοίη τῶν νεῶν ἡ καῦσις γενέσθαι.

### book 273.5.2

b(BCE3E4)T πῶς δὲ οὐδένα στρατηγὸν ἀνθ’ ἑαυτοῦ κατέλι‐

### book 273.5.3

πεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται· b(BE3E4)

### book 273.5.4

T καὶ ὁ Μενέλαος παρῆν βασιλεὺς ὢν δεύτερος. ἔστι δὲ καὶ

### book 273.5.5

ἐναγώνιον· ὅτε γὰρ φόβος μείζων διὰ τὴν ἀπουσίαν τῶν ἀριστέων,

### book 273.10

καὶ ὁ πόθος Ἀχιλλέως μείζων. T

### book 274.1

ἤχθετο γὰρ κῆρ: ἀναγκαίως ἀπολογεῖται ὅτι οὐκ ἂν

### book 274.2

ἀπηλλάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἀνθήπτετο τὸ δεινόν. b(BCE3E4)

### book 274.3

T

### book 277-9.1

ὑμεῖς μὲν 〈νῦν〉 νηυσὶν ἀμύνετε〈—πολε‐

### book 277-9.2

μίζειν〉: εὖ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν

### book 277-9.3

τῆς ὑποχωρήσεως ἐσήμανε, κἂν δεινότερα ὑπενόησαν περὶ αὐτοῦ,

### book 277-9

b(BCE3E4)T ὡς ὅτι τέθνηκε μαχόμενος. T

### book 278-9a.1

ἐπεὶ οὐκ ἐμὲ 〈μητίετα〉 Ζεύς / εἴασε 〈Τρώεσ‐

### book 278-9a.2

σι〉 πανημέριον πολεμίζειν: εὖ τὸ μὴ τῷ τραύματι ἄχθεσθαι

### book 278-9a.3

καίτοι σφόδρα ὀδυνώμενον, ἀλλ’ ὅτι πανημέριος πολεμίζειν ἐκωλύθη.

### book 278-9a.4

T

### book 278-9b.1

ἐπ〈ε〉ὶ οὐκ ἐμὲ 〈μητίετα〉 Ζεύς 〈/ εἴασε—

### book 278-9b.2

πολεμίζειν〉: οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, b(BCE3E4)

### book 278-9b.3

T ἀλλ’ εὐπρεπῶς ἐνεδείξατο ὅτι ὑπὸ τοῦ θεοῦ κωλυθεὶς ἀγωνί‐

### book 278-9b.4

σασθαι δι’ ὅλης ἡμέρας ἀναχωρεῖ. b(BE3E4)T

### book 281

〈οὐκ ἄκοντε:〉 ὅτι διὰ τοῦ ἐναντίου τὸ ἐναντίον. Aim

### book 282.1

ἄφρεον δὲ στήθεα, ῥαίνοντο δ’ ἔνερθε κονίῃ:

### book 282.2

ἔστιν ἰδεῖν τὸν ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον

### book 282.3

καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν. b(BCE3E4)T

### book 286.1

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί:

### book 286.2

κατὰ πάντων τὸ [ἀ]γχιμαχηταί, ἵνα μὴ ἐπονείδιστος ἔοι ἡ παρά‐

### book 286.3

κλησις. T

### book 287.1

ἀνέρες ἔστε, φίλοι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἔστε·

### book 287.2

οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι, ἀλλὰ προσ‐

### book 287.3

φωνεῖ μὲν „ὦ φίλοι“, κελεύει δὲ ἀνδρείους γίνεσθαι. A

### book 288.1

οἴχετ’ ἀνὴρ ὤριστος: ἢ καθ’ ὅλου—„κρατερός τε“

### book 288.2

γὰρ „αἰχμητήσ“ (Γ 179)—ἢ νῦν ἄριστος. T

### book 288-9.1

ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκεν / Ζεύς: βαρβαρικῶς

### book 288-9.2

ἀλαζονευόμενος τὴν ἐπικουρίαν τοῦ Διός φησι τῆς ἐσομένης ἀριστεί‐

### book 288-9.3

ας αἰτίαν, αὑτὸν ἀποκρούων τῶν κατορθωμάτων. T

### book 289

ἀλλ’ ἰθὺς ἐλαύνετε: ἀντὶ τοῦ ἐπ’ εὐθείας. εἰ δὲ τέλος

### book 289

χρονικὸν θέλει, „εἶθαρ“ (Ε 337 al.) φησίν. T

### book 290a.1

ἵν’ ὑπέρτερον εὖχος ἄρησθε· ἢ τοῦ τῶν Ἑλλήνων

### book 290a.2

ὑπέρτερον, ἢ οὗ πρότερον ἐκτήσασθε· b(BCE3E4)T ἢ ἐπιφανέ‐

### book 290a.3

στερον οὗ προεξένησεν ἡ προτέρα μάχη· ὃ καὶ ἄμεινον. T

### book 290b

〈ὑπέρτερον:〉 Ἀρίσταρχος „ὑπέρτεροι“. Aint

### book 291.1

ὤτρυνε μένος καὶ θυμόν: μένος καὶ θυμὸν ἐκ

### book 291.2

παραλλήλου· μένος δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν. b(BCE3E4)T

### book 292-3.1

ὡς δ’ ὅτε 〈πού τισ〉 θηρητὴρ κύνασ〈—

### book 292-3.2

ἠὲ λέοντι〉: διὰ τῆς παραβολῆς ἀσθενεστέρους Τρῶας καὶ θρασυτέ‐

### book 292-3.3

ρους ἀπέδειξεν· b(BCE3E4)T καὶ ἀλλαχοῦ „ὡς δ’ ὅτε τίς τε

### book 292-3.4

κύων συὸς ἀγρίου ἠὲ λέοντος / ἅπτηται“ (Θ 338—9). T

### book 292

ἀργιόδοντας: ὀξεῖς ὀδόντας ἔχοντας. T

### book 297a.1

ὑπεραέϊ ἶσος ἀέλλῃ: ὅτι ἔν τισι γράφεται „ὑπὲρ

### book 297a.2

οὔρεος ἶσος ἀέλλῃ“· τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέϊ σημαίνεται,

### book 297a.3

ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς κατ‐

### book 297a.4

αιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν. A

### book 297b.1

ὑπεραέϊ: ὡς εὐσεβέϊ, κατὰ διάστασιν· ἔφαμεν γὰρ τὰ

### book 297b.2

παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής,

### book 297b.3

„δυσαήσ“ (ε 295). οὕτως ὑπεραὴς ὑπεραῆϊ 〈ὑπεραέϊ〉. A

### book 297c.1

ὑπεραέϊ: κατὰ διάστασιν, ὡς τὸ εὐσεβέϊ καὶ εὐαέϊ.

### book 297c.2

| ἢ μᾶλλον ὑφ’ ἕν. T

### book 297d.1

ὑπεραέϊ 〈ἶσοσ〉 ἀέλλῃ: ἀντὶ τοῦ ἄνωθεν ἐκ καθέτου

### book 297d.2

φερομένῃ, ἥτις ἐστὶν ἀπαραφύλακτος καὶ σφοδροτέρα. b(BCE3E4)

### book 297d.3

T καὶ ἀλλαχοῦ „〈ὤρορ’ ἐπαΐξασ〉 πατρὸς Διὸς ἐκ νεφελάων“

### book 297d

(Β 146). T πρὸς τὴν ἀπροσδόκητον οὖν ἐπιφάνειαν Ἕκτορος

### book 297d.5.1

καὶ τὴν ὁρμὴν †καὶ τὴν ἐκ τῆς ἄλλης ταραχῆς. b(BCE3E4)T

### book 297d.5.2

ἐμφαντικῶς δὲ τὸ ἅλμα (cf. Λ 298) καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταρα‐

### book 297d.5.3

χὴν παρέστησεν. b(BE3E4)T καὶ τὴν ἄελλαν δὲ ἐξῆρεν, ὑπερ‐

### book 297d.5.4

αέα αὐτὴν εἰπών, καὶ ἀντὶ τῆς θαλάσσης τὸν „πόντον“ (Λ 298)

### book 297d.5.5

εἶπεν, ὅς ἐστι φύσει δυσχείμερος. εἶτα καὶ ἡ κατά (cf. Λ 298) ἔμφασιν

### book 297d.10

ποιεῖ τινα τῷ ἅλματι. T

### book 297e

〈ἶσος ἀέλλῃ〉: ὁ Ἕκτωρ. Aim

### book 297-8.1

〈ἐν δ’ ἔπεσ’—πόντον ὀρίνει〉: ὑπεραέϊ

### book 297-8.2

δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ ὕπερθεν καταφέρηται τὸ

### book 297-8.3

πνεῦμα. τὸ δὲ ἑξῆς, ἐν δ’ ἔπες’ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη

### book 297-8.4

ἀπὸ ὄρους πόντον ὀρίνει. A

### book 299.1

ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξεν:

### book 299.2

ἐπὶ λύπῃ τῶν Ἀχαιῶν οὐκ ἔτι τὴν Μοῦσαν, ἀλλὰ ἑαυτὸν ἐρωτᾷ.

### book 299.3

b(BCE3E4)T

### book 300a.1

〈Ἕκτωρ Πριαμίδης, βροτολοιγῷ ἶσος Ἄρηϊ:〉

### book 300a.2

γράφεται „Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν“. Aint

### book 300b1.1

ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν: ὅτι νόθα τὰ κατορ‐

### book 300b1.2

θώματα. εἰ δὲ καὶ καταλέγει τοὺς ἀναιρουμένους, παρατρέχων ὡς

### book 300b1.3

διηγούμενος, ἐπικρύπτων τὸ ὄνειδος τῇ βραχυλογίᾳ. T

### book 300b2.1

δείκνυσιν ὅτι νόθα τὰ κατορθώματα. ὡς ἐν παρόδῳ

### book 300b2.2

δὲ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτων τῇ βραχυλογίᾳ τὸ

### book 300b2.3

ὄνειδος. b(BCE3E4)

### book 301a1.1

Ἀσαῖον {μὲν πρῶτα}: προπερισπαστέον· παρὰ γὰρ

### book 301a1.2

τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι. τὰ δὲ ἀπὸ τῶν εἰς α λη‐

### book 301a1.3

γόντων, μακρᾷ παραληγομένων, παραγόμενα διὰ τοῦ αιος προπερι‐

### book 301a1.4

σπᾶσθαι θέλει, „Μοῦσα“ (Β 761 al.) Μουσαῖος, γενναῖος, Πισαῖ‐

### book 301a1.5.1

ος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μάχεται τὸ Ἥραιος προπαρο‐

### book 301a1.5.2

ξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπι‐

### book 301a1.5.3

θετικοῦ ἐγένετο. τὸ μέντοι „Πείραιοσ“ (ο 544 al.) προπαροξυνόμε‐

### book 301a1.5.4

νον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ

### book 301a1.5.5

παρὰ τὸ βέβηκα ὁ βέβαιος. A

### book 301a2.1

Ἀσαῖον: προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι,

### book 301a2.2

καὶ πάντα τὰ ἀπὸ τῶν εἰς α ληγόντων θηλυκῶν καὶ μακρᾷ παραλη‐

### book 301a2.3

γομένων προπερισπῶνται. b(BCE3)T

### book 302a.1

καὶ Δόλοπα Κλυτίδην 〈καὶ Ὀφέλτιον ἠδ’ Ἀγέ‐

### book 302a.2

λαον〉: πρὸς τὴν ὁμωνυμίαν, ὅτι καὶ τῶν Τρώων ἐστὶ Δόλοψ

### book 302a.3

{αἰχμῆς}· „τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδώς, / Λαμ‐

### book 302a.4

πετίδησ“ (Ο 525—6), Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ· καὶ

### book 302a.5

τῶν μνηστήρων εἷς Ἀγέλαος (cf. υ 321 al.). A

### book 302b.1

καὶ Δόλοπα Κλυτίδην: ἕτερος οὗτος παρὰ τὸν

### book 302b.2

Τρωϊκόν· „Δόλοψ αἰχμῆς εὖ εἰδώς, / Λαμπετίδησ“ (Ο 525—6). T

### book 304.1

τοὺς ἄρ’ 〈ὅ γ’〉 ἡγεμόνας: ἢ τῶν τάξεων, ὡς „πέντε

### book 304.2

δ’ ἄρ’ ἡγεμόνας ποιήσατο“ (Π 171)· ἢ τοὺς προμαχίζοντας. ἵνα

### book 304.3

δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας φησὶν ἀναι‐

### book 304.4

ρεῖν, ἀλλ’ οὐ σύνδυο, ὡς Ἀγαμέμνων (cf. Λ 101—2. 143—7).

### book 304.5

b(BCE3E4)T

### book 304-5.1

〈αὐτὰρ ἔπειτα / πληθύν:〉 συντέμνει τὸ διήγημα

### book 304-5.2

διὰ τοῦ αὐτὰρ ἔπειτα / πληθύν. Til

### book 305-8.1

πληθύν, ὡς ὁπότε νέφεα〈—ἰωῆσ〉: ἡ ὁμοίω‐

### book 305-8.2

σις πρὸς τὸ συνεχὲς τῶν ἀναιρουμένων· ὡς γὰρ νέφη, φησί, συνδιώκει

### book 305-8.3

Ζέφυρος ἄνεμος ὑπὸ Νότου συστραφέντα, οὕτω συνδιώκων ἀνῄρει τὸ

### book 305-8

πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος,

### book 305-8.5.1

διασκεδασθέντας δὲ ὑπὸ Ἕκτορος νέφεσιν εἴκασεν, ἃ συνάγει μὲν Νό‐

### book 305-8.5.2

τος, διώκει δὲ Ζέφυρος. ηὔξησε δὲ καὶ τὸν Ζέφυρον, μέγα κῦμα ὑπ’

### book 305-8.5.3

αὐτοῦ ἀνεγείρεσθαι λέγων. καὶ ἀνέμων δὲ φύσεις οἶδεν ὁ ποιητής,

### book 305-8.5.4

b(BCE3E4)T ἐφ’ οἷς Εὖρον μὲν καὶ Νότον οἶδε συνάγοντας νέφη,

### book 305-8.5.5

Ζέφυρον δὲ καὶ Βορέαν διασκιδνάντας τὰ συνηγμένα †ὡς ὁ ποιητής. T

### book 305-6a.1

πληθύν· ὡς ὁπότε 〈νέφεα〉 Ζέφυρος στυφελίξῃ /

### book 305-6a.2

ἀργεστᾶο Νότοιο 〈βαθείῃ λαίλαπι τύπτων〉: ἐπὶ τὸ Νό‐

### book 305-6a.3

τοιο 〈βραχύ〉 διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο Νότοιο

### book 305-6a.4

Ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ Νότου

### book 305-6a.5.1

συναχθέντα νέφη τοῦ Ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ

### book 305-6a.5.2

ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπ’ Ἀγαμέμνονος ἐπιστρε‐

### book 305-6a.5.3

φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ. A

### book 305b.1

νέφεα〈—Νότοιο〉: τὸ ἑξῆς νέφεα ἀργεστᾶο

### book 305b.2

Νότοιο, τουτέστι τὰ ὑπὸ τοῦ Νότου συνηγμένα. T

### book 306a.1

ἀργεστᾶο Νότοιο: πρὸς τὸ σημαινόμενον, ὅτι τὰ

### book 306a.2

συνιστάμενα ὑπὸ τοῦ {λευκο}Νότου νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ

### book 306a.3

καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. A | Ὅμηρος δὲ τέσσαρας

### book 306a.4

ἀνέμους μόνους οἶδεν. AAim

### book 306b

ἀργεστᾶο: ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γε‐

### book 306b

νικὴ ἡ ἀργεστᾶο προπερισπωμένως. A

### book 306c.1

〈ΑΡΓΕΣΤΑΟ:〉 εἰ μὲν ἐπὶ τοῦ Εὔρου κεῖται, ἔστι κύριον

### book 306c.2

προπαροξυνόμενον, ὡς „Ἀργέσταο“ (Ap. Rh. 2, 961)· εἰ δὲ ἐπίθετον

### book 306c.3

τοῦ Νότου, προπερισπᾶται. b(BCE3E4)T

### book 306d.1

ἀργεστᾶο 〈Νότοιο〉: οἱ μὲν ταχέος, οἱ δὲ τοῦ Λευκονό‐

### book 306d.2

του. b(BCE3E4)T οἱ δὲ λείπειν τὸν ἤ, ἵν’ ᾖ ἢ Ἀργέστου ἢ Νότου,

### book 306d.3

ὅ ἐστιν Εὔρου· καὶ Ἡσίοδος γὰρ „Ἀργέστην Ζέφυρον Βορέην τ’

### book 306d.4

αἰψηροκέλευθον / καὶ Νότον“ (th. 379—80). T | εἰς τὸ Νότοιο δὲ

### book 306d.5.1

ὀλίγη διαστολή, ἵν’ ᾖ ὡς Ζέφυρος κινήσῃ νέφη, ἃ συνήγαγε Νότος,

### book 306d.5.2

οὕτως Ἕκτωρ ἐσκέδασε τοὺς ὑπὸ Ἀγαμέμνονος συνηγμένους.

### book 306d.5.3

b(BCE3E4)T

### book 307a.1

πολλὸν δὲ τρόφι κῦμα: ὅτι 〈***〉. | τὸ τρόφι ἀπο‐

### book 307a.2

κοπῇ τοῦ τρόφιμον ὁ Ἡρωδιανός φησιν (2,214,9), ὅτι ἔστη τῇ

### book 307a.3

πήξει, τῇ αὐξήσει· „κύματά τε τροφέοντα“ (γ 290) εὐτραφῆ, καὶ

### book 307a

τροφαλὶς τὸ πεπηγὸς γάλα. A

### book 307b.1

πολλόν: οὐκ ἐπ’ ἀριθμοῦ, ἀλλ’ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ

### book 307b.2

„πολλὸς γάρ τις ἔκειτο“ (Η 156). b(BCE3E4)T

### book 307c

ἄχνη: ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν. b(BCE3E4)T

### book 308a.1

πολυπλάγκτοιο: τοῦ πανταχοῦ περιάγοντος τὰ κύματα

### book 308a.2

b(BCE3E4)T ἢ τὰ σώματα. T

### book 308b

ἰωῆς: ὁρμῆς, παρὰ τὸ ἴω. T

### book 309.1

ὡς ἄρα πυκνὰ καρήατα: κατ’ ἐξοχήν· καὶ „τοίην γὰρ

### book 309.2

κεφαλήν“ (α 343). T

### book 310

ἔργα γένοντο: ἀρχαϊκώτερον—συντάσσει ῥήματα. A

### book 311.1

καί νύ κεν ἐν νήεσσι πέσον: πρὸς τὸ „ἐν νηυσὶ μελαί‐

### book 311.2

νῃσιν πεσέονται.“ (Λ 824). T

### book 312.1

εἰ μὴ Τυδείδῃ Διομήδει 〈κέκλετ’ Ὀδυσσεύσ〉: ἐσή‐

### book 312.2

μανε τὸ „σφῇ ἀρετῇ 〈Δαναοὶ ῥήξαντο φάλαγγας /〉 κεκλόμενοι ἑτά‐

### book 312.3

ροισι“ (Λ 90—1)· φησὶ γοῦν, ὡς ἔπαθον ἄν, εἰ μὴ ὁ λόγος Ὀδυσσέως

### book 312.4

ὤνησεν. Διομήδεα δὲ προτρέπεται ὡς κοινωνὸν τῶν κατὰ νύκτα.

### book 312.5

ὅπερ δὲ Διομήδης ἐποίησεν ἐν τῇ Θ (cf. 90—6), νῦν Ὀδυσσεύς. T

### book 313a.1

Τυδείδη, τί παθόντε 〈λελάσμεθα θούριδος ἀλ‐

### book 313a.2

κῆς;〉: ἠρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ προτέρᾳ μάχῃ φυγῆς (cf.

### book 313a.3

Θ 98)· τότε γὰρ εἶξεν Ὀδυσσεύς, ὅτε τὸ Ἑλληνικὸν κεραυνοῖς ἐφόβει

### book 313a.4

ὁ Ζεύς. b(BCE3E4)T ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο,

### book 313a.5.1

b(BE3E4)T καὶ τοῦτο αὐτῷ ὁ Νέστωρ ἐπιπλήττει (cf. Θ 99‐

### book 313a.5.2

144)· T ἐνταῦθα δὲ οὐδενὸς τοιούτου γενομένου ἀνιαρῶς μὲν ὁ

### book 313a.5.3

Διομήδης ἀφέστηκε τῆς τύχης, ὁ δὲ Ὀδυσσεὺς εὐλόγως μένει· διὸ καὶ

### book 313a.5.4

βοᾷ· τί παθόντε λελάσμεθα, τί τὸ φοβοῦν ἡμᾶς ἐστιν; b(BE3

### book 313a

E4)T

### book 313b.1

θούριδος ἀλκῆς: ἣν πρὸ ὀλίγου ἐπεδειξάμεθα κατὰ

### book 313b.2

Ῥήσου, ἢ ἥν μοι προετρέπου (sc. Θ 93—6). Til

### book 314a.1

ἀλλ’ ἄγε δεῦρο, πέπον: σημειοῦνταί τινες ὅτι ἀρι‐

### book 314a.2

στ〈ε〉ίαν ἐνταῦθα Ὀδυσσέως παράγει, τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν

### book 314a.3

τόπον. A

### book 314b.1

παρ’ ἔμ’ ἵστασο: παρ’ ἐμέ· „συμφερτὴ δ’ ἀρετή“ (Ν

### book 314b.2

237). Κομανὸς δέ φησι καθ’ ὑπεροχὴν ἐπαινεῖσθαι Ὀδυσσέα, εἴ γε ὡς

### book 314b.3

ἥττονι Διομήδει ἐπιτάσσει. T

### book 314-5.1

δὴ γὰρ ἔλεγχος / ἔσσεται: εὖ τὸ μὴ τοῦ θανάτου

### book 314-5.2

πεφροντικέναι, τῆς δὲ αἰσχύνης, ἣν ἐπέφερε τὸ πρᾶγμα. b(BCE3E4)T

### book 315a

〈ἔσσεται:〉 ἡμῖν δηλονότι. Aim

### book 315b.1

〈εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ:〉 τινὲς „εἴ

### book 315b.2

κεν Τρῶες 〈***〉 νῆας ἕλωσιν“, ἐπεὶ καὶ „Τρωσὶν δὴ βόλεται

### book 315b.3

〈δοῦναι κράτοσ〉“ (Λ 319). T

### book 317a.1

ἤτοι ἐγὼ μενέω 〈καὶ τλήσομαι〉· ἀλλὰ μίνυνθα:

### book 317a.2

ὡς ἔμφρων ὁ Διομήδης αἰσθάνεται μὲν τὰ θεῶν, οὐ μὴν προφασίζεται.

### book 317a.3

b(BCE3E4)T

### book 317b

μενέω καὶ στήσομαι: ἤλλακται διὰ τὸ μέτρον. T

### book 317c

〈στήσομαι:〉 καὶ „τλήσομαι“ γράφεται. Til

### book 318a1

ἡμέων ἔσσεται ἦδος: νοεῖ ἀπὸ τοῦ ἀγχιστρόφου τῆς

### book 318a1.1

μάχης, καὶ Ὀδυσσεὺς μέν, ὅπως βασανίζῃ τὸν καιρόν. ἄλλως τε καὶ

### book 318a1.2

εἰς τὰ ἑξῆς πιθανῶς οἰκονομεῖ ὁ ποιητής· ἐπεὶ γὰρ αὐτοὺς βούλεται

### book 318a1.3

τρωθῆναι, ὅπως ἀναρχίας ἕνεκεν δοκοίη ἡ καῦσις γενέσθαι τῶν νεῶν,

### book 318a1.5.1

†ἑαυτοῖς ἐπιδιδοῦσιν† τοῖς δεινοῖς. διδάσκει δὲ ὅτι χρὴ πράττειν τὰ

### book 318a1.5.2

περὶ ἑαυτοῦ, εἰ καὶ μέλλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι. T

### book 318a2.1

ἀπὸ τῆς ἀγχιστρόφου μάχης τοῦτο νοεῖ, Ὀδυσσεὺς δὲ

### book 318a2.2

βασανίζει τὸν καιρόν. οἰκονομικῶς δὲ ὁ ποιητὴς ἐπιρρίπτει αὐτοὺς

### book 318a2.3

τοῖς δεινοῖς, ὅπως τρωθέντες ὑποχωρήσωσι b(BCE3E4) καὶ δι’

### book 318a2.4

ἀναρχίαν ἡ καῦσις τῶν νεῶν γεγονέναι δοκῇ. διδάσκει δὲ ὅτι χρὴ

### book 318a2.5.1

πράττειν τὰ παρ’ ἑαυτοῦ, καὶ εἰ †μέλοι† τὰ τῆς τύχης ἐναντιοῦσθαι.

### book 318a2.5.2

b(BE3E4)

### book 319

〈βόλεται:〉 ὅτι ἀντὶ τοῦ βούλεται. Aim

### book 320.1

〈ἦ καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε:〉

### book 320.2

Θυμβραῖον ὡς „Ἰδαῖον“ (Η 405. Ω 470). | ὅτε δὲ εὐτυχοῦσι, σύνδυο

### book 320.3

φονεύουσι (cf. Λ 92—147). Til

### book 321-2.1

〈αὐτὰρ Ὀδυσσεύς / ἀντίθεον θεράποντα Μο‐

### book 321-2.2

λίονα τοῖο ἄνακτος: ἀντίθεον〉 ἀντὶ τοῦ παρεπομένου. | ἀντὶ

### book 321-2.3

τοῦ ἐφόνευσε καὶ Ὀδυσσεύς. Til

### book 322

〈τοῖο ἄνακτος:〉 τούτου τοῦ προειρημένου. Til

### book 324-5.1

ὡς ὅτε κάπρω 〈/ ἐν κυσὶ—πέσητον〉: ἐπεὶ καὶ

### book 324-5.2

ἔλεγε „σεύῃ ἐπ’ ἀγροτέρῳ συΐ“ (Λ 293). T

### book 325a

〈ἐν κυσί:〉 ἀντὶ τοῦ εἰς κύνας. Til

### book 325b

〈θηρευτῇσι:〉 διχῶς „θηρητῆρσι“ καὶ θηρευτῇσι. Aim

### book 326a

{ὡς ὄλεκον τρῶας} παλινορμένω: ὅτι ἀντὶ τοῦ ὄπισθεν

### book 326a

ὁρμῶντες, ὡς „παλιμπλαγχθέντασ“ (Α 59). A

### book 326b.1

παλινορμένω: Τυραννίων (fr. 21 P.) δύο ποιεῖ, ὁ δὲ

### book 326b.2

Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς

### book 326b.3

συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ Α (sc. ad v. 59), ὅτε

### book 326b.4

περὶ τοῦ „πλαγχθέντασ“ διελαμβάνομεν. A

### book 326c.1

παλινορμένω: προφυγόντες γάρ, ὥς φησι „καὶ νύ κεν

### book 326c.2

ἐν νήεσσι πέσον“ (Λ 311), νῦν ἔναντι ὁρμῶσιν. | Ἀρίσταρχος ὑφ’ ἓν

### book 326c.3

ἀναγινώσκει τὸ παλινορμένω, „παλίνορσοσ“ (Γ 33), „εὐρυκρείων“

### book 326c.4

(Α 102 al.), „ἐϋφρονέων“ (Α 73 al.). T

### book 327a.1

ἀσπασίως φεύγοντες ἀνέπνεον 〈Ἕκτορα δῖον〉:

### book 327a.2

οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα; —

### book 327a.3

διαστέλλειν ἐπὶ τὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ

### book 327a.4

ὑπερβατὸν φεύγοντες Ἕκτορα. A

### book 327b.1

〈ἀσπασίωσ〉 φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον:

### book 327b.2

τὸ ἑξῆς φεύγοντες Ἕκτορα δῖον ἀσπασίως ἀνέπνεον·

### book 327b.3

b(BCE3E4)T καὶ συναπτόντων δὲ ἡμῶν δῆλον τὸ ὑπερβατόν. T |

### book 327b.4

ὅρα τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων, ὅτι παρορμήσας τὸν Διομήδην

### book 327b.5.1

αἴτιος γέγονε τοῖς ἄλλοις Ἕλλησι σωτηρίας. b(BCE3E4)T τοῦτο

### book 327b.5.2

δέ ἐστι τὸ „καί τε πολεῖς ἐσάωσεν“ (Ν 734). T

### book 328a.1

ἔνθ’ ἑλέτην δίφρον τε 〈καὶ ἀνέρε δήμου ἀρίστω〉:

### book 328a.2

ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου τὸ

### book 328a.3

κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρει γοῦν „τοὺς μὲν

### book 328a.4

Τυδείδησ“ (Λ 333). A

### book 328b.1

ἑλέτην: συλληπτικῶς τὸ ἐπὶ ἑκατέρου· ἄμφω γὰρ

### book 328b.2

†πρὸς† ἕνα δίφρον καὶ δύο ἄνδρας εἷλον. T

### book 328c

ἑλέτην δίφρον τε καὶ ἀνέρε: „ἕλεν δ’ Οἰνομάου βίαν

### book 328c

παρθένον τε“ (Pind. Ol. 1, 88). T

### book 329.1

υἷε 〈δύω〉 Μέροπος 〈Περκωσίου〉: Ἄμφιος καὶ Ἄ‐

### book 329.2

δραστος. Μέροπος Περκωσίου τινὲς πατρωνυμικῶς· ἐπεὶ πῶς Περ‐

### book 329.3

κώτης Ἄσιος ἄρχει (cf. Β 835—7), οὗτοι δὲ Ἀδραστείας καὶ Ἀπαισοῦ

### book 329.4

(cf. Β 828—30); ἢ μετανάστης ἦν αὐτοῖς ὁ πατὴρ ἀπὸ Περκώτης

### book 329.5

μετοικήσας. T

### book 331-2.1

τὼ δέ οἱ οὔτι / πειθέσθην: οὔτε ἀπειθεῖν πατράσιν

### book 331-2.2

ἀξιοῖ οὔτε μαντικῆς καταφρονεῖν, θανάτῳ τοὺς τοῦτο δράσαντας κο‐

### book 331-2.3

λάζων. b(BCE3E4)T

### book 333.1

τοὺς μὲν Τυδείδης: ὅτι διὰ τούτου συνίσταται ὁ Διο‐

### book 333.2

μήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους. A

### book 334

〈κεκαδών:〉 χωρίσας, παρὰ τὸ χάζω. Til

### book 336a.1

ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων:

### book 336a.2

πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου Διός. φι‐

### book 336a.3

λέλλην δὲ ὢν ὁ Ζεὺς τὸ πρόθυμον αὐτῶν αἰδεσθεὶς πρὸς ὀλίγον ἐνδί‐

### book 336a.4

δωσιν. ἢ τοῦτο θέλει εἰπεῖν ὡς ἰσοβαρὴς γέγονεν αὐτοῖς ἐκείνῃ τῇ

### book 336a.5.1

ἡμέρᾳ ἡ μάχη· πρῶτα μὲν „ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον“ (Λ 72), ὕστερον

### book 336a.5.2

ἀριστεύει Ἀγαμέμνων, ἔπειτα Ἕκτωρ. εἶτα οὗτοι καὶ τιτρώσκονται·

### book 336a.5.3

ἀλλὰ καὶ Ἕκτωρ ἐτρώθη (sc. Λ 350—6. Ξ 409—20). b(BCE3E4)T

### book 336a.5.4

τὸ δὲ ἔνθα χρονικῶς. T

### book 336b.1

〈ἔνθα σφιν—Κρονίων:〉 ἀμφοτέροις τοῖς στρα‐

### book 336b.2

τεύμασιν ἴσην τὴν μάχην ἐξέτεινεν. A

### book 337.1

〈οἱ δ’ ἀλλήλους ἐνάριζον:〉 ὡς καὶ τῶν Ἀχαιῶν

### book 337.2

ἐπιστρεψάντων. Til

### book 339a

〈ἥρωα:〉 ὅτι πάντες ἥρωες ἐκαλοῦντο. Til

### book 339b

〈οὐ γάρ οἱ ἵπποι:〉 ἐν ἄλλῳ „οὐδὲ γὰρ ἵπποι“. Aim

### book 340a

〈προφυγεῖν:〉 λείπει ‘πρὸς τό‘. Til

### book 340b

〈ἀάσατο δὲ μέγα θυμῷ:〉 ἐπικερτομεῖ τὸ θράσος. Til

### book 345a1.1

〈τὸν δὲ ἰδὼν ῥίγησε: γράφεται „τὸν δὲ ἰδὼν ἐνό‐

### book 345a1.2

ησε“. Aim

### book 345a2

〈ἐνόησε:〉 γράφεται „ῥίγησε“. Til

### book 345b.1

τὸν δὲ ἰδὼν ἐνόησε: ἰδὼν ἐνόησε ὅτι κατ’ αὐτῶν

### book 345b.2

ᾔει. ἢ ἐκ παραλλήλου τὸ αὐτό. ἀλλὰ τὸ πρῶτον ἄμεινον. T

### book 346.1

ἐγγὺς ἐόντα: οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ

### book 346.2

κοινωνεῖν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων. b(BCE3E4)T

### book 347a1.1

〈νῶϊν δὴ τόδε πῆμα〉 κυλίνδεται ὄβριμος Ἕ‐

### book 347a1.2

κτωρ: ἀντὶ τοῦ κυλίνδει, ὡς ἄνεμος κυλίνδει κῦμα (cf. ε 296)· οἶδε γὰρ

### book 347a1.3

ὅτι τὸ δαιμόνιον αὐτῷ συναίρεται. T

### book 347a2.1

〈κυλίνδεται:〉 ἀντὶ τοῦ ἐπιπέμπεται· οἶδε γὰρ ὡς τὸ

### book 347a2.2

δαιμόνιον αὐτῷ συνεργεῖ. b(BCE3E4)

### book 348a.1

ἀλλ’ ἄγε δὴ στέωμεν: ἀντιφιλοτιμοῦνται ταῖς προθυ‐

### book 348a.2

μίαις. ὅρα δὲ ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦν‐

### book 348a.3

ται, b(BCE3E4)T ἀλλ’ ἀνθίστασθαι ὁμοῦ ἐγνώκασιν. T

### book 348b1

〈μένοντες:〉 Ζηνόδοτος δυϊκῶς „μένοντε“. Aim

### book 348b2

〈μένοντε:〉 οὕτω Ζηνόδοτος. Til

### book 350.1

〈καὶ βάλεν οὐδ’ ἀφάμαρτε:〉 σημειοῦνταί τινες ὅτι

### book 350.2

οὕτως εἴρηται ‘καὶ ἐπέτυχεν‘. Aim

### book 351.1

πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός: ὑπὸ τοῦ—

### book 351.2

τὸ δόρυ. A

### book 353a.1

αὐλῶπις: αὐλῶπις εἰς στενὸν ἀναδοθεῖσα· „αὐλὸς ἀνὰ

### book 353a.2

ῥῖνας παχὺς ἦλθεν“ (χ 18). T

### book 353a

αὐλῶπις: ἢ τὸν ἐπ’ αὐτῇ λόφον—δέ εἰσι περόναι. A

### book 353b.1

τήν οἱ πόρε Φοῖβος: ὅτι καὶ χαλεπὰ τὰ Ἡφαιστό‐

### book 353b.2

τευκτα. ἀπολογεῖται δὲ ὡς ἀπέθανεν ἄν, εἰ μὴ διὰ τὴν θειότητα τοῦ

### book 353b.3

κράνους. T

### book 354

〈ἀπέλεθρον:〉 λίαν, ἀμέτρως. Til

### book 354

〈ἀπέλεθρον ἀνέδραμε:〉 θέλει λέγειν ὅτι—ἥλατο. A

### book 355a.1

στῆ δὲ γνὺξ 〈ἐριπών〉: ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν

### book 355a.2

ἔστη, ἀλλ’ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν. A

### book 355b1

〈γνὺξ ἐριπών:〉 ἐπὶ γόνυ ἐνεχθείς. Til

### book 355b2.1

〈στῆ δὲ γνὺξ ἐριπών:〉 ἔστη ἐπὶ γόνυ πεσών. b

### book 355b2.2

(BCE3)

### book 355c.1

στῆ δὲ γνὺξ ἐριπών: ὡς φιλοψευδὴς ὁ τυφλός, ὅτι καὶ

### book 355c.2

ἄριστα ψεύδεται· πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Ἕκτωρ, ὡς αὐτός

### book 355c.3

φησιν (cf. Λ 351—3), εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν (cf. Λ 354) πολὺ ἐρ‐

### book 355c.4

ρωμένου τινός ἐστιν. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε

### book 355c.5

μικροῦ δεῖν; A

### book 356a.1

γαίης· ἀμφὶ δὲ ὄσσε 〈κελαινὴ νὺξ ἐκάλυψεν〉: ὁ

### book 356a.2

ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (sc. Ε 310) ὀρθῶς κεῖται·

### book 356a.3

οὐ γέγονε γὰρ σφοδρὰ πληγή, ὡς ἐπ’ Αἰνείου, οὐ „θλάσσε δέ οἱ κοτύ‐

### book 356a

λην“ (Ε 307). πῶς οὖν ἐσκοτώθη; A

### book 356b1.1

〈γαίης—ἐκάλυψεν:〉 προηθέτει Ἀριστοφάνης,

### book 356b1.2

Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. Aim

### book 356b2.1

{ἀμφὶ δὲ ὄσσε κελαινή:} Ζηνόδοτος οὐ γράφει, Ἀρίσταρ‐

### book 356b2.2

χος ἀθετεῖ. T

### book 356c1

〈γαίης·〉 ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν:

### book 356c1.1

κακῶς ἐκ τῶν Αἰνείου (sc. Ε 310) μετηνέχθη. σκότωσις δὲ αὐτῷ γέγο‐

### book 356c1.2

νεν, ὡς τὸ „ἄμπνυτο“ (Λ 359) δηλοῖ· καὶ ἐπ’ Ἀνδρομάχης „ἡ δ’

### book 356c1.3

ἐπεὶ οὖν ἄμπνυτο“ (Χ 475). T

### book 356c2

καὶ σκότωσις αὐτῷ γέγονεν. b(BCE3E4)

### book 357.1

μετὰ δούρατος ᾤχετ’ ἐρωήν: τὴν ὁρμήν. δηλοῖ ἡ λέξις

### book 357.2

καὶ τὴν ὑποχώρησιν· b(BCE3)T „πολέμου δ’ οὐ γίνετ’ ἐρωή“

### book 357.3

(Π 302). T

### book 358a.1

καταείσατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ †εἴδω† βαρυτόνου

### book 358a.2

AT ὁ σχηματισμός. A

### book 358b.1

καταείσατο: ἐφάνη, παρὰ τὸ εἴδω. ἢ κατηνέχθη, παρὰ

### book 358b.2

τὸ εἴω τὸ δηλοῦν τὸ πορεύομαι, b(BCE3E4)T ἐΐω καὶ κράσει

### book 358b

εἴω. T

### book 362.1

ἐξ αὖ νῦν ἔφυγες 〈θάνατον, κύον〉: εἰκότως ἐπικαυχᾶται τῷ Ἕκτορι, ἐπεὶ

### book 362.2

κἀκεῖνος ἐπεκαυχήσατο κατ’ αὐτοῦ „ἔρρε, κακὴ γλήνη“ (Θ 164).

### book 362.3

b(BCE3E4)T

### book 363.1

ἐρύσατο Φοῖβος 〈Ἀπόλλων〉: στοχαστικώτερον. ἢ

### book 363.2

ἐπειδὴ καὶ Αἰνείου ὑπερεμάχει ὁ Ἀπόλλων (cf. Ε 439—44). T

### book 365a.1

ἦ θήν ς’ ἐξανύω γε 〈καὶ ὕστερον ἀντιβολήσασ〉:

### book 365a.2

τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος·

### book 365a.3

ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. | τὸ δὲ ἑξῆς ἐστι κατεργάσομαι δή

### book 365a.4

σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας. A

### book 365b.1

ἦ θήν ς’ ἐξανύω γε: ἐργάσομαι, διαχρήσομαι· | ἐπὶ

### book 365b.2

τέλος ἄξω. T

### book 366a.1

εἴ πού τις καὶ ἐμοί γε θεῶν 〈ἐπιτάρροθός ἐστιν〉:

### book 366a.2

οἶδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν Ἀθηνᾶν, οὐ μὴν ἐπεκαυχήσατο ἀλαζο‐

### book 366a.3

νικώτερον, ἀλλὰ μετρίως. b(BCE3E4)T

### book 366b

ἐπιτάρροθος: πλεονάζει ἡ ταρ, ὡς ἐν τῷ „ἀταρτηρόσ“ (cf. Α 223). T

### book 366c

〈ἐπιτάρροθός ἐστι:〉 ἐν ἄλλῳ „ἐπιτάρροθος εἴη“. Aint

### book 368a.1

〈ἦ〉 καὶ Παιονίδην〈—〉ἐξενάριζεν: τὸν λόγον

### book 368a.2

ἐπαναφέρει ἐπὶ τὰ ἔμπροσθεν „ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε

### book 368a.3

δουρί / Παιονίδην ἥρωα κατ’ ἰσχίον“ (Λ 338—9). εἶτα 〈τὰ〉 περὶ τὴν

### book 368a.4

Ἕκτορος ἔφοδον διελθὼν πάλιν περὶ τοῦ Ἀγαστρόφου διηγεῖται ὅτι

### book 368a.5

τοῦτον σκυλεύοντι αὐτῷ ἐπιτίθεται Ἀλέξανδρος. T

### book 368b.1

ἐξενάριζεν: ὅτι Ζηνόδοτος γράφει „ἐξενάριξεν“ συντελι‐

### book 368b.2

κῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν „ἤτοι ὁ μὲν θώρηκα

### book 368b.3

Ἀγαστρόφου ἰφθίμοιο“ (Λ 373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατι‐

### book 368b.4

κῶς· σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλεξάνδρος. A

### book 368c1.1

〈ἐξενάριζεν:〉 Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν.

### book 368c1.2

Aim

### book 368c2.1

{ἦ καὶ παιονίδην ἐξενάριζεν:} οὕτω διὰ τοῦ ζ· οὐ γὰρ

### book 368c2.2

ἐτέλεσεν. T

### book 369-95.1

αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσισ〈—γυ‐

### book 369-95.2

ναῖκεσ〉: καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον εἰσάγει, ὡς καὶ τὸν

### book 369-95.3

Ἀγαμέμνονα (cf. Λ 251—3). b(BCE3E4)T ἔστι δὲ τὸ πᾶν

### book 369-95.4

διατριβή. T ὅρα δὲ ὅτι τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι ὡς ἐπὶ πολὺ

### book 369-95.5.1

τὴν Ἑλένην προστίθησιν, ὥσπερ ἀναμιμνῄσκων τῆς ἀσελγείας αὐτοῦ

### book 369-95.5.2

τοὺς ἀκούοντας. b(BCE3E4)T

### book 370a1.1

Τυδείδῃ ἐπὶ τόξα: οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέ‐

### book 370a1.2

φουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστιν ἐπὶ Τυδείδῃ. A

### book 370a2.1

ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός

### book 370a2.2

(2,75,9). T

### book 370b.1

Τυδείδῃ ἐπὶ τόξα 〈τιταίνετο〉: ἔοικεν Ὅμηρος

### book 370b.2

ἀπέχθεσθαι τῷ σκυλευμῷ, ὡς ἐπὶ Ἀγαμέμνονος, ὃς σκυλεύων Ἰφιδά‐

### book 370b.3

μαντα τιτρώσκεται (cf. Λ 246—53), καὶ ἐπὶ Ἐλεφήνορος (cf. Δ

### book 370b.4

463—9). καὶ ὁ Νέστωρ δὲ παραινεῖ „μή τις νῦν ἐνάρων ἐπιβαλλόμε‐

### book 370b.5

νοσ“ (Ζ 68). T

### book 371a1

στήλῃ κεκλιμένος: †περικεκυλισμένος† (οὐδὲ τῷ δια‐

### book 371a1

στήματι δὲ ἀρκεῖται), ὡσεὶ ἔλεγε ‚νεκρὸς παρὰ νεκρῷ ἑστηκώσ‛. T

### book 371a2.1

παρακεκρυμμένος καὶ κεκαλυμμένος, ὡσεὶ νεκρός, φησί,

### book 371a2.2

παρὰ νεκρῷ ἑστηκώς. b(BCE3E4)

### book 371a2.1

〈στήλῃ κεκλιμένος:〉 τὴν ἐπὶ τοῦ τάφου στήλην προ‐

### book 371a2.2

βεβλημένος—γυναικομανής. Aim

### book 371b.1

ἀνδροκμήτῳ: ὑφ’ ᾧ ἀνὴρ καμὼν ἔκειτο· b(BCE3E4)T

### book 371b.2

ἢ ὑπὸ ἀνδρὸς πονηθέντι. b(BE3E4)T

### book 371b.1

ἀνδροκμήτῳ: ἤτοι ἐν ᾧ ἀνὴρ καμών, τουτέστιν ἀποθανών,

### book 371b.2

κεῖται, ἢ ὑπὸ ἀνδρὸς—κατεσκευασμένῳ. A

### book 372a.1

Ἴλου Δαρδανίδαο: προγονικῶς· Τρωὸς γὰρ ἦν Ἶλος

### book 372a.2

(cf. Υ 131—2). ἐπὶ δὲ τῷ μνήματι τοῦ παλαιοῦ προγόνου ἐστί, μηδὲν

### book 372a.3

ἀν〈τ〉άξιον ποιῶν. T

### book 372b.1

δημογέροντος: οὕτω καὶ τοὺς βασιλεῖς ἐκάλουν παρὰ

### book 372b.2

τοῦ δήμου γέρας ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς γέροντας καὶ δημότας.

### book 372b.3

b(BCE3E4)T

### book 373-6.1

ἤτοι ὁ μὲν θώρηκα〈—χειρόσ〉: καὶ οὐχ ὁρώ‐

### book 373-6.2

μενος τοξεύει λάθρα καὶ τὴν ἀσχολίαν τοῦ βαλλομένου παρέλαβεν·

### book 373-6.3

ὥστε οὐδὲν μέγα πέπρακται αὐτῷ ἐπὶ τῇ εὐστοχίᾳ T

### book 375.1

τόξου πῆχυν ἀνεῖλκε: εἰσὶ τόξα ἐκ δύο κεράτων συμ‐

### book 375.2

βεβλημένα, ἃ πῆχυν καλοῦσιν. εὖ δὲ τὸ παρατατικῶς ἀνεῖλκε φάναι,

### book 375.3

ἵνα δὴ ἐναργῶς ἐπιδείξῃ τὸν τοῦ πολεμίου τυχεῖν στοχαζόμενον.

### book 375.4

b(BCE3)T

### book 375.5

ὁ δὲ τόξου πῆ〈χ〉υν: τὸ τόξον περιφραστικῶς—μετ‐

### book 375

εχειρίζετο οὖν, φησί, τὸ τόξον. A

### book 376a.1

καὶ βάλεν, οὐδ’ ἄρα μιν 〈ἅλιον βέλος ἔκφυγε

### book 376a.2

χειρόσ〉: ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν· καὶ ὅτι ἐν σχήματι εἴρηκεν,

### book 376a.3

οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός. A

### book 376b.1

οὐδ’ ἄρα μιν ἅλιον 〈βέλος ἔκφυγε χειρόσ〉:

### book 376b.2

μίν ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ „τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν

### book 376b.3

ἀπηύρα“ (Κ 495) ἀντὶ τοῦ αὐτοῦ. T

### book 378a.1

ἐν γαίῃ κατέπηκτο: ἐναργῶς πάνυ. δι’ ὅλου δὲ φυ‐

### book 378a.2

λάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής. T

### book 378b.1

μάλα ἡδὺ γελάσ〈σ〉ας: κεχυμένως. καὶ ἐπὶ 〈τῶν〉

### book 378b.2

μνηστήρων „γέλῳ ἔκθανον“ (ς 100). ἐπὶ δὲ Ὀδυσσέως „ἐπιμειδή‐

### book 378b.3

σασ“ (Κ 400. χ 371), καὶ „μειδιόων βλοσυροῖσι προσώπασι“ (Η

### book 378b.4

212). T

### book 379a.1

ἐκ λόχου ἀμπήδησε: εὖ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύον‐

### book 379a.2

τα ἐκ λόχου ἀναπηδῆσαί φησιν. b(BCE3E4)T

### book 379b.1

εὐχόμενος ἔπος ηὔδα: ἀσχημόνως πάνυ ὡς μέγα τι

### book 379b.2

κατωρθωκὼς βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἕνα ἔτρωσεν, ἀλλ’

### book 379b.3

οὐδὲ τοῦτον ἀνεῖλεν. b(BCE3E4)T οἷα καὶ 〈τὰ〉 πρόσθεν αὐτοῦ

### book 379b.4

ἔργα· φευγόντων Ἑλλήνων ἵππον ἀναιρεῖ καὶ τοῦτον πρεσβύτου

### book 379b.5

(cf. Θ 81—6). T

### book 382-3.1

οὕτω κεν 〈καὶ〉 Τρῶες ἀνέπνευσαν〈—

### book 382-3.2

αἶγεσ〉: δι’ ὧν ἑαυτοῦ τὴν πληγὴν αὔξει, λανθάνει καταβάλλων

### book 382-3.3

τὸ κοινόν. T

### book 383a.1

οἵ τέ σε πεφρίκασι: τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰ‐

### book 383a.2

κάζει. | οὐκ ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων

### book 383a

(fr. 41 B.)· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι. A

### book 383b.1

οἵ τέ σε πεφρίκασι〈—μηκάδες αἶγεσ〉: ὡς

### book 383b.2

δειλὸς καὶ περὶ τῶν ἄλλων ὑπείληφεν ὡς φοβουμένων. ἔστι δὲ καὶ

### book 383b.3

ἀνοήτου ἐλέγχειν τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων. b(BCE3E4)T

### book 383b.4

μηκάδες δὲ κατὰ μίμησιν τῆς φθογγῆς. T

### book 383c.1

μηκάδες: ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς

### book 383c.2

φωνῆς· μηκὴ γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή. A

### book 385a1.1

〈τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα:〉

### book 385a1.2

περὶ {δὲ} τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ

### book 385a1.3

γὰρ καθ’ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς

### book 385a1.4

ἡγουμένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο 〈ἢ〉 καὶ ἐναλ〈λ〉άξ, τὰ

### book 385a1.5

μὲν καθ’ ἕν, τὰ δὲ κατὰ δύο. A

### book 385a2

δύναται καθ’ ἓν στιγμὴ καὶ εἰς δύο. Til

### book 385b.1

τοξότα λωβητήρ: ἀλλαχοῦ „ποῦ τοι τόξον;“ (Ε

### book 385b.2

171). ἢ †τοὺς ἀγχιμάχους ἐπῄνει. T

### book 385c.1

τοξότα 〈λωβητήρ, κέρᾳ ἀγλαὲ παρθενοπῖπα〉:

### book 385c.2

ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλ‐

### book 385c.3

λων Ἄρτεμις Ἡρακλῆς Ἴδας Εὔρυτος, καὶ ἐν τοῖς εἰς Ἴλιον στρα‐

### book 385c.4

τευομένοις Μηριόνης (cf. Κ 260. Ψ 870—83), Φιλοκτήτης (cf. Β

### book 385c.5.1

718), Τεῦκρος (cf. Θ 260 al.). οὐχ ὅτι δὲ τοξότης ὀνειδίζει, ἀλλ’

### book 385c.5.2

ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ.

### book 385c.5.3

b(BCE3E4)T εἶτα πάλιν ὑφ’ ἓν τὸ κέρᾳ ἀγλαὲ παρθενο‐

### book 385c.5.4

πῖπα, ὦ τῇ τριχὶ κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐ γὰρ καθ’

### book 385c

ἑαυτὸ τὸ κομᾶν κακόν ἐστιν. b(BE3E4)T

### book 385d.1

κέρᾳ ἀγλαέ: ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλ’ ἐμ‐

### book 385d.2

πλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι.

### book 385d.3

Σώφρων (fr. 163 K.)· „κορώνας ἀνδούμενοι“· καὶ οἱ Ἀθηναῖοι

### book 385d.4

τέττιγας ἐνεπλέκοντο· καὶ παρ’ Ὁμήρῳ „πλοχμοί θ’, οἳ χρυσῷ

### book 385d.5.1

τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). ἔνιοι δέ, τῷ τόξῳ ἀγαλλόμενε·

### book 385d.5.2

προείρηκε δὲ τοξότα λωβητήρ. A

### book 385e1.1

κέρᾳ ἀγλαέ: σὺν τῷ ι ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ

### book 385e1.2

δοτικὴ ὁμοίως τῷ „δέπᾳ μελιηδέος οἴνου“ (Σ 545. γ 46) καὶ „γήρᾳ

### book 385e1.3

ὑπὸ λιπαρῷ (λ 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις,

### book 385e1.4

ὡς καὶ Ἀλεξίων (fr. 42 B.) ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν

### book 385e1.5

ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ „κρέα ἔδμεναι“ (Δ 345. Χ 347),

### book 385e1.1

ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ

### book 385e1.2

δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν

### book 385e1.3

λέξιν ἐπὶ τοῦ τόξου ὥστε εἶναι κατὰ κέρας, συναλιφὴν ἐκδεχόμενοι

### book 385e1.4

τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν,

### book 385e1.10.1

ὁπότε διελάβομεν περὶ τοῦ „κέρα ἐκ κεφαλῆσ“ (Δ 109). τοσοῦτον

### book 385e1.10.2

δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ ὡς ὅτι σπάνιόν ἐστιν ἐπ’

### book 385e1.10.3

ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι.

### book 385e1.10.4

„κόμην“ (Σ 27 al.) δὲ λέγει καὶ „τρίχασ“ (Χ 77 al.) καὶ „πλοκά‐

### book 385e1.10.5

μουσ“ (Ξ 176) καὶ ἐθείρας. A

### book 385e2.1

κέρᾳ ἀγλαέ: κέρᾳ σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν

### book 385e2.2

ἐκδεχομένη. τινὲς δὲ πληθυντικῶς ἤκουσαν b(BE3E4)T καὶ

### book 385e2.3

ἐπὶ τῶν τοξοτῶν ἐξεδέξαντο. καὶ Ἡρωδιανὸς (2,75,22) δέ φησιν

### book 385e2.4

ὅτι σπανίως τὸ κέρας ἐπὶ τριχὸς ἀνθρώπου τάσσεται παρὰ ποιη‐

### book 385e2.5.1

ταῖς, ἀλλὰ μᾶλλον ἐπὶ βοὸς ἢ ἄλλων θηρίων. | κέρας δέ ἐστιν ἡ ἐμπλοκὴ

### book 385e2.5.2

τῶν τριχῶν, ὡς καὶ Ἀθηναῖοι τὸν κρωβύλον. T

### book 385f.1

ἄλλως· κέρᾳ ἀγλαέ: τῇ τριχί· ὅθεν καὶ κείρειν. Ἀριστο‐

### book 385f.2

τέλης δὲ ‘ὦ τῷ τόξῳ σεμνυνόμενε‘. T

### book 385g.1

παρθενοπῖπα: καλῶς οὔ φησι ‚γυναικομανέσ‛, ἵνα

### book 385g.2

μὴ ὑπομνήσῃ Ἑλένης. καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ

### book 385g.3

μέχρι τῶν κατακλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθά‐

### book 385g

νει. T | τινὲς δὲ γράφουσι „παρθενοπῖα“, παρθένοις ἐοικώς. AT

### book 386.1

〈εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης:〉

### book 386.2

γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα. b(BCE3

### book 386.3

E4)T

### book 387.1

〈οὐκ ἄν τοι χραίσμῃσι:〉 ἀντὶ τοῦ οὐ 〈...〉 χραίσμοι.

### book 387.2

Aim

### book 388a.1

νῦν δέ μ’ ἐπιγράψας: Ἑλληνικὸν τὸ ἐπικρύπτειν

### book 388a.2

πρὸς ἐχθροὺς τὴν συμφοράν. ὁ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑ‐

### book 388a.3

ταίρων (cf. Λ 383). T

### book 388b.1

〈νῦν δέ μ’ ἐπιγράψας:〉 ἄκρως οὐ πληγή〈ν〉, ἀλλ’

### book 388b.2

ἐπιγραφήν φησιν. ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη „διαμπερὲς

### book 388b.3

ἰός / ἐν γαίῃ ἐπάγη“ (Λ 377—8). b(BCE3E4)T

### book 390a.1

κωφὸν γὰρ βέλος: ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ

### book 390a.2

τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον. A

### book 390b.1

κωφὸν γὰρ βέλος: μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν.

### book 390b.2

b(BCE3E4)T οἱ δὲ ἄηχον, „κύματι κωφῷ“ (Ξ 16)· τὸ γὰρ

### book 390b.3

πεμπόμενον μετὰ βίας ἔχει {τὸ} πολὺν ἐφελκόμενον τὸν ἀέρα. T

### book 391a.1

〈ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο:〉 ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς

### book 391a.2

τὸ σόν. Til

### book 391a

〈ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο:〉 ἀντὶ τοῦ ἄλλως ὑπ’ ἐμεῖο

### book 391a

πέμπεται. Aint

### book 391b.1

εἴ κ’ ὀλίγον περ ἐπαύρῃ: ἐλλείπει τὸ πρόσθεν· |

### book 391b.2

οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται „ἐπαύρω“. A

### book 391c

〈ἐπαύρῃ:〉 προσθίγῃ. Til

### book 392

〈αἶψα τίθησιν:〉 Ἀρίσταρχος „ἄνδρα τίθησιν“. Aim Til

### book 393-5.1

〈τοῦ δὲ γυναικὸς—ἠὲ γυναῖκες:〉 ἐπεξερ‐

### book 393-5.2

γασία ποιητική. Til

### book 395a.1

οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες: οὐκ ἔστιν ὅμοι‐

### book 395a.2

ον τῷ „γύπεσ〈σ〉ι〈ν〉 πολὺ φίλτεροι ἢ {τὸ} ἀλόχοισιν“ (Λ 162)·

### book 395a.3

τὸ γὰρ ἠὲ γυναῖκες τὴν ἀκολασίαν ἐλέγχει Πάριδος, ὡς πλείοσι

### book 395a.4

γυναιξὶ χρωμένου. T

### book 395b1.1

{οἰωνοὶ δὲ} περὶ πλέες: Τυραννίων (fr. 22 P.) „περί‐

### book 395b1.2

πλεεσ“ συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων. ὁ δὲ Ἀσκαλωνί‐

### book 395b1.3

της (p. 51 B.) κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ

### book 395b1.4

‘περὶ αὐτὸν πλέεσ‘. οὕτως δὲ καὶ Ἀλεξίων (fr. 43 B.), λόγῳ τούτῳ

### book 395b1.5.1

ὅτι καὶ κατ’ ἰδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπ’

### book 395b1.5.2

αὐτοῦ κινήματα· „τόσσον ἐγώ φημι πλέας ἔμμεναι“ (Β 129)· οὐ

### book 395b1.5.3

γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ „πλέο‐

### book 395b1.5.4

νές κεν μνηστῆρεσ“ (ς 247) συγκοπή ἐστιν ἡ πλέες φωνή, μὴ ὄντος

### book 395b1.5.5

δὲ ἄρα τοῦ συνθέτου 〈περι〉πλέονες, δοθήσεται μηδὲ τὸ ἀπ’ αὐτοῦ

### book 395b1.10.1

συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν,

### book 395b1.10.2

λειπούσης τῆς αὐτόν. A

### book 395b2

λείπει ἡ αὐτόν, ἵν’ ᾖ ‘περὶ αὐτὸν πλέεσ‘. Aim Aint

### book 395b3.1

οὐκ ἔστι σύνθετον τὸ περὶ πλέες, ἀλλὰ κατὰ παρά‐

### book 395b3.2

θεσιν ἡ περί· b(BCE3E4)T ὅθεν οἰκειοτονεῖται. b(BE3E4)

### book 396-8

〈τοῦ δ’〉 Ὀδυσεὺς 〈δουρικλυτὸσ〉 ἐγγύθεν

### book 396-8.1

ἐλθὼν / ἔστη 〈προσθ’· ὁ δ’ ὄπισθε— / ἐκ ποδὸς

### book 396-8.2

ἕλκε〉: τὸ φιλικὸν πάλιν τοῦ Ὀδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον

### book 396-8.3

Διομήδους δείκνυται· εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο

### book 396-8.5.1

παρακαλῶν τινα φαίνεται. διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνον‐

### book 396-8.5.2

ται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν. b(BCE3E4)T

### book 397-8.1

{ἔστη πρόσθ’·} ὁ δ’ ὄπισθε καθεζόμενος 〈βέλος

### book 397-8.2

ὠκύ / ἐκ ποδὸς ἕλκε〉: βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος

### book 397-8.3

πρὸς τὸ σαφέστερον. A

### book 400

〈ἤχθετο γὰρ κῆρ:〉 γράφεται „ὠκέας ἵππουσ“. Aim

### book 401.1

οἰώθη δ’ Ὀδυσεύς: ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσ‐

### book 401.2

σεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν. T

### book 402.1

〈ἐπεὶ φόβος ἔλλαβε πάντας:〉 ὅτι νῦν φανερῶς φόβος

### book 402.2

ἡ φυγή. Aim

### book 403-10.1

εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· / „ὤ

### book 403-10.2

μοι ἐγώ, τί πάθω〈—ἄλλον〉“: ποιητικῶς τὰ ἐνθυμη‐

### book 403-10.3

θέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει ὅτι οὐ μανικῶς

### book 403-10.4

ὁρμᾶν δεῖ εἰς τὰ δεινά. b(BCE3E4)T

### book 404

〈φέβωμαι:〉 ὅτι ἀντὶ τοῦ φύγω. Aint

### book 405.1

〈πληθὺν ταρβήσας:〉 ὅτι ἔξωθεν ἡ εἴς πρόθεσις, εἰς

### book 405.2

πληθύν. Aim

### book 405-6.1

αἴ κεν ἁλώω / μοῦνος: ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ

### book 405-6.2

b(BCE3E4)T παρὰ πάντας· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο

### book 405-6

πέπονθεν. b(BE3E4)T

### book 406.1

τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων: ἅπαν‐

### book 406.2

τα ὑπὲρ ἐκείνων ἀπολογεῖται. καὶ ὅτι ἡ προτροπὴ κατὰ δαίμονα

### book 406.3

γέγονεν αὐτῷ, ᾗ δεῖ πείθεσθαι. T

### book 407-10.1

ἀλλὰ τίη μοι ταῦτα〈—ἄλλον〉: χρησίμως

### book 407-10.2

πρὸς τὴν οἰκονομίαν ἔχει τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ

### book 407-10.3

γὰρ ναυμαχίαν βούλεται εἰσάγειν ὁ ποιητής, προτιτρώσκει τοὺς

### book 407-10.4

ἀρίστους· ἄτοπον γὰρ ἦν παρόντων καίεσθαι τὰς ναῦς. b(BCE3E4)

### book 407-10.5

T

### book 408

〈ἀποίχονται:〉 ἄπωθεν οἴχονται. Til

### book 409a.1

ὃς δέ κ’ ἀριστεύῃσι 〈μάχῃ ἔνι τὸν δὲ μάλα

### book 409a.2

χρεώ〉: ὅτι περισσὸς ὁ κέ. | ἀμφίβολος δὲ ἡ 〈ὑπο〉στιγμή· ἤτοι

### book 409a.3

γὰρ ἐπὶ τὸ ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότε‐

### book 409a.4

ρον, τὸ ἀριστεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν

### book 409a.5.1

ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ. τὸ δὲ δεύτερον, ἐπεὶ

### book 409a.5.2

τὸν ἐπαγγελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν

### book 409a.5.3

κίνδυνον ὑπομένειν. A

### book 409b

μάχῃ ἔνι: τὸ μάχῃ ἔνι πρὸς ἄμφω δύναται. T

### book 409c1.1

τὸν δέ {μάλα χρεώ}: Ἀλεξίων (fr. 44 B.) 〈τὸ〉 „τόνδε“

### book 409c1.2

ἓν μέρος λόγου ἐκδέχεται καὶ παροξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ

### book 409c1.3

τῇ τοῦτον. Τυραννίων (fr. 23 P.) δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα

### book 409c1.4

ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ

### book 409c1.5

ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν

### book 409c1.1

εὑρέθη ἐπ’ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ „τοῦσδε δ’

### book 409c1.2

ἔα φθινύθειν“ (Β 346), ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο

### book 409c1.3

παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν. βεβαιοτέρα

### book 409c1.4

μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται.

### book 409c1.10

A

### book 409c2.1

{τὸν δὲ μάλα χρεώ:} δύο μέρη λόγου τὸ τὸν δέ, ὥς

### book 409c2.2

φησιν Ἀλεξίων· σπανίως γὰρ αὕτη ἡ ἀντωνυμία ἐπεκτείνεται πα‐

### book 409c2.3

ρὰ τῷ ποιητῇ. T

### book 410a1.1

ἑστάμεναι κρατερῶς 〈ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’

### book 410a1.2

ἄλλον〉: ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον

### book 410a1.3

〈δὲ〉 παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἤ σύν‐

### book 410a1.4

δεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη

### book 410a1.5.1

εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ

### book 410a1.5.2

τὸ κρατερῶς· ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν‐

### book 410a1.5.3

δεσμοι. ὁ δὲ λόγος· ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν

### book 410a1.5.4

ἄλλον. A

### book 410a2

τελεία δὲ εἰς τὸ κρατερῶς. T

### book 413a.1

ἔλσαν δ’ ἐν μέσσοισι 〈μετὰ σφίσι πῆμα τιθέν‐

### book 413a.2

τεσ〉: ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλίσις. | τὸ δὲ ἑξῆς

### book 413a.3

ἐστιν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. | ἡ διπλῆ δέ,

### book 413a.4

ὅτι Ζηνόδοτος γράφει „μετὰ σφίσι, πῆμα δὲ ἔλσαν“. καὶ εὐτελὴς γί‐

### book 413a.5.1

νεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυτοῖς

### book 413a.5.2

πῆμα τιθέντες, οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ. A

### book 413b.1

ἔλσαν δ’ ἐν μέσσοισι: δεινὴ ἡ ἀγωνία· οὐδὲ γάρ,

### book 413b.2

εἰ θέλοι ὑποχωρεῖν, ἔξεστιν αὐτῷ. b(BCE3E4)T

### book 413c.1

〈ἔλσαν:〉 ψιλωτέον {δέ}· Αἰολικὴ γάρ ἐστιν ἡ κλίσις παρὰ

### book 413c.2

τὸ ἔλλω· οὐ γὰρ τοῦ ἔλασάν ἐστι συγκοπή. T

### book 413d1.1

μετὰ σφίσι: ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετά‐

### book 413d1.2

ληψις καὶ κατέχεται ὑπὸ τῆς προθέσεως. A

### book 413e1

〈μετὰ σφίσι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι. Aim

### book 413e2/d2.1

μετὰ σφίσι: Νικάνωρ (p. 212 Friedl.) διαστέλλει

### book 413e2/d2.2

τὸ σφίσι τῶν ἑξῆς. | ὀρθοτονητέον δὲ τὸ σφίσι. T

### book 413f.1

μετὰ σφίσι πῆμα τιθέντες: διὰ τῆς ἀναφωνήσεως

### book 413f.2

ἀνακτᾶται τὸν ἀκροατήν· λίαν γὰρ αὐτὸν ἐξεφόβησεν. φησὶν οὖν

### book 413f.3

ὅτι ἐπὶ τῷ ἑαυτῶν κακῷ ἐκύκλωσαν τὸν Ὀδυσσέα. T

### book 414-8.1

ὡς δ’ ὅτε κάπριον〈—δεινόν περ ἐόντα〉:

### book 414-8.2

ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθ’ ἕνα μὲν ὑπερέχειν τῶν κυκλω‐

### book 414-8.3

σάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει. b(BCE3E4)T

### book 416a.1

θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσ‐

### book 416a.2

σιν: συμπαρατρίβει γὰρ τὸ γένειον, b(BCE3E4)T ἀκονῶν

### book 416a.3

τὸν ὀδόντα· οὐ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστείλῃ

### book 416a.4

τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται. b(BE3E4)T

### book 416b.1

θήγων 〈λευκὸν ὀδόντα〉: καὶ τοῦτο ἐμφερές· καὶ

### book 416b.2

οὗτος γὰρ λογισμῷ προπαρασκεύασται. b(BCE3)T

### book 417

〈κόμπος ὀδόντων:〉 εἰκότως· κενοὶ γάρ εἰσιν. Til

### book 418

〈ἄφαρ:〉 νῦν τὸ ἄφαρ ἀντὶ τοῦ ῥᾳδίως. Til

### book 421a.1

οὔτασεν ὦμον ὕπερθεν μετάλμενος 〈ὀξέϊ δουρί〉:

### book 421a.2

καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφίβολον δὲ καὶ τὸ

### book 421a.3

ἑξῆς· ἤτοι γὰρ μετάλμενος ὁξέϊ δουρί, οἷον σὺν τῷ δόρατι

### book 421a.4

ἐφαλλόμενος, ὡς ἐκεῖ „καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον“ (θ 186).

### book 421a.5.1

ἢ καθ’ ὑπερβατόν, οὔτασεν ὀξέϊ δουρί, καθὸ διαστελοῦμεν

### book 421a.5.2

βραχὺ ἐπὶ τὸ μετάλμενος. A

### book 421b.1

ὦμον ὕπερθεν 〈μετάλμενοσ〉: στιγμὴ εἰς τὸ ὕπερ‐

### book 421b.2

θεν. τινὲς ὕπερθε μετάλμενος, ἐκ τοῦ ἄνωθεν μέρους †ἀφαιρού‐

### book 421b.3

μενος†, b(BCE3E4)T τοῦ κατὰ τὴν ὑψηλοτάτην ἐπιφάνειαν. T

### book 421c.1

〈ὕπερθεν ἐπάλμενος:〉 γράφεται „ὕπερθε μετάλμε‐

### book 421c.2

νοσ“. Aim

### book 421d

〈δουρί:〉 γράφεται „χαλκῷ“. Aint

### book 422a

〈Θόωνα:〉 καὶ „Ἀντίλοχος δὲ Θόωνα“ (Ν 545). Til

### book 422b.1

{αὐτὰρ ἔπειτα θόωνα καὶ} Ἔννομον: ὅτι οὗτος ὁ

### book 422b.2

Ἔννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ Διακόσμῳ „Μυσῶν δὲ A Χρόμις

### book 422b.3

ἦρχε καὶ Ἔννομοσ“ (Β 858). ATil

### book 423

〈ἀΐξαντα:〉 γράφεται καὶ „ἀΐσσοντα“. Aim

### book 424a1.1

〈δουρὶ κατὰ πρότμησιν:〉 οὕτως Ἀρίσταρχος „δου‐

### book 424a1.2

ρὶ κατὰ πρότμηστιν“. Aim

### book 424a2

κατὰ πρότμησιν διὰ τοῦ ς. ἔν τισι κεῖται τὸ τ. T

### book 424b.1

{δουρὶ κατὰ} πρότμησιν: ὅτι ἅπαξ τὴν πρότμησιν

### book 424b.2

ὠνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ

### book 424b.3

τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέ‐

### book 424b.4

γουσιν ἰατρῶν παῖδες ἦτρον. A

### book 424c.1

πρότμησιν: ἅπαξ εἴρηται Ὁμήρῳ. ἔστι δὲ ὁ κατὰ τὸν

### book 424c.2

ὀμφαλὸν τόπος, ὃν λέγομεν ἡμεῖς ἦτρον. T

### book 424d.1

πρότμησιν: Διονύσιος ὁ Θρᾷξ (fr. 15 Schm.) τὴν

### book 424d.2

ὀσφῦν, Φυλότιμος ἰατρὸς (fr. om. St.) τὸν τράχηλον, Ἀρίσταρχος

### book 424d.3

τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦτρον. Παρμενίσκος (fr. 4

### book 424d.4

B.) δὲ τὸν ὀμφαλὸν διὰ τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γεννωμένου

### book 424d.5

τοῦ βρέφους· ἢ ὅτι κατ’ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος. A

### book 424e1.1

πρότμησιν: οἱ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ,

### book 424e1.2

ἐπεὶ καὶ τοῦτο ἱερουργεῖται· οἱ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει

### book 424e1.3

ὁ ποιητής, ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὂν ζωογονίας καὶ σπερμάτων.

### book 424e1.4

T

### book 424e2.1

οἱ μὲν τὸν ἀπὸ κύστεως ἄχρι τοῦ ὀμφαλοῦ τόπον, οἱ

### book 424e2.2

δὲ τὴν ὀσφῦν, ἣν οὐδαμοῦ ὁ ποιητὴς τιτρώσκει ὡς αἰτίαν τῶν

### book 424e2.3

ζωογονούντων σπερμάτων. b(BCE3E4)

### book 425.1

ἀγοστῷ: τῇ δρακί, παρὰ τὸ ἄγειν. οἱ δὲ τῇ ἀγκάλῃ·

### book 425.2

οἱ δὲ ἑκατέρῳ {ἀγοστῷ}. νῦν δὲ οὐ δύναται ἀγκῶνι· τίς γὰρ ἀγκῶνι

### book 425.3

δράσσεται γῆς; b(BCE3E4)T

### book 427.1

〈αὐτοκασίγνητον εὐηγενέος Σώκοιο:〉 ἐκ τριῶν

### book 427.2

μερῶν τοῦ λόγου ὅλος ὁ στίχος. Aim

### book 427

〈εὐηγενέος:〉 εὐφυοῦς τῷ σώματι. b(BCE3E4)Til

### book 430a.1

πολύαινε: πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος. ἢ εἰρωνεύεται.

### book 430a.2

ἢ παρὰ τὸ αἰνόν ἡ σύνθεσις. b(BCE3E4)T

### book 430a

πολύαινε: μυθολόγε καὶ φλύαρε. Aim

### book 430b.1

δόλων ἆτ’ ἠδὲ πόνοιο: ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα

### book 430b.2

ἐξ ἱστορίας παρειληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον. A

### book 430c.1

δόλων ἆτ’ ἠδὲ πόνοιο: καὶ ἐν Ὀδυσσείᾳ (γ 121—2)

### book 430c.2

φησὶν „ἐνίκα δῖος Ὀδυσσεύς | παντοίοισι δόλοισι“, ὥστε ἄμφω

### book 430c.3

ἑνὸς τὰ σωμάτια. σωματικὰ δὲ καὶ ψυχικὰ ἐπαινεῖται Ὀδυσσέως. T

### book 431

〈Ἱππασίδῃσι:〉 γράφεται „Ἱππασίδηϊν“. Aint

### book 432a.1

τοιῶδ’ ἄνδρε 〈κατακτείνας καὶ τεύχε’ ἀπούρασ〉:

### book 432a.2

ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστίχιον· οὐ γὰρ ἐπιτρέπει τὰ τῆς

### book 432a.3

περιστάσεως σκυλεύειν. A | ἔφαμεν δὲ (sc. ad Θ 109) τὴν διὰ

### book 432a

τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μα‐

### book 432a.5.1

κράν· διὸ σημειούμεθα τὸ „τώδε δὲ νῶϊ“ (Θ 109) παροξυνόμενον.

### book 432a.5.2

AT

### book 432b.1

〈καὶ τεύχε’ ἀπούρας:〉 ὡς τούτου παρεπομένου τοῖς

### book 432b.2

φονεύουσιν. Tt

### book 432-3.1

τοιώδ’ ἄνδρε κατακτείνασ〈—ἀπὸ θυμὸν

### book 432-3.2

ὀλέσσῃσ〉: βάρβαρος ἡ ἀλαζονεία ἐν τοιούτῳ καιρῷ προφερομένη

### book 432-3.3

b(BCE3E4)T μεθ’ ὑπερβαλλούσης ὑπερηφανίας. b(BCE3E4)

### book 437a.1

πάντα δ’ ἀπὸ πλευρῶν 〈χρόα ἔργαθεν〉: οὕτω

### book 437a.2

„χροόσ“ αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα. | στικτέον

### book 437a.3

δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ

### book 437a.4

διελθὸν τὴν πανοπλίαν (cf. Λ 435—6) ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς

### book 437a.5.1

χρῶτα ἐχώρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν

### book 437a.5.2

(cf. 437). οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν ὥστε τῶν

### book 437a.5.3

ἐντοσθιδίων ἅψασθαι (cf. Λ 437—8). A

### book 437b1

〈χρόα:〉 Ἀρίσταρχος „χροόσ“. Aint

### book 437b2.1

„χροόσ“ {δὲ} καὶ χρόα διχῶς· Ζηνοδότ〈ει〉ος δὲ ἡ

### book 437b2.2

χρόα. T

### book 437c.1

χρόα: τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν

### book 437c.2

ἐμπαθῶν μερῶν σάρκωσιν. b(BCE3)T

### book 438

〈ἔγκασι:〉 ὡς τέρασιν. Til

### book 439a1.1

γνῶ δ’ Ὀδυσεὺς 〈ὅ οἱ οὔ τι τέλος κατακαί‐

### book 439a1.2

ριον ἦλθεν〉: αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν ἅπασαι·

### book 439a1.3

ἔγνω ὅτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγή, οὐκ εἰς καίριον

### book 439a1.4

τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει „βέλοσ“, κακῶς· οὐ βέβληται

### book 439a1.5

γάρ, ἀλλ’ ἐκ χειρὸς πέπληγε. λέγει δὲ τέλος τὸ τῆς ζωῆς. A

### book 439a2

Ἀρίσταρχος τέλος. Aint

### book 439a3

Ζηνόδοτος γράφει „βέλοσ“ Til

### book 439b1.1

γνῶ δ’ Ὀδυσεὺς 〈ὅ οἱ οὔ τι βέλος κατακαίριον

### book 439b1.2

ἦλθεν〉: ἔγνω ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡ βολή· φησὶ

### book 439b1.3

γὰρ „ὡς εἰπὼν οὔτησεν“ (Λ 434), „οὐδέ τ’ ἔασε / Παλλάσ“ (Λ 437—8)

### book 439b1.4

καὶ ἐπάγει „φθῆ σε τέλος θανάτοιο“ (Λ 451). ἔστι δὲ θαυμάσαι τὸ

### book 439b1.5.1

ἀτάραχον Ὀδυσσέως· οὐχ ὡς Ἀχιλλεὺς „σάκος μὲν ἀπὸ ἕο 〈χειρὶ

### book 439b1.5.2

παχείῃ/〉 ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος / ῥεῖα

### book 439b1.5.3

„διελεύσεσθαι“ (Υ 261—3). T

### book 439b2.1

ἔγνω ὁ Ὀδυσσεὺς ὅτι οὐκ εἰς καίριον ἐτελεύτησεν ἡ βολή·

### book 439b2.2

φησὶ γὰρ „ὣς εἰπὼν οὔτησεν“, „οὐδέ τ’ ἔασε / Παλλάσ“· καὶ ἐπάγει

### book 439b2.3

„ἦ μάλα δή σε“ (Λ 441) καὶ πάλιν „φθῆ σε τέλοσ“. ἔστι δὲ †ταρβῆσαι†

### book 439b2.4

τὸ ἀτάραχον Ὀδυσσέως, πῶς εὐθὺς τιτρώσκει μὴ δειλιάσας τὴν

### book 439b2.5

πληγήν. b(BCE3E4)

### book 441a1.1

ἆ δειλ’ ἦ μάλα δή σε: ἐπεὶ μετὰ τὰς προσαγορευτι‐

### book 441a1.2

κὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν

### book 441a1.3

δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν

### book 441a1.4

ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε

### book 441a1.5.1

ὀξυνοῖμεν εἴτε περισπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν

### book 441a1.5.2

λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλλη‐

### book 441a1.5.3

νικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος

### book 441a1.5.4

(p. 115 Schm.) μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι

### book 441a1.5.5

τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι,

### book 441a1.10.1

πάλιν ἀφαιρεθήσεται, ὡς „βουκόλε, ἐπεὶ οὔτε κακῷ“ (υ 227), „ἦ οὐ

### book 441a1.10.2

μέμνῃ, ὅτε τ’ ἐκρέμω“ (Ο 18). οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς „ἆ δειλέ, οὐ μὲν

### book 441a1.10.3

σοί γε“ (Λ 452). A

### book 441a2.1

{ἆ δείλ’}: ἐκ πλήρους τὸ δειλέ. καὶ στικτέον διὰ τὴν

### book 441a2.2

κλητικήν. T

### book 441b

〈κιχάνεται:〉 ἀντὶ τοῦ κιχήσεται. Til

### book 442

〈ἐπὶ Τρώεσσι μάχεσθαι:〉 περισσὴ ἡ ἐπί. Til

### book 445

κλυτοπώλῳ: τῷ ἰσχυροὺς—διαφυγεῖν δύναται. A

### book 446-9.1

καὶ ὁ μὲν φύγαδ’ αὖτισ〈—ὁ δ’ ἐπεύξατο

### book 446-9.2

δῖος Ὀδυσσεύσ〉: αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ γενομένη τραυματίου

### book 446-9.3

ἀνδρός. οὐκ ἄτοπον δὲ ἀλαζονεύεσθαι Ὀδυσσέα προάρξαντος ἐκείνου.

### book 446-9.4

καὶ ὅτι παρ’ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου. b(BCE3E4)T

### book 446a.1

〈φύγαδε:〉 φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυ‐

### book 446a.2

γήν, οὐ μὴν 〈ἐν〉 τῷ „τοὺς ἕλε〈ν〉, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο“

### book 446a.3

(Π 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον,

### book 446a.4

μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθόλου (1,

### book 446a.5

498,8). A

### book 446b

〈φύγαδε:〉 ἀπὸ τῆς φύξ. Til

### book 450a1

〈ὦ Σῶχ’:〉 ἐκ πλήρους Ἀρίσταρχος „ὦ Σῶκε“. Aint

### book 450a2

„ὦ Σῶκε“ ἐντελῶς αἱ Ἀριστάρχου. Til

### book 451a.1

φθῆ σε τέλος 〈θανάτοιο κιχήμενον, οὐδ’ ὑπά‐

### book 451a.2

λυξασ〉: εἰ καὶ ἔφυγες, κιχήμενον ἔφθη σε τὸ τέλος τοῦ θανάτου.

### book 451a

b(BCE3)T

### book 451b.1

φθῆ σε τέλος 〈θανάτοιο〉: πρόδηλον κἀκ τούτου ὅτι

### book 451b.2

γραπτέον „τέλος κατακαίριον“ (Λ 439). Ζηνόδοτος δὲ γράφει πάλιν

### book 451b.3

„φθῆ σε βέλος θανάτοιο“. A

### book 453.1

ὄσσε καθαιρήσουσι: παλαιὸν ἔθος. „χερσὶ κατ’ ὀφθαλ‐

### book 453.2

μοὺς ἑλέειν“ (λ 426). T

### book 454a.1

ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων (fr. 24 P.)

### book 454a.2

δὲ ὡς κομῆται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγει〈ν〉 ὡς

### book 454a.3

ὅτι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ς,

### book 454a.4

ὑπὲρ δύο συλλαβὰς ὄντα, ὀξύνεται, ἑρπηστής, „ὀρχηστήσ“ (cf. Π 617.

### book 454a.5

Ω 261). οὕτως οὖν καὶ ὠμηστής. A

### book 454b1.1

ἐρύουσιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστὼς

### book 454b1.2

χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων (fr.

### book 454b1.3

45 B.) περισπᾷ, οὐκ εὖ· ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρε‐

### book 454b1.4

λήφθη περισπώμενος· „αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί“

### book 454b1.5.1

(Λ 455). ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττικὴ οὖσα καὶ

### book 454b1.5.2

περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συν‐

### book 454b1.5.3

εσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ „τόνδε δ’ ἐγὼ κομιῶ“ (ο 546). τὸ μέντοι

### book 454b1.5.4

ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλ’ ἔστιν ἐνεστὼς ἀντὶ

### book 454b1.5.5

μέλλοντος. A

### book 454b2.1

{ὠμησταὶ ἐρύουσι:} προπαροξυτόνως τὸ ἐρύουσιν.

### book 454b2.2

ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. T

### book 455a1.1

{αὐτὰρ} ἐπεί κε θάνω: οὕτως Ἀρίσταρχος διὰ τοῦ μ,

### book 455a1.2

„ἔμ’, εἴ κε θάνω“. ἡ δὲ διὰ τοῦ π, ἐπεί κε θάνω, γραμματιστῶν. A

### book 455a2

Ἀρίσταρχος „{αὐτὰρ} ἔμ’, εἴ κε θάνω“. Aim

### book 455a3

αἱ Ἀριστάρχου „〈ἔμ’〉, εἴ κε θάνω“. T

### book 455b.1

ἐπεί κε θάνω: ἐὰν ἐκ τοῦ τραύματος τηλικοῦτον ἐπακο‐

### book 455b.2

λουθήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν ὡς ὑπὲρ αὐτῶν

### book 455b.3

ἀποθνῄσκων. b(BCE3E4)T

### book 456.1

ὣς εἰπὼν Σώκοιο δαΐφρονος 〈ὄβριμον ἔγχοσ〉: πρὸς

### book 456.2

τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν

### book 456.3

ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· καὶ ἔστιν

### book 456.4

ὑγιές· λέγει γὰρ „κῆδε δὲ θυμόν“ (Λ 458), οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ

### book 456.5.1

Ὀδυσσέως. τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. | κατὰ δὲ τὸ τέλος τοῦ

### book 456.5.2

στίχου βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου

### book 456.5.3

χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως, ἐπεὶ μὴ πρόσκει‐

### book 456.5.4

ται τὸ τίνος χρωτός (cf. Λ 457). ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτή‐

### book 456

σεται. A

### book 457a.1

ἔξω τε χροὸς 〈ἕλκε〉: τοῦ ἰδίου χροός. καὶ μεῖζον τὸ

### book 457a.2

κατόρθωμα Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ

### book 457a.3

δόρατος ἐφόνευσε τὸν πολέμιον. b(BCE3E4)T

### book 457b1

〈εἷλκε:〉 Ἀρίσταρχος „ἕλκε“. Aim

### book 457b2

„ἕλκε“ {δὲ} ἄνευ τοῦ ι T

### book 458a.1

αἷμα δέ οἱ σπασθέντος: οὕτως Ἀρίσταρχος οἱ, αἷμα

### book 458a.2

δὲ αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει „αἷμα δὲ οὗ σπασθέντοσ“·

### book 458a.3

γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει. A

### book 458b1.1

αἷμα δέ οἱ 〈...〉 ἀνέσσυτο: αἷμα δέ οἱ ἀνέσσυτο,

### book 458b1.2

αὐτῷ. ἐπὶ δὲ τῆς λεπτοτέρας πληγῆς „αἷμα δ’ ἀνηκόντιζε“ (Ε 113). T

### book 458b2.1

σημείωσαι ὅτι ἐπὶ μὲν τῆς λεπτοτέρας πληγῆς „ἀνηκόν‐

### book 458b2.2

τιζε“ φησίν, ἐπὶ δὲ τῆς μείζονος ἀνέσσυτο· τὸ γὰρ πολὺ οὐκ ἀκον‐

### book 458b2.3

τίζεται. b(BCE3E4)

### book 459a

〈ὅπως ἴδον:〉 γράφεται καὶ „ἐπεὶ ἴδον“. Aim

### book 459b.1

ὅπως ἴδον αἷμ’ Ὀδυσῆος: καλῶς ἄρα Λυκοῦργος ἐνο‐

### book 459b.2

μοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵν’

### book 459b.3

εἰ τρωθείη τις †λανθάνει† τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν. b(BCE3E4)

### book 459b

T

### book 460a1.1

κεκλόμενοι καθ’ ὅμιλον 〈ἐπ’ αὐτῷ πάντες ἔβη‐

### book 460a1.2

σαν〉: τὸ καθ’ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον

### book 460a1.3

κατὰ πλῆθος ἐπῆλθον αὐτῷ. πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν·

### book 460a1.4

παρακελεύσα〈ν〉το γὰρ τῷ πλήθει ἑαυτῶν. A

### book 460a2

τοῦ πρώτου τὸ καθ’ ὅμιλον. Til

### book 461a.1

〈αὐτὰρ ὅ γ’〉 ἐξοπίσω ἀνεχάζετο, 〈αὖε δ’ ἑταί‐

### book 461a.2

ρουσ〉: συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. εἰκότως οὖν ὑποχωρεῖ

### book 461a.3

καὶ βοᾷ τοὺς συμμάχους. b(BCE3)T

### book 461b1.1

αὖε {δ’ ἑταίρους}: ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν.

### book 461b1.2

ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον

### book 461b1.3

〈τὸ ἀφαύω〉. A

### book 461b2

{αὖε δ’ ἑταίρους:} ψιλωτέον. †ἔστι δὲ† ἐπὶ τοῦ ξηραίνω. T

### book 462a

〈ἤϋσεν:〉 ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε. Aim

### book 462b

〈ὅσον κεφαλὴ χάδε φωτός:〉 ὅσον ἠδύνατο. Aint

### book 462c1.1

ὅσον κεφαλὴ χάδε φωτός: ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ‘.

### book 462c1.2

τὸ δὲ σχῆμα πολλαχῇ, ὡς καὶ ἐπὶ τοῦ „ἐκ πυκινῆς ὕλης πτόρθον κλάσε ὡς

### book 462c1.3

ῥύσαιτο περὶ χροῒ μήδεα φωτόσ“ (ζ 128—9). μεγαλόφωνος δὲ παρα‐

### book 462c1.4

δίδοται ὁ Ὀδυσσεύς· „ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην“ (Γ 221). T

### book 462c2.1

ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ‘ φωτός εἶπε. b(BCE3E4) τὸ δὲ

### book 462c2.2

σχῆμα πολλαχῇ, ὡς καὶ ἐν Ὀδυσσείᾳ· „†ὅπως ῥύοιτο† περὶ χροῒ

### book 462c2.3

μήδεα φωτόσ“. δείκνυσι δὲ διττὴν εἶναι τὴν φωνήν, τὴν μὲν θωρακικήν,

### book 462c2.4

τὴν δὲ πλατεῖαν καὶ οἱονεὶ σφοδροτέραν ἐκ κεφαλῆς. b(BE3E4)

### book 463.1

τρὶς δ’ ἄϊεν ἰάχοντος 〈ἀρηΐφιλος Μενέλαοσ〉: ὡς

### book 463.2

αἴτιος τῆς μάχης νῦν προσεκτικὸς διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος·

### book 463.3

b(BCE3E4)T ἢ ὡς φίλος Ὀδυσσεῖ, b(BE3E4)T „ἐξ Ἰθάκης

### book 463.4

ἀγαγὼν σὺν κτήμασι“ (δ 175). T αἰσθόμενος δὲ ὡς οὐκ ἔστιν

### book 463.5

ἀξιόμαχος, προσλαβεῖν Αἴαντα ἐνθυμεῖται. b(BE3E4)T

### book 464.1

αἶψα δ’ ἄρ’ Αἴαντα 〈προσεφώνεεν ἐγγὺς ἐόντα〉:

### book 464.2

χάριεν τὸ τῆς περιπετείας, τὸ τὸν ἀλκιμώτατον εὑρεθῆναι πλησίον.

### book 464.3

b(BCE3E4)T τὸ δὲ αἶψα τῆς ἐπείξεως αὐτοῦ καὶ προθυμίας

### book 464.4

σημαντικόν. T

### book 466a1

〈ἵκετο φωνή:〉 Ἀρίσταρχος „ἵκετ’ ἀϋτή“. Aim

### book 466a2.1

ἵκετο φωνή: „ἵκετ’ ἀϋτή“. οὕτως, ἵνα συνᾴδῃ τῷ

### book 466a2.2

„τρὶς μὲν ἔπειτ’ ἤϋσε“ (Λ 462). T

### book 467a1.1

τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο: ὡς εἰ· καιρὸν γὰρ οὐκ

### book 467a1.2

εἶχε νῦν σαφῶς δηλῶσαι τὸ πρᾶγμα ὁ Ὀδυσσεύς, μόνον δὲ βοᾷ. T

### book 467b1.1

βιῴατο: ἀπὸ γὰρ τοῦ πολυτλήμονος στοχάζεται ὡς, εἰ

### book 467b1.2

μὴ †ἠνάγκασται†, οὐκ ἂν ἐβόησεν. T

### book 467a2/b2.1

οὐχὶ τῷ Ὀδυσσεῖ ἰκέλη, ἀλλ’ αὐτῷ τῷ ὡς εἴ ἑ

### book 467a2/b2.2

βιῴατο· | στοχάζεται γὰρ ὡς ὁ ταλασίφρων (cf. Λ 466) οὐκ ἄν, εἰ

### book 467a2/b2.3

μὴ ἠνάγκαστο, ἐβόησεν. b(BCE3E4)

### book 467c.1

〈τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο:〉 ὁ νοῦς· τοιαύτη, οἵα ἂν

### book 467c.2

γένοιτο καταπονουμένου ἀνδρός. Aint

### book 469

ἀλεξέμεναι γὰρ ἄμεινον: ἄμεινον, ἐκείνῳ δηλονότι,

### book 469

βοηθεῖν ἤπερ ὧδε σχολάζειν. b(BCE3)T

### book 470

〈ἐνὶ Τρώεσσι:〉 γράφεται „μετὰ Τρώεσσι“. Aim

### book 475a.1

ἀμφ’ ἔλαφον 〈κεραὸν βεβλημένον〉: οὐ δειλὸς ὁ Ὀδυσ‐

### book 475a.2

σεύς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβο‐

### book 475a.3

λῆς, ἀλλὰ τῶν ὁμοίων παθημάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει,

### book 475a.4

ἵνα αὐξήσῃ τὸν κίνδυνον. A b (BCE3E4)T

### book 475b.1

ἀμφ’ ἔλαφον: μερικὴ ἡ παραβολὴ πρὸς τὴν πληγὴν καὶ

### book 475b.2

πρὸς τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος, καὶ

### book 475b.3

ὥσπερ θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω καὶ τοὺς Τρῶας ὁ Αἴας.

### book 475b.4

b(BCE3E4)T

### book 476

〈τὸν μέν τ’ ἤλυξε:〉 τὸν ἄνδρα δηλονότι. Aim

### book 478.1

αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός:

### book 478.2

πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζῴων. ἄγει δὲ καὶ

### book 478.3

ἐπ’ ἐκεῖνο ἡ ἔννοια ὅτι οὐδ’ ἂν τῷ Ὀδυσσεῖ προσῆλθον οἱ βάρβαροι,

### book 478.4

εἰ μὴ διὰ τὸ τετρῶσθαι πεπονημένῳ. b(BCE3E4)T

### book 480a.1

ἐν νέμεϊ σκιερῷ: ὅτι Ζηνόδοτος γράφει „ἐν νέμεϊ γλα‐

### book 480a.2

φυρῷ“. τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι †ὑπὸ

### book 480a.3

συνδένδρῳ τόπῳ ἀνάρμοστον. A

### book 480b.1

〈ἐν νέμεϊ:〉 νέμος σύμφυτος τόπος καὶ εἰς νομὴν πεποιημέ‐

### book 480b.2

νος. Til

### book 480c.1

λῖν: περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰ‐

### book 480c.2

τιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα πε‐

### book 480c.3

ρισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, †μοῦν†, μνᾶν, „σῦν“

### book 480c.4

(Ι 539 al.), μῦν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶ‐

### book 480c.5.1

ται, τῆς εὐθείας ὀξυνομένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ

### book 480c.5.2

τῆς Καθόλου (1,415,5). A

### book 480d.1

ἄλλως· 〈λίν:〉 ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ

### book 480d.2

πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 807 dub.) „αἱ μέν ῥα λίεσσιν“,

### book 480d.3

ὡς μύεσσιν. Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι. A

### book 481a.1

σίντην· θῶες μέν τε 〈διέτρεσαν, αὐτὰρ ὁ δά‐

### book 481a.2

πτει〉: Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (sc. 9,1 p. 610 a 13) φησὶ θῶας

### book 481a.3

καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν

### book 481a.4

τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ

### book 481a.5

ποιητής. AT

### book 481b.1

αὐτὰρ ὁ δάπτει: αὕτη ἡ ἐπεξεργασία τῆς παραβολῆς

### book 481b.2

οὐ πρὸς τὸ προκείμενον. T

### book 484a.1

ἀΐσσων ᾧ ἔγχει 〈ἀμύνετο νηλεὲς ἦμαρ〉: ἢ ἐπὶ τὸ

### book 484a.2

ἀΐσσων βραχὺ διασταλτέον ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατά‐

### book 484a.3

σκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ

### book 484a.4

„ἔγχει ἐπαΐσσων“ (Κ 348). A

### book 484b.1

ἀΐσσων: στιγμὴ εἰς τὸ ἀΐσσων. οὐ πρὸς τρῶσιν δὲ

### book 484b.2

ὥρμα (ἄπιστον γὰρ τοῦτο), ἀλλὰ πρὸς τὸ ἐκφοβῆσαι μόνον. b

### book 484b.3

(BCE3E4)T

### book 484c

〈νηλεὲς ἦμαρ:〉 τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνα‐

### book 484c

τον. Aim

### book 486a.1

στῆ δὲ παρέξ: παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως

### book 486a.2

τῷ „ὦσα παρέξ“ (ι 488). A

### book 486b

〈παρέξ:〉 ἀντὶ τοῦ παρά. καὶ ὀξύνεται. Til

### book 488a1.1

εἵως θεράπων 〈σχεδὸν〉 ἤλασεν ἵππους: ὁ τοῦ

### book 488a1.2

Μενελάου· Ὀδυσσεὺς γὰρ οὐκ ἔχει ἵππους ἅτε δὴ νησιώτης. b(BCE3

### book 488a1.3

E4)T ἀλλὰ νῦν διὰ τὴν χρείαν οὐκ εἴα ὁ καιρὸς Μενέλαον εἰπεῖν

### book 488a1.4

„ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο“ (Θ 105). T

### book 488a2

τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς. Aint

### book 489

〈Αἴας δέ:〉 ἔσχατος ἀριστεύει Αἴας ὡς νωθής (cf. Λ 559). Til

### book 490a.1

Πριαμίδην, νόθον 〈υἱόν〉: ἐπὶ τὸ Πριαμίδην βραχὺ

### book 490a.2

διαστέλλειν ἀξιοῦσί τινες, οὐκ ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ

### book 490a.3

πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξή‐

### book 490a.4

γησιν ἢ ἐπανάληψιν. | περισσὸν δὲ τὸ—ἐμπεριέχεται. A

### book 490b.1

Πριαμίδην, νόθον υἱόν: τελεία εἰς τὸ Πριαμίδην, καὶ

### book 490b.2

μετ’ ἐμφάσεως ἡ ἐπανάληψις τοῦ δηλουμένου. b(BCE3)T καὶ πά‐

### book 490b.3

λιν εἰς τὸ υἱόν τελεία. b(BCE3)

### book 492-5.1

ὡς δ’ ὁπότε πλήθων ποταμὸσ〈—βάλλει〉:

### book 492-5.2

καὶ ἐπὶ Διομήδους (sc. Ε 87—92) ἡ παραβολή, ἀλλὰ μείζων ἐκεῖ διὰ

### book 492-5.3

τὴν ἐπικουρίαν Ἀθηνᾶς (cf. Ε 1—8). οὐ μὴν οὐδὲ αὕτη εἰκῇ πρόσκει‐

### book 492-5.4

ται· τὸ γὰρ κάτεισι (492) τὴν ἀκώλυτον ὁρμὴν ὑποφαίνει, καὶ τὸ

### book 492-5.5

ὀπαζόμενος (493) οἷον ἐπειγόμενος. b(BCE3E4)T

### book 492.1

πεδίον δὲ κάτεισι: ὅτι Ζηνόδοτος γράφει „πεδίον δὲ

### book 492.2

δίηται“. τὸ δὲ κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ. A

### book 494a.1

πολλὰς δὲ δρῦς ἀζαλέας: πρὸς τὸ σημαινόμενον, πό‐

### book 494a.2

τερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὥραν ξηραινόμενα τὰ

### book 494a.3

δένδρα ἐκ ῥιζῶν ἀναβάλλεται ὑπὸ τῶν χειμάρρων. ἢ ὅτι οἱ δρυτόμοι

### book 494a.4

εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκα‐

### book 494a.5

ταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές. A

### book 494b.1

πολλὰς δὲ δρῦς ἀζαλέας 〈πολλὰς δέ τε πεύκασ〉:

### book 494b.2

ἢ τὰς μὴ παρὰ τὸν ποταμόν, ἀλλ’ ἄνω που οὔσας, ἵνα τὸ πλῆθος τοῦ

### book 494b.3

ῥείθρου δηλοῖ· ἢ ἃς οἱ δρυτόμοι τιθέασι πρὸς τὸ ξηρανθῆναι· b(BCE3

### book 494b.4

E4)T „ἡ μέν τ’ ἀζομένη κεῖται 〈ποταμοῖο παρ’ ὄχθασ〉“ (Δ 487): T

### book 494b.5.1

καὶ διὰ τὸ δυσμετακόμιστον τῶν ξύλων ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν.

### book 494b.5.2

διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ πολλάς ἐπαίρει τὸν λόγον. b(BCE3

### book 494b.5.3

E4)T

### book 495

ἀφυσγετόν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ „ὑετόν“ (Μ

### book 495.1

133), ὁ δὲ Τυραννίων (fr. 25 P.) βαρύνει ὁμοίως τῷ „ἀτρύγετον“

### book 495.2

(Ο 27 al.). ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπὲρ

### book 495.3

τρεῖς συλλαβάς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχημα‐

### book 495.5.1

τισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει

### book 495.5.2

ἔχειν τὴν ὀξεῖαν, ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος. τὸ δὲ

### book 495.5.3

λα〈ι〉λαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ „Ἰαπετόσ“ (Θ 479)

### book 495.5.4

ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς

### book 495.5.5

ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν,

### book 495.10

δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. A

### book 498-9.1

ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ 〈μάρνατο πάσης /〉

### book 498-9.2

ὄχθας πὰρ ποταμοῖο 〈Σκαμάνδρου〉: ἀριστερὸς τοῦ ναυστάθ‐

### book 498-9.3

μου ἐστὶν ὁ Σκάμανδρος. T

### book 498.1

ἐπεί ῥα μάχης ἐπ’ ἀριστερά: μέμνηται ἑαυτοῦ ὁ ποιητὴς

### book 498.2

εἰπὼν ἔμπροσθεν „ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσ〈σ〉ε Κρονίων“

### book 498.3

(Λ 336)· οὕτω γὰρ κατὰ ἴσα ἡ μάχη γίνεται, τῶν ἀρίστων ἐφ’ ἑκατέρῳ

### book 498.4

μέρει ἀριστευόντων καὶ μήπω συμβαλλόντων ἀλλήλοις. καταλιμπά‐

### book 498.5

νων δὲ Αἴαντα ποικίλλει τὸ ὑποκείμενον. T

### book 500.1

〈ἀνδρῶν:〉 τῶν Ἀχαιῶν· φησὶ γάρ· „νέων δ’ ἀλάπαζε φά‐

### book 500.2

λαγγασ“ (Λ 503). T

### book 501.1

Νέστορα δ’ ἀμφὶ μέγαν καὶ 〈ἀρήϊον〉 Ἰδομενῆα:

### book 501.2

κατακωμῳδεῖ τὸ ῥᾴθυμον Ἕκτορος, καθὸ φυγὼν τοὺς περὶ Ὀδυσσέα

### book 501.3

καὶ Ἀγαμέμνονα τούτοις ἑαυτὸν ἐκδίδωσιν. T

### book 502

{ἕκτωρ μὲν μετὰ τοῖσιν} ὁμίλει: ὅτι ὁμίλει ἀντὶ τοῦ

### book 502

ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας συμβάλλειν. A

### book 503a1.1

νεῶν δ’ ἀλάπαζε φάλαγγας: οἱ μὲν πλείους ἀνέγνω‐

### book 503a1.2

σαν „νέων“ ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι

### book 503a1.3

Ἀρίσταρχος καὶ Ἀλεξίων (fr. 46 B.) καὶ ὁ Ἀσκαλωνίτης (p. 51 B.)

### book 503a1.4

περιέσπασαν, ἵνα ἀπὸ τοῦ „τῶν νέες ὠκεῖαι“ (η 36) ᾖ, ἐπ〈ε〉ὶ, φησί,

### book 503a1.5.1

νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης

### book 503a1.5.2

ὑπαρχούσης τῆς διανοίας ‘τὰς πρὸ τῶν νεῶν τάξεισ‘. A

### book 503a2.1

{νέων δ’ ἀλάπαζε φάλαγγας:} τὰς πρὸ τῶν νεῶν τάξεις.

### book 503a2.2

τινὲς δὲ „νέων“ ἀντὶ τοῦ νεωτέρων. T

### book 504.1

κελεύθου: τῆς ὡς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ ἧς εἶχον

### book 504.2

κατ’ αὐτῶν προθυμίας. b(BCE3E4)T

### book 506a.1

παῦσεν ἀριστεύοντα 〈Μαχάονα ποιμένα λαῶν〉:

### book 506a.2

ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύον‐

### book 506a.3

τα φησίν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „τῷ 〈δ’〉 οὔ πώ τις ὅμοιος ἐπιχθόνιος

### book 506a.4

γένετ’ ἀνήρ / κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτασ“ (Β

### book 506a.5

553—4). A

### book 506b.1

ἀριστεύοντα Μαχάονα: λεληθότως ἐνέφηνεν ὡς διετί‐

### book 506b.2

θετό τι ὁ Μαχάων. τίς δὲ ἡ ἀριστεία, ἐπὶ κεφαλαίου εἰπὼν οὐ διέξεισι

### book 506b.3

κατὰ μέρος ὡς ἐπὶ τῶν ἄλλων. T

### book 507.1

κατὰ δεξιὸν ὦμον: εἰς τὸν ὦμον τέτρωται, b(BCE3)T

### book 507.2

ἵνα μηδὲ τοῖς τρωθεῖσιν ἐπαρκῇ. b(BCE3E4)T ηὔξησεν οὖν τὴν

### book 507.3

ἀγωνίαν. T

### book 508

τῷ ῥα περίδδεισαν: τῷ Μαχάονι, ὡς διὰ τῶν ἑξῆς δηλοῖ

### book 508

„ἰητρὸς γὰρ ἀνὴρ πολλῶν 〈ἀντάξιος ἄλλων〉“ (Λ 514). T

### book 509a.1

πολέμοιο μετακλι〈ν〉θέντος: ἐπὶ θάτερον μέρος τῆς

### book 509a.2

ῥοπῆς γενομένης. b(BCE3E4)T

### book 509b.1

〈πολέμοιο〉 μετακλινθέντος: ἀντὶ τοῦ μεταβληθέντος

### book 509b.2

τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων. A

### book 510.1

αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα: οὐχ ὅτι

### book 510.2

τὸ δέον μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλ’ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν

### book 510.3

λόγον περικεῖσθαι τῷ Νέστορι ὡς περὶ ἰδίας σπεύδοντι ἀπαλλαγῆς.

### book 510.4

πιθανὴ δὲ καὶ ἡ ἀναχώρησις τῷ Νέστορι κατὰ πρόφασιν τῆς τοῦ

### book 510.5.1

ἰατροῦ ἐπιμελείας, ἵνα μὴ καὶ τούτου ἔρημον γένηται τὸ στράτευμα.

### book 510.5.2

ἀπαλλάσσει τε δευτέρων κινδύνων τὸν Νέστορα ὁ ποιητής, καὶ

### book 510.5.3

ταῦτα στερόμενον τῶν σῳζόντων. b(BCE3E4)T

### book 512-3.1

ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, 〈πὰρ δὲ Μαχάων /

### book 512-3.2

—ἵππουσ〉: τοῦτον ἐδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ τὰς ναῦς

### book 512-3.3

ἀγαγεῖν· τὸν γὰρ ὦμον ἦν τετρωμένος. οἰκονομικῶς δὲ ἐφ’ ἅρματος

### book 512-3.4

αὐτὸν ἐποίησεν ἀπιόντα, ἵνα διὰ τὸ τῶν ἵππων τάχος παραδράμῃ

### book 512-3.5.1

τὴν ὄψιν τοῦ Ἀχιλλέως, καὶ μὴ δυνηθεὶς ἀκριβῶς καταμαθεῖν, τίς

### book 512-3.5.2

ἐστι, τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ, b(BCE3E4)T καὶ

### book 512-3.5.3

ἡ Πατρόκλεια εἰς τὴν ποίησιν παρέλθῃ. T

### book 512a1

〈ἄγρει:〉 παρορμητικόν. „ἄγε“ παρακελευστικόν. Til

### book 512a2

ἔστι δὲ τὸ μὲν ἄγρει παρορμητικὸν ἐπίρρημα, τὸ δὲ „ἄγε“

### book 512a2

παρακελευστικόν. b(BCE3E4)

### book 513.1

ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους: ἵνα εἴπῃ

### book 513.2

Ἀχιλλεὺς „ἵπποι γάρ με παρήϊξαν“ (Λ 615). καὶ ὁ Νέστωρ δὲ καθο‐

### book 513.3

μιλήσας τῷ Πατρόκλῳ δύναται ποικίλως πεῖσαι. T

### book 515a.1

ἰούς τ’ ἐκτάμνειν〈—πάσσειν〉: ἀθετεῖται, ὅτι

### book 515a.2

οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γάρ, εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ

### book 515a.3

φαρμακεύειν οἶδεν. | καὶ Ἀριστοφάνης προηθέτει, Ζηνόδοτος δὲ οὐδὲ

### book 515a.4

ἔγραφεν. A

### book 515b

Ζηνόδοτος δὲ οὐ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. T

### book 515c.1

ἰούς τ’ ἐκτάμνειν 〈ἐπί τ’ ἤπια φάρμακα πάσ‐

### book 515c.2

σειν〉: ἐμείωσε, φασί, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν

### book 515c.3

εἴδησιν· καίτοι φησίν· „ὅς ῥά τε πάσης / εὖ εἰδῇ σοφίασ“ (Ο 411—2).

### book 515c.4

οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο

### book 515c.5.1

παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο,

### book 515c.5.2

συνετέλεσε δὲ Ἱπποκράτης, Πραξαγόρας (fr. 36 St.), Χρύσιπ‐

### book 515c.5.3

πος (sc. medicus), b(BCE3E4)T ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτη‐

### book 515c.5.4

τικόν, „νοῦσον δ’ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι“ (ι 411),

### book 515c.5.5

„ἀσπασίως δ’ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν“ (ε 397). T ἔνιοι

### book 515c.10.1

δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι

### book 515c.10.2

κοινός, ἀλλ’ ἐπὶ τὸν Μαχάονα, ὃν μόνον χειρουργεῖν τινες λέγουσι·

### book 515c.10.3

τὸν γὰρ Ποδαλείριον διαιτᾶσθαι νόσους. καὶ τεκμήριον τούτου·

### book 515c.10.4

Ἀγαμέμνων τρωθέντος Μενελάου οὐκ ἄμφω ἐπὶ τὴν θεραπείαν

### book 515c.10.5

καλεῖ, ἀλλὰ τὸν Μαχάονα (cf. Δ 193—7). b(BCE3E4)T τοῦτο

### book 515c.15.1

ἔοικε καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει νομίζειν, ἐν οἷς φησιν (fr. 5

### book 515c.15.2

A. = 2 B.)· „αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ †ἐνοσίγαιος πεσεῖν† /

### book 515c.15.3

ἀμφοτέροις, ἕτερον δ’ ἑτέρου κυδίον’ ἔθηκεν· / τῷ μὲν κουφοτέρας

### book 515c.15.4

χεῖρας πόρεν, ἔκ τε βέλεμνα / σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα

### book 515c.15.5

πάντ’ ἀκέσασθαι, / τῷ δ’ ἄρ’ ἀκριβέα †πάντ’ ἐνὶ† στήθεσσιν

### book 515c.20.1

ἔθηκεν, / ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι· / ὅς ῥα καὶ

### book 515c.20.2

Αἴαντος πρῶτος μάθε χωομένοιο / ὄμματά τ’ ἀστράπτοντα βαρυνό‐

### book 515c.20.3

μενόν τε νόημα.“ T εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦ‐

### book 515c.20.4

μα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· οἷον γὰρ ἦν πυρέτ‐

### book 515c.20.5

τοντα τὸν ἥρωα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτι‐

### book 515c.25.1

ζόμενον· b(BCE3E4)T ταῦτα γὰρ κωμικά, ὡς καὶ Διονυσίῳ

### book 515c.25.2

(cf. T.G.F. 76, fr. 3a Sn. = F.C.G. III p. 553 Mein.) πεποίηται ἐν

### book 515c.25.3

†λιμῷ τῶν νόσων† Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν πειρᾶται τὸν

### book 515c.25.4

Ἡρακλέα. T ἢ μόνων τῶν ἐπειγόντων πρὸς τὸν πόλεμον μέμνη‐

### book 515c.25.5

ται· εἰσὶ δὲ φάρμακα καὶ χειρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ

### book 515c.30

ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης

### book 515c.1

εἶναι πολλῶν ἀντάξια. b(BE3E4)T μήποτε δὲ καὶ τὸ ἑξῆς τοῦ

### book 515c.2

λόγου τοιόνδε· εἰς τὰς ναῦς ἔλαυνε τοὺς ἵππους (cf. Λ 513) καὶ

### book 515c.3

τὸν ἰὸν ἔκτεμνε τῷ Μαχάονι καὶ ἐπίπασσε φάρμακα (cf. 515)·

### book 515c.4

καὶ οὐ θαῦμα ἰούς τὸν ἰὸν εἰρῆσθαι· καὶ „πρόσωπα“ (Σ 414 al.)

### book 515c.35.1

γάρ φησι καὶ „στήθεα“ (Σ 415. ς 69)· καὶ τὸ ἀπαρέμφατον ἀντὶ

### book 515c.35.2

προστακτικοῦ. T

### book 517.1

〈αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο:〉 ἄπεισιν ὁμιλήσων

### book 517.2

Πατρόκλῳ. Til

### book 518.1

〈Ἀσκληπιοῦ υἱός,〉 ἀμύμονος ἰητῆρος: τὸ ἀμύ‐

### book 518.2

μονος τοῦ ἰατῆρός ἐστιν ἐπίθετον· θνητοῖς γὰρ εἴωθεν Ὅμηρος

### book 518.3

τάσσειν τὸ ἐπίθετον· καὶ „ἀμύμονα“ γοῦν „Πήδασον“ (Π 152)

### book 518.4

φησίν. T

### book 519a.1

〈μάστιξεν δ’ ἵππους:〉 γράφεται „μάστιξεν δ’ ἐλά‐

### book 519a.2

αν“. Aim

### book 519b.1

μάστιξε〈ν〉 δ’ ἐλάαν: ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν.

### book 519b.2

ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς, ὡς

### book 519b.3

τὸ „βῆ δ’ ἐλάαν“ (Ν 27) ἀντὶ τοῦ ἔβη ἐλαύνων. b(BCE3E4)T

### book 520

〈τῇ γὰρ φίλον:〉 τοῖς ἵπποις διὰ τὰς φάτνας. Til

### book 521-3.1

〈Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν

### book 521-3.2

/Ἕκτορι παρβεβαώς:〉 φησὶ γὰρ „Κεβριόνην δ’ ἐκέλευσεν /

### book 521-3.3

ἵππων ἡνί’ ἑλεῖν“ (Θ 318—9). μέχρι δὲ τούτου ἠμέλησε τῶν χωρίων

### book 521-3.4

ὡς σωφρονισθῆναι ὑπὸ τοῦ ἡνιόχου. Til

### book 523.1

{ἕκτωρ νῶϊ μὲν ἐνθάδ’} ὁμιλέομεν: ὅτι κυρίως λέγει

### book 523.2

ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν. A

### book 524.1

ἐσχατιῇ πολέμοιο: εἶπε γὰρ „μάχης ἐπ’ ἀριστερὰ

### book 524.2

μάρνατο πάσησ“ (Λ 498), ὅπου, φησίν, οὐδὲν ὠφελεῖ ἡ ἡμετέρα

### book 524

παρουσία. T

### book 527.1

εὐρὺ γὰρ 〈...〉 ἔχει σάκος: ἔνθεν καὶ Εὐρυσάκης ὁ

### book 527.2

τοῦ Αἴαντος υἱός. T

### book 528.1

κεῖς’ ἵππους {τὲ καὶ ἅρμα}: ὅτι Ζηνόδοτος γράφει

### book 528.2

„κεῖθ’ ἵππουσ“. γίνεται δὲ ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ ἐκεῖσε εἰς ἐκεῖνον

### book 528.3

τὸν τόπον, ὃ δὴ νῦν ἁρμόζει. A

### book 529a1.1

〈ἱππῆες πεζοί τε κακὴν〉 ἔριδα προβαλόντες:

### book 529a1.2

μέσην ἀμφοτέρων ἔχοντες. T

### book 529a2

μέσον ἀλλήλων κινήσαντες. b(BCE3E4)

### book 531.1

ὣς ἄρα φωνήσας ἵμασεν 〈καλλίτριχας ἵππουσ〉:

### book 531.2

εὖ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκτορος λόγους· τάχα γὰρ οὐδὲ

### book 531.3

ἤθελεν ἥκειν ἐκεῖσε διὰ τὸν Αἴαντα. b(BCE3E4)T

### book 532.1

ἀΐοντες: ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκεν· τὸ γὰρ ἀΐον‐

### book 532.2

τες ἐστὶν ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ

### book 532.3

γὰρ ἀκοὴ εἶδός ἐστι τῆς αἰσθήσεως. A

### book 534

στείβοντες νέκυας: καὶ στιβεὺς ὁ βίᾳ πατῶν. T

### book 534-5.1

〈στείβοντες νέκυάς τε—περὶ δίφρον:〉

### book 534-5.2

φαντασίαν ποιεῖ ἡ ἔπειξις ὥστε διὰ τῶν πτωμάτων ἔρχεσθαι. εἴωθε

### book 534-5.3

δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν δὲ ἀπὸ τοῦ

### book 534-5.4

ἀναφερομένου αἵματος ὥστε πιμπλάναι τὸν ἄξονα καὶ τὰς ἄντυγας,

### book 534-5.5.1

τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. b(BCE3E4)T βαθὺ δὲ τραῦμα

### book 534-5.5.2

δηλῶσαι θέλων φησὶ „πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι“ (Π 333).

### book 534-5

b(BE3E4)T

### book 536a.1

ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων 〈ῥαθάμιγγες ἔβαλ‐

### book 536a.2

λον〉: οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον „αἵ τ’ ἀπ’ ἐπισσώτρων“

### book 536a.3

(Λ 537)· ὁ γὰρ λόγος οὗτος· ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν

### book 536a.4

ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων. A

### book 536b.1

ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλ‐

### book 536b.2

λον: ἃς ἔβαλλον ἄντυγας (cf. Λ 535) b(BCE3)T αἱ ἀπὸ τῶν

### book 536b.3

ὁπλῶν καὶ ἐπισσώτρων ῥαθάμιγγες. b(BCE3E4)T πρὸς τὸ

### book 536b.4

θηλυκὸν δὲ ἀπήντησεν. T

### book 537.1

〈ἀπ’ ἐπισσώτρων:〉 οὕτως κατὰ συναλιφὴν AintTil

### book 537.2

ἐν ταῖς Ἀριστάρχου. Aint

### book 537-8

ὅμιλον / ἀνδρόμεον: τὴν τῶν ἀνδρῶν μάχην. T

### book 538.1

〈ῥῆξαί τε:〉 οὕτως Ἀρίσταρχος ῥῆξαί τε, διὰ τοῦ

### book 538.2

τέ. Aim

### book 539a.1

μίνυ〈ν〉θα δὲ χάζετο 〈δουρόσ〉: ἐκεῖθεν, ὅπου ἦν

### book 539a.2

ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει. A

### book 539b.1

μίνυνθα δ’ ἐχάζετο δουρός: ἧσσον βολῆς δόρατος·

### book 539b.2

b(BCE3E4)T φησὶ γοῦν „ἄορί τε“ (Λ 541). T τινὲς δέ,

### book 539b.3

οὐδὲ ὅλως ἐχάζετο. b(BCE3)T

### book 539c.1

μίνυνθα δὲ 〈χάζετο δουρόσ〉: ἐπ’ ὀλίγον, φησί,

### book 539c.2

τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπ’ ὀλίγον, ἀλλ’

### book 539c.3

ἀεὶ συνεπλέκετο. A

### book 539d

〈δουρός:〉 Ἀρίσταρχος „δουρί“ κατὰ δοτικήν. Aim

### book 540.1

〈αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀν‐

### book 540.2

δρῶν:〉 διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει „Αἴαντος δ’ ἀλέεινε“ (Λ

### book 540

542) καὶ τὰ ἑξῆς. A

### book 542a1.1

Αἴαντος δ’ ἀλέεινε μάχην: ἐντεῦθεν τὸ „γνῶθι

### book 542a1.2

σαυτόν“. δῆλον οὖν ὡς τοὺς ἀρίστους περιϊστάμενος ἐχώρει, καίτοι

### book 542a1.3

τοῦ Διὸς περὶ μόνου Ἀγαμέμνονος εἰπόντος (sc. Λ 187—9). T

### book 542a2.1

ἐντεῦθεν φαίνεται τὸ „γνῶθι σαυτόν“· δῆλον γὰρ ὡς

### book 542a2.2

πάντας τοὺς ἀρίστους σκοπῶν ὑπεχώρει, καίτοι Διὸς περὶ μόνου

### book 542a2.3

εἰπόντος Ἀγαμέμνονος. b(BCE3E4)

### book 544.1

Ζεὺς δὲ 〈πατὴρ〉 Αἴανθ’ 〈ὑψίζυγοσ〉 ἐν φόβον

### book 544.2

ὦρσε: πρὸς τὸ „ἀνδρὶ δέ κ’ οὐκ εἴξειε“ (Ν 321)· ἄτοπον γὰρ τού‐

### book 544.3

του παρόντος τροπὴν γενέσθαι. T

### book 545.1

{στῆ δὲ ταφὼν} ὄπιθεν δὲ σάκος 〈βάλεν〉: ὅτι ἐκ

### book 545.2

τελαμώνων ἀνήρτηντο αἱ ἀσπίδες· οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς

### book 545.3

τοὐπίσω μεταλαμβάνεσθαι. A

### book 546a.1

τρέσ〈σ〉ε δὲ παπτήνας 〈... θηρὶ ἐοικώσ〉: τρέ‐

### book 546a.2

σας ἐπάπτηνε. θηρὶ ἐοικώς· ἑξῆς „ὡς δ’ αἴθωνα λέοντα“ (Λ 548),

### book 546a.3

ὡς θῆρα ὑπὸ πολλῶν περιεχόμενον. T

### book 546b.1

〈τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου:〉 τὸ ἐφ’ ὁμί‐

### book 546b.2

λου βέλτιον τοῖς ἐπάνω προσδιδόναι. Aim

### book 546c

ἐφ’ ὁμίλου: Ἀριστοφάνης „δι’ ὁμίλου“. AintT | ἀν‐

### book 546c

τίπτωσις δέ ἐστιν, ὡς τὸ „ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). T

### book 547a.1

ἐντροπαλιζόμενος: εἰς ἑκάτερον ἐπιστρεφόμενος, καὶ

### book 547a.2

τὸ φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω διὰ τοῦ σά‐

### book 547a.3

κους, μή πως πληγῇ τὸ μετάφρενον· τὰ γὰρ ἔμπροσθεν ὁ θώραξ

### book 547a.4

σκέπει. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ αὐτὸν

### book 547a.5

φυλάσσει τῇ ναυμαχίᾳ (cf. Ο 415—Π 123). b(BCE3E4)T

### book 547b

〈ἐντροπαλιζόμενος:〉 ἐπὶ ψυχῆς. Til

### book 547c.1

ὀλίγον γόνυ γουνὸς ἀμείβων: ὑποποδίζων. καὶ

### book 547c.2

φεύγει ὡς λέων, οὐχ ὡς ἔλαφος. T

### book 548a.1

ὡς δ’ αἴθωνα λέοντα〈—μεσσαύλοιο〉: ὅτι

### book 548a.2

ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ „ἤιε πόλλ’ ἀέκων“ (Λ 557),

### book 548a.3

ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς (sc. Λ 558—62) δὲ

### book 548a.4

ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν

### book 548a.5.1

πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ

### book 548a.5.2

πληγῶν λαμβάνει. A

### book 548a

διὰ τί ὁτὲ μὲν λέοντι—τοῦ ἥρωος δεδήλωκεν. A

### book 548b.1

ἀπὸ μεσ〈σ〉αύλοιο: μέσαυλον Ἀττικοὶ τὴν μέσην

### book 548b.2

θύραν. T

### book 548-9a1.1

〈ὡς δ’ αἴθωνα λέοντα— /〉 ἐσσεύοντο

### book 548-9a1.2

κύνες τε 〈καὶ ἀνέρεσ〉: πρὸς τὴν τόλμαν, ὅτι μηδὲ διωκόμενος

### book 548-9a1.3

φεύγει. αἴθωνα (548) δὲ †μένος† γεννᾶται ὁρῶν. T

### book 548-9a2

ὅτι ὁ λέων οὐ μύει κοιμώμενος. Til

### book 548-9a3.1

πρὸς τὴν τόλμαν ὁ λόγος. αἴθωνα δέ, ὅτι μόνος ὁρᾷ

### book 548-9a3.2

καὶ γεννώμενος καὶ κοιμώμενος. b(BCE3E4)

### book 549

〈ἐσσεύοντο:〉 οὕτω διὰ τοῦ ο ἐσσεύοντο. Aint

### book 550a1.1

βοῶν ἐκ πῖαρ: τὴν κρατίστην τῶν βοῶν· ἐπὶ ταύτην

### book 550a1.2

γὰρ φέρεται ὁ αἴθων (cf. Λ 548). T

### book 550a2.1

τὴν κρατίστην καὶ λιπαρωτέραν τῶν βοῶν· ἐπὶ ταύτην

### book 550a2.2

γὰρ ὁ αἴθων ἀεὶ ὁρμᾷ. b(BCE3)

### book 551a.1

πάν〈ν〉υχοι ἐγρήσ〈σ〉οντες: ηὔξησε τὴν τοῦ λέον‐

### book 551a.2

τος ἀλκὴν τῇ τοσαύτῃ τῶν βουκόλων φυλακῇ. T

### book 551b1.1

{ὁ δὲ} κρειῶν {ἐρατίζων}: περισπαστέον· ἡ γὰρ

### book 551b1.2

κρεῶν γενικὴ ἐπλεόνασε τῷ ι, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελε‐

### book 551b1.3

στέραν τὴν κρεάων. A

### book 551b2

〈κρειῶν:〉 ἐκ τοῦ κρεῶν. Til

### book 553

〈ἀντίοι:〉 Ἀρίσταρχος διὰ τοῦ ν „ἀντίον“. Aim

### book 554.1

καιόμεναί τε δεταί, 〈τάς τε τρεῖ ἐσσύμενός περ:

### book 554.2

δεταὶ〉 παρὰ τὸ δεδέσθαι. ἐπειδὴ δὲ πολὺ ἔχει τὸ θερμόν, δέδιε τὸ

### book 554.3

πῦρ· ὅθεν οὐδὲ μύει κοιμώμενος οὐδ’, ὡς ὁ Δημόκριτος (Vors.6 68 A

### book 554.4

156) φησί, τικτόμενος. T

### book 555a1.1

ἠῶθεν δ’ ἀπονόσφιν 〈ἔβη〉: ἑσπέρας ἐπιθέμενος·

### book 555a1.2

φησὶ γοῦν „μολὼν ἐν νυκτὸς ἀμολγῷ“ (Λ 173). T

### book 555a2.1

ἑσπέρᾳ, φησίν, ἐπιθέμενος μόγις ἠῶθεν ὑποχωρεῖ. b(BCE3

### book 555a2.2

E4)

### book 555b

ἔβη τετιηότι θυμῷ: πρὸς τὸ εὐσταθὲς τῆς ὑποχωρή‐

### book 555b

σεως, ὥστε οὐ φεύγει, εἴργεται δέ τι δρᾶσαι. T

### book 557a.1

ἤϊε: ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν θορύβου καὶ

### book 557a.2

ταραχῆς ἀπηλλαγμένον. b(BCE3E4)T

### book 557b.1

πόλλ’ ἀέκων: ἐνεθυμεῖτο τὸ τῆς ὑποχωρήσεως ἄσχη‐

### book 557b.2

μον καὶ τὸν κίνδυνον τῶν νεῶν. b(BCE3E4)T

### book 557c.1

〈περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν:〉 ὅτι ἀντὶ τοῦ

### book 557c.2

περὶ τῶν νεῶν τῶν Ἀχαιῶν. Aint

### book 558-62.1

ὡς δ’ ὅτ’ ὄνοσ〈—ἐκορέσσατο φορβῆσ〉:

### book 558-62.2

ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν Τρώων ὅτι οὐκ αὐτοὺς

### book 558-62.3

φεύγει, ἀλλὰ Δία. πρὸς δὲ τὴν στάσιν τὴν ἀδηφαγίαν τοῦ ζῴου

### book 558-62.4

ἔλαβεν (cf. 562), διὰ δὲ τοῦ κείρειν (cf. 560) τὴν ἀφθονίαν τῆς

### book 558-62.5.1

τροφῆς. εὖ δὲ καὶ οὐ φορτηγῷ τῷ ὄνῳ παρέβαλεν, ἀλλὰ βοσκομένῳ·

### book 558-62.5.2

βραδεῖα γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ

### book 558-62.5.3

λέγει (sc. 559) καὶ πληγῶν ἐθάδα πολλῶν, b(BCE3E4)T καὶ

### book 558-62.5.4

περικαταξάντων αὐτῷ πρότερον ἀνδρῶν ῥόπαλα· T καὶ νῦν

### book 558-62.5.5

οὐκ ἄνδρας τύπτειν αὐτόν φησιν, ἀλλὰ παῖδας. b(BCE3E4)T

### book 559a.1

〈νωθής:〉 κατὰ στέρησιν τοῦ θεῖν, ὡς 〈νωθρὸς τοῦ〉

### book 559a.2

θορεῖν. Til

### book 559b

ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγη: ὅτι δοκεῖ

### book 559b.1

μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα, οὐ δύναται

### book 559b.2

ἡ βία τῶν τυπτόντων νηπία εἶναι (cf. Λ 561). ἀλλ’ ἔστι τοιοῦτο τὸ

### book 559b.3

λεγόμενον· ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ ὥστε ἐντριβῆ

### book 559b.5.1

αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαί‐

### book 559b.5.2

νεται. A

### book 559c.1

πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς 〈ἐάγη〉: οὐχ ὑπὸ τῶν

### book 559c.2

παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· †οὗτος† γὰρ ἐθὰς ὢν οὐκ

### book 559c.3

ἀλεγίζει τῶν νηπίων. b(BCE3E4)T

### book 559d.1

ῥόπαλα: ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα. καὶ

### book 559d.2

τὸ ἔτυμον· εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα. | ἢ ἐκ τοῦ ῥα‐

### book 559d.3

πίζειν—τὸ γενναῖον. A

### book 559e

〈ἀμφίς:〉 περὶ καὶ δίχα. T

### book 562a.1

σπουδῇ τ’ ἐξήλασσαν, 〈ἐπεί τ’ ἐκορέσσατο

### book 562a.2

φορβῆσ〉: ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς

### book 562a.3

κακοπαθίας. καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη. A

### book 562b.1

〈σπουδῇ:〉 μόλις· ὅθεν καὶ σπουδαῖος ὁ κάμνων, ἕως

### book 562b.2

οὗ κατορθώσῃ. Til

### book 564.1

τηλεκλητοί: Ἀρίσταρχος „πολυηγερέεσ“, Aim T ἐκ

### book 564.2

πολλῶν ἀγερθέντες. T

### book 566.1

Αἴας δ’ ἄλλοτε μὲν 〈μνησάσκετο θούριδος ἀλ‐

### book 566.2

κῆσ〉: καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θείου οὐκ ἐξίσταται τῆς

### book 566.3

φύσεως. b(BCE3E4)T

### book 568a1.1

ὁτὲ δὲ τρωπάσκετο: πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο.

### book 568a1.2

A

### book 568a2

〈ὁτὲ δέ:〉 ἀντὶ τοῦ ἄλλοτε δέ. Til

### book 569-71.1

πάντας δὲ προέεργε〈—θῦνε μεσηγύ /

### book 569-71.2

ἱστάμενοσ〉: ὡς „ἕρκος Ἀχαιῶν“ (Γ 229 al.) εἴργει τοὺς πολε‐

### book 569-71.3

μίους. ὥσπερ δὲ ἐπιλαθόμενος ὅτι φεύγειν αὐτὸν βούλεται Ζεύς,

### book 569-71.4

ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο (cf. 570—1) καὶ ἀπετείχιζε

### book 569-71.5.1

Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις.

### book 569-71.5.2

b(BCE3E4)T ἔστιν οὖν θύνων ἵστατο (cf. 570—1). b(BE3E4)

### book 569-71.5.3

T

### book 569a.1

πάντας δὲ προέεργε 〈θοὰς ἐπὶ νῆας ὁδεύειν〉:

### book 569a.2

ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν ἢ προετρέπετο τοὺς

### book 569a.3

Ἕλληνας ἀναχωρεῖν. A

### book 569b

〈πάντας:〉 τοὺς Τρῶας. Til

### book 570-1

〈θῦνε ... / ἱστάμενος:〉 θύ〈ν〉ων ἵστατο. Til

### book 572.1

ἄλλα μὲν ἐν σάκεϊ 〈μεγάλῳ πάγεν ὄρμενα πρόσ‐

### book 572.2

σω〉: πρὸς τὴν ἐξήγησιν τοῦ „ὁ δὲ χασσάμενος πελεμίχθη“ (Δ 535)·

### book 572.3

ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασ‐

### book 572.4

σον. A

### book 573.1

〈πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν

### book 573.2

ἐπαυρεῖν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ. Aim

### book 574a.1

ἐν γαίῃ ἵσταντο: 〈ὅτι〉 τὰ δόρατα ἵσταντο· καὶ ὅτι

### book 574a.2

ἀπὸ τῶν ἐμψύχων μεταφέρει. A

### book 574b

ἆσαι: ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ πληρωθῆναι.

### book 574b

b(BCE3)T

### book 575-7.1

τὸν δ’ ὡς οὖν ἐνόησ’〈— /〉 Εὐρύπυλος

### book 575-7.2

〈—φαεινῷ〉: παθητικῶς Αἴαντα ὑπὸ Εὐρυπύλου εἰσάγει

### book 575-7.3

βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρωμένων.

### book 575-7.4

εὖ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύπυλον

### book 575-7.5

αὐτομάτως ἥκειν. b(BCE3E4)T

### book 579a.1

ἧπαρ ὑπὸ πραπίδων: ὑποκάτω γάρ εἰσι τῶν φρε‐

### book 579a.2

νῶν, b(BCE3E4)T „ὅθι φρένες ἧπαρ ἔχουσιν“ (ι 301). T

### book 579a.3

ἔστι δέ τι σπλάγχνον πραπίδες· οὐ γὰρ αἷς νοοῦμεν. b(BCE3E4)T

### book 579b.1

ἧπαρ ὑπὸ πραπίδων: πραπίδες τὸ διάφραγμα.

### book 579b.2

ἔστι δὲ νευρώδης ὑμὴν διεζωκὼς τὰ σπλάγχνα. A

### book 579b

τὸ ἧπαρ ἔτρωσεν κάτω—καὶ φλεβῶν ἧπαρ. A

### book 582-3.1

αὐτίκα τόξον / εἷλκε〈ν〉: σκοπός ἐστιν αὐτῷ τοῦ

### book 582-3.2

σκυλεύοντας φονεύειν. πάλιν δὲ χαρακτηρίζει Ἀλεξάνδρου δειλίαν,

### book 582-3.3

ὃς οὐδὲ ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθάρρηκεν, ἀλλ’ ἐπιτη‐

### book 582-3

ρήσας οὐδὲ μαχόμενον τὸν Εὐρύπυλον τοξεύει. b(BCE3E4)T

### book 583a.1

〈ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ:〉 ἐν ἄλλῳ „εἷλκεν ἐπ’ Εὐρυπύ‐

### book 583a.2

λῳ“. A

### book 583b.1

〈καί μιν βάλε μηρὸν ὀϊστῷ:〉 ὅτι ἀντὶ τοῦ καὶ

### book 583b.2

αὐτοῦ τὸν μηρὸν ἔτρωσεν. A

### book 584a.1

{δεξιὸν ἐκλάσθη δὲ} δόναξ: ὅτι ὁ τοῦ βέλους κάλαμος·

### book 584a.2

τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ „κῆλα θεοῖ〈ο〉“ (Α

### book 584a.3

53), ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα. A

### book 584b.1

δόναξ: ἐκ ξύλων γὰρ ἦσαν καὶ καλάμων τὰ βέλη·

### book 584b.2

b(BCE3E4)T ὅθεν καὶ „κῆλα θεοῖο“ (Α 53) φησίν· καίτοι ἐξ

### book 584b.3

ἄλλης ἦν ὕλης ἐκεῖνα. T

### book 586.1

ἤϋσεν δέ: εἰκότως βοᾷ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες.

### book 586.2

b(BCE3E4)T

### book 588-9.1

καὶ ἀμύνετε 〈νηλεὲς ἦμαρ /〉 Αἴαντι: φιλικῶς

### book 588-9.2

ἅμα καὶ διὰ τοῦ ὑπερέχοντος θορυβῶν αὐτούς· διὸ καὶ ἐπεξεργάζεται

### book 588-9.3

(sc. Λ 589—91). T

### book 589a1.1

Αἴανθ’ ὃς βελέεσσι: ὅτι Ζηνόδοτος γράφει „Αἴαντος

### book 589a1.2

βελέεσσι“. γενικὴ μὲν οὖν οὐχ ἁρμόζει ὥστε δέχεσθαι τοῦ Αἴαντος.

### book 589a1.3

εἰ δὲ καὶ κατὰ συναλιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵν’

### book 589a1.4

ᾖ τὸ πλῆρες ‘Αἴαντ’ ὃς βελέεσσιν‘, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον

### book 589a1.5

Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα. A

### book 589a2

ἀντὶ τοῦ Αἴαντος. Aint

### book 589-90a.1

οὐδέ ἕ φημι / φεύξεσθ’ 〈ἐκ πολέμοιο〉: τῆς

### book 589-90a.2

ἀρετῆς Αἴαντος ἔνδειξις ὅτι οὐ φεύξεται, ἀλλὰ μέχρι θανάτου μενεῖ

### book 589-90a.3

μαχόμενος. b(BCE3E4)T ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκ‐

### book 589-90a.4

φυγεῖν καὶ γενναῖος ὤν. b(BE3E4)T

### book 589-90b.1

〈οὐδέ ἕ φημι / φεύξεσθ’ ἐκ πολέμοιο:〉 οὐκ οἶμαι

### book 589-90b.2

αὐτόν, ἕως ὅτου ἀποκάμῃ, παραχωρῆσαι τῷ πολεμίῳ. Til

### book 590-1a1.1

〈ἄντην / ἵστασθε:〉 ἵστασθε ἄντην τῶν ἐχθρῶν.

### book 590-1a1.2

Til

### book 590-1a2

τῶν πολεμίων δηλονότι. Aim

### book 592-3.1

οἱ δὲ παρ’ αὐτόν 〈/ πλησίοι〉 ἔστησαν: οὕτω

### book 592-3.2

δεῖ ἀρχαίως, οὐ παρ’ αὐτῷ. T

### book 593a1.1

σάκε’ ὤμοισι κλίναντες: δύναται καὶ τοὺς ὤμους τοῖς

### book 593a1.2

σάκεσι σκεπάσαντες· δύναται δὲ καὶ τὸ σχῆμα τῆς ἀσπίδος δηλοῦν

### book 593a1.3

ὅτι τὸ μὲν ἄνω προσέκλινον τοῖς ὤμοις, τὸ δὲ κάτω προεῖχον. T

### book 593a2

ἤτοι τὰς ἀσπίδας ἐπιθέντες τοῖς ὤμοις. b(BCE3)

### book 594.1

〈τῶν δ’ ἀντίος ἤλυθεν Αἴας:〉 ἐν ἄλλῳ „τῶν δὲ σχεδὸν

### book 594.2

ἤλυθεν Αἴασ“. Aint

### book 595.1

στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετ〈ο〉 ἔθνος ἑταίρων:

### book 595.2

ἐν τῷ πλήθει τῶν ἑταίρων μετεβάλετο καὶ πρὸς αὐτοὺς ἐστράφη.

### book 595.3

b(BCE3E4)T

### book 596a.1

μάρναντο δέμας πυρός: τὴν σφοδρότητα τῆς μάχης

### book 596a.2

παρίστησι, πυρὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ

### book 596a

ῥᾷστα καὶ τάχιστα φθείρει. A b (BCE3E4)T

### book 596b1.1

〈δέμασ〉 πυρὸς αἰθομένοιο: λείπει τὸ ὥς, ἀντὶ τοῦ

### book 596b1.2

ὡς πῦρ αἰθόμενον. T

### book 596b2

λέγει δὲ ὅτι ἐμάχοντο ὡς πῦρ διακαῖον ὕλην. b(BCE3E4)

### book 596c

〈δέμας πυρός:〉 δίκην πυρός, | ὥσπερ πῦρ. Aint

### book 597-8a1.1

〈Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπ‐

### book 597-8a1.2

ποι / ..., ἦγον δὲ Μαχάονα:〉 ἰδίως {δὲ} φέρον (597) καὶ ἦγον

### book 597-8a1.3

(598). ἢ διὰ τὸ τῆς πληγῆς βαρύ. T

### book 597-8a2.1

καλῶς {δὲ} τὸ μὲν ἔφερον (cf. 597) ἐπὶ Νέστορος, ἐπὶ δὲ

### book 597-8a2.2

Μαχάονος ἰδίᾳ τὸ ἦγον διὰ τὸ τῆς πληγῆς βαρύ. b(BCE3)

### book 597.1

Νηλήϊαι ἵπποι: ἐκ τῆς Νηλέως ἀγέλης, b(BCE3)T ὡς

### book 597.2

καὶ ἐπὶ τοῦ „οἷοι Τρώϊοι 〈ἵπποι〉“ (Ε 222) ἀπὸ τῆς Τρωὸς ἀγέλης·

### book 597.3

Τρωῒ γὰρ ὁ Ζεὺς ἵππους ἐδωρήσατο. τοῦτο δὲ ἔνιοι μὴ συνιέντες

### book 597.4

γράφουσι „Νηλήϊον“, ἐπὶ τοῦ Νέστορος· ἄτοπον γάρ, φασί, τὰς

### book 597.5

Νηλέως ἵππους ζῆν μέχρι νῦν. T

### book 598a

ἱδρῶσαι: ἐν τῷ Ἀγῶνι (sc. Ψ 310 al.) ἀρσενικῶς. T

### book 598b.1

ἦγον δὲ Μαχάονα: τοὺς πλείους τῶν ἀρίστων τρώσας

### book 598b.2

πλὴν Αἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα

### book 598b.3

Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον, καὶ τὸν Τεῦκρον ἑξῆς (sc.

### book 598b

Ο 462—89), ἵνα εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν.

### book 598b.5.1

εἶτα τούτους ἐπὶ τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Αἴαντος τὰ λοιπὰ

### book 598b.5.2

καταναλίσκει ἕως τῆς Πατρόκλου ἐξόδου· b(BCE3)T καὶ τὸν

### book 598b.5.3

Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα ἐπανέρχεται μέχρι τῆς ἐξόδου

### book 598b.5.4

Ἀχιλλέως· b(BE3)T καὶ τοῦτον ἐπὶ τὴν μάχην προαγαγὼν εἰς

### book 598b.5.5

τὰ ἀνδραγαθήματα αὐτοῦ τὴν Ἰλιάδα τελειοῖ. b(BCE3)T

### book 599.1

τὸν δὲ ἰδὼν ἐνόησε 〈ποδάρκης δῖος Ἀχιλλεύσ〉:

### book 599.2

τὸν Νέστορα ἰδὼν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα. b(BCE3)T

### book 599.3

ἅμα δὲ καὶ τὸ ὁμοειδὲς ἐκτρέπει, ἀνάπαυσιν τῆς μάχης ποριζόμενος διὰ

### book 599.4

τῆς τοιαύτης διηγήσεως. καὶ πρὸς τὸ μὴ πάλιν πέμψαι λιτὰς, ἢ αὐτὸν

### book 599.5

ἐξάγειν Ἀχιλλέα. T

### book 600a

〈εἱστήκει:〉 Ἀρίσταρχος „ἑστήκει“. AimAint

### book 600b.1

πρύμνῃ μεγακήτεϊ νηΐ: ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ

### book 600b.2

τοῦ πρύμνῃ μεγακήτεος νηός. A

### book 600-1a1.1

εἱστήκει γὰρ〈— /〉 εἰσορόων πόνον〈—

### book 600-1a1.2

δακρυόεσσαν〉: τὸ φιλοπόλεμον Ἀχιλλέως ἐνδείκνυται τῷ θεωρεῖν

### book 600-1a1.3

τὴν μάχην. ἅμα δὲ καὶ ᾠκονόμησε ταύτην ὁ ποιητὴς πρὸς τὴν ἔξοδον

### book 600-1a1.4

Ἀχιλλέως. T

### book 600-1a2.1

τὸ φιλότιμον καὶ φιλοπόλεμον ἐνδείκνυται, θεωρὸν αὐτὸν

### book 600-1a2.2

παρεισάγων τῆς μάχης. b(BCE3E4)

### book 601a1.1

ἰῶκά τε δακρυόεσσαν: ὅτι τινὲς γράφουσιν „ἰῶ“,

### book 601a1.2

εἶτα „καταδακρυόεσσαν“. γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος

### book 601a1.3

ἰῶκα τὴν ἰωκήν, οἷον δίωξιν, ὡς Ἡσίοδος (opp. 538) τὴν κρόκην

### book 601a1.4

„κρόκα“. A

### book 601a2

ὡς „κρόκα“. Til

### book 602.1

〈αἶψα δ’ ἑταῖρον:〉 παραπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι

### book 602.2

θέλει καὶ παρακληθεὶς ἐξελθεῖν. b(BCE3)Til

### book 603

〈παρὰ νηός:〉 ἀντὶ τοῦ παρὰ νηΐ, 〈ἢ〉 ἀπὸ τῆς νηός. Aim

### book 604a

〈ἔκμολεν ἶσος Ἄρηϊ:〉 ἐπεὶ μέλλει ἀριστεύειν. Til

### book 604b.1

κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή: σημειοῦνταί τινες ὅτι

### book 604b.2

οὐ πόρρωθεν ἡ προαναφώνησις. κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπό‐

### book 604b.3

τασις „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5). A

### book 604c.1

κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή: ἀναπτεροῖ τὸν ἀκροα‐

### book 604c.2

τὴν ἡ ἀναφώνησις ἐπειγόμενον μαθεῖν, τί τὸ κακὸν ἦν. προσοχὴν δὲ

### book 604c.3

ἐργάζεται διὰ βραχείας ἐνδείξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο,

### book 604c.4

διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν. b(BCE3)T

### book 606a.1

〈τίπτε με κικλήσκεις, Ἀχιλεῦ; τί δέ σε χρεὼ

### book 606a.2

ἐμεῖο:〉 διὰ βραχέων ἐρωτᾷ καὶ μετὰ τὴν πεῦσιν εὐθέως ὁρμᾷ. Til

### book 606b.1

τί δέ σε χρεὼ ἐμεῖο: ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ

### book 606b.2

ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί. A

### book 608.1

〈δῖε Μενοιτιάδη, τῷ ’μῷ κεχαρισμένε θυμῷ:〉 ὡς

### book 608.2

ἀπόρρητον μέλλων λέγειν. Til

### book 609-10.1

νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ 〈στήσεσθαι Ἀχαιούς /

### book 609-10.2

λισσομένουσ〉: ἔδειξεν, ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί, πάν‐

### book 609-10.3

τας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. b(BCE3)T †τί νῦν μοι τὴν

### book 609-10.4

ἀρχὴν ἐγχειρεῖς;† T ἤδη δὲ προμαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος

### book 609-10.5

λόγων. b(BCE3)T βουλόμενος οὖν πολεμῆσαι Πάτροκλον πέμ‐

### book 609-10

πει πρὸς τὸν βουλόμενον πεῖσαι. T

### book 610a.1

χρειὼ γὰρ ἱκάνεται 〈οὐκέτ’ ἀνεκτόσ〉: τῇ ἀπουσίᾳ

### book 610a.2

ἑαυτοῦ τὸ πᾶν περιτίθησιν. T

### book 610b.1

〈ἀνεκτός:〉 ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ (sc. ad

### book 610b.2

Θ 355). Aim

### book 611.1

ἀλλ’ ἴθι νῦν, Πάτροκλε 〈...〉, Νέστορ’ ἔρειο: ἄτοπον

### book 611.2

γάρ ἐστιν εἰς τὴν σκηνὴν τοῦ τρωθέντος ἀποστέλλειν αὐτόν. τὸ

### book 611.3

Πάτροκλε δὲ τὴν φιλοστοργίαν ἐμφαίνει· „πατρόθεν ἐκ γενεῆς ὀνο‐

### book 611.4

μάζων ἄνδρα ἕκαστον“ (Κ 68). T

### book 612a.1

βεβλημένον: ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ 〈ε〉ἰδικῷ τὸ

### book 612a.2

γενικὸν ἐσήμανεν. A

### book 612b.1

{ὅντινα τοῦτον ἄγει} βεβλημένον: ἀντὶ τοῦ γένους τὸ

### book 612b.2

εἶδος ἔταξεν, ὡς τὸ „ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν τοιοῦτον ἐόντα“

### book 612b.3

(Η 242). T

### book 614.1

τῷ Ἀσκληπιάδῃ: ἢ ὡς πλησιοχώρου φροντίζει· ἢ ἐπεὶ

### book 614.2

Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς συμφοιτηταὶ παρὰ Χείρωνι. T

### book 616.1

Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ: σιωπηλὸς

### book 616.2

ἀεὶ καὶ ἐνηὴς Πάτροκλος. οὐ θαῦμα οὖν, εἴ γε τὸν τοιοῦτον ἐνίκησε

### book 616.3

Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνειν Ἀχιλλεῖ· b(BCE3)T διὸ

### book 616.4

πείθει (cf. Π 2—101). T

### book 617a

〈βῆ δὲ θέειν:〉 ἐν ἄλλῳ „βῆ δ’ ἰέναι“. Aim

### book 617b.1

βῆ δὲ θέειν: συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει

### book 617b.2

καὶ δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν. b(BCE3)T

### book 618.1

οἱ δ’ ὅτε δὴ κλισίην 〈Νηληϊάδεω〉 ἀφίκοντο: οἱ περὶ

### book 618.2

Νέστορα εἰς τὴν Νέστορος σκηνήν· b(BCE3)T „τὼ δ’ εἰς ἀμ‐

### book 618

φοτέρω Διομήδεος ἅρματα βήτην“ (Θ 115). T

### book 619-43.1

αὐτοὶ μέν ῥ’ ἀπέβησαν〈—ἐνέποντεσ〉: και‐

### book 619-43.2

ρὸν δίδωσι τοῦ βαδίζειν Πατρόκλῳ. τὸ διάκενον οὖν τῆς ὁδοῦ πληροῖ,

### book 619-43.3

b(BCE3)T ταῦτα μέσον ἐνθείς. b(BCE3)

### book 620a.1

ἵππους δ’ Εὐρυμέδων 〈θεράπων λύε τοῖο γέρον‐

### book 620a.2

τοσ〉: πεζὸς εἵπετο· σχολαίτερον γὰρ Νέστωρ ἤλαυνε διὰ Μαχάονα·

### book 620a.3

οὐ γὰρ τρεῖς ἐν τῷ ἅρματι. b(BCE3E4)T εἰ δὲ Ἀχιλλεύς φησιν

### book 620a.4

„ἵπποι γάρ με παρήϊξαν“ (Λ 615), προφασίζεται τὴν ἔπειξιν τὴν

### book 620a.5

Πατρόκλου. T

### book 620b.1

〈Εὐρυμέδων θεράπων:〉 ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος

### book 620b.2

ἦν Εὐρυμέδων. Aim

### book 621a.1

{ἐξ ὀχέων·} τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο: ὅτι ψύχειν μὲν

### book 621a.2

λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· „εἵματα δ’ ἠελίοιο μένον τερ‐

### book 621a.3

σήμεναι αὐγῇ“ (ζ 98). A

### book 621b.1

ἱδρῶ ἀπεψύχοντο: οἰκείως τὸ „ἀπεψύχοντο“, οὐχ ὡς

### book 621b.2

ἡμεῖς. τὸ δὲ ἐν ἡλίῳ τέρσαι φησίν (cf. ζ 98). T

### book 622a1

〈στάντε:〉 οὕτω διὰ τοῦ τε. Aim

### book 622a2

〈στάν〉τε δυϊκῶς. διὰ τοῦ τε οὖν ἡ γραφή. Til

### book 622b.1

στάν τε ποτὶ πνοιὴν 〈παρὰ θῖν’ ἁλόσ〉: ὅτι σαφὲς

### book 622b.2

ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν. A

### book 624.1

τεῦχε κυκειῶ: οὐ δεόντως, φασίν, ὁ Μαχάων, καὶ ταῦτα

### book 624.2

ἰατρὸς ὤν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου—

### book 624.1

τοιοῦτος γὰρ ὁ Πράμνειος (cf. Λ 639)—τυροῦ ἐπικεκνησμένου καὶ

### book 624.2

ἀλφίτων (cf. Λ 639—40)· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς

### book 624.5.1

τραυματίαις. πρῶτον μὲν οὖν φαμεν ὅτι τὴν δίαιταν ἠγνόουν καὶ

### book 624.5.2

ἀνδρειότερα εἶχον τὰ σώματα ὡς καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας.

### book 624.5.3

εἶτα ὅτι καὶ ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν

### book 624.5.4

συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· b(BCE3E4)T τι‐

### book 624.5.5

νὲς γοῦν ἐπιχειροῦσιν ὅλως μηδὲ πεπλῆχθαι τὸν Μαχάονα· T εἰ

### book 624.10.1

δὲ καὶ κατὰ βάθους γέγονεν, οὐδ’ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ

### book 624.10.2

αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυ‐

### book 624.10.3

μοὺς καὶ τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ

### book 624.10.4

στέλλει· b(BCE3E4)T ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσ‐

### book 624.10.5

άγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. b(BE3E4)T τὸ δὲ γάλα πήγνυ‐

### book 624.15.1

σιν ἀπὸ πρώτης γενέσεως τὸ σῶμα. δῆλον δὲ ὡς τυρὸς βρεχόμενος

### book 624.15.2

γαλακτοῦται. T καὶ „ἄλφιτα“ (Λ 640) παχύνει τὰ ὑγρὰ ὡς ἐκ

### book 624.15.3

πεφρυγμένης κριθῆς. τὸ δὲ „κρόμυον“ (Λ 630) διουρητικόν, καὶ

### book 624.15.4

μάχεται τῇ φλεγμονῇ, ὡς καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεσθαι·

### book 624.15.5

b(BE3E4)T τῇ δὲ τρίτῃ φλεγμαίνει τὰ ἕλκη. καὶ Πέτρων δὲ

### book 624.20

Αἰγινήτης ἰατρός, ἐπεὶ δι’ ἔνδειαν ἐπίπτωσις νόσων γίνοιτο, καὶ οἶνον

### book 624.1

καὶ κρέα προσέφερεν ἀναπληρῶν τὸ λεῖπον τῆς φύσεως. T ἢ οὐ

### book 624.2

πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα. καὶ Νέστωρ

### book 624.3

γοῦν λαμβάνει. τοῖς κακοπαθοῦσι δὲ ἐπιτήδειος ὁ κυκεών, τροφὴν ἅμα

### book 624.4

καὶ ποτὸν ἔχων. b(BE3E4)

### book 625.1

〈τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλ‐

### book 625.2

λεύς:〉 ἐν τοῖς δέουσι τόποις ἀποδίδωσι τὰ λείποντα τῆς Ἰλιάδος. Til

### book 627.1

ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων: καὶ

### book 627.2

ταῦτα παιδευτικά, ὅτι ἀριστεῖον λαμβάνει Νέστωρ διὰ τὴν σύνεσιν·

### book 627.3

καὶ ἐν τῷ Ἐπιταφίῳ ἀγῶνι (cf. Ψ 615—50). Ἰσοκράτης δὲ ἔλεγε

### book 627.4

(cf. or. 4, 1—2)· „πῶς Ἕλληνες γυμνικὰ τιμῶντες σοφίας γέρας οὐ

### book 627.5

πορίζονται;“ T

### book 628a1.1

〈ἥ σφωϊν:〉 ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον

### book 628a1.2

πρόσωπον. Aint

### book 628a2

ἐγκλιτέον τὴν σφωϊν· τρίτου γάρ ἐστι προσώπου. Til

### book 628b

〈ἐπιπροΐηλε:〉 „ἐπίηλε“ (χ 49) T ἐξέτεινε· πτυκταὶ

### book 628b

γὰρ ἦσαν αἱ τράπεζαι. ἡ δὲ „πρό“ τὸ ἔμπροσθεν δηλοῖ. b(BCE3E4)T

### book 629a1.1

κυανόπεζαν: πέζαν εἴωθε τὸ ἄκρον καλεῖν, οὐ τὸν πόδα·

### book 629a1.2

„πέζῃ ἐπὶ πρώτῃ“ (Ω 272) καὶ „ἀργυρόπεζα“ (Α 538 al.). οὐκ

### book 629a1.3

ἔστιν οὖν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν

### book 629a1.4

ἔξωθεν. T

### book 629a2.1

πέζαν οὐκ ἀεὶ τὸν πόδα, ἀλλὰ καὶ τὸ ἄκρον λέγει. οὐκ

### book 629a2.2

ἔστιν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν

### book 629a2.3

ἔξωθεν. b(BCE3E4)

### book 629b

〈ἐπ’ αὐτῆς:〉 γράφεται „ἐπ’ αὐτῇ“. Aim

### book 630a.1

〈κάνεον:〉 ἴδιος ὁ σχηματισμός· οὐ γὰρ ἀπὸ τοῦ κανοῦν.

### book 630a.2

Til

### book 630b.1

〈κρόμυον〉 ποτῷ ὄψον: θερμόν, ὥστε ποτοῦ δεῖσθαι.

### book 630b.2

ὄψον δὲ πᾶν τὸ σὺν σιτίοις ἐσθιόμενον· ὀψὲ γὰρ ταύτην προσήγοντο

### book 630b.3

τὴν τροφήν, ἕωθεν δὲ ἀκράτισμά τι. T

### book 630c

〈ποτῷ ὄψον:〉 ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι. Aint

### book 630d.1

{χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον} ποτῷ ὄψον: ποτικὸν

### book 630d.2

ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ

### book 630d.3

ἄρτου ἐσθιόμενον ὄψον καλεῖται. | διὸ καὶ ἡ διπλῆ. | ἔστι δὲ τὸ

### book 630d.4

κρόμυον—ὡς ἀλεξιφάρμακον. A

### book 630-1.1

〈ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον / ἠδὲ μέλι χλω‐

### book 630-1.2

ρόν:〉 τελεία εἰς τὸ κρόμυον (630), εἶτα ἠδὲ μέλι χλωρόν (631).

### book 630-1.3

τὸ δὲ ποτῷ ὄψον (630) ἀπὸ κοινοῦ τῷ παντὶ κυκεῷ. τεῦχε, φησί,

### book 630-1.4

κυκεῶ, ἅμα ποτῷ καὶ ὄψον ὄντα· b(BCE3E4) τὸ μὲν γὰρ μέλι καὶ ὁ

### book 630-1.5

οἶνος ποτόν, τὰ δὲ λοιπὰ ὄψον. πᾶν δὲ τὸ ἐσθιόμενον ὄψον καλεῖται.

### book 630-1

b(BE3E4)

### book 631a

〈χλωρόν:〉 τρόφιμον ἢ νέον. Til

### book 631a.1

{ἡ δὲ μέλι} χλωρόν: πρόσφατον—τὸν νέον. | διὰ τί δὲ

### book 631a.2

τὸν Πάτροκλον—εἰς τὸν πόλεμον ἐξάγειν. A

### book 631b.1

ἀλφίτου ἱεροῦ: παρὰ γὰρ θεοῦ εἰλήφαμεν αὐτό. καὶ

### book 631b.2

„ἱερὰς κατ’ ἀλωάσ“ (Ε 499). T

### book 631b.1

ἀλφίτου 〈ἱεροῦ〉 ἀκτήν: ἤτοι περιφραστικῶς ἄλφιτα ἢ

### book 631b.2

ἄρτον ἀπὸ τοῦ—τὰ κύματα. A

### book 632a.1

δέπας περικαλλές: τὴν κατασκευὴν τοῦ ποτηρίου

### book 632a.2

Ἀρίσταρχος τοιαύτην εἶναί φησι· πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι

### book 632a.3

καὶ δύο πυθμένας ἔχειν (cf. Λ 635), οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες,

### book 632a.4

ἀλλ’ ἑκατέρωθεν· τῶν τεσσάρων ὤτων (cf. Λ 634) οὐκ ἐξ ἴσου τὰ

### book 632a.5.1

διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν ἐναντίον τοῦ στόματος λαμ‐

### book 632a.5.2

βάνηται, ἀλλ’ ἑκατέρωθεν 〈τοῦ〉 ποτηρίου δύο καὶ δύο. τούτων δὲ

### book 632a.5.3

ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν. ἀντεστραμμέναι δέ εἰσιν

### book 632a.5.4

αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ὤτων

### book 632a.5.5

τοσαύτας φησίν (sc. Λ 634)· εἶναι γὰρ ὡσεὶ φιάλην κοίλην ὥστε ταῖς

### book 632a.10

δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι. A

### book 632b.1

〈ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός:〉 ὅτι ἀντὶ τοῦ ἤγαγεν, κατὰ

### book 632b.2

μεταφορὰν ἀπὸ τῶν ἐμψύχων. Aint

### book 632c.1

〈ἦγ’ ὁ γεραιός:〉 διχῶς Ἀρίσταρχος, ἦγ’ ὁ γεραιός

### book 632c.2

καὶ „εἶχ’ ὁ γεραιόσ“. Aint

### book 633-4.1

οὔατα δ’ αὐτοῦ / τέσσαρ’ ἔσαν: συνηρτημένα μὲν

### book 633-4.2

ἀλλήλοις τὰ ὦτα, διάστασιν δὲ ἔχοντα ὥστε πρὸς τὸ †βαρυτέρας†

### book 633-4.3

τοῦ ποτηρίου τὰς λαβὰς εἶναι. b(BCE3E4)T τὸ σχῆμα οὖν τῶν

### book 633-4.4

ὤτων γίνεται διπλοῦν Ω. b(BE3)T

### book 634a.1

δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον: καὶ τὴν τορευτι‐

### book 634a.2

κὴν οἶδεν. b(BCE3)T ὀκτὼ δὲ ἦσαν αἱ πελειάδες, δύο καθ’ ἕκαστον

### book 634a.3

†ἰοῦσαι b(BE3)T οἱ δὲ τέσσαρας αὐτάς φασιν. T λέγοι δ’

### book 634a.4

ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦθαι. b(BE3)T

### book 634b

〈ἀμφὶς ἕκαστον:〉 οὕτως ἀπὸ λαβῆς. Aint

### book 635a.1

〈νεμέθοντο:〉 νέμεσθαι τὰς περιστερὰς εἶπεν, ἐμφαντικῇ

### book 635a.2

χρησάμενος τῇ μεταφορᾷ. Til

### book 635b.1

δύω δ’ ὑπὸ πυθμένες ἦσαν: πρὸς τὴν κατασκευὴν τοῦ

### book 635b.2

ποτηρίου, ὅτι δεδιπλασιασμένον αὐτὸ ὑποτίθεται· τέσσαρα γὰρ

### book 635b.3

ὦτα (cf. Λ 633—4) καὶ δύο πυθμένας. A | Ἀρίσταρχος δὲ τὴν ὑπό

### book 635b.4

συντάσσει τῷ ἦσαν A b (BE3E4)T καί φησιν ὑπῆσαν οἱ πυθμέ‐

### book 635b.5

νες. οὕτως καὶ Ἀλεξίων (fr. 47 B.). A

### book 635c.1

δύω δ’ ὑποπυθμένες ἦσαν: διπλοῦς ἦν ὁ πυθμήν, ἥσ‐

### book 635c.2

σων ὑπὸ μείζονος περιεχόμενος. b(BCE3E4)T ἐκτύπωμα δὲ τοῦ

### book 635c.3

πόλου αὐτὸν εἶναι λέγουσιν. T

### book 635d1.1

δύω δ’ ὑπὸ πυθμένες: τινὲς ὑφ’ ἕν, ἵν’ ᾖ τὸ „ὑποπυθ‐

### book 635d1.2

μένεσ“ ἐπίθετον τῶν πελειάδων, ὡς „ἐριαύχενες ἵπποι“ (Λ 159). T

### book 635d2.1

τινὲς δὲ ὑφ’ ἓν τὸ „ὑποπυθμένεσ“ ἵν’ ᾖ τῶν πελειάδων ἐπί‐

### book 635d2.2

θετον, οἷον δύο δὲ ἕτεραι πελειάδες ἦσαν τοῖς πυθμέσιν ὑποκείμεναι.

### book 635d2.3

b(BE3E4)

### book 636a

ἄλλος μὲν μογέων 〈ἀποκινήσασκε τραπέζησ〉:

### book 636a.1

πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητί, οἱ δὲ ἄλλοι μετὰ κακοπα‐

### book 636a.2

θίας. οὐ δεῖ δὲ οὔτε δασύνειν τὴν προφορὰν οὔτε ἐπαίρειν τὴν προσῳ‐

### book 636a.3

δίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων Νέστορός

### book 636a.5.1

ἐστι, καθάπερ καὶ τὸ „Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε“

### book 636a.5.2

(Κ 532). A

### book 636b.1

ἄλλος {μέν}: ὁ Ἀσκαλωνίτης (p. 51 B.) ψιλοῖ, καί φησιν

### book 636b.2

ὅτι ἐπὶ τοῦ Νέστορος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε,

### book 636b.3

Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ

### book 636b.4

Ἀρίσταρχος. τινὲς δὲ βούλονται δασύνειν τὸ α καὶ ἐκτείνειν, ἵν’ ᾖ ὁ

### book 636b.5.1

ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι

### book 636b.5.2

ἔχομεν ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι·

### book 636b.5.3

εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ ω, ὁμοίως

### book 636b.5.4

τῷ „οἴχετ’ ἀνὴρ ὥριστοσ“ (Λ 288 al.). εἰσὶ δὲ οἳ διέστειλαν „ἀλλ’

### book 636b.5.5

ὅσ“, τὸ „ὅσ“ δασύνοντες, ἀλλ’ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ

### book 636b.10.1

νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμ‐

### book 636b.10.2

βάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βού‐

### book 636b.10.3

λεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστά‐

### book 636b.10.4

νειν. A

### book 636c1.1

ἄλλος {μέν}: ψιλωτέον τὸ ἄλλος· οὐ γάρ, ὥς τινες, κατὰ

### book 636c1.2

κρᾶσίν ἐστι τοῦ [ὁ] ἄλλος, ἵν’ ᾖ ἐπὶ τοῦ Μαχάονος· ἐχρῆν γὰρ εἶναι

### book 636c1.3

ὥλ〈λ〉ος, ὡς τὸ ἄριστος „ὥριστοσ“ (Λ 288 al.) 〈καὶ〉 ἄλλα, 〈ἃ〉 διὰ

### book 636c1.4

τῶν ἄρθρων ὁ ποιητής. τινὲς δὲ „ἀλλ’ ὃς μέν“, δασύνοντες τὴν „ὅσ“

### book 636c1.5.1

καὶ πάλιν ἐπὶ τοῦ Μαχάονος ἐκδεχόμενοι· ἀλλ’ οὐδέποτε τῷ ὅς ἀντὶ

### book 636c1.5.2

τοῦ „ὅ“ (Α 9 al.) χρῆται, τὸ δὲ ἐναντίον, οὐ〈δὲ〉 δεῖται αὐτὸν τραυ‐

### book 636c1.5.3

ματίᾳ παρεικάζειν. ἄμεινον οὖν ἀορίστως δέχεσθαι τὸ ἄλλος πρὸς

### book 636c1.5.4

ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον

### book 636c1.5.5

ἐβάσταζε τὸ ποτὸν ὁ Νέστωρ. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ „γέρων“ (Λ

### book 636c1.10.1

637), ἵν’ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμο‐

### book 636c1.10.2

γητί. καὶ ἀλλαχοῦ περὶ αὐτοῦ φησιν „ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραϊ

### book 636c1.10.3

λυγρῷ“ (Κ 79). ἢ διὰ τὸ κατὰ διάμετρον αἱρεῖσθαι τὸ δέπας· οἱ γὰρ

### book 636c1.10.4

περὶ Ἀρίσταρχον ω εἶναι τὸ ποτήριον· διὸ καὶ τέσσαρα ὦτα· τὰ γὰρ

### book 636c1.10.5

ἁπλᾶ ἄμφωτα (cf. χ 10) καλεῖ. τινὲς δὲ αἱ „ὑποπυθμένεσ“ (Λ 635)

### book 636c1.15.1

ὑποβάσεις αὐτῷ δύο ἦσαν πελειάδες· διὸ καὶ μογέων· διπλοῦ γὰρ

### book 636c1.15.2

ὄντος κατὰ διάμετρον ἔδει †ἄνειν†· καὶ ἴσως πρὸς τὸ ἀμερίμνως καὶ

### book 636c1

ἀθροῦν πίνειν. T

### book 636c2.1

οὐχ, ὥς τινες, ἐπὶ Μαχάονος τὸ ἄλλος ἐκδέχεσθαι χρή,

### book 636c2.2

ἀλλ’ ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· b(BCE3) θέλει γὰρ

### book 636c2.3

εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτόν. ἔνιοι δὲ

### book 636c2.4

ἀπὸ κοινοῦ τὸ γέρων, ἵν’ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων

### book 636c2.5

Νέστωρ ἀμογητὶ ἄειρεν. b(BE3)

### book 637.1

〈ἀμογητὶ ἄειρεν:〉 τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροί, ἀλλ’ οἱ

### book 637.2

ἔμπειροι φέρουσι· b(BCE3E4)Til διπλῶν γὰρ τῶν ὤτων ὄντων

### book 637.3

καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τρα‐

### book 637.4

πέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ 〈τὸ〉 πῶς μὴ εἰδέναι·

### book 637.5.1

b(BCE3E4) εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε, θραῦσιν ἂν ἠπείλησε·

### book 637.5.2

δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης χειρὸς δακτύλοις τῶν ὤτων λαμβανό‐

### book 637.5.3

μενον ἐχρῆν κινεῖν ἀκόπως. b(BE3E4)

### book 639a1.1

οἴνῳ Πραμνείῳ: οἱ μὲν μέλανι, οἱ δὲ [πρ]αΰνοντι τὸ

### book 639a1.2

μένος, οἱ δὲ μονίμῳ. οἱ δὲ ἐν Ἰκάρῳ πέτραν Πράμνην, ἐν ᾗ πρῶτον

### book 639a1.3

ἔφυ ἄμπελος. T

### book 639a2

οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐστηρῷ, οἱ δὲ

### book 639a2

πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ. b(BCE3)

### book 639a2.1

οἴνῳ Πραμνείῳ: ἤτοι τῷ πραΰνοντι τὰς φρένας—ἐν

### book 639a2.2

τῇ Ἰκαρίᾳ οἰνοφόρον. A

### book 639-40.1

ἐπὶ δ’ αἴγειον κνῆ τυρόν / κνήστι χαλκείῃ:

### book 639-40.2

ἔκοπτεν δὲ καὶ τυρὸν κνήστεϊ χαλκείῳ, | τουτέστι μαχαιρίῳ τυροτό‐

### book 639-40.3

μῳ. A

### book 640a

〈λεῦκ’ ἐπάλυνε:〉 γράφεται „λευκὰ πάλυνε“. Aim

### book 640b

〈πάλυνεν:〉 ἐπέπασσεν. Til

### book 641.1

{ἐπεί ῥ’ ὥπλισσε} κυκειῶ: τὸ κυκειῶ περισπαστέον· τοῦ

### book 641.2

γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ καὶ ἐπλεόνασεν τὸ ι. | κυκειὼν δέ ἐστι

### book 641.3

πολυμιγὲς ποτόν. A

### book 642.1

〈πολυκαγκέα:〉 πολλὴν ξηρότητα ἔχουσαν· ὅθεν καὶ „κάγ‐

### book 642.2

κανα ξύλα“ (cf. Φ 364. ς 308), b(BCE3E4)Til τὰ ἄγαν ξηρά. Til

### book 643

μύθοισιν τέρποντο: πρὸς παραμυθίαν τοῦ τραυματίου. T

### book 645.1

τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο: διὰ τὸν

### book 645.2

καιρόν· διδάσκει οὖν καὶ γέροντας εἴκειν νέοις πρὸς ὄφελος. b(BCE3E4)

### book 645.3

T καὶ ὅτι ἤλπιζεν ἐξ Ἀχιλλέως αὐτὸν ἥκοντα χρηστόν τι ἐρεῖν. T

### book 647.1

ἑτέρωθεν ἀναίνετο 〈εἶπέ τε μῦθον〉: προφασίζεται

### book 647.2

σπουδήν, ἵνα καὶ μένων χαρίζοιτο καὶ μὴ μένων ἀνέγκλητος εἴη.

### book 647.3

b(BCE3E4)T | ἡ δύναμις τούτου τοῦ λόγου ἐποίησεν αὐτὸν μένειν. T

### book 648

οὐχ ἕδος ἐστίν: ἀντὶ ἕδους. ὡς „τρίποσ“ (Χ 164). T

### book 649.1

νεμεσητός: Ἀρίσταρχος μεμψίμοιρος· οἱ δὲ ἑκάστῳ τὸ

### book 649.2

δέον νέμων, ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ,

### book 649.3

ταῦτά φησιν. T

### book 650

〈ἄγεις:〉 ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος. Aint

### book 652a.1

πάλιν ἄγγελος 〈εἶμι〉: κατ’ ἰδίαν τὸ πάλιν. οὕτως

### book 652a.2

Ἀρίσταρχος καὶ Ἀλεξίων (fr. 48 B.) καὶ ὁ Ἀσκαλωνίτης (p. 51 B.).

### book 652a.3

οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως· πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις

### book 652a.4

ἐγένετο, πάλιν εἶμ’ ἄγγελος. A

### book 652b.1

πάλιν ἄγγελος: τινὲς ὑφ’ ἓν „παλινάγγελοσ“, οὐχ

### book 652b.2

ὑγιῶς. T

### book 654.1

τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο: ἀναίτιον πρὸς

### book 654.2

τὸ „νεμεσητόσ“ (Λ 649). ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην

### book 654.3

ἑαυτῷ ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν. b(BCE3)T

### book 656-8.1

τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται〈—

### book 656-8.2

κατὰ στρατόν〉: διὰ τί οἰκτίζει τοὺς τετρωμένους, ἀγνοῶν τὴν

### book 656-8.3

παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατ’ ἄνδρα ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν

### book 656-8.4

Ἀχιλλεύς; ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν Πάτροκλον ἔπεμψεν. b(BCE3)T

### book 656.1

τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεύς: πιθανῶς οὐ κωλύει αὐτὸν

### book 656.2

τῆς σπουδῆς, ἄρχεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει

### book 656.3

αὐτοὺς ἡμιτελεῖς. b(BCE3)T

### book 657.1

ὅσσοι δὴ βέλεσιν βεβλήαται: συναπτέον τῷ ἐπάνω

### book 657.2

στίχῳ (sc. Λ 656). ἴσως δ’ ἄν τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι,

### book 657.3

θαυμαστικὸν ποιῶν τὸν λόγον. A

### book 657-8a1.1

οὐδέ τι οἶδε 〈/ πένθεος ὅσσον ὄρωρε〉: δια‐

### book 657-8a1.2

σταλτέον ἤτοι ἐπὶ τὸ οἶδε (657) ἢ ἐπὶ τὸ πένθεος (658)· ἔχει

### book 657-8a1.3

γὰρ ἀμφότερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος,

### book 657-8a1.4

λείπει ἡ περί, ὡς „Ἕκτωρ χωόμενος Σαρπηδόνοσ“ (Π 553). εἰ δὲ

### book 657-8a1.5.1

τοῖς ἑξῆς, σχῆμα ἔσται ‘ὅσσον πένθοσ‘· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ

### book 657-8a1.5.2

ἀρχαία. A

### book 657-8a2

{οὐδέ τι οἶδεν πένθος:} ἀρχαία ἡ φράσις. T

### book 659a

〈κέαται:〉 πρὸς τὸ ἄπρακτον. Til

### book 659b1.1

βεβλημένοι οὐτάμενοί τε: ὅτι συλληπτικῶς τὸ

### book 659b1.2

κατ’ ἀμφοτέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβλη〈ν〉ται καὶ

### book 659b1.3

οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων „βέβληται

### book 659b1.4

μὲν ὁ Τυδείδης, / οὔτασται δ’ Ὀδυσεύσ“ (Λ 660—1). A

### book 659b2

πρὸς τὸ διάφορον. Til

### book 659c.1

οὐτάμενοι {τε}: Ἀρίσταρχος ὡς „ἱστάμενοι“ (Μ 341

### book 659c.2

al.) καὶ κιχράμενοι, Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλη‐

### book 659c.3

μένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἐπὶ ἑνικοῦ ἀριθμοῦ πολὺ

### book 659c.4

πρότερον τεθεωρῆσθαι παρ’ αὐτῷ· φησὶ γὰρ „〈οὔτ’ ἂρ βεβλη‐

### book 659c.5.1

μένοσ〉 ὀξέϊ χαλκῷ / οὔτ’ αὐτοσχεδίην οὐτασμένοσ“ (λ 535—6)·

### book 659c.5.2

συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ

### book 659c.5.3

τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ

### book 659c.5.4

τοῦ Ἀριστάρχου λέγοι ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγί‐

### book 659c.5.5

νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ

### book 659c.10.1

οὐτῶ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι,

### book 659c.10.2

ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ „οὐτάμεναι“ (Φ 68). ἀπὸ

### book 659c.10.3

δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι

### book 659c.1

ὡς κιχράμενοι. ἀλλ’ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλ’

### book 659c.2

ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ „οὔτασεν“

### book 659c.15.1

(Ε 56. 361 al.) ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ „οὔτησεν“

### book 659c.15.2

(Δ 469 al.), ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου „οὐτάσαι οὐδὲ

### book 659c.15.3

βαλεῖν“ (Ξ 424) καὶ ἐκ τοῦ „οὔτασται δ’ Ὀδυσεύσ“ (Λ 661). τούτῳ

### book 659c.15.4

δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος, „οὔτ’ αὐτοσχε‐

### book 659c.15.5

δίην οὐτασμένοσ“ (λ 536), ἥτις κατ’ ἔλλειψιν τοῦ ς ἐγίνετο οὐ‐

### book 659c.20.1

ταμένος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρα‐

### book 659c.20.2

κτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, „ἱστάμενοσ“ (Δ

### book 659c.20.3

203 al.), κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους

### book 659c.20.4

προσνέμει. ἄλλως δὲ καὶ ἡ γινομένη τοῦ ς ὕφεσις καὶ ἀναδρομὴν

### book 659c.20.5

ἐργάζεται τόνου. A

### book 660

〈ὁ Τυδείδης:〉 ἴσως πρῶτον ὡς πολέμιον καταλέγει. Til

### book 661a.1

〈δουρικλυτός:〉 τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ δια‐

### book 661a.2

σταλτέον μετ’ αὐτό. Aim

### book 661b.1

ἠδ’ Ἀγαμέμνων: οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος,

### book 661b.2

ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· ‘καὶ ὁ

### book 661b.3

ἐχθρὸς αὐτῷ δυστυχεῖ‘. T

### book 663.1

τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον 〈ἐκ πολέ‐

### book 663.2

μοιο〉: ἦθος ἐμφαίνει ἡ ἀντωνυμία, διὰ τῆς δείξεως δηλοῦσα ὅτι ὁ

### book 663

γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης. T

### book 664-5.1

αὐτὰρ Ἀχιλλεύς / ἐσθλὸς ἐὼν 〈Δαναῶν—

### book 664-5.2

ἐλεαίρει〉: δυνατός, τουτέστι δυνάμενος, οὐκ ἐλεεῖ. εὖ δὲ καὶ τὸ

### book 664-5.3

Δαναῶν (665) καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον

### book 664-5.4

τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται. b(BCE3E4)T

### book 665a.1

〈ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει:〉

### book 665a.2

βραχὺ {δὲ} διασταλτέον μετὰ τὸ ἐών. Aim

### book 665b.1

οὐ κήδεται οὐδ’ ἐλεαίρει: πικρῶς, T οὔτε

### book 665b.2

φιλίᾳ οὔτε ἐλέῳ, φησί, χώραν παρέχει. b(BCE3E4)T

### book 666-7a.1

ἦ μένει, εἰς ὅ κε 〈δὴ〉 νῆεσ〈—〉θέρωνται:

### book 666-7a.2

ἆρα καὶ ταῦτα μένει, ἃ ὑπέσχετο „κτείνοντ’ Ἀργείους, κατά τε σμῦ‐

### book 666-7a.3

ξαι πυρὶ νῆασ“ (Ι 653); ἐν ἤθει οὖν ὁ λόγος. T

### book 666-7b.1

〈ἦ μένει, εἰς ὅ κε—θέρωνται:〉 τὴν ὁλοσχερῆ

### book 666-7b.2

ἀπώλειαν τῶν νεῶν ἐμφαίνειν θέλει· εἰ μὴ γὰρ τὰς πρώτας †καύ‐

### book 666-7b.3

σωσιν†, οὐκ ἂν οὐδὲ τὰς παρὰ θάλασσαν. b(BCE3)Til

### book 667a

〈Ἀργείων ἀέκητι:〉 μὴ δυναμένων ἀμῦναι. Til

### book 667b

〈πυρὸς δηΐοιο:〉 ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός. Aim

### book 668-9a.1

αὐτοί τε κτεινώμεθ’ 〈ἐπισχερώ; οὐ γὰρ

### book 668-9a.2

—ἔσκεν〉: πικρῶς καθάπτεται τῆς ὠμότητος Ἀχιλλέως, εἰ

### book 668-9a.3

ἀναμένει τοὺς Ἀχαιοὺς ἰδεῖν ἑξῆς φονευομένους. ἐλεεινῶς δὲ καὶ

### book 668-9a

ἑαυτὸν καταλέγει. b(BCE3E4)T

### book 668-9b.1

οὐ γὰρ ἐμὴ ἴς / ἔσθ’ 〈οἵη πάρος ἔσκεν〉: ἐρεθι‐

### book 668-9b.2

στικὸν τοῦτο· εἰ γὰρ ἐγὼ νέος ἦν, οὐκ ἂν ὑμῶν ἐδεόμεθα συμμά‐

### book 668-9b.3

χων. ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμουμένους τὴν φρόνησιν, b(BCE3

### book 668-9b.4

E4)T „καὶ μέν μευ βουλέων ξύνιον“ (Α 273)· εὐβουλίας γὰρ

### book 668-9b.5.1

ἑώρα δεόμενον τὸν καιρόν· T πρὸς δὲ τὸν ἀργοῦντα τὴν ἥβην,

### book 668-9b.5.2

ζῆλον ἐμποιῶν τῶν ἔργων. b(BCE3E4)T

### book 668.1

{αὐτοί τε κτεινώμεθα} ἐπισχερώ: ἐφεξῆς ἅπαντες. παρ‐

### book 668.2

ίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος. A

### book 670-764.1

εἴθ’ ὣς ἡβώοιμι〈—ὄληται〉: διδάσκει

### book 670-764.2

ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλίσκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται

### book 670-764.3

κατορθώματα, εἰς ζῆλον καλῶν τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ

### book 670-764.4

γνώμην τοῦ πατρὸς πολεμῆσαι προτρέπεται αὐτὸν b(BCE3)T

### book 670-764.5.1

τὸ ὅμοιον ποιῆσαι. ἔστι δὲ μείλιχος Πάτροκλος· διὸ 〈ἐν〉ιστάμενον αἰ‐

### book 670-764.5.2

δεῖται τὸν γέροντα. T

### book 671-761.1

ὡς ὁπότ’ Ἠλείοισι〈—Νέστορί τ’

### book 671-761.2

ἀνδρῶν〉: ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ τοῖς ἐπιμηκεστέροις

### book 671-761.3

τῶν διηγημάτων τὸ μὲν ἀπ’ ἀρχῆς ἰέναι ἐπὶ τὴν ἀφήγησιν ἀμβλυτέραν

### book 671-761.4

τὴν ἀκρόασιν καθίστησιν, τὸ δὲ ἐκ τῶν πρακτικῶν ἄρχεσθαι ἡδύ.

### book 671-761.5.1

ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει· Ἡρακλῆς ἐκάκωσε τὴν Πύλον

### book 671-761.5.2

καὶ τοὺς ἕνδεκα τῶν Νηλέως παίδων ἀνεῖλε· διὸ Ἠλεῖοι καταφρονή‐

### book 671-761.5.3

σαντες τῶν Πυλίων ἔθλιβον αὐτούς, καὶ δὴ Αὐγέας ὁ τῶν Ἠλείων

### book 671-761.5.4

βασιλεὺς ἀφικομένους ἵππους Νηλέως ἐπὶ τὸν Ὀλυμπικὸν ἀγῶνα

### book 671-761.5.5

ἤ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενομένης

### book 671-761.10.1

δὲ μάχης ἄλλοι τε ἀποθνῄσκουσι καὶ Ἰτυμονεὺς ὑπὸ τοῦ Νέστορος.

### book 671-761.10.2

νικήσαντες δὲ Πύλιοι τὴν λείαν διενέμοντο. b(BCE3E4)T ἐπι‐

### book 671-761.1

στρατεύουσι δὲ αὐτοῖς ἡμέρᾳ τρίτῃ ἐκεῖνοι. πολιορκούντων δὲ

### book 671-761.2

αὐτῶν τὸ Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον

### book 671-761.3

τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους,

### book 671-761.15

καὶ ἀριστεύει ὁ Νέστωρ. b(BE3E4)T

### book 672.1

ἀμφὶ βοηλασίῃ, 〈ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα〉: βραχὺ

### book 672.2

διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτε‐

### book 672.3

σθαι. A | οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ. A Aim

### book 672

ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα: Νηλεὺς ὁ Ποσειδῶνος,

### book 672.5.1

ἱππικώτατος—λ〈ε〉ίαν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGr

### book 672.5.2

Hist 3, 118). A

### book 672-4.1

ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα〈—ῥύσι’

### book 672-4.2

ἐλαυνόμενος:〉 τὸ ἑξῆς ἐστιν, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα

### book 672-4.3

(672), / ῥύσι’ ἐλαυνόμενος (674)· AT τὰ δὲ ἄλλα (sc.

### book 672-4.4

673) διὰ μέσου. A

### book 674a.1

ῥύσι’ ἐλαυνόμενος: ἀντενεχυραζόμενος. καὶ τὸ πλῆ‐

### book 674a.2

ρες ῥύσια· Αὐγέας γὰρ πρότερον Νηλέως κατέσχεν τέσσαρας ἀθλο‐

### book 674a.3

φόρους ἵππους αὐτοῖσιν ὄχεσφιν. | τουτέστι θρέμματα ἐλαύνων. A

### book 674b.1

〈ῥύσια:〉 τὰ ἀντί τινων ἑλκόμενα, ἅπερ ἀντὶ τῶν ἡρ‐

### book 674b.2

πασμένων ἁρπάζομεν. b(BCE3E4)T

### book 675.1

〈ἔβλητ’ ἐν πρώτοισιν:〉 ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν

### book 675.2

φησιν ἢ ἐν πρώτοις μαχόμενον. b(BCE3E4)T

### book 676

〈περίτρεσαν:〉 περὶ πᾶσαν ὁδὸν ἔφυγον. b(BCE3)Til

### book 676

καὶ ὅτι ἀποθανόντος Ἕκτορος φευξοῦνται πάντες. Til

### book 677-761.1

ληΐδα δ’ ἐκ πεδίου〈—Νέστορί τ’

### book 677-761.2

ἀνδρῶν〉: αἰδήμων ὁ Πάτροκλος· ἐπειγόμενος γὰρ ἀνέχεται τοῦ

### book 677-761.3

γέροντος μακρολογοῦντος. b(BCE3E4)T οἰκονομικῶς δὲ πέ‐

### book 677-761.4

πλασται τῷ ποιητῇ ἡ μακρὰ διήγησις, ἵνα ὁ Εὐρύπυλος ἐκ τῆς μάχης

### book 677-761.5.1

φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ, καὶ παρὰ τούτῳ ἐμβραδύνῃ

### book 677-761.5.2

περὶ τῆς τειχομαχίας· b(BE3E4)T εἰ γὰρ ταχέως ἐπανῆλθε

### book 677-761.5.3

πρὸς Ἀχιλλέα καὶ ἐκπεμφθῆναι ἑαυτὸν ἔπεισεν εἰς τὴν μάχην, ἀνῃρέ‐

### book 677-761.5.4

θη ἂν ἡ τειχομαχία, δι’ ἣν ἐπλάσθη τὸ τεῖχος. T

### book 677a1.1

ληΐδα {δ’ ἐκ πεδίου}: Ἀρίσταρχος ὡς „Χαλκίδα“ (Β

### book 677a1.2

537 al.), Μενεκράτης ὡς „Ἤλιδα“ (Β 615 al.). ἔστι δὲ οὕτως

### book 677a1.3

ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθα‐

### book 677a1.4

ρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, οἷον Κιρφηΐς, „Βρισηΐσ“ (Τ

### book 677a1.5.1

282. Ω 676), Θαΐς, Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων,

### book 677a1.5.2

μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρὰ Ἡροδότῳ (cf. 2,

### book 677a1.5.3

28, 1 al.) λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου,

### book 677a1.5.4

τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται

### book 677a1.5.5

ἡμῖν ἀλλαχόθι (sc. ad Ξ 387). τὸ δὲ ΚΡΑΤΑΙΪΣ δοκεῖ ἐπὶ τοῦ

### book 677a1.10.1

κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν „βωστρεῖν δὲ Κράταιϊν“

### book 677a1.10.2

(μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν. A

### book 677a2

ληΐδα ὡς †κρηπῖδα. Til

### book 677b.1

〈ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολ‐

### book 677b.2

λήν:〉 αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον

### book 677b.3

γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς (sc. Λ 678—81). A

### book 677c.1

ἤλιθα: λίαν ἠθροισμένην. καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν

### book 677c.2

A b (BCE3E4)T καὶ μὴ ἀκριβής. A b (BE3E4)T ἢ παρὰ

### book 677c.3

τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι. A b (BE3)T

### book 678-81.1

〈ἀγέλας ... πώεα ... συβόσια ... αἰπόλια

### book 678-81.2

... / ἵππους δὲ—ὑπῆσαν:〉 ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμεν·

### book 678-81.3

οὐδὲ πεζῷ δὲ λόγῳ τις εἶπεν αὐτὰ ἄλλως. Til

### book 678

πώεα: παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος. A

### book 679

〈συβόσια:〉 ἐκτατέον τὸ ι. Til

### book 683a.1

γεγήθει δὲ φρένα Νηλεύς: ὅτι διαφωνοῦσιν οἱ

### book 683a.2

νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφ’ Ἡρακλέους, ὅτε τὴν

### book 683a.3

Πύλον ἐπόρθησεν· φαίνεται γὰρ καθ’ Ὅμηρον περιὼν καὶ μετὰ τὸ

### book 683a.4

πορθηθῆναι· ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστε‐

### book 683a.5

ρος τοῦ πρὸς Ἡρακλέα. A

### book 683b.1

〈γεγήθει δὲ φρένα Νηλεύς:〉 ἥσετε οὖν καὶ ὑμεῖς

### book 683b.2

τοὺς γονεῖς. Til

### book 684a.1

οὕνεκά μοι τύχε πολλά: ἐπετέτευκτο ἢ περιγέγονεν·

### book 684a.2

τὸ γὰρ τῆς τύχης ὄνομα οὐκ οἶδεν ὁ ποιητής, τὰ δὲ ἀπ’ αὐτοῦ

### book 684a.3

ῥήματα. T

### book 684b.1

οὕνεκά μοι τύχε πολλά: ταῦτα ἐρεθιστικὰ πρὸς

### book 684b.2

νέον λεγόμενα, ἵνα ἀκούσας Ἀχιλλεὺς ὡς φιλότιμος ζηλωτὴς γένηται.

### book 684b.3

T

### book 684c

〈οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι:〉

### book 684c

διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον. Aint

### book 685a

〈ἐλίγαινον:〉 ὀξέως ἐβόων. Til

### book 685b.1

ἅμ’ ἠοῖ φαινομένηφι: τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς

### book 685b.2

ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενο‐

### book 685b.3

μένης ἐκήρυσσον, ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον,

### book 685b.4

ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει. A

### book 686a

〈χρέως:〉 οὕτως Ἀρίσταρχος χρέως. Aint Til

### book 686b.1

{τοὺς ἴμεν οἷσι} χρέως ὠφείλετο: ὅτι τὰ περιελα‐

### book 686b.2

σθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ. |

### book 686b.3

Ἀριστοφάνης δὲ „χρεῖοσ“ καὶ „ὀφείλετο“. A

### book 686c.1

χρέως ὠφείλετο: χρέως δάνειον· οἷς γὰρ οἱ ὀφείλον‐

### book 686c.2

τες καταβάλλουσι, καὶ οἱ ἀδίκως ἁρπάσαντες καταβάλλειν ὀφείλου‐

### book 686c.3

σιν. b(BCE3E4)T

### book 686c

δίῃ: θαυμαστῇ, ἱερᾷ· ἐν αὐτῇ γὰρ—τῆς Πελοπον‐

### book 686c.5

νήσου. A

### book 687-8.1

〈οἱ δὲ συναγρόμενοι— / δαίτρευον:〉 συν‐

### book 687-8.2

ηθροισμένων δὲ τῶν Πυλίων οἱ ἡγήτορες ἐμέριζον. Til

### book 688a

δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφει‐

### book 688a.1

λον: ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ἢ συναπτέον τῷ

### book 688a.2

ἑξῆς, ὃ καὶ βέλτιον· τὸ γὰρ „ὥσ“ (Λ 689) ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον.

### book 688a.3

καὶ ἐὰν χωρίσωμεν δὲ καὶ ἀκούωμεν {καὶ} οὕτως, ἔσται θαυμαστι‐

### book 688a.5.1

κὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως, ἣν ἐποιήσαντο οἱ Ἠλεῖοι

### book 688a.5.2

περὶ τῶν Πυλίων. A

### book 688b

〈Ἐπειοί:〉 ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ. Aint

### book 688c1.1

〈ὄφειλον:〉 οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ „ὄφελλον“.

### book 688c1.2

Aim

### book 688c2

Ἀρίσταρχος †ἀφεῖλον†. Til

### book 688c2.1

Ἐπειοί: οἱ Ἠλεῖοι—Ἀριστοτέλης ἐν τῷ Πέπλῳ

### book 688c2.2

(fr. 639 R.3). A

### book 688-9.1

πολέσιν γὰρ Ἐπειοὶ〈—ἐν Πύλῳ ἦμεν〉:

### book 688-9.2

δεῖ τὸν λόγον οὕτως ἔχειν· πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὤφειλον,

### book 688-9.3

ὡς ἡμεῖς ἦμεν. T | εἰς τὸ ὄφειλον (688) ὑποστιγμὴν δεῖ γράφειν,

### book 688-9.4

τελείαν δὲ εἰς τὸ ἦμεν (689). b(BCE3) εἶτα ἐπέζευξεν, ὁπόθεν

### book 688-9.5.1

κεκακωμένοι· b(BE3)T „ἐλθὼν γὰρ ἐκάκωσεν“ (Λ 690). T

### book 688-9.5.2

ἐὰν δὲ εἰς τὸ ὄφειλον (688) τελειώσωμεν, ὁ ἑξῆς στίχος κατ’ ἰδίαν

### book 688-9.5.3

ἀναπεφώνηται, καὶ τὸ ὥς (689) ἀντὶ τοῦ οὕτως δεχόμεθα. b(BE3)T

### book 689a

〈ὡς:〉 ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα. Aint

### book 689b

〈ὡς:〉 ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἀπ’ ἄλλης ἀρχῆς. Til

### book 689c.1

〈ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν:〉

### book 689c.2

βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν. Ail

### book 689d

〈ἐν Πύλῳ ἦμεν:〉 οὐκ „ἐν πόλει ἦμεν“, ὡς ἔνιοι. Aim

### book 690a1.1

ἐλθὼν γὰρ ἐκάκωσε 〈βίη Ἡρακληείη〉: οὐ διὰ

### book 690a1.2

τὰ καθάρσια Ἰφίτου πορθεῖται ἡ Πύλος, ἐπεὶ πῶς Ὀδυσσεὺς μείζων

### book 690a1.3

Νέστορος (cf. φ 13—30); καὶ παρ’ Ὁμήρῳ οὐκ οἴδαμεν φονέα

### book 690a1.4

καθαιρόμενον, ἀλλ’ ἀντιτίνοντα (cf. Σ 498—500) ἢ φυγαδευόμενον

### book 690a1.5.1

(cf. Β 622—6 al.). ἢ οὖν διὰ τὴν ὑπερηφανίαν Περικλυμένου, ἢ ὅτι

### book 690a1.5.2

Ὀρχομενίοις κατὰ Θηβαίων ὡς συγγενεῖς συνεβάλοντο· ὅτι δὲ

### book 690a1.5.3

συγγενεῖς Ὀρχομένιοι Πυλίων, φησὶν „εἴ που 〈ἔτι ζώοντος ἀκούετε

### book 690a1.5.4

παιδὸς ἐμοῖο /〉 ἤ 〈που〉 ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ“ (λ 458—9) καὶ

### book 690a1.5.5

„ὅς ποτ’ ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν· / ἡ δὲ Πύλου βασί‐

### book 690a1.10.1

λευε“ (λ 284—5). Ἀγίας δὲ ἐν αʹ Ἀργολικῶν (FGrHist 305, 1)

### book 690a1.10.2

φησὶ τῶν Γηρυόνου βοῶν ἀφελέσθαι Νηλέα, ὅθεν Ἡρακλέα Νέστορι

### book 690a1.10.3

παραδοῦναι τὴν ἀρχήν. Τελέσαρχος δὲ ἐν τοῖς Ἀργολικοῖς (FGrHist

### book 690a1.10.4

309, 1) ἄγοντα τὰ χρύσεα μῆλα καὶ τὸν ζωστῆρα καὶ τὰς Διομήδους

### book 690a1.10.5

ἵππους εἴργεσθαι ἐπιβαίνειν τῇ πόλει, καὶ τοῦ Νέστορος κωλύον‐

### book 690a1.15

τος. T

### book 690a2.1

φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ

### book 690a2.2

πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν

### book 690a2.3

Ἡρακλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν. b(BCE3)

### book 690b.1

βίη Ἡρακλ〈η〉είη: ἐπεὶ τῶν ἀδελφῶν Νέστορος φο‐

### book 690b.2

νεὺς ἐγένετο, αὐτοῦ δὲ ἐφείσατο, πρὸς ἑκατέραν ἁρμοζόμενος τύ‐

### book 690b.3

χην οὔτε βλάσφημόν τι προσήρτησε τῷ βίη οὔτε ἐπαίνου ἐχόμενον,

### book 690b.4

ὁποῖον εἰώθαμεν λέγειν „ἱερὴ ἲς Τηλεμάχοιο“ (β 409 al.) καὶ „ἱερὸν

### book 690b.5

μένος Ἀλκινόοιο“ (η 167 al.). T

### book 690b.1

ἐλθὼν γάρ ῥ’ ἐκάκωσε 〈βίη Ἡρακληείη〉: Ἡρακλῆς

### book 690b.2

παρεγένετο—ὡς καὶ ἐν τῇ Ε (sc. 395) φησί, τῷ δὲ Ἡρακλεῖ

### book 690b

δύο, Ἀθηνᾶ καὶ Ζεύς. A

### book 692a.1

δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉:

### book 692a.2

πρὸς τοὺς Χωρίζοντας (fr. 5 K.), ὅτι ἐν μὲν Ἰλιάδι δώδεκα Νηλῆος

### book 692a.3

παῖδας λέγει, ἐν δὲ τῇ Ὀδυσσείᾳ τρεῖς γεγονέναι, ὡς γενεαλογεῖ·

### book 692a.4

„καὶ Χλῶριν εἶδον περικαλλέα“ (λ 281) καὶ ἐν τοῖς ἑξῆς „Νέστορά

### book 692a.5.1

τε Χρομίον τε Περικλύμενόν τ’ ἀγέρωχον“ (λ 286). ἐνδέχεται δὲ

### book 692a.5.2

προγεγονότων αὐτῷ ἐξ ἑτέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλώ‐

### book 692a.5.3

ριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι· „πεντήκοντά

### book 692a.5.4

μοι ἦσαν, ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν· / ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νη‐

### book 692a.5.5

δύος ἦσαν, / τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι{ν} 〈γυναῖ‐

### book 692a.10

κεσ〉“ (Ω 495—7). A

### book 692b.1

δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉:

### book 692b.2

πῶς οὖν ἐκεῖ φησι „Νέστορά τε Χρομίον τε Περικλύμενόν τε“ (λ

### book 692b.3

286); ἢ οὖν τρεῖς ἦσαν ἐκ Χλώριδος, ἢ τοὺς ἀρίστους κατέλεξεν·

### book 692b.4

Χρομίος ὡς πρεσβύτης, Νέστωρ συνετός, Περικλύμενος ἀνδρεῖος. T

### book 692c.1

δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: ἐκ

### book 692c.2

Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος †τῆς Ἀμφίονος καὶ Νιόβης

### book 692c.3

γίνονται παῖδες οἵδε· Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, Ὑψή‐

### book 692c.4

νωρ, Νέστωρ, Πυλαιμένης, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ,

### book 692c.5.1

Ἱππόλοχος, Ἀγησίλαος, Λύσιππος. γαμεῖ δὲ Νέστωρ Μνησιόχην

### book 692c.5.2

τὴν Ἀμφιδάμαντος, ἐξ ἧς ἴσχει παῖδας ἑπτά. b(BCE3)T λό‐

### book 692c.5.3

γος δέ ἐστιν ὅτι Χλῶρις ἐπὶ τελευτῇ τῶν παίδων ἀγχόνῃ διεχρήσατο.

### book 692c.5.4

T

### book 693

〈τῶν οἶος λιπόμην:〉 τὸ οὖν „κεκακωμένοι ἐν Πύλῳ

### book 693

ἦμεν“ (Λ 689) συλληπτικῶς· ἐν Γερήνοις γὰρ ἀνετρέφετο. Til

### book 693.1

{δώδεκα γὰρ νηλῆος:} τὸν Νέστορά φησι—ὥς τινές

### book 693.2

φασιν. A

### book 694.1

{ταύθ’ ὑπερηφανέοντες} Ἐπειοί: ὅτι ἔν τισι γράφεται

### book 694.2

„Ἀχαιοί“. τοὺς δὲ Ἠλείους Ἐπειοὺς καλεῖ Ὅμηρος. A

### book 697a.1

〈εἵλετο κρινάμενος τριηκόσια:〉 ὅτι θρέμματα δηλον‐

### book 697a.2

ότι τριακόσια. Aint

### book 697b.1

κρινάμενος τριηκόσια: ἴσως τὰ πρόβατα μόνα·

### book 697b.2

φησὶ γὰρ „καὶ πῶϋ μέγ’ οἰῶν“ (Λ 696). T

### book 699a.1

τέσσαρες ἀθλοφόροι 〈ἵπποι αὐτοῖσιν ὄχε‐

### book 699a.2

σφιν〉: ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ ἅρματι χρωμένων

### book 699a.3

τῶν ἡρώων· καὶ γὰρ λέγει „τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων“

### book 699a.4

(Λ 702). ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι,

### book 699a.5.1

μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ „τὸν 〈δ’〉 ἐλατῆρ’

### book 699a.5.2

ἀφίει“ συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς „ἀμφίπολος δ’ ἄρα

### book 699a.5.3

οἱ κεδνὴ ἑκάτερθε παρέστη“ (α 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν

### book 699a.5.4

μερῶν, ἀλλ’ ἑκατέρωθεν μία. A οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ

### book 699a.5.5

φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός. AT

### book 699b.1

τέσσαρες 〈ἀθλοφόροι〉 ἵπποι: δύο συνωρίδες, ἵνα,

### book 699b.2

εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγωνίζοιτο· ἢ ἄμφω πρὸς μίαν νίκην·

### book 699b

τετρώρῳ γὰρ οὐ χρῶνται ἥρωες. b(BCE3E4)T

### book 699c.1

〈αὐτοῖσιν ὄχεσφιν:〉 ὅτι ἑκατέροις δύναται προσδί‐

### book 699c.2

δοσθαι. Aint

### book 700a

〈ἄεθλα:〉 τὰ ἐπάθλια. Til

### book 700b.1

περὶ τρίποδος γὰρ ἔμελλον: οὐκ οἶδε τὰ Ὀλύμπια,

### book 700b.2

ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους·

### book 700b.3

b(BCE3)T πῶς γὰρ Αὐγείας, ἐφ’ ᾧ Ἡρακλῆς τὸν ἀγῶνα

### book 700b.4

ποιεῖται, ἀφῄρηται τοὺς ἵππους; στέφανον δὲ ὅλως οὐκ οἶδεν ὁ

### book 700b.5.1

ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσίαις, οὐκ ἐν συμποσίῳ. πῶς δὲ οὐκ

### book 700b.5.2

ἐμνήσθη ἐν τῷ Καταλόγῳ, „Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἄγλαον

### book 700b.5.3

ἄλσοσ“ (Β 506); Πισᾶται δὲ ἐπεμέλοντο τοῦ ἀγῶνος· καὶ ἐπεὶ Μεσ‐

### book 700b.5.4

σηνίοις κατὰ Λακεδαιμονίων συνεμάχησαν, Ἠλεῖοι δὲ Λακεδαιμονί‐

### book 700b.5.5

οι〈ς, Λακεδαιμόνιοι〉 καθελόντες αὐτοὺς τούτοις παρέσχον τὴν

### book 700b.10

ἀρχήν. T

### book 700b.1

{καὶ γὰρ τῷ χρεῖος:} Ἡρακλῆς προστάξαντος Εὐρυσθέως

### book 700b.2

—ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχῳ (fr. 77). A

### book 702a.1

τὸν δ’ ἐλατῆρ’ ἀφίει: τὸν ἑκατέρας συνωρίδος ἐλα‐

### book 702a.2

τῆρα, ὡς „ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη“ (α 335). T

### book 702b.1

〈ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων:〉 ἤτοι ἐλατῆρα

### book 702b.2

ἵππων ἢ ἀκαχήμενον περὶ ἵππων. Aint

### book 703a1.1

〈ἐπέων:〉 ὡς καὶ βλασφημηθέντος αὐτοῦ ἐν τῇ ἀφαιρέ‐

### book 703a1.2

σει. Til

### book 703a2

δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ

### book 703a2

καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει. b(BCE3)

### book 704-5.1

τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκεν / δαιτρεύειν: ἐς δῆμ‐

### book 704-5.2

ον, τοῖς δανείσασι μερίζει. T

### book 705a.1

δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος 〈κίοι ἴσησ〉:

### book 705a.2

ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ (sc. ι 42) μετά‐

### book 705a.3

κειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζε‐

### book 705a.4

σθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλ’ ἀνάλογον

### book 705a.5.1

ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγωγίας. A |

### book 705a.5.2

Ζηνόδοτος οὐδὲ ἔγραφεν. A Aim Til

### book 705b.1

〈δαιτρεύειν,〉 μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης:

### book 705b.2

ἴσης, τῶν ὀφειλομένων· οὐ πᾶσιν ἴσα. T

### book 705b.1

μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης: ὅπως μηδεὶς ἀπέλ‐

### book 705b.2

θῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον

### book 705b.5

καὶ ἴσον ἐχούσης. A

### book 706-7.1

ἀμφί τε ἄστυ / ἔρδομεν 〈ἱρὰ〉 θεοῖς: τοῖς περὶ

### book 706-7.2

τὸ ἄστυ θεοῖς. T

### book 706

〈ἀμφὶ δὲ ἄστυ:〉 γράφεται „ἀμφί τε ἄστυ“. Aint

### book 708a1.1

〈ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες

### book 708a1.2

ἵπποι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἦλθον πρὸς τὸ σαφέστερον.

### book 708a1.3

Aim

### book 708a2

{πάντες ἦλθον:} εἰς τὸ ἦλθον διαστολή. T

### book 708a3

εἰς τὸ ὁμῶς ὀλίγη διαστολή. b(BCE3)

### book 709a

{πανσυδίηι μετὰ δὲ σφι} Μολίονε: ὅτι ἀπὸ μητρὸς

### book 709a.1

Ὅμηρος οὐ σχηματίζει· μήποτ’ οὖν ἀπὸ 〈τοῦ〉 ταύτης πατρὸς

### book 709a.2

Μόλου οὕτως αὐτοὺς εἶπεν. A

### book 709b.1

Μολίονε: παρὰ τὸν μῶλον, ἢ ὅτι Μόλου ἦν ἡ Μολίνη

### book 709b.2

θυγάτηρ. T

### book 709b.1

Μολίονε: Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ

### book 709b.2

Εὔρυτος—οὐδένα σημαίνει. | οὗτοι παρηλλαγμένην—

### book 709b.5

τὴν Ἦλιν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 79 b). A

### book 710.1

οὔ πω μάλ〈α〉 εἰδότε θούριδος ἀλκῆς: καὶ πῶς

### book 710.2

καυχᾶται παρ’ ὀλίγον αὐτοὺς ἑλών (cf. Λ 750—2); ἢ ὅτι τερατώ‐

### book 710.3

δεις τινὲς ἦσαν, ὡς Ἡσίοδος (sc. fr. 18 M.—W.), ἄμφω ἐν ἑνὶ σώματι

### book 710.4

ὄντες. ὡς δέ τινες, ἑκάτεροι δύο σώματα εἶχον. T

### book 711a.1

{ἔστι δέ τις} Θρυόεσσα: ὅτι ἣν ἐν τῷ Καταλόγῳ (sc.

### book 711a.2

Β 592) εἴρηκε Θρύον („καὶ Θρύον, Ἀλφειοῖο πόρον“), νῦν Θρυό‐

### book 711a.3

εσσαν λέγει. A

### book 711b.1

Θρυόεσσα πόλις: ἣν εἶπεν καὶ Θρύον, „Ἀλφειοῖο

### book 711b.2

πόρον“ (Β 592). | αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ποιοῦσι τοὺς

### book 711b.3

ἀκροατάς. b(BCE3)T

### book 712a.1

τηλοῦ ἐπ’ Ἀλφειῷ: ὥσπερ τὸ „Ἀλφειοῖο πόρον“ (Β

### book 712a.2

592), δι’ οὗ περᾷ ὁ Ἀλφειός, οὐχ ὅτι ἐκεῖθεν ἄρχεται ἢ ἐκεῖ περαιοῦ‐

### book 712a

ται. T

### book 712b1.1

〈νεάτη Πύλου ἠμαθόεντος:〉 τὸ δὲ νεάτη ἔσχατον

### book 712b1.2

ὅριον συνάπτουσα τῇ Ἤλιδι. T

### book 712b2

ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν. b(BCE3)

### book 714a1.1

ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον: ὑποστικτέον.

### book 714a1.2

περιττεύει δὲ ἐν τῷ ἄμμι δ’ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δέ

### book 714a1.3

καὶ ἐπὶ τὸ „ἔννυχοσ“ (Λ 716) ὑποστίζεσθαι, ἵνα ἐν τῷ „οὐδ’ ἀέκον‐

### book 714a1.4

τα“ (Λ 716) ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου

### book 714a1.5.1

οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ

### book 714a1.5.2

ὑπ’ ὄρθρον οὐδ’ ἄκοντας ἀνήγαγε τοὺς Πυλίους. A

### book 714a2

ἄμμι δ’ Ἀθήνη: „ἄμμι δέ“· ἢ οὗτος ὁ δέ ἢ ὁ πρὸς

### book 714a2

τῷ „ἀέκοντα“ (Λ 716) πλεονάζει. καὶ διχῶς ἡ στιγμή. T

### book 715a.1

ἄγγελος ἦλθε: οὐ πεμφθεῖσα ὑπό τινος, ἀλλ’ ἀφ’

### book 715a.2

ἑαυτῆς, b(BCE3E4)T ὡς „Ἶρις δ’ αὖθ’ Ἑλένῃ“ (Γ 121). T

### book 715b.1

〈ἄγγελος ἦλθε:〉 τότε (sc. Λ 671—6) μὲν πρὸς ἀγροί‐

### book 715b.2

κους αἰφνίδιος ἦν ἡ μάχη. νῦν δὲ πρὸς παρασκευασθέντας καὶ πο‐

### book 715b.3

λεμιστάς. b(BCE3E4)T

### book 717.1

ἀλλὰ μάλ’ ἐσσυμένους: ἐσσυμένους τὸν „λαόν“

### book 717.2

(Λ 716), πρὸς τὸ σημαινόμενον. T

### book 717-8a.1

οὐδέ με Νηλεύς / εἴα: τεχνικῶς τῷ παραδείγματι

### book 717-8a.2

τὸν Πάτροκλον διδάσκει, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα

### book 717-8a.3

προελθεῖν εἰς τὴν μάχην. b(BCE3E4)T

### book 717-8b.1

〈οὐδέ με Νηλεύς /〉 εἴα θωρήσσεσθαι: προτρέπει

### book 717-8b.2

τὸν Πάτροκλον, δι’ ὧν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος

### book 717-8b

ὅμως πεζὸς ἐξῆλθεν. A

### book 719a.1

οὐ γάρ πώ τί μ’ ἔφη: ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ

### book 719a.2

τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν. A

### book 719b.1

οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα:

### book 719b.2

πῶς οὖν πρώην ἐνίκησεν; ὅτι πρὸς ἀγροίκους ἦν ἡ μάχη, b(BCE3

### book 719b.3

E4)T νῦν δὲ πρὸς ἐμπείρους μάχης ἡ παράταξις ἔμελ〈λ〉ε γίνε‐

### book 719b.4

σθαι. b(BCE3E4)T

### book 720-1.1

ἀλλὰ καὶ ὧς ἱππεῦσι 〈μετέπρεπον ἡμετέροισι

### book 720-1.2

/ καὶ πεζός περ ἐών·〉 ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη: τὸ

### book 720-1.3

μὲν πρότερον ως περισπωμένως, τὸ δὲ ἕτερον κατ’ ἔγκλισιν, ἐπειδή‐

### book 720-1.4

περ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν· ἐπεὶ οὕτως ἦγε 〈τὸ〉 νεῖκος

### book 720-1.5.1

ἡ Ἀθηνᾶ (ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ), ὅπως ἐπιφανὴς

### book 720-1.5.2

γενήσομαι. A

### book 720.1

ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον: καίτοι ἄπειρος

### book 720.2

ὢν ὁπλισμῶν. T

### book 721.1

καὶ πεζός περ ἐών: καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως

### book 721.2

τοῦ θαυμαστὸν ἱππικὸν κεκτημένου. b(BCE3E4)T

### book 722a.1

ἔστι δέ τις ποταμὸς Μινυήϊος: τὸ πολύαρχον και‐

### book 722a.2

νίζει τὴν ἀκρόασιν καὶ τὸ ὁμοειδὲς ἀποκόπτει καὶ σαφήνειαν προ‐

### book 722a.3

βάλλει καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδι‐

### book 722a.4

δοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἀπ’ ἄλλης

### book 722a.5

ἀρχῆς ἀναγκάζουσα. b(BCE3E4)T

### book 722b.1

ἔστι δέ τις ποταμὸς 〈Μινυήϊος εἰς ἅλα βάλλων〉:

### book 722b.2

ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς αἰγιαλὸν

### book 722b

ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν. T

### book 723.1

ἐγγύθεν Ἀρήνης: ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσ‐

### book 723.2

δοτέον τὸ ἡμιστίχιον. A

### book 723-4.1

ὅθι μείναμεν 〈Ἠῶ δῖαν /〉 ἱππῆες: ἤδη γὰρ

### book 723-4.2

ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι συναριθμεῖσθαι. T

### book 725.1

ἔνθεν πανσυδίῃ 〈σὺν τεύχεσι θωρηχθέντεσ〉: βρα‐

### book 725.2

χὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπ’ ὄρθρον γὰρ

### book 725.3

ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὥδευσαν καὶ κατὰ μέσον ἡμέρας ἐπὶ

### book 725.4

τὸν Ἀλφειὸν παρεγένοντο (cf. Λ 726). A

### book 726.1

〈ἔνδιοι〉 ἱκόμεσθ’ 〈ἱερὸν〉 ῥόον Ἀλφειοῖο: δῆλον

### book 726.2

οὖν ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ἑκατὸν

### book 726.3

τριάκοντα σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι. T

### book 727.1

〈ἔνθα Διῒ ῥέξαντες ...〉 ἱερὰ καλά: θαυμαστὰ καὶ

### book 727.2

οἰκεῖα αὐτῷ. T

### book 728a.1

ταῦρόν τ’ Ἀλφειῷ, 〈ταῦρον δὲ Ποσειδάωνι〉:

### book 728a.2

βίαιος γὰρ τοῖς κέρασι ὁ ταῦρος καὶ τὴν γῆν ἀναβάλλων. T

### book 728b.1

ταῦρον δ’ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι:

### book 728b.2

οἰκεῖα τὰ θύματα· τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει

### book 728b.3

ταύρους διὰ τὰς βίας τῶν ὑδάτων. A

### book 730a.1

δόρπον {ἔπειθ’ ἑλόμεσθα}: ὅτι Ζηνόδοτος γράφει „δεῖ‐

### book 730a.2

πνον“. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κα‐

### book 730a

τακοιμῶνται. A

### book 730b.1

〈τελέεσσι:〉 τοῖς τάγμασι. b(BCE3) δείκνυσι δὲ ὅτι

### book 730b.2

οὐδὲ κοιμώμενοι ἢ ἐσθίοντες διέλυον τὰς τάξεις. b(BCE3E4)

### book 731.1

καὶ κατεκοιμήθημεν ἐπ’ ἔντεσι: στρατιωτικὸν καὶ

### book 731.2

τοῦτο παράγγελμα ἐν τοῖς ὅπλοις καθεύδειν, b(BCE3E4)T ἐπεὶ

### book 731.3

καὶ Διομήδει ῥινὸς ὑπέστρωτο „βοὸς ἀγραύλοιο“ (Κ 155). T

### book 733

〈διαρραῖσαι:〉 γράφεται „διαπραθέειν“. Aim

### book 734a1.1

ἀλλά σφι {ν} προπάροιθε 〈φάνη μέγα ἔργον

### book 734a1.2

Ἄρηοσ〉: ὅτι τὸ προπάροιθε οὐ τοπικῶς, ἀλλὰ χρονικῶς· πρὶν

### book 734a1.3

ἢ πορθῆσαι τὸ ἄστυ. 〈***〉 ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλε‐

### book 734a1.4

μος. A

### book 734a2

προπάροιθε: ἐπὶ χρόνου. T

### book 734b.1

ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος:

### book 734b.2

πρὶν τὸ ἄστυ ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη. b(BCE3

### book 734b.3

E4)T

### book 735a.1

εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης: καὶ

### book 735a.2

τοῦτο τεκμήριον σφαιροειδῆ εἶναι τὸν κόσμον. T

### book 735b1.1

φαέθων ὑπερέσχεθε γαίης: ὅτι ἐξ ἡρωϊκοῦ προσώ‐

### book 735b1.2

που ὑπὲρ γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου

### book 735b1

ἐξ Ὠκεανοῦ. A

### book 735b2.1

{ἠέλιος φαέθων ὑπερέσχεθε:} ὅτι ἐξ ἰδίου προσώπου

### book 735b2.2

φησὶν „ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο“ (Η 422). T

### book 736.1

συμφερόμεσθα μάχῃ: εἰς ταὐτὸν συνηρχόμεθα· καὶ

### book 736.2

Ἡσίοδος „λιμὸς γάρ 〈τοι〉 πάμπαν ἀεργῷ σύμφορος ἀνδρί“ (opp.

### book 736.3

302). T

### book 737a1.1

ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν 〈ἔπλετο νεῖ‐

### book 737a1.2

κοσ〉: ὅτι τινὲς καὶ „Ἀχαιῶν“ γράφουσιν. Ὅμηρος δὲ Ἐπειοὺς

### book 737a1.3

τοὺς Ἠλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις,

### book 737a1.4

ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν. A

### book 737a2.1

{ἀλλ’ ὅτε δὴ νεῖκος ἔπλετο:} ὅτι ἐπὶ τῆς διὰ χειρῶν μάχης

### book 737a2.2

τὸ νεῖκος. T

### book 738.1

πρῶτος {δ’} ἐγὼν ἕλον ἄνδρα, 〈κόμισσα δὲ μώ‐

### book 738.2

νυχας ἵππουσ〉: ὅτι πάντα προθυμίᾳ κατορθοῦται, ὅπου, ἃ εἶρξεν ὁ

### book 738.3

πατήρ, ταῦτα ἑαυτῷ πεπόρισται b(BCE3E4)T παρὰ πολε‐

### book 738.4

μίων. T

### book 741a.1

ἣ τόσα φάρμακ〈α〉 ᾔδει: τοῦτο πρὸς αὔξησιν τῆς

### book 741a.2

Νέστορος ἀρετῆς, εἴ γε μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτόν, φάρμακα εἰδυῖα

### book 741a.3

πολλά. b(BCE3E4)T

### book 741b.1

ἣ τόσα φάρμακ〈α〉 ᾔδη: ἐπεξεργάζεται, διὰ τῆς ψυχα‐

### book 741b.2

γωγίας κατέχων αὐτόν. T

### book 741c.1

ἣ τόσα φάρμακα ᾔδη: Μήδεια ἐγένετο Αἰήτου μὲν θυ‐

### book 741c.2

γάτηρ, Ἰάσονος δὲ γυνή. αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν

### book 741c.3

φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ συνῴκησεν Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ

### book 741c

Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς

### book 741c.5.1

ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον

### book 741c.5.2

αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα πα‐

### book 741c.5.3

ραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε παραγενομένῳ τῷ

### book 741c.5.4

παιδί· μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα

### book 741c.5.5

(ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν φάρμακον

### book 741c.10.1

ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκήσασα δὲ αὕτη τὴν

### book 741c.10.2

πλησίον Ἤλιδος Ἔφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομα‐

### book 741c.10.3

σθῆναι. ἱστόρηται παρὰ Κράτητι (fr. 84 M.). AT

### book 744-5.1

Ἐπειοί / ἔτρεσαν: τὸ αὐτὸ τῷ „λαοὶ δὲ περίτρεσαν“

### book 744-5.2

(Λ 676). T

### book 746.1

ἡγεμόν’ ἱππήων, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: τὸ

### book 746.2

ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω. A

### book 747a.1

αὐτὰρ ἐγὼν ἐπόρουσα 〈κελαινῇ λαίλαπι ἶσοσ〉:

### book 747a.2

ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατασκευὴν τὸ παρηγμένον ἡρωϊκὸν

### book 747a.3

πρόσωπον κατὰ τὴν ποίησιν. A

### book 747b.1

αὐτὰρ ἐγὼν ἐνόρουσα: πρὸς ἐρεθισμὸν Πατρόκλου

### book 747b.2

ταῦτά φησιν. T

### book 748a.1

πεντήκοντα δ’ ἕλον δίφρους: τῷ ἀπαρτίζοντι ἀριθμῷ

### book 748a.2

χρῆται καὶ ἔμπροσθεν (sc. Λ 678). T

### book 748b

〈ἀμφίς:〉 ἀντὶ τοῦ περί. Til

### book 750.1

καί νύ κεν Ἀκτορίωνε Μολίονε 〈παῖδ’ ἀλάπαξα〉:

### book 750.2

ὅτι ἐντεῦθεν Ἡσίοδος (fr. 17 b M.—W.) Ἄκτορος κατ’ ἐπίκλησιν καὶ

### book 750.3

Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ

### book 750

Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει. A

### book 751.1

εἰ μή σφωε πατὴρ 〈εὐρυκρείων ἐνοσίχθων〉: πρὸς

### book 751.2

τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων

### book 751.3

συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν. A

### book 754a.1

{τόφρα γὰρ οὖν ἑπόμεσθα} δι’ ἀσπιδέος πεδίοιο: ὁ

### book 754a.2

Ἀσκαλωνίτης (p. 51 B.) δι’ ἀσπιδέος, ἐπεὶ ἐπιφέρει „ἀνά τ’ ἔντεα

### book 754a.3

καλὰ λέγοντεσ“ (Λ 755), τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπί‐

### book 754a.4

δας. ὁ δὲ Ἀλεξίων (fr. 49 B.) καὶ ἀμφότερα 〈ἐγ〉κρίνει, καὶ ἀσπιδέος καὶ

### book 754a.5.1

„σπιδέοσ“. ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι ‘τινὲς μὲν ἀπὸ

### book 754a.5.2

τοῦ α ποιοῦνται τὴν διαστολήν, ἵν’ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον

### book 754a.5.3

τοῦ ποιητοῦ ἀσπιδὲς τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων

### book 754a.5.4

καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος,

### book 754a.5.5

ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχον‐

### book 754a.10

τος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει „ἀνά τ’ ἔντεα καλὰ λέγοντεσ“

### book 754a.1

(Λ 755). οἱ δέ φασιν ἐκ πλήρους „σπιδέοσ“ καὶ ἀποδιδόασι πολλοῦ

### book 754a.2

καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν

### book 754a.3

τίθησιν, ὅταν λέγῃ (fr. 378 N.2 = 733 M. = 378 R.)· „σπίδιον μῆκος ὁδοῦ“,

### book 754a.4

καὶ ὁ Ἀντίμαχος (fr. 114 W.)· „οὐδὲ σπιδόθεν προνοῆσαι“, τουτέστι

### book 754a.15.1

μακρόθεν.‘ καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος. Κράτης (fr. I 2 H.) δὲ προ‐

### book 754a.15.2

κρίνει τὴν διὰ τοῦ α γραφήν. {καὶ} Ζηνόδοτος (fr. 5, p. 191 P.) δὲ

### book 754a.15.3

συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καί φησι „σπιδέοσ“ τοῦ ἀπόρου καὶ

### book 754a.15.4

τραχέος {καὶ μεγάλου}. καὶ Ἀμερίας (p. 5 H.) δὲ λέγει „σπιδέοσ“ τοῦ

### book 754a.15.5

πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδρά‐

### book 754a.20.1

σιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. | ἡ

### book 754a.20.2

διπλῆ πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως. A

### book 754b

Ἡρωδιανὸς (sc. 2,79,25) „διὰ σπιδέοσ“. Aim

### book 754c.1

δι’ ἀσπιδέος: κυκλοτεροῦς· ὅταν γὰρ ἐν ἀναπεπταμένῳ

### book 754c.2

τόπῳ ὦμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν. b(BCE3E4)T ἢ ἐπιμή‐

### book 754c.3

κους καὶ μακροῦ· ἢ πλατέος· ἢ περιφεροῦς ἀπὸ μεταφορᾶς τῆς ἀσπί‐

### book 754c.4

δος· T ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο, ἵνα τὸ πλῆθος

### book 754c.5

αὐτῶν δηλώσῃ. b(BCE3E4)T δίχα δὲ τοῦ α ἔνιοι „σπιδέοσ“. T

### book 755

〈λέγοντες:〉 ἐν ἄλλῳ †χ͂ λέγοντες†. Aim

### book 756-7.1

ὄφρ’ ἐπὶ Βουπρασίου〈—Ἀλεισίου ἔνθα

### book 756-7.2

κολώνη〉: ἕως τῶν Ἤλιδος χωρίων· | Βουπράσιον (cf. 756) γὰρ καὶ

### book 756-7.3

Ἀλείσιον (cf. 757) πόλεις τῆς Ἤλιδος, ἡ δὲ Ὠλενία (cf. 757) πέτρα

### book 756-7.4

τῆς αὐτῆς χώρας μεγίστη. T

### book 757a.1

πέτρης τ’ Ὠλενίης 〈καὶ Ἀλησίου ἔνθα ΚΟΛΩΝΗ〉:

### book 757a.2

ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλησίου ἢ συναπτέον τοῖς ἑξῆς, ὡς Δη‐

### book 757a.1

μήτριος ὁ Σκήψιος (fr. 58 G.) τάφον τὸν τοῦ Ἀλησίου (οὕτω γὰρ

### book 757a.2

Ἀρίσταρχος γράφει), προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων

### book 757a.5.1

εἷς ἦν ὁ Ἀλήσιος. ἢ Ἀλήσιον μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος

### book 757a.5.2

τόπος. A

### book 757b.1

Ἀλεισίου 〈ἔνθα〉 κολώνη: τινὲς Ἀλεισίου κολώνην τὸν

### book 757b.2

τάφον τοῦ Ἀλεισίου. ἦν δὲ εἷς τῶν μνηστήρων Ἱπποδαμείας. ἀλλ’

### book 757b.3

οὐχ Ὁμηρικόν. T

### book 759a1.1

ἔνθ’ ἄνδρα κτείνας 〈πύματον λίπον, αὐτὰρ

### book 759a1.2

Ἀχαιοί〉: ὅτι τὸ ἔνθα ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ ὅτι τοὺς Πυλίους

### book 759a1.3

Ἀχαιοὺς λέγει νῦν, τοὺς δὲ Ἠλείους Ἐπειούς (cf. Λ 688. 694 al.). A

### book 759a2.1

ὅτι τοὺς μὲν Πυλίους Ἀχαιούς, τοὺς δὲ Ἠλείους Ἐπειούς.

### book 759a2.2

b(BCE3E4)T

### book 759b.1

αὐτὰρ Ἀχαιοί: Ἀχαιοὶ οἱ Πύλιοι, ὡς Ἠλείων μὴ

### book 759b.2

ὄντων Ἀχαιῶν. οὐ τοῦ Ἠλείου οὖν Πύλου ἦρχεν ὁ Νέστωρ, ἀλλὰ

### book 759b.3

τοῦ τῆς Τριφυλίας. T

### book 761.1

Νέστορι τ’ ἀνδρῶν: ὀνομαστὶ ἑαυτὸν λέγει, ἀναμιμού‐

### book 761.2

μενος τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ ὡς

### book 761.3

καὶ αὐτὸς τεύξεται ἰσοθέου τιμῆς σώσας Ἕλληνας. b(BCE3E4)T

### book 762a

〈ὥς:〉 τοιοῦτος. Til

### book 762b

εἴ ποτ’ ἔην γε: εἴ ποτε ἤμην· νῦν γὰρ οὐκέτι εἰμί. T

### book 762-3a1.1

αὐτὰρ Ἀχιλλεύς / οἶος τῆς ἀρετῆς ἀπονήσε‐

### book 762-3a1.2

ται: καὶ ὁ Πάτροκλος ὡς ἂν μεγίστῳ διδασκάλῳ ἑπόμενος τῷ Νέστορι

### book 762-3a1.3

πρὸς Ἀχιλλέα φησίν· „αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται“ (Π 31).

### book 762-3a1.4

δυσωπεῖ δὲ ὁ Νέστωρ ταῦτα λέγων ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν,

### book 762-3a1.5

οἷον οὐ καταλείπων τοῖς εἰς ἔπειτα ζῆλον. T

### book 762-3a2.1

λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσε‐

### book 762-3a2.2

ται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον. b(BCE3E4)

### book 763a.1

οἶος τῆς ἀρετῆς ἀπονήσεται: μόνος τῆς ἀρετῆς ὄνη‐

### book 763a.2

σιν ἕξει, οὐχὶ δὲ καὶ οἱ φίλοι. A

### book 763b

〈ἀπονήσεται:〉 ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται. Til

### book 763-4.1

ἦ τέ μιν οἴω / πολλὰ μετακλαύσεσθαι, ἐπεί κ’

### book 763-4.2

ἀπὸ λαὸς ὄληται: καὶ αὐτὸν τὸν ἄγριον εἰς ἔλεον ἄξει τὸ γεγονός.

### book 763-4.3

οὐ παρακαλεῖ δέ· νεωστὶ γὰρ ἀπέβαλε τὰς παρακλήσεις. b(BCE3E4)T

### book 765a.1

ἦ μὲν σοί γε Μενοίτιος 〈ὧδ’ ἐπέτελλεν〉: καὶ Ὀδυσ‐

### book 765a.2

σεὺς μὲν ταῦτα ἔλεγεν ἐν ταῖς Λιταῖς· b(BCE3E4)T „ἦ μὲν σοί γε

### book 765a.3

πατὴρ ἐπετέλλετο Πηλεύσ“ (Ι 252). T ἀλλ’ ὁ μὲν ἐν κεφαλαίοις, ὁ

### book 765a.4

δὲ καὶ τοῦ καιροῦ καὶ τῶν προσώπων ὑπομιμνῄσκει. b(BCE3E4)T

### book 765b

ὧδ’ ἐπέτελλεν: λείπει τὸ πολεμεῖν. T

### book 766.1

ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν: ὅτι δεῖ μᾶλλον

### book 766.2

Ἀχιλλέως αὐτὸν πείθεσθαι Ἀγαμέμνονι. T ἠρέμα οὖν αὐτὸν δι‐

### book 766.3

δάσκει ὅτι σύμμαχος ἐφ’ ἑαυτοῦ τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσ‐

### book 766

θήκη τῆς συμμαχίας Ἀχιλλέως. b(BE3E4)T

### book 767a1.1

νῶϊ {δὲ ἔνδον ἐόντες}: ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν

### book 767a1.2

Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ἐννεακαί‐

### book 767a1.3

δεκα, ἕως τοῦ „σοὶ δ’ αὖθ’ 〈ὧδ’〉 ἐπέτελλεν“ (Λ 785), ὅτι ἡ σύνθεσις

### book 767a1.4

αὐτῶν πεζή, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα „Πηλεὺς μὲν ᾧ

### book 767a1.5.1

παιδὶ 〈γέρων〉 ἐπέτελλ’ Ἀχιλῆϊ“ (Λ 783)· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι

### book 767a1.5.2

„τέκνον ἐμόν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη / δώσους’, αἴ κ’

### book 767a1.5.3

ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν“ (Ι 254—5). καὶ ὅτι ἃ Πηλεῖ ἐπέ‐

### book 767a1.5.4

βαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· „ἐς

### book 767a1.5.5

δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγεν, / ξείνιά τ’ εὖ παρέ‐

### book 767a1.10.1

θηκεν“ (Λ 778—9). ὁ δὲ Πηλεὺς οὐδ’ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς

### book 767a1.10.2

δὲ ἡ σύνθεσις καὶ τοῦ „ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι“

### book 767a1.10.3

(Λ 781). | ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ἐννεακαίδεκα. A

### book 767a2.1

ἀθετοῦνται δὲ (sc. Λ 767—85) ὡς ἐναντίοι τοῖς ἐν ταῖς

### book 767a2.2

Λιταῖς. T

### book 767b.1

νῶι δ〈έ τ’〉 ἔνδον: ἀθετοῦνται στίχοι ἐννεακαίδεκα (sc.

### book 767b.2

Λ 767—85)· πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει (sc.

### book 767b.3

Λ 783—4), ἐκεῖ δὲ „μεγαλήτορα θυμόν / ἴσχειν ἐν στήθεσσιν“ (Ι

### book 767b.4

255—6); ὅτι, οὗ δέονται παρ’ αὐτοῦ, τούτου ὑπομιμνῄσκουσιν· ὁρᾷ

### book 767b.5.1

γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. —πάλιν φασίν· διὰ τί

### book 767b.5.2

Πηλεὺς οὐ φιλοφρονεῖται τοὺς περὶ Νέστορα καὶ Ὀδυσσέα ἥκοντας,

### book 767b.5.3

ἀλλ’ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως

### book 767b.5.4

ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. b(BCE3E4)T ὅτι δὲ καὶ

### book 767b

Πηλεὺς ἐφιλοφρονήσατο, δηλοῖ διὰ τοῦ „ὅς ποτ’ ἔμ’ εἰρόμενος μέγ’

### book 767b.10.1

ἐγήθεεν“ (Η 127)· καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον (cf. γ

### book 767b.10.2

36—51). —ἠρκεῖτο δὲ ὡς ἡγεμὼν μόνος ἐπιτάσσεσθαι Ἀχιλλεύς.

### book 767b.10.3

ἀλλὰ καὶ σύντροφος αὐτῷ Πάτροκλος· T καὶ αὔξει νῦν τὸν Πά‐

### book 767b.10.4

τροκλον, ὡς δεόμενος αὐτοῦ. b(BCE3E4)T

### book 767c.1

〈ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς:〉 ἐν καιρῷ

### book 767c.2

ἐδήλωσε τὰ τῆς στρατολογίας ὅτι οἱ ἀριστεῖς εἰς τοῦτο ἐκπέμπονται.

### book 767c.3

b(BE3E4)TTil

### book 767d.1

ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς: ἵνα μὴ ἀρ‐

### book 767d.2

νοῖτο Πάτροκλος. T

### book 769.1

Πηλῆος δ’ ἱκόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)T

### book 769.2

εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει.

### book 769.3

b(BCE3E4)T πῶς ἄρα καὶ ἤκουσαν; b(BE3E4)T ὅτι κατὰ

### book 769.4

πρεσβείαν συμμαχίας ἀφιγμένοι. T

### book 770a.1

λαὸν ἀγείροντες: πῶς οὖν ἡ Ἥρα φησὶ „καμέτην δέ

### book 770a.2

μοι ἵπποι / λαὸν ἀγειρούσῃ“ (Δ 28—9); ὅτι διὰ τοῦ Νέστορος καὶ

### book 770a.3

Ὀδυσσέως συνῆγεν. καὶ ἡ Ἀθηνᾶ γοῦν κατέχει τοὺς Ἕλληνας

### book 770a.4

ἀποπλεῖν θέλοντας διὰ Ὀδυσσέως (cf. Β 169—210). T

### book 770b

〈πουλυβότειραν:〉 ἐν ἄλλῳ „καλλιγύναικα“. Aim

### book 771-3.1

〈ἔνθα—〉γέρων δ’ ἱππηλάτα Πηλεύς 〈/ πίονα〉

### book 771-3.2

μηρί’ ἔκηε βοός: προσώποις καὶ τόποις καὶ σημείοις πίστιν καὶ ὑπό‐

### book 771-3.3

μνησιν τῶν λεχθέντων ποιεῖται. T

### book 773a

〈μηρί’ ἔκηε:〉 Ἀρίσταρχος „μηρία καῖε“. Aim

### book 773b.1

μηρί’ ἔκηε βοὸς Διῒ τερπικεραύνῳ: ἐπὶ τῶν θεῶν

### book 773b.2

μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν, οὓς νῦν ἀδικεῖτε, φησί, τῆς

### book 773b

συμμαχίας ἀφιστάμενοι. b(BCE3E4)T

### book 774a.1

αὐλῆς ἐν χόρτῳ: ἐν τῷ περιφράγματι τῆς αὐλῆς. χόρτοι

### book 774a.2

δὲ οἱ τριγχοί, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 179, 3 N.2)· „σύγχορ‐

### book 774a.3

τα ναίω πεδία AT ταῖς Ἐλευθεραῖσ“, καὶ ἐν Ἀνδρομάχῃ (sc. 17)

### book 774a.4

ὁμοίως. A

### book 774b

〈ἐν χόρτῳ:〉 ἐν ὑπαίθρῳ. Til

### book 777-9a1.1

ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς 〈/ —θέμις

### book 777-9a1.2

ἐστίν〉: οὐ προπετὴς Ἀχιλλεύς, ἀλλὰ φιλόξενος. καὶ Πεισίστρατος

### book 777-9a1.3

τοὺς περὶ Τηλέμαχον εἰσάγει· „ἀμφοτέρων {δ’} ἕλε χεῖρα καὶ ἵδρυ‐

### book 777-9a1.4

σε〈ν〉 παρὰ δαιτί“ (γ 37). T

### book 777-9a2.1

οὐκ ἐκ προπετείας τοῦτο ποιεῖ Ἀχιλλεύς, ἀλλ’ ἐκ φιλοξε‐

### book 777-9a2.2

νίας. b(BCE3E4)

### book 778-9.1

κατὰ δ’ ἑδριάασθαι ἄνωγεν, 〈/ ξείνιά τ’ εὖ παρ‐

### book 778-9.2

έθηκεν, ἅ τε—ἐστίν〉: ἔλεγχός ἐστι τῆς Ἀχιλλέως ὠμότητος,

### book 778-9.3

ἐπεὶ φιλοφρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους

### book 778-9.4

ἀναιρουμένους. b(BCE3E4)T

### book 782a1

〈ἠθέλετον:〉 Ζηνόδοτος „ἠθελέτην“. Aim

### book 782a2

τὸ δὲ {σφῶ δὲ μάλ’} ἠθέλετον ἡ τοῦ Ζηνοδότου „ἠθελέ‐

### book 782a2

την“. T

### book 785-9.1

σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε—ἀγαθόν περ: ἄνω

### book 785-9.2

(sc. Λ 765) μερικῶς εἰπὼν περὶ Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἦξε διήγημα

### book 785-9.3

ἐλέγχων· ἔστι γὰρ φιλοπάτωρ. T

### book 786-9.1

τέκνον ἐμόν, 〈γενεῇ—εἰς ἀγαθόν περ〉: ὅσα

### book 786-9.2

ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα ποιεῖ τὸν Μενοίτιον ὑπο‐

### book 786-9.3

τιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ ὁ Ὀδυσσεὺς b(BCE3E4)T ἐκτίθεται

### book 786-9.4

τὸν τοῦ Πηλέως λόγον (sc. Ι 254—8). T καὶ ἀμφότεροι δεόντως,

### book 786-9.5.1

ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες μήτε Ὀδυσσέα μήτε Νέστορα τοὺς λέ‐

### book 786-9.5.2

γοντας, ἀλλὰ τὸν πατέρα. b(BCE3E4)T

### book 786a1.1

{τέκνον ἐμὸν} γενεῇ μὲν 〈ὑπέρτεροσ〉: ὅτι Ἀρχίλοχος

### book 786a1.2

(fr. 24 T. = 38 W.) ὑπερτέρην τὴν νεωτέραν ἐδέξατο· „οἴην Λυκάμβεω

### book 786a1.3

παῖδα τὴν ὑπερτέρην“ ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ ἔτυμον δὲ ἀντι‐

### book 786a1.4

πίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ νῦν λέγει, τῷ

### book 786a1.5.1

γένει, τῇ εὐγενείᾳ ὑπερέχει διὰ τὸ εἶναι θεᾶς μητρός· σὺ δὲ πρεσβύτε‐

### book 786a1.5.2

ρος εἶ (cf. Λ 787). A

### book 786a2.1

γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς: γένει

### book 786a2.2

ὑπερέχει σου, καθὸ ἐκ θεᾶς ἐστιν. T

### book 786b

γενεῇ μὲν ὑπέρτερος: ὑπέρτερον ἀεὶ τὸν ὑπερέχοντά

### book 786b

φησιν· Ἴωνες δὲ τὸν †μετέωρον† λέγουσιν. b(BCE3E4)T

### book 787.1

πρεσβύτερος δὲ σύ ἐσσι: ὥστε σὲ ἐκείνῳ οὐ δεῖ πείθε‐

### book 787.2

σθαι· τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι,

### book 787.3

b(BCE3E4)T ὅπου τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ

### book 787.4

Πατρόκλου ἀνέχεται· διὸ ἐκεῖ μὲν „διδασκέμεναι“ (Ι 442), ὧδε δὲ

### book 787.5

„ὑποθέσθαι“ (Λ 788). T

### book 789.1

ὁ δὲ πείσεται εἰς ἀγαθόν περ: καὶ ἐκεῖ „φιλοφροσύνη

### book 789.2

γὰρ ἀμείνων“ (Ι 256). T

### book 790.1

σὺ δὲ λήθεαι: εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν,

### book 790.2

ὑπαγόμενος αὐτόν. b(BCE3E4)T

### book 791.1

αἴ κε πίθηται: οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν·

### book 791.2

ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι. T

### book 792.1

τίς δ’ οἶδ’, εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις: πε‐

### book 792.2

ριεῖλεν αὐτοῦ τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπο‐

### book 792.3

γράφων. b(BCE3E4)T ἅμα δὲ καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ

### book 792.4

τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γὰρ ἄν, φησί, καὶ τὸ δαιμόνιον συμβα‐

### book 792.5

λεῖται πρὸς τοῦτο. b(BE3E4)T

### book 793.1

ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου: ἀπὸ κοινοῦ τὸ

### book 793.2

ἀγαθοῦ, ὡς τὸ „ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι“ (γ 196)·

### book 793.3

ἀπὸ κοινοῦ γὰρ τὸ ἀγαθόν. διδάσκει δὲ διαφόρως προσλιπαρεῖν, εἴγε

### book 793

μηδὲν ἀνύσας διὰ πρέσβεων ἑτέρᾳ μεθόδῳ ἐχρήσατο πρεσβείας. T

### book 794a.1

εἰ δέ τινα φρεσὶν 〈ᾗσι θεοπροπίην ἀλεείνει〉:

### book 794a.2

ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγκαίους ὄντας

### book 794a.3

εἰς ἐρεθισμὸν Ἀχιλλέως. A

### book 794b.1

εἰ δέ τινα φρεσὶν ᾗσιν θεοπροπίην ἀλεείνει: εἰ‐

### book 794b.2

δὼς τὸ φιλόδοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων.

### book 794b.3

δύο δὲ προβέβληται καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἁπάσης ἀντιλο‐

### book 794b.4

γίας στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός. b(BCE3E4)

### book 794b.5

T

### book 797.1

αἴ κέν τι φόως Δαναοῖσι 〈γένηαι〉: ὡς νῦν αὐτῶν ἐν

### book 797.2

σκότῳ ὄντων. T

### book 798.1

καί τοι τεύχεα καλὰ δότω: οἶδε τὸ φιλότιμον Ἀχιλ‐

### book 798.2

λέως, ὅπως ἡ δόξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ

### book 798.3

θεραπείαν ἔχει Ἀχιλλέως, εἰ τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις

### book 798.4

δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. b(BCE3E4)T | προπαρασκευάζει

### book 798.5

τὴν Ὁπλοποιΐαν. T

### book 799a.1

{αἴ κέ σε τῶι} ἴσκοντες: Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει

### book 799a.2

διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησί, τὸ κατὰ διαίρεσιν αὐτοῦ

### book 799a.3

ὁρᾶται, ἐΐσκω λεγόμενον· „ἐΐσκω πηγεσιμάλλῳ“ (Γ 197). οἱ δὲ

### book 799a.4

περὶ τὸν Ἀλεξίωνα (fr. 50 B.) διὰ τοῦ ι μόνου συνεσταλμένου.

### book 799a.5.1

κἀγὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν

### book 799a.5.2

ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκω. ἔχειν πρὸ τέλους δίφθογγον

### book 799a.5.3

ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ υ, πιφαύσκω. ὁ δὲ λόγος παραι‐

### book 799a.1

τεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε

### book 799a.2

ὅτε λέγει „ἐΐσκω“ κατὰ διαίρεσιν, ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε

### book 799a.10.1

παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ὤφειλεν ἐπενθέσει τοῦ κ

### book 799a.10.2

ποιῆσαι τὸ εἴσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλ’ ἐπεὶ

### book 799a.10.3

ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παρα‐

### book 799a.10.4

γωγῆς, διαιρέσει ἐχρήσατο. ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆς

### book 799a.10.5

διαιρέσεως, ἐκεῖ ἐκβάλλει τὸ ε. A

### book 799b.1

{τῷ} εἴσκοντες: διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος

### book 799b.2

διὰ τοῦ ι. | ὁ δὲ Ἡρωδιανὸς (2,79,31) διὰ τοῦ ι βραχέος φησὶν

### book 799b.3

εἶναι τὴν γραφήν. T

### book 800.1

ἀρήϊοι υἷες Ἀχαιῶν: εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν

### book 800.2

ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες. b(BCE3E4)T

### book 801a.1

ὀλίγη δέ τ’ ἀνάπνευσις 〈πολέμοιο〉: πρὸς τὴν

### book 801a.2

†ἀνάγκην† μόνον, φησί, γένεσθε σύμμαχοι, εἰ ἐν βραχεῖ καὶ συντόμῳ

### book 801a.3

δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι, b(BCE3E4)T καὶ

### book 801a.4

διδάσκει πῶς· „ῥεῖα“ γὰρ „ἀκμῆτεσ“ (Λ 802). ἢ καθολικόν ἐστιν· T

### book 801a.5.1

ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ

### book 801a.5.2

πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεταβολὴν τῆς

### book 801a

τύχης ἐπειργάσατο. b(BCE3E4)T

### book 801b.1

ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο: μικρὰ ἡ περιλει‐

### book 801b.2

πομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου, ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι

### book 801b.3

γένωνται, ἀπόλλυνται. A

### book 801c

〈ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο:〉 γένηται. Aim

### book 802-3a.1

ῥεῖα δέ κ’ ἀκμῆτεσ〈— /〉 ὤσαισθε προτὶ

### book 802-3a.2

ἄστυ〈—κλισιάων〉: ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι

### book 802-3a.3

παράκεινται. ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου

### book 802-3a.4

(sc. Π 44—5), ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώ‐

### book 802-3a.5.1

σης· οὐδὲ γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐ‐

### book 802-3a.5.2

ταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. | διασταλ‐

### book 802-3a.5.3

τέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’ (802). οἱ δὲ τοῖς

### book 802-3a.5.4

ἑξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι· μᾶλλον

### book 802-3a.5.5

γὰρ τὸ κεκμηῶτας ἀϋτῇ (cf. 802) λόγον ἔχει. A

### book 802-3b.1

ῥεῖα δέ κ’ ἀκμῆτεσ〈—κλισιάων〉: διὰ τῶν

### book 802-3b.2

ἰδίων εἰς ζῆλον (cf. Λ 670—762), διὰ τῆς θυσίας ὡς παρὰ συνθή‐

### book 802-3b.3

κας ποιοῦντας, διὰ τῆς ἀναμνήσεως τῶν πατέρων ὡς παραβαίνον‐

### book 802-3b.4

τας τοὺς τῶν πατέρων λόγους (cf. Λ 765—790)· ἐναντιώσεις τῶν

### book 802-3b.5.1

μαντείων ἔλυσεν, Ἀχιλλέως τὸ φιλόδοξον ηὔξησεν (cf. Λ 794—80)·

### book 802-3b.5.2

εἶτα ὅτι καὶ εὐχερὴς ἔσται ἡ χάρις (cf. 802). τίς οὖν οὐκ ἂν ἕλοιτο

### book 802-3b

καμὼν οὐδὲν πολλῶν ἐγκλημάτων ἀπαλλάσσεσθαι; T

### book 802a1.1

κεκμηότας ... ἀϋτῇ: τῇ μάχῃ κεκμηκότας. δύναται

### book 802a1.2

τὸ ἀϋτῇ καὶ τῶν προκειμένων χωρισθὲν ἐπὶ τὰ ἑξῆς φέρεσθαι, ἵν’

### book 802a1.3

ᾖ βοῆς μόνον δεῖ καὶ νενικήκαμεν· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν

### book 802a1.4

τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην. T

### book 802a2.1

ἢ τοὺς κεκοπωμένους τῇ μάχῃ. ἢ τοῦτό φησιν ὅτι οἱ

### book 802a2.2

ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἀϋτῇ μόνῃ ἤτοι βοῇ ὤσεσθε·

### book 802a2.3

τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην.

### book 802a2.4

b(BCE3E4)

### book 803.1

〈ὤσαισθε προτὶ ἄστυ:〉 ὅτι καὶ πρὸς τὸ μόνον ἀποσο‐

### book 803.2

βῆσαι τοὺς πολεμίους ἱκετεύομεν. Til

### book 805a1.1

βῆ δὲ θέειν 〈παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα〉:

### book 805a1.2

τὴν προθυμίαν ἐδήλωσε τὸ θέειν. διὰ τοῦτο καὶ πάλιν ἐπανέλαβε

### book 805a1.3

τὴν λέξιν, „ἷξε θέων“ (Λ 807). εὖ δὲ καὶ τὸ μὴ „Ἀχαιῶν χαλκοχι‐

### book 805a1.4

τώνων“ (Α 371 al.) φάναι· τὸ μὲν γὰρ τοῦ Κύκλου, τὸ δὲ τὴν ὁρμὴν ἐνέφηνε

### book 805a1.5

τὴν ἐπὶ τὸν Ἀχιλλέα. T

### book 805a2.1

διὰ τοῦ θέειν ἐδήλωσεν, ὅσην εἶχε προθυμίαν· ὅθεν

### book 805a2.2

καὶ ἐπαναλαμβάνεται πάλιν τὴν λέξιν. b(BCE3E4)

### book 807a.1

ἷξε θέων Πάτροκλος, 〈ἵνα σφ’ ἀγορή τε θέμις

### book 807a.2

τε〉: πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα ὅτι ὑποτίθεται κατὰ

### book 807a.3

μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν. A

### book 807b.1

ἵνα σφ’ ἀγορή τε θέμις τε: ὅπου αὐτοῖς τά τε

### book 807b.2

ὤνια ἐπιπράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο· | ἡ γὰρ Θέμις

### book 807b.3

ἐπόπτης τῶν ἐκκλησιῶν· „Ζεὺς δὲ †θέμις κελεύθους ἀγορὴν δὲ

### book 807b.4

κέλευσε θεοὺς†“ (Υ 4). A

### book 808.1

τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί: ἐν δὲ

### book 808.2

τοῖς πρώτοις μόνον „ἥ ῥ’ ἐν μεσ〈σ〉άτῳ ἔσκεν“ (Θ 223). εὐσεβὲς

### book 808

δὲ τὸ καὶ ἐν πολέμῳ βωμοὺς ἔχειν. T

### book 808

τῇ δὴ καί σφι θεῶν 〈ἐ〉τετεύχατο βωμοί: ὅπου

### book 808.5

καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ—ἦσαν. A

### book 809a.1

ἔνθα οἱ Εὐρύπυλος 〈βεβλημένος ἀντεβόλησε〉:

### book 809a.2

πιθανῶς τὸ μὴ εὐθὺς ἀπιέναι πρὸς Ἀχιλλέα· ἀνῄρητο γὰρ ἡ ἐν

### book 809a.3

μέσῳ διάθεσις καὶ ἡ τειχομαχία. T

### book 809b.1

ἔνθα 〈οἱ〉 Εὐρύπυλος 〈βεβλημένος ἀντεβόλη‐

### book 809b.2

σε〉: οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρωθέντος καὶ τοῖς λόγοις

### book 809b.3

αὐτοῦ πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ τείχους.

### book 809b.4

b(BCE3E4)T

### book 809c

〈βεβλημένος:〉 ὅτι τετόξευται. Aim

### book 810-1.1

κατὰ μηρὸν ὀϊστῷ, / σκάζων 〈ἐκ πολέμου〉:

### book 810-1.2

Μαχάων δὲ καίτοι κατὰ τὸν ὦμον τρωθεὶς ὑφ’ ἑτέρου κομίζεται

### book 810-1.3

(cf. Λ 598), ἢ ὅτι ἰατρός· ἢ καὶ ὅτι εὐτυχοῦντος τοῦ στρατοῦ, ὁ δὲ

### book 810-1.4

παντελῶς ἀπορίας οὔσης. ἄλλως τε χρησίμως ᾠκονόμηται ἀμφό‐

### book 810-1.5

τερα. T

### book 811-3.1

σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν

### book 811-3.2

ἱδρώς 〈/ — / αἷμα μέλαν κελάρυζε〉: διὰ βραχέων

### book 811-3.3

πολλὰ δεδήλωκεν· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρώς (cf.

### book 811-3.4

811), τραύματος δὲ αἷμα (cf. 812—3), ἀλγηδόνος δὲ τὸ σκάζειν

### book 811-3.5

(cf. 811). b(BCE3E4)T

### book 811

νότιος: ὁ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. b(BCE3)T

### book 811

νότιος: ὑγρὸς ἢ πολύς, ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. A

### book 813a1.1

{αἷμα μέλαν κελάρυζε·} νόος γε μὲν ἔμπεδος ἦεν:

### book 813a1.2

καίτοι ἐν ἐσχάτοις ὄντος τοῦ σώματος. οἰκονομικῶς δὲ τοῦτο· ἵνα

### book 813a1.3

γὰρ εὐσταθῶς ὁμιλῇ Πατρόκλῳ, τὸν νοῦν Ὅμηρος ἐφύλαξεν αὐτῷ.

### book 813a1.4

T

### book 813a2.1

οἰκονομικῶς αὐτῷ τὸν νοῦν ἐφύλαξεν ὁ ποιητής, ἵνα

### book 813a2.2

Πατρόκλῳ εὐσταθῶς ὁμιλῇ. b(BCE3)

### book 814.1

τὸν δὲ ἰδὼν ᾤκτειρε 〈Μενοιτίου ἄλκιμος υἱόσ〉:

### book 814.2

ἔστι μὲν γὰρ ἐνηής (cf. Ρ 204 al.), πλέον δὲ τοῖς λόγοις Νέστορος

### book 814.3

καὶ τῷ καιρῷ ἐπικέκαμπται. T

### book 816.1

ἆ δειλοὶ Δαναῶν ἡγήτορες 〈ἠδὲ μέδοντεσ〉: εὖ

### book 816.2

τὸ μὴ πρὸς τὸν Εὐρύπυλον ποιεῖσθαι τὸν λόγον μηδὲ τὴν τούτου

### book 816.3

συμφορὰν ἀπολοφύρασθαι, ἀλλὰ τοὺς σύμπαντας ἡγεμόνας ἀνακα‐

### book 816.4

λεῖν καὶ τούτων ὀδύρασθαι τὰ παθήματα, ἐν τῷ Εὐρυπύλῳ θεασά‐

### book 816.5

μενον αὐτά. b(BCE3E4)T

### book 817a1.1

ὡς ἄρ’ ἐμέλλετε: ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑπο‐

### book 817a1.2

κείμενον ἦν ὑμῖν παθεῖν. A

### book 817a2

〈ἐμέλλετε:〉 ἐῴκειτε. Til

### book 818

〈ἀργέτι δημῷ:〉 γράφεται „ἠδ’ οἰωνούσ“. Aint

### book 820-1a.1

ἤ ῥ’ ἔτι 〈που〉 σχήσουσι〈—δαμέντεσ〉:

### book 820-1a.2

ὅρα οὖν ὅτι παντελῶς ἀπεγνώκει τὰ Ἑλληνικά, καμφθεὶς ὑπὸ τῶν

### book 820-1a.3

Νέστορος λόγων. b(BCE3)T εἰκότως οὖν δακρύων ἐντυγχάνει

### book 820-1a.4

Ἀχιλλεῖ καὶ πέρας πείθει (cf. Π 2—129). T

### book 820-1b.1

ἤ ῥ’ ἔτι που σχήσουσι〈—δαμέντεσ〉: ἐν

### book 820-1b.2

ἤθει· φθάνω, φησί, τῷ Ἀχιλλεῖ ταῦτα μηνῦσαι; T

### book 822

〈βεβλημένος:〉 ἐν ἄλλῳ „πεπνυμένοσ“. Aim

### book 823-4a1.1

οὐκέτι〈—〉ἄλκαρ Ἀχαιῶν 〈/ ἔσσεται〉,

### book 823-4a1.2

ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν〉 πεσέονται: οἱ Τρῶες, ὡς

### book 823-4a1.3

Ἐπαφρόδιτος (fr. 34 L.), ὡς τὸ „ἐν δ’ ἔπες’ ὑσμίνῃ“ (Λ 297) καὶ

### book 823-4a1.4

„ἔμπες’ ἐπικρατέωσ“ (Π 81). δύναται δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων·

### book 823-4a1.5.1

εἶπε γὰρ „καί νύ κεν ἐν νήεσ〈σ〉ι πέσον φεύγοντες 〈Ἀχαιοί〉“ (Λ

### book 823-4a1.5.2

311). T

### book 823-4a2.1

δύναται τὸ πεσέονται καὶ ἐπὶ τῶν Ἑλλήνων καὶ ἐπὶ

### book 823-4a2.2

τῶν Τρώων νοεῖσθαι, ὥς φησιν Ἐπαφρόδιτος. b(BCE3)

### book 824.1

{ἔσσεται} ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι〈ν〉 πεσέονται:

### book 824.2

ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσίν, οἷον ἐν‐

### book 824.3

σείσουσιν, ἐμπρήσουσιν. A

### book 826a.1

βεβλημένοι οὐτάμενοί τε: σύμφωνα ταῦτα τοῖς ὑπὸ

### book 826a.2

Νέστορος εἰρημένοις, ἵνα ἀμφοτέρωθεν κινηθῇ ὁ Πάτροκλος. εὖ δὲ

### book 826a.3

καὶ τὸ μὴ ὀνομαστὶ τοὺς τετρωμένους καταλέγειν (ὅπερ ποιεῖ ὁ

### book 826a.4

Νέστωρ), ἅμα μὲν διὰ τὴν ταὐτολογίαν, εἶτα ὅτι καὶ τραυματίας

### book 826a.5

ἐστὶν πολυλογεῖν οὐ δυνάμενος. T

### book 826b.1

βεβλημένοι οὐτάμενοί τε: κεφάλαια τῶν λόγων

### book 826b.2

Νέστορος (sc. Λ 660—4). T

### book 828.1

σάωσον ἄγων: εὐτελεῖ λέξει τὴν σωτηρίαν προβαλλόμενος

### book 828.2

προθυμότερον αὐτὸν ἀπειργάσατο. T

### book 829-30.1

μηροῦ δ’ ἔκταμ’ ὀϊστόν〈—φάρμακα

### book 829-30.2

πάσσε〉: ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς, ἃ χρὴ πράτ‐

### book 829-30.3

τειν, b(BCE3E4)T διὰ τὸ ἐπείγεσθαι ταῖς ὀδύναις. b(BCE3E4)

### book 830a

ὕδατι λιαρῷ: θερμῷ· πραΰνει γὰρ τὰς ἀλγηδόνας. T

### book 830b

ὕδατι λιαρῷ: εἰκότως· τὸ γὰρ θερμὸν αἵματος ἀγω‐

### book 830b

γόν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην. T

### book 830c.1

ἤπια φάρμακα πάσσε: ὡς ἀλγῶν πραέα φάρμακα

### book 830c.2

βούλεται. ὁ δὲ ὡς εἰδὼς ῥίζαν πικρὰν βάλλει (cf. Λ 846). b(BCE3)T

### book 831a.1

τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι: ἅμα

### book 831a.2

καὶ πρὸς τὸ γνῶναι ἡμᾶς ὅτι ἰατρὸς ὁ Πάτροκλος· ἅμα δὲ καὶ οἱ

### book 831a.3

κάμνοντες σωτῆρας καὶ Ἀσκληπιοὺς εἰώθασι καλεῖν τοὺς ἰατρούς. T

### book 831b

〈δεδιδάχθαι:〉 Ζηνόδοτος „δεδάασθαι“. Aim Til

### book 832a.1

ὃν Χείρων ἐδίδαξε: ὅτι Ὅμηρος δεδιδάχθαι μέν φη‐

### book 832a.2

σιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ Χείρωνος τὸν Ἀχιλλέα, περὶ μέν‐

### book 832a.3

τοι τῆς παρ’ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον

### book 832a.4

διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς

### book 832a.5

τούτου. A

### book 832b.1

δικαιότατος Κενταύρων: τὸ ὑπερθετικὸν κεῖται ἀντὶ

### book 832b.2

τοῦ ἀπολύτου. ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ

### book 832b.3

τούτῳ τὸ „μελάντερον ἠΰτε πίσσα“ (Δ 277). A

### book 832c.1

δικαιότατος Κενταύρων: φιλοξενώτατος. b(BCE3

### book 832c.2

E4)T οὕτως Ἐπαφρόδιτος (fr. 35 L.)· | ὁ μόνος δίκαιος ἐν

### book 832c.3

Κενταύροις. ὅμοιον δὲ τοῦτο τῷ „μελάντερον ἠΰτε πίσσα“ (Δ 277).

### book 832c.4

T | δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς

### book 832c.5

καὶ ἰατρικῆς b(BCE3E4)T τῆς ῥιζοτομικῆς. T

### book 833-6.1

ἰητροὶ μὲν γάρ, 〈Ποδαλείριος ἠδὲ Μαχάων/

### book 833-6.2

—ὀξὺν Ἄρηα〉: ἀναγκαίως καὶ τοῦτο, ἵνα διὰ τὴν ἐρημίαν

### book 833-6

τῶν ἰατρῶν παραμείνῃ ὁ Πάτροκλος. T

### book 833

〈ἰητροί:〉 ὀρθὴ ἀντὶ γενικῆς, ἀντὶ ἰατρῶν. Til

### book 834.1

τὸν μὲν ἐνὶ κλισίῃσιν 〈ὀΐομαι ἕλκος ἔχοντα〉:

### book 834.2

ὅτι A πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· AT ὁ γὰρ Μα‐

### book 834.3

χάων ἐστὶν ὁ τετρωμένος. A

### book 835a1.1

χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος: ἄλ‐

### book 835a1.2

λους ἰώμενοι νῦν τῆς ἄλλων ἐπικουρίας δέονται. T

### book 835a2.1

οἱ γὰρ ἄλλους, φησίν, ἰώμενοι νῦν χρήζουσι καὶ αὐτοὶ

### book 835a2.2

τῶν ἰωμένων. b(BCE3E4)

### book 838a.1

πῶς τ’ ἄρ’ ἔοι 〈τάδε ἔργα〉: διστάζει, τίνα δεῖ

### book 838a.2

σῴζειν, αὐτὸν ἢ τὸ πᾶν πλῆθος. πῶς δὲ ἄρα νῦν ἔσπευδεν ὁ καὶ

### book 838a.3

ἀπ’ ἀρχῆς λέγων „αἰδοῖος νεμεσητός, ὅ με προέηκε πυθέσθαι“ (Λ

### book 838a.4

649); T

### book 838b1

〈ἔοι:〉 Ζηνόδοτος διὰ τοῦ η, „ἔην“. Aint

### book 838b2

ἡ δὲ τοῦ Ζηνοδότου „πῶς τ’ ἄρ’ ἔην“. T

### book 839.1

ἔρχομ〈αι〉, ὄφρ’ Ἀχιλῆϊ 〈δαΐφρονι μῦθον ἐνί‐

### book 839.2

σπω〉: ὑμῶν ἕνεκα καὶ τὴν ὁδὸν ταύτην στέλλομαι. T

### book 841.1

〈σεῖο μεθήσω:〉 Ζηνόδοτος „†δὲ† ἀμελήσω“. ποιητι‐

### book 841.2

κώτερον δὲ τὸ ἕτερον. Aim

### book 842a.1

ἦ, καὶ ὑπὸ στέρνοιο λαβών: ὑπολαβὼν αὐτὸν

### book 842a.2

τοῦ στήθους. Aint b (BCE3)T ὅρα, ἐν ὅσῃ ἦν ἀνάγκῃ. b(BCE3

### book 842a

E4)T

### book 842b.1

καὶ ὑπὸ στέρνοιο λαβὼν 〈ἄγε〉: ἄκρως τὴν ἐπι‐

### book 842b.2

κούρησιν ἐσήμανεν. T

### book 844a.1

〈ἔνθα μιν ἐκτανύσασ〉 ἐκ μηροῦ τάμνε μαχαίρῃ:

### book 844a.2

φασὶν ὅτι οὕτω τὸ βελουλκεῖν, ἐν οἵῳ σχήματι τέτρωται. καὶ λέγεταί

### book 844a.3

τι τοιοῦτον ὅτι βέλος ἰατρὸς θέλων ἐξελκύσαι, 〈ὡσ〉 οὐχ ὑπήκου‐

### book 844a.4

εν αὐτῷ τὰ τῆς βελουλκίας, τὸν τραυματίαν ἤρετο, ἐν ποίῳ σχή‐

### book 844a.5.1

ματι ὄντι αὐτῷ τὸ βέλος ἐπηνέχθη. ὁ δὲ ἱππεύοντι ἔφη, καὶ οὕτως

### book 844a.5.2

ἀνακαθίσας αὐτὸν ἐξείλετο τὸ βέλος· ἢ οὖν ἑστάναι οὐκ ἠδύνατο,

### book 844a.5.3

ἢ ὅτι ἡ χειρουργία οὔπω κατώρθωτο, ἢ ὑπὲρ τοῦ μὴ διατετάσθαι

### book 844a.5.4

αὐτὸν καὶ αἱμορραγίαν γενέσθαι· καὶ ἄλλως τὸ τοῦ ὑπτίου σχῆμα

### book 844a.5.5

τῷ ἑστῶτι πλησιάζει. T

### book 844b.1

〈ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ:〉

### book 844b.2

διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος

### book 844b.3

βελουλκῆσαι, ἀλλ’ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· συνεαγέντος γὰρ

### book 844b.4

τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι

### book 844b.5.1

ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ. καὶ δῆλον ὡς

### book 844b.5.2

μαχαίρᾳ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό. b(BCE3E4)

### book 844c.1

ἔνθα μιν ἐκτανύσας 〈ἐκ μηροῦ τάμνε μαχαίρῃ〉:

### book 844c.2

ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθε‐

### book 844c.3

τοῦν. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές. A

### book 845.1

βέλος περιπευκές: ὡς καὶ „βέλος 〈... /〉 δριμύ, τό

### book 845.2

τε προϊεῖσι“ (Λ 269—70)· οὐ γάρ, ὅτι φαρμάκοις ἐχρίοντο. T

### book 846

ἐπὶ δὲ ῥίζαν βάλε πικρήν: τινὲς Ἀχίλλειαν τὴν βο‐

### book 846.1

τάνην καλοῦσι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέ‐

### book 846.2

φερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μά‐

### book 846.3

λιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμ‐

### book 846.5.1

πεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔσπασεν,

### book 846.5.2

ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. A b (BCE3E4)T ἴσως δὲ

### book 846.5.3

καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισε. A b (BE3E4)

### book 846.5.4

T λέγουσι δὲ αὐτὴν εἶναι τὴν ἀριστολόχειαν, ἣν καὶ ἴσχαιμον

### book 846.5.5

καλοῦσιν. AT

### book 847.1

χερσὶ διατρίψας: διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντι‐

### book 847.2

κοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ

### book 847.3

αἵματος, ὥς φησι (sc. Λ 813), κελαρύζοντος καὶ ἀποπτύοντος τὸ

### book 847.4

λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου, εἰς τὸ ἐμφράξαι τὸ τραῦμα. τῷ

### book 847.5.1

δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον (cf. Δ 218—9) A b (BCE3E4)

### book 847.5.2

T βραχείας οὔσης τῆς τοῦ †τραύματος† φορᾶς. A b (BE3E4)

### book 847.5.3

T οὐκ οἶδε δὲ δίαιταν ἰατρικὴν ὁ ποιητής. T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ

### book postscr.2

τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳ‐

### book postscr

δίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 1-2a.1

ὣς ὁ μὲν ἐν κλισίῃσι〈—οἱ δὲ μάχοντο〉:

### book 1-2a.2

πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής· ἔδει γὰρ τὰ τῆς μάχης

### book 1-2a.3

ἐπιέναι, ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον.

### book 1-2a.4

A b (BCE3)T εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια, μὴ θαυ‐

### book 1-2a.5.1

μάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον. A

### book 1-2a.5.2

b(BE3)T

### book 1-2b.1

ὣς ὁ μὲν ἐν κλισίῃσι〈— / ἰᾶτ’ Εὐρύπυλον

### book 1-2b.2

βεβλημένον〉: τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν

### book 1-2b.3

μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ

### book 1-2b.4

λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· „δεινὸς ἀνήρ· τάχα κεν καὶ

### book 1-2b.5

ἀναίτιον 〈αἰτιόῳτο〉“ (Λ 654). b(BCE3)T

### book 1

〈Μενοιτίου ἄλκιμος υἱός:〉 ἀντονομασία. Til

### book 1.1

{ὣς ὁ μὲν ἐν κλισίηι} Μενοιτίου ἄλκιμος υἱός: Πάτρο‐

### book 1.2

κλος ὁ Μενοιτίου—ἐστράτευσεν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ

### book 1.3

(FGrHist 4, 145). A

### book 2.1

ἰᾶτ’ Εὐρύπυλον βεβλημένον· 〈οἱ δὲ μάχοντο〉:

### book 2.2

ὅτι τὰ ἅμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν. ἐν ὅσῳ δὲ οὗτος

### book 2

ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο. A

### book 3.1

ὁμιλαδόν: καθ’ ὁμίλους, ὡς „φυλαδόν“ (Β 668) κατὰ φυλάς,

### book 3.2

οἷον οὐ καθ’ ἕνα ἄνδρα συμβάλλοντες, b(BCE3E4)T ἀλλ’

### book 3.3

ὅλων τῶν τάξεων ἐγίνετο συμβολή· b(BCE3)T ἐπειδὴ γὰρ

### book 3.4

εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, {διὸ} συντέμνει τὴν μάχην. T

### book 3-35.1

οὐδ’ ἄρ’ ἔμελλεν〈— / θησέμεναι〉: τετρω‐

### book 3-35.2

μένων τῶν ἀριστέων μένειν ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο.

### book 3-35.3

b(BCE3E4)T ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχο‐

### book 3-35.4

μαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν

### book 3-35.5.1

τειχοποιΐαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ τειχομαχίᾳ.

### book 3-35.5.2

τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωϊκοῦ τείχους ἀμήχανον· θεοποίητον γάρ.

### book 3-35.5.3

b(BE3E4)T ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν

### book 3-35.5.4

ἐπὶ τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. T ἐπεὶ δὲ

### book 3-35.5.5

αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον

### book 3-35.10.1

συναφανίζων. b(BE3E4)T λάβοι δ’ ἄν τις τοῦτο πρὸς τοὺς

### book 3-35.10.2

χρόνους τοῦ ποιητοῦ διότι οὐ μετὰ πολὺ τῶν Τρωϊκῶν γέγονεν·

### book 3-35.10.3

εἰ γὰρ ἐνῆν ὑπονοεῖν ὅτι ἐκ τοῦ χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς

### book 3-35.10.4

αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ ἂν τῷ αἰτήματι τούτῳ ἐχρήσατο

### book 3-35.10.5

ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν—πάντας δὲ τοὺς ἐκ τῆς Ἴδης ποτα‐

### book 3-35.15.1

μοὺς ἐπ’ αὐτὸ ἄγει ἐφ’ ἡμέρας ἐννέα (cf. 19—25), καὶ τοῦ Διὸς

### book 3-35.15.2

συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια

### book 3-35.15.3

(cf. 25—32)—, οὐ δυνάμενος δὲ ἴχνος τι ἀπαιτηθῆναι τοῦ μὴ γενο‐

### book 3-35.15.4

μένου. διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει,

### book 3-35.15.5

ἀλλὰ καὶ ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν.

### book 3-35.20.1

T τούτου δὲ αἴτιον ἀποδέδωκε τὸ μηνῖσαι θεούς, θυσιῶν ἐπ’

### book 3-35.20.2

αὐτῷ μὴ τυχόντας, b(BE3E4)T οἷα καὶ τῇ οἰκοδομίᾳ αὐτοῦ

### book 3-35.20.3

εἰσήγαγε Ποσειδῶνα λέγοντα „οὐχ ὁράᾳς, ὅτε δ’ αὖτε καρηκο‐

### book 3-35.20.4

μόωντες Ἀχαιοί / τεῖχος ἐτειχίσ〈σ〉αντο 〈...〉 οὐδὲ θεοῖσι δόσαν

### book 3-35

〈κλειτὰς ἑκατόμβασ〉;“ (Η 448—50). T

### book 3-4.1

οὐδ’ ἄρ’ ἔμελλε / τάφρος ἔτι σχήσειν 〈Δαναῶν

### book 3-4.2

καὶ τεῖχος ὕπερθεν〉: οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος

### book 3-4.3

τοιαύτας περιπετείας ἀγαγεῖν. T

### book 4.1

τάφρος ἔτι σχήσειν Δαναῶν: πλάσας τεῖχος ὁ ποιη‐

### book 4.2

τὴς—τὴν ἀπώλειαν αὐτοῦ εἶπεν. A

### book 4-5.1

〈καὶ τεῖχος ὕπερθεν /〉 εὐρύ, τὸ ποιήσαντο:

### book 4-5.2

βέλτιον τὸ εὐρύ (5) τοῖς ἐπάνω συνάπτειν. ἀμφίβολον δέ, πότερον

### book 4-5.3

ὕπερθεν εὐρύ (ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι), ἢ (ὃ καὶ

### book 4-5.4

βέλτιον) ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται. A

### book 5-7.1

〈τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον /〉

### book 5-7.2

ἤλασαν οὐδὲ θεοῖσι 〈δόσαν κλειτὰς ἑκατόμβας, / ὄφρα

### book 5-7.3

σφιν νῆάς τε θοάσ〉: τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ

### book 5-7.4

ποιήσαντο νεῶν ὕπερ (5), ὄφρα σφιν νῆάς τε (7). ἢ οὐδὲ

### book 5-7.5.1

θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας (6), ὄφρα σφιν νῆάς τε

### book 5-7.5.2

θοάς (7)· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη οὐδὲ θεοῖσ〈ι〉 δόσαν

### book 5-7.5.3

〈κλειτὰς ἑκατόμβας (6)〉, οὕτω καὶ διορθωθήσεται. A

### book 5a

〈νεῶν ὕπερ:〉 ἡ ὑπέρ ἢ τόπον ἢ ἐπικουρίαν δηλοῖ. Til

### book 5b1.1

ἀμφὶ δὲ τάφρον: ἀμφὶ ἀντὶ τοῦ περί, ὥς φαμεν ‘περὶ

### book 5b1.2

τοῦτον τὸν τόπον οἰκῶ‘, τὴν πλησίον σχέσιν σημαίνοντες. οἱ δὲ ἐπὶ

### book 5b1.3

παρατάσεως τὸ ἀμφί, ὡς τὸ „ἵνα μιν περὶ πᾶσαν ἐέργοι“ (Hsd. th.

### book 5b1.4

127). T

### book 5b2.1

ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμὲν

### book 5b2.2

‘περὶ τοῦτον οἰκῶ τὸν τόπον‘, τὴν πλησίον δηλοῦντες σχέσιν. b

### book 5b2

(BCE3E4)

### book 6a.1

ἤλασαν: ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· b(BCE3E4)Til ἢ

### book 6a.2

ἔσκαψαν. Til

### book 6b.1

οὐδὲ θεοῖσι δόσαν 〈κλειτὰς ἑκατόμβασ〉: πάντων

### book 6b.2

ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· b(BCE3E4)T καὶ „οἴῃ δ’ οὐκ

### book 6b.3

ἔρ〈ρ〉εξεν“ (Ι 536). T

### book 7-8a1.1

ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδ〈α πολλήν〉 /

### book 7-8a1.2

ἐντὸς ἔχον ῥύοιτο: ἢ διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵν’ ᾖ τὸ ἑξῆς

### book 7-8a1.3

„ἤλασαν“, / ὄφρα σφιν (Μ 6—7)· ἢ οὐκ ἔδοσαν (cf. Μ 6), ἵνα

### book 7-8a1.4

σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς· διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ, ὕστε‐

### book 7-8a1.5

ρον δὲ φθείρεται. T

### book 7-8a2.1

διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον

### book 7-8a2.2

{δείκνυσι δὲ ὅτι πάντων ἀρχηγὸν ἡγεῖσθαι δεῖ τὸ θεῖον}· διὰ γὰρ

### book 7-8a2.3

τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται. b(BCE3E4)

### book 9-12.1

τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον 〈ἦεν / —

### book 9-12.2

Ἀχαιῶν ἔμπεδον ἦεν〉: ἐν βραχεῖ τὸ κεφάλαιον τῆς συγγραφῆς

### book 9-12.3

ἐξέθετο. ἅμα δὲ δείκνυσιν ὅτι δύο πρόσωπά ἐστι τὰ συνέχοντα τὴν

### book 9-12.4

Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον ὅτι μετὰ τὴν Ἀχιλλέως

### book 9-12.5.1

μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη. | πλεονάζει ὁ

### book 9-12.5.2

κέν (9). T τὸ δὲ ἔμπεδον (9. 12) οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές·

### book 9-12.5.3

b(BCE3E4)T ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος (cf. Μ 397—9),

### book 9-12.5.4

Ἕκτορος (cf. Μ 438—70), Ἀπόλλωνος (cf. Ο 360—6): b(BCE3)T

### book 9-12.5.5

ἀλλ’ ἔμπεδον ἀντὶ τοῦ ἐν τῷ πεδίῳ κείμενον· b(BCE3E4)T ὕστε‐

### book 9-12.10

ρον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις (cf. Μ 26. 28). T

### book 10-2.1

ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην〈— / τόφρα δὲ καὶ

### book 10-2.2

μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν〉: ὑποστικτέον ἐπὶ τὸ ἔην

### book 10-2.3

(10) καὶ Ἀχιλλεύς (10) καὶ ἔπλεν (11)· ἡ γὰρ ἀνταπόδοσις τόφρα

### book 10-2.4

δὲ καὶ μέγα τεῖχος (12), τοῦ δέ (12) περισσεύοντος κατὰ τὸ

### book 10-2.5

σύνηθες. A

### book 11a1

〈ἔπλε:〉 οὕτως Ἀρίσταρχος „ἔπλεν“. Aim

### book 11a2.1

{ἀπόρθητος πόλις} ἔπλεν: Ἀρίσταρχος ἔπλεν σὺν τῷ

### book 11a2.2

ν, ἐκ τοῦ ἔπελεν συγκοπὴ〈ν〉 δεχόμενος, Ζηνόδοτος „ἔπλε“ ἀποκοπῇ

### book 11a2.3

τοῦ ἔπλετο. T

### book 13-5.1

〈αὐτὰρ ἐπεὶ〉 κατὰ μὲν Τρώων θάνον, 〈ὅσσοι

### book 13-5.2

ἄριστοι, / πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίπον‐

### book 13-5.3

το, /〉 πέρθετο δὲ Πριάμοιο πόλις: συνέπλεξε τὸν λόγον προσ‐

### book 13-5.4

θεὶς τὸν μέν (14)· καὶ ἔστι μὲν δύσρητον, ὅμως ἥδιστον. ὁ δὲ ἁπλοῦς

### book 13-5.5.1

λόγος οὕτως ἦν· ‘πολλοὶ Ἀργείων δάμεν, οἱ δὲ λίποντο. Τρώων θάνον

### book 13-5.5.2

ὅσοι ἄριστοι‘. T φανερὸν οὖν ὡς ὑπελείφθησάν τινες, περὶ ὧν

### book 13-5.5.3

φησιν „Αἰνείαο βίη Τρώεσσιν ἀνάξει“ (Υ 307). b(BCE3)T | πέρ‐

### book 13-5.5.4

θετο (15) ἀντὶ ἀορίστου τοῦ ἐπορθήθη. T ἐπεὶ δὲ εἰς τὸν θάνατον

### book 13-5.5.5

Ἕκτορος μέλλει τελευτᾶν ἡ ποίησις, ὅπως μὴ οἰηθῇ τις ἐπικρατέστερα

### book 13-5.10

γεγονέναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη (cf. 15), ἵνα μὴ λυπώ‐

### book 13-5

μεθα νῦν τὰς τῶν Ἑλλήνων ἀκούοντες συμφοράς. b(BCE3)T

### book 13a.1

αὐτὰρ ἐπεί {κατὰ μὲν τρώων θάνον}: καὶ ἐνταῦθα ἡ ἀντα‐

### book 13a.2

πόδοσίς ἐστι „δὴ τότε μητιόωντο“ (Μ 17)· τὸ γὰρ χρονικὸν ἐπίρ‐

### book 13a.3

ρημα ἀνταποδέδοται τῷ ἐπεί. A

### book 13b

〈κατὰ μὲν Τρώων θάνον:〉 Ἰακὴ διαίρεσις. Til

### book 16.1

〈Ἀργεῖοι δ’—ἔβησαν:〉 καὶ τούτων δὲ ὅτε ἀπενόστη‐

### book 16.2

σαν οἱ περιλειφθέντες. ἅμα δὲ καὶ προανακρούεται τὴν Ὀδύσσειαν. Til

### book 17a.1

δὴ τότε μητιόωντο 〈Ποσειδάων καὶ Ἀπόλλων〉:

### book 17a.2

σημειοῦνταί τινες πρὸς τὰ ἐν τῇ Η (sc. 443—64) ἀθετούμενα, ὅτι καὶ

### book 17a.3

ἐκ τούτων διαβάλλεται πρὸς τὸ πρόσωπον γινόμενα. A

### book 17b.1

〈δὴ τότε μητιόωντο:〉 Μιλησίων ἡ ἀναστροφὴ τὸ δὴ

### book 17b.2

τότε. τὸ δὲ μητιόωντο δευτέρας συζυγίας τῶν περισπωμένων. Til

### book 18

〈ἀμαλδῦναι:〉 καθ’ ἅλμης δῦναι. Til

### book 19a1

〈Ἰδαίων ὀρέων:〉 ἢ τῶν ἄκρων Λεκτοῦ Φαλακρῶν Γαρ‐

### book 19a1

γάρου, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης τοῦ ὄρους. Til

### book 19a2.1

ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαργάρου καὶ

### book 19a2.2

Φαλάκρας, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησι. b(BCE3E4)

### book 20a.1

Ῥῆσος: Ῥοείτης μετωνόμασται. ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ

### book 20a.2

Καλῆς Πεύκης, ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττίου στάδια ἑκατὸν ὀγδοή‐

### book 20a.3

κοντα. T

### book 20b.1

Κάρησος: Τυραννίων (fr. 26 P.) ὀξύνει τὸ Κάρησος ὡς

### book 20b.2

Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν.

### book 20b.3

ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ

### book 20b.4

πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν

### book 20b.5.1

ἀνάγνωσιν, ὁπότε περὶ τοῦ „Γλισᾶντα“ (Β 504) διελάβομεν, εἴγε

### book 20b.5.2

Διονύσιος (fr. 35 Schm.) ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ

### book 20b.5.3

μὴ περισπᾶν. τό τε Λύκαστος (cf. Β 647) ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι,

### book 20b.5.4

ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρη‐

### book 20b.5.5

σος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγ‐

### book 20b.10.1

κασθαι τὴν λέξιν. τάχα δέ, ἐπεὶ ἑώρα τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλ‐

### book 20b.10.2

λαβὰς ὀξυνόμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα ς, τοῦτο δὲ ἓν

### book 20b.10.3

ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε

### book 20b.10.4

τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ ς, Λυκαβησσός, Ταρτησσός, τὸ μέν‐

### book 20b

τοι Κάρησος ἓν ἔχει τὸ ς. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη. A

### book 20c.1

Κάρησος: Πίδυς καλεῖται. ῥεῖ δὲ ἀπ〈ὸ Μα〉λοῦντος. Κυζικη‐

### book 20c.2

νοὶ ὀξυτόνως αὐτὸν καλοῦσιν. ἐμβάλλει δὲ εἰς Αἴσηπον. | Κάρησος

### book 20c.3

δὲ ὡς κάμηλος. T

### book 20d.1

Ῥοδίος {τε}: παροξυτονητέον 〈ὡσ〉 κύριον. εἰκὸς μέντοι τὸ

### book 20d.2

ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ· εἰκὸς γὰρ τῷ ποταμῷ

### book 20d.3

παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίον. A

### book 20e.1

Ῥοδίος: Δάρδανος καλεῖται. ῥεῖ δὲ ἀπὸ Κλεανδρίας

### book 20e.2

〈δι〉εχούσης Πεύκης σταδίους ἑξήκοντα. | Ῥοδίος δὲ ὡς „Ὁδίοσ“

### book 20e.3

(Β 856). T

### book 21a.1

Γρήνικος: ἐπεὶ Ἀλέξανδρος ἐκεῖ τοὺς Δαρείου σατράπας

### book 21a.2

ἐνίκησεν· Γραικοὶ δὲ οἱ Ἕλληνες. ῥεῖ δὲ πρὸς ἀνατολὰς Ἑλλησπόν‐

### book 21a.3

του. T

### book 21b.1

δῖός τε Σκάμανδρος: δῖος, ἐπεὶ μόνος υἱός ἐστι Διός.

### book 21b.2

πῶς οὖν περὶ τὴν πόλιν αὐτοῦ εἰσιν αἱ πηγαί (cf. Χ 147—52); ἢ

### book 21b.3

ἐκεῖναι πιδύματα αὐτοῦ εἰσιν. T

### book 22a.1

καὶ Σιμόεις, ὅθι πολλὰ 〈βοάγρια καὶ τρυφάλειαι〉:

### book 22a.2

ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ Σκαμάνδρου

### book 22a.1

ἢ τοῦ Σιμοῦντος. δεκτέον δὲ ἐπὶ τοῦ Σιμοῦντος· διὰ μέσου γὰρ τοῦ

### book 22a.2

πεδίου φέρεται. καὶ ὅτι ἀνέγνω Ἡσίοδος τὰ Ὁμήρου ὡς ἂν νεώτερος

### book 22a.5.1

τούτου· οὐ γὰρ ἐξενήνοχε τοὺς ποταμούς, μὴ ὄντας ἀξιολόγους, εἰ μὴ

### book 22a.5.2

δι’ Ὅμηρον. καὶ τῷ Σιμοῦντι προσέθηκεν ἐπίθετον τὸ „θεῖόν τε Σι‐

### book 22a.5.3

μοῦντα“ (th. 342). A

### book 22b

〈Σιμόεις:〉 καὶ ἄλλος ἐν Κρήτῃ. ἔστι δὲ μικρὸς ὁ Σιμοῦς. Til

### book 22c.1

βοάγρια: τὰ †εἰς τὴν βοὴν ἀγειρόμενα†. A b (BCE3E4)T

### book 22c.2

ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. AT ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.

### book 22c.3

A b (BCE3E4)T

### book 22c

βοάγρια: αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπί‐

### book 22c.5

δες. A

### book 23.1

καὶ ἡμιθέων γένος ἀνδρῶν: οὐδέποτε τοὺς σὺν Ἀγα‐

### book 23.2

μέμνονι ἡμιθέους ὠνόμασεν. ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησιν; ἢ πρὸς

### book 23.3

αὔξησιν τοῦ πάθους. b(BCE3E4)T

### book 24.1

ὁμόσε στόματ’ 〈ἔτραπεν〉: ὁμόσε τοὺς ἐκ διαφόρων τό‐

### book 24.2

πων μισγομένους. T

### book 25

ἐννῆμαρ: οἱ μὲν „ἓν ἦμαρ“· οἱ δὲ ὅτι εὐεπίφορός ἐστιν εἰς τὰ

### book 25

ἐννέα· οἱ δὲ πρὸς παντελῆ ἀπώλειαν. T

### book 25.1

ἐννῆμαρ {δ’ ἐς τεῖχος}: ἐπὶ ἐννέα ἡμέρας—ἴχνος φανῆ‐

### book 25.2

ναι. A

### book 26a.1

〈συννεχές:〉 Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέ‐

### book 26a.2

ρου ν. Aint

### book 26b.1

ἁλίπλοα: τὴν λι, φασί, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ

### book 26b.2

αὐτῶν τῶν ἐρ〈ε〉ιπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα ση‐

### book 26b.3

μαίνεται. οὕτως Ἀλεξίων (fr. 51 B.) καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατα‐

### book 26b.4

τίθεμαι τῇ προσῳδίᾳ· ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι ὡς ὅτι ὁπότερον

### book 26b.5.1

ἂν σημαίνῃ, προπαροξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ

### book 26b.5.2

τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος (cf. θ 35) προπαροξύνομεν. καὶ δῆ‐

### book 26b.5.3

λον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, „διπλόοσ“ (Δ 133. Υ

### book 26b.5.4

415), τριπλόος. A

### book 26c

ἁλίπλοα: ὑπὸ θαλάσσῃ πλέοντα. τινὲς δὲ τὰ ξύλινα τοῦ

### book 26c

τείχους. T

### book 27a1.1

αὐτός {δ’ ἐνοσίγαιος}: τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως

### book 27a1.2

τίθησι. ἔστιν οὖν πάντων ποταμῶν δεσπότης· διὸ Ἀχελῷος μὲν

### book 27a1.3

„κρείων“ (Φ 194), αὐτὸς δὲ „εὐρυκρείων“ (Λ 751). T

### book 27a2.1

τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται.

### book 27a2.2

ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων. b(BCE3E4)

### book 27b1.1

ἔχων 〈χείρεσσι〉 τρίαιναν: ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ

### book 27b1.2

μικτὰ ὕδατα. ἢ ὅτι σεισμῶν εἴδη τρία, χασματίαι βρασματίαι 〈κλι‐

### book 27b1.3

ματίαι〉. T

### book 27b2.1

ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφ’ ἑαυτὸν

### book 27b2.2

ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν. b(BCE3E4)

### book 28.1

κύμασι πέμπε: εἰς κύματα, ὡς τὸ „ἦλθε δ’ ἐπὶ Κρήτεσ〈σ〉ι“

### book 28.2

(Δ 251). T

### book 29a1.1

φιτρῶν καὶ λάων: καὶ τοῖς ἄνω προσδίδοσθαι λέγεται

### book 29a1.2

τοῦτο, ἵνα ᾖ θεμείλια φιτρῶν (cf. Μ 28—9), καὶ τοῖς ἑξῆς, ἵνα ᾖ

### book 29a1.3

θέσαν φιτρῶν καὶ λάων: καὶ τὸ σχῆμα ἀρχαϊκόν, τὸ τῆς ἐλ‐

### book 29a1.4

λ〈ε〉ίψεως. A

### book 29a2.1

φιτρῶν καὶ λάων τὰ θέσαν: ἐὰν στίξωμεν εἰς τὸ

### book 29a2.2

„πέμπε“ (Μ 28), συνάγομεν τὸ ἑξῆς ἕως τοῦ θέσαν· ἐὰν δὲ εἰς τὸ

### book 29a2.3

λάων, 〈τὸ〉 θέσαν τῶν ἑξῆς ἐστιν. T

### book 29b

〈λάων:〉 οὕτως Ἀμαθούσιοι. Til

### book 29c

λάων: λᾶς λαάων λάων, ὡς Αἰακιδάων. T

### book 29d1.1

τὰ θέσαν μογέοντες Ἀχαιοί: τοῦτο ἀνεφώνησεν ὥ‐

### book 29d1.2

σπερ συναχθόμενος τῷ καμάτῳ τῶν Ἑλλήνων ἀναιρουμένῳ. | ἃ μετὰ

### book 29d1.3

καμάτου, φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη. τινὲς δὲ διὰ τὴν

### book 29d1.4

Ἀχιλλέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμψυχον· μογέοντες οὖν

### book 29d1.5

ἀτυχοῦντες. T

### book 29d2.1

τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. | μο‐

### book 29d2.2

γέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες. b(BCE3E4)

### book 30a

〈λεῖα δ’ ἐποίησεν:〉 λεῖα τὰ χωρία τοῦ τείχους. Til

### book 30b1

〈ἐποίησεν:〉 οὕτως Ἀρίσταρχος ἐποίησεν. Aim

### book 30b2

τὸ δὲ ἐποίησεν διὰ τοῦ ε. Til

### book 33a.1

〈ᾗ περ πρόσθεν ἴεν—ὕδωρ:〉 ὅπου πρώην ἐπο‐

### book 33a.2

ρεύετο τὸ ὕδωρ. Til

### book 33b1.1

ΙΕΝ: οὕτως φέρουσι τὴν γραφήν, ιεν ὡς τίθεν. καὶ γίνεται

### book 33b1.2

ἀμφίβολον, πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ

### book 33b1.3

ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ

### book 33b1.4

ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ „ἆσσον ἴεν

### book 33b1.5.1

πολυκάρπου ἀλῳῆσ“ (ω 221)· ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ „ἵει“

### book 33b1.5.2

ἐστὶν ὁμοίως τῷ „ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον“ (Μ 25). καὶ μήποτε

### book 33b1.5.3

ᾖ πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα,

### book 33b1.5.4

„τεῖχος {δ’} ἀμαλδύνας, ποταμοὺς δ’ ἔστρεψε νέεσθαι“ (Μ 32). A

### book 33b2.1

{ᾗ πρόσθεν ἴεν:} ψιλωτέον τὸ ιεν καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ

### book 33b2.2

τοῦ ὕδατος, ὡς τὸ „ἆσσον ἴεν πολυκάρπου ἀλωῆσ“. ἐὰν δὲ δασέως

### book 33b2.3

„ἵεν“, ἀντὶ τοῦ ἵεσαν. T

### book 33c

〈ἵῃ:〉 γράφεται καὶ „ἵεν“. Aim

### book 34.1

ὣς ἄρ’ ἔμελλον ὄπισθεν: ὅτι Ζηνόδοτος γράφει „ὣς

### book 34.2

ἤμελλον ὄπισθε“. ἔστι δὲ βάρβαρον· τὰ γὰρ ἀπὸ συμφώνου ἀρχόμενα

### book 34.3

ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται. καὶ ὅτι τὸ ἔμελ‐

### book 34.4

λον ἀντὶ τοῦ ἐῴκεσαν. A

### book 35.1

τότε δ’ ἀμφὶ μάχη: προληπτικῶς· οὔπω γὰρ ἦσαν

### book 35.2

φθάσαντες εἰς αὐτό. ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ. T

### book 36a

〈ἐΰδμητον:〉 εὖ δεδομημένον. Til

### book 36b1.1

κανάχιζε δὲ δούρατα 〈πύργων〉: ἂν στίξωμεν εἰς τὸ

### book 36b1.2

δούρατα, λείπει ἡ κατά, κατὰ τῶν πύργων. | 〈δούρατα〉 ἢ αἱ

### book 36b1.3

πύλαι ἢ οἱ φιτροί. T

### book 36b2

στικτέον εἰς τὸ δούρατα καὶ τὴν κατά ἐκδεκτέον. b(BCE3)

### book 36b2.1

〈κανάχιζε δὲ δούρατα πύργων:〉 τὰ δόρατα ἤχει τὰ

### book 36b2.2

ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις

### book 36b2.3

ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα. Aim

### book 36c.1

κανάχιζε δὲ δούρατα πύργων: ὅτι πύργων ἀντὶ

### book 36c.2

τοῦ πύργους, καὶ ἐλλείπει ἡ ἐπί, ἵν’ ᾖ ‘κανάχιζε δὲ δούρατα ὡς ἐπὶ

### book 36c.3

πύργους βαλλόμενα‘ (cf. Μ 36—7), οὐ ‘τὰ ἐπῳκοδομημένα τῷ τείχει

### book 36c.4

ἐκανάχιζε ξύλα‘. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλ‐

### book 36c.5

λαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν †ἐπὶ πύργους† βαλλό‐

### book 36c

μενα. A

### book 37a1.1

Διὸς μάστιγι δαμέντες: τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ

### book 37a1.2

„Διὸς μάστιγι κακῇ“ (Ν 812). | πολιορκοῦνται Ἑλένην θέλοντες, καὶ

### book 37a1.3

περὶ ἑαυτῶν κινδυνεύουσι Νέστωρ ἀντὶ τοῦ συμβουλεῦσαι παραινεῖ

### book 37a1.4

(cf. Ο 659—66). προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἦν ἡ ἧσσα· εἰ μὴ γὰρ ἦν

### book 37a1.5

τοῦτο, οὐκ ἂν πάντες ἐδεδίεσαν ἕνα τὸν Ἕκτορα. T

### book 37a2.1

μάστιγα Διὸς τὸν κεραυνόν φησι. b(BCE3) | προαναφωνεῖ

### book 37a2.2

δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων. b(BCE3E4)

### book 37a2.1

Διὸς μάστιγι 〈δαμέντεσ〉: τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κε‐

### book 37a2.2

κακωμένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός. A

### book 40a1.1

αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν 〈ἐμάρνατο ἶσος ἀέλ‐

### book 40a1.2

λῃ〉: εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ

### book 40a1.3

ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφοτέρων τῶν μερῶν, ἐμάχετο

### book 40a1.4

ὡς πρόσθεν ἐμάχετο. A

### book 40a2.1

αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν, ἐμάρνατο 〈ἶσος

### book 40a2.2

ἀέλλῃ〉: ὑποστικτέον εἰς τὸ πρόσθεν· τὸ δὲ ἐμάρνατο κοινόν. T

### book 40b.1

μάρνατο ἶσος ἀέλλῃ: μέμνηται τῶν ἐπῶν ἐκείνων „ἐν δ’

### book 40b.2

ἔπες’ ὑσμίνῃ, ὑπεραέϊ ἶσος ἀέλλῃ“ (Λ 297). T

### book 40c

〈ἐμάρνατο:〉 Ἀριστοφάνης „ἐμαίνετο“. Aint

### book 41-8a1.1

ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι〈—τῇ εἴκουσι

### book 41-8a1.2

στίχες ἀνδρῶν〉: πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕ‐

### book 41-8a1.3

κτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον. τὰ δὲ ἄλλα οὐδὲν αὐτῷ συντείνει

### book 41-8a1

πρὸς τὸν εἰκαζόμενον, οὐχ ἡ τοῦ χοίρου τελευτή (cf. 46), οὐχ οἱ ἀκον‐

### book 41-8a1.5.1

τίζοντες ἐπὶ τοῦτον κυνηγέται (cf. 43—5), ἀλλὰ ποιητικὸς κόσμος

### book 41-8a1.5.2

λαβὼν ἔχει. T

### book 41-8a2.1

πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν

### book 41-8a2.2

τοῖς Τρωσὶν εἱλούμενον καὶ φοβοῦντα τοὺς ἀκοντιστὰς καὶ πολεμικοὺς

### book 41-8a2.3

Ἕλληνας. b(BCE3)

### book 41a1.1

{καὶ ἀνδράσι} θηρευτῇσι: γράφεται καὶ „θηρητῆρσι“

### book 41a1.2

τὴν γὰρ εὐθεῖαν θηρητὴρ λέγει, „θηρητὴρ ἐτύχησε“ (Ο 581). T

### book 41a2

ἔν τισι „θηρητῆρσι“. Ail

### book 42a

〈στρέφεται:〉 ὅτι ἀντὶ τοῦ στ〈ρ〉έφηται. Ail

### book 42b

βλεμεαίνων: ἐντεῦθεν ὁ ἀβλεμής, ἀόργητος καὶ ἀργός. T

### book 43

〈πυργηδόν:〉 πύργος ἡ κατὰ †πλινθίων† διάταξις. Til

### book 44a1.1

〈ἀντίοι:〉 γράφεται „ἀντίον“· οὕτως γὰρ Ἀρίσταρ‐

### book 44a1.2

χος. Aint

### book 44a2

„ἀντίον †ἀΐσσονται†“, οὕτως Ἀρίσταρχος. Til

### book 45

〈κυδάλιμον:〉 τὸ γαῦρον. Til

### book 46a1.1

ταρβεῖ οὐδὲ φοβεῖται: ὅτι οὐ τὸ αὐτὸ σημαίνει δι’

### book 46a1.2

ἀμφοτέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ

### book 46a1.3

τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὔτε δέδιεν οὔτε φεύγει. A

### book 46a2

〈οὐδὲ φοβεῖται:〉 οὐ φεύγει. Til

### book 46b1.1

ἀγηνορίη δέ μιν ἔκτα: καταχρηστικῶς ἐπὶ λέοντος·

### book 46b1.2

καὶ ἀλλαχοῦ „ἑή τέ μιν ὤλεσεν ἀλκή“ (Π 753). διδάσκει οὖν μέτρῳ

### book 46b1.3

χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι, καθὸ ταῦτα ἐνίοτε φονεύει. καὶ πρὸς

### book 46b1.4

τὸ ἄλογον θράσος Ἕκτορος. T

### book 46b2.1

διδάσκει μέτρῳ χρῆσθαι τοῖς πλεονεκτήμασι· ταῦτα γὰρ εἰ

### book 46b2.2

μὴ ῥυθμίζοιτο, ἀναιρεῖ τοὺς ἔχοντας. b(BCE3E4)

### book 46c.1

〈ἀγηνορίη:〉 οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ

### book 46c.2

ἀγηνορία. Aint

### book 49a.1

〈ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν〉 ΕΛΙΣΣΕΘ’ ἑταίρους: τὸ

### book 49a.2

ελίσσετο ἑκατέροις δύναται προσδίδοσθαι καὶ σημαίνει ἢ τὸ παρεκάλει

### book 49a.3

παρὰ τὸ λίσσεσθαι ἢ ἐστρέφετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι

### book 49a.4

αὐτὸν εἰκάζει. πιθανώτερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὔτε γὰρ

### book 49a.5.1

εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὔτε τὸ πλῆθος

### book 49a.5.2

εἰκὸς αὐτὸν παρακαλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους. A

### book 49b.1

ἀν’ ὅμιλον ἰὼν ΕΛΙΣΣΕΘ’ ἑταίρους: στικτέον εἰς τὸ

### book 49b.2

ἑλίσσετο, καὶ ἔστιν ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε γὰρ παρεκάλεσεν

### book 49b.3

Ἕκτωρ. b(BCE3E4)T καὶ ἔστι σύμφωνον τῷ „ταρφέα τε στρέφε‐

### book 49b.4

ται στίχας ἀνδρῶν πειρητίζων“ (Μ 47). T οἱ δὲ παρεκάλει, ὡσὰν

### book 49b.5.1

κινδυνώδους καὶ δυσχεροῦς οὔσης τῆς πράξεως, b(BCE3E4)T ἐφ’

### book 49b.5.2

ἣν προτρέπεται· διὸ καὶ ἑταίρους πρόσκειται, οὐ Τρῶας· ἀπὸ γὰρ

### book 49b.5.3

τῶν ἑταίρων ἄρχεται, ἵνα ἐκείνους καὶ οἱ λοιποὶ μιμήσωνται· μέμνη‐

### book 49b.5.4

ται γὰρ καὶ τῶν Σαρπηδόνος λόγων „ἀρχοὺς λισ〈σ〉ομένῳ τηλεκλη‐

### book 49b.5.5

τῶν ἐπικούρων“ (Ε 491). T

### book 50.1

〈τάφρον ἐποτρύνων διαβαινέμεν:〉 τὴν γέφυραν. αὐ‐

### book 50.2

τὸς δὲ ἀδυνατῶν τοὺς ἄλλους προτρέπεται. Til

### book 50-1

οὐδέ οἱ ἵπποι / τόλμων: οἱ δ’ Ἀχιλλέως „ἀντικρὺ δ’

### book 50-1

ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι“ (Π 380). T

### book 52-9.1

ἀπὸ γὰρ δειδίσ〈σ〉ετο τάφρος 〈/ —εἰ

### book 52-9.2

τελέουσι〉: ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν

### book 52-9.3

τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ

### book 52-9.4

ἐσομένου τολμήματος. b(BCE3E4)T

### book 52.1

ἀπὸ γὰρ δειδίσ〈σ〉ετο 〈τάφροσ〉: τὸ ἀνέλπιστον τῆς

### book 52.2

διαβάσεως θόρυβον κινεῖ καὶ ἀγωνίαν. T

### book 53-4a.1

οὔτ’ ἄρ’ ὑπερθορέειν 〈σχεδὸν οὔτε περῆ‐

### book 53-4a.2

σαι / ῥηϊδίη〉: θατέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον, ἢ

### book 53-4a.3

ὑπερθορόντας, εἴπερ ἦν σχεδόν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν

### book 53-4a.4

εὐδιάβατος. b(BCE3E4)T ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ

### book 53-4a.5.1

ἀμήχανον· καὶ ἔστι τὸ μὲν οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδόν (53)

### book 53-4a.5.2

ἐξήγησις τοῦ εὐρεῖα (53), τοῦ δὲ οὔτε περῆσαι / ῥηϊδίη

### book 53-4a.5.3

(53—4) τὸ ἐπιφερόμενον. b(BE3E4)T περιττὴ δὲ ἡ κατασκευὴ

### book 53-4a.5.4

τῆς ἀπαγγελίας· τὸ μὲν γὰρ κοινὸν ἦν ‘ἀπὸ γὰρ δειδίσσετο τάφρος

### book 53-4a.5.5

εὐρεῖά τε οὖσα εἰς τὸ πηδῆσαι καὶ δυσδιόδευτος διὰ τοὺς κρημνοὺς

### book 53-4a.10.1

καὶ τοὺς σκόλοπασ‘ (cf. Μ 52—6). ὁ δὲ προὔταξε μὲν τὸ εὐρεῖα

### book 53-4a.10.2

(53), ἐπαγαγὼν δὲ τὰ δύο, τὸ ὑπερθορέειν (53) καὶ περῆσαι

### book 53-4a.10.3

(53), ἀνταπέδωκε τὴν αἰτίαν τοῦ μηδὲ περᾶσαι δύνασθαι. T

### book 53-4b.1

〈οὐ γὰρ ὑπερθορέειν σχεδὸν οὐδὲ περῆσαι /

### book 53-4b.2

ῥηϊδίη:〉 πηδᾶν μὲν γὰρ τὸ πλάτος, διελθεῖν δὲ εἶργε τὸ βάθος.

### book 53-4b.3

λείπει δὲ ἡ οὖσα. Til

### book 54a.1

κρημνοὶ γὰρ ἐπηρεφέες: τὰ ἀνενεχθέντα χώματα, ἀνα‐

### book 54a.2

χώματα. T

### book 54b.1

κρημνοὶ γὰρ 〈ἐπηρεφέεσ〉 περὶ πᾶσαν: Ἀρίσταρ‐

### book 54b.2

χος „διὰ πᾶσαν“. | τὸ δὲ ἐπηρεφέες κρεμάμενοι ἢ πυκνοί. T

### book 54c

〈περὶ πᾶσαν:〉 Ἀριστοφάνης „διὰ πᾶσαν“. Aim

### book 55-6.1

ἕστασαν ἀμφοτέρωθεν 〈... τοὺσ〉 ἔστασαν υἷες

### book 55-6.2

Ἀχαιῶν: τὸ μὲν πρότερον ἕστασαν (55) δασύνει ὁ Ἀρίσταρχος,

### book 55-6.3

ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς (sc. ad

### book 55-6.4

Β 777) δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ

### book 55-6.5.1

τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον (sc. 56) ψιλοῖ· ἰσοδυναμεῖ

### book 55-6.5.2

γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου

### book 55-6.5.3

ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο. συγκατατίθεται δὲ καὶ ὁ Ἀσκα‐

### book 55-6.5.4

λωνίτης (p. 52 B.) τῇ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς. A

### book 55a.1

ἕστασαν ἀμφοτέρωθεν: τοῦτο μὲν τὸ ἕστασαν δα‐

### book 55a.2

συντέον. τὸ 〈δὲ〉 ἑξῆς ψιλωτέον, λέγω δὴ τὸ „τοὺς ἔστασαν υἷες

### book 55a.3

Ἀχαιῶν“ (Μ 56). T

### book 55b.1

ἕστασαν ἀμφοτέρωθεν: ὥστε μήτε τὴν κατάβασιν

### book 55b.2

ῥᾳδίαν εἶναι μήτε τὴν ἔκβασιν. b(BE3E4)T

### book 56a1.1

ἔστασαν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψι‐

### book 56a1.2

λῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω

### book 56a1.3

(sc. Μ 55) „ἕστασαν ἀμφοτέρωθεν“ δασύνεται. A

### book 56a2

συστολὴ ἐκ τοῦ ἔστησαν. Til

### book 57.1

πυκνοὺς καὶ μεγάλους: πυκνοὺς εἰς τὸ μὴ μεσάζεσθαι,

### book 57.2

μεγάλους δὲ εἰς τὸ μὴ ὑπερβαίνειν. b(BCE3E4)T

### book 58.1

ἔνθ’ οὔ κεν ῥέα: ἠθικῶς δεινοποιήσας τὴν ῥέα {ν} φησὶ

### book 58.2

‘παρελθεῖν οὐκ ἐνῆν‘. T

### book 59a.1

ἐσβαίη: ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος „καββαίη“.

### book 59a.2

καὶ γὰρ ἐπιφέρει „ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι“

### book 59a.3

(Μ 65). AT

### book 59b

μενοίνεον: ὅρα οὖν τὴν ἀποπληξίαν τοῦ Ἕκτορος. T

### book 60a

θρασὺν Ἕκτορα: εὔκαιρον τὸ ἐπίθετον. T

### book 60b.1

Ἕκτορα εἶπε παραστάς: ὅτι ἐλλείπει ἡ πρός, πρὸς

### book 60b.2

Ἕκτορα, ὡς καὶ „τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον“ (Ρ

### book 60b.3

237). | δύναται δὲ τὸ ἑξῆς εἶναι παρ’ Ἕκτορα στάς, ὡς μὴ λεί‐

### book 60b.4

πειν τὴν πρόθεσιν. A

### book 60c.1

〈Ἕκτορα εἶπε παραστάς:〉 δύναται ‘παρ’ Ἕκτορα

### book 60c.2

στὰς εἶπεν‘. T

### book 61.1

Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων: Τρώων Δαρδανίων καὶ

### book 61.2

Ζελειτῶν. ἀγοὶ δὲ κυρίως οἱ συμμαχίαν ἄγοντες. T

### book 62a.1

ἀφραδέως διὰ τάφρον 〈ἐλαύνομεν〉: οὐκ εἶπε θρα‐

### book 62a.2

σέως δι’ Ἕκτορα. καὶ τὸ ἐλαύνομεν δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ

### book 62a.3

ἐμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν ὑπακούειν Ἕκτορι, διὰ δὲ τὸ

### book 62a.4

ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως. b(BCE3E4)T

### book 62b.1

διὰ τάφρον ἐλαύνομεν: ἢ διὰ τάφρου ἐλαύνομεν,

### book 62b.2

ἢ ἐπὶ τάφρον, ἵν’ ᾖ ἡ διά ἀντὶ τῆς ἐπί. T

### book 62c

〈διά:〉 γράφεται „περί“. Aim

### book 62d

〈ἐλαύνομεν:〉 θέλομεν ἐλάσαι. Til

### book 64a.1

ὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος 〈Ἀχαιῶν〉:

### book 64a.2

ἀπὸ κοινοῦ τὸ ἑστᾶσιν. ἀλλ’ ἐπὶ τοῦ τείχους μεταβάλλεται ὁ

### book 64a.3

ἀριθμός, ἀντὶ τοῦ ἕστηκεν. b(BCE3)T ἐκ δὲ τοῦ ἐναντίου

### book 64a.4

„ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι, μήστωρες ἀϋτῆσ“ (Δ 328)· ἀπὸ κοι‐

### book 64a.5

νοῦ τὸ ἵσταντο· καὶ μεταβάλλεται πάλιν ὁ ἀριθμός. T

### book 64b

περὶ δ’ αὐτούς: „προτὶ δ’ αὐτούσ“, ἐγγὺς αὐτῶν·

### book 64b

πλέον γὰρ ἀπέχει τοῦ τείχους. T

### book 65-6.1

〈ἔνθ’〉 οὔ πως ἔστιν 〈καταβήμεναι οὐδὲ μάχε‐

### book 65-6.2

σθαι〉 / ἱππεῦσι: ἀλλ’ οὐδὲ πεζοῖς· ἀλλ’ ἵνα μὴ περὶ πάντων λέγων

### book 65-6.3

παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ δὲ μόνων

### book 65-6.4

τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ δὲ πρυλέες Ἕκτορι

### book 65-6.5.1

πάντες ἑπώμεθ’, (cf. Μ 77—8), οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ

### book 65-6.5.2

αὐτὸς ἀρεσκόμενος τῇ διόδῳ. b(BE3)T

### book 66a

ἱππεῦσι· στεῖνος γάρ: ὅτι τὸ στένωμα τὸ κατὰ τὴν

### book 66a.1

γέφυραν τῆς τάφρου λέγει. | Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης „ἱπ‐

### book 66a.2

πῆασ“. | προπερισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνε‐

### book 66a.3

κται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει.

### book 66a.5.1

οὕτως οὖν καὶ „μακρόσ“ (Ο 193) ὀξύνομεν ἀρσενικὸν ὑπάρχον·

### book 66a.5.2

εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτως καὶ τὸ κλειτός· οὐδ‐

### book 66a.5.3

έτερον γὰρ γενόμενον βαρύνεται παρ’ Ἀλκμᾶνι (fr. 122 P.)· „†τῶι

### book 66a.5.4

ἐν Θεσσαλίῳ κλείτει“. A

### book 66b

〈ἱππεῦσι:〉 Ζηνόδοτος „ἱππῆασ“. Til

### book 66c1.1

στεῖνος {γάρ}: τὸ δυσχερὲς τῶν τόπων οὕτως ὀνομά‐

### book 66c1.2

ζει. | οὐδέτερον δέ ἐστι τὸ στεῖνος, καὶ προπερισπαστέον. T

### book 66c

στεῖνος δὲ ὀνομάζει ἀεὶ τὸν δυσχερῆ τόπον. | προπερι‐

### book 66c

σπᾶται δέ. b(BE3)

### book 66d.1

ὅθι τρώσεσθαι ὀΐω: ἐλαττωθήσεσθαι καὶ τραπήσε‐

### book 66d.2

σθαι· τρώματα γὰρ τὰς τροπὰς Ἴωνες καλοῦσιν· καὶ „οἶνός σε τρώει“

### book 66d.3

(φ 293) b(BCE3E4)T ἀντὶ τοῦ παρατρέπει. b(BCE3E4)

### book 67.1

〈εἰ μὲν γὰρ δή:〉 Ἀριστοφάνης „εἰ μὲν γὰρ τούσ“. Aim

### book 67.2

Til

### book 67-74.1

εἰ μὲν γὰρ δὴ πάγχυ〈—ὑπ’ Ἀχαιῶν〉:

### book 67-74.2

ὡς ἔμφρων (οἶδε γὰρ ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία) καὶ τοῦ μέλ‐

### book 67-74.3

λοντος προνοεῖ· b(BCE3)T εὔχομαι μὲν γάρ, φησι, τοῦτο

### book 67-74.4

εἶναι, ἐννοεῖν δὲ χρὴ καὶ τὸ ἕτερον, ὅτι ἐν τῇ ὑποστροφῇ τὰ δεινό‐

### book 67-74.5.1

τερα πεισόμεθα. ἴσως οὖν καὶ καθόλου τῆς διαβάσεως ἀποτρέπει,

### book 67-74.5.2

ἀλλ’ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν. b(BE3)T ἄλλως

### book 67-74.5.3

τε καὶ ἐκ παντὸς τὴν διάβασιν πραγματεύεται ὁ ποιητής, κινῆσαι

### book 67-74.5.4

τὸν ἐπὶ ταῖς ναυσὶν ἀγῶνα σπουδάζων. T

### book 68

〈βούλετ’ ἀρήγειν:〉 „ἵετ’ ἀρήγειν“ οὕτως πᾶσαι. Aim

### book 70a1.1

νωνύμους: κατὰ πρόληψιν τῶν ἐσομένων. ἢ ἄνευ

### book 70a1.2

ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων. T

### book 70a2

ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων, b(BCE3E4)

### book 70a2

ἀποβολῇ τοῦ ν. b(BCE3) | ἢ ἀνωνύμους. b(BCE3E4)

### book 71.1

εἰ δέ χ’ ὑποστρέψωσι, 〈παλίωξις δὲ γένηται〉:

### book 71.2

πρὸς τὴν παλίωξιν, ὅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλόμενοι

### book 71.3

διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἐκ τοῦ δ’ ἄν τοι

### book 71.4

ἔπειτα παλίωξιν παρὰ νηῶν / αἰὲν ἐγὼ τεύχοιμι“ (Ο 69—70).

### book 71.5

κακῶς· διὸ ἀθετεῖται. A

### book 72.1

ἐνιπλήξωμεν: ἀκουσίως ἐμπέσωμεν· b(BCE3E4)T „ἕρκει

### book 72.2

ἐνιπλήξωσιν“ (χ 469). T

### book 73.1

οὐδ’ ἄγγελον ἀπονέεσθαι: ἐπίσταται τὸ μέγεθος τοῦ

### book 73.2

κινδύνου. ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγε‐

### book 73.3

λον διανοήματος. b(BCE3E4)T

### book 74.1

ἑλιχθέντων ὑπ’ Ἀχαιῶν: ἡμῶν κυκλωθέντων ὑπὸ τῶν

### book 74.2

Ἀχαιῶν, ὥστε ὅλος ὁ σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον.

### book 74.3

b(BE3E4)T

### book 75a1.1

〈ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω:〉 Ζηνόδοτος διὰ τοῦ

### book 75a1.2

τ, „τὼς ἂν ἐγὼ εἴπω“. Aim

### book 75a2

〈ὡς ἂν ἐγώ:〉 Ζηνόδοτος „πῶς ἂν ἐγώ“. Til

### book 76

〈ἐρυκόντων:〉 ἀντὶ τοῦ ἐρυκέτωσαν. Aim

### book 77a1.1

αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες:

### book 77a1.2

ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρη‐

### book 77a1.3

χθέντες. ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵν’

### book 77a1.4

ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵν’ ἡ σύν πρόθεσις κέηται

### book 77a1.5.1

ἀντὶ τῆς ἔν, ὡς ἐκεῖ „τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν“

### book 77a1.5.2

(Α 183). βέλτιον δὲ τὸ πρότερον. A

### book 77a2.1

πρυλέες σὺν τεύχεσι 〈θωρηχθέντεσ〉: ἡ σύν ἀντὶ

### book 77a2.2

τῆς ἔν, ὡς τὸ „τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ“. ἢ στικτέον εἰς τὸ σὺν

### book 77a2

τεύχεσι. T

### book 77b.1

〈πρυλέες:〉 ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας.

### book 77b.2

Aim

### book 77c

πρυλέες: οὕτω Γορτύνιοι. T

### book 77d

{σὺν τεύχεσι} θωρηχθέντες: ὥς ἐσμεν θωρηχθέντες. T

### book 78a1.1

Ἕκτορι πάντες ἑπώμεθ’ 〈ἀολλέεσ〉: προσαγωγῶς

### book 78a1.2

πάνυ ἐπαίρει τὸν στρατηγόν. ἠρέμα δὲ καὶ ὑποδείκνυσι τὸν κίνδυνον,

### book 78a1.3

ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ εἰσόδῳ. b(BCE3E4)T καὶ τὸ

### book 78a1.4

ἀολλέες δὲ εἰς ἐπίτασιν, ὅτι στῖφος δεῖ τῶν ἀρίστων γενέσθαι, εἰ

### book 78a1.5

πρὸς τὸ ἔρυμα τῶν πολεμίων χωρήσειν μέλλομεν. T

### book 78a2

δυσαρεστεῖ τῇ εἰσόδῳ Πολυδάμας. Til

### book 79.1

〈πείρατ’:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „πεῖραρ“ ἑνι‐

### book 79.2

κῶς. Aim

### book 80.1

ἅδ〈ε δ’〉 Ἕκτορι μῦθος: ἐπεὶ μηδὲν ἔστι ἄλλο ποιῆσαι,

### book 80.2

πείθεται νῦν αὐτῷ ὁ Ἕκτωρ. ἀλλαχοῦ δὲ „οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’

### book 80.3

ἀγορεύεισ“ (Μ 231). T

### book 81.1

αὐτίκα δ’ ἐξ ὀχέων〈—ἆλτο χαμᾶζε〉: εἰκότως

### book 81.2

οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. τὸ δὲ αὐτίκα τῆς ἐπείξεως ση‐

### book 81.3

μαντικόν. b(BCE3)T

### book 83.1

ἐπεὶ ἴδον Ἕκτορα δῖον: ἑωρακότες Ἕκτορα σύμψηφον

### book 83.2

τῇ βουλῇ Πολυδάμαντος. T

### book 85a

〈αὖθ’ ἐπὶ τάφρῳ:〉 τὸ ὅλον ‘αὖθι ἐπὶ τάφρῳ‘. Aim

### book 85b

αὖτε {ἐπὶ τάφρῳ}: τινὲς „αὖθι“. T

### book 86-7.1

οἱ δὲ διαστάντες σφέας αὐτοὺς 〈ἀρτύναντες,

### book 86-7.2

πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο〉: βραχὺ

### book 86-7.3

διασταλτέον †κατὰ τὴν μετοχὴν† καὶ στικτέον κατὰ τὸ ἕποντο

### book 86-7.4

(87). εἰ δὲ γράφοιμεν τὸ „ἕκαστοι“ (sc. in v. 87), ὥς τινες, πάντως

### book 86-7.5

συναπτέον τοῖς ἑξῆς „οἱ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν“ (Μ 88). A

### book 86a.1

〈οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες:〉

### book 86a.2

διαστάντες τῶν ἵππων ἢ ἑαυτῶν. b(BCE3E4)Til τὸ δὲ

### book 86a.3

ἀρτύναντες καταρτίσαντες b(BCE3)T Ἀρίσταρχος. T

### book 86b

〈ἀρτύναντες:〉 ἀρτύναντες, οὕτως ἡ γραφή. Til

### book 87a.1

πένταχα: τοσαῦται γὰρ ἡγεμονίαι Τρώων. οἱ δέ, ἐπεὶ

### book 87a.2

πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα,

### book 87a.3

b(BCE3E4)T ὃ καὶ ἄμεινόν μοι εἶναι δοκεῖ. b(BCE3)T

### book 87b.1

ἅμ’ ἡγεμόνεσ〈σ〉ιν ἕποντο: τὸ οὖν „Ἕκτορι πάντες

### book 87b.2

ἑπώμεθα“ (Μ 78) περὶ τῶν ὑφ’ Ἕκτορι τεταγμένων φησίν. T

### book 87c

〈ἕποντο:〉 γράφεται „ἕκαστοσ“. Aim

### book 88-104.1

οἱ μὲν ἅμ’ Ἕκτορι〈—διὰ πάντων〉: ὡς

### book 88-104.2

ἐπὶ νεαρῷ ἐπιχειρήματι κατάλογον ποιεῖται· εἴωθε γὰρ προανα‐

### book 88-104.3

κρούσεις ποιούμενος καὶ τὴν Μοῦσαν καλεῖν ἔσθ’ ὅτε. τὸ δὲ ὅμοιον

### book 88-104.4

εὑρήσομεν ἐπὶ τῇ τοῦ Πατρόκλου ἐξόδῳ (sc. Π 168—209). T

### book 89.1

οἳ πλεῖστοι καὶ ἄριστοι: οἱ Ἰλιεῖς· οὗτοι γὰρ καὶ

### book 89.2

τὸ τεῖχος ἔρρηξαν. T

### book 90

〈τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας:〉 ἐν

### book 90

ἄλλῳ „τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι“. Aint

### book 91-2.1

καί σφιν Κεβριόνησ〈—κάλλιπεν Ἕκτωρ〉:

### book 91-2.2

ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος τὸ μηδὲ τοῦ ἡνιόχου

### book 91-2.3

ἀποσχέσθαι, ἀλλὰ καὶ τοῦτον παραλαβεῖν ὡς ἐπὶ ἀναγκαίαν

### book 91-2.4

πρᾶξιν. b(BCE3)T

### book 92.1

ἄλλον Κεβριόναο χερείονα: οὐχ ὡς συγκρίσεως οὔσης

### book 92.2

χείρονα, ἀλλ’ ἁπλῶς λέγει ἥττονα ἐκείνου. αἱ δὲ τοιαῦται διατά‐

### book 92.3

ξεις καὶ ἐπὶ Πατρόκλου καὶ Αὐτομέδοντος (cf. Π 145—7. 219). T

### book 93a.1

τῶν δ’ ἑτέρων Πάρις ἦρχε 〈καὶ Ἀλκάθοος καὶ

### book 93a.2

Ἀγήνωρ〉: τῶν ὑπὸ τοὺς Μεροπίδας (cf. Β 830—1) ἄρχουσιν. T

### book 93b.1

τῶν δ’ ἑτέρων Πάρις ἦρχε: ὅτι ὡς ἐπὶ τοῦ δευτέρου

### book 93b.2

τάγματος ἑτέρων εἴρηκεν, καὶ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν. A

### book 93c.1

τῶν δ’ ἑτέρων: Τρώων δηλονότι. λέγει δὲ ἴσως τῶν

### book 93c.2

Ζελειτῶν. T

### book 93c.1

Πάρις: κατὰ γαστρὸς ἔχουσα—ὅ ἐστιν ἐβοήθησε,

### book 93c.2

πολεμίων ἐπελθόντων. A

### book 94.1

καὶ Δηΐφοβος θεοειδής: διὸ Ἑλένη μετὰ τὸν Ἀλέξαν‐

### book 94.2

δρον αὐτὸν ἐπελέξατο. T

### book 95

τρίτος δ’ ἦν Ἄσιος ἥρως: οὗτος καὶ τῶν ἰδίων καὶ

### book 95

τῶν ὑπὸ Ἄδραστον καὶ Ἄμφιον (cf. Β 830—1) ἄρχει. T

### book 96-7.1

Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι

### book 96-7.2

〈/ αἴθωνες μεγάλοι〉: μέλλων αὐτοῦ θρασεῖαν διηγεῖσθαι πρᾶξιν,

### book 96-7.3

εἰκότως ἐπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ πατρός. b(BCE3)

### book 96-7.4

T Ἀρίσβη δὲ πόλις Ἑλλησπόντου. φησὶν δὲ ὅτι θαρρῶν

### book 96-7.5.1

αὐτοῖς πεζὸς ἧκεν εἰς Ἴλιον. αἴθωνεσ〉 (97) δὲ μέλανες ἢ εὐκίνητοι

### book 96-7.5.2

ἢ πυρ〈ρ〉οί. T

### book 96.1

Ἄσιος Ὑρτακίδης: ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπ‐

### book 96.2

αναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ (sc. α 23). πρὸς τοὺς Χωρίζοντας

### book 96.3

(fr. 6 K.). A

### book 97.1

{αἴθωνες μεγάλοι} ποταμοῦ ἄπο Σελ〈λ〉ήεντος: ὅτι

### book 97.2

Σελλήεις ποταμὸς ἐπ’ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας (cf.

### book 97.3

Β 659). A

### book 99.1

Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε: ὡς φύλακες

### book 99.2

διὰ τὸ ὑπονοεῖσθαι αὐτὸν ἐπανιστάμενον τοῖς Πριάμου πράγμασιν·

### book 99.3

„α〈ἰ〉εὶ γὰρ Πριάμῳ ἐπεμήνιε“ (Ν 460). T

### book 101.1

Σαρπηδὼν δ’ ἡγήσατ’ 〈ἀγακλειτῶν〉 ἐπικού‐

### book 101.2

ρων: διὰ τί μὴ Γλαῦκος ἦρχεν, ἀλλὰ Σαρπηδών; καίτοι Γλαῦκος

### book 101.3

ἐξ ἀρσένων ἦν. ἢ ἐπεὶ ἀμφισβητούντων περὶ βασιλείας πρόκλησις

### book 101.4

ἦν διατοξεῦσαι δακτύλιον ἐπικείμενον στήθει παιδὸς ὑπτίου. καὶ

### book 101.5

ἡ μὲν ἀδελφὴ τὸν ἑαυτῆς δέδωκεν, ἡ γυνὴ δὲ οὔ. ἢ ἐπεὶ ἀδελφῆς καὶ

### book 101

μοιχευομένης οὐ νοθεύεται τὸ γένος, ἀλλὰ γυναικός. T

### book 102.1

Ἀστεροπαῖον: νεήλυδα ὄντα, ἀπὸ τῆς ὄψεως τὸ εὐγενὲς

### book 102.2

στοχασάμενος. T

### book 104a

〈τῶν ἄλλων:〉 ἐπικούρων δηλονότι. Til

### book 104b.1

ὁ δ’ ἔπρεπε καὶ διὰ πάντων: ὑπὲρ πάντων. περισ‐

### book 104b.2

σὸς δὲ ὁ καί. T

### book 105a.1

ἀλλήλους ἄραρον 〈τυκτῇσι βόεσσι〉: ἔφραξαν,

### book 105a.2

ἐπύκνωσαν, ὥπλισαν. b(BCE3E4)T τὸ δὲ βόεσσιν ἀπὸ τοῦ

### book 105a.3

πλεονάζοντος· τινὲς γὰρ χρυσᾶς καὶ χαλκᾶς εἶχον ἀσπίδας. b(BCE3)

### book 105a.4

T | ἀλλήλους ἀντὶ τοῦ ἑαυτούς. T

### book 105b.1

τυκτῇσι βόεσσι: σημειοῦνταί τινες ὅτι 〈τυκτὰσ〉

### book 105b.2

βόας τὰς ἀσπίδας εἴρηκεν. A

### book 105b

τυκτῇσι βόεσσι: ταῖς εἰργασμέναις—ἀζαλέην. Aim

### book 106a

〈ἰθὺς Δαναῶν:〉 ἐξ ἐναντίας. Til

### book 106b.1

{βάν ῥ’ ἰθὺς δαναῶν} λελιημένοι: λιλῶ ἐστι ῥῆμα τὸ

### book 106b.2

σημαντικὸν τοῦ προθυμοῦμαι, ἐκ τοῦ λῶ διπλασιασθέν, οὗ παρ‐

### book 106b.1

άγωγον τὸ λιλαίω· „λιλαιόμενα χροὸς ἆσαι“ (Λ 574). τοῦ λιλῶ

### book 106b.2

ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ

### book 106b.5.1

λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι.

### book 106b.5.2

Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς (fr. 7 L.). A

### book 107a.1

{σχήσεσθ’} ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν πεσέε‐

### book 107a.2

σθαι〉: ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν. A

### book 107b.1

ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν〉 πεσέεσθαι: ἐμπεσεῖ‐

### book 107b.2

σθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν ναυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ

### book 107b.3

δυνάμει προφέρον ἦν τῶν Τρώων. b(BCE3E4)T

### book 108-11.1

ἔνθ’ ἄλλοι Τρῶεσ〈—ἡνίοχον θεράπον‐

### book 108-11.2

τα〉: πάντων ἅμα καὶ πολιτῶν καὶ ξένων πεισθέντων Πολυδάμαντι

### book 108-11.3

Ἄσιος ἀποβῆναι τοῦ ἅρματος οὐκ ἠθέλησεν. b(BCE3)T διαφέ‐

### book 108-11.4

ρουσι δὲ ἐπίκουροι (108) καὶ σύμμαχοι· ἐπίκουροι οἱ πολεμου‐

### book 108-11.5.1

μένοις ἥκοντες βοηθοί, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελθόντες.

### book 108-11.5.2

b(BCE3E4)T διὸ ἐπὶ Ἑλλήνων οὔ φησιν ὁ ποιητὴς ‘ἐπί‐

### book 108-11.5.3

κουροι‘. T

### book 110a1.1

ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ 〈Ἄσιος, ὄρχαμος

### book 110a1.2

ἀνδρῶν〉: βαρβαρικὴ ἡ ἀπείθεια. ἕτερος μὲν ἂν ποιητὴς τῷ Πολυ‐

### book 110a1.3

δάμαντι ἐποίησε πάντας πειθομένους, ὁ δὲ Ὅμηρος μιμούμενος τὴν

### book 110a1.4

ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον;

### book 110a1.5.1

ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο· „μεγάλοι“ (Μ 97) γὰρ ἦσαν·

### book 110a1.5.2

οἷς καὶ θαρρῶν ἀπόλλυται (cf. Ν 384—93). T

### book 110a2.1

βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ τὴν ἀλήθειαν ὁ

### book 110a2.2

ποιητὴς ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον;

### book 110a2.3

ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο. καταστέλλει οὖν τὴν τῶν πολ‐

### book 110a2

λῶν ἀλαζονείαν. b(BCE3)

### book 113.1

νήπιος, οὐδ’ ἄρ’ ἔμελλε: σημαντικωτάτῳ ὀνόματι

### book 113.2

χρῆται τῷ νήπιος ἐν ταῖς ἀναφωνήσεσιν· b(BCE3)T „νήπιοι

### book 113.3

οἳ κατὰ βοῦς Ὑπερίονοσ“ (α 8), „νήπιος, οὐδὲ τὰ ᾔδη“ (Β 38)

### book 113.4

καὶ ἐπὶ τοῦ κεκοσμημένου τῷ χρυσῷ „νήπιος, οὐδέ τί οἱ τό γ’ ἐπήρ‐

### book 113.5

κεσε λυγρὸν ὄλεθρον“ (Β 873). | τὸ δὲ ἔμελλε ἀντὶ τοῦ ἐῴκει. T

### book 114a1.1

ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: ἐπὶ τὸ

### book 114a1.2

ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές. A

### book 114a2

στικτέον δὲ εἰς τὸ ἀγαλλόμενος. b(BCE3)T

### book 114b.1

ἵπποισ〈ιν καὶ ὄχεσφιν〉 ἀγαλλόμενος: τὸ παι‐

### book 114b.2

δαριῶδες αὐτοῦ ἐσήμανεν ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ καλλωπιζο‐

### book 114b.3

μένου ἵπποις. παρὰ τὸν καιρὸν οὖν καὶ αἱ χρήσεις τινῶν ἢ βλαβεραὶ

### book 114b.4

ἢ ὠφέλιμοι καθεστᾶσιν. b(BCE3)T

### book 114c.1

παρὰ νηῶν: ἔδει ἀπὸ νηῶν· ἡ γὰρ παρά ἐμψύχων

### book 114c.2

ἐστίν. παρὰ νηῶν οὖν ἀντὶ τοῦ ἀπὸ νηῶν. T

### book 115.1

{ἂψ ἀπονοστήσειν προτὶ} Ἴλιον 〈ἠνεμόεσσαν〉: ὅτι

### book 115.2

θηλυκῶς τὴν Ἴλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Ἴλιον αἰπὺ ἕλοιεν“

### book 115.3

(Ο 71), ὅτι οὐδετέρως· διὸ ἀθετεῖται. A

### book 116-7.1

μοῖρα δυσώνυμος ἀμφεκάλυψεν / ἔγχεϊ Ἰδο‐

### book 116-7.2

μενῆος: τεχνικὸν τὸ καὶ τὴν ἀναίρεσιν προειπεῖν καὶ ὑφ’ ὅτου

### book 116-7.3

γενήσεται, ὅπως ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν

### book 116-7.4

ἐντυχεῖν. b(BCE3)T | δυσώνυμος (116) δὲ ἡ κακὸν ὄνομα

### book 116-7.5

ἔχουσα τὸν θάνατον. T

### book 118a1.1

εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά: ὅτι πολλὰ σημαί‐

### book 118a1.2

νει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν

### book 118a1.3

ἑτέροις δὲ ἐφάνη, „εἴσατο δ’ ὡς ὅτε ῥινόν“ (ε 281), καὶ τὸ γνῶ‐

### book 118a1.4

ναι, „εἴσομαι, αἴ κέ μ’ ὁ Τυδείδησ“ (Θ 532). καὶ ὅτι κατὰ ἀριστερὰ

### book 118a1.5.1

τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ

### book 118a1.5.2

τοῦ ἐπὶ τὰς ναῦς. | ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντι‐

### book 118a1.5.3

κόν ἐστι τοῦ ἐπορεύθη. καὶ τὸ „νῦν δ’ εἶμι“ (Α 169) ψιλοῦται. A

### book 118a2.1

εἴσατο γὰρ νηῶν: ὥρμησεν. ἢ ἐφάνη, „εἴσατο δ’

### book 118a2.2

ὡς ὅτε ῥινόν“. ‘εἴσατο‘ ἔγνω, „εἴσομαι, αἴ κ’ ἔμ’ ὁ Τυδείδησ“. |

### book 118a2.3

‘εἴσατο‘ ὥρμησεν ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦμεν τὴν λέξιν. T

### book 118a3.1

τὸ δὲ εἴσατο ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦται. | δη‐

### book 118a3.2

λοῖ δὲ ἡ λέξις τρία· τὸ ὥρμησεν, ὡς ἐνταῦθα. τὸ ἐφάνη, ὡς τὸ „εἴσατο

### book 118a3.3

δ’ ὡς ὅτε ῥινόν“. τὸ ἔγνω, ἐξ οὗ καὶ τὸ „εἴσομαι αἴ κέ μ’ ὁ Τυδείδησ“.

### book 118a3.4

b(BE3)

### book 118b.1

εἴσατο 〈γὰρ〉 νηῶν ἐπ’ ἀριστερά: αἰτίαν ἐπάγει

### book 118b.2

τῆς ὑπὸ τοῦ Ἰδομενέως ἀναιρέσεως Ἀσίου, ὅτι κατὰ τὸ ἀριστερὸν

### book 118b.3

τῶν νεῶν ὥρμησεν· ὁ γὰρ Ἰδομενεὺς ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ

### book 118b.4

ναυστάθμου ἐστίν, b(BCE3E4)T ὅπου καὶ Αἴας ἐνεώλκει παρὰ

### book 118b.5.1

τὸ Ῥοίτειον, ὡς δῆλον ἐξ ἐκείνων τῶν στίχων· „ἀλλ’ εἴ τις καὶ

### book 118b.5.2

τούσδε μετοιχόμενος καλέσειεν, / ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα

### book 118b.5.3

ἄνακτα· / τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω“ (Κ 111—3). εἰ τοίνυν

### book 118b.5.4

εὑρίσκομεν ὑπὸ Ἰδομενέως ἀναιρούμενον ὡς ἂν τῶν Κρητικῶν

### book 118b.5.5

νεῶν προμαχομένου, δῆλον ὡς ἀκόλουθόν ἐστιν ἐνθάδε τὸ νηῶν

### book 118b.10

ἐπ’ ἀριστερά. T

### book 118-9.1

τῇ περ Ἀχαιοί / ἐκ πεδίου νίσσοντο: ἐκεῖ γὰρ

### book 118-9.2

ἦν ἡ ἱππήλατος πύλη, b(BCE3E4)T δι’ ἧς ἐλαύνειν ἐπεχείρει

### book 118-9.3

ὁ Ἄσιος. ἔδει δὲ εἰπεῖν ‘εἰς πεδίον νίσσοντο‘. ἐκ πεδίου οὖν ἀντὶ

### book 118-9

τοῦ εἰς πεδίον. T

### book 120

〈πύλῃσιν:〉 ὅτι πληθυντικῶς τὴν πύλην. Aim

### book 121a

〈ἐπικεκλιμένας:〉 ἀντὶ τοῦ κεκλεισμένας. Til

### book 121b.1

{εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ} μακρὸν ὀχῆα: ὅτι

### book 121b.2

ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν· „δοιοὶ δ’ ἔντοσθεν ὀχῆες / εἶχον

### book 121b.3

ἐπημοιβοί“ (Μ 455—6). A

### book 121c.1

μακρὸν ὀχῆα: τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον

### book 121c.2

μοχλόν φησι, „δοιοὶ δ’ ἔντοσθεν ὀχῆες / b(BCE3E4)T εἶχον

### book 121c.3

ἐπημοιβοί“ (Μ 455—6), ὡς τὸ „τὸν δ’ ἐλατῆρ’ ἀφίει“ (Λ 702). T

### book 122-3a.1

ἀναπεπταμένας ἔχον〈—σαώσειαν μετὰ

### book 122-3a.2

νῆασ〉: πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν. τῷ δὲ Πριάμῳ ἐδέησε

### book 122-3a.3

τοῦ καὶ παραγγεῖλαι· „πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε

### book 122-3a.4

λαοί“ (Φ 531). T

### book 122-3b.1

ἄλλως· τοῦτο ἀλλαχοῦ δεδήλωκεν εἰπὼν „πεπταμένας

### book 122-3b.2

ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε λαοί / ἔλθωσι προτὶ ἄστυ“ (Φ 531—2).

### book 122-3b.3

κατεῖχόν φησι αὐτὰς ἀναπεπταμένας ὥστε εἰσελθόντων κλεῖσαι. T

### book 124a.1

τῇ ῥ’ ἰθὺς φρονέων 〈ἵππους ἔχε〉: τὸ ἰθὺς φρο‐

### book 124a.2

νέων πρὸς τὴν δόκησιν τοῦ Ἀσίου φησί. δύναται δὲ τὸ φρονέων

### book 124a.3

καὶ καθ’ ἑαυτὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος. A

### book 124b

τῇ ῥ’ ἰθύς: κατ’ εὐθὺ τῶν πυλῶν. φρονέων δὲ

### book 124b

†ἐπιφρονηματισμένος. b(BCE3E4)T

### book 124c.1

οἱ δ’ ἅμ’ ἕποντο: ὅμοιοι τούτῳ καὶ οἱ ἑπόμενοι·

### book 124c.2

διὸ ἐπ’ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο „νήπιοι“ (Μ 127), τὴν

### book 124c.3

εὐήθη αὐτῶν ἐπιβολὴν ἐξελέγχων. b(BCE3E4)T

### book 125a1.1

{ὀξέα} κεκλήγοντες: ὡς ἀρήγοντες· οὐ γὰρ τὸ κεκλη‐

### book 125a1.2

γότες ἐπλεόνασε †τὸ† ν, οὐδὲ παρὰ τὸ „ὀξέα κεκληγώσ“ (Β 222.

### book 125a1.3

Ρ 88) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς

### book 125a1.4

παρὰ τὸ „ἄνωγα“ (Κ 120 al.) ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν

### book 125a1.5.1

τὸ „ἐπέπληγον πόδες ἵππων“ (Ε 504). ἀκόλουθος δὲ τῷ κεκλήγω

### book 125a1.5.2

μετοχὴ ἡ κεκλήγων, ἔνθεν τὸ κεκλήγοντες. A

### book 125a2.1

{κεκληγότες:} ἀπὸ τοῦ κεκλήγω Συρακουσίου ἐνεστῶ‐

### book 125a2.2

τος ἀκόλουθος μετοχὴ κεκλήγων βαρυνομένη. T

### book 126

〈πεσέεσθαι:〉 ὅτι ἐπὶ τῶν Τρώων λέγει, ἀντὶ τοῦ ἐμπε‐

### book 126

σεῖν, ἐνσεῖσαι. Aim

### book 127

δύ’ ἀνέρας εὗρον ἀρίστους: ὑπερβάλλων ὁ ἔπαινος,

### book 127.1

ὅτι τὴν τοσούτων ἐπιφορὰν δύο ἀπεκρούσαντο· ἐνίους μὲν γὰρ δι’

### book 127.2

ὅλου ἐξέχοντας προσάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν.

### book 127.3

ἄριστοι οὖν οἱ ἐν τῷ ἐπισφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν

### book 127.5.1

ᾧ καὶ τοὺς λοιποὺς Ἕλληνας φεύγειν συνέβαινεν. b(BCE3)T

### book 127.5.2

ἔστι δὲ καὶ ἀξιόπιστον στενὴν δίοδον ὑπὸ δυεῖν γενναίων φυλα‐

### book 127.5.3

χθῆναι συλλαμβανόντων ἄνωθεν ἀπὸ τοῦ τείχους. T

### book 127-38a1.1

ἀνέρας ... ἀρίστους / υἷας ὑπερθύμους ...

### book 127-38a1.2

ἔκιον: Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἅπαντα, „ἀνέρε“,

### book 127-38a1.3

„ἀρίστω“ (127), „υἷε ὑπερθύμω“ (128), „κιέτην“ (138). A

### book 127-38a2.1

Ζηνόδοτος δὲ „ἀνέρε 〈...〉 ἀρίστω“ γράφει 〈καὶ〉

### book 127-38a2.2

„υἷε ὑπερθύμω“. T

### book 128.1

Λαπιθάων: Ἀρίσταρχος ἐκ τούτων φησὶν ὅτι Λαπίθαι

### book 128.2

μετὰ Ἰδομενέα 〈νε〉νεωλκήκασιν. T

### book 128.1

Λαπιθάων {αἰχμητάων}: Λαπίθαι ἥρωες—τὸ γένος

### book 128.2

ἔχοντες. A

### book 129,130,130a.1

τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυ‐

### book 129,130,130a.2

ποίτην, 〈/ τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηϊ / υἱὸν

### book 129,130,130a.3

ὑπερθύμοιο Κορώνου Καινεΐδαο〉: παρατήρει τὸ ποικίλον τῆς

### book 129,130,130a.4

ἀπαγγελίας· ἑκατέρου γὰρ τὸ ὄνομα λέγει καὶ τὸν πατέρα μετὰ

### book 129,130,130a.5.1

ἐπιθέτου. ἀλλ’ ὅρα τὴν ἐξαλλαγήν· τὸν μὲν τοῦδε υἷα, τὸν Πολυποίτην

### book 129,130,130a.5.2

(cf. 129), τὸν δὲ οὐκέτι ἔφη Κορώνου υἷα, ἀλλὰ τὸ κύριον προέθηκεν

### book 129,130,130a.5.3

(cf. 130)· εἶτα ἐπαινέσας βροτολοιγῷ ἶσον Ἄρηϊ (130) καὶ περὶ

### book 129,130,130a.5.4

τοῦ πατρὸς ἀπέδωκεν, υἱὸν ὑπερθύμοιο Κορώνου Καινεΐδαο (130a),

### book 129,130,130a.5.5

εἰπών τε „υἷασ“ (Μ 128) πάλιν ἐπήγαγεν υἷα, τὸν μὲν 〈Πειριθόου〉

### book 129,130,130a.10

υἷα (129) καὶ υἱὸν ὑπερθύμοιο Κορώνου (130a). T

### book 130.1

ἶσον Ἄρηϊ: τινὲς ἐπάγουσι τῷ ἶσον Ἄρηϊ „υἱὸν ὑπερθύ‐

### book 130.2

μοιο Κορώνου Καινείδαο“ (130 a ~ Β 746). Tt

### book 131

〈θυράων:〉 γράφεται καὶ „πυλάων“. Aim

### book 132-4a.1

ὡς ὅτε 〈τε〉 δρύεσ〈—ἀραρυῖαι〉: μάλιστα γὰρ

### book 132-4a.2

βαθύρριζοι καὶ οὐχ ὑπείκουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κα‐

### book 132-4a.3

τακλυσμοῖς. b(BCE3E4)T ἢ ἐξ ἑνὸς τὸ πᾶν. b(BCE3E4)

### book 132-4b.1

ὡς ὅτε 〈τε〉 δρύεσ〈—ἀραρυῖαι〉: ἡ προκειμένη

### book 132-4b.2

ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς τὴν στάσιν, ἡ δὲ τῶν συῶν (sc. Μ 146—50)

### book 132-4b.3

πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ δύο ὄντας ἀνθίστασθαι πολ‐

### book 132-4b.4

λοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς πολλῶν κυνηγετῶν ἔφοδον

### book 132-4b.5

ἀνθισταμένοις. b(BCE3E4)T

### book 134.1

διηνεκέεσσιν: εἰς πλάτος καὶ μῆκος διηκούσαις. τῷ δὲ ψόφῳ

### book 134.2

τῶν ὀνομάτων τὸ μέγεθος ἐμφαίνει. b(BCE3E4)T

### book 136.1

μίμνον ἐπερχόμενον μέγαν Ἄσιον: μέγα〈ν〉· τὸ

### book 136.2

ἐγκώμιον Ἀσίου φθάνει καὶ ἐπὶ τοὺς ὑπομένοντας αὐτόν. T

### book 137a.1

οἱ δ’ ἰθὺς πρὸς τεῖχος 〈ἐύδμητον βόας αὔασ〉:

### book 137a.2

ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἰθὺς δὲ τὸ κατ’ εὐθεῖαν. | „εἶ‐

### book 137a.3

θαρ“ (Ε 337 al.) δὲ τὸ εὐθέως. A

### book 137b.1

{βόας} αὔας: βαρυτονοῦσιν οἱ πλείους. Νικίας (fr. 15 B.)

### book 137b.2

δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται

### book 137b.3

δὲ περὶ τῶν τοιούτων ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις το‐

### book 137b

νοῦν. ὁ δὲ Ἀσκαλωνίτης (p. 52 B.) βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι

### book 137b.5.1

μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον,

### book 137b.5.2

τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τρι‐

### book 137b.5.3

γενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται,

### book 137b.5.4

ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ „ψαῦοσ“ παρ’

### book 137b.5.5

Ἀλκμᾶνι (fr. 147 P.). A

### book 137c.1

βόας αὔας: μονῆρες τὸ αὖος· οὐδὲν γάρ ἐστι δισύλλαβον

### book 137c.2

εἰς ος καθαρὸν λῆγον, τῇ αυ παραληγόμενον, κοινὸν ἢ μόνον τὸ αὖος. |

### book 137c.3

βόας αὔας· τινὲς δὲ βόας ἀντὶ τοῦ βοέας. T

### book 139-40.1

〈καὶ Ἰαμενὸν καὶ Ὀρέστην /〉 Ἀσιάδην τ’ Ἀκά‐

### book 139-40.2

μαντα 〈Θόωνά τε Οἰνόμαόν τε〉: οὗτοι τῶν περὶ τὸν Ἄσιόν

### book 139-40.3

εἰσιν ἄριστοι. ἐν δὲ τῇ προκειμένῃ διατάξει (sc. Μ 95—7) οὐκ ἀναγ‐

### book 139-40.4

καῖον ἦν καὶ τούτους καταλέγειν· εἰσὶ γὰρ κατὰ τὸ ἴδιον τάγμα τοῦ

### book 139-40.5

Ἀσίου, ἐκεῖ (sc. Μ 88—104) δὲ τοὺς ἀρίστους ἐξ ἁπάντων κατέλεγεν. T

### book 139.1

{ἄσιον ἀμφὶ ἄνακτα καὶ ἰαμενὸν καὶ} Ὀρέστην: ὅτι τῷ

### book 139.2

Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων. Aint

### book 140

〈Οἰνόμαόν τε:〉 πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου. A

### book 141.1

εἵως {μέν}: ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ

### book 141.2

οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται. A

### book 142a1.1

〈ἐόντες:〉 οὕτως Ἀρίσταρχος ἐόντες κατὰ τὴν εὐ‐

### book 142a1.2

θεῖαν. Aint

### book 142a2

〈ἐόντας:〉 „ἐόντεσ“ αἱ πλείους. Til

### book 144a.1

Τρῶας, ἀτὰρ Δαναῶν 〈γένετο ἰαχή τε φόβος

### book 144a.2

τε〉: ὑποστικτέον Τρῶας καὶ φόβος 〈τε〉, περισσεύοντος τοῦ συν‐

### book 144a.3

δέσμου τοῦ ἑξῆς, „ἐκ δὲ τὼ ἀΐξαντε“ (Μ 145). | ἡ διπλῆ δέ, ὅτι τὸ

### book 144a

φόβος ἀντὶ τοῦ φυγή. A

### book 144b.1

ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε: ἐν τῷ

### book 144b.2

περὶ Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα ὅτι

### book 144b.3

πρότερον μὲν ἔβαλλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδρο‐

### book 144b.4

τέρας τῶν πολεμίων ἐξέλιπον τὸ τεῖχος. b(BCE3E4)T

### book 145a.1

ἐκ δὲ τὼ ἀΐξαντε: περισσὸς ὁ δέ. | εἰς δὲ τὸ ἀΐξαντε

### book 145a.2

ὑποστιγμὴ θετέον. T

### book 145b.1

ἐκ δὲ τὼ ἀΐξαντε: βέλτιον 〈κατὰ〉 τὸ σύνηθες ἐπὶ τὸ

### book 145b.2

ἀΐξαντε διαστέλλειν. A

### book 147a

〈δέχαται:〉 οὕτως ἐν ἁπάσαις δέχαται. Aint

### book 147b

δέχαται κολοσυρτόν: οὕτω δέχαται, δεδέχαται.

### book 147b.1

δέχαται ὡς †μένεται†, „δεδαίαται“ (α 23), δέαται (cf. ζ 242). T|

### book 147b.2

κολοσυρτὸς παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολῳὸν καὶ συριγ‐

### book 147b.3

μόν. AT

### book 148a1.1

δοχμώ {τ’ ἀΐσσοντε}: ὀξυτονητέον· ἔστι γὰρ δυϊκόν.

### book 148a1.2

τὸ δὲ δοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετ’ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι

### book 148a1.3

θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ

### book 148a1.4

ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός. A

### book 148a2

ὀξυτονητέον τὸ δοχμώ· δυϊκὸν γάρ ἐστιν. b(BCE3E4)T

### book 148b.1

δοχμώ: δόχμιοι· b(BCE3)T παρ’ ἑκάτερα γὰρ αὐτοῖς

### book 148b.2

πεφύκασιν οἱ ὀδόντες. b(BCE3E4)T

### book 148c1.1

περὶ σφίσιν: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμ‐

### book 148c1.2

βάνεται. A

### book 148c2.1

ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν εἰς σύνθετον μεταλαμ‐

### book 148c2.2

βανομένην. T

### book 148-9a1.1

ἄγνυτον ὕλην 〈/ πρυμνὴν ἐκτάμνοντεσ〉: διὰ

### book 148-9a1.2

τὸ παραθήγειν τοὺς ὀδόντας. T

### book 148-9a2.1

ἐκτάμνοντε (149) δὲ τὴν ὕλην ἐν τῷ παραθήγειν δηλον‐

### book 148-9a2.2

ότι τοὺς ὀδόντας. b(BE3)

### book 149a.1

πρυμνήν: ὡς „πυκνήν“ (ξ 521. 529). εἴπομεν δὲ περὶ

### book 149a.2

τούτου (sc. ad Ε 292). Aint

### book 149b.1

〈πρυμνήν:〉 ἄκραν, b(BCE3E4)Til πρόρριζον. b

### book 149b.2

(BCE3E4)

### book 149c1.1

ὑπαὶ δέ τε κόμπος ὀδόντων: τὸ ἑξῆς ὑπαὶ ὀδόν‐

### book 149c1.2

των. T

### book 149c2

τὸ ὑπαὶ δέ τε δὲ τῷ ὀδόντων συντακτέον. b(BCE3)

### book 151.1

ὣς τῶν κόμπει χαλκός: ὥσπερ ἀπὸ τῶν συῶν κόμπος

### book 151.2

γίνεται (cf. Μ 149—50). ἴσως οὖν πρὸς τοῦτο ἡ εἰκών. T

### book 152.1

ἄντην βαλλομένων: ἀμεταστρέπτως μαχομένων· b

### book 152.2

(BCE3E4)T οἱ γὰρ γενναῖοι ἐξ ἐναντίας μαχόμενοι τρώσεις δέχον‐

### book 152

ται. b(BCE3E4)

### book 153a.1

λαοῖσιν {καθύπερθε}: οἱ περὶ Ζηνόδοτον „λάεσσι“, τοῖς

### book 153a.2

λίθοις. | προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐ 〈κ〉

### book 153a.3

ἐπὶ τῶν λίθων· ‘λάεσσι‘ γὰρ ἐπ’ ἐκείνου τοῦ σημαινομένου λέγει. A

### book 153b.1

λαοῖσι〈ν〉 {καθύπερθε}: οὕτω τινὲς οὐ δεόντως. Ζηνόδο‐

### book 153b.2

τος „λάεσσιν“. T

### book 153b.1

〈λαοῖσιν καθύπερθε πεποιθότες:〉 τοῖς ἀπὸ τοῦ τείχους

### book 153b.2

ὄχλοις θαρροῦντες. Aim

### book 153c.1

λαοῖσι〈ν καθύπερθε〉 πεποιθότες: δῆλον ὡς ἐπὶ

### book 153c.2

στρεψάντων εἶπε τὸ λαοῖσι〈ν〉· προέφη γὰρ „Δαναῶν“ δὲ „γένε‐

### book 153c.3

τ〈ο〉 ἰαχή τε φόβος τε“ (Μ 144). T

### book 153d.1

〈λαοῖσιν καθύπερθε πεποιθότες:〉 δῆλον ὡς οὐ

### book 153d.2

πάντες τοῦ τείχους κατῆλθον, ἀλλὰ μέρη τινὰ ἐκεῖ ἐλέλειπτο. b

### book 153d.3

(BCE3E4)

### book 153e

〈βίηφι:〉 τὸ {δὲ} βίηφι χωρὶς τοῦ ι ἐστίν. T

### book 154-5.1

χερμαδίοισι〈ν ἐϋδμήτων ἀπὸ πύργων /〉 βάλ‐

### book 154-5.2

λον: περιπαθῶς πάνυ· οἷοι γὰρ ἦσαν οἱ ἄνωθεν μόνον τολμῶντες

### book 154-5.3

βάλλειν, προελθεῖν δὲ ἀδυνατοῦντες. ἐν δὲ τῇ ἐπεξεργασίᾳ καὶ αὔξεται

### book 154-5.4

τὸ πάθος, ‘ἀμυνόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τῶν σκηνῶν‘ (cf. 155). T

### book 155.1

〈ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων:〉 ὅτι λεί‐

### book 155.2

πει ἡ ὑπὲρ πρόθεσις. A

### book 157-8.1

ἅς τ’ ἄνεμος ζαὴσ〈— / ταρφειὰς κατέχευεν〉:

### book 157-8.2

πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων. εἰς ἐπίτασιν οὖν τὸν

### book 157-8.1

ἄνεμον παρέλαβεν ὥστε σφοδροτέρως τὴν καταφορὰν γενέσθαι.

### book 157-8.2

b(BCE3E4)T „νιφάδεσ“ (156) δὲ χιόνες. | ζαὴς (157) ὡς ἀσε‐

### book 157-8.5.1

βής. τὸ δὲ ταρφειάς (158) Ἀρίσταρχος ὀξύνει· καὶ οὕτως ἔχει ἡ

### book 157-8.5.2

παράδοσις. T

### book 157.1

{ἅς τ’ ἄνεμος} ζαής: ὡς „ὑγιήσ“ (Θ 524)· οὕτως καὶ ὁ

### book 157.2

Ἀσκαλωνίτης (p. 52 B.). παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν,

### book 157.3

ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (cf.

### book 157.4

μ 313). ῥηθήσεται δὲ ἐν τῇ μ τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας (sc.

### book 157.5

ad μ 313). A

### book 158.1

ταρφειάς: Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς. ὁ δὲ Θρᾷξ Διονύ‐

### book 158.2

σιος (fr. 16 Schm.) ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς

### book 158.3

ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρ’

### book 158.4

Ὁμήρῳ (cf. Λ 69. 387 al.). καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει

### book 158.5

ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου. A

### book 159a.1

ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον: πρὸς τὴν συνήθειαν

### book 159a.2

τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενή‐

### book 159a.3

νοχε. A

### book 159b.1

βέλεα ῥέον: ἐπέμεινε τῇ τροπῇ, τὸ συνεχὲς καὶ ἀδιαλεί‐

### book 159b.2

πτως δηλῶν. T

### book 159c

〈ῥέον:〉 οὕτως διὰ τοῦ ο, ῥέον. Ὁμηρικὸν τὸ σχῆμα. Aim

### book 160a

ἀμφ’ αὖον: δύο μέρη λόγου ἐστίν, ἀμφὶ καὶ αὖον. οὕτως

### book 160a

καὶ τὸ πληθυντικὸν οἶδεν „αὖα πάλαι, περίκηλα“ (ε 240). A

### book 160b.1

ἀμφ’ αὖον ἀΰτευν: δύο μέρη λόγου, ἀμφὶ καὶ αὖον,

### book 160b.2

b(BCE3E4)T ἵν’ ᾖ ἀμφ’ αὐτοὺς αὖον ἀΰτευν. b(BE3E4)T

### book 160b.3

κατεχρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς τὸ ἀΰτευν. τινὲς δὲ περίξηρον, ἓν

### book 160b.4

μέρος λόγου. | τὸ δὲ ἀΰτευν ἐπὶ ἀψύχων. T

### book 161a.1

〈βαλλόμεναι:〉 Ἀρίσταρχος „βαλλομένων“, ἄλλοι δὲ

### book 161a.2

βαλλόμεναι. Aim

### book 161b.1

βαλλόμεναι ... ὀμφαλόεσσαι: οὕτω Ζηνόδοτος, αἱ

### book 161b.2

δὲ πᾶσαι „βαλλομένων“. | ὀμφαλόεσσαι δὲ ἀσπίδες αἱ περιφερεῖς ἢ

### book 161b.3

πολλοὺς ὀμφαλοὺς ἔχουσαι. T

### book 162a1.1

καὶ ὣ πεπλήγετο μηρώ: ἀδύνατον τοῦτο ἐπὶ ὡπλι‐

### book 162a1.2

σμένου. †ἔστιν οὖν τὸ ἡμιστίχιον τοῦ ποιητοῦ. T

### book 162a2.1

ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου. ἔστι δὲ μόνον τῆς λύπης

### book 162a2.2

δηλωτικόν, ὡς ἐν ὀχλήματι γενόμενον. b(BCE3)

### book 164a1.1

φιλοψευδής: ὀξυτονητέον ὁμοίως τῷ ἁπλῷ· τὰ γὰρ εἰς

### book 164a1.2

ης λήγοντα ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει

### book 164a1.3

φυλάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ „ἀληθήσ“ (Μ 433),

### book 164a1.4

σαφὴς, ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής.

### book 164a1.5

οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθ’ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου,

### book 164a1

〈οἷον〉 ἐν τῷ ξενοκρίτης. A

### book 164a2.1

ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα,

### book 164a2.2

ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ „ἀληθήσ“

### book 164a2.3

(Μ 433). καὶ τὸ κριτής δὲ ἔσθ’ ὅτε μεταβολὴν τόνου ποιεῖται. b(BE3)T

### book 164b.1

φιλοψευδής: φιλῶν ἀπατᾶν· ψεύδειν γὰρ τὸ ἀπατᾶν.

### book 164b.2

ἴσως δὲ διὰ τὰς βροντὰς τοῦτό φησιν, ὡς δῆθεν ταύτας σημεῖα τῆς

### book 164b.3

νίκης εἰληφώς. b(BCE3E4)T

### book 165.1

ἥρωας Ἀχαιούς: ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας

### book 165.2

μόνους ἥρωας καλεῖ. A

### book 167a.1

ὥς τε σφῆκες μέσον αἰόλοι: παμφάγοι γάρ εἰσιν. αἱ

### book 167a.2

δὲ μέ〈λισ〉σαι ἁπλῆν ἔχουσι τὴν χρόαν, ἐπεὶ ἓν ἐσθίουσιν. T ἀξιό‐

### book 167a.3

πιστος δὲ ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ

### book 167a.4

παρέβαλλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος

### book 167a.5.1

δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τῆς τοῦ ζῴου σμικρότητος.

### book 167a.5.2

b(BCE3E4)T

### book 167b1.1

σφῆκεσ〈—〉ἠὲ μέλισσαι: δι’ ἀμφοῖν ἓν δηλοῦ‐

### book 167b1.2

ται. T

### book 167c1

μέσον αἰόλοι: τὸ μέσον εὐκίνητοι διὰ τὴν ἐντομήν. T

### book 167b2/c2.1

{οἱ δ’ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι:} δι’ ἀμ‐

### book 167b2/c2.2

φοτέρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντο‐

### book 167b2/c2.3

μήν. A

### book 167b2/c2

μέσον αἰόλοι: ποικίλοι τὰ μέσα—εὐκινήτους. A

### book 169-70a1.1

〈ἀλλὰ μένοντες /〉 ἄνδρας θηρητῆρας 〈ἀμύ‐

### book 169-70a1.2

νονται περὶ τέκνων〉: τὸ 〈ἄνδρασ〉 θηρητῆρας (170) ἑκατέ‐

### book 169-70a1.3

ρωσε δύναται προσνέμεσθαι. A

### book 169-70a2

τὸ δὲ ἄνδρας θηρητῆρας ἀμφοῖν δύναται εἶναι. T

### book 170.1

ἀμύνονται περὶ τέκνων: συλληπτικῶς· τοῦτο γὰρ σφη‐

### book 170.2

κῶν, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος. b(BCE3E4)T

### book 171

〈ὣς οἵ γε:〉 Ἀρίσταρχος „ὣς οἵδε“. Til

### book 171-2a1.1

καὶ δύ’ ἐόντες / χάσ〈σ〉ασθαι: ἐν ὑπερβολῇ· οἱ

### book 171-2a1.2

μὲν γὰρ προϊστάμενοι σφῆκες ὑπὲρ τῶν τέκνων πλείους εἰσίν. T

### book 171-2a2.1

ἐν ὑπερβολῇ τὸ δύο· οἱ μὲν γὰρ τῶν τέκνων προϊστάμενοι

### book 171-2a2.2

σφῆκες καὶ τῶν μελισσώνων αἱ μέλισσαι πλείους εἰσίν. οὗτοι δὲ καὶ

### book 171-2a2.3

δύο ὄντες κρείττονα διαπράττονται. b(BCE3E4)

### book 172.1

ἠὲ ἁλῶναι: καὶ οἱ ῥήτορες ἁλῶναι διχῇ φασι, τὸ κριθῆ‐

### book 172.2

ναι θανάτου. T

### book 173a1.1

οὐδὲ Διὸς πεῖθε φρένα: ἠθικῶς πάνυ τῇ ἀναφωνήσει.

### book 173a1.2

ἅμα δὲ καὶ προλαμβάνει τι τῶν ἑξῆς, θεραπεύων τὸν ἀκροατὴν ὅτι

### book 173a1.3

οὐ τῆς Ἕκτορος ἀρετῆς ἥττους ἐφάνησαν Ἕλληνες, τὸ κατόρθωμα

### book 173a1.4

Διὸς εἶναι λέγων. T

### book 173a2.1

ἠθικῶς τῇ ἀναφωνήσει χρῆται, θεραπεύων τὸν ἀκροατὴν

### book 173a2.2

ὅτι οὐκ ἐκ τῆς Ἕκτορος ἀρετῆς τοιαῦτα Ἕλληνες ἐπεπόνθεισαν, ἀλλ’

### book 173a2.3

ἐκ τῆς Διὸς ἐπικουρίας, οὗ τὸ κατόρθωμα. b(BCE3E4)

### book 175a1.1

ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι 〈μάχην ἐμάχοντο πύλῃ‐

### book 175a1.2

σιν〉: ἀπὸ τούτου ἕως τοῦ „πάντες, ὅσοι Δαναοῖσιν“ (Μ 180) ἀθε‐

### book 175a1.3

τοῦνται στίχοι ἕξ, ὅτι παρῴδηνται ἐκ τοῦ „ἄλλοι δ’ ἀμφ’ ἄλ〈λ〉ῃσι

### book 175a1.4

μάχην ἐμάχοντο νέεσσι“ (Ο 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντο;

### book 175a1.5.1

οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ „ἀργαλέον

### book 175a1.5.2

δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι“ (Μ 176)· τί γὰρ εἴρηται ἤδη

### book 175a1.1

τῆς τειχομαχίας; πόθεν δὲ „θεσπιδαὲς πῦρ“ (Μ 177); οὐδέπω γὰρ

### book 175a1.2

πυρὶ κέχρηνται, ἀλλ’ ὕστερον λέγει ὁ Ἕκτωρ· „οἴσετε πῦρ“ (Ο 718).

### book 175a1.3

εὔηθες δὲ καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς Ἕλλησι θεοὶ

### book 175a1.10.1

ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς (cf. Μ 178—80). τῷ δὲ „λάϊνον· Ἀργεῖοι

### book 175a1.10.2

δέ“ (Μ 178) διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατόν, „περὶ τεῖ‐

### book 175a1.10.3

χος λάϊνον“ (cf. Μ 177—8). | ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει·

### book 175a1.10.4

παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο. A

### book 175a2

Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. Til

### book 175-81a.1

ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι〈—πόλεμον καὶ

### book 175-81a.2

δηιοτῆτα〉: ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας

### book 175-81a.3

ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι τὴν ἐν τῷ τείχει πύλην·

### book 175-81a.4

εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα (176)· b(BCE3E4)T φησὶ

### book 175-81a.5.1

γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν, b(BE3E4)T εἰπὼν δὲ

### book 175-81a.5.2

„πληθὺν δ’ οὐκ ἂν ἐγώ“ (Β 488) ἐσιώπα τὸ πλῆθος· T εἶτα καὶ

### book 175-81a.5.3

διὰ τὸ Λαπίθαι (181)· εἰ μὴ γὰρ τοὺς πατέρας αὐτῶν (cf. Μ 128)

### book 175-81a.5.4

οὐ καλεῖ Λαπίθας ὁ ποιητής. b(BE3E4)T

### book 175-81b.1

ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι〈—πόλεμον καὶ δηϊο‐

### book 175-81b.2

τῆτα〉: Πῖος (fr. 5 H.) ἀπολογούμενος πρὸς τὰς ἀθετήσεις Ἀριστάρ‐

### book 175-81b.3

χου ταῦτά φησιν ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον

### book 175-81b

ἐμάχετο, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς μικρὰς πύλας· τῷ γὰρ ἄλλας

### book 175-81b.5.1

μικρὰς εἶναι πύλας οὐδ’ αὐτὸς Ἀρίσταρχος ἀντιλέγει· b(BE3E4)T

### book 175-81b.5.2

πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει; b(BE3E4)

### book 175-81b.5.3

τὸ δὲ ἀργαλέον δέ με ταῦτα (176) πάνυ μετρίως φησὶν εἰρῆσθαι·

### book 175-81b.5.4

ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναι‐

### book 175-81b.5.5

ρέσεων καὶ λόγους τῶν τε ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώ‐

### book 175-81b.10.1

ματα τῆς τύχης καὶ πολυμερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ

### book 175-81b.10.2

τὴν τῶν τοιούτων διήγησιν. τὸ δὲ Λαπίθαι (181) γελοιότατον·

### book 175-81b.10.3

πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ τῶν πα‐

### book 175-81b.10.4

τέρων ὀνόματι; b(BE3E4)T ἄλλως τε καὶ Ὁμηρικὴν ἐνάργειαν

### book 175-81b.10.5

ἔχουσιν οἱ στίχοι. T

### book 177-8a.1

πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς

### book 177-8a.2

πῦρ / λάϊνον: λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόν‐

### book 177-8a.3

των, ἐκ τῆς συγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι παν‐

### book 177-8a.4

ταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος. A b (BCE3E4)T

### book 177-8b.1

〈περὶ τεῖχος ὀρώρει〉 θεσπιδαὲς πῦρ 〈/ λάϊνον〉:

### book 177-8b.2

τὸ θερμὸν τῆς μάχης πῦρ (177) φησιν. A b (BCE3E4)T δύναται δὲ

### book 177-8b.3

καὶ κυρίως πῦρ (177) λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι

### book 177-8b.4

ἐπιχειροῦντας εἰσάγῃ τοὺς βαρβάρους. A b (BE3E4)T καὶ τὸ

### book 177-8b.5.1

λάϊνον (178) ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος αὐτοὺς ἐπιχειροῦντας

### book 177-8b.5.2

ἐμπρῆσαι λίθους. b(BE3E4)T λέγουσι δὲ πάντας ἐπελθεῖν πλὴν

### book 177-8b.5.3

Ἕκτορος διὰ τὸ σημεῖον (cf. Μ 200—7). T | θεσπιδαὲς (177) δὲ τὸ

### book 177-8b

ὑπὸ θεῶν ἀναπτόμενον, ἢ τὸ ὑπὸ θείου δαιόμενον. b(BE3E4)T

### book 177-8c1.1

〈περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ / λάϊνον:〉

### book 177-8c1.2

βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ (177)· ἔστι γὰρ τεῖχος λάϊνον

### book 177-8c1.3

τὸ ἑξῆς· ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ, εἴ τις συνάπτοι. A

### book 177-8c2.1

ὑποστικτέον δὲ εἰς τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάϊνον,

### book 177-8c2.2

b(BE3E4)T οἱ δὲ τὸ πῦρ (177). b(BE3)

### book 178-9a1.1

Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ

### book 178-9a1.2

〈/ νηῶν ἠμύνοντο〉: ἡ τελευταία λέξις ἡ ἀνάγκῃ (178) κεχωρί‐

### book 178-9a1.3

σθαι ὀφείλει τῶν ἄνω, ἵνα σαφέστερον παραστῇ ἥ τε ἐπίτασις καὶ ἡ

### book 178-9a1.4

ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν (179) ἀπ’

### book 178-9a1.5

ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο (179), ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν. A

### book 178-9a2.1

εἰς τὸ πέρ (178) ὑποστικτέον b(BCE3)Til καὶ τὰ

### book 178-9a2.2

ἑξῆς συνδετέον. b(BCE3)

### book 179-80.1

θεοὶ δ’ ἀκαχείατο 〈θυμόν / πάντες, ὅσοι—

### book 179-80.2

ἦσαν〉: ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι οὐκ ἦν ταῦτα ἀρεστὰ

### book 179-80.3

θεοῖς, ἀλλὰ διενοοῦντο μὲν καὶ αὐτοὶ βοηθεῖν, ᾐδοῦντο δὲ Δία. b

### book 179-80.4

(BCE3E4)T

### book 179

〈θυμόν:〉 ἐν ἄλλῳ „θυμῷ“. Aim

### book 180.1

ἐπιτάρροθοι: ἡ ταρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός (cf.

### book 180.2

Α 223). ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων. AT

### book 181.1

σὺν δ’ ἔβαλον Λαπίθαι 〈πόλεμον καὶ δηϊοτῆτα〉:

### book 181.2

ἐπεὶ προεῖπεν „Ἕκτορι γάρ οἱ θυμόσ“ (Μ 174), τὸ μὲν εἰς ὕστερον

### book 181.3

ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκτοῦντας ποιεῖ τοὺς Ἕλληνας,

### book 181.4

ἕως ἂν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μεταγάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν

### book 181.5

Ἕκτορα. b(BCE3)T

### book 183.1

{διὰ} χαλκοπαρῄου: παραγώγως· οὐχ ὑπόκειται γὰρ τὸ

### book 183.2

παρήϊον. T

### book 189.1

κατὰ ζωστῆρα τυχήσας: ἐκεῖ τὸ τυφλόν ἐστιν ἔντερον.

### book 189.2

τὸ δὲ „αὐτοσχεδίην“ (Μ 192) ἐπίρ〈ρ〉ημα. T

### book 193a.1

Ἰαμενόν {καὶ ὀρέστην}: Ἀρίσταρχος ψιλοῖ. ὁ δὲ Ἀσκα‐

### book 193a.2

λωνίτης (p. 52) φησίν· „ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ

### book 193a.3

ἀπὸ τῆς ὁρμῆς, δασυντέον“. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου·

### book 193a.4

οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ. A

### book 193b

〈Ὀρέστην:〉 πρὸς τὴν ὁμωνυμίαν. Aint

### book 195-99.1

ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα

### book 195-99.2

〈/ —οἵ ῥ’ ἔτι μερμήριζον〉: ὑποστιγμαὶ ἐν ὑποκρίσει μαρ‐

### book 195-99.3

μαίροντα (195), νῆας (198), διαστολαὶ δὲ ἕποντο (196), ἔσαν

### book 195-99.4

(197). ἡ δὲ ἀνταπόδοσις οἵ ῥ’ ἔτι μερμήριζον (199)· διόπερ οὐ

### book 195-99.5

χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος. A

### book 197.1

οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν: καὶ τοῦτο ὑπὲρ παρα‐

### book 197.2

μυθίας ὅτι τὸ πλεῖστον καὶ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ πλεο‐

### book 197.3

νεκτῆσαν ἐν τῇ μάχῃ. b(BCE3)T

### book 199a.1

οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ:

### book 199a.2

καὶ μὴν ἔδει διώκειν μᾶλλον· ἀπογνόντες γὰρ τῆς ἀνακομιδῆς δει‐

### book 199a.3

νότεροι ἂν εἶεν. ἀλλ’ ἐναγώνιός τε γίνεται ἡ ποίησις καὶ αἱ ἀπειλαὶ

### book 199a

αὐτοῦ „ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). T

### book 199b.1

οἱ ῥ’ ἔτι μερμήριζον 〈ἐφεσταότες παρὰ τάφρῳ〉:

### book 199b.2

ἅμα τῇ ἐφόδῳ Ἀσίου ταῦτα γράφει. ἀλλ’ ἅμα πάντα λέγειν ἀδύνα‐

### book 199b.3

τον. T

### book 201a.1

αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ 〈λαὸν ἐέργων〉:

### book 201a.2

μέσος διῆλθεν, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωϊκὸν λαὸν ἐέργων,

### book 201a.3

ἐν δεξιᾷ δὲ δηλονότι τὸ Ἑλληνικὸν στρατόπεδον ἔχων. b(BCE3

### book 201a.4

E4)T

### book 201b.1

αἰετὸς ὑψιπέτης 〈ἐπ’ ἀριστερὰ λαὸν ἐέργων〉:

### book 201b.2

ὅτι ἀφορίζων, ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός. A

### book 201c1.1

〈αἰετὸς ὑψιπέτησ〉 ἐπ’ ἀριστερὰ λαὸν ἐέργων:

### book 201c1.2

οἱ μὲν εἰς τὸ ἀριστερά στίζουσι, καὶ τὸ ἐέργων ἀντὶ τοῦ κωλύων·

### book 201c1.3

οἱ δὲ ὑφ’ ἓν ἐπ’ ἀριστερὰ ἐέργων, ἀφορίζων ἐπὶ τὰ ἀριστερὰ

### book 201c1.4

μέρη τὸν λαόν. T

### book 201c2.1

βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους,

### book 201c2.2

ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ †φερομένους†· διὸ συναπτέον

### book 201c2.3

ἐπ’ ἀριστερὰ λαὸν ἐέργων. A

### book 201d.1

ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ „ὠκυπέτα,

### book 201d.2

χρυσέῃσιν ἐθείρῃσιν“ (Θ 42) οὕτως κεκλιμένον, ὡσεὶ καὶ ἀπὸ τοῦ

### book 201d.3

παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· „ὑψι‐

### book 201d.4

πέτασ“ γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ

### book 201d.5

κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης

### book 201d.1

περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη „ὥστ’ αἰετὸς ὑψιπετήεισ“ (Χ 308).

### book 201d.2

ὡς οὖν τὸ „τιμήεις ἔσομαι“ (ν 129) ἐγένετο τιμῆς, „οὐκέθ’ ὁμῶς τι‐

### book 201d.3

μῆς ἔσεαι“ (Ι 605), οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ’ ἐπὶ μὲν τοῦ

### book 201d.4

τιμῆς εὕρομεν αἰτιατικήν, „καὶ χρυσὸν τιμῆντα“ (Σ 475), ἥτις

### book 201d.10.1

ἐδίδασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕ‐

### book 201d.10.2

ρομεν τοιοῦτο. ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. A

### book 201e

〈ἐπ’ ἀριστερά:〉 τὰ δυτικά. Til

### book 201e.1

ἐπ’ ἀριστερὰ λαὸν ἐέργων: ὑποχωρῆσαι συμφέρον

### book 201e.2

—χαριζόμενος Θέτιδι. A

### book 202

φοινήεντα: ᾑματωμένον· αὐτὸν γὰρ ἐσθίει. b(BCE3E4)T

### book 202-3.1

〈φοινήεντα δράκοντα φέρων— / ζῳὸν ἔτ’

### book 202-3.2

ἀσπαίροντα,〉 καὶ οὔπω λήθετο χάρμης: ὁ δράκων. πιθανῶς

### book 202-3.3

δὲ τὸ οὔπω (203), οἷον καίτοι ἤδη λελωβημένος. καὶ τὸ ἔτι ἀσπαί‐

### book 202-3.4

ροντα τὸν ἤδη κεκακωμένον παρίστησι καὶ τὸ φοινήεντα (202)

### book 202-3.5

πεφοινιγμένον ὑπὸ τοῦ ἰδίου αἵματος. b(BCE3E4)T

### book 204a.1

κόψε: τὸ ταχὺ τῆς πληγῆς διὰ τῆς λέξεως ἐσήμανεν.

### book 204a.2

b(BCE3E4)T

### book 204b

γάρ αὐτον: οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατ’

### book 204b.1

αἰτιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς (2,82,4) καὶ Ἀπολ‐

### book 204b.2

λώνιος (Frg. p. 13, 27). A

### book 205a1.1

ἰδνωθείς: ψιλωτέον τὸ ι. οὕτως καὶ Ἀλεξίων (fr.

### book 205a1.2

52 B.) καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ Β (sc. ad 266). A

### book 205a2

ψιλωτέον τὸ ἰδνωθείς. Til

### book 205b.1

ἰδνωθείς: τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανε· τοσοῦ‐

### book 205b.2

τον, φησίν, ἐπικαμφθεὶς ὡς τὸ ἰνίον αὐτοῦ δονηθῆναι. b(BCE3E4)T

### book 206.1

μέσῳ 〈δ’〉 ἐγκάββαλ’ ὁμίλῳ: τῷ μεταιχμίῳ πρὸς

### book 206.2

τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς ἐπὶ τὰ ξένα ἑαυτοῦ τοῦ τέλους ἠστόχη‐

### book 206.3

σεν, οὕτω καὶ οἱ Τρῶες. b(BCE3E4)T

### book 207a.1

〈πνοιῇς ἀνέμοιο:〉 ὅτι λείπει τὸ ἅμα, ἅμα πνοιῇσιν

### book 207a.2

ἀνέμοιο. Aint

### book 207b.1

πνοιῇς ἀνέμοιο: τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ

### book 207b.2

τὸ ὀδυνηθῆναι. b(BCE3E4)T καὶ ἡμεῖς οὖν „οὐ κόσμῳ παρὰ

### book 207b.3

ναῦφιν ἐλευσόμεθα“ (Μ 225) τῇ πνοῇ τῆς εὐχῆς ἑπόμενοι. T

### book 208a.1

Τρῶες δ’ ἐρρίγησαν, 〈ὅπως ἴδον αἰόλον ὄφιν〉:

### book 208a.2

πῶς, φασί, βοηθῶν τοῖς βαρβάροις ἐπιπέμπει νῦν οἰωνὸν ἀποτρέ‐

### book 208a.3

ποντα {τὰ} τῆς διαβάσεως; ἄριστα δὲ ἔχει καὶ τοῦτο τῷ Ὁμήρῳ·

### book 208a.4

τὴν μὲν γὰρ διάβασιν ἤθελε γενέσθαι ὁ θεὸς πρὸς τὸ ἀναστῆσαι

### book 208a.5.1

Ἀχιλλέα. ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ, πρὸς 〈δὲ〉 τὸ

### book 208a.5.2

μὴ δόξαι ἀπατᾶν τοὺς Τρῶας τοῦτο ποιεῖ. {ὅτε} οὐ κρίνει δὲ Ἕλενος

### book 208a.5.3

πρὸς τὸ μὴ πεισθῆναι Ἕκτορα· ἀπίθανον γὰρ ἦν ἀπειθῆσαι τῷ

### book 208a

μάντει. T

### book 208b.1

Τρῶες δ’ ἐρρίγησαν, 〈ὅπως ἴδον αἰόλον ὄφιν〉:

### book 208b.2

εἰκότως ἐπιστῆναί φησι τοὺς Τρῶας· ἐν γὰρ τοιούτῳ καιρῷ φανὲν

### book 208b.3

πρὸ τῆς μελλούσης ἐγχειρήσεως ἐναργῶς ἐδόκει σημεῖον εἶναι κρί‐

### book 208b.4

σεως δεόμενον. T

### book 208c.1

ὅπως ἴδον αἰόλον ὄφιν: μείουρος ὁ στίχος. ἀκέφα‐

### book 208c.2

λος „ἐπειδὴ νῆάς τε“ (Ψ 2), λαγαρὸς „τῶν αὖθ’ ἡγείσθην Ἀσκλη‐

### book 208c.3

πιοῦ δύο παῖδε“ (Β 731). οἱ δὲ „ὄ〈π〉φιν“ φασίν· ἐμφαντικώτερον

### book 208c.4

δὲ ἐχρήσατο τῇ τοῦ στίχου συνθέσει, καίτοι γε ἐγχωροῦν εἰπεῖν

### book 208c.5.1

‘ὅπως ὄφιν αἰόλον εἶδον‘· τὴν γὰρ κατάπληξιν τῶν Τρώων καὶ

### book 208c.5.2

τὸν φόβον παρίστησι τῷ τάχει τοῦ στίχου εἰς βραχείας τελευτῶν‐

### book 208c.5.3

τος συλλαβάς. T

### book 208c.1

αἰόλον ὄφιν: τὸν πολυποίκιλον—καὶ καλεῖται

### book 208c.2

μείουρος. A

### book 210

〈Ἕκτορα εἶπεν:〉 ὅτι λείπει ἡ πρός, πρὸς Ἕκτορα. Aim

### book 211a.1

Ἕκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις 〈ἀγορῇ‐

### book 211a.2

σιν〉: σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον

### book 211a.3

δὲ οὐ παρίστησι. καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς

### book 211a

δὲ οὕτως ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν. A

### book 211b.1

〈ἐπιπλήσσεις:〉 οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις.

### book 211b.2

Aim

### book 211-2.1

ἀεὶ 〈μέν πώσ〉 μοι ἐπιπλήσσεις 〈ἀγορῇσιν /〉

### book 211-2.2

ἐσθλὰ φραζομένῳ: προδιορθώσει χρῆται εἰδὼς ἀπειθήσοντα·

### book 211-2.3

πρώην δὲ (cf. Μ 61—79) οὐχ οὕτω διὰ τὸ κεχαρισμένα λέγειν. |

### book 211-2.4

ἐπιπλήσσει〈σ〉 δέ, ἡ γραφὴ διὰ τοῦ π, οὐχὶ διὰ τοῦ ν. | φασὶ

### book 211-2.5.1

δὲ τὸν πατέρα τοῦ Πολυδάμαντος Πάνθουν Δελφὸν εἶναι τὸ γένος·

### book 211-2.5.2

Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε ἀγαγεῖν αὐτὸν πρὸς

### book 211-2.5.3

τὸν Πρίαμον ἐπὶ τῷ διηγήσασθαι τὸν χρησμὸν καὶ οὕτως αὐτὸν

### book 211-2.5.4

ἐκεῖ μεῖναι. T

### book 212.1

οὐδὲ μὲν οὐδὲ ἔοικε: μὲν ἀντὶ τοῦ μήν. περισσὴ δὲ

### book 212.2

μία ἀπόφασις. T

### book 212-3.1

οὐδὲ ἔοικε / δῆμον ἐόντα 〈παρὲξ ἀγορευέμεν〉:

### book 212-3.2

προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, ὑπομαλάσσων αὐτόν·

### book 212-3.3

b(BCE3E4)T φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις

### book 212-3.4

πρὸς τοὺς βασιλέας. b(BE3E4)T αὔξεται δὲ ἀρχὴ ὑπὸ χρηστῆς

### book 212-3.5

παραινέσεως. T

### book 213a.1

δῆμον {ἐόντα}: βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ

### book 213a.2

„δημόν“ ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ (240). οὕτως Ἡρωδιανός

### book 213a.3

(2,82,18). A

### book 213b.1

〈δῆμον:〉 ὅτι ἀντὶ τοῦ δημότην, ἰδιώτην. | οὕτως

### book 213b.2

Ἡρωδιανός (2,82,18), δῆμον {ἐόντα}. Aim

### book 213c.1

παρὲξ ἀγορευέμεν: παρὰ τὸ δέον, παρὰ τὸ κελευόμε‐

### book 213c.2

νον πράσσειν. b(BE3E4)T

### book 214

〈σὸν δὲ κράτος:〉 ἐν ἄλλῳ „σὸν δὲ κλέοσ“. Aim

### book 215a.1

νῦν δ’ αὖτ’ ἐξερέω: σοί. νῦν ἀντὶ τοῦ ‘οὐκ ἐν ἅ‐

### book 215a.2

πασιν‘· Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν

### book 215a.3

ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ

### book 215a.4

παρρησία πολλὴ τοῖς ἡγεμόσι· b(BCE3E4)T πρὸς γοῦν τὸν

### book 215a.5.1

Ἀγαμέμνονα Διομήδης φησὶν „Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι

### book 215a.5.2

〈ἀφραδέοντι〉“ (Ι 32), ὁ δὲ Ὀδυσσεὺς „οὐλόμεν’, αἴθ’ ὤφελλες

### book 215a.5.3

ἀεικελίου στρατοῦ 〈ἄλλου / σημαίνειν, μὴ δ’ ἄμμιν ἀνασσέμεν〉“

### book 215a.5.4

(Ξ 84—5). T

### book 215b

〈ἄριστα:〉 τῶν συμφερόντων δηλονότι. Aint

### book 216

〈μὴ ἴομεν:〉 ὅτι ἀντὶ τοῦ μὴ ἴωμεν συνέσταλκεν. Aim

### book 217.1

〈ὧδε γὰρ〉 ἐκτελέεσθαι ὀΐομαι: ἄμεινον τελειοῦν

### book 217.2

εἰς τὸ ὀΐομαι, b(BCE3E4)T καὶ τὸ ἑξῆς τοῖς μετ’ αὐτὸ συνά‐

### book 217.3

πτειν. b(BCE3E4)

### book 218a

Τρωσίν {δ’ ὄρνις ἦλθε}: καὶ μὴ Ἕλλησιν. T

### book 218b1.1

〈ὄρνις ἐπῆλθε:〉 χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρ‐

### book 218b1.2

χου. Aim

### book 218b2.1

ὄρνις ἐπῆλθε: „ὄρνις ἦλθε“ χωρὶς τῆς ἐπί αἱ Ἀρι‐

### book 218b2.2

στάρχου. καὶ Ἀττικῶς ἐξέτεινε τὸ ὄρνις. T

### book 223-5.1

ὣς ἡμεῖσ〈—ἐλευσόμεθ’ αὐτὰ κέλευθα〉:

### book 223-5.2

ὥσπερ γὰρ κατ’ ἀρχὰς κρατήσας ὁ ἀετὸς διὰ τῆς ἁρπαγῆς ὕστερον

### book 223-5.3

κακόν τι προσλαβὼν ἀφῆκε τὴν ἄγραν, b(BCE3E4)T οὕτω

### book 223-5

καὶ αὐτοὶ πεισόμεθα. b(BCE3E4)

### book 223.1

ὣς ἡμεῖς: τοὺς συνεχομένους Ἕλληνας εἴκασε τῷ δρά‐

### book 223.2

κοντι. T

### book 225a

〈παρὰ ναῦφιν:〉 ἀπὸ τῶν νηῶν. Til

### book 225b.1

〈αὐτὰ κέλευθα:〉 τὴν αὐτὴν ὁδόν, δι’ ἧς ἤλθομεν.

### book 225b.2

λείπει δὲ τὸ τά. b(BCE3)

### book 228-9a.1

ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, 〈ὃς σάφα

### book 228-9a.2

θυμῷ /〉 εἰδείη τεράων 〈καί οἱ πειθοίατο λαοί〉: ἀμφίβο‐

### book 228-9a.3

λον· εἰ μὲν ὑφ’ ἕν τις λέγοι ὃς σάφα θυμῷ / εἰδείη τεράων καί

### book 228-9a.4

οἱ πειθοίατο λαοί, καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν ἔσται

### book 228-9a.5.1

τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ ἐκεῖνο

### book 228-9a.5.2

μὲν ἔσται διὰ μέσου ὃς σάφα θυμῷ / εἰδείη τεράων, τὸ δὲ

### book 228-9a.5.3

ἑξῆς ὧδε χ’ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο

### book 228-9a.5.4

λαοί· οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος.

### book 228-9a.5.5

A

### book 228-9b.1

ὧδε χ’ ὑποκρίναιτο〈—λαοί〉: οὕτως ἂν

### book 228-9b.2

ἀποκρίναιτο θεοπρόπος, καὶ πειθοίατο αὐτῷ οἱ λαοί, ἢ ὃς καὶ οἶδε

### book 228-9b.3

καὶ ἀξιόπιστός ἐστιν. ἑαυτὸν δὲ ἔοικεν ἀποδέχεσθαι τῆς ἐπιλύσεως

### book 228-9b.4

ὁ ποιητής. b(BCE3E4)T τὸ δὲ σημεῖον ὅτι καὶ Ἕκτωρ τὸ

### book 228-9b.5.1

στῆθος ἐβλήθη (sc. Ξ 412), καὶ ὅπως θαρσαλεώτεροι γένοιντο

### book 228-9b.5.2

Ἕλληνες. T

### book 228-9c.1

ὃς σάφα 〈θυμῷ /〉 εἰδείη τεράων: οἷον ὡς ἂν

### book 228-9c.2

μαντικὸς ἀνὴρ συμβάλοι, οἷον οὐκ ἐκ στοχασμοῦ, ἀλλ’ ἐξ ἐφόδου

### book 228-9c.3

τεχνικῆς τὴν ἐξήγησιν ποιούμενος. T

### book 228a

〈ὑποκρίναιτο:〉 ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο. Aint

### book 228b

〈ὑποκρίναιτο:〉 ἀποκρίναιτο. Til

### book 230.1

τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν 〈προσέφη κορυθαίολος

### book 230.2

Ἕκτωρ〉: ὅτι Ζηνόδοτος γράφει „τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας

### book 230.3

κορυθαίολος Ἕκτωρ“. βέλτιον δὲ τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών·

### book 230.4

εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως. A

### book 231a.1

Πουλυδάμα: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν

### book 231a.2

ἀναλογίαν. Ζηνόδοτος δὲ καὶ Χαμαιλέων (fr. 16 We.) σὺν τῷ ν,

### book 231a.3

„Πο〈υ〉λυδάμαν“. A

### book 231a

Ἡρακλέους πορθήσαντος—καὶ τὸν Ἕκτορα γεννη‐

### book 231a.5

θῆναι. A

### book 231b.1

οὐκέτ’ ἐμοὶ φίλα: φίλως. τυραννικῶς δέ· τί γάρ, εἰ

### book 231b.2

τὰ συμφέροντα λέγει τῷ πλήθει; περισσὸν δὲ τὸ ἔτι. T

### book 232.1

οἶσθα: οὐκ ἄλλος, ἀλλὰ σύ· τὸ μὲν γὰρ ἀνοίας, τὸ δὲ

### book 232.2

μοχθηρίας ἐστίν. T

### book 235a1.1

Ζηνὸς μὲν〈—〉λαθέσθαι: ἀμελῆσαι. †ἡ εἰς ἄτοπον

### book 235a1.2

δὲ ἀπαγωγή†. μέμνηται δὲ τῶν Ἴριδος λόγων (cf. Λ 206—9). οὐ

### book 235a1.3

μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ Διὸς γνώμην προτιμᾷ. T

### book 235a2.1

ἀμελῆσαι. διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. οὐ μαντικὴν

### book 235a2.2

δὲ ἀναιρεῖ, ἀλλὰ τὴν Διὸς προτιμᾶται γνώμην. b(BCE3E4)

### book 236.1

βουλέων: ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω

### book 236.2

προσδίδοται. δύναται δὲ καὶ τοῖς ἑξῆς. A

### book 237-8a1.1

τύνη δ’ οἰωνοῖσι〈—κελεύεις / πείθε‐

### book 237-8a1.2

σθαι〉: ὁ φρόνιμος καὶ θεοὺς τιμήσει καὶ οἰωνοῖς πείσεται, ὡς ὁ

### book 237-8a1.3

Ὀδυσσεύς (cf. Κ 274—82). τὸ δὲ πείθεσθαι (238) ἀντὶ τοῦ πιστεύ‐

### book 237-8a1

ειν. T

### book 237-8a2.1

ὁ φρόνιμος καὶ θεὸν τιμᾶν οἶδε καὶ οἰωνοῖς πείθεσθαι,

### book 237-8a2.2

ὅπερ Ἕκτωρ οὐ συνίησιν. b(BCE3E4)

### book 238.1

〈τῶν:〉 οὐ πάντων, ἀλλὰ τῶν φανέντων νῦν. b(BCE3E4)

### book 238.2

Til

### book 239.1

εἴτ’ ἐπὶ δεξί’ 〈ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε〉: ὅτι

### book 239.2

δύο διαστάσεις οἶδεν Ὅμηρος κοσμικάς, ἀνατολὴν καὶ δύσιν. καὶ

### book 239.3

δεξιὰ μὲν τὰ πρὸς ἀνατολάς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει. A

### book 239-40.1

εἴτ’ ἐπὶ δεξιά / εἴτ’ ἐπ’ ἀριστερά: τινὲς δεξιὰ

### book 239-40.2

(239) τὰ νότια, ἀριστερὰ (240) τὰ βόρεια. T

### book 243a.1

εἶς οἰωνὸς ἄριστος, 〈ἀμύνεσθαι περὶ πάτρησ〉:

### book 243a.2

εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχ’ ἂν εἴη σα‐

### book 243a.3

φέστερον τὸ λεγόμενον. A

### book 243b.1

εἶς οἰωνὸς ἄριστος: ἐκεῖνος μόνος ἄριστος οἰωνὸς

### book 243b.2

ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. κελεύει δὲ ἡμᾶς φιλοπάτριδας

### book 243b.3

εἶναι. b(BCE3E4)T

### book 243c.1

ἀμύνεσθαι περὶ πάτρης: ἀμύνεσθαι τοὺς ἐχθροὺς

### book 243c.2

ὑπὲρ πάτρης μαχομένους. T

### book 245-50.1

εἴ περ γάρ τ’ ἄλλοι 〈γε〉 περὶ κτεινώμεθα

### book 245-50.2

〈πάντες / νηυσὶν ἐπ’ Ἀργείων,〉 σοὶ δ’ οὐ δέος 〈ἔστ’

### book 245-50.3

ἀπολέσθαι· / οὐ γὰρ—ὀλέσσεισ〉: ἀποτρέπει τοὺς ἄλλους

### book 245-50.4

πείθεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς εἰς δειλίαν τρέπων. b(BCE3E4)

### book 245-50.5

T

### book 246a1

〈νηυσὶν ἐπ’ Ἀργείων:〉 παρὰ Ζηνοδότῳ „νηυσὶν

### book 246a1

ὑπ’ Ἀργείων“. Aint

### book 246a2.1

τὸ δὲ νηυσὶν ἐπ’ Ἀργείων Ζηνόδοτος „νηυσὶν ὑπ’

### book 246a2.2

Ἀργείων“ γράφει. T

### book 247.1

οὐ γάρ τοι κραδίη μενεδήϊος 〈οὐδὲ μαχήμων〉:

### book 247.2

ἐντεῦθεν ἐκινήθησαν οἱ περὶ καρδίαν τὸ ἡγεμονικὸν λέγοντες εἶναι. T

### book 249-50.1

παρφάμενος ἐπέεσσιν〈—ὀλέσσεισ〉: ἀναγκαίως καὶ τοῦτο· ὁ γὰρ

### book 249-50.2

τοῦ συμβουλεύσαντος οὐκ ἀποσχόμενος δῆλον ὡς οὐδὲ τοῦ πει‐

### book 249-50.3

σθέντος. b(BCE3E4)T

### book 250.1

ὑπὸ δουρὶ τυπείς: εἰ οὕτως ὁ συμβουλεύων, πῶς ὁ

### book 250.2

πεισθείς; τὸν λόγον οὖν ἐπὶ τοῦ Πολυδάμαντος ἐνστησάμενος καὶ

### book 250.3

τοῖς ἄλλοις τεχνικῶς ἀπειλεῖ. T

### book 253a.1

ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων 〈ἀνέμοιο θύελλαν〉:

### book 253a.2

ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς.

### book 253a.3

A

### book 253b.1

ὦρσεν〈—〉ἀνέμοιο θύελλαν: ποιητικῶς τοῦτο·

### book 253b.2

συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς τοῦτο γεγενῆσθαι. b(BCE3

### book 253b.3

E4)T

### book 254.1

ἥ ῥ’ ἰθὺς νηῶν κονίην 〈φέρεν〉: ὅτι τὸ ἰθύς τοπικῶς

### book 254.2

τίθησιν, ἀντὶ τοῦ ἐπ’ εὐθείας καταντικρὺ τῶν νεῶν. A

### book 258a.1

κρόσσας μὲν πύργων ἔρυον: ὅτι κρόσσας ἐν μὲν

### book 258a.2

τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς Περὶ τοῦ ναυστάθμου κλί‐

### book 258a.3

μακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους

### book 258a

εἷλκον. A

### book 258b

κρόσσας μὲν 〈πύργων ἔρυον〉: ἐπὶ τὸν μέν σύνδε‐

### book 258b.1

σμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους

### book 258b.2

τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων τὰς

### book 258b.3

ἐξοχάς. περὶ ὧν ἐν τοῖς Περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρό‐

### book 258b.5.1

τερον λόγον κρόσσαι αἱ πολεμικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ

### book 258b.5.2

ἀνθιστάμενα τοῖς τείχεσιν. A

### book 258c.1

κρόσσας μὲν πύργων ἔρυον: κρόσσας T τὰς

### book 258c.2

πολεμικὰς κλίμακας· b(BCE3E4)T φησὶ γοῦν „κροσσάων

### book 258c.3

ἐπέβαινον“ (Μ 444). T λείπει δὲ ἡ κατά, ἵν’ ᾖ κατὰ τῶν πύργων

### book 258c.4

ἔρυον, b(BCE3)T ὡς „ὡρμήθη δ’ Ἀκάμαντοσ“ (Ξ 488). |

### book 258c.5.1

Ἀρίσταρχος δὲ τὰς κλίμακας, Πορφύριος (1,180,8) τοὺς προβεβλη‐

### book 258c.5.2

μένους τοῦ τείχους λίθους· πρὸς ὃ τὰ τῆς στιγμῆς. T

### book 258d1.1

καὶ ἔρ〈ε〉ιπον ἐπάλξεις: καὶ κατέβαλον τὰς ἐπάλ‐

### book 258d1.2

ξεις ἐπὶ τὸ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπ’ αὐτὰς Ἑλλή‐

### book 258d1.3

νων. T

### book 258d2.1

κατέβαλον τὰς ἐπάλξεις b(BCE3) πρὸς τὸ γυμνῶσαι

### book 258d2.2

τούτων τοὺς ὑπ’ αὐτὰς κρυπτομένους Ἕλληνας. b(BCE3E4)

### book 259

στήλας: τοὺς θεμελίους, παρὰ τὸ ἐπ’ αὐτοῖς ἵστασθαι

### book 259

τὸ τεῖχος. οἱ δὲ τὰς ἀντηρίδας. b(BCE3)T

### book 259.1

στήλας τε προβλῆτας: στήλας ὀρθοὺς λίθους—

### book 259.2

παρὰ τὸ προκαταβεβλῆσθαι ὑπὸ τῶν πολεμίων. A

### book 260.1

ἔχματα {πύργων}: ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ

### book 260.2

ψιλοῦται. περὶ δὲ τοῦ „ᾗχι“ (Α 607) δασυνομένου εἴπομεν (sc.

### book 260.3

ibid.). A

### book 261.1

{τὰς οἵ γ’} αὐέρυον: ὅτι εἰς τοὐπίσω εἷλκον, πρὸς τὸ

### book 261.2

„αὐέρυσαν μὲν πρῶτα“ (Α 459). A

### book 262a.1

οὐδέ νύ πω Δαναοὶ 〈χάζοντο κελεύθου〉: οὐχ

### book 262a.2

ὑπεχώρουν αὐτοῖς εἰσελθεῖν. πιθανῶς δὲ †νῦν πάνυ†· ἔδει γὰρ πρὸ

### book 262a.3

τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνάς τινας διαθέσθαι. b(BCE3E4)T

### book 262b1

χάζοντο κελεύθου: τῆς ἐπὶ τὰς ναῦς φερούσης. T

### book 262b2

διὰ τῆς ἐπὶ τὰς ναῦς φερούσης ὁδοῦ. b(BCE3E4)

### book 263.1

φράξαντες ἐπάλξεις: τὰ διάκενα τῶν ἐπάλξεων φράξαν‐

### book 263.2

τες τοῖς ὅπλοις· αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς

### book 263.3

†λοιποῖς† στρατιώταις, τὸ διάκενον δὲ αὐτῶν ταῖς ἀσπίσι προσανα‐

### book 263.4

πληροῦται. b(BCE3E4)T

### book 265

〈κελευτιόωντε:〉 τί; „ὦ φίλοι“ (Μ 269). Til

### book 267a.1

ἄλλον μειλιχίοις, 〈ἄλλον στερεοῖς ἐπέεσσι〉:

### book 267a.2

〈οὐ〉 συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλ’ ἀφ’ ἑτέρας ἀρχῆς. κοινὸν

### book 267a.3

δ’ ἐστὶ τὸ „νείκεον“ (Μ 268). εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λό‐

### book 267a.4

γοις τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ Α (582) φησίν· „ἀλλὰ

### book 267a.5

σὺ τόν γ’ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι“. δύναται δὲ καὶ στίζε‐

### book 267a.1

σθαι ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον·

### book 267a.2

ἁρμόζει γὰρ ὀτρύνειν μειλιχίοις. ἐξαλλαγὴ δὲ ἔσται, ἀπ’ ἄλλης

### book 267a.3

ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι / „νεί‐

### book 267a.4

κεον“ (Μ 268). A

### book 267b.1

ἄλλον μειλιχίοις, 〈ἄλλον στερεοῖς ἐπέεσσι〉:

### book 267b.2

κατ’ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν ἄλλοις· „ὅντινα μὲν βασιλῆα

### book 267b.3

καὶ ἔξοχον ἄνδρα κιχείη“ (Β 188), „ὃν δ’ αὖ δήμου ἄνδρα“ (Β 198).

### book 267b.4

b(BCE3E4)T

### book 267-8.1

〈ἄλλον μειλιχίοις, ἄλλον〉 στερεοῖς ἐπέεσσι

### book 267-8.2

〈/ νείκεον〉: ἔοικε τῷ μειλιχίοις (267) προσυπακούειν τὸ ἐκολά‐

### book 267-8.3

κευον, ὡς ἐν τῷ „ἔδουσί τε πίονα μῆλα / οἶνόν τ’ ἔξαιτον“ (Μ

### book 267-8.4

319—20) λείπει τὸ πίνουσιν· b(BCE3E4)T „δουρὶ δ’ ἀκοντίζω,

### book 267-8.5.1

ὅσον οὐκ ἄλλος 〈τισ〉 ὀϊστῷ“ (θ 229)· „ποῦ δέ οἱ ἔντεα κεῖται

### book 267-8.5.2

ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;“ (Κ 407)· „Κυκλώπων δ’ ἐς γαῖαν ἐλεύσ〈σ〉ο‐

### book 267-8.5.3

μεν / αὐτῶν τε φθογγήν“ (ι 166—7). T

### book 269.1

ὦ φίλοι: πρὸς πάντας τοῦτό φησιν· „πάντας κυδαίνων“

### book 269.2

(Κ 69). T

### book 269-71.1

〈ὅς τ’ ἔξοχος ὅς τε μεσήεις /〉 ὅς τε χερειότε‐

### book 269-71.2

ροσ〈—ἔργον ἅπασιν〉: ὁ λόγος· ‘καὶ ὃς ἔξοχός ἐστι καὶ ὃς

### book 269-71.3

ἐλάχιστος καὶ ὃς μέσος, νῦν τούτων ἁπάντων ἐστὶν ἔργον‘, ὡσεὶ

### book 269-71.4

οὕτως ἔλεγε· ‘νῦν ἔπλετο ἔργον ἅπασιν, ὃς ἔξοχος ὅς τε μεσήεις

### book 269-71.5

ὅς τε χερειότεροσ‘. A

### book 271a.1

νῦν ἔπλετο ἔργον ἅπασιν: πάντες γὰρ νῦν χρήσιμοι

### book 271a.2

ἀπὸ τοῦ τείχους ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν. b(BCE3

### book 271a.3

E4)T

### book 271b

νῦν ἔπλετο ἔργον ἅπασιν: ἔργον ὁ κίνδυνος. T

### book 272.1

καὶ δ’ αὐτοὶ τόδε 〈που〉 γινώσκετε: διὰ τοῦ ἰδίου

### book 272.2

συνειδότος ἕκαστον δυσωπεῖ, ἰδίᾳ δὲ ἕκαστον εἰς ἔννοιαν τῶν κινδύ‐

### book 272.3

νων ἄγει. b(BCE3E4)T

### book 273

〈ἀκούσας:〉 γράφεται καὶ „ἀκούων“. Aim

### book 274

πρόσω ἵεσθε: τῇ ψυχῇ, οὐ τοῖς σώμασιν. T

### book 276a1.1

〈νεῖκος:〉 Ἀρίσταρχος „νῖκοσ“ διὰ τοῦ ι· βούλεται

### book 276a1.2

γὰρ λέγεσθαι τὴν νικησάντων ἧτταν. Aim

### book 276a2.1

νῖκος {ἀπωσαμένους}: Ἀρίσταρχος διὰ μόνου τοῦ ι,

### book 276a2.2

οἷον τὸ νίκημα, τὴν ἧτταν. T

### book 276a3

τὸ νίκημα. Til

### book 276a4.1

†ἡρωδιανὸς† διὰ μόνου τοῦ ι, ἵνα δηλοῖ τὸ νίκημα.

### book 276a4.2

b(BCE3E4)

### book 276b.1

νεῖκος ἀπωσαμένους: βραχὺ διασταλτέον ἐπὶ τὴν

### book 276b.2

μετοχὴν διὰ τὸ σαφέστερον. A

### book 276c.1

{δηΐους προτὶ ἄστυ} δίεσθαι: τὸ δίεσθαι ἡ παρά‐

### book 276c.2

δοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν ὅτι, εἰ οἶδεν ὁ ποιητὴς

### book 276c.3

τὸ „δίενται“ (Ψ 475) ὡς „τίθενται“ (θ 554. ρ 269) καὶ „ἐνδίεσαν“

### book 276c.4

(Σ 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαρο‐

### book 276c.5.1

ξυνόμενον· ὡς γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον

### book 276c.5.2

τίθεσθαι, οὕτως καὶ ἀπὸ τοῦ „ἵπποι ἀερσίποδες πολέος πεδίοιο

### book 276c.5.3

δίενται“ (Ψ 475) καὶ „αὕτως ἐνδίεσαν“ (Σ 584) γένοιτο ἂν τὸ

### book 276c.5.4

ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται·

### book 276c.5.5

καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι,

### book 276c.10

ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ „ἐνδίεσαν“ καὶ δίεσθαι. A

### book 276d.1

δίεσθαι: προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν,

### book 276d.2

ἀπὸ τοῦ δίω καὶ δίημι. | περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι

### book 276d.3

προσδοκᾶν τοὺς πολεμίους. b(BCE3E4)T

### book 277a1.1

{ὣς τώγε} προβοῶντε: κατ’ ἔνια τῶν ὑπομνημάτων

### book 277a1.2

„προβάοντε“, οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου.

### book 277a1.3

διχῶς οὖν. A

### book 277a2

προβοῶντε: τινὲς „προβάοντε“, προβαίνοντε. T

### book 278-86a.1

τῶν δ’, ὥς τε νιφάδεσ〈—Διὸς ὄμβροσ〉:

### book 278-86a.2

μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι, „νιφάδες δ’ ὡς πῖπτον ἔραζε, /

### book 278-86a.3

ἅς τ’ ἄνεμος ζαήσ“ (Μ 156—7). ἐκεῖ μὲν οὖν πρὸς τὴν πλῆξιν τὸν

### book 278-86a.4

ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν, πρὸς τὸ μὴ ἀποκρυ‐

### book 278-86a.5

σταλλοῦσθαι τὴν χιόνα. A b (BCE3E4)T

### book 278-86b.1

τῶν δ’, ὥστε νιφάδεσ〈—Διὸς ὄμβροσ〉:

### book 278-86b.2

ἔοικεν ἐρίσαι αὑτῷ ὁ ποιητὴς ἐπὶ τῇ παραβολῇ· εἶπε γὰρ „νιφάδες

### book 278-86b.3

δ’ ὡς πῖπτον ἔραζε“ (Μ 156), νῦν δὲ ἐπεξεργάζεται τὴν εἰκόνα μεγα‐

### book 278-86b.4

λοπρεπέστερον. T εὐθὺς χειμέριον παρέλαβε τὴν ἡμέραν· γίνον‐

### book 278-86b.5.1

ται μὲν γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλ’ οὐ πυκναί. b(BCE3E4)T

### book 278-86b.5.2

εἶτα ὅτε τ’ ὤρετο μητίετα Ζεύς / νιφέμεν ἀνθρώποισι

### book 278-86b.5.3

πιφαυσκόμενος τὰ ἃ κῆλα (279—80)· εἰ μὲν γὰρ ἐνδείξασθαι

### book 278-86b.5.4

τὴν αὑτοῦ δύναμιν ἐπιτηδεύων ὁ θεὸς τοῦτο πράττει, τίς ὑπερβολὴ

### book 278-86b.5.5

καταλείπεται τοῦ νιφετοῦ; εἶτα καὶ νηνεμίαν παρέλαβε (cf. 281)

### book 278-86b.10.1

πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα. T εἶτα καὶ τῇ

### book 278-86b.10.2

τάξει καλῶς ἐχρήσατο· πρῶτον γὰρ τὰ ὄρη νίφεται (cf. 281—2),

### book 278-86b.10.3

ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καὶ ἐπὶ τὰ χθαμαλώ‐

### book 278-86b.10.4

τερα (cf. 283—4). b(BCE3E4)T ἐναργῶς δὲ καὶ ἀνακοπτο‐

### book 278-86b.10.5

μένη〈ν〉 τῇ χιόνι τὴν τοῦ κύματος ἐπιφορὰν δείκνυσι (cf. 285). τῇ

### book 278-86b.15

δὲ συνεχεῖ ἐπαγωγῇ καὶ αὔξει τὰ λεγόμενα. T

### book 280.1

νιφέμεν, ἀνθρώποισι 〈πιφαυσκόμενος τὰ ἃ κῆλα〉:

### book 280.2

ὅτι κῆλα τὰ βέλη Διός, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέ‐

### book 280.3

γει. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον.

### book 280.4

A

### book 280.5.1

τὰ αὑτοῦ σημεῖα καὶ βέλη ἐπιπέμπει κατὰ χόλον, βέλος

### book 280.5.2

δὲ νῦν τὸν χειμῶνα. Aim

### book 281.1

χέει ἔμπεδον: οὕτως αἱ Ἀριστάρχου χέει ἔμπεδον·

### book 281.2

ἡ Μασσαλιωτικὴ „χέει ἄσπετον“. AT

### book 283a1.1

〈λωτεῦντα:〉 Ἀρίσταρχος διὰ τοῦ ο „λωτοῦντα“.

### book 283a1.2

Aint

### book 283a2.1

λωτεῦντα: οὕτως αἱ Ἀριστάρχου 〈***〉 καὶ ἡ

### book 283a2.2

Μασσαλιωτική. T

### book 283b

λωτεῦντα: ποτέ, οὐκ ἐν τῇ χιόνι. T

### book 285a.1

κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ὅτι ἀντὶ τοῦ

### book 285a.2

ἐρύκει. ὁ δὲ λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον

### book 285a.3

ἀπερύκει αὐτήν, τἆλλα δὲ πάντα κεκάλυπται. A

### book 285b.1

〈κῦμα δέ μιν〉 προσπλάζον ἐρύκεται: ἐρύκει τῆς

### book 285b.2

ὁρμῆς τὴν χιόνα. ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ

### book 285b.3

κῦμα ἐρύκεται. b(BCE3E4)T

### book 285c

〈προσπλάζον:〉 προσκροτοῦν. Til

### book 286a

〈εἰλῦται:〉 γράφεται „εἰλύαται“. Aint

### book 286b.1

εἰλῦται 〈καθύπερθ’ ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμ‐

### book 286b.2

βροσ〉: προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλιφὴ ὑπάρχῃ, ἢ

### book 286b.3

τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ

### book 286b.4

πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλιφή, εἴγε καὶ τὸ ἐρύεσθαι

### book 286b.5.1

ῥῦσθαι ἔφη· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον 〈τε〉“

### book 286b.5.2

(Ο 141), καὶ τὸ „ἄρχετε νῦν νέκυας φορέειν“ (Χ 437) ἐν τοῖς ἑξῆς

### book 286b.5.3

ἔφη „ἐκ δὲ νέκυς οἶκον φόρεον“ (ω 417). τινὲς δὲ προπαροξύνουσιν

### book 286b.5.4

ὡς ἀπὸ τοῦ εἴλυμι. | τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συν‐

### book 286b.5.5

τάσσεσθαι· διὸ διασταλτέον. A

### book 286c

εἰλύαται 〈καθύπερθ’ ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβροσ〉:

### book 286c

οἱ μὲν προπερισπῶσιν τοῦ εἰλύαται συναλιφὴν ἐκδεχόμενοι, οἱ

### book 286c.1

δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. | τινὲς δὲ διῃρημένως

### book 286c.2

εἰλύαται. | τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσε‐

### book 286c.5.1

σθαι. | Διὸς ὄμβρον δὲ τὸν χιονισμόν φησιν· ἄμφω γὰρ ἀπὸ Διὸς

### book 286c.5.2

γίνεται. T

### book 287-9a1.1

〈ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θα‐

### book 287-9a1.2

μειαί, /〉 αἱ μὲν ἄρ’ ἐς Τρῶας, 〈αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαι‐

### book 287-9a1.3

ούς, / βαλλομένων〉: βραχὺ διασταλτέον ἐπὶ τὸ Ἀχαιούς

### book 287-9a1.4

(288)· τὸ γὰρ ἑξῆς ἐστιν ὣς τῶν βαλλομένων (287. 289). ἐπὶ

### book 287-9a1.5

δὲ τῶν λίθων ἡ λέξις οὐκ ἂν ἀκούοιτο, ἐπεὶ σολοικισμός ἐστιν. A

### book 287-9a2.1

τὸ δὲ βαλλομένων (289) ἀντὶ τοῦ βαλλόντων. τὸ δὲ

### book 287-9a2.2

ἑξῆς ὣς τῶν βαλλομένων. T

### book 287a.1

λίθοι πωτῶντο: ἐμφαντικῶς. καὶ „βέλεα ῥέον“ (Μ

### book 287a.2

159) ἀλλαχοῦ φησιν. ἢ βελῶν μὲν ῥύσιν ἔφη (ἐπιμήκης γὰρ ἡ φορὰ

### book 287a.3

τῶν βελῶν), πωτᾶσθαι δὲ τοὺς λίθους· περιγεγραμμένον γὰρ πωτᾶ‐

### book 287a.4

ται καὶ οὐκ ἐπίμηκες ὁ λίθος. T

### book 287b

〈θαμειαί:〉 σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς. Aim

### book 289.1

τὸ δὲ τεῖχος ὑπὲρ πᾶν: ἀπὸ γῆς ἕως ἄνω. b(BCE3

### book 289.2

E4)T τὸ δὲ ἑξῆς ὑπὲρ δὲ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν

### book 289.3

ἀναστρέφειν τὴν πρόθεσιν. b(BCE3)T

### book 291.1

τείχεος ἐρρήξαντο πύλας 〈καὶ μακρὸν ὀχῆα〉:

### book 291.2

ὅτι πάλιν τὴν πύλην πύλας, καὶ τὸν μοχλὸν ἕνα, διὰ τῶν ἑξῆς (sc.

### book 291

Μ 455) δύο παραδιδούς. A

### book 292-3.1

εἰ μὴ 〈ἄρ’〉 υἱὸν ἑὸν 〈Σαρπηδόνα μητίετα〉

### book 292-3.2

Ζεύς / ὦρσεν: οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ δέ μοι τὸ τοῦ Σαρπη‐

### book 292-3.3

δόνος οὐ μάτην παρειλῆφθαι, ἀλλ’ ἵνα καὶ μέγα χαρίσηται Πατρόκλῳ.

### book 292-3.4

b(BCE3E4)T | Ἡσίοδος δὲ Εὐρώπης καὶ Διὸς αὐτόν φησιν (fr.

### book 292-3.5

140 M.—W.). T

### book 293.1

λέονθ’ ὣς βουσί: ἔνθα μὲν ψιλὰ τὰ ὀνόματα, ‘ὡς ἐπὶ

### book 293.2

βουσὶ λέοντα‘, ἑξῆς δὲ ἐπεξεργάζεται τὰ πραττόμενα ὑπὸ τοῦ λέοντος,

### book 293.3

„βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφοσ“ (Μ 299). T

### book 293

〈ἕλιξιν:〉 μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ. Aim

### book 295-7.1

ἑξήλατον〈— | χρυσείῃς ῥάβδοισι διηνεκέ‐

### book 295-7.2

σιν περὶ κύκλον〉: δασυντέον τὸ ἑξήλατον (295), ἓξ ἀριθμόν. τὸ

### book 295-7.3

δὲ ἑξῆς ἑξήλατον χρυσείῃς ῥάβδοισι, εἶτα ἔντοσθε〈ν〉 δέ

### book 295-7.4

(296)· ἄτοπον γὰρ τὸν χρυσὸν ἔσωθεν εἶναι. T

### book 295a.1

ἐξήλατον: Ἀρίσταρχός φησιν ὡς δεῖ δασύνοντας προ‐

### book 295a.2

φέρεσθαι· σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτων συγ‐

### book 295a.3

κειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησίν, ἔοικε ψιλῶς προφέρεσθαι,

### book 295a.4

ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος,

### book 295a.5.1

εἴγε καὶ „ἑπταβόειον“ (Η 220 al.) σάκος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλ‐

### book 295a.5.2

λέως ἀσπίδος „πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχεσ“ (Σ 481) καὶ

### book 295a

„ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων“ (Υ 270). A

### book 295b.1

ἐξήλατον: ἐξελασθεῖσαν ἀντὶ τοῦ χαλκῆν· οὐ γὰρ ἓξ

### book 295b.2

ἔχει, b(BCE3E4)T ἐπεὶ ἡ Ἀχιλλέως πέντε (cf. Σ 481). T ψιλοῖ

### book 295b.3

οὖν ὁ Νικάνωρ (p. 222 Friedl.) καὶ τὴν ἔξωθεν ἔχουσαν ἔλασμα χαλ‐

### book 295b.4

κοῦ ἐξηγεῖται. b(BCE3E4)T

### book 296.1

ἤλασεν, ἔντοσθεν δέ: ὅτι Ζηνόδοτος γράφει „ἐξέλας’,

### book 296.2

ἔντοσθεν δέ“· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς

### book 296.3

„ἐξήλατον“ (Μ 295). δεῖ δὲ δασέως, ἵνα ἀριθμὸς δηλωθῇ. A

### book 296-7.1

〈βοείας ῥάψε— /〉 χρυσείῃς ῥάβδοισι διηνε‐

### book 296-7.2

κέσιν ΠΕΡΙΚΥΚΛΟΝ: ἀντὶ τοῦ ἔρραψε τὰς βοείας ῥαφαῖς ῥαβδοει‐

### book 296-7.3

δέσιν ὡσανεὶ φλεψίν. | τὸ δὲ ΠΕΡΙΚΥΚΛΟΝ ἄμεινον δύο ποιεῖν,

### book 296-7.4

„περὶ“ καὶ „κύκλον“, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ

### book 296-7.5

ὁ Ἀσκαλωνίτης (p. 52 B.). A

### book 297a

〈χρυσείῃς ῥάβδοισι:〉 ῥαβδοειδέσι ῥαφαῖς. Aint

### book 297b.1

〈χρυσείῃς ῥάβδοισι διηνεκέσιν〉 περὶ κύκλον:

### book 297b.2

ἀπὸ ἴτυος εἰς ἴτυν. b(BCE3E4)T προπαρασκευάζει δὲ ἀεὶ τοὺς

### book 297b.3

ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν. b(BCE3)T

### book 298a.1

τὴν ἄρ’ ὅγε πρόσθε σχόμενος, 〈δύο δοῦρε τινάσ‐

### book 298a.2

σων〉: διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον. A

### book 298b

δύο δοῦρε 〈τινάσσων〉: ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν

### book 298b

τῇ δεξιᾷ. κινουμένου δὲ αὐτοῦ ἄμφω τινάσσεται. b(BCE3E4)T

### book 299-306.1

ὅς τ’ ἐπιδευής 〈/ δηρὸν ἔῃ〉 κρειῶν〈—

### book 299-306.2

ἄκοντι〉: ἐπεξειργάσατο τὴν προκειμένην εἰκόνα b(BCE3E4)T

### book 299-306.3

„ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὥσ“ (Μ 293): T ἐνταῦθα γὰρ καὶ

### book 299-306.4

λιμώττει ὁ λέων καὶ οὐ νεμομένῳ ζώῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐ‐

### book 299-306.5

τὸν ὁ λιμὸς ἄγει. b(BCE3E4)T

### book 301a.1

μήλων πειρήσοντα 〈καὶ ἐς πυκινὸν δόμον ἐλ‐

### book 301a.2

θεῖν〉: ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύσοντα· καὶ

### book 301a.3

ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος (fr. 36 Schm.) ὅτι δύναται

### book 301a.4

σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον

### book 301a.5

καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν. A

### book 301b.1

{μήλων} πειρήσοντα: ἐνεδρεύσοντα· ὅθεν καὶ πειρα‐

### book 301b.2

τής. T

### book 301c.1

καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν: οὐ μόνον τοῖς ἐν νομαῖς,

### book 301c.2

ἀλλὰ καὶ τοῖς κατακεκλεισμένοις. T

### book 301d

〈εἰς πυκινόν:〉 γράφεται καὶ „ἐς πυκινόν“. Aint

### book 302.1

βώτορας: βοσκήτορας, βουκόλους. | βῶ A βόσω βό‐

### book 302.2

τωρ †βότορος†, ὑπερβιβασμὸς χρόνου βώτορος AT καὶ βώτο‐

### book 302.3

ρας. A

### book 303a.1

σὺν κυσὶ 〈καὶ δούρεσσι φυλάσσοντασ〉: οἷον προ‐

### book 303a.2

παρεσκευασμένους πρὸς τὴν ἔφοδον αὐτοῦ. b(BCE3E4)T

### book 303b

{σὺν κυσὶ καὶ δούρεσσι} φυλάσσοντας περὶ μῆλα:

### book 303b

σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί. A

### book 304.1

〈ἀπείρητος:〉 μὴ πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών. b(BCE3E4)

### book 304.2

T

### book 305-6a1.1

ἢ ἥρπαξε 〈μετάλμενος,〉 ἠ〈ὲ καὶ αὐτός /〉

### book 305-6a1.2

ἔβλητο: πρὸς τὸν θανατῶντα λέοντα τὸ πρόθυμον Σαρπηδόνος

### book 305-6a1.3

παρέβαλε. τὴν ἐκ μεθόδου δὲ προσβολὴν δηλοῖ τὸ ἥρπαξε. T

### book 305-6a2.1

τὸ ἥρπαξε τὴν ἐκ μεθόδου δηλοῖ προσβολήν. πρὸς τὸν

### book 305-6a2.2

†θανατοῦντα† δὲ λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν.

### book 305-6a2.3

b(BCE3E4)

### book 307.1

ἀντίθεον Σαρπηδόνα: Εὐρώπην τὴν Φοίνικος—

### book 307.2

παρὰ Ἡσιόδῳ (fr. 140 M.—W.) καὶ Βακχυλίδῃ (fr. 10 Sn.). A

### book 308a

διά τε ῥήξασθαι: ἔμφασιν ἔχει τὸ ὑπερβατόν. T

### book 308b.1

{ῥήξασθαι} ἐπάλξεις: τοὺς μέσους τῶν ἐπάλξεων·

### book 308b.2

προεῖπε γὰρ „ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεισ“ (Μ 263). T

### book 310.1

τίη δὴ νῶϊ τετιμήμεσθα 〈μάλιστα〉: αἰδήμονος οἱ

### book 310.2

λόγοι καὶ μεγαλοψύχου καὶ εὐγνώμονος· b(BCE3E4)T αἰδεῖται

### book 310.3

γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς ἀνδραγαθίαις. μεγαλόψυχος

### book 310.4

δὲ ὢν καταφρονεῖ θανάτου (cf. M 315—6. 326—8). εὐγνωμοσύνης

### book 310.5.1

δὲ τὸ ὁμολογεῖν τὴν τιμήν (cf. M 310—4. 319—20). b(BE3E4)T

### book 310.5.2

Ἀττικῶς δὲ ‘τί δή;‘. διὰ δὲ τὸ ἐργῶδες τῆς ἐγχειρήσεως ἑταιροποιεῖ‐

### book 310.5.3

ται. b(BCE3E4)T

### book 311.1

ἕδρῃ τε κρέασίν τε 〈ἰδὲ πλείοις δεπάεσσιν〉: καὶ

### book 311.2

„σὸν δὲ πλεῖον δέπας αἰεί“ (Δ 262) καὶ „νώτοισιν δ’ Αἴαντα“ (Η

### book 311

321). T

### book 312-3.1

〈ἐν Λυκίῃ πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, /〉

### book 312-3.2

καὶ τέμενος νεμόμεσθα: ἐν δὲ Λυκίᾳ ἡμᾶς ὡς θεοὺς †ὁρῶσιν†.

### book 312-3.3

b(BCE3E4)T διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα

### book 312-3.4

τιμᾶσθαι. b(BE3E4)T

### book 312.1

θεοὺς ὣς εἰσορόωσιν: αἰσχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ

### book 312.2

τεταγμένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι. b(BCE3E4)T

### book 313-4.1

καὶ τέμενος νεμόμεσθα 〈μέγα Ξάνθοιο παρ’

### book 313-4.2

ὄχθας /〉 καλόν: 〈νεμόμεσθα〉 ἐκ τῶν ἀλόγων ζῴων. τέμενος δὲ

### book 313-4.3

καλὸν τὸ μὲν πεφυτευμένον, τὸ δὲ ἀρούμενον. ὁ δὲ Ξάνθος Σίρβις νῦν

### book 313-4.4

καλεῖται. T

### book 316

καυστείρης: τῆς πυρούσης τὰ σώματα. T

### book 317.1

ὄφρα τις ὧδ’ εἴπῃ: ἀξιοῖ καὶ σκοπεῖν, {καὶ} τί περὶ ἡμῶν

### book 317.2

οἱ πλησίον λέγουσιν. T

### book 318a1.1

〈ἀκληεῖς:〉 οὕτως „†ἀκλεὲς†“ αἱ Ἀριστάρχου καὶ αἱ

### book 318a1.2

χαριέσ〈τεραι〉. Aim

### book 318a2.1

{ἀκλειεῖς:} οὕτως „†ἀκλεὲς†“ δὲ Ἀρίσταρχος κατὰ συγ‐

### book 318a2.2

κοπήν, ὡς τὸ „δυσκλέα“ (Β 115). T

### book 319.1

ἔδουσί τε πίονα μῆλα: ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασι‐

### book 319.2

λεῖς. T

### book 320

〈οἶνόν τ’ ἔξαιτον μελιηδέα:〉 λείπει πίνουσιν. Til

### book 322-8.1

εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε〈—

### book 322-8.2

ἡμῖν〉: εὐγενὴς ἡ γνώμη· τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἀποφαίνει

### book 322-8.3

πάντων (cf. 326—7), τὸ δὲ μετ’ εὐκλείας τῶν ἀγαθῶν μόνων. καὶ τὴν

### book 322-8.4

παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου, ἀλλ’ ἀναβολὴν χρό‐

### book 322-8.5.1

νου μικρὰν μετ’ ἀδοξίας γινομένην φησὶν εἶναι. b(BCE3E4)T δι‐

### book 322-8.5.2

δάσκει οὖν μὴ προσίεσθαι †δύο κατὰ† ἀναβολὴν—„τί γὰρ παρ’

### book 322-8.5.3

ἦμαρ ἡμέρα“; (Soph. Ai. 475)—· οὐ γὰρ ὁ τόπος 〈τὴν〉 εἱμαρμένην

### book 322-8.5.4

παρεγχειρεῖ. τὸ δὲ ἑξῆς εἰ μὲν γὰρ (322) μέλλοιμεν ἀγήρω τ’

### book 322-8.5.5

〈ἀθανάτω τε / ἔσσεσθαι〉 (323—4). T

### book 324.1

〈οὔτε κεν αὐτὸσ〉 ἐνὶ πρώτοισι μαχοίμην: τίς ἂν πιθανὸς εἴη λέγων ἢ ὁ

### book 324.2

τοιαῦτα αἱρούμενος; T

### book 325

〈στέλλοιμι:〉 ὁπλίζοιμι. Til

### book 326-8a.1

νῦν δ’, ἔμπης γὰρ κῆρεσ〈—ὑπαλύξαι, /

### book 326-8a.2

ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν〉: τὸ ἑξῆς ἐστι νῦν δ’ ἴομεν ἠέ τῳ

### book 326-8a.3

εὖχος ὀρέξομεν (326. 328). οὕτως οὖν διορθωτέον. A

### book 326-8b.1

νῦν δ’, ἔμπης 〈γὰρ—ὑπαλύξαι, / ἴομεν〉:

### book 326-8b.2

τὸ ἑξῆς νῦν δὲ ἴομεν (326. 328). | τὸ σχῆμα δὲ τοῦ λόγου μετρία

### book 326-8b.3

συγχώρησις καλεῖται· διδοὺς γὰρ τὸ δεῖν τῶν κινδύνων ἀφίστασθαι,

### book 326-8b.4

εἰ ἐνῆν ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον

### book 326-8b.5

τὴν παρρησίαν τοῦ δεῖν κινδυνεύειν εἰσηγήσατο. b(BCE3E4)T

### book 326-7.1

ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο / μυ‐

### book 326-7.2

ρίαι, ἃς—ὑπαλύξαι: ἔμπης ὁμοίως πᾶσιν. ἔμφασιν καὶ

### book 326-7.3

τὸ ἐφεστᾶσι δηλοῖ· b(BCE3E4)T μυρίας, φησί, προφάσεις

### book 326-7

ἔχει ἡ μοῖρα ὥστε καὶ ἀργοῦντας δύνασθαι φονεύειν. b(BE3E4)T

### book 328a.1

ἴομεν ἠέ τῳ 〈εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν〉: ὅτι

### book 328a.2

ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ ‘ὀρέξῃ‘,

### book 328a.3

ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· „δώσει ἀποκτάμενος

### book 328a.4

κλυτὰ τεύχεα καὶ δόρυ μακρόν“ (Μ 328 a). A

### book 328b

〈κῦδος:〉 καὶ ἄφθαρτον καὶ ἀνεμέσητον. Til

### book 329.1

οὐδὲ Γλαῦκος ἀπετράπετ’ 〈οὐδ’ ἀπίθησε〉: ὀρθῶς

### book 329.2

οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν. b(BCE3E4)

### book 329.3

T

### book 330a.1

〈τὼ δ’ ἰθὺς βήτην〉 Λυκίων μέγα ἔθνος ἄγοντε:

### book 330a.2

πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνε‐

### book 330a.3

σθαι, προσεκτικοὺς ἡμᾶς ποιῶν. b(BCE3E4)T

### book 330b1.1

〈ἄγοντε:〉 οὕτως Ἀρίσταρχος {μέγα ἔθνος} ἄγοντε,

### book 330b1.2

δυϊκῶς. Aim

### book 330b2

τὸ δὲ ἄγοντε δυϊκῶς. T

### book 332.1

τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν: ὅπου ἐτέτακτο.

### book 332.2

b(BCE3E4)T | δῆλον οὖν ὡς ἐπὶ ἐννέα πλέθρα διαβάντες ἦσαν

### book 332.3

πρῶτος Αἴας, Ἰδομενεύς, Βοιωτός, Φιλοκτήτης, Πρωτεσίλαος, ὁ

### book 332.4

〈Ὀ〉ϊλιάδης, Διώρης, Μέγης, Μενεσθεύς. T

### book 333

〈πάπτηνεν:〉 ὡς συνετὸς προασφαλίζεται. b(BCE3E4)Til

### book 333-4a.1

πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν, 〈εἴ τιν’

### book 333-4a.2

ἴδοιτο / ἡγεμόνων〉: τὸ Ἀχαιῶν (333) ἑκατέροις δύναται

### book 333-4a.3

προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων (334)

### book 333-4a.4

ἐπιφέρεται. καὶ ἄλλως φησὶν ἑξῆς „βῆ δὲ θέειν κατὰ τεῖχος Ἀχαιῶν“

### book 333-4a.5

(Μ 352). A

### book 333b.1

εἴ τιν’ ἴδοιτο / ἡγεμόνων, 〈ὅς τις—ἀμύ‐

### book 333b.2

ναι〉: τὸ ἡγεμόνων (334) ἄκρως προσέθηκεν, οἷς δι’ αἰδῶ ἀπαραί‐

### book 333b.3

τητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος, οἵους δεῖ εἶναι τοὺς

### book 333b.4

ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν

### book 333b.5

εἰκὸς καὶ πλῆθος ἕπεσθαι. b(BCE3E4)T

### book 334a1.1

ἑτάροισιν ἀμύναι: πρὸς τὸ φιλόστοργον τοῦ βασι‐

### book 334a1.2

λέως· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τῶν μαχομένων δέδοικεν. T

### book 334a2.1

τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυ‐

### book 334a2.2

τοῦ, ἀλλ’ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος.

### book 334a2.3

b(BCE3E4)

### book 335.1

ἐς δ’ ἐνόης’ Αἴαντε δύω: ὅτι ἐν τοῖς ἀριστεροῖς μέ‐

### book 335.2

ρεσι τοῦ ναυστάθμου γέγονεν ἡ μάχη, ὅπου καὶ οἱ Αἴαντες ἐσκή‐

### book 335.3

νουν. A

### book 336a.1

Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα: οὐκ εἰκῆ τὸ

### book 336a.2

νέον· χθὲς γὰρ ἐτρώθη ὑπὸ Ἕκτορος (cf. Θ 324—9)· νεωστὶ οὖν

### book 336a.3

προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον. b(BCE3E4)T

### book 336b

〈νέον:〉 ὅτι ἀντὶ τοῦ νεωστί. Aim

### book 337a.1

ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν: ἀλλ’ οὐκ

### book 337a.2

ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκουσθῆναι. b(BCE3)T ἐντεῦθεν

### book 337a.3

οὖν ἐδέησεν ἀγγέλου. b(BCE3E4)T

### book 337b1.1

γεγωνεῖν: ὁ Ἀσκαλωνίτης (p. 52 B.) βαρύνει ὡς

### book 337b1.2

ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς „φιλεῖν“ (ο 74). καὶ ἔοικε μᾶλλον

### book 337b1.1

περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον,

### book 337b1.2

οὕτως καὶ ἐγεγώνεον ἔφη· „ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ

### book 337b1.5.1

ἐγεγώνεον“ (ρ 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν·

### book 337b1.5.2

„ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν“ (Θ 223). προσέθηκα δὲ παρὰ

### book 337b1.5.3

τῷ ποιητῇ, ἐπεὶ οἱ μετ’ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ

### book 337b1.5.4

ὡς περισπώμενον. A

### book 337b2.1

γεγωνεῖν: πιθανὸν μὲν τὸ περισπᾶν τὸ 〈γεγωνεῖν〉

### book 337b2.2

παρὰ τῷ ποιητῇ. διχῶς δὲ εὕρηται, καὶ βαρυτόνως καὶ περισπω‐

### book 337b2.3

μένως. T

### book 339-40.1

βαλλομένων σακέων τε καὶ 〈ἱπποκόμων〉

### book 339-40.2

τρυφαλειῶν / καὶ πυλέων: ἔμφασιν ἔχει ἡ 〈ὁ〉μοιοκαταληξία

### book 339-40.3

τῶν λέξεων καὶ ἡ ἐπέκτασις τοῦ στοιχείου τοῦ πυλέων (340). T

### book 340a1.1

{καὶ πυλέων·} πᾶσαι γὰρ ἐπῴχατο: ὅτι πᾶσαι

### book 340a1.2

ἀντὶ τοῦ ὅλαι· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία. | τὸ δὲ

### book 340a1.3

ἐπῴχατο διὰ τοῦ α καὶ σὺν τῷ ι, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο.

### book 340a1.4

Ζηνόδοτος „ἐπῴχετο“. | ἐὰν γράφηται „ἐπῴχετο“, τὸ πρὸ αὐτοῦ

### book 340a1.5

„πάσασ“ γραφέσθω. ἐπῴχετο δὲ ἡ ἀϋτὴ δηλονότι. A

### book 340a2

ἐπῴχατο: ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. T

### book 340b

〈πᾶσαι γὰρ ἐπῴχατο:〉 οὕτως Ἀρίσταρχος πᾶσαι

### book 340b

γὰρ ἐπῴχατο. Aint

### book 340c1.1

πάσας γὰρ ἐπῴχετο: πᾶσαι κεκλιμέναι ἦσαν παρὰ

### book 340c1.2

τὸν ὀχῆα ἀντὶ τοῦ πᾶσα ἡ πύλη. οἱ δὲ, ἐπὶ πάσας ἤρχοντο οἱ πολέ‐

### book 340c1.3

μιοι. T

### book 340c2.1

ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας

### book 340c2.2

ἤρχοντο οἱ πολέμιοι. b(BCE3E4)

### book 342-3.1

αἶψα δ’ ἐπ’ Αἴαντα 〈προΐει—Αἴαντα

### book 342-3.2

κάλεσσον〉: φίλος γὰρ ὡς Σαλαμίνιος. εἶτα ἐπάγει „ἀμφοτέρω μὲν

### book 342-3.3

μᾶλλον“ (Μ 344). ἔστι δὲ ἠθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ

### book 342-3.4

ἄκρως ἀπομιμεῖται ὁ ποιητής. b(BCE3E4)T

### book 342a1.1

αἶψα δ’ ἐπ’ Αἴαντα προΐει 〈κήρυκα Θοώτην〉:

### book 342a1.2

ὅτι οἰκεῖον ὄνομα κήρυκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνοματοθε‐

### book 342a1.3

τικὸς ὁ ποιητής. | Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις (sc. in

### book 342a1.4

Μ 342 et 343) „Αἴαντε“ γράφει. A

### book 342a2

〈Αἴαντα:〉 Ζηνόδοτος „Αἴαντε“. Til

### book 343a.1

ἔρχεο, δῖε Θοῶτα, 〈θέων Αἴαντα κάλεσσον〉:

### book 343a.2

ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ

### book 343a.3

τῷ πορεύου. | στικτέον δὲ ἐπὶ τὸ Θοῶτα ἢ συναπτέον, ὡς πολ‐

### book 343a.4

λάκις (e. g. ad Λ 186) εἴρηται. A

### book 343b

Θοῶτα: οἰκεῖον ὄνομα κήρυκος, παρὰ τὸ θεῖν. T

### book 345

〈ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος:〉 ἵν’

### book 345

ὡς περὶ κοινοῦ ἀγωνίσωνται. Til

### book 346a.1

ὧδε γὰρ ἔβρισαν: πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξει‐

### book 346a.2

ληφέναι τὸ ὧδε τοπικῶς· ἑξῆς γὰρ (sc. Μ 359) γράφει „κεῖσε γὰρ

### book 346a.3

ἔβρισαν“. ἔστι δὲ ἀντὶ τοῦ οὕτως. A

### book 346b

〈ὧδε:〉 ἀντὶ τοῦ οὕτως, ὅ ἐστι λίαν. Til

### book 347

〈ζαχρηεῖς:〉 παρὰ τὸ χρεώ καὶ τὸ ζα, ζαχρεεῖς. Til

### book 348-9.1

εἰ δέ σφιν καὶ κεῖθι〈— / ἀλλά περ οἶος

### book 348-9.2

ἴτω Τελαμώνιος ἄλκιμος Αἴασ〉: σαφὲς ἐνθάδε γέγονε, πότε‐

### book 348-9.3

ρον τῶν Αἰάντων ἔλεγε „θέων Αἴαντα κάλεσ〈σ〉ον“ (Μ 343). T

### book 348a.1

εἰ δέ σφιν καὶ κεῖθι: ὅτι Ζηνόδοτος γράφει „εἰ δέ

### book 348a.2

σφιν κἀκεῖσε“. οὐκ ἔστι δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός ἐστιν,

### book 348a.3

ἀλλ’ εἰ ἐν ἐκείνῳ. A

### book 348b1.1

〈καὶ κεῖθι:〉 ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι.

### book 348b1.2

Aim

### book 348b2

γράφεται καὶ „κἀκεῖθι“. T

### book 350a.1

καί οἱ Τεῦκρος ἅμ’ ἑ〈σ〉πέσθω 〈τόξων ἐῢ

### book 350a.2

εἰδώσ〉: ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος

### book 350a.3

παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος

### book 350a.4

φαίνεται. A

### book 350b

〈καί οἱ—εἰδώς:〉 καὶ Ἀριστοφάνης ἠθέτει. Aint

### book 350c.1

καί οἱ Τεῦκροσ〈—εἰδώσ〉: ἀθετεῖται· εἵπετο

### book 350c.2

γὰρ πάντως διὰ τὴν σκέπην Αἴαντος· εἰ μὴ χωρὶς ὢν οὐκ ἤκουσε

### book 350c

τῶν λεγομένων ὁ Τεῦκρος. T

### book 352a.1

βῆ δὲ θέειν 〈παρὰ τεῖχος Ἀχαιῶν χαλκοχι‐

### book 352a.2

τώνων〉: ταῦτα καὶ ταχέως προφέρεσθαι δεῖ· ἔφη γὰρ „εἶθαρ δὲ

### book 352a.3

προσηύδα“ (Μ 353). T

### book 352b

〈παρὰ τεῖχος:〉 γράφεται „κατὰ τεῖχοσ“. Aim

### book 356.1

μίνυνθά περ ἀντιάσητον: μίνυνθα δεξιότητος ἀγγέ‐

### book 356.2

λου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπ’ ὀλίγον ἔσεσθαι τὴν

### book 356.3

βοήθειαν. b(BCE3E4)T

### book 359a1.1

ὧδε γὰρ ἔβρισαν: ὅτι Ζηνόδοτος γράφει „κεῖσε γὰρ

### book 359a1.2

ἔβρισαν“, οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ

### book 359a1.3

τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν ‘οὕτως ἐπ‐

### book 359a1.4

εβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίασ‘. A

### book 359a2

Ζηνόδοτος „κεῖσε γὰρ 〈ἔβρισαν〉“ γράφει. Til

### book 360

〈ζαχρηεῖς:〉 περισπαστέον ὡς εὐγενεῖς. Aim

### book 363.1

καί οἱ Τεῦκροσ〈—εἰδώσ〉: ἀθετεῖται ὁ στίχος

### book 363.2

καὶ ὑπὸ τοῦ κήρυκος λεγόμενος διὰ τὰ αὐτά. A

### book 365.1

αὐτίκ’ Ὀϊλιάδην: ὅτι Ζηνόδοτος γράφει „αὐτίκ’ ἄρ’

### book 365.2

Ἰλιάδην“. Ὀϊλιάδην δὲ διὰ παντὸς Ὅμηρος λέγει. καὶ ὅτι λείπει

### book 365

ἡ πρός. A

### book 366a.1

{αἶαν} σφῶϊ {μέν}: ὅτι Ζηνόδοτος γράφει „σφῶε“.

### book 366a.2

τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶϊ ὑμεῖς. A

### book 366b.1

σὺ καὶ ὁ κρατερὸς Λυκομήδης: θαυμαστῶς ἐφ’

### book 366b.2

ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ b(BCE3E4)T ὡς

### book 366b.3

γενναῖος καὶ πολεμόπειρος. b(BCE3E4) τὸ δὲ κρατερός πρὸς

### book 366b.4

κολακείαν τοῦ Λυκομήδους εἶπεν. T

### book 367.1

Δαναοὺς ὀτρύνετον: οὐ γὰρ εὔσχημον τοῖς ἡγεμόσι καὶ

### book 367.2

ὁμοτίμοις ἐντέλλεσθαι. b(BCE3E4)T

### book 368.1

αὐτὰρ ἐγὼ κεῖς’ εἶμι: ὅτι Ζηνόδοτος γράφει „κεῖθι“.

### book 368.2

τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν

### book 368.3

τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει. A

### book 369.1

αἶψα δ’ ἐλεύσομαι 〈αὖτισ〉: μέμνηται τοῦ „μίνυνθά περ“

### book 369.2

(Μ 356). T

### book 371a.1

〈καί οἱ Τεῦκρος ἅμ’ ᾖε κασίγνητος καὶ ὄπατρος:〉

### book 371a.2

εἴρηται ὅτι †διεσκεύασται. Aim

### book 371b.1

κασίγνητος καὶ ὄπατρος: οὐ νόθος οὖν καθ’ Ὅμηρον

### book 371b.2

ὁ Τεῦκρος· καὶ γὰρ „ὁ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον“ (Λ

### book 371b.3

257). φησὶ δὲ „ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν“ (Ο 439). οὐκ ἄρχει δὲ ὡς

### book 371b

μικρότερος. ἀθετεῖται οὖν τὸ „καί σε νόθον περ ἐόντα“ (Θ 284). T

### book 372.1

〈τοῖς δ’ ἅμα〉 Πανδίων 〈Τεύκρου〉 φέρε 〈καμπύλα〉

### book 372.2

τόξα: ἀθετεῖται· διὰ τί γὰρ μὴ ἑαυτῷ βαστάζει; | τινὲς δὲ τόξα τὰ

### book 372.3

βέλη. T

### book 374-5.1

τείχεος ἐντὸς ἰόντες, 〈ἐπειγομένοισι δ’ ἵκοντο, /

### book 374-5.2

οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον〉: ὑποστικτέον ἐπὶ τὸ ἰόντες (374) καὶ

### book 374-5.3

ἵκοντο (374). περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἱ δ’ ἐπ’ ἐπάλξεις

### book 374-5.4

βαῖνον (375). A

### book 375.1

οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον: ὅτι, εἰ μὴ νοήσωμεν „κρόσ‐

### book 375.2

σασ“ (Μ 258) τὰς κλίμακας, πῶς ἂν ἄλλως δύναι〈ν〉το ἀναβαίνειν

### book 375.3

ἐπὶ τὸ τεῖχος· A

### book 378

〈πρῶτος:〉 πρῶτος τοῦ Τεύκρου. Til

### book 379a1.1

Σαρπήδοντος {ἑταῖρον}: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα,

### book 379a1.2

ὡς Χαλκώδοντος· οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς

### book 379a1.3

„Σαρπηδόνοσ“ (Π 327 al.) γενικῆς διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα

### book 379a1.4

ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν· ἔνθεν γὰρ καὶ τὸ „ἑκών“

### book 379a1.5

(Γ 66 al.) μετοχή. A

### book 379a2

ὡς Χαλκώδοντος. Til

### book 381a1.1

〈κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ

### book 381a1.2

μιν ῥέα: ὑπέρτατοσ〉 ὑπερμεγέθης. b(BCE3E4) ἔστι δὲ ὁ

### book 381a1.3

στίχος ὅλος δακτυλικός. b(BCE3)

### book 381a2

ὅλος δακτυλικός. Til

### book 382a1.1

χειρί γε τῇ ἑτέρῃ: οὕτως αἱ Ἀριστάρχου καὶ αἱ

### book 382a1.2

πλείους „χείρεσ〈σ〉’ ἀμφοτέρῃσ“. ἐν δὲ ταῖς κοινοτέραις χειρί γε τῇ

### book 382a1.3

ἑτέρῃ {ἔχοι ἀνήρ}, ὅπερ ἐκλύει τὴν ἰσχὺν τοῦ Αἴαντος. A

### book 382a2

„χείρεσ〈σ〉’ ἀμφοτέρῃσ“ {ἔχοι}. Aim

### book 382a3.1

χείρεσς’ ἀμφοτέρῃς: οὕτως αἱ Ἀριστάρχου. ἐν δὲ

### book 382a3.2

ταῖς κοιναῖς „χειρί γε τῇ ἑτέρῃ“. T

### book 382b.1

χείρεσς’ ἀμφοτέρῃς ἔχοι: „χειρί γε τῇ ἑτέρῃ ἔχοι“. ἢ

### book 382b.2

ὑπέλυσεν; ἀλλ’ οὐκ εἶπε ‘βάλοι‘, ἀλλ’ ἔχοι. T

### book 382c.1

〈χείρεσς’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν:〉

### book 382c.2

ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη ‘βάλοι‘ καίτοι ἐγχωροῦντος τοῦ μέτρου.

### book 382c.3

ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύνατό τις, τοῦτον

### book 382c.4

ῥηϊδίως τῇ ἑτέρᾳ ἠφίει ὁ Αἴας. καὶ τὸ οὐδὲ μάλ’ ἡβῶν πρὸς ἐπί‐

### book 382c.5

τασιν πλείονα ἔγκειται. b(BCE3E4)T

### book 383a.1

〈ὁ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας:〉 ἐν ἄλλῳ „ὁ δέ μιν

### book 383a.2

ῥέα πάλλε καὶ οἶοσ“ (= Μ 449). Aim

### book 383b.1

ὁ δ’ ἄρ’ ὑψόθεν 〈ἔμβαλ’ ἀείρασ〉: οὐ δοκεῖ μοι νῦν

### book 383b.2

λέγειν ὅτι ἀπὸ ὕψους βάλλει ἐν τῷ τείχει ὤν, ἀλλὰ T μετεωρίσας

### book 383b.3

τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν πληγήν. b(BCE3E4)T

### book 384-5.1

〈σὺν δ’ ὀστέ’ ἄραξε /〉 πάντ’ ἄμυδις 〈κεφαλῆσ〉:

### book 384-5.2

ἐμφαντικῶς ἅμα τῇ κυνῇ (cf. 384) συνέθλασε πάντα τὰ ὀστᾶ. T

### book 385.1

ἀρνευτῆρι: κυβιστῆρι, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυ‐

### book 385.2

βιστῶσιν ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ

### book 385

ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται. AT

### book 386a1.1

κάππες’ ἀφ’ ὑψηλοῦ πύργου: ὡς ἤδη ἐπιβεβηκώς.

### book 386a1.2

οἱ δὲ τοῦ ἀναχώματος. T

### book 386a2

ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει. b(BCE3E4)

### book 386b

〈ἀφ’ ὑψηλοῦ:〉 γράφεται „ἀπ’ εὐεργέοσ“. Aim

### book 386c1.1

〈λίπε δ’ ὀστέα θυμός:〉 ὀστέα {δὲ} ἀπὸ μέρους τὸ

### book 386c1.2

ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή. b(BCE3E4)

### book 386c2

λίπε δ’ ὀστέα θυμός: ἀντὶ τοῦ τὸ σῶμα. T

### book 386d.1

λίπε δ’ ὀστέα θυμός: δοκεῖ αὐτῷ καὶ τοῖς ὀστοῖς τὸ

### book 386d.2

ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν τρίτῳ Περὶ ψυχῆς (fr.

### book 386d.3

28 a E.—K.)· ὁ μὲν γὰρ Πλάτων (cf. Tim. 73 b 3) καὶ τοὺς δεσμοὺς

### book 386d.4

αὐτῆς ἐν ταῖς τοῦ ὀστοῦ ῥίζαις φησὶν εἶναι. T

### book 387-9.1

Τεῦκρος δὲ Γλαῦκον〈—παῦσε δὲ χάρμησ〉:

### book 387-9.2

πολὺ ὤνησαν ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· τὰ γὰρ ἄκρα τῆς

### book 387-9.3

Σαρπηδόνος στρατιᾶς παρείλοντο. b(BCE3E4)T

### book 388.1

ἰῷ ἐπεσσύμενον 〈βάλε τείχεος ὑψηλοῖο〉: οὐ πάν‐

### book 388.2

τως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται

### book 388.3

ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ

### book 388

τεῖχος. A

### book 389a1.1

ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, 〈παῦσε δὲ χάρ‐

### book 389a1.2

μησ〉: ἀρίστου τοξότου τὸ τὰ μὴ σκεπασθέντα βαλεῖν, ὡς Ἀλέξαν‐

### book 389a1.3

δρος (cf. Λ 376—8). τὸ δὲ ἑξῆς „ἰῷ ἐπεσσύμενον βάλε“ (Μ 388)

### book 389a1.4

βραχίονα. τὸ δὲ χάρμης ἐξ ἀντιφράσεως. T

### book 389a2.1

ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια

### book 389a2.2

τηρεῖν. b(BCE3E4)

### book 389a2.1

ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα: καθ’ ὃ μέρος ἐθεάσατο

### book 389a2.2

αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον. A

### book 390.1

ἂψ δ’ ἀπὸ τείχεος 〈ἆλτο〉: προσηρεικὼς τῷ τείχει ὁ

### book 390.2

Γλαῦκος πάλιν ἀναχωρεῖ. b(BCE3E4)T

### book 390-1a1.1

ἵνα μή τις Ἀχαιῶν〈—ἐπέεσσι〉: ὅπως μὴ

### book 390-1a1.2

θράσους αἴτιος εἴη τοῖς πολεμίοις. T

### book 390-1a2.1

ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, b

### book 390-1a2.2

(BCE3E4) καυχήσεως δὲ τοῖς Ἀχαιοῖς. b(BE3E4)

### book 391a1.1

{βλήμενον} ἀθρήσειε: ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ

### book 391a1.2

δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς, „ἄχρισ“ (Δ 522 al.), „ἀφρόσ“

### book 391a1.3

(Υ 168), „ὄφρα“ (Α 82 al.), ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον

### book 391a1.4

σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς ὅτι ψιλοῦται, „ἡ δ’

### book 391a1.5

οὔτ’ ἀθρῆσαι δύνατο“ (τ 478). A

### book 391a2.1

τὸ δὲ ἀθρήσειε ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος

### book 391a2.2

καὶ τοῦ ρ ψιλοῦται, σεσημειωμένου τοῦ ἅθρους πρὸς διάφορον σημαι‐

### book 391a2.3

νόμενον. T

### book 392.1

〈Σαρπήδοντι δ’〉 ἄχος γένετο: ἐδηλώθη ἡ διάθεσις τοῦ

### book 392.2

φίλου· διὰ γὰρ τὴν περίστασιν οὐκ ἐξάγειν, οὐ παραμυθεῖσθαι ἐδύ‐

### book 392

νατο. b(BCE3E4)T

### book 393a.1

αὐτίκ’ ἐπεί τ’ ἐνόησεν, 〈ὅμως δ’ οὐ λήθετο χάρ‐

### book 393a.2

μησ〉: τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε, παρέλκοντος τοῦ τέ· A b (BCE3E4)

### book 393a.3

T διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν

### book 393a.4

ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον. A

### book 393b.1

ὉΜΩΣ {δ’ οὐ λήθετο}: ὁμοίως τῷ πρώτῳ (cf. Μ 379—86)

### book 393b.2

ἦν. ἢ „ὅμωσ“, ὡς ἔχει τὸ „ἔνθα χ’ ὅμως προσέφη“ (λ 565). T

### book 394a.1

ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα: ὅτι οὐ Κάλχαντος

### book 394a.2

ἀδελφὸς Ἀλκμάων, ἀλλ’ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνω‐

### book 394a.3

σιν. A

### book 394b.1

ἀλλ’ ὅ γε Θεστορίδην 〈Ἀλκμάονα〉: ἄδηλον, εἰ

### book 394b.2

Κάλχαντός ἐστιν ἀδελφός. εἰ δὲ ἦν, κἂν διεσάφησεν ὁ ποιητής. T

### book 394-5.1

〈δουρὶ τυχήσας /〉 νύξε: ἄδηλον ποῦ. ὁ δὲ Ἀριστο‐

### book 394-5.2

φάνης, ὡς ὑπερκύπτοντα κατὰ τὸ γένειον αὐτὸν ἔβαλεν. T

### book 395.1

ἐκ δ’ ἔσπασεν ἔγχος: δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ

### book 395.2

χειρὸς δυνάμενος ὡς ἂν ἤδη ἐπιβεβηκὼς τῷ τείχει. b(BCE3E4)T

### book 395.1

εἰ δὲ μὴ κατὰ τὸ ῥητὸν λέγει, πῶς προσῄεσαν, οὐ θαῦμα· εἶπε γὰρ

### book 395.2

ἤδη „κρόσσας μὲν πύργων ἔρυον“ (Μ 258)· ἄλλως γὰρ ἀναβαίνειν

### book 395.5

ἀδύνατον. T

### book 397-8.1

ἔπαλξιν ἑλὼν 〈χερσὶ στιβαρῇσιν | ἕλχ’, ἡ δ’

### book 397-8.2

ἕσπετο πᾶσα διαμπερέσ〉: καθέλκει τὴν ἔπαλξιν πρὸς τὸ εἰσπη‐

### book 397-8.3

δῆσαι, σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν τὴν

### book 397-8.4

ἔπαλξιν. ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος. b(BCE3E4)T

### book 398.1

ἡ δ’ ἕσπετο 〈πᾶσα διαμπερέσ〉: ὡς ἐπὶ ἐμψύχου, ἵνα

### book 398.2

δηλώσῃ ὅτι ὥσπερ ἐπιταχθεῖσα ἠκολούθησεν. τὸ δὲ διαμπερές διηνε‐

### book 398.3

κῶς, δι’ ὅλου. T

### book 398-9.1

〈αὐτὰρ ὕπερθε /〉 τεῖχος ἐγυμνώθη: ἔμφασις με‐

### book 398-9.2

γέθους λίθου. τὸ δὲ ἐγυμνώθη (399) ἀπεκοσμήθη. T

### book 400a.1

τὸν δ’ Αἴας καὶ Τεῦκρος: πιθανῶς ὡς ἀρίστου ἄμφω

### book 400a.2

στοχάζονται. T

### book 400b.1

{τὸν δ’ αἴας} καὶ Τεῦκρος: ὑπὸ τὴν ἔπαλξιν σκέπεται

### book 400b.2

Τεῦκρος. T

### book 400c.1

〈ὁ μὲν ἰῷ:〉 ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντη‐

### book 400c.2

σεν. Aint

### book 401.1

〈βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινόν:〉 ὅτι

### book 401.2

διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες. Aint

### book 402

〈ἀμφιβρότης:〉 τινὲς βροτὸν 〈περι〉εχούσης. Til

### book 402-3.1

ἀλλὰ Ζεὺς κῆρας ἄμυνεν 〈/ —δαμείη〉:

### book 402-3.2

ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο.

### book 402-3.3

καὶ τοῖς βάλλουσι χαρίζεται, καὶ Πατρόκλῳ σῴζει αὐτόν (cf. Π

### book 402-3

480—1). b(BCE3E4)T

### book 404a1.1

ἡ δὲ διαπρό: οὕτως „οὐδὲ διαπρό“ αἱ Ἀριστάρχου. ἡ

### book 404a1.2

δὲ κοινὴ ἡ δὲ διαπρό. A

### book 404a2

οὕτως ἡ γραφή. Til

### book 405

〈μεμαῶτα:〉 μετὰ προθυμίας ἐφαλλόμενον. b(BCE3E4)Til

### book 406a1.1

χώρησεν δ’ ἄρα τυτθὸν 〈ἐπάλξιοσ〉: ἐν τῇ ἀναβάσει

### book 406a1.2

δηλονότι. T

### book 406a2.1

κατὰ τὴν ἀνάβασιν δηλονότι τὴν εἰς τὸ τεῖχος ἐκωλύθη.

### book 406a2.2

b(BCE3)

### book 407a1.1

{χάζετ’ ἐπεί οἱ θυμὸς} ἐέλπετο: οὕτως διὰ τοῦ π ἐέλ‐

### book 407a1.2

πετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ διὰ τοῦ δ „ἐέλδετο“. A

### book 407a2

γράφεται καὶ „ἐέλδετο“, καὶ μᾶλλον. Til

### book 410-1.1

ἀργαλέον δέ μοι〈—〉ῥηξαμένῳ 〈θέσθαι

### book 410-1.2

παρὰ νηυσὶ κέλευθον〉: ἀργαλέον καὶ ῥῆξαι καὶ ὁδοποιῆσαι. T

### book 412a1.1

〈ἐφομαρτεῖτον:〉 Ἀρίσταρχος „ἐφαμαρτεῖτε“, ἄλλοι

### book 412a1.2

δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ „ἐφομαρτεῖτε“. Aim

### book 412a2.1

καὶ „ἐφομαρτεῖτε“ καὶ „ἐφαμαρτεῖτε“. οὕτως Ἀρίσταρ‐

### book 412a2.2

χος. Til

### book 413.1

ὑποδδείσαντες ὁμοκλήν: ἐπὶ δὲ τῶν Ἑλλήνων ἅμα τῷ

### book 413.2

δέει καὶ αἰδῶ παραλαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιτάγματος

### book 413.3

ὑπακούουσιν οἱ Ἕλληνες. b(BCE3E4)T

### book 414

〈ἐπέβρισαν:〉 μετὰ βάρους ὥρμησαν. Til

### book 416a.1

μέγα δέ σφισι φαίνετο ἔργον: ὅτι τὸ σημαινόμενόν

### book 416a.2

ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διά‐

### book 416a.3

νοιαν. A

### book 416b.1

μέγα δέ σφισι φαίνετο ἔργον: ἀνεφαίνετο αὐτοῖς

### book 416b.2

μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο. b(BCE3

### book 416b

E4)T

### book 417-20.1

οὔτε γὰρ 〈ἴφθιμοι〉 Λύκιοι〈—πέλασθεν〉:

### book 417-20.2

ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν. b

### book 417-20.3

(BCE3E4)T

### book 420

〈πέλασθεν:〉 οὕτως πέλασθεν Ἰακῶς. Aim

### book 421.1

ἀλλ’ ὥστ’ ἀμφ’ οὔροισι 〈δύ’ ἀνέρε δηριάασθον〉:

### book 421.2

περὶ ὁρίων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου σχετλιώτερον δοκεῖ τοῖς

### book 421.3

κτήτορσι εἶναι. b(BCE3E4)T

### book 422.1

〈μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ:〉

### book 422.2

μέτρα τὰς ἀκαίνας, b(BCE3E4)T ὡς καὶ οὗτοι τὰ δόρατα.

### book 422.3

T ἐπιξύνῳ δὲ κοινοὺς ὅρους ἐχούσῃ. b(BCE3E4)T

### book 423a.1

〈ὀλίγῳ ἐνὶ χώρῳ:〉 Ζηνόδοτος „ὀλίγῃ ἐνὶ χώρῃ“.

### book 423a.2

Aim T

### book 423b.1

ὀλίγῳ ἐνὶ χώρῳ: εἰς ἐπίτασιν· οἱ γὰρ πλείονα κεκτη‐

### book 423b.2

μένοι ἴσως καταφρονοῦσιν. T

### book 424

〈ὡς ἄρα τοὺσ〉 διέεργον ἐπάλξιες: τὰ γὰρ ὅρια

### book 424

〈ἔ〉θεσαν διὰ λίθων· „ἔμ〈μ〉εναι οὖρον ἀρούρησ“ (Θ 405). T

### book 426a.1

ἀσπίδας εὐκύκλους 〈λαισήϊά τε πτερόεντα〉:

### book 426a.2

πρὸς τὸ λαισήϊα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων

### book 426a.3

παραμήκεις τὰ λαισήϊα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων

### book 426a.4

βυρσῶν. A

### book 426b1.1

λαισήϊα: ἐξ ἀκατεργάστων βυρσῶν. ἢ τῇ λαιᾷ παλλό‐

### book 426b1.2

μενα Ἀμαζονικά. T

### book 426b2

τὰ καὶ τῇ λαιᾷ πάλλεσθαι δυνάμενα ἀσπίδια. b(BCE3E4)

### book 428a1.1

{ἠμὲν} ὅτῳ {στρεφθέντι}: Ζηνόδοτος „ὅτεῳ“, καὶ ἐμφαί‐

### book 428a1.2

νει Ὁμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησι „τῷ ὅτεῳ τε πα‐

### book 428a1.3

τὴρ κέλεται“ (β 114). A

### book 428a2

Ζηνόδοτος δὲ „ὅτεῳ“· καὶ ἔστιν Ὁμηρικόν. T

### book 428b

{ὅτῳ} στρεφθέντι: οὐκ ἐπὶ φυγήν, ἀλλὰ δι’ ἄλλο τι. T

### book 430-1.1

πάντῃ δὴ πύργοι 〈καὶ ἐπάλξιες αἵματι φω‐

### book 430-1.2

τῶν / ἐρράδατ’ ἀμφοτέρωθεν〉: συνελὼν τὸν περὶ πάντων λό‐

### book 430-1.3

γον ηὔξησε τὴν ἔμφασιν καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν.

### book 430-1.4

b(BCE3E4)T τὸ δὲ ἐρράδατο T ἀπὸ τοῦ ῥάζω. Aint T

### book 430.1

πάντῃ δή {πύργοι}: ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον

### book 430.2

παρέλαβεν. Τυραννίων (fr. 27 P.) δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπι‐

### book 430.3

κόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προστίθησι τὸ ι καὶ

### book 430.4

δασύνει ὁμοίως τῷ „ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδησ“ (Ν 53). οὐκ ἀναγκαῖον δέ·

### book 430.5

ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A

### book 433-5.1

ἀλλ’ ἔχον ὥς τε τάλαντα〈—μισθὸν ἄρη‐

### book 433-5.2

ται〉: πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομένων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ

### book 433-5.3

οὕτως ἀκριβὲς πρὸς ἰσότητα. καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα

### book 433-5.4

οἰκίας (ταύτην γὰρ οὐ λυπεῖ πολλάκις τὸ παρὰ βραχὺ ἴσον), ἀλλ’

### book 433-5.5.1

οὐδὲ θεραπαινίς (οὐ γὰρ αὗται ζητοῦσι τὸ ἀκριβὲς εἰς τοσοῦτον, ἅτε δὴ

### book 433-5.5.2

ὑπὸ τοῦ δεσπότου τρεφόμεναι b [BCE3E4] T καὶ οὐκ ἐν τῷ δια‐

### book 433-5.5.3

μαρτεῖν περὶ τὸν σταθμὸν κινδυνεύουσαι περὶ τροφήν), T χερνῆ‐

### book 433-5.5.4

τις (433) δέ, ἡ χειρὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα, ἵνα παισὶν ἀεικέα

### book 433-5.5.5

(435) φησίν. τὸ δὲ ἀληθής (435) ταῖς ἀληθείαις χερνῆτις. b(BCE3E4)

### book 433-5.10.1

T | τάλαντον (cf. 433) δὲ παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικὸν τοῦ

### book 433-5.10.2

βάρους. AintT

### book 433

χερνῆτις: ἡ ἀπὸ τῶν ἔργων—ἄλλοις ἐργαζομένη. A

### book 434a1.1

εἴριον ἀμφὶς 〈ἀνέλκει: ἀμφίς,〉 οὐ δύναται ὧδε

### book 434a1.2

στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν

### book 434a1.3

δέχεται. τὸ δὲ ἀμφὶς ἀνέλκει ἑκατέρωθεν, μήποτε †παραδοῦσα†

### book 434a1

ἀποστερηθῇ τῆς τιμῆς τοῦ μισθοῦ ὀλίγον. T

### book 434a2.1

〈ἀμφὶς ἀνέλκει:〉 ἑκατέρωθεν, μή ποτε παριδοῦσα

### book 434a2.2

ἀποστερηθῇ ὀλίγου μισθοῦ τιμῆς. οὐ δύναται δὲ εἰς τὸ ἀμφίς εἶναι

### book 434a2.3

στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν

### book 434a2.4

δέχεται. b(BCE3E4)

### book 434-5.1

ἀμφὶς ἀνέλκει / ἰσάζουσα: τάχα τὸ ἑξῆς ἐστιν ἀμ‐

### book 434-5.2

φὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν

### book 434-5.3

ἀφορῶσιν. A

### book 435a1.1

ἀεικέα: οὕτως μετὰ τοῦ ν „ἀνεικέα“, ἔξω νείκους, τὸ

### book 435a1.2

ἴσον αὐτοῖς ἀπονέμουσα. ἄμεινον δέ, φησίν, ἀεικέα, τὸν εὐτελῆ. ἐν

### book 435a1.3

δὲ τῷ Πρὸς τὸ Ξένωνος παράδοξον προφέρεται „ἀμεμφέα {μισθόν}“. A

### book 435a2

ἔν τισι μετὰ τοῦ ν „ἀνεικέα“, ἔξω νείκους. Aint

### book 437.1

〈πρίν γ’ ὅτε δὴ Ζεὺσ〉 κῦδος ὑπέρτερον 〈Ἕκτορι

### book 437.2

δῶκε〉: ὑπέρτερον τῶν Ἑλλήνων, ἢ ὃ οὐκ εἶχε πρώην. b(BCE3E4)

### book 437.3

T ἀεὶ δὲ Δ〈ι〉ὶ ἀναφέρει πᾶν εὐτύχημα Ἕκτορος. T

### book 438.1

Πριαμίδῃ, ὃς πρῶτος 〈ἐσήλατο τεῖχος Ἀχαιῶν〉:

### book 438.2

καὶ πῶς φησι „κεῖται ἀνήρ, ὃς πρῶτοσ“ (Π 558); ἢ ἴσως ἑκάτερος τῆς

### book 438.3

ἰδίας τάξεως πρῶτος, ἢ ἀντὶ τοῦ ἐσάλευσε τὸ „ἐσήλατο“ (Π 558). T

### book 439a1.1

ἤϋσεν δὲ διαπρύσιον, 〈Τρώεσσι γεγωνώσ〉: ὅτι

### book 439a1.2

ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν

### book 439a1

„ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ οὔασι πάντες ἄκουον“ (Μ 442). A

### book 439a2

Ἀρίσταρχος ἐπὶ Διός φησι. Til

### book 441.1

καὶ νηυσὶν ἐνίετε 〈θεσπιδαὲσ〉 πῦρ: πρὶν †παρελθῃ†

### book 441.2

τὸ τεῖχος, βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν b(BCE3E4)T

### book 441.3

ὥστε φοβῆσαι τοὺς Ἕλληνας. b(BCE3E4)

### book 442a.1

οἱ δ’ οὔασι πάντες ἄκουον: ὅτι διὰ τούτου εὐκρινὲς

### book 442a.2

γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας· οὐ γὰρ δὴ ἄλλως ἐδύναντο

### book 442a.3

πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν. A

### book 442b.1

οἱ δ’ οὔασι πάντες ἄκουον: οὐ παρ’ ἑτέρων. ἢ ἀνα‐

### book 442b.2

πεπταμένοις τοῖς ὠσὶ καὶ προθύμοις. b(BCE3)T

### book 444.1

κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες:

### book 444.2

ὅτι Ζηνόδοτος γράφει „κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐ‐

### book 444.3

δήν“. A

### book 445-7a1.1

〈Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν,〉 ὅς ῥα πυ‐

### book 445-7a1.2

λάων / εἱστήκει πρόσθεν〈—〉, αὐτὰρ ὕπερθεν / ὀξὺς ἔην:

### book 445-7a1.3

ὕπερθεν τὸ εἰς ἀέρα νεῦον πρὸς τὸ εὐσύλληπτος εἶναι καὶ ὡς πέλεκυς

### book 445-7a1.4

δημιουργηθεὶς πρὸς τὸ ταχὺ σχίσαι τὰς πύλας. T τῷ δὲ ἁρπάξας

### book 445-7a1.5

(445) τὸ σύντομον καὶ ἰσχυρὸν ἐδήλωσεν. b(BCE3E4)T

### book 445-7a2.1

τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι εὐσύλλη‐

### book 445-7a2.2

πτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς πέλεκυς.

### book 445-7a2

b(BCE3E4)

### book 446

〈εἱστήκει:〉 Ἀρίσταρχος „ἑστήκει“ χωρὶς τοῦ ι. Aint

### book 446-7a1.1

εἱστήκει πρόσθε, 〈πρυμνὸς παχύς, αὐτὰρ

### book 446-7a1.2

ὕπερθεν / ὀξὺς ἔην〉: βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε (446),

### book 446-7a1.3

συναφὴν δὲ θετέον ὑπ’ ἀμφοτέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον,

### book 446-7a1.4

κατὰ τὸ ἔσχατον παχύς, κατὰ δὲ τὸ ἕτερον ὀξύς. A

### book 446-7a2.1

πρυμνὸς παχύς: ἓν ἐκ τῶν δύο· διὸ συνα{λι}φὴ τίθε‐

### book 446-7a2.2

ται. T

### book 449a.1

ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: διὰ τὸν Δία. ἐπὶ δὲ

### book 449a.2

Αἴαντος „χειρί γε τῇ ἑτέρῃ“ (Μ 382). T

### book 449b.1

ὁ δέ μιν ῥέα πάλλε 〈καὶ οἶοσ〉: διττὴ ἡ ἐπίτασις, καὶ

### book 449b.2

τῶν δύο μὴ κινούντων τὸν λίθον (cf. Μ 447—8) καὶ τοῦ ἑνὸς πάλλον‐

### book 449b.3

τος ἐλαφρῶς. b(BCE3E4)T

### book 450.1

τόν οἱ ἐλαφρὸν ἔθηκε 〈Κρόνου πάϊς ἀγκυλομή‐

### book 450.2

τεω〉: ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. | καὶ Ἀριστοφάνης

### book 450.3

ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. A

### book 451a1

〈φέρει:〉 οὕτως διὰ τοῦ ε φέρει. Aint

### book 451a2

{φέρει πόκον ἄρσενος:} „†φέρην†“, οὐ φέρει. T

### book 451b1.1

ἄρσενος οἰός: ὅτι †τραχυτέρα† ἢ ὅτι †ῥυπωδεστέρα† ἐμ‐

### book 451b1.2

φερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστίν. μέγας δὲ ὁ

### book 451b1

τοῦ ἄρσενος πόκος. AT θέλει οὖν μέγαν παραστῆσαι τὸν λίθον. T

### book 451b2.1

ὅτι τραχύτερος ἢ ὅτι ῥυπωδέστερος ἢ ὅτι μέγας ὁ τοῦ

### book 451b2.2

ἄρσενος πόκος· ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ

### book 451b2.3

λίθου ἐστίν. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος. b(BCE3E4)

### book 454

〈στιβαρῶς:〉 πυκνῶς καὶ ἰσχυρῶς. Til

### book 455.1

〈δικλίδας ὑψηλάς· δοιοὶ δ’ ἔντοσθεν ὀχῆες:〉 ὀχῆας

### book 455.2

δέ τινες τὰ κάτω κλεῖθρα, δικλίδας δὲ δὶς κλειομένας δυσὶ κλεισίν. T

### book 455-6.1

〈δοιοὶ δ’ ἔντοσθεν ὀχῆες /〉 εἶχον ἐπημοιβοί,

### book 455-6.2

〈μία δὲ κληὶς ἐπαρήρει〉: ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς

### book 455-6.3

πύλης, ἐξ ἑκατέρας φλιᾶς ἕνα, ἐπαλλασσομένους κατὰ μέσον καὶ ἐπὶ

### book 455-6.4

τοῖς ἄκροις ἐπικλειομένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί. A

### book 456.1

ἐπημοιβοί: εἰς μέσον συνάπτοντες· οἱ δέ, εἷς ἐφ’ ἕνα, μία

### book 456.2

δὲ ἐπ’ αὐτῶν κλεὶς ἥρμοστο. A b (BCE3E4)T

### book 457.1

〈στῆ δὲ μάλ’ ἐγγὺς ἰών:〉 ἐν ἄλλῳ „στῆ δ’ ἄρ’ ἐπ’

### book 457.2

οὐδὸν ἰών“. Aim

### book 458a.1

εὖ διαβάς: συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ

### book 458a.2

βαλλομένου φοράν. b(BCE3E4)T

### book 458b.1

{εὖ διαβάς,} ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη: ὅτι

### book 458b.2

πᾶν τὸ βαλλόμενον βέλος λέγει καὶ νῦν τὸν λίθον. καὶ ὅτι ἐκ τοῦ

### book 458b

ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν. A

### book 459.1

θαιρούς: τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιρούς φησι

### book 459.2

διὰ τὸ δι’ αὐτῶν θεῖν τὰς πύλας. A b (BCE3E4)T

### book 461-70.1

σανίδες δὲ διέτμαγεν〈— / ποιητὰς ἐσέχυν‐

### book 461-70.2

το πύλασ〉: πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ βαλόντος, ἐκ

### book 461-70.3

τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ φοβερὸν

### book 461-70.4

βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχομένων δο‐

### book 461-70.5.1

ράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος, καθ’ ὃ μέρος ἔρρηξε Σαρπη‐

### book 461-70.5.2

δών, ἐκ τῶν εἰστρεχόντων εἰς τὰς πύλας, καθ’ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ

### book 461-70.5.3

Ἕκτωρ. b(BCE3E4)T

### book 462a.1

λᾶος ὑπὸ ῥιπῆς: προπερισπαστέον ὡς „κλῆροσ“ (Γ

### book 462a.2

325 al.)· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ

### book 462a.3

χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενική, συναλιφὴν δὲ λαβοῦσα βα‐

### book 462a.4

ρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων (fr. 28 P.) ἀναστρέφει, ἵνα τὸ

### book 462a.5.1

ἑξῆς ὑπάρχ〈ῃ〉 ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει

### book 462a.5.2

φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου; A

### book 462b.1

ὁ δ’ ἄρ’ ἔσθορε: οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμε‐

### book 462b.2

νος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα. b

### book 462b.3

(BCE3E4)T

### book 463a.1

νυκτὶ θοῇ ἀτάλαντος: ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ.

### book 463a.2

πρὸς τὸ „ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς (Α 47), ὅτι Ζηνόδοτος γράφει „νυκτὶ

### book 463a

ἐλυσθείσ“. A

### book 463b.1

〈νυκτὶ θοῇ ἀτάλαντος:〉 νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν.

### book 463b.2

ἐκ δὲ τῶν ἐναντίων τὸν εὐεκτὸν „ἥμερον“ (ο 162)· b(BCE3E4)Til παρὰ γὰρ

### book 463b.3

τὸ ἡμέρα ἥμερος. b(BCE3E4)

### book 463b

νυκτὶ θοῇ: ἤτοι ταχέως—κοιμωμένων ἡμῶν. Aim

### book 463c

ὑπώπια: ἀπὸ μέρους ὅλον δηλοῖ. b(BCE3)T

### book 463-5.1

λάμπε δὲ χαλκῷ 〈/ —〉δοιὰ δὲ 〈χερσί/〉

### book 463-5.2

δοῦρ’ ἔχεν: ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν, ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδρα‐

### book 463-5.3

μὼν εἰς τὸ τεῖχος. b(BCE3E4)T

### book 465.1

〈οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας:〉 Ἀρίσταρ‐

### book 465.2

χος „οὐ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσασ“. Aim

### book 465-6.1

οὐκ ἄν τίς μιν ἐρυκάκοι 〈ἀντιβολήσας /〉 νόσφι

### book 465-6.2

θεῶν: ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ

### book 465-6.3

Ἑλλήνων ἀπολογεῖται, μὴ δυνηθέντων ἀντισχεῖν πρὸς τὴν ἐκδρο‐

### book 465-6.4

μὴν τοῦ Ἕκτορος. b(BCE3E4)T

### book 468a.1

τεῖχος ὑπερβαίνειν: ὅτι καθ’ ὃ μέρος ὡδοποίησαν οἱ

### book 468a.2

Λύκιοι, οὐ καθ’ ὅλον. A

### book 468b

〈τοί:〉 ἀντὶ τοῦ οὗτοι. Til

### book 468c

〈ὀτρύνοντι:〉 οὕτως διὰ τοῦ ο ὀτρύνοντι. Aim

### book 469.1

〈ὑπέρβασαν:〉 οὕτως συνέσταλκεν ἀντὶ τοῦ ὑπερέβησαν.

### book 469.2

Aim

### book 470a

〈ποιητάς:〉 εὖ πεποιημένας. Til

### book 470b.1

ἐσέχυντο: ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ

### book 470b.2

γινομένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη

### book 470b.3

εἰσεληλυθότων b(BCE3E4)T ἔπειτα καὶ ἔπειτα φορὰ ὁμοία

### book 470b.4

φαίνεται τοῖς ἀπὸ βραχέος εἰς μείζονα χεομένοις ὑγροῖς. T

### book 470c.1

{ποιητὰς ἐσέχυντο} πύλας· 〈Δαναοὶ δ’ ἐφόβηθεν〉:

### book 470c.2

ὅτι μία πύλη, πληθυντικῶς δὲ εἴρηται. καὶ ὅτι ἔφευγον ὡς ἐπὶ τὰς

### book 470c.3

ναῦς. διὰ ταύτης δὲ εἰσέρχονται τῆς πύλης, δι’ ἧς ὁ Ἕκτωρ. A

### book 471a.1

ὅμαδος δ’ ἀλίαστος: τὸ μὲν ὅμαδος δασυντέον·

### book 471a.2

ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαστος ψιλωτέον· ἔστι γὰρ

### book 471a.3

στέρησις ἀπὸ τοῦ λιαστός, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· „ἡγεῖτ’·

### book 471a.4

ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα“ (Ω 96). A

### book 471b

〈ἀλίαστος:〉 ἀδιάλειπτος. Til

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 1-7.1

Ζεὺς δ’ ἐπεὶ οὖν〈—ἐς Τροίην δ’ οὐ πάμ‐

### book 1-7.2

παν ἔτι τρέπεν ὄσσε φαεινώ〉: †ἐρρειφθέντος† τοῦ τείχους

### book 1-7.3

καὶ τροπῆς γενομένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς

### book 1-7.4

μῆκος ἅμα καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα

### book 1-7.5.1

δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν „οὐκ ἄν τίς μιν ἐρυκά‐

### book 1-7.5.2

κοι ἀντιβολήσας / νόσφι θεῶν“ (Μ 465—6), ἀναγκαίως τῷ ἀνυπό‐

### book 1-7.5.3

στατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δ’

### book 1-7.5.4

ἂν ἐτόλμησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; b(BCE3

### book 1-7.5.5

E4)T

### book 1a.1

Ζεὺς δ’ ἐπεὶ οὖν 〈Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ

### book 1a.2

πέλασσε〉: διὰ τούτων σχεδὸν βοᾷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν

### book 1a.3

Τρώων γεγενῆσθαι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δ’

### book 1a.4

ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσίν,

### book 1a.5

ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς. b(BCE3E4)T

### book 1b1.1

ἐπεὶ οὖν: ἐπειδή. | ὅσα δηλοῖ τὸ ἐπεί. τὸ ὅτι, „ἐπεὶ

### book 1b1.2

πολὺν ὤλεσα λαόν“ (Β 115), καὶ ὅτε (ὡς νῦν), καὶ ἐπειδή, καὶ ἀφ’

### book 1b1.3

οὗ. A

### book 1b2

τὸ δὲ ἐπεί πολλὰ δηλοῖ, †ἐπεὶ† καὶ ὅτι, „ἐπεὶ πολὺν

### book 1b2

ὤλεσα λαόν“, καὶ ὅτε (ὡς νῦν), καὶ ἐπειδή, καὶ ἀφ’ οὗ. T

### book 1c.1

{ζεὺς δ’ ἐπεὶ οὖν} Τρῶάς τε καὶ Ἕκτορα: ὅτι κεχώρι‐

### book 1c.2

κε τῶν Τρώων τὸν Ἕκτορα, ὡς κἀκεῖ „οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλή‐

### book 1c.3

τορος, / οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγροσ“

### book 1c.4

(Β 641—2). A

### book 1d.1

Τρῶάς τε καὶ Ἕκτορα: πρὸς τὸ δεύτερον ὑπήντησεν·

### book 1d.2

πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν, ὑπεξεῖλε δὲ αὐτὸν ἰδίᾳ, b(BCE3E4)

### book 1d.3

T ὡς „θάνε δὲ ξανθὸς Μελέαγροσ“ (Β 642). T

### book 1d

ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ’ ἐξοχήν.

### book 1d.5.1

μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ—τὴν ἐπιφάνειαν αὐτοῦ.

### book 1d.5.2

ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ (FGrHist 383, 7). A

### book 2a.1

τοὺς μὲν ἔα παρὰ τῇσι 〈πόνον τ’ ἐχέμεν καὶ

### book 2a.2

ὀϊζύν〉: ἐὰν ἐπ’ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων, ἁπλούστε‐

### book 2a.3

ρόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεταί τι ἦθος, κατα‐

### book 2a.4

κερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἤμελλον

### book 2a.5

ἁλώσεσθαι αἱ νῆες ὑπὸ τῶν βαρβάρων. b(BCE3E4)T

### book 2b1.1

〈παρὰ τῇσι:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „περὶ τῇ‐

### book 2b1.2

σι“. μήποτ’ οὖν διχῶς. Aint

### book 2b2

τινὲς „πρὸς τῇσι“. T

### book 2c

〈πόνον:〉 ὅτι πόνον τὸ κατὰ πόλεμον ἔργον εἴρηκεν. Aint

### book 2d.1

πόνον τ’ ἐχέμεν: πόνον τὴν ἐνέργειαν, „παύσαντο

### book 2d.2

πόνου“ (Α 467), καὶ τὴν κακοπάθειαν, „ἦ μὴν καὶ πόνος ἐστὶν

### book 2d.3

b(BCE3E4)T ἀνιηθέντα 〈νέεσθαι〉“ (Β 291). | Ζηνόδοτος δὲ

### book 2d

„ὀχέμεν“. T

### book 2e

〈ὀϊζύν:〉 ὀΐζω ὀϊζύω. Til

### book 3a1.1

πάλιν τρέπεν ὄσσε φαεινώ: τὸ πάλιν τὴν ἀπὸ

### book 3a1.2

τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, „ὄσσε πάλιν κλίνασα“ (Γ 427). οἱ

### book 3a1.3

δὲ ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες

### book 3a1.4

Ὁμήρῳ, „πάλιν ποίησε γέροντα“ (π 456). καὶ εἰς τοὐπίσω, „χειρὶ

### book 3a1.5

πάλιν ἐρύσασα“ (Ε 836). καὶ ἐναντίως, „οὐδὲ πάλιν ἐρέει“ (Ι 56).

### book 3a1

AT

### book 3a2.1

τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· σύνη‐

### book 3a2.2

θες δέ ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς

### book 3a2.3

ἐνταῦθα· τὸ ἐκ δευτέρου, ὡς τὸ „πάλιν ποίησε γέροντα“. τὸ εἰς

### book 3a2.4

τοὐπίσω, ὡς τὸ „χειρὶ πάλιν ἐρύσασα“. καὶ τὸ ἐναντίως, ὡς τὸ

### book 3a2.5

„οὐδὲ πάλιν ἐρέει“. b(BCE3)

### book 3b.1

〈πάλιν τρέπεν ὄσσε φαεινώ:〉 ὅτι οὐδὲν ἀθεώρητον

### book 3b.2

τῷ δημιουργῷ. τὸ δὲ ὄσσε φαεινώ, δι’ ὧν δίδοται τοῖς ὁρῶσι

### book 3b.3

τὸ φάος. b(BCE3)T

### book 4a.1

νόσφιν: βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει

### book 4a.2

γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας. A

### book 4b.1

ἐφ’ ἱπποπόλων 〈Θρῃκῶν καθορώμενος αἶαν〉:

### book 4b.2

οἱ μὲν περισσῶς τὴν ἐπί. †οἱ δὲ ἐπὶ ἵππων πολουμένων†, οἱ δὲ

### book 4b.3

ὄνομα ἔθνους. τὸ δὲ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν. T

### book 5a

〈Μυσῶν τ’ ἀγχεμάχων:〉 τινὲς τῶν ἐν Μακεδονίᾳ. Til

### book 5b.1

ἈΓΑΥΩΝ ἹΠΠΗΜΟΛΓΩΝ: Ἀγαυοὶ ὄνομα ἔθνους·

### book 5b.2

ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. A b (BCE3)T

### book 5b

Δημήτριος (fr. 14 St.) δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς. AT

### book 6a.1

Γλακτοφάγων, Ἀβίων τε, 〈δικαιοτάτων ἀν‐

### book 6a.2

θρώπων〉: πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς, βέλτιον, ὡς

### book 6a.3

Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τὸν

### book 6a.4

στίχον καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην λέξιν καὶ μετὰ

### book 6a.5.1

τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων κοινὸν

### book 6a.5.2

ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ. A (bis)

### book 6b.1

〈γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώ‐

### book 6b.2

πων〉: †λαητῖνες† ἔθνος, οἱ γαλακτοπόται. τινὲς τούτους Σαρμάτας

### book 6b

φασίν. Til

### book 6c.1

Ἀβίων 〈τε δικαιοτάτων ἀνθρώπων〉: πάντων Σκυ‐

### book 6c.2

θῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι,

### book 6c.3

A b (BCE3E4)T μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ

### book 6c.4

ἀνδρὸς ἐπικηρυκεύσασθαι πρὸς αὐτόν· b(BCE3E4)T οὓς δικαι‐

### book 6c.5.1

οτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον, A b (BCE3E4)T ὡς καὶ

### book 6c.5.2

„Αἰθιοπῆασ“ (Α 423), ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσιν

### book 6c.5.3

εἰς Ἀσίαν. AT πῶς δὲ οὐδὲν περὶ αὐτῶν εἶπεν; καὶ γὰρ οὐδὲ

### book 6c.5.4

περὶ τοῦ δικαιοτάτου τῶν Κενταύρων (cf. Λ 832) οὐδὲ περὶ τοῦ

### book 6c

κερδίστου Σισύφου (cf. Ζ 153). T

### book 6d

Ἀβίων: τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς

### book 6d.1

ἐστιν· οὓς δή φησι δικαιοτάτους εἶναι ἁπάντων, AT ὅτι κοι‐

### book 6d.2

νοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ

### book 6d.3

ποτηρίου. τούτοις δὲ αὐτομάτως ἡ γῆ βίον φέρει οὐδέν τι ζῷον

### book 6d.5.1

ἐσθίουσιν. τούτους Αἰσχύλος (fr. 196,3 N.2 = 329, 3 M. = 196,3 R.) „Γαβί‐

### book 6d.5.2

ουσ“ φησίν. Ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν, ἢ

### book 6d.5.3

†ἅμα βιῶν† πορευόμενοι, ἢ ὅτι ἄοικοι. A b (BCE3E4)T οἱ δὲ

### book 6d.1

AT | τὸ α κατ’ ἐπίτασιν, ἵν’ ᾖ πολυβίων καὶ πολυετῶν, A | ὅτι

### book 6d.2

μακρόβιοι, AT | ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει

### book 6d.10.1

γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. |

### book 6d.10.2

τινὲς δὲ τούτους Σαρμάτας φασίν. A | λέγουσι δὲ αὐτοὺς τοὺς

### book 6d.10.3

ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν. AT

### book 6e.1

〈δικαιοτάτων ἀνθρώπων:〉 Ἀρίσταρχος χωρὶς τοῦ τέ,

### book 6e.2

δικαιοτάτων ἀνθρώπων. Aint

### book 7

〈οὐ πάμπαν:〉 οὐδὲ ὅλως. Til

### book 8a1.1

〈οὐ γὰρ ὅ γ’ ἀθανάτων:〉 Ἀριστοφάνης διὰ τοῦ ε,

### book 8a1.2

„οὐ γὰρ ἔτ’ ἀθανάτων“. Aint

### book 8a2

Ἀριστοφάνης „οὐ γὰρ ἔτι“. Til

### book 8-9.1

〈οὐ γὰρ ὅ γ’ ἀθανάτων τιν’ ἐέλπετο—

### book 8-9.2

Δαναοῖσι:〉 πρὸς τὸ „ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν 〈ἐθέλοντα

### book 8-9.3

νοήσω / ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι〉“ (Θ 10—1). Til

### book 9

〈ἀρηξέμεν:〉 γράφεται καὶ „ἀρήξειν“. Aim

### book 10.1

οὐδ’ ἀλαοσκοπιὴν 〈εἶχε κρείων ἐνοσίχθων〉: ἄλη

### book 10.2

ἀλαιὸς ἀλαὸς Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυ‐

### book 10.3

μίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρατηγοῦντας ἀλλήλων

### book 10.4

ἐποίησεν οὐ βιαζομένους· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ

### book 10.5.1

Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα (cf. α 20 sq.), ὁ δὲ Ποσειδῶν νῦν

### book 10.5.2

ἐνεργεῖ. b(BCE3E4)T

### book 10

{οὐδ’} ἀλαοσκοπιήν: ματαίαν τὴν κατασκοπήν· ἀλαὸς

### book 10

γὰρ κατὰ διάλεκτον ὁ τυφλός. A

### book 11a

〈θαυμάζων:〉 ὅτι θαυμάζων ἀντὶ τοῦ θεώμενος. Aim

### book 11b.1

θαυμάζων: θεωρῶν, „†ἱστάμενοι† θαύμαζον“ (Σ 496)

### book 11b.2

b(BCE3E4)T καὶ „ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν“ (Β 320).

### book 11b.3

γραφικῶς δὲ ἔχουσιν οἱ δύο ἀπὸ τῶν ὀρῶν θεώμενοι. T

### book 12a

ὑψοῦ: πιθανῶς τὸ ὑψοῦ ὥστε πάντα καταθεάσασθαι. T

### book 12b.1

{ὑψοῦ} ἐπ’ ἀκροτάτης κορυφῆς 〈Σάμου〉: Ἀριστο‐

### book 12b.2

φάνης πληθυντικῶς „ἐπ’ ἀκροτάτῃς κορυφῇσ“. A οὐκ ἀπίθανος

### book 12b.3

δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ „Σάου“· τὴν γὰρ Σαώκην τὸ ὄρος

### book 12b.4

φησὶ παραδηλοῦσθαι. AT

### book 12c.1

Σάμου: Ἀρίσταρχος ὄρος ὁμώνυμον τῇ νήσῳ, οἱ δὲ

### book 12c.2

ὑψηλοτέραν εἶναι τὴν Σάμον τοῦ Ἄθω. T

### book 12d.1

〈Σάμου ὑληέσσης:〉 ὅτι οὐδέποτε συνθέτως εἴρηκε

### book 12d.2

Σαμοθρᾴκην. Aint

### book 12d

Σάμιοι ἐν Ἰωνίᾳ—ἀφ’ ὧν ἡ Σαμοθρᾴκη. | Σάμου

### book 12d

οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη. A

### book 12-3.1

Σάμου〈— /〉 Θρηϊκίης: πρὸς ἀντιδιαστολήν,

### book 12-3.2

διὰ τὴν πρὸς Ἰθάκῃ, ἣν „Σάμην“ (Β 634) καλεῖ. T ἔστι δὲ καὶ

### book 12-3.3

ἄλλη Σάμος περὶ Μυκαλησσὸν καὶ τρίτη ἐν Πελοποννήσῳ περὶ τὴν

### book 12-3.4

Τριφυλίαν. b(BCE3)T

### book 15a.1

ἔνθ’ ἄρ’ ὅγε: τρεῖς παράλληλοι AT ὀξεῖαι, μία

### book 15a.2

μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A

### book 15b.1

ἕζετο: οὐ νῦν ἕζετο, ἀλλ’ ὅτε ἐκάκου τὰ Ἑλληνικὰ ὁ

### book 15b.2

Ζεύς. ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶθ’ οὕτως ὅτι ἑώρα τὴν

### book 15b.3

μάχην. b(BCE3E4)T

### book 16a1

〈Τρωσὶν δαμναμένους:〉 ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων. Aint

### book 16a2

ἀντὶ γενικῆς. Til

### book 17

〈παιπαλόεντος:〉 ἐκτροπὰς ἔχοντος ὡς πλανᾶσθαι. Til

### book 18a1.1

κραιπνὰ ποσὶ προβιβάς: πῶς οὖν ἔχει καὶ „τρὶς μὲν

### book 18a1.2

ὀρέξατο“ (Ν 20); ἢ ἀντὶ τοῦ πρόθυμα καὶ σπουδαῖα. T

### book 18a2.1

εἰ συνεχῆ, φησί, προέβαινε, πῶς παρακατιών φησι „τρὶς

### book 18a2.2

μὲν ὀρέξατο“; ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά.

### book 18a2.3

b(BCE3E4)

### book 18b

τρέμε δ’ οὔρεα 〈μακρὰ καὶ ὕλη〉: ἐνοσίχθων γάρ

### book 18b

ἐστιν. Δία δὲ οὐδέποτε κατιόντα καὶ μεταμορφούμενον ποιεῖ. T

### book 20.1

τρὶς μὲν ὀρέξατ’ 〈ἰών〉: ὑπερφυῶς τοσαύτην θάλασσαν

### book 20.2

καὶ ἔθνη τρισὶ βήμασι παρῆλθεν. b(BCE3E4)T ὑπερβαλέσθαι

### book 20.3

δὲ τοῦτο θελήσας Πίνδαρος εἰς ὑπόνοιαν ἧκεν ψεύδους· „βάματι δ’

### book 20.4

ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ / ἅρπασε“ (P. 3, 43—4). T

### book 20-1.1

ἵκετο τέκμωρ, 〈/ Αἰγάσ〉: ἐπὶ τὸ τέλος τῆς ὁδοῦ

### book 20-1.2

παρεγένετο τὰς Αἰγάς. T τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι,

### book 20-1.3

παρὸν ἐν Τροίᾳ εὐθὺς γενέσθαι τὴν Σαμοθρᾴκην καταλιπόντι; ἴσως

### book 20-1.4

οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος.

### book 20-1.5.1

b(BCE3E4)T ἢ ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου Διός. ἢ τῷ ἐπιτερ‐

### book 20-1.5.2

πεῖ τῆς φράσεως τὸ τῆς μάχης στυγνὸν διαλύει. ἢ ἀναχωρεῖ, ὅπως

### book 20-1.5.3

μὴ ὑπόνοιαν δῷ τοῖς Τρωϊκοῖς 〈***〉. T

### book 21a.1

Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ 〈δώματα βένθεσι λί‐

### book 21a.2

μνησ〉: ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν τοῦ Ποσειδῶνος

### book 21a.3

ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου τῶν

### book 21a.4

ἄλλων θεῶν μὴ ὁρωμένων. | Αἰγαὶ πόλις—καρπὸν βλαστά‐

### book 21a.5.1

νουσιν, ὥστε δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ

### book 21a.5.2

ἱστορία παρὰ Εὐφορίωνι (fr. 100 Pow.). A

### book 21b1.1

Αἰγάς, ἔνθα δέ οἱ 〈κλυτὰ δώματα βένθεσι

### book 21b1.2

λίμνησ〉: ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται· κατὰ γὰρ

### book 21b1.3

τὰς ἐτησίους τοῦ Διονύσου τελετάς, ὀργιαζουσῶν τῶν μυστίδων

### book 21b1.4

γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπελοι, αἵτινες

### book 21b1.5

ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτ’ αὖ πάλιν βότρυας

### book 21b1.1

βαρυτάτους καὶ τούτους πρὸ μεσημβρίας πεπαίνουσι, πρὸς δὲ

### book 21b1.2

τὴν ἑσπέραν δρεπόμενος ἄκρατον χορηγεῖ δαψιλῆ ταῖς ἀπὸ τοῦ

### book 21b1.3

χοροῦ παρθένοις. οὐδεμία δὲ ἔνδεια γίνεται †ὑπ’ αὐτοῦ κατεχομένην

### book 21b1.4

τὴν† ἡμέραν, ἀλλ’ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύεται.

### book 21b1.10.1

Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος (FGrHist 376,

### book 21b1.10.2

3a) οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητήν, ἀλλ’ ἑτέραν

### book 21b1.10.3

τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογία τις

### book 21b1.10.4

εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας

### book 21b1.10.5

ἀφανεῖς γίνεσθαι· διὸ μηδὲ προσπελάζειν τινά. T

### book 21b2.1

αὗται δὲ αἱ Αἰγαὶ νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει,

### book 21b2.2

ὅθεν καὶ καλεῖται. b(BCE3E4)

### book 21c.1

κλυτὰ 〈δώματα βένθεσι λίμνησ〉: τινὲς ὑποκλυζό‐

### book 21c.2

μενα ὑπὸ θαλάσσης. οἱ δὲ διὰ τὴν δύναμιν τοῦ θεοῦ ἐν μέσῃ θαλάσσῃ

### book 21c.3

εἶναι τὸ ἱερόν, καὶ τῷ βάθει τὸ ἄπιστον ἐκάλυψεν. b(BCE3E4)T

### book 21c

ἐζήτηται, διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν—εἰς

### book 21c.5

τὴν συμμαχίαν κινδυνεύῃ. A

### book 22.1

χρύσεα: ἐπεὶ Ἥφαιστος αὐτὰ ἐποίησεν, ὅτε Θέτις καὶ

### book 22.2

Εὐρυνόμη αὐτὸν ὑπεδέξαντο πεσόντα (cf. Σ 395—405). T

### book 23

〈ὑπ’ ὄχεσφι〉 τιτύσκετο 〈χαλκόποδ’ ἵππω〉: ὑπο‐

### book 23.1

ζευγνὺς τοῖς ὄχεσιν ηὐτρέπιζεν· b(BCE3)T οἱ δὲ παρὰ τὸ

### book 23.2

τεύχω, „Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ“ (Φ 342). | διὰ

### book 23.3

τί οὐ τοὺς ἵππους καταλιμπάνων αὐτοῦ καὶ θᾶττον βαδίζει (cf.

### book 23.5.1

Ν 18—20); ἢ οὖν καλ〈λ〉ιγραφῆσαι βούλεται ὁ ποιητὴς τὴν ὁδὸν

### book 23.5.2

αὐτοῦ· ἢ προπαρασκευάζεται τῷ Διῒ 〈μαχούμενοσ〉. | χαλκόποδε

### book 23.5.3

δὲ ἠχόποδας, „ἐρίγδουποι πόδες ἵππων“ (Λ 152). | εἰσὶν Ἐριώλης

### book 23.5.4

καὶ Γλαῦκος ἢ Ἐγκέλαδος καὶ Σθένιος. T

### book 25-6.1

χρυσὸν δ’ αὐτὸς 〈ἔδυνε περὶ χροΐ, γέντο δ’

### book 25-6.2

ἱμάσθλην / χρυσείην εὔτυκτον〉: πάντα ποιητικά· ἀπὸ γὰρ

### book 25-6.3

τῆς παρ’ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώ‐

### book 25-6.4

ματα καὶ χρυσᾶς τὰς ἐθείρας τῶν ἵππων (cf. Ν 24). καὶ χρυσὸν αὐτὸς ἀναλαμ‐

### book 25-6.5.1

βάνει, τουτέστι πανοπλίαν χρυσῆν καὶ μάστιγα χρυσῆν. καὶ ἑξῆς

### book 25-6.5.2

(sc. Ν 36) τοῖς ἵπποις περιέβαλε πέδας χρυσᾶς. b(BCE3E4)T

### book 25-6.5.3

ὥσπερ καὶ τὰ στερεά, „σιδηρέῳ ἄξονι ἀμφίσ“ (Ε 723). T

### book 25a.1

χρυσὸν δ’ αὐτὸς ἔδυνε: ἀλλ’ ὁρᾶται, φασίν, ὑπὸ

### book 25a.2

Διός. οὐκ ἴσασι δὲ ὅτι καιρῷ τηρεῖ αὐτοῦ τὴν ἀπουσίαν. T

### book 25b.1

〈γέντο δ’ ἱμάσθλην:〉 ὅτι ἐκ τῶν συμφραζομένων τὸ

### book 25b.2

γέντο ‘ἔλαβεν‘ σημαίνει. A

### book 26

〈χρυσείην:〉 χρυσῇ λαβῇ χρωμένην. Til

### book 27a1.1

βῆ δ’ ἐλάαν 〈ἐπὶ κύματ’· ἄταλλε δὲ κήτε’ ὑπ’

### book 27a1.2

αὐτοῦ〉: ὡς „μάστιξε〈ν〉 δ’ ἐλάαν“ (Ε 366), αὐτίκα ὡς λείποντος

### book 27a1.3

τοῦ ὥστε, 〈ὥστε〉 ἐλάαν. ἢ τὸ ἐλάαν ἀντὶ τοῦ ἐλάων, ὅ ἐστιν

### book 27a1.4

ἐλάσων. τὸ δὲ ἄταλ〈λ〉ε T ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μετα‐

### book 27a1.5.1

φορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος (cf. ε 51—4) οὐδὲν

### book 27a1.5.2

τοιοῦτον· τῷ δὲ θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. b(BCE3E4)T

### book 27a1.5.3

ἀλλ’ οὐδὲ αὐτός, ὅτε ἄνεισιν ἐξ Αἰθιοπίας θυμούμενος (cf. ε 282). T

### book 27a2

〈ἐλάαν:〉 ἐλάων. Til

### book 27b1

〈ὑπ’ αὐτοῦ:〉 ἐν ἄλλῳ „ὑπ’ αὐτῷ“. Aim

### book 27b2

τινὲς δὲ γράφουσιν „ὑπ’ αὐτῷ“, τῷ δίφρῳ. Til

### book 27c1.1

ὑπ’ αὐτοῦ: δι’ αὐτόν, ὡς ‘ὑπὸ τῆς νόσου ἀδυναμεῖ‘.

### book 27c1.2

b(BCE3E4)T

### book 27c2.1

ἄταλλε: εἰς †ἑνότητα† κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν

### book 27c2.2

ἐσκίρτα καὶ ἔχαιρεν. | ὑπ’ αὐτοῦ δὲ ἀντὶ τοῦ δι’ αὐτόν. A

### book 28a1.1

πάντοθεν ἐκ κευθμῶν: οἱ μὲν συγκοπήν, οἱ δὲ ὁ κευθ‐

### book 28a1.2

μός (ὡς †τευθμός†), Ἰακῶς, ὡς βαθύλειμος βαθυλείμων. T | ταῦ‐

### book 28a1.3

τά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα, οἴ‐

### book 28a1

κοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. AT

### book 28a2.1

ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαρ‐

### book 28a2.2

οξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν

### book 28a2.3

ἀπόπροθεν πάντοθεν. | τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν,

### book 28a2.4

οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται. b(BCE3E4)

### book 28b.1

ἐκ κευθμῶν οὐδ’ ἠγνοίησαν: ὅτι ἠγνοίησαν γρα‐

### book 28b.2

πτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ

### book 28b.3

οὐκ „ἠγνοίησεν“. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθ‐

### book 28b.4

μὸς ὡς „αὐλόσ“ (χ 18). A

### book 28c.1

〈ἠγνοίησεν:〉 Ἀρίσταρχος „ἠγνοίησαν“, ἄλλοι δὲ

### book 28c.2

ἠγνοίησεν. Aim

### book 28d.1

〈οὐδ’ ἠγνοίησεν ἄνακτα:〉 στικτέον ἐπὶ τὸ ἄνακτα.

### book 28d.2

Aint

### book 29a.1

〈γηθοσύνη:〉 ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη·

### book 29a.2

ἔστι γὰρ ἀντὶ τοῦ γηθόσυνος. Aim

### book 29b.1

γηθοσύνη δὲ θάλασσα: Ἡρόδικος τὴν θος συλλαβὴν

### book 29b.2

ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες „γηθόσυνα“, εἶτα „ἡ δὲ θάλασσα“· ὁ δὲ

### book 29b.3

Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαί‐

### book 29b.4

ρουσα. εἰσὶ μέντοι, οἳ ἀναγινώσκουσι „γηθοσύνῃ“ καὶ δοτικὴν

### book 29b.5.1

πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Ἀριστοφάνης· οἷς ἐγὼ συγκατατί‐

### book 29b.5.2

θεμαι, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διΐστατο,

### book 29b.5.3

ἢ ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχῃ,

### book 29b.5.4

ὑπὸ χαρᾶς ἡ θάλασσα διΐστατο, ὁμοίως τῷ „ὃς δὴ γήραϊ κυφὸς

### book 29b.5.5

ἔη〈ν〉“ (β 16). τί δέ ἐστιν τὸ κινοῦν, ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ

### book 29b.10.1

συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων

### book 29b.10.2

δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆσις·

### book 29b.10.3

ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· „ὣς φαμένη

### book 29b.1

καὶ κερδοσύνῃ ἡγεῖτο“ (Χ 247), „ἀρχὴν ξεινοσύνησ“ (φ 35), „πλαγ‐

### book 29b.2

κτοσύνης δ’ οὐκ ἔστι κακόν“ (ο 343), „τὴν δ’ ᾔνης’, ἥ οἱ πόρε

### book 29b.15.1

μαχλοσύνην“ (Ω 30), „δρηστοσύνῃ δ’ οὐκ ἄν μοι“ (ο 321), „ταρ‐

### book 29b.15.2

βοσύνῃ· φὰν γάρ μιν“ (ς 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη

### book 29b.15.3

οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος,

### book 29b.15.4

πῶς ἂν γένοιτο ‘γηθοσύνη θάλασσα‘; οὐ γὰρ ἀγαθοφροσύνη γυνή.

### book 29b.15.5

ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν

### book 29b.20.1

ἐκδέχεσθαι. —εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων

### book 29b.20.2

ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο, „γηθόσυ‐

### book 29b.20.3

νος δ’ οὔρῳ“ (ε 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ

### book 29b.20.4

γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο

### book 29b.20.5

ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον

### book 29b.25.1

θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ

### book 29b.25.2

ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασ‐

### book 29b.25.3

σόμενον. A

### book 29c.1

γηθοσύνῃ: Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν ὡς „ψάμμῳ

### book 29c.2

κυανέη“ (μ 243), ὁ μέντοι Ἡρωδιανὸς (2,84,3) διὰ πολλῶν αὐτὴν

### book 29c.3

δοτικὴν ἀποδείκνυσιν. b(BCE3E4)T οἱ δὲ „γηθόσυνα“ (τὰ

### book 29c.4

κήτη), 〈εἶτα „ἡ δὲ θάλασσα“〉. | „γηθοσύνη“ δὲ T τόπον

### book 29c.5.1

παρεῖχε τῷ θεῷ, φησίν, ἡ θάλασσα καὶ οὐκ ἀνθίστατο κυμαίνουσα.

### book 29c.5.2

b(BCE3E4)T

### book 29d.1

διΐστατο: ὡδοποίει. b(BCE3E4)T καὶ τί θαῦμα;

### book 29d.2

καὶ γὰρ Ἀλεξάνδρῳ φησὶ τὸ κατὰ Παμφυλίαν πέλαγος Καλ〈λ〉ι‐

### book 29d

σθένης (FGrHist 124, 31). T

### book 30

〈ὑπένερθε:〉 {ὁ} κάτωθεν. Til

### book 31.1

ἐΰσκαρθμοι: εὖ σκαίροντες ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν

### book 31.2

δρόμον σκαρθμὸν ὀνομάζουσιν, ὅ ἐστι ταχεῖς. b(BCE3)T

### book 31

ἐΰσκαρθμοι: εὐσκάριστοι, ὅ ἐστιν—ὁ πούς. A

### book 32.1

〈σπέος:〉 σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν. b(BCE3

### book 32.2

E4)Til

### book 33.1

Τενέδοιο: ἡ Τένεδος Τρίοδος καλεῖται· ἔστι γὰρ μέση

### book 33.2

Αἰγαίου, Ἑλλησπόντου, Μέλανος κόλπου. T

### book 33.1

{μεσσηγὺς} Τενέδοιο καὶ Ἴμβρου: νῆσοι πλησίον Τροίας

### book 33.2

—ἐν τῷ Μέλανι κόλπῳ. A

### book 34.1

〈ἔνθ’ ἵππους ἔστησε:〉 ἄτοπον γὰρ τὸν ὁμοιωθησόμενον

### book 34.2

Κάλχαντι θεῖον ἔχειν ἅρμα. ἢ πρὸς τὸ Δία λαθεῖν. Til

### book 35

βάλεν εἶδαρ: κομίσας δηλονότι· οὐ γὰρ φύει ἡ θάλασσα.

### book 35

πάσης δὲ ἡμᾶς ἀπέχει μαλακίας καὶ θεοὺς εἰσάγων αὐτουργοῦντας. T

### book 37.1

〈ἀρρήκτους ἀλύτους:〉 διχῶς γὰρ δεσμὸς ἀφανίζεται, ἢ

### book 37.2

ῥήξει ἢ λύσει. ἄμφω οὖν παρέλαβεν. b(BCE3E4)T

### book 39a.1

Τρῶες δὲ φλογὶ ἶσοι: ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν

### book 39a.2

λόγον, „οἱ δ’ ἐσέχυντο νῆας ἀνὰ γλαφυράς, b(BCE3E4)T ὅμα‐

### book 39a.3

δος δ’ ἀλίαστος ἐτύχθη“ (cf. Μ 469—71). καίτοι ἐκεῖνο πλησίον ἦν

### book 39a.4

„ὁ δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν“ (Ν 38) †κατὰ δ’† ἔπραττεν. ἀλλ’ ἡ

### book 39a.5.1

διαίρεσις ἐπὶ τοὺς Τρῶας γέγονεν, ἵν’ ἐπιζεύξειεν „ἀλλὰ Ποσειδάων

### book 39a.5.2

〈... /〉 Ἀργείους ὤτρυνε“ (Ν 43—4). T

### book 39b.1

φλογὶ ἶσοι 〈...〉 ἠὲ θυέλλῃ: πρὸς τὸ εὐκίνητον, ἁρ‐

### book 39b.2

πακτικόν, ἠχητικόν, ἅμα δὲ καὶ πρὸς τὴν ἄλογον ὁρμήν· ὅθεν οὐδὲ

### book 39b.3

ἐμψύχοις ἀπείκασεν, οἷον λέουσιν ἢ λύκοις. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφε‐

### book 39b.4

ρόμενα ὀνόματα (cf. Ν 41)· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.

### book 39b.5

b(BCE3E4)T

### book 41a.1

ἄβρομοι αὐΐαχοι: ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ

### book 41a.2

ἄγαν ἰαχοῦντες, κατ’ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυ‐

### book 41a

βώδεις τοὺς Τρῶας παρίστησιν. A

### book 41b.1

ἄβρομοι αὐΐαχοι: φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ

### book 41b.2

πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρός, τὴν δὲ

### book 41b.3

ἰαχὴν ἀπὸ τῆς θυέλλης· b(BCE3E4)T „οὔτε πυρὸς τόσ〈σ〉ος γε

### book 41b.4

ποτὶ βρόμοσ“ (Ξ 396). T

### book 41c.1

αὐΐαχοι: οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ ἐξαιρεθέντος

### book 41c.2

τοῦ ν τὸ υ προσελθεῖν, ὡς †ἀγαθὸς† ἀγαυός, κατάξαντες καυάξαντες·

### book 41c.3

οἱ δὲ ἀΐαχοι, κατ’ ἐπίτασιν ὄντος τοῦ α, εἶτα πλεονάσαι τὸ υ. AT |

### book 41c.4

Χρύσιππος δὲ ὁ Στωικὸς (St. V. Fr. III fr. 773) καὶ Διονύσιος ὁ

### book 41c.5

Θρᾷξ (fr. 17 Schm.) δασύνουσι τὸ 〈αὐ〉ΐαχοι, ἵν’ ᾖ ξηρόφωνοι. A

### book 42

〈Ἀχαιούς:〉 γράφεται „ἀρίστουσ“. Aint

### book 45a.1

εἰσάμενος Κάλχαντι δέμας καὶ ... φωνήν: τὰ ἐναντία

### book 45a.2

δύο ἔλαβε· δύο γάρ εἰσιν, ὧν χρὴ προΐστασθαι τῶν ἀσθενῶν πρὸς

### book 45a.3

διόρθωσιν καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν. b(BCE3E4)T

### book 45b.1

εἰσάμενος Κάλχαντι: ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατὰ Ἀγα‐

### book 45b.2

μέμνονος μέλλει λέγειν (sc. Ν 107—14), πρὸς τὸ πιστωθῆναι Κάλχαντι

### book 45b.3

εἴκασται. b(BCE3E4)T οἱ δὲ ὅτι ὁ ποιήσας τὸ ἐν Εὐβοίᾳ ἱερὸν

### book 45b.4

Κάλχαντος ἀδελφὸς ἦν. T

### book 45c1.1

εἰσάμενος {κάλχαντι}: ὅτι τὸ εἰσάμενος πολλὰ σημαί‐

### book 45c1.2

νει, νῦν μὲν ὁμοιωθείς, ἐν ἄλλοις δὲ „καί ῥ’ ἐπιεισαμένη“ (Φ 424) ἐφορ‐

### book 45c1

μήσασα. „εἴσατο δ’ ὡς ὅτε ῥινόν“ (ε 281) ἀντὶ τοῦ ἐφάνη. A

### book 45c2

εἰσάμενος: ὁμοιωθείς, ὁρμήσας, φανείς. A

### book 45d.1

ἀτειρέα φωνήν: οἱ μέν, ὅτι καὶ τῶν κηρύκων τῶν ἐννέα

### book 45d.2

εἷς ἦν ὁ Κάλχας. οἱ δὲ τὴν ἑαυτοῦ θείαν φωνήν. T

### book 46

〈μεμαῶτε:〉 τοῦ σῴζειν ἢ μάχεσθαι. Til

### book 47

〈σφὼ μέν κε σαώσετε:〉 περισσὸς ὁ κέ. Til

### book 49.1

〈ἄλλῃ:〉 κατ’ ἄλλην τάξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες.

### book 49.2

b(BCE3E4)Til

### book 50a.1

〈Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ:〉

### book 50a.2

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. Aim

### book 50b.1

{τεῖχος} ὑπερκατέβησαν {ὁμίλῳ}: ὑπερβάντες καθείλον‐

### book 50b.2

το. T

### book 51a1.1

ἕξουσιν {γὰρ}: Ἀριστοφάνης „σχήσουσιν“, ὁμοίως τῷ

### book 51a1.2

„πάρμενετ’· οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί“ (Ν 151). A

### book 51a2

τὸ δὲ ἕξουσιν Ἀριστοφάνης „σχήσουσιν“ γράφει. T

### book 52a

τῇ {δὲ δή}: κατὰ ταύτην τὴν τάξιν. T

### book 52b1.1

ΠΕΡΙΔΕΙΔΙΑ: ἔφαμεν (sc. ad Β 831) ὅτι ἡ περί οὐκ ἀναστρέ‐

### book 52b1.2

φεται, ὅτε σημαντικὴ ὑπάρχει τοῦ περισσῶς. A

### book 52c.1

περιδείδια: ὑπερδείδια. | οὐκ ἀναστρέφεται δὲ ἡ περί,

### book 52c.2

ὅτε τὸ περισσῶς δηλοῖ. b(BCE3)T

### book 53a.1

ᾗ {ρ’ ὅδ’ ὁ λυσσώδης}: δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς

### book 53a.2

δὲ ἔχεται συντάξεως, τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοῦ· „τῇ ἴμεν,

### book 53a.3

ᾗ κεν δὴ σύ, κελαινεφέσ“ (Ο 46), „τῇ γὰρ ἔχ’, ᾗ ῥα πολὺ πλεῖσται“

### book 53a.4

(Ο 448). A

### book 53b1.1

ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης: τινὲς ᾗ ὅ γε ἀντὶ τοῦ ὅ, τι, ὥς

### book 53b1.2

φαμεν ‘ᾗ ὀμόσας μοι παρέβη‘. | λύσσα δὲ παρὰ τὸ λελύσθαι τὰς

### book 53b1

φρένας. T

### book 53b2

λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας. b(BCE3E4)

### book 53c

〈ἀθανάτοισι:〉 „ἡγεμονεύει“. Til

### book 54.1

ὃς Διὸς εὔχετ’ 〈ἐρισθενέος πάϊς εἶναι〉: ἀλαζονεύεται·

### book 54.2

b(BCE3E4) φησὶ γὰρ „τιοίμην δ’, ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλ‐

### book 54.3

λων, b(BCE3E4)T / ὡς 〈νῦν〉 ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι“

### book 54.4

(Θ 540—1) καὶ „ἐπὴν ἐς νῆας ἵκωμαι / μνημοσύνη 〈...〉 πυρὸς

### book 54.5

〈...〉 γενέσθω“ (Θ 180—1). b(BCE3E4)

### book 55

〈ὧδε:〉 οὕτως ὡς νῦν ὑπομένετε. Til

### book 57

〈ἐρωήσαιτε:〉 ἡσυχάσαι ποιήσαιτε. Til

### book 58.1

〈εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει:〉 τοῦτό ἐστι

### book 58.2

〈***〉 „Διῒ δὲ κρατερῶς ἐνεμέσ〈σ〉α“ (Ν 16). Til

### book 59.1

σκηπανίῳ: Κυρηναῖοι οὕτω τὸ σκῆπτρον. σκῆπτρον δὲ

### book 59.2

καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα. b(BCE3E4)T ἢ ὅτι ἐσκηπτρο‐

### book 59.3

φόρουν οἱ μάντεις. σημειωτέον δὲ ὅτι θεὸς Αἴαντι τῷ Τελαμωνίῳ

### book 59.4

βοηθεῖ. T

### book 60a

〈κεκοπώς:〉 διχῶς Ἀρίσταρχος, καὶ „κεκοφώσ“ καὶ κε‐

### book 60a

κοπώς. Aim

### book 60b.1

〈κεκοπώς:〉 ὅτι ἀντὶ τοῦ κόπτων. | ἐν δὲ τῇ Χίᾳ καὶ Ἀν‐

### book 60b.2

τιμάχου (fr. 135 W.) „κεκοπών“. Aint

### book 60c.1

κεκοπώς: ὡς πεπληγώς. | αἱ δὲ Ἀριστάρχου διχῶς, κε‐

### book 60c.2

κοπὼς καὶ „κεκοφώσ“. ἐν δὲ τῇ Χίᾳ „κεκοπών“. T

### book 60d

κεκοπώς: λεληθότως· ἀμέλει θαυμάζουσιν αὐτοί. T

### book 61a.1

γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈πόδας καὶ χεῖρας ὕπερ‐

### book 61a.2

θεν〉: ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως

### book 61a.3

κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα (sc. Ψ 772) οὐκέτι. A

### book 61b.1

γυῖα δ’ ἔθηκεν—ὕπερθεν: ἐντεῦθεν μετατίθεται εἰς

### book 61b.2

τὸν Ἐπιτάφιον (sc. Ψ 772), καὶ γίνεται ψεῦδος καὶ ἄτοπον· ἔστι δὲ

### book 61b.3

ὅμοιον τῷ „ὣς ἄρ’ ἔπειτ’ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα“ (γ 62).

### book 61b.4

ἀρκεῖ δὲ τὸ „πλῆσεν μένεος κρατεροῖο“ (Ν 60). T

### book 62.1

αὐτὸς δ’ ὥς τ’ ἴρηξ 〈ὠκύπτεροσ〉: παραβολικός, οὐ φαν‐

### book 62.2

ταστικὸς ὁ λόγος. b(BCE3E4)T ὠκύπτερος δὲ ὁ τὴν ὠκύτητα

### book 62.3

ἐν πτεροῖς ἔχων. b(BCE3E4)

### book 63a1.1

ἀπ’ αἰγίλιπος πέτρης: ἐφ’ ὕψους γὰρ ἕστηκε θηρᾶν μέλ‐

### book 63a1.2

λων. T

### book 63a2

μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφ’ ὕψους. b(BCE3E4)

### book 63b

περιμήκεος {ἀρθείς}: περιμήκεος ὡς „Διομήδεοσ“ (Ε

### book 63b.1

415 al.)· τὰ γὰρ εἰς ης σύνθετα, παρ’ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ

### book 63b.2

η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ

### book 63b.3

„μεγακήτησ“ (cf. Θ 222 al.), ἦθος κακοήθης· διὸ τὰ „λαθικηδήσ“ (cf.

### book 63b.5.1

Χ 83), „οἰνοπληθήσ“ (ο 406) ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντε‐

### book 63b.5.2

θεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω. A

### book 64a.1

ὁρμήσῃ πεδίοιο 〈διώκειν ὄρνεον ἄλλο〉: ὅτι ἐλλείπει

### book 64a.2

ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ †δευτέ‐

### book 64a.3

ρου†, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλ〈λ〉οιογενοῦς ἀκουσόμεθα. A

### book 64b.1

〈ὁρμήσῃ πεδίοιο διώκειν〉 ὄρνεον ἄλλο: ἕτερον τῷ

### book 64b.2

εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται. b(BCE3E4)T τῷ δὲ

### book 64b.3

πεδίοιο λείπει ἡ ὑπέρ. ἔστι δὲ 〈ὡσ〉 „ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰ‐

### book 64b.4

χθύες ἄλλοι“ (Φ 22). T

### book 65.1

ὣς ἀπὸ τῶν ἤϊξε: θέλει ἐπιγνωσθῆναι, ἵνα ἐλπίσαντες προ‐

### book 65.2

θυμότεροι γένωνται. T

### book 66a.1

τοῖϊν δ’ ἔγνω πρόσθεν 〈Ὀϊλῆος ταχὺς Αἴασ〉: πρὸς

### book 66a.2

τὸ δυϊκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῶν Σειρήνων, „νῆσον

### book 66a.3

Σειρήνοιϊν“ (μ 167), ὅτι ὁ λόγος ὡς περὶ δύο. A

### book 66b.1

〈τοῖϊν δ’〉 ἔγνω πρόσθεν Ὀϊλῆος 〈ταχὺς Αἴασ〉: ὡς

### book 66b.2

ἰδίαν ἔχων δύναμιν οὐ ταχέως ᾔσθετο τῆς ἐπικουρίας ὁ Τελαμώνιος, ὡς

### book 66b.3

δὲ ἀσθενέστερος ὁ Λοκρὸς ἐπέγνω ταχύ. b(BCE3E4)T ἢ ὅτι νω‐

### book 66b.4

θὴς ὁ Τελαμώνιος, ὁ δὲ ὀξύτερος. T

### book 66b.5

Ὀϊλῆος ταχὺς Αἴας: Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος—

### book 66b

παχυμερῶς. A

### book 68a.1

Αἶαν, ἐπεί τις νῶϊ θεῶν: τὸ ἑξῆς ἐστιν· ἐπεί τις θεῶν

### book 68a.2

κέλεται μάχεσθαι (cf. Ν 68—9), „καὶ δ’ ἐμοὶ αὐτῷ“ (Ν 73). τὰ δὲ λοι‐

### book 68a.3

πὰ (sc. Ν 70—2) ὡς διὰ μέσου λεγόμενα διορθωτέον. | ἡ διπλῆ, ὅτι

### book 68a.4

ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητής, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος

### book 68a.5

ἔγραφεν „ᾧ τε σύ, Κάλχα“ (Α 86) χωρὶς τοῦ ν. A

### book 68b.1

ἐπεί τις νῶϊ θεῶν: παρέλκει ἡ ἐπ〈ε〉ί. ἢ ὅμοιόν ἐστι τῷ

### book 68b.2

„ἐπεί με κατ’ αἶσαν ἐνείκεσασ“ (Γ 59). T

### book 69a.1

μάντ〈ε〉ι εἰδόμενος: οὐ διαιρεῖ, ὡς τὸ „ἀΐδρει φωτὶ ἐοι‐

### book 69a.2

κώσ“ (Γ 219). T

### book 69b.1

παρὰ νηυσὶ μάχεσθαι: τὸ μάχεσθαι συναπτέον τῷ

### book 69b.2

„καὶ 〈δ’〉 ἐμοὶ αὐτῷ θυμόσ“ (Ν 73), τὰ δὲ ἄλλα (sc. Ν 70—2) διὰ μέ‐

### book 69b.3

σου. T

### book 70

〈οὐδ’ ὅ γε:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 70

οἰωνιστής: οἰωνοσκόπος. πῶς δέ—τὸ θεῖον ἑαυτοῦ. A

### book 71-2.1

ἴχνια γὰρ μετόπισθε 〈ποδῶν ἠδὲ κνημάων /

### book 71-2.2

ῥεῖ’ ἔγνων ἀπιόντοσ〉: ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν

### book 71-2.3

ποδῶν ἔγνων, φησί, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα (72) πρὸς τὸ

### book 71-2.4

ἀπιόντος (72)· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός. b(BCE3E4)T καὶ

### book 71-2.5.1

συνῳδὸν τὸ τάχος τῷ „αὐτὸς δ’ ὥς τ’ ἴρηξ“ (Ν 62). ἴχνιον δὲ παρὰ τὸ

### book 71-2.5.2

ἥξω ἷγμαι ἴγνιον ἴχνιον, ὡς παίγνιον· προπαροξυτονητέον δέ· οὐ

### book 71-2.5.3

γάρ ἐστιν ὑποκοριστικόν, ἐπεὶ ἔδει ὡς „ἑρκίον αὐλῆς (ς 102) παρ‐

### book 71-2.5.4

οξύνεσθαι. T

### book 71a.1

ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον ὁμοίως τῷ ἀράχνιον·

### book 71a.2

οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ’ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ

### book 71a.3

ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται, ἐδηλώσαμεν ἐν τῇ Α. A

### book 71b.1

ἴχνια: ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὁ μὲν παρὰ τὸν

### book 71b.2

ἵξω μέλλοντα ἔλαβε τὸν σχηματισμόν, ὁ δὲ παρὰ τὸν παίξω· τὰ γὰρ

### book 71b.3

ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέ‐

### book 71b.4

τερα, τυρὸς τυρίον, χρυσὸς χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δ’

### book 71b.5.1

ἀπὸ βραχείας οὐκέτι, φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος

### book 71b.5.2

νάκιον. τὸ δὲ †ἴχνια† ὡς σύμφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ

### book 71b.5.3

μακρὰν τὴν πρὸ αὐτοῦ. A

### book 71c.1

〈ἴχνια:〉 γράφεται καὶ „ἴθματα“. Ζηνόδοτος δὲ καὶ Ἀριστο‐

### book 71c.2

φάνης „ἴχματα“. AimT

### book 73

〈θυμὸς ἐνὶ στήθεσσι:〉 ὁ ἐντὸς στέρνων θυμός. Til

### book 75

〈μαιμώωσι:〉 ἀντὶ τοῦ αἱμώωσι. Til

### book 77.1

οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι 〈χεῖρες ἄαπτοι〉:

### book 77.2

ὅρα τὸ ἦθος ὡς ἁπλοῦν· οὐδὲν μὲν γὰρ περὶ θεοῦ λέγει, ἁπλῶς δὲ τὸ

### book 77.3

παριστάμενον αὐτῷ δηλοῖ. T

### book 78

〈νέρθε πόδεσσιν:〉 „νέρθε δὲ ποσσίν“. Aint Aext

### book 79a

ἔσσυμαι: τὸ θέμα σύω σύσω, ὅθεν καὶ σῦς. T

### book 79b.1

μενοινώω δὲ καὶ οἶος: εἰ καὶ μετὰ Διός ἐστιν ἢ τοῦ

### book 79b.2

τάγματος. T

### book 82a.1

χάρμῃ γηθόσυνοι: χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ

### book 82a.2

ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν·

### book 82a.3

τὴν γὰρ χαράν, ὥς φησιν †ἀριστείδης†, οὐδετέρως ἀεὶ λέγει χάρμα. A

### book 82b1.1

χάρμῃ: κυρίως †νῦν† τῇ μάχῃ, ἀλλὰ τῇ πρὸς πόλεμον

### book 82b1.2

προθυμίᾳ. T

### book 82c1.1

ἄλλως· χάρμῃ τῇ μάχῃ· τὴν γὰρ χαρὰν χάρμα φησίν.

### book 82c1.2

καὶ οὐκ ἂν ἐπήγαγε γηθόσυνοι, εἰ τὴν χαρὰν ἐδήλου. T

### book 82c2/b2.1

χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. | νῦν

### book 82c2/b2.2

δέ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ. b(BCE3E4)

### book 82d

〈χάρμῃ:〉 ὅτι ἐλλείπει ἡ ἐπί, ἵν’ ᾖ ἐπὶ χάρμῃ. Aim

### book 83a.1

τόφρα δὲ τοὺς ὄπιθεν 〈... Ἀχαιούσ〉: ὄπιθεν τῶν

### book 83a.2

Αἰάντων Σαλαμίνιοι †λοκρούς. T

### book 83b

〈τόφρα δὲ τοὺς ... ὦρσεν:〉 ἕως ἐλάλουν. Til

### book 84.1

ἀνέψυχον: ἀναψῦξαί ἐστι τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν

### book 84.2

ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν. b(BCE3E4)T

### book 85.1

〈γυῖα λέλυντο:〉 πρὸς τὸ σχῆμα, ὅτι ὡς „σπάρτα λέλυνται“

### book 85.2

(Β 135). Aim

### book 86.1

καί σφιν ἄχος 〈κατὰ θυμὸν ἐγίγνετο〉: διπλοῦν ἦν

### book 86.2

αὐτοῖς τὸ δεινόν· b(BCE3E4) τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ

### book 86.3

σῶμα κάματος (cf. Ν 85) ἐδάμαζεν. b(BCE3E4)T

### book 86-7.1

δερκομένοισι / Τρῶας, 〈τοὶ μέγα τεῖχος ὑπερ‐

### book 86-7.2

κατέβησαν ὁμίλῳ〉: περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν

### book 86-7.3

ἐπαμῦναι ἦσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ „τοὺς οἵ γ’

### book 86-7.4

εἰσορόωντεσ“ (Ν 88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει

### book 86-7.5

ἐστὶν ὁρώμενα. b(BCE3E4)T

### book 88.1

ὑπ’ ὀφρύσι δάκρυα λεῖβον: εἰς ἔσχατον προῆκται τὰ

### book 88.2

τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρατάξεως στρατιώτας κλαίοντας

### book 88.3

ἐν τοῖς ὅπλοις, καὶ ταῦτα Ἕλληνας. b(BCE3E4)T λεληθότως δὲ

### book 88.4

ἔκλα〈ι〉ον. T

### book 88.5.1

〈ὑπ’ ὀφρύσι〉 δάκρυα λεῖβον: ἐστέναζον, ἐδάκρυον· | οἱ

### book 88.5.2

γὰρ ὀφθαλμοὶ—λεληθότως ἔκλαιον. A

### book 89.1

φεύξεσθαι ὑπὲκ κακοῦ: τὸ φεύγειν γενικῇ συντάσσει,

### book 89.2

„πεφυγμένος ἦεν ἀέθλων“ (α 18). ἔστι δὲ ὑποφεύξεσθαι ἐκ τοῦ κα‐

### book 89

κοῦ. T

### book 91.1

Λήϊτον: ἐγγὺς γὰρ Λοκρῶν Βοιωτοί. οὗτοι δεύτεροι μέν

### book 91.2

εἰσι κατ’ ἀλκήν, πρόθυμοι δὲ πάντες καὶ νέοι. T

### book 92a

〈Πηνέλεων:〉 διὰ τοῦ ο Ἀριστοφάνης, „Πηνέλεον“. Aim

### book 92b

〈Θόαντα:〉 ἐγάμει γὰρ Ἀνακτορίαν τὴν Πηνέλεω. Til

### book 92c.1

Δηΐπυρον: Πύλιος ἦν, ὥς τινες. οἱ δὲ ἀδελφὸν Μηριόνου.

### book 92c.2

ἰσοδυναμεῖ δὲ τὸ ὄνομα τῷ Πυραίχμῃ (cf. Β 848). T

### book 93

μήστωρας ἀϋτῆς: πρακτικοὺς μάχης. T

### book 95a.1

αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι: λείπει ἐστί. | Ἑλληνι‐

### book 95a.2

κὸν τὸ τῆς αἰδοῦς προβάλλεσθαι· τοῖς δὲ βαρβάροις ὁ Ἕκτωρ οὐ τὸ

### book 95a.3

αἰσχρόν, ἀλλὰ τὸν φόβον, „αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπείσ“ (Μ 250).

### book 95a.4

εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνῄσκει ἐπὶ δειλίᾳ συγγνώμην οὐ φερομένης·

### book 95a.5

διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα. b(BCE3E4)T

### book 95b.1

〈αἰδώς, Ἀργεῖοι,〉 κοῦροι νέοι: κοῦροι· εὐγενεῖς.

### book 95b.2

b(BCE3E4)T ἔστιν οὖν ‘αἰσχύνης ἄξια ποιεῖτε Ἕλληνες ὄντες

### book 95b.3

εὐγενεῖς καὶ νέοι‘· 〈ἢ〉 κατὰ πεῦσιν. T

### book 95c

αἰδώς, Ἀργεῖοι: τινὲς ‘αἰδοῦς ἄξιόν ἐστιν‘. T

### book 95d.1

〈κοῦροι, νέοι:〉 ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χω‐

### book 95d.2

ριζόμενον τοῦ νέοι. Aim

### book 95-6a.1

ὔμμιν ἔγωγε 〈/ μαρναμένοισι〉 πέποιθα 〈σαω‐

### book 95-6a.2

σέμεναι νέας ἁμάσ〉: αἰσχρὸν οὖν τὴν ὑπόνοιαν ἀπολέσαι, ἣν

### book 95-6a

ἔχετε παρὰ τοῖς πολλοῖς. T

### book 95-6b.1

〈ὔμμιν ἔγωγε / —σαωσέμεναι:〉 τοιαῦτα καὶ πρὸς

### book 95-6b.2

τοὺς Αἴαντας· „σφὼ μέν κε σαώσετε“ (Ν 47). Til

### book 96a

πέποιθα: ἐπεποίθειν. Tt

### book 96b1.1

ἁμάς: ἡμετέρας. | τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος καίτοι

### book 96b1.2

Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ

### book 96b1.3

τοῦ η λεγομένῳ, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰς αν κατέλη‐

### book 96b1.4

γεν. A

### book 96b2

κατ’ ἀρχὴν δὲ μόνον Δώριον. T

### book 96c.1

{νῆας} ἁμάς: ἤγαγε γὰρ εἰς Ἴλιον· „καὶ †νῆες ἡγήσατο†

### book 96c.2

Ἀχαιῶν b(BCE3E4)T Ἴλιον εἴσω“ (Α 71). T

### book 97-8.1

εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε〈—δαμῆναι〉:

### book 97-8.2

ἐντέχνως τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ

### book 97-8.3

ἀπολέσθαι αὐτοῖς ἐπαναφέρων. b(BCE3E4)T

### book 98a.1

εἴδεται ἦμαρ 〈ὑπὸ Τρώεσσι δαμῆναι〉: φαίνεται.

### book 98a.2

λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ τοῖς Τρωσὶ δαμῆναι. | ἀντὶ τοῦ προφανές

### book 98a.3

ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπολούμεθα. b(BCE3E4)T

### book 98b

〈δαμῆναι:〉 ἀντὶ τοῦ ὑποταχθῆναι. Til

### book 98b

νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι: νῦν

### book 98b

ἀνεφάνη ἡ ἡμέρα, ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. A

### book 101a.1

Τρῶας ἐφ’ ἡμετέρας 〈ἰέναι νέασ〉: ἐν τῷ ἡμετέρας

### book 101a.2

μεγάλη ἔμφασις, καὶ ἔστι μυρία ὑπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ

### book 101a.3

τὰς Ἑλληνικάς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ

### book 101a.4

τὰς τῶν πλεόνων. b(BCE3E4)T

### book 101b.1

〈Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας:〉 ἐν ἤθει τὰ θαύματα

### book 101b.2

ταῦτα, b(BCE3E4)Til ὡς τὸ „Ἕκτωρ δὴ παρὰ νηυσί“ (Ν 123). Til

### book 102a.1

φυζακινῇς {ἐλάφοισιν}: ὁμοίως ἀναγνωστέον τῷ „ἐαρινῇσ“ (cf. Θ 307 al.).

### book 102a.2

πῶς δ’ ἐσχημάτισται, δεδήλωται ἐν τῷ Περὶ παρωνύμων (fr. 1 = 2,

### book 102a.3

849, 18 L.). A

### book 102b.1

ἐλάφοισιν ἐοίκεσαν: ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων

### book 102b.2

ἐνέβαλε τὴν κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων

### book 102b.3

ἡττώμενοι; b(BCE3E4)T

### book 103a.1

θώων {παρδαλίων τε}: Ἀρίσταρχος βαρύνει τὸ θώων,

### book 103a.2

καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεὶ τὰ εἰς ες λή‐

### book 103a.3

γοντα δισύλλαβα ὀνόματα ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν πε‐

### book 103a.4

ρισπωμένην· διὸ καὶ τὸ „Τρώων“ (Α 152 al.) καὶ „δμώων“ (α 398

### book 103a.5.1

al.) καὶ „παίδων“ (Θ 57 al.) ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ

### book 103a.5.2

„πάντων“ (Α 78 al.) καὶ „λάων“ (Μ 29. Φ 314) καὶ τίνων, περὶ ὧν

### book 103a

λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς. A

### book 103b.1

θώων: παραπλήσιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα

### book 103b.2

τῷ τίκτεσθαι βαδίζειν, ἢ ὅτι μετὰ ἅλματός ἐστιν ἡ βάδισις αὐτοῦ.

### book 103b.3

b(BCE3E4)T

### book 103c.1

θώων: οἱ θῶες ζῶα ἄλκιμα καὶ εὐκίνητα. ἔνιοι δὲ παρα‐

### book 103c.2

πλήσια ὑαίνῃ. | τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵν’ ὁμοτονῇ τῷ

### book 103c.3

„θηρῶν“ (Θ 47 al.) καὶ „κυνῶν“ (Κ 186 al.)†. οὕτως δὲ καὶ Ἀρίσταρ‐

### book 103c.4

χόν φασι προφέρεσθαι. Διοκλῆς (fr. 64* H.) καὶ ὁ Θρᾷξ Διονύσιος (fr. 18 Schm. = 6 L.)

### book 103c.5.1

ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσιν. Κάσσιος δὲ

### book 103c.5.2

ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα,

### book 103c.5.3

ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμ‐

### book 103c.1

φώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον

### book 103c.2

θῆρες, „κύνεσ“ (Ν 623 al.), „χεῖρεσ“ (Α 166 al.), ὅταν δὲ ἀπὸ φωνήεν‐

### book 103c.10.1

τος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον „Τρῶεσ“ (Α 256 al.),

### book 103c.10.2

„δμῶεσ“ (δ 644 al.), „θῶεσ“ (Λ 474 al.), λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ

### book 103c.10.3

„παίδων“ (Θ 57 al.) καὶ „πάντων“ (Α 78 al.). Χαῖρις (fr. 5 B.) δέ

### book 103c.10.4

φησιν οὐκ εἶναι ἐν †δισυλλάβοις† ἀναλογίαν. A

### book 103d.1

〈πορδαλίων:〉 οὕτως Ἀρίσταρχος 〈„παρδαλίων“〉, ἄλ‐

### book 103d.2

λοι δὲ πορδαλίων. Aint

### book 103e.1

ἤϊα: τὰ τοῦ εἶναι αἴτια βρώματα ἢ τοῦ ἰέναι· οἱ γὰρ πει‐

### book 103e.2

νῶντες „λάθρῃ γυῖα βαρύνονται“ (Τ 165). b(BCE3E4)T

### book 103e.1

{λύκων τ’} ἤϊα {πέλονται}: ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ

### book 103e.2

—κἀκεῖσε φέρεται. A

### book 104a.1

ἠλάσκουσαι ἀνάλκιδες: ἐκκλίνουσαι διὰ δειλίαν καὶ

### book 104a.2

ἐν ἑνὶ τόπῳ διάγουσαι, μὴ ἐπιμιγνύμεναι τοῖς ἄλλοις. T

### book 104b.1

{οὐδ’} ἔπι {χάρμη}: ἔπεστι. τινὲς δέ, οὐκ ἐπὶ μάχῃ ἠλά‐

### book 104b.2

σκουσαι. T

### book 107a.1

νῦν δ’ ἕκαθεν πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχον‐

### book 107a.2

ται〉: Ἡρακλέων (fr. 8 B.) ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησίν, ἐμ‐

### book 107a.3

φαίνῃ τοιοῦτό τι· ‘τί δὲ λέγω πόλιος; ἐπ’ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ

### book 107a

μάχονται‘. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν. A

### book 107b1.1

〈νῦν δ’ ἕκαθεν πόλιος:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης

### book 107b1.2

„νῦν δὲ ἑκὰς πόλιοσ“. Aint

### book 107b2

Ζηνόδοτος δὲ „ἑκάσ“ γράφει. T

### book 107c.1

ἕκαθεν πόλιος: τὸ ἕκαθεν πόλιος ἔμφασιν ἔχει ἑτέρου

### book 107c.2

διαστήματος. ἐπιφέρει 〈δὲ〉 τὰς ναῦς, ἐν αἷς ἐστιν αὐτοῖς ἡ σωτηρία. T

### book 108a.1

ἡγεμόνος κακότητι: †τὰς† εἰς ἀρέσκειαν τοῦ πλήθους·

### book 108a.2

οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς

### book 108a.3

τυράννοις. b(BCE3E4)T

### book 108b.1

〈μεθημοσύνῃσι:〉 καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ

### book 108b.2

μεθημοσύναις· b(BCE3E4)Til καὶ πάλιν „τῇδε μεθημοσύνῃ“ (Ν

### book 108b.3

121). Til

### book 109.1

οἳ κείνῳ ἐρίσαντες 〈ἀμυνέμεν οὐκ ἐθέλουσι〉: ἀντὶ

### book 109.2

τοῦ ἐρίζοντες, ὡς „ἡ δὲ ψευσαμένη“ (Ζ 163). T εὖ δὲ τὸ μὴ φάναι

### book 109.3

‘οὐκ ἐθέλετε‘. πρὸς βασιλικοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἄντι‐

### book 109.4

κρυς παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε,

### book 109.5.1

καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δ’ ἐπαναφορὰ πρὸς τοὺς ἀκούον‐

### book 109.5.2

τας γίνεται. b(BCE3E4)T

### book 110a

〈νηῶν:〉 ὅτι ἐλλείπει ἡ περί, περὶ νηῶν. Aim

### book 110b

〈νηῶν:〉 λείπει ἡ ὑπέρ. Til

### book 111.1

〈ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν:〉 εἰ

### book 111.2

γὰρ καὶ εἶπεν „ἀασάμην, οὐδ’ αὐτὸς 〈ἀναίνομαι〉“ (Ι 116), ἀλλ’ ἐκ‐

### book 111.3

μειλισσόμενος τὸ πλῆθος ἔλεγεν. Til

### book 115a.1

{ἀλλ’} ἀκεώμεθα {θᾶσσον}: ὅτι ἀμφίβολον τὸ ἀκεώμε‐

### book 115a.2

θα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιές, οἷον τὸ ἐλάττωμα

### book 115a

ἰασώμεθα. A

### book 115b1.1

ἀκεώμεθα: τὴν ἔριν ἢ τὴν μῆνιν Ἀχιλλέως, ἢ τὴν ἀμέ‐

### book 115b1.2

λειαν, ἣν αὐτοῖς ὀνειδίζει. T

### book 115b2

ἀκεώμεθα: τὴν ἑαυτῶν ἀμέλειαν. b(BCE3E4)

### book 115c.1

ἀκεσταί 〈τοι φρένες ἐσθλῶν〉: τινὲς εἰς Ἀχιλλέα·

### book 115c.2

ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρτηθὲν τοῖς ἐναρέτοις ἀνδρά‐

### book 115c.3

σιν. b(BCE3E4)T

### book 115d.1

〈ἀκεσταί τοι:〉 ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τέ,

### book 115d.2

„ἀκεσταί τε“. Aint

### book 115d.1

ἀκεσταί: εὐθεράπευτοι, εὐίατοι· αἱ γὰρ τῶν ἀγαθῶν

### book 115d.2

φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι.

### book 115d.5

ἢ θεραπευτικαί. A

### book 117.1

πάντες ἄριστοι ἐόντες: τῷ ἐπαίνῳ θεραπεύει καὶ μεῖ‐

### book 117.2

ζον ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥᾳθυμίᾳ. b(BCE3E4)T

### book 118

〈μαχεσσαίμην:〉 ἀντὶ τοῦ ἐγκαλέσαιμι. Aim

### book 119.1

〈νεμεσσῶμαι〉 περὶ κῆρι: κατὰ ψυχήν. ἢ ὡς τὸ „περι‐

### book 119.2

βάλλει ἅπαντας / μνηστῆρας δώροισι“ (ο 17—8). T

### book 120a.1

〈ὦ πέπονες:〉 τινὲς προσηνεῖς· παραμυθεῖται γὰρ αὐ‐

### book 120a.2

τούς. b(BCE3E4)T

### book 120b.1

κακὸν ποιήσετε μεῖζον: μεῖζον τοῦ νῦν δηλονότι.

### book 120b.2

b(BCE3E4)T

### book 122a

αἰδῶ καὶ νέμεσιν: τὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων

### book 122a

ἀκολουθοῦσαν μέμψιν. b(BCE3E4)T

### book 122b.1

〈δὴ γὰρ μέγα νεῖκος ὄρωρεν:〉 μεγάλη φιλονεικία

### book 122b.2

διανίσταται πολέμου. b(BCE3E4)T

### book 123-4a1.1

Ἕκτωρ δὴ παρὰ νηυσὶ 〈βοὴν ἀγαθὸς—

### book 123-4a1.2

καὶ μακρὸν ὀχῆα〉: μετ’ †ἀναστάσεως† τὸ δίστιχον προενεκτέον,

### book 123-4a1.3

ὡς τὸ „Τρῶας ἐφ’ ἡμετέρας ἰέναι“ (Ν 101). τὸ δὲ βοὴν ἀγαθός

### book 123-4a1.4

(123) πρὸς ἐρεθισμὸν αὐτῶν, καὶ „Ἕκτορα δ’ ἐφράσ〈σ〉αντο βοὴν

### book 123-4a1.5

ἀγαθόν“ (Ο 671). T

### book 123-4a2.1

μετὰ θαύματος τὸ δίστιχον προενεκτέον, ὡς τὸ „Τρῶας

### book 123-4a2.2

ἐφ’ ἡμετέρας ἰέναι νέασ“. βοὴν δὲ ἀγαθὸν αὐτὸν καλεῖ πρὸς ἐρε‐

### book 123-4a2.3

θισμὸν ἐκείνων. b(BCE3E4)

### book 124a

〈μακρὸν ὀχῆα:〉 ἑκάτερον. Til

### book 124b.1

ὀχῆα: τὸν ἑκατέρας πύλης· δύο γάρ εἰσι, καὶ „τὸν δ’

### book 124b.2

ἐλατῆρ’ ἀφίει ἀκαχήμενον 〈ἵππων〉“ (Λ 702). T

### book 125a1.1

κελευτιόων: κελευτὴς κελευτιῶ. καὶ ἀλλαχοῦ δέ φησι

### book 125a1.2

„κελευτιόωντ’ ἐπὶ πύργῳ“ (Μ 265). | ἴσως δὲ καὶ τούτους κατὰ

### book 125a1.3

τὸ σιωπώμενον ἔπληξε τῷ σκηπανίῳ ὡς καὶ τοὺς Αἴαντας (sc.

### book 125a1.4

Ν 59—60). | τινὲς δὲ „κελευθιόων“ ἀντὶ τοῦ ὁδηγῶν, τοὺς Ἕλ‐

### book 125a1.5

ληνας. T

### book 125a2.1

κελευτὴς κελευτιῶ κελευτιόω. | ἴσως δὲ οὐ τὸ προτάσ‐

### book 125a2.2

σων δηλοῖ, ἀλλὰ τὸ διεγείρων. b(BCE3)

### book 127a1.1

καρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο

### book 127a1.2

μετελθών: πρὸς τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ

### book 127a1

ὠνόσατο. καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον, ἂν καὶ κέν. A

### book 127a2

ἐκ παραλλήλου ὁ ἄν καὶ ὁ κέν. Til

### book 127b.1

〈οὔτ’ ἄν κεν〉 Ἄρης ὀνόσαιτο: ἀλλὰ θαυμάσειεν.

### book 127b.2

ἔστι δὲ μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτι‐

### book 127b.3

θεμένου τὴν εἰκόνα τοῦ πράγματος, δι’ ἐμφάσεως δὲ καταλείποντος

### book 127b.4

τοῖς ἀκροαταῖς σκοπεῖν, ὁποῖαί τινες ἦσαν. b(BCE3E4)T

### book 128.1

λαοσσόος: ἡ ὁρμῶσα ἢ σῴζουσα τοὺς συμμαχομένους ἢ

### book 128.2

σοβοῦσα τοὺς ἐναντίους· ὅθεν καὶ „ἐγρεκύδοιμοσ“ (cf. Hsd. th. 925).

### book 128.3

T

### book 130-5a.1

φράξαντες 〈δόρυ δουρί, —μάχεσθαι〉:

### book 130-5a.2

πάντες μὲν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι καὶ λόγχαις. τούτων δὲ

### book 130-5a.3

οἱ μὲν πρωτοστάται κατὰ μέτωπον ἦσαν, πάντες ὁμοίως τὰ δόρατα

### book 130-5a.4

κατὰ προβολὴν ἔχοντες· κατόπιν δὲ τούτων οἱ δευτεροστάται,

### book 130-5a.5.1

κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν παραβεβληκότες δόρατα

### book 130-5a.5.2

μείζω δυσὶ πήχεσιν· καὶ οἱ τρίτοι παρ’ ἀμφοτέρους ὁμοίως ὥστε

### book 130-5a.5.3

τρεῖς ἀκμὰς ἀνέχειν τὰ δόρατα· οἱ τέταρτοι δὲ καὶ πέμπτοι τὰς

### book 130-5a.5.4

αἰχμὰς εἶχον ὀρθάς, ὡς εἴ τι κενοῖτο τῆς παρατάξεως τιτρωσκομένων

### book 130-5a.5.5

ἢ φονευομένων τοῦτο πληροῦν, b(BCE3E4)T κυκλούμενοι

### book 130-5a.10

〈δὲ〉 ποιεῖν ἀμφίστομον τὴν τάξιν. T

### book 130b

φράξαντες δόρυ δουρί, —μάχεσθαι: [ἐ]μφά‐

### book 130b.1

σεως δὲ χάριν εἶπεν. καὶ T συνέφρασσον μὲν ἀλλήλους φαλαγ‐

### book 130b.2

γηδόν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα· ἐπεὶ πῶς ὥρμων καὶ

### book 130b.3

ὑπεχώρουν καὶ ἐσκύλευον; καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς

### book 130b.5.1

ὑπομονῆς τῶν πολεμίων. ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα

### book 130b.5.2

ἐπύκνωσαν ἑαυτούς. b(BCE3E4)T τοῦτον δὲ τὸν συνασπισμόν,

### book 130b.5.3

ὡς ὁ τακτικὸς Ἑρμόλυτος λέγει, ἐνομοθέτησε Λυκοῦργος, ἐδίδαξε

### book 130b.5.4

δὲ Λύσανδρος Λάκων καὶ Ἐπαμινώνδας, εἶτα ὑπὸ Χαριδήμου

### book 130b.5.5

Ἀρκάδες ἐδιδάχθησαν καὶ Μακεδόνες. | προθελύμνῳ (130) δὲ

### book 130b.10

ἀλλεπαλλήλῳ, ἢ ἀλλεπαλλήλους πτύχας ἔχοντι. T

### book 132a.1

ἱππόκομοι {κόρυθος}: προπαροξυτονητέον τὸ ἱππό‐

### book 132a.2

κομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ. οὕτως οὖν ἀναγνωστέον

### book 132a.3

〈ὡσ〉 κυπαρισσόκομος, „καλλίκομοσ“ (cf. Ι 449. ο 58). τὰ δὲ ἀπὸ

### book 132a.4

τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος

### book 132a.5.1

εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος, „ἄναυδοσ“ (cf.

### book 132a.5.2

κ 378)· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκο‐

### book 132a.5.3

μος, ὅτε τὸ κομεῖν ἔγκειται· „Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε

### book 132a.5.4

κομείτην“ (Θ 113). A

### book 132b

ἱππόκομοι: ἱππείας κόμας ἔχουσαι. b(BCE3E4)Til

### book 132c1.1

φάλοισι: φάλοι συρίγγια ἐπὶ τῶν μετώπων, εἰς ἃ

### book 132c1.2

καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλ‐

### book 132c1

λήλων. AT

### book 132c2.1

φάλοι μὲν τὰ προμετωπίδια ἐπαναστήματα, ὧν καὶ ὁ

### book 132c2.2

λόφος ἔχεται, λόφος δὲ τὸ τῆς μέσης περικεφαλαίας ἐκ τριχῶν ἀ‐

### book 132c2.3

νάστημα. τὸ δὲ πᾶν οὕτως· οἱ τῶν κορύθων λόφοι ἀλλήλοις ἔψαυ‐

### book 132c2.4

ον. b(BCE3E4)

### book 134a.1

ἔγχεα δ’ ἐπτύσσοντο: αὐτὰ τὰ ἔγχη κραδαινόμενα

### book 134a.2

πτυσσομένοις ἐῴκει. b(BCE3E4)T γίνεται δὲ ἐκ τοῦ πτύω τὸ

### book 134a.3

βάλλω πτύσσω πλεονασμῷ τοῦ ς. b(BCE3E4)

### book 134b.1

θρασειάων: θρασείαις ψυχαῖς ὑπηρετουσῶν, b(BCE3E4)

### book 134b.2

T ὡς „ἀσπίδα θοῦριν“ (Λ 32). Til

### book 135a.1

〈σειόμεν’· οἱ δ’ ἰθὺς φρόνεον:〉 τινὲς „σειόμενοι

### book 135a.2

〈δ’〉 ἰθὺς φρόνεον“ ὥστε εὐθεῖαν πρὸς Τρῶας χωρεῖν. Til

### book 135b.1

{σειόμεν’} οἱ δ’ ἰθὺς φρόνεον, 〈μέμασαν δέ, μάχε‐

### book 135b.2

σθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ φρόνεον· τὸ γὰρ ἑξῆς ‘οἱ δ’

### book 135b.3

ἰθὺς φρόνεον μάχεσθαι, καὶ μέμασαν‘. A

### book 136a1.1

{τρῶες δὲ} προὔτυψαν: προενέσεισαν ἀθρόοι διὰ τὴν

### book 136a1.2

εὐημερίαν. οἱ δὲ προσέπεσον καὶ προενήλασαν. T

### book 136a2.1

προπαρενέβαλον ἢ προσέπεσον καὶ συνῆλθον. ταῦτα δὲ

### book 136a2.2

τῇ εὐημερίᾳ θαρροῦντες. b(BCE3E4)

### book 136b

〈ἀολλέες:〉 ἀθρόοι. Til

### book 137a

〈ἀντικρὺ μεμαώς:〉 ἐπ’ εὐθείας ὡρμημένος. Til

### book 137b.1

ὀλοοίτροχος: λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν

### book 137b.2

τῷ τρέχειν ὀλοός, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. |

### book 137b.1

Δημήτριος ὁ Γονύπεσος δασύνει, ἵν’ ᾖ ὅλος τροχοειδὴς καὶ κατὰ

### book 137b.2

πᾶν μέρος ἀστήρικτος, τῷ δὲ τόνῳ ὡς κακότροπος· οὕτω δὲ καὶ

### book 137b.5.1

Ἑρμαπίας καὶ Νικίας (fr. 16 B.) καὶ Ἀριστέας καὶ Ἀριστόνικος.

### book 137b.5.2

Κομανὸς δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 52 B.) ψιλοῦσι καὶ

### book 137b.5.3

παροξύνουσιν, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοὸν καὶ δεινόν.

### book 137b.5.4

ἐπένθεσις δὲ τοῦ ι περιττή· καὶ γὰρ χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον,

### book 137b.5.5

καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ „Ἄτλαντος θυγάτηρ ὀλοόφρονοσ“

### book 137b.10.1

(α 52). Δημόκριτος (Vors.6 68 B 162) δὲ τὸ κυλινδρικὸν σχῆμα

### book 137b.10.2

‘ὀλοοίτροχον‘ καλεῖ. A

### book 137c.1

ΟΛΟΟΙΤΡΟΧΟΣ: ὅλος τροχοειδής. οἱ δέ, ἐν τῷ

### book 137c.2

τρέχειν δεινός. b(BCE3)T | καλῶς βάρβαρον καὶ ἄλογον ὁρμὴν

### book 137c.3

ἀψύχῳ βάρει εἴκασε A b (BCE3E4)T διὰ παντὸς τόπου κυλιν‐

### book 137c.4

δουμένῳ. AT

### book 138a

〈κατὰ〉 στεφάνης: στεφάνης τῆς ἐν πλάτει ἐξοχῆς.

### book 138a

ἡ δὲ κατά ἀντὶ τῆς ἀπό ἢ ἀντὶ τῆς ἔξ. T

### book 138b

〈στεφάνης:〉 στεφανοειδοῦς. Til

### book 138b.1

στεφάνης: περικεφαλαίας, | ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας

### book 138b.2

πέτρας. A

### book 139-40.1

ἀσπέτῳ ὄμβρῳ 〈... / ὕψι δ’ ἀναθρῴσκων〉:

### book 139-40.2

ἀναγκαίως τὸ ἀσπέτῳ (139) πρὸς τὸ δυνηθῆναι πέτρον ῥῆξαι.

### book 139-40.3

b(BCE3E4)T τὸ δὲ ἀναθρῴσκων (140) προσκρούων καὶ

### book 139-40.4

ἀφαλλόμενος. T

### book 139a

ἀναιδέος: ἀνενδότου, σκληρᾶς. Til

### book 139b.1

ἔχματα πέτρης: τὰ ἐξέχοντα καὶ μὴ ἐῶντα κυλισθῆ‐

### book 139b.2

ναι αὐτόν· b(BCE3E4)T ἢ τὰ συνέχοντα τὴν πέτραν πρὸς

### book 139b.3

τὸ ὄρος. T

### book 140.1

ὕψι: ὡς „οἴκοθι“ (Θ 513 al.) καὶ „ἄγχι“ (Ε 185 al.),

### book 140.2

ὥς φησι Πτολεμαῖος (p. 52 B.). τινὲς δὲ τοῦτο ὀξύνουσιν, „ὑψί“. A

### book 141-2.1

ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, 〈ἕως ἵκηται /

### book 141-2.2

ἰσόπεδον: ἀσφαλέωσ〉 ἀνεμποδίστως, μὴ σφαλλόμενος τῆς τοῦ

### book 141-2.3

θεῖν σφοδρότητος. b(BCE3E4)T τὸ δὲ ἰσόπεδον (142) ἀντὶ

### book 141-2.4

τοῦ ὁμαλὸν πεδίον, οἷον ‘ἕως οὗ κατέλθῃ εἰς ἰσόπεδον πεδίον‘,

### book 141-2.5

ἀντὶ τοῦ ἴσην ἔχον γῆν καὶ ὁμαλήν. T

### book 142

〈ἐσσύμενός περ:〉 ἐψύχωσε τὸν λίθον. Til

### book 143a.1

{ὡς ἕκτωρ} εἵως {μέν}: τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ

### book 143a.2

τοῦ τέως· διόπερ οὔτε 〈ὑπο〉στιγμὴν οὔτε ἀνταπόδοσιν ἔχει ἐπι‐

### book 143a

φερομένην. A

### book 143b.1

〈εἵως μέν:〉 ἕως τινὸς μέν. b(BCE3E4)Til οἱ δὲ

### book 143b.2

ἀντὶ τοῦ τέως. b(BCE3E4)

### book 143b

ἀπείλει: ἠπείλει, ὑπισχνεῖτο. ἔσθ’ ὅτε δὲ—δηλοῖ. A

### book 144.1

ῥέα διελεύσεσθαι: οὕτως Ἀρίσταρχος. οἱ δὲ „ῥεῖα δ’

### book 144.2

ἐλεύσεσθαι“. | τὸ δὲ ἑξῆς· ὁ δὲ Ἕκτωρ ἕως μέν τινος ἠπείλει εὐ‐

### book 144.3

κόλως διελθεῖν μέχρι τῆς θαλάσσης (cf. Ν 143—4)—ἡ δὲ διά

### book 144.4

ἔμφασιν ἔχει—ἀντὶ τοῦ τοὺς σκόλοπας καὶ τὴν τάφρον διελεύσεσθαι.

### book 144.5

T

### book 145

ἐνέκυρσε: ἢ ἀπὸ τοῦ κύρω ἢ ἀπὸ τοῦ ἐνεκύρησεν. T

### book 146.1

μάλ’ ἐγχριμφθείς: ἀντὶ τοῦ λίαν ταῖς φάλαγξι ἐμπελα‐

### book 146.2

σθείς. b(BCE3)T

### book 147a.1

{νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν} ἀμφιγύοισιν: πρὸς

### book 147a.2

τὸ ἀμφιγύοισιν, ὅτι οἱ μέν, ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερεί‐

### book 147a.3

δοντες χρῶνται, οἱ δὲ ἀπὸ τοῦ γυ〈ι〉ῶσαι, ὅτι βλάπτει ἀμφοτέρω‐

### book 147a.4

θεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γυίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει·

### book 147a.5

γυῖα γὰρ τὰ ἄκρα. A

### book 147b.1

ἀμφιγύοισιν: ἀμφοτέρωθεν βλάπτουσιν b(BCE3E4)T

### book 147b.2

καὶ γόον ἐπάγουσιν, b(BCE3E4) ἀπὸ αἰχμῆς καὶ στύρακος.

### book 147b.1

b(BCE3E4)T τὰ δὲ ναύμαχα „κατὰ στόμα“ μόνον „εἱμένα

### book 147b.2

〈χαλκῷ〉“ (Ο 389)· οὐκ ἔχουσι γὰρ στύρακα. ἢ ἀμφοτέρωθεν

### book 147b.5.1

πρακτικοῖς· γυῖα γὰρ κυρίως πόδες καὶ χεῖρες, δι’ ὧν πράσσομέν

### book 147b.5.2

τι. T

### book 148a.1

{ὦσαν ἀποσφείων} ὁ δὲ χασ〈σ〉άμενος πελεμίχθη:

### book 148a.2

ὅτι Ζηνόδοτος γράφει „ὁ δὲ χάσσατο πολλὸν ὀπίσ〈σ〉ω“. ἠγνόησε

### book 148a.3

δὲ ὅτι τὰ ἐμπεπηγότα δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσ‐

### book 148a.4

σουσιν, ἵνα ἀποπέσῃ. A

### book 148b

〈χασσάμενος πελεμίχθη:〉 ἀντίστροφον τὸ σχῆμα. Til

### book 149.1

διαπρύσιον: ἢ διαπύρσιον, ὅ ἐστι T διαφανές,

### book 149.2

b(BCE3)T τουτέστι φωνῇ σημήνας ὡς πυρσῷ, b(BCE3E4)T

### book 149.3

ἢ διαπερῶν τὰς ἀκοάς. b(BCE3)T

### book 149

διαπρύσιον: διὰ παντὸς—ἢ διαπύρσιον, διαφανὲς

### book 149.5

καὶ σημαντικόν. A

### book 150.1

Τρῶες καὶ Λύκιοι 〈καὶ Δάρδανοι ἀγχιμαχηταί〉:

### book 150.2

πῶς τοὺς διεσκεδασμένους ἀνεκάλει κελεύων; βάρβαρος ὁρμὴ καὶ

### book 150.3

ὑπερήφανος. T

### book 151.1

παρμένετε: ἀλλήλοις· αὐτὸς γὰρ ἔχει Δία καὶ οὐ προσ‐

### book 151.2

δεῖταί τινος. b(BCE3E4)T

### book 152

πυργηδόν: δίκην πύργου, ἐν—τῷ σφαιρηδόν. A

### book 153a.1

ΟΙΩ: „οἴῳ“ ἄμεινον, μόνῳ, ἵνα μὴ Ἕκτωρ διστάζῃ. ἢ

### book 153a.2

τὸ „ὀΐω“ ἀντὶ τοῦ πέπεισμαι· „ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν“

### book 153a.3

(Α 78). b(BCE3E4)T

### book 153b.1

εἰ ἐτεόν: ἐπεὶ ἐτεῶς· ὁ εἴ συναπτικὸς ἀντὶ τοῦ ἐπεί,

### book 153b.2

ὡς τὸ „χρὴ δ’, εἰ σοφὸς πέφυκασ“ (Eur. Phoen. 86) καὶ ὁ Εὐριπίδης

### book 153b

„οὔκουν 〈δικαίωσ〉, εἴπερ εἴργασαι τάδε;“ (Hec. 1254). T

### book 154.1

〈ἐρίγδουπος πόσις Ἥρης:〉 ἀντονομασία, ἀντὶ τοῦ

### book 154.2

ὁ Ζεύς. Til

### book 155.1

μένος: τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι·

### book 155.2

b(BCE3)T ὅθεν καὶ ὁ „μέμονα“ (Ε 482) παρακείμενος. T

### book 156.1

Δηΐφοβος {δ’ ἐν τοῖσι}: προσυνίστησιν αὐτόν, ὅτι μετὰ

### book 156.2

τὴν Ἕκτορος τελευτὴν διεδέξατο τὴν στρατηγίαν. T

### book 158.1

κοῦφα ποσὶ προβιβάς: ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαί‐

### book 158.2

νων· ἢ ἐπ’ ἄκρων τῶν ποδῶν βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων. A

### book 158a

〈κοῦφα:〉 μετέωρα. Til

### book 158b.1

ὑπασπίδια προποδίζων: οὐ προβάλλων τὰ ἴχνη

### book 158b.2

πρὸ τῆς ἀσπίδος. ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ

### book 158b.3

b(BCE3)T τῷ τῆς ἀσπίδος κύκλῳ τὸ σῶμα κρύπτων· b(BCE3

### book 158b.4

E4)T ἐξ οὗ δῆλον ὅτι οὐκ εἶχεν ἀμφιβρότην ἀσπίδα, οὐδὲ

### book 158b.5

πλαγίαν αὐτὴν ἐκράτει. T

### book 158b.1

ὑπασπίδια προποδίζων: ὑπὸ τὴν ἀσπίδα ἠρέμα—

### book 158b.2

οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει. A

### book 159.1

Μηριόνης δ’ αὐτοῖο τιτύσκετο: ὅτι παραλέλειπται

### book 159.2

πρόθεσις ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ

### book 159.3

ὅλον ἀντὶ τοῦ ἐπ’ αὐτόν, ὡς καὶ τὸ „ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου“

### book 159.4

(Δ 100). A

### book 160a.1

〈καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάν‐

### book 160a.2

τος’ ἐΐσην:〉 τὸ ἑξῆς καὶ βάλε κατ’ ἀσπίδα. οὕτως οὖν διορ‐

### book 160a.3

θωτέον. Aint

### book 160b1.1

καὶ βάλεν, οὐδ’ ἀφάμαρτε: ταὐτὸν δι’ ἀμφοῖν

### book 160b1.2

δηλοῦται· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν φησὶν ὁ ποιητής· „οὐκ

### book 160b1.3

ἔβαλες τὸν ξεῖνον“ (υ 305) καὶ „βάλ〈λ〉’· αἰεὶ δὲ πυραὶ νεκύων“

### book 160b1

(Α 52). T

### book 160b2.1

βάλλειν καὶ †ἁμαρτεῖν παρὰ τῷ ποιητῇ τὸ αὐτὸ δηλοῖ·

### book 160b2.2

οἷον ἐπέτυχεν, ἀλλ’ οὐκ ἀπέτυχεν. b(BCE3)

### book 161.1

〈τῆς δ’ οὔ τι διήλασεν:〉 οὐδὲ τὸ τυχὸν διῆλθεν

### book 161.2

αὐτήν. b(BCE3E4)Til

### book 162.1

ἐν καυλῷ: ἀντὶ τοῦ κατὰ τὸν καυλόν, ὡς „ἄξαντ’ ἐν

### book 162.2

πρώτῳ ῥυμῷ“ (Ζ 40), λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον μέρος

### book 162.3

τοῦ δόρατος. b(BCE3E4)T

### book 163

〈δεῖσε δὲ θυμῷ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 165a

〈χώσατο:〉 ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη. Aint

### book 165b.1

χώσατο: ἡ σύγχυσις τῆς ψυχῆς, οὐ μὲν ἐπὶ χαρᾶς οὐ‐

### book 165b.2

δὲ ἐπὶ ὀργῆς. καὶ φθέγγεται μὲν οὐδέν (οὐ γὰρ οἰκεῖον τῷ παρ‐

### book 165b.3

όντι καιρῷ), τὴν δὲ διάθεσιν αὐτοῦ διὰ τοῦ χώσατο ῥήματος ὁ

### book 165b.4

ποιητὴς παρέστησεν. b(BCE3E4)T

### book 166a

〈ἀμφότερον:〉 δι’ ἀμφότερα. Til

### book 166b.1

〈νίκης τε καὶ ἔγχεος:〉 ὅτι λείπουσιν αἱ προθέσεις,

### book 166b.2

περὶ νίκης καὶ περὶ ἔγχους. Aint

### book 166c1.1

ὃ ξυνέαξε: τὸ ὅ ἀντὶ τοῦ ὅτι, ὡς „ὅ μοι γέρασ“ (Α

### book 166c1.2

120). T

### book 166c2

ὅτι. Til

### book 166d1

〈ξυνέαξε:〉 Ζηνόδοτος „ξυνέηξε“. Aim

### book 166d2

†ἀρίσταρχος† δὲ διὰ τοῦ η „ξυνέηξεν“. T

### book 167-8a1.1

βῆ δ’ ἰέναι〈— / οἰσόμενος δορὺ μα‐

### book 167-8a1.2

κρόν〉: πιθανῶς ὁ ποιητὴς τοὺς μὲν ὡς τραυματίας ἐξήγαγε τοῦ

### book 167-8a1.3

πολέμου, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς. T

### book 167-8a2.1

τοὺς μὲν οὖν ὡς τραυματίας πιθανῶς ὁ ποιητής, τοὺς

### book 167-8a2.2

δὲ καὶ ὅπλων ἐνδεεῖς ποιεῖ. b(BCE3E4)

### book 168a.1

οἰσόμενος: ἑαυτῷ. b(BCE3E4)T οἴσων δὲ καὶ

### book 168a.2

ἑτέρῳ, „οἶσε θέειον, γρηΰ“ (χ 481)· „οἴσετε πῦρ“ (Ο 718). T

### book 168a.3

διὰ τί δὲ οὐκ ἔπεμψεν ἐπὶ δόρυ, ἀλλ’ αὐτὸς ἄπεισιν; ἢ ὅτι ἐν τῷ

### book 168a.4

θορύβῳ κεχώρισται τῶν δορυφόρων καὶ πλησίον ἦν ἡ σκηνή, καὶ

### book 168a.5.1

οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχύνουσι, καὶ παρὼν ὅμοιος ἦν τῷ μὴ

### book 168a.5.2

παρόντι δόρυ οὐκ ἔχων. b(BCE3E4)T τὸ δὲ ὅλον, διὰ τὸ ἀνα‐

### book 168a.5.3

παῦσαι τοὺς ἀκροατὰς ἀπὸ τῆς μάχης τοῦτο πράττει ὁ ποιητής,

### book 168a.5.4

ὅπερ ἔσται Ἰδομενέως αὐτῷ συμβαλόντος (cf. Ν 246—305). T

### book 168a

οἰσόμενος: κομίσων, †ἐνεγκῶν†. διαφέρει—δὲ ἑαυτῷ.

### book 168a.10

A

### book 168b.1

ὅ οἱ κλισίηφι λέλειπτο: δύο οὖν εἶχεν, οἷς αὐτὸς

### book 168b.2

ἐχρῆτο—διάφορα γὰρ τὰ τῶν βασιλέων, b(BCE3E4)T ὡς

### book 168b.3

καὶ ἡ Ἀχιλλέως μελίη (cf. Π 140—4) T—, ἄλλα δὲ εἶχε πολλά.

### book 168b.4

b(BCE3E4)T | τινὲς δὲ „ἅ οἱ“, ὡς „κῆτος, ἃ μυρία βόσκει“ (μ

### book 168b.5

97). T

### book 171.1

Ἴμβριον αἰχμητήν, 〈πολυΐππου Μέντορος υἱόν〉:

### book 171.2

χαρίεν τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέ‐

### book 171.3

σεις ἐκφέρειν· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστου μακρόν, τὸ δὲ

### book 171.4

ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πιθανόν. b(BCE3E4)T τὸ

### book 171.5

δὲ Μέντορος Κέντορος ἔδει· οἰκεῖον γὰρ τῷ πολυΐππῳ τὸ κεντεῖν. T

### book 172a.1

ναῖε δὲ Πήδαιον: ὅτι Ζηνόδοτος γράφει „ὃς νάε Πή‐

### book 172a.2

δαιον“, ἵνα κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ

### book 172a.3

δὲ ὅτι Ὅμηρος διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένη‐

### book 172a.4

ται. ἄλλως τε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ. A

### book 172b.1

Πήδαιον: ὑπὸ τὴν Ἴδην πόλις πρὸς Θήβην, οἱ δὲ

### book 172b.2

πρὸς Καρίαν. τινὲς δὲ τὴν αὐτὴν τῇ Πηδάσῳ. T

### book 175.1

ἂψ εἰς Ἴλιον 〈ἦλθε〉: πάλιν ἀπὸ Πηδαίου ἦλθεν εἰς

### book 175.2

Ἴλιον· ἤδη γὰρ ἄλλοτε ἦλθεν εἰς Τροίαν διὰ τὸν γάμον. T

### book 177.1

ὑπ’ οὔατος 〈ἔγχεϊ μακρῷ〉: ὑπὸ τὸ οὖς. κατὰ τὸ

### book 177.2

σιωπώμενον δὲ μετεσκεύαστο ὁ Τεῦκρος. T

### book 178

〈αὖτ’ ἔπεσεν:〉 ἐν ἄλλῳ „αἶψ’ ἔπεσεν“. Aim

### book 179a.1

ὄρεος κορυφῇς’ 〈ἕκαθεν περιφαινομένοιο〉: ἐν

### book 179a.2

πεδίῳ γὰρ οὐ φύεται μελία. καὶ ἔμφασιν ἔχει ἄνωθεν πίπτουσα ἡ

### book 179a.3

μελία. b(BCE3E4)T τὸ δὲ περιφαινομένοιο κύκλῳ περιορω‐

### book 179a.4

μένου, b(BCE3)T „ὅ τε φαίνεται οἶον ἀπ’ ἄλλων“ (ι 192), T

### book 179a.5

ἢ ὑπερφαινομένου. b(BCE3)T

### book 179b.1

〈κορυφῇ:〉 οὕτως Ἀρίσταρχος ἑνικῶς, ἄλλοι δὲ „κορυ‐

### book 179b.2

φῇσ“. Aim

### book 180.1

τέρενα 〈χθονὶ〉 φύλ〈λ〉α 〈πελάσσῃ〉: φύλλα τοὺς

### book 180.2

κλάδους, ὡς οὗτος τὰ ὅπλα. τέρενα δὲ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς

### book 180.3

συνάχθεσθαι τῇ μελίᾳ. b(BCE3)T

### book 181

〈ἀμφὶ δέ οἱ βράχε τεύχεα:〉 τὰ περὶ αὐτῷ ἢ ἐπ’

### book 181

αὐτῷ· „ἀμφὶ πυρὶ στῆσαι τρίποδα“ (Σ 344). Til

### book 184a.1

〈ἄντα ἰδὼν ... ἔγχος:〉 λείπει τὸ φερόμενον. b(BCE3

### book 184a.2

E4)Til

### book 184b.1

χάλκεον ἔγχος: ἀπὸ μέρους. b(BCE3E4)T ὡς

### book 184b.2

„λευκώλενοσ“ (Α 55 al.). T

### book 185.1

〈Ἀμφίμαχον,〉 Κτεάτου υἷ’ 〈Ἀκτορίωνοσ〉: ὅτι

### book 185.2

καὶ τὸ „υἷες ὁ μὲν Κτεάτου, ὁ δ’ 〈ἄρ’〉 Εὐρύτου Ἀκτορίωνε“ (Β

### book 185.3

621) ἀντὶ τοῦ Ἀκτοριώνων. T

### book 186-7.1

κατὰ στῆθος βάλε 〈δουρί· /〉 δούπησεν δὲ

### book 186-7.2

〈πεσών〉: διὰ γὰρ καρδίας καὶ πνεύμονος ἡ πληγή· διὸ ταχεῖα

### book 186-7.3

καὶ ἡ πτῶσις. b(BCE3E4)T

### book 187

〈ἀράβησε:〉 τινὲς „ἀράδησε“. Til

### book 190.1

ὀρέξατο {δουρὶ φαεινῷ}: ἀντὶ τοῦ ὀρεξάμενος ἔψαυσε. |

### book 190.2

τινὲς δὲ „ἀκόντισε“. T

### book 191a.1

{ἕκτορος ἀλλ’ οὔ πῃ} χρόος εἴσατο: ὅτι διῄρηκεν

### book 191a.2

χρόος ἀντὶ τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν

### book 191a.3

ἀντὶ τοῦ ἐφάνη. A

### book 191b.1

〈χροός:〉 οὕτως αἱ Ἀριστάρχου „χρόοσ“ ὡς λόγος.

### book 191b.2

βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει „χρώσ“

### book 191b.3

{εἴσατο}. A

### book 191c

{ἀλλ’ οὐ πηι} χροός: Ἀλεξίων (fr. 53 B.) φησὶν ὅτι

### book 191c.1

Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων (fr. 29 P.) δὲ ὡς

### book 191c.2

πόλος. καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις· ἐὰν μὲν „χρόοσ“ ὡς

### book 191c.3

πόλος κατ’ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον ‘ἀλλ’

### book 191c.5.1

οὐδαμῶς ὁ χρὼς ἐφάνη‘· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶ‐

### book 191c.5.2

σιν, ἔσται ‘ἀλλ’ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε‘· τὸ γὰρ εἴσομαι καὶ

### book 191c.5.3

τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ

### book 191c.5.4

τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν

### book 191c.5.5

ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπί‐

### book 191c.10.1

στασθαι εἰς ως περατουμένην „ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδη‐

### book 191c.10.2

ροσ“ (Δ 510)· καὶ ἀκόλουθος αἰτιατικὴ „χρῶτ’ ἀπονιψαμένη“ (ς

### book 191c.10.3

172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας, „χροὸς

### book 191c.10.4

ἄμεναι ἀνδρομέοιο“ (Φ 70), „χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα“

### book 191c.10.5

(Ι 596)· καὶ τὴν αἰτιατικὴν „μή τις χρόα καλόν“ (Ν 649). ὥστε

### book 191c.15.1

εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ

### book 191c.15.2

τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι; A

### book 191d

{ἀλλ’ οὔ πῃ} χροὸς εἴσατο: λείπει ἡ διά, διὰ τοῦ

### book 191d

χροὸς ἐπορεύθη, παρὰ τὸ ἰέναι, ὡς „διὰ πρὸ δὲ εἴσατο καὶ τῆσ“

### book 191d.1

(Δ 138). | Ἀρίσταρχος δὲ „χρόος εἴσατο“, χροῦς ἐφάνη. | οὕτω

### book 191d.2

καὶ Τυραννίων (fr. 29 P.), ἵν’ ᾖ εὐθεῖα. | Ζηνόδοτος δὲ „χρώσ“.

### book 191d.5.1

| ὁ δὲ Ἡρωδιανὸς (cf. 2,85,17) καὶ εὐθεῖαν καὶ γενικὴν δέχεται

### book 191d.5.2

τὴν ΧΡΟΟΣ, προκρίνει δὲ τὴν γενικήν. T

### book 191e.1

ἄλλως· τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητής, τὰς δὲ πλα‐

### book 191e.2

γίας ὡς ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι τὴν λέξιν, „ταμεσί‐

### book 191e.3

χροα“ (Δ 511. Ψ 803) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας

### book 191e.4

b(BCE3E4)T καὶ „μελανόχροοσ“ (τ 246) ἀπὸ γενικῆς ὡς

### book 191e.5.1

εὐθεῖαν, ὅθεν καὶ παρώνυμον „μελαγχροιὴσ“ (π 175) καὶ „εὐχροὲς

### book 191e.5.2

δέρμα“ (cf. ξ 24). T οὕτω δὲ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντο‐

### book 191e.5.3

σθίδιον σάρκωσιν· b(BCE3E4)T „χρὼς σήπεται“ (Ω 414),

### book 191e.5.4

„ἵνα οἱ χρὼς ἔμπεδος εἴη“ (Τ 39). T

### book 191f

πᾶς δ’ ἄρα χαλκῷ: ὅλος ὁ Ἕκτωρ, ἢ ὁ χρὼς αὐτοῦ.

### book 191f.1

b(BCE3E4)T | πρὸς δὲ τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Β 809.

### book 191f.2

Θ 58) τὸ σημεῖον. T

### book 191g

〈πᾶς δ’ ἄρα χαλκῷ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 192.1

ἀσπίδος ὀμφαλόν: τὸ μέσον ἢ τὸ ἐπιτιθέμενον αὐτῇ

### book 192.2

πρὸς κόσμον, b(BCE3)T ὡς „μέσ〈σ〉ον ἐπομφάλιον“ (Η 267).

### book 192.3

T

### book 193-4.1

ὁ δὲ χάσ〈σ〉ατ’ ὀπίσ〈σ〉ω / νεκρῶν ἀμφοτέρων:

### book 193-4.2

ὥστε μήτε σκυλεῦσαι τὸν πολέμιον μήτε τὸ τοῦ Ἰμβρίου σῶμα

### book 193-4.3

ῥύσασθαι. b(BCE3E4)T

### book 195.1

Στιχίος: τινὲς „Σχεδίοσ“ γράφουσιν. | τοῦ δὲ Στιχίου ἐν

### book 195.2

τῷ Καταλόγῳ (sc. Β 552) οὐ μέμνηται, ὅτι οὐκ ἦν ἀναγκαῖον καὶ

### book 195.3

τοὺς δευτέραν ἔχοντας τάξιν καταλέγειν. τινὲς δὲ χλευάζουσιν ὡς

### book 195.4

νεκροφόρους. T

### book 196

〈μετὰ λαόν:〉 ἐν ἄλλῳ „μετὰ ἔθνοσ“. Aim

### book 197.1

{ἴμβριον αὖτ’} Αἴαντε 〈μεμαότε〉: ὅτι συνεχῶς κέχρηται

### book 197.2

τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ

### book 197

ἴδιον. A

### book 198a1.1

{δύ’} αἶγα: Ζηνόδοτος „αἶγε“· οὐ γὰρ συμμαχοῦσιν

### book 198a1.2

ἀλλήλοις λέοντες. | ἢ ὅτι τὰ ἐν παραβολῇ ὡς καθ’ ὑπόθεσιν δεκτέον

### book 198a1.3

οὐ πάντως ἀληθῆ. ἢ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαντώμενος

### book 198a1.4

ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος· καὶ Αἰσχύλος

### book 198a1.5.1

περὶ Γλαύκου (fr. 39 N.2 = 445 M. = 39 R.)· „εἷλκον †ἄνω λυκηδόν, ὥς τε

### book 198a1.5.2

διπλόοι / λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαισ“. T

### book 198a2.1

τὰ ἐν τῇ παραβολῇ ὡς καθ’ ὑπόθεσιν ἐκδεκτέον· οὐ γὰρ

### book 198a2.2

συμμαχοῦσιν ἀλλήλοις λέοντες, ἀλλὰ τοῦ ἑνὸς ἁρπάσαντος συναρ‐

### book 198a2.3

πάζει ὑπαντῶν ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος,

### book 198a2.4

ὡς καὶ Αἰσχύλος· „εἷλκον †ἄνω λυκηδόν“. b(BCE3E4)

### book 198b.1

κυνῶν ὑπὸ καρχαροδόντων: τοὺς Τρῶας τοῖς φυλάσ‐

### book 198b.2

σουσιν εἰκάζει κυσί, τοὺς δὲ Ἕλληνας τοῖς ἁρπάζουσι λέουσιν. T

### book 200a.1

ὑψοῦ ὑπὲρ γαίης: πολὺ τὸ εὔτονον αὐτῶν, εἰ μηδὲν

### book 200a.2

παρασύρουσι τοῦ φερομένου. T

### book 200b

〈γαμφηλῇσιν:〉 γαμφηλὴ παρὰ τὸ κεκάμφθαι. Til

### book 201

〈ὑψοῦ ἔχοντε:〉 ἀπήγαγον, ἵνα συλήσωσιν. Til

### book 202a

〈συλήτην:〉 ἢ Δώριόν ἐστιν ἢ ἀπὸ τοῦ συλησάτην. Til

### book 202b

〈ἁπαλῆς:〉 εὐκαμποῦ〈σ〉. Til

### book 203a.1

κόψεν Ὀϊλιάδης 〈κεχολωμένος Ἀμφιμάχοιο〉: ὅτι

### book 203a.2

ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου. καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε

### book 203a.3

τὸ ο, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ Ὀϊλέως ἀκούων· διὸ καὶ ἔγραφεν

### book 203a

„κόψεν ἄρ’ Ἰλιάδησ“. A

### book 203b1.1

κόψεν Ὀϊλιάδης: οὐ γὰρ ἦν κατὰ τὴν τοῦ Τελαμωνίου

### book 203b1.2

μεγαλοπρέπειαν †ἄρτι† ἀποτεμεῖν κεφαλὴν καὶ ῥίπτειν πρὸς τοὺς

### book 203b1.3

πολεμίους. θερμότερος 〈δὲ〉 τὸν τρόπον ὁ Λοκρός. T

### book 203b2.1

οὐ γὰρ ἦν τοῦτο τῆς μεγαλοπρεπείας Τελαμωνίου τὸ

### book 203b2.2

νεκροῦ τεμεῖν κεφαλὴν καὶ τοῖς πολεμίοις ῥιπτεῖν, ἀλλὰ περὶ τοὺς

### book 203b2.3

ζῶντας ἐπονεῖτο. b(BCE3E4)

### book 203c1.1

〈κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο:〉

### book 203c1.2

θαυμαστῶς {δὲ} τῇ ἐπεργασίᾳ ἐχρήσατο ὁ ποιητὴς εἰπὼν „κεφαλὴν

### book 203c1.3

κόψεν“ (cf. Ν 202—3)· ὁ μὲν γὰρ Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ

### book 203c1.4

κράνος ἀφελεῖν ἠδυνήθη (cf. Ν 188—94), ὁ δὲ Ἕλλην οὐ μόνον τὰ

### book 203c1.5.1

ὅπλα ἀπεσύλησεν τοῦ Ἰμβρίου (cf. Ν 202), ἀλλὰ καὶ τὸ σῶμα ἐλυμή‐

### book 203c1.5.2

νατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον †ὠμὸν†, ἀλλὰ συγ‐

### book 203c1.5.3

γνωστὸν ὑπὲρ φίλου ἀγανακτοῦντι· διὸ ἐπιφωνεῖ ὁ ποιητὴς κεχολω‐

### book 203c1.5.4

μένος Ἀμφιμάχοιο. ἅπαξ δέ που τοῦτο πέπρακται δι’ ὀργὴν τοῦ

### book 203c1.5.5

Ἀχιλλέως εἰς Ἕκτορα (sc. Χ 395—404). ἀλλὰ καὶ Ἱππόλοχος αὐχέ‐

### book 203c1.10.1

νος καὶ χειρῶν ἀπεκόπη ὑπὸ Ἀγαμέμνονος (sc. Λ 145—6)· Ἀντι‐

### book 203c1.10.2

μάχου γὰρ παῖς ἦν, „ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ“ (Λ 139). T

### book 203c2.1

ὑπεραπολογεῖται αὐτοῦ ὁ ποιητὴς παρεντιθεὶς τὸ κεχο‐

### book 203c2.2

λωμένος. θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ χρῆται· ὁ μὲν Ἕκτωρ τοῦ

### book 203c2.3

Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἠδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον

### book 203c2.4

τὰ ὅπλα ἐσύλησεν, ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ

### book 203c2.5.1

οὐχ Ἑλληνικὸν τὸ ἔργον, ἀλλὰ συγγνωστὸν ὑπὲρ φίλου ἀγανα‐

### book 203c2.5.2

κτοῦντι, ὃ δηλοῖ καὶ τὸ ἐπιφώνημα (sc. Ν 204). b(BCE3E4)

### book 204-5.1

ἧκε δέ μιν σφαιρηδὸν 〈ἑλιξάμενος δι’ ὁμίλου /

### book 204-5.2

Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν〉: τὸ ἑξῆς· ἧκε δέ μιν

### book 204-5.1

δι’ ὁμίλου σφαιρηδόν, συστρέψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βο‐

### book 204-5.2

λῆς. χάριεν δὲ τὸ σύμπτωμα· ὁ μὲν γὰρ ἁπλῶς ἔρριψεν εἰς τοὺς πολε‐

### book 204-5.5.1

μίους, συνέβη δὲ παρὰ τὸν Ἕκτορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ εἰς

### book 204-5.5.2

ἔλεγχον, ὧν αὐτὸς ἀπέτυχεν. b(BCE3E4)T

### book 205

〈Ἕκτορι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος. Aim

### book 207a1.1

〈υἱωνοῖο:〉 τοῦ Ἀμφιμάχου· Κτέατος γὰρ Ποσειδῶνος.

### book 207a1.2

Til

### book 207a2

τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν. b(BCE3E4)

### book 210.1

δουρικλυτός: ἁρμόδιον τὸ ἐπίθετον· οἱ γὰρ ἄλλοι Κρῆτες

### book 210.2

τοξόται. b(BCE3E4)T

### book 211a1.1

ἐρχόμενος παρ’ ἑταίρου: λείπει τὸ τίνος· οἱ δὲ Ὀδυσ‐

### book 211a1.2

σέως, οἱ δὲ Κοιράνου (cf. P 611), οἱ δὲ Θεστορίδου Ἀλκμάονος (cf.

### book 211a1.3

M 394), οἱ δὲ Ἀγαμέμνονος—φησὶ γὰρ „μάλα μέν τοι ἐγὼν ἐρίηρος

### book 211a1.4

ἑταῖροσ“ (Δ 266)—, οἱ δὲ ὄνομα κύριον. ἀληθείας δὲ μίμησις τὸ μὴ

### book 211a1.5

πάντας φράζειν ἐξ ὀνόματος. T

### book 211a2.1

λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλεσεν, ὅστις

### book 211a2.2

ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς ἑταίρου

### book 211a2.3

(cf. Ν 210—4), οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ

### book 211a2.4

εἰς τὴν ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς

### book 211a2.5

μάχης. b(BCE3E4)

### book 212a.1

〈ἦλθε〉 κατ’ ἰγνύην: ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος,

### book 212a.2

παρὰ τὸ ἱκνεῖσθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη. b(BCE3E4)T

### book 212b.1

{ἦλθε κατ’} ἰγνύην: Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ

### book 212b.2

τὸ ἀκόλουθον ἴγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ιαʹ τῆς Καθόλου (1,

### book 212b

303,10). A

### book 213a.1

〈ἔνεικαν:〉 ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ

### book 213a.2

διὰ τὸ τραῦμα. Aim

### book 213b.1

ἔνεικαν: τὸ οὖν „ἦλθε“ {κατ’ ἰγνύην} (Ν 212) ἀντὶ τοῦ

### book 213b.2

ἀπηνέχθη, ἀκύρως. T

### book 213c.1

ἰητροῖς: κατὰ ἔθνη γὰρ ἦσαν, ὥς πού φησιν „ἰητροὶ πο‐

### book 213c.2

λυφάρμακοι“ (Π 28). T

### book 214.1

ἤϊεν ἐς κλισίην: ὁπλιούμενος δηλονότι. τινὲς δὲ ἐς κλισίην

### book 214.2

τοῦ ἑταίρου. | οἱ δὲ „ἣν ἴεν ἐς κλισίην“. T

### book 216.1

〈εἰσάμενος φθογγήν:〉 νοήσας, ἐπιγνούς. Til | ἀπὸ μέ‐

### book 216.2

ρους τὸ πᾶν σῶμα, b(BE3E4)T ὡς τὸ „δέμας καὶ ἀτειρέα φωνήν“

### book 216.3

(Ν 45). Til

### book 217-8.1

ὃς πάσῃ Πλευρῶνι 〈καὶ αἰπεινῇ Καλυδῶνι /

### book 217-8.2

Αἰτωλοῖσιν ἄνασσε〉: Αἰτωλὸς ὁ Ἐνδυμίωνος, Ἠλεῖος τὸ γένος,

### book 217-8.3

Ἆπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν φεύγει εἰς τὴν ἀπ’ αὐτοῦ

### book 217-8.4

Αἰτωλίαν προσαγορευθεῖσαν, ἴσχει δὲ παῖδα Πλευρῶνα, οὗ ἐγένοντο

### book 217-8.5.1

Κούρης καὶ Καλυδών, ἀφ’ ὧν αἱ πόλεις. οὕτω Δηΐμαχος (FGrHist

### book 217-8.5.2

65,1). T

### book 217a

〈ὃς πάσῃ Πλευρῶνι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ

### book 217a

ὃς πάσης Πλευρῶνος. Aim

### book 217b.1

τὸ δὲ πάσῃ Πλευρῶνι ἀντὶ τοῦ πάσης Πλευρῶνος, | ἣν

### book 217b.2

ᾤκουν οἱ Ἀκαρνᾶνες. T

### book 218.1

Αἰτωλοῖσιν ἄνασσε: Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος

### book 218.2

—ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. A

### book 219-329a1.1

ποῦ τοι ἀπειλαί 〈/ οἴχονται—ᾗ μιν

### book 219-329a1.2

ἀνώγει〉: ὁ μὲν ἀκροατὴς ἀκούσας „καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων

### book 219-329a1.3

ἐχολώθη“ (Ν 206) προσδοκᾷ ἀφόρητόν τινα συμβολὴν ἔσεσθαι, ὁ δὲ

### book 219-329a1.4

†ἄλλας† ἐπεισήγαγε, πρῶτα μὲν πεῦσιν πρὸς Ἰδομενέα (sc. Ν

### book 219-329a1.5.1

219—20) κἀκείνου ἀπόκρισιν (sc. Ν 222—30), εἶτα ὁπλισμὸν Ἰδομε‐

### book 219-329a1.5.2

νέως (sc. Ν 240—5) καὶ ὑπάντησιν πρὸς Μηριόνην καὶ διάλεξιν ἀμ‐

### book 219-329a1.5.3

φοῖν (sc. Ν 246—94) καὶ τὸν Μηριόνην ἀναλαβόντα τὸ δόρυ (sc. Ν

### book 219-329a1.5.4

295—7), εἶτα σκέψιν αὐτῶν, ποῖ χρὴ τάττεσθαι (sc. Ν 307—27). T

### book 219-329a2.1

ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ „καὶ τότε δὴ περὶ κῆρι Ποσει‐

### book 219-329a2.2

δάων ἐχολώθη“ προσδοκᾷ τινα συμβολὴν πολέμου γενέσθαι μεγίστην.

### book 219-329a2.3

ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάντησιν αὐτοῦ,

### book 219-329a2.4

τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως καὶ ἕτερα.

### book 219-329a2.5

b(BCE3E4)

### book 219.1

ποῦ τοι ἀπειλαί: ποῦ ἀντὶ τοῦ πῇ, τοι ἀντὶ τοῦ δή,

### book 219.2

T ἀπειλαὶ αἱ καυχήσεις. b(BCE3E4)T

### book 220

〈Τρωσίν:〉 κατὰ Τρώων. Til

### book 222a.1

ὦ Θόαν: ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ

### book 222a.2

„ᾧ τε σύ, Κάλχαν“ (Α 86), ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. A

### book 222b1.1

νῦν αἴτιος: Ἀρίσταρχος „νῦν γ’ αἴτιοσ“, Ἀριστοφάνης

### book 222b1.2

„νῦν δ’ αἴτιοσ“. T

### book 222b2

Ἀρίσταρχος μετὰ τοῦ γ, „νῦν γ’ αἴτιοσ“. Aim

### book 223-5.1

〈πάντες γὰρ〉 ἐπιστάμεθα π〈τ〉ολεμίζειν 〈/ οὔτε

### book 223-5.2

τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳ / εἴκων ἀνδύεται

### book 223-5.3

πόλεμον κακόν〉: πάντα περιέλαβεν, ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ

### book 223-5.4

δι’ ἀπειρίαν ἢ διὰ δέος ἢ δι’ ὄκνον φεύγουσι τὰ δεινά. b(BCE3E4)T

### book 223a1

〈ἐπιστάμεθα:〉 ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα. Aint

### book 223a2.1

τὸ δὲ ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα· „ἐπίστατο πῆλαι

### book 223a2.2

Ἀχιλλεύσ“ (Π 142). T

### book 224a1.1

〈οὔτε ... οὔτε:〉 ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ,

### book 224a1.2

„οὐδέ“. Aint

### book 224a2

ἔν τισι „οὐδέ τινα“. Til

### book 224b.1

δέος 〈...〉 ἀκήριον: κεχωρισμένον κῆρος· „σοὶ δ’ οὐ

### book 224b.2

δέος ἔστ’ ἀπολέσθαι· / οὐ γάρ τοι κραδίη μενεδήϊοσ“ (Μ 246—7). T

### book 225a1.1

〈ἀνδύεται:〉 οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρ‐

### book 225a1.2

χου. Aim

### book 225a2

τινὲς δὲ γράφουσιν „ἀδδύεται“. T

### book 225b

ἀνδύεται: ἀπὸ τῶν ἀναδυομένων τὰ ζυγὰ ζῴων. T

### book 226

〈μέλλει:〉 ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει. Aint

### book 227a.1

νωνύμνους: τινὲς ἀθρηνήτους· ὕμνον γὰρ καὶ Ἀνακρέων

### book 227a.2

(fr. 140 P. [P.M.G. 485] = 168 G.) τὸν θρῆνόν φησιν. T

### book 227b

〈υἷας Ἀχαιῶν:〉 γράφεται καὶ „ἐνθάδ’ Ἀχαιούσ“. Aim

### book 228.1

μενεδήϊος: μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα·

### book 228.2

οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται. b

### book 228.3

(BCE3E4)T

### book 229a.1

ὀτρύνεις: ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς

### book 229a.2

τὸ „ζαχρηεῖς τελέθουσιν“ (Μ 347) ἀντὶ τοῦ ἐτέλεθον παρῳχημέ‐

### book 229a.3

νου. AT

### book 229b.1

〈ὅτε〉 μεθιέντα 〈ἴδηαι〉: γράφεται καὶ „ὅθι μεθιέντα

### book 229b.2

〈ἴδηαι〉“. Aim Ζηνόδοτος δὲ „ὅτις μεθίῃσι πόνοιο“. AimT

### book 230

〈μήτ’ ἀπόληγε κέλευέ τε:〉 κέλευε μὴ ἀπολήγειν. Til

### book 233.1

〈κυνῶν〉 μέλπηθρα: ἐμπαίγματα, παίγνια. A b (BCE3) |

### book 233.2

μετὰ κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν

### book 233.3

ἐσθίει· A b (BCE3)T καὶ Κύκλωψ· „ἤσθιε δ’ ὥστε λέων“ (ι 292).

### book 233.4

AT

### book 234

〈μεθίῃσι μάχεσθαι:〉 Ἀρίσταρχος „μεθίῃσι πόνοιο“. Til

### book 235-6a1.1

ταῦτα δ’ ἅμα χρή 〈/ σπεύδειν, αἴ κ’ ὄφελός τι

### book 235-6a1.2

γενώμεθα καὶ δύ’ ἐόντε〉: Ἑλληνικῶς πάνυ κοινοῦνται τὴν

### book 235-6a1.3

προθυμίαν ἑκάτεροι. τὸ δὲ καὶ δύ’ ἐόντε περιπαθῶς, ὡς τῶν ἄλλων

### book 235-6a1.4

ἀποκαμόντων. T

### book 235-6a2.1

Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυμίαν ἀλεί‐

### book 235-6a2.2

φουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων. b(BCE3)

### book 236a1

σπεύδειν {αἴ κ’ ὄφελος τι}: ὅτι τὸ σπεύδειν οὐκ ἔστιν

### book 236a1

ἐπὶ τοῦ ταχύνειν, ἀλλ’ ἐπὶ τοῦ ἐνεργεῖν καὶ κακοπαθεῖν. A

### book 236a2

σπεύδειν δὲ τὸ μετὰ κακοπαθείας ἐνεργεῖν. T

### book 236a3

μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν. b(BCE3)

### book 237a.1

συμφερτὴ δ’ ἀρετὴ 〈πέλει ἀνδρῶν καὶ μάλα λυ‐

### book 237a.2

γρῶν〉: εἰπὼν {δὲ} καὶ μάλα λυγρῶν T οὐδεμίαν καταλείπει

### book 237a.3

τοῖς γενναίοις πρόφασιν τοῦ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις

### book 237a.4

συμφερόμενοι †ἔναρα† δρῶσιν ἔργα. εἰ δὲ καὶ μάλα λυγρῶν

### book 237a.5.1

συμφερτὴ γίνεται ἡ ἀρετή, πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς

### book 237a.5.2

δυνάμεθα μάχεσθαι; ἐν πᾶσιν οὖν ἄριστον ἡ κοινωνία. b(BCE3)T

### book 237b

συμφερτὴ δ’ ἀρετὴ πέλει〈—μάλα λυγρῶν〉:

### book 237b.1

τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον· ἐξ ἀμφο‐

### book 237b.2

τέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων. | πρὸς ὃ καὶ Ἀρίσταρχος

### book 237b.3

σημειοῦται τὸν στίχον, | ἵν’ ᾖ ὁ λόγος ‘συμφορητή τις ἀνδρῶν ἀρετὴ

### book 237b.5

καὶ τῶν ἀσθενεστάτων‘, οἷον οὐ μόνον κατὰ ἕνα, ἀλλὰ καὶ κατὰ πλῆθος

### book 237b.1

ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθ’ αὑτό〈ν〉. ἐὰν

### book 237b.2

δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον,

### book 237b.3

〈ὅπερ〉 ἐστὶ τοιοῦτο· ‘συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα

### book 237b.4

τῶν ἀσθενῶν‘. ὅπερ οὐκ ἔστιν. A

### book 237c.1

〈συμφερτὴ δ’ ἀρετή:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης

### book 237c.2

„συμφερτὴ δὲ βίη“. Aim T

### book 238.1

νῶι δὲ καί κ’ ἀγαθοῖσιν 〈ἐπισταίμεσθα μάχεσθαι〉:

### book 238.2

τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς·

### book 238.3

ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα. b(BCE3)T

### book 239

〈πόνον ἀνδρῶν:〉 τὴν μάχην. Til

### book 241.1

〈δύσετο τεύχεα καλά:〉 τραγῳδεῖ αὐτοῦ τὴν πανοπλίαν

### book 241.2

ὡς μέλλοντος ἀριστεύειν. Til

### book 242-4.1

〈βῆ δ’ ἴμεν〉 ἀστεροπῇ ἐναλίγκιοσ〈—αὐ‐

### book 242-4.2

γαί〉: πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φο‐

### book 242-4.3

ροῦντος ἡ ὁμοίωσις· b(BCE3E4)T τάχα δὲ καὶ πρὸς τὸ ἐπιθυμη‐

### book 242-4.4

τικὸν τῶν πολεμίων· φησὶ γὰρ καὶ πολέμου πολλάκις αὐτὴν εἶναι

### book 242-4.5

σημεῖον. Til

### book 243.1

〈χειρὶ λαβών:〉 νῦν τὴν ἀστεροπὴν (cf. Ν 242) σκεῦος

### book 243.2

δηλοῖ. Til

### book 245a.1

χαλκὸς ἔλαμπε 〈...〉 θέοντος: οὐκ, ἐπειδὴ ἔτρεχεν,

### book 245a.2

ἔλαμπεν, ἀλλ’ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκός, ἀστεροπῇ αὐτὸν

### book 245a.3

εἴκασεν. b(BCE3E4)Til

### book 245b

περὶ στήθεσσι: Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐνὶ στή‐

### book 245b

θεσσι“ γράφουσιν. AimT

### book 246a.1

〈θεράπων ἐΰς:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „δουρικλυ‐

### book 246a.2

τόσ“. AintT

### book 246b1.1

θεράπων ἐΰς {ἀντεβόλησεν}: ὁ Ἀσκαλωνίτης (p. 52 B.)

### book 246b1.2

φησὶν ὅτι ὁ Ἀρίσταρχος δύο ποιεῖ, θεράπων καὶ ἐΰς. τινὲς δὲ ὑφ’ ἓν

### book 246b1.3

ἀνέγνωσαν ὡς „Ἐτεωνεύσ“ (δ 22. ο 95). ὅτι δὲ δεῖ κατὰ διάλυσιν

### book 246b1.4

ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς

### book 246b1.5.1

φωνῆς· ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος

### book 246b1.5.2

τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ „Λεοντεύσ“ (Β 745

### book 246b1.5.3

al.), οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος „Αἰθιοπεύσ“ (cf. Α 423). A

### book 246b2.1

{ἐΰς θεράπων:} τινὲς ὑφ’ ἓν „θεραπωνεὺσ“ ὡς Αἰγιαλεύς,

### book 246b2.2

οὐχ ὑγιῶς. T

### book 247-8.1

μετὰ γὰρ δόρυ χάλκεον ᾔει 〈/ οἰσόμενος· τὸν δὲ

### book 247-8.2

προσέφη σθένος Ἰδομενῆοσ〉: μετῄει γὰρ οἰσόμενος δόρυ. σθέ‐

### book 247-8.3

νος δὲ Ἰδομενῆος (248) εἶπεν, ἐπεὶ ἀριστείαν ἐπιδείξεται. T

### book 249.1

Μηριόνη, Μόλου υἱέ, πόδας ταχύ, φίλταθ’ ἑταί‐

### book 249.2

ρων: ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας

### book 249.3

αὐτὸν ὑπέμνησεν. b(BCE3)T

### book 251-2.1

ἠέ τι βέβληαι, 〈/ ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυ‐

### book 251-2.2

θεσ〉: εὑρεσιλογία, ὡς οὐ τέτρωται. 〈οὐκ〉 ἀπιθάνως δὲ πληγὴν (cf.

### book 251-2.3

251) ἢ χρείαν ἑταίρων (cf. 252) φησὶ δεῖν ἀποσπᾶν τῆς μάχης· ἡ δὲ

### book 251-2.4

Ἑκάβη „ἦ μάλα δὴ τείρουσι δυσώνυμοι“ (Ζ 255). T

### book 251a1.1

〈ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή:〉

### book 251a1.2

ἆρα μέρος φησί τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει; b(BCE3)

### book 251a2

τείρει ἀκωκή: ἡ ἀκὶς ἐν σοὶ οὖσα ἢ ἡ βολή 〈ἡ〉 ἀπὸ τῆς

### book 251a2

ἀκωκῆς. T

### book 252a.1

ἠέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες: ἀπό τινος ἢ περί

### book 252a.2

τινος. τὸ δὲ μετ’ ἐμέ ἢ ἐπ’ ἐμὲ ἢ πρὸς ἐμέ. b(BCE3)T

### book 252b

〈ἀγγελίης:〉 ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας. Aim

### book 254.1

τὸν δ’ αὖ Μηριόνης: ἔν τισι μετὰ τοῦτον φέρεται „Ἰδο‐

### book 254.2

μενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων“ (= Ν 255). T

### book 256a.1

εἴ τί τοι ἔγχος 〈ἐνὶ κλισίῃσι〉 λέλειπται: εἶπε γὰρ

### book 256a.2

„ὅ οἱ κλισίηφι λέλειπτο“ (Ν 168). ἢ ἐπαινῶν διστάζει, εἰ μὴ πάντα

### book 256a.3

κατανάλωκε τοῖς πολεμίοις. T

### book 256b

〈τοί:〉 ἀντὶ τοῦ δή. Til

### book 257a.1

〈οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν

### book 257a.2

ἔχεσκον:〉 ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος

### book 257a.3

καὶ ἔχεσκον. Aint

### book 257b.1

τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον: πληθυν‐

### book 257b.2

τικῷ ἑνικὸν ἐπήγαγεν· A b (BCE3E4)T καὶ Εὐριπίδης Ἴωνι

### book 257b.3

(391)· „κωλυόμεσθα μὴ παθεῖν, ὃ βούλομαι“, AT τινὲς δὲ „κα‐

### book 257b.4

τέαξα μέν“, ἵνα ᾖ ‘ὃ μὲν γὰρ εἶχον, κατέαξα‘, A b (BCE3E4)T ὡς

### book 257b.5

„ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν“ (Ν 814): AT ἄφαρ

### book 257b

ἐλπίζεις πορθῆσαι (cf. Ν 813—4). T

### book 257c.1

〈κατεάξαμεν:〉 Ζηνόδοτος „κατεήξαμεν“ διὰ τὸ καὶ ἐν

### book 257c.2

τοῖς ἔμπροσθεν (sc. Ν 166) „ὃ ξυνέηξε“ λέγειν. Aim

### book 258

〈ὑπερηνορέοντος:〉 τοῦ νῦν ἀνδριζομένου. Til

### book 259

〈Κρητῶν ἀγός:〉 ὁ συμμαχικὸν ἐπάγων Κρητῶν. Til

### book 260a.1

〈δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι

### book 260a.2

δήεις:〉 οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἕν πρὸς τὸ σαφές. Aim

### book 260b1.1

δούρατα δ’, αἴ κε θέλῃσθα, 〈καὶ ἓν καὶ εἴκοσι

### book 260b1.2

δήεισ〉: δούρατα δή, κἂν ἓν ζητῇς κἂν εἴκοσι θέλῃς, ὅ ἐστι πολλά. T

### book 260b2.1

δόρατα δέ φησιν, κἂν ἓν κἂν εἴκοσι θελήσῃς, εὑρεθήσονται.

### book 260b2.2

δηλοῖ δὲ διὰ τοῦ εἴκοσι τὸ πλῆθος. b (CE3)

### book 261a1.1

〈ἑσταότ’ ἐν κλισίῃ πρὸσ〉 ἐνώπια 〈παμφανόων‐

### book 261a1.2

τα: ἐνώπια〉 οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. | βραχὺ δὲ δια‐

### book 261a1.3

σταλτέον ἐπὶ τὸ ἐνώπια, ἵν’ ᾖ „δούρατα“ (Ν 260) παμφανόων‐

### book 261a1.4

τα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435)· „ἅρματα δ’ ἔκλιναν πρὸς

### book 261a1.5

ἐνώπια, παμφανόωντα“. A

### book 261a2

οἱ δὲ „δούρατα“ παμφανόωντα. T

### book 261b.1

πρὸς ἐνώπια: τοὺς κατὰ τὴν εἴσοδον τοίχους ἤτοι τοὺς

### book 261b.2

ἀντίους τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα, δι’ ὧν εἰσβάλλει τὸ φῶς.

### book 261b.3

b(BCE3E4)T

### book 262-3.1

οὐ γὰρ ὀΐω 〈/ ἀνδρῶν δυσμενέων〉 ἑκὰς ἱστά‐

### book 262-3.2

μενος 〈πολεμίζειν〉: οὐκ ἀλαζονεύεται, ἀλλ’ ἐρεθίζει αὐτὸν λε‐

### book 262-3.3

ληθότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν.

### book 262-3.4

b(BCE3E4)T

### book 264

〈δούρατά τ’ ἔστι καὶ ἀσπίδες:〉 ἀπὸ κοινοῦ, εἰσί. Til

### book 265.1

γανόωντες: στίλβοντες, ἀπὸ μεταφορᾶς τῆς γῆς τῆς κο‐

### book 265.2

μώσης τοῖς καρποῖς. b(BCE3E4)T

### book 267.1

{καί τοι ἐμοὶ παρά τε} κλισίῃ: διὰ τὴν συγγένειαν καὶ

### book 267.2

ἀξιοπιστίαν ἔχει σκηνὴν ἰδίαν. T

### book 268.1

ἀλλ’ οὐ σχεδόν ἐστιν 〈ἑλέσθαι〉: δηλοῖ ὡς ἄκων ὑπο‐

### book 268.2

λείπεται τῆς μάχης, ὅπου μηδὲ ἐφ’ ὃ ὥρμηται βαδίζειν θέλει.

### book 268.3

b(BCE3E4)T τινὲς δὲ οὕτως· οὐκ ἔστι τὰ δόρατα τῶν Τρώων κατὰ

### book 268.4

τῶν πλησίον ἑλέσθαι ὡς διαφορώτερα κατασκευῇ ὄντα. T

### book 269a.1

οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι: τὸ ἓν οὔ περιττεύει.

### book 269a.2

b(BCE3)T

### book 269b1

λελασμένον ἔμμεναι: λελῆσθαι. T

### book 269b2.1

τὸ δὲ λελασμένον ἀντὶ τοῦ ἐπιλήσμονα, ἢ ἐπιλαθέσθαι.

### book 269b2.2

b(BCE3)

### book 270.1

{ἀλλὰ} μετὰ πρώτοισι: ἐν πρώτοις. b(BCE3E4)T δη‐

### book 270.2

λοῖ δὲ καὶ τὸ „φέρει μετά τ’ ἤθεα καὶ νόμον ἵππων“ (Ζ 511). T δο‐

### book 270.3

τέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν, b(BCE3E4)T ὡς

### book 270.4

καὶ Ὀδυσσεῖ ἐν Φαίαξι (sc. θ 180—1). T καὶ νῦν (sc. Ν 260—5) Ἰδομενεὺς ἀπὸ

### book 270.5.1

τῶν ἰδίων ἐγκωμίων προτρέπει Μηριόνην. ὁ δὲ ἀντεπεισάγει ὡς

### book 270.5.2

αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ. b(BCE3E4)T

### book 271

〈νεῖκος ὀρώρηται:〉 ἀλλαχοῦ „καὶ 〈εἰ〉 μέγα νεῖκος ὄρη‐

### book 271

ται“ (π 98. 116). Til

### book 275a.1

{οἶδ’} ἀρετήν: ἀρετὴν T τὴν κατὰ τὸν πόλεμον

### book 275a.2

ἀνδρίαν· b(BCE3)T „υἱός θ’ υἱωνός τ’ ἀρετῆς πέρι δῆριν ἔχου‐

### book 275a.3

σιν“ (ω 515). T

### book 275b.1

〈ταῦτα λέγεσθαι:〉 ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις

### book 275b.2

ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι. Aim

### book 275c.1

ταῦτα λέγεσθαι: περὶ τούτων λέγειν· b(BCE3)T οὐ

### book 275c.2

χρῆται γὰρ τῷ λέγειν, ἀλλὰ τῷ εἰπέμεν, „εἰπέμεν Ἀτρείδῃσ“ (Η

### book 275c.3

373). T

### book 276-87.1

εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες

### book 276-87.2

ἄριστοι 〈/ — / οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας

### book 276-87.3

ὄνοιτο〉: τὸ ἑξῆς ἐστιν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον (cf. 276—7),

### book 276-87.4

οὐδέ κεν ἔνθα τεόν γε μένος (287). τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς

### book 276-87.5.1

κατασκευὴν τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν

### book 276-87.5.2

ἐνέδραν. | ἡ διπλῆ δέ, ὅτι παραλλήλως τὸ λεγοίμεθα (276), ποτὲ

### book 276-87.5.3

μὲν ἐπὶ τοῦ ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα. A

### book 276.1

λεγοίμεθα: ἀριθμοίμεθα· „ἐν δ’ ἡμέας πρώτους λέγε κήτε‐

### book 276.2

σιν“ (δ 452). T

### book 277.1

ἐς λόχον, ἔνθα μάλιστ’ 〈ἀρετὴ διαείδεται ἀνδρῶν〉:

### book 277.2

ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι συνιδεῖν, πρὸς ποίους καὶ πόσους πολε‐

### book 277

μοῦμεν, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά εἰσιν. b(BCE3E4)T

### book 278a.1

ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος 〈ἐξεφαάνθη〉:

### book 278a.2

ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς

### book 278a.3

ὑποτακτικὸν ἄρθρον. A

### book 278b.1

ἔνθ’ ὅ τε δειλός: ὅ τε, ὅς τε. καὶ τὸ ἐναντίον „μῦθος δ’,

### book 278b.2

ὃς μὲν νῦν ὑγιὴς εἰρημένος 〈ἔστω〉“ (Θ 524). τὸ „ὅσ“ οὖν ἀντὶ τοῦ ὅ,

### book 278b.3

καὶ τὸ ἀνάπαλιν. T

### book 279a.1

τοῦ μὲν γάρ τε κακοῦ: τοῦ δειλοῦ· ψυχῆς γὰρ κά‐

### book 279a.2

κωσις ἡ δειλία. b(BE3E4)T

### book 279b

〈ἄλλῃ:〉 ἄλλοτε. Til

### book 280.1

οὐδέ οἱ ἀτρέμας 〈ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμόσ〉:

### book 280.2

τὸ ἑξῆς· οὐδέ οἱ ἐρητύετ’ ἐν φρεσὶ θυμὸς ὥστε ἀτρέμας

### book 280.3

ἧσθαι. T

### book 281a.1

ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει:

### book 281a.2

ἐξηγεῖται τὸ μετοκλάζει. ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος

### book 281a.3

ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβολαῖς.

### book 281a.4

ἐζωγράφησε δὲ τὸν δειλὸν καὶ τὸν ἰσχυρόν, παρακαλῶν ἡμᾶς εἰς

### book 281a.5

ἀλκήν. b(BCE3E4)T

### book 281b.1

{ἀλλὰ} μετοκλάζει: ὀκλάζων μετακαθέζεται ὁ δειλός.

### book 281b.2

ἐὰν δὲ ὁ θυμὸς ὀκλάζειν ποιῇ, οὐδὲ τὰ σκέλη περιπλέκει. b(BCE3E4)T

### book 281b.1

μετοκλάζει: μετακαθίζει ἐπ’ ἀμφοτέρους—μετακαθ‐

### book 281b.2

ίζων. A

### book 282-3.1

πάταγος (283): κτύπος. | πατάσσει (282) οὖν κτυπεῖ

### book 282-3.2

—φόβου. A

### book 283

〈κῆρας ὀϊομένῳ:〉 πολλοὺς θανάτους ὑπονοοῦντι. b

### book 283

(BCE3)Til

### book 284a.1

τοῦ δ’ ἀγαθοῦ: σημαίνει ἡ λέξις καὶ ‘πλουσίου‘· „τοῖς

### book 284a.2

ἀγαθοῖσ〈ι〉 παραδρώωσι χέρηεσ“ (ο 324). νῦν δὲ τὸν ἀνδρεῖον λέγει

### book 284a.3

καὶ τολμητίαν. T

### book 284b.1

οὔτε τι λίην: οὐδὲ ὅλως, b(BCE3E4)T ὡς καὶ

### book 284b.2

„οὐδ’ ὅ γε πάμπαν / ἤθελε λαὸν ὀλέσθαι“ (Ν 348—9). T ἢ ὅτι τὸ

### book 284b.3

μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία, ἡ δὲ ἀρετὴ μεσότης ἐστίν, οὐκ

### book 284b.4

ἀκρότης. b(BCE3E4)T

### book 285

〈πρῶτον:〉 ἅπαξ. Til

### book 286.1

〈ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ:〉 καὶ

### book 286.2

ἐπὶ Νεοπτολέμου „ἱππόθεν ἐξίμεναι“ (λ 531). Til

### book 287a1.1

〈τεόν γε:〉 οὕτως διὰ τοῦ γέ συνδέσμου αἱ Ἀριστάρ‐

### book 287a1.2

χου. Aint

### book 287a2

τινὲς δὲ τεόν γε. T

### book 287b

τεόν γε: τοῦ θαρσαλέου δηλονότι. b(BCE3)T

### book 287c1

〈ὄνοιτο:〉 ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις. Aim

### book 287c2

λείπει τὸ τίς. b(BCE3)Til

### book 288a.1

〈βλεῖο ... ἠὲ τυπείης:〉 ὅτι διέσταλκε τὸ βαλεῖν καὶ

### book 288a.2

τύψαι. Aint

### book 288b.1

{εἴπερ γάρ κε} βλεῖο: βλεῖο βληθείης. | ἔστι δὲ ἀκόλουθον

### book 288b.2

μετοχῇ τῇ βλέμενος. κέχρηται Ἐπίχαρμος (fr. 219 K.) καὶ τῷ ἐνερ‐

### book 288b.3

γητικῷ· „αἴ κά τυ βλείης σφενδόνᾳ“. ὡς οὖν θέμενος θεῖο, οὕτω βλέ‐

### book 288b

μενος βλεῖο, τὸ δὲ βλείης τῇ βλείς παράκειται. A

### book 289-91.1

οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε〈—ὀαριστύν〉: καὶ

### book 289-91.2

ὁ Λυσίας (fr. 47 Th.) τὸν Ἰφικράτην ποιεῖ λέγοντα· „τραύματα

### book 289-91.3

ἔχων οὐχ ἑτέρων ἐπ’ ἐμὲ ἐρχομένων, ἀλλ’ αὐτὸς ἐπιών“. †ἀνδρογύης

### book 289-91.4

„καὶ ἐτ’† ὀλίγα τραύματ’ ἐξόπισθ’ ἔχων, / τῆς δειλίας σημεῖα κοὐχὶ

### book 289-91.5.1

τοῦ θράσουσ“ (T.G.F. fr. ad. 450 N.2; Eupolis fr. 41 K.; Men. fr.

### book 289-91.5.2

942 Koe.). T

### book 289a1.1

〈οὐκ ἄν:〉 οὕτως Ἀρίσταρχος οὐκ ἄν, διὰ τοῦ α. αἱ δὲ

### book 289a1.2

κοιναὶ „οὔ κεν“. Aim

### book 289a2

οὕτως Ἀρίσταρχος, τινὲς δὲ „οὔ κεν“. Til

### book 291.1

προμάχων ὀαριστύν: τὴν μάχην μεταφορικῶς· κυρίως

### book 291.2

γὰρ ὀαρίζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν. b(BCE3E4)T

### book 291.3

ἀντικαταλ〈λ〉άσσονται δὲ σφαγάς. οἱ δὲ ἀριστύν, καὶ ὡς ὀτρυγηφά‐

### book 291.4

γος, ὀδάξ, ὀκλάξ, ὀτλάς. T

### book 292.1

〈νηπύτιοι:〉 πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον· b(BCE3)

### book 292.2

Til ὅθεν καὶ τοῦτο μετὰ τοῦ νη στερητικοῦ καὶ τῆς ἀποβολῆς τοῦ

### book 292.3

ν. b(BCE3)

### book 297

〈μέγα πτολέμοιο μεμηλώς:〉 πολλὴν φροντίδα μάχης

### book 297

ἔχων. b(BCE3)Til

### book 298-300.1

οἷος δὲ βροτολοιγὸς Ἄρησ〈—ἕσπετο〉:

### book 298-300.2

ἐμφερεστάτη ἡ εἰκών· δύο γὰρ δυσὶν ἀπείκασε πολεμικοῖς δαίμοσιν.

### book 298-300.3

ἅμα δὲ καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν· ὡς γὰρ ὁ υἱὸς τῷ

### book 298-300.4

πατρὶ ἕπεται, οὕτω καὶ ὁ Μηριόνης τῷ φίλῳ, νεώτερος πρεσβυτέρῳ

### book 298-300.5

καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων. b(BCE3E4)T

### book 298a.1

〈πόλεμον δὲ μέτεισιν:〉 ἢ τὸ δέ περισσὸν ἢ τὸ μετά,

### book 298a.2

ἵν’ ᾖ ‘πόλεμον δὲ εἶσι‘. b(BCE3E4)T

### book 298b

〈μέτεισι:〉 οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι. Aim

### book 299a.1

τῷ δὲ Φόβος φίλος υἱός: ὅτι ῥητῶς Ἄρεως υἱὸς Φό‐

### book 299a.2

βος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ „καί ῥ’ ἵππους κέλετο

### book 299a.3

Δεῖμόν τε Φόβον τε 〈/ ζευγνύμεν〉“ (Ο 119—20). A

### book 299b.1

〈τῷ δὲ Φόβος φίλος υἱός:〉 πῶς οὖν Ἀντίμαχος (fr.

### book 299b.2

37 W.) τὸν Φόβον ἵππον Ἄρεός φησι; „καί ῥ’ ἵππους κέλετο Δεῖμόν

### book 299b.3

τε Φόβον τε / ζευγνύμεν“ (Ο 119—20). Til

### book 299-300a1.1

τῷ δὲ Φόβος φίλος υἱὸσ〈— / ἕσπετο〉:

### book 299-300a1.2

ἀεὶ Ἐνυαλίῳ ἀτάλαντον αὐτὸν λέγων (sc. Β 651 al.) νῦν τὴν δευτέραν

### book 299-300a1.3

ἀπέδωκεν αὐτῷ τάξιν, ἐπεὶ σὺν τῷ Ἰδομενεῖ αὐτῷ ἐστιν. T

### book 299-300a2.1

ἀεὶ Ἐνυαλίῳ τὸν Μηριόνην εἰκάζων νῦν τὴν δευτέραν

### book 299-300a2.2

ἀπένειμεν αὐτῷ τάξιν διὰ τὸ σὺν Ἰδομενεῖ εἶναι. b(BCE3E4)

### book 299-300b

ἅμα κρατερὸς καὶ ἀταρβής / ἕσπετο, 〈ὅς τ’ ἐφό‐

### book 299-300b.1

βησε ταλάφρονά περ πολεμιστήν〉: ἅμα ἕσπετο ὡς τὸ „ἅμ’

### book 299-300b.2

ἑσπόμεθα“ (Α 158). ἀκολουθεῖ δὲ τῷ Ἄρει ὡς ἡνίοχος· οὐ γὰρ δια‐

### book 299-300b.3

φόρους ἀρετὰς καταλέγει. τὸ δὲ ταλάφρονα (300) οἱ μὲν ἀπὸ τοῦ

### book 299-300b.5.1

ταλῶ, ὅθεν τὸ ταλάσ〈σ〉ω, οἱ δὲ ὡς ταλαπείριος. τινὲς δὲ παράγωγόν

### book 299-300b.5.2

φασι καὶ μὴ ἐγκεῖσθαι τὴν φρένα. T

### book 301a1.1

〈ἐκ Θρῄκης:〉 ὅτι ἐνταῦθα διετέλουν. ἢ ὡς 〈τῶν〉 Θρᾳ‐

### book 301a1.2

κῶν μαχομένων τούτοις ἀεί. Til

### book 301a2.1

ὅτι παρ’ αὐτοῖς μᾶλλον τιμῶνται καὶ διατρίβουσιν.

### book 301a2.2

b(BCE3)

### book 301b.1

Ἐφύρους: ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα,

### book 301b.2

ἀφ’ ἧς Ἔφυροι οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε (sc. Ζ 152. 210)

### book 301b.3

καὶ τὴν Κόρινθον Ἔφυραν, ἐξ ἡρωϊκοῦ προσώπου. | ἰστέον δὲ ὅτι

### book 301b.4

Ἔφυραι τέσσαρές εἰσι—ὡς Ἀπολλόδωρος ἱστορεῖ (FGrHist

### book 301b.5

244, 179). A

### book 301c.1

Ἐφύρους: οἱ μὲν Θεσπρωτοὺς ἐξ Ἐφύρης ἀνελθόντας·

### book 301c.2

μάχιμοι γὰρ οὗτοι καὶ δραστήριοι. b(BCE3)T οἱ δὲ Κραννω‐

### book 301c.3

νίους. T

### book 302a

Φλεγύας μεγαλήτορας: οἱ μὲν Γυρτωνίους, b(BCE3)T

### book 302a.1

οἱ δὲ τοὺς ἐνοικοῦντας τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς μεγαλήτο‐

### book 302a.2

ρας †οἷον ἰδεῖν ὀρέκτας† φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ

### book 302a.3

ναόν. καὶ Φερεκύδης (FGrHist 3, 41 d) δὲ ἱστορεῖ περὶ τῶν Φλεγυῶν·

### book 302a.5.1

καὶ γὰρ αὐτὰς τὰς Θήβας ὑπ’ Ἀμφίονος καὶ Ζήθου διὰ τοῦτο τε‐

### book 302a.5.2

τειχίσθαι, διὰ τὸ δέος τῶν Φλεγυῶν. μετὰ δὲ ταῦτα τὰς Θήβας ὑπ’

### book 302a.5.3

αὐτῶν αἱρεθῆναι Εὐρυμάχου βασιλεύοντος, καὶ ἔρημον γενέσθαι τὴν

### book 302a.5.4

πόλιν μέχρι τῆς Κάδμου ἀφίξεως. ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκται

### book 302a.5.5

Ἔφορος ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ᾤκησαν·

### book 302a.10.1

ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι. ἔστι δὲ ταῦτα

### book 302a.10.2

ἐν τῇ τριακοστῇ τῇ Δημοφίλου (FGrHist 70, 93). πάλαι δὲ διεφέροντο

### book 302a.10.3

Φωκεῖς πρὸς Θεσσαλούς· διὸ καὶ τὰς Θερμοπύλας ᾤκησαν Φωκεῖς·

### book 302a.10.4

εἴσοδον γὰρ ἔχουσιν ἀπὸ Θεσσαλίας. T

### book 302b.1

ἄλλως· Φλεγύαι ἔθνος βίαιον περὶ τὴν Γυρτῶνα, οἳ Θη‐

### book 302b.2

βαίοις ἐπιχειρήσαντες ὑπὸ Ἀπόλλωνος κατεταρταρώθησαν. T

### book 302b.1

{ἠὲ μετα} Φλεγύας μεγαλήτορας: Φλεγύαι Γόρτυναν

### book 302b.2

κατοικοῦντες—διεφθάρησαν. | οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν

### book 302b.5.1

Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. | ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist

### book 302b.5.2

3, 41 e). A

### book 303.1

ἑτέροισι δὲ κῦδος ἔδωκαν: ἐξηγεῖται τὴν „ἑτεραλκέα

### book 303.2

νίκην“ (Η 26). T

### book 306a1.1

〈τὸν καὶ Μηριόνης:〉 ὅτι περισσὸς ὁ καί σύνδεσμος.

### book 306a1.2

Aim

### book 306a2

πλεονάζει ὁ καί. Til

### book 307a

〈Δευκαλίδη:〉 ἀπὸ τοῦ Δευκαλιωνίδη συνεκόπη. b(BCE3)

### book 307a

Til οἱ δὲ ἀπὸ τοῦ Δεύκαλος. Til

### book 307b

Δευκαλίδη: Δευκαλίωνος παῖ. | γίνονται δὲ ἐκ Πύρ〈ρ〉ας

### book 307b.1

καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος (bibl. 1, 49), „παῖδες Ἕλ‐

### book 307b.2

λην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσιν, δεύτερος δὲ

### book 307b.3

Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ

### book 307b.5

Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς Ἀέθλιοσ“. A

### book 307-9a1.1

πῇ τ’ ἂρ μέμονασ〈— / ἦ ἐπ’ ἀριστερόφιν〉:

### book 307-9a1.2

εἰς ποῖον ὅμιλον καταδῦναι, τὸν δεξιὸν ἢ τὸν ἀριστερόν; ποῦ

### book 307-9a1.3

μάλιστα χρεία συμμαχίας; τὸ δὲ δεξιόφιν (308) ἀντὶ τοῦ τὸν δεξιόν,

### book 307-9a1.4

ὡς τὸ „ἀγέληφι μετελθών“ (Π 487), ἐπ’ ἀγέλην ἐλθών. τινὲς δὲ τὸν

### book 307-9a1.5.1

η 〈δεύτερον καὶ〉 τρίτον περιέσπασαν· διαπορητικὸς γάρ ἐστιν. ἢ

### book 307-9a1.5.2

ἐπὶ δεξιόφιν (308) ἑξῆς τοῖς βασιλεῦσιν ἀμείβει τὰς τάξεις· λέγει

### book 307-9a1.5.3

οὖν οὐ τῆς νεωλκίας, ἀλλὰ τῆς παρούσης μάχης. T

### book 307-9a2

τὸ δὲ πῇ (307) ἀντὶ τοῦ ποῦ. b(BCE3)

### book 308-9.1

〈ἢ ἐπὶ δεξιόφιν .../ ἢ ἐπ’ ἀριστερόφιν:〉 ἀντὶ τοῦ

### book 308-9.2

εἰς ἑκάτερα τὰ μέρη. Aint

### book 308.1

ἢ ἀνὰ μέσ〈σ〉ους: τῶν μαχομένων· οὐ γὰρ 〈ἐν〉 ταῖς

### book 308.2

Ὀδυσσέως ναυσίν. Til

### book 309-10.1

ἐπεὶ οὔ ποθι〈—Ἀχαιούσ〉: οὐδαμοῦ τοσοῦ‐

### book 309-10.2

τον οἴομαι ἐνδεεῖς εἶναι τῶν βοηθησόντων Ἀχαιούς, ὅσον ἐπὶ τὰ

### book 309-10.3

ἀριστερά· ἐκεῖ γὰρ ἐρράγη τὸ τεῖχος, καὶ ὁ Ἕκτωρ „μάχης ἐπ’

### book 309-10

ἀριστερὰ μάρνατο πάσησ“ (Λ 498). b(BCE3E4)T

### book 309

〈οὔ ποθι:〉 τινὲς δὲ „οὔ πού τε“. Til

### book 313-4.1

Τεῦκρός θ’, ὃς ἄριστος 〈Ἀχαιῶν / τοξοσύνῃ〉:

### book 313-4.2

καὶ πῶς φησιν „οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο“ (θ 219); οὔπω

### book 313-4.3

γὰρ ἦν ἥκων ἐκ Λήμνου. T

### book 314.1

καὶ ἐν σταδίῃ 〈ὑσμίνῃ〉: καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς

### book 314.2

στάδιον. T

### book 315a.1

οἵ μιν ἅδην ἐλόωσι: κατ’ ἔνια τῶν ὑπομνημάτων „οἵ

### book 315a.2

μιν ἄδην ἑάσουσιν“, ὅ ἐστι κορέσουσιν. καὶ ἐπὶ τοῦ Ποσειδῶνος „ἀλλ’

### book 315a.3

ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητοσ“ (ε 290) διὰ τῶν δύο αα παρέ‐

### book 315a.4

κειτο „ἑάαν“. μαρτυρεῖ καὶ τὸ „ἄσειν ἐν Τροίῃ ταχέας κύνασ“ (Λ 818).

### book 315a.5

οὕτως Ἀρίσταρχος. A

### book 315b.1

ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο: ἤτοι συν‐

### book 315b.2

απτέον ἐσσύμενον πολέμοιο ἀντὶ τοῦ ὡρμημένον εἰς τὸν πόλε‐

### book 315b.3

μον, ἢ τὸ ἑξῆς ἐστιν ἐλόωσι πολέμοιο, καθὸ διασταλήσεται βραχὺ

### book 315b.4

τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος

### book 315b.5.1

ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε „καὶ ἐσσύμενον πολεμίζειν“.

### book 315b.5.2

ἔστι δὲ τὸ ἅδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι

### book 315b.5.3

τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα. A

### book 315-7a1

ἄδην ἐλόωσι〈— / αἰπύ οἱ ἐσσεῖται〉: λίαν

### book 315-7a1.1

κορέσουσι, ὡς „ἄδην ἐλάαν κακότητοσ“ (ε 290). οἱ δὲ ἄδην ἐσ〈σ〉ύ‐

### book 315-7a1.2

μενον. οἱ δὲ „ἀάσωσι“ παρὰ τὸ ἄσην ἐμποιεῖν. τὸ δὲ αἰπύ (317)

### book 315-7a1.3

ἀντὶ τοῦ δύσβατον, χαλεπόν, δεινόν· „σοφίαι μέν / αἰπειναί“ Πίνδα‐

### book 315-7a1.5.1

ρος (Ol. 9, 107—8). τὸ δὲ ἐσ〈σ〉εῖται (317) ἐάν ἐστι Δώριον, παρ‐

### book 315-7a1.5.2

οξύνεται, ἐὰν δὲ Ἀττικόν, προπερισπᾶται. τὸ δὲ †ἐσύμενον† (315)

### book 315-7a1.5.3

ἀντὶ τοῦ ἐφιέμενον. ἄδην (315) δὲ παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή. T

### book 315-7a2.1

λίαν ἀπελάσουσι. γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ

### book 315-7a2.2

δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον. b(BCE3E4)

### book 315-7a3

δύσβατον. Til

### book 317.1

αἰπύ οἱ ἐσσεῖται 〈μάλα περ μεμαῶτι μάχεσθαι〉:

### book 317.2

ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερές. καὶ ὅτι

### book 317.3

ὁ πέρ σύνδεσμος περισσός. A

### book 318a1

〈κείνων:〉 οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. Aint

### book 318b1.1

〈ἀάπτους:〉 Ἀρίσταρχος „ἀέπτουσ“, ἄλλοι δὲ ἀά‐

### book 318b1.2

πτους. Aim

### book 318a2/b2.1

{κείνων νικήσαντι:} Ἀρίσταρχος κείνων. | τὸ ἀά‐

### book 318a2/b2.2

πτους διὰ τοῦ α. T

### book 319-20.1

〈ὅ〉τε μὴ αὐτός γε Κρονίων 〈/ ἐμβάλοι—

### book 319-20.2

θοῇσιν〉: τὸ τῆς Ἀδραστείας οὖν δείκνυται, ἐν οἷς βεβίασται ὑπὸ τοῦ

### book 319-20

Ἕκτορος. T

### book 321a1.1

ἀνδρὶ δέ κ’ οὐκ εἴξειε 〈μέγας Τελαμώνιος Αἴασ〉:

### book 321a1.2

τίς ἂν οὖν εἴη ὁ Αἴας ὑπὸ τῶν ἐφαμίλ〈λ〉ων ἐπαινούμενος; T

### book 321a2.1

ὄντως μέγας ὁ Αἴας ἐστί, καὶ ὑπ’ αὐτῶν ἐπαινεῖται διὰ

### book 321a2.2

τὴν ἀνδρίαν. b(BCE3)

### book 322.1

ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν: πολλά‐

### book 322.2

κις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ καὶ ἔδοι Δη‐

### book 322.3

μήτερος ἀκτήν. ἀκτὴν δὲ τὸ κλώμενον ἢ τὸ προηγμένον καὶ

### book 322.4

προτιμηθὲν τῶν ἄλλων. b(BCE3E4)T

### book 324-5.1

οὐδ’ ἂν Ἀχιλλῆϊ 〈ῥηξήνορι〉 χωρήσειεν 〈/ ἔν γ’

### book 324-5.2

αὐτοσταδίῃ〉: θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνον Αἴας ὑπο‐

### book 324-5.3

μείνειεν. φιλοτιμεῖται δὲ ἀεὶ τὴν μνήμην Ἀχιλλέως. b(BCE3E4)T

### book 325.1

ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν: καὶ δικαίως, ὡς πρε‐

### book 325.2

σβύτερος. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις καὶ τὸ τῆς ἀλκῆς πιστὸν ὑπο‐

### book 325.3

φαίνει. b(BCE3E4)T

### book 326a.1

νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστερά: ὅτι τὸ νῶϊν δύο πτώσεις

### book 326a.2

σημαίνει, γενικὴν καὶ δοτικήν, ἡμῶν καὶ ἡμῖν. νῦν δὲ κεῖται ἀντὶ τοῦ

### book 326a.3

ἡμῶν ἐπ’ ἀριστερά. A

### book 326b.1

ὧδε: οὕτως ὡς ἔχεις ὁρμῆς. ἔχε δὲ πορεύου, b(BCE3E4)

### book 326b.2

T „τῇ ῥ’ εἶχεν Μενέλαοσ“ (Ψ 422). T

### book 326c.1

〈νῶϊν δ’〉 ὧδ’ 〈ἐπ’ ἀριστέρ’〉 ἔχε 〈στρατοῦ〉: λείπει

### book 326c.2

τὴν ὁρμήν. τινὲς δέ, ἐπὶ τὰ ἀριστερὰ ἡμῶν μέρη τοῦ στρατοῦ πορεύου.

### book 326c

T

### book 326-7.1

ὄφρα 〈τάχιστα /〉 εἴδομεν: οὐδέποτε τὸ περισπώ‐

### book 326-7.2

μενον ὑποτακτικὸν συστέλλει. T

### book 327a.1

εἴδομεν ἠέ τῳ εὖχος 〈ὀρέξομεν ἦέ τις ἡμῖν〉: ὅτι

### book 327a.2

ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, ἤ τις ἡμῖν ὀρέξῃ. | ὅλον δὲ συνα‐

### book 327a.3

πτέον τὸν στίχον· ὁ γὰρ λόγος· ἵνα ταχέως ἐπιγνῶμεν, πότερον

### book 327a.4

καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν. A

### book 327b.1

〈ἠέ τῳ εὖχος ὀρέξομεν ἦέ τις ἡμῖν:〉 ἀπὸ κοινοῦ

### book 327b.2

〈τὸ〉 ὀρέξει. Til

### book 329.1

ἦρχ’ ἴμεν: θαυμάσια τὰ ἤθη· παρὸν γὰρ αὐτοῖς ἡσυχάζειν

### book 329.2

ταττομένοις συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν.

### book 329.3

b(BCE3E4)T

### book 331.1

〈σὺν ἔντεσι δαιδαλέοισι:〉 ἐν ἄλλῳ „σὺν ἔντεσι μαρμαί‐

### book 331.2

ροντασ“. Aim

### book 332

〈κεκλόμενοι:〉 ἀναδιπλασιασμὸς Αἰολικός. Til

### book 333a.1

τῶν δ’ ὁμὸν ἵστατο νεῖκος: ἰσοβαρές, τῶν περὶ Ἰδο‐

### book 333a.2

μενέα †τῶν Τρώων. b(BCE3E4)T | τινὲς δὲ „ὁμόσε“. T

### book 333b

πρυμνῇσι: ἐσχάταις. b(BCE3E4)Til

### book 334a.1

ὑπὸ λιγέων ἀνέμων: τῶν ἐτησίων· οὗτοι γὰρ θέρους

### book 334a.2

πνέουσιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ

### book 334a.3

πνέοντες ἀέρος ὑποσυρίττουσιν. b(BCE3E4)T

### book 334b

〈λιγέων:〉 ταχὺ πνεόντων. Aim

### book 335

〈ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους:〉 ψαφαρὰ γάρ

### book 335

ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός. b(BCE3E4)T

### book 336a1.1

〈οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην:〉

### book 336a1.2

λείπει τὸ πνέοντες, ἵν’ ᾖ· οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν, δι’

### book 336a1.3

ἧς ὁμίχλη μεγίστη γίνεται. b(BCE3E4)

### book 336a2.1

{οἵ τ’ ἄμυδις:} †ἢ† ὁμοῦ πνέοντες †ὑποσυρίζουσι† κόνιν,

### book 336a2.2

δι’ ἧς ὁμίχλην ποιοῦσιν. T

### book 337.1

ὣς ἄρα τῶν ὁμός’ ἦλθε μάχη: τὸ συμπεφυρμένον αὐ‐

### book 337.2

τῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιχθείσῃ κόνει. b(BCE3E4)T τὸ

### book 337.3

δὲ ὁμόσε Ἀττικοὶ ἐπὶ πολεμικῆς παρασκευῆς φασιν. T

### book 339a.1

ἔφριξεν δὲ μάχη 〈φθισίμβροτος ἐγχείῃσι〉: ἐγγὺς

### book 339a.2

παραβολῆς ἡ μεταφορά. ἐν βραχεῖ δὲ τὸ μετέωρον τῶν δοράτων καὶ

### book 339a.3

τὴν κίνησιν δηλοῖ· b(BCE3E4)T ὅμοιον γάρ τι τῇ τῶν σταχύων

### book 339a.4

κινήσει γέγονεν. T

### book 339b.1

ἔφριξεν δὲ μάχη 〈φθισίμβροτος ἐγχείῃσι〉: ποιη‐

### book 339b.2

τικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων.

### book 339b.3

b(BCE3E4)T

### book 339c.1

〈ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι:〉 ὠρ‐

### book 339c.2

θώθη τῆς μάχης τὰ δόρατα. A

### book 340a1.1

ταμεσίχροας: ποιητικῶς ἀνέπτυξεν τὸ τμησίχροας. | ἢ

### book 340a1.2

ἀπὸ τοῦ ταμέσω. T

### book 340a2.1

ταμεσίχροας: τμητικὰς τοῦ χρωτός, παρὰ τὸ ταμῶ

### book 340a2.2

ῥῆμα, οὗ 〈ὁ〉 μέλλων ταμέσω. | ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχρο‐

### book 340a2.3

ας. A

### book 340-2

ὄσσε δ’ ἄμερδεν 〈/ αὐγὴ χαλκείη—σακέων

### book 340-2.1

τε φαεινῶν〉: χαρίεν καὶ τὸ ποικίλως τὴν κατ’ εἶδος διαφορὰν

### book 340-2.2

φράζειν, τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους

### book 340-2.3

καὶ φαεινὰς τὰς ἀσπίδας. διδάσκει οὖν ἐπιμελεῖσθαι τῆς λαμπηδόνος

### book 340-2.5.1

τῶν ὅπλων. b(BCE3E4)T ἄμερδεν (340) δὲ ἀντὶ τοῦ T ἐστέ‐

### book 340-2.5.2

ρισκε τοῦ ὁρᾶν. b(BCE3)T

### book 341.1

αὐγὴ χαλκείη: τολμηρόν· οὐ γὰρ εἶπεν ‘ἡ ἀπὸ τοῦ χαλ‐

### book 341.2

κοῦ αὐγή‘. μονονουχὶ οὖν ἐφλόγωσε τὰ ὅπλα, ἡλίου λαμπηδόνα αὐ‐

### book 341.3

τοῖς μαρτυρῶν. ἐμφατικώτερόν ἐστι τοῦ ἑτέρωθι εἰρημένου „ἀμφὶ δὲ

### book 341.4

χαλκῷ ἐλάμπετο εἴκελος αὐγῇ / ἢ πυρὸς αἰθομένου“ (Χ 134—5)· νῦν

### book 341.5

γὰρ οὐδὲ τὸ „ὄσσε δ’ ἄμερδεν“ (Ν 340). T

### book 342.1

〈νεοσμήκτων:〉 οὐ καινῶν, ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν

### book 342.2

ἐπιμέλειαν τῶν χρωμένων ἐδήλωσεν. b(BCE3)Til

### book 343-4.1

θρασυκάρδιος εἴη, 〈/ ὃς τότε γηθήσειεν ἰδὼν

### book 343-4.2

πόνον οὐδ’ ἀκάχοιτο〉: ἀντὶ τοῦ ἦν. | κατὰ συλλογισμὸν δὲ ἡ

### book 343-4.3

αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνεργούν‐

### book 343-4.4

των αὐτὸν δεῖ †σκοπεῖν; b(BCE3E4)T

### book 343

〈εἴη:〉 ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν. A

### book 344.1

ὃς τότε γηθήσειεν ἰδὼν πόνον 〈οὐδ’ ἀκάχοιτο〉:

### book 344.2

πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, A ἀντὶ τοῦ ἐγήθησεν. ATil

### book 344.3

καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδ’

### book 344

ἀκάχοιτο, πρὸς τὸ σύνηθες. A

### book 345a.1

τὼ δ’ ἀμφὶς φρονέοντε 〈δύω Κρόνου υἷε κρα‐

### book 345a.2

ταιώ〉: κεχωρισμένως, ἀμφισβητοῦντες. b(BCE3E4)T αὔξει δὲ

### book 345a.3

τὴν μάχην, οὗ μὲν ἐργάτας οὗ δὲ θεατὰς αὐτῆς ποιῶν θεούς. T

### book 345b.1

τὼ δ’ ἀμφὶς φρονέοντε 〈δύω Κρόνου υἷε κρα‐

### book 345b.2

ταιώ〉: ὁ λόγος ἀναφορικός ἐστιν, ἐπεὶ ὁ Ζεὺς βούλεται Τρωσὶ

### book 345b.3

βοηθεῖν. T

### book 346a.1

〈ἡρώεσσι τετεύχετον:〉 ἐν ἄλλῳ „ἡρώεσσιν ἐτεύχε‐

### book 346a.2

τ〈ον〉“. Aim

### book 346b.1

{ἀνδράσιν ἡρώεσσι} τετεύχετον: ὅτι ἀντὶ τοῦ †τε‐

### book 346b.2

τευχέτην ἢ τεύχουσι. χρόνος δὲ ἤλλακται· ἔστιν γὰρ ἀντὶ τοῦ ἔτευχον,

### book 346b.3

ὡς ἐπὶ τοῦ „ἢ κεμάδ’ ἠὲ λαγῳὸν ἐπείγετον“ (Κ 361) ἀντὶ τοῦ ἤπει‐

### book 346b.4

γον. A

### book 346c

〈τετεύχατον:〉 διὰ 〈τὸ〉 μέτρον ἀντὶ τοῦ ἐτετευχάτην. Til

### book 347.1

〈Ζεὺς μέν ῥα:〉 οὕτως Ἀρίστ〈αρχοσ〉, ἄλλοι δὲ „Ζεὺς μὲν

### book 347.2

ἄρα“. Aim

### book 348a.1

κυδαίνων Ἀχιλῆα: τουτέστι τὸ „Διὸς δ’ ἐτελείετο

### book 348a.2

βουλή“ (Α 5). ὑπὲρ παραμυθίας δὲ ταῦτα τῶν ἀκροατῶν διὰ μέσου

### book 348a.3

φησίν· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοηθοῦν‐

### book 348a

τας, τὸν μὲν ἑνί, τὸν δὲ τῷ πλήθει. b(BCE3E4)T

### book 348b.1

〈οὐδέ τι πάμπαν:〉 Ἀριστοφάνης „οὐδ’ ὅγε πάμ‐

### book 348b.2

παν“. Aim

### book 350.1

ἀλλὰ Θέτιν κύδαινε 〈καὶ υἱέα καρτερόθυμον〉:

### book 350.2

ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ „κυδαίνων Ἀχιλῆα

### book 350.3

πόδας ταχύν“ (Ν 348). A

### book 348-50.1

οὐδ’ ὅγε πάμπαν 〈 /ἤθελε—καρτερόθυ‐

### book 348-50.2

μον: οὐδ’ ὅγε πάμπαν (348)〉 οὐδὲ ὅλως οἷον παντελῶς. παραμυ‐

### book 348-50.3

θεῖται δὲ τὸν ἀκροατήν. τὸ δὲ Θέτιν κύδαινε (350) ἀθετεῖ〈ται〉 ὡς

### book 348-50.4

περισσόν· ταυτολογία γάρ. ἐντεῦθεν δὲ Μελανιππίδης (fr. 9 P. = P.

### book 348-50.5.1

M. G. 765) κύουσαν ἀπὸ Διὸς Θέτιν ἐκδοθῆναι Πηλεῖ διὰ τὰ ῥηθέντα

### book 348-50.5.2

ὑπὸ Προμηθέως ἤτοι Θέμιδος. T

### book 351a.1

〈Ἀργείους ... μετελθών:〉 ἡ μετά πρὸς τὸ Ἀρ‐

### book 351a.2

γείους. καὶ ἔστιν ἀντὶ τῆς ἐπί, b(BCE3E4)T ἐπὶ Ἀργείους. T

### book 351b

〈ὀρόθυνε:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ὤτρυνε“. Aint

### book 351c.1

ὀρόθυνε: τινὲς παρὰ τὸ ὄρω καὶ τὸ θύνω, ἵν’ ᾖ ἐνθου‐

### book 351c.2

σιωδῶς ὥρμα. ἄμεινον δὲ παράγωγον εἶναι. T

### book 351-3.1

〈Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών /〉

### book 351-3.2

λάθρῃ ὑπεξαναδὺς 〈πολιῆς ἁλός· ἤχθετο γάρ ῥα / Τρωσὶν

### book 351-3.3

δαμναμένουσ〉: τὸ λάθρῃ (352) ἀμφοτέροις δύναται προσδίδοσθαι.

### book 351-3.4

τὸ δὲ ἑξῆς ἐστιν Ἀργείους δ’ ὀρόθυνε (cf. 351) Τρωσὶ〈ν〉 δαμ‐

### book 351-3.5.1

ναμένους (353). τὸ δὲ ἤχθετο γάρ ῥα (352) διὰ μέσου· εἰ μὲν γὰρ

### book 351-3.5.2

συνάπτομεν, ἤχθετο γάρ ῥα/ Τρωσὶ〈ν〉 δαμναμένους (352—3),

### book 351-3.1

σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα

### book 351-3.2

εἶναι. καὶ ἀλλαχοῦ „καί ποτέ τις εἴποι ‘πατρὸς δ’ ὅγε πολλὸν ἀμεί‐

### book 351-3.3

νω〈ν〉‘ / ἐκ πολέμου ἀνιόντα“ (Ζ 479—80)· τὴν γὰρ ἔλλειψιν τοῦ

### book 351-3.10

ὁρῶν οὐ παραδεχόμεθα. A

### book 352a1.1

ὑπεξαναδύς: ἡ ὑπό τὴν κάτω δηλοῖ σχέσιν, τὴν ἔξω ἡ

### book 352a1.2

ἔξ καὶ τὴν ἄνω ἡ ἀνά. ἢ b(BCE3E4) | περισσὸν τὸ ὑπέξ, καὶ ἀναστρέ‐

### book 352a1.3

φει δὲ αὐτὸ ἐν τῷ „ἐξυπανέστη“ (Β 267). ταπεινὸς δὲ ὁ λάθρᾳ θέλων

### book 352a1.4

βοηθεῖν. ἢ διδάσκει μήτε τοὺς φίλους παρορᾶν μήτε τοῖς φιλτάτοις

### book 352a1.5.1

προσκρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρᾳ μὲν προθύμως

### book 352a1.5.2

δὲ ἀναδύοντα τῆς ἁλὸς δηλοῖ. b(BCE3E4)T

### book 352a2

ὡς τὸ „†ὑπεξυπανέστη“ Til

### book 353.1

Τρωσὶν δαμναμένους: λείπει τὸ ὁρῶν. b(BCE3)T | ἔστι

### book 353.2

δὲ τὸ τῆς φράσεως ἀρχαῖον. Εὔπολις ἐν Αὐτολύκοις (fr. 43 K. = fr. 49 [V p. 322] K.—A.)· „ἤδη

### book 353.3

γὰρ Ἀρίσταρχον στρατηγοῦντ’ ἄχθομαι“. T

### book 354.1

ἠδ’ ἴα πάτρη: μεγαλοφυῶς εἶπε τὸν οὐρανὸν θεῶν πα‐

### book 354.2

τρίδα. T

### book 354-5.1

〈ἴα〉 πάτρη 〈/ ἀλλὰ Ζεὺς—πλείονα ᾔδη:

### book 354-5.2

πάτρη〉 πατερία πατρία. οὕτω δὲ ἡ εἰς τὸν πατέρα τοῦ γένους ἀνα‐

### book 354-5.3

φορά. ἔστιν οὖν T ἀντὶ τοῦ μία πατριά, ὁ αὐτὸς πατήρ. ἠρέμα δὲ

### book 354-5.4

ἀφαιρεῖ καὶ διὰ τούτων τὸ ἐπὶ γένει οἴημα τῶν ἀνθρώπων b(BCE3E4)

### book 354-5.5.1

T ὅτι οὐκ ἀπόχρη γενέσθαι εὖ· T τιμιώτερα γὰρ τὰ πλεονε‐

### book 354-5.5.2

κτήματα. b(BCE3E4)T

### book 355.1

〈ἀλλὰ Ζεὺς πρότερος γεγόνει〉 καὶ πλείονα ᾔδη:

### book 355.2

τοὺς πρεσβυτέρους ἀεὶ πολυπειροτέρους φησίν· b(BCE3E4)T

### book 355.3

„ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην 〈/ πολλόν,〉 ἐπεὶ πρότερος

### book 355

γενόμην“ (Τ 218—9). T ἄμφω οὖν εἰς σύστασιν παρέλαβε, τό τε

### book 355.5.1

τῆς ἡλικίας καὶ τὸ τῆς σοφίας· οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν, ὅτι ἦν

### book 355.5.2

ἰσχυρός, αὔξων Ποσειδῶνα καὶ †τιμῇ, οὐ ῥώμῃ φῆσαι αὐτὸν εἴκειν

### book 355.5.3

Διΐ. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς

### book 355.5.4

πρεσβυτέρους ἅμα καὶ σοφωτέρους. b(BCE3E4)T

### book 357.1

〈ἀνδρὶ ἐοικώς:〉 ἄλλοτε ἄλλῳ, ὡς ἔμπροσθεν Κάλχαντι

### book 357.2

(cf. Ν 45), εἶτα Θόαντι (cf. Ν 216—8). Til

### book 358-9.1

τοὶ δ’ ἔριδος κρατερῆς 〈καὶ ὁμοιΐου πτολέμοιο /

### book 358-9.2

πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν〉: ὁ λό‐

### book 358-9.3

γος· οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες ἐπέτειναν

### book 358-9.4

ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ τῶν δε‐

### book 358-9.5.1

σμῶν. τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων

### book 358-9.5.2

τινές, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα λέγων (fr.

### book 358-9.5.3

137 We.) τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς. A

### book 358-60a.1

τοὶ δ’ ἔριδος κρατερῆσ〈— / ἄρρηκτόν τ’

### book 358-60a.2

ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν〉: μικτὴ ἡ ἀλληγορία.

### book 358-60a.3

ἔχει δέ τι ἴδιον ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ περὶ ἑκατέρου εἶπε τῆς τε

### book 358-60a.4

εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος ὅτι, ὥσπερ οἱ ἐξασφαλιζόμε‐

### book 358-60a.5.1

νοι τοὺς δεσμοὺς τὰ πέρατα τῶν δεσμῶν ἄλλοις ἐπιβαλόντες δεσμοῖς

### book 358-60a.5.2

καὶ συμπλέξαντες δυσδιάλυτον ποιοῦσι τὸν δεσμόν, οὕτω καὶ οἱ θεοὶ

### book 358-60a.5.3

τὴν φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐ‐

### book 358-60a.5.4

τὴν γενέσθαι· ἀλλ’ ὥσπερ μεταφορᾷ κέχρηται ἀπὸ τῶν ἐπὶ τὴν

### book 358-60a.5.5

μάχην, ἔριδος πέρας καὶ πολέμου πέρας ὥσπερ σχοινίων πέρατα

### book 358-60a.10.1

ὀνομάσας καὶ τὸ ἐπαλλάξαι ὡς ἐπὶ δεσμῷ καὶ τὸ τανύσαι καὶ τὰ ἑξῆς

### book 358-60a.10.2

ὀνόματα. τὸ δὲ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς b(BE3E4)T

### book 358-60a.10.3

τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, T τὸ πέρας τῆς ἔριδος καὶ τὸ

### book 358-60a.10.4

πέρας τοῦ πολέμου συμπλέξαντες b(BE3E4)T ἐπ’ ἀμφοτέροις

### book 358-60a.10.5

τοῖς στρατεύμασιν ἥπλωσαν αὐτό. T

### book 358-60b.1

ἄλλως· ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ

### book 358-60b.2

πολέμου συμπλέξαντες T ἥπλωσαν αὐτὸ ἐπ’ ἀμφοτέρων τῶν

### book 358-60b.3

στρατιωτῶν. Κράτης δὲ ἐπὶ τῶν στρατευμάτων φησίν· οἱ Τρῶες γὰρ

### book 358-60b.4

καὶ οἱ Ἕλληνες. ἀπέστραπται γὰρ ὁ Ζεύς. ἀλλ’ ἐπὶ τὸν νοῦν αὐτοῦ

### book 358-60b.5.1

ἀνενεκτέον, θέλει δὲ εἰπεῖν ὅτι ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν εἵλκυσαν· ὅθεν τὸ

### book 358-60b.5.2

ἀδιαλύτως μάχεσθαι παρίστησιν. b(BE3E4)T

### book 358-60b.1

τοὶ δ’ ἔριδος κρατερῆσ〈—ἔλυσεν〉: ὁ δὲ Ζεὺς καὶ

### book 358-60b.2

ὁ Ποσειδῶν τὰ πέρατα—τὴν ἰσχὺν συστῆναι διὰ τὰς τῶν θεῶν

### book 358-60b.3

βοηθείας. A

### book 358a1.1

〈τοὶ δ’ ἔριδος:〉 οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ „οἱ δ’

### book 358a1.2

ἔριδοσ“. Aint

### book 358a2

Ἀρίσταρχος „τὼ δ’ ἔριδοσ“, Ἀριστοφάνης „τοί“. Til

### book 359a.1

πεῖραρ ἐπαλλάξαντες 〈ἐπ’ ἀμφοτέροισι τάνυσ‐

### book 359a.2

σαν〉: διχῶς Ἀρίσταρχος, καὶ „ἐπ’ ἀλλήλοισιν“. ἓν δὲ δι’ ἀμφοτέρων

### book 359a.3

τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδη‐

### book 359a.4

σαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλ‐

### book 359a.5.1

λάξαντες ἐπ’ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ

### book 359a.5.2

τόδε. οὕτως Ἀρίσταρχος. | ἡ διπλῆ, ὅτι παραλληγορεῖ, δύο πέρατα

### book 359a.5.3

ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατ’

### book 359a.5.4

ἀμφοτέρων τῶν στρατευμάτων. A

### book 359b.1

〈ἐπ’ ἀμφοτέροισι:〉 διχῶς αἱ Ἀριστάρχου, καὶ „ἐπ’

### book 359b.2

ἀλλήλοισι“. Til

### book 360.1

〈ἄρρηκτόν τ’ ἄλυτόν τε:〉 ὅμοιον τῷ „κόπτε δὲ δε‐

### book 360.2

σμούς / ἀρρήκτους ἀλύτουσ“ (θ 274—5). Til

### book 361a1.1

〈μεσαιπόλιος:〉 σπαρτοπόλιος. ὠμογέρων δὲ Ὀδυσ‐

### book 361a1.2

σεύς (cf. Ψ 791), γέρων δὲ ὁ Νέστωρ (cf. Α 250—2). b(BCE3)Til

### book 361a2.1

μεσαιπόλιος Ἰδομενεύς, ὠμογέρων Ὀδυσσεύς, γέρων

### book 361a2.2

Νέστωρ. A

### book 362a.1

〈Τρώεσσι μετάλμενος:〉 ἐν ἄλλῳ „Τρώεσσιν ἐπάλμε‐

### book 362a.2

νοσ“. Aim

### book 362b

〈Τρώεσσι:〉 λείπει ὁ καί, καὶ Τρώεσσι. Til

### book 363a1.1

Καβησόθεν ἔνδον ἐόντα: ἐν τῇ Ἀργολικῇ „Ἑκάβης

### book 363a1.2

νόθον 〈υἱὸν ἐόντα〉“. καὶ τάχα ἂν εἴη ἁμάρτημα, κατ’ ἄγνοιαν τῆς Κα‐

### book 363a1

βήσου. A

### book 363a2.1

{καβησόθεν:} ἐν τῇ Ἀργολικῇ „Ἑκάβη〈σ〉 νόθον

### book 363a2.2

υἱὸν ἐόντα“, ἴσως ἀγνοίᾳ τῆς Καβήσου. T

### book 363b.1

Καβησόθεν: Κάβησα πόλις Ἑλλησποντίς, b(BCE3)T

### book 363b.2

ἡ νῦν Κύβασα. οἱ δὲ Θρᾴκης (καὶ συνᾴδει 〈ἡ〉 ἀκολασία τοῦ γά‐

### book 363b.3

μου)· οἱ δὲ Λυκίας· οἱ δὲ Καππαδοκίας, Κάβασα· οἱ δὲ τῶν Ἀγαθύρ‐

### book 363b.4

σων ὡς ἥκειν ἐκ τῆς πρὸς Αἷμον Θρᾴκης. οἱ δὲ ἀδελφὸν Σαρπηδόνος. T

### book 363c.1

〈ἔνδον〉 ἐόντα: τινὲς ἔνδον τοῦ οἴκου Πριάμου, οἱ δὲ ἐν

### book 363c.2

Ἰλίῳ, b(BCE3E4)T οἱ δὲ ἔνδον ἐόντα κεκινημένον. T ἄμει‐

### book 363c.3

νον δὲ τὸ ἔνδον ἐόντα ἀντὶ τοῦ παρόντα, ὡς καὶ τὸ „δεῖπνον δὲ

### book 363c.4

ξείνῳ ταμίη δότω ἔνδον ἐόντων“ (η 166), ὃ ἀντιφράζων φησὶ „χαρι‐

### book 363c.5

ζομένη παρεόντων“ (α 140 al.). b(BCE3E4)T

### book 364a.1

ὅς ῥα νέον πολέμοιο 〈μετὰ κλέος εἰληλούθει〉:

### book 364a.2

κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι

### book 364a.3

συμμαχίαν αὐτῶν νεωτέραν ἀφείλετο. θαυμαστῶς δὲ ἐπὶ μὲν Αἴαντος

### book 364a.4

ἔφη· „φόως δ’ ἑτάροισιν ἔθηκεν / ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρῄ‐

### book 364a.5.1

κεσσι τέτυκτο“—γενναῖος γὰρ ὁ Ἀκάμας—„Ἀκάμαντ’ ἠύν τε μέγαν

### book 364a.5.2

τε“ (Ζ 6—8). ἐπὶ δὲ τῇ τοῦ Ὀθρυονέως ἀναιρέσει οὐ σωτηρίαν φησὶ τοῖς

### book 364a.5.3

Ἕλλησι γενέσθαι ὑπὸ Ἰδομενέως, ἀλλὰ φόβον τοῖς βαρβάροις·

### book 364a.5.4

b(BCE3E4)T ἀλαζόνος γὰρ καὶ ἀνοήτου τινὸς ἀναιρεθέντος

### book 364a.5.5

ἀπίθανόν φασιν ὡς μεγάλου τινὸς κατορθωθέντος τοὺς Ἕλληνας σεσῶ‐

### book 364a.10.1

σθαι. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν Τρώων καὶ ἡ τοῦ Ὀθρυονέως

### book 364a.10.2

ἀλαζονεία ὡς δηλονότι κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων.

### book 364a.10.3

b(BE3E4)T

### book 364b

〈μετὰ κλέος:〉 Ἀριστοφάνης „κατὰ κλέοσ“. Aim Til

### book 365-6.1

ᾔτεε δὲ Πριάμοιο 〈θυγατρῶν εἶδος ἀρίστην /

### book 365-6.2

Κασσάνδρην ἀνάεδνον〉: βαρβαρικὸν καὶ τοῦτο· οὐδέποτε γὰρ

### book 365-6.3

εὑρήσομεν παρ’ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν

### book 365-6.4

καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης

### book 365-6.5.1

γὰρ ἐρῶν ἧκεν, οὐχ ὅτι βασιλική, ἀλλ’ ὅτι εἶδος ἀρίστη. καίτοι παρ’

### book 365-6.5.2

Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν „εἵνεκα τῆς ἀρετῆς

### book 365-6.5.3

ἐριδαίνομεν“ (β 206). καὶ τὸ ἀνάεδνον (366) γλίσχρον, ὅπου γε οἱ

### book 365-6.5.4

ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ προσφέρουσιν. b(BCE3

### book 365-6.5.5

E4)T

### book 365a.1

{ἤιτεε δὲ} Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην: ὅτι

### book 365a.2

νῦν μὲν τὴν Κασσάνδραν (cf. Ν 366) εἶδος ἀρίστην, ἐν ἄλλοις δὲ

### book 365a.3

(sc. Γ 124. Ζ 252) τὴν Λαοδίκην, καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς

### book 365a

τοὺς Χωρίζοντας (fr. 9 K.)· λύεται γὰρ τοῖς τοιούτοις. A

### book 365b.1

〈θυγατρῶν〉 εἶδος ἀρίστην: αὕτη τῶν ἀγάμων

### book 365b.2

ἀρίστη, τῶν δὲ γαμηθεισῶν Λαοδίκη (cf. Γ 124. Ζ 252). τινὲς δὲ εἰς τὸ

### book 365b.3

θυγατρῶν στίζουσιν. οἱ δὲ εἶδος τὴν εἴδησιν τῆς μαντείας, b(BCE3

### book 365b.4

E4)T ὡς καὶ „Θεοκλύμενος θεοειδήσ“ (ο 271 al.) καὶ „Πολύϊδοσ“

### book 365b.5.1

(Ν 666) ὁ μάντις. λεληθότως δὲ ἡμῖν τὰ τῆς Κασσάνδρας ὑποφαίνει

### book 365b.5.2

καὶ ἐν τῇ Ω (sc. 699—706), ἐπεὶ συνάγειν αὐτὴν Ἀγαμέμνονι μέλ‐

### book 365b.5.3

〈λ〉ει. T

### book 366a.1

Κασσάνδρην ἀνάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευό‐

### book 366a.2

μενοι· διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον

### book 366a.3

αἰτεῖ τὴν Κασσάνδραν. A

### book 366b

ἀνάεδνον: δίχα τοῦ δοῦναι ἕδνα. b(BCE3E4)T

### book 366c.1

〈ὑπέσχετο δὲ μέγα ἔργον:〉 βραχὺ διασταλτέον ἐπὶ

### book 366c.2

τὸ ἔργον· ἐμφαίνει 〈γάρ〉. Aint

### book 367a1

ἀπωσέμεν 〈υἷας Ἀχαιῶν〉: αἱ Ἀριστάρχου, „ἀνωσέ‐

### book 367a1.1

μεν“ Ζηνόδοτος. 〈Ἀρίσταρχοσ〉 δέ φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν.

### book 367a1.2

τινὲς δὲ ἐπάγουσι „φοιτῶν ἔνθα καὶ ἔνθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν“ (Ν

### book 367a1.3

367 a = Β 779 + Α 12)· καὶ οἰκεῖον τῷ „ὕψι βιβάντα“ (Ν 371). T

### book 367a2

Ἀρίσταρχος „ἀνωσέμεν“. Aim

### book 368-9.1

τῷ δ’ ὁ γέρων Πρίαμος 〈ὑπό τ’ ἔσχετο—

### book 368-9.2

ὑποσχεσίῃσι πιθήσασ〉: φονεύων αὐτὸν διδάσκει μὴ τὰ ὑπὲρ δύ‐

### book 368-9.3

ναμιν ἐπαγγέλλεσθαι μήτε μὴν ταῖς τοιαύταις πιστεύειν ὑποσχέσεσιν.

### book 368-9.4

b(BCE3E4)T

### book 370

〈αὐτοῖο τιτύσκετο:〉 ὡς ἐπ’ αὐτὸν κατεστοχάζετο. Til

### book 371a

{καὶ βάλεν ὕψι} βιβάντα: Ἀρίσταρχος βιβάντα ὡς

### book 371a.1

„δαμέντα“ (Ε 653 al.), ἀπ’ εὐθείας τῆς μακρὰ βιβάς. καὶ οὕτως ἔχει

### book 371a.2

ἡ ὑγιὴς ἀνάγνωσις. A

### book 371b.1

ὕψι βιβάντα: ὡς ἱστάντα. οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ

### book 371b.2

τὸ βάδισμα. b(BCE3E4)Til

### book 371c.1

οὐδ’ ἤρκεσε θώρηξ: ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ

### book 371c.2

τῷ θώρακι. b(BCE3E4)T

### book 372.1

χάλκεος {ὃν φορέεσκε}: ὅτι χαλκοῖ οἱ θώρακες. πρὸς τὸ

### book 372.2

„ὀλίγος μὲν ἔην, λινοθώρηξ“ (Β 529). A

### book 373

ὁ δ’ ἐπεύξατο φώνησέν τε: τινὲς „〈ὁ〉 δὲ κερτομέων

### book 373.1

ἔπος ηὔδα“. T οὐ γὰρ καυχηματίαν αἴρει λόγον, ἀλλὰ σαρκα‐

### book 373.2

σμοῦ ἀνάπλεων. b(BCE3E4)T

### book 374-6a1.1

〈Ὀθρυονεῦ, περὶ δή σε— / Δαρδανίδῃ

### book 374-6a1.2

Πριάμῳ〉: ἢ ἀπὸ αὐτομόλων ἢ αἰχμαλώτων· ἢ ἐπὶ τῷ ἐπαγγέλματι

### book 374-6a1.3

πεφήμισται, τοῖς μὲν ἐπ’ ἐλπίδι νίκης, τοῖς †Ἕλλησιν ἐπὶ ἀβελτη‐

### book 374-6a1.4

ρίᾳ. T

### book 374-6a2.1

ἢ ἐπὶ τῶν αὐτομόλων ἢ ἐπὶ πάντων αἰχμαλώτων ἢ ἐπὶ

### book 374-6a2.2

τῶν ἐπ’ ἐλπίδι ἐπαγγελμάτων αἱ ἀναφωνήσεις τάττονται. οἱ μὲν οὖν

### book 374-6a2.3

Τρῶες αὐτὸν ἐλπίδι νίκης θαυμάζουσι καὶ ἀναιρουμένου φοβοῦνται,

### book 374-6a2.4

οἱ δὲ Ἕλληνες ἐπὶ ἀβελτερίᾳ ἐπιφωνοῦσιν. b(BCE3E4)

### book 374a1.1

{ὀθρυονεῦ περιδή σε βροτῶν} αἰνίζομαι {ἁπάντων}: φέ‐

### book 374a1.2

ρεται καὶ διὰ τοῦ ξ „αἰνίξομαι“, ἀντὶ τοῦ ἐπαινέσομαι. οἱ δέ, διήγημά

### book 374a1.3

σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος „αἰνίσσομαι“. A

### book 374a2.1

ἢ διήγησίν σε ποιήσομαι, παρὰ τὸν αἶνον, „αἶνος μέν τοι

### book 374a2.2

ἀμύμων“ (ξ 508), τινὲς δὲ „αἰνίξομαι“. T

### book 374b.1

αἰνίζομαι: ἢ ἐπαινῶ παρὰ τὸν αἶνον ἢ φοβοῦμαι παρὰ

### book 374b.2

τὸ αἰνόν. b(BCE3E4)T

### book 375

〈ἐτεόν:〉 ἐτός, ἐτεός. Til

### book 376a1.1

ὁ δ’ ὑπέσχετο 〈θυγατέρα ἥν〉: οὐ διηγεῖται νῦν τὸ

### book 376a1.2

πραχθὲν ὁ Ἰδομενεύς, ἀλλ’ ἐλέγχει· ἔστι γὰρ τὸ ὁ δέ ἀνθ’ ὑποτακτι‐

### book 376a1.3

κοῦ, ὃς δὴ ὑπέσχετο· „ὁ δέ οἱ παρελέξατο λάθρῃ“ (Β 515). T

### book 376a2.1

ἐλέγχει αὐτοῦ τὸ ἀνόητον ὁ Ἰδομενεὺς καὶ τὴν ὑπόσχεσιν

### book 376a2.2

ὀνειδίζει. ἔστι δὲ τὸ ὁ δ’ ἀνθ’ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο, ὁμοίως

### book 376a2.3

τῷ „ὁ δέ οἱ παρελέξατο λάθρῃ“. b(BCE3E4)

### book 377a1.1

{καὶ κέ τοι ἡμεῖς} ταῦτά γε: τὸ ταῦτα περισπαστέον

### book 377a1.2

κατὰ τὴν πρὸ τέλους συλλαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν

### book 377a1.3

ἐβάρυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχῃ συναλιφή· ὅπερ οὐ πιθανόν. A

### book 377a2.1

{ταῦτά γ’:} τινὲς ἀπιθάνως ὤξυναν, 〈ἵν’〉 ᾖ ἀπὸ τοῦ τὰ

### book 377a2.2

αὐτά. T

### book 377b

〈τελέσαιμεν:〉 οὐ ψευσαίμεθα. Til

### book 381a.1

{ἀλλ’ έπευ, ὄφρ’ ἐπινηυσὶ} συνώμεθα: οὕτως συνώ‐

### book 381a.2

μεθα ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα. | τοῦτο δὲ

### book 381a.3

Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταὐτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημά‐

### book 381a.4

τισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς

### book 381a.5

διανοίας. εἰσὶ μέντοι, οἳ ἐψίλωσαν, οὐκ εὖ. A

### book 381b1.1

συνώμεθα: τὰς συνθήκας †συνημόνας· φησὶν οὖν† „συν‐

### book 381b1.2

ημοσύνας ἀγόρευε“ (Χ 261). συνθήκας καὶ συμβόλαια †ποιήσαι‐

### book 381b1.3

μεν†. | δασυντέον δὲ τὸ συνώμεθα· ἀπὸ γὰρ τοῦ ἵημί ἐστιν. T

### book 381b2

ἤτοι συνθώμεθα· | ὅθεν καὶ τὰς συνθήκας συνημοσύνας

### book 381b2

φησί. λέγει δὲ ὅτι συμβόλαια †ποιήσομεν. b(BCE3)

### book 382a1.1

{ἀμφιγάμω} ἐπεὶ οὔ τοι 〈ἑεδνωταὶ κακοί εἰμεν〉:

### book 382a1.2

ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες. ἑεδνωταὶ δὲ κηδεσταί, πενθεροί·

### book 382a1.3

οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο. A

### book 382b1.1

{ἐπεὶ οὔτοι} ἑεδνωταί {κακοί εἰμεν}: ὡς χρυσωταί καὶ

### book 382b1.2

ποιηταί· οὕτως πάντες. Τυραννίων (fr. 30 P.) δὲ προπερισπᾷ, οὐχ

### book 382b1.3

ὑγιῶς. προείρηται δὲ ἡμῖν (sc. ad Ε 158) τὰ τῆς προσῳδίας ὡς τὰ εἰς

### book 382b1.4

της ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύ‐

### book 382b1.5.1

νεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ

### book 382b1.5.2

τὸ ἑεδνωτής, σχηματισθὲν παρὰ τὸ „ἑεδνώσαιτο θύγατρα“ (β 53).

### book 382b1.5.3

περὶ δὲ τοῦ ἀήτης καὶ 〈τοῦ〉 „κυβερνήτησ“ (Ψ 316) βαρυνομένων

### book 382b1.5.4

λόγον δίδομεν. A

### book 382a2/b2.1

ἑεδνωταὶ δὲ οἱ T πενθεροί, οἱ τὰ ἕδνα λαμβάνον‐

### book 382a2/b2.2

τες. | ὀξυτόνως δὲ ὡς χρυσωταί. b(BCE3E4)T

### book 383a

〈εἷλκε:〉 οὕτως Ἀρίσταρχος „ἕλκε“. Aim

### book 383b1

〈διὰ κρατερήν:〉 γράφεται „κατὰ κρατερήν“. Aint

### book 383b2

τινὲς „κατὰ †κρατερῆς ὑσμίνης†“. Til

### book 384a.1

τῷ δ’ Ἄσιος ἦλθεν 〈ἀμύντωρ〉: πιθανὸν τῷ ἀλαζόνι

### book 384a.2

ἐπιβοηθεῖν τὸν ὁμοιότροπον καὶ ἄμφω ὑπὸ τοῦ αὐτοῦ ἀναιρεῖσθαι.

### book 384a.3

b(BCE3)T

### book 384b1

〈ἦλθεν ἀμύντωρ:〉 Ἀρίσταρχος „ἦλθ’ ἐπαμύντωρ“. Aim

### book 384b2

τινὲς μὲν ἦλθεν ἀμύντωρ γράφουσιν, Ἀρίσταρχος δὲ

### book 384b2

„〈ἦλθ’〉 ἐπαμύντωρ“. T

### book 385-6.1

τὼ δὲ πνείοντε κατ’ ὤμων 〈/ αἰὲν ἔχ’ ἡνίοχος

### book 385-6.2

θεράπων〉: καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ

### book 385-6.3

ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ

### book 385-6.4

ἕτοιμον οὖν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι

### book 385-6.5

ὑπὸ τῶν ἵππων. b(BCE3)T

### book 386-7.1

ὁ δὲ ἵετο 〈θυμῷ /〉 Ἰδομενῆα βαλεῖν· ὁ δέ μιν

### book 386-7.2

φθάμενος βάλε δουρί: ὅτι περὶ τοὺς ἵππους ἐπτόητο. νῦν δὲ ἀπο‐

### book 386-7.3

δίδωσι τὸ „οὐδ’ ἄρ’ ἔμελλε 〈κακὰς ὑπὸ κῆρας ἀλύξας /〉 ἵπποισι〈ν〉 καὶ

### book 386-7.4

ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν / ἂψ ἀπονοστήσειν“ (Μ 113—5). T

### book 388a.1

λαιμὸν ὑπ’ ἀνθερεῶνα: εἰς τὸν ὑπ’ ἀνθερεῶνα λαιμόν.

### book 388a.2

b(BCE3)T

### book 388b.1

διαπρὸ 〈δὲ χαλκὸν ἔλασσεν〉: τινὲς περισσεύειν φασὶ

### book 388b.2

τὴν πρό, ἵν’ ᾖ διήλασεν. ἢ ἐς τὸ πρόσθεν διήλασεν. b(BCE3)T

### book 389.1

ἀχερωΐς: ἡ λεύκη· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ

### book 389.2

Ἀχέροντος. b(BCE3)T οἱ δὲ τὴν αἴγειρον, καὶ „ἀχελωΐσ“ γρά‐

### book 389.3

φουσιν, ἐπεί φησιν „αἰγείρων ὑδατοτρεφέων“ (ρ 208). ὅτι δὲ μέγας

### book 389.4

ἦν, ἀλλαχοῦ φησι „μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο“

### book 389.5

(Μ 136). T

### book 389.1

{ἢ} ἀχερωΐς: ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος—

### book 389.2

ἐπὶ †τῇ Κερβέρου τῇ νίκῃ. A

### book 390a1.1

βλωθρή: εὐα〈υ〉ξῆ. T | τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας·

### book 390a1.2

οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτούς, ἢ φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ

### book 390a1.3

τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρρηνούς, ἢ σκληράν,

### book 390a1.4

κατὰ Καρυστίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι

### book 390a1.5.1

„δρυσὶν ὑψικόμοισιν“ (ι 186), „ἰτέαι ὠλεσίκαρποι“ (κ 510), AT

### book 390a1.5.2

„†ἐλαίης τανυήκεος ὄζοι†“, T „αἰγείρων ὑδατοτρεφέων“ (ρ 208),

### book 390a1.5.3

„τανύφλοιόν τε κράνειαν“ (Π 767). AT

### book 390a2.1

κατὰ μὲν Ἀρκάδας ἁπαλή, κατὰ δὲ Βοιωτοὺς ὑψηλή,

### book 390a2.2

κατὰ δὲ Μάγνητας φλοιοβαρής, κατὰ δὲ Δρύοπας τραχεῖα, κατὰ δὲ

### book 390a2.3

Τυρρηνοὺς ηὐξημένη, b(BCE3E4) κατὰ Καρυστίους δὲ σκληρά.

### book 390a2.4

b(BE3E4) ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι,

### book 390a2.5.1

„δρυσὶν ὑψικόμοισιν“, „†ἰτέαις ὀλεσικάρποισ“, „ἐλαίης τανυήκεος†“,

### book 390a2.5.2

„αἰγείρων ὑδατοτρεφέων“, „τανύφλοιόν τε κράνειαν“. b(BCE3E4)

### book 390b.1

{τήντ’} οὔρεσι τέκτονες {ἄνδρες}: δύο δεῖ ποιεῖν, οὔρε‐

### book 390b.2

σιν, εἶτα τέκτονες, οὐχ ὑφ’ ἕν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ

### book 390b.3

τῆς συνθέσεως; A

### book 390c.1

οὔρεσι τέκτονες: Νικίας (fr. 17 B.) ὑφ’ ἓν „οὐρεσιτέ‐

### book 390c.2

κτονεσ“, κακῶς· ἔδει γὰρ καὶ τὸ „οὔρεσι βουκόλοι“ (Ν 571) συνά‐

### book 390c.3

πτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατασκευάζοντες. δύο οὖν μέρη λόγου

### book 390c.4

ἐστί, καὶ λείπει τὸ οὖσαν, b(BCE3)T ‘οὔρεσιν οὖσαν‘, ὡς τὸ

### book 390c.5

„ἥν τ’ ἐν ὄρεσ〈σ〉ι / χαλκίδα κικλήσκουσι θεοί“ (Ξ 290—1). T

### book 391a1

νεήκεσι: ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων

### book 391a1.1

(fr. 54 B.). ὁ δὲ Ἀσκαλωνίτης (p. 52 B.) ὡς εὐγενέσιν, ὅπερ καὶ ἐ‐

### book 391a1.2

χρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς η λήγοντα

### book 391a1.3

θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι

### book 391a1.5.1

θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους

### book 391a1.5.2

περατουμένην, εὐτυχοῦς εὐτυχὲς εὐτυχεῖς, εὐρυπυλοῦς „εὐρυπυλὲσ“

### book 391a1.5.3

(Ψ 74. λ 571) εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως

### book 391a1.5.4

μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρο‐

### book 391a1.5.5

μὴν τοῦ εὐμήκης, μεγακήτης. A

### book 391a2

ὡς εὐμήκεσιν. ἐχρῆν δὲ ὡς εὐγενέσιν. Til

### book 391a3

ὡς εὐμήκεσι. | δηλοῖ δὲ τὸ νεακονήτοις. b(BCE3)

### book 392.1

〈πρόσθ’ ἵππων καὶ δίφρου:〉 διὰ τούτων τὴν περὶ τὸ

### book 392.2

ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει. b(BCE3E4)Til

### book 393.1

βεβρυχώς, 〈κόνιος δεδραγμένος αἱματοέσσησ〉:

### book 393.2

ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέν‐

### book 393.3

τος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν

### book 393.4

γάρ, φασί, τοῖς ὀδοῦσι ἐδράττετο τῆς γῆς. τὸ δὲ αἱματοέσσης μερι‐

### book 393.5.1

κῶς ἀκουστέον, οἷον τῆς δι’ αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δε‐

### book 393.5.2

δράχθαι αὐτὸν κόνεως πεφυρμένης ὑπ’ αὐτοῦ. b(BE3E4)T

### book 393.1

βεβρυχώς: βρυχώμενος, σπώμενος—εἰώθασι γὰρ τοὺς

### book 393.2

ὀδόντας βρύχειν. A

### book 394.1

〈ἐκ δέ οἱ ἡνίοχοσ〉 πλήγη φρένας: ἐξεπλάγη δὲ τὰς

### book 394.2

φρένας ὁ ἡνίοχος αὐτοῦ ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν

### book 394.1

Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, ἀκαταμάχητόν τινα

### book 394.2

τὸν δεσπότην οἰόμενον, εἶτα ἐπὶ τῷ παραδόξῳ πτώματι ἐκπεπληγ‐

### book 394.5

μένον. b(BCE3E4)T

### book 395-6.1

〈οὐδ’ ὅ γ’ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρασ〉 ἀλύξας

### book 395-6.2

〈/ ἂψ ἵππους στρέψαι: ἀλύξας (395)〉 στρέψας, στρέψαι (396)

### book 395-6.3

ἀλύξαι. T | πιθανὸν δὲ τὸ πλάσμα εἰς τὸ ἁλῶναι καὶ τοὺς ἵππους· ἐπεὶ

### book 395-6.4

γὰρ φθάνει συστήσας αὐτούς, οὐκ ἦν πιθανὸν ἐκ τοῦ εὐχεροῦς ἁλίσκε‐

### book 395-6.5.1

σθαι ὑπὸ τῶν πολεμίων. διὰ τὴν ἔκπληξιν οὖν τοῦ ἡνιόχου πιθανῶς

### book 395-6.5.2

τὸ τοιοῦτο πράττεται. b(BCE3E4)T

### book 399a1.1

〈αὐτὰρ ὅ γ’ ἀσθμαίνων:〉 Ἀρίσταρχος χωρὶς τοῦ γ,

### book 399a1.2

„αὐτὰρ ὁ ἀσθμαίνων“. Aim

### book 399a2

χωρὶς τοῦ †ε. Til

### book 399b.1

εὐεργέος: νῦν μάλιστα ἁρμόδιον τὸ ἐπίθετον ἐπὶ τοῦ

### book 399b.2

Ἀσίου δίφρου· αὐτός τε γὰρ μέγας καὶ οἱ ἵπποι καλοὶ καὶ ὁ δίφρος

### book 399b.3

εὐεργής. T

### book 401

〈ἐξέλασεν:〉 ἐξελαθῆναι ἐποίησεν. Til

### book 402.1

〈μάλα σχεδόν:〉 καὶ μάλα σχεδὸν ἐλθὼν ἀποτυγχά‐

### book 402.2

νει. Til

### book 403a1.1

〈Ἀσίου ἀχνύμενος:〉 ὅτι παρεῖται ἡ πρόθεσις, περὶ

### book 403a1.2

Ἀσίου. Aim

### book 403a2.1

{ἀσίου ἀχνύμενος:} λείπει ἡ περί, ὡς τὸ „θυμὸν ἑταίρου

### book 403a2.2

χώεται αἰνῶσ“ (Υ 29). T

### book 407a

〈δινωτήν:〉 περιφερῆ· b(BCE3)Til δῖνος γὰρ ὁ τόρ‐

### book 407a

νος. b(BCE3E4)Til

### book 407b1.1

〈κανόνεσσι:〉 ἐκ πλήρους αἱ Ἀριστάρχου „κανόνεσσι“.

### book 407b1.2

Aim

### book 407b2

{κανόνες’:} ἐκ πλήρους δεῖ γράφειν τὸ κανόνεσιν. T

### book 407c.1

δύω κανόνε〈σ〉ς’ 〈ἀραρυῖαν〉: οὐ γὰρ †αὐτῷ ἔνδον

### book 407c.2

ἔχρῃζον† πρὸς ἀσφάλειαν. ἡ δὲ τοῦ Σαρπηδόνος αὐτοὺς ἔξωθεν

### book 407c.3

εἶχεν. ἢ ἀντὶ πορπάκων αὐτοὺς εἶχον, ὡς Αὐτόχθων. T

### book 408a.1

{τῆι ὑπο} πᾶς {ἑαλλη}: ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ

### book 408a.2

ἀναφορὰ πρὸς τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Θ 58) ἀντὶ τοῦ

### book 408a.3

ὅλαι. A

### book 408b1.1

ἐάλη: συνειλήθη. ἄλλος δέ τις „πρόσσω 〈...〉 κατέκυψε,

### book 408b1.2

τὸ δ’ ἐξόπιθεν δόρυ μακρόν / οὔδει ἐνισκίμφθη“ (Π 611—2). ὁ δὲ

### book 408b1.3

Ἕκτωρ „ἀλεύατο“ (Χ 274)· „ἕζετο γὰρ προϊδών“ (Χ 275). „ὁ δ’

### book 408b1.4

ὕπαιθα λιάσθη / Πουλυδάμασ“ (Ο 520—1). τοσαύτη ἐστὶ τῷ ποιη‐

### book 408b1.5

τῇ εὐπορία. T

### book 408b2.1

συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ „ἀλεύατο“. ὁ δὲ

### book 408b2.2

Πολυδάμας „λιάσθη“ (Ο 520)· τοσαύτη γάρ ἐστι τῷ ποιητῇ εὐπο‐

### book 408b2.3

ρία. b(BCE3E4)

### book 409-10

καρφαλέον 〈δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν /

### book 409-10.1

ἔγχεοσ〉: ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος πληγὴν μὲν

### book 409-10.2

οὐ ποιήσαντος, διαδραμόντος δέ, ἄκρως τὸν ψόφον τῆς ἀσπίδος ἐμι‐

### book 409-10.3

μήσατο. διὰ δὲ τοῦ ἄϋσεν (409) ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ πα‐

### book 409-10.5.1

ρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος.

### book 409-10.5.2

b(BCE3E4)T

### book 411.1

ἀλλ’ ἔβαλ’ 〈Ἱππασίδην〉: προσυνίστησι τὸν Δηΐφο‐

### book 411.2

βον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλ’ ὅρα πάλιν τὴν τέχνην·

### book 411.3

ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπι‐

### book 411.4

τυχών, b(BCE3E4)T ὡς καὶ τὸν Ἀμφίμαχον ἄλλο τι πράσσοντα

### book 411.5

ἀναιρεῖ (cf. Ν 185—6). T

### book 412.1

ἧπαρ 〈ὑπὸ πραπίδων〉: ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ

### book 412.2

ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι

### book 412.3

καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα, b(BCE3E4)T „ὑφ’

### book 412.4

ἧπαρ καὶ φρένας πεπληγμένη〈ν〉“ (Soph. Trach. 931). T

### book 413.1

ἔκπαγλον: ὑβριστικῶς· b(BCE3E4)T „ἔκπαγλον καὶ

### book 413.2

ἀεικέσ“ (ρ 216). T ἐλέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ

### book 413.3

μέγα διαπραξάμενος οὐδὲ ἐπιτυχὼν τοῦ προκειμένου οὐδέ τινα τῶν

### book 413.4

ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διὰ Ἰδομενέα.

### book 413.5

b(BCE3E4)T

### book 415a

〈εἰς Ἄϊδος:〉 Ἀττικῶς. Til

### book 415b

〈ἰόντα:〉 οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου. Aint

### book 415c.1

{εἰς ἀΐδος περ ἰόντα} πυλάρταο 〈κρατεροῖο〉: ὅτι τοῦ

### book 415c.2

ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος, ὅ ἐστιν ἁρμόζοντος· ἀμφότερα γὰρ

### book 415c

πρὸς ἓν ληπτέον. A

### book 417-8.1

Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο, / Ἀντι‐

### book 417-8.2

λόχῳ 〈δὲ μάλιστα〉: ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς· διὸ καὶ

### book 417-8.3

Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατελάμβανεν

### book 417-8.4

Ἕκτορα. b(BCE3E4)T

### book 419-20.1

〈ἀλλ’ οὐδ’ ... ἑοῦ ἀμέλησεν〉 ἑταίρου, 〈ἀλλὰ

### book 419-20.2

—σάκος ἀμφεκάλυψε〉: τὴν αἰτίαν ἐπιφέρει· καὶ γὰρ ἦν αὐτοῦ

### book 419-20.3

ἑταῖρος. ἐκάλυψε δὲ αὐτὸν τῇ ἀσπίδι, T ἵνα μὴ σκυλευθῇ ὑπὸ τῶν

### book 419-20.4

πολεμίων. b(BCE3)T

### book 420.1

ἀλλὰ θέων περίβη: πρὸς τὴν ἐξήγησιν τοῦ „ὃς Χρύσην

### book 420.2

ἀμφιβέβηκασ“ (Α 37) ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν

### book 420.3

τετραπόδων. A

### book 423a1.1

〈στενάχοντε:〉 οὕτως διὰ τοῦ ε αἱ Ἀριστάρχου στενά‐

### book 423a1.2

χοντε, οὐ διὰ τοῦ α ἐπὶ τοῦ νεκροῦ (γελοῖον γάρ), ἀλλ’ ἐπὶ τῶν

### book 423a1.3

βασταζόντων. Aint

### book 423b1.1

στενάχοντε: ὅτι Ζηνόδοτος γράφει „στενάχοντα“,

### book 423b1.2

ἑνικῶς. A

### book 423a2/b2.1

{βαρέα} στενάχοντε: ἐπὶ τῶν φερόντων. Ζηνόδοτος

### book 423a2/b2.2

δὲ γελοίως „στενάχοντα“ ἐπὶ τοῦ νεκροῦ. b(BCE3)T

### book 424

Ἰδομενεὺς 〈δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεί: τὸ

### book 424.1

Ἰδομενεύσ〉 τινὲς περισπῶσιν. οἱ δὲ μένος ἀντὶ τοῦ μένους, ὡς

### book 424.2

„μέθυ χίλια μέτρα“ (Η 471). οἱ δὲ μέγα ἵετο μεγάλως ἐπεθύμει. ἄμει‐

### book 424.3

νον δὲ εὐθεῖαν εἶναι, ὡς τὸ „οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένοσ“

### book 424.5

(Φ 305). T

### book 425

νυκτὶ καλύψαι: περιφραστικῶς ἀποκτεῖναι. b(BCE3E4)T

### book 426a.1

{ἢ αὐτὸς} δουπῆσαι: ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι·

### book 426a.2

οἱ γὰρ ἐν πολέμῳ πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις. ἡ δὲ

### book 426a.3

ἀναφορὰ πρὸς τοὺς Γλωσσογράφους· οὗτοι γὰρ 〈ἓν〉 ἀνθ’ ἑνὸς

### book 426a.4

ἐδέξαντο „δεδουπότοσ“ (Ψ 679) ἀντὶ τοῦ τεθνηκότος. A

### book 426b.1

〈δουπῆσαι〉 ἀμύνων λοιγὸν Ἀχαιοῖς: Ἑλληνικὸν

### book 426b.2

τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν. | δουπῆσαι δὲ τὸ

### book 426b.3

ἐν πολέμῳ πεσεῖν· ὅταν δὲ εἴπῃ „δεδουπότος Οἰδιπόδαο“ (Ψ 679), ὡς

### book 426b.4

κατακρημνίσαντος ἑαυτὸν ἐπὶ ταῖς συμφοραῖς. b(BCE3E4)T

### book 427-34.1

ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱόν 〈/ — /

### book 427-34.2

τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε〉: τὸ ἑξῆς ἔνθ’

### book 427-34.3

Αἰσυήταο υἱὸν ἥρωα Ἀλκάθοον (cf. 427—8) ὑπ’ Ἰδομενῆϊ

### book 427-34.4

Ποσειδάων ἐδάμασσε (434). τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ

### book 427-34.5.1

διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν

### book 427-34.5.2

〈ταῖσ〉 αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε (cf. 434) ἀντὶ τοῦ ἄνω (sc.

### book 427-34.5.3

427) κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν (434) ἀντωνυμία κατ’

### book 427-34.5.4

ἐπιφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον ὡς διὰ μέ‐

### book 427-34.5.5

σου. A

### book 428a

ἥρω’ Ἀλκάθοον: „ἥρων 〈Ἀλκάθοον〉“ τινὲς Ἀττικῶς·

### book 428a

„ἀλλ’ εἰς ἥρων τι παρήμαρτον“ Ἀριστοφάνης (fr. 692 K. = 712 K.—A.). T

### book 428b.1

〈ἥρω’ Ἀλκάθοον,〉 γαμβρὸς δ’ ἦν: ὑπὲρ ποικιλίας

### book 428b.2

ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς.

### book 428b.3

b(BCE3)T

### book 429a.1

〈πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν:〉 ὁ δέ ἀντὶ τοῦ

### book 429a.2

γάρ. Til

### book 429b.1

Ἱπποδάμειαν: ἐξ Ἐριώπιδος· αὕτη γὰρ γυνὴ Ἀγχί‐

### book 429b.2

σου. T

### book 430-3.1

τὴν περὶ κῆρι φίλησεν〈— / γῆμεν ἀνὴρ

### book 430-3.2

ὤριστοσ〉: καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκαθόου, ὅτι δι’ ἀρετὴν

### book 430-3.3

τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευτικὸν ὁ λόγος ὅτι καὶ τοῖς

### book 430-3.4

γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων γίνεται δι’ ἀρετήν, οὐ διὰ

### book 430-3.5

τὴν φύσιν. b(BCE3E4)T

### book 430

περὶ κῆρι: ὑπὲρ τὸ τῆς φύσεως μέτρον. b(BCE3E4)T

### book 432.1

〈κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσίν:〉 ὡς „οὐ δέμας οὐδὲ

### book 432.2

φυήν, οὔτ’ ἂρ φρένας 〈οὔτε τι ἔργα〉“ (Α 115). Til

### book 432-3.1

τοὔνεκα 〈καί〉 μιν / γῆμεν ἀνὴρ ὤριστος: ποιεῖ

### book 432-3.2

τὰς γυναῖκας σπεύδειν πρὸς κοσμιότητα. T

### book 433.1

ὤριστος: τινὲς ἄλλους ὑποτάσσουσι· „πρὶν Ἀντηνορίδας

### book 433.2

τραφέμεν καὶ Πανθόου υἷας / Πριαμίδας θ’, οἳ Τρωσὶ μετέπρεπον ἱπ‐

### book 433

ποδάμοισιν, / ἕως ἔθ’ ἥβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθοσ“ (= Ν 433a—c). T

### book 434a1.1

ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσεν: τοῦ πιθα‐

### book 434a1.2

νοῦ ταῦτα ἐχέτωσαν, μὴ ἀπίθανος φαίνοιτο ὁ Ἰδομενεὺς ὑπὲρ τὴν

### book 434a1.3

ἡλικίαν τινὰ κατορθῶν. T

### book 434a2.1

διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖ‐

### book 434a2.2

το Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν. b(BCE3E4)

### book 435a.1

θέλξας 〈ὄσσε φαεινώ〉: μεταβαλὼν τῆς ὀξυωπίας· καὶ

### book 435a.2

ἕστηκεν ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης

### book 435a.3

τῷ σώματι, b(BCE3E4)T καὶ „οὐδέ με θέλξεν“ (κ 318) καὶ „ὡς

### book 435a.4

οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθησ“ (κ 326), T οἷον ἀπὸ τῆς

### book 435a.5

†πρώτης† εὐτονίας μετεβλήθης. b(BCE3E4)T

### book 435b.1

〈ὄσσε φαεινώ:〉 οὐδετέρως· καὶ ἀλλαχοῦ „τὼ δέ οἱ ὄσσε

### book 435b.2

/ πὰρ ποσὶν αἱματόεντα“ (Ν 616—7). Til

### book 437.1

〈στήλην:〉 παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνό‐

### book 437.2

μασται. b(BCE3E4)Til

### book 438.1

στῆθος μέσον: ἐδίδαξε, ποῦ κεῖται ἡ καρδία (cf. Ν 442),

### book 438.2

b(BCE3E4)T ὡς καὶ Εὐδήμῳ δοκεῖ. b(BCE3)T

### book 439a.1

〈ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα:〉 ὅτι σαφῶς τὸν θώρακα

### book 439a.2

χιτῶνα χαλκοῦν (cf. Ν 439—40). Aim

### book 439b

〈ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα:〉 περιέρρηξε δὲ αὐτοῦ τὸν

### book 439b

χιτῶνα. b(BCE3)Til

### book 441a.1

αὖον ἄϋσεν: τὸ αὗον δασυντέον. AT σημαίνει δὲ

### book 441a.2

τὸ ξηρόν. | θέλει δὲ σημᾶναι τὸν ὥσπερ ἤδη νεκρούμενον. A

### book 441b.1

αὖον 〈ἄϋσεν ἐρεικόμενοσ〉: ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν

### book 441b.2

ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. ἐρεικόμενος δὲ ῥησσόμενος·

### book 441b.3

b(BCE3E4)T ὅθεν ἐρειγμὸς καὶ ἐρεικτόν· „ἧψε κατερεικτῶν

### book 441b.4

χύτρασ“ (Ar. ran. 505). T

### book 443a.1

οὐρίαχον 〈πελέμιζεν〉: τὴν ἐπιδορατίδα. b(BCE3E4)T

### book 443a.2

†οἵ τιν’ οἱ† τὴν οὐράν. T ἔδειξε δὲ ὁρμῶντα προσωτέρω τὸν

### book 443a.3

σίδηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας, καὶ δηλοῖ ὡς

### book 443a.4

μετὰ θάνατον τοῦ παντὸς σώματος ἔτι ζῇ ἡ καρδία. b(BCE3E4)T

### book 443a.5.1

οὐρίαχον: τὸν σαυρωτῆρα—καὶ †στρόφιγγά† φα‐

### book 443a.5.2

σιν. A

### book 443b.1

πελέμιζεν: οὕτως διὰ τοῦ ζ Ἀρίσταρχος καὶ Ἀριστο‐

### book 443b.2

φάνης. ἄλλοι δὲ „πελέμιξεν“ διὰ τοῦ ξ. A

### book 444a.1

ἀφίει μένος 〈ὄβριμος Ἄρησ〉: τὴν εἰς τοὔμπροσθεν

### book 444a.2

ὁρμὴν ὁ σίδηρος ἵστη, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἱ δέ, τὴν

### book 444a

ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει. b(BCE3E4)T

### book 444b.1

〈ἀφίει μένος ὄβριμος Ἄρησ〉: ἀντὶ τοῦ ὥρμα ὁ σίδη‐

### book 444b.2

ρος πρόσω χωρῆσαι 〈***〉. Aim

### book 446-7.1

〈ἦ〉 ἄρα δή τι {ς’} ἐΐσκομεν 〈ἄξιον εἶναι / τρεῖς

### book 446-7.2

ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω〉: ὄντως ἄρα

### book 446-7.3

δή τι νομίζομεν ἄξιον εἶναι τὸ τοὺς τρεῖς τούτους ἀνθ’ ἑνὸς ἀνῃρῆσθαι,

### book 446-7.4

ἐφ’ ᾧ σὺ μάτην ἐφιλοτιμήσω. ἢ οὕτως· ἆρα ἴσον ὀφείλομεν στοχάζε‐

### book 446-7.5.1

σθαι τὸ τρεῖς ἀνθ’ ἑνὸς πεφονεῦσθαι ἢ δῆλον ὅτι πολλῷ μεῖζον καὶ

### book 446-7.5.2

τριπλάσιον; b(BCE3E4)T

### book 446-7.1

ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι / τρεῖς ἑνὸς ἀντὶ

### book 446-7.2

πεφάσθαι: ἆρα ἀξίως καὶ δεόντως—πεφονευκότες; A

### book 446a1.1

〈δή τι ἐΐσκομεν:〉 οὕτως Ἀρίσταρχος δή τι ἐΐσκο‐

### book 446a1.2

μεν, χωρὶς τοῦ ς. Aim

### book 446a2

Ζηνόδοτος δὲ „δή τι 〈ἐΐσκομεν〉“ χωρὶς τοῦ ς γράφει. T

### book 447.1

〈οὕτως:〉 οὕτως διὰ τοῦ ο Ἀρίσταρχος. Ζηνόδοτος διὰ

### book 447.2

τοῦ α. Aint

### book 448

〈ἐναντίον:〉 γράφεται καὶ „ἐναντίοσ“. Aim

### book 449a1.1

{ὄφρα} ἴδῃς: οὕτω Ζηνόδοτος. Ἀρίσταρχος δὲ „ἴδῃ“

### book 449a1.2

διὰ τοῦ ι. T

### book 449a2

Ἀρίσταρχος χωρὶς τοῦ ς „ἴδῃ“. Aim

### book 449b

〈γόνος:〉 ἀπόγονος. Til

### book 450-2.1

ὃς πρῶτον Μίνωα τέκε〈—ἄνακτα〉: πρὸς

### book 450-2.2

κατάπληξιν τοῦ πολεμίου λεγόμενον καὶ ἡμᾶς εὐκαίρως ἐδίδαξεν. T

### book 450a1.1

Κρήτῃ ἐπίουρον: τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδο‐

### book 450a1.2

τος (fr. 4, p. 191 P.) γὰρ ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύ‐

### book 450a1.3

λακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα. μέμνηται

### book 450a1.4

δὲ καὶ ὁ Δίδυμος (p. 115 Schm.) τῆς ἀποδόσεως καὶ Τρύφων (fr.

### book 450a1.5.1

100 V.). ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων ὅτι ὁ ἐπίουρος, ὡς „ἐπίσκο‐

### book 450a1.5.2

ποσ“ (Κ 342 al.), οὐ πάντως ἔχει ἐγκείμενον τὸν „οὖρον“ (ο 89) τὸν

### book 450a1.5.3

φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ

### book 450a1.5.4

εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν

### book 450a1.5.5

ἐπένθεσιν τοῦ υ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ οἳ

### book 450a1.10.1

ἀνέστρεψαν τὴν πρόθεσιν „Κρήτῃ ἔπι“. ὁ δὲ Ἀσκαλωνίτης (p. 53 B.)

### book 450a1.10.2

παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προ〈σ〉‐

### book 450a1.10.3

θέσεως, ὁμοίως τῷ „βοῶν ἐπιβουκόλος ἀνήρ“ (γ 422). A

### book 450a2.1

ἐπίουρον: οἱ μὲν ὡς „ἐπίσκοπον“ (Κ 38), οἱ δὲ ἀναστρέ‐

### book 450a2.2

φουσι τὴν ἐπί, οἱ δὲ παρέλκειν αὐτὴν οἴονται. ἄμεινον δὲ τὸ πρῶτον.

### book 450a2.3

b(BCE3)T οἱ δὲ ὅτι περισσὴ ἡ ἐπί, ὡς „ἐπιβουκόλος ἀνήρ“. T

### book 451

〈Δευκαλίωνα:〉 ἐκ Πασιφάης. Til

### book 452a.1

Δευκαλίων δ’ ἐμὲ τίκτε: ὀρθοτονητέον τὴν ἀντωνυ‐

### book 452a.2

μίαν· ἔστι γὰρ ἀντιδιασταλτική. A b (BCE3)T | τίκτειν δὲ τὸ κτίζειν.

### book 452a.3

b(BCE3)T | οἱ δὲ „ἔμ’ ἔτικτε“. T

### book 452b.1

πολέσς’ ἄνδρεσσιν: εἶπε γὰρ „ἐν δ’ ἄνθρωποι / πολ‐

### book 452b.2

λοὶ ἀπειρέσιοι“ (τ 173—4). T

### book 453.1

〈εὐρείῃ:〉 μεγάλῃ· „τοῦ μέν τε κλέος εὐρύ“ (τ 333) καὶ

### book 453.2

„εὐρύοπα Ζῆν’“ (Θ 206) καὶ „εὐρυσθενέσ“ (Η 455 al.). b(BCE3E4)

### book 456a

〈ἤ τινα:〉 Ἀρίσταρχος ἤ τινα. ἄλλοι δὲ „εἴ τινα“. Aim

### book 456b.1

{ἤ τινά που τρώων} ἑταρίσσαιτο {μεγαθύμων}: ὅτι

### book 456b.2

ἀντὶ τοῦ συνεργὸν λάβοι. πρὸς τὸ „ἴκμενον οὖρον ἵει πλησίστιον,

### book 456b.3

ἐσθλὸν ἑταῖρον“ (λ 7). A

### book 456c

〈ἑταρίσσαιτο:〉 συνεργὸν καλέσαιτο. b(BCE3)Til

### book 458a1.1

δοάσσατο: τοῦ δοκῶ παράγωγον· δοκάσατο καὶ ἀπο‐

### book 458a1.2

βολῇ τοῦ κ δοάσατο, T ὡς „ῥαδαλὸν TTil δονακῆα“ (Σ 576)

### book 458a1.3

ἀντὶ τοῦ κραδαλόν, εὐκράδαντον. T

### book 458a2.1

τοῦ δοκῷ παράγωγόν ἐστι, b(BCE3) δοκῶ δοκήσω

### book 458a2.2

δοκάσσω ἐδοκάσσατο δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο.

### book 458a2.3

b(BCE3E4)

### book 459

βῆναι ἐπ’ Αἰνείαν: Τροίας ἁλούσης Αἰνείας—μετ‐

### book 459

ῴκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν Ῥώμην. A

### book 460.1

ἐπεμήνιε: ἐμέμφετο. b(BCE3E4)T „ὁ ξεῖνος δ’ εἴπερ

### book 460.2

μάλα μηνίει, ἄλγιον αὐτῷ“ (ρ 14)· „ἀλλ’ ἀπομηνίσει“ (π 378). T

### book 461a1.1

οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν 〈οὔ τι

### book 461a1.2

τίεσκεν〉: τὸ μετ’ ἀνδράσιν δύναται ἑκατέρωσε συντάττεσθαι·

### book 461a1.3

ἀδιάφορον γάρ. A

### book 461a2

ἢ ‘ἐόντα μετ’ ἀνδράσιν‘ ἢ ‘μετ’ ἀνδράσι τίεσκεν‘. Til

### book 461b1.1

οὔτι τίεσκεν: ἢ ὡς τῆς Ῥέας μηνισάσης Ἀλεξάνδρῳ.

### book 461b1.2

ἢ ὡς τιμωμένου ὑπὸ τῶν Τρώων· φησὶ γὰρ „Αἰνείας, ὃς Τρωσὶ θεὸς

### book 461b1.3

ὣς τίετο δήμῳ“ (Λ 58). οἱ δέ, ὅτι πολίτῃ τὴν ἀδελφὴν δέδωκεν Ἀλ‐

### book 461b1.4

κάθῳ (cf. Ν 429)· καὶ γὰρ ἐγνωκὼς τὸν χρησμὸν (cf. Υ 307—8) οὐκ ἂν

### book 461b1.5.1

Αἰνείας ὑπερήσπισεν Ἕκτορος (cf. Υ 158—340), οὐ Κύπρις Ἀνδρο‐

### book 461b1.5.2

μάχῃ παρέσχε τὴν ἄμπυκα (cf. Χ 470—2), οὐ τὸ σῶμα ἐφύλασσεν

### book 461b1.5.3

Ἕκτορος (cf. Ψ 185—7). T

### book 461b2.1

ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παραβλάπτοντα

### book 461b2.2

τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν. b(BCE3E4)

### book 464a.1

γαμβρῷ: ἀδελφῆς ἀνδρί. „οἶος, σὺν γαμβροῖσι κασιγνή‐

### book 464a.2

τοισί τε σοῖσι“ (Ε 474). b(BCE3E4)T

### book 464b

{εἴπερ τίς σε} κῆδος: κηδεία τοῦ νεκροῦ. T

### book 465a

〈ἐπαμύνομεν:〉 ὅτι ἀντὶ τοῦ ἐπαμύνωμεν. Aint

### book 465b

〈ἐπαμύνομεν:〉 οὕτως σχεδὸν ἅπασαι, ἐπαμύνομεν. Aim

### book 465c.1

τὸ δὲ ἐπαμύνομεν τινὲς „ἐπαμυνέμεν“. T | ὑγιέστερον δὲ

### book 465c.2

τὸ καὶ ἑαυτὸν συναριθμεῖν τῇ ἐπικουρίᾳ πρὸς τὴν ἐκείνου αἰδῶ. b

### book 465c.3

(BCE3E4)T

### book 466

〈τυτθόν:〉 ἡ λέξις Θετταλῶν. Til

### book 468.1

〈θυμὸν ἐνὶ〉 στήθεσσιν ὄρινε: τῶν γὰρ παλμῶν αἰτία

### book 468.2

ἡ θέρμη τοῦ περὶ καρδίαν αἵματος. b(BCE3E4)T

### book 469.1

βῆ δὲ μετ’ Ἰδομενῆα μέγα π〈τ〉ολέμοιο μεμηλώς:

### book 469.2

ἡ τοῦ φίλου συμφορὰ ἀμαυροῖ τὴν ἐπὶ τῷ ἐχθρῷ μῆνιν. b(BCE3E4)T

### book 470a

〈φόβος:〉 ὅτι σαφῶς φόβος ἀντὶ τοῦ φυγή. Aint

### book 470b.1

φόβος: καὶ πῶς αὐτός φησι „δείδια δ’ αἰνῶς/ Αἰνείαν

### book 470b.2

ἐπιόντα“ (Ν 481—2); ἢ φόβον τὴν φυγήν φησιν· b(BCE3E4)T

### book 470b.3

ἐπάγει γοῦν „ἀλλ’ ἔμεν’ ὡς ὅτε τις σῦσ“ (Ν 471). T

### book 470c1.1

τηλύγετον {ὥς}: ἤτοι μεμονωμένον ἢ γέροντα τὸν τη‐

### book 470c1.2

λοῦ τῆς ἡλικίας ἐλθόντα. | ἢ T ὁ τέλος τῆς γενέσεως ἔχων, μεθ’

### book 470c1.3

ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί, b(BCE3E4)T ὡς Ὀρέστης καὶ

### book 470c1.4

Ἑρμιόνη. T οἱ τοιοῦτοι δὲ ὡς ἐπίπαν δειλοί, ὑγρᾷ ἀνατρεφόμενοι

### book 470c1.5

διαίτῃ. b(BCE3E4)T | οἱ δὲ ἀγαπητὸν διὰ τὸ τοῖς φίλοις ἀρήγειν. T

### book 470c2.1

{τηλύγετον ὥς:} τηλύγετος ὁ τηλοῦ τῆς ἡλικίας γεγο‐

### book 470c2.2

νὼς τοῖς γονεῦσι, μεθ’ ὃν οὐκ ἄν τις γένοιτο. οἱ τοιοῦτοι δὲ ἄνανδροι

### book 470c2.3

ὡς ἐπίπαν γίνονται διὰ τὸ πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γο‐

### book 470c2.4

νέων. A

### book 471a.1

ἔμενεν: ὅτι ἀντιδιέσταλται τῷ φόβῳ (cf. Ν 470) τὸ ἔμενε,

### book 471a.2

ἐξ οὗ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει. A

### book 471b.1

〈ὡς ὅτε τις σῦς οὔρεσιν〉 ἀλκὶ πεποιθώς: ἀπὸ τῆς

### book 471b.2

ἄλξ καὶ ἄλξω καὶ ἄλξις καὶ ἔπαλξις. b(BCE3E4)T ὡς μεσαιπό‐

### book 471b.3

λιος δὲ καὶ δυσκίνητος οὐκ εἰκάζεται λέοντι, ἀλλὰ τῷ δευτερεύοντι καὶ

### book 471b.4

λοχῶντι τοὺς ἐπιόντας. T

### book 472.1

κολοσυρτόν: ὁ μετὰ κολῳοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυ‐

### book 472.2

βος· κόλον γὰρ τὸ μέγα, καὶ κολόκυμα· καὶ ὁ μεγάλην ἁφὴν ἔχων

### book 472.3

κόλαφος καλεῖται. b(BCE3E4)T

### book 473

〈χώρῳ ἐν οἰοπόλῳ:〉 ὁ γὰρ μονιὸς ἀλκιμώτερος. Til

### book 473

οἰοπόλῳ: ἤτοι ἐν ᾧ ὄϊες—δηλοῖ τῷ ἐρήμῳ. A

### book 474a.1

πυρὶ λάμπετον: ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις

### book 474a.2

παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι. A

### book 474b.1

πυρὶ λάμπετον: ὡς πυρί, ἢ ὑπὸ πυρός· καὶ ἀλλαχοῦ δέ

### book 474b.2

φησι „πῦρ δ’ ὀφθαλμοῖσι δεδ[ο]ρκώ[σ]“ (τ 446). T

### book 475.1

ἀλέξασθαι: ἀμύνα[σθαι]. ἐναργῶς δὲ τὰ συμβαίνοντα περὶ

### book 475.2

αὐτὸν συνεκτίθεται, ὡς μηδὲ χρείαν ἔχειν τοῦ ὀνόματος τούτου. T

### book 476-7.1

ὡς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώ‐

### book 476-7.2

ρει, 〈/ Αἰνείαν ἐπιόντα βοηθόον〉: διὰ μέσου τὸ οὐδ’ ὑπεχώ‐

### book 476-7

ρει (476). A

### book 477a.1

〈Αἰνείαν ἐπιόντα βοηθόον:〉 ὅτι πτῶσις ἤλλακται,

### book 477a.2

ἀντὶ τοῦ Αἰνείου ἐπιόντος 〈βοηθόου〉. A

### book 477b.1

βοηθόον: ἀντιφράζει αὐτὸ{ν} ἐν τῷ „πόδας ταχύν“

### book 477b.2

(Ν 482). τινὲς δὲ ὀξύνουσιν, ἵν’ ᾖ ὅμοιον τῷ „βοῇ θοόν“. οὐδέποτε δὲ

### book 477b.3

Ὅμηρος οὕτως τὸν σύμμαχον καλεῖ. T

### book 477-9.1

αὖε δ’ ἑταίρους 〈/ Ἀσκάλαφόν τ’ ἐσορῶν—

### book 477-9.2

καὶ Ἀντίλοχον〉: τὸ μὲν μεῖναι (cf. Ν 471. 476) γενναίου, τὸ δὲ κα‐

### book 477-9.3

λεῖν τοὺς ἑταίρους ἀσφαλοῦς. b(BCE3E4)T καὶ τὸ ἐσορῶν

### book 477-9.4

(478) πραγματικῶς πρόσκειται ὑπὸ τοῦ ποιητοῦ, συμμαχίας δὲ

### book 477-9.5.1

βάσανος· T προδιδόντος γὰρ ἑαυτὸν τὸ τὴν παροῦσαν συμμαχίαν

### book 477-9.5.2

μὴ προσκαλεῖσθαι. οὐχ ὡς Δηΐφοβος οὖν (cf. Ν 457) καταλείπει τὴν

### book 477-9.5.3

τάξιν. b(BCE3E4)T

### book 480.1

〈τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύ‐

### book 480.2

δα:〉 ἐν πολλοῖς οὐ φέρεται. Til

### book 481a.1

καί μ’ οἴῳ: ἡ συναλιφὴ ὡς „ἥ μ’ οἴῳ ἔρροντι συνήντετο

### book 481a.2

νόσφιν 〈ἑταίρων〉“ (δ 367). T

### book 481b.1

καί μ’ οἴῳ 〈ἀμύνετε· δείδια δ’ αἰνῶς: οἴῳ〉 ἀντὶ τοῦ

### book 481b.2

μονωθέντι. b(BCE3E4)T ὁ δὲ δέ ἀντὶ τοῦ γάρ· b(BCE3)T Til

### book 481b.3

δείδια γάρ. T

### book 484a.1

ἥβης ἄνθος: τινὲς εἴκοσι πέντε ἐτῶν· οἱ δὲ τετταράκοντα,

### book 484a.2

ἐπεί φησιν Ἡσίοδος (opp. 441)· „τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς

### book 484a.1

ἕποιτο“. τὴν δὲ ἥβην καὶ ἐπὶ κτηνῶν Ἡσίοδος, „ἥβης μέτρον ἔχοντε“

### book 484a.2

(opp. 438)· ὁ δὲ ποιητὴς ἐπὶ φυτοῦ „ἡμερὶς ἡβώωσα“ (ε 69). b

### book 484a.5

(BCE3E4)T

### book 484b.1

ὉΤΕ κράτος ἐστὶ μέγιστον: ἐὰν μὲν ᾖ χρονικὸν τὸ

### book 484b.2

ὅτε, ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς

### book 484b.3

ἀκμάζει. ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέ‐

### book 484b.4

γιστον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας ὑπάρχειν. b(BCE3E4)T

### book 484c.1

ὅ τε κράτος ἐστὶ μέγιστον: εὐτολμία, εὐρωστία.

### book 484c.2

b(BCE3E4)T τινὲς δέ, ὅτε (ἐν τῷ ἀνθεῖν δηλονότι) κράτος ἀνδρὶ

### book 484c.3

μέγιστον. T

### book 485a1.1

〈εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα〉 τῷδ’ ἐπὶ θυμῷ:

### book 485a1.2

οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως εἶχον.

### book 485a1.3

καὶ ἐν Ὀδυσσείᾳ „εἰ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ’ ἐπὶ θυμῷ“ (π 99).

### book 485a1.4

Ζηνόδοτος δὲ „ὁμηλικίην“ σὺν τῷ ν ἔγραφεν. A

### book 485a2

〈ὁμηλικίῃ:〉 τινὲς καὶ χωρὶς τοῦ ι. Til

### book 485a3

〈τῷδ’ ἐπὶ θυμῷ:〉 Ἀρίσταρχος τῷδ’ ἐπὶ θυμῷ. AimAint

### book 485a4

αἱ δὲ Ἀριστάρχου τῷδ’ ἐπὶ 〈θυμῷ〉. T

### book 485b

τῷδ’ ἐπὶ θυμῷ: ἐφ’ ᾧ νῦν ἐγώ εἰμι. b(BCE3E4)T

### book 485c

〈τῷδ’ ἐπὶ θυμῷ:〉 ἐπὶ τῇ παρούσῃ μοι προθέσει. Aint

### book 486.1

〈ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην:〉 λείπει τὸ

### book 486.2

κατ’ ἐμοῦ b(BCE3)T καὶ κατ’ αὐτοῦ. b(BCE3)

### book 489

〈Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι:〉 καίτοι

### book 489

νέος ὢν οὐχ ὑπομένει τοῦτον. b(BCE3E4)T

### book 490a1.1

Δηΐφοβόν τε 〈Πάριν τ’ ἐσορῶν〉: ἄκρως ἐξήλεγξεν

### book 490a1.2

ὁ ποιητὴς τὸν Δηΐφοβον· κοινωνὸν γὰρ τῆς μάχης τὸν Αἰνείαν προσ‐

### book 490a1.3

λαβὼν νῦν αὐτὸς ἀφεστηκὼς φαίνεται. T

### book 490a2.1

ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηΐφοβον ἀποστάντα τῆς

### book 490a2.2

μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται. b(BCE3E4)

### book 492.1

〈ὡς εἴ τε μετὰ κτίλον〉 ἕσπετο μῆλα: ἁδινὰ γὰρ τὰ

### book 492.2

πρόβατα καὶ μάλιστα, ὅτε ἐπὶ ποτὸν πρόεισι. τινὲς δὲ κτίλον τὸν

### book 492.3

ποιμένα. T

### book 493a.1

πιόμεν’ ἐκ βοτάνης: ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν

### book 493a.2

βόσκησιν, ὡς λέγομεν ‘ἐξ ἀρίστου παρέσομαι‘ ἀντὶ τοῦ μετὰ τὸ ἄρι‐

### book 493a.3

στον. A

### book 493b.1

πιόμεν’ ἐκ βοτάνης: „κατήϊεν ἐκ νομοῦ ὕλης / πιόμε‐

### book 493b.2

νοσ“ (κ 159—60). T

### book 493c.1

γάνυται: χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτόν, δοκεῖ

### book 493c.2

τε μᾶλλον ὑγιαίνειν τὰ ζῷα, ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους τοῖς

### book 493c.3

ἑκατὸν μέδιμνον ἁλὸς οἱ ποιμένες βάλλουσι διὰ πέντε ἡμερῶν. πῶς δὲ

### book 493c.4

τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ (cf. Ν 492) εἴκασεν; ὅτι ἡγεμονι‐

### book 493c.5

κώτατος ἦν ὁ Αἰνείας. b(BCE3E4)T

### book 494-5.1

〈ὡς Αἰνείᾳ θυμὸς—ἑοῖ αὐτῷ:〉 φιλοδο[ξό]τε‐

### book 494-5.2

ρός πως οὗτος· εἰ γὰρ μὴ τοιοῦτος ἦν, οὐκ ἂν τὴν κατὰ Πριάμου λύ‐

### book 494-5

πην ἐκοινοποιεῖτο τοῖς Τρωσίν (cf. Ν 460—1). T

### book 496a1.1

αὐτοσχεδόν: πρὸς τὸ αὐτοσχεδόν, ὅτι ὡς σχέδην καὶ

### book 496a1.2

συστάδην ἀγωνιούμενοι. A

### book 496a2

ὡς συστάδην ἀγωνιούμενοι. Til

### book 497.1

ξυστοῖσι: λείπει δόρασιν, ὡς ὅταν λέγωμεν ‘ἐν τῇ διπλῇ‘,

### book 497.2

λείποντος τοῦ στοᾷ. T

### book 499a

〈ἔξοχον ἄλλων:〉 οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι. Aim

### book 499b.1

ἔξοχον ἄλλων: αἱ πᾶσαι ἔξοχον, οἱ δὲ „ἔξοχοι ἄλλων“ |

### book 499b.2

οἱ δὲ ἔξοχον ἄλλων ἐξόχως παρὰ πάντας. T

### book 502a1.1

Αἰνείας δὲ πρῶτος 〈ἀκόντισεν Ἰδομενῆοσ〉: πρὸς

### book 502a1.2

τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς

### book 502a1.3

ἐπ’ Ἰδομενῆα. A

### book 502b1.1

〈πρῶτος:〉 ἡ Ἀριστοφάνειος „πρόσθεν {ἀκόντισε}“, καὶ

### book 502b1.2

μήποτε βέλτιον· πρότερος γὰρ ἂν εἶπεν. A

### book 502b2/a2.1

Ἀριστοφάνης „πρόσθεν“. | ὡς τὸ „ὀΐστευσον Μενε‐

### book 502b2/a2.2

λάου“ (Δ 100). Til

### book 502c.1

ἀκόντισεν Ἰδομενῆος: εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς

### book 502c.2

ἀκοντίζει; b(BCE3E4) ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν

### book 502c.3

ἀγωνιούμενος. b(BCE3E4)T

### book 506a.1

Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον 〈βάλε γαστέρα μέσ‐

### book 506a.2

σην〉: θαυμασίως ἀμφοτέρους μὲν ἀποτυγχάνοντας ἀλλήλων εἰσ‐

### book 506a.1

ήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα τὸ δόρυ ἐπὶ τὴν γῆν,

### book 506a.2

τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα, ἄλλον δέ τινα ἀναιροῦντα. τὸ

### book 506a.5.1

δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ

### book 506a.5.2

ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδομενέως καὶ τὴν ἀποτυχίαν, ἀλλ’

### book 506a.5.3

ἁπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνόμαον. καίτοι οὗτος οὐκ ἦν προκείμενος

### book 506a.5.4

τῷ Ἰδομενεῖ, ἀλλ’ ἀποτυχίᾳ τοῦ Αἰνείου τοῦτον βάλλει. ὁ δὲ ὡς

### book 506a.5.5

προηγουμένως τούτου καταστοχασαμένου πεποίηται τὸν λόγον.

### book 506a.10

b(BCE3E4)T

### book 506b

〈γαστέρα:〉 λείπει ἡ κατά, κατὰ γαστέρα. Til

### book 507a.1

ῥῆξε δὲ θώρηκος γύαλον: ὅτι οὐ κεχωρισμένος τοῦ

### book 507a.2

θώρακος τόπος τὸ γύαλον, ἀλλὰ καθόλου τὸ κύτος· καὶ γὰρ τὰ κεκοι‐

### book 507a.3

λωμένα ἄντρα γύαλα καλοῦσιν. A

### book 507b.1

θώρηκος γύαλον: τὸ κύτος. b(BCE3E4)T περι‐

### book 507b.2

φραστικῶς δὲ θέλει εἰπεῖν τὸν θώρακα. T

### book 507-8.1

διὰ δ’ ἔντερα χαλκός / ἤφυσε: διέτεμεν ὥστε διαι‐

### book 507-8.2

ρεῖσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα καὶ διὰ τὸ ἀεὶ ἐν τῇ εὐρυ‐

### book 507-8.3

χωρίᾳ πνεῦμα ἔχειν καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέσθαι

### book 507-8.4

ἄτακτον ἔχοντα τὴν κίνησιν ῥᾳδίως προπίπτειν πέφυκεν. b(BCE3

### book 507-8.5

E4)T

### book 508

〈ἀγοστῷ:〉 πήχει. Til

### book 510a1.1

ἄρ’ ἔτ’ ἄλλα: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν

### book 510a1.2

συναλιφῇ δὲ γενέσθαι „τἆλλα“, ὡς τὰ ἆθλα τἆθλα. προείρηται

### book 510a1.3

(sc. ad Λ 636) δὲ περὶ τῆς τοιαύτης παρ’ αὐτῷ συναλιφῆς τε καὶ

### book 510a1.4

συντάξεως τῶν ἄρθρων. ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα. A

### book 510a2

{οὐδ’ ἀρ’ ἔτ’ ἄλλα:} τινὲς „{οὐδ’} ἄρα τἆλλα“ κατὰ

### book 510a2

κρᾶσιν, κακῶς. τινὲς δὲ †εἴ τι ἄλλο†, καὶ ἄμεινον. T

### book 511.1

ἐπείγετο γὰρ βελέεσσι: κατεσπεύδετο γὰρ ὑπὸ τῶν βε‐

### book 511.2

λῶν. T

### book 512.1

〈ἔμπεδα γυῖα ποδῶν:〉 ἔμπεδα τὰ μὴ σαλευόμενα ὑπὸ

### book 512.2

δειλίας. b(BCE3E4)T ποδῶν δὲ γυῖα μερικῶς οἱ πόδες. b

### book 512.3

(BCE3E4)

### book 513.1

οὔτ’ ἄρ’ ἐπαΐξαι 〈μεθ’ ἑὸν βέλος οὔτ’ ἀλέασθαι〉:

### book 513.2

οὔτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν

### book 513.3

ἡλικίαν, ἐπεί τοι καὶ τοῦ Οἰνομάου ἐξέσπασε τὸ δόρυ (sc. Ν 509—10)

### book 513.4

καὶ τοῦ Ὀθρυονέως (cf. Ν 372) b(BCE3E4)T τῷ τε Ἄρει αὐτὸν

### book 513.5.1

εἰκάζει (sc. Ν 500). τινὲς δὲ ὑφ’ ἓν γράφουσι „μεθεόν“ τὸ ἀφεθέν. ἢ ὅτι

### book 513.5.2

μετὰ τὸ λαβεῖν τὸ ἴδιον ἔγχος οὐκ ἦν αὐτῷ ἐνὸν ἐγκλῖναι καὶ φυγα‐

### book 513.5.3

δείαν ἀσπάσασθαι, ἀλλὰ παρὰ πόδα ὑπεχώρει μαχόμενος· διὸ καὶ

### book 513.5.4

„βάδην“ (Ν 516) εἶπεν. T

### book 513.5.5

〈μεθ’ ἑὸν βέλος:〉 ἀντὶ τοῦ τῷ δόρατι. Aint

### book 514-5.1

〈τῶ ῥα〉 καὶ ἐν σταδίῃ μὲν ἀμύνετο 〈νηλεὲς

### book 514-5.2

ἦμαρ. /〉 τρέσσαι δ’ οὐκέτι 〈ῥίμφα πόδες φέρον ἐκ πολέ‐

### book 514-5.3

μοιο〉: εἰκότως οὖν καὶ ἔμπροσθεν συῒ αὐτὸν εἴκασε (sc. Ν 471—5), τῷ δι’ ὑπομονῆς

### book 514-5.4

ἑδραίας, οὐ δι’ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. b(BCE3E4)

### book 514-5.5

T δείκνυσι δὲ ὅτι οἱ πόδες φέρουσιν, οὐ φέρονται. b(BCE3E4)

### book 515.1

τρέσσαι {δ’ οὐκέτι ῥίμφα}: ὅτι τρέσσαι φυγεῖν μετὰ δέους,

### book 515.2

ἀλλ’ οὐ ψιλῶς φυγεῖν· „τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη“ (Ε 256). A

### book 516

βάδην: ἀντὶ τοῦ ὑπὸ πόδα. T

### book 516-7.1

〈τοῦ δὲ βάδην ἀπιόντοσ〉 ἀκόντισε 〈δουρὶ φαει‐

### book 516-7.2

νῷ /〉 Δηΐφοβος· 〈δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί〉: ὡς

### book 516-7.3

ἀντεραστὴς Ἑλένης, ὡς μαρτυρεῖ Ἴβυκος (fr. 16 P. = P.M.G. 297)

### book 516-7.4

καὶ Σιμωνίδης (fr. 56 = P.M.G. 561). ἀλλ’ οὔτε ἤρα „μεσαιπόλιοσ“

### book 516-7.5.1

(Ν 361) οὔτε τὸ παρὰ Ἰβύκῳ ἀληθές, ἀλλὰ διὰ τοὺς πεσόντας. τὸ δὲ

### book 516-7.5.2

αἰεί (517) καὶ ἐπὶ τοῦ ἐλαχίστου χρόνου τίθεται, ὡς „αἰεὶ δ’ ἡνίοχον“

### book 516-7.5.3

(Ψ 502). κότος (cf. 517) δὲ οὐκ ἐπὶ τοῦ ἀποκειμένου χόλου. οὗτος δέ

### book 516-7.5.4

ἐστιν ὁ ἐπὶ τῷ Ἰδομενεῖ πάντας συναγαγών. ἀλλ’ οὔτε Αἰνείας οὔτε

### book 516-7.5.5

αὐτὸς ἐπέτυχεν. T

### book 517

〈ἔχεν κότον ἐμμενὲς αἰεί:〉 οὐκ ἀποκείμενον. Til

### book 518-9.1

ὁ δ’ Ἀσκάλαφον 〈βάλε δουρί, / υἱὸν Ἐνυαλίοιο〉:

### book 518-9.2

τὸν Ἀσκάλαφον καὶ τὸν Ἰάλμενον (cf. Β 512. Ι 82) Ἄρεος λέγων παῖ‐

### book 518-9.3

δας οὐδὲν περὶ αὐτῶν φησι, κωμῳδῶν τοὺς δίχα ἀρετῆς ἐπὶ γένει σε‐

### book 518-9.4

μνυνομένους. T Ἀσκάλαφος δὲ παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς, ὁ λίαν

### book 518-9.5

σκληρός. b(BCE3E4)T

### book 521a.1

〈οὐδ’ ἄρα πώ τι πέπυστο〉 βριήπυος 〈ὄβριμος

### book 521a.2

Ἄρης: βριήπυοσ〉 παρεξηλλαγμένον ἐστὶ τοῦ „βοὴν ἀγαθόσ“ (Β

### book 521a.3

408 al.), ὡς „ποδάρκησ“ (Α 121 al.) καὶ „ποδήνεμοσ“ (Β 786 al.).

### book 521a.4

ἢ διὰ τοὺς ὀρυμαγδοὺς τῶν πολεμίων. b(BCE3E4)T οὐδ’ ἄρα

### book 521a.5.1

πώ τι πέπυστο δὲ εἶπεν, ἐπειδὴ T ἀνθρωποπαθεῖς οἱ Ὁμη‐

### book 521a.5.2

ρικοὶ θεοί· b(BCE3E4)T ἢ οὐ προσέσχηκεν. ἐπεισόδιον δὲ καινὸν

### book 521a.5.3

ἑαυτῷ προμνηστεύεται· T οἷος γὰρ ἔσται Ἄρης ὁπλιζόμενος

### book 521a.5.4

ἐπὶ τοὺς αὐθέντας τοῦ παιδός, δηλαδὴ ἐπὶ τοὺς ἑαυτῷ φίλους Τρῶας

### book 521a.5.5

(cf. Ο 113—20). b(BCE3E4)T

### book 521a.10

οὐδ’ ἄρα πώ τι πέπυστο: †οὐδέποτε† ἐμεμαθήκει. ἐζή‐

### book 521a

τηται δὲ—αὐτοῖς †ἐρέχονται† πάθεσιν. A

### book 521b.1

βριήπυος: τὸ βριήπυος οὕτως ἐγένετο· ἦπυς ὡς γῆ‐

### book 521b.2

ρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη, ὁ

### book 521b.3

βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας, καὶ μά‐

### book 521b.4

λιστα παρὰ τῷ ποιητῇ· διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια.

### book 521b.5

ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ θʹ τῆς Καθόλου (1,230,3 L.). A

### book 523a

〈ἄκρῳ Ὀλύμπῳ:〉 λείπει ἡ ἔν. Til

### book 523b.1

ὑπὸ χρυσέοισι νέφεσσιν {ἐεργόμενοι}: ὅ ἐστι ταῖς

### book 523b.2

πύλαις τοῦ Ὀλύμπου. ἢ ἀλλὰ εἰς τὰ αἰθέρια νέφη, ἅπερ τῷ πλη‐

### book 523b.3

σιάζειν αὐτῷ χρυσίζει. T

### book 527-8.1

Δηΐφοβος μὲν 〈ἀπ’ Ἀσκαλάφου〉 πήληκα 〈φαει‐

### book 527-8.2

νήν / ἥρπασε〉: ὡς ἐπὶ τὸ πολὺ σκυλεύοντες εὑρίσκονται οἱ Ἕλλη‐

### book 527-8.3

νες. ἐνταῦθα δὲ ὁ Δηΐφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυλαβείᾳ.

### book 527-8.4

καὶ ὅρα τὸ ῥῆμα· οὐ γὰρ ἐσκύλευσεν ἔφη, ἀλλ’ ἥρπασε (528) τὴν

### book 527-8.5.1

πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον, ἀλλὰ τρωθεὶς

### book 527-8.5.2

ἀφίησιν αὐτό. b(BCE3E4)T

### book 527

〈πήληκα:〉 παρὰ τὸ πάλλεσθαι. Til

### book 529.1

βραχίονα: Κομανὸς θηλυκῶς φησι τὴν βραχίονα, ἵνα ἀκού‐

### book 529.2

ωμεν τὴν χεῖρα. T

### book 532.1

πρυμνοῖο βραχίονος: ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς

### book 532.2

„†νεαίρην† γαστέρα“ (Π 465), καὶ „ἁπαλοῖο †αὐχένοσ“ (Ρ 49),

### book 532

ἔνθα μάλιστα ἁπαλός ἐστιν ὁ αὐχήν. b(BCE3E4)T

### book 533-4.1

τὸν δὲ Πολίτης 〈/ αὐτοκασίγνητος—χεῖρε

### book 533-4.2

τιτήνασ〉: οὐκ ἄσημος· „βοὴν ἀγαθόν τε Πολίτην“ (Ω 250), „υἱεῖ

### book 533-4.3

Πριάμοιο Πολίτῃ“ (Β 791). ἦν δὲ ἐξ Ἑκάβης. τὸ δὲ 〈χεῖρε〉 τιτήνας

### book 533-4.4

(534) ἀντὶ τοῦ περιλαβὼν ταῖς χερσίν, ἐκ τοῦ τιταίνω. T

### book 536.1

μάχης ἠδὲ πτολέμοιο: τῶν μαχομένων καὶ πολεμούν‐

### book 536.2

των. πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης ἐμποδίζοντες ἀπη‐

### book 536.3

νέχθησαν εἴς τινα τόπον. b(BCE3E4)T

### book 541a1.1

〈ἔνθ’ Αἰνέας Ἀφαρῆα:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ

### book 541a1.2

ι. ἔνιοι δὲ „Αἰνείας δ’ Ἀφαρῆα“. Aim

### book 541a2

〈Αἰνέας:〉 ὡς Ἑρμέας. οὕτως Ἀρίσταρχος. Til

### book 541a3.1

ὥσπερ Ἑρμέας οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ.

### book 541a3.2

b(BCE3E4)

### book 541b

〈Ἀφαρῆα Καλητορίδην:〉 Νέστορος οὗτος ἀδελφός. Til

### book 542a1.1

{ἐπι} οἷ {τετραμμένον}: τὴν οἷ ὀρθοτονητέον· μεταλαμ‐

### book 542a1.2

βάνεται γὰρ εἰς σύνθετον. A

### book 542a2.1

{ἐπὶ οἵ:} ὀρθοτονητέον τὴν οι· ἀντὶ γὰρ συνθέτου παρα‐

### book 542a2.2

λαμβάνεται. T

### book 543a1

{ἐπι δ’ ἀσπὶς} ἑάφθη: Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ

### book 543a1.1

ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ. καὶ δῆλον ὅτι παρὰ τὸ

### book 543a1.2

ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο

### book 543a1.3

ἑάφθη, ὡς τὸ ἤγη „ἐάγη“ (Λ 559 al.), ἤλη „ἐάλη“ (Ν 408 al.),

### book 543a1.5.1

ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ

### book 543a1.5.2

Τρύφων (fr. 101) ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ.

### book 543a1.5.3

ἡμεῖς δ’ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς

### book 543a1.5.4

ἐπιστῆσαι. πρὸς τὸ πρῶτον ἡ ει δίφθογγος ἐν τοῖς παρῳχημένοις

### book 543a1.5.5

ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο, „ἀτὰρ ἠλέκτροι‐

### book 543a1.10.1

σιν ἔερτο“ (ο 460)· εἴργνυ ἐέργνυ, „κατὰ συφεοῖσιν ἐέργνυ“ (κ 238)·

### book 543a1.10.2

οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι

### book 543a1.10.3

τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνε‐

### book 543a1.10.4

σθαι καὶ διὰ τῆς ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ

### book 543a1.10.5

ἑλκῶ περισπωμένου „εἵλκεον“ (Ρ 395) φήσας τὸν παρατατικὸν διὰ

### book 543a1.15.1

τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ „Λητὼ γὰρ ἥλκησε, Διὸς 〈κυδρὴν

### book 543a1.15.2

παράκοιτιν〉“ (λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν

### book 543a1.15.3

παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ

### book 543a1.15.4

ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἤλη „ἐάλη“ (ἀλῶ

### book 543a1.15.5

γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς „ἀλείσ“ [Π 403 al.] μετοχῆς), 〈ἤγη〉

### book 543a1.20.1

„ἐάγη“. πῶς οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖ‐

### book 543a1.20.2

σθαι; διὸ ὁ Τυραννίων (fr. 31 P.) ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται

### book 543a1.20.3

ἀόριστος, φησίν, ἥφθη καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε

### book 543a1.20.4

ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μετα‐

### book 543a1

ληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ †ἔερσα†,

### book 543a1.25.1

„ἕεδνα“ (α 277 al.), „ἑήνδανε“ (Ω 25. γ 143), ἑώρων. οὕτως οὖν καὶ

### book 543a1.25.2

τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ

### book 543a1.25.3

Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν

### book 543a1.25.4

ἦν τὸ κωλῦον. A

### book 543a2.1

ἑάφθη: ἐπηκολούθησε, παρὰ τὸ ἕπω τὸ δηλοῦν τὸ ἀκο‐

### book 543a2.2

λουθῶ εἵφθη ἑάφθη. T

### book 543a3.1

ἄλλως· ἑάφθη: δασυντέον· παρὰ γὰρ τὸ ἅπτω ἀόριστος

### book 543a3.2

ἥφθη, κατὰ πρόσοδον τοῦ ε ἑάφθη. T

### book 543a4.1

ἐπηκολούθησε καὶ συνέπεσε, παρὰ τὸ ἕπω, ὃ δηλοῖ τὸ

### book 543a4.2

ἀκολουθῶ· ὅθεν καὶ δασύνεται. b(BCE3E4)

### book 544.1

θυμοραϊστής: τὸ „ῥαῖσαι“ (ν 151) πολλάκις καὶ ἐπὶ τοῦ

### book 544.2

ἀφελέσθαι τίθεται. T

### book 545.1

Ἀντίλοχος δὲ 〈Θόωνα μεταστρεφθέντα〉 δοκεύσας:

### book 545.2

καὶ προσεκτικὸν τὸν νεανίαν εἰσάγει καὶ μετὰ ἐπιμελείας πάντα

### book 545.3

πράττοντα· τοιοῦτόν τι ἐνθάδε καὶ τὸ δοκεύσας. T

### book 546

〈ἀπὸ δὲ φλέβα:〉 Ζηνόδοτος „διὰ δὲ φλέβα“. AimTil

### book 547.1

ἀνὰ νῶτα θέουσα 〈διαμπερὲς αὐχέν’ ἱκάνει〉: ἀνα‐

### book 547.2

τομικῶς. οἶδε τὴν καλουμένην κοίλην φλέβα, τὴν ἐκ δεξιῶν τῆς ῥάχεως

### book 547.3

ἀνερχομένην ἀπὸ τοῦ ἥπατος καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ

### book 547.4

τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον. b(BCE3E4)T

### book 548a.1

τὴν ἀπὸ πᾶσαν ἔκερσεν· 〈ὁ δ’ ὕπτιος ἐν κονίῃσι〉:

### book 548a.2

ὅτι πᾶσαν ἀντὶ τοῦ ὅλην. καὶ ὅτι ἐπὶ τὴν πληγὴν πέπτωκε διὰ τὸ

### book 548a.3

παραλελύσθαι τὴν νωτιαίαν φλέβα καὶ μηκέτι εἶναι τὸ ἀντέχον νεῦ‐

### book 548a.4

ρον. A

### book 548b.1

ὁ δ’ ὕπτιος 〈ἐν κονίῃσι〉: ὀρθῶς ἐπὶ τὴν πληγὴν

### book 548b.2

ἐποίησε πίπτοντα· τῆς φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀν‐

### book 548b.3

τισχέσεως γενομένης ἐπ’ αὐτὸ τὸ ἀλγοῦν ἠνέχθη. b(BCE3E4)T

### book 549.1

〈χεῖρε φίλοις ἑτάροισι πετάσσας:〉 εἰς βοήθειαν παρα‐

### book 549.2

καλῶν. Til

### book 550-1.1

καὶ αἴνυτο τεύχε’ 〈ἀπ’ ὤμων /〉 παπταίνων: μέγα

### book 550-1.2

μὲν τὸ σκυλεῦσαι, μεῖζον δὲ τὸ προφυλάττεσθαι. T

### book 551a

Τρῶες δέ: ἀντὶ τοῦ Τρώων δέ. T

### book 551b1.1

〈περισταδόν:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης διὰ τοῦ α

### book 551b1.2

„παραστάδον“. Aim

### book 551b2.1

„παρασταδόν“ Ζηνόδοτος. γράφεται δὲ καὶ περιστα‐

### book 551b2.2

δόν. T

### book 551c

〈περισταδόν:〉 ἀντὶ τοῦ περιϊστάμενοι. Til

### book 553.1

εἴσω ἐπιγράψαι τέρενα χρόα: τὸν εἴσω χρόα. τέρενα

### book 553.2

δὲ τὸν νέον, ὡς τὸ „ἁπαλόν τέ σφ’ ἦτορ 〈ἀπηύρα〉“ (Λ 115). T

### book 554-5

Ποσειδάων ἐνοσίχθων 〈/ Νέστορος υἱὸν〉 ἔρυ‐

### book 554-5.1

το: ἅμα μὲν ἐπεὶ πρόγονος αὐτοῦ· ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (sc. γ 5—6.

### book 554-5.2

43—4) τούτῳ τῷ θεῷ φαίνονται θύοντες· b(BCE3E4)T διὸ καὶ

### book 554-5.3

„ἱπποσύνασ“ (Ψ 307) αὐτὸν ἐδίδαξεν (cf. ib.). T ἅμα δὲ ἔγκειται

### book 554-5.5.1

καὶ τὸ παιδευτικὸν ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασῴζονται· τί γὰρ

### book 554-5.5.2

ἐπάγει ὅτι παῖς ἦν Νέστορος, οὐχ ὅτι αὐτοῦ ἀπόγονος; b(BCE3E4)T

### book 555.1

καὶ ἐν πολλοῖς βελέεσσιν: καὶ ἐν ταῖς ἄλλαις μάχαις· οὐ

### book 555.2

γὰρ νῦν βάλλεται, ἀλλ’ οὐτάζεται. †τάχιστα† τὴν ἐνέργειαν αὐτοῦ

### book 555.3

δεδήλωκεν. T

### book 557.1

〈οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας:〉 ὅτι πτῶσις ἤλλακται

### book 557.2

δοτικὴ ἀντὶ γενικῆς, οὐδὲ αὐτοῦ τὸ ἔγχος. Aim

### book 558.1

〈σειόμενον ἐλέλικτο:〉 ὅμοιον τῷ „ἔγχεα δὲ πτύσσοντο

### book 558.2

〈... / σειόμενα〉“ (Ν 134—5). Til

### book 558-9.1

τιτύσκετο〈—ὁρμηθῆναι〉: πᾶσα προσοχὴ πα‐

### book 558-9.2

ρὰ τούτῳ εὑρίσκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα,

### book 558-9.3

ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι. b(BCE3E4)T

### book 559

〈τευ:〉 τινός, | ἀντὶ τοῦ τινά. Til

### book 562.1

ἀμενήνωσεν: μεταφορικῶς ἀπὸ τοῦ φοροῦντος· μένος γὰρ

### book 562.2

αἰχμὴ οὐκ ἔχει. b(BCE3E4)T

### book 563a

〈κυανοχαῖτα:〉 ὅτι ἀντὶ τοῦ κυανοχαίτης. Aim

### book 563b.1

βιότοιο μεγήρας: φθονήσας Ἀδάμαντι, μὴ ἀφέληται

### book 563b.2

τὸν βίον τοῦ Ἀντιλόχου. ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας

### book 563b.3

αὐτὸν ἀναιρεθῆναι. b(BCE3E4)T μεγαίρειν δὲ τὸ φθονεῖν Σαλα‐

### book 563b

μίνιοι λέγουσιν. T

### book 564a.1

ὥστε σκῶλος πυρίκαυστος: σκῶλον τὸν σκόλοπα· οἱ

### book 564a.2

γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιλη‐

### book 564a.3

θὲν εἴη στερεώτερον. χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ

### book 564a.4

δόρυ οὐ σφόδρα ἐνεργὸν εἶχε τὴν δύναμιν, ἔμεινε, φησίν, ἐπὶ τοσοῦτον

### book 564a.5

διελθόν, ὅσον καὶ σκῶλος περονῆσαι δύναται. A b (BCE3E4)T

### book 564b

〈σκῶλος:〉 ὅτι ἅπαξ ὁ σκῶλος. Aim

### book 564b.1

〈σκῶλος·〉 ἀκάνθης εἶδος ὁ σκῶλος, ἣ πυρωθεῖσα εὔτονος

### book 564b.2

γίνεται. Aint

### book 567a.1

ἀπιόντα: προχωροῦντα ὑποποδίζοντα· οὐ γὰρ στρα‐

### book 567a.2

φέντα· διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν

### book 567a.3

ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι

### book 567a.4

κατωτέρω τοῦ ὀμφαλοῦ διὰ τὸ γίνεσθαι σπασμούς. ἴσως δὲ ἐντρο‐

### book 567a.5.1

παλιζόμενος ὑπεχώρει, ἐπεί τοι κἂν κατὰ τὴν ὀσφῦν ἐτρώθη ἀναχω‐

### book 567a.5.2

ρῶν. b(BCE3E4)T

### book 567b

〈μετασπόμενος:〉 ἐπιδραμών, | ἐπακολουθήσας. Til

### book 569

〈Ἄρης:〉 ὁ πόλεμος κυρίως, δι’ ὃν ἡ τρῶσις. Aint

### book 570a

〈ὁ δ’ ἑσπόμενος:〉 ἐν ἄλλῳ „ὁ δὲ σχόμενοσ“. Aim

### book 570b.1

〈ἑσπόμενος:〉 συνακολουθῶν. | τινὲς δὲ „σχόμενοσ“ συν‐

### book 570b.2

εχόμενος. b(BCE3E4)T

### book 571a.1

ἤσπαιρε: τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι

### book 571a.2

ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ

### book 571a.3

σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν, „ἀ‐

### book 571a.4

σπαίροντα λαβών“ (τ 229) καὶ „ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον

### book 571a.5.1

πελέμιξεν“ (Ν 443) καὶ ὡς ἐνταῦθα. τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α,

### book 571a.5.2

„μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο“ (Σ 572). ἔστιν οὖν

### book 571a.5.3

ἡ διαφορὰ ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ

### book 571a.5.4

κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ

### book 571a.5.5

δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δ’ ἔγωγε

### book 571a.10

καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρου〈σ〉 ἐν‐

### book 571a.1

νοίας διαφόρως προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ

### book 571a.2

γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας· ἀφ’ ἧς καὶ τὴν πολύσκαρθ‐

### book 571a.3

μον Μύριναν (cf. Β 814) προσεῖπεν ὁ ποιητής, μίαν τῶν Ἀμαζόνων,

### book 571a.4

ὥς φασι, καὶ εὐσκάρθμους ἵππους (cf. Ν 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν

### book 571a.15.1

〈τῇ〉 συνηθείᾳ τὸ σκιρτᾶν καὶ τὸ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς

### book 571a.15.2

εἴρηται. T

### book 571b.1

〈τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες:〉 ἡ προσθήκη τοῦ

### book 571b.2

οὔρεσιν ἄγριον δείκνυσι τὸν ταῦρον. b(BCE3E4)T

### book 572

〈ἰλλάσιν:〉 τοῖς ἐξ ἱμάντων σχοινίοις. b(BCE3)Til

### book 573.1

{ὡς ὁ} τυπείς: καὶ μὴν προεῖπε „βάλε δουρί“ (Ν 567). οἱ

### book 573.2

μὲν τὸ †μέτωπον† πληγείς· οἱ δὲ τὴν ψυχήν, ὡς τὸ „κατεπλήγη

### book 573.3

φίλον ἦτορ“ (Γ 31)· οἱ δὲ ὡς τὸ „Πήδασον οὔτασεν ἵππον“ (Π 467),

### book 573.4

ἐβέβλητο γὰρ ὑπὸ Σαρπηδόνος (cf. Π 468—9)· οἱ δὲ ἀντὶ τοῦ τύ‐

### book 573.5

πτων τοῖς ποσὶ καὶ λακτίζων. T

### book 574a.1

〈ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν

### book 574a.2

ἐλθών:〉 ὡς τὸ „τοῖο δ’ ἅμα ψυχήν 〈τε〉 καὶ ἔγχεος ἐξέρυς’ αἰχμήν“

### book 574a.3

(Π 505). Til

### book 574b.1

〈ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν

### book 574b.2

ἐλθών:〉 ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ

### book 574b.3

τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν. b(BCE3E4)

### book 575

〈τὸν δὲ σκότος ὄσσε κάλυψε:〉 ὅτι πτῶσις ἤλλακται

### book 575

ἀντὶ τοῦ ‘τοῦ δὲ σκότος ὄσσε‘. Aim

### book 576a

〈Δηΐπυρον:〉 ὁμώνυμος οὗτος τῷ Πυραίχμῃ. Til

### book 576b

〈κόρσην:〉 τινὲς κρόταφον. Til

### book 577.1

Θρηϊκίῳ μεγάλῳ, 〈ἀπὸ δὲ τρυφάλειαν ἄραξεν〉: μό‐

### book 577.2

νοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπὸ

### book 577.3

τοῦ ἐπικουρικοῦ τῶν Θρᾳκῶν ἔχει λαβών, ἢ μετεπέμψατο ὡς καλλιστεῦ‐

### book 577.4

ον. οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ. A b (BCE3E4)T τὸ δὲ ἄραξεν

### book 577.5

ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν. b(BCE3E4)T

### book 578-9.1

καί τις Ἀχαιῶν 〈/ —〉ἐκόμισ〈σ〉εν: ἡδέως

### book 578-9.2

πάνυ καὶ ἀξιοπίστως τὸ πλῆθος ἐμφαίνει μὴ εἰπὼν τὸν ἄραντα. T

### book 582.1

Ἑλένῳ 〈...〉 ἄνακτι: παρὰ τὸ ἀνώγειν καὶ κελεύειν τοὺς

### book 582.2

μάντεις, ὡς „Τειρεσίαο ἄνακτοσ“ (λ 151). T

### book 583a1.1

τόξου πῆχυν 〈ἀνεῖλκεν〉: οἱ μὲν κατὰ Δωριέας τὴν

### book 583a1.2

νευράν, οἱ δὲ τὸ κέρας. οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν. AT

### book 583a2

οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας. b(BCE3E4)

### book 584a.1

τὼ δ’ ἄρ’ ὁμαρτήδην: ὅτι ἐπὶ τοῦ Ἑλένου ὕστερον εἰ‐

### book 584a.2

πὼν ἀπ’ αὐτοῦ ἤρξατο {εἰπὼν} „Πριαμίδης μὲν ἔπειτα“ (Ν 586),

### book 584a.3

πρὸς τὸ δεύτερον 〈***〉. A

### book 584b.1

ὁμαρτήτην: Ἀρίσταρχος „ὁμαρτήδην“ ὡς „τμήδην“

### book 584b.2

(Η 262), Aim T | φοράδην, ἵν’ ᾖ προεπίζευξις. οἱ δὲ „ἁμαρτήτην“,

### book 584b.3

ἅμα προΐεντο, ὡς „ἀπειλήτην“ (λ 313). T

### book 585

〈νευρῆφιν:〉 τοῦ τόξου, συνεκδοχικῶς. Til

### book 586a.1

Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος 〈βάλεν ἰῷ〉:

### book 586a.2

ὅτι τὸ ἔπειτά ἐστιν μετὰ ταῦτα, πρὸς τὸ „Φοῖνιξ μὲν πρώτιστα, /

### book 586a.3

αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 168—9). | οὐκ ἔστιν νῦν ἀντὶ τοῦ μετὰ

### book 586a.4

ταῦτα, ἀλλ’ ἀντὶ τοῦ δή· ἅμα γὰρ ἔπεμψεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ

### book 586a.5

δόρυ. A

### book 586b.1

〈ἔπειτα:〉 ἀντὶ τοῦ δή· „οἱ μὲν ἔπειτα | πεσ〈σ〉οῖσι“

### book 586b.2

(α 106—7). Til

### book 587

〈θώρηκος γύαλον:〉 ἐν περιφράσει· οὐ γὰρ μέρος. Til

### book 588a.1

πτυόφιν: πτύου. πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα

### book 588a.2

γεν〈ν〉ήματα ἀναβάλλουσι χωρίζοντες τοῦ ἀχύρου. ὁ δὲ τύπος παρα‐

### book 588a.3

γωγή. | τῇ φι παραγωγῇ ὁ ποιητὴς Ὅμηρος κατὰ τριῶν κέχρηται

### book 588a.4

πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς, αἰτιατικῆς. „ἢ ἐπὶ δεξιόφιν“ (Ν 308)·

### book 588a.5.1

ἔστι γὰρ ‘ἢ ἐπὶ τὰ δεξιά‘. ἢ ἐπ’ εὐθείας Ἡσίοδος (opp. 216)· „ὁδὸς δ’

### book 588a.5.2

ἑτέρηφι παρελθεῖν“· ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελο‐

### book 588a.5.3

ποιὸς οὕτως (fr. 28 P.)· „Μῶσα, Διὸς θύγατερ, †ὠρανίαφι λίγ’

### book 588a

ἀείσομαι“· ἔστι γὰρ οὐρανία. A

### book 588b1.1

πτυόφιν: τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ

### book 588b1.2

τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακάς φασι.

### book 588b1.3

καὶ παρὰ τοῖς Ἀττικοῖς δὲ πτέα. AT

### book 588b2.1

τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς

### book 588b2.2

ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας †ἀνερρείπτουσι, θρήνακας† καλοῦσιν.

### book 588b2.3

b(BCE3E4)

### book 589.1

θρῴσκωσιν κύαμοι 〈μελανόχροεσ〉: περιφερεῖς γὰρ

### book 589.2

ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. A b (BCE3E4)T τῷ δὲ

### book 589.3

ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως. b(BCE3E4)T τοὺς

### book 589.4

δὲ κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς. οἱ δὲ ἱερὸν λόγον φασίν·

### book 589.5.1

„ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων“ (Orphic. fr. 291 K.),

### book 589.5.2

διὰ τὸ „ψυχῇς αἰζηῶν βάσιν ἔμμεναι ἠδ’ ἀναβαθμόν / ἐξ Ἀΐδαο δό‐

### book 589.5.3

μων, ὅταν αὐγὰς εἰσανίωσιν“. οἱ δέ, ὅτι ἐπὶ Κρόνου ἄρτος ἐξ αὐτῶν

### book 589.5.4

ἦν τοῖς ἀνθρώποις, ὕστερον δὲ μὴ γεύεσθαι αὐτῶν ἐπετράπη, ἵνα μηδ’

### book 589

ὅλως ἐκείνου μνήμη φυλαχθῇ. T

### book 590.1

πνοιῇ ὑπὸ λιγυρῇ 〈καὶ λικμητῆρος ἐρωῇ〉: ἅμα δὲ

### book 590.2

καὶ πότε δεῖ λικμᾶν, ἐδίδαξεν· ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ

### book 590.3

ἀναβάλλειν αὐτά, τὸν ἄνεμον ἔχων συνεργόν. b(BCE3E4)T

### book 594a1.1

{τὴν βάλεν} ᾗ ῥ’ ἔχε 〈τόξον〉: οὕτως ᾗ ῥ’ ἔχε τόξον

### book 594a1.2

μετὰ τοῦ ι αἱ Ἀριστάρχου· ἔστι γάρ, καθ’ ὃ μέρος κατεῖχεν, ὡς ἐπὶ

### book 594a1.3

τοῦ „ᾗ ῥ’ ἴδε γυμνωθέντα“ (Μ 389). τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες ἐφ’

### book 594a1.4

ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ τόξον

### book 594a1.5

χεῖρα. A

### book 594a2

οὕτως Ἀρίσταρχος ᾗ ῥ’ ἔχε, καθ’ ὃ μέρος κατεῖχε. Aim

### book 594a3

{ᾗ ῥ’ ἔχε:} ὅπου, ὡς „ᾗ ῥ’ ἴδε γυμνωθέντα“. T

### book 597

χεῖρα παρακρεμάσας: ὡς ἑωρακὼς διαγράφει γραφικῶς. T

### book 599a1.1

〈ἐϋστρόφῳ:〉 Ἀρίσταρχος „ἐϋστρεφεῖ“, ὡς ἀπὸ τοῦ

### book 599a1.2

ἐϋστρεφής. Aim

### book 599a2

†οὐ συστρέφει†. Til

### book 599b.1

οἰὸς ἀώτῳ: ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ †κῶλα† τῆς σφεν‐

### book 599b.2

δόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. b(BCE3E4)

### book 599b.3

T ἀλλαχοῦ δέ φησι· „καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ / Ἴλιον εἰς ἅμ’

### book 599b.4

ἕποντο“ (Ν 716—7). T πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν

### book 599b.5.1

Ἐπαφρόδιτος (fr. 36 L.), b(BCE3E4)T νῦν δὲ τὸ τοῦ ἐρίου

### book 599b.5.2

λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο.

### book 599b

b(BCE3E4)

### book 600a.1

θεράπων: δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας. τὸ δὲ ἔχε

### book 600a.2

ἀντὶ τοῦ ἀντιποιούμενος 〈***〉. T

### book 600b

〈ἔχε ποιμένι λαῶν:〉 ἔφερε τῷ Ἀγήνορι. Aint

### book 603.1

σοί, Μενέλαε: ἀναφώνησις τοῦ ποιητοῦ ὥσπερ ἀποδεχο‐

### book 603.2

μένου καὶ οἷον ἐναβρυνομένου τῷ ἄνακτι ὡς ἰδίῳ ἀθλητῇ. τὸ δὲ σοί

### book 603.3

ἀντὶ τοῦ ὑπὸ σοῦ. T

### book 605a.1

〈ἅμαρτε:〉 κατὰ τὸ σιωπώμενον γὰρ ἀνῄρηται τὸ δό‐

### book 605a.2

ρυ. Til

### book 605b.1

παραὶ δέ οἱ ἔτραπετ’ 〈ἔγχοσ〉: ὥστε παρὰ βραχὺ

### book 605b.2

γενέσθαι τὴν ἐπιτυχίαν. T

### book 608a

ἔσχετο: ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος. b(BCE3E4)T

### book 608b

〈ἔσχεθε:〉 γράφεται „ἔσχετο“. Aint

### book 608c.1

κατεκλάσθη δ’ ἐνὶ καυλῷ: τῷ αὐλῷ τῆς ἐπιδορατίδος.

### book 608c.2

εἰς ὃν τὸ ξύλον ἐνίεται. b(BCE3E4)T

### book 609a

ὁ δὲ 〈φρεσὶν ᾗσι〉 χάρη: Μενέλαος ἐπὶ τῇ κλάσει. T

### book 609b.1

καὶ ἔλπετο νίκην: Ζηνόδοτος „μέγα δ’ ἤλπετο νί‐

### book 609b.2

κην“. Aint

### book 610.1

ξίφος ἀργυρόηλον: ὅτι Ζηνόδοτος γράφει „χείρεσσι μά‐

### book 610.2

χαιραν“. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παραξιφίδα μάχαιραν καλεῖ, τὸ

### book 610

δὲ πολεμιστήριον ξίφος. A

### book 611-2.1

ὑπ’ ἀσπίδος εἵλετο 〈καλήν | ἀξίνην〉: τὴν ὑπὸ

### book 611-2.2

τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς.

### book 611-2.3

ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς· b(BCE3E4)T „ὀξέσι

### book 611-2.4

δὴ πελέκεσ〈σ〉ι καὶ ἀξίνῃσι 〈μάχοντο〉“ (Ο 711). T

### book 612a.1

ἐλαΐνῳ: παρὰ τὸ ἐλαία· ἐλαίϊνος ἦν, καὶ Ἀττικῶς ὑφ‐

### book 612a.2

ῄρηται τὸ ι. b(BCE3)T καὶ γὰρ ἀπὸ τοῦ Πείραιος Πειραΐδης φη‐

### book 612a.3

σί, „Πτολεμαίου Πειραΐδαο“ (Δ 228), καὶ παρὰ τὸν Ἀλκαῖον Ἀλ‐

### book 612a.4

καΐδης (cf. Pind. Ol. 6, 68 al.). T

### book 612b.1

ἀμφὶ πελέκ〈κ〉ῳ: τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ

### book 612b.2

τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τὸ „†ἡμι‐

### book 612b.3

πέλεκα†“ (Ψ 851 al.) δηλοῖ. b(BCE3E4)T καὶ τὸ συναμφότερον·

### book 612b.4

„πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδησ“ (γ 442)· κατεχρήσατο δὲ

### book 612b.5

ἐπὶ τῆς ἀξίνης πέλεκυν λέγων. T

### book 613a.1

ἀλλήλων: λείπει ἡ κατά, b(BCE3E4)T ἵν’ ᾖ κατ’

### book 613a.2

ἀλλήλων. b(BCE3E4)

### book 613b1.1

〈ἐφίκοντο:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἀφίκεσθον“,

### book 613b1.2

Ἀριστοφάνης δὲ „ἀφικέσθην“. Aim

### book 613b2

ἡ κοινὴ ἐφίκοντο. Ἀριστοφάνης „ἐφικέσθην“. T

### book 615a

ἄκρον ὑπὸ λόφον: ἀξιοπίστως τὸ λεπτομερέστατον

### book 615a

ἐδήλωσεν. T

### book 615b.1

〈ὁ δὲ προσιόντα μέτωπον:〉 ἀπὸ κοινοῦ τὸ διήλασεν

### book 615b.2

(cf. Ν 614). Til

### book 616

〈λάκε:〉 ἤχησεν. Til

### book 617a.1

〈πὰρ ποσὶν〉 αἱματόεντα 〈χαμαὶ πέσον〉: τὸ αἱ‐

### book 617a.2

ματόεντα τινὲς δυϊκῶς. διὰ δὲ τοῦ πέσον ἐδήλωσεν οὐκ ἐκχυθέντας

### book 617a.3

τοὺς ὀφθαλμούς, ἀλλ’ ἐν τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας· ἐπεὶ γὰρ κατὰ

### book 617a.4

τὴν ἀρχὴν τῆς ῥινὸς γέγονεν ἡ πληγή, πιθανὸν ἐντεῦθεν ἐξωσθῆναι

### book 617a.5.1

τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης. b(BCE3E4)T καὶ ἔχει ἔμφασιν ὁ λόγος·

### book 617a.5.2

κοινὸν γὰρ τὸ προχυθῆναι τοὺς ὀφθαλμούς. | διὰ τοῦ ο δὲ πέσον. | τὸ

### book 617a.5.3

δὲ πὰρ ποσί τινὲς τοῦ Μενελάου, οἱ δὲ παραχρῆμα, ὡς τὸ „πὰρ

### book 617a.5.4

ποσὶ κάππεσε θυμόσ“ (Ο 280). T

### book 617b1.1

{χαμαὶ} πέσον: οὕτως πέσον αἱ Ἀριστάρχου διὰ τοῦ

### book 617b1.2

ο, ὡς ἐκεῖ „ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον“ (Μ 159). A

### book 617b2

οὕτως διὰ τοῦ †ς ὁ† πέσον. Aint

### book 618

〈ἰδνώθη:〉 συνεκάμφθη ἐπὶ τένοντα. Til

### book 620a.1

λείψετέ θην 〈οὕτω γε νέας Δαναῶν ταχυπώ‐

### book 620a.2

λων〉: ὅ ἐστιν, οὐκέτι παρέσεσθε πολεμήσοντες ἐπ’ αὐτάς. ἠθικὸς δὲ

### book 620a.3

ὁ λόγος, b(BCE3E4)T ὡς τὸ „οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι“

### book 620a.4

(Θ 448). T

### book 620b

οὕτω γε: λείπει ‘ἀναιρούμενοι ὡς Πείσανδροσ‘. b(BCE3

### book 620b

E4)T

### book 621.1

ὑπερφίαλοι: ἄσπονδοι, παράνομοι. ἀκόρητοι δὲ ἢ

### book 621.2

εἰρωνικῶς, ἐπεί τοί φησιν „ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον

### book 621.3

Ἀχαιοί“ (Υ 2), ἢ μηδ’ ἐν τῷ πολέμῳ ἀποδιδόντες τὴν Ἑλένην.

### book 621.4

b(BCE3E4)T

### book 622a.1

〈ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς:〉

### book 622a.2

τοῦτο ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον· λείπει γὰρ τὸ ἐστέ ἢ τὸ ἐ‐

### book 622a.3

σμέν. Aint

### book 622b.1

ἄλλης μὲν λώβης τε 〈καὶ αἴσχεος οὐκ ἐπιδευεῖσ〉:

### book 622b.2

ὁ μέν ἀντὶ τοῦ μήν· b(BCE3E4)T οὐ γὰρ ἔχει τὸν δέ. b(BCE3E4)

### book 622b.3

ὁ δὲ νοῦς· b(BCE3E4)T τοῖς εἰς ἐμὲ ὑμῖν πεπραγμένοις ἄλλο οὐδὲν

### book 622b.4

ἐνδεῖ τῶν αἰσχρῶν. A b (BCE3E4)T

### book 623a.1

〈ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες:〉 ἡ μὲν συνήθεια

### book 623a.2

πάλιν συνάπτει ἕως τοῦ κύνες. δύναται δὲ καθ’ ἑαυτὸ λέγεσθαι μόνον

### book 623a.3

τὸ κακαὶ κύνες καὶ μᾶλλόν γε τὸν σχετλιασμὸν ἐμφαίνει. A

### book 623b.1

ἣν ἐμὲ λωβήσασθε: ὅτι πρὸς τὴν λώβην (cf. Ν 622)

### book 623b.2

μόνην ἀπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε. A

### book 623c.1

κακαὶ κύνες: κατωφερεῖς δι’ Ἀλέξανδρον ἢ ἀναιδεῖς δι’

### book 623c.2

Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ ἐχρήσατο εἰς τὴν ἀνανδρίαν τῶν

### book 623c.3

βαρβάρων. | πρὸς δὲ τὴν λώβην (cf. Ν 622) μόνην ὑπήντησεν.

### book 623c

b(BCE3E4)T

### book 625.1

Ξεινίου, ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν:

### book 625.2

〈***〉. A

### book 626a.1

{οἵ μευ} κουριδίην: πρὸς τὴν κουριδίαν ὡς ἐκ παρθενίας

### book 626a.2

αὐτὴν ἔσχεν ὁ Μενέλαος, καὶ οὐκ οἶδεν τὰ περὶ τῆς Θησέως ἁρπα‐

### book 626a.3

γῆς. A

### book 626b.1

〈κουριδίην:〉 οὐκ οἶδε γὰρ αὐτὴν ἐκ Θησέως Ἰφιγένειαν

### book 626b.2

ποιήσασαν. Til

### book 626c.1

〈καὶ κτήματα πολλά:〉 ἐν ἄλλῳ „καὶ κτήμαθ’ ἅμ’

### book 626c.2

αὐτῇ“. Aim

### book 626d.1

καὶ κτήματα πολλά: μετὰ γὰρ πολυτελοῦς σκευῆς, ὡς

### book 626d.2

ἐπὶ θυσίαν ἥκουσα, ἥρπασται ὑπ’ αὐτοῦ. b(BCE3E4)T

### book 627a.1

μὰψ οἴχεσθ’ ἀνάγοντες: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γρά‐

### book 627a.2

φει „μὰψ οἴχεσθον ἄγοντεσ“. καὶ τὸ δυϊκὸν συγχεῖται ἐπὶ πολλῶν

### book 627a.3

τασσόμενον. καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου

### book 627a.4

εἰς Τροίαν πλοῦν. A

### book 627b

παρ’: διχῶς αἱ Ἀριστάρχου, καὶ διὰ τοῦ ε. A

### book 628-9.1

〈νῦν αὖτ’ ἐν νηυσὶν—κτεῖναι δ’ ἥρωας

### book 628-9.2

Ἀχαιούς:〉 ὡς τὸ „οἳ μεμάασιν / ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι

### book 628-9

κακοῖσιν“ (χ 263—4). Til

### book 629a1.1

{πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ’} ἥρωας Ἀχαιούς: ὅτι

### book 629a1.2

σαφῶς πάντας τοὺς Ἕλληνας ἥρωας καλεῖ, πρὸς Ἴστρον (FGrHist

### book 629a1.3

334, 69) λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ’ Ὁμή‐

### book 629a1.4

ρου. A

### book 629a2

ὅτι πάντες ἥρωες καλοῦνται. Til

### book 631-9.1

〈Ζεῦ πάτερ—ἔασιν:〉 ἠθικὴ καὶ ἔμψυχος ἡ

### book 631-9.2

δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία. b(BCE3E4)Til

### book 631-2a1.1

〈ἦ τέ σέ φασι περὶ φρένασ〉 ἔμμεναι ἄλλων

### book 631-2a1.2

〈/ ἀνδρῶν ἠδὲ θεῶν〉: τῶν μὲν ἄλλων ἀνδρῶν, ὅ ἐστι πάντων, τῶν

### book 631-2a1.3

δὲ ἄλλων θεῶν, ὅ ἐστι λοιπῶν. λέγει δὲ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλ‐

### book 631-2a1.4

λων αὐτόν. T

### book 631-2a2.1

τὸ δὲ περὶ φρένας ἔμμεναι (631) ἀντὶ τοῦ ταῖς φρεσὶ

### book 631-2a2.2

περιεῖναι τῶν ἄλλων. τὸ ἄλλων (631) πρὸς τὸ ἀνδρῶν (632) ἀπο‐

### book 631-2a2.3

δοτέον, ἤτοι πάντων· τῷ δὲ θεῶν (632) συναπτέον τὸ λοιπῶν.

### book 631-2a2.4

b(BCE3E4)

### book 632.1

σέο δ’ ἐκ τάδε πάντα πέλονται: εὖ τὸ μὴ εἰπεῖν ‘σὺ δὲ

### book 632.2

ἀνόητος εὑρέθης, πάντα δὲ τὰ γινόμενα ἐκ σοῦ ἐστιν‘. b(BCE3E4)

### book 632.3

T κρατεῖ γὰρ ὡς ἐχέφρων τῆς λύπης. b(BCE3E4)

### book 633.1

οἷον: ἀντὶ τοῦ πῶς. ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως,

### book 633.2

ἅμα μὲν ἐπεὶ ταμίας πολέμου, ἅμα δὲ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ Θέτιν.

### book 633.3

b(BCE3E4)T

### book 634.1

〈τῶν μένος αἰὲν ἀτάσθαλον:〉 ὧν ἡ ψυχὴ ὑβριστική

### book 634.2

ἐστιν. Til

### book 636-9.1

πάντων μὲν κόρος ἐστὶ〈— / ἢ πολέμου〉:

### book 636-9.2

κἀκείνων κόρος ἐστὶν, ὧν τις ἐφίεται πλησθῆναι μᾶλλον τῆς τοῦ πολέ‐

### book 636-9

μου πλησμονῆς, b(BCE3E4)T φημὶ δὲ ὕπνου καὶ φιλότητος. T

### book 636.1

καὶ φιλότητος: Πίνδαρος „κόρον δ’ ἔχει / καὶ μέλι καὶ

### book 636.2

τὰ τέρπν’ ἄνθε’ Ἀφροδίσια“ (N. 7, 52—3). T

### book 637a.1

μολπῆς τε γλυκερῆς 〈καὶ ἀμύμονος ὀρχηθμοῖο〉:

### book 637a.2

περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων γὰρ ἡ ἐπιθυμία τῆς μολπῆς.

### book 637a.3

ἀλλ’ ὅτι †ἔμελλεν† αὐτοῖς, „ἠὲ χοροῖο νέον λήγοντα καθίζειν“ (Γ 394),

### book 637a.4

b(BCE3E4)T καὶ παρὰ Φαίαξι δέ (cf. θ 248). καὶ ἕως τινὸς οἱ

### book 637a.5.1

εὐγενεῖς νέοι ὠρχοῦντο ἐν ταῖς τραγῳδίαις. καὶ οἱ μὲν Ἀθηνᾶν, οἱ δὲ

### book 637a.5.2

Διοσκούρους φασὶν εὑρεῖν τὴν ὄρχησιν. T

### book 637b.1

ἀμύμονος ὀρχηθμοῖο: ἀμωμήτου. ἔστι δὲ καὶ φαύλη

### book 637b.2

ὄρχησις· b(BCE3E4)T „ψεῦσταί 〈τ’〉 ὀρχησταί τε“ (Ω 261). T

### book 638-9a.1

τῶν πέρ τισ〈—ἀκόρητοι ἔασιν〉: τούτων

### book 638-9a.2

μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πολέμου δὲ οὐδ’ ἂν τὴν ἀρχὴν ψαῦσαι

### book 638-9a.3

βούλοιτο, οὐχ ὅπως διακορὴς γενέσθαι. οἱ δὲ Τρῶες τούτου ἀκόρητοί

### book 638-9a.4

εἰσιν, b(BE3E4)T ὅπου γε καὶ τῶν ἡδίστων κόρος γίνεται· ἐὰν

### book 638-9a.5.1

γὰρ εἴπῃς ὅτι πολέμου τις οὐκ ἐπιθυμεῖ κορεσθῆναι, δικαίως Τρῶες

### book 638-9a.5.2

μάχης ἀκόρητοι ἔασιν (cf. 639). T τὸ δὲ ἑξῆς „πάντων μὲν

### book 638-9a.5.3

κόρος ἐστί“ (Ν 636), Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν (639),

### book 638-9a.5.4

ὅτι ἀδικήσαντες μάχονται· τοῦτο γὰρ ὕβρεως, οὐκ ἀνδρίας. b(BCE3

### book 638-9a

E4)T

### book 638-9b.1

τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι / ἢ

### book 638-9b.2

πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν: ὁ νοῦς· πᾶς τις,

### book 638-9b.3

φησί, τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δὲ Τρῶες

### book 638-9b.4

οὐχ οὕτως. A

### book 638

〈ἐξ ἔρον εἷναι:〉 ἀντὶ τοῦ πλησθῆναι. Til

### book 640.1

τὰ μὲν ἔντε’ 〈ἀπὸ χροὸς αἱματόεντα〉: τὰ μὲν αἱμα‐

### book 640.2

τόεντα ἔντεα, ὡς τὸ „τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα“ (Α 11).

### book 640.3

b(BCE3E4)T

### book 643-4.1

υἱὸς 〈ἐπᾶλτο〉 Πυλαιμένεος 〈βασιλῆος / Ἁρπα‐

### book 643-4.2

λίων〉: εἴπερ ἐκείνου τοῦ Πυλαιμένους ἦν υἱὸς ὁ Ἁρπαλίων, ἀλογώ‐

### book 643-4.3

τατον ἦν μὴ φαίνεσθαι αὐτὸν ὑπερμαχοῦντα τοῦ πατρός. T

### book 643a.1

Πυλαιμένεος βασιλῆος: ἔνιοι ἐνόμιζον τοῦτον εἶναι τὸν

### book 643a.2

ἐν τῇ Ε ἀναιρεθέντα· „ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ, /

### book 643a.3

ἀρχὸν Παφλαγόνων“ (Ε 576—7). ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν

### book 643a.4

ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως· πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ

### book 643a.5.1

ὁμωνυμίαι· Σχεδίοι δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους, „ἔνθ’

### book 643a.5.2

Ἕκτωρ μὲν 〈ἕλε〉 Σχεδίον, Περιμήδεος υἱόν, / ἀρχὸν Φωκήων“ (Ο

### book 643a.5.3

515—6), ὁ δὲ Ἰφίτου, „Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·

### book 643a.5.4

/ ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 〈/ τυτθόν·〉 ὁ δὲ

### book 643a

Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον“ (Ρ 304—7).

### book 643a.10.1

Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος (cf. Δ 228), ὁ δὲ

### book 643a.10.2

Νέστορος (cf. Θ 114. Λ 620). καὶ κήρυκες δὲ Εὐρυβάται δύο, ὁ μὲν

### book 643a.10.3

Ὀδυσσέως (cf. Β 184), ὁ δὲ Ἀγαμέμνονος (cf. Α 320. Ι 170). καὶ

### book 643a.10.4

Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν „Μέροπος Περκωσίου“ (Β 831. Λ

### book 643a.10.5

329) υἱὸς ὑπὸ Διομήδους ἀναιρούμενος (sc. Λ 333—4), ὁ δὲ ὑπὸ Με‐

### book 643a.15.1

νελάου (cf. Ζ 37—65), ὁ δὲ ὑπὸ Πατρόκλου (cf. Π 694). Ἀκάμαντες

### book 643a.15.2

δύο, ὁ μὲν Εὐσώρου (cf. Ζ 8), ὁ δὲ Ἀντήνορος (cf. Β 823 al.). Ἀστύ‐

### book 643a.15.3

νοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος, „ἔνθ’ ἕλεν Ἀστύνοον“

### book 643a.15.4

(Ε 144), τῷ δὲ ἑτέρῳ Πολυδάμας τοὺς ἵππους δίδωσιν (cf. Ο 455—7).

### book 643a.15.5

καὶ Θόωνες τρεῖς βάρβαροι· ἐφ’ ἕνα γοῦν ὁρμᾷ Διομήδης· φησὶ γὰρ

### book 643a.20.1

„Θόωνά τε, Φαίνοπος υἱόν“ (Ε 152)· τὸν δὲ Ὀδυσσεὺς ἀναιρεῖ,

### book 643a.20.2

„Θόωνα καὶ Ἔν〈ν〉ομον ἐξενάριξεν“ (Λ 422), τὸν δὲ τρίτον Ἀντί‐

### book 643a.20.3

λοχος, „Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα“ (Ν 545). Μελάνιπποι

### book 643a.20.4

τρεῖς, τὸν μὲν Τεῦκρος ἀναιρεῖ ἐν τῇ Θ (sc. 276), τῷ δὲ δευτέρῳ Ἕκτωρ

### book 643a.20.5

παραινεῖ ταῖς ναυσὶν ἐμπεσεῖν (cf. Ο 546—58), ὁ δὲ τρίτος ὑπὸ

### book 643a.25.1

Πατρόκλου ἀναιρεῖται (cf. Π 695). Ὀφελέσται δύο, †ὁ μὲν ὑπ’ Εὐρυ‐

### book 643a.25.2

πύλου, ὁ δὲ ὑπὸ Αἴαντος†. Πυλάρται δύο, ὧν ὁ μὲν ὑπ’ Αἴαντος ἀναι‐

### book 643a.25.3

ρεῖται σὺν Πυράσῳ (sc. Λ 491), ὁ δὲ ὑπὸ Πατρόκλου (cf. Π 696). Πεί‐

### book 643a.25.4

σανδροι δύο, ὧν ὁ μὲν ὑπὸ Ἀγαμέμνονος ἀναιρεῖται (cf. Λ 143—4), ὁ

### book 643a

δὲ ὑπὸ Μενελάου (cf. Ν 611—8). b(BCE3E4)T

### book 643b.1

〈Πυλαιμένεος:〉 πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτη‐

### book 643b.2

σιν. Aim

### book 643c.1

〈Πυλαιμένεος:〉 ἐν τῇ Ε (sc. 576) Ζηνόδοτος ἔγραφεν

### book 643c.2

„Πυλαιμένεα“ 〈***〉. Til

### book 649a1.1

〈μή τις χρόα χαλκῷ ἐπαύρῃ:〉 ὅτι πτῶσις ἤλλακται,

### book 649a1.2

χρόα ἀντὶ τοῦ χρωτός. Aim

### book 649a2

ἀντὶ τοῦ χρωτός. Til

### book 651-2.1

καί ῥ’ ἔβαλε{ν} γλουτὸν 〈κατὰ δεξιόν〉· αὐτὰρ

### book 651-2.2

ὀϊστός / ἀντικρὺ κατὰ κύστιν: δηλονότι φεύγοντος. τοῦτο

### book 651-2.3

Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτω

### book 651-2.4

τιτρώσκονται. b(BCE3E4)T

### book 653

〈κατ’ αὖθι:〉 βραχὺ διασταλτέον πρὸς τὸ σαφές. Aim

### book 654a.1

〈θυμὸν ἀποπνείων:〉 ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ

### book 654a.2

ψυχή. b(BCE3E4)Til

### book 654b1.1

ὥς τε σκώληξ ἐπὶ γαίῃ: ἀκινητεῖ γάρ, ἢν θίγῃ τις

### book 654b1.2

αὐτοῦ. τοῦτο δὲ οὐκ ᾔδει ὁ ποιητής, εἴπερ ἦν τυφλὸς ἐκ γενετῆς. T

### book 654b2

ὡς σκώληξ δέ, ὅτι, ἐὰν θίγῃ τις αὐτοῦ, ἀκινητεῖ.

### book 654b2

b(BCE3E4)

### book 657a.1

ἐς δίφρον δ’ ἀνέσαντες 〈ἄγον προτὶ Ἴλιον

### book 657a.2

ἱρήν〉: οὐδένα τῶν ἀποθανόντων οὕτως ἐξάγει· διὸ ἀθετοῦσι τὸν

### book 657a.3

στίχον. δίφρῳ δὲ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ

### book 657a.4

γὰρ μάχονται. τὸ δὲ ἀνέσαντες ἀντὶ τοῦ καθίσαντες. τινὲς δὲ

### book 657a.5

„ἀναθέντεσ“· νεκρὸς γάρ ἐστιν. b(BCE3E4)T

### book 657b.1

ἐς δίφρον δ’ ἀνέσαντες: Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ

### book 657b.2

Πρὸς Ζηνόδοτον (fr. 12 M.) „ἐς δίφρον 〈δ’〉 ἀναθέντεσ“. A

### book 657c

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 658-9a.1

ἀχνύμενοι· μετὰ δέ σφι 〈πατὴρ κίε δάκρυα

### book 658-9a.2

λείβων, /〉 ποινὴ δ’ οὔ τις παιδὸς 〈ἐγίνετο τεθνηῶτοσ〉:

### book 658-9a.3

ἀθετοῦνται ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ „ὅ ῥα πατρὶ φίλῳ

### book 658-9a.4

ἕπετο“ (Ν 644) ἔταξεν αὐτούς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν

### book 658-9a.5.1

ὀδύρηται. οὐ λέγει δὲ ‘νῦν ἕπετο‘, ἀλλ’ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος

### book 658-9a.5.2

παρεγίνετο· διὸ καὶ πρόσκειται τὸ „ἐς Τροίην, οὐδ’ αὖτις ἀφίκετο“

### book 658-9a

(Ν 645). εἰ δὲ μένοιεν οἱ στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι. A

### book 658-9b.1

〈ἀχνύμενοι—τεθνηῶτος:〉 ὁ μὲν Ἀριστοφάνης

### book 658-9b.2

ἀθετεῖ, ὁ δὲ Ἀρίσταρχος ἢ ἀθετεῖν φησι δεῖν ἢ ὁμωνυμίαν νομίζειν. T

### book 658-9b.1

ζητεῖται, πῶς ἀνωτέρω—τὸν δὲ Ὀδυσσέως. ἔνιοι δὲ

### book 658-9b.2

πιθανῶς μεταγράφουσι „μετὰ δ’ οὔ σφι πατὴρ κίε δάκρυα λείβων“. A

### book 658.1

μετὰ δέ σφι πατὴρ 〈κίε δάκρυα λείβων〉: ὁμωνυμία

### book 658.2

γάρ ἐστιν. τινὲς δὲ τὴν ψυχὴν τοῦ πατρός. καλῶς δὲ διὰ τὸν καιρὸν

### book 658.3

λόγους οὐ περιτίθησιν αὐτῷ, ἀλλ’ ἑτέρωθι (sc. Ω 723—81) τούτους

### book 658.4

φυλάττει ἐπὶ Ἕκτορα. T

### book 659.1

ποινὴ δ’ οὔ τις παιδὸς ἐγίνετο τεθνηῶτος: ἐπεὶ ὁ

### book 659.2

Ἀλέξανδρος χαλεπήνας—τὸν Κορίνθιον ἀναιρεῖ. A

### book 660.1

〈τοῦ δὲ Πάρις—χολώθη:〉 λείπει ἡ περί, ἵνα ᾖ περὶ

### book 660.2

τούτου δὲ Πάρις. Til

### book 661.1

〈ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσιν:〉

### book 661.2

ἢ μόνῳ αὐτῷ ἢ καὶ τοῖς ἄλλοις ξενοδόκος ἦν Ἀλέξανδρος. Til

### book 662a1.1

τοῦ ὅ γε χωόμενος 〈προΐει χαλκήρε’ ὀϊστόν〉:

### book 662a1.2

ἁπλοῦν τοῦτο ἦν ‘τοῦ ὅγε χωόμενος προΐει καὶ βάλε‘ (cf. Ν 671). ὁ δὲ

### book 662a1.3

ἄλλην ἀρχὴν ἐπεισφέρει „ἦν δέ τισ“ (Ν 663). T

### book 662a2.1

ἁπλοῦς ὁ στίχος ἐστὶ καὶ ἀποίκιλος. μὴ θέλων δὲ αὐτὸν

### book 662a2.2

οὕτως ἐᾶσαι, ἄλλης ἀρχῆς ἐπελάβετο. b(BCE3E4)

### book 663a.1

ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱός: ὅτι

### book 663a.2

δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπ’ Ἀχιλ‐

### book 663a.3

λέως, „διχθαδίας κῆρας φερέμεν“ (Ι 411). A

### book 663b.1

ἦν δέ τις Εὐχήνωρ Πολυΐδου: Φερεκύδης (FGrHist 3,

### book 663b.2

115) οὕτω γενεαλογεῖ· ἀπὸ Μελάμποδος Μάντιον, οὗ Κλεῖτον, οὗ

### book 663b.1

Κοίρανον, οὗ Πολύϊδον. εἶτα „Πολύϊδοσ“, φησί, „γαμεῖ Εὐρυδάμειαν

### book 663b.2

τὴν Φυλέως τοῦ Αὐγέου. τῷ δὲ γίνεται Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θή‐

### book 663b.5.1

βας εἷλον σὺν τοῖς Ἐπιγόνοις. ἔπειτα ἐς Τροίην ἔρχονται σὺν Ἀγα‐

### book 663b.5.2

μέμνονι, καὶ θνῄσκει Εὐχήνωρ ὑπὸ Ἀλεξάνδρου“. T

### book 664a1.1

ἀγαθός {τε}: ἀγαθὸς καὶ ὁ νέος, ὅτι εἰδὼς ἧκε, καὶ ὁ

### book 664a1.2

πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν. T

### book 664a2.1

ἐξ ἀγαθότητος γὰρ πάσχουσιν ἄμφω, καὶ ὁ νέος, ὅτι ἧκεν

### book 664a2.2

εἰδὼς τὸν θάνατον, καὶ ὁ πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν. b(BCE3E4)

### book 664b

〈Κορινθόθι:〉 ὅτε ἥρως λέγει, Ἔφυραν ὀνομάζει. Til

### book 665a.1

ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν 〈ἐπὶ νηὸς ἔβαινε〉: οὐκ

### book 665a.2

εἶπεν ὅτι τούτῳ ὁ πατὴρ τάδε προεῖπεν περὶ τοῦ τέλους, ἵνα μὴ ἀδο‐

### book 665a.3

λεσχεῖν δοκῇ, ἀλλὰ τὸ τελευταῖον τοῦ διηγήματος προὔθηκεν.

### book 665a.4

b(BCE3E4)T

### book 665b.1

ὅς ῥ’ εὖ εἰδὼς 〈κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε〉: ἵνα

### book 665b.2

τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσοχὴν ἐπισπάσηται τὸν

### book 665b.3

ἀκροατήν, εἶτα ἐξ ἀναστροφῆς διηγεῖται. b(BCE3E4)T

### book 669a.1

〈ἀργαλέην θωήν:〉 ὡς Κορίνθιος γὰρ ὑπὸ Ἀγαμέμνονα

### book 669a.2

ἦν. Til

### book 669b

〈θωήν:〉 νῦν τὴν μέμψιν. Aint

### book 670a1

〈νοῦσόν τε στυγερήν:〉 τὴν ἐν τῷ γήρᾳ ἕψησιν. Til

### book 670a2

τὴν ἐν γήρᾳ τιμωρίαν. ἢ νόσον ἁπλῶς. b(BCE3)

### book 671

ὑπὸ γναθμοῖο 〈καὶ οὔατοσ〉: ὑπὸ τῆς γνάθου κατὰ τὸν

### book 671

ὑπὸ τὸ οὖς τόπον. οἱ δὲ γνάθον τὴν σιαγόνα. b(BCE3E4)T

### book 673

〈δέμας:〉 διὰ τὸ ὥς. Til

### book 674a.1

Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος, 〈οὐδέ τι

### book 674a.2

ᾔδη〉: βραχὺ διασταλτέον Διῒ φίλος: διὰ μέσου γάρ ἐστι τὸ οὐδέ

### book 674a.3

τι ᾔδη. A

### book 674b.1

Ἕκτωρ 〈δ’〉 οὐκ ἐπέπυστο 〈Διῒ φίλοσ〉: τομήν τινα

### book 674b.2

δαιμονίως ἐξεῦρε· σιωπήσας {δαιμονίως} γὰρ ἦν τὰ κατὰ τὸν Ἕ‐

### book 674b.3

κτορα, ἐφ’ ἃ ἀναστρέφει. T

### book 675.1

ἐπ’ ἀριστερά: τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· εἰ γὰρ ἐπ’

### book 675.2

ἀριστεροῖς ἐστιν ἡ πύλη, δι’ ἧς εἰσῆλθεν, αὐτόπτης ἂν ἐγίνετο. b

### book 675.3

(BCE3E4)T

### book 677

τοῖος: ἀντὶ τοῦ μετὰ τοιαύτης προθυμίας. b(BCE3E4)T

### book 678.1

πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν: οὐ πᾶν ἦν ἔργον τοῦ

### book 678.2

θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. καὶ ὅτι ταῖς

### book 678.3

προθυμίαις συλλαμβάνει τὸ θεῖον. b(BCE3E4)T

### book 681a.1

ἔνθ’ ἔσαν Αἴαντός τε νέες 〈καὶ Πρωτεσιλάου〉:

### book 681a.2

ὅτι τοῦ Λοκροῦ λέγει Αἴαντος· οὗτος γὰρ πλησίον ἐνεώλκει τοῦ

### book 681a.3

Πρωτεσιλάου. πρὸς τὰ περὶ τοῦ ναυστάθμου. A

### book 681b

〈Αἴαντος:〉 τοῦ Λοκροῦ· ἐπάγει „Λοκροί“ (Ν 686). Til

### book 683

τεῖχος ἐδέδμητο χθαμαλώτατον: τεῖχος χθαμαλώ‐

### book 683.1

τατον ἀντὶ τοῦ χθαμαλόν, ὡς „ἀκρότατον δ’ ἄρ’ ὀϊστόσ“ (Δ 139)·

### book 683.2

ἤτοι δὲ διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς

### book 683.3

σύγκρισιν τοῦ πολυανδρίου ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμά‐

### book 683.5.1

λισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν. A

### book 683.5.2

b(BCE3E4)T

### book 684.1

ζαχρηεῖς: λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν. A

### book 684.2

b(BCE3E4)T

### book 685a.1

Ἰάονες: ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας· οἱ Ἰάονες γάρ,

### book 685a.2

Ἀνδροτίων (FGrHist 324, 61) φησί, στήλην ἔστησαν διορίσαντες

### book 685a.3

ἀπὸ Λακεδαίμονος ἐπιγραφεῖσαν (cf. I.G.M. 273a)· „τάδ’ οὐχὶ Πελοπόννησος, ἀλλ’

### book 685a.4

Ἰάονεσ“, Λάκωνες δὲ (cf. I.G.M. 273b) „τάδ’ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονεσ“,

### book 685a.5.1

b(BCE3E4)T ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν. b(BCE3E4)

### book 685a.5.2

ἤτοι 〈τὸ〉 Ἴωνες Βοιωτικῶς διεῖλεν εἰς τὸ Ἰάονες. εἴρηνται δὲ ἀπὸ

### book 685a.5.3

Ἴωνος τοῦ Ξούθου καὶ Κρεούσης. T

### book 685b

Ἰάονες: οἱ ἐν Πελοποννήσῳ. ATil

### book 685c.1

ἑλκεχίτωνες: οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦν‐

### book 685c.2

τες. οἱ δέ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον τοὺς

### book 685c.3

χιτῶνας καὶ τοὺς τέττιγας. b(BCE3E4)T

### book 686a.1

Φθῖοι: Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρω‐

### book 686a.2

τεσιλάῳ καὶ Φιλοκτήτῃ A b (BCE3)T εἰσὶ δὲ αὐτῶν 〈τὰ〉 τάγ‐

### book 686a.3

ματα μεταξὺ Λοκρῶν καὶ Βοιωτῶν. T

### book 686b.1

φαιδιμόεντες: ἀντὶ τοῦ φαίδιμοι, παραγώγως· b

### book 686b.2

(BCE3E4)T οὐ γὰρ ἔγκειται τὸ ἔντεα. T τινὲς δὲ σύνθετον

### book 686b.3

ὑπονοοῦσι τὴν λέξιν, ἵν’ ᾖ ‘λαμπρὰς πανοπλίας ἔχοντεσ‘. b(BCE3E4)T

### book 687a.1

σπουδῇ ἐπαΐσσοντα 〈νεῶν ἔχον〉: ὅτι τὸ σπουδῇ

### book 687a.2

ἀντὶ τοῦ μόγις καὶ δυσέργως ἀπὸ τῶν νεῶν αὐτὸν ἀπεῖργον. A

### book 687b1

〈σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον:〉 μόγις ἐπεῖχον

### book 687b1

τὸν Ἕκτορα ὁρμῶντα. Til

### book 687b2

μόγις ὁρμῶντα ἐπεῖχον. b(BC)

### book 689.1

οἱ μὲν Ἀθηναίων: οὐκ ἐτήρησε τὴν τάξιν· πρώτους γὰρ

### book 689.2

εἶπε Βοιωτούς (sc. Ν 685). κατεῖχον δὲ τὰ τάγματα τῶν κεράτων

### book 689.3

Βοιωτοὶ καὶ Ἀθηναῖοι, ἐπὶ μὲν τοῦ ἀριστεροῦ πρῶτοι ὄντες Βοιωτοί,

### book 689.4

ἐπὶ δὲ τοῦ δεξιοῦ ἔσχατοι ὄντες Ἀθηναῖοι. T

### book 690-1.1

Μενεσθεύς, 〈οἱ δ’ ἅμ’ ἕποντο / Φείδας τε Στι‐

### book 690-1.2

χίος τε Βίας τ’ ἐΰσ〉: καὶ ἀλλαχοῦ „Στιχίος {τε} δῖός τε Μενε‐

### book 690-1.3

σθεύς, / ἀρχοὶ Ἀθηναίων“ (Ν 195—6). T

### book 691-2.1

αὐτὰρ Ἐπειῶν / Φυλείδης 〈τε Μέγησ〉: καὶ μὴν

### book 691-2.2

Ἀμφίμαχος καὶ Θάλπιος Ἠλείων ἦσαν ἡγεμόνες (cf. Β 615—20).

### book 691-2.3

Ἀρίσταρχος δὲ καὶ τοὺς ἐκ Δουλιχίου Ἐπειοὺς καλεῖ· ὡς γὰρ ἐξ

### book 691-2.4

Ἤλιδος φυγόντος Φυλέως, εἰκὸς ἦν αὐτῷ συναίρεσθαί τινας, ὧν ἦρχε

### book 691-2.5.1

Μέγης. εἰ δὲ ἐκείνων νῦν μέμνηται Ἐπειῶν τῶν ἐξ Ἤλιδος, πιθανὸν ἂν

### book 691-2.5.2

εἴη †ἂν† ἡγεῖσθαι αὐτῶν Μέγητα ὡς ὁμοεθνῆ· Ἀμφίμαχος γὰρ (sc.

### book 691-2.5.3

Ν 185—6) καὶ Διώρης (sc. Δ 517—26) οἱ τῶν Ἠλείων δυνάσται

### book 691-2.5.4

ἀνῄρηνται, Θάλπιος δὲ καὶ Πολύξενος τραυματίζονται. T

### book 691.1

{αὐτὰρ} Ἐπειῶν: μεταξὺ ἦσαν Ἀθηναίων καὶ Λοκρῶν·

### book 691.2

διό φησιν· „Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν / ἄνστησον“ (Κ 175—6). T

### book 692a.1

〈Ἀμφίων τε Δρακίος τε:〉 οὗτοι ἀντὶ Διώρους καὶ

### book 692a.2

Ἀμφιμάχου ἐτάχθησαν. Til

### book 692b.1

Φυλείδης τε Μέγης: ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος

### book 692b.2

ὅτι Μέγης Φυλέως ἐστί, γράφει „Φυλείδην τε Μέγην τε“ (Τ 239). A

### book 692c

〈Μέγης:〉 οὕτως Μέγης ἔξω τοῦ τέ· οὗτος γάρ ἐστι Φυ‐

### book 692c

λείδης. Aim

### book 693.1

{πρὸ} Φθίων {δὲ μέδων τε}: Φθίων ὡς Χίων, βαρυτόνως·

### book 693.2

καὶ γὰρ Φθῖοι ὡς Χῖοι· „Λοκροὶ καὶ Φθῖοι“ (Ν 686). A

### book 694a.1

ἤτοι ὁ μὲν νόθος υἱὸς 〈Ὀϊλῆος θείοιο〉: ὅτι σα‐

### book 694a.2

φῶς Ὀϊλεὺς σὺν τῷ ο· πρόκειται γὰρ ἄρθρον, ὁ μὲν νόθος υἱός.

### book 694a.3

πρὸς Ζηνόδοτον γράφοντα „ἀλλ’ οὐκ Ἰλιάδῃ“ (Ν 712). A

### book 694b

νόθος υἱός: ἐξ Ἀλκιμάχης τῆς Αἰακοῦ ἦν ὁ Μέδων. T

### book 697a

〈Ἐριώπιδος:〉 Φέρητος ἦν αὕτη. Til

### book 697b

〈ἣν ἔχ’ Ὀϊλεύς:〉 ὅτι σὺν τῷ ο Ὀϊλεύς. Aint

### book 701

Αἴας δ’ οὐκέτι: νῦν τοὺς Λοκρῶν ἡγεμόνας καταλέγει. T

### book 702a1.1

〈ἵστατ’ ἀπ’ Αἴαντος:〉 Ζηνόδοτος „χάζετ’ ἀπ’ Αἴαν‐

### book 702a1.2

τοσ“. Aim

### book 702a2

τὸ δὲ ἵστατο Ζηνόδοτος „χάζετο“ γράφει. T

### book 703-7.1

ἀλλ’ ὥς τ’ ἐν νειῷ〈—τέλσον ἀρούρησ〉: τὴν

### book 703-7.2

τάξιν τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δείκνυσιν.

### book 703-7.3

b(BCE3E4)T

### book 703.1

οἴνοπε: οἰνώδεις εἰς τὸ ὁρᾶν. οἱ δὲ μέλανες, ὡς „οἴνοπα

### book 703.2

πόντον“ (Α 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης †χιλιά‐

### book 703

ροτρον† τέμενος μέλανας ἀνῆκε βοῦς. b(BCE3E4)T

### book 705a.1

πρυμνοῖσιν κεράεσσι 〈πολὺς ἀνεκήκιεν ἱδρώσ〉:

### book 705a.2

εἰσὶ γὰρ οἱ „κεραελκέεσ“ (Call. h. 3, 179) καλούμενοι. οἱ δὲ T συμ‐

### book 705a.3

πάσχειν τοῖς ποσὶ τὰ κέρατα τῇ διατάσει τῶν νεύρων φασί· διὸ μετὰ

### book 705a.4

κάματον αὐτοὺς ἀλείφεσθαι τὰ κέρατα κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς

### book 705a.5.1

Ἀριστοτέλης φησί (h. an. 8,7 p. 595b14 et 8,23 p. 604a16). πρυμνοῖς δὲ τοῖς παρὰ

### book 705a.5.2

τὴν σάρκα. b(BCE3E4)T

### book 705b1.1

〈ἀνακηκίει:〉 χωρὶς τοῦ δ, ἀνακηκίει, καὶ διὰ τοῦ

### book 705b1.2

ι. Aim

### book 705b2.1

{πολὺς δ’ ἀνακηκίει ἱδρώς:} πολὺς ἀνακηκίει χωρὶς

### book 705b2.2

τοῦ δέ αἱ πᾶσαι. T

### book 706.1

〈τὼ—〉ἀμφὶς ἐέργει: ἀπ’ ἀλλήλων αὐτοὺς ὁ ζυγὸς

### book 706.2

χωρίζει. b(BCE3E4)T

### book 707a.1

ἱεμένω κατὰ ὦλκα· 〈τέμει δέ τε τέλσον ἀρού‐

### book 707a.2

ρησ〉: ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν

### book 707a.3

σημαίνει. καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνει. A

### book 707b1.1

〈κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης:〉

### book 707b1.2

ὦλκα λέγει τὴν αὔλακα. | τέλσον δὲ τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς,

### book 707b1.3

ὅπερ τέμνει τὸ ἄροτρον. b(BCE3E4)

### book 707b2.1

{τέλσον ἀρούρης:} τέμνει τὸ ἄροτρον τὸ βάθος ἢ τὸ πέρας

### book 707b2.2

τῆς γῆς. T

### book 707c.1

{τέμει δέ τε} τέλσον {ἀρούρης}: τέλσον ὡς „χέρσον“

### book 707c.2

(Ξ 394 al.). γέγονε δὲ κατὰ μεταβολὴν παρὰ τὸ τέλος, πλεονάσαντος

### book 707c

τοῦ ς. A

### book 709-11.1

〈ἀλλ’ ἤτοι Τελαμωνιάδῃ〉 πολλοί τε καὶ ἐσθλοί

### book 709-11.2

〈/ λαοὶ〉 ἕπονθ’ 〈ἕταροι—ἵκοιτο〉: τὸ τληπαθὲς Αἴαντος

### book 709-11.3

δείκνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ διαδέχονται αὐτοῦ τὸ σάκος

### book 709-11.4

b(BCE3E4)T ἀποκάμνοντος, δεδιότες, μή πως αὐτοῦ ἀγανακτή‐

### book 709-11.5

σαντος ἀπόλοιντο. b(BCE3E4)

### book 710

〈ἐξεδέχοντο:〉 διεδέχοντο. Til

### book 712-21.1

οὐδ’ ἄρ’ Ὀϊλιάδῃ〈— / οἱ δ’ ὄπιθεν βάλλον‐

### book 712-21.2

τες ἐλάνθανον〉: λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας

### book 712-21.3

τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γιγνομένης τῆς μάχης ἀχρεῖοι

### book 712-21.4

ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. καὶ ἔδει αὐτοῖς προβλήματός τινος· ὑπο‐

### book 712-21.5.1

δύντες οὖν ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.

### book 712-21.5.2

b(BCE3E4)T

### book 712.1

οὐδ’ ἄρ’ Ὀϊλιάδῃ {μεγαλήτορι}: ὅτι Ζηνόδοτος γράφει

### book 712.2

„ἀλλ’ οὐκ Ἰλιάδῃ“. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης. A

### book 713a.1

〈σφι:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ν, σφι. Ἀριστο‐

### book 713a.2

φάνης δὲ σὺν τῷ ν. Aim

### book 713b.1

μίμνε φίλον κῆρ: γράφεται „ἔργ’ ἐμεμήλει“. | πῶς οὖν

### book 713b.2

ἐν τῇ Ἐπιπωλήσει (sc. Δ 274) φησὶ „νέφος εἵπετο πεζῶν“; ἢ ὡς τα‐

### book 713b.3

ραχῆς γεγονυίας καὶ ἄλλοι συνεμίχθησαν αὐτοῖς. T

### book 716

〈ἀώτῳ:〉 ἔδει ‘ἀώτοισ‘. Til

### book 717

〈ἔπειτα:〉 ἀντὶ τοῦ δή. Til

### book 719

〈οἱ μέν:〉 οἱ Σαλαμίνιοι δηλονότι. b(BCE3)Til

### book 723

〈λευγαλέως:〉 ὀλεθρίως. Til

### book 724

〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 725a1.1

〈Ἕκτορα εἶπε παραστάς:〉 ὅτι ἐλλείπει ἡ πρός. πρὸς

### book 725a1.2

Ἕκτορα. Aint

### book 725a2

λείπει ἡ πρός. b(BCE3)Til

### book 726.1

Ἕκτορ, ἀμήχανός ἐσσι 〈παραρρητοῖσι πιθέσθαι〉:

### book 726.2

ἐν καιρῷ ἀναμιμνῄσκει τὸν Ἕκτορα τῆς ἰδίας συμβουλῆς· ἔλεγε γὰρ

### book 726.3

„μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν“ (Μ 216). ἀλλ’ οὐκ ἄν‐

### book 726.4

τικρυς αὐτὸς ἐκφέρει ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν

### book 726.5.1

στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ καὶ †φιλονεικώτερον† αὐτὸν

### book 726.5.2

ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον τῇ

### book 726.5.3

γνωμολογίᾳ χρώμενος. b(BCE3E4)T τὸ δὲ ἀμήχανος ἀνίκητος

### book 726.5.4

ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων. τὸ

### book 726.5.5

δὲ παραρρητοῖσι παρηγορικοῖς λόγοις, παραμυθήμασιν, ὑπο‐

### book 726.10

θήκαις, οἱ δὲ συμβούλοις. b(BE3E4)T

### book 727-8.1

〈οὕνεκά τοι περὶ δῶκε θεὸς—ἄλλων:〉 τοῦτο

### book 727-8.2

ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον. λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν. Aint

### book 727a.1

οὕνεκά τοι περὶ δῶκε θεὸς 〈πολεμήϊα ἔργα〉: ἐν ἐρω‐

### book 727a.2

τήσει ὁ λόγος. | πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεοφίλειαν καὶ ἀνδρίαν

### book 727a.3

αὐτῷ μαρτυρῶν ἕτοιμον ποιεῖ πρὸς πειθώ. b(BCE3E4)T

### book 727b

οὕνεκά τοι περὶ δῶκε: τὸ περί ἀντὶ τοῦ περισσῶς. τὸ

### book 727b

δὲ δῶκε προπερισπαστέον. A

### book 728.1

τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων: καὶ

### book 728.2

τοῦτο τεχνικῶς· οὐ γὰρ ἀνδρεῖον μὲν αὐτὸν ἔφη ἀνόητον δέ, λεληθό‐

### book 728.3

τως δὲ τὴν ἀνδρίαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν αὐτῷ φάσκων τοῦ

### book 728.4

ἀπειθεῖν τοῖς ὀρθῶς συμβουλεύουσιν. b(BCE3E4)T

### book 729-30.1

αὐτὸς ἑλέσθαι 〈/ ... ἔδωκε θεόσ〉: πάντα εἰς θεὸν

### book 729-30.2

ἀναφέρει ὁ ποιητής, b(BCE3E4)T οἷον ἐστι καὶ τὸ „ἑκὼν δ’ οὐκ

### book 729-30.3

ἄν τις ἕλοιτο“ (Γ 66)· ἀδύνατον, φησίν, ἐστίν, ἃ σὺ θέλεις, ἔχειν σε. T

### book 730.1

ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς 〈πολεμήϊα ἔργα〉: ὅτι

### book 730.2

θεόσδοτοι αἱ ἀρεταί. b(BCE3E4)T | Ζηνόδοτος δὲ ὁ Μαλλώτης (fr.

### book 730.3

4, p. 150 Pusch) προστίθησιν „ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ

### book 730.4

ἀοιδήν“ (= Ν 731). T

### book 732-3.1

ἄλλῳ δ’ ἐν στήθεσσι〈—ἐπαυρίσκοντ’ ἄν‐

### book 732-3.2

θρωποι〉: πιθανῶς ἐν πρώτοις τὸ αὐτοῦ, δεύτερον δὲ τὸ ἴδιον ἔταξε

### book 732-3.3

πλεονέκτημα. b(BCE3E4)T

### book 732

〈νόον τίθει:〉 οὕτως Ἀριστοφάνης. Til

### book 733a.1

τοῦ δέ τε πολλοὶ 〈ἐπαυρίσκοντ’ ἄνθρωποι〉: τοῦ

### book 733a.2

νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· „ἐσθλὸς γὰρ κἀκεῖνος, ὃς εὖ εἰ‐

### book 733a.3

πόντι πίθηται“ (Hsd. opp. 295). b(BCE3E4)T

### book 733b

〈πολλοί:〉 Ἀριστοφάνης „πολλόν“. Aim

### book 734a.1

〈καί τε〉 πολεῖς 〈ἐσάωσε〉: πολλούς. ἀλλ’ ἤδη προεῖπε

### book 734a.2

„τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ 〈ἄνθρωποι〉“ (Ν 733). ἐὰν δὲ τὰς

### book 734a.3

πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ ἔπαινος ὅτι ἑνὸς ἀνδρὸς εὐβουλία καὶ

### book 734a.4

πόλεις ὅλας σῴζει. ἀμείνων οὖν τῆς ἀνδρίας ἡ φρόνησις, ὅσῳ καὶ πο‐

### book 734a.5

λυωφελεστέρα. b(BCE3E4)T

### book 734b.1

καί τε πολεῖς ἐσάωσε, 〈μάλιστα δὲ καὐτὸς ἀν‐

### book 734b.2

έγνω〉: περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ „πολεῖς ὀλέ‐

### book 734b.3

σαντ’ αἰζηούσ“ (Ο 66). τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα

### book 734b.4

ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρ‐

### book 734b.5.1

θογραφία ἡ κατ’ Ἴωνας. | ἡ διπλῆ δέ, ὅτι κατὰ συναλιφὴν ἐκληπτέον,

### book 734b.5.2

ἵνα διαιρῆται, μάλιστα δέ κε αὐτός. A

### book 734c.1

μάλιστα δὲ καὐτὸς 〈ἀνέγνω〉: πλεονάζει ὁ κέν.

### book 734c.2

b(BCE3)T λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ

### book 734c.3

πράγματος ὠφέλειαν ἢ τὴν σωτηρίαν. b(BCE3E4)T

### book 735.1

〈αὐτὰρ ἐγὼν ἐρέω—ἄριστα:〉 δεόντως ἐπάγει νῦν

### book 735.2

τὴν ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν.

### book 735.3

b(BCE3E4)T

### book 736a1.1

πάντῃ γάρ σε περὶ στέφανος 〈πολέμοιο〉 δέδηε:

### book 736a1.2

εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ

### book 736a1.3

κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· οὐδένα γὰρ οἶδε στεφανού‐

### book 736a1.4

μενον ὁ ποιητής. ἡ δὲ περί πρὸς τὸ δέδηεν, ἵν’ ᾖ περιλάμπει, οἷον

### book 736a1.5

περιείληψαι ὑπὸ τῶν πολεμίων. T

### book 736a2.1

εἴωθεν ἀπὸ τοῦ γὰρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφα‐

### book 736a2.2

νος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν. ἡ δὲ περί πρὸς τὸ

### book 736a2.3

δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται, ἢ

### book 736a2.4

ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιείληφεν.

### book 736a2.5

b(BE3E4)

### book 736b.1

πάντη γάρ 〈σε〉 περὶ στέφανος 〈πολέμοιο δέ‐

### book 736b.2

δηε〉: ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακεν 〈***〉 διὰ τῶν

### book 736b.3

γενομένων αὐτῶν· οὔτε γὰρ οἱ τῆς Πηνελόπης μνηστῆρες οὔθ’ οἱ

### book 736b.4

Φαίακες οὔθ’ οἱ ἐπὶ τῶν θυσιῶν ἐστέφοντο. ἀλλ’ ἴσως ἀπὸ τῆς κατὰ

### book 736b.5

τὴν ἐμπλοκὴν στεφάνης διὰ τὸ κυκλοτερὲς εἴρηται. A

### book 737-9.1

Τρῶες δὲ μεγάθυμοι〈—κεδασθέντες κατὰ

### book 737-9.2

νῆασ〉: τοῦτ’ ἂν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθ’ ἑαυτὸν

### book 737-9.3

καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψασθαι, ὃ ποιεῖ ὁ

### book 737-9.4

Πολυδάμας. b(BCE3E4)T

### book 737.1

ἐπεὶ κατὰ τεῖχος ἔβησαν: ἀφ’ οὗ κατέβησαν τὸ τεῖ‐

### book 737.2

χος. T

### book 740a.1

〈κάλει ἐνθάδε πάντας ἀρίστους:〉 ὅτι ἀρίστους

### book 740a.2

τοὺς ἀριστέας· πρὸς τὸ „οὕνεκ’ ἄριστος ἔην“ (Β 580). Aim

### book 740b

〈κάλει ἐνθάδε〉 πάντας ἀρίστους: ἀντὶ τοῦ ἀριστεῖς. |

### book 740b

πιθανῶς δὲ χρῆται τῇ συμβουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημέ‐

### book 740b

νους καὶ ἀναχωρήσῃ. b(BCE3E4)T

### book 741.1

ἔνθεν δ’ ἂν 〈μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν〉:

### book 741.2

ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον. b(BCE3E4)

### book 741.3

T

### book 742.1

ἤ κεν ἐν〈ὶ〉 νήεσσι 〈πολυκλήϊσι〉 πέσωμεν: καθόλου

### book 742.2

τῆς ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλ’ οὐκ αὐτὴν ἐκφέρει·

### book 742.3

ἠπίστατο γὰρ οὐ δεξόμενον τὴν γνώμην τὸν Ἕκτορα. ἄμφω οὖν τέ‐

### book 742.4

θεικεν, ἵνα ἐπ’ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι· ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶ‐

### book 742.5.1

τον τέθεικε, δῆλον ἐκ τῆς ἐπιφορᾶς „αἴ κ’ ἐθέλῃσι θεόσ“ (Ν 743), ὡς

### book 742.5.2

δύσκολον καὶ ἐπὶ θεῷ μόνῳ κείμενον τὸ ἑλεῖν τὰς ναῦς. b(BCE3E4)T

### book 744.1

〈πὰρ νηῶν〉 ἔλθωμεν ἀπήμονες: καὶ ἐντεῦθεν δῆλός

### book 744.2

ἐστιν ἀναζεῦξαι βουλόμενος, ὅτι προσδοκᾷ τι δεινὸν ἐκ τῆς ἐπὶ ναυσὶ

### book 744.3

μάχης· ἄπιστον γὰρ ἡγεῖται τὸ ἀπήμονας ἀναχωρῆσαι. T

### book 745-6a.1

δείδω, μὴ τὸ χθιζὸν 〈ἀποστήσωνται Ἀχαιοί /

### book 745-6a.2

χρεῖοσ〉: ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἀποκατα‐

### book 745-6a.3

στήσωσι, τουτέστι μή, ὃ ἡμεῖς ἐλάβομεν χθὲς νικῶντες, σήμερον εἰσ‐

### book 745-6a

πράξωσιν. A

### book 745-6b.1

〈δείδω, μὴ τὸ χθιζὸν〉 ἀποστήσωνται 〈Ἀχαιοί /〉

### book 745-6b.2

χρεῖος: τουτέστιν ‘ἴσως ἀπολάβωσιν‘, ὡς ἐν ζυγῷ τὸ ἴσον στήσαν‐

### book 745-6b.3

τες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλη‐

### book 745-6b.4

μα, οὐχ ἁπλῶς 〈τὸ〉 πρᾶγμα. φησὶν οὖν· δέδοικα, μὴ ὡς δανεισάμενοι

### book 745-6b.5

χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στήσαντες τὸ χρέος. T

### book 745-6c.1

ἄλλως· σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν. b

### book 745-6c.2

(BCE3)T ἐν τῇ κόλῳ γὰρ μάχῃ εὐτύχησαν Τρῶες. b(BCE3E4)T

### book 745-6c.3

στῆσαι δὲ τὸ ζυγοστατῆσαι καὶ ἐξισάσαι τῷ αὐτῷ μέτρῳ. T θε‐

### book 745-6c.4

ραπεύει δὲ τὸν Ἕκτορα λεληθόσιν ἐπαίνοις, ὑπομιμνῄσκων αὐτὸν

### book 745-6c.5

τῶν χθὲς αὐτῷ κατωρθωμένων. b(BCE3E4)T

### book 745-6c.1

ἄλλως· μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ

### book 745-6c.2

Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες· μηδέπω γὰρ νομισμάτων

### book 745-6c.3

ὑπαρχόντων σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ

### book 745-6c.4

τὰ παραπλήσια. A

### book 747.1

〈ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω:〉 πλεονε‐

### book 747.2

κτούμενοι γὰρ ἱκετεύ〈σ〉ουσιν αὐτόν. Til

### book 748

ἅδε δ’ Ἕκτορι 〈μῦθος ἀπήμων〉: διδάσκει πείθεσθαι

### book 748.1

τοῖς καιροῖς· τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσ‐

### book 748.2

σεῖ καὶ Διομήδει ἐν τῇ †ἐπιπολήσει† (sc. Δ 339—48 et 370—400) καὶ

### book 748.3

ὕστερον ἀνεχόμενος αὐτῶν ὀνειδιζόντων (sc. Δ 350—5 et Ι 32—49).

### book 748.5

b(BCE3E4)T

### book 751.1

〈ἐρύκακε:〉 μὴ ἔα χωρίζεσθαι, b(BCE3E4)Til ἀλλ’ εἰς

### book 751.2

ταὐτὸ σύναγε. b(BCE3E4)

### book 752

〈κεῖσε:〉 εἰς τὸ καταπονούμενον μέρος. Aint

### book 754a.1

{ἠρα καὶ ὡρμήθη} ὄρεϊ νιφόεντι: ὅτι νιφόεντα τὰ ὄρη.

### book 754a.2

καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται (sc. Σ 616). A

### book 754b.1

ὄρεϊ νιφόεντι: καὶ Ὄλυμπος ἄρα ὄρος· φησὶ γὰρ „κατ’

### book 754b.2

Οὐλύμπου νιφόεντοσ“ (Σ 616). πρὸς δὲ μέγεθος ἡ εἰκών, ἐπεὶ ἀκίνητόν

### book 754b.3

ἐστι τὸ ὄρος. b(BCE3E4)T ἅμα δὲ καὶ τὸ ἄγριον αὐτοῦ καὶ φο‐

### book 754b.4

βερὸν ὄρει παρεικάζει χιόνι κεκαλυμμένῳ· τὸ γὰρ ἄνιφον πάντως καὶ

### book 754b.5

ἥμερον. T

### book 756.1

ἀγαπήνορα: τὸν δι’ ἀνδρίαν ἀγαπώμενον. b(BE3E4)T

### book 756.2

ἢ μᾶλλον, ἐπεὶ βουλευτὴς ἦν, εἰκότως εἴη ἂν ἀγαπήνωρ οἷον ὁ

### book 756.3

τοὺς στρατιώτας ποιῶν διὰ λόγων συμβουλευτικῶν ἀγαπᾶν τὴν

### book 756.4

ἀνδρίαν καὶ μὴ προδιδόναι αὐτὴν δειλίᾳ, ὁ παρασκευάζων καὶ τοὺς

### book 756.5

ἀνάνδρους ἀνδρείους γίνεσθαι. T

### book 759.1

{καὶ ἄσιον} Ὑρτάκου {υἱόν}: Ὑρτάκου ὡς θυλάκου· τὰ

### book 759.2

γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετά‐

### book 759.3

βολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος, Ῥύνδα‐

### book 759.4

κος· „Ῥύνδακον ἀμφὶ βαθύσχοινον“ (cf. Bacch. fr. 50 Sn.). οὕτως

### book 759.5

οὖν καὶ Ὕρτακος. A

### book 761a.1

τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν 〈ἀπήμονας οὐδ’

### book 761a.2

ἀνολέθρουσ〉: ὅτι συλληπτικῶς ἐπὶ τῶν τετρωμένων καὶ τῶν ἀπο‐

### book 761a.3

λωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι, οὐκ ἀνόλεθροι

### book 761a.4

δὲ οἱ τετελευτηκότες. A

### book 761b.1

οὐ〈κέτι〉 πάμπαν ἀπήμονας 〈οὐδ’ ἀνολέθρουσ〉:

### book 761b.2

ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν·

### book 761b.3

Ἕλενος γὰρ καὶ Δηΐφοβος οὐκ ἀπήμονες (cf. Ν 593—600. 528—9),

### book 761b.4

Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι (cf. Ν 370—3. 387—93).

### book 761b.5

b(BCE3E4)T

### book 763.1

〈χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες:〉

### book 763.2

πρὸς τὸ δεύτερον ἀπήντηκε, πρὸς τὸ „οὐδ’ ἀνολέθρουσ“ (Ν 761).

### book 763.3

b(BCE3E4)Til

### book 764a1.1

〈βεβλημένοι οὐτάμενοί τε:〉 ὅτι πάλιν συλληπτι‐

### book 764a1.2

κῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν. Aint

### book 764a2.1

βεβλημένοι οὐτάμενοί τε: συλληπτικῶς· ἐβέβλητο

### book 764a2.2

γὰρ Ἕλενος, οὔταστο δὲ Δηΐφοβος. b(BCE3E4)T

### book 764a2.1

βεβλημένοι οὐτάμενοί τε: ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους

### book 764a2.2

—ἤ τινι τοιούτῳ. A

### book 765a.1

〈μάχης ἐπ’ ἀριστερά:〉 ὅτι τοῦ ναυστάθμου τὰ ἀριστε‐

### book 765a.2

ρὰ λέγει. Aim

### book 765b

〈μάχης ἐπ’ ἀριστερά:〉 ἀριστερὰ τοῦ Ἕκτορος,

### book 765b

δεξιὰ τοῦ τείχους. b(BCE3E4)Til

### book 766a1.1

Ἀλέξανδρον, Ἑλένης πόσιν: ἐσπούδαζε γὰρ αὐτῆς

### book 766a1.2

ἀνὴρ εἶναι. ἅπαξ {εἰ} δέ, ὅτε βεβίασται ὑπὸ θεοῦ, φησὶν „ἅμα δ’

### book 766a1.3

εἵπετ’ ἄκοιτισ“ (Γ 447). οἱ δὲ τὸν τέως ὄντα· διὸ Μενέλαον οὐδέποτε

### book 766a1.4

πόσιν αὐτῆς εἶπεν. T

### book 766a2.1

ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ μοιχὸς ἦν. ἢ τὸν

### book 766a2.2

τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐ‐

### book 766a2.3

τῆς καλεῖ. b(BCE3E4)

### book 768-73.1

προσέφη αἰσχροῖς ἐπέεσσιν· 〈/ „Δύσπαρι—

### book 768-73.2

ὄλεθροσ“〉: ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ δι’ αὐτὸν ὁ τῶν ἀρίστων

### book 768-73.3

κίνδυνος, b(BCE3E4)T ἐπεί τοι καὶ θαρσύνει τοὺς ἑταίρους (sc.

### book 768-73.4

Ν 767). T ἀλλ’ ἔχει ἦθος ὁ λόγος· αὐτὸς γὰρ αἴτιος τῆς ἐκείνων

### book 768-73.5.1

ἀπωλείας γεγονώς, ὡς ἀναγκάσας διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν

### book 768-73.5.2

αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν δυσκολαινόντων καὶ τὰ ἴδια ἁμαρ‐

### book 768-73.5.3

τήματα μετατιθέντων· ὅπερ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει·

### book 768-73.5.4

„Ἕκτορ, ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι“ (Ν 775). b(BCE3E4)T

### book 769a1.1

εἶδος ἄριστε, 〈γυναιμανέσ〉: ἐπειδὴ τὸ γυναιμανές

### book 769a1.2

συνάπτει, μέμφεται τὸ κάλλος, ὡσεὶ ἔλεγεν ‘ἐπὶ μοιχείᾳ καλλωπιζό‐

### book 769a1.3

μενε‘, ἐπεί τοι ἀλλαχοῦ „οὐχ ὁράᾳς, οἷος κἀγὼ 〈καλός τε μέγας τε〉“;

### book 769a1.4

(Φ 108). T

### book 769a2.1

τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵν’ ᾖ ὁ λό‐

### book 769a2.2

γος οὕτως ‘ἐπὶ μοιχείᾳ καλλωπιζόμενε‘· μέμφεται γὰρ τὸ κάλλος αὐ‐

### book 769a2.3

τοῦ οὐχ ὡς κακόν, ἀλλ’ ὡς αἴτιον κακοῦ. b(BCE3E4)

### book 770.1

ποῦ τοι: ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλ’

### book 770.2

ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον δι’ Ἀλέξανδρον πράττεται.

### book 770

A b (BCE3E4)T

### book 772-3.1

νῦν ὤλετο〈—ὄλεθροσ〉: εἰκονικῶς προβάλλεται

### book 772-3.2

τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιάζοντος. b(BCE3E4)T

### book 772a1.1

κατ’ ἄκρης: ἕως τῆς ἀκροπόλεως. τινὲς δὲ „κρῆσ“ μονο‐

### book 772a1.2

συλλάβως, ἐπεὶ καὶ „κρῆθεν“ (cf. Π 548. λ 588) φησίν. AT

### book 772a2

κατ’ ἄκρης δὲ διόλου, ἕως τῆς ἀκροπόλεως. b(BE3E4)

### book 772b

〈κατ’ ἄκρης:〉 κατὰ κράτος. Aim

### book 773a.1

〈Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος:〉

### book 773a.2

ὅτι θηλυκῶς ἡ Ἴλιος, καὶ τὸ τοί παρέλκει· οὐ γὰρ αὐτῷ μόνῳ ἦν

### book 773a.3

ὄλεθρος, ἀλλὰ καὶ τοῖς ἄλλοις. Aint

### book 773b.1

〈νῦν τοι〉 σῶς αἰπὺς ὄλεθρος: σῳζόμενος· †τοῦτο

### book 773b.2

γὰρ ὀλέθρου σῳζομένου ὄλεθρος γράφει† τοῖς ἐντυγχάνουσιν. οἱ δὲ

### book 773b.3

ἰσχυρός. οἱ δὲ πλήρης. οἱ δὲ σῳστέος, ἵν’ ᾖ νῦν σοι σῳστέον τὸν ὄλε‐

### book 773b.4

θρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι, πῶς σωθήσῃ. b(BCE3E4)T

### book 773c.1

〈νῦν τοι σῶς αἰπὺς ὄλεθρος:〉 νῦν σοι †ζώσεται†

### book 773c.2

αἰπὺς ὄλεθρος. Aim

### book 775.1

αἰτιάασθαι: λείπει θέλει. οἱ δὲ τὸ αἰτιάασθαι ἀντὶ τοῦ

### book 775.2

αἰτιᾶται. T

### book 776.1

ἐρωῆσαι: ὑποχωρῆσαι, τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι·

### book 776.2

οὐ γὰρ νῦν. b(BCE3E4)T

### book 777

〈μέλλω:〉 ὅτι τὸ μέλλω ἀντὶ τοῦ ἔοικα. Aint

### book 778.1

ἐξ οὗ γὰρ 〈παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων〉:

### book 778.2

ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἠρέμα δὲ ἐλέγχει

### book 778.3

ὅτι ἐκεῖνος αἴτιος ἀναγκάσας ἐνταῦθα ἐλθεῖν. σαφῶς δὲ οὐ δύναται

### book 778.4

ἐλέγχειν. b(BCE3)T

### book 779

〈ὁμιλέομεν:〉 κατὰ ἴλας συμβάλλομεν. b(BCE3E4)Til

### book 780.1

〈ἕταροι δὲ κατέκταθεν, οὓς σὺ μεταλλᾷς:〉 περὶ ὧν

### book 780.2

ὕστερον ἠρωτήθη, 〈πρώτουσ〉 φησίν. Til

### book 782a.1

οἴχεσθον μακρῇσι τετυμμένω 〈ἐγχείῃσιν〉: ὅτι

### book 782a.2

συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ἐπ’ ἀμφοτέρων τέταχεν· οὐ

### book 782a.3

γὰρ ἀμφότεροι ἐτύπησαν, ἀλλ’ ὁ μὲν Ἕλενος ἐβλήθη, ὁ δὲ Δηΐφοβος

### book 782a.4

ἐτύπη. A

### book 782b.1

τετυμμένω 〈ἐγχείῃσι〉: σύλληψις· φησὶ γὰρ „δουρὶ

### book 782b.2

βραχίονα τύψε“ (Ν 529) καὶ περὶ τοῦ ἑτέρου „τὴν βάλεν, ᾗ ῥ’ ἔχε

### book 782b.3

τόξον“ (Ν 594). b(BCE3E4)T

### book 785.1

〈δ’ ἐμμεμαῶτες:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „〈δὲ〉

### book 785.2

μεμαῶτεσ“. Aim

### book 785-6.1

〈οὐδέ τί φημι〉 / ἀλκῆς δε〈υ〉ήσεσθαι, ὅση δύναμίς 〈γε πάρεστι〉:

### book 785-6.2

ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν, b(BCE3E4)T

### book 785-6.3

οὐκ ἐλαττώσω. b(BCE3E4)

### book 786

〈ἀλκῆς:〉 ἀντὶ τοῦ ἀλεξήσεως καὶ βοηθείας. Aint

### book 787a.1

πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολε‐

### book 787a.2

μίζειν: τὸ ἑξῆς οὐκ ἔστι πολεμίζειν, τὸ δὲ ἐσσύμενον διὰ μέσου.

### book 787a

οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατέρωθεν. A

### book 787b.1

〈πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολε‐

### book 787b.2

μίζειν:〉 τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθ’ αὑτὴν ὑπάρχουσα.

### book 787b.3

b(BCE3)Til

### book 791a.1

{φάλκην} Ὀρθαῖον {τε}: Ὀρθαῖον ὡς Ἀλκαῖον· ἐπεί,

### book 791a.2

φησί, τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς

### book 791a.3

σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος

### book 791a.4

ἑρσαῖος ἀρχαῖος, „Ἀρναῖοσ“ (ς 5), Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ „Ἑρ‐

### book 791a.5.1

μαῖον κάρα“ παρὰ Σοφοκλεῖ (fr. 815 N.2 = 901 P. = 901 R.). τὸ δὲ „ὅθι δ’ Ἕρ‐

### book 791a.5.2

μαιος λόφος ἐστίν“ (π 471) ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς

### book 791a.5.3

ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθή‐

### book 791a.5.4

ναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος προπερισπω‐

### book 791a.5.5

μένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώ‐

### book 791a.10

ρηκεν. A

### book 791b.1

Ὀρθαῖον: ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφωνον

### book 791b.2

ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερισπᾶσθαι θέλει. | Ὀρ‐

### book 791b

θαῖον ἁπλοῦν, „Εὔμαιοσ“ (π 156 al.) σύνθετον. T

### book 793a.1

ἀμοιβοί: ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τοὺς ἔμπροσθεν

### book 793a.2

παραγενομένους ἐπικούρους | ἤτοι οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως

### book 793a.3

—γίνεται τῶν πεζῶν ἔφοδος. A

### book 793b.1

ἀμοιβοί: οἱ μέν, πεζοί· οἱ δέ, ἀμειβόμενοι Πρίαμον ὑπὲρ

### book 793b.2

ὧν ἐπεκούρησε Φρυξίν· οἱ δέ, διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ

### book 793b.3

ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· b(BCE3E4)T καὶ

### book 793b.4

ἐπὶ τῶν ἄλλων γὰρ νοητέον. παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς

### book 793b.5.1

ἐπεξεργασίας ποιεῖται· τὸ γὰρ εἰπεῖν ὅτι ἐγίνοντο διαδοχαὶ τῶν

### book 793b.5.2

στρατιωτῶν, ψυχρὸν ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν. T

### book 795a.1

οἱ δ’ ἴσαν 〈ἀργαλέων〉 ἀνέμων 〈ἀτάλαντοι ἀέλλῃ〉:

### book 795a.2

κατ’ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς

### book 795a.3

ὁρμῆς, ὕστερον (sc. Ν 797—9) δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλου

### book 795a.4

γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παραπλήσιον. εἰς ἔμφασιν δὲ τῶν

### book 795a.5.1

ἀνέμων τὸ ἀργαλέων πρόσκειται, ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ.

### book 795a.5.2

b(BCE3E4)T

### book 795b

〈οἱ δ’ ἴσαν:〉 οἱ περὶ Ἕκτορα. Til

### book 796-7.1

ὑπὸ βροντῆσ〈—μίσγεται〉: μετὰ βροντῆς

### book 796-7.2

ἰοῦσα ἐπιφέρεται μὲν ὡς ἐπὶ τὸ πέδον, ἀνασκήπτει δὲ εἰς θάλασσαν, ὅ

### book 796-7.3

ἐστι σκηπτός. b(BCE3E4)T

### book 797a.1

〈θεσπεσίῳ δ’ ὁμάδῳ:〉 οὕτως μετὰ τοῦ συνδέσμου,

### book 797a.2

θεσπεσίῳ δ’ ὁμάδῳ. Aim

### book 797b.1

θεσπεσίῳ: θείῳ, b(BCE3E4)T | οἱονεὶ μετὰ θείου {καὶ}

### book 797b.2

σκηπτοῦ φερομένῳ ἢ μετὰ ὀργῆς θεῶν κατιόντι. T δηλοῦν οὖν

### book 797b.3

θέλει τὴν ἀπὸ θεοῦ καταβεβηκυῖαν ἄελλαν. b(BCE3E4)T

### book 798-9

κύματα παφλάζοντα 〈πολυφλοίσβοιο θαλάσ‐

### book 798-9.1

σης / κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’

### book 798-9.2

ἄλλα〉: δεῖξαι θέλει καὶ φύσιν κυμάτων. καί μοι δοκεῖ καὶ τὸν ἦχον μι‐

### book 798-9.3

μήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν στοιχείων τραχύτητος, πα‐

### book 798-9.5.1

φλάζοντα πολυφλοίσβοιο (798). εἶθ’ ὅρα καὶ τὸ ὁμοιοκατάληκτον

### book 798-9.5.2

κύματα παφλάζοντα (798), κυρτὰ φαληριόωντα (799). καὶ

### book 798-9.5.3

ἔχει ἕκαστον τῶν ὀνομάτων τὴν ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλάζον‐

### book 798-9.5.4

τα (798) πρὸς τὸν ἦχον, τὰ δὲ κυρτά (799) πρὸς τὸν ὄγκον, τὰ δὲ φα‐

### book 798-9.5.5

ληριόωντα (799) πρὸς τὸ χρῶμα. προειπὼν δὲ „ἐν δέ τε πολλά /

### book 798-9.10.1

κύματα“ (Ν 797—8) ἐπεξηγεῖται, πῶς πολλά, πρὸ μέν τ’ ἄλλ’,

### book 798-9.10.2

αὐτὰρ ἐπ’ ἄλλα (799). εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολε‐

### book 798-9.10.3

μίων ἡ εἰκών. b(BCE3E4)T

### book 798.1

〈παφλάζοντα:〉 ἐν τῷ ἀναζεῖν ἠχοῦντα, πρὸς τὸν Τρωϊκὸν

### book 798.2

πόλεμον. b(BCE3E4)Til

### book 799a.1

κυρτὰ φαληριόωντα, 〈πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’

### book 799a.2

ἄλλα〉: διασταλτέον βραχὺ φαληριόωντα καὶ ἄλλα, στικτέον δὲ

### book 799a.3

αὐτὰρ ἐπ’ ἄλλα. A

### book 799b.1

φαληριόωντα: λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ

### book 799b.2

παντευχίᾳ. b(BCE3E4)T

### book 800.1

〈πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι:〉 πρὸ

### book 800.2

μὲν πρόσω μέν, b(BCE3E4)Til ἐπί ὀπίσω. b(BCE3E4)

### book 803.1

πρὸ ἕθεν {δ’ ἔχεν ἀσπίδα}: ὁμοίως τῷ „ἀπὸ ἕθεν“ (Ζ 62)

### book 803.2

ἀναγνωστέον κατ’ ὀρθὴν τάσιν. προείρηται δὲ (sc. ad Γ 128) περὶ

### book 803.3

τῆς ἀντωνυμίας. A

### book 805

πήληξ: παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ

### book 805

κορυθάϊξ (cf. Χ 132). T

### book 806a

〈ἐπειρᾶτο:〉 ἐπείραζεν. Til

### book 806b.1

προποδίζων: ἠρέμα ἕτερον ἐφ’ ἑτέρῳ πόδα τιθείς.

### book 806b.2

b(BCE3E4)T

### book 807.1

〈ὑπασπίδια〉 προβιβῶντι: μετὰ πολλῆς ἀσφαλείας

### book 807.2

βαίνοντι. τῷ δὲ βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβα‐

### book 807.3

ρον ἐνδεικνύμενον τὴν εὐτυχίαν. b(BCE3E4)T

### book 808a.1

ἀλλ’ οὐ σύγχει θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉:

### book 808a.2

ὅτι Ζηνόδοτος ὑποτάσσει „λίην γάρ σφι〈ν〉 πᾶσιν ἐκέκριτο θάρσεϊ

### book 808a.3

πολλῷ“ (= Ν 808 a). τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. | καὶ

### book 808a.4

ὁ Ἀρίσταρχος περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις

### book 808a.5

ἐφέρετο. A

### book 808b.1

ἀλλ’ οὐ σύγχει θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉:

### book 808b.2

μετὰ τοῦτον Ζηνόδοτος γράφει „λίην γάρ σφιν πᾶσι〈ν ἐ〉κέκριτο

### book 808b.3

θάρσεϊ πολλῷ“ (= Ν 808 a). T

### book 809a.1

{μακρὰ} βιβάσθων: Τυραννίων (fr. 32 P.) περισπᾷ, οὐχ

### book 809a.2

ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ

### book 809a.3

βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς, ὥς φησι

### book 809a.4

Φιλόξενος (fr. 543 Th.), εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστὸς

### book 809a.5.1

„ἀΐσθων“ (Π 468)· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν

### book 809a.5.2

τοῦ τέλους εἰς θω βαρύτονα ῥήματα, ἐγερτὸς ἐγέρθω, ἐρεκτὸς ἐρέχθω,

### book 809a.5.3

ἀϊστὸς „ἀΐσθων“· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραι‐

### book 809a

τητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον. A

### book 809b.1

βιβάσθων: βαρυντέον, εἴτε ἀπὸ τοῦ βιβῶ ἐγένετο εἴτε

### book 809b.2

ἀπὸ τοῦ βιβαστός. | Ἀρίσταρχος δέ φησιν· „ἐὰν ὀξύνηται, ἔσται

### book 809b.3

μακρὰ διαβάσ“. T

### book 810a.1

σχεδὸν ἐλθέ: δαιμονίως τὸ ἐλθέ· τὸν μὲν γὰρ κίνδυνον

### book 810a.2

ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ σχεδὸν ἐλθέ, τὴν δὲ ἀρετὴν κοινὴν

### book 810a.3

ἁπάντων, „οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν“ (Ν 811). b(BCE3E4)T

### book 810b

〈αὔτως:〉 Ἀρίσταρχος αὔτως, ἄλλοι δὲ „οὕτωσ“. Aim

### book 811.1

〈οὔ τοί τι μάχησ〉 ἀδαήμονές εἰμεν: ἀμείνων γάρ

### book 811.2

ἐστιν· ἵνα τὴν μὲν ἀτυχίαν κοινοῖτο, τὸ δὲ ἕτερον μή. μετρίως δὲ οὐκ

### book 811.3

‘ἔμπειροί ἐσμεν‘ φησίν, ἀλλ’ οὐκ ἀδαήμονες. τούτοις δὲ †ἀντιτιθῆ‐

### book 811.4

ναι† ἄξιον τὰ Ἕκτορος· „αὐτὰρ ἐγὼν εὖ οἶδα μάχασ“ (Η 237). T

### book 812

〈μάστιγι:〉 τῇ πληγῇ, μεταφορικῶς. Til

### book 813-4.1

〈ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν /

### book 813-4.2

νῆας·〉 ἄφαρ 〈δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν: ἄφαρ〉

### book 813-4.3

ῥᾳδίως, παραχρῆμα. τινὲς δὲ ‘ἐέλπεται ἄφαρ ἐξαλαπάξειν, εἰσὶ δὲ

### book 813-4.4

χεῖρες καὶ ἡμῖν ὥστε ἀμύνειν‘. b(BCE3E4)T ἢ ‘εἰσὶ καὶ ἡμῖν

### book 813-4.5

χεῖρες ὥστε ἄφαρ ἀμύνειν‘. b(BE3E4)T

### book 817-8.1

〈σοὶ δ’ αὐτῷ φημι σχεδὸν ἔμμεναι, ὁππότε

### book 817-8.2

φεύγων /〉 ἀρήσῃ Διῒ πατρὶ 〈καὶ ἄλλοις ἀθανάτοισι〉: οὐ

### book 817-8.1

προμαντεύεται, ἀλλὰ στοχάζεται ἀκούσας Ἀχιλλέως „ἀμφὶ δέ τοι τῇ

### book 817-8.2

’μῇ κλισίῃ / Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω“ (Ι 654—5).

### book 817-8.5

b(BCE3E4)T ὅθεν καὶ τὸ περισσὸν ὑποφαίνει. b(BCE3E4)

### book 819.1

〈θάσσονας ἰρήκων—ἵππους:〉 πολλὴ ὑπερβολὴ

### book 819.2

τοῦ δέους. Til

### book 820

〈κονίοντες πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aim

### book 822

〈ἐπί:〉 ὀπίσω. Til

### book 824a.1

ἁμαρτοεπές: τῶν βελτίστων λόγων ἁμαρτάνων,

### book 824a.2

b(BCE3E4)T ὡς „μοιρηγενέσ“ (Γ 182). T ἐπιλέλησται δὲ τοῦ

### book 824a.3

„ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε / καὶ πινυτήν“ (Η 288—9):

### book 824a.4

b(BCE3E4)T τοιοῦτον γὰρ ὁ ἄνθρωπος· ὅταν μὲν κινδύνῳ

### book 824a.5

συσχεθῇ, ταπεινοῦται, ὅταν δ’ ὑπεκρυῇ, ἀφηνιάζει. T

### book 824b1.1

{αἶαν ἁμαρτοεπες} βουγάϊε: Ζηνόδοτος „βουγήϊε“ διὰ

### book 824b1.2

τοῦ η. ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ α, τάχα ἐπεὶ γαίων ὡς ἐπὶ τὸ πλεῖστον

### book 824b1.3

ὁ ποιητὴς λέγει. A

### book 824b2

Ζηνόδοτος δὲ „βουγήϊε“ γράφει, Ἀρίσταρχος βουγάϊε. T

### book 824c.1

βουγάϊε: τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ

### book 824c.2

μὴ δρομικόν, ὡς Ἀχιλλεύς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι

### book 824c.1

γαίων, A b (BCE3E4)T ὅ ἐστι γαυριῶν. A ἢ ἐπειδὴ εἶπε

### book 824c.2

„χερσὶν ὑφ’ ἡμετέρῃσιν“ (Ν 816)· καὶ Ἶρος γὰρ ἔλεγεν· „ὃν ἂν κακὰ

### book 824c.5.1

μητισαίμην 〈/ κόπτων ἀμφοτέρῃσι〉“ (ς 27—8). T οἱ δὲ „βου‐

### book 824c.5.2

κάϊε“, ὅ ἐστιν ἀγροῖκε· „βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύποσ“ Νίκανδρος

### book 824c.5.3

(ther. 5). A b (BCE3E4)T οἱ δέ φασιν ὅτι Δουλιχιῶται καὶ

### book 824c.5.4

Σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα, μηδὲν δὲ ἰσχύοντας βουγαΐους κα‐

### book 824c.5.5

λοῦσιν. AT

### book 825-7.1

〈αἰ γὰρ ἐγὼν οὕτω γε〉 Διὸς πάϊσ〈—Ἀθη‐

### book 825-7.2

ναίη καὶ Ἀπόλλων〉: τέσσαρα εὔχεται· καὶ παῖς Διὸς εἶναι καὶ δι’

### book 825-7.3

ὅλου ὡς θεὸς καὶ ἐξ Ἥρας καὶ ἴσος Ἀθηνᾷ καὶ Ἀπόλλωνι. b(BCE3E4)T

### book 826

〈τέκοι δέ με ... Ἥρη:〉 τεχθεὶς εἴην ὑπὸ Ἥρας. Til

### book 827.1

ὡς τίετ’ Ἀθηναίη 〈καὶ Ἀπόλλων〉: ἔνθεν Ἀθηναῖον

### book 827.2

ὑπονοοῦσιν Ὅμηρον· πατρῷον γὰρ τιμῶσιν Ἀπόλλωνα, 〈ἀλλ’ οὐ〉

### book 827.3

Δία. ἢ ὅτι αὐτοὶ μόνοι πιστεύονται τὴν αἰγίδα, τιμᾶσθαι αὐτούς

### book 827.4

φησιν. T

### book 829

〈πεφήσεαι:〉 ἐκ τοῦ φῶ τὸ φονεύω. Til

### book 830a.1

〈μακρόν:〉 μέγα ἢ b(BCE3E4) | κατὰ βάθος ἐρχόμενον.

### book 830a.2

b(BCE3E4)Til

### book 830b.1

〈χρόα〉 λειριόεντα: ἀνθηρόν, σκιατραφηθέντα. χρόα

### book 830b.2

δὲ καλεῖ τὴν ἕως ὀστῶν σάρκωσιν. b(BCE3E4)T

### book 830c

〈χρόα λειριόεντα:〉 σημείωσαι τὸν χρόα. Aim

### book 831a

〈δάψει:〉 Ἀκαρνᾶνες ῥήξει. Til

### book 831b.1

κορέεις κύνας 〈ἠδ’ οἰωνούσ〉: ὄντως νεμεσητόν· ὁ γὰρ

### book 831b.2

περὶ λύμης σώματος ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα. b(BCE3E4)T

### book 832a1

〈ἐπὶ νηυσίν:〉 ἐν ἄλλῳ „παρὰ νηυσίν“. Aim

### book 832a2

τινὲς „〈παρὰ〉 νηυσίν“ γράφουσιν. Til

### book 835.1

〈Ἀργεῖοι δ’ ἑτέρωθεν〉 ἐπίαχον: δηλονότι ἀνθιστάμενοι

### book 835.2

ὥστε ἐκ τῆς ἑκατέρων βοῆς μέγαν τινὰ ἦχον γενέσθαι. b(BCE3E4)T

### book 836

〈ἐπιόντας:〉 οὓς ἐπήγετο ὁ Ἕκτωρ. Til

### book 837a.1

ἵκετ’ αἰθέρα 〈καὶ Διὸς αὐγάσ〉: ἐν τάχει τὸ μέγεθος

### book 837a.2

τῆς βοῆς ἐσήμανεν, εἰς ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαλμα οὐρανός

### book 837a

ἐστι καὶ γῆ. b(BCE3E4)T

### book 837b.1

Διὸς αὐγάς: τὸν οὐρανόν, b(BCE3E4)T „δι’ αἰθέ‐

### book 837b.2

ρος οὐρανὸν ἧκεν“ (Β 458). οἱ δὲ Διὸς τοῦ ἡλίου, Πλατωνικῶς. οἱ δὲ

### book 837b.3

τὰ ὑψηλὰ τῶν ὀρῶν. οἱ δὲ αὐλάς, ἐπεί φησι „Ζηνός που τοιήδε γ’

### book 837b.4

Ὀλυμπίου ἔνδοθεν αὐλή“ (δ 74), „Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν

### book 837b.5

αἰθέρι“ (Ο 192). T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 315.1

〈ἔρος:〉 ] ..ως αν..

### book 315.2

〈γυναικός:〉 ὅ(τι) ἀ̣ν(τὶ τοῦ) θ̣νη[τῆς

### book 316

〈θυμὸν—περιπροχυθεὶς ἐδάμασσεν:〉 [πο]‐

### book 316

θοῦν̣τ̣α ἐ̣μφαίνει [τὸν Δία

### book 317.1

〈Ἰξιονίης ἀλόχοιο:〉 ]. οἱ νεώτεροι Δίαν ὀνο‐

### book 317.2

μ[άζουσι

### book 325

〈χάρμα βροτοῖσιν:〉 [διὰ τὸ ποι]εῖν ε̣ὐθυμε̣ῖσ[θαι

### book subscr.1

[ ] Ἀπολλοδώρ̣[ου

### book subscr.2

[ ] Ἀθηναίου [

### book subscr.3

[ ]γραμματικ̣ο̣[ῦ

### book subscr.4

[ ] Ζητήματ[α

### book subscr.5.1

[ ] γ̣ρ̣αμματι̣κ̣[ὰ

### book subscr.5.2

[ ] ε̣ἰ̣ς τὴ̣ν̣ Ξ [

### book subscr.5.3

[ ]τῆς Ἰλ̣ιάδο̣[ς

### book subscr.1

[ ] Σωσύου [

### book subscr.2

[ [Idiosyncratic Papyrological Character]

### book 0.1

Καθελὼν τὸ τεῖχος ὁ ποιητὴς καὶ τοὺς Τρῶας εἰσαγαγὼν καὶ

### book 0.2

ἀναλώσας τὰς πολλὰς ἐνεργείας τῶν λόγων περὶ πτώματα, τὴν

### book 0.3

ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς

### book 0.4

κοιμήσεως· δείκνυσι γὰρ ὡς ἄκων ἐλιμπάνετο Νέστωρ τῆς μάχης

### book 0.5.1

συνὼν Μαχάονι, διὰ τὸ αὐτὸν αἴτιον εἶναι τῆς τῶν πολλῶν σωτηρίας

### book 0.5.2

(sc. Ζ 20—4. 53—63). b(BCE3E4)T

### book 1a.1

Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ 〈πίνοντά περ ἔμ‐

### book 1a.2

πησ〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος, Νέστορα δὲ

### book 1a.3

καίπερ πίνοντα ὅμως οὐκ ἔλαθεν ἡ βοή· πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνον‐

### book 1a.4

τος ψυχή. ἀπρεπὲς δέ τινες οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην τὸ

### book 1a.5.1

πίνειν, ἐπὶ τὸ ἰαχή στίξαντες τὰ ἑξῆς συνάπτουσι πίνοντα περ

### book 1a.5.2

ἔμπης / „ἀλλ’ Ἀσκληπιάδην“ (Ξ 2). πρὸς δὲ τῷ μὴ εἶναι Ὁμηρικὸν

### book 1a.5.3

τὸ ὑπερβατὸν καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οὗ καὶ τὴν

### book 1a.5.4

ἀρχὴν ἐζητεῖτο, εἰ δεόντως τετρωμένος οἶνον προσεφέρετο. βελτί‐

### book 1a.5.5

ων οὖν ἡ συνήθης ἀνάγνωσις. A

### book 1b.1

Νέστορα 〈δ’ οὐκ ἔλαθεν ἰαχή〉: ἀπάγει ἡμᾶς ἀπὸ τοῦ

### book 1b.2

ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν. b(BCE3

### book 1b.3

E4)T

### book 1c1.1

ἔλαθεν: σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ‐

### book 1c1.2

ψασθαι, ὡς τὸ „καὶ τότ’ ἐγὼ Κίρκης λαθόμην“ (cf. μ 226—7) AT | καὶ

### book 1c1.3

„ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν“ (Ι 537). T

### book 1c2

τὸ δὲ λανθάνειν δηλοῖ καὶ τὸ ἀκούειν μέν, ἐθελοντὴν δὲ παρ‐

### book 1c2

αιτεῖσθαί τι. b(BE3E4)

### book 1d.1

οὐκ ἔλαθεν ἰαχή: τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς

### book 1d.2

πάλαι πολέμων εὖ εἰδότα. b(BCE3E4)T καὶ Μενέλαος οὖν φησι

### book 1d.3

„τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο“ (Λ 467). T

### book 1e.1

〈οὐκ ἔλαθεν ἰαχὴ〉 πίνοντά περ ἔμπης: ἀκολάστως

### book 1e.2

φασὶ πίνειν αὐτόν. ἢ τάχα τὸν κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον.

### book 1e.3

τινὲς δὲ στίζουσιν εἰς τὸ ἰαχή, b(BCE3E4)T καὶ τὸ ἑξῆς, ἀλλὰ

### book 1e.4

καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν. τινὲς δὲ τὸ ἔμπης ἀντὶ

### book 1e.5.1

τοῦ ‘ὁμοίως τῷ Μαχάονι‘, ὡς τὸ b(BE3E4)T „ἔμπης εἰς γαῖ‐

### book 1e.5.2

άν τε καὶ οὐρανόν“ (Ξ 174), T „σὺ δὲ χαῖρε καὶ ἔμπησ“ (ε

### book 1e.5.3

205), ὁμοίως παρών τε καὶ ἀπών, τόν τε πέρ πλεονάζειν, ὡς ἐν τῷ

### book 1e.5.4

b(BE3E4)T „μηδέ μοι ἦτορ / ἐν στήθεσσιν ὄρινε T φυ‐

### book 1e.5.5

γόντι περ αἰπὺν ὄλεθρον“ (ρ 46—7). b(BE3E4)T

### book 1f1.1

ἄλλως· πίνοντά περ: οὐχ ὅτι παράδοξον τὸ πίνοντα

### book 1f1.2

κραυγῆς ἀκοῦσαι, ἀλλ’ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ

### book 1f1.3

πολέμου γινόμενα. ἐπάγει γοῦν „μείζων δὴ παρὰ νηυσὶ βοή“ (Ξ 4),

### book 1f1.4

δηλῶν ὅτι καὶ πρὸ τῆς βοῆς προσεῖχεν. δηλοῖ οὖν ὡς οὐδὲν ἡ χρεία

### book 1f1.5.1

τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπί‐

### book 1f1.5.2

σκεψιν γίνεται. b(BCE3E4)T

### book 1f2

{νέστορα δ’ οὐκ ἔλαθεν:} σφόδρα—τῶν λογισμῶν. |

### book 1f2.1

δηλοῖ δὲ ὡς οὐδὲ ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπου‐

### book 1f2.2

δαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται. | ἐζήτηται δέ, πῶς ὁ Νέστωρ

### book 1f2.3

—ἤρξατο, ἀφ’ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα. A

### book 2.1

〈Ἀσκληπιάδην ...〉 προσηύδα: τὸ ἑξῆς πρὸς Ἀσκλη‐

### book 2.2

πιάδην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων. b(BCE3)T

### book 3a

{δῖε} Μαχᾶον: ὡς Ἀνδραῖμον. T

### book 3b

〈ἔσται:〉 γενήσεται. Til

### book 3b.1

{ὅπως} ἔσται: τὸ ἔσται διαφέρει τοῦ γενήσεται—γενή‐

### book 3b.2

σεται παῖς. A

### book 4a1.1

〈μείζων δὴ παρὰ νηυσὶ βοὴ〉 θαλερῶν 〈αἰζηῶν:

### book 4a1.2

θαλερῶν〉 ἀπὸ τῶν φυτῶν. λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν. T

### book 4a2.1

ἀπὸ τῶν νέων ἔτι καὶ θαλλόντων φυτῶν παρείληπται ἡ

### book 4a2.2

μεταφορά. λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν. b(BCE3E4)

### book 5.1

πῖνε καθήμενος 〈αἴθοπα οἶνον〉: ἀντὶ τοῦ πῖθι, ὡς

### book 5.2

„διεφαίνετο χῶρος / πιπτόντων“ (Κ 199—200) ἀντὶ τοῦ πεσόντων.

### book 5.3

A b (BCE3E4)T ὡς δὲ ἐπιπολαίας οὔσης τῆς πληγῆς καὶ ἰατρὸς

### book 5.4

ὢν καταφρονεῖ τῆς διαίτης b(BCE3E4)T καὶ πρὸς τὸ ποτὸν

### book 5.5.1

ἀδιαφορεῖ. b(BCE3E4) | οἱ δὲ γράφουσι „μίμνε καθήμενος ἐν κλισίῃ‐

### book 5.5.2

σιν“. T

### book 6-7a1.1

〈εἰς ὅ κε〉 θερμὰ λοετρὰ〈— / θερμήνῃ καὶ

### book 6-7a1.2

λούσῃ〉: προαναστήσας αὐτὸν ποτῷ καὶ κυκεῶνι λούει. οὐ τὰ θερμὰ

### book 6-7a1.3

δὲ θερμήνῃ (7), ἀλλὰ θερμήνῃ, ἅ ἐστι †θερμὰ λουτρά. T

### book 6-7b1

〈εἰς ὅ κε— / θερμήνῃ καὶ λούσῃ:〉 διὰ {δὲ} τὸ

### book 6-7b1

ἀτονεῖν οὐκ εὐθέως ἔλουσεν αὐτόν. T

### book 6-7a2/b2.1

προανακτησάμενος αὐτὸν τῷ κυκεῶνι τότε λούει, ἀλλ’

### book 6-7a2/b2.2

οὐκ εὐθέως, ἵνα μὴ ἀτονῶν γένηται ἀτονώτερος. οὐ τὰ θερμὰ δὲ θερ‐

### book 6-7a2/b2.3

μήνῃ, ἀλλὰ θερμήνῃ, ἅ ἐστι θερμαντικὰ μετὰ τὸ θερμανθῆναι. b

### book 6-7a2/b2.4

(BCE3E4)

### book 7a.1

{θερμήνηι καὶ} λούσῃ 〈ἄπο βρότον〉: ὅτι οὐ πᾶν αἷμα

### book 7a.2

βρότος, ἀλλὰ τὸ ἀπὸ βροτοῦ πεφονευμένου. | τὴν δὲ πρόθεσιν

### book 7a.3

ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστιν ἀπολούσῃ. A

### book 7b1.1

〈λούσῃ〉 ἄπο βρότον: ἀναστρεπτέον τὴν πρόθεσιν. |

### book 7b1.2

βροτὸς ὁ ἄνθρωπος ὁ φονευτός, βρότος δὲ ὁ φόνος. T

### book 7b2.1

βρότος μὲν ὁ ἐξ αἵματος ῥύπος, βρωτὸν δὲ τὸ ἐσθιόμενον, καὶ

### book 7b2.2

βροτὸς ὁ φθειρόμενος ἄνθρωπος. | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν

### book 7b2.3

πρὸς τὸ λούσῃ. b(BCE3)

### book 8a.1

τάχα εἴσομαι ἐς περιωπήν: ὅτι τὸ τάχα ἀντὶ τοῦ

### book 8a.2

ταχέως. καὶ ὅτι περιωπὴ τόπος, ἐξ οὗ περιόψεταί τις πάντα. καὶ τὸν

### book 8a.3

Ἀγαμέμνονα νοητέον προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα

### book 8a.4

ἴδῃ τὰ τῶν Τρώων πυρά (cf. Κ 11—2). A

### book 8b

〈εἴσομαι:〉 ὄψομαι ἢ | γνώσομαι. b(BCE3)Til

### book 8c1.1

εἰς περιωπήν: ὅθεν ἔστι περιοπτεύειν, ἢ κρημνὸς (cf. Μ 54)

### book 8c1.2

ἢ πρύμνα νεώς, ὡς Ἀχιλλεύς (cf. Λ 600—1). καὶ ᾤετο μὲν μόνως ἀφ’

### book 8c1.3

ὕψους ἰδεῖν, ἐξελθὼν δὲ τῆς σκηνῆς εἶδεν αὐτοὺς πλησίον ἤδη γεγονό‐

### book 8c1.4

τας. | ὄπτω ὀπή, ὡς τὸ κλέπτω κλοπή. T

### book 8c2

περιωπὴ δὲ πᾶν, ὅθεν ἔστι περιοπτεύειν. λέγει δὲ ἢ κρημνόν

### book 8c2

τινα ἢ πρύμναν νεώς. b(BCE3)

### book 9.1

τετυγμένον: εὔτυκτον, ὡς „ποιητὰς 〈...〉 πύλασ“ (Μ 470),

### book 9.2

„ὀρυκτὴν τάφρον“ (cf. Θ 179), „〈ἅρμασι〉 κολλητοῖσιν“ (Ψ 286)·

### book 9.3

λείπει γὰρ ἐν ὅλοις τὸ εὖ. T

### book 9-11a1.1

σάκος 〈εἷλε—〉Θρασυμήδεος〈—ὁ δ’

### book 9-11a1.2

ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο〉: δίδαγμα, ὅπως δεῖ περὶ κτημάτων παῖ‐

### book 9-11a1.3

δας πατράσι διακεῖσθαι. ἴσως δὲ ὑποχωρῶν τῆς μάχης καὶ πρῶτος

### book 9-11a1.4

νοήσας τὸ Ποσειδῶνος τὴν κρείττω ἀσπίδα ἀφῆκε τῷ υἱῷ, ἵνα ἀπιὼν

### book 9-11a1.5.1

μὴ φυγῆς δόξαν ἀπενέγκηται, ὡς καὶ Ἕκτωρ τὸ ἅρμα λιπὼν ἄπεισιν

### book 9-11a1.5.2

εἰς τὴν πόλιν (cf. Ζ 103. 116—8). T

### book 9-11a2.1

διδάσκει, ὅπως δεῖ περὶ κτημάτων πατέρας πρὸς παῖδας καὶ

### book 9-11a2.2

παῖδας διακεῖσθαι πρὸς πατέρας, μηδὲν ἡγουμένους οἰκεῖον. τάχα

### book 9-11a2.3

γοῦν ὑποχωρῶν τῆς μάχης ὁ Νέστωρ τὴν κρείττονα ἀσπίδα τῷ υἱῷ

### book 9-11a2.4

κατέλιπεν. b(BCE3E4)

### book 11.1

ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο: πιθανῶς ὁ νέος—κα‐

### book 11.2

νόνας τε καὶ αὐτήν. A

### book 12.1

ἄλκιμον: κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. ἀκαχ‐

### book 12.2

μένον δὲ b(BCE3)T ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρόν,

### book 12.3

ἀντίτυπον. b(BCE3E4)T

### book 13a.1

στῆ δ’ ἐκτὸς κλισίης, 〈τάχα δ’ εἴσιδεν ἔργον ἀει‐

### book 13a.2

κέσ〉: ὅτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη, ἀλλ’ ἐπὶ τὴν πε‐

### book 13a.3

ριωπὴν προῆλθεν. A

### book 13b.1

τάχα δ’ εἴσιδεν 〈ἔργον ἀεικέσ〉: δαιμονίως τὴν ἔπειξιν

### book 13b.2

τοῦ πρεσβύτου παρέστησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκο‐

### book 13b.3

πεῖ, ἀλλ’ ἅμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι· b(BCE3E4)T ἦσαν

### book 13b

γὰρ ἔγγιστα. b(BCE3E4)

### book 13c

τάχα: ταχέως. b(BCE3E4)Til

### book 14-5.1

〈τοὺς μὲν ὀρινομένους,〉 τοὺς δὲ κλονέοντας

### book 14-5.2

〈ὄπισθε, / Τρῶας ὑπερθύμουσ〉: τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμ‐

### book 14-5.3

φιβολίαν, ὡς „ἡ δ’ ἑτέρη θέρεϊ προρέει“ (Χ 151)· ἐδήλωσε γὰρ ὡς ἡ

### book 14-5.4

πρώτη (cf. Χ 149) χειμῶνος ῥεῖ. b(BCE3)T

### book 15a1.1

ἐρέριπτο δὲ τεῖχος 〈Ἀχαιῶν〉: ἀντὶ τοῦ ἀνερήριπτο.

### book 15a1.2

αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα. T

### book 15a2.1

ὡς φιλέλλην αὔξει τὴν συμφοράν, ἐπεὶ οὐ πᾶν, ἀλλὰ μόνη

### book 15a2.2

πέπτωκεν ἡ ἔπαλξις. b(BCE3E4)

### book 15a2.1

ἐρέριπτο: ἔστι ῥῆμα ἐρίπτω—τὸ καταβάλλω· „ῥεῖ’

### book 15a2.2

ὄχθας 〈καπέτοιο〉 βαθείας ποσσὶν ἐρίπτων“ (Ο 356) ἀντὶ τοῦ κατα‐

### book 15a2.5.1

ρίπτων καὶ καταβάλλων· οὗ γίνεται παθητικὸν—συστολὴν

### book 15a2.5.2

ἐρέριπτο. A

### book 16a.1

ὡς δ’ ὅτε πορφύρῃ 〈πέλαγος μέγα κύματι κω‐

### book 16a.2

φῷ〉: ὅτι πορφύρῃ μελανίζῃ. εἴωθεν δέ, ὅταν ἀρχὴν λαμβάνῃ κινή‐

### book 16a.3

ματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ τοὺς κατὰ ψυχὴν με‐

### book 16a.4

ριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ λέγει τῷ ἀφώνῳ καὶ

### book 16a.5.1

μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχώ· μηδέπω γὰρ ἀνέμου

### book 16a.5.2

εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ. A

### book 16b1

〈πορφύρῃ:〉 ἐν τῇ Ζηνοδότου „πορφύρει“ διὰ τῆς ει. Aim

### book 16b2

Ζηνόδοτος διὰ τῆς ει διφθόγγου. Til

### book 16c.1

πορφύρῃ: μελαίνηται, ὅθεν καὶ „πορφύρεος θάνατοσ“

### book 16c.2

(Ε 83). ἢ κατὰ βάθος †κινεῖται†· πορφύρειν γὰρ τὸ κατὰ βάθος

### book 16c.3

μεριμνᾶν. b(BCE3E4)T

### book 16d.1

κύματι κωφῷ: ἀφώνῳ, μηδέπω παφλάζοντι, καὶ †κωφῷ

### book 16d.2

οἱ δὲ τῷ ἀροίζῳ†. „κωφὴν“ δὲ „γαῖαν“ (cf. Ω 54) τὴν ἀναίσθητον.

### book 16d.3

b(BCE3E4)T τοῦτο δὲ Ἀττικοὶ „κολόκυμα“ (Ar. equ. 692),

### book 16d.4

Αἰολεῖς δὲ „σκώληκα“ (cf. Plat. com. fr. 25 K.) καλοῦσιν. καλῶς δὲ

### book 16d.5.1

μελαίνεσθαι τὸ πέλαγός φησι τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυ‐

### book 16d.5.2

μάτων παφλαζόντων. b(BE3E4)T

### book 16e

〈κωφῷ:〉 τινὲς „πηγῷ“ γράφουσιν. Til

### book 17

〈λιγέων:〉 ὀξέων. Til

### book 18a

〈αὔτως:〉 ἀπράκτως. διαφέρει τὸ αὕτως. Til

### book 18b1.1

οὐδ’ ἄρα τε: οὕτως οὐδ’ ἄρα τε Aim διὰ τοῦ τέ αἱ

### book 18b1.2

Ἀριστάρχου, AimT ἵνα παρέλκῃ ὁ τέ. T

### book 18c1

〈προκυλίνδεται:〉 ἔμπροσθεν κυλίεται τὸ κῦμα. Til

### book 18d1.1

ἑτέρωσε: ἀντὶ τοῦ εἰς τοὐπίσω, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „κυ‐

### book 18d1.2

λίνδεται“, ὅ ἐστιν ‘οὐδὲ εἰς τοὐπίσω ἀνακάμπτει‘. | οὐκ ἐπὶ τοῦ πολέ‐

### book 18d1

μου, ἀλλὰ μεταβέβηκεν ὁ λόγος ἐπὶ τὸ κῦμα. T

### book 18b2/c2/d2.1

παρέλκει ὁ τέ. | ὁ δὲ „πρό“ εἰς τοὔμπροσθεν, | τὸ δὲ

### book 18b2/c2/d2.2

ἑτέρωσε εἰς τοὐπίσω, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „κυλίνδεται“, b(BCE3)

### book 18b2/c2/d2.3

ὅ ἐστιν ‘οὐδ’ ἔμπροσθεν ἀνακάμπτει τὸ κῦμα‘. b(BE3E4)

### book 19a.1

πρίν τινα κεκριμένον 〈καταβήμεναι ἐκ Διὸς οὖ‐

### book 19a.2

ρον〉: τινὲς δὲ κεκριμένον ἐκ Διός. T | διδάσκει ὅτι τὸ ἄνω θερμὸν

### book 19a.3

τὸν ἀέρα κινοῦν ἄνεμον ποιεῖ, λῦον τὴν περικειμένην ὕλην· εἰσὶ γὰρ ἐξ

### book 19a.4

ἰκμάδος, καὶ „ἴκμενον οὖρον“ (Α 479), καὶ Ἴκμιος Ζεὺς τιμᾶται, ὁ τῶν

### book 19a.5.1

ἀνέμων δεσπότης (cf. Call. fr. 75, 34), b(BCE3E4)T καὶ „κοιμί‐

### book 19a.5.2

σας δ’ ἀνέμους χέει ἔμπεδον“ (Μ 281). T

### book 19b.1

〈κεκριμένον:〉 ἀπλανῆ, σταθερόν· ἢ τῶν ἄλλων κεχωρι‐

### book 19b.2

σμένον. οὖρος δὲ παρὰ τὸ ὀρούειν. b(BE3E4)Til

### book 20

〈ὥρμαινε:〉 ὥρμα τῇ διανοίᾳ. Til

### book 20.1

δαϊζόμενος 〈κατὰ θυμόν〉: διχῇ μεριζόμενος—δια‐

### book 20.2

σκοπούμενος. A

### book 20-2

〈ὥρμαινε〉 δαϊζόμενος 〈κατὰ θυμόν / διχθάδι’, ἢ

### book 20-2.1

μεθ’ ὅμιλον ἴοι— / ἦε μετ’ Ἀτρείδην〉: διὰ μέσου τὸ

### book 20-2.2

δαϊζόμενος (20). T | τὸν δὲ δεύτερον η (cf. 22) περισπαστέον. |

### book 20-2.3

ὡς τιμώμενος δὲ λίαν παρὰ Ἀγαμέμνονι ἄτοπον ἡγεῖτο μὴ ὁρᾶν αὐτὸν

### book 20-2.5.1

τετρωμένον. b(BCE3E4)T ἢ ὅτι οὐδὲν δεῖ ποιεῖν ἄνευ σκέψεως·

### book 20-2.5.2

δεῖσθαι οὖν νενόμικε τῆς σὺν ἐκείνῳ βουλῆς, ὡς καὶ αὐτὸς ἐν τῇ νυκτί

### book 20-2.5.3

(sc. Κ 73—130)· ἐπάγει γοῦν „ἡμεῖς δὲ φραζώμεθ’, ὅπως ἔσται τάδε

### book 20-2

ἔργα, / εἴ τι νόος ῥέξει“ (Ξ 61—2). b(BE3E4)T

### book 21a.1

διχθάδι’ ἢ μεθ’ ὅμιλον: τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ

### book 21a.2

καὶ Ἀρίσταρχος βούλεται· διὸ τὴν χθα συλλαβὴν ὀξυτονητέον. παρ‐

### book 21a.3

αιτητέον δὲ τοὺς βουλομένους εἶναι „†διχθαδίην ἢ† μεθ’ ὅμιλον“ καὶ

### book 21a.4

τὴν δι συλλαβὴν ὀξύνοντας. A

### book 21b.1

διχθάδι’, 〈ἢ〉: τὸ τέλειον διχθάδια. b(BCE3E4)T τινὲς δὲ

### book 21b.2

„διχθαδί’ ἢ“ ὡς τὸ „ἥ μ’ οἴῳ ἔρροντι“ (δ 367). T | ὥσπερ δὲ τὸ κῦμα

### book 21b.3

ἀργοῦν ἕστηκε πρὸ τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων. ἔστι

### book 21b.4

δὲ ταῦτα τοῦ βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος πλέον ταῖς

### book 21b.5

σκέψεσιν. b(BCE3E4)T

### book 24a.1

〈ἐπ’ Ἀτρείδην:〉 ἀντὶ τοῦ πρὸς Ἀτρείδην, ὡς „ἐπ’ ἔμ’

### book 24a.2

ἔρχεο“ (Κ 85). Til

### book 24b.1

〈οἱ δ’〉 ἀλλήλους ἐνάριζον: ἐμάχοντο γὰρ ἐκεῖνοι, πρὸς

### book 24b.2

οὓς ἀπελθεῖν ἠβούλετο· τοῦτο γὰρ ἐπήγαγε πρὸς τὸ „ἢ μεθ’ ὅμιλον

### book 24b.3

ἴοι Δαναῶν“ (Ξ 21). b(BCE3E4)T

### book 25.1

λάκε: 〈ἡ διπλῆ, ὅτι〉 οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ

### book 25.2

τοῦ ἐλήκει ἐνδείᾳ τοῦ ι, „ὡς ἄνοον κραδίην ἔχεσ“ (Φ 441) καὶ Ἰωνικῇ

### book 25.3

συστολῇ τοῦ η εἰς α λάκε. ὠνοματοπεποίηται δέ· ὅθεν καὶ ἡ λακίς. AT

### book 26.1

ἀμφιγύοισιν: ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ὅ ἐστι

### book 26.2

βλάψαι· ἢ ἀμφοτέρωθεν γυῖα ἔχουσι καὶ ἐπερείδεσθαι δυναμένοις·

### book 26

γυῖα δὲ δοράτων τὰ ἄκρα τοῦ σιδήρου. b(BCE3E4)T

### book 27.1

ξύμβληντο: συνέβαλον κατὰ συντυχίαν. ἢ ὥσπερ ὁ Νέστωρ

### book 27.2

ὑπὸ τῆς βοῆς κινηθεὶς πρόεισι, διὰ τοῦτο καὶ οἱ συνηγμένοι τραυμα‐

### book 27.3

τίαι ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, τεταραγμένοι ἐπὶ τῇ βοῇ, ὁμοῦ

### book 27.4

προΐασιν. b(BCE3E4)T

### book 28a.1

〈πὰρ νηῶν ἀνιόντες:〉 ἀπὸ τῶν πρὸς τῇ θαλάσσῃ νηῶν

### book 28a.2

ἐπὶ τὰς ἐν τῷ τείχει ναῦς. b(BCE3E4)Til

### book 28b.1

〈βεβλήατο:〉 ὅτι συλληπτικῶς εἴρηκεν βεβλήατο ἐπὶ

### book 28b.2

τῶν οὐτασμένων. Aim

### book 28c.1

βεβλήατο: καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο.

### book 28c.2

οὐκ ἔστιν οὖν σύλληψις· αἱ γὰρ συλλήψεις ἀπὸ τῶν ἴσων ἢ ἀπὸ τῶν

### book 28c.3

πλειόνων γίνονται, ὡς καὶ τὸ „οὐτάμενοί περ ἀνάγκῃ“ (Ξ 128). ἔστιν

### book 28c.4

οὖν εἶδος ἀντὶ γένους, ἀντὶ τοῦ ‘ὅσοι τετρωμένοι ἦσαν‘. καὶ ἀλλαχοῦ

### book 28c.5.1

„ὅντινα τοῦτον ἄγει βεβλημένον“ (Λ 612) ἀντὶ τοῦ τετρωμένον· οὐ

### book 28c.5.2

γὰρ δὴ Ἀχιλλεὺς ᾔδει, πότερον ἐκ προέσεως ἢ συστάδην τέτρωται ὁ

### book 28c.5.3

σὺν τῷ Νέστορι. b(BCE3E4)T

### book 30-8.1

πολλὸν γάρ 〈ῥ’〉 ἀπάνευθε μάχησ〈—κίον

### book 30-8.2

ἀθρόοι〉: ἐπεξηγεῖται τὸ „ἀνιόντεσ“ (Ξ 28). ἔστι δὲ περιπαθές, ὅτι

### book 30-8.3

καὶ μακρὰν ὄντες ὅμως ᾔεισαν ἐπὶ τὴν μάχην. b(BCE3)T ἀλλὰ προ‐

### book 30-8.4

ληπτικῶς τὴν αἰτίαν εἶπεν· ἔδει γὰρ ‘ὀψείοντες κίον (cf. 37—8)· καὶ

### book 30-8.5

γὰρ πολλὸν ἀπάνευθε μάχης εἰρύατο νῆεσ‘ (cf. 30). T

### book 31-2

τὰς γὰρ πρώτας πεδίον δέ / εἴρυσαν, 〈αὐτὰρ

### book 31-2.1

τεῖχος ἐπὶ ΠΡΥΜΝΗΙΣΙΝ ἔδειμαν〉: ὅτι οὐκ ἐν διστιχίᾳ ἦσαν, ὥς

### book 31-2.2

φησι Κράτης· εἶπε γὰρ ἂν ‘προτέρασ‘· καὶ „νηῶν μὲν ἐχώρησαν καὶ

### book 31-2.3

ἀνάγκῃ / τῶν πρωτέων“ (Ο 655—6). ἔστι δὲ τὸ πρώτας (31) τῶν

### book 31-2.5.1

πρός τι, καί εἰσι πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι· ἑξῆς

### book 31-2.5.2

γοῦν φησι „νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσησ“ (Ξ 75)·

### book 31-2.5.3

ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς

### book 31-2.5.4

τῇ θαλάσσῃ ἦσαν, ὥς πού φησιν ὁ Διομήδης „νῆες δέ τοι ἄγχι θαλάσ‐

### book 31-2.5.5

σησ“ (Ι 43). οὕτως Αὐτόχθων. ὁ δὲ Ἡρακλέων (fr. 9 B.) νῦν μὲν τὰς

### book 31-2.10.1

πρὸς τῷ τείχει καὶ πρώτας φησίν, ἑξῆς (sc. Ξ 75) δὲ τὰς πρὸς τῇ θα‐

### book 31-2.10.2

λάσσῃ· „νῆες, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσησ“. καὶ ὁ μὲν τὸ

### book 31-2.10.3

ΠΡΥΜΝΗΙΣΙΝ (32) ἀντὶ τοῦ ἐσχάταις, ὁ δὲ Ἡρακλέων πρύμνῃσιν

### book 31-2.10.4

ταῖς πρύμναις. b(BE3E4)T

### book 32a.1

{ἐπι} πρύμνῃσιν {ἔδειμαν}: προπαροξυτονητέον τὸ πρύ‐

### book 32a.2

μνῃσιν. Κράτης μέντοι προπερισπᾷ, ἀκούων ἐπὶ ταῖς ἐσχάταις, πλα‐

### book 32a.3

νηθεὶς ἐκ τοῦ „τὰς γὰρ πρώτας πεδίον δέ / εἴρυσαν“ (Ξ 31—2). ἀ‐

### book 32a.4

γνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνόν οὐ τίθησι ἐπὶ διεστῶ‐

### book 32a.5.1

τος σώματος, ἀλλ’ ἐπὶ ἡνωμένου· „πρυμνὸν ὑπὲρ θέναροσ“ (Ε 339),

### book 32a.5.2

„τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε“ (Ε 292), „πρυμνὴν ἐκτά‐

### book 32a.5.3

μνοντεσ“ (Μ 149). A

### book 32b.1

ἐπὶ πρύμνῃσι: τινὲς προπερισπάσαντες ἐσχάτας ἐξε‐

### book 32b.2

δέξαντο, οὐχ ὑγιῶς. πρύμνῃσιν οὖν ταῖς πρύμναις· καὶ ἐπὶ ἀντὶ

### book 32b.3

τῆς παρά, b(BCE3)T „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσίν“ (Ο 494) ἀντὶ

### book 32b.4

τοῦ παρὰ ναυσίν. T οὐ δύναται δὲ ταῖς ἐσχάταις· οὐ γὰρ πρυ‐

### book 32b.5

μνὸν ἄλλου ἄλλο, ἀλλ’ αὐτὸ ἑαυτοῦ· „πρυμνὸν σκέλοσ“ (Π 314) τὸ

### book 32b

περὶ ἄκραν σάρκωσιν. b(BCE3)T

### book 33.1

〈οὐδὲ γὰρ οὐδ’ εὐρύς:〉 μέγας, ὡς τὸ „εὐρυκρείων Ἀγα‐

### book 33.2

μέμνων“ (Α 102 al.). πλεονάζει δὲ τὸ ἓν οὐδέ. b(BCE3)Til

### book 35a.1

{τῶ ῥα} προκρόσσας {ἔρυσαν}: ὅτι προκρόσσας τὰς

### book 35a.2

κλιμακηδὸν νενεωλκημένας ἑτέρας πρὸ{ς} ἑτέρων ὥστε θεατροειδὲς

### book 35a.3

φαίνεσθαι τὸ νεώλκιον· κρόσσαι γὰρ αἱ κλίμακες. A

### book 35b.1

〈προκρόσσας:〉 κλιμακηδόν, τὴν ἑτέραν πρὸ τῆς ἑτέρας.

### book 35b.2

b(BCE3)Til

### book 36a.1

〈ἠϊόνος στόμα μακρόν:〉 διὰ τὸ ἔχειν ἐν ἑαυτῷ κοιλό‐

### book 36a.2

τητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς. b(BCE3E4)Til

### book 36b.1

〈μακρόν:〉 διχῶς αἱ Ἀριστάρχου, μακρόν καὶ „πολλόν“.

### book 36b.2

Ζηνόδοτος 〈καὶ〉 Ἀριστοφάνης „πολλόν“. Aint

### book 36c.1

〈ὅσον〉 συνεέργαθον ἄκραι: ἄκραι τὰ κέρατα τοῦ

### book 36c.2

ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς. ὅσον, φησί, στόμα συνέκλειον αἱ

### book 36c.3

ἄκραι τῆς ἠϊόνος, τουτέστιν ἀπὸ κέρως ἐπὶ κέρας. b(BCE3E4)T

### book 36c

ὅσον συνεέργαθον ἄκραι: ὅσον ἦν διάστημα—τὸ

### book 36c.5

†ῥύτιον καὶ τὸ σίγιον. A

### book 37a1.1

{τῶι ρ’ ὕγ’} ὀψείοντες: ὅτι Ζηνόδοτος γράφει „ὀψαΐ‐

### book 37a1.2

οντεσ“. εἴτε δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελεν ἀκούειν εἴτε

### book 37a1.3

μετὰ πολὺν χρόνον ἀκούοντες, ψεῦδος· εὐθέως γὰρ ἀκούσαντες ὥρμη‐

### book 37a1.4

σαν. καὶ τὸ ὀψά ἀνελλήνιστον· οὕτω γὰρ εἴωθε λέγειν „ὀψὲ δὲ δὴ

### book 37a1.5

μετέειπεν“ (Η 399). ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες. A

### book 37a2.1

τί „ὄψ’ ἀΐοντεσ“; οὐ γὰρ παρὰ τὸ †ὄψαπος† γὰρ βάρβα‐

### book 37a2.2

ρον. T

### book 37b1.1

{τω ρ’ ὕγ’} ὀψείοντες: Ἀρίσταρχός φησι Ζηνόδοτον γρά‐

### book 37b1.2

φειν „ὀψαΐοντεσ“, ὁ δὲ Ἐπιθέτης Πτολεμαῖος „{τῷ ῥ’ οἵγ’} οὐ ψαύον‐

### book 37b1.3

τεσ“· καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν. A

### book 37b2

Πτολεμαῖος „οὐ ψαύοντεσ“. T

### book 37c.1

ὀψείοντες: ὀπτικῶς ἔχοντες, b(BCE3)T ὄψεσθαι θέ‐

### book 37c.2

λοντες. b(BCE3)

### book 37d1.1

{τῶι ρ’ οἵ γ’} ὀψείοντες: τὸ ὀψείοντες ὁμοίως τῷ „οἱ

### book 37d1.2

μὲν κακκείοντεσ“ (Α 606). ἡ δὲ παραγωγὴ αὕτη ἡ διὰ τοῦ ειω γίνεται

### book 37d1.3

ἀπὸ ἐνεστώτων καὶ μελλόντων, ὀκνῶ „ὀκνείω“ (Ε 255), ῥιγείω, θαλ‐

### book 37d1.4

πείω, πολεμησείω βρωσείω. κλίνεται δὲ ἕως παρατατικοῦ, ἀπὸ δὲ

### book 37d1.5.1

παρακειμένου οὐκέτι· ἔνθεν καὶ τοῦ „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5)

### book 37d1.5.2

τοὺς ἑξῆς χρόνους οὐκ οἴδαμεν. ἔχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν

### book 37d1.5.3

ῥημάτων τοιοῦτον ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχειν, καὶ

### book 37d1.5.4

τὸ „κακκείοντεσ“ (Α 606) κοιμητικῶς ἔχειν. οὕτως οὖν καὶ τὸ ὀψείον‐

### book 37d1.5.5

τες ὀπτικῶς ἔχοντες. A

### book 37d2

αὕτη ἡ παραγωγὴ ἡ διὰ τοῦ ειω ἢ ἀπὸ ἐνεστώτων ἢ ἀπὸ

### book 37d2

μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ. b(BCE3)T

### book 38a.1

ἔγχει ἐρειδόμενοι 〈κίον ἀθρόοι〉: ὅτι οὐχ ἑνὶ πάντες

### book 38a.2

ἐρειδόμενοι. καὶ ὅτι ἀθρόοι ἐπὶ τῶν τριῶν· ἀρχὴ γάρ ἐστι πληθυντι‐

### book 38a.3

κοῦ ἀριθμοῦ τὰ τρία. A

### book 38b.1

〈ἔγχει ἐρειδόμενοι:〉 καὶ Ὀδυσσεὺς γὰρ σκάζει, {καὶ}

### book 38b.2

„τὼ δὲ δύω σκάζοντε βάτην παρὰ νῆασ“ (Τ 47). Til

### book 38c.1

{κίον} ἀθρόοι: Ἀρίσταρχος δασύνει, AT φάσκων ὅτι

### book 38c.2

ἀρχὴ πλήθους ὁ τρεῖς ἀριθμός. εἰσὶ δὲ οἳ ἐψίλωσαν. ἄμεινον δὲ πείθεσθαι

### book 38c.3

τῷ Ἀριστάρχῳ. A

### book 38d.1

ἀθρόοι: πλήθους γὰρ ἀρχὴ ἡ τριάς, ἢ ὡς καὶ ἄλλων

### book 38d.2

ἀσημοτέρων αὐτοῖς ἑπομένων. ἢ ἄφωνοι. b(BCE3E4)T

### book 38-9.1

ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι /

### book 38-9.2

θυμὸς ἐνὶ στήθεσσιν: τῶν μὲν γὰρ τραυμάτων κατεφρόνουν ὡς

### book 38-9.3

γενναῖοι, τὸν θυμὸν δὲ ἤλγουν διὰ τοὺς συμμάχους. b(BCE3E4)T

### book 40a.1

Νέστωρ, πτῆξε δὲ 〈θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν〉:

### book 40a.2

ἀθετεῖται, ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ

### book 40a.3

„γεραιόσ“ (Ξ 39). καὶ τὸ πτῆξε ἄκυρον· ἐπὶ γὰρ τῶν ἀπολελυμένων

### book 40a

τῆς ἀγωνίας καὶ τοῦ τῆς ψυχῆς παλμοῦ ἁρμόζει. A

### book 40b.1

πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: οὕτως διὰ

### book 40b.2

τοῦ τ αἱ Ἀριστάρχου „πτῆξε“, εἰς πτοίαν ἤγαγεν. οὕτως καὶ Ἀριστο‐

### book 40b.3

φάνης. ὁ δὲ Σιδώνιος „πῆξε“, ἐν οἵῳ τρόπῳ καὶ ἐν τῷ βίῳ φαμὲν

### book 40b.4

πεπηγέναι τινὰ τῷ φόβῳ. παρὰ δὲ Ζηνοδότῳ ἐγέγραπτο „ἑταίρων“

### book 40b.5

ἀντὶ τοῦ Ἀχαιῶν. A

### book 40c1.1

πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: Ζηνόδο‐

### book 40c1.2

τος „πῆξε“ †καθετέρως† ἀντὶ τοῦ ἐν ἀκινησίᾳ ἐποίησεν (ἐπί τινι γὰρ

### book 40c1.3

χαλεπῷ τὴν ὑποχώρησιν αὐτοῦ ὑπώπτευσαν) ἢ ἐπέρρωσεν (ἡ γὰρ

### book 40c1.4

ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ). Ἀρίσταρχος δὲ †πτίξε† ἀντὶ τοῦ ἐτα‐

### book 40c1.5.1

πείνωσεν ἢ ἐπτόησεν. καίτοι ἠθέτει τὸν στίχον. οἱ δὲ γράφουσι

### book 40c1.5.2

„πλῆξε“. T

### book 40c2.1

Ἡρωδιανὸς „πῆξεν“ ἀποδέχεται, ἵν’ ᾖ τὸ ἐν ἀκινησίᾳ

### book 40c2.2

ἐποίησεν (ἐπί τινι γὰρ χαλεπῷ τὴν ἀποχώρησιν αὐτοῦ ὑπώπτευσαν),

### book 40c2.3

ἢ μᾶλλον ἐπέρρωσεν (ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ). Ἀρίσταρχος

### book 40c2.4

δὲ πτῆξεν ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν. b(BCE3E4)

### book 40d.1

{ἐνὶ στήθεσσιν} Ἀχαιῶν: Ζηνόδοτος „ἑταίρων“· καὶ ὁ

### book 40d.2

Νέστωρ γὰρ †ἀχαιοῖσιν†. ἀλλ’ ὡς „περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισιν

### book 40d.3

ἔδωκε“ (α 66—7)· καὶ ὁ λέγων γὰρ θεός. T

### book 41

〈τόν:〉 ἀντὶ τοῦ ὅν. Til

### book 42.1

〈ὦ Νέστορ Νηληϊάδη:〉 τεταραγμένου τὸ ἦθος μὴ περι‐

### book 42.2

μεῖναι τὸν Νέστορος λόγον, ἀλλ’ αὐτὸν ἄρξασθαι. b(BCE3E4)Til

### book 43

〈τίπτε λιπὼν πόλεμον〉 φθισήνορα 〈δεῦρ’ ἀφικά‐

### book 43.1

νεις: φθισήνορα〉 τὸν τοὺς ἄνδρας ἀναιροῦντα. καλῶς δὲ πρῶτον

### book 43.2

πυνθάνεται, πῶς καταλιπὼν τὴν μάχην ἀνακεχώρηκεν· ᾔδει γὰρ οὐκ

### book 43.3

ἐπιτρέποντα ἑαυτὸν τῷ γήρᾳ. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου

### book 43.5.1

πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἤμελλεν ὁ ποιητής.

### book 43.5.2

b(BCE3E4)T

### book 44

〈δείδω:〉 ἐν τῇ Ἀριστοφάνους „δείδια“. AintTil

### book 45a.1

ὥς ποτ’ ἐπηπείλησεν 〈ἐνὶ Τρώεσς’ ἀγορεύων〉: ὅτι

### book 45a.2

ταῦτα ἀναφέρεται ἐπ’ ἐκεῖνα „ἔλπομαι εὐχόμενος Διΐ“ (Θ 526) καὶ

### book 45a.3

„μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, | ὡς πυρὶ νῆασ“

### book 45a.4

(Θ 181—2). ἐξάκουστα δὲ ἐγίνετο παρὰ τοῖς πολεμίοις, ὡς καὶ τὰ

### book 45a.5

περὶ Ὀθρυονέα (sc. Ν 364—7). A

### book 45b.1

ὥς ποτε: Ἀριστοφάνης „ὅς ποτε“ AimT διὰ τοῦ ο

### book 45b.2

γράφει. Aim

### book 45c1.1

ποτέ: ἀντὶ τοῦ χθές· TTil „ὅν ποτε δῶκας | ἀντιθέῳ

### book 45c1.2

Ὀδυσῆϊ δόμον κάτα“ (χ 290—1) καὶ „οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην,

### book 45c1.3

μήστωρε φόβοιο“ (Θ 108). T

### book 45c2

τὸ δὲ ποτέ καὶ ἐπὶ ἐλαχίστου τίθεται χρόνου. b(BCE3E4)

### book 46-7.1

〈μὴ πρὶν πὰρ νηῶν—κτεῖναι δὲ καὶ αὐ‐

### book 46-7.2

τούς:〉 τῇ προτεραίᾳ ταῦτα εἴρηται· „μνημοσύνη τις ἔπειτα πυρὸς

### book 46-7.3

b(BCE3E4)Til 〈δηΐοιο γενέσθω〉“ (θ 181), καὶ Ὀδυσσεύς· „στεῦ‐

### book 46-7.4

ται γὰρ νηῶν ἀποκόψειν 〈ἄκρα κόρυμβα〉“ (Ι 241). Til

### book 48a

〈κεῖνός θ’:〉 ἐν ἄλλῳ „κεῖνός γε“. Aint

### book 48b1.1

κεῖνος τὼς ἀγόρευε: ἄμεινον, ὡς καὶ 〈ὁ〉 Ἀσκαλωνίτης

### book 48b1.2

(p. 53 B.) φησί, τὸ τώς εἶναι ὁμοίως τῷ „τὼς δέ ς’ ἀπεχθήρω“

### book 48b1.3

(Γ 415). A

### book 48b2

ὡς „τὼς δέ ς’ ἀπεχθήρω“. Til

### book 50.1

〈ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον:〉 διανοοῦνταί μοι

### book 50.2

χολοῦσθαι. Til

### book 53-4.1

ἧ δὴ ταῦτά γ’ ἑτοῖμα〈—παρατεκτήναιτο〉:

### book 53-4.2

πρὸς τὸ „δείδω, μὴ δή μοι τελέσῃ ἔποσ“ (Ξ 44) φησί· ταῦτα μὲν οὕτως

### book 53-4.3

ὡς ἐκεῖνος ἠπείλησεν ἔσται, καὶ οὐκ ἂν παρὰ ταῦτα ποιήσειεν ὁ Ζεύς.

### book 53-4.4

b(BCE3E4)T

### book 54

〈παρατεκτήναιτο:〉 ἡ παρά περιττή. Aint

### book 55.1

ἐπέπιθμεν: συγκοπῇ τοῦ ἐπεπίθομεν, ὅθεν καὶ πεπιθὼν ἡ

### book 55.2

μετοχή· „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). T

### book 56a

〈ἄρρηκτον:〉 τινὲς „ἄρρατον“, ἰσχυρόν, ἀνάλωτον. Til

### book 56b

〈αὐτῶν:〉 λείπει ἡμῶν. Til

### book 56c

εἶλαρ: παρὰ τὸ εἰλῶ, ὡς παρὰ τὸ θένω θέναρ. T

### book 58a.1

οὐδ’ ἂν ἔτι γνοίης, μάλα περ σκοπιάζων: ὅτι Ὁμη‐

### book 58a.2

ρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προσλαμβάνειν ἀντὶ τοῦ γνοίη τις ἄν·

### book 58a.3

εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου, πρὸς ὃ γίνεται ὁ λόγος,

### book 58a.4

οὕτως χρῆσθαι· „οὐδέ κε φαίησ“ (Γ 392) ἀντὶ τοῦ φαίη τις ἄν. A

### book 58b

〈γνοίης:〉 Ἀριστοφάνης χωρὶς τοῦ ς „γνοίη“. Aint Til

### book 60a.1

{ὡς} ἐπιμίξ: Ἀρίσταρχος ὡς „κουρίξ“ (χ 188). καὶ εἴπο‐

### book 60a.2

μεν (sc. Hrd. μον. 2,951,14) ὅτι τὰ εἰς ιξ ἐπιρρήματα ὀξύνεται, ση‐

### book 60a

μειωσάμενοι τὸ πέριξ βαρυνόμενον. A

### book 60b.1

〈ἐπιμίξ:〉 ἀθρόως ἀναμεμιγμένοι b(BCE3)Til ὥστε τῇ

### book 60b.2

ὄψει μὴ διαγινώσκειν τοὺς πίπτοντας. b(BCE3E4)Til

### book 61-2.1

ἡμεῖς δὲ φραζώμεθ’, 〈ὅπως ἔσται τάδε ἔργα, / εἴ

### book 61-2.2

τι νόος ῥέξει〉: παιδευτικῶς· ἔνεστι γὰρ καὶ ἐν τοῖς ἀνιάτοις καὶ

### book 61-2.3

ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν γοῦν ὁ Νέστωρ

### book 61-2.4

ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τείχους ἐπὶ τὴν φρόνη‐

### book 61-2.5.1

σιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι χρῆται· ῥέξει (62) γὰρ

### book 61-2.5.2

ἔφη, οὐ ‘μηχανήσεται‘, ὡς ἐργαζομένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις

### book 61-2.5.3

ἀποτελοῦντος. b(BCE3E4)T

### book 62a1.1

{εἴ τι} νόος ῥέξει: ἄλλοι „νόος γ’ ἔρξοι“. Aint τινὲς

### book 62a1.2

δὲ γράφουσι „νόος δ’ ἔρξει“. A

### book 62a2

〈νόος ῥέξει:〉 οὕτως αἱ Ἀριστάρχου. Til

### book 63a.1

〈βεβλημένον:〉 ὅτι πάλιν συλληπτικῶς· οὐ γὰρ πάντες

### book 63a.2

ἐβέβλη〈ν〉το. Aint

### book 63b.1

〈βεβλημένον:〉 οἰκειοῦται καὶ αὐτὸς τὴν πληγὴν τῶν

### book 63b.2

ἑταίρων. ἢ ἐπεὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ. Til

### book 67a1.1

ᾗ ἔπι {πολλ’}: διήλλαττον αἱ Ἀριστάρχου, „οἷς ἔπι“ καὶ

### book 67a1.2

ᾗ ἔπι. „οἷς ἔπι“, τῇ τάφρῳ καὶ τῷ τείχει. A

### book 67a2

αἱ Ἀριστάρχου καὶ ᾗ ἔπι καὶ „οἷς ἔπι“. Til

### book 69

〈μέλλει:〉 ὅτι ἀντὶ τοῦ ἔοικεν. Aim

### book 72a1.1

οἶδα δὲ νῦν 〈ὅτι〉: οὕτως αἱ Ἀριστάρχου „ὅτε“ διὰ τοῦ

### book 72a1.2

ε. καὶ ἔστιν ἀκόλουθον τῷ „ᾔδεα 〈μὲν〉 γὰρ ὅτε πρόφρων“ (Ξ 71) τὸ

### book 72a1

„οἶδα δὲ νῦν ὅτε“. A

### book 72a2.1

ὅτ[ι] {τοὺς μέν}: αἱ Ἀριστάρχου „ὅτε“. καὶ ἔστιν ὅμοιον

### book 72a2.2

τῷ „ὅτε πρόφρων“. T

### book 73a.1

κυδάνει: βαρυτονητέον ὁμοίως τῷ „οἰδάνει ἐν στήθεσσι

### book 73a.2

νόον“ (Ι 554). A

### book 73b1.1

κυδάνει: ὡς „μελάνει δέ τε πόντον“ (Η 64) καὶ „οἰδάνει

### book 73b1.2

ἐν στήθεσσι“ (Ι 554). T

### book 73b2.1

ὡς „μελάνει“ καὶ „οἰδάνει“ (ἀντὶ τοῦ μελαίνει καὶ οἰδαίνει)

### book 73b2.2

καὶ κυδαίνει. b(BCE3)

### book 75-81.1

νῆας, ὅσαι πρῶται εἰρύαται〈—ἠὲ ἁλώῃ〉:

### book 75-81.2

ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ ὅτι

### book 75-81.3

ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχου‐

### book 75-81.4

σιν ἕκαστος, κινδύνου δὲ προκειμένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν

### book 75-81.5.1

τῆς ἰδίας ἀσφαλείας προτιμῶντες. δοκιμάζειν οὖν αὐτοὺς πάλιν βού‐

### book 75-81.5.2

λεται, καὶ ἠπίστατο καὶ ᾔδει ὡς πρὸς σώφρονας ὁ λόγος καὶ οὐκ εὐθὺ

### book 75-81.5.3

πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παράκλητον ἑαυτῷ ποιῆσαι τὸν

### book 75-81.5.4

στρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι’ ἑαυτοῦ γὰρ οὐκ ἠδύνατο,

### book 75-81.5.5

b(BCE3E4)T ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆ‐

### book 75-81.10

νιν τὴν αἰτίαν φερόμενος. b(BE3E4)T

### book 75-6.1

νῆες, ὅσαι πρῶται 〈εἰρύαται ἄγχι θαλάσσης /

### book 75-6.2

ἕλκωμεν〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ ἐπὶ τὸ εἰρύαται (75)

### book 75-6.3

ἢ ἐπὶ τὸ θαλάσσης (75). καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ

### book 75-6.4

κατὰ τὸ τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλ’ εἰς αὐτὴν

### book 75-6.5

τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει. A

### book 76

〈πάσας:〉 δηλονότι τὰς ἐπὶ τοῦ πρώτου στίχου. Til

### book 77.1

ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν: τὸ γὰρ ὑγρὸν ὑψηλότερον

### book 77.2

τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγή, κατάπλους δὲ ἡ προσόρμισις. |

### book 77.3

καὶ „ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὅρμισαν“ (δ 785). b(BCE3E4)T

### book 78a.1

{νὺξ} ἀβρότη: ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ

### book 78a.2

ἀμβρότη, οἷον ἀθάνατος. ἢ ἀβρότη, καθ’ ἣν βροτοὶ οὐ φοιτῶσιν. A

### book 78b.1

ἀβρότη: ἐν ᾗ φόνοι οὐ γίνονται· ἔλυον γὰρ νυκτὸς τὰς

### book 78b.2

τάξεις. ἢ μεταληπτικῶς ἡ †φῶς† μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς. καὶ

### book 78b.3

Αἰσχύλος (Prom. 2)· „ἄβροτον εἰς ἐρημίαν“, ἐν ᾗ φὼς οὐ γίνεται. b

### book 78b.4

(BCE3E4)T

### book 78b.5.1

ἢν καὶ τῇ: ἐὰν ὅλως καὶ δι’ αὐτῆς. | ἐζήτηται δέ, πῶς ὁ Ἀγα‐

### book 78b.5.2

μέμνων—τῆς ἐκείνων σωτηρίας. A

### book 80.1

οὐ γάρ τις νέμεσις φυγέειν 〈κακόν, οὐδ’ ἀνὰ νύ‐

### book 80.2

κτα〉: αἰσθάνεται αἰσχρὰ συμβουλεύων, ἀλλ’ ὅρα, τί προστίθησιν· οὐ

### book 80.3

γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ ἦν ἀπρεπέστατον, ἀλλὰ κακόν.

### book 80.4

καὶ τὸ οὐδ’ ἀνὰ νύκτα εἰς ἐπίτασιν· καίτοι γε ἀγεννὲς ἦν τὸ νυκτὸς

### book 80.5

ὥσπερ δραπετεῦσαι τὴν μάχην. b(BCE3E4)T

### book 81

〈ἠὲ ἁλώῃ:〉 ἐλλείπει τὸ 〈μείνασ〉, ἢ μ〈ε〉ίνας ἁλώῃ. Aim

### book 83a.1

Ἀτρείδη: καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα

### book 83a.2

περιεῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ „κύδιστε“ (Α 122 al.) καὶ

### book 83a.3

„ἄναξ“ (Β 434 al.). b(BCE3E4)T

### book 83b.1

ἕρκος ὀδόντων: τὸ ἐξ ὀδόντων ἕρκος· καὶ γὰρ ἦν παρά‐

### book 83b.2

δοξον τὸν εἰπόντα „ἱδρώσει 〈μέν〉 τευ τελαμών“ (Β 388) καὶ ἀπειλή‐

### book 83b.3

σαντα τοῖς φυγοῦσιν „ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχησ“ (Β 391) νῦν λέ‐

### book 83b.4

γειν „οὐ γάρ τις νέμεσις φυγέειν“ (Ξ 80). b(BCE3E4)T

### book 84a.1

οὐλόμενε {αἴθ’ ὤφελες}: ὅτι τινὲς ἀποδεδώκασιν οὐλόμενε

### book 84a.2

δεινέ· οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ

### book 84a.3

δυσωπητέον μέντοι γε, ἀλλ’ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον·

### book 84a.4

ἐπ’ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων·

### book 84a.5.1

διὸ καὶ ἐπιφέρει „ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ / ἀργα‐

### book 84a.5.2

λέῃ“ (Ξ 104—5). A

### book 84b.1

οὐλόμενε: ὀλέθρων αἴτιε. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπι‐

### book 84b.2

πλήσσει, b(BCE3E4)T καὶ ὅπως μὴ ταῦτα ἀεὶ λέγων λάθῃ εἰς

### book 84b.3

Ἕλληνας εἰπὼν αὐτά, ἄλλως τε T μετεσχηκὼς τῆς πρώτης ἀπο‐

### book 84b.4

πείρας οἶδεν ὅτι πεῖραν καὶ νῦν καθίησιν. ἔχει οὖν καιρὸν ἡ παρρησία.

### book 84b.5

b(BCE3E4)T

### book 84c

ἀεικελίου: ἀνομοίου ἡμῖν. T

### book 84-5.1

〈αἴθ’ ὤφελλεσ〉 ἀεικελίου στρατοῦ ἄλλου / σημαί‐

### book 84-5.2

νειν: τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν ἀκουόντων λαμβάνει, ὅτι πρὸς

### book 84-5.3

τοιούτους οὐκ ἔδει συμβουλεύειν τοιαῦτα. b(BCE3E4)T

### book 86.1

τολυπεύειν: ἐκτελεῖν· „ἠδ’ ὁπόσα τολύπευσα σὺν αὐτῷ καὶ

### book 86.2

πάθον“ (Ω 7)· ἐξ οὗ καὶ τολύπη τὸ κατε〈ι〉ργασμένον ἔριον. T

### book 87

〈ὄφρα φθιόμεσθα ἕκαστος:〉 ὡς ἕκαστος ἡμῶν φθαρῇ. Til

### book 88-94.1

οὕτω δὴ μέμονας Τρώων πόλιν 〈εὐρυάγυιαν /〉

### book 88-94.2

καλλείψειν〈—ἀνάσσεισ〉: τὸ δεύτερον ἐπιχείρημα ἀπ’ αὐ‐

### book 88-94.3

τοῦ τοῦ πράγματος ὅτι, εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει

### book 88-94.4

τοιαῦτα συμβουλεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον

### book 88-94.5

ὅτι ἀνάξια τῆς βασιλείας ἐφθέγξατο. b(BCE3E4)T

### book 89a1.1

〈καλλείψειν:〉 †αἱ† Ζηνοδότου „ἐκπέρσειν“, οὐ καλ‐

### book 89a1.2

λείψειν. καὶ παρίστησιν ἦθος. Aint

### book 89a2.1

καλλείψειν: †αἱ† Ζηνοδότου δὲ „ἐκπέρσειν“. καὶ ἔστι

### book 89a2.2

μᾶλλον ἠθικώτερον. T

### book 90-1a1.1

σίγα, 〈μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ/

### book 90-1a1.2

μῦθον〉: δαιμονίως προκαταλαμβάνει ὡς ἁμαρτόντος, οἷον ἀρκεῖ

### book 90-1a1.3

†οὐ† πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον. T

### book 90-1a2.1

δαιμονίως ὡς πρὸς ἁμαρτόντα διαλέγεται, καί φησιν ὅτι

### book 90-1a2.2

ἀρκέσει σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον. b(BCE3E4)

### book 90.1

μή τίς 〈τ’〉 ἄλλος: ἢ „τοί“ ἐστὶν ἀντὶ τοῦ σοί ἢ „τέ“ πλεο‐

### book 90.2

νάζον. T

### book 91-4.1

ὃν οὔ κεν ἀνήρ 〈γε〉 διὰ στόμα πάμπαν ἄγοιτο

### book 91-4.2

〈/ —ἀνάσσεισ〉: οὐδὲν γὰρ αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ

### book 91-4.3

†λειποτακτεῖν†. ἀμέλει καὶ Ἀγαμέμνων τοῖς μείζοσιν ἐξωνείδισεν (sc.

### book 91-4.4

Β 391—3). ἄντικρυς δὲ ἐξελέγχει ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστίν. καὶ

### book 91-4.5.1

ῥητορικόν, ὅταν καταιτιώμενοί τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνο‐

### book 91-4.5.2

μασίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν ὡς οὐδὲ ἰδιώτης

### book 91-4.5.3

ἀξιώσειε λέγειν. b(BCE3E4)T

### book 91

〈ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο:〉

### book 91

ὃν οὐχ ἕτερος εἴποι. Aint

### book 92-3.1

〈ὅστις ἐπίσταται ᾗσι φρεσὶν ἄρτια βάζειν /

### book 92-3.2

σκηπτοῦχός τ’ εἴη:〉 ὅτι ἦν τις ἐπιστήμη πολιτικῶν λόγων, ἣ μό‐

### book 92-3.3

νον ἀνήκει βασιλεῦσιν. Til

### book 92

〈ἐπίσταιτο:〉 οὕτως ἐπίσταιτο. Aim

### book 95a1.1

νῦν δὲ σεῦ ὠνοσάμην 〈πάγχυ φρένας, οἷον ἔει‐

### book 95a1.2

πεσ〉: ἀθετεῖται, ὅτι, εἰ μὲν ἀπεδέχετο αὐτὸν κατά τι, ἐνεχώρει, νῦν

### book 95a1.3

δὲ μόνον ἐμέμφετο. καὶ 〈διὰ〉 τὸ ἐν ἄλλῳ τόπῳ (sc. Ρ 173) δεόντως φέ‐

### book 95a1.4

ρεσθαι. | Ζηνόδοτος δὲ γράφει „νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας,

### book 95a1.5

〈οἷον ἔειπεσ〉“. καὶ Ἀριστοφάνης δὲ προηθέτει. A

### book 95a2.1

〈νῦν δέ σευ:〉 Ζηνόδοτος „νῦν δέ σε“. Ἀριστοφάνης δὲ

### book 95a2.2

ἀθετεῖ. Til

### book 95b.1

νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες:

### book 95b.2

τὸ οἷον ἔειπες ἤτοι καθ’ αὑτὸ νοητέον, ἵν’ ᾖ θαυμαστικὸς ὁ λόγος, ἢ

### book 95b.3

τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος ‘νῦν δὲ παντελῶς ἐμεμψάμην σε

### book 95b.4

οἷον εἴρηκασ‘. A

### book 98

〈ἐπικρατέουσιν:〉 ἐπικρατοῦσι. Aint

### book 99

ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ: ἡμῖν δὲ ἀνυπέρβλητος

### book 99

γένηται ὄλεθρος. b(BCE3)T

### book 101.1

ἀποπ〈απ〉τανέουσιν: περιβλέψονται καὶ πτοηθήσονται,

### book 101.2

δηλονότι περὶ τὴν καθολκὴν γινόμενοι. b(BCE3E4)T | παπταίνω

### book 101.3

παπτανῶ παπτανέω. b(BCE3)T

### book 102.1

ὄρχαμε λαῶν: ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ ἄντικρυς

### book 102.2

τὴν συμβουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν· b(BCE3E4)T φησὶ

### book 102.3

δὲ ‘σὺ ὁ βασιλεὺς πάντα συγχέεισ‘. b(BCE3)T

### book 104a.1

ὦ Ὀδυσεῦ, 〈μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ〉:

### book 104a.2

διδάσκει φέρειν πρᾴως τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι

### book 104a.3

γίνωνται. b(BCE3E4)T

### book 104b

〈πώς με:〉 πώς μου. Til

### book 105.1

οὐ μὲν ἐγὼν ἀέκοντας 〈ἄνωγα〉: ἄριστα τρέπει τοὺς

### book 105.2

λόγους ἐπὶ ἕτερα, ὡς τὸ ὅλον ὑπὲρ Ἑλλήνων σκοπῶν. b(BCE3E4)T

### book 107a.1

εἴη: ἀντὶ τοῦ ἴτω· „καὶ τῷ προσιόντι προσεῖναι“ (Hsd.

### book 107a.2

opp. 353) ἀντὶ τοῦ προσιέναι. b(BCE3E4)T

### book 107b.1

εἴη: ἔλθοι. ὁ δὲ Ἕκτωρ βαρβαρικῶς· „ὧδ’ ἔστω, Τρῶες

### book 107b.2

μεγαλήτορεσ“ (Θ 523). T

### book 107c.1

ὃς τῆσδέ γ’ ἀμείνονα 〈μῆτιν ἐνίσποι〉: διδάσκει παν‐

### book 107c.2

τὸς δέχεσθαι τὴν παραίνεσιν ἐν καιρῷ κινδύνου. b(BCE3E4)T

### book 108a.1

〈ἐμοὶ δέ κεν ἀσμένῳ εἴη:〉 διὰ τὸ λοιδωρηθέντα πρώην

### book 108a.2

ὑπὸ Νέστορος αἰδεῖσθαι λέγειν (cf. Β 360). Til

### book 108b

ἀσμένῳ: ἀπὸ τῆς ἡσμένος μετοχῆς γέγονε· διὸ ἤμειψε

### book 108b

〈τὸ〉 πνεῦμα. b(BCE3)T

### book 110a1.1

ἐγγὺς ἀνήρ: „ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι“

### book 110a1.2

(Ξ 107). τοῦτό ἐστι τὸ ἑξῆς. T

### book 110a2

ἐγγύς, φησίν, ὅστις ἀμείνονα μῆτιν ἐνίψει. b(BCE3E4)

### book 110a2.1

ἐγγὺς ἀνήρ: ἐζήτηται, διὰ τί νῦν Διομήδης—τῶν

### book 110a2.2

πρεσβυτέρων τοὺς λόγους. A

### book 110b.1

〈οὐ δηθὰ〉 ματεύσομεν: ἐρευνήσομεν, ζητήσομεν. b

### book 110b.2

(BCE3E4) καὶ ἑαυτὸν ὑποβάλλει τοῖς ζητοῦσι. μέτριος δὲ ὁ λόγος

### book 110b.3

καὶ οὐκ ἔχων ἐπίπληξιν· ἀπήρκει γὰρ Ὀδυσσεύς, ἄλλως τε τὸ ἐπι‐

### book 110b.4

πλήσσειν θαμὰ ἀπέχθειαν, οὐ κηδεμονίαν ἐμφαίνει. b(BCE3E4)T

### book 111

〈κότῳ ἀγάσησθε:〉 νῦν φθόνῳ φθονήσητε. Aint

### book 112a1.1

〈νεώτατος:〉 οὕτως νεώτατος ὑπερθετικῶς ὡμολό‐

### book 112a1.2

γουν ἅπασαι. Aim

### book 112a2

οὕτω πᾶσαι. Til

### book 113.1

πατρὸς δ’ ἐξ ἀγαθοῦ 〈καὶ ἐγὼ γένος εὔχομαι εἶ‐

### book 113.2

ναι〉: καίτοι ἴδια ἔχων λέγειν ὅμως τὰ τοῦ πατρὸς προβάλλεται·

### book 113.3

τούτῳ γὰρ αὐτὸν συνέκρινεν Ἀγαμέμνων (cf. Δ 372—400). b(BCE3

### book 113.4

E4)T

### book 114a.1

Τυδέος, 〈ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψεν〉:

### book 114a.2

ὅτι χυτὴ γῆ ἡ ἐπὶ τοῖς νεκροῖς ἐπιχεομένη, οὐ καθολικῶς, ὡς „μέλαινα“ (Β 699 al.)

### book 114a.3

καὶ φερέσβιος. A | Ζηνόδοτος δὲ ἠθέτει, παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν.

### book 114a

ATil τὸ δὲ κάλυψε Ἰωνικῶς. A

### book 114b.1

Τυδέος, ὃν Θήβῃσι 〈χυτὴ κατὰ γαῖα κάλυψεν〉:

### book 114b.2

ὅτι οὐ κατὰ τοὺς τραγικοὺς ἐν Ἐλευσῖνι μετηνέχθησαν οἱ περὶ τὸν Κα‐

### book 114b.3

πανέα. T Ὁμηρικὸν δὲ ταῖς παρεκβάσεσιν διαναπαύειν τὸν

### book 114b.4

ἀκροατήν. τὸ δὲ Θήβῃσι δύναται καὶ ἐπίρρημα εἶναι καὶ ὄνομα.

### book 114b.5.1

b(BCE3E4)T ὁ δὲ Τυδεὺς Οἰνέως καὶ Περιβοίας τῆς Ἱππότου·

### book 114b.5.2

ὃς ἀνεψιοὺς ἐπιβουλεύοντας Οἰνεῖ Λυκωπέα καὶ Ἀλκάθουν ἀπέκτεινεν

### book 114b.5.3

†ἀγρόθι†, σὺν αὐτοῖς δὲ ἄκων καὶ τὸν πατράδελφον Μέλανα (συνε‐

### book 114b.5.4

δαίνυτο γὰρ αὐτοῖς) καὶ φεύγων τὸν φόνον ἧκεν ἐς Ἄργος καὶ κα‐

### book 114b.5.5

θαρθεὶς ὑπὸ Ἀδράστου γαμεῖ Δηϊπύλην τὴν θυγατέρα αὐτοῦ. T

### book 114c

〈καλύπτει:〉 γράφεται „κάλυψε“. Aint

### book 115.1

〈Πορθεῖ:〉 οὕτω δισυλλάβως. ἐπίτηδες δέ, εἰ μὴ εὐκαίρως, οὐ

### book 115.2

μέμνηται Τυδέως ὁ ποιητής. Til

### book 116a.1

〈ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι:〉

### book 116a.2

οὗτος ὁ στίχος μεταξὺ κεῖται. τὸ δὲ ἑξῆς „Ἄγριος ἠδὲ Μέλασ“ (Ξ 117).

### book 116a

Aim

### book 116b.1

〈ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι:〉

### book 116b.2

συλλήψει ἐχρήσατο· οἱ μὲν γὰρ δύο ἐν Πλευρῶνι, ὁ δὲ Οἰνεὺς ἐν Κα‐

### book 116b.3

λυδῶνι ᾤκει. b(BCE3)Til

### book 117.1

ἱππότα Οἰνεύς: ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδι‐

### book 117.2

δόντες φυγάδα· ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος (cf. Ξ 119) A

### book 118a1.1

〈ἐμοῖο:〉 οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ „ἐμεῖο“, οὐκ

### book 118a1.2

ὀρθῶς. Aim

### book 118a2.1

〈ἐμεῖο:〉 οὕτω Ζηνόδοτος. τινὲς δὲ „ἐμοῖο“, ἵν’ ᾖ κτητι‐

### book 118a2.2

κή. Til

### book 119a.1

ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε: ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς

### book 119a.2

πατρίδος. ὁ ἱππότης (cf. Ξ 117) ἄρα οὐ φυγάς, ἀλλ’ ἱππικός. καὶ ὁ

### book 119a.3

Ἡσίοδος (fr. 228 M.—W.) δὲ οὕτως ἀκήκοεν· „ἰδὼν δ’ ἱππηλάτα Κῆ‐

### book 119a.4

ρυξ“, ἀντὶ τοῦ ἱππικός. A

### book 119b1.1

〈αὐτόθι:〉 γράφεται καὶ „αὐτοῦ“, ὡς „αὐτοῦ οἱ καὶ σῆ‐

### book 119b1.2

μα τετεύξεται“ (Φ 322). Aim

### book 119b2.1

{αὐτόθι μίμνε:} τινὲς „αὐτοῦ“ {μεῖνε}, ὡς „αὐτοῦ οἱ καὶ

### book 119b2.2

σῆμα“. T

### book 119c

〈μεῖνε:〉 ἐν ἄλλῳ „μίμνε“. Aint

### book 120.1

ὣς γάρ που Ζεὺς ἤθελε: τὴν μὲν τῆς φυγῆς αἰτίαν

### book 120.2

ἐσιώπησε, τὰ δὲ πρὸς ἀρετὴν καὶ πλοῦτον εἶπεν. b(BCE3)T | Ζεὺς ὁ

### book 120.1

τοὺς ἐμφυλίους ἐκδιώκων φόνους. | ὅτι οὐχὶ φυγάς, ὡς οἱ νεώτεροι·

### book 120.2

φησὶ γοῦν „ἀλλ’ ὁ μὲν αὐτοῦ μίμνε“ (Ξ 119). | γέγονε δὲ ὁ Τυδεὺς ἐκ

### book 120.5

Γόργης ἢ Περιβοίας. T

### book 120.1

〈ὣς γάρ που Ζεὺς ἤθελε〉 καὶ θεοὶ ἄλλοι: εὐσχημόνως

### book 120.2

ὁ Διομήδης παρεσιώπησε—Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύ‐

### book 120.3

δει (FGrHist 3, 122 b). A

### book 121.1

〈Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν:〉 λείπει ‘μίαν‘, τὴν

### book 121.2

Δηϊπύλην. Til

### book 123.1

ὄρχατοι ἀμφίς: παρὰ τὸ τῷ ἕρκει ἠσφαλίσθαι. ὄρχος ὄρ‐

### book 123.2

χατος, ὡς μέσατος (cf. Θ 223. Λ 6), „πάχετοσ“ (ψ 191). τὸ δὲ ἀμφίς

### book 123.3

χωρὶς τῶν ἀρουρῶν. T

### book 124a.1

{πολλὰ δέ οἱ} πρόβατα {ἔσκε}: ὅτι πάντα τὰ τετράποδα,

### book 124a.2

διὰ τὸ ἑτέραν βάσιν ἔχειν πρὸ τῆς ὀπισθίας. A

### book 124b.1

πρόβατα: ἀντὶ τοῦ τὰ τετράποδα, καὶ „πρόβασιν“ (β 75)

### book 124b.2

τὴν τῶν τετραπόδων κτῆσιν, παρὰ τὸ πρὸ τῆς †πρώτης† βάσεως

### book 124b.3

ἑτέραν βάσιν ἔχειν. T

### book 124c

〈κέκαστο:〉 ἀντὶ τοῦ ἐνίκα. Til

### book 125a

〈μέλλετ’ ἀκουέμεν:〉 ὅτι ἀντὶ τοῦ ἐοίκατε ἀκηκοέναι. Aint

### book 125b1.1

ὡς ἐτεόν περ: οὕτως αἱ Ἀριστάρχου „εἰ ἐτεόν περ“,

### book 125b1.2

ἵν’ ᾖ ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας, εἰ ἀληθῆ λέγω. αἱ δὲ δη‐

### book 125b1.3

μώδεις ὡς ἐτεόν περ. A

### book 125b2

Ἀρίσταρχος „εἰ ἐτεόν περ“. Aim Til

### book 127

πεφασμένον: ἀντὶ τοῦ φανθησόμενον. ἢ πεφασμένως. T

### book 128a.1

καὶ οὐτάμενοί περ 〈ἀνάγκῃ〉: καλῶς οὐχ ὁ Νέστωρ

### book 128a.2

ταῦτά φησιν, ἀλλ’ εἷς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ

### book 128a.3

πέρ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵν’ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπι‐

### book 128a.4

φέρῃ τὴν περιεστῶσαν ἀνάγκην. A b (BCE3E4)T | ἡ διπλῆ δέ, ὅτι

### book 128a.5

συλληπτικῶς καὶ ἐπὶ τῶν βεβλημένων οὐτάμενοι εἴρηκεν. A

### book 128b.1

οὐτάμενοι: εἴπερ εἴα τὸ σημαινόμενον, ἦν ἀπὸ τοῦ οὔτη‐

### book 128b.2

μι ἐνεστῶτος. ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένοι †ἐληλασμένως. T

### book 129a.1

〈ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος:〉

### book 129a.2

λείπει ἡ ἀπό. τὸ δὲ ἔπειτα ἀντὶ τοῦ δή. b(BCE3E4)Til

### book 129b.1

〈ἐχώμεθα: ὅτι〉 ἐλλείπει ἡ ἀπό πρόθεσις, ἀπεχώμεθα.

### book 129b.2

Aint

### book 129-31a1.1

αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοσ〈— / ἄλ‐

### book 129-31a1.2

λους δ’ ὀτρύνοντες ἐνήσομεν〉: τὴν ἀφορμὴν τῆς συμβουλίας

### book 129-31a1.3

ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν. AT „εἴ τι νόος ῥέξει· πόλεμον

### book 129-31a1.4

δ’ οὐκ ἄμμε κελεύω / δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι“

### book 129-31a1.5

(Ξ 62—3). T

### book 129-31a2.1

τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων

### book 129-31a2.2

λαμβάνει καὶ κελεύει τοὺς μὲν ἄλλους κινεῖν πόλεμον, αὐτοὺς δὲ μή.

### book 129-31a2.3

b(BCE3E4)

### book 130.1

ἐκ βελέων {μή πού τις}: βέλτιον τοῖς ἄνω συνάπτειν τὸ

### book 130.2

ἐκ βελέων, ἵν’ ᾖ ἐκτὸς βελέων, ὡς „Ἕκτορα δ’ ἐκ βελέων 〈ὕπαγε

### book 130.3

Ζεύσ〉“ (Λ 163). A

### book 131.1

ἐνήσομεν: τῷ πολέμῳ. οἱ δὲ „ἀνήσομεν“ πείσομεν, A

### book 131.2

b(BCE3E4)T „ἀλλ’ ἀνίεις, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον“

### book 131.3

(Ε 880). AT

### book 132

θυμῷ ἦρα φέροντες: ἐπικουρεῖν τῇ ψυχῇ θέλοντες. T

### book 134.1

〈ἦρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:〉

### book 134.2

ἀφθόνως καὶ γενναίως. Til

### book 135.1

〈οὐδ’ ἀλαοσκοπιήν:〉 ὅτι Ζηνόδοτος γράφει „οὐδ’

### book 135.2

ἀλαὸν σκοπιήν“. Aint

### book 136a.1

ἀλλὰ μετ’ αὐτοὺς ἦλθε 〈παλαιῷ φωτὶ ἐοικώσ〉:

### book 136a.2

ὅτι Ζηνόδοτος ὑποτάσσει „ἀντιθέῳ Φοίνικι ὀπάονι Πηλείωνοσ“ (cf.

### book 136a.3

Υ 360). οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι. βέλτιον οὖν

### book 136a.4

καθολικώτερον γέροντι ἀπεικάσθαι. A

### book 136b.1

μετ’ αὐτοὺς ἦλθε 〈παλαιῷ φωτὶ ἐοικώς: μετ’ αὐ‐

### book 136b.2

τούς〉 πρὸς αὐτούς. παλαιὸς δέ ἐστιν ὁ λίαν γέρων, b(BCE3E4)T

### book 136b

ὅθεν φησὶ „δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενέσ“ (χ 395). T

### book 136c1.1

παλαιῷ φωτὶ ἐοικώς: καλῶς ἐπὶ τοῦ ὄχλου Κάλχαντι

### book 136c1.2

εἴκασται (sc. Ν 45), ὅπου ἔπειθεν ὡς εὐδοκιμήσας περὶ τὸν λοιμόν,

### book 136c1.3

ἐπὶ Ἀγαμέμνονος δὲ οὔ· φησὶ γὰρ „ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον“

### book 136c1.4

(Α 82)· ἀλλ’ οὐδὲ Θόαντι (cf. Ν 216—8)· νέος γὰρ οὗτος. νῦν δὲ

### book 136c1.5.1

ἁπλοϊκῶς ἔφη παλαιῷ φωτί, τίνι δέ, οὐ προσέθηκεν, ἀλλ’ ἀπήρκεσε

### book 136c1.5.2

τὰ τῆς ἡλικίας εἰς πίστιν· τὸ γὰρ προστιθέναι τὸν στίχον ἐκεῖνον

### book 136c1.5.3

„ἀντιθέῳ Φοίνικι, ὀπάονι Πηλείωνοσ“ (cf. Ψ 360) {καὶ} περίεργον· καὶ ἀπρεπές,

### book 136c1.5.4

Ἀχιλλέως ἀφεστῶτος τῆς μάχης, τὸν Φοίνικα μὴ μόνον φαίνεσθαι μετὰ

### book 136c1.5.5

Ἀγαμέμνονος, ἀλλὰ καὶ καταρᾶσθαι Ἀχιλλεῖ· „ἀλλ’ ὁ μὲν ὣς ἀπόλοι‐

### book 136c1.10.1

το“ (Ξ 142). ἔστιν οὖν ὡς τὸ „ἀνδρὶ δέμας εἰκυῖα“ (θ 194) καὶ „δέμας

### book 136c1.10.2

δ’ ἤϊκτο γυναικί“ (δ 796). T

### book 136c2.1

καλῶς δὲ ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται, δι’ οὗ καὶ

### book 136c2.2

ἔπειθεν· εὐδοκίμησε γὰρ περὶ τὸν λοιμὸν ἐκεῖνος. οὐ προσέθηκε δέ, τίνι

### book 136c2.3

εἴκασται, ἀλλ’ ἁπλῶς φωτὶ παλαιῷ, καὶ μόνον αὐτῷ τὰ τῆς ἡλικίας

### book 136c2.4

εἰς πίστιν ἀπήρκεσε δηλώσας. b(BCE3E4)

### book 139-41.1

νῦν δή που Ἀχιλλῆος 〈ὀλοὸν κῆρ / γηθεῖ

### book 139-41.2

—, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί〉: ἀεὶ καταδρομήν

### book 139-41.3

τινα εὑρίσκομεν τοῦ Ἀγαμέμνονος ἐν τοῖς πρὸς Ἀχιλλέα πεπραγμένοις.

### book 139-41.4

νῦν δὲ τοὐναντίον. καὶ ἔστιν ἁρμόδιον τῷ καιρῷ παραμυθίαν τινὰ προσ‐

### book 139-41.5.1

ελθεῖν τῷ Ἀγαμέμνονι ὅτι οὐ διὰ τὴν αὐτοῦ ἁμαρτίαν δυστυχεῖ τὸ

### book 139-41.5.2

Ἑλληνικόν, ἀλλὰ διὰ τὴν Ἀχιλλέως ἀφροσύνην. b(BCE3E4)T

### book 140-1.1

γηθεῖ〈—〉, ἐπεὶ οὔ οἱ ἔνι φρένες: ὅτι τὸ ἐπιχαί‐

### book 140-1.2

ρειν τοῖς κακοῖς ἄφρονος ἀνδρός. τὸ δὲ ἔνι (141) ἀντὶ τοῦ ἔνεισιν· ὁ

### book 140-1.3

τρόπος μετατύπωσις· ἐκ συνθήκης γὰρ ἁπλοῦν ἐποίησεν. b(BCE3E4)

### book 140-1

T

### book 140.1

〈φύζαν:〉 τὴν μετὰ δέους φυγήν. | †οἱ δὲ παρὰ τὸ ζα καὶ τὴν

### book 140.2

φυγήν. b(BCE3E4)T

### book 142a.1

ὣς ἀπόλοιτο: οὕτως ὡς Ἕλληνες, ἢ ὡς ἡμᾶς θέλει, ἢ ὡς

### book 142a.2

ἔστιν †ἀκλεής. b(BCE3E4)T

### book 142b.1

σιφλώσειε: τυφλώσειεν, ἐπίψογον ποιήσειε· σῖφλος γὰρ

### book 142b.2

καλεῖται καὶ ὁ ψόγος. A | περισσὸς ὁ στίχος, καὶ T ἡ λέξις νεωτέ‐

### book 142b.3

ρων· καὶ AT οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιήσειεν, A

### book 142b.4

b(BCE3E4)T οἱ δὲ γέλωτα θείη, A b (BCE3E4) οἱ δὲ ἐκλύσειε·

### book 142b.5.1

A b (BCE3E4)T φλῶ γάρ ἐστι τὸ ὁρμὴν ἔχω, ὅθεν καὶ οἰνόφλυξ.

### book 142b.5.2

οἱ δὲ σιπαλὸν τὸν εἰδεχθῆ. AT

### book 143a.1

〈σοὶ δ’ οὔπω:〉 ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ „οὐ νιφετός,

### book 143a.2

οὔτ’ ἂρ χειμὼν πολύσ“ (δ 566). | οἱ δὲ γράφουσι „†σοῦ δ’ οὖποι“. Til

### book 143b.1

{σοὶ δ’} οὔπω {μάλα πάγχυ}: παρέλκει ἐνθάδε τὸ πω·

### book 143b.2

συντασσόμενον γὰρ τῇ οὔ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖ‐

### book 143b.3

ται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον

### book 143b.4

οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀπο‐

### book 143b.5.1

φαίνεται· τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ

### book 143b.5.2

οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθό‐

### book 143b

λου (1,491,16). A

### book 145a

〈κονίσσουσιν:〉 ἐκ τοῦ παρεπομένου φεύξονται. Til

### book 145a

κονίσσουσι: κονέως πληρώσουσιν—ἐγείρουσι κόνιν. A

### book 145b.1

〈σὺ δ’ ἐπόψεαι αὐτός:〉 ἐν ἄλλῳ „σὺ δ’ ἐπόψεαι αὐ‐

### book 145b.2

τούσ“. A

### book 147a.1

μέγ’ ἄυσεν: ἵνα δείξῃ ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικιλίαν·

### book 147a.2

ἔμπροσθεν (sc. Ν 71—2) μὲν ἐκ τοῦ ἴχνους ἐπιγινώσκεται· νυνὶ δὲ

### book 147a.3

βοᾷ μέγα, ἵνα ἐκ τῆς βοῆς συνῶσι. πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ;

### book 147a.4

ἐπεὶ εἶπεν „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάσ“ (Ν 837).

### book 147a.5

b(BCE3E4)T

### book 147b

〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, AimTil διὰ πεδίου. Aim

### book 148-9.1

ὅσσον τ’ ἐννεάχιλοι〈—Ἄρηοσ〉: ἤτοι ἀφ’

### book 148-9.2

ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ

### book 148-9.3

Ἄρηος (149), ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ Ἄρηος. A

### book 148-9

πῶς, φησίν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ, ὑπὲρ—

### book 148-9.5

δύναμιν ἐνεδείκνυτο. A

### book 148a.1

〈ὅσσον τ’ ἐννεάχιλοι:〉 ἡ Ἀριστοφάνους διὰ τοῦ δέ

### book 148a.2

„ὅσσον δ’ ἐννεάχιλοι {ἐπίαχον}“. Aint

### book 148b

〈ἐννεάχιλοι:〉 Ἀρίσταρχος ‘ἐννέα χείλη ἔχοντεσ‘, ἐκ μέ‐

### book 148b

ρους σώματος. Til

### book 149.1

〈ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος:〉 προ‐

### book 149.2

αλαλάζουσι γὰρ τῆς συμβολῆς· ὡς †τῷ θεῷ δὲ ἀλαλαγμὸν ὅμοιον

### book 149.3

δοῦσαι. Til

### book 150.1

ἐκ στήθεσφιν ὄπα: ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσι·

### book 150.2

μέρος δὲ αὐτῆς ἡ βοή. ἐπεὶ πῶς φησιν „ὅσον κεφαλὴ χάδε φωτόσ“

### book 150.3

(Λ 462); b(BCE3E4)T

### book 151-2.1

〈Ἀχαιοῖσιν δὲ〉 μέγα σθένος 〈ἔμβαλ’ ἑκάστῳ /

### book 151-2.2

καρδίῃ〉: ἤτοι καθ’ αὑτὸν τοῦτό φησιν, ὅτι καὶ σθένος αὐτοῖς ἐνέβα‐

### book 151-2.3

λεν, ἢ συνῆπται τῷ προκειμένῳ, ὅτι διὰ βοῆς δείξας ἑαυτὸν ὅτι θεὸς

### book 151-2.4

ἦν παρώρμησε τοὺς ἀκούοντας. T

### book 153a.1

〈Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι:〉 πα‐

### book 153a.2

ραγραπτέον ἐπάνω διὰ τὸ ἑτέρων πραγμάτων ἀρχὴν εἶναι. Aim

### book 153b.1

Ἥρη δ’ εἰσεῖδε: ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν

### book 153b.2

νεῶν, ἀνυπερθέτως ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν

### book 153b.3

μετάγει τε ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα

### book 153b.4

διδάσκων μὴ νικᾶσθαι ταῖς ἡδοναῖς. b(BCE3E4)T

### book 154a.1

〈στᾶς’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου:〉 ὅτι ὄρος ὁ Ὄλυμ‐

### book 154a.2

πος, καὶ ῥία ἔχει, καὶ ἀπὸ τῶν ῥίων ἐπιθεωροῦσιν. Aint

### book 154b.1

〈στᾶσ’〉 ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: ἀπό τινος ῥίου

### book 154b.2

τῶν ἐν τῷ Ὀλύμπῳ. τὸ δὲ ῥίον οἱ μὲν κατὰ ἀποβολὴν τοῦ ἀκρωτη‐

### book 154b.3

ρίου, οἱ δὲ παρὰ τὸ ῥέεσθαι. προσέθηκε δὲ τὸ στᾶσα, ἐπεὶ πολὺ

### book 154b

ἀπέχει Ὄλυμπος Ἴδης. T

### book 155.1

{τὸν μὲν} ποιπνύοντα: ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντά

### book 155.2

ἐστιν, οὐχ ὡς οἱ Γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ

### book 155.3

τοῦ „ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα“ (Α 600). | γέγονε

### book 155.4

δὲ παρὰ τὸ A πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις. ATil

### book 157a.1

〈Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς:〉 ὡς ὑψιβρεμέ‐

### book 157a.2

την. Til

### book 157b1.1

〈πολυπίδακος:〉 Ἀρίσταρχος πολυπίδακος, ἄλλοι

### book 157b1.2

δὲ „πολυπιδάκου“. Aim

### book 157b2.1

οὕτως πολυπίδακος A ἀπὸ τῆς πολυπῖδαξ. ATil

### book 157b2.2

καὶ κατὰ τὸ ἁπλοῦν „πίδακος ἀμφ’ ὀλίγησ“ (Π 825). A τὸ δὲ

### book 157b2.3

διὰ τοῦ ου γράφειν τελέως ἄγροικον. ATil

### book 158a.1

〈εἰσεῖδε:〉 περισσόν· δύναται γὰρ ἀπὸ κοινοῦ τὸ „ἔγνω“

### book 158a.2

(Ξ 154). Til

### book 158b.1

στυγερὸς 〈δέ οἱ ἔπλετο θυμῷ〉: καταπληκτικὸς ἢ

### book 158b.2

μισητός. | καὶ †τουτοῒ† τὸ ἦθος τῶν γυναικῶν· ἀποτυγχάνουσαι

### book 158b.3

γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς ἄνδρας. b(BCE3E4)T

### book 158c

{στυγερὸς δέ οἱ} ἔπλετο θυμῷ: „ἔπλετ’ ἰδούσῃ“, οὕτως

### book 158c

ἄμεινον. T

### book 160a.1

ὅπ〈π〉ως ἐξαπάφοιτο: τρία εἰσί, δι’ ὧν περιγινόμεθα,

### book 160a.2

βία πειθὼ ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχύν,

### book 160a.3

ἄπιστον δὲ διὰ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν· b(BCE3)

### book 160a.4

T καὶ Ποσειδῶνα γὰρ ἑώρα λάθρα βοηθοῦντα τοῖς Ἕλλησιν. T

### book 160b

〈ὅππως:〉 τινὲς „εἴ πωσ“. Til

### book 162a.1

〈ἐντύνασαν:〉 κοσμήσασαν. καὶ ἐπὶ Κίρκης „ἦλθ’ ἐντυνα‐

### book 162a.2

μένη“ (μ 18). Til

### book 162b.1

ἓ αὐτήν: ὅτι Ζηνόδοτος γράφει „ἑωυτήν“. οὐχ ἁρμόζει

### book 162b.2

δὲ αἰτιατικῇ πτώσει τὸ οὕτως συναλείφειν· διαλύεται γὰρ εἰς τὸ ἕ καὶ

### book 162b.3

αὐτήν. ἀγνοεῖν δὲ τὴν διαφορὰν αὐτόν φησιν Ἀρίσταρχος. A

### book 163a

〈εἴ πως:〉 ἐν ἄλλῳ „ὅπ〈π〉ως {ἱμείραιτο}“. Aim

### book 163b

〈ἱμείραιτο:〉 εἰς ἵμερον ἀπαχθείη. Til

### book 163c1.1

παραδραθέειν: Ἀττικοὶ ἀποδαρθεῖν φασιν αὐτό, ἐπεὶ

### book 163c1.2

τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράττειν. T

### book 163c2.1

τότε γὰρ τὸ δρᾶν τι ἀποτιθέμεθα, ὅ ἐστι πράττειν. b

### book 163c2.2

(BCE3E4)

### book 164a.1

ᾗ {χροιῆι}: τὸ ᾗ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ

### book 164a.2

δοτικὴ πτῶσις κτητικῆς ἀντωνυμίας. A

### book 164b1

〈ᾗ χροιῇ:〉 †τῷ αὐτῷ† σώματι τῷ ἑαυτῆς. Til

### book 164b2

ᾗ δὲ χροιῇ τῷ ἰδίῳ αὐτῆς σώματι. b(BE3E4)

### book 164c.1

ἀπήμονα: κυρίως ἐπίθετον ὕπνου· „λύων“ γὰρ „μελεδή‐

### book 164c.2

ματα θυμοῦ“ (υ 56). λιαρὸν δὲ λίαν ἀρηρότα, ὅ ἐστι προσκολλώμε‐

### book 164c.1

νον ἢ θερμόν· θερμαίνει γὰρ τὸ σῶμα· b(BCE3E4)T ἢ παρὰ τὸ

### book 164c.2

„λαρόν“ (Ρ 572 al.) πλεονασμῷ τοῦ ι, ὃ δηλοῖ τὸ ἡδύ. καλῶς δὲ ἐν

### book 164c.5.1

τῇ ἀπάτῃ τῇ ἐρωτικῇ νῦν ἐκτοπίζει τῆς Ἥρας τὴν Ἀθηνᾶν, οὐ κατ’

### book 164c.5.2

Ἀπολλώνιον, ὃς περὶ Μηδείας αὐτὴν εἰσάγει 〈συ〉σκεπτομένην τῇ

### book 164c.5.3

Ἀθηνᾷ (cf. Ap. Rh. 3, 7—112). T

### book 165.1

πευκαλίμῃσι: δριμείαις παρὰ τὴν πεύκην· ἢ πυκναῖς παρὰ

### book 165.2

τὸ πύκα. b(BCE3E4)T

### book 166a.1

βῆ δ’ ἴμεν ἐς θάλαμον: οὐκ ἐπὶ ὅπλα· μία γὰρ τοῖς

### book 166a.2

ἀσθενέσιν ὁδός, ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων, b(BCE3E4)T

### book 166a.3

ὡς καὶ ἰχθῦς καὶ πτηνὰ ἀγρεύομεν. T

### book 166b.1

τόν οἱ φίλος 〈υἱὸσ〉 ἔτευξεν: ἴσως μόνης αὐτῆς υἱὸς

### book 166b.2

Ἥφαιστος (cf. Hsd. th. 927—8). T

### book 167a1

〈θύρας:〉 ὅτι πληθυντικῶς τὴν θύραν θύρας. Aim

### book 167a2

τὸ δὲ θύρας ἀντὶ τοῦ θύραν ὡς „πύλασ“ (Δ 34 al.). T

### book 167b1.1

ἐπῆρσεν: οἱ μὲν ἐπήρεισεν, οἱ δὲ ἐπήρασσεν, οἱ δὲ ἐφήρ‐

### book 167b1.2

μοσεν. ὅμοιόν ἐστι τῷ „αὐτόδιον“ (θ 449), „ἐπίστιον“ (ζ 265), „μετά

### book 167b1.3

τ’ ἤθεα“ (Ζ 511. Ο 268). T

### book 167b2

ἐπήρεισεν ἢ ἐφήρμοσεν. b(BCE3E4)

### book 168a.1

κληῖδι κρυπτῇ: ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς καὶ

### book 168a.2

κλεισί φησι κεχρῆσθαι. T

### book 168b

〈τὴν δέ:〉 τριχῶς ἡ †στροφή† ἐστι· τὴν δέ τὴν κλεῖν,

### book 168b

„τὸν δέ“ τὸν θάλαμον, „τὰς δέ“ τὰς θύρας. b(BCE3E4)T

### book 168c.1

ἀνῷγεν: ὅτι ὑγιῶς διὰ τοῦ α τὸ ἀνῷγεν· ἡ γὰρ πρόθεσις

### book 168c.2

οὐ μετακινεῖται εἰς τὸν παρῳχημένον. | προπερισπαστέον δέ. πρόσ‐

### book 168c.3

κειται δὲ τῷ ω τὸ ι· ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν. A

### book 169a.1

θύρας ἐπέθηκε φαεινάς: ὅτι Ζηνόδοτος γράφει „θύρας

### book 169a.2

ἐπιθεῖσα φαεινάσ“, ἵνα συναφὴς ὁ λόγος γένηται. ὁ δὲ Ὅμηρος ἄλλας

### book 169a.3

ἀρχὰς λαμβάνει, ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἤτοι ὑστεροπε‐

### book 169a.4

ρίοδος. A

### book 169b.1

θύρας ἐπέθηκε: γράφεται καὶ „πύλασ“. T | θαυμασία δὲ

### book 169b.2

ἡ μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράττουσιν, ὡς ἂν μὴ ὑπο‐

### book 169b.3

βολιμαῖον ἐκ τέχνης κομμωτικῆς αὐταῖς τὸ κάλλος, ἀλλὰ γνήσιον φαί‐

### book 169b.4

νοιτο. b(BCE3E4)T

### book 170a.1

ἀμβροσίῃ μὲν πρῶτον 〈ἀπὸ χροὸς ἱμερόεντοσ〉:

### book 170a.2

ὅτι ἐκ τούτου τοῦ τόπου πλανηθέντες τινὲς ὑπέλαβον τὴν ἀμβροσίαν

### book 170a.3

εἶναι ὑγρὰν τροφήν. A

### book 170b.1

ἀμβροσίῃ: λείπει ὁ καί. | νῦν μὲν ὡς ἄλειμμα, ἄλλοτε δὲ

### book 170b.2

ὡς ξηρὰν τροφήν, ἄλλοτε δὲ ὡς ἔλαιον· „ἀμβροσίην ὑπὸ ῥῖνα“ (δ

### book 170b

445), „Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην“ (Τ 38). T

### book 171a.1

λύματα: παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. | τὸ δὲ κάθηρε

### book 171a.2

προπαροξυτόνως, ἀπὸ τοῦ καθαίρω ἐκάθηρε καὶ Ἰακῶς κάθηρεν.

### book 171a.3

b(BCE3)T

### book 171b.1

{λύματα πάντα} κάθηρεν: τρίτην ἀπὸ τέλους ἔχει τὴν

### book 171b.2

ὀξεῖαν, ἀπὸ θέματος τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε

### book 171b.3

καὶ ποιητικῶς „μέγηρε γάρ οἱ τότ’ Ἀπόλλων“ (Ψ 865), οὕτως ἐκά‐

### book 171b.4

θηρε κάθηρε. A

### book 171c.1

ἐλαίῳ: πόθεν ἔλαιον τοῖς θεοῖς; ἄλλο ἐστὶ τὸ χρῖσμα ὡς τὸ

### book 171c.2

πόμα, καὶ ἄλλο τὸ ἄλειμμα. T

### book 172a1.1

{ἀμβροσίωι} ἑδανῷ: δασυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδὺ

### book 172a1.2

βούλεται σημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παρα‐

### book 172a1.3

γόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτό‐

### book 172a1.4

θεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω

### book 172a1.5.1

στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστά‐

### book 172a1.5.2

μενα, ὡς παρὰ τὸ ἵκω ἱκανὸς καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τρα‐

### book 172a1.5.3

γανός, εἴδω ἰδανός, „τὰς ἰδανὰς Χάριτασ“ ὁ Καλλίμαχος (fr. 114, 9).

### book 172a1.5.4

οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτ’ ἄν, τοῦ η εἰς τὸ ε τρα‐

### book 172a1.5.5

πέντος· διὸ δασυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν, πόθεν τὸ ε

### book 172a1.10

ἐγένετο· ὁ γὰρ χαρακτήρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται. A

### book 172a2.1

δασύνεται δέ· παρὰ γὰρ τὸ ἥδω ἡδανὸς καὶ μεταβολῇ

### book 172a2.2

ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖαν θέλει εἶναι τὴν ἄρχου‐

### book 172a2.3

σαν, πιθανός, τραγανός. T

### book 172a3.1

δασύνεται τὸ ἑδανόν· παρὰ γὰρ τὸ ἡδονή ἡδανὸν καὶ ἑδα‐

### book 172a3.2

νόν. b(BCE3E4)

### book 172b.1

ἑδανῷ: τῷ εὐώδει· οἱ δὲ ἡδεῖ, ἵν’ ᾖ αἴσθησις ἀντὶ αἰσθή‐

### book 172b.2

σεως, ὡς παρὰ Καλλιμάχῳ (fr. 196, 45)· „λίχνος εἰμὶ καὶ τὸ πυθέ‐

### book 172b.3

σθαι“. T

### book 172c1.1

τό ῥά οἱ τεθυωμένον ἦεν: ἡ διπλῆ, ὅτι μύρον μὲν οὐκ

### book 172c1.2

ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει ὥστε εἰδέναι μὲν τὴν

### book 172c1.3

χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που καὶ „ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ“

### book 172c1.4

(Ψ 186) καὶ „κάλλεϊ μέν οἱ πρῶτα 〈προσώπατα καλὰ κάθηρεν / ἀμ‐

### book 172c1.5

βροσίῳ〉“ (ς 192—3), μύρου τι γένος ὀνοματοποιήσας. A

### book 172c2

φαίνεται εἰδὼς μύρου χρῆσιν, τὸ δὲ ὄνομα ἀγν〈ο〉ῶν. Til

### book 173-4.1

τοῦ καὶ κινυμένοιο 〈Διὸς ποτὶ χαλκοβατὲς δῶ /

### book 173-4.2

ἔμπης—ἵκετ’ ἀϋτμή〉: διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου

### book 173-4.3

(sc. 173), καὶ γραπτέον ὡς Ἀρίσταρχος „κατὰ χαλκοβατὲς δῶ“· ὁ

### book 173-4.4

γὰρ λόγος ‘οὗ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον ὁμοίως ἐπί τε γῆν

### book 173-4.5

καὶ οὐρανὸν ἡ ἀποφορὰ διϊκνεῖται‘. A

### book 173a

〈κινυμένοιο:〉 ἀναχεομένου. | πολλὴ τῆς εὐωδίας ἡ ἐνέρ‐

### book 173a

γεια, τὸν κόσμον ἀποπληροῦσα. b(BCE3)Til

### book 173b

〈ποτί:〉 Ἀρίσταρχος „κατά {χαλκοβατέσ}“. Aim

### book 174a1.1

ἔμπης ἐς γαῖάν τε 〈καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή〉: ἡ

### book 174a1.2

διπλῆ πρὸς τὰ περὶ τοῦ Ὀλύμπου ὅτι οὐκ ἔστιν ὁ αὐτὸς τῷ οὐρανῷ

### book 174a1.3

οὐδὲ τόπος τοῦ οὐρανοῦ· ἀπ’ αὐτοῦ γάρ φησι τὴν ὀσμὴν τοῦ μύρου

### book 174a1.4

ὁμοίως καὶ εἰς οὐρανὸν ἀφικνεῖσθαι καὶ εἰς γῆν. τοῦτο δὲ ἐπὶ τῶν

### book 174a1.5.1

ἀνωτάτω τοῦ ὄρους κορυφῶν συμφωνήσει, ἶσον διάστημα ἐπὶ γῆν

### book 174a1.5.2

καὶ οὐρανὸν λαμβάνειν. A

### book 174a2.1

σημειωτέον δὲ ὅτι ὄρος ὁ Ὄλυμπος· μεταξὺ γὰρ ὠνό‐

### book 174a2.2

μασται γῆς καὶ οὐρανοῦ. T

### book 174b1.1

ἔμπης {ἐς γαῖάν τε}: ὁμοίως. „ἔμπης μοι δοκέει δαΐδων

### book 174b1.2

σέλασ“ (ς 354). καὶ ἄλλως δὲ ὁ νοῦς ‘καίπερ ἐν τῷ θαλάμῳ κινύμενον

### book 174b1.3

τὸ ἔλαιον τὴν εὐωδίαν εἰς τὰ πέρατα ἀφίει‘. T

### book 174b2

ὁμοίως ὡς ἐς οὐρανόν, οὕτω καὶ ἐς γῆν. b(BCE3E4)

### book 175-6.1

τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη 〈ἰδὲ χαίτας /

### book 175-6.2

πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούσ〉: ἤτοι ἐπὶ τὸ

### book 175-6.3

ἀλειψαμένη (175) διασταλτέον βραχὺ καὶ ἐπὶ τὸ πεξαμένη (176),

### book 175-6.4

πρὸς τὸ σαφές. A

### book 175

〈καλόν:〉 τινὲς „καλῶσ“. Til

### book 176a

〈πεξαμένη:〉 διακρίνασα καὶ διαχωρίσασα. b(BCE3E4)Til

### book 176b.1

πλοκάμους ἔπλεξε: παρονομασία ἐτυμολογική. μέμφε‐

### book 176b.2

ται δὲ Πλάτων (cf. rep. 3, 390 c 1) τὸν κόσμον τῆς Ἥρας, ἀγνοῶν ὡς

### book 176b.1

ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεούς· b(BCE3E4)T ἄλλως τε καὶ

### book 176b.2

οὐ περισσὸς ὁ κόσμος. T παραφυλακτέον δὲ τὸ παιδευτικὸν ὅτι

### book 176b.5.1

οὐ κομμωτρίας εἰσήγαγε τῇ θεῷ, ἀλλ’ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦ‐

### book 176b.5.2

σαν. b(BE3E4)T ἐπεὶ ῥᾴδιόν ἐστιν Ὁμήρῳ, ὥσπερ ἐπὶ Κίρκης

### book 176b.5.3

τὰς νύμφας ἀντὶ θεραπαινῶν (sc. κ 348—70), οὕτω καὶ ἐπὶ τῆς με‐

### book 176b.5.4

γίστης θεᾶς σεμνάς τινας δαίμονας παραλαβεῖν. T

### book 177a1.1

〈καλοὺς ἀμβροσίους:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης

### book 177a1.2

„καλοὺς καὶ μεγάλουσ“. Aim

### book 177a2.1

τινὲς „〈καλοὺσ〉 καὶ μεγάλουσ“, ἵνα μὴ λυπῇ τὸ ἀμβρό‐

### book 177a2.2

σιον συνεχὲς ὄν. Til

### book 178a.1

〈ἑανὸν ἕσατο:〉 ὅτι ἑανὸς ὁ αὐτὸς τῷ πέπλῳ, καὶ καθόλου

### book 178a.2

πρὸς τὸν στολισμόν. Aint

### book 178b.1

〈ἑανὸν ἕσατο:〉 παρονομασία ἐτυμολογική· δηλοῖ γὰρ

### book 178b.2

τὸν ἐνδυτήριον πέπλον. Til

### book 179.1

ἔξυσεν: ἐκέρκισε· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆ‐

### book 179.2

ναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. A b (BCE3E4)T οἱ

### book 179.3

δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι. A b (BE3E4)T

### book 180a1.1

〈ἐνετῇσι:〉 δίδωμι δοτή, τίθημι θετή, ἵημι ἑτὴ καὶ

### book 180a1.2

ἐνετή. Til

### book 180a2

ἵημι ἱτὴ ἑτή. λέγει δὲ τὴν τῶν περονῶν εἰσβολήν. b

### book 180a2

(BCE3E4)

### book 180b.1

{χρυσείης δ’ ἐνετῆισι} κατὰ στῆθος περονᾶτο: ὅτι

### book 180b.2

κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κατάκλειδα τοῦ

### book 180b.3

ὤμου. A

### book 181a1.1

〈ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν:〉

### book 181a1.2

Ἀρίσταρχος „ζώνῃ“ 〈καὶ „ἀραρυίῃ“〉, ἄλλοι δὲ ζώνην καὶ ἀρα‐

### book 181a1.3

ρυῖαν. Aint

### book 181a2.1

κατὰ δοτικὴν τὸ „ζώνῃ“ καὶ Ἀρίσταρχος, „ζώνῃ ἑκατὸν

### book 181a2.2

θυσάνοις ἀραρυίῃ“. Til

### book 182a.1

ἕρματα: τὰ τοῖς ὠσὶ πρὸς κόσμον προσαπτόμενα, b

### book 182a.2

(BCE3) παρὰ τὸ ἐνείρεσθαι. b(BCE3)Til τούτοις. b(BCE3)

### book 182b.1

λοβοῖσι: τὰ τῶν ὤτων ἄκρα, b(BCE3) παρὰ τὸ

### book 182b.2

λαμβάνειν τι καὶ δέχεσθαι, λαβοί τινες ὄντες καὶ τροπῇ λοβοί. b

### book 182b.3

(BCE3E4)T

### book 183a.1

τρίγληνα, μορόεντα: ἡ διπλῆ, ὅτι τρίγληνα τρί‐

### book 183a.2

κορα, ὡς τριῶν ζῳδίων ἐφ’ ἑκάτερον δεδημιουργημένων. μορόεντα

### book 183a.3

δὲ πεπονημένα τῇ κατασκευῇ, ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθῆ‐

### book 183a.4

σαι. A

### book 183b.1

τρίγληνα: πολλῆς θέας ἄξια—πολλὰ ἐκεχάνδει. |

### book 183b.2

τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο

### book 183b

τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον. A

### book 183c.1

τρίγληνα: οἱ μὲν ἀξιοθέατα, ὡς „γλήνεα πολλὰ κεχάνδει“

### book 183c.2

(Ω 192). οἱ δὲ ἐκ τριῶν ζῳδίων συγκείμενα, οἱ δὲ τριόφθαλμα, b

### book 183c.3

(BCE3)T ἅπερ Ἀττικοὶ τριοττίδας καλοῦσιν. b(BE3)T οἱ

### book 183c.4

δὲ τρία Χαρίτων ἐκτυπώματα ἔχοντα· οὐκ οἶδε δὲ ἀριθμὸν Χαρίτων ὁ

### book 183c.5

ποιητής. T

### book 183d.1

μορόεντα: οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν δια‐

### book 183d.2

στολὴν καὶ ὁ Ἀσκαλωνίτης (p. 53 B.). †καὶ ὁ λόγος ἔχει· τὰ γὰρ μετὰ

### book 183d.3

πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητ〈έον〉 δὲ

### book 183d.4

τοὺς ἀπὸ τοῦ α τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ α ἐπιτατικὸν

### book 183d.5

ὑπάρχῃ μηδενὸς κατεπείγοντος. A

### book 183e.1

μορόεντα: ἐκπεπονημένα τῇ κατασκευῇ καὶ μεμεριμνη‐

### book 183e.2

μένα τῇ τέχνῃ. b(BCE3E4)T τινὲς δὲ „ἀμορόεντα“ τοῦ α ἐπιτα‐

### book 183e.3

τικοῦ ὄντος, οὐχ ὑγιῶς. T

### book 184a.1

〈κρηδέμνῳ:〉 παρὰ τὸ δέμω ῥῆμα κρήδεμνον. ἔστι δὲ

### book 184a.2

μέχρι τῶν ὤμων παρειμένον, ὁ δὲ κεκρύφαλος δετὸς καὶ ἡ παραδέσμη.

### book 184a.3

Til

### book 184b

〈κρηδέμνῳ:〉 κεφαλοδέσμιον | παρὰ τὸ τὴν κάραν δε‐

### book 184b

σμεῖν. b(BCE3E4)

### book 185a1.1

〈νηγατέῳ:〉 ὥσπερ παρὰ τὸ τείνομαι γίνεται τατός,

### book 185a1.2

οὕτως παρὰ τὸ γ〈ε〉ίνομαι γατὸς καὶ μετὰ τοῦ νέον νεήγατος καὶ ἐν

### book 185a1.3

ὑπερθέσει τοῦ ε νηγάτεος. b(BCE3E4)

### book 185a2.1

παρὰ τὸ τείνομαι τατός, †γειμοιτατὸς, νεήγαντος†,

### book 185a2.2

ὑπερθέσει τοῦ ε νηγάτεος. Til

### book 185b

〈λευκὸν δ’ ἦν:〉 ἐν ἄλλῳ „λαμπρὸν δ’ ἦν“. Aim

### book 186

〈λιπαροῖσιν:〉 τινὲς ἀληλιμμένοις. Til

### book 187.1

πάντα 〈περὶ χροῒ θήκατο〉 κόσμον: οὐδὲν παρέλιπε

### book 187.2

τῶν γυναικείων κοσμημάτων, οὐ τὰ νίπτρα, οὐ τὴν τῶν ἀλειμμάτων

### book 187.3

περιεργίαν, οὐ τὴν ἐμπλοκήν, οὐ τὴν ἐσθῆτα, οὐ τὸν ἔξωθεν κόσμον

### book 187.4

περὶ τὰ ὦτα, περὶ τὴν κεφαλήν, περὶ τοὺς πόδας. τῷ οὖν φυσικῷ

### book 187.5.1

κάλλει καὶ τὴν ἐκ τῆς τέχνης ἠθέλησεν εὐπρέπειαν προσάψαι. καίτοι

### book 187.5.2

δὲ τῶν περὶ ταῦτα δεινῶν γυμνὰς γραφόντων ἢ πλασσόντων τὰς γυ‐

### book 187.5.3

ναῖκας καὶ πρὸς ἀπάτην, ὁ ποιητὴς παραλιπὼν γυμνουμένην αὐτὴν

### book 187.5.4

δεῖξαι, ἵνα μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν τῶν ἀκροωμένων διάνοιαν

### book 187.5.5

προκαλέσηται, κοσμηθεῖσαν ἐνεφάνισε καὶ λόγοις πλέον χρωμάτων

### book 187.10

αὐτὴν διετύπωσεν. b(BCE3E4)T

### book 188.1

καλεσ〈σ〉αμένη δ’ Ἀφροδίτην: οὐκ ἀπέχρησεν αὐτῇ

### book 188.2

μόνος ὁ κόσμος, ἀλλὰ καὶ ἄλλης τινὸς συλλήψεως δεῖται. διδάσκει δὲ

### book 188.3

ὁ λόγος ὅτι αἱ τοιαῦται ὑπὸ τῶν γυναικῶν ἡδοναὶ οὐ χωρὶς περιέργου

### book 188

τινὸς δυνάμεως γίνονται, πρὸς ἣν παρεσκευάσθαι δεῖ τὸν ἔμφρονα.

### book 188.5.1

ἅμα δὲ κἀκεῖνο ἐννοητέον, ὅτι οὐχ ἁπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ

### book 188.5.2

περιγενέσθαι τοῦ σοφοῦ. διὰ τοῦτο καὶ ἡ Ἥρα πολλὰ πραγματεύεται

### book 188.5.3

εἰς τὸ περιγενέσθαι τοῦ Διός. b(BE3E4)Til

### book 189a.1

〈τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπεν:〉

### book 189a.2

δεῖ γὰρ τοιούτοις ἐγχειροῦσαν κρύφα εἰπεῖν, ἐπεὶ καὶ ἐν ἀπορρήτῳ τὰ

### book 189a.3

τοιαῦτα πράττουσιν αἱ γυναῖκες. b(BCE3E4)T

### book 189b.1

〈τῶν ἄλλων ἀπάνευθε θεῶν:〉 μᾶλλον τοῖς ἐπάνω

### book 189b.2

τοῦτο προσδοτέον. Aint

### book 190.1

〈ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν

### book 190.2

εἴπω:〉 ὑποθετικῶς διαλέγεται καὶ θυγατέρα αὐτὴν καλεῖ διὰ τὴν

### book 190.3

χρείαν. b(BCE3E4)Til

### book 191

〈ἀρνήσαιο:〉 ἀπείποις. Til

### book 192.1

οὕνεκ’ ἐγὼ Δαναοῖσι, 〈σὺ δὲ Τρώεσσιν ἀρήγεισ〉:

### book 192.2

πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε προλαμ‐

### book 192.3

βάνουσα τὴν ἐκείνης ἀντίρρησιν. b(BCE3E4)T

### book 194.1

πρέσβα: συγκοπῇ τοῦ πρέσβεια. | πῶς δὲ ἡ καλοῦσα αὐτὴν

### book 194.2

‘τέκνον‘ (cf. Ξ 190) περὶ κάλλους ἤμελλεν ἐρίζειν αὐτῇ; πῶς δὲ τὸν

### book 194.3

κεστὸν ἔχουσα, ᾧ καὶ Δία νικᾷ, οὐκ ἤμελλεν αὐτῆς περιέσεσθαι;

### book 194.4

νεωτερικὴ οὖν ἡ κρίσις. T

### book 195a

〈ὅ, τι:〉 τὸ ὅ, τι ἀντὶ τοῦ ὅπερ. Til

### book 195b

〈ἄνωγεν:〉 ἐν ἄλλῳ „ἀνώγει“. Aim

### book 196a.1

εἰ δύναμαι τελέσαι γε 〈καὶ εἰ τετελεσμένον

### book 196a.2

ἐστίν〉: ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι

### book 196a

δεῖ καὶ αὐτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι πρὸς τελείωσιν. A

### book 196b.1

καὶ εἰ τετελεσμένον ἐστί: καὶ εἰ τετελεσμένον ἑτέρῳ

### book 196b.2

τινὶ τυγχάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο.

### book 196b.3

ἢ εἰ τελεσθησόμενόν ἐστι· b(BCE3E4)T τῶν γὰρ πραγμάτων

### book 196b.4

τὰ μὲν ἰδικῶς ἄπορα, τὰ δὲ κοινῶς ἀδύνατα. b(BCE3E4)Til

### book 198a

〈δὸς νῦν μοι:〉 ἐν ἄλλῳ „δός μοι νῦν“. Aim

### book 198b

〈ἵμερον:〉 τινὲς τὴν τῶν ἀπόντων ἐπιθυμίαν. Til

### book 198-9.1

ᾧ τε σὺ πάντας / δαμνᾷ 〈ἀθανάτους ἠδὲ θνη‐

### book 198-9.2

τοὺς ἀνθρώπουσ〉: πρακτικὰ ἅπαντα· καὶ γὰρ τὸ ἐπαίρειν αὐτῆς

### book 198-9.3

τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ λόγος, ἵνα

### book 198-9.4

πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι. b(BCE3)T

### book 199a1.1

δαμνᾷ: οἱ μὲν ὁμοίως τῷ „πειρᾷ ἐμεῖο, γεραιέ“ (Ω 390).

### book 199a1.2

οἱ δὲ Δώριον αὐτὸ ἀπὸ τοῦ δάμνασαι· οὕτως Ἀρίσταρχός φησιν

### book 199a1.3

ἐπίστᾳ, δύνᾳ, ὅλον δὲ ἐπίστασαι. T

### book 199a2

ἀποκοπὴ τοῦ δάμνασαι, Δωρικῶς. b(BCE3)

### book 200.1

ὀψομένη: ἀντὶ τοῦ συντευξομένη, τῷ Ὠκεανῷ. T πιθα‐

### book 200.2

νῶς δὲ πλανᾷ ἐκτοπίζουσα τὸν ἔλεγχον καὶ μακρὰν καθιστᾶσα τὴν

### book 200.3

ὑποψίαν (cf. Ξ 200—1). b(BCE3)T

### book 201.1

θεῶν γένεσιν: θεῶν πατέρα, ἐπεὶ πρῶτον στοιχεῖον—

### book 201.2

καὶ τροφὸν πάντων. A

### book 202a.1

〈οἵ μ’ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλ‐

### book 202a.2

λον:〉 εἰκότως μνήμονα εὐεργεσιῶν ἑαυτὴν ἀπογράφει, εὐέλπιδα καὶ

### book 202a

ταύτην ποιοῦσα ὡς ἀντιληψομένην τὰς χάριτας. b(BCE3E4)T

### book 202b1.1

〈οἵ με σφοῖσιν:〉 οὕτως Ἀρίσταρχος 〈„οἵ μ’ ἐν σφοῖ‐

### book 202b1.2

σιν“〉, ἄλλοι δὲ οἵ με σφοῖσι. Aint

### book 202b2

{ἐν σφοῖσι:} σὺν τῇ „ἐν“ αἱ Ἀριστάρχου. T

### book 202c

ἀτίταλλον: ἀτιτάλλειν τὸ ἐξ ἀταλοῦ τρέφειν. T

### book 203a1.1

〈Ῥείης:〉 διὰ τοῦ α „Ῥείασ“ αἱ Ἀριστάρχου. οὕτως καὶ

### book 203a1.2

Ἀριστοφάνης. Aim

### book 203a2

τὸ δὲ Ῥείης ὁ Ἀρίσταρχος διὰ τοῦ α, „Ῥείασ“. T

### book 205-7.1

τοὺς εἶμ’ ὀψομένη〈—ἔμπεσε θυμῷ〉: ὅτι νῦν

### book 205-7.2

καλῶς λέγονται, ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία (sc. Ξ 304—6) οὐ‐

### book 205-7.3

κέτι. A

### book 206a.1

〈δηρὸν χρόνον:〉 ὅτι παραλλήλως δηρὸν καὶ χρό‐

### book 206a.2

νον. Aint

### book 206b.1

δηρὸν 〈χρόνον〉: ἐκ παραλλήλου· φησὶ γὰρ „αἰσχρόν

### book 206b.2

τοι δηρόν τε μένειν“ (Β 298). T

### book 208a1.1

εἰ κείνω γ’ ἐπέεσσι 〈παραιπεπιθοῦσα φίλον

### book 208a1.2

κῆρ〉: „κείνων“ σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος. Ἀρίσταρχος

### book 208a1.3

δὲ Ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν·

### book 208a1.4

ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα. οὐ δεῖ δὲ ξενίζε‐

### book 208a1.5

σθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς. A

### book 208a2.1

{εἰ κείνῳ γε:} Ζηνόδοτος καὶ Ἀριστοφάνης „κείνων“. ὁ

### book 208a2.2

δὲ Ἀρίσταρχος Ὁμηρικόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν

### book 208a2.3

ψυχήν. δύναται δὲ τὸ κείνω ἀντὶ τοῦ κείνων εἶναι, ὡς „ἄμφω δ’

### book 208a2.4

ἑζομένω“ (Γ 211). T

### book 208-9.1

〈εἰ κείνω γ’ ἐπέεσσι παραιπεπιθοῦσα φίλον

### book 208-9.2

κῆρ / εἰς εὐνὴν ἀνέσαιμι:〉 τὸ κείνω (208) πρὸς τὸ ἀνέσαιμι

### book 208-9.3

(209), παραπείσασα, φησί, τὴν ψυχήν. b(BCE3E4)

### book 209a1.1

εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι 〈φιλότητι〉: ὅτι τὸ

### book 209a1.2

ὁμωθῆναι οὐκ ἔστιν ὁμοιωθῆναι, ἀλλ’ ὁμόσε ἐλθεῖν φιλότητι. |

### book 209a1.3

δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον. A

### book 209a2

δασύνεται δὲ τὸ ὁμωθῆναι. T

### book 209b.1

ὁμωθῆναι: ὁμοιωθῆναι, | εἰς ταὐτὸ συνελθεῖν, b(BCE3E4)

### book 209b.2

T „ὁμὸν λέχος εἰσαναβαίνοι“ (Θ 291). οὐκ ἄν τις οὖν τὴν γνώ‐

### book 209b.3

μην κυριώτερον εἴποι. T

### book 210.1

αἰεί κέ σφι φίλη 〈τε καὶ αἰδοίη καλεοίμην〉: λελη‐

### book 210.2

θότως ὑποβάλλει ὅτι καὶ σὲ τὴν τῆς τιμῆς μοι αἰτίαν νομιῶ φίλην.

### book 210.3

b(BCE3)T

### book 212.1

〈οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι:〉 πῶς

### book 212.2

ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ οὐκ ἀλεξιφάρμακον ἀπάτης

### book 212.3

ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περιποιητικός·

### book 212.4

φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ „ὅ, τι φρεσὶ σῇσι μενοινᾷσ“ (Ξ 221),

### book 212.5.1

b(BCE3E4)T ὡς καὶ Ἀλκίνους „σὺ μὲν δεδμημένος ὕπνῳ / λέξεαι“

### book 212.5.2

(η 318—9) καὶ τὰ ἑξῆς. T οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶσθαι

### book 212.5.3

καὶ ἄλλους ἀπατᾶν δύνασθαι. b(BCE3E4)T ἢ δίδωσι τὸν

### book 212

κεστόν, ὅπως τῇ ἀπουσίᾳ τῆς Ἥρας ἀκίνδυνοι εἶεν Τρῶες. T

### book 213a.1

Ζηνὸς γὰρ τοῦ ἀρίστου 〈ἐν ἀγκοίνῃσιν ἰαύεισ〉:

### book 213a.2

ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν, εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς.

### book 213a.3

προηθέτει δὲ καὶ Ἀριστοφάνης. A

### book 213b.1

〈ἀγκοίνῃσιν:〉 ἐκ τοῦ ἀγκῶνος ἀγκοίνη, κατὰ τροπήν.

### book 213b.2

Til

### book 214a.1

ἐλύσατο κεστὸν ἱμάντα: ὅτι κεστὸς ἐκ παρεπομένου ὁ

### book 214a.2

ποικίλος, ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς

### book 214a.3

φιλότητος καὶ ἱμέρου καὶ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα ὡς

### book 214a.4

ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπ’ ἄλλου λέγει „ἄγχε δέ μιν πολύκεστος

### book 214a.5

ἱμάσ“ (Γ 371). A

### book 214b.1

κεστὸν ἱμάντα: οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστός,

### book 214b.2

ἀλλ’ ἐπίθετον διὰ τὸ πεποικίλθαι b(BCE3E4)T ἱμέροις καὶ τοῖς

### book 214b.3

ἑξῆς, ὡς καὶ ἐπὶ Πάριδος, „πολύκεστος ἱμάσ“ (Γ 371). | ἱμάντα· τὸ

### book 214b.4

γὰρ ἐκτεταμένον νέας Ἀτθίδος, ὡς ἀλλᾶντα. T

### book 216.1

〈ἐν δ’ ὀαριστύς:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἠδ’ ὀαρι‐

### book 216.2

στύσ“. Aim

### book 216-7a.1

ἐν δ’ ὀαριστύς / πάρφασις: συναπτέον ἀμφότερα

### book 216-7a.2

τὰ ὀνόματα· τὴν 〈γὰρ〉 παραλογιστικὴν ὁμιλίαν δι’ ἀμφοτέρων δη‐

### book 216-7a

λοῖ. A

### book 216b.1

〈ὀαριστύς / πάρφασις,〉 ἥ τ’ ἔκλεψε νόον πύκα

### book 216b.2

περ φρονεόντων: προκατασκευή, ἵνα μὴ θαυμάζωμεν, εἰ Ζεὺς

### book 216b.3

ἠπάτηται. καὶ ἐπὶ θυμοῦ δέ φησιν „οἰδάνει ἐν στήθεσσι νόον πύκα περ

### book 216b.4

φρονεόντων“ (Ι 554), διδάσκων ὡς, εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται

### book 216b.5.1

τοῖς πάθεσι τοῦ νοῦ, εἰ μὴ ἑαυτῷ προσέχοι. | ὀαριστὺς δὲ πάρφα‐

### book 216b.5.2

σις ἡ παραλογιστικὴ ὁμιλία. b(BCE3E4)T

### book 218.1

〈τόν ῥά οἱ ἔμβαλε χερσίν:〉 ὅτι πτῶσις ἐνήλλακται,

### book 218.2

ἀντὶ τοῦ αὐτῆς ταῖς χερσίν. Aim

### book 219a.1

τῆ νῦν τοῦτον ἱμάντα 〈τεῷ ἐγκάτθεο κόλπῳ〉:

### book 219a.2

ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ

### book 219a.3

τῆ λαβέ ἐστιν. A

### book 219b.1

τῆ: ὅθεν καὶ τήθη ἡ λέγουσα „δέξαι, θήλασον“· θῶ γὰρ

### book 219b.2

τὸ θηλάζω, b(BCE3E4)T „θήσατο μαζόν“ (Ω 58). b(BCE3)

### book 219b.3

T καὶ ἀντιφράζει αὖ τῷ „τῆ, πίε οἶνον“ (ι 347) τὸ „ὁ δ’ ἔδεκτο“

### book 219b

(ι 353). T

### book 219c.1

{ἐγκάτθεο} κόλπῳ: τῷ τοῦ ἱματίου κόλπῳ, b(BCE3)T

### book 219c.2

τῷ κατὰ τὸ στῆθος πτύγματι τοῦ πέπλου, b(BCE3E4)T ὡς

### book 219c.3

„κόλπον ἀνιεμένη“ (Χ 80), ἐπεὶ κἀκείνη „ἀπὸ στήθεσφιν ἐλύσατο“

### book 219c.4

(Ζ 214). ἢ T ἐπεὶ οἱ τὰ τοιαῦτα παρέχοντες παραγγέλλουσι μὴ

### book 219c.5.1

ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιῶται τῇ ἀλλοτρίᾳ ὄψει τὰ μαγγανεύματα.

### book 219c.5.2

b(BCE3E4)T

### book 221a.1

ἄπρηκτόν γε νέεσθαι: τουτέστι πορεύεσθαι· οὕτως

### book 221a.2

Ἀρίσταρχος. Δημήτριος (fr. 15 St.) δὲ „γενέ〈ε〉σθαι“ ἀντὶ τοῦ γενή‐

### book 221a.3

σεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ „πυθέσθαι“ (Β 119 al.) πυθέεσθαι

### book 221a.4

γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ „γενέσθαι“ (Γ 323 al.)

### book 221a.5

„γενέεσθαι“ γένηται. A

### book 221b.1

〈ἄπρηκτόν γε〉 νέεσθαι: ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως

### book 221b.2

Ἀρίσταρχος. τινὲς δὲ τὸν „γενέεσθαι“ μέσον μέλλοντα ἐξεδέξαντο

### book 221b.3

διαλελυμένως, ὡς τὸ „κρανέεσθαι“ (Ι 626)· γείνω γὰρ γενῶ γενοῦμαι

### book 221b.4

γενεῖσθαι, διαίρεσις „γενέεσθαι“. οὐκ ἔσῃ οὖν ἄπρακτος, οὗ προθυμῇ.

### book 221b.5.1

b(BCE3E4)T καλῶς δὲ ὁ μὲν ποιητὴς κατείλοχε τὴν δύναμιν

### book 221b.5.2

τοῦ κεστοῦ (sc. Ζ 216—7), οὐχὶ δὲ Ἀφροδίτη, πρὸς τὸ μὴ μεγεθο‐

### book 221b.5.3

ποιεῖν τὴν χάριν. T

### book 222

〈μείδησεν:〉 γράφεται „γήθησε〈ν〉“. T

### book 223a1.1

μειδήσασα {δ’ ἔπειτα}: ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισαμένη

### book 223a1.2

ἐμείδησε· προείρηκε γὰρ ‘οὐκ ἔσῃ ἄπρακτοσ‘ (cf. Ξ 220—1). καὶ ἐν

### book 223a1.3

Ὀδυσσείᾳ τὸ ὅμοιον· „Ζεύς τοι δοίη, ξεῖνε / ὅττι μάλιστ’ ἐθέλεις. /

### book 223a1

ὣς ἄρ’ ἔφη, χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύσ“ (ς 112—3. 117). A

### book 223a2.1

ὅμοιόν ἐστι τῷ „χαῖρεν δὲ †κελεηδόνη† δῖος Ὀδυσσεύσ“.

### book 223a2.2

Til

### book 223b1

〈μέσῳ:〉 Ἀρίσταρχος μέσῳ, ἄλλοι δὲ „ἑῷ“. Aim

### book 223b2

〈ἑῷ:〉 οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „μέσῳ“. Til

### book 224.1

〈ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη:〉

### book 224.2

διὰ γὰρ τὸ μὴ ἔχειν ἄνδρα τῷ Διὸς οἴκῳ ἐνδιαιτᾶται. Til

### book 225a.1

〈λίπεν ῥίον Οὐλύμποιο:〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὸ

### book 225a.2

γὰρ ῥίον ἰδίως ἐπ’ ὄρους τάσσεται. Aint

### book 225b.1

〈ῥίον Οὐλύμποιο:〉 ὡς ἐπὶ ὄρους. παρὰ τὸ ὁρᾶν ἢ

### book 225b.2

ῥέεσθαι. Til

### book 226a.1

Πιερίην δ’ ἐπιβᾶσα 〈καὶ Ἠμαθίην ἐρατεινήν〉: ὅτι

### book 226a.2

Μακεδονικὸς Ὄλυμπος θεῶν οἰκητήριον· ἡ γὰρ Πιερία τούτου ἀκρώ‐

### book 226a.3

ρεια, καὶ Ἠμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο. παράκειται δὲ καὶ

### book 226a.4

ἡ Θρᾴκη. καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ Ἑρμοῦ „Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέ‐

### book 226a.5

ρος ἔμπεσε πόντῳ“ (ε 50). A

### book 226b.1

Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην: Μακεδὼν ὁ Διὸς

### book 226b.2

καὶ †αἰθυίας† κατέχων χώραν περὶ Θρᾴκην Μακεδονίαν ἀφ’ ἑαυτοῦ

### book 226b.3

προσηγόρευσεν. ἴσχει δὲ παῖδας δύο, Ἄμαθον καὶ Πίερον, ὧν αἱ πό‐

### book 226b

λεις ἐν Μακεδονίᾳ. b(BCE3)T

### book 226c.1

Πιερίην: οἱ μὲν μέρος Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης

### book 226c.2

ἢ Πίερος τοῦ Ἐλευθῆρος. Ἠμαθία δὲ πρώην ἡ Μακεδονία. T

### book 226c

Μακεδὼν ὁ Διὸς—ἱερὸν Μουσῶν. A

### book 226-7.1

〈Πιερίην δ’ ἐπιβᾶσα—〉ἐφ’ ἱπποπόλων

### book 226-7.2

〈Θρῃκῶν ὄρεα νιφόεντα〉: ἄκρως κατονομάζει τοὺς τόπους, τὰς

### book 226-7.3

ὁμόρους χώρας διεξιών, b(BCE3)T ὡς καὶ ἐν Ὀδυσσείᾳ „ἡ δὲ

### book 226-7.4

Φερὰς 〈ἐπ〉έβαλλεν ἐπειγομένη Διὸς οὔρῳ | ἠδὲ παρ’ Ἤλιδα δῖαν,

### book 226-7.5.1

ὅθι κρατέουσιν Ἐπειοί. / ἔνθεν δ’ αὖ νήσοισιν“ (ο 297—9). T τῇ

### book 226-7.5.2

γὰρ ὀνομασίᾳ τῶν τόπων συμπαραθέουσα ἡ διάνοια τῶν ἐντυγχα‐

### book 226-7.5.3

νόντων ἐν φαντασίᾳ καὶ ὄψει τῶν τόπων γίνεται. ἅμα οὖν τὸ ἀργὸν

### book 226-7.5.4

περιέφυγεν, οὐκ εὐθὺς ἀγαγὼν αὐτὴν ἐπὶ τὰ προκείμενα χωρία· μάρ‐

### book 226-7.5.5

τυρας γοῦν ἐπαγόμενος τοὺς ἀκούοντας πιθανωτάτην καθίστησι τὴν

### book 226-7.10

διήγησιν. b(BCE3)T

### book 227a

〈σεύατο:〉 ἐν ἄλλῳ „ἔσσυτ’ {ἐφ’ ἱπποπόλων}“. Aim

### book 227b

〈ἱπποπόλων:〉 τινὲς „ἱππονόμων“. Til

### book 228a.1

〈ἀκροτάτας κορυφάς:〉 λείπει ἡ πρός, πρὸς τὰς κορυ‐

### book 228a.2

φάς, ἢ ἐπί. Til

### book 228b.1

〈οὐδὲ χθόνα μάρπτε ποδοῖϊν:〉 οἷον τὰ ἴχνη κόνιν

### book 228b.2

τῆς γῆς οὐ συνελάμβανον. Til

### book 229a.1

ἐξ Ἀθόω δ’ ἐπὶ πόντον 〈ἐβήσατο κυμαίνοντα〉:

### book 229a.2

Ἀρίσταρχος „ἐς πόντον“. Πτολεμαῖος (p. 53 B.) δὲ κατάδυσιν, φησίν,

### book 229a.1

δηλοῖ 〈τὸ〉 „ἐς πόντον“. ἀγνοεῖ δὲ τὸ „ἐς πόντον ἐπηρεφέας φύγε

### book 229a.2

πέτρασ“ (κ 131). ἄφεσιν οὖν δηλοῖ, οὐ δύσιν. τὸ δὲ „ἐλάαν ἐπὶ κύματα“

### book 229a.5.1

(Ν 27) ἐπάνω τῶν κυμάτων. καὶ „σεύατ’ ἐφ’ ἱπποπόλων“ (Ξ 227)

### book 229a.5.2

†θερμαὶ γὰρ ἐπεὶ τί† πορεύεται δὲ εἰς τὸ Ἴλιον (cf. Ξ 283—5). τὸ δὲ

### book 229a.5.3

Ἀθόω T ἐπέκτασις ποιητική. εἴρηται δὲ ἀπὸ τοῦ γίγαντος

### book 229a.5.4

Ἄθω, b(BCE3)T 〈ᾧ〉 Ποσειδῶν τὸ ὄρος ἐπέθηκεν. T τοῦτο

### book 229a.5.5

δὲ ὤρυξε Ξέρξης, καταπλῆξαι τοὺς Ἕλληνας θέλων. b(BCE3)T

### book 229a.10.1

Δημήτριος δὲ ὁ Σκήψιος (fr. 46 G.) ψευδὲς εἶναι τοῦτό φησιν. τιμᾶται

### book 229a.10.2

δὲ ὁ Ζεὺς ἐν αὐτῷ· Αἰσχύλος Ἀγαμέμνονι (285)· „Ἀθῷον αἶπος Ζη‐

### book 229a.10.3

νὸς ἐ〈ξε〉δέξατο“. T τριακόσια δὲ στάδια ἀπέχον Λήμνου σκιάζει

### book 229a.10.4

αὐτήν· b(BCE3)T καὶ ἡ παροιμία „Ἄθως σκιάζει νῶτα Λημνίας

### book 229a.10.5

βοόσ“ (Soph. fr. 708 N.2 = 776 P. = 776 R.). Διοκλῆ δέ φασι, τὸν †ῥήγιον†

### book 229a.15.1

ἀρχιτέκτονα, Ἀλεξάνδρῳ ἐπαγγέλλεσθαι τὸν Ἄθω ἀνδριάντα αὐτοῦ

### book 229a.15.2

κατασκευάσαι, θατέρᾳ μὲν χειρὶ μυρίανδρον 〈πόλιν〉 κατέχοντα, θα‐

### book 229a.15.3

τέρᾳ δὲ ποταμοὺς προϊέμενον ὡς τοῖς παραπλέουσιν δοκεῖν σπένδειν.

### book 229a

T | προπαροξύνεται δέ· πλεονασμὸς γάρ ἐστι τοῦ ο. b(BCE3)

### book 229a

ἐξ Ἀθόω: Ἄθως ὄρος ἐν—ἡ ἱστορία παρὰ Ἡροδότῳ

### book 229a.20

(sc. 7, 22—3). A

### book 229b1.1

〈ἐπὶ πόντον:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐς πόντον

### book 229b1.2

{ἐβήσετο}“, καὶ μήποτε ἄμεινον. Aint

### book 229b2

Ζηνόδοτος „ἐς πόντον“. Til

### book 230.1

〈Λῆμνον δ’ εἰσαφίκανε,〉 πόλιν θείοιο 〈Θόαντος:

### book 230.2

„Εὔβοι’ Ἀθήναισ〉 ἔστι τις γείτων πόλισ“ (Eur. Ion. 294), ἀντὶ τοῦ

### book 230.3

νῆσος. οἱ δὲ ἀντὶ τοῦ χώρα, 〈ὡσ〉 ἐν ψηφίσματι, 〈ὃ παρα〉τίθεται

### book 230.4

Κρατερός (FGrHist 342, 18), ἐστὶν „Αἴγυπτον καὶ Λιβύην τὼ πό‐

### book 230.5.1

λεε“. οἱ δὲ T πόλιν Θόαντος Μύριναν· b(BCE3E4)T εἰσὶ

### book 230.5.2

δὲ τῆς Λήμνου πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύρινα. ὅμοιον δέ ἐστι τῷ

### book 230.5.3

„Ἴδην δ’ εἰσαφίκανε / Λεκτόν“ (cf. Ξ 283—4), „Κύπρον ἵκανε / ἐς

### book 230.5.4

Πάφον“ (θ 362—3)· ἔθος γάρ ἐστιν αὐτῷ τοῖς ὅλοις τὰ μερικὰ ἐπά‐

### book 230.5.5

γειν. b(BCE3)T

### book 230.10

Λῆμνον δ’ εἰσαφίκανε: διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ

### book 230

—ὕπνος παρέπεται. A

### book 231a1.1

ἔνθ’ Ὕπνῳ ξύμβλητο: φίλοινοι γὰρ ὡς ἀπόγονοι

### book 231a1.2

Θόαντος τοῦ Διονύσου. καὶ Εὔνεως οἶνον πέμπει (cf. H 468—9), καὶ

### book 231a1.3

Ὀδυσσεὺς ἀπὸ Θρᾳκῶν τὸν οἶνον δέχεται (cf. ι 197—211). καὶ οἱ σὺν

### book 231a1.4

Ῥήσῳ κοιμώμενοι ἀνῃρέθησαν (cf. K 470—97) καὶ οἱ Λήμνιοι ὑπὸ

### book 231a1.5.1

τῶν γυναικῶν. καὶ οἱ Ἀχαιοὶ ἐν Λήμνῳ πίνουσι „κρητῆρας ἐπιστεφέας

### book 231a1.5.2

οἴνοιο“ (Θ 232). ἢ διὰ †πασιθέαν τὴν γυναῖκα Ἡφαίστου πάρεστιν

### book 231a1.5.3

αὐτὸς λιπαρῶν τυχεῖν τῆς ἀδελφῆς (τὸ δὲ χαλκεῖον Ἡφαίστου ἐν

### book 231a1.5.4

Λήμνῳ). οἱ δὲ ὅτι Φιλοκτήτης ἐδεῖτο αὐτοῦ εἶναι ἐκεῖ διὰ τὰς ὀδύνας.

### book 231a1.5.5

οἱ δὲ ἐκ τύχης συντετυχηκέναι. | τινὲς δὲ 〈προσ〉γράφουσιν „ἐρχο‐

### book 231a1.10

μένῳ κατὰ φῦλα βροτῶν ἐπ’ ἀπείρονα γαῖαν“ (= Ξ 231 a). T

### book 231a2.1

πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότως

### book 231a2.2

ἐκεῖσε διατρίβει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον ὥστε καὶ τοῖς

### book 231a2.3

Ἕλλησι χορηγεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι παῖδες Αἰγύπτου ὑπὸ τῶν

### book 231a2.4

γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. b(BCE3) εἴωθε

### book 231a2.5

δὲ ὁ Ὕπνος ἐπὶ πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν.

### book 231a2

b(BCE3E4)

### book 231b.1

〈ἔνθ’ Ὕπνῳ ξύμβλητο:〉 οὐκ οἶδεν Ὕπνου οἶκον, ὡς

### book 231b.2

Ποσειδῶνος ἐν Αἰγαῖς (cf. Ν 21—2. ε 381), ἐπεὶ τρίτῳ βήματι ἐκεῖ ἂν

### book 231b.3

εὕρετο ἡ θεός. Til

### book 231c1.1

κασιγνήτῳ Θανάτοιο: †μνήσαχος† ὁ κωμικὸς (fr. 11,

### book 231c1.2

II. p. 442 K.)· „ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια“· ὁ μὲν γὰρ

### book 231c1.3

διὰ μικρᾶς διαλύσεως τοῦ σώματος, ὁ δὲ ἀπὸ ἰσχυρᾶς γίνεται· καὶ ἐν

### book 231c1.4

ἀμφοτέροις ἄπρακτος δίαιτα ἀναπαύουσι κακῶν· ὁ μὲν χωρίζει ψυχήν,

### book 231c1.5

ὁ δὲ συστέλλει. ἀλλ’ ὁ μὲν στέρησις αἰσθήσεως, ὁ δὲ ἀφαίρεσις. T

### book 231c2.1

Μνησίμαχος ὁ κωμικὸς περὶ Ὕπνου διαλεγόμενός φησιν

### book 231c2.2

ὅτι ὕπνος ἐστὶ μικρὸν καὶ μερικὸν θανάτου μυστήριον· ὁ μὲν γὰρ θάνα‐

### book 231c2.3

τος ἀπὸ ἰσχυρᾶς γίνεται καὶ τελείας λύσεως σώματος, ὁ δὲ ὕπνος ἀπὸ

### book 231c2.4

μικρᾶς καὶ καιρὸν ἐχούσης. ἀμφότεροι δὲ κακῶν ἀναπαύουσι. καὶ ὁ

### book 231c2.5.1

μὲν χωρίζει ψυχήν, ὁ δὲ συστέλλει μικρόν· καὶ ὁ μὲν διαλύει αἰσθήσεις, ὁ

### book 231c2.5.2

δὲ στερίσκει μόνον. b(BCE3E4)

### book 233.1

Ὕπνε, ἄναξ πάντων 〈τε〉 θεῶν 〈πάντων τ’ ἀνθρώ‐

### book 233.2

πων〉: φησὶ γοῦν ἀλλαχοῦ „ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον,

### book 233.3

Δία δ’ οὐκ ἔχεν“ (cf. Β 1—2). ὥσπερ δὲ τὸν κεστὸν ἐθαύμασεν (cf. Ξ 216

### book 233.4

—7), οὕτω καὶ τὸν Ὕπνον ἐσεμνολόγησε, πρὸς πειθὼ αὐτὸν ὑπα‐

### book 233.5

γομένη. b(BCE3E4)T

### book 234.1

ἦ μὲν δή ποτ’ ἐμὸν ἔπος 〈ἔκλυεσ〉: μνήμη χάριτος πα‐

### book 234.2

λαιᾶς παρασκευαστικὴ δευτέρας. ἀλλ’ οὐκ ἐγύμνωσε τὴν χάριν διὰ τὰ

### book 234

παρακολουθήσαντα τῷ Ὕπνῳ τότε. b(BCE3E4)T

### book 235a.1

{πείθευ·} ἐγὼ δέ κέ τοι 〈εἰδέω χάριν〉: ὅτι ἰδίως

### book 235a.2

‘ἐγὼ δ’ αὖ σοι 〈ε〉ἰδέω χάριν‘. ἔδει δὲ ἤτοι 〈ε〉ἰδείην, ἵν’ ᾖ τὸ ῥῆμα

### book 235a.3

ἠλλαγμένον, ἢ ἐκ περισσοῦ νοουμένου τοῦ κέ ‘ἐγὼ δέ σοι εἴσομαι

### book 235a.4

χάριν‘. A

### book 235b1.1

〈ἰδέω χάριν:〉 Ἀρίσταρχος „χάριν εἰδέω“, αἱ δὲ δη‐

### book 235b1.2

μώδεις εἰδέω χάριν. Aint

### book 235b2.1

εἰδέω χάριν: αἱ Ἀριστάρχου „χάριν εἰδέω“ ἀντὶ τοῦ

### book 235b2.2

εἰδείην. T

### book 235c.1

〈εἰδέω χάριν:〉 Ἀττικῶς ἀντὶ τοῦ ὀφλήσω, b(BCE3)

### book 235c.2

T ὡς Εὐριπίδης (fr. 129 N.2)· „ὦ παρθέν’, εἰ σώσαιμι ς’, εἴσῃ

### book 235c.3

μοι χάριν;“. T ἐπίτηδες δὲ αὐτὸν ὑπέμνησε τῆς προγεγονυίας

### book 235c.4

χάριτος. b(BCE3E4)T

### book 236-7.1

〈κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινώ /

### book 236-7.2

αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι:〉 συναπτέον

### book 236-7.3

{δὲ} τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς. A

### book 236a.1

κοίμησον: ἀντὶ τοῦ κοίμισον, Αἰολικῶς, ὡς τὸ ψιμύθιον

### book 236a.2

ψημύθιον. ἢ ἐνήλλακται τὰ τῆς διαθέσεως. T

### book 236b.1

{κοίμησόν μοι ζηνὸς} ὑπ’ ὀφρύσιν: οὕτως ὑπ’ ὀφρύσιν

### book 236b.2

ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους, ἵνα ᾖ τὰ ὑπὸ ταῖς ὀφρύσι. A

### book 236b

Ζηνόδοτος „ἐπ’ ὀφρύσιν“. AT

### book 238a1.1

καλὸν θρόνον 〈ἄφθιτον αἰεί〉: ἐφύλαξε τὸν τῆς

### book 238a1.2

Χάριτος γάμον, εἰ †ἀντιλέξοι†. καλῶς δὲ θρόνον ὑπισχνεῖται· πρὸς

### book 238a1.3

ἀνάπαυσιν γὰρ πεποίηται, ὡς ὁ ὕπνος. πάντα δὲ τὰ Ἠφαιστότευκτα

### book 238a1.4

ἄφθιτά φησιν. T

### book 238a2.1

οὐ προλέγει τὸν τῆς Χάριτος γάμον, ἀλλὰ φυλάττει, εἰ †ἀν‐

### book 238a2.2

τιλέξοι†. καλῶς δὲ θρόνον ὑπισχνεῖται· ἴδιον γὰρ τοῦ ὕπνου καὶ πρὸς

### book 238a2.3

ἀνάπαυσιν πεποίηται. b(BCE3E4)

### book 239-40.1

〈Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις / τεύξει’

### book 239-40.2

ἀσκήσας:〉 εἰς πίστιν τῆς ὑποσχέσεως καὶ τοῦ Ἡφαίστου μνημονεύει

### book 239-40.3

ὅτι ἐκ προχείρου τὴν δωρεὰν παρέξει παρὰ τοῦ υἱοῦ λαβοῦσα.

### book 239-40.4

b(BCE3E4)Til

### book 239.1

{χρύσεον} Ἥφαιστος δέ κ’ 〈ἐμὸς πάϊσ〉: ὅτι οὐκ ἐκ‐

### book 239.2

ληπτέον κατὰ συναλιφὴν τὸν καί δίφθογγον, ἀλλὰ τὸν κέ· ἔστι γὰρ

### book 239.3

Ἥφαιστος δὲ ἐμὸς παῖς τεύξει, ὥστε περισσὸν νοεῖσθαι τὸν κέ Ὁμη‐

### book 239.4

ρικῶς. A

### book 240a.1

〈τεύξει:〉 δύναται καὶ εὐκτικὸν εἶναι „τεύξει’“ καὶ ὁριστι‐

### book 240a.2

κὸν τεύξει. Til

### book 240b1.1

θρῆνυν: ἀρσενικῶς, „θρῆνυν ἐφ’ ἑπταπόδην“ (Ο 729).

### book 240b1.2

καὶ „τῷ κεν ἐπισχοίησ“ (Ξ 241)· ὅπερ ἐστὶν οὐδέτερον εἰς υ λῆγον,

### book 240b1.3

εἴρηται δὲ παρὰ τὸν θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον. T

### book 240b2.1

οὐδέτερον μέν ἐστι λῆγον εἰς υ, οὗτος δὲ ἀρσενικῶς αὐτὸ

### book 240b2.2

ἔφη. γίνεται δὲ παρὰ †τὸ θράνον†, ὅ ἐστι μικρὸν ὑποπόδιον. b

### book 240b2

(BCE3E4)

### book 241a

〈ἐπισχοίης:〉 †ὡς ἄσσον†. ἔνιοι δὲ „ἐπίσχοιεσ“. Til

### book 241b1.1

{τῷ κεν} ἐπίσχοιες: οὕτως τὴν γραφὴν παρατίθεται ὁ

### book 241b1.2

Ἡρωδιανὸς ἐν τῷ ιζʹ τῆς Καθόλου (1,469,14) καὶ λέγει ἀπὸ τοῦ

### book 241b1.3

ἐπίσχοις πλεονασμὸν εἶναι τοῦ ε ἢ συστολὴν τοῦ ἐπισχοίης. A

### book 241b2

οὕτως Ἡρωδιανὸς †ἐπίσχυες. Aint

### book 241c

ἐπίσχοιες: τῷ ἐπίσχοιμι ἀκόλουθόν ἐστι τὸ ἐπίσχοις, τῷ

### book 241c.1

δὲ ἐπισχοίην τὸ ἐπισχοίης· καὶ ἴσως ἔδει οὕτως ἔχειν, παρεφθάρη δὲ

### book 241c.2

ὑπὸ τῶν μεταχαρακτηρισάντων· τῷ δὲ χαρακτῆρι γενόμενον ὅμοιον

### book 241c.3

τῷ „ἰοίην“ καὶ „ἀγαγοίην“ παρὰ Σαπφοῖ (fr. 182 et 169 L.—P.) καὶ

### book 241c.5.1

τῷ „πεπαγοίην“ παρ’ Εὐπόλιδι (C. A. F. I fr. 435 K. = 472 [V p. 533] K.—A.) εἰκότως ἐβα‐

### book 241c.5.2

ρυτονήθη τὸ ἐπισχοίης, γενόμενον ἐπίσχοιες ὡς Αἰολικόν. οὕτω καὶ

### book 241c.5.3

Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ιʹ τῶν Παντοδαπῶν. A

### book 241d.1

εἰλαπινάζων: τινὲς ἐπάγουσιν „αὐτὰρ ἐπὴν δὴ νῶϊ

### book 241d.2

κατευνηθέντε{ς} ἴδηαι / ἀγγεῖλαι τάδε πάντα Ποσειδάωνι ἄνακτι“

### book 241d.3

(Ξ 241 a—b). ψευδὲς δέ ἐστιν· οὐ{κ ἂν} γὰρ ἂν ὤμοσεν Ἥρα (cf.

### book 241d.4

Ο 41—2), ἀλλ’ ὁ Ὕπνος διὰ τὸν γάμον τῆς Χάριτος ὑπὲρ τὸ αἰτη‐

### book 241d.5

θὲν ποιεῖ. T

### book 242.1

〈προσεφώνεε νήδυμος Ὕπνος: ἡ διπλῆ, ὅτι〉 νήδυμος

### book 242.2

σὺν τῷ ν. Aint

### book 243

〈πρέσβα:〉 ἀντὶ τοῦ πρεσβυτάτη, ὡς „δῖα θεάων“ (Ε 381

### book 243

al.). τὴν ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ. b(BCE3E4)Til

### book 245.1

καὶ ἂν ποταμοῖο ῥέεθρα: δυσχερέστατον ποταμὸν ῥέον‐

### book 245.2

τα κοιμίσαι. T

### book 245-62.1

〈καὶ ἂν ποταμοῖο ῥέεθρα / Ὠκεανοῦ—τε‐

### book 245-62.2

λέσσαι:〉 ὁμιλητικῶς πρὸς ταῦτά φησιν ὑπηρετήσειν, †ἂν† μὴ κίν‐

### book 245-62.3

δυνον αὐτῷ φέροι. τεχνικώτατα δὲ διαλέγεται, τοῦ μὲν καὶ νῦν κρα‐

### book 245-62.4

τῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ Ὠκεανῷ, τοῦ

### book 245-62.5.1

δὲ μὴ τολμῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆ‐

### book 245-62.5.2

σαι τοῦτο πρᾶξαι· ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην

### book 245-62.5.3

ἐπιτείνει δωρεὰν καὶ τῆς παλαιᾶς εὐεργεσίας τὴν Ἥραν ὑπομιμνῄσκει.

### book 245-62.5.4

b(BCE3E4)T

### book 246.1

〈Ὠκεανοῦ,〉 ὅς περ γένεσις 〈πάντεσσι τέτυκται〉:

### book 246.2

ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα· καὶ τὸ σπέρμα δὲ πνεῦμά ἐστιν

### book 246.3

ὑγρῷ κραθέν· b(BCE3E4)T ὅθεν κουροτρόφοι οἱ ποταμοὶ

### book 246.4

b(BCE3)T καὶ αἱ πηγαί· οἷς τέως ἀποκείρονται τὰς κόμας. T

### book 246.5

Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται: ἐπεὶ

### book 246

ἐξ ὑδάτων αἱ αὐξήσεις—ἄριστον αὐτό φησιν. A

### book 249a.1

〈ἄλλο τεή:〉 οὕτως κατ’ εὐθεῖαν ἄλλο τεὴ καὶ Ἀρίσταρ‐

### book 249a.2

χος καὶ Ἡρωδιανός (2,90,3). Aint

### book 249b.1

〈ἤδη γάρ με〉 καὶ ἄλλο τεὴ 〈ἐπίνυσσεν ἐφετμή〉:

### book 249b.2

Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν

### book 249b.3

εὐθείας πτώσεως, ‘καὶ κατ’ ἄλλο ἡ σὴ ἐσωφρόνισεν ἐντολή‘ ὥστε εἶναι

### book 249b.4

ἡ τεή. Παρμενίσκος (fr. 5 B.) δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δα‐

### book 249b.5.1

σύνει τὸ η καὶ περισπᾷ ἐπὶ δοτικῆς πτώσεως, ἵνα ὑπάρχῃ ‘ὁ Ζεὺς τῇ

### book 249b.5.2

ᾗ με ἐσωφρόνισεν ἐντολῇ‘. Ἀλεξίων (fr. 55 B.) δὲ προκρίνει τὴν

### book 249b.5.3

Ἀριστάρχου· φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον. καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς

### book 249b.5.4

γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν· αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό· „νῦν

### book 249b.5.5

αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι“ (Ξ 262). | τοιοῦτον

### book 249b.10.1

γὰρ λέγει ‘ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐσωφρόνισεν ἐντολή‘. ὁ δὲ

### book 249b.10.2

Ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνόδοτος σὺν τῷ ι γράφουσιν, οἷον ‘τῇ

### book 249b.10.3

σῇ ἐντολῇ ἐσωφρόνισέν με‘. A

### book 249c.1

〈ἤδη γάρ με καὶ〉 ἄλλοτε ᾗ ἐπίνυσσεν 〈ἐφετμῇ〉:

### book 249c.2

Ἀρίσταρχος „ἄλλο τεὴ †ἐπίνυσεν† ἐφετμή“, ἵν’ ᾖ b(BCE3)T ‘ἤδη

### book 249c.3

γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐπαίδευσε πρόσταξισ‘. b(BE3E4)T εἰ γὰρ

### book 249c.4

ἦν ὅτι τῇ ἰδίᾳ ὁ Ζεύς, ἔδει ἐπάγειν ‘ὑπέρθυμος ἑὸς υἱόσ‘ (cf. Ξ 250), b

### book 249c.5

(BE3)T ἄλλως τε ἀπειλῇ ἂν ἐσωφρόνισεν, οὐκ ἐφετμῇ. T | οἱ δὲ

### book 249c.1

ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ, τουτέστι τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ

### book 249c.2

ἐνουθέτησεν ἀπειλῇ. b(BE3) | τὸ δὲ ἔργον λέγει κίνδυνον φέρειν, ἵνα

### book 249c.3

καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν δοκῇ μείζονα χαρίζεσθαι.

### book 249c.4

b(BE3E4)T τὸ δὲ ἐπίνυσ〈σ〉εν ἀντὶ τοῦ ἐσωφρόνισε καὶ ἐνουθέ‐

### book 249c.10

τησε μηκέτι τοῖς τοιούτοις ἐγχειρεῖν. Til

### book 252

Διὸς νόον: τὸν Δία, ὅς ἐστι νοῦς κόσμου. b(BCE3E4)Til

### book 253.1

〈ἀμφιχυθείς:〉 ὑγρὸς γὰρ ὁ ὕπνος, b(BCE3E4)Til καὶ

### book 253.2

μᾶλλον τοῖς ὑγροῖς ἐπιχεόμενος. b(BCE3E4)

### book 255a.1

{καί μιν ἔπειτα} Κόων: ἔνιοι διὰ τῶν δύο οο γράφουσι

### book 255a.2

„Κόον“ καὶ Καλλίστρατος (p. 320 n. 36 Schm.) ἐν τοῖς Διορθωτικοῖς. A

### book 255b.1

〈Κόων:〉 τινὲς „Κόον“, ὡς καὶ Καλλίστρατος ἐν τοῖς Διορ‐

### book 255b.2

θωτικοῖς. Κῶν Κόον, ὡς „σόον“ (Α 117 al.) διαλύσει καὶ „χρόος

### book 255b.3

εἴσατο“ (Ν 191). | τὸ δὲ πρόβατον κοῖον οἱ Κᾶρες ὀνομάζουσιν, ὅθεν

### book 255b.4

Κῶς ἡ πολυθρέμμων. T

### book 255b.5.1

Κόων 〈δέ〉: εἰς τὴν Κῶν νῆσον. γράφεται δὲ σὺν τῷ ν κατ’

### book 255b.5.2

αἰτιατικήν. Ἡρακλῆς ἀνακομιζόμενος—ἐγέννησεν. ἡ ἱστορία

### book 255b.5.3

παρὰ Φερεκύδει (FGrHist. 3, 78). A

### book 255c.1

εὖ ναιομένην: ἢ δι’ εὐβοσίαν. ἢ τὴν οὐ τότε, ἀλλ’

### book 255c.2

ὕστερον, b(BCE3)T ὡς τὸ „ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιε‐

### book 255c.3

τάοντασ“ (ρ 275)· οὐ γὰρ ὑπὸ τῶν μνηστήρων ᾠκοῦντο τότε καλῶς.

### book 255c.4

T ἢ ὑπὸ γενναίων οἰκουμένη〈ν〉, οἳ νομίσαντες αὐτὸν λῃστὴν εἶ‐

### book 255c.5

ναι ἐπηρέασαν αὐτῷ. b(BCE3)T

### book 255d.1

〈ἀπένεικας:〉 καὶ ἡ μετοχὴ „κεφαλήν τε τεὴν καὶ τεύχε’

### book 255d.2

ἐνείκασ“ (Ρ 39). Til

### book 256.1

φίλων: ἢ τῶν πολιτῶν· ἢ τῶν ἰδίων, b(BCE3E4)T ὡς

### book 256.2

τὸ „ἀπὸ μὲν φίλα εἵματα δύσω“ (Β 261)· ἰδίᾳ γὰρ νηῒ ἐκεῖσε κατήχθη.

### book 256.3

b(BCE3)T

### book 256-7.1

〈χαλέπαινεν /〉 ῥιπτάζων {κατὰ δῶμα θεούς}: ἀν‐

### book 256-7.2

τιστροφή ἐστιν ἀντὶ τοῦ χαλεπαίνων ἐρ〈ρ〉ίπταζε. συναπτέον οὖν,

### book 256-7.3

καὶ μή τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι τὸ ῥιπτάζων. A

### book 257a.1

ῥιπτάζων 〈κατὰ δῶμα〉 θεούς: δηλονότι τοὺς συλ‐

### book 257a.2

λαμβάνοντας τῇ Ἥρᾳ. ἡ δὲ ἀπότασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν

### book 257a.3

ἐν τῇ A (590—1)· „ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα /

### book 257a.4

ῥῖψε ποδὸς τεταγών“. ὅτι δὲ ἐπιβοηθοῦντα τῇ Ἥρᾳ τοῦτο διέθηκεν

### book 257a.5.1

ὁ Ζεύς, αὐτὸς ἐν τοῖς ἑξῆς ἐρεῖ· „λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν·

### book 257a.5.2

ὃν δὲ λάβοιμι / ῥίπτασκον b(BE3)T τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’

### book 257a.5.3

ἂν ἵκηται / γῆν ὀλιγηπελέων“ (Ο 22—4)· ὃ προλαβὼν ὁ Ἥφαιστος

### book 257a.5.4

ἐξήνεγκε· „πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι / κάππεσον

### book 257a.5.5

ἐν Λήμνῳ, ὀλίγος δέ τι θυμὸς ἐνῆεν“ (Α 592—3). T

### book 257b

ἔξοχα πάντων: κατ’ ἐξοχὴν παρὰ πάντας. b(BE3)Til

### book 258.1

καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ: καὶ ἂν

### book 258.2

ἰδών με ἀνιστόρητον καὶ ἀφανῆ ἐποίησεν, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ

### book 258.3

εἰς τὴν θάλασσαν. A

### book 258a

〈ἄϊστον:〉 ἀνιστόρητον. b(BCE3E4)Til

### book 258b.1

ἔμβαλε: ἀντὶ τοῦ ἐμβαλὼν ἐποίησεν, b(BCE3E4)Til

### book 258b.2

ὡς τὸ „βροτὸς οὔτασεν ἀνήρ“ (Ε 361) ἀντὶ τοῦ οὐτάσας ἐποίησεν.

### book 258b.3

b(BCE3)Til

### book 259a.1

εἰ μὴ Νὺξ δμήτειρα θεῶν 〈ἐσάωσε καὶ ἀνδρῶν〉:

### book 259a.2

δαιμονίως· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησίν (cf. Ξ 233),

### book 259a.3

οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν b(BCE3E4)T | ἤτοι

### book 259a.4

δαμάστριαν. b(BCE3)

### book 259b1.1

〈δμήτειρα:〉 οὕτως ἐν πάσαις δμήτειρα. Ἀριστοφάνης

### book 259b1.2

καὶ Ζηνόδοτος „μήτειρα“. Aim

### book 259b2.1

αἱ πᾶσαι „μήτειρα“, ἐπεὶ ἀρχαία θεός. ἄμεινον δὲ δμήτει‐

### book 259b2.2

ρα. καὶ „δεδμημένοσ“ γὰρ „ὕπνῳ“ (η 318). Til

### book 260.1

〈ἱκόμην:〉 ἱκέτευσα, εἰκότως· φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ

### book 260.2

ὕπνος τοῦ μεθ’ ἡμέραν. b(BCE3E4)Til

### book 261a.1

〈ἅζετο γάρ,〉 μὴ Νυκτὶ θοῇ 〈ἀποθύμια ἔρδοι〉:

### book 261a.2

τινὲς „Νυκτὶ φίλῃ“, καὶ ἄμεινον· τί γὰρ πρὸς τιμὴν ἡ θοὴ Νύξ; | δι‐

### book 261a.3

δάσκει δὲ ὡς χρὴ καὶ ὀργῆς κρατεῖν εἰς πρόσωπον αἰδέσιμον ἀφορῶν‐

### book 261a.4

τας. b(BCE3)T

### book 261b

〈ἔρδοι:〉 ῥέζω, οἱ Βοιωτοί φασι ῥέδω, ὑπερθέσει ἔρδω. Til

### book 262.1

〈ἀμήχανον:〉 πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην.

### book 262.2

b(BCE3)Til

### book 263.1

〈τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη:〉

### book 263.2

γράφεται „ὣς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη (= Α 595.

### book 263.3

Φ 434), / χειρί τέ μιν κατέρεξεν, 〈ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν〉“ (= Α

### book 263.4

361 al.). Til

### book 264-6.1

τίη δὲ σὺ ταῦτα〈—παιδὸς ἑοῖο〉: ἄκρως

### book 264-6.2

διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς ἔννοιαν αὐτὸ λαμβάνειν οὐδὲ παρα‐

### book 264-6.3

βάλλειν τὰ παρόντα ἐκείνοις· οὐ γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία

### book 264-6.4

ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν, ὥσπερ ὑπὲρ τοῦ ἰδίου παιδὸς ἐχαλέπηνεν.

### book 264-6.5.1

καὶ ἔστιν ἠθικόν· ὡς γὰρ πρόδηλον ὂν τὸ τῆς συγκρίσεως, αὐτὸν τὸν

### book 264-6.5.2

Ὕπνον ἐρωτᾷ. b(BCE3)T

### book 264

〈τίη:〉 βαρυντέον τὸν η παρέλκοντα ἀντὶ τοῦ δή. Til

### book 265a.1

ἦ {φὴς}: ὁ Ἀσκαλωνίτης (p. 53 B.) βαρύνει τὸν η. ἄμεινον

### book 265a.2

δὲ περισπᾶν· καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν· οὐ

### book 265a.3

γὰρ ἕτερος αὐτῷ ἐπιφέρεται περισπώμενος ὡς ἐπὶ τοῦ „ἢ δολιχὴ νοῦ‐

### book 265a.4

σος ἦ Ἄρτεμις ἰοχέαιρα“ (λ 172). A

### book 265b.1

ἦ: τὸ μὲν βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περισπώμε‐

### book 265b.2

νον ἀπόρησιν. b(BCE3E4)T ἐὰν δὲ ὀξυνθῇ, πρὸς τὸν νοῦν συν‐

### book 265b.3

τάσσεται. T

### book 266.1

〈ὡς Ἡρακλῆοσ〉 περιχώσατο, παιδὸς ἑοῖο: συντό‐

### book 266.2

μως πάνυ· ἐν γὰρ τῷ παιδὸς ἑοῖο πάντα κατάκειται, δι’ ἃ εἰκὸς ἦν

### book 266.1

ἐπ’ ἐκείνῳ μᾶλλον χαλεπῆναι τὸν Δία. τεχνικῶς δὲ παρεδήλωσε καὶ

### book 266.2

τὴν χρείαν, δι’ ἣν θέλει κατακοιμίσαι τὸν Δία, ἵνα καὶ ἑξῆς ὁ Ὕπνος

### book 266.5.1

πιθανῶς φαίνηται λέγων πρὸς τὸν Ποσειδῶνα „πρόφρων νῦν Δα‐

### book 266.5.2

ναοῖσι, Ποσειδάων, ἐπάμυνε“ (Ξ 357), ὡς ᾐσθημένος, τί ποτε πραγ‐

### book 266.5.3

ματεύεται ἡ Ἥρα ἐπὶ τῷ Διΐ· ᾧ καὶ ὄμνυσιν ἡ Ἥρα ὡς μὴ προπεμψα‐

### book 266.5.4

μένη Ποσειδῶνα (sc. Ο 36—44). T

### book 267a.1

ἀλλ’ ἴθι: τεχνικῶς καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐκέτι

### book 267a.2

αἰτεῖ, ἀλλ’ ὑπουργεῖν προτρέπει. συνάπτει δὲ τῇ προτροπῇ καὶ τὴν

### book 267a.3

ὑπόσχεσιν (sc. Ξ 268). b(BCE3E4)T

### book 267b.1

Χαρίτων μίαν ὁπλοτεράων: ὅτι δύο γενέσεις Χαρίτων

### book 267b.2

ὑποτίθεται, πρεσβυτέρας καὶ νεωτέρας· διὸ συγκριτικῶς λέγει ὁπλο‐

### book 267b.3

τεράων. A

### book 268

ὀπυιέμεναι: νομίμως γαμεῖν. οἱ δὲ ὁμιλεῖν καὶ διαλέγεσθαι·

### book 268

δι’ ὀπὸς γὰρ αἱ ὁμιλίαι. T

### book 270.1

χήρατο δ’ Ὕπνος: πιθανῶς, ὅτε μὲν θρόνον ὠνόμασεν,

### book 270.2

οὐκ ἤνυσεν, ὅτε δὲ γάμον, ἐπιτείνοντος τὴν ἐπιθυμίαν τοῦ κεστοῦ·

### book 270.3

πρὸς γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστιν ὁ κεστός. πιθανῶς οὖν ἡ

### book 270.4

τὸν κεστὸν φοροῦσα δύο θεοὺς δι’ ἡδονῆς ἐξηπάτησεν. b(BCE3)T

### book 271-5.1

〈ἄγρει νῦν μοι ὄμοσσον— / ἦ μὲν ἐμοὶ δώ‐

### book 271-5.2

σειν:〉 τὸ ἑξῆς ἐστιν ὄμοσ〈σ〉ον (271) ἦ μὲν ἐμοί (275). τὰ δὲ

### book 271-5.3

ἄλλα διὰ μέσου. Aint

### book 271a1.1

〈ἀ〉άατον: οἱ μὲν ἀάτως, ἀβλαβῶς, ἀπανούργως. οἱ δὲ

### book 271a1.2

τὸ †α ἐπὶ βάθους περισσεύοντος τοῦ α†. οἱ δὲ τὸ †ἄαιτον† φασὶν

### book 271a1.3

ἐγκεῖσθαι. οἱ δὲ ὑπερστερητικόν φασιν εἶναι, ὃ ταὐτόν ἐστιν ἑνὶ ἁπλῷ,

### book 271a1.4

ὡς τὸ „ἀνάπυστα θεοὶ θέσαν“ (λ 274), ἀνάπηρος· 〈ἀ〉άατον οὖν

### book 271a1.5.1

ἐστι τὸ βλαπτικόν. ἀῶ ἀῶμαι „ἀᾶται“ (Τ 91. 129), „ἀασάμην“ (Ι 116

### book 271a1.5.2

al.), „ἀάσατο 〈δὲ〉 μέγα θυμῷ“ (Ι 537. Λ 340), ἀατὸς ὡς περατὸς καὶ

### book 271a1

ἀάατος ὡς ἀπέρατος. T

### book 271a2.1

ὑπερεπιτατικὸν εἶναι τὸ τοιοῦτόν φασιν, ὃ ταὐτόν ἐστιν

### book 271a2.2

ἑνὶ ἁπλῷ. δηλοῖ δὲ τὸ λίαν βλαπτικώτατον. b(BCE3)

### book 271b1.1

Στυγὸς ὕδωρ: ὡς κατὰ ὑγροῦ στοιχείου ὀμνύουσιν. οἱ

### book 271b1.2

δέ, ὅτι πολέμιον θεοῖς τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι στυγνότητος

### book 271b1.3

αἰτία καὶ τοῦ ἐν ἡδονῇ ζῆν†. φησὶν οὖν αὐτὴν Ἡρόδοτος (sc. 6, 74, 2)

### book 271b1.4

ἐν Νωνάκριδι πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥεῖν. T

### book 271b2.1

κατὰ Στυγὸς δὲ ὀμνύναι λέγει, ὅτι τὸ Στυγὸς ὕδωρ b

### book 271b2.2

(BCE3) στυγνότητος αἴτιόν ἐστι τοῖς ψευδομένοις, ἀπελέγχον

### book 271b2.3

αὐτοὺς καὶ τοῦ ἐν ἡδονῇ ζῆν στερίσκον. b(BCE3E4)

### book 272.1

{χειρὶ δὲ} τῇ ἑτέρῃ: ὅτι ἐπὶ δύο τῷ ἑτέρῳ χρῆται κατὰ

### book 272.2

διαστολήν, Ἑλληνικῶς. A

### book 272-3.1

〈χθόνα ... ἅλα〉: κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν,

### book 272-3.2

ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ συνίσταται. b(BCE3E4)Til

### book 272-3.1

τὰ βαρύτατα δὲ τῶν στοιχείων ὄμνυσι, καθάπερ ἐν τῇ συνη‐

### book 272-3.2

θείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν. A

### book 273.1

〈ἅλα μαρμαρέην:〉 τὴν ἡλίου θρεπτικήν· „ἄναμμα

### book 273.2

†ἡλίου νοερὸν θάλασσα“ (cf. Heracl. 22 A 12). b(BCE3E4)Til

### book 274a

μάρτυροι: ὅτι Ζηνόδοτος „μάρτυρεσ“ γράφει, ἀγνοῶν

### book 274a

ὅτι μάρτυροι λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρος. A

### book 274b.1

〈θεοὶ Κρόνον ἀμφὶς ἐόντες:〉 ἢ συγκολαζόμενοι αὐτῷ,

### book 274b.2

ἢ ὑπ’ αὐτῷ ταγέντες b(BCE3E4)T ἐπεὶ πῶς κατὰ κολαζομένων

### book 274b.3

ὄμνυσιν; T

### book 274b

θεοὶ Κρόνον ἀμφὶς ἐόντες: οἱ περὶ τὸν Κρόνον θεοί. λέγει

### book 274b.5

—Ἰαπετός, Κοῖος. A

### book 274c.1

〈ἀμφίς:〉 περί. ποτὲ δὲ καὶ τὸ διχῶς „ἀμφὶς φρονέοντε“

### book 274c.2

(Ν 345). Til

### book 275-7.1

Χαρίτων μίαν 〈ὁπλοτεράων /〉 Πασιθέην, 〈ἧς τ’

### book 275-7.2

αὐτὸς ἐέλδομαι ἤματα πάντα. /〉 ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν:

### book 275-7.3

ὑποφαίνει ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνεσθαι δεῖ χάριτος. ἢ καὶ ὅτι

### book 275-7.4

καὶ ἐν ὕπνῳ ἐστί τις ἡδονὴ καὶ χάρις· „πανδαμάτωρ“ (Ω 5. ι 373)

### book 275-7.5.1

γοῦν καὶ μαλθακός ἐστι καὶ ἡδύς. ἢ φιλοσοφώτερον ἔστιν ἀκούειν·

### book 275-7.5.2

Πίνδαρος (Ι. 7, 16) γοῦν φησι „παλαιὰ μὲν εὕδει χάρισ“. καὶ Λήθης

### book 275-7.5.3

γενεαλογοῦσι τὰς Χάριτας. πρὸ δὲ πάντων ὁμοῦ πεποίηται χάριτος

### book 275-7.5.4

ἄρχοντα τὸν Ὕπνον, αἰνιττόμενος τὸ συμβαῖνον περὶ τοὺς χαρίτων

### book 275-7.5.5

τυχόντας. καὶ ὁ κωμικὸς (Men. fr. 479,1 Kö.) „ἅμα τετέλεσται καὶ

### book 275-7.10.1

τέθνηκεν ἡ χάρισ“. | ἐπίτηδες δὲ ἡ μὲν Ἥρα ἐσιώπησε τὸ ὄνομα τῆς

### book 275-7.10.2

ἐρωμένης, ἵνα μὴ ὀνειδίζῃ τὸν ἔρωτα, ὁ δὲ Ὕπνος καὶ τὸ ὄνομα προσέ‐

### book 275-7.10.3

θηκεν εἰς βεβαίωσιν. Πασιθέην δέ, ὅτι πανταχοῦ δεῖ θέειν καὶ μὴ

### book 275-7.10.4

κεκρύφθαι τὴν χάριν. b(BCE3E4)T οὐκ οἶδε δὲ τὰ παρ’ Ἡσιόδῳ

### book 275-7.10.5

(sc. th. 909) ὀνόματα τῶν Χαρίτων. T

### book 276.1

〈ἧς τ’ αὐτὸς ἐέλδομαι:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης

### book 276.2

ἔξω τοῦ τέ, „ἧς αὐτὸς ἐέλδομαι“. Aint

### book 278.1

〈ὤμνυε δ’ ὡς ἐκέλευε:〉 εἰκότως· πίστεως γὰρ ἔδει ἐρῶντι

### book 278.2

καὶ φοβουμένῳ. Til

### book 278-9.1

〈θεοὺς δ’ ὀνόμηνεν ἅπαντας / τοὺσ〉 ὑποταρτα‐

### book 278-9.2

ρίους, 〈οἳ Τιτῆνες καλέονται: ὑποταρταρίους (279)〉 ἐνταρ‐

### book 278-9.3

ταρίους. θεοὺς δ’ ὀνόμηνεν ἅπαντας (278)· συλλήβδην καὶ θεὰς

### book 278-9.4

εἶπεν. | 〈γράφεται καὶ〉 „θεὸν δ’ ὀνόμηνεν ἕκαστον“. τινὲς δὲ 〈προσ〉‐

### book 278-9.5.1

γράφουσιν „ὤμνυε δ’ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ“

### book 278-9.5.2

(= Ξ 279 a). T

### book 279a.1

τοὺς ὑποταρταρίους, οἳ Τιτῆνες καλέονται: ὅτι

### book 279a.2

τοὺς περὶ Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει. πρὸς τὸ

### book 279a.3

„ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι“ (Α 399), ὅτι οὐ τοὺς περὶ Κρόνον

### book 279a.4

λέγει Ὀλυμπίους. A

### book 279b1.1

〈τοὺσ〉 ὑποταρταρίους, 〈οἳ Τιτῆνες καλέονται〉:

### book 279b1.2

τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἔστιν ὑπὸ Τάρταρον. οὐδένα δὲ

### book 279b1.3

αὐτῶν οἶδεν ἢ Ἰαπετόν (cf. Θ 479). παρὰ [***]. T

### book 279b2

τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐδὲν γὰρ ἔστιν ὑπὸ Τάρτα‐

### book 279b2

ρον. Τιτὰν δὲ παρὰ τὸ τιτός, τιτάν. b(BCE3)

### book 281.1

Λήμνου τε καὶ Ἴμβρου 〈ἄστυ λιπόντε〉: τινὲς

### book 281.2

„Λήμνοιο κατὰ μέγα ἄστυ λιπόντε“· τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον; |

### book 281.3

ἔστι δὲ νῆσος πρὸς τῷ Μέλανι κόλπῳ, ἀπέχουσι δὲ ἀλλήλων στάδια

### book 281.4

ἑκατὸν εἴκοσι. T

### book 282a.1

〈ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον:〉

### book 282a.2

ἐπὶ πελάγους. | 〈ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν. Til

### book 282b.1

πρήσσοντε: περῶ πρῶ, ὡς βείω βῶ, βορῶ βρῶ, τορῶ

### book 282b.2

τρῶ, συγκοπῇ. πρήσω b(BCE3)T πέπρακα, βρώσεσθαι βέβρω‐

### book 282b.3

κα, †τέτρωκα. T

### book 283-4a1.1

〈Ἴδην δ’ ἱκέσθην πολυπίδακα— / Λε‐

### book 283-4a1.2

κτόν:〉 ἀντὶ τοῦ Ἴδης. ἀλλαχοῦ „Γάργαρον ἄκρον/ Ἴδης ὑψη‐

### book 283-4a1.3

λῆσ“ (Ξ 292—3). Til

### book 283-4a2.1

τὸ Ἴδην (283) ἀντὶ τοῦ Ἴδης. ἔστι δὲ μέρος Ἴδης τὸ

### book 283-4a2.2

Λεκτόν. b(BCE3E4) ἐν ὑπερβατῷ δὲ καὶ ἀναστροφῇ ἑρμηνευτέον

### book 283-4a2.3

τὸ δίστιχον οὕτως, ἵνα μὴ δύσφραστον ᾖ, ‘Ἴδης δ’ ἱκέσθην πολυπί‐

### book 283-4a2.4

δακος Λεκτόν‘. b(BCE3)

### book 284a.1

Λεκτόν: οὕτως Λεκτόν, ὀξυτόνως, A ὡς „φυτόν“

### book 284a.2

(Σ 57 al.)· ATil οὕτως γὰρ ὁ τόπος καλεῖται. | ἡ διπλῆ δέ, ὅτι

### book 284a.3

ἰδίως εἴρηκεν, ἀντὶ τοῦ Ἴδης εἰς Λεκτόν (cf. Ξ 283—4)· καὶ „Ἴδην

### book 284a.4

δ’ ἵκανε〈ν〉 πολυπίδακα / Γάργαρον“ (Θ 47—8), καὶ ἐν Ὀδυσσείᾳ

### book 284a.5.1

(θ 362—3) τὸ ὅμοιον· „ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη /

### book 284a.5.2

ἐς Πάφον“· ἔστι γὰρ Κύπρου εἰς Πάφον. A

### book 284b

Λεκτόν: ἀκρωτήριον—Φαλάκρη. | ἀφορᾷ δὲ τὸ

### book 284b

Λεκτὸν ἐπὶ τὸ Αἰγαῖον πέλαγος. A

### book 284-5a.1

〈ὅθι πρῶτον λιπέτην ἅλα, τὼ δ’ ἐπὶ χέρσου /

### book 284-5a.2

βήτην:〉 τὼ δ’ ἐπὶ χέρσου πρῶτον βήτην, ὅθι λιπέτην ἅλα. b(BCE3)

### book 284-5b.1

〈τὼ δ’ ἐπὶ χέρσου / βήτην:〉 ἐπέβησαν δ’ οὗτοι τῆς

### book 284-5b.2

χέρσου. Til

### book 285a1.1

ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉: τὴν χα‐

### book 285a1.2

μαίζηλον βοτάνην φησίν· ὅτι γὰρ οὐ πατοῦσι γῆν, δῆλον ἐκ τοῦ

### book 285a1.3

„οὐδὲ χθόνα μάρπτε ποδοῖϊν“ (Ξ 228). εἰσὶ δὲ γραφικά. T

### book 285a2.1

ἀκροτάτη δὲ ὕλη ἡ χαμαίζηλος πᾶσα καὶ μικρὰ βοτάνη.

### book 285a2.2

b(BCE3E4)

### book 285b.1

〈ὑπεσείετο:〉 Ἀρίσταρχος „ὕπο“, εἶτα „σείετο“, Ἰα‐

### book 285b.2

κῶς. οὕτως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης. Aim

### book 286.1

πάρος Διὸς ὄσσε ἰδέσθαι: πρὶν ἴδῃ τοὺς ὀφθαλμοὺς τοῦ

### book 286.2

Διός, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα, ὡς

### book 286.3

ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος. b(BCE3)T

### book 287a1.1

εἰς ἐλάτην ἀναβάς: ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς

### book 287a1.2

ὕπνος. ἔστι δὲ ‘ἐπὶ ἐλάτην‘. T

### book 287a2.1

τὸ δὲ εἰς ἐλάτην ἀντὶ τοῦ ἐπὶ ἐλάτην. ἔστι δὲ ἐπίμηκες

### book 287a2.2

καὶ ἄκαρπον δένδρον, ὡς ὁ ὕπνος. b(BCE3)

### book 287b.1

〈περιμήκετον:〉 μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος

### book 287b.2

„πάχετοσ“ (ψ 191). Til

### book 287-8.1

〈ἣ τότ’ ἐν Ἴδῃ / μακροτάτη πεφυυῖα:〉 μακροτά‐

### book 287-8.2

την εἶπεν ὡς πολλῶν οὐσῶν ἐκεῖ. καλῶς δὲ πρόσκειται τότε (287)·

### book 287-8.3

νῦν γὰρ οὐ φύεται ἐκεῖ b(BCE3)T ἐλάτη. καὶ ὅτι μετὰ τὰ ἡρωϊκὰ

### book 287-8

ὁ ποιητής. T

### book 288.1

{μακροτάτη πεφυυῖα} δι’ ἠέρος 〈αἰθέρ’ ἵκανεν〉: ὅτι καθ’

### book 288.2

Ὅμηρον ἀὴρ ὁ ἀπὸ γῆς μέχρι νεφῶν τόπος. ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος

### book 288.3

αἰθήρ, καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανός· διὸ τὰ νέφη λέγει πύλας

### book 288.4

οὐρανοῦ (cf. Ε 749—51). A

### book 289-90a1.1

〈ἔνθ’ ἧστ’ ὄζοισιν—ἐναλίγκιος:〉 καὶ ὑπὸ

### book 289-90a1.2

τοῦ ὕψους καὶ τῶν κλάδων καὶ τῆς μεταμορφώσεως οὐχ ὁρᾶται. Til

### book 289-90a2.1

πιθανῶς, ἵνα καὶ διὰ τὸ ὕψος καὶ διὰ τοὺς κλάδους καὶ διὰ

### book 289-90a2.2

τὴν μεταμόρφωσιν μὴ ὁρῷτο. b(BCE3E4)

### book 290a.1

〈ὄρνιθι λιγυρῇ〉 ἐναλίγκιος: κατὰ τὴν καθέδραν· ἡ

### book 290a.2

γὰρ ὄρνις †οὐ† καθέζεται. A b (BCE3E4)T

### book 290b

〈ἥν τ’ ἐν ὄρεσσι:〉 λείπει ‘διατρίβουσαν‘. b(BE3E4)Til

### book 291a.1

χαλκίδα: τὸ εὔφωνον ὄνομα τοῖς θεοῖς τίθησιν· οἶδε δὲ τὰ

### book 291a.2

θεῶν ὡς ὑπὸ Μουσῶν καταπνεόμενος. τινὲς δέ φασιν αὐτὴν εἶναι Ἁρ‐

### book 291a.3

παλύκην, ἣ μιγεῖσα τῷ πατρὶ Κλυμένῳ κατὰ βίαν, ἑψήσασα τὸν υἱὸν

### book 291a.4

Πρέσβωνα παρέθηκεν αὐτῷ. ἢ ὅτι Διῒ συνῆλθεν, Ἥρα δὲ ὠρνίθωσεν

### book 291a.5

αὐτήν· ἐν Χαλκίδι δὲ διῆγεν ἄνθρωπος οὖσα. οἱ δὲ τὴν μητέρα τῶν

### book 291a.1

Κορυβάντων Χαλκίδα φασίν. ἢ ὅτι χαλκίζει τὴν χροιάν. ἢ ὅτι κατὰ

### book 291a.2

νύκτα ὁρᾶται. τινὲς δὲ τὴν γλαῦκα. T

### book 291b1.1

κύμινδιν: ὅτι ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει·

### book 291b1.2

ὁ γὰρ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ

### book 291b1.3

μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (sc. h. an.

### book 291b1.4

9, 12 p. 615 b 6). παρὰ δέ τισι θηλυκῶς λέγεται. εὐεπίφορον δὲ εἰς

### book 291b1.5

ὕπνον τὸ ὄρνεον. b(BCE3E4)T

### book 291b2.1

{χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ} κύμινδιν: ὁ κύ‐

### book 291b2.2

μινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ μέγεθος

### book 291b2.3

ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης. παρὰ δέ τισι θη‐

### book 291b2.4

λυκῶς λέγεται ἡ κύμινδις. εὐεπίφορον 〈δὲ〉 εἰς ὕπνον τὸ ὄρνεον. κύ‐

### book 291b2.5.1

μινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύ‐

### book 291b2.5.2

πτειν. A

### book 292.1

〈Γάργαρον:〉 τὸ Γάργαρον ἄκρον, ἡ δὲ πόλις θηλυκῶς,

### book 292.2

καὶ οἱ πολῖται Γαργαρεῖς. b(BCE3)Til

### book 294a.1

ὡς δ’ ἴδεν, ὥς μιν ἔρως 〈πυκινὰς φρένας ἀμφε‐

### book 294a.2

κάλυψεν〉: ἐπαναλαμβάνει τὸ „ἴδεν“ (Ξ 293), ὑποφαίνων ὡς οὐκ

### book 294a.3

ἐν παρέργῳ αὐτὴν εἶδεν. ἔστιν οὖν ὡς τὸ „ἠράσατ’ ὀφθαλμοῖσιν ἰδών“

### book 294a.4

(Π 182). b(BCE3)T

### book 294b

πυκινάς: πρὸς ἐπίτασιν τοῦ πάθους. ἀμφεκάλυψε δὲ

### book 294b

ἀντὶ τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων. b(BCE3E4)T

### book 295.1

οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην: Ἥραν τρεφομένην

### book 295.2

—ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 99 Pow.). A

### book 295a

〈οἷον:〉 γράφεται καὶ „οἷοσ“. Aint

### book 295b1.1

〈πρῶτόν περ:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „πρώ‐

### book 295b1.2

τιστον“. Aim

### book 295b2

Ἀρίσταρχος {ὅτε} πρῶτόν περ. Til

### book 296a.1

εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας: καὶ

### book 296a.2

πῶς φησι (sc. Ξ 202—4) παρ’ Ὠκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλ‐

### book 296a.3

λειν (cf. Ξ 202) οὐκ ἐκ νηπίας· φησὶ γοῦν „ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ“

### book 296a.4

(Ν 27) καὶ „τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ“ (Ε

### book 296a.5.1

271). λάθρα οὖν ἐμίγη· ὅτε δὲ ἐταρταρώθη Κρόνος, ὡς παρθένος ὑπο‐

### book 296a.5.2

νοουμένη ἐξεδόθη Διῒ ὑπὸ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν γοῦν

### book 296a.5.3

Ἥφαιστον προσποιεῖσθαι δίχα μίξεως κυεῖν b(BCE3)T καὶ Κη‐

### book 296a.5.4

δαλίωνι τῷ Ναξίῳ παραδοῦναι χαλκευτικὴν διδάξαι· διὸ καὶ μέχρι

### book 296a.5.5

νῦν ὑπόμνημα φυλάσσεσθαι παρὰ Ναξίοις καὶ τὸν ἀμφιθαλῆ τῇ τάλι

### book 296a.10.1

συγκατατίθεσθαι. T ἄλλοι τὸν Δία φασὶν ἐν Σάμῳ λάθρᾳ τῶν

### book 296a.10.2

γονέων διαπαρθενεῦσαι τὴν Ἥραν· ὅθεν Σάμιοι ζήλῳ τῆς θεοῦ μνη‐

### book 296a.10.3

στεύοντες τὰς κόρας λάθρᾳ συγκοιμίζουσιν, εἶτα παρρησίᾳ τοὺς γά‐

### book 296a.10.4

μους θύουσιν. τοκῆας οὖν τοὺς περὶ Κρόνον καὶ Ῥέαν. ἔνιοι δὲ

### book 296a.10.5

τοκῆας τοὺς προγόνους τοὺς περὶ Ὠκεανὸν καὶ Τηθύν· b(BCE3)

### book 296a.15.1

T „ἐκ δὲ τοκήων / τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον“ (η 54—5)·

### book 296a.15.2

ἵνα καὶ τὸ ἀτιτάλλειν (cf. Ξ 202) ἐκ νηπίας τρέφειν λάβωμεν. ἔνιοι δέ

### book 296a.15.3

φασι παρθένον οὖσαν Ἥραν ἐρασθῆναι Εὐρυμέδοντος, ἑνὸς τῶν Γι‐

### book 296a.15.4

γάντων, καὶ ἐξ αὐτοῦ τεκεῖν τὸν Προμηθέα· Δία δὲ ἐγνωκότα τὸν μὲν

### book 296a.15.5

ταρταρῶσαι, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς σταυρῶσαι. T

### book 296b.1

〈φίλους:〉 τοὺς οἰκείους· „ἀπὸ μὲν φίλα εἵματα δύσω“

### book 296b.2

(Β 261). Til

### book 297.1

στῆ δ’ αὐτῆς προπάροιθεν: κινηθεὶς ὑπὸ τοῦ κεστοῦ

### book 297.2

αὐτὸς πρόσεισι τῇ γυναικί. b(BCE3E4)T

### book 298a

〈πῆ μεμαυῖα:〉 εἰς τίνα τόπον ὡρμημένη; Til

### book 298b.1

τόδ’ ἱκάνεις: λείπει τὸ ὄρος. b(BCE3E4)T μήποτε

### book 298b.2

δὲ ἰσοδυναμεῖ τῷ παρ’ Αἰολεῦσι ‘τυῖδε‘· „ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμε‐

### book 298b.3

νος τόδ’ ἱκάνει;“ (α 409). καὶ πληθυντικῶς „οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε

### book 298b.4

μαίνεται“ (Ε 185) ἀντὶ τοῦ ἐνθάδε. T οὐ γινώσκει δὲ τὴν συσκευὴν

### book 298b.5.1

διὰ τὰ πάθη, „ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων“ (Ξ 217). b

### book 298b.5.2

(BCE3)T

### book 299a.1

ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα, 〈τῶν κ’ ἐπι‐

### book 299a.2

βαίησ〉: δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι, οὐ μὴν

### book 299a.3

ὑποστικτέον διὰ πευστικὴν ὑπόκρισιν. A

### book 299b.1

ἵπποι δ’ οὐ παρέασι: ἠθικῶς πάνυ καταπαύει τὴν

### book 299b.2

ὁδὸν ὡς μὴ τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν συγχρήσηται

### book 299b.3

τῇ σχολῇ· οὐ γὰρ πιθανὸν ἦν †ἀποτρέψαντα τῆς ὁδοῦ θέλειν ἐμπε‐

### book 299b.4

λάζειν. b(BCE3)T προφάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν

### book 299b.5

ἐπιθυμίαν τοῦ ἀνδρός, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι πρὸς τὴν

### book 299b

ὁδόν, b(BE3)T „ἵπποι δ’ ἐν πρυμνωρείῃ“ (Ξ 307). T

### book 299c.1

〈τῶν κ’ ἐπιβαίης:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω

### book 299c.2

τοῦ κέ συνδέσμου, „τῶν ἐπιβαίησ“. Aint

### book 300.1

τὸν δὲ δολοφρονέουσα: δολίαν εἰσάγει τὴν Ἥραν καὶ

### book 300.2

ἐν τῷ περὶ Ἡρακλέους, „δολοφροσύνῃς’ ἀπάτησεν“ (Τ 97). σχεδὸν

### book 300.3

οὖν κηρύττει ὁ ποιητὴς φυλάττεσθαι τῶν γυναικῶν τοὺς λόγους.

### book 300.4

b(BE3)T

### book 303

〈οἵ με σφοῖσι:〉 γράφεται „οἵ μ’ ἐν σφοῖσι“. Aint

### book 304-6a.1

τοὺς εἶμ’ ὀψομένη〈—, ἐπεὶ χόλος ἔμπεσε

### book 304-6a.2

θυμῷ〉: ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι πρὸς

### book 304-6a.3

μὲν Ἀφροδίτην (sc. Ξ 205—7) δεόντως λέγονται, πρὸς δὲ τὸν Δία

### book 304-6a.4

οὐκέτι· οὐ γὰρ προσεδεῖτο προφάσεως ἔχουσα τὸν κεστὸν ἱμάντα. καὶ

### book 304-6a.5

τάχα ἂν συναφώρμησεν αὐτῇ· οὐ δεῖ οὖν παρακινδυνεύειν. A

### book 304-6b.1

〈τοὺς εἶμ’ ὀψομένη—θυμῷ:〉 ἠθετοῦντο παρὰ

### book 304-6b.2

Ζηνοδότῳ. AimTil

### book 304-6c1.1

τοὺς εἶμ’ ὀψομένη—θυμῷ: ἀθετοῦσιν ὡς ἀμβλύ‐

### book 304-6c1.2

νοντας τὴν ἐπιθυμίαν Διός. ἀλλ’ οὐκ †ἠμβλήνθη† τοῦ κεστοῦ ἐπιτείναν‐

### book 304-6c1.3

τος. ἄλλως τε περὶ ἀφροδισίων λέγουσα ἐπιτείνει τὸν πόθον καὶ

### book 304-6c1.4

†πλείονα† ἐξάπτει. T

### book 304-6c2.1

ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διός,

### book 304-6c2.2

κακῶς· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει τὸ

### book 304-6c2.3

πάθος καὶ τὸν πόθον πλέον ἐξάπτει. b(BCE3E4) ἄλλως τε λέγον‐

### book 304-6c2

ται, ἵνα μὴ ὕστερον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα. b(BE3E4)

### book 304.1

καί σφ’ ἄκριτα νείκεα λύσω: καὶ πῶς ἐν τῇ Α (sc. 424)

### book 304.2

μετὰ τῶν θεῶν οὖσα ἐν τῷ Ὠκεανῷ οὐ διήλλαξε τὴν ἔριν; ἀλλ’ ὅτι οὐ

### book 304.3

σὺν αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπ’ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσου‐

### book 304.4

σαν τῶν στρατηγῶν τὴν ἔριν (cf. Α 195—6). b(BCE3)T

### book 307a.1

{ἵπποι δ’} ἐν πρυμνωρείῃ: ἕν ἐστι τὸ πρυμνωρείῃ,

### book 307a.2

ὡσπερεὶ ἐν ἀκροπόλει. A

### book 307b.1

πρυμνωρείῃ: πρυμνώρεια ὡς ἀκρώρεια· σημαίνει δὲ τὸ

### book 307b.2

πρὸς τῇ ῥίζῃ τοῦ ὄρους συνορίζον τῷ ἐδάφει. b(BCE3E4)T τὰ

### book 307b.3

δὲ ὑπὸ τοῖς ἄκροις ἀκρώρεια καλοῦνται. T

### book 308.1

〈τραφερήν:〉 ἐκ τοῦ παρεπομένου τὴν γῆν· „μάλα δ’ ὦκα

### book 308.2

περιτρέφεται“ (Ε 903) ἀντὶ τοῦ πήγνυται. Til

### book 309a.1

{νῦν δὲ} σεῦ {εἵνεκα}: τὴν σεῦ περισπαστέον· ἔστι γὰρ

### book 309a.2

ἀντιδιαστολή. A

### book 309b.1

σεῦ εἵνεκα: ἐντέχνως αὐτὸν γοητεύει ὡς τῇ ἐξουσίᾳ

### book 309b.2

ἐκείνου τὰς ἰδίας ἐπιτελοῦσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς

### book 309b.3

ἐξόδους ποιεῖσθαι συγκεχωρημένας ὑπὸ τῶν ἀνδρῶν. b(BCE3E4)T

### book 310a1.1

〈μετέπειτα:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „μετόπισθε“.

### book 310a1.2

Aim

### book 310a2

οἱ περὶ Ζηνόδοτον „μετόπισθε {χολώσεαι}“. Til

### book 313.1

〈Ἥρη, κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι:〉

### book 313.2

ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθη‐

### book 313

κόντων ἐμποιοῦν ἀμέλειαν. b(BCE3E4)Til

### book 314.1

〈τραπείομεν:〉 ἀντὶ τοῦ τερφθῶμεν· ἐκτρέπει γὰρ τοῦ

### book 314.2

δέοντος ἡ ἡδονή. b(BCE3E4)Til

### book 315a.1

οὐ γὰρ πώποτέ μ’ ὧδε 〈θεᾶς ἔρος οὐδὲ γυναι‐

### book 315a.2

κόσ〉: ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν. τὸ δὲ ἐξ ὀνόματος ἐπιφέρειν

### book 315a.3

ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν. A

### book 315b.1

οὐ γὰρ πώποτέ μ’ ὧδε 〈θεᾶς ἔρος οὐδὲ γυναι‐

### book 315b.2

κός:〉 τίνος ἕνεκα τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία ὡς μὴ δύνα‐

### book 315b.3

σθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογήσατο περὶ τούτων, ἐν οἷς

### book 315b.4

διαλαβὼν περὶ τοῦ κεστοῦ φησιν· „†ἅ† τ’ ἔκλεψε νόον πύκα περ

### book 315b.5.1

φρονεόντων“ (Ξ 217). ἄλλως τε διδάξαι βούλεται τοὺς νέους ὁ ποιη‐

### book 315b.5.2

τής, ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺς ὁ

### book 315b.5.3

παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν, ἣν ἀπὸ τῆς ἀγρυπνίας

### book 315b.5.4

περιεποιήσατο. b(BCE3E4)T

### book 315c.1

οὐδὲ γυναικός: ἀντὶ τοῦ θνητῆς· ἀλλαχοῦ „ἢ θεὸς ἠὲ

### book 315c.2

γυνή“ (κ 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα· ἢ ὅτι

### book 315c.3

ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύ‐

### book 315c.4

σιν. b(BCE3E4)T ἢ διὰ τὸ συμπλεκτικὸν σχῆμα, „εἰσῆλθεν καὶ

### book 315c.5.1

ὑπέρβη λάϊνον οὐδόν“ (ψ 88)· καὶ γὰρ πρώτας τὰς θνητὰς καταλέ‐

### book 315c.5.2

γει (sc. Ξ 317—25). καὶ „μήτε θεῶν τό γε δείδιθι μήτε τιν’ ἀνδρῶν /

### book 315c

ὄψεσθαι“ (Ξ 342—3). T

### book 316.1

〈περιπροχυθείς:〉 περισσῶς χυθείς. ὁ δὲ Ἰξίων (fr. 16 St.)

### book 316.2

γράφει „περιπλεχθείσ“. Til

### book 317a.1

οὐδ’ ὁπότ’ ἠρασάμην· κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάν‐

### book 317a.2

των (sc. Ξ 317—27) τὸ οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον

### book 317a.3

τῶν λεγομένων αὐτὸ καθ’ ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν

### book 317a

αἰτήματι τίθενται. | ἀπὸ τούτου δὲ ἕως τοῦ „οὐδ’ ὁπότε Λητοῦς

### book 317a.5.1

ἐρικυδέοσ“ (Ξ 327) ἀθετοῦνται στίχοι ἕνδεκα, ὅτι ἄκαιρος ἡ ἀπαρίθ‐

### book 317a.5.2

μησις τῶν ὀνομάτων· μᾶλλον γὰρ ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγε‐

### book 317a.5.3

ται. καὶ ὁ ἐπ〈ε〉ιγόμενος συγκοιμηθῆναι, διὰ τὴν τοῦ κεστοῦ δύναμιν,

### book 317a.5.4

πολυλογεῖ. | καὶ Ἀριστοφάνης προηθέτει. A

### book 317b.1

Ἰξιονίης ἀλόχοιο: τῆς ὕστερον γενομένης Ἰξίονος·

### book 317b.2

παρθένοις γὰρ Ζεὺς συγγίνεται. b(BCE3E4)T ἐναντίον δὲ αὐτῷ

### book 317b.3

τὸ „Ἀγαμεμνονέην ἄλοχον“ (γ 264) τὴν πρώην Ἀγαμέμνονος. T

### book 317c1.1

〈Ἰξιονίης ἀλόχοιο:〉 Ἰξίονος γυνὴ Δία, Ἠϊονέως θυ‐

### book 317c1.2

γάτηρ. Til

### book 317c2.1

{ἰξιονίης ἀλόχοιο:} τῆς Ἰξίονος γυναικὸς Δίας. | ἦν δὲ

### book 317c2.2

αὕτη θυγάτηρ †ἰηονέως†. μετὰ δὲ τὸ φθαρῆναι—ἐζεύχθη. A

### book 318.1

〈θεόφιν:〉 θεῷ ἢ θεοῖς· τὸ γὰρ ἴσος ὅμοιος ἀλίγκιος ἀτάλαν‐

### book 318.2

τος δοτικῇ συντάττεται. Til

### book 319.1

Δανάης: ἐξ Εὐριδίκης καὶ Ἀκρισίου. Εὐφορίων (fr. 86

### book 319.2

Pow.)· „ὀθνεῖον Περσεῖ τελέων γάμον Εὐρυμέδοντι“. τινὲς δέ φασι

### book 319.3

πλείονα Ἡρακλέους αὐτὸν εἰργασμένον οὐ τυχεῖν δόξης, ὅτι Διόνυσον

### book 319.4

ἀνεῖλεν εἰς τὴν Λερναίαν ἐμβαλὼν λίμνην. T

### book 319.5.1

{οὐδ’ ὅτε περ} Δανάης: Δανάη Ἀκρισίου—παρέλαβε

### book 319.5.2

Περσεύς. A

### book 320

〈ἀριδείκετον:〉 τινὲς „πολὺ φίλτατον“. Til

### book 321

〈Φοίνικος κούρης:〉 Φοίνικος καὶ Κασσιεπείας Εὐρώπη.

### book 321

Til

### book 322a1.1

〈Μίνω:〉 Ἀρίσταρχος „Μίνων“ σὺν τῷ ν, Ζηνόδοτος

### book 322a1.2

χωρὶς τοῦ ν. Aim

### book 322a2.1

〈Μίνω τε:〉 τινὲς „Μίνωα“, Ζηνόδοτος Μίνω 〈τε〉,

### book 322a2.2

Ἀρίσταρχος „Μίνων 〈τε〉“ Ἀττικῶς. Til

### book 322b.1

Ῥαδάμανθυν: ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύ‐

### book 322b.2

ρου προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ὠνόμασε τὸν παῖδα. AT

### book 323.1

{οὐδ’ ὅτε περ} Σεμέλης: Σεμέλης τῆς Κάδμου—ἡ

### book 323.2

ἱστορία παρ’ Εὐριπίδῃ ἐν Βάκχαις (e. g. 88—98). A

### book 323.1

{οὐδ’} Ἀλκμήνης {ἐν θήβηι}: Ἀλκμήνης τῆς Ἠλεκτρυόνος

### book 323.2

—δὲ ἐξ Ἀμφιτρύωνος. A

### book 323.5

〈ἐνὶ Θήβῃ:〉 ἐκεῖ γὰρ ἐτέχθη Ἡρακλῆς. Til

### book 324a.1

〈ἥ ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα:〉

### book 324a.2

ὅτι ἔχει τι Ὁμηρικόν· πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκε. Aint

### book 324b.1

Ἡρακλῆα: Ἀλκαῖος ἐκαλεῖτο· ὁ δὲ Πύθιος (fr. 443

### book 324b.2

P.—W.)· „Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει· / ἦρα γὰρ

### book 324b.3

ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεισ“. οἱ δὲ ὅτι Πορφυρίωνος

### book 324b.4

ἐρασθέντος Ἥρας, προσκαλεσαμένης αὐτῆς, ἐλθὼν ἐβοήθησε· διὸ παρὰ

### book 324b.5.1

τὸ ὑπὸ τῆς Ἥρας κληθῆναι Ἡρακλῆς λέγεται. T | φασὶ δὲ τὸν Δία

### book 324b.5.2

συγκοιμώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς

### book 324b.5.3

ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν „τρι‐

### book 324b

έσπερον“ (cf. Lyc. Al. 33) Ἡρακλέα ἐποίησεν. AT

### book 325a.1

Διώνυσον: Διόνυσος ἀπὸ Διὸς καὶ Νύσης τοῦ ὄρους. οἱ

### book 325a.2

δὲ Διόνυξος, ἐπεὶ κερασφόρος τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός. b

### book 325a.3

(BCE3E4)T οἱ δὲ Δεύνυσος, ἐπεὶ βασιλεὺς Νύσ{σ}ης· δεῦνον

### book 325a.4

〈γὰρ〉 Ἄραβας τὸν βασιλέα. 〈οἱ δὲ〉 ἀπὸ τοῦ πολλὰ διανεῦσαι καὶ κατορθῶ‐

### book 325a.5

σαι. οἱ δὲ ἀπὸ τοῦ δονεῖν τὰ σώματα. T

### book 325b.1

χάρμα 〈βροτοῖσιν〉: σημειωτέον ὅτι καθ’ Ὅμηρον

### book 325b.2

εὑρετὴς οἴνου Διόνυσος. T

### book 327.1

〈οὐδ’ ὁπότε Λητοῦς—αὐτῆς:〉 κατέλειψε {δὲ}

### book 327.2

Λήδαν φασί, καὶ τὴν ἐκ Διὸς Ἑλένην. καὶ μὴν Ἀντιόπην ἀφῆκε, καὶ

### book 327.3

Διώνην· οὐ γάρ, ὥς τινες ψυχρευόμενοι, ἐπεὶ πρὸ Ἀφροδίτης οὐκ

### book 327.4

ἦσαν ἔρωτες. T

### book 328a

{ὡς} σέο {νῦν ἔραμαι}: ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ

### book 328a

πρὸς ἄλλα πρόσωπα. A

### book 328b.1

〈σέο:〉 τινὲς κατ’ ἀντιδιαστολήν, καὶ ὀρθοτονοῦσιν. ἡ δὲ

### book 328b.2

χρῆσις ἐγκλίνει. Til

### book 330-5.1

αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες

### book 330-5.2

〈—νεοίμην〉: τελεία στιγμὴ μετὰ τὸ Κρονίδη (330)· προσα‐

### book 330-5.3

γορευτικὴ γάρ ἐστιν ἡ περίοδος. ἡ δὲ ἑξῆς ἀνάγνωσις ἀμφίβολος·

### book 330-5.4

ἤτοι γὰρ καθ’ αὑτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες (330),

### book 330-5.5.1

εἶτα ἀφ’ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι (331), ἵνα ὑποστίζωμεν

### book 330-5.5.2

κορυφῇσι (332) καὶ ἅπαντα (332), στίζωμεν δὲ μετὰ τὸ πῶς κ’

### book 330-5.5.3

ἔοι (333)· εἶτα ἀπ’ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν ἀειγενετάων

### book 330-5.5.4

(333), καὶ ὑποστίζωμεν ἀθρήσειε (334), πεφράδοι (335), ἵν’ ἦ

### book 330-5.5.5

ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα (335). οὕτως δὲ ἔσον‐

### book 330-5.10.1

ται ἀνταποδοτικαὶ περίοδοι, ἀμφότεραι ὀρθαί, τοιαῦται· ‘εἰ νῦν ἐπὶ

### book 330-5.10.2

τῆς Ἴδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη‘, οἷον ‘πῶς ἂν ἐνδέχοιτο;‘ ἡ

### book 330-5.10.3

δὲ ἑτέρα ‘εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς

### book 330-5.10.4

τὸν σὸν οἶκον‘. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως·

### book 330-5.10.5

ποῖον τὸν μῦθον ἔειπες, / εἰ νῦν ἐν φιλότητι λιλαίεαι

### book 330-5.15.1

(330—1)· ἔστι δὲ στιγμὴ ἐν κορυφῇσι (332) καὶ ἅπαντα (332),

### book 330-5.15.2

εἶτα καθ’ ἑαυτὸ ἀπορούσης τῆς θεοῦ πῶς κ’ ἔοι (333), πῶς ἂν τοῦ‐

### book 330-5.15.3

το ἐνδέχοιτο; ἢ καὶ τοῦτο αὐτὸ τοῖς ἑξῆς συναπτέον, πῶς κ’ ἔοι,

### book 330-5.15.4

εἴ τις νῶϊ θεῶν (333) ἕως τοῦ πεφράδοι (335), εἶτα ἀφ’ ἑτέρας

### book 330-5.15.5

ἀρχῆς οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην (335). A

### book 330.1

ποῖον τὸν μῦθον ἔειπες: γυναικικῷ τῷ ἤθει ἐπιπλήτ‐

### book 330.2

τει ὡς ἀπηρυθριακότι. ἀκκίζεται δέ, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα

### book 330.3

πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας. b(BCE3E4)T

### book 332

〈προπέφανται:〉 πρόδηλά ἐστιν. Til

### book 333

πῶς κ’ ἔοι: στικτέον εἰς τὸ ἔοι, ἀντὶ τοῦ ‘πῶς ἂν εἴη‘. T

### book 337

〈ἐθέλεις:〉 λείπει μιγῆναι. Til

### book 338a.1

ἔστιν τοι θάλαμος: δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι,

### book 338a.2

ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει τὸν Δία κατακλεῖσαι εἰς

### book 338a.3

τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου θεάσηται τὰ Ἑλληνικά.

### book 338a.4

b(BCE3E4)T

### book 338b.1

φίλος υἱός: ὅτι ἐκ Διὸς καὶ Ἥρας καθ’ Ὅμηρον ὁ

### book 338b.2

Ἥφαιστος. καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εἶναι, ἐν Ὀδυσσείᾳ (sc.

### book 338b.3

θ 312) δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος (sc. th. 927—8)

### book 338b.4

ἐκ μόνης Ἥρας. A

### book 338c.1

φίλος υἱός: καὶ „ἀλλὰ τοκῆε δύω, 〈τὼ μὴ γείνασθαι

### book 338c.2

ὄφελλον〉“ (θ 312)· αἰτιᾶται γὰρ ὅτι τῶν αὐτῶν Ἄρεϊ ὢν τοκήων

### book 338c.3

οὐκ ἔστιν ἀρτίπους (cf. θ 310) ὡς ἐκεῖνος. T

### book 340a

ἔνθ’ ἴομεν: ὅτι εἰς τόπον πάλιν τὸ ἔνθα. T

### book 340b.1

〈ἐπεί νύ τοι εὔαδεν εὐνή:〉 Ζηνόδοτος καὶ Ἀριστο‐

### book 340b.2

φάνης „ἐπεί νύ τοι εὔαδεν, εὐνήν“. Aim

### book 340c1.1

εὔαδεν {εὐνή}: τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης (p. 53 B.)

### book 340c1.2

ψιλοῖ, λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς

### book 340c1.3

ὅλος, „οὖλοσ“ (cf. ρ 343. ω 118). οὕτως οὖν καὶ τὸ ἕαδεν εὔαδεν

### book 340c1

γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσ〈ίεμαι〉 τὴν συνήθη ἀνάγνωσιν δα‐

### book 340c1.5.1

σύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν

### book 340c1.5.2

ὡς, εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν

### book 340c1.5.3

δὲ καὶ τὸ ἅδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ 〈δασυνόμενον〉— „ἅδε

### book 340c1.5.4

δ’ Ἕκτορι μῦθος ἀπήμων“ (Μ 80)—, εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εὖ

### book 340c1.5.5

ἐπίρρημα προσῆλθε καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν

### book 340c1.10

λέξει συνθέτῳ. τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε. A

### book 340c2.1

τοῦ {δὲ} εὔαδε τὴν πρώτην ψιλωτέον, τὴν δὲ δευτέραν

### book 340c2.2

δασυντέον. T

### book 342-51.1

Ἥρη μήτε θεὸν〈—ἔερσαι〉: μὴ μεμφέσθω

### book 342-51.2

Πλάτων (cf. rep. 3, 390 c 2) χρυσοῦν νέφος καὶ ἥλιον νικῶν, οἷον οὐκ

### book 342-51.3

ἂν οὐδὲ Ἥφαιστος ἐποίησεν, καὶ εὐνὴν ἐξ ἀνθέων. b(BCE3E4)T

### book 342-51.4

τοιοῦτος δέ ἐστιν ὡς καὶ Ποσειδῶν καλύπτων κύματι τὴν μίξιν (cf.

### book 342-51.5.1

λ 243—4). T | τρεῖς δέ εἰσι τρόποι, καθ’ οὓς πᾶσα ποίησις θεωρεῖται·

### book 342-51.5.2

ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλοπάτωρ, μισογύνης, ἄπιστος, παρρη‐

### book 342-51.5.3

σιαστής· ὁ κατὰ φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος

### book 342-51.5.4

ἐξετάζειν, οἷον, ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις καὶ

### book 342-51.5.5

γλῶσσαν ἔχουσι καὶ βρόγχον· τρίτος δὲ ὁ καθ’ ὑπέρθεσιν ἀληθείας

### book 342-51.10.1

καὶ φαντασίαν, Κύκλωπες, Λαιστρυγόνες καὶ ταῦτα τὰ περὶ θεῶν. b

### book 342-51.10.2

(BCE3E4)T

### book 342-3

μήτε θεὸν 〈τό γε δείδιθι μήτε τιν’ ἀνδρῶν /

### book 342-3.1

ὄψεσθαι〉: ἄμεινον „θεῶν“ ὡς ἀνδρῶν (342). | πᾶς δὲ τόπος τῇ

### book 342-3.2

νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὔ. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν

### book 342-3.3

οὐδὲ Ἡφαιστότευκτος ὢν ὁ θάλαμος (cf. θ 321). b(BCE3)T

### book 343.1

ἀμφικαλύψω: περιβαλῶ, ὡς τὸ b(BCE3E4)T „νύκτα

### book 343.2

... ἐκάλυψε“ (Ε 506—7) καὶ T „πέπλοιο φαεινοῦ πτύγμ’ ἐκά‐

### book 343.3

λυψεν“ (Ε 315). b(BCE3E4)T

### book 344.1

οὐδ’ ἂν 〈νῶϊ〉 διαδράκοι Ἠέλιός περ: πῶς οὖν ὁ

### book 344.2

Ὕπνος διϊκνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς Ὕπνος, ἀλλὰ

### book 344.3

τὸ πάθος. b(BCE3E4)T

### book 346

〈ἀγκάς:〉 ἠγκαλισμένως, | ὡς „ἑκάσ“ (Ε 791 al.). Til

### book 347-51.1

τοῖσι δ’ ὑπὸ χθὼν〈—ἔερσαι〉: ἐμπεσὼν εἰς

### book 347-51.2

φορτικοῦ πράγματος διήγησιν ἐφ’ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ

### book 347-51.3

τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, δι’ ὧν ἀπέκλεισε τὸ περαιτέρω

### book 347-51.4

πολυπραγμονεῖν ἡμᾶς. b(BCE3E4)T

### book 347.1

νεοθηλέα ποίην: ἀνθηρῶς γράφει τὴν εὐνὴν καὶ προθεὶς τὸ

### book 347.2

γένος ποίην ἐπιφέρει τὸ εἶδος (sc. Ξ 348—9). οὐκ εἶπε δὲ ῥόδον διὰ

### book 347.3

τὸ ἀκανθῶδες. νεοθηλέα δέ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ

### book 347.4

ζῷα. b(BCE3E4)T κατὰ συλλογισμὸν δέ ἐστιν ἡ ὑπεροχή, εἴγε

### book 347.5

καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου. b(BE3E4)T

### book 348

λωτόν: εἶδος χόρτου ἑλείου—δροσώδη. A

### book 348

〈ὑάκινθον: Ὑάκινθοσ〉 Ἀμύκλα{ς} παῖς. Til

### book 349a.1

{πυκνὸν καὶ μαλακὸν} ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε:

### book 349a.2

οὕτως Ἀρίσταρχος ἔεργε, AAint τὸν Δία καὶ τὴν Ἥραν. ἐν δέ

### book 349a.3

τισιν „ὑψός’ ἄειρε“, καὶ „ὑψός’ ἔερπε“ διὰ τοῦ π. ἐν δὲ τῇ Χίᾳ

### book 349a.4

„ὑψός’ ἵκανε“. Ζηνόδοτος „{πυκνὸν καὶ μαλακὸν} ἵν’ ἀπὸ χθονὸς

### book 349a.5

ἀγκαζέσθην“. A

### book 349b.1

{ὑψός’} ἔεργεν: τινὲς „ἔερπεν“, οἱ δὲ „ἵκανεν“, οἱ δὲ

### book 349b.2

„ἄειρεν. | ἄμεινον δὲ ἔεργεν ἀντὶ τοῦ ἀνέστελλεν, ὡς „ἐπ’ ἀριστερὰ

### book 349b.3

λαὸν ἐέργων“ (Μ 201). T

### book 350

〈τῷ:〉 τινὲς τῷ ἀπ’ αὐτῶν θαλλῷ. Til

### book 350-1.1

νεφέλην 〈ἕσσαντο / καλὴν〉 χρυσείην: αἰθέριον,

### book 350-1.2

ἐπεὶ πυρώδης ὢν ὁ αἰθὴρ χρυσίζει. T

### book 351a.1

στιλπναί {δ’ ἀπέπιπτον}: ὁμοίως τῷ ἰσχναί· τὰ γὰρ εἰς

### book 351a.2

νος δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει,

### book 351a.3

„πρυμνόσ“ (Μ 446), ἰσχνός, πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ

### book 351a.4

λάγνος ἔννοιαν ἔχει συνθέσεως. A

### book 351b.1

στιλπναί: ὡς παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός,

### book 351b.2

b(BCE3E4)T οὕτως παρὰ τὸ στίλβω στιλπνός. b(BCE3E4)

### book 351c1

〈ἀπέπιπτον:〉 Ζηνόδοτος γράφει „ἀνέπιπτον“ ἀντὶ τοῦ

### book 351c1

ἐπέπιπτον, ὡς „χρυσέαισιν ἀν’ ἵπποισ“ (Pind. Ol. 1, 41). Til

### book 351c2

Ζηνόδοτος †ἐπέπιπτον. Aim

### book 351d1.1

ἔερσαι: ὁ Ἀσκαλωνίτης (p. 53 B.) ἀξιοῖ παροξύνειν

### book 351d1.2

τὸ ἔερσαι ὁμοίως τῷ Εὐτέρπαι· καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί („μή

### book 351d1.3

μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση“ [ε 467]), τὰ δὲ εἰς η λήγοντα

### book 351d1.4

θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, „Ἑλένη“ (Γ 171 al.),

### book 351d1.5.1

Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ „ἐέρσαι“. ἠλιθίως πάνυ· οὐ γὰρ ἐνόησεν

### book 351d1.5.2

ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον,

### book 351d1.5.3

ὁμοίως τῷ ἄελλα „ἀέλλη“ (Π 374), οὕτως ἔερσα καὶ „ἐέρση“ (Ψ 598

### book 351d1.5.4

al.). εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ

### book 351d1.5.5

ἔερσα προπαροξυνομένου τὸν τόνον. A

### book 351d2.1

〈προ〉παροξυτόνως τὸ ἔερσαι· ἡ γὰρ εὐθεῖα ἔερσα ἐστὶ

### book 351d2.2

καὶ μεταβολῇ τοῦ α εἰς η „ἐέρση“, ὡς ἄελλα „ἀέλλη“. T

### book 351e

ἔερσαι: παρὰ τὸ ἄρσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ ἕρση. T

### book 351f.1

〈ἔερσαι:〉 ἐπάγουσί τινες „δή ῥα τότ’ ὀφθαλμοῖσι Διὸς

### book 351f.2

χύτο νήδυμος ὕπνοσ“ (Ξ 351 a)· τοῦτο γὰρ δεῖ δηλωθῆναι. T

### book 353

〈ὕπνῳ:〉 τῷ πάθει. Til

### book 354-5.1

βῆ δὲ θέειν〈—ἐννοσιγαίῳ〉: διὰ τὴν ἐπαγ‐

### book 354-5.2

γελίαν τῆς ἐρωμένης καὶ ἃ μὴ κελεύεται ποιεῖ ὁ Ὕπνος· οὐ γάρ ἐστι

### book 354-5.3

τῶν συμμαχούντων ὡς οὐδὲ ὁ Ἥλιος οὐδὲ ἡ Δημήτηρ. b(BCE3E4)T

### book 354.1

〈Ἀχαιῶν νήδυμος Ὕπνος:〉 ὅτι σὺν τῷ ν νήδ〈υμος〉.

### book 354.2

Aim

### book 357-8.1

Δαναοῖσι, 〈Ποσείδαον,〉 ἐπάμυνε 〈/ καί σφιν

### book 357-8.2

κῦδος ὄπαζε〉: πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ

### book 357-8.3

εἰρημένου ὑπὸ τῆς Ἥρας „ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα

### book 357-8.4

Ζῆν“ (Ξ 265). b(BCE3E4)T

### book 359a

〈κῶμα κάλυψα:〉 ἐν ἄλλῳ „κῶμ’ ἐκάλυψα“. Aim

### book 359b.1

〈κῶμα:〉 τὸ {δὲ} κῶμα ἢ ἀπὸ τοῦ κοίμημα (ἔδει 〈δὲ〉

### book 359b.2

κοιμῶ κοίμημα κοῖμα). εἰ δὲ ἀπὸ τοῦ κωμαίνω, ὡς δειμαίνω „δεῖμα“ (Ε 682). T

### book 360.1

Ἥρη δ’ ἐ〈ν φιλότητι〉 παρήπαφεν 〈εὐνηθῆναι〉: οὐκ

### book 360.2

ἀναγκαῖον, φασί, τὸ ἀπόρρητον ἐξενεγκεῖν. ἢ πρὸς τὸ θαρραλεώτερον

### book 360.3

ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν. b(BCE3E4)T

### book 361a1.1

ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων: εἰ δὲ †ἕως κίεις†

### book 361a1.2

Λῆμνον, ὑπέστρεψεν ἂν ἐκεῖ, ὡς 〈οἱ〉 ἄνεμοι (cf. Ψ 229) καὶ Ἄρης (cf.

### book 361a1.3

θ 361) καὶ Ἀφροδίτη (cf. θ 362). T

### book 361a2.1

εἰκότως ἐπὶ τὰ φῦλα τῶν ἀνθρώπων πορεύεται κατακοιμί‐

### book 361a2.2

σων αὐτούς· οὐ γὰρ ἐμπεριέχεται ὁ Ὕπνος τόπῳ. b(BCE3E4)

### book 362a1

ἀνῆκεν: ἀνέπειθεν ἢ παρώρμησεν. ἀπὸ τῶν ἵππων δέ,

### book 362a1

οἷς ἀνιᾶσι τὰς ἡνίας. T

### book 362a2.1

ἀπὸ τῶν ἵππων ἡ μεταφορά, οἷς τὰς ἡνίας ἀνιᾶσιν. b

### book 362a2.2

(BCE3E4)

### book 363.1

μέγα προθορὼν 〈ἐκέλευσεν〉: μέγα καὶ τὸ ἐκέλευσε

### book 363.2

καὶ τὸ προθορών. T

### book 364.1

Ἀργεῖοι, καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην: ταῦτα

### book 364.2

καὶ τὰ ἑξῆς κατ’ ἐπερώτησιν ἀναγνωστέον. A

### book 364-5.1

Ἀργεῖοι—ἄρηται: ἐν ἤθει καὶ κατ’ ἐρώτησιν ὁ

### book 364-5.2

λόγος. διεγείρει δὲ αὐτοὺς διὰ τοῦ λέγειν ὅτι τὰς νῆας ὁ Ἕκτωρ ἑλεῖ.

### book 364-5.3

b(BCE3E4)T

### book 366a.1

καὶ εὔχεται: ὅτι Ζηνόδοτος γράφει „καὶ ἔλπεται“. ἁρ‐

### book 366a.2

μόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται, καυχᾶται. A

### book 366b.1

εὔχεται: οὐκ „ἔλπεται“· καυχηματίας γάρ ἐστιν ὁ

### book 366b.2

Ἕκτωρ. b(BCE3E4)T

### book 366-7.1

οὕνεκ’ Ἀχιλλεύς 〈/ νηυσὶν ἔπι—ἦτορ〉:

### book 366-7.2

ἐμείωσεν αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων.

### book 366-7.3

b(BCE3E4)T

### book 368.1

οὔτι λίην: πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδ’ ὅλως. b

### book 368.2

(BCE3)T

### book 368-9a1.1

εἴ κεν οἱ ἄλλοι 〈/ ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν

### book 368-9a1.2

ἀλλήλοισιν〉: ἐὰν ἀλλήλους παροξύνωμεν βοηθεῖν ἀλλήλοις. δι‐

### book 368-9a1.3

δάσκει δὲ ὅτι δυνατὸν αὐτοὺς περιγίνεσθαι καὶ χωρὶς Ἀχιλλέως. T

### book 368-9a2.1

οὐ τοσαύτη, φησί, χρεία γένηται Ἀχιλλέως, ἐὰν ἀλλήλους

### book 368-9a2.2

παροξύνωμεν εἰς βοήθειαν. διδάσκει δὲ ὅτι δυνατὸν περιγίνεσθαι τῶν

### book 368-9a2.3

πολεμίων τοὺς ὁμοψύχους καὶ φιλαλλήλους. b(BCE3E4)

### book 371a.1

〈ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέ‐

### book 371a.2

γισται:〉 ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου· λείπει γὰρ τὸ

### book 371a.3

εἰσί. Aim

### book 371b

〈ἄρισται:〉 ἰσχυραί. Til

### book 372a.1

παναίθῃσιν: τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶ‐

### book 372a.2

σιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλ‐

### book 372a.3

λυβα, ὀξυνόμενα, συντιθέμενα καὶ μὴ γινόμενα κύρια, τότε μὲν φυλάσ‐

### book 372a.4

σειν τὸν τόνον, ὅτε μετὰ προθέσεως συντίθεται, τότε δὲ ἀναβιβάζειν,

### book 372a.5.1

ὅτε οὐ μετὰ προθέσεως· ἐπιτομή, ἀνοχή, συνοχή, ἱστοδόκη δὲ καὶ

### book 372a.5.2

καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προ‐

### book 372a.5.3

θέσεώς ἐστι, βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν

### book 372a.5.4

ὀφείλει βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ „καλόσ“ (Φ 108 al.) ἐγένετο

### book 372a.5.5

πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ᾧ ἀκό‐

### book 372a.10

λουθον τὸ παναίθη. A

### book 372b

παναίθῃσιν: ὁλολάμπροις. b(BCE3E4)T ἔστι δὲ

### book 372b.1

παρὰ τὸ παναίθη ὡς „περιξέστῃ“ (μ 79), ἢ παναίθης καὶ ἔκτασις. T |

### book 372b.2

βαρυντέον δὲ τὸ παναίθῃσι· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ δισύλ‐

### book 372b.3

λαβα ὀξυνόμενα, ἐν τῇ συνθέσει μὴ γινόμενα κύρια, τότε μὲν φυλάσσει

### book 372b.5.1

τὸν τόνον, ὅταν μετὰ προθέσεως συντεθῇ, ἀνατολή, εἰ δὲ μετὰ ἄλλου

### book 372b.5.2

τινός, ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη, καπνοδόκη. ὥστε καὶ τὸ

### book 372b.5.3

†ὑδρορόη† παρὰ τοῖς ἀρχαιοτέροις Ἀττικοῖς ἀναλόγως βαρυντέον,

### book 372b.5.4

τὸ δὲ †ἀναροή† βαρυνόμενον παρ’ αὐτοῖς σημειωτέον. b(BCE3E4)T

### book 376a.1

ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, 〈ἔχῃ δ’ ὀλίγον σάκος

### book 376a.2

ὤμῳ〉: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται, ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα

### book 376a.3

ἀναλαμβάνειν, ἀλλὰ μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. A

### book 376b.1

〈ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχῃ δ’ ὀλίγον σάκος

### book 376b.2

ὤμῳ:〉 λείπει τὸ ᾖ, ὃς ἂν ᾖ· διὸ ὑποστιγμὴ καὶ ἐπὶ τὸ 〈μενέχαρμος

### book 376b.3

καὶ ἐπὶ τὸ〉 ὤμῳ. Aint

### book 376c

〈ἔχῃ:〉 Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου, „ἔχει“. Aim

### book 376c

ὀλίγον σάκος: μικρὰν ἀσπίδα—πηλικότητος. A

### book 376-7a1.1

〈ὃς δέ κ’ ἀνὴρ—μείζονι δύτω:〉 τοὺς δύο

### book 376-7a1.2

Ζηνόδοτος μὲν οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. Til

### book 376-7a2

Ζηνόδοτος δὲ προηθέτει. A

### book 376-7b.1

ὃς δέ κ’ ἀνὴρ μενέχαρμοσ〈—μείζονι δύτω〉:

### book 376-7b.2

ἀθετοῦνται· οὐκ ἂν γὰρ ἀνίσους ἐφόρησαν ἀσπίδας. τινὲς δὲ ὀλίγον

### book 376-7b.3

(376) ἀνάξιον πρὸς τὴν κατασκευήν, μεῖζον (cf. 377) δέ, ὃ ἄριστον ἂν

### book 376-7b.4

εἶπεν· ἄλλως τε ἄτοπον, μὴ τὰς κρείσσους καὶ ἁρμοδίας, ἀλλὰ τὰς

### book 376-7b.5

μεγάλας ἀναλαβεῖν. τό τε μενέχαρμος (376), φασίν, οὐκ οἶδεν ὁ

### book 376-7b

ποιητής. τί οὖν ἐστι τὸ „τὸν δ’ Ἀντίλοχος μενεχάρμησ“ (Ν 396); T

### book 377

〈δύτω:〉 ὁπλιζέσθω. Til

### book 379a1.1

〈τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί

### book 379a1.2

περ:〉 καλῶς {δὲ} οἱ τραυματίαι κοσμοῦσι. πρὸς προτροπὴν γενναίων

### book 379a1.3

ἔργων, ὅτι καίπερ τετρωμένοις αὐτοῖς μέλει τῆς μάχης. T

### book 379a2.1

καλῶς αὐτοὺς †αἱ† τραυματίαι κοσμοῦσιν, ἐκ τῆς ἰδίας

### book 379a2.2

διεγείροντες εὐψυχίας πρὸς προτροπὴν γενναίων ἔργων. b(BCE3E4)

### book 379b1.1

〈οὐτάμενοί περ:〉 ὅτι συλληπτικῶς εἴρηκεν οὐτασμέ‐

### book 379b1.2

νων τινῶν καὶ βεβλημένων. Aim

### book 379b2.1

{οὐτάμενοί περ:} συλληπτικῶς τὸ οὐτάμενοι· Διο‐

### book 379b2.2

μήδης γὰρ βέβληται. T

### book 382a.1

ἐσθλὰ μὲν ἐσθλὸς 〈ἔδυνε, χέρεια δὲ χείρονι δό‐

### book 382a.2

σκεν:〉 ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους (sc. Ξ 376—7) ἀν‐

### book 382a.3

αιρεῖ· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ ἐνδέχεται ἀναλαμβάνειν, μεί‐

### book 382a.4

ζονα δὲ οὔ. A

### book 382b.1

ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, 〈χέρεια δὲ χείρονι

### book 382b.2

δόσκε〉: τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέστερα ἔχοντες οἱ ἄριστοι

### book 382b.1

κινδυνεύοιεν προθύμως. καὶ πῶς μετενδιδύσκονται; ἐπισφαλὲς γὰρ εἶναι

### book 382b.2

δοκεῖ τὸ ἐναλλάσσειν τὰς πανοπλίας ἐν πολέμῳ, ὁπότε καὶ τοὺς

### book 382b.5.1

ὡπλισμένους ἐφύλαττον· „ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα“ (Μ 389)

### book 382b.5.2

b(BCE3E4)T καὶ „πλευρά, τά οἱ κύψαντι“ (Δ 468). T ἔχου‐

### book 382b.5.3

σιν οὖν σκέπην τὰς ναῦς ἀσπίδας ἀμείβουσιν (cf. Ξ 381). —ἀλλ’ οὐκ

### book 382b.5.4

ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὅπως μὴ ἀφαιρεθείη. ἀλλ’ ἑωρῶντο

### book 382b.5.5

b(BCE3E4)T „οἳ 〈τὸ πάρος περ /〉 θυμῷ ἦρα φέροντεσ“ (Ξ

### book 382b.10.1

131—2) ἀφέστασαν, T εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ

### book 382b.10.2

μέγεθος τοῦ ἐπὶ ναυσὶ κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐ‐

### book 382b.10.3

τόχειρες γίνονται τῶν σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί

### book 382b.10.4

εἰσιν. b(BCE3E4)T πῶς τε οὐκ ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως

### book 382b.10.5

πολεμεῖν ἕκαστος, εἰδὼς ὡς ζῶν ὑπὸ πολίτου σκυλευθήσεται μὴ πο‐

### book 382b.15

λεμῶν; b(BE3E4)T

### book 382c

〈χέρεια:〉 ὡς τὸ „πλέα〈σ〉“ (Β 129) συγκέκοπται. Til

### book 382d1.1

〈δόσκεν:〉 οὕτως Ἀρίσταρχος δόσκεν. Aint ἔνια

### book 382d1.2

δὲ τῶν ὑπομνημάτων „δῶκεν“ ἀντὶ τοῦ δόσκεν· καὶ ἔστιν εὐφρα‐

### book 382d1.3

δέστερον. A

### book 382d2

δόσκεν: οὕτως Ἀρίσταρχος. ἔν τισι δὲ „δῶκε“. T

### book 383a

νώροπα: τὸν λαμπρόν b(BCE3E4) | ἢ τὸν εὐόρατον παρὰ

### book 383a.1

τὸ νοῆσαι, οἷον νοηρὸς νωρός, b(BCE3E4)T ὡς παρὰ τὴν βοὴν

### book 383a.2

καὶ „βώσαντι γεγωνεῖν“ (Μ 337). ὡς δὲ τῷ οἶνος ἀντιπαράκειται

### book 383a.3

οἶνοψ 〈καὶ τῷ σκῶλοσ〉 σκόλοψ, οὕτω 〈τῷ〉 νωρός T νῶροψ.

### book 383a.5

b(BCE3E4)T

### book 383b

〈χαλκόν:〉 τὴν ἐκ χαλκοῦ ὕλην. Til

### book 385.1

{δεινὸν} ἄορ: τινὲς τὴν τρίαιναν, ἐπεὶ καὶ Ἀρκάδες καὶ

### book 385.2

Αἰτωλοὶ πᾶν ὅπλον ἄορ καλοῦσιν· ὅθεν καὶ „Ἀπόλλωνος χρυσαόρου“

### book 385.3

(Ε 509) καὶ „Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ“ (Philet. fr. 23

### book 385.4

Pow. = 27 K.). ὁ δὲ ποιητὴς μόνον τὸ ξίφος, παρὰ τὸ αἰωρεῖσθαι. T

### book 387a1.1

{ἐν} δαΐ {λευγαλέηι}: ὁ Ἀσκαλωνίτης (p. 54 B.) βα‐

### book 387a1.2

ρύνει ὡς „Θέτι“ (Σ 407). οἱ δὲ πλείους ὡς φλεβὶ ὀξύνουσιν, οἷς συγ‐

### book 387a1.3

κατατίθεμαι· εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, δάϊς

### book 387a1.4

ὡς „Θέτισ“ (Α 413 al.) βαρυνομένη, καὶ ὡς „πάντα Θέτι καλλιπλο‐

### book 387a1.5.1

κάμῳ“ (Σ 407), οὕτως δάϊ, πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ι, δεύτερον

### book 387a1.5.2

ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκά,

### book 387a1.5.3

τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι—

### book 387a1.5.4

ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ κεί‐

### book 387a1.5.5

μενα παρ’ Ἡροδότῳ (sc. 2, 28, 1 al.) —, οἷον Θηβαΐς, Δαναΐς, Λαΐς,

### book 387a1.10.1

Θαΐς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι

### book 387a1.10.2

πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν

### book 387a1.1

ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομέ‐

### book 387a1.2

νης ἡ προκειμένη ἐστὶ δοτική, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλ‐

### book 387a1.3

μένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ’ ὀνομάτων ἀρσε‐

### book 387a1.15.1

νικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, „μηνί“ (ω 118), χηνί. ταύτῃ καὶ „λι‐

### book 387a1.15.2

τί“ (Σ 352. Ψ 254). οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται, εἴτε συγκέ‐

### book 387a1.15.3

κοπται, ὀξυτονηθήσεται. A

### book 387a2.1

εἰ δὲ καὶ ἀπὸ τῆς δάϊς εὐθείας ἐστίν, ὀξύνεται τὸ δαΐ, εἴτε

### book 387a2.2

ἀποκέκοπται εἴτε συγκέκοπται. T

### book 387b.1

δαΐ: δαίω δαίσω δαῒς δαΐ, ὅθεν τὸ „δήϊοσ“ (cf. Β 415 al.), „Δηϊλέων“ (Ap.

### book 387b.2

Rh. 2, 956, cf. Υ 395), καὶ ὡς τὸ „λελασμένος ἱπποσυνάων“ (Π 776)

### book 387b.3

συνεστάλη Ἰωνικῶς. T

### book 387c.1

〈δαΐ:〉 ὅτι βαρύνεται ἡ εὐθεῖα δάϊς, διδασκόμεθα ἐκ τῆς

### book 387c.2

παρὰ Καλλιμάχῳ (fr. 562) αἰτιατικῆς „ἐς δάϊν ὁπλισμὸν †ἵππειον†“·

### book 387c.3

ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν. καὶ τὸ δῆϊς συνο‐

### book 387c.4

μολογεῖ τῷ τόνῳ· τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος

### book 387c.5

ἐγένετο. A

### book 388

〈ἑτέρωθεν:〉 ἐκ τῆς ἑτέρας στάσεως. Til

### book 389

〈τάνυσσαν:〉 οὕτως διὰ τοῦ α γραπτέον τάνυσσαν. Aint

### book 391.1

〈ἤτοι ὁ μὲν Τρώεσσιν, ὁ δ’ Ἀργείοισιν ἀρήγων:〉

### book 391.2

ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. Aint

### book 392.1

ἐκλύσθη δὲ θάλασσα: ἐκλυδωνίσθη συναγανακτοῦσα

### book 392.2

Ποσειδῶνι b(BCE3E4)T —ὡς „ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46)—

### book 392.3

T καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ ὅτι

### book 392.4

πρὶν εἰπεῖν τι τῶν κατὰ μάχην, θορυβεῖ τὸν ἀκροατήν. b(BCE3E4)T

### book 393

〈ξύνισαν:〉 τὰ δύο στρατεύματα. Til

### book 394-9.1

οὔτε θαλάσσης κῦμα〈— /〉 οὔτε πυρὸς

### book 394-9.2

〈— /〉 οὔτ’ ἄνεμοσ〈—χαλεπαίνων〉: περισπούδαστόν

### book 394-9.3

τι δηλοῖ τὰς παραβολὰς πληθύνων. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις

### book 394-9.4

ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. τί οὖν

### book 394-9.5.1

παραλέλοιπεν εἰς αὔξησιν; †ὅτε† κῦμα πελάγιον, περιρρησσόμενον

### book 394-9.5.2

ἀποκρότῳ τόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου, εἶτα τὸν βρόμον τοῦ

### book 394-9.5.3

πυρός, οὐ κατοικιδίου, ἀλλ’ οὔρεος ἐν βήσσῃς (397), ὅ ἐστι κοιλώ‐

### book 394-9.5.4

μασιν· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι ὡς εἶναι ὅλου ὄρους ἐμπρησμόν. εἶτα ὁ

### book 394-9.5.5

ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀντιτυπῶν δὲ δρυ‐

### book 394-9.10.1

σὶν ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύματι. ἰδίως ὑπερθέσεσιν, οὐ πα‐

### book 394-9.10.2

ραβολαῖς χρῆται, ὡς οὐκ ἔχων εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος.

### book 394-9.10.3

ἑκάστῃ δὲ τῶν εἰκόνων ἐν ἄλλοις κατ’ ἰδίαν χρησάμενος νῦν πάσας ἅμα

### book 394-9.10.4

παραλαμβάνει. b(BCE3E4)T τῇ μὲν οὖν ἀπὸ τῆς θαλάσσης οὕτω

### book 394-9.10.5

κέχρηται, „ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διϊπετέος ποταμοῖο / βέβρυχε〈ν〉

### book 394-9.15.1

μέγα κῦμα ποτὶ ῥόον, / τόσ〈σ〉η ἄρα Τρῶες ἰαχῇ ἴσαν“ (Ρ 263—4.

### book 394-9.15.2

266), τῇ δὲ ἀπὸ τοῦ πυρὸς „ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς

### book 394-9.15.3

πῦρ / οὔρεος ἀζαλέοιο, βαθεῖα 〈δὲ〉 καίεται ὕλη“ (Υ 490—1), τῇ δ’

### book 394-9.15.4

ἀπὸ τῶν ἀνέμων „ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοισιν /

### book 394-9.15.5

οὔρεος ἐν βήσ〈σ〉ῃς βαθέην πολεμιζέμεν ὕλην, / φηγόν τε 〈μελίην τε〉

### book 394-9.20

τανύφλοιόν τε κράνειαν, / αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας

### book 394-9

ὄζους / ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων“ (Π 765—9). T

### book 394a1.1

οὔτε θαλάσσης κῦμα τόσον: ὅτι Ζηνόδοτος τούτων

### book 394a1.2

τῶν ὁμοιώσεων τὴν πρώτην (sc. versus Ξ 394—5) τρίτην τέταχεν.

### book 394a1.3

ὁ δὲ Ὅμηρος τὰ ἐπιτατικώτερα 〈ὕστερα〉 λέγει. πάντων δὲ ἐπιτατι‐

### book 394a1.4

κώτερον ἀνέμου φορά, ἥτις καὶ τὰ ἄλλα κινεῖ, θάλασσαν καὶ πῦρ. A

### book 394a2.1

τῶν δὲ τριῶν παραβολῶν τινες τὴν πρώτην 〈τρίτην〉 τι‐

### book 394a2.2

θέασιν. T

### book 394b.1

βοάᾳ: διὰ τοῦ βοάᾳ ἐδήλωσεν ὡς οὐκ εἰς ὁμαλὴν ἠϊόνα

### book 394b.2

ἐκπίπτει, ἀλλ’ εἰς ἀντίτυπον χέρσον, καὶ „πνοιῇ Βορέω“ (Ξ 395), ὃς

### book 394b.3

εἴωθε κύματα μακρὰ κυλίνδειν. b(BCE3E4)T καὶ διὰ τῆς ἐκτά‐

### book 394b.4

σεως τοῦ στοιχείου μεμίμηται τὴν ἐπὶ πλείονα ἔκτασιν τοῦ ἤχου, ὡς

### book 394b.5

ἐπὶ τοῦ „ἠϊόνες βοόωσιν“ (Ρ 265). T

### book 395.1

ἀλεγεινῇ: ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν. b

### book 395.2

(BCE3E4)Til

### book 396.1

{οὔτε πυρὸς} τόσσος γε: Ἀρίσταρχος φυλάσσει τὴν

### book 396.2

ὀξεῖαν ἐπὶ τῆς τος συλλαβῆς, ὁ δὲ Τυραννίων (fr. 34 P.) „τοσσός γε“

### book 396.3

ἀνέγνω, τὴν σος συλλαβὴν ὀξύνων, οὐκ εὖ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει

### book 396.4

τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ

### book 396.5.1

σύνδεσμον, ἴστω ὅτι τὸ ἐναντίον χωρήσει· ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις

### book 396.5.2

τρίτην ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, „ἔγωγε“ (Α 173), „ἔμοιγε“

### book 396.5.3

(Α 174). A

### book 396.1

βρόμος: κυρίως ὁ τοῦ πυρὸς ἦχος· ὅθεν καὶ τὸν Διόνυσον,

### book 396.2

ὄντα ἔφορον τοῦ πυρός, καὶ αὐτὸν Βρόμιον καλοῦσιν, ἀντὶ τοῦ τὸν

### book 396.10.1

ἐπὶ τοῦ πυρός. ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ

### book 396.10.2

Σεμέλης †ὢν ἐβλήθη† τῷ κεραυνῷ, καὶ ὅτι πυρογενής ἐστιν. A

### book 397a1.1

〈ὤρετο:〉 ἔν τισι τῶν ὑπομνημάτων „ὤρορε“, καὶ ἔστιν

### book 397a1.2

ὅμοιον τῷ „ὤρορ’ ἐπαΐξασ“ (Β 146). Aint

### book 397a2

τινὲς „ὤρορε“. Til

### book 398a1

〈τόσσον γε:〉 οὕτως διὰ τοῦ ν τόσσον γε. Aim

### book 398a2

{τόσον γε:} Ζηνόδοτος „τόσ〈σ〉ος γε“. T

### book 399.1

〈χαλεπαίνων:〉 χαλεπῶς ἐμπίπτων. Til ὁ δὲ ἄνεμος

### book 399.2

ἐκ παρατρίψεως κάει τὰ δένδρα. T

### book 400a.1

τόσση ἄρα Τρώων 〈καὶ Ἀχαιῶν ἔπλετο φωνή〉:

### book 400a.2

ἀφ’ ἑτέρας ἀρχῆς ταῦτα. Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων, „ὅσση

### book 400a.3

ἄρα Τρώων“, πάντως τοῖς ἄνω συνάπτει, ἵν’ ᾖ ὁ λόγος ἀνταποδοτι‐

### book 400a.4

κὸς ἀνεστραμμένος· ‘οὐ τοσοῦτον βοᾷ τὰ εἰρημένα, ὅση τῶν Τρώων

### book 400a.5

καὶ Ἀχαιῶν ἔπλετο φωνή‘. A

### book 400b

〈ὅσση:〉 ἔξω τοῦ τ αἱ Ἀριστάρχου. οὕτως καὶ Ζηνόδοτος

### book 400b

καὶ Ἀριστοφάνης. Aim

### book 400c.1

τόσση {ἄρα τρώων}: ἐν πολλοῖς „ὅσση“ δίχα τοῦ τ, ὡς

### book 400c.2

τὸ „τόσ〈σ〉ον τίς τ’ ἐπιλεύσσει, ὅσον τ’ ἐπὶ λᾶαν ἵησι“ (Γ 12) καὶ

### book 400c.3

„τόσ〈σ〉οι δ’ ὅσ〈σ〉οισιν“ (Ξ 94). T

### book 402a.1

Αἴαντος δὲ πρῶτος 〈ἀκόντισε φαίδιμος Ἕκτωρ〉:

### book 402a.2

ὡς ἐπὶ Αἴαντα, ὡς τὸ „ὡρμήθη δ’ Ἀκάμαντοσ“ (Ξ 488). T | ἄρχει δὲ

### book 402a.3

τῆς συμβολῆς ἐπαιρόμενος, καὶ οὐ συστάδην ἀγωνίζεται πειραθεὶς τοῦ

### book 402a.4

μονομαχίου. b(BCE3E4)T

### book 402b.1

〈Αἴαντος:〉 ὅτι ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται,

### book 402b.2

ἀντὶ τοῦ ἐπ’ Αἴαντα. Aint

### book 402c.1

πρῶτος ἀκόντισε: ἅμα μὲν ὡς προπετής, ἅμα δὲ καὶ τὸ

### book 402c.2

ἀξιόπιστον τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξά‐

### book 402c.3

μενον τῆς συμβολῆς κακόν τι καὶ παθεῖν. b(BCE3E4)T

### book 403.1

〈ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ:〉 ἐπεὶ προσέτραπτο αὐτῷ

### book 403.2

κατ’ ἰθύ. Til

### book 404-6.1

τῇ ῥα δύω τελαμῶνε〈—τέρενα χρόα〉: κατὰ

### book 404-6.2

τὴν κλεῖν. τρωτὸς δὲ ὁ Αἴας ὅλον τὸ σῶμα, οὐχ, ὡς Αἰσχύλος (sc. fr.

### book 404-6.3

83 N.2 = R. [p. 207] = 292 c M.), τὰ περὶ τὴν μασχάλην. δῆλον δὲ καὶ ἐκ τοῦ ἐπὶ

### book 404-6.4

Πατρόκλῳ ἀγῶνος· μονομαχοῦντος γὰρ αὐτοῦ πρὸς Διομήδην φησὶ

### book 404-6.5.1

„καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοί“ (Ψ 822) ὡς δυναμένου

### book 404-6.5.2

καὶ τρωθῆναι. τοῦτο δὲ ὑπονοοῦσι διὰ τὸ μηδέποτε παρ’ Ὁμήρῳ

### book 404-6

τετρῶσθαι αὐτόν. T

### book 405a.1

ἤτοι ὁ μὲν σάκεος, 〈ὁ δὲ φασγάνου ἀργυροήλου〉:

### book 405a.2

ὅτι καὶ τὰ ξίφη καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον· διὸ δύο. A

### book 405b.1

ἤτοι ὁ μὲν σάκεος, 〈ὁ δὲ φασγάνου ἀργυροήλου〉:

### book 405b.2

λείπει τὸ ὤν. ἐπεπτυγμένοι δὲ ἦσαν. καὶ τὸ σάκος δὲ πόρπακα οὐκ

### book 405b.3

εἶχεν, ἀλλὰ τελαμῶνι ἤρτητο καὶ κανόνι μετήγετο· Κᾶρες δὲ τοὺς

### book 405b.4

πόρπακας εὗρον. —τινὲς δὲ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων, εἴ

### book 405b.5.1

πως βαρηθείη ὑπὸ τοῦ πηλοῦ· ἀποσεισάμενον δὲ αὐτὸν δύο κολωνοὺς

### book 405b.5.2

ποιῆσαι. —ἀλλ’ οὐδὲ θεός, φασίν, αὐτῷ βοηθεῖ. αἴτιον δὲ τούτου, ὅτι

### book 405b.5.3

τὰ μὲν πρὸ τῆς μήνιδος οὐκ εἴρηκεν ὁ ποιητής, †τὴν δὲ παιδείαν Διο‐

### book 405b.5.4

μήδους ἀριστείαν εἶναι συνεργούσης Ἀθηνᾶς, τὰς δὲ ἄλλας μὴ ἔχειν

### book 405b.5.5

θεούς, ἀπειπόντος Διός· διὸ οὐχ εὗρε καιρὸν εἰσάγειν θεόν. οἱ δέ, ὅτι

### book 405b.10

τῆς ἀσπίδος ἐξέκοψε γλαῦκα· †ὅτι† οὐκ ἐβοήθει αὐτῷ Ἀθηνᾶ. T

### book 406a.1

τώ οἱ ῥυσάσθην 〈τέρενα χρόα. χώσατο δ’ Ἕ‐

### book 406a.2

κτωρ〉: ὅτι χώσατο νῦν συνεχύθη, καὶ ὅτι οὐκ ἄτρωτος ὁ Αἴας καθ’

### book 406a.3

Ὅμηρον· εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον, ἐτρώθη ἄν. A

### book 406b.1

τώ οἱ ῥυσάσθην 〈τέρενα χρόα〉: τινὲς ὑπονοοῦσι

### book 406b.2

θώρακα αὐτὸν μὴ ἔχειν ἐκ τοῦ λέγειν ὅτι οἱ δύο τελαμῶνες αὐτὸν

### book 406b.3

ἔσωσαν, b(BCE3)T κακῶς· διὰ γὰρ τὸ ἀτελὲς τῆς βολῆς τοῦτο

### book 406b.4

μόνον λέγει. b(BCE3)

### book 406c1

〈χώσατο δ’ Ἕκτωρ:〉 ὡς ἂν παρωξυγκὼς ἐφ’ ἑαυτῷ

### book 406c1

τὸν ἄριστον. Til

### book 406c2.1

ὡς ἂν εἰδὼς ὅτι παρώξυνται ὁ ἄριστος ἐπ’ αὐτῷ, εἰς ὑποχώ‐

### book 406c2.2

ρησιν ἐτράπη (cf. Ξ 408). b(BCE3E4)

### book 409.1

〈ἀπιόντα:〉 οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλ’ οἷον ὑποχω‐

### book 409.2

ροῦντα. b(BCE3E4)Til

### book 410a.1

〈χερμαδίῳ, τά ῥα πολλά:〉 τινὲς „ἃ μυρία βόσκει“

### book 410a.2

(μ 97). ἐκ δὲ τοῦ ἐναντίου Πίνδαρος (Ol. 3, 10) „θεόμοροι νίσοντ’ ἐπ’

### book 410a.3

ἀνθρώπους ἀοιδαί, / ᾧ τινι κραίνων ἐφετμάσ“. Til

### book 410b.1

〈ἔχματα νηῶν:〉 ἐρείσματα πρὸς τὸ μὴ ἔνθα καὶ ἔνθα

### book 410b.2

κλίνεσθαι. b(BCE3E4)

### book 411.1

〈πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο:〉 ἄγαν ποιητι‐

### book 411.2

κῶς, εὐπορίας οὔσης λίθων διὰ τὸ χωρίον. Til πανταχόθεν δὲ

### book 411.3

αἰτίας ἀνευρίσκει ὁ ποιητής. Til

### book 412a1.1

{στῆθος} βεβλήκει: οὕτως ἔξω τοῦ ν βεβλήκει{ν}, καὶ

### book 412a1.2

ἄνευ τοῦ ε. Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν „βεβλήκειν“. A

### book 412a2

οὕτως Ἀρίσταρχος βεβλήκει. Aim

### book 412a3

οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „βεβλήκειν“. Til

### book 413

στρόμβον: τινὲς τὸν ἄτρακτον ἀπὸ τοῦ περιστρέφεσθαι, οἱ

### book 413.1

δὲ τὸν βέμβικα, οἱ δὲ τὸν ῥόμβον, οἱ δὲ στρογγύλον λίθον. ὑπεροχὴ δὲ

### book 413.2

ῥώμης ἄνδρα τηλικοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ

### book 413.3

λίθου ἀκούουσι· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς

### book 413.5.1

„ἐπ’ αὐτῷ 〈δ’〉 ἀσπὶς ἑάφθη“ (Ξ 419); πῶς δὲ δρυῒ εἰκάζεται (sc.

### book 413.5.2

Ξ 414—5), ἣ πεσοῦσα αὐτοῦ μένει; b(BCE3E4)T

### book 413

στρόμβον: ὡς ῥόμβον—σφοδρῶς πλήξας. A

### book 414-5.1

ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς

### book 414-5.2

〈/ πρόρριζοσ〉: Αἴας Ζεύς, ὁ λίθος κεραυνός· Ἕκτωρ δρυῒ μεγίστῃ

### book 414-5.3

πεσούσῃ ἐκ ῥιζῶν εἴκασται. b(BCE3E4)T

### book 414

〈ὑπὸ πληγῆς:〉 γράφεται „ὑπὸ ῥιπῆσ“. Aim

### book 415.1

πρόρριζος: ἱστορικῶς· b(BCE3)T ἅπαντα γὰρ τὰ

### book 415.2

διόβλητα τῶν δένδρων ἐκ ῥιζῶν ἀνασπᾶται· b(BCE3E4)T ὅθεν

### book 415.3

ἐνέφηνε καὶ ἐν τῷ „ἐξερίπῃ“ (Ξ 414) ψιλὴν τὴν πτῶσιν οὖσαν. T

### book 416.1

{ἐξ αὐτῆς·} τὸν δ’ οὔ περ ἔχει 〈θράσος, ὅς κεν ἴδη‐

### book 416.2

ται〉: ὅτι τὸ ἀντικείμενον δεῖ ὑπακούειν ‘ἀλλὰ δέοσ‘. | Ἀριστοφάνης

### book 416.3

δὲ „τὸν δ’ οὔτιν’ ἔχει θράσος, ὅστις ἴδηται“. A

### book 418a.1

{ὡς ἔπες’ ἕκτορος} ὦκα: ὅτι „ὠκύ“ γραπτέον, εἴτε ἐπιθε‐

### book 418a.2

τικῶς εἴτε κατὰ μεσότητα ἀντὶ τοῦ ὠκέως, ὡς „ὀξὺ δὲ κωκύσασα“

### book 418a.3

(Σ 71). A

### book 418b1.1

〈ὦκα:〉 Ἀρίσταρχος „ὠκύ“. Aim ἡ δὲ Μασσαλιω‐

### book 418b1.2

τικὴ καὶ ἡ Χία ὦκα. A

### book 418b2

〈ὦκα:〉 ἡ Χία καὶ ἡ Μασσαλιωτικὴ οὕτως, Ἀρίσταρχος

### book 418b2

„ὠκύ“. Til

### book 418c

〈ἐν κονίῃσιν:〉 ἔδει εἰς κόνιν. Til

### book 419-20.1

〈χειρὸσ〉 δ’ ἔκβαλεν ἔγχος, ἐπ’ αὐτῷ δ’ ἀσπὶς

### book 419-20.2

ἑάφθη 〈/ καὶ κόρυσ〉: ἐπ’ αὐτῷ (τῷ δόρατι δηλονότι) πεσόντι ἐπι‐

### book 419-20.3

συνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς †ἐστιν ἅμα τῷ ἀφεῖ‐

### book 419-20.4

ναι καὶ† ὅλῳ τῷ σώματι συγκατηνέχθη. b(BCE3E4)T

### book 419a1.1

ἀσπὶς ἑάφθη: ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπίς, ὅ ἐστιν

### book 419a1.2

ἐπικατηνέχθη αὐτῷ. | τὸ δὲ ἑάφθη ἀπὸ τοῦ ἕπω, εἵφθη ἥφθη ἑάφθη.

### book 419a1.3

A

### book 419a2

ἀπὸ τοῦ ἕπω τὸ ἐπακολουθῶ εἵφθη ἑάφθη. T

### book 421a1.1

{οἱ δὲ μέγα} ἰάχοντες: ὅτι τὸ ἰάχοντες ὡς ὀρέγοντες·

### book 421a1.2

ὅθεν βαρυτονεῖν δεῖ „ἰάχων“ (Ε 302 al.) ὡς „ὀρέγων“ (Ο 371). A

### book 421a2

〈ἰάχοντες:〉 ὡς „στενάχοντεσ“ (ι 306). Til

### book 422-3.1

〈ἀκόντιζον δὲ θαμειάς / αἰχμάς:〉 οὐ πάντες· οὐ

### book 422-3.2

γὰρ ἕκαστος εἶχε πολλάς. Til

### book 424a.1

οὐτάσαι οὐδὲ βαλεῖν: ἡ διπλῆ, ὅτι διαστέλλει τὸ

### book 424a.2

οὐτάσαι καὶ βαλεῖν. A

### book 424b.1

οὐτάσαι οὐδὲ βαλεῖν: οὐτάσαι ἐγγύς, βαλεῖν πόρ‐

### book 424b.2

ρωθεν· b(BCE3)T ὅθεν ἡμάρτηται τὸ „ὡς εἶδεν μέλαν αἷμα κα‐

### book 424b.3

ταρρέον ἐξ ὠτειλῆσ“ (Δ 149). T

### book 424c.1

περίβησαν ἄριστοι: εἰκότως πολὺ τὸ τῆς σπουδῆς·

### book 424c.2

„αὐτὸς γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ“ (Ζ 403). ὅρα δέ, πῶς ἐπὶ τὸ ἀκρότα‐

### book 424c.3

τον ἐξάγει τὰς ἀγωνίας. b(BCE3E4)T

### book 424d

〈ἄριστοι:〉 ἐν ἄλλῳ „{περίβησαν} ἅπαντεσ“. Aim

### book 427a1.1

τῶν δ’ ἄλλων 〈οὔ τίς εὑ ἀκήδεσεν〉: Ζηνόδοτος διὰ

### book 427a1.2

τοῦ τ, „τῶν τ’ ἄλλων“. διήλλαττον δὲ αἱ Ἀριστάρχου, ἀκήδεσεν

### book 427a1.3

καὶ „ἀκηδέσατο“, ἀκηδέστως ἔσχεν. A

### book 427a2

τῶν δ’ ἄλλων: Ζηνόδοτος „τῶν τ’ ἄλλων“. T

### book 427b.1

τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν: οὐ μόνον κατεί‐

### book 427b.2

λοχε τοὺς ὑπερμαχοῦντας, ἀλλὰ καὶ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει

### book 427b.3

ὥστε πάντῃ πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ. b(BCE3E4)T

### book 427c.1

〈τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν:〉 οὐδὲ τῶν ἄλλων

### book 427c.2

τις ἦν, ὃς ἠμέλησεν. b(BCE3E4)T

### book 428.1

〈ἀσπίδασ〉 εὐκύκλους: περιφερεῖς γάρ εἰσιν αἱ ἀσπίδες,

### book 428.2

ὅ ἐστι ἐπιμήκεις. τινὲς δὲ τὰ σάκη ἐπιμήκη φασίν. ἀγνοοῦσι δὲ ὅτι ἀν‐

### book 428.3

τιφράζει τῇ ἀσπίδι τὸ σάκος. T

### book 429.1

ἵκεθ’ ἵππους: καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ

### book 429.2

παραγενέσθαι. b(BCE3)T

### book 433a1.1

πόρον {ἷξον}: πόρους τοὺς ποταμούς φησι διὰ τὸ πο‐

### book 433a1.2

ρεύεσθαι αὐτῶν τὸ ῥεῖθρον εἰς θάλασσαν, ὃ τῇ θαλάσσῃ οὐ παρέπεται.

### book 433a1.3

ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, ὡς „Ἀλφειοῖο πόρον“ (Β 592). T

### book 433a2.1

πόρον λέγει τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ, διὰ τὸ πο‐

### book 433a2.2

ρεύσιμον εἶναι. b(BCE3E4)

### book 433b

ἐϋρεῖος {ποταμοῖο}: εὐρέ〈ε〉ος εὐρεῖος ὡς ἱππέες „ἱππεῖσ“

### book 433b

(Λ 151). T

### book 434a.1

Ξάνθου {δινήεντος}: ὅτι μὴ προσυστήσας, εἰ ὁ Σκάμανδρος

### book 434a.2

Ξάνθος καλεῖται, ὡς πρὸς εἰδότας κέχρηται τῷ ὀνόματι. | ἰδίως δὲ τὸν

### book 434a.3

μὲν σωματικὸν—μακρὰ νάουσιν (Φ 196—7). A

### book 434b.1

τέκετο Ζεύς: ἢ ὅτι χειμάρρους· ἢ τὸ μὲν σῶμα Διός, τὸ δὲ

### book 434b.2

χεῦμα Ὠκεανοῦ· ἢ ὅτι τὰ πάντα ἐκ θεοῦ. T

### book 436.1

ἀμπνύνθη: ἀνεκτήσατο τὸ πνεῦμα, | ἔμφρων ἐγένετο. b

### book 436.2

(BCE3E4)T

### book 437a.1

ἑζόμενος δ’ ἐπὶ γοῦνα 〈κελαινεφὲς αἷμ’ ἀπέμασ‐

### book 437a.2

σεν〉: διὰ τοῦ ε αἱ Ἀριστάρχου καὶ αἱ πλείους, „ἀπέμεσσεν“. Ζηνο‐

### book 437a.3

δότειος δέ ἐστιν ἡ διὰ τοῦ α, ἀπέμασσεν. | βραχὺ δὲ διασταλτέον

### book 437a.4

μετὰ τὸ γοῦνα, ἐπὶ τὰ γόνατα καθίσας ἤμει. γελοῖοι δὲ οἱ τοῖς ἑξῆς

### book 437a.5.1

συνάπτοντες, ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν, ἵνα μὴ

### book 437a.5.2

ἐπὶ τὰ γόνατα κάθηται. γελοῖοι δὲ οἱ τοῖς φαινομένοις μαχόμενοι· σύνη‐

### book 437a.5.3

θες γὰρ οὕτως λέγειν. A

### book 437b

〈ἀπέμασσεν:〉 Ἀρίσταρχος „†ἐπέμεσσεν“. Aint

### book 437c.1

ἑζόμενος δ’ ἐπὶ γοῦνα: κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων

### book 437c.2

καθέζεται· δύο γὰρ στάσεις, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ ἐπὶ τῶν γονάτων·

### book 437c.3

φησὶ γοῦν „στῆ δὲ γνὺξ ἐριπών“ (Θ 329. Λ 355). ἔστιν οὖν ἑζόμενος

### book 437c.4

δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσσεν, b(BCE3E4)T ἀντὶ τοῦ

### book 437c.5.1

ἤμει. οἱ δὲ γράφουσιν „ἀπέσε〈ι〉σεν“. T ἀνοίκειος δὲ τῷ καιρῷ ἡ

### book 437c.5.2

ἐνέργεια. πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρπηδόνος (cf.

### book 437c

Ε 693—8). b(BCE3E4)T

### book 438a.1

αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί: ἐναργῶς πάνυ· προσ‐

### book 438a.2

ενεχθέντος γὰρ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ

### book 438a.3

τὸ αἷμα πάλιν παρείθη. b(BCE3E4)T

### book 438b.1

〈τὼ δέ οἱ ὄσσε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „κὰδ δέ

### book 438b.2

οἱ ὄσσε“. Aint

### book 439a

〈βέλος:〉 ὅτι βέλος τὸν βεβλημένον τόπον. Aint

### book 439b.1

βέλος: βέλος τὸ τραῦμα· καὶ ἀλλαχοῦ „ὅστις τούτων γε

### book 439b.2

βέλος καὶ οἴκοθι πέσσοι“ (Θ 513). b(BCE3)T

### book 440a1

〈νόσφιν ἐόντα:〉 γράφεται „νόσφι κιόντα“. Aim

### book 440a2

{νόσφιν ἐόντα:} οὕτως· τὸ γὰρ „κιόντα“ κατάχρησις. T

### book 442.1

〈ἔνθα πολὺ πρώτιστος ΟΙΛΗΟΣ ταχὺς Αἴας:〉

### book 442.2

ὅτι οἱ τοιοῦτοι τόποι ἐπλάνησαν τὸν Ζηνόδοτον ὥστε δέξασθαι χω‐

### book 442.3

ρὶς τοῦ ο „Ἰλῆοσ“. Aint

### book 443.1

〈Σάτνιον:〉 οὕτω καὶ ὁ τόνος. Σατνιόεις (cf. Ξ 445) δὲ πο‐

### book 443.2

ταμὸς Φρυγίας. Til

### book 445a

〈παρ’ ὄχθας:〉 Ζηνόδοτος „παρ’ ὄχθῃσ“. Til

### book 445b.1

Σατνιόεντος: ἐπήγαγε τὴν αἰτίαν τοῦ ὀνόματος, διὰ τί

### book 445b.2

Σάτνιος (cf. Ξ 443) ἐκαλεῖτο. b(BCE3E4)T | τινὲς δὲ „Σαγγαρίοιο“

### book 445b

(= Γ 187). Til

### book 449

〈ἦλθεν:〉 τινὲς „ᾖεν“. Til

### book 450.1

〈βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον:〉 ἀντὶ τοῦ Προ‐

### book 450.2

θοήνορος. 〈ἢ〉 λείπει ἡ κατά. Til

### book 452.1

ἕλε γαῖαν ἀγοστῷ: ἔδει ἀγοστοῖς· φησὶ γὰρ ὅτι τὰς

### book 452.2

χεῖρας ἐξέτεινεν ὡς πολὺ τῆς γῆς περιλαβεῖν. ἀγοστὸς δὲ τὸ ἕως τοῦ

### book 452.3

ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος. b(BCE3E4)

### book 452.4

T

### book 453a.1

〈ἔκπαγλον:〉 ὑπερηφάνως. | γράφεται καὶ „ἔκπαγλοσ“.

### book 453a.2

Til

### book 453b

〈μακρὰ βιβάσθων:〉 γράφεται „μακρὸν ἀΰσασ“. Aim

### book 454-5.1

Πανθοΐδαο 〈/ χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πη‐

### book 454-5.2

δῆσαι〉 ἄκοντα: ἀντὶ τοῦ τὸν ἐμόν, b(BCE3)T ὡς „τὸν δ’

### book 454-5.3

ἐσάωσεν / ἐς ποταμοῦ προχοάσ“ (ε 452—3) ἀντὶ τοῦ ἑαυτοῦ. T |

### book 454-5.4

ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον. b(BCE3)T

### book 456a1.1

κόμισε χροΐ: ἐπιμελείας ἠξίωσε περιλαβὼν τῷ ἰδίῳ

### book 456a1.2

χρωτί. οἱ δὲ ἀπήνεγκεν. T

### book 456a2

ἐν τῷ ἰδίῳ ἔλαβε σώματι καὶ ἀπηνέγκατο. b(BCE3)

### book 456b

〈κόμισε:〉 οὕτως κόμισε Aim χωρὶς τοῦ ν. AimTil

### book 457

〈σκηπτόμενον:〉 σκηριπτόμενον. b(BCE3E4)Til σαρ‐

### book 457

κασμὸς δὲ ὁ τρόπος. b(BCE3)Til

### book 458.1

Ἀργείοισι δ’ ἄχος γένετο: οὐκ ἐπὶ τῇ ἀναιρέσει, ἀλλ’

### book 458.2

ἐπὶ τῇ χλεύῃ. καὶ ταῦτα δὲ ἀναγκαῖα, ἵνα παροξυνθέντες προθυμότε‐

### book 458.3

ροι γένωνται. b(BCE3E4)T

### book 459.1

Αἴαντι 〈δὲ μάλιστα δαΐφρονι〉 θυμὸν ὄρινεν: ἐπεὶ

### book 459.2

γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι

### book 459.3

καὶ τὸ ἀπὸ τῶν βαρβάρων. b(BCE3E4)T

### book 463a.1

λικριφὶς ἀΐξας: ὅτι δὶς κέχρηται τῇ λέξει, νῦν καὶ ἐν

### book 463a.2

Ὀδυσσείᾳ (sc. τ 451). σημαίνει δὲ πλάγιος ὁρμήσας, ἀπὸ τοῦ λέχριος,

### book 463a.3

κατὰ κοινωνίαν τῶν συμφώνων. A

### book 463b.1

λικριφίς: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ „ἀλλήλοισιν

### book 463b.2

ἔφυν ἐπαμοιβαδίσ“ (ε 481). καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις. A

### book 463c.1

λικριφίς: παρὰ τὸ λέχριον, ὃ δηλοῖ τὸ πλάγιον. ἅπαξ δὲ

### book 463c.2

νῦν καὶ ἐν Ὀδυσσείᾳ (sc. τ 451). ὁ δὲ τόνος ὡς ἀπρίξ. οἱ δὲ λίαν

### book 463c.3

χρίμπτων καὶ προσπελάζων τῇ γῇ. b(BCE3E4)T

### book 464a.1

Ἀρχέλοχος: Ἀρίσταρχος ἀναλογώτερον τοῦ Ἀρχί‐

### book 464a.2

λοχος, ὡς φερένικος, „Μενέλαοσ“ (Β 408 al.). T

### book 464b.1

τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον: τούτῳ γὰρ

### book 464b.2

ἐπεκλώσθη τὸ εἱμαρμένον. b(BCE3E4)T

### book 465.1

〈κεφαλῆς τε καὶ αὐχένος〉 ἐν συνεοχμῷ: τῷ συνέχοντι

### book 465.2

τὸν τράχηλον πρὸς τὴν κεφαλὴν τόπῳ, τουτέστι τῷ τελευταίῳ σπον‐

### book 465.1

δύλῳ. b(BCE3E4)T ἐπιφέρει γοῦν „νείατον ἀστράγαλον“ (Ξ

### book 465.2

466) καὶ ἐν Ὀδυσσείᾳ (λ 64—5) „ἐκ δέ μοι αὐχήν / ἀστραγάλων

### book 465.5.1

ἐάγη“. T γίνεται δὲ ἐκ τοῦ ἔχω ἐχμὸς καὶ διπλώσει{ς} ὡς „ἐέλ‐

### book 465.5.2

δωρ“ (Α 41), εἶτα τροπῇ ἐοχμός, ὡς πλεχμὸς πλοχμός. b(BCE3E4)T

### book 465

ἐν συνεοχμῷ: ἐν τῇ συναφῇ τοῦ—γὰρ ὑπάρχει. A

### book 466.1

νείατον ἀστράγαλον: τὸν συνάπτοντα τὸν τράχηλον

### book 466.2

τῷ ἰνίῳ, καλούμενον δὲ ὑπὸ τῶν ἰατρῶν θέσιν ἐγκεφάλου, τοὺς δὲ ἐν

### book 466.3

τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης (h. an. 2,1 p. 499b23) φησὶν

### book 466.4

οὔτε ἄνθρωπον ἔχειν οὔτε τῶν μονωνύχων τι καὶ ἀκεράτων. b

### book 466.5

(BCE3E4)T

### book 467-8a.1

〈τοῦ δὲ πολὺ προτέρη κεφαλὴ—πεσόν‐

### book 467-8a.2

τοσ〉: ἡ κεφαλὴ προέλαβε τὰ κάτω πίπτοντα. Aim

### book 467-8b.1

πολὺ προτέρη κεφαλὴ〈—πεσόντοσ〉: ἐπεὶ τὸ

### book 467-8b.2

ἡγεμονικὸν περὶ καρδίαν, φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον

### book 467-8b.3

σὺν τῇ καρδίᾳ ἔμενε τὸ σῶμα. ἢ ὑπερβολικῶς τὸ τάχος ἐνέφηνε τῆς

### book 467-8b.4

ἀναιρέσεως· b(BCE3E4)T οὐ γὰρ ἀφῃρέθη ἡ κεφαλή, ὡς οὐδὲ ἡ

### book 467-8b.5.1

Δόλωνος (cf. Κ 457). ἢ διὰ τὸ τοὺς τένοντας ἀφῃρῆσθαι παραλέλυται

### book 467-8b.5.2

ἡ κεφαλή. T

### book 469a.1

Αἴας δ’ αὖτ’ ἐγέγωνεν: οὐκ ἀκαίρως καυχᾶται ἐκείνου

### book 469a.2

κομπάζειν ἀρξαμένου. b(BCE3E4)T

### book 469b

〈ἀμύμονι Πουλυδάμαντι:〉 Ζηνόδοτος „ἀμύμονα Που‐

### book 469b

λυδάμαντα“. AimT

### book 470

〈Πουλυδάμα:〉 Ζηνόδοτος „Πουλυδάμαν“. Til

### book 472

〈ἄξιος:〉 ἴσως λείπει δὲ τὸ ‘δοκεῖ σοι‘. Aim

### book 473.1

κασίγνητος Ἀντήνορος: εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος

### book 473.2

γεγενῆσθαι, δι’ ὧν συνῄεσαν ἀλλήλοις, b(BCE3E4)T ὡς καὶ ἐν

### book 473.3

τῇ ἀναιρέσει (cf. Η 423—32) καὶ ταῖς ταφαῖς Ἕκτορος (cf. Ω 778‐

### book 473.4

804)· b(BE3E4)T ὅθεν καὶ Ὀθρυονέα ἴσασιν (cf. Ν 374—82). T

### book 474a1.1

〈αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει:〉 Ἀριστοφάνης

### book 474a1.2

„αὐτῷ γάρ ῥα φυὴν AimTil ἄγχιστα ἔοικεν“. Aim

### book 474a2

〈ἐῴκει:〉 ἐν ἄλλῳ „ἔοικεν“. Aint

### book 475a.1

ἦ ῥ’ εὖ γινώσκων: διὰ τῆς ἐπιφωνήσεως τὸ ἦθος τῶν

### book 475a.2

λόγων παρέστησεν ὁ ποιητής, ὅτι τὸ ὅλον ἐν εἰρωνείᾳ ἐξέφερεν ὡς

### book 475a.3

ἀμφιβάλλων. b(BCE3E4)T

### book 475b.1

〈Τρῶας δ’ ἄχος ἔλλαβε θυμῷ:〉 καὶ τούτους ἐπὶ τῇ

### book 475b.2

χλεύῃ. Til

### book 476-7.1

ἔνθ’ Ἀκάμας Πρόμαχον 〈Βοιώτιον οὔτασε δου‐

### book 476-7.2

ρί / —,〉 ὁ δ’ ὕφελκε 〈ποδοῖϊν〉: τῶν τὴν δευτέραν τάξιν

### book 476-7.3

ἐχόντων ἐστὶν οὗτος. ποικίλως δὲ πάνυ ἀντέστρεψε τὰ πράγματα,

### book 476-7.4

προτάξας μὲν τὴν ἀναίρεσιν (sc. 476), ἐπαγαγὼν δὲ τὸ τί πράττων

### book 476-7.5

ἀνῃρέθη (sc. 477). b(BCE3E4)T

### book 477

〈ἀμφὶ κασιγνήτῳ βεβαώς:〉 πρὸς τὸ „ὃς Χρύσην ἀμ‐

### book 477

φιβέβηκασ“ (Α 37), ὅτι ἐστὶν ὑπερμαχεῖς. Aim

### book 479a.1

ἰόμωροι: ἰοῖς μόρον ἐπάγοντες. ἢ περὶ ἰοὺς κακοπαθοῦν‐

### book 479a.2

τες. b(BCE3E4)T ἢ ἰοὺς ὀξεῖς ἔχοντες· μωρὸν γὰρ τὸ ὀξὺ

### book 479a.3

Κύπριοι· ὅθεν καὶ „ὑλακόμωροι“ (ξ 29. π 4). ὅρα δέ, οἷόν ἐστι τὸ

### book 479a.4

βάρβαρον ἦθος· ὀνειδίζει γὰρ αὐτοῖς ὡς παρὰ τοῖς Τρωσὶν οὐκ ὄντων

### book 479a.5

τοξοτῶν. b(BCE3)T

### book 479b.1

〈ἀπειλάων ἀκόρητοι:〉 μὴ πληροῦντες τὰς ἀπειλάς,

### book 479b.2

ἀπλήρωτα καυχώμενοι. b(BCE3)Til

### book 481

〈κατακτανέεσθε:〉 κτανθήσεσθε. Til

### book 483a

〈ἵνα μή τι:〉 ἐν ἄλλῳ „{ἔγχει ἐμῷ} μή τοί τι“. Aim

### book 483b.1

〈κασιγνήτοιό γε ποινή:〉 ἡ ἐπὶ τῷ κασιγνήτῳ

### book 483b.2

ποινή. Til

### book 485a.1

γνωτὸν ἐνὶ μεγάροις 〈Ἄρεωσ〉: ὅτι ἀντιπέφρακε τὸν

### book 485a.2

γνωτὸν τῷ κασιγνήτῳ (cf. Ξ 483) σαφῶς· ἔστι γὰρ ἀδελφός. | Ζη‐

### book 485a.3

νόδοτος δὲ „ἐνὶ μεγάροισιν ἀρῆσ“, ὡς ἐκεῖ „ἐμεῖο δὲ δῆσεν ἀρῆσ“

### book 485a

(Σ 100). A

### book 485b.1

〈γνωτὸν ἐνὶ μεγάροισιν〉 Ἄρεως ἀλκτῆρα λι‐

### book 485b.2

πέσθαι: Ζηνόδοτος „ἀρῆσ“, ἵν’ ᾖ ἐπὶ πάσης βλάβης. | καὶ ἐν Ὀδυσ‐

### book 485b.3

σείᾳ „οἷσί περ ἀνήρ / μαρναμένοισι πέποιθε“ (π 97—8). T

### book 485c.1

〈Ἄρεως:〉 τοῦ ἐν πολέμῳ θανάτου. | οἱ δὲ περὶ Ζηνόδοτον

### book 485c.2

„ἀρῆσ“, ἵν’ ἐπὶ πάσης βλάβης λαμβάνοιτο. b(BCE3E4)

### book 488a

〈ὡρμήθη δ’ Ἀκάμαντος:〉 λείπει ἡ κατά. b(BCE3)Til

### book 488b1.1

ὁ δ’ οὐχ ὑπέμεινεν ἐρωήν: ἔφρασεν αὐτὴν διὰ τοῦ

### book 488b1.2

ὡρμήθη. T

### book 488b2

διὰ δὲ τοῦ ὡρμήθη τὴν ἐρωὴν ἐπέφρασεν. b(BCE3)

### book 491.1

Ἑρμείας Τρώων 〈ἐ〉φίλει 〈καὶ κτῆσιν ὄπασσε〉:

### book 491.2

τὰς εὐποτμίας εἰς τοῦτον ἀνάγουσιν· διὸ τὸ κοινὸν τῶν θεῶν ἰδικὸν

### book 491.3

αὑτοῦ ἔχει· „διάκτοροσ“ (Φ 497 al.) γὰρ καὶ δώτωρ ἐάων· καὶ

### book 491.4

κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές ἐστιν αὐτῷ ὡς τὸ δοῦναι καὶ τὸ ἀφε‐

### book 491.5.1

λέσθαι. ἐπιμελῶς δὲ ἐκτηνοτρόφουν οἱ παλαιοί, b(BCE3E4)T ὡς

### book 491.5.2

ἐπ’ Ὀδυσσέως. καὶ τῷ Τυδεῖ „τρισχίλιαι ἵπποι“ (Υ 221) καὶ ἄλλῳ

### book 491.5.3

„χίλιαι ἵπποι“· ὁμοίως καὶ „ἀλφεσίβοιαι“ (Σ 593). καὶ νόμιος 〈ὁ〉

### book 491.5.4

θεός, „καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ“ (ξ 435). T

### book 492.1

τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν 〈Ἰλιονῆα〉:

### book 492.2

πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν μόνον φησὶ γενέσθαι τῷ πατρί, καὶ

### book 492.3

τἆλλα αὐτῷ εὖ ἔχειν πράγματα· τετιμῆσθαι γὰρ ὑπὸ Ἑρμοῦ. συν‐

### book 492

ιστὰς οὖν τοὺς ἀναιρουμένους θεραπεύει τοὺς ἀνελόντας. b(BCE3E4)T

### book 493

〈θέμεθλα:〉 θέσιν, ῥίζαν, θεμέλια. b(BCE3)Til

### book 494a1

〈γλήνην:〉 τὴν κόρην, παρὰ τὸ γλαύσ〈σ〉ειν. Til

### book 494a2.1

γλήνην δὲ τὴν κόρην, παρὰ τὸ αἰγλήεσσαν εἶναι. b

### book 494a2.2

(BCE3)

### book 499-500a1.1

ὁ δὲ φῆ κώδειαν 〈ἀνασχών / πέφραδέ τε

### book 499-500a1.2

Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα〉: ὁ μὲν Ζηνόδοτος καὶ τὸν

### book 499-500a1.3

δέ (499) καὶ τὸν φη (499) ἐγκλίνει, ἵνα τὸ „φή“ ταὐτὸν ὑπάρχῃ τῷ

### book 499-500a1.4

ὥς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ, ‘ὁ δὲ ὡς κώδειαν ἀνασχὼν

### book 499-500a1.5.1

πέφραδέ τε Τρώεσσιν‘. ὁ δὲ Ἀρίσταρχος ἐκδεξάμενος τὸ „ἔφη“ ῥῆμα

### book 499-500a1.5.2

ὁμοίως τῷ „ἔβη“ (Α 311 al.), δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον·

### book 499-500a1.5.3

ὅπερ οὐκ ἀναγκαῖον· ποιητικὸν γὰρ ἔθος τὸ πολλάκις τὸ αὐτὸ ἐπανα‐

### book 499-500a1.5.4

λαμβάνεσθαι. πρὸς δὲ τὸν Ζηνόδοτον ὑγιῶς ἀποφαίνεται ἐκεῖνο ὅτι ὁ

### book 499-500a1.5.5

ποιητὴς οὐδέποτε οἶδε τὸ φή ἀντὶ τοῦ ὥς, οἱ δὲ μετ’ αὐτὸν ὥσπερ

### book 499-500a1.10.1

Ἀντίμαχος (sc. fr. 121 W.) καὶ οἱ περὶ Καλλίμαχον (sc. Call. fr.

### book 499-500a1.10.2

737). A

### book 499-500a2.1

πρὸς δὲ Ζηνόδοτόν φαμεν ὡς οὐδέποτε τὸ „φή“ παρὰ τῷ

### book 499-500a2.2

ποιητῇ ἀντὶ τοῦ ὥς παραλαμβάνεται. T

### book 499-500b1.1

ὁ δὲ φὴ κώδειαν ἀνασχών 〈/ πέφραδε—ηὔ‐

### book 499-500b1.2

δα〉: φή ὡς. ἀλλ’ ἔστι νεώτερον. ἄμεινον οὖν παραλελεῖφθαι τὸ ὥς,

### book 499-500b1.3

„Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθαι“ (φ 216), καὶ ἐκ παραλ‐

### book 499-500b1

λήλου εἶναι τὸ „φῆ“ (499), πέφραδεν, ηὔδα (500). T κώδεια

### book 499-500b1.5.1

δέ ἐστιν ἡ κεφαλὴ τῆς μήκωνος. φαντάζει δὲ ἡ ἐπ’ ἄκρου τοῦ δόρατος

### book 499-500b1.5.2

ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ καυλῷ κώδειαν. AT †περὶ σκόλοψιν. T

### book 499-500b2.1

τὸ ἔφη ῥῆμά ἐστιν, οὐχ ὡς Ζηνόδοτος ἀντὶ τοῦ ὥς, ἀλλὰ

### book 499-500b2.2

τὸ ἔφη· πέφραδεν, ηὔδα (500) ἐκ παραλλήλου ταὐτά. κώδεια δέ

### book 499-500b2.3

ἐστιν ἡ τῆς μήκωνος κεφαλή. b(BCE3) εἰκάζει δὲ τὴν ἐπ’ ἄκρου

### book 499-500b2.4

τοῦ δόρατος ἐμπεπαρμένην κεφαλὴν τῇ τῷ ἰδίῳ καυλῷ συνημμένῃ

### book 499-500b2.5

κωδείᾳ. | λείπει δὲ μετὰ τὸ ἔφη τὸ ὥς. b(BCE3E4)

### book 499a.1

ὁ δὲ φῆ κώδειαν 〈ἀνασχών〉: Ἀρίσταρχος τὸ φῆ

### book 499a.2

ῥῆμα ἐκδέχεται καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι,

### book 499a.3

ὡς τὸ „τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, | ὅ σφιν ἐϋφρονέων

### book 499a.4

ἀγορήσατο“ (η 155. 158) καὶ „ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν“ (Α 361

### book 499a.5

al.). ἢ τὸ „πέφραδε“ (Ξ 500) διεσήμαινεν. AT

### book 499b.1

〈ὁ δὲ φῆ κώδειαν:〉 ὅτι ἔξωθεν ἀκουστέον τὸ ὥς, ἵν’

### book 499b.2

ᾖ ὡς κώδειαν. Aint

### book 499c.1

〈ὁ δὲ φῆ κώδειαν ἀνασχών:〉 στικτέον {δὲ} ἐπὶ τὸ

### book 499c.2

ἀνασχών· ἐὰν γὰρ συνάπτωμεν, ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα,

### book 499c.3

καθ’ ἣν τὸ φῆ ἀντὶ τοῦ ὥς κεῖται. A

### book 500.1

πέφραδέ τε Τρώεσσι 〈καὶ εὐχόμενος ἔπος ηὔδα〉:

### book 500.2

ὅτι ἀναγνόντες τινὲς „φὴ κώδειαν“ (Ξ 499) ὑφ’ ἕν, ἵν’ ᾖ ὡς κώδειαν,

### book 500.1

προσεπέταξαν τὸν ἠθετημένον. οὐδέποτε δὲ Ὅμηρος τὸ „φῆ“ (Ξ 499)

### book 500.2

ἀντὶ τοῦ ὥς τέταχεν. ἴσως δὲ καὶ Ἀντίμαχος (fr. 121 W.) ἐντεῦθεν

### book 500.5.1

ἐπλανήθη „φὴ †γέρων οἷσιν†“ εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ

### book 500.5.2

ὥς καὶ ἀθετεῖν τὸν στίχον· ταὐτολογίαν γὰρ περιέχει. A

### book 501

〈εἰπέμεναι:〉 ἀντὶ τοῦ εἴπατε. Ail

### book 504a

〈ἐλθόντι:〉 ὑποστρέψαντι. Til

### book 504b.1

〈γανύσσεται:〉 μεταφορικῶς· γάνος γὰρ τὸ λάμπρυ‐

### book 504b.2

σμα. b(BCE3)Til

### book 505a.1

〈σὺν νηυσί:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐν νηυσί“.

### book 505a.2

Aim

### book 505b

〈σὺν νηυσί:〉 ἀντὶ τοῦ ἐν νήεσσιν. Til

### book 506.1

〈τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα:〉

### book 506.2

γράφεται „τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν“. Aim

### book 508.1

〈ἔσπετε νῦν μοι:〉 οὐκ ἀσκόπως προοιμίῳ χρῆται· καινό‐

### book 508.2

της γὰρ γέγονε μάχης τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα. b(BCE3E4)

### book 508.3

Til

### book 509a.1

ἀνδράγρια: ὅτι νῦν καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ εἴρηκεν

### book 509a.2

ἀνδ〈ρ〉άγρια. A

### book 509b.1

ἀνδράγρια: ἀθετοῦσι (sc. Ξ 508—10) διὰ τὸ ξένον τῆς

### book 509b.2

λέξεως καὶ μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν

### book 509b.1

ἀγρευόμενα, ἢ ἀντ’ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ’ οὖν

### book 509b.2

τὸν ἀναιρεθέντα σκυλεύουσιν. A b (BCE3E4)T ἐκ δὲ τοῦ παρ‐

### book 509b.5.1

ακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων

### book 509b.5.2

ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. ση‐

### book 509b.5.3

μαίνει δὲ σκῦλα ᾑρημένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν.

### book 509b.5.4

b(BCE3E4)T

### book 509c.1

ἀνδ〈ρ〉άγρια: ὡς ἀντάξια· καὶ γὰρ σύνηθες αὐτῷ τὸ

### book 509c.2

τοιοῦτον εἶδος· καὶ γὰρ „ζωάγρια“ (Σ 407. θ 462) εἶπε καὶ „βοάγρια“

### book 509c.3

(Μ 22. π 296) καὶ „μοιχάγρια“ (θ 332). A

### book 509d.1

〈ἀνδράγρια:〉 δεῖ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον ἐσκύλευ‐

### book 509d.2

σαν τοὺς πεσόντας. b(BCE3E4)Til

### book 511.1

〈Ὕρτιον:〉 πῶς ἐν τῷ Διακόσμῳ (sc. Β 858—61) οὐ μέμνη‐

### book 511.2

ται αὐτοῦ; Til

### book 512

〈καρτεροθύμων:〉 τινὲς „βαρβαροφώνων“ (= Β 867). Til

### book 516a.1

〈Ἀτρείδης:〉 ὁ Μενέλαος· φησὶ γοῦν „οὐδὲ γὰρ οὐδὲ βίη

### book 516a.2

Ὑπερήνορος ἱπποδάμοιο“ (Ρ 24). Til

### book 516b.1

{ἀτρείδης δὰρ ἔπειθ’} Ὑπερήνορα: ὅτι οὗτος ἴσως ἐστὶν

### book 516b.2

Ὑπερήνωρ, οὗ μέμνηται κατὰ τὴν πρὸς Εὔφορβον σύστασιν Μενέλαος·

### book 516b.3

„οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο / ἧς ἥβης ἀπόνηθ’, ὅτε

### book 516b.4

μ’ 〈ὤνατο〉“ (Ρ 24—5). ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται,

### book 516b.5

κατ’ ἐπιδρομὴν ἐκφέρων τοὺς ἀνῃρημένους. A

### book 517.1

〈οὔτασε καλλαπάρην:〉 γράφεται „οὖτα κατὰ λαπά‐

### book 517.2

ρην“. Aim

### book 518a.1

〈κατ’ οὐταμένην ὠτειλήν:〉 ὅτι παρετυμολογεῖ τὴν

### book 518a.2

ὠτειλὴν ἀπὸ τοῦ οὔτασε. Aim

### book 518b.1

κατ’ οὐταμένην 〈ὠτειλήν〉: ἐτυμολογικὸς ὁ τρόπος.

### book 518b.2

b(BCE3)T οὕτω δέ φησιν ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα τῷ

### book 518b.3

αἵματι χωρίζεσθαι αὐτήν. b(BCE3E4)T

### book 521a.1

{οὐ γαρ οἱ τις} ὁμοῖος ἐπισπέσθαι {ποσὶν ῆεν}: τὸ μὲν

### book 521a.2

ὁμοῖος ὡς „ἀλλοῖοσ“ (π 181) ἀναγνωστέον· τὸ γὰρ προπαροξύνειν

### book 521a.3

μεταγενεστέρων ἐστὶν Ἀττικῶν. τὸ δὲ ἐπισπέσθαι παροξυτονητέον

### book 521a.4

ὁμοίως τῷ „ἀποθέσθαι“ (Γ 89. Ε 492)· ἔστι γὰρ τὸ ἁπλοῦν „σπέ‐

### book 521a.5.1

σθαι“ (Ε 423 al.). προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων (sc.

### book 521a.5.2

ad Δ 126c). A

### book 521b.1

ἐπισπέσθαι: ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν

### book 521b.2

ὁρμῇ. b(BCE3E4)T παροξύνεται δὲ τὸ ἐπισπέσθαι. τὸ δὲ

### book 521b.3

ὅμοιος προπαροξύνεται· τὸ γὰρ ὁμοῖος μεταγενεστέρων ἐστὶν Ἀτ‐

### book 521b.4

τικῶν. b(BCE3)T

### book 522a.1

{ἀνδρῶν} τρεσσάντων: ὅτι οὐ λέγει τρεσσάντων δει‐

### book 522a.2

σάντων, ἀλλὰ φυγόντων· „τρέσσαι δ’ οὐκέτι ῥίμφα πόδες φέρον“

### book 522a

(Ν 515). A

### book 522b

〈ὅτε τε Ζεύς:〉 τινὲς „ὅτε δὴ θεόσ“. Til

### book 522c

〈φόβον:〉 φυγήν. Til

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς. A

### book 1a.1

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβη‐

### book 1a.2

σαν: ἡ ἀναφορὰ πρὸς τὸ „πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν

### book 1a.3

ὄλεθρον“ (Ξ 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως προσέθηκεν. A

### book 1a.4

b(BCE3E4)T

### book 1b1.1

διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν〉: ἢ ἀντὶ

### book 1b1.2

τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“

### book 1b1.3

(Κ 298), ἢ τὸ ἑξῆς διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον

### book 1b1.4

καὶ δυσδιόδευτον ἐμφαίνει· οὐ γὰρ ἔφυγον „τῇ περ Ἀχαιοί / ἐκ πεδίου

### book 1b1.5.1

νίσοντο“ (Μ 118—9), ἀλλὰ διὰ τῆς τάφρου ἔφευγον. b(BCE3E4)T |

### book 1b1.5.2

ἡ αὐτὴ διακοπὴ καὶ ἐν τοῖς „κατὰ πυρὸν ἄλεσσαν“ (υ 109). T

### book 1b2.1

{διά τε σκόλοπας:} ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου,

### book 1b2.2

ὡς „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“. | τὸ ἑξῆς· διέβησαν τούς τε σκόλοπας

### book 1b2.3

καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος. A

### book 1b3

{ἔβησαν:} ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσ‐

### book 1b3

διόδευτον ἐμφαίνει τοῖς πολεμίοις. A

### book 2a.1

φεύγοντες, 〈πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερ‐

### book 2a.2

σίν〉: ὑποστικτέον φεύγοντες καὶ χερσίν· ἡ γὰρ ἀνταπόδοσίς

### book 2a.3

ἐστιν ἀπὸ τοῦ „οἱ μὲν δὴ παρ’ ὄχεσφιν“ (Ο 3). A

### book 2b.1

πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν: τοῦτο διὰ

### book 2b.2

μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον. A b (BCE3E4)T

### book 2c.1

{πολλοὶ δὲ} δάμεν: ὁμοίως τῷ „πολλοὶ δ’ Ἀργείων οἱ

### book 2c.2

μὲν δάμεν, οἱ δ’ ἐλίποντο“ (Μ 14) καὶ τῷ „φάνεν δέ οἱ εὐρέες ὦμοι“

### book 2c.3

(ς 68) ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου. ἔφαμεν δὲ (sc.

### book 2c.4

ad Α 464a) τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ. A

### book 3.1

οἱ μὲν δὴ παρ’ ὄχεσφιν 〈ἐρητύοντο· μένοντεσ〉: οἱ

### book 3.2

ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτα‐

### book 3.3

κίδης (cf. Μ 110—24). ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ „ἵππους μὲν

### book 3.4

θεράποντες ἐρυκόντων“ (Μ 76). ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας

### book 3.5.1

ἑαυτούς τε ἐκ τῆς φυγῆς ἀναλαβεῖν καὶ περισῶσαι τὰ ἅρματα· διὸ καὶ

### book 3.5.2

ἐρητύοντο εἶπεν· ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐ‐

### book 3.5.3

τούς· οὐ γὰρ ἀλλήλους ἐξεδέχοντο· τοῦτο γὰρ ἀεὶ κατηγορεῖ τοῦ

### book 3.5.4

ἤθους τῶν βαρβάρων· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φρον‐

### book 3

τίζοντες. b(BCE3E4)T

### book 4a.1

χλωροὶ ὑπαὶ δείους 〈πεφοβημένοι〉: ἡ ὑπό πρόθε‐

### book 4a.2

σις ὑπαί ἐγένετο ὁμοίως τῇ „ὑπαὶ πόδα νείατον Ἴδησ“ (Β 824).

### book 4a.3

καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος· διὸ παραιτητέον

### book 4a.4

τὸν Τυραννίωνα (fr. 35 P.) βαρύνοντα τὴν ὑπαί καὶ ἡγούμενον

### book 4a.5.1

ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. ἕως δὲ τοῦ ὑπαὶ

### book 4a.5.2

δείους ὀφείλομεν ἀναπαύεσθαι· οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροί,

### book 4a.5.3

εἶτα πεφοβημένοι, τουτέστι φεύγοντες. ἔστι μέντοι καὶ ἡ ἑτέρα

### book 4a.5.4

ἀνάπαυσις οὐκ ἀδόκιμος. A

### book 4b.1

〈χλωροὶ ὑπαὶ δείους πεφοβημένοι:〉 τὸ ὑπαὶ

### book 4b.2

δείους δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι καὶ τοῖς ἡγουμένοις· ἤτοι

### book 4b.3

γὰρ χλωροὶ ὑπὸ δέους ἢ ὑπὸ δέους πεφευγότες. A

### book 4c.1

δείους: εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· „τοίου μιν θάρ‐

### book 4c.2

σευς πλῆσεν“ (Ρ 573), „ἐξ Ἐρέβευς ἄξοντα“ (Θ 368), A b (BCE3E4)T

### book 4c.3

„ἡμετέρου δ’ οὐκ ἔστι γένευσ“ (ο 533). ἢ ἐντελῶς „βέλεος δέ σε τείρει

### book 4c.4

ἀκωκή“ (Ν 251), „ἄστεος αἰὲν ὑπὲρ κατ’ ἀμαξιτόν“ (Χ 146). A T

### book 4c.5.1

ἀλλὰ νῦν ἡ κακοφωνία τῇ κοινῇ κράσει ἐποίησεν αὐτὸν χρῆσθαι, A

### book 4c.5.2

b(BCE3E4)T καὶ ἐν τῷ „ἥ ῥα κατὰ σπείουσ“ (ι 330). AT

### book 4c.5.3

τριχῶς οὖν παράγει Ὅμηρος 〈τὰσ〉 γενικὰς τῶν οὐδετέρων. T

### book 4d.1

ἔγρετο δὲ Ζεύς: καιριώτατα· εἰ γὰρ ἔτι βραχὺ τῆς μά‐

### book 4d.2

χης ἀπέστησε τὸν Δία, οὐδὲν ἐκώλυε κατὰ κράτος ἁλῶναι τοὺς βαρ‐

### book 4d.3

βάρους. T

### book 5.1

Ἴδης ἐν κορυφῇσι 〈παρὰ χρυσοθρόνου Ἥρησ〉:

### book 5.2

ἔδει εἰπεῖν ἐπὶ τῶν κορυφῶν τῆς Ἴδης μετὰ τῆς Ἥρας κοιμώμενος.

### book 5.3

προστιθέασι δὲ καὶ τὸ „ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα“

### book 5

(Ο 5 a = Β 42). T

### book 6.1

ἀναΐξας: ἀνορμήσας τῆς κατακλίσεως, συνῃσθημένος τῆς

### book 6.2

ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν. b(BCE3E4)T

### book 6-7.1

Τρῶας καὶ Ἀχαιούς, / τοὺς μὲν ὀρινομένους,

### book 6-7.2

〈τοὺς δὲ κλονέοντας ὄπισθεν〉: ὅτι καὶ πρὸς τὸ πρῶτον

### book 6-7.3

ὑπαντᾷ ὁ ποιητής, ὡς καὶ ἐν τῷ „ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προ‐

### book 6-7.4

πάσας. / Βοιωτῶν μὲν Πηνέλεωσ“ (Β 493—4), „〈Ἀμφίμαχοσ〉 καὶ

### book 6-7.5.1

Θάλπιος 〈ἡγησάσθην, /〉 υἷες 〈ὁ〉 μὲν Κτεάτου“ (Β 620—1), „Ἀθη‐

### book 6-7.5.2

ναίη τε καὶ Ἥρη· / ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν“ (Δ 20. 22),

### book 6-7.5.3

καὶ ἄλλα πολλὰ τίθησιν ὁ Ἐπαφρόδιτος (fr. 37 L.). T | θαυμασίως

### book 6-7.5.4

δὲ ἐν τάχει πάντα παρέλαβε, τῶν μὲν τὴν φυγήν, τῶν δὲ τὴν ἀριστείαν,

### book 6-7.5.5

τοῦ Ποσειδῶνος τὴν βοήθειαν (cf. Ο 8), τοῦ Ἕκτορος τὴν πάθην (cf.

### book 6-7.10.1

Ο 9—11), ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς.

### book 6-7.10.2

b(BCE3E4)T περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξεργάζεται,

### book 6-7.10.3

b(BE3E4)T „Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον“ (Ο 9) καὶ „ὁ δ’

### book 6-7.10.4

ἀργαλέῳ ἔχετ’ ἄσθματι“ (Ο 10), T ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην

### book 6-7.10.5

χαλεπήνῃ, ἀλλὰ καὶ δι’ Ἕκτορα, ὃς δι’ αὐτὸν τοιάδε ἔπαθε· φησὶ

### book 6-7.15.1

γοῦν πρὸς Πολυδάμαντα „ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι“

### book 6-7.15.2

(Μ 235), ὡς Διῒ πεπιστευκὼς καὶ μαχόμενος. b(BE3E4)T

### book 7a1.1

ὀρινομένους: μετὰ λύπης ταραττομένους. „ὠρίνθη δέ

### book 7a1.2

οἱ ἦτορ“ (Π 509)· μετὰ ἀπελπισμοῦ γὰρ ἔφευγον. τὸ δὲ κλονέοντας

### book 7a1.3

παρὰ τὴν κλίσιν ἢ ἀπὸ τοῦ κατακλᾶν· καὶ γὰρ ἀπὸ τοῦ φθίω φθόη καὶ

### book 7a1.4

φθόνος. T

### book 7a2.1

μετὰ λύπης ταρασσομένους· ἔφυγον γὰρ μετὰ ἀπελπισμοῦ.

### book 7a2.2

κλονέοντας δὲ ἀπὸ τοῦ κλονῶ· τοῦτο δὲ ἀπὸ τοῦ κατακλᾶν ἢ †τὴν

### book 7a2

κλίσιν. b(BCE3E4)

### book 8a.1

Ἀργείους, μετὰ δέ σφι: ὅτι πρὸς τὸ δεύτερον πρότε‐

### book 8a.2

ρον ἀπήντησεν. ἕνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς Ἀργείους. A

### book 8b.1

μετὰ δέ σφι: ὡς „ἔκδηλος μετὰ πᾶσιν“ (Ε 2): b(BCE3)T

### book 8b.2

ἀντὶ τοῦ ἐν πᾶσιν. b(BCE3E4) δηλοῖ δὲ καὶ τὴν ἐπί, ὡς „μεταΐξας

### book 8b.3

θάνατον τεύξειε“ (υ 11), καὶ τὴν πρός, ὡς τὸ „ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’

### book 8b.4

αὐτούσ“ (Υ 14) b(BCE3E4)T καὶ τὸ „θέω μετ’ ἀμύμονα Πηλείω‐

### book 8b.5

να“ (Κ 63 + Β 674). T

### book 9.1

κείμενον: πεπτωκότα, ὡς „ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα“

### book 9.2

(λ 577). καὶ τὸ †τέθαπται†, „ἔνθα μὲν Αἴας κεῖται“ (γ 109). καὶ κυ‐

### book 9.3

ρίως b(BCE3E4)T „εἵματα μέν τοι κεῖται“ (ζ 26). καὶ T „κεῖ‐

### book 9.4

ται Πάτροκλοσ“ (Σ 20) b(BCE3E4)T ἀντὶ τοῦ ἀνῄρηται. T

### book 9.5.1

καὶ τὸ νεκρὸν ἐρρῖφθαι, „κεῖται πὰρ νήεσσι νέκυσ“ (Χ 386). καὶ τὸ διά‐

### book 9.5.2

γειν, „κεῖτο παρὰ μνηστῇ ἀλόχῳ“ (Ι 556). καὶ τὸ ἔστι, „θεῶν ἐν γού‐

### book 9.5.3

νασι κεῖται“ (Ρ 514). b(BCE3E4)T

### book 10a.1

〈εἵατο:〉 ἔνιοι {δὲ} τὸ εἵατο ψιλῶς· „ἔνθ’ ἄρα οἱ μύλαι

### book 10a.2

εἴατο“ (υ 106) ἀντὶ τοῦ ἦσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ „εἴατο“.

### book 10a.3

ὁμοίως καὶ ἐπὶ τοῦ „εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι/

### book 10a.4

εἴαθ’ ὁμηγερέεσ“ (Ω 83—4)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς

### book 10a.5.1

παθητικοῦ ὑπερσυντελίκου χρόνον καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον.

### book 10a.5.2

ἔχει δὲ ἐπί〈σ〉τασιν, εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ

### book 10a.5.3

σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν· διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχε‐

### book 10a.1

σθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις

### book 10a.2

κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγ‐

### book 10a.10.1

κάμνοντας· αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῇ μὲν

### book 10a.10.2

κοινῶς εἰπὼν „τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων“ (Γ 153),

### book 10a.10.3

πῇ δὲ Ἰωνικῶς „οἱ δ’ ἕατ’ εἰν ἀγορῇ“ (Η 414), πῇ δὲ ἐπενθέσει τοῦ ι

### book 10a.10.4

πάλιν χρησάμενος Ἰωνικῶς „εἵατο, καὶ προὔχοντεσ“ (γ 8), ὡς καὶ

### book 10a.10.5

τὸ προκείμενον. A

### book 10b.1

εἵατο: Ἀρίσταρχος b(BE4)T ψιλῶς, ἀπὸ τοῦ εἰμί

### book 10b.2

ἐκδεχόμενος b(B) T ἀντὶ τοῦ ὑπῆρχον, b(BE4)T „ἔνθ’ ἄρα

### book 10b.3

οἱ μύλαι εἴατο“ (υ 106). ὁ δὲ Ἡρωδιανὸς (2,92,7) δασύνει ἀπὸ τοῦ

### book 10b.4

†δηλοῦντος τὸ κάθημαι. καὶ ἔστιν ἀντὶ τοῦ διέτριβον, b(B) T ὡς

### book 10b.5.1

„ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων“ (Ω 542)· καὶ λέγομεν ‘περικάθηται τὴν

### book 10b.5.2

πόλιν ὁ στρατόσ‘ ἀντὶ τοῦ προσεδρεύει †τῶν περὶ τῶν καθημένων τὸν

### book 10b.5.3

πρίαμον τὴν ἀσπίδα†, ἀντὶ τοῦ †πολιορκοῦντο†. εἰ δὲ ἐψιλοῦτο,

### book 10b.5.4

ἦ〈ν〉 ἄν, φησί, κείμενον ἀντὶ τοῦ ἦσαν, ἔασαν. ἔστιν οὖν ‘περιεκύκλουν

### book 10b.5.5

αὐτόν‘. T

### book 10c.1

〈ἀργαλέῳ ἔχετ’ ἄσθματι:〉 συνείχετο οὐκ εὐπόρῳ,

### book 10c.2

ἀλλ’ ἀσταθμήτῳ καὶ ἀσθενεῖ καὶ οὐκ εὐθεῖ πνεύματι. b(BE4)Til

### book 10d

κῆρ ἀπινύσσων: ὅτι κατὰ τὸ πλῆρες ἐκληπτέον κῆρ,

### book 10d

εἶτα ἀπινύσσων, τὸ κέαρ ἀπινυτῶν. A

### book 10e.1

κῆρ ἀπινύσσων: Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκ‐

### book 10e.2

δέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ση‐

### book 10e.3

μαίνῃ, τὸ κῆρ ἀσύνετος ὤν, διδασκόμενος καὶ ἐξ ἐκείνου τοῦ „δοκέεις δέ

### book 10e.4

μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). τούτῳ συγκατατίθεται καὶ ὁ

### book 10e.5.1

Ἀσκαλωνίτης (p. 54 B.) καὶ Ἀλεξίων (fr. 56 B.) καὶ σχεδὸν πάντες,

### book 10e.5.2

καὶ ἡμεῖς. εἰσὶ μέντοι, οἳ ἄλλως διέστειλαν, οὓς ἐλέγχει ὁ Ἡρωδιανός

### book 10e.5.3

(2,92,25). A

### book 10f.1

κῆρ ἀπινύσσων: ἀπίνυτος ὢν τὴν ψυχήν, b(BCE3)T

### book 10f.2

„δοκέεις δέ μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). T οἱ δὲ ἀναισθη‐

### book 10f.3

τῶν· πινυτὸν γὰρ τὸ αἰσθητικόν. b(BCE3E4)T | τινὲς δὲ „κῆρα“.

### book 10f.4

οὐδαμοῦ δὲ τὸ πινύσσειν ἐπὶ τοῦ προσδοκᾶν ἔταξεν Ὅμηρος. πῶς δὲ

### book 10f.5.1

δύναται προσδοκᾶν ὁ ἐσκοτωμένος καὶ ψυχορραγῶν ὑπὸ τῆς πλη‐

### book 10f.5.2

γῆς; b(BE3E4)T

### book 10g.1

〈ἀπινύσσων:〉 Ἀριστοφάνης „{κῆρ} ἀπινύσκων“, διὰ

### book 10g.2

τοῦ κ. ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ τῶν δύο σς „δοκέεις δέ

### book 10g.3

μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). A

### book 10h.1

ἀπινύσσων: Ἀρίσταρχος διὰ δύο σς· Ἀριστοφάνης

### book 10h.2

„ἀπινύσκων“. | βαρύνεται δὲ ὡς μείρω ἀμείρω. T

### book 11a1.1

〈αἷμ’ ἐμέων:〉 πρὸς τὸ „αἷμ’ ἀπέμασσεν“ (Ξ 437) τοῦ‐

### book 11a1.2

το ἄν τις σημειώσαιτο. Aint

### book 11a2

καὶ ἄνω „αἷμ’ ἀπέμεσ〈σ〉εν“. Til

### book 11b

οὔ μιν ἀφαυρότατος: ὅτι τὸ ἐναντίον ὑπακουστέον,

### book 11b.1

ἀλλ’ ἰσχυρότατος· οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ „δός,

### book 11b.2

φίλος, οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν / ἔμμεναι, ἀλλ’ ὤριστοσ“

### book 11b.3

(ρ 415—6). A

### book 11c.1

ἀφαυρότερος: ἀσθενὴς ὅσον ἁφῇ. ἐνίοτε δὲ ἐκ πλήρους

### book 11c.2

φησίν· „οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν / ἔμμεναι, ἀλλ’ ὤριστοσ“

### book 11c.3

(ρ 415—6). T

### book 13.1

δεινὰ δ’ ὑπόδρα ἰδών: πῶς ὁ κεστὸς οὐκ ἐπράϋνεν αὐ‐

### book 13.2

τόν; ἐρώτων ἐστὶ κινητικός, ὃ καὶ ἔπραξεν. b(BCE3E4)T εἰκότως

### book 13.3

δὲ χαλεπαίνει ψευδὴς ἀποδειχθεὶς πρὸς Θέτιν καὶ Ἕκτορα, b(BE3E4)

### book 13.4

T ᾧ ὑπέσχετο, ἕως δύνῃ ὁ ἥλιος, εὐδοκιμήσειν (cf. Λ 192—4.

### book 13.5.1

207—9). T ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττω‐

### book 13.5.2

σις, καὶ μετὰ τοσαύτας ἀπειλάς. b(BE3E4)T

### book 14a.1

κακότεχνος: ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς

### book 14a.2

δόλος. τὸ δὲ ἑξῆς ‘μάλα ἀμήχανε, b(BCE3E4)T ἦ δὴ κακότεχνος

### book 14a.3

σὸς δόλοσ‘. ἀμήχανε δέ, b(BE3E4) πρὸς ὃν οὐκ ἔστι μηχανή‐

### book 14a.4

σασθαι, „σὺ δ’ ἀμήχανός ἐσσι, γεραιέ“ (Κ 167). δηλοῖ δὲ καὶ τὸ ἄπο‐

### book 14a.5.1

ρον, „καὶ ἀμήχανα ἔργα γένοντο“ (Θ 130). καὶ πολλάκις δὲ ἁμαρτά‐

### book 14a.5.2

νοντες ἐπὶ τοὺς πλησίον ἄγομεν τὴν αἰτίαν. b(BE3E4)T

### book 14b.1

ἀμήχανε: ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μὴ δυναμένη

### book 14b.2

μηχανὴν εὑρεῖν· ἢ πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι, ὅπερ καὶ θέλει

### book 14b.3

εἰπεῖν. A

### book 14c

〈ἀμήχανε:〉 ἀμηχάνητε, ἀκίνητε. Til

### book 15a.1

Ἕκτορα δῖον: ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα

### book 15a.2

〈καλεῖ〉. οὐχ †ὑποπτεῦον† οὖν τὰ ἐν Ὀδυσσείᾳ (α 65) „πῶς ἂν

### book 15a.3

ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;“ A

### book 15b.1

Ἕκτορα δῖον: ὅτι ἀφ’ ἑαυτοῦ δῖον ἐκάλεσε τὸν Ἕ‐

### book 15b.2

κτορα καὶ ἑξῆς τὴν θάλασσαν, „ἢ εἰς ἅλα δῖαν“ (Ο 161). πρὸς τὸ μὴ

### book 15b.3

ὑποπτεύειν τὰ Ὀδυσσειακὰ „περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισιν ἔδωκε“

### book 15b.4

(α 66—7) καὶ „πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην“ (α

### book 15b.5

65). | οἱ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφοβίαν καλοῦμεν. T

### book 15c.1

ἐφόβησε δὲ λαούς: τινὲς „ἐφόβησε δ’ Ἀχαιούσ“, ἀντὶ τοῦ

### book 15c.2

φοβεροὺς ἐποίησεν, ὡς „πάντας μέν ῥ’ ἔλπει“ (β 91) ἀντὶ τοῦ ἐλπίζειν

### book 15c.3

ποιεῖ. T

### book 16a.1

〈μάν:〉 Δωρικῶς. ἐν ἄλλοις δὲ „καὶ μὴν οἱ τότ〈ε γ’〉 εἰς

### book 16a.2

ἀγορὴν ἴσαν“ (Τ 45). Til

### book 16b.1

κακορραφίης: κακομηχανίας· ἑξῆς γοῦν φησι ἀντι‐

### book 16b.2

φράζων „κακὰ μητιόωσα“ (Ο 27). ἢ κακοσυνθεσίας· b(BE3)T

### book 16b.3

ἀλλαχοῦ πού φησιν „οὐκ ὄφελον Τρώεσσι κοτεσ〈σ〉αμένη κακὰ ῥά‐

### book 16b.4

ψαι“ (Σ 367) καὶ „εἰνάετες 〈...〉 κακὰ ῥάπτομεν“ (γ 118). T

### book 17a.1

πρώτη ἐπαύρηαι: ἀντὶ τοῦ προτέρα b(BCE3E4)T Til

### book 17a.2

τοῦ Ποσειδῶνος (ἄμφω γὰρ συμμαχοῦσι τοῖς Ἕλλησιν) ἢ b(BCE3)T

### book 17a.3

τῶν Ἑλλήνων, ‘πρὶν τούτους ἀπόνασθαι τῆς σῆς δολιότητοσ‘.

### book 17a.4

b(BCE3E4)T

### book 17b

〈ἐπαύρηαι:〉 οὕτως διὰ τοῦ η, ἐπαύρηαι. Aint

### book 17c1.1

ἐπαύρηαι: προπαροξυτονητ〈έον〉 ὁμοίως τῷ „εἰς ὅ κε

### book 17c1.2

τοὺς ἀφίκηαι“ (λ 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος· ταὐτὸν δὲ

### book 17c1.3

λέγομεν καὶ περὶ τοῦ „σὺ δέ κεν κακὸν οἶτον ὄληαι“ (Γ 417)· καὶ γὰρ

### book 17c1.4

τοῦτο μέσου δευτέρου ἀορίστου. A

### book 17c2.1

προπαροξύνεται· ἔστι γὰρ μέσου δευτέρου ἀορίστου.

### book 17c2.2

b(BCE3E4)Til

### book 17d.1

〈πληγῇσιν〉 ἱμάσσω: κυρίως ἱμάντι πλήξω, τροπικῶς

### book 17d.2

δὲ νῦν κεραυνώσω· μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι b(BCE3E4)

### book 17d.3

T „Διὸς μάστιγι δαμέντεσ“ (Μ 37), τῷ φόβῳ τῆς χθιζῆς κεραυνο‐

### book 17d.4

βολίας· b(BE3E4)T καὶ „ὅτε γ’ ἀμφὶ Τυφωέα γαῖαν ἱμάσσει“

### book 17d.5.1

(Β 782) ἀντὶ τοῦ κεραυνώσει. | ἀντεστραμμένως ‘καί σε ἱμάσθλῃ

### book 17d.5.2

πλήξω‘. T

### book 18-31.1

〈ἦ οὐ μέμνῃ—ἀπατάων:〉 Ζηνόδοτος οὐδὲ

### book 18-31.2

ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει. Aim

### book 18a

ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω: τοὺς τῆς Ἥρας δεσμοὺς

### book 18a.1

—καὶ δυσδιάλυτον. | ἄκμονας δὲ δύο τὰ βαρύτατα—

### book 18a.2

ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. | ἡ διπλῆ δέ, ὅτι ἐκ δυεῖν τόπων,

### book 18a.3

τούτου τε (sc. Ο 18—31) καὶ τοῦ κατὰ τὴν Α ῥαψῳδίαν (sc. 590—4),

### book 18a.5

ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πλη‐

### book 18a

ροῦται μῦθον. A

### book 18b.1

〈ἢ οὐ μέμνῃ,〉 ὅτε τ’ ἐκρέμω: ταῦτα ὁ Ὕπνος παρέ‐

### book 18b.2

λιπεν ὑπόνοιαν φέροντα τῇ Ἥρᾳ. ἃ δὲ εἶπεν ἐκεῖνος (sc. Ξ 249—61),

### book 18b.3

νῦν Ζεὺς παρέλιπεν· b(BCE3E4)T οὐ γὰρ ἔδει κατὰ ἀπόντος

### book 18b.4

θρασύνεσθαι. b(BE3E4)T

### book 18c

〈μέμνῃ:〉 διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι. Aint

### book 18d.1

〈μέμνῃ:〉 ἀλλαχοῦ τὸ ἐντελὲς „μέμνηαι, ὅσα 〈δὴ〉 πάθο‐

### book 18d.2

μεν κακά“ (Φ 442). Til

### book 20

〈νεφέλῃσιν:〉 ταῖς αἰθερίαις. Til

### book 21a

ἐκρέμω: ἐκρέμασο, ἐκρέμαο, ἐκρέμω. b(BE3E4)Til

### book 21b.1

ἠλάστεον: ἄλαστα ταῦτα εἶναι ἔφασκον. ἢ ἐταράσσοντο,

### book 21b.2

παρὰ τὴν ἄλην. b(BCE3E4)T

### book 21c.1

〈κατὰ μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸς ὁ Ὄλυμπος

### book 21c.2

ὡς ὄρος. Aint

### book 21d

κατὰ μακρὸν Ὄλυμπον: μακρόν, ὅτι ὄρος. τὸν δὲ

### book 21d.1

οὐρανὸν „εὐρὺν“ (Γ 364. Ε 867 al.) φησίν. b(BCE3E4)T | τινὲς δὲ

### book 21d.2

〈προσ〉γράφουσι „πρίν γ’ ὅτε δή ς’ ἀπέλυσα πεδῶν, μύδρους δ’

### book 21d.3

ἐνὶ Τροίῃ / κάββαλον, ὄφρα πέλοι〈ν〉το καὶ ἐσ〈σ〉ομένοισι πυθέσθαι“

### book 21d.5

(= Ο 21 a. b.). δείκνυνται γὰρ ὑπὸ τῶν περιηγητῶν οἱ μύδροι. T

### book 22a.1

παρασταδόν: τοῦτο τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος·

### book 22a.2

λῦσαι δ’ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστά‐

### book 22a.3

μενον ἢ λύοντα. A

### book 22b1.1

〈παρασταδόν:〉 ἢ βοηθητικῶς ἀπὸ τοῦ „ὅτε 〈οἱ〉

### book 22b1.2

πρόφρασ〈σ〉α παρέστησ“ (Κ 290). οἱ δὲ ‘ὃν δὲ λάβοιμί σοι παριστά‐

### book 22b1.3

μενον πρὸς τὸ βοηθῆσαι‘. Til

### book 22b2.1

ἢ ἀπὸ τοῦ παρίστασθαι καὶ ἀλαστεῖν οὐκ ἐδύναντο λῦσαι.

### book 22b2.2

ἢ ὃν λάβοιμι παριστάμενον, ἔρριπτον ἐξ οὐρανοῦ. b(BCE3E4)

### book 23a.1

〈ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ:〉 ὅτι καὶ ταῖς

### book 23a.2

αὐταῖς λέξεσι κέχρηται κατ’ ἀμφοτέρους τοὺς τόπους (sc. Α 591 et Ο

### book 23a.3

23). Aint

### book 23b1.1

ἀπὸ βηλοῦ: βαθμοῦ, παρὰ τὸ βήσω. Κράτης (fr. 22 d

### book 23b1.2

M.) δὲ ὡς ἥλου. | οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύ‐

### book 23b1.3

λαι εἰσίν (cf. Ε 749. Θ 393). T

### book 23b2.1

βηλοῦ δὲ τοῦ βαθμοῦ, παρὰ τὸν βήσω μέλλοντα. b

### book 23b2.2

(BCE3E4) | οὐδὲν δὲ παράδοξον καὶ ἐν οὐρανῷ βηλὸν ὀνομάζειν, ὅπου

### book 23b2.3

γε καὶ πύλας εἶναι λέγουσιν. b(BE3E4)

### book 24a

〈ὀλιγηπελέων:〉 ὀλίγον ἔχων τὸ πέλειν. b(BCE3E4)Til

### book 24b1.1

〈ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει:〉 Ἀρίσταρχος θυμόν,

### book 24b1.2

ἄλλοι δὲ „θυμόσ“. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ, „οἵ ς’

### book 24b1.3

ὠτειλήν / αἷμ’ ἀπολιχμήσονται“ (Φ 122—3). Aim

### book 24b2.1

{θυμὸς ἀνίη:} Ἀρίσταρχος θυμόν, τινὲς δὲ „θυμόσ“

### book 24b2.2

ἀντὶ τοῦ ὀργή. ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμη‐

### book 24b2

ρικὴ ἡ φράσις· „οἵ ς’ ὠτειλήν / αἷμ’ †ἀπολικμήσονται“. T

### book 24b3.1

τινὲς „θυμόσ“ ἀντὶ τοῦ ὀργή. ἄμεινον δὲ θυμόν γράφειν,

### book 24b3.2

ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν. b(BCE3E4)

### book 24-5.1

ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν 〈ἀνίει / ἀζηχὴς ὀδύνη Ἡρα‐

### book 24-5.2

κλῆος θείοιο:〉 συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ

### book 24-5.3

εἴρηται. Aint

### book 25.1

〈ἀζηχής:〉 σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία

### book 25.2

τοῖς θάλλουσι φυτοῖς· b(BCE3E4)Til οἱ δὲ συνεχὴς καὶ ἄπαυστος.

### book 25.3

Til λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν. b(BCE3E4)Til

### book 26a.1

τὸν σὺ ξὺν Βορέῃ 〈ἀνέμῳ πεπιθοῦσα θυέλλασ〉:

### book 26a.2

ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν Ἡρακλῆς. T | ἄδηλον δέ, πότερον

### book 26a.3

Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς

### book 26a.4

θυέλλας ἔπεισεν. b(BCE3E4)T ἄμεινον δὲ τὸ δεύτερον. b(BCE3E4)

### book 26b1.1

πεπιθοῦσα {θυέλλας}: ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος

### book 26b1.2

ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος

### book 26b1.3

αὐτῷ ποιεῖν· „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). A

### book 26b2

τὸ δὲ πεπιθοῦσα ὡς δραμοῦσα τονιστέον. T

### book 27

〈ἐπ’〉 ἀτρύγετον 〈πόντον〉: ἄβυσσον, τρύγα μὴ ἔχοντα·

### book 27.1

ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης „ἀκάρπιστα πεδία“ (cf.

### book 27.2

Phoen. 210) λέγων τὴν θάλασσαν. A b (BCE3E4)T καὶ οἱ μὲν τὸ

### book 27.3

Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ ὑπὲρ τὴν †εὔκρατον† θάλασσαν.

### book 27.5.1

τινὲς δέ φασιν ἐπὶ Παλ〈λ〉ήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα

### book 27.5.2

πλανηθῆναι. A T

### book 28.1

〈Κόων δ’ εὖ ναιομένην:〉 ἢ διὰ τὸ ὄνομα· ἢ διὰ τὴν πρὸς

### book 28.2

ἀλλήλους ὁμόνοιαν, ἥτις δυσεπίβατον ξένοις ἐποίει τὴν νῆσον· ἢ πο‐

### book 28.3

λύανδρον. Til

### book 29.1

〈ἀνήγαγον αὖτις:〉 ἢ πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς

### book 29.2

„ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν“ (μ 234) καὶ „ἐκ Τροίης ἀνιόντα“

### book 29.3

(κ 332). | οἱ δὲ γράφουσιν „ἀπήγαγον αὖτισ“. Til

### book 30.1

〈καὶ πολλά περ ἀθλήσαντα:〉 ἐμφαίνει ὅτι καρτερὰν

### book 30.2

μάχην ἐνίκησεν. Til

### book 31a.1

〈τῶν ς’ αὖτε μνήσω, ἵν’ ἀπολλήξῃς ἀπατάων:〉

### book 31a.2

οὐκ εἶπεν ἀπατώμενος αὐτὸς †παύσασθαι†, ἀλλὰ παύσειν αὐτήν, τὴν

### book 31a

ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπ’ ἐκείνην τρέπων. b(BCE3)Til

### book 31b1

〈ἀπολλήξῃς:〉 διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου. Aim

### book 31b2

δι’ ἑνὸς λ ὀφείλει γράφεσθαι. T Til

### book 32

〈ἴδῃς:〉 „ἴδῃ“ χωρὶς τοῦ ς. Til

### book 33.1

〈ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας:〉

### book 33.2

οὔτε παρὰ Ζηνοδότῳ οὔτε παρ’ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιτ‐

### book 33.3

τός ἐστιν. Aim Til

### book 36-40.1

ἴστω νῦν τόδε Γαῖα—ὀμόσαιμι: ἐπεὶ ἡ

### book 36-40.2

Στὺξ—βουλήσει Διός. | 〈ἀπὸ τοῦ〉 ἴστω νῦν τόδε γαῖα

### book 36-40.3

(36) πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι (40)· ἐνταῦθα γὰρ

### book 36-40.4

στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου. A

### book 36-7.1

ἴστω νῦν τόδε Γαῖα 〈καὶ Οὐρανὸς εὐρὺς

### book 36-7.2

ὕπερθε / καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ〉: κατὰ τῶν προ‐

### book 36-7.3

γόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ

### book 36-7.4

αἰθέρα καλεῖ ὁ ποιητής· b(BCE3E4)T | διὰ τριῶν ἦν γὰρ ἔθος ὀ‐

### book 36-7.5.1

μνύειν, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶ Ἀθηνᾶν· οἱ δὲ Δία Ποσειδῶ

### book 36-7.5.2

Δήμητραν, ὡς Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους (or. 24, 151). καὶ

### book 36-7.5.3

ὁ ποιητὴς „Ζεῦ †πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον“ (Β 371) καὶ

### book 36-7.5.4

„Ζεὺς ξενίη τε τράπεζα / ἱστίη τ’ Ὀδυσῆοσ“ (ξ 158—9). b(BE3E4)T

### book 36

〈τόδε:〉 τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο. b(BCE3E4)Til

### book 38.1

〈δεινότατος:〉 σεβάσμιος· „δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον“

### book 38.2

(Σ 394). b(BCE3E4)Til

### book 39-40.1

νωΐτερον λέχος 〈αὐτῶν / κουρίδιον〉: συμπαθῶς

### book 39-40.2

δελεάζουσα τῆς ἐκ παίδων μίξεως ὑπέμνησεν, b(BCE3E4)T „ὅτε

### book 39-40.3

πρῶτον 〈περ ἐ〉μισγέσθην φιλότητι“ (ϟ 295). T εἰς ὁμόνοιαν δὲ

### book 39-40.4

ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον

### book 39-40.5.1

αὐτὴν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν ὠνόμασεν

### book 39-40.5.2

(sc. Ο 32), ἡ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται οὐκ ἀξιοῦσα

### book 39-40.5.3

ἐκφαυλίζειν τὴν κοινωνίαν· b(BCE3E4)T διὸ καὶ προσέθηκε „τὸ

### book 39-40.5.4

μὲν οὐκ ἂν ἐγώ 〈ποτε〉 μὰψ ὀμόσαιμι“ (40), ἀξιοπιστίαν προσφέρουσα

### book 39-40.5.5

τῷ λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς (cf. Ο 47). T

### book 41a1.1

μὴ δι’ ἐμὴν ἰότητα: ὅτι παρακέκρουσται τὸν ὅρκον·

### book 41a1.2

οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ

### book 41a1.3

μέντοι συνεργεῖ κατακοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή

### book 41a1.4

ἀντὶ ἀρνήσεως τῆς οὔ. A

### book 41a2

τὸ δὲ μή ἀντὶ τοῦ οὔ. T

### book 41b.1

μὴ δι’ ἐμὴν ἰότητα: ἐσοφίσατο τὸν Δία, οὐ περὶ †ὧν

### book 41b.2

ἀπολογουμένη τῆς ἀπάτης, ἀλλὰ δι’ ὃ χολᾷ, τούτου ἑαυτὴν ἀλ‐

### book 41b.3

λοτριώσασα· καὶ μειδιᾷ Ζεύς (cf. Ο 47). T

### book 41-2.1

μὴ δι’ ἐμὴν ἰότητα 〈Ποσειδάων ἐνοσίχθων /

### book 41-2.2

πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει〉: ἀντὶ

### book 41-2.3

τοῦ οὐ δι’ ἐμὴν γνώμην {ποσειδῶν ἕλλησι βοηθεῖ}. | ἴστω Γῆ καὶ

### book 41-2.4

Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκοι· οὐ δι’ ἐμὴν γνώμην Ποσειδῶν Ἕλ‐

### book 41-2.5.1

λησι βοηθεῖ. πληρέστατος δ’ ἂν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι

### book 41-2.5.2

ἢ ὥς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵν’ ᾖ τοιαύτη ἡ φράσις· ἴστω Γῆ

### book 41-2.5.3

καὶ Οὐρανὸς ὅτι μὴ δι’ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λεί‐

### book 41-2.5.4

πει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ „ἴστω νῦν Ζεὺς πρῶ‐

### book 41-2.5.5

τα· / ἦ μέν τοι τάδε πάντα τελείεται“ (τ 303. 305). τάχα οὖν καὶ διὰ

### book 41-2.10.1

τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ

### book 41-2.10.2

ἔλλειψις. A

### book 44a.1

τειρομένους δ’ ἐπὶ νηυσὶν 〈ἰδὼν ἐλέησεν Ἀχαι‐

### book 44a.2

ούσ〉: ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ

### book 44a.3

οὕτως ἐφέρετο „κτεινομένους {δ’ ἐπὶ νηυσὶν ἰδών}“. καὶ ἔστιν ἐμφατι‐

### book 44a.4

κώτερον τοῦ τειρομένους. | ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγε‐

### book 44a.5.1

ται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως

### book 44a.5.2

Ἡρακλέων (fr. 10 Β.). A

### book 44b.1

τειρομένους δ’ ἐπὶ νηυσὶ〈ν ἰδὼν ἐλέησεν Ἀχαι‐

### book 44b.2

ούσ〉: ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ ὑπεραπολογεῖται Ποσειδῶνος.

### book 44b

b(BCE3E4)T

### book 45a.1

καὶ κείνῳ: ἐκ πλήρους Ἀρίσταρχος τὸν καὶ σύνδε‐

### book 45a.2

σμον. Ail

### book 45b.1

καὶ κείνῳ 〈ἐγὼ παραμυθησαίμην〉: ἐκ πλήρους

### book 45b.2

ἐστὶν ὁ καί, | ὡς καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν. T

### book 45c.1

παραμυθησαίμην: παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος

### book 45c.2

καὶ αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι ὡς κἀκείνῳ

### book 45c.3

παραινεῖν. b(BCE3E4)T

### book 46.1

〈τῇ ἴμεν, ᾗ κεν δὴ σὺ ... ἡγεμονεύῃς:〉 ταύτῃ πο‐

### book 46.2

ρεύεσθαι, ᾗ ἂν κελεύῃς σύ, καὶ ἐν παντὶ σοὶ ἡγεμόνι χρῆσθαι. b(BCE3)

### book 46.3

Til

### book 47a1.1

μείδησεν: ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ

### book 47a1.2

ὑπὲρ Ποσειδῶνος ἢ διὰ τὸ ἰδεῖν αὐτὴν δείσασαν καὶ τὰ θυμήρη αὐτῷ

### book 47a1.3

ἐπαγγελλομένην. ἐνήργει δὲ ἄρα ὁ κεστός. T

### book 47a2.1

ἢ διὰ τὸ καὶ ὑπὲρ Ποσειδῶνος ἀπολογήσασθαι ἢ μᾶλλον

### book 47a2.2

διὰ τὸ λέχος. ἐνήργει δὲ ἄρα ὁ κεστός. b(BCE3E4)

### book 49a1.1

〈δὴ σύ γ’ ἔπειτα:〉 ἐκ παραλλήλου τὸ ἔπειτα ἀντὶ

### book 49a1.2

τοῦ δή· „δὴ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο“ (ε 391). b(BCE3E4)T

### book 49a2

περιττεύει τὸ ἔπειτα. Aint

### book 49b1.1

〈βοῶπι:〉 Ἀριστοφάνης μετὰ τοῦ ς „βοῶπισ“· καὶ

### book 49b1.2

ἔστιν εὐφραδέστερον. Aim

### book 49b2

βοῶπις: οἱ μὲν „βοῶπι“, Ἀριστοφάνης δὲ βοῶπις·

### book 49b2

καὶ ἔστιν εὐφραδέστερον. T

### book 50a.1

ἶσον ἐμοὶ φρονέουσα: ἀντὶ τοῦ ὁμονοοῦσα b(BCE3)T

### book 50a.2

καὶ ταὐτὸ βουλομένη. b(BCE3)

### book 50b

〈μετ’ ἀθανάτοισι:〉 γράφεται καὶ „ἐν ἀθανάτοισι“. T

### book 50c.1

〈ἀθανάτοισι καθίζοις:〉 ἐν τοῖς εἰκαιοτέροις „ἀθανά‐

### book 50c.2

τοισι θεοῖσι“. Aim

### book 50d

καθίζοις: ἀπὸ μέρους ἀντὶ τοῦ εἴης. T

### book 51

τῷ: ἀντὶ τοῦ ὁμοίως. b(BCE3)Til

### book 52a.1

αἶψα μεταστρέψειε νόον 〈μετὰ σὸν καὶ ἐμὸν

### book 52a.2

κῆρ〉: τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ

### book 52a.3

Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς. A

### book 52b.1

μετὰ σὸν καὶ ἐμὸν κῆρ: ὑπαλλακτικῶς εἶπεν, ἀντὶ

### book 52b.2

τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα. b(BCE3E4)T

### book 53.1

〈ἐτεόν γε:〉 οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστο‐

### book 53.2

φάνης. Aint

### book 54a1

〈κάλεσσον:〉 ἐν ἄλλῳ „κέλευσον“. Aim

### book 54a2

γράφεται καὶ „κέλευσον“. Til

### book 55.1

〈Ἀπόλλωνα〉 κλυτότοξον: τινὲς „κλυτὸν αὐδήν“. οὐκ

### book 55.2

οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα, ἀλλὰ κιθαρίζοντα (cf. Α 603). T

### book 56a.1

ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν: ἀπὸ τούτου ἕως

### book 56a.2

τοῦ „λισσομένη τιμῆσαι“ (Ο 77) ἀθετοῦνται στίχοι εἴκοσι δύο, ὅτι

### book 56a.3

οὐκ ἀναγκαίως παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ

### book 56a

κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς. καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον

### book 56a.5.1

πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν, ὄφρ’ ἡ

### book 56a.5.2

μὲν μετὰ λαὸν Ἀχαιῶν. ψεῦδος δὲ καὶ τὸ „φεύγοντες δ’ ἐν νηυσὶ

### book 56a.5.3

πολυκλήϊσι πέσωσι / Πηλείδεω Ἀχιλῆοσ“ (Ο 63—4)· οὔτε γὰρ πα‐

### book 56a.5.4

ραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν οὔτε τὸν Πάτροκλον ἀνέστησεν

### book 56a.5.5

ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ „πέσωσιν“ (Ο 63) οὐχ Ὁμηρι‐

### book 56a.10.1

κόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· „ἔφαντο

### book 56a.10.2

γὰρ οὐκέτ’ Ἀχαιούς / σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι〈ν〉 πεσέε‐

### book 56a.10.3

σθαι“ (Μ 125—6); ἡ δὲ παλίωξις (cf. Ο 69) οὐχ Ὁμηρικῶς παρείλη‐

### book 56a.1

πται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρ’ αὐτῷ ἡ φυγή, ἀλλ’ ὅταν ἐκ

### book 56a.2

μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φη‐

### book 56a.15.1

σὶν „εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηται“ (Μ 71). ἀσύνηθες δὲ

### book 56a.15.2

καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν, „Ἴλιον αἰπὺ ἕλοιεν“ (Ο 71)· πάν‐

### book 56a.15.3

τοτε γὰρ θηλυκῶς λέγει. ἐν δὲ τῷ „λισσομένη τιμῆσαι“ (Ο 77) φησὶν

### book 56a.15.4

ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα „πτολίπορθον“ εἴρηκεν, ἀλλὰ

### book 56a.15.5

„ποδάρκη“ (cf. Α 121 al.) καὶ „ποδώκη“ (cf. Θ 474 al.). A

### book 56b.1

ὄφρ’ ἡ μὲν μετὰ λαόν: ἀθετοῦνται ὡς περισσοὶ εἴκοσι

### book 56b.2

δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν

### book 56b.1

Ἀχιλλέως (cf. Ο 63—4). καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα (cf. Ο

### book 56b.2

67), τί ἐκεῖ (sc. Π 433—8) οἰκτίζεται; καὶ ἡ παλίωξις (cf. Ο 69) οὐκ

### book 56b.5.1

ὀρθῶς· ἀφ’ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ

### book 56b.5.2

„Ἀθηναίης διὰ βουλάσ“ (Ο 71)· διὰ τί γὰρ μὴ δι’ Ἥρας, καίτοι παρ‐

### book 56b.5.3

ούσης; —ῥητέον οὖν ὅτι σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς

### book 56b.5.4

Ὀδυσσεὺς προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηστηροκτονίαν (sc. π

### book 56b.5.5

267—307), ἀλλ’ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται.

### book 56b.10.1

ἔστι δὲ τῇ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ’ οὖν γε χαρᾶς περιποιητικὰ

### book 56b.10.2

τὰ λεγόμενα. b(BCE3E4)T πεσεῖν δὲ εἰς τὰς ναῦς (cf. Ο 63—4)

### book 56b.10.3

ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν ‘ἐνέπεσεν εἰς τὰς χεῖράς σου‘.

### book 56b.10.4

οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (cf. Χ 168—76). πόθεν δὲ

### book 56b.10.5

δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε „†ἀθη‐

### book 56b.15.1

ναίη†“ (Ο 71), ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε (cf. θ 493). πρὸς

### book 56b.15.2

δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγρα‐

### book 56b.15.3

φῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν

### book 56b.15.4

νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχα‐

### book 56b.15.5

νόντων ὅτι οἱ ταῦτα πράξαντες κρατηθήσονται; b(BE3E4)T

### book 56c.1

〈ὄφρ’ ἡ μέν:〉 πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ

### book 56c.2

„ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς / τοὺς μὲν ὀρινομένουσ“ (Ο 6—7). Til

### book 56-77.1

〈ὄφρ’ ἡ μὲν μετὰ λαὸν—πτολίπορθον:〉

### book 56-77.2

καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο. Aint

### book 58.1

〈τὰ ἃ〉 πρὸς δώματα: δύναται εἰς Ὄλυμπον λέγειν·

### book 58.2

φησὶ γοῦν „ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα“ (Ο 161)· „γαῖα δέ

### book 58.3

τοι ξυνὴ καὶ μακρὸς Ὄλυμποσ“ (Ο 193)· καὶ ὁ Κύκλωψ „εὔχετο,

### book 58

χεῖρ’ ὀρέγων εἰς οὐρανόν“ (ι 527). T

### book 63-4.1

〈φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι /

### book 63-4.2

Πηλεΐδεω Ἀχιλῆος:〉 ὅτι ψεῦδος. Aint

### book 63.1

〈πέσωσι:〉 ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ πέσωσι· „καὶ νύ κεν ἐν

### book 63.2

νήεσσι πέσον φεύγοντες Ἀχαιοί“ (Λ 311). Til

### book 64a.1

〈Πηλεΐδεω Ἀχιλῆος:〉 τινὲς λέγουσι λείπειν τὸ ἕνεκα·

### book 64a.2

διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον. Til

### book 64b.1

〈Πηλεΐδεω Ἀχιλῆος:〉 ὁ δ’ ἀνστήσει ὃν ἑταῖ‐

### book 64b.2

ρον: οὕτως ἀνστήσει ὃν 〈ἑταῖρον〉 αἱ Ἀριστάρχου, τινὲς δὲ

### book 64b.3

„ἀνστήσειεν ἑταῖρον“ διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ Πηλεΐδεω

### book 64b.4

Ἀχιλῆος ἕως τοῦ „λισσομένη τιμῆσαι“ (Ο 77) οὐδ’ ὅλως ἔγρα‐

### book 64b.5

φεν. A

### book 64c.1

〈Πηλεΐδεω Ἀχιλῆος·〉 ὁ δ’ ἀνστήσει Πάτροκλον:

### book 64c.2

Ζηνόδοτος ἐνθένδε ἕως τοῦ „λισσομένη“ (Ο 77) οὐδὲ ἔγραφεν· ἐοίκασι

### book 64c.3

γὰρ Εὐριπιδείῳ προλόγῳ ταῦτα. ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί,

### book 64c.4

ἐὰν ἄρα, σπέρμα μόνον τιθείς, „κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή“ (Λ 604).

### book 64c.5

τάχα δὲ ὁ ταῦτα ποιήσας καὶ τὸ „ᾠχόμεθ’ ἐς Θήβην“ (Α 366) καὶ τὸ

### book 64c

„ἤρξατο δ’ ὡς πρῶτον Κίκονας δάμασ’“ (ψ 310) 〈ἐποίησεν〉. T

### book 69-70a1.1

ἐκ τοῦ δ’ ἄν τοι 〈ἔπειτα παλίωξιν παρὰ

### book 69-70a1.2

νηῶν / αἰὲν ἐγὼ τεύχοιμι διαμπερές:〉 οὐ τοῦ νῦν, ἀλλὰ μετὰ

### book 69-70a1.3

τὸ ἀπολέσθαι Πάτροκλον. τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν

### book 69-70a1.4

τῶν νηῶν παλίωξιν καλοῦσιν. T

### book 69-70a2.1

οὐ πρὸ τοῦ Ἀχιλλέα ἐξελθεῖν· ἢ καὶ μετὰ τὸ ἐξελθεῖν,

### book 69-70a2.2

ἀλλὰ b(BCE3) μετὰ τὸ τελευτῆσαι Ἕκτορα· b(BCE3E4) ἐξελ‐

### book 69-70a2.3

θόντος γὰρ Ἀχιλλέως οὐκ ἦν παλίωξις. b(BCE3)

### book 69

〈παλίωξιν:〉 ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις. Aim

### book 70.1

〈αἰὲν ἐγὼ τεύχοιμι διαμπερές:〉 τουτέστιν εἰς τὸ αὐτὸ

### book 70.2

αὐτὴν ἐάσω καὶ ἄλλην οὐ ποιήσω παλίωξιν. b(BCE3E4)

### book 71a.1

〈Ἴλιον αἰπύ:〉 ὅτι νῦν μόνως οὐδετέρως εἴρηται

### book 71a.2

Ἴλιον. Aint

### book 71b.1

〈Ἴλιον αἰπὺ ἕλοιεν:〉 †ἀρίσταρχος† „Ἴλιον ἐκπέρ‐

### book 71b.2

σωσιν“. Aim

### book 71c

Ἴλιον αἰπὺ 〈ἕλωσιν〉: ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής.

### book 71c.1

b(BCE3E4)T νῦν οὖν οὐκ ἀπὸ μόνης τῆς πόλεως, ἀλλ’ ὅλου

### book 71c.2

〈τοῦ〉 τόπου καλεῖ. b(BCE3E4) τινὲς δὲ „Ἴλιον ἐκπέρσωσιν“.

### book 71c

b(BCE3E4)T

### book 72a

〈παύω:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς παύω. Aim

### book 72b1.1

παύω: οὕτως ἄνευ τοῦ ς. | διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν;

### book 72b1.2

†ὃ προσποιήσηι† τὴν ἱκετείαν Θέτιδος, †διὰ τὴν Ἥραν. T

### book 72b2.1

ἄνευ τοῦ ς οἱ περὶ Ἡρωδιανόν. b(BCE3) | διὰ τί δὲ χολᾷ

### book 72b2.2

τοῖς Ἕλλησιν οὕτως; προσποιεῖται τελειῶσαι τὴν ἱκετείαν Θέτιδος,

### book 72b2.3

καὶ ἵνα μὴ πάλιν αὐτὸν ἡ Ἥρα ἱκετεύσῃ, ἀπεφήνατο οὕτως. b(BCE3E4)

### book 73.1

〈ἀμυνέμεν〉 ἐνθάδ’ ἐάσω: ἔδει εἰπεῖν ‘ἐν τῇ μάχῃ‘·

### book 73.2

ἄκυρον γὰρ τὸ ἐνθάδε. b(BCE3E4)T πρὸς σύγκρισιν οὖν

### book 73.3

Ὀλύμπου τὸ ἐνθάδε· πλησιαιτέρα γὰρ Ὀλύμπου ἡ Ἴδη ὡς πρὸς

### book 73.4

Ἴλιον. b(BCE3E4)

### book 75a.1

ὥς οἱ ὑπέστην πρῶτον: καὶ μὴν Θέτιδι ὑπέσχετο (sc.

### book 75a.2

Α 528—30)· 〈διὸ〉 Ἀρίσταρχος ἀθετεῖ τὸ „τίμησας μὲν ἐμέ“ (Π 237)·

### book 75a.3

οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς. T

### book 75b.1

κάρητι: τινὲς ἀπὸ τοῦ κάρη· Ἀρίσταρχος κάρης ὡς

### book 75b.2

„Δάρησ“ (Ε 9), ἵν’ ᾖ ἀρσενικῶς. T

### book 77a.1

〈Ἀχιλλῆα πτολίπορθον:〉 ὅτι οὐδαμοῦ τὸν Ἀχιλλέα

### book 77a.2

πτολίπορθον. Aint

### book 77b.1

〈πτολίπορθον:〉 Ὀδυσσέα μόνον οὕτω καλεῖ διὰ τὴν

### book 77b.2

Ἴλιον. ἀλλὰ καὶ ἀλλαχοῦ λέγει “αὐτὰρ ὅ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτο‐

### book 77b.3

λίπορθον“ (Φ 550)· ἐπόρθησε γὰρ εἴκοσι πόλεις. T

### book 78.1

ὣς ἔφατ’ οὐδ’ ἀπίθησε 〈θεὰ λευκώλενος Ἥρη〉:

### book 78.2

τινὲς μετὰ τοῦτον γράφουσι „Ζῆν’ ὑποταρβήσασα· νόος δέ οἱ ἄλλα

### book 78

μενοίνα“ (= Ο 78 a). T

### book 79.1

βῆ δὲ κατ’ Ἰδαίων: Ζηνόδοτος „βῆ δ’ ἐξ Ἰδαίων“.

### book 79.2

ἀπὸ ἴσου γὰρ ἐπὶ τὸ ἴσον ἡ δίοδος. T

### book 80-2.1

ὡς δ’ ὅταν ἀΐξῃ νόοσ〈—μενοινήσειέ τε

### book 80-2.2

πολλά〉: ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον „ἠὲ νόημα“

### book 80-2.3

(η 36)· ἐνθάδε δὲ καὶ ἐπεξειργάσατο διὰ τὸ τάχος καὶ οὐ παντὶ νῷ

### book 80-2.4

προσάπτει τὸν λόγον, ἀλλὰ πλάνητος ἀνδρός. b(BCE3E4)T

### book 80.1

ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος: ὅτι τὸ θεῖον τάχος τῆς

### book 80.2

ἐπιπτήσεως τῶν τόπων τῇ κατὰ διάνοιαν κινήσει ἀντιπαρέθηκεν

### book 80.3

ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ „διέπτατο δ’ ὥστε νόημα“ ἐκ

### book 80.4

τούτων καὶ τῶν κατὰ τὴν Ὀδύσσειαν (η 36) σύγκειται „τῶν νέες

### book 80.5

ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα“, οὐκ ὂν παρ’ οὐδενὶ ποιητῇ. A

### book 80.1

ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ: ὥσπερ δὲ νοῦς ἀνδρὸς—εἰς τὸν

### book 80.2

Ὄλυμπον. A

### book 82a.1

〈ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήσειέ τε πολλά:〉 οὕτως

### book 82a.2

Ἀρίσταρχος ἔνθ’ εἴην μετὰ νοῦ ν, καὶ διὰ τῶν δύο η〈η〉, „μενοι‐

### book 82a

νήῃσί τε“. A

### book 82b

ἔνθ’ εἴη〈ν ἢ ἔνθα〉: Ἀρίσταρχος „εἴη〈ν〉“ ἀντὶ τοῦ

### book 82b.1

πορευθείη〈ν〉 ἐκ τοῦ εἶμι, τοῦ ἀνδρὸς δηλονότι λέγοντος ‘ἐκεῖ ἀπέλ‐

### book 82b.2

θοιμι ἢ ἐκεῖ‘. T

### book 82c.1

ἄλλως· ἔνθ’ εἴην ἢ ἔνθα: τὸ εἴην σὺν τῷ ν Ἀριστάρ‐

### book 82c.2

χειοι, καὶ σημαίνειν τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου

### book 82c.3

‘οἷον πορευοίμην‘. ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πο‐

### book 82c.4

ρευθείην. T

### book 82d1.1

μενοινήσειέ τε πολλά: ὁ ἀνὴρ δηλονότι πολλὰ μέρη

### book 82d1.2

τῆς γῆς ἐννοήσεται. T

### book 82d2.1

μενοινήσειε (δηλονότι ὁ ἀνήρ) πολλὰ μέρη τῆς γῆς, καὶ

### book 82d2.2

νοήσει, ἐν οἷς ἔσται καὶ πορεύσεται. b(BCE3E4)

### book 84-5.1

ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλ‐

### book 84-5.2

θεν 〈/ ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ〉: ἐν ἀσχολίᾳ ὄντες μακα‐

### book 84-5.3

ρίως εὐωχούμενοι διάγουσι καὶ ἐν τῇ Α (533), „Ζεὺς δὲ ἑὸν πρὸς δῶμα·

### book 84-5.4

θεοὶ δ’ ἅμα πάντες ἀνέσταν“, ὡς ἐν Διὸς ἀφωρισμένου αὐτοῖς τόπου

### book 84-5.5

τοιούτου πρὸς τὰς εὐωχίας. οἱ δὲ πρὸς τῷ Ὀλύμπῳ. T

### book 86a.1

καὶ δεικανόωντο δέπασσιν: Ἀρίσταρχος σημειοῦται

### book 86a.2

ὅτι οὕτως μόνως γραπτέον δέπασσι: φησὶ γοῦν ἐν τοῖς ἑξῆς „Θέ‐

### book 86a.3

μιστι δὲ καλλιπαρῄῳ / δέκτο δέπασ“ (Ο 87—8). ἐν ἐνίοις δὲ „κάλεόν τέ

### book 86a.4

μιν εἰς ἓ ἕκαστοσ“, οὐκ εὖ· ἰδίαν γὰρ ἔχει καθέδραν. πῶς οὖν πρὸς ἑαυ‐

### book 86a.5.1

τὸν ἕκαστος καλεῖ; ἐπὶ μὲν τῆς Ἴριδος ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους

### book 86a.5.2

παραγεγονυίας (cf. Ψ 203). ἀλλὰ μὴν οὐδ’ „ἐπέεσσι“ γραπτέον· ἐπι‐

### book 86a.1

δίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον (sc. Ο 87—8). ὁ δὲ Θρᾷξ Διο‐

### book 86a.2

νύσιος (fr. 16 L.) παρακεῖσθαί φησι τὸ σημεῖον, ὅτι διὰ παν‐

### book 86a.3

τὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν

### book 86a.10.1

ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ „οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστε‐

### book 86a.10.2

ρον εἶναι / ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ“ (ι 5—6). A

### book 86b.1

καὶ δεικανόωντο δέπασσιν: ἐπὶ τοῦ ἐρωτικοῦ συμ‐

### book 86b.2

ποσίου „κάλεόν τέ μιν εἰς 〈ἓ〉 ἕκαστοσ“ (Ψ 203)· ἀκροθώρακες γὰρ ὄν‐

### book 86b.3

τες εἰς ἐρωτικὰ ἐκεκίνηντο. T

### book 86c.1

〈δέπασσιν:〉 ταὐτὰ ὁ Δίδυμος (p. 116 Schm.) τῷ Ἀρι‐

### book 86c.2

στονίκῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι. Aint

### book 86d1.1

〈δέπασσιν:〉 τινὲς {δὲ} ἀντὶ τοῦ δέπασσιν „ἐπέεσσι“

### book 86d1.2

γράφουσιν. ἐλέγχονται δὲ ὑπὸ τοῦ „Θέμιστι δὲ δέκτο δέπασ“ (cf.

### book 86d1.3

Ο 87—8). T

### book 86d2.1

οἱ περὶ Ζηνόδοτον ἀγνοήσαντες „ἐπέεσσι“ γράφουσιν.

### book 86d2.2

ἐλέγχονται δὲ φανερῶς ὑπὸ τοῦ „Θέμιστι δὲ δέκτο δέπασ“. b(BCE3)

### book 87a.1

〈ἔασε:〉 παρῃτήσατο, „τὸν δ’ ἐχθρὸν ἐᾶσαι“ (Hsd. opp.

### book 87a.2

342). Til

### book 87b.1

〈Θέμιστι:〉 ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται,

### book 87b.2

ἀντὶ τοῦ παρὰ Θέμιδος. Aim

### book 87c

〈Θέμιστι:〉 θεσμός, Θέμις. Til

### book 88a.1

δέκτο δέπας: οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην

### book 88a.2

προὔκρινεν, ἀλλ’ ἔφθασε, φησί, τοὺς λοιπούς· διὸ παρ’ αὐτῆς λαμβά‐

### book 88a.3

νει τὸ δέπας. b(BCE3)T

### book 88b1

θέουσα: ἄμεινον „φέρουσα“. ἀκατάστατον †δὲ† τὸ

### book 88b1

θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν τηρεῖν. T

### book 88b2.1

γράφουσι μέν τινες θέουσα, ἄμεινον δὲ τὸ „φέρουσα“·

### book 88b2.2

ἀκατάστατον γὰρ τὸ θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει

### book 88b2.3

δὲ τὴν τάξιν ἀεὶ τηρεῖν. b(BCE3E4)

### book 90a

〈τίπτε βέβηκας:〉 λείπει τὸ οὕτως. Til

### book 90b.1

ἀτυζομένῃ δὲ ἔοικας: συμβάλλεται πρὸς τὴν ἀθέτησιν

### book 90b.2

τῶν πρώην (sc. versuum Ο 56—77)· εἰ γὰρ ἦν ἀκούσασα τὰ περὶ τῆς

### book 90b.3

ἁλώσεως, οὐκ ἂν κατεπλήχθη. τάχα δὲ τεταραγμένη ὑπέστρεψε δι’

### book 90b.4

ὑπόμνησιν τῆς ἀτιμίας (cf. Ο 18—22). T

### book 91.1

〈ἦ μάλα δή σε φόβησε:〉 οὐ κατὰ προαίρεσιν ἐληλυθέναι

### book 91.2

ἐποίησεν, ἀλλ’ ὅμοιόν τι φυγῇ. b(BCE3E4)Til οἱ δὲ ὁμοίως

### book 91.3

ἡμῖν. Til

### book 92.1

〈θεὰ λευκώλενος Ἥρη:〉 ἐν ἄλλῳ „βοῶπις πότνια

### book 92.2

Ἥρη“. Aim

### book 93.1

〈οἶσθα καὶ αὐτή:〉 πόθεν; ἢ ὅτι συνῴκησεν αὐτῷ (cf.

### book 93.2

Hsd. th. 901—6). ἀλλὰ κουριδίους αὐτούς φησιν (cf. Ξ 295 et Ο 40). Til

### book 94a

〈ἐκείνου:〉 Ἀρίσταρχος „κείνου“ Ἰακῶς. Aim

### book 94b.1

ὑπερφίαλος: ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ

### book 94b.2

ὑπέρσπονδος, βέλτιον δὲ ὁ ὑπέρμετρος. ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου·

### book 94b.3

„οὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ’ ἡμῖν“ (φ 289) ἀντὶ τοῦ

### book 94b

ἀγαθοῖς. A

### book 94c.1

ὑπερφίαλος: ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις· καὶ νῦν μὲν

### book 94c.2

ἐπὶ ψόγου κεῖται ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου·

### book 94c.3

„ὑπερφιάλοισι μεθ’ ἡμῖν / δαίνυσαι“ (φ 289—90), b(BCE3E4)T

### book 94c.4

εἰ μὴ λέγει, οὓς σὺ φῂς εἶναι ὑπερφιάλους. T

### book 94d1.1

ἀπηνής: ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν εἰς ἅ τις

### book 94d1.2

βούλεται, b(BCE3E4) ἢ τῶν ἡνίων τῆς χρηστότητος. b(BCE3)

### book 94d2

ἄπωθεν τοῦ νεύειν ἢ τῶν ἡνίων. Til

### book 95.1

ἄρχε θεοῖσι 〈... δαιτὸς ἐΐσησ〉: παρὰ γὰρ ἀνθρώ‐

### book 95.2

ποις πολλὰ διὰ μέθην ἄτοπα γίνεται. b(BCE3E4)T διδάσκει δὲ

### book 95.3

ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις σῴζεσθαι. b(BE3E4)Til

### book 96.1

〈μετὰ πᾶσιν ... ἀθανάτοισιν:〉 ἀντὶ τοῦ μετὰ πάντων

### book 96.2

ἀθανάτων. b(BCE3E4)T

### book 97a.1

οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: δύναται καὶ

### book 97a.2

καθ’ ἑαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵν’ ᾖ θαυμαστικὸς ὁ λόγος.

### book 97a.3

βέλτιον δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω „οἶσθα καὶ αὐτή, / οἷος ἐκείνου

### book 97a.4

θυμόσ“ (Ο 93—4). A

### book 97b.1

πιφαύσκεται: ἐνδείκνυται, οὐ κρυφίως ποιεῖ. b(BCE3E4)

### book 97b.2

T ὑπερβολικῶς δέ φησιν ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός,

### book 97b.3

b(BE3E4)T ὡς „ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον“ (Α

### book 97b.4

184). T

### book 97-9.1

〈οὐδέ τί φημι / — /〉 οὔτε θεοῖς, εἴπερ τις

### book 97-9.2

ἔτι νῦν δαίνυται εὔφρων: ὁ νοῦς· οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ

### book 97-9.3

τῶν πάντων θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ

### book 97-9.4

παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι. A

### book 98

〈κεχαρησέμεν:〉 χαροποιήσειν. b(BCE3)Til

### book 99a

〈οὔτε θεοῖς:〉 πρὸς τὸν Ἄρην ταῦτα δι’ Ἀσκάλαφον (cf.

### book 99a

Ο 110—2). b(BCE3E4)T

### book 99b.1

εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων: ἠθικῶς εἴγε

### book 99b.2

ὅλως φιλεῖτε ὑμεῖς εὐωχεῖσθαι εὐφραινόμενοι τὴν ψυχήν. δολερὸν δὲ καὶ

### book 99b.3

γυναικεῖον ἐνέφηνεν ἦθος· ἀδικήσασα γὰρ Δία ἐπ’ αὐτοῦ μὲν ἀπολο‐

### book 99b.4

γεῖται, νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία „ὑπερφίαλον“ (cf. Ο 94)

### book 99b.5

καλεῖ καὶ ἐπανίστησιν αὐτῷ τοὺς θεούς. b(BCE3E4)T

### book 101.1

〈ὄχθησαν:〉 ἐμετεωρίσθησαν· ἢ ἐβαρύνθησαν b(BCE3E4)

### book 101.2

Til ὡς ὄχθων προσκειμένων· Til ἢ ἠχθέσθησαν, παρὰ τὸ

### book 101.3

ἄχθος. b(BCE3E4)T

### book 101-3a1.1

ἡ δὲ γέλασσε / χείλεσιν, 〈οὐδὲ— / ἰάνθη〉:

### book 101-3a1.2

οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις μὴ ἐκ διαθέσεως καὶ κρί‐

### book 101-3a1.3

σεως γελᾷ. | οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως ὁ μετὰ

### book 101-3a1.4

δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καὶ τὸν Ἄρη δὲ ὑπομιμνῄσκει

### book 101-3a1.5.1

τοῦ υἱοῦ (cf. Ο 110—2) φοβοῦσα, ἵν’ αὐτὸν ἀποστήσῃ τῆς τῶν

### book 101-3a1.5.2

Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς. A

### book 101-3a2.1

οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως b(BCE3)T ὁ μετὰ

### book 101-3a2.2

δηγμοῦ τῆς καρδίας γινόμενος. b(BCE3E4)T

### book 103a1.1

ἰάνθη: διεχύθη. | Σοφοκλῆς (fr. 816 N.2 = 902 P. = 902 R.) „ὡς

### book 103a1.2

ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ“. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν, „αἶψα

### book 103a1.3

δ’ ἰαίνετο κηρόσ“ (μ 175). θερμὰ δὲ τὰ ἡδέα. T

### book 103a2

διεχύθη, | ἐκινήθη, b(BCE3E4) ἰαίνεται δὲ δηλονότι

### book 103a2

χαῖρον. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν. b(BE3)

### book 103b.1

πᾶσιν δὲ νεμεσσηθεῖσα 〈μετηύδα〉: πᾶσι μεμψα‐

### book 103b.2

μένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς· ἢ τῷ Διῒ μεμφομένη ἐν

### book 103b.3

πᾶσιν ηὔδα. b(BCE3E4)T

### book 104a1.1

μενεαίνομεν 〈ἀφρονέοντεσ〉: τινὲς „ἐριδαίνομεν ἀ‐

### book 104a1.2

φρονέοντι“. T

### book 104a2

κατ’ ἔνια τῶν ὑπομνημάτων „†ἀφρονέοντα“. Aim

### book 105-6a1.1

ἦ ἔτι μιν μέμαμεν 〈καταπαυσέμεν ἆσσον

### book 105-6a1.2

ἰόντες /〉 ἢ ἔπει ἠὲ βίῃ: ἔφαμεν (sc. ad Ζ 56 al.) τὸν η κατ’

### book 105-6a1.3

ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε (sc. 105).

### book 105-6a1.4

τοὺς μέντοι ἑξῆς (sc. 106) ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι

### book 105-6a1.5

διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡς τὸ „ἢ ἔπει ἢ ἔργῳ“ (Α 504). A

### book 105-6a2.1

†τὸ† πρῶτον η περισπαστέον· ἔστι γὰρ διαπορητικός.

### book 105-6a2.2

τοὺς δὲ ἑξῆς †κλιτέον†· εἰσὶ γὰρ διαζευκτικοὶ b(BCE3)T ἢ πα‐

### book 105-6a2.3

ραδιαζευκτικοί. b(BE3)T

### book 106

{ὁ δ’} ἀφήμενος: ἄπωθεν χωριζόμενος. T

### book 107.1

φησίν: λογίζεται· „οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι“

### book 107.2

(ς 132). ὅτι δὲ οὐ πρὸς πεῖραν, ἀλλὰ πρὸς πειθαρχίαν οἱ λόγοι, δῆ‐

### book 107.3

λον ἐξ ὧν φησιν „οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη;“ (Ο 130).

### book 107.4

b(BCE3E4)T

### book 108.1

κάρτεΐ τε σθένεΐ τε 〈διακριδὸν εἶναι ἄριστοσ〉:

### book 108.2

πρὸς τὸ „τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν“ (Θ 27). ὡς ταπεινόφρονας δὲ

### book 108.1

αὐτοὺς ἐλέγχει, πειράζουσα, εἰ φράξαιντο κατὰ Διός· ὅθεν ἐκείνων

### book 108.2

σιωπησάντων ἐπικερτομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα τόν

### book 108.5.1

τε Ἄρεα ἐπανίστησι τῷ Διῒ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστη‐

### book 108.5.2

σιν. b(BCE3E4)T

### book 109.1

ἔχετε: ἀνέχεσθε. b(BCE3)T | διδάσκει δὲ στέργειν τὴν

### book 109.2

θείαν διοίκησιν. b(BCE3E4)T τὸ δὲ ὔμμι ἀντὶ τοῦ ὑμῶν.

### book 109.3

b(BCE3)T καὶ ταῦτα δὲ δεῖ νοεῖν ὡς οὐ μόνον περὶ τὸν Ἄρη

### book 109.4

δεινοῦ τινος συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας

### book 109.5

οὔσης προσδοκίας. b(BCE3E4)T

### book 112a.1

〈Ἀσκάλαφος:〉 τινές φασι τὸν Ἀσκάλαφον εἰς Ἑβραίαν

### book 112a.2

τεθάφθαι· διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα, ὃ ἐποίησεν

### book 112a.3

Ἄρης. b(BCE3E4)Til

### book 112b.1

ὅν: ἑαυτοῦ. ἔστι δὲ ὅμοιον τῷ „μήτηρ μέν τέ μέ φησι“

### book 112b.2

(α 215). b(BCE3E4)T

### book 114a.1

ὀλοφυρόμενος: ὁ μὲν κεκίνηται εὐθὺς ὡς ὢν προπετής.

### book 114a.2

καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα δαίμων (cf.

### book 114a

Ο 123—142). b(BCE3E4)T

### book 114b.1

〈ἔπος ηὔδα:〉 οὕτως καὶ ἡ Ἀριστάρχου καὶ αἱ πᾶσαι,

### book 114b.2

ἔπος ηὔδα, οὐ „προσηύδα“. Aim

### book 116a1.1

τίσασθαι φόνον 〈υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν〉:

### book 116a1.2

νῦν ἐστιν ὁ ἀλλοπρόσαλλος· νῦν γὰρ οὐκ ἐπίσταται οὐδ’ ὅποι βα‐

### book 116a1.3

διεῖται. εἰ μὲν οὖν τοῖς Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος φανεῖται,

### book 116a1.4

εἰ δὲ τοῖς Τρωσίν, ὡς πρόσθεν, τοῖς φονεῦσι τοῦ παιδὸς συμβαλεῖται. T

### book 116a2.1

νῦν ἀποδείκνυται ἀλλοπρόσαλλος, μὴ γινώσκων οὐδ’

### book 116a2.2

ὅπη βαδιεῖται· εἰ μὲν γὰρ Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος εὑ‐

### book 116a2.3

ρίσκεται, εἰ δὲ Τρωσίν, οὐκ ἐκδικῶν τὸν υἱόν, ἀλλὰ καὶ τῷ φόνῳ αὐτοῦ

### book 116a2.4

συμβαλλόμενος. b(BCE3E4)

### book 116a3.1

{μὴ νῦν μοι νεμεσήσετ’ ὀλύμπια:} οὗτός ἐστιν ὁ ἀλλοπρόσ‐

### book 116a3.2

αλλος· οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ

### book 116a3.3

ἀδικήματος. A

### book 116b

ἰόντι: οὕτω τὸ τέλειον. τινὲς δὲ ἰόντα. T

### book 117

〈πληγέντι:〉 ἀντὶ τοῦ προβλαφθέντι. Til

### book 118.1

κεῖσθαι ὁμοῦ νεκύεσσιν: ἀντιφράζεται τῷ „αὐτοῦ πή‐

### book 118.2

ματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσ〈σ〉ιν“ (Ε 886)· νεκάδας γὰρ τὰς

### book 118.3

τάξεις τῶν νεκρῶν φασιν. T

### book 119.1

ὥς φάτο καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον

### book 119.2

τε: ὅτι ἀντὶ τοῦ Δείμῳ καὶ Φόβῳ, καὶ A ὅτι ἐντεῦθεν ἡ πλάνη

### book 119.3

γέγονε τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα. AT

### book 119

εἰσὶ δὲ Ἄρεως υἱοί· A ἐν ἄλλοις γὰρ ῥητῶς φησι· „τῷ δὲ Φόβος

### book 119.5.1

φίλος υἱόσ“ (Ν 299). AT τὸ δὲ γένος τῆς ἀμφιβολίας ἔστιν εὑρεῖν

### book 119.5.2

καὶ ἀλλαχῇ· „τόνδε τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν“ (Ε

### book 119.5.3

118), καὶ ἐν Ὀδυσσείᾳ „αἰδὼς δ’ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέε‐

### book 119.5.4

σθαι“ (γ 24), ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν „νέῳ ἀνδρί“. A

### book 121.1

〈μείζων τε καὶ ἀργαλεώτερος:〉 τοῦ πρὸς Ἥραν καὶ

### book 121.2

Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου. b(BCE3E4)Til

### book 122a.1

〈χόλος καὶ μῆνις:〉 ὅτι ἐκ παραλλήλου ὡς ἰσοδυνα‐

### book 122a.2

μοῦντα τὸν χόλον καὶ τὴν μῆνιν. Aint

### book 122b.1

〈χόλος καὶ μῆνις:〉 παραλλήλως· οἱ δὲ χόλος γενι‐

### book 122b.2

κῶς. Til

### book 123a.1

πᾶσι 〈περι〉δείσασα: ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς

### book 123a.2

δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, „ὄφρ’

### book 123a.3

εἰδῇ γλαυκῶπισ“ (Θ 406). b(BCE3E4)T

### book 123b

〈περιδδείσασα:〉 διὰ τοῦ ἑτέρου δ αἱ Ἀριστάρχου. Aim

### book 124

〈ὦρτο δι’ ἐκ προθύρου:〉 ἡ ἔξ πρὸς τὸ ὦρτο. Til

### book 125-6.1

ἀπὸ μὲν κεφαλῆς 〈κόρυθ’ εἵλετο καὶ σάκος

### book 125-6.2

ὤμων, / ἔγχος δ’ ἔστησε—ἑλοῦσα〉: καὶ ἐπὶ Ὀδυσσέως

### book 125-6.3

„αὐτίκ’ ἀπὸ κρατὸς κυνέην 〈εὔτυκτον ἔθηκα /〉 καὶ σάκος ὤμοιϊν, δόρυ

### book 125-6

δ’ ἔκβαλον ἔκτ〈οσ〉ε χειρόσ“ (ξ 276—7). T

### book 127a.1

{χάλκεον} ἡ δ’ ἐπέεσσι 〈καθάπτετο θοῦρον Ἄρηα〉:

### book 127a.2

ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὅμοιον δέ ἐστι τοῦτο τῷ „αὐ‐

### book 127a.3

τὰρ Ἀθηναίη, κούρη Διόσ“, εἶτα „ἡ δὲ χιτῶν’ ἐνδῦσα Διόσ“ (Ε 733.

### book 127a.4

736). | δασυντέον δὲ τὸ ἥ ἄρθρον. δύναται μέντοι καὶ σύνδεσμος

### book 127a.5.1

ἐξακούεσθαι, ἵνα γένηται ‘καὶ ἐπέεσσι καθάπτετο‘. καὶ ἔστιν ὅμοιον

### book 127a.5.2

τοῖς τοιούτοις „βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διαπρό“ (Ε 66)·

### book 127a.5.3

„ἡ δὲ χιτῶν’ ἐνδῦσα“ (Ε 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶς ἀνέγνωσαν,

### book 127a.5.4

ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ „αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσα‐

### book 127a.5.5

το. ἡ δὲ γαλήνη“ (ε 391). ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι,

### book 127a.10

ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει. A

### book 127b.1

ἡ δ’ ἐπέεσσι 〈καθάπτετο θοῦρον Ἄρεα〉: ὅτι ἐξ

### book 127b.2

ἀναλήψεως τὰ ἄρθρα λαμβάνει· ὁμοίως καὶ τὸ „αὐτὰρ Ἀθηναίη, κούρη

### book 127b.3

Διὸς αἰγιόχοιο“, εἶτα „ἡ δὲ χιτῶν’ ἐνδῦσα Διόσ“ (Ε 733. 736). | καθ‐

### book 127b.4

άπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν. ἔστιν οὖν ‘λόγῳ

### book 127b.5.1

προσεφώνει‘. b(BCE3E4)T δῆλον δὲ ὡς ἀφοπλίζουσα τὸν

### book 127b.5.2

Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ σιωπῶσα. T

### book 128a.1

μαινόμενε, φρένας ἠλὲ 〈διέφθορασ〉: μετὰ τὴν πρώ‐

### book 128a.2

την λέξιν στικτέον. μετὰ δὲ τὸ ἠλέ ἀμφίβολος ἡ στιγμή· ἤτοι γὰρ καὶ

### book 128a.3

αὐτὸ προσαγορευτικόν ἐστιν „ὦ φρένας ἠλέ“, εἶτα καθ’ ἑαυτὸ διέ‐

### book 128a.4

φθορας· ἢ συναπτέον ὅλον, ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. | τὸ

### book 128a.5

δὲ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ

### book 128a

ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A

### book 128b1.1

μαινόμενε, φρένας ἠλὲ διέφθορας: οὕτω Πορφύ‐

### book 128b1.2

ριος (1,201,27)· οὐ δεῖ στίζειν εἰς τὸ φρένας ἠλέ, εἶτα καθ’ αὑτὸ

### book 128b1.3

λέγειν διέφθορας, ἀλλ’ ὅλον συνάπτειν τὸ φρένας ἠλὲ διέφθο‐

### book 128b1.4

ρας, ἵν’ ᾖ τὰς φρένας διέφθορας, †ἢ ὠλεέ†. καὶ αὐτὸς δὲ ἐπάγει πρὸς

### book 128b1.5.1

μὲν τὸ μαινόμενε „ἦ νύ τοι αὔτως / οὔατ’ ἀκουέμεν ἐστί“ (Ο

### book 128b1.5.2

128—9), πρὸς δὲ τὸ φρένας ἠλέ „νόος δ’ ἀπόλωλε καὶ αἰδώσ“ (Ο

### book 128b1.5.3

129), ἵν’ ᾖ τὸ ἠλέ θερμέ, πρὸς ὃ ἀνθυπήγαγε τὸ „αἰδώσ“ (Ο 129)· οἱ

### book 128b1.5.4

γὰρ θερμοὶ ἀναιδεῖς. ἠλέ ὡς καλέ, εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή·

### book 128b1.5.5

τὸ γὰρ τέλειον ἠλεέ. ἢ παρὰ τὴν ἄλην, ἢ ὃν πάντες ἀλεόμεθα, ἢ παρὰ

### book 128b1.10

τὸ θερμόν. ἔστιν οὖν ‘φρένας ἠλεέ‘, ὦ πεπλανημένε τὰς φρένας. T

### book 128b2.1

δεῖ στίζειν εἰς τὸ μαινόμενε, τὸ δὲ ἑξῆς ὅλον συνάπτειν,

### book 128b2.2

φρένας ἠλὲ διέφθορας ἤτοι τὰς φρένας, ὦ ἠλέ, ἀπώλεσας. b

### book 128b2.3

(BCE3) τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπὴ εἴτε συγκοπή ἐστι. γίνεται δὲ

### book 128b2.4

παρὰ τὴν ἄλην, ἵν’ ᾖ πεπλανημένε. b(BCE3E4)

### book 128c

〈διέφθορας:〉 Ἀττικοὶ ἐνεργητικῶς φασι τὸ διέφθορας.

### book 128c

νῦν δὲ ἀντὶ τοῦ διέφθαρσαι. Til

### book 128-9.1

ἦ νύ τοι αὔτως / οὔατ’ ἀκουέμεν ἐστίν: εἰς τὸ

### book 128-9.2

μάτην ἀκούειν ἔχεις τὰ ὦτα, οὐ μέντοι τὰ ἀκουόμενα διακρῖναι. b

### book 128-9.3

(BCE3E4)T

### book 130

〈ἀΐεις:〉 αἰσθάνῃ. Til

### book 132.1

〈ἀναπλήσας κακὰ πολλά:〉 οἷον κρατῆρα κακῶν πλη‐

### book 132.2

ρώσας. Til

### book 134a1.1

{αὐτὰρ τοῖς ἄλλοισι} κακὸν μέγα πᾶσι: ἡ Ἀριστοφά‐

### book 134a1.2

νειος κακὸν μέγα πᾶσι, Ζηνόδοτος δὲ „{αὐτὰρ τοῖς ἄλλοισι}

### book 134a1.3

θεοῖς μέγα πῆμα {φυτεῦσαι}“. A

### book 134a2.1

{κακὸν μέγα πᾶσι:} οὕτως ἡ Ἀριστοφάνους, ἡ Ζηνοδό‐

### book 134a2.2

του δὲ „θεοῖς μέγα πῆμα {φυτεῦσαι}“. T

### book 134a3

ἐν ἄλλῳ „†πῆμα φυτεῦσαι“. Aim

### book 134b

〈φυτεῦσαι:〉 γεννῆσαι. Til

### book 137a1.1

μάρψει δ’ ἑξείης, ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί: καὶ

### book 137a1.2

πῶς τοιοῦτος „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544 al.); ἐπιτείνει οὖν

### book 137a1.3

εἰς δέος Ἄρεος· ἢ τὸ περὶ τοὺς ἄρχοντας μιμεῖται πάθος. τὸ δὲ μάρψει

### book 137a1.4

κυρίως τὸ χερσὶ συλλήψεται· μάρη γὰρ αἱ χεῖρες, ἔνθεν καὶ εὐμαρής.

### book 137a1.5

δηλοῖ δὲ καὶ ἁπλῶς τὸ καταλαβεῖν· καὶ „μάρνασθαι“ (Ι 317 al.) τὸ

### book 137a1

διὰ χειρῶν μάχεσθαι. T

### book 137a2.1

κυρίως χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χεὶρ κατὰ Πίνδαρον

### book 137a2.2

(fr. 310 Sn. = 312 Tur.), ὅθεν καὶ εὐμαρές. δηλοῖ δὲ ἁπλῶς καὶ τὸ

### book 137a2.3

καταλαμβάνειν· καὶ „μάρνασθαι“ δὲ τὸ διὰ χειρῶν μάχεσθαι. τάχα

### book 137a2.4

οὖν οὐ τοιοῦτος ὁ Ζεύς, ἀλλ’ εἰς δέος Ἄρεος ἐπιτείνει τὸν λόγον· ἢ τὸ

### book 137a2.5

περὶ τοὺς ἄρχοντας πάθος ἐνδείκνυται. b(BCE3E4)

### book 138a.1

μεθέμεν χόλον υἷος ἑῆος: τοῦ ὑπὲρ τοῦ παιδὸς χόλου.

### book 138a.2

διδάσκει δὲ τὸ μοιρίδιον πρᾴως φέρειν, ὡς καὶ κατὰ θεῶν ἀπαράβατον

### book 138a.3

ὑπάρχον. b(BCE3E4)T

### book 138b.1

υἷος ἑῆος: ὅτι Ζηνόδοτος γράφει „υἷος ἑοῖο“, τοῦτο δὲ

### book 138b.2

ἐν τῷ περί τινος λόγῳ τίθεται. νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ

### book 138b.3

γράφειν ἑῆος. ἠγνόηκε δὲ τὴν λέξιν· ἔστι γὰρ ἑῆος ἀγαθοῦ, καὶ

### book 138b.4

„δωτῆρες ἑάων“ (θ 325). A T | προπερισπαστέον δὲ τὴν υἷος γενι‐

### book 138b.5

κήν. προείρηται (sc. ad Ε 266 a) δέ, πῶς γέγονεν. A

### book 139

〈τοῦ γε:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „τοῦ δέ“. Aim

### book 140.1

πεφήσεται: πέφαμαι, πέφασαι· τοῦτο ποιεῖ μετ’ ὀλίγον

### book 140.2

μέλλοντα πεφάσομαι, ὃ ἐξέτεινε διὰ μέτρον. T

### book 140-1a1.1

ἀργαλέον δέ / πάντων ἀνθρώπων ῥῦσθαι γε‐

### book 140-1a1.2

νεήν τε: ἀδύνατον, „ἡ δὲ μάλ’ ἀργαλέη περάαν“ (Μ 63). ἀδύνατον,

### book 140-1a1.3

φησί, θεῷ, τὴν ἐξ αὐτοῦ γένεσιν ἀνθρωπίνην πᾶσαν σῴζειν. T

### book 140-1a2.1

ἀδύνατον, φησί, πᾶσαν γένεσιν ἀνθρωπίνην θανάτου

### book 140-1a2.2

ῥύεσθαι, ὅπου μηδὲ ἕνα τις ῥύεται· εἰ γὰρ καὶ πρὸς καιρὸν ῥυσθῇ, πά‐

### book 140-1a2.3

λιν φθαρήσεται. b(BCE3E4)

### book 140-1b.1

〈ἀργαλέον δέ / πάντων—γενεήν τε τόκον

### book 140-1b.2

τε:〉 παραμυθητικὰ ταῦτα. Til

### book 141.1

†γενεήν: τόκον. τὸ κοινὸν παράλληλον†. | συστέλλει δὲ ὁ

### book 141.2

Θρᾷξ (fr. 19 Schm.) τὸ ῥῦσθαι· τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι. T

### book 141.1

γενεήν τε τόκον τε: τοὺς γονεῖς καὶ τὸ γένος. δισσολο‐

### book 141.2

γεῖ—κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι. A

### book 142a.1

ἵδρυσε θρόνῳ ἔνι: τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δη‐

### book 142a.2

λοῖ· ἔστι γὰρ ἐνίδρυσεν· b(BCE3E4)T διό τινες οὐκ ἀνέστρεφον

### book 142a.3

τὴν ἐνί. τὸ δὲ ἵδρυσε †συστέλλεται†, ὡς τὸ „ἐπίαχον υἷες

### book 142a.4

Ἀχαιῶν“ (Η 403). T

### book 142b

θρόνῳ ἔνι: ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς

### book 142b

ἐστι〈ν〉 ἐν θρόνῳ, ὁμοίως τῷ „υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι“ (Ο 111). A

### book 143-4a1.1

〈Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο〉 δώματος

### book 143-4a1.2

ἐκτός / 〈Ἶριν τε〉: ὁρῶσα παροξυνόμενον Ἄρεα, ἵνα μὴ ἐπ’ αὐτοῦ

### book 143-4a1.3

πέμπουσα αὐτοὺς ἀναγκασθῇ εἰπεῖν, διὰ τί καλεῖ αὐτούς, καὶ πλέον

### book 143-4a1.4

ἐρεθίσῃ τὸν Ἄρεα, †δῆλον ἡγουμένη†, πότερον κρύφα βούλεται αὐ‐

### book 143-4a1.5

τοῖς διαλεχθῆναι †ἐπὶ πάντων, τὸ ἀσφαλέστατον εἵλετο. T

### book 143-4a2.1

διὰ τί ἐκτὸς αὐτοὺς καλεῖ ὁρῶσα παροξυνόμενον Ἄρην;

### book 143-4a2.2

ἵνα μὴ ἐπὶ αὐτοῦ πέμπουσα αὐτοὺς πλέον αὐτὸν ἐρεθίσῃ ὡς ἐπὶ πόλε‐

### book 143-4a2.3

μον πέμπουσα, εἰκότως ἔξω καλεῖ· λογισαμένη γάρ, πότερον κρύφα ἢ

### book 143-4a2.4

ἐπὶ πάντων αὐτοῖς διαλεχθῇ, τὸ ἀσφαλέστερον αἱρεῖται. b(BCE3E4)

### book 144.1

〈θεοῖσι μετ’ ἄγγελος:〉 θεοῖσι μετά ἐν θεοῖς. οὐκ ἀνα‐

### book 144.2

στρέφεται δὲ διὰ τὴν συναλιφήν. Til

### book 146a1.1

Ζεὺς σφώ: καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτ‐

### book 146a1.2

έστι βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καὶ μεταλαμβάνε‐

### book 146a1.3

ται εἰς τὸ ὑμᾶς. A

### book 146a2.1

ἐγκλιτέον τὴν σφώ· δευτέρου γὰρ προσώπου καὶ μετα‐

### book 146a2.2

λαμβάνεται εἰς τὴν ὑμᾶς. Til

### book 146b.1

{ζεὺς} σφώ: τῆς σφῶϊ ἀποκοπή. καὶ ὀρθὴ μὲν „σφὼ δὲ

### book 146b.2

μάλ’ ἠθέλετον“ (Λ 782), ὥστε οὐ δεῖ ἐγκλίνειν. τινὲς δὲ ἐγκλίνουσιν,

### book 146b.3

ἐπεὶ αἰτιατικὴν δηλοῖ ἀπολελυμένην. T

### book 146c

〈ὅττι τάχιστα:〉 ὡς τάχιστα. Til

### book 147-8a.1

αὐτὰρ ἐπὴν ἔλθητε〈—ἀνώγῃ〉: ἀθετοῦνται

### book 147-8a.2

ἀμφότεροι, ὅτι ἀνηθοποίητοί εἰσι· καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα,

### book 147-8a.3

ὤφειλον ὑπακούειν τῷ Διΐ. καὶ λόγον ἂν εἶχεν ἡ ἐντολή, εἰ κεχαρισμέ‐

### book 147-8a.4

νον τι αὐτῇ ἐπετέλουν καὶ μὴ ἐναντίον ὥστε ἔδει μᾶλλον παρακαλεῖν

### book 147-8a.5

εἰς τὸ παριδεῖν τι τῶν ὑπὸ Διὸς προστασσομένων. A | καὶ Ἀριστο‐

### book 147-8a

φάνης προηθέτει. Aint

### book 147-8b.1

αὐτὰρ ἐπεὶ ἔλθητε〈— /〉 ἔρδειν〈—ἀνώ‐

### book 147-8b.2

γῃ〉: οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν ‘ἄπιτε καὶ ὃ

### book 147-8b.3

ἂν εἴπῃ, τοῦτο ποιήσατε‘· καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἤμελλον παρ‐

### book 147-8b.4

ακούειν Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διῒ τοῖς καθ’ Ἑλλήνων

### book 147-8b.5.1

πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσον‐

### book 147-8b.5.2

τες, ἃ κελεύει Ζεύς· ἀφ’ οὗ τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα

### book 147-8b.5.3

ὀργιζόμενοι ‘ποίει, ὃ θέλεισ‘. ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ

### book 147-8b.5.4

τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως, καίτοι ἀλλαχοῦ παλιλ〈λ〉ο‐

### book 147-8b.5.5

γεῖν εἰωθώς· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ

### book 147-8b.10.1

πλέον· διὸ συνέτεμε τὸν λόγον. b(BCE3E4)T οἱ δὲ ‘κατεπτη‐

### book 147-8b.10.2

χυῖα‘ φασὶ ‘τὰς ἀπειλὰς εὐλαβεῖται‘, μὴ καθ’ ὁντι〈ν〉οῦν τρόπον ἐμ‐

### book 147-8b.10.3

ποδισθείσης τῆς Ἴριδος Ζεὺς πάλιν ἐπ’ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν. T

### book 150.1

〈πετέσθην:〉 ὑπερβολικῶς. 〈ἢ〉 ἀπὸ τῆς Ἴριδος κατὰ

### book 150.2

συνεκδοχήν. Til

### book 152a.1

〈εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ

### book 152a.2

ἄκρῳ:〉 βέλτιον τὸ „ἥμενον“ (Ο 153) τούτῳ προσδίδοσθαι. Aim

### book 152b.1

〈ἀνὰ Γαργάρῳ ἄκρῳ:〉 τινὲς ἐν τῷ ἄκρῳ τοῦ Γαργά‐

### book 152b.2

ρου. ἔστι δὲ καὶ πόλις, ἀφ’ ἧς οἱ Γαργαρεῖς. Til

### book 153a

ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος 〈ἐστεφάνωτο〉:

### book 153a.1

ὅτι τοῦτό ἐστι τὸ νέφος, ὑπὲρ οὗ ἔμπροσθέ φησι· „τοῖόν τοι ἐγὼ νέφος

### book 153a.2

ἀμφικαλύψω“ (Ξ 343). | θυόεν δὲ εὐῶδες, ἀπὸ τῶν θυμιαμάτων. A

### book 153b.1

θυόεν νέφος: ἐπεὶ τοῦτο ἦν τὸ νέφος, περὶ οὗ φησι

### book 153b.2

„τοῖόν τοι ἐγὼ νέφοσ“ (Ξ 343). | θυόεν δὲ εὐῶδες, 〈„τηλόσε δ’

### book 153b.3

ὀδμή / κέδρου τ’ εὐκεάτοιο〉 θύου τ’ ἀνὰ νῆσον ὀδώδει“ (ε 59—60).

### book 153b.4

φασὶ δὲ οἱ φυσικοὶ τὰ ὀκτὼ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη μὴ

### book 153b.5

νεφελίζεσθαι. ἔστιν οὖν αἰθέριον νέφος τὸ περικείμενον Διΐ. T

### book 154a

〈τὼ δὲ πάροιθ’ ἐλθόντε:〉 τὸ ἑξῆς τὼ δ’ ἐλθόντε. Til

### book 154b.1

〈νεφεληγερέταο:〉 βραχὺ διασταλτέον πρὸς τὸ σα‐

### book 154b.2

φέστερον. Aim

### book 155a.1

〈οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ:〉 ὅτι τὸ ἐναν‐

### book 155a.2

τίον ὑπακοῦσαι δεῖ, ἀλλ’ ἀπεδέξατο. Aint

### book 155b.1

οὐδέ σφωϊν: ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρί‐

### book 155b.2

του γάρ ἐστι προσώπου· διὸ τὸν δέ σύνδεσμον ὀξυτονητέον. ὁμοίως

### book 155b.3

οὖν ἀναγνωστέον τῷ „καί σφωϊν δὸς ἄγειν“ (Α 338). A

### book 155c.1

οὐδέ σφωϊν: ἐγκλιτικῶς· ἔστι γὰρ ‘οὐδὲ ἐχολώθη αὐτοῖς

### book 155c.2

ἰδὼν αὐτούσ‘. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν.

### book 155c.3

b(BCE3)T

### book 157.1

Ἶριν δὲ προτέρην 〈ἔπεα πτερόεντα προσηύδα〉:

### book 157.2

πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν Ποσειδῶνα τῆς μάχης τότε παρ‐

### book 157.3

ορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλλωνος. b(BCE3E4)T ἐὰν

### book 157.4

δὲ ἐναλλάξῃς τὴν τάξιν, οὐχ ἁρμόζον φανεῖται. T

### book 158-9.1

βάσκ’ ἴθι Ἶρι ταχεῖα 〈Ποσειδάωνι ἄνακτι /

### book 158-9.2

πάντα τάδ’ ἀγγεῖλαι〉: εἴρηται ἐν τῇ Ω (ad Ω 144—5) ὅτι ἀμφίβο‐

### book 158-9.3

λός ἐστιν ἡ μεταξὺ τούτων διάστασις. ἡ μὲν γὰρ συνήθεια συνάπτει,

### book 158-9.4

ὁ δὲ λόγος χωρίζει. A

### book 158.1

〈ταχεῖα:〉 ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλ’ ἀντὶ

### book 158.2

τοῦ ταχέως. Aint

### book 159a.1

πάντα τάδ’ ἀγγεῖλαι: πάντα τὰ μέλλοντα λεχθῆναι.

### book 159a.2

b(BCE3E4)T οὐ μεταπέμπεται δὲ αὐτόν, ἵνα μὴ τραχυνθῇ, ὃς

### book 159a.3

μηδὲ ἐπεστράφη τῶν ἀπειλῶν τῶν ἐν τῇ Θ (sc. 10—7). T τὸ δὲ

### book 159a.4

ἀγγεῖλαι ἀντὶ τοῦ ἄγγειλον. b(BCE3)T τοῦτο δὲ προσέθη‐

### book 159a.5.1

κεν, ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων

### book 159a.5.2

λόγοις †πρὸς βίαν† χρῆται, διδάσκων πραΰτητα. b(BCE3E4)T

### book 159b.1

{πάντα δ’} ἀπαγγεῖλαι: προπερισπ〈αστ〉έον τὸ ἀγ‐

### book 159b.2

γεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ

### book 159b.3

ἐπιφερόμενον μηδὲ ψευδάγγελος εἶναι· οὐκ ἀναγκαῖον γὰρ διὰ

### book 159b.4

τὸ „ἄνωχθι“ (Ο 160) προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον

### book 159b.5.1

τῷ „τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι“ (ε 346)· καὶ

### book 159b.5.2

ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν. A

### book 159c

〈εἶναι:〉 ἀντὶ τοῦ ἔσο. Til

### book 161a.1

〈ἔρχεσθαι μετά:〉 γράφεται καὶ „ἔρχεσθ’ ἢ μετά {φύ‐

### book 161a.2

λα}“. Aim

### book 161b

〈εἰς ἅλα δῖαν:〉 ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν

### book 161b

δῖαν εἴρηκεν. Aint

### book 161c.1

εἰς ἅλα δῖαν: δῖαν τὴν T μεγάλην. οἱ δὲ ὑγράν,

### book 161c.2

παρὰ τὸ διαίνειν. οἱ δὲ φοβεράν, b(BCE3)T παρὰ τὸ δέος, T

### book 161c.3

ὡς „δῖα Χάρυβδισ“ (μ 104). b(BCE3)T

### book 162a.1

εἰ δέ μοι {οὐκ ἐπέεσς’}: τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ

### book 162a.2

νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτος. A

### book 162b.1

εἰ δέ μοι οὐκ ἐπέεσς’ 〈ἐπιπείσεται, ἀλλ’ ἀλογή‐

### book 162b.2

σει〉: Ἀμμώνιος „εἰ δέ μου“. T | εἰκότως δὲ σκληρότερον ἐπανατείνε‐

### book 162b.3

ται 〈τῷ〉 τῶν πρώην ἀπειλῶν οὐ φροντίσαντι. τὸ δὲ ἀλογήσει b(BCE3

### book 162b.4

E4)T οἱ μὲν λόγον μου οὐ ποιήσεται, οἱ δὲ b(BCE3)T ἀλο‐

### book 162b.5

γιστήσει καὶ μωρανεῖ. b(BCE3E4)T

### book 164.1

ἐπιόντα ταλάσσῃ: τινὲς „ἐπιόντα θελήσῃ“ ἀντὶ τοῦ δυ‐

### book 164.2

νηθῇ· „οὐδ’ ἔθελε προρέειν“ (Φ 366) ἀντὶ τοῦ οὐκ ἠδύνατο. T

### book 165a1.1

ἐπεί εὑ {φημί}: καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντω‐

### book 165a1.2

νυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώ‐

### book 165a1.3

νως τῷ „καί εὑ κράτος ἐστὶ μέγιστον“ (Ω 293). A

### book 165a2

ἐπεί εὑ ὁμοίως τῷ „καί εὑ κράτος ἐστὶ μέγιστον“. Til

### book 165-6.1

βίῃ πολὺ φέρτερος 〈... /〉 καὶ γενεῇ πρότερος:

### book 165-6.2

τὸ μὲν δέος, τὸ δὲ αἰδῶ ποιεῖ. ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξα‐

### book 165-6.3

σθαι. b(BCE3E4)T

### book 166-7a

καὶ γενεῇ πρότεροσ〈—καὶ ἄλλοι〉: ἀθε‐

### book 166-7a.1

τοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι τοὺς ὕστερον

### book 166-7a.2

(sc. Ο 182—3) λεγομένους ὑπὸ τῆς Ἴριδος δι’ ἐπιείκειαν ἐνθάδε τις

### book 166-7a.3

μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεύς, ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι

### book 166-7a.5.1

βουλόμενος, ‘εἰξάτω μοι‘, φησί, ‘καθόσον εἰμὶ προγενέστεροσ‘· τὰ γὰρ

### book 166-7a.5.2

τοιαῦτα τῶν δεομένων· „καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός

### book 166-7a.5.3

εἰμι / ἠδ’ ὅσ〈σ〉ον γενεῇ προγενέστεροσ“ (Ι 160—1). A

### book 166-7b.1

καὶ γενεῇ πρότεροσ〈—καὶ ἄλλοι〉: τινὲς

### book 166-7b.2

ἀστερίσκους αὐτοῖς παρατιθεῖσιν ὡς μεταχθεῖσιν ἀπὸ τῶν Ἴριδος λό‐

### book 166-7b.3

γων (sc. ex Ο 182—3). ἢ εἴωθεν ὁ Ζεὺς μετὰ τῶν ἀνατάσεων καὶ

### book 166-7b.4

σύγγνωμόν τι ἐπάγειν· „〈Ἥρῃ〉 δ’ οὔτι τόσον νεμεσίζομαι“ (Θ 407.

### book 166-7b.5.1

421)· πῶς γὰρ ἡ Ἶρις καίτοι ἔμφρων οὖσα πρὸς τηλικοῦτον ἐθρασύ‐

### book 166-7b.5.2

νετο θεὸν λέγειν ἀφ’ ἑαυτῆς „σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ“ (Ο 182); T

### book 166-7c.1

〈οὐκ ὄθεται ... / ἶσον ἐμοὶ φάσθαι:〉 οὐκ ἐπιστρέ‐

### book 166-7c.2

φεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλ’ ἰσηγορεῖ δηλονότι. b(BCE3)T

### book 167.1

〈στυγέουσι:〉 καταπλήσσονται· „κατὰ δ’ ἔστυγον αὐ‐

### book 167.2

τήν“ (κ 113). b(BCE3E4)Til

### book 169.1

〈κατ’ Ἰδαίων:〉 ὅτι Ζηνόδοτος γράφει „ἐξ Ἰδαίων“. ἁρ‐

### book 169.2

μόζει δὲ μᾶλλον τὸ κατ’ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ, A Til

### book 169.3

ὡς „οἵη τ’ Ἄρτεμις εἶσι κατ’ οὔρεοσ“ (ζ 102). Til

### book 170a.1

〈πτῆται νιφὰς ἠὲ χάλαζα:〉 ταχέως φέρηται. b

### book 170a.2

(BCE3)Til τούτοις δὲ εἴκασται, ἃ καὶ σημαίνει ἡ Ἶρις. b(BCE3

### book 170a.3

E4)Til

### book 170b

〈νιφὰς ἠὲ χάλαζα:〉 ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν. Aim

### book 170c

ἠὲ χάλαζα: παραπληρωματικὸν τῇ πιπτούσῃ χιόνι. T

### book 170-1a1.1

〈πτῆται νιφὰς ἠὲ χάλαζα / ψυχρὴ ὑπαὶ ῥιπῆς αἰ‐

### book 170-1a1.2

θρηγενέος Βορέαο:〉 νιφὰς (170) μὲν ἡ χιών, χάλαζα (170) δὲ

### book 170-1a1.3

πεπηγὸς ὕδωρ μετὰ βροχῆς. θέλει δὲ σημᾶναι τὴν ὀρθὴν αὐτῆς πο‐

### book 170-1a1.4

ρείαν. τὴν δὲ Ἥραν ὡς βασιλίδα νοῒ εἴκασεν (sc. Ο 80—3). τὸ δὲ

### book 170-1a1.5.1

ῥιπῆς (171) ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν τι πάσχουσιν οἱ ἄνε‐

### book 170-1a1.5.2

μοι. Til

### book 170-1b1.1

〈πτῆται νιφὰς ἠὲ χάλαζα / ψυχρὴ ὑπαὶ ῥιπῆς

### book 170-1b1.2

αἰθρηγενέος Βορέαο:〉 φύσει ψυχρά. πτῆται (170) δὲ ὑπὸ Βο‐

### book 170-1b1.3

ρέου. Til

### book 170-1a2/b2.1

νιφὰς δὲ χιών, χάλαζα πεπηγὸς ὕδωρ μετὰ βροχῆς.

### book 170-1a2/b2.2

θέλει οὖν σημᾶναι τὴν †ὀρθρίαν† αὐτῆς πορείαν καὶ τὸ τάχος. ψυ‐

### book 170-1a2/b2.3

χρὴ δὲ νιφὰς ἡ φύσει ψυχρά. ῥιπῆς δὲ ῥίψεως· ῥίψει γὰρ παραπλή‐

### book 170-1a2/b2.4

σιόν τι πάσχουσιν οἱ ἄνεμοι. b(BCE3E4)

### book 171a.1

ψυχρή {ὑπαὶ ῥιπῆς}: τὸ ψυχρή ἑκατέρῳ δύναται προσ‐

### book 171a.2

δίδοσθαι· ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου ἢ πτῆται ὑπὸ βορέου. A

### book 171b.1

αἰθρηγενέος 〈Βορέαο〉: πῶς ἀεὶ νίφων αἰθρηγενής;

### book 171b.2

ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ „πῇ ἔβη Ἀνδρομάχη λευκώλε‐

### book 171b.3

νος;“ (Ζ 377). b(BCE3E4)T ἢ ἀπὸ τοῦ πλεονάζοντος· διασκί‐

### book 171b.4

δνησι γὰρ τὰ νέφη, „σκιόεντα / πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν“ (Ε

### book 171b.5.1

525). οἱ δὲ ὅτι τὸ ψῦχος παρ’ αὐτῷ αἶθρος ὀνομάζεται, b(BE3E4)T

### book 171b.5.2

„αἴθρῳ καὶ καμάτῳ δεδμημένοσ“ (ξ 318). T τάχος δὲ δίδωσι τῇ

### book 171b.5.3

χιόνι ὁ ἄνεμος, βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ

### book 171b.5.4

„νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ Βορέαο πεσόντοσ“ (ξ 475). b(BE3E4)T

### book 174-5.1

〈ἀγγελίην τινά τοι,〉 γαιήοχε κυανοχαῖτα,

### book 174-5.2

〈/ ἦλθον δεῦρο φέρουσα παραὶ Διόσ〉: ἐδόξασεν αὐτὸν τοῖς

### book 174-5.3

δύο ἐπιθέτοις, καὶ οὐκ ἐντολήν, ἀλλ’ ἀγγελίην αὐτῷ φέρει παρὰ

### book 174-5.4

Διός, οἷον ‘οὐχ ἑκοῦσα ἥκω‘, b(BCE3)T ὡς καὶ Ἑρμῆς „Ζεύς με

### book 174-5.5.1

γὰρ ἠνώγει δεῦρ’ ἐλθέμεν“ (ε 99) καὶ „τὸ〈ν〉 νῦν ς’ ἠνώγει ἀποπεμ‐

### book 174-5.5.2

πέμεν“ (ε 112). T

### book 176

〈κέλεταί σε:〉 γράφεται „〈σε〉 κέλευε“. Aim

### book 178.1

〈εἰ δέ οἱ οὐκ ἐπέεσσι:〉 ὅτι πτῶσις ἤλλακται, εἰ δὲ

### book 178.2

αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι. Aint

### book 179a.1

〈ἠπείλει〉 κἀκεῖνος 〈ἐναντίβιον πολεμίξων: τὸ〉

### book 179a.2

κἀκεῖνος ἐκ πλήρους, ὃ καὶ Ζηνόδοτος γράφει. πολεμίξων δὲ διὰ

### book 179a.3

τοῦ ξ Ἀρίσταρχος, 〈Ζηνόδοτοσ〉 δὲ διὰ τοῦ ζ. | θέλει δὲ εἰπεῖν ὡς, εἰ μὴ

### book 179a.4

σὺ ἄπει, ἐκεῖνος ἐλεύσεται πολεμήσων· λείπει δὲ τὸ σοί. T ὁ δὲ

### book 179a.5.1

„καὶ“ πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει Ζεὺς τῆς μάχης, ἀλλ’ ἀμυνό‐

### book 179a.5.2

μενος παρέσται. τὸ δὲ ἠπείλει ἀντὶ τοῦ ἔλεγεν. b(BCE3)T

### book 179b

καὶ κεῖνος: ἐκ πλήρους τὸν σύνδεσμον Ἀρίσταρχος. Aim

### book 179c

〈πολεμίζων:〉 Ζηνόδοτος διὰ τοῦ ζ. Ail

### book 180

〈ὑπεξαλέασθαι:〉 φυλάξασθαι. παρέλκουσι δὲ αἱ προθέ‐

### book 180

σεις. b(BCE3)Til

### book 181

〈σεο:〉 ἀπολύτως. Til

### book 182-3a.1

〈καὶ γενεῇ πρότερος—καὶ ἄλλοι:〉 οἱ ἀστε‐

### book 182-3a.2

ρίσκοι, ὅτι ἐντεῦθεν μετάκεινται ἄνω, οὐχ ὑγιῶς. Aim

### book 182-3b.1

σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ 〈/ ἶσόν οἱ φάσθαι〉:

### book 182-3b.2

τὸ δὲ σὸν ἦτορ ἐπιβάλλεται αὐτῷ ἰσηγορεῖν καὶ οὐκ ἐπιστρέφεται. T

### book 182

〈γενεῇ:〉 τῷ χρόνῳ τῆς ἡλικίας. b(BCE3)Til

### book 183.1

τὸν δὲ στυγέουσι καὶ ἄλλοι: ὅτι τὸ στυγέουσιν

### book 183.2

ἀπὸ μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν, ὅταν δὲ εἴπῃ

### book 183.3

„σμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ“ (Υ 65), ἀντὶ τοῦ μι‐

### book 183.4

σοῦσιν· „κατὰ δ’ ἔστυγε μῦθον ἀκούσασ“ (Ρ 694) κατεστύγνασεν,

### book 183.5

ἀπὸ τῆς κατὰ τὸ πρόσωπον στυγνότητος. A

### book 185.1

ὑπέροπλον: ὑπὲρ ἑαυτόν, οἷον μείζω λόγον εἶπεν, ὑπὲρ

### book 185.2

τὴν διάνοιαν αὐτοῦ. ἡ μεταφορὰ ἀπὸ τῶν μὴ ἀναλογούντων ὅπλων.

### book 185.3

b(BCE3E4)T

### book 186

ὁμότιμον: ὁ μὲν τὸ τῆς ἡλικίας (cf. Ο 166. 182), ὁ δὲ τὸ τῆς

### book 186

φύσεως προβάλλεται ὅτι ἀδελφός. T

### book 187a.1

τρεῖς γάρ τ’ ἐκ Κρόνου 〈εἰμὲν ἀδελφεοί〉: διὰ τῶν

### book 187a.2

δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου, οὐ κατεπείγει διαστέλ‐

### book 187a.3

λειν, ὥς τινες ἀξιοῦσιν, ἐπὶ τὸ εἰμέν· μὴ κειμένης γὰρ τῆς προθέσεως

### book 187a.4

ὁμολογοῦμεν ὡς ἀμφίβολος ἦν ἡ προφορὰ συναπτομένη, νῦν δὲ οὐ

### book 187a.5

κατεπείγει. A

### book 187b.1

ἐκ Κρόνου: οὕτως Ἀρίσταρχος διὰ τῶν δύο κκ Aim T

### book 187b.2

καὶ πολλοὶ τῶν ἀπὸ τῆς σχολῆς. εἰ δὲ εἴη „τε Κρόνου“, λείπει ἡ ἔξ

### book 187b.3

πρόθεσις, ὡς ἐν τῷ „αἱ δὲ βόες χρυσοῖο τετεύχατο“ (Σ 574). T

### book 187c.1

Ῥέα: οἱ μὲν ἐκτείνουσι τὸ α, ἐπὶ δὲ τοῦ ἐπιρ〈ρ〉ήματος

### book 187c.2

συστέλλουσιν· οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς

### book 187c.3

τὸ „καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα“ (Γ 237), „ἀνδρόμεα κρέα“ (ι 347),

### book 187c.4

„ἕσσατο τεύχεα“ (Η 207). A T

### book 188.1

〈ἐνέροισιν:〉 τοῖς ἐν τῇ γῇ, ὅθεν καὶ „ἔραζε“ (Μ 156 al.)

### book 188.2

καὶ „ἐριπών“ (Ε 309 al.) καὶ „ἠρίον“ (Ψ 126). Til

### book 189a1.1

〈τριχθὰ δὲ πάντα δέδασται:〉 πῶς δέ φησιν

### book 189a1.2

„γαῖα δ’ ἔτι ξυνὴ 〈πάντων〉 καὶ μακρὸς Ὄλυμποσ“ (Ο 193); Κράτης

### book 189a1.3

ἐν δευτέρῳ Ὁμηρικῶν (fr. 40 a M.) καὶ Στησίμβροτος (FGrHist 107,

### book 189a1.4

24) „πάντ’ ἂ“ οὕτως „δέδασται“. A

### book 189a2.1

τινὲς „πάντ’ ἃ δέδασται“. εἴασε δὲ τὸ τ, ὡς ἐν τῷ „ἐπίστιόν

### book 189a2.2

ἐστιν ἑκάστῳ“ (ζ 265). T

### book 189b

〈τριχθὰ δὲ πάντα δέδασται:〉 ὅτι τὸ πάντα κατὰ

### book 189b

παρολκήν, ὡς „οἱ δ’ ἐννέα πάντες ἀνέσταν“ (Η 161). Aint

### book 189c.1

τριχθὰ δὲ πάντα δέδασται: δοκεῖ ἐναντιοῦσθαι πρὸς

### book 189c.2

τὸ πάντα τὸ „γαῖα δ’ ἔτι ξυνὴ πάντων“ (Ο 193)· οὐ γὰρ ἔτι πάντα

### book 189c.3

δέδασται. λύοιτο δ’ ἂν τῇ λέξει· τὸ γὰρ πάντα ἢ παρέλκει, ὡς ἐπὶ τοῦ

### book 189c.4

„δέκα πάντα τάλαντα“ (Ω 232)—ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί

### book 189c.5.1

λοιπὸν δέδασται; —ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντα ἐπὶ

### book 189c.5.2

τοῦ πλεονάζοντος τίθεται. b(BCE3)T

### book 189c.1

τριχθὰ δὲ πάντα δέδασται; φυσικὴ φαίνεται διάταξις

### book 189c.2

γεγενημένη· ὁ μὲν γὰρ—ἀνθρώπων ἀπωλείας. A

### book 189c

τριχθὰ δὲ πάντα δέδασται: καὶ ἔμπροσθεν περὶ τούτου

### book 189c.10.1

εἴρηται ἱκανῶς, | ὅτε ἐλέγομεν περὶ τοῦ „ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω“

### book 189c.10.2

(Ο 18), | ἀκριβέστερον δὲ καὶ νῦν· διὰ γὰρ τούτων—πλεο‐

### book 189c.10.3

ναζόντων ὑγρῶν. A

### book 189d.1

〈τιμῆς:〉 βασιλικῆς δηλονότι, ὡς „τιμῆς τῆς Πριάμου“

### book 189d.2

(Υ 181). Til

### book 190-1a.1

〈ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί /

### book 190-1a.2

παλλομένων:〉 ἐπὶ τὸ αἰεί βραχὺ διασταλτέον. Aim

### book 190-1b.1

ἤτοι ἐγὼν 〈ἔλαχον πολιὴν ἅλα— / παλλο‐

### book 190-1b.2

μένων〉: οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται (cf. Ο 191—2). δι‐

### book 190-1b.1

δάσκει δὲ κλήρῳ ποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆ‐

### book 190-1b.2

ρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός· οὐ γὰρ

### book 190-1b.5.1

ἀθετεῖ τοὺς ἀδελφούς, καὶ ταῦτα δυνάμενος αὐτῇ γῇ καὶ θαλάσσῃ πάν‐

### book 190-1b.5.2

τας ἀνέλκειν (cf. Θ 18—26). b(BCE3)T

### book 190.1

πολιὴν ἅλα: ὅτι τὴν κεφαλὴν ἔχει ἀφρίζουσαν. οὕτω δὲ

### book 190.2

καὶ τὸ θέρος διὰ τὴν τοῦ σίτου ξηρασίαν. b(BCE3E4)T οἱ δὲ

### book 190.3

τὴν πολλήν· πλείων γὰρ τῆς γῆς. b(BE3E4)T καὶ ἡ πολιὰ δὲ

### book 190.4

σημεῖον χρόνου πολλοῦ ἐστιν. T

### book 191.1

〈ζόφον ἠερόεντα:〉 τὰ ἀφώτιστα τῆς γῆς μέρη καὶ τὸν

### book 191.2

περὶ γῆν ὑγρὸν ἀέρα. b(BCE3E4)Til

### book 192-3.1

Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν 〈εὐρὺν—μακρὸς

### book 192-3.2

Ὄλυμποσ〉: πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διΐ φησι δοθῆναι, διὰ

### book 192-3.3

μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ ἐστὶν ἀπὸ γῆς ἕως νε‐

### book 192-3.4

φελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν καὶ „οὐρανόν“

### book 192-3.5.1

(cf. Δ 44. Ε 769 al.) ὀνομάζει. b(BCE3E4)T ἔστι δὲ οὗτος ἄχρι

### book 192-3.5.2

τῆς ζώνης τῆς σελήνης καὶ τῶν πλανητῶν. ἀμέλει καὶ πύλας οὐρανοῦ

### book 192-3.5.3

τὰ νέφη ὀνομάζει (sc. Ε 749. Θ 393), b(BE3E4)T „ἠμὲν ἀνα‐

### book 192-3.5.4

κλῖναι πυκινὸν νέφοσ“ (Ε 751. Θ 395). T πιθανῶς δὲ εἶπε κοινὴν

### book 192-3.5.5

ἁπάντων εἶναι τὴν γῆν (cf. 193)· αἱ γὰρ ἄνωθεν ἀπὸ Διὸς βολαὶ ἐπὶ

### book 192-3.10.1

ταὐτὸν φέρονται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε τοῦ

### book 192-3.10.2

Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστι, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλο

### book 192-3.1

ἐστὶν ἢ γῆ. b(BE3E4)T | Ζεὺς οἱ μὲν αἰθήρ, οἱ δὲ ὁ διοικῶν τὰ πάντα

### book 192-3.2

λόγος, οἱ δὲ τὸ ἡγεμονικὸν τοῦ κόσμου. εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ

### book 192-3.3

γὰρ ζῆν αἴτιος. Ποσειδῶν δὲ τὸ συνέχον τὴν θάλασσαν αἴτιον καὶ ἡ

### book 192-3.15.1

αὐτῆς θεία δύναμις, ἐπεὶ πόσεως αἴτιος· b(BCE3E4)T διηθουμέ‐

### book 192-3.15.2

νης γὰρ θαλάσσης ἐκρέουσι ποταμοί, καὶ ὑετοὶ νάματα ἀπὸ θαλάσσης

### book 192-3.15.3

ἔχουσιν. καὶ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπὰς μῆνα †ποσειδῶνα†

### book 192-3.15.4

καλοῦσιν· b(BE3E4)T Ἀνακρέων (fr. 17 P. [P.M.G. 362] =

### book 192-3.15.5

fr. 7 G.) „μεὶς μὲν δὴ †ποσειδηΐων† / ἕστηκεν, †νεφέλη δ’ ὕδωρ / βαρὺ

### book 192-3.20.1

δ’ ἄγριοι / χειμῶνες κατάγουσιν†“. T ὁ δὲ Ἀϊδωνεὺς παρὰ τὸ

### book 192-3.20.2

ἄω τὸ πνέω· οὐ γὰρ μόνον τὰς ψυχὰς συνέχει, αἵ εἰσι πνεῦμα, καὶ τοῖς

### book 192-3.20.3

καρποῖς δὲ αἴτιος ἀναπνοῆς καὶ αὐξήσεως, ἀφ’ ὧν ἡμεῖς πνέομεν· διὸ

### book 192-3.20.4

καὶ Ζεὺς καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ Πλούτων, ὅτι πλουτεῖν. οἱ δὲ

### book 192-3.20.5

παρὰ τὸ μὴ ὁρᾶσθαι ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν. b(BE3E4)T

### book 192.1

〈εὐρύν:〉 ὅτι Ζηνόδοτος „αἰπύν“. τοῦτο δὲ ὄρους ἐπίθε‐

### book 192.2

τον. Aim

### book 193a.1

γαῖα δ’ ἔτι ξυνὴ 〈πάντων καὶ μακρὸς Ὄλυμ‐

### book 193a.2

ποσ〉: κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται

### book 193a.3

—γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς

### book 193a.4

Ἡφαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα

### book 193a.5.1

τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ—κέκτηται στοιχείων. | ἡ διπλῆ

### book 193a.5.2

δέ, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πε‐

### book 193a.5.3

ποίηκε καὶ ἐν Ὀδυσσείᾳ, „ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος

### book 193a.5.4

αὐτῇ / Νήριτον, εἰνοσίφυλλον“ (ι 21—2)· κεχώρικε γὰρ τὸ ὄρος τῆς

### book 193a.5.5

Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπ’ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον

### book 193a.10.1

ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς τῷ οὐρανῷ ἢ μέρος ἐπουράνιον, οὐκ ἦν

### book 193a.10.2

κοινός, ἀλλ’ ἴδιος τοῦ Διός. A

### book 193b1.1

〈γαῖα δ’ ἔτι〉 ξυνὴ πάντων 〈καὶ μακρὸς Ὄλυμ‐

### book 193b1.2

ποσ〉: οἱ μὲν τῶν Κρονιδῶν, οἱ δὲ ὅλων τῶν θεῶν, ἵνα πάντας τιμῶμεν

### book 193b1.3

ὡς ἐφορῶντας τὰ ἀνθρώπεια, οἱ δὲ τὰ τέσσαρα στοιχεῖά φασιν αὐτὸν

### book 193b1.4

λέγειν, Δία 〈αἰθέρα〉, Ποσειδῶνα ὕδωρ, Ἅιδη〈ν〉 ἀέρα· εἶτα γῆ, |

### book 193b1.5.1

καὶ κατ’ ἐξοχὴν ἐν αὐτῇ ὁ Ὄλυμπος, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος

### book 193b1.5.2

ὡς ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ, „ναιετάω δ’ Ἰθάκην

### book 193b1.5.3

εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ / Νήριτον“ (ι 21—2)· κεχώρικε γὰρ τὸ

### book 193b1.5.4

ὄρος τῆς Ἰθάκης. T

### book 193b2.1

εἰκότως {δὲ} συνάπτει τὴν γῆν τῷ Ὀλύμπῳ ὡς ὄρει· κατ’

### book 193b2.2

ἐξοχὴν γὰρ Ὄλυμπος καὶ γῆ κοινὰ τοῖς πᾶσίν εἰσιν. b(BE3E4)

### book 194.1

τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν: διὸ οὐκ ἂν

### book 194.2

κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος

### book 194.3

(fr. 17 St.) δὲ ἀποβήσομαι, εἴξω· οὕτως ἔχειν καὶ τὸ „οὐ γάρ μοι δη‐

### book 194

ρὸν βέῃ“ (Π 852), οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. A

### book 194.5.1

βέομαι: ἐπιστρέφομαι, διὰ φροντίδος ἔχω, παρὰ τὴν βίαν.

### book 194.5.2

τινὲς δὲ οὐκ ἀποσοβηθήσομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ „ὄφρ’

### book 194.5.3

ἂν ἐγὼ βείω προτὶ Ἴλιον“ (Ζ 113). b(BCE3)T φησὶν οὖν ὅτι

### book 194.5.4

τοῦ κοινοῦ πάντων ἀπελαύνομαι χωρίου. b(BE3)T

### book 196a1.1

χερσὶ δὲ μή τί με πάγχυ κακὸν 〈ὣς δειδισ‐

### book 196a1.2

σέσθω〉: τινὲς ‘ὡς κακὸν ταῖς χερσίν‘. οἱ δὲ ‘μὴ δειδισσέσθω με χερ‐

### book 196a1.3

σὶν ἢ πάγχυ δειδισσέσθω‘. καταλιμπάνει δὲ νοεῖν ὅτι Ζεὺς ἰσοπάλῳ

### book 196a1.4

ἀπειλεῖ. T

### book 196a2.1

μηδαμῶς με, φησίν, ὡς πάγχυ κακὸν ἐκφοβείτω. καταλιμ‐

### book 196a2.2

πάνει δὲ νοεῖν ὅτι ὁ Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ. b(BCE3)

### book 196a2.1

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω:

### book 196a2.2

ὁ νοῦς· μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς

### book 196a2.5

τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων. A

### book 197a.1

〈θυγατέρεσσιν:〉 τὰς θηλείας προέταξε πρὸς καταβι‐

### book 197a.2

βασμόν. b(BCE3E4)Til

### book 197b.1

〈υἱάσι:〉 πλεονασμὸν ἔχει τοῦ α διὰ τὴν „υἷι“ (Β 20 al.).

### book 197b.2

τινὲς δὲ „υἱέσι“, ὅπερ ἐστὶν Ἀττικὸν ἁμάρτημα. Til

### book 197c.1

κέρδιον εἴη: Ἀρίσταρχος „βέλτερον εἴη“. A Aim οἱ

### book 197c.2

δὲ εἰκαιότεροι γράφουσι κέρδιον εἴη· Ἀριστοφάνης „κάλλιον

### book 197c.3

εἴη“. A

### book 198a.1

〈ἐκπάγλοις:〉 ὑπερηφάνοις b(BCE3)Til ἢ ὑπερ‐

### book 198a.2

έχουσιν. b(BCE3)

### book 198b

ἐνισσέμεν: ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν. b(BCE3E4)Til

### book 199a.1

οἵ ἑθεν: ἡ ἕθεν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τὸ

### book 199a.2

οἱ ἄρθρον ὀξυτονοῦμεν. A

### book 199b.1

〈ὀτρύνοντος:〉 κελεύοντος ἢ ἐπιτάσσοντος. b(BE3)Til

### book 199b.2

οἱ δὲ ‘καὶ μὴ ὑβρίζοντος, ἀλλὰ μόνον λέγοντοσ‘. Til

### book 201-2.1

οὕτω γὰρ δή 〈τοι〉 γαιήοχε〈— / ἀπηνέα τε

### book 201-2.2

κρατερόν τε〉: ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προῆκται τὰ τῆς ἀποκρί‐

### book 201-2.3

σεως, ἐξεῦρεν ὅμοιον ἦθος διαφυλάξαι τῶν ὀργιζομένων, καταπαῦσαι

### book 201-2.4

δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι ἦθος ὁ λόγος· οὐ γὰρ

### book 201-2.5.1

ἀποτρέπουσα αὐτὸν συμβουλεύει ὅτι οὐ χρὴ τόδε πράττειν, ἀλλ’

### book 201-2.5.2

ἠθικῶς πυνθάνεται, εἰ βούλεται ἀπηνῆ λόγον καὶ κρατερὸν ἀπαγγεῖ‐

### book 201-2.5.3

λαι αὐτὴν τῷ Διΐ. καὶ ἑξῆς πάλιν τὸ ὅμοιον σχῆμα τοῦ λόγου· οὐ γὰρ

### book 201-2.5.4

λέγει ‘μετάστρεψον‘, ἀλλ’ „ἤ τι μεταστρέψεις;“ (Ο 203), πάλιν πυν‐

### book 201-2.5.5

θανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν. b

### book 201-2.10

(BCE3E4)T

### book 203.1

στρεπταὶ 〈μέν τε φρένες ἐσθλῶν: στρεπταὶ〉 πρὸς

### book 203.2

τὰ ἐσθλά, φαύλων δὲ πρὸς τὰ φαῦλα. b(BCE3E4)T ἐν βραχεῖ δὲ

### book 203.3

τὸ Ἡσιόδου περιείληφεν· „ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι †πείθη‐

### book 203.4

ται“ (opp. 295). b(BCE3)T

### book 204a.1

οἶσθ’ ὡς πρεσβυτέροισιν 〈Ἐρινύες αἰὲν ἕπον‐

### book 204a.2

ται〉: ὅτι τοῦτο παρ’ ἑαυτῆς προσέθηκεν ἡ Ἶρις. καὶ τὰ ἐν τοῖς

### book 204a.3

ἐπάνω οὖν οὐχ ὑπὸ Διὸς εἴρηται „καὶ γενεῇ πρότεροσ“ (Ο 166). A

### book 204b.1

οἶσθ’ ὡς πρεσβυτέροισι〈ν Ἐρινύες αἰὲν ἕπον‐

### book 204b.2

ται〉: τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει καὶ ἐν ἀποφάσει προάγειν.

### book 204b.3

b(BCE3E4)T ἕπονται δὲ ἀντὶ τοῦ ἀκολουθοῦσι καὶ συμ‐

### book 204b

μαχοῦσι. b(BCE3)T πιθανῶς δὲ πρὸς τὸν λέγοντα „μή τί με

### book 204b.5.1

πάγχυ κακὸν ὣς δειδισσέσθω“ (Ο 196) οὐκέτι φησὶν ὅτι ἰσχυρότερός

### book 204b.5.2

σού ἐστιν, ἀλλὰ πρεσβύτερος· τὸ γὰρ τοῦ γήρως πλεονέκτημα

### book 204b.5.3

†ἐπίφθονον. b(BCE3E4)T

### book 206a.1

〈Ἶρι θεά, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔει‐

### book 206a.2

πες:〉 Ζηνόδοτος ἐσημειώσατο. T

### book 206b.1

τοῦτο ἔπος: ἢ τὸ „στρεπταὶ μέν τε φρένες ἐσθλῶν“ (Ο

### book 206b.2

203) ἢ τὸ „ὡς πρεσβυτέροισιν Ἐρινύεσ“ (Ο 204) ἤ, ὃ καὶ ἄμεινον, πάν‐

### book 206b.3

τα τὸν λόγον τῆς Ἴριδος. b(BCE3E4)T

### book 207a.1

ἐσθλὸν καὶ τὸ τέτυκται, 〈ὅτ’ ἄγγελος αἴσιμα

### book 207a.2

εἰδῇ〉: καὶ Εὐριπίδης· „ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγοσ“

### book 207a.3

(Aesch. Cho. 773). „ἄγγελον ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι

### book 207a.4

παντὶ φέρειν“ Πίνδαρος (P. 4, 278). b(BCE3E4)T

### book 207b

〈εἰδῇ:〉 Ζηνόδοτος διὰ τοῦ π „εἴπῃ“. Aim

### book 209a.1

〈ὁππότ’ ἂν ἰσόμορον καὶ〉 ὁμῇ πεπρωμένον

### book 209a.2

〈αἴσῃ〉: καταχρηστικῶς ἐπὶ θεῶν ἡ πεπρωμένη· ἢ ἀπὸ πρώτης γε‐

### book 209a.3

νέσεως μέχρι τέλους ἐνεχόμενον. T τὸ δὲ ὁπόταν b(BCE3)T

### book 209a

ἀντὶ τοῦ ἡνίκα ἢ μᾶλλον ἀντὶ τοῦ ὅτι. b(BCE3E4)

### book 209b.1

〈ὁμῇ πεπρωμένον αἴσῃ:〉 ὁμοίᾳ μοίρᾳ μεμερισμένον.

### book 209b.2

b(BCE3)Til

### book 209c1.1

{καὶ} ὁμῇ {πεπρωμένον}: περισπαστέον κατὰ δοτικὴν

### book 209c1.2

πτῶσιν, ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενι‐

### book 209c1.3

κὸν ὁμοίως κατ’ ὀξεῖαν τάσιν, „οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόοσ“ (Δ

### book 209c1.4

437)· καὶ τὸ οὐδέτερον „ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένοσ“ (Ν 354).

### book 209c1.5.1

παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς·

### book 209c1.5.2

„ὁμῶς δέ τοι ἤπια οἶδεν“ (ν 405). A

### book 209c2

περισπαστέον δὲ τὸ ὁμῇ. T

### book 210.1

χολωτοῖσιν: πικροῖς, παρὰ τὴν χολήν. ἢ εἰς χόλον ἐρε‐

### book 210.2

θίζουσιν. b(BCE3E4)T

### book 211a1.1

〈νῦν μέν κε:〉 Ἀρίσταρχος „νῦν μέν γε“, ἄλλοι δὲ νῦν

### book 211a1.2

μέν κε. Aim

### book 211a2

διὰ τοῦ γ „μέν γε“. Til

### book 211b.1

〈νεμεσσηθείς:〉 μεμψάμενος αὐτῷ καὶ καταγνούς· ἢ

### book 211b.2

μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν ἐκείνῳ. b(BCE3E4)Til

### book 212a.1

ἄλλο δέ τοι ἐρέω 〈καὶ ἀπειλήσω τό γε θυμῷ〉:

### book 212a.2

ἀπὸ τούτου ἕως τοῦ „ἴστω τοῦθ’ ὅτι νῶϊν“ (Ο 217) ἀθετοῦνται

### book 212a.3

στίχοι ἕξ, ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατὰ τὴν διάνοιαν·

### book 212a.4

προειπὼν γὰρ „νεμεσσηθεὶς ὑποείξω“ (Ο 211) οἱονεὶ μεταμεληθεὶς

### book 212a.5.1

ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσε‐

### book 212a.5.2

ται τῆς πόλεως, ἀλλ’ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα

### book 212a.1

ἐπαμύνει τοῖς Τρωσί. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς

### book 212a.2

θεομαχίας (sc. Υ 33—6), συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβά‐

### book 212a.3

ροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ

### book 212a.10.1

ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλ’ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον

### book 212a.10.2

παρείληφεν αὐτούς. A

### book 212b.1

ἄλλο δέ τοι ἐρέω 〈καὶ ἀπειλήσω τό γε θυμῷ〉:

### book 212b.2

εὐσχήμονα τὴν ἀπαλλαγὴν ὁρίζεται, ἐπανατείνων τὴν ὀργὴν εἰς

### book 212b.3

ὕστερον, ὡς καὶ Ἀχιλλεὺς „τῶν δ’ ἄλλων, ἅ μοί ἐστιν“ (Α 300). | ἀθε‐

### book 212b.4

τοῦνται δὲ οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς

### book 212b.5.1

ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἁλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ;

### book 212b.5.2

ἀλλὰ καὶ Ἀγαμέμνων „ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται“ (Δ 169),

### book 212b.5.3

καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ „ἀλλ’

### book 212b.5.4

ἤτοι νῦν μέν κε“ (Ο 211). b(BE3E4)T

### book 214a.1

Ἥρης Ἑρμείω τε 〈καὶ Ἡφαίστοιο〉: τινὲς „Ἥρης

### book 214a.2

Ἡφαίστου τε καὶ Ἑρμείαο“. A Til

### book 214b.1

〈Ἑρμείω:〉 Ἰωνικὴ γενικὴ παθοῦσα· εἰ γὰρ ὑγιής, ἔσται

### book 214b.2

Ἑρμείεω ὡς „Ἀτρείδεω“ (Β 185 al.). Aint

### book 215.1

πεφιδήσεται: ἀπὸ τοῦ φείδω φιδῶ ὡς πείθω πιθῶ, τεύχω

### book 215.2

τυχῶ. „τύχησε γὰρ ἐρχομένη νηῦσ“ (τ 291). A b (BCE3)Til

### book 217

〈χόλος:〉 ἔχθρα. Til

### book 218-9.1

ὣς εἰπὼν λίπε λαὸν〈— /〉 δῦνε δὲ πόντον

### book 218-9.2

〈ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί〉: ἡνίκα μὲν σύμμαχον αὐτὸν

### book 218-9.3

ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφει τὴν πορείαν αὐτοῦ· νῦν δὲ συνέτεμεν,

### book 218-9.4

ἐπεὶ μετὰ λύπης γίνεται. b(BCE3)T

### book 219.1

πόθεσαν δ’ ἥρωες 〈Ἀχαιοί〉: ἐπὶ θάτερα γέγονεν αὐ‐

### book 219.2

τοῖς ἡ μεταβολή. b(BCE3)T ταχέως δὲ ἔφρασεν, ὅσον ἦν ὄφελος

### book 219.3

ἐκ τοῦ Ποσειδῶνος. T ἥρωες δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρα‐

### book 219.4

τευσάμενοι. πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος

### book 219.5.1

ὑποχώρησις καὶ Ἀπόλλωνος κάθοδος (cf. Ο 236—62) καὶ τῆς αἰγίδος

### book 219.5.2

ἐπεισόδιον (cf. Ο 229—30. 318—27). b(BCE3E4)T

### book 221.1

ἔρχεο 〈νῦν, φίλε Φοῖβε,〉 μεθ’ Ἕκτορα: ἀντὶ τοῦ πρός

### book 221.2

ἢ ἐπί. | πρεπόντως δέ, ὅτε τὸν Ποσειδῶνα μετέστησεν, ἐξέπεμψε τὸν

### book 221.3

Ἀπόλλω· οὐ γὰρ ὤφειλεν αὐτὸν τῷ πρεσβυτέρῳ ἀντιτάττειν ἀξιώ‐

### book 221.4

σας ὑπ’ ἐκείνου τιμηθῆναι διὰ τὸ πρεσβύτερον. b(BCE3)T

### book 223.1

〈εἰς ἅλα δῖαν:〉 ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν

### book 223.2

καλεῖ. Aint

### book 225a

οἵπερ νέρτεροι: ὅτι Ζηνόδοτος γράφει „οἵπερ νέρτα‐

### book 225a.1

τοι“. A Til πρὸς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κα‐

### book 225a.2

τωτέρου κατώτερος οὐδείς ἐστιν. ἐνερτέρους δὲ {καὶ} καλεῖ καὶ Οὐρα‐

### book 225a.3

νίωνας (sc. Ε 898) καὶ „ὑποταρταρίουσ“ (Ξ 279) καὶ Τιτᾶνας (cf.

### book 225a.5

Ξ 279) τοὺς περὶ Κρόνον θεούς. A

### book 225b.1

ἐνέρτεροι: νέρτεροι, T πρὸς σύγκρισιν τῶν ἐν τῇ

### book 225b.2

ἔρᾳ διαγόντων μετὰ Ἀϊδωνέως· ἄναξ γοῦν ἐνέρων Ἀϊδωνεύς. b

### book 225b.3

(BCE3E4)T ἔστιν οὖν ἐνερώτερος ἐνέρτερος κατὰ συγκοπὴν καὶ

### book 225b.4

ἀποβολῇ νέρτερος. b(BCE3)T

### book 225c

〈ἀμφίς:〉 ἀντὶ τοῦ περί. Til

### book 226a.1

ἠμὲν ἐμοὶ πολὺ κέρδιον 〈ἠδὲ οἷ αὐτῷ〉: ἐμοὶ μὲν

### book 226a.2

διὰ τὸ μὴ τιμωρήσασθαι ἀδελφόν, αὐτῷ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ

### book 226a.3

„ἀνιδρωτί“ (Ο 228) ἐπὶ Ποσειδῶνος κεῖται, b(BCE3E4)T

### book 226b1.1

οἷ αὐτῷ: ὁ Ἀσκαλωνίτης (p. 54 Β.) ἀξιοῖ ἐγκλιτικῶς

### book 226b1.2

ἀναγινώσκειν, ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς

### book 226b1.3

ἁπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πεί‐

### book 226b1.4

θεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς

### book 226b1.5.1

ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ‘ἐμοὶ καὶ αὐτῷ ἔπλετο‘ ὥστε ἀπὸ

### book 226b1.5.2

κοινοῦ λαμβάνεσθαι τὸ „ἔπλετο“ (Ο 227) ῥῆμα. ὁμοίως δὲ καὶ ἐπ’

### book 226b1.5.3

ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ· „Μέντορ, μή ς’ ἐπέεσσι

### book 226b1.5.4

παραιπεπίθῃσιν Ὀδυσσεύς / μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ

### book 226b1.5.5

αὐτῷ“ (χ 213—4)· καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον· μὴ πεισάτω σε Ὀδυσ‐

### book 226b1.10

σεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ, ὁπότε προηγεῖ‐

### book 226b1.1

ται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει,

### book 226b1.2

εἴτε εἰς ἁπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον· διὸ μεμπτέον

### book 226b1.3

ἐκείνην τὴν ἀνάγνωσιν „ἀλλά οἱ αὐτῷ/ Ζεὺς ὀλέσσῃ“ (δ 667—8)·

### book 226b1.4

ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ’ ὀρθὸν τόνον ἀνα‐

### book 226b1.15

γινώσκεσθαι. A

### book 226b2.1

{ἠδέ οἱ αὐτῷ:} καθόλου ὀρθοτονητέον τὴν οἷ, ὅτε προηγεῖ‐

### book 226b2.2

ται τῆς αὐτός κατὰ δοτικήν, σεσημειωμένου τοῦ „†ὧδε οἱ† Ζεὺς ὀλέσειε

### book 226b2.3

βίην“ (δ 667—8). T

### book 227.1

〈πάροιθε:〉 χρονικόν ἐστιν ἐπίρρημα τὸ πάροιθε. νεμεσ‐

### book 227.2

σηθείς δὲ ἤτοι μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν μοι, ἢ αἰδεσθείς,

### book 227.3

παρὰ τὴν νέμεσιν. b(BCE3E4)

### book 229a.1

〈λάβ’ αἰγίδα:〉 ὅτι τοῦ Διὸς ἡ αἰγὶς ὅπλον· Ἀπόλλωνι

### book 229a.2

γοῦν δίδωσιν. Aint

### book 229b.1

λάβ’ αἰγίδα: δύο φησὶν ὁ Σιδώνιος εἶναι τὰς αἰγίδας, τὴν

### book 229b.2

μὲν Διός, τὴν δὲ Ἀθηνᾶς, ἄτρωτον σκέπην, ἐφ’ ἧς φησι „ἣν οὐδὲ

### book 229b.3

Διὸς δάμνησι κεραυνόσ“ (Φ 401)· καὶ γάρ φησιν ἐν τῇ Β (447)·

### book 229b.4

„αἰγίδ’ ἔχους’ ἐρίτιμον“, οὐδενὸς κατεπείγοντος ἔχειν τὸ Διὸς ὅπλον.

### book 229b.5.1

ἐν ταὐτῷ δὲ εὑρίσκονται οἱ δύο ἔχοντες αἰγίδας σφίσι· „καὶ τότ’ ἄρα

### book 229b.5.2

Κρονίδης ἕλετ’ αἰγίδα“ (Ρ 593) 〈καὶ〉 μετ’ ὀλίγον „ἀμφὶ δ’ Ἀθήνη /

### book 229b.1

ὤμοις ἰφθίμοισ〈ι〉 βάλ’ αἰγίδα“ (Σ 203—4). ἄτοπον δὲ ἔγχος μὲν αὐ‐

### book 229b.2

τὴν ἔχειν καὶ περικεφαλαίαν, ὅπλον δὲ μή. καὶ Ἄρης, ὅτε Δία ἐμέμφετο

### book 229b.3

(cf. Ε 879—80), εἶπεν ἂν ὡς καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθ’

### book 229b.10

ἡμῶν. T

### book 229b.1

Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος αὐτὸν—αἰγίοχον

### book 229b.2

προσαγορευθῆναι. A

### book 230a.1

τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας 〈Ἀχαιούς:

### book 230a.2

ὅτι πάντας κοινῶς ἥρωας〉 καλεῖ καὶ οὐ μόνον τοὺς βασιλεῖς, ὡς

### book 230a.3

Ἴστρος (FGrHist 334, 69). A

### book 230b.1

τῇ μάλ’ ἐπισσείων φοβέειν: μάλα φοβεῖν ἢ μάλα

### book 230b.2

ἐπισσείων. | Ἄρη δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ δι’ Ἀσκάλαφον,

### book 230b.3

ὅπως μὴ μετατραπῇ εἰς τοὺς Ἕλληνας. b(BCE3E4)T

### book 231.1

σοὶ δ’ αὐτῷ μελέτω: ἀπὸ τούτου ἕως τοῦ „ὥς κε καὶ αὖ‐

### book 231.2

τις Ἀχαιοί“ (Ο 235) ἀθετοῦνται στίχοι πέντε, ὅτι ἄκαιροι οἱ λόγοι,

### book 231.3

ἐπὶ τοσοῦτον ἐγεῖραι τὸν Ἕκτορα, ἕως ἐπὶ τὰς ναῦς φύγωσι (cf. Ο

### book 231.4

232—3)· μετὰ δὲ ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας

### book 231.5.1

ἀναπνεῦσαι (cf. Ο 234—5). καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρι‐

### book 231.5.2

σμένη τῷ Ἀπόλλωνι. A

### book 231-5a.1

〈σοὶ δ’ αὐτῷ μελέτω—ἀναπνεύσωσι πό‐

### book 231-5a.2

νοιο:〉 καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο. Aim

### book 231-5b.1

〈σοὶ δ’ αὐτῷ μελέτω—ἀναπνεύσωσι πό‐

### book 231-5b.2

νοιο:〉 οἱ πέντε ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀχρεῖοι. ἢ ἵνα μὴ

### book 231-5b

παντελῆ ποιήσηται ἀπώλειαν τῶν Ἀχαιῶν, προσδιωρίσατο. Til

### book 232a1.1

〈ὄφρ’ ἄν:〉 Ἀρίσταρχος „τόφρ’ ἄν {ἀχαιοί}“, μετὰ τοῦ

### book 232a1.2

τ. Aim

### book 232a2

διὰ τοῦ τ „τόφρ’ ἄν {ἀχαιοί}“ αἱ Ἀριστάρχου. Aint

### book 234.1

〈κεῖθεν δ’ αὐτὸς ἐγὼ〉 φράσομαι 〈ἔργον τε ἔπος τε〉:

### book 234.2

οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ φράσομαι, ἵνα μὴ δύσθυμον

### book 234.3

ἐργάσηται τὸν Ἀπόλλωνα. ἔργον δὲ τὴν ἔξοδόν φησιν, ἔπος τὸ „ἀμ‐

### book 234.4

φοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου“ (Υ 25). b(BCE3E4)T

### book 235.1

πόνοιο: τῆς ἀλγηδόνος· „ἀτὰρ οὔ τιν’ ἔχει πόνον“ (ν 423)

### book 235.2

καὶ „δυσπονέος καμάτοιο“ (ε 493). T

### book 237-8.1

ἴρηκι ἐοικώς 〈/ ὠκέϊ φασσοφόνῳ〉: δυοῖν θεοῖν κάθ‐

### book 237-8.2

οδον ἐκφράζων ἐπὶ μὲν τῆς Ἴριδος παρέλαβε χαλάζης ἢ χιόνος (cf.

### book 237-8.3

Ο 170), τούτοις εἰκάσας, ἃ καὶ σημαίνει ἡ ἾΡΙΣ, τὸν δὲ ἱέρακα ἐπὶ τοῦ

### book 237-8.4

Ἀπόλλωνος· ἱερὸς γὰρ Ἀπόλλωνος ὁ ἱέραξ· καὶ τὸ φασσοφόνῳ

### book 237-8.5.1

(238) δὲ οἰκεῖον, ἐπεὶ καὶ ὁ θεὸς κάτεισιν ἐπὶ φόνῳ τῶν Ἀχαιῶν. b

### book 237-8.5.2

(BCE3E4)T δέκα δέ φασιν ἱεράκων γένη, 〈ὧν〉 ἓν τὸ φασσοφό‐

### book 237-8.5.3

νον. φάσσα δὲ ὅμοιον τρυγόνος, ὡς Ἀριστοτέλης φησίν (cf. h. an.

### book 237-8.5.4

9,36 p. 620a17 et 6,4 p. 562b3. 9,7 p. 613a14). T

### book 238

ὅς τ’ ὤκιστος 〈πετεηνῶν〉: ἐπὶ δὲ ἀετοῦ „ὅς θ’ ἅμα κάρ‐

### book 238

τιστός τε καὶ ὤκιστος 〈πετεηνῶν〉“ (Φ 253). T

### book 240.1

〈ἐσαγείρετο:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ε ἐσαγείρετο

### book 240.2

παρατατικῶς, ἄλλοι δὲ „ἐσαγείρατο“ διὰ τοῦ α. Aim

### book 241a.1

ἀμφὶ ἓ γινώσκων: ὀρθοτονητέον τὴν ἕ· μεταλαμβάνε‐

### book 241a.2

ται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν. | ἡ διπλῆ δέ, ὅτι τὸ γινώσκων ἴσον

### book 241a.3

ἐστι τῷ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως, οὐκ

### book 241a.4

ἐκ προχείρου γινώσκων, ἀλλ’ οἷον ἀναγνωρίζων. καὶ κατ’ ὀρθὸν τόνον

### book 241a.5.1

ἀναγνωστέον ἀμφὶ ἓ γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ

### book 241a.5.2

μέρος σκοπῶν. A

### book 241b

ἀμφὶ ἓ γινώσκων 〈ἑτάρουσ〉: ὅτι τὸ γινώσκων T

### book 241b.1

ἀντὶ τοῦ ἀναγνωρίζων καὶ ὑπομιμνῃσκόμενος ἀρτίως τῆς ἑκάστου

### book 241b.2

ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων τοὺς παρεστῶτας. b(BCE3E4)T |

### book 241b.3

ὀρθοτονητέον δὲ τὴν ἕ· εἰς σύνθετον γὰρ μεταλαμβάνει. | Χρύσιππος

### book 241b.5.1

(St. V. Fr. III fr. 774) δὲ ψιλοῖ τὸ ε ὡς περισσεῦον καί φησιν ἀμ‐

### book 241b.5.2

φιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων. T

### book 244a1.1

τίη δὲ σὺ 〈νόσφιν ἀπ’ ἄλλων〉: ἠθικῶς πάνυ, ὡς

### book 244a1.2

πρὸς νοσοῦντά φαμεν ‘τί κατάκεισαι;‘. τὸ δὲ νόσφιν ἀντὶ τοῦ ἀπό·

### book 244a1.3

ταὐτὸν δέ ἐστι τὸ ἀπό τῷ νόσφιν. T

### book 244a2.1

νόσφιν καὶ ἀπό ταὐτόν ἐστιν. b(BCE3) ἠθικὸς δὲ

### book 244a2.2

ὁ λόγος, ὡς πρὸς νοσοῦντά φαμεν ‘τί κατάκεισαι;‘. b(BE3E4)

### book 245a

ἧς’ ὀλιγηπελέων; 〈ἦ πού τί σε κῆδος ἱκάνει:〉 δα‐

### book 245a.1

συντέον τὸ ἧσαι· προείρηται δὲ περὶ τούτου (sc. ad Δ 412 c). τὸ δὲ

### book 245a.2

ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ „ὀλιγοδρανέων“ (Ο 242. Χ

### book 245a.3

337). τὸ δὲ ἦ πού τί σε ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον. A

### book 245b.1

ὀλιγηπελέων: ὀλίγην τοῦ πέλειν ἔχων μοῖραν, ἐγγὺς ὢν

### book 245b.2

τοῦ ἐκλεῖψαι. b(BE3E4)Til

### book 245c

ἦ: διαπορητικός· διὸ περισπᾶται. τινὲς ἀποφατικός. TTil

### book 246-7.1

ὀλιγοδρανέων (246): τὸ „ὀλιγηπελέων“ (Ο 245) μετ‐

### book 246-7.2

είληφεν, ὀλίγον b(BCE3)T τοῦ δρᾶν ἔχων. καὶ πῶς οἶδεν (cf.

### book 246-7.3

247) ὅτι θεός ἐστιν; b(BCE3E4)T ἢ ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν, ἢ

### book 246-7.4

T ἀπὸ τοῦ ἐρέσθαι (sc. Ο 244—5)· πάντες γὰρ οἱ Τρῶες ᾔδεισαν

### book 246-7.5

τὸ γεγονὸς b(BCE3E4)T καὶ οὐκ ἂν αὐτὸν ἀνηρώτων. b(BCE3E4)

### book 248a

〈ἀΐεις:〉 αἰσθάνῃ. Til

### book 248b

〈ὅ με:〉 ὅτι με· „ὅ μοι γέρας ἔρχεται ἄλλῃ“ (Α 120). Til

### book 249a

οὕς: τοὺς αὐτοῦ. Til

### book 249b.1

βοὴν ἀγαθὸς 〈...〉 Αἴας: καὶ ἀλλαχοῦ „εἰ δέ που

### book 249b.2

Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην“ (Ρ 102). ἐπὶ δὲ Διομήδους καὶ

### book 249b.3

Μενελάου συνεχῶς (cf. Β 563 al. et Β 408 al.). T

### book 251.1

〈νέκυας καὶ δῶμ’ Ἀΐδαο:〉 περιφραστικῶς τὸν Ἅι‐

### book 251.2

δην. Til

### book 252a1.1

〈ὄψεσθαι:〉 Ἀρίσταρχος „ἵξεσθαι“, καὶ οὐκ ἄχαρις ἡ

### book 252a1.2

γραφή. Aim

### book 252a2

οἱ μὲν „ἵξεσθαι“ γράφουσιν, οἱ δὲ „ἱξεῖσθαι“· οὐ γὰρ

### book 252a2

ἄχαρις ἡ γραφή. Til

### book 252b.1

ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι ἄϊον ἀντὶ τοῦ ἐπῃσθό‐

### book 252b.2

μην, τοῦτο δέ ἐστι, τῆς ψυχῆς μου ἥψατο. καὶ ἐν ἄλλοις „τοὶ δὲ πλη‐

### book 252b.3

γῆς ἀΐοντεσ“ (Λ 532), ἐπαισθόμενοι τῆς πληγῆς· τῷ εἴδει τὸ γένος. A

### book 252c.1

ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι τὸ ἄϊον ἤλγησα· b

### book 252c.2

(BCE3)T ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις ὥστε αἴσθησιν αὐτῇ

### book 252c.3

γενέσθαι. b(BCE3E4)T

### book 254

〈τοῖόν τοι:〉 τοῖον, οἷον οἶδας. Til

### book 254-5a1.1

Κρονίων 〈/ ...〉 προέηκε: ὑπὸ μεγίστου θεοῦ

### book 254-5a1.2

φήσας πεπέμφθαι εὐέλπιδα αὐτὸν ἀπεργάζεται. T

### book 254-5a2.1

ὑπὸ μεγίστου καὶ ὑπερέχοντος θεοῦ φήσας αὐτὸν πε‐

### book 254-5a2.2

πέμφθαι οὐ τὴν τυχοῦσαν δίδωσιν ἐλπίδα. b(BCE3E4)

### book 256-7.1

〈Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος

### book 256-7.2

περ / ῥύομαι:〉 ὅτι τοῖς ὀνόμασιν ἐπήγαγε τὸ ῥύομαι. Til

### book 256a1.1

χρυσάορον: τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν

### book 256a1.2

ἔχοντα· καὶ Πίνδαρος „χρυσάορα Ὀρφέα“ φησί (fr. 128 c 12). τινὲς

### book 256a1.3

δὲ χρυσοῦν ξίφος ἔχοντα. b(BCE3)T

### book 256a2.1

χρυσάορον: ἤτοι—ἁγνὸς γὰρ ὁ θεός. | καὶ Πίν‐

### book 256a2.2

δαρος „χρυσάορα Ὀρφέα“ φησί. τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα. |

### book 256a2

Ἑρμῆς ὁ Διὸς καὶ Μαίας—ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος. A

### book 258-9.1

ἀλλ’ ἄγε νῦν ἱππεῦσιν〈—ἐλαυνέμεν ὠκέας

### book 258-9.2

ἵππουσ〉: προοικονομεῖ ἐντεῦθεν ὥστε ἀπὸ ἴσου ὕψους γενέσθαι τὴν

### book 258-9.3

μάχην, „οἱ μὲν ἀφ’ ἵππων, / οἱ †δὲ† ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάν‐

### book 258-9.4

τεσ“ (Ο 386—7). ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρᾳ εἰσελάσει περιττόν τι

### book 258-9.5.1

φαίνεσθαι· πρότερον οὖν πεζοὶ διέβαινον τὴν τάφρον, νῦν δὲ διὰ τὸν

### book 258-9.5.2

Ἀπόλλωνα μεῖζον τι πράττεται b(BCE3E4)T ὥστε μηδὲν ἐμπό‐

### book 258-9.5.3

διον εἶναι ἐκ τῆς τάφρου περὶ τὴν εἰσέλασιν τῶν ἵππων. T

### book 258a1

〈ἱππεῦσιν ... πολέεσσι:〉 πολλοῖς ἱππεῦσιν. Til

### book 258b1.1

〈ἐπότρυνον:〉 ἐπίταξον· „οἵ ἑθεν ὀτρύνοντοσ“ (Ο 199)

### book 258b1.2

ἀντὶ τοῦ ἐπιτάττοντος. Til

### book 258a2/b2

πολλοῖς ἱππεῦσιν ἐπίταξον. b(BCE3E4)

### book 259

〈νηυσὶν ἔπι:〉 ἀντὶ τοῦ ἐπὶ νῆας. Til

### book 261.1

τρέψω δ’ ἥρωας Ἀχαιῶν: τὴν τάφρον καταβαλών. ἢ

### book 261.2

τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵν’ ᾖ b(BE3E4)T ὁ δέ ἀντὶ τοῦ γάρ.

### book 261.3

b(BE3E4)TTil

### book 262.1

ἔμπνευσε μένος μέγα 〈ποιμένι λαῶν〉: Ζηνόδοτος

### book 262.2

ὁ Μαλλώτης (fr. 2 p. 149 Pusch) ἐκ τούτου συνάγει ὅτι Παιήων ἐστὶν

### book 262.3

ὁ Ἀπόλλων, εἴγε αὐτὸς ἐπιρρώνυσι τὸν Ἕκτορα. T ἀναγκαία

### book 262.4

δὲ ἡ προσθήκη τοῦ μέγα πρὸς ἀνάληψιν τοῦ οὕτω κεκακωμένου.

### book 262.5

b(BCE3E4)T

### book 263-4a.1

ὡς δ’ ὅτε 〈τις στατὸς ἵππος—κροαίνων〉:

### book 263-4a.2

ταῦτα δεῖ φέρεσθαι τὰ δύο διὰ τὸ „ὣς Ἕκτωρ“ (Ο 269). ἀπὸ δὲ τοῦ

### book 263-4a.3

„εἰωθώσ“ (Ο 265) ἀθετητέον· οἰκειότερον γὰρ ἐπὶ Ἀλεξάνδρου κεῖνται

### book 263-4a.4

(sc. Ζ 508—11)· οὐ γὰρ ἁρμόσειαν Ἕκτορι νῦν. τινὲς δὲ ὡς καλὸς καὶ

### book 263-4a.5.1

Ἕκτωρ· „οἳ καὶ ἐθηήσαντο φυὴν καὶ εἶδος ἀγητόν / Ἕκτοροσ“ (Χ

### book 263-4a.5.2

370—1). εἰ δὲ τέτρωται, ἀλλ’ ὑπὸ δύο θεῶν ἐπαίρεται. ἔστι δὲ ἐπηρ‐

### book 263-4a.5.3

μένος καὶ ἐπαγαλλόμενος ταῖς τύχαις. T

### book 263-4b.1

ἀκοστήσας ἐπὶ φάτνῃ 〈/ δεσμὸν ἀπορρήξασ〉: τὸ

### book 263-4b.2

ἐπὶ φάτνῃ δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάτ‐

### book 263-4b.3

τεσθαι, ἵν’ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον. A

### book 263.1

ἀκοστήσας: Κύπριοι ἀκοστὰς τὰς κριθάς· οἱ δὲ παρὰ τὸν

### book 263.2

γοῖτον, λίαν ῥυπωθείς. ἢ ἄχος ἡγησάμενος τὴν στάσιν. T

### book 264

〈κροαίνων:〉 τινὲς ἐπιθυμῶν. Til

### book 265a.1

εἰωθὼς λούεσθαι: ἀπὸ τούτου ἕως τοῦ „ῥίμφα ἑ γοῦνα

### book 265a.2

φέρει“ (Ο 268) ἀθετοῦνται στίχοι τέσσαρες καὶ ἀστερίσκοι παράκεινται,

### book 265a.3

ὅτι οἰκειότερον ἐπ’ Ἀλεξάνδρου (sc. Ζ 508—11)· καὶ τὸ τῆς καλλονῆς

### book 265a.4

καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου πρὸς τὸν ἐν θα‐

### book 265a.5.1

λάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατὰ τὴν αἰφνίδιον ἐξόρμησιν

### book 265a.5.2

ὁμοιότης. καὶ τὸ „κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει“ (Ο 266) ἐφ’ Ἕκτορος τοῦ

### book 265a.5.3

ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ ἁρμόζει. τοὺς μέντοι

### book 265a.5.4

προκειμένους τῶν ἠθετημένων δύο στίχους (sc. Ο 263—4) δεῖ μένειν,

### book 265a.5.5

πρὸς οὓς καὶ ἡ ἀνταπόδοσις (sc. Ο 269—70) γίνεται. A

### book 265b

〈εἰωθὼς λούεσθαι:〉 Ζηνόδοτος τοῦτον μόνον γράφει,

### book 265b

Ἀρίσταρχος δὲ καὶ τοὺς ἄλλους τρεῖς (sc. Ο 266—8). Til

### book 265c.1

ποταμοῖο: λείπει ὕδατι. ἢ ἀντὶ δοτικῆς, ὅ ἐστιν ὕδατι πο‐

### book 265c.2

τίμῳ, ὡς καὶ τὸ „λοεσ〈σ〉άμενος ποταμοῖο“ (Φ 560). T

### book 269

〈γούνατα:〉 τινὲς δὲ τὸ γενικόν, τὸ „γυῖα“. Til

### book 270a.1

〈ὀτρύνων:〉 τινὲς „ὀτρυνέων“· οὔπω γὰρ κατηντήκει εἰς

### book 270a.2

τὸ πλῆθος τῶν Τρώων. Til

### book 270b.1

ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν: ὅτε ᾔσθετο ὅτι ἣν ἔκλυεν

### book 270b.2

αὐδήν, θεοῦ ἐστιν. b(BCE3E4)T

### book 271.1

〈ἔλαφον〉 κεραόν: τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφο‐

### book 271.2

ρεῖ. τί οὖν ἐστι τὸ „χρυσόκερων ἔλαφον θήλειαν ἄξοντα“ παρὰ Πιν‐

### book 271.3

δάρῳ (Ol. 3, 29) λεγόμενον; AT

### book 272a1.1

〈ἐσσεύοντο:〉 Ἀρίσταρχος „ἐσσεύαντο“ διὰ τοῦ α, καὶ

### book 272a1.2

ἅπασαι. Aint

### book 272a2

αἱ πᾶσαι διὰ τοῦ α „ἐσσεύαντο“. Til

### book 272b.1

ἀγροιῶται: ἀγρόται. οὕτω δὲ τοὺς θηρευτάς φασιν

### book 272b.2

Ἀττικοί· b(BCE3)T „οἷσί τε τέκνα / ἀγρόται ἐξείλοντο“ (π

### book 272b.3

217—8). T

### book 273a

τὸν μέν τ’ ἠλίβατος πέτρη: τὸν αἴγαγρον· b

### book 273a

(BCE3E4)T οὗτος γὰρ τῶν ὀρειβατούντων ἐστίν. b(BCE3)T

### book 273b1.1

ἠλίβατος: ἧς ἁμαρτάνομεν τῆς βάσεως, A T „ἠλι‐

### book 273b1.2

τόμηνον“ (Τ 118). T εἰ δὲ ἦν ‘ὑφ’ ἡλίου μόνου βαινομένη‘ A T |

### book 273b1.3

ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, A | ἦν ἂν „τὸν μέν θ’ ἡλίβατος πέτρη.

### book 273b1.4

A T

### book 273b2.1

ἠλίβατος δὲ ἧς ἁμαρτάνομεν τῆς βάσεως. ἢ ἡ μόνῳ

### book 273b2.2

ἡλίῳ βαινομένη. b(BCE3)

### book 273c.1

δάσκιος 〈ὕλη〉: ἡ λίαν σκιώδης A b (BCE3E4)T ἢ

### book 273c.2

δασύσκιος. A b (BCE3)T τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει· καὶ ἀλλα‐

### book 273c.3

χοῦ „ἐκ νομοῦ ὕλης / πιόμενοσ“ (κ 159—60). A T

### book 274.1

οὐδ’ ἄρα τέ σφι 〈κιχήμεναι αἴσιμον ἦεν〉: πε‐

### book 274.2

ρισσὸν τὸ τέ, b(BCE3)T τινὲς δὲ „†τᾶισφιν†“. T | αἴσιμον δὲ

### book 274.3

εἱμαρμένον· b(BCE3)T οἶδε γὰρ αὐτὴν καὶ μέχρι ζῴων ἀλόγων

### book 274.4

φθάνουσαν. b(BCE3E4)T οἱ δὲ αἴσιμον ἀντὶ τοῦ καθῆκον. b

### book 274.5

(BCE3)T

### book 275a

τῶν τέ θ’ ὑπὸ ἰαχῆς: ὑπὸ ἰαχῆς διεγερθεὶς δηλονότι. T

### book 275b.1

λίς: παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον· λεῖος γὰρ

### book 275b.2

ὅλος πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν. A b (BCE3)T

### book 276.1

εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶ‐

### book 276.2

τας: ἀντὶ τοῦ ἐν ὁδῷ. ἢ καὶ μεμαῶτας εἰς ὁδὸν πάντας

### book 276.3

ἔτρεψε καὶ στῆναι αὐτοῦ παρεσκεύασεν. b(BCE3E4)T

### book 277-8.1

ὣς Δαναοὶ εἵως 〈μὲν—ἀμφιγύοισιν〉: πάλιν

### book 277-8.2

τὸ εἵως (277) ἀντὶ τοῦ τέως κεῖται. οὐκ ἄρα ὑποστιγμήν, ἀλλὰ στιγ‐

### book 277-8.3

μὴν θετέον ἐπὶ τὸ ἀμφιγύοισιν (278). A

### book 277a.1

εἵως μὲν 〈ὁμιλαδόν〉: Ζηνόδοτος γράφει „τείωσ“·

### book 277a.2

ἔστι δὲ ἀνταποδοτικόν. T | φασὶ τὸ ἕως, ὅταν ᾖ μετὰ συνδέσμου, δη‐

### book 277a.3

λοῦν τὸ ἕως τινός. τὸ δὲ ὁμιλαδόν ἐπίρρημα μεσότητος b(BCE3E4)

### book 277a.4

T ἀντὶ τοῦ ὁμιλαδῶς, T καὶ ἔστιν ἀντὶ τοῦ πολεμικῶς

### book 277a.5

ἢ ἀθροιστικῶς. b(BCE3E4)T

### book 277b

αἰέν: ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης. b(BCE3E4)Til

### book 280a.1

〈τάρβησαν:〉 οὐχ ὑπὸ δειλίας, ἀλλὰ διὰ τὸ παράδοξον

### book 280a.2

τῆς ἀναστάσεως, σκοποῦντες μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος. b(BCE3E4)T

### book 280b.1

παραὶ ποσὶ κάππεσε θυμός: ἡ ψυχὴ αὐτῶν ἐνενεύ‐

### book 280b.2

κει εἰς τοὺς πόδας, ὅπως διὰ τούτων σωθῶσιν. ἢ ταῖς ψυχαῖς ἐταπει‐

### book 280b.3

νώθησαν καὶ κατέπεσον. ἢ τὸ πὰρ ποσίν ἀντὶ τοῦ παραυτά. b(BCE3

### book 280b

E4)T

### book 280b.5.1

παραὶ ποσὶ κάππεσε θυμός: τὰ, ψυχὰς ἐταπεινώθησαν

### book 280b.5.2

—παρὰ τοῖς ποσὶν εἶχον. A

### book 281-4.1

〈Θόας, Ἀνδραίμονος υἱός, / Αἰτωλῶν ὄχ’ ἄρι‐

### book 281-4.2

στος—περὶ μύθων:〉 οὗτος {δὲ} Γόργης υἱὸς τῆς Οἰνέως, ὑπὸ

### book 281-4.3

Διομήδους ἀποδειχθεὶς βασιλεὺς Αἰτωλίας. διδάσκει δὲ ὡς δεόντως

### book 281-4.4

Ποσειδῶν αὐτῷ εἴκασται (cf. Ν 215—8) ὡς δυναμένῳ πείθειν ἐν

### book 281-4.5

λόγῳ. T

### book 282.1

ἐπιστάμενος μὲν ἄκοντι: λείπει τὸ χρῆσθαι· ἢ τὸ

### book 282.2

ἐπιστάμενος 〈ἄκοντι〉 ἀντὶ τοῦ ἐπιστήμων ἄκοντος. T

### book 283

〈ἐν σταδίῃ:〉 λείπει μάχῃ. Til

### book 283-4.1

〈ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν / νίκων,〉 ὁπ〈π〉ό‐

### book 283-4.2

τε κοῦροι 〈ἐρίσσειαν περὶ μύθων〉: τὸ ἑξῆς κοῦροι Ἀχαιῶν,

### book 283-4.3

ὡς „υἷες Ἀχαιῶν“ (Α 162 al.)· ἄτοπος γὰρ ἡ τῶν παίδων ἅμιλλα. T

### book 286.1

ὢ πόποι: τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι

### book 286.2

παράδοξον. b(BCE3E4)T ἔστι δὲ καὶ προσφωνηματικόν· δισσῶς

### book 286.3

γὰρ λέγεται. b(BCE3E4)

### book 288a.1

ἦ {θήν μιν}: διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐ‐

### book 288a.2

τόν. A

### book 288b

〈ἦ θήν μιν:〉 ὅτι τὸ θήν ἀντὶ τοῦ πού. Aim

### book 288c

ἦ θην: ὅτι τὸ ἦ θην ἀντὶ τοῦ ὄντως που, οἷον καὶ ἀλ‐

### book 288c

λαχοῦ „ἦ θήν ς’ ἐξανύω γε“ (Λ 365). T

### book 288d

〈ἔλπετο:〉 ἔδει ‘ἐπέπειστο‘. Til

### book 289

〈θανέειν:〉 τεθνηκέναι ἢ θανεῖσθαι. Til

### book 292.1

〈ὣς καὶ νῦν ἔσσεσθαι ὀΐομαι:〉 τὸ πολλῶν Δαναῶν

### book 292.2

γούνατα λύσειν. Til

### book 293a.1

〈πρόμος ἵσταται ὧδε μενοινῶν:〉 ὅτι πρόμος σα‐

### book 293a.2

φῶς ὁ πρόμαχος. Aim

### book 293b.1

ὧδε μενοινῶν: οὕτω διαμάχεσθαι ἡμῖν προθυμούμενος.

### book 293b.2

b(BCE3)T

### book 295.1

πληθὺν μὲν ποτὶ νῆας 〈ἀνώξομεν ἀπονέεσθαι〉:

### book 295.2

ἵνα μὴ, ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου, ἣν ἑώρα νῦν περὶ Ἕκτορα,

### book 295.3

ἐμπέσωσι τῇ τάφρῳ· ἄλλως τε καὶ ἀσθενὴς ὄχλος ἀχρεῖος πρὸς ἄμυναν

### book 295.4

καὶ μᾶλλον τροπῆς περιποιητικός. b(BCE3E4)T

### book 297a.1

〈στείομεν·〉 εἴ κεν πρῶτον ἐρύξομεν 〈ἀντιάσαν‐

### book 297a.2

τεσ〉: πλεονάζει ὁ κέν· b(BCE3E4)T εἰ ἐν πρώτοις αὐτὸν

### book 297a.3

ὄντα ἐπισχήσομεν ὑπαντήσαντες, οἴω δείσεσθαι καὶ τὰ ἑξῆς (cf. Ο

### book 297a.4

298—9). T ἀλλαχοῦ δὲ „ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα

### book 297a.5

μένοντεσ“ (Χ 231). b(BCE3E4)T

### book 297b

〈ὥς κεν:〉 γράφεται καὶ „εἴ κεν“. Aim

### book 298.1

δούρατ’ ἀνασχόμενοι: ἤτοι συναπτέον τῷ „ἀντιάσαν‐

### book 298.2

τεσ“ (Ο 297), ἢ διασταλτέον ἀπ’ αὐτοῦ, ἵν’ ᾖ τὸ ἑξῆς „στείομεν“ (Ο

### book 298.3

297) δούρατ’ ἀνασχόμενοι. A

### book 298-9.1

〈τὸν δ’ οἴω καὶ μεμαῶτα / θυμῷ δείσεσθαι:〉 τὸ

### book 298-9.2

θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι. Aim

### book 299

δείσεσθαι: ἀντὶ τοῦ δείσειν, καὶ ἔστι βίαιον. ἢ μέσον ὄντα

### book 299

αὐτὸν ἐδιπλασίασεν. T

### book 300.1

〈τοῦ μάλα μὲν〉 κλύον ἠδὲ πίθοντο: ἔκλυον αὐτοῦ

### book 300.2

καὶ τοῖς λεχθεῖσιν ἐπείσθησαν. T

### book 301a1.1

〈ἀμφ’ Αἴαντα:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „〈ἀμφ’〉

### book 301a1.2

Αἴαντε“ δυϊκῶς. Aint

### book 301a2.1

ἀμφ’ Αἴαντε: οὕτως οἱ περὶ Ζηνόδοτον δυϊκῶς· οἱ δὲ

### book 301a2.2

„ἀμφ’ Αἴαντα“. T

### book 302a.1

Τεῦκρον 〈Μηριόνην τε Μέγην τε〉: οὐκ ἐπὶ πάν‐

### book 302a.2

των ὁ τέ συμπεπλήρωκε τὸν λόγον. T

### book 302b1.1

Μέγην {τ’ ἀτάλαντον}: Ἀρίσταρχος βαρύνει ὡς „Μέ‐

### book 302b1.2

σθλην τε Γλαῦκόν τε“ (Ρ 216), καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκα‐

### book 302b1.3

λωνίτης (p. 54 B.) καὶ ἄλλοι περισπῶσιν ὡς „Ἑρμῆν“ (θ 334) καὶ „Πο‐

### book 302b1.4

δῆν“ (Ρ 590)· τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα,

### book 302b1.5.1

ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, „λέβητα“ (Ψ

### book 302b1.5.2

267 al.), Λάχητα· εἰ δ’ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται·

### book 302b1.5.3

ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου, „Φυλείδην

### book 302b1.5.4

τε Μέγητα“ (Τ 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν

### book 302b1.5.5

καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου

### book 302b1.10.1

πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ

### book 302b1.10.2

τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν. ἔπειτα πολλά

### book 302b1.10.3

ἐστι διχῶς κεκλιμένα· τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλά‐

### book 302b1.10.4

βως ἔκλινεν, „πέρσεν δὲ πόλιν θείοιο Μύνητοσ“ (Τ 296), ὁ δὲ Σο‐

### book 302b1.10.5

φοκλῆς (fr. 40 N.2 = 43 P. = 43 R.) ἰσοσυλλάβως· „Μύνου τ’ Ἐπιστρόφου

### book 302b1.15.1

γε“. μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ

### book 302b1.15.2

μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος (FGrHist 1, 22) οὕτως

### book 302b1.15.3

κλίνας· φησὶ γάρ· „καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην

### book 302b1.15.4

εὗρεν ἀποπεπτωκότα“· ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν· „ἢ

### book 302b1

λύχνοιο μύκητες ἀγείρονται περὶ μοῖραν“ (Phaen. 976). καὶ μήποτε

### book 302b1.20.1

ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα

### book 302b1.20.2

οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. A

### book 302b2.1

{μέγην τε:} Ἀρίσταρχος μὲν βαρύνει τὸ Μέγην †κα‐

### book 302b2.2

κῶς†, οἱ δὲ περὶ Πτολεμαῖον περισπῶσιν ὡς ἀπὸ περισπωμένης εὐ‐

### book 302b2.3

θείας· καὶ διφορεῖσθαί φασι τὸ Μέγης ὡς Θάλης καὶ Θαλῆς. τὰ μέντοι

### book 302b2.4

διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, ὡς μύκης μύκητος καὶ μύκου,

### book 302b2.5

Μύνης Μύνητος καὶ Μύνου. T

### book 303.1

〈ὑσμίνην〉 ἤρτυνον 〈ἀριστῆας καλέσαντεσ〉: παρ‐

### book 303.2

εσκεύαζον ὥστε μάχεσθαι. οἱ δέ, κατήρτιζον εἰς μάχην τοὺς

### book 303.3

ἀριστέας. T

### book 305a.1

〈ἡ πληθὺς ... ἀπονέοντο:〉 πρὸς τὸ σχῆμα, ὅτι

### book 305a.2

πληθυντικῶς ἀπήντηκεν. Aim

### book 305b1.1

ἡ πληθὺς 〈...〉 ἀπονέοντο: πρὸς τὸ σημαινόμενον

### book 305b1.2

ἀπέδωκεν· ἡ πληθὺς γὰρ πολλοὺς σημαίνει. T

### book 305b2.1

πρὸς τὸ σημαινόμενον, οὐ πρὸς τὸ πληθύς ὑπήντησε τὸ

### book 305b2.2

ἀπονέοντο. b(BCE3E4)

### book 306a

〈προὔτυψαν:〉 προενέπεσον. Til

### book 306b

〈ἦρχε δ’ ἄρ’ Ἕκτωρ:〉 ἦρχε τῆς ἐμβολῆς. Til

### book 307a1

〈βιβάς:〉 Ἀρίσταρχος „βιβῶν“. Aim

### book 307a2.1

{μακρὰ βιβᾶς:} „βιβῶν“ πᾶσαι εἶχον. Ζηνόδοτος „βοῶν“,

### book 307a2.2

ἐπεὶ καὶ ἑξῆς φησιν „ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα“ (Ο 321). A

### book 307a3.1

{μακρὰ βιβάς:} οὕτω τινές, ἐπεὶ καὶ „ὕψι βιβάντα“ (Ν

### book 307a3.2

371) φησίν. ἄλλοι δὲ „βιβῶν“ γράφουσι καὶ περισπῶσι· Ζηνόδοτος δὲ

### book 307a3.3

„βοῶν“ γράφει, ἐπεὶ καὶ ἑξῆς φησιν „ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα“. T

### book 308-9.1

〈θοῦριν / δεινὴν ἀμφιδάσειαν ἀριπρεπέα:〉 δια‐

### book 308-9.2

σταλτέον καθ’ ἕν· ἔμφασις γὰρ μᾶλλον. Aint

### book 309

ἀμφιδάσειαν: πανταχόθεν—δὲ τὸ ὄνομα. A

### book 309a1.1

ἀμφιδάσεια〈ν〉: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ

### book 309a1.2

„χαλκοβάρεια“ (Λ 96 al.). ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 54

### book 309a1.3

B.) καὶ Ἀλεξίων (fr. 57 B.), σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον,

### book 309a1.4

εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ „ἠριγένεια“ (Α 477). A

### book 309a2.1

ἀμφιδάσειαν: οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν

### book 309a2.2

διὰ τοὺς θυσάνους. | προπαροξυτονητέον δέ, εἴτε σύνθετόν ἐστι εἴτε

### book 309a2.3

παρασύνθετον. b(BCE3)T

### book 310.1

Ἥφαιστος Διῒ δῶκε: ὅτι σαφῶς Διῒ ἐσκεύασται ἡ αἰγίς,

### book 310.2

καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν. A

### book 312

〈ἀολλέες:〉 λείπει γεγονότες. Til

### book 312-7.1

ὦρτο δ’ ἀϋτή 〈/ —λιλαιόμενα χροὸς ἆσαι〉:

### book 312-7.2

πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς τῶν μαχομένων, ἐκ

### book 312-7.3

τῶν βαλλομένων βελῶν, ἐκ τῶν δοράτων, ὧν μὲν ἐπὶ σκοπὸν ῥιπτομέ‐

### book 312-7.4

νων, ὧν δὲ μάτην φερομένων. b(BCE3E4)T

### book 313

〈νευρῆφι:〉 τῶν νευρῶν. Til

### book 316-7.1

πολλὰ δὲ καὶ μεσ〈σ〉ηγὺ〈—λιλαιόμενα

### book 316-7.2

χροὸς ἆσαι〉: ‘μεσηγὺ ἵσταντο‘ μεσοπαγῆ ἐγίνοντο, μέχρι τοῦ μέ‐

### book 316-7.3

σου ἐμπησσόμενα τῇ γῇ διΐσταντο. b(BCE3E4)T | ἄλλως· ἐπιθυ‐

### book 316-7.4

μοῦντα τῶν ἐφ’ οὓς ἐβάλλετο, ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο. A b

### book 316-7.5

(BE3E4)T

### book 316a.1

〈χρόα λευκὸν ἐπαυρεῖν:〉 ὅτι ἀντὶ τοῦ χροὸς 〈λευ‐

### book 316a.2

κοῦ〉. | ἐπαυρεῖν ἐπιτυχεῖν. Aim

### book 316b.1

χρόα λευκόν: ἀντὶ τοῦ λευκοῦ χροός. | ὡς ἐπίπαν δὲ

### book 316b.2

λευκόχροες οἱ παλαιοί. T

### book 317.1

λιλαιόμενα: λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· „ζωρότε‐

### book 317.2

ρον δὲ κέραιε“ (Ι 203). A b (BCE3)T

### book 320-1a1.1

αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα 〈ἰδὼν Δαναῶν ταχυ‐

### book 320-1a1.2

πώλων / σεῖς’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ

### book 320-1a1.3

θυμόν〉: Ἀρίσταρχος ὡς „κατὰ δῶμα“ (Δ 386 al.), ἀπ’ εὐθείας τῆς

### book 320-1a1.4

ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων (fr. 58 B.) καὶ οἱ

### book 320-1a1.5.1

πλείους ὡς κατέναντα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια

### book 320-1a1.5.2

κατὰ συγκοπὴν „κατένωπα“, ὡς „μηρία“ (Λ 773 al.) „μῆρα“ (cf.

### book 320-1a1.5.3

Α 464 al.), σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ

### book 320-1a1.5.4

οὕτως· ἔστιν ἐνωπὴ ἡ πρόσοψις, „ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ“ (Ε

### book 320-1a1.5.5

374), παρ’ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν

### book 320-1a1.10.1

„ἰῶκα“ (Λ 601) εἶπεν μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα

### book 320-1a1.10.2

προπερισπωμένως. | ὑποστιγμὴν δὲ κατὰ τὸ τέλος τοῦ στίχου ἢ κατὰ

### book 320-1a1.10.3

τὸ σεῖσε (321) καὶ μέγα (321), τοῦ δέ (321) περιττεύοντος, τοῖσι

### book 320-1a1.10.4

δὲ θυμόν (321). A

### book 320-1a2

Ἀρίσταρχος προπερισπᾷ κατενῶπα (320). Aint

### book 320a.1

〈κατ’〉 ἐνῶπα: Ἀρίσταρχος προπερισπᾷ τὸ ἐνῶπα· ἢ

### book 320a.2

ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα κατὰ μεταπλασμόν, ὡς ἰωκὴν „ἰῶκα“ (Λ

### book 320a.3

601). ὁ μέντοι Ἡρωδιανὸς (2,95,2) προπαροξύνει, λέγων αὐτὸ εἶναι

### book 320a.4

ἀπὸ τοῦ ἐνώπιον καὶ „ἐνώπια“ (Θ 435 al.), ὃ σημαίνει τὰ ἐναντία, καὶ

### book 320a.5.1

κατὰ συγκοπὴν „ἔνωπα“, ὡς „μηρία“ (Λ 773 al.) „μῆρα“ (cf. Α 464

### book 320a.5.2

al.) καὶ σιτία σῖτα. b(BCE3E4)T

### book 320b.1

κατ’ ἐνῶπα: τινὲς προπαροξυτόνως. | ὡς ὁ 〈κατ’〉

### book 320b.2

ἐναντία ἀντὶ τοῦ ἐξ ἐναντίας. οἱ δὲ ἐκ φανεροῦ· πρώην γὰρ αὐτὴν

### book 320b

εἶχεν „εἱμένος ὤμοιϊν νεφέλην“ (Ο 308). T

### book 322.1

ἔθελξε: παρέλυσεν· ἐσκότωσε γὰρ αὐτῶν, φησί, τὸν νοῦν

### book 322.2

διὰ τὸ τὸν λογισμὸν οὐκ ἐκ τοῦ φανεροῦ φθείρεσθαι· b(BCE3E4)T

### book 322.3

„λιγυρῇ θέλγουσιν 〈ἀοιδῇ〉“ (μ 44) καὶ „θελκτήρια πάντα τέτυκται“

### book 322.4

(ϟ 215). T

### book 324-5.1

θῆρε δύω〈—οὐ παρεόντοσ〉: δύο μὲν λέοντας

### book 324-5.2

παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς ταράττοντες δύο εἰσίν, Ἕκτωρ

### book 324-5.3

καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπιτίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος

### book 324-5.4

ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον

### book 324-5.5.1

παρείληφε. τό τε ἐξαπίνης (325) χαλεπὸν πρὸς τὸ μὴ παραφυ‐

### book 324-5.5.2

λάξασθαι. καὶ ὁ ποιμὴν αὐτοῖς οὐ πάρεστι βοηθός, ὡς οὐδὲ ὁ Ποσει‐

### book 324-5.5.3

δῶν τοῖς Ἕλλησι συμμαχεῖ. b(BCE3E4)T

### book 324a

θῆρε {δύο}: λέοντες κατὰ Κεφαλ〈λ〉ῆνας. T

### book 324b.1

κλονέουσι: ἐν τῇ ἐπαύλει· νυκτὸς γὰρ ταῦτα οὐ νέ‐

### book 324b.2

μεσθαί φησι, „μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν“ (Μ

### book 324b.3

301). T

### book 324c

ἀμολγῷ: ἐν ᾧ οὐ μογοῦμεν ὕπνῳ βαθεῖ κατεχόμενοι· οἱ

### book 324c

δὲ ‘ἀκμῇ‘ κατ’ Ἀχαιούς. δεινὸς δὲ ὁ ἐν σκότῳ κίνδυνος. T

### book 326.1

ἀνάλκιδες: τότε γενόμενοι, ὡς „κυκλοτερὲς μέγα τό‐

### book 326.2

ξον ἔτεινεν“ (Δ 124). b(BCE3E4)T ὅ ἐστι μηδὲ κατ’ ὀλίγον

### book 326.3

ἀμύνασθαι δυνηθέντες. T

### book 326-7.1

Ἀπόλλων / ἧκε φόβον: παραφυλακτέον ὅτι τῇ Ἑλ‐

### book 326-7.2

ληνικῇ φυγῇ θεὸν ἀεὶ ἀντιπαρατάττει. b(BCE3E4)T

### book 328a.1

κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης. T

### book 328a.2

μέγα δὲ τὸ παρὸν δυστύχημα· αἱ γὰρ ἀναιρέσεις τῶν ἡγεμόνων ἢ τῶν

### book 328a.3

περὶ τούτους ἀριστέων ἔσονται· b(BCE3E4)T φησὶ γοῦν

### book 328a.4

„Στιχίος δῖός τε Μενεσθεύς / ἀρχοὶ Ἀθηναίων“ (Ν 195—6). T

### book 328b.1

κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης· τότε

### book 328b.2

γὰρ ἄλλοι ἄλλῃ φέρονται. b(BCE3E4)T τοῦτο πρὸς τοὺς

### book 328b.3

ζητοῦντας, πῶς Λεῦκος πλησίον Αἴαντος εὑρεθεὶς τέτρωται (cf. Δ

### book 328b.4

491—3). T

### book 329-37.1

〈Ἕκτωρ μὲν Στιχίον—Ἴασος αὖτ’ ἀρ‐

### book 329-37.2

χός:〉 ὅτι καὶ πρὸς τὸ πρῶτον καὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ ὁ ποιη‐

### book 329-37.3

τής. T

### book 329

〈Στιχίον:〉 ὠνόμασται {δὲ} παρὰ τὰς στίχας. T

### book 330a.1

τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον πρότερον

### book 330a.2

ἀπήντηκεν· ὁ γὰρ Ἀρκεσίλαος (cf. Ο 329) ἐστὶ Βοιωτός (cf. Β

### book 330a.3

495). A

### book 330b.1

τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον ὑπήντησεν· ὁ

### book 330b.2

γὰρ Ἀρκεσίλαος Βοιωτός ἐστιν. | ἑξῆς (sc. Ο 333—6) δὲ πρὸς τὸ

### book 330b.3

πρῶτον ὑπαντήσει. T

### book 330c

〈χαλκοχιτώνων:〉 γράφεται „καρτεροθύμων“. Aint

### book 333a.1

ἤτοι ὁ μὲν νόθος 〈υἱὸς Ὀϊλῆος θείοιο〉: ὅτι τὸ

### book 333a.2

Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος,

### book 333a.3

καὶ ἐξ ὀνόματος ἐπανέλαβεν (cf. Ο 334). A

### book 333b.1

ἤτοι ὁ μὲν νόθος: τῆς κατὰ μέρος ἱστορίας (sc. Ο

### book 333b.2

333—6) χάριν ἡ ἐπανάληψις. δαιμονίως δὲ τῇ ἐξαλλαγῇ χρῆται·

### book 333b.3

ἄνω (sc. Ο 330) γὰρ πρὸς τὸ δεύτερον ὑπαντήσας νῦν πρὸς τὸ πρῶ‐

### book 333b.4

τον. T

### book 333c.1

νόθος: ἐξ Ἀλκιμάχης τῆς Φυλάκου ἦν ὁ Αἴας, ὥς φησι

### book 333c.2

Πορφύριος ἐν τῷ Καταλόγῳ (fr. 9 Schr. [cf. test.]). ἀλλ’ οὐ συμφω‐

### book 333c.3

νεῖ τῷ ποιητῇ· Ἐριώπιδος γάρ φησι τὸν Αἴαντα (cf. Ν 697 = Ο

### book 333c.4

336). T

### book 335.1

ἐν Φυλάκῃ: αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀνα‐

### book 335.2

γνωστέον ὡς „Ἰθάκη“ (δ 608), ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμω‐

### book 335.3

τηρίου. A

### book 336a.1

〈γνωτὸν μητρυιῆς Ἐριώπιδος:〉 ὅτι γνωτὸς ὁ

### book 336a.2

ἀδελφὸς καὶ Ἐριῶπις ὄνομα κύριον. Aim

### book 336b.1

γνωτόν: γνωτὸς ὁ ἀδελφός, ὁ πλέον τῶν ἄλλων γνω‐

### book 336b.2

ριζόμενος· b(BCE3E4)T ὅθεν καὶ γνωστοὺς εἰώθαμεν καλεῖν

### book 336b.3

τοὺς φίλους τοὺς γινωσκομένους ἡμῖν πλέον ὑπὲρ τοὺς κοινοὺς ἀνθρώ‐

### book 336b.4

πους. T

### book 336c

μητρυιῆς Ἐριώπιδος: ὁμοίως τῷ ποιητῇ καὶ Ἑλ〈λ〉ά‐

### book 336c.1

νικος (FGrHist 4, 121) Ἐριώπην τὴν μητέρα Αἴαντός φησιν. Φερε‐

### book 336c.2

κύδης δὲ ἐν πέμπτῳ (FGrHist 3, 24) καὶ Μνασέας ἐν ὀγδόῳ (F.H.G.

### book 336c.3

III 153, fr. 19) Ἀλκιμάχην, ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυ‐

### book 336c.5.1

μον αὐτήν φησι (E.G.F. p. 198, fr. 1)· „τὴν δὲ μεθ’ ὁπλοτάτην

### book 336c.5.2

Ἐριώπην ἐξονόμαζεν, / Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος κα‐

### book 336c.5.3

λέεσκεν“. T

### book 336d.1

Ὀϊλεύς: τὸν Ὀϊλέα Ζηνόδοτος ἑπόμενος Ἡσιόδῳ (cf.

### book 336d.2

fr. 235, 1 M.—W.) καὶ Στησιχόρῳ (fr. 49 P. = P.M.G. 229) χωρὶς

### book 336d.3

τοῦ ο ὀνομάζει Ἰλέα, τὸ δὲ ο ἄρθρον φησί. γελοῖον δὲ τὸ παρ’ Ὁμήρῳ

### book 336d.4

οὕτως ἀκούειν· οὐ γὰρ ἂν αὐτὸ καὶ ἐπὶ δοτικῆς προσέθηκε πτώσεως,

### book 336d.5.1

„οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο“ (Ν 712). καὶ νῦν δὲ

### book 336d.5.2

ἠδύνατο εἰπεῖν ‘ἣν ἔχεν Ἰλεύσ‘. T

### book 337.1

〈Ἴασος αὖτ’ ἀρχός:〉 τῶν τὴν δευτέραν ἡγεμονίαν

### book 337.2

ἐχόντων. Til

### book 338a.1

{ὑιὸς δὲ} Σφήλοιο: ὡς „φίλοιο“ (Ε 357 al.). ἔστι δὲ καὶ

### book 338a.2

κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα

### book 338a.3

βαρύνεσθαι θέλει, Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ

### book 338a.4

μέντοι προσηγορικὰ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς

### book 338a.5.1

δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς

### book 338a.5.2

Περὶ 〈τῆσ〉 καθολικῆς προσῳδίας (1,155,18). A

### book 338b.1

〈καλέσκετο:〉 ἵν’ ᾖ ὡς τὸ „σὴ παράκοιτις / κέκλημαι“

### book 338b.2

(Δ 60—1) ἢ ὡς τὸ „μήτηρ μέν τέ μέ φησι“ (α 215). Tt

### book 339a.1

Μηκιστῆ {δ’ ἕλε}: ὁμοίως τῷ „ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι

### book 339a.2

Τυδῆ στεῖλαν Ἀχαιοί“ (Δ 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτια‐

### book 339a

τικὴ ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ. A

### book 339b.1

Μηκιστῆ: περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ α, ὡς

### book 339b.2

Τυδῆα „Τυδῆ“ (Δ 384), εἴτε Δωρική ἐστιν ἡ κρᾶσις, Μηκιστέα Μη‐

### book 339b.3

κιστῆ, ὃ καὶ ἄμεινον. b(BCE3)T | τινὲς δέ φασι κἀκεῖνα μὴ κατὰ συν‐

### book 339b.4

αλιφὴν εἶναι „ὣς Ἀχιλῆ ὤτρυνεν“ (Υ 174), „ἐς Πηλῆ ἱκέτευσεν“

### book 339b.5

(Π 574). T

### book 340.1

πρώτῃ ἐν ὑσμίνῃ: ἐν τοῖς πρωταγωνισταῖς· οὐ γὰρ νῦν

### book 340.2

ἐστιν ἡ πρώτη συμβολή. b(BCE3E4)T

### book 341a.1

νείατον ὦμον: τὸν πρὸς τῷ αὐχένι. b(BCE3E4)T

### book 341a.2

οἱ δὲ πρὸς ἀντιδιαστολήν· T Ἐχίος (cf. Ο 339) γὰρ „πρώτῃ ἐν

### book 341a.3

ὑσμίνῃ“ (Ο 340), οὗτος δὲ νείατος. b(BCE3)T

### book 341b.1

ὦμον ὄπισθεν: μόνον τοῦτόν φασιν Ἑλλήνων ὄπιθε

### book 341b.2

βεβλῆσθαι. καὶ Ἠϊονεὺς δὲ ἐν τῇ Η (sc. 11—2) ὑφ’ Ἕκτορος b(BCE3)

### book 341b.3

T οὕτως ἀναιρεῖται. τούτου δὲ οἱ ἀπόγονοι Σάμον ἐξ Ἀθηνῶν

### book 341b.4

συνῴκισαν. T

### book 342.1

φεύγοντ’ ἐν προμάχοισι: τινὲς „ἐν πυμάτοισι“, καὶ οἰ‐

### book 342.2

κεῖον τοῦτο Πάριδι. ἢ ‘ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρισ‘, οὐκ

### book 342.3

‘αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα‘. b(BCE3)T

### book 343.1

ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα: ἕως οὗ αὐτοὶ τού‐

### book 343.2

τους ἐσκύλευον, ἀφαιρούμενοι αὐτῶν τὰ ᾑμαγμένα ὅπλα. A

### book 343

〈ἐνάριζον:〉 φονεύοντες ἐξέδυον. Til

### book 344a.1

τάφρῳ 〈καὶ σκολόπεσσιν〉 ἐνιπλήξαντες: τὴν μετὰ

### book 344a.2

δέους γινομένην ἄτακτον ἔμπτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν· b(BCE3

### book 344a.3

E4)T „ἕρκει ἐνιπλήξωσιν“ (χ 469). T

### book 344b

〈ἐνιπλήξαντες:〉 ἐμπελάσαντες. Aint

### book 345.1

ἀνάγκῃ: δαιμονία ἡ προσθήκη· οὐ γὰρ δι’ ἀνανδρίαν

### book 345.2

ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην. b(BCE3E4)T

### book 346.1

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο 〈μακρὸν ἀΰσασ〉: ἡ

### book 346.2

συνήθεια συνάπτει καὶ τὸ „νηυσὶν ἐπισσεύεσθαι“ (Ο 347), ἵνα ἡ μετά‐

### book 346.3

βασις {ἡ} ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν ᾖ· „ὃν δ’ ἂν ἐγὼν

### book 346.4

ἀπάνευθε“ (Ο 348). A

### book 347a.1

νηυσὶν ἐπισσεύεσθαι: ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν· λείπει

### book 347a.2

δὲ τὸ λέγων. ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν. b(BCE3)T

### book 347b.1

{νηυσὶν} ἐπισσεύεσθαι: ὅτι Ζηνόδοτος γράφει „ἐπισ‐

### book 347b.2

σεύεσθον“. συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον. A

### book 348-51.1

ὃν δ’ ἂν ἐγὼν—πρὸ ἄστεος ἡμετέροιο:

### book 348-51.2

βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα θρασύ, οὐχ ὡς ὁ Νέστωρ μου‐

### book 348-51.3

σικῶς καὶ πεπαιδευμένως φησίν· „ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ

### book 348-51.4

καὶ τὰ ἕκηλοι / νεκροὺς ἂμ πεδίον συλήσετε“ (Ζ 70—1). b(BCE3E4)T

### book 349a

〈αὐτοῦ:〉 ὅπου †ὁραθῆναι. Til

### book 349b.1

μητίσομαι: τὸ πρῶτον ἔσχατον ἔθηκεν· ὁ γὰρ ἀναιρεῖν

### book 349b.2

ἐπιβαλλόμενος προβουλευσάμενος τοῦτο ποιεῖ. T

### book 349-51.1

οὐδέ νυ τόν γε / γνωτοί τε—ἐρύουσι: ἐν‐

### book 349-51.2

τεῦθεν νόμος τὸν προδότην μὴ θάπτεσθαι b(BCE3E4)T παρὰ

### book 349-51.3

τῶν νομοθετούντων ἐκινήθη. T

### book 350

〈λελάχωσι:〉 ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν. Aim

### book 351a.1

{ἀλλὰ κύνες} ἐρύουσι: ἡ διπλῆ, ὅτι ἐνεστῶτι ἀντὶ μέλλον‐

### book 351a.2

τος κέχρηται, ἐρύουσιν ἀντὶ τοῦ ἐρύσουσι. | τρίτη δὲ ἀπὸ τέλους

### book 351a.3

ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουσι〈ν〉. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ Λ

### book 351a.4

(sc. ad 454). A

### book 351b

ἐρύουσι: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ ἐρύουσιν·

### book 351b

ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. b(BCE3)T

### book 352.1

κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων, ἀφ’ οὗ τὸν βάρβαρον

### book 352.2

καὶ μετὰ θυμοῦ παριππεύοντα δηλοῖ. b(BCE3E4)T παρὰ τοῦτο

### book 352.3

τὸ „〈ὅσσα δὲ δίσκου οὖρα〉 κατωμαδίοιο πέλονται“ (Ψ 431). T

### book 352-3.1

ἤλασεν ἵππους 〈/ κεκλόμενος Τρώεσσι ἐπὶ στί‐

### book 352-3.2

χασ〉: ἤλαυνεν ἐπὶ στίχας τοὺς ἵππους, τοῖς Τρωσὶ κεκλόμενος. πῶς δὲ

### book 352-3.3

ἤλαυνε καὶ ἐπολέμει; b(BCE3)T

### book 354

〈ὁμοκλήσαντες:〉 τοῖς ἵπποις δηλονότι. Til

### book 356a.1

ὄχθας καπέτοιο: τὰς ἀνασκαφὰς τῆς τάφρου. b(BCE3

### book 356a.2

E4)T καπέτοιο δὲ σκαπέτοιο· T Ἀργεῖοι δὲ οὕτω τὴν

### book 356a

τάφρον ὠνόμαζον. b(BCE3E4)T

### book 356b.1

ποσσίν: ὅτι Ζηνόδοτος γράφει „χερσίν“. εὐλογώτερον

### book 356b.2

δὲ μὴ κατακύπτειν τὸν θεόν, ἀλλὰ τοῖς ποσὶ συγχεῖν. A

### book 357.1

γεφύρωσεν 〈δὲ κέλευθον〉: κυρίως τὸ ἐκ ξύλων γε‐

### book 357.2

γομφωμένον γέφυρα. ἐν βραχεῖ δὲ ἔδειξε τὸ ἔργον τοῦ θεοῦ. T

### book 358

〈ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή:〉 ὅσον ἐστὶ βολὴ δόρατος. Til

### book 359a.1

ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι: εὖ τὸ μὴ

### book 359a.2

ἁπλῶς ἀκοντίζοντα παραλαβεῖν, ἀλλὰ καὶ τῆς ἑαυτοῦ ἥβης ἀποπει‐

### book 359a.3

ρώμενον ὥστε ἐπὶ πλέον ἐξικέσθαι. b(BCE3E4)T

### book 359b1.1

{πειρώμενος} ᾗσι: ἐπεκτέταται τὸ ᾗσι〈ν·〉 ἀντὶ γὰρ τοῦ

### book 359b1.2

ᾗ ἐστιν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ·

### book 359b1.3

διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνο‐

### book 359b1.4

μένου κέκλιται. A

### book 359b2.1

{ἥσει:} δασυντέον· ἐπεκτέταται γὰρ τὸ ᾗ, ὅπερ ἡ συν‐

### book 359b2.2

ήθεια μετὰ προθέσεώς φησιν ἀφῇ. T

### book 360a.1

τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν: τῶν τετηρη‐

### book 360a.2

μένων ἐστὶ καὶ αὕτη ἡ στιγμὴ ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου. ὀλίγαι

### book 360a.3

δ’ εἰσὶ παρ’ Ὁμήρῳ τοιαῦται. A

### book 360b.1

〈φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων:〉 ὡς „ὁμιλαδόν“

### book 360b.2

(Μ 3 al.). προηγεῖτο δὲ αὐτῶν Ἀπόλλων. Til

### book 361.1

〈αἰγίδ’ ἔχων ἐρίτιμον:〉 στικτέον ἐπὶ τὸ ἐρίτιμον. λεί‐

### book 361.2

πει δὲ τὸ ἦν. Aint

### book 362-4.1

ῥεῖα μάλ’, ὡς ὅτε τις 〈ψάμαθον πάϊς—

### book 362-4.2

ἀθύρων〉: καὶ πῶς τοῖς θεοῖς πολλοῦ ἐδέησε πρὸς παντελῆ ἀφανισμόν

### book 362-4.3

(cf. Μ 17—35); T διαναπαύουσι δὲ τὸν πόνον αἱ παραβολαί.

### book 362-4.4

καὶ ταπεινὴ μὲν ἡ εἰκών, ὅμως πᾶσι γνωστή. ἀπὸ κοινοῦ δὲ τὸ συν‐

### book 362-4.5

έχευεν (364). b(BCE3E4)T

### book 363a.1

ἀθύρματα: πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νη‐

### book 363a.2

πίων. b(BCE3E4)T

### book 363b.1

〈νηπιέῃσιν:〉 βέλτιον μετὰ τὸ νηπιέῃσιν ὑποστι‐

### book 363b.2

κτέον. Aint

### book 364a.1

〈συνέχευε:〉 συνέχεεν· οὐ γὰρ ἐκ λίθων ἦν, ἵνα εἴπῃ κατ‐

### book 364a.2

έβαλεν. Til

### book 364b.1

ποσὶν καὶ χερσὶν ἀθύρων: ὅλῳ γὰρ ἐφάλλεται τῷ

### book 364b.2

σώματι. χρὴ δὲ ἐπὶ τὸ χερσί διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθ’

### book 364b.3

αὑτὸ τὸ ἀθύρων, ἵν’ ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψαιμεν,

### book 364b.4

ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως. b(BCE3E4)T

### book 365a.1

{ὥς ῥα σὺ} ἤϊε: Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν

### book 365a.2

βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα (fr. 55 M.) ψιλῶς, ἀπὸ τῆς ἰάσεως· καὶ

### book 365a.3

οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν δια‐

### book 365a.4

φόρως ἀναγινώσκειν. ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ

### book 365a.5.1

τὸ η πρὸ φωνήεντος ψιλοῦται, „ἠώσ“ (Α 493 al.), „ἤϊα“ (Ν 103 al.).

### book 365a.5.2

ταύτῃ καὶ τὸ „ἥτε ξείνων θέμις ἐστί“ (ι 268) δασύνεται, τὸ δὲ „ἠΰτε“

### book 365a.5.3

(Β 87 al.) ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ „ἠώσ“ (Α 493 al.)

### book 365a.5.4

ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ „ἠέλιοσ“ (Α 475 al.) ἐψιλώθη.

### book 365a.5.5

ὥστε εἴτε ἐκ τοῦ ἱήϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως

### book 365a.10

ψιλωτέον. A

### book 365b.1

ἤϊε: Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ

### book 365b.2

Ἡρωδιανὸς (2,95,26) ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται.

### book 365b.3

οἱ δὲ παρὰ τὴν ἴασιν ἢ παρὰ τὸ ἰέναι· ἥλιος γάρ ἐστιν. ἔστι δὲ περι‐

### book 365b.4

παθὴς ἡ ἀναφώνησις καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου. b

### book 365b.5

(BCE3)T

### book 366.1

〈αὐτοῖσι δὲ φύζαν ἐνῶρσας:〉 ἐν ὅλοις σχεδὸν διαμαρ‐

### book 366.2

τύρεται ὅτι οὐ τὸν Ἕκτορα ἔφυγον, ἀλλὰ τὸν θεόν. b(BCE3E4)

### book 367

〈ἐρητύοντο:〉 τῆς ὁρμῆς ἐπείχοντο. Til

### book 369.1

μεγάλ’ εὐχετόωντο: δυστυχίας ἐπίτασις καὶ σωτηρίας

### book 369.2

ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις

### book 369.3

εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε b(BCE3E4)T καὶ

### book 369.4

ἐξειργάσατο Νέστορος (sc. Ο 370—6). ἀπὸ μετοχῆς δὲ εἰς ῥῆμα·

### book 369.5

„τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον“ (Γ 80). T

### book 371.1

χεῖρ’ ὀρέγων: οὐ „χεῖρα“, ἀλλὰ „χεῖρε“, δυϊκῶς. ἀστε‐

### book 371.2

ρόεντα δὲ T οὐ τὸν τότε, ἀλλὰ τὸν φύσει b(BCE3)T ἀστε‐

### book 371.3

ρόεντα. T

### book 372-4.1

〈εἴ ποτέ τίς τοι〉 ἐν Ἄργεΐ 〈περ πολυπύρῳ /

### book 372-4.2

— / εὔχετο νοστῆσαι〉: Ἄργος (cf. 372) ὅλην τὴν Ἑλλάδα.

### book 372-4.3

περισσὸς δὲ ὁ πέρ (372), b(BCE3E4)T ὡς „φυγόντι περ αἰπὺν

### book 372-4.4

ὄλεθρον“ (ρ 47). T πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σω‐

### book 372-4.5

τηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλ’ ὑπὲρ ἁπάντων· διὰ

### book 372-4

τοῦτο τὴν κοινὴν εὐσέβειαν προβάλλεται. b(BCE3E4)T

### book 373

ὄϊος 〈κατὰ πίονα μηρία καίων〉: τινὲς „οἰόσ“, ἐπεὶ

### book 373.1

ἀεὶ δισυλλάβως πλὴν τοῦ „νῶτον {δ’} ἔθηκ’ ὄϊοσ“ (Ι 207). ἡ δὲ κατά

### book 373.2

πρὸς τὸ καίων. T

### book 374a

καὶ κατένευσας: ἐνέγκαι εἰς τὴν οἰκίαν. T

### book 374b1.1

καὶ κατένευσας: ἀμετάπτωτον ποιῶν τὴν ὑπόσχε‐

### book 374b1.2

σιν. T

### book 374b2.1

κατένευσας φησὶ b(BCE3) πρὸς τὸ τὴν ὑπόσχεσιν

### book 374b2.2

ποιῆσαι ἀμετάπτωτον. b(BCE3E4)

### book 375a

〈τῶν:〉 ἔδει ‘τῷ‘. Til

### book 375b.1

Ὀλύμπιε: τὸν ἐν Ὀλυμπίᾳ, 〈ἐπεὶ〉 πλησίον Πύλου

### book 375b.2

Πίσα. T

### book 376a

〈οὕτω:〉 ὡς νῦν. Til

### book 376b.1

〈Τρώεσσιν ἔα δάμνασθαι:〉 ὅτι πτῶσις ἤλλακται καὶ

### book 376b.2

πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ Τρώων. Aim

### book 376c

〈Ἀχαιούς:〉 ἡμᾶς. Til

### book 377a1.1

{ὣς ἔφατ’ εὐχόμενος} μέγα δ’ ἔκτυπε: ὅτι Ζηνόδοτος

### book 377a1.2

γράφει „μέγα δ’ ἔκλυε“. οὐχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι,

### book 377a1.3

ἀλλὰ κατ’ αὐτῶν ἐγένετο. A

### book 377a2

Ζηνόδοτος {δὲ} γράφει „μέγα δ’ ἔκλυε“. T

### book 377b

μέγα δ’ ἔκτυπε: παιδευτικὰ καὶ ταῦτα διὰ τὸ ἐπισημαί‐

### book 377b.1

νεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχήν. ἄκρως δὲ κεκράτηκε τῆς οἰκονομίας

### book 377b.2

ὁ ποιητής· τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθα‐

### book 377b.3

νον, τὸ δὲ κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ τῇ Ἥρᾳ πειθόμενος,

### book 377b.5.1

ἀλλὰ φυλάττων τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν ταχέως ἐπείσθη

### book 377b.5.2

τῷ Νέστορι; b(BCE3E4)T

### book 378.1

ἀράων ἀΐων: οὐ γὰρ ἐξολώλασιν Ἕλληνες, ἀλλ’ ἐνόστη‐

### book 378.2

σαν. T

### book 379.1

〈Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο:〉

### book 379.2

τὸ ὥς ἀντὶ τοῦ ἐπεί. πρὸς αὑτῶν δὲ οὗτοι τίθενται τὸ ἀγαθόν. Til

### book 381-4.1

ὥς τε μέγα κῦμα〈—κατὰ τεῖχος ἔβαινον〉:

### book 381-4.2

ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς ὁμοιώσεσι· τί γὰρ ἐναργέστε‐

### book 381-4.3

ρον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμφωνότερον ταύτης τῆς εἰκόνος;

### book 381-4.4

χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει, σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ

### book 381-4.5.1

βοῆς ἐπιόντας κύμασιν. b(BCE3E4)T οἱ δὲ Τρῶες ὑπερέβησαν τὸ

### book 381-4.5.2

τεῖχος ὡς κῦμα ναῦν. τὸ δὲ εὐρυπόροιο (381) ἀντὶ τοῦ μεγαλοπό‐

### book 381-4.5.3

ρου, ἀναπεπταμένης· μείζονα γὰρ τὰ ἐν τῇ τοιαύτῃ θαλάσσῃ κύμα‐

### book 381-4.5.4

τα. b(BE3E4)T

### book 382a.1

νηὸς ὑπὲρ τοίχων: οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν

### book 382a.2

τὴν πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ. A

### book 382b1.1

〈νηὸς ὑπὲρ τοίχων:〉 ἀντὶ τοῦ ὑπὲρ τοὺς τοίχους. |

### book 382b1.2

ὑψηλότερον γενόμενον τὸ κῦμα τῶν τοίχων τῆς νεώς. Til

### book 382b2.1

ὥσπερ ὅταν τὸ κῦμα γένηται τῶν τοίχων τῆς νεὼς ὑψη‐

### book 382b2.2

λότερον, οὕτως Τρῶες τοῦ τείχους. b(BCE3E4)

### book 384

〈κατὰ τεῖχος ἔβαινον:〉 κατέβαινον τὸ τεῖχος. Til

### book 385a

ἵππους δ’ εἰσελάσαντες 〈ἐπὶ πρύμνῃσι μάχον‐

### book 385a.1

το〉: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς

### book 385a.2

πρύμναις τῶν νεῶν, οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπὶ τῶν δίφρων,

### book 385a.3

ἵν’ ᾖ ἀπ’ ἴσου (cf. Ο 386—7). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ εἰσελά‐

### book 385a.5

σαντες πρὸς τὸ σαφέστερον. A

### book 385b.1

ἵππους δ’ εἰσελάσαντες 〈ἐπὶ πρύμνῃσι μάχον‐

### book 385b.2

το〉: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύ‐

### book 385b.3

μναις, οἱ δὲ ἀπὸ τῶν ἵππων, ἵνα ἀφ’ ὕψους μάχοιντο. ἐσήλασαν δὲ τοὺς

### book 385b.4

ἵππους διὰ τῆς ὑπὸ Ἀπόλλωνος γενομένης κελεύθου. T

### book 385-7.1

ἐπὶ πρύμνῃσι μάχοντο〈—ἐπιβάντεσ〉: ἰδίω‐

### book 385-7.2

μά φησιν Ἀρίσταρχος γεγενῆσθαι περὶ τὴν μάχην· τῶν γὰρ Τρώων

### book 385-7.3

ἐντὸς τοῦ τείχους γεγονότων οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται·

### book 385-7.4

διὸ Τρῶες, ὅπως ἀπὸ ἴσου βάλλοιεν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων

### book 385-7.5.1

αὐτοὶ μάχονται ὥστε ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον.

### book 385-7.5.2

ἔσονται δὲ καὶ οἱ ἡνίοχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόν‐

### book 385-7.5.3

τες τοῖς πολεμίοις, οἱ δὲ παραιβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχό‐

### book 385-7.5.4

μενοι· διὸ ὁ ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται

### book 385-7.5.5

(cf. Ο 445—52). b(BE3E4)T

### book 386.1

αὐτοσχεδόν: αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ

### book 386.2

σύνεγγυς ἀντίστασιν „σχεδίην“ (Ε 830) καλοῦσιν. ἐκπλήσσων δὲ τὸν

### book 386

θεατὴν ναυμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν. b(BCE3E4)T

### book 388

〈ξυστοῖσι:〉 λείπει δόρασιν. Til

### book 389a.1

ναύμαχα {κολλήεντα}: οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ

### book 389a.2

τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προ‐

### book 389a.3

παροξύνεται, χαρτότομον χειρόγραφον ἀκρατόφορον. οὕτως „ναύ‐

### book 389a.4

μαχον ἐν παλάμῃσιν“ (Ο 677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ

### book 389a.5

μεγέθει. A

### book 389b1.1

ναύμαχα: εἰκὸς ἀπὸ Μίνωος πεπολιτεῦσθαι ναυμαχίαν

### book 389b1.2

παρ’ Ἕλλησι· καὶ Ἀγαμέμνων „πολλῇσιν νήσοισιν“ (Β 108) ἦρχεν,

### book 389b1.3

πεντηκόντεροί τε †μόνον οὐκ ἂν ἦσαν ναυσὶ φορτηγοῖς μόναις†

### book 389b1.4

ἐχρῶντο. πεφράχθαι δὲ αὐτὰς εἰκός, μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. | πε‐

### book 389b1.5.1

ποίηται δὲ παρὰ τὴν μάχην, ὡς ἱππόκομος παρὰ τὴν κόμην. ναυμάχος

### book 389b1.5.2

μὲν ὁ ἀνὴρ ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ †ἄξυλον. T

### book 389c1.1

κολλήεντα: ὑπὸ βλήτρων· φησὶ γοῦν „κολλητὸν βλή‐

### book 389c1.2

τροισιν“ (Ο 678). οἱ δέ φασι μήπω γνωρίζεσθαι ναυμαχίαν· ὅπως δὲ

### book 389c1.3

ἀναστέλλοιεν τοὺς ἀπὸ γῆς εἴργοντας, τοῦτο ἐπετήδευσαν. T

### book 389b2/c2.1

παρὰ τὸ ναῦς γίνεται καὶ τὸ μάχη. ναυμάχος μὲν οὖν ὁ

### book 389b2/c2.2

ἀνήρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ. | φασὶ δὲ μήπω γνωρίζεσθαι

### book 389b2/c2.3

παρ’ αὐτοῖς ναυμαχίαν. ὅπως δὲ μὴ βλάπτοιεν τοὺς ἀπὸ γῆς συμπο‐

### book 389b2/c2.4

λεμοῦντας, τοῦτο ἐπετήδευσαν, | καὶ ἵνα μὴ ἀνταναχθῶσιν οἱ Τρῶες.

### book 389b2/c2.5.1

b(BCE3E4) | κολλήεντα δὲ ὑπὸ βλήτρων δηλονότι· φησὶ γοῦν καὶ

### book 389b2/c2.5.2

ἀλλαχοῦ „κολλητὸν βλήτροισι“. b(BE3E4)

### book 389d.1

στόμα: τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι

### book 389d.2

οὐκ εἶχον κατ’ ἄμφω τὰ μέρη σίδηρον· ἔπειτα γὰρ καὶ σαυρωτῆρες

### book 389d.3

προσῆσαν 〈ὡσ〉 τοῖς καταπηγνυμένοις εἰς γῆν. ἀλλ’ ἐπὶ τῶν νεῶν

### book 389d

ἔκειτο. b(BE3E4)T

### book 390.1

Πάτροκλος δ’, εἵως μέν: ὅταν ἐπὶ τὰ ἄκρα ἄγῃ τὴν

### book 390.2

ποίησιν, τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν

### book 390.3

ἀκροατῶν συνάγων. μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τού‐

### book 390.4

τῳ γὰρ καὶ διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονόμησεν, ὅπως

### book 390.5.1

ἐκ τῆς ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθείη. πῶς δὲ ἐπιλα‐

### book 390.5.2

θόμενος Ἀχιλλέως τοσοῦτον χρόνον διάγει; ἢ οὐ πολὺς μὲν χρόνος, τὰ

### book 390.5.3

δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῷ. b(BCE3E4)T

### book 392

〈ἀγαπήνορος:〉 ὑπὸ τῶν ἀνδρείων ἀγαπωμένου. Til

### book 393a.1

ἔτερπε λόγοις: τινὲς „ἔτερπε λόων“. τοὺς γὰρ νοσοῦν‐

### book 393a.2

τας ἔλουον· φησὶ γὰρ „εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη /

### book 393a.3

θερμήνῃ“ (Ξ 6—7). ἄμεινον δὲ λόγοις· φησὶ γοῦν ἀπιὼν „ἀλλὰ σὲ

### book 393a.4

μὲν θεράπων ποτιτερπέτω“ (Ο 401). T καὶ Μένανδρος (fr. 782

### book 393a.5.1

Koe.)· „ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· / ψυχῆς γὰρ οὗτος

### book 393a.5.2

μόνος ἔχει κουφίσματα“. πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν

### book 393a.5.3

ψυχήν, ἀλλ’ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος. b(BCE3E4)T καὶ

### book 393a.5.4

Λητὼ καὶ Ἄρτεμις τὸν Αἰνείαν κυδαίνουσιν (sc. Ε 448). T

### book 393b

〈λόγοις: ὅτι〉 ἅπαξ ἐνταῦθα ἐν τῇ Ἰλιάδι τὸ λόγοις. Aint

### book 394a.1

φάρμακ’ ἀκήματα: τὸ πλῆρες φάρμακα, εἶτα ἀκή‐

### book 394a.2

ματα· παρὰ γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται. εἴρηται

### book 394a.3

δὲ ἡμῖν ἐν ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ „ἀκεσταί τοι φρένες ἐσθλῶν“

### book 394a

(Ν 115) τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν. A

### book 394b1.1

〈ἀκήματα:〉 ἔν τισιν „ἀκέσματα“· οὕτως δὲ καὶ Ἀρίσταρ‐

### book 394b1.2

χος. 〈δι〉χῶ〈σ〉 οὖν. Aim

### book 394b2

διχῶς, καὶ „ἀκέσματα“. Til

### book 394c

〈ἀκήματα:〉 ἀκέσματα, θεραπεύματα. b(BCE3)

### book 394d

〈ἔπασσε:〉 ἐπέπασσε. Til

### book 395a.1

〈τεῖχος ἐπεσσυμένους:〉 τὸ ἑξῆς, ἐπὶ τεῖχος ἐσσυμέ‐

### book 395a.2

νους. Til

### book 395b

〈τεῖχος:〉 ὅτι ἐλλείπει ἡ ἐπί, 〈ἐπὶ〉 τεῖχος. Aint

### book 398a1.1

〈δ’ ἔπος ηὔδα:〉 οὕτως Ἀρίσταρχος 〈δ’〉 ἔπος ηὔδα.

### book 398a1.2

Aim

### book 398a2.1

〈δὲ προσηύδα:〉 „〈δ’〉 ἔπος ηὔδα“, οὐ 〈δὲ〉 προσ‐

### book 398a2.2

ηύδα. Til

### book 400

〈ἐνθάδε: τὴν〉 ἐν τόπῳ νῦν δηλοῖ σχέσιν. Til

### book 401

〈ποτιτερπέτω:〉 †πρὸς τῷ φαρμάκῳ. Til

### book 402

σπεύσομαι: ταχυνῶ, ἐνεργῶς πορεύσομαι. b(BCE3E4)T

### book 403-4

τίς δ’ οἶδ’, εἴ κέν οἱ 〈σὺν δαίμονι θυμὸν ὀρίνω /

### book 403-4.1

—ἑταίρου〉: δῆλός ἐστιν κεχειρωμένος τοῖς λόγοις Νέστορος

### book 403-4.2

(sc. Λ 792—3 = Ο 403—4), δι’ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει. b(BCE3

### book 403-4.3

E4)T | παρέλκει δὲ ὁ κέν (403). | σὺν δαίμονι (403) δέ, ἐφαψαμέ‐

### book 403-4.5

νου θεοῦ. T

### book 403.1

{τίς δ’ οἶδ’} εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω: ὅτι

### book 403.2

οὕτως εἴρηκεν ‘αὐτῷ τὸν θυμὸν ὀρίνω‘ ἀντὶ τοῦ ‘εἰ αὐτοῦ τὸν θυμὸν

### book 403

ὀρίναιμι‘. A

### book 404.1

ἀγαθὴ δὲ παραίφασίς 〈ἐστιν〉 ἑταίρου: ἡ ἐξ ἑταίρων

### book 404.2

γινομένη παραμυθία ἀγαθή, οὐχ ἡ δυνάμει ῥητορείας· διὸ οὐδὲ

### book 404.3

Νέστωρ, ἀλλ’ οἱ φίλοι πρεσβεύουσιν ἐν ταῖς Λιταῖς. b(BCE3E4)T

### book 405a.1

τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον: ὅτι οἱ πόδες

### book 405a.2

αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον

### book 405a.3

γράφοντα „ῥίμφ’ ἑὰ γοῦνα φέρει“ (Ζ 511). A T

### book 405b.1

〈τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον:〉 ὅτι οἱ

### book 405b.2

πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας, σημείωσαι. ἢ ἀμφοτέρων

### book 405b.3

μὲν ἡ ἐνέργεια, τὸ δὲ πλεῖον τῶν ποδῶν. b(BCE3E4)

### book 405c.1

αὐτὰρ Ἀχαιοί: ἔδει τὸ ἑξῆς παραγαγεῖν ὅτι ὁ Πά‐

### book 405c.2

τροκλος παρίστατο τῷ Ἀχιλλεῖ (cf. Π 2—101). ἀλλὰ τὸ διάστημα τῆς

### book 405c.3

ὁδοῦ μέσην ἔχει τὴν μάχην. b(BCE3E4)T

### book 406-9.1

Τρῶας ἐπερχομένους μένον〈—ἠδὲ νέεσ‐

### book 406-9.2

σιν〉: εἰκότως ἰσόρροπος ἡ μάχη· οἱ μὲν γὰρ ἐλπίδι τοῦ νικᾶν ἐ‐

### book 406-9.3

φράξαντο, οἱ δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν. b(BCE3E4)T

### book 407a.1

παυροτέρους περ ἐόντας: ὅτι σαφῶς οἱ Τρῶες ἐλάτ‐

### book 407a.2

τονες συνίστανται τῶν Ἑλλήνων, καὶ τῶν ἐπικούρων ἐξεληλυθό‐

### book 407a.3

των. A

### book 407b1.1

〈παυροτέρους περ ἐόντας:〉 †ὅτι† συμμάχοις ἐλάσ‐

### book 407b1.2

σους Ἑλλήνων· οἱ δὲ ἀσθενεστέρους. Til

### book 407b2.1

οὐ τοῖς συμμάχοις δὲ αὐτοὺς ἐλάσσους εἶπεν Ἑλλήνων,

### book 407b2.2

ἀλλὰ μόνους. οἱ δὲ ἀντὶ τοῦ ἀσθενεστέρους. b(BCE3E4)

### book 408

〈ποτέ:〉 ἀντὶ τοῦ ἐν τῷ μέρει τῆς ἡμέρας ταύτης. Til

### book 409a

〈ῥηξάμενοι:〉 διαστήσαντες. Til

### book 409b

〈μιγήμεναι:〉 πλησιάσαι. Til

### book 409c

〈οὐδὲ νέεσσιν:〉 ἐν ἄλλῳ „ἠδὲ νέεσσι“. Aim

### book 410-2.1

ἀλλ’ ὥς τε στάθμη〈—Ἀθήνησ〉: πρὸς τὸ

### book 410-2.2

ἀκριβὲς τῆς ἰσότητος. ἐν ἄλλοις μὲν ταλασιουργὸν παρέλαβεν, b

### book 410-2.3

(BCE3E4)T „ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει“

### book 410-2.4

(Μ 434), T ἀλλαχοῦ δὲ ζυγὸν καὶ μέτρα γῆς. νῦν δὲ ὑπὸ τέκτονος

### book 410-2.5.1

ἐμπείρου ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην. δυνατῶς δὲ πάντα

### book 410-2.5.2

φράζει. b(BCE3E4)T

### book 410.1

〈ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει:〉 τοῦ γὰρ νηΐου

### book 410.2

εἴ τις οὐκ ἀκριβώσει τὴν ἰσότητα, κινδυνεύει ἑτεροβαροῦς γινομένης

### book 410.3

τῆς νηός. b(BCE3E4)Til

### book 410

στάθμη: ἐργαλεῖον—λεγομένη. ἐξιθύνει δὲ ἶσον

### book 410.5

ποιεῖ, ἐξορθοῖ. τούτῳ δὲ κανονίζεται—†βεβαμμένῳ. A

### book 411.1

〈τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πά‐

### book 411.2

σης:〉 σημαίνει γὰρ †ἄλλον τέκτονα. Til

### book 412a1.1

〈σοφίης:〉 ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε τὴν τεκτο‐

### book 412a1.2

νικὴν τέχνην. Aint

### book 412a2.1

ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε, καὶ οὐ τὴν λογικήν,

### book 412a2.2

ἀλλὰ τὴν τεκτονικὴν τέχνην. b(BCE3E4)Til

### book 412b1.1

{εὖ εἰδῇ} σοφίης 〈ὑποθημοσύνῃσιν Ἀθήνησ〉:

### book 412b1.2

ἀντὶ τοῦ τέχνης· διό φασι μὴ εἶναι Ὁμήρου τὴν Ὀδύσσειαν, διὰ τὸ μὴ

### book 412b1.1

εἶναι ἐκεῖ σοφίαν. πᾶσαν δὲ τέχνην οὕτω καλοῦσι, σοφοὺς 〈δὲ〉 τοὺς

### book 412b1.2

τεχνίτας· καὶ τὸν κιθαρῳδὸν „σοφιστήν“ Σοφοκλῆς (fr. 820 N.2 =

### book 412b1.5.1

906 P. = 906 R.) καὶ τὸν ῥαψῳδὸν Εὔπολις (fr. 447 K. = 483 [V p. 536] K.—A.), οἱ δὲ φιλόσοφοι

### book 412b1.5.2

σοφίαν εἶναι θείων καὶ ἀνθρωπίνων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. |

### book 412b1.5.3

ὑποθημοσύναις δὲ ταῖς διδασκαλίαις. T

### book 412b2.1

οἱ γὰρ παλαιοὶ πάντας σοφιστὰς ἐκάλουν, πλὴν οἱ νεώτε‐

### book 412b2.2

ροι οὐκ ἠθέλησαν ταὐτὸν τῇ γνώσει φέρειν καὶ ταῦτα ὄνομα. οἱ δὲ φι‐

### book 412b2.3

λόσοφοι φιλοσοφίαν εἶναι ὁρίζονται ἐπιστήμην θείων καὶ ἀνθρωπίνων

### book 412b2.4

πραγμάτων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. b(BCE3E4)

### book 412b2.5.1

εὖ εἰδῇ σοφίης: ἔμπειρος τεκτονικῆς· τὸ γὰρ παλαιὸν

### book 412b2.5.2

—τὸ τέλειον καὶ ἄπταιστον. A

### book 413.1

〈ἐπὶ〉 ἶσα μάχη τέτατο: πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότε‐

### book 413.2

ρον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα τὴν στάσιν, οὐ τὴν δύναμιν· οἱ

### book 413.3

μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων. b(BCE3E4)T

### book 414a1.1

ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην 〈ἐμάχοντο νέεσσιν〉:

### book 414a1.2

ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχίας στίχος (Μ 175)· „ἄλλοι

### book 414a1.3

δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν“. A

### book 414a2

ὅτι ἐντεῦθεν ὁ ἐν τῇ τειχομαχίᾳ μεταπεποίηται στίχος·

### book 414a2

ἀρέσκει γὰρ Ἀριστάρχῳ μίαν εἶναι πύλην. Til

### book 414b.1

ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι: δαιμονίως παρακελεύεται τῷ

### book 414b.2

ἀκροατῇ μείζω τὰ ἔργα ἡγεῖσθαι τῶν λόγων. ὡς ἔνια δὲ καὶ ὑπερβαί‐

### book 414b.3

νων αὐτὰ ὑπονοεῖν ἡμῖν δίδωσιν. b(BCE3E4)T

### book 415.1

ἐείσατο: ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει ὑπὸ τῶν

### book 415.2

θεῶν ἐπικουρούμενος. b(BCE3E4)T

### book 416a

〈μιῆς περὶ νηός:〉 ἴσως τῆς Πρωτεσιλάου. Til

### book 416b

〈δύναντο:〉 ἀνθ’ ἑνικοῦ τοῦ ἐδύνατο. Til

### book 417a1.1

νῆας: Ἀρίσταρχος χωρὶς τοῦ ς γράφει „νῆα“· προεῖπε

### book 417a1.2

γὰρ ‘τὼ δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον‘ (cf. Ο 416). A

### book 417a2

Ἀρίσταρχος „νῆα“, ἄλλοι δὲ νῆας. Aint

### book 418.1

ἐπέλασ〈σ〉έ γε δαίμων: ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. b(BCE3

### book 418.2

E4)T | παρατήρει πάλιν τὴν προσθήκην ὅτι τὴν ἐπὶ τὰς ναῦς παρου‐

### book 418.3

σίαν Ἕκτορος θεῷ ἀναφέρει. b(BCE3)T

### book 419.1

ἔνθ’ υἷα Κλυτίοιο: ὅτι οὗτος ὁ Κλυτίος ἐστὶν ἀδελφὸς

### book 419.2

Πριάμου· „Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε / Λάμπον τε

### book 419.3

Κλυτίον θ’ A T Ἱκετάονά 〈τ’〉 ὄζον Ἄρηοσ“ (Υ 237—8)· διὸ καὶ

### book 419.4

ἑξῆς φησιν· „Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιόν“ (Ο 422). | ἀλλαχοῦ „καὶ

### book 419.5.1

Δόλοπα Κλυτίδην“ (Λ 302), υἱὸν Κλύτου· ἐπεὶ ἔδει Κλυτιάδην, εἰ

### book 419.5.2

μὴ ἐνέλειψεν. T

### book 419

Καλήτορα: Καλήτωρ ἀνεψιὸς Ἕκτορος. ἔστι δὲ καὶ ἕτερος

### book 419

Κλυτίος ὁμώνυμος· „καὶ Δόλοπα Κλυτίδην“ (Λ 302). A

### book 420.1

νῆα: τὴν ἀμφήριστον· προεῖπε γὰρ „τὼ δὲ μιῆς περὶ νηὸς

### book 420.2

ἔχον πόνον“ (Ο 416). οὐ δεῖ οὖν γράφειν „νῆασ“. | ἀλλ’ οὐδὲ τὸ μέτρον

### book 420.3

ἐπιδέχεται „νῆασ“ γράφειν. T

### book 421

〈δαλός:〉 οἱ νεώτεροι Ἴωνες δαυλός. Til

### book 425-6.1

Τρῶες καὶ Λύκιοι〈— /〉 μὴ δή πω 〈χάζε‐

### book 425-6.2

σθε〉: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. T περισσὸς δὲ

### book 425-6.3

ὁ πώ (426). οὐ γὰρ προστάσσει, νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆ‐

### book 425-6.4

σαι. b(BCE3E4)T

### book 426.1

στείνεϊ: τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων

### book 426.2

στενῷ τόπῳ. b(BCE3E4)T

### book 427a.1

σαώσατε: ἔδει σαώσωμεν, ἀντὶ τοῦ ἐκ 〈τοῦ〉 σκυλευθῆναι

### book 427a.2

ῥύσασθε ἀβλαβῆ ἀπάξωμεν. T

### book 427b

〈μιν:〉 ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς. Til

### book 428a.1

〈νεῶν ἐν ἀγῶνι:〉 ὅτι ἀγῶνι τῷ ἀθροίσματι τῶν

### book 428a.2

νεῶν, 〈ὅ〉 ἐστι τῷ ναυστάθμῳ. Aim

### book 428b

〈ἀγῶνι:〉 τῇ ἀθροίσει. Til

### book 430-3.1

〈ὁ δ’ ἔπειτα Λυκόφρονα—, /〉 Αἴαντος θερά‐

### book 430-3.2

ποντα Κυθήριον〈—, / τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ

### book 430-3.3

οὔατος: Κυθήριον〉 ἀπὸ Κυθήρων. Κύθηρα δὲ—τὴν θεόν. |

### book 430-3.4

τὸ ἑξῆς. Λυκόφρονα (430) ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος (cf.

### book 430-3.5

433), τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον. A

### book 431

Κυθήριον: τινὲς διὰ τῶν δύο ρρ. καὶ τοὺς Κυθηρρίους δη‐

### book 431

μότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι. T

### book 432a.1

κατέκτα Κυθήροισι: ὅτι ἐλλείπει ἡ ἔν· ἔστιν γὰρ ἐν

### book 432a.2

Κυθήροις. | καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέ‐

### book 432a.3

κτα. καὶ ἐν Ὀδυσσείᾳ „ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ“ (λ 410). A

### book 432b

〈Κυθήροισι ζαθέοισι:〉 διὰ τὸ ἱερὸν εἶναι Κύπριδος. Til

### book 437.1

Τεῦκρε πέπον, 〈δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖ‐

### book 437.2

ροσ〉: ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετὰ τὸ πέπον στίξασαν,

### book 437.3

καὶ μὴ μετὰ τὸν δή σύνδεσμον. A

### book 437-8.1

〈νῶϊν ... νῶϊ:〉 ὅτι παραλλήλως καὶ διδασκαλικῶς ἡ

### book 437-8.2

διαφορὰ τοῦ νῶϊν (437) καὶ νῶϊ (438). Aim

### book 438.1

Κυθηρόθεν ἔνδον 〈ἐόντα〉: ἐκ Κυθήρων ἐπιδημοῦντα

### book 438.2

τοῖς ἡμῶν οἴκοις. T

### book 439a.1

ἶσα φίλοισι τοκεῦσιν: ὅτι Ζηνόδοτος γράφει „ἶσα φί‐

### book 439a.2

λοισι τέκεσσιν“. οὐχ ἁρμόζει δὲ τοὺς περὶ τὸν Αἴαντα νέους ὄντας λέ‐

### book 439a.3

γειν „τέκεσσιν“· πρὶν γὰρ παιδοποιῆσαι ἐστρατεύσαντο. A

### book 439b1.1

τοκεῦσι〈ν〉: Ζηνόδοτος „τέκεσσιν“. οὐ πρέπει δὲ ταῖς

### book 439b1.2

ἡλικίαις· 〈***〉 Αἴαντος γὰρ ἐκ †χειροβαφίας† Φίλαιόν φασιν. | ὅτι

### book 439b1.3

δὲ ἐτίμων οἱ παλαιοὶ τοὺς γονεῖς· „μεμνῆσθαι πατέρος καὶ μητέροσ“ (ς

### book 439b1

267). οἱ δὲ ἐκ τούτων φασὶ καὶ ὁμομήτριον Αἴαντι Τεῦκρον εἶναι. T

### book 439b2.1

Ἀρίσταρχος „τέκεσσι“, κακῶς· οὐ γὰρ ἔχουσι παῖδας. |

### book 439b2.2

ὅτι δὲ καὶ τοὺς γονεῖς οἱ παλαιοὶ ἐτίμων, δῆλον ἀπὸ τοῦ λέγειν „με‐

### book 439b2.3

μνῆσθαι πατέρος καὶ μητέροσ“. ὁμοπάτριος δὲ ὁ Τεῦκρος Αἴαντος.

### book 439b2.4

b(BCE3)

### book 440-1.1

ἰοί / ὠκύμοροι: οἱ ταχέως τὸν μόρον πληροῦντες. b

### book 440-1.2

(BCE3E4)T „ὠκύμορος δή μοι, τέκος, ἔσσεαι“ (Σ 95). T

### book 441a.1

τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων: ὅτι τόξον

### book 441a.2

λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν, ἀλλὰ τὴν τοξικὴν τέχνην. A

### book 441b1.1

〈τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων:〉 ἡ τῆς

### book 441b1.2

τοξικῆς ἐμπειρία· οὐ γὰρ τόξον αὐτῷ παρέσχεν ὁ Ἀπόλλων, ἀλλὰ

### book 441b1.3

τὴν ἐκ τῶν τόξων ἑκηβολίαν. b(BCE3E4)

### book 441b2

τόξον δὲ ἤτοι τὴν τοξικήν. T

### book 442

〈ξυνέηκε:〉 ἀντὶ τοῦ ἤκουσεν. Til

### book 444a.1

ἰοδόκον: πιθανώτερον Ἀλεξίων (fr. 59 B.) παροξύνει,

### book 444a.2

ὡς „ξεινοδόκον“ (Γ 354), ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν

### book 444a.3

ἐνεργητικόν. A

### book 444b.1

ἰοδόκον: προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰούς, „ξει‐

### book 444b.2

νοδόκον“ (Γ 354) δὲ τὸν ξενίζοντα παροξυτόνως ἢ τὸν ξένους δο‐

### book 444b.3

κεύοντα. Ἄτταλος δὲ παροξύνει. A T

### book 444c

〈βέλεα:〉 ἀντὶ τοῦ βέλος. Til

### book 445.1

Κλειτόν: Κλειτός ὄνομα κύριον. ὀξυντέον δὲ A

### book 445.2

τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον. A T

### book 447.1

〈πεπόνητο καθ’ ἵππους:〉 καθ’ ἵππους εἶχε τὸ ἔρ‐

### book 447.2

γον. Til

### book 448

〈τῇ:〉 λείπει κελεύθῳ. Til

### book 449-51a.1

Ἕκτορι καὶ Τρώεσσι 〈χαριζόμενος—

### book 449-51a.2

ἔμπεσεν ἰός:〉 ἀθετοῦνται στίχοι τρεῖς καὶ ἀστερίσκοι παράκεινται,

### book 449-51a.3

ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῇ Ρ (sc. 291) „Ἕκτορι

### book 449-51a.4

καὶ Τρώεσσι χαριζόμενοσ“, ἐπὶ δὲ τούτου, καθάπερ νῦν, οὐχ ἁρμόζει·

### book 449-51a.5.1

οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλ’ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πλη‐

### book 449-51a.5.2

γῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν

### book 449-51a.5.3

αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυστάθμου ἀπολογεῖ‐

### book 449-51a.5.4

ται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς

### book 449-51a.5.5

ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ

### book 449-51a.10

ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ

### book 449-51a

αὐχένος ὄπισθεν. A

### book 449-51b.1

Ἕκτορι καὶ Τρώεσ〈σ〉ι χαριζόμενοσ〈—ἔμ‐

### book 449-51b.2

πεσεν ἰόσ〉: ἀθετοῦνται οἱ τρεῖς· οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν

### book 449-51b.3

λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος „ἡγεόμην Τρώεσσι φέρων

### book 449-51b.4

χάριν Ἕκτορι δίῳ“ (Ε 211). ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ

### book 449-51b.5.1

πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετητέος

### book 449-51b.5.2

ὁ στίχος· πῶς γὰρ ἡνίοχος ὢν ὄπιθεν βάλλεται, b(BCE3E4)T

### book 449-51b.5.3

αὐχένι γάρ οἱ ὄπισθεν (451); T ἄτοπον γάρ ἐστι τὸ

### book 449-51b.5.4

ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ ἂν οἱ παραι‐

### book 449-51b.5.5

βάται μόνον κινηθέντων τῶν ἵππων εἰς τὴν πτέρναν ἑστῶτες τοῦ

### book 449-51b.10.1

δίφρου· b(BCE3E4)T ποία δὲ χρεία τοῦτον πονεῖσθαι περὶ

### book 449-51b.10.2

τοὺς ταρασσομένους τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετ‐

### book 449-51b.10.3

ενηνέχθαι τοὺς στίχους. T —ῥητέον δὲ πρὸς ταῦτα ὅτι χα‐

### book 449-51b.10.4

ρίζεται Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς ἐπίκουρος· Δαρδάνιος γὰρ ἦν·

### book 449-51b.10.5

b(BCE3E4)T φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδά‐

### book 449-51b.15.1

μαντος „Δάρδανος ἀνήρ, / Πανθοΐδησ“ (Π 807—8): T καθ’

### book 449-51b.15.2

Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἄλλη ἡ Δαρδανία. πῶς δὲ οὐκ

### book 449-51b.15.3

εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προθυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ

### book 449-51b.15.4

δίχα παραιβάτου πολεμεῖ ὡς Αὐτομέδων (cf. Ρ 459—542); b(BCE3

### book 449-51b.15.5

E4)T ὄπιθεν (cf. 451) δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γὰρ ἡ

### book 449-51b.20.1

κίνησις τοῦ πολέμου, b(BE3E4)T ὡς καὶ αὐτός πού φησιν·

### book 449-51b.20.2

„ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη“ (Μ 428). τὸ ἔμπεσεν

### book 449-51b.20.3

(451) ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ „αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθε‐

### book 449-51b.1

ρεῶνα“ (Ε 293): T αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέ‐

### book 449-51b.2

ρειαν τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις

### book 449-51b.25.1

‘καὶ πῶς ὠρέγοντο ἀλλήλων, μεσολαβούντων τῶν ἵππων;‘ —, ὡς

### book 449-51b.25.2

καὶ Διομήδης τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν (sc. Ε 855—9). b

### book 449-51b.25.3

(BE3E4)T

### book 450a1.1

〈ἱεμένων:〉 διχῶς Ἀρίσταρχος, καὶ „ἱεμένῳ“ καὶ ἱεμέ‐

### book 450a1.2

νων. Aim

### book 450a2

γράφεται καὶ „ἱεμένῳ“. Til

### book 451a

〈αὐχένι:〉 ὅτι αὐχὴν πᾶς ὁ τράχηλος. Til

### book 451b.1

〈ὄπισθε:〉 Ἀριστοφάνης „πρόσθε“ γράφει. καὶ ἔστι μᾶλ‐

### book 451b.2

λον εὔλογος ἡ γραφή. Til

### book 453-4.1

ἄναξ δ’ ἐνόησε 〈τάχιστα / —ἵππων〉: ὁ ἄναξ

### book 453-4.2

τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν. b

### book 453-4.3

(BCE3E4)T

### book 456

εἰσορόωντα: ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν. T

### book 459.1

〈μάχης:〉 Ζηνόδοτος μάχης, ἄλλοι δὲ „μάχην“. καὶ

### book 459.2

Ἀριστοφάνης δὲ „μάχην“. Aim

### book 460a

〈μιν:〉 ἀντὶ τοῦ αὐτοῦ. Til

### book 460b

〈ἐξείλετο θυμόν:〉 λείπει τὸ αὐτοῦ. b(BCE3E4)

### book 462.1

Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα: ὅτι ἐνήλλακται

### book 462.2

ἡ πτῶσις, Τεῦκρον Aint ἀντὶ τοῦ Τεύκρου. Aint b(BCE3E4)Til

### book 463a.1

{ὅς οἱ} ἐϋστρεφέα {νευρὴν}: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α·

### book 463a.2

ἀπήρτισε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ „ἀμφηρεφέα τε φαρέτρην“

### book 463a.3

(Α 45). A

### book 463b

〈ἐϋστρεφέα:〉 εὐστρεφῆ. οὕτως ἄμεινον ἐκτείνειν 〈τὸ

### book 463b

α〉. Til

### book 463-4.1

〈νευρὴν ἐν〉 ἀμύμονι τόξῳ 〈/ ῥῆξεν: ἀμύμονι〉 κα‐

### book 463-4.2

τὰ μεταφορὰν τοῦ φοροῦντος, b(BCE3E4)T ἢ ἀμώμῳ, „καὶ ἀμύ‐

### book 463-4.3

μονος ἕρκεος αὐλῆσ“ (χ 442 = 459). T ἀφοπλίζει δὲ τοὺς ἀριστεῖς

### book 463-4.4

φλέξαι θέλων τὴν ναῦ〈ν〉, νῦν μὲν Τεῦκρον, ἑξῆς (sc. Π 114—22) δὲ

### book 463-4.5

Αἴαντα. b(BCE3E4)T

### book 464.1

ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι: ὅτι πτώσεως γέγονεν ἐναλλαγή,

### book 464.2

δοτικὴ ἀντὶ γενικῆς, ἐρύοντι A ἀντὶ τοῦ ἐρύοντος ATil τὴν

### book 464.3

νευρὰν ἐπὶ τούτῳ. A

### book 465.1

χαλκοβαρής: ἐπὶ γὰρ τὸ χαλκωθὲν μέρος καταφέρεται τῷ

### book 465.2

βάρει. b(BCE3E4)T

### book 467a

〈ὢ πόποι:〉 ἐν ἄλλῳ „ὦ πέπον“. Aim

### book 467b.1

ἐπὶ μήδεα κείρει: τὸ ἑξῆς ἐπικείρει· οὐκ ἐᾷ αὔξεσθαι,

### book 467b.2

b(BCE3)T οἱονεὶ ἐπικόπτει τὰς βουλὰς ἡμῶν. T

### book 468.1

ὅ τέ μοι βιὸν 〈ἔκβαλε χειρόσ〉: ὅ τε ἀντὶ τοῦ ὅστις. οἱ

### book 468.2

δὲ 〈ἀντὶ τοῦ〉 ὅτι· „ὅτε με βροτοὶ οὔτι τίουσιν“ (ν 129) ἀντὶ τοῦ

### book 468.3

ὅτι. T

### book 469-70a1.1

νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα /

### book 469-70a1.2

πρώϊον: ἀμφότερα γράφεσθαί φησιν ὁ Ἀρίσταρχος, „πρῴην“ καὶ

### book 469-70a1.3

πρώϊον (470), 〈οὐ〉 ταὐτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι. εὕρομεν δὲ

### book 469-70a1.4

καὶ „ἐΰστροφον“ (469) γεγραμμένον, καὶ ἔχει τινὰ ἐπί〈σ〉τασιν. A

### book 469-70a2

〈νεόστροφον:〉 τινὲς γράφουσιν „ἐΰστροφον“. Til

### book 470a1

πρώϊον {ὄφρ’ ἀνέχοιτο}: ὅτι Ζηνόδοτος γράφει

### book 470a1.1

„πρῴην“. ἔμφασις δὲ γίνεται πλείονος χρόνου. τὸ δὲ πρώϊόν ἐστι

### book 470a1.2

πρωΐας· καὶ γὰρ γέγονεν οὕτως· τῇ πρὸ ταύτης ἡμέρᾳ „ῥῆξε δέ οἱ

### book 470a1.3

νευρήν, νάρκησε δέ“ (Θ 328), ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας

### book 470a1.5

ἐνῆφθαι. A

### book 470a2.1

ὅτι Ζηνόδοτος γράφει „πρῴην“. ἔμφασιν δὲ ἔχει πλείονος

### book 470a2.2

χρόνου. τὸ δὲ πρώϊον σημαίνει πρωΐας· ἐν γὰρ τῇ κόλῳ μάχῃ ἐν τῇ

### book 470a2.3

πρὸ ταύτης ἡμέρᾳ διερράγη ὑφ’ Ἕκτορος, b(BCE3E4)T „ῥῆξε

### book 470a2.4

δέ οἱ νευρήν“, T ὥστε εὔλογον τῇ ἑξῆς ἡμέρᾳ πρωΐας ἐμβαλεῖν

### book 470a2.5

τὴν νευρὰν τῷ τόξῳ. b(BCE3E4)T

### book 470b

〈ἀνέχοιτο:〉 δέχοιτο. Til

### book 472.1

ταρφέας ἰούς: οὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων·

### book 472.2

οὐ γὰρ τῶν ἰῶν ἐπίθετον τὸ ταρφέας. b(BCE3E4)T

### book 474.1

ἑλὼν 〈...〉 δόρυ: εὐψύχου τὸ ἀντιπαρατάσσεσθαι τῇ

### book 474.2

τύχῃ καὶ μὴ ἀπολήγειν πρὸς τοὺς κινδύνους. b(BCE3E4)T

### book 476a

〈ἀσπουδί:〉 ὅτι ἀσπουδί χωρὶς κακοπαθείας. Aim

### book 476b

〈ἀσπουδί:〉 ἀκμητί. Til

### book 477.1

〈μνησώμεθα χάρμης:〉 μὴ καταπροώμεθα τὴν μάχην,

### book 477.2

b(BCE3E4)Til ἀλλὰ μᾶλλον ἔτι μνησθῶμεν αὐτῆς. b(BCE3E4)

### book 480a.1

κρατὶ δ’ ἐπ’ ἰφθίμῳ: ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν

### book 480a.2

(sc. Ο 479), εἶτα τὴν περικεφαλαίαν. ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ

### book 480a.3

τῆς Ἀλεξάνδρου μονομαχίας (sc. Γ 333—8). A

### book 480b

κυνέην: ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ ἐπὶ τῶν

### book 480b

Λοκρῶν „οὐ γὰρ ἔχον κόρυθας χαλκήρεασ“ (Ν 714). A T

### book 482

〈ἀκαχμένον ὀξέϊ χαλκῷ:〉 τὴν ἀκὴν ὀξεῖαν ἔχον. Til

### book 484.1

βλαφθέντα: βεβλαμμένα τῆς τῶν τόξων χρήσεως. b

### book 484.2

(BCE3E4)T

### book 488.1

νῆας ἀνὰ γλαφυράς: βέλτιον τοῦτο τοῖς ἄνω συν‐

### book 488.2

άπτειν. προτρέπει γὰρ αὐτοὺς ἐπὶ τὰς ναῦς ὁρμᾶν. A

### book 489.1

Διόθεν: ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιρρώσῃ

### book 489.2

τοὺς δὲ περιδεεῖς καταστήσῃ. τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν

### book 489.3

στρατόν. b(BCE3E4)T

### book 490.1

〈ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται〉 ἀλ‐

### book 490.2

κή: ἡ νίκη, ὅταν κατὰ προαίρεσιν θεοῦ γίνηται, φανερά ἐστιν. b

### book 490.3

(BCE3E4)T εἶπε δὲ αὐτῷ Ἀπόλλων „θάρσει νῦν· τοῖόν τοι ἀοσ‐

### book 490.4

σητῆρα Κρονίων“ (Ο 254) καὶ Ἶρις „εἰσόκε νῆας 〈ἐϋσσέλμους ἀφί‐

### book 490.5

κηαι〉“ (Λ 208). T

### book 491a.1

ὁτέοισιν: πλεονασμὸς τοῦ ε. οἱ δὲ τοῦ τέοισι πευστικοῦ

### book 491a.2

ἀναφορικὸν τὸ ὁτέοισιν. T

### book 491b.1

{ἠμὲν} ὁτέοισιν: τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην

### book 491b.2

ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε

### book 491b.3

τρίτῃ ἀπὸ τέλους πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς

### book 491b.4

ἀρχούσης μετέστη. A

### book 491c.1

ὁτέοισιν: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν

### book 491c.2

ἐστιν. b(BCE3)T

### book 492a.1

〈ὅτινας:〉 ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθ’ ἓν μέρος λόγου

### book 492a.2

ἐστίν. b(BCE3E4)Til τινὲς τὸ ο ἀντὶ τοῦ 〈οὕσ〉 πληθυντι‐

### book 492a.3

κοῦ. Til

### book 492b

〈οὐκ ἐθέλῃσιν:〉 ἀντὶ τοῦ μὴ θέλῃ. Til

### book 494a.1

{ὃς δέ κεν} ὕμεων: ἡ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι

### book 494a.2

καὶ οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν

### book 494a.3

ὀξεῖαν. A

### book 494b.1

ὕμεων: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπόλυτος γάρ ἐστιν.

### book 494b.2

τινὲς δὲ παροξύνουσι διὰ τὴν μακράν, κακῶς. T

### book 495a1.1

〈βλήμενος ἠὲ τυπείς:〉 ὅτι διαστέλλει τὸ βαλεῖν καὶ

### book 495a1.2

τύψαι. Aim

### book 495a2.1

ἡ διπλῆ πρὸς τὴν διαστολὴν τοῦ βλήμενος καὶ τυ‐

### book 495a2.2

πείς. b(BCE3E4)T

### book 496-8a1.1

τεθνάτω· οὔ οἱ ἀεικὲσ〈—κλῆρος ἀκήρα‐

### book 496-8a1.2

τοσ〉: κάλλιον ταῦτα τοὺς νέους ἀναγινώσκειν (ἐν βραχεῖ 〈γὰρ〉 καὶ

### book 496-8a1.3

δυνατῶς καὶ κατὰ τάξιν) ἢ ἃ Τυρταῖος Λακεδαιμονίοις ἔγραψε (test.

### book 496-8a1.4

41 Prato; cf. fr. 6—7 D.3 [P.] = 10 W.). ῥητορικῶς δὲ ἓν πρᾶγμα,

### book 496-8a1.5.1

τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς καὶ τὸ „ἄνδρας μὲν κτείνουσι,

### book 496-8a1.5.2

πόλιν δέ τε πῦρ †ἀμαλθύνει†, / τέκνα δέ τ’ ἄλλοι ἄγουσι“ (Ι 593—4).

### book 496-8a1.5.3

καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί (or. 21, 20)· „†κατα‐

### book 496-8a1.5.4

δήσαντες† τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους

### book 496-8a1.5.5

καὶ τὸν πλοῦτον †τἄλλα δὴ ὅσα πρὸς αὐτὸν τούτων†, ἔσχον ἡσυ‐

### book 496-8a1.10

χίαν“· τὸ γὰρ ἁπλοῦν ἦν ‘φοβηθέντες τοῦτον ἐσιώπησαν‘. T

### book 496-8a2

κάλλιον δέ φησι ταῦτα τοὺς νέους ἀναγινώσκειν Κράτης

### book 496-8a2.1

εἰς διέγερσιν. ὅρα δέ, πῶς ἐν βραχεῖ καὶ δυνατῶς καὶ κατὰ τάξιν πάντα

### book 496-8a2.2

ἔγραψε. ῥητορικῶς δὲ τὸ ἓν πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατε‐

### book 496-8a2.3

μέρισεν, ὡς τὸ „ἄνδρες μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, / τέκνα

### book 496-8a2.5.1

δ’ ἄλλοι ἄγουσι“. καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί·

### book 496-8a2.5.2

„καταδείσαντες γὰρ αὐτὸν καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν

### book 496-8a2.5.3

ἑταίρους καὶ τὸν πλοῦτον καὶ †τἄλλα δὴ ὅσα πρὸς αὐτόν, ἔφυγον ἐκ‐

### book 496-8a2.5.4

ποδών“. b(BCE3E4)

### book 496-8b1.1

τεθνάτω〈—κλῆρος ἀκήρατοσ〉: οὐ κεκράτηκε

### book 496-8b1.2

τῆς φράσεως εἰπὼν ‘ὃς ἂν θάνῃ (cf. Ο 494—5), τεθνάτω‘. ἀλλ’ ἢ γὰρ

### book 496-8b1.3

εἶπεν ‘ὃς ἂν ἀποθάνῃ, ἀποθανεῖται μὲν κερδήσει δὲ πολλά‘· ἢ 〈ὁ〉

### book 496-8b1.4

ἀλλά (497) ἀντὶ τοῦ γάρ. T

### book 496-8b2.1

οὐ κεκράτηκε τῆς συμβουλῆς παραινέσας ὑπὲρ πατρίδος

### book 496-8b2.2

κινδυνεύειν μὴ ἀναβάλλεσθαι. ἀλλὰ καὶ τὰ περὶ τῶν οἰκείων εἰς πλείονα

### book 496-8b2.3

τίθησι ζῆλον b(BCE3E4)

### book 497a.1

〈ἀλλ’〉 ἄλοχος 〈τε〉 σόη: ἀλλ’ ἐγώ, φησί, πρὸ ἐκείνης

### book 497a.2

ὤφειλον σώζεσθαι. ἀγνοεῖ δὲ ὡς T περὶ πολλοῦ τὴν τῶν γυναι‐

### book 497a.3

κῶν ὕβριν ἐποιοῦντο καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων †ἐτίθεντο. b

### book 497a.4

(BCE3E4)T

### book 497b

〈σόη:〉 εἴρηται καὶ σάος, ὅθεν „σαώτεροσ“ (Α 32), καὶ

### book 497b

„σόον δ’ ἀνένευσε“ (Π 252). Til

### book 497c.1

καὶ παῖδες ὀπίσ〈σ〉ω: ἠδύνατο μὲν εἰπεῖν „καὶ νήπια

### book 497c.2

τέκνα“ (Δ 238 al.), ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται,

### book 497c.3

b(BCE3E4)T παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν.

### book 497c.4

καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ ὀπίσσω, αἰωνίαν διαδοχὴν τοῦ γέ‐

### book 497c.5

νους †παριστάς. b(BE3E4)T

### book 498a.1

καὶ οἶκος καὶ κλῆρος ἀκήρατος: εἰκότως πάντα

### book 498a.2

ἐπεξεργάζεται παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ἀντιτιθεὶς τῷ θα‐

### book 498a.3

νάτῳ τὰ λυσιτελῆ. κλῆρος δὲ ἡ οὐσία· b(BCE3E4)T καὶ

### book 498a.4

ἐπικλήρους γὰρ ἔβαλλον περὶ τῶν μερίδων, T „τοὶ δὲ ζωὴν

### book 498a.5

ἐδάσαντο / καὶ ἐπικλήρους †ἐδάσαντο“ (ξ 208—9). b (BCE3E4)T

### book 498b

〈καὶ οἶκος καὶ κλῆρος:〉 καὶ ἡ οὐσία καὶ ὁ βίος. Aim

### book 498b

κλῆρος: χωρικὴ περίκτησις—αὐτὴν διενέμοντο. A

### book 500a1.1

μένος καὶ θυμόν: μένος τὴν προθυμίαν. παρὰ τὸ

### book 500a1.2

μένω· ὅθεν παρήχθη τὸ μενεαίνω. θυμὸν δὲ οἱονεὶ τὴν ὁρμήν, παρὰ τὸ

### book 500a1.3

θύω τὸ ὁρμῶ. T

### book 500a2.1

τὴν προθυμίαν, παρὰ τὸ μένω. b(BCE3E4) θυμὸν δὲ

### book 500a2.2

τὴν ψυχὴν ἢ αὐτὸν τὸν κυρίως θυμόν. b(BCE3)

### book 501.1

Αἴας δ’ αὖθ’ ἑτέρωθεν 〈ἐκέκλετο οἷς ἑτάροισιν〉: οὐ

### book 501.2

μόνον ἔργοις, ἀλλὰ καὶ λόγοις ἀλλήλοις ἀνταγωνίζονται. b(BE3E4)T

### book 502a.1

αἰδώς: λείπει ἐγγινέσθω. καλὴ δὲ παρ’ Ἕλλησιν αἰδοῦς

### book 502a.2

ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παρ’ Ἕ‐

### book 502a

κτορι (cf. Ο 348—51). b(BCE3E4)T

### book 502b.1

ἄρκιον: ὠφέλιμον, ἢ ἕτοιμον, b(BE3E4)T ὃ καὶ

### book 502b.2

ἄμεινον. b(BE3E4)

### book 503a1.1

ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν: σω‐

### book 503a1.2

θῆναι καὶ ἀπώσασθαι· σωθῆναι μετὰ νίκης, ἐπεὶ τοῦ δίχα νίκης σω‐

### book 503a1.3

θῆναι κρείσσων ὁ θάνατος. T

### book 503a2.1

οἱ δύο δὲ η ἀντὶ τοῦ καί, οἷον καὶ σωθῆναι καὶ ἀπολέσθαι,

### book 503a2.2

σωθῆναι μὲν νικῶντας, ἀπολέσθαι δὲ μή, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι

### book 503a2.3

κρείττων ὁ θάνατος. b(BE3E4)

### book 504-5.1

ἢ ἔλπεσθ’, 〈ἢν νῆας—ἕκαστοσ〉: ἦθος καὶ εἰ‐

### book 504-5.2

ρωνεία καὶ βάρος, μεθ’ ὑποκρίσεως αὐτοῦ τὰ ὡμολογημένα πυνθανο‐

### book 504-5.3

μένου. b(BCE3E4)T

### book 505a.1

ἐμβαδὸν ἵξεσθαι 〈ἣν πατρίδα γαῖαν ἕκαστοσ〉:

### book 505a.2

ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζετε ἐμβήσεσθαι ἐπὶ τὰς καησομένας ναῦς, ἢ

### book 505a.3

καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ

### book 505a.4

ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι. A

### book 505b.1

ἐμβαδόν: πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. A b (BCE3

### book 505b.2

E4)T οἱ δὲ τὸν ἐμβατήριον ῥυθμόν, πρὸς ὃν Λακεδαιμόνιοι νι‐

### book 505b.3

κῶντες εἰσβάλλουσιν A b (BE3E4)T εἰς τὴν πατρίδα. A T

### book 506

〈ἢ οὐκ ὀτρύνοντος ἀκούετε:〉 πάνυ ἐναργῶς ἀπὸ τοῦ

### book 506

ὑπογύως πραχθέντος τὴν προτροπὴν λαμβάνει. b(BCE3E4)Til

### book 507.1

ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει: διόλου παραφυλα‐

### book 507.2

κτέον ὅτι οὐκ ἀφίσταται τοῦ τῶν νεῶν κινδύνου, ὡς ἔσχατον κίνδυνον

### book 507.3

ὀνομάζων. b(BCE3E4)T

### book 508.1

οὐ μὰν ἔς γε χορὸν 〈κέλετ’ ἐλθέμεν: χορὸν〉 ἐνέρ‐

### book 508.2

γειαν τοῦ χορεύειν. διὰ τοῦ ἐπικαλεῖσθαι „Τρῶες καὶ Λύκιοι“ (Ο 486)

### book 508.3

οὐκ εἰς χορὸν αὐτοὺς †καλῶν. b(BCE3E4)T

### book 509.1

ἡμῖν δ’ οὔτις τοῦδε 〈νόος καὶ μῆτις ἀμείνων〉: τὸν

### book 509.2

Αἴαντα νῦν ἄριστον σύμβουλον προήγαγε τοῦ πολέμου ἀναγκάζον‐

### book 509.3

τος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς ἱκανὸς καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχά‐

### book 509.4

νων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης τραυματίαι γενόμενοι. ὁ δὲ

### book 509.5

Νέστωρ γέρων καὶ ἐπὶ τῶν νέων φαίνεσθαι ἀδύνατος. b(BCE3E4)T

### book 510.1

〈ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε:〉 τὸ αὐ‐

### book 510.2

τοσχεδίῃ τινὲς μετὰ τοῦ ν. | οὐδὲν ἡμῖν ἐστι προτιμότερον ἢ χωρῆ‐

### book 510.3

σαι εἰς χεῖρας. b(BCE3E4)Til

### book 511a.1

βέλτερον ἢ ἀπολέσθαι 〈ἕνα χρόνον ἠὲ βιῶναι〉:

### book 511a.2

ὅτι οὐκ ἐκληπτέον τρεῖς διαστολάς, ἀλλ’ ἐκ τοῦ „ἢ αὐτοσχεδίῃ“ (Ο

### book 511a.3

510) 〈τὸ〉 ‘βέλτερον ἢ ἀπολέσθαι καθ’ ἕνα χρόνον‘ περὶ ἓν μέρος, πρό‐

### book 511a

τερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος· βέλτιον καθ’ ἕνα χρόνον συν‐

### book 511a.5.1

τόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ „στρεύγεσθαι“

### book 511a.5.2

(Ο 512) ἐστὶ στραγγίζεσθαι κατ’ ὀλίγον ἐκλείποντας. A

### book 511b.1

ἕνα χρόνον: ἀντὶ τοῦ ἐν ὀλίγῳ χρόνῳ, συντόμως. b

### book 511b.2

(BCE3E4)T

### book 511-3.1

βέλτερον〈—χειροτέροισιν〉: αἱρετώτερον καθ’

### book 511-3.2

ἕνα χρόνον ζῆν ἢ τεθνάναι συντόμως μᾶλλον ἢ περισσῶς κάμνειν ἐν

### book 511-3.3

πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμουμένοις. b(BCE3E4)T

### book 511-2.1

〈βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶ‐

### book 511-2.2

ναι, / ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι:〉 διαστολὴ ἐπὶ

### book 511-2.3

τὸ βιῶναι (511), μέχρι δὲ αὐτοῦ συναπτέον· ὁ γὰρ λόγος, ἢ ἀπο‐

### book 511-2.4

θανεῖν ἢ ζῆσαι συντόμως βέλτιόν ἐστιν ἢ μετὰ παρολκῆς καταπο‐

### book 511-2.5

νεῖσθαι. A

### book 513a

〈ὧδ’ αὔτως:〉 οὕτω γραπτέον ὧδ’ αὔτως. Aint

### book 513b1

〈ὧδε:〉 ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως. Aim

### book 513b2

ἀντὶ τοῦ οὕτως, οὐ τοπικόν. Til

### book 513c.1

ὑπ’ ἀνδράσι χειροτέροισιν: ἀντὶ τοῦ ὑπ’ ἀνδρῶν

### book 513c.2

ἡσσόνων. b(BCE3)T γενναίου δὲ τὸ κἀν ταῖς ἐπιφοραῖς τῶν δει‐

### book 513c.3

νῶν φυλάττειν τὸ φρόνημα καὶ χείρους ἡγεῖσθαι καὶ νικῶντας τοὺς

### book 513c.4

Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντροπὴν Ἑλλήνων τὸ ὑπὸ χειρόνων ἡτ‐

### book 513c.5

τᾶσθαι. b(BCE3E4)T

### book 515a.1

ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον 〈Περιμήδεος υἱόν〉:

### book 515a.2

ὅτι οὗτός ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν Καταλόγῳ (sc. Β 517). καὶ

### book 515a.3

ἀμφότεροι ὑφ’ Ἕκτορος ἀνῄρηνται (cf. Ρ 306). ἀλλ’ ἐκεῖνος μὲν Ἰφί‐

### book 515a.4

του πατρός (cf. Β 518), οὗτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ

### book 515a.5

περὶ Πυλαιμένους. A

### book 515b.1

Σχεδίον Περιμήδεος: ἔστι καὶ ἕτερος, Ἰφίτου παῖς·

### book 515b.2

„ὁ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον“ (Ρ

### book 515b.3

306—7). T

### book 516

〈ἀρχὸν Φωκήων:〉 τινὲς „ἀρχὸν Ἀθηναίων“. Til

### book 518a.1

{πουλυδάμας δ’ ὦτον} Κυλλήνιον: ὅτι οὐκ ἀπὸ Κυλλή‐

### book 518a.2

νης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους, ἀλλ’ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη· ἀρ‐

### book 518a.3

χὸς γὰρ Ἐπειῶν. οὗτοι δέ εἰσιν Ἠλεῖοι. A

### book 518b

〈Κυλλήνιον:〉 Ἠλεῖον· ἐπίνειον γὰρ Ἤλιδος Κυλλήνη. Til

### book 519.1

Φυλείδεω: τοῦ Μέγητος (cf. Β 627—8)· ὁ γὰρ Φυλεὺς

### book 519.2

Ἠλεῖος ἦν καὶ ἀποικίαν ἤγαγεν ἐς τὰς Ἐχινάδας νήσους. T

### book 520.1

ὕπαιθα λιάσθη: εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἴσως γὰρ

### book 520.2

ἐκεῖνος ἐκ πλαγίου ὥρμησεν, ὁ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρακτον

### book 520

τὴν βολὴν ἐποίησεν. b(BCE3E4)T

### book 521-2.1

οὐ γὰρ Ἀπόλλων / εἴα Πάνθου υἱόν: ὡς Τρῶα καὶ

### book 521-2.2

ἀριστέα. τινὲς δὲ τὸν Πάνθουν Δελφόν φασιν, ἱερέα τοῦ Ἀπόλλωνος. T

### book 525a.1

{τόφρα δὲ τῶι ἐπόρουσε} Δόλοψ: ὅτι οὗτος Τρωϊκὸς Δό‐

### book 525a.2

λοψ, Λάμπου υἱὸς τοῦ ἀδελφοῦ Πριάμου, ὁμώνυμος τῷ ἐν τῇ Λ Δόλο‐

### book 525a.3

πι, „καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον“ (Λ 302). A

### book 525b.1

〈Δόλοψ:〉 ἔστι δὲ ἄλλος Δόλοψ ὑπὸ Ἀγαμέμνονος ἀναι‐

### book 525b.2

ρεθεὶς ἐν τῇ Λ (302)· „καὶ Δόλοπα Κλυτίδην“. T

### book 526a.1

Λαμπετίδης: ὡς πάχος „πάχετοσ“ (ψ 191) πλεονασμῷ τοῦ ε, ἀφ’

### book 526a.2

οὗ τὸ Λαμπετίδης. T

### book 526b

ἀνδρῶν: τῶν ἰδίων υἱῶν. T

### book 527.1

Λαομεδοντιάδης: καὶ ἐν ἄλλοις „Λαομέδων δ’ ἄρα Τιθω‐

### book 527.2

νὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον τε“ (Υ 237—8). ἦν δὲ τὸ

### book 527.3

πατρωνυμικὸν αὐτοῦ Λαομεδοντίδης, ἀλλ’ ἐπλεόνασε τὸ α ὡς ἐν τῷ

### book 527.4

„Λαερτιάδησ“ (Γ 200. ι 19). T

### book 530a

{τόν ῥ’ ἐφόρει} γυάλοισι〈ν〉: ὅτι τὰ κύτη καὶ τὰ κοιλώ‐

### book 530a

ματα τοῦ θώρακος γύαλα, οὐχ ὡρισμένος τόπος. A

### book 530b.1

γυάλοισιν: ἀντὶ τοῦ γυάλῳ· „θώρηκος γύαλον“ (Ε 99

### book 530b.2

al.) γοῦν πανταχοῦ φησιν. T

### book 531a.1

ἤγαγεν ἐξ Ἐφύρης, 〈ποταμοῦ ἀπὸ Σελλήεντοσ〉:

### book 531a.2

ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ ἐκ τῆς Κορίνθου δῆλον δὲ

### book 531a.3

ἐκ τοῦ Σελλήεντος, ἀφ’ οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπ’ Ἀσίῳ ἕτε‐

### book 531a.4

ρός ἐστι Σελλήεις ποταμός (cf. Β 838—9. Μ 96—7). A

### book 531b.1

〈ἤγαγεν ἐξ Ἐφύρης:〉 ἐν ἄλλῳ „ἠγάγετ’ ἐξ Ἐφύ‐

### book 531b.2

ρησ“. Aim

### book 531c.1

ἐξ Ἐφύρης: τῆς ἐν Ἤλιδι, ἧς καὶ ἐν ἄλλοις μνημονεύει·

### book 531c.2

„ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει{ς}, πίειραν ἄρουραν, / ἐλθεῖν“ (β 328—9),

### book 531c.3

οἱ δὲ τῆς Θεσπρωτίας. T

### book 531d.1

ποταμοῦ ἀπὸ Σελλήεντος: ποταμὸς Ἤλιδος ὁ

### book 531d.2

Σελ〈λ〉ήεις, ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους. ἔστι δὲ καὶ Θεσπρωτίας. T

### book 532

Εὐφήτης: ζήτει περὶ τούτου, τίς ἐστιν. T

### book 533

ἀλεωρήν: σκέπην, παρὰ τὸ ἀλέασθαι. T

### book 534.1

ὅς οἱ καὶ τότε 〈παιδὸς ἀπὸ χροὸσ〉 ἤρκες’ ὄλε‐

### book 534.2

θρον: περιττὸς ὁ στίχος· ἤδη γὰρ εἶπεν ἀνωτέρω (sc. Ο 529)·

### book 534.3

„πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ“. T

### book 536.1

κύμβαχον: τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, A b (BCE3E4)

### book 536.2

T ὅθεν καὶ κυμβία τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ

### book 536.3

λόφος. εἴρηται δὲ παρὰ τὴν κεφαλήν· τὴν γὰρ κεφαλὴν κύμβην ἔλεγον,

### book 536

b(BCE3E4)T ὅθεν καὶ κυβιστᾶν. A b (BCE3E4)T λέγει οὖν

### book 536.5.1

τὸ ἄκρον τοῦ κράνους. T ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ

### book 536.5.2

ὄνομα, διὰ τοῦ ἀκρότατον. A T παρὰ δὲ Αἰολεῦσι κύμβη κα‐

### book 536.5.3

λεῖται ἡ τῆς ῥάχεως ἀπὸ αὐχένος ἀρχή. b(BCE3E4)

### book 538a.1

νέον φοίνικι φαεινός: ὅτι τὸ σημαινόμενόν ἐστι νεωστὶ

### book 538a.2

πεφοινιγμένος, ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα. A

### book 538b.1

νέον φοίνικι φαεινός: φοινικῷ χρώματι νεωστὶ λελαμ‐

### book 538b.2

πρυσμένος. b(BCE3)T

### book 539.1

ἤλπετο νίκην: ἑκάτερος αὐτῶν δηλονότι, b(BCE3E4)T

### book 539.2

οὐ μόνος ὁ τύψας. b(BCE3E4)

### book 540a.1

〈τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύν‐

### book 540a.2

τωρ:〉 τῷ Μέγητι δηλονότι. περισσὸς δέ ἐστιν ὁ δέ. b(BCE3)

### book 540b.1

〈ἦλθεν ἀμύντωρ:〉 γράφεται ἐν ἄλλῳ „ἦλθ’ ἐπαμύν‐

### book 540b.2

τωρ“. Aim

### book 541a.1

〈στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον

### book 541a.2

ὄπισθεν:〉 τὸ λαθών τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάττεσθαι. Aim

### book 541b1.1

εὐράξ: τὸ μὴ ἐκ πλαγίου, ἀλλὰ κατὰ τοῦ ἔμπροσθεν ἢ

### book 541b1.2

ὄπισθεν, παρὰ τὸ εὖρος. T

### book 541b2.1

οὐ τὸ ἐκ πλαγίου δηλοῖ, ἀλλὰ τὸ κατὰ τὸ ἔμπροσθεν ἢ

### book 541b2.2

ὄπισθεν, παρὰ τὸ εὖρος. b(BCE3E4)

### book 541c

〈εὐράξ:〉 κατὰ πλάτος. Til

### book 541d.1

βάλε δ’ ὦμον: τὸν δεξιὸν πάντως· εὔλογον γὰρ τὸν Με‐

### book 541d.2

νέλαον μὴ τὰ γυμνὰ τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρη‐

### book 541d

κέναι τὸν Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα. b(BCE3E4)T

### book 542

〈μαιμώωσα:〉 κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν φορούντων. Til

### book 543

〈ἐλιάσθη:〉 ἀπεκλίθη. Til

### book 544a.1

〈τὼ μὲν ἐεισάσθην:〉 ὁ Μέγης καὶ ὁ Μενέλαος ὥρμη‐

### book 544a.2

σαν. Til

### book 544b.1

{τὼ μὲν} ἐεισάσθην: ὅτι ἀμφίβολόν ἐστιν, πότερον

### book 544b.2

ἐφώρμησαν, ἀπὸ τοῦ ἰέναι, ἢ ἐεισάσθην ἔδοξαν, φαντασίαν ἔλαβον

### book 544b.3

τοῦ συλῆσαι τὸν νεκρόν. A

### book 545a1.1

{συλήσειν. ἕκτωρ δὲ} κασιγνήτοισι: ὅτι κασίγνητοι

### book 545a1.2

κοινότερον οἱ συγγενεῖς· | σημειοῦνται γάρ τινες ὅτι τοὺς ἀνεψιοὺς κα‐

### book 545a1.3

σιγνήτους ἐκάλουν· ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ

### book 545a1.4

δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεύς, ὁ μὲν Τε‐

### book 545a1.5

λαμῶνος, ὁ δὲ Πηλέως. A

### book 545a2.1

κασιγνήτοισι: ὅτι κασιγνήτους νῦν τοὺς ἀνεψιοὺς

### book 545a2.2

εἶπεν. T

### book 545b.1

κασιγνήτοισι: συγγενέσιν. b(BCE3)T ἢ τοῖς

### book 545b.2

ἀδελφοῖς, πρὸ δὲ τῶν ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν. b(BE3E4)

### book 545b.3

T τινὲς δὲ ἔτι καὶ νῦν παρ’ Ἴωσι τοὺς συγγενεῖς κασιγνήτους φασὶ

### book 545b.4

καλεῖσθαι. b(BCE3E4)T ὁμοίως δέ φησι καὶ τὸ „ἔνθα ἑ ταρ‐

### book 545b.5

χύσουσι κασίγνητοί τε ἔται τε“ (Π 674). T

### book 546-7.1

〈πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν / ἴφθιμον Με‐

### book 546-7.2

λάνιππον:〉 ἀνεψιὸς {δὲ} ὁ Μελάνιππος Ἕκτορος, „Λαομέδων δ’

### book 546-7.3

ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον θ’ Ἱκετάονά τ’

### book 546-7.4

ὄζον Ἄρηοσ“ (Υ 237—8). T

### book 546.1

ἐνένιπεν: ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἥ ἐστιν ἐπίπληξις.

### book 546.2

b(BCE3)T

### book 547a

〈ὄφρα:〉 τέως. Til

### book 547b.1

εἰλίποδας βοῦς: ἐπιβάλ〈λ〉ουσι γὰρ τῷ προτέρῳ ποδὶ

### book 547b.2

τὸν ὀπίσθιον πόδα. T

### book 548a.1

{βόσκ’} ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφι ἐόντων:

### book 548a.2

ὁμοίως τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν οὐκ ἀναστρεπτέον: πρὸς

### book 548a.3

γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται. A

### book 548b

〈Περκώτῃ:〉 Λαμψακηνῶν χώρα. Til

### book 548c

〈ἀπὸ νόσφιν:〉 ἀπὸ τῶν 〈Τρώων〉 νόσφιν. Til

### book 550

〈μετέπρεπε:〉 διέπρεπεν. Til

### book 553.1

οὕτω δή, Μελάνιππε, 〈μεθήσομεν〉: οὕτω νῦν. T

### book 553.2

ὃν τρόπον νῦν μεθίεμεν, οὕτω μεθήσομεν b(BCE3)T καὶ οὐκ ἀν‐

### book 553.3

τιληψόμεθα τῶν πραγμάτων; b(BCE3E4)T

### book 554.1

〈ἀνεψιοῦ:〉 τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον.

### book 554.2

Aim Til

### book 555a

{οὐχ ὁράας οῖον δόλοπος} περὶ τεύχε’ 〈ἕπουσιν〉: ὁ

### book 555a.1

Ἀσκαλωνίτης (p. 55 B.) οὐκ ἀναστρέφει τὴν περί· εἶναι γὰρ τὸ

### book 555a.2

ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦ‐

### book 555a.3

το τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ

### book 555a.5

πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην. A

### book 555b.1

περὶ τεύχε’ ἕπουσιν: ἡ περί πρὸς τὸ ἕπουσι· τὸ γὰρ

### book 555b.2

ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συντάσσε‐

### book 555b.3

ται b(BCE3)T ὡς ἐπὶ τὸ πλεῖστον· διὸ τὸ „οὐ μὲν δὴ τόδε μεῖζον

### book 555b.4

ἕπει κακόν“ (μ 209) ἀντὶ τοῦ περιέπει{ν}. T

### book 555c

〈τεύχεα:〉 λείπει συλῆσαι. Til

### book 556-8.1

ἀλλ’ ἕπευ· 〈οὐ γὰρ ἔτ’ ἔστιν—κτάσθαι τε

### book 556-8.2

πολίτασ〉: ἀλλ’ ἕπευ· τῆς γὰρ πρὸς Ἀργείους οὐκ ἀποστατέον

### book 556-8.3

μάχης πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς ἑλόντες τὴν Ἴλιον πορθή‐

### book 556-8.4

σωσι. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται ὥστε ἀναγκαῖον καὶ

### book 556-8.5.1

τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσσχεῖν. b

### book 556-8.5.2

(BCE3E4)T

### book 557.1

κατ’ ἄκρης: ὁλοτελῶς· „ἔλασεν μέγα κῦμα κατ’ ἄκρησ“

### book 557.2

(ε 313), οἷον ὅλον αὐτὸν ἐβάπτισε τὸ κῦμα. T

### book 558

〈Ἴλιον αἰπεινήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 563-4.1

αἰδομένων δ’ ἀνδρῶν〈—ἀλκή〉: τῶν αἰδου‐

### book 563-4.2

μένων ἀλλήλους καὶ ἀγωνιζομένων πλείους σῴζονται ἤπερ φονεύον‐

### book 563-4.3

ται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει.

### book 563-4

b(BCE3E4)T

### book 563a1.1

αἰδομένων δ’ ἀνδρῶν: χωρὶς τοῦ συνδέσμου ἔγραφεν

### book 563a1.2

Ἀρίσταρχος, πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος πλέον τε

### book 563a1.3

διαστῇ καὶ μᾶλλον ἐμφήνῃ. A

### book 563a2.1

Ἀρίσταρχος χωρὶς τοῦ δέ, ἄλλοι δὲ μετὰ τοῦ δέ, αἰδομέ‐

### book 563a2.2

νων δ’ ἀνδρῶν. Aim

### book 567

〈χαλκείῳ:〉 στερεῷ, τῷ διὰ τῶν ἀσπίδων. Til

### book 568.1

Ἀντίλοχον δ’ ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος: φαί‐

### book 568.2

νεταί τις ὑποῦσα αὐτοῖς φιλία διὰ τὴν γειτνίασιν, b(BCE3E4)T

### book 568.3

„Νέστωρ φάσχ’ ὁ γέρων, ὅτ’ ἐπιμνησαίμεθα σεῖο“ (δ 191): T τό

### book 568.4

τε ὁμότροπον ἐχυρὸν πρὸς φιλίαν. b(BCE3E4)T καὶ ἐν ἑτέροις δέ

### book 568.5.1

φησι „περὶ γὰρ δίε ποιμένι λαῶν, / μή τι πάθῃ“ (Ε 566—7)· καὶ μετὰ

### book 568.5.2

τὴν παράβασιν τῶν ὅρκων πρῶτος πολέμιον ἀνεῖλεν (sc. Δ 457

### book 568.5.3

—62). T

### book 570.1

θάσσων: τῶν ἡλικιωτῶν. ἢ ὡς καὶ ἐπὶ Αἴαντος „οὐ γάρ οἵ

### book 570.2

τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν / ἀνδρῶν τρεσ〈σ〉άντων“ (Ξ 521—2).

### book 570.3

τὸ δὲ οὐδ’ ἄλκιμος πρὸς τὸ „πρῶτος δ’ Ἀντίλοχοσ“ (Δ 457) ἀνα‐

### book 570.4

φέρεται. T

### book 571a

〈εἴ:〉 ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε· διόπερ οὐδὲ ὑποστιγμή. Aint

### book 571b.1

εἴ τινά που 〈...〉 βάλοισθα: ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ

### book 571b.2

προστακτικοῦ ἐχρήσατο, ὥς φησι Διονύσιος (fr. 37 Schm.). T

### book 571c.1

〈βάλοισθα:〉 ὅτι τὸ βαλεῖν προέμενόν ἐστιν ἐπιτυ‐

### book 571c.2

χεῖν. Aim

### book 574.1

ἀμφί ἑ παπτήνας: τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις

### book 574.2

αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλλῃ, ὡς καὶ Ὀδυσσεύς (sc. Δ 497).

### book 574

b(BCE3E4)T

### book 574-5.1

ὑπὸ δὲ Τρῶες κεκάδοντο 〈/ ἀνδρὸς ἀκοντίσσαν‐

### book 574-5.2

τοσ〉: ὑπὸ δὲ αὐτοῦ ἀκοντίσαντος ἐχωρίσθησαν οἱ Τρῶες. b(BCE3E) T

### book 577.1

νισόμενον πόλεμον 〈δέ〉: οὐχ ὡς νῦν αὐτοῦ πρῶτον

### book 577.2

ἐξιόντος, ἀλλ’ ὡς διὰ τὴν προτροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρ‐

### book 577.3

μῶντος. b(BCE3E4)T

### book 580

θορόντα: ἐπεὶ πτοηθεὶς ἐξάλλεται τῆς κοίτης. T

### book 581

ἐτύχησε βαλών: τυχὼν ἔβαλε. b(BCE3E4)T

### book 582a.1

〈ὣς ἐπὶ σοί—Ἀντίλοχος:〉 τοσοῦτον {δὲ} Ἀν‐

### book 582a.2

τίλοχος μείζων Μελανίππου, ὅσον νεβροῦ κύων (cf. Ο 579). τὸ

### book 582a.3

ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου ἐδήλωσεν. b(BCE3

### book 582a.4

E4)T

### book 582b

〈ὣς ἐπὶ σοί, Μελάνιππε:〉 πρὸς τὴν ἀποστροφήν. Aim

### book 586a.1

ἀλλ’ ὁ γὰρ ἔτρεσε 〈θηρὶ κακὸν ῥέξαντι ἐοικώσ〉:

### book 586a.2

δαιμονίως τῇ παραβολῇ κέχρηται· καὶ γὰρ ἡ φυγὴ τούτῳ κατὰ

### book 586a.3

πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται. b(BCE3E4)T

### book 586b.1

θηρὶ 〈κακὸν ῥέξαντι〉 ἐοικώς: καλῶς οὐκέτι παρα‐

### book 586b.2

βέβληται κυνὶ (οὐ γὰρ ἔδει τὸν ἥρωα φεύγοντι κυνὶ εἰκάζειν), ἀλλὰ

### book 586b.3

λέοντι οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλ’ ἔφοδον πλειόνων ἀγροίκων.

### book 586b

b(BCE3E4)T

### book 587.1

{ὅς τε κύνα κτείνας ἢ βουκόλον} ἀμφὶ βόεσσι: ὅτι Ζηνό‐

### book 587.2

δοτος γράφει „ἀμφί οἱ αὐτῷ“. γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθ’

### book 587.3

Ὅμηρον, ‘ὅστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμιλον

### book 587.4

ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ‘ (cf. Ο 587—8). A

### book 593.1

νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς:

### book 593.2

τοῦτο γὰρ εἶπεν ὁ Ζεύς· „εἰσόκε νῆας ἐϋσ〈σ〉έλμους ἀφίκηαι“ (Λ 208)

### book 593.3

καὶ „τρέψω δ’ ἥρωας Ἀχαιούσ“ (Ο 261). T

### book 594a

〈μέγα:〉 ὥστε γίνεσθαι μέγα. ἢ μεγάλως. Til

### book 594b1.1

θέλγε: ἐπὶ τὸ χεῖρον. ἀναπτεροῖ δὲ τὸν ἀκροατὴν

### book 594b1.2

προσδοκῶντα τὸν ἐμπρησμόν. T

### book 594b2.1

ἐπὶ τὸ χεῖρον, ἠπάτα. b(BCE3) βασανίζει δὲ τὴν

### book 594b2.2

διάνοιαν τοῦ ἀκροατοῦ τὸν ἐμπρησμὸν προσδοκῶντος. b(BCE3E4)

### book 598a.1

〈ἐξαίσιον:〉 ἄδικον· τοὐναντίον γὰρ „ἐναίσιμα“ (Β

### book 598a.2

353 al.) τὰ καθήκοντα καὶ δίκαια. ἢ ὑπεραγόντως μεγάλην. b

### book 598a.3

(BCE3E4)Til

### book 598b

ἀρήν: αἴτησιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ τοῦ θεοῦ

### book 598b.1

τυγχάνει. ἢ τὴν καθ’ Ἑλλήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν

### book 598b.2

εὐχὴν Θέτιδος· b(BCE3E4)T ἐξαίσιον γὰρ τὴν ἔξω τοῦ αἰσίου

### book 598b.3

γινομένην φησίν, οἷον τὴν παρὰ τὸ ὅσιον, ὅπερ σημαίνει τὸ αἴσιον. T

### book 599-600.1

τὸ γὰρ μένε μητίετα Ζεύς 〈/ —ἰδέσθαι〉:

### book 599-600.2

μεγαλοφυῶς θεατὴν καθίστησι τὸν Δία τῶν γινομένων. T

### book 599.1

〈τὸ γὰρ μένε μητίετα Ζεύς:〉 βραχὺ διασταλτέον κατὰ

### book 599.2

τὸ τέλος πρὸς τὸ σαφέστερον. Aint

### book 601-2.1

〈ἐκ γὰρ δὴ τοῦ〉 ἔμελλε παλίωξιν 〈παρὰ

### book 601-2.2

νηῶν /〉 θησέμεναι: ἐπιστάμενος τοὺς ἀκροωμένους ταῖς Ἑλληνι‐

### book 601-2.3

καῖς συμφοραῖς ἀχθομένους εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης

### book 601-2.4

νίκης προεκθέσει. b(BCE3E4)T

### book 601a1

〈τοῦ ἔμελλε:〉 †ἀριστοφάνης† „τοῦ μέλλε“ Ἰακῶς. Aim

### book 601a2

ἔμελλε: †ἀριστοφάνης† Ἰακῶς γράφει „μέλλε“. T

### book 601b.1

〈ἔμελλε〉 παλίωξιν παρὰ νηῶν: ὅτι ὑγιῶς παλίω‐

### book 601b.2

ξιν, πάλιν δίωξιν, ὅταν ἐξ ὑποστροφῆς διώκωσιν οἱ διωκόμενοι. καὶ

### book 601b.3

πρὸς τὸ ἔμελλεν, ὅτι ἀντὶ τοῦ ἐῴκει. A

### book 605.1

μαίνετο δ’ ὡς ὅτ’ Ἄρης: ἐναργῶς ἐκινεῖτο τῷ σώματι.

### book 605.2

καὶ χαλεπὸν μὲν ὅμως εἰς †εὔνοιαν† ἂν ἐλθεῖν καὶ σωφρονοῦντος

### book 605.1

Ἄρεος, ὁ δὲ καὶ τὸ μαίνετο προσέθηκεν. καὶ οὐ μέχρι τούτου τὴν

### book 605.2

εἰκόνα ἵστησιν, ἀλλ’ ἀφρίζειν τε αὐτῷ φησι τὸ στόμα τρόπον θηρίου

### book 605.5.1

καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος (cf. Ο 607—8). b

### book 605.5.2

(BCE3E4)T

### book 605-6.1

ὡς ὅτ’ Ἄρησ〈—ὕλησ〉: πᾶσι τοῖς δεινοῖς αὐτὸν

### book 605-6.2

εἴκασεν, Ἄρει μαινομένῳ καὶ πυρὶ ὕλης ἐπειλημμένῳ. T

### book 606a.1

〈βαθέης ἐν〉 τάρφεσιν 〈ὕλης: τάρφεσιν〉 ἀπὸ τοῦ

### book 606a.2

τάρφος. καὶ βαθέης δίχα τοῦ ι. καλῶς δὲ καὶ τῷ πυρὶ τροφὴν δα‐

### book 606a.3

σείας ὕλης δέδωκεν. T

### book 606b.1

τάρφεσιν: ὡς „βέλεσιν“ (Λ 657. π 277) οἱ πλείους· καὶ

### book 606b.2

ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικόν, ὡς ἀξιοῖ Τυραν‐

### book 606b.3

νίων (fr. 36 P.). ὁ μέντοι Ἀριστοφάνης (fr. 34, p. 225 N.) ἐκεῖνό φησιν

### book 606b.4

ὅτι ἐὰν μὲν τοῖς δάσεσιν, ὡς „βέλεσι“ τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετι‐

### book 606b.5

κόν, ταρφέσιν ὡς „ὀξέσιν“ (Μ 56). A

### book 607a.1

ἀφλοισμός: ὀξυτόνως ἀναγνωστέον· τὰ γὰρ εἰς μος

### book 607a.2

λήγοντα ὑπὲρ δύο συλλαβάς, ἔχοντα πρὸ τοῦ μ τὸ ς, ὀξύνεσθαι θέλει,

### book 607a.3

μερισμός, ὁπλισμός. ἔνιοι δὲ αὐτὸ οἱ μὲν παρὰ τὸ ἀφρισμός, μεταβολῆς

### book 607a.4

γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο, οἱ δὲ παρὰ τὸ φλέω

### book 607a.5.1

καὶ φλύω, φλοισμὸς καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α· διὸ οὐ

### book 607a.5.2

δεόντως ὁ Τυραννίων (fr. 37 P.) προπαροξύνει. A

### book 607b1

ἀφλοισμός: ἀφρὸς κατὰ Αἰτωλούς. | οἱ δὲ τὸν ἀφρισμόν,

### book 607b1

οἱ δὲ οὐκ ἄπωθεν τοῦ φλοισμοῦ. T

### book 607b2.1

ἀφρισμὸς κατὰ Αἰτωλούς. λαμβάνεται δὲ καὶ πεποιημέ‐

### book 607b2.2

νως ἐπὶ ἰδιώματος ὕδατος ἤχου. b(BCE3E4)

### book 607-8.1

τὼ δέ οἱ ὄσσε 〈/ λαμπέσθην—ὑπ’ ὀφρύ‐

### book 607-8.2

σιν〉: καὶ ἀλλαχοῦ „νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια“ (Μ 463). T

### book 608-9.1

ἀμφὶ δὲ πήληξ 〈/ σμερδαλέον κροτάφοισι〉 τι‐

### book 608-9.2

νάσσετο: τετύπωκε τὸν κορυθαίολον. T

### book 610-4a.1

Ἕκτορος· αὐτὸς γάρ οἱ〈—Πηλείδαο

### book 610-4a.2

βίηφιν〉: ἀθετοῦνται στίχοι πέντε· ἐπιστάμεθα γὰρ ὅτι περὶ Ἕκτο‐

### book 610-4a.3

ρός ἐστιν ὁ λόγος. καὶ τὴν ἔνθουν ὁρμὴν τοῦ Ἕκτορος ταῦτα παρεν‐

### book 610-4a.4

ειρμένα ἐκλύει· συναπτόμενα γοῦν τὰ γνήσια τὴν δεινότητα σώζει.

### book 610-4a.5.1

καὶ κυκλικῶς ταυτολογεῖται· προείρηται γὰρ „τὰ φρονέων νήεσσιν

### book 610-4a.5.2

ἔπι γλαφυρῇσιν ἔγειρεν / Ἕκτορα Πριαμίδην“ (Ο 603—4). πρὸς τί

### book 610-4a.5.3

οὖν παλλιλογεῖται Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν

### book 610-4a.5.4

ἀμύντωρ (610); A

### book 610-4b1.1

Ἕκτορος· αὐτὸς γάρ οἱ〈—βίηφιν〉: ἀθε‐

### book 610-4b1.2

τοῦνται στίχοι πέντε ὡς περιττοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἦσαν οἱ

### book 610-4b1.3

πέντε· οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον (cf. 612) ἐτίμα αὐτόν. καὶ ὅτι

### book 610-4b1.4

ἀπ’ αἰθέρος (610)· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ „μαρναμένοιο“

### book 610-4b1.5.1

(Ο 609) νοεῖται Ἕκτορος (610). —τινὲς δὲ τὸν γάρ (610) ἀντὶ

### book 610-4b1.5.2

τοῦ δέ, ὡς „αὐτίκα γάρ μοι ὀΐσατο θυμὸς ἀγήνωρ / ἀνδρ’ ἐπελεύ‐

### book 610-4b1.5.3

σεσθαι“ (ι 213—4). καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα· „οὐδ’ ἄρ’

### book 610-4b1.5.4

ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια / ὄφρα τί μιν προτιείποι“

### book 610-4b1.5.5

(Χ 328—9), „ἦλθε δ’ ἐπὶ νότος ὦκα, 〈φέρων ἐμῷ ἄλγεα θυμῷ /〉,

### book 610-4b1.10.1

ὄφρ’ ἔτι τὴν ὀλοήν“ (μ 427—8). ἀπ’ αἰθέρος (610) δὲ ὁ αἰθέριος

### book 610-4b1.10.2

Ζεύς. καὶ ἡ πρόληψις (sc. 612—4) δὲ σχῆμα ποιητικόν· προσεκτικὸν

### book 610-4b1.10.3

δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἀπεργάζεται. καὶ τοῦ λέ‐

### book 610-4b1.10.4

γοντος χρηστὸν †ἦθος, καὶ ὡς ἀπὸ συναλγοῦντος †ἠπίστησεν. T

### book 610-4b2.1

ἀθετοῦνται πέντε διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον ὄντα

### book 610-4b2.2

ἐτίμα καὶ ὅτι ἀπ’ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ „μαρνα‐

### book 610-4b2.3

μένοιο“ νοεῖται τὸ Ἕκτορος. —ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ

### book 610-4b2.4

ὄνομα (cf. 610) ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυ‐

### book 610-4b2.5.1

μάζων τινὰ τῶν ἔργων πολλάκις ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ

### book 610-4b2.5.2

ἀπ’ αἰθέρος ὅτι ὁ αἰθέριος Ζεύς· οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτόν,

### book 610-4b2.5.3

ἀλλ’ ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτήρισε. καὶ ἡ πρόληψις δέ ἐστι

### book 610-4b2.5.4

σχῆμα ποιητικόν. προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέ‐

### book 610-4b2.5.5

στερον ἐργάζονται. καὶ τοῦ λέγοντος †ἦθος χρηστόν, καὶ ὡς συναλ‐

### book 610-4b2.10

γοῦντος ἡ πίστις. b(BCE3E4)

### book 616

〈ᾗ:〉 καθ’ ἣν ὁδόν. Til

### book 618a

〈ἴσχον:〉 ἐπεῖχον αὐτόν. Til

### book 618b.1

πυργηδὸν 〈ἀρηρότες ἠΰτε πέτρη〉: ἡ μὲν ἐμβολὴ

### book 618b.2

τῶν βαρβάρων κύμασιν εἴκασται ταχὺ διαλυομένοις, ἡ δὲ τῶν Ἑλλή‐

### book 618b.3

νων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ. b(BCE3E4)T

### book 619a1.1

ἠλίβατος {μεγάλη}: φιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχη‐

### book 619a1.2

μάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ „ἠλιτόμηνοσ“ (cf. Τ 118),

### book 619a1.3

συγκοπὴν δὲ ἔπαθεν. διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλοῦται·

### book 619a1.4

„τὸν μέν τ’ ἠλίβατος πέτρη“ (Ο 273). οἱ μέντοι δασύνοντες ἐτυμολο‐

### book 619a1.5

γοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ. οὐκ ἐπείσθη δὲ

### book 619a1

ἡ παραδόσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς. A

### book 619a2.1

ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ ἀλιτεῖν ἐστι τοὺς ἐπι‐

### book 619a2.2

βαίνοντας αὐτῆς. b(BCE3E4)Til

### book 620a

〈λιγέων:〉 ἦχον ἀποτελούντων τῇ βίᾳ. b(BCE3E4)Til

### book 620b

κέλευθα: ἰδίως τὰς ἐφόδους. b(BCE3E4)Til

### book 621a

〈τροφόεντα:〉 τρόφιμα. Til

### book 621b1.1

〈αὐτήν:〉 οὕτως αὐτήν μετὰ τοῦ ν Ἀρίσταρχος, τὴν

### book 621b1.2

πέτραν. Aint

### book 621b2.1

{τά τε προσερεύγεται} ἀκτῇ: Ἀρίσταρχος „αὐτήν“,

### book 621b2.2

δηλονότι τὴν πέτραν, ἵν’ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθού‐

### book 621b2.3

μενα. T

### book 621b3.1

οἱ μὲν ἀκτῇ, οἱ δὲ „αὐτήν“, ὃ καὶ ἄμεινον, ἵν’ ᾖ τὰ ὑπὸ

### book 621b3.2

θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα κύματα τὴν πέτραν. b(BCE3E4)

### book 622.1

ὣς Δαναοὶ Τρῶας μένον 〈ἔμπεδον〉: ὅτι ἔν τισι

### book 622.2

γράφεται „ἐξ ἁλός. ὣς Δαναοὶ 〈Τρῶας μένον〉“. αἴρεται δὲ τὸ κινοῦν

### book 622.3

τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον, φησίν, ὡς

### book 622.4

πέτρα ἐναρηρυῖα τῷ πεδίῳ. A

### book 623

〈λαμπόμενος πυρί:〉 περιλαμπόμενος ὑπὸ τῶν ὅπλων

### book 623

ὡς ὑπὸ πυρός. b(BCE3E4)Til

### book 624-5.1

ἐν δ’ ἔπες’ ὡς ὅτε κῦμα 〈θοῇ ἐν νηῒ πέσῃσι /

### book 624-5.2

—ἀνεμοτρεφέσ〉: πεπύκνωται ταῖς παραβολαῖς ὁ τόπος πρὸς

### book 624-5.3

ἔμφασιν τῶν πραγμάτων. b(BCE3E4)T ἡ δὲ ἔν (624) ἐμφαίνει

### book 624-5.4

τὴν βίαν τοῦ κύματος. εἰς ἐπίτασιν δὲ πρόσκειται ἀνεμοτρεφές

### book 624-5.5.1

(625). T εὖ δὲ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν, ἀλλ’ ἐνέπεσε,

### book 624-5.5.2

σφοδρὰν τὴν βίαν δηλῶν. b(BCE3E4)T

### book 625.1

ἀνεμοτρεφές: ὑπὸ ἀνέμου ηὐξημένον, ὑψηλόν. ὅταν δὲ τὸ

### book 625.2

Ἀγαμέμνονος—τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν Με‐

### book 625.3

λέταις Ὁμηρικαῖς (fr. 127 Sandb.). A

### book 625-6a.1

ὑπαὶ νεφέων ἀνεμοτρεφές· 〈ἡ δέ τε πᾶσα /

### book 625-6a.2

ἄχνῃ ὑπεκρύφθη〉: ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι ὑποκάτω τῶν

### book 625-6a.3

νεφῶν καὶ πλησιάζειν αὐτοῖς. b(BCE3E4)T οἱ δὲ ἀνεμοτρε‐

### book 625-6a.4

φὲς τὸ εὔτονον. b(BE3E4)T καὶ Σιμωνίδης (fr. 107 P. = P. M.

### book 625-6a.5.1

G. 612) „ἀνεμοτρεφέων πυλάων“ εἴρηκεν. T ὁ δὲ κόμπος τῶν

### book 625-6a.5.2

λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κε‐

### book 625-6a.5.3

καλυμμένην. b(BE3E4)T

### book 625-6b1.1

ἡ δέ τε πᾶσα 〈/ ἄχνῃ ὑπεκρύφθη〉: πᾶσα δὲ ἡ

### book 625-6b1.2

ναῦς ἀφρῷ τῷ τοῦ κύματος κρύπτεται. T

### book 625-6b2.1

πᾶσάν φησι δηλονότι τὴν ναῦν b(BCE3) τῷ ἀφρῷ

### book 625-6b2.2

τοῦ κύματος b(BCE3E4) περικαλυφθεῖσαν ὑποκρυβῆναι. b(BCE3)

### book 625-6b2.1

ἡ δέ τε πᾶσα / ἄχνῃ ὑπεκρύφθη: ἡ ναῦς δηλονότι

### book 625-6b2.2

ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ ἀφρῶδες. A

### book 626a

〈ἄχνῃ:〉 Ζηνοδότος χωρὶς τοῦ ι „ἄχνη“. Aint Til

### book 626b.1

δεινὸς ἀήτη: ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλ’ οὐ

### book 626b.2

δεινή, ὡς „κλυτὸς Ἱπποδάμεια“ (Β 742). ἔνιοι δὲ ἀγνοοῦντες ποιοῦσι

### book 626b.3

„δεινὸς ἀήτησ“. ἀλλ’ οὐ δεῖ γράφειν οὕτως. A

### book 626c.1

δεινὸς ἀήτης: ὅτι ἀρρενικῶς δεινὸς †ἀήτης† (ἔνιοι

### book 626c.2

δὲ ἀγνοήσαντες πεποιήκασι „δεινὸς †ἀήτη†“) ὡς „κλυτὸς Ἀμφιτρίτη“

### book 626c.3

(ε 422)· ἡ γὰρ ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπερ‐

### book 626c.4

γάζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσι. b(BCE3)T

### book 627a.1

〈ἱστίῳ ἐμβρέμεται:〉 προσλακτίζων αὐτῷ, τῇ βίᾳ δη‐

### book 627a.2

λονότι. b(BCE3E4)Til

### book 627b.1

ναῦται: οἱ ἐν τῇ νηΐ· „ἢ ναύτῃσι τέρασ“ (Δ 76). ὁ δὲ

### book 627b.2

Αὐτόχθων πρὸς ἐπίτασιν τοῦ κινδύνου φησίν· ἐπιβάτας γὰρ καὶ

### book 627b.3

βραχὺς κίνδυνος κλονεῖ, ἐπὶ τοὺς ναύτας δὲ ὁ φόβος φθάνων μέγεθος

### book 627b.4

κινδύνου μεγίστου παρίστησιν. b(BCE3E4)T

### book 628.1

τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται: βραχὺ γάρ

### book 628.2

ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα, ὅ ἐστι παρ’ ὀλίγον

### book 628.3

θνήσκουσι· A | τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. A b (BCE3)T

### book 628.4

πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός τινα τῶν

### book 628.5

ναυτῶν, πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δα‐

### book 628.1

κτύλους τοσοῦτόν φησι καὶ τοῦ θανάτου. A b (BCE3E4)T καὶ

### book 628.2

Ἄρατος (Phaen. 299)· „ὀλίγον δὲ διὰ ξύλον 〈Ἄϊδ’ ἐρύκει〉“ b(BE3

### book 628.3

E4)T καὶ Καλλίμαχος (fr. 629)· „†μέσον ἐπὶ ναύταισ“. T

### book 629.1

ἐδαΐζετο 〈θυμόσ〉: διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς

### book 629.2

τὸ τελευταῖον δὲ τῆς παραβολῆς, τὸ „τρομέουσι δέ τε φρένα ναῦται“

### book 629.3

(Ο 627), τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς. b(BCE3)T

### book 630-6.1

ὥς τε λέων〈—ὑπέτρεσαν〉: πολλὰς ἤδη

### book 630-6.2

ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν·

### book 630-6.3

πρόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας

### book 630-6.4

μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες

### book 630-6.5.1

ἐπὶ παρατάξεώς εἰσιν, ἀλλ’ ἐσκεδασμένοι ὥστε καὶ εὔκολον εἶναι τὴν

### book 630-6.5.2

ἐπιχείρησιν διὰ τὸ ἄτακτον. b(BCE3E4)T

### book 630

〈ὀλοόφρων:〉 ἄδηλον, εἰ ὁ φύσει ὀλοόφρων. Til

### book 631a

〈εἱαμενῇ:〉 δασυντέον ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. Aim

### book 631b.1

εἱαμενῇ: καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ

### book 631b.2

ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους, ἐξ ὧν τοῦ ὕδατος ὑπεκρυ‐

### book 631b.3

έντος πόαι γίνονται· b(BCE3E4)T οἱ δὲ παρὰ τὸ †ἑῶ†, ἔνθα

### book 631b.4

ἵσταται ὕδωρ καὶ συνῆκται. T

### book 632-3.1

οὔ πω σάφα εἰδώς 〈/ θηρὶ μαχέσσασθαι—

### book 632-3.2

φονῇσιν〉: οὐ κατ’ εὐτονίαν σώματος (οἷος δήποτε γὰρ ἔοι, οὐ δύνα‐

### book 632-3.3

ται εἷς ὢν πολεμεῖν λέοντι), ἀλλὰ κατ’ ἐμπειρίαν· ὁ γὰρ ἔμπειρος τῆς

### book 632-3.4

πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν ἢ λαμπάδας προσάγει.

### book 632-3.5

b(BCE3E4)T

### book 633.1

ἕλικος: τὸ ἁπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιος (fr. 38

### book 633.2

Schm.) φησίν, ἀντὶ τοῦ εἰλίποδος. b(BCE3E4)T φονῇσι δὲ τῷ

### book 633.3

φόνῳ, ἢ τῷ τόπῳ, ἔνθα πεφόνευται b(BE3E4)T ὑπὸ τοῦ λέον‐

### book 633.4

τος. T

### book 633.5.1

ἕλικος βοὸς ἀμφὶ φονῇσι: περὶ ἀνῃρημένης βοὸς—

### book 633.5.2

ἢ τῆς ἐν ἕλει τεθραμμένης. A

### book 634.1

πρώτῃσι καὶ ὑστατίῃσι βόεσ〈σ〉ι〈ν〉: ὁ καί ἀντὶ τοῦ ἤ,

### book 634.2

Aint T ὡς τὸ „μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ“ (Φ

### book 634.3

339). ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις. T

### book 634

{ἤτοι ὁ μὲν} πρώτῃσι καὶ ὑστατίῃσι: ἐν πρώταις καὶ

### book 634.5.1

ὑστάταις. ὁ δὲ καί σύνδεσμος ἀντὶ τοῦ ἤ κεῖται διαζευκτικοῦ, ὅπερ

### book 634.5.2

ἄμεινον, ἵν’ ᾖ ταῖς πρώταις καὶ ὑστάταις. A

### book 635a1

〈ἐν μέσσῃσιν:〉 σόλοικον, εἰ μὴ ἀντὶ τοῦ εἰς μέσας. Til

### book 635a2.1

συμπορεύεται. | βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος

### book 635a2.2

(fr. 39 Schm.). b(BCE3E4)

### book 637.1

ὑφ’ Ἕκτορι καὶ Διῒ πατρί: αὔξει Ἕκτορα συγκατα‐

### book 637.2

λέγων αὐτὸν τῷ Διΐ. T

### book 639a.1

Κοπρῆος: Κοπρεὺς Πέλοπος παῖς τοῦ Ἠλείου. ἔστι δὲ

### book 639a.2

καὶ ἄλλος Βοιώτιος, Ἁλιάρτου παῖς. T

### book 639a

Κοπρῆος {φίλον υἱόν}: οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ—

### book 639a

οὐκ εἴα ἔνδον εἰσελθεῖν. A

### book 639b.1

〈Εὐρυσθῆος ἄνακτος: γράφεται〉 „Εὐρυσθῆος ἀέ‐

### book 639b.2

θλων“. Aint

### book 639c.1

{ὃς} Εὐρυσθῆος: φασὶν Ἥρας αὐτῷ παραστάσης ἐπι‐

### book 639c.2

τάσσειν. τὸν δέ, Ἑρμοῦ καὶ Ἀθηνᾶς εἰπόντων ὡς διὰ τοῦτο ἔσοιτο

### book 639c.3

ἀθάνατος, καταδέχεσθαι. οἱ δὲ παιδικὰ Ἡρακλέους θέλουσιν Εὐρυ‐

### book 639c.4

σθέα· διὸ χαριζόμενον αὐτῷ ἐπιτάσσεσθαι τοὺς ἄθλους. Tt

### book 640a.1

ἀγγελίης οἴχνεσκε: ὅτι Ζηνόδοτος γράφει „ἀγγελίην“.

### book 640a.2

γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ

### book 640a.3

ἄγγελος. A

### book 640b

〈οἴχνεσκε:〉 ἐπορεύετο, | παρὰ τὸ ἴχνος. Til

### book 641a.1

〈τοῦ γένετ’〉 ἐκ πατρὸς 〈πολὺ〉 χείρονος υἱὸς

### book 641a.2

ἀμείνων: οὐ κεκράτηκε τῆς φράσεως, ὥς φησιν Ἄτταλος· τὸν μὲν

### book 641a.3

γὰρ λίαν ἐπαινεῖ, τὸν δὲ ἀποδοκιμάζει· ὥστε οὐκ ἔστιν ἐκ συγκρίσεως

### book 641a.4

ὁ λόγος. T

### book 641b.1

〈τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς

### book 641b.2

ἀμείνων:〉 οὐκ εὖ ἡ σύγκρισις. Til

### book 642a

〈παντοίας ἀρετάς:〉 λείπει ἡ κατά. Til

### book 642b.1

〈ἠμὲν πόδας ἠδὲ μάχεσθαι:〉 ὅτι καὶ τὸ τάχος ἐν

### book 642b.2

ταῖς ἀρεταῖς. Til

### book 644

〈ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλι‐

### book 644

ξεν:〉 ὅτι οὐχ ἑκών. Til

### book 645a.1

στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι

### book 645a.2

πάλτο: κατ’ ἔνια τῶν ἀντιγράφων χωρὶς τοῦ π „ἆλτο“. διχῶς δὲ τὸ

### book 645a.3

στρεφθείς, διὰ τοῦ α καὶ διὰ τοῦ ε. A

### book 645b.1

στρεφθεὶς γὰρ μετόπισθεν〈—πάλτο〉: ὥστε

### book 645b.2

οὐδὲ τοῦτο ἀφ’ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ

### book 645b.3

Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ

### book 645b.4

εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν. b(BCE3E4)T

### book 645c.1

στρεφθεὶς γὰρ μετόπισθεν: ὅπως φυλάξηται συστεί‐

### book 645c.2

λας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα. b(BCE3E4)Til

### book 645d.1

〈μετόπισθεν:〉 τὸ μετόπισθεν βέλτιον τοῖς ἑξῆς

### book 645d.2

συνάπτειν. Aim

### book 645e.1

ἐν ἀσπίδος ἄντυγι πάλτο: παραποδισθεὶς τῷ μήκει

### book 645e.2

τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἐνεπε‐

### book 645e.3

λάσθη, b(BCE3E4)T †οἱ δὲ ἐβλάβη· ἱακῶς γοῦν φησι τὸ

### book 645e.4

πρόσθ’† „ἐνὶ βλαφθείσ“ (Ο 647). T

### book 646.1

〈τὴν αὐτὸς φορέεσκε ποδηνεκέα:〉 ὅτι ἀνδρομήκεις

### book 646.2

αἱ ἀσπίδες. Aint

### book 651a.1

ἀχνύμενοί περ ἑταίρου: ὅτι ἐλλείπει ἡ περί, περὶ

### book 651a.2

ἑταίρου. Ἑλλάνικος δὲ Αἰολικῶς νομίζει τὴν περί πέρ εἰρῆσθαι. A

### book 651b.1

ἀχνύμενοί περ 〈ἑταίρου〉: λείπει ἡ περί. τινὲς δὲ

### book 651b.2

Αἰολικῶς ‘περὶ ἑταίρου‘ φασίν· ἀήθης δὲ ἡ τοιαύτη συναλιφὴ τῷ

### book 651b.3

Ὁμήρῳ. b(BCE3)T Ἄτταλος δὲ συγκοπήν φησιν, ὡς ἐν τῷ

### book 651b

„πὰρ Ζηνί“ (Δ 1). T

### book 652.1

αὐτοὶ γὰρ μάλ’ ἐδείδισαν: ὅμοιόν τι πάσχουσι Μενε‐

### book 652.2

λάῳ, ὅς φησιν „οὔ τι τόσον νέκυος περιδείδια / ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ

### book 652.3

περιδείδια“ (Ρ 240. 242). T

### book 653.1

εἰσωποὶ δ’ ἐγένοντο νεῶν: ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς

### book 653.2

ναῦς· εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχὺ μέρος ὑπολει‐

### book 653.3

πόμενοι τῶν νεῶν ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. b(BCE3E4)

### book 653.4

T οἱ δὲ ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ

### book 653.5

πλῆθος τῶν νεῶν τοῖς Τρωσίν. b(BE3E4)T

### book 653.1

εἰσωποὶ δ’ ἐγένοντο νεῶν: ἐν ὄψει τὰς ναῦς—αὐ‐

### book 653.2

τῶν ἐγένοντο. A

### book 653-4a1.1

〈περὶ δ’ ἔσχεθον ἄκραι / νῆες:〉 ἐντὸς ἑαυτῶν αἱ

### book 653-4a1.2

νῆες ἀνέλαβον τοὺς Ἕλληνας. Til

### book 653-4a2

καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς. b(BCE3E4)

### book 654.1

〈ὅσαι πρῶται εἰρύατο:〉 εἰ ἦν διστιχία, πρότεραι ἂν

### book 654.2

εἶπεν. Til

### book 656a.1

〈πρωτέων:〉 γράφεται „πρώτων“ καὶ „προτέρων“ καὶ

### book 656a.2

πρωτέων. Aint

### book 656b.1

〈πρωτέων:〉 ἀπὸ τοῦ πρώτων πρωτέων. b(BCE3)

### book 656b.2

μέμφεται δὲ Διονύσιος (fr. 40 Schm.)· οὐ γὰρ περιεσπᾶτο τὸ πρώτων.

### book 656b

b(BCE3)Til | κατὰ συνίζησιν δὲ φαίνεται. Til

### book 656c.1

〈αὐτοῦ δὲ παρὰ〉 κλισίῃσι〈ν ἔμειναν〉: ὡς μετὰ

### book 656c.2

τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων οἷον ταῖς πρῴραις

### book 656c.3

αὐτῶν. b(BCE3E4)T

### book 657

στρατόν: νῦν τὸ στρατόπεδον. b(BCE3E4)Til

### book 657-8a1.1

αἰδώς / καὶ δέος: αἰδὼς μέν, εἰ φανοῦνται κακοί,

### book 657-8a1.2

φόβος δὲ περὶ τῶν νεῶν. T

### book 657-8a2.1

αἰδὼς δὲ καὶ δέος b(BCE3) τὸ μὲν ἵνα μὴ φανῶσι

### book 657-8a2.2

κακοί, τὸ δὲ περὶ τῶν νεῶν. b(BCE3E4)

### book 658

ἀζηχές: οἱ μὲν λίαν σκληρῶς, οἱ δὲ ἀδιαλείπτως. b(BCE3)Til

### book 660a.1

〈λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκα‐

### book 660a.2

στον:〉 πρώην (sc. Ο 371) μὴν ηὔχετο, νῦν δὲ παρακαλεῖ. Til

### book 660b.1

λίσσεθ’ ὑπὲρ τοκέων 〈γουνούμενος ἄνδρα ἕκα‐

### book 660b.2

στον〉: τὸ ὑπὲρ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι. ἄλλως

### book 660b.3

δὲ ἀμφίβολον τὸ λεγόμενον· ἤτοι γὰρ ὡς λέγομεν ‘πρὸς Διόσ‘, ἢ ὅπερ

### book 660b.4

ἂν παρόντες ἐποίουν οἱ γονεῖς· ὅπερ μᾶλλον εἰκός· ἐπιφέρει γὰρ „τῶν

### book 660b.5

ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι“ (Ο 665). A

### book 661-2a.1

αἰδῶ θέσθ’ 〈ἐνὶ θυμῷ / ἄλλων ἀνθρώπων〉:

### book 661-2a.2

πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδομένων καὶ ἄλλους ἀνθρώ‐

### book 661-2a.3

πους. b(BCE3E4)T ταῦτα δὲ πρὸς διέγερσιν. b(BCE3E4)

### book 661-2b

αἰδῶ 〈... /〉 ἄλλων ἀνθρώπων: τὴν ἐξ ἄλλων παρα‐

### book 661-2b

κολουθήσουσαν ὑμῖν αἰσχύνην. b(BCE3E4)T

### book 663-4.1

παίδων 〈ἠδ’ ἀλόχων—ᾧ κατατεθνήκασι〉:

### book 663-4.2

ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ δι’ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ

### book 663-4.3

προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρε‐

### book 663-4.4

τον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ

### book 663-4.5.1

τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ

### book 663-4.5.2

τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν

### book 663-4.5.3

ὁλοτελῶς, οἷς δὲ μερικῶς. b(BCE3E4)T

### book 665a1.1

〈τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόν‐

### book 665a1.2

των:〉 δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους. Til

### book 665a2.1

ἀντὶ τοῦ δι’ αὐτῶν· ἵνα, φησίν, οὕτω σπεύδητε ὡς ἐκεί‐

### book 665a2.2

νους ὁρῶντες δεομένους. b(BCE3E4)

### book 665b

〈τῶν ὕπερ:〉 ἀναστρεπτέον τὴν πρόθεσιν. Aint

### book 666a.1

ἑστάμεναι κρατερῶς, 〈μὴ δὲ τρωπᾶσθε φόβον

### book 666a.2

δέ〉: πρὸς τὸ ἀκατάλληλον τῆς φράσεως· ἔδει γὰρ μὴ τρωπᾶσθαι δέ.

### book 666a.3

καὶ ὅτι φόβον δέ εἰς φυγήν. | τοῦτο καὶ καθ’ ἑαυτὸ δύναται 〈εἶναι〉

### book 666a.4

ἀντὶ προστακτικοῦ· καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο. A

### book 666b

〈τρωπᾶσθε:〉 ἀντὶ τοῦ τρωπᾶσθαι. Til

### book 668a.1

τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν〈—ὦσεν Ἀθήνη〉: ἀπὸ

### book 668a.2

τούτου ἕως τοῦ „ἠδ’ ὅσσοι παρὰ νηυσίν“ (Ο 673) ἀθετοῦνται στίχοι

### book 668a.3

ἕξ, ὅτι οὐ προσυνίσταται ἀχλύς, ἀλλὰ συνεχῶς μάχονται. νῦν δέ φησιν

### book 668a.4

„Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρουσ“ (Ο 671). πρότε‐

### book 668a.5.1

ρον δὲ οὐ καθεώρων, ὅτε ἔλεγε „τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον“ (Ο

### book 668a.5.2

416) καὶ ὅτε παρεκάλει αὐτοὺς „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέεσ“ (Ο

### book 668a.5.3

494); πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ

### book 668a

τὴν τοῦ Διὸς ἀπειλήν. A

### book 668b.1

τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν〈—ὦσεν Ἀθήνη〉:

### book 668b.2

ἀθετοῦνται στίχοι ἕξ· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα.

### book 668b.3

b(BCE3E4)T πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω νῦν παρεφάνη συγ‐

### book 668b.4

καθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις ὡς λείπει ἄλλα ποιήματα, δι’

### book 668b.5.1

ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρηται, ὡς τὸ „εἰ μὴ ἐπὶ φρεσὶ

### book 668b.5.2

θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη / αὐτῷ ποιπνύσαντι“ (Θ 218—9).

### book 668b.5.3

b(BE3E4)T Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει· ἐν σχήματι δὲ

### book 668b.5.4

ἐδήλωσεν ὅτι σκότος εἶχον. T

### book 669.1

θεσπέσιον: τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμῃ τις, ἔσται

### book 669.2

θεσπέσιον νέφος, ἐὰν δὲ τοῖς ἑξῆς, θεσπέσιον φῶς. A

### book 670.1

ἠμὲν πρὸς νηῶν 〈καὶ ὁμοιΐου πολέμοιο〉: ἔδει ἐπα‐

### book 670.2

γαγεῖν τὸν ἠδέ, εἰ μὴ ὁ καί ἀντ’ αὐτοῦ ἐστιν, ἵν’ ᾖ ‘καὶ περὶ τὰς ναῦς

### book 670.3

καὶ περὶ τοὺς πολεμοῦντασ‘. b(BCE3)T

### book 673.1

〈μάχην ἐμάχοντο:〉 ὅτι ὅμοιον τῷ „δαίτην δαινυμέ‐

### book 673.2

νουσ“ (η 50). Aim

### book 674.1

οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι: οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ

### book 674.2

Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος. b(BCE3E4)T ὅρα δέ,

### book 674

οἷόν ἐστιν κατὰ καιρὸν προτροπή. b(BCE3E4)

### book 676a.1

ἴκρια: ὡς „δέμνια“ (δ 301 al.)· ἔστι γὰρ ῥηματικόν, ὡς

### book 676a.2

ἐν ἑτέροις (sc. Hrd. ῥημ. 2,903,2) εἴρηται. | ἴκρια A οἱ μὲν τὰ

### book 676a.3

καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν ὡς σανιδώματα.

### book 676a.4

A b (BCE3E4)T ἢ τὰ ἐξέχοντα ἄκρα ἢ τὰς καταγωγάς. A

### book 676a.5

b(BCE3)T

### book 676b1.1

{μακρὰ} βιβάσθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς

### book 676b1.2

φησι Φιλόξενος (fr. 543 Th.), κατὰ πλεονασμὸν τοῦ ς ἢ (ὅπερ καὶ βέλτιον) παρὰ τὸ

### book 676b1.3

βιβαστός βιβάσθω, ὡς καὶ ἀϊστός, κατ’ ὀξεῖαν τάσιν, ἀΐσθων· „ὁ δ’

### book 676b1.4

ἔβραχε θυμὸν ἀΐσθων“ (Π 468). A

### book 676b2.1

{βιβάσθων:} ἀπὸ τοῦ βιβαστός βιβάσθω, 〈ὡσ〉 ἀϊστὸς

### book 676b2.2

ἀΐσθω. T

### book 678a1.1

κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ: τὸ μὲν

### book 678a1.2

βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ

### book 678a1.3

οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιει‐

### book 678a1.4

κοσίπηχυ A ὑφ’ ἓν ἀναγνωστέον· τοὺς γὰρ ἀριθμοὺς οὕτω

### book 678a1.5.1

προφέρει. διὰ δὲ τοῦ ι, ὡς „εἰκοσινήριτα“ (cf. Χ 349). τινὲς δὲ καὶ

### book 678a1.5.2

κατὰ παράθεσιν, ὡς τὸ „τρὶς καὶ δέκατοσ“ (cf. θ 391) καὶ τὸ θηλυκὸν

### book 678a1

„τρὶς καὶ δεκάτη“ (cf. τ 202). A T

### book 678a2

βλῆτρον {δὲ} ὡς φίλτρον. T

### book 678b.1

βλήτροισι: τοῖς συμβλήμασι καὶ συνεμπλοκαῖς. b

### book 678b.2

(BCE3)T

### book 679a.1

κελητίζειν: ὅτι κέλητα αὐτὸς μὲν οἶδε, χρωμένους δὲ

### book 679a.2

τοὺς ἥρωας οὐ συνίστησι. A T τὸ δὲ κελητίζειν κέλητι ἱπ‐

### book 679a.3

πεύειν· καὶ ἐν Ὀδυσσείᾳ „ἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ’ ὡς ἵππον

### book 679a.4

ἐλαύνων“ (ε 371). | παράγωγον δέ ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος

### book 679a.5.1

γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν, ὅσοι διαστέλλουσι· καὶ

### book 679a.5.2

γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ ψιλότητος. A

### book 679b.1

κελητίζειν: ὑφ’ ἓν τὸ κελητίζειν· παράγωγον γάρ

### book 679b.2

ἐστι παρὰ τὴν κέλητος γενικήν· ἐπεὶ ἔδει ‘κέληθ’ ἵζειν‘· ἀδιανόητον δὲ

### book 679b.3

τὸ ἵπποις κέλητα ἵζειν. b(BCE3E4)T ἔστι δὲ ἀναχρονισμός· οὐ

### book 679b.4

χρῶνται γὰρ οἱ Ἕλληνες κέλησιν. ἡ δὲ παραβολὴ (sc. Ο 679—84) τὸ

### book 679b.5.1

γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπ’ ἄλλην ναῦν μετα‐

### book 679b.5.2

πηδῶντος ῥᾳδίως. b(BE3E4)T ὁ μὲν εἷς οὖν ἐζευγμένος ἵππος

### book 679b.5.3

κέλης ὠνόμασται, b(BE3E4) οἱ δὲ δύο ἐζευγμένοι ἵπποι ἅμιπποι

### book 679b.5.4

καλοῦνται, b(BE3E4)T ὃ καὶ ξυνωρίς, b(BE3) οἱ δὲ τέσ‐

### book 679b

σαρες τέτρωρον καὶ τέθριππον. b(BE3E4)

### book 680.1

συναείρεται: συζεύξει· „σὺν δ’ ἤειρεν ἱμᾶσιν“ (Κ 499).

### book 680.2

b(BE3E4)T οἱ δὲ „συναγείρεται“ T ἀντὶ τοῦ ἐκ πολλῶν δέ,

### book 680.3

οὓς ἐπιτηδείους οἶδε, συνάγῃ, ἀρίστους καὶ ἰσοταχεῖς ἐκλεξάμενος·

### book 680.4

κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον. b(BCE3

### book 680.5

E4)T

### book 681a.1

μέγα προτὶ ἄστυ: οὐ γὰρ ἐν μικρᾷ πόλει ταῦτα γίνε‐

### book 681a.2

ται. T

### book 681b

〈δίηται:〉 γράφεται „διώκῃ“. Aim

### book 682

〈λαοφόρον:〉 πολυπληθῆ. Til

### book 683-4.1

ὁ δ’ 〈ἔμπεδον〉 ἀσφαλὲς αἰεί / θρῴσκων〈—

### book 683-4.2

πέτονται〉: μέγα τὸ ἐγκώμιον καὶ ἀσφαλῶς καὶ ἀεὶ ἐφαλλομένου.

### book 683-4.3

Δημήτριος δὲ ὁ Γονύπεσός 〈φησι〉 τεθεωρηκέναι του μεταβαίνοντος,

### book 683-4.4

ἀνεμπόδιστον τηροῦντος τὸν δρόμον τῶν ἵππων, κατέχοντος τοὺς

### book 683-4.5.1

χαλινούς. καὶ νῦν δὲ ἐν Ῥώμῃ ποιοῦσί τινες. τὸ δὲ αἰεί T ἀντὶ

### book 683-4.5.2

τοῦ συνεχῶς κατ’ ἐκείνην τὴν ἡμέραν, ὡς τὸ „αἰεὶ δ’ ἡνίοχον κονίης

### book 683-4.5.3

ῥαθάμιγγες ἔβαλλον“ (Ψ 502). b(BCE3E4)T

### book 685-6.1

〈ὣς Αἴας ... / φοίτα μακρὰ βιβάς:〉 οὕτω καὶ ὁ

### book 685-6.2

Αἴας ἐνεργῶς μετήρχετο. Til

### book 686

〈βιβάς:〉 γράφεται „βιβῶν“. Aim

### book 689a.1

μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων: τινὲς

### book 689a.2

ἐπισυνάπτουσι τούτῳ τόδε· „ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐ‐

### book 689a.3

δενὶ εἴκων“ (= Χ 459). T

### book 689b.1

〈πύκα θωρηκτάων:〉 ἐκ τοῦ παρεπομένου ‘τῶν πολε‐

### book 689b.2

μιστῶν‘. Til

### book 690-5.1

ἀλλ’ ὥς τ’ ὀρνίθων〈—ὄτρυνε δὲ λαὸν ἅμ’

### book 690-5.2

αὐτῷ〉: ἀπὸ καταφρονουμένων μὲν ζῴων τὴν παραβολὴν φέρει Ἕλ‐

### book 690-5.3

λησι· καὶ „τῶν δ’ ὥς τε ψαρῶν νέφοσ“ (Ρ 755). ἀλλὰ καὶ παραμυθεῖ‐

### book 690-5.4

ται ἀντιτάσσων τὸν Δία. τὸ δὲ „αἰετὸς αἴθων“ (690) ἢ θερμὸς ἢ ξαν‐

### book 690-5.5

θὸς ἢ μέλας. b(BCE3E4)T

### book 691.1

βοσκομενάων: εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως

### book 691.2

ἂν ἐπεκράτησε· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας. A T

### book 694a.1

〈ἀντίος ἀΐσσων, τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε:〉

### book 694a.2

Ἀρίσταρχος ὦσεν {ὄπισθεν} χωρὶς τοῦ ρ καὶ ἀντίος διὰ τοῦ

### book 694a.3

ς. Aint

### book 694b

〈ἀΐσσων:〉 γράφεται „ἀΐξασ“. Aim

### book 695.1

χειρί: λείπει τὸ ὥς. οἱ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς

### book 695.2

φαντασίας, εἰ ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.

### book 695.3

b(BCE3E4)T

### book 696.1

δριμεῖα: ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν τοῦ

### book 696.2

πολέμου λαβόντος. b(BCE3E4)T

### book 697.1

〈φαίης κε:〉 ὅτι ὡς πρός τινα διαλέγεται. οὐκ ἔστι δέ, ἀλλ’

### book 697.2

ἔστι φαίη τις ἄν. Am

### book 698.1

ἄντεσθ’ ἐν πολέμῳ· 〈ὣς ἐσσυμένως ἐμάχοντο〉: Τυ‐

### book 698.2

ραννίων (fr. 38 P.) παροξύνει, ὡς λαβέσθαι, „πυθέσθαι“ (Β 119 al.),

### book 698.3

ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γὰρ παρα‐

### book 698.4

τατικόν, καὶ ἔστι τὸ ῥῆμα παρ’ αὐτῷ 〈καὶ περισπώμενον〉 καὶ βαρυ‐

### book 698.5.1

νόμενον· τὸ γὰρ „ἤντης’ οὐδὲ ἴδον“ (δ 201) καὶ „ἀντήσω γὰρ ἐγὼ

### book 698.5.2

τοῦδ’ ἀνέροσ“ (Π 423) ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ „ὡς ἄν τίς σε

### book 698.5.3

συναντόμενοσ“ (ρ 165) ὡς „ἁπτόμενοσ“ (δ 522), καὶ „ἤντετο γάρ τοι

### book 698.5.4

Φοῖβοσ“ (Π 788) ὡς „ἥπτετο“ (Θ 67 al.) ὁμολογεῖ τὴν βαρεῖαν τά‐

### book 698.5.5

σιν· οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. | στικτέον δὲ ἐπὶ τὸ πολέμῳ,

### book 698.10

καὶ τὸ ἑξῆς καθ’ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον. A

### book 700-2.1

οὐκ ἔφασαν φεύξεσθαι〈—κτενέειν θ’ ἥρωας

### book 700-2.2

Ἀχαιούσ〉: οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλ’

### book 700-2.3

ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι †ἢ†

### book 700-2.4

φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς

### book 700-2.5

κτεῖναι. b(BCE3E4)T

### book 702.1

νῆας ἐνιπρήσειν 〈κτενέειν θ’ ἥρωας Ἀχαιούσ〉:

### book 702.2

ὅμοιον τῷ „ἦ ἔλπεσθ’, εἰ νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ, /ἐμβαδὸν ἵξε‐

### book 702

σθαι ἣν πατρίδα 〈γαῖαν ἕκαστοσ〉;“ (Ο 504—5). T

### book 704

〈ἥψατο:〉 ἐπελάβετο. Til

### book 705a.1

{καλῆς} ὠκυάλου: ἐψίλωσαν τὸ α, παραγωγὴν ἐ〈κ〉‐

### book 705a.2

δεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη· καὶ τάχα

### book 705a.3

ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν

### book 705a.4

τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, „Εὐρύαλοσ“

### book 705a.5.1

(Β 565 al.), Ἀμφίαλος, „Ἀστύαλοσ“ (cf. Ζ 29). ἐπὶ δὲ ἐπιθετικῶν τὸ

### book 705a.5.2

ἴδιον τηρεῖ πνεῦμα, „πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ“ (α 395), „ἀγχίαλον

### book 705a.5.3

τ’ Ἀντρῶνα“ (Β 697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ

### book 705a.5.4

ὠκύαλος ψιλούμενον. A

### book 705b.1

σχόλιον· ἐπιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν, ἀλλὰ

### book 705b.2

τοῦτο, εἰ σύνθετον ἦν, ἐγένετο ἄν. νῦν δέ, ὡς ἐν τοῖς ἄνω (sc. in

### book 705b.3

scholio a) εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης.

### book 705b.4

Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων (fr.

### book 705b.5

φ 13) οὕτως ἔφη· „ΦΙΛΙΠΠΟΣ μὲν τῆς μέσης δασυνομένης τὸ προσ‐

### book 705b.1

ηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους (fr. 523 N.2 = 582 P. = 582 R.)

### book 705b.2

ἀναγινώσκομεν· ‘Ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλασ‘. Φίλιππος

### book 705b.3

δὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ

### book 705b.4

ἀνήρ· ‘ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλοσ‘ (θ 111).“ ἐναντίως δὲ ὁ

### book 705b.10

Ἡρωδιανός (2,97,25). A

### book 705c.1

ὠκυάλου: ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παρ‐

### book 705c.2

αγωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός, βάταλος. T

### book 705d.1

ἣ Πρωτεσίλαον ἔνεικεν: εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν

### book 705d.2

ἐπήγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύ‐

### book 705d.3

σαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν), b(BCE3E4)T

### book 705d.4

τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν, εἰ ἀστρατήγητοι ὄντες

### book 705d.5.1

ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ

### book 705d.5.2

τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί, τὴν κατὰ τὰς πύλας οὖσαν,

### book 705d.5.3

b(BE3E4)T „ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου“ (Ν

### book 705d.5.4

681). ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησαν. T

### book 705e.1

ἔνεικεν: τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέ‐

### book 705e.2

ρεσθαι. κακῶς οὖν φησι τὸ ἔνεικε, καὶ ταῦτα ἐπαγαγὼν τὸ „ἀπή‐

### book 705e.3

γαγε“ (Ο 706). ὅμοιον δέ ἐστι τῷ „νῆες 〈δ’〉 ἐκ Λήμνοιο παρέστασαν

### book 705e.4

οἶνον ἄγουσαι“ (Η 467) ἀντὶ τοῦ φέρουσαι. T

### book 706.1

〈οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν:〉 τινὲς γράφου‐

### book 706.2

σιν „οὐδ’ 〈αὖτισ〉 ἀφίκετο“. | †περιπαθήσας ὡς προαναφώνησις. Til

### book 709a.1

τόξων 〈ἀϊκὰς ἀμφὶς μένον〉: τόξων τῶν τοξευμά‐

### book 709a.2

των. ἀμφὶς δὲ χωρὶς ἀλλήλων· ἢ ἀντὶ τοῦ περιέμενον, ὡς „Κρόνον

### book 709a.3

ἀμφὶς ἐόντεσ“ (Ξ 274). b(BCE3E4)T

### book 709b.1

{τόξων} ἀϊκάς: ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ

### book 709b.2

ἀΐσσω ἀϊκή, ὡς φυλάσσω „φυλακή“ (Θ 521), ὑλάσσω ὑλακή. ἔστι

### book 709b.3

μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ’ αὐτῷ·

### book 709b.4

„πολυάϊξ γυῖα δέδυκεν“ (Ε 811) καὶ „πολυάϊκος πολέμοιο“ (Α 165)

### book 709b.5.1

καὶ „κορυθάϊκι πολεμιστῇ“ (Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην

### book 709b.5.2

τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν

### book 709b.5.3

κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ

### book 709b.5.4

τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ

### book 709b.5.5

δύο συλλαβάς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ

### book 709b.10.1

ἑλίκη, ἐρίκη, μυρίκη, Φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι

### book 709b.10.2

ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων. A

### book 709c1.1

ἀϊκάς: ὁρμάς, παρὰ τὸ ἄϊξ. οἱ δὲ ἀπὸ τοῦ ἀϊκή, καὶ ἐκτέ‐

### book 709c1.2

ταται τὸ ι· παρὰ τὸ ἀΐσ〈σ〉ω γὰρ γίνεται. T

### book 709c2

τὰς ὁρμάς, ἀπὸ τοῦ ἀΐσσω. b(BCE3E4)

### book 711.1

〈πελέκεσσι καὶ ἀξίνῃσι:〉 οὐ μόνον εἰς τὸ φονεύειν,

### book 711.2

ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα. Til

### book 712a.1

καὶ ξίφεσιν μεγάλοισι 〈καὶ ἔγχεσιν ἀμφιγύοι‐

### book 712a.2

σι〉: ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ 〈ἡ〉 ἰδιότης τῆς μάχης οὐ

### book 712a.3

σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι

### book 712a.4

καὶ ἀξίναις (cf. Ο 711). ὁ δὲ Διονύσιος (fr. 41 Schm.)· „πῶς οὖν ἐπι‐

### book 712a.5.1

φέρει ‘πολλὰ δὲ φάσγανα / ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον‘ (Ο 713

### book 712a.5.2

—4), εἰ μὴ εἶχον ξίφη;“. A

### book 712b.1

〈καὶ ξίφεσιν—ἀμφιγύοισι:〉 ἀθετεῖ Ἀρίσταρ‐

### book 712b.2

χος· ἐπιφέρει γὰρ περὶ ξιφῶν (sc. Ο 713—4). οἱ δὲ πληθύνειν αὐτὸν

### book 712b.3

τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν. b(BCE3E4)T

### book 713a.1

πολλὰ δὲ φάσγανα καλά: ὅτι οὐ χρωμένων τοῖς

### book 713a.2

ξίφεσι πρὸς μάχην χαμάδις ἔπιπτον (cf. Ο 714), ἀλλὰ τῶν ὤμων

### book 713a.3

κοπτομένων τοῖς πελέκεσι καὶ τῶν † καρπῶν σὺν τοῖς ξίφεσιν. A

### book 713b.1

μελάνδετα: σιδηρόδετα, ἐπεί φησι „μέλας δ’ οὐκ ἔσκε

### book 713b.2

σίδηροσ“ (Hsd. opp. 151). οἱ δὲ μελαίνας λαβὰς ἔχοντα· b(BCE3E4)

### book 713b.3

T τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης (fr. 112 P. = P.M.G.

### book 713b

617). T οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα πρὸς τὴν λαβήν. b(BCE3E4)T

### book 714a.1

ἄλλα μὲν ἐκ χειρῶν 〈χαμάδις πέσον, ἄλλα δ’

### book 714a.2

ἀπ’ ὤμων〉: σὺν ταῖς χερσὶν ἀποκοπτομέναις, ἄλλα σὺν ὤμοις· γε‐

### book 714a.3

λοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας. b

### book 714a.4

(BCE3E4)T

### book 714b1

〈πέσον:〉 οὕτως διὰ τοῦ ο πέσον. Aint

### book 714b2

διὰ δὲ τοῦ ο γραπτέον τὸ πέσον. T

### book 716.1

οὐχὶ μεθίει: ὅτι Ζηνόδοτος γράφει „οὐκ ἐμεθίει“ Aim T

### book 716.2

ὥστε βαρβαρίζειν τὸν Ὅμηρον †οὐκ† ἔστι γὰρ τὸ μεθίει σύνθετον

### book 716.3

ἐκ τῆς μετά καὶ τοῦ ἵω, ὡσεί τις λέγοι ἐμετεκάλει. T

### book 717a.1

ἄφλαστον: οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης

### book 717a.2

εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος δι’ αὐτοῦ πλα‐

### book 717a.3

τέος κανονίου ὀνομαζομένου μὲν †θρανίτου†, ὑπηρεισμένου δὲ τῷ στυ‐

### book 717a.4

λίσκῳ τῷ ὄπισθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ

### book 717a.5

τοῦ †θρανίτου† τὰ ταινία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον

### book 717a.1

ἐπὶ πρῷραν ξύλον. πτυχὴ δέ ἐστιν, ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ

### book 717a.2

καὶ τὸ τῆς νεὼς ἐπιγέγραπται ὄνομα. b(BCE3E4)T

### book 717a.1

ἄφλαστον: τὸ λεγόμενον ἀκροστόλιον—εὔθλαστον

### book 717a.2

γὰρ ὑπάρχει. A

### book 717b.1

〈ἄφλαστον:〉 τινὲς ἄφλαστον γράφουσιν ἐπιρρηματι‐

### book 717b.2

κῶς, τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπειλῆφθαι τῆς νεώς. b

### book 717b.3

(BCE3E4)Til

### book 718a1.1

οἴσετε {πῦρ}: ὅτι οἴσετε ἀντὶ τοῦ φέρετε· οὐ γὰρ τὸν

### book 718a1.2

μέλλοντα δηλοῖ τὸ οἴσετε, ἀλλ’ ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὅ

### book 718a1.3

ἐστιν ἀνάλογον τῷ φέρε. A

### book 718a2.1

{οἴσετε:} ἀντὶ τοῦ φέρετε· καὶ οὐ τὸν μέλλοντα δηλοῖ,

### book 718a2.2

ἀλλ’ ἔστιν ἀπὸ τοῦ „οἶσε θέειον“ (χ 481). T

### book 718b.1

〈ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν:〉 ἅμα γὰρ τῇ

### book 718b.2

κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις. Til

### book 719-20.1

νῦν ἡμῖν〈—ἦμαρ ἔδωκε / νῆας ἑλεῖν〉: ἀντὶ

### book 719-20.2

πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο. b(BCE3

### book 719-20.3

E4)T

### book 719-20

νῦν ἥμιν πάντων: νῦν ἀντὶ τοῦ πάντων τῶν τολμηθέντων

### book 719-20.5.1

εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς

### book 719-20.5.2

ναῦς. A

### book 720-1.1

〈αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι / ἡμῖν πήματα

### book 720-1.2

πολλὰ θέσαν:〉 ἄδηλον, πότερον παρὰ γνώμην θεῶν μολοῦσαι

### book 720-1.3

(720), ἢ ἡμῖν πήματα θέσαν (721) θεῶν ἀέκητι (720). b

### book 720-1.4

(BCE3E4)T

### book 721.1

κακότητι γερόντων: ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς

### book 721.2

γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα. b(BCE3

### book 721

E4)T

### book 722a1.1

〈οἵ μ’ ἐθέλοντα:〉 ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι

### book 722a1.2

ἐθέλοντα. Aint

### book 722a2

ὅτι κατὰ συναλιφὴν τὸ 〈μ’〉 ἐθέλοντα. Til

### book 725a.1

{νῦν αὐτὸς ἐποτρύνει καὶ} ἀνώγει: βαρυτόνως ἀναγνω‐

### book 725a.2

στέον. 〈εἰ δὲ〉 καὶ ὡς ἀπὸ περισπωμένου δείκνυταί τινα ἔχον κινήμα‐

### book 725a.3

τα, ὥσπερ ἐπὶ τοῦ „καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔποσ“ (Η 394), οὐκ

### book 725a.4

ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν· κλίνεται γὰρ καὶ ὡς

### book 725a.5.1

βαρύτονον, ὥσπερ ἐπὶ τοῦ „ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον

### book 725a.5.2

ἄνωγεν“ (Λ 139). πρόδηλον κἀκ τῶν προστακτικῶν „ἀνώγετον“

### book 725a.5.3

(Δ 287), „ἀνωγέτω“ (β 195)· „ἄνωχθι δέ μιν γαμέεσθαι“ (β 113)·

### book 725a.5.4

διὸ καὶ βαρυτόνως ἀναγνωστέον. A

### book 725b.1

ἀνώγει: τινὲς περισπῶσι διὰ τὸ „ἠνώγει Πετεῶο“ (Μ

### book 725b.2

355). ἀλλ’ ἔστιν „ἀγορῇ Μενέλαον ἄνωγεν“ (Λ 139). T

### book 728-9.1

〈ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι, /

### book 728-9.2

θρῆνυν ἐφ’ ἑπταπόδην〉: τὸ ἑξῆς ἀνεχάζετο τυτθόν (728)

### book 728-9.3

θρῆνυν ἐφ’ ἑπταπόδην (729). οὕτως οὖν διορθωτέον. Aint

### book 728a.1

ἀνεχάζετο: ὅπως χρήσηται τῷ μεγίστῳ δόρατι. b

### book 728a.2

(BCE3E4)T

### book 728b.1

ὀϊόμενος θανέεσθαι: οἰόμενος τὸ ἀποθανεῖσθαι μᾶλλον

### book 728b.2

ἢ †παραχωρήσειν† Ἕκτορι. b(BCE3E4)T

### book 729.1

θρῆνυν: τὴν τῶν κωπηλατῶν καθέδραν b(BCE3E4)T

### book 729.2

ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ

### book 729

καὶ θρανίτας αὐτούς. b(BCE3)T

### book 729

θρῆνυν: ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι—οἱ

### book 729.5

δὲ διαβάθραν ἀπὸ νεὼς εἰς νῆα. A

### book 730.1

δεδοκημένος: ὅτι παθητικῶς δεδοκημένος ἀντὶ τοῦ

### book 730.2

δοκεύων, ἐπιτηρῶν, ὡς „ῥάβδῳ πεπληγυῖα“ (κ 238). A

### book 731

〈ἄμυνε νεῶν ὅστις φέροι ... πῦρ:〉 λείπει ἡ κατά. Til

### book 735a1.1

ἠέ τινάς φαμεν 〈εἶναι ἀοσσητῆρας ὀπίσσω〉:

### book 735a1.2

ἆρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; ὅμοιος δὲ τῷ πρώην (sc.

### book 735a1.3

Ο 504—5) ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτήσεως, τὸ δὲ ἀποφάσεως ἔχων. T

### book 735a2.1

ὅμοιος τῷ πρώην ὁ λόγος, τὸ μὲν ἐρωτήσεως ἔχων, τὸ δὲ

### book 735a2.2

ἀποφάσεως. λέγει δὲ ὅτι ἆρα ἐλπίζομεν ἥξειν ἐπικούρους μετὰ ταῦτα;

### book 735a2.3

οὐδαμῶς. b(BCE3E4)

### book 735b.1

{ἦέ τινας} φαμέν {εἶναι}: τὸ φαμέν ἐντελές ἐστι καὶ

### book 735b.2

ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ

### book 735b.3

μέντοι παρατατικὸς γίνοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ’

### book 735b.4

ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον

### book 735b.5.1

ὡς τὸ ἔφαμεν ἐντελές, ὥσπερ ἐπ’ ἐκείνου „φάμεν δέ οἱ οὐ τελέεσθαι“ (δ

### book 735b.5.2

664), ὅπερ οὐκ ἐπιζητεῖ νῦν ἡ διάνοια. A

### book 736

〈ἄρειον:〉 βέλτιον οὗ κατεσκευάσαμεν. Til

### book 737a1

〈οὐ μέν τις:〉 „οὐ μέν τι“ χωρὶς τοῦ ς Ἀρίσταρχος. Aim

### book 737a2

〈οὐ μέν τι:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς. τινὲς δὲ

### book 737a2

„οὐ μέν τισ“. Til

### book 738a.1

〈ᾗ κ’ ἀπαμυναίμεσθα:〉 ἐν ᾗ ἐπιφυγόντες ἀμυνού‐

### book 738a.2

μεθα. Til

### book 738b.1

ἑτεραλκέα δῆμον ἔχοντες: τὸν ἴδιον δῆμον νικώμενον

### book 738b.2

ἔχοντες. οἱ δὲ τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν

### book 738b.3

περιποιοῦντα. b(BCE3E4)T πάντα δὲ εἰρωνικῶς. b(BCE3E4)

### book 739a.1

〈Τρώων πεδίῳ:〉 ἐν ἄλλῳ „Τρώων ὁμάδῳ“ (= Ο

### book 739a.2

689). Aim

### book 739b.1

〈πύκα θωρηκτάων:〉 ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο

### book 739b.2

προσώπου. Til

### book 740a1.1

{πόντῳ} κεκλιμένοι: †περικλειόμενοι†· συνέσταλται δέ,

### book 740a1.2

ὡς τὸ „τρὶς δὲ περίστιξασ“ (δ 277). ἐμφαντικῶς δὲ πάντα πέφρασται. T

### book 740a2.1

προσερηρεισμένοι καὶ προσανακείμενοι· συνέσταλται δέ.

### book 740a2.2

ἐμφαντικῶς δὲ πάντα πέφρασται. b(BCE3E4)

### book 740b

〈ἥμεθα:〉 διατρίβομεν. Til

### book 741a.1

τῶ ἐν χερσὶ φόως, 〈οὐ μειλιχίῃ πολέμοιο〉:

### book 741a.2

Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφεν, συνάπτων δηλονότι ὅλον τὸν

### book 741a.3

στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῷ ἐν χερσίν, οὐ μειλιχίῃ, τέλος πο‐

### book 741a.4

λέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδ’ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ

### book 741a.5.1

πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ (fr. 20 Schm.) κατ’ εὐθεῖαν

### book 741a.5.2

πτῶσιν, ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ

### book 741a.5.3

ἔσται καθ’ ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος· διόπερ ἐν χερσὶν ἡ

### book 741a

σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου. A

### book 741b.1

〈τῷ ἐν χερσὶ φόως,〉 οὐ μειλιχίῃ 〈πολέμοιο〉:

### book 741b.2

σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέ‐

### book 741b.3

μου φῶς ἡμῖν ἐν ταῖς χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει, A b (BCE3)

### book 741b.4

T ἢ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πο‐

### book 741b.5.1

λέμου. εἰ δὲ χωρὶς τοῦ ι τὸ μειλιχίῃ, οὕτως ἐξηγητέον· οὐκ ἔστι προσ‐

### book 741b.5.2

ήνεια οἰκεία πολέμου, ἵν’ ᾖ τὸ ἡμιστίχιον †γνωριμώτερον. b(BCE3)T

### book 741c

〈μειλιχίῃ:〉 οὕτως Ἀρίσταρχος σὺν τῷ ι, μειλιχίῃ. Aim

### book 742

〈μαιμώων ἔφεπ’ ἔγχεϊ:〉 καίτοι πολέμιον ἔχων Δία. Til

### book 743

〈ἐπὶ νηυσί:〉 ἀντὶ τοῦ ἐπὶ ναῦς. Til

### book 744a.1

〈κηλείῳ:〉 τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστι· τὸ γὰρ κή‐

### book 744a.2

λεον Ἰακόν. Til

### book 744b

〈κηλείῳ:〉 τὸ κηλεῖν θέλγειν ἐστὶ καὶ τέρπειν. Aim

### book 744c.1

χάριν Ἕκτορος ὀτρύναντος: εἰς τὴν τοῦ Ἕκτορος

### book 744c.2

χάριν διὰ τὸ παροξύνθαι ὑπ’ αὐτοῦ. T

### book 745

〈τὸν δέ:〉 περισσὸς ὁ δέ. Til

### book 746

〈προπάροιθε νεῶν:〉 ὑπὲρ νεῶν. Til

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 1a.1

ὣς οἱ μὲν περὶ νηὸς 〈ἐϋσσέλμοιο μάχοντο〉: οὐ

### book 1a.2

περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ ἀμφοτέρων

### book 1a.3

τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων †ἀπο‐

### book 1a.4

λέσθαι† θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ

### book 1a.5.1

σῶσαι τὴν ναῦν προῄρηνται. —ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρ‐

### book 1a.5.2

χεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα

### book 1a.5.3

πολλὰ παρ’ Ὁμήρῳ· „ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον“ (Ι 1), „ὣς οἱ

### book 1a.5.4

μὲν μάρναντο δέμας πυρόσ“ (Λ 596. Σ 1), b(BCE3E4)T „ὣς ὁ

### book 1a.5.5

μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱόσ“ (Μ 1), „ὣς οἱ μὲν στενάχοντο

### book 1a.10.1

κατὰ πτόλιν“ (Ψ 1), „ὣς ὁ μὲν ἔνθ’ ἠρᾶτο“ (η 1), b(BE3E4)T

### book 1a.10.2

„ὣς ὁ μὲν ἔνθα καθεῦδεν“ (ζ 1). T ἡ δὲ περί ἀντὶ τῆς ἐπί· ἀντι‐

### book 1a.10.3

φράζει γὰρ αὐτὴν τῷ ἕνεκα· b(BE3E4)T „Πατρόκλῳ ἐπάμυ‐

### book 1a.10.4

νον, οὗ εἵνεκα φύλοπις αἰνή“ (Σ 171), „σχήσω ἀμυνέμεναι περὶ

### book 1a.10.5

Πατρόκλοιο θανόντοσ“ (Ρ 182). T δηλοῖ δὲ καὶ τὴν ὑπέρ,

### book 1a.15.1

„λεπτὸν καὶ περίμετρον“ (β 95), καὶ τὸ περισσῶς, „τὴν περὶ κῆρι φί‐

### book 1a.15.2

λησε πατὴρ καὶ πότνια μήτηρ“ (Ν 430). b(BE3E4)T

### book 1b.1

ἐϋσσέλμοιο: σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων,

### book 1b.2

ὃ σελὶς καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελ‐

### book 1b.1

μος ὡς σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ σέλλω τὸ σημαῖνον τὸ

### book 1b.2

ὁρμῶ· ἐξ οὗ καὶ †σέλμος† ὁ μεθ’ ὁρμῆς ῥιπτούμενος λίθος. A b (BCE3

### book 1b.5.1

E4) οἱ δὲ καλὰ σπάρτα ἐχούσης· σελμὶς γὰρ λέγεται τὸ σπάρτον.

### book 1b.5.2

b(BCE3E4)

### book 3a.1

δάκρυα θερμὰ 〈χέων〉: εἰκότως ὁ πρᾷος Πάτροκλος

### book 3a.2

κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ αὐτοψεὶ τῶν δεινῶν ἐπισκοπήσας· b(BCE3

### book 3a.3

E4)T διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι συγκεχυμένος ὑπὸ τῶν

### book 3a.4

δακρύων, ἀλλὰ σιωπῶν ἵσταται διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγό‐

### book 3a.5.1

μενος. b(BE3E4)T καὶ ἐν ταῖς Λιταῖς ὁ Φοῖνιξ „δάκρυ’ ἀναπρή‐

### book 3a.5.2

σας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν“ (Ι 433). T

### book 3b.1

〈μελάνυδρος:〉 ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν

### book 3b.2

ἐστὶ τὸ ὕδωρ. b(BCE3E4)Til

### book 3b.1

μελάνυδρος: βαθεῖα, σκοτεινή. τοῦ γὰρ—καταυγάζε‐

### book 3b.2

ται. A

### book 4a.1

〈ἥ τε κατ’〉 αἰγίλιπος 〈πέτρης δνοφερὸν χέει

### book 4a.2

ὕδωρ: αἰγίλιπος〉 ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ

### book 4a.3

ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη τὰ σκέλη αἱ αἶγες. A b (BCE3E4)

### book 4a.4

T οἱ δὲ τῆς μηδὲν φυούσης, κατ’ Ἀργείους· †ὧν γὰρ ἀποτράγῃ

### book 4a.5.1

αἴξ, ἄσπορον αὐτὸ ποιεῖ. AT οἱ δὲ καθύγρου καὶ λιπαινούσης

### book 4a.5.2

τὰς αἶγας. A b (BCE3E4)T | ἀθρόον δὲ ἔκχυσιν δακρύων παριστὰς

### book 4a.5.3

κατὰ πετρῶν φησι ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφ’ ὑψηλῶν φερόμενα

### book 4a.5.4

ὕδατα σφοδροτέραν τὴν πρόχυσιν ἐμφαίνει. b(BCE3E4)T

### book 4b

〈δνοφερόν:〉 τὸ μετὰ δινήσεως φερόμενον. Til

### book 5

〈ᾤκτειρε:〉 Ἀρίσταρχος γράφει „θάμβησεν“· οὐ γὰρ ἂν

### book 5

ἔπαιξεν ἐν τῷ πυνθάνεσθαι, εἴπερ ᾤκτειρεν. Til

### book 7.1

τίπτε δεδάκρυσαι, 〈Πατρόκλεες, ἠΰτε κούρη〉:

### book 7.2

ἄτοπός ἐστιν αὐτὸς μὲν ἕνεκα παλλακίδος κλάων (cf. Α 348—57), τὸν

### book 7.3

δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δεινοῖς δακρύοντα. ἴσως

### book 7.4

οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δ’ ἄν τις

### book 7.5.1

ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πρᾴους

### book 7.5.2

γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέ‐

### book 7.5.3

ρους φασίν. b(BE3E4)T καὶ νῦν ὁ μὲν Ἀχιλλεὺς τὸν Πάτροκλον

### book 7.5.4

ὡς κόρην, ὁ δὲ Πάτροκλος τὸν Ἀχιλλέα ὡς πετρῶν παῖδα (cf. Π 35). T

### book 7-10.1

ἠΰτε κούρη / νηπίη〈—ὄφρ’ ἀνέληται〉: πᾶ‐

### book 7-10.2

σαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητής, γερόντων νέων ἐφήβων (ἐπεὶ καὶ

### book 7-10.3

βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα [sc. Ζ 400—83. Χ 484—507]),

### book 7-10.4

θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον

### book 7-10.5.1

ἀνεπλήρωσε καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετ’ ἐναρ‐

### book 7-10.5.2

γείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν „ἵνα

### book 7-10.5.3

παισὶν ἀεικέα μισθὸν ἕληται“ (Μ 435) καὶ οὐκ ἐθέλουσαν αὐτὴν ἐξαγα‐

### book 7-10.5.4

γεῖν· κατὰ γὰρ Ἡσίοδον „χαλεπὴ δ’ ὑπόπορτις ἔριθοσ“ (opp. 603).

### book 7-10.5.5

b(BCE3E4)T

### book 7-8.1

ἠΰτε κούρη 〈/ νηπίη〉: οὐκ ἠρκέσθη τῷ κούρη (7),

### book 7-8.2

προσέθηκε δὲ καὶ τὸ νηπίη (8), προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ

### book 7-8.3

τὴν δέησιν. b(BE3E4)T ταῦτα δὲ ἐκ τοῦ ποιητικοῦ προσώπου

### book 7-8.4

εἰσί· πολλαχοῦ γὰρ ἐνδύεται τὰ ἡρωϊκὰ πρόσωπα. T

### book 8a.1

ἥ θ’ ἅμα μητρὶ θέουσα: οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ

### book 8a.2

αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ,

### book 8a.3

ὅπως συνεξανύῃ θέουσα ἡ κόρη. b(BCE3E4)T

### book 8b1

ἀνώγει: καὶ ὡς περισπώμενον αὐτὸ ἔκλινε, „καὶ δὲ τόδ’

### book 8b1.1

ἠνώγεον εἰπεῖν ἔποσ“ (Η 394)· τὸ γὰρ „ἠνώγει Πρίαμός τε“ (Η 386)

### book 8b1.2

ἄδηλον, μὴ ὑπερσυντελίκου ἐστίν, ὡς „ἠ〈ε〉ίδειν“ (Ap. Rh. Arg. 4,

### book 8b1.3

1700), „ἠείδει“ (ib. 2, 822). T

### book 8b2.1

ἀνώγει: „ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο“

### book 8b2.2

(ι 44). T

### book 8c.1

ἀνώγει: αἱ γὰρ ἀξιώσεις τῶν βρεφῶν κελεύσμασιν ἐοίκα‐

### book 8c.2

σιν. b(BCE3E4)Til

### book 9a1.1

εἱανοῦ: τοῦ ἐνδυτηρίου πέπλου· ἐν ἄλλοις γοῦν „πέπλον

### book 9a1.2

μὲν κατέχευεν ἑανόν“ (Ε 734). σημειωτέον δὲ ὅτι καὶ ἐπὶ εὐτελοῦς

### book 9a1.3

πέπλου. δηλοῖ δὲ καὶ τὸ λαμπρόν, „ἑανοῦ κασσιτέροιο“ (Σ 613).

### book 9a1.4

b(BCE3E4)T ἁπτομένη δὲ ἐπισπωμένη, „πρύμνης νεὼς ἥψα‐

### book 9a1.5.1

το“ (Ο 704), b(BE3E4)T „ἥψατο δ’ ἡμιόνου“ (Ψ 666). T

### book 9a1.5.2

καὶ τὸ καθικνεῖσθαι, „ἅπτηται κατόπισθεν“ (Θ 339)· ὅθεν καὶ „καθ‐

### book 9a1.5.3

άπτεσθαι“ (Α 582) τὸ διὰ λόγων καθικνεῖσθαι. b(BE3E4)T

### book 9a2

λαμπροῦ. Til

### book 9b

〈εἱανοῦ:〉 ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα 〈γυναικῶν〉. Aint

### book 10a.1

〈ποτιδέρκεται:〉 Ζηνόδοτος „{δακρυόεσσα δέ μιν}

### book 10a.2

προσδέρκεται“. Aim

### book 10b

ὄφρα: ἵνα ᾖ ἕως· προσλιπαροῦσι γάρ, ἄχρις ἂν οὗ βού‐

### book 10b

λωνται τύχωσιν. b(BCE3E4)

### book 11

〈κατὰ δάκρυον εἴβεις:〉 κατείβεις, καταστάζεις. Til

### book 12-3a.1

ἠέ τι Μυρμιδόνεσσι 〈πιφαύσκεαι—οἶοσ〉:

### book 12-3a.2

εἰρωνευόμενος ταῦτά φησιν (ἐπίσταται γάρ, περὶ οὗ κλαίει), καὶ τε‐

### book 12-3a.3

λευταῖον τοῦτο ἐπιφέρει „ἠὲ σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται;“

### book 12-3a.4

(Π 17). b(BCE3E4)T

### book 12-3b.1

〈ἦέ τι ... ἦ ... / ἦέ τινα:〉 πάντες περιεσπάσθησαν οἱ

### book 12-3b.2

σύνδεσμοι κατὰ λόγον τῶν ἐρωτηματικῶν. Aint Til

### book 12

〈πιφαύσκεαι:〉 προορᾷς, προσημαίνεις. b(BCE3E4)Til

### book 13a.1

Φθίης ἒξ ἔκλυες: τὴν πρόθεσιν χωριστέον ἀπὸ τοῦ

### book 13a.2

ἔκλυες. βραχὺ μέντοι παντελῶς τὸ διάστημα, ὡς κἀκεῖ „ὑπερώϊον

### book 13a.3

εἲς ἀναβᾶσα“ (Β 514), „μάχης ἒξ ἀπονέεσθαι“ (Υ 212). A

### book 13b

〈Φθίης ἔξ:〉 ἐκ Φθίας. Til

### book 14-6.1

〈ζώειν μὰν—ἀκαχοίμεθα τεθνηώτων:〉 κα‐

### book 14-6.2

λὸν διάταγμα τὸ πῶς χρὴ περὶ γονέας ἔχειν· καὶ ὡς ἡ τούτων τελευτὴ

### book 14-6.3

πάντων ἔσχατόν ἐστι κακόν. b(BCE3E4)Til

### book 14.1

Μενοίτιον 〈Ἄκτορος υἱόν〉: τὴν μητέρα Πατρόκλου

### book 14.2

οὐκ ὠνόμασεν ὡς προθανοῦσαν. ἦν δὲ Σθενέλης. ὁ δὲ Ἄκτωρ τὸ ἀνέκα‐

### book 14.3

θεν Μυρμιδόνος. T

### book 14

Μενοίτιον: Αἰακὸς 〈ὁ〉 Διὸς καὶ Αἰγίνης—μετ’ Ἀχιλ‐

### book 14.5

λέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ (F.H.G. III p. 33, fr.

### book 14

35). A

### book 15

〈ζώει:〉 ἔδει ‘ζώειν‘ {δέ}. Til

### book 16a.1

τῶν κε: περὶ ὧν ἄν, οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ

### book 16a.2

περὶ τῶν ἀλλήλων· τοῦτο γὰρ δεῖγμα τῆς φιλίας. b(BCE3E4)T

### book 16a.3

λείπει δὲ ἡ περί. T

### book 16b.1

〈τεθνειώτων:〉 διὰ τοῦ η „τεθνηώτων“ Aint Til αἱ

### book 16b.2

Ἀριστάρχου. Aint

### book 17-8.1

ἠὲ σύ 〈γ’〉 Ἀργείων〈—ἕνεκα σφῆσ〉: ἠθικῶς

### book 17-8.2

πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρό‐

### book 17-8.3

φασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς

### book 17-8.4

τοὺς περὶ Ἑλλήνων προκαλεῖται αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν

### book 17-8.5

καὶ ἀπέσταλκεν πρὸς Νέστορα. b(BCE3E4)T

### book 17

〈Ἀργείων:〉 ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀργείων. Aim

### book 18.1

〈ὑπερβασίης:〉 τῆς παραβάσεως τοῦ δικαίου. b(BCE3)T |

### book 18.2

λεληθότως ὑπεραπολογεῖται ἑαυτοῦ, ὡς ἀδικηθεὶς ὠργίσθη. b(BCE3

### book 18.3

E4)T

### book 20.1

〈τὸν δὲ βαρὺ στενάχων προσέφης, Πατρόκλεες

### book 20.2

ἱππεῦ:〉 πρὸς τὴν τοῦ λόγου ἀποστροφήν. Aint

### book 21a.1

ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν:

### book 21a.2

ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλι‐

### book 21a.3

κὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου

### book 21a

ἔργου καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα. b(BCE3E4)T

### book 21b.1

〈Πηλέως:〉 οὕτω Πτολεμαῖος (om. B.). οἱ δὲ ὑπομνη‐

### book 21b.2

ματισάμενοι Ἰακῶς. Til

### book 22a.1

μὴ νεμέσα: λείπει τὸ δεδακρυμένῳ· κλαίοντί μοι, φησί,

### book 22a.2

μὴ μέμφου· b(BCE3E4)T εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς

### book 22a.3

ἀτυχήμασι τοῦτο πράττω. b(BCE3, E4 [bis]) T

### book 22b.1

βεβίηκεν: ἀπὸ τοῦ βιῶ βιᾷς, καὶ διαίρεσις „οἳ κεῖνον

### book 22b.2

βιόωνται“ (λ 503), „ὡς εἴ ἑ βιῴατο“ (Λ 467). τὸ δὲ ἀπὸ τοῦ βιάζω,

### book 22b.3

„ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύσ“ (Χ 229). ἔστι δὲ ὅμοιον τῷ

### book 22b.4

„ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα“ (μ 297), ἐνεργητικὸν ἀντὶ πα‐

### book 22b.5

θητικοῦ. T

### book 23-4.1

οἱ μὲν γὰρ δὴ πάντεσ〈—οὐτάμενοί τε〉:

### book 23-4.2

δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων

### book 23-4.3

αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι

### book 23-4.4

ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι. b(BE3E4)T

### book 24a.1

βεβλημένοι οὐτάμενοί τε: πρὸς τὴν σύλληψιν· οἱ

### book 24a.2

μὲν γὰρ βεβλημένοι ἦσαν, οἱ δὲ οὐτασμένοι. A

### book 24b.1

〈οὐτάμενοι:〉 ὡς „ἱστάμενοι“ (Μ 341 al.). προείρηται

### book 24b.2

δέ (sc. ad Λ 659 c). Aint

### book 25-7.1

βέβληται μὲν ὁ Τυδείδησ〈—καὶ Εὐρύπυ‐

### book 25-7.2

λος κατὰ μηρὸν ὀϊστῷ〉: τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν

### book 25-7.1

ἐκπλήξειν αὐτοῦ τὴν ἡδονὴν οἴεται. οὐ προτάττει δὲ Ἀγαμέμνονα,

### book 25-7.2

ἵνα μὴ †προήσηται† τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλ‐

### book 25-7.5.1

λεύς. ἀλλ’ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνα‐

### book 25-7.5.2

νεύσῃ πρὸς τὸ παρόν· διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ

### book 25-7.5.3

Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα b(BCE3E4)T

### book 25-7.5.4

„εἰς ὅ κε τέκμωρ / Ἰλίου εὕρωμεν“ (Ι 48—9) καὶ T „μὴ ὄφελες

### book 25-7.5.5

λίσσεσθαι“ (Ι 698)· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γε‐

### book 25-7.10.1

γονότα. Εὐρυπύλῳ δὲ ἔδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς

### book 25-7.10.2

ἐξελάθετο Μαχάονος, δι’ ὃν καὶ ἐπέμφθη. b(BCE3E4)T τάχα δὲ

### book 25-7.10.3

σιωπᾷ τὸν Μαχάονα ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ

### book 25-7.10.4

συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼς λέγειν.

### book 25-7.10.5

τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, δι’ ὃ οὐ θεραπεύεται b(BE3

### book 25-7.15.1

E4)T οὐ〈δὲ〉 βελουλκεῖται, ἀλλὰ καὶ τὸν κυκεῶνα πίνει, καὶ

### book 25-7.15.2

ὀβελίζουσι τοὺς στίχους, ἐν οἷς φησι ὁ Νέστωρ „τοῦτον δ’ ἄλλον ἐγὼ

### book 25-7.15.3

νέον ἤγαγον ἐκ πολέμοιο / ἰῷ ἀπὸ νευρῆς βεβλημένον“ (Λ 663—4),

### book 25-7.15.4

ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη. T οἱ δέ φασιν ὡς ἔθος

### book 25-7.15.5

Ὁμηρικόν, περὶ ὧν τις πεμφθῇ, μὴ παλιλ〈λ〉ογεῖν περὶ αὐτῶν, b

### book 25-7.20.1

(BE3E4)T ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διὸς (cf. Α

### book 25-7.20.2

531—2) οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου (cf. Α 487) οὐδὲ ἡ Ἶρις περὶ

### book 25-7.20.3

Ποσειδῶνος (cf. Ο 218—9). T

### book 25.1

βέβληται {μὲν ὁ τυδείδης}: ἀντὶ τοῦ ἐκ βολῆς—περὶ

### book 25.2

ὧν μᾶλλον ἠγωνία. A

### book 25a1.1

〈βέβληται μὲν ὁ Τυδείδης:〉 Ἀριστοφάνης ἔξω τοῦ

### book 25a1.2

ἄρθρου, „βέβληται μὲν Τυδείδησ“. Aint

### book 25a2

Ἀριστοφάνης δίχα ἄρθρου. Til

### book 26.1

〈ἠδ’ Ἀγαμέμνων:〉 δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος

### book 26.2

ὄνομα ἀναγκαίως ἔταξεν. Til

### book 27.1

〈κατὰ μηρόν:〉 ἐπὶ τὸν μηρόν· „νύξε δέ μιν κατὰ χεῖρα

### book 27.2

μέσην“ (Λ 252)· καὶ ἀντὶ τῆς ἔξ· „βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων“

### book 27.3

(Α 44 al.). b(BCE3)Til

### book 28a.1

〈τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι〉 ἀμφιπένον‐

### book 28a.2

ται: ἡ ἀμφί πρὸς τὸ τούς, ἵν’ ᾖ b(BCE3E4) ἀμφὶ μὲν τούτους.

### book 28a.3

ὅτι δὲ κατὰ ἔθνος ἦσαν ἰατροί, ἀπὸ Ἰδομενέως δῆλον· „ὁ δ’ ἰητροῖς

### book 28a.4

ἐπιτείλασ“ (Ν 213). τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· b(BCE3E4)T

### book 28a.5

οὐδένα γὰρ περιοδεύοντα εἶδεν. b(BE3E4)T

### book 28b.1

{τοὺς μέν τ’} ἰητροί: ὅτι οὐ μόνοι οἱ περὶ Μαχάονα καὶ

### book 28b.2

Ποδαλείριον συνεπεπλεύκεισαν ἰατροί, ἀλλὰ καὶ ἄλλοι πλείονες. A

### book 28c.1

πολυφάρμακοι: οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες,

### book 28c.2

ἀλλ’ ἑκάστῃ νόσῳ ποικίλας θεραπείας προσάγοντες. b(BE3E4)Til

### book 29a.1

{ἕλκε’ ἀκειόμενοι· σὺ δ’} ἀμήχανος: ὅτι νῦν ἀμήχανος,

### book 29a.2

πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, οὐκ αὐτὸς μὴ δυνάμενος μηχανήσα‐

### book 29a.3

σθαι. A

### book 29b.1

ἀμήχανος: ἀπροσμηχάνητος, | πρὸς ὃν οὐκ ἔστι μηχανὴν

### book 29b.2

εὑρεῖν· ἐκείνους μὲν γάρ, φησίν, ἰάσονται ἰατροί, σὺ δὲ ἔοικας ἀνίατος

### book 29b.3

εἶναι τὴν ψυχήν. b(BCE3E4)T

### book 30a.1

〈μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυ‐

### book 30a.2

λάσσεις:〉 καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα

### book 30a.3

τῆς νόσου. b(BCE3E4)Til

### book 30b

{μὴ ἐμέ γ’ οὖν οὗτός γε} χόλος: ὅτι ὁ χόλος ἀντιμετεί‐

### book 30b

ληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι. A

### book 30c.1

χόλος: ἀντιμετείληφε τὴν μῆνιν. ἢ τάχα ἐφ’ ἑαυτοῦ

### book 30c.2

ηὔξατο μηδὲ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον μὴ

### book 30c.3

εἰς μῆνιν. b(BCE3E4)T

### book 31a.1

αἰναρέτη· τί{ς} σευ ἄλλος 〈ὀνήσεται〉: ὅτι [τινὲς]

### book 31a.2

γράφουσιν „αἶν’ ἀρετῆσ“, καὶ ἐκφέρουσι κατὰ τὸ περισπώμενον, ἵν’

### book 31a.3

ᾖ πρότερον αἰνέ, εἶτα πρὸς τὰ κάτω 〈τὸ ἀρετῆσ〉· ἀρετῆς τί σοι ἄλλος

### book 31a.4

ὀνήσεται; πιθανώτερον δὲ συνθέτως αἰναρέτη, ἐπὶ κακῷ τὴν ἀρε‐

### book 31a.5

τὴν ἔχων. A

### book 31b.1

〈αἰναρέτη:〉 τοῦτο καθ’ ἑαυτὸ προενεκτέον· μᾶλλον γὰρ

### book 31b.2

ἐμφαίνει τὸν σχετλιάζοντα. Aim

### book 31c.1

αἰναρέτη: σύνθετόν ἐστι παρὰ θηλυκόν, ὡς „ὑψαγόρη“

### book 31c.2

(β 85 al.), μισογύνη· ὃ ἀγνοοῦντες γράφουσιν „αἰναρέτησ“, ἵν’ ᾖ ὁ

### book 31c.3

χόλος πολέμιος ταῖς ἀρεταῖς καὶ ἐχθρός· b(BCE3E4)T „μὴ ἐμὲ

### book 31c.4

γοῦν οὗτός γε λάβοι χόλος (Π 30) / αἰναρέτησ“. T ἐπεκράτησε

### book 31c.5.1

δὲ ἡ δίχα τοῦ ς ἀνάγνωσις Ἀριστάρχειος οὖσα, καὶ ἔστιν ‘εἰς αἰνὸν

### book 31c.5.2

χρώμενε τῇ ἀρετῇ‘, εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. δι’ ἑνὸς δὲ ὀνόματος

### book 31c.5.3

ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετήν, φησίν, ὅτι δὲ οὐκ

### book 31c

ἐπ’ ἀγαθῷ τῶν φίλων, διαβάλλει. b(BCE3E4)T

### book 31d.1

τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ: γίνεται

### book 31d.2

γὰρ καὶ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις·

### book 31d.3

ὅθεν καὶ ὁ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς

### book 31d.4

ἀκούουσιν. b(BCE3E4)

### book 33.1

〈οὐκ ἄρα σοί γε πατὴρ ἦν〉 ἱππότα Πηλεύς: οὐκ

### book 33.2

ἦν ὡς ἔοικέ σοι πατήρ. προαιτησάμενος δὲ συγγνώμην διὰ τοῦ δα‐

### book 33.3

κρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν

### book 33.4

φίλων ἐστί, καὶ μάλιστα, ὅταν πρὸς κρείσσους παρρησιάζωνται.

### book 33.5

b(BCE3E4)T

### book 34a.1

γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα: ὅτι νῦν ἅπαξ τὴν θά‐

### book 34a.2

λασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν. | τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσ‐

### book 34a.3

σης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. | ὁ δὲ

### book 34a.4

Ἡσίοδος καὶ χωρὶς τοῦ θάλασσά φησι „καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμ‐

### book 34a.5

φελον“ (th. 440). A

### book 34b.1

γλαυκὴ δέ σε τίκτε θάλασσα: διὰ τὸ σκυθρωπὸν

### book 34b.2

καὶ ἀπαραίτητον τῆς θαλάσσης καὶ μάλιστα ἐν χειμῶνι· ὅθεν καὶ τοὺς

### book 34b.3

ἀπηνεῖς Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φασι b(BCE3E4)T

### book 34b.4

καὶ Πολύφημον Θοώσης τῆς Φόρκυνος (cf. α 71—3). T γλαυκὴν

### book 34b.5.1

δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου Ἡσίοδος ἀντὶ κυρίου „καὶ τοῖς, οἳ

### book 34b.5.2

γλαυκήν“ (th. 440). b(BCE3E4)T

### book 34-5a1.1

〈γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα / πέτραι τ’

### book 34-5a1.2

ἠλίβατοι:〉 πρὸς τὰς οἰκήσεις τῶν γονέων· ὁ μὲν γὰρ ᾤκει τὸ Πή‐

### book 34-5a1

λιον ὄρος, ἡ δὲ τὴν θάλασσαν. Til

### book 34-5a2.1

ὅρα δέ, πῶς αὐτὰ τὰ δυσχερῆ δοκοῦντα πρὸς τὰς τῶν γο‐

### book 34-5a2.2

νέων ἁρμόζουσιν οἰκήσεις· ὁ μὲν γὰρ οἰκεῖ τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν

### book 34-5a2.3

θάλασσαν. b(BE3E4)

### book 35.1

ὅ τί τοι {νόος ἐστὶν ἀπηνής}: τρία μέρη λόγου, ἵν’ ᾖ τὸ ὅ

### book 35.2

ἀντὶ τοῦ διό. περισσεύει δὲ τὸ τι. Ἀρίσταρχος δὲ γράφει „ὅτε τοι“. T

### book 36-7.1

εἰ δέ τινα φρεσὶ〈—πότνια μήτηρ〉: ἐρε‐

### book 36-7.2

θιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησί· πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολο‐

### book 36-7.3

γεῖται ὡς οὐ δέει θανάτου πεποίηται τὴν λειποταξίαν. b(BCE3E4)TTil

### book 37.1

εἰ δέ τινα φρεσὶ σῇσι: Θέτις καταναγκασθεῖσα—

### book 37.2

προκρίνας ἐπεστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι (cf. Al.

### book 37.3

178—9). A

### book 41a.1

{αἰ κέ με σοὶ} ἴσκοντες: ὅτι τὸ ἴσκοντες ἀνάλογόν

### book 41a.2

ἐστι τῷ κατὰ διαίρεσιν ἐΐσκοντες, ὁμοιοῦντες· „ἔϊκτο δὲ θέσκελον αὐτῷ“

### book 41a.3

(Ψ 107). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἀπεκδεξαμένους τὸ „ἴσκεν ψεύδεα

### book 41a.4

πολλὰ λέγων ἐτύμοισιν“ (τ 203)· τὸ γὰρ „ἴσκεν“ ὑπολαμβάνουσι κεῖ‐

### book 41a.5

σθαι ἀντὶ τοῦ ἔλεγεν, οὐκ ὀρθῶς. A

### book 41b1.1

ἴσκοντες {ἀπόσχωνται}: ὁ Ἀσκαλωνίτης (p. 55 B.) κα‐

### book 41b1.2

τὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτετα‐

### book 41b1.3

μένως ἀναγινώσκει, παρὰ τὸ εἴσκω ἐκδεξάμενος. ἀμείνων δὲ ἡ τοῦ

### book 41b1.4

Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπά‐

### book 41b1.5

νιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ. ταύτῃ οὖν μοι δοκεῖ

### book 41b1.1

ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω

### book 41b1.2

γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, 〈καὶ ἀπο‐

### book 41b1.3

βολῇ τοῦ ε ἴσκω〉. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀπο‐

### book 41b1.4

βολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ μέτρον κωλύει. A

### book 41b2.1

τὴν δὲ ἄρχουσαν τοῦ ἴσκοντες συσταλτέον· ἀπὸ γὰρ

### book 41b2.2

τοῦ εἴδω μέλλων εἴσω. ἅμα δὲ τῷ πλεονασμῷ καὶ τοῦ κ διαίρεσις τῆς

### book 41b2.3

διφθόγγου γίνεται ἐΐσκω καὶ ἀποβολῇ τοῦ ε ἴσκω. T

### book 41c.1

ἴσκοντες: ὁμοιοῦντες· οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντες

### book 41c.2

τάττουσι τὴν λέξιν. ἐντέχνως δὲ ὀνειδίσας δειλίαν, ἐγγὺς ἔθηκε τὸ τῆς

### book 41c.3

ὑπεροχῆς, εἴ γε καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς

### book 41c.4

πολεμίους. b(BCE3E4)T

### book 43.1

ὀλίγη δέ τ’ ἀνάπνευσις 〈πολέμοιο〉: ἡ περιλειπο‐

### book 43.2

μένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπο‐

### book 43.3

λώλασι· δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· ‘ὀλίγον ἐστί, δι’ οὗ

### book 43.4

ἀνάπνευσις πολέμου γίνεται‘, ἵνα κατασκευάσῃ ὅτι ἐκείνους μὲν με‐

### book 43.5.1

γάλα ὠφελήσομεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον

### book 43.5.2

καὶ τὸ ἐπιφερόμενον „ῥεῖα δέ κ’ ἀκμῆτεσ“ (Π 44)· δεῖ γὰρ ἐπὶ τελευτῇ

### book 43.5.3

τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου

### book 43.5.4

προτρέψηται. b(BCE3E4)T

### book 44-5.1

〈ῥεῖα δέ κ’ ἀκμῆτες—καὶ κλισιάων:〉 οἱ

### book 44-5.2

ἀστερίσκοι, ὅτι ὑπὸ Νέστορος οὐκ ὀρθῶς λέγονται (sc. Λ 802—3). Aim

### book 44.1

ἀκμῆτες: ὡς „ἀδμῆτεσ“ (δ 637)· καὶ καθόλου, ὅσα ἀπὸ πα‐

### book 44.2

ρακειμένου συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλ‐

### book 44.3

λαβὴν ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον

### book 44

ἰθυτμής, μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου καὶ δύο σύμφωνα

### book 44.5

πρὸ τοῦ η. λαιμοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής. A

### book 46a.1

〈ὣς φάτο λισσόμενος μέγα νήπιος:〉 ἡ μὲν συνή‐

### book 46a.2

θεια ἀνεπιτηδεύτως συνάπτει ἄχρι τοῦ μέγα νήπιος. τάχα δ’ ἂν

### book 46a.3

μείζων γένοιτο ἡ ἔμφασις, εἰ καθ’ ἑαυτὸ λέγοιτο τὸ μέγα νήπιος. A

### book 46b.1

μέγα νήπιος: ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ

### book 46b.2

προαναφωνήσεις αὖται τὸν ἀκροατὴν ἐπαίρουσιν, b(BCE3E4)T

### book 46b.3

ἤδη προσδοκῶντα τὸ δεινόν, b(BCE3E4) ὡς „νηπίη, οὐδ’ ἐνόη‐

### book 46b.4

σεν ὅ μιν μάλα τῆλε λοετρῶν 〈/ χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις

### book 46b.5

Ἀθήνη〉“ (Χ 445—6). T

### book 46c1.1

ἔμελλεν: ἡ διπλῆ, ὅτι καὶ νῦν τὸ ἔμελλε σαφῶς οὐκ

### book 46c1.2

ἐπὶ χρόνου· οὐ γὰρ ἔμελλε λιτανεύσειν, ἀλλ’ ἐλιτάνευσεν. ἔστι δὲ ἀντὶ

### book 46c1.3

τοῦ ἐῴκει. καὶ ὅτι διὰ μέσου ἀναπεφώνηται τὸ „ἦ γὰρ ἔμελλεν / οἷ

### book 46c1.4

αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι“ (Π 46—7), ὡς καὶ ἐν Ὀδυσ‐

### book 46c1.5.1

σείᾳ (α 18—9) „οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων / καὶ μετὰ οἷσι φί‐

### book 46c1.5.2

λοισιν“. A

### book 46c2.1

ἔμελλεν: ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν. b

### book 46c2.2

(BE3E4)Til

### book 46-7.1

ἦ γὰρ ἔμελλεν 〈/ οἷ αὐτῷ θάνατόν τε κακὸν

### book 46-7.2

καὶ κῆρα λιτέσθαι:〉 λέγει {δὲ} ὅτι ἔμελλε πρὸς ἑαυτοῦ βλάβην πα‐

### book 46-7.3

ρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον ἐτελεύτα. b(BE3E4)

### book 47a.1

{καὶ κῆρα} λιτέσθαι: ὁ Ἀσκαλωνίτης (p. 55 B.) ἀξιοῖ

### book 47a.2

ὁμοίως τῷ „λίσσεσθαι“ (Ι 520 al.), ἐπεὶ ἐνεστῶτος χρόνου ἀπὸ

### book 47a.3

ὁριστικοῦ τοῦ λίτομαι. εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως τῷ λαβέσθαι.

### book 47a.4

ἐγὼ δ’ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ ἐνεστῶτος·

### book 47a.5.1

τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὑτῷ θάνατον λίσ‐

### book 47a.5.2

σεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως·

### book 47a.5.3

ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ „μεταλλῆσαι καὶ

### book 47a.5.4

ἔρεσθαι“ (γ 69), ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ „πυθέσθαι“

### book 47a.5.5

(Β 119 al.), ἐπειδήπερ μέσος δεύτερος ἀόριστός ἐστιν, ἀπεφηνάμην ὡς

### book 47a.10.1

ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν, οὐ τῷ σημαινομένῳ

### book 47a.10.2

πεισθεῖσα, ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρ‐

### book 47a.10.3

εμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος, οἷον „φέρεσθαι“ (Λ 798

### book 47a.10.4

al.), δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους τῆς ἀρχούσης συλ‐

### book 47a.10.5

λαβῆς εἰς τὸ ε ληγούσης (οὕτως καὶ τὸ „ἔρεσθαι“ ἀναδεξάμενον τὸν

### book 47a.15.1

αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ

### book 47a.15.2

ὁμοιότητι τῆς φωνῆς), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου·

### book 47a.15.3

ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ

### book 47a.15.4

τὸ νοητὸν καὶ 〈ὁ〉 σχηματισμός, παρὰ τὸ λίτομαι. ἀλλ’ ἐπεὶ τὰ εἰς

### book 47a.15.5

〈σ〉θαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι,

### book 47a.20.1

ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπι‐

### book 47a.20.2

φερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο,

### book 47a.1

ὥσπερ ἔχει τὸ „λιπέσθαι“ (Ε 154 al.), „πιθέσθαι“ (Η 282 al.),

### book 47a.2

„ἰδέσθαι“ (Γ 194 al.), „ἱκέσθαι“ (Α 19 al.), οὕτως καὶ τὸ λιτέσθαι

### book 47a.3

παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ

### book 47a.25.1

δὲ τοῦ χαρακτῆρος. | παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ (2,98,

### book 47a.25.2

34). A

### book 47b.1

λιτέσθαι: ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος

### book 47b.2

γάρ ἐστιν. ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παρώξυνεν·

### book 47b.3

b(BCE3)T ἐνεστῶτος γὰρ ὂν ὡς μέσου ἀορίστου δευτέρου παρ‐

### book 47b.4

ωξύνθη· ἔχεται δὲ καὶ λόγου· τὰ γὰρ εἰς †θαι† ἀπαρέμφατα τῷ †ι†

### book 47b.5.1

παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέ‐

### book 47b.5.2

λους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ †μήτε† δύο συμφώ‐

### book 47b.5.3

νων, παροξύνεται, „ἱκέσθαι“ (Α 19 al.), „ἰδέσθαι“ (Γ 194 al.), „λι‐

### book 47b.5.4

πέσθαι“ (Ε 154 al.), „πιθέσθαι“ (Η 282 al.)“ καὶ λιτέσθαι. b

### book 47b.5.5

(BE3)T

### book 47c

〈λιπέσθαι:〉 καταλιπεῖν. Til

### book 49.1

ὤμοι, διογενὲς 〈Πατρόκλεες, οἷον ἔειπεσ〉: σχετλι‐

### book 49.2

άζει πρὸς τὸ „εἰ δέ τινα φρεσὶ σῇσι“ (Π 36). πρὸς δὲ τὸν Πάτροκλον

### book 49.3

καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος

### book 49.4

Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον,

### book 49.5.1

ὥσπερ ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπο‐

### book 49.5.2

νοίας ἐκόμιζε μὴ οὔσας ἱκανάς. b(BE3E4)T

### book 50a.1

ἥν τινα οἶδα: Ἀρίσταρχος „εἴ τινα οἶδα“ διὰ τοῦ ει,

### book 50a.2

Aim b(BCE3E4)T ἵν’ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδά τινα μαντείαν, οὐ

### book 50a.3

φροντίζω. b(BCE3E4)T | τῆς δὲ μαντείας ἐν ταῖς Λιταῖς (sc. Ι 410—6)

### book 50a.4

ἐμέμνητο. b(BE3E4)T

### book 50b

〈ἤν τινα:〉 εἴ τινος. Til

### book 53-4.1

ὁππότε δὴ τὸν ὁμοῖον〈—προβεβήκει〉: τὸ

### book 53-4.2

δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον, ἵνα τὸ προβεβήκει (54)

### book 53-4.3

στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν „ἱκάνει“ (Π 52) στίζωμεν, τὸ δὲ

### book 53-4.4

προβεβήκει (54) ὑποστίζωμεν. A

### book 53a

〈ὁππότε δή:〉 Ἀρίσταρχος „ὁππότε τισ“. Til

### book 53b.1

〈τὸν ὁμοῖον ... ἀμέρσαι:〉 ἀποστερῆσαι, b(BCE3E4)

### book 53b.2

T | ἀπομερίσαι καὶ ἀποδιῶξαι. Til μέτριον δὲ τὸ μὴ φάναι κρείσ‐

### book 53b.3

σονα, ἀλλ’ ὅμοιον. b(BCE3E4)Til

### book 53c

〈τὸν ὁμοῖον ἀνήρ:〉 ἄνδρα ἀπὸ κοινοῦ. Til

### book 54a

〈ἂψ ἀφελέσθαι:〉 δοὺς πάλιν στερῆσαι. b(BCE3E4)Til

### book 54b.1

ὅτε κράτεϊ 〈προβεβήκῃ〉: ὅτε ἀντὶ τοῦ ἐπεί. ἢ ἀντὶ

### book 54b.2

τοῦ ὅστε, ἵν’ ᾖ ‘ὁπόταν ἀνήρ, ὅστε κράτει προβεβήκῃ, τὸν ὅμοιον

### book 54b.3

ἐθελήσῃ ἀμέρσαι‘. προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων. b(BCE3E4)T

### book 54b.4

κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται, ὧν ἔλεγε

### book 54b.5.1

Νέστωρ· „ἀλλ’ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει“ (Α 281).

### book 54b.5.2

καὶ Ἀγαμέμνων „καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι“ (Ι 160).

### book 54b.5.3

b(BE3E4)T

### book 54c.1

〈ὅτε κράτεϊ προβεβήκῃ:〉 ὁπόταν τῷ κράτει προέ‐

### book 54c.2

χῃ. Til

### book 56.1

κούρην, ἣν ἄρα μοι γέρας 〈ἔξελον υἷες Ἀχαιῶν〉:

### book 56.2

ταῦτα ἀπ’ ἄλλης ἀρχῆς· παραδιηγεῖται γὰρ τὰ γεγονότα. ὑποστι‐

### book 56

κτέον δὲ ἐπὶ τὸ Ἀχαιῶν καὶ „πέρσασ“ (Π 57). A

### book 56-9a.1

κούρην, ἣν ἄρα μοι γέρασ〈—μετανά‐

### book 56-9a.2

στην〉: τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ὀργὴν μετ‐

### book 56-9a.3

έστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς

### book 56-9a.4

ἐξήγαγε τὴν παῖδα καὶ τοῖς κήρυξι παρέδωκεν (cf. Α 346—7). ἔστι δὲ

### book 56-9a.5.1

ἠθικόν· ὅμοιον γὰρ τοῖς θυμουμένοις καὶ πρὸς τοὺς εἰδότας διηγεῖσθαι·

### book 56-9a.5.2

ἄλλως τε καὶ ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν

### book 56-9a.5.3

ἔξοδον. καὶ τῷ Πατρόκλῳ μεγάλα θέλει δοκεῖν χαρίζεσθαι, ἐκδιδοὺς

### book 56-9a.5.4

αὐτὸν μεθ’ ὕβριν τοσαύτην. εὖ δὲ καὶ δύο δικαιώματα προβέβληται,

### book 56-9a.5.5

ὅτι τε παρ’ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παρ’ Ἀγαμέμνονος, καὶ

### book 56-9a.10

ὅτι ἐξ ὧν ἔκαμε λαβών, ἀφῄρηται. b(BCE3E4)T

### book 56-9b.1

〈κούρην, ἣν ἄρα μοι γέρας—μετανάστην:〉

### book 56-9b.2

δι’ ὅλου φαίνεται τοῦ στόματος κρατῶν. καὶ γέρας (56), οὐ παλλα‐

### book 56-9b.3

κίδα καλεῖ. Til

### book 57a.1

{δουρὶ δ’ ἐμῷ} κτεάτισσα: ἡ διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν

### book 57a.2

ἡμετέραν συνήθειαν κτεάτισσα κατὰ τὸ ἐνεργητικὸν ἀντὶ τοῦ

### book 57a.3

ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ (β 102) „πολλὰ κτεατίσσασ“ ἀντὶ τοῦ

### book 57a.4

κτησάμενος. A

### book 57b.1

〈πόλιν εὐτείχεα πέρσας:〉 τὴν Πήδασον οἱ τῶν

### book 57b.2

Κυπρίων ποιηταί (fr. 18 A. = 18 B.), αὐτὸς δὲ Λυρνησ〈σ〉όν (cf. Β

### book 57b.3

690—1). σημειωτέον δὲ τοῦτο πρὸς τὸ „δῷσι πόλιν Τροίην εὐτείχεον“

### book 57b.4

(Α 129), ὅτι οὐ μόνον Τροία εὔτειχος. Til

### book 57c

〈εὐτείχεα:〉 ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ

### book 57c.1

εὐτείχεα, τοῦ λόγου ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει

### book 57c.2

ὀξύνεσθαι· τὰ γὰρ παρ’ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η

### book 57c.3

παραληγόμενα, συντιθέμενα εἰς ης λήγοντα ἀρσενικὰ ὀνόματα ὀξύνε‐

### book 57c.5.1

ται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος „ἀγχιβαθὴς δὲ θάλασσα“ (ε

### book 57c.5.2

413). τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ

### book 57c.5.3

τὸ εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· „ὄτριχασ“ γὰρ

### book 57c.5.4

„οἰέτεασ“ (Β 765) ἀνέγνωμεν. μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευ‐

### book 57c.5.5

τέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παρά‐

### book 57c.10.1

κειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—„αὐτὰρ ὁ διογενήσ“ (Φ 17.

### book 57c.10.2

ψ 306), Πολυνείκης—„ἀλλ’ ἁ πολυνεικὴς δῖ’ Ἑλένα“ (fr. ad. 96 P.

### book 57c.10.3

= P.M.G. 1014), Παγκράτης—„ἁ δὲ παγκρατὴς ἀλήθεια“ (Bacchyl.

### book 57c.1

fr. 14, 4—5), Εὐρυσθένης—„ὁ πλοῦτος εὐρυσθενήσ“ (Pind. P. 5, 1). εἰ

### book 57c.2

δή ἐστιν Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι (cf. fr. 1, 6), ὀξύνεται

### book 57c.15.1

τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορ‐

### book 57c.15.2

μήν· τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπ’ εὐθείας συντίθεται,

### book 57c.15.3

ξίφος ἄξιφος. μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφ’

### book 57c.15.4

οὗ τὸ „δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι“ (Α 129)· μετα‐

### book 57c.15.5

πλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον „πυργοκέρατα“ (Bacchyl.

### book 57c.20

fr. 39). πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει. A

### book 58.1

τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων: οὔτε

### book 58.2

τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ χειρῶν

### book 58.3

ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν (cf.

### book 58.4

Α 347—8). ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται,

### book 58.5.1

b(BCE3E4)T ὡσπερεὶ ἔλεγεν ἀνασχετλιάζων ‘ὁ θαυμάσιος καὶ

### book 58.5.2

κράτιστοσ‘, b(BE3E4)T τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας

### book 58.5.3

οὐχὶ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. b(BCE3E4)T

### book 58.5.4

ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ

### book 58.5.5

ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον †ἐποίησεν.

### book 58.10

b(BE3E4)T

### book 59a1.1

〈ὡς εἴ τιν’ ἀτίμητον μετανάστην:〉 ὅτι ἀντὶ τοῦ

### book 59a1.2

ἀτιμήτου μετανάστου, ὡς τὸ „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299)

### book 59a1

ἀντὶ τοῦ ἐμοῦ. Aim

### book 59a2.1

ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν ἀντὶ γενικῆς φησιν, b(BCE3)

### book 59a2.2

ἵν’ ᾖ ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου ἀφείλετο. b(BE3)

### book 59b.1

μετανάστην: ἐν τῇ Μασ〈σ〉αλιωτικῇ καὶ τῇ Ῥιανοῦ

### book 59b.2

(fr. 8 M.) „μετανάστιν“, καὶ ἀκούουσι τὴν Βρισηΐδα. b(BCE3)T |

### book 59b.3

ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς

### book 59b.4

ἰδίας καταλιπόντες· b(BE3)T „κατὰ ξένου μετοίκου“ ὁ κω‐

### book 59b.5

μικός (Ar. equ. 347). T

### book 60

〈ἐάσομεν:〉 ὅτι τὸ ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν. Aint

### book 61a1

ἀσπερχές: ἄγαν ἐπιτεταμένως. TTil

### book 61a2

ἀλήπτως, | ἄγαν ἐπιτεταμένως, ἀμεταμελητί. b(BCE3)

### book 61b.1

κεχολῶσθαι: ἀντιφράζει αὐτὸ τῷ „οὐ πρὶν μηνιθμὸν κα‐

### book 61b.2

ταπαυσέμεν“ (Π 62). T

### book 61c.1

〈ἐνὶ φρεσίν:〉 βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσί συν‐

### book 61c.2

τάττειν. Aint

### book 61d

〈ἔφην γε:〉 ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην. Aint

### book 62a.1

〈μηνιθμόν:〉 πρὸς τὸ μηνιθμόν, 〈ὅτι〉 παραλλήλως τέ‐

### book 62a.2

ταχε τῷ χόλῳ. Aim

### book 62b

〈μηνιθμὸν καταπαυσέμεν:〉 τροφῆς ὡς {τὸ} κεκορη‐

### book 62b

μένον. Til

### book 62-3.1

ἀλλ’ ὁπόταν 〈δή /〉 νῆας ἐμὰσ〈—πτόλεμός

### book 62-3.2

τε〉: μέμνηται, ὧν ἐν Λιταῖς (sc. Ι 651—2) ἠπείλησε· „πρίν γ’ υἱὸν

### book 62-3.3

Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, / Μυρμιδόνων ἐπί τε κλισίας

### book 62-3.4

καὶ νῆας ἱκέσθαι“. T

### book 64.1

τύνη δ’ ὤμοιϊν 〈μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι〉: οὐ

### book 64.2

βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ· διὸ κατασχὼν Ἀχιλ‐

### book 64.3

λέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον

### book 64.4

ἐπιδείξας λαμπρότερον ἐπ’ αὐτῷ ἐπαγάγῃ Ἀχιλλέα. b(BCE3)T

### book 65-70.1

ἄρχε δὲ Μυρμιδόνεσσι〈— / θάρσυνοσ〉:

### book 65-70.2

ἀναγκαῖαι αἱ διαστολαί, μάχεσθαι (65), ἐπικρατέως (67),

### book 65-70.3

Ἀργεῖοι (69). στικτέον δὲ ἐπὶ τὸ θάρσυνος (70). A

### book 65a1.1

ἄρχε 〈δὲ〉 Μυρμιδόνεσ〈σ〉σι 〈... μάχεσθαι〉: Μυρ‐

### book 65a1.2

μιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι, ὅ ἐστιν ἡγοῦ. T

### book 65a2

πρὸς τὸ μάχεσθαι ἡγοῦ, οὐ πρὸς τὸ δεσπόζειν. b(BCE3E4)

### book 66-7.1

εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε

### book 66-7.2

〈/ νηυσὶν ἐπικρατέωσ〉: εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος

### book 66-7.3

κατέχει τὸν ναύσταθμον· νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆ‐

### book 66-7.4

θος. A

### book 66a1

εἰ δὴ κυάνεον 〈Τρώων νέφος ἀμφιβέβηκε〉: εἰ δὴ

### book 66a1.1

ταῦτα οὕτως ἔχει. ἔνιοι γράφουσιν „ᾗ δή“, ἵν’ ᾖ· ἐν ᾧ τόπῳ †τού‐

### book 66a1.2

των† πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν· ὅθεν φησὶν „ὡς δ’

### book 66a1.3

ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο / κινήσει πυκινὴν νεφέλην

### book 66a1.5

στεροπηγερέτα Ζεύσ“ (Π 297—8). T

### book 66a2

εἰ δὴ ταῦτα οὕτως ἔχει, ὡς φῄς. b(BCE3) | γράφεται δὲ

### book 66a2.1

καὶ „ᾗ δή“, ἵν’ ᾖ· ἐν ᾧ τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακί‐

### book 66a2.2

νητόν ἐστιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόνεσσιν. b(BCE3E4)

### book 66b

ἀμφιβέβηκε: περικύκλωκεν. Tt

### book 67-8.1

〈ῥηγμῖνι θαλάσσης /〉 κεκλίαται: περικλείονται

### book 67-8.2

τῷ τῆς θαλάσσης αἰγιαλῷ. b(BCE3)T ἀεὶ δὲ ἡ κλίσις παρ’

### book 67-8.3

Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ. b(BCE3E4)T

### book 68a.1

〈κεκλίαται:〉 βραχὺ διασταλτέον μετὰ τὸ κεκλίαται

### book 68a.2

πρὸς τὸ σαφέστερον. Aint

### book 68b.1

χώρης ὀλίγην 〈ἔτι μοῖραν ἔχοντεσ〉: τῆς δὲ χώρας

### book 68b.2

〈ἤτοι〉 τοῦ τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν. T

### book 69a1.1

〈Τρώων δὲ〉 πόλις 〈ἐπὶ πᾶσα βέβηκε〉: τοὺς πολί‐

### book 69a1.2

τας φησίν. ἢ τὴν Τροίαν φησὶν ἐπιβεβηκέναι τῷ ναυστάθμῳ ἐναργῆ

### book 69a1.3

τιθεὶς φαντασίαν, ὡς εἴ τις †ἐπιβῇ νεκρῷ. T

### book 69a2.1

διὰ τοῦ πόλις τοὺς πολίτας παρέστησεν, ἀπὸ τοῦ πε‐

### book 69a2.2

ριέχοντος τὸ ἐντὸς δηλῶν. b(BCE3)

### book 69a2.1

〈Τρώων δὲ〉 πόλις: τὸ πλῆθος τῶν Τρώων· πόλις γὰρ

### book 69a2.2

διχῶς—τὸ περιεχόμενον. A

### book 70a1

〈θάρσυνος:〉 ὅτι ἀντὶ τοῦ τεθαρσηκυῖα. Aim

### book 70a2

θάρσυνος: ἀντὶ μετοχῆς· πρὸς ὃ ἡ διπλῆ. Tt

### book 70b.1

〈οὐ γὰρ ἐμῆς κόρυθοσ〉 λεύσσουσι 〈μέτωπον〉:

### book 70b.2

ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶ τὸν ἑαυτῶν ἔπαινον.

### book 70b.3

b(BCE3)T μεγαλοφυῶς δὲ φθέγγεται· b(BE3)T οὐ γὰρ

### book 70b.4

ἔφη ὅτι δεδοίκασι μαχόμενον, ἀλλ’ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐ‐

### book 70b.5

τοῦ ὑφισταμένων τῶν βαρβάρων. b(BE3E4)T

### book 71a.1

ἐγγύθι 〈λαμπομένησ〉: ἧς καὶ μακρὰν ἀπόντες ὅμως

### book 71a.2

δοκοῦσι πλησίον εἶναι διὰ φόβον. b(BCE3)Tt

### book 71b

〈ἐναύλους:〉 οὕτως ἐναύλους διὰ τοῦ ν. Aim

### book 71-2.1

ἐναύλους 〈/ πλήσειαν νεκύων〉: προαναφθέγγεται

### book 71-2.2

τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκάμανδρος „οὐδέ τί πῃ δύ‐

### book 71-2.3

ναμαι προχέειν ῥόον / στεινόμενος νεκύεσσιν“ (Φ 219—20). ἔναυλοι

### book 71-2.4

δὲ b(BCE3)T τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους τοὺς παρὰ

### book 71-2.5.1

τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπεδεύσαντο οἱ Τρῶες, οἱ δὲ τοὺς

### book 71-2.5.2

ἀγρούς, b(BCE3E4)T οἱ δὲ στενὰς διώρυχας· αὐλὸς γὰρ πᾶν τὸ

### book 71-2.5.3

στενόν, καὶ βαθὺ καὶ ἐπίμηκες, b(BCE3)T „ὅν ῥά τ’ ἔναυλος

### book 71-2.5.4

ἀποέρσῃ χειμῶνι περῶντα“ (Φ 283). T

### book 73a.1

εἰδείη: εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται.

### book 73a.2

καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν. b(BCE3)T

### book 73b

στρατόν: στρατόπεδον. T

### book 74a.1

〈οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι:〉 ὅτι

### book 74a.2

ἔοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετὰ τὴν πρεσβείαν (sc. Ι

### book 74a.3

698—709). Aint

### book 74b1.1

{οὐ γὰρ} Τυδείδεω Διομήδεος: πρὸς τὸ „μὴ ὄφελες

### book 74b1.2

λίσσεσθαι“ (Ι 698) καὶ „εἰς ὅ κε τέκμωρ / Ἰλίου εὕρωμεν“ (Ι 48—9). ἢ

### book 74b1.3

ἐπειδὴ πρῶτος ἠρίστευσε Διομήδης, εἶτα Ἀγαμέμνων. T

### book 74b2.1

πρὸς τὸ „μὴ ὄφελες λίσσεσθαι“ ἀντιλέγει. καὶ ὅτι αὐχημα‐

### book 74b2.2

τίας ὢν ἔλεγεν „εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν“ (Θ 111). b

### book 74b2.3

(BCE3E4)

### book 75.1

〈ἀπὸ λοιγὸν ἀμῦναι:〉 τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ

### book 75.2

οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. Aim

### book 76a.1

οὐδέ πω Ἀτρείδεω ὀπὸς 〈ἔκλυον αὐδήσαντοσ〉:

### book 76a.2

ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέπειν τὰ πλήθη. οἱ δὲ καὶ πρὸς τὸ

### book 76a.3

„καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι / ἔρριγ’ ἀντιβολῆσαι“ (Η 113—4).

### book 76a.4

οἱ δέ, ὅτι πρὸ τῆς ἀριστείας ἐβόησεν „ἰδὲ ζώννυσθαι ἄνωγεν / Ἀργεί‐

### book 76a.5

ουσ“ (Λ 15—6). b(BCE3)T

### book 76b

〈ὀπός:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἔπος {ἔκλυον}“. Aim

### book 76c

αὐδήσαντος: παρακελευσαμένου. T

### book 77.1

ἐχθρῆς ἐκ κεφαλῆς: τὸ ἦθος τοῦ ὠργισμένου ἔτι δια‐

### book 77.2

τηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθ’

### book 77.3

ὃ καὶ ἐκκεκίνηται, ἐνδιατρίβει βλασφημῶν. b(BCE3E4)T

### book 78

περιάγνυται: περιπορεύεται. T

### book 79.1

〈πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς:〉

### book 79.2

βραχὺ διασταλτέον κατέχουσι. Aim

### book 80a.1

νεῶν ἀπὸ 〈λοιγὸν ἀμύνων〉: οὐκ ἀφίσταται τοῦ ὀνό‐

### book 80a.2

ματος τῶν νεῶν· τοῦτο γὰρ δι’ ὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν

### book 80a.3

κίνδυνον ἀπώσασθαι μόνον, b(BCE3E4)T μὴ περαιτέρω δὲ προ‐

### book 80a.4

βαλεῖν ἑαυτόν· b(BCE3E4) διὸ καὶ ἐπιφέρει „μὴ δὴ πυρὸς αἰθο‐

### book 80a.5.1

μένοιο / νῆας ἐνιπρήσωσιν“ (Π 81—2), εἶτα ἑξῆς „ἐκ νηῶν ἐλάσας ἰέναι

### book 80a.5.2

πάλιν“ (Π 87): b(BCE3E4)T διὰ γὰρ τὴν εἰς Ἀγαμέμνονα ὀρ‐

### book 80a.5.3

γὴν οὐ βούλεται ἄλλο τι καταπράξασθαι ἢ τὰς ναῦς περισῶσαι. b

### book 80a.5.4

(BCE3E4)

### book 80b.1

〈νεῶν〉 ἀπὸ λοιγὸν ἀμύνων: τὸ ἑξῆς ἀπαμύνων. οἱ

### book 80b.2

δὲ ἀναστρέφουσι τὴν ἀπό. T

### book 81a.1

ἔμπες’ ἐπικρατέως, 〈μὴ δὴ πυρὸς αἰθομένοιο〉:

### book 81a.2

ὅτι παθητικὸν ἀντὶ ἐνεργητικοῦ, αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος· καὶ

### book 81a.3

ὅτι ἡ ὑπό πρόθεσις ἐλλείπει, ὑπὸ πυρός. | βραχὺ δὲ διασταλτέον

### book 81a.4

ἐπικρατέως. τάχα δ’ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα ἔσται τὰ

### book 81a.5

ἑξῆς καθ’ ἑαυτὰ λεγόμενα. A

### book 81b

ἐπικρατέως: ἰσχυρῶς. T

### book 81c

{μὴ δὴ} πυρός: ἀντὶ τοῦ πυρί. T

### book 83-96.1

πείθεο 〈δ’〉 ὥς τοι ἐγὼ 〈μύθου τέλος ἐν φρεσὶ

### book 83-96.2

θείω / —δηριάασθαι〉: βάσκανον ἦθος ἐνθάδε ὑπόκειται οὐκ

### book 83-96.3

ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλα‐

### book 83-96.4

κίδος καὶ δώρων μεμνῆσθαι (cf. 85—6). ἢ ὡς φιλέταιρος ἐξίστησιν αὐ‐

### book 83-96.5.1

τὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυ‐

### book 83-96.5.2

νεύσοντας, μετὰ δὲ ταῦτα οὐκ ἂν ἔτι θελήσοντας συνακολουθεῖν διὰ τὸν

### book 83-96.5.3

κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτως

### book 83-96.5.4

διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει τὸν Πάτροκλον τῆς ἰδίας σωτη‐

### book 83-96.5.5

ρίας καταφρονήσοντα, ἐφ’ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει

### book 83-96.10.1

Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβου‐

### book 83-96.10.2

λεύει, ἐπιμαρτυρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· „νήπιος· εἰ δὲ ἔπος Πη‐

### book 83-96.10.3

ληϊάδαο φύλαξεν, / ἦ τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο“

### book 83-96.10.4

(Π 686—7). b(BCE3E4)T ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ

### book 83-96.10.5

ἐπαγαγὼν τὸ „μή τις ἀπ’ Οὐλύμποιο θεῶν“ (93), εὐπρεπῶς οὐ

### book 83-96.15.1

Τρῶας, ἀλλὰ τὸν Ἀπόλλω δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλ‐

### book 83-96.15.2

λέα, ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχόμενος „ἤ ῥα καὶ οἶος ἐπίστηται

### book 83-96.15.3

πολεμίζειν“ (Π 243). b(BE3E4)T

### book 84-6

ὡς ἄν μοι τιμήν (84) ἕως ἂψ ἀπονάσσωσι〈ν, πο‐

### book 84-6.1

τὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν:〉 τοὺς τρεῖς στίχους ἢ τοῖς ἄνω

### book 84-6.2

προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ πόρωσιν (86), ἢ τοῖς ἑξῆς, ἵνα ἀπ’

### book 84-6.3

ἄλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς ἄν μοι τιμὴν μεγάλην (84) καὶ

### book 84-6.5.1

ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν (86)· ὃ καὶ βέλτιον· καλῶς γὰρ

### book 84-6.5.2

ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητι ὡς ἐγώ σοι λέγω (cf.

### book 84-6.5.3

Π 83), ἔπειτα αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρ’

### book 84-6.5.4

Ἕλλησι ποιήσειας (cf. 84—6), ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε (cf.

### book 84-6.5.5

Π 87). A

### book 85a.1

〈ἀτὰρ οἱ:〉 τὸ οἵ ἄρθρον ἐστὶ πληθυντικόν· διὸ ἐν τῇ

### book 85a.2

συντάξει ἐγκλιτέον. Aim

### book 85b.1

ἀτὰρ οἱ: ὀρθοτονητέον τὴν οἵ· ἄρθρον γάρ ἐστι πλη‐

### book 85b.2

θυντικόν, ἵν’ ᾖ ‘οἱ δὲ Ἕλληνεσ‘. b(BCE3)T | ἔρωτα δὲ παλλακῆς καὶ

### book 85b.3

φιλαργυρίαν ἐπιδείκνυνται οἱ στίχοι (sc. Π 85—6). b(BCE3E4)T

### book 86.1

ἂψ ἀπονάσσωσιν: εἰς τοὐπίσω ἀποκαταστήσουσιν,

### book 86.2

ἀποδώσουσιν. | διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει—ἀμύμονα

### book 86.3

Πηλείωνα. A

### book 87a.1

〈ἐκ νηῶν〉 ἐλάσας 〈ἰέναι πάλιν〉: ἀπελάσας, φησί,

### book 87a.2

μόνον τῶν νεῶν ἵεσο τῇδε, b(BCE3)T μὴ φιλοτιμότερον τῇ νίκῃ

### book 87a.3

χρώμενος καὶ διώκων. b(BCE3E4)T

### book 87b

〈αὖ τοι:〉 τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ

### book 87b

τοί. Aint

### book 88.1

〈ἀρέσθαι:〉 παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος

### book 88.2

ἀόριστος. Aim

### book 89.1

μὴ σύ γ’ ἄνευθεν ἐμεῖο: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν

### book 89.2

ἑξῆς ἦρκεν, πεποίηκε δὲ οὕτως „μὴ σύ γ’ ἀγαλλόμενος πολέμῳ καὶ

### book 89.3

δηϊοτῆτι“ (cf. Π 91), ἵν’ ἐπιβάλλῃ ἡ συνέπεια. ἀναγκαῖοι δέ εἰσιν· σκο‐

### book 89.4

πὸς γὰρ τῷ Ἀχιλλεῖ μὴ ἀτιμωθῆναι τούτου κατευημερήσαντος. A

### book 89-90

μὴ σύ γ’ ἄνευθεν〈—θήσεισ〉: τοὺς δύο ἀθετεῖ

### book 89-90

Ζηνόδοτος. T

### book 90a1.1

ἀτιμότερον δέ με θήσεις: ὁ Ἀσκαλωνίτης (p. 55 B.)

### book 90a1.2

ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ

### book 90a1.3

ἐγκλιτικῶς ἀνέγνω· οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ

### book 90a1.4

διαστολή. καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ

### book 90a1.5

ἀντὶ τοῦ γάρ. A

### book 90a2

{ἀτιμότερον δέ με:} ὁ δέ ἀντὶ τοῦ γάρ. T

### book 92a

ἐναιρόμενος: ἐναίρων. T

### book 92b.1

〈προτὶ Ἴλιον ἡγεμονεύειν:〉 ὅτι Ζηνόδοτος „προτὶ

### book 92b.2

Ἴλιον αἰπὺ δίεσθαι“. Aint

### book 93-6.1

μή τις ἀπ’ Οὐλύμποιο〈—δηριάασθαι〉:

### book 93-6.2

τοὺς τέσσαρας ἀθετεῖ Ζηνόδοτος καὶ ἀντ’ αὐτῶν γράφει „μή ς’ ἀπο‐

### book 93-6.3

μουνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ“, ὃν παρῳδεῖ Διονύσιος ὁ

### book 93-6

Θρᾷξ (fr. 21 Schm.), ἀντὶ τοῦ „λάβῃ“ „δάκῃ“ λέγων. T

### book 93a.1

μή τις ἀπ’ Οὐλύμποιο: ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς

### book 93a.2

τέσσαρας ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτο〈ν〉· „μή ς’

### book 93a.3

ἀπογυμνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ“, ἔστι δὲ εὐτελὴς καὶ τῇ

### book 93a.4

συνθέσει καὶ τῇ διανοίᾳ. A

### book 93b.1

μή τις ἀπ’ Οὐλύμποιο: ἐκφοβεῖ τῷ θεῷ. ὅτε δὲ λέγει

### book 93b.2

„μηδ’ Ἕκτορι ἶφι μάχεσθαι“ (Σ 14), ἀναφέρει ἐπὶ τὸ „μὴ σύ γ’

### book 93b.3

ἄνευθεν ἐμεῖο“ (Π 89). T

### book 94.1

ἐμβήῃ: ἐμποδὼν στῇ, b(BCE3)T | ἐναντίως σοι τῇ βάσει

### book 94.2

χρήσηται, b(BCE3E4)T ἤτοι ἐναντιωθῇ σοι εἰς πάλην. b

### book 94.3

(BCE3E4)

### book 95a.1

{ἀλλὰ} πάλιν τροπάασθαι: Νικίας (fr. 18 B.) ὑφ’ ἓν

### book 95a.2

ἀνέγνω „παλιντροπάασθαι“, Ἀπολλόδωρος (FGrHist 244, 263) δὲ

### book 95a.3

κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ

### book 95a.4

περὶ τοῦ „παλιμπλα〈γ〉χθέντασ“ (Α 59) διελαμβάνομεν ὡς ὅτι τὸ πά‐

### book 95a.5

λιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι. A

### book 95b

πάλιν τρωπᾶσθαι: συνήθως· ἔστι γὰρ ποιητικόν. T

### book 96

δηριάασθαι: πολεμεῖν τε καὶ μάχεσθαι. Tt

### book 97-100a.1

αἲ γάρ, Ζεῦ τε πάτερ〈—λύωμεν〉:

### book 97-100a.2

ἀθετοῦνται στίχοι τέσσαρες, διότι κατὰ διασκευὴν ἐμφαίνουσι γε‐

### book 97-100a.1

γράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρό‐

### book 97-100a.2

κλου· τοιοῦτοι γὰρ οἱ λόγοι ‘πάντες ἀπόλοιντο πλὴν ἡμῶν‘. καὶ ὁ

### book 97-100a.5

Ἀχιλλεὺς οὐ τοιοῦτος, συμπαθὴς δέ. A

### book 97-100b.1

αἲ γάρ, Ζεῦ τε πάτερ〈—λύωμεν〉: παντελῶς

### book 97-100b.2

ἐκβλητέον τοὺς τέσσαρας στίχους· πρῶτον, ὅτι παιδιώδης καὶ ἀδύνα‐

### book 97-100b.3

τος ἡ εὐχή, εἶθ’ ὅτι φθονερά, εἶτα ἐρωτική. τί δὲ ἠδίκησαν οἱ Μυρμιδό‐

### book 97-100b.4

νες; πῶς τε Φοῖβον ἐπικαλεῖται (sc. 97), ὃν ἤκουσεν ὑπὸ Θέτιδος φο‐

### book 97-100b.5.1

νέα ἑαυτοῦ ἔσεσθαι (cf. Φ 276—8); τί δὲ θαυμαστόν, εἰ ἐρήμην πορ‐

### book 97-100b.5.2

θοῖεν πόλιν (cf. 100); καὶ τὸ λύειν τείχη οἰκοδόμων ἐστί. πῶς δὲ τὸ

### book 97-100b.5.3

„νῶϊν“ (99) εὐθεῖαν δηλώσει; καλῶς οὖν φησιν Ἀρίσταρχος Ζηνόδο‐

### book 97-100b.5.4

τον ὑπωπτευκέναι ὡς εἶεν παρεντεθέντες οἱ στίχοι ὑπὸ τῶν ἀρσενικοὺς

### book 97-100b.5.5

ἔρωτας λεγόντων εἶναι παρ’ Ὁμήρῳ καὶ ὑπονοούντων παιδικὰ εἶναι

### book 97-100b.10

Ἀχιλλέως Πάτροκλον. T

### book 98-9.1

μήτε τις οὖν Τρώων 〈θάνατον φύγοι, ὅσοι

### book 98-9.2

ἔασι /〉 μήτ〈ε τισ〉 Ἀργείων: τινὲς ὑπερβολικῶς φασιν ἀντὶ τοῦ

### book 98-9.3

ἀπόλοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχήν, τοὺς μὲν

### book 98-9.4

μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς περιϊδόντας ὑβριζόμενον. ἄλλως τε καὶ

### book 98-9.5.1

αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σῴζει δι’ αὐτόν, οὓς

### book 98-9.5.2

ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἑλλήνων ἐκπέμπων τὴν

### book 98-9.5.3

συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντιλέγειν οὐ θέλων. b(BCE3E4)T

### book 99a

〈νῶϊν δ’ ἐκδῦμεν:〉 ἡμεῖς δὲ ἐκφύγωμεν. Aint

### book 99b.1

ἐκδύμεν {ὄλεθρον}: παροξυτονητέον· τὸ γὰρ πλῆρές

### book 99b.2

ἐστιν ἐκδύμεναι, ὁμοίως τῷ „θοῶς ζευγνύμεν ἄνωγεν“ (Π 145). καὶ

### book 99b

δῆλον ὅτι λείπει τὸ γένοιτο. A

### book 99c.1

ἐκδύμεν: παροξυτονητέον τὸ ἐκδύμεν· ἔστι γὰρ ἀπὸ

### book 99c.2

τοῦ ἐκδύμεναι ἀπαρεμφάτου, ἵν’ ᾖ ὁ λόγος· ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν

### book 99c.3

ὄλεθρον. καὶ λείπει τὸ εἴη· b(BCE3)T εἰ γὰρ τοῦ δύοιμεν εὐκτι‐

### book 99c.4

κοῦ συγκοπὴν αὐτὸ φήσομεν, οὐ κατάλληλος ἔσται ὁ λόγος. T

### book 100.1

κρήδεμνα: νῦν τὰ τείχη, μεταφορικῶς· ἰδίως γὰρ κρήδε‐

### book 100.2

μνον τὸ τῆς κεφαλῆς κάλυμμα. A

### book 101-11.1

ὣς οἱ μὲν τοιαῦτα 〈πρὸς ἀλλήλους ἀγό‐

### book 101-11.2

ρευον, /〉 Αἴας δ’ οὐκέτι μίμνε〈—ἐστήρικτο〉: μέτεισιν

### book 101-11.3

ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπραμένην δείξας Ἀχιλλεῖ τὸν

### book 101-11.4

Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκλογῇ τῶν ὀνομάτων χρῆται·

### book 101-11.5.1

φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλ’ ὅτι μένειν οὐκ ἠδύνατο καὶ τὰς πολλὰς

### book 101-11.5.2

αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν· †ὁρῶ φασι†

### book 101-11.5.3

γὰρ οἱ ποιηταὶ φαντασίαν παρέχειν, τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦν‐

### book 101-11.5.4

τες, καὶ παρὰ τῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα. b(BCE3E4)T

### book 101-11.5.5

ἐνθάδε δὲ χωρὶς παραβολῆς τοιαύτης πάσης καὶ τροπικῆς ἀπαγγελίας

### book 101-11.10.1

ἐπῆρται ὁ λόγος, ἐπ’ αὐτῶν τῶν πραγμάτων γινομένης τῆς φράσεως.

### book 101-11.10.2

b(BE3E4)T

### book 101.1

τοιαῦτα: πῶς πάντα ὑπισχνούμενος εἰδέναι (cf. Β 485—6) οὐ λέγει ‘ταῦ‐

### book 101.2

τα‘; λέγομεν ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους·

### book 101.3

ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα. b(BCE3E4)Tt

### book 102.1

βιάζετο γὰρ βελέεσσιν: ὑπὸ βελῶν κατεπονεῖτο. τρω‐

### book 102.2

τὸς ἦν ἄρα· καὶ „ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσιν“ (Ρ

### book 102

242). T

### book 103.1

δάμνα μιν Ζηνός τε νόος: μέγιστον ἐγκώμιον τοῦ

### book 103.2

Αἴαντος ὅτι καὶ πρότερον καταστασιασθεὶς ὑπὸ Διὸς ἐπέμενεν. T

### book 104-5a.1

βάλλοντες 〈... βαλλομένη ... βάλλετο〉: πρὸς

### book 104-5a.2

ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, βάλλοντες (104) λέγων καὶ βαλ‐

### book 104-5a.3

λομένη (105) καὶ βάλλετο (105). ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι

### book 104-5a.4

καὶ πλάσταις. b(BCE3E4)T

### book 104-5b.1

δεινὴ〈ν〉 δὲ〈— / πήληξ βαλλομένη καναχὴν

### book 104-5b.2

ἔχε〉: τοῦτο τῆς καναχῆς ἐπίθετον· T διὸ σὺν τῷ ν. | καὶ †μὴ†

### book 104-5b.3

ψαύοντες μὲν ἀκοντίζουσι τὴν κεφαλήν, ψαύοντες δὲ ἐρείδουσι τὴν

### book 104-5b.4

ἀσπίδα· ὁ δὲ ἕστηκεν ἀκίνητος τὴν προσβολήν. καὶ ἔστιν αὐτὸν παρα‐

### book 104-5b.5.1

βάλλοντα τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὁ μὲν γὰρ ὑπὸ Διομή‐

### book 104-5b.5.2

δους τὴν κόρυθα θλιβεὶς σκοτοδινιᾷ (cf. Λ 350—6), ὁ δὲ ὑπὸ πολλῶν

### book 104-5b.5.3

βαλλόμενος ἀνέχεται. b(BCE3)T

### book 105.1

βάλλετο δ’ αἰεί: ὅτι τινὲς γράφουσι „τύπτετο δ’ αἰεί“.

### book 105.2

προείρηκε δὲ βαλλομένη (105) καὶ „βάλλοντεσ“ (Π 104). τὸ δὲ

### book 105.3

†βαλεῖν ἐστὶν ἐκ χειρὸς τύψαι. A

### book 105-6a.1

βάλλετο δ’ αἰεί | κὰπ φάλαρα: γράφεσθαί φησιν

### book 105-6a.2

ὁ Ἀρίσταρχος καὶ „τύπτετο δ’ αἰεί / κὰπ φάλαρ’ {εὐποίητα}“ διὰ

### book 105-6a.3

τοῦ π, οὐκ εὖ· βούλεται γὰρ λέγειν· καὶ τὰ φάλαρα καναχὴν εἶχεν. A

### book 105-6b.1

〈βάλλετο δ’ αἰεί / κὰπ φάλαρα:〉 Ἀρίσταρχος διὰ τοῦ

### book 105-6b.2

καί συνδέσμου „καὶ φάλαρα“ (106) γράφων πάντως βραχὺ διέστελλεν

### book 105-6b

ἐπὶ τὸ αἰεί (105). Aint

### book 106a.1

καὶ φάλαρα: ἡ διπλῆ, ὅτι ἔν τισι γράφεται „κὰπ φάλα‐

### book 106a.2

ρα“. ὑπερβατὸν δέ ἐστι· ‘δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε (cf. Π

### book 106a.3

104—5) καὶ τὰ φάλαρα (cf. 106), ἐβάλ〈λ〉ετο 〈δὲ〉 συνεχῶς (cf. Π

### book 106a.4

105)‘. | φάλαρα δὲ τὰ κατὰ τὸ μέσον—ἐντίθεται. A

### book 106b.1

κὰπ φάλαρα: ἄμεινον „καὶ φάλαρα“ γράφειν, b

### book 106b.2

(BCE3E4)T ὡς τῶν παλαιῶν οἱ πλείους, b(BCE3E4) †ἵνα†

### book 106b.3

‘καὶ ἡ πήληξ ἐβάλλετο καὶ τὰ φάλαρα‘. ἡ πήληξ μὲν οὖν, εἰς ὃ τὸν λό‐

### book 106b.4

φον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη διὰ τὸ

### book 106b.5.1

φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ (fr. 22 Schm.), ὁ ἑκατέρωθεν

### book 106b.5.2

αὐτῆς κόσμος. b(BCE3E4)T

### book 106c.1

ὁ δέ: ὡς περὶ ἑτέρου. ὅμοιον δέ ἐστι τῷ „ὁ δ’ ἐρεύγετο

### book 106c.2

οἰνοβαρ〈ε〉ίων“ (ι 374). T

### book 107-11.1

ἔμπεδον 〈αἰὲν〉 ἔχων σάκοσ〈—ἐστήρικτο:

### book 107-11.2

ἔμπεδον αἰὲν ἔχων σάκος〉 (107) διὰ τὸ μὴ ἔχειν τοὺς διαδεξο‐

### book 107-11.3

μένους ὁπλοφόρους πλησίον, „οἵ οἱ σάκος ἐξεδέχοντο, / ὁππότε μιν

### book 107-11.4

κάματός τε καὶ ἱδρώσ“ (Ν 710—11). πάντῃ δέ (111) ἀντὶ τοῦ γάρ.

### book 107-11.5

ἐπαινεῖται δὲ ὁ τόπος ὡς καὶ ζωγραφίας ἐναργέστερον ἔχων. T

### book 107-8.1

οὐδὲ δύναντο / ἀμφ’ αὐτῷ πελεμίξαι: τὸ περὶ

### book 107-8.2

αὐτῷ σάκος οὐδ’ ὅσον ἐδύναντο κινῆσαι. T

### book 108.1

ἐρείδοντες: πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς

### book 108.2

πατάξαι. εὕρηται δὲ καὶ ἐπὶ βολῆς· „καὶ διὰ θώρηκος πολυδαιδάλου

### book 108.3

ἠρήρειστο“ (Γ 358). b(BCE3)T

### book 112-3.1

ἔσπετε νῦν μοι, Μοῦσαι〈—νηυσὶν Ἀχαιῶν〉:

### book 112-3.2

ὡς παράδοξον μέλλων λέγειν τὴν ὑποχώρησιν Αἴαντος τὸν ἀκροατὴν

### book 112-3.1

προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε δὲ τὸ

### book 112-3.2

προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος (sc. Β

### book 112-3.5.1

494—877) ἐδέετο τερατείας, ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὁ

### book 112-3.5.2

δὲ μιᾶς νεὼς ἐμπρησμόν. b(BCE3E4)T

### book 114a.1

δόρυ μείλινον: οὐδὲ θεῷ εἶξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ γέ‐

### book 114a.2

γονε τὸ δόρυ. b(BE3E4)T

### book 114b.1

ἄγχι παραστάς: πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προή‐

### book 114b.2

γαγε τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ Αἴαντος ἐγγὺς παραστῆναι

### book 114b.3

τὸν Ἕκτορα. ἀλλ’ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπερ‐

### book 114b.4

οχήν, εἰ καὶ ὑπὸ θεοῦ νῦν καταστασιάζεται (cf. Π 103), τοῦ δὲ διὰ

### book 114b.5.1

τὴν ἀπὸ τοῦ Διὸς βοήθειαν. ἀλλ’ ἔδει τὸν ἕτερόν γε βλαβῆναι ἐκ τῆς

### book 114b.5.2

ἐπελάσεως. διὰ μέσου οὖν ἐχώρησε, τὴν ὑποχώρησιν Αἴαντος τῷ δό‐

### book 114b.5.3

ρατι περιθείς. b(BCE3E4)T

### book 115.1

παρὰ καυλόν: καυλὸς τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδορα‐

### book 115.2

τίδα. b(BCE3E4)T

### book 116a.1

ἀντικρὺ δ’ ἀπάραξε: ἡ διπλῆ, ὅτι δοκεῖ μάχεσθαι· εἰ

### book 116a.2

γὰρ ἀπήραξε κατὰ συμπέρασμα, ὅ ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει

### book 116a.3

„τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ χαλκείη χαμάδις 〈βόμβησε πεσοῦσα〉“

### book 116a.4

(Π 117—8), ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλ’ ὅτε διέσεισεν ὁ

### book 116a.5.1

Αἴας ἀποπεπτωκότος; ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει

### book 116a.5.2

προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι ‘ὅδε τις

### book 116a.5.3

τόνδε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ

### book 116a.5.4

τοῦ δόρατος ἀπέθανεν‘, ὡς ἐγένετο, ὕστερον ἐπιδιηγούμενος. οὕτως

### book 116a.5.5

ἀπάραξε καὶ „κόλον δόρυ“ (Π 117) λέγει κατὰ συμπέρασμα· ὡς δὲ

### book 116a.10

ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδα〈ν〉θέντος τοῦ δόρατος, ἐπεξη‐

### book 116a.1

γεῖται· φαίνεται γὰρ ὁ Αἴας, μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπι‐

### book 116a.2

δορατίδα, πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς

### book 116a.3

ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ· διὸ καὶ τὸ „αὔτωσ“ (Π 117)

### book 116a.4

πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι.

### book 116a.15.1

τινὲς δὲ καὶ τὸν „δέ“ (cf. Π 117) ἀντὶ τοῦ γάρ λαμβάνουσιν, ‘τῆλε γὰρ

### book 116a.15.2

ἀπ’ αὐτοῦ‘. A

### book 116b.1

〈ἀντικρὺ δ’〉 ἀπάραξε: εἰ ἀπήραξεν, πῶς ἐπιφέρει

### book 116b.2

„τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ χαλκείη“ (Π 117—8); ἔστι δὲ τάχος περὶ

### book 116b.3

τὴν ἀπαγγελίαν, καὶ τὸ μὲν ἀπάραξε περὶ ὅλου τοῦ πράγματός

### book 116b.4

φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν. b(BCE3E4)T

### book 117-8.1

πῆλ’ 〈αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’

### book 117-8.2

αὐτοῦ / αἰχμὴ—πεσοῦσα〉: ἐκράδαινε πρὸς τὸ διαγνῶναι,

### book 117-8.3

εἰ τέλεον ἠχρείωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἱ δὲ

### book 117-8.4

κόλον (117) κολοβωθησόμενον. b(BCE3E4)T οἱ δὲ προειρῆσθαι

### book 117-8.5.1

τὸ κεφάλαιον, ἐπανειλῆφθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς ἐπὶ τοῦ „ὣς

### book 117-8.5.2

πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱόν / Ἕκτωρ Πριαμίδης σχεδὸν

### book 117-8.5.3

ἔγχεϊ θυμὸν ἀπηύρα“ (Π 827—8)· καὶ ἔτι ζῇ Πάτροκλος. οἱ δὲ τῆλε

### book 117-8.5.4

δ’ ἀπ’ αὐτοῦ (117) τὸν δέ ἀντὶ τοῦ γάρ φασίν. b(BE3E4)T

### book 117a

αὔτως: δίχα μάχης, ἐπεὶ διάπειρα. T

### book 117b.1

κόλον δόρυ: ἕως νῦν παρὰ Ἴωσιν οἱ κολοβοκέρατοι

### book 117b.2

κριοὶ ‘κόλοι‘ λέγονται. AT

### book 117c.1

〈κόλον:〉 οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης (p. 55 B.)·

### book 117c.2

κἀγὼ δὲ συγκατατίθεμαι. Aim

### book 119-21.1

γνῶ δ’ Αἴασ〈—βούλετο νίκην〉: ἑώρα γὰρ

### book 119-21.2

καὶ ἔβλεπεν ὅτι παντελῶς τῆς μάχης τὰ ἐνθυμήματα ἠλάττου καὶ

### book 119-21.3

ἠφάνιζεν ὁ Ζεύς, τοῖς δὲ Τρωσὶν ἠβούλετο νίκην. | ἢ μᾶλλον ‘τὰ τῶν

### book 119-21.4

μαχομένων ἐνθυμήματα ἠλάττου‘. T

### book 119-20.1

〈γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε /

### book 119-20.2

ἔργα θεῶν:〉 συναπτέον μέχρι τοῦ θεῶν (120). δύναται δὲ στίζεσθαι

### book 119-20.3

καὶ ἐπὶ τὸ ἀμύμονα (119). Aint

### book 119.1

ῥίγησεν: οὐ τὸν Ἕκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ

### book 119.2

σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ Ἕκτορος, ἀλλὰ θεῶν. b

### book 119.3

(BCE3)T

### book 120a1.1

〈μάχησ〉 ἐπὶ μήδεα κείρει: οὕτως Ἀρίσταρχος „κεῖ‐

### book 120a1.2

ρε“ χωρὶς τοῦ ι, Ἰακῶς· ἔστι γὰρ ἔκειρε· ‘εἰς ἄπορον καθίστη τὰ τῆς

### book 120a1.3

μάχης ὡς μηδὲν ἔχειν μήσασθαι‘. A

### book 120a2.1

〈κεῖρε:〉 Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ι, ἄλλοι δὲ „κεί‐

### book 120a2.2

ρει“. Aim

### book 120b1.1

κεῖρε: παρατατικός· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἔγνω ὁ Αἴας εἰς ἄπο‐

### book 120b1.2

ρον ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι‘.

### book 120b1.3

τοσοῦτον ἄρα ἐφεστὼς ὠφέλει. ὥστε καὶ τὸ ἐν ἀρχῇ „ὣς οἱ μὲν περὶ

### book 120b1.4

νηόσ“ (Π 1) εἰκότως ἐξηκούομεν περὶ τοῦ Αἴαντος καὶ πάντων τῶν

### book 120b1.5

Τρώων. T

### book 120b2.1

παρατατικῶς· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἔγνω Αἴας εἰς ἄπορον

### book 120b2.2

ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι‘· ὁ γὰρ

### book 120b2

Ζεὺς ἐπέκειρε τὰ βουλεύματα τῶν Ἀχαιῶν. b(BCE3E4)

### book 122

χάζετο δ’ ἐκ βελέων: οὐκ εἶπεν ‘ἐκ νεῶν‘. T

### book 123a.1

ΚΑΤΑΣΒΕΣΤΗ: ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λα‐

### book 123a.2

βεῖν „κατά“. εἶτα „σβεστή“, τὸ συμβαῖνον ἐπιθετικῶς. ἔστι δὲ καὶ

### book 123a.3

κατὰ συναλιφὴν „ἀσβέστη“, οἷον ἀκατάσβεστος, ὅ ἐστι δυσκόλως

### book 123a.4

σβεστή· ὃ καὶ μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· „ἄσβεστος δ’ ἄρ’

### book 123a.5.1

ἐνῶρτο γέλωσ“ (Α 599). τὸ δὲ „σβεστή“ ἀνέμφατον. καὶ τὸ σχῆμα

### book 123a.5.2

Ὁμηρικόν, „ἀσβέστη“, καθάπερ „ῥεῖα δ’ ἀριγνώτη πέλεται“ (ζ 108)

### book 123a.5.3

ἀντὶ τοῦ ἀρίγνωτος. A

### book 123b.1

κατ’ ἀσβέστη: μόνως ἀσβέστη ἀναγνωστέον, οὐ

### book 123b.2

„κατὰ σβεστή“· οὕτως γὰρ εἴωθε λέγειν· „ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο

### book 123b.3

γέλωσ“ (Α 599) b(BCE3E4)T καὶ „φλογὶ 〈ε〉ἴκελος Ἡφαίστοιο /

### book 123b.4

ἀσβέστῳ“ (Ρ 88—9). T καὶ τὸ σχῆμα Ὁμηρικόν, καθάπερ τὸ

### book 123b.5

„ῥεῖα δ’ ἀριγνώτη πέλεται“ (ζ 108) ἀντὶ τοῦ ἀρίγνωτος. b(BCE3E4)T

### book 123c.1

ἀσβέστη {κέχυτο φλόξ}: Ἀρίσταρχος κατὰ βαρεῖαν

### book 123c.2

τάσιν ἀσβέστη, παρώνυμον ἐκδεχόμενος τοῦ „ἄσβεστος δ’ ἄρ’

### book 123c.3

ἐνῶρτο γέλωσ“ (Α 599), ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε

### book 123c.4

ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρι‐

### book 123c.5

κός. A

### book 123d.1

ἀσβέστη: δυσκατάσβεστος. οἱ δὲ τάχιστα κατασβεσθη‐

### book 123d.2

σομένη. b(BCE3E4)T

### book 123e.1

κέχυτο: ἐμφαντικῶς τῷ ῥήματι ὡς ἐπὶ ὑγροῦ καταχυ‐

### book 123e.2

θέντος ἔφη τὴν διάδοσιν τοῦ πυρός· ὑπεκκαύματα γάρ, καὶ ἡ καιομένη

### book 123e.3

ὕλη πέφυκεν εὐδιάλυτος εἶναι διά τε τὰ ξύλα καὶ τὸ χρῖσμα τῆς πίτ‐

### book 123e

της. b(BCE3E4)T

### book 124.1

〈τὴν μὲν πρύμνην:〉 πρὸς τὴν φράσιν, ὅτι οὕτως εἴρηκε

### book 124.2

τὴν μὲν πρύμνην ἀντὶ τοῦ τῆς μὲν τὴν πρύμνην. Aint

### book 125a1.1

μηρὼ πληξάμενος: ὢ τῆς συμφορᾶς, ὅπου γε καὶ

### book 125a1.2

Ἀχιλλέα εἰς τοιαύτην ἀπάγει μεταβολήν. T

### book 125a2.1

μεγίστη νῦν καὶ καιρία ἡ συμφορά, ὅπου γε καὶ Ἀχιλλέα

### book 125a2.2

εἰς τὴν τοιαύτην μετέβαλε λύπην καὶ ἀγωνίαν. b(BCE3)

### book 126.1

ἱπποκέλευθε: ἱππικώτατε, τοῖς ἵπποις εὐτρεπίζων ὁδόν·

### book 126.2

ἢ b(BCE3) ἐφ’ ἵππων τὴν πορείαν ποιούμενε. b(BCE3)T

### book 127a

〈ἰωήν:〉 ἐν τῇ Μασσαλιωτικῇ „ἐρωήν“. Aint

### book 127b

ἐρωήν: 〈γράφεται〉 „ἰωήν“, | ὁρμήν, παρὰ τὸ ἰέναι. T

### book 128a.1

μὴ δὴ νῆας ἕλωσι 〈καὶ οὐκέτι φυκτὰ πέλωνται〉:

### book 128a.2

ταῦτα ὁμολογουμένως καθ’ ἑαυτὰ λέγεται· ὑπερευλαβούμενος γὰρ λέ‐

### book 128a.3

γει. δύναιτο δ’ ἂν καὶ τὸ ἑξῆς εἶναι „ὄρσεο“ (Π 126), μὴ δὴ νῆας

### book 128a.4

ἕλωσιν· ἀλλὰ βέλτιον τὸ πρότερον. παρατηρητέον δὲ πρὸς τὰ

### book 128a.5

ἀσύνδετα τὴν προσωποποιΐαν ὅτι ἐμφαντικωτάτη. A

### book 128b1.1

μὴ δὴ νῆας ἕλωσι: μέμνηται τῶν λόγων ἑαυτοῦ·

### book 128b1.2

ἠπείλει γὰρ μὴ πρότερον ἐξελεύσεσθαι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς

### book 128b1.3

Τρῶας „κατά τε 〈σ〉μῦξαι πυρὶ νῆασ“ (Ι 653). T

### book 128b2.1

ἤδη πέρας οἱ λόγοι †αὐτοὶ† ἀπειλήφασι, καὶ μέμνηται

### book 128b2.2

αὐτῶν· διὸ καὶ μεταβάλλεται· ἠπείλει γὰρ μὴ πρὶν ἐξιέναι πρὶν ταῖς

### book 128b2.3

ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας. b(BCE3E4)

### book 128c1.1

{μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι} φυκτὰ πέλωνται: ἡ

### book 128c1.2

διπλῆ, ὅτι οὕτως εἴρηκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται,

### book 128c1

ὁμοίως τῷ „σπάρτα λέλυνται“ (Β 135). A

### book 128c2

{φυκτὰ πέλονται:} ὅτι ἀντὶ τοῦ πέληται. T

### book 129a.1

δύσεο τεύχεα 〈θᾶσσον〉: πῶς γὰρ ἂν οὐκ ἦν φθονε‐

### book 129a.2

ρός, μάχεσθαι συγχωρῶν τῷ φίλῳ, δι’ ὧν δὲ ἄριστα μάχεσθαι μέλλοι,

### book 129a.3

μὴ συγχωρῶν; T

### book 129b.1

ἐγὼ δέ 〈κε〉 λαὸν ἀγείρω: δαιμονίως αὐτὸς ἐπισπεύ‐

### book 129b.2

δει οὐκ ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ μέρος τι καὶ αὑτῷ. b(BCE3

### book 129b.3

E4)T

### book 129c

〈ἀγείρω:〉 ὅτι ἀντὶ τοῦ ἀγείραιμι. Aint

### book 129d.1

{λαὸν} ἀγείρω: ὁμοίως τῷ ἀγερῶ· ἐνεστὼς γάρ ἐστι

### book 129d.2

σημαίνων μέλλοντα, ὥσπερ καὶ ἐπ’ ἄλλων παρεθέμεθα· „ἐγὼ δέ κ’

### book 129d.3

ἄγω Βρισηΐδα“ (Α 184), „ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει“ (Η

### book 129d.4

124). οὕτως καὶ τὸ „ἐρύουσιν“ (Λ 454 al.) ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρ‐

### book 129d.5

χος. A

### book 131.1

κνημῖδας μὲν πρῶτα: σπεύδοντα δεῖ προφέρεσθαι ταῦ‐

### book 131.2

τα, ἐπιπόθησιν τῆς ἐξόδου μιμούμενον. T

### book 134a1

ἀστερόεντα: ἄστρων μορφαῖς πεποικιλμένον. T

### book 134a2.1

ἄστρων κεχρωματισμένον καὶ πεποικιλμένον μορφαῖς. b

### book 134a2.2

(BCE3)

### book 134b.1

ποδώκεος Αἰακίδαο: τινὲς „κακῶν βελέων ἀλεωρήν“·

### book 134b.2

καὶ γὰρ „ξεῖνος γάρ οἱ ἔδωκε 〈...〉 δηΐων ἀνδρῶν ἀλεωρήν“ (Ο

### book 134b.3

532—3). T

### book 135.1

βάλετο ξίφος: τὸ ἴδιον ξίφος· διὸ Ἥφαιστος οὐ ποιεῖ (cf.

### book 135.2

Σ 609—13). T

### book 140a

〈ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο: ὅτι〉

### book 140a

Ζηνόδοτος τοῦτον ἀθετήσας τοὺς ἑξῆς τέσσαρας οὐκ ἔγραφεν. Aim

### book 140a.1

ἔγχος δ’ οὐχ ἕλετ’ οἶον: προκατεσκεύακε μόνον αὐτὸ

### book 140a.2

—καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια ποιή‐

### book 140a.5

σαντι (fr. 3 A. = 3 B.). A

### book 140b

〈ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο:〉

### book 140b.1

διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων

### book 140b.2

ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ 〈Περὶ〉 Ὁμήρου (F. H.

### book 140b.3

G. IV p. 443) προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιΐαν· καὶ

### book 140b.5.1

ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα,

### book 140b.5.2

τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ,

### book 140b.5.3

δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν

### book 140b.5.4

λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα

### book 140b.5.5

ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα,

### book 140b.10.1

ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος

### book 140b.10.2

κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλ’ ἔγ‐

### book 140b.10.3

γειον καὶ Πηλιῶτιν εἶναι. A

### book 140c.1

ἔγχος δ’ οὐχ ἕλετ’ 〈οἶον ἀμύμονος Αἰακίδαο〉:

### book 140c.2

ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλλεῖ, ἄλλως τε οὐκ ἦν τέκτων

### book 140c.3

Ἥφαιστος· οὐ γάρ εἰσιν ἐν οὐρανῷ ξύλα. εἰκότως οὖν, ὅπερ οὐκ ἐνῆν

### book 140c.4

κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ τετήρηκε. κατέκρυψε μέντοι τὸ πλάσμα

### book 140c.5.1

τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ, δι’ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν

### book 140c.5.2

Πάτροκλον καὶ τῷ δόρατι χρῆσθαι (cf. Π 141—2). b(BE3)T

### book 141a.1

〈βριθὺ μέγα στιβαρόν:〉 καθ’ ἕκαστον βραχὺ διασταλ‐

### book 141a.2

τέον. Aint

### book 141b

στιβαρόν: πᾶν τὸ μένον ἰσχυρὸν καὶ στιφρὸν λέγουσιν. T

### book 141-2a1.1

τὸ μὲν οὐ δύνατ’ ἄλλος 〈Ἀχαιῶν /〉 πάλλειν,

### book 141-2a1.2

〈ἀλλὰ—Ἀχιλλεύσ〉: ἀστερίσκους ἔχουσι, κακῶς ὄντες ἐν τῇ Τ

### book 141-2a1.3

(sc. 388—9). | κατὰ συλλογισμὸν ὁ ἔπαινος· ποῖον γὰρ ἦν ὡς μηδὲ

### book 141-2a1.4

πάλλειν αὐτὸ τοὺς ἥρωας δύνασθαι. T

### book 141-2a2.1

ἀστερίσκους ἔχουσι κακῶς· φησὶ γὰρ Ζηνόδοτος ὅτι

### book 141-2a2.2

‘ποῖόν τι ἦν ὡς μὴ δύνασθαι αὐτὸ αἴρειν τοὺς ἥρωας;‘ ἔστι δὲ κατὰ συλ‐

### book 141-2a2.3

λογισμὸν ὁ ἔπαινος καὶ σύγκρισιν. b(BCE3)

### book 141-2b.1

ἄλλως· τὸ μὲν οὐ δύνατ’ ἄλλοσ〈—〉ἀλλ〈ά

### book 141-2b.2

μιν〉 οἶος ἐπίστατο: τῇ ἐπιστήμῃ τὴν δύναμιν προσάπτει. b

### book 141-2b.3

b(BCE3)T

### book 142a.1

{πάλλειν} ἀλλά μιν οἶος ἐπίστατο πῆλαι: ἡ

### book 142a.2

διπλῆ, ὅτι ἀντὶ τοῦ ἐδύνατο, μόνος ἐδύνατο χρήσασθαι τῷ δόρατι· τὸ

### book 142a.3

γὰρ πῆλαι ἐκ παρεπομένου τὴν χρῆσιν σημαίνει. A

### book 142b.1

ἐπίστατο: ἐδύνατο. καὶ Σοφοκλῆς (fr. 817 N.2 = 903 P. = 903 R.)·

### book 142b.2

„οὐπώποθ’ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι“. b(BCE3)T οἱ δὲ πλάτ‐

### book 142b.3

τονται λέγοντες ὡς Πηλεὺς μὲν παρὰ Χείρωνος ἔμαθε τὴν χρῆσιν αὐ‐

### book 142b.4

τῆς, Ἀχιλλεὺς δὲ παρὰ Πηλέως, ὁ δὲ οὐδένα ἐδίδαξεν. καὶ ὁ τῆς

### book 142b.5.1

Μικρᾶς Ἰλιάδος ποιητής (fr. 5 A. = 2 B.)· „ἀμφὶ δὲ πόρκης / χρύσεος

### book 142b.5.2

ἀστράπτει καὶ ἐπ’ αὐτῷ δίκροος αἰχμή“. T

### book 143a

〈μελίην:〉 τὴν ἐκ μελίης. Aim

### book 143b

πόρε: διχῶς, καὶ „τάμε“ καὶ πόρε. Aint T

### book 144a

〈ἐκ κορυφῆς:〉 Ἀρίσταρχος „ἐν κορυφῇσ“ διὰ τοῦ ν. Aim

### book 144b.1

ἐκ κορυφῆς: καὶ „ἐν κορυφῇσ“. | ἔστι δὲ ἄκρα Χειρώνειος

### book 144b.2

ὑπὲρ Σηπιάδος ἄκρας πρὸς Ζέφυρον ἄνεμον νεύουσα, ἔνθα ᾤκει ὁ Χεί‐

### book 144b.3

ρων. T

### book 145a.1

〈ἵππους δ’〉 Αὐτομέδοντα 〈θοῶς ζευγνύμεν ἄνω‐

### book 145a.2

γε〉: ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτομέδων ἡνίοχος Ἀχιλλέως. προ‐

### book 145a.3

παρασκευὴ νῦν, ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ. b

### book 145a.4

(BCE3)T

### book 145b

ζευγνύμεν: ζευγνύμεναι τὸ τέλειον. T

### book 146a.1

〈τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα:〉 ὅτι

### book 146a.2

Πάτροκλος μὲν Ἀχιλλέως ἡνίοχος, Πατρόκλου δὲ Αὐτομέδων. Aint

### book 146b1.1

τὸν μετ’ Ἀχιλλῆα〈—〉τῖε 〈μάλιστα〉: παι‐

### book 146b1.2

δευτικὸν τοῦτο· τὸ γὰρ συμμετρεῖσθαι τὰς φιλίας ἄριστον. T

### book 146b2.1

παιδευτικὸν καὶ τοῦτο ὅτι μετ’ Ἀχιλλέα εἶχεν αὐτόν·

### book 146b2.2

τὸ γὰρ συμμέτρους εἶναι τὰς φιλίας ἄριστον καὶ τοὺς φίλους εἰς

### book 146b2.3

πίστιν διεγεῖρον. b(BCE3)

### book 147.1

πιστότατος 〈δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν〉:

### book 147.2

πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς

### book 147.3

φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην

### book 147.4

πίστιν τῆς φιλίας παρέχεται. b(BCE3E4)T

### book 148.1

ὕπαγε ζυγόν: ὑπὸ ζυγὸν ἦγεν, b(BCE3)T ὑπεζεύγ‐

### book 148.2

νυεν. b(BCE3) καὶ ἀλλαχοῦ· „τὴν ὅ γ’ ὑπὸ ζυγὸν ἦγε, μέγα

### book 148

δρόμου ἰσχανόωσαν“ (Ψ 300). T

### book 149a1.1

Ξάνθον καὶ Βαλίον: ὁ μὲν ἀπὸ τῆς χροιᾶς, ὁ δὲ ἀπὸ

### book 149a1.2

τοῦ πηδᾶν. εἰκὸς δὲ μετὰ θάνατον Ἀχιλλέως τὸν δόντα Ποσειδῶνα

### book 149a1.3

πάλιν αὐτοὺς ἀνακομίσασθαι ὡς καὶ τὸ Ἀγαμέμνονος σκῆπτρον. ἐν δὲ

### book 149a1.4

τῷ Καταλόγῳ οὐδὲν περὶ αὐτῶν εἶπεν (cf. Β 770), ἐπεὶ μὴ ἐπολέμουν,

### book 149a1.5

οὐδὲ περὶ Μυρμιδόνων (cf. Β 684). T

### book 149a2.1

τὸν μὲν ἀπὸ τῆς χροιᾶς ὀνομάζει, τὸν δὲ ἀπὸ τοῦ πηδᾶν.

### book 149a2.2

ἐν δὲ τῷ Καταλόγῳ περὶ αὐτῶν οὐδὲν λέγει, ὅτι μὴ ἐν πολέμῳ ἐξῄεσαν,

### book 149a2.3

οὔτε γὰρ περὶ τῶν Μυρμιδόνων· σκοπὸς γὰρ ἦν αὐτῷ τοὺς πολεμοῦν‐

### book 149a2.4

τας ἐμφῆναι. νυνὶ δὲ μερικῶς πως βούλεται μνημονεῦσαι, ὅτε καὶ ἐπὶ

### book 149a2.5

πόλεμον ἐξάγει. b(BCE3E4)

### book 149b.1

{ξάνθον καὶ} Βαλίον: παροξυτονητέον τὸ Βαλίον. καὶ

### book 149b.2

εἴρηται (sc. ad Β 495) περὶ τῶν τοιούτων. A

### book 150a1.1

τοὺς ἔτεκε Ζεφύρῳ 〈ἀνέμῳ Ἅρπυια Ποδάργη〉:

### book 150a1.2

καὶ αἱ Ἐριχθονίου ἐκ Βορέου, ἅμα μὲν διὰ τὸ ὑπερβάλλον τάχος (cf.

### book 150a1.3

Υ 225—9), ἅμα δέ, ὥς φησιν Ἀριστοτέλης (cf. h. an. 6, 18 p. 572 a

### book 150a1.4

14), ὡς ἐξανεμούμεναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορᾶν κύου‐

### book 150a1.5

σιν. T

### book 150a2.1

εἰκότως δὲ Ἁρπυίας Ποδάργης καὶ Ζεφύρου τοὺς ἵππους

### book 150a2.2

καλεῖ διὰ τὸ τάχος τὸ ὑπερβάλλον, καὶ ὅτι εὔψυχοι καὶ καρτερικοὶ καὶ

### book 150a2.3

πολύπονοι. φησὶ δὲ καὶ Ἀριστοτέλης ὅτι μόναι ὁτὲ μὲν πρὸς νότον

### book 150a2.4

ὁτὲ δὲ πρὸς βορρᾶν ὡς ἐξ ἀνέμου κύουσιν. b(BCE3E4)

### book 150b.1

Ἅρπυια Ποδάργη: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει

### book 150b.2

„Ἅρπυια πόδαργοσ“ ὡς ἐπιθετικόν, ἵν’ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον

### book 150b.3

ὄνομα Ποδάργη. σαφὲς δὲ καὶ ἐκ τούτων· „Ξάνθε τε καὶ Βαλίε, τη‐

### book 150b.4

λεκλυτὰ τέκνα Ποδάργησ“ (Τ 400). A

### book 150c.1

Ἅρπυια Ποδάργη: ὡς „Νηῒς Ἀβαρβερέη“ (Ζ 22).

### book 150c.2

φησὶν οὖν „τηλεκλυτὰ τέκνα Ποδάργης (Τ 400). Ἅρπυια δὲ θήλεια

### book 150c.3

ἄνεμος. T

### book 150c

Ἅρπυια· ἤτοι ἀνέμου εἶδος—πόδας ἐχούσης. A

### book 150d.1

Ποδάργη: εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παρ‐

### book 150d.2

οξυτονητέον εἰς ἰδιότητα. A

### book 151

〈παρὰ ῥόον:〉 ἢ ἔτεκεν (cf. Π 150) ἢ βοσκομένη. Tt

### book 152a.1

ἐν δὲ παρηορίῃσιν: ἄπορον, ὅτου χάριν Ἀχιλλεὺς

### book 152a.2

τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ

### book 152a.3

πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνειν †ἄλλο†. ἴσως οὖν ἁρ‐

### book 152a.4

μόσει λέγειν ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ

### book 152a.5.1

δρόμῳ· †μέτρον† γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερ‐

### book 152a.5.2

βάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον

### book 152a.5.3

ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων,

### book 152a.5.4

ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδραμῇ· ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν

### book 152a

ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς

### book 152a.10.1

δὲ „ἀλεγεινοὶ“ ὄντες „ἀνδράσι“ (cf. Ρ 76—7) Πατρόκλῳ ὑποτάσσον‐

### book 152a.10.2

ται; ἀλεγεινὸν οὖν ἐστι τὸ μετὰ φροντίδος κατορθούμενον· b(BE3E4)

### book 152a.10.3

T ἡνίοχος τε ἦν αὐτοῖς Πάτροκλος—διὸ καὶ κλάουσιν αὐτόν (cf.

### book 152a.10.4

Ρ 426—40)—πιθανόν τε Αὐτομέδοντα πάλαι συνησκῆσθαι αὐτοῖς

### book 152a.10.5

διὰ τὰ συμβαίνοντα. T

### book 152b.1

ἄλλως· παρηορίῃσιν: παρηρτημέναις σειραῖς πρὸς τὴν

### book 152b.2

ζεῦξιν τοῦ περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ

### book 152b.3

ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι ἀντ’

### book 152b.4

αὐτοῦ τὸν παρήορον, τοῖς δὲ ἀθανάτοις ποῖον δέος ἢ τρωθῆναι ἢ κα‐

### book 152b.5.1

μεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵπ‐

### book 152b.5.2

πους δὲ μή. b(BCE3E4)T ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδό‐

### book 152b.5.3

νος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν (cf. Π 466—76). b(BE3

### book 152b.5.4

E4)T

### book 155.1

θώρηξεν: ἄμεινον ‘ἐκόσμησε‘· „τοὺς δ’ αὐτοὶ βασιλῆες

### book 155.2

ἐκόσμεον“ (Ξ 379)· ἑαυτὸν γὰρ ἕκαστος θωρήσσει, καὶ ὡς μὴ εἰρημένον

### book 155.3

νοεῖται. διὰ τοῦτο „σὺν τεύχεσιν“ (Π 156). T

### book 156a.1

〈πάντας ἀνὰ κλισίας:〉 Ζηνόδοτος „πάντῃ ἀνὰ κλι‐

### book 156a.2

σίασ“. Aint

### book 156b.1

λύκοι ὥς: διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ „ῥώοντο“ (Π

### book 156b.2

166). κεκορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες

### book 156b.3

μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομάς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν.

### book 156b.4

b(BCE3E4)T

### book 158

{οἵ τ’ ἔλαφον} μέγαν: πρὸς τὸ κορέσαι αὐτούς. T

### book 159a

πᾶσιν {δε παρήιον}: ἀντὶ τοῦ πάντων. T

### book 159b.1

αἵματι φοινόν: πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει

### book 159b.2

δὲ καὶ „αἵματι φοινικόεισ“ (Ψ 717) καὶ „χλαῖναν θέτο φοινικόεσσαν“

### book 159b.3

(φ 118, cf. ξ 500) καὶ „ἡνία φοινικόεντα“ (Θ 116) καὶ „φοίνικι μιήνῃ“

### book 159b.4

(Δ 141) καὶ „Φοίνικεσ“ (Ψ 744 al.), ὅτι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν

### book 159b.5.1

ᾤκουν, ἣν Φοινικὴν Διονύσιος (FGrHist 15,10 vel 687,4) καλεῖ, καὶ τὸ φυτόν

### book 159b.5.2

(cf. ζ 163), ὅτι ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν, καὶ „φοινήεντα

### book 159b.5.3

δράκοντα“ (Μ 202) ἀπὸ τοῦ φοινός, b(BE3)T καὶ „φοίνιον

### book 159b.5.4

αἷμα“ (ς 97) ἐπὶ τοῦ Ἴρου· οὐ γὰρ πεφόνευται, ἵνα εἴπῃς ὅτι παρὰ

### book 159b.5.5

τὸν φόνον γεγένηται ἡ λέξις. T

### book 160a1.1

〈καί τ’ ἀγεληδὸν ἴασιν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ

### book 160a1.2

ἴασι πρὸς τὸ σαφέστερον. Aint

### book 160a2

ἴασιν: ὧδε ἡ στιγμή. T

### book 160a3

στικτέον εἰς τὸ ἴασι. b(BCE3E4)

### book 161a.1

λάψοντες: ὅτι Ζηνόδοτος γράφει „λάψαντεσ“ διὰ τοῦ α.

### book 161a.2

ἔσονται δὲ ἤδη πεπωκότες, καὶ ἐκλέλυται ἡ ἔμφασις· οἱ μὲν γὰρ αἵμα‐

### book 161a.3

τος 〈ἐμ〉πεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐπὶ τὴν κρήνην σώζουσι

### book 161a.4

τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζηνόδοτον τὸ ἑξῆς, δεξάμενον ‘ἀπὸ

### book 161a.5.1

κρήνης ἴασιν‘ (cf. Π 160). οὐκ ἔδει δέ, ἀλλ’ ‘ἐκ κρήνης πιόμενοι πο‐

### book 161a.5.2

ρεύονται‘ (cf. Π 160—1). A

### book 161b

λάψοντες: πιόμενοι. | Ζηνόδοτος δὲ „λάψαντεσ“, ἐμπλη‐

### book 161b.1

σθεῖσιν εἰκάζων αὐτούς, b(BCE3)T οὐ καλῶς. b(BCE3). | ὠνομα‐

### book 161b.2

τοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν

### book 161b.3

κυνῶν καὶ τῶν λύκων. A b (BE3)T

### book 161c1.1

ΑΡΑΙΗΙΣΙΝ: δασέως, λεπταῖς καὶ ἐπιμήκεσιν. οἱ δὲ

### book 161c1.2

ψιλῶς, βλαπτικαῖς. T

### book 161c2.1

δασείαις, ἀσθενέσιν, ἐπιμήκεσιν, ἢ λεπταῖς. b(BCE3E4)

### book 161c2.2

ἢ βλαπτικαῖς. b(BCE3)

### book 161d.1

μέλαν ὕδωρ: Ἀναξαγόρας (Vors. 6 59 A 98) ἐπεὶ φύσει

### book 161d.2

μέλαν· καὶ γοῦν ὁ καπνὸς μέλας ἐστὶν ἐκ τοῦ ὕδατος τῶν ξύλων ἀνιέ‐

### book 161d.3

μενος. οἱ δὲ διὰ τὴν σκιὰν τῶν φυτῶν. A

### book 162a.1

ἄκρον, ἐρευγόμενοι 〈φόνον αἵματοσ〉: τὴν πρώτην

### book 162a.2

λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον· τὸ γὰρ συμβαῖνον αὐτὸ ἀπαγ‐

### book 162a.3

γέλλει· οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ. A

### book 162b.1

ἄκρον, ἐρευγόμενοι 〈φόνον αἵματοσ〉: στικτέον εἰς

### book 162b.2

τὸ ἄκρον, ἵν’ ᾖ ‘λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ‘· οὐ γὰρ

### book 162b.3

καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες· b(BCE3E4)T οἱ δὲ

### book 162b.4

λύκοι, πάρδοι, ἵπποι καὶ τὸ ἥμισυ τῆς ὄψεως. τινὲς δὲ τῷ φόνον

### book 162b.5.1

ἐπισυνάπτουσιν, ἄκρον φόνον, τὸ ἀνωτάτω αἷμα τοῦ καταπινο‐

### book 162b.5.2

μένου καὶ ὄντος ἐν τῷ στομάχῳ. T

### book 162c

φόνον αἵματος: ἀντὶ τοῦ αἷμα φόνου. T

### book 163a.1

περιστένεται: ὅτι ἔστι μὲν ἐκδέξασθαι καὶ τὸ στενοχω‐

### book 163a.2

ρεῖται· „στεινόμενος νεκύεσσιν“ (Φ 220)· ὥστε καταστρέφειν εἰς τὸ

### book 163a.3

βαρύνεται. βέλτιον δὲ παρεμπεπτωκέναι τὸ ς ὡς ἐπὶ τῆς φερεσβίου

### book 163a.4

ὥστε εἶναι καὶ τὸ περιστένεται ἀντὶ τοῦ περιτείνεται διὰ τὸ

### book 163a.5

ἐμπλησθῆναι τοῦ αἵματος. A

### book 163b.1

περιστένεται {δὲ γαστήρ}: Ἀρίσταρχος ἀντὶ τοῦ ‘πε‐

### book 163b.2

ριτείνεται‘ διὰ τὴν πλησμονὴν ὡς φερέβιος φερέσβιος· οἱ δὲ ‘στένει‘ διὰ

### book 163b.3

τὴν αὐτὴν αἰτίαν· οἱ δὲ ‘στενοχωρεῖται‘, ὡς „στεινόμενος νεκύεσσι“

### book 163b.4

(Φ 220). T

### book 166a1.1

〈ῥώοντο:〉 ἐρρωμένως καὶ μετὰ πολλῆς προθυμίας καὶ

### book 166a1.2

γενναιότητος περὶ αὐτὸν ἵσταντο, b(BCE3E4) ἐπιθυμίαν ἔχοντες

### book 166a1.3

αἵματος πολεμίου ὡς οἱ λύκοι. b(BCE3)

### book 166a2

{ῥώοντο:} ἐρρωμένως περὶ αὐτὸν †οὖν ἵσταντο. T

### book 166b

〈ῥώοντο:〉 ὥρμων προθύμως. Aint

### book 167a.1

ὀτρύνων ἵππους: ἵππους τοὺς ἱππέας, ὥς φαμεν

### book 167a.2

νικᾶν τὴν ἵππον τῶν πολεμίων. ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων· νοεροὶ

### book 167a

γὰρ ἦσαν ὡς θεῖοι. b(BCE3)T

### book 167b.1

ἄλλως· ὀτρύνων ἵππους: ἀντὶ τοῦ ἱππέας· T ἀντ‐

### book 167b.2

έταξε γὰρ αὐτῷ τὸ ἀσπιδιώτας. b(BCE3)T

### book 170a1.1

πεντήκοντ’ ἔσαν ἄνδρες 〈ἐπὶ κληῗσιν ἑταῖροι〉:

### book 170a1.2

πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ; τινὲς μὲν οὖν

### book 170a1.3

†ἢ† οὐκ ἐν πλήθει †ἢ† ἀρετή· Αἴας γοῦν δώδεκα ναῦς ἔχει (cf. Β 557).

### book 170a1.4

Ἀρίσταρχος δέ φησι πεντήκοντα †ἀρετὰς† εἶναι διὰ τὸ †ἐπίκλησιν ν†

### book 170a1.5.1

ἢ ναύτας πρὸς ὑπηρεσίαν. Διονύσιος (fr. 42 Schm. = FGrHist 15, 11)

### book 170a1.5.2

δὲ τὸν μέγιστον ἀριθμὸν ἑκατὸν εἴκοσι ποιεῖν, τὸν δὲ λοιπὸν ἐν τῷ με‐

### book 170a1.5.3

ταξὺ τούτων ἄγεσθαι, ὡς φθάνειν πάσας ἐπὶ ὀγδοήκοντα πέντε ἀν‐

### book 170a1.5.4

δρῶν. T

### book 170a2.1

πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ

### book 170a2.2

πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασιν ὅτι οὐκ ἐν

### book 170a2.3

πλήθει ἡ ἀρετή, ἀλλ’ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρίσταρχος δέ

### book 170a2.4

φησιν ὅτι διὰ τοῦ ἐπὶ κληῗσιν ἐδήλωσεν ὡς μόνοι οἱ ἐρέται ἦσαν

### book 170a2.5.1

πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημόνευσεν,

### book 170a2.5.2

ὅπερ ἐπιφέρονται αἱ νῆες. b(BCE3E4)

### book 170b.1

πεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν: καὶ Πίνδαρος

### book 170b.2

(fr. 259) πεντηκοντερέτμους φησὶ τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι. T

### book 171.1

πέντε 〈δ’ ἄρ’〉 ἡγεμόνας 〈ποιήσατο〉: τάχα πρὸς τὸν

### book 171.2

παρόντα καιρόν· εἰ γὰρ μὴ τοῦτο, ἔδει καὶ Πάτροκλον ἄρχειν· εἰ μὴ

### book 171.3

Ἀχιλλεῖ συμπαρετάσσετο. T

### book 171-2.1

ἡγεμόνας ποιήσατο, 〈τοῖς ἐπεποίθει, | ση‐

### book 171-2.2

μαίνειν〉: τὸ ἑξῆς ‘ποιήσατο σημαίνειν, οἷς δι’ ἀρετὴν ἐπεποίθει {τὸ

### book 171-2

σημαίνειν}‘. T

### book 172a1.1

μέγα κρατέων: τὴν κατὰ πάντων ἔχων ἐξουσίαν· οἱ

### book 172a1.2

γὰρ τοιοῦτοι „εὐρυκρείοντεσ“ (cf. Α 102 al.). T

### book 172a2.1

τὴν κατὰ πάντων ἔχων ἐξουσίαν καὶ αὐτῶν τῶν ἀρχόντων

### book 172a2.2

ἄρχων· τοιοῦτοι γάρ εἰσιν οἱ πάντες „εὐρυκρείοντεσ“. b(BCE3E4)

### book 173a.1

{τῆς μὲν} ἰῆς στιχός: στιχός ὡς τριχός, ἀπ’ εὐθείας τῆς

### book 173a.2

στίξ. τὸ δὲ ἰῆς περισπῶσιν καὶ τὸ „ἰῇ δ’ ἐν νυκτὶ γένοντο“ (Σ 251),

### book 173a.3

οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· „οὐ γὰρ πάντων ἦεν ὁμὸς

### book 173a.4

θρόος οὐδ’ ἴα γῆρυσ“ (Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (sc. ad

### book 173a.5

Ζ 422). A

### book 173b.1

ἰῆς στιχός: τῆς μιᾶς τάξεως, παρόσον ἐπὶ στίχον ἡ τάξις

### book 173b.2

πορεύεται. T

### book 174a1

διϊπετέος: λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 1267)·

### book 174a1.1

„λαμπρότερος ἢ πρὶν καὶ διϊπετέστεροσ“. ἐπεὶ δὲ †χειμάρους†, πῶς

### book 174a1.2

„Σπερχειῷ ἀκάμαντι“ (Π 176); οἱ γὰρ παυόμενοι πόροι δοκοῦσιν

### book 174a1.3

ὥσπερ ἀποκαμόντες ἑστάναι. | Σπερχειὸς ἐκ Πίνδου κατιὼν καὶ δι’

### book 174a1.5.1

Αἰνιάνων καὶ Δολόπων εἰς θάλασσαν ἐρεύγεται, εἰς τὸν Μηλιακὸν

### book 174a1.5.2

ἐκδιδοὺς κόλπον. οἱ δὲ διὰ Μηλίδος καὶ Φαρσάλου ἐπὶ Θερμοπύλας, ἔνθα

### book 174a1.5.3

Πυλαίας Δήμητρος ἱερόν. T

### book 174a2.1

λαμπροῦ. καὶ Εὐριπίδης· „λαμπρότερος †τίς ἐστι† καὶ

### book 174a2.2

διϊπετέστεροσ“. ἐπεὶ δὲ χειμάρρους, πρόσκειται τὸ Σπερχειοῖο,

### book 174a2.3

ἀπὸ τοῦ σπέρχω τὸ κατεπείγω· σφοδρῶς γὰρ οἱ χειμάρροι ῥέουσιν.

### book 174a2.4

„ἀκάμαντι“ (Π 176) δέ, ὅτι οἱ παυόμενοι πόροι δοκοῦσι ὥσπερ ἀπο‐

### book 174a2.5

καμόντες ἑστάναι. b(BCE3E4)

### book 174b.1

ἄλλως· διϊπετέος: τοῦ θείου ἢ τοῦ ἐκ τῶν Διὸς ὑετῶν

### book 174b.2

τὴν ἀρχὴν ἔχοντος. T

### book 174b.1

{σπερχειοῖο} διϊπετέος: ἤτοι ὑπὸ Διὸς—ἢ διαφα‐

### book 174b.2

νοῦς. A

### book 175a

〈ὃν τέκε:〉 χωρὶς τοῦ τ, ὃν τέκεν, Ἀρίσταρχος. οὕτως

### book 175a

καὶ Ἀριστοφάνης. Aint

### book 175b.1

ὃν τέκε Πηλῆος θυγάτηρ: ὅτι Φερεκύδης (FGrHist

### book 175b.2

3, 61 a) τὴν Πολυδώραν φησὶν ἀδελφὴν Ἀχιλλέως. οὐκ ἔστι δὲ καθ’

### book 175b.3

Ὅμηρον διαβεβαιώσασθαι. πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ

### book 175b.4

καὶ ἐπ’ ἄλλων, ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγ‐

### book 175b.5

γενείας. A

### book 175c1.1

Πηλῆος θυγάτηρ: ἑτέρου Πηλέως· εἰ γὰρ ἦν ἀδελφι‐

### book 175c1.2

δοῦς Ἀχιλλέως, καὶ ἐμνήσθη αὐτοῦ ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς καὶ

### book 175c1.3

τοῦ υἱοῦ ἐρωτῶν (cf. λ 494—537), καὶ ἐν ταῖς Λιταῖς, φάσκων „ἔνθα

### book 175c1.4

δέ μοι μάλα 〈πολλὸν〉 ἐπέσσυτο θυμόσ“ (Ι 398), „κτῆσιν ἐμὴν δμῶάς

### book 175c1.5.1

τε“ (Τ 333), ἔφασκεν ἂν καὶ τῆς ἀδελφῆς ἀπόλαυσιν. Πηλέα τε οὐκ οἶδεν

### book 175c1.5.2

ὁ ποιητὴς ἑτέρᾳ γυναικὶ συνελθόντα. Νεοτέλης δὲ ὡς ἀδελφιδοῦν

### book 175c1.5.3

Ἀχιλλέως φησὶ τῆς πρώτης τάξεως ἡγεῖσθαι, ὡς καὶ μαρτυρεῖ ἐπιστή‐

### book 175c1.5.4

μην πολέμου· †ὡς ἀχιλλέως τε ἀδελφὴν γαμεῖν† ἀπερείσια δίδωσιν

### book 175c1.5.5

ἕδνα (cf. Π 178). εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἐν Ἅιδου· οὐδὲ γὰρ Ὀδυσ‐

### book 175c1.10.1

σεὺς Κτιμένης (cf. ο 363 cum λ 174—9). Φερεκύδης (FGrHist 3, 61 b)

### book 175c1.10.2

δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, Σουίδας (FGrHist 602, 8) ἐκ Λαοδα‐

### book 175c1.10.3

μείας τῆς Ἀλκμαίωνος, Στάφυλος (FGrHist 269,5) ἐξ Εὐρυδίκης τῆς

### book 175c1.10.4

Ἄκτορος. Ζηνόδοτος (FGrHist 19,5) δὲ Κλεοδώρην φησίν, Ἡσιόδου

### book 175c1.10.5

(fr. 213 M.—W.) καὶ τῶν ἄλλων Πολυδώρην αὐτὴν καλούντων. T

### book 175c2.1

ἑτέρου, φασί, Πηλέως· εἰ γὰρ ἦν ἀδελφιδοῦς Ἀχιλλέως, πῶς

### book 175c2.2

οὐκ ἐμνήσθη αὐτοῦ ἢ τῆς ἀδελφῆς ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς ἐρω‐

### book 175c2.3

τῶν καὶ τοῦ υἱοῦ; ἅμα τε οὐκ οἶδεν ὁ ποιητὴς Πηλέα ἑτέρᾳ συνελθόντα

### book 175c2.4

γυναικί. οἱ δὲ νεώτεροι ἀδελφιδοῦν αὐτοῦ λέγουσιν· ὅθεν καὶ τῆς πρώ‐

### book 175c2.5

της τάξεως ἡγεῖται καὶ πολέμων ἐπιστήμων μαρτυρεῖται, καὶ ὡς

### book 175c2.1

†ἀχιλλέως ἀδελφὴν γαμῶν ἀπερείσια δίδωσιν. εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς

### book 175c2.2

ἢ τούτου, οὐ ξένον· περὶ γὰρ τῶν καιριωτέρων αὐτῷ ἡ φροντίς. b

### book 175c2.3

(BCE3E4) ἄλλως τε ἐπειδὴ νόθη ἦν ἡ Πολυδώρη αὐτοῦ ἀδελφή,

### book 175c2.4

τάχα οὐδὲ μνημονεύειν αὐτῆς ἐβουλήθη. ἢ ὅτι καὶ αὐτὴ ἤδη τετελευ‐

### book 175c2.10

τηκυῖα ἦν. b(BE3E4)

### book 175c2.1

〈Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη:〉 ἐκ τίνος Πηλεὺς

### book 175c2.2

Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλός φησιν ἐν τῇ τρίτῃ Θεσσαλικῶν,

### book 175c2.3

ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς

### book 175c2.4

Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. A

### book 176a.1

Σπερχειῷ {ἀκάμαντι}: φασὶ Πέλωρα τὸν γίγαντα σπερ‐

### book 176a.2

χόμενον ὑπὸ Ποσειδῶνος ἁλέσθαι εἰς τὸν ποταμὸν καὶ πληγέντα τῇ

### book 176a.3

τριαίνῃ ἀποθανεῖν. T

### book 176b.1

〈Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα:〉 φασὶ

### book 176b.2

{δὲ} Πέλωρα τὸν γίγαντα, ἐρασθέντα Πολυδώρης, ἐπιτηρῆσαι αὐτήν,

### book 176b.3

πότε λούεται ἐν τῷ Σπερχειῷ· καὶ ὅτε αὐτὴν εἶδεν εἰσελθοῦσαν, καὶ

### book 176b.4

αὐτὸν εἰσελθεῖν καὶ ὑποκρυβῆναι τῷ ὕδατι· εἶτα πρὸς τὸ μέσον γε‐

### book 176b.5.1

γονυῖαν κρατῆσαι ὡς ἐν προφάσει δῆθεν Σπερχειοῦ καὶ μιγῆναι αὐτῇ·

### book 176b.5.2

ἀφ’ οὗ Μενέσθιος. b(BCE3E4)

### book 177a

〈ἐπίκλησιν Βώρῳ:〉 ὁ Μενέσθιος. Til

### book 177b.1

Περιήρεος: Περιήρους τοῦ Διοπλήθους τοῦ Μυρμιδό‐

### book 177b.2

νος. T

### book 177c1.1

{περιήρεος} υἷ〈ϊ〉: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευ‐

### book 177c1.2

ταία συλλαβή· διὸ προπερισπαστέον ὁμοίως τῷ „Νηληΐῳ υἷι ἐοι‐

### book 177c1.1

κώσ“ (Β 20). εἰ μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία,

### book 177c1.2

περιεσπᾶτο, ἀπ’ εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ „υἱεῖ ἐμ’ ὠκυμόρῳ“

### book 177c1.5

(Σ 458). A

### book 177c2

{υἷι:} προπερισπαστέον καὶ διὰ τοῦ ι γραπτέον. T

### book 178a

〈ὅς:〉 ὁ Περιήρης. Til

### book 178b

ὄπυιε: τὴν αὐτὴν Πολυδώρην. T

### book 178c.1

〈πορὼν ἀπερείσια ἕδνα:〉 ὅτι ἕδνα τὰ ὑπὸ τῶν γα‐

### book 178c.2

μούντων διδόμενα ταῖς γαμουμέναις. Aint

### book 179a1.1

{τῆς δ’} ἑτέρης: ὅτι ἐπὶ τῆς δευτέρας εἴρηκεν ἑτέρας διὰ

### book 179a1.2

τὸ μὴ ἐπιδέχεσθαι τὸ μέτρον εἰπεῖν δευτέρας. πρὸς αὐτὸ δὲ τὸ προδε‐

### book 179a1.3

δηλωμένον τῇ δυικῇ διαστολῇ κέχρηται. A

### book 179a2.1

ἀντὶ τοῦ δευτέρας b(BCE3)T διὰ τὸ μέτρον· πρὸς

### book 179a2.2

ὃ ἡ διπλῆ. T

### book 180a.1

παρθένιος, τὸν ἔτικτε 〈χορῷ καλὴ Πολυμήλη〉:

### book 180a.2

ὅτι παρθένιος λέγεται ὁ ἐξ ἔτι παρθένου νομιζομένης γεννώμενος,

### book 180a.3

σκότιος (cf. Ζ 24) δὲ ὁ κατὰ λαθραίαν μίξιν καὶ οὐκ ἀπὸ νομίμου γά‐

### book 180a.4

μου. καὶ ὅτι τὸ χορῷ καλή πρὸς 〈ἓν〉 ἐκληπτέον, καλλίχορος,

### book 180a.5

διαπρέπουσα ἐν τῷ χορεύειν. A

### book 180b.1

παρθένιος: ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς. b

### book 180b.2

(BCE3)T

### book 180-92.1

τὸν τίκτε 〈χορῷ καλὴ Πολυμήλη / —υἱὸν

### book 180-92.2

ἐόντα〉: προειπὼν τὸ κεφάλαιον ἐπὶ μέρους ἐξηγεῖται. χορῷ δὲ

### book 180-92.1

καλή (180) οἱονεὶ καλὴ ἐν χορῷ οὖσα, καλλίχορος· ἀρετῆς γάρ ἐστι

### book 180-92.2

τοῦτο παρθένων. διὰ τοῦτο καὶ „μετὰ μελπομένῃσιν“ (182) αὐτῆς

### book 180-92.5

ἠράσθη. b(BCE3)T

### book 181.1

κρατὺς 〈Ἀργεϊφόντης:〉 πάντων γὰρ περιγίνεται ὁ λό‐

### book 181.2

γος· ὅθεν καὶ „σῶκοσ“ (Υ 72) διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν. b

### book 181.3

(BCE3)T

### book 182.1

〈ἠράσατ’, ὀφθαλμοῖσιν ἰδών:〉 διασταλτέον βραχὺ

### book 182.2

μετὰ τὸ ἠράσατο. Aim

### book 183a.1

ἐν χορῷ Ἀρτέμιδος: ὡς διὰ τὴν ἀρετὴν ἀξιωθείσης αὐ‐

### book 183a.2

τῆς χορεύειν τῇ θεῷ· ἢ ὡς συγχορευούσης τῇ θεῷ. | ἀθετεῖται δέ·

### book 183a.3

ᾐδέσθη γὰρ ἂν τὴν θεόν. T

### book 183b.1

χρυσηλακάτου: χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον

### book 183b.2

γὰρ τῶν βελῶν τινες ἠλακάτην φασί. b(BCE3)T καὶ Αἰσχύλος

### book 183b.3

ἐν Αἴτναις (fr. 8 N.2 = 30 M. = 8 R.) τοὺς ποταμοὺς „πολυηλακάτουσ“ φησί.

### book 183b.4

T κελαδεινῆς δὲ διὰ τὰς ἐν ταῖς θήραις ἐκβοήσεις, b(BCE3)T

### book 183b.5.1

„ἡ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον“ (Ι 547): T ἢ διὰ τὰς

### book 183b.5.2

χορείας· b(BCE3)T ἢ ἐπεὶ Ἐγκέλαδον ἀπέκτεινε βιαζόμενον

### book 183b.5.3

αὐτήν. T

### book 183b.1

χρυσηλακάτου: καλλιτόξου, ἢ χρυσῷ—τανύσαν‐

### book 183b.2

τες. A

### book 183b.10.1

κελαδεινῆς: κυνηγετικῆς, παρὰ τὸν—κέλαδον καὶ

### book 183b.10.2

ἀϋτήν. A

### book 184a

{αὐτίκα δ’} εἰς ὑπερῷ’ ἀναβάς: ὅτι οἱ τῶν θηλειῶν

### book 184a

θάλαμοι ὑπερῷοι, ἵνα μὴ εὐδίοπτοι ὦσιν. A

### book 184b.1

〈εἰσ〉 ὙΠΕΡΩΙΑΝΑΒΑΣ: ὅτι ταῖς γυναιξὶν ἀνάγαιοι

### book 184b.2

θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν τοῖς ἀνδράσιν. τὰ μετ‐

### book 184b.3

έωρα δὲ τῶν οἰκημάτων ὦα Λακεδαιμόνιοι καλοῦσιν, ἃ νῦν ὑπερῷά

### book 184b.4

φαμεν. δύναται δὲ νῦν τοῦ ὑπερώϊον εἶναι ἀποκοπὴ ἢ τοῦ ὑπερῶ〈ι〉α

### book 184b.5

συναλιφή. T

### book 185a1.1

〈ἀκάκητα:〉 Ἀρίσταρχος προπαροξύνει. οἱ δὲ ἄλλοι ἀνα‐

### book 185a1.2

λογίᾳ πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις. Ail

### book 185a2

οἱ δὲ {υἱὸν} „ἀκακῆτα“ προπερισπωμένως, ὡς γυμνῆτα. T

### book 185b

{ἑρμείας} ἀκάκητα: ὅτι τῇ προσαγορευτικῇ ἀντὶ τῆς

### book 185b.1

ὀρθῆς κέχρηται, ἀντὶ τοῦ ἀκακήτης, ὡς „κυανοχαῖτα“ (Ν 563. Ξ 390)

### book 185b.2

ἀντὶ τοῦ κυανοχαίτης. | καὶ οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκα‐

### book 185b.3

κησίου προσηγόρευται καθ’ Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ

### book 185b.5.1

τὸ κακοῦ μηδενὸς παραίτιος γίνεσθαι. | ἢ ὁ μὴ δυνάμενος κακωθῆναι

### book 185b.5.2

ὑπὸ ἑτέρου· ὅθεν καὶ „δοτὴρ ἑάων“ (cf. θ 335), ὅ ἐστι τῶν ἀγαθῶν. A

### book 185c.1

〈ἀκάκητα:〉 „Ἑρμεία ... δῶτορ ἑάων“ (θ 335). Ἑρμῆς

### book 185c.2

T πάντων ἀγαθῶν αἴτιος. καὶ οἱ μὲν θεοὶ κοινῇ „†δοτῆρες† ἑάων“

### book 185c.3

(θ 325), ὁ δὲ Ἑρμῆς ἰδίᾳ δώτωρ ἑάων· b(BE3)T ὅθεν καὶ υἱὸς

### book 185c

αὐτοῦ Εὔδωρος (cf. Π 179. 186). ἐξ αὐτοῦ δὲ τὸ Ἀκακήσιον ὄρος. T

### book 185d

ἀκάκητα: ὁ μηδενὸς κακοῦ αἴτιος. T

### book 185e.1

πόρεν δέ οἱ 〈ἀγλαὸν υἱόν〉: Ἑρμῆς αὐτῇ ἀγαθὸν

### book 185e.2

δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος (cf. Π 179. 186)· μέγα γὰρ

### book 185e.3

δῶρον 〈ἡ〉 παιδοποιΐα. T

### book 187a.1

μογοστόκος: μογοῦσα περὶ τοὺς τόκους. | ἑνικῶς δὲ εἶπε

### book 187a.2

τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς „μῆνιν ἄειδε θεά“

### book 187a.3

(Α 1). T

### book 187b.1

Εἰλείθυια: αἱ Εἰλείθυιαι, ὡς „μῆνιν ἄειδε θεά“ (Α 1)

### book 187b.2

ἀντὶ τοῦ θεαί. | αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις. T

### book 188a1.1

〈φώως δέ:〉 οὕτως καὶ Ἀριστοφάνης φώως δέ. Ζηνό‐

### book 188a1.2

δοτος 〈δὲ〉 „πρὸ φόως δέ“. Aint

### book 188b1.1

φώως δέ: ὅτι Ζηνόδοτος γράφει „πρὸ φόως 〈δέ〉“.

### book 188b1.2

ἀγνοεῖ δὲ ὅτι ἐπὶ μὲν Εὐρυσθέως (sc. Τ 118) οὕτως γράφειν ἐγχωρεῖ·

### book 188b1.3

πρὸ γὰρ τοῦ τεταγμένου ταῖς τικτούσαις χρόνου ἐγεννήθη· διὸ καὶ

### book 188b1.4

„ἠλιτόμηνοσ“ (cf. Τ 118) εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι. A

### book 188a2/b2.1

πρὸ φόως δέ: Ἀρίσταρχος χωρὶς τῆς πρό. | Ζηνό‐

### book 188a2/b2.2

δοτος μᾶλλον ἐπὶ τοῦ Εὐρυσθέως ἁρμόζειν φησὶ τὸ πρὸ φόως 〈δέ〉·

### book 188a2/b2.3

ἠλιτόμηνος γάρ. T

### book 188c

ἄλλως· πρὸ φόως 〈δέ〉: ἢ περισσεύει ἡ πρό, ὡς „νῆ‐

### book 188c.1

άς τε προπάσασ“ (Β 493)· ἢ τόπον δηλοῖ, ὡς „διαπρὸ δὲ χαλκὸν

### book 188c.2

ἔλασ〈σ〉εν“ (Ν 388). οἱ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεν‐

### book 188c.3

νήθη, ὡς καὶ τὸν Εὐρυσθέα ἡ Ἥρα „ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλι‐

### book 188c.5.1

τόμηνον ἐόντα“ (Τ 118)· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλει‐

### book 188c.5.2

θυίας. T

### book 189

τὴν μέν: τὴν Πολυμήλην. T

### book 191a

〈τὸν δέ:〉 τὸν Εὔδωρον. Til

### book 191b

Φύλας: πατὴρ Πολυμήλης. T

### book 192

〈ἀμφαγαπαζόμενος:〉 φιλοφρονούμενος. Til

### book 195.1

μετὰ Πηλείωνος ἑταῖρον: τὸν Πάτροκλον, κατ’ ἐξοχήν.

### book 195.2

b(BCE3)T

### book 196a.1

γέρων 〈ἱππηλάτα Φοῖνιξ〉: τινὲς γράφουσι „γερή‐

### book 196a.2

νιος ἱππότα Φοῖνιξ“, λέγοντες ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων

### book 196a.3

οὕτως ἐκαλεῖτο (sc. Β 336 al.). b(BCE3E4)T

### book 196b.1

〈γέρων〉 ἱππηλάτα Φοῖνιξ: δαιμονίως παρέλιπεν ἐπὶ

### book 196b.2

τούτου τὸν πλείω λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ

### book 196b.3

διασημήνας ἡμῖν (sc. Ι 447—95). οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα

### book 196b.4

τὴν Δολόπων ἀρχὴν (cf. Ι 484) διὰ γῆρας αὐτὴν ἀφαιρεθῆναι. b

### book 196b.5

(BCE3E4)T

### book 197.1

Λαέρκεος: ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος (cf. γ

### book 197.2

425). T

### book 200-9.1

μή τίς μοι〈—μαχέσθω〉: οὐδὲν τῶν πρακτέων

### book 200-9.2

παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει, διὰ τῶν ἰδίων λόγων αὐ‐

### book 200-9.3

τοὺς ἐντρέπων, μή τίς μοι ἀπειλάων λελαθέσθω, | b(BCE3E4)

### book 200-9.4

T ἃς ἐπὶ νηυσὶ θοῇσι〈ν ἀπειλεῖτε〉 (200—1) T ἵνα

### book 200-9.5.1

μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί.

### book 200-9.5.2

b(BCE3E4)T

### book 200.1

ἀπειλάων: συνήθως, ἢ τῶν καυχήσεων. πραότητα δὲ

### book 200.2

Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπενεγκόντος τὰς ὕβρεις, νῦν δὲ

### book 200.3

ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλλομένου. b(BCE3E4)T

### book 202a.1

πάνθ’ ὑπὸ μηνιθμόν, 〈καί μ’ ᾐτιάασθε ἕκαστοσ〉: ἡ

### book 202a.2

διπλῆ, ὅτι Ζηνόδοτος, ἓν ποιῶν γράφει χωρὶς τοῦ ι „μητιάασθε“, λαμ‐

### book 202a.3

βάνων ἀπὸ τῆς μήτιδος, οἷον ἐβουλεύεσθε. γίνεται δὲ ἀδιανόητον· διὸ

### book 202a.4

δεῖ σὺν τῷ ι γράφειν ᾐτιάασθε. καὶ ὅτι πάνθ’ ὑπὸ μηνιθμόν ἤτοι

### book 202a.5.1

μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρό‐

### book 202a.5.2

νον. A

### book 202b.1

〈πάνθ’ ὑπὸ〉 μηνιθμόν: τὸν τῆς μήνιδος χρόνον. | ὅτι

### book 202b.2

ἦν μετὰ τῆς παρούσης ἡμέρας ἑκκαιδεκάτη· πρὸς τὸ ἐν τῇ Η (sc.

### book 202b

421—3) ζήτημα. T

### book 202c.1

〈καί μ’〉 ᾐτιάασθε 〈ἕκαστοσ〉: λείπει τὸ ‘ταῦτα λέγον‐

### book 202c.2

τεσ‘. πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκε. | τι‐

### book 202c.3

νὲς δὲ „μητιάασθε“ ἑνίζουσιν, οὐχ ὑγιῶς. b(BCE3)T

### book 203a.1

σχέτλιε Πηλέος υἱέ, 〈χόλῳ ἄρα ς’ ἔτρεφε μή‐

### book 203a.2

τηρ〉: ὅτι ἀπέστροφε τὸν λόγον ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐

### book 203a.3

τικόν, καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε (cf. Π 202).

### book 203a.4

καὶ ὅτι χόλῳ ἀρσενικῶς ἀντὶ τοῦ χολῇ· ὑπερβολικῶς οὐ γάλακτι,

### book 203a.5

ἀλλὰ χολῇ. A

### book 203b.1

χόλῳ 〈ἄρα〉 ς’ ἔτρεφε 〈μήτηρ〉: διὰ τὸ ἄμετρον τῆς

### book 203b.2

ὀργῆς. b(BCE3E4)T ἔστι δὲ ὡς Σάμος (cf. Β 634 al.) ἀντὶ τοῦ

### book 203b.3

Σάμη καὶ „ἐν πύλῳ ἐν νεκύεσ〈σ〉ιν“ (Ε 397) ἀντὶ τοῦ πύλῃ. T

### book 204a.1

〈νηλεές:〉 ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς. διασταλτέον δὲ ἐπὶ τὸ

### book 204a.2

νηλεές. Aint

### book 204b.1

〈παρὰ νηυσὶν ἔχεισ〉 ἀέκοντας ἑταίρους: οὐκ ἐγ‐

### book 204b.2

καλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλ’ ὅτι καὶ τοὺς ἑταίρους κατέ‐

### book 204b.3

χεις. T

### book 206a1.1

κακὸς χόλος: νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος

### book 206a1.2

φησίν. T

### book 206a2

χόλος δέ ἐστι τὸ περὶ ψυχὴν πάθος ἢ ἡ χολή. b(BCE3E4)

### book 207a.1

ταῦτά μ’ ἀγειρόμενοι: ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα·

### book 207a.2

ἐγκλιτικὴ γάρ ἐστιν ἡ μέ, ταῦτά με ἀγειρόμενοι. οὕτως καὶ Ἀρίσταρ‐

### book 207a.3

χος. ὁ μέντοι Κρατήτ〈ε〉ιος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ

### book 207a.4

δώσει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουσαν οὕτως. A

### book 207b.1

ταῦτά μ’ 〈ἀγειρόμενοι ... ἐβάζετε〉: τὸ πλῆρες

### book 207b.2

‘ταῦτά μοι‘· ἢ ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα‘, οὐχ ὑγιῶς. T

### book 207c1

〈θάμ’ ἐβάζετε:〉 Ἀρίσταρχος Ἰακῶς „θαμὰ βάζετε“. Aim

### book 207c2

{ἐβάζετε:} Ἰακῶς τὸ „βάζετε“. T

### book 207-8.1

νῦν δὲ πέφανται 〈/ φυλόπιδος μέγα ἔργον〉:

### book 207-8.2

νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη. T

### book 208.1

ἕης τὸ πρίν 〈γ’〉 ἐράασθε: ἕης διῄρηται ὡς τὸ „ὅου

### book 208.2

κλέοσ“ (Β 325). T | ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ‐

### book 208.3

πέμπων, καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκε. καὶ ὡς ἐπιτυχόντας, ὧν ἐπε‐

### book 208.4

θύμουν, ἀνδρίζεσθαι παρακελεύεται. b(BCE3E4)T

### book 211a.1

{μᾶλλον δὲ στίχες} ἄρθεν: Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψι‐

### book 211a.2

λοῦν, ὡς ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδία, διαλαμβάνοντες περὶ τοῦ

### book 211a.3

„ἄρσαντες κατὰ θυμόν“ (Α 136). A

### book 211b.1

ἄρθεν: ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς.

### book 211b.2

οἱ δὲ ψιλοῦσιν, ἵν’ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθη‐

### book 211b.3

σαν‘. b(BCE3)T

### book 211c.1

βασιλῆος: ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ

### book 211c.2

Ἀγαμέμνων „ὅσ〈σ〉ον βασιλεύτερός εἰμι“ (Ι 160). T

### book 213a1

〈δώματοσ〉 ὑψηλοῖο: ταῦτα γὰρ μᾶλλον καταπνεῖται.

### book 213a1

ἀμελέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται. T

### book 213a2.1

ταῦτα γὰρ μᾶλλον καταπνεόμενα κρεῖττον οἰκοδομεῖται,

### book 213a2.2

b(BCE3E4) ἀμελέστερον δὲ τὰ ταπεινά. b(BCE3)

### book 215.1

κόρυν: τινὲς „κόρυθα“. οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα

### book 215.2

εἰς ν ποιήσῃ τὴν αἰτιατικήν, καὶ „κόρυθα βριαρήν“ (Λ 375) φησίν.

### book 215.3

ἔστι δὲ ὅμοιον τῷ ὄρνιν. T

### book 217a

〈νευόντων:〉 στικτέον: μᾶλλον γὰρ ἐμφαίνει. Aint

### book 217b.1

ὣς πυκνοὶ ἐφέστασαν 〈ἀλλήλοισι〉: καὶ κατὰ στί‐

### book 217b.2

χον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτω‐

### book 217b.3

πον. T

### book 218a1

〈θωρήσσεσθον:〉 γράφεται „θωρήσσοντο“. Aim

### book 218a2

θωρήσ〈σ〉οντο: γράφεται „θωρήσ〈σ〉εσθον“. T

### book 221a.1

χηλοῦ: χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι. οἱ δὲ T

### book 221a.2

παρὰ τὸ κῆλα, ὅ ἐστι ξύλα. οἱ δὲ παρὰ τὸ χῶ τὸ χωρῶ. Λάκωνες μὲν

### book 221a.3

κιβωτὸν βούλονται, ἄλλοι λάρνακα, Μιτυληναῖοι δὲ ἀντίπηγα. b

### book 221a.4

(BCE3E4)T

### book 221b.1

ἀνέῳγε: πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ „ἐπὶ στόμ’ ἔωσε“

### book 221b.2

(Π 410), Ἀττικῶς. T

### book 222a

δαιδαλέης: δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα

### book 222a

ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρ’ ᾗ Ἀθηνᾶ ἐτράφη. T

### book 222b.1

τήν οἱ Θέτις: ὅτι οὐ δωδεκαταῖον ἀπέλιπε τὸν Ἀχιλ‐

### book 222b.2

λέα γεννήσασα ἡ Θέτις, καθάπερ οἱ νεώτεροι ποιηταί, ἀλλὰ συνεβίου

### book 222b.3

Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα καί φησιν· „τὸν δ’

### book 222b.4

οὐχ ὑποδέξομαι αὖτις / οἴκαδε νοστήσαντα δόμον Πηλήϊον 〈εἴσω〉“

### book 222b.5

(Σ 59—60), ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα. A

### book 222-3.1

Θέτισ〈— /〉 θῆκε: οὐκ ἄρα κεχώρισται Πηλέως

### book 222-3.2

μετὰ τὴν γένεσιν Ἀχιλλέως Θέτις, ἀλλὰ μέχρι γήρως συνῆν αὐτῷ.

### book 222-3.3

δῆλον δὲ καὶ ἐκ τοῦ „πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα /

### book 222-3.4

εὐχομένησ“ (Α 396—7). b(BCE3E4)T

### book 223.1

θῆκ’ ἐπὶ νηὸς ἄγεσθαι: Ζηνόδοτος καὶ Ἀριστοφάνης

### book 223.2

„θῆκ’ ἐπὶ νηὸς ἰόντι“. Aim T

### book 224a.1

οὔλων τε ταπήτων: εὐειλήτων διὰ μαλακότητα, ἀφ’

### book 224a.2

οὗ καὶ οὔλη θρίξ. b(BCE3E4)T

### book 224b.1

οὔλων {τε ταπήτων}: οὔλων ὡς δούλων. προείρηται δὲ

### book 224b.2

ἡμῖν τὰ τῆς ἀναλογίας (sc. ad Κ 134). A

### book 225.1

τετυγμένον: εὖ πεποιημένον. | οὐ στρατιώτης δέ, ἀλλὰ

### book 225.2

Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι. T

### book 227a.1

οὔτε τεῳ 〈σπένδεσκε θεῶν ὅτε μὴ Διῒ πατρί〉:

### book 227a.2

Ἀρίσταρχος „ὅτι“ διὰ τοῦ ι· οὐ γὰρ ὅτε Διΐ, καὶ τοῖς ἄλλοις ἔθυε.

### book 227a

καλῶς δὲ τῷ προπάτορι Διῒ ἀφώρισε μόνῳ τὴν φιάλην. b(BCE3E4)T

### book 227b.1

〈ὅτι:〉 οὕτως Ἀρίσταρχος ὅτι {μὴ διΐ}, ἄλλοι δὲ διὰ τοῦ

### book 227b.2

ε, „ὅτε“. Aim

### book 228a1

〈τό ῥα:〉 οὕτως Ἀρίσταρχος τό ῥα διὰ τοῦ ἑνὸς ρ. Aim

### book 228a2

τό ῥα: δι’ ἑνὸς ρ αἱ Ἀριστάρχου. T

### book 228b

θεείῳ: τοῦτο κατὰ ἔθος πάτριον. T

### book 231.1

μέσῳ ἕρκεϊ: ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου Ἑρκείου Διὸς βωμὸς

### book 231.2

ἵδρυται, Μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκος δὲ νῦν τὸ περίφραγμα τῆς

### book 231.3

σκηνῆς. b(BCE3E4)T ἢ καὶ στρατιωτική τις σκηνή, ἐν ᾗ μέσῃ

### book 231.4

ἐσχάρα ἔκειτο. T

### book 233a1.1

Δωδωναῖε: εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προ‐

### book 233a1.2

πάτορα θεὸν ἐπικαλεῖται, ὡς καὶ Πάνδαρος 〈εὔχεται〉 τῷ Λυκηγενεῖ

### book 233a1.1

(cf. Δ 101) καὶ Χρύσης Σμινθεῖ (cf. Α 39). ὁ δὲ Δωδωναῖος καὶ Νάϊος·

### book 233a1.2

ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. b(BCE3E4)T οἱ δὲ γράφουσι „Φη‐

### book 233a1.5.1

γωναῖε“· Σκοτουσαῖοι γάρ φασι παρ’ ἑαυτοῖς λόφον εἶναι Φαγόεντα

### book 233a1.5.2

ἀπέχοντα Σκοτούσης σταδίους πεντεκαίδεκα, ἐν ᾧ Διὸς Φηγωναίου

### book 233a1.5.3

ἐστὶν ἱερόν. T οἱ δὲ γράφουσι „Βωδωναῖε“· πόλις γὰρ Θεσσα‐

### book 233a1.5.4

λίας Βωδώνη, οὗ τιμᾶσθαι τὸν Δία. τινὲς δὲ „ἀναδωδωναῖε“ ὑφ’ ἕν,

### book 233a1.5.5

παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. b(BE3E4)T ὠνόμασται δὲ

### book 233a1.10.1

ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης τῆς Ὠκεανοῦ, ὃς καὶ παρὰ Διὸς

### book 233a1.10.2

τὴν μαντικὴν εἰλήφει. ἄλλοι φασὶ Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν

### book 233a1.10.3

ἐν Ἠπείρῳ γενόμενον παρὰ τῆς πελειάδος τῆς ἐπικαθημένης τῇ δρυῒ

### book 233a1.10.4

κελευσθῆναι κατοικεῖν αὐτοῦ καὶ γήμαντα Δωδώνην Ὠκεανίδα τὴν

### book 233a1.10.5

πόλιν οὕτω προσονομάσαι. ὅτι δὲ ἐν Θεσπρωτοῖς οἶδε τὸ μαντεῖον τοῦ

### book 233a1.15.1

Διὸς ὁ ποιητής, φανερὸν ἐποίησεν ἐν Ὀδυσσείᾳ (sc. ξ 327—8)· καὶ

### book 233a1.15.2

Εὐριπίδης· „Θεσπρωτὸν οὖδας. —σεμνὰ Δωδώνης βάθρα;“ (Phoen.

### book 233a1.15.3

982). Ὅμηρος δὲ οὐκ οἶδε τοῦ Διὸς ἱερὰν δρῦν· ἐπεὶ κἂν εἰρήκει ὡς

### book 233a1.15.4

περὶ τῆς ἐν Ἰλίῳ „φηγῷ ἐν ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο“ (Η 60) καὶ

### book 233a1.15.5

„Διὸς περικαλλέϊ φηγῷ“ (Ε 693). T | Δωδῶναι δύο, ἡ μὲν Θεσσα‐

### book 233a1.20.1

λίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα

### book 233a1.20.2

δίδωσι. „δυσχείμερον“ (cf. Π 234) δέ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ

### book 233a1

οὐρανοῦ συνέχεται. b(BE3E4)T

### book 233a2.1

{ζεῦ ἄνα} Δωδωναῖε: ἐν χωρίῳ—τιμώμενε. | Δω‐

### book 233a2.2

δῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν

### book 233a2.3

γῆν, παρόσον πάντα δίδωσιν. ‘δυσχείμερον‘ δέ, ὅτι πάγοις καὶ κρυ‐

### book 233a2.4

μοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. | τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς

### book 233a2.5.1

λόγος—προσηγόρευσεν. ἡ ἱστορία παρὰ Θρασυβούλῳ καὶ

### book 233a2.5.2

Ἀκεστοδώρῳ. A

### book 233b.1

Πελασγικέ: ὅτι ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώ‐

### book 233b.2

νην τέμενος· οἱ δὲ „Πελαργικέ“· ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν,

### book 233b.3

ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ. οἱ δὲ „Πελαστικέ“, οὗ πέλας

### book 233b.4

ἐστὶν ὁ ἀήρ. τηλόθι δὲ ναίων, ἐπειδὴ ὁ αἰθὴρ ἄποθεν ἡμῶν·

### book 233b.5

Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα. b(BE3E4)T

### book 233b.1

Πελασγικέ: Πελασγία πρότερον ἡ Θεσσαλία—Βοιω‐

### book 233b.2

τίας ὑπὸ Αἰολέων. A

### book 234a.1

δυσχειμέρου: οἱ περὶ Ζηνόδοτον „πολυπίδακοσ“, διὰ

### book 234a.2

τὸ Καλλιμάχου (fr. 630) „κρηνέων τ’ Εὐρώπῃ μισγομένων ἑκατόν“. T

### book 234b.1

Σελλοί: πρὸς τὸ τῆς γραφῆς ἀμφίβολον. οἱ μὲν γὰρ Σελ‐

### book 234b.2

λούς, οἱ δὲ Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί·

### book 234b.3

καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις (cf. Β 659. Ο 531),

### book 234b

ἀφ’ οὗ εἰκὸς τοὺς παροίκους Σελλοὺς καλεῖσθαι. A

### book 234c.1

{ἀμφὶ δὲ} Σελλοί: ὁ μὲν Πίνδαρος (cf. fr. 59,3) Ἑλλοὺς

### book 234c.2

αὐτοὺς οἴεται. δεῖ δὲ ἀπὸ τοῦ ς ἄρχεσθαι τὴν λέξιν, ἀπὸ Σελλήεντος

### book 234c.3

ποταμοῦ. | ὀξύνεται δὲ τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγό‐

### book 234c.4

μενα, οὗ τὸ α μὴ προηγεῖται, ὀξύνεται· κιλλός, εἶδος χρώματος ἐν

### book 234c.5.1

Στεφανοπώλισιν Εὐβούλου (fr. 103 [II p. 199] K.)· „εὔχρων τι κιλ‐

### book 234c.5.2

λὸν—μανθάνεις; —θερίστριον“, „πολλόσ“ (Η 156 al.), κυλλός,

### book 234c.5.3

Ἑλλὸς ἢ Σελλός (ἀμφὶ δὲ Σελλοί), σκελλός, φελλός τὸ προσηγορι‐

### book 234c.5.4

κόν. τὸ δὲ Γάλλος καὶ „ἄλλοσ“ (Α 186 al.) τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ

### book 234c.5.5

τὸ „ἄλλοσ“ καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται. A

### book 234d1.1

Σελλοί: „Ἑλλοί“, ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ. οὕτω δὲ

### book 234d1.2

ὁ ποιητὴς καὶ οἱ παλαιοί. τινὲς δὲ Σελλοί, ἀπὸ Σελλήεντος τοῦ πο‐

### book 234d1.3

ταμοῦ, ὃς νῦν †ὡς καλῶς† καλεῖται. ἐὰν δὲ εἴπωμεν Σελλοί, ἔσονται

### book 234d1

περὶ πᾶσαν τὴν Δωδώνην οἰκοῦντες, οὐ περὶ τὸ τέμενος τοῦ θεοῦ· καὶ

### book 234d1.5.1

βέλτιον· ἐν Δωδώνῃ γὰρ τὸ γένος ἐστὶ τῶν ἱερέων τοῦ Διὸς κατὰ δια‐

### book 234d1.5.2

δοχήν. κοινὸν δὲ τοῖς πᾶσι Ἕλλησι τὸ ἐνταῦθα ἱερόν. σημειωτέον ὅτι

### book 234d1.5.3

ἄνδρας φησὶν αὐτόθι προφητεύειν. T

### book 234d2.1

ἀπὸ †σελλοῦ† τοῦ Θετταλοῦ τοῦτο τὸ γένος· ὅθεν κατὰ

### book 234d2.2

διαδοχὴν οἱ τοῦ Διὸς ἱερεῖς ἐγίνοντο. b(BCE3E4)

### book 234d2.1

Σελλοί: Πίνδαρος (cf. fr. 59,3) Ἑλλοί χωρὶς τοῦ ς, ἀπὸ

### book 234d2.2

Ἑλλοῦ τοῦ δρυτόμου, ᾧ φασι τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ

### book 234d2.5

μαντεῖον. A

### book 235

ὑποφῆται: ὑπομάντεις, ἱερεῖς—ἐκφέροντας. A

### book 235.1

ἀνιπτόποδες: οἱ φυλασσόμενοι μή τι μιαρὸν πατῆσαι.

### book 235.2

b(BCE3E4)T ἢ μὴ προϊόντες τοῦ ἱεροῦ ὡς μὴ δεῖσθαι νίπτρων·

### book 235.3

b(BCE3)T καὶ Καλλίμαχος (fr. 631)· „†ἧσεν ἐκδοὺς σάμβαλον

### book 235.5.1

αὐλείου“. ἢ διὰ τὸ 〈μὴ〉 ὑποδεδέσθαι {ἢ} καθ’ ὑπόμνησιν τοῦ κα‐

### book 235.5.2

τακλυσμοῦ, ὅτι †πεπολημένοι† μετὰ τὸ σωθῆναι ηὔξαντο τῷ Διΐ. T

### book 235.5.3

οἱ δὲ ἀνιπτόποδας ἀνιπταμένους ταῖς διανοίαις, μετεωρολόγους.

### book 235

χαμαιεῦναι δὲ χαμαὶ ὄντες καὶ τὰ πόρρω σκοποῦντες. b(BCE3)T

### book 235

ἀνιπτόποδες: ἤτοι βάρβαροι σκληρῶς τε—θρη‐

### book 235.10

σκεύειν. A

### book 236a.1

ἠμὲν δή ποτ’ ἐμὸν 〈ἔπος ἔκλυες εὐξαμένοιο〉: ἡ

### book 236a.2

διπλῆ, ὅτι οὐ προσυνέσταται περὶ τῆς τῶν Ἀχαιῶν κακώσεως

### book 236a.3

εὐχόμενος οὐδὲ κατ’ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς τῆς Θέτιδος λιτάς·

### book 236a.4

διὸ ἀθετητέον τὸν ἑξῆς „τίμησας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉“

### book 236a.5.1

(Π 237)· καθολικῶς γὰρ λέγει καὶ οὐκ 〈εἰσ〉 ἀφωρισμένον ἀναφέρει και‐

### book 236a.5.2

ρὸν τὸν τῆς μήνιδος. A

### book 236b.1

ἠμὲν δήποτ’ ἐμὸν 〈ἔπος ἔκλυες εὐξαμένοιο〉: τὴν

### book 236b.2

ἀπὸ τῆς μητρὸς δέησιν (sc. Α 503—10) ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ

### book 236b.3

τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται ἡ εὐχή·

### book 236b.4

b(BCE3E4)T καὶ Ἀλκμὰν (fr. 80 P. = P.M.G. 80) γάρ φησι·

### book 236b.5.1

„καί ποτ’ Ὀδυσσῆος ταλασίφρονος ὤαθ’ ἑταίρων Κίρκη ἐπαλείψασα“·

### book 236b.5.2

οὐ γὰρ αὐτὴ ἤλειψεν, ἀλλ’ ὑπέθετο Ὀδυσσεῖ. T

### book 237a.1

τίμησας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉: ὁ

### book 237a.2

μὲν ὀβελὸς πρὸς τὴν προειρημένην ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ

### book 237a.3

τῆς τοῦ Χρύσου εὐχῆς (sc. Α 454) μετενήνεκται. A

### book 237b.1

τιμήσας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉:

### book 237b.2

Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης ἀθετεῖ. T

### book 239-41a.1

αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νεῶν ἐν ἀγῶνι,

### book 239-41a.2

/ — / μάρνασθαι: ὡς πρὸς παρόντα τὸν θεὸν καὶ ἀγνοοῦντα

### book 239-41a

διαλέγεται ἀνθρωπείως· πάντα γὰρ οἶδεν ὁ θεός. b(BCE3)T

### book 239-41b

ἄλλως· {ἀλλ’ ἕταρον:} ὁ ἀλλά (240) ἀντὶ τοῦ δέ. T

### book 239.1

〈νηῶν ἐν ἀγῶνι:〉 ὅτι νηῶν ἀγῶνι τῷ ἀθροίσματι καὶ

### book 239.2

ναυστάθμῳ. Aint

### book 241-2.1

τῷ κῦδος 〈ἅμα πρόες—ἐνὶ φρεσίν〉: πρέπον

### book 241-2.2

Ἀχιλλεῖ δόξαν αἰτεῖσθαι πρὸ σωτηρίας· διὸ καὶ Ζεὺς διδοὺς τὸ ἕτερον

### book 241-2.3

τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα

### book 241-2.4

κατορθοῖ παρὰ θεοῖς τὰ αἰτούμενα. b(BCE3)T

### book 243a.1

ἐπίστηται: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει „ἐπιστέα‐

### book 243a.2

ται“. ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι, καὶ νῦν

### book 243a.3

ἀνάλογον ἕξει τὸ „ἐπιστέαται“ τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ.

### book 243a.4

ἔστιν οὖν ἀντὶ τοῦ ἐπίσταται, καὶ μετείληπται τὸ α εἰς τὸ η. A

### book 243b

ἐπίστηται: δύναται. T

### book 244

ἦ {οἱ καὶ τότε χεῖρες}: ὡς ἐρωτηματικὸν περισπαστέον. T

### book 245a.1

ὁπ〈π〉ότ’ ἐγώ περ ἴω 〈μετὰ μῶλον Ἄρηοσ〉:

### book 245a.2

Ἀρίσταρχος ὡς ἡνίοχόν φησιν ἠκολουθηκέναι Πάτροκλον Ἀχιλλεῖ,

### book 245a.3

b(BCE3E4)T ἐν οἷς φησι „κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην

### book 245a.4

ἡνιόχοιο“ (Ρ 427). οἱ δὲ ἐν Ἰλίῳ γεγενῆσθαι. T πῶς οὖν Ἀχιλλεῖ

### book 245a.5.1

συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιοχοῦντα καιρῷ καὶ

### book 245a.5.2

ἀναιρεῖν, ὅπου καὶ Αὐτομέδων τοῦτο ποιεῖ ἡνιοχῶν Πατρόκλῳ (cf.

### book 245a

Ρ 517—24); b(BCE3E4)T

### book 245b.1

〈ΠΕΡΙΩ:〉 βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ

### book 245b.2

σύνδεσμος. Aim

### book 245c

〈μῶλον:〉 μολυσμόν. Til

### book 246a

ναῦφι: ἰδίως ἀπὸ ὀρθῆς παρῆκται γενικὴν δηλοῦν. T

### book 246b

δίηται: διώξῃ, κατὰ Μάγνητας. T

### book 247.1

ἀσκηθής 〈μοι〉: ἐκ τοῦ γὰρ θεραπεύειν τὸ ὑγιαίνειν. b

### book 247.2

(BCE3E4)T ἡ δὲ λέξις Αἰτωλῶν. T διὰ δὲ τῆς προσθή‐

### book 247.3

κης τοῦ μοί τὸ φιλόστοργον ἦθος δηλοῖ. b(BCE3E4)T

### book 248a1.1

τεύχεσί τε ξὺν πᾶσι 〈καὶ ἀγχεμάχοις ἑτάροι‐

### book 248a1.2

σιν〉: κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν σύν πρόθεσιν διὰ τὴν

### book 248a1.3

διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους· διὸ προπερισπᾶται τὸ πᾶσι, ‘σὺν

### book 248a1.4

τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροισ‘. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ

### book 248a1.5.1

τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπ’ εὐθείας τῆς σύμπαντες καὶ αἰτια‐

### book 248a1.5.2

τικῆς τῆς σύμπαντας· „〈σύμπαντας·〉 τοῖς δ’ οὔ τι δυνήσεαι ἀχνύμε‐

### book 248a1.5.3

νοσ“ (Α 241). καὶ οὕτως ἀνεγνώσθη τὸ „σύμπασι〈ν〉 Πυλίοισι“ (γ

### book 248a1.5.4

59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐστί, ἐπεὶ κατὰ σύν‐

### book 248a1.5.5

θεσιν, ἐν δὲ τῷ τεύχεσι τε ξὺν πᾶσι φυλάξει τὸ ν 〈τὸ〉 ἑαυτῆς ἡ

### book 248a1.10

πρόθεσις διὰ τὴν παράθεσιν. A

### book 248a2.1

{ξὺν πᾶσι:} κατὰ παράθεσιν ἔχει ἐνθάδε ἡ σύν: διὸ καὶ

### book 248a2.2

προπερισπαστέον τὸ πᾶσι διὰ τὴν πρὸς τοὺς ἑταίρους ἀντιδιαστο‐

### book 248a2

λήν. T

### book 248b.1

τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν:

### book 248b.2

ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν ὅπλων. b(BCE3E4)T

### book 249-50.1

τοῦ δ’ ἔκλυε 〈μητίετα Ζεύς. / τῷ δ’ ἕτερον μὲν

### book 249-50.2

ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε〉: σαφῶς καὶ διὰ βραχέων τὸ

### book 249-50.3

πᾶν ἐξήνεγκεν. T

### book 251.1

νηῶν μέν 〈οἱ〉 ἀπώσασθαι 〈πόλεμόν τε μάχην τε〉:

### book 251.2

πρὸς τὸ πρῶτον ὑπήντησεν. T

### book 252a

〈σόον:〉 διχῶς γράφεται, καὶ σόον καὶ „σάον“. Aim

### book 252b.1

σόον: γράφεται καὶ „σάο〈ν〉“ διὰ τὸ „σαώτερος ὥς κε

### book 252b.2

νέηαι“ (Α 32) καὶ „σάω δ’ ἐρίηρας ἑταίρουσ“ (Π 363). οὐ πρὸς τὸ „ἢν

### book 252b.3

γὰρ δή με σόωσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι“ (λ 393). T

### book 254

〈ἀπέθηκε:〉 οὕτως ἀπέθηκε διὰ τοῦ α. Aim

### book 255-6.1

στῆ δὲ πάροιθ’ 〈ἐλθὼν—αἰνήν〉: εἰκότως

### book 255-6.2

θεατὴς τῆς μάχης γίνεται, καραδοκῶν τὸ ἀποβησόμενον. b(BCE3

### book 255-6.3

E4)T

### book 255

〈ἔτι δέ:〉 ἔτι γάρ. Til

### book 259.1

σφήκεσσιν 〈ἐοικότεσ〉: παρόσον ὁμοθυμαδὸν ὁρμῶσι

### book 259.2

τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος

### book 259.3

ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν. b(BCE3E4)T

### book 260a.1

εἰνοδίοις, οὓς παῖδες 〈ἐριδμαίνωσιν ἔθοντεσ〉: ὅτι

### book 260a.2

τὴν αὐτὴν διάνοιαν ἔχει τῷ ἑξῆς καὶ ὑγιέστερον εἴρηται. A

### book 260b

εἰνοδίοις: παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν. b

### book 260b

(BCE3E4)T

### book 260c.1

ἐριδμαίνωσιν: εἰς ἔριν ἐμβάλλωσιν· οἱ δὲ ἐρεθίζωσιν·

### book 260c.2

ἔθοντες δὲ ἐξ ἔθους ἐπιόντες, b(BCE3E4)T „ἔθων Οἰνῆος ἀλωήν“

### book 260c.3

(Ι 540). T

### book 261a.1

αἰεὶ κερτομέοντες 〈ὁδῷ ἔπι οἰκί’ ἔχοντασ〉: ἀθετεῖ‐

### book 261a.2

ται, 〈ὅτι〉 τὸ κερτομεῖν οὐ τίθησιν ἐπὶ τοῦ δι’ ἔργων ἐρεθίζειν, ἀλλὰ

### book 261a.3

διὰ λόγων. καὶ ὅτι διὰ τοῦ προειρημένου στίχου (sc. Π 260) ταὐτὸν

### book 261a.4

εἴρηται· τὸ γὰρ „εἰνοδίοισ“ (Π 260) ταὐτόν ἐστι τῷ ὁδῷ ἔπι οἰκί’

### book 261a.5.1

ἔχοντες, καὶ τὸ „ἐριδμαίνωσιν“ (Π 260) τῷ κερτομέοντες, καὶ τῷ

### book 261a.5.2

αἰεί τὸ „ἔθοντεσ“ (Π 260), ἐξ ἔθους συνεχῶς ἐπιφοιτῶντες. A

### book 261b

〈αἰεὶ—ἔχοντας:〉 ἠθέτει καὶ Ἀριστοφάνης. Aint

### book 261c

αἰεὶ〈—ἔχοντασ〉: ἀθετεῖται διὰ τὴν ταὐτολογίαν·

### book 261c.1

τὸ γὰρ αἰεί ταὐτόν ἐστι τῷ „ἔθοντεσ“ (Π 260), τὸ δὲ κερτομέοντες

### book 261c.2

τῷ „ἐριδμαίνωσι“ (Π 260), τὸ δὲ ὁδῷ ἔπι τῷ „εἰνοδίοισ“ (Π 260).

### book 261c.3

b(BCE3E4)T ἄλλως τε ὁ ποιητὴς κερτόμησιν ἀεί φησι τὸ διὰ λό‐

### book 261c.5.1

γων ἐρεθίζειν, οὐκ ἔργων. | τινὲς δὲ „ὁδῷ ἔπι οἰκί’ ἔχοντεσ“ γρά‐

### book 261c.5.2

φουσιν, ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ εἰς τὸ κερτομέοντες λείπει

### book 261c.5.3

τὸ οἵ, ἵν’ ᾖ οἱ κερτομικοί. b(BE3E4)T

### book 261d.1

〈ἔχοντας:〉 Ἀρίσταρχος ἔχοντας διὰ τοῦ α, καὶ ἅπα‐

### book 261d.2

σαι. Aim

### book 262

〈τιθεῖσι:〉 προπερισπᾶται. προείρηται δέ (sc. ad Γ 152 c).

### book 262

Aim

### book 263.1

παρά τίς τε κιών: παροδεύων τις. πλεονάζει οὖν ὁ τέ

### book 263.2

σύνδεσμος. b(BCE3)T

### book 265a1.1

πρόσσω πᾶς πέτεται: ὅτι πληθυντικῶς εἰπὼν „οἱ δ’

### book 265a1.2

ἄλκιμον ἦτορ ἔχοντεσ“ (Π 264) ἑνικὸν ἐπιφέρει πᾶς πέτεται διὰ τὸ

### book 265a1.3

τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εἶναι, μόνον δὲ τὸ σχῆμα ἑνικόν,

### book 265a1.4

ὅμοιον τῷ „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). A

### book 265a2.1

{ἔχοντες πρόσω πᾶς:} πρὸς τὸ σχῆμα. καὶ τὸ πᾶς ἴσον

### book 265a2.2

τῷ πάντες. T

### book 265b.1

πρόσ〈σ〉ω πᾶς πέτεται: ἥκιστα ἂν ἴδοις σφῆκα

### book 265b.2

φεύγοντα, διώκοντα δὲ προθυμότατα. T

### book 267.1

βοὴ δ’ ἄσβεστος 〈ὀρώρει〉: Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ

### book 267.2

βοησάντων, Τρώων δὲ θορυβηθέντων. b(BCE3E4)T

### book 268.1

ἑτάροισιν ἐκέκλετο: οὔπω †ἐμβαλοῦσιν† εἰς τὸν πόλε‐

### book 268.2

μον, ἀλλ’ ἔτι περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδ’ ἂν ἠκούσθη. καλῶς δὲ ἐπὶ

### book 268.3

Ἀχιλλέως μὲν ἡσυχίαν ἄγει, νῦν δὲ ἐπ’ ἐξουσίας γεγονὼς παρακαλεῖ

### book 268.4

γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν

### book 268.5

ἰσάζεσθαι παρακαλεῖ τῷ φίλῳ. b(BCE3E4)T

### book 271.1

〈ὡς ἂν〉 Πηλείδην τιμήσομεν: μέγαν αὐτοῖς ὑπογράφει

### book 271.2

σκοπὸν ἀνδραγαθίας τὴν Ἀχιλλέως τιμήν. b(BCE3E4)T

### book 272.1

〈καὶ〉 ἀγχέμαχοι 〈θεράποντεσ〉: ἀπὸ κοινοῦ τὸ ‘μέγ’

### book 272.2

ἄριστοι‘ (cf. Π 271). Σέλευκος (fr. 15 M. = 13 D.) δὲ ἀθετεῖ. T

### book 273-4.1

γνῷ δὲ καὶ Ἀτρείδησ〈— / ἣν ἄτην, ὅ τ’

### book 273-4.2

ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν〉: ἔμφρων ὁ Πάτροκλος ὁ παρ‐

### book 273-4.1

όντα μὲν ἐλέγχων μετὰ παρρησίας—„νηλεές, οὐκ ἄρα σοί γε πατὴρ

### book 273-4.2

ἦν ἱππότα Πηλεύς, / οὐδὲ Θέτις μήτηρ“ (Π 33—4)—, ὑπὲρ ἀπόντος

### book 273-4.5.1

δὲ τοῦ φίλου ἀπολογούμενος. b(BCE3E4)T τὰ αὐτὰ δὲ τῷ Ἀχιλ‐

### book 273-4.5.2

λεῖ προφέρεται ἔτι. T ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι

### book 273-4.5.3

σπεύδοντος Ἀγαμέμνονι ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.

### book 273-4.5.4

b(BE3E4)T

### book 274a1.1

ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν: ὅτι τὸ δεν παρ‐

### book 274a1.2

έλκεται· ἔστι γὰρ ὅτι τὸν ἄριστον τῶν Ἀχαιῶν οὐκ ἔτισεν. A

### book 274a2

{οὐδὲν ἔτισεν:} περισσεύει τὸ ἕν· ἔστι γὰρ ‘οὐκ ἔτισεν‘. T

### book 276a.1

ἐν δ’ ἔπεσον 〈Τρώεσσιν〉: ἀκολούθως τοῖς Ἀχιλλέως παρ‐

### book 276a.2

αγγέλμασιν· „ἔμπες’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο / νῆας

### book 276a.3

ἐνιπρήσωσι“ (Π 81—2). b(BCE3E4)T

### book 276b

ἀμφὶ δὲ νῆες: οὐ πᾶσαι, ἀλλ’ αἱ τῶν Μυρμιδόνων. T

### book 278.1

〈Τρῶες δ’〉 ὡς εἴδοντο Μενοιτίου 〈ἄλκιμον υἱόν〉:

### book 278.2

αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου υἱόν, προαναπεφώνηκε δὲ τοῦτο

### book 278.3

ἀφ’ ἑαυτοῦ ὁ ποιητής. b(BCE3E4)T

### book 279.1

αὐτὸν καὶ θεράποντα 〈σὺν ἔντεσι μαρμαίροντασ〉:

### book 279.2

Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα Πατρόκλου ᾤοντο εἶναι τὸν Πά‐

### book 279.3

τροκλον, Πάτροκλον δὲ Ἀχιλλέα. b(BCE3E4)T

### book 280.1

πᾶσιν ὀρίνθη θυμός: ἀντὶ τοῦ πάντων. ἐνδείκνυται δὲ

### book 280.2

ὁ ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ τῶν

### book 280.3

πραγμάτων ἐχομένους. b(BCE3E4)T

### book 280-1a.1

φάλαγγες / ἐλπόμενοι: ἔστι τι ὅμοιον καὶ παρὰ

### book 280-1a.2

Θουκυδίδῃ (1,110,4)· „ἐκ τῶν Ἀθηνῶν καὶ ἄλλης συμμαχίας πεντή‐

### book 280-1a.3

κοντα τριήρεις πλέουσαι ἐς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας,

### book 280-1a.4

οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.“ T

### book 280-1b

ἄλλως· φάλαγγες / ἐλπόμενοι: ἀντὶ τοῦ ἐλπομένων.

### book 280-1b.1

Ζηνόδοτος δὲ γράφει „ἐλπόμεναι“, ἐπὶ τῶν φαλάγγων. | ἐπαινεῖ δὲ

### book 280-1b.2

Ἀρίσταρχος ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσο‐

### book 280-1b.3

μένους. T

### book 281a.1

ἐλπόμενοι: ὅτι ἰδίως εἴρηκε „φάλαγγεσ“ (Π 280) / ἐλπό‐

### book 281a.2

μενοι πρὸς τὸ νοητόν· σύστημα γὰρ ἀνδρῶν εἰσιν αἱ φάλαγγες. ἢ

### book 281a.3

δεῖ τὴν πτῶσιν μεταλαβεῖν ‘ἐλπομένων‘. A

### book 281b

ναῦφι: ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν. T

### book 283.1

πάπτηνεν δὲ ἕκαστος, 〈ὅπῃ φύγοι αἰπὺν ὄλε‐

### book 283.2

θρον〉: δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης

### book 283.3

(fr. 130 R.3), ἐν ᾧ πάντες φευκτιῶσι, καὶ οἰκεῖον βαρβάρων. T

### book 286.1

νηῒ παρὰ πρυμνῇ 〈μεγαθύμου Πρωτεσιλάου〉: κα‐

### book 286.2

λῶς τῇ κινδυνευούσῃ νηῒ πρώτῃ ἐπικουρεῖ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλ‐

### book 286.3

λεύς· „μὴ δὴ νῆας ἕλωσι b(BCE3E4)T καὶ οὐκέτι φυκτὰ πέλον‐

### book 286.4

ται“ (Π 128). T

### book 287.1

{ὃς} Παίονας ἱπποκορυστάς: Μίμνερμος (fr. 14 D.3 =

### book 287.2

17 W. = FGrHist 578,4)· „Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γέ‐

### book 287.3

νος ἵππων“. ἐν δὲ τῷ Καταλόγῳ (sc. Β 848) καὶ „Παίονες ἀγκυλό‐

### book 287.4

τοξοι“. ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην· ἢ

### book 287.5

διαφόρῳ ὁπλίσει ἐχρῶντο· ἢ ἱπποτοξόται ἦσαν. T

### book 288.1

ἐξ Ἀμυδῶνος: Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ

### book 288.2

τὸν Ἀξιὸν ποταμὸν κείμενον. T

### book 290-1.1

ἕταροι δέ μιν ἀμφεφόβηθεν 〈/ Παίονεσ〉: ἐκ πλή‐

### book 290-1.2

ρους ἡ ἀμφί. | τὸ δὲ ἑξῆς, περὶ αὐτὸν οἱ Παίονες ἐφόβηθεν. ἐκ πρώτου

### book 290-1.3

δὲ ηὔξηται τοῦ Πατρόκλου ἡ ἀρετὴ οὐ τὸν τυχόντα ἀνελόντος. ἅμα δὲ

### book 290-1.4

διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους.

### book 290-1.5

b(BCE3E4)T

### book 290

〈ἀμφεφόβηθεν:〉 Ἀρίσταρχος Ἰακῶς „ἀμφὶ φόβηθεν“. Aim

### book 293a1.1

κατὰ δ’ ἔσβεσεν 〈αἰθόμενον πῦρ〉: ἐπαινεῖται ταῦτα

### book 293a1.2

ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἰ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ

### book 293a1.3

σκάφος (cf. Π 294). T

### book 293a2.1

ἐπαινετὰ δὲ τὰ ἔπη ὡς ἐν τῷ τάχει καὶ τὴν ἀξιοπιστίαν

### book 293a2.2

ἔχοντα. b(BCE3E4)

### book 293b.1

ἔσβεσεν: αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβε‐

### book 293b.2

σεν, ὅπερ ὁ Ζεὺς ἀνῆψεν. b(BCE3E4)T

### book 293c

〈αἰθόμενον:〉 ἐν ἄλλῳ „ἀκάματον {πῦρ}“. Aim

### book 294a.1

ἡμιδαής: ἐναργῶς ἔχει τὸ ἡμιδαής· σχεδὸν γὰρ ἐπάγει

### book 294a.2

τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυ‐

### book 294a.3

σιν. b(BCE3E4)T

### book 294b.1

τοὶ δὲ φόβηθεν: ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος

### book 294b.2

(vide Π 290)· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ

### book 294b.3

τῶν πολεμίων ὑποχώρησις. b(BCE3E4)T

### book 296

〈ἀλίαστος:〉 ἀνέκλειπτος. Til

### book 297.1

ἀφ’ ὑψηλῆς κορυφῆς: ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ

### book 297.2

νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον. b(BCE3E4)

### book 297.3

T μέμνηται δὲ αὑτοῦ ὁ ποιητής· ἔλεγε γὰρ „εἰ δὴ κυάνεον

### book 297.4

Τρώων νέφος ἀμφιβέβηκε“ (Π 66). T

### book 298a.1

κινήσῃ 〈...〉 νεφέλην: πιθανῶς οὐκ εἶπε σκεδάσῃ· οὐ

### book 298a.2

γὰρ προτροπάδην ἀπίασιν. ὁπότε δὲ προτροπάδην φεύγουσιν, „ὡς

### book 298a.3

δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται“ (Π 364). T

### book 298b

〈κινήσῃ〉 ὑπ’ ἀνέμου δηλονότι. Aint

### book 298c.1

〈κινήσῃ:〉 καὶ ταῦτα δὲ Ὅμηρος τὰ αὐτόματα θεοῖς ἀνα‐

### book 298c.2

τίθησιν, οἱ δὲ μετ’ αὐτὸν μετεωρολέσχαι οὐδαμοῦ προστιθέασιν ὄνομα

### book 298c.3

θεοῦ. T

### book 299-300.1

ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ 〈καὶ πρώονες

### book 299-300.2

ἄκροι / καὶ νάπαι—αἰθήρ〉: ὅτι ἐνταῦθα οἰκείως κεῖ〈ν〉ται·

### book 299-300.3

ἐπικειμένης γὰρ τῆς Τρωϊκῆς φάλαγγος ὡς νέφους ὄρει, αἰφνιδίως ὡς

### book 299-300.4

ἄνεμος ἐπιπνεύσας ὁ Πάτροκλος ἀπῶσε καὶ ἐτρέψατο. ἐν δὲ τῇ Θ (sc.

### book 299-300.5

557—8) κακῶς. A

### book 299a.1

σκοπιαί: τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω.

### book 299a.2

b(BCE3E4)T

### book 299b

〈πρώονες:〉 ὡς σώφρονες. προείρηται (sc. ad Θ 557). Aim

### book 299c.1

πρώονες: οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. ἔστι δὲ τοῦ

### book 299c.2

πρῶνες διαίρεσις. A T

### book 300.1

οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ: αἴφνης

### book 300.2

—νεφέλης ῥαγείσης. A

### book 300a

ὑπερράγη 〈... αἰθήρ〉: τῶν νεφῶν διαρραγέντων

### book 300a

ὤφθη ὁ αἰθήρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν. b(BCE3E4)T

### book 300b.1

〈ἄσπετος αἰθήρ:〉 Νέστορος εἰπόντος „αἴ κέν τι φόως

### book 300b.2

Δαναοῖσι γένηαι“ (Λ 797) φησὶν ἄσπετος αἰθήρ. T

### book 303-5.1

οὐ γάρ πώ 〈τι〉 Τρῶεσ〈—ἀνάγκῃ〉: δαιμο‐

### book 303-5.2

νίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δεινοῦ

### book 303-5.3

γενομένου φυγεῖν προτροπάδην (cf. 304) τοὺς βαρβάρους. b(BCE3

### book 303-5.4

E4)T

### book 304

προτροπάδην: ἀμετάστρεπτοι. T

### book 305a1.1

ἀνθίσταντο: ἕν ἐστι τὸ ἀνθίσταντο, οὐχὶ ἄντα

### book 305a1.2

ἐπίρρημα καὶ ἵσταντο, ὥς τινες. A

### book 305a2

τινὲς ‘ἄντα ἵσταντο‘. Til

### book 305b.1

〈ὑποεῖκον:〉 ζητεῖ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶς

### book 305b.2

δεῖ ἀναγινώσκειν. Aint

### book 306.1

κεδασθείσης 〈ὑσμίνησ〉: ἄλλος γὰρ ἄλλῃ ἔφυγε· διὰ δὲ

### book 306.2

τῶν Μυρμιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας, τοὺς ἡγε‐

### book 306.3

μόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον

### book 306.4

τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλ’

### book 306.5

ἐκθυμότερον ἀφ’ ὧν ἔπαθον, ἀμύνονται τοὺς Τρῶας. b(BCE3E4)T

### book 307.1

〈ἡγεμόνων:〉 τὸ ἡγεμόνων βέλτιον ἡ συνήθεια τοῖς ἄνω

### book 307.2

προσνέμει. Aint

### book 308a.1

αὐτίκ’ ἄρα στρεφθέντος: τοῦτο καὶ ἀπ’ ἄλλης ἀρχῆς

### book 308a.2

δύναται λέγεσθαι, ἵνα στίζωμεν ἐπὶ τὸ „υἱόσ“ (Π 307). κοινὸν δὲ νοη‐

### book 308a.3

θήσεται κατ’ ἐκείνης τῆς διανοίας τὸ „ἕλεν“ (Π 306). A

### book 308b

〈στρεφθέντος:〉 εἰς φυγὴν δηλονότι. b(BCE3E4)Til

### book 309.1

διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν: διήλασε τὸν χαλκὸν εἰς

### book 309.2

τοὔμπροσθεν. T

### book 311-2

〈οὖτα〉 Θόαντα / στέρνον: ἀντὶ τοῦ Θόαντος. T

### book 311a1.1

〈Θόαντα:〉 πρὸς τὴν ὁμωνυμίαν, ὅτι Τρωϊκὸς ὁ Θόας

### book 311a1.2

οὗτος. Aim

### book 311a2

καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ. T

### book 312

〈στέρνον:〉 λείπει ἡ κατά. Til

### book 313.1

ἐφορμηθέντα: Ἀριστοφάνης „ὑφορμηθέντα“ ἀντὶ τοῦ

### book 313.2

ὑποχωρήσαντα· καὶ οὐκ ἄχαρις ἡ γραφή. b(BCE3E4)T

### book 314a.1

ὀρεξάμενος: τύψας· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα.

### book 314a.2

b(BCE3)T

### book 314b.1

ἄλλως· 〈ἔφθη〉 ὀρεξάμενος: ἀντὶ τοῦ ‘παίσας ἔφθη πρὶν

### book 314b.2

οὐτάσαι‘. T

### book 314c

ἄλλως· ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας. T

### book 314d.1

πρυμνὸν σκέλος: τὸ ἔσχατον ὡς πρὸς τὸν μηρόν. λέγει

### book 314d.2

δὲ τὴν γαστροκνημίαν. b(BCE3)T

### book 315.1

μυών: μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπω‐

### book 315.2

δύνους μέν, μὴ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτειν τινὶ τῶν καιρίων.

### book 315.3

οἱ δέ φασιν ὡς μύες ἐκ νεύρων εἰσι πεπλεγμένοι καὶ σαρκὸς στερίφης·

### book 315

ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱ‐

### book 315.5.1

μορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, b(BCE3E4)T τελευτὴ

### book 315.5.2

δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ

### book 315.5.3

νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι

### book 315.5.4

αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ „πάχιστον“ (cf. Π 314) αὐτόν φησιν·

### book 315.5.5

ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐστιν ἐν τῇ κνήμῃ, καθάπτων

### book 315.10

ἐπὶ τὴν πτέρναν, καλούμενος τένων. b(BE3E4)T

### book 315

〈μυών:〉 μύες καλοῦνται αἱ συνεστραμμέναι σάρκες. Aint

### book 317a.1

Νεστορίδαι δ’ ὁ μὲν οὔτας’ 〈Ἀτύμνιον ὀξέϊ δου‐

### book 317a.2

ρί〉: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ Νεστοριδῶν ὁ μὲν Ἀντίλοχος οὔ‐

### book 317a.3

τασεν Ἀτύμνιον (cf. Π 317—8), ὁ δὲ Θρασυμήδης Μάριν (cf. Π

### book 317a.4

321—3). A

### book 317b.1

Νεστορίδαι: ἀντὶ τοῦ Νεστοριδῶν. b(BCE3E4)T

### book 317b.2

ἢ ἀπὸ κοινοῦ τὸ ‘οὔτασαν‘. δεῖγμα δὲ φιλαδελφίας κοινὸν προὔβαλε

### book 317b.3

b(BCE3)T τῶν φονευόντων 〈καὶ φονευομένων〉, T ἥδιστα

### book 317b.4

δὲ κατεσχημάτισεν ὅλον τὸν λόγον. b(BCE3)T

### book 317c.1

〈Νεστορίδαι δέ:〉 μετὰ τὸν δέ σύνδεσμον διασταλ‐

### book 317c.2

τέον. Aim Aint

### book 317d

〈οὔτασε:〉 τινὲς „†οὐτάσ“. Til

### book 320-2.1

Ἀντιλόχῳ ἐπόρουσε〈—οὐδ’ ἀφάμαρτεν:〉

### book 320-2.2

ὑπερφυὴς ἡ ποικιλία· οὐ γὰρ ἔφη ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς

### book 320-2.1

ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν ὁ δεύτερος

### book 320-2.2

ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν ὁ

### book 320-2.5.1

Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν φιλαδελφίαν

### book 320-2.5.2

ἐνέφηνε, τοῦ μὲν διὰ ἀδελφὸν ἀποθανόντος, τοῦ δὲ διὰ ἀδελφὸν ἀνελόν‐

### book 320-2.5.3

τος. b(BCE3E4)T

### book 322-3.1

ἔφθη 〈ὀρεξάμενος, πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρ‐

### book 322-3.2

τεν, / ὦμον ἄφαρ〉: τὸ ἑξῆς ἔφθη ὀρεξάμενος (322) ὦμον

### book 322-3.3

ἄφαρ (323). T

### book 322

ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας. T

### book 324a.1

δρύψ’ ἀπὸ μυώνων: εἰ τοῦ ἐγκεφάλου ἀποπέφυκε τὰ

### book 324a.2

νεῦρα εἰς νωτιαῖον μυελόν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες

### book 324a.3

εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι πρὸς τὰ καίρια· ὅθεν αἱ ἀθρόαι κατὰ

### book 324a.4

τῶν μυῶν πληγαὶ θανατοῦσιν. b(BCE3E4)T

### book 324b.1

ἄλλως· δρύψ’ ἀπὸ μυώνων, 〈ἀπὸ δ’ ὀστέον ἄχρις

### book 324b.2

ἄραξε〉: τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ

### book 324b.3

δόρατος, b(BCE3E4)T ἀπήραξε δὲ ἕως τοῦ ὀστέου. T

### book 324c.1

ἀπὸ δ’ ὀστέον 〈ἄχρις ἄραξε〉: τὸ ἑξῆς ‘†ἀπάρραξεν†

### book 324c.2

ὀστέον‘. ἄχρις δὲ ἕως ὀστέου· τὸ γὰρ ἄχρις καὶ χρονικὸν καὶ τοπι‐

### book 324c.3

κὸν ὡς νῦν. b(BCE3)T

### book 324d.1

ἄχρις {ἄραξε}: Ἀρίσταρχος ὡς „μέχρισ“ (Ω 128) ἀνε‐

### book 324d.2

γίνωσκε, παρὸ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν ὡς τὰ εἰς ις ἐπιρρή‐

### book 324d.3

ματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις, „ἅλισ“ (Β 90 al.), „μό‐

### book 324d

γισ“ (Ι 355 al.), ἄχρις, αὖθις. ὀξύνεται δὲ τὸ „χωρίσ“ (Η 470 al.)

### book 324d.5.1

καὶ „ἀμφίσ“ (Β 13 al.), διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι

### book 324d.5.2

βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο

### book 324d.5.3

σχεδὸν βραχεῖα εἶναι· διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον. δοκεῖ δέ μοι

### book 324d.5.4

ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις,

### book 324d.5.5

„αὖθι“ (Α 492. γ 156), αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο (sc. καθ. 1,508,

### book 324d.10

21) καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου. A

### book 326a1.1

ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι 〈δαμέντε〉: ἡ

### book 326a1.2

διπλῆ, ὅτι πτῶσις ἤλλακται, δοτικὴ ἀντὶ γενικῆς, καὶ ἡ ὑπό πρόθεσις

### book 326a1.3

παρεῖται· ἔστι γὰρ ἀντὶ τοῦ ‘ὣς τὼ ὑπὸ δοιῶν κασιγνήτων δαμέν‐

### book 326a1.4

τε‘. A

### book 326a2.1

{ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι:} ὑπὸ τῶν δύο ἀδελφῶν

### book 326a2.2

δαμέντες, ὡς τὸ „Ἀχιλ{λ}ῆϊ δαμασθείσ“ (Χ 55). T

### book 328.1

Ἀμισωδάρου: οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα

### book 328.2

ἔγημε Βελ〈λ〉εροφόντης, ὡς Ξενομήδη〈σ〉 (FGrHist 442,3) ἔφη. T

### book 328-9.1

〈Ἀμισωδάρου,〉 ὅς ῥα Χίμαιραν / θρέψεν: ὅτι οὐ

### book 328-9.2

πέπλασται τὰ περὶ τὴν Χίμαιραν, πίστιν ἐπιτίθησι διὰ τοῦ χρόνου

### book 328-9.3

καὶ τοῦ θρέψαντος. ἴσως οὖν ἐν αἰπολίῳ χίμαρος τραφεὶς ἠγριώθη·

### book 328-9.4

οὐδὲ μὴν ἑτεροφυὴς ἦν, ὡς Ἡσίοδος (sc. th. 319—22) ἔπλασεν. T

### book 329a

ἀμαιμακέτην: τὴν ἀκαταμάχητον. T

### book 329b

ἀμαιμακέτην: ἐφ’ ἣν οὐκ ἄν τις ὁρμήσειεν. T

### book 330-1.1

Αἴας δὲ 〈Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας /

### book 330-1.2

ζωὸν ἕλε〉: πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ τῷ

### book 330-1.3

Ὀϊλέως Αἴαντι· ἔστι γὰρ τάχιστος· διὸ καὶ τὸ ἐπορούσας (330)

### book 330-1.4

πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν

### book 330-1.5

τινα. b(BCE3E4)T

### book 333.1

πᾶν δ’ ὑπεθερμάνθη 〈ξίφος αἵματι: πᾶν〉 ἀντὶ τοῦ

### book 333.2

ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν ἀθρόαν αἱμορραγίαν. ἀλλαχοῦ δὲ „ψυ‐

### book 333.3

χρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν“ (Ε 75). b(BCE3)T

### book 333-4.1

τὸν δὲ κατ’ ὄσσε 〈/ ἔλλαβε ... θάνατοσ〉: ἀντὶ τοῦ

### book 333-4.2

‘τοῦ δέ‘. ἡ δὲ κατά (cf. 333) πρὸς τὸ ἔλαβεν (cf. 334). b(BCE3E4)T

### book 335-7.1

Πηνέλεως δὲ Λύκων τε συνέδραμον〈—ξι‐

### book 335-7.2

φέεσσι συνέδραμον〉: τὸ διήγημα κατὰ ἀναστροφήν· οὐ γὰρ πρῶ‐

### book 335-7.3

τον ἀποτυχόντας εἰσάγει, εἶτα διὰ τοῦτο συμπλεκομένους, ἀλλ’

### book 335-7.4

ὥσπερ αἰτίαν τῆς συνδρομῆς ἀποδιδοὺς τὸ προγεγενημένον δεδήλω‐

### book 335-7.5

κεν ὅτι ἀκοντίσαντες ἐπ’ ἀλλήλους ἥμαρτον. b(BCE3E4)T

### book 336a1.1

ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντ〈ισαν ἄμ‐

### book 336a1.2

φω〉: ὅτι μέλεον ἀντὶ τοῦ μελέως, ματαίως. καὶ διὰ παντὸς οὕτως

### book 336a1.3

Ὅμηρος χρῆται· οἱ δὲ τραγικοὶ (cf. Aesch. Pers. 733 al.) ἐπὶ τοῦ

### book 336a1.4

οἰκτροῦ καὶ τάλανος, καὶ ἡ συνήθεια· πρὸς ὃ καὶ ἡ σημείωσις. A

### book 336a2.1

ματαίως. οἱ τραγικοὶ δὲ τὸ μέλεον ἐπὶ τοῦ οἰκτροῦ τάσ‐

### book 336a2.2

σουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)T

### book 339a.1

φάσγανον ἐρραίσθη: διεκλάσθη καὶ διεφθάρη b(BCE3

### book 339a.2

E4) | ὑπὸ τῆς βίας τοῦ τύψαντος, b(BCE3E4)T ὡς τὸ Μενελάου

### book 339a.3

„τριχθά τε καὶ τετραχθά“ (Γ 363). T

### book 339b

θεῖνε: ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ

### book 339b

συνήθως τὰς πληγάς. A b (BCE3)T

### book 340-1.1

ἔσχεθε δ’ οἶον / δέρμα: μόνον δὲ τὸ δέρμα κατεῖχε καὶ

### book 340-1.2

κατεκράτει τὴν κεφαλὴν ἐκκοπεῖσαν. T

### book 342.1

κιχείς: ἀπὸ τοῦ κίχημι. ἢ τῆς „κιχών“ (ο 157) παθητικόν,

### book 342.2

ὡς τῆς λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ ἐριπείς· A T „ἐριπέντι Πο‐

### book 342.3

λυνείκει“ (Pind. Ol. 2,43). T

### book 343

ἐπιβησόμενον: ἐπιβατικῶς ἔχοντα. T

### book 345

Ἐρύμαντα: παρὰ τὸ ἔρυμα. τινὲς δὲ „Ὀρύμαντα“. T

### book 345-7.1

κατὰ στόμα νηλέϊ χαλκῷ〈—ὑπ’ ἐγκεφά‐

### book 345-7.2

λοιο〉: ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον διαθέμενος περὶ τὸν

### book 345-7.3

Πάνδαρον (sc. Ε 291—3): b(BCE3E4)T τοῦ μὲν γὰρ ἄνωθεν

### book 345-7.4

πληγέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται, ἐνταῦθα δὲ ἡ μὲν

### book 345-7.5.1

πληγὴ διὰ τοῦ στόματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφα‐

### book 345-7.5.2

λῆς. b(BE3E4)T

### book 347-8.1

〈νέρθεν ὑπ’ ἐγκεφάλοιο— /〉 ἐκ δ’ ἐτίναχθεν

### book 347-8.2

ὀδόντες: ἐπάνω τῆς ὑπερῴας ἠνέχθη ἡ πληγὴ κατὰ τὸν ἐγκέφαλον,

### book 347-8.3

οἱ δὲ ὀδόντες κατὰ τὴν ἐπιδρομὴν τοῦ δόρατος ἐξετινάχθησαν. b

### book 347-8.4

(BCE3E4)T ὀστέα (347) δὲ Ἀπολλώνιος τοὺς σφονδύλους

### book 347-8.5

φησίν. b(BE3E4)T

### book 347.1

κέασσε: οἰκείως ἐπὶ μὲν ὀστῶν †ἐκέασθεν†, ἐπὶ δὲ ὀδόντων

### book 347.2

„ἐτίναχθεν“ (Π 348), ἐπὶ δὲ τοῦ δόρατος „ἐξεπέρησε“ (Π 346) φησίν.

### book 347.3

b(BE3E4)T

### book 348-9.1

ἐνέπλησθεν δέ 〈οἱ ἄμφω /〉 αἵματος ὀφθαλμοί: ἡ

### book 348-9.2

αἱμορραγία ὅλην τὴν κεφαλὴν διελθοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη

### book 348-9.1

μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπτῶν· ὅθεν οἱ ἰκτεριῶντες ἀπ’ ὀφθαλ‐

### book 348-9.2

μῶν δῆλοι τὰ πρῶτα γίνονται τῆς χολῆς ὑποδραμούσης. b(BCE3

### book 348-9.5

E4)T

### book 349.1

αἵματος ὀφθαλμοί: βραχὺ διασταλτέον ἐπὶ τὸ ὀφθαλ‐

### book 349.2

μοί. ἔσται δὲ ὁ λόγος· ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος

### book 349.3

(cf. Π 348—9), ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπε‐

### book 349.4

φύσησεν. A

### book 350.1

πρῆσε: ἐξεφύσησε. | καὶ ἀλλαχοῦ· „ἐν δ’ ἄνεμος πρῆσεν“

### book 350.2

(Α 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακοπεισῶν προχυθὲν τὸ

### book 350.3

αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι.

### book 350.4

b(BCE3E4)T

### book 351a.1

〈οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκα‐

### book 351a.2

στος:〉 βραχὺ διασταλτέον Δαναῶν διὰ τὸ ἀπεμφαῖνον. Aint

### book 351b

〈ἄνδρα ἕκαστος:〉 ἐν ἄλλῳ „ἄνδρας ἀρίστουσ“. Aim

### book 352a.1

ὡς δὲ λύκοι ἄρνεσ〈σ〉ιν ἐπέχραον: ὅταν ἑνὸς ἔφο‐

### book 352a.2

δον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει, A b (BCE3E4)

### book 352a.3

T „ἤτοι ὁ μὲν πρώτῃσι βόεσσι“ (Ο 634). A T νῦν δὲ τὴν τοῦ

### book 352a.4

πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρ‐

### book 352a.5

έλαβε, τοὺς λύκους. A b (BCE3E4)T

### book 352b

ἐπέχραον: ἀθρόοι ἐπεβάρησαν, ἢ ἀθρόοι ἐπήλθοσαν. T

### book 353a.1

ὑπὲκ μήλων αἱρεύμενοι: ἐξ αἰγῶν ἢ προβάτων ὑφαι‐

### book 353a.2

ρούμενοι. b(BE3)T

### book 353b

μήλων: προβάτων καὶ αἰγῶν. A b (BCE3E4)T καὶ

### book 353b.1

ἐν ἄλλοις „μῆλ’ ὄιές τε καὶ αἶγεσ“ (ι 184): A T πρόβατα γὰρ πάν‐

### book 353b.2

τα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοί· καὶ Εὔπολις (fr. 22 [V p. 311] K.—A.)

### book 353b.3

προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν. A b (BCE3E4)T

### book 353c.1

αἵ τ’ ἐν ὄρεσσιν: αἱ ἄρνες δηλονότι καὶ οἱ ἔριφοι. καλῶς

### book 353c.2

δὲ καὶ τὸ νέον καὶ τὸ θῆλυ, καὶ τὸ ἐν ὄρεσ〈σ〉ιν, ἔνθα οὐκ ἔστι

### book 353c.3

φυγή. T

### book 353d

〈αἵ τε:〉 οὕτως αἵ τε θηλυκῶς, αἱ ὄϊες. Aim

### book 354a.1

διέτμαγεν: ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν A διέ‐

### book 354a.2

τμαγεν ὡς „κόσμηθεν“, (Γ 1) A T ἵν’ ᾖ διετμάγησαν, παθητι‐

### book 354a.3

κῶς· A τὸ γὰρ διέτμαγον ἐνεργητικόν ἐστιν. A T

### book 354b

〈διέτμαγεν:〉 οὕτω διὰ τοῦ ε διέτμαγεν. Aim

### book 356a

ὣς Δαναοί: καὶ Μυρμιδόνας συμπεριλαμβάνει. T

### book 356b

〈ἐπέχραον:〉 ἐπήλθοσαν. Til

### book 356-7.1

〈φόβοιο /〉 δυσκελάδου: προσφυὲς τὸ ἐπίθετον·

### book 356-7.2

βοῶσι γὰρ καὶ οἱ διώκοντες καὶ οἱ διωκόμενοι. b(BCE3E4)T

### book 358-9.1

Αἴας δ’ ὁ μέγασ〈— / ἵετ’ ἀκοντίσσαι:〉 δαι‐

### book 358-9.2

μονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν τὸν Ἕκτορα, ἀλλὰ τῷ

### book 358-9.3

Αἴαντι· ἐγκότως γὰρ ἔχει πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν δι’ αὐτὸν ἀπο‐

### book 358-9.4

κρουσθεὶς τῆς νεώς (cf. Π 122). εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι

### book 358-9.5

τὴν ὁμοίαν. b(BCE3E4)T

### book 358a1.1

Αἴας δ’ ὁ μέγας: ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται

### book 358a1.2

πρὸς τὸν ἕτερον Αἴαντα ὁ μέγας, ὁ Τελαμώνιος, ἐπεὶ ἐκεῖνος μείων. A

### book 358a2

{αἴας δ’ ὁ μέγας:} πρὸς διαστολὴν τοῦ Ὀϊλέως. T

### book 361a.1

σκέπτετο: ὅτι τὸ σκέπτετο ἴσον τῷ οἷον ἀπεσκόπευε

### book 361a.2

καὶ παρετήρει εἰς τὸ μὴ πληγῆναι. A

### book 361b.1

σκέπ〈τ〉ετο: σκοπεύων ἐφυλάττετο. b(BCE3E4)T

### book 361b.2

τοῦτον δὲ ἀκοντοδόκον φασίν. T

### book 361c1.1

ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων: καλῶς

### book 361c1.2

ἐπὶ μὲν τοῦ βαρέος δοῦπον, ἐπὶ δὲ τοῦ ταχέος ῥοῖζον. T

### book 361c2.1

καλῶς δὲ ἐπὶ μὲν τοῦ ταχέος καὶ κούφου ῥοῖζον φησίν,

### book 361c2.2

ἐπὶ δὲ τοῦ βραδέος καὶ βαρέος δοῦπον. b(BCE3E4)

### book 364a.1

ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου 〈νέφος ἔρχεται οὐρανὸν

### book 364a.2

εἴσω〉: ὅτι σαφῶς οὐκ ἔστιν Ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός· ὡς γὰρ

### book 364a.3

ἀφ’ ἑτέρου ἐφ’ ἕτερόν φησι τὸ νέφος ἔρχεσθαι. οὐδὲ μὴν τόπος ἐπουρά‐

### book 364a.4

νιος· ὁ γὰρ Ὅμηρος ἀπὸ τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς

### book 364a.5.1

ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι· καὶ γὰρ ἀπὸ

### book 364a.5.2

τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· „ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς

### book 364a.5.3

κορυφῆς ὄρεος μεγάλοιο / κινήσῃ πυκινὸν νέφοσ“ (Π 297—8). τοιγαρ‐

### book 364a.5.4

οῦν καὶ ὅταν λέγῃ ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπ〈ου〉 νέφος ἔρχεται,

### book 364a.5.5

ἀπὸ ὄρους σημαίνει. A

### book 364b

ἀπ’ Οὐλύμπου: τοῦ τόπου, ἔνθα τὰ νέφη ἐπικαθέζεται. T

### book 364c.1

νέφος ἔρχεται οὐρανὸν εἴσω: οὐ τὴν ἄνω φορὰν

### book 364c.2

ποιούμενον (πῶς γὰρ ἐξ αἰθέρος γενομένης τῆς λαίλαπος ὑψοῦται τὰ

### book 364c.3

νέφη;), ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες

### book 364c.4

πρώην τῷ ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον. b(BCE3E4)T

### book 364d1

οὐρανόν: τὸν περὶ τὰ νέφη τόπον εἴωθε καλεῖν. T

### book 364d2.1

Ὄλυμπος δὲ καὶ οὐρανὸς ὁ περὶ τὰ νέφη τόπος. b(BCE3

### book 364d2.2

E4) λέγει δὲ ὅτι ἀπὸ τοῦ τόπου, οὗ εἰσι κινούμεναι, περιέρχονται

### book 364d2.3

τὸν ὅλον οὐρανόν. ἐξήλλαξε δὲ τὸν λόγον, εἰπὼν Ὄλυμπον καὶ

### book 364d2

οὐρανόν. b(BE3E4)

### book 365a

αἰθέρος ἐκ δίης 〈ὅτε τε Ζεὺς λαίλαπα τείνῃ〉:

### book 365a.1

ΔΙΗΣ τινες τῆς ὑπὸ Διὸς ἀρχομένης, b(BE3E4)T ὡς Ὀδυσσήϊος

### book 365a.2

δόμος (cf. ς 353), T ‘ὅτ’ ἂν ἐκ τῆς αἰθέρος ὁ Ζεὺς ἐπιτείνῃ λαίλαπα‘.

### book 365a.3

ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν ἦν „λαίλαπι“, ἵν’ ᾖ ‘ὅταν ὁ Ζεὺς

### book 365a.5

ἐν λαίλαπι παρατείνῃ τὰ νέφη‘. b(BE3E4)T

### book 365b.1

ἄλλως· αἰθέρος ἐκ δίης 〈ὅτε τε Ζεὺς λαίλαπα

### book 365b.2

τείνῃ〉: ὡς ἐξ εὐδίας ἐπιταράσσεται ὁ οὐρανός, οὕτω ταραχὴ γέγονε

### book 365b.3

τῶν Τρώων. T

### book 365c.1

αἰθέρος ἐκ δίης: τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι.

### book 365c.2

τὸ μέντοι ζήτημα ὁμοίως μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖ‐

### book 365c.3

ται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος. A

### book 365.1

αἰθέρος ἐκ δίης: πῶς αἰθέρος; τὰ γὰρ πάθη—ἐν τῷ

### book 365.2

αἰθέρι. A

### book 368-9.1

λεῖπε δὲ λαόν 〈/ Τρωϊκόν〉, οὓς ἀέκοντας: ὅτι

### book 368-9.2

πρὸς τὸν νοῦν ὑπήντησεν. T

### book 370.1

πολλοὶ δ’ ἐν τάφρῳ〈—〉ἵπποι: καὶ μήν, φησίν

### book 370.2

(sc. Μ 76—85), ἔξω τὴν ἵππον εἴασαν. ἀλλ’ ὁ Ἀπόλλων ἱππήλατον

### book 370.3

ὁδὸν αὐτοῖς ἐποίησεν· „αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευ‐

### book 370.4

θον / πᾶσαν λειανέω“ (Ο 260—1) καὶ „ἵππους δ’ εἰσελάσαντες ἐπὶ

### book 370.5

πρύμνῃσι μάχοντο“ (Ο 385). b(BCE3E4)T

### book 371a.1

ἄξαντε: πρὸς τὰς συνωρίδας, αἷς ἐχρῶντο οἱ Τρῶες, τὸ

### book 371a.2

δυϊκόν. πρώτῳ δὲ ῥυμῷ b(BCE3)T τῷ ἄκρῳ πρὸς τὸν ζυγόν·

### book 371a.3

οἱ δὲ τῷ πρὸς τὸν ἄξονα, b(BCE3E4)T ὃ〈σ〉 καὶ μᾶλλον τρίβε‐

### book 371a.4

ται. T

### book 371b.1

ἄλλως· ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ: ἀπὸ κοινοῦ τὸ ἅρ‐

### book 371b.2

ματα. T

### book 371c.1

{ἄξαντ’ ἐν} πρώτῳ {ῥυμῷ}: ὅτι ἀντὶ τοῦ ἄκρῳ, καὶ οὐχ

### book 371c.2

ὡς δευτέρου ὄντος ῥυμοῦ· εἷς γάρ ἐστι. „πρώτῃσιν δὲ πύλῃσιν“ (Θ

### book 371c.3

411) ἀντὶ τοῦ ἄκραις. A

### book 372a

〈σφεδανόν:〉 οὕτως ὡς σφοδρόν. προείρηται. Aint

### book 372b.1

σφεδανόν: ἐσπευσμένως. οἱ δὲ συντόνως, ἀφ’ οὗ καὶ

### book 372b.2

σφὴν ὁ διατείνων τὰ ἄρθρα καὶ σφίγγων. T

### book 374a

〈τμάγεν:〉 καὶ τοῦτο διὰ τοῦ ε. Ail

### book 374b.1

τμάγεν: διεκόπησαν καὶ διεσχίσθησαν ἀπ’ ἀλλήλων. δι’

### book 374b.2

ὧν δὲ μεστοῖ πάσας τὰς ὁδούς, τὸ πλῆθος παρίστησι· „πολλαὶ

### book 374b.3

γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι“ (Κ 66). b(BCE3E4)T

### book 374c

〈ἀέλλη:〉 ὀμιχλώδης κονιορτός. Til

### book 375a

〈ὑπαὶ νεφέων:〉 ἔμπροσθεν τῶν νεφῶν. Til

### book 375b

〈ὑπαὶ νεφέων:〉 ὑπὸ τὰ νέφη. ἢ ὑπὸ τῶν ἀνέμων. Aim

### book 375c

τανύοντο {δέ}: ἐμφαντικώτερον τοῦτο τοῦ ἀπέτρε‐

### book 375c

χον. T

### book 376.1

〈νεῶν ἄπο καὶ κλισιάων:〉 ἐν ἄλλῳ „{ἄψορρον προτὶ

### book 376.2

ἄστυ} ἑλιχθέντων ὑπ’ Ἀχαιῶν“. Aim

### book 377.1

ᾗ πλεῖστον 〈ὀρινόμενον ἴδε λαόν〉: ὅπου πολὺν ἐρ‐

### book 377.2

γάσασθαι φόνον ἠδύνατο. T

### book 378

〈ἔχε:〉 ἤλαυνε τοὺς ἵππους. Til

### book 378-9.1

〈ὑπὸ δ’ ἄξοσι〉 φῶτες ἔπιπτον 〈/ —ἀνεκυμ‐

### book 378-9.2

βαλίαζον〉: οἱ Τρῶες, φησί, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν

### book 378-9.3

ἐγίνοντο, εἰς οὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι ὡς τοὺς πίπτοντας αἰ‐

### book 378-9.4

τίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς

### book 378-9.5

ὄπισθεν τιτρωσκόμενοι. b(BCE3E4)T

### book 379a1.1

ἀνακυμβαλίαζον: οὕτως Ἀρίσταρχος ἀνακυμβα‐

### book 379a1.2

λίαζον διὰ τοῦ α· οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ

### book 379a1.3

τοῖς Ἴωσιν. A

### book 379a2

οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀνεκυμβαλίαζον“. Aim

### book 379a3.1

ἀνεκυμβαλίαζον: Ἀρίσταρχος διὰ τοῦ α, „ἀνακυμβα‐

### book 379a3.2

λίαζον“. T

### book 379b.1

ἀνεκυμβαλίαζον: ἀνεπήδων καὶ ἀνεκουφίζοντο, ἀπὸ

### book 379b.2

τῶν κυμβάλων, ἃ προσκρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ

### book 379b.3

βομβῶδες ὂν τὸ ῥῆμα ἔδωκεν ἔμφασιν τῇ ἀνατροπῇ. τὸ δὲ ἑξῆς οὕτως

### book 379b.4

ἐγὼ οἶμαι· ‘ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ὀχέων (cf. Π 378—9)·

### book 379b.5

οἱ γὰρ δίφροι ἀνεκυμβαλίαζον‘. ἀνακουφιζομένων οὖν τῶν ἀξόνων

### book 379b

πρηνεῖς κατέπιπτον οἱ ἐπιβάται. b(BCE3E4)T

### book 380.1

ἀντικρὺ δ’ ἄρα τάφρον 〈ὑπέρθορον ὠκέες ἵπποι〉:

### book 380.2

τοῦτο πρὸς τὴν ἀρετὴν τῶν Ἀχιλλέως ἵππων. Ἕκτωρ δὲ αὐτὸ μόνον

### book 380.3

ἐκαυχήσατο, οὐ μὴν ἐτέλεσεν, „ἵπποι δὲ ῥέα τάφρον 〈ὑπερθορέονται〉“

### book 380.4

(Θ 179). Αἰσχύλος (fr. 380 N.2 = 201 M. = 380 R.) δὲ Ἀχιλλέα σὺν τῇ πανο‐

### book 380.5.1

πλίᾳ φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ δείξαντα 〈τὰ〉

### book 380.5.2

νῶτα τοῖς ἐχθροῖς. T

### book 382.1

ἐπὶ δ’ Ἕκτορι κέκλετο θυμός: παρεκελεύετο γὰρ αὐ‐

### book 382.2

τοὺς κατὰ τοῦ Ἕκτορος ὁρμᾶν. T

### book 383a1.1

τὸν δ’ ἔκφερον 〈ὠκέες ἵπποι〉: ἐξενηνόχεισαν ἴσως

### book 383a1.2

διὰ τῆς ὑπὸ Ἀπόλλωνος γεγονυίας ὁδοῦ (cf. Ο 355—9). πῶς δὲ οὐ

### book 383a1.3

καταλαμβάνει Πάτροκλος; ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς

### book 383a1.4

Αἰνείας (cf. Ε 272 al.)· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος

### book 383a1.5.1

(cf. Δ 500)· ἀφ’ οὗ καὶ οἱ Ἀσίου, „ὃν Ἀρίσβηθεν φέρον ἵπποι“ (Β

### book 383a1.5.2

838)· ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (cf. Θ 186‐

### book 383a1.5.3

90). ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν

### book 383a1.5.4

λοιπῶν. T

### book 383a2.1

ἐξενηνόχεισαν διὰ τῆς ὑπ’ Ἀπόλλωνος γεγονυίας ὁδοῦ.

### book 383a2.2

πῶς δὲ αὐτὸν οὐ διώκει Πάτροκλος; ὅτι τάχιον ἐξελάσας προέφυγεν.

### book 383a2.3

ἄτοπον δὲ ἦν ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

### book 383a2.4

b(BCE3E4)

### book 384.1

λαίλαπι: λαῖλαψ ὁ μετὰ ὑετοῦ ἄνεμος, ποτὲ δὲ ἁπλῶς

### book 384.2

ὑετός {ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριχεθών}. T

### book 385

ὀπωρινῷ: τῷ μετοπωρινῷ· καταρρήγνυται γὰρ ὄμβρος

### book 385.1

πολὺς κατὰ τὸ μετόπωρον. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον

### book 385.2

πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν τοῦ θείου ὀργὴν προσπαρέλαβεν, ὠφε‐

### book 385.3

λῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνύς, ὅσα τοῖς ἀδικοῦσι συμπίπτει

### book 385.5.1

δεινά, b(BCE3E4)T οὐ καθ’ ἕνα μόνον, ἀλλὰ κοινῇ. ἐντεῦθεν

### book 385.5.2

Ἡσίοδός φησι· „λιμὸν ὁμοῦ καὶ λοιμόν“ (opp. 243). T

### book 387a.1

οἳ βίῃ εἰν ἀγορῇ 〈σκολιὰς κρίνωσι θέμιστασ〉:

### book 387a.2

παιδευτικὰ πρὸς τοὺς βασιλέας ταῦτα καὶ τοὺς κριτάς. b(BCE3

### book 387a.3

E4)T οὐκοῦν ἐὰν παρὰ καιρόν τι φαίνηται γινόμενον, οὐκ ἐχρῆν

### book 387a.4

ἐπικαλεῖν τὸ δαιμόνιον· T ἔοικε γὰρ κολάζειν τοὺς ἀδίκους.

### book 387a.5

b(BCE3E4)T

### book 387b.1

〈οἳ βίῃ εἰν ἀγορῇ〉 σκολιὰς κρίνωσι 〈θέμιστασ〉:

### book 387b.2

οἳ κακῶς κρίνοντες σκολιὰς ποιήσουσι θέμιστας. b(BCE3E4)T ἢ

### book 387b.3

τὸ ‘κρίναντεσ‘ ἀπὸ κοινοῦ. T

### book 387c

〈θέμιστας:〉 ὅτι ἀντὶ τοῦ δίκας. Aint

### book 388.1

θεῶν ὄπιν οὐκ ἀλέγοντες: τὴν ἐπιστροφὴν τῶν θεῶν

### book 388.2

οὐκ ἔχοντες ἐν λόγῳ. b(BCE3E4)T

### book 389

〈τῶν:〉 τῶν ἀσεβῶν ἀνδρῶν. Til

### book 390a.1

{πολλὰς δὲ} κλιτύς: ἐχρῆν μὲν διὰ τὸ „κλιτύας †οὐ‐

### book 390a.2

ρῆας†“ (fr. ign.?) περισπᾶσθαι τὸ κλιτύς, ἀνεγνώσθη δὲ κατ’

### book 390a.3

ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ „κνημῖδας ῥαπτὰς δέδετο, γρα‐

### book 390a

πτὺς ἀλεείνων“ (ω 228). A

### book 390b1.1

κλιτύς: κλίματα ὀρῶν. | καὶ ἐχρῆν μὲν περισπᾶσθαι,

### book 390b1.2

ἐπεὶ ἀπὸ τοῦ κλιτύας ἦν. ἀνεγνώσθη δὲ ὀξυτόνως, ὡς τὸ „κνημῖδας

### book 390b1.3

γραπτὰς δέδετο, γραπτὺς ἀλεείνων“ (ω 228). T

### book 390b2.1

κλίματα ὀρῶν. | μεμάκρυνται δὲ τὸ κλι καὶ περισπᾶται†,

### book 390b2.2

ἐπεὶ ἀπὸ τοῦ κλιτύας, ὡς ὀσφύας ὀσφῦς. b(BCE3E4)

### book 390c.1

σχόλιον· ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ (Hrd. 2,

### book 390c.2

165,1) φανερῶς τὸ „γραπτῦσ“ περισπᾷ καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς

### book 390c.3

καὶ τὸ „κλιτῦσ“ δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφ’ ἑκατέρων ὁ τόνος·

### book 390c.4

εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκεί‐

### book 390c.5

νοις, τοῦτο πάλιν ἀντίκειται. A

### book 390d

〈κλιτῦς:〉 αἱ ἀποκλίσεις τῶν ὀρῶν. Aim

### book 390e.1

χαράδραι: πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται

### book 390e.2

δὲ τὰ τῆς ἀναλογίας. οὕτως δὲ καὶ Ἀρίσταρχος. A

### book 390f.1

χαράδραι: κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι.

### book 390f.2

νυνὶ δὲ αἱ ῥύσεις. b(BCE3E4)T

### book 390g.1

ἄλλως· χαράδραι: χάραδρός ἐστιν ὁ ἐν γεωλόφοις κατερ‐

### book 390g.2

ρηγμένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις b(BCE3E4)T ἐκ

### book 390g

ποταμῶν καὶ ὑετῶν ἐκρησσόμενος. T

### book 392a.1

{ἐξ ὀρέων} ἐπικάρ: ὅτι ἐπὶ κάρα ἐστὶ κατὰ ἀποκοπήν.

### book 392a.2

σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος. | οὐ λέγει δὲ ὁ ποιητὴς

### book 392a.3

—ἢ πληθυντικά. A

### book 392b.1

ἐπικάρ: τὸ τέλειον ἐπὶ κάρα, ὅ ἐστιν ἄνωθεν κάτω. ἄμει‐

### book 392b.2

νον δὲ †ἐπικρασίως† εἶναι τὸ τέλειον, διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν.

### book 392b.3

b(BCE3)T οἱ δὲ ‘ἐπικάρπια ἔργα μινύθει‘. T

### book 393a.1

ὣς ἵπποι 〈Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι〉:

### book 393a.2

ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρισώσει, ὡσεὶ „μεγάλα

### book 393a.3

στενάχουσι ῥέουσαι“ (Π 391), εἶτα ἀντέθηκε μεγάλα στενάχοντο

### book 393a.4

θέουσαι. b(BCE3E4)T

### book 393b.1

στενάχοντο: πρὸς τοῦτο ἡ πᾶσα παραβολή. τὰ δ’

### book 393b.2

ἄλλα εὐσεβείας χάριν παρέθηκεν. b(BCE3)T

### book 395-8a.1

ἂψ ἐπὶ νῆας ἔεργε〈—〉μεταΐσσων: θαυ‐

### book 395-8a.2

μάσειεν ἄν τις τὴν Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια

### book 395-8a.3

λέγων ὥστε δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι· ταῦτα γὰρ οὐδὲν διαφέρει

### book 395-8a.4

τῶν ἐπ’ Ἀχιλλεῖ λεγομένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πο‐

### book 395-8a.5.1

λεμίων γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· „ἔνθα

### book 395-8a.5.2

διατμήξας τοὺς μὲν πεδίον δ’ ἐδίωκεν“ (Φ 3). b(BCE3E4)T

### book 395-8b

ἄλλως· ἂψ ἐπὶ νῆας 〈ἔεργε παλιμπετέσ〉: πάλιν

### book 395-8b

ὀπισθορμήτους ἀπεῖργεν ἐπὶ τὰς ναῦς. T

### book 395.1

παλιμπετές: παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πι‐

### book 395.2

πτόντων †βολῶν. b(BCE3E4)T ἀναμφιβόλως δὲ αὐτοὺς ἔχειν

### book 395.3

βούλεται, ὅπερ καὶ ἐπὶ Δόλωνος πράττουσιν (sc. Κ 349—64). T

### book 399-418.1

ἔνθ’ ἤτοι Πρόνοον—χθονὶ πουλυβο‐

### book 399-418.2

τείρῃ: συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ περὶ τῶν ἐκδι‐

### book 399-418.3

κουμένων Ἑλλήνων. b(BCE3E4)T

### book 399-400.1

Πρόνοον〈—παρ’ ἀσπίδα〉: παραβάτης ἦν

### book 399-400.2

οὗτος· διὸ καὶ ἀσπίδα φέρει. ὁ δὲ Θέστωρ (cf. Π 401) ἡνίοχος αὐτοῦ.

### book 399-400.3

b(BCE3E4)T

### book 399

〈δουρὶ φαεινῷ:〉 ἐν ἄλλῳ „{βάλε} ποιμένα λαῶν“. Aim

### book 401a.1

〈ὁ δὲ Θέστορα:〉 ὅτι ὡς περὶ ἄλλου ἐπήνεγκεν ὁ δὲ

### book 401a.2

Θέστορα, τοῦ λόγου ὄντος περὶ τοῦ αὐτοῦ. Aim Aint

### book 401b

〈ὁ δὲ Θέστορα:〉 Θέστορα δέ. Til

### book 402-4.1

δεύτερον ὁρμηθείς· 〈—ὁ δ’ ἔγχεϊ νύξε παρα‐

### book 402-4.2

στάς:〉 οὐ στικτέον μετὰ τὸ ὁρμηθείς (402), ἀλλὰ διασταλτέον·

### book 402-4.3

ἐπαναλαμβάνει γάρ. γίνεται οὖν τὸ ἑξῆς οὕτως· „ὁ δὲ Θέστορα

### book 402-4.4

Ἤνοπος υἱόν“ (Π 401) / δεύτερον ὁρμηθεὶς (402) ἔγχεϊ νύξε

### book 402-4.5

παραστάς (404). A

### book 402a

〈δεύτερον ὁρμηθείς:〉 ἀπὸ κοινοῦ τὸ „βάλε“ (Π 399). Til

### book 402b1

εὐξέστῳ: οὐ διαιρήσεις τὴν λέξιν διὰ μέτρον. T

### book 402c1

〈εὐξέστῳ:〉 ἀδιαίρετον. Til

### book 402c2/b2

ἀδιαίρετον διὰ μέτρον. b(BCE3)

### book 403a.1

ἀλείς: συστραφεὶς Aint b(BCE3E4)T ἐν ἑαυτῷ b

### book 403a.2

(BCE3E4)T ὑπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως. b(BCE3E4)

### book 403b.1

{ἧστο ἀλεὶς} ἐκ γὰρ πλήγη: ὅτι τὸ ἐκ γὰρ πλήγη

### book 403b.2

ἀντὶ τοῦ ἐξεπλάγη γάρ, κατὰ μετάληψιν τοῦ η εἰς τὸ α. A

### book 405a.1

γναθμόν: ἀρσενικῶς, καίτοι τῆς γνάθου θηλυκῶς λεγο‐

### book 405a.2

μένης, ἐπεὶ πᾶν ὄνομα εἰς μος ὀξύτονον ἀρσενικόν ἐστιν, ὡς „λιμόσ“

### book 405a.3

(Τ 166. 348). T

### book 405b.1

διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων: διέπειρε δὲ τῶν ὀδόν‐

### book 405b.2

των αὐτοῦ, Ἀττικῶς. b(BCE3)T

### book 406a.1

ἕλκε: ἕλκε χωρὶς τοῦ ι Ἀρίσταρχος, καὶ ἑξῆς (sc. Π

### book 406a.2

409) „ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα“. Aim T

### book 406b.1

ὑπὲρ ἄντυγος: ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ ὑπὲρ

### book 406b.2

ἄντυγος καὶ τὸν τόπον ἔδειξε, δι’ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπ’ ὄψιν

### book 406b.3

ἤγαγεν. b(BE3E4)T

### book 406-9.1

ἕλκε δὲ δουρὸς 〈ἑλὼν ὑπὲρ ἄντυγοσ〉, ὡς ὅτε

### book 406-9.2

τις φώσ〈—δουρὶ φαεινῷ〉: παντάπασιν ἡ παραβολὴ

### book 406-9.3

ὡμοίωται· καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ ὡς ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ

### book 406-9.4

ὁ μὲν τῷ ἀγκίστρῳ, ὁ δὲ τῇ αἰχμῇ ἐνέχεται. κεχήνασιν ἀμφότεροι· καὶ

### book 406-9.5

ὁ μὲν ἕλκων παραβέβληται τῷ ἁλιεύοντι, ὁ δὲ ἑλκόμενος τῷ ἰχθύϊ, τὸ

### book 406-9

δὲ δόρυ, δι’ οὗ εἵλκετο, τῷ ἁλιευτικῷ καλάμῳ. b(BE3E4)T

### book 407a.1

〈πέτρῃ〉 ἐπὶ προβλῆτι: διδάσκει, ποῦ δεῖ τοὺς

### book 407a.2

ἁλιεύοντας καθέζεσθαι, οὐ παρ’ αἰγιαλῷ, ὅπου σπανίως ἰχθὺς πα‐

### book 407a.3

ρατρέχει. b(BE3E4)T

### book 407b.1

ἱερὸν ἰχθύν: οἱ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ

### book 407b.2

†ιθʹ† Περὶ ζῴων (9,37 p. 620b33) ἱστορεῖ ὅτι „ὅπου δ’ ἂν ἀνθίας

### book 407b.3

ὁραθῇ, οὐκ ἀδικεῖ τι θηρίον· ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν

### book 407b.4

οἱ σπογγεῖς b(BCE3E4)T καὶ καλοῦσιν ἱεροὺς ἰχθύας τούτους.“

### book 407b.5.1

T οἱ δὲ χρύσοφρυν, οἱ δὲ πομπίλον. b(BCE3E4)T ἄμεινον

### book 407b.5.2

δὲ μέγαν καὶ ἀσυνήθη θεοῖς ἀνειμένον θαλασσίοις. οἱ δὲ διερόν. b

### book 407b.5.3

(BE3E4)T Πλάτων (cf. rep. 3, 404 b 12) δὲ ἀγνοῶν ἱερόν

### book 407b.5.4

φησι διὰ τὸ μὴ θηρεύεσθαι ἐπὶ τῶν ἡρωϊκῶν †ἐστιν. T

### book 407c.1

ἱερὸν ἰχθύν: ἤτοι μέγαν, | ἢ Ποσειδῶνος· ἢ τὸν ἄνετον

### book 407c.2

διὰ τὸ μὴ πεπτωκέναι ὑπὸ χρῆσιν τὴν ἀπὸ τῶν ἰχθύων τροφὴν ἐπὶ

### book 407c.3

τῶν ἡρώων, μήτι γε κατὰ τὸ σπάνιον δι’ ἀνάγκην λιμοῦ. A

### book 407d.1

ἱερὸν ἰχθύν: ὅτι οὐκ ἐπί τι εἶδος ἰχθύος φερόμενος εἴρηκε

### book 407d.2

ἱερὸν ἰχθύν, καθάπερ τινὲς ἀποδεδώκασιν τὸν πομπίλον, οἱ δὲ τὸν

### book 407d.3

κάλλιχθυν, ἀλλὰ κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ, ὡς ἱερὸν βοῦν

### book 407d.4

(cf. Α 99 al.) λέγομεν τὸν ἀνειμένον. A

### book 408a.1

〈ἐκ πόντοιο θύραζε〉 λίνῳ: τῇ διὰ νεύρων ἢ τριχῶν

### book 408a.2

ἱππείων ὁρμιᾷ· b(BCE3E4)T καὶ ταῦτα γὰρ λίνα φασί. b

### book 408a.3

(BCE3) τὸ δὲ θύραζε ὅμοιον τῷ „δόρυ μείλινον ὦσε θύραζε“

### book 408a.4

(Ε 694). b(BCE3)T

### book 408b.1

{ἐκ πόντοιο θύραζε} λίνῳ: αἱ γὰρ ὁρμιαὶ λιναῖ, περὶ ἃς

### book 408b.2

ἧπτον συρίγγια κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. A

### book 408c.1

ἤνοπι χαλκῷ: ἐμφώνῳ. ἢ λαμπρῷ, ἐν ᾧ ἐστιν ἐνοπτ〈ρ〉ί‐

### book 408c.2

σασθαι. T

### book 408d1.1

ἄλλως· ἤνοπι χαλκῷ: τῷ ἀγκίστρῳ, ἀπὸ τοῦ ὅλου τὸ

### book 408d1.2

μερικόν. ἤνοπι δὲ ἐμφώνῳ· μόνος γὰρ τῶν ἀψύχων φωνὴν ἔχει· οἱ

### book 408d1.3

Πυθαγορικοὶ γάρ φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θείῳ πνεύματι καὶ

### book 408d1.4

ἐν νηνεμίᾳ πολλάκις ἀτρεμούντων ἁπάντων σειομένοις ἐοικέναι τὰ

### book 408d1.5

κοῖλα χαλκώματα. T

### book 408d2.1

τῷ ἀγκίστρῳ· ἀπὸ δὲ τοῦ ὅλου τὸ μερικόν. b(BCE3)

### book 408d2.2

μόνος δὲ τῶν ἀψύχων ποικίλην ἔχει φωνήν. ἢ καὶ ὁ ἄσημος· b(BCE3

### book 408d2.1

E4) τὸ γὰρ ἤνοπι δηλοῖ τὸ ἐμφώνῳ· τυπτόμενος γὰρ ἦχον

### book 408d2.2

ποιὸν ἀποτελεῖ. b(BE3E4)

### book 409

ὣς εἷλκ’ ἐκ δίφροιο: ἑτοίμως. οὕτως Ἀπίων (fr. om. B.).

### book 409

τὸ δὲ „ἕλκε“ χωρὶς τοῦ ι· οὐ γὰρ προστίθεται τὸ ι εἰ μὴ δι’ ἀνάγκην. T

### book 411a

〈ἐπεσσύμενον:〉 γράφεται καὶ „ἐπεσσύμενοσ“. Til

### book 411b.1

〈ἐπεσσύμενον〉 βάλε πέτρῳ: κατῆλθεν ἐκ τοῦ δίφρου

### book 411b.2

κατὰ τὸ σιωπώμενον· πῶς γὰρ ἂν εἷλε τὸν πέτρον; καὶ τὸ δόρυ εἰς τὴν

### book 411b.3

λαιὰν ἐπήγαγεν. οἱ δὲ ‘ἐπὶ πέτρον ἐσσύμενον‘. Δημήτριος (fr. 18 St.)

### book 411b.4

δὲ πεζὸν ἀγωνιζόμενον ἄχρι τοῦ ἅρματος, ὅτε Σαρπηδόνα εἶδε, προ‐

### book 411b.5.1

θορεῖν (cf. Π 427), ὡς τὸ „ἐκ δ’ ἔθορε προμάχων“ (Ο 573)· οὐκ ἂν δὲ

### book 411b.5.2

ἐμέμνητο τοῦ δίφρου, εἰ πεζὸς ἦν. ἄμεινον οὖν λέγειν ὅτι νῦν μὲν κατ‐

### book 411b.5.3

ῆλθε κατὰ τὸ σιωπώμενον, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον ἀνα‐

### book 411b.5.4

βεβηκέναι. T

### book 411c.1

ἄλλως· 〈ἐπεσσύμενοσ〉 βάλε πέτρῳ: πῶς λίθων

### book 411c.2

εὐπορεῖ ἐφ’ ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώμενον καταβεβηκέναι,

### book 411c.3

εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι· ὅτι γὰρ

### book 411c.4

ἐφ’ ἅρματός ἐστι πάλιν, ἑξῆς (sc. Π 427) φησι „Πάτροκλος δ’ ἑτέρω‐

### book 411c.5.1

θεν, ἐπεὶ ἴδεν, ἔκθορε δίφρου“. καὶ τὸ ἐπεσσύμενος ἐπὶ μὲν πεζοῦ

### book 411c.5.2

οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου. b(BCE3E4)T

### book 414a1.1

θυμοραϊστής: φησὶ τετρασυλλάβως καὶ βαρυτόνως ὁ

### book 414a1.2

Γλαῦκος· οὐδέποτε γὰρ τὸ „ῥαῖσαι“ (ν 151) εἶπεν ἢ δισυλλάβως.

### book 414a1

πῶς οὖν τὸ „θυμοραϊστέων“ (Π 591. Σ 220) διεῖλε; T

### book 414a2.1

τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκός φησιν, ἵν’ ᾖ

### book 414a2.2

θυμοραίστης, ἀλλὰ κακῶς· ἀντίκειται γὰρ αὐτῷ τὸ „θυμοραϊστέων“.

### book 414a2.3

b(BCE3)

### book 415-7.1

αὐτὰρ ἔπειτ’ Ἐρύμαντα—Πολύμηλον: διὰ

### book 415-7.2

ταχέων πάλιν καταλέγει τινὰς ἐπιτρέχων· τὸ γὰρ ἐπὶ πάντων κατὰ

### book 415-7.3

μέρος ἐπεξεργάσασθαι ἀδόλεσχον ἦν. b(BCE3)T

### book 415a.1

Ἀμφοτερόν: εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω

### book 415a.2

ὁ Ἀρίσταρχος ὡς „δεξιτερόν“ (Ε 393 al.)· καὶ ἐπείσθησαν οἱ γραμ‐

### book 415a.3

ματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις (cf.

### book 415a.4

Hrd. 2, 4, 7) ἡμῖν εἴρηται. A

### book 415b.1

Ἀμφότερον: εἰς ἰδιότητα ὤξυνεν Ἀρίσταρχος τὸ Ἀμ‐

### book 415b.2

φότερος. ἀγνοεῖ δὲ ὅτι ἐπὶ τοῦ ἀριθμοῦ οὐ λέγεται ἑνικῶς· τὸ γὰρ „ἀμ‐

### book 415b.3

φότερον, βασιλεύς 〈τ’〉 ἀγαθόσ“ (Γ 179) μεσότητός ἐστιν ἐπίρρημα. T

### book 417.1

καὶ Ἀργεάδην ΠΟΛΥΜΗΛΟΝ: τὸ πολύμηλος ἐπί‐

### book 417.2

θετον, Ἀργεάδης δὲ τὸ κύριον. εἰ δὲ κύριον ὁ Πολύμηλος, ἔσται τὸ

### book 417.3

Ἀργεάδης πατρωνυμικόν. T

### book 419a.1

Σαρπηδὼν δ’ ὡς οὖν ἴδεν: ἔδει γὰρ ἀπὸ τῶν πολε‐

### book 419a.2

μίων γενέσθαι τινὰ ὑπεναντίωσιν· b(BCE3E4)T τὸ γὰρ μέχρι

### book 419a.3

παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν καὶ ἀπίθανον καὶ ἀργόν. b

### book 419a.4

(BE3E4)T

### book 419b.1

ἄλλως· Σαρπηδὼν δέ: †καὶ ὡς† τῷ Ἀχιλλεῖ τὸν

### book 419b.2

ἄριστον τῶν Τρώων φυλάττων τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμ‐

### book 419b

μάχων ἄγει εἰς μάχην. b(BCE3E4)T

### book 419c.1

ἀμιτροχίτωνας: οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώ‐

### book 419c.2

ραξιν· b(BCE3E4)T ἢ ἀνακώλους ἔχοντας χιτῶνας πρὸς τὸ μὴ

### book 419c.3

δεῖσθαι μίτρας. T οἱ δὲ ἀζώστους· οὐδέποτε δὲ μίτραν φησὶ τὴν

### book 419c.4

ζώνην ὁ ποιητής· b(BCE3E4)T ἄτοπον δὲ οὕτως καταφρονεῖν

### book 419c.5.1

καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου καὶ Ἄρης ταύτῃ χρῆται (cf. Ε 857). οἱ

### book 419c.5.2

δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάν‐

### book 419c.5.3

των τὸ ἐπίθετον, ἀλλ’ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ‘ἐπεὶ εἶδεν αὐτοὺς

### book 419c.5.4

ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι‘ (cf. Π 419—20).

### book 419c.5.5

b(BE3E4)T

### book 419d.1

〈ἀμιτροχίτωνας:〉 τοὺς χιτῶνας μὲν ἔχοντας, τὰς δὲ

### book 419d.2

μίτρας μὴ ἐζωσμένους. Aim

### book 422.1

〈νῦν〉 θοοὶ ἔστε: ἀγαθοὶ πολεμεῖν γίνεσθε, ὡς τὸ „νῦν τοι

### book 422.2

ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι“ (Π 494). καιρίως δὲ κεῖται τὸ

### book 422.3

νῦν, οἷον ‘εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέψατε ἑαυτούσ‘.

### book 422.4

b(BCE3E4)T

### book 423.1

ἀντήσω γὰρ ἐγὼ 〈τοῦδ’ ἀνέροσ〉: ἐναντίος ἥξω.

### book 423.2

ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων παραινέσεις. b(BCE3)T

### book 423-4.1

ὄφρα δαείω 〈/ ὅς τις ὅδε κρατέει〉: οἶδε μὲν ὅτι

### book 423-4.2

οὐκ Ἀχιλλεύς, ἀγνοεῖ δέ, εἰ Πάτροκλός ἐστιν. T

### book 427.1

ἔκθορε 〈δίφρου〉: κατὰ τὸ σιωπώμενον ἐπιβέβηκε τῷ

### book 427.2

ἅρματι. T

### book 428a.1

οἱ δ’ ὥς τ’ αἰγυπιοί: πρὸς τὸ ἰσοδυναμοῦν τῶν ἀντι‐

### book 428a.2

μαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι

### book 428a.3

ἦσαν b(BCE3E4)T οἱ συνιστάμενοι· διόπερ οὐχ ἑτερογενῆ

### book 428a

ὄρνεα ὑποτίθεται. T

### book 428b.1

ἀγκυλοχεῖλαι: παρασύνθετον, ἐκ τοῦ ἀγκυλόχειλος. ἢ

### book 428b.2

ὡς τὸ „δωδεκέται“ παρὰ Κρατίνῳ (fr. 406 [I p. 122] K. = 444 K.—A.). T

### book 429.1

πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε 〈μάχωνται〉:

### book 429.2

ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ †ἀφανῶς† συμβάλλει τὰ ζῷα

### book 429.3

ταῦτα εἰς μάχην. A b (BCE3E4)T φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ

### book 429.4

Μύνδιος (fr. 24 W.) μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι. A T

### book 430a.1

κεκλήγοντες: ὡς „λέγοντεσ“ (Λ 755), A T ἀπὸ

### book 430a.2

εὐθείας ἑνικῆς τῆς εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτως σχημα‐

### book 430a.3

τίζειν. A

### book 430b.1

〈κεκλήγοντες:〉 ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „κεκλη‐

### book 430b.2

γῶτεσ“. Aim T οὕτω καὶ αἱ πλείους· οὐ γὰρ ἀναγκαῖον τὸ Αἰολι‐

### book 430b.3

κόν, μέτρου μὴ ἐπείγοντος. T

### book 431-61.1

τοὺς δὲ ἰδὼν ἐλέησε〈—τηλόθι πάτρησ〉:

### book 431-61.2

ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ τῆς μάχης, ἐπιβάλλει ταῦτα ὁ

### book 431-61.3

ποιητής· οὐδὲ γὰρ ἄξιον ἦν Διὸς υἱὸν ὄντα τὸν Σαρπηδόνα ἀνεπιση‐

### book 431-61.4

μάντως ἀναιρεθῆναι· ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου

### book 431-61.5

σκέψει. b(BCE3E4)T

### book 432a.1

Ἥρην δὲ προσέειπεν: ὅτι Ζηνόδοτος καθόλου πε‐

### book 432a.2

ριγράφει τὴν ὁμιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας (sc. Π 432—58), οὐκ

### book 432a.3

αἰσθόμενος ὅτι πολλὰ κατὰ συμπέρασμα λέγει ὁ ποιητὴς σιωπωμένως

### book 432a.4

γεγονότα, καὶ οὐ δέον ἐπιζητεῖν, πῶς ἡ μικρὸν ἔμπροσθεν (sc. Ο 79,

### book 432a.5

cf. 149) ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ τῆς Ἴδης ἐστίν. A

### book 432b.1

Ἥρην δὲ προσέειπε: παρὰ Ζηνοδότῳ οὐκ ἦν ὁ διάλο‐

### book 432b.2

γος τῆς Ἥρας καὶ τοῦ Διός (sc. Π 432—58)· πῶς γάρ, φησίν, ἐν τῇ

### book 432b.3

Ἴδῃ εὕρηται ἡ θεός; οἱ δὲ ὡς ἡκούσης αὐτῆς εἰς Ἴδην κατὰ τὸ σιωπώ‐

### book 432b.4

μενον, ἵνα μετὰ τοῦ Διὸς σκέψηται τὰ περὶ τῶν Ἑλλήνων, ὡς ἤδη τοῦ

### book 432b.5

Διὸς μεταβεβλημένου τῷ γεγενῆσθαι, ἃ ἠξίωσεν ἡ Θέτις. T

### book 432c.1

〈κασιγνήτην ἄλοχόν τε:〉 αἱμομίκτου Διὸς †ἀνασκα‐

### book 432c.2

φῆι τὰ ἔτη†. Aint

### book 433-8a1.1

ὤ μοι ἐγών〈—δαμάσσω〉: οὐ μεμπτέον τὸν

### book 433-8a1.2

ποιητήν· ἢ γὰρ ἀφιέναι δεῖ τὴν συγγένειαν τῶν θεῶν τὴν πρὸς ἀνθρώ‐

### book 433-8a1.3

πους ἢ τὰ ἑπόμενα αὐτῇ λέγειν. ἅμα δὲ καὶ παιδευτικὴ ἡ τοῦ Διὸς

### book 433-8a1.4

ὀλόφυρσις, διδάσκοντος τοῦ ποιητοῦ ὅτι καὶ θεοὶ τῇ εἱμαρμένῃ ἐμμέ‐

### book 433-8a1.5

νουσι· δεῖ οὖν καὶ τοὺς ἀνθρώπους τὰς εἱμαρμένας φέρειν γενναίως. T

### book 433-8a2.1

οὐ μεμπτέον τὸν ποιητὴν τὰ τῇ συγγενείᾳ παρεπόμενα

### book 433-8a2.2

κατὰ μέρος διεξιόντα. διδάσκει δὲ παιδευτικῶς ὁ ποιητὴς διὰ τούτων

### book 433-8a2.3

ὅτι δεῖ τοῖς συμβαίνουσιν ἐμμένειν ἀνιαροῖς, ὅπου καὶ Ζεὺς ὁ τῶν

### book 433-8a2

θεῶν ἄριστος. b(BCE3E4)

### book 436-8.1

ἤ μιν ... ἦ: τὸ μὲν πρῶτον η (436) ὀξυτονητέον, τὸ δὲ

### book 436-8.2

δεύτερον περισπαστέον, A T ἦ ἤδη χείρεσσιν (438). A

### book 438a1.1

ἢ ἤδη 〈ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω〉: τὸ

### book 438a1.2

ἑξῆς ἢ ἤδη δαμάσ〈σ〉ω· οὐ γὰρ τοῦτο βουλεύεται ὁ Ζεύς, εἰ ὕστε‐

### book 438a1.3

ρον ὑπὸ Πατρόκλῳ δαμάσει τὸν Σαρπηδόνα, ἀλλ’ εἰ ἤδη δαμάσει, του‐

### book 438a1.4

τέστι νῦν ὑπὸ Πατρόκλῳ δαμάσει. T

### book 438a2.1

οὐκ ἔστι δισταγμοῦ τὸ ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο

### book 438a2.2

σκέπτεται ὁ Ζεύς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει, ἀλλ’ ὅτι δύο

### book 438a2.3

βούλεται, ἢ σῶσαι ἢ δαμάσαι νῦν. b(BCE3E4)

### book 441.1

πεπρωμένον αἴσῃ: κεκριμένον τῇ μοίρᾳ. εὐπρεπῶς δὲ

### book 441.2

πάλιν ἀντιλέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τἀναντία

### book 441.3

συμβουλεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον. b

### book 441.4

(BCE3E4)T

### book 445a1.1

ζών: οὕτως ζών αἱ Ἀριστάρχου, ἀπ’ εὐθείας τῆς ζώς,

### book 445a1.2

τὸν ζών· „ἤ κε ζὼς ἀμενηνὸς ἔα“ (Ε 887). A

### book 445a2.1

οὕτως Ἀρίσταρχος μονοσυλλάβως, ζών· ἄλλοι δὲ

### book 445a2.2

„ζωόν“. Aim

### book 445b.1

αἴ κε ζωὸν 〈πέμψῃς Σαρπηδόνα〉: „ζών“ ἀπὸ τῆς

### book 445b.2

„ἤ κε ζὼς ἀμενηνὸς ἔα“ (Ε 887). | ἔστι δὲ αὐτοῦ μητρυιά. σύμ‐

### book 445b

μαχος δὲ Ἑλλήνων ἡ μοῖρα. T

### book 445c1.1

ὃν δέ {δόμον δὲ}: τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ

### book 445c1.2

σύνδεσμον εἴτε ὅμοιόν ἐστι τῷ „οἶκον δέ“ (Α 606 al.) ἀντὶ τοῦ εἰς

### book 445c1.3

οἶκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται, ὡς ἐν τῷ „ἀγρὸν δὲ

### book 445c1.4

προΐαλλε“ (ο 370), ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ

### book 445c1.5

τὴν σύνταξιν. A

### book 445c2

〈ὃν δέ:〉 ὡς „οἶκον δέ“. Til

### book 446-7.1

μή τις ἔπειτα θεῶν〈—ὑσμίνησ〉: ἰσχυρότατα

### book 446-7.2

ἀντιλέγει μιμήσεσθαι φάσκουσα καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν·

### book 446-7.3

χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν

### book 446-7.4

τὸ κατὰ παράθεσιν ἐνθύμημα. b(BCE3E4)T

### book 449.1

υἱέες ἀθανάτων: Ἰάλμενος Ἄρεος (cf. Β 512. Ι 82), Με‐

### book 449.2

νέσθιος Σπερχειοῦ (cf. Π 173—4), Εὔδωρος Ἑρμοῦ (cf. Π 179—86),

### book 449.3

Ἀχιλλεὺς Θέτιδος (cf. Α 351 al.), Αἰνείας Ἀφροδίτης (cf. Ε 247—8

### book 449.4

al.). b(BCE3E4)T

### book 450-7.1

ἀλλ’ εἴ τοι φίλος ἐστί, 〈—θανόντων〉:

### book 450-7.2

δεξιὸν τοῦτο τῷ ἀποθύμια διαλεγομένῳ τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ

### book 450-7.3

χαρίζεσθαι. ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρυιᾷ· συγχωρεῖ γὰρ τὸ μη‐

### book 450-7.4

δὲν ἐκεῖνον ὠφελοῦν. b(BCE3E4)T

### book 450.1

〈φίλον ἐστί:〉 Ἀρίσταρχος „φίλος ἐστί“, ἄλλοι δὲ φίλον

### book 450.2

ἐστί. Aim

### book 453

〈ἐπειδή:〉 ἐν ἄλλῳ „ἐπὴν δή {τότε}“. Aim

### book 454.1

πέμπειν μιν Θάνατον τε 〈φέρειν καὶ νήδυμον

### book 454.2

Ὕπνον〉: ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων

### book 454.3

ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον. καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται

### book 454

ἀντὶ προστακτικοῦ τοῦ πέμπε. A

### book 455

〈ἵκωνται:〉 ἐν ἄλλῳ „ἵκοιτο“. Aim

### book 457.1

τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων:

### book 457.2

ἀπόχρη ἄρα τάφος καὶ στήλη τοῖς τεθνεῶσι· καὶ μὴ περιεργάζου

### book 457.3

πλέον. T

### book 458.1

οὐδ’ ἀπίθησε πατὴρ 〈ἀνδρῶν τε θεῶν τε〉: διδακτὸν

### book 458.2

τὸ καὶ τὸν Δία φέρειν τὴν εἱμαρμένην. T

### book 459.1

αἱματοέσσας δὲ ψιάδας 〈κατέχευεν ἔραζε〉: ἁρμό‐

### book 459.2

διος ἡ τερατεία, ἐφ’ ἥρωϊ τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν

### book 459.3

κόσμον μονονουχὶ συνάχθεσθαι. b(BCE3E4)T

### book 460a.1

παῖδα φίλον: ἀπήρκεσεν αὐτῷ τὸ ὄνομα πρὸς ἔνδειξιν

### book 460a.2

τῆς τοῦ θεοῦ διαθέσεως. b(BCE3)T

### book 460b

〈ἔμελλεν:〉 ἐῴκει. Til

### book 463-76a.1

ἔνθ’ ἤτοι Πάτροκλοσ〈—θυμοβόροιο〉: χά‐

### book 463-76a.2

ριεν τὸ πρὸ τῆς ἀναιρέσεως προαγῶνά τινα γίνεσθαι· ὁ μὲν γὰρ βάλλει

### book 463-76a.3

τὸν θεράποντα, ὁ δὲ τὸν Πήδασον. b(BCE3)T

### book 463-76b.1

ἄλλως· ἔνθ’ ἤτοι Πάτροκλοσ〈—θυμοβόροιο〉:

### book 463-76b.2

κατ’ ἀρχὴν πολλάκις ἀποτυγχάνοντας ποιῶν τοὺς βάλλοντας ἐνα‐

### book 463-76b.3

γώνιον ποιεῖ τὸν ἀκροατήν. T

### book 463a.1

ἔνθ’ ἤτοι Πάτροκλος 〈ἀγακλειτὸν Θρασύδημον〉:

### book 463a.2

πάλιν διὰ μέσου ὁ ἑξῆς στίχος (sc. Π 464), καὶ κατ’ ἐπανάληψιν εἶπε

### book 463a.3

„τὸν βάλε νείαιραν“ (Π 465) ὥστε εἶναι τὸ ἑξῆς ἀγαθὸν Θρασύ‐

### book 463a

δημον (463) „βάλε νείαιραν“. A

### book 463b

〈Θρασύμηλον:〉 ἐν ἄλλῳ „Θρασύδημον“. Aint

### book 465a.1

νείαιραν 〈κατὰ γαστέρα〉: ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι

### book 465a.2

δι’ αὐτῆς· οὐδαμοῦ γὰρ ἐπὶ τοῦ ἐσχάτου χρῆται τῷ ἐπιθέτῳ. b

### book 465a.3

(BCE3E4)T

### book 465b.1

ἄλλως· †γράφεται καὶ νέαιρα† νέω νέαιρα ὡς χέω χέαιρα,

### book 465b.2

„ἰοχέαιρα“ (Ε 53 al.). T

### book 467a1.1

δεύτερος ὁρμηθείς: οἱ ὑπομνηματισταὶ „δεύτερον“ διὰ

### book 467a1.2

τοῦ ν. T

### book 467a2

διὰ μέντοι τοῦ ν γραπτέον τὸ „δεύτερον ὁρμηθείσ“. A

### book 467b.1

ὁ δὲ Πήδασον οὔτασεν ἵππον: ὅτι ἐξ ἐπαναλήψεως

### book 467b.2

τὸ ἄρθρον εἴληφε κατὰ τοῦ αὐτοῦ προσώπου καὶ οὐ περὶ ἑτέρου λέγει,

### book 467b.3

ἀντὶ τοῦ Πήδασον δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε·

### book 467b.4

βεβλήκει γὰρ τὸ δόρυ. A

### book 467c1.1

{σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶ /

### book 467c1.2

δεύτερον ὁρμηθείς} ὁ δὲ Πήδασον 〈οὔτασεν ἵππον〉: δοκεῖ διὰ

### book 467c1.3

τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ

### book 467c1.4

ὁ Πήδασος. καὶ μήποτε γραφή τις ἐφέρετο, δι’ ἧς τὸ τῆς λέξεως σύνηθες

### book 467c1.5.1

ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος

### book 467c1.5.2

ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο „ὁ δὲ Πήδασον

### book 467c1.5.3

ἤλασεν ἵππον“· ἔστιν γὰρ ὅτε ἐπὶ τῆς πληγῆς τὸ ἤλασεν κεῖται, ὡς

### book 467c1.5.4

ἐπὶ τοῦ Ἀρήτου „καὶ βάλεν Ἀρήτοιο“ (Ρ 517), εἶτα „νειαίρῃ δ’ ἐν

### book 467c1

γαστρὶ διὰ ζωστῆρος ἔλασσεν“ (Ρ 519). A

### book 467c2.1

{οὔτασεν ἵππον:} δοκεῖ συγκεχύσθαι ἐνθάδε τὸ βαλεῖν καὶ

### book 467c2.2

οὐτάσαι. καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως ἀφῆκε τὸ ἄπορον, ὁ δὲ Φιλήμων

### book 467c2.3

„ἤλασεν“ γράφει· καὶ ἐπὶ τοῦ βαλεῖν γὰρ κεῖται τὸ ἐλάσαι ὡς ἐκεῖ·

### book 467c2.4

„καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα / ἡ δ’ οὐκ ἔγχος ἔρυτο / νειαίρῃ δ’ ἐν

### book 467c2.5

γαστρὶ διὰ ζωστῆρος ἔλασ〈σ〉εν“ (Ρ 517—9). T

### book 467-8.1

ὁ δὲ Πήδασον οὔτασεν 〈ἵππον / ἔγχεϊ δεξιὸν

### book 467-8.2

ὦμον〉: οὐτάσαι τὸ ἐκ χειρὸς τρῶσαι. ἐνταῦθα δὲ ἐπὶ τοῦ βαλεῖν τῷ

### book 467-8.3

ῥήματι κέχρηται· λέγει γὰρ „Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτεν“

### book 467-8.4

(Π 466), ὅπερ ἐπὶ τῶν ἀφιέντων τάσσεται· διὸ καὶ γράφει Ἀρίσταρχος

### book 467-8.5.1

„ὁ δὲ Πήδασον ἀγλαὸν ἵππον / τόν ῥα ποτ’ Ἠετίωνος ἑλὼν πόλιν

### book 467-8.5.2

ἤγαγ’ Ἀχιλλεύς (467 a = Π 153), / 〈ὃσ〉 καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις

### book 467-8.5.3

ἀθανάτοισι (467 b = Π 154), / τὸν βάλε δεξιὸν ὦμον“. T

### book 468a.1

〈ἀΐσθων:〉 βαρυτονητέον ὡς „ἔσθων“ (Ω 476 al.)· καὶ

### book 468a.2

εἴρηται (sc. ad Ν 809 a) ὅτι ὁμοίως ἐγένετο τῷ „βιβάσθων“ (Ν

### book 468a.3

809 al.). Aint

### book 468b.1

ἀΐσθων: ἀΐω ἀϊστὸς ἀΐσθω, ὡς βιβάζω βιβαστὸς βι‐

### book 468b.2

βάσθω. T

### book 469

μακών: εἰς μῆκος ἐκταθείς, ἢ βοήσας. T

### book 470a

κρίκε: καὶ „κρίγε“ καὶ „τρίγε“. πάντα δὲ τῶν κατὰ μίμη‐

### book 470a.1

σιν. γραφικῶς δὲ ἔδειξε τὸν μὲν παρήορον κείμενον (cf. Π 471), τὰς δὲ

### book 470a.2

ἡνίας συγκεχυμένας (cf. Π 470—1), b(BCE3E4)T τοὺς δὲ ἵπ‐

### book 470a.3

πους διεστηκότας (cf. 470), τὸν δὲ ζυγὸν ἠχοῦντα τῇ †παρατρέψει.

### book 470a.5

b(BE3E4)T

### book 470b

〈κρίκε:〉 ἠχῆσαι ἐποίησεν. Til

### book 471

〈παρήορος:〉 ὁ παρῃωρημένος ἵππος. Til

### book 472a.1

τοῖο μὲν Αὐτομέδων〈—εὕρετο τέκμωρ〉: θέ‐

### book 472a.2

λουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν

### book 472a.3

ἀναιρῇ τὸν Σαρπηδόνα. T

### book 472b.1

τοῖο {μέν}: τοῦ 〈μὴ〉 ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ

### book 472b.2

συγχυθῆναι τὰ ἡνία. T

### book 474a.1

ἀΐξας ἀπέκοψεν: ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήμα‐

### book 474a.2

τος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται, „ὄφρ’ ὁ γέρων ἵπ‐

### book 474a.3

ποιο παρηορίας ἀπετέμνεν“ (Θ 87). καὶ ἐπ’ ἐκείνου μὲν „φασγάνῳ

### book 474a.4

ἀΐσσων“ (Θ 88) φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος ἀΐξας. T

### book 474b

οὐδὲ μάτησεν: οὐκ εἰς μάτην δὲ διεπράξατο. T

### book 475a.1

τὼ δ’ ἰθυνθήτην: οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν

### book 475a.2

ἡρώων τὸ ἰθυνθῆναι παρέλαβε τοὺς ἵππους (οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων

### book 475a.3

μάχονται), ἀλλὰ τὰ περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τοὺς περὶ τὸν

### book 475a.4

Πάτροκλον μεταβαίνει b(BCE3E4)T λέγων „τὼ δ’ αὖτις ξυνί‐

### book 475a.5

την“ (Π 476). T

### book 475b

〈ἰθυνθήτην:〉 εἰς ὀρθὸν κατέστησαν. b(BCE3E4)Til

### book 475c.1

〈ῥυτῆρσι:〉 ἑλκυστηρίοις. γράφεται καὶ „ῥυτῆρι“ ἑλ‐

### book 475c.2

κυστηρίῳ· „ἠδὲ ῥυτῆρας ὀϊστῶν“ (ς 262), „οἷόν τε ῥυτῆρα βιοῦ τ’

### book 475c.3

ἔμεναι“ (φ 173). Til

### book 475d.1

〈ῥυτῆρσι:〉 ἀντὶ τοῦ ἑλκυστῆρσι, παρὰ τὸ ἐρύω τὸ

### book 475d.2

λαμβάνω. δηλοῖ δὲ καὶ τὸν βοηθόν, ὡς τὸ „ῥυτῆρα βίου τ’ †ἔμμεναι“

### book 475d.3

(φ 173), παρὰ τὸ ῥύω τὸ σώζω. b(BCE3E4)

### book 481a.1

ἀλλ’ ἔβαλ’, 〈ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’

### book 481a.2

ἀδινὸν κῆρ〉: ὅτι σαφῶς διὰ τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς

### book 481a.3

ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν

### book 481a.4

ψυχήν. A

### book 481b

〈ἔβαλε:〉 ἐπέτυχε. Til

### book 481c.1

φρένες: τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ

### book 481c.2

τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαι †τὸ† μεῖζον καὶ μεγάλας τὰς

### book 481c.3

ἐκπνοὰς ποιεῖσθαι. b(BCE3E4). T

### book 481d.1

ἔρχαται: εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης

### book 481d.2

θνῄσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει

### book 481d.3

σκέπην καὶ ἔστιν ἀπαθές· b(BCE3)T διὸ φθέγγεται. T

### book 481e

ἄλλως· {φρένες} ἔρχαται· ἐκ τοῦ εἴργω τὸ κωλύω. T

### book 481f

ἀδινὸν κῆρ: πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν

### book 481f

καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατ’ οὐσίαν. b(BCE3E4)T

### book 481g

〈κῆρ:〉 τὴν καρδίαν. Til

### book 482

ἀχερωΐς: δένδρον, ὃ—εἶπον αὐτήν. A

### book 483.1

οὔρεσι τέκτονες: Ἀρίσταρχος κατ’ ἰδίαν τὸ οὔρεσι καὶ

### book 483.2

τὸ τέκτονες. Νικίας (fr. 17 B.) δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ. A

### book 486

〈βεβρυχώς:〉 τινὲς διὰ τοῦ κ, κακῶς. Til

### book 487-9.1

ἠΰτε ταῦρον〈—λέοντοσ〉: ἡ πρώτη εἰκὼν (sc.

### book 487-9.2

Π 482—4) πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ δευτέρα πρὸς

### book 487-9.3

τὴν στοναχήν. ἅμα δὲ καὶ παραβέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς

### book 487-9.4

τοὺς ἄλλους Τρῶας ὑπεροχῇ †ὡς† ταύρου ἐν ἀγέλῃ βοῶν (cf. 488).

### book 487-9.5

b(BCE3E4)T

### book 487

〈μετελθών:〉 ἐπελθών. Til

### book 488a1.1

〈ἐν εἰλιπόδεσσι:〉 διὰ τοῦ ν, ἐν εἰλιπόδεσσι, αἱ

### book 488a1.2

Ἀριστάρχου. Aim

### book 488a2.1

γράφεται „ἐπ’ εἰλιπόδεσσι“. αἱ δὲ πλείους διὰ τοῦ ν, ἐν

### book 488a2.2

εἰλιπόδεσσι. Til

### book 491a.1

{κτεινόμενος} μενέαινε: ὅτι τὸ μενέαινεν ἐνθάδε μὲν

### book 491a.2

ἐλιποθύμει, ἐν ἄλλοις δὲ προεθυμεῖτο, ὡς τὸ „μενέαινε 〈δὲ〉 κῦδος

### book 491a.3

ἀρέσθαι“ (Φ 543). ἢ ἐθυμοῦτο. A

### book 491b

〈μενέαινε:〉 τὸ μένος ἠφίει, ἐλιποθύμει. Til

### book 492-3.1

Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι 〈νῦν

### book 492-3.2

σε μάλα χρή / αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμι‐

### book 492-3.3

στήν〉: τὸ μετ’ ἀνδράσιν (492) ἑκατέρῳ δύναται προσδίδοσθαι.

### book 492-3.4

εἰ μὲν οὖν τοῖς ἄνω, ἔσται πολεμιστὴν αὐτὸν ἐν τοῖς ἀνδρειοτάτοις

### book 492-3.5.1

λέγων· εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ †χρῄζει† τινὰ λόγον. βέλτιον δὲ

### book 492-3.5.2

τοῖς ἄνω· μᾶλλον γὰρ εὔφωνόν τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως

### book 492-3.5.3

ἄρξασθαι· νῦν σε μάλα χρή (492) καὶ „νῦν σοι ἐελπέσθω“ (Π

### book 492-3.5.4

494). A

### book 492.1

πέπον, 〈πολεμιστά〉: ἄμεινον γράφειν „πάρος πολεμι‐

### book 492.2

στά“ ἀντὶ τοῦ πέπον 〈πολεμιστά〉: ἀντίκειται γὰρ τῷ νῦν σε

### book 492.3

μάλα χρή. T

### book 494a

ἐελδέσθω: ἐν ἐπιθυμίᾳ γινέσθω. b(BCE3)T

### book 494b.1

κακός: τινὲς „θρασύσ“ γράφουσιν· πῶς γὰρ ἂν προτρέ‐

### book 494b.2

πων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον; b(BCE3E4)T

### book 494c

〈θοός:〉 ἀγαθός, δραστικός. Til

### book 496a.1

πάντῃ ἐποιχόμενος 〈Σαρπηδόνος ἀμφιμάχεσθαι〉:

### book 496a.2

ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περὶ ἑτέρου λέγων, Σαρπηδόνος

### book 496a.3

ἀντὶ 〈τοῦ〉 ἐμοῦ. ἢ ἐλλείπει τὸ ‘τάδε λέγων‘, καὶ τὸ ἀπαρέμφατον

### book 496a.4

ἀντὶ προστακτικοῦ κεῖται, ἵν’ ᾖ ‘ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας

### book 496a.5

τάδε λέγων, Σαρπηδόνος ἀμφιμάχεσθαι‘. A

### book 496b.1

Σαρπηδόνος: ἀντὶ τοῦ ἐμοῦ, ὡς „Νέστορί τ’ ἀνδρῶν“

### book 496b.2

(Λ 761). T

### book 497a.1

ἐμεῦ ΠΕΡΙΜΑΡΝΑΟ: δύναται ἀναστρέφεσθαι ἡ περί,

### book 497a.2

ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου. δύναται δὲ καί, ὡς ὁ Ἀσκαλωνίτης

### book 497a.3

(p. 55 B.) ἀξιοῖ, φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ

### book 497a.4

τοῦ ὑπερμάχει. εἴρηται (sc. ad Α 258 a) δὲ περὶ τῶν ἐναλλασσομένων

### book 497a.5

προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους. A

### book 497b.1

περιμάρναο: ὑφ’ ἓν Ἀρίσταρχος. δύναται δὲ διχῶς ἀ‐

### book 497b.2

ναγινώσκεσθαι ἡ πρόθεσις. T

### book 498.1

κατηφείη καὶ ὄνειδος: αἴτιος αἰσχύνης καὶ ὀνείδους.

### book 498.2

ἐνάρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος ὅσον τὸ τὰ λάφυρα

### book 498.3

καταλεῖψαι τοῖς πολεμίοις. b(BCE3E4)T

### book 499

〈εἴ κέ μ’ Ἀχαιοί:〉 ἐν ἄλλῳ „εἴ κεν Ἀχαιοί“. Aim

### book 500a.1

{τείχεα συλήσωσι} νεῶν ἐν ἀγῶνι: ὅτι νεῶν ἀγῶνα τὸ

### book 500a.2

ἄθροισμα, τὸ ναύσταθμον. καὶ ἐν ἄλλοις εἶπε „〈θεῖον〉 δύσονται

### book 500a.3

ἀγῶνα“ (Η 298), τὴν συναγωγὴν τῶν θεῶν. A

### book 500b.1

νεῶν ἐν ἀγῶνι: ἄμεινον παροξυτόνως ἀναγινώσκειν {τὸ}

### book 500b.2

„νέων“· οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔσται οὖν

### book 500b.3

ὅμοιον τῷ „νέων δ’ ἀλάπαζε φάλαγγασ“ (Λ 503). b(BCE3E4)T

### book 500c.1

ἄλλως· νεῶν ἐν ἀγῶνι: τῷ ἀθροίσματι τῶν νεῶν. | οἱ

### book 500c.2

δὲ τῇ περὶ τῶν νεῶν μάχῃ. b(BCE3E4)T

### book 502.1

τέλος θανάτοιο: τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ

### book 502.2

τελευτᾷ. b(BCE3E4)T

### book 502-3.1

τέλος θανάτοιο κάλυψεν / ὀφθαλμοὺς ῥῖνάς τε:

### book 502-3.2

ὁ δὲ θάνατος αὐτοὺς—φρένας ἔχουσιν. A

### book 503

〈ὀφθαλμοὺς ῥῖνάς τε:〉 ὄψιν καὶ ἀναπνοήν. Til

### book 504a1.1

ἕλκε ... ἕποντο: οὕτως Ἀρίσταρχος ἕλκε χωρὶς τοῦ

### book 504a1.2

ι καὶ „ἔχοντο“ οὕτως διὰ τοῦ χ. A

### book 504a2.1

ἕλκε ... ποτὶ ... ἕποντο: ἕλκε, ποτί, „ἔχοντο“·

### book 504a2.2

οὕτω γραπτέον τὰ τρία. T

### book 504b.1

ποτὶ δὲ φρένες αὐτῷ ἕποντο: τὰς σωματικὰς λέγει

### book 504b.2

φρένας· κατ’ ἐκεῖνο γὰρ καὶ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν

### book 504b

ἑλκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος. b(BCE3E4)T

### book 507a.1

〈ἐπεὶ λίπεν ἅρματ’ ἀνάκτων:〉 διὰ τοῦ ε λίπεν,

### book 507a.2

ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων {ἔλειφθεν} ἐλείφθησαν, ἠρημώθησαν.

### book 507a.3

Ζηνόδοτος δὲ διὰ τοῦ ο „λίπον“. A

### book 507b.1

ἐπεὶ λίπεν ἅρματ’ ἀνάκτων: ὅτι Ζηνόδοτος γράφει

### book 507b.2

„ἐπεὶ λίπον“, ἀγνοῶν ὅτι τὸ λίπεν νῦν οὐκ ἔστιν ἑνικόν, ἀλλὰ

### book 507b.3

ἀνάλογον τῷ ἐλείφθησαν τὰ ἅρματα, ὥσπερ „κόσμηθεν“ (Γ 1) καὶ

### book 507b.4

„ποιμένος ἀφραδίῃσι διέτμαγεν“ (Π 354) ἀντὶ τοῦ διετμάγησαν·

### book 507b.5.1

εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συν‐

### book 507b.5.2

τάσσειν, ὡς „σπάρτα λέλυνται“ (Β 135). A

### book 507c.1

〈ἐπεὶ〉 λίπεν ἅρματ’ 〈ἀνάκτων〉: λίπεν διὰ τοῦ ε·

### book 507c.2

τὸ γὰρ ἑξῆς ἐστιν, ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, ὅ ἐστιν

### book 507c.3

ἠρημώθησαν τῶν δεσποτῶν. b(BCE3)T

### book 508a

〈ἀΐοντι:〉 ὡς λέγοντι. οὕτως Ἀρίσταρχος. Aint

### book 508b.1

ἀΐοντι: παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ

### book 508b.2

ἀκούσαντι. b(BCE3)T

### book 510.1

ἐπίεζε: διὰ τοῦ ε· „χερσὶ στιβαρῇσι πίεζον“ (μ 174),

### book 510.2

„ἐπὶ μάστακα χερσὶ πίεζεν“ (δ 287). T

### book 511-2.1

ὃ δή μιν Τεῦκρος 〈ἐπεσσύμενον βάλεν ἰῷ / τεί‐

### book 511-2.2

χεος ὑψηλοῖο〉: „Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδ’ Ἱππολόχοιο,

### book 511-2.3

/ ἰῷ ἐπεσσύμενον βάλε τείχεος 〈ὑψηλοῖο〉, / ᾗ ῥ’ ἴδε γυμνωθέντα βρα‐

### book 511-2

χίονα, παῦσε δὲ χάρμησ“ (Μ 387—9). T

### book 515a.1

πάντος’ ἀκούειν: ἡ διπλῆ, ὅτι οὕτως εἴωθε λέγειν ‘πάν‐

### book 515a.2

τοσε ἀκούειν‘, εἰς πάντα τόπον ἀκούειν, ἐπὶ τῶν ἐκ τόπου εἰς τόπον

### book 515a.3

ἀφικνουμένων· „πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέοσ“ (Λ 21), εἰς

### book 515a.4

Κύπρον ἠκούετο· διὸ καὶ νῦν κατὰ συναλιφὴν ἀκουστέον, ἵν’ ᾖ τὸ

### book 515a.5

πλῆρες ‘πάντοσε ἀκούειν‘. A

### book 515b.1

πάντος’ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ἀκούει ‘πάν‐

### book 515b.2

τοσε‘. Ζηνόδοτος „πάντ’ ἐσακούειν“ διὰ τοῦ ε. | πάντοσε ὡς „πάν‐

### book 515b.3

τοθεν“ (Ν 28 al.)· τὰ γὰρ εἰ〈σ〉 σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ,

### book 515b.4

„ἄλλοθεν“ (Β 75 al.), „ἄλλοσε“ (ψ 184. 204), „ὁμόθεν“ (ε 477),

### book 515b.5.1

„ὁμόσε“ (Μ 24). οὕτως οὖν εἰ „πάντοθεν ἐκ κευθμῶν“ (Ν 28), καὶ

### book 515b.5.2

„πάντοσε δαιδάλλων“ (Σ 479). A

### book 515c1.1

πάντος’ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ‘πάντοσε‘.

### book 515c1.2

Ζηνόδοτος „πάντ’ ἐσακούειν“. τινὲς δὲ „πάντοθι“. οἱ δὲ ὡς τὸ

### book 515c1.3

„πεύθετο γὰρ Κύπρον δέ“ (Λ 21)· ὅταν ἐκ τόπου εἰς τόπον ἀφικνου‐

### book 515c1.4

μένης φωνῆς ἢ φήμης ἄφιξιν δηλοῖ, τῷ εἰς τόπον χρῆται. T

### book 515c2.1

Ἀρίσταρχος τὸ πλῆρες ἀντὶ τοῦ †παντός†, Ζηνόδοτος

### book 515c2.2

δὲ ἀντὶ τοῦ †παντί†. ἄμεινον δὲ τὸ τοπικόν, ὡς Ἡρωδιανός. b(BCE3)

### book 516a1.1

ἀνέρι {κηδομένῳ}: ἀντὶ τοῦ ἀνέρος· „Ἀχιλλῆος ὀλοὸν

### book 516a1.2

κῆρ 〈/ γηθεῖ— /〉 δερκομένῳ“ (Ξ 139—41), „τῆς δ’ αὐτοῦ

### book 516a1.3

λύτο γούνατα〈— /〉 σήματ’ ἀναγνούσῃ“ (ψ 205—6). T

### book 516a2

ἡ δὲ δοτικὴ ἀντὶ γενικῆς. b(BCE3)

### book 518-9.1

οὐδέ μοι αἷμα 〈/ τερσῆναι δύναται〉: οὐ δύναται

### book 518-9.2

ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης ποιητι‐

### book 518-9.3

κήν· b(BCE3E4)T „τέρσετο δ’ αἷμα, / ὀξεῖαι δ’ ὀδύναι δῦνον

### book 518-9.4

μένοσ“ (Λ 267—8). T

### book 522a1.1

ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει: ἡ διπλῆ, ὅτι ἐλλείπει

### book 522a1.2

ἡ περί· ἔστι γάρ, οὐδὲ περὶ τοῦ οὗ παιδὸς ἀμύνει. οἱ δὲ ἀγνοήσαντες

### book 522a1.3

γράφουσιν „ὁ δ’ οὐδ’ ᾧ παιδὶ ἀμύνει“. A

### book 522b1.1

〈ὁ δ’ οὐδ’ ᾧ παιδί:〉 Ἀρίσταρχος „ὁ δ’ οὐ〈δ’ οὗ〉

### book 522b1.2

παιδόσ“. Aim

### book 522b2/a2.1

ᾧ παιδὶ ἀμύνει: „οὗ παιδὸς ἀμύνει“, οὕτως ἡ γρα‐

### book 522b2/a2.2

φή. | καὶ λείπει ἡ περί. T

### book 523.1

{ἕλκος} ἄκεσσαι: Ἀρίσταρχος ἀπαρέμφατόν φησιν, ἀγνο‐

### book 523.2

ῶν ὅτι τὸ ἀκῶ ἐνεργητικῶς οὐδέποτε ἔκλινεν ὁ ποιητής, ἀλλ’ ἢ πα‐

### book 523.3

θητικῶς ἢ μέσως. ἔστιν οὖν προστακτικόν. T

### book 526.1

〈κατατεθνηῶτι:〉 οὕτως διὰ τοῦ η αἱ Ἀριστάρχου,

### book 526.2

κατατεθνηῶτι. Aint

### book 527.1

ἔκλυε: ἀντὶ τοῦ ἐπήκουσεν· b(BE3)T οὐδέποτε γὰρ

### book 527.2

ψιλῶς ἐπὶ τοῦ ἀκοῦσαι τάσσει τὸ ῥῆμα. b(BE3E4)T

### book 530-1a.1

Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ 〈γήθησέν

### book 530-1a.2

τε / ὅττι οἱ ὦκ’ ἤκουσε〉: ἤτοι στικτέον ἐπὶ τὸ φρεσί (530)·

### book 530-1a.3

ἢ διασταλτέον, ἵνα κοινὸν ᾖ, ‘ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε‘. A

### book 530-1b.1

ἔγνω 〈ᾗσιν〉 ἐνὶ φρεσὶ〈—θεὸς εὐξαμένοιο〉:

### book 530-1b.2

τὸ γὰρ παραυτίκα παύσασθαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλησθῆ‐

### book 530-1b.3

ναι προφανῶς θεῖον ἦν. b(BCE3)T

### book 532.1

πρῶτα μὲν ὤτρυνεν: ὑπεκκαύματα τῷ πολέμῳ πάλιν

### book 532.2

δίδωσιν ὁ ποιητής. b(BCE3)T

### book 542a1.1

εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ,

### book 542a1.2

ὑγιῶς πάνυ. ὁ δὲ Τυραννίων (fr. 39 P.) προπερισπᾷ, ἐκ τοῦ εἰρύετο

### book 542a1.3

φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο, κλιθὲν ἀπὸ τῶν

### book 542a1.4

εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο, „θοῶς δέ οἱ ἤνυτο ἔργον“ (ε 243),

### book 542a1.5.1

ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ „εἴλυτο“ (Π 640. ε 403) καὶ

### book 542a1.5.2

εἴρυτο. A

### book 542a2

{εἴρυτο:} δύναται ἀπὸ τῶν εἰς μι εἶναι· διὸ ἐξετάθη. T

### book 542b.1

δίκῃσι 〈τε〉 καὶ σθένεϊ 〈ᾧ〉: ταῦτα γὰρ σῴζει, τὸ

### book 542b.2

μὲν πόλιν καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. b(BCE3E4)

### book 542b.3

T Αἰσχύλος (fr. 381 N.2 = 734 M. = 381 R.)· „ὅπου γὰρ ἰσχὺς συζυγοῦσι

### book 542b.4

καὶ δίκη, / ποία ξυνωρὶς τῶνδε καρτερωτέρα;“. τὴν δὲ δίκην προέτα‐

### book 542b.5

ξεν ὡς μᾶλλον βασιλεῖ συμφέρουσαν. b(BE3E4)T

### book 544.1

ἀλλά, φίλοι, 〈πάρστητε〉: ἀπὸ τῶν ὀνειδιστικῶν εἰς

### book 544.2

τοὺς δεητικοὺς ἧκε καὶ ἀπὸ τῶν πρὸς τὸν Ἕκτορα ἐπὶ τὸ πλῆθος τὸν

### book 544.3

λόγον μετήνεγκεν, b(BCE3E4)T ὡς τὸ „Ἀτρείδη, νῦν δή σε,

### book 544.4

ἄναξ, ἐθέλουσιν Ἀχαιοί / πᾶσιν ἐλέγχιστον θέμεναι“ (Β 284—5),

### book 544.5

εἶτα ἑξῆς „τλῆτε, φίλοι, καὶ μείνατε“ (Β 299). T

### book 544

〈νεμεσσήθητε:〉 μεμπτὸν ἡγήσασθε. Aint

### book 546.1

〈Δαναῶν κεχολωμένοι:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις,

### book 546.2

περὶ Δαναῶν. Aim

### book 547.1

τοὺς 〈ἐπὶ νηυσὶ θοῇσιν〉 ἐπέφνομεν: παλαιᾶς ἀνδρα‐

### book 547.2

γαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν. b(B [bis], C

### book 547.3

[bis], E3)T

### book 548a.1

κατὰ κρῆθεν: Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται τὴν

### book 548a.2

λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ. καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ

### book 548a.3

καρή ὀξυνόμενον θηλυκόν, ἀλλ’ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν·

### book 548a.4

καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέ‐

### book 548a.5.1

τους αὐτῶν λέξεις. τί οὖν θαυμαστόν, εἰ παρὰ τὸ καρή ὀξυνόμενον κα‐

### book 548a.5.2

ρῆθεν ἐστὶ καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος

### book 548a.5.3

(scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ „〈τῆσ〉 καὶ ἀπὸ κρῆθεν βλεφά‐

### book 548a

ρων“. A

### book 548b1.1

κατὰ κρῆθεν: ἀπὸ τοῦ καρή ὀξυνομένου, ὅπερ ὁ μὲν

### book 548b1.2

ποιητὴς οὐκ οἶδεν, οἱ δὲ ἄλλοι πάντες, καρῆθεν ἦν τὸ ἀνάλογον καὶ

### book 548b1.3

κατὰ συγκοπὴν κρῆθεν. δύναται καὶ ἀπὸ τοῦ κάρητος καρήτοθεν

### book 548b1.4

κάρηθεν κρῆθεν. Ἡσίοδος (scut. 7)· „τῆς καὶ ἀπὸ κρῆθεν“. τινὲς

### book 548b1.5.1

„〈κατ’〉 ἄκρηθεν“, ἐπεί φησι „μέγα κῦμα κατ’ ἄκρησ“ (ε 313), „ὤλετο

### book 548b1.5.2

πᾶσα κατ’ ἄκρησ“ (Ν 722). T

### book 548b2.1

†κάρα† καρῆθεν τὸ ἀνάλογον καὶ κατὰ συγκοπὴν κρῆθεν,

### book 548b2.2

καὶ μετὰ τῆς προθέσεως †κατακρῆθεν. b(BCE3E4)

### book 549a.1

〈ἄσχετον, οὐκ ἐπιεικτόν:〉 βραχὺ διασταλτέον μετὰ

### book 549a.2

τὸ ἄσχετον διὰ τὴν ἔμφασιν. Aim

### book 549b.1

ἕρμα: τὸ σήκωμα τῆς νεὼς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν

### book 549b.2

τῷ †πεσεῖν†. νῦν οὖν τούτου ἀποθανόντος ἀνετράπη ἡ Ἴλιος. A

### book 549b.3

b(BCE3E4)T οἱ δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος (Ol. 2,

### book 549b.4

6) „ἔρεισμα Ἀκράγαντοσ“ εἶπε τὸν Θήρωνα. A T ῥητορικῶς οὖν

### book 549b.5

αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι. A b (BCE3E4)T

### book 553.1

〈Ἕκτωρ χωόμενος Σαρπηδόνος:〉 ὅτι ἐλλείπει ἡ περί.

### book 553.2

καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος. Aint

### book 556

〈φίλον ἔστω:〉 ἐν ἄλλῳ „μένος ἔστω“. Aim

### book 557a.1

οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσι〈ν, ἢ καὶ

### book 557a.2

ἀρείουσ〉: δύναται μὲν στίζεσθαι ἐπὶ τὸ ἀνδράσι· δύναται γὰρ

### book 557a.3

λείπειν τὸ ἔστε ἢ γίνεσθε. δύναται δὲ καὶ σχῆμα εἶναι ἀπὸ δοτικῆς εἰς

### book 557a.4

αἰτιατικήν, ὡς κἀκεῖ „αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα /

### book 557a.5.1

κρυπτάδια φρονέοντα“ (Α 541—2). παρατηρητέον δὲ τὸν στίχον

### book 557a.5.2

πρὸς τὸ ἐπάνω ὑποκείμενον „Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι“

### book 557a.5.3

(Π 492). A

### book 557b.1

οἷοί περ πάρος ἦτε: προθυμίαν πρὸς τοὺς πόνους

### book 557b.2

ἐργάζεται ἡ μαρτυρία τῶν πρόσθε πονηθέντων. b(BCE3E) T

### book 557c

〈ἀρείους:〉 βελτίονας. Ail

### book 558a.1

ὃς πρῶτος ἐσήλατο 〈τεῖχος Ἀχαιῶν〉: τῶν

### book 558a.2

πεπραγμένων αὐτῷ ὑπομιμνῄσκει πρὸς ἀμύνης ὑπόμνησιν. πῶς δέ

### book 558a.3

φησιν ἀλλαχοῦ „Πριαμίδης, ὃς ἐσήλατο“ (cf. Μ 438); ἢ ἑκάτερος τῆς

### book 558a.4

ἰδίας φάλαγγος πρῶτος. b(BCE3E4)T Πορφύριος (1,215,27)

### book 558a.5.1

δὲ ψιλοῖ τὸ ἐσήλατο καὶ ἐκδέχεται τὸ ἐσάλευσε, ἀπὸ τοῦ σάλω·

### book 558a.5.2

ὅθεν καὶ ὁ σάλος· τοῦτο δὲ σπανίως εἴρηται. οἱ δὲ ‘ἔβλαψεν ὑπερ‐

### book 558a.5.3

βολικῶσ‘. T

### book 558b.1

{ὃς πρῶτος} ἐσήλατο: Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ

### book 558b.2

δασύνουσι, Λυσανίας δὲ ψιλοῖ, προσνέμων τὸ ς τῷ η· σήλασθαι γάρ

### book 558b.3

φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ

### book 558b.4

τεῖχος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν „Σαρπη‐

### book 558b.5.1

δὼν δ’ 〈ἄρ’〉 ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν / ἕλχ’, ἡ δ’ ἕσπετο πᾶ‐

### book 558b.5.2

σα“ (Μ 397—8)· ἐπὶ δὲ τοῦ Ἕκτορος „ῥῆξε δ’ 〈ἀπ’〉 ἀμφοτέρους

### book 558b.5.3

θαιρούσ“ (Μ 459), εἶτα ἐπιφέρει „ὁ δ’ ἔσθορε φαίδιμος Ἕκτωρ“ (Μ

### book 558b.5.4

462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ

### book 558b

ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ

### book 558b.10.1

τείχει. | ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθε〈ν〉· ὁ μὲν γὰρ Ἕκτωρ

### book 558b.10.2

πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· „ὥς

### book 558b.10.3

ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε / τεῖχος ἐπαΐξαι“ (Μ

### book 558b.10.4

307—8) ὥστε τὸ ἥλατο ταὐτὸν εἶναι τῷ ὁρμῆσαι. A

### book 559a.1

{σαρπηδὼν} ἀλλ’ εἴ μιν 〈ἀεικισσαίμεθ’ ἑλόντεσ〉:

### book 559a.2

ὅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι· ‘εἰ αὐτὸν ἀνελόντες

### book 559a.3

ἀεικισαίμεθα, καλῶς ἂν ἔχοι‘. καὶ ἐν Ὀδυσσείᾳ „ἀτὰρ πελέκεά[ς γε

### book 559a.4

κ]αὶ εἴ κ’ εἰῶμεν ἅπαντασ“ (φ 260). A

### book 559b1.1

〈ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες:〉 λείπειν φασὶν

### book 559b1.2

αἱ Ἀριστάρχου τὸ εὖ ἂν ἔχοι. Aim

### book 559b2

Ἀρίσταρχός φησι λείπειν τὸ καλῶς ἂν γένοιτο. T

### book 559c.1

ἀλλ’ εἴ μιν ἀεικισ〈σ〉αίμεθ’ 〈ἑλόντεσ〉: ὅπερ σπεύ‐

### book 559c.2

δει δρᾶσαι, τοῦτο αὐτὸς κινδυνεύει παθεῖν ὑφ’ Ἕκτορος ὡς κἀκεῖνος

### book 559c.3

ὑπ’ Ἀχιλλέως· οὕτως τὰ τῆς Ἀδραστείας ἐνδείκνυται. πῶς δὲ μεί‐

### book 559c.4

λιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ

### book 559c.5.1

θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἴσως οὖν τὸ προκείμενον ἀπολο‐

### book 559c.5.2

γία ἐστὶ τῆς ὠμότητος, „ὃς πρῶτος ἐσήλατο“ (Π 558), καὶ χαλεπαί‐

### book 559c.5.3

νει δικαίως τῷ πρῶτον εἰς τὸ τεῖχος εἰσθορόντι. b(BCE3E4)T

### book 559d

ἄλλως· ἀλλ’ εἴ μιν {ἀεικισσαίμεθα}: εἴ μιν ἀντὶ τοῦ

### book 559d

εἴθε. T

### book 559e.1

〈ἀλλ’ εἴ μιν:〉 ἐν τῇ Ῥιανοῦ (fr. 17 M.) „ἀλλ’ εὖ μιν

### book 559e.2

{ἀεικισσάμεθ’ ἑλόντεσ}“. Aint

### book 561a1.1

αὐτοῦ ἀμυνομένων· ὅτι ἀμφίβολον, εἰ λείπει ἡ περί,

### book 561a1.2

ἵν’ ᾖ ‘περὶ αὐτοῦ‘, ἢ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ, ‘ἐν τῷδε τῷ

### book 561a1.3

τόπῳ‘. A

### book 561a2.1

{αὐτοῦ ἀμυνομένων:} αὐτοῦ, λείπει ἡ περί, ἢ ἐνταῦθα,

### book 561a2.2

τοπικῶς. T

### book 564.1

Τρῶες καὶ Λύκιοι 〈καὶ Μυρμιδόνες καὶ Ἀχαιοί〉:

### book 564.2

Τρῶες Ἀχαιοῖς, Λύκιοι Μυρμιδόσιν ἀνθίστανται. T

### book 567.1

νύκτ’ ὀλοήν: σκότον· „ὀρώρει δ’ οὐρανόθεν νύξ“ (ε 294).

### book 567.2

καὶ ἐπὶ Πατρόκλῳ „ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε“ (Ρ 270). ἐπ’

### book 567.3

αὐτῷ δὲ δεινὴν τὴν μάχην ἤγειρε· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς στρα‐

### book 567.4

τοῖς υἱὸς Διός. b(BCE3E4)T

### book 569a.1

ὦσαν δὲ 〈πρότεροι〉 Τρῶες 〈ἑλίκωπασ〉 Ἀχαιούς:

### book 569a.2

πιθανῶς, ὡς μὴ πάντα τοῖς Ἕλλησι καταχαρίζεσθαι δοκοίη. γενομένης

### book 569a.3

οὖν τῆς Γλαύκου προτροπῆς εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων

### book 569a.4

ἀγωνιζομένους. b(BCE3E4)T

### book 569b

ἑλίκωπες: ἀξιοθέατοι, πρὸς οὓς ἑλίσσομεν τὰς ὦπας.

### book 569b

b(BCE3E4)T

### book 572.1

ἐν Βουδείῳ: τὸ Βούδειον πόλις Φθιώτιδος, ἀπὸ Βουδείου

### book 572.2

τοῦ Ἄργου ὠνομασμένη. πῶς δ’ ἂν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ

### book 572.3

πόλεως; οὐ γὰρ ἦν ἔθος τοῦτο. ἴσως οὖν ἀπὸ Βουδείας τῆς ἀπ’ Ὀρχο‐

### book 572.4

μενοῦ τῆς Βοιωτίας, μητρὸς Ἐργίνου, ἐπώνυμος ἦν πόλις ἐν τῇ

### book 572.5

Βοιωτίᾳ τὸ Βούδειον. b(BCE3E4)T

### book 574a.1

ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: ἡ

### book 574a.2

ἔς ἀντὶ τῆς πρός. σημειωτέον δὲ ὅτι ἕως τῆς ἐπὶ Ἴλιον στρατείας συνῆν

### book 574a.3

Θέτις Πηλεῖ. ἱκέτευσε δέ, ἱκέτης ἦλθε. τὸ ἥμερον δὲ Πηλέως δείκνυ‐

### book 574a.4

ται ἀπὸ Πατρόκλου (cf. Ψ 89—90), Φοίνικος (cf. Ι 480—4) καὶ τού‐

### book 574a.5

του. b(BCE3E4)T

### book 574b.1

ἐς Πηλῆ’ ἱκέτευσε 〈καὶ ἐς Θέτιν ἀργυρόπεζαν〉:

### book 574b.2

ὅτι οὐκ ἀπολελοίπει ἡ Θέτις τὸν Πηλέως οἶκον ὡς οἱ νεώτεροι, ἀλλὰ

### book 574b.3

συνῴκει αὐτῷ. A

### book 581.1

Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο 〈φθιμένου ἑτάροιο〉:

### book 581.2

δριμυτέραν τὴν μάχην ποιεῖ, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον,

### book 581.3

ἀλλ’ ἑταῖρον Πατρόκλου, ἵν’ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ. b(BCE3)T

### book 582.1

ἴρηκι ἐοικώς: πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπ’ αὐτοῦ ἐπιγενό‐

### book 582.2

μενον φόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ τῶν φευγόντων τὰ

### book 582.3

ἀγεληδὸν ἱπτάμενα τῶν ὀρνέων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ

### book 582.4

ψᾶρας (cf. Π 583). b(BCE3E4)T

### book 583.1

ψῆρας: διὰ τὸ κακόφωνον τοῦ ‘ψᾶρασ‘, ἐκεῖ δὲ „〈τῶν δ’〉

### book 583.2

ὥς τε ψαρῶν“ (Ρ 755). καὶ „αἶψ’ ἀγξηράνῃ“ (Φ 347), οὗ δὲ „θερμή‐

### book 583

νῃ“ (Ξ 7) φησίν. T

### book 584.1

〈ὣς ἰθὺς Λυκίων, Πατρόκλεες ἱπποκέλευθε:〉 ὅτι

### book 584.2

ἀπέστροφε τὸν λόγον ἐκ τῶν περὶ 〈αὐ〉τοῦ 〈εἰς τὸν〉 πρὸς αὐτόν. Aim

### book 586.1

καί ῥ’ ἔβαλε Σθενέλαον: ὅτι μεταβέβηκεν ἐκ τοῦ πρὸς

### book 586.2

τὸν Πάτροκλον λόγου πάλιν εἰς τὸν περὶ αὐτοῦ· εἴρηκε γὰρ ἔβαλε

### book 586.3

καὶ οὐχὶ ‘ἔβαλες, ὦ Πάτροκλε‘. A

### book 589a1.1

αἰγανέη〈σ〉: διὰ τὸ εἰς αἶγας γενέσθαι· „ὦρσαν δὲ

### book 589a1.2

Νύμφαι ι 〈... /〉 αἶγας ὀρεσκῴους 〈...〉 καὶ αἰγανέας 〈.../〉 εἱλόμεθ’

### book 589a1.3

〈ἐκ νεῶν〉“ (ι 154—7). T

### book 589a2.1

αἰγανέη εἴρηται ἀπὸ τοῦ νεῖσθαι εἰς αἶγας. | ἔστι δὲ εἶδος

### book 589a2.2

ἀκοντίου. b(BCE3)

### book 589b.1

ἄλλως· αἰγανέης 〈...〉 ταναοῖο: τεταμένης. b(BCE3)T

### book 589b.2

οὐ βούλεται δὲ τοὺς Τρῶας τέλεον φεύγειν· διὸ εἴληφε σύμμετρον

### book 589b.3

ἀκοντίου διάστημα, βουλόμενος σημᾶναι, πόσον ὑπεχώρησαν (cf.

### book 589b.4

Π 589—91). b(BCE3E4)T

### book 589c.1

αἰγανέης ... ταναοῖο: πρὸς τὸ σχῆμα, ὅτι ταναοῖο

### book 589c.2

εἴρηκεν ἀρσενικῶς ἀντὶ τοῦ ταναῆς. A

### book 590-1a1.1

ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ 〈πειρώμενος ἢ ἐν ἀέθλῳ /

### book 590-1a1.2

ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὑπὸ θυμοραϊστέων〉: ἣν ἀφῇ

### book 590-1a1.3

ἀνὴρ ἐν ἄθλῳ πειρώμενος, ἢ καὶ ἐν πολέμῳ οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ

### book 590-1a1.4

ἂν πεῖρα γένοιτο ἐν πολέμῳ; ἀλλὰ τὸ μὲν πειρώμενος (590) ἐπὶ

### book 590-1a1.5.1

τοῦ ἐν ἀγῶνι μόνον βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ ἠὲ καὶ

### book 590-1a1.5.2

ἐν πολέμῳ (591) πρὸς τὸ ἀφέῃ (590). b(BCE3E4)T ἡ δὲ

### book 590-1a1.5.3

ὑπό (591) ἀντὶ τῆς μετά, ἢ πλεονάζει. τινὲς δὲ ‘ὑπὸ δηΐων πειραζόμε‐

### book 590-1a1.5.4

νοσ‘. b(BE3E4)T

### book 590-1a2

ἡ ὑπό (591) περιττή. Aint

### book 593-4.1

Γλαῦκος δὲ πρῶτοσ〈— / ἐτράπετο〉: ποικί‐

### book 593-4.2

λως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν (sc. Π

### book 593-4.3

538—47) ἄρχεται ἔργου ὁ Ἕκτωρ ὡς ἂν ὑπερέχων (cf. Π 552—3), ἐν

### book 593-4.4

δὲ τῇ ὑποστροφῇ τὰ πρωτεῖα Γλαύκῳ περίκειται. b(BCE3E4)T

### book 594.1

ἐτράπετο: ἐδήλωσεν αὐτὸ ἑξῆς διὰ τοῦ „στρεφθεὶς ἐξαπί‐

### book 594.2

νησ“ (Π 598). καινὸς δὲ ὁ τρόπος· ὁ γὰρ φεύγων ἐπιστραφεὶς κτείνει

### book 594.3

τὸν διώκοντα. b(BCE3E4)T

### book 594-5.1

〈Βαθυκλῆα μεγάθυμον /〉 Χάλκωνος 〈φίλον〉

### book 594-5.2

υἱόν: Πρόδικος (Art. Script. B VIII 6 Rad.)· „ἀπὸ τῆς τοῦ χαλ‐

### book 594-5.3

κοῦ κτήσεως καὶ Βαθυκλέα“. εἰρήκει δὲ ἂν Χρύσωνος, ἀπὸ τῆς καλ‐

### book 594-5.4

λίστης ὕλης. T

### book 595a.1

〈ὃς Ἑλλάδι οἰκία ναίων:〉 ὅτι πόλις ἐν Φθίᾳ ἡ Ἑλ‐

### book 595a.2

λάς. Aim

### book 595b

ὃς Ἑλλάδι 〈οἰκία ναίων〉: Ἑλλὰς χώρα ὑπὸ Ἀχιλ‐

### book 595b

λεῖ. T

### book 595b.1

{χάλκωνος φίλον υἱὸν ὃς} Ἑλλάδι: Ἑλλὰς πόλις Θεσ‐

### book 595b.2

σαλίας, ἧς—καὶ Ἀχαιοί. A

### book 599-600.1

〈πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς, / ὡς ἔπες’

### book 599-600.2

ἐσθλὸς ἀνήρ. μέγα δὲ Τρῶες κεχάροντο:〉 συναπτέον ἕως τοῦ

### book 599-600.3

ἀνήρ (600)· τὸ γὰρ ὥς (600) αἴτιον. Aim

### book 601.1

στὰν δ’ ἀμφ’ αὐτὸν 〈ἰόντες ἀολλέεσ〉: ἔστησαν περὶ

### book 601.2

τὸν Γλαῦκον ἐπιβοηθοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς.

### book 601.3

b(BCE3E4)T

### book 604a

〈Λαόγονον:〉 τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ. Aint

### book 604b

〈Λαόγονον:〉 ὡς ὀρίγανον. Til

### book 604c.1

〈θρασὺν υἱόν:〉 γράφεται „φίλον υἱόν“· τί γὰρ ἐποίησε

### book 604c.2

θράσους; Til

### book 606.1

ὑπὸ γναθμοῖο καὶ οὔατος: μεταξὺ τοῦ ὀστοῦ τῆς

### book 606.2

σιαγόνος καὶ τοῦ ὠτός. b(BCE3E4)T

### book 607.1

〈ᾤχετ’ ἀπὸ μελέων,〉 στυγερὸς δ’ ἄρα μιν σκότος

### book 607.2

εἷλεν: ἔν τισι ἐπεφέρετο· „Μηριόνης δ’ ἀνέπαλτο, φίλον δέ οἱ ἦτορ

### book 607.3

ἰάνθη“ (= Π 607 a)· διὸ καὶ ἐπισκώπτει ὁ Αἰνείας (sc. Π 617—8). T

### book 611.1

πρόσ〈σ〉ω γὰρ κατέκυψε: ὑπὲρ τοῦ ἀξιοπίστου τὸν

### book 611.2

μὲν Αἰνείαν ἐπιτυγχάνοντα πεποίηκεν (ἔτυχε γὰρ ἄν, εἰ μὴ κατέκυψεν

### book 611.3

ὁ Μηριόνης) καὶ τὸ τοῖς Ἕλλησι κεχαρισμένον διὰ τῆς τοῦ Μηριόνου

### book 611.4

σωτηρίας. b(BCE3E4)T

### book 613.1

ἔγχεος· ἔνθα δ’ ἔπειτ’ 〈ἀφίει μένος ὄβριμος Ἄρησ〉:

### book 613.2

ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο AT καθάπαξ. ἐν δὲ τῇ

### book 613

δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο. A

### book 617a1.1

καὶ ὀρχηστήν περ ἐόντα: Κρῆτες γὰρ ἀσκοῦσι τὴν

### book 617a1.2

ἐνόπλιον ὄρχησιν· καὶ οἱ μὲν αὐτοῖς, οἱ δὲ Νεοπτολέμῳ, οἱ δὲ Μολόσ‐

### book 617a1.3

σοις, οἱ δὲ Κάστορι, οἱ δὲ Διονύσῳ τὴν εὕρεσιν διδοῦσιν. ἄκρως δὲ

### book 617a1.4

ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός, συνεπιστάμενος ἑαυτῷ ὅτι αὐτὸς

### book 617a1.5.1

μὲν εὐστόχως ἀφῆκεν, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ

### book 617a1.5.2

ἁμαρτία. T

### book 617b1.1

ἄλλως· καὶ ὀρχηστήν: ἔμπειροι γὰρ ὀρχήσεως Κρῆτες

### book 617b1.2

ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. βουλόμενος δὲ αὐτὸν ἐλαφρὸν

### book 617b1.3

εἰπεῖν, τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν. T

### book 617a2/b2

Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν, | ἔμπειροι

### book 617a2/b2.1

ὄντες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. | ἄκρως δὲ ἐξεφαύλισε τὸ

### book 617a2/b2.2

εὐκίνητον τοῦ ἀνδρός· | βουλόμενος γὰρ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο

### book 617a2/b2.3

παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν· | ἠπίστατο γὰρ ἐν ἑαυτῷ ὅτι

### book 617a2/b2.5.1

εὐστόχως μὲν ἀφῆκε, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ

### book 617a2/b2.5.2

ἁμαρτία. b(BCE3E4)

### book 617a2/b2.1

ὀρχηστήν περ ἐόντα: εὐκίνητον κατὰ τὸν πόλεμον

### book 617a2/b2.2

—ἁρμόδιος. A

### book 618.1

ἔγχος ἐμὸν 〈κατέπαυσε διαμπερές, εἴ ς’ ἔβαλόν

### book 618.2

περ〉: τινὲς διαμπερὲς εἴ ς’ ἔβαλόν περ, ἵν’ ᾖ ‘εἴ σε †ἔβαλλον

### book 618.3

διεπερόνησα ἄν†‘. ἀλλ’ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ

### book 618.4

ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαυσε διαμπερές οἷον εἰς

### book 618.5

ἀεί. A

### book 620.1

〈χαλεπόν:〉 ἀδύνατον καὶ ἀτελείωτον· b(BCE3E4)Til

### book 620.2

„χαλεπὸν δέ τ’ ὀρύσσειν“ (κ 305). Til

### book 621a

πάντων ἀνθρώπων ... ὅς: πρὸς τὸ σχῆμα. b(BCE3)Til

### book 621b.1

σβέσ〈σ〉αι μένος: σβέσις γὰρ δυνάμεως ὁ θάνατος.

### book 621b.2

ἔμψυχος οὖν ἡ μεταφορά, τὸ θάνατον εἰπεῖν σβέσιν δυνάμεως. b

### book 621b.3

(BCE3E4)T

### book 625

〈δοίης:〉 ἐν ἄλλῳ „δῴησ“. Aim

### book 628.1

οὔ τοι Τρῶες ὀνειδ〈ε〉ίοις ἐπέεσ〈σ〉ι: ἀποτροπὴ τοῦ

### book 628.2

φιλολοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν. διδάσκει

### book 628.3

δὲ δρᾶν αὐτούς, μὴ λέγειν κακῶς. b(BCE3E4)T

### book 630.1

〈ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βου‐

### book 630.2

λῇ:〉 καλὴ καὶ βραχυλόγος ἡ γνώμη. Til

### book 633-5.1

〈τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς

### book 633-5.2

ὀρώρει / — / ὣς τῶν ὤρνυτο δοῦπος:〉 ἐὰν γράφωμεν

### book 633-5.3

ὀρώρει (633), πάντα στίζομεν, βήσσῃς καὶ ἀκουή (634), καὶ δὶς

### book 633-5.4

ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει (633)

### book 633-5.5.1

κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι μὲν

### book 633-5.5.2

„ὄρωρεν“ (633), ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ἀκουή (634), τῷ δὲ

### book 633-5

τῶν (635) ἐπανειλῆφθαι 〈τὸ〉 τῶν δέ (633) {ὥς τε}. A

### book 633-4.1

ὥς τε δρυτόμων〈—ἀκουή〉: πρὸς τὸ πᾶν ἁρ‐

### book 633-4.2

μόζει ἡ παραβολή, πρός τε τὸν ἄθρουν κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνο‐

### book 633-4.3

μένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέ‐

### book 633-4.4

κεσι παραβέβληται. b(BCE3E4)T

### book 633a.1

ὀρώρει: ἡ διπλῆ, ὅτι ἀμφιβόλως κεῖται τὸ ὀρώρει,

### book 633a.2

πότερον ἐπὶ τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς

### book 633a.3

δρυτόμων, ἢ ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδός,

### book 633a.4

οὕτως καὶ τῶν μαχομένων· ὅπερ καὶ βούλεται, ὥστε τὸ ὀρώρει τὸν

### book 633a.5

ἐνεστῶτα χρόνον σημαίνει. A

### book 633b.1

ὀρώρει: οὐ δύναται κατὰ τῶν μαχομένων· ἐπάγει γὰρ

### book 633b.2

„ὣς τῶν ὤρνυτο δοῦποσ“ (Π 635). ἔστιν οὖν ἀνθ’ ὑποτακτικοῦ τὸ

### book 633b.3

ὀρώρει. T

### book 633c1

〈ὀρώρει:〉 οὕτως ὀρώρει Ἀρίσταρχος. Aim

### book 633c2

ἔν τισιν „ὄρωρεν“. Aint Til

### book 634

〈ἀκουή:〉 Ἀριστοφάνης „ἀϋτή“. Aint Til

### book 635a.1

ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης:

### book 635a.2

παράγωγον ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν τῆς ἐπὶ τέλους

### book 635a.3

λέξεως· διὸ ἐψίλωσαν. | βραχὺ δὲ διασταλτέον εὐρυοδείης· διχό‐

### book 635a.4

θεν γάρ φησι τὸν ἦχον φέρεσθαι, ἀπό τε τῆς γῆς καὶ τῶν ὅπλων (cf.

### book 635a.5

Π 636). A

### book 635b

εὐρυοδείης: ψιλωτέον· παραγωγὴ γάρ ἐστιν, οὐ σύν‐

### book 635b

θεσις. T

### book 636a1.1

χαλκοῦ τε ῥινοῦ τε 〈βοῶν τ’ εὐποιητάων〉: ὅτι

### book 636a1.2

προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον συμπλέκει βοῶν τε.

### book 636a1.3

καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτό, ὡς „πυκνοὶ καὶ

### book 636a1.4

θαμέεσ“ (μ 92) καὶ „πόλεμόν τε μάχην τε“ (Π 251)· ἢ τὸν τέ σύν‐

### book 636a1.5.1

δεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ ‘ῥινοῦ βοῶν‘, τουτέστι τῶν ἀσπί‐

### book 636a1.5.2

δων. A

### book 636a2.1

χαλκοῦ τε ῥινοῦ 〈τε〉 βοῶν τε: περισσὸς ὁ εἷς

### book 636a2.2

τέ. T

### book 636b.1

ἄλλως· χαλκοῦ: τῶν χαλκῶν ἀσπίδων. ῥινοῦ δὲ τῶν

### book 636b.2

ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηΐων. b(BCE3E4)T

### book 636c1.1

〈ῥινοῦ τε βοῶν τ’ εὐποιητάων:〉 „ἄμεινον εἶχε“,

### book 636c1.2

φησὶν ὁ Ἀρίσταρχος, „εἰ ἐγέγραπτο ‘βοῶν εὐποιητάων‘, ἔξω τοῦ τέ

### book 636c1.3

συνδέσμου.“ Aim ἐν δέ τισιν εὕρομεν „ῥινῶν τε βοῶν τ’ εὐποιη‐

### book 636c1.4

τάων“ κατὰ τὸ πληθυντικόν. A

### book 636c2.1

ἄμεινον {δέ} φησὶν Ἀρίσταρχος χωρὶς τοῦ τέ „βοῶν

### book 636c2.2

εὐποιητάων“, ἵν’ ᾖ „ῥινοῦ βοῶν“. T

### book 636d.1

{βοῶν τ’} εὐποιητάων: τὸ „εὖ“ οὐ θέλουσι κατ’ ἰδίαν

### book 636d.2

προφέρεσθαι, ἀλλ’ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ

### book 636d.3

τὴν δοτικὴν „εὐποιήτῃσι πύλῃσι“ (Ε 466) παρωνύμως. κἀγὼ δὲ

### book 636d.4

συγκατατίθεμαι. A

### book 636e

εὐποιητάων: τῶν εὖ γεγονυιῶν. b(BCE3E4)T

### book 638-9.1

οὐδ’ ἂν ἔτι φράδμων 〈περ ἀνὴρ Σαρπηδόνα

### book 638-9.2

δῖον / ἔγνω〉: αἱ μὲν κοιναὶ κατ’ αἰτιατικὴν Σαρπηδόνα (638),

### book 638-9.3

αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον / ἔγνω, ἵν’

### book 638-9.4

ὁ φράδμων τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δέ, ὡς Ἀρίσταρ‐

### book 638-9.5

χος γράφει, „Σαρπηδόνι δίῳ“ κατὰ δοτικήν, βραχὺ διασταλτέον ἐπὶ

### book 638-9.1

τὸ „δίῳ“· τὸ γὰρ λεγόμενον· ‘οὐδὲ ὁ πάνυ γνώριμοσ‘, φησί, ‘καὶ

### book 638-9.2

συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ

### book 638-9.3

κόνει πεφύρθαι‘ (cf. Π 638—40). A

### book 638a.1

φράδμων: ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ ἐγνωκὼς τὸν

### book 638a.2

Σαρπηδόνα ἀκριβῶς. b(BCE3)T

### book 638b.1

〈Σαρπηδόνα δῖον:〉 Ἀρίσταρχος κατὰ δοτικήν, „Σαρ‐

### book 638b.2

πηδόνι δίῳ“. Aint

### book 638c.1

Σαρπηδόνα δῖον: κατὰ δοτικὴν „Σαρπηδόνι δίῳ“, ἵν’

### book 638c.2

ᾖ ‘τὶς συνήθης Σαρπηδόνι‘. T

### book 641-3.1

ὡς ὅτε μυῖαι〈—ἄγγεα δεύει〉: πρὸς τὸ πλῆ‐

### book 641-3.2

θος καὶ τὸ πρόθυμον ἡ παραβολή. b(BCE3E4)T

### book 642.1

περιγλαγέας: περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθού‐

### book 642.2

σας τῷ γάλακτι, ἢ περιβεβρεγμένας γάλακτι. πέλλα δὲ ξύλινον ἄγγος,

### book 642.3

ἀπὸ τοῦ πεπελεκῆσθαι. b(BCE3E4)T

### book 647.1

ἀμφὶ φόνῳ Πατρόκλου 〈μερμηρίζων〉: τί δήποτε τι‐

### book 647.2

μήσειν ὑποσχόμενος Ἀχιλλέα μεῖζον ἔβλαψεν ὡς λέγειν αὐτὸν „ἀλλὰ

### book 647.3

τί μοι τῶν ἦδος;“ (Σ 80); ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ Διὸς

### book 647.4

δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν

### book 647.5

Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο. b(BCE3E4)T

### book 648a

ἤ {ἤδη κἀκεῖνον}: ἀντὶ τοῦ εἴ. T

### book 648b1.1

〈καὶ κεῖνον:〉 ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου.

### book 648b1.2

Aim

### book 648b2

ἐκ πλήρους δὲ ὁ καί. T

### book 651

ἠ: τοῦτον τὸν η περισπαστέον. T

### book 653-5.1

ὄφρ’ ἠῢς θεράπων〈—ἀπὸ θυμὸν ἕλοιτο〉:

### book 653-5.2

πολλὴ ἡ εἰς Ἀχιλλέα τιμή, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πά‐

### book 653-5.3

τροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν. b(BCE3E4)T

### book 657

〈φύγαδ’ ἔτραπε:〉 προσυπακουστέον ‘ἵππουσ‘. Til

### book 657-8.1

κέκλετο δ’ ἄλλους 〈/ Τρῶας φευγέμεναι〉: τῷ

### book 657-8.2

ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ „Ἀργείων προκαλίζετο πάντας ἀρίστουσ“

### book 657-8.3

(Γ 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ εἴκειν θεῷ. b(BCE3E4)T

### book 660a

〈ἴδον:〉 ᾔσθοντο. Til

### book 660b.1

〈βεβλαμμένον ἦτορ:〉 γράφεται „δεδαϊγμένον ἦτορ“

### book 660b.2

Aim

### book 660c

βεβλαμμένον ἦτορ: νεκρόν. Aint Til

### book 663.1

οἱ δ’ ἄρ’ ἀπ’ ὤμοιϊν 〈Σαρπηδόνος ἔντε’ ἕλοντο〉:

### book 663.2

εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν Ἀπόλλων, οὐδ’ ἂν ἐτόλμησαν

### book 663.3

Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν (cf. Π 698—711). b(BCE3E4)T

### book 666a.1

καὶ τότ’ Ἀπόλλωνα προσέφη 〈νεφεληγερέτα

### book 666a.2

Ζεύσ〉: ὡς κατὰ τὸ σιωπώμενον εἰς Ἴδην ἀφικομένου Ἀπόλλωνος.

### book 666a.3

μικρᾷ δὲ παρεκβάσει ἀναπαύει τὸν ἀκροατὴν καμόντα. b(BCE3E4)T

### book 666b1.1

καὶ τότ’ Ἀπόλλωνα 〈προσέφη νεφεληγερέτα

### book 666b1.2

Ζεύσ〉: ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων „καὶ τότ’ ἄρ’

### book 666b1.1

ἐξ Ἴδης προσέφη Ζεὺς ὃν φίλον υἱόν“, ἵν’ ἐκ τῆς Ἴδης προσφωνῇ

### book 666b1.2

τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ τῆς Ἴδης

### book 666b1.5.1

τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον

### book 666b1.5.2

ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς

### book 666b1.5.3

Ἥρας (cf. Π 432). A

### book 666b2.1

ἄλλως· καὶ τότ’ Ἀπόλλωνα 〈προσέφη νεφεληγε‐

### book 666b2.2

ρέτα Ζεύσ〉: Ζηνόδοτος „καὶ τότ’ ἄρ’ ἐξ Ἴδης προσέφη Ζεὺς ὃν

### book 666b2.3

φίλον υἱόν“. T

### book 667

〈εἰ δ’ ἄγε:〉 δύναται ἀντὶ τοῦ 〈ἄγε〉 δή. Til

### book 667-8a.1

〈αἷμα κάθηρον / —〉Σαρπηδόνα: ἀντὶ τοῦ

### book 667-8a.2

Σαρπηδόνος. δύναται δὲ ἀντὶ τοῦ ‘καθαρθῆναι ποίησον‘, ὡς „ἀλλ’

### book 667-8a.3

ὅτε δή μιν ἐγὼν ἐλόευν“ (δ 252). ὑπακούει δὲ Θάνατος (cf. Π 681—3)·

### book 667-8a.4

Ἀπόλλωνι γὰρ ἀνάκεινται οἱ αἰφνίδιοι τῶν θανάτων. T (bis)

### book 667-8b1.1

αἷμα κάθηρον / —Σαρπηδόνα: οὕτως Ἀρίσταρ‐

### book 667-8b1.2

χος „Σαρπηδόνι“ κατὰ δοτικήν, Σαρπηδόνι κάθηρον τὸ αἷμα. μήποτε

### book 667-8b1.3

δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους (sc. Π 666—83)· παράλογον

### book 667-8b1.4

γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι. A

### book 667-8b2

Ἀρίσταρχος „Σαρπηδόνι“ κατὰ δοτικήν. Aint

### book 667-8b3.1

ἄλλως· Σαρπηδόνι: οὕτως κατὰ δοτικήν, ‘κάθηρον τῷ

### book 667-8b3.2

Σαρπηδόνι τὸ αἷμα‘. T

### book 667-8b4.1

{εἰ δ’ ἄγε νῦν, φίλε φοῖβε:} ἠθέτει Ζηνόδοτος· ἄτοπον

### book 667-8b4.2

γάρ φησι τὸν ἀπενθῆ τοιαῦτα διακονεῖν. | ἀλλὰ τοῦτο προστάσσεται

### book 667-8b4

ὡς τιμώμενος ἐν Λυκίᾳ. T

### book 669a.1

{πολλὸν} ἀπὸ πρὸ φέρων: τινὲς τὴν ἀπό ἀναστρέφου‐

### book 669a.2

σιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης (p. 56 B.).

### book 669a.3

εἰσὶ μέντοι, οἳ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπό τὴν

### book 669a.4

προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου,

### book 669a.5.1

ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· „νώτου ἀπὸ πρὸ ταμών“

### book 669a.5.2

(θ 475), „ἡ δὲ διὰ πρό / Πηλιὰς ἤϊξε“ (Υ 276—7), „περὶ πρὸ γὰρ

### book 669a.5.3

ἔγχεϊ θυῖεν“ (Π 699). οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι. A

### book 669b.1

〈ἄπο προφέρων:〉 ἄπο ἄπωθεν, πρό δὲ ἔμπροσθεν.

### book 669b.2

b(BCE3E4)Til

### book 672.1

Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν: τελευτώντων γὰρ

### book 672.2

ἐκλείπει παντελῶς ἡ ψυχή, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς

### book 672.3

ψυχῆς. A b (BCE3E4)T

### book 673a.1

〈θήσους’ ἐν Λυκίης:〉 γράφεται „θήσουσιν Λυκ〈ίησ〉“.

### book 673a.2

Aint

### book 673b.1

ἐν Λυκίησ〈—δήμῳ〉: ἡρῷον φαίνεται Σαρπη‐

### book 673b.2

δόνος ἐν Λυκίᾳ. τινὲς δὲ Γλαῦκον κατελθόντα θάψαι αὐτόν. T

### book 674.1

κασίγνητοι: ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστό‐

### book 674.2

ρηκεν αὐτοῦ ἀδελφούς. A b (BCE3E4)T

### book 676.1

〈οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν:〉 οὐδὲν φθέγγεται

### book 676.2

ἐπείγοντος τοῦ καιροῦ. b(BCE3)Til

### book 677

βῆ δὲ κατ’ Ἰδαίων 〈ὀρέων ἐς φύλοπιν αἰνήν〉: ὅτι

### book 677

Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ. A

### book 684-6.1

〈Πάτροκλος δ’ ἵπποισι— /〉 Τρῶας καὶ Λυ‐

### book 684-6.2

κίους μετεκίαθε 〈καὶ μέγ’ ἀάσθη, / νήπιοσ〉: ἀλλ’ ὑποστρέφει

### book 684-6.3

ὁ Πάτροκλος διὰ τὸ μὴ προτροπάδην τοὺς Τρῶας φεύγειν, ἀλλ’ ἔτι

### book 684-6.4

ἀνθίστασθαι. οἱ δέ, ἐπεὶ „νεώτεροι ἀφραδέουσιν“ (η 294). ὁ δὲ

### book 684-6.5.1

ποιητής φησιν „ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος, / b(BCE3E4)T

### book 684-6.5.2

ὅς οἱ καὶ τότε θυμὸν 〈ἐνὶ στήθεσσιν ἀνῆκεν〉“ (Π 688. 691). T

### book 686.1

νήπιος {εἰ δὲ ἔπος}: τὸ νήπιος καθ’ ἑαυτό· οὕτως γὰρ

### book 686.2

μᾶλλον ἐμφαίνει τὸν ἐπισχετλιάζοντα. ἁμαρτάνουσι δὲ οἱ συνάπτον‐

### book 686.3

τες. A

### book 687.1

κῆρα κακήν: δόγμα Ὁμηρικὸν τὸ δύο τὰς μοίρας εἶναι,

### book 687.2

ὡς καὶ ἐπ’ Ἀχιλλέως „διχθαδίας κῆρασ“ φησὶ „φερέμεν“ (Ι 411). T

### book 688a.1

ἀλλ’ αἰεί τε Διὸς 〈κρείσσων νόος ἠέ περ ἀν‐

### book 688a.2

δρῶν〉: συνεβούλευσε μὲν γὰρ τὰ ἄριστα ὁ Ἀχιλλεύς, κρατεῖ δὲ ἡ

### book 688a.3

τοῦ Διὸς γνώμη, βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος.

### book 688a.4

b(BCE3E4)T

### book 688b.1

Διὸς κρείσσων νόος: ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι

### book 688b.2

„κρείσσω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς σὺν τῷ ν λέγεται.

### book 688b.3

καὶ τὸ κρείσσων ἐπὶ τοῦ κατὰ δύναμιν τίθησιν ὁ ποιητής. A

### book 688c.1

〈κρείσσων νόος ἠέ περ ἀνδρός:〉 ἰδίως εἶπεν· ἔδει

### book 688c.2

γὰρ ‘κρείσσων ἀνδρῶν‘. Til

### book 688d

〈ἀνδρός:〉 γράφεται „ἀνδρῶν“. Aim

### book 692-3.1

ἔνθα τίνα πρῶτον 〈...〉 ἐξενάριξας, 〈/ Πατρό‐

### book 692-3.2

κλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν〉: ἥδισται αἱ

### book 692-3.3

ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιη‐

### book 692-3.4

τὴς τῷ Πατρόκλῳ. b(BCE3E4)T

### book 697a1.1

τοὺς ἕλεν {οἱ δ’ ἄλλοι}: ὅτι Ζηνόδοτος γράφει „τοὺς

### book 697a1.2

ἕλεσ“. ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν

### book 697a1.3

περὶ αὐτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται. A

### book 697a2

Ζηνόδοτος „ἕλεσ“. Til

### book 697b1.1

{οἱ δ’ ἄλλοι} φύγαδε {μνώοντο}: τοῦτο οὐκ {ε}ἰσοδυνα‐

### book 697b1.2

μεῖ τῷ εἰς φυγήν, ὡς τὸ „ἦ, 〈καὶ〉 ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψασ“

### book 697b1.3

(Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆς, οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον,

### book 697b1.4

μὴ καὶ δύο μέρη λόγου ἐστίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς

### book 697b1.5.1

αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγὴν φύγα, ἤ, ὡς οἴεται

### book 697b1.5.2

ὁ Ἀσκαλωνίτης (p. 56 B.), ἀπ’ εὐθείας τῆς φύξ, ὡς Στὺξ Στύγα, τοῦ

### book 697b1.5.3

δέ ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ,

### book 697b1.5.4

ὡς καὶ ἄλλα παράγωγα ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύ‐

### book 697b1.5.5

ποις, „Ἴδηθεν μεδέων“ (Γ 276 al.), „δόρυ δ’ ἔκβαλεν ἔκτοσε χειρόσ“

### book 697b1.10.1

(χ 277). ἀλλ’ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι

### book 697b1.10.2

γὰρ δύο τόνοι ἔσονται „φύγα δέ“ ὡς „Οὔλυμπον δέ“ (Α 221 al.),

### book 697b1.10.3

ἢ εἷς ὡς ἄγραδε· τὸ γοῦν „ἅλαδ’ ἑλκομενάων“ (Ξ 100) δύναται καὶ

### book 697b1.10.4

δύο μέρη λόγου εἶναι, ὡς „οἶκον δέ“ (Α 606 al.), ἐντελοῦς οὔσης τῆς

### book 697b1.10.5

αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν ὡς ἄγραδε, „ἅλαδε“. ταῦτα

### book 697b1.15

ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου (1,498,10). A

### book 697b2

〈φύγαδε:〉 εἰς φυγήν. Til

### book 702a

〈ἐπ’ ἀγκῶνος:〉 ὅτι ἀγκῶνος τῆς γωνίας λέγει. Aim

### book 702b.1

ἀγκῶνος: ἐξοχῆς. καὶ ὁ Ἕκτωρ „πύργῳ ἐπὶ προὔ‐

### book 702b.2

χοντι“ (Χ 97). ὕψος δὲ ἔχει ὁ ἀγκὼν ὑπὲρ μῆκος ἀνδρὸς ὡς ἐγγὺς

### book 702b.3

εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως. b(BCE3E4)T

### book 704a.1

χείρεσ〈σ〉’ ἀθανάτῃσι 〈φαεινὴν ἀσπίδα νύσσων〉:

### book 704a.2

ἄμφω ταῖς χερσὶν ἀπωθούμενος τὴν ἀσπίδα ἐμφαντικῶς. b(BCE3E4)

### book 704a.3

T

### book 704b.1

〈χείρεσς’ ἀθανάτῃσι:〉 βέλτιον τοῖς ἑξῆς τοῦτο συνά‐

### book 704b.2

πτειν. Aim

### book 706.1

〈ἔπεα πτερόεντα προσηύδα:〉 γράφεται „προσέφη

### book 706.2

ἑκάεργος Ἀπόλλων“. Aim

### book 707a1

〈οὔ νύ τοι:〉 Ἀρίσταρχος „οὔ νύ πω {αἶσα}“. Aim

### book 707a2

„οὔ νύ πω“ διὰ τοῦ 〈π〉ώ. Til

### book 709.1

〈οὐδ’ ὑπ’ Ἀχιλλῆος:〉 ἐπικεκαλυμμένως ἐνδείκνυται ὡς

### book 709.2

οὐκ Ἀχιλλεὺς πορθεῖ τὴν Ἴλιον· προετελεύτησε γὰρ χάριν Πολυξένης.

### book 709.3

b(BCE3E4)

### book 710a1.1

ὣς φάτο, Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀ‐

### book 710a1.2

πίσσω: ὅτι Ζηνόδοτος γράφει „τυτθόν“. ὁ δὲ αὐτὸς στίχος καὶ ἐπὶ

### book 710a1.3

τοῦ Διομήδους κεῖται (sc. Ε 443). καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται

### book 710a1.4

„τυτθόν“. συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν.

### book 710a1.5.1

ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς „μάλα τούς γε

### book 710a1.5.2

φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94). A

### book 710a2

ἐνταῦθα πολλόν, ἐπὶ δὲ Διομήδους „τυτθόν“. Til

### book 710b1.1

ἀνεχάζετο πολλὸν ὀπίσσω: ἤκουσε γὰρ „μάλα

### book 710b1.2

τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94), καὶ δέδιε πρᾷος ὢν καὶ

### book 710b1.3

ὑπ’ οὐδενὸς θεοῦ βοηθούμενος. ὁ δὲ Διομήδης (cf. Ε 443) θερμὸς καὶ

### book 710b1

ἔχων Ἀθηνᾶν. T

### book 710b2.1

ᾔδει μὲν ἀκούσας ὅτι „μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλ‐

### book 710b2.2

λων“, ἀπόνηρος δὲ ὢν ἐπελάθετο τοῦ λόγου ἢ καὶ φιλοδοξῶν· διὸ

### book 710b2.3

κινδυνεύει ἀναιρεθῆναι. b(BCE3)

### book 713

〈δίζε:〉 ἐδίσταζεν. Til

### book 714

〈ὁμοκλήσειεν:〉 μετὰ ἀπειλῆς κελεύσει〈εν〉. Til

### book 716.1

〈εἰσάμενος:〉 οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν „τῷ μιν

### book 716.2

ἐεισάμενοσ“ (Π 720). Aim

### book 717a.1

Ἀσίῳ, 〈ὃς μήτρως ἦν Ἕκτοροσ〉: εἰκότως τούτῳ

### book 717a.2

εἴκασται, ἵνα διὰ τὴν †εὐγένειαν† δέξηται τὴν παραίνεσιν. b(BCE3E4)

### book 717a.3

T

### book 717b.1

μήτρως: μητρὸς T ἀδελφός. | οἱ δὲ νεώτεροι τὸν

### book 717b.2

πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν. b(BCE3E4)T

### book 718a.1

αὐτοκασίγνητος Ἑκάβης, 〈υἱὸς δὲ Δύμαντοσ〉:

### book 718a.2

ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης (sc. Hec. 3)

### book 718a.3

Κισσέως. A

### book 718b

αὐτοκασίγνητος Ἑκάβης, 〈υἱὸς δὲ Δύμαντοσ〉:

### book 718b.1

Δύμαντος καὶ Εὐθόης νύμφης, ὡς Φερεκύδης (FGrHist 3, 136b)·

### book 718b.2

Ἀθηναίων (FGrHist 546,2) δὲ Κισσέως καὶ Τηλεκλείας, εἰ μὴ ἄρα

### book 718b.3

ὁμομήτριος αὐτῇ ὁ Ἄσιος. νεωστὶ δὲ πάρεστιν ὁ Ἄσιος· διὸ οὐδὲ ἐν

### book 718b.5

τῷ Καταλόγῳ αὐτοῦ μέμνηται. T

### book 719a.1

〈ὃς Φρυγίῃ ναίεσκε:〉 ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν

### book 719a.2

τῆς Τροίας οἶδεν. Aint

### book 719b.1

ὃς Φρυγίῃ ναίεσκε: ὁ δὲ ἕτερος Ἄσιος Ὑρτάκου ἐστίν·

### book 719b.2

„Ἄσιος Ὑρτακίδησ“ (Β 838 al.). T

### book 721.1

Ἕκτορ, τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή:

### book 721.2

ἔστι καὶ τοῦτο προτροπῆς εἶδος· μαρτυρεῖ μὲν ἀρετήν, ἐλέγχει δὲ ὡς

### book 721.3

ἀνάξια πράττοντα. b(BCE3E4)T

### book 725.1

αἴ κέν πώς μιν ἕλῃς, 〈δώῃ δέ τοι εὖχος Ἀπόλλων〉:

### book 725.2

διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ αἴ κεν σύν‐

### book 725.3

δεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, ‘ἐάν πως αὐτὸν ἕλῃς καί σοι δῷ τὴν νίκην

### book 725.4

ὁ Ἀπόλλων‘. δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος. A

### book 732

〈ἔφεπε:〉 ἐν ἄλλῳ „ἔπεχε“. Aim

### book 734.1

〈σκαιῇ ἔγχος ἔχων, ἑτέρηφι δὲ λάζετο πέτρον:〉

### book 734.2

γραφικῶς τοῦτο. Til

### book 735

〈τόν οἱ περὶ χεὶρ ἐκάλυψεν:〉 χειροπληθῆ. Til

### book 736a.1

〈οὐδὲ δὴν ἅζετο φωτός:〉 ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ

### book 736a.2

ὅλως ηὐλαβήθη αὐτόν. Aint

### book 736b

〈ἅζετο:〉 ἅζετο καὶ ἀπέσχετο. Til

### book 739.1

μετώπιον: μεσόφρυον, τὸ μεταξὺ τῶν †ὤτων. b(BCE3

### book 739.2

E4)T

### book 740

σύνελεν: συνέχεε καὶ εἰς ἓν συνήγαγεν. b(BCE3E4)T

### book 741.1

ὀφθαλμοὶ δὲ χαμαὶ πέσον: δηλονότι ἐκθλιβέντες ὑπὸ

### book 741.2

τῶν ὀστῶν συντριβέντων. b(BCE3E4)T

### book 742a.1

〈αὐτοῦ〉 πρόσθε ποδῶν: ἔμπροσθεν τῶν Πατρόκλου

### book 742a.2

ποδῶν ἐξακοντισθέντες. ἢ ὅπου ἔμελλε κυβιστήσας ὁ νεκρὸς ἕξειν τοὺς

### book 742a.3

πόδας. b(BCE3E4)T

### book 742b

〈ἀρνευτῆρι:〉 παρὰ τοὺς ἄρνας. Til

### book 744a1.1

ἐπικερτομέων: διὰ τοῦ ἐπικερτομέων τὸ †εἶδος†

### book 744a1.2

τῶν ῥηθησομένων λόγων ὑποβάλλει. T

### book 744a2.1

διὰ τοῦ κερτομέων τὸ τῶν ῥηθησομένων λόγων ἦθος

### book 744a2.2

†καὶ τὸ εἶδος† ἀπογυμνοῦται. b(BCE3E4)

### book 745.1

〈ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ:〉 σαρ‐

### book 745.2

κάζων. Til

### book 747a.1

πολλοὺς ἂν κορέσειεν ἀνὴρ 〈ὅδε τήθεα διφῶν〉:

### book 747a.2

ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων ὀστρέων. πρὸς

### book 747a.3

τοὺς Χωρίζοντας (fr. 7 K.)· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ

### book 747a.4

παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας (cf.

### book 747a.5.1

δ 368. μ 331). φανερὸν δὲ ὅτι, εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ

### book 747a.5.2

τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ

### book 747a.5.3

μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμέ‐

### book 747a.5.4

νους. ἀλλ’ ὅμως φησὶ „δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντεσ“

### book 747a

(ρ 299). A

### book 747b.1

πολλοὺς ἂν κορέσειεν 〈ἀνὴρ ὅδε τήθεα διφῶν〉:

### book 747b.2

οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς ἥρωας διαίτῃ· οὐδὲ γὰρ οὐδὲ

### book 747b.3

τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς τοιούτοις χρωμένους

### book 747b.4

εἰσήγαγεν. b(BCE3E4)T ἤτοι οὖν ὅπερ αὐτὸς ἠπίστατο, τοῖς

### book 747b.5.1

ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς τροφὴν

### book 747b.5.2

τῶν ἡρώων, b(BE3E4)T πρὸς ἀνάγκην δὲ ἐν πλῷ· b(BE3E4)

### book 747b.5.3

τοῦτο γάρ φησιν ὁ Πάτροκλος· ἐπιφέρει γοῦν „νηὸς ἀποθρῴσκων“

### book 747b.5.4

(Π 748): T οὐδὲ γὰρ ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν,

### book 747b.5.5

ἀλλ’ ὅμως δι’ ἀνάγκην καὶ τοῖς τοιούτοις ἐπεχείρουν οἱ Ὀδυσσέως

### book 747b.10.1

ἑταῖροι (cf. δ 368. μ 331)· καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ

### book 747b.10.2

μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν

### book 747b.10.3

(sc. Α 459—69 al.), b(BE3E4)T ἵνα καὶ ἐπὶ Ἀχιλλέως εἰπεῖν

### book 747b.10.4

δυνηθῇ „τῷ δ’ ἔχεν Αὐτομέδων, τάμνε〈ν〉 δ’ ἄρα δῖος Ἀχιλλεύσ“

### book 747b.10.5

(Ι 209). ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ ζωμὸν

### book 747b.15

ἕψειν. T

### book 747c.1

τήθεα: εἶδος ὀστρείου. b(BCE3)T ὠνόμασται δὲ

### book 747c.2

ὅτι ἀπόθετά ἐστι καὶ οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς

### book 747c.3

πέτραις. b(BCE3E4)T

### book 747d

〈διφῶν:〉 διαφῶν, ψηλαφῶν. Til

### book 748a

{νηὸς ἀποθρώισκων} εἰ καὶ δυσπέμφελος 〈εἴη〉: ὅτι

### book 748a.1

Ζηνόδοτος γράφει „εἰ καὶ δυσπέμφελοι εἶεν“ ὥστε ἐπὶ τῶν ἀνδρῶν

### book 748a.2

εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες. βέλτιον δὲ ἐπὶ τῆς

### book 748a.3

θαλάσσης, ‘εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα‘· τὴν γὰρ τοῦ κολυμ‐

### book 748a.5.1

βητοῦ ἐντρέχειαν ἀντιπαρατίθησι τῷ ἀπὸ τοῦ δίφρου κεκυβιστηκότι.

### book 748a.5.2

καὶ Ἡσίοδος δὲ ἐπὶ τῆς θαλάσσης τέταχε· „καὶ τοῖς, οἳ γλαυκὴν

### book 748a.5.3

δυσπέμφελον ἐργάζονται“ (th. 440). A

### book 748b.1

εἰ καὶ δυσπέμφελος εἴη: Ζηνόδοτος „δυσπέμφελοι

### book 748b.2

εἶεν“ γράφων ἐπὶ τῶν ἀνδρῶν ἤκουεν, οἷον δυσάρεστοι, οἱ ἑταῖροι

### book 748b.3

δηλονότι, ὡς καὶ Ἡσίοδος (opp. 722)· „πολυξείνου δαιτὸς δυσπέμφε‐

### book 748b.4

λος εἶναι“. | ἢ ἀπλήρωτος. καὶ Ἡσίοδος (opp. 618)· „ναυτιλίης

### book 748b.5

δυσπεμφέλου“· κέρδους γὰρ οὐ πίμπλαται. T

### book 748c.1

ἄλλως· δυσπέμφελος {εἴη}: δυσχείμερος, ὁ πόντος δη‐

### book 748c.2

λονότι ὁ μὴ εὐχερῶς πέμπων τὰς ναῦς. κολυμβητὴν δὲ ἄκρον δείκνυσι

### book 748c.3

τοῦ θηρᾶν οὐκ ἀφιστάμενον οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης.

### book 748c.4

b(BCE3E4)T

### book 752

〈κεραΐζων:〉 ἀπὸ τῶν κερατηφόρων ζῴων. Tt

### book 753a.1

ἔβλητο πρὸς στῆθος: δαιμονίως τῇ εἰκόνι χρῆται·

### book 753a.2

μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπ’ ἀλκῆς καὶ προθυμίας

### book 753a.3

ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται ἑή τέ μιν ὤλεσεν

### book 753a.4

ἀλκή. καὶ τὸ ἀντιπρόσωπον δὲ ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς

### book 753a.5

ἀρετῆς καὶ τοῦ θράσους σημεῖον. b(BCE3E4)T

### book 753b

〈ἑή:〉 αὐτοῦ. Tt

### book 756.1

λέονθ’ ὣς 〈δηρινθήτην〉: καὶ ἐπ’ ἐκείνης τῆς παραβο‐

### book 756.2

λῆς ἐσημειωσάμεθα, „ὥς τε δύ’ αἶγα λέοντε“ (Ν 198), ὅτι λέοντες οὐ

### book 756.3

διαμάχονται πρὸς ἀλλήλους περὶ ζῴου. λύεται δὲ διὰ τοῦ „πεινάοντε“

### book 756.4

(Π 758). T

### book 757-8.1

ὥ τ’ ὄρεος κορυφῇσι〈—μάχεσθον〉: ἡ

### book 757-8.2

εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευ‐

### book 757-8.3

μένον γὰρ ζῷον τῷ πεφονευμένῳ Κεβριόνῃ παραβέβληται. b(BCE3

### book 757-8.4

E4)T

### book 762-3.1

Ἕκτωρ μὲν κεφαλῇφιν〈— / Πάτροκλος δ’

### book 762-3.2

ἑτέρωθεν ἔχεν ποδόσ〉: ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώ‐

### book 762-3.3

ματος προσθεὶς καὶ τὰ μέρη, ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον. b(BCE3E4)T

### book 765-9.1

ὡς δ’ Εὖρός τε Νότος τ’〈—ἀγνυμενάων〉: ἡ

### book 765-9.2

†παραγωγὴ† πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν

### book 765-9.3

οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζο‐

### book 765-9.4

μένου. A b (BCE3E4)T ὅμοιον δέ ἐστι τῷ „Βορέης καὶ Ζέφυροσ“

### book 765-9.5

(Ι 5). A T

### book 766.1

βαθέην: εὖ τὸ βαθέην εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ

### book 766.2

οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων. b(BCE3E4)T

### book 768a.1

τανυήκεας ὄζους: ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ

### book 768a.2

ἐπὶ τοῦ ξίφους „τανύηκες ἄορ“ (Π 473 al.), ἀλλὰ κατὰ παραγωγὴν

### book 768a.1

τανυήκεας ὄζους, οἷον ταναούς, ὡς „κελαινεφὲς αἷμα“ (Ε 798 al.).

### book 768a.2

| τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν

### book 768a.5

ἑτέροις (sc. ad Ν 391) καὶ τὴν ἀφορμήν. A

### book 768b.1

τανυήκεας: παράγωγον ἀντὶ τοῦ ταναούς· ἐπὶ δὲ τοῦ

### book 768b.2

„τανύηκες ἄορ“ (Π 473 al.) σύνθετον. ὁμοίως καὶ ἐπὶ τοῦ „κελαινε‐

### book 768b.3

φέσ“ (Β 412 al., Ε 798 al.)· ὁμοφωνεῖ γὰρ ἐπὶ Διὸς καὶ τοῦ αἵματος. T

### book 769a

〈πάταγος δέ τε ἀγνυμενάων:〉 λείπει γίνεται. Aim

### book 769b.1

ἀγνυμενάων: ἡ ἐπὶ 〈τῆσ〉 παρατελεύτου μακρότης παρ‐

### book 769b.2

ίστησι τὸν ὑπὸ τῆς συμπτώσεως τῶν κλάδων ἐπεκτεινόμενον

### book 769b.3

ἦχον. T

### book 770-1.1

ὣς Τρῶες 〈καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόν‐

### book 770-1.2

τες / δῄουν〉: τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ ἐπ’ ἀλλήλοισι

### book 770-1.3

θορόντες ἐστίν. b(BCE3E4)T

### book 772.1

〈πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει:〉

### book 772.2

ἀμφί περὶ αὐτόν, οὐκ ἐν αὐτῷ. b(BCE3)Til

### book 774a.1

〈πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέ‐

### book 774a.2

λιξαν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μεγάλα. Aint

### book 774b.1

〈ἐστυφέλιξεν:〉 Ἀρίσταρχος διὰ τοῦ α „ἐστυφέλιξαν“.

### book 774b.2

Aim

### book 775a.1

ὁ δὲ στροφάλιγγι κονίης: καὶ ἡδέως ἐπεφώνησε καὶ

### book 775a.2

περιπαθῶς. b(BCE3)T

### book 775b1

〈ὁ δὲ στροφάλιγγι:〉 Ἀρίσταρχος „ὁ δ’ ἐν στροφά‐

### book 775b1

λιγγι“ σὺν τῷ ν. Aim

### book 775b2.1

ἄλλως· ὁ δὲ στροφάλιγγι: „ὁ δ’ ἐν στροφάλιγγι“

### book 775b2.2

διὰ τῆς ἔν. T

### book 775b3

εἰς δὲ τὸ στροφάλιγγι λείπει ἡ ἔν. b(BCE3)

### book 776a.1

κεῖτο μέγας μεγαλωστί, 〈λελασμένος ἱπποσυ‐

### book 776a.2

νάων〉: ὁ ἀστερίσκος, ὅτι εἰς τὴν δευτέραν Νέκυιαν (sc. ω 40) μετά‐

### book 776a.3

κειται, οὐχ ὑγιῶς. καὶ ὅτι Ἰακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος,

### book 776a.4

πρὸς τὸ „ἐν καρὸς αἴσῃ“ (Ι 378), ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ. A

### book 776b.1

〈κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυ‐

### book 776b.2

νάων:〉 ἐπὶ τὸ μεγαλωστί βραχὺ διασταλτέον. Aint

### book 779.1

βουλυτὸν δέ: ἐπὶ τὴν ἑσπέραν, A καθ’ ὃν καιρὸν οἱ

### book 779.2

βόες ἀπολύονται A Aim τῶν ἔργων. Aim

### book 780.1

ὑπὲρ αἶσαν: ὑπερλίαν. ἢ πλέον ἢ κατὰ μέτρον, ὑπὲρ τὸ

### book 780.2

καθῆκον. b(BCE3E4)T

### book 784-5a1.1

τρὶς μὲν 〈ἔπειτ’〉 ἐπόρουσε〈—, τρὶς δ’

### book 784-5a1.2

ἐννέα φῶτας ἔπεφνεν〉: τρίτον ὁρμήσας ἐννέα ἐφόνευσεν· ὑπὲρ

### book 784-5a1.3

μέτρον γὰρ τὸ φονεύειν εἴκοσιν ἑπτά. T

### book 784-5a2.1

τρίτον, φησίν, ὁρμήσας τρὶς ἐννέα ἀνεῖλεν, ὅπερ ἀπίθανον.

### book 784-5a2.2

ἢ τάχα τῇ ὁρμῇ καιρὸν παρεῖχεν. b(BCE3E4)

### book 787.1

ἔνθ’ ἄρα τοι, Πάτροκλε, 〈φάνη βιότοιο τελευτή〉:

### book 787.2

ἡ ἀποστροφὴ σημαίνει τὸν συναχθόμενον· σοὶ γάρ, ὦ Πάτροκλε, τῷ

### book 787.3

οὕτως ὑπ’ Ἀχιλλέως ἀγαπωμένῳ, τῷ πᾶν εἰς σωτηρίαν τῶν Ἑλλή‐

### book 787

νων πραγματευσαμένῳ, τῷ Νέστορος φιλοπόνως ἀνασχομένῳ, τῷ

### book 787.5.1

Εὐρύπυλον φιλοστόργως ἰασαμένῳ, τῷ ὑπὲρ τῶν Ἑλλήνων δακρύ‐

### book 787.5.2

σαντι καὶ τὸν σκληρῶς διακείμενον Ἀχιλλέα πείσαντι, τῷ κατὰ τῆς

### book 787.5.3

ἑαυτοῦ ψυχῆς τὴν ἔξοδον κατορθώσαντι. ταῦτα πάντα ἔνεστιν ἐπανα‐

### book 787.5.4

φέροντας ἐπὶ τὴν ἀποστροφὴν ὁρᾶν τὸ ἐν αὐτῇ περιπαθές. b(BCE3

### book 787.5.5

E4)T

### book 789a

δεινός: δεινῶς καὶ ἐπιφανῶς. T

### book 789b.1

ὁ μὲν τὸν ἰόντα 〈κατὰ κλόνον〉 οὐκ ἐνόησεν: ὅτι

### book 789b.2

ἀπέστροφε τὸν λόγον A ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

### book 789b.3

A b (BCE3)T

### book 792a.1

〈καταπρηνεῖ:〉 πλατείᾳ b(BCE3E4)Til καὶ διατε‐

### book 792a.2

ταμένῃ. b(BCE3E4)

### book 792b.1

στρεφεδίνηθεν: περιενεχθέντα ἐστράφη. ἐκ δύο δὲ ὀνο‐

### book 792b.2

μάτων ταὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν

### book 792b.3

τῆς πληγῆς παρίστησιν. b(B, C[bis], E3E4)T

### book 793-804a.1

〈τοῦ δ’ ἀπὸ μὲν〉 κρατὸς κυνέην〈—

### book 793-804a.2

Ἀπόλλων〉: ἀφοπλίζει αὐτόν, ἶσον τῇ ὁπλίσει ἀπεργαζόμενος Ἕ‐

### book 793-804a.3

κτορα Ἀχιλλεῖ. ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν ὁπλοποιΐαν παρ‐

### book 793-804a.4

εισάγει καὶ ἐπιτερπῆ κοσμοποιΐαν (cf. Σ 478—613). οὐ θέλει δὲ μετὰ

### book 793-804a.5.1

θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλλησιν. b(BCE3E4)

### book 793-804a.5.2

T | ἔλεον καὶ ἀνδρίαν Πατρόκλου φησίν, ὡς οὐκ ἄλλως κρατηθέντος ἢ

### book 793-804a.5.3

ἐν τῇ γυμνώσει τῶν ὅπλων. b(BE3E4)T ἡ δὲ Ἀθηνᾶ ἀντὶ τού‐

### book 793-804a.5.4

του τὸν Ἕκτορα ἀπατᾷ (sc. Χ 276—99), ὡς καὶ Εὐμήλου τὸν ἄξονα

### book 793-804a.5.5

〈„ἦξεν“〉 (Ψ 392) ἀντὶ τῆς μάστιγος Διομήδους (cf. Ψ 383—4). T

### book 793-804b.1

〈τοῦ δ’ ἀπὸ μὲν κρατὸς κυνέην—Ἀπόλλων:〉

### book 793-804b.2

ἐντεῦθεν ἔστιν ὁρᾶν τὴν προσπάθειαν τοῦ ποιητοῦ, ὅτι τὴν ἀριστείαν

### book 793-804b.3

τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι περιτίθησι. Aim

### book 796-7.1

πάρος γε μὲν οὐ θέμις ἦεν 〈/ —κονίῃσιν〉:

### book 796-7.2

ἐμπαθῶς τῷ θείῳ ὅπλῳ συνάχθεται. T

### book 797a.1

ἱππόκομον {πήληκα}: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε.

### book 797a.2

ὅταν δὲ ἐπὶ τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα.

### book 797a.3

προείρηται (sc. ad Ν 132) δὲ περὶ τῶν τοιούτων, καὶ ὡς ἐν τῷ κυπα‐

### book 797a.4

ρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται. A

### book 797b.1

ἱππόκομον: ἵππου κόμην ἔχουσαν· διὸ καὶ προπαροξύ‐

### book 797b.2

νεται. b(BCE3)T

### book 800a

〈ᾗ:〉 τῇ αὐτοῦ. Til

### book 800a.1

σχεδόθεν: ἐκ τοῦ σύνεγγυς χρόνου. ἢ ὡς τὸ „σχεδόθεν δέ

### book 800a.2

οἱ ἦλθεν Ἀθήνη“ (β 267 al.). τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων

### book 800a.3

ἰᾶται, οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύειν τῶν ὅπλων τὸν Ἕκτορα:

### book 800a.5.1

b(BCE3E4)T (bis) διὸ ἐπήγαγε τὸ σχεδόθεν δέ οἱ 〈ἦεν

### book 800a.5.2

ὄλεθροσ〉. T (bis)

### book 801a.1

πᾶν δέ οἱ ἐν χείρεσ〈σ〉ιν ἄγη 〈...〉 ἔγχος: ὅλον ἐκ

### book 801a.2

μέσου, καθ’ ὃ κατεῖχεν αὐτό. b(BCE3)T εἰ δὲ ἡ Πηλιὰς ἦν, οὐκ

### book 801a.3

ἂν ἐκλάσθη. T

### book 801b

〈πᾶν δέ οἱ:〉 οὕτω πᾶν δέ οἱ. ἐν δέ τισι „τῷ δέ οἱ“. Aint

### book 801c

〈πᾶν:〉 ὅτι τὸ πᾶν ἀντὶ τοῦ ὅλον. Aim

### book 804

λῦσε δέ 〈οἱ〉 θώρηκα: ὅτι οὐχ ἥνωντο, ἀλλὰ ζωστῆρσι

### book 804

συνείχοντο οἱ θώρακες. T

### book 806.1

στῆ δὲ ταφών: ἔστη δὲ παραπληγεὶς καὶ b(BCE3E4)

### book 806.2

ἀπεστραμμένος πρὸς τὸν θεὸν ὄπισθεν ὄντα, ὃς ἅμα νοήματι αὐτὸν

### book 806.3

ἀπέδυσε· διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώσκεται (cf. Π 806—8). b

### book 806.4

(BCE3E4)T ἐπεστραμμένος δὲ ὑφ’ Ἕκτορος εἰς τὴν λαγόνα

### book 806.5

τιτρώσκεται (Π 818—21). T

### book 807a.1

σχεδόθεν βάλε Δάρδανος ἀνήρ: ὅτι Ζηνόδοτος γρά‐

### book 807a.2

φει „σχεδὸν οὔτασε Δάρδανος ἀνήρ“. ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται,

### book 807a.3

ὡς διὰ τῶν ἑξῆς δείκνυται, „ὅς τοι πρῶτος ἐφῆκε βέλοσ“ (Π 812). A

### book 807b.1

σχεδόθεν βάλε: Ζηνόδοτος „σχεδὸν οὔτασε“. καὶ πῶς

### book 807b.2

φησιν „ὅς τοι πρῶτος ἐφῆκε βέλοσ“ (Π 812); δηλοῖ οὖν τὸ σχεδόν, ὡς

### book 807b.3

„τὸν δὲ σχεδὸν ἄορι τύψασ“ (Υ 462). Σέλευκος (fr. 16 M. = 14 D.) δέ

### book 807b.4

φησιν οὐ δύνασθαι ‘σχεδὸν βάλε‘. T

### book 807-8.1

Δάρδανος ἀνήρ, 〈/ Πανθοΐδης Εὔφορβοσ〉: καὶ

### book 807-8.2

πῶς Πάνθοος μετὰ τῶν Ἰλιέων δημογερόντων καταλέγεται (sc. Γ

### book 807-8.3

146—9); τινὲς οὖν μέτοικον αὐτὸν λέγουσιν εἶναι. T

### book 810a.1

καὶ γὰρ δή ποτε φῶτας 〈ἐείκοσι βῆσεν ἀφ’ ἵπ‐

### book 810a.2

πων〉: ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις

### book 810a.3

δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος

### book 810a.4

(fr. 43 Schm.) οὐκ ἐπὶ μελέτης, ἀλλ’ ὅτι ἀνεῖλεν πρὸ τῶν ἀγώνων καὶ

### book 810a.5

πρώτως εἰς πόλεμον παραγενόμενος. A

### book 810b

καὶ γὰρ δή ποτε {φῶτας}: διὰ τοῦ τ αἱ Ἀριστάρχου,

### book 810b

„καὶ γὰρ δὴ τότε“. A

### book 810-1a.1

καὶ γὰρ δή 〈ποτε〉 φῶτας ἐείκοσι〈—δι‐

### book 810-1a.2

δασκόμενος πολέμοιο〉: ὡς τῶν τότε τοιαύτην ἀσκούντων με‐

### book 810-1a.3

λέτην, ὥστε τοὺς ἀντελαύνοντας †ἀναστρέφειν† τῶν ἁρμάτων. A

### book 810-1a.4

b(BCE3E4)T διδασκόμενος (811) δὲ πεῖραν λαμβάνων. πό‐

### book 810-1a.5.1

λεμον (cf. 811) δὲ τὸν ἐν Ἰλίῳ φησίν· ἔστι γὰρ νέος, ὡς καὶ ἡ 〈περὶ〉

### book 810-1a.5.2

αὐτοῦ παραβολὴ (cf. Ρ 53—8) δηλοῖ. b(BCE3E4)T

### book 810-1b.1

φῶτας ἐείκοσι〈—πολέμοιο〉: εἰκότως τὸ πρόσω‐

### book 810-1b.2

πον συνίστησιν, ὡς ἂν μὴ δοκοίη ὑπὸ τοῦ τυχόντος ἀναιρεῖσθαι· τὸ

### book 810-1b.3

ἐγκώμιον οὖν τοῦ Εὐφόρβου τῆς Πατρόκλου ἀρετῆς ἐστιν αὔξησις. T

### book 811.1

〈πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέ‐

### book 811.2

μοιο:〉 τὸ σὺν ὄχεσφιν ἑκατέροις δύναται προσδίδοσθαι. Aint

### book 812.1

ὅς τοι πρῶτος ἐφῆκε βέλος, 〈Πατρόκλεες ἱππεῦ〉:

### book 812.2

ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος· βέλος γοῦν κέκληκεν

### book 812.3

διὰ τὸ βεβλῆσθαι. καὶ πρὸς τὴν ἀποστροφήν. A

### book 814-5.1

οὐδ’ ὑπέμεινε / Πάτροκλον 〈γυμνόν περ ἐόντ’

### book 814-5.2

ἐν δηϊοτῆτι〉: φιλέλλην ὁ ποιητής, κατακωμῳδῶν τὸν βάρβαρον

### book 814-5

καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων. b(BCE3E4)T

### book 817.1

ἂψ ἑτάρων εἰς ἔθνος 〈ἐχάζετο〉: ταῦτα τοῦ ἀληθοῦς

### book 817.2

ἔχεται· εἰ γὰρ προσέθηκεν ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα,

### book 817.3

ἐξέπιπτε τοῦ πιθανοῦ. b(BCE3E4)T

### book 819.1

〈βεβλημένον ὀξέϊ χαλκῷ:〉 ὅτι ὁμόλογον τῷ βεβλῆσθαι

### book 819.2

αὐτόν. Aim

### book 820.1

ἀγχίμολον: σύνεγγυς. καὶ „τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδών“

### book 820.2

(Ω 352). χρονικῶς δὲ „ἀγχίμολον δὲ μετ’ αὐτὸν ἐδύσετο δῶμ’ Ὀδυσ‐

### book 820.3

σῆοσ“ (ρ 336). T

### book 822a.1

δούπησεν δὲ πεσών: ὅτι ἐκ τῶν τοιούτων ἀπεξε‐

### book 822a.2

δέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθ’ ἑνὸς ἀντὶ τοῦ ἀποθα‐

### book 822a.3

νεῖν. ἀγνοοῦσι δὲ ὅτι οὐκ ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλ’

### book 822a.4

ἐπὶ τῶν ἐν πολέμῳ πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ

### book 822a.5

τῶν ὅπλων. A

### book 822b.1

δούπησεν: τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. ἀντὶ τοῦ

### book 822b.2

ἀπέθανεν, b(BCE3E4)T ὡς τὸ „δεδουπότος Οἰδιπόδαο“ (Ψ

### book 822b.3

679) ἀντὶ τοῦ ἀποθανόντος. T

### book 822c.1

μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν: διὰ τὴν Πατρόκλου

### book 822c.2

ἀρετήν, διὰ τὸ Ἀχιλλέως ἐπ’ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην

### book 822c.3

τροπήν, διὰ τὸ μηδεμίαν φθάσαι ἀποδοῦναι χάριν τῷ εὐεργέτῃ.

### book 822c.4

b(BCE3E4)T

### book 823.1

σῦν ἀκάμαντα 〈λέων ἐβιήσατο χάρμῃ〉: ἰσχυρὸν

### book 823.2

ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσι αὐτοὺς εἴκασε (sc. Π

### book 823

756—8), νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ ἀνίσοις. b(BCE3E4)T

### book 825a.1

πίδακος ἀμφ’ ὀλίγης, 〈ἐθέλουσι δὲ πιέμεν ἄμ‐

### book 825a.2

φω〉: τὸ δίψος παρέλαβεν αἰτίαν τῆς συμπλοκῆς, ἐπεὶ οὐδὲ ἂν περὶ

### book 825a.3

ταύτης ἔρις ἦν αὐτοῖς. b(BCE3E4)T

### book 825b.1

ἄλλως· πίδακος ἀμφ’ ὀλίγης: ἐν μὲν γὰρ κρήνῃ ἀφθό‐

### book 825b.2

νως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι

### book 825b.3

ὥσπερ ἆθλον πρόκειται τῷ νικήσαντι τὸ ποτόν. b(BCE3E4)T

### book 826.1

ἀσθμαίνοντα: φύσει γὰρ τοιοῦτος ὁ σῦς· b(BCE3E4)T

### book 826.2

τῷ δ’ ηὔξηται ἡ δίψα. T πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην

### book 826.3

ἀσθμαίνει. ἔστιν οὖν ‘ἀγωνιζόμενον‘. b(BCE3E4)T

### book 827.1

{ὡς πολέας} πέφνοντα: ὡς τέμνοντα. οὕτως καὶ Ἀρίσταρ‐

### book 827.2

χος. ὁ δὲ Τυραννίων (fr. 40 P.) παροξύνει ὡς λαβόντα, δεύτερον

### book 827.3

ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει, „κῆρ ἄχεος μεθ‐

### book 827.4

έηκα, χερείονά περ καταπεφνών“ (Ρ 539), τοῦ Ἀριστάρχου βαρύ‐

### book 827.5.1

νοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι· εἰ γὰρ πέφνω

### book 827.5.2

πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω, „πέφνῃσ“ (χ 346),

### book 827.5.3

„πέφνῃ“ (Υ 172 al.) καὶ „πέφνε γὰρ Ὀθρυονῆα“ (Ν 363), καὶ ἔστι

### book 827.5.4

δεύτερος ἀόριστος ὡς „ἔλαβε“ (Δ 463 al.), λάβω λάβῃς, „λάβῃ“ (Δ

### book 827.5.5

230. Ω 480), δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι

### book 827.10.1

Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη καὶ οὕτως ἐβάρυ‐

### book 827.10.2

νεν· ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαί, ἔχουσαι πρὸ τοῦ ν σύμφω‐

### book 827.10.3

νον κατ’ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτε δὲ

### book 827.10.4

ὠξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν

### book 827.10.5

πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι ‘διὰ τί γὰρ οὐ περισπᾷ;‘,

### book 827.15.1

διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα

### book 827.15.2

ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ

### book 827.15.3

τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ

### book 827.15.4

ἀπεδείξαμεν (sc. Hrd. καθ. 1,470,20). A

### book 828.1

〈Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα:〉

### book 828.2

ὅτι οὗτος μὲν οὔτασεν, ὁ δὲ Εὔφορβος βέβληκε (cf. Π 807. 812). Aint

### book 830.1

ἦ που ἔφησθα πόλιν κεραϊζέμεν 〈ἀμήν〉: οὐκ ἐᾷ ἐπ’

### book 830.2

ἄκρον φέρεσθαι τὰς ἐλπίδας. T

### book 833-4.1

τάων δὲ πρόσθ’ 〈Ἕκτορος ὠκέες ἵπποι / —

### book 833-4.2

πολεμίζειν〉: ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν

### book 833-4.3

ἐξελέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει b(BCE3E4)T καὶ οὐ θείαν

### book 833-4.4

τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὑτοῦ δυνάμεως. b(BCE3E4)

### book 834.1

ὀρωρέχαται: ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ „τανύοντο δὲ

### book 834.2

μώνυχες ἵπποι“ (Π 375). b(BCE3)T

### book 836.1

ἦμαρ ἀναγκαῖον: τὸ εἰς ἀνάγκην ἄγον, ὡς „δούλιον

### book 836.2

ἦμαρ“ (Ζ 463). b(BCE3E4)T

### book 839-41.1

μή μοι πρὶν ἰέναι, Πατρόκλεεσ〈—δαΐξαι〉:

### book 839-41.2

κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρηκέναι λόγους Ἀχιλλέα ἐκ‐

### book 839-41.3

πέμποντα Πάτροκλον. b(BCE3E4)T

### book 842.1

〈ὥς πού σε προσέφη:〉 οὕτως διὰ τοῦ ε, 〈ὥς πού〉 σε

### book 842.2

προσέφη· Aim

### book 844-5.1

σοὶ γὰρ ἔδωκε / νίκην Ζεὺς 〈Κρονίδης καὶ

### book 844-5.2

Ἀπόλλων, οἵ μ’ ἐδάμασσαν〉: Ζεὺς (845) ἡ Μοῖρα. ἢ T

### book 844-5.3

ἐπεὶ αὐτὸς συνεχώρησεν. ὃ δὲ ᾔδει ὁ ποιητής, τοῦτο τῷ ἡρωϊκῷ

### book 844-5.4

προσώπῳ περιέθηκε. b(BCE3E4)T τὸ δὲ ἐδάμασσαν (845)

### book 844-5.5

ἀντὶ τοῦ δαμασθῆναι ἐποίησαν. b(BCE3E4)

### book 847-8.1

τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν 〈ἀντεβόλησαν /

### book 847-8.2

—δαμέντεσ〉: ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη τὸν

### book 847-8.3

θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσον‐

### book 847-8.4

τος, ἀλλ’ ἔτι φρυάγματος μεστός ἐστι καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει,

### book 847-8.5

ἀντιποιούμενος τῆς νίκης καὶ μετὰ τελευτήν. b(BCE3E4)T

### book 850a.1

σὺ δέ με τρίτος ἐξεναρίζεις: ἡ διπλῆ πρὸς τὸ ζητού‐

### book 850a.2

μενον· τέσσαρας γὰρ προειπὼν ἐπιφέρει σὺ δέ με τρίτος. τὴν δὲ

### book 850a.3

κοινὴν πᾶσι παρεπομένην Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπε‐

### book 850a.4

νεγκόντας αὐτῷ χεῖρας. A

### book 850b.1

σὺ δέ με τρίτος 〈ἐξεναρίζεισ〉: πολλοστός, b

### book 850b.2

(BCE3E4)T ὡς „ἀσπασίη τρίλλιστοσ“ (Θ 488). οἱ δὲ Μοῖραν

### book 850b.3

καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρ‐

### book 850b.4

ειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρί‐

### book 850b.5.1

τος Ἕκτωρ. b(BCE3)T τινὲς δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ ‘τρίτος

### book 850b.5.2

Εὔφορβος, σὺ δέ με ἐξεναρίζεισ‘. b(BCE3)

### book 850c.1

ἄλλως· σὺ δέ με τρίτος 〈ἐξεναρίζεισ〉: αὔξει ἑαυτὸν

### book 850c.2

ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, b(BCE3E4)T

### book 850c.3

μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύτερον. b(BE3E4)T

### book 850c

πῶς τέσσαρας καταριθμήσας—ἵν’ ᾖ πολλοστός. A

### book 851-4.1

ἄλλο δέ τοι ἐρέω〈—ἀμύμονος Αἰακίδαο〉:

### book 851-4.2

δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὥστε ἀπαλλασσομένας τὰς ψυχὰς

### book 851-4.3

ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς θείας φύσεως γινομένη ἡ

### book 851-4.4

ψυχὴ προγινώσκει τι τῶν μελλόντων. T

### book 852

〈βέῃ:〉 βιώσῃ, ὡς „τί νυ βείομαι αἰνὰ παθοῦσα“ (Χ 431). Til

### book 854a1.1

χερσὶ δαμέντ’ Ἀχιλῆος: πόθεν ὁ Πάτροκλος οἶδεν

### book 854a1.2

ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ

### book 854a1.3

Θέτιδος. ἢ ἐπεὶ κατ’ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων

### book 854a1.4

(cf. F.H.G. IV 340 not. 2), ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ

### book 854a1.5.1

σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν

### book 854a1.5.2

Ἀπολογίᾳ Σωκράτους (p. 39c 2)· „καὶ γάρ εἰμι ἐνταῦθα, ἐν ᾧ μά‐

### book 854a1.5.3

λιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.“ A T

### book 854a2

πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; |

### book 854a2.1

δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὅτι | ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου

### book 854a2.2

τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· | θείας γάρ

### book 854a2.3

ἐστι μέρος φύσεως, | καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ

### book 854a2.5

σώματος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα. b(BCE3E4)

### book 854b1

〈δαμέντ’:〉 ἐκ πλήρους τὸ „δαμέντι“ Ἀρίσταρχος. Aim

### book 854b2

ἐκ πλήρους γραπτέον τὸ „δαμέντι“. Til

### book 856a

ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη: ὅτι πνεῦμα ποιὸν ἡ

### book 856a

ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος. b(BCE3E4)T

### book 856b1.1

{ψυχὴ δ’} ἐκ ῥεθέων: ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος

### book 856b1.2

προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον. A

### book 856b2.1

οἱ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν

### book 856b2.2

ἀναχωρεῖ. T

### book 857a1.1

ὃν πότμον γοόωσα: Πυθαγόρας φησὶν ὡς ἀναχωροῦσα

### book 857a1.2

ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, {ἐν} ᾧ ἂν γεννωμένῳ σώματι ἢ φυτῷ

### book 857a1.3

καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή

### book 857a1.4

ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ

### book 857a1.5

γενναῖα τῶν σωμάτων καὶ ψυχὴ 〈καταλείπουσα θρηνεῖ〉. T

### book 857a2.1

λυπεῖται ἡ ψυχή, μή ποτε ἀνάξια πράξασα ἑαυτῆς

### book 857a2.2

†ἀναξίως† περιπέσῃ καὶ ὅτι σῶμα ἐᾷ ἀκμάζον. ὁ δὲ Πυθαγόρας κακῶς

### book 857a2.3

φησιν ὅτι ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν εἰς φυτά τινα καὶ σώματα καὶ

### book 857a2.4

θάμνους μεταβάλλεται, b(BCE3) ὅθεν καὶ λελύπηται. πρὸς

### book 857a2.5.1

ἀρετὴν δὲ μᾶλλον ὁ ποιητὴς συγκαλεῖ, μή ποτε κακὰ διαπραξάμενοι

### book 857a2.5.2

τοῖς αὐτοῖς περιπέσωμεν. b(BE3)

### book 857b1.1

ἀνδροτῆτα: ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν·

### book 857b1.2

ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν ἰδίαν οὖσαν. T

### book 857b2.1

ἀνδροτῆτα δὲ οὐ τὴν ἀνδρίαν, ἀλλὰ τὴν ἀνθρωπότητα.

### book 857b2.2

τὴν ἀνδρὸς φύσιν· ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν οὖσαν ἰδίαν.

### book 857b2.3

b(BE3)

### book 858

〈τεθνειῶτα:〉 διὰ τοῦ η τὸ „τεθνηῶτα“ Ἀρίσταρχος. Aint

### book 860-1.1

τίς δ’ οἶδ’, εἴ κ’ Ἀχιλεὺσ〈—ἀπὸ θυμὸν

### book 860-1.2

ὀλέσσαι〉: δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπ’ Ἀχιλλέως ἀνδρεῖα· „τέθναθι·

### book 860-1.3

κῆρα δ’ ἐγὼ τότε δέξομαι“ (Χ 365). b(BCE3E4)T

### book 867a.1

ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν: ἡ ἀναφορὰ ἐπὶ

### book 867a.2

τὸν Ποσειδῶνα· φησὶ γὰρ „Ποσειδάων δὲ πόρ’ αὐτούς / πατρὶ ἐμῷ

### book 867a.3

Πηλῆϊ, ὁ δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν“ (Ψ 277—8)· φασὶ γὰρ ἐν τοῖς

### book 867a.4

γάμοις ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ

### book 867a.5

Ἡφαίστου ὅπλα καὶ ξίφος. T

### book 867b

〈ἄμβροτοι:〉 οὐ μετέχοντες θανάτου. Til

### book 867c.1

θεοὶ δόσαν ἀγλαὰ δῶρα: τινὲς 〈προς〉γράφουσιν

### book 867c.2

„ἤματι τῷ, ὅτε γῆμε Θέτιν λιπαροκρήδεμνον“ (= Π 867a)· καὶ γάρ

### book 867c.3

φησι· „τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν 〈ἀγλαὰ δῶρα /〉, ἤματι τῷ ὅτε σε

### book 867c.4

βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ“ (Σ 84—5). T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ

### book postscr.2

τῆς Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσ‐

### book postscr

ῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book ante4

......

### book 4.1

[ ]δ’ αὐτο.[

### book 4.2

[ ] πόρτιν δ’ ἐν τ[

### book 4.3

[ ]μενάων .[

### book 4.3

......

### book 23-36(?)c1

.....

### book 23-36(?)c1.3.1

[ ]ρ̣τ..

### book 23-36(?)c1.3.2

[ ]θησεν

### book 23-36(?)c1.5.1

[ ]ωι τῆς οδυ

### book 23-36(?)c1.5.2

[ ]....α[.].[.]επα

### book 23-36(?)c1.5.3

[ ]ν Π[το]λ̣ε̣μαῖος

### book 23-36(?)c1.5.4

[ ]ς [ῥ]άβδον

### book 23-36(?)c1.5.5

[ ]και [

### book 23-36(?)c1.10

[ ]..[

### book 23-36(?)c1.8

.....

### book 23-36(?)c2

.....

### book 23-36(?)c2.1.1

[] κα.πε̣[

### book 23-36(?)c2.1.2

[] π[.]πτω.[

### book 23-36(?)c2.1.3

[ πηουν[

### book 23-36(?)c2.1.4

[ χ̣ηρευσ[

### book 23-36(?)c2.5.1

[ π.[

### book 23-36(?)c2.5.2

[ μια[

### book 23-36(?)c2.5.3

[ τας.[

### book 23-36(?)c2.5.4

[ α̣[

### book 23-36(?)c2.8

.....

### book ante112c1.1

........

### book ante112c1.2

[]

### book ante112c1.3

[]η̣ν

### book ante112c1.4

[]πει

### book ante112c1.5.1

[]φ.[.]η̣τ̣η παρ’ αὐ‐

### book ante112c1.5.2

[]. οὐ γὰρ ..(.)[.]ιουν

### book ante112c1.5.3

[]λης οὐ .(.)[.]..ιθη

### book ante112c1.5.4

[]Τρωσίν, ἀλλ’ ὅτι ἡ

### book 112c1.1

[]ν ὡς ἐν τῆι... ἀ‐

### book 112c1.2

[πὸ μεσσαύλοιο σταθ]μοῖο· „ὃς ν〈ε〉ίκεσσε

### book 112c1.3

[θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο“. ]δ̣ιος ἐν τῷ Περὶ ἀν‐

### book 112c1.4

[] ἡ μέση θύρα

### book 112c1.5.1

[τῆς αὐλῆς, ἡ διορίζουσα τόν τε ἀνδρῶνα καὶ τὴν γ]υναικω‐

### book 112c1.5.2

[νῖτινδ]ὲ τὴν ἐπὶ

### book 112c1.5.3

[ἀγρῷ ἔπαυλιν

### book 112c1.7.1

........

### book 112c1.7.2

[]ελωιδ̣ο̣υντ.[

### book 112c1.7.3

[].σαν ὥσπερ [

### book 112c1.10.1

[].[.]αγον

### book 112c1.10.2

[α]γγέλλοντι

### book 112c1.11

(finis columnae)

### book 112c2

.........

### book 112c2.1.1

[ μ[

### book 112c2.1.2

[ κ[

### book 112c2.1.3

[ τ[

### book 112c2.1.4

[ μ[

### book 112c2.5.1

[ ου[

### book 112c2.5.2

[ την.[

### book 112c2.5.3

[ τόσα[

### book 112c2.5.4

[ τουπα̣.[

### book 112c2.5.5

[ θος τῶν ἀ[

### book 112c2.10.1

[ τ.δ.ν [

### book 112c2.10.2

[ [

### book 112c2.10.3

[ [

### book 112c2.10.4

[ [

### book 112c2.13.1

.........

### book 112c2.13.2

[ ].[

### book 112c2.15.1

[ ].φρο.[

### book 112c2.15.2

[] [ ].εχει.[

### book 112c2.15.3

[[ ].ι..[..].[

### book 112c2.15.4

[ τεεκελευ[.].[

### book 112c2.18

(finis columnae)

### book 202*

.......

### book 202*.1.1

[ ἐγγ]ὺ̣ς̣ ἔ̣ρ̣χ̣ε̣[ται

### book 202*.1.2

[ ]φορος ἐστι.[

### book 202*.1.3

[ ].ου κατὰ τοῦ.[

### book 202*.1.4

[ ἀ]ντὶ τοῦ[

### book 202*.5.1

[ ].ερμ.[

### book 202*.5.2

[ ]λον[

### book 202*.5.3

[ ].[

### book 202*.7

......

### book 210*

......

### book 210*.1

[ ]ω...[

### book 210*.1

[ τ]ὰ̣ ὅπλα τ.[

### book 210*.2

[ ]ος ἥρμοσε τῶ[ι Ἕκτορι

### book 210*.3

[ τ]ῶ̣ι̣ Ἀχιλ̣[λεῖ

### book 210*.5.1

[ ].θεσθαι̣ [

### book 210*.5.2

[ ].ι.[.]..[

### book 210*.5.3

[ ].[

### book 210*.7

......

### book 481-2

.....

### book 481-2.1.1

[ ].[

### book 481-2.1.2

[ ]του.[

### book 481-2.1.3

[ β]ο̣η̣θόο̣[ν ἅρμ’

### book 481-2.1.4

[ ζε]τ̣ο χερσί[

### book 481-2.5

[ ].....[

### book 481-2.5

.....

### book 520

......

### book 520.1.1

[ ].ν.[

### book 520.1.2

[ ]..αυ[

### book 520.1.3

[ ].τος ν[

### book 520.1.4

[ ]α.(.) του̣π̣[

### book 520-1.1

[ πέλ]εκυν αἰζ[ήϊος

### book 520-1.2

[ ]..[.].οπ[ι]θ[εν

### book 520-1.3

[ ]πιθεν σ[

### book 520-1.3

......

### book 693-8

........

### book 693-8.1.1

[ ..[

### book 693-8.1.2

[ ].ν

### book 693-8.1.3

[ δον δεσ̣τ̣α̣.[

### book 693-8.1.4

[ ].νε

### book 693,694.1

[ πε.ω ἀτὰρ[.......................κατέστυγε

### book 693,694.2

[ ].την

### book 693,694.3

[ μῦθον]

### book 693,694.4

[ ἀκούσας κ̣α[

### book 693,694.5.1

[]αὐτὸν

### book 693,694.5.2

[ μ̣ενο̣ς στυγ̣..[

### book 693,694.5.3

[]ντιδ̣.[

### book 693,694.5.4

[ π...[.]....(.)[

### book 693,694.8.1

...

### book 693,694.8.2

[ α....[

### book 693,694.10

[ τ̣.ς̣....[

### book 698-700

[ τὰ δὲ τεύχ[ε’ ἀμύμονι δῶκεν ἑταίρωι / Λαο‐

### book 698-700.1

[δόκωι, ὅς οἱ σχεδὸν]

### book 698-700.2

[ ἔστρεφε μ[ώνυχας ἵππους. / τὸν μὲν δακρυχέ‐

### book 698-700.3

[οντα πόδες φέ‐]

### book 698-700.5.1

[ρον [ἐ]κ πο̣λέμ̣[οιο·

### book 698-700.5.2

[ ]τ̣ευχ̣[

### book 698-700.6

......

### book 698-701

......

### book 698-701.1

[ ]φα.[

### book 700.1

[ ]δο̣[...].κα.[

### book 700.2

[ ].ν ἐξήγγειλεν Ἀχιλ̣λ̣ε̣.[

### book 700.3

[ ].πεζόσ〈;〉 ἐρεῖ τις ἐν α̣ρ.[

### book 700.4

[ ]ρ̣εῖσθ[......]ν ν[..]ν..[

### book 700.5

[ ]ο.[

### book 700.5

......

### book inc,fr9.1

[ ]εγομενη[

### book inc,fr9.2

[ ]ενα.[

### book inc,fr9.3

[ ].[

### book inc,fr9.3

.....

### book inc,fr10

.....

### book inc,fr10.1.1

[ ].ωι ἀρίστου[

### book inc,fr10.1.2

[ ]ν̣ο̣ν μετοδ[

### book inc,fr10.1.3

[ ].ἐπ’ Ἴλιον[

### book inc,fr10.3

.....

### book inc,fr11

.....

### book inc,fr11.1.1

[ ]πωι[

### book inc,fr11.1.2

[ ]ν̣τουη.[

### book inc,fr11.1.3

[ ]ιν ωσ[

### book inc,fr11.1.4

[ ]..[

### book inc,fr11.4

.....

### book inc,fr12.1

[ ].(.) ἀναπα[υ

### book inc,fr12.2

[ ]ο..νεσ[

### book inc,fr12.3

[ ]ναλ.οστο[

### book inc,fr12.4

[ ]λουτ̣ου.[

### book inc,fr12.5

[ ].....[

### book inc,fr12.5

.......

### book inc,fr13.1

[ ]..φ[

### book inc,fr13.2

[ ]ετο[

### book inc,fr13.3

[ ]...[

### book inc,fr13.4

[ ]ην.[

### book inc,fr13.5.1

[ ]..(.) τ[

### book inc,fr13.5.2

[ ἀ]πώσατο[

### book inc,fr13.5.3

[ ]ως ἀπολε.[

### book inc,fr13.5.4

[ ].αλε.[

### book inc,fr13.5.5

[ ]..[

### book inc,fr13.9

......

### book inc,fr14.1

[ ]τωνκ....[

### book inc,fr14.2

Πανα]κρίδος ἔρ̣γ̣α̣ μ̣[ελίσσης

### book inc,fr14.3

[ ]σιμ. τῶν πα.[

### book inc,fr14.4

[ ]να ἂν ὀνομ[α

### book inc,fr14.5.1

[ ]τισιν δ[..]π[

### book inc,fr14.5.2

[ ]συγκειμ[

### book inc,fr14.5.3

[ ]..[ | ]ενα[

### book inc,fr14.5.4

[ ]ν.. [

### book inc,fr14.5.5

[ ]α̣τ̣ο̣υ̣.[

### book inc,fr14.9

......

### book inc,fr15

.......

### book inc,fr15.1.1

[ ].[

### book inc,fr15.1.2

[ ].συγγ.[

### book inc,fr15.1.3

[ ]Κύπρον[

### book inc,fr15.1.4

[ ].ρο.[..].[

### book inc,fr15.5.1

[ ]ολι..[

### book inc,fr15.5.2

[ ]..Τεύκρου ησ[

### book inc,fr15.5.3

[ ]μενος ἂν εἴη[

### book inc,fr15.5.4

[ ὅ]σην πτολίεθρο[ν

### book inc,fr15.5.5

[ Ε]ὔ̣βοι’ Ἀθήναισ[

### book inc,fr15.10

[ ].σιν εἰς τὴν κυ[

### book inc,fr15

.....

### book 728

〈ἀλλ’ ὁτεδή ῥ’:〉 ἡ κο(ινὴ) „ἀλλ’ ὅτε δή ῥ’“.

### book 731.1

〈ἀμφιγύοισιν:〉 ἐξ̣ ἀμ[φοτέρων

### book 731.2

[ με̣ρῶν[

### book 731.3

[.(.)[

### book 733(?)

[ ].οει ἀντι[

### book 1-2a1.1

〈οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν—ἐν δηϊοτῆτι:〉

### book 1-2a1.2

εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέλαος· φησὶ γάρ·

### book 1-2a1.3

„ὃς κεῖται ἐμῆς †εἵνεκ’† ἐνθάδε τιμῆσ“ (Ρ 92). καὶ ὅτι ὁμότροποι·

### book 1-2a1.4

ἄμφω γὰρ ἤπιοι· b(BCE3E4)T „νῦν τις ἐνηείης Πατροκλῆος

### book 1-2a1.5.1

δειλοῖο / μνησάσθω“ (Ρ 670—1). T ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς

### book 1-2a1.5.2

τοὺς ἀρχομένους πρᾷος ἦν, ἀλλ’ ἤδη καὶ πρὸς τοὺς πολεμίους,

### book 1-2a1.5.3

b(BCE3E4)T ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο

### book 1-2a1.5.4

(cf. Ζ 37—53). T ἢ ὅτι καὶ περὶ πάντας σπουδαῖος ὁρᾶται·

### book 1-2a1.5.5

b(BCE3E4)T αὐτόματος ᾔει πρὸς τὴν δαῖτα (cf. Β 408—9), T

### book 1-2a1.10.1

προανέστη τοῦ ἀδελφοῦ (cf. Κ 25—33), Ὀδυσσέως καταπονουμένου

### book 1-2a1.10.2

ἧκεν ἄγων Αἴαντα (cf. Λ 463—88), b(BCE3E4)T ἔμεινεν ἐν τῷ

### book 1-2a1.10.3

Σουνίῳ „ἐπειγόμενός περ ὁδοῖο, / ὄφρ’ ἕταρον θάπτοι“ (γ 284—5). T

### book 1-2a1.10.4

ἢ προθυμότερον ποιῶν ἑαυτῷ σύμμαχον Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι

### book 1-2a1.10.5

τραυματίαι εἰσὶ πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἕκτορι.

### book 1-2a1.15

b(BCE3E4)T

### book 1-2a2.1

{οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν:} Πατρόκλου πεσόντος πρῶτος

### book 1-2a2.2

αἴσθεται Μενέλαος· φησὶ γάρ· „ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆσ“.

### book 1-2a2.3

καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς

### book 1-2a2.4

τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλ’ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε

### book 1-2a2.5

Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπου‐

### book 1-2a2.1

δαῖος ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ

### book 1-2a2.2

βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς

### book 1-2a2.3

ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς δι’ αὑτὸν τελευτήσαντας

### book 1-2a2.4

μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει. A

### book 1-2b.1

οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν〈—ἐν δηϊοτῆτι〉:

### book 1-2b.2

ἡδέως σφόδρα τούτοις ἀνταπέδωκεν „οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμελίης

### book 1-2b.3

ἀμέλησε / Πατρόκλοιο πεσόντος ἀμύμονοσ“ (Ρ 9—10). T

### book 1

〈οὐδ’ ἔλαθε:〉 καθ’ ὑπερβατόν, οὐκ ἔλ〈αθε〉 δέ. Aim

### book 2a.1

Τρώεσσι δαμεὶς 〈ἐν δηϊοτῆτι〉: ἀμφίβολον, πότερον

### book 2a.2

Τρώεσσι συνήθως κατ’ ἐναλλαγὴν πτώσεως παρείληπται ἀντὶ τοῦ

### book 2a.3

Τρώων, ὡς „Αἴαντι δὲ μάλιστα“ (Ξ 459) ἀντὶ τοῦ Αἴαντος, καὶ ἔστιν

### book 2a.4

‘δαμεὶς ἐν Τρώων δηϊοτῆτι‘, ἐν τῇ τῶν Τρώων μάχῃ, 〈ἢ〉 ὡς τὸ

### book 2a.5.1

„ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείσ“ (Χ 55), οὕτως Τρώεσσι

### book 2a.5.2

δαμασθεὶς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. | ἢ αὐτὸ δὲ

### book 2a.5.3

τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμείς, ἢ ὑφ’

### book 2a.5.4

Ἕκτορος ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι. ἢ Τρῶας κατὰ τὸ

### book 2a.5.5

πληθυντικὸν ἔφη τόν τε Ἕκτορα καὶ τὸν Εὔφορβον· ὑφ’ οὗ μὲν γὰρ

### book 2a.10

ἐβλήθη (cf. Π 806—8), ὑφ’ οὗ δὲ οὐτάσθη (cf. Π 820—1). A

### book 2a.1

〈Τρώεσσι δαμείς:〉 ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων δαμασθείς.

### book 2a.2

Aint

### book 2b.1

Τρώεσσι: Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ τοὺς Δαρδανίους

### book 2b.2

γὰρ Τρῶάς φησιν. b(BCE3E4)T

### book 3

κεκορυθμένος: ὅθεν καὶ „κορυστήσ“ (cf. Δ 457 al.).

### book 3

ἀντιμετείληπται τὸ θ τοῦ ς. T

### book 4a.1

ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ 〈ὥς τις περὶ πόρτακι

### book 4a.2

μήτηρ〉: τὸ σημεῖον πρὸς τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). |

### book 4a.3

πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα διὰ τὸ σκιρτητικὰ

### book 4a.4

εἶναι. τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις. ὅρα δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις·

### book 4a.5.1

οὐ γὰρ ἔφη ‘ὥς τις περὶ πόρτακι βοῦς ἕστηκεν‘, ἀλλὰ μήτηρ, τὸ

### book 4a.5.2

φιλοστοργότατον ὄνομα. A

### book 4b.1

ὥς τις περὶ πόρτακι μήτηρ: τὸν Αἴαντα λέοντι

### book 4b.2

εἰκάζει, „ᾧ ῥά τε νήπι’ ἄγοντι“ (Ρ 134), τὸν Ὀδυσσέα τῆς ταπεινώ‐

### book 4b.3

σεως χάριν κυνί, „ὥς τε κύων / ἄνδρ’ ἀγνο〈ι〉ήσας’ ὑλάει“ (υ 14—5),

### book 4b.4

τὸν δὲ Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ

### book 4b.5.1

ἤθει τοῦ ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. | εὖ δὲ ἀντὶ τοῦ βοῦς

### book 4b.5.2

τὸ μήτηρ ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα. b(BCE3E4)

### book 4b.5.3

T

### book 4c.1

πόρτακι: πόρταξ ὑποκοριστικῶς ἡ πόρτις. τριχῶς δὲ τὸ

### book 4c.2

ὄνομα παρ’ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις, „ὡς δ’ ὅταν

### book 4c.3

ἄγραυλοι πόριεσ“ (κ 410)· πόρτις, „πόρτιος ἠὲ βοόσ“ (Ε 162).

### book 4c.4

b(BCE3E4)T

### book 5a.1

πρωτοτόκος κινυρή: 〈κινυρὴ〉 ἡ οἰκτρόφωνος· κι‐

### book 5a.2

νύρεσθαι γὰρ τὸ θρηνεῖν. | ὑφ’ ἓν δὴ προενεκτέον πρωτοτόκος

### book 5a.1

κινυρή, ἡ περὶ τὸν τόκον κινυρά. | τὸ δὲ πρωτοτόκος πρὸ τέλους

### book 5a.2

ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς

### book 5a.5.1

προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως

### book 5a.5.2

τεχθεῖσαν. A

### book 5b1.1

πρωτοτόκος: πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλό‐

### book 5b1.2

στοργον. κινυρὴ δὲ οἰκτρόφωνος. ὑφ’ ἓν δέ, ἵν’ ᾖ ἐν τῷ τίκτειν θρη‐

### book 5b1.3

νοῦσα. T

### book 5c1.1

εἰδυῖα τόκοιο: ἐγνωκυῖα· „νήπιον, οὔ πω εἰδόθ’ ὁμοιΐ‐

### book 5c1.2

ου πολέμοιο“ (Ι 440). τὸ δὲ κινυρή πρὸς τὴν Μενελάου λύπην. T

### book 5b2/c2

πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον.

### book 5b2/c2.1

κινυρὴ δὲ οἰκτρόφωνος. | πρόσκειται δὲ διὰ τὴν Μενελάου λύπην.

### book 5b2/c2.2

b(BCE3E4) | ὑφ’ ἓν δέ, ἵν’ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα. | εἰδυῖα δὲ

### book 5b2/c2.3

ἀντὶ τοῦ ἐγνωκυῖα καὶ ἐπισταμένη. b(BE3E4)

### book 7.1

〈πρόσθε δέ οἱ:〉 ὅτι A ἀντὶ τοῦ οὗ, A Til ὅ ἐστιν

### book 7.2

αὐτοῦ. | Ζηνόδοτος „πρόσθε δέ οὑ“, κακῶς. A

### book 8a1.1

〈τοῦ:〉 τοῦ Μενελάου. ἢ τοῦ Πατρόκλου, ὃ καὶ πιθανώτε‐

### book 8a1.2

ρον. Aint

### book 8a2

αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου. b(BCE3E4)T

### book 9-10.1

οὐδ’ ἄρα Πάνθου υἱὸσ〈—ἀμύμονοσ〉: ὡς

### book 9-10.2

γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω

### book 9-10.3

καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, εἰκὸς

### book 9-10.4

αὐτῷ παρακεῖσθαι τὰ ὅπλα. A b (BCE3E4)T

### book 14a1.1

〈πρότερος:〉 ἔδει πρῶτος εἰπεῖν· οὐ γάρ ἐστι πρὸς ἕνα

### book 14a1.2

ἡ σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ. Aim

### book 14a2

λείπει ἐμοῦ. Til

### book 15.1

Πάτροκλον βάλε δουρί: ὅτι βέβληται ὁ Πάτροκλος ὑπὸ

### book 15.2

τοῦ Εὐφόρβου καὶ οὐκ οὔτασται, καθάπερ Ζηνόδοτος γράφει „σχεδὸν

### book 15.3

οὔτασε Δάρδανος ἀνήρ“ (Π 807). A

### book 17

μή σε βάλω: [***]. A

### book 19-32.1

Ζεῦ πάτερ〈—νήπιος ἔγνω〉: πολυκίνητος

### book 19-32.2

ὁ λόγος· ἐσχετλίασε πρῶτον (sc. 19)· εἶτ’ ἐλογίσατο τὴν ὑπεροψίαν

### book 19-32.3

τῶν Πανθοϊδῶν (sc. 20—3), καὶ οὕτως ἐπὶ τὴν ὑπόμνησιν τῶν πάλαι

### book 19-32.4

μετῆλθεν (sc. 24—8)· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ, ἀναχωρεῖν

### book 19-32.5

αὐτῷ παραινῶν (sc. 29—32). b(BCE3E4)T

### book 19a.1

ὑπέρβιον εὐχετάασθαι: ὑπὲρ δύναμιν αὐχεῖν. καὶ τὸ

### book 19a.2

μὲν σημαινόμενον πρὸς Εὔφορβον, ἡ δὲ ἀναφορὰ ἐπὶ Δία b(BCE3E4)

### book 19a.1

T ὡς ἐκθαυμάζοντος τὸ θράσος· T ὅταν γὰρ οἱ μέτριοι

### book 19a.2

ἀδικῶνται παρὰ τῶν βιαίων, ἄγουσι τὴν πρὸς θεὸν παρρησίαν εἰς

### book 19a.5.1

μέμψιν. καὶ ἑτέρωθι ὁ Μενέλαος ἀγανακτῶν πρὸς τὸ θεῖον παρατάττε‐

### book 19a.5.2

ται· „Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλοσ“ (Γ 365). b(BCE3

### book 19a.5.3

E4)T

### book 19b.1

〈ὑπέρβιον εὐχετάασθαι:〉 ὑπερβίως αὐχεῖν, | ὅ ἐστιν

### book 19b.2

ὑπὲρ τὴν δύναμιν. Aint

### book 20-2.1

οὔτ’ οὖν παρδάλιοσ〈—βλεμεαίνει〉: πρῶ‐

### book 20-2.2

τον ἔθηκε τὴν πάρδαλιν· θρασὺ γὰρ τὸ ζῷον τοῦτο. δεύτερον δὲ τὸν

### book 20-2.3

λέοντα· μετὰ γὰρ θράσους καὶ ἀλκὴν ἔχει. τρίτον σῦν, οὐχ ὡς γενναι‐

### book 20-2.4

ότερον, ἀλλ’ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ παρδάλεων

### book 20-2.5.1

πολλάκις τὸ παθεῖν φυλασσομένων· διὰ τοῦτο ἐπήνεγκεν οὗ τε

### book 20-2.5.2

μέγιστος / θυμός (21—2). ἄλλως τε λέων μὲν καὶ πάρδαλις πολλάκις

### book 20-2.5.3

ἡμεροῦνται, ὁ δὲ ἀεὶ ἄγριος. b(BCE3E4)T

### book 20a1.1

〈πορδάλιος:〉 διὰ τοῦ α αἱ Ἀριστάρχου „παρδάλιοσ“.

### book 20a1.2

Aim

### book 20a2

διὰ τοῦ α τὸ „παρδάλιοσ“. T

### book 21a

{οὔτε} συὸς κάπρου: κατ’ ἐπίτασιν· ἀλκιμώτερος γὰρ

### book 21a.1

ὁ κάπρος· διὸ ἐπὶ πᾶσι τέτακται. | οὐκ, ἀλλὰ διὰ τὸ θυμικώτερον

### book 21a.2

εἶναι τὸν κάπρον τῶν ἄλλων ζώων ἐπενήνοχε πρὸς αὔξησιν. καὶ ἔστι

### book 21a.3

σῦς μὲν τὸ γενικόν, κάπρος δὲ τὸ εἰδικόν, ἀπὸ τοῦ κάπτειν. A

### book 21b.1

συὸς κάπρου: μετὰ τὸ γένος τὸ εἶδος ἐπήγαγεν, ὡς τὸ

### book 21b.2

ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων / ταῦροσ“ (Β 480—1).

### book 21b.3

T

### book 23a.1

〈Πάνθου υἷες:〉 Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ, b

### book 23a.2

(BCE3E4)Til οὗτοι Πανθοΐδαι. b(BCE3E4)

### book 23b.1

ἐϋμμελία〈ι〉: καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα· ὁμοτονεῖ

### book 23b.2

γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς

### book 23b.3

ης ἰσοσυλλάβως κλινομένων καὶ βραχείᾳ παραληγομένων. A

### book 24a.1

οὐδὲ μὲν οὐδὲ βίη 〈Ὑπερήνοροσ〉: τὸ σημεῖον Διονύ‐

### book 24a.2

σιος (fr. 44 Schm.) διὰ τὸν Ὑπερήνορά φησι· προείρηται γὰρ „Ἀτρεί‐

### book 24a.3

δης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν / οὔτασε“ (Ξ 516—7).

### book 24a.4

καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισεν. A

### book 24b

〈οὐδὲ μὲν οὐδέ:〉 περισσὸν τὸ ἓν οὔ. b(BCE3E4)Til

### book 24-7.1

βίη Ὑπερήνοροσ〈—ἔμμεναι〉: ἢ πρὸ τῆς μή‐

### book 24-7.2

νιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον ἀνῄρηται· οὐ γὰρ ἐν τῇ Ξ (516)

### book 24-7.3

„Ἀτρείδης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν“· φεύγων γὰρ

### book 24-7.4

ἐκεῖνος ἀνῄρητο. Ὁμηρικὸν δὲ ἔθος τὸ ἔνια παραλείπειν καὶ ὕστερον

### book 24-7.5.1

φράζειν, b(BCE3E4)T „ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν“

### book 24-7.5.2

(Υ 90)· „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεναι“ (Ι 353)· „πρῶτον

### book 24-7.5.3

μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων“ (Ε 832). T

### book 25.1

〈ἀπόνητο:〉 ὄνησιν ἔλαβεν. ὤνατο δὲ ὠνείδισεν, „ὠνόσα‐

### book 25.2

το“ (cf. Ξ 95. Ρ 173) δὲ ἐμέμψατο. b(BCE3E4)T

### book 26.1

ἐλέγχιστον πολεμιστήν: καὶ „μαλθακὸς αἰχμητήσ“ (Ρ

### book 26.2

588) ἀλλ’ αἱ τῶν πολεμίων ἀποφάσεις οὔκ εἰσιν ἐχυραί. T

### book 27-8.1

οὐδέ ἕ φημι〈—τοκῆασ〉: συγγνωστὸς ἀπαγ‐

### book 27-8.2

γέλλων ἰδίας ἑαυτοῦ πράξεις· προσφόρως γὰρ οὐκ ἄλλου τινὸς

### book 27-8.3

μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων

### book 27-8.4

ἀνακόπτων αὐτὸν τοῦ θράσους. b(BCE3E4)T

### book 27

〈οὐδέ ἑ:〉 διὰ τοῦ τέ, „οὐδέ τε“, Ἀρίσταρχος. Aim

### book 28

κεδνούς: ὧν 〈ἂν〉 κήδοιτό τις καὶ φροντίζοι. T

### book 29-32.1

ὥς θην καὶ σὸν ἐγὼ 〈λύσω μένος—ἔγνω〉:

### book 29-32.2

ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπὸ Μενελάου, ἐπὶ δὲ τῆς Ἀχιλλέως

### book 29-32.3

πρὸς Αἰνείαν συστάσεως (cf. Υ 195—8) οὐκέτι· ἐπεξεληλυθὼς γὰρ

### book 29-32.4

μόνον οὐχὶ συναρπάσαι 〈ἂν〉 τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέ‐

### book 29-32.5

σεως. A

### book 29-30.1

〈ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος— / στή‐

### book 29-30.2

ῃσ〉: ἱστορία. φασὶ Πυθαγόραν ἐν τῷ κατὰ τὸ Ἄργος Ἡραίῳ ἀσπίδα

### book 29-30.3

χαλκῆν θεασάμενον εἰπεῖν ὡς ταύτην φορῶν ἀνῄρηται ὑπὸ Μενελάου

### book 29-30.4

ὢν Εὔφορβος. στρέψαντας δὲ Ἀργείους τὴν ἀσπίδα ἰδεῖν ἐπίγραμμα

### book 29-30.5

Εὐφόρβου. T

### book 30-2a1.1

ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω / ἐς

### book 30-2a1.2

πληθὺν ἰέναι 〈μηδ’ ἀντίος ἵστας’ ἐμεῖο / πρίν τι κακὸν

### book 30-2a1.3

παθέειν〉: διὰ μέσου ἐστὶ τὸ μηδ’ ἀντίος ἵστας’ ἐμεῖο (31)·

### book 30-2a1.4

τὸ δὲ ἑξῆς ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω / ἐς πληθὺν

### book 30-2a1.5.1

ἰέναι (30—1) / πρίν τι κακὸν παθέειν (32). διὰ μέσου δὲ τὰ

### book 30-2a1.5.2

λοιπά. A

### book 30-2a2.1

τὸ ἑξῆς ἐς πληθὺν ἰέναι (31) / πρίν τι κακὸν παθέ‐

### book 30-2a2.2

ειν (32). b(BCE3E4)T

### book 31.1

ἰέναι, μηδ’ ἀντίος ἵστασο: ἡ σύνταξις ὁμοία τῇδε·

### book 31.2

„οὐδ’ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε / ἧσται“ (π 144—5).

### book 31.3

T

### book 32a.1

{πρίν τι κακὸν παθέειν·} ῥεχθὲν δέ τε νήπιος ἔγνω:

### book 32a.2

φιλόσοφος ἡ γνώμη· ὁ ἄφρων μετὰ τὸ περιπεσεῖν ἁμαρτήματι γινώ‐

### book 32a.3

σκει ὅτι κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προ‐

### book 32a.4

περινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ

### book 32a.5.1

μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς φρόνιμος

### book 32a.5.2

δαίμων, ὁ δὲ Ἐπιμηθεὺς φαῦλος· μετανοεῖ γάρ, ὅτ’ οὐδὲν ὄφελος.

### book 32a.5.3

ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή (conv.

### book 32a.5.4

222 b 4)· „καὶ σοὶ λέγω, ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου,

### book 32a.5.5

ἀλλ’ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι καὶ μὴ

### book 32a.10

κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι.“ A

### book 32b.1

〈ῥεχθὲν δέ τε νήπιος ἔγνω:〉 πιστὸν τὸ παίδευμα

### book 32b.2

καὶ πολλῆς ὠφελείας περιεκτικόν. Aint

### book 32c.1

ῥεχθὲν δέ τε νήπιος ἔγνω: ὅτε οὐδέν ἐστιν ὄφελος.

### book 32c.2

παροιμιακὸν δὲ τοῦτο. εὐμνημόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς

### book 32c.3

ἀπαγγελίας. b(BCE3E4)T

### book 34a.1

ἦ μάλα τίσεις: ἔν τισι τῶν ὑπομνημάτων „ἦ τάχα τί‐

### book 34a.2

σεισ“. T

### book 34b

〈τίσεις:〉 ὡς „τίσειαν Δαναοὶ ἐμὰ δάκρυα“ (Α 42). Til

### book 35.1

γνωτὸν ἐμόν, 〈τὸν ἔπεφνεσ〉: ὅτι ἰδίως ἐξενήνοχεν·

### book 35.2

ἔστι γὰρ μάλα τίσεις περὶ τοῦ ἐμοῦ γνωτοῦ δίκας, περὶ οὗ ἔπεφνες

### book 35.3

ἀδελφοῦ, τίσεις μου τὸν ἀδελφόν. A

### book 36.1

〈χηρώσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο:〉 ὅ‐

### book 36.2

μοιον τῷ „καὶ δόμος ἡμιτελήσ“ (Β 701). Aint

### book 37a.1

〈ἀρητόν:〉 τὰ εἰς τος ῥηματικά, παραληγόμενα τῷ η,

### book 37a.2

ὑπὲρ δύο συλλαβάς, ὀξύνεσθαι θέλει. Aint

### book 37b1

〈ἀρητόν:〉 ὀξυντέον· ἐπιθετικὸν γάρ ἐστιν. Til

### book 37b2

μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. | ὀξύνεται δὲ ἐπί‐

### book 37b2

θετον ὄν. b(BCE3)

### book 37c.1

ἀρητόν {δὲ τοκεῦσι}: ἤτοι βλαπτικόν, παρὰ τὴν ἀρὰν

### book 37c.2

τὴν βλάβην, | ἢ κατάρατον | ἢ ἀπευκτόν. | ἢ ἀεὶ ῥητόν, ἀεὶ διὰ μνήμης

### book 37c.3

ἐσόμενον. A

### book 37d.1

ἄλλως: 〈ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθη‐

### book 37d.2

κας:〉 ἑ〈κα〉τέρως διαστεῖλαι ἔστιν· ἀρητόν, ἐν εὐχῆς μέρει καθεστῶτα

### book 37d.3

σὺ πένθος ἔθηκας, ἵν’ ᾖ κατ’ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ Ὑπερήνορος,

### book 37d.4

τὸν ἀρητόν. ἢ οὕτως· εἰς τοῦτο αὐτοὺς κατέστησας ὥστε εὐχὴν

### book 37d.5.1

ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν

### book 37d.5.2

γόοις καὶ θρήνοις. A

### book 38-40.1

ἦ κέ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς: καταπαύσαιμι

### book 38-40.2

δ’ ἂν τοῦ θρήνου—αὐτοῖς. A

### book 38a

〈ἦ:〉 περισπαστέον τὸν ἦ· βεβαιωτικὸς 〈γάρ〉. Aim

### book 38b

ἦ {κέν σφιν}: ὄντως. T

### book 38c

〈δειλοῖσι:〉 ὅτι δειλοῖσιν εἶπεν ἀντὶ τοῦ δειλαίοις. Aint

### book 40a.1

Πάνθῳ ἐν χείρεσ〈σ〉ι βάλω καὶ Φρόντιδι: πρὸς

### book 40a.2

τὸ ἔθος σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν

### book 40a.3

Εὐρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ „ἕλχ’, ἵν’ ἀπ’ ὤμοιϊν

### book 40a

κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ“ (Ρ 126). T

### book 40b.1

{καὶ} Φρόντιδι {δίηι}: ὡς „Ἤλιδι“ (Λ 673 al.). οὕτως

### book 40b.2

Τυραννίων (fr. 41 P.), καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν

### book 40b.3

ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τις λήγοντα θηλυκὰ δισύλλαβα, μὴ

### book 40b.4

ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ

### book 40b.5.1

φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς Προιτίς φροντίς, „οὐτίσ“ τὸ ζῷον

### book 40b.5.2

παρ’ Ἀλκμᾶνι (fr. 143 P. = P.M.G. 143). οὕτως οὖν καὶ φροντίς,

### book 40b.5.3

εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ

### book 40b.5.4

„πόρτισ“ (cf. Ε 162)· καὶ γὰρ χωρὶς τοῦ τ, „πόριες περὶ βοῦς ἀγελαίασ“ (κ 410).

### book 40b.5.5

‘μὴ ὄντα ἐπιθετικά‘ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.

### book 40b.10

A

### book 40c.1

〈Φρόντιδι:〉 ἣ μήτηρ ἐστὶν αὐτοῦ, Φρόντις ὡς „Θέτισ“

### book 40c.2

(Α 413 al.). Aim

### book 41-2a.1

〈ἀλλ’ οὐ μὰν ἔτι δηρὸν〉 ἀπείρητος 〈πόνος

### book 41-2a.2

ἔσται, / οὐδ’ ἔτ’ ἀδήριτος, ἤτ’ ἀλκῆς ἤτε φόβοιο〉: οὐκ

### book 41-2a.3

ἔσται ἀπείρατος ἡμῖν ὁ πόνος ἢ τοῦ ἀμύνεσθαι ἢ τοῦ φεύγειν, ἀλλὰ

### book 41-2a.4

δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα b(BCE3)

### book 41-2a.5

T ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν. b(BCE3E4)T

### book 41-2b.1

ἀλλ’ οὐ μὰν ἔτι δηρὸν〈—φόβοιο〉: τὸ ἔργον

### book 41-2b.2

οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἢ ἀλκὴν ἐπιδείξασθαι ἢ

### book 41-2b.3

φυγήν. A

### book 41-2c.1

ἀλλ’ οὐ μὰν ἔτι δηρὸν 〈ἀπείρητος—φόβοιο〉:

### book 41-2c.2

διὰ μέσου τὸ οὐδ’ ἔτ’ ἀδήριτος (42), τὸ δὲ ἑξῆς ἀπείρητος

### book 41-2c.3

πόνος ἔσται (41) ἤτ’ ἀλκῆς ἤτε φόβοιο (42), οἷον πειρασόμεθα

### book 41-2c

ἤτοι ἀνδρείας ἢ φυγῆς. οὕτως Νικάνωρ (p. 246 Friedl.). A

### book 41a.1

ἔτι δηρόν: κατ’ ἔνια τῶν ὑπομνημάτων διὰ τοῦ π „ἐπὶ

### book 41a.2

δηρόν“, ὁμοίως τῷ „ἐπὶ δηρὸν δέ μοι αἰών“ (λ 415). AT

### book 41b

〈πόνος:〉 ἔργον μάχης. Til

### book 42a1.1

〈ἤτ’ ἀλκῆς ἤτε φόβοιο:〉 Ἀρίσταρχος ἀμφότερα διὰ

### book 42a1.2

τοῦ δ, „ἠδ’ ἀλκῆς ἠδὲ φόβοιο“. Aim

### book 42a2

οὕτως Ἀρίσταρχος ἄμφω διὰ τοῦ „δε“. Til

### book 44a1.1

〈χαλκός:〉 οὕτως Ἀρίσταρχος χαλκός ἄλλοι δὲ „χαλ‐

### book 44a1.2

κόν“. Aint

### book 44a2.1

{οὐδ’ ἔρρηξεν χαλκόν:} διὰ τοῦ ς χαλκός, ἵν’ ᾖ ἐπι‐

### book 44a2.2

δορατίς. T

### book 46.1

ἐπευξάμενος Διῒ πατρί: τοιοῦτος πανταχοῦ Μενέλαος,

### book 46.2

κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ (cf. Γ 350—4). b(BCE3E4)T

### book 47a.1

κατὰ στομάχοιο θέμεθλα: στομάχου θέμεθλα οὐ λέγει

### book 47a.2

τὸ στόμα τῆς κοιλίας, καθάπερ ἡμεῖς, ἀλλὰ τὸν βρόγχον, οἷον τὰ

### book 47a.3

ἔσχατα μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν „ἀντικρὺ δ’ ἁπαλοῖο δι’

### book 47a.4

αὐχένος 〈ἤλυθ’ ἀκωκή〉“ (Ρ 49). θέμεθλα δὲ ἡ θέσις. A

### book 47b.1

στομάχοιο θέμεθλα: τοῦ βρόγχου τὴν θέσιν, τὰ

### book 47b.2

ἔσχατα μέρη τοῦ λαιμοῦ. b(BCE3E4)T

### book 48a.1

νύξ’, ἐπὶ δ’ αὐτὸς 〈ἔρεισε〉: πρὸς τὸ αὐτό 〈σ〉: οὐ

### book 48a.2

γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος, ὅμοιον τῷ „ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“

### book 48a.3

(ι 374), ἕτερος τις οὔκ, ἀλλ’ αὐτὸς ὁ Κύκλωψ. A

### book 48b.1

βαρείῃ χειρὶ πιθήσας: τοῦ πράγματός ἐστι τὸ ἐπί‐

### book 48b.2

θετον· βαρεῖαν γὰρ χεῖρα A b (BCE3)T τὴν μετὰ βίας ἐρεί‐

### book 48b.3

δουσαν τὸ δόρυ φησί, συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι. A

### book 48b.4

b(BCE3E4)T

### book 49a.1

ἀντικρὺ δ’ ἁπαλοῖο 〈δι’ αὐχένος ἤλυθ’ ἀκωκή〉:

### book 49a.2

τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον (cf. Ρ 47) λέγειν τὸν βρόγχον·

### book 49a.3

εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει, οὐκ ἂν ἄντικρυς διὰ τοῦ

### book 49a.4

αὐχένος τὸ δόρυ ἐφέρετο. A

### book 49b.1

〈ἁπαλοῖο〉 δι’ αὐχένος ἤλυθ’ 〈ἀκωκή〉: εἰκότως

### book 49b.2

διῆλθε· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐχὴν ἁπαλός, ὥστε

### book 49b.3

ἐπετήδευσε μονομάχιον δεῖξαι δύο καλῶν· καὶ γὰρ Μενέλαος ξανθός,

### book 49b.4

εὔμηρος, καλλίσφυρος· b(BCE3)T καὶ οὗτος δὲ χαριτόεις.

### book 49b.5

b(BCE3)

### book 51a1.1

〈αἵματί οἱ δεύοντο〉 κόμαι Χαρίτεσ〈σ〉ιν ὁμοῖαι:

### book 51a1.2

οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλ’ ἐπεὶ ἔφθη εἰπὼν „μιάνθησαν

### book 51a1.3

δὲ ἔθειραι / αἵματι καὶ κονίῃσι· b(BCE3)T πάρος γε μὲν οὐ

### book 51a1.4

θέμις ἦεν / ἱππόκομον πήληκα μιαίνεσθαι“ (Π 795—7), T παρα‐

### book 51a1.5.1

μυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, Aim b (BCE3)T

### book 51a1.5.2

ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν. b(BCE3)T

### book 51a2.1

οὐκ εἰκῆ 〈ἡ〉 ἐπεξεργασία τῆς κόμης, ἀλλ’ ἐπεὶ περὶ τῶν

### book 51a2.2

Πατρόκλου τριχῶν εἶπεν „μιάνθησαν δὲ ἔθειραι“, εἰς ἐκδικίαν καὶ

### book 51a2.3

παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν Εὐφόρβου κόμην. A

### book 51b1

Χαρίτεσσιν ὁμοῖαι: ὅτι Ζηνόδοτος γράφει „Χαρίτεσσι

### book 51b1

μέλαιναι“, ἀδιανόητον ποιῶν. A

### book 51b2.1

οἱ δὲ γράφουσι „Χαρίτεσ〈σ〉ι μέλαιναι“, ὑπὸ Χαρίτων

### book 51b2.2

μελανθεῖσαι· αὗται γὰρ οὖλαι. T

### book 51c

Χαρίτεσ〈σ〉ιν ὁμοῖαι: ταῖς τῶν Χαρίτων. T

### book 51c.1

Χαρίτεσσιν ὁμοῖαι: ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις

### book 51c.2

ἶσαι. ἀπίθανον—ἅς φαμεν στεφανίτιδας. A

### book 52a

〈πλοχμοί:〉 οἱ πεπλεγμένοι πλόκαμοι. b(BCE3)Til

### book 52b.1

οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο: οἳ ὑπὸ

### book 52b.2

χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ἦσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ

### book 52b.3

ὥς. ἀλλὰ λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες

### book 52b.4

τὸν χρυσόν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις. A

### book 52c.1

ἐσφήκωντο: παρειμένοι ἄνωθεν περιεδέδεντο. b(BCE3)

### book 52c.2

T καὶ „Νάστης χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠΰτε κούρη“ (Β

### book 52c.3

871 + 872). T ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. ταῦτα δέ τινες

### book 52c.4

κάλυκάς φασιν. b(BCE3)T

### book 53-6.1

〈οἷον δὲ τρέφει〉 ἔρνος 〈ἀνὴρ ἐριθηλὲσ〉 ἐλαίης

### book 53-6.2

〈/ —λευκῷ〉: Λαπίθαι μὲν δρυσίν, „αἵ τ’ ἄνεμον μίμνουσι καὶ

### book 53-6.1

ὑετόν“ (Μ 133), εἰκάζονται, Ἕκτωρ δὲ πεπτωκὼς δρυὶ κεραυνωθείσῃ

### book 53-6.2

(cf. Ξ 414—7)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοσται ἡ ἀπὸ τῶν τοιού‐

### book 53-6.5.1

των δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον ἐλαίαν

### book 53-6.5.2

παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυλάττον.

### book 53-6.5.3

σκόπει δὲ καὶ τὰς κατὰ μέρος ἐξεργασίας· τὸ μὲν πρῶτον οὐκ ἔφη

### book 53-6.5.4

φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλ’ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι

### book 53-6.5.5

(cf. 53), δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ,

### book 53-6.10.1

b(BCE3E4)T οὐκ αὐτοματίζον, ἀλλ’ ἐπιμελείᾳ γεωργῶν αὐξό‐

### book 53-6.10.2

μενον ἐν τόπῳ ἐρήμῳ φυτῶν (cf. 54), ἵνα μὴ ἐμποδίζηται τῇ ἐκφύσει

### book 53-6.10.3

τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐτῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν

### book 53-6.10.4

(cf. 54). λοιπὰ δὲ ἦν τὰ τῆς ψυχῆς καὶ τὰ ἔξωθεν· διὸ παρείληφε τοὺς

### book 53-6.10.5

παντοίους ἀνέμους (cf. 55—6), ἵνα εὔτονον γινόμενον τὸν καρπὸν

### book 53-6.15

φυλάττοι. b(BE3E4)T

### book 53.1

οἷον δὲ τρέφει ἔρνος ἀνὴρ 〈ἐριθηλὲς ἐλαίησ〉: Πο‐

### book 53.2

σειδῶν καὶ Ἀθηνᾶ—ἴδιον Ἀθηνᾶς. A

### book 54a1.1

χώρῳ ἐν οἰοπόλῳ: φυσικόν ἐστι κοτινοφόρους εἶναι

### book 54a1.2

τοὺς ὑψηλοὺς τόπους. ἀμέλει ἐν ἀκροπόλει 〈τῆσ〉 Ἀττικῆς πρῶτον

### book 54a1.3

ἐφάνη. T

### book 54b1.1

ἄλλως· χώρῳ ἐν οἰοπόλῳ: πρὸς τὸ μὴ ἐκκόπτεσθαι

### book 54b1.2

ὑπὸ ὁδοιπόρων ἢ μὴ ἐμποδίζεσθαι τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν·

### book 54b1.3

ἧττον γὰρ εὔτροφα τὰ τοιαῦτα φυτά, ἀλλήλων τὴν εὐφυΐαν ἀφαιρού‐

### book 54b1.4

μενα. T

### book 54a2/b2.1

φυσικόν ἐστι τὸ κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τό‐

### book 54a2/b2.2

πους. | ἀμέλει ἐκεῖ καὶ ταύτην ἵστασθαι βούλεται πρὸς τὸ μὴ ἐκ‐

### book 54a2/b2.3

κόπτεσθαι ὑπὸ τῶν ὁδοιπόρων, καὶ ὅτι σύντροφα ὄντα τὰ τοιαῦτα

### book 54a2/b2.4

φυτὰ ἀλλήλων τὴν εὐφυΐαν ἀφαιροῦνται. b(BCE3E4)

### book 54a2/b2.5

〈οἰοπόλῳ:〉 ἐν ᾧ μόνος τις πολεῖται. Aim

### book 54c.1

ἀναβέβρυχεν {ὕδωρ}: Ζηνόδοτος διὰ τοῦ ο „ἀναβέβρο‐

### book 54c.2

χεν“, ὡς ἐκεῖ „ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης 〈ἁλμυρὸν ὕδωρ〉“

### book 54c.3

(μ 240). A

### book 54d1.1

ἀναβέβρυχεν: πηγάζει. τινὲς δὲ „〈ἀνα〉βέβροχε“, πιαί‐

### book 54d1.2

νεται ἐξ ὑετῶν, ὡς τὸ „καταβρόξειεν“ (δ 222). T

### book 54d2

ἀναπηγάζει, ἀναβλαστάνει, ἀναδίδοται. b(BCE3)

### book 55-6.1

〈τὸ δέ τε〉 πνοιαὶ 〈δονέουσι / παντοίων ἀνέ‐

### book 55-6.2

μων〉: ἵν’ εὔτονον γένηται b(BCE3E4)T καὶ φυλάσσῃ τὸν

### book 55-6.3

καρπόν· T τὰ γὰρ θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος

### book 55-6.4

ἀνέμου τὸν καρπὸν ἀφίησιν. b(BCE3E4)T

### book 56.1

βρύει: θάλλει· ὅθεν καὶ ἔμβρυον. ἄνθεϊ δὲ λευκῷ τῷ

### book 56.2

κυπρισμῷ τῆς ἐλαίας· b(BCE3E4)T οὐ γὰρ τελεσφορεῖ τὸν

### book 56.3

καρπὸν διὰ τὸ νέον. b(BE3E4)T

### book 57.1

ἐλθὼν 〈δ’〉 ἐξαπίνης 〈ἄνεμος σὺν λαίλαπι πολλῇ〉:

### book 57.2

ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων φησίν (sc. Ρ 55—6), ἐπὶ δὲ τῆς

### book 57

πτώσεως ἄνεμον καὶ λαίλαπα. b(BE3E4)T

### book 58a.1

〈βόθρου τ’〉 ἐξέστρεψε: μετέωροι γὰρ αἱ τῆς ἐλαίας

### book 58a.2

ῥίζαι· διὸ καὶ γύρους ἐπισκάπτουσιν αὐταῖς. b(BCE3E4)T ἐμ‐

### book 58a.3

φαντικῶς δὲ καὶ τὴν ἔξ πρόθεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν

### book 58a.4

ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι νῦν

### book 58a.5

†συνεπάχυνε† τῷ πάθει τὴν ἀπαγγελίαν. b(BE3E4)T

### book 58b.1

καὶ ἐξετάνυσ〈σ〉’ ἐπὶ γαίῃ: αἱ γὰρ ῥίζαι αὐτῆς ἐν

### book 58b.2

ὑγρῷ εἰσι καὶ γυμνὸς ὁ τόπος (cf. Ρ 54). T

### book 61-9.1

ὡς δ’ ὅτε τίς τε λέων〈—κυδαλίμοιο〉:

### book 61-9.2

πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν

### book 61-9.3

Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ τῶν βοῶν (cf. 62): b(BCE3E4)T

### book 61-9.4

ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, „Πατρόκλῳ περιβὰς Τρώων τὸν

### book 61-9.5.1

ἄριστον ἔπεφνε“ (Ρ 80)· τὸν κτείναντα Μενέλαον λέοντι (cf. 61—4),

### book 61-9.5.2

τὴν ἀπραξίαν τῶν Τρωϊκῶν ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι

### book 61-9.5.3

μὴ δυναμένοις. b(BE3E4)T

### book 64

〈λαφύσσει:〉 λάπτει. | τῶν δὲ κατὰ μίμησιν ἡ λέξις. Aint

### book 65a.1

δῃῶν: περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ

### book 65a.2

διαίρεσιν σὺν τῷ ο „ἔγχεϊ δηϊόων (Σ 195). γέγονε δὲ παρὰ τὸ δήϊος·

### book 65a.3

διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν. A

### book 65b.1

δῃῶν: σὺν τῷ ι, καὶ περισπάσεις b(BCE3)T διὰ τὸ

### book 65b.2

„δῄουν ἀλλήλουσ“ (Ο 708): T τὸ γὰρ ἐντελὲς θέμα δηϊόω ἐστίν.

### book 65b.3

b(BCE3)T

### book 64c

〈δῃῶν:〉 καὶ δήϊοι οἱ πολέμιοι. Aim

### book 66

ἰύζουσιν: οἱ νομῆες. οἱ δὲ κύνες ὑλακτοῦσιν. A Til

### book 70a1.1

ἔνθα κε ῥεῖα φέροι: ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ

### book 70a1.2

ῥήματα· ἔδει γὰρ φάναι ‘τότε δ’ ἂν ῥᾳδίως ἔφερεν‘. A

### book 70a2

ἀντὶ τοῦ 〈ἔ〉φερεν. Til

### book 71.1

〈ἀγάσσατο:〉 τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν καὶ

### book 71.2

〈οὐκ〉 ἀντὶ τοῦ ἐθαύμασεν. Aim

### book 73a.1

Κικόνων ἡγήτορι Μέντῃ: ὅτι τοῦτον τὸν Μέντην ἐν

### book 73a.2

τῷ Τρωϊκῷ Διακόσμῳ οὐ παραδέδωκεν, ἀλλὰ Εὔφημον μόνον·

### book 73a.3

„Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων“ (Β 846), ὡς ἂν πλείοσιν

### book 73a.4

ἡγεμόσι χρωμένων. ἴσως δὲ ἀμοιβὸς ἦν νεωστὶ ἥκων. καὶ {γὰρ} πρὸς

### book 73a.5.1

τὸν ἐν τῇ Ὀδυσσείᾳ (cf. α 105 al.) ὁμώνυμον Μέντην· ἕτερος γὰρ

### book 73a.5.2

Ταφίων βασιλεύς. Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις. A

### book 73b.1

Κικόνων ἡγήτορι 〈Μέντῃ〉: πῶς ἐν τῷ Καταλόγῳ

### book 73b.2

φησὶν „Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν“ (Β 846); νοητέον οὖν ὅτι ἦσαν

### book 73b.3

μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι,

### book 73b.4

ὡς ὁ Ἀχιλλεὺς „πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο“ (Π 171). T

### book 73c.1

〈Κικόνων〉 ἡγήτορι Μέντῃ: τῶν ἀμοιβαίων ἡγεῖτο

### book 73c.2

ἴσως ὁ Μέντης. | τινὲς γράφουσι „Πείρῳ“, ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί

### book 73c.3

(cf. Δ 520). T

### book 75a.1

Ἕκτορ, νῦν σὺ μὲν ὧδε 〈θέεις ἀκίχητα διώ‐

### book 75a.2

κων〉: μετὰ τὸ ὄνομα στικτέον· προσαγορευτικὴ γάρ ἐστι. τὸ δὲ

### book 75a.3

ἀκίχητα φασὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς

### book 75a

προσνέμειν καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι. A

### book 75b.1

ἀκίχητα: ἀκατάληπτα. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ

### book 75b.2

θάνατον Ἀχιλλέως ἀνακεχωρηκέναι αὐτοὺς πρὸς τὸν δόντα. T

### book 76-7a1.1

ἀλεγεινοί 〈/ ἀνδράσι γε θνητοῖσι δαμήμεναι〉:

### book 76-7a1.2

πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται. ἢ δυσχερεῖς,

### book 76-7a1.3

ὅ ἐστιν ἀδύνατοι. T

### book 76-7a2.1

πολυφρόντιδες καὶ πολλοῦ λόγου δεόμενοι εἰς τὸ ἀνθρώπῳ

### book 76-7a2.2

ὑποταγῆναι. ἢ δυσχερεῖς. b(BCE3E4)

### book 80.1

Πατρόκλῳ περιβὰς 〈Τρώων τὸν ἄριστον ἔπεφνε〉:

### book 80.2

πρὸς τὴν περίβασιν. Τρὼς ἄρα ὁ Εὔφορβος, ἀλλὰ καὶ Δάρδανος

### book 80.3

(cf. Π 807)· οἱ ἄρα Δάρδανοι Τρῶες. καὶ ὅτι ἀντὶ τοῦ τὸν ἐν τοῖς

### book 80.4

Τρωσὶν ἄριστον· οὐ γάρ ἐστιν ὡς „Μυρμιδόνων τὸν ἄριστον“

### book 80.5

(Σ 10). A

### book 83

〈Ἕκτορα:〉 ἀντὶ τοῦ Ἕκτορος. Til

### book 85-6.1

τὸν μὲν ἀπαινύμενον〈—ὠτειλήν〉: σχεδὸν

### book 85-6.2

ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι. T

### book 86a

〈κατ’ οὐταμένην ὠτειλήν:〉 ὅτι παρητυμολόγησεν τὸ

### book 86a

ὄνομα. Aint

### book 86b.1

〈κατ’ οὐταμένην ὠτειλήν:〉 κατὰ τὸ ἐξ οὐτήσεως

### book 86b.2

τραῦμα. b(BCE3E4)Til

### book 87-8.1

〈βῆ δὲ διὰ προμάχων—〉ὀξέα κεκληγώς:

### book 87-8.2

ἀναγκαῖον, ἵν’ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι·

### book 87-8.3

ὁ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὁ δὲ σκέπτεται. b(BCE3E4)T

### book 88.1

〈ὀξέα κεκληγώς:〉 μετὰ τὸ κεκληγώς βραχὺ διασταλ‐

### book 88.2

τέον· μᾶλλον γὰρ ἐμφαίνει. Aint

### book 91-6.1

εἰ μέν κε λίπω〈—Ἕκτωρ〉: εἰκότως ἐμβαθύ‐

### book 91-6.2

νει τῷ λογισμῷ· b(BCE3E4) μένειν μὲν γὰρ ἡ τιμὴ Πατρόκλου

### book 91-6.3

καὶ ὁ ψόγος Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων.

### book 91-6.4

b(BCE3E4)T

### book 91.1

〈λίπω〉 κάτα τεύχεα καλά: τὸ ἑξῆς ἐστι καταλίπω·

### book 91.2

διὸ ἀναστρεπτέον τὴν πρόθεσιν. Aint b(BCE3)T

### book 92a.1

Πάτροκλόν θ’, ὃς κεῖται 〈ἐμῆς ἕνεκ’ ἐνθάδε τι‐

### book 92a.2

μῆσ〉: ὅτι ἡ τιμὴ ἀντὶ τῆς τιμωρίας καὶ νῦν τέτακται· ἕνεκα ἐμοῦ

### book 92a.3

κεῖται τιμωρούμενος τοὺς Τρῶας. A

### book 92b.1

Πάτροκλόν 〈θ’〉, ὃς κεῖται 〈ἐμῆς ἕνεκ’ ἐνθάδε

### book 92b.2

τιμῆσ〉: δαιμονίως ἑαυτὸν δυσωπεῖ παραμεῖναι τῷ δι’ αὐτὸν τελευτή‐

### book 92b.3

σαντι. b(BE3E4)T

### book 93-5

〈μή ... μή:〉 διστακτικὸν τὸ μή. b(BCE3E4)Til

### book 93

〈νεμεσήσεται:〉 ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται. Aint

### book 94-5a1.1

εἰ δέ κεν Ἕκτορι μοῦνος 〈ἐὼν καὶ Τρωσὶ

### book 94-5a1.2

μάχωμαι / αἰδεσθείς, μή πώς με περιστήως’ ἕνα πολλοί〉:

### book 94-5a1.3

ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς (95), στικτέον δὲ ἐπὶ τὸ πολλοί

### book 94-5a1.4

(95)· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ τινος

### book 94-5a1.5.1

τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις „μή τίς μοι Δαναῶν“ (Ρ 93)·

### book 94-5a1.5.2

ἔστι γὰρ τὸ πλῆρες ‘εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τισ‘.

### book 94-5a1.5.3

τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ‘ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ

### book 94-5a1.5.4

μάχωμαι αἰδεσθείς, εὐλαβοῦμαι, μή πώς με περιστήως’ ἕνα πολλοὶ

### book 94-5a1.5.5

ὄντεσ‘. A

### book 94-5a2

προσληπτέον τὸ εὐλαβοῦμαι. Aint

### book 95.1

〈περιστείωσι:〉 Ἀρίσταρχος Aim διὰ τοῦ η „περι‐

### book 95.2

στήωσι“. Aint Til

### book 96.1

Τρῶας δ’ ἐνθάδε πάντας 〈ἄγει—Ἕκτωρ〉:

### book 96.2

προκατασκευάζει †πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν. A b (BCE3E4)

### book 96.3

T

### book 98-9a.1

ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μά‐

### book 98-9a.2

χεσθαι, 〈ὅν κε θεὸς τιμᾷ〉: ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι,

### book 98-9a.3

ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται. A

### book 98-9b

ὁππότ’ ἀνὴρ 〈ἐθέλῃ—τιμᾷ〉: πῶς ἅμα πρὸς

### book 98-9b.1

δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι; ἀλλὰ τὸ πρὸς δαίμονα τοιοῦτόν

### book 98-9b.2

ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι· ὁ γὰρ φωτὶ

### book 98-9b.3

μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ

### book 98-9b.5.1

θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος (fr. 224) „ἴσον μὲν

### book 98-9b.5.2

θεὸν ἄνδρα τε φίλον 〈θεῷ〉“ ὑποτρέσαι ἐκέλευσεν, ἐπ’ ἴσης τόν τε

### book 98-9b.5.3

θεὸν καὶ τὸν φίλον θεῷ, ἄνδρα θεοφιλῆ. „μὴ θαύμαζε γάρ“, φησὶν

### book 98-9b.5.4

ὁ Πλάτων, „εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεούς.

### book 98-9b.5.5

ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι;“ A

### book 98-9c.1

ἄλλως· 〈ὁππότ’ ἀνὴρ—τιμᾷ:〉 οὐκ ἄρα τῷ πολέ‐

### book 98-9c.2

μῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ

### book 98-9c.3

βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ φωτί, ὅν κε θεὸς τιμᾷ, πρὸς

### book 98-9c.4

δαίμονά ἐστι μάχεσθαι. A

### book 98-9d1.1

〈ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μά‐

### book 98-9d1.2

χεσθαι, /〉 ὅν κε θεὸς τιμᾷ: ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ (99). |

### book 98-9d1.3

ὁ δὲ λόγος· ὁπότ’ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι,

### book 98-9d1.4

ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι· τὸ γὰρ πρὸς δαίμονα (98)

### book 98-9d1.5.1

ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην ὡς „καὶ πρὸς δαίμονά 〈περ〉, εἴ πως

### book 98-9d1.5.2

ἐρυσαίμεθα“ (Ρ 104). A

### book 98-9d2.1

ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ μάχεσθαι φωτί, ὅν κε

### book 98-9d2.2

θεὸς τιμᾷ. b(BCE3E4)T

### book 98-9d3.1

{πρὸς δαίμονα φωτὶ μάχεσθαι:} παρὰ γνώμην θεοῦ· T

### book 98-9d3.2

ἡ γὰρ πρός (98) καὶ τὴν παρά δηλοῖ· b(BCE3E4)T „ἀλλὰ

### book 98-9d3.3

πρὸς Τρώων“ (Χ 514)· „καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα“

### book 98-9d3.4

(Ρ 104). T

### book 101a.1

〈χωρήσαντα:〉 ἀντὶ τοῦ παραχωρήσαντα, | ὑποχωρή‐

### book 101a.2

σαντα. Aim

### book 101b

〈ἐκ θεόφιν:〉 ἐκ θεῶν. περισσὴ οὖν ἡ ἔξ. b(BCE3)Til

### book 102.1

〈εἰ δέ που Αἴαντός γε〉 βοὴν ἀγαθοῖο 〈πυθοίμην〉:

### book 102.2

τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν ἀγαθόν φησι. b(BCE3)T

### book 103

〈ἰόντες:〉 Ζηνόδοτος „ἰόντε“ δυϊκῶς. Aim

### book 104.1

〈καὶ πρὸς δαίμονά περ:〉 θαρσήσας τῇ τοῦ Αἴαντος

### book 104.2

ἀλκῇ καὶ μείζονα προσφθέγγεται. αὔξει δὲ Αἴαντα ὡς δυνάμενον.

### book 104.3

b(BCE3E4)

### book 105a1.1

κακῶν δέ κε φέρτατον εἴη: ὡς ἐν κακοῖς τοῦτ’ ἂν εἴη

### book 105a1.2

φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ. A

### book 105a2

ἐν κακοῖς βέλτιστον. Til

### book 105b.1

ἄλλως· 〈κακῶν δέ κε φέρτατον εἴη:〉 ἐὰν πρὸς τῇ

### book 105b.2

ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκίαν ὑπομείνῃ ὁ Πάτροκλος. A

### book 105b

ἄλλως· τῶν δὲ παρόντων κακῶν—τὸ ἄμεινον γένοιτο. A

### book 109a.1

ἐντροπαλιζόμενος 〈ὥς τε λίσ〉: οὕτω γὰρ ἀναχωρεῖ

### book 109a.2

καὶ λέων, μὴ διδοὺς τὰ νῶτα τοῖς διώκουσιν, ἀλλὰ κατ’ ὀλίγον

### book 109a.3

ὑποβαίνων. b(BCE3E4)T

### book 109b.1

{ἐντροπαλιζόμενος} ὥς τε λίς: οὐκ ἀσθενεῖ ζῴῳ παρ‐

### book 109b.2

έβαλεν οὐδὲ τῷ εἰωθότι φεύγειν, ἀλλὰ τῷ ἀλκιμωτάτῳ, ὅν φησιν

### book 109b.3

(sc. Ρ 110—2) οὐκ ἀδικεῖσθαί τι πρὸς τῶν ἀμυνομένων, δρᾶσαι δὲ

### book 109b.4

κωλύεσθαι. A

### book 110-1a.1

κύνες τε καὶ ἄνδρεσ〈— / ἔγχεσι καὶ φωνῇ〉:

### book 110-1a.2

πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωροίη

### book 110-1a

παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς. b(BCE3E4)T

### book 110-1b.1

ἄλλως· κύνες τε καὶ ἄνδρεσ〈— /〉 ἔγχεσι καὶ

### book 110-1b.2

φωνῇ: πρὸς τὸ δεύτερον ὑπήντησεν. b(BCE3E4)T

### book 110a1.1

{ἀπὸ σταθμοῦ} δίωνται: διώνται ὡς λέγωνται. ἔστι

### book 110a1.2

δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παρ’ αὐτῷ (cf. Ψ 475). A

### book 110a2

ὡς λείπωνται. †ὑπὸ† δὲ τοῦ †δίωμι† ἡ κλίσις. Til

### book 110b.1

〈δίωνται:〉 οὕτως „δίενται“ ὡς τίθενται. μέμνηται ὁ

### book 110b.2

Ἡρωδιανὸς (2,104 not.) ἐν τῇ Μ (sc. ad 276). Aint

### book 112a.1

παχνοῦται, ἀέκων δέ τ’ 〈ἔβη ἀπὸ μεσσαύλοιο〉:

### book 112a.2

ὅτι τὴν κατὰ ἀγρὸν ἔπαυλιν μέσσαυλον. οἱ δὲ Ἀττικοὶ τὴν μέσην

### book 112a.3

θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ τὸν

### book 112a.4

ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς πάχνης

### book 112a.5

διὰ τὴν λύπην. A

### book 112b1

παχνοῦται: πήγνυται· φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ

### book 112b1

γὰρ ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά. T

### book 112b2.1

φρίσσει ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ θερμὰ

### book 112b2.2

ἐκάλουν, ὥσπερ καὶ λυπηρὰ καὶ κακὰ ψυχρά. b(BCE3E4)

### book 112c.1

μεσ〈σ〉αύλοιο: τῆς ἐπαύλεως· b(BCE3)T ἀντι‐

### book 112c.2

πέφρασται γὰρ τῷ „σταθμοῖο“ (Ρ 110). T

### book 115.1

Αἴαντα μέγαν Τελαμώνιον υἱόν: ὅτι πάλιν μέγαν

### book 115.2

εἶπεν τὸν Τελαμῶνος Αἴαντα κατὰ σύγκρισιν τοῦ Ὀϊλιάδου· ἐκεῖνος

### book 115.3

γὰρ μικρότερος· „μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιοσ“ (Β 528). A

### book 117.1

θαρσύνον〈θ’〉 ἑτάρους 〈καὶ ἐποτρύνοντα μάχε‐

### book 117.2

σθαι〉: ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς εἰς μάχην προτρεπομέ‐

### book 117.3

νου, οὓς Ἀπόλλων φοβεῖ. b(BCE3E4)T

### book 118

〈θεσπέσιον:〉 τὸν ἐκ θεοῦ πίπτοντα. b(BCE3E4)Til

### book 120-2.1

〈Αἶαν, δεῦρο, πέπον, —Ἕκτωρ:〉 βραχὺς ὁ

### book 120-2.2

λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν. Til

### book 121-2.1

αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν / γυμνόν:

### book 121-2.2

προσέθηκεν Ἀχιλλῆϊ εἰς μείζονα προτροπήν· καὶ γὰρ αἰσχρὸν ἦν

### book 121-2.3

τῷ Αἴαντι μάλιστα ὑπὸ Ἀχιλλέως καταγνωσθῆναι, μεθ’ ὃν ἦν αὐτὸς

### book 121-2.4

ἄριστος. A

### book 123a1.1

θυμὸν ὄρινε: ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀν‐

### book 123a1.2

τίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη. (cf. Ρ 695). T

### book 123a2.1

ἐλυπήθη μέν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς Ἀντίλοχος·

### book 123a2.2

ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ. b(BCE3E4)

### book 125a

Ἕκτωρ μὲν Πάτροκλον 〈ἐπεὶ κλυτὰ τεύχε’

### book 125a.1

ἀπηύρα〉: ὅτι ἔοικε παρεπιτιμῶντι ὁ Ἀρίσταρχος τῷ Ὁμήρῳ· οὐ

### book 125a.2

γὰρ αὐτὸς ἦν ὁ Ἕκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον, ἀλλ’ ἀπ’ αὐτοῦ πε‐

### book 125a.3

ριόντος ἀφείλετο τὰ ὅπλα αὐτὸς Ἀπόλλων, ὁ δὲ αὐτὸν γυμνὸν ἔτρω‐

### book 125a.5.1

σεν· „λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων“ (Π 804). ὁ δὲ

### book 125a.5.2

Διονύσιος (fr. 45 Schm.) τὸ σημεῖόν φησιν, ὅτι ἤλλακται πτῶσις,

### book 125a.5.3

„Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα“ ἀντὶ τοῦ Πατρόκλου. A

### book 125b1.1

Πάτροκλον 〈ἐπεὶ κλυτὰ τεύχε’〉 ἀπηύρα: Ἀττι‐

### book 125b1.2

κῶς εἶπεν, οὐ Πατρόκλου. κατεχρήσατο δὲ ὡς ἐκεῖ „〈τὰ〉 Πατρόκλοιο

### book 125b1.3

βίην ἐνάριξε κατακτάσ“ (Χ 323)· γυμνὸς γὰρ Πάτροκλος· καὶ „τεύχεα

### book 125b1.4

δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων / εἵλευ“ (Ρ 205—6). ἢ

### book 125b1.5.1

ἐπεὶ τὰς κνημῖδας ἔλυσεν. ἢ ὡς Ὀδυσσεύς φησι „σκοπὸν εἵλομεν“ (Κ

### book 125b1.5.2

561) κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου †τῶν

### book 125b1.5.3

κοινῶν† τῶν κατορθωμάτων (cf. Π 818—21) συναριθμεῖ. T

### book 125b2.1

ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο. πῶς δὲ

### book 125b2.2

Ἀπόλλωνος σκυλεύσαντος (cf. Π 793—864) περὶ Ἕκτορός φησιν; ἢ

### book 125b2.3

τάχα περὶ μόνων τῶν κνημίδων φησίν. b(BCE3E4) ἢ ὡς Ὀδυσ‐

### book 125b2.4

σεύς φησι „σκοπὸν εἵλομεν“ κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος

### book 125b2.5

ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ. b(BE3E4)

### book 126.1

ἕλχ’, ἵν’ ἀπ’ ὤμοιϊν 〈κεφαλὴν τάμοι ὀξέϊ χαλ‐

### book 126.2

κῷ〉: ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν, ἵνα

### book 126.3

ἀφέληται τὴν κεφαλήν, τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψῃ (cf. Ρ 127)· οὐδέπω

### book 126.4

γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων, ὅτι τὸ

### book 126.5.1

Σαρπηδόνος σῶμα ὑπὸ τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι· δεῖν οὖν πολε‐

### book 126.5.2

μήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀπο‐

### book 126.5.3

δῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμε‐

### book 126.5.4

νοι τὸν Πάτροκλον (cf. Ρ 149—65)· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα

### book 126.5.5

ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ

### book 126.10.1

Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται (cf. Π 676—83).

### book 126.10.2

ὁ δὲ Ὅμηρος, ἵν’ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος

### book 126.10.3

Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος

### book 126.10.4

κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχον‐

### book 126.10.5

ται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου. χαλεπὴ ἡ αἰκία καὶ συγγνωστὸς

### book 126.15.1

ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ἐπ’ ἐκδικίᾳ τοῦ φίλου (cf. Χ

### book 126.15.2

395—404. Ω 16—8)· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος. A

### book 127.1

τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη:

### book 127.2

εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐ‐

### book 127.3

τὸς †ταύτην† διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν. b(BCE3E4)T

### book 128

Αἴας δ’ ἐγγύθεν ἦλθεν: εὐκαιρότατα ἔρχεται Αἴας ἤδη

### book 128

μέλλοντος Πατρόκλου σύρεσθαι. T

### book 129-31.1

Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον〈—ἔμμεναι αὐτῷ〉:

### book 129-31.2

ἀντίθες τὸ κατὰ τὸν Μενέλαον· ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προκαλε‐

### book 129-31.3

σόμενος (cf. Ρ 102—23), ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τι τοὺς φίλους, ἀλλ’

### book 129-31.4

ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς πομπὴν μέλλον

### book 129-31.5

προϊέναι (cf. Ρ 188—214). b(BCE3E4)T

### book 132.1

Αἴας 〈δ’〉 ἀμφὶ Μενοιτιάδῃ 〈σάκος εὐρὺ καλύψασ〉:

### book 132.2

οὗτος ὥσπερ τεῖχος (cf. Ρ 128) εἰς σκέπην τῷ σώματι τοῦ Πατρόκλου

### book 132.3

τὸ σάκος προβέβληται. A

### book 133

〈ἑστήκει:〉 οὕτω χωρὶς τοῦ ι ἑστήκει. Aim

### book 133-6.1

ὥς τίς τε λέων〈—ὄσσε καλύπτων〉: ἐπὶ μὲν

### book 133-6.2

τῆς προτέρας παραβολῆς (cf. Ρ 4—5) ἀντὶ τῆς βοὸς τῷ τῆς μητρὸς

### book 133-6.3

(cf. Ρ 4) ἐχρήσατο ὀνόματι. ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ

### book 133-6.4

λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ κέχρηται κατὰ

### book 133-6.5.1

τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνό‐

### book 133-6.5.2

ματι (cf. 133). b(B, C [bis], E3E4)T καλῶς δὲ καὶ νήπια ἐποίησε

### book 133-6.5.3

τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς. b(BCE3E4)T

### book 134-6a1.1

ᾧ ῥά τε νήπι’ ἄγοντι—ὄσσε καλύπτων:

### book 134-6a1.2

παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ τρεῖς στίχοι, ἴσως, φασὶν

### book 134-6a1.3

ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν, ἀλλὰ θήλειαι μόναι.

### book 134-6a1.4

κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας τέτακται ὁ λέων, καὶ ἔστιν

### book 134-6a1.5

ἐπίκοινον· ἔστι γάρ τινα ὀνόματα ἀρσενικά, ἃ καὶ ἐπὶ θηλυκῶν τάσσε‐

### book 134-6a1.1

ται, καὶ θηλυκά, ἃ καὶ ἐπ’ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπ’ ἄρσενος καὶ

### book 134-6a1.2

θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπ’ ἀρσενικοῦ τίθε‐

### book 134-6a1.3

ται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρ‐

### book 134-6a1.4

σην, λέαινα δὲ ἡ θήλεια, κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴ‐

### book 134-6a1.10.1

θισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χρώμενον

### book 134-6a1.10.2

ᾧ ῥά τε νήπι’ ἄγοντι (134), οὐχὶ ‘ᾗ ῥά τε νήπι’ ἀγούσῃ‘. ὁ δὲ

### book 134-6a1.10.3

Ἀντίμαχος (fr. 147 W.) ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα

### book 134-6a1.10.4

σκυμναγωγεῖν. A

### book 134-6a2.1

οὔτε δὲ παρὰ Ζηνοδότῳ οὔτε ἐν τῇ Χίᾳ ἦσαν οἱ τρεῖς

### book 134-6a2.2

στίχοι, ἐπεί φασιν μὴ σκυμναγωγεῖν τοὺς ἄρσενας τῶν λεόντων. T

### book 134-6b.1

ᾧ ῥά τε νήπι’ ἄγοντι—ὄσσε καλύπτων: οὐ

### book 134-6b.2

σκυμναγωγεῖ 〈ὁ〉 λέων. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ

### book 134-6b.3

Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν „λέων“ (Ρ 133) ὅλα ἀρσενικῶς

### book 134-6b.4

ἐπάγει (sc. 134—5)· καὶ γάρ φησιν „ἐπεί σε λέοντα γυναιξί / Ζεὺς

### book 134-6b.5.1

θῆκεν“ (Φ 483—4). b(BCE3E4)T ὁ δὲ Ἀντίμαχος (fr. 147 W.)

### book 134-6b.5.2

καὶ τὸν ἄρρενά φησι σκυμναγωγεῖν. T | τὸ μέγεθος δὲ Αἴαντος ὑπο‐

### book 134-6b.5.3

φαίνει ἡ παραβολή. A b (BCE3E4)T

### book 134-6c.1

ᾧ ῥά τε νήπι’ ἄγοντι〈—ὄσσε καλύπτων〉: ἐπὶ

### book 134-6c.2

μὲν τῆς Μενελάου εἰκόνος (sc. Ρ 4—5) τὴν φιλοστοργίαν τῆς βοὸς

### book 134-6c.3

παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον. A

### book 134.1

νήπι’ ἄγοντι: φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστορ‐

### book 134.2

γίαν. ἐπὶ ὀρνίθων „μάστακ’, ἐπεί κε λάβῃσιν, b(BCE3E4)T ἀ‐

### book 134.3

πτῆσι νεοσσοῖσι προφέρῃσιν“ (cf. Ι 324 et 323), b(BCE3E4) ἐπὶ

### book 134

κυνῶν „ὡς δὲ †λέων† ἀμαλῇσι περὶ †σκυλάκεσιν†“ (υ 14), ἐπὶ θρεμ‐

### book 134.5.1

μάτων „ὥς τις περὶ πόρτακι μήτηρ“ (Ρ 4), ἐπὶ θηρῶν ἀγρίων, ὡς

### book 134.5.2

νῦν. b(BCE3E4)T

### book 135

〈ἐπακτῆρες:〉 κυνηγοί, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. Aint

### book 136

ἐπισκύνιον: τὸ ἐπάνω—τοῖς ὀργιζομένοις. A

### book 136a.1

πᾶν δέ τ’ ἐπισκύνιον 〈κάτω ἕλκεται ὄσσε κα‐

### book 136a.2

λύπτων〉: ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γάρ, ὅταν ἐμ‐

### book 136a.3

πέσῃ λέων ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κα‐

### book 136a.4

τανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη

### book 136a.5

δειλιάσας καταλίπῃ τὸ τέκνον. A

### book 136b.1

ἕλκεται ... καλύπτων: ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. |

### book 136b.2

καλύπτων δέ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν

### book 136b.3

ἅπασαι. A

### book 136c.1

ὄσσε καλύπτων: ὁ λέων. | ὑπερέβαλε δὲ ὁ λόγος καὶ

### book 136c.2

τὴν γραφικήν. T

### book 139

〈ἑστήκει:〉 ἔξω τοῦ ι. Aint

### book 140-1.1

〈Γλαῦκος—χαλεπῷ ἠνίπαπε μύθῳ:〉 εἰκό‐

### book 140-1.2

τως διὰ Σαρπηδόνα. Til

### book 142a.1

μάχης ἄρα πολλὸν ἐδεύεο: δειλίαν αὐτῷ ὀνειδίζει, ὃ

### book 142a.2

μάλιστα κινεῖν ἔμελλε τὸν Ἕκτορα. b(BCE3E4)T ἐπεὶ δὲ δικαίως

### book 142a.3

ἀγανακτεῖ, φέρει αὐτὸν ὁ Ἕκτωρ ὀνειδίζοντα (cf. Ρ 170—83). b

### book 142a

(BE3E4)T

### book 142b.1

μάχης ἄρα πολλὸν ἐδεύεο: μάλιστα τὸν Ἕκτορα

### book 142b.2

ἔμελλε κινεῖν, καὶ 〈διὰ〉 τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι. A

### book 142-8.1

μάχης ἄρα πολλὸν ἐδεύεο—νωλεμὲς αἰεί:

### book 142-8.2

ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν· πρῶτον ἔθηκε τὸ κατὰ τὸν

### book 142-8.3

Ἕκτορα ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων (cf. 142—5).

### book 142-8.4

εἶτα ἐπάγει τὸ καθ’ ἑαυτὸν ὡς δίκαιον ποιῶν, εἰ ἀποσταίη καὶ αὐτὸς

### book 142-8.5.1

μετὰ τῶν Λυκίων (cf. 146—7), καὶ τὴν αἰτίαν ἐπεξεργάζεται, ἐπεὶ

### book 142-8.5.2

οὐκ ἄρα τις χάρις ἦεν / b(BCE3E4)T μάρνασθαι δηΐοι‐

### book 142-8.5.3

σιν (147—8). T

### book 143a.1

〈ἦ:〉 περισπαστέον {δὲ} τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βε‐

### book 143a.2

βαιωτικῶς κεῖται. A

### book 143b.1

φύξηλιν: παράγωγον A Til ἀπὸ τοῦ φύξω μέλλον‐

### book 143b.2

τος, Til | φυγάδα ὄντα καὶ δειλόν. | καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι

### book 143b.3

ἔγκειται ἐν τῇ λέξει. A

### book 144a1.1

〈σαώσεις:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „σαώσῃσ“ διὰ

### book 144a1.2

τοῦ η. Aim

### book 144a2

διὰ τῆς ει διφθόγγου τὸ σαώσεις. Til

### book 146-8.1

οὐ γάρ τις Λυκίων〈—νωλεμὲς αἰεί〉: οἱ

### book 146-8.2

γὰρ στρατιῶται ὁρῶντες ἀνεκδικήτους τοὺς τελευτήσαντας ἀποστή‐

### book 146-8.3

σονται τῶν κινδύνων. b(BE3E4)T τοῦτο δὲ δηλοῖ διὰ τοῦ

### book 146-8.4

ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν / μάρνασθαι δηΐοισιν (147—8).

### book 146-8.5

T

### book 147a1

ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν: οὐ γάρ ἐστι χαριστέον

### book 147a1.1

σοι ἐκ τοῦ μάχεσθαι· τὸ γὰρ οὐκ ἄρα ἀντὶ τοῦ ‘οὐχ ὡς ἔοικεν‘·

### book 147a1.2

„οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένοσ“ (Hsd. opp. 11), „οὐκ ἄρα σοί γ’

### book 147a1.3

ἐπὶ εἴδει“ (ρ 454). T

### book 147a2.1

ἐπεὶ οὐκ ἔστι χαριστέον σοι τοῦτο· ἀντὶ τοῦ ‘ὡς ἔοικε‘ γάρ

### book 147a2.2

ἐστι τὸ ἄρα· οἷον οὐ γάρ ἐστί σοι τοῦτο εἰς χάριτος τάξιν. ἢ οὐδὲν

### book 147a2.3

αὐτοῖς χαρίζῃ. b(BE3E4)

### book 149a.1

πῶς κε 〈σὺ〉 χείρονα φῶτα 〈σαώσειασ〉: ὁ γὰρ τοῦ

### book 149a.2

βασιλέως πεσόντος ἀμελήσας ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρο‐

### book 149a.3

νας; b(BCE3E4)T

### book 149b1.1

{πῶς κε σὺ χείρονα φῶτα σαώσηας} μεθ’ ὅμιλον: διὰ

### book 149b1.2

τοῦ ν μεθ’ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ „μεθ’ ὁμίλου“· καὶ λόγον

### book 149b1.3

ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου. A

### book 149b2.1

Ζηνόδοτος δὲ γράφει „μεθ’ ὁμίλου“ ἀντὶ τοῦ ἔξω τοῦ πο‐

### book 149b2.2

λέμου. T

### book 149c1

μεθ’ ὅμιλον: ἀντὶ τοῦ ἐκ πολέμου. T

### book 149c2.1

τὸ δὲ μεθ’ ὅμιλον οἱονεὶ ἐν πολέμῳ ἢ ἐκ πολέμου. b

### book 149c2.2

(BCE3E4)

### book 150-1.1

σχέτλι’, 〈ἐπεὶ—γενέσθαι:〉 ἀγνοοῦσι τὰ ᾠκο‐

### book 150-1.2

νομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι. Aim

### book 151a.1

〈κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γε‐

### book 151a.2

νέσθαι:〉 τὸ κάλλιπες τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν

### book 151a.3

ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι; b(BCE3E4)T

### book 151b

ἕλωρ: ἡ διπλῆ, ὅτι τὰ „ἑλώρια“ (Α 4) οὐκ ἔστι βρώματα, ὡς οἱ

### book 151b

Γλωσσογράφοι, ἀλλ’ ἑλκύσματα. A

### book 151c

〈ἕλωρ:〉 ἀναίρεμα. Til

### book 152a

〈πόλλ’ ὄφελος:〉 πολλαχῶς ὠφέλημα. Aim

### book 152b.1

〈πολλά:〉 πολλάκις, b(BCE3E4) πολλαχῶς. ἢ λεί‐

### book 152b.2

πει ἡ κατά. b(BCE3E4)Til

### book 153a.1

νῦν δ’ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης: ὅτι ὑπόνοια

### book 153a.2

τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου, εἰ μὴ τὸν

### book 153a.3

Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφ’ αὑτοὺς ἔχοιεν εἰς ἀνταπόδοσιν τῶν

### book 153a.4

περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος ὥστε μὴ ἀμεληθῆναι τὴν ἀνα‐

### book 153a.5.1

κομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν ἀνταποδίδοσθαι τὸν

### book 153a.5.2

Σαρπηδόνα· διὸ ἐπιφέρει „τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος, ὃς

### book 153a.5.3

μέγ’ ἄριστος / Ἀργείων παρὰ νηυσὶ“ (Ρ 164—5). A

### book 153b.1

〈κύνας ἔτλης:〉 ὅτι Ζηνόδοτος γράφει „κύον, ἔτλησ“.

### book 153b.2

ἄλογον δέ. Aint

### book 154-5.1

τῶ νῦν εἴ τις ἐμοὶ Λυκίων 〈ἐπιπείσεται ἀν‐

### book 154-5.2

δρῶν / οἴκαδ’ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθροσ〉:

### book 154-5.3

ἤτοι ὑποστικτέον ἀνδρῶν (154), ἵνα στίζωμεν ἴμεν (155), ὁ δὲ λό‐

### book 154-5.4

γος εἴη ‘διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα‘.

### book 154-5.5.1

ἢ ὑποστικτέον ἐπὶ τὸ ἴμεν (155), ἵν’ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ (155)

### book 154-5.5.2

σύνδεσμος περισσεύῃ, Τροίῃ δέ (155), τοῦ λόγου τοιούτου γινο‐

### book 154-5.5.3

μένου ‘διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν,

### book 154-5.5.4

ἀπόλοιτο ἂν ἡ Τροία‘. A

### book 155a

ἴμεν: Ἀρίσταρχος ἀπαρέμφατον, καὶ λείπει τὸ καλῶς

### book 155a

ποιήσει. ὁ δὲ Σιδώνιος „ἴ〈τ〉ω“. T

### book 155b.1

{οἴκαδ’ ἴμεν, τροίηι δὲ} πεφήσεται: τὸ πεφήσεται

### book 155b.2

οὐκ ἔστιν ὅμοιον τῷ „πέφαται δ’ ὤριστος Ἀχαιῶν“ (Ρ 689), ἀλλὰ

### book 155b.3

πεφήσεται ὄλεθρος φανήσεται. A

### book 155c

〈πεφήσεται:〉 φανερωθήσεται. Til

### book 156-9.1

εἰ γὰρ νῦν Τρώεσσι〈—Ἴλιον εἴσω〉: ἀπει‐

### book 156-9.2

λήσας τὴν ἐπάνοδον (sc. Ρ 154—5) πάλιν προτρέπει ἐπὶ τὴν βοή‐

### book 156-9.3

θειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων διάθεσιν. b(BCE3E4)T

### book 156.1

〈εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη:〉

### book 156.2

λεληθότως καὶ Τρώων καθάπτεται. b(BCE3E4)Til

### book 161a

〈τεθνηώς:〉 οὕτως διὰ τοῦ η τεθνηώς. Aim

### book 161b.1

〈καί μιν ἐρυσαίμεθα χάρμης:〉 καὶ διὰ μάχης αὐτὸν

### book 161b.2

ἐξελκύσαιμεν. Aint Til

### book 163a.1

λύσειαν, καί κ’ αὐτὸν 〈ἀγοίμεθα Ἴλιον εἴσω〉:

### book 163a.2

ὅτι οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον, εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν

### book 163a.3

εἰς Λυκίαν ὑπὸ τοῦ Ὕπνου καὶ τοῦ Θανάτου (cf. Π 676—83)· διό

### book 163a.4

φησιν ἀντιρυσιάσαι τὸν Πάτροκλον ὡς ἀνακομίσαι τὸν Σαρπηδόνα. A

### book 163b.1

καί κ’ αὐτὸν ἀγοίμεθα 〈Ἴλιον εἴσω〉: τοῦ Πα‐

### book 163b.2

τρόκλου ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς;

### book 163b.3

διδάξει διὰ τῶν ἐπιφερομένων „τοίου γὰρ θεράπων πέφατ’ ἀνέροσ“

### book 163b

(Ρ 164). οὐκ ἂν ἐναδιαφοροῖεν ἐν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι

### book 163b.5.1

αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα (cf. Ρ 164—5), ἀλλὰ ταχέως

### book 163b.5.2

ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν

### book 163b.5.3

Πάτροκλον. A

### book 161c

〈ἀγοίμεθα:〉 ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα. Aim TTil

### book 164a.1

τοίου γὰρ θεράπων 〈πέφατ’ ἀνέρος, ὃς μέγ’

### book 164a.2

ἄριστοσ〉: τεχνικῶς μέγα δείκνυσι τὸ κατόρθωμα, μᾶλλον προτρέ‐

### book 164a.3

πων αὐτούς. b(BCE3E4)T

### book 161b.1

ἄλλως· τοίου γὰρ θεράπων〈—ἄριστοσ〉:

### book 161b.2

ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολεμίου λεγόμενα. b(BCE3E4)T

### book 166

οὐκ ἐτάλασσας: οὐχ ὑπέμεινας. | ἀπὸ τούτου καὶ τλήμων

### book 166

ὁ ὑπομενητικός. A

### book 167a1.1

〈στήμεναι ἄντα〉 κατ’ ὄσσε ἰδών: οὐκ ἀντιμαχέ‐

### book 167a1.2

σασθαι, ἀλλ’ οὐδὲ ἀντιβλέψαι. T

### book 167a2.1

οὐ μόνον οὐκ ἀντιστῆναι ἠδυνήθης, φησίν, ἀλλ’ οὐδὲ ἀν‐

### book 167a2.2

τιβλέψαι. b(BCE3E4)

### book 167b

〈δηΐων ἐν ἀϋτῇ:〉 ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ. Til

### book 170-8a1.1

Γλαῦκε, 〈τίη δὲ σὺ τοῖος ἐὼν—μαχέ‐

### book 170-8a1.2

σασθαι〉: οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορηθέντα

### book 170-8a1.3

†ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ. εἶτα (cf. 176—8) δὲ καὶ

### book 170-8a1.4

τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον. b(BCE3E4)T

### book 170-8a2.1

{γλαῦκε τίη δὲ σύ:} πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται, ὡς

### book 170-8a2.2

ὑβρισμένος δὲ ἀγανακτεῖ. A

### book 170a

τίη: Ἀττικῶς διὰ τί. Aint Til

### book 170b

〈ὑπέροπλον:〉 ἀνάρμοστον. Til

### book 171a1

〈ὦ πόποι:〉 παρὰ Ζηνοδότῳ „ὦ πέπον“, οὐ κακῶς. Aim

### book 171a2

Ζηνόδοτος „ὦ πέπον“. Til

### book 171b.1

〈περὶ φρένας ἔμμεναι ἄλλων:〉 ὑπερεῖναι τῶν ἄλ‐

### book 171b.2

λων. Til

### book 172.1

τῶν ὅσσοι Λυκίην 〈ἐριβώλακα ναιετάουσι〉: με‐

### book 172.2

μείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος. A

### book 173a.1

〈νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον

### book 173a.2

ἔειπεσ〉: ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ (sc. 95) κακῶς ἐντεῦθεν

### book 173a.3

μετενήνεκται. A

### book 173b1.1

νῦν δέ σευ: παρὰ Ζηνοδότῳ „νῦν δέ σε“, ἔξω τοῦ

### book 173b1.2

υ. A

### book 173b2

γράφεται „νῦν δέ σευ“. Til

### book 174a.1

με φῄς: ἀξιοῖ ὁ Ἀσκαλωνίτης (p. 56 B.) ἀναγινώσκειν

### book 174a.2

δισυλλάβως ἐπὶ ἀορίστου χρόνου. ὁ μέντοι Ἀλεξίων (fr. 60 B.) μο‐

### book 174a.3

νοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου· διὸ καὶ σὺν τῷ 〈ι〉 γράφεσθαι.

### book 174a.4

τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι· διὸ ἐν τῇ

### book 174a.5

συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου. A

### book 174b1.1

〈με φῄς:〉 οὕτως ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ λέγεις, καὶ

### book 174b1.2

τὸ ι. Aim

### book 174b2

φῄς ἐνεστῶτος. Til

### book 176-8.1

〈ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος—μα‐

### book 176-8.2

χέσασθαι:〉 οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται. Til

### book 176

〈αἰγιόχοιο:〉 γράφεται „ἠέ περ ἀνδρόσ“. Aim

### book 178a.1

ῥηϊδίως, ὁτε δ’ αὐτὸς 〈ἐποτρύνει μαχέσασθαι〉:

### book 178a.2

ὅτι ἀκαταλλήλως καὶ ἰδίως ἐπενήνοχε τὸ ὁτε δ’ αὐτός· ἔδει γὰρ ἢ

### book 178a.3

οὕτως εἰπεῖν ‘τότε δ’ αὐτὸς ἐποτρύνει‘, ἢ προσληπτέον ἔξωθεν τὸ

### book 178a.4

ἔστι〈ν〉 ὥστε γίνεσθαι τὸ πλῆρες ‘ἔστι δ’ ὅτε καὶ αὐτὸς ἐποτρύνει

### book 178a.5

μάχεσθαι‘. A

### book 178b.1

〈ὁτὲ δ’ αὐτός:〉 παρὰ Ἀριστοφάνει „τότε δ’ αὐτόσ“.

### book 178b.2

Aint Til

### book 179-83.1

ἀλλ’ ἄγε δεῦρο〈—θανόντοσ〉: ὅρα, ἃ

### book 179-83.2

ἐπαγγέλ〈λ〉εται καὶ τί μέλλει ποιεῖν. T

### book 181-2.1

〈ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ〉 με‐

### book 181-2.2

μαῶτα 〈/ σχήσω ἀμυνέμεναι〉: τὸ ἑξῆς οὕτως· ἤ τινα καὶ b

### book 181-2.3

(BCE3E4) μεμαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς. b(BCE3E4)T

### book 186-7

ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆοσ〈—κατακτάσ〉: προσ‐

### book 186-7.1

εδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοὺς λόγους, ὡς καὶ αὐτὸς

### book 186-7.2

ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι. ὁ δὲ ἐπιλέλησται μὲν ὧν

### book 186-7.3

αὐτὸς εἶπεν, ἠμέλησε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν

### book 186-7.5

ἐξάγεται. A b (BE3E4)T

### book 187.1

καλά, τὰ Πατρόκλοιο 〈βίην ἐνάριξα κατακτάσ〉:

### book 187.2

οὗτος ἀλαζονεύεται μηδὲν ἀξιόλογον δεδρακώς· διὸ ἐπιμελῶς χαρα‐

### book 187.3

κτηρίζει τοὺς βαρβάρους, τοιούτους παραδιδούς. ἐνταῦθα μὲν οὖν

### book 187.4

ὀρθῶς ἔχει τὰ λεγόμενα, ἀνωτέρω δὲ οὐκέτι· αὐτὸς γὰρ ἦν Ὅμηρος

### book 187.5.1

ἱστορῶν „Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα, / ἕλχ’

### book 187.5.2

ἵν’ ἀπ’ ὤμοιϊν“ (Ρ 125—6). A

### book 189-90a1.1

θέων δ’ ἐκίχανεν ἑταίρους / ὦκα μάλ’ οὔπω

### book 189-90a1.2

τῆλε ποσὶ κραιπνοῖσι μετασπών: τὸ ἑξῆς ἐστι ‘θέων ἐκίχανεν

### book 189-90a1.3

ἑταίρους ὦκα μάλα κραιπνοῖσι ποσὶ μετασπών‘, τουτέστι μετελθὼν

### book 189-90a1.4

αὐτούς, ἀπὸ τοῦ σπέσθαι καὶ ἕπεσθαι, μετ’ αὐτοὺς ἀκολουθήσας. A

### book 189-90a2.1

{ὦκα μάλ’:} ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταίρους οὐ

### book 189-90a2.2

τῆλε. T

### book 190a.1

〈ὦκα μάλ’, οὔ πω τῆλε, ποσὶ κραιπνοῖσι με‐

### book 190a.2

τασπών:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μάλα, τῆλε. Aint

### book 190b.1

οὔπω τῆλε: αὕτη αἰτία ἀποδέδοται τοῦ ὦκα αὐτοὺς

### book 190b.2

κατειλῆφθαι· οὔπω γὰρ ἦσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμένοι. A

### book 190c.1

{ποσὶ κραιπνοῖσι} μετασπών: ὡς καταλαβών· ἔστι γὰρ

### book 190c.2

δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν

### book 190c.3

τόνον ὅτι μὴ μόνη ἡ „ἀέκων“ (Λ 557 al.), περὶ ἧς ζητοῦμεν (sc. Hrd.

### book 190c.4

καθ. 1,472,20). A

### book 190d.1

μετασπών: διώκων. T | τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ· οὐ‐

### book 190d.2

δεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει εἰ μὴ ἡ ἄκων.

### book 190d

b(BCE3)T

### book 191a.1

οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα 〈Πηλεΐδαο〉:

### book 191a.2

ἑάλωκεν οὗτος τῷ ἐξαιρέτῳ τῶν ὅπλων κάλλει καὶ νυνὶ μετὰ πάσης

### book 191a.3

σπουδῆς ἐπείγεται καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν

### book 191a.4

πόλιν πορευθέντες. μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας. A

### book 191b

〈Πηλεΐδαο:〉 ἐν ἄλλῳ „Πηλείωνοσ“. Aim

### book 192.1

στὰς δ’ ἀπάνευθε μάχησ〈—ἔντε’ ἄμειβεν〉:

### book 192.2

ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας τὰ ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν

### book 192.3

ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν

### book 192.4

θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ θέλων τε τοὺς

### book 192.5.1

Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φοβῆσαι. ἅμα δὲ καὶ οὕτως ἀποδί‐

### book 192.5.2

δοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής. b(BCE3E4)T

### book 193

〈προτὶ Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον. Aint

### book 197a.1

γηράς {ἀλλ’ οὐχ ὑιὸς}: ὅτι οὕτως εἰώθασι σχηματίζειν

### book 197a.2

ἀντὶ τοῦ γηράσας. A

### book 197b

γηράς: ἀποκοπὴ τοῦ γηράσας, ὡς „ὑποφθάσ“ (Η 144),

### book 197b.1

„ἐπιπλώσ“ (Ζ 291). b(BCE3E4)T καὶ Κόριννα (fr. 27 P. =

### book 197b.2

P.M.G. 680) „βροντὰσ“ ἀντὶ τοῦ βροντήσας. T τινὲς δὲ ἀπὸ

### book 197b.3

τοῦ γήρημι γηράς, ὡς κίχρημι κιχράς· ὅθεν τὸ „γηράντεσσι τοκεῦσι“

### book 197b.5.1

(Hsd. opp. 188) παρατάσεως μᾶλλόν ἐστιν ἤπερ συντελείας, γηρῶσι

### book 197b.5.2

τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι

### book 197b.5.3

τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως τέθνηκε. καὶ ἐνθάδε τὸ

### book 197b.5.4

γηράς ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας. b(BCE3E4)T

### book 197c.1

ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα: ἡδὺ καὶ T

### book 197c.2

περιπαθὲς τὸ εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν. A T

### book 198-208.1

〈τὸν δ’ ὡς οὖν ἀπάνευθεν〉 ἴδε〈ν〉 νεφεληγε‐

### book 198-208.2

ρέτα Ζεύσ〈—Πηλείωνοσ〉: ἐλέγξαι βουλόμενος τὴν κε‐

### book 198-208.3

νοσπουδίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιή‐

### book 198-208.4

σατο b(BCE4)T (ἐφαίνετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγο‐

### book 198-208.5.1

ρῶν), περιθεὶς δὲ τῷ Διῒ τοὺς λόγους ἀξιοπιστότερον τοῦ βαρβάρου

### book 198-208.5.2

κατηγόρησεν. b(BE4)T

### book 201a.1

ἆ δεῖλ’, 〈οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν〉:

### book 201a.2

σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει μετριάζειν. b

### book 201a.3

(BCE3E4)T

### book 201b.1

ἆ δεῖλ’, 〈οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν〉:

### book 201b.2

ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα. ὁπότε οὖν

### book 201b.3

παρεισῆκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζο‐

### book 201b.4

νείαν, διδάσκει Ὅμηρος καθ’ αὑτὸν ἕκαστον φρονεῖν καὶ μὴ τὰ μείζονα

### book 201b.5

τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι. A

### book 201c

ἆ δείλ’ οὐδέ τί τοι 〈θάνατοσ〉: ζητεῖ ὁ Ἡρωδιανὸς

### book 201c.1

ἐν τῷ πρώτῳ ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου (2,389,12, cf. Did. p. 344 fr. 3 Schm.)

### book 201c.2

περὶ τοῦ ἆ δειλ’, πῶς δεῖ τονίζειν αὐτό, καί φησιν· „πολὺ δὲ πρότερον

### book 201c.3

παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ἆ δείλ’, οὐδέ τί τοι

### book 201c.5.1

θάνατος ἢ „ἆ δεῖλ’, οὐδέ τί τοι θάνατοσ“· τὸ γὰρ πλῆρές ἐστιν ἆ

### book 201c.5.2

δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις

### book 201c.5.3

γὰρ αὐτὸς λέγει „ἆ δειλώ, τί νυ δάκρυ κατείβετον“ (φ 86). περιγέγρα‐

### book 201c.5.4

πται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρα γε οὖν φυλα‐

### book 201c.5.5

χθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας, πε‐

### book 201c.10.1

ριγεγράψεται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο· ἵν’ ἐπιστάμενοι

### book 201c.10.2

ἀναγνῶμεν, ἕν ἐστιν εἰπεῖν· εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ

### book 201c.10.3

ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς

### book 201c.10.4

ἐπὶ τέλους.“ A

### book 201d.1

οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν: ἡ διπλῆ,

### book 201d.2

ὅτι οὕτως εἴρηκεν καταθύμιος ἀντὶ τοῦ κατὰ ψυχήν ἐστιν, οὐ

### book 201d.3

μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον

### book 201d.4

τὸ ἀρεστόν. A

### book 202a1.1

ὃς δή τοι σχεδόν ἐστι: οὐχ οὕτως παρείληπται, ὡς

### book 202a1.2

ἡμεῖς ἐν τῇ συνηθείᾳ τάσσομεν διστακτικῶς τὸ σχεδόν, ἀλλ’ ἀντὶ τοῦ

### book 202a1.3

ἐγγύς. | αἱ δὲ Ἀριστάρχου „ὃς δή τοι σχεδὸν εἶσιν“. A

### book 202a2

Ἀρίσταρχος „εἶσιν“. Aim

### book 202b

〈σχεδόν:〉 ἐπὶ τοῦ χρόνου. Til

### book 204.1

{τοῦ δὴ ἑταῖρον ἔπεφνες} ἐνηέα {τε}: τὸν προσηνῆ, τὸν

### book 204.2

ἐναντίον τῷ ἀπηνεῖ. ὁ δὲ Ζωΐλος (fr. 30 Friedl. = FGrHist 71, 10)

### book 204.3

τὸ ἐν τῇ Ὀδυσσείᾳ „χαίρων οὕνεχ’ ἑταῖρον ἐνηέα λεῦσς’ ἐν ἀγῶνι“

### book 204

(θ 200) ὡς ὄνομα ὑπέλαβεν. A

### book 205-6a.1

τεύχεα δ’ οὐ κατὰ κόσμον〈— / εἵλευ〉: ἰδοὺ

### book 205-6a.2

καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὅπλα. ἄνω (sc. ad Ρ

### book 205-6a.3

125 a) δὲ ἐπιτιμᾷ ὁ Ἀρίσταρχος. A

### book 205-6b.1

ἄλλως· 〈τεύχεα δ’ οὐ— / εἵλευ〉: ἐπεὶ μὴ ἀνελὼν

### book 205-6b.2

τὸν Πάτροκλον τὰ ὅπλα φορεῖ. A

### book 205a.1

οὐ κατὰ κόσμον: τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν ὅρα,

### book 205a.2

πῶς συνελὼν τῷ Διῒ περιέθηκεν. T

### book 205b.1

{τεύχεα δ’} οὐ κατὰ κόσμον: Πηλεῖ γὰρ καὶ τοῖς Πη‐

### book 205b.2

λέως ἐπέβαλεν αὐτὰ φορεῖν, οἷς ἔδωκαν οἱ θεοί (cf. Ρ 195—6). T

### book 207-8a.1

οὔτι μάχης ἐκνοστήσαντι 〈/ δέξεται Ἀνδρο‐

### book 207-8a.2

μάχη κλυτὰ τεύχεα Πηλεΐωνοσ〉: εἰ καὶ ἔμελλε τις τῶν ἀκου‐

### book 207-8a.3

όντων ἀγανακτήσειν ἐπὶ τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς Ἀχιλλέως

### book 207-8a.4

ὅπλοις, μαθὼν ὅτι οὐκ ἐπὶ πολύ, κἂν ἠλέησε τὸν Ἕκτορα. A b (BE3

### book 207-8a.5

E4)T

### book 207-8b.1

〈οὔτι μάχης ἐκνοστήσαντι /〉 δέξεται Ἀνδρομάχη

### book 207-8b.2

〈—Πηλεΐωνοσ〉: πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμφοραῖς

### book 207-8b.3

συναλγοῦν τὸ πρόσωπον. b(BCE3E4)T ἡ φιλανδρία δὲ Ἀν‐

### book 207-8b.4

δρομάχης δείκνυται, εἰωθυίας ὁπλίζειν τὸν Ἕκτορα. b(BE3E4)T

### book 207-8c.1

〈οὔτι μάχης ἐκνοστήσαντι /〉 δέξεται Ἀνδρομάχη

### book 207-8c.2

〈—Πηλεΐωνοσ〉: καὶ τοῦτο ἠθικὸν ὅτι οὐ φθάσει πρὸς τοὺς

### book 207-8c.3

οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ. A

### book 209.1

καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι 〈νεῦσε Κρονίων〉: τρα‐

### book 209.2

γῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει μεγάλων παθῶν νεῦμα. | ἔνευσε νικῆσαι·

### book 209.3

τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο. b(BCE3E4)T

### book 210a.1

Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροΐ: οὐ γὰρ ἰσομεγέ‐

### book 210a.2

θης Ἀχιλλεῖ ὁ Ἕκτωρ. πολλοὶ δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις,

### book 210a.3

Πηλεὺς Ἀχιλλεὺς Πάτροκλος Ἕκτωρ, καὶ πᾶσι ἁρμόζουσι· φύσις

### book 210a.4

γὰρ αὕτη τῶν Ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι. T

### book 210b1.1

δῦ δέ μιν Ἄρης: διὰ τοῦ Διὸς καὶ τῶν ὅπλων. Ἄρης

### book 210b1.2

δὲ πολεμικὴ ἐπιθυμία. T

### book 210b2.1

εἰσῆλθεν εἰς αὐτὸν ὁ Ἄρης b(BCE3) διά τε τὴν Διὸς

### book 210b2.2

ἐπίνευσιν καὶ τῶν ὅπλων χάριν. b(BCE3E4) Ἄρης δὲ πολέμου

### book 210b2.3

ἔρως. b(BCE3)

### book 211a.1

{δεινὸς} Ἐνυάλιος: ὅτι ἐπιθετικῶς ἀπὸ τῆς Ἐνυοῦς

### book 211a.2

πολεμικῆς οὔσης ὁ Ἄρης Ἐνυάλιος, ὡς καὶ „Ἀρήϊοσ“ (cf. Β 698

### book 211a.3

al.) τὶς ἀπὸ τοῦ Ἄρεως, οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν οὐδὲ ὡς

### book 211a.4

Ἀττικοὶ διαφέροντα τοῦ Ἄρεως θεόν τινα. A

### book 211b1.1

ἐνυάλιος: φονικός, παρὰ τὸ †ἐνυώ†· ὅθεν αὐθέντης συν‐

### book 211b1.2

τέθειται. T

### book 211b2.1

φονικός, παρὰ τὸ ἔνω τὸ φονεύω καὶ τὸ †ἅλις†. b(BCE3E4)

### book 211b2.2

ἀπὸ δὲ τοῦ ἔνω καὶ τὸ αὐθέντης συντέθειται. b(BE3)

### book 213-4.1

〈ἰνδάλλετο δέ σφισι πᾶσι / —Πηλεΐωνος:〉

### book 213-4.2

τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αὐτῷ. Aint

### book 213

ἰνδάλλετο: ὡμοιοῦτο. T

### book 214a.1

τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος: αἱ

### book 214a.2

κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος (214), καὶ ἀκόλουθόν

### book 214a.3

ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις κατὰ

### book 214a.4

δοτικὴν ἔχει „μεγαθύμῳ Πηλείωνι“· ᾗ ἀκόλουθόν ἐστι βραχὺ διαστέλ‐

### book 214a.5

λειν ἐπὶ τὸ λαμπόμενος (214). A

### book 214b1.1

〈μεγαθύμῳ Πηλεΐωνι:〉 οὕτως Ἀρίσταρχος κατὰ δο‐

### book 214b1.2

τικήν, ἄλλοι δὲ „μεγαθύμου Πηλείωνοσ“. Aim

### book 214b2

Πηλεΐωνι οὕτως Ἀρίσταρχος. T

### book 214b3.1

μεγαθύμου Πηλεΐωνος: Ἀρίσταρχος „μεγαθύμῳ Πη‐

### book 214b3.2

λεΐωνι“, Ζηνόδοτος „Πηληϊάδεω Ἀχιλῆοσ“. T

### book 215a.1

ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι: προ‐

### book 215a.2

παρασκευή τις ὑπὸ τοῦ ποιητοῦ τῆς μάχης ἔοικε γίνεσθαι. ἅμα δὲ καὶ

### book 215a.3

ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκτορος τὸ καθ’ ἕκαστον ἐνδείκνυσθαι τὴν

### book 215a.4

κτῆσιν τῶν ὅπλων καὶ καταφανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ. b(BCE3E4)

### book 215a.5

T

### book 215b.1

ὤτρυνεν δὲ ἕκαστον 〈ἐποιχόμενος ἐπέεσσι:〉 ἀκό‐

### book 215b.2

λουθον ἦν ὡπλισμένον πολεμεῖν. | καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ

### book 215b.3

Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν

### book 215b.4

κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ. A

### book 215c

〈ὤτρυνεν:〉 Ζηνόδοτος „ὄτρυνεν“. Ail

### book 216-8.1

〈Μέσθλην τε—Χρομίον τε:〉 ἡδέως πάνυ καὶ

### book 216-8.2

ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρήσατο. b(BCE3E4)

### book 216-8

Til

### book 218a1.1

Φόρκυν: ὡς βότρυν, ἀπ’ εὐθείας τῆς εἰς ς ληγούσης.

### book 218a1.2

ἡ μέντοι „Φόρκυνα“ (Ρ 312) αἰτιατικὴ ἀπ’ εὐθείας τῆς εἰς ν. τὸ δὲ

### book 218a1.3

τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων (fr. 42 P.)

### book 218a1.4

ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη, ἡ „Φόρκυς

### book 218a1.5.1

αὖ Φρύγας ἦγε“ (Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ

### book 218a1.5.2

οὐδὲν κατεπείγει. A

### book 218a2.1

{φόρκυν:} ὡς βότρυν. οὐκ ἀναγκαῖον δὲ ἐκτείνει〈ν〉 τὸ

### book 218a2.2

υ· καὶ γὰρ διὰ τὸ μέτρον ἐκτέταται ἐν τῷ „Φόρκυς αὖ Φρύγας ἦγε“. T

### book 218b1.1

{φόρκυν τε} Χρομίον {τε}: ὅτι τὸν ἐν τῷ Διακόσμῳ

### book 218b1.2

(Β 858) Χρόμιν εἰρημένον, „Μυσῶν δὲ Χρόμις ἦρχε“, νῦν Χρομίον

### book 218b1.3

εἴρηκε διὰ τὸ μέτρον. ὁ δὲ Διονύσιος (fr. om. Schm.), εἴ τις ζητοίη,

### book 218b1.4

φησί, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον

### book 218b1.5

〈γ〉ὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον 〈εἰρημένον ὑγιὲς εἶναι〉. A

### book 218b2

„Μυσῶν δ’ αὖ †χρόμιος† ἦρχε καὶ Ἔννομος οἰωνιστήσ“. T

### book 218c.1

〈Ἔννομον οἰωνιστήν:〉 καὶ ἕτερον παραδίδωσιν „Ἔν‐

### book 218c.2

νομον“ (Λ 422) ὑπὸ Ὀδυσσέως ἀνῃρημένον. Aint

### book 220-32a.1

κέκλυτε, μυρία φῦλα〈—ὅσσον ἐμοί περ〉:

### book 220-32a.2

ἐπῆρται πάλιν τῇ εὐτυχίᾳ. b(BCE3E4)T

### book 220-32b

καὶ ἄλλως· ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀντ‐

### book 220-32b.1

αποδίδωσι τοῖς ἐπικούροις τὴν ὕβριν (cf. 221—8). παραβάλωμεν δὲ

### book 220-32b.2

Ἑλληνικῷ βάρβαρον ἦθος· ἄμφω προτρέπουσι τοὺς στρατοὺς ἐπὶ τὴν

### book 220-32b.3

μάχην, Ἕκτωρ καὶ Μενέλαος. ἀλλ’ ὁ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης

### book 220-32b.5.1

εἶπεν, ὁ δὲ „ὦ φίλοι Ἀργείων ἡγήτορεσ“ (Ρ 248)· καὶ ὁ μὲν δημοσίας

### book 220-32b.5.2

τιμῆς καὶ σιτήσεως ὑπομιμνῄσκει (sc. Ρ 250). ὁ δὲ δώρων καὶ ἐδωδῆς

### book 220-32b.5.3

(sc. 225), φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, b(BCE3

### book 220-32b.5.4

E4)T καὶ ἐκτρίβειν τὴν ἀρχήν φησι (cf. 225—6) πρὸς τὸ

### book 220-32b.5.5

τούτων χάρισμα, ὁμολογῶν ὡς ἄκων καὶ μισθῷ προτρέπει. b(BE3E4)

### book 220-32b.10

T ὁ δὲ νέμεσιν προβάλλει (cf. Ρ 254). b(BCE3E4)T

### book 221.1

οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος: ὅτι ἀπὸ τοῦ γάρ

### book 221.2

ἤρξατο, ὡς καὶ ἐπ’ ἐκείνου „ὦ φίλοι, οὐ γάρ τ’ ἴ〈δ〉μεν ὅπῃ ζόφοσ“

### book 221.3

(κ 190). A

### book 221-4.1

πληθὺν διζήμενοσ〈—ὑπ’ Ἀχαιῶν〉: ἐπὶ

### book 221-4.2

σωτηρίᾳ φησὶν ὑμᾶς 〈συν〉ήγαγον, οὐ μεγάλην ἐμαυτῷ σπουδάζων

### book 221-4.3

περιβαλέσθαι τὴν ἀρχήν. T

### book 223-4.1

〈ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια

### book 223-4.2

τέκνα /〉 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν:

### book 223-4.3

ἤτοι ὑποστικτέον Ἀχαιῶν (224) ἢ στικτέον, τοῦ διστιχίου ἢ τοῖς

### book 223-4.4

ἑξῆς 〈ἢ τοῖσ〉 ἐπάνω προσδιδομένου. A

### book 225-6a.1

δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ/ λαούσ〉:

### book 225-6a.2

ἀναγκάζω{ν} αὐτοὺς ὑμῖν διδόναι· „ἵνα μή σε κατατρύχω καὶ

### book 225-6a.3

ἑταίρουσ“ (ο 309). T

### book 225-6b

{τὰ φρονέων δώροισι} κατατρύχω: καταπονῶ, ὑμῖν

### book 225-6b

δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω. A

### book 225-6c1.1

ἄλλως· δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ / λαούσ〉:

### book 225-6c1.2

ὅρα τὸ αἰσχρόν· κατατρύχειν τοὺς ὑπηκόους φησίν, ἵνα ἐκ τούτων

### book 225-6c1.3

εὐπορῶσιν οἱ σύμμαχοι. ὁ δὲ ὁμολογῶν ὅτι ἄκων δίδωσιν, ὁμολογεῖ

### book 225-6c1.4

καὶ ἄχθεσθαι τοῖς λαμβάνουσιν. T

### book 225-6c2.1

καὶ ὁμολογεῖ ἄχθεσθαι τοῖς λαμβάνουσι, λέγων ὅτι ἐκ τοῦ

### book 225-6c2.2

λαοῦ ὧν εὐποροῦσιν αὐτοῖς ἡ εὐπορία γίνεται. b(BCE3E4)

### book 225-6c3.1

ἄλλως· ὅρα τὸ αἰσχρόν· κατατρύχεσθαί φησι τοὺς

### book 225-6c3.2

Τρῶας εἰς τὴν τῶν συμμάχων δια{σ}τροφήν. A

### book 226

〈ἀέξω:〉 ἀγάλλω, λαμπρύνω. Til

### book 227a.1

〈τῶ τις νῦν〉 ἰθὺς τετραμμένος 〈ἢ ἀπολέσθω〉:

### book 227a.2

ὅρα τὴν εὐήθειαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν, ἃς παρέσχεν αὐτοῖς, ἀντι‐

### book 227a.3

δοῦναι τὰς ψυχάς. A b (BCE3E4)T

### book 227b

{τῶ τις νῦν} ἰθύς: κατ’ εὐθὺ τῶν πολεμίων. A

### book 227-8.1

ἢ ἀπολέσθω / ἠὲ σαωθήτω: ὡς χαλεπαίνων τῷ

### book 227-8.2

ἀδήλῳ τῆς τύχης τὴν χείρω ἐλπίδα προὔθηκεν. b(BCE3E4)T

### book 228a.1

ἡ γὰρ πολέμου ὀαριστύς: ὀαρίζειν κυρίως ἐστὶ τὸ

### book 228a.2

ὁμιλεῖν· νῦν δὲ μεταφορικῶς· ‘τίς ἡ πολέμου ὁμιλία;‘ ἢ ὄλεθρος ἢ σω‐

### book 228a.3

τηρία. | ὁ δὲ λόγος· αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν·

### book 228a.4

οὕτως δεῖ ἀναστρέφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν· αὕτη γὰρ καὶ

### book 228a.5

ἀρετὴ πολεμούντων. A

### book 228b

〈ὀαριστύς:〉 συμβολή. Til

### book 229

〈τεθνειῶτα:〉 διὰ τοῦ η Aim Til Ἀρίσταρχος. Aim

### book 230.1

εἴξῃ δέ οἱ Αἴας: ἐμφαντικῶς· οὐ γὰρ εἶπε ‘κρατήσει

### book 230.2

Αἴαντοσ‘, ‘εἴξει‘ δὲ μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν

### book 230.3

τοῦτον, καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου (cf.

### book 230.4

Η 244—72) καὶ τῆς τοῦ λίθου βολῆς (cf. Ξ 409—20). b(BCE3E4)T

### book 231a1.1

〈ἥμισυ τῶν ἐνάρων:〉 Ἀρίσταρχος κατὰ δοτικὴν

### book 231a1.2

„ἥμισυ τῷ ἐνάρων“. Aim

### book 231a2

γράφεται „τῷ“. T

### book 231b.1

{ἥμισυ} τῶν ἐνάρων: οὕτως „τῷ“ Ἀρίσταρχος κατὰ

### book 231b.2

δοτικήν, τῷ ἐρυσ{σ}αμένῳ. | ἐνάρων δὲ λέγει ὧν περιέκειτο. A

### book 233a.1

〈βρίσαντες:〉 στῖφος ποιήσαντες, συνασπίσαντες, b

### book 233a.2

(BCE3E4)Til εἰς τὸ αὐτὸ πάντες ὁρμήσαντες. b(BCE3E4)

### book 233b.1

{οἱδ’ ἰθὺς δαναῶν} βρίσαντες: ἑαυτοὺς καταβαρύναντες,

### book 233b.2

στῖφος ποιήσαντες καὶ στερεώσαντες. A

### book 234-5.1

〈μάλα δέ σφισιν ἔλπετο θυμός /〉 νεκρὸν 〈ὑπ’

### book 234-5.2

Αἴαντοσ〉 ἐρύειν: οὐκ ἀπεοικὸς μὲν τὸ ἐλπίσαι ταῦτα τοὺς Τρῶας.

### book 234-5.3

ὅρα δέ, πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν Αἴαντα. b

### book 234-5.4

(BCE3E4)T

### book 234a1.1

〈ἔλπετο:〉 οὕτως Ἀριστοφάνης διὰ τοῦ ε. γράφεται καὶ

### book 234a1.2

διὰ τοῦ η. Aim

### book 234a2

„ἤθελε {θυμόσ}“. Ἀριστοφάνης δὲ ἔλπετο γράφει. Til

### book 236a.1

νήπιοι: ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων,

### book 236a.2

διὰ τούτου προαναφωνεῖ τὸ ἐσόμενον εἰς ἐπιθυμίαν τῶν ἀκουόντων.

### book 236a.3

b(BCE3E4)T

### book 236b

〈πολέσσιν:〉 ἀντὶ τοῦ πολλῶν. Til

### book 237.1

καὶ τότ’ ἄρ’ Αἴας 〈εἶπε βοὴν ἀγαθὸν Μενέλαον〉:

### book 237.2

ὅτι A ἡ πρός ἐλλείπει, A Til ἵν’ ᾖ προσεῖπε τὸν Μενέλαον.

### book 237.3

καὶ ἐν Ὀδυσσείᾳ (ψ 91) „ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν

### book 237.4

εἴποι“, προσείποι. A

### book 238-45a1.1

〈οὐκέτι νῶϊ /〉 ἔλπομαι αὐτώ περ〈—

### book 238-45a1.2

ἀκούσῃ〉: τὸ Περιπατητικὸν δόγμα πρῶτος Ὅμηρος οἶδεν ὅτι οὐκ

### book 238-45a1.3

ἀπαθὴς ὁ ἐνάρετος· ὁμολογεῖ μὲν γὰρ δεδιέναι ὁ Αἴας, ἀλλὰ οὐ φεύγει,

### book 238-45a1.4

συμμαχίαν δὲ αἰτεῖ. T

### book 238-45a2.1

τὸ Περιπατητικὸν δόγμα οἶδεν ὁ ποιητὴς πρῶτος ὅτι

### book 238-45a2.2

οὐδὲ αὐτὸς ὁ ἐνάρετος ἄφοβος οὐδὲ ἀπαθής· ὁ γὰρ Αἴας οὐ φεύγει,

### book 238-45a2.3

ἀλλ’ ὁμολογεῖ δεδιέναι καὶ συμμαχίαν αἰτεῖ. b(BCE3E4)

### book 238-45b.1

〈οὐκέτι νῶϊ—ἀκούσῃ:〉 Ἑλληνικῶς καὶ ἐπιεικῶς

### book 238-45b.2

οὐδὲν μεγαληγορεῖ ὡς οἱ βάρβαροι. Aim

### book 240-3.1

οὔτι τόσον νέκυος περιδείδια〈—καλύ‐

### book 240-3.2

πτει〉: καὶ δὴ οἱ δημοτικοί φασιν· „εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε

### book 240-3.3

〈δαμῆναι〉“ (Ρ 421). T ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν

### book 240-3.4

ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει. ἢ τάχα

### book 240-3.5

τὸν ἀκροατὴν ἐγείρων ὁ ποιητὴς καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶν‐

### book 240-3

τα παρίστησιν. b(BCE3E4)T

### book 240a.1

νέκυος ΠΕΡΙΔΕΙΔΙΑ Πατρόκλοιο: ὅτι ἄδηλον, πό‐

### book 240a.2

τερον περὶ νέκυος Πατρόκλου ἢ περὶ Πατρόκλου τοῦ νέκυος γεγονό‐

### book 240a.3

τος. A

### book 240b1.1

νέκυος ΠΕΡΙΔΕΙΔΙΑ: κατὰ Ἀρίσταρχον ἀναστρε‐

### book 240b1.2

πτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστι περὶ νέκυος. ὁ δὲ Ἀσκαλωνίτης

### book 240b1.3

(p. 56 B.) ὑφ’ ἕν. T

### book 240b2.1

ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὅπως τὸ ἑξῆς γένηται

### book 240b2.2

περὶ νέκυος. A

### book 242a1.1

ὅσσον ἐμῇ κεφαλῇ 〈περιδείδια〉: ἐνθάδε οὐκ ἀνα‐

### book 242a1.2

στρεπτέον τὴν πρόθεσιν, ἐπεὶ δοκεῖ ἀντὶ τῆς ὑπέρ κεῖσθαι, | καὶ ἐνηλ‐

### book 242a1.3

λάχθαι πτῶσις· ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς· διὸ καὶ σημεῖον

### book 242a1.4

παράκειται. A

### book 242a2.1

ἡ περί ἀντὶ τῆς ὑπέρ, | ἵν’ ᾖ b(BCE3)T ὑπὲρ τῆς

### book 242a2.2

ἐμῆς κεφαλῆς· b(BCE3E4)T διὸ καὶ σημεῖον παράκειται. T

### book 242a3

οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν. Aint

### book 242b

〈ἐμῇ κεφαλῇ περιδείδια:〉 ὅτι ἐνηλλάγη ἡ πτῶσις. Ail

### book 243-4a1

〈ἐπεὶ〉 πολέμοιο νέφος 〈περὶ πάντα καλύ‐

### book 243-4a1.1

πτει /〉 Ἕκτωρ: ὁ κίνδυνος τοῦ πολέμου. | ἄλλως· ἐπεὶ ὁ Ἕκτωρ τὸ

### book 243-4a1.2

νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περι‐

### book 243-4a1.3

καλύπτει. | ἄλλως· ἐπεὶ ὡς νέφος ὁ Ἕκτωρ πάντα περικαλύπτει. νέ‐

### book 243-4a1.5

φος (243) δὲ οὐκ οὐράνιον, ἀλλὰ πολέμου. T

### book 243-4a2.1

ἐπεὶ ὡς νέφος πολέμου ὁ Ἕκτωρ πάντα καλύπτει. | ἢ ἐπεὶ

### book 243-4a2.2

ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν

### book 243-4a2.3

ἡμᾶς περικαλύπτει. b(BCE3)

### book 245a1.1

ἤν τις ἀκούσῃ: ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλε‐

### book 245a1.2

μον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων·

### book 245a1.3

b(BCE3E4)T ὃ καὶ ἄμεινον. b(BE3E4)T

### book 245a2.1

{ἀλλ’ ἄγ’ ἀριστῆας δαναῶν κάλει ἥ τις ἀκούση:} δύναται

### book 245a2.2

μὲν λέγειν, ἐάν τις ἀκούσῃ διὰ τὸν κτύπον καὶ θόρυβον. δύναται δὲ καὶ

### book 245a2.3

οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μὴ καταπτήξῃ. A

### book 248-55.1

ὦ φίλοι, Ἀργείων 〈ἡγήτορες—γενέσθαι〉:

### book 248-55.2

τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε

### book 248-55.3

μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλληνικὴν σύνεσιν· τὸ

### book 248-55.4

γὰρ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τροφὴν ἐγκαλέσας (cf. Ρ 225—6)

### book 248-55.5.1

ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ Μενέλαος τιμῆς αὐτοὺς ὑπομνήσας

### book 248-55.5.2

b(BCE3E4)T ἧς ἐτύγχανον παρὰ τῷ βασιλεῖ (cf. 249—51), T

### book 248-55.5.3

προὐτρέψατο. b(BCE3E4)T

### book 248.1

ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: κἀν‐

### book 248.2

ταῦθα τὸ Ἑλληνικὸν δείκνυται· οὐ γὰρ κατ’ ἄνδρα κληθέντες οὐδὲ

### book 248.3

κατὰ πρόσωπον διαιρεθέντες συνέρχονται (cf. Ρ 256—61), ἀλλ’

### book 248.4

ὁμοῦ πάντες· ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον

### book 248.5

ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας. A

### book 250a.1

δήμια πίνουσιν: πρὸς τὴν ἀποστροφήν· οὐ γὰρ εἶπε

### book 250a.2

πίνετε. | δήμια δὲ τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασι‐

### book 250a.3

λεῦσιν. A

### book 250b

δήμια: τὰ ἐκ τῶν κοινῶν καὶ δημοσίων χρημάτων χορη‐

### book 250b

γούμενα. b(BCE3)T

### book 250c

〈ἕκαστος:〉 ἔν τισι διὰ τοῦ α, „ἕκαστα“. Aim

### book 251a.1

〈ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ:〉 παρὰ τὸ „ἐκ

### book 251a.2

δὲ Διὸς βασιλῆεσ“ (Hsd. th. 96). Aim

### book 251b

〈τιμή:〉 τιμὴ καὶ γέρας βασιλέων. Til

### book 253

〈τόσση:〉 θαυμαστικῶς, οἷον μεγάλη. Aim

### book 254

〈αὐτός:〉 αὐτόματος. Til

### book 255.1

Πάτροκλον Τρῳῇσι κυσὶν 〈μέλπηθρα γενέσθαι〉:

### book 255.2

αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν, ‘αἰδέσθητε Πάτροκλον

### book 255.3

ὑπὸ κυνῶν σπαραχθῆναι‘, οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβών,

### book 255.4

οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον, A b (BCE3E4)T

### book 255.5.1

ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ πρὸς πᾶσαν λοιδο‐

### book 255.5.2

ρίαν, „Ἑλένη, τί σοι λέγοιμ’ ἄν;“ (Eur. Or. 81). AT

### book 256.1

〈Ὀϊλῆος ταχὺς Αἴας:〉 προπετὴς οὗτος καὶ ταχὺς τὴν

### book 256.2

γνώμην. b(BCE3E4)Til

### book 260-1.1

〈τῶν δ’ ἄλλων〉 τίς κεν ᾗσι φρεσὶν〈—

### book 260-1.2

Ἀχαιῶν〉: ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν. T

### book 260a.1

τῶν δ’ ἄλλων: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέ‐

### book 260a.2

τηκεν. οὐδὲν δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλ’ αὔξουσι τὸ μέγεθος τῆς

### book 260a.3

ὑπὲρ Πατρόκλου μάχης. A

### book 260b.1

〈τίς κεν ᾗσι φρεσίν:〉 ἐν ἄλλῳ „τίς χ’ ᾗσιν ἐνὶ φρε‐

### book 260b.2

σίν“. Aim

### book 262

〈προὔτυψαν:〉 προενέσεισαν. Til

### book 263-5.1

ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι〈—ἁλὸς ἔξω〉: οὐ

### book 263-5.2

μόνον ῥεύματι ποταμοῦ οὐδὲ κύματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλ’

### book 263-5.1

ἄμφω συνέπλεξε. καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον πο‐

### book 263-5.2

ταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχόμενον καὶ τὰς ἑκατέρωθεν

### book 263-5.5.1

τοῦ ποταμοῦ θαλασσίας ἠϊόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκ‐

### book 263-5.5.2

τάσεως τοῦ βοόωσιν (265). b(BCE3E4)T αὕτη ἡ εἰκὼν

### book 263-5.5.3

Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου

### book 263-5.5.4

τὸ ἀκουόμενον παρέστησε. δεικτικὸν δὲ καὶ τὸ ἐρευγομένης (265).

### book 263-5.5.5

τὸ δὲ ἔξω (265) τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ.

### book 263-5.10

b(BE3E4)T

### book 263a.1

προχοῇσι διϊπετέος ποταμοῖο: προχοὰς Ὅμηρος

### book 263a.2

λέγει τὰς εἰς θάλασσαν προχύσεις τῶν ποταμῶν, αὐτὰ τὰ στόματα.

### book 263a.3

διϊπετέος δὲ διοπετοῦς· οἱ γὰρ ὄμβροι ἀπὸ Διός. A

### book 263b

〈προχοῇσι:〉 εἰς θάλασσαν ἐκροαῖς. Til

### book 263c.1

διϊπετέος: ἐξ ὄμβρου συγκειμένου. μεγαλοφυῶς δὲ οὐδένα

### book 263c.2

παρελάμβανε τῶν ἀενάων ποταμῶν (ἠρεμαιότεροι γὰρ οὗτοι), ἀλλὰ

### book 263c.3

χειμάρρουν πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ ἐπι‐

### book 263c.4

δεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν

### book 263c.5

τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ „βοόωσιν“ (Ρ 265). b(BCE3E4)T

### book 264a.1

βέβρυχεν: ὠνοματοπεποίηται ἡ λέξις. ποτὶ ῥόον δὲ

### book 264a.2

ἀντὶ τοῦ ἀντιπῖπτον πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ. b(BE3E4)T

### book 264b1

〈βέβρυχεν:〉 ἐν τῇ κατὰ Ἀριστοφάνη „βεβρύχῃ“. Aim

### book 264b2

Ἀριστοφάνης δὲ „βεβρύχῃ“ γράφει. T

### book 265.1

ἠϊόνες βοόωσιν: Σόλωνά φασι τὸν νομοθέτην, μιμησά‐

### book 265.2

μενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν, ἐνθάδε γενόμενον Ab (BE3E4)

### book 265.3

T καὶ προσ〈σ〉χόντα τῷ στίχῳ σφόδρα κατ’ εὐταξίαν ἐπιτετευγ‐

### book 265.4

μένῳ A T διαπορῆσαι καὶ θαυμάσαντα κατακαῦσαι τὰ ἴδια

### book 265.5.1

σκέμματα· τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ βοόωσιν

### book 265.5.2

ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν. A b (BE3E4)T καὶ

### book 265.5.3

ἀλλαχοῦ χρῆται τῇ λέξει „οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ“ (Ξ

### book 265.5.4

394). A T

### book 268a.1

φραχθέντες σάκεσιν 〈χαλκήρεσιν〉: ὡς τὸ „φράξαν‐

### book 268a.2

το δὲ νῆας / ἕρκεϊ χαλκείῳ“ (Ο 566—7). T

### book 268b

〈φραχθέντες:〉 Ζηνόδοτος „ἀρθέντεσ“. Aim T

### book 268-70.1

ἀμφὶ δ’ ἄρα σφι / λαμπρῇσιν κορύθεσσι Κρο‐

### book 268-70.2

νίων ἠέρα πολλήν / χεῦε: ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται

### book 268-70.3

πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος „αἱματοέσσας δὲ ψιάδασ“ (Π

### book 268-70.4

459). A b (BCE3E4)T καίτοι δὲ ὑπεσχημένος Ἕκτορι „ἀτάρ

### book 268-70.5.1

τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω“ (Ρ 206), νῦν φαίνεται κηδόμενος

### book 268-70.5.2

τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ δι’ ὅλης τῆς ποιήσεως εὑρίσκεται. b

### book 268-70.5.3

(BCE3E4)T

### book 270

〈ἤχθαιρε:〉 Ἀρίσταρχος διὰ τοῦ ε, „ἔχθαιρε“. Aim

### book 272a.1

μίσησεν δ’ ἄρα 〈μιν δηΐων κυσὶ κύρμα γενέσθαι〉:

### book 272a.2

πιθανὴ ἡ προαναφώνησις, ἵνα μαθόντες τὸ πέρας ἀνεχώμεθα τῶν

### book 272a.3

κινδύνων. T

### book 272b.1

μίσησεν δ’ ἄρα μιν〈—γενέσθαι〉: ἰδίως κέχρη‐

### book 272b.2

ται τῇ λέξει καὶ ἅπαξ γε νῦν μόνον. λέγει δὲ ‘μισητὸν ἡγήσατο ἐγκύ‐

### book 272b.3

ρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον‘. A

### book 272c.1

ἄλλως· μίσησεν: μισητὸν ἡγήσατο. καινῶς δὲ ἔφρασεν

### book 272c.2

ὅτι καταβρωθῆναι κυσὶν αὐτὸν οὐκ ἠθέλησεν. b(BCE3E4)T

### book 273

〈ἑταίρους:〉 ἐν ἄλλῳ „{ὦρσεν} Ἀχαιούσ“. Aim

### book 277.1

ἀλλὰ νέκυν ἐρύοντο: μικροψυχίας κατηγόρημα, εἰ τῆς

### book 277.2

τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες (cf. Ρ 276), διὰ τὸ ἑλκύ‐

### book 277.3

σαι τὸν νεκρόν. b(BCE3E4)T

### book 278a

〈ἀπέσσεσθαι:〉 ἀφίστασθαι. Aa

### book 278b

〈ἐλέλιξεν:〉 προετρέψατο. Aa

### book 279.1

〈ἔργα τέτυκτο:〉 οὕτως Ἀρίσταρχος 〈ἔργα〉 τέτυκτο.

### book 279.2

ἄλλοι „〈ἔργ’〉 ἐτέτυκτο“. Aa

### book 281-2a.1

συῒ 〈ε〉ἴκελος 〈... / καπρίῳ〉: εὖ τὸ μὴ λέοντα πα‐

### book 281-2a.2

ραλαβεῖν, ἀλλὰ κάπρον ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυ‐

### book 281-2a.3

γαῖς στρέφεσθαι πυκνῶς καὶ τοὺς διώκοντας ἀναιρεῖν. b(BCE3E4)T

### book 281-2a.4

καὶ ἀλλαχοῦ φησι „ταρφέα{ς} τε στρέφεται στίχας ἀνδρῶν πειρη‐

### book 281-2a.5

τίζων“ (Μ 47). T

### book 281b.1

ἄλλως· οὗτος γὰρ τάχιστα μεταστρέφεται ἐν ταῖς πλη‐

### book 281b.2

γαῖς. T

### book 281c

〈συῒ ... / καπρίῳ:〉 τῷ γένει τὸ εἶδος ἐπήνεγκεν. Aa

### book 285a1.1

〈ῥεῖα μετεισάμενος Τρώων ἐσκέδασσε φάλαγ‐

### book 285a1.2

γας:〉 τὸ ῥεῖα εἰς τὸ ἐσκέδασ〈σ〉ε. Aa

### book 285a2

ῥεῖα ἐσκέδασεν. Til

### book 285b

〈μετεισάμενος:〉 μετελθών, μεθορμήσας. Aa

### book 286.1

οἳ περὶ Πατρόκλῳ〈—βέβασαν〉: ἀντὶ τοῦ ‘τῶν περὶ Πατρόκλῳ‘. ἢ

### book 286.2

ὅμοιόν ἐστι τῷ „ἐκίνηθεν δὲ φάλαγγες / ἐλπόμενοι παρὰ ναῦφι“ (Π

### book 286.3

280—1). T

### book 290a.1

δησάμενος 〈τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένον‐

### book 290a.2

τασ〉: †ἐνεργὴς† καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλη‐

### book 290a.3

σιάζειν τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμμένως· διὸ καὶ κατὰ κε‐

### book 290a.4

φαλῆς πλήσσεται. b(BCE3E4)T

### book 290b.1

〈δησάμενος τελαμῶνι〉 παρὰ σφυρὸν 〈ἀμφὶ τέ‐

### book 290b.2

νοντασ〉: ἡ παρά πρὸς τὸ δησάμενος. ὁ δὲ Ἕκτωρ περὶ ταῦτα

### book 290b.3

τέτρηται (cf. Χ 396—7). T

### book 292.1

ἱεμένῳ {περ}: Ἀρίσταρχος „ἱεμένων“ διὰ τοῦ ν, πληθυντι‐

### book 292.2

κῶς. T

### book 295.1

〈ἤρικε:〉 ἐνεργητικὸν ἀντὶ παθητικοῦ. σημαίνει δὲ τὸ

### book 295.2

διεκόπη. Aa

### book 297.1

παρ’ αὐλόν: τινὲς τὸ ξύλον τοῦ δόρατος, ἐπεὶ καὶ τὰς αἰγα‐

### book 297.2

νέας „δολιχαύλουσ“ (ι 156) φησίν. οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ

### book 297.3

αἵματος, ὡς ἐκεῖ ἄνω πηδήσαντος τοῦ ἐγκεφάλου. b(BCE3E4)T

### book 297.4

καὶ ἀλλαχοῦ „αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν“ (χ 18). παρα‐

### book 297.5.1

κεκινδυνευμένον δέ τι ἐξενήνοχε. T θέλει δὲ εἰπεῖν ὅτι ἐκράθη ὁ

### book 297.5.2

ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ ἔφη αὐτὸν αἱματόεντα (cf. Ρ 298).

### book 297.5.3

b(BCE3E4)T

### book 298.1

αὖθι: παρὰ τῷ Πατρόκλῳ πρίν τι δρᾶσαι, πρὶν ἑλκύσαι.

### book 298.2

b(BCE3E4)T

### book 300.1

〈ὁ δ’〉 ἄγχ’ 〈αὐτοῖο πέσε πρηνὴσ〉 ἐπὶ νεκρῷ: ἐναν‐

### book 300.2

τίον τῷ ἄγχι τὸ ἐπί. ἢ ἀντὶ τῆς παρά. b(BCE3)T

### book 301a1.1

〈τῆλ’ ἀπὸ〉 Λαρίσης: οὐ τῆς ἐν Τροίᾳ· οὐ γὰρ ἂν εἴρη‐

### book 301a1.2

κε τῆλε. ἀλλ’ ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ, ἣ ἀπέχει χιλίους

### book 301a1.3

διακοσίους σταδίους τῆς Ἰλίου. φασὶ τὴν Φρικωνίδα Λάρισσαν. T

### book 301a2.1

{λάσισσα:} ἐν Κύμῃ, ἡ ἀπέχουσα †χιλίων σταδίων† τῆς

### book 301a2.2

Ἰλίου. Aa

### book 301b.1

〈Λαρίσης:〉 ἑτέρα ἐστὶν αὕτη ἡ πόλις παρὰ τὴν Θεσσα‐

### book 301b.2

λικήν. Aa

### book 301-3.1

οὐδὲ τοκεῦσι 〈/ θρέπτρα—δαμέντι〉: οἰκτί‐

### book 301-3.2

σατο περὶ τὴν διήγησιν ἱκανῶς. T

### book 302

〈θρέπτρα:〉 σὺν τῷ ρ γραπτέον καὶ παροξυτονητέον. Til

### book 306-7.1

〈Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων

### book 306-7.2

ὄχ’ ἄριστον: καὶ ἄλλος „Περιμήδεος υἱός, / ἀρχὸς Φωκήων“ (Ο

### book 306-7.3

515—6) T

### book 307

〈ἐν κλειτῷ Πανοπῆϊ:〉 ἐν τῷ ἐνδόξῳ Πανοπεῖ. Til

### book 309.1

〈τὸν βάλε:〉 πολλὴ ἡ ποικιλία· νῦν γὰρ †προεῖπε† τοῦ θα‐

### book 309.2

νάτου τὸ γένος (sc. Ρ 306—8), ἄνω (sc. Ρ 294—303) δὲ τὸ ἐναντίον.

### book 309.3

b(BCE3E4)T

### book 310a.1

〈νείατον ὦμον:〉 τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς

### book 310a.2

„νειαίρῃ δ’ ἐν γαστρί“ (Ε 539). b(BCE3)Til

### book 310b

〈ἀνέσχε:〉 ἀνετάθη, διεκπετάσθη. Aa

### book 312.1

〈Φόρκυνα:〉 Φόρκυν〈α〉 ἀπὸ τῆς „Φόρκυν“ (Ρ 218.

### book 312.2

318). Til

### book 313a

〈Ἱπποθόῳ περιβάντα:〉 ὅτι πρὸς δοτικήν. Til

### book 313b1

μέσην ... γαστέρα: τὸν ὀμφαλόν. b(BCE3E4)T

### book 313b2

〈μέσην κατὰ γαστέρα:〉 παρὰ τὸν ὀμφαλόν. Aa

### book 314

θώρηκος γύαλον: κατὰ περίφρασιν τὸν θώρακα. T

### book 314-5.1

διὰ δ’ ἔντερα χαλκὸς 〈/ ἤφυσε〉: παράδοξον τὸ

### book 314-5.2

διὰ τῆς ἐπιφανείας τοῦ σώματος προχυθῆναι ἔντερα, τὸ δὲ διὰ τοῦ

### book 314-5.3

θώρακος πολὺ θαυμασιώτερον· ἐννόησον γάρ, οἵα ἡ θεωρία. b(BCE3

### book 314-5.4

E4)T

### book 315

〈ἤφυσε:〉 ἀντὶ τοῦ ἤντλησεν ἐμφαντικῶς. Aa

### book 317-8.1

ἐρύσαντο δὲ νεκρούς 〈/ Φόρκυν θ’ Ἱππόθοόν

### book 317-8.2

τε〉: πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες

### book 317-8.3

σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων νεκρῶν ἠμέλουν. b(BCE3E4)T

### book 321.1

καὶ ὑπὲρ Διὸς αἶσαν: ἀντὶ τοῦ γνώμην Διός· ὀργιζομέ‐

### book 321.2

νου γὰρ Ἀχιλλέως τιμᾶν ἤθελε Τρῶας, ὡς δι’ Ἴριδος ὑπέσχετο· b

### book 321.3

(BCE3E4)T „δύῃ τ’ ἠέλιοσ“ (Λ 194 = 209). καὶ „ἀτάρ τοι νῦν

### book 321.4

γε μέγα κράτος ἐγγυαλίξω“ (Ρ 206). T

### book 324.1

κήρυκι: διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. | τὸ δὲ ἨΠΥ‐

### book 324.2

ΤΙΔΗΙ τινὲς πατρωνυμικῶς. ἀλλ’ ἀπὸ τοῦ Ἠπύτης Ἠπυτάδης ἦν.

### book 324.3

ἔστιν οὖν παράγωγον ἀπὸ τοῦ „ἠπύτα κῆρυξ“ (Η 384). b(BCE3)T

### book 325.1

〈κηρύσσων γήρασκε, φίλα φρεσὶ μήδεα εἰδώς:〉

### book 325.2

ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ. b(BCE3E4)Til

### book 327a.1

καὶ ὑπὲρ θεόν: ἀπέφυγε τὸ κοινὸν τὸ εἰπεῖν ‘καὶ ἐναν‐

### book 327a.2

τιουμένου θεοῦ‘. προτρεπτικὸς δ’ ὁ λόγος καὶ ἐλεγκτικός. b(BCE3E4)

### book 327a.3

T

### book 327b

〈ὑπὲρ θεόν:〉 θεοῦ μὴ βουλομένου. Aa

### book 328-30a.1

ὡς δὴ ἴδον ἀνέρασ〈—ἔχοντασ〉: ἀξιόπι‐

### book 328-30a.2

στος ὁ λόγος περικείμενος κήρυκος προσώπῳ· πλάνητες γὰρ οὗτοι

### book 328-30a.1

καὶ πολλὰ ἱστορηκότες. ἑώρακα οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ

### book 328-30a.2

τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας

### book 328-30a.5

τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται. b(BCE3E4)T

### book 328-30b.1

〈ὡς δὴ ἴδον—ἔχοντας:〉 ὡς ἐγὼ ἄλλους εἶδον

### book 328-30b.2

τῷ ἰδίῳ σθένει πεποιθότας καὶ τῇ ἠνορέῃ καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον

### book 328-30b.3

που εἴη, καὶ εἰ ἔλαττον εἴη τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ

### book 328-30b.4

οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς. Aa

### book 330.1

πλήθεΐ τε σφετέρῳ: τῷ ἰδίῳ πλήθει, Aa b(BCE3)T

### book 330.2

οὐκ ἐπικουρικῷ. Aa b(BCE3E4)T τὸ δὲ ὑπερδέα σφόδρα

### book 330.3

ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομά‐

### book 330.4

ζειν. Aa b(BCE3)T τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου· δείκνυται

### book 330.5.1

Aa b(BCE3E4)T ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ

### book 330.5.2

τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομέ‐

### book 330.5.3

νους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ. Aa b(BCE3)T

### book 332.1

ἄσπετον: μέγα· ᾧ οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ

### book 332.2

μέγεθος. Aa b(BCE3E4)T

### book 334a.1

ἔγνω ἐσάντα ἰδών: ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν

### book 334a.2

Ἀφροδίτην (cf. Γ 396—8). | ἐσάντα {ἰδὼν} ἀντὶ τοῦ ἄντικρυς. T

### book 334b.1

〈μέγα δ’ Ἕκτορα εἶπε βοήσας:〉 πρὸς τὸν Ἕκτορα.

### book 334b.2

Aa

### book 338-40.1

〈ἀλλ’ ἔτι γάρ τίς φησι—τῷ ῥ’ ἰθὺς Δανα‐

### book 338-40.2

ῶν ἴομεν:〉 ὁ ἀλλά (338) πρὸς τὸ 〈τῷ ῥ’〉 ἰθὺς Δαναῶν (340).

### book 338-40

Til

### book 339.1

〈ὕπατον μήστωρα μάχης:〉 μέγιστον ποιητὴν b(BCE3

### book 339.2

E4)Til καὶ τεχνίτην τῆς μάχης. b(BCE3E4)

### book 340

〈ἰθὺς Δαναῶν:〉 ἐπ’ εὐθείας Aa Til | ὡς αὐτούς. Til

### book 341

〈πελασαίατο:〉 προσαγάγοιεν. Aa

### book 348

〈Ἀπισάονα:〉 †ἀπίθανον†. τινὲς οὕτως. Til

### book 351.1

〈καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι:〉

### book 351.2

προσυνίστησι τὴν παραποτάμιον μάχην (cf. Φ 139—208). Til

### book 354a.1

〈ἔρχατο:〉 συνειρμένοι ἦσαν, παρὰ τὸ εἴρω τὸ συμπλέκω·

### book 354a.2

διὸ ψιλώσομεν τὴν λέξιν. b(BCE3E4)

### book 354b

〈ἔρχατο:〉 περιπεφραγμένοι ἦσαν. Aa

### book 358.1

οὔτε τινὰ προμάχεσθαι 〈Ἀχαιῶν ἔξοχον ἄλλων〉:

### book 358.2

καὶ Νέστωρ τοῦτο παραινεῖ· „μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι

### book 358.3

πεποιθώς / οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι“ (Δ 303—4)·

### book 358.4

καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν

### book 358.5

τάξιν. b(BCE3E4)T

### book 359.1

〈βεβάμεν:〉 ἀντὶ τοῦ βεβάναι, Aa Til ἀπαρέμφατον.

### book 359.2

Til

### book 360

〈ὥς:〉 τῷ προνοεῖσθαι τῶν ἑταίρων. Til

### book 361a.1

〈τοὶ δ’ ἀγχηστῖνοι ἔπιπτον:〉 οὗτοι δὲ ἐπάλληλοι,

### book 361a.2

πυκνοὶ ἔπιπτον. Aa

### book 361b

〈ἀγχηστῖνοι:〉 ἐγγὺς ἀλλήλων. Til

### book 363.1

καὶ Δαναῶν: ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν

### book 363.2

Δαναῶν πίπτειν. T

### book 364.1

〈παυρότεροι δὲ πολὺ φθίνυθον:〉 Ζηνόδοτος τοῦτον

### book 364.2

καὶ τὸν ἑξῆς ἀθετεῖ χωρὶς λόγου, καίτοι μέγιστον ἔχοντας τῶν Ἑλλή‐

### book 364.3

νων ἔπαινον. Aa

### book 364-5.1

μέμνηντο γὰρ αἰεί 〈/ ἀλλήλοις—ἀλεξέμε‐

### book 364-5.2

ναι πόνον αἰπύν〉: στρατηγικῶς δείκνυσι, πόθεν γίνεται νίκη,

### book 364-5.3

οὐ τὸ ἰδίᾳ λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον·

### book 364-5.4

καὶ „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι“ (Γ 9). σωτήριον ἄρα ἐν

### book 364-5.5

εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια. b(BCE3E4)T

### book 365.1

〈πόνον〉 αἰπύν: προσάντη. | „φόνον“ δὲ δεῖ γράφειν, οὐ

### book 365.2

πόνον. T

### book 366-7.1

οὐδέ κε φαίης 〈/ οὔτε ποτ’ ἠέλιον σῶν ἔμμεναι

### book 366-7.2

οὔτε σελήνην〉: ὑπελάμβανες οὖν ἔκλειψιν εἶναι τῶν στοιχείων

### book 366-7.3

αὐτῶν. T

### book 368-9.1

〈ἠέρι γὰρ κατέχοντο—κατατεθνηῶτι:〉 εἰς

### book 368-9.2

τιμὴν ταῦτα πάντα τοῦ Πατρόκλου, δι’ ὅπερ καὶ τὸ παράδοξον

### book 368-9.3

προστίθησιν· οὐ γὰρ ἐν παντὶ τόπῳ τῆς μάχης, ἀλλ’ αὐτῷ μόνῳ τῷ

### book 368-9.4

Πατρόκλῳ καὶ τοῖς ἀμφὶ τὸν Πάτροκλον περιέθηκε τὴν ἀχλύν. Aa

### book 368a.1

ἠέρι γὰρ 〈κατέχοντο〉: ὑπὲρ τοῦ δεινῶσαι τὴν μάχην,

### book 368a.2

εἰς ὃ τύχοι μέρος τῶν πληγῶν φερομένων. T

### book 368b

μάχης ἐπί θ’ ὅσσον {ἄριστοι}: τὸ ἑξῆς ‘ἐφ’ ὅσον‘,

### book 368b.1

καὶ οὐκ ἀναστρεπτέον, ὁ δὲ τέ πλεονάζει· ἔστι γὰρ ὁ λόγος καὶ ὁ νοῦς

### book 368b.2

οὕτω〈σ〉· ἐφ’ ὅσον οἱ ἄριστοι ἕστασαν, ἐπὶ τοσοῦτον ἀέρι κατείχοντο

### book 368b.3

(cf. Ρ 368—9). | Ζηνόδοτος „ἐπὶ τόσσον“. Ἀριστοφάνης „μάχῃ

### book 368b.5

ἔνι“. T

### book 368c.1

ἄλλως· μάχης ἔπι θ’ 〈ὅσσοι〉: περισσὸς ὁ τέ. ἔστι δέ·

### book 368c.2

ὅσοι γὰρ ἄριστοι ἐπὶ τῇ μάχῃ περιΐσταντο τῷ Μενοιτιάδῃ, ἠέρι

### book 368c.3

κατείχοντο (cf. Ρ 368—9). b(BCE3E4)T

### book 368d.1

ἐπί θ’ ὅσσον: ὁ τέ σύνδεσμος περιττὸς καθ’ Ὁμηρικὴν

### book 368d.2

συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφ’ ὅσον τῆς μάχης ἕστασαν οἱ

### book 368d.3

ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι (cf. Ρ 368—9)·

### book 368d.4

οἱ μὲν γὰρ ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντο, „οἱ δ’ ἄλλοι

### book 368d.5.1

Τρῶες / εὔκηλοι πολέμιζον“ (cf. Ρ 370—1). οἱ δὲ ἄριστοι περὶ τοῦ

### book 368d.5.2

Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ

### book 368d.5.3

τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει, ὅτι τὰ σώματα παρατεθείκεσαν

### book 368d.5.4

ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. | ἡ διπλῆ δέ,

### book 368d.5.5

ὅτι Ζηνόδοτος γράφει διὰ τοῦ τ „ἐπὶ τόσσον“, κακῶς· μενούσης γὰρ

### book 368d.10.1

τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τέ σύνδεσμον. ὁ δὲ νοῦς,

### book 368d.10.2

ὡς προείρηται. Aa

### book 372

〈ὀξεῖα:〉 ἀναπεπταμένη, λαμπρά. Aa

### book 372-3.1

νέφος δ’ οὐ φαίνετο 〈πάσης / γαίης οὐδ’ ὀρέ‐

### book 372-3.2

ων〉: οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὔτε ἐπὶ ὄρους ἀναβάντας. τὴν

### book 372-3.3

βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσε· καὶ γὰρ ἐν ταῖς αἰθρίαις ἔστιν ἰδεῖν ἐπὶ

### book 372-3.4

τῶν ὀρῶν νέφη. b(BCE3E4)T

### book 373a1

〈γαίης οὐδ’ ὀρέων:〉 λείπει ἡ ἀπό. Til

### book 373a2

οὐδ’ ἀπὸ τῶν ὀρῶν ἦν ἰδεῖν νέφος. Aa

### book 373b.1

μεταπαυόμενοι: ἐκ διαδοχῆς Aa b(BCE3)T ἀ‐

### book 373b.2

ναπαυόμενοι. b(BCE3)T καὶ Ἀρίσταρχός φησιν ὡς ἀντιποιεῖ‐

### book 373b.3

ται μὲν ὁ λέγων „ἐμόν ἐστι“, μεταποιεῖται δὲ ὁ „καὶ ἐμόν ἐστιν“.

### book 373b.4

b(BCE3E4)T

### book 375

〈ἀφεσταότες:〉 τοῦ Πατρόκλου. Aa

### book 377.1

δύο δ’ οὔπω 〈φῶτε〉 πεπύσθην: οὐχ ὡς τῶν ἄλλων

### book 377.2

πυθομένων (ἄτοπον γὰρ ἐπὶ πάντας διαβῆναι τὴν φήμην), ἀλλὰ τῶν

### book 377.3

ἀρίστων. τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀναστέλλειν ἐθέλει

### book 377.4

φίλτατον ὄντα Ἀχιλλεῖ (cf. Ρ 651—701). b(BCE3E4)T

### book 380

〈ἐνὶ πρώτῳ ὁμάδῳ:〉 ἐν τοῖς πρωταγωνισταῖς. Aa

### book 381-2.1

〈τὼ δ’ ἐπιοσσομένω—Νέστωρ:〉 οἱ περὶ τὸν

### book 381-2.2

Ἀντίλοχον περιεβλέποντο ἀπὸ τῶν ὄσσων, περιέβλεπον δὲ θάνατον

### book 381-2.3

καὶ φύζαν ἑταίρων (381), ἵν’, εἰ μέν τινες τεθνήκασιν, ὑπερμάχωνται τῶν σω‐

### book 381-2.4

μάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν· οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο.

### book 381-2.5

Aa

### book 381a.1

ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων: ἐπιβλέ‐

### book 381a.2

ποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερμαχοῖεν, τοὺς δὲ φυγάδας προ‐

### book 381a.3

τρέποιντο. b(BCE3E4)T

### book 381b.1

ἄλλως· προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν

### book 381b.2

τοὺς ἑταίρους μήτε φεύγειν, ἐπὶ τῆς αὐτῆς τάξεως ἔμενον. b(BCE3E4)

### book 381b.3

T

### book 381c.1

〈ἐπιοσσομένω:〉 κατὰ διάνοιαν σκοπούμενοι, ὑποπτεύ‐

### book 381c.2

οντες. Aa

### book 382.1

〈ἐπετέλλετο:〉 ἐπετέλλετο τὸ ὑπερμαχεῖν δηλονότι τῶν

### book 382.2

ἑταίρων. Aa b (BCE3E4)

### book 384.1

〈τοῖς δὲ πανημερίοις:〉 τοῖς περὶ Πάτροκλον Til ἐν

### book 384.2

τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας. b(BCE3E4)Til

### book 386-7.1

γούνατά τε〈—παλάσσετο〉: εὖ τὸ μὴ ἐπὶ

### book 386-7.2

κεφαλαίου τὰ μέλη φράσαι, ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα·

### book 386-7.3

τοῦτο γὰρ καὶ †ἐνέργειαν† προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος

### book 386-7.4

δείκνυσι. τὰ δὲ μέσα καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλι‐

### book 386-7.5.1

πεν. b(BCE3E4)T ἀκατάλληλον δὲ τὸ ὀφθαλμοὶ παλάσσετο

### book 386-7.5.2

(cf. 387). ἔστι δὲ ὅμοιον τῷ „ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ

### book 386-7.5.3

ἄλλοι“ (Υ 149). πρὸς μὲν τὰ γούνατα (386) τὸ παλάσσετο (387)

### book 386-7

προσυπακούομεν, †δὲ τὰ πληθυντικὰ τὸ παλάσσοντο. b(BCE3)T

### book 387.1

〈χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιϊν:〉

### book 387.2

αἱ χεῖρες ἐπαλάσσετο, οὐχὶ ἐπαλάσσοντο. τὸ δὲ τοιοῦτον Πινδαρικὸν

### book 387.3

σχῆμα. τὸ δὲ μαρναμένοιϊν δυϊκόν ἐστιν ἐπ’ ἀμφοτέρων τῶν

### book 387.4

στρατευμάτων. τὸ δὲ σημεῖον, ὅτι ἰδίως εἶπεν. Aa

### book 389-93.1

ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο〈—διαπρό〉: ἐν‐

### book 389-93.2

δείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόντων καὶ τὴν τοῦ ἑλκομένου

### book 389-93.3

σώματος ταλαιπωρίαν, δορὰν διατεινομένην παραλαμβάνει καὶ

### book 389-93.4

ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν ποιεῖται, καὶ ἐλαίῳ διάβροχον·

### book 389-93.5.1

τούτῳ γὰρ μαλαττόμενα τὰ κατεσκληκότα ἀνεῖται. b(BCE3E4)T

### book 389-93.5.2

πολλοὺς δὲ τοὺς ἕλκοντάς φησιν· T οὔπω γὰρ ἐπασσάλευον τὰς

### book 389-93.5.3

βύρσας ἴσως· ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκών, τῇ δὲ †ἐνεργείᾳ†

### book 389-93.5.4

κεκοσμημένη. b(BCE3E4)T

### book 389.1

ταύροιο βοός: ἔδει προτάσσειν τὸ γενικὸν τοῦ 〈ε〉ἰδικοῦ,

### book 389.2

βοὸς ταύρου, ὡς „ἠΰτε T βοῦς ἀγέληφι / ταῦροσ“ (Β 480—1).

### book 389.3

TTil ἔστι δὲ Ἀττικὸν τὸ οὕτω συντάττειν. T

### book 390.1

〈μεθύουσαν ἀλοιφῇ:〉 ἀντὶ τοῦ πεπληρωμένην λίπει, ὡς

### book 390.2

οἱ μεθύοντες. Aa

### book 392a.1

κυκλόσε: Ζηνόδοτος „κύκλῳ“. Ἀρίσταρχος „κύκλοσ“,

### book 392a.2

ὡς „πληθὺς 〈...〉 ἀπονέοντο“ (Ο 305). καὶ ἐπὶ Μενελάου ὁμοίως

### book 392a.3

ἐν τῇ Δ (sc. 212) | οἱ δὲ ἄλλοι ἐπίρρημα, καὶ παροξύνουσιν, | ἀλλ’

### book 392a.4

ἔδει ‘κυκλόφι‘. T

### book 392b.1

〈κυκλόσε:〉 ἐπίρρημα. οὕτως δὲ ὁ Ἀσκαλωνίτης (p.

### book 392b.2

56 B.) παροξύνει. Aa

### book 393.1

τάνυται δέ τε 〈πᾶσα διαπρό:〉 διατείνεται δὲ πᾶσα

### book 393.2

εἰς τοὔμπροσθεν μεγεθυνομένη· Aa b (BCE3E4) τὸ γὰρ πάχος

### book 393.3

λεπτυνόμενον εἰς μέγεθος ἄγεται. b(BCE3E4)T

### book 395

〈εἵλκεον:〉 Ἀρίσταρχος ὅτι πλεονάζει τὸ ι. Til

### book 398.1

λαοσσόος: ὁ τοὺς λαοὺς παρορμῶν· φησὶ γὰρ „ὦρσε δὲ

### book 398.2

τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη“ (Δ 439). Aa T

### book 399a.1

ὀνόσαιτο: ψέξαι. „ἦ οὔνεσθ’, ὅτε μοι Κρονίδησ“ (Ω 241)

### book 399a.2

ἀντὶ τοῦ ψέγετέ με καὶ εὐτελίζετε. T

### book 399b.1

〈ὀνόσαιτο:〉 ἀντὶ τοῦ ψέξαι. ‘οὔτε ὁ Ἄρης οὔτε ἡ

### book 399b.2

Ἀθηνᾶ ἰδοῦσα ἂν ὀνόσαιτο‘. Aa

### book 401-2

οὐδ’ ἄρα πώ τι / ᾔδεε 〈Πάτροκλον τεθνηότα

### book 401-2.1

δῖος Ἀχιλλεύσ〉: εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ

### book 401-2.2

μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν εἶεν καὶ ἐπὶ φιλανθρωπο‐

### book 401-2.3

τέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη (cf. Χ 437—46) καὶ Δόλων

### book 401-2.5

(cf. Κ 350) καὶ νῦν Ἀχιλλεύς. b(BCE3E4)T

### book 404-25.1

τείχει ὑπὸ Τρώων〈—χάλκεον οὐρανὸν

### book 404-25.2

ἷκε〉: Ζηνόδοτος ἀπὸ τοῦ τείχει ὑπὸ Τρώων (404) ἕως τοῦ

### book 404-25.3

χάλκεον οὐρανόν (425) οὐ γράφει. Ἀρίσταρχος μόνον ἀθετεῖ ὣς

### book 404-25.4

δέ τις αὖ Τρώων (420). T

### book 404-5a.1

〈τό μιν οὔ ποτε ἔλπετο θυμῷ / τεθνάμεν:〉 διὸ

### book 404-5a.2

αὐτὸν οὐ προσεδόκα. Til

### book 404-5b.1

τό μιν οὔ ποτε ἔλπετο θυμῷ / τεθνάμεν: παιδευτι‐

### book 404-5b.2

κὸς ὁ λόγος ὅτι οὐ δεῖ ταῖς ἐλπίσι πεποιθέναι. b(BCE3E4)T

### book 409a1.1

Διὸς 〈...〉 νόημα: τὴν εἱμαρμένην· „ὁ γάρ τ’ εὖ οἶδεν

### book 409a1.2

ἅπαντα 〈/ μοῖράν τ’ ἀμμορίην τε〉“ (υ 75—6). τινὲς δὲ τῶν φιλοσόφων

### book 409a1.3

μοῖραν ἔλεγον τὸν λόγον τοῦ Διός. T

### book 409a2

τὸ εἱμαρμένον. Aa

### book 409a3.1

τὴν θέλησιν καὶ βουλήν. τινὲς δὲ τῶν φιλοσόφων μοῖραν

### book 409a3.2

ἔλεγον εἶναι τὴν τοῦ θεοῦ βουλήν. b(BCE3E4)

### book 410.1

δὴ τότ〈ε γ’〉 οὔ οἱ ἔειπε: οὐκ ἔστι περισσός, ἀλλ’ ὡς

### book 410.2

τὸ „δίδαξε γὰρ Ἄρτεμις αὐτή· / ἀλλ’ οὔ οἱ τότ〈ε γ’〉 ἔχραισμ’

### book 410

Ἄρτεμισ“ (Ε 51. 53). T

### book 413.1

ἐγχρίμπτοντο: τινὲς „†ἐνχρίπτοντο†“, ὡς τὸ „ζωὸν ἐνι‐

### book 413.2

χριμφθέντα πύλῃσιν“ (Ρ 405). T

### book 415-22.1

ὦ φίλοι〈—πολέμοιο〉: πολλὴ σπουδὴ ἑκα‐

### book 415-22.2

τέρῳ στρατῷ τοῦ νεκροῦ κρατῆσαι, τοῖς μὲν αἰδουμένοις δεύτερον

### book 415-22.3

ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ ἀμύνασθαι Ἀχιλλέα, ὧν ἔπαθον πρό‐

### book 415-22.4

τερον. b(BCE3E4)T

### book 417.1

〈ἄφαρ πολὺ κέρδιον εἴη:〉 εὐθέως ὠφέλιμον εἴη. Til |

### book 417.2

ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας. b(BCE3E4)Til

### book 421-2.1

εἰ καὶ μοῖρα παρ’ ἀνέρι〈—πολέμοιο〉: οἱ

### book 421-2.2

μὲν Ἕλληνες ἀποθανεῖν εὔχονται τοῦ νεκροῦ μὴ κρατήσαντες, οἱ δὲ

### book 421-2.3

μελλητικῶς φάσκουσιν ‘εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ

### book 421-2

δεῖ ἀφίστασθαι‘. b(BCE3E4)T

### book 424a1

〈σιδήρειος:〉 ἀντὶ τοῦ ἰσχυρός, | στερεός. Aa

### book 424a2.1

ὁ στερεὸς b(BCE3E4)Til καὶ πολυΐσχυρος. b(BCE3)

### book 424a2.2

E4)

### book 425a.1

〈χάλκεον οὐρανόν:〉 ὅτι πρὸς τὸν Ὄλυμπον ἀντι‐

### book 425a.2

διέσταλται. Aa

### book 425b.1

δι’ αἰθέρος ἀτρυγέτοιο: ἀτρύτου. ἢ ἐπειδὴ οὐδὲ

### book 425b.2

αὐτὸς ὁμοίως τῇ θαλάσσῃ τρυγᾶται. Aa b (BCE3E4)T

### book 426-8a1.1

ἵπποι δ’ Αἰακίδαο〈—ἀνδροφόνοιο〉: μετ‐

### book 426-8a1.2

άγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες

### book 426-8a1.3

καὶ οἰκειότητα φυσικὴν ἔχον πρὸς τοὺς τρέφοντας· Ἕκτωρ γοῦν τοῖς

### book 426-8a1.4

ἵπποις διαλέγεται (cf. Θ 185—97). οὗτοι δὲ ὡς ἀθάνατοι καὶ πλείονα

### book 426-8a1.5

τὴν αἴσθησιν ἔχουσιν. T

### book 426-8a2.1

μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ

### book 426-8a2.2

ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον τοῦ προγινώσκειν τὰ ἐν

### book 426-8a2.3

πολέμῳ καὶ εἰς συναίσθησιν ἔρχεται τοῦ ἐπιβάτου ἀποτυχόν. b

### book 426-8a2.4

(BCE3E4)

### book 427

〈πυθέσθην:〉 ἔμαθον, Aa ᾔσθοντο. Aa Til

### book 430.1

μάστιγι θοῇ: τῇ ταχυποιῷ. ἐπεμαίετο δὲ ἀντὶ τοῦ

### book 430.2

ἐφήπτετο. Aa b (BCE3E4)T

### book 431

〈ἀρειῇ:〉 κυρίως, τῇ ἐν πολέμῳ ἀπειλῇ. Aa Til

### book 432a1.1

〈ἐπὶ πλατὺν Ἑλλήσποντον:〉 πλατὺν εἴρηκε τὸν

### book 432a1.2

Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλ’ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ

### book 432a1.1

τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου· τὰ γὰρ

### book 432a1.2

κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν ἄλλων διαστημάτων τῶν

### book 432a1.5.1

ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτερα μέρη τοῦ Ἑλ‐

### book 432a1.5.2

λησπόντου. Aa

### book 432a2.1

οὐ τὸν καθόλου πλατύν, ἀλλὰ b(BCE3E4) καθ’ ὃ

### book 432a2.2

μέρος ἑαυτοῦ πλατύτερός ἐστιν. b(BCE3E4)T

### book 434-5.1

ἀλλ’ ὥς τε στήλη〈—γυναικόσ〉: τοὺς μὲν

### book 434-5.2

Λαπίθας δρυσὶν ἐρριζωμέναις εἴκασεν (sc. Μ 132—4), ἐνθάδε δὲ T

### book 434-5.3

ἔχει τι πλέον ἡ παραβολή· οὐ γὰρ τὴν στάσιν μόνον σημαίνει, ἀλλὰ

### book 434-5.4

καὶ τὴν ποιὰν τὴν ἐπὶ τῷ πένθει· πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ πα‐

### book 434-5.5

ραβολή b(BCE3E4)T ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην. T

### book 437a1.1

{οὔδει} ἐνὶ σκήψαντες: ἐμπήξαντες, διὰ ὑπερβολὴν

### book 437a1.2

λύπης. T

### book 437a2.1

ἀντὶ τοῦ προσερείσαντες καὶ πελάσαντες διὰ λύπης ὑπερ‐

### book 437a2.2

βολήν. b(BCE3E4)

### book 437b

〈δέ σφι:〉 ἀντὶ τοῦ 〈δέ〉 σφων. Til

### book 439.1

θαλερὴ .... χαίτη: πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις

### book 439.2

ἁρμόδιον χαίτην, οὐ μόνον καλήν, ἀλλὰ καὶ βαθεῖαν. T

### book 440a.1

〈ζεύγλης ἐξεριποῦσα:〉 τοῦ ἄκρου μέρους τοῦ ζυγοῦ

### book 440a.2

ἐκπεσοῦσα ἐπὶ τὴν ἔραν. Aa

### book 440b.1

〈ἀμφοτέρωσε:〉 ἀμφοτέροισι, Til τοῖς ἵπποις δη‐

### book 440b.2

λονότι. b(BCE3E4)Til

### book 443-55.1

ἆ δειλώ, —ἔλθῃ: τὸ ὅλον εἰς καταβολὴν τοῦ

### book 443-55.2

ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις

### book 443-55.1

ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον †οὗτοι† οἱ

### book 443-55.2

ἄνθρωποι. εἶτα καὶ κατασκευάζει, φήσας πάντων ζῴων εἶναι χεί‐

### book 443-55.5.1

ριστον τὸν ἄνθρωπον (sc. 446—7). πλεονεκτοῦμεν γὰρ τῶν ζῴων

### book 443-55.5.2

τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, ἐν αὐτῷ δέ,

### book 443-55.5.3

ᾧ δοκοῦμεν πλεονεκτεῖν, τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. δι‐

### book 443-55.5.4

δάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγό‐

### book 443-55.5.5

μενος. b(BCE3E4)T

### book 446-7.1

〈οὐ μὲν γάρ τί πού ἐστιν〉 ὀϊζυρώτερον ἀν‐

### book 446-7.2

δρός 〈/ πάντων〉: σημείωσαι ὅτι Aa πᾶν μὲν οὖν ἔμψυχον

### book 446-7.3

ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ὁ ἄνθρωπος. Aa b (BCE3E4)T

### book 447a1.1

πάντων, ὅσσα τε γαῖαν 〈ἐπιπνείει τε καὶ ἕρ‐

### book 447a1.2

πει〉: ὑπὲρ πάντα τὰ ἄλλα. λείπει ἡ κατά. b(BCE3E4)T

### book 447a2

ὑπὲρ πάντα. †γαῖαν ἢ† κατά. Aa

### book 448-9.1

〈ἀλλ’ οὐ μὰν—ἐάσω:〉 ἵνα μὴ ἀγωνιῶμεν καὶ πε‐

### book 448-9.2

ρὶ τῶν ἵππων. Til

### book 449.1

οὐ γὰρ ἐάσω: τινὲς „οὐδέ τις ἄλλοσ“, ἵνα μὴ ζητῶμεν

### book 449.2

τοὺς ἵππους. | οἱ δέ φασιν ὡς οὐ πάντα ἀναιρεῖ. οὐδὲ τὸν Διομήδους

### book 449.3

θώρακα (cf. Θ 194—5), οὐ τὸ σκῆπτρον Ἀγαμέμνονος (cf. Β 107),

### book 449.4

οὐ τὰ ὅπλα τὰ δοθέντα Νεοπτολέμῳ. T

### book 451a

〈σφῶϊν:〉 ὑμῖν. Til

### book 451b

〈γούνεσσι:〉 ἀπὸ τῆς τὸ γοῦνος εὐθείας, ἢ ἀπὸ τοῦ γού‐

### book 451b

νασι τροπῇ. Til

### book 453-5a1.1

ἔτι γάρ σφισι 〈κῦδος ὀρέξω—ἔλθῃ〉:

### book 453-5a1.2

ἀνεξόμεθα οὖν μαθόντες τὴν προθεσμίαν τῆς εὐημερίας. T

### book 453-5a2.1

προλέγει δέ, ἵνα μὴ λυπῇ τὸν ἀκροατὴν ἐπὶ πλέον, τὴν

### book 453-5a2.2

προθεσμίαν διδάξας τῆς εὐημερίας. b(BCE3E4)

### book 453a1.1

σφίσι: μετήγαγε τὸν λόγον ἀπὸ τοῦ Ἕκτορος (cf. Ρ

### book 453a1.2

449. 450) ἐπὶ τοὺς Τρῶας. T

### book 453a2

δηλονότι τοῖς Τρωσί. Aa b (BCE3E4)

### book 456.1

〈ἐνέπνευσεν〉 μένος ἠΰ: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος

### book 456.2

δὲ „μένος πολυθαρσὲς ἐνῆκε“, καὶ προστίθησιν „αὐτὸς δ’ Οὔλυμπον

### book 456.3

δὲ μετ’ ἀθανάτοισι βεβήκει“ (= Ρ 456 a). T

### book 458

〈ῥίμφα φέρον:〉 γράφεται „ῥίμφ’ ἔφερον“. Tt

### book 459a.1

τοῖσι δ’ ἐπ’ Αὐτομέδων: κρεῖττον τώδε ἀλέξειν τῷ

### book 459a.2

ἑταίρῳ ᾤετο. ἄλλως τε καὶ οἱ ἵπποι ἐκεῖσε αὐτὸν ἤγαγον. b(BCE3

### book 459a.3

E4)T

### book 453b

〈ἀχνύμενός περ ἑταίρου:〉 λείπει ἡ περί. Til

### book 460.1

〈ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας:〉 τὸ χῆνας ἐπὶ τῶν

### book 460.2

Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων. Aa

### book 461

〈ῥέα:〉 τὸ ῥέα ἄνευ τοῦ ι πᾶσαι εἶχον. Tt

### book 463

ᾕρει: κατελάμβανεν· „ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥή‐

### book 463

τορασ“ (Eupol. fr. 94,3 [I p. 281] K. = 102,3 [V p. 353] K.—A.). νῦν δὲ ἀνῄρει. b(BCE3E4)Til

### book 464a1.1

ἱερῷ ἐνὶ δίφρῳ: ἱερὸν ἅρμα τὸ ἀνεπίβατον ἄλλῳ ἢ

### book 464a1.2

Ἀχιλλεῖ καὶ ὑπὸ ἀθανάτων ἵππων φερόμενον. T

### book 464a2

τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ. b(BCE3)

### book 465.1

ἐπίσχειν: οἱ περὶ Ἀρίσταρχον ἐπίσχειν κατὰ παρατα‐

### book 465.2

τικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην (p. 56 B.) κατὰ ἀόριστον ὡς λα‐

### book 465.3

βεῖν. καὶ ὁ Ἡρωδιανὸς (2,105,29) δὲ ἐπίσχειν παροξυτόνως. εἰ μή

### book 465.4

τις λέγοι ὅτι ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί. T

### book 469.1

〈νηκερδέα:〉 ἐπισφαλῆ, ἀσύνετον· τὰ κέρδη γὰρ Ὅμηρος

### book 469.2

ἐπὶ τῶν συνετῶν τάσσει. Ail

### book 471a

〈οἷον:〉 πῶς. θαυμαστικὸν τὸ οἷον. Aa

### book 471b

〈μάχεαι:〉 ἀντὶ τοῦ μάχῃ, καταχρηστικῶς. Aa

### book 477.1

〈θεόφιν μήστωρ ἀτάλαντος:〉 ἴσος θεοῖς ἐν τῷ κατερ‐

### book 477.2

γάσασθαί τι. Aa b (BCE3E4)Til

### book 481a.1

βοηθόον {ἅρμα}: Ἀρίσταρχος ὑφ’ ἓν βοηθόον, οἱ

### book 481a.2

〈δὲ〉 ἀπὸ τῆς σχολῆς διῃρημένως. T

### book 481b.1

ἄλλως· βοηθόον: τὸ ἐν τῇ μάχῃ ταχύ. Aa T | οὐ θέλει

### book 481b.2

δὲ ἀπράκτως παραγαγεῖν ἐπὶ τὰς ναῦς τὸ ὄχημα τοῦ Ἀχιλλέως. T

### book 483a1.1

Αὐτομέδων δ’ ἀπόρουσε: τοῦ ἰδίου ἅρματος, ὥσπερ

### book 483a1.2

Ἰδαῖος (cf. Ε 20), μεταγαγὼν 〈ἀπὸ〉 τοῦ νώτου τὴν ἀσπίδα, τὸ δὲ

### book 483a1

δόρυ ἁρπάσας παρακείμενον. T

### book 483a2.1

τοῦ ἰδίου ἅρματος. καὶ κατῆλθε πεζῇ πολεμήσων. b

### book 483a2.2

(BCE3E4)

### book 483-90.1

νόησε δὲ 〈φαίδιμοσ〉 Ἕκτωρ〈—Ἄρηϊ〉:

### book 483-90.2

εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν ἵππων. προτρέπεται δὲ

### book 483-90.3

τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα ἐπὶ τῇ

### book 483-90.4

ἀφαιρέσει τῶν ἰδίων ἵππων (cf. Ε 319—24). b(BCE3E4)T

### book 492a.1

〈βοέῃς:〉 ὅτι καταχρηστικῶς τὰ Ἕκτορος ὅπλα βόεια

### book 492a.2

εἶπεν, ἀλλ’ οὐκ ἐκ βυρσῶν βοείων· εἶχε γὰρ τὰ Ἀχιλλέως ἤδη· „τὰ

### book 492a.3

μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα“ (Σ 84). ἔστιν οὖν ὁ τρόπος συλ‐

### book 492a.4

ληπτικός | εἰλυμένοι δὲ σκεπαζόμενοι, ἀπὸ τοῦ κατειλῦσθαι. Aa

### book 492b.1

βοέῃς: συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.

### book 492b.2

b(BCE3)T

### book 493

〈πολὺς δ’ ἐπελήλατο χαλκός:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til

### book 494.1

Ἄρητος: Ἄρατος, Ἄρητος καὶ „Ἀρήτη“ (η 54 al.)

### book 494.2

Ἰακῶς. καὶ κοινὸν γέγονεν. T

### book 505.1

〈φοβῆσαί τε στίχας:〉 „φοβῆσαι δὲ στίχασ“ διὰ τοῦ

### book 505.2

„δέ“, οὐ τέ. Til

### book 507-10.1

Αἴαντε 〈καλέσσατο—στίχας ἀνδρῶν〉:

### book 507-10.2

πιθανὸν ἀνακεχωρηκότος τοῦ Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι κα‐

### book 507-10.3

ταλιπεῖν τὸ σῶμα τοῖς μετ’ αὐτὸν ἀρίστοις, b(BCE3E4)T ἔνθεν

### book 507-10.4

αὐτῷ ἐντυγχάνει. b(BCE3E4)

### book 509

〈ἐπιτράπετε:〉 ἐπιτρέψατε, συγχωρήσατε. Aa

### book 514.1

θεῶν ἐν γούνασι κεῖται: ἐν τοῖς κόλποις, b(BCE3E4)T

### book 514.2

ὡς „πολλάκι{ς} γούνασιν 〈οἷσιν〉 ἐφεσ〈σ〉άμενοσ“ (π 443). T ὅ

### book 514.3

ἐστι, πρόχειρα πάντα ἔχουσιν οἱ θεοί. οἱ δὲ b(BCE3E4)T ἀπὸ

### book 514.4

μέρους, ἐν τῇ τῶν θεῶν δυνάμει. Aa b (BCE3E4)T

### book 515a.1

〈ἥσω γὰρ καὶ ἐγώ:〉 ἀφήσω, ἐπιπέμψω. ὁ δὲ καί

### book 515a.2

περιττός. Aa

### book 515b

〈μελήσει:〉 ἀντὶ εὐκτικοῦ τοῦ μελήσοι. Til

### book 520-2.1

ὡς δ’ ὅταν ὀξὺν〈—ἶνα τάμῃ διὰ πᾶσαν〉:

### book 520-2.2

ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ αἰζήϊος

### book 520-2.3

(520) ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. b(BCE3E4)T ὁ

### book 520-2.4

δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν

### book 520-2.5

ἀρχὴν τῶν νεύρων. Aa b (BCE3E4)T

### book 521a1.1

ἐξόπιθεν κεράων: περὶ γὰρ τὰς ῥίζας τῶν κεράτων

### book 521a1.2

πυκνὰ κεῖται τὰ νεῦρα. T

### book 521a2.1

περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ συνεχῆ τὰ

### book 521a2.2

νεῦρα καὶ αἱ ἀρτηρίαι κεῖνται. b(BCE3E4)

### book 521b

〈ἀγραύλοιο: ἐν〉 ἀγρῷ νεμομένου. Aa

### book 522a

ἶνα τάμῃ 〈διὰ〉 πᾶσαν: ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ

### book 522a

νεῦρον, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστι διατάμῃ, τῇ δὲ διακοπῇ

### book 522a.1

τῆς λέξεως μεμίμηται τὸ γινόμενον. | οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα

### book 522a.2

μὴ συνεμπέσῃ τῇ Δία αἰτιατικῇ, b(BCE3E4)T ἡ δὲ ἀντί καὶ

### book 522a.5

ἀμφί ὡς τρίχρονοι. b(BCE3E4)

### book 522b1.1

ὁ δὲ προθορὼν 〈ἐρίπῃσιν〉: βοῶν μὲν οἰκεῖον τὸ

### book 522b1.2

προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι. b(BCE3E4)T

### book 522b2.1

πᾶν ζῷον πληγὲν εἰς τοὐπίσω ἀνακλᾶται· ταῦρος δὲ εἰς

### book 522b2.2

τοὔμπροσθεν φέρεται, δι’ ὃ οὕτως εἶπεν. Aa

### book 523.1

προθορὼν πέσεν ὕπτιος: προπίπτειν μέλλοντα βίαιος

### book 523.2

οὖσα ἡ πληγὴ †ἀνέτρεψεν†. ἡ δὲ παραβολὴ (sc. Ρ 520—2) πρὸς τὸ

### book 523.3

προθορεῖν μόνον· καὶ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς

### book 523.4

ταῦρος. b(BCE3E4)T

### book 524.1

νηδυΐοισι: τοῖς κατὰ τὴν νηδὺν σπλάγχνοις. Aa b(BCE3

### book 524.2

E4)T ἅπαξ δὲ εἴρηται ἡ λέξις. b(BCE3)T

### book 529.1

ἔνθα δ’ ἔπειτ’ ἀφίει 〈μένος ὄβριμος Ἄρησ〉: τότε δὲ

### book 529.2

ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνι‐

### book 529.3

καῦτα ἱστάμενος κραδαίνεται (cf. Ρ 528). b(BCE3E4)T

### book 533.1

τοὺς ὑποταρβήσαντες 〈ἐχώρησαν πάλιν αὖτισ〉:

### book 533.2

μηδέπω τινὸς δεινοῦ γεγονότος φεύγουσιν. T

### book 535-42.1

Ἄρητον δὲ κατ’ αὖθι λίπον〈—ἐδηδώσ〉:

### book 535-42.2

ἡδέως πάνυ ἐπεφώνησε τῷ ὅλῳ ἔργῳ τῷ περὶ τὸν Ἕκτορα. T

### book 537-9.1

καὶ εὐχόμενος ἔπος ηὔδα〈—καταπέφνων〉:

### book 537-9.2

ἴδιον τῷ παρ’ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν

### book 537-9

ἐχθρῶν. b(BCE3E4)T

### book 539a.1

κῆρ ἄχεος μεθέηκα 〈χερείονά περ καταπέφνων〉:

### book 539a.2

ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλῳ λύπης. Aa Τ | ὁ δὲ λόγος· τὸ

### book 539a.3

κῆρ ὀλίγον τι ἐπανῆκα τοῦ ἐπὶ Πατρόκλῳ ἄχεος, καίπερ εὐτελῆ τινα

### book 539a.4

ἀνελών. Aa

### book 539b

〈καταπέφνων:〉 Ἀρίσταρχος ὡς τέμνων. Til

### book 541

〈ἀνὰ ... ἔβαινε:〉 ἀνέβαινεν {ὕπερθεν}. Til

### book 542.1

κατὰ ταῦρον ἐδηδώς: ἡ διακοπὴ τῆς λέξεως τὸν εἰς

### book 542.2

πολλὰ διεσπασμένον παρέστησε ταῦρον, οὐ τοῦ μέτρου ἀπαιτοῦντος·

### book 542.3

παρῆν γὰρ φάναι ‘ταῦρον κατεδηδώσ‘. καὶ Ἀνακρέων (fr. 96 a et b

### book 542.4

P. = P.M.G. 441)· „διὰ δὲ δειρὴν ἔκοψε μέσην“, „κὰδ δὲ λῶπος

### book 542.5

ἐσχίσθη“. T

### book 543.1

ἂψ δ’ ἐπὶ Πατρόκλῳ 〈τέτατο κρατερὴ ὑσμίνη〉:

### book 543.2

εἰκότως, τῶν περὶ τὸν Ἕκτορα ὑποστρεψάντων ἐπὶ τὸ σῶμα. T

### book 545-6

οὐρανόθεν καταβᾶσα—αὐτοῦ: Ζηνόδοτος

### book 545-6.1

ἀθετεῖ, τινὲς οὐδὲ γράφουσιν· πῶς γὰρ ἐν τῇ Ἴδῃ ὢν ὁ Ζεὺς αὐτὴν

### book 545-6.2

πέμπει, ἡ δὲ οὐρανόθεν (545, cf. Ρ 548) κάτεισιν; ἢ ὅτι οὐρανὸν

### book 545-6.3

τὸν ὑπερνέφιον ὀνομάζει τόπον. T

### book 547a.1

πορφυρέην: ἀπὸ μέρους τὴν ποικίλην. ἢ ὅτι ἔχει τινὰ

### book 547a.2

πορφυρίζοντα. Aa b (BCE3E4)T

### book 547b.1

πορφυρέην Ἶριν: πιθανῶς τὴν τῆς θεοῦ κατάβασιν

### book 547b.2

θειοτέρᾳ εἰκόνι ὡμοίωσεν. b(BCE3E4)T καὶ ἀλλαχοῦ· „οἷον δ’

### book 547b.3

ἀστέρα ἧκε Κρόνου παῖσ“ (Δ 75). T

### book 547c.1

〈Ἶριν:〉 ὅταν ἐξ ἐναντίας νέφος τῷ ἡλίῳ στῇ πεπιλημένον

### book 547c.2

καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ καθάπερ

### book 547c.3

ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀ‐

### book 547c.4

κτίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδές, τοῦ δὲ ἐν τῷ νέφει μέλα‐

### book 547c.5.1

νος ἐκλυομένου πρὸς κυάνεον, ἡ κρᾶσις ἀμφοῖν Ἶρίς ἐστι. καὶ Ἀναξα‐

### book 547c.5.2

γόρας (Vors.2 59 B 19) δέ φησιν· „Ἶριν δὲ καλέομεν τὸ ἐν τῇσι νε‐

### book 547c.5.3

φέλῃσι ἀντιλάμπον τῷ ἡλίῳ“ χειμῶνος οὖν ἐστι σύμβολον (cf. Ρ

### book 547c.5.4

549)· τὸ γὰρ †περιχεόμενον† ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ

### book 547c.5.5

ἐξέχεεν ὄμβρον. b(BCE3E4)T τοῦτο οὖν πρὸς τοὺς ἐπιστήμονας,

### book 547c.10

πρὸς δὲ ἀπείρους †τὸν† πόλεμον (cf. Ρ 548). T

### book 548

〈ἐξ οὐρανόθεν:〉 περισσὴ ἡ ἔξ. Til

### book 549

〈δυσθαλπέος:〉 κακοῦ εἰς θάλψιν. Aa Til

### book 550a1.1

μῆλα {δὲ κήδει}: μῆλα πάντα τὰ θρέμματα, „μῆλα, τά

### book 550a1.2

μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν“ (ψ 356). καὶ Ἡσίοδος (opp.

### book 550a1.3

504) „βούδορα πάντα“ φησίν, ἀπὸ τοῦ βοὸς πάντα δηλῶν. T

### book 550a2

ἀπὸ μέρους τὰ θρέμματα ἅπαντα. b(BCE3)

### book 551a1.1

〈ἓ αὐτήν:〉 τὴν ἓ ἀντωνυμίαν κατ’ ἰδίαν· οὐ γὰρ ἐπίστα‐

### book 551a1.2

ται ὁ ποιητὴς σύνθετον ἀντωνυμίαν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος

### book 551a1.3

γράφει „ἑωυτήν“. Aa

### book 551a2.1

{πυκάσασα ἑαυτήν:} οὐδέποτε ὁ ποιητὴς οἶδε σύνθεσιν

### book 551a2.2

ἀντωνυμίας. T

### book 552

〈δύσετο:〉 παρῆλθεν. Aa

### book 553.1

πρῶτον δ’ Ἀτρέος υἱόν: οὐκ εἰκῆ, ἀλλ’ ἐπεὶ φαίνεται

### book 553.2

οὗτος μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου. b(BCE3E4)T

### book 555.1

εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: δύο

### book 555.2

γάρ ἐστιν, ἐν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοί‐

### book 555.3

νικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος (cf. Π 196), καὶ μέλει

### book 555.4

αὐτῷ λίαν περὶ Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.

### book 555.5

b(BCE3E4)T

### book 556a

κατηφείη: αἰσχύνη, b(BCE3E4) ἀπὸ τοῦ κάτω τὰ

### book 556a

φάη ἔχειν. b(BCE3E4)T

### book 556b

〈ὄνειδος:〉 μέμψις. Aa

### book 557.1

Ἀχιλῆος ἀγαυοῦ: ἐντρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως,

### book 557.2

οὗ δέονται πρὸς τὴν μάχην. b(BCE3E4)T

### book 559.1

〈ἀλλ’ ἔχεο κρατερῶς:〉 ἔχεο τοῦ πολέμου ἢ τοῦ

### book 559.2

νεκροῦ. Aa Til

### book 564a1.1

ἐσεμάσσατο θυμόν: ἔπληξε μου τὴν ψυχήν· μάσ‐

### book 564a1.2

σασθαι γὰρ τὸ ἅψασθαι· b(BCE3E4)T „χεῖρ’ ἐπιμασ〈σ〉άμε‐

### book 564a1.3

νοσ“ (ι 302)· „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“ (Ε 748. Θ 392)· „τὸν δ’ ἐπι‐

### book 564a1.4

μασ〈σ〉άμενος προσέφη κρατερὸς Πολύφημοσ“ (ι 446). T καὶ

### book 564a1.5.1

μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμὲν ‘ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου

### book 564a1.5.2

ἢ συγγενοῦσ‘. b(BCE3E4)T

### book 564a2.1

ἐλύπησεν, | ἥψατο· †μάσασθαι† γὰρ τὸ ἅψασθαι· „χεῖρ’

### book 564a2.2

ἐπιμασσάμενοσ“. Aa

### book 565.1

〈πυρός:〉 διὰ τὸ εὐκίνητον. b(BCE3E4)Til καὶ θρασύ.

### book 565.2

b(BCE3E4)

### book 568.1

ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων:

### book 568.2

„ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· / τιμώμενοι χαίρουσιν ἀνθρώπων

### book 568.3

ὕπο“ (Eur. Hippol. 7—8). b(BCE3E4)T

### book 569.1

ὤμοισι καὶ 〈...〉 γούνεσσιν: ταῦτα γὰρ τῶν μελῶν

### book 569.2

ἐνεργεῖ μάλιστα. T

### book 570a.1

μυίης θάρσος: πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν (ἦν γὰρ

### book 570a.2

οὐ κατὰ ἡρωϊκὸν ἀξίωμα ἡ εἰκών), ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν

### book 570a

ἡ θεός. b(BCE3E4)T

### book 570b.1

ἄλλως· μυίης θάρσος: καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται,

### book 570b.2

τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύ‐

### book 570b.3

πτουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών (sc. Ρ

### book 570b.4

570—2). b(BCE3E4)T

### book 570c

〈μυίης θάρσος:〉 θρασύτατον γὰρ τὸ ζῶον. Aa

### book 572a

〈λαρόν:〉 ἀπολαυστικόν· παρὰ τὸ λῶ, ὅ ἐστι θέλω. Til

### book 572b.1

〈λαρόν:〉 ἀπολαυστικόν. | διὰ τί; εὔδηκτος γὰρ καὶ

### book 572b.2

ἀσθενέστατος ὁ ἀνθρώπου χρώς· δι’ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώ‐

### book 572b.3

που. Aa

### book 573.1

〈πλῆσε φρένας ἀμφὶ μελαίνας:〉 ἡ ἀμφί πρὸς τὸ

### book 573.2

πλῆσεν. Til

### book 575-7.1

ἔσκε δ’ ἐνὶ Τρώεσ〈σ〉ι 〈Ποδῆς—εἰλαπινα‐

### book 575-7.2

στήσ〉: ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος (cf. 575), φιλίαν

### book 575-7.3

(cf. 576—7), ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων (cf. 575)

### book 575-7.4

ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς,

### book 575-7.5.1

εἶπεν ἂν ‘μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ‘, οὐ δή‐

### book 575-7.5.2

μου (577). προαπώλοντο δὲ καὶ οἱ ἀδελφοὶ Ἀνδρομάχης (cf. Ζ 421‐

### book 575-7.5.3

4). καὶ τὸ ἀφνειός (576) δείκνυσιν ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀν‐

### book 575-7.5.4

δρομάχης πατρὸς οἶκος ἠρήμωτο (cf. Ζ 416—28). b(BCE3E4)T

### book 575.1

〈Ἠετίωνος:〉 ἑτέρου Ἠετίωνος καὶ οὐ τοῦ τῆς Ἀνδρο‐

### book 575.2

μάχης πατρός. Aa

### book 577a

〈δήμου:〉 τῶν δημοτῶν. Til

### book 577b.1

εἰλαπιναστής: σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος. b

### book 577b.2

(BCE3E4)T οἱ δὲ παράσιτος. τὸ δὲ ὄνομα τοῦ παρασίτου εἴρη‐

### book 577b.3

ται ἐν Ἐλπίδι παρ’ Ἐπιχάρμῳ (fr. 36 K.) T

### book 577c.1

〈εἰλαπιναστής:〉 σύσσιτος, σύνδειπνος, ἀπὸ τῆς εἰλα‐

### book 577c.2

πίνης. Aa

### book 578.1

〈τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος:〉

### book 578.2

πιθανὸν τὸν εἰλαπιναστὴν κατὰ γαστρὸς τυφθῆναι ὑπὸ Λάκωνος

### book 578.3

ἀνδρός, οἵ εἰσι γαστριμαργίας ἐλεύθεροι. Aa b(BCE3E4)

### book 582.1

Ἕκτορα δ’ ἐγγύθεν 〈ἱστάμενος ὤτρυνεν Ἀπόλ‐

### book 582.2

λων〉: ὅτι Ζηνόδοτος γράφει „Ἕκτορα δὲ φρένα δῖος Ἄρης ὄτρυνε

### book 582.3

μετελθών“. πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι; A

### book 583

〈Ἀσιάδῃ:〉 Ἀσίου παιδί. Til

### book 584.1

φίλτατος ἔσκεν: ἐπεὶ περὶ φίλου ὀνειδίζει (sc. Ρ 589—90),

### book 584.2

δεόντως φίλῳ ὡμοίωται b(BCE3E4)T πρὸς τὸ αἰσχῦναι αὐτόν.

### book 584.3

b(BCE3E4)

### book 588a.1

μαλθακὸς αἰχμητής: τὸ σημεῖον, ὅτι οὐχ ὡς τῷ ὄντι

### book 588a.2

μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον, ἀλλὰ τὸ πρόσωπον

### book 588a.3

πολέμιον ὂν εἰς διαβολὴν λέγει· „ἀρηΐφιλον“ γὰρ ὁ ποιητὴς αὐτὸν

### book 588a

καλεῖ (sc. Γ 52 al.). A

### book 588a.5.1

〈μαλθακὸς αἰχμητής:〉 πρέποντας πολεμίῳ—ὅ ἐστιν

### book 588a.5.2

ἐν μάχῃ ἀνδρεῖον. A

### book 588b

〈μαλθακός:〉 οὐ πιστὸς ὁ ψόγος. Til

### book 593.1

ἕλετ’ αἰγίδα: ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς „χερσὶ

### book 593.2

τρίαιναν ἑλών“ (ε 292). T

### book 593-4.1

αἰγίδα〈— /〉 μαρμαρέην: τοῖς ἀμυνομένοις μαρ‐

### book 593-4.2

μαρέην (594), τοῖς δὲ καταπονουμένοις „ἐρεμνὴν b(BCE3E4)T

### book 593-4.3

αἰγίδα πᾶσιν“ (Δ 167). T

### book 594a.1

Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν: ὅτι ἴδιον ὑποτίθε‐

### book 594a.2

ται τῆς αἰγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ

### book 594a.3

καταιγίδες, αἱ πνο{ι}αὶ αἱ κάτω ἀΐσσουσαι. A

### book 594b

〈κάλυψεν:〉 τῇ αἰγίδι, ὡς Ἀρίσταρχος. Til

### book 595.1

ἀστράψας δὲ μάλα 〈μεγάλ’ ἔκτυπε, τὴν δ’ ἐτίνα‐

### book 595.2

ξε〉: ὅτι Ζηνόδοτος γράφει „γῆν δ’ ἐτίναξε“· †ταύτην γὰρ ἐπισείων

### book 595.3

ἀνέμους ποιεῖ· διὸ λέγει· „αὐτὸς ἐπ〈ισσ〉είῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν“

### book 595.4

(Δ 167). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ τῆς βροντῆς

### book 595.5

ἐπίτασις μάλα μεγάλα. A

### book 597a

πρῶτος Πηνέλεως 〈Βοιώτιος ἦρχε φόβοιο〉: οὐ

### book 597a.1

δειλός, εἴπερ εἴκει Διΐ. εἰ δὲ πρῶτος· τέτρωται γὰρ καὶ „πρόσω

### book 597a.2

τετραμμένοσ“ (Ρ 598). ὅτι δὲ γενναῖος, συμφεύγουσι πάντες. εἰ δ’

### book 597a.3

ἀσθενής. πῶς ὁ Ποσειδῶν „Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε

### book 597a.5

κελεύων / Πηνέλεων θ’ ἥρωα“ (Ν 91—2); b(BCE3E4)T

### book 597b

〈φόβοιο:〉 ὅτι ἀντὶ τοῦ φυγῆς. Aim

### book 599a.1

ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις: ὅτι τὸ

### book 599a.2

ἐπιλίγδην μεσότητός ἐστιν· ἐπιψαύδην, ὅσον δι’ ἐπιπολῆς ψαῦσαι,

### book 599a.3

μὴ εἰς βάθος. | εἰ οὖν ἐπιλίγδην, πῶς γράψεν δέ οἱ ὀστέον

### book 599a.4

ἄχρις; κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλ’,

### book 599a.5.1

ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ αἴτιος, ἀλλ’ ὁ τόπος, εἰς ὃν κατενέχθη ἡ πληγή·

### book 599a.5.2

ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη. A

### book 599b.1

〈ἐπιλίγδην:〉 καὶ ὅτι ἅπαξ καὶ ἐν Ὀδυσσείᾳ (χ 278)

### book 599b.2

„λίγδην, ἄκρον δὲ 〈ῥινὸν δηλήσατο χαλκόσ〉“. Aint

### book 599c1.1

〈ἐπιλίγδην:〉 κατ’ ἐπιδρομήν. οἱ δὲ ἐπιξεστικῶς· καὶ

### book 599c1.2

πῶς ὀστέον ἄχρις; Til

### book 599c2.1

ἐπιξεστικῶς· καὶ πῶς ὀστέον ἄχρις; ἢ μᾶλλον κατ’

### book 599c2.2

ἐπιδρομήν. b(BCE3E4)

### book 600

〈αἰχμὴ〉 Πουλυδάμαντος: οὐ προειπὼν τὸν τρώσαντα

### book 600

νῦν διεσάφησε, ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ. b(BCE3E4)T

### book 601.1

Λήϊτον αὖθ’ Ἕκτωρ: ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι

### book 601.2

τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρω‐

### book 601.3

μένοι. T

### book 602.1

{υἱὸν} Ἀλεκτρυόνος: ὅτι οὐκ εἴρηται παρὰ τὸν ἀλεκτρυ‐

### book 602.2

όνα τὸ ζῷον τὸ ὄνομα· οὐδέπω γὰρ ἔγνωστο. A

### book 603-4a1.1

ἐπεὶ οὐκέτι ἔλπετο 〈θυμῷ / —μαχήσεσθαι

### book 603-4a1.2

Τρώεσσιν〉: καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας. T

### book 603-4a2

καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει. b(BCE3E4)

### book 603

〈ἔλπετο:〉 διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο. Aim

### book 605.1

Ἕκτορα δ’ Ἰδομενεύς: σκόπει τὸ τῆς ἀπαγγελίας τά‐

### book 605.2

χος· προειπὼν γὰρ τὰ περὶ τῆς βουλῆς τοῦ Ἕκτορος (sc. Ρ 582—92) καὶ ἐφορμήσεως

### book 605.3

ἐπὶ τὸν Λήϊτον (sc. Ρ 601,2) νῦν ἐν μέσῳ τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται †καίπερ

### book 605.4

πεφοβημένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται. b(BCE3E4)T εἶτα

### book 605.5

(sc. Ρ 608) πάλιν μεταβαίνει ἐπὶ τὸν Ἕκτορα. T

### book 607a.1

ἐν καυλῷ {δ’ ἐάγη}: τὸ τῆς ἐπιδορατίδος. λέγει δὲ ἀντὶ

### book 607a.2

τοῦ A κατὰ τὸν καυλόν. A Til

### book 607b.1

〈ἐν καυλῷ:〉 ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύ‐

### book 607b.2

ρακος. Til

### book 607c1

〈τοὶ δ’ ἐβόησαν:〉 οὕτως {δὲ} μόνως, φησὶν ὁ Δίδυμος

### book 607c1.1

ἐν τοῖς διορθωτικοῖς (p. 112 Schm.) τοὶ δ’ ἐβόησαν· ἀβέλτερον

### book 607c1.2

γὰρ τελέως τὸ „τοὶ δ’ ἐφόβηθεν“; οὐ γὰρ φεύγουσιν, ἀλλὰ διώκουσιν.

### book 607c1.3

καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· „ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε / Τρωϊκόσ“

### book 607c1.5

(Ρ 723—4). A

### book 607c2

οὕτως Ἀρίσταρχος τοὶ δ’ ἐβόησαν. Aim

### book 607c3.1

οὐκ „ἐφόβηθεν“· διώκουσι γὰρ οὗτοι. οὕτως Ἀρίσταρ‐

### book 607c3.2

χος. T

### book 607d

τοὶ δ’ ἐβόησαν: ἐκπληχθέντες, μή τι πάθῃ. b(BCE3E4)T

### book 608-18a1.1

〈ὁ δ’〉 Ἰδομενῆος ἀκόντισε〈—ὦσε δόρυ

### book 608-18a1.2

πρυμνόν〉: ὡς Ἰδομενέα βάλῃ ἑστῶτα ἐν τῷ δίφρῳ· ὃς πεζὸς ἐλθὼν

### book 608-18a1.3

ἐκ τοῦ ναυστάθμου πεσὼν ἂν ὕψωσε Τρῶας, εἰ μὴ Κοίρανος αὐτῷ

### book 608-18a1.4

παρέστησε τὸ ἅρμα, †ὡς† ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν

### book 608-18a1.5.1

ἡνίοχος ὢν τοῦ Μηριόνου (cf. 611)· τροπῆς γὰρ γεγονυίας μεσαιπό‐

### book 608-18a1.5.2

λιος ὢν ὁ Ἰδομενεὺς ἀπώλετο ἄν· „οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν

### book 608-18a1.5.3

ὁρμηθέντι“ (Ν 512). ἔστι δὲ ἡ φράσις ὡς „τῶν αὖθ’ ἡγεμόνευε μενεπτό‐

### book 608-18a1.5.4

λεμος Πολυποίτης, / υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύσ“

### book 608-18a1.5.5

(Β 740—1) καὶ μετὰ ταῦτα „οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύσ“ (Β 745).

### book 608-18a1.10.1

φθάσαντος οὖν ἤδη ἀναβῆναι Ἰδομενέως ὁ παρεστὼς ἡνίοχος ἐπλή‐

### book 608-18a1.10.2

γη. T

### book 608-18a2.1

κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπιβάντος·

### book 608-18a2.2

πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶ‐

### book 608-18a2.3

ας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ

### book 608-18a2.4

Λύκτου Μηριόνῃ συνεστράτευσε. λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος

### book 608-18a2.5.1

Ἰδομενέως ἧκε τὸ βέλος καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ

### book 608-18a2.5.2

οὖν ἤνεγκε τοὺς ἵππους, τροπῆς γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομε‐

### book 608-18a2.5.3

νεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν. b(BCE3E4)

### book 608-16

{τρῶες·} ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο

### book 608-16.1

(608) ἕως τοῦ αὐτὸς δ’ ὤλεσε θυμόν (616): λίαν τούτων πέπλεκται

### book 608-16.2

ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων. | ὁ δ’ Ἰδομε‐

### book 608-16.3

νῆος ἀκόντισε 〈Δευκαλίδαο /〉 δίφρῳ ἐφεσταότοσ〈—〉

### book 608-16.5.1

πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας 〈ἀμφιελίσσας /〉 ἤλυθε

### book 608-16.5.2

(608—13): τίς πεζὸς ἤλυθε καί κε Τρωσὶ μέγα κράτος 〈ἐγ‐

### book 608-16.5.3

γυάλιξεν〉 (613); οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς ἦν; ἀλλὰ δεῖ

### book 608-16.5.4

νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα,

### book 608-16.5.5

ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατ’ ἐπανάληψιν. τὸ δὲ

### book 608-16.10.1

πεζὸς γὰρ τὰ πρῶτα (612) οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουστέον,

### book 608-16.10.2

ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κε Τρωσὶ

### book 608-16.10.3

μέγα κράτος 〈ἐγγυάλιξεν〉 (613)· οὐ γὰρ ἂν τάσσοιτο τοῦτο

### book 608-16.10.4

οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλ’ ἐπὶ τοῦ

### book 608-16.10.5

Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα δίφρῳ ἐφεσταότος· τοῦ μέν

### book 608-16.15.1

ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν· / αὐτὰρ ὁ Μηριόναο ὀπάονά

### book 608-16.15.2

θ’ ἡνίοχόν τε / Κοίρανον, ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης

### book 608-16.15.3

ἕπετ’ αὐτῷ (609—11) ὥστε εἶναι τὸ ἑξῆς· ὁ δ’ Ἰδομενῆος

### book 608-16.15.4

ἀκόντισε Δευκαλίδαο (608)· / πεζὸς γὰρ τὰ πρῶτα λιπὼν

### book 608-16.15.5

νέας / ἤλυθεν (612—3), ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ

### book 608-16.20.1

μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ

### book 608-16.20.2

ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο / δίφρῳ ἐφεσταότος

### book 608-16.20.3

(608—9)· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶς ἐγένετο ἐν τῷ δίφρῳ·

### book 608-16.20.4

π〈ρ〉ότερον μὲν ἦν πεζός, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ

### book 608-16.20.5

ἅρμα· πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας (cf. 612) ἐν τῇ Ν (cf.

### book 608-16.25.1

Ν 240—305) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεύς, νῦν δὲ ἄφνω πέφηνεν ἐφ’

### book 608-16.25.2

ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ

### book 608-16.25.3

χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεύς, τραχεῖαν ἔχων τὴν Ἰθάκην

### book 608-16.25.4

(cf. ν 242). σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον.

### book 608-16.25.5

προθεὶς οὖν τὸ κεφάλαιον ὕστερον ἐπεκδιδάσκει, πῶς ἔσχεν ἅρμα·

### book 608-16.30

καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, / εἰ μὴ Κοίρανος

### book 608-16.1

ὦκα ποδώκεας ἤλασεν ἵππους (613—4). τοῦτο οὖν προλαβὼν

### book 608-16.2

ἐξήνεγκεν· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο / δίφρῳ

### book 608-16.3

ἐφεσταότος (608—9). πῶς; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους

### book 608-16.4

(cf. 614), ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα

### book 608-16.35.1

λιπὼν νέας / ἤλυθε (612—3)· τίς γὰρ ἡ ἰδιότης; ὅτι, εἴπερ ἐμάχετο

### book 608-16.35.2

πεζός, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦρχεν

### book 608-16.35.3

(cf. Ρ 597). A

### book 608

〈Ἰδομενῆος:〉 τὸ σημεῖον, ὅτι ἐπ’ Ἰδομενέα. Aint

### book 612-6.1

〈πεζὸς γὰρ τὰ πρῶτα—ἀνδροφόνοιο:〉

### book 612-6.2

μακρὰ ἡ παρέκβασις καὶ πάντα διὰ μέσου· τὸ γὰρ ἑξῆς „Κοίρανον“

### book 612-6.3

(Ρ 611), „〈τὸν〉 βάλ’ ὑπὸ γναθμοῖο“ (Ρ 617). Aint

### book 612-3a.1

πεζὸς γὰρ τὰ πρῶτα〈—ἐγγυάλιξεν〉:

### book 612-3a.2

ὁ Ἰδομενεὺς δηλονότι· διὸ εἰς τὸ ἅρμα τοῦ Μηριόνου ἀνῆλθεν. T

### book 612b.1

πεζὸς γὰρ τὰ πρῶτα—ἐγγυάλιξεν: ἐκδεκτέον

### book 612b.2

τὸν λόγον ἐπὶ τοῦ Ἰδομενέως· ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κιν‐

### book 612b.3

δυνεύοντα πεζὸν (πεζὸς γὰρ ἀπὸ τοῦ ναυστάθμου) ἐξήλασε τοὺς

### book 612b.4

ἵππους, δεξάμενος αὐτὸν ἐπὶ τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος

### book 612b.5.1

βολὴν ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ

### book 612b.5.2

αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο (cf. Ρ 616), σώσας τὸν Ἰδομενέα

### book 612b.5.3

(cf. Ρ 615). A

### book 613.1

καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν: πάντως

### book 613.2

ἀπώλετο ἂν ὁ Μηριόνης, εἰ μὴ πεζὸς ἀφίκετο, ὡς εἴ γε τῷ Ἰδομενεῖ

### book 613.3

ἡνιόχει, ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος· τὸ γὰρ „πεζὸς γὰρ τὰ

### book 613.4

πρῶτα“ (Ρ 612) καὶ ἐπὶ τοῦ Μηριόνου ἀκουστέον. A

### book 615-6.1

καὶ τῷ μὲν φάος ἦλθεν〈— / αὐτὸς δ’ ὤλεσε

### book 615-6.2

θυμόν〉: καινὸν καὶ περιπαθὲς τὸ σύμπτωμα. T

### book 617a1.1

τὸν βάλ’ ὑπὸ γναθμοῖο 〈καὶ οὔατοσ〉, ἐκ δ’ ἄρ’

### book 617a1.2

ὀδόντας: ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας·

### book 617a1.1

καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόντος,

### book 617a1.2

τῷ δὲ ἅρματι ἐπιβεβηκότος τοῦ βληθέντος. b(BCE3E4)T

### book 617b1.1

〈ὑπὸ〉 γναθμοῖο: εἰκότως πλαγία ἡ πληγὴ γίνεται

### book 617b1.2

περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. | ἔστι δὲ τὸ ἑξῆς „αὐτὰρ ὁ Μηριό‐

### book 617b1.3

ναο ὀπάονά θ’ ἡνίοχόν τε / Κοίρανον“ (Ρ 610—1), τὸν βάλ’ ὑπὸ

### book 617b1.4

γναθμοῖο· τὰ δὲ ἄλλα (sc. Ρ 612—6) ἐν μέσῳ. b(BCE3E4)T

### book 617b1.5

διόπερ ἐδέησε καὶ περισσοῦ τοῦ ἄρθρου. T

### book 617b2/a2.1

{τὸν βάλ’ ὑπὸ γναθμοῖο:} κατὰ τὸ εἰκὸς πλαγία ἡ πλη‐

### book 617b2/a2.2

γὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· | καὶ γὰρ ὑπὸ τὴν

### book 617b2/a2.3

σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον

### book 617b2/a2.4

τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους

### book 617b2/a2.5

βεβλῆσθαι. A

### book 618a.1

〈ὦσε δόρυ πρυμνόν:〉 ἕως τοῦ ἐσχάτου τοῦ δόρατος

### book 618a.2

ὦσε. Aim

### book 618b.1

δόρυ πρυμνόν: ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ

### book 618b.2

στύρακος. b(BCE3E4)T

### book 620-1.1

καὶ τά γε Μηριόνης 〈ἔλαβεν χείρεσσι φίλῃσι /

### book 620-1.2

κύψας ἐκ πεδίοιο〉: τὸ ἑξῆς ‘καὶ τά γε Μηριόνης ἐκ πεδίου ἔλαβε

### book 620-1.3

κύψασ‘. ἀνελόμενος, φησί, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ Ἰδομενεῖ,

### book 620-1.4

αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι, δηλοῖ τὸ „μάστιε

### book 620-1.5.1

νῦν“ (Ρ 622). b(BCE3E4)T φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος·

### book 620-1.5.2

αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν

### book 620-1.5.3

δὲ μεσαιπόλιον ἀποπέμπει, τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος. A

### book 620-1.5.4

b(BCE3E4)T

### book 627.1

{ζεὺς ὅτε δὴ τρώεσσι δίδου} ἑτεραλκέα νίκην: οὐ γὰρ

### book 627.2

ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων ἐπ’ ἀλκῆς ὄντων. A

### book 628

τοῖσι {δὲ μύθων ἦρχε}: ὅτι ἐπὶ δύο τὸ τοῖσι. T

### book 630

〈ἀρήγει:〉 ἐν ἄλλῳ „ἀμύνει“. Aim

### book 631

〈ἐφείη:〉 διχῶς, καὶ „ἀφείη“. Aim

### book 632a.1

〈Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει:〉 τὸ ἔμπης ἀντὶ τοῦ

### book 632a.2

ὁμοίως τέτακται. Aint

### book 632b

〈ἔμπης:〉 ὅμως. Til

### book 634.1

αὐτοί περ φραζώμεθα: ἐμφαντικὸν τὸ αὐτοί περ, οἷον

### book 634.2

ἡμεῖς μόνοι οἱ καταλελειμμένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδίᾳ ἀρετῇ,

### book 634.3

οὐ τῇ ἀπὸ θεῶν συλλήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία γὰρ πο‐

### book 634.4

λέμιον οἶδε καὶ οὐ καταλείπει τὸν νεκρόν. b(BCE3E4)T

### book 637a1.1

〈οἵ που δεῦρο:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „οἵ που

### book 637a1.2

νῦν“. Aim

### book 637a2

{οἵ που νῦν ὁρόωντες:} οἵ που δεῦρο. τινὲς „οἵ που

### book 637a2

νῦν“, κακῶς. T

### book 639.1

σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν πεσέεσθαι〉:

### book 639.2

πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν ἢ τὸν Ἕκτορα.

### book 639.3

πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσει〈ν〉. A

### book 640-1a1.1

εἴη δ’ ὅστις ἑταῖροσ〈— / Πηλείδῃ〉: ἐπὶ

### book 640-1a1.2

τελευταῖον βοήθημα τουτὶ καταφεύγει. T

### book 640-1a2.1

ἐπεὶ τελευταῖον τοῦτο βοήθημα τῆς δυστυχίας, εἰς τοῦτο

### book 640-1a2.2

εἰκότως καταφεύγει. b(BCE3E4)

### book 643a.1

ἀλλ’ οὔ πη δύναμαι 〈ἰδέειν τοιοῦτον Ἀχαιῶν〉:

### book 643a.2

πῶς παρείληπται τὸ πῆ; σημαίνει γὰρ τὸ εἰς τόπον· „πῆ ἔβη

### book 643a.3

Ἀνδρομάχη;“ (Ζ 377). τὸ δὲ ποῦ ἐστὶν ἐν τόπῳ, ὅπερ καταλληλό‐

### book 643a.4

τερον; ‘ἀλλ’ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινα τῶν Ἀχαιῶν τοι‐

### book 643a.5.1

οῦτον‘. μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλ’ ὡς παραπληρω‐

### book 643a.5.2

ματικὸν σύνδεσμον ἐκληπτέον. A

### book 643b

〈οὔ πῃ:〉 τινὲς „οὔ πω“, ἀντὶ τοῦ οὐδενὶ τ〈ρ〉όπῳ. Til

### book 644a.1

ἠέρι {γὰρ κατέχονται}: ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ

### book 644a.2

γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος

### book 644a.3

τοῦ ἡλίου· „ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖ’ ἦν“ (ι 144). A

### book 644b

〈κατέχονται:〉 ἐν ἄλλῳ „{ἠέρι γὰρ} κεκάλυπται“. Aint

### book 645-7a.1

ἀλλὰ σὺ ῥῦσαι〈—εὔαδεν οὕτωσ〉: θαυ‐

### book 645-7a.2

μαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν αἰτεῖ, ἀλλὰ τὸ μὴ ἐμποδίζεσθαι ἀπὸ

### book 645-7a

ἔργων ἀγαθῶν· διὸ καίπερ ἐναντιούμενος ὑπακούει Ζεύς. b(BCE3E4)T

### book 645-7b.1

ἀλλὰ σὺ ῥῦσαι—εὔαδεν οὕτως: μεγαλοφρό‐

### book 645-7b.2

νως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς 〈τὴν〉 τῶν ὀφθαλμῶν

### book 645-7b.3

χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν. A

### book 646

〈ἰδέσθαι:〉 ἐν ἄλλῳ „ὁρᾶσθαι“. Aim

### book 648a1.1

δάκρυ χέοντα: †ἡ κατὰ παράλειψιν διήγησις· ἄνω

### book 648a1.2

γὰρ οὐδὲν εἰπὼν περὶ δακρύων †τοῦτο† ἐνέφηνε. περιπαθῆ δὲ λίαν

### book 648a1.3

εἰσάγει τὰ πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν

### book 648a1.4

αὐτὸν δεδακρυκότα. b(BCE3E4)T

### book 648a2.1

{τὸν δὲ πατὴρ ὀλοφύρατο:} περιπαθῶς εἰσάγει τὸν Αἴαν‐

### book 648a2.2

τα δακρύοντα· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν 〈αὐτὸν〉 δεδακρυκότα·

### book 648a2.3

οὐ γὰρ ἦν κατ’ Αἴαντα. A

### book 649.1

αὐτίκα δ’ ἠέρα μὲν 〈σκέδασεν καὶ ἀπῶσεν ὁμί‐

### book 649.2

χλην〉: ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταὐτὸν τῷ

### book 649.3

ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλη〈ν〉. A

### book 651.1

καὶ τότ’ ἄρ’ Αἴας 〈εἶπε βοὴν ἀγαθὸν Μενέλαον〉:

### book 651.2

ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προ‐

### book 651.3

θέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον. A

### book 652-3a1.1

αἴ κεν ἴδηαι / ζωὸν 〈ἔτ’ Ἀντίλοχον〉: ἔμφασιν

### book 652-3a1.2

ἔχει τῆς δυσπραγίας τὸ αἴ κεν (652), ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν

### book 652-3a1

οὐδὲ τοῦτον. b(BCE3E4)T

### book 652-3a2.1

{ζωὸν ἔτ’ ἀντίλοχον:} καὶ τοῦτο περιπαθές, ὡς οὐκ

### book 652-3a2.2

†ἐλπίζων† ἔτι ζῆν τὸν ἥρωα διὰ τὴν συνέχειαν τῆς μάχης. A

### book 657-64.1

ὥς τίς τε λέων〈—τετιηότι θυμῷ〉: πολλαὶ

### book 657-64.2

αἱ εἰκόνες κατὰ τοῦ ἥρωος, A b (BCE3E4)T καὶ ἑκάστη κατὰ και‐

### book 657-64.3

ρὸν ἁρμόδιος· b(BCE3E4) πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φι‐

### book 657-64.4

λοστοργίαν βοΐ (cf. Ρ 4—5), νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ

### book 657-64.5.1

ἀποχώρησιν· καὶ ἑξῆς (sc. Ρ 674—8) διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρ‐

### book 657-64.5.2

έβαλεν αὐτόν. A b (BCE3E4)T

### book 657

〈μεσσαύλοιο:〉 τῆς ἐπ’ ἀγρῷ ἐπαύλεως. Aint

### book 658

〈κε κάμῃσι:〉 ὅτι ὁ κέ περισσός. ἢ ὑφ’ ἓν „κεκάμῃσι“. Aint

### book 659.1

〈πῖαρ:〉 τὸ λίπος τῆς πιμελῆς, Aim ἐκ παρεπομένου δὲ

### book 659.2

τὸ ζῆν. Aim Til

### book 660-1.1

〈ὁ δὲ κρειῶν ἐρατίζων / ἰθύει:〉 λέγεται τὸν λέοντα

### book 660-1.2

ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφ’ οὗ νυττόμενος καὶ

### book 660-1.3

πονῶν πλέον ἀγριοῦται. A

### book 663.1

καιόμεναί τε δεταί, 〈τάς τε τρεῖ〉: καὶ Ἀριστοτέλης

### book 663.2

ἐν τῷ Περὶ ζῴων (9,44 p. 629b21) φησὶ λέοντα μάλιστα τὸ πῦρ δε‐

### book 663.3

δοικέναι. δεταὶ δὲ ὀξυτόνως αἱ συνδεδεμέναι ἐκ ξύλων λαμπάδες.

### book 663.4

b(BCE3E4)T

### book 664a

〈τετιηότι θυμῷ:〉 ἐν ἄλλῳ „τετιημένος ἦτορ“. Aim

### book 664b1

〈τετιηότι:〉 κακωθέντι ὑπὸ λύπης. Til

### book 664b2

〈τετιημένος:〉 βεβλημένος διὰ λύπην. Aint

### book 666.1

ἀέκων: πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς

### book 666.2

οὐδὲν ἐξείργασται b(BCE3E4)T περιτιθέμενον τῷ ἥρωϊ. b

### book 666.3

(BCE3E4)

### book 667a.1

ἀργαλέου πρὸ φόβοιο 〈ἕλωρ δηΐοισι λίποιεν〉:

### book 667a.2

ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου, ὅ ἐστιν ὑπὸ φυγῆς· καὶ ὅτι ἕλωρ ἕλεμα. A

### book 667b.1

πρὸ φόβοιο: ἀντὶ τοῦ ὑπὸ φόβου· „ἀεθλεύων πρὸ ἄνα‐

### book 667b.2

κτοσ“ (Ω 734). b(BCE3)T

### book 670a.1

ἐνηείης Πατροκλῆος: πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί.

### book 670a.2

νῦν δὲ παρέλαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾷος ἦν,

### book 670a.3

δῆλον ἐξ ὧν b(BCE3E4)T τῶν βασιλέων διαφερομένων ἡσυ‐

### book 670a.4

χάζει, T Νέστορος ἐπιμελῶς ἀκούει (cf. Λ 655—803), b(BCE3E4)

### book 670a.5.1

φιλοστόργως Εὐρύπυλον ἰᾶται (cf. Λ 844—8. Ο 390—4), κλαίει πρὸς

### book 670a.5.2

Ἀχιλλέα (cf. Π 2—4). b(BCE3E4)T

### book 670b

〈ἐνηείης:〉 προσηνείας. | ἀπηνὴς δὲ 〈ὁ〉 ἐναντίος. Aint

### book 671a.1

πᾶσιν γὰρ ἐπίστατο 〈μείλιχος εἶναι〉: αὐξητικὸν

### book 671a.2

τὸ πᾶσιν, T οὐκ Ἀχιλλεῖ μόνον, Aint T ἀλλὰ κοινῶς πᾶ‐

### book 671a.3

σιν. T

### book 671b.1

〈πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι:〉 ἔνδειξις

### book 671b.2

τῆς ἀρετῆς Πατρόκλου. ἔστι δὲ παιδευτικὸς ὁ λόγος ὅτι οἱ χρηστοὶ τὴν

### book 671b.3

γνώμην τῆς πάντων φροντίδος ἀξιοῦνται. b(BCE3E4)

### book 674-5

ὅν ῥά τέ φασιν / ὀξύτατον δέρκεσθαι ὑπουρα‐

### book 674-5.1

νίων πετεηνῶν: ἀξιοπίστως τὸ φασί (674) προσέθηκεν ὡς πρὸ

### book 674-5.2

τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. b(BCE3E4)

### book 674-5.3

T | φησὶ δὲ καὶ Ἀριστοτέλης (h. an. 9, 34 p. 620 a 1) ὡς ἵστησι τοὺς

### book 674-5.5.1

νεοσσοὺς πρὸς ἥλιον ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ

### book 674-5.5.2

ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος. A b (BCE3

### book 674-5.5.3

E4)T

### book 676-7.1

ὅν τε καὶ ὑψόθ’ ἐόντα—κατακείμενος: πάν‐

### book 676-7.2

τοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέτεται, τὸ δὲ κατασκοπού‐

### book 676-7.3

μενον, λαγώς, καὶ τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρίνεσθαι καὶ τῷ

### book 676-7.4

μεγέθει βραχύ. βοηθεῖ δὲ καὶ ὁ θάμνος, ὑφ’ οὗ κέκρυπται ὁ λαγώς. b

### book 676-7.5

(BCE3E4)T

### book 681a.1

〈ἴδοιτο:〉 οὕτως Ἀρίσταρχος ἴδοιτο, τὰ ὄσσε δη‐

### book 681a.2

λονότι. Aim

### book 681b.1

ἴδοιτο: οὕτως αἱ Ἀριστάρχειοι ἴδοιτο. τίς; τὰ προ‐

### book 681b.2

κείμενα ὄσσε {διὸ καὶ τὸ σημεῖον}. ἢ | νοητέον ἀποστροφὴν λόγου

### book 681b.3

〈ἀπὸ τοῦ〉 πρὸς τὸν Μενέλαον εἰς τὸν περὶ αὐτοῦ λόγον· 〈διὸ καὶ τὸ

### book 681b.4

σημεῖον〉. A

### book 681c1.1

ἴδοιντο: τὰ ὄσσε. οἱ δὲ ἑνικῶς „ἴδοιτο“, ἵν’ ᾖ ‘τὰ ὄσσε

### book 681c1.2

ἴδοιτο‘, ὡς τὰ παιδία παίζει. οἱ δὲ ἀπὸ τῆς σχολῆς „ἴδοιο“ γράφου‐

### book 681c1

σιν. T

### book 681c2

οἱ μὲν μετὰ τοῦ ν διὰ τὸ πλῆθος. οἱ δὲ χωρὶς τοῦ ν, ὡς τὸ τὰ

### book 681c2.1

δὲ παιδία παίζει. | λέγει δὲ ὅτι διεστρέφοντο οἱ ὀφθαλμοί, εἴ που θεά‐

### book 681c2.2

σαιντο Νέστορος υἱόν. b(BCE3E4)

### book 688.1

{ὅτι πῆμα θεὸς δαναοῖσι} κυλίνδει: Ἀρίσταρχος βαρύνει,

### book 688.2

ὑγιῶς πάνυ διὰ τὰ κινήματα· „κυλίνδετο“ γοῦν φησιν (sc. θ 81. λ

### book 688.3

598), οὐχὶ ἐκυλινδεῖτο, καὶ „ἡ δὲ κυλινδομένη καναχὴν ἔχε“ (Π 794)·

### book 688.4

διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν, „μέγα κῦμα κυλίνδων“

### book 688.5

(ε 296). A

### book 689-90.1

〈πέφαται δ’〉 ὤριστος Ἀχαιῶν, 〈/ Πάτροκλος,

### book 689-90.2

μεγάλη—τέτυκται〉: παρατήρει, ποσάκις εἰπὼν περὶ τῆς

### book 689-90.3

ἀναιρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη. b(BCE3)T

### book 694

〈κατέστυγε:〉 κατεστύγνασεν, | ἠνιάθη. Aim

### book 695a1.1

ἀφασίη: πανταχόθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα

### book 695a1.2

δὲ ἐκ τοῦ †μὴ δὲ† πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ

### book 695a1.3

σιωπὴ παντὸς λόγου μείζων. ἔστι φίλος Πατρόκλῳ, b(BCE3E4)T

### book 695a1.4

ὥς που καὶ ἐν τῇ Νεκυίᾳ φησὶ „καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντι‐

### book 695a1.5.1

λόχοιο“ (λ 468). T πρὸς τῇ φιλίᾳ αὐτοῦ Νέστωρ αἴτιος ἐγεγόνει

### book 695a1.5.2

τοῦ θανάτου αὐτοῦ. b(BCE3E4)T

### book 695a2

μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται. Aint

### book 695b

ἄλλως· ἀφασίη· ἄριστα ᾠκονόμηκεν ὁ ποιητὴς τὴν τοῦ

### book 695b.1

Πατρόκλου θανάτου ἄγνοιαν, ὡς καὶ ἐπὶ τῆς Ἀνδρομάχης· καὶ γὰρ

### book 695b.2

αὕτη ἐκτὸς τῆς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι τὸν Ἕκτορα ἐν χαλε‐

### book 695b.3

πωτέρῳ γίνεται πένθει ἀκούσασα (cf. Χ 445—515). b(BCE3E4)T

### book 698.1

βῆ δὲ θέειν, 〈τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταί‐

### book 698.2

ρῳ〉: πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆ‐

### book 698.3

ναι τῷ Ἀχιλλεῖ. A

### book 700a.1

τὸν μὲν δάκρυ χέοντα 〈πόδες φέρον〉: πρὸς τῷ

### book 700a.2

πάθει εἶχε τὴν διάνοιαν, μηδ’ ὅτι τρέχει εἰδώς. | ἡ διπλῆ, δέ, ὅτι οὕτως

### book 700a.3

εἴωθε λέγειν, οἱ πόδες ἔφερον, οὐχὶ τοὺς πόδας. πρὸς Ζηνόδοτον με‐

### book 700a.4

ταγράφοντα (sc. Ζ 511) „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. A

### book 700b.1

τὸν μὲν δάκρυ χέοντα πόδες φέρον: τρόπον τινὰ

### book 700b.2

τὸ πένθος ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν πόδες φέρον. ἐφ’

### book 700b.3

ἅρματος δὲ οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος. ἢ τὸ πένθος αὐτὸν τοῦτο

### book 700b.4

συνιδεῖν οὐκ ἐᾷ. b(BCE3E4)T καὶ Πηνελόπη γοῦν οὐκέτι

### book 700b.5.1

„ἔτλη / δίφρῳ ἐφέζεσθαι“ (δ 716—7) ἀκούσασα περὶ τοῦ παιδός.

### book 700b.5.2

τινὲς δὲ Λαοδόκῳ παραδοῦναι τὰ ὅπλα, ὅπως δοκῇ ἐκεῖνος τοῖς πολε‐

### book 700b.5.3

μίοις Ἀντίλοχος εἶναι, τὸ δὲ ἅρμα καταλιπεῖν τῷ πατρί, εἰ δέοι φυ‐

### book 700b.5.4

γεῖν· ἀλλ’ εἶχεν ὁ Νέστωρ ἴδιον ἅρμα καὶ Εὐρυμέδοντα ἡνίοχον (cf.

### book 700b.5.5

Λ 620—1). ἄμεινον οὖν διὰ τὸ πένθος. T

### book 702.1

〈οὐδ’ ἄρα σοί, Μενέλαε διοτρεφές, ἤθελε θυμός:〉

### book 702.2

ὅτι πάλιν ἀπέστροφε τὸν λόγον. Aint

### book 703

〈ἔνθεν:〉 ἀντὶ τοῦ ὅθεν. Til

### book 705.1

ἀλλ’ ὅ γε τοῖσιν μὲν 〈Θρασυμήδεα δῖον ἀνῆκεν〉:

### book 705.2

ὅτι ἀπέστροφεν A ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ A

### book 705.3

b(BCE3)T λόγον. | τὸ δὲ ἀνῆκεν A ἀνέπεισε, παρώτρυ‐

### book 705.4

νεν. AAint

### book 710.1

〈κεχολωμένον Ἕκτορι δίῳ: ἐν ἄλλῳ〉 „κεχολωμένον

### book 710.2

Ἀτρείωνι“. Aint

### book 711.1

οὐ γάρ πως ἂν γυμνὸς ἐὼν 〈Τρώεσσι μάχοιτο〉:

### book 711.2

πολλάκις γὰρ ὑπὸ περιστάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ

### book 711.3

ἀδύνατον αὐτοῦ. b(BCE3E4)T τὰ δὲ τοῦ Πατρόκλου οὐκ ἐν‐

### book 711.4

δύεται ὅπλα, ἢ ὡς ἐλάσσω τοῦ σώματος, ἢ οὐκ εἶχεν. T

### book 712.1

ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα: γενναῖον πρὸς προ‐

### book 712.2

τροπὴν τὸ ἀπὸ τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων

### book 712.3

ἐπικουρίαν. b(BCE3E4)T

### book 714.1

Τρώων ἐξ ἐνοπῆς: ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπὸ

### book 714.2

τοῦ ἀλαλαγμοῦ, οὕτως καὶ ἐνοπῆς νῦν ἀπὸ μέρους τῆς μάχης φη‐

### book 714.3

σίν. A

### book 719.1

νῶϊ μαχησόμεθα: ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζό‐

### book 719.2

μενος Ἀχιλλεὺς ὑπ’ Αἴαντος, ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται.

### book 719.3

εἰ δὲ Ὅμηρος ἔγραφε τὸν Ἀχιλλέως θάνατον, οὐκ ἂν ἐποίησε τὸν

### book 719

νεκρὸν ὑπ’ Αἴαντος βασταζόμενον. ὡς οἱ νεώτεροι. A

### book 720a.1

ἶσον θυμὸν ἔχοντες 〈ὁμώνυμοι〉: πάντοθεν προτρέ‐

### book 720a.2

πει τὸν Λοκρόν. καὶ Ἀλέξανδρος ἐν Πέρσαις ὁρῶν τινα Ἀλέξανδρον

### book 720a.3

†ἀνδριζόμενον† „ἴσοσ“, φησίν, „ὄφθητι τῆς ὁμωνυμίασ“. b(BCE3E4)T

### book 720b.1

ὁμώνυμοι: ὁ λόγος· ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς

### book 720b.2

γε τοιαῦτα λέγει ‘ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομ’ ἔχομεν· οἱ

### book 720b.3

γὰρ δύο Αἴαντες καλούμεθα‘· βουγάϊος γὰρ ὡς ἀληθῶς. A

### book 721

〈μένοντες:〉 Ἀριστοφάνης δυϊκῶς „μένοντε“. Aint

### book 722a.1

οἱ δ’ ἄρα νεκρὸν 〈ἀπὸ χθονὸς ἀγκάζοντο〉: ἐγ‐

### book 722a.2

γὺς τῶν νεῶν θέλουσι κομίσαι, ἵνα κἂν καταπονῶνται, βοηθήσῃ

### book 722a.3

Ἀχιλλεύς. διὰ δὲ τοῦ ἀγκάζοντο τὸ σπουδαῖον καὶ μοχθηρὸν

### book 722a.4

ἐνέφηνεν. b(BCE3E4)T

### book 722b.1

ἀγκάζοντο: ἐμφαντικῶς ἐμήνυσε τοὺς †περιειληφότας

### book 722b.2

ὥσπερ† τὸν νεκρόν. καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν ‘ἐρύοντο‘. ἀλλ’ οὐκ

### book 722b.3

ἦν οἰκεῖον τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι. b(BCE3E4)T

### book 725-9

〈ἴθυσαν δὲ〉 κύνεσ〈σ〉ιν ἐοικότεσ〈—ἄλλυ‐

### book 725-9.1

δις ἄλλοσ〉: πρὸς τὸ θράσος τῶν Τρώων ἡ παραβολή. καὶ τὴν

### book 725-9.2

αἰτίαν τοῦ θάρσους παρίστησι τῷ βλημένῳ (726). ἀλλὰ καὶ τὸ

### book 725-9.3

ἑλίξεται (728) συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων

### book 725-9.5

διωκόμενον, ὁ κάπρος. b(BCE3E4)T

### book 727a.1

〈ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες:〉

### book 727a.2

τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ. Aim

### book 727b1

εἵως {μὲν γάρ}: ἕως. λείπει τινός. T

### book 727b2

ἕως τινός. b(BCE3E4)

### book 731.1

〈νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν:〉 οἱ μὲν ἐγγὺς

### book 731.2

ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν. b(BCE3E4)Til

### book 733

〈τῶν δὲ τράπετο χρώς:〉 περισσὸς ὁ δέ. Til

### book 737-9.1

〈ἄγριοσ〉 ἠΰτε πῦρ〈—ἲς ἀνέμοιο〉: ὃ κατὰ

### book 737-9.2

μεταφορὰν ἐξήγαγεν ἑτέρωθι, καυστειρὴν τὴν μάχην λέγων (sc. Δ

### book 737-9.3

342. Μ 316), νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ

### book 737-9.4

αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνιδίου, ἵνα †λανθάνον νέμηται. b

### book 737-9.5

(BCE3E4)T

### book 739a

〈ἐν σέλαϊ:〉 ὑπὸ σέλᾳ. Aa

### book 739b

〈ἐπιβρέμει:〉 ἐπιταράσσει. Aa

### book 741

〈ἀζηχής:〉 σφοδρὸς καὶ πολύς. Aa

### book 742-5.1

οἱ δ’ ὥς θ’ ἡμίονοι—σπευδόντεσσιν: βόες

### book 742-5.2

μὲν ἰσορρόπως ἕλκουσιν ἑκάτερος φέρων τὸ ἴδιον βάρος· ἡμίονοι δὲ

### book 742-5.3

διωθούμενοι τὸ βάρος ἀντιμεταβάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπα‐

### book 742-5.4

σχον καὶ οἱ τὸν νεκρὸν κομίζοντες, εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν

### book 742-5.5.1

τῶν πολεμίων οὐκ ἔχοντες. | κατὰ τὰς ἀποκλίσεις τοῦ φερομένου ἑκά‐

### book 742-5.5.2

τερος ἐβαρεῖτο· διὸ ἐπιτείνων τὸ ταλαίπωρον αὐτῶν σκολιὰν παρ‐

### book 742-5.5.3

έλαβεν ὁδὸν (cf. 743) καὶ μακρὸν (cf. 744) τὸ ἑλκόμενον ξύλον διὰ τῆς

### book 742-5.5.4

ὁδοῦ. b(BCE3E4)T

### book 742.1

〈κρατερὸν μένοσ〉 ἀμφιβαλόντες: ἰσοβαρήσαντες τῇ

### book 742.2

δοκῷ τὴν προθυμίαν Aa b (BCE3E4)T ἢ συμπλέξαντες καὶ

### book 742.3

ἑνώσαντες, Aa b (BCE3E4) ὡς τὸ „ἥλικες ἰσοφόροι“ (ς 373). Aa

### book 742.4

b (BCE3E4)T

### book 743

ἀταρπόν: 〈ἀτραπόν〉, ὁδόν, ἣν οὐκ ἔστιν ἐκτραπῆναι. Aa

### book 746.1

ὣς οἵ γ’ ἐμμεμαῶτε: οὕτω διὰ τῶν δύο μ〈μ〉. τινὲς δὲ

### book 746.2

„οἱ μὲν ἄρ’ ἐμμεμαῶτε“. T

### book 747-51.1

ὥς τε πρὼν 〈ἰσχάνει ὕδωρ / —ῥέοντεσ〉:

### book 747-51.2

ἄκρως οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλ’ ἀσαλεύτοις πρηόσιν ἀντ‐

### book 747-51.3

έχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον· Αἴαντες γὰρ ἐρ‐

### book 747-51.4

ριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ Τρῶες. ὡς δὲ ὁ πρὼν

### book 747-51.5.1

κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον ἐλθεῖν, τὸ δὲ περιεχόμενον

### book 747-51.5.2

εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτως καὶ ἐπὶ τῷ σώματι Πατρόκλου

### book 747-51.5.3

ἑδραίως ἑστῶτες ἀπέτρεπον τοὺς Τρῶας ἐπ’ ἄλλο μέρος. b(BCE3E4)T

### book 747a.1

πρών: προοχὴ ὄρους. ἰσχάνει δὲ τῆς εἰς θάλασσαν

### book 747a.2

ἐκρύσεως. b(BCE3E4)T

### book 747b.1

{ὥς τε} πρών: ὄρους ἐξοχή. | τινὲς πετρώδης τόπος.

### book 747b.2

οὕτως οὖν φησιν· ἐπεῖχον οἱ Ἕλληνες τὴν φορὰν τῶν Τρώων ὡς ὁ

### book 747b.3

πρὼν τὸ ὕδωρ. Aa

### book 748.1

πεδίοιο διαπρύσιον τετυχηκώς: ὡς διόλου προή‐

### book 748.2

κειν καὶ διατετάσθαι τοῦ πεδίου τὸν πρῶνα. Aa b (BCE3E4)T

### book 750.1

πᾶσι ῥόον πεδίον δὲ τίθησι: ἀποστρέφει τὰ ῥεύματα

### book 750.2

πάντων. Aa T

### book 751a

〈πλάζων:〉 προσπελάζων. Aa

### book 751b.1

〈οὐδέ τέ μιν:〉 „οὐδέ τί μιν“. Ἀριστοφάνης „οὐδέ τι

### book 751b.2

μήν“. Til

### book 751c.1

〈ῥηγνῦσι:〉 ἀντὶ τοῦ ῥηγνύουσι, ὡς „πιμπλᾶσι“ (Φ 23).

### book 751c.2

οὕτως Ἀρίσταρχος. Aa

### book 752

〈ἀνέεργον:〉 ἀπώθουν. Aa

### book 755-7.1

τῶν δ’ ὥς τε ψαρῶν〈—ὀρνίθεσσιν〉: ταπεινοῖ

### book 755-7.2

τοὺς Ἕλληνας τῇ παραβολῇ πρὸς σύγκρισιν τοῦ πολεμοῦντος Διός.

### book 755-7.3

τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτοὺς ὁ

### book 755-7

Πάτροκλος ἐδίωκεν· „ἴρηκι ἐοικώς / ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆ‐

### book 755-7.5.1

ράς τε“ (Π 582—3). ἀλλ’ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πά‐

### book 755-7.5.2

σχουσιν, ἀλλὰ διὰ τὴν ἀρετὴν τοῦ διώκοντος· τούτοις δὲ ὁ Ζεὺς αἴτιος

### book 755-7.5.3

τῆς ταπεινῆς εἰκόνος. b(BCE3E4)T

### book 755a.1

ψαρῶν νέφος: τὴν ἀγέλην νέφος ὠνόμασεν, οὐ διὰ τὸ

### book 755a.2

πλῆθος μόνον, ἀλλ’ ὅτι καὶ ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι. b

### book 755a.3

(BE3E4)T

### book 755b1.1

ἄλλως· ψαρῶν 〈νέφος ... ἠὲ κολοιῶν〉: διὰ τὴν

### book 755b1.2

εὐφωνίαν· ἐκεῖ δὲ „κολοιούς τε ψῆράς τε“ (Π 583). T συναγε‐

### book 755b1.3

λαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία (cf. Zenob.

### book 755b1.4

2,47 = C.P.G. I p. 44)· „καὶ γὰρ κολοιὸς παρὰ κολοιὸν ἱζάνει“.

### book 755b1.5.1

μαρτυρεῖ δὲ καὶ ὁ τῆς θήρας αὐτῶν τρόπος· ἐλαίου πλήρη κρατῆρα

### book 755b1.5.2

τιθέασιν, οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει ἀφορῶντες εἰς τὴν σκιὰν

### book 755b1.5.3

ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα †ἐπιπεσόντες† τῷ

### book 755b1.5.4

ἐλαίῳ, ὡς πρὸς τοὺς ἑταίρους δῆθεν κατιόντες, ἁλίσκονται συγκολλη‐

### book 755b1.5.5

θέντες τὰ πτερὰ τῷ ἐλαίῳ. Aa T πολύ τε μᾶλλον ἀγεληδὸν αὐ‐

### book 755b1.10.1

τῶν ἡ πτῆσις γίνεται ἰδόντων ἱέρακα, καὶ τοῦ φόβου τὴν φωνὴν

### book 755b1.10.2

συστρέφοντος βοῶσιν ὀξὺ καὶ συνεστραμμένον· τοῦτο Ὅμηρος „οὖ‐

### book 755b1.10.3

λον“ (Ρ 756) λέγει. τῶν δὲ ἡδομένων ὀρνέων χαλαρὰ καὶ ἀνειμένη ἡ

### book 755b1

φωνή. T

### book 755b2.1

ὅρα δέ, πῶς καὶ ἐκεῖ κολοιοὺς συνέμιξε· συναγελαστικὸν

### book 755b2.2

γὰρ ὁ κολοιὸς καὶ †φιλόφωνον†, ὡς ἡ παροιμία· „καὶ γὰρ κολοιὸς

### book 755b2.3

παρὰ †τὸ κολωὸν εἴκασται†.“ εἰσὶ δέ πως καὶ τῶν ἄλλων ἀνοητό‐

### book 755b2.4

τεροι, ὡς καὶ ὁ τῆς θήρας αὐτῶν μαρτυρεῖ τρόπος· ἐλαίου γὰρ πλήρη

### book 755b2.5.1

κρατῆρα τιθέασιν· οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει καὶ ἀφορῶντες

### book 755b2.5.2

εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα †ἐπιπε‐

### book 755b2.5.3

σόντες† τῷ ἐλαίῳ, ὡς δῆθεν πρὸς τοὺς ἑταίρους κατιόντες, ἁλίσκονται

### book 755b2.5.4

συγκολληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. ἵπτανται δὲ καὶ ἀγεληδόν· ὅτε

### book 755b2.5.5

δὲ ἴδωσιν ἱέρακα, συστραφέντες εἰς ἀλλήλους ὀξὺ βοῶσιν, ὅπερ Ὅμη‐

### book 755b2.10.1

ρος „οὖλον“ ἐκάλεσεν. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ

### book 755b2.10.2

ταραχῶδες καὶ ἀνόητον (cf. Π 581—5), ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλ‐

### book 755b2.10.3

άλληλον· ἀεὶ γὰρ ἡ πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται. b(BE3E4)

### book 756a

〈οὖλον:〉 συνεστραμμένον, | ὀξύ. Aa

### book 756b.1

〈κεκλήγοντες:〉 πρὸς τὸ σημαινόμενον ὑπήντησεν. b

### book 756b.2

(BCE3E4)Til (bis)

### book 756c

〈κεκλήγοντες:〉 ἀντὶ τοῦ κεκληγότες. Aa

### book 757a1.1

〈κίρκον, ὅ τε〉 σμικρῇσιν: ὁ γὰρ ἀετὸς μεγάλα φο‐

### book 757a1.2

νεύει. | ἐπὶ δὲ τῶν λίαν ἀσθενῶν οὐδέποτε ‘τυτθῇσιν‘ εἶπεν. T

### book 757a2.1

ὁ γὰρ ἀετὸς μεγάλα φονεύει, | ἐπὶ δὲ τῶν εὐτελῶν καὶ

### book 757a2.2

ἀσθενῶν οὐδέποτε κάτεισιν. b(BCE3E4)

### book 760.1

τεύχεα 〈...〉 πέσον: πεφεισμένως οὐκ εἶπεν ‘ἀπέβαλον

### book 760.2

τὰ ὅπλα‘ ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλ’ ‘ἔπεσον‘, ὡς οὐχ ἑκοντὶ

### book 760.3

ῥιψάντων, ἀλλ’ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν πρᾶγμα

### book 760

μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖπεν. b(BCE3E4)T

### book 761a.1

〈φευγόντων Δαναῶν·〉 πολέμου δ’ οὐ γίνετ’

### book 761a.2

ἐρωή: οὐκ ἔστιν ἐναντίον τὸ λέγειν καὶ φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι

### book 761a.3

ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλή‐

### book 761a.4

νων ὄχλος, οὐχ ὑπεχώρουν δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ

### book 761a.5

νεκροῦ. Aa b (BCE3E4)T

### book 761b1.1

〈οὐ γίνετ’〉 ἐρωή: οὐκ ἐπίσχεσις, ἀλλὰ τοὐναντίον

### book 761b1.2

αὔξησις. T

### book 761b2

ἐρωὴ δὲ ἡ ἐπίσχεσις. b(BCE3E4)

### book 761b3

ἐρωὴ δέ ἐστιν ὑποχώρησις, ἀνοχή. Aa

### book postscr.1

〈Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.〉

### book 1a.1

〈ὣς οἱ μὲν μάρναντο〉 δέμας πυρός: λείπει τὸ ὡσεί,

### book 1a.2

b(BCE3E4)T ὡσεὶ 〈δέμασ〉 πυρός· T ὡς πῦρ γὰρ ἐμάχον‐

### book 1a.3

το μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστείρην λέγει (sc.

### book 1a.4

D 342 Μ 316). ποικίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς.

### book 1a.5

b(BCE3E4)T

### book 1b.1

ὣς οἱ μὲν μάρναντο δέμας πυρός: τινὲς δέμας τὸ

### book 1b.2

σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, δέμας πυρὸς ὁ τρόπος

### book 1b.3

τοῦ πυρός· ὠλόθρευον ἀλλήλους ὡς πῦρ b(BCE3E4)T ἤτοι

### book 1b.4

ἐμπύρως ἐπολέμουν. b(BCE3E4)

### book 1c.1

ὣς οἱ μὲν μάρναντο δέμας πυρός {αἰθομένοιο}:

### book 1c.2

πυρὸς τρόπον. τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι. A

### book 1d

〈δέμας:〉 ὅτι ὥσπερ. Aint

### book 3a1.1

προπάροιθε {νεῶν}: τοπικῶς, ὡς τὸ „κὰδ δ’ ἔβαλε προ‐

### book 3a1.2

πάροιθε νεώσ“ (ι 482). ἀλλὰ καὶ χρονικῶς, ὡς τὸ „†οὗτος† ἀνὴρ

### book 3a1.3

προπάροιθε μακάρτατοσ“ (λ 483). b(BCE3E4)T

### book 3a2.1

{τόνδ’ εὗρε} προπάροιθε: νῦν ἐπὶ τόπου. καὶ ἐν Ὀδυσ‐

### book 3a2.2

σείᾳ „κὰδ δ’ ἔβαλε προπάροιθε νεώσ“. τάσσεται δὲ καὶ ἐπὶ χρόνου·

### book 3a2.3

„σεῖο δ’, Ἀχιλλεῦ, / οὔτις ἀνὴρ προπάροιθε μακάρτ〈ατοσ〉“ (λ 482‐

### book 3a2

3). A

### book 3b1.1

ὀρθοκραιράων: τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραῖ‐

### book 3b1.2

ραν γὰρ λέγουσι τὴν κεφαλήν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ

### book 3b1.3

ἡμίκραιραν. λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ

### book 3b1.4

μεταφορᾶς τῶν βοῶν. A

### book 3b2.1

κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων. ὀρθοκεφάλων·

### book 3b2.2

κραῖρα γὰρ ἡ κεφαλή. b(BCE3E4)T

### book 4.1

τὰ φρονέοντ’ ἀνὰ θυμόν, 〈ἃ δὴ τετελεσμένα ἦεν〉:

### book 4.2

οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι

### book 4.3

δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς. A b (BCE3E4)T

### book 5.1

ὀχθήσας {δ’ ἄρα εἶπε}: ἤτοι λυπηθείς, ἀπὸ τοῦ ἄχθεος,

### book 5.2

ὅ ἐστι βάρους· λέγοιμεν δ’ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ

### book 5.3

ὄχθου ὠνόμασται, ὄχθοι δὲ τὰ ὑψηλά, οἷον ἐπαρθεὶς τῷ θυμῷ. A

### book 6a.1

ὤ μοι ἐγώ: περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ

### book 6a.2

τῇ ὑπονοουμένῃ τοῦ φίλου συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς

### book 6a.3

τῶν Ἀχαιῶν στοχάζεται πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ

### book 6a.4

ζῶντος ἔφυγον. b(BCE3E4)T εἰ δὲ καὶ ἔφυγον, ἧκεν ἂν αὐτὸς

### book 6a.5

πρὸς Ἀχιλλέα. b(BCE3E4)

### book 6b

〈τί τ’ ἄρ’ αὖτε:〉 τί δὴ πάλιν. Til

### book 7a.1

νηυσὶν ἔπι κλονέονται 〈ἀτυζόμενοι πεδίοιο〉:

### book 7a.2

ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ „νηυσὶν ἔπι προέηκα“

### book 7a.3

(Σ 439). | ἡ διπλῆ δέ, A ὅτι λείπει ἡ διά, φεύγοντες διὰ τοῦ

### book 7a

πεδίου. A Aim

### book 7b.1

νηυσὶν ἔπι: ἐπὶ τὰς ναῦς. b(BCE3E4)T | ἀναστρεπτέον

### book 7b.2

δὲ τὴν πρόθεσιν ὁμοίως τῷ „νηυσὶν ἔπι προέηκα“ (Σ 439). b(BCE3E4)T

### book 7c.1

ἀτυζόμενοι: βεβλαμμένοι. ἢ φεύγοντες. b(BCE3E4)T

### book 7c.2

πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη. b(BCE3)T

### book 9.1

ὥς ποτέ μοι μήτηρ διεπέφραδε: ἐζήτηται, πῶς οὐκ

### book 9.2

ἔστιν Αὐτομέδων—χρονίσαι ἐν τῇ ὁδῷ. A

### book 9.1

〈διεπέφραδε καί μοι ἔειπε:〉 ὅμοιόν ἐστι τῷ „ἔπος τ’

### book 9.2

ἔφατ’ ἔκ τ’ ὀνόμαζεν“ (Α 368 al.). b(BE3E4)

### book 10-1a

Μυρμιδόνων τὸν ἄριστον 〈ἔτι ζώοντος ἐμεῖο /〉

### book 10-1a.1

χερσὶν ὕπο Τρώων 〈λείψειν φάος ἠελίοιο〉: ἐν τῇ Ῥιανοῦ

### book 10-1a.2

(fr. 1 M.) οὐκ ἦσαν οἱ δύο, ἴσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος·

### book 10-1a.3

Λοκρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δέ φησιν ὁ Ἀρίσταρχος οὕτως αὐτὸ

### book 10-1a.5.1

παραδέχεσθαι, τὸν μετ’ αὐτὸν ἄριστον τῶν Μυρμιδόνων. | καὶ κατά

### book 10-1a.5.2

τινας δὲ τῶν μεθ’ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου λέγεται

### book 10-1a.5.3

λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν

### book 10-1a.5.4

Ὀποῦντι. οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος.

### book 10-1a.5.5

δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ

### book 10-1a.10.1

τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. | πῶς δέ, φασί, τοῦτο

### book 10-1a.10.2

πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον;

### book 10-1a.10.3

ὅτι, φαίη τις ἄν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε τὸν χρόνον, παρά τε

### book 10-1a.10.4

τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων. ὅταν δὲ ἀποβῇ, μιμνῄσκονται.

### book 10-1a

A

### book 10-1b.1

ἄλλως· χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν·

### book 10-1b.2

οὐ γὰρ ἐβούλετο, τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προ‐

### book 10-1b.3

ειποῦσα, λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἶπεν τὸ Μυρμιδόνων τὸν

### book 10-1b.4

ἄριστον (10), ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον. A

### book 10a.1

Μυρμιδόνων τὸν ἄριστον: ἡ διπλῆ πρὸς τὸ ἀμφί‐

### book 10a.2

βολον, πῶς Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν ὄντα.

### book 10a.3

A

### book 10b.1

Μυρμιδόνων τὸν ἄριστον: Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ

### book 10b.2

γένος, ἀπὸ Ὀποῦντος πόλεως· μετὰ δὲ τὸ τεκεῖν Αἰακὸν ὑπὸ Διὸς τὴν

### book 10b.3

Αἴγιναν γήμας ἔμενεν 〈ἐν〉 Οἰνώνῃ· καὶ γίνεται αὐτῷ Μενοίτιος 〈ὁ〉

### book 10b.4

τοῦ Πατρόκλου 〈πατήρ〉· b(BCE3)T ὅθεν Μυρμιδόνα ἀναγκαί‐

### book 10b.5.1

ως τὸν Πάτροκλον καλεῖ· διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν·

### book 10b.5.2

b(BCE3E4)T ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμοιογενεῖς συγκρίνωμεν,

### book 10b.5.3

τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξανδρέων Πτολε‐

### book 10b.5.4

μαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ συγκριτικῷ· τὸ γὰρ συγκριτικὸν

### book 10b.5.5

οὔπω τὴν τελείαν εἴληχε λέξιν, ἀμέλει γέ τοι καὶ ἔτι ἐπιτείνεται·

### book 10b.10.1

τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχε. b(BE3E4)T τῷ δὲ ἐντελεῖ

### book 10b.10.2

συγκρινόμενον οὐκ ἀχθεσθήσεται τὸ πλῆθος, τῷ γε μὴν ἀτελεῖ. T

### book 10c.1

ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: ἐν τῇ Ῥιανοῦ καὶ

### book 10c.2

Ἀριστοφάνους οὐκ ἐφέροντο οἱ δύο (sc. Σ 10 et 11). δύναται δὲ

### book 10c.3

Μυρμιδόνων λέγειν τὸν ἄριστον οἷον τῆς Μυρμιδόνων στρατιᾶς· διὸ

### book 10c.4

καὶ ἄριστον, οὐ κρείττω εἶπεν. ἢ τὸν ἐν Μυρμιδόσιν ἄριστον· συν‐

### book 10c.5

ηρίθμητο γὰρ αὐτοῖς, εἰ καὶ Λοκρὸς ἦν. T

### book 10d.1

ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: πιθανὸν τὸ μὴ ὀνο‐

### book 10d.2

μαστὶ περὶ τοῦ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν

### book 10d.3

χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου· b(BE3E4)T

### book 10d.4

διὸ καὶ μετὰ τὰς ἀποβάσεις ὁρῶνται, ὡς καὶ ἐπὶ τοῦ Ἀλκινόου

### book 10d.5

(sc. ν 172—8). T

### book 11.1

〈χερσὶν ὕπο Τρώων:〉 ἀντὶ 〈τοῦ〉 ὑπὸ τῶν χειρῶν τῶν

### book 11.2

Τρώων. Aint

### book 12a.1

ἦ μάλα δὴ τέθνηκε 〈Μενοιτίου ἄλκιμος υἱόσ〉:

### book 12a.2

μάλιστα τῇ διανοίᾳ κατείληφεν ὅτι τέθνηκεν. ἐκ τοῦ βίου δὲ τὸ πάθος

### book 12a.3

εἵλκυσε· δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εἰκάζειν οἱ στέργοντες. A

### book 12b.1

ἦ μάλα δὴ τέθνηκε: ἀντὶ τοῦ λίαν κατείληφα ὅτι

### book 12b.2

τέθνηκε· μάλα οἶδα καὶ πέπεισμαι. b(BCE3)T

### book 13a.1

σχέτλιος: ὁ ἑαυτῷ κακῶν αἴτιος, ὁ b(BCE3E4) τλή‐

### book 13a.2

μων. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη τοῦ Ἀχιλλέως ὅτι κατὰ πρό‐

### book 13a.3

νοιαν τῷ φίλῳ ἀπέχεσθαι τοῦ τείχους συνεβούλευεν, οὐ βασκαίνων

### book 13a.4

αὐτῷ (cf. Π 89—90). b(BCE3E4)T

### book 13b

〈σχέτλιος:〉 τάλας, | ἢ τλήμων ἐνταῦθα. Aint

### book 14a1.1

νῆας ἐπ’ ἂψ ἰέναι: „ἂψ ἐπὶ νῆας ἴμεν“, οὕτως ἡ Ἀρι‐

### book 14a1.2

στάρχου. ἐν ἐνίαις δὲ φαύλως νῆας ἐπ’ ἂψ ἰέναι. A

### book 14a2

Ἀρίσταρχος „ἂψ ἐπὶ νῆας ἴμεν“. Aim

### book 14a3

{ἐπὶ νῆας ἰέμεν:} Ἀρίσταρχος καὶ Ἀριστοφάνης „ἐπὶ νῆας

### book 14a3

†ἰέναι“. T

### book 14b.1

Ἕκτορι: ἀπὸ μέρους τοῖς Τρωσίν· b(BCE3E4)T ἔφη

### book 14b.2

γὰρ „Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον 〈ἡγεμονεύειν〉“ (Π 92). T

### book 17a.1

δάκρυα θερμὰ χέων: ἵνα πλησίον γένηται τῆς ὑπονοίας

### book 17a.2

Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελίαν. A

### book 17b.1

〈ἀγγελίην〉 ἀλεγεινήν: ὥσπερ συναλγῶν ἐπὶ τῇ

### book 17b.2

Πατρόκλου συμφορᾷ ὁ ποιητὴς ἐπιφωνεῖ ὅτι ἀλεγεινὴ ἀγγελία τὸ τὸν

### book 17b.3

Πάτροκλον ἀγγεῖλαι τετελευτηκότα. b(BCE3E4)T

### book 18a.1

ὤ μοι, Πηλέως υἱὲ 〈δαΐφρονος, ἦ μάλα λυγρῆσ〉:

### book 18a.2

περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀναφθέγγεται, οὐκ ἐπὶ τὸν τεθνεῶτα

### book 18a.3

οὐδ’ ἐπὶ τὸν ἀκούοντα, ἀλλ’ ἐφ’ ἑαυτὸν ἀνενεγκὼν τὴν ἀτυχίαν· διὰ

### book 18a.4

γὰρ τοῦ ὤ μοι οἰκειοῦται τὴν συμφοράν, τοῦ δὲ Πηλέως, τοιούτου

### book 18a.5.1

πατρός, †μετριάζει† ταῖς συμφοραῖς. διὰ δὲ τοῦ λυγρῆς ἔννοιαν αὐ‐

### book 18a.5.2

τῷ τοῦ δεινοῦ δίδωσιν. b(BCE3E4)T

### book 18b.1

ὤ μοι {πηλέος ὑιε}: δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν

### book 18b.2

τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα, εἰς ἑαυτὸν δὲ τὴν

### book 18b.3

συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ πάθος. A

### book 20-1.1

κεῖται Πάτροκλοσ〈—Ἕκτωρ〉: ἱκανῶς ἐτάχυ‐

### book 20-1.2

νε τὸ κακάγγελον ἐν ὅλοις δύο στίχοις. καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε,

### book 20-1.1

τὸν ἀποθανόντα, τοὺς ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν

### book 20-1.2

δὲ τοῦτο οἱ τραγικοί, ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς

### book 20-1.5

διηγήσεις τῶν συμφορῶν. b(BCE3E4)T

### book 20a.1

κεῖται Πάτροκλος: προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ

### book 20a.2

δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον

### book 20a.3

γὰρ προσπεσόντα τοῖς ἀκούουσι τὰ δεινὰ ἐξίστησιν. A b (BCE3E4)

### book 20a.4

T

### book 20b.1

ἄλλως· κεῖται Πάτροκλος: οἶον οὐκ ἀνήρπασται. διὰ

### book 20b.2

δὲ τοῦ ἀμφιμάχονται εὐμενῆ τοῖς Ἀχαιοῖς αὐτὸν καθίστησιν.

### book 20b.3

b(BCE3E4)T

### book 21.1

γυμνοῦ· ἀτὰρ τά γε 〈τεύχε’ ἔχει κορυθαίολος

### book 21.2

Ἕκτωρ〉: δεδήλωκε μετὰ συντομίας τὸ γεγενημένον πρᾶγμα.

### book 21.3

ἀναγκαίως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ

### book 21.4

γὰρ ἔφη ‘σκυλεύσας τὰ ὅπλα ἔχει‘, ἀλλὰ μόνον ἐσήμανεν. A

### book 22-35a.1

τὸν δ’ ἄχεος νεφέλη 〈ἐκάλυψε—ᾤμω‐

### book 22-35a.2

ξεν〉: Πλάτων ἐν τρίτῳ Πολιτείας (p. 388 b 1) κατηγορεῖ τῶν ὀδυ‐

### book 22-35a.3

ρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν

### book 22-35a.4

τι πεπονθότων (cf. ib. 387 d 5). Ζωΐλος (fr. 31 Friedl. = FGrHist

### book 22-35a.5.1

71,11) δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ

### book 22-35a.5.2

ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δει‐

### book 22-35a.5.3

νὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτ’

### book 22-35a.5.4

ἂν βάρβαρος τι〈τ〉θὴ ἐποίησεν· καί τοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕ‐

### book 22-35a.5.5

κτορος οὐδὲν τοιοῦτόν ἐστιν (cf. Χ 405—7). Ζηνόδωρος (p. 137

### book 22-35a.10

Pusch) δὲ ἀπολογεῖται, λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγ‐

### book 22-35a.1

μένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ 〈τό〉τε βίῳ· „τοῦτό νυ καὶ

### book 22-35a.2

γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι, / κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ

### book 22-35a.3

δάκρυ παρειῶν“ (δ 197—8). A

### book 22-35b.1

ἄλλως· εἰ γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει

### book 22-35b.2

πένθος ἀκούσαντα, τί πείσεται Ἀχιλλεύς; μεῖζον δὲ τὸ πάθος ἔδειξε

### book 22-35b.3

δακρύσας (cf. Ρ 694—6. Σ 17). A

### book 22

〈ἄχεος νεφέλη:〉 λύπη〈σ〉 χειμών. Til

### book 23a.1

〈κόνιν αἰθαλόεσσαν:〉 ὅτι τὴν ἀπὸ πυρὸς τέφραν κό‐

### book 23a.2

νιν λέγει· διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει. Aint

### book 23b.1

κόνιν αἰθαλόεσ〈σ〉αν: τὴν σποδόν φησι· b(BCE3)T

### book 23b.2

„μέλαιν’ ἀμφίζανε τέφρη“ (Σ 25). T οἱ δὲ τεφρώδη κονιορτόν·

### book 23b.3

b(BCE3)T καὶ ἐπὶ Πριάμου „ἀμφὶ δὲ πολλή / κόπρος ἔην κε‐

### book 23b.4

φαλῇ τε καὶ αὐχένι“ (Ω 163—4). T

### book 25.1

νεκταρέῳ: εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ, b(BCE3E4)T

### book 25.2

παρὰ τὸ νέκταρ. T

### book 26.1

μεγαλωστί: Ἀνακρέων (fr. 133 P = P.M.G. 478) „ἱρω‐

### book 26.2

στί“. Φερεκράτης (fr. 239 [I p. 207] K.) „ταχεωστί“ ἀντὶ τοῦ

### book 26.3

ταχέως. AT νεωστί. ἔδει δὲ μεγαλιστί, ὡς Φρυγιστί, Ῥωμαϊ‐

### book 26.4

στί. T

### book 28-31.1

δμωαὶ δ’, 〈ἃς Ἀχιλεὺς ληΐσσατο—ἑκά‐

### book 28-31.2

στησ〉: φιλοπενθὴς γυνὴ βάρβαρος αἰχμάλωτος, b(BCE3)T καὶ

### book 28-31.1

διὰ τὸ πρᾷον τοῦ ἀποθανόντος καὶ τὴν τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται

### book 28-31.2

θρηνοῦσι, πῶς οὐκ Ἀχιλλεύς; b(BCE3E4)T ἐκ περιουσίας δὲ

### book 28-31.5

τοῦτό φησι· μὴ μνησθέντος γοῦν οὐδεὶς ἐπεζήτησεν. b(BCE3)T

### book 28a

〈ἃς ... ληΐσσατο:〉 ἃς ἐκ λαφυραγωγίας ἐκτήσατο. Aim

### book 28b.1

〈Πάτροκλός τε:〉 περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα

### book 28b.2

τοῦ Πατρόκλου. Aint

### book 31

〈πεπλήγοντο:〉 ἔτυπτον. ἢ πληγεῖσαι ἦσαν. Til

### book 33a.1

χεῖρας ἔχων Ἀχιλῆος: πανταχόθεν ἐκίνησεν, ἀνωτέρω

### book 33a.2

μὲν (sc. Σ 23—7) τοῖς ἐνεργήμασι, νῦν δὲ τῇ ἐξ ἑτέρων σπουδῇ· οἶδε

### book 33a.3

γὰρ τοὺς μεγαλοψύχους ἐπὶ σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς ὁρμωμέ‐

### book 33a.4

νους. T

### book 33b.1

〈ὁ δ’ ἔστενε κυδάλιμον κῆρ:〉 τοῦτο διὰ μέσου· τὸ

### book 33b.2

γὰρ ἑξῆς χεῖρας ἔχων Ἀχιλῆος· (33) „δείδιε γάρ“ (Σ 34). Aint

### book 34a.1

δείδιε γάρ, 〈μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ〉:

### book 34a.2

τινές· ἐφοβεῖτο γὰρ Ἀχιλλεύς, μὴ καὶ ἀποδειροτομήσῃ Ἕκτωρ Πά‐

### book 34a.3

τροκλον. ὁ δὲ Ἀντίλοχος, φασί, πρὸς τὸ μὴ ἐπιχέειν τὴν κόνιν κατεῖχεν

### book 34a.4

αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς. b(BCE3E4)T

### book 34b.1

δείδιε γάρ, μὴ λαιμόν: ὅτι ἀμφίβολον, μὴ τὸν ἑαυτοῦ

### book 34b.2

λαιμὸν ὁ Ἀχιλλεύς, ἢ τὸν Ἀντιλόχου. A

### book 34c1

〈ἀποτμήξειε:〉 οὕτω Ζηνόδοτος. Ail Ἀρίσταρχος

### book 34c1

„ἀπαμήσειε“. Aim

### book 34c2

Ἀρίσταρχος †ἀποτμήσειε†, Ζηνόδοτος ἀποτμήξειε. Til

### book 35-6.1

〈σμερδαλέον δ’ ᾤμωξεν·〉 ἄκουσε δὲ 〈πότνια

### book 35-6.2

μήτηρ / ἡμένη ἐν βένθεσσιν ἁλόσ〉: προκατασκευὴ χρειώδης

### book 35-6.3

τῆς μεγαλοφωνίας Ἀχιλλέως· „τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε

### book 35-6.4

δῖος Ἀχιλλεύς, / τρὶς δὲ κυκήθησαν Τρῶεσ“ (Σ 228—9). συνετῶς δὲ

### book 35-6.5.1

οἰμώξαντα (cf. 35) μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑ‐

### book 35-6.5.2

ρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπληγότι. b(BCE3E4)T

### book 36.1

ἡμένη ἐν βένθεσ〈σ〉ιν ἁλός: ἄλλα ἐπεισόδια καινά· καὶ

### book 36.2

ἀπὸ τῆς γῆς καὶ ἐπὶ θάλατταν μεταφέρει τὸ πένθος. A

### book 37

〈κώκυσεν:〉 θρηνητικὸν ἀνεφθέγξατο. b(BCE3E4)Til

### book 38.1

ΝΗΡΗΪ́ΔΕΣ {ἦσαν}: ἐντεῦθεν πλανηθέντες οἱ περὶ Ἡσίο‐

### book 38.2

δον (sc. th. 240—64) Νηρέως ἀνέγραψαν θυγατέρα καὶ Θέτιν, τοῦ

### book 38.3

ποιητοῦ παρὰ τὸ νεῖν τὴν λέξιν ποιησαμένου, ὅθεν καὶ νῆσος καὶ να‐

### book 38.4

ρὸν τὸ ῥευστικόν. ἦσαν δὲ Πρωτέως, φησίν (sc. δ 365), ἢ Φόρκυνος

### book 38.5.1

(sc. α 72)· οὗτοι γὰρ γέροντες εἰνάλιοι παρὰ τῷ ποιητῇ· καὶ „ὀψόμε‐

### book 38.5.2

ναί τε γέρονθ’ ἅλιον“ (Σ 141). T

### book 39-49.1

ἔνθ’ ἄρ’ ἔην Γλαύκη τε〈—ἦσαν〉: ὁ τῶν

### book 39-49.2

Νηρεΐδων χορὸς προηθέτηται καὶ παρὰ Ζηνοδότῳ ὡς Ἡσιόδ〈ε〉ιον

### book 39-49.3

ἔχων χαρακτῆρα· Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας λέγει (cf. Α

### book 39-49

604 al.) καὶ Εἰλειθυίας (cf. Λ 270. T 119), ἀλλ’ οὐκ ὀνόματα· γελοῖόν

### book 39-49.5.1

τε ἐξ ὀνόματος προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν

### book 39-49.5.2

ἄλλαι θ’ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν (49). ὁ δὲ

### book 39-49.5.3

Καλλίστρατος (p. 321 n. 27 Schm.) οὐδὲ ἐν τῇ Ἀργολικῇ φησιν αὐ‐

### book 39-49.5.4

τοὺς φέρεσθαι· τό τε ἔνθα (39) οὔτε χρόνον σημαίνει οὔτε τόπον,

### book 39-49.5.5

διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ. A

### book 39-46.1

Γλαύκη ... / Νημερτής τε καὶ Ἀψευδής: ἐν‐

### book 39-46.2

θάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη (39) εἰς ἀποφυγὴν τοῦ

### book 39-46.3

ἐπιθετικοῦ τοῦ „γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα“ (Π 34). ἐπὶ δὲ τοῦ Νη‐

### book 39-46.4

μερτής τε καὶ Ἀψευδής (46) οὐκ ἐποιήσατο μεταβολὴν τόνου.

### book 39-46.5

ἔφαμεν δὲ ἤδη (sc. ad Ι 150) περὶ τῶν τοιούτων. A

### book 40a.1

〈Σπειώ τε Θόη θ’ Ἁλίη τε:〉 Ἀρίσταρχος χωρὶς τὸ

### book 40a.2

θ, Ἁλίη, παρὰ τὴν ἅλα. Aim

### book 40b.1

Θόη θ’ Ἁλίη τε {βοῶπις}: ἀπὸ τοῦ α τὴν ἀρχὴν τοῦ

### book 40b.2

ὀνόματος δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆ‐

### book 40b

χθαι. A

### book 44.1

Δεξαμένη: τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. τί οὖν εἴ‐

### book 44.2

ποιεν ἐπὶ τοῦ Δαναός „Δανάη“ (cf. Ξ 319), κολωνός „κολώνη“ (Β

### book 44.3

811 al.); b(BCE3)T

### book 50

〈ἀργύφεον:〉 παρὰ τὸ „ἄργυφον“ (cf. Ω 621). Til

### book 51.1

πεπλήγοντο: ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι

### book 51.2

περὶ τὴν Θέτιν θρηνοῦσαν. T (bis)

### book 53a

〈εἴδετε:〉 διὰ μέτρον συνέστειλεν. Til

### book 53a

〈εἴδετε:〉 ἀντὶ τοῦ εἰδῆτε. Aint

### book 53b

〈ἔνι:〉 Ἀριστοφάνης „ἔπι {κήδεα}“. Aim

### book 54a.1

〈δυσαριστοτόκεια:〉 ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, |

### book 54a.2

ἄριστον καὶ δύστηνον. καὶ Ὀλυμπιὰς ἐντεῦθεν περὶ Ἀλεξάνδρου φησί·

### book 54a.3

„κρείσσων γέγονεν ἢ μητρὶ συνέφερεν.“ b(BCE3E4)

### book 54b.1

δυσαριστοτόκεια: ἐκ τριῶν σύνθετον, ὡς τὸ „ἀμι‐

### book 54b.2

τροχίτωνασ“ (Π 419). | λέγει δὲ ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα, | ὡς

### book 54b.3

ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνος. A

### book 56.1

ἔξοχον ἡρώων, 〈ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσοσ〉: ἡ

### book 56.2

ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ ἡρώων, ἵνα ὁ δέ σύνδεσμος περισσεύῃ, ἢ καὶ

### book 56.3

ἐπὶ τὸ ἶσος, ἵνα ᾖ ἀνταπόδοσις „τὸν μὲν ἐγὼ θρέψασα“ (Σ 57). A

### book 57a.1

τὸν μὲν ἐγὼ θρέψασα: ὅτι ἡ Θέτις οὐκ ἀπελείφθη τοῦ

### book 57a.2

Πηλέως οἴκου, καθάπερ οἱ νεώτεροι, δωδεκαταῖον καταλιποῦσα τὸν

### book 57a.3

Ἀχιλλέα, ὁ δὲ Πηλεὺς Χείρωνι παραδέδωκεν, ἵνα τραφῇ. A

### book 57b.1

θρέψασα: ὅτι 〈οὐκ〉 ἐχωρίσθη Πηλέως· καὶ „τὸν δ’ οὐχ

### book 57b.2

ὑποδέξομαι αὖτισ“ (Σ 59). T

### book 57c.1

γουνῷ ἀλωῆς: τῷ γονίμῳ τόπῳ τῆς γῆς. | ἢ τῷ

### book 57c.2

ὑψηλοτάτῳ, μεταφορικῶς ἀπὸ τῶν γονάτων τῶν ἐν τῷ σώματι,

### book 57c.3

ἅπερ ἐξέχει. A

### book 57d.1

γουνῷ: γουνόν τινες τὸ γεώλοφον, ὃ καὶ τῶν καταιγί‐

### book 57d.2

δων ἀπήλλακται καὶ αὔραις αὔξει τὰ φυτά. b(BCE3E4)T

### book 59.1

τὸν δ’ οὐχ ὑποδέξομαι 〈αὖτισ〉: οὐκοῦν δεινότερα

### book 59.2

τῶν θνητῶν πέπονθεν ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ

### book 59.3

πρὸ πολλοῦ λυπεῖσθαι καὶ πενθεῖν τὸν υἱόν, προειδυῖα τὴν τελευτήν.

### book 59.4

b(BCE3E4)T

### book 60.1

οἴκαδε νοστήσαντα 〈δόμον Πηλήϊον εἴσω〉: ὅτι

### book 60.2

Ὅμηρος οὐκ οἶδεν, ὡς οἱ νεώτεροι ποιηταί, κεχωρισμένην τὴν Θέτιν

### book 60.3

ἀπὸ τοῦ Πηλέως ὑπὸ τὴν Ἀχιλλέως γένεσιν· ἀλλ’ ὅτι καὶ μετὰ τὸν

### book 60.4

Τρωϊκὸν πόλεμον σύνεστι, λέγει. A

### book 63.1

〈ἴδοιμι:〉 συντύχοιμι. καὶ ἐν Ὀδυσσείᾳ (ι 229) „ὄφρ’ αὐ‐

### book 63.2

τόν τε ἴδοιμι“, b(BCE3)Til καὶ „ὀψόμεναί 〈τε γέρονθ’ ἅλιον

### book 63.3

καὶ〉 δώματα πατρόσ“ (Σ 141). b(BCE3)

### book 63-4.1

ἠδ’ ἐπακούσω, / ὅττι μιν ἵκετο πένθος: τοῦτο ὡς

### book 63-4.2

ἐν ποιήσει ἀκουστέον· οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περὶ τῆς τοῦ

### book 63-4.3

Πατρόκλου τελευτῆς (cf. Σ 9—11) νῦν αὐτὸ τοῦτο ἀγνοοῦσαν φαί‐

### book 63-4.4

νεσθαι. A

### book 64a

ὅττι {μιν ἵκετο πένθος}: ἀντὶ τοῦ ὅπερ. T

### book 64b1.1

ἀπὸ πτολέμοιο μένοντα: Ἀρίσταρχος φυλάττει

### book 64b1.2

τὸν τόνον τῆς προθέσεως. ἔφαμεν δὲ ἐν ἑτέροις (sc. ad Β 162) ὅτι ἡ

### book 64b1.3

ἀπό, ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων, καὶ

### book 64b1.4

σημαίνῃ τὸ ἄπωθεν, φυλάσσει τὸν τόνον. οὕτως γοῦν ἀνέγνωμεν

### book 64b1.5.1

„ἀπὸ πατρίδος ἄνδρα κατακτάσ“ (Ν 696) καὶ „οὐκ ἐθέλεσκε μάχην

### book 64b1.5.2

ἀπὸ τείχεοσ“ (Ι 353) 〈καὶ〉 „καὶ γάρ τις θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς

### book 64b1.5.3

ἀλόχοιο“ (Β 292). προσέθηκα δὲ ‘μὴ μεταξὺ πιπτουσῶν λέξεων‘ διὰ

### book 64b1.5.4

τὸ „ἄπο πλυνοί εἰσι πόληοσ“ (ζ 40)· οὐ γὰρ ἐπλησίασε τῇ πόληος

### book 64b1.5.5

γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις. A

### book 64b2.1

οὐκ ἀναστρεπτέον τὴν ἀπό· τότε γὰρ οὐκ ἀναστρέφεται,

### book 64b2.2

ὅτε δηλοῦσα τὸ ἄπωθεν συντάσσεται γενικῇ, μὴ πιπτουσῶν μεταξὺ

### book 64b2.3

ἄλλων λέξεων, „ἀπὸ ἧς ἀλόχοιο“, „ἀπὸ πατρίδος ἄνδρα κατακτάσ“,

### book 64b2.4

b(BCE3)T „ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ“. T πρόσκειται

### book 64b2.5.1

‘μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων‘ διὰ τὸ „πολλὸν γὰρ ἄπο

### book 64b2.5.2

πλυνοί εἰσι πόληοσ“· ἐνθάδε γὰρ ἀναστρέφεται ἡ ἀπό. b(BCE3)T

### book 66-7.1

κῦμα θαλάσσης / ῥήγνυτο: τὴν ἐνέργειαν ἐσήμα‐

### book 66-7.2

νεν, ὡς καὶ ἐπὶ Ποσειδῶνος (cf. Ν 29). οὐκ ἀνθηρογραφεῖ δὲ διὰ τὸ

### book 66-7.3

κατηφές. T

### book 68-9.1

ἀκτὴν εἰσανέβαινον 〈ἘΠΙΣΧΕΡΩ ἔνθα θα‐

### book 68-9.2

μειαί / Μυρμιδόνων εἴρυντο νέεσ〉: τὸ ἐπισχερώ ἑκατέρωσε

### book 68-9.3

δύναται προσδίδοσθαι· καὶ γὰρ τὰς Νηρεΐδας ἀνιέναι τάξει πρέπον

### book 68-9.4

καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι, ὡς ἐν τῷ Περὶ ναυστάθμου λέγε‐

### book 68-9.5

ται. A

### book 68a

〈εἰσανέβαινον:〉 γράφεται „εἰσανέβησαν“. Aim

### book 68b.1

ἐπισχερώ: ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ἰώ·

### book 68b.2

οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι A b (BCE3)T εἰ

### book 68b.3

μὴ τὰ δύο ταῦτα. b(BCE3)T

### book 68c

〈ἐπισχερώ:〉 ἐφεξῆς. b(BCE3)T

### book 71a.1

κωκύσασα: πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν

### book 71a.2

τοῦ παιδὸς καὶ ὑπ’ αὐτῆς τῆς ὄψεως κινηθεῖσα. b(BCE3)T

### book 71b.1

κάρη λάβε: περιπαθὲς τὸ σχῆμα· b(BCE3)T οὐ

### book 71b.2

γὰρ φιλοφρονεῖται ὡς Πηνελόπη· „κύσ〈σ〉ε δέ μιν κεφαλήν“ (ρ 39). T

### book 75.1

εὔχεο: κατὰ τὸ λεληθός. ἢ ἐπεί φησι „πολλὰ δὲ μητρὶ φίλῃ

### book 75.2

ἠρήσατο“ (Α 351): b(BCE3)T καὶ αὐτὸς „ἦ μὲν δή ποτ’ ἐμεῦ

### book 75.3

πάρος ἔκλυες 〈εὐξαμένοιο〉“ (Π 236). T

### book 76a1.1

ἀλήμεναι {ὑιας ἀχαιῶν}: ὡς παρὰ τὸ „βῆναι“ (Ν 459.

### book 76a1.2

Ξ 24) „βήμεναι (Ρ 504 al.) ἐγένετο, οὕτως καὶ παρὰ τὸ „ἀλῆναι“

### book 76a1.3

ἀλήμεναι· „ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714). ψιλοῦ‐

### book 76a1.4

ται δὲ καὶ τὸ „ἐάλη“ (Ν 408 al.) καὶ τὸ „οἴμησεν δὲ ἀλείσ“ (Χ 308. ω

### book 76a1.5

538) καὶ πᾶς ὁ σχηματισμός, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο. A

### book 76a2.1

{ὰλήμεναι:} ὅλος ὁ σχηματισμὸς τοῦ „ἀλῆναι“ ψι‐

### book 76a2.2

λοῦται. T

### book 77a

ἀεκήλια: πρὸς τὴν συναλιφήν, ὅτι ἀἑκήλια ἐκληπτέον

### book 77a

κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφ’ οἷς οὐχ οἷόν τε ἡσυχάζειν. A

### book 77b.1

{παθέειν τ’} ἀεκήλια {ἔργα}: ὁ Ἀσκαλωνίτης (p. 56 B.)

### book 77b.2

ἀἑκήλια οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλος ὁ ἥσυχος ὥστε

### book 77b.3

στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ καὶ Ἀρίσταρχος, οἷον ταραχώδη.

### book 77b.4

ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι· ὁμοίως δὲ καὶ Ἀλεξίων (fr. 61 B.).

### book 77b.5

καὶ ἔχονται τοῦ δηλουμένου. A

### book 77c.1

ἀεκήλια: ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. Ἀρίσταρ‐

### book 77c.2

χος δὲ ἀἑκήλια τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. b(BCE3E4)T

### book 77c.3

ἢ παρὰ τὸ ἕκηλος, οὐχ ἡσυχαῖα οὐδ’ εἰρηναῖα. b(BCE3)T

### book 80.1

ἀλλὰ τί μοι τῶν ἦδος, 〈ἐπεὶ φίλος ὤλεθ’ ἑταῖ‐

### book 80.2

ροσ〉: ὑπερβολὴ φιλίας ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.

### book 80.3

b(BCE3E4)T

### book 82a.1

〈ἶσον ἐμῇ κεφαλῇ:〉 στικτέον ἐπὶ τὸ κεφαλῇ· μᾶλλον

### book 82a.2

γὰρ ἐμφαίνει. Aim

### book 82b1.1

〈ἶσον ἐμῇ κεφαλῇ:〉 Πυθαγόρ〈ε〉ιοι „τί ἐστι φίλος; —

### book 82b1.2

ἄλλος ἐγώ.“ Til

### book 82b2.1

Πυθαγόρειοι δὲ ἐρωτώμενοι, τί ἐστι φίλος, ἔλεγον· „ἄλλος

### book 82b2.2

ἐγώ“. b(BCE3E4)

### book 82c

τὸν ἀπώλεσα: περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγά‐

### book 82c

λου τοῦ φίλου. b(BCE3E4)T

### book 83.1

〈ἀπέδυσε:〉 τινὲς „ἀπέλυσε“, διὰ τὸ „λῦσε δέ οἱ θώρηκα“

### book 83.2

(Π 804). Til

### book 84-5a.1

τὰ μὲν Πηλῆϊ 〈θεοὶ δόσαν—εὐνῇ〉: δεινὸν

### book 84-5a.2

αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολεμίῳ κτῆμα πατρὸς καὶ δῶρα θεῶν.

### book 84-5a.3

κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος

### book 84-5a.4

Ἀχιλλεύς. ἅμα δέ, ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ

### book 84-5a.5

περὶ αὐτῶν. b(BE3E4)T

### book 84-5b.1

〈τὰ μὲν Πηλῆϊ—εὐνῇ:〉 ἄκαιρον τὸ εἰδυίᾳ λέ‐

### book 84-5b.2

γειν. Aint

### book 86-7.1

ὡς ὄφελεσ〈—ἄκοιτιν〉: φιλομήτωρ ὁ εὐχόμενος

### book 86-7.2

μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα. b(BCE3E4)T

### book 86a

〈αἴθ’ ὄφελες:〉 ταῦτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. Aim

### book 86b

αἴθ’ ὄφελες: οὕτως αἴθ’ ὄφελες. | Ἀπολλώνιος ἐν τῷ

### book 86b

Περὶ συντάξεως (3, 97 p. 353, 10) τίθησι τὸν στίχον οὕτως ἔχοντα. A

### book 86c.1

αὖθι: ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρηΐδων, b

### book 86c.2

(BCE3E4)T ὡς καὶ ὁ Κάλχας „πολεμίξομεν αὖθι“ (Β 338) ἀντὶ

### book 86c.3

τοῦ ἐκεῖ ἐν Τροίᾳ. T

### book 87

〈ἀγαγέσθαι:〉 ὡς τὸ „λελαβέσθαι“ (δ 388). Til

### book 88-90.1

νῦν δ’, ἵνα καὶ σοὶ πένθος 〈ἐνὶ φρεσὶ μυρίον

### book 88-90.2

εἴη / παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις /

### book 88-90.3

οἴκαδε νοστήσαντα〉: διὰ τὸν ἵνα (88) σύνδεσμον ὑποστιγμὴ

### book 88-90.4

ἐπὶ τὸ ἀποφθιμένοιο (89), ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δ’ ἵνα καὶ

### book 88-90.5.1

σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα, τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα

### book 88-90.5.2

οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμή, κοινοῦ νοουμένου

### book 88-90

ἄνωθεν τοῦ „ἀνέρος ἔμβαλον εὐνῇ“ (Σ 85). A

### book 88-9a.1

καὶ σοὶ πένθος 〈ἐνὶ φρεσὶ μυρίον εἴη / παιδὸς

### book 88-9a.2

ἀποφθιμένοιο〉: ἠθικὸν καὶ βιωφελές· b(BCE3E4)T εἰώθαμεν

### book 88-9a.3

γὰρ λέγειν ὡς αἴτιοι τῶν κακῶν τοῖς φίλοις ἐσμέν. b(BE3E4)T

### book 88-9b.1

〈καὶ σοὶ— /〉 παιδὸς ἀποφθιμένοιο: συμφο‐

### book 88-9b.2

ρὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆσθαι ὁμολογῶν ἔλεον ἑαυτῷ θηρᾶται.

### book 88-9b.3

b(BCE3E4)T

### book 90.1

〈οἴκαδε νοστήσαντα:〉 ὅτι πάλιν συνοικεῖ τῷ Πηλεῖ ἡ

### book 90.2

Θέτις. Aim

### book 92a1.1

πρῶτος ἐμῷ ὑπὸ δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν

### book 92a1.2

ὀλέσσῃ〉: ἔδει πρότερος· δύο γάρ εἰσιν. ἐμφαντικῶς δὲ ἄγαν πάντα

### book 92a1.3

μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ μετ’ ἄλλους δὲ ἐπιθυμεῖν φησι τῆς

### book 92a1.4

Ἕκτορος ἀναιρέσεως, ἀλλὰ πρῶτον ἐκεῖνον ἀνελεῖν. b(BCE3E4)T

### book 92a2

〈πρῶτος:〉 ἀντὶ τοῦ πρότερος. Til

### book 92b1.1

πρῶτος ἐμῷ ὕπο δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν

### book 92b1.2

ὀλέσσῃ〉: τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό,

### book 92b1.3

τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ’ ἐμῷ. εἰσὶ μέντοι, οἳ οὐκ

### book 92b1.4

ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ

### book 92b1.5

οὕτως αὐτὸν εἰρηκέναι „δουρὶ δ’ ἐμῷ κτεάτισσα“ (Π 57). A

### book 92b2.1

τὴν μὲν ἀπό οὐκ ἀναστρεπτέον· ἔστι γὰρ ἀπολέσῃ.

### book 92b2.2

b(BCE3)Til τὴν δὲ ὑπό οἱ μὲν συντάσσοντες τῷ δουρί ὀρθο‐

### book 92b2.3

τονοῦσιν, οἱ δὲ τῷ ἐμῷ ἀναστρέφουσιν. b(BCE3)T

### book 93a

〈Πατρόκλοιο δ’ ἕλωρα ... ἀποτίσῃ:〉 ὑπὲρ ὧν εἵλ‐

### book 93a

κυσεν, ἵνα ἀνθελκυσθῇ. b(BCE3E4)Til

### book 93b.1

〈ἕλωρα:〉 ὅτι τὰ ἕλωρα οὐ βρώματα, ἀλλὰ ἑλκύσμα‐

### book 93b.2

τα. Aint

### book 94.1

〈τὸν δ’ αὖτε προσέειπε:〉 ἐν ἄλλῳ „τὸν δ’ ἠμείβετ’

### book 94.2

ἔπειτα“ (= Α 121 al.). Aim

### book 95.1

ὠκύμορος δή μοι, 〈τέκος, ἔσσεαι〉: περιπαθῶς ἀνε‐

### book 95.2

βόησεν, ἀποτρέπουσα τῆς ἐξόδου τὸν Ἀχιλλέα. b(BCE3E4)T

### book 96.1

αὐτίκα γάρ τοι 〈ἔπειτα μεθ’ Ἕκτορα πότμος

### book 96.2

ἑτοῖμοσ〉: περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσμίαν Ἀχιλ‐

### book 96.3

λεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλαγῆς. b(BCE3

### book 96.4

E4)T

### book 98a.1

αὐτίκα τεθναίην: ἡ μὲν ᾤετο διὰ τὸν λόγον ἀποτρέψειν

### book 98a.2

αὐτὸν τῆς σπουδῆς· ὁ δὲ αὐτὸ τοῦτο πρῶτον μετ’ ἐπιτάσεως τάσσει

### book 98a.3

διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων. A

### book 98b.1

αὐτίκα τεθναίην: διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον

### book 98b.2

πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν, b(BCE3E4)

### book 98b.3

T „βουλοίμην κ’ ἐπάρουρος ἐών“ (λ 488); T ἢ οὔτε τὸ

### book 98b.4

τεθνάναι δι’ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, b (E3)T ἀλλὰ

### book 98b.5

μόνα τὰ καλὰ ἔργα καὶ ὅπως πράττῃ ταῦτα· ἵνα μὲν γὰρ βοηθήσῃ τῷ

### book 98b.1

Πατρόκλῳ, αὐτίκα τεθναίην φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει.

### book 98b.2

ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσε‐

### book 98b.3

ται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσεσθαι,

### book 98b.4

εἰ μέλλοι τῶν κατ’ ἀρετήν τι πρᾶξαι ἀναζήσας. b(BCE3E4)T

### book 98c.1

ἄλλως· αὐτίκα τεθναίην: καλὸν πρὸς φιλεταιρίαν πα‐

### book 98c.2

ράδειγμα, εἴγε τοσούτοις μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θά‐

### book 98c.3

νατον αἱρεῖται ὑπὲρ φίλου. b(BE3E4)T

### book 98d.1

ἄλλως· αὐτίκα τεθναίην: τῷ αὐτῷ ὀνόματι χρησά‐

### book 98d.2

μενος, ᾧ καὶ ἡ Θέτις, τὸν δι’ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφη‐

### book 98d.3

νεν. b(BE3E4)T

### book 98-9.1

〈αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ /

### book 98-9.2

κτεινομένῳ ἐπαμῦναι:〉 στικτέον ἐπὶ τὸ 〈ἐπ〉αμῦναι. Aim

### book 100a1.1

ἐμεῖο δὲ δῆσεν ἀρῆς 〈ἀλκτῆρα γενέσθαι〉: τινὲς

### book 100a1.2

περιέσπασαν τὸ ἀρῆς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκα‐

### book 100a1.3

λωνίτης (p. 56 B.) καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον

### book 100a1.4

ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου. A

### book 100a2

περισπαστέον δὲ τὸ δῆσε· τὸ γὰρ ε τοῦ δέ ἐστιν. T

### book 100b.1

ἐμεῖο δ’ ἔδησεν 〈ἀρῆς ἀλκτῆρα γενέσθαι〉: ὡς τὸ

### book 100b.2

„ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος / δεύῃ“ (α 253—4). b

### book 100b.3

(BCE3)T καὶ Σοφοκλῆς (Trach. 1175)· „δεῖ σοῦ γενέσθαι τῷδέ

### book 100b

γ’ ἀνδρὶ σύμμαχον.“ T

### book 100c.1

ἄλλως· ἔδησεν: ἐδέησεν. ἀρῆς δὲ τῆς βλάβης, ὡς τὸ

### book 100c.2

„Μέντορ, ἄμυνον ἀρήν“ (χ 208). b(BCE3)T ἐμοῦ γάρ, φησίν,

### book 100c.3

ἐδέησε τῷ Πατρόκλῳ ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι. b(BE3)T

### book 100d1.1

〈ἐμεῖο δὲ〉 δῆσεν ἀρῆς 〈ἀλκτῆρα γενέσθαι〉: διὰ

### book 100d1.2

τοῦ ω „Ἄρεω“ ἡ Ἀριστάρχου· καὶ ἔστι τὸ λεγόμενον ‘ἐμοῦ

### book 100d1.3

ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, καθ’ ὃν ἀπώλετο‘. ἀπ’

### book 100d1.4

εὐθείας τῆς ὁ Ἄρεως, ὡς ὁ Πείρεως, „Πείρεω υἱόν“ (Υ 484). ἐν δὲ τοῖς εἰ‐

### book 100d1.5.1

καιοτέροις „ἀρῆσ“ τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος (scut. 29. 128) „ἀρῆς

### book 100d1.5.2

ἀλκτῆρα“ βλάβης καὶ κακώσεως ἔφη. A

### book 100d2

Ἀρίσταρχος διὰ τοῦ ω, „Ἄρεω“. Aim

### book 100d3.1

τινὲς †ἄρεος† τοῦ πολέμου, b(BE3)T ἀπὸ τοῦ

### book 100d3.2

Ἄρεως. T καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξη‐

### book 100d3

τῆρα γενέσθαι τοῦ Ἄρεος, καθ’ ὃν ἀπώλετο ὁ Πάτροκλος. b(BE3)T

### book 100d3

ἀρῆς ἀλκτῆρα: βλάβης καὶ κακώσεως ἀποτρεπτικόν, ὅ

### book 100d3.5.1

ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ „Ἄρεω ἀλκτῆρα“, ἀποτρεπτικὸν πολέ‐

### book 100d3.5.2

μου. Παρμενίσκος (fr. 6) μὲν οὖν βαρυτόνως τὸ †ἔδησεν† ἀποδίδωσιν

### book 100d3.5.3

οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέ μου τὴν

### book 100d3.5.4

ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν.

### book 100d3.5.5

Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης (p. 56 B.) περισσὸν τὸ ἔδησε φη‐

### book 100d3.10

σίν. A

### book 101-14a.1

νῦν δ’ ἐπεὶ οὐ νέομαί γε〈—κεφαλῆς ὀλε‐

### book 101-14a.2

τῆρα κιχείω〉: φησὶ τὸ ἑξῆς· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε (101),

### book 101-14a.3

νῦν δ’ εἶμ’, ὄφρα φίλης κεφαλῆς (114). | αἱ ὑποστιγμαὶ δὲ μέχρι

### book 101-14a.4

τοῦ ἀμείνονές εἰσι καὶ ἄλλοι (106) ἀποτελοῦνται, τοῦ ἐπεί

### book 101-14a.5.1

(101) συνδέσμου τὸν λόγον ἀρτῶντος, ἵν’ ἡ ἀνταπόδοσις ᾖ ὡς

### book 101-14a.5.2

ἔρις ἔκ τε θεῶν (107). ὁ δὲ λόγος ἠθικός· ‘νῦν δ’ ἐπεὶ μήτε εἰς τὴν

### book 101-14a.5.3

πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστί 〈μοι〉 μήτε ἐξεδίκησα τοὺς

### book 101-14a.5.4

ἀναιρεθέντας, τὸ φιλονικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο‘. ἢ τὸ

### book 101-14a.5.5

ἑξῆς τοῦ λόγου νῦν δ’ ἐπεὶ οὐ νέομαι (101), νῦν δ’ εἶμ’, ὄφρα

### book 101-14a.10.1

φίλης κεφαλῆς (114)· καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα

### book 101-14a.10.2

ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς, ἣν παραλιπὼν παρεξέβη. A

### book 101-14b.1

νῦν δ’ ἐπεὶ 〈οὐ νέομαί γε—ὀλετῆρα κιχείω〉:

### book 101-14b.2

τὸ ἑξῆς· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε (101), εἶμ’, ὄφρα φίλης κε‐

### book 101-14b.3

φαλῆς ὀλετῆρα κιχείω (114), b(BCE3E4)T ὡς καὶ „Ἕ‐

### book 101-14b

κτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας, / νῦν αὖτ’ εἴ μ’ ἐθέλεισ“ (Γ 59. 67), T

### book 101-14b.5.1

τὰ δὲ ἄλλα διὰ μέσου. b(BCE3E1)T οἱ δὲ οὕτως· ‘ἐπεὶ νόστου

### book 101-14b.5.2

ἐστέρημαι, οὐδὲ τοῦτο ἐγένετό μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλ‐

### book 101-14b.5.3

λοις Ἕλλησιν 〈***〉 ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.‘ T

### book 101.1

〈νῦν δ’ ἐπεί:〉 ὅτι εἴωθε τῷ ἐπεί μὴ ἐπαγαγεῖν ἀνταπό‐

### book 101.2

δοσιν. T

### book 102-6.1

〈οὐδέ τι Πατρόκλῳ γενόμην φάος—καὶ

### book 102-6.2

ἄλλοι:〉 τοῦτο κατ’ ἰδίαν. Aint Til

### book 103

〈Ἕκτορι δίῳ:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ὑφ’ Ἕκτορος δίου. Aim

### book 104a.1

〈ἐτώσιον ἄχθος ἀρούρης:〉 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ

### book 104a.2

ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις. Aint

### book 104b.1

〈ἐτώσιον〉 ἄχθος ἀρούρης: ἄχθος διὰ τὴν ἀπραξίαν

### book 104b.2

τὸ μέγεθος τοῦ ἥρωος, εἴ γε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει ἀρ‐

### book 104b.3

γοῦντα. b(BCE3E4)T

### book 105-6a1.1

τοῖος ἐὼν 〈οἷος οὔ τις—ἄλλοι〉: ἔθος τοῖς

### book 105-6a1.2

παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς Φαίακας Ὀδυσσεύς (cf. θ

### book 105-6a1.3

179—81) καὶ πρὸς Λυκάονα Ἀχιλλεύς (cf. Φ 108—9). νῦν δὲ αὔξων

### book 105-6a1.4

ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ τοιοῦτος ὢν οὐκ ἐπήμυνε. τὸ

### book 105-6a1.5.1

δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν (sc. 106)· ὅτι γὰρ ῥήτωρ, μαρ‐

### book 105-6a1.5.2

τυρεῖ ἡ Ι ῥαψῳδία (sc. 308—429. 607—19. 644—55). ἀλλὰ τῷ διελεῖν

### book 105-6a1

τὸν ἔπαινον ἀπελύσατο τὸν φθόνον. T

### book 105-6a2.1

ἔθος γὰρ τοῖς παλαιοῖς ἑαυτοὺς ἐγκωμιάζειν. διὰ δὲ τοῦ

### book 105-6a2.2

ἐγκωμίου ἑαυτοῦ κατηγορεῖ, ὅτι γε τοῖς ταλαιπώροις οὐκ ἤμυνε

### book 105-6a2.3

τοιοῦτος ὤν. b(BCE3E4)

### book 105-6b.1

ἄλλως· τοῖος ἐὼν 〈οἷος οὔ τις— / ἐν πολέ‐

### book 105-6b.2

μῳ〉: ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέσητον τὸ ἑαυτὸν

### book 105-6b.3

ἐγκωμιάζειν. b(BCE3E4)T

### book 105-6c.1

τοῖος ἐὼν 〈οἷος οὔ τις— / ἐν πολέμῳ〉: ἀλα‐

### book 105-6c.2

ζών, φασί, καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαι‐

### book 105-6c.3

νεῖν. A

### book 107a1.1

ὡς ἔρις ἔκ τε θεῶν 〈ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο〉:

### book 107a1.2

Ἡράκλειτος (fr. 28 p. 133 M.; Vors. 6 A 22) τὴν τῶν ὄντων φύσιν

### book 107a1.3

κατ’ ἔριν συνεστάναι νομίζων μέμφεται Ὅμηρον, σύγχυσιν κόσμου

### book 107a1.4

δοκῶν αὐτὸν εὔχεσθαι. πρὸς ὃν ἄν τις εἴποι ὅτι οὐ λέγει νῦν τὴν

### book 107a1.5.1

ἐναντίωσιν ἔριν, ἀλλὰ τὴν ἔχθραν· ὅθεν ἐπιφέρει „καὶ χόλοσ“ (Σ 108)·

### book 107a1.5.2

οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν

### book 107a1.5.3

λογισμῶν. A

### book 107a2.1

{ὡς ἔρις ἔκ τε θεῶν:} Ἡράκλειτος σύγχυσιν αὐτὸν εὔ‐

### book 107a2.2

χεσθαι ἁπάντων φησί· κατὰ γὰρ ἐναντίωσιν τὰ πάντα συνέχεσθαι.

### book 107a2.3

ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ἄγουσαν ἔριν νῦν φησιν. ἄλλως τε δοτέον

### book 107a2

τοῦτο, φλεγμαίνοντος τοῦ πάθους. T

### book 108.1

〈καὶ χόλος, ὅς τ’ ἐφέηκε〉 πολύφρονά περ 〈χαλεπῆ‐

### book 108.2

ναι〉: ἀπολογία αὕτη Ἀχιλλέως ὅτι καὶ περὶ τοὺς ἄγαν φρονίμους

### book 108.3

τὸ πάθος συμβαίνει. b(BCE3E4)T χαλεπῆναι δὲ τὸ εἰς χα‐

### book 108.4

λεπότητα ἀχθῆναι. b(BE3E4)T

### book 109a.1

ὅς τε πολὺ γλυκίων 〈μέλιτος καταλειβομένοιο〉:

### book 109a.2

γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατὰ θυμὸν συμ‐

### book 109a.3

βαίνει. A

### book 109b.1

καταλειβομένοιο: τοῦ ἐν τοῖς μελισσουργείοις καταστά‐

### book 109b.2

ζοντος. ἢ οὗ τοσοῦτο συμβέβηκεν. b(BCE3)T

### book 110a.1

ἀέξεται ἠΰτε καπνός: θυμός ἐστι ζέσις τοῦ περὶ καρ‐

### book 110a.2

δίαν αἵματος διὰ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος

### book 110a.3

Ὅμηρος παρέδωκε· καπνὸν γὰρ τὸ πῦρ φησι, „κάπνισσάν τε κατὰ

### book 110a.4

κλισίασ“ (Β 399), A b (BCE3)T καὶ „ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ

### book 110a.5.1

ἄστεος αἰθέρ’ ἵκηται“ (Σ 207) AT ἄτοπον γὰρ λαμπούσῃ

### book 110a.5.2

φλογὶ (cf. Σ 206) καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως

### book 110a.5.3

γένοιτο. ἡδονὴ δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν

### book 110a.5.4

ἀμύνασθαι τὸν ἀντίπαλον. A b (BCE3E4)T | τὸν δὲ καπνὸν παρεί‐

### book 110a.5.5

ληφε πρὸς τὴν αὔξησιν. A

### book 110b

〈ἠΰτε καπνός:〉 διὰ τὸ τύφεσθαι ἐν τῇ ψυχῇ. Til

### book 111.1

〈ὡσ〉 ἐμὲ νῦν ἐχόλωσεν 〈ἄναξ ἀνδρῶν Ἀγαμέμνων〉:

### book 111.2

ἠρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ ὅτι ἄλλος αἴτιος τῆς ὀργῆς

### book 111.3

κατέστη. b(BCE3E4)T

### book 112-3.1

ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί

### book 112-3.2

περ, / θυμὸν—ἀνάγκῃ〉: ἤδη τινὰ μετάνοιαν ἴσχειν φησίν.

### book 112-3.3

ὅρα μέντοι τὴν ὑπερβολὴν τῆς ὀργῆς· τὸ γὰρ ἀχνύμενοί περ (112)

### book 112-3.4

τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπ’ αὐτοῖς ἐπὶ πλεῖον

### book 112-3.5.1

μηνίσαντες. b(BCE3E4)T οὐκοῦν δυοῖν ὄντοιν παθῶν περὶ τὴν

### book 112-3.5.2

ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκε. καὶ τὸ ἐπιφε‐

### book 112-3.5.3

ρόμενον (sc. 113) τοιοῦτόν τι ὑποβάλλει ὅτι ὑπὸ μείζονος ἀνάγκης

### book 112-3.5.4

κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων γὰρ μεῖζον τὸ ἐπὶ τῷ Πατρόκλῳ

### book 112-3.5.5

πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους.

### book 112-3.10

θυμὸν (113) δὲ τὸ θυμικὸν πάθος, τὴν ὀργήν. b(BE3E4)T

### book 113a.1

θυμὸν ἐνὶ στήθεσσι φίλον 〈δαμάσαντες ἀνάγκῃ〉:

### book 113a.2

δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα, θυμοῦ καὶ λύπης, μεῖζον τὸ

### book 113a.3

κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς. πρῶτος δὲ

### book 113a.4

Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν. A

### book 113b.1

θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ:

### book 113b.2

ἐκ τούτων λέγουσι τὸν Πλάτωνα (sc. Rep. 4,436a8—441c7 al.)

### book 113b.3

τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι· τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι,

### book 113b.4

τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ λογιστικόν. A

### book 113c.1

〈θυμὸν ... δαμάσαντες:〉 τὸ αἴτιον τοῦ πάθους διὰ τῆς

### book 113c.2

μεταφορᾶς ἐδήλωσεν. Til

### book 115-6.1

κῆρα δ’ ἐγὼ 〈τότε δέξομαι, ὁππότε κεν δή /

### book 115-6.2

Ζεὺς ἐθέλῃ τελέσαι〉: γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαντι‐

### book 115-6.3

κὸν δὲ καὶ τὸ δέξομαι (115), οἷον προθύμως ὑποστήσομαι. b(BCE3

### book 115-6

E4)T ἐντεῦθεν εἴληπται τὸ „ἄγοις δέ μ’, ὦ Ζεῦ καὶ σύ γ’ ἡ

### book 115-6.5.1

Πεπρωμένη, / ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένοσ“ (Cleanth. fr. 527,

### book 115-6.5.2

St. V. Fr. I p. 118). T

### book 117a.1

〈οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα:〉 ὅτι

### book 117a.2

οὐκ οἶδεν ἀθάνατον τὸν Ἡρακλέα. Aim

### book 117b1.1

οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος 〈φύγε κῆρα〉:

### book 117b1.2

τινές φασιν ὅτι Ὅμηρος οὐκ οἶδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν

### book 117b1.3

ὅτι τέθνηκεν. ἢ οὐδὲν κωλύει γινώσκοντα ὅτι ἀπεθεώθη λέγειν ὡς

### book 117b1.4

οὐκ ἔφυγε τὴν κῆρα· καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι

### book 117b1.5.1

τεθνάναι καὶ καῆναι ἐν τῇ Οἴτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν

### book 117b1.5.2

καὶ οὕτως ἀποθανατισθῆναι. | σημειοῦνται δὲ τὰ ἔπη πρὸς τὴν

### book 117b1.5.3

ἀθέτησιν τὴν „αὐτὸς δὲ μετ’ ἀθανάτοισι θεοῖσι / τέρπετο“ (λ 602—3),

### book 117b1.5.4

ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα. A

### book 117b2.1

καὶ ὅτι θνητὸς Ἡρακλῆς. πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα

### book 117b2.2

(sc. λ 602—4). T

### book 117c.1

ἄλλως· μεγαλοφρόνως φαίνεται παραδείγματα ἑαυτῷ συν‐

### book 117c.2

ειλοχώς, οὐ τῶν καθ’ αὑτόν τινος, ἀλλὰ τῶν γενναιοτάτων. ταῦτα

### book 117c.3

δὲ λέγει ἄλλως τὴν μητέρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους

### book 117c.4

τεθνηκέναι. A

### book 117d1.1

οὐδὲ γὰρ οὐδὲ βίη 〈Ἡρακλῆος φύγε κῆρα〉:

### book 117d1.2

περισσὴ ἡ μία ἀπόφασις. πρέπει δὲ † Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ

### book 117d1.3

(παραμυθία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ τοὺς κρείσσους) πρὸς τὴν

### book 117d1.4

μητέρα ὅτι οὐδὲν παράδοξον πείσεται, τὰ αὐτὰ Διῒ πάσχουσα περὶ

### book 117d1.5

〈τὸν〉 παῖδα. T

### book 117d2.1

περισσὴ ἡ μία ἀπόφασις. παρηγορία δὲ γέγονε τὸ Ἡ‐

### book 117d2.2

ράκλειον παράδειγμα Ἀχιλλεῖ καὶ τῇ μητρί· παραμυθία γὰρ τῶν ἐν

### book 117d2

συμφοραῖς ἡ περὶ κρείσσους ἀτυχία. b(BCE3E4)

### book 118.1

ὅσπερ φίλτατος ἔσκε 〈Διΐ Κρονίωνι ἄνακτι〉: πι‐

### book 118.2

θανῶς ὡς φιλότιμος ἀνὴρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ἡρακλέους

### book 118.3

(ἐφαίνετο γὰρ ἂν οὕτως κατὰ πολὺ ἐνδέων), τὴν δὲ οἰκειότητα μόνον

### book 118.4

τὴν πρὸς τὸν Δία ἐσήμανεν. A

### book 121a.1

κείσομ’, ἐπεί κε θάνω: ἡ μὲν Θέτις ἀπεῖργε τῆς ἐξόδου

### book 121a.2

διὰ τὸν θάνατον, ὁ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων

### book 121a.3

ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρακτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν

### book 121a.4

τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι; b(BCE3E4)T

### book 121b.1

κείσομ’, ἐπεί κε θάνω: ἀνόητόν ἐστι τὸ λέγειν· δῆλον

### book 121b.2

γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών. ἀλλ’ ἀσαφέστερον ἐξενήνεκται,

### book 121b.3

ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι οὐδὲ κεῖσθαι

### book 121b.4

ὥσπερ νεκρόν, ἀλλὰ τότε, ὅταν ὁ θάνατος ἔλθῃ. A

### book 122-4.1

καί τινα Τρωϊάδων〈—στοναχῆσαι ἐφεί‐

### book 122-4.2

ην〉: ἤδη ὑπ’ ὄψιν λαμβάνει τὰ ἀκολουθήσοντα τοῖς πολεμίοις δεινά,

### book 122-4.3

ὥσπερ ἐμπιπλάμενος τῆς ἐκ τῶν πολεμίων τιμωρίας διὰ τῆς ἐλπίδος.

### book 122-4.4

b(BCE3E4)T

### book 124

〈ἁδινόν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἁδινά“. Aim

### book 125a.1

γνοῖεν δ’ ὡς δὴ 〈δηρὸν ἐγὼ πολέμοιο πέπαυ‐

### book 125a.2

μαι〉: ὅτι ἀντὶ τοῦ AAint ἵνα γνῶσι. AAint Til | πῶς δὲ δηρόν

### book 125a.3

φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν.

### book 125a.4

ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ

### book 125a.5.1

ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς

### book 125a.5.2

ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς

### book 125a

ἐν τῷ βίῳ λέγομεν ‘ἡ μία μοι ἡμέρα αἰών ἐστιν‘. A

### book 125b1.1

γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πεπαύμην:

### book 125b1.2

δώδεκα μὲν ἡ ἐκδημία τῶν θεῶν, τρεῖς δὲ ἐν ταῖς παρατάξεσιν. τὸν

### book 125b1.3

δὲ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ „ποθέεσκε δ’ ἀϋτήν τε π〈τ〉ό‐

### book 125b1.4

λεμόν τε“ (Α 492). ἀλλὰ καὶ ὁ ποιητής φησι „δηρὸν δὲ μάχης ἐπέπαυτ’

### book 125b1.5.1

ἀλεγεινῆσ“ (Τ 46), οὐ πρὸς τὰς τρεῖς ἡμέρας, ἀλλὰ πρὸς τὴν ποι‐

### book 125b1.5.2

κιλίαν τῶν συμφορῶν ἀφορῶν. T

### book 125b2.1

ὅρα δέ, πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν

### book 125b2.2

ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ

### book 125b2.3

†ὅλον† χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ

### book 125b2.4

θέλειν ἀργεῖν. καὶ ὁ ποιητής φησι „δηρὸν δὲ μάχης ἐπέπαυτο“, οὐ

### book 125b2.5.1

πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας, ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμφορῶν.

### book 125b2.5.2

b(BCE3E4)

### book 126.1

μηδέ μ’ ἔρυκε 〈μάχης φιλέουσά περ· οὐδέ με πεί‐

### book 126.2

σεισ〉: τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμποδίζοντα τῇ σπουδῇ.

### book 126.3

b(BCE3E4)T ἔστι δὲ ὅμοιον 〈τῷ〉 Πινδάρου (Ol. 1, 84—5)·

### book 126.4

„ἀλλ’ ἐμοὶ μὲν ἄεθλος οὗτος / ὑποκείσεται.“ T ὅλος δὲ ὢν πρὸς

### book 126.5.1

τῇ ἐκδικίᾳ τοῦ φίλου οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα ὅτι ἄπορος

### book 126.5.2

αὐτῷ νῦν ἡ ἔξοδος. b(BCE3E4)T

### book 128-9a

ναὶ δὴ ταῦτά γε, τέκνον, 〈ἐτήτυμον οὐ κακόν

### book 128-9a.1

ἐστι, / τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον〉:

### book 128-9a.2

πῶς, φασίν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώνυσιν;

### book 128-9a.3

ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετ’

### book 128-9a.5

εὐκλείας συναινεῖ θάνατον· διόπερ †τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ

### book 128-9a.1

περιέληπται† τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ „χάλκεα“ (Σ 131)

### book 128-9a.2

λέγει τὰ παρ’ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ

### book 128-9a.3

κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν. κοινότερον οὖν καὶ χαλκεῖς

### book 128-9a.4

ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· „ἦλθε δὲ χαλκεύσ“ (γ 432)

### book 128-9a.10.1

Ὅμηρος, τὸν χρυσοχόον λέγων. | στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον

### book 128-9a.10.2

(128), ἵνα λείπῃ τὸ ἐστί〈ν〉· ὁ δὲ λόγος ‘ταῦτα ἀληθῶς ἐστιν‘. ἢ

### book 128-9a.10.3

συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανές, ὅτι τῷ πληθυντικῷ τὰ

### book 128-9a.10.4

ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον

### book 128-9a.10.5

δύναιτ’ ἂν ἀντὶ ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ

### book 128-9a.15.1

δύναται εἶναι „δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες / τόσσα

### book 128-9a.15.2

κακὰ ῥέζουσιν;“ (Δ 31—2). A

### book 128-9b.1

〈οὐ κακόν ἐστι /〉 τειρομένοις ἑτάροισι〈ν ἀμυνέ‐

### book 128-9b.2

μεν αἰπὺν ὄλεθρον〉: γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ

### book 128-9b.3

τιθεμένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας b(BCE3E4)T

### book 128-9b.4

καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν

### book 128-9b.5

μητέρα. b(BE3E4)T

### book 130a.1

〈ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται:〉 ὅτι ἔχον‐

### book 130a.2

ται καὶ οὐκ ἔχεται. Aint

### book 130b

μετὰ Τρώεσσιν: ὑπὸ Τρώων. T

### book 131.1

χάλκεα: κεχαλκευμένα· b(BCE3E4, E4il)T καὶ τὸν

### book 131.2

χρυσοχόον γὰρ χαλκέα καλεῖ· „ἦλθε δὲ χαλκεύς / ὅπλ’ ἐν χερσὶν ἔχων

### book 131.3

χαλκήϊα / οἷσίν τε χρυσὸν εἰργάζετο“ (γ 432—3. 435) b(BCE3E4)

### book 131.4

T καὶ „ἣν ἄρα χαλκεύς / Ἥφαιστος ποίησιν“ (Ο 309 + Υ 12). T

### book 136a.1

ἠῶθεν γὰρ νεῦμαι 〈ἅμ’ ἠελίῳ ἀνιόντι〉: ὅτι τὸ

### book 136a.2

νεῦμαι ἐστὶν ἐπὶ τοῦ ἐνεστῶτος, ἀντὶ τοῦ νέομαι· βούλεται δὲ εἰπεῖν

### book 136a

ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα. A

### book 136b

〈νεῦμαι:〉 ἀντὶ τοῦ ἐλεύσομαι. Aim

### book 136c.1

νεῦμαι: ὡς „διογενεῦσ“ (Ι 106), „Ὀδυσεῦς δὲ λαβὼν

### book 136c.2

κύσε χεῖρ’ ἐπὶ καρπῷ“ (ω 398). T | ἐπαγγέλλεται δὲ αὐτῷ κομίσαι

### book 136c.3

ὅπλα, εἰδυῖα Ἥφαιστον τὸν ἄριστον δημιουργὸν χάριτας εἰδότα

### book 136c.4

αὐτῇ πολλάς. b(BCE3E4)T

### book 138

〈υἷος ἑοῖο:〉 ἐν ἄλλῳ „υἷος ἑῆοσ“. Aim

### book 140.1

θαλάσσης εὐρέα κόλπον: ὅτι τὸν Ἑλλήσποντον στενὸν

### book 140.2

ὄντα εὐρέα ἐκάλεσεν. A

### book 141-2.1

ὀψόμεναί τε γέρονθ’ 〈ἅλιον καὶ δώματα πα‐

### book 141-2.2

τρός, / καί οἱ πάντ’ ἀγορεύσατε〉: νόμους τίθεται παισὶ συνεῖ‐

### book 141-2.3

ναι γονεῦσι καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι·

### book 141-2.4

τοῦτο γὰρ δηλοῖ τὸ καί οἱ πάντ’ ἀγορεύσατε (142). b(BCE3E4)

### book 141-2.5

T

### book 142.1

ἀγορεύσατε: παρὰ Ζηνοδότῳ „ἀγορεῦσαι“, καὶ ὑποφαί‐

### book 142.2

νει τὸ Ὁμηρικὸν ἔθος. AAim

### book 143-4a1.1

αἴ κε θέλῃσι〈ν / υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύ‐

### book 143-4a1.2

χεα παμφανόωντα〉: πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο ὅτι

### book 143-4a1.3

πάντως οἴσει ὅπλα παρ’ Ἡφαίστου, πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως·

### book 143-4a1.4

φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι ὥσπερ

### book 143-4a1.5

ἐπιτάττειν μέλλουσαν τῷ Ἡφαίστῳ. b(BCE3E4)T

### book 143-4a2.1

{αἴ κ’ ἐθέλῃσιν / ὑιεῖ εμῶ:} πρὸς μὲν τὸν υἱὸν ὡς διοριζομένη

### book 143-4a2.2

φησὶν οἴσειν πάντως τὰ ὅπλα· οὐκέτι δὲ ἦν πρέπον ὁμοίως πρὸς τοὺς

### book 143-4a2

ὁμοτίμους διαλέγεσθαι. A

### book 145-8.1

αἱ δ’ ὑπὸ κῦμα〈—αὐτὰρ Ἀχαιοί〉: αἱ διαι‐

### book 145-8.2

ρέσεις θαυμασταὶ b(BCE3E4)T καὶ τὸν νοῦν ἀναρτῶσαι τῶν

### book 145-8.3

ἀκροατῶν· b(BCE3E4) αἱ μὲν τάδε ἔπραττον (sc. 145), ἡ δὲ

### book 145-8.4

Θέτις ἀπῄει πρὸς τὸν Ἥφαιστον (sc. 146—8), οἱ δὲ Ἀχαιοὶ ἐν τοι‐

### book 145-8.5.1

ούτοις ἦσαν (cf. Σ 148—50). b(BCE3E4)T καὶ ἐπιφέρει πάλιν

### book 145-8.5.2

τὰ κατὰ τὴν μάχην. T

### book 148a.1

τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ 〈πόδες φέρον〉: πρὸς

### book 148a.2

Ζηνόδοτον μεταγράφοντα (sc. in Ζ 511) „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. καὶ

### book 148a.3

ὅτι λέγει πόδες αὐτὴν ἔφερον, οὐκ αὐτὴ τοὺς πόδας. A

### book 148b.1

αὐτὰρ Ἀχαιοί: τὸ διάκενον τῆς πορείας Θέτιδος ποι‐

### book 148b.2

κίλλει ταῖς περὶ Πάτροκλον πράξεσιν. b(BE3E4)T

### book 148c.1

ἄλλως· αὐτὰρ Ἀχαιοί: δαιμονίως ἀναλαμβάνει, ἀφ’

### book 148c.2

ὧν ἀπέλιπεν. b(BCE3E4)T ἦν δὲ ταῦτα τὰ ἔπη· „πολλὰ 〈δὲ〉

### book 148c.3

τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρον / φευγόντων 〈Δαναῶν· πο‐

### book 148c.4

λέμου δ’ οὐ γίνετ’ ἐρωή〉“ (Ρ 760—1). T

### book 151-2.1

οὐδέ κε Πάτροκλόν 〈περ— / ἐκ βελέων ἐρύ‐

### book 151-2.2

σαντο νέκυν〉: τοῖς μὲν ἀκροαταῖς ἐλπὶς ἦν ἐξειλκύσθαι Πάτροκλον,

### book 151-2.3

ὁ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγα‐

### book 151-2.4

γὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται τὴν Ἀχιλλέως ἔξοδον. b

### book 151-2.5

(BCE3E4)T

### book 151

〈οὐδέ κε:〉 ἐν ἄλλῳ „οὐδ’ ἄρα“. Aint

### book 154-6

Ἕκτωρ τε Πριάμοιο πάϊς—ὁμόκλα: ὅτι

### book 154-6.1

Ζηνόδοτος γράφει οὕτως „Ἕκτωρ τε Πριάμοιο 〈πάϊσ〉 συῒ 〈ε〉ἴκελος

### book 154-6.2

ἀλκήν, / ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγ’ ἀΰτει, / ἑλκέμεναι

### book 154-6.3

μεμαώς, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει / πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’

### book 154-6.5.1

ἁπαλῆς ἀπὸ δειρῆσ“, κακῶς· οὐ γὰρ ὑπὸ τοῦτον 〈τὸν〉 καιρὸν ὁ

### book 154-6.5.2

Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλ’ ἔμ‐

### book 154-6.5.3

προσθεν (sc. Ρ 125—7). ὅτε δὲ Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ

### book 154-6.5.4

σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς (sc. Ρ 159—68), τότε ἑλκύσαι

### book 154-6.5.5

φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος,

### book 154-6.10.1

οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον (sc. Σ 176—7) ἡ Ἶρις εἴπῃ τῷ

### book 154-6.10.2

Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι, νοητέον

### book 154-6.10.3

μὴ τἀληθὲς 〈αὐτὴν〉 ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ

### book 154-6.10.4

τῶν βαρβάρων ὀργήν. A

### book 158.1

ἔμπεδον: ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῷ πέδῳ ἑδραίων οἰκο‐

### book 158.2

δομῶν ἤτοι φυτῶν. b(BCE3E4)T

### book 159

〈κατὰ μόθον:〉 κατὰ τὴν μάχην, | ἀπὸ τοῦ ὁμοῦ θεῖν. Aim

### book 160a.1

στάσκε μέγα ἰάχων: ὅτι Ζηνόδοτος γράφει „μέγα

### book 160a.2

ἀχέων“. πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλ’ οὐκ ἰάχων καὶ ἐπεγκε‐

### book 160a.3

λευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν; A

### book 160b1

〈μέγα ἰάχων:〉 πρὸς κατάπληξιν τῶν πολεμίων. Til

### book 160b2

καὶ τοῦτο πρὸς τὴν τῶν πολεμίων κατάπληξιν. b(BCE3)

### book 161-2.1

〈ὡς δ’ ἀπὸ σώματος οὔ τι〉 λέοντ’ 〈αἴθωνα

### book 161-2.2

δύνανται / ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίε‐

### book 161-2.3

σθαι〉: παντάπασιν εἴκασται λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ νεκρὸς σώματι

### book 161-2.4

ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπιτέταται δὲ τῇ πείνῃ

### book 161-2.5

ὁ λέων. b(BCE3E4)T

### book 162a1.1

{πεινάοντα} δίεσθαι: ὡς τίθεσθαι, τρίτη ἀπὸ τέλους ἡ

### book 162a1.2

ὀξεῖα· ἔστι γάρ τι δίημι ῥῆμα, παρ’ οὗ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς

### book 162a1.3

ἐτίθεσαν· „αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντεσ“ (Σ 584)· παραι‐

### book 162a1.4

τητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας·

### book 162a1.5.1

διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ δι’ ἄλλης κλίσεως τὸ ἀκόλουθον

### book 162a1.5.2

κίνημα· ὡς γὰρ „τίθενται“ (θ 554. ρ 269), οὕτως δίενται· „ἵπποι

### book 162a1.5.3

ἀερσίποδες πόλεος πεδίοιο δίενται“ (Ψ 475). ὥσπερ οὖν παρὰ τὸ τί‐

### book 162a1.5.4

θενται ἔστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ „δίενται“ τὸ

### book 162a1.5.5

δίεσθαι. ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ, „τόν ῥα κύνες τε

### book 162a1.10

καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται“ (Ρ 110). A

### book 162a2.1

ὁμοίως τῷ τίθεσθαι· ἐνεστῶτος γὰρ ἀπὸ τοῦ δίημι. b

### book 162a2.2

(BCE3)

### book 168a.1

κρύβδα Διός: διὰ τί κρύβδα Διός; καὶ μήν φησι

### book 168a.2

„μίσησε〈ν〉 δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι“ (Ρ 272). ἀλλ’ ἐπεὶ

### book 168a.3

ὑπέσχετο Ἕκτορι ἀριστεύσειν ἕως ἑσπέρας (cf. Λ 192—4), προανί‐

### book 168a.4

στησιν Ἀχιλλέα λάθρα Διός. b(BCE3E4)T εἰκὸς δὲ μετὰ τὴν

### book 168a.5.1

ἔξοδον ἐπιστῆσαι Δία· ὅθεν φησὶν „ἔπρηξας καὶ ἔπειτα 〈/ ἀνστήσας’

### book 168a.5.2

Ἀχιλῆα〉“ (Σ 357—8). T

### book 168b

〈ἄλλων τε θεῶν:〉 τῶν τοῖς Τρωσὶ συμμαχούντων. Aint

### book 171a1.1

Πατρόκλῳ ἐπάμυνον: ἡ Ἀριστάρχου κατὰ γενικὴν

### book 171a1.2

„Πατρόκλου ἐπάμυνον“. ἐλλείπει δὲ ἡ περί, περὶ Πατρόκλου. ὅμοιον

### book 171a1.3

δέ ἐστι τῷ „ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει“ (Π 522)· κἀκεῖ γὰρ κατὰ γε‐

### book 171a1

νικὴν γράφει. A

### book 171a2.1

Ἀρίσταρχος „Πατρόκλου“ κατὰ γενικήν· Aint T καὶ

### book 171a2.2

λείπει ἡ περί. T

### book 174-5.1

〈οἱ δὲ ἐρύσσασθαι—φαίδιμος Ἕκτωρ:〉

### book 174-5.2

πρὸς παροξυσμὸν τοῦ Ἀχιλλέως· οὐ γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ

### book 174-5.3

τὸν ἀνελόντα. Aint

### book 174.1

Ἴλιον ἠνεμόεσσαν: ὅτι Ζηνόδοτος γράφει „Ἴλιον αἰπὺ

### book 174.2

θέλοντεσ“ καὶ τοὺς ἑξῆς ἀπὸ τοῦ „ἑλκέμεναι μέμονεν“ (Σ 176) ἕως τοῦ

### book 174.3

„πῆξαι ἀνὰ σκολόπεσσιν“ (Σ 177) ἄνω (sc. Σ 156. 156 a) μετατέθει‐

### book 174.4

κεν. ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμήν, ὡς προείρηται

### book 174.5.1

(sc. ad Σ 154—6), ἡ δὲ Ἶρις ὡς πρὸς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα

### book 174.5.2

κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον. A

### book 176-7.1

κεφαλὴν δέ ἑ〈—δειρῆσ〉: πάντα ὑπὲρ παροξυ‐

### book 176-7.2

σμοῦ προστίθησιν· οἶδε γὰρ προεντεταλμένον αὐτὸν ὑπὸ Θέτιδος μὴ

### book 176-7.3

ἐξιέναι. b(BCE3E4)T

### book 176

〈ἀνώγει:〉 ἐν ἄλλῳ „ἄνωγεν“. Aim

### book 179.1

〈Πάτροκλον〉 Τρῳῇσι κυσὶν 〈μέλπηθρα γενέ‐

### book 179.2

σθαι〉: δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγ‐

### book 179.3

κεν ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ (sc. Σ 176—7),

### book 179.4

τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα

### book 179.5

περιϊδεῖν τὸν Πάτροκλον. b(BCE3E4)T

### book 180a.1

〈σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ:〉

### book 180a.2

ταῦτα ἀπ’ ἄλλης ἀρχῆς. Aim

### book 180b

〈σοὶ λώβη:〉 ὡς φιλεταίρῳ καὶ πρακτικῷ. b(BCE3E4)Til

### book 182a.1

〈Ἶρι θεά,〉 τίς γάρ σε θεῶν 〈ἐμοὶ ἄγγελον〉

### book 182a.2

ἧκεν: ἀναγκαίως γνῶναι βούλεται, εἰ τῆς κελευσάσης μένειν ἀξιο‐

### book 182a.3

πιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι. b(BCE3E4)T

### book 182b.1

Ἶρι θεά, τίς γάρ σε 〈θεῶν ἐμοὶ ἄγγελον ἧκε〉:

### book 182b.2

μέμνηται τῶν 〈τῆσ〉 μητρὸς ἐντολῶν· οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ

### book 182b.3

ἐξελθεῖν (sc. Σ 134—5). πυνθάνεται οὖν τῆς θεοῦ, ἵνα ἀξιόχρεων ἔχῃ

### book 182b.4

πρὸς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ

### book 182b.5

ἐξεληλυθὼς φαίνηται. A

### book 182c.1

τίς γάρ σε {θεῶν}: ἡ ἑτέρα τῶν Ἀριστάρχου διὰ τοῦ τ,

### book 182c.2

„τίς τάρ σε“. μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρόσον σύνηθες Ὁμήρῳ

### book 182c.3

ἀπὸ τοῦ γάρ ἄρχεσθαι. A

### book 185.1

οὐδ’ οἶδε Κρονίδης: δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ

### book 185.2

τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία. b(BCE3E4)T

### book 186.1

〈Ὄλυμπον ἀγάννιφον:〉 ὅτι ὡς ὄρος τὸν Ὄλυμπον

### book 186.2

ἀγάννιφον λέγει. Aim

### book 188.1

πῶς γὰρ ἴω 〈μετὰ μῶλον〉: θαυμαστοὶ οἱ διάλογοι ἐν

### book 188.2

συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες (cf. 188 cum Σ 182)· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν

### book 188.3

ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι. b(BCE3E4)T

### book 191a.1

στεῦτο γὰρ Ἡφαίστοιο 〈ΠΑΡΟΙΣΕΜΕΝ ἔντεα

### book 191a.2

καλά〉: Χαῖρις (fr. 6 B.) τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀνα‐

### book 191a.1

στρέφεσθαι καὶ ἐνθάδε οὐκ ἀναστρέφει 〈***〉, ἵνα μὴ διάφορον ση‐

### book 191a.2

μαινόμενον νοηθῇ· διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα.

### book 191a.5.1

ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προείπομεν ἤδη

### book 191a.5.2

(sc. ad Β 153a). A

### book 191b.1

στεῦτο γὰρ Ἡφαίστοιο 〈ΠΑΡΟΙΣΕΜΕΝ〉: Ἀρί‐

### book 191b.2

σταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λό‐

### book 191b.1

γον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων, A b (BCE3E4)

### book 191b.2

T | ὡς καὶ Ἀπολλώνιος (Ap. Dysc. Frg. p. 136, 12) φησίν. A | ἐπείσθη

### book 191b.5.1

δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ. A b (BCE3E4)T | ἡ διπλῆ δὲ ὅτι

### book 191b.5.2

κατὰ διαίρεσιν. 〈καὶ τὸ στεῦτο〉 ἀντὶ τοῦ διωρίζετο: ἀναφέρεται δὲ

### book 191b.5.3

πρὸς τὸ „στεῦτο δὲ διψάων“ ἐν τῇ Ὀδυσσείᾳ (λ 584). A

### book 192a.1

ἄλλου δ’ οὔ τευ οἶδα, 〈τεῦ ἂν κλυτὰ〉 τεύχεα

### book 192a.2

〈δύω〉: διὰ τί τοῖς Πατρόκλου ὅπλοις οὐχ ὁπλίζεται; b(BCE3)

### book 192a.3

φασὶν Αὐτομέδοντα φορεῖν τὰ Πατρόκλου, ὅπως δόξειεν εἶναι Πά‐

### book 192a.4

τροκλος. b(BCE3)T καὶ μείζονα μὲν ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι

### book 192a.5.1

τὸ ἀνάπαλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. b

### book 192a.5.2

(BCE3E4)T ἢ τῷ μεγέθει μὲν ἴσα ἦν, ἀσθενῆ δέ· διὸ οὐχ ἥρμοτ‐

### book 192a.5.3

τεν Ἀχιλλεῖ προπηδῶντι εἰς πάντα κίνδυνον. b(BE3E4)T

### book 192b

ἄλλου δ’ οὔ τευ οἶδα, τεῦ ἂν 〈κλυτὰ τεύχεα

### book 192b.1

δύω〉: ζητεῖται, διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ

### book 192b.2

ἐκείνῳ ἥρμοσεν. τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ

### book 192b.3

ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν·

### book 192b.5.1

„ἤ οἱ τότε χεῖρες ἄαπτοι / μαίνοντο“ (Π 244—5). τινὲς δὲ ὅτι τὰ

### book 192b.5.2

μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάτ‐

### book 192b.5.3

τονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς

### book 192b.5.4

καιρὸν χρῆσθαι. Κράτης (p. 45 W.) ὅτι τὰ Πατρόκλου Αὐτομέδων

### book 192b.5.5

εἶχεν, ὅπως 〈ἰ〉σωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεύς, ὁ δὲ

### book 192b.10

Πάτροκλος. A

### book 194.1

〈ἀλλὰ καὶ αὐτὸς ὅ γ’〉 ἔλπομ’ 〈ἐνὶ πρώτοισιν ὁμι‐

### book 194.2

λεῖ〉: λείπει τὸ ὅτι· ‘ἀλλὰ ἔλπομαι ὅτι καὶ αὐτὸς ἐν πρώτοις ὁμιλεῖ‘.

### book 194.3

b(BCE3E4)T

### book 197

〈κλυτά:〉 κατ’ ἔνια „καλά {τεύχεα ἔχονται}“. Aint

### book 198a1.1

{ἀλλ’} αὔτως {ἐπι τάφρον ἰὼν}: παρὰ Ζηνοδότῳ καὶ

### book 198a1.2

Ἀριστοφάνει διὰ τοῦ ο „αὐτόσ“, ἵν’ ᾖ αὐτὸς χωρὶς ὅπλων. καὶ λόγον

### book 198a1.3

ἔχει χαρίεντα, καὶ οὐκ ἄλογός ἐστιν ἡ γραφή. A

### book 198a2.1

{αὔτως:} Ζηνόδοτος „αὐτόσ“ ἀντὶ τοῦ ψιλῶς, δίχα

### book 198a2.2

ὅπλων. T

### book 204a.1

ὤμοις ἰφθίμοισι 〈βάλ’ αἰγίδα θυσσανόεσσαν〉:

### book 204a.2

ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς 〈περὶ〉 Διομήδους (cf. Ε 1—8

### book 204a.3

et 121—32), εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν αὐτῷ, Ἀχιλλεὺς δὲ

### book 204a.4

οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ. T

### book 204b.1

αἰγίδα θυσσανόεσσαν: ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν

### book 204b.2

ἐκπλήξειν τοὺς Τρῶας, εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ. A

### book 206.1

ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν: αὐτοῦ τοῦ

### book 206.2

νέφους. A Til | πῶς δέ, φασίν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρω‐

### book 206.3

τοί. ῥητέον δὲ ὅτι φαντασία ἦν. A

### book 207a.1

ὡς δ’ ὅτε καπνὸς ἰὼν 〈ἐξ ἄστεος αἰθέρ’ ἵκηται〉:

### book 207a.2

οἱ περὶ Διονύσιον τὸν Θρᾷκα (fr. 23 Schm.) φασὶν Ἀρίσταρχον πρῶ‐

### book 207a.3

τον ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι καὶ γράψαι „ὡς δ’ ὅτε

### book 207a.4

πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ’ ἵκηται“· ἐμφατικῶς τὸ ἐν πολέμῳ

### book 207a.5

πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ. A

### book 207b.1

ὡς δ’ ὅτε καπνὸς 〈ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται〉:

### book 207b.2

Ἀρίσταρχος „ὡς δ’ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ’ ἵκηται“· καὶ

### book 207b.3

γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ. | οἱ δὲ T καπνὸν τὸ πῦρ

### book 207b.4

φασιν ἐκ τοῦ παρεπομένου ὡς „κάπνισάν τε κατὰ κλισίασ“ (Β 399).

### book 207b.5.1

οἱ δὲ διὰ τὸ πλέον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας

### book 207b.5.2

ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν οἷς ἄπορος ἡ

### book 207b.5.3

φυγή, πόρρω τε ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται,

### book 207b.5.4

οὐδενὸς δὲ ἐπιπροσθοῦντος διὰ τοῦ πελάγους φανήσονται. b(BCE3

### book 207b.5.5

E4)T μετὰ δὲ δύσιν ἡλίου (cf. Σ 210), ὅτε οὐκ ἀμαυρωθήσεται

### book 207b.10.1

ὑπὸ τοῦ δυνατωτάτου πυρός· T ἀλλ’ οὐδὲ νὺξ βαθεῖα ὑπόκειται,

### book 207b.10.2

ἵνα μὴ ὑπὸ τοῦ σκότους κρύπτοιτο ὁ καπνός. b(BCE3E4)T

### book 207b.1

ὡς δ’ ὅτε καπνός: ἔθος ἦν τοῖς ἀρχαίοις—εὑρεθεῖσα

### book 207b.2

ἡ σάλπιγξ. A

### book 208.1

τηλόθεν ἐκ νήσου: οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου, ἀλλ’

### book 208.2

ἔχει ἐπίτασιν περὶ τὴν σπουδὴν τῶν πυρείων, ἵνα γνωριμώτερον φαί‐

### book 208.3

νηται. A

### book 209.1

〈στυγερῷ κρίνωνται Ἄρηϊ:〉 ἀντὶ τοῦ Aint ὑπὸ

### book 209.2

στυγεροῦ Ἄρεος. Aint Til

### book 210.1

〈ἄστεος ἐκ σφετέρου:〉 Ζηνόδοτος „ἄστυ περὶ σφέτε‐

### book 210.2

ρον“. Aint Til

### book 211a.1

〈πυρσοί τε φλεγέθουσιν:〉 καὶ Πίνδαρος „αἰθόμενον

### book 211a.2

πῦρ / ἅτε διαπρέπει νυκτί“ (Ol. 1, 1—2). Til

### book 211b.1

{πυρσοί τε φλεγέθουσιν} ἐπήτριμοι: ὁ Ἀσκαλωνίτης

### book 211b.2

(p. 56 B.) ὀξύνει ὡς πολεμικοί, οὐκ εὖ· τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο

### book 211b.3

συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, νόμιμος σπόριμος.

### book 211b.4

οὕτως καὶ ἐπήτριμος. A

### book 213.1

〈Ἄρεως:〉 Ἀρίσταρχος „Ἄρεω“ Aim Til ἀπὸ τοῦ

### book 213.2

Ἄρεως. Til

### book 215

〈ἀπὸ τείχεος:〉 ἄπωθεν τοῦ τείχους. Til

### book 215-6.1

οὐδ’ ἐς Ἀχαιούς / μίσγετο: οὔτε φαίνεται τῇ μητρὶ

### book 215-6.2

ἀπειθῶν, διὰ τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς

### book 215-6.1

Ἥρας ἀνηκουστῶν, διὰ τὸ {μὴ} πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως τε

### book 215-6.2

οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν

### book 215-6.5

εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην. A

### book 216.1

〈μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν:〉 ἐτρέπετο

### book 216.2

τῷ λογισμῷ ἐπὶ τὴν ἐντολὴν τῆς μητρὸς b(BE3E4)Til καὶ

### book 216.3

ᾐδεῖτο αὐτήν. b(BE3E4)

### book 217-8a1.1

〈ἔνθα στὰσ〉 ἤϋς’, 〈ἀπάτερθε δὲ Παλλὰς Ἀθή‐

### book 217-8a1.2

νη / φθέγξατο〉: ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ μὴ μόνον

### book 217-8a1.3

ἀκουσθῆναι, ἀλλὰ καὶ †φονεῦσαι†, τὴν Ἀθηνᾶν συνεπιφθεγγομένην

### book 217-8a1.4

παρέλαβεν. b(BE3E4)T

### book 217-8a2.1

{ἀπάτερθε δὲ παλλὰς ἀθήνη:} ἀπίθανον γὰρ ἐκεῖνο τὸ διὰ

### book 217-8a2.2

μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας. A

### book 219a.1

σάλπιγξ: ὅτι αὐτὸς οἶδε σάλπιγγας, χρωμένους δὲ

### book 219a.2

τοὺς ἥρωας οὐκ εἰσάγει. A

### book 219b1.1

σάλπιγξ: αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ

### book 219b1.2

ἥρωας εἰδότας. | Μήλας δὲ Ἡρακλέους καὶ Ὀμφάλης ἐν τῇ καθόδῳ

### book 219b1.3

τῶν Ἡρακλειδῶν σαλπίζων κατέπληξε τοὺς πολεμίους. σαλπίγγων

### book 219b1

δὲ εἴδη ἕξ· πρώτη ἡ Ἑλληνική, μακρὰ τὸ σχῆμα, ἣν Τυρρηνῷ εὗρεν

### book 219b1.5.1

ἡ Ἀθηνᾶ· διὸ καὶ Σάλπιγξ παρὰ Ἀργείοις τιμᾶται. δευτέρα ἡ

### book 219b1.5.2

στρογγύλη ὑπὸ Αἰγυπτίων εὑρημένη, ἣν χνοῦν καλοῦσιν· χρῶνται

### book 219b1.5.3

δὲ αὐτῇ πρὸς θυσίαν καλοῦντες τοὺς ὄχλους δι’ αὐτῆς· ἣν εὗρεν Ὄσι‐

### book 219b1.5.4

ρις. τρίτη ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα θηρίου

### book 219b1.5.5

ἔχουσα, ἔσωθεν δὲ εἰρόμενον αὐλὸν μολύβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ

### book 219b1.10.1

σαλπιγκταί· ἔστι δὲ ὀξύφωνος, καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ.

### book 219b1.10.2

τετάρτη ἡ Παφλαγονική, ἥτις μείζων μέν ἐστι τῆς Ἑλληνικῆς, τὸν δὲ

### book 219b1.10.3

κώδωνα βοὸς προτομὴν ἔχει· ἔστι δὲ βαρύφωνος καὶ ἀναφυσητή· κα‐

### book 219b1.10.4

λεῖται δὲ βόϊνος. πέμπτη 〈ἡ〉 Μηδική, τὸν αὐλὸν καλάμινον, τὸν δὲ

### book 219b1.10.5

κώδωνα βαρύφωνον ἔχουσα, ὀγκόφωνος {καλεῖται δὲ πέμπτη μη‐

### book 219b1.15.1

δική}. ἕκτη ἡ Τυρσηνική, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμέ‐

### book 219b1.15.2

νον ἔχουσα· ἔστι δὲ λίαν ὀξύφωνος· καλεῖται δὲ †λιγῦν†. ταύτης εἰσὶν

### book 219b1.15.3

εὑρεταὶ Τυρσηνοί, οὐ τῆς παρ’ Ἕλλησιν. T

### book 219b2.1

αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας αὐτῇ

### book 219b2.2

χρωμένους. b(BCE3) | τῆς δὲ σάλπιγγος τῆς Ἑλληνικῆς τὸ μὲν μέγε‐

### book 219b2.3

θος ἐπίμηκες, ἡ δὲ φωνὴ παχεῖα καὶ μεγίστη, ἥτις ἐν πολέμῳ τὸ πλῆθος

### book 219b2.4

καλοῦσα κινεῖ. b(BCE3E4)

### book 219b2.5.1

〈σάλπιγξ:〉 ἀπὸ τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν

### book 219b2.5.2

σάλπιγγα, ἐπεὶ οὐδέπω ηὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασ‐

### book 219b2

σίῳ ἐσάλπιζον. A

### book 220a1.1

〈ἄστυ περιπλομένων δηΐων〉 ὑπὸ θυμοραϊ‐

### book 220a1.2

στέων: ἢ πλεονάζει ἡ ὑπό· b(BCE3)T ἢ τὸ ἑξῆς „ὡς δ’ ὅτ’

### book 220a1.3

ἀριζήλη φωνὴ“ (Σ 219) ὑπὸ δηΐων θυμοραϊστέων, b(BCE3E4)

### book 220a1.4

T καὶ ἀπὸ κοινοῦ τὸ δηΐων. T

### book 220a2.1

τὸ ἑξῆς· ὑπὸ θυμοραϊστέων δηΐων ἄστυ πε‐

### book 220a2.2

ριπλομένων. Aim

### book 220b

περιπλομένων: περικαθεζομένων. b(BCE3E4)Til

### book 222a.1

〈ὄπα χάλκεον Αἰακίδαο:〉 εὐλόγως τῷ χαλκεοφώνῳ

### book 222a.2

Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα (cf. Σ 219) εἴκασε. καὶ τῷ εἰς

### book 222a.3

μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου εἴληπται. b

### book 222a.4

(BCE3E4)

### book 222b1.1

ὄπα χάλκεον: 〈ὅτι〉 ἀμέτρως ὁ Ζηνόδοτος „ὄπα χαλ‐

### book 222b1.2

κέην“, οὐ συνεὶς ὅτι παραπλήσιόν ἐστι τὸ σχῆμα τῷ „κλυτὸς Ἱππο‐

### book 222b1.3

δάμεια“ (Β 742) καὶ „θερμὸς ἀϋτμή“ (Hsd. th. 696 = h. Merc. 110). |

### book 222b1.4

χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν. A

### book 222b2

χάλκ〈ε〉ον ἀντὶ τοῦ χαλκ〈έ〉ην. Aint

### book 224a.1

〈ἂψ〉 ὄχεα 〈τρόπεον〉: καινὸν εἶδος καὶ ἄξιον Ἀχιλ‐

### book 224a.2

λέως, τῇ βοῇ ἀνατρεπόμενα ἅρματα καὶ τοῖς ἰδίοις δόρασι περιπεί‐

### book 224a.3

ροντα τοὺς ὀχουμένους (cf. Σ 230—1). T

### book 224b.1

〈ἂψ ὄχεα τρόπεον:〉 εἰς τοὐπίσω τὰ ἅρματα ἔτρεπον.

### book 224b.2

Aint

### book 224c

〈ὄσσοντο γάρ:〉 οἱ ἵπποι ἢ οἱ ἐπιβάται. Til

### book 230-1a.1

〈ἔνθα δὲ καὶ τότ’ ὄλοντο〉 δυώδεκα 〈φῶτες

### book 230-1a.2

ἄριστοι / ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν〉: ἄδηλον, εἰ καθ’

### book 230-1a.3

ἑκάστην κραυγὴν δώδεκα· τοσοῦτος γὰρ ἦν ὁ τάραχος τῆς φάλαγγος

### book 230-1a.4

ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπολέσθαι. b(BCE3E4)T

### book 230-1b.1

ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα〈—ἔγχε‐

### book 230-1b.2

σιν〉: ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς

### book 230-1b.3

οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος, ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ

### book 230-1b.4

καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν

### book 230-1b.5

ὑπὸ ταραχῆς ἀπολέσθαι. A

### book 230.1

ἔνθα δὲ καὶ τότ’ 〈ὄλοντο—ἄριστοι〉: ἢ διπλῆ,

### book 230.2

ὅτι Ζηνόδοτος γράφει „ἔνθα δὲ κοῦροι ὄλοντο δυώδεκα πάντες

### book 230.3

ἄριστοι / οἷσιν ἐν〈ὶ〉 βελέεσσιν“. εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοί,

### book 230.4

οὔτε τὸ ‘οἷσιν βελέεσσιν‘ ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν· ἔδει γὰρ τοῖς

### book 230.5

ἀλλήλων. A

### book 231a

〈σφοῖς:〉 ἀντὶ τοῦ ἀλλήλων. Til

### book 231b

〈ὀχέεσσι:〉 ἐν ἄλλῳ „ξιφέεσσι“. Aim

### book 236a

〈ἐν φέρτρῳ:〉 ὅτι ἅπαξ τὸ φέρτρον· ἔστι δὲ φορεῖον.

### book 236a

Aim

### book 236b.1

ἐν φέρτρῳ: φορείῳ. b(BCE3)T | ἐπὶ ἀσπίδος δὲ ἤ τινος

### book 236b.2

τοιούτου φέρουσιν. b(BCE3E4)T

### book 238

νοστήσαντα: ἀφικόμενον εἰς τὸν τόπον, οὗ ἐχωρίσθη. T

### book 239.1

〈ἠέλιον δ’ ἀκάμαντα:〉 ἐν ἄλλῳ „ἠέλιον μὲν ἔπειτα“.

### book 239.2

Aim

### book 240a.1

ἀέκοντα: ἐπεὶ ὑπέσχετο Ζεύς· „δύῃ τ’ ἠέλιοσ“ (Λ 194.

### book 240a.2

Ρ 455). Ἀπόλλων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς

### book 240a.3

ἀριστείαν Τρωσὶ διδομένην παρὰ Διὸς τὴν ἡμέραν ταύτην. μυθικῶς

### book 240a.4

δὲ τοῦτο, b(BCE3E4)T ὡς καὶ ἐν Ὀδυσσείᾳ (Υ 243)· „ἠῶ δ’

### book 240a.5

αὖτε / ῥύσατ’ ἐπ’ Ὠκεανοῦ“. T

### book 240b.1

ἀέκοντα: ζητεῖται, διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι.

### book 240b.2

Κράτης (fr. 29a M.) μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον·

### book 240b.3

ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν, ἡδόμενόν τε καὶ μηκύνοντα

### book 240b.4

αὐτοῖς τὸ ἐπίτευγμα, Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν

### book 240b.5.1

αὐτὸν δύνειν. Ἀγαθοκλῆς (FGrHist 472, 11) δέ φησιν συνάγεσθαι,

### book 240b.5.2

ὅτι καθ’ Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ

### book 240b.5.3

αὐτοῦ συνέλκεται· Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ

### book 240b.5.4

„ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν“ (Ο 18), ἕλκεσθαι δὲ ἄκοντα τὸν

### book 240b.5.5

ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς. A

### book 243

〈ἀπὸ κρατερῆς ὑσμίνης:〉 ἐν ἄλλῳ „ἐπὶ θρωσμῷ πεδί‐

### book 243

οιο“. Aim

### book 244a.1

{χωρήσαντες} ἔλυσαν ὑφ’ ἅρμασιν: ἀντὶ τοῦ ὑπέλυσαν

### book 244a.2

τῶν ἁρμάτων. πῶς οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται. A

### book 244b

〈ὑφ’ ἅρμασιν:〉 τοὺς ὑπὸ τοῖς ἅρμασιν. Til

### book 245-9.1

ἐς δ’ ἀγορὴν〈—ἦρχ’ ἀγορεύειν〉: ἄκρως

### book 245-9.2

τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν,

### book 245-9.3

οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζου‐

### book 245-9.4

σιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι. καὶ ἰδιώτης

### book 245-9.5

δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος. b(BCE3E4)T

### book 245a.1

πάρος δόρποιο 〈μέδεσθαι〉: εἰς ἐπίτασιν ὅτι καὶ πρὸ

### book 245a.2

τῆς τροφῆς ἐκκλησίαζον· κατήπειγε γὰρ ὁ φόβος. T

### book 245b.1

〈πάρος δόρποιο μέδεσθαι:〉 πρὸ τῆς ἐπιμελείας τοῦ

### book 245b.2

σώματος. ὅρα οὖν τὴν ἔπειξιν. Aint

### book 246a.1

ὀρθῶν δ’ ἑσταότων: καταγελῶσι τοῦ ὀρθῶν 〈...〉

### book 246a.2

ἑσταότων. ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦταί τις καὶ καθήμενος, οἷον „ἕζε‐

### book 246a.3

το δ’ ὀρθωθείσ“ (Ψ 235). A

### book 246b.1

ὀρθῶν {δ’ ἑσταότων}: ἐπεὶ δηλοῖ καὶ τὸ μετεωρισθῆναι

### book 246b.2

τὸ σῶμα—„ὀρθωθεὶς ἔνδυνε“ (Κ 21)—, προσέθηκε τὸ ἑσταότων.

### book 246b.3

T

### book 247-8.1

〈πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεύς /〉

### book 247-8.2

ἐξεφάνη, 〈δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆσ〉: ἤτοι συν‐

### book 247-8.3

απτέον ἕως ἀλεγεινῆς (248), ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται·

### book 247-8.4

πάντες γὰρ εὐλαβοῦντο, ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς

### book 247-8.5

μάχης χρόνον. ἢ ἐπὶ τὸ ἐξεφάνη (248) στικτέον, ἵνα τὸ ἑξῆς ὡς ὑπὸ

### book 247-8

τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται. A

### book 247.1

ἔχε τρόμος: Ζηνόδοτος „〈ἔχεν〉 φόβοσ“, κακῶς, ἀγνοῶν

### book 247.2

ὅτι φόβος ἐστὶ καθ’ Ὅμηρον ἡ μετὰ δέους φυγή· διὸ ἡ διπλῆ. A

### book 248.1

〈δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς:〉 ὁ δέ ἀντὶ

### book 248.2

τοῦ γάρ. b(BCE3)Til

### book 250a1.1

〈ὅρα〉 πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω: σύστασίν τινα

### book 250a1.2

ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου· συνετοῦ γὰρ ἀνδρὸς

### book 250a1.3

πρὸς τὰ μέλλοντα ἁρμόζεσθαι καὶ προγνωστικώτερον τῶν ἄλλων

### book 250a1.4

φαίνεσθαι, ὅπερ καὶ ἐν λοιδορίας μέρει παραλαμβάνει· „οὐδέ τι οἶδε

### book 250a1.5

νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“ (Α 343). b(BCE3E4)T

### book 250a2.1

{πανθοΐδης ὁ γὰρ οἶος:} τέλειον ἐγκώμιον τοῦ φρονίμου.

### book 250a2.2

τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· „οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ

### book 250a2.3

ὀπίσσω“. A

### book 250b.1

ἄλλως· πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω: πρόσσω τὸ παρ‐

### book 250b.2

ελθόν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. ὀπίσσω

### book 250b.3

δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ ἀγχίνοια. b(BCE3E4)T

### book 251a.1

Ἕκτορι δ’ ἦεν ἑταῖρος: διὸ παρρησιάζεται ἀεὶ πρὸς

### book 251a.2

τὸ συμφέρον αὐτῷ. ὥστε δεῖ τοὺς ἑταίρους οὐ τὰ προσφιλῆ, ἀλλὰ τὰ

### book 251a.3

σύμφορα λέγειν. b(BCE3E4)T

### book 251b.1

ἰῇ δ’ ἐν νυκτὶ γένοντο: πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι

### book 251b.2

τοσοῦτον ἀλλήλων διαφέρουσιν, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως

### book 251b.3

πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν A T διαφορὰ τοῖς γεννωμέ‐

### book 251b

νοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. A

### book 251b.5.1

Ἡράκλειτος (Vors.6 22 B 105 = fr. 63a M.) ἐντεῦθεν ἀστρολόγον

### book 251b.5.2

φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησι· „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον

### book 251b.5.3

ἔμμεναι ἀνδρῶν, / οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται“

### book 251b.5.4

(Ζ 488—9). A T

### book 251c.1

〈ἰῇ δ’ ἐν〉 νυκτὶ γένοντο: ἔννοιαν ἔχει τινὰ γενναίαν

### book 251c.2

τὸ λεγόμενον ὅτι οὐκ ἐν ταῖς ἡλικίαις, ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις

### book 251c.3

τοῖς ἀνθρώποις ἐπιγίνεται. b(BCE3E4)T

### book 251d.1

ἰῇ δ’ ἐν νυκτὶ γένοντο: ἔγκειταί τι θαυμαστὸν τῷ

### book 251d.2

λόγῳ· συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν,

### book 251d.3

ἀλλ’ ὁ μὲν συνετός, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς

### book 251d.4

ἀφυέσι πρὸς †τὰ χρήσιμα. A

### book 252.1

ἀλλ’ ὁ μὲν 〈ἂρ〉 μύθοισιν, 〈ὁ δ’ ἔγχεϊ πολλὸν

### book 252.2

ἐνίκα〉: δαιμονίως τῇ διαιρέσει, ὡς καὶ ἐν ἄλλοις· „μύθων τε ῥητῆρ’

### book 252.3

ἔμεναι πρηκτῆρά τε ἔργων“ (Ι 443) καὶ „οἳ περὶ μὲν βουλῇ Δαναῶν,

### book 252.4

περὶ δ’ ἐστὲ μάχεσθαι“ (Α 258) καὶ „υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν

### book 252.5

εἶναι ἀρίστουσ“ (δ 211). T

### book 253.1

ἀγορήσατο καὶ μετέειπεν: τοῦτο σημειωτέον πρὸς τὸ

### book 253.2

„ὁ δὲ φῆ κώδειαν ἀνασχών / πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος

### book 253.3

ηὔδα“ (Ξ 499—500). A

### book 254a.1

ἀμφὶ μάλα φράζεσθε, 〈φίλοι〉: εἰς ἐπίτασιν αὐτοὺς

### book 254a.2

ἄγει εὐθὺς διὰ τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρ‐

### book 254a.3

όντα δεῖται· δεῖ γὰρ πρῶτον τὸν σύμβουλον δεῖξαι ὅτι περὶ μεγάλων

### book 254a.4

ἡ σκέψις. καὶ τὸ φίλοι προσαγωγόν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν.

### book 254a.5

b(BCE3E4)T

### book 254b.1

ἀμφὶ μάλα φράζεσθε {φίλοι}: οὐδέποτε τὸ φράσαι ἐπὶ

### book 254b.2

τοῦ εἰπεῖν ὁ ποιητὴς τίθησιν, ἀλλ’ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περι‐

### book 254b.3

σκέψασθε, τῇ διανοίᾳ μάλα περισσῶς βουλεύσασθε. A

### book 254-83.1

κέλομαι γὰρ ἔγωγε / ἄστυδε νῦν ἰέναι〈—

### book 254-83.2

ἔδονται〉: κεφάλαια συμβουλευτικὰ τὸ καλόν, τὸ δυνατόν, τὸ

### book 254-83.3

ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ· παρῆκε δὲ

### book 254-83.4

διὰ τὸν καιρόν· b(BCE3E4)T τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας.

### book 254-83.5.1

τοῖς δὲ ἄλλοις ἀγωνίζεται· καὶ γὰρ δυνατόν φησι (sc. 255. 266) τὸ

### book 254-83.5.2

ἀναχωρεῖν νῦν, b(BE3E4)T τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν

### book 254-83.5.3

ἀδύνατον καταληφθέντας ὑπὸ Ἀχιλλέως (cf. 267—72)· καὶ δυνατὸν

### book 254-83.5.4

τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ καταλάβοι Ἀχιλλεύς, οὔ (cf. 268—78).

### book 254-83.5.5

τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύσονται. ἀναγκαῖον δὲ τὴν

### book 254-83.10.1

φυλακὴν τῆς Ἰλίου, b(BCE3E4)T νυκτὸς μὲν ἀγρυπνούντων,

### book 254-83.10.2

ἡμέρας δὲ ἀπὸ τείχους πολεμούντων (sc. 274—8). b(BE3E4)T

### book 255.1

νῦν ἰέναι: ἔμφασιν ἔχει τὸ νῦν· ὃ γὰρ ὑποβάλλει, τοιοῦτόν

### book 255.2

ἐστι· νῦν πορεύεσθε, μὴ περιμένετε τὴν μεθ’ ἡμέραν φυγήν· τότε γὰρ

### book 255.3

πάντως φεύξεσθε βιασθέντες ὑπὸ Ἀχιλλέως. ἄμεινον οὖν προνοῆσαι

### book 255.4

τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον. b(BCE3E4)T

### book 256.1

〈ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Aim

### book 256.2

Til

### book 257a.1

οὗτος ἀνήρ: οὗτος, ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ

### book 257a.2

ὀνομάσαι Ἀχιλλέα· b(BCE3E4)T ἐν γὰρ τῷ οὗτος μείζονα

### book 257a.3

τὴν ἔμφασιν εἰργάσατο. b(BE3E4)T

### book 257b

〈οὗτος ἀνήρ:〉 οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον.

### book 257b

Aint

### book 258a.1

ῥηΐτεροι 〈πολεμίζειν〉: ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴ‐

### book 258a.2

διοι εἰς τὸ πολεμεῖν, ὅ ἐστιν εὐήττητοι. b(BCE3E4)T

### book 258b.1

ῥηΐτεροι πολεμίζειν: τουτέστιν εὐκαταμαχητότεροι

### book 258b.2

ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι. A

### book 259-60.1

χαίρεσκον γὰρ 〈ἔγωγε—ἀμφιελίσσασ〉: ἀ‐

### book 259-60.2

ναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατ’ ἴδιον ὄκνον ἀναχωρεῖν

### book 259-60.3

κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως. b(BCE3E4)T

### book 259

〈ἐπὶ νηυσὶν ἰαύων:〉 ἐπαυλιζόμενος ταῖς ναυσίν. Til

### book 262a.1

〈οἷος κείνου θυμὸς ὑπέρβιος:〉 καὶ τοῦτο καθ’ ἑαυτό·

### book 262a.2

μᾶλλον γὰρ ἐμφαίνει. Aint

### book 262b.1

ὑπέρβιος: τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν ὑπεράγων

### book 262b.2

τῇ βίᾳ. b(BCE3E4)T

### book 264a.1

μένος Ἄρηος δατέονται: μερίζονται τὸν πόλεμον νι‐

### book 264a.2

κῶντες καὶ νικώμενοι. ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ

### book 264a.3

τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων.

### book 264a.4

b(BE3E4)T

### book 264b.1

μένος Ἄρηος δατέονται: διαιροῦνται τὸν πόλεμον,

### book 264b.2

παρόσον ὁτὲ μὲν οὗτοι, ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν. A

### book 265a1.1

περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν: τοῦτο

### book 265a1.2

σημειωτέον πρὸς τὸ „ἀμυνέμεναι ὤρεσσι〈ν〉“ (Ε 486), ὅτι κἀκεῖ

### book 265a1

‘γυναιξί‘ λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει. A

### book 265a2.1

{ἠδὲ γυναικῶν:} ἐξηγητικόν ἐστι τοῦ „ἀμυνέμεναι ὤρεσ‐

### book 265a2.2

〈σ〉ι“ καὶ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). T

### book 265b

〈μαχήσεται:〉 ἐν ἄλλῳ „μαχέσσεται“. Aim

### book 266a.1

πίθεσθέ μοι: Τυραννίων (fr. 43 P.) παρώξυνε τὸ πί‐

### book 266a.2

θεσθε, ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα, πιθέσθε

### book 266a.3

λαβέσθε. T

### book 266b.1

ὧδε γὰρ ἔσται: δαιμονίως κινεῖ τὸ σχῆμα, T οὐχ

### book 266b.2

ὑπόνοιαν, ἀλλ’ ἀλήθειαν βεβαίαν προβαλλόμενος. b(BE3E4)T

### book 266c.1

〈ὧδε γὰρ ἔσται:〉 ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα

### book 266c.2

συμβουλεύει. Aint

### book 268-72.1

εἰ δ’ ἄμμε κιχήσεται〈—Τρώων〉: ἄκρως

### book 268-72.2

προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ πρὸ τοῦ κινδύνου τῆς ἀσφαλείας

### book 268-72.3

προνοῆσαι. b(BCE3E4)T

### book 269a.1

〈αὔριον〉 ὁρμηθεὶς σὺν τεύχεσι〈ν〉: καιρίως κεῖται καὶ

### book 269a.2

τὸ σὺν τεύχεσιν· ἄοπλος γὰρ ἦν, φησί, πρὸς τῷ καὶ νύκτα ἐπιγεγο‐

### book 269a.3

νέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο. b(BCE3E4)T

### book 269b.1

σὺν τεύχεσιν: οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι

### book 269b.2

καὶ νῦν διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου. A

### book 269-70a.1

〈εὖ νύ τις αὐτόν /〉 γνώσεται: γνώσεται πά‐

### book 269-70a.2

σχων κακῶς ὑπ’ αὐτοῦ. | διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν;

### book 269-70a.3

ὅτι συνέρρευσεν ἐξαίφνης τὸ πλῆθος εἰς ἐκκλησίαν. b(BCE3E4)T

### book 269-70b.1

〈εὖ νύ τις αὐτόν / γνώσεται:〉 κακόν τι πεισόμενος

### book 269-70b.2

ὑπ’ αὐτοῦ δηλονότι. Aim

### book 271a.1

πολλοὺς δὲ κύνες 〈καὶ γῦπες ἔδονται〉: οὐκ ἐν

### book 271a.2

βλασφημίᾳ ταῦτά φησιν, ἀλλὰ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν.

### book 271a

b(BCE3E4)T

### book 271b.1

πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται: οὐ κατάρατα

### book 271b.2

καὶ βλάσφημα ταῦτα, ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος

### book 271b.3

ἑαυτοῦ (sc. Σ 272). A

### book 272a1.1

〈αἲ γὰρ δή μοι〉 ἀπ’ οὔατος 〈ὧδε γένοιτο〉: εἴθε

### book 272a1.2

δὴ τοῦτο οὐχ ὅπως μὴ ἴδοιμι, ἀλλὰ μηδὲ ἀκούσαιμι. T

### book 272a2.1

εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη.

### book 272a2.2

b(BCE3E4)

### book 272b.1

αἲ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο: ἄπωθεν

### book 272b.2

τοῦ ὠτός, οἷον μὴ ἀκούσαιμι· „αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔποσ“

### book 272b.3

(Χ 454). A

### book 273a.1

εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι 〈πιθώμεθα κηδόμενοί περ〉:

### book 273a.2

ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα ἢ κατὰ τὸ τέλος τοῦ στίχου·

### book 273a.3

καὶ λόγον ἔχει ἀμφότερα. A

### book 273b

〈πιθώμεθα:〉 ἐν ἄλλῳ „πιθοίμεθα“. Aim

### book 274-6.1

νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν〈—εἰ‐

### book 274-6.2

ρύσσονται〉: διὰ νυκτὸς κρατερῶς βουλευσόμεθα· τὴν δὲ πόλιν οἱ

### book 274-6.3

πύργοι σώσουσιν. b(BCE3E4)T

### book 274a.1

νύκτα μὲν εἰν ἀγορῇ 〈σθένος ἕξομεν〉: τὴν νύκτα

### book 274a.2

κατισχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. | ἄλλως· ὃ λέγει, τοιοῦτόν

### book 274a.1

ἐστιν· †διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς

### book 274a.2

ἀνὰ τῆς πόλεως† φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ (cf. Σ

### book 274a.5

277—8) ἡμεῖς πολεμήσομεν. A

### book 274b.1

〈νύκτα μὲν εἰν ἀγορῇ〉 σθένος ἕξομεν: σθένος τὴν

### book 274b.2

δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω καὶ οἱ συγγραφεῖς δύναμιν κα‐

### book 274b.3

λοῦσι τὸ στράτευμα. b(BCE3E4)T καὶ Σοφοκλῆς (fr. 818 N.2 =

### book 274b.4

904 P. = 904 R.) „†ἐν τοῖσιν† ἵπποις τοῖσιν ἐκλελεγμένοις / ἥδιον εἰ χωροῖμεν

### book 274b.5.1

ἢ παντὶ σθένει“. T φησὶν οὖν ὡς νυκτὸς ἐν ἐκκλησίᾳ βουλευσό‐

### book 274b.5.2

μενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυτοὺς ἠθροισμέ‐

### book 274b.5.3

νοι, τουτέστιν ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα· τὸ γὰρ εἰν ἀγορῇ

### book 274b.5.4

νῦν οὐκ ἐν ἐκκλησίᾳ σημαίνει, ἀλλ’ ἐν τῷ ἀθροίσματι. b(BCE3E4)T

### book 274c.1

εἰν ἀγορῇ σθένος ἕξομεν: πρὸς τὸ σημαινόμενον ὅτι

### book 274c.2

ἐστὶ βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν. A

### book 275.1

ὑψηλαί τε πύλαι: νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν

### book 275.2

θυρῶν, b(BCE3E4)T „ἐν χερσὶ πύλας ἔχετε“ (Φ 531): b(BE3

### book 275.3

E4)T „†ἔρρηξε† δὲ πύλας καὶ μακρὸν ὀχῆα“ (Ν 124): b(BCE3

### book 275.4

E4)T „μέγα δ’ ἀμφὶ πύλαι μύκον“ (Μ 460). T

### book 277.1

πρωῒ δ’ ὑπηοῖοι: τὸ πρωΐ καὶ ἕως ἕκτης ὥρας δηλοῖ·

### book 277.2

διὸ προσέθηκε τὸ ὑπηοῖοι, b(BCE3E4)T ὡς καὶ Φιλήμων

### book 277.3

(fr. 210 [II p. 533] K.) φησίν· „μεμίσθωνταί με δείλης πρωΐασ“,

### book 277

ἀντὶ τοῦ ἀρχομένης δείλης. b(BE3E4)T

### book 278-80a.1

〈στησόμεθ’ ἂμ πύργους— /〉 ἂψ πάλιν

### book 278-80a.2

〈εἶσ’〉 ἐπὶ νῆας: ἀναγκαίως τῷ προδεδιδαγμένῳ κινδύνῳ ἐκ τοῦ

### book 278-80a.3

μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφάλειαν· b(BCE3E4)T

### book 278-80a.4

καὶ ὅτι ὁ πολέμιος μᾶλλον κινδυνεύσει ἤπερ ἡμεῖς. b(BE3E4)T

### book 278-80b.1

〈τῷ δ’ ἄλγιον, αἴ κ’ ἐθέλῃσιν / —μάχεσθαι. /

### book 278-80b.2

ἂψ πάλιν εἶς’ ἐπὶ νῆασ〉: στικτέον ἐπὶ τὸ μάχεσθαι (279). Aint

### book 280

〈ἂψ πάλιν:〉 ἐκ παραλλήλου τὸ αὐτό. Til

### book 281a.1

ἠλασκάζων: πλανῶν, παρὰ τὴν ἄλην· „ἐμὸν μένος

### book 281a.2

ἠλασκάζει“ (ι 457). b(BCE3E4)T ὑποφαίνει δὲ ἡ λέξις τὸν

### book 281a.3

μετὰ ἀναστροφῆς ἐλαύνοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι

### book 281a.4

εἰς τὴν πόλιν. b(BE3E4)T

### book 281b.1

ἠλασκάζων: περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ

### book 281b.2

ἀνύων ὁδόν, ἄλλως τε μεθ’ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμε‐

### book 281b.3

νος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων. A

### book 283a1.1

οὐδέ ποτ’ ἐκπέρσει· 〈πρίν μιν κύνες ἀργοὶ ἔδον‐

### book 283a1.2

ται〉: ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ

### book 283a1.3

κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ

### book 283a1.4

οὐδ’ ἐπ’ ἐκείνου· „τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν“

### book 283a1.5.1

(Α 29). | στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει.

### book 283a1.5.2

ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται. A

### book 283a2.1

οἷον τεθνήξεται πρότερον ἢ πέρσει, b(BCE3E4)T καὶ

### book 283a2.2

„οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν“. b(BE3E4)T

### book 284.1

〈ὑπόδρα ἰδών:〉 τὸ βλέμμα δηλοῖ ὅτι δυσαρέστως ἔχει

### book 284.2

πρὸς τοὺς λόγους. b(BCE3)Til

### book 285a.1

Πο〈υ〉λυδάμα, 〈σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’

### book 285a.2

ἀγορεύεισ〉: τυραννικὴ ἡ εἰσβολή· b(BCE3)T οὐ γὰρ ὅτι μὴ

### book 285a.3

σύμφορα εἰσηγήσατο, ἀνατρέπει, ἀλλ’ ὡς οὐχ ἡδέα. b(BE3)T

### book 285b1.1

Πουλυδάμα {σὺ μὲν οὐκέτ’ ἐμοί}: ἔδει σὺν τῷ ν, Πουλυ‐

### book 285b1.2

δάμαν. τοιοῦτο δὲ καὶ τὸ „Λαοδάμα“ (θ 141. 153), παρὰ τὸν ὀρθὸν

### book 285b1.3

λόγον. A

### book 285b2.1

ἄλλως· {πουλυδάμα:} δίχα τοῦ ν, ὡς „Λαοδάμα, τί με

### book 285b2.2

ταῦτα κελεύετε“ (θ 153). T

### book 286-7.1

〈ὃς κέλεαι κατὰ ἄστυ〉 ἀλήμεναι〈—πύρ‐

### book 286-7.2

γων〉: ὁ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο,

### book 286-7.3

ὁ δὲ μετατίθησι τὰ ὀνόματα δυσωπῶν τοὺς ἀκούοντας, b(BCE3E4)T

### book 286-7.4

ἀλήμεναι (286) λέγων τὸ ἀναχωρῆσαι καὶ ἐελμένοι ἔνδοθι

### book 286-7.5

πύργων (287). b(BE3)T

### book 286.1

ὃς κέλεαι κατὰ ἄστυ 〈ἀλήμεναι αὖτις ἰόντασ〉: ὁ

### book 286.2

μὲν φυλάσσειν τὴν πόλιν ἔφη (cf. Σ 254—5. 274—8), ὁ δὲ δεινοτέρῳ

### book 286.3

ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι. A

### book 287a.1

ἢ οὔπω κεκόρησθε 〈ἐελμένοι ἔνδοθι πύργων〉:

### book 287a.2

πρὸς τὸ „κέλομαι γὰρ ἔγωγε / ἄστυδε νῦν ἰέναι“ (Σ 254—5). T

### book 287b.1

〈κεκόρησθε:〉 ὅτι Ζηνόδοτος γράφει „κεκόρησθον“,

### book 287b.2

συγχέων τὸ δυϊκόν. Aim

### book 288

μέροπες: οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχον‐

### book 288

τες. οἱ δὲ τὴν κτῆσιν μερισθέντες b(BCE3E4)T τῶν ζῴων. T

### book 290-2a.1

〈νῦν δὲ δὴ ἐξαπόλωλε—ἵκει:〉 ὁ τοῦ Ἕκτο‐

### book 290-2a.2

ρος λόγος μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι συμφέροντος

### book 290-2a.3

μέρος ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἅπερ πολυχρονίῳ πολέμῳ

### book 290-2a.4

ἐξαναλῶσθαι λέγει, ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμ‐

### book 290-2a.5

βολῇ κρίσιν διδόντων. b(BCE3E4)T

### book 290-2b.1

〈νῦν δὲ δὴ—ἵκει:〉 ἐπειδὴ ἀπόλωλε τὰ τῆς πό‐

### book 290-2b.2

λεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων. Aint

### book 291a1.1

{πολλὰ δὲ δὴ} Φρυγίην: ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν

### book 291a1.2

Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς Φρυγίαν. A

### book 291a2.1

{πολλὰ δὲ φρυγίην:} πρὸς τὴν διαίρεσιν τῆς Τροίας καὶ

### book 291a2.2

Φρυγίας, ὅτι δύο, καὶ Λυδία οὔπω ἐκαλεῖτο. T

### book 292a.1

κτήματα περνάμεν’ 〈ἵκει〉: κυρίως ἐπὶ τῶν διαπεπρα‐

### book 292a.2

μένων ζῴων. ἢ ἐπεὶ χρυσίου μὴ ὄντος ταῦτα ἐδέχοντο οἱ ἐπίκουροι. T

### book 292b.1

κτήματα περνάμεν’ 〈ἵκει〉: Φρυγῶν καὶ Μῃόνων

### book 292b.2

ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων,

### book 292b.3

τῶν πολεμίων ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων,

### book 292b.4

ἵνα χρήματα λαμβάνωσι πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμ‐

### book 292b.5.1

μάχοις, οἷον ὁ Ἕκτωρ ἔφη· „τὰ φρονέων δώροισι κατατρύχω 〈καὶ

### book 292b.5.2

ἐδωδῇ / λαούσ〉“ (Ρ 225—6). A

### book 293-4

νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλο‐

### book 293-4.1

μήτεω / κῦδος ἀρέσθ’ ἐπὶ νηυσί: στρατηγικῶς μὲν αὐτοὺς ὑπέ‐

### book 293-4.2

μνησε τῆς εὐνοίας τοῦ θεοῦ, βαρβαρικῶς δὲ καὶ ἀλαζονικῶς τὸ πᾶν

### book 293-4.3

εἰς ἑαυτὸν ἀναφέρει, b(BCE3E4)T μηδαμοῦ ἐκεῖνον ἀντιτιθεὶς ὅτι

### book 293-4.5

κρείσσων ὁ ἐξιὼν ἐπ’ αὐτούς. T

### book 296.1

οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω: εἰ

### book 296.2

μέχρι τοῦ ἐπιπείσεται προήγαγε τὸν λόγον, ἔννοιαν ἐδίδου ὡς

### book 296.3

μὴ πειθομένων ἑκοντὶ Πολυδάμαντι τῶν Τρώων. ὁ δὲ τυραννικῶς τὴν

### book 296.4

κρίσιν οὐ τῷ πλήθει κατέλιπεν, ἀλλ’ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περιέ‐

### book 296.5

σπασεν, ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν. b(BCE3E4)T

### book 298

〈ἐν τελέεσσι:〉 ὅτι ἀντὶ τοῦ μὴ λύοντες τὰς τάξεις. Aim

### book 300-1a.1

〈Τρώων δ’〉 ὃς κτεάτεσ〈σ〉ιν 〈ὑπερφιάλως

### book 300-1a.2

ἀνιάζει / συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι〉: ἐμ‐

### book 300-1a.3

φαίνει ὡς Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν·

### book 300-1a.4

ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν,

### book 300-1a.5.1

ἐκείνη δημευέσθω. καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους, ἀλλ’

### book 300-1a.5.2

ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκστρατεύεσθαι δειλιῶντας κινδυνεύειν.

### book 300-1a.5.3

b(BCE3E4)T

### book 300-1b.1

Τρώων δ’ ὃς κτεάτεσσιν 〈ὑπερφιάλως—κα‐

### book 300-1b.2

ταδημοβορῆσαι〉: εἴ τις εὐλαβεῖται, μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα,

### book 300-1b.3

μερισάτω αὐτὰ τοῖς Τρωσί. πρὸς Πουλυδάμαντα δέ, ὃς ἵνα φυλάσσηται

### book 300-1b.4

τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι. A

### book 300-1c.1

ἄλλως· τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύ‐

### book 300-1c.2

σας γὰρ τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον διὰ τὸ μὴ

### book 300-1c.3

ἔχειν τοὺς τηρήσοντας τὰ χρήματα, φησὶ δεῖν διανέμειν τῷ πλήθει

### book 300-1c

αὐτά. A

### book 300-1d.1

〈Τρώων δ’ ὃς κτεάτεσσιν—καταδημοβορῆ‐

### book 300-1d.2

σαι:〉 τῶν Τρώων ὅστις ἂν ὑπερβαλ〈λ〉όντως ἀνιᾶται ἐπὶ τοῖς χρή‐

### book 300-1d.3

μασιν ὡς μέλλων ἀπολ〈λ〉ύειν αὐτὰ ὑπὸ 〈τῶν〉 πολεμίων (τοῦτο γὰρ

### book 300-1d.4

ἐλλεῖπον προσυπακούεται), συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις·

### book 300-1d.5.1

βέλτιον γάρ ἐστιν ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. | ἴσως δὲ ταῦτα

### book 300-1d.5.2

κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα. A

### book 301.1

λαοῖσι δότω: ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς

### book 301.2

συμμάχους ἔχοι καὶ φύλακας τῶν ἰδίων. b(BCE3E4)T

### book 302.1

〈τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ Ἀχαι‐

### book 302.2

ούς:〉 λείπει ὁ γάρ. Til

### book 305a.1

εἰ δ’ ἐτεὸν 〈παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύσ〉:

### book 305a.2

καλὸν τὸ διστάζειν καὶ αὐτὸ τέως μὴ δοῦναι ὅτι ἀνέστη. b(BCE3)T

### book 305b.1

ἄλλως· εἰ δ’ ἐτεὸν παρὰ ναῦφιν〈—Ἀχιλ‐

### book 305b.2

λεύσ〉: οἴεται διὰ τὸ σῶμα Πατρόκλου αὐτὸν ἐξεληλυθέναι. T

### book 305c

παρὰ ναῦφιν: ἀπὸ τῶν νεῶν. b(BCE3)Til

### book 306a.1

〈ἄλγιον:〉 ἐπίπονον, b(BCE3)Til ἀδύνατον. b

### book 306a.2

(BCE3)

### book 306b

αἴ κ’ ἐθέλῃσι: λείπει τὸ μάχεσθαι. b(BCE3)Til

### book 307

〈δυσηχέος:〉 διὰ τοὺς ἀναιρουμένους. Til

### book 307-8.1

ἀλλὰ μάλ’ ἄντην 〈/ στήσομαι〉: προτρεπτικῶς φη‐

### book 307-8.2

σιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ. ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ τῷ

### book 307-8

ἄοπλον εἶναι τὸν Ἀχιλλέα. b(BCE3)T

### book 308a.1

〈στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φε‐

### book 308a.2

ροίμην〉: στικτέον ἐπὶ τὸ στήσομαι. Aint

### book 308b.1

ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ

### book 308b.2

δοκοῦν εἶναι ἀναντίρρητον ὅτι ἀμείνων Ἀχιλλεύς, δημοκοπικῶς ἀντέ‐

### book 308b.3

θηκε τὴν ἐν πολέμοις †ἀδειλίαν. b(BCE3)T

### book 308c.1

ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ

### book 308c.2

παράδοξον ἀντέθηκε· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν

### book 308c.3

Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο τὴν ἀπιστίαν A

### book 309a.1

ξυνὸς Ἐνυάλιος, 〈καί τε κτανέοντα κατέκτα〉: ὡς

### book 309a.2

τὸ „ἐπιμὶξ δέ τε μαίνεται Ἄρησ“ (λ 537). ταῦτα δὲ λεγόμενα πρὸς

### book 309a.3

νέους καταφρονεῖν διδάσκουσιν ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ

### book 309a.4

τῶν ἐλασσόνων ἐλπίδα. b(BCE3)T

### book 309b.1

ξυνὸς Ἐνυάλιος 〈καί τε κτανέοντα κατέκτα〉:

### book 309b.2

κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα. ὅμοιον

### book 309b.3

δὲ τῷ „ἐπιμὶξ δέ τε μαίνεται Ἄρησ“ (λ 537). A

### book 310.1

ἐπὶ δὲ Τρῶες κελάδησαν: πολλὰ ἦν τὰ συναναγκάζον‐

### book 310.2

τα πείθεσθαι τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρική, δεύτερον

### book 310.3

δὲ τὰ χρήματα, ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν

### book 310.4

ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεῖλεν. A

### book 311.1

ἐκ γάρ σφεων φρένας 〈εἵλετο Παλλὰς Ἀθήνη〉:

### book 311.2

δείκνυσιν ὅτι τῆς ἑαυτοῦ γνώμης αὐτοκράτωρ ἐστὶν οὐδείς. b(BCE3)T

### book 312-3a

Ἕκτορι μὲν γὰρ ἐπῄνησα〈ν κακὰ μητιόωντι /

### book 312-3a.1

—βουλήν〉: πιθανὴ ἡ οἰκονομία· εἰ γὰρ ἔφυγον εἰς τὴν πόλιν,

### book 312-3a.2

ταὐτὰ τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις οἱ Τρῶες καὶ πολιορκία· καὶ

### book 312-3a.3

οὐδ’ ἂν ὁ Ἕκτωρ ἀπώλετο, κωλυόμενος ὑπὸ τῶν δημογερόντων

### book 312-3a.5.1

προελθεῖν, b(BCE3)T ὡς καὶ αὐτός που λέγει· „οἵ με θέλοντα

### book 312-3a.5.2

μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσ〈σ〉ιν / αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό

### book 312-3a.5.3

τε λαοί“ (Ο 722—3). T

### book 312-3b.1

ἄλλως· Ἕκτορι μὲν 〈γὰρ〉 ἐπῄνησα〈ν—βου‐

### book 312-3b.2

λήν〉: ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ εἴα αὐτοὺς προνοῆσαι τὸ μέλλον,

### book 312-3b.3

καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγγειλαμένου (sc. Σ 307—8) ὑποστή‐

### book 312-3b.4

σεσθαι τὸν Ἀχιλλέα. πρὸς δὲ τὴν ὅλην ποίησιν οἰκονομικῶς διέθετο

### book 312-3b.5.1

ταῦτα ὁ ποιητής· b(BCE3)T πεισθέντων γὰρ τῷ Πολυδάμαντι

### book 312-3b.5.2

τῶν Τρώων T ἐξαγώνιον ἂν κατέστη τὸ λοιπὸν μέρος τῆς

### book 312-3b.5.3

Ἰλιάδος. b(BCE3)T

### book 312

〈ἐπῄνησαν:〉 συνέθεντο. Til

### book 313.1

οὔ τις: „οὔ τι“ γράφει Ἐπαφρόδιτος (fr. 40), ἵν’ ᾖ ἀντὶ

### book 313.2

τοῦ οὔ. δύναται δὲ τὸ „ἐπῄνησαν“ (Σ 312) κοινὸν εἶναι. T

### book 314-5.1

〈αὐτὰρ Ἀχαιοί /〉 παννύχιοι Πάτροκλον 〈ἀνε‐

### book 314-5.2

στενάχοντο γοῶντεσ〉: ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ

### book 314-5.3

μὲν ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ, νῦν

### book 314-5.4

δὲ καὶ ἐφ’ ἑνὶ εἴδει, τῷ θρήνῳ. A

### book 316a.1

ἁδινοῦ: λεπτοῦ καὶ ἀσθενοῦς. b(BCE3E4)T ὡς

### book 316a.2

„μῆλ’ ἁδινά“ (α 92. δ 320)· T ὡς διὰ τὸ μὴ δύνασθαι μείζω λέ‐

### book 316a.1

γειν· b(BCE3) τοιοῦτον γὰρ τὸ φθέγμα τῶν λυπουμένων. b

### book 316a.2

(BCE3)T οἱ δὲ δαψιλοῦς, παρὰ τὸ ἅδην. b(BE3E4)T

### book 316b

〈ἁδινοῦ:〉 γοεροῦ, θρηνώδους. Aint

### book 317a.1

χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν

### book 317a.2

ἑταίρου〉: τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσι τοῦ ἑταίρου·

### book 317a.3

b(BCE3)T ἢ τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ

### book 317a.4

ἑταίρου. b(BCE3)

### book 317a.5.1

χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταί‐

### book 317a.5.2

ρου〉: ἀμφίβολον, πότερον τὰς αὑτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλ‐

### book 317a.5.3

λεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου

### book 317a.5.4

ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότ〈ε〉ρον. A

### book 317b

〈ἀνδροφόνους:〉 διὰ τοῦ ς ἅπασαι, ἀνδροφόνους. Aint

### book 318-22.1

ὥς τε λὶς ἠϋγένειος, 〈/ ᾧ ῥά θ’ ὑπὸ σκύμνους

### book 318-22.2

—χόλος αἱρεῖ〉: ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκό‐

### book 318-22.3

να παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῴῳ ἀλλὰ λέοντι παραβαλὼν καὶ τὴν

### book 318-22.4

λύπην τῇ λύπῃ ὁμοιώσας· b(BCE3E4)T οὐδὲν γὰρ ἐμφαντικώ‐

### book 318-22.5.1

τερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα

### book 318-22.5.2

τῶν γεγεννηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό

### book 318-22.1

τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε καὶ

### book 318-22.2

ἑκατέρων ἡ λύπη παραπλησία ἀπολειφθέντων τῆς βοηθείας, καὶ ἡ τὸν

### book 318-22.3

ἐλαφηβόλον ζητοῦσα τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ.

### book 318-22.10

b(BE3E4)T

### book 318-9.1

λὶς ἠϋγένειος 〈/ —σκύμνουσ〉: δύο μόνα τίκτει

### book 318-9.2

λέων, ὡς Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (6,31 p. 579b1). T

### book 318a.1

{πυκνὰ μάλα στενάχων} ὥς τε λὶς ἠϋγένειος: ἐμπεί‐

### book 318a.2

ρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαί‐

### book 318a.3

την. νῦν δ’ ἐπὶ θηλείας· ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώ‐

### book 318a.4

τερον ὄνομα. A

### book 318b.1

ἠϋγένειος: θήλεια· ταύτης γὰρ τὸ γένειον κάλλιον, χαίτῃ

### book 318b.2

δὲ οἱ ἄρσενες. T

### book 319a1.1

σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνήρ: σκύμνος ὡς

### book 319a1.2

„ὕμνοσ“ (cf. θ 429) εἰς ἰδιότητα ἀνεγνώσθη. τὸ μέντοι ἀνδρωνυμικὸν

### book 319a1.3

ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης (p. 56 B.) πρὸς διαφοράν. ὁ μέντοι

### book 319a1.4

λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετ’

### book 319a1.5.1

ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους

### book 319a1.5.2

συλλαβῇ τὸ υ, βαρύνεσθαι θέλει, „ὕμνοσ“ (cf. Θ 429), „κύκνοσ“ (cf. Β 460. Ο 692),

### book 319a1.5.3

„λύχνοσ“ (cf. τ 34), Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. | ἡ διπλῆ δέ, ὅτι

### book 319a1

οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί. A

### book 319a2.1

σκύμνος ὡς „ὕμνοσ“, ὅτε ἐστὶ κατ’ ἰδιότητα. ὅτε μέντοι

### book 319a2.2

ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον. T

### book 319b.1

ἐλαφηβόλος: τοῦτο ἴσως πρῶτον †ἠγόρευται†, ἀφ’ οὗ

### book 319b.2

ἔμεινε τὸ ὄνομα. ἢ ὅτι τάχιστον τῶν ἄλλων. T

### book 320

〈ὕστερος ἐλθών:〉 ὕστερον τῶν ἁρπασάντων. Til

### book 321a

〈ἄγκεα:〉 φάραγγας, σπήλαια. Aint

### book 321b

〈ἴχνι’ ἐρευνῶν:〉 ἄριστα γὰρ ἰχνεύει. Til

### book 322a1

δριμύς: ἀπὸ τῶν γευομένων παρήγαγεν. T

### book 322a2

ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται. b(BCE3E4)

### book 323

〈μετεφώνει:〉 γράφεται „μετεφώνεε“. Aim

### book 324-5.1

ὦ πόποι, ἦ ῥ’ ἅλιον 〈ἔπος ἔκβαλον—ἐν

### book 324-5.2

μεγάροισι〉: ἐκτείνει τὸ πάθος ὁ τοιοῦτος λόγος· οὐ γὰρ ἐφ’ οἷς

### book 324-5.3

αὐτὸς ἠπατήθη λυπεῖσθαί φησιν, ἀλλ’ ἐφ’ οἷς αὐτὸς ἠπάτησε τὸν

### book 324-5.4

Μενοίτιον. A

### book 324.1

ἦ ῥ’ ἅλιον 〈ἔπος ἔκβαλον〉: περιπαθὲς τὸ προοίμιον·

### book 324.2

μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται·

### book 324.3

b(BCE3E4)T διὸ ἔκβαλον φησίν. T

### book 325a.1

θαρσύνων 〈ἥρωα〉 Μενοίτιον: περιπαθὲς καὶ τοῦτο

### book 325a.2

ὅτι εὐλαβοῦς πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος

### book 325a.3

τὸν υἱόν, εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις. b(BC) T

### book 325b.1

θαρσύνων ἥρωα Μενοίτιον: καὶ τοῦτο περιπαθῶς,

### book 325b.2

ὡς τοῦ Μενοιτίου οὐκ ἂν ἐκδόντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν

### book 325b.3

φιλοστοργίαν, εἰ μὴ Ἀχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ

### book 325b

ἐπαγγειλαμένῳ τοῦτο. A

### book 326a.1

〈εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν:〉 ὡς προσ‐

### book 326a.2

εδόκα. Til

### book 326b.1

περικλυτὸν υἱὸν ἀπάξειν: περικλυτὸν ἀπάξειν

### book 326b.2

b(BC) T ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης. b(BCE4)T

### book 327.1

Ἴλιον ἐκπέρσαντα: ἀνατυπωσάμενος ἑαυτῷ πλείονα

### book 327.2

ἡδέα ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπο‐

### book 327.3

νοστοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ

### book 327.4

θανάτῳ μόνον ἀποδύρεται, ἀλλ’ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ

### book 327.5.1

τῆς ἐλπίδος προσδοκηθεῖσι. δῆλον δὲ ὡς οὐδὲν ἐν Φθίᾳ περὶ τῆς Ἀχιλ‐

### book 327.5.2

λέως εἱμαρμένης εἶπεν ἡ Θέτις· οὐ γὰρ ἂν πρὸ τῆς ἐξόδου ταῦτα

### book 327.5.3

ὑπισχνεῖτο περὶ τοῦ Πατρόκλου τῷ Μενοιτίῳ. b(BCE4)T τινὲς δέ

### book 327.5.4

φασιν οἴκοι μὲν πυθέσθαι, ἀπιστεῖν δέ, οἰόμενον ἐκφοβεῖν αὐτὸν τὴν

### book 327.5.5

μητέρα πρὸς τὸ μὴ κινδυνεύειν. T

### book 328.1

ἀλλ’ οὐ Ζεὺς ἄνδρεσ〈σ〉ι 〈νοήματα πάντα τελευ‐

### book 328.2

τᾷ〉: κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησάντων τὴν Τροίαν. T

### book 329

〈ἐρεῦσαι:〉 ἐρυθρὰν ποιῆσαι τῷ αἵματι. Aint

### book 331.1

ἱππηλάτα: ἱππικός, b(BC) T οὐ φυγάς, ὡς οἱ νεώτε‐

### book 331.2

ροι. T ἄκρως δὲ ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα,

### book 331.3

ὅτι οὐ μόνος τὰ ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ

### book 331

ὅμοια καρτερήσουσι τῷ Μενοιτίῳ. b(BCE4)T

### book 332a1.1

οὐδὲ Θέτις μήτηρ, 〈ἀλλ’ αὐτοῦ γαῖα καθέξει〉:

### book 332a1.2

ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ, καὶ ὅτι οὐκ ἀπεκόμιζον τὰ ὀστᾶ τῶν

### book 332a1.3

τετελευτηκότων ἐπὶ ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ πρὸς τὸ

### book 332a1.4

„ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ“ (Η 334—5). A

### book 332a2

ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις. Til

### book 333.1

Πάτροκλε: περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς τεθνεῶτας

### book 333.2

διαλέγεσθαι ὡς πρὸς ζῶντας. καὶ ἔστιν ἔμψυχον τὸ τοιοῦτον εἶδος

### book 333.3

τῶν λόγων. b(BC) T

### book 334-5a.1

οὔ σε πρὶν κτεριῶ 〈πρίν γ’ Ἕκτορος ἐνθάδ’

### book 334-5a.2

ἐνεῖκαι / τεύχεα καὶ κεφαλήν〉: πῶς φησιν ‘ἄταφον ἐάσω τὸ

### book 334-5a.3

σῶμα‘ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης; ῥητέον δὲ ὅτι

### book 334-5a.4

ἠκηκόει παρὰ τῆς μητρός· „οὐδέ ἕ φημι 〈/ δηρὸν〉 ἐπαγλαϊεῖσθαι,

### book 334-5a.5

ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ“ (Σ 132—3). b(BCE4)T

### book 334-5b1.1

〈πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι / τεύχεα καὶ

### book 334-5b1.2

κεφαλήν:〉 πῶς {δὲ} τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ

### book 334-5b1.3

Ἕκτορος (334) πρὸς τὸ κεφαλήν (335) μόνον ἐκληπτέον· ἢ ὅτι καὶ

### book 334-5b1.4

αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν. b(BCE4)

### book 334-5b2

τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν. Til

### book 335.1

μεγαθύμου 〈σεῖο φονῆοσ〉: αὔξει τὸν θάνατον τοῦ φίλου

### book 335.2

καὶ τὴν ἐπικουρίαν αὐτοῦ. b(BCE4)T

### book 336

〈ἀποδειροτομήσω:〉 δειρὴ κυρίως ἡ τῶν ἀλόγων, παρ’

### book 336

ὅσον ἐκεῖθεν ἐκδέρονται· b(BC) Til καταχρηστικῶς δὲ νῦν. b(BC)

### book 338a

〈αὕτως:〉 διὰ τοῦ α αὕτως πᾶσαι εἶχον.

### book 338b

〈αὕτως:〉 ὡς ἔχεις. Til

### book 339.1

〈Δαρδανίδεσ〉 βαθύκολποι: οὐδέποτε τὰς Ἑλληνίδας

### book 339.2

βαθυκόλπους φησίν. T [bis] πῶς οὖν Ζηνόδοτος γράφει „ἔσπετε

### book 339.3

νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι“ (cf. Β 484); T

### book 341.1

〈τὰς αὐτοὶ καμόμεσθα:〉 ἐκ τοῦ παρεπομένου· οἱ κτώ‐

### book 341.2

μενοι γὰρ κακοπαθοῦσι. b(BCE4)Til

### book 342.1

πιείρας 〈πέρθοντε πόλεις μερόπων ἀνθρώπων:

### book 342.2

πιείρας〉 εὐγείους· „ἐπεὶ μάλα πῖαρ ὑπ’ οὖδασ“ (ι 135). b(BCE4)T

### book 342.3

φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ἀπέφηνε τῶν κατορθωμά‐

### book 342.4

των καὶ ἀπὸ τῶν †ἑαυτῶν† οἰκτίζεται εἰς τὰ κατ’ αὐτόν. b(BC) T

### book 344.1

〈ἀμφὶ πυρὶ〉 στῆσαι τρίποδα: ὡς συνήθους ὄντος

### book 344.2

καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον. T

### book 345

〈βρότον αἱματόεντα:〉 τὸ ἀπὸ τοῦ φόνου αἷμα. Til

### book 346a

οἱ δὲ λοετροχόον 〈τρίποδ’ ἵστασαν ἐν πυρὶ κη‐

### book 346a.1

λέῳ〉: εἰς ταπεινῶν πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψε τῇ

### book 346a.2

συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγαλοπρεπῶς

### book 346a.3

ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαι θαυμασίας ἐστὶ δυνάμεως. b(BCE4)T

### book 346b

〈λοετροχόον:〉 εἰς ὃν τὰ λουτρὰ χεῖται. b(BCE4)Til

### book 349a1.1

ἤνοπι χαλκῷ: ἤνοπι ἐν ᾧ ἔστιν ἐνοπτρίζεσθαι. ἔστιν

### book 349a1.2

οὖν ὡς τὸ „φαεινὴν ἀμφὶ σελήνην“ (Θ 555). T

### book 349a2.1

λεπτῷ καὶ καθαρῷ, ἐν ᾧ ἔστι καὶ ἐνοπτρίσασθαι. ἔστι δὲ

### book 349a2.2

„φαεινὴν ἀμφὶ σελήνην“. b(BCE4)

### book 350

〈καὶ ἤλειψαν λίπ’ ἐλαίῳ:〉 ὅτι ἀρχαῖον τὸ ἔθος. Til

### book 351a.1

ἐν δ’ ὠτειλὰς πλῆσαν 〈ἀλείφατος ἐννεώροιο〉:

### book 351a.2

οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. A

### book 351b.1

〈ὠτειλάς:〉 ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος

### book 351b.2

(cf. Π 807—9), ὑπὸ δὲ Ἕκτορος οὔτασται (cf. Π 820—1), καὶ συλ‐

### book 351b.3

ληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς. A

### book 351c1.1

ὠτειλάς: συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησιν

### book 351c1.2

(cf. Π 807—9). καλῶς οὖν ἀπὸ τῆς Ἕκτορος †νέας πεπληγὼς†

### book 351c1.3

εἶπεν. T

### book 351c2.1

συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησι. καλῶς δὲ

### book 351c2.2

ὠτειλάς εἶπε· πλείονες γὰρ ἦσαν, καὶ ὅτι Ἕκτωρ αὐτὸν οὐτάσας

### book 351c2.3

ἀναιρεῖ (cf. Π 820—1). b(BC)

### book 351d

ἀλείφατος ἐννεώροιο: νέου. b(BCE4) ξηραντικῷ

### book 351d

δὲ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκρούς, ὡς τὸ κέδρινον. b(BCE4)T

### book 352a.1

〈ἑανῷ〉 λιτί: λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι

### book 352a.2

λινῷ. | οἱ δὲ ἐξ ἀντιφράσεως τὸ ποικίλον. οἱ δὲ, ὅ φασιν Ἀττικοὶ

### book 352a.3

λῄδιον. | δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα

### book 352a.4

τοῦ Ἡρωδιανοῦ (2,107,26)· πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων

### book 352a.5.1

ὀξύνεσθαι θέλει, „φωτί“ (Γ 219 al.), „παντί“ (Β 108 al.), θητί·

### book 352a.5.2

οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ (ad 254, Hrd. 2,121,

### book 352a.5.3

18) λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα· οὕτως γὰρ καὶ

### book 352a.5.4

Ἀρίσταρχος. εἰσὶ δὲ οἳ προπερισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει

### book 352a.5.5

οὕτως· „παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην (p. 57 B.) οἰόμενον ἀπὸ

### book 352a.10.1

τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν·

### book 352a.10.2

οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ †τος† κλίνεσθαι.

### book 352a.1

μεταπλασμὸς οὖν ἐστι τῆς λιτῷ δοτικῆς ὡς ἡ κλαδί τῆς κλάδῳ. καὶ

### book 352a.2

ἡ αἰτιατικὴ „λῖτα“ (Θ 441) μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα

### book 352a.3

ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ „κάθηράν τε ῥύπα πάντα“

### book 352a.15.1

(ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μετα‐

### book 352a.15.2

πλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα

### book 352a.15.3

αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς „τινά“ (Α 62

### book 352a.15.4

al.) κατὰ ἀόριστον προφοράν.“ A

### book 352b.1

ἑανῷ: ὅτι οὐ λαμπρῷ· ἐπάγει γὰρ „καθύπερθε δὲ φάρεϊ

### book 352b.2

λευκῷ“ (Σ 353). ἔστιν οὖν b(BCE4)T λεπτῷ ὡς τὸ „ἑανοῦ

### book 352b.3

κασσιτέροιο“ (Σ 613), τοῦ εἰς λεπτὸν ἐλαθέντος. b(BCE3)TTil

### book 352b.4

οἱ δὲ ἑανῷ τῷ ἐνδυτικῷ· οἱ δὲ ἐξ ἀντιφράσεως τῷ ποικίλῳ· b(BCE4)

### book 352b.5

T οἱ δέ, ὅ φασιν Ἀττικοὶ λῄδιον. T

### book 352c

〈λιτί:〉 πρὸς τὸ λιτί, 〈ὅτι ***〉. Aim

### book 356a1.1

Ζεὺς δ’ Ἥρην 〈προσέειπε〉: ὅτι κατὰ τὸ σιωπώ‐

### book 356a1.2

μενον Ἥρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ, καὶ οὐ ξενιστέον,

### book 356a1.3

ὅταν λέγῃ κατὰ συμπέρασμα. A

### book 356a2.1

{ζεὺς δ’ ἥρην:} κατὰ τὸ σιωπώμενον ἐξ Ἴδης εἰς Ὄλυμπον

### book 356a2.2

γέγονεν ὁ Ζεύς. T

### book 356b.1

ἄλλως· Ζεὺς δ’ Ἥρην 〈προσέειπε〉: Ζηνοδώρῳ (p.

### book 356b.2

135 Pusch) τῷ συγγράψαντι Περὶ τῆς Ὁμήρου συνηθείας τὰ δέκα

### book 356b.3

βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου· ἐν ᾧ συγγράμματι

### book 356b

πειρᾶται ἀποδεικνύειν διεσκευασμένον τόπον τοῦτον ἐπῶν τριῶν καὶ

### book 356b.5.1

δέκα (sc. Σ 356—68)· πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν

### book 356b.5.2

ὁμιλίας οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλὰ ἢ ὑπὲρ

### book 356b.5.3

διδαχῆς τινος τῶν εἰς τὴν Ἰλιάδα συντελούντων πραγμάτων ἢ καὶ

### book 356b.5.4

ὑπὲρ ἐπιδείξεως ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην

### book 356b.5.5

λέγουσαν· „τέτλαθι, τέκνον ἐμόν· / b(BCE4)T πολλοὶ γὰρ δὴ

### book 356b.10.1

τλῆμεν· / τλῆ μὲν Ἄρησ“ (Ε 382. 383. 385)· ἱστορίαν γὰρ παλαιὰν

### book 356b.10.2

ἐκτίθεται· b(BE4)T †τὴν δὲ ἥρας† πρὸς Δία ἐπικερτόμησιν·

### book 356b.10.3

„Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω; / b(BCE4)T

### book 356b.10.4

ἦ μάλα δή τινα Κύπρις b(BE4)T Ἀχαιϊάδων ἀνιεῖσα“ (Ε

### book 356b.10.5

420—1) T ὑπὲρ διδαχῆς ὅτι ὑπὸ Ἀφροδίτης ἠπατήθη ἡ Ἑλένη.

### book 356b.15.1

ἀλλὰ καὶ τὰς ἄλλας ὁμιλίας τῶν θεῶν οὐκ εἰκῆ παραλαμβάνεσθαί φησι.

### book 356b.15.2

ταύτην δὲ οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι οὔτε

### book 356b.15.3

ἱστορίαν τινά. b(BE4)T ἔπειτα μέλλοντα τὸν Ὅμηρον δια‐

### book 356b.15.4

τίθεσθαι τὰ παρὰ Ἡφαίστου πρὸς Θέτιν λεγόμενα οὐκ ἂν πρὸ

### book 356b.15.5

†αὐτῆς† ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν ὅλως σπουδά‐

### book 356b.20.1

ζοντα τὴν ποίησιν καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ

### book 356b.20.2

τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα μεταβάλλειν εἰωθότα. b(BCE4)T

### book 356b.20.3

οὐκ ἂν οὖν ἐπαλλήλως τὰ ὅμοια διαθέσθαι. T εἶτα ἀνόητον τὸ

### book 356b.20.4

λέγειν „ἔπρηξας καὶ ἔπειτα“ (Σ 357) ὡς ἐκ πείσματος παρηκολουθη‐

### book 356b

κότα τοῖς γενομένοις· οὐδὲ γὰρ ῥητῶς δεδηλωκέναι τὸν ποιητὴν ὅτι

### book 356b.25.1

ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεύς, ὥσπερ ἐν τῇ Α (522—3) „ἀλλὰ σὺ μὲν

### book 356b.25.2

†αὖτις ἀπόστιχε, b(BE4)T μή σε νοήσῃ / Ἥρη“, T εἶτα

### book 356b.25.3

(ib. 536—7) „οὐδέ μιν Ἥρη / ἠγνοίησεν ἰδοῦσα“. ἔπειτα ἄλογον τῇ

### book 356b.25.4

μὲν Ἥρᾳ χαλεπαίνειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ (cf. Σ 168

### book 356b.25.5

et 184), τῇ δὲ Ἀθηνᾷ μηδὲ κατὰ βραχὺ τῇ καὶ συμπαραστάσῃ

### book 356b.30.1

Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν τῶν πολεμίων (cf.

### book 356b.30.2

S 203—27), ὁπότε γε ἔμπροσθεν (sc. Θ 407. 421) τῇ μὲν Ἥρᾳ συγ‐

### book 356b.30.3

γινώσκειν φησι τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. ἔτι τε

### book 356b.30.4

πολλὴν τὴν ἀλογίαν φαίνεσθαι, εἰ παρὰ καιρὸν ἡλίου δύναντος ὑπὸ

### book 356b.30.5

Ἥρας (cf. Σ 239—41) οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεύς, παρεγχειρου‐

### book 356b.35.1

μένης τῆς τοῦ κόσμου τάξεως. b(BE4)T πῶς τε οὐκ ἐναντίον

### book 356b.35.2

φάσκειν περὶ Διὸς „†μίσησε† δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι /

### book 356b.35.3

b(BCE4)T Τρῳῇσι〈ν〉· τῷ καί 〈οἱ〉 ἀμυνέμεν ὦρσεν ἑταίρουσ“

### book 356b.35.4

(Ρ 272—3), T νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἀγανακτεῖν; οὐδὲν

### book 356b.35.5

γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστάσεως ἢ τοῦτο μόνον τὸ

### book 356b.40.1

μηδὲν παθεῖν τὸ σῶμα· b(BCE4)T πῶς τε τὴν ἀπὸ τῆς Ἴδης

### book 356b.40.2

μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ ταὐτὸ ἐν ἄλλοις στίχοις μὴ

### book 356b.40.3

ἀμφισβητουμένοις οὐχ ἱκανὸν πρὸς κατηγορίαν †συγχωρητέον κατὰ

### book 356b.40.4

τὸ σιωπώμενον οὕτω γεγενῆσθαι· ὅπου δὲ τἆλλα σαθρά ἐστι καὶ

### book 356b.40.5

ὕποπτα, καὶ τοῦτο ὕποπτον. ἥ γε μὴν ἀπολογία τῆς Ἥρας καὶ

### book 356b.45.1

ἀνοήτως ἔχει· δέον γὰρ προβάλλεσθαι ὅτι κακὸν οὐδὲν εἰργάσατο

### book 356b.45.2

τοὺς Τρῶας σώσασα τὸν Πάτροκλον, ὅπερ καὶ τῷ Διῒ ἐκεχάριστο,

### book 356b.1

φησὶν „οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;“ (Σ 367)·

### book 356b.2

οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν. b(BE4)T ταῦ‐

### book 356b.3

τα ὡς ἐν κεφαλαίοις ὑπὸ τοῦ Ζηνοδώρου συγγέγραπται. ἀφαιρου‐

### book 356b.1

μένων δὲ τῶν τριῶν καὶ δέκα στίχων τὰ λοιπὰ ἔχει ἁρμονίαν. b(BCE4)

### book 356b.2

T

### book 357.1

ἔπρηξας καὶ ἔπειτα: περισσὸς ὁ καί. τὸ δὲ ἔπειτα b

### book 357.2

(BC) T ἀντὶ τοῦ παραυτίκα. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινά‐

### book 357.3

σης αὐτῆς τῇ αὐτῇ βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς

### book 357.4

φιλίας. b(BCE4)T

### book 362-3a.1

καὶ μὲν δή πού τις 〈μέλλει βροτὸς—

### book 362-3a.2

οἶδε〉: οὔτε ἀρνεῖται τὸ γεγονὸς οὔτε ὡς δικαίως ἔπραξε παρρησιά‐

### book 362-3a.3

ζεται. θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς φησιν ὅτι δίκαιον ἦν ἐκτελεσθῆ‐

### book 362-3a.4

ναι τὰ τῆς ἐπιθυμίας †αὐτῆς†, οὔσῃ καὶ γυναικὶ καὶ ἀδελφῇ (cf. Σ

### book 362-3a.5

364—7). b(BCE4)T

### book 362-3b.1

ἄλλως· καὶ μὲν δή πού τισ〈—οἶδε〉: ὀργισθεὶς

### book 362-3b.2

αὐτῷ, ὃ πρόθηται ποιήσειν αὐτό〈ν〉, πράσσει. b(BCE4)T

### book 363

〈οὐ τόσα μήδεα:〉 ὡς ἡ θεία φύσις. Til

### book 364-7a1.1

πῶς δὴ ἔγωγ’, ἥ φημι〈—κακὰ ῥάψαι;〉:

### book 364-7a1.2

τὸ ἑξῆς πῶς δὴ ἔγωγ’ (364) οὐκ ὄφελον Τρώεσσι (367).

### book 364-7a1.3

τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον. | παρὰ δὲ Ζηνοδότῳ κατὰ

### book 364-7a1.4

Δώριον „ἐγών“ (364). A

### book 364-7a2

πρὸς τὸ κάτω τὸ κακά (367) ἡ ἀπόδοσις. A

### book 367

οὐκ ὄφελον: ἀντὶ τοῦ b(BC) T οὐκ ἔμελλον. ὑπερω‐

### book 367

τηματικὸς δέ ἐστιν ὁ λόγος (sc. Σ 364—7). b(BCE4)T

### book 368.1

πρὸς ἀλλήλους ἀγόρευον: κυρίως τὸ ἐν πλήθει λέγειν

### book 368.2

ἀγορεύειν, καὶ τὸ ἀλλήλους ἐπὶ πλήθους. ταῦτα δὲ ἐπὶ δύο ἔταξε

### book 368.3

καταχρηστικῶς. b(BCE4)T

### book 369.1

Ἡφαίστου 〈...〉 δόμον: ὅτι ἐν Ὀλύμπῳ τὸ χαλκεῖον

### book 369.2

Ἡφαίστου· φησὶ γοῦν· „τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ 〈πόδες φέρον〉“

### book 369.3

(Σ 148). T

### book 370a1.1

ἀστερόεντα: λαμπρόν· φησὶ γοῦν „ἀστὴρ δ’ ὣς ἀπέλαμ‐

### book 370a1.2

πε“ (Ζ 295). T

### book 370a2.1

〈ἄφθιτον:〉 ἀκατάλυτον. ἀστερόεντα δὲ τὸν λαμπρόν,

### book 370a2.2

οὐ τὸν ἀστερώδη. b(BCE4)

### book 372a.1

ἱδρώοντα: πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ τῆς Α

### book 372a.2

ῥαψῳδίας, τὸ δημιουργὸν τὸν θεὸν τοῦτον εἰσῆχθαι, καὶ τοὺς θα‐

### book 372a.3

λάμους τοῖς θεοῖς κατασκευάζοντα (cf. Α 608. Ξ 166—7) καὶ τὸ

### book 372a.4

σκῆπτρον τῷ Διΐ (cf. B 101), ἵν’ ἐπὶ τῆς μείζονος χρείας μὴ παράδοξον

### book 372a.5

φανῇ τὸ χαλκέα τινὰ τῶν θεῶν εἰσάγεσθαι. b(BC) T

### book 372b.1

ἑλισσόμενον: εἰλούμενον, καὶ ὅτι ἡ πυρώδης οὐσία

### book 372b.2

εἰλεῖται. b(B) T

### book 372c.1

ἑλισσόμενον: ἤτοι ἐπιστρεφόμενον, ὡς χωλόν. ἢ μεμί‐

### book 372c.2

μηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν. A

### book 373a.1

σπεύδοντα· τρίποδας 〈γὰρ ἐείκοσι πάντας ἔτευ‐

### book 373a.2

χεν〉: ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα, καὶ ὅτι 〈τὸ〉 πάντας

### book 373a

παρέλκει. A

### book 373b.1

〈σπεύδοντα· τρίποδας γὰρ〉 ἐείκοσι πάντας 〈ἔ‐

### book 373b.2

τευχεν〉: ὡς „εἴκοσι δ’ ἔκβαλε πάντα“ (ε 244), „οἱ δ’ ἐννέα πάντες

### book 373b.3

ἀνέσταν“ (Η 161). τὸ δὲ σπεύδειν οὐκ ἐπὶ τοῦ κακοπαθεῖν. T

### book 373c.1

σπεύδοντα: οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύ‐

### book 373c.2

δειν. ἐργάζεται δὲ οὐ δεόμενος τῶν ἀναγκαίων, ἀλλ’ ὅτι ῥαθυμεῖν οὐ

### book 373c.3

δεῖ, ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα (cf. Σ 375—7)

### book 373c.4

πίστιν τε ἅμα τῆς ἀσπιδοποιΐας ἔχει b(BCE4)T καὶ τοῦ

### book 373c.5.1

συμπτώματος τῶν ποδῶν ἀναπλήρωσιν τῇ τέχνῃ. T δῆλος δέ

### book 373c.5.2

ἐστιν εἰδὼς μηχανικήν. b(BE4)T

### book 374.1

μεγάροιο: τοῦ τῶν θεῶν, ὅταν ἐπὶ τὸ αὐτὸ εἶεν συνηγ‐

### book 374.2

μένοι πάντες. T

### book 375a1.1

ὑπὸ κύκλα ... θῆκεν: τινὲς „ὑπόκυκλα“ ὡς ὑπότροχα,

### book 375a1.2

οὐκ εὖ· ἔστι γὰρ τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ „τάλαρόν

### book 375a1.3

θ’ ὑπόκυκλον“ (δ 131) κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται

### book 375a1.4

σημαινομένου. A

### book 375a2.1

ἡ ὑπό πρὸς τὸ ἔθηκε. τινὲς δὲ „ὑπόκυκλα“ ὡς ὑποπόδια,

### book 375a2.2

κακῶς. b(BC) T τὸ μέντοι „τάλαρον θ’ ὑπόκυκλον ἔθηκεν“

### book 375a2.3

(δ 131) ὑφ’ ἕν, καὶ ἔχει οὐδετέρου παρασχηματισμόν. T

### book 376a

ὄφρα οἱ αὐτόματοι 〈θεῖον δυσαίατ’ ἀγῶνα〉:

### book 376a.1

ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα ᾖ ὄφρα αὐτῷ. καὶ ὅτι θεῖον

### book 376a.2

ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν. A | ἐν δὲ ταῖς εἰκαιοτέραις

### book 376a

„θεῖον κατὰ δῶμα νέοιντο“. AT

### book 376b

〈δυσαίατ’ ἀγῶνα:〉 ἐν ἄλλῳ „δύσονται ἀγῶνα“. Aim

### book 377a.1

ἠδ’ αὖτις πρὸς δῶμα 〈νεοίατο· θαῦμα ἰδέσθαι〉:

### book 377a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ νεοίατο· μᾶλλον γὰρ ἐμφαίνει. A

### book 377b.1

θαῦμα ἰδέσθαι: διὰ τῶν τοιούτων προσθηκῶν γίνεται

### book 377b.2

πιστὸς ὁ λόγος· ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁ ποιητὴς ὅτι θαυμαστὰ

### book 377b.3

εἰσάγει καὶ ἐκπλήττοντα. b(BC) T

### book 378-81.1

〈οἱ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος—ἀρ‐

### book 378-81.2

γυρόπεζα〉: ἀξιοπίστως {δὲ} ὡς παρών, ἵνα δειχθῇ ἡ πρὸς τὴν

### book 378-81.3

Θέτιν σπουδή, ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν,

### book 378-81.4

ὅσα ἠθέλησεν. A

### book 378a.1

οἱ δ’ ἤτοι 〈τόσσον μὲν ἔχον τέλοσ〉: ὅτι ἐπὶ τῶν

### book 378a.2

παρὰ μικρὸν τετελειωμένων οὕτως λέγει. „ὃς τὸ μὲν ἄλλο τόσον

### book 378a.3

φοῖνιξ ἦν“ (Ψ 454)· „τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα“ (Χ 322).

### book 378a.4

A

### book 378b

τόσ〈σ〉ον μὲν ἔχον τέλος, 〈οὔατα δ’ οὔπω〉:

### book 378b

τόσ〈σ〉ον T ἀντὶ τοῦ ὅλον, b(BC) T „ὃς τὸ μὲν ἄλλο

### book 378b.1

τόσον φοῖνιξ ἦν“ (Ψ 454)· οὕτως γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον

### book 378b.2

τετελεσμένα. οἱ δὲ Γλωσσογράφοι τόσ〈σ〉ον ἀντὶ τοῦ τὸ σῶμα. T

### book 378b.5.1

οἱ δέ, ἐπὶ τοσοῦτον ἔσχον τὸ τέλος ὥστε τῶν ὤτων προσδεῖσθαι.

### book 378b.5.2

b(BC) T τινὲς δὲ τόσσον τὸ λοιπόν. b(B) T

### book 379a

ἤρτυε: ἡτοίμαζε. b(BCE4)T

### book 379b.1

κόπτε δὲ δεσμούς: ἤλαυνε τοὺς ἥλους T ὥστε

### book 379b.2

καταπεῖραι τὰ ὦτα. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ

### book 379b.3

ἔργον. b(BCE4)T

### book 379c.1

κόπτε: ἤλαυνε. δεσμούς δὲ τὰς λαβάς, ἢ τοὺς ἥλους

### book 379c.2

ἐνήργει. b(BCE4)T

### book 381.1

〈τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα:〉

### book 381.2

ἐν ἄλλῳ καὶ οὗτος εὑρέθη, ἀπέστραπτο δέ. Aim

### book 382a.1

〈τὴν δὲ ἴδε προμολοῦσα〉 Χάρις λιπαροκρήδε‐

### book 382a.2

μνος: προαπαντᾷ τῇ εὐεργετησάσῃ ἡ τοῦ Ἡφαίστου Χάρις, ὅτι δεῖ

### book 382a.3

τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. b(BC) T διὰ δὲ τὸ χαρίεντα

### book 382a.4

εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφροδίτην συνοικίζουσιν.

### book 382a.5

ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρίζεσθαι. b(B) T

### book 382b.1

τὴν δὲ ἴδε προμολοῦσα 〈Χάρισ〉: ζητεῖται, διὰ τί ἐν

### book 382b.2

Ὀδυσσείᾳ (sc. θ 267—366) τὴν Ἀφροδίτην παρίστησι γυναῖκα

### book 382b.3

Ἡφαίστου, ἐνθάδε δὲ τὴν Χάριν. κατ’ ἀμφότερα, ὅτι τῇ τέχνῃ τὴν

### book 382b.4

χάριν προσεῖναι δεῖ, ἵνα καὶ ἐπίχαρις ᾖ, καὶ ὅτι χάριν ἀποδίδωσι

### book 382b.5

τῇ Θέτιδι τῶν εἰς αὑτὸν ὑπ’ αὐτῆς εὐεργεσιῶν γενομένων πρότερον.

### book 382b

A

### book 382c.1

λιπαροκρήδεμνος: καὶ ἀλλαχοῦ „λιπαρὰ κρήδεμνα“

### book 382c.2

(α 334 al.) τὰ λαμπρά. T

### book 383a.1

καλή: τί γὰρ χάριτος τῷ διδόντι ἡδύτερον καὶ τῷ

### book 383a.2

λαμβάνοντι; b(B) T

### book 383b.1

τὴν ὤπυιε: τινὲς Θάλειαν αὐτήν, οἱ δὲ Ἀγλαΐαν ὀνο‐

### book 383b.2

μάζεσθαι. T

### book 383c.1

ὤπυιε: παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι, ἢ διὰ τὰς ὁμιλίας

### book 383c.2

τὰς πρὸ τῶν γάμων, ἢ A b (BC) T ἀπὸ τοῦ ὀπάζειν ἣν πεποίη‐

### book 383c.3

ται ἐκ μνηστείας, A b (BCE4)T ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν

### book 383c.4

γυναῖκα, ὡς τὸ „εἰ κεῖνός γ’ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι“

### book 383c.5

(ς 254. τ 127). A T

### book 385a.1

τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: ἡ

### book 385a.2

χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται Ἡφαίστου, b(BC) T ὡς

### book 385a.3

ἀεὶ ἐκείνου μεμνημένου αὐτῆς. T ἄγαν δὲ ὁ στίχος συντετρό‐

### book 385a.4

χασται τῇ προθυμίᾳ τῆς ἐρωτήσεως. b(BC) T

### book 385b1.1

Θέτι τανύπεπλε, 〈ἱκάνεις ἡμέτερον δῶ〉: Ζηνό‐

### book 385b1.2

δοτος „Θέτις τανύπεπλος, ἱκάνεις ἡμέτερον δέ“. T

### book 385b2.1

{ἡμέτερον δῶ:} παρὰ Ζηνοδότῳ „ἡμέτερον δέ“, καὶ „Θέ‐

### book 385b2.2

τις τανύπεπλος ἱκάνεισ“. A

### book 386a.1

πάρος γε μὲν οὔτι θαμίζεις: ἀντὶ τοῦ †οὐδένα

### book 386a.2

ὡς†. ἐν ἤθει δὲ, ὥς φαμεν ‘τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας πα‐

### book 386a

ραγίνεσθαι.‘ A b (BC) T

### book 386b

〈οὔτι:〉 ἀντὶ τοῦ οὐδ’ ὅλως. Til

### book 387.1

〈προτέρω:〉 ἀντὶ τοῦ ἐς τὸ b(BC) Til ἔμπροσθεν.

### book 387.2

b(BCE4)Til

### book 392a.1

Ἥφαιστε, πρόμολ’ ὧδε· Θέτις νύ τι σεῖο χα‐

### book 392a.2

τίζει: σύντομος ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδο‐

### book 392a.3

σιν. b(BCE4)T

### book 392b.1

{ἥφαιστε πρόμολ’} ὧδε: ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις,

### book 392b.2

μηδὲν ὑπερθέμενος. καὶ ἐν Ὀδυσσείᾳ (ζ 218)· „ἀμφίπολοι, στῆθ’

### book 392b.3

οὕτω 〈ἀπόπροθεν〉“. A

### book 392c.1

ὧδε: οὕτως ὡς ἔχεις σχήματος· οὕτω γὰρ ἂν σπουδαῖον

### book 392c.2

φαίνοιτο, ὡς καὶ Ἀχιλλεὺς „αὐτῇ σὺν φόρμιγγι“ (Ι 194) b(BCE4)T

### book 392c.3

καὶ „γείτονες ἄζωστοι ἔκιον“ (Hsd. opp. 345). οἱ δὲ πλεονάζειν τὸ

### book 392c.4

οὕτως, ὡς „στῆθ’ οὕτω ἀπόπροθεν“ (ζ 218), ἐπεί τοι καὶ συντίθησι

### book 392c.5.1

τὰ σκεύη καὶ ἀπονίζεται (cf. Σ 412—5). T οὐδέποτε δὲ τὸ ὧδε

### book 392c.5.2

τοπικῶς παρὰ τῷ ποιητῇ λαμβάνεται. b(BCE4)T

### book 392d.1

Θέτις νύ τι 〈σεῖο χατίζει〉: διὰ τὸ μὴ θαμίζειν ἐστό‐

### book 392d.2

χασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων

### book 392d.3

δὲ πρὸς τοῦτο γενόμενός φησι· „Πλάτων νύ τι σεῖο χατίζει“. A

### book 394a.1

ἦ ῥά νύ μοι 〈δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον〉:

### book 394a.2

οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελθὼν καὶ θεασάμενος τὴν

### book 394a.3

Θέτιν ἤρξατο τῶν λόγων, ἀλλ’ ἐντὸς ὢν ἀναβοᾷ· ἑξῆς γοῦν ἐπιφέρει·

### book 394a

„ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη“ (Σ 410). ἄκρως δὲ παι‐

### book 394a.5

δεύει ὁ λόγος πρὸς τὸ μεμνῆσθαι χαρίτων. b(BCE4)T

### book 394b.1

ἦ ῥά νύ μοι 〈δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον〉:

### book 394b.2

χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν, ἀκούσας ἐνδείκνυται τὴν προ‐

### book 394b.3

θυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν,

### book 394b.4

ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν. A

### book 395-8.1

ἥ μ’ ἐσάως’ 〈ὅτε μ’ ἄλγος—κόλπῳ〉: καλῶς

### book 395-8.2

αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ Θέτις· ὀνειδιζούσης γὰρ ἦν· ὡς

### book 395-8.3

Δημοσθένης (or. 18, 269)· „ἐγὼ νομίζω τὸν εὖ παθόντα δεῖν ἀεὶ με‐

### book 395-8.4

μνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δ’ εὐθὺς ἐπιλελῆσθαι.“

### book 395-8.5.1

b(BCE4)T ὁ δὲ Ζεύς (οὐ γὰρ ἔδει τὸν τύραννον ὁμολογεῖσθαι τὸ

### book 395-8.5.2

μέλλειν δεδέσθαι) λόγῳ μὲν οὐχ ὁμολογεῖ, ἔργῳ δὲ ἀποδίδωσι. χρη‐

### book 395-8.5.3

στὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις, Ἡφαίστῳ, Διονύσῳ

### book 395-8.5.4

(cf. Ζ 136—7), Διΐ (cf. Α 401—6). καὶ τῆς ποιήσεως οἰκονομία ἡ τῆς

### book 395-8.5.5

Θέτιδος χρηστοήθεια· Διῒ μὲν ἀμύνει, ἵνα καὶ κακώσῃ Ἕλληνας,

### book 395-8.10.1

Ἡφαίστῳ δέ, ἵνα ποιήσῃ Ἀχιλλεῖ τὴν πανοπλίαν, Διονύσῳ δὲ διὰ

### book 395-8.10.2

τὸν ἀμφιφορῆα, ἵνα τῷ Ἀχιλλεῖ εἴη σορός (cf. ω 74—5)· b(BE4)T

### book 395-8.10.3

καὶ τάφῳ γὰρ αὐτὸν κοσμῆσαι πέρα τῶν ἄλλων βούλεται. φιλότεκνος

### book 395-8.10.4

δὲ ἡ πάσης εὐεργεσίας ἀμοιβὴν εἰς τὸν παῖδα καταθεμένη. T

### book 395a.1

τῆλε πεσόντα: τινὲς γεννηθέντα· T „πέσῃ μετὰ

### book 395a.2

ποσσὶ γυναικόσ“ (Τ 110), b(BCE4)T ἢ ἀπορριφέντα. φασὶ

### book 395a.3

κρύφα μιγνυμένην Διῒ τετοκέναι· διὸ καὶ κεκρυφέναι παρ’ Ὠκεανῷ· οὗ

### book 395a.4

καὶ ἐτρέφετο. T

### book 395b.1

ἄλλως· τῆλε πεσόντα: οὐ λέγει ὅτι ἄνωθεν ἀπ’ οὐρανοῦ

### book 395b.2

ἔρριψεν αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ πεσόντα τεχθέντα ἐστίν. b(BCE4)

### book 395b.3

T τὸ δὲ τῆλε ἀντὶ τοῦ τηλόθι, παρὰ τῷ Ὠκεανῷ γεννηθέντα.

### book 395b.4

b(BE4)T

### book 396.1

κυνώπιδος: ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖ‐

### book 396.2

ται τῇ μητρί. b(BCE4)T | γράφεται δὲ καὶ „βοώπιδοσ“. T

### book 397.1

χωλὸν ἐόντα: ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ

### book 397.2

Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο. b(B, C [bis], E4)T

### book 398-9a.1

Εὐρυνόμη ... / Εὐρυνόμη: εὐχάριστος ὁ καὶ τῆς

### book 398-9a.2

ἀπούσης εὐεργέτιδος μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναλη‐

### book 398-9a.3

φθὲν τὸ ὄνομα. b(BCE4)T

### book 398-9b.1

ἄλλως· Εὐρυνόμη 〈... / Εὐρυνόμη〉: ἐπαναλαμβά‐

### book 398-9b.2

νει, ὡς τῆς Χάριτος μητρὸς οὔσης Εὐρυνόμης· „οἱ δ’ ἕνεκ’ Εὐρυνόμη

### book 398-9b.3

Τιτηνιὰς εἶπαν ἔτικτε“ (Call. fr. 6). T

### book 398-9c.1

Εὐρυνόμη ... / Εὐρυνόμη: ἡδέως τῇ ἐπαναλήψει τοῦ

### book 398-9c.2

ὀνόματος καὶ ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρ‐

### book 398-9c.3

ουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος. A

### book 399

ἀψορρόου: ταχυρρόου, †ἐπειδὴ καὶ† Ὠκεανός. ἢ b(BC)

### book 399

T παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν. b(BCE4)T

### book 400a1.1

τῇσι παρ’ εἰνάετες 〈χάλκευον δαίδαλα πολλά〉:

### book 400a1.2

ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλιφήν.

### book 400a1.3

A | Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης „δαίδαλα πάντα“. AAim

### book 400a2.1

{δαίδαλα πολλά:} οἱ περὶ Ἀριστοφάνην „δαίδαλα πάν‐

### book 400a2.2

τα“. T

### book 400b.1

τῇσι παρ’ εἰνάετες: οὐκ ἀναστρεπτέον τὴν παρά,

### book 400b.2

ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ

### book 400b.3

ἀναστρέφεται. σεσημείωται τὸ „στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν

### book 400b.4

ἔντεα“ (Σ 191). b(BC) T

### book 400c.1

δαίδαλα: μικρὰ τορεύματα, b(BCE4)T ὡς καὶ ἐπὶ

### book 400c.2

Ὀδυσσέως „πάροιθε δὲ δαίδαλον ἦεν“ (τ 227). T οἰκεῖα δὲ ταῦτα

### book 400c.3

καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς.

### book 400c.4

b(BCE4)T τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ. T

### book 401a.1

ἕλικας: ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν

### book 401a.2

ὅρμων ἐξηρτημένος. A

### book 401a.1

κάλυκας: ἐμφερῆ ῥόδοις. | οἱ δὲ δακτυλίους· A b (BC) T

### book 401a.2

οἱ δὲ ἐνώτια. | οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φα‐

### book 401a.5

σίν, A b (B) T „οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). A T

### book 403-4.1

οὐδέ τις ἄλλος 〈/ ᾔδεεν—ἀνθρώπων〉: δεῖγ‐

### book 403-4.2

μα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρ‐

### book 403-4.3

ρήτῳ φυλακῇ, μὴ καὶ λάθοι ἐπιβουλευθεὶς ὑπὸ τοῦ Κρόνου. b(BCE4)T

### book 404

〈ᾔδεεν:〉 οὕτως ᾔδεεν. γράφεται δὲ καὶ „ᾔδειν“. Aint

### book 406

ἥ {νῦν ἡμέτερον}: πρὸς τὸ πρῶτον ὑπήντησεν. T

### book 407a

〈ζωάγρια:〉 μετὰ τοῦ ι τὸ ζωάγρια ὁ Ἀρίσταρχος. Aim

### book 407b.1

ζῳάγρια: χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι. b(BCE4)T

### book 407b.2

μετὰ δὲ τοῦ 〈ι〉, ἐπεὶ καὶ Σιμωνίδης (Sem. Am. fr. 13, 2 W.) φησί·

### book 407b.3

„τὸ ζώϊον κάκιστον ἔκτηται βίον“ περὶ τοῦ κανθάρου. T

### book 409a1.1

ὅπλα {τε πάντα}: ὅπλα τὰ πρός τι εὐθετοῦντα· „ὅπλ’

### book 409a1.2

ἐν χερσὶν ἔχων 〈χαλκήϊα, πείρατα τέχνησ〉“ (γ 433). T

### book 409a2

τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ. b(BCE4)

### book 410a

〈ἀκμοθέτοιο:〉 τοῦ πρὸς τῷ ἀκμοθέτῳ ἔργου. b(BCE4)Til

### book 410b.1

πέλωρ αἴητον {ἀνέστη}: πέλωρα λέγουσι τὰ παρηλ‐

### book 410b.2

λαγμένα· ὁ δὲ Ἥφαιστος „ἀμφιγυήεισ“ (Α 607 al.). αἴητον δὲ μέγα·

### book 410b.3

καὶ ἐπέγκειται τὸ ι, „θάρσος ἄητον ἔχουσα“ (Φ 395). A

### book 410c.1

πέλωρ αἴητον: καλῶς θεὸν διαγράφων θαῦμά τι αὐτὸν

### book 410c.2

εἶναι μέγα φησίν. ἔστιν οὖν τέρας μέγα· T τὸ γὰρ πέλωρ ἐπὶ

### book 410c.3

μεγέθους τάσσεται. τὸ δὲ αἴητον Ἡρωδιανὸς (2,108,14) σχημα‐

### book 410c.4

τίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνύπαρκτον καὶ

### book 410c.5.1

παρὰ μηδενὶ ὄν. b(BC) T οἱ δὲ ὡρμημένον, παρὰ τὸ „δίχα δέ

### book 410c.5.2

σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο“ (Φ 386). T τινὲς δὲ b(BC) T ἀετη‐

### book 410c.5.3

δὸν †χωλεύων†, ἐπεὶ τὰ γαμψώνυχα τῶν ὀρνέων χωλεύει. b(BCE4)

### book 410c

T οἱ δὲ παρὰ τὸ αἴθω, τὸ πυρῶδες. T

### book 410d.1

{πέλωρ} αἴητον: ὁ Ἀσκαλωνίτης (p. 58 B.) προπαροξύ‐

### book 410d.2

νει, ἐκδεχόμενος πλεονασμὸν τοῦ ι παρὰ τὸ „θάρσος ἄητον ἔχουσα“

### book 410d.3

(Φ 395), οἷον ταχὺ καὶ κινητικόν. Πρωτέας δὲ 〈ἐν ἴσῳ〉 τῷ ὡρμημένῳ,

### book 410d.4

παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν

### book 410d.5.1

γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ „ἄητον“ (Φ 395) πῶς δυνατὸν τρίτην ἀπὸ

### book 410d.5.2

τέλους ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν

### book 410d.5.3

πείθεσθαι τῷ Φιλοξένῳ (fr. 578 Th.)· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός,

### book 410d.5.4

ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός.

### book 410d.5.5

ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει· „ὡς

### book 410d.10.1

ἐτὰ Τημενίδος χρύσεον γένοσ“ (Call. fr. 780), καὶ τὸ παρὰ τοῖς Ἀττι‐

### book 410d.10.2

κοῖς ‘οὐκ ἐτόσ‘ ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν,

### book 410d.10.3

τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος·

### book 410d.10.4

ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον·

### book 410d.10.5

οὕτως „ἄητον“. A

### book 411a

〈ἁραιαί:〉 δασύνεται τὸ ἁραιαί. Aim

### book 411b.1

〈ἁραιαί:〉 λεπταί. εἰ δὲ b(BC) Til ψιλῶς, βεβλαμ‐

### book 411b.2

μέναι. b(BCE4)Til

### book 413a.1

λάρνακ’ ἐς ἀργυρέην 〈συλλέξατο, τοῖς ἐπονεῖτο〉:

### book 413a.2

ὅτι λάρνακα τὴν κιβωτόν· νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτός. καὶ

### book 413a.3

ὅτι ἐπονεῖτο ἀντὶ τοῦ ἐνήργει. A

### book 413b

λάρνακα: τοῦτο Ἑλληνικόν, τὸ δὲ ἀντίπηξ Δωρικόν,

### book 413b

καὶ γαζοφυλάκιον 〈ὡσ〉 ἀρτάβη Περσικόν. T

### book 414.1

〈σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπο‐

### book 414.2

μόργνυ:〉 ἵνα εὐπρεπῶς συντύχῃ. Til

### book 415a.1

αὐχένα τε στιβαρόν: ἄνωθεν γὰρ παχεῖς εἰσιν οἱ τὰ

### book 415a.2

κάτω μέρη πεπηρωμένοι. b(BCE4)T

### book 415b.1

λαχνήεντα: ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς

### book 415b.2

τῶν τριχῶν ἐκφύσεως. b(BCE4)T

### book 416a

〈δῦ δὲ〉 χιτῶνα: ὡς ἐργάτης, οὐ φᾶρος. b(BCE4)T

### book 416b.1

ἕλε δὲ σκῆπτρον παχύ: ὅτι οὐ παρέλκει τὸ παχύ,

### book 416b.2

ἀλλὰ πρὸς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησιν

### book 416b.3

„πέλωρ αἴητον ἀνέστη“ (Σ 410)· ὡς καὶ τὸ „στησαμένη μέγαν

### book 416b.4

ἱστόν“ (β 94). A

### book 416c.1

〈ἕλε δὲ〉 σκῆπτρον παχύ: ὡς χωλός. ἢ ὅτι δίχα

### book 416c.2

ὕλης οὐ σῴζεται πῦρ. T

### book 418-20.1

χρύσειαι, 〈ζωῇσι νεήνισιν ἐοικυῖαι· —

### book 418-20.2

ἴσασιν〉: καὶ ταῦτα πάλιν προπαρασκευὴ εἰς τὴν ὁπλοποιΐαν ὅτι

### book 418-20.3

καὶ τὰς θεραπείας εἶχεν ὑφ’ ἑαυτοῦ δεδημιουργημένας. ἀξιοπίστως δὲ

### book 418-20.4

τὸ ἐστί (419) καὶ ἴσασιν (420)· ὡς γὰρ πεπεισμένος καὶ παρηκολου‐

### book 418-20.5

θηκὼς ἐκφέρει ταῦτα. T

### book 418

〈ζωῇσι νεήνισιν ἐοικυῖαι:〉 οἶδεν ἄρα καὶ ἀνδριαντο‐

### book 418

πλαστικήν. Til

### book 420

〈ἔργ’ ἴσασιν:〉 τὰ τῆς ταλασιουργίας. Til

### book 421a

〈ὕπαιθα:〉 ἔμπροσθεν. Til

### book 421b.1

ἔρρων: ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος, ἀλλὰ διὰ τὴν

### book 421b.2

χωλότητα φθειρόμενος. A

### book 421c

ἔρρων: ἐπαχθῶς διὰ τὴν χώλωσιν βαδίζων. T

### book 424-7.1

τίπτε Θέτι—τετελεσμένον ἐστίν: ἐπαινε‐

### book 424-7.2

τὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν, καὶ τὸ σύντομον

### book 424-7.3

τοῦ ἐπειγομένου ἀποδοῦναι καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ

### book 424-7.4

ἐπαγγελλομένου. b(BCE3E4)T

### book 424.1

Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: παρὰ Ζηνο‐

### book 424.2

δότῳ „ἡμέτερον δέ“ καὶ „Θέτις τανύπεπλος ἱκάνεισ“. A

### book 425-6.1

〈πάρος γε μὲν οὔ τι θαμίζεις. /〉 αὔδα ὅ, τι

### book 425-6.2

φρονέεις: οὐκοῦν καὶ αὐτὸς τοῦτο ἐπισημαίνεται τὸ χρείαν τινὸς

### book 425-6.3

ἔχουσαν ἥκειν τὴν Θέτιν τὸ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν.

### book 425-6.4

b(BCE3E4)T

### book 426

〈ἄνωγεν:〉 ἐν ἄλλῳ „ἀνώγει“. Aim

### book 428.1

Θέτις κατὰ δάκρυ χέουσα: περιπαθές ἐστι τὸ τῆς

### book 428.2

θεοῦ πρόσωπον· τρεῖς γὰρ θεοὺς εὐεργετήσασα τὰς ἀμοιβὰς εἰς τὸν

### book 428.3

παῖδα εὑρίσκεται παρ’ αὐτῶν λαμβάνουσα κατατιθεμένη. τὸ δὲ δα‐

### book 428.4

κρύειν πρὸς πάθος αὐτῇ συμβάλλεται. A

### book 429-31.1

ἦ ἄρα δή τις, ὅσαι θεαί〈—ἄλγε’ ἔδω‐

### book 429-31.2

κεν〉: ἐμιμήσατο ἦθος θηλειῶν, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη,

### book 429-31.1

ἀλλὰ περὶ ὧν ἐλυπεῖτο. b(BCE3E4)T καὶ οὐδὲ ταῖς εὐεργεσίαις

### book 429-31.2

ἐμαρτύρησε λέγουσα „ναὶ δὴ ταῦτά γε, 〈τέκνον, ἐτήτυμον〉“ (Σ

### book 429-31.5

128). T

### book 432a.1

ἐκ μέν 〈μ’〉 ἀλλάων 〈ἁλιάων ἀνδρὶ δάμασσεν〉:

### book 432a.2

ἔοικεν ἀγνοεῖν τὰ περὶ Ψαμάθης ὁ ποιητής. T

### book 432b.1

ἀνδρὶ δάμασ〈σ〉εν: καὶ πῶς φησιν Ἥρα· „καὶ ἀνδρὶ

### book 432b.2

πόρον παράκοιτιν“ (Ω 60); ἢ ὅτι τῶν συμβαινόντων τῷ Διῒ τὴν

### book 432b.3

αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι. ἢ κατὰ τὴν νέαν ἱστορίαν ὅτι αὐτὸς

### book 432b.4

αὐτῇ αἴτιος γέγονε τοῦ γάμου. b(BCE3E4)T

### book 433-4.1

〈καὶ ἔτλην ἀνέρος εὐνήν / πολλὰ μάλ’ οὐκ ἐθέ‐

### book 433-4.2

λουσα:〉 ἐπὶ τὸ εὐνήν (433) βραχὺ διασταλτέον. Aint

### book 433

ἔτλην: οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης (cf. Σ 434). b(BCE3)T

### book 434a.1

πολλὰ μάλ’ 〈οὐκ ἐθέλουσα〉: ἐντεῦθεν οἱ νεώτεροι τὰς

### book 434a.2

μεταμορφώσεις αὐτῆς φασιν. ἔστιν οὖν ‘ἐπὶ πολὺ οὐ θέλουσα‘. T

### book 434b.1

πολλὰ μάλ’ οὐκ ἐθέλουσα: οὐχ ὅτι μετεβάλλετο,

### book 434b.2

ἀλλὰ προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν

### book 434b.3

σύζευξιν. A

### book 434-5.1

γήραϊ 〈...〉 ἀρημένος: βεβλαμμένος τῇ ταπεινώσει

### book 434-5.2

τοῦ γήρως. b(BCE3)T

### book 435-6.1

ἄλλα δέ μοι νῦν. / υἱὸν ἐπεί μοι δῶκε: στικτέον

### book 435-6.2

ἐπὶ τὸ νῦν (435), καὶ ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα

### book 435-6.3

υἱὸν ἐπεί μοι δῶκεν (436), ὡς κἀκεῖ „κούρην, ἣν ἄρα μοι“ (Π 56).

### book 435-6

ὁ δὲ λόγος· ἄλλα δέ μοι νῦν ἐστι, λείποντος τοῦ ῥήματος. A

### book 435.1

ἄλλα δέ μοι νῦν: ἀπὸ κοινοῦ τὸ „ἐκ πασέων Κρονίδης

### book 435.2

Ζεὺς ἄλγε’ ἔδωκεν“ (Σ 431). b(BCE3)T

### book 437a1.1

ἔξοχον ἡρώων: κατὰ τοῦτο γὰρ ἀλγεῖ ὅτι οὐ μόνον

### book 437a1.2

υἱοῦ, ἀλλὰ καὶ ἀριστέως στερήσεται. T

### book 437a2.1

οὐ μόνον υἱοῦ φησιν, ἀλλὰ καὶ ἀριστέως στερίσκομαι, τὸ

### book 437a2.2

δεινότερον. b(BCE3E4)

### book 438a.1

τὸν μὲν ἐγὼ 〈θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆσ〉:

### book 438a.2

ὅτι καθ’ Ὅμηρον ἡ Θέτις ἔθρεψε τὸν Ἀχιλλέα, οὐ Χείρων, ὡς οἱ νεώ‐

### book 438a.3

τεροι. A

### book 438b.1

θρέψασα: οὐκοῦν τὸν Ἀχιλλέα ὁ ποιητὴς ὑπὸ τῆς μητρὸς

### book 438b.2

τετράφθαι φησίν. T

### book 441.1

〈οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω:〉 ἔν

### book 441.2

τισιν οὐ κεῖται. Aim

### book 442-3.1

ὄφρα δέ μοι ζώῃ 〈καὶ ὁρᾷ φάος ἠελίοιο, / ἄχνυ‐

### book 442-3.2

ται〉: πάντα οὖν δεινὰ τὰ περὶ τὸν υἱὸν ὅτι καὶ ὠκύμορος (vide Σ

### book 442-3.3

458) καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται. b(BCE3E4)T

### book 442.1

〈ὄφρα δέ μοι ζώει:〉 οἰκεῖον μητρὶ τὸ ζώει μοι. b

### book 442.2

(BCE3)

### book 444-56a.1

κούρην, ἣν ἄρα οἱ〈—κῦδος ἔδωκε〉: ἀθε‐

### book 444-56a.2

τοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι συνήγαγέ τις τὰ διὰ πολλῶν εἰρη‐

### book 444-56a.3

μένα εἰς ἕνα τόπον, ὡς ἐκεῖνα „ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν“ (Α

### book 444-56a

366). διὰ δὲ τῶν ἑξῆς (sc. Σ 457—61) ἐπιδείκνυσιν ὅτι τε ὁ Πάτροκλος

### book 444-56a.5.1

τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ μέν‐

### book 444-56a.5.2

τοι τούτων (sc. 444—56) οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος πε‐

### book 444-56a.5.3

ριέχουσιν· οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέ‐

### book 444-56a.5.4

πεμψε τὸν Πάτροκλον (cf. 448—52), ἀλλ’ ὕστερον ἑκουσίως ὁ Πά‐

### book 444-56a.5.5

τροκλος κατελεήσας τὴν φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι

### book 444-56a.10

αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα. A

### book 444-56b.1

κούρην, ἣν ἄρα οἱ〈—κῦδος ἔδωκε〉: ἀνακεφα‐

### book 444-56b.2

λαίωσις αὕτη. κακῶς οὖν ἀθετεῖ Ἀρίσταρχος· πῶς γὰρ οὐκ ἄτοπον τὰ

### book 444-56b.3

μὲν περὶ τοῦ γάμου (cf. Σ 431—5) παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέ‐

### book 444-56b.4

γειν, σιωπᾶν δὲ δι’ ὃ ἦλθεν; b(BCE3E4)T

### book 457a.1

τοὔνεκα νῦν τὰ σὰ 〈γούναθ’ ἱκάνομαι〉: μετρίως

### book 457a.2

πάνυ, ὡς χάριν αἰτουμένη καὶ οὐκ ὀφειλομένην ἀπαιτοῦσα. A

### book 457b.1

〈γούναθ’〉 ἱκάνομαι: ἱκετεύω. b(BCE3)T καὶ

### book 457b.2

ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον κατέπαυσε τὸν λόγον, οὐχ ὡς

### book 457b.3

ἀπαιτοῦσα χάριν, ἀλλ’ ὡς δεομένη. b(BCE3E4)T

### book 458a.1

υἱεῖ ἐμ’ ὠκυμόρῳ: οὐ διαλείπει τοῦτο προβαλλομένη,

### book 458a.2

ὡς καὶ πρὸς τὸν Δία „τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων /

### book 458a.3

ἔπλετο“ (Α 505—6). A

### book 458b1.1

〈ἐμ’ ὠκυμόρῳ:〉 ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ· συνεκτέθλι‐

### book 458b1.2

πται γὰρ τῷ ω τὸ ι. A Aint

### book 458b2

ἄνευ τοῦ ι τὸ ἐμῷ· ἐκτέθλιπται γάρ. b(BCE3)T

### book 458c

ὠκυμόρῳ: ἔλεον ἐκίνησε, πρὸς ὀλιγοχρόνιον χρῆσιν

### book 458c

αἰτουμένη τὴν χάριν τῷ υἱῷ. b(BCE3E4)T

### book 460a.1

καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ, 〈ἀπώλεσε πιστὸς

### book 460a.2

ἑταῖροσ〉: ὅτι 〈ἀ〉καταλλήλως εἴρηκεν, ὃ γὰρ ἦν αὐτῷ ἀντὶ τοῦ ὃν

### book 460a.3

γὰρ εἶχεν. καὶ ὅτι οἱ ἠθετημένοι (sc. Σ 444—56) περισσοί. | ὑποστι‐

### book 460a.4

κτέον δὲ μετὰ τὸ οἷ· τὸ γὰρ ὅ ἀντὶ ὑποτακτικοῦ κεῖται τοῦ ὅς·

### book 460a.5.1

ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ ἑταῖρος· λείπει γὰρ τὸ τοῦτον,

### book 460a.5.2

τῆς ἀναφορᾶς ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς

### book 460a.5.3

ᾠήθησάν τινες. A

### book 460b.1

καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ, 〈ἀπώλεσε πιστὸς

### book 460b.2

ἑταῖροσ〉: τινὲς ἐπὶ τοῦ θώρακος τὸ ὅ· ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ

### book 460b.3

ἂν περὶ τῆς ἀπωλείας μόνου τοῦ θώρακος εἶπεν. οἱ δὲ ἐπὶ τοῦ ἑταῖρος,

### book 460b.4

καὶ λείπειν ‘ταῦτα‘. b(BCE3E4)T τινὲς δὲ „ἃ γὰρ ἦν οἱ“,

### book 460b.5.1

ὅπλα. | πῶς δὲ ξίφος οὐκ αἰτεῖ; b(BE3E4)T τινὲς οὖν φασι

### book 460b.5.2

ξίφος Νηρέα παρ’ Ἡφαίστου ἔχοντα δοῦναι Θέτιδι, τὴν δὲ Ἀχιλλεῖ.

### book 460b.5.3

ἢ T ὅτι καὶ ἄλλα εἶχεν ἰσοπαλῆ ξίφη τῷ ἀπολομένῳ. b(BE3E4)

### book 460b.5.4

T

### book 461.1

Τρωσὶ δαμείς: ὅτι εἰ προειρήκει (sc. in versibus Σ 454—6)

### book 461.2

ὅτι Πάτροκλος ἀνῄρηται, οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν. καὶ ὅτι Τρωσίν

### book 461.3

ἀντὶ τοῦ ὑπὸ Τρώων. A

### book 463.1

ταῦτα: τὰ περὶ τῶν ὅπλων, περὶ ὧν νῦν διαλέγεται αὐτῷ·

### book 463.2

b(BCE3E4)T ταῦτα γὰρ ὑπάρξει, ὅσα ἐστὶν ἐπὶ τῷ Ἡφαίστῳ.

### book 463.3

T

### book 464-6

αἲ γάρ μιν θανάτοιο 〈δυσηχέος ὧδε δυναίμην /

### book 464-6.1

νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, / ὥς οἱ

### book 464-6.2

τεύχεα καλὰ παρέσσεται〉: διασταλτέον ἐπὶ τὸ ἱκάνοι (465)·

### book 464-6.3

τὸ γὰρ ὥς (466) κυρίως κεῖται ἐπιφερόμενον. ὁ δὲ λόγος· εἴθε γὰρ

### book 464-6.5.1

αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι, ὡς κάλλιστα ὅπλα ἕξει.

### book 464-6.5.2

A

### book 464-5.1

αἲ γάρ μιν 〈θανάτοιο—ἀποκρύψαι〉: εὔχρη‐

### book 464-5.2

στον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ

### book 464-5.3

αἰτηθέντα ποιεῖν, ἀλλὰ καὶ περὶ ὧν ἀδύνατός ἐστιν. b(BCE3E4)T

### book 466a1.1

〈παρέσσεται:〉 παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει „παρ‐

### book 466a1.2

έξομαι“. Aim

### book 466a2

οἱ περὶ Ἀριστοφάνην „παρέξομαι“. Til

### book 466b.1

παρέσσεται: παρ’ αὐτῷ ἔσται. ἑτοίμως δὲ ἐπαγγέλλε‐

### book 466b.2

ται, οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἡ μὲν ὡς δεομένη

### book 466b.3

μακρηγορεῖ (sc. Σ 429—61), ὁ δὲ οὐ λόγων αὐτῇ δευτέρων καιρὸν

### book 466b.4

δίδωσι τῇ σπουδῇ, ἐπειδὴ ἄτοπον ἦν, ἐν τῇ ἐξόδῳ σπεύδοντος

### book 466b.5.1

Ἀχιλλέως, διηγεῖσθαι περὶ τῶν ὅπλων, καὶ ἵνα ἤδη τὸν τῆς νυκτὸς

### book 466b.5.2

καιρὸν ἀναλώσῃ τῇ ὁπλοποιΐα. b(BCE3E4)T

### book 466-7.1

〈οἷά τις αὖτε /〉 ἀνθρώπων πολέων 〈θαυμάσ‐

### book 466-7.2

σεται, ὅς κεν ἴδηται〉: συμμέτρως τῇ ὑποσχέσει· περὶ μὲν γὰρ

### book 466-7.3

τῆς εὐεργεσίας Θέτιδος τοσαῦτα ἐξέτεινεν (cf. Σ 395—405), αὔξων

### book 466-7.4

αὐτῆς τὴν εὐποιΐαν. ὅτε δὲ εἰς τὴν ἀμοιβὴν ἦλθεν, ἣν αὐτὸς ἀποδίδωσι,

### book 466-7.5

μετρίως τὸν λόγον ἐποιήσατο. A

### book 470a

χοάνοισιν: ἄδηλον τὸ γένος. λέγει δὲ ‘τοῖς ἀγγείοις,

### book 470a

εἰς ἃ τήκεται ὁ χαλκόσ‘, ἅπερ ἐστὶ παρ’ ἡμῖν πήλινα. T

### book 470b.1

ἐείκοσι πᾶσαι ἐφύσων: δηλονότι αὐτόμαται. εἰ δὲ

### book 470b.2

ἔμψυχα αὐτοῦ τὰ ἔργα, διὰ τί χρὴ ἀπιστεῖν περὶ τῶν κατασκευαζο‐

### book 470b.3

μένων; T

### book 470c1.1

〈ἐείκοσι πᾶσαι ἐφύσων:〉 ὅτι τὸ πᾶσαι παρέλκει· διὸ

### book 470c1.2

ἡ διπλῆ. Aim

### book 470c2

τὸ πᾶσαι συνήθως παρέλκει τῷ ποιητῇ. Til

### book 471a1.1

{παντοίην} εὔπρηστον: διὰ τοῦ ς εὔπρηστον. τινὲς

### book 471a1.2

διὰ τοῦ κ, καὶ ἀκούουσι πρὸς πρᾶξιν εὐάρμοστον. A

### book 471a2

τινὲς δὲ „†ἔκπρηστον“. T

### book 471b

εὔπρηστον: παρὰ τὸ ἔπρησε. T

### book 472-3.1

ἄλλοτε μὲν σπεύδοντι 〈παρέμμεναι, ἄλλοτε δ’

### book 472-3.2

αὖτε / ὅππως—ἄνοιτο〉: κεκράτηκεν ἀρρήτου πράγματος

### book 472-3.3

ὅτι ὅτε σπεύδοι Ἥφαιστος καὶ αὗται ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων.

### book 472-3.4

καὶ τὸ „παντοίην“ (Σ 471) οὖν τοιοῦτόν ἐστιν, b(BCE3)T ποτὲ

### book 472-3.5

μὲν ἐπηρμένην ἀϋτμήν, ποτὲ δὲ σύμμετρον. b(BCE3E4)T

### book 472a.1

〈ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’

### book 472a.2

αὖτε:〉 εἰς τὸ παρεῖναι καὶ ἕτοιμοι εἶναι καὶ σπεύδοντι καὶ μή. Aint

### book 472b

σπεύδοντι: σπεύδειν ὁμοίως ἡμῖν. T

### book 472c

〈ἄλλοτε δ’ αὖτε:〉 ἐλλείπει τὸ ‘μὴ σπεύδοντι‘. Aim

### book 474a.1

〈χαλκὸν ...〉 ἀτειρέα 〈κασσίτερόν τε〉: κοινὸν καὶ

### book 474a.2

ἐπὶ τοῦ κασσιτέρου τὸ ἀτειρέα, b(BCE3)T εἴγε ἡ κνημὶς ἐξ

### book 474a.3

αὐτοῦ, καὶ βάλλεται ὑπὸ τοῦ Ἀγήνορος καὶ οὐκ εἴκει (cf. Φ 591—4).

### book 474a

T

### book 474b.1

ἄλλως· ἀτειρέα: τῶν γὰρ ἄλλων χωνευομένων ἐλαυνόμε‐

### book 474b.2

νος αὐτὸς πολὺν εἰς τὸ δημιουργηθῆναι τῷ τεχνίτῃ παρέχει κόπον.

### book 474b.3

b(BCE3E4)T

### book 476-7.1

θῆκεν ἐν ἀκμοθέτῳ〈—γέντο πυράγρην〉:

### book 476-7.2

δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, ὥσπερ ἐπὶ σκηνῆς ἐκ‐

### book 476-7.3

κυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργαστήριον. b(BCE3)T

### book 476-7.4

μεγάλην δὲ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρός, ἀλλὰ

### book 476-7.5.1

πρῶτον ἐξελάσαι τὴν ὕλην. b(BCE3E4)T εἰς δὲ τὸ τορεύειν

### book 476-7.5.2

ἄλλοις χρῆται ἐργαλείοις, 〈οἷσ〉 καὶ τὰς πόρπας ἐποίει. T

### book 477.1

ῥαιστῆρα: σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν ἐν‐

### book 477.2

εργεῖν. A

### book 477

κρατερήν: παρὰ Ζηνοδότῳ „κρατερόν“ Aint T διὰ τοῦ

### book 477

ο. Aint

### book 477.5.1

πυράγρην: τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ

### book 477.5.2

τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν, ὅ ἐστι λαμβάνειν. A

### book 478.1

ποίει δὲ πρώτιστα σάκος: διὰ τί μάχαιραν ὁ Ἥφαιστος

### book 478.2

οὐ κατασκευάζει; ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτη‐

### book 478.3

τον. τὸ δὲ δόρυ ὑπεξῄρηται δι’ ἑτέραν αἰτίαν. A

### book 479.1

πάντοσε 〈δαιδάλλων〉: ἔδει ‘πάντοθι‘ εἰπεῖν· 〈φησὶ〉

### book 479.2

γὰρ „αὐτὰ〈ρ〉 ἐν αὐτῷ 〈/ ποίει δαίδαλα πολλά〉“ (Σ 481—2). T

### book 480a

τρίπλακα: τρίπτυχον. b(BCE3)T

### book 480b.1

μαρμαρέην: διὰ τὸν ἐπικεχυμένον αὐτῇ τεχνικὸν Ὠκεα‐

### book 480b.2

νόν. b(BCE3E4)T

### book 481a.1

〈πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες:〉 τινές

### book 481a.2

φασι τὰς μὲν βοείας εἰκότως δεῖσθαι πολλῶν πτυχῶν 〈***〉. T

### book 481b

〈αὐτοῦ:〉 ἕν ἐστι τὸ αὐτοῦ. Aim

### book 483a.1

ἐν μὲν γαῖαν 〈ἔτευξ’—θάλασσαν〉: ὅτι Ζηνό‐

### book 483a.2

δοτος ἠθέτηκεν ἀπὸ τούτου τοῦ στίχου τὰ λοιπά, ἀρκεσθεὶς τῇ κε‐

### book 483a.3

φαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν προετραγῴδησεν τὰ κατὰ

### book 483a.4

τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι.

### book 483a.5

A

### book 483b.1

γαῖαν {ἔτευξ’}: †γαῖαν† λείπειν φασὶ τὸ ὥς· οὐ γὰρ

### book 483b.2

αὐτὰ τὰ στοιχεῖα ἐπέθετο. T

### book 483-606.1

〈ἐν μὲν γαῖαν ἔτευξ’—κατὰ μέσσους:〉

### book 483-606.2

Ἀγαλλὶς ἡ Κερκυραία φησὶ πιθανῶς ὡς Ἥφαιστος, Ἐριχθονίου πατὴρ

### book 483-606.3

ὤν, τὴν ἀρχαιογονίαν τῆς Ἀττικῆς ἐγκατέγραψε τῇ ἀσπίδι· γῆν μέν,

### book 483-606.4

ὅτι αὐτόχθονες· οὐρανόν, πρὸς ὃν συνεστήσαντο τὴν πολιτείαν·

### book 483-606.5.1

θάλασσαν, ἐφ’ ἧς οἰκοῦσι δύο πόλεις, Ἐλευσῖνα καὶ Ἀττικήν. καὶ

### book 483-606.5.2

γάμος (cf. 491—5) μὲν Ἀθήνησι πρῶτον 〈ἦν〉· εὕρηται δὲ ὑπὸ

### book 483-606.5.3

Κέκροπος, ὅθεν καὶ διφυᾶ φησι αὐτὸν λέγεσθαι ὁ Χάραξ (FGrHist

### book 483-606.1

103,38), ὅτι †τοὺς δύο φύντας δι’ αὐτὸν πρῶτον ἔγνωσαν ἄνθρωποι·

### book 483-606.2

διὸ τὸ ξένον αἱ γυναῖκες ἱστάμεναι ἐθαύμαζον (cf. 495—6). καὶ δίκη

### book 483-606.10.1

φονικὴ (cf. 497—508) ἐκεῖ πρῶτον περὶ Ἁλιρροθίου. περὶ Ἐλευσῖνα

### book 483-606.10.2

δὲ δύο στρατοί (cf. 509—40), Φόρβαντος ἐξ Ἀκαρνανίας καὶ Εὐμόλ‐

### book 483-606.10.3

που ἐκ Θρᾴκης. προεστήκασι δ’ Ἄρης (cf. 516) μὲν ἀπολυθεὶς τοῦ

### book 483-606.10.4

φόνου, Ἀθηνᾶ (cf. 516) δὲ ὡς πολιάς. εἰ δέ φησιν ἄλλον ζωὸν

### book 483-606.10.5

ἔχουσα νεούτατον, ἄλλον ἄουτον, / ἄλλον τεθνηῶτα, (536

### book 483-606.15.1

—7), †οὗτοι γὰρ ἀπέθανον† ἀπὸ τῶν Ἐλευσινίων Ἰμμάραδος ὁ Εὐ‐

### book 483-606.15.2

μόλπου, Κλυτίος ὁ Ἀγριόπου τοῦ Κύκλωπος, Ἔγρεμος 〈ὁ〉 Εὐρυνό‐

### book 483-606.15.3

μου τοῦ μετὰ Φόρβαντος. καὶ ἄρατρον (cf. 542—3) δὲ πρῶτος Ἐπιμε‐

### book 483-606.15.4

νίδης ὁ καὶ Βουζύγης ἔζευξε. τρίπολον (542) δὲ τὴν ἄρουράν φησιν,

### book 483-606

ἐπεὶ Τριπτόλεμος πρῶτος ἔσπειρε σῖτον, ὃν βασιλέα φησίν (sc. 556)·

### book 483-606.20.1

ἐν δέ τισιν ἐγράφετο μετὰ τὸν ἤμων ὀξείας δρεπάνας (551)

### book 483-606.20.2

„καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλαοδώρου“ (Σ 551 a). καὶ βοῦν

### book 483-606.20.3

φησι (sc. 559) θύεσθαι· ἐκεῖσε γὰρ πρῶτος ἔθυσε βοῦν Θαύλων

### book 483-606.20.4

φυγαδευθείς. οἶνον (cf. 561—8) τὲ Ἰκάριος εὗρεν. ὁ δὲ χορὸς (cf.

### book 483-606.20.5

590—8) ὁ πεμφθεὶς μετὰ Θησέως ἐπὶ Κρήτην. | συμβουλευτικὰ δέ ἐστι

### book 483-606.25.1

πάντα· ἡ γὰρ εἰρηνευομένη πόλις ὑπονοεῖν παρέχει Τρωσίν, ὅσων ἂν

### book 483-606.25.2

ἀπέλαυσαν ἀγαθῶν, εἰ εἰρήνευον, ἡ δὲ πολεμουμένη τὴν διχόνοιαν

### book 483-606.25.3

αὐτῶν· κἀκεῖ γὰρ οἱ μὲν τὰ Πάριδος, οἱ δὲ τὰ Ἀντήνορος ἐφρόνουν.

### book 483-606.25.4

καὶ οἱ μὲν περὶ Διονύσιον (fr. 46 Schm.) φασὶν αὐτοκίνητα αὐτὰ εἶναι

### book 483-606.25.5

ὡς τοὺς τρίποδας (cf. Σ 373—7), οἱ δὲ περὶ Ἀριστόνικον ἐναντιοῦνται,

### book 483-606.30.1

ἐπεὶ μή εἰσι παρὰ θεοῖς. τί οὖν οἱ κύνες Ἀλκινόου (cf. η 91—4);

### book 483-606.30.2

τοῦτο πλάσμα ἦν. ἀλλὰ καὶ τοῦτο πλάσμα· δίδονται γοῦν τῷ ναυ‐

### book 483-606.1

αγεῖν μέλλοντι Ὀδυσσεῖ (cf. μ 416—25). ἆρα δὲ ἄτρωτα τὰ Ἡφαιστό‐

### book 483-606.2

τευκτα; καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν θεοὺς τιτρώσκεσθαι, τὰ δὲ

### book 483-606.3

ἔργα αὐτῶν μή; οὐ γὰρ ἂν ἐδέησε πεντάπτυχον ποιῆσαι τὴν ἀσπίδα.

### book 483-606.35

T

### book 484a.1

{ἠέλιόν τ’} ἀκάμαντα: τινὲς μέγαν· „ὡς δ’ ὅτε σῦν

### book 484a.2

ἀκάμαντα“ (Π 823). T

### book 484b.1

σελήνην τε πλήθουσαν: τινὲς τὴν ποτὲ πλήθουσαν,

### book 484b.2

ὡς „ἠΰκομος Νιόβη“ (Ω 602). οἱ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον

### book 484b.3

αὐτῆς τὸ πρὸς ἥλιον τετραμμένον πλήθειν, εἰ καὶ μὴ φαίνεται ἡμῖν.

### book 484b.4

οἱ δὲ τὴν πληρωτικὴν σωμάτων, κογχυλίων τε καὶ δένδρων καὶ

### book 484b.5

ποταμῶν καὶ θαλάσσης καὶ Ὠκεανοῦ. b(BCE3E4)T

### book 484b.1

σελήνην τε πλήθουσαν: τὴν οἷον πεπληρωμένην

### book 484b.2

σέλας νέον. A

### book 485a

τείρεα: ὡς „τείχεα“ (Β 691 al.). Aim

### book 485b

〈οὐρανὸς ἐστεφάνωται:〉 Ζηνόδοτος „οὐρανὸν ἐστήρι‐

### book 485b

κται“, Ἀρίσταρχος „οὐρανὸν ἐστεφάνωκε“. Aint

### book 486.1

Πληϊάδας {θ’}: ἑπτὰ ἀστέρες κείμενοι—γενέσθαι ἕξ.

### book 486.2

ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς (fr. 7 [p. 194] B.). A

### book 486.1

Ὑάδας τε: οἱ ἐπὶ τῶν κεράτων—καὶ ὑετῶν καθίσταν‐

### book 486.2

ται. | Ζεὺς ἐκ τοῦ μηροῦ—κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερε‐

### book 486.5

κύδει (FGrHist 3, 90b). A

### book 486.1

Πληϊάδας θ’ Ὑάδας τε: τὰς μὲν κατηστερισμένας—

### book 486.2

διότι καταυγάζονται. A

### book 486.1

τό τε σθένος Ὠρίωνος: περιφραστικῶς τὸν Ὠρίωνα

### book 486.2

Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 101 Pow.). A

### book 487.1

{ἄρκτον θ’ ἣν καὶ} Ἄμαξαν: εἰς ἰδιότητα Ἄμαξαν ἐψίλω‐

### book 487.2

σαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη, „τιλλέσθην ἐπ’

### book 487.3

ἄμαξαν“ (Ω 711) καὶ „αἱ δ’ ὑπ’ ἀμάξῃσιν“ (Ω 782), ὥσπερ καὶ τὸ

### book 487.4

ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ

### book 487.5.1

νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ

### book 487.5.2

τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρ’ αὐτοῖς καὶ ἡ συναλιφὴ διὰ δασέος,

### book 487.5.3

καθημαξευμένα. | ἄρκτοι δύο δείκνυνται—ἑνὸς τῶν ἑπτὰ σοφῶν. |

### book 487.5.4

Ζεὺς Καλλιστοῦς—κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ

### book 487.5.5

(fr. 632). A

### book 488a.1

ἥ τ’ αὐτοῦ στρέφεται: ὅτι κυκλοτερής ἐστιν ὁ οὐ‐

### book 488a.2

ρανός, δηλοῖ τὸ στρέφεται ὡς καὶ τὸ „ἐστεφάνωται“ (Σ 485). T

### book 488b.1

ἄλλως· ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δο‐

### book 488b.2

κεύει· ἅμα μὲν χαριέντως ὡς κυνηγόν, ἅμα δὲ ὅτι καὶ τὴν αὐτὴν

### book 488b.3

κίνησιν αὐτῷ ποιεῖται, b(BCE3E4)T ὥς πού φησιν ὁ Ἄρατος

### book 488b.4

(Phaen. 226—7)· „ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα /

### book 488b.5

οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου“. οὐκ ὀνομάζει δὲ

### book 488b.1

τὴν ἄλλην, ἐπεὶ τῶν ἐμφανεστέρων μέμνηται. b(BCE3)T τινὲς

### book 488b.2

δέ †φασιν ἄκαι†, ἵν’ ᾖ ‘καὶ Κυνόσουρα‘· αὕτη γὰρ „μειοτέρῃ 〈...〉

### book 488b.3

πᾶσα περιστρέφεται στροφάλιγγι“ (Arat. Phaen. 43). ἀλλὰ πρῶτα

### book 488b.4

μὲν ἄμφω Ἅμαξαι ὀνομάζονται, ὡς καὶ Ἄρατος (Phaen. 27)· „ἀτὰρ

### book 488b.10.1

καλέονται Ἅμαξαι“. ἄλλως τε ὅτε τὸ τέ ὑποτάσσει ὁ ποιητὴς τῷ

### book 488b.10.2

ἄρθρῳ, οὐ σημαίνει καί· „ὅν τε καὶ ὑψόθ’ ἐόντα“ (Ρ 676), „ὅν τε κύν’

### book 488b.10.3

Ὠρίωνοσ“ (Χ 29), „ἥ τε κατ’ αἰγίλιπος πέτρησ“ (Ι 15), „ἥ τ’ ἀνὰ

### book 488b.10.4

νῶτα θέουσα“ (Ν 547). οἱ δὲ τὸ „Ἄρκτον“ (Σ 487) ἀντὶ πληθυντικοῦ,

### book 488b.10.5

ὡς τὸ „θήγει δέ τε λευκὸν ὀδόντα“ ([Hsd.] scut. 388). T

### book 488c.1

ἥ τ’ αὐτοῦ στρέφεται〈—δοκεύει〉: ἥτις περὶ

### book 488c.2

τὸν Ἀρκτικὸν—Ὠρίωνος ἄστρον. | πόλοι δὲ καλοῦνται τὰ

### book 488c.3

ἄκρα τοῦ ἄξονος, περὶ ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος. A

### book 489a1.1

οἴη δ’ ἄμμορός 〈ἐστι λοετρῶν Ὠκεανοῖο〉: τὸ

### book 489a1.2

οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα

### book 489a1.3

τὰ ἐντετυπωμένα τῇ ἀσπίδι· b(BCE3E4)T εἰσὶ γὰρ καὶ ἄλλα

### book 489a1

μὴ δύνοντα. b(BCE3E4)

### book 489a2.1

ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ μὴ

### book 489a2.2

δύνοντα. Aint

### book 489a2.1

οἴη δ’ ἄμμορός ἐστι: ἀντὶ τοῦ μόνη—τὰ ἀπὸ ἰξύος

### book 489a2.2

ἕως ποδῶν. A

### book 490.1

ἐν δὲ δύω ποίησε πόλεις 〈μερόπων ἀνθρώπων〉:

### book 490.2

ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικουμένου δὲ τοῦ βίου πολέμῳ καὶ εἰρήνῃ

### book 490.3

τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα πρὸς ἐκλογὴν τοῦ ἀμείνο‐

### book 490.4

νος προβέβληται. ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς ὄψιν εἶχε πολέμου, ἀμνη‐

### book 490.5.1

μόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς ὀλίγον (sc. Σ 509—40)

### book 490.5.2

ἐμνήσθη b(BCE3E4)T (καὶ τούτου οὐκ εἶχεν ἡ Ἰλιὰς τὸν

### book 490.5.3

λόχον), T τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαῖον δὲ τῷ

### book 490.5.4

βίῳ τὰ ἐναντία εἶναι πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους.

### book 490.5.5

b(BCE3E4)T

### book 490.10.1

ἐν δὲ δύω ποίησε πόλεις: τίνες δέ εἰσιν αἱ δύο πόλεις;

### book 490.10.2

Ἀγαλλίας—ἐνδέδεται χθών. A

### book 492a.1

〈ἐκ θαλάμων:〉 Ζηνόδοτος „ἐς θαλάμουσ“· καὶ ἔστιν

### book 492a.2

οὐκ ἀπίθανος ἡ γραφή. Aim

### book 492b.1

〈δαΐδων ὕπο λαμπομενάων:〉 ὅτι ἡ ὑπό ἀντὶ τῆς

### book 492b.2

μετά, μετὰ δᾴδων· Ἀρχίλοχος (fr. 65, 12 T. = 58, 12 W.)· „ᾄδων ὑπ’

### book 492b.3

αὐλητῆροσ“. καὶ πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ

### book 492b.4

δᾴδων παρελαμβάνοντο. Aint

### book 492c.1

〈δαΐδων〉 ὕπο λαμπομενάων: ἡ ὑπό ἀντὶ τῆς μετά. |

### book 492c.2

Ἀθήνησι δὲ οὕτω τὰς νύμφας ἄγουσι. b(BCE3)T

### book 493.1

πολὺς δ’ ὑμέναιος 〈ὀρώρει〉: ἐξῆπτο, διεγήγερτο—

### book 493.2

ὃν ἐκάλουν ὑμέναιον. A

### book 493.1

ὑμέναιος: ὕμνος ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος. ἢ παρὰ τὸ ὁμοῦ

### book 493.2

†νάζειν. b(BCE3)T

### book 495a.1

〈αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον:〉 ὅτι ἐνθάδε μόνον

### book 495a.2

καὶ ἐν τῇ Κ (sc. 13) μέμνηται αὐλῶν. Aim

### book 495b.1

αὐλοί: εἰ Φρὺξ ὁ αὐλός, ἄρα τῆς †τότε† εἰρηνευομένης

### book 495b.2

Ἰλίου παράδειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες αὐλοῦσι

### book 495b.3

(sc. Κ 13). παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. b(BCE3)T

### book 495c.1

βοὴν ἔχον: οὐχ ὡς ἀποτελουμένου ἤχου τινός, ἀλλ’

### book 495c.2

οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. b(BE3)T

### book 496a

〈θαύμαζον:〉 ὅτι ἐθεῶντο, οὐκ ἐξεπλήττοντο. Aext (Aim)

### book 496b

θαύμαζον: ἐθεώρουν. b(BE3)Til

### book 497-8.1

〈λαοὶ δ’ εἰν〉 ἀγορῇ 〈ἔσαν ἀθρόοι—ποι‐

### book 497-8.2

νῆσ〉: ἀγορὴ ὁ τόπος, ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας (sc.

### book 497-8.1

Σ 491—6) μέτεισιν ἐπὶ τοὺς ταῦτα τηροῦντας νόμους. b(BCE3)T

### book 497-8.2

ἔστι δὲ ἡ στάσις καταστοχαστική. τοῦ μὲν λέγοντος δεδωκέναι τὴν

### book 497-8.5.1

ποινήν (cf. Σ 499), τοῦ δὲ ἀρνουμένου εἰληφέναι (cf. Σ 500). ποινὴν

### book 497-8.5.2

οἱ παρέχοντες ἔφευγον τὸ ἔγκλημα τοῦ φόνου. b(BE3)T

### book 497-8.1

ἔνθα δὲ νεῖκος / ὠρώρει: ἐφιλονείκουν, ἠμφισβήτουν· δι‐

### book 497-8.2

καστήριον—ἀντέκτισις ποινή. A

### book 498.1

〈ποινῆς:〉 προστίμου· ἃ καὶ ὑποφόνια καλοῦσιν. b(BCE3

### book 498.2

E4)T

### book 499.1

〈ἀποφθιμένου:〉 παρὰ Ζηνοδότῳ „ἀποκταμένου“ καὶ ἐν

### book 499.2

ταῖς πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή. Aext (Aim)

### book 499-500a.1

ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι 〈/ —ἑ‐

### book 499-500a.2

λέσθαι〉: ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι b(BCE3)T τὸ

### book 499-500a.3

ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, b(BCE3E4)T ὁ δὲ ἠρνεῖτο.

### book 499-500a.4

b(BCE3)

### book 499-500b.1

〈ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι, / δήμῳ πιφαύ‐

### book 499-500b.2

σκων:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ

### book 499-500b.3

ἔλεγε πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι. Aim

### book 500.1

δήμῳ πιφαύσκων: τοῖς περιεστῶσι τοῦ δήμου διασαφῶν.

### book 500.2

T

### book 501a.1

ἄμφω δ’ ἱέσθην 〈ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι〉:

### book 501a.2

ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων καὶ ἐπὶ τούτῳ ἐτίθεντο τὸ

### book 501a.3

πέρας τῆς δίκης ἀντὶ τοῦ ‘ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι τὸ πέρας τῆς

### book 501a.4

δίκης γίνεσθαι‘. b(BCE3)T

### book 501b.1

〈ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι:〉 τὸ τέλος τῆς δίκης οἱ

### book 501b.2

δικασταὶ ἐτίθεντο ὥστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν. Aint

### book 501c.1

{ἐπὶ} ἴστορι: μάρτυρι ἢ κριτῇ | ἀπὸ τοῦ εἴδω εἴσω

### book 501c.2

ἵστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ ς ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ

### book 501c.3

„ἱστίον“ (Α 481), ἵστημι· ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ ς μόνου

### book 501c.4

δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται. A

### book 501d

〈ἑλέσθαι:〉 παρὰ Ζηνοδότῳ „ἀρέσθαι“. Ail

### book 502a.1

〈λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί:〉

### book 502a.2

ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο, καὶ ὅτι τοῦτ’ ἔστι τὸ

### book 502a.3

„δήμῳ πιφαύσκων“ (Σ 500), φανερὸν ποιῶν τῷ ὄχλῳ. Aext (Aim)

### book 502b.1

λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον 〈ἀμφὶς ἀρωγοί〉:

### book 502b.2

ἐπεφώνουν ἀμφοτέρωθεν βοηθοὶ ἀμφοτέροις. b(BCE3)T

### book 502c.1

ἀμφοτέροισιν 〈ἐπήπυον ἀμφὶς ἀρωγοί〉: παρὰ Ζη‐

### book 502c.2

νοδότῳ καὶ Ἀριστοφάνει „ἀμφοτέρωθεν“. ἡ Μασσαλιωτικὴ δὲ

### book 502c.3

„ἀμφοτέρωθεν †ἐπίπνυον† ἀμφὶς ἀρωγοί“. Aim T

### book 503-4.1

οἱ δὲ γέροντες 〈/ εἵατ’—ἱερῷ ἐνὶ κύκλῳ〉:

### book 503-4.2

γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων

### book 503-4.3

προὔχοντας. b(BCE3)T τὸν δὲ τόπον αὐτῶν ἱερόν, ὥστε εἰς τὸ

### book 503-4.4

θεῖον ἀσεβεῖν δοκοῖεν οἵ τε παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες. b(BCE3

### book 503-4.5

E4)T ἐν δ’ Ἀρείῳ πάγῳ γέροντες δικάζουσιν. T

### book 504

ἱερῷ ἐνὶ κύκλῳ: Θέμιδος γὰρ ἱερὰ τὰ δικαστήρια. T

### book 505a.1

σκῆπτρα δὲ κηρύκων ἐν χέρς’ ἔχον: ὅτι καὶ οἱ

### book 505a.2

δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα ἐλάμβανον. καὶ ἐν Ὀδυσ‐

### book 505a.3

σείᾳ (β 37)· „στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί“. A

### book 505b.1

ἠεροφώνων: ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ

### book 505b.2

ἐν ἄλλῳ εἶπε „φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν“ (Ο 686). A b (BCE3)T

### book 505c.1

ἄλλως· ἠεροφώνων: τῶν ἀέρα φωνούντων· ἀὴρ γὰρ

### book 505c.2

πεπληγμένος ἐστὶν ἡ φωνή. b(BCE3)T ἢ ἕωθεν συγκαλούντων.

### book 505c.3

T

### book 506a.1

〈τοῖσιν〉 ἔπειτ’ ἤϊσσον, 〈ἀμοιβηδὶς δὲ δίκα‐

### book 506a.2

ζον〉: ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ τόπῳ· ἢ

### book 506a.3

ἀνιστάμενοι ἔφερον τὴν ψῆφον. A

### book 506b.1

τοῖσι δ’ ἔπειτ’ 〈ἤϊσσον〉: συμπεριέφερον τὰ σκῆ‐

### book 506b.2

πτρα τοῖς λεγομένοις ὡς καὶ οἱ δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς

### book 506b.3

ἔδοξεν ἀμαθὴς εἶναι, ὅτε τὸ σκῆπτρον οὐκ ἐνώμα (cf. Γ 218)· b(BCE3)

### book 506b.4

T οὔπω γὰρ ἀνέδην τὰς χεῖρας ἐκίνουν. T

### book 506c.1

〈τοῖσιν ἔπειτ’ ἤϊσσον:〉 κατέσειον ἐπὶ τὸ σιωπῆ‐

### book 506c.2

〈σαι〉. Aint

### book 506d.1

ἀμοιβηδὶς δὲ δίκαζον: ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ

### book 506d.2

ἐκαθέζοντο, παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ

### book 506d.3

καθ’ ἑαυτὸν ἐν μέρει ἀπεφαίνετο. | τὸ δὲ ἀμοιβηδίς κατ’ ὀξεῖαν τάσιν.

### book 506d.4

εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων 〈ἐπιρ〉ρημάτων (cf. Hrd. καθ.

### book 506d.5

512,11). A

### book 506e.1

ἀμοιβηδὶς 〈δὲ δίκαζον〉: οὐ πάντες βουλευσάμενοι μί‐

### book 506e.2

αν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκαστος τὸ δοκοῦν δίκαιον ἀπεφαί‐

### book 506e.3

νετο. b(BCE3E4)T

### book 506f1.1

〈ἀμοιβηδίς:〉 Ἀρίσταρχος „ἀμοιβηδόν“ ὡς „κλαγγη‐

### book 506f1.2

δόν“ (Β 463), κατὰ τάξιν τῆς ἡλικίας. Aim

### book 506f2.1

Ἀρίσταρχος δὲ b(BE3)T „ἀμοιβηδόν“ ὡς „κλαγγη‐

### book 506f2.2

δόν“, T ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας, b(BE3)T ὡς καὶ

### book 506f2.3

ἡ γερουσία Λακεδαιμονίων. T

### book 507-8a.1

κεῖτο δ’ ἄρ’ ἐν μέσ〈σ〉οισι 〈δύω χρυσοῖο τά‐

### book 507-8a.2

λαντα, / —εἴποι〉: ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς

### book 507-8a.3

ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δεδόσθαι.

### book 507-8a.4

b(BCE3)T ἄδηλον δέ, πότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο,

### book 507-8a.5.1

ἵνα ὁ ἡττηθεὶς δῷ τῷ δικαστῇ †πρὸς τὸ συκοφαντεῖν πολλούς. τοῦτο

### book 507-8a.5.2

δὲ καλεῖται συνηγορικὸν τέλος. b(BE3)T

### book 507-8b.1

κεῖτο δ’ ἄρ’ ἐν μέσ〈σ〉οισι〈—εἴποι〉: ἤτοι

### book 507-8b.2

τοσοῦτον δικαστικὸν ὑπι〈σ〉χνοῦντο. ἀλλ’ ἐπεὶ ἀπίθανόν ἐστιν,

### book 507-8b.3

ἄμεινον κατὰ τῶν κρινομένων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο

### book 507-8b

τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα εἰπόντι. A

### book 509-33.1

τὴν δ’ ἑτέρην πόλιν〈—ἐμάχοντο μά‐

### book 509-33.2

χην〉: οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες δύο πολεμίων

### book 509-33.3

στρατοὶ τὴν λείαν ἀφείλοντο. καὶ τὴν κτῆσιν δὲ διανείμασθαι ἠνάγκα‐

### book 509-33.4

ζον ἐπὶ τῷ καταθέσθαι τὸν πόλεμον. οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ

### book 509-33.5.1

σκοποὺς πέμψαντες ἐλόχων, ὁπότε ἥξοντα τὰ θρέμματα αὐτῶν ἐπὶ

### book 509-33.5.2

νομὴν ἀφέλοιντο τῶν πολεμίων. b(BCE3)T καὶ δὴ τοῦτο ποι‐

### book 509-33.5.3

οῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες—ἔτυχον γὰρ περὶ τούτου

### book 509-33.5.4

σκεπτόμενοι, ὁπότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμήσοιεν πάλιν—

### book 509-33

ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον. b(BE3)T

### book 509a.1

δύω στρατοί: ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος· ἢ δύο

### book 509a.2

ἐπὶ διαφόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως.

### book 509a.3

b(BCE3E4)T

### book 509b.1

δύω στρατοί: ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον·

### book 509b.2

πολιορκία γὰρ ἦν καὶ οὐ †παιδεία† ἡ μάχη. | ἢ δύο στρατοὺς τὸν

### book 509b

ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν. A

### book 510-2.1

δίχα δέ σφιν ἥνδανε βουλή, 〈ἠὲ διαπραθέειν

### book 510-2.2

—ἔεργεν〉: τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν γνώμη· ἐὰν μὲν

### book 510-2.3

θελήσωσι διανείμασθαι τὰ κτήματα, ἀπαλλάττεσθαι τῆς πολιορκίας,

### book 510-2.4

ἐὰν δὲ ἀπειθῶσι, πορθῆσαι τὴν πόλιν. b(BCE3)T

### book 510-2.5.1

δίχα δέ σφιν ἥνδανε βουλή, 〈—ἔεργεν〉: σημει‐

### book 510-2.5.2

οῦνται ὅτι οἱ ἐπιστρατεύσαντες—κτημάτων. A

### book 511a.1

ἠὲ διαπραθέειν 〈ἢ ἄνδιχα πάντα δάσασθαι〉:

### book 511a.2

ἐψύχωται ἡ γραφὴ ὡς καὶ τὰ ἀφανῆ δηλοῦσθαι τοῖς ὁρῶσιν. τὸ δὲ

### book 511a.3

πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν. b(BCE3)T

### book 511b.1

ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι: πρὸς

### book 511b.2

τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους,

### book 511b.3

ἐπιμεριζόμενοι τὰ κτήματα. A

### book 511c.1

ἢ ἄνδιχα 〈πάντα δάσασθαι〉: ἦν ἔθος, ὡς καὶ Ἕκτωρ

### book 511c.2

φησί, „μή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα 〈πάντα δάσασθαι〉“ (Χ 120).

### book 511c.3

T

### book 513a.1

〈οἱ δ’〉 οὔπω πείθοντο: τὸ πω παρέλκει, b(BCE3E4)

### book 513a.2

T ὡς τὸ „οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον“ (Π 76): b(BCE3)T

### book 513a.3

οἱ πολῖται δὲ οὐκ ἐπείθοντο. b(BE3E4)T

### book 513b

〈οἱ δέ:〉 οἱ ἔνδον. Aint

### book 513c1.1

λόχῳ δ’ ὑπεθωρήσσοντο: δεῖ νοεῖν τοὺς πολεμίους

### book 513c1.2

ἀφῃρῆσθαι τὴν λείαν, ἣν λοχῶσιν οἱ πολῖται ἰδίαν οὖσαν. T

### book 513c2.1

δεῖ δὲ νοεῖν τὴν λείαν, ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους

### book 513c2.2

λοχῆσαι σπεύδειν. b(BE3E4)

### book 514-5a.1

τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα /

### book 514-5a.2

ῥύατ’ ἐφεσταότες, 〈μετὰ δ’ ἀνέρες, οὓς ἔχε γῆρασ〉: Παρ‐

### book 514-5a.3

μενίσκος (fr. 7) τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες (515), ἐπεὶ

### book 514-5a.4

σολοικοφανές, φησί, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις

### book 514-5a.5.1

εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι,

### book 514-5a.5.2

ὡς καὶ ἐπ’ ἄλλων μυρίων; „νεφέλη δέ μιν ἀμφιβέβηκε 〈/ κυανέη〉·

### book 514-5a.5.3

τὸ μὲν οὔ ποτ’ ἐρωεῖ“ (μ 74—5), „νωμῆσαι βῶν 〈/ ἀζαλέην〉, τό μοι

### book 514-5a.5.4

ἔστιν“ (Η 238—9). οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες. A

### book 514-5b

τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα /

### book 514-5b.1

ῥύατ’ ἐφεσταότες, 〈μετὰ δ’ ἀνέρες, οὓς ἔχε γῆρασ〉: τινὲς

### book 514-5b.2

εἰς τὸ ῥύατο (515) στίζουσιν, b(BCE3E4)T ἵνα τῷ ἀνέρες

### book 514-5b.3

(515) μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες (515). b(BCE3E4) ἢ ὃ ἔδει

### book 514-5b.5.1

ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κεῖται· ἔδει γὰρ ‘μετὰ δ’ ἀνέρες ἐφεσταότεσ‘,

### book 514-5b.5.2

b(BCE3E4)T 〈ὡσ〉 τὸ „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος

### book 514-5b.5.3

Ἀπόλλων“ (Υ 138) καὶ „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε

### book 514-5b.5.4

ῥέουσι / Κώκυτός τε“ (κ 513—4). πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδωκεν,

### book 514-5b.5.5

ὡς ἐν τῷ „μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην 〈/ ...〉,

### book 514-5b.10.1

ἀλλ’ ἅμα πάντεσ“ (Θ 7—8), „ἠΐθεοι καὶ παρθένοι 〈... /〉 ὀρχεῦντο

### book 514-5b.10.2

〈...〉 χεῖρας ἔχοντεσ“ (Σ 593—4), „Κύπρις τε καὶ ἀργυρότοξος

### book 514-5b.10.3

Ἀπόλλων 〈/ ἄφρονα〉 τοῦτον ἀνέντεσ“ (Ε 760—1). T

### book 514-5c.1

τὸ ἐφεσταότες (515) πρὸς τὸ ἀνέρες. καὶ δύναται πα‐

### book 514-5c.2

ραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι· „ἔνθα μὲν εἰς

### book 514-5c.3

Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κώκυτός θ’“ (κ 513—4), „εἰ δέ

### book 514-5c.4

κ’ Ἄρης ἄρχωσι μάχησ“ (Υ 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ

### book 514-5c.5.1

ἐκεῖνο μὲν τοῖς κατ’ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ

### book 514-5c.5.2

γένος. ὑπερβατῷ δὲ ἀμφότερα λύεται. A

### book 514.1

ἄλοχοι τε: ὁ Πλάτων ἐν τοῖς Νόμοις (8 p. 829e4) ἀξιοῖ

### book 514.2

γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ παρ’ Ὁμήρου μαθών. καὶ Σαυ‐

### book 514.3

ροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδῦσαι στολὴν

### book 514

πολεμοῦσιν. b(BCE3E4)T

### book 515.1

〈ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες:〉 κατὰ κοινοῦ τὸ

### book 515.2

ῥύατο. Aint

### book 516a.1

οἱ δ’ ἴσαν: οἱ ἀπὸ τῆς πόλεως ἐξῄεσαν εἰς τὸν λόχον.

### book 516a.2

b(BCE3E4)T

### book 516b.1

〈ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη:〉

### book 516b.2

ὡς ἠδικημένοις συλλαμβάνουσιν οἱ θεοί. b(BCE3E4)Til

### book 518a

μεγάλω: δυνάμει, οὐ μεγέθει. b(BCE3)T

### book 518b.1

〈ὥς τε θεώ περ:〉 ὡς ἄν, ὡς τὸ „ῥεῖα μάλ’ ὥς τε θεόσ“

### book 518b.2

(Γ 381. Υ 444). Til

### book 519a.1

〈ὀλίζονες:〉 ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει

### book 519a.2

ὀλίγοι. Aint

### book 519b.1

ὀλίζονες: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρα‐

### book 519b.2

κειμένου οὐδετέρου, ‘οὐδὲν ὄλιζον ἕξομεν‘, εἴγε ὁμοτονεῖ τοῖς

### book 519b.3

οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διά‐

### book 519b.4

λεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην

### book 519b.5.1

ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως

### book 519b.5.2

ἐχούσης παρασχηματισμὸν οὐδετέρου, „μέλασ“ (α 423. ς 306),

### book 519b.5.3

„μέλαν“ (Β 825 al.)· τάλας, τάλαν· „πᾶσ“ (Λ 65 al.), „πᾶν“ (Α 294

### book 519b.5.4

al.)· εὐμήκης, εὐμῆκες· „ταχύσ“ (Β 527 al.), ταχύ· „φίλοσ“ (Α 381

### book 519b.5.5

al.), „φίλον“ (Α 167 al.)· σώφρων, σῶφρον· ὅθεν εἰ οὕτως ἀνέγνωμεν

### book 519b.10.1

‘οὐδὲν ὄλιζον ἕξομεν‘, καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν· καὶ γὰρ

### book 519b.10.2

οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου

### book 519b.10.3

παρασχηματισμός, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ

### book 519b.10.4

παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται. ἐσχημά‐

### book 519b.10.5

τισται δὲ συγκριτικῶς κατὰ πάθος· παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ

### book 519b.15.1

δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς

### book 519b.15.2

δὲ ἐν τῷ ὀλίγιστος ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σς, ὀλίσσων·

### book 519b.1

τὰ δὲ δύο σς μετέπεσεν εἰς τὸ ζ καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν

### book 519b.2

ἐσχηματίσαμεν καὶ τὸ „μεῖζον“ (Α 167 al.), λέγω δὲ κατὰ τὴν αὐτὴν

### book 519b.3

τροπὴν τῶν στοιχείων. A

### book 519c.1

ὑπολίζονες: ἥττους τῷ μεγέθει τοῦ σώματος, b(BCE3

### book 519c.2

E4)T ὁ δὲ Ἐπαφρόδιτος (fr. 41 L.) τῇ δυνάμει. περισσὴ δὲ ἡ

### book 519c.3

ὑπό. φασὶ δὲ Ὅμηρον τὸ †ὀλίγον† οὐδέποτε ἐπὶ ἀριθμοῦ τάσσειν,

### book 519c.4

ἀλλ’ ἐπὶ μεγέθους· b(BCE3)T „νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ

### book 519c.5

οὐτιδανόσ“ (ι 515). T

### book 520

〈εἶκε:〉 ἀντὶ τοῦ ἐφικτὸν ἦν, ἔπρεπεν. b(BCE3E4)T

### book 521a

ἐν ποταμῷ: ἀντὶ τοῦ παρὰ ποταμῷ. b(BCE3)T

### book 521b1.1

ἀρδμός: ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός,

### book 521b1.2

ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· „τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω

### book 521b1.3

τι δεξιόν“ (Ar. equ. 96 = 114). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν

### book 521b1.4

ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα

### book 521b1.5.1

τὸν ἄξω καὶ προστακτικὸν τὸ 〈ἆξον〉, „ἆξον δὴ ἔγχος Διομήδεοσ“

### book 521b1.5.2

(Ζ 306), ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι †ἐκτεί‐

### book 521b1.5.3

νομεν ὄνομα Ἄρην· „πισσοκωνίας ἀρήν“ Κρατῖνος (fr. 364 [I p. 116]

### book 521b1

K. = 397 K.—A.). A

### book 521b2.1

ἐκτατέον δὲ τὴν ἄρχουσαν τοῦ ἀρδμός· b(BE3)T καὶ

### book 521b2.2

τὸ ἄρδω γάρ· „τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν“. T

### book 521c.1

ἀρδμός: ἀρδεία καὶ ἀπάρυσις ὕδατος. b(BCE3) καὶ

### book 521c.2

ἐν Ὀδυσσείᾳ (ν 247)· „ἐν δ’ ἀρδμοὶ ἐπηετανοί“. b(BE3)T

### book 521d.1

〈βοτοῖσιν:〉 βοτοῖσι {δὲ} γραπτέον, ὅθεν καὶ „βοτῆρεσ“ (cf. ο 504) καὶ

### book 521d.2

„βοτάνη“ (cf. Ν 493). b(BE3)T

### book 523.1

τοῖσι: αὐτοῖς τοῖς ἐνεδρεύουσι, b(BCE3E4)T τοῖς ἀπὸ

### book 523.2

τῆς πολιορκουμένης πόλεως. T

### book 525.1

οἱ δέ: οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμφοτέρων γὰρ ὁ λόγος.

### book 525.2

b(BCE3E4)T

### book 526a.1

τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν:

### book 526a.2

διὰ τὸ ἀπροσδόκητον· οὐ γὰρ εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς

### book 526a.3

πολιορκοῦσιν ἐπελθεῖν. b(BCE3E4)T ἢ πρὸς τῇ μουσικῇ ὄντες.

### book 526a.4

T

### book 526b.1

τερπόμενοι σύριγξι· 〈δόλον δ’ οὔ τι προνόη‐

### book 526b.2

σαν〉: ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ λοχᾶν. ἢ καὶ διὰ τὴν

### book 526b.3

τέρψιν τῶν συρίγγων. A

### book 526c

〈τερπόμενοι:〉 Ἀριστοφάνης δυϊκῶς „τερπομέ〈νω〉“. Aint

### book 528a

〈τάμνοντο:〉 ἀπήλαυνον. b(BCE3E4)Til

### book 528b

〈πώεα καλά:〉 παρὰ Ζηνοδότῳ „πῶϋ μέγ’ οἰῶν“. Aint

### book 530a.1

οἱ δέ: δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια περι‐

### book 530a.2

ηλαύνετο. b(BCE3E4)T

### book 530b

〈οἱ δέ:〉 οἱ ἐν τῇ πόλει †οὓς† προέπεμψαν. Aim

### book 531a.1

εἰράων προπάροιθε: ὅτι εἴρας λέγει τὰς ἀγοράς, σχη‐

### book 531a.2

ματίζων ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν. A

### book 531b

ἰράων: τῶν βουλευτηρίων. b(BCE3)T

### book 535.1

ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς 〈ὁμίλεον, ἐν δ’ ὀλοὴ

### book 535.2

Κήρ〉: κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνομασίας εἴρηκεν.

### book 535.3

b(BCE3)T

### book 536a.1

〈ἄλλον ζωὸν ἔχουσα νεούτατον:〉 πρὸς τὸ „Ἔρισ“

### book 536a.2

(Σ 535) ὑπήντησεν. b(BCE3E4)

### book 536b

〈ἄλλον ἄουτον:〉 ὁ Κυδοιμός. Til

### book 537a.1

〈ἄλλον〉 τεθνειῶτα 〈κατὰ μόθον ἕλκε ποδοῖϊν〉:

### book 537a.2

ἡ Μοῖρα. 〈ἢ〉 ἡ αὐτὴ τῶν τριῶν ἐδέδρακτο. νοητέον δὲ ὅτι ἐξ ἀμφοτέ‐

### book 537a.3

ρων τῶν ταγμάτων εἰσὶν οἱ πεσόντες. T

### book 537b

〈τεθνειῶτα:〉 Ἀρίσταρχος „τεθνηῶτα“. Aim

### book 538a

〈εἷμα δ’ ἔχε:〉 ἐν τῇ Μασσαλιωτικῇ „εἷμά τ’ ἔχε“. Aint

### book 538b

δαφοινεόν 〈αἵματι〉: λίαν πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. T

### book 538c1.1

δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ

### book 538c1.2

πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός,

### book 538c1.3

ἀδελφός „ἀδελφεόσ“ (Β 586 al.). A

### book 538c2

ἄλλως· {δαφοινεῶν:} †δαφοίνεον προπαροξυτόνως†. T

### book 538d.1

ἄλλως· δαφοινεὸν 〈αἵματι φωτῶν〉: κἀκ τούτων φαί‐

### book 538d.2

νεται γραφικὴν εἰδώς· T κατὰ χρώματα γὰρ ποικίλλει. b(BCE3

### book 538d.3

E4)T

### book 539.1

ὥς τε ζωοὶ 〈βροτοί〉: οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμέ‐

### book 539.2

να, ἀλλ’ ὅμοια ζῴοις. b(BCE3E4)T

### book 540a.1

νεκρούς τ’ ἀλλήλων 〈ἔρυον κατατεθνηῶτασ〉: ὅτι

### book 540a.2

ἐπὶ τῶν τοιούτων τόπων οἱ Γλωσσογράφοι νεκροὺς τοὺς νέους

### book 540a.3

ὑπέλαβον λέγεσθαι. A

### book 540b

〈κατατεθνειῶτας:〉 Ἀρίσταρχος διὰ τοῦ η. Aim

### book 541a.1

ἐν δ’ ἐτίθει νειὸν 〈μαλακὴν πίειραν ἄρουραν〉:

### book 541a.2

τῆς εἰρηνευομένης δηλονότι αὕτη ἡ γῆ· οἱ γὰρ πολιορκοῦντες 〈***〉

### book 541a.3

τὴν πολεμουμένην χώραν. T

### book 541b.1

ἄλλως· ἐν δ’ ἐτίθει νειὸν 〈μαλακὴν πίειραν ἄ‐

### book 541b.2

ρουραν〉: τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα (sc. Σ 483—9) καὶ

### book 541b.1

τὰς πόλεις (sc. Σ 490—540) γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ

### book 541b.2

διὰ τῶν ἐπιθέτων ὑπέδειξεν, εἰς ὁποίαν ποτὲ γῆν δεῖ πόνον κατατί‐

### book 541b.5

θεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον. b(BCE3)T

### book 541b

νειόν: τὴν λεγομένην νεατόν, —ἡ τοιαύτη. A

### book 542a1.1

εὐρεῖαν τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ:

### book 542a1.2

ἀκολούθως τῷ ἐπιθέτῳ· τὴν γὰρ εὐρεῖαν πολλοῖς ζεύγεσί φησιν

### book 542a1.3

ἀροῦσθαι. T

### book 542a2.1

ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί

### book 542a2.2

φησιν ἀροῦσθαι ὡς εὐρεῖαν b(BCE3)

### book 545-6.1

τοῖσι δ’ ἔπειτ’ 〈ἐν χερσὶ δέπας μελιηδέος οἴ‐

### book 545-6.2

νου / δόσκεν ἀνὴρ ἐπιών〉: πλουσίου ὁ ἀγρός, παρ’ ὃν πονοῦσι

### book 545-6.3

μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πόματι.

### book 545-6.4

b(BCE3)T

### book 546.1

ὄγμους: οὔτε τὴν ἐπίστιχον φυτείαν φησὶν Ἐπαφρόδιτος

### book 546.2

(fr. 42 L.) οὔτε παρὰ τὸ οἴγειν· b(BCE3)T φησὶ γοῦν „ὄγμον

### book 546.3

ἐλαύνωσιν“ (Λ 68). ἔστιν οὖν, ὡς Ἡρακλέων (fr. 12 B.), T τὰς

### book 546.4

ἑλκύσεις, παρὰ τὸ ἕλκω ὄλγμος (καὶ ὄλιξ γὰρ λέγεται), ἢ τὴν συν‐

### book 546.5

έχειαν τῶν αὐλάκων. b(BCE3)T

### book 547a.1

ἱέμενοι 〈νειοῖο βαθείης τέλσον ἱκέσθαι〉: ἔσπευδον

### book 547a.2

παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν. b(BCE3)T

### book 547b.1

τέλσον {ἱκέσθαι}: βαρυτόνως ὡς „μέτρον“ (Λ 225 al.).

### book 547b.2

ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν. A

### book 548-9a.1

ἡ δὲ μελαίνετ’ 〈ὄπισθεν—τὸ δὴ περὶ θαῦ‐

### book 548-9a.2

μα τέτυκτο〉: ἡ ὀπίσω τοῦ ἀρότρου γῆ ἐμελαίνετο. ἄπιστον δέ,

### book 548-9a.3

καὶ αὐτὸς διὰ τοῦ θαυμάζειν πιστὸν εἰργάσατο. T

### book 548-9b.1

ἡ δὲ μελαίνετ’ ὄπισθεν〈— / χρυσείη περ ἐ‐

### book 548-9b.2

οῦσα〉: κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ. σκιὰν

### book 548-9b.3

οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ. A

### book 548.1

ἀρηρομένῃ: ἢ ἐνδεῖ τὸ ς ἀπὸ τοῦ ἀρηροσμένη. ἢ παρὰ τὸ

### book 548.2

ἀρῶ ἀροτῶ ἠρότημαι ἠροτημένη ἠρομένη ἀρηρομένη. b(BCE3)T

### book 548.3

ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀροὺς ἠρομένος ἠρομένη, Ἀττικῶς ἀρηρομένη.

### book 548.4

b(BE3)T

### book 549

〈τέτυκτο:〉 οὕτως Ἀρίσταρχος τέτυκτο Ἰακῶς. Aim

### book 550-60.1

ἐν δ’ ἐτίθει τέμενοσ〈—πάλυνον〉: δαιμονί‐

### book 550-60.2

ως πᾶσαν ἰδέαν γεωργίας κατέγραψε τῇ ἀσπίδι, περὶ †ἀρότρου† (sc.

### book 550-60.3

Σ 541—9), περὶ θερισμοῦ (550—60). εἶτα καὶ ἀμπελόφυτον χωρίον

### book 550-60.4

διετύπωσεν (sc. Σ 561—72): b(BCE3)T τὸ γὰρ ὅλον τοῦ

### book 550-60.5

τρόπου διδασκαλικοῦ ἐστιν. b(BCE3)

### book 550a

{ἐν δ’ ἐτίθει} τέμενος: ὅτι τὸν ἀποτετμημένον τόπον

### book 550a

τέμενος λέγει. A

### book 550b1

〈βασιλήϊον:〉 γράφεται „βαθυλήϊον“. Aint

### book 550b2

βαθυλήϊον: „βασιλήϊον“. T

### book 550c.1

〈βασιλήϊον:〉 τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν

### book 550c.2

(sc. Σ 556). b(BCE3E4)T ἢ βασιλικὸν αὐτό φησι, τὸ καλλι‐

### book 550c.3

στεῦον καὶ ἔντιμον θέλων διαγράψαι. b(BCE3)T

### book 550d.1

ἔριθοι: νῦν ἐργάται, γεωργοί, παρὰ τὴν ἔραν τὴν γῆν·

### book 550d.2

ἢ παρὰ τὸ ἐρίζειν ἐν τῷ ἔργῳ. | ἔριθοι δὲ κυρίως οἱ ἐριουργοί,

### book 550d.3

καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι. A

### book 551.1

δρεπάνας: Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θη‐

### book 551.2

λυκά, τάφρη, κύρτη, ἀστραγάλη. b(BCE3)T

### book 552a.1

δράγματα: ὧν ἐπιλαμβανόμενοι θερίζουσι καὶ τεμόντες

### book 552a.2

ἐῶσι κεῖσθαι. b(BCE3)T ἄλλοι δὲ δεσμοῦσι. b(BCE3)

### book 552b.1

μετ’ ὄγμον: ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω,

### book 552b.2

ἢ †ἕλκυσις†, παρὰ τὸ ἄγω. T

### book 553a.1

〈ἀμαλλοδετῆρες:〉 οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες.

### book 553a.2

b(BCE3) †ἐλεδανοῖσι† δὲ b(BCE3)T τοῖς τῶν σταχύων

### book 553a.3

δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί. b(BCE3E4)T

### book 553b.1

〈ἐλλεδανοῖσι:〉 παρὰ τὸ ἐνειλεῖσθαι ἐν αὐτοῖς τοὺς

### book 553b.2

πυρούς. Aim

### book 557a.1

εἱστήκει 〈ἐπ’ ὄγμου γηθόσυνος κῆρ〉: καὶ τὸ ἐφε‐

### book 557a.2

στάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ

### book 557a.3

κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ

### book 557a.4

πρᾳότητι τὸν βασιλέα ζητεῖν ὑπουργίαν. b(BCE3)T

### book 557b.1

〈ἑστήκει:〉 ἔξω τοῦ ι τὸ ἑστήκει αἱ Ἀριστάρχου. Aim

### book 557b.2

Aint

### book 557c.1

γηθόσυνος κῆρ: ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος

### book 557c.2

καὶ τοιαύτην ἔχων κατάστασιν. A

### book 558-9.1

κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένον‐

### book 558-9.2

το, / βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον: πρὸς ὑπόμνησιν

### book 558-9.3

τῆς ἀπὸ τῶν δρυῶν τροφῆς (cf. 558). καλῶς δὲ καρπιζόμενοι θύουσιν

### book 558-9.4

(cf. 559). Ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους

### book 558-9.5

Κήρυκάς φασιν. T

### book 560a.1

δεῖπνον ἐρίθοισι〈ν〉: ὅτι δεῖπνον τὸ ὑφ’ ἡμῶν ἄρι‐

### book 560a.2

στον, καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος. A

### book 560b.1

ἐρίθοισιν: ἔριθοι T πάντες οἱ μισθοῦ ἐργαζόμενοι,

### book 560b.2

καὶ μάλιστα οἱ τὴν ἔραν. b(BCE3)T

### book 560c

ἐπάλυνον: ἔμασσον· | ἢ ἔφυρον. T

### book 561.1

ἐν δ’ ἐτίθει σταφυλῇσι 〈μέγα βρίθουσαν ἀλωήν〉:

### book 561.2

ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δείκνυσι τὰς ἀμπέλους. πάντα δὲ

### book 561.3

τέλεια ἔγραψε, „σελήνην τε πλήθουσαν“ (Σ 484) καὶ τὸ λήϊον βαθὺ

### book 561.4

(cf. Σ 550) καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν (cf. Σ 561—2), ἵνα

### book 561.5.1

περικαλλῆ τὴν φαντασίαν τῶν ἐντετυπωμένων παρεχόντων ὁ δη‐

### book 561.5.2

μιουργὸς ἐπαινεθείη. b(BCE3)T

### book 563a.1

κάμαξι: καλάμαξι. πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει·

### book 563a.2

αἱ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατ’ ὄρχους εἰσίν. b(BCE3)T ἐν οἷς

### book 563a.3

φησιν „ὄρχους δέ μοι ὧδ’ ὀνόμηνασ“ (ω 341): T αἱ δὲ σκέπουσαι

### book 563a.4

τὸ σπέος Καλυψοῦς (cf. ε 68—9): b(BCE3)T ἄλλαι δὲ ξύλοις

### book 563a.5

καὶ καλάμοις βασταζόμεναι ὡς νῦν. b(BCE3)

### book 563b

〈ἀργυρέῃσιν:〉 Ζηνόδοτος „ἀργυρέοισιν“. Aim

### book 564.1

〈κυανέην〉 κάπετον: τὴν ληνόν· Ζηνόδοτος (sc. in

### book 564.2

Glossis, fr. 6 p. 191 P.) δέ φησιν ἀπὸ χαλκοῦ κεκαυμένου. ἀλλὰ T

### book 564.3

πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουργεῖν βουλομένοις εἶναι καὶ ἡ

### book 564.4

τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται· ὅθεν ἐπιφέρει „μία δ’

### book 564.5.1

οἴη ἀταρπιτόσ“ (Σ 565), ὅπως οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν

### book 564.5.2

ὡς κλέψαι θέλοντες. b(BCE3)T

### book 565.1

〈ἐπ’ αὐτήν:〉 „ἐς αὐτήν“ παρὰ Ζηνοδότῳ· καὶ ἔχει λό‐

### book 565.2

γον ἡ γραφή. Aim

### book 566

〈φορῆες:〉 οἱ φέροντες τοὺς βότρυας. Aim

### book 567-8.1

παρθενικαὶ δὲ 〈καὶ ἠΐθεοι—φέρον μελιη‐

### book 567-8.2

δέα καρπόν〉: καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται

### book 567-8.3

σωμάτων. b(BCE3E4)T

### book 567.1

ἀταλὰ φρονέοντες: τρυφερά, νήπια, πρᾷα. κατ’ ἐπικρά‐

### book 567.2

τησιν δὲ τοῦ ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι. A

### book 568a1.1

〈πλεκτοῖς ἐν ταλάροισι:〉 Ἀρίσταρχος ταλάροι‐

### book 568a1.2

σι καὶ „πλεκτοῖσι〈ν〉“. Aint

### book 568a2.1

πλεκτοῖσιν ταλάροισι φέρον: οὕτως αἱ Ἀριστάρ‐

### book 568a2.2

χου. T

### book 569-70a1.1

φόρμιγγι λιγείῃ 〈/ —ἄειδε〉: δηλονότι

### book 569-70a1.2

τέρπων καὶ ἐπικουφίζων τὸν πόνον. T

### book 569-70a2.1

τάχα οὖν ᾄδειν τοῖς τρυγῶσι λέγει τὸν νέον πρὸς τέρψιν

### book 569-70a2.2

καὶ ἐπικουφισμὸν τῶν πόνων. b(BE3E4)

### book 570a.1

λίνον δ’ ὑπὸ καλὸν ἄειδε: παρὰ Ζηνοδότῳ „λίνος

### book 570a.2

δ’ ὑπὸ καλὸν ἄειδε“. ὁ δὲ Ἀρίσταρχος βούλεται μὴ τὴν χορδὴν λέ‐

### book 570a.3

γεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον. ὥσπερ εἰ ἔλεγεν παιᾶνα ᾖδεν

### book 570a

ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ. A

### book 570b1.1

〈λίνον:〉 τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον,

### book 570b1.2

ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσ‐

### book 570b1.3

σοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα (cf. Ε 487. Π 408 al.), εἴτε ση‐

### book 570b1.4

μαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος. A

### book 570b2.1

{λίνον:} καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος καὶ ἐπὶ

### book 570b2.2

πάντων βαρύνεται. T

### book 570c1.1

ἄλλως· ΛΙΝΟΝ {δ’ ὑπὸ καλόν}: Ἀρίσταρχος εἶδος

### book 570c1.2

ᾠδῆς τὸ λίνον ὡς παιᾶνα ἤ τι τοιοῦτον. | ἡ δὲ περὶ τὸν Λίνον ἱστο‐

### book 570c1.3

ρία καὶ παρὰ Φιλοχόρῳ ἐν τῇ ἐνάτῃ καὶ δεκάτῃ (FGrHist 328, 207) καὶ

### book 570c1.4

παρὰ Μελανιππίδῃ (fr. 10 P. = P.M.G. 766). ἥ τε καλουμένη Σφαῖ‐

### book 570c1.5.1

ρα ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα (O. F.2 p. 314

### book 570c1.5.2

nr. 27 K.). ὁ δὲ Φιλόχορος ὑπ’ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι,

### book 570c1.5.3

ὅτι τὸν λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα.

### book 570c1.5.4

φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρη‐

### book 570c1.5.5

νώδεσιν ἀπαρχαῖς. ἐπιγραφή ἐστιν ἐν Θήβαις (I. G. M. 18 = Carm.

### book 570c1.10.1

pop. 34 P. [P.M.G. 880])· „ὦ Λίνε πᾶσι θεοῖσι τετιμένε, σοὶ γὰρ

### book 570c1.10.2

ἔδωκαν / ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι / ἐν ποδὶ δεξι‐

### book 570c1.10.3

τερῷ. Μοῦσαι δέ σε θρήνεον αὐταί / μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες

### book 570c1.1

ἡλίου αὐγάς.“ ἄλλως· „κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θερά‐

### book 570c1.2

ποντα“ (I.G.M. 248). „τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πα‐

### book 570c1.15.1

τρῴα / Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον“ (I. G. M. 240). καὶ

### book 570c1.15.2

Ἡσίοδος (fr. 305 M.—W.)· „Οὐρανίη δ’ ἄρ’ ἔτικτε Λίνον, πολυήρατον

### book 570c1.15.3

υἱόν· / ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, / πάντες μὲν

### book 570c1.15.4

θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, / ἀρχόμενοί τε Λίνον καὶ λήγον‐

### book 570c1.15.5

τες καλέουσιν.“ ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦ‐

### book 570c1.20

τόν ἐστιν. T

### book 570d1.1

λίνον: οἱ μὲν ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο

### book 570d1.2

πρὸς τὴν κιθάραν ἀπομείναντος τοῦ ὀνόματος, ὡς καὶ λίθον τὴν

### book 570d1.3

ἄγκυραν καλοῦσιν ἕως νῦν. οἱ δὲ ὅτι ὡς ἄγροικος ὁ παῖς λίνον ἐντετά‐

### book 570d1.4

κει τῇ κιθάρᾳ. Ἀρίσταρχος ὄνομα ὕμνου ἐπὶ Λίνῳ τῷ ἥρωϊ. ἔστι δὲ

### book 570d1.5.1

οὗτος ᾠδῆς εὑρετὴς Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον

### book 570d1.5.2

καταλύσας χορδαῖς ἔτεινεν ὄργανον. T

### book 570c2/d2.1

Ἀρίσταρχος εἶδος ᾠδῆς τὸν λίνον φησὶν ὡς παιᾶνα καὶ

### book 570c2/d2.2

εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ κατὰ τὸν Λίνον ἱστορία

### book 570c2/d2.3

παρὰ Φιλοχόρῳ ἱστόρηται· φασὶ γὰρ ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν

### book 570c2/d2

λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν. ὁ δὲ ἥρως οὗτος ὁ Λίνος καταλύσας

### book 570c2/d2.5.1

τὸ λίνον πρῶτος χορδαῖς ἐχρήσατο καὶ διὰ τοῦτο ὑπὸ Ἀπόλλωνος

### book 570c2/d2.5.2

ἀνῃρέθη. b(BCE3E4) φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμη‐

### book 570c2/d2.5.3

θῆναι θρηνώδεσιν ᾠδαῖς, ἃς λινῳδίας ἐκάλεσαν. ἔστι δὲ μέλος θρηνη‐

### book 570c2/d2.5.4

τικὸν ὁ λίνος μετ’ ἰσχνοφωνίας ᾀδόμενος. ἆρα οὖν ὁ νεανίας διὰ τῆς

### book 570c2/d2.5.5

μιμήσεως ταύτης τὰ κατὰ τὸν Λίνον ᾖδεν; ἐθρηνεῖτο γὰρ οὗτος παρὰ

### book 570c2/d2.10.1

τῶν Μουσῶν οὕτως· „ὦ Λίνε, θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτῳ μέλος

### book 570c2/d2.10.2

ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι. Φοῖβος δέ σε

### book 570c2/d2.10.3

κότῳ ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.“ ἡ δὲ ὑπό περιττεύει.

### book 570c2/d2.10.4

b(BE3E4)

### book 570c2/d2

λίνον δ’ ὑπὸ καλὸν ἄειδε: ἤτοι †τὸν λίνον ᾖδε ὃ† ἐξῆπτο

### book 570c2/d2.15

—διασπασθέντι πρώτην ᾀσθεῖσαν. A

### book 571-2.1

〈τοὶ δὲ〉 ῥήσσοντες 〈ἁμαρτῇ / ... ποσὶ σκαί‐

### book 571-2.2

ροντες ἕποντο〉: εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροί‐

### book 571-2.3

κων, ἀλλ’ οὖν παράβαλε τὰ Ἡσιόδου (th. 3—4) „πόσ〈σ〉’ ἁπαλοῖσιν /

### book 571-2.4

ὀρχεῦντο“ ἐπὶ θεῶν καὶ εὐρύθμων. T

### book 572.1

σκαίροντες: τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς κατὰ

### book 572.2

Ἀττικούς, b(BCE3)T „ἀσπαίροντα 〈δ’〉 ἔπειτα“ (μ 254), „ἥ

### book 572.1

ῥά οἱ ἀσπαίρουσα“ (Ν 443), T „ἀσπαίροντα λάων“ (τ 229),

### book 572.2

„ἤσπαιρ’ ὡς ὅτε βοῦσ“ (Ν 571), τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν

### book 572.5.1

σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ †τινες† ἐν ἰχθύσι καὶ τῷ δε‐

### book 572.5.2

δεμένῳ κατὰ τὸν ποιητὴν βοΐ (cf. Ν 571), τὸ δὲ σκαίρειν ἔμμουσον κί‐

### book 572.5.3

νησιν ὀρχηστικὴν καὶ εὔρυθμον. b(BCE3)T οἶμαι δὲ ἔγωγε καὶ

### book 572.5.4

τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦσθαι, τῆς

### book 572.5.5

κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέ‐

### book 572.10.1

ρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1, 134)· „καὶ σκάρος, ὃς δὴ

### book 572.10.2

μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις / φθέγγεται ἰκμαλέην λαλαγὴν“

### book 572.10.3

ἀφείς. καὶ τὴν πολύσκαρθμον Μύρινάν φησιν ὁ ποιητὴς (sc. Β 814)

### book 572.10.4

μίαν τῶν Ἀμαζόνων, καὶ εὐσκάρθμους ἵππους (cf. Ν 31). b(BE3)T

### book 573.1

ὀρθοκραιράων: εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες. ὀρθο‐

### book 573.2

κραιράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν. b(BCE3)T

### book 574.1

χρυσοῖο τετεύχατο κασσιτέρου τε: ὑπὲρ τοῦ ἐξαλ‐

### book 574.2

λαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.

### book 574.3

b(BCE3E4)T

### book 575.1

μυκηθμῷ δ’ ἀπὸ κόπρου 〈ἐπεσσεύοντο νομὸν δέ〉:

### book 575.2

παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων

### book 575.3

ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· b(BCE3)T διὸ καὶ τὸ ἐπεσ‐

### book 575.4

σεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπορεύοντο.

### book 575.5

b(BCE3)

### book 576a1.1

παρὰ ῥοδανὸν δονακῆα: παρὰ Ζηνοδότῳ „διὰ ῥα‐

### book 576a1.2

δαλόν“. ὁ δὲ Ἀριστοφάνης „παρὰ †ῥαδηλόν†“. ῥαδαλὸν δὲ ἀκου‐

### book 576a1.3

στέον τὸν εὐκράδαντον δι’ ὕψος. φησὶ δὲ Διονύσιος (fr. 47 S.) γρά‐

### book 576a1.4

φεσθαι καὶ „δονακῆεν“ κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευ‐

### book 576a1.5

κᾶεν. A

### book 576a2.1

{παρὰ ῥοδανόν:} Ζηνόδοτος „†ῥοδανόν†“, τὸν εὐκράδαν‐

### book 576a2.2

τον διὰ τὸ ὕψος. T

### book 576a3

ἐν ἄλλῳ „ῥαδαλόν“. Aint

### book 576b

ἄλλως· παρὰ ῥοδανόν: τὸν ῥᾳδίως ἀναφύοντα· ἢ τὸν

### book 576b.1

εὐκίνητον διὰ λεπτότητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς

### book 576b.2

τινάσσειν τὴν κρόκην. b(BCE3E4)T οἱ δὲ ῥοανόν, ῥευστικόν,

### book 576b.3

κατὰ πλεονασμόν. οἱ δὲ τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. | Ζηνόδοτος

### book 576b.5

δὲ γράφει „ῥαδαλόν“ εὐκίνητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ

### book 576b

κραδαίνεσθαι. b(BE3E4)T

### book 576c1.1

ἄλλως· παρὰ ῥοδανὸν δονακῆα: παρὰ τὸν καλα‐

### book 576c1.2

μῶνα τὸν δι’ ἰσχνότητα εὐκράδαντον. T

### book 576c2.1

λέγει δὲ ὅτι πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν δι’ ἰσχνό‐

### book 576c2.2

τητα καλάμων ἢ ὕψος εὐκράδαντον. b(BE3E4)

### book 579.1

σμερδαλέω δὲ λέοντε 〈δύ’ ἐν πρώτῃσι βόεσσι〉: ἐν

### book 579.2

τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „δύο πρώτῃσι AAim βόεσσι“. A

### book 579.3

παρὰ δὲ Ζηνοδότῳ „κυανέω δὲ λέοντε“. AT

### book 580a1.1

ἐρύγμηλον: ἐρυγήτορα· ἐρύγειν γὰρ τὸ μετὰ βίας ἀνα‐

### book 580a1.2

σπᾶν τὸ πνεῦμα· καὶ „ἤρυγεν ἑλκόμενοσ“ (Υ 404) καὶ „ἐρευγομένης

### book 580a1.3

ἁλὸς ἔξω“ (Ρ 265). T

### book 580a2.1

τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τοῦ

### book 580a2.2

ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα.

### book 580a2.3

b(BCE3E4)

### book 580b1

ἐρύγμηλον: ὡς βέβηλον· τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο

### book 580b1.1

συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ

### book 580b1.2

φάσηλος, „Στύμφηλον“ (Β 608). τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν

### book 580b1.3

θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός, „ὑψηλός (α 426.

### book 580b1.5.1

ζ 263), „ἀπατηλόσ“ (cf. Α 526), μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι,

### book 580b1.5.2

βέβηλος, κίβδηλος, κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκόν,

### book 580b1.5.3

δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων

### book 580b1.5.4

(fr. 44 P.) ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς

### book 580b1.5.5

„ἤρυγεν ἑλκόμενος Ἑλικώνιον“ (Υ 404), ἐρύγηλος καὶ ἐν πλεονασμῷ

### book 580b1.10

τοῦ μ ἐρύγμηλος. A

### book 580b2.1

ἄλλως· ἐρύγμηλον: προπαροξυτόνως τὸ ἐρύγμη‐

### book 580b2.2

λον, b(BE3)T ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεο‐

### book 580b2.3

νασμῷ τοῦ μ ἐρύγμηλος. b(BE3E4)T

### book 581.1

ἕλκετο· τὸν δὲ κύνες 〈μετεκίαθον〉: παρὰ Ζηνοδότῳ

### book 581.2

„τοὺς δὲ κύνες μετεκίαθον“, τοὺς λέοντας. τὸ δὲ ἕλκετο χωρὶς τοῦ

### book 581.3

ι. A

### book 583a.1

λαφύσσετον: ὅτι χρόνος ἤλλακται· τὸ γὰρ λαφύσσε‐

### book 583a.2

τον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ „λαοῦ ἀποτμήξαντε

### book 583a.3

διώκετον“ (Κ 364). A

### book 583b.1

λαφύσσετον: ἔδει διὰ τοῦ η. ἢ ἐνεστώς ἐστιν ἀντὶ

### book 583b.2

παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν. b(BCE3)T

### book 584a

αὔτως ἐνδίεσαν: ὅτι Ζηνόδοτος γράφει „οὕτωσ“, οὐ

### book 584a

νοήσας ὅτι τὸ αὔτως ἐστὶ κενῶς καὶ πρὸς οὐδέν, διὰ τὸ εἴδωλα εἶναι. |

### book 584a.1

τὸ δὲ ἐνδίεσαν παρὰ τὸ δίεσθαι, ὅ ἐστι διώκεσθαι. σημαίνει δὲ τὸ

### book 584a.2

ἐπώτρυνον. εἴρηται (sc. ad Σ 162 a1) δὲ ὅτι κλίσις ἐστὶ τοῦ δίημι τὸ

### book 584a.5.1

ἐνδίησαν· καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ (p. 58 B.) δασύνοντι

### book 584a.5.2

τὸ ι καὶ πλεονασμὸν τοῦ δ δεχομένῳ. A

### book 584b.1

αὔτως ἐ〈ν〉δίεσαν {ταχέας κύνας}: μάτην ἠφίεσαν ἐπὶ

### book 584b.2

τοὺς λέοντας. T

### book 584c.1

ἐ〈ν〉δίεσαν: ἐδίωκον, παρὰ τὸ δίημι· b(BCE3)T

### book 584c.2

περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251), ἀντὶ τοῦ ἐδιώχθην. T

### book 586.1

〈ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέον‐

### book 586.2

το:〉 γραφικῶς ἔδειξε τὸ πᾶν. Til

### book 587-8.1

ἐν δὲ νομὸν ποίησε〈—οἰῶν ἀργεννάων〉:

### book 587-8.2

φασὶν Ἀθηναίους πρῶτον ἐπινοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα· ὅθεν καὶ τὸν

### book 587-8.3

πέπλον περιφέρουσιν. ἐν ἔαρι δέ φασι μόνον νέμεσθαι τὰ πρόβατα. T

### book 588.1

ἐν καλῇ βήσσῃ: οἱ μὲν βόες παρὰ ποταμόν (cf. Σ 576),

### book 588.2

αἱ δὲ †ὄϊς† ἐν βήσσῃ, ὅ ἐστι κοιλώματι γῆς, ὥστε βαίνεσθαι, οὐ

### book 588.3

γεωλόφῳ. b(BCE3)T

### book 589a.1

〈σταθμούς:〉 ὅτι σταθμοὺς τὰς κατ’ ἀγρὸν βουστά‐

### book 589a.2

σεις. Aim

### book 589b.1

σταθμούς: τὰς κατ’ ἀγροὺς στάσεις τῶν θρεμμάτων·

### book 589b.2

A b (BCE3E4)T „ἔνθα κεν ᾧ πὰρ σταθμῷ“ (ξ 32), „σταθμῶν

### book 589b.1

ῥυτῆρα γενέσθαι“ (ρ 187) καὶ „παρὰ σταθμὸν μεγάροιο“ (ρ 96) A T

### book 589b.2

καὶ „ἥ τε σταθμὸν ἔχουσα“ (Μ 434). T κλισίας δὲ A b (BCE3

### book 589b.5.1

E4) τὰς τῶν ποιμένων οἰκίας, A b (BCE3E4)Til καὶ ση‐

### book 589b.5.2

κούς, A b (BCE3E4) ἔνθα κοιμῶνται τὰ θρέμματα. A b (BCE3

### book 589b.5.3

E4)Til

### book 590.1

ἐν δὲ χορὸν ποίκιλλε: ἐγκατεσκεύασε δὲ ἐπιμελῶς

### book 590.2

—αὐτοῖς ὑποδείξας ἐποίησεν. A

### book 590a.1

〈χορόν: ὅτι〉 τὸν τόπον χορὸν εἴρηκεν, οὐ τὸ σύστημα

### book 590a.2

τῶν χορευόντων. Aint

### book 590b.1

χορόν: τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ κἀκ τοῦ ἐπιφε‐

### book 590b.2

ρομένου „ἔνθα μὲν ἠΐθεοι / ὠρχεῦντο“ (Σ 593—4), δηλονότι ἐν τῷ

### book 590b.3

τόπῳ. b(BCE3)T

### book 590c.1

ἄλλως· ποίκιλλε: ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε

### book 590c.2

καὶ ἀνδριάντας τῷ τόπῳ προ〈σ〉κοσμήσας ἐν κύκλῳ. ἢ ὅτι ἐξ ἀρσέ‐

### book 590c.3

νων καὶ θηλειῶν ἦν. T

### book 591-2a.1

τῷ ἴκελον, 〈οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ /

### book 591-2a.2

Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ〉: διασταλτέον

### book 591-2a.3

μετὰ τὸ ἴκελον (591), τὸ δὲ ἑξῆς δασέως ἀναγνωστέον, ὥσπερ ἡ

### book 591-2a

τριβὴ ἔχει· τούτῳ γὰρ παραπλήσιόν φησι τὸν Ἥφαιστον πεποιηκέ‐

### book 591-2a.5.1

ναι, οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριάδνῃ κατεσκεύασεν. ὑπολαβόντες

### book 591-2a.5.2

δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γί‐

### book 591-2a.5.3

νεσθαι τῶν Δαιδάλου ἔργων καὶ λέγεσθαι τοῦτο ὑπὸ Ὁμήρου—

### book 591-2a.5.4

μᾶλλον γὰρ ἂν ηὔξησε τὸ ἔργον, εἰ περὶ Δαιδάλου διαλεγόμενος ἔλε‐

### book 591-2a.5.5

γεν οὕτως αὐτὸν πεποιηκέναι, ὡς Ἥφαιστος ἐποίει—, διὰ τοῦτο ἀφ’

### book 591-2a.10.1

ἑτέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν· „τῷ ἴκελον οἶόν ποτ’ ἐνὶ

### book 591-2a.10.2

Κνωσῷ“ (591) καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵν’ ᾖ ὁ λόγος, τούτῳ πα‐

### book 591-2a.10.3

ραπλήσιον μόνον ἐν Κνωσῷ ποτε Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ

### book 591-2a.10.4

οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴ γε

### book 591-2a.10.5

μόνον παρ’ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο καὶ τοῦθ’ ὑπὸ Δαιδά‐

### book 591-2a.15.1

λου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια· οὔτε γὰρ ἀπρεπὲς τὸν

### book 591-2a.15.2

θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι (μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ

### book 591-2a.15.3

ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγ‐

### book 591-2a.15.4

μένα), ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλ’ ἁπλῶς ταῦτα ὅμοια

### book 591-2a.15.5

εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην

### book 591-2a.20.1

ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπὸ τῶν ἐν

### book 591-2a.20.2

ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς πα‐

### book 591-2a.20.3

ραδείγμασι χρώμενοι· Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδεν πώποτε,

### book 591-2a.20.4

Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι

### book 591-2a.20.5

εἶχεν ἡ κατασκευή, ὅτι ἐξ ᾐθέων καὶ παρθένων (cf. Σ 593) ἢ ὅτι ὀθόνας

### book 591-2a.25

εἶχον (cf. Σ 595) καὶ στεφάνας (cf. Σ 597). A

### book 591-2b.1

τῷ ἴκελον, οἷόν ποτ’ 〈ἐνὶ Κνωσσῷ—Ἀριά‐

### book 591-2b.2

δνῃ〉: πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον

### book 591-2b.3

μιμεῖται. b(BCE3E4)T καὶ οἱ μὲν ψιλοῦσι τὸ ΟΙΟΝ (591),

### book 591-2b.4

συνάπτοντες αὐτὸ τῷ ἴκελον (591), μιμητὴν τῶν ἔργων Ἡφαίστου

### book 591-2b.5.1

ποιοῦντες τὸν Δαίδαλον, ἵν’ ᾖ ‘τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν

### book 591-2b.5.2

ὅμοιον χορόν‘, ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. T

### book 591-2b.1

ἄμεινον δὲ ἐκεῖνο φάσκειν ὅτι πρώην διακεχωρισμένως χορευόντων

### book 591-2b.2

ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυ‐

### book 591-2b.3

ρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς ἐμι‐

### book 591-2b.10.1

μήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ δι‐

### book 591-2b.10.2

δάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν. b

### book 591-2b.10.3

(BCE3E4)T

### book 592

〈Ἀριάδνῃ:〉 παρὰ Ζηνοδότῳ „Ἀριήδῃ“. Aim Til

### book 593a.1

ἀλφεσίβοιαι: τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ

### book 593a.2

μνηστήρων. b(BCE3)T

### book 593b

ἄλλως: ἀλφεσίβοιαι: αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν. T

### book 593b.1

ἀλφεσίβοιαι: ἔντιμοι καὶ διὰ τὴν εὐμορφίαν—εὑρέθη

### book 593b.2

πρὸ τῶν ἄλλων. A

### book 594

〈ἔχοντες:〉 κατ’ ἐπικράτειαν τοῦ ἀρσενικοῦ. Aint

### book 595a.1

〈τῶν δ’ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶ‐

### book 595a.2

νας:〉 ἡ διπλῆ {δέ}, ὅτι συνήθως πρὸς τὸ δεύτερον πρότερον ἀπήν‐

### book 595a.3

τηκεν. A

### book 595b

〈λεπτάς:〉 ἐν ἄλλῳ „καλάς {ὀθόνασ}“. Aim

### book 595c.1

ὀθόνας: ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις

### book 595c.2

οὖσα. A b (BCE3)T

### book 596a.1

ἦκα στίλβοντας ἐλαίῳ: οὐ καταλάμπρους, ἀλλ’

### book 596a.2

ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. b(BCE3E4)T ἔστι δὲ ὅμοιον τῷ

### book 596a.3

„ἡνία λεύκ’ ἐλέφαντι“ (Ε 583) ἀντὶ τοῦ λευκὰ 〈ὡς ἐλέφασ〉, ἐμφερῆ

### book 596a.4

ἐλέφαντι. λείπει οὖν τὸ ὥς, ὡς ἐλαίῳ. b(BCE3)T

### book 596b

〈ἐλαίῳ: ὅτι〉 ἐλλείπει τὸ ὥς. Aint

### book 597-8.1

καί ῥ’ αἱ μὲν 〈καλὰς στεφάνας ἔχον. οἱ δὲ

### book 597-8.2

μαχαίρας / —τελαμώνων〉: ἀθετοῦνται οἱ δύο, ὅτι οὐδέποτε

### book 597-8.3

μάχαιραν εἶπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας

### book 597-8.4

ἔχειν. οὗτοι δὲ οὐδὲ παρὰ Ἀριστοφάνει ἦσαν. A

### book 597.1

καί ῥ’ αἱ μὲν καλὰς στεφάνας 〈ἔχον, οἱ δὲ μαχαί‐

### book 597.2

ρασ〉: οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν. T

### book 599.1

ἐπισταμένοισι: ἐπιστήμοσιν, T | ἐπιστημονικοῖς. b(BCE3

### book 599.2

E4)T

### book 600-1a1.1

〈ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν—θέῃσιν:〉

### book 600-1a1.2

τὴν {δὲ} ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ

### book 600-1a1.3

τούτῳ κεραμεικῷ· ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου. καλῶς δὲ καὶ

### book 600-1a1.4

τὸ ἄρμενον (600)· εἴτε γὰρ †μεῖζον† εἴτε †ἔλαττον† γένοιτο, ἐμπο‐

### book 600-1a1.5

δίζει τῇ χρείᾳ. T

### book 600-1b1.1

ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν〈—θέῃσιν〉:

### book 600-1b1.2

τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον

### book 600-1b1.3

εἰς μεταφορὰν τροχοῦ κεραμεικοῦ. καὶ τὸ πειρήσεται (601) θαυμά‐

### book 600-1b1.4

σιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· ἐν γὰρ τῷ

### book 600-1b1.5

ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. T

### book 600-1a2/b2

τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ

### book 600-1a2/b2.1

εἴκασεν. | ὀξύτητος γὰρ χάριν τὸ τοῦ κεραμεικοῦ τροχοῦ παράδειγμα, |

### book 600-1a2/b2.2

ὅς ἐστι τοῦ ἑτέρου τῇ κινήσει ὀξύτερος. καλῶς δὲ καὶ τὸ ἄρμενον·

### book 600-1a2/b2.3

εἴτε γὰρ μείζων εἴτε ἐλάττων γένοιτο, ἐμποδίζει τῇ χρείᾳ. | καὶ τὸ πει‐

### book 600-1a2/b2.5.1

ρήσεται θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν ἔλαβεν· ἐν

### book 600-1a2/b2.5.2

γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. b

### book 600-1a2/b2.5.3

(BCE3E4)

### book 600-1a2/b2.1

ὡς ὅτε τις τροχὸν ἄρμενον〈—θέῃσιν〉: διὰ τῆς τοῦ

### book 600-1a2/b2.2

τροχοῦ παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. | ἄρμενον

### book 600-1a2/b2.10

δὲ εὖ ἡρμοσμένον πάντοθεν. A

### book 601

〈πειρήσεται:〉 κυλῖσαι ἀποπειρήσεται. Aim

### book 602.1

ἄλλοτε δ’ αὖ θρέξασκον: ποτὲ μὲν κυκλοτερῆ τὸν δρό‐

### book 602.2

μον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατ’ ὀρθὸν

### book 602

δι’ ἀλλήλων ἔθεον. b(BCE3E4)T

### book 603-4.1

πολλὸς δ’ ἱμερόεντα 〈χορὸν περιΐσταθ’ ὅμιλος /

### book 603-4.2

τερπόμενοι〉: ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ

### book 603-4.3

τὴν τέχνην τῶν †θεωμένων. b(BCE3E4)T

### book 604.1

〈τερπόμενοι:〉 ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν,

### book 604.2

„ὅμιλοσ“ (Σ 603) τερπόμενοι. Aim

### book 605

κυβιστητῆρε: οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι. b(BCE3)T

### book 607-8.1

ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο

### book 607-8.2

〈/ ἄντυγα πὰρ πυμάτην σάκεοσ〉: πειρῶνταί τινες ἀπὸ τούτου

### book 607-8.3

λέγειν μὴ εἶναι καθ’ Ὅμηρον σφαιροειδῆ τὸν κόσμον· τὸν γὰρ Ὠκεα‐

### book 607-8

νὸν ἔξω τῶν ἄστρων (cf. Σ 485—9) ἔθηκεν. T

### book 610.1

τεῦξ’ ἄρα οἱ θώρηκα 〈φαεινότερον πυρὸς αὐγῆσ〉:

### book 610.2

διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν οὖν ὅτι b(BCE3E4)

### book 610.3

ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (sc. Λ 19—40), ὃς ἦν

### book 610.4

Ἡφαιστότευκτος, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν

### book 610.5.1

δεινολογήσας (cf. Ψ 110—230) τὴν Ἕκτορος παρέδραμεν (cf. Ω 782‐

### book 610.5.2

804). b(BCE3E4)T

### book 613a.1

κνημῖδας 〈ἑανοῦ κασσιτέροιο〉: τῇ μαλακῇ ὕλῃ διὰ

### book 613a.2

τὸ †εὔτυκτον† χρῆται b(BCE3)T εἰς τὰς κνημῖδας. T

### book 613b

ἑανοῦ: μαλακοῦ, λεπτοῦ, | λαμπροῦ. b(BCE3)T

### book 613c

〈ἑανοῦ:〉 παρὰ τὸ τρυφερὸν τῆς ὕλης. Aim

### book 614.1

ὅπλα κάμεν: ὅτι T τὰ πολεμιστήρια ὅπλα ὁμοίως

### book 614.2

ἡμῖν εἶπε νῦν. | διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ

### book 614.3

κάμεν ἐχρήσατο b(BCE3)T ἀντὶ τοῦ ἐποίησεν. T

### book 615-7.1

μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν—φέ‐

### book 615-7.2

ρουσα: καλῶς τὸ μὴ λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα, καθὼς

### book 615-7.3

ἐσκεύασεν, μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν, τό τε τὴν λαβοῦσαν

### book 615-7.4

ἡσυχάζειν· σπεύδει γὰρ πρὸς τὸν υἱόν. A

### book 616.1

ἡ δ’ ἴρηξ ὣς 〈ἆλτο κατ’ Οὐλύμπου νιφόεντοσ〉:

### book 616.2

ὀξεῖαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευδούσης τὴν ὑπόσχεσιν

### book 616

πληρῶσαι τῷ παιδί. b(BCE3E4)T

### book 617.1

〈τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα:〉

### book 617.2

γράφεται „τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτοσ“. Aint

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα μετὰ ὑπομνηματίου καὶ τὰ

### book postscr.2

Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς

### book postscr.3

Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.

### book postscr

A

### book 1a.1

ἀπ’ Ὠκεανοῖο ῥοάων: καὶ ἐξ ἡρωϊκοῦ προσώπου

### book 1a.2

φησίν· „οὐδὲ σέ γ’ ἠριγένεια παρ’ Ὠκεανοῖο ῥοάων“ (χ 197). T

### book 1b.1

ῥοάων: Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες ἀρσενικῶν,

### book 1b.2

„Ἄρτεμι Κρητάων πότνια b(BCE3)T τοξοφόρων“ (Call. [?]

### book 1b.3

fr. 786), „λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων“ Ἐπίχαρμος (fr. 123

### book 1b.4

K.), T καὶ ἀπὸ τῶν εἰς ος, „καλοὶ νησάων ἀστέρεσ“ (Call. fr.

### book 1b.5.1

67,8), καὶ ἀπὸ οὐδετέρων, „βλεφάρων τ’ ἀπὸ κυανεάων“ ([Hsd.] sc.

### book 1b.5.2

7). b(BCE3)T

### book 2a

ὤρνυτο: ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς. T

### book 2b

φόως: τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον. T

### book 3.1

θεοῦ πάρα δῶρα φέρουσα: τὰ παρὰ θεοῦ δωρηθέντα·

### book 3.2

διὸ ἀναστρεπτέον ὡς καὶ ἐν τῷ „Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο“

### book 3.3

(Τ 10). b(BCE3)T

### book 4a.1

εὗρε δὲ Πατρόκλῳ περικείμενον: τινὲς ἀνέστρεψαν

### book 4a.2

τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη „ἀμφ’

### book 4a.3

αὐτῷ χυμένη“ (Τ 284. θ 527), τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν,

### book 4a.4

οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ ὥσπερ ἔτι καὶ τοῖς πλείοσιν καὶ τῷ

### book 4a.5.1

Ἀσκαλωνίτῃ (p. 58 B.) ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων

### book 4a.5.2

νοεῖται. A

### book 4b.1

περικείμενον: περιπεπλεγμένον· | διὸ οὐκ ἀναστρεπτέον

### book 4b.2

τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός (2,110,13). μονονουχὶ δὲ διὰ

### book 4b.3

τῆς μεταφορᾶς τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς

### book 4b.4

γυναικὸς „ἀμφ’ αὐτῷ χυμένη“ (Τ 284. θ 527) φησί. b(BCE3)T

### book 4b.5

δαιμονίως δὲ ἀμφότερα καὶ λίαν μιμητικῶς. b(BCE3)

### book 5.1

κλαίοντα: πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς

### book 5.2

ἐπὶ δάκρυα ἄγει, A b (BCE3)T Ἀγαμέμνονα (sc. Ι 13—5),

### book 5.3

Πάτροκλον (sc. Π 3—4), Ὀδυσσέα, ἐφ’ οὗ καὶ τὴν παραβολὴν τῆς

### book 5.4

χήρας ἔλαβεν (cf. θ 521—31). „ἀεὶ δὲ ἀριδάκρυες ἀνέρες ἐσθλοί“

### book 5.5.1

(cf. Zenob. 1, 14 = C. P. G. I p. 4). A T λιγέως δὲ ὀξέως. ἢ

### book 5.5.2

ἡδέως, „μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ“ (ο 400). A b (BCE3E4)

### book 5.5.3

T

### book 6

μύροντο: ἐθρήνουν. ἢ A | ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶ‐

### book 6

τον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί. A T

### book 7-8.1

ἔν τ’ ἄρα οἱ φῦ χειρὶ 〈...〉 τοῦτον μὲν ἐάσομεν

### book 7-8.2

〈ἀχνύμενοί περ〉: δαιμονίως ἀμφότερα· καὶ T διὰ μὲν τῆς

### book 7-8.3

θίξεως (cf. 7) ἐνδείκνυται ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ

### book 7-8.4

συμπεπλεγμένος, διὰ δὲ τοῦ ἐάσομεν ἀχνύμενοί περ (8) ὡς

### book 7-8.5

συμπάσχουσα ὑπάγεται τὸν παῖδα. b(BCE3)T

### book 8

〈ἐάσομεν:〉 ὅτι ἀντὶ τοῦ ἐάσωμεν. Aim

### book 9a1.1

ἐπειδὴ πρῶτα 〈θεῶν ἰότητι δαμάσθη〉: πρῶτα

### book 9a1.2

ἀντὶ τοῦ ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. ἐπεὶ πάντα εἰς θεοὺς

### book 9a1.3

ἀναφέρεται, χρή, φησίν, εἴκειν τῷ μοιριδίῳ. | γράφεται καὶ „θεοῦ ὑπὸ

### book 9a1.4

χειρί“. T

### book 9a2.1

〈πρῶτα:〉 ἅπαξ. b(BCE3) ἰότητι δὲ ὁρμῇ, παρὰ

### book 9a2.2

τὸ ἰέναι. πάντα δὲ πρὸς τὸ θεῖον ἀναφέρουσι καὶ μᾶλλον οἱ ἀτυχεῖς.

### book 9a2.3

b(BCE3E4)

### book 10a.1

τύνη δ’ Ἡφαίστοιο πάρα 〈... δέξο〉: ἀναστρε‐

### book 10a.2

πτέον τὴν πρόθεσιν· ἔστι γὰρ παρ’ Ἡφαίστου. A

### book 10b

〈τύνη:〉 σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη. A

### book 10c

τύνη: ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει αὐτὸ ὁ ποιητής. A T

### book 10-1.1

τεύχεα 〈... /〉 καλά: ὁ τῶν ὅπλων ἔπαινος χρήσιμος

### book 10-1.2

εἰς τὸ ἐπεγείρειν τὸν φιλότιμον Ἀχιλλέα. b(BCE3)T

### book 11.1

οἷ’ οὔ πώ τις ἀνὴρ 〈ὤμοισι φόρησεν〉: νῦν γὰρ

### book 11.2

φιλοτιμησάμενος Ἥφαιστος b(BCE3)T ἀμείνω τῶν πρῴην

### book 11.3

εἴργασται. b(BCE3E4)T

### book 13a

{τὰ δ’} ἀνέβραχε: ψόφον ποιὸν ἀπετέλεσεν. T

### book 13b1.1

ἄλλως· ἀνέβραχε: ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ

### book 13b1.2

τὰ ὅπλα διὰ τοῦ ἔβραχεν, ὡς καὶ ἐπὶ Ἄρεος, „τόσον ἔβραχ’ Ἄρης

### book 13b1.3

ἆτος πολέμοιο“ (Ε 863). τοιοῦτον 〈τὸ〉 „ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί“

### book 13b1.4

(Α 46) πρὸς τὸ „Τρῶες μὲν κλαγγῇ“ (Γ 2). ἐντεῦθέν τινες ἔμψυχα τὰ

### book 13b1.5.1

ὅπλα ἐνόμισαν εἶναι. διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν

### book 13b1.5.2

(cf. Τ 14—5). T

### book 13b2.1

ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἔστι δὲ ἡ λέξις πεποιημένη, ὡς τὸ

### book 13b2.2

„ἔβραχε καλὰ θύρετρα“ (φ 49) καὶ „ἔκλαγξαν †ὀϊστοί“. οὐκ ἄρα οὖν

### book 13b2.3

ἔμψυχα ἦν, ἀλλ’ ἤχησαν. b(BCE3)

### book 13c.1

δαίδαλα: παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαή‐

### book 13c.2

μων. T

### book 14.1

ἕλε τρόμος: ὅτι Ζηνόδοτος γράφει „ἕλεν φόβοσ“. καθ’

### book 14.2

Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή. A

### book 14-5a1.1

οὐδέ τις ἔτλη 〈/ ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρε‐

### book 14-5a1.2

σαν: ἔτρεσαν〉 πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατοῦντες ἀντοφθαλμεῖν.

### book 14-5a1.3

καὶ τί πείσονται ἄρα Τρῶες; T

### book 14-5a2.1

οἱ δὲ Μυρμιδόνες τὸ κάλλος ἐκπλήττονται, ἀντοφθαλμεῖν

### book 14-5a2.2

μὴ δυνάμενοι. b(BCE3)

### book 15

ἔτρεσαν: ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων (sc. in Τ 14)

### book 15

„ἕλεν φόβοσ“· τὸ γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου. A

### book 16.1

ἔδυ χόλος: πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον

### book 16.2

παραμένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων·

### book 16.3

ἠρέθισται γὰρ τῇ ὁμοιότητι. b(BCE3E4)T ἢ ὅτι „αὐτὸς γὰρ

### book 16.4

ἐφέλκεται ἄνδρα σίδηροσ“ (π 294. τ 13). b(BE3E4)T

### book 17a.1

ὡσεὶ σέλας ἐξεφαάνθη: ὡς πῦρ ἐφάνησαν b(BCE3)T

### book 17a.2

ὑπὸ τοῦ θυμοῦ b(BCE3E4)T καὶ τῆς ἀνταυγάσεως τῶν ὅπλων.

### book 17a.3

T σέλας δὲ τὸ νυκτερινὸν φῶς, ἀφ’ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ,

### book 17a.4

παρὰ τὸ σαλεύεσθαι. b(BCE3)T

### book 17b.1

〈ἐξεφάανθεν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἐξεφαάν‐

### book 17b.2

θη“. Aim

### book 18.1

ἐν χείρεσσιν ἔχων: ψηλαφῶν· b(BCE3E4)T οὐ γὰρ

### book 18.2

εἰς χεῖρας αὐτῷ †ἀνέθετο†. b(BCE3)T | τινὲς δὲ γράφουσιν „ὀφθαλ‐

### book 18.3

μοῖσιν ὁρῶν“. T

### book 21a1.1

ὅπλα: νῦν τὰ πολεμικά. καὶ τὰ τῆς νεώς, „ὅπλα δὲ

### book 21a1.2

πάντα / εἰς ἄντλον“ (μ 410—1). καὶ „ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα“

### book 21a1.3

(γ 433). T

### book 21a2.1

ὅπλα μὲν πάντα κοινῶς τὰ συντελοῦντα εἰς χρείαν τινά.

### book 21a2.2

νῦν δὲ τὰ πολεμικά φησιν. b(BCE3)

### book 21-2

οἷ’ ἐπιεικές / ἔργ’ 〈ἔμεν ἀθανάτων〉: ἐν ἑαυτῷ τὸ

### book 21-2.1

πρᾶγμα τὴν ὑπερβολὴν ἔχον ὑπεροχὴν οὐκ ἐπιδέχεται μείζονα.

### book 21-2.2

b(BCE3)T καὶ Ἀνακρέων (123 G. = fr. 97 P.)· „κωμάζει

### book 21-2.3

†δὲ ὡς ἂν δεῖ† Διόνυσοσ“, αὐτὸν αὑτῷ συγκρίνας. T

### book 23

〈θωρήξομαι:〉 ὡπλισμένος μαχοῦμαι. Til

### book 24a1

〈μή μοι:〉 συμπαθείας τὸ μοί. Til

### book 24a2.1

καὶ τὸ μή μοι δὲ b(BCE3) πολλῆς ἐστι φιλίας καὶ

### book 24a2.2

συμπαθείας. b(BCE3E4)

### book 24b1.1

ἄλκιμον υἱόν: τινὲς „ἀγλαὸν υἱόν“, ἵνα ἁρμόζῃ τῇ

### book 24b1.2

αἰκίᾳ ἡ ὑπόμνησις τοῦ κάλλους. T

### book 24b2.1

τὸν τότε, οὐ τὸν νῦν. ἁρμόζει δὲ τῇ συμπαθείᾳ ἡ τῆς

### book 24b2.2

ἀλκῆς ὑπόμνησις καὶ τῆς αἰκίας αὐτὸν ἐλεεῖ. b(BCE3)

### book 25.1

χαλκοτύπους: χαλκῷ τετυπωμένας. συλληπτικῶς δὲ εἶπε

### book 25.2

πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα

### book 25.3

„οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη“ (Χ 371). b(BCE3E4)T

### book 26a.1

εὐλὰς ἐγγείνωνται: εὐλάς ὡς αὐλάς· εὐλή γὰρ ὡς

### book 26a.2

„αὐλή“ (δ 74. ζ 303 al.)· τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ,

### book 26a.3

διφθόγγῳ παραληγόμενα, ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συν‐

### book 26a.4

θέσεως· „οὐλὴν μὲν πρῶτον“ (ω 331), αὐλή, „ἀπειλή“ (cf. Ι 244.

### book 26a.5.1

Ν 219 al.), „ὠτειλή“ (cf. Δ 140. 149 al.). οὕτως καὶ εὐλή. τὸ μέντοι

### book 26a.5.2

„ἑτέρῃ δ’ ἔχεν οὔλασ“ (γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυ‐

### book 26a.1

τόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ „οὐλή“ (cf.

### book 26a.2

t 391, 393) προσέθηκα δὲ ‘εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεωσ‘ διὰ τὸ

### book 26a.3

„δείλη“ (Φ 111) βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ

### book 26a.10.1

ἕλῃ, δεέλη | ἡ διπλῆ δέ, ὅτι ἐν τοῖς Ζηνοδότου „ἐγγίνωνται“ διὰ τοῦ

### book 26a.10.2

ι γέγραπται. δεῖ δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγενήσωσιν· „οὐκ ἐλεαίρεις

### book 26a.10.3

ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτόσ“ (υ 202), ὅ ἐστι γεννήσῃς. A

### book 26b.1

εὐλὰς ἐγγείνωνται: ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς

### book 26b.2

σαρξίν, ἐξ οὗ οἱ σκώληκες γεννῶνται. b(BCE3E4)T

### book 26c

〈εὐλάς:〉 εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως. T

### book 26d.1

〈εὐλάς:〉 ὀξυτόνως {δὲ} τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰ‐

### book 26d.2

λήσεως παρῆκται. b(BCE3E4)

### book 27a.1

〈ἐκ δ’ αἰὼν πέφαται:〉 τοῦτο διὰ μέσου· Aint T τὸ

### book 27a.2

γὰρ ἑξῆς „ἀεικίσσωσι δὲ νεκρόν“ (Τ 26), κατὰ δὲ χρόα. Aint

### book 27b.1

ἐκ δ’ αἰὼν πέφαται: τὸ ἐκ δ’ αἰὼν πέφαται οὐ

### book 27b.2

παρέργως κεῖται, ἀλλ’ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς

### book 27b.3

αἱ μυῖαι λυμαίνονται τοῖς νεκροῖς σώμασι. A

### book 27c

ἐκ δ’ αἰὼν πέφαται: ὁ βίος καὶ ἡ ζωὴ πεφόνευται καὶ

### book 27c

παρῄρηται. T

### book 27d.1

〈κατὰ δὲ χρόα πάντα〉 σαπήῃ: ὁ νεκρὸς κατασαπῇ

### book 27d.2

τὸν χρόα. Ἀττικῶς δὲ ἔχει ἡ σύνταξις. b(BCE3)T

### book 27e

〈σαπήῃ:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ η, σαπήῃ. Aim

### book 30a

ἀλαλκεῖν: παρὰ Ἀριστοφάνει „ἀλαλκέμεν“. Aim T

### book 30b

ἄγρια: θρασέα b(BCE3)T καὶ ἀναιδῆ. b(BCE3)

### book 30-1.1

ἄγρια φῦλα, / μυίας: ἀντὶ τοῦ μυιῶν. ἢ τὰς μυίας, αἵ

### book 30-1.2

εἰσιν ἄγρια φῦλα. T

### book 31.1

Ἀρηϊφάτους: ὑπὸ σιδήρου πεφονευμένους. b(BCE3)T

### book 31.2

ἐξῆρε δὲ τὰς μυίας ταῖς λέξεσιν. T

### book 32

τελεσφόρον: τὸν τελειοῦντα τὰ φυόμενα. b(BCE3E4)T

### book 33

〈ἢ καὶ ἀρείων:〉 τοῦ νῦν. Til

### book 34-6.1

〈ἀλλὰ σύ γ’—δύσεο δ’ ἀλκήν:〉 βραχὺ {δὲ}

### book 34-6.2

διασταλτέον Ἀχαιούς (34) καὶ λαῶν (35) πρὸς τὸ σαφέστερον. A

### book 34.1

ἀλλὰ σύ γ’ εἰς ἀγορὴν 〈καλέσας ἥρωας Ἀχαι‐

### book 34.2

ούσ〉: ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος

### book 34.3

(FGrHist 334,69). A

### book 36.1

δύσεο δ’ ἀλκήν: τινὲς τὴν πανοπλίαν. ἔστι δὲ ὡς τὸ

### book 36.2

„ἀναιδείην ἐπιειμένε“ (Α 149). b(BCE3)T

### book 37.1

μένος 〈...〉 ἐνῆκεν: ἠσθενήκει γὰρ τῇ ἀγρυπνίᾳ καὶ τῇ

### book 37.2

λύπῃ. T

### book 38

ἐρυθρόν: αἵματος ποιητικόν. ἢ ὅμοιον οἴνῳ τὴν χροιάν.

### book 38

T

### book 39a.1

στάξε: συλληπτικῶς ἐπὶ τῆς ἀμβροσίας (cf. Τ 38). ἢ ὡς

### book 39a.2

μιξάσης αὐτά. T

### book 39b.1

ῥινῶν: τινὲς τῶν βυρσῶν. | μετὰ δὲ τὸ ἔμπεδος εἴη

### book 39b.2

γράφεται 〈„ἡ μὲν ἄρ’ ὣς ἔρξας’ ἀπέβη Θέτις ἀργυρόπεζα“〉 (= Τ

### book 39b.3

39a). T

### book 40-1.1

βῆ παρὰ θῖνα 〈θαλάσσης—ὦρσεν δ’ ἥρω‐

### book 40-1.2

ας Ἀχαιούσ〉: οὐκ ἀναμένει διὰ κηρύκων συνάγειν· καὶ Ἀγαμέμνων

### book 40-1.3

δὲ „μετὰ πρώτοισι πονεῖτο“ (Ι 12). T

### book 40

〈θαλάσσης:〉 ἐν ἄλλῳ „ποδάρκης {δῖος ἀχιλλεύσ}“. Aim

### book 41a.1

〈ἥρωας:〉 παρὰ Ἀριστοφάνει καὶ Ῥιανῷ (fr. 12 M.)

### book 41a.2

„ἐρίηρασ“. Aint

### book 41b

〈ἥρωας:〉 τινὲς τοὺς βασιλεῖς νῦν. Til

### book 42-4a1.1

καί ῥ’ οἵπερ τὸ πάρος γε (42) ἕως τοῦ δοτῆρες

### book 42-4a1.2

(44): τοὺς τρεῖς τούτους στίχους τοῖς ἑξῆς συνάπτεσθαι βέλτιον καὶ

### book 42-4a1.3

ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ὑποστίζειν μένεσκον (42),

### book 42-4a1.4

νηῶν (43), δοτῆρες (44). ὁ δὲ λόγος· καὶ ὅσοι πρότερον ἐν τῷ

### book 42-4a1.5

ναυστάθμῳ ἔμενον, καὶ οὗτοι τότε παρῆσαν εἰς τὴν ἐκκλησίαν. A

### book 42-4a2.1

{καί ῥ’ οἵπερ τὸ πάρος περ:} τοὺς τρεῖς στίχους τού‐

### book 42-4a2.2

τους τοῖς ἑξῆς συνάπτειν βέλτιον, ὑποστίζοντας εἰς τὸ νηῶν (43),

### book 42-4a2.3

δοτῆρες (44), μένεσκον (42). εἰς δὲ τὸ „Ἀχαιούσ“ (41) τελείαν

### book 42-4a2

στιγμὴν θετέον. T

### book 42a

〈οἵ περ:〉 Μυρμιδόνες. ἢ οἱ τῶν ἄλλων Ἑλλήνων. Til

### book 42b.1

〈νεῶν ἐν ἀγῶνι: ὅτι〉 νεῶν ἀγῶνα τὸ ἄθροισμα τοῦ

### book 42b.2

ναυστάθμου. Aint

### book 44a.1

〈καὶ ταμίαι〉 παρὰ νηυσὶν ἔσαν: τινὲς ἀπὸ κοινοῦ

### book 44a.2

τὸ „οἵ“ (Τ 43), ‘καὶ οἳ ταμίαι παρὰ νηυσὶν 〈ἔσαν〉‘. T

### book 44b.1

σίτοιο δοτῆρες: σῖτον καὶ τὸν ἀκατέργαστον, „σῖτος

### book 44b.2

ἀθέσφατοσ“ (ν 244), καὶ τὸν εἰργασμένον „σίτου θ’ ἅπτεσθον“ (δ 60),

### book 44b.3

πυρὸν δὲ μόνως τὸν ἀκατέργαστον. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως

### book 44b.4

ἔχει ἡ τοῦ τοσούτου πλήθους συνέλευσις b(BCE3)T καὶ νόμου

### book 44b.5

ἀτελείας κυβερνήταις καὶ σίτου χορηγοῖς. T

### book 44c.1

〈σίτοιο:〉 σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυ‐

### book 44c.2

ρὸν δὲ τὸν ἀκατέργαστον. T

### book 45.1

καὶ μὴν οἱ τότε γ’ 〈εἰς ἀγορὴν ἴσαν, οὕνεκ’

### book 45.2

Ἀχιλλεύσ〉: ὅτι τῆς ὑπὸ Ἴλιον στρατιᾶς ἡγεῖτο ὁ Ἀχιλλεὺς καὶ πρὸ

### book 45.3

τοῦ μηνῖσαι· διὸ νῦν πάλιν ἀποκαθίσταται ἡ ἡγεμονία. A

### book 46.1

ἐξεφάνη: αἰφνίδιον ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b

### book 46.2

(BCE3)T

### book 47

σκάζοντε: καὶ τῷ Ὀδυσσεῖ ἡ πλευρὰ ἐμπόδιός ἐστι τε‐

### book 47

τρωμένη (cf. Λ 437). T

### book 49a.1

ἔγχει ἐρειδομένω· 〈ἔτι γὰρ ἔχον ἕλκεα λυγρά〉:

### book 49a.2

ὅτι συλληπτικῶς εἴρηκεν· ὁ γὰρ Διομήδης μόνος τὸν πόδα τετρωμένος

### book 49a.3

(cf. Λ 376—8) ὑπέρεισμα ἔχει τὸ δόρυ. ὁ δὲ Διονύσιος (fr. 48 Schm.)

### book 49a.4

τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ ἔτι γὰρ ἔχον

### book 49a.5.1

ἕλκεα λυγρά· δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτο οὖν λέγεσθαι,

### book 49a.5.2

ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα πρὸς τὰ

### book 49a.5.3

ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ

### book 49a.5.4

πρὸς τῷ ὑγιάσθαι ὄντων. A

### book 49b.1

ἔγχει ἐρειδομένω: ἑκάτερος τῷ ἰδίῳ ἔγχει, ὡς „φεύγω‐

### book 49b.2

μεν †φίλην ἐς πατρίδα γαῖαν“ (Β 140). b(BCE3E4)T

### book 50.1

πρώτῃ ἀγορῇ: καὶ ἀλλαχοῦ „ἕδρῃ τε κρέασί〈ν〉 τε“ (Θ

### book 50.2

162). T

### book 51a.1

αὐτὰρ ὁ δεύτατος 〈ἦλθεν〉: ὅτι δεύτατος ἀπὸ τοῦ

### book 51a.2

δεύεσθαι ὁ ἔσχατος. τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστι. προσυνήχθη δὲ τὸ

### book 51a.3

πλῆθος ὑπ’ Ἀχιλλέως. A

### book 51b

δεύτατος: ὅτι δεύτερος ὑπερθετικῶς. ἢ παρὰ τὸ δεύεσθαι.

### book 51b

T

### book 53.1

Κόων Ἀντηνορίδης: Φερεκύδης (FGrHist 3, 141) Κύ‐

### book 53.2

νωνά φησιν· ἄμεινον δὲ παρὰ τὴν σύνεσιν· Ἀντήνορος γὰρ αὐτὸν

### book 53.3

λέγει. T

### book 56-8a.1

Ἀτρείδη, ἦ ἄρ τι 〈τόδ’ ἀμφοτέροισιν ἄρειον /

### book 56-8a.2

ἔπλετο, σοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ / θυμο‐

### book 56-8a.3

βόρῳ ἔριδι μενεήναμεν〉: τὸν ἦ σύνδεσμον περισπαστέον: ἔστι

### book 56-8a.4

γὰρ διστακτικός, τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι, οἳ

### book 56-8a.5.1

ἐνέκλιναν αὐτόν, καθ’ ὑπερβατὸν συντάσσοντες τῷ „πέρ“ (57), ἵνα τὸ

### book 56-8a.5.2

ὅλον τοιοῦτον ᾖ 〈***〉, ἵνα ᾖ ἐρώτησις· ‘Ἀτρείδη, ἆρά τι κρεῖσσον

### book 56-8a.5.3

ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν;‘ A

### book 56-8b1.1

〈Ἀτρείδη,〉 ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον

### book 56-8b1.2

〈—μενεήναμεν〉: ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προ‐

### book 56-8b1.3

κεχωρηκέναι; τινὲς δὲ ἐγκλίνουσι τὸν η (56) καθ’ ὑπερβατὸν αὐτὸν

### book 56-8b1.4

συντάσσοντες τῷ „πέρ“ (57), ἵνα τὸ ὅλον τοιοῦτον ᾖ ‘ἄρτι τοῦτο

### book 56-8b1.5

ἀμφοτέροις ἔπλετο †ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν‘. T

### book 56-8c1.1

Ἀτρείδη, ἦ ἄρ τι〈—μενεήναμεν〉: οὕτως

### book 56-8c1.2

Ἡρωδιανός (2,110,25). τὸν δὲ ἦ (56) σύνδεσμον περισπαστέον·

### book 56-8c1.3

ἔστι γὰρ ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. T

### book 56-8b2/c2

ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέ‐

### book 56-8b2/c2.1

ναι; | ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γάρ, φησίν,

### book 56-8b2/c2.2

ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. | τινὲς δὲ καθ’ ὑπερβα‐

### book 56-8b2/c2.3

τὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶΐ περ (57), ἵνα τὸ

### book 56-8b2/c2.5.1

ὅλον τοιοῦτον ᾖ· ‘ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε

### book 56-8b2/c2.5.2

ἡμεῖς ἀχνύμενοι μενεήναμεν‘. b(BCE3)

### book 56a1

ἄρειον: ἡ Χία „ὄνειαρ“, ἡ Μασσαλιωτικὴ „ἄμεινον“. T

### book 56a2.1

ἐν {δὲ} τῇ Χίᾳ „ὄνειαρ“ ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ

### book 56a2.2

„ἄμεινον“ A

### book 58.1

ἔριδι μενεήναμεν 〈εἵνεκα κούρησ〉: ἔριδι μενεήνα‐

### book 58.2

μεν b(BCE3) ὡς „ἔριδι ξυνέηκε μάχεσθαι“ (Α 8). πιθανῶς δὲ ἐπ’

### book 58.3

ἄμφω τὴν αἰτίαν ἤγαγε· καὶ κούρην, οὐ γέρας αὐτὴν καλεῖ, ταῖς διαλ‐

### book 58.4

λαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς. b(BCE3)T

### book 59-60.1

〈τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις

### book 59-60.2

ἰῷ /〉 ἤματι τῷ: παραυτὰ ὅτε †ἐνέβη† ἡ λεία τῆς νεώς. b(BCE3E4)

### book 59-60.3

T δεινοποιεῖ δὲ διὰ τὴν τελευτὴν Πατρόκλου. b(BCE3)T

### book 61.1

ὀδὰξ ἕλον〈—οὖδασ〉: τοῦτο ὑπὸ ἀγανακτήσεως

### book 61.2

καὶ ὀδύνης πάσχουσι〈ν οἱ〉 τελευτῶντες. T

### book 62a1

δυσμενέων ὑπὸ χερσὶν 〈ἐμεῦ ἀπομηνίσαντοσ〉:

### book 62a1.1

ὅτι ἀντὶ τοῦ ὑπὸ χειρῶν, καὶ ὅτι περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ

### book 62a1.2

μηνίσαντος. | Νικίας (fr. 19 B.) ἀναστρέφει τὴν πρόθεσιν. οὐκ ἀναγ‐

### book 62a1.3

καῖον δέ. A

### book 62a2.1

{δυσμενέων ὑπὸ χερσίν:} οὐκ ἀναγκαῖον ἀναστρέφειν τὴν

### book 62a2.2

ὑπό. T

### book 62b

{ἐμεῦ} ἀπομηνίσαντος: ὁ μὲν Ἀσκαλωνίτης (p. 58 B.)

### book 62b

ὡς ἀποφοιβήσαντος. καὶ οὕτως ἔχει ἡ παράδοσις. A

### book 62c.1

ἀπομηνίσαντος: ὑφ’ ἕν. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς

### book 62c.2

„Πριάμῳ ἐπεμήνιε δίῳ“ (Ν 460). ἢ παντελῶς μηνίσαντος. b(BCE3)T

### book 62c.3

Χαμαιλέων (fr. 17 We.) δὲ γράφει „ἐπιμηνίσαντοσ“. T

### book 63a.1

Ἕκτορι: ὁ μὲν Νέστωρ ἔλεγεν „ἦ κεν γηθήσαι Πρίαμοσ“

### book 63a.2

(Α 255), ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει.

### book 63a.3

b(B [bis], E3 [bis]) T

### book 63b.1

Τρωσὶ τὸ κέρδιον: ἀντωνυμία μὲν ὁμολογουμένως τὸ

### book 63b.2

τό μόριον. οὐ μὴν διασταλτέον κατ’ αὐτό, ὡς ἔδοξέ τισιν. A T

### book 64.1

δηρὸν 〈ἐμῆς καὶ σῆς ἔριδοσ〉 μνήσεσθαι 〈ὀΐω〉: τῶν

### book 64.2

γὰρ κακῶν μόγις ἐπιλανθανόμεθα· διὸ καὶ ‘ἄλαστα‘ φησὶν αὐτά.

### book 64.3

b(BCE3)T

### book 65.1

〈ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν:〉 προγενέσθαι

### book 65.2

αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι. b(BCE3E4)

### book 67a

〈νῦν:〉 ἀρτίως. Til

### book 67b

〈χόλον:〉 ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον. Aim

### book 68a

〈ἀσκελέως:〉 ἄγαν σκληρῶς. Til

### book 68b

〈μενεαινέμεν:〉 ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι. Aint

### book 69

ὄτρυνον 〈πόλεμον δέ〉: τὴν ἐξουσίαν τῆς ἐξόδου ἐπὶ τὸν

### book 69

βασιλέα ἀναφέρει ὁμονοητικῶς. b(BCE3)T

### book 70

〈ἀντίον:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον. Aim

### book 71a.1

αἴ κ’ ἐθέλως’ 〈ἐπὶ νηυσὶν ἰαύειν〉: ὅτι τὸ ἰαύειν

### book 71a.2

οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλ’ ἐπαυλίζεσθαι: „ὡς καὶ ἐγὼ πολλὰς μὲν

### book 71a.3

ἀΰπνους νύκτας ἴαυον“ (Ι 325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κ’ ἐθέλοιεν. A

### book 71b.1

ἰαύειν: παραυλίζεσθαι. b(BCE3E4)T σαρκαστικὸς

### book 71b.2

δὲ ὁ λόγος. b(BCE3)T

### book 72a

ἀσπασίως: ἡδέως ἢ ἀπροσδοκήτως. b(BCE3E4)T

### book 72b.1

〈ἀσπασίως ...〉 γόνυ κάμψειν: διὰ τὴν σύντονον

### book 72b.2

φυγήν. b(BCE3E4)T

### book 73

〈φεύγων:〉 γράφεται „δηΐου {ἐκ πολέμοιο}“. Aim

### book 75a.1

μῆνιν ἀποειπόντος: ἀντέφρασεν αὐτὸ τῷ „παύω

### book 75a.2

χόλον“ (Τ 67). T

### book 75b.1

〈ἀπειπόντος:〉 Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος,

### book 75b.2

καὶ αἱ πλείους. Aim

### book 76-7.1

τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέ‐

### book 76-7.2

μνων / αὐτόθεν ἐξ ἕδρης οὐδ’ ἐν μέσσοισι〈ν〉 ἀναστάς: οὕτω

### book 76-7.3

καὶ παρ’ Ἀριστοφάνει. ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ „τοῖσι δ’

### book 76-7.4

ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, / μῆνιν ἀναστενάχων καὶ ὑφ’

### book 76-7.5

ἕλκεος ἄλγεα πάσχων“. οὕτως ὁ Δίδυμος (p. 116 Schm.). A T

### book 76

τοῖσι: τούτοις, οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν. b(BCE3E4)T

### book 77a.1

αὐτόθεν ἐξ ἕδρης, 〈οὐδ’ ἐν μέσσοισιν ἀναστάσ〉:

### book 77a.2

ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν δὲ πρὸ αὐτοῦ μόνον οὕτως·

### book 77a.3

„τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων“. ὁ δὲ Ἀγαμέμνων

### book 77a.4

οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει

### book 77a.5.1

ὑποτιμώμενος ‘καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν‘ (cf. Τ 79—80),

### book 77a.5.2

ὡς δηλονότι καθήμενος. A

### book 77b.1

αὐτόθεν ἐξ ἕδρης, 〈οὐδ’ ἐν μέσσοισιν ἀναστάσ〉:

### book 77b.2

φησὶν Ἐπαφρόδιτος (fr. 43 L.) ὅτι καθεζόμενος ἐδημηγόρει, ὅπως μὴ

### book 77b.3

ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὄντες· b(BCE3E4)T ἢ

### book 77b

ὅτι τὸ τραῦμα αὐτὸν ἵστασθαι οὐκ ἐᾷ. b(BCE3E4)

### book 77c.1

ἄλλως· αὐτόθεν〈—ἀναστάσ〉: ἢ μὴ ἀναστάς·

### book 77c.2

φησὶ γοῦν ἑξῆς „ἂν δ’ Ἀγαμέμνων / ἵστατο“ (Τ 249—50). ἢ οὐ

### book 77c.3

προελθὼν εἰς μέσην τὴν ἐκκλησίαν, ἵν’ ᾖ ‘ἀναστὰς ἐδημηγόρει οὐκ

### book 77c.4

ἐν μέσοις, ἀλλ’ ἐκ τῆς ἕδρας τῶν ἀριστέων‘. b(BCE3)T

### book 79-80a.1

ἑσταότος μὲν καλὸν ἀκούειν〈—ἐόντα〉:

### book 79-80a.2

καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν

### book 79-80a.3

μηδ’ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ ὑβ〈β〉άλλειν (80)· χαλεπὸν

### book 79-80a.4

γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρ‐

### book 79-80a.5.1

χος καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι παρ‐

### book 79-80a.5.2

ενέθηκε τὸ〈ν〉 „αὐτόθι ἐξ ἕδρησ“ (Τ 77). πρῶτον μὲν οὖν τί ἂν καθ‐

### book 79-80a.5.3

έζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον

### book 79-80a

ὕστερον (cf. Τ 252—66) κάπρον ἀποσφάττειν. οὕτως ὁ Κοτιαεύς. A

### book 79-80b.1

ἑσταότος μὲν〈— / ὑββάλλειν〉: τινὲς „ἑσταό‐

### book 79-80b.2

τωσ“ ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, b(BCE3)T ἀπὸ μετοχῆς, ὡς

### book 79-80b.1

T ἀρκούντως, ἐθελόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν

### book 79-80b.2

καὶ ὑποκρούειν, ὡς τὸ „τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλ‐

### book 79-80b.5.1

λεύσ“ (Α 292): b(BCE3)T καλὸν οὖν σιωπῇ τοῦ ἑσταότος

### book 79-80b.5.2

ἀκούειν καὶ μὴ ὑποκρούειν θορύβῳ τὸν λέγοντα. b(BE3)T

### book 79

〈ἀκούειν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἀκουέμεν“. Aint

### book 80a

ὑββάλ〈λ〉ειν· 〈χαλεπὸν γὰρ ἐπισταμένῳ περ

### book 80a.1

ἐόντι〉: ὅτι τὸ ὑβ〈β〉άλλειν ἐστὶν ὑποβάλλειν· ‘χαλεπόν ἐστι

### book 80a.2

ἑτέρῳ ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλι‐

### book 80a.3

στα ἐπιστήμων τις ᾖ‘. | τὸ δὲ ὑβ〈β〉άλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολι‐

### book 80a.5

κόν, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ εἰκοστῷ τῆς Καθόλου (1,545,17). A

### book 80b.1

ὑββάλλειν: ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα. b

### book 80b.2

(BE3)T

### book 80c.1

〈ἐπιστάμενόν περ ἐόντα:〉 Ἀρίσταρχος „ἐπισταμένῳ

### book 80c.2

περ ἐόντι“. Aint

### book 81-2.1

ἀνδρῶν δ’ ἐν πολλῷ 〈ὁμάδῳ πῶς κέν τις ἀκού‐

### book 81-2.2

σαι / ἢ εἴποι〉: ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ †οὕτως χρώμενος†·

### book 81-2.1

τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι· ‘ἐν δὲ πολλῶν ἀνδρῶν ὁμίλῳ πῶς

### book 81-2.2

ἄν τις †οὕτως χρώμενος† ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν;‘

### book 81-2.5.1

οὕτως Δίδυμος (p. 181 Schm.). | τὸ ἀκούσαι (81) παροξυτονη‐

### book 81-2.5.2

τέον· ἔστι γὰρ εὐκτικόν. A

### book 82a.1

βλάβεται: βλάπτω βλάβω ὡς κρύπτω κρύβω. b

### book 82a.2

(BCE3)T

### book 82b1

λιγύς περ ἐών: κἂν λίαν ὑπάρχῃ σοφός. T

### book 82b2.1

λέγει δὲ ὅτι, κἂν λίαν τίς ἐστι σοφός, b(BCE3) οἱ δὲ

### book 82b2.2

λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων

### book 82b2.3

γίνεται. b(BCE3E4)

### book 83a1.1

ἐνδείξομαι: εὐμενίσασθαι γὰρ αὐτὸν ταπεινοῖς βούλε‐

### book 83a1.2

ται λόγοις. T

### book 83a2.1

βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ

### book 83a2.2

ὑψηγορεῖ. b(BCE3)

### book 83b.1

ἄλλως· ἐνδείξομαι: οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν

### book 83b.2

b(BCE3) ἀπερείσω τὸν λόγον. καὶ „ἀριδείκετοσ“ (Λ 248), πρὸς

### book 83b.3

ὃν ἀπερείδει τις τὸν λόγον δι’ ἀξίωμα. b(BCE3)T

### book 83b

{πηλείδηι μὲν ἐγὼν} ἐνδείξομαι: οἷον τὴν ἀπότασιν τῶν

### book 83b.5.1

λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. | ἐζήτη‐

### book 83b.5.2

το δέ, δι’ ἣν αἰτίαν—ἀναμείναντες. A

### book 84a

σύνθεσθε: κατὰ νοῦν λάβετε. b(BCE3)T

### book 84b

〈σύνθεσθε:〉 κρίνατε, δοκιμάσατε. Aint

### book 85a.1

πολλάκι δή μοι 〈τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον〉:

### book 85a.2

σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος

### book 85a.3

τὴν Βρισηΐδα. A

### book 85b.1

τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον· τοῦτον τὸν „ἦ ἄρ

### book 85b.2

τι τόδ’ ἀμφοτέροισιν ἄρειον“ (Τ 56). b(BCE3E4)T εὔνοιαν δὲ

### book 85b.3

αὐτοῖς παρ’ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει

### book 85b.4

αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι’

### book 85b.5

αὐτοὺς ὑβρισθέντι. b(BCE3)T

### book 85-6.1

Ἀχαιοὶ 〈μῦθον〉 ἔειπον 〈/ καί τέ με νεικείε‐

### book 85-6.2

σκον〉: Νέστωρ· „σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ

### book 85-6.3

ἔτισαν, ἠτίμησασ“ (cf. I 109—11)· Θερσίτης· „ὃς καὶ νῦν Ἀχιλῆα, ἕο

### book 85-6.4

μέγ’ ἀμείνονα φῶτα / ἠτίμησε“ (Β 239—40): b(BCE3)T καὶ

### book 85-6.5

„οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσιν“ (Ν 109). T

### book 86.1

〈νεικείεσκον:〉 παρὰ Ἀριστοφάνει καὶ 〈ἐν〉 τῇ Χίᾳ „νει‐

### book 86.2

κ〈ε〉ίουσιν“. Aint

### book 86-7.1

ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, 〈/ ἀλλὰ—Ἐρινύσ〉:

### book 86-7.2

πιθανῶς οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν οἱ ἀδυνα‐

### book 86-7.3

τοῦντες ἀπ’ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ εἱμαρμένῃ τὸ ὅλον

### book 86-7

αἴτιον ἀναφέρουσιν. b(BCE3)T

### book 87a.1

ἠεροφοῖτις: προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ

### book 87a.2

πολῖτις. π〈ε〉ιστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν

### book 87a.3

σύνθεσιν γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν

### book 87a.4

κατάστημα· „ἠέρι γὰρ κατέχοντο“ (Ρ 368) καὶ „ἀὴρ γὰρ παρὰ νηυσὶ

### book 87a.5

βαθεῖ’ ἦν“ (ι 144). A

### book 87b

ἠεροφοῖτις: τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν’ ᾖ ἐροφοῖτις,

### book 87b

παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. b(BCE3)T

### book 87b.1

ἔνιοι δὲ „†ἰροπῶτις†“ παρὰ τὸ Αἰσχύλειον (sc. Aesch. Eum. 265—8),

### book 87b.2

〈Ἐρινὺς δὲ〉 παρὰ τὸ εἰς ἔριν νεύειν. οἱ δὲ „εἰαροπῶτισ“, ἐγκειμένου

### book 87b.5.1

τοῦ εἶαρ, ὅπερ ἐστὶ κατὰ Σαλαμινίους αἷμα. T | ἄμεινον δὲ γράφειν

### book 87b.5.2

ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός (2,

### book 87b.5.3

111,5). b(BCE3)T

### book 89.1

Ἀχιλλῆος γέρας: ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

### book 89.2

b(BCE3)T

### book 90-1.1

ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευ‐

### book 90-1.2

τᾷ / πρέσβα Διὸς θυγάτηρ, Ἄτη, ἣ πάντας ἀᾶται〉: στικτέον

### book 90-1.3

ἐπὶ τὸ ῥέξαιμι (90). καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ στίχου

### book 90-1.4

στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ τέλος ἔχει

### book 90-1.5.1

(cf. 90), τὰ δὲ ἑξῆς (sc. 91) ἀπ’ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα.

### book 90-1.5.2

A b (BE3E4)T ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη (cf. 91),

### book 90-1.5.3

ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν παρίστησιν· ὡς μὲν γὰρ ἡ τριβὴ συνά‐

### book 90-1.5.4

πτει, ψεῦδος εἶναί μοι δοκεῖ· οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει,

### book 90-1.5.5

ὥσπερ οὐδὲ τῶν ἀγαθῶν. A

### book 90a

ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευτᾷ〉:

### book 90a.1

ἔξω τοῦ ν αἱ Ἀριστάρχου, „ἀλλὰ τί κε ῥέξαιμι“. γράφεται δὲ κατ’

### book 90a.2

ἔνια „θεοὺς διὰ πάντα τελευτᾷ“, διὰ τοὺς θεοὺς τέλος πάντα λαμβά‐

### book 90a.3

νει. A ἐν δέ τισι „θεοὺς διὰ πάντα τέτυκται“. A T

### book 90b.1

ἄλλως· θεὸς διὰ πάντα τελευτᾷ: Λεσβοκλῆς διαιρεῖ

### book 90b.2

εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα, ἵν’ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάν‐

### book 90b.3

των ἔχει τέλος. b(BE3E4)T

### book 90c.1

θεὸς διὰ πάντα τελευτᾷ: ὁ μὲν Ἀσκαλωνίτης (p. 58

### book 90c.2

B.) περισσὴν ἡγεῖται τὴν διά πρόθεσιν εἶναι· τὸ γὰρ ἑξῆς, θεὸς πάν‐

### book 90c.3

τα τελευτᾷ. Δίδυμος (p. 182 Schm.) δὲ ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι

### book 90c.4

τοῦ διόλου καὶ μὴ παρέλκειν, ὥσπερ ἐπὶ τοῦ διηλίτης, ὁ δι’ ὅλου

### book 90c.5

ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφ’ ἓν ἀνεγνωκόσιν. A

### book 90d.1

ἄλλως· θεὸς διὰ πάντα 〈τελευτᾷ〉: ὁ μὲν Ἀσκαλω‐

### book 90d.2

νίτης (p. 58 B.) περισσὴν ἡγεῖται τὴν διά, ὁ δὲ Δίδυμος (p. 182

### book 90d.3

Schm.) σημαίνειν τὸ διόλου, ὡς διαλείτης ὁ διόλου ἁμαρτάνων. ἢ δι’

### book 90d.4

ἑαυτῆς πάντα τελεῖ. b(BE3E4)T Ἑλλάνικος δὲ „θεόσδια“, τὰ

### book 90d.5

θεόσδοτα. γράφεται καὶ „θεούσ“, ἵνα †λείπῃ† ἡ διά. T

### book 90e.1

θεὸς διὰ πάντα 〈τελευτᾷ〉: οὐδεμία λέξις ἁπλῆ κατὰ

### book 90e.2

τὴν Ἰάδα καὶ τὴν Ἀτθίδα κατ’ ἐπιπλοκὴν ἔχει τὸ σδ. T

### book 91a1.1

πρέσβα: κατ’ εὐφημισμόν, ὡς Εὐμενίδας τὰς Ἐρινῦς.

### book 91a1.2

ἐπεὶ πῶς αὐτὴν „οὐλομένη“ (T 92); T

### book 91a2.1

κατ’ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ θεὸς πρέσβα πᾶσι καὶ

### book 91a2.2

τιμία. ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ; b(BCE3E4)

### book 91b.1

ἄλλως· πρέσβα: ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. b(BC

### book 91b.2

E3E4)T ἢ παράκειται τῷ πρέσβυς. T

### book 91c.1

Διὸς θυγάτηρ Ἄτη: ἐπειδὴ πάντων αἴτιος ὁ Ζεύς. T

### book 91c.2

συγγνώμην δὲ ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα ὡς

### book 91c.3

ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος. καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ

### book 91c.4

μέμφοιτό τις. b(BCE3E4)T

### book 91d.1

ἀᾶται: τινὲς τὸ ἀᾶται διῃρῆσθαί φασι· διὸ καὶ προ‐

### book 91d.2

παροξύνουσιν. T

### book 92a1.1

〈τῇ μέν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „τῆς μέν {θ’

### book 92a1.2

ἁπαλοί}“. Aint

### book 92a2.1

{τῇ μέν θ’:} Ἀριστοφάνης τῇ μέν. ἢ κατὰ ἀντίπτω‐

### book 92a2.2

σιν. T

### book 92b.1

ἁπαλοὶ πόδες: λανθάνει γὰρ ἐπιφοιτῶσα. ἢ ὅτι αἱ

### book 92b.2

πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ „ἡ δ’ Ἄτη σθεναρή τε

### book 92b.1

καὶ †ἀρτίπουσ“ (Ι 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην

### book 92b.2

δηλοῖ. b(BCE3E4)T

### book 92-3.1

οὐ γὰρ ἐπ’ οὔδει 〈/ πίλναται, ἀλλ’ ἄρα ἥ γε

### book 92-3.2

κατ’ ἀνδρῶν κράατα βαίνει〉: ἐπὶ οὔδει (cf. 92)· οὐδεμία γὰρ

### book 92-3.3

βλάβη πίπτει χαμαί, ἀλλ’ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυ‐

### book 92-3.4

χίαν. b(BCE3E4)T

### book 93a.1

κατ’ ἀνδρῶν κράατα βαίνει: ἢ ὅτι τὸν νοῦν βλα‐

### book 93a.2

πτόμεθα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ. ἢ ὅτι ταπεινοῦσα τῇ μετανοίᾳ. b

### book 93a.3

(BCE3E4)T

### book 93b.1

〈κατ’ ἀνδρῶν κράατα βαίνει:〉 ἡ {δὲ} κατά ἀντὶ τῆς

### book 93b.2

ἐπί, b(BCE3E4) ἵν’ ᾖ ἐπὶ ἀνδρῶν κράατα. b(BCE3)

### book 94a.1

βλάπτους’ ἀνθρώπους· 〈κατὰ δ’ οὖν ἕτερόν γ’

### book 94a.2

ἐπέδησε〉: ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος· τί γὰρ ἄλλο

### book 94a.3

δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν; οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕτερον τέ‐

### book 94a.4

τακται· ἔδει γὰρ ‘ἄλλον‘. βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν

### book 94a.5.1

ἐφ’ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως. καθολικὸς δέ ἐστιν ὁ λόγος· κοινότερον

### book 94a.5.2

γοῦν εἰπὼν ἐπὶ τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν. καὶ ὅλως παρῴδη‐

### book 94a.5.3

ται ἐκ τῶν Λιτῶν (sc. Ι 507)· „βλάπτους’ ἀνθρώπους· αἱ δ’ ἐξακέον‐

### book 94a

ται ὀπίσσω“. A

### book 94b.1

κατὰ δ’ οὖν ἕτερόν γε πέδησεν: ἕτερον T τὸν

### book 94b.2

ἕνα τῶν ἐριζόντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον. b(BCE3)T

### book 95a.1

καὶ γὰρ δή 〈νύ〉 ποτε Ζῆν’ ἄσατο: καὶ ἐν οἷς

### book 95a.2

ἐλεεινολογεῖται ὑψοῖ ἑαυτόν, εἰκάζων τῷ μεγίστῳ θεῷ. b(BCE3)T

### book 95a.3

μακρολογεῖ δὲ θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ ἀπωλείας

### book 95a.4

αἴτιος Πατρόκλου. καλῶς δὲ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν

### book 95a.5

(cf. Τ 115—8). b(BE3)T

### book 95b1.1

{καὶ γὰρ δήν ὕπο τε} Ζεὺς ἄσατο: οὕτως ἐν ἁπάσαις

### book 95b1.2

Ζεὺς ἄσατο, καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων

### book 95b1.3

„Ζῆν’ ἄσατο“. A

### book 95b2.1

Ζῆν’ ἄσατο: ἐν ἁπάσαις „Ζεὺς ἄσατο“. ἐν δὲ ταῖς εἰ‐

### book 95b2.2

καιοτέραις Ζῆν’ ἄσατο, | ἀντὶ τοῦ ἔβλαψεν. T

### book 95b3

〈Ζῆν’ ἄσατο:〉 Ἀρίσταρχος „Ζεὺς ἄσατο“. Aint

### book 96a.1

〈ἀνδρῶν ἠδὲ θεῶν〉 φας’ ἔμμεναι: φασίν· T ἄδη‐

### book 96a.2

λα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆνα ἀάσατο (cf. Τ 95), ὅ

### book 96a.3

ἐστιν ἔβλαψεν. b(BCE3)T

### book 96a

φάς’ ἔμμεναι. ἀλλ’ ἄρα καὶ τόν: παρὰ Ἀριστοφά‐

### book 96a.5

νει „ἀλλά νυ καὶ τόν“. ἐν δὲ τῇ Χίᾳ „φαμὲν ἔμμεναι“, ἠθικῶς. A

### book 97a.1

{ἥρη} θῆλυς: ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς·

### book 97a.2

ἀφ’ οὗ πίπτει „θήλεασ“ (Ε 269) ὡς πήχεας. A

### book 97b1.1

〈θῆλυς:〉 διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ

### book 97b1.2

τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία. b(BCE3E4)

### book 97b2

ἀσθενεστέρα. Til

### book 99.1

ἐϋστεφάνῳ ἐνὶ Θήβῃ: παρὰ γὰρ ταῖς Ἠλέκτραις πύ‐

### book 99.2

λαις ἐτέχθη Ἡρακλῆς. T

### book 100a.1

〈ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι:〉

### book 100a.2

ὅτι τὸ εὐχόμενος σαφῶς ἐστι καυχώμενος, παρὰ τὸ αὐχεῖν. Aint

### book 100b

〈εὐχόμενος:〉 διαβεβαιούμενος. b(BCE3E4)

### book 101.1

κέκλυτέ μευ: δεόντως εἰς τοῦτο ἦλθε τὸ διήγημα· b

### book 101.2

(BCE3)T ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσό‐

### book 101.3

μενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ

### book 101.4

ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν. b(BE3)T

### book 103.1

μογοστόκος: ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.

### book 103.2

b(BCE3)T

### book 104a1.1

ἐκφανεῖ: ἐξάξει· φησὶ γὰρ „ἐκ δ’ ἄγαγε πρὸ φόως 〈δέ〉“

### book 104a1.2

(Τ 118). T

### book 104a2.1

ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ b(BCE3) φανερώσει, ὅ

### book 104a2.2

ἐστι γεννηθῆναι ποιήσει. b(BCE3E4)

### book 105a.1

〈τῶν ἀνδρῶν γενεῆς:〉 τούτων. λείπει δὲ τὸ τῶν

### book 105a.2

ἄρθρον, ὡς τὸ „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“ (β 206), ἵν’ ᾖ τῆς γε‐

### book 105a.3

νεῆς τούτων τῶν ἀνδρῶν. b(BCE3)

### book 105b.1

οἵ θ’ αἵματος ἐξ ἐμοῦ εἰσι: {ὅτι} τὸ ἑξῆς ἐστιν, οἷς τὸ

### book 105b.2

αἷμα ἐξ ἐμοῦ ἐστιν, οὐχὶ οἳ αἵματος ἐξ ἐμοῦ εἰσιν· ἐπεὶ κἂν ἡ σύναρθρος

### book 105b.3

ἔκειτο, ὅθεν καὶ ἑξῆς φησι „τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γε‐

### book 105b

νέθλησ“ (Τ 111), οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ. A

### book 105c.1

οἵ θ’ αἵματος 〈ἐξ ἐμεῦ εἰσι〉: μεγάλη παραίνεσις

### book 105c.2

πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ ἀμφιβόλου ὄντος τοῦ ‘ἐξ ἐμεῦ αἵματοσ‘

### book 105c.3

—δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους— b(BCE3)T οὐ παρέβη

### book 105c.4

ὁ Ζεὺς τὸ ἐπάγγελμα. b(BE3)T

### book 105d.1

〈οἵ θ’ αἵματος:〉 παρὰ Ἀριστοφάνει ἔξω τοῦ θ, „οἳ

### book 105d.2

αἵματοσ“. Aim

### book 105e.1

αἵματος: μεταφορικῶς ἀντὶ τοῦ γένους. b(BCE3)T

### book 105e.2

φησὶ γοῦν „τοὔνεκ’ ἀναίμονές εἰσιν“ (Ε 342). T ἢ οἵτινες αἷμά

### book 105e.3

μού εἰσιν. b(BCE3)T

### book 107a1.1

ψευστήσεις: ὑφ’ ἓν Ἀρίσταρχος, ἀντικειμένως τῷ ἀλη‐

### book 107a1.2

θεύσεις· ἄτοπον γὰρ τὸ διαιρεῖν „ψεύστης εἶσ“. T

### book 107a2

ὡς κρατήσεις. Aim

### book 107b.1

ἄλλως· ψευστήσεις: ψεύσει{ς}· ἄτοπον γὰρ λέγειν

### book 107b.2

Διῒ ‘ψεύστης εἶ‘. T

### book 107c.1

ἄλλως· ψευστήσεις: εἰκότως ψεύδεσθαι αὐτόν φησιν,

### book 107c.2

ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον. b(BCE3E4)T

### book 108a.1

εἰ δ’ ἄγε νῦν μοι ὄμοσ〈σ〉ον, 〈Ὀλύμπιε, καρτε‐

### book 108a.2

ρὸν ὅρκον〉: διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; b(BCE3E4)T „οὐδ’

### book 108a.3

ἀτελεύτητον 〈ὅ, τί κεν κεφαλῇ κατανεύσω〉“ (Α 527). T ἢ ὡς

### book 108a.4

φοβουμένη, μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται. b(BCE3E4)T

### book 108b

εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον〈—ὅρκον〉: διὰ τί

### book 108b.1

ἡ Ἥρα ὀμόσαι †πρὸς† τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα, ἃ ἂν φῇ.

### book 108b.2

εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι, ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ

### book 108b.3

ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν „ὅ, τί

### book 108b.5.1

κεν κεφαλῇ κατανεύσῃ“ (Α 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ

### book 108b.5.2

οὐδ’ ἀφ’ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος οὐδὲ γινόμενα εἰσάγει, ἀλλ’

### book 108b.5.3

ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ

### book 108b.5.4

ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες

### book 108b.5.5

γὰρ περὶ ὧν ἂν φοβῶνται, μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ

### book 108b.10.1

προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζο‐

### book 108b.10.2

μένη καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα

### book 108b.10.3

ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως

### book 108b.10.4

Ἀριστοτέλης (fr. 163 R.3). A

### book 108c

〈εἰ δ’ ἄγε:〉 ἐν ἄλλῳ „αἲ δ’ ἄγε {νῦν}“. Aim

### book 110.1

μετὰ ποσ〈σ〉ὶ γυναικός: μεταξὺ τῶν τῆς γυναικὸς πο‐

### book 110.2

δῶν. εὐσχημόνως δὲ καὶ †σοφῶς† μετήνεγκε τὴν λοχείαν. b(BCE3E4)T

### book 111.1

〈τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης:〉

### book 111.2

τούτων τῶν ἀνδρῶν, οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αἷμα ἔχουσιν. Aint

### book 114.1

Ἥρη δ’ ἀΐξασα 〈λίπεν ῥίον Οὐλύμποιο〉: πρὸς τὰ

### book 114.2

περὶ τοῦ Ὀλύμπου. ἔδει δὲ ‘λίπ’ οὐρανὸν ἀστερόεντα‘ (cf. Τ 128.

### book 114.3

130)· Ἀγαμέμνων γὰρ ὁ λέγων. A

### book 115a

Ἄργος Ἀχαϊκόν: ὅτι τὴν Πελοπόννησον Ἄργος

### book 115a

Ἀχαϊκὸν λέγει, τὴν Θεσσαλίαν „Ἄργος Πελασγικόν“ (cf. Β 681). A

### book 115b.1

Ἀχαιϊκόν: τὸ ἐν Πελοποννήσῳ, ὃ καὶ „Ἴασον“ (ς 246)

### book 115b.2

καὶ „ἱππόβοτον“ (Γ 75. 258 al.) καλεῖ. T

### book 115c

〈ᾔδη:〉 ᾔδεεν ἡ Ἥρα. b(BCE3)

### book 116a1.1

ἄλοχον Σθενέλου: Δίδυμος (p. 182 Schm.) παρατίθε‐

### book 116a1.2

ται Φερεκύδην (FGrHist 3, 68) μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμ‐

### book 116a1.3

φιβίαν, Ἡσίοδος (fr. 191 M. W.) δὲ 〈Νικίππην τὴν Πέλοπος, ***

### book 116a1.4

δὲ〉 Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται. A

### book 116a2.1

{ἄλοχον σθενέλου:} οἱ μὲν Ἀμφιβίαν τὴν Πέλοπος, οἱ δὲ

### book 116a2.2

Ἀντιβίαν τὴν Ἀμφιδάμαντος, Ἡσίοδος δὲ Νικίππην φησὶ τὴν Πέλο‐

### book 116a2.3

πος. T

### book 116b1.1

Σθενέλου Περσηϊάδαο: πέντε παῖδες γεγόνασι Περ‐

### book 116b1.2

σέως καὶ Ἀνδρομέδας· Ἀλκαῖος, οὗ καὶ Λαονόμης ἢ Ἀστυδαμείας τῆς

### book 116b1.3

Πέλοπος Ἀμφιτρύων· Ἠλεκτρύων, οὗ καὶ Λυσιδίκης τῆς Πέλοπος

### book 116b1.4

Ἀλκμήνη· †αἴλιος†, ἀφ’ οὗ πόλις τῆς Λακωνικῆς Ἕλος· Μήστωρ, οὗ

### book 116b1.5.1

Ἱπποθόη ἡ Πτερελάῳ γαμηθεῖσα· Σθένελος, οὗ καὶ Μενίππης Εὐ‐

### book 116b1.5.2

ρυσθεύς. T

### book 116b2.1

πέντε γὰρ παῖδες γεγόνασι Περσέως, Ἀλκαῖος Ἠλε‐

### book 116b2.2

κτρύων Μήστωρ Ἕλειος Σθένελος, οὗ Εὐρυσθεύς. b(BCE3)

### book 117a

〈μείς:〉 ἐν τῇ Χίᾳ „μήσ“. Aint

### book 117b

μείς: Ἰωνικόν ἐστι· κλίνεται δὲ ὡς τὸ μήν. b(BCE3)T

### book 117b

μείς: μὴν Αἰολικῶς. ὥσπερ δὲ ῥίς ῥινός καὶ θίς θινός, οὕτως

### book 117b

καὶ μείς μεινός κλιθήσεται κατὰ τὴν ἀναλογίαν. A

### book 118a.1

ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ 〈καὶ ἠλιτόμηνον ἐόν‐

### book 118a.2

τα〉: ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει πρὸ φόως· πρὸ γὰρ

### book 118a.3

τῶν μηνῶν τῶν καθηκόντων ἐγεννήθη· διὸ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδο‐

### book 118a.4

τος καὶ ἐπ’ ἄλλου (sc. Π 188) οὕτως γράφει. A

### book 118b.1

πρὸ φόως δέ: ἡ πρό δηλοῖ τὸ πρὸ τοῦ δέοντος.

### book 118b.2

b(BCE3)T

### book 118c1

ἠλιτόμηνον: τῶν δεόντων ἡμαρτηκότα μηνῶν. T

### book 118c2.1

καὶ ἠλιτόμηνον δὲ καλεῖ τὸν ἡμαρτηκότα τῶν δεόντων

### book 118c2.2

μηνῶν. b(BCE3)

### book 119.1

Ἀλκμήνης δ’ ἀπέπαυσε 〈τόκον〉: Ζεὺς μιγεὶς—

### book 119.2

ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ (fr. 9 Pow.). A

### book 119a1.1

σχέθε δ’ Εἰλειθυίας: ὠδῖνας κατὰ μετωνυμίαν, ὡς

### book 119a1.2

Ἄρης ὁ σίδηρος, Ἥφαιστος τὸ πῦρ. b(BCE3)T Ἴστρος (FGr

### book 119a1.3

Hist 334, 72) δέ φησιν ὠδινούσης Ἀλκμήνης τὰς χεῖρας συνέχειν τὰς

### book 119a1.4

Μοίρας, γαλῆς δὲ παρελθούσης ἀναλῦσαι· καὶ τεχθέντος αὐτοῦ νο‐

### book 119a1.5

μισθῆναι γαλῆν εἶναι αὐτῷ τροφόν. T

### book 119a2

Εἰλειθυίας: ὠδῖνας μετωνυμικῶς. T

### book 119b

〈Εἰλειθυίας:〉 ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη. Aim

### book 120a.1

ἀγγελέουσα ... προσηύδα: ὅτι ἰδίως ἀγγελέουσα

### book 120a.2

προσηύδα· ἐχρῆν γὰρ ἀγγελέουσα ἧκε καὶ προσηύδα. A

### book 120b.1

ἀγγελέουσα: μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα.

### book 120b.2

b(BCE3E4)T

### book 122-3.1

〈ἤδη ἀνὴρ—〉Σθενέλοιο πάϊς: δῆλον ἐκ τού‐

### book 122-3.2

του ὡς περὶ ἰδιώτου τοῦ Σθενέλου διηγεῖται· ἐπεὶ τί παράδοξον ἦν

### book 122-3.3

πατρῴαν ἀρχὴν λαβεῖν τὸν Εὐρυσθέα; ταὐτὸν δὲ καὶ ἐπὶ Ἡρακλέους

### book 122-3.4

παρηκολούθει· οὐ γὰρ βασιλέως παῖς ἦν, ἀλλὰ διὰ τὸν Δία ἐβασίλευ‐

### book 122-3.5

σεν ἄν. T

### book 123.1

Εὐρυσθεὺς Σθενέλοιο πάϊς 〈Περσηϊάδαο〉: δύναται

### book 123.2

καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵν’ ᾖ σχῆμα „Εὐρυσθεὺς σὸν γένοσ“ (cf. Τ

### book 123.3

123—4). A βέλτιον δὲ στίζειν εἰς τὸ Περσηϊάδαο καὶ καθ’

### book 123.4

ἑαυτὸ λέγεσθαι τὸ „σὸν γένοσ“ (Τ 124), ἵνα λείπῃ τὸ ἐστίν. A b

### book 123.5

(BCE3E4)T

### book 124.1

〈Ἀργείοισιν:〉 κατ’ ἐνίας τῶν ἐκδόσεων „ἀνθρώποι‐

### book 124.2

σι〈ν〉“. Aint

### book 126.1

〈αὐτίκα δ’ εἷλ’ Ἄτην〉 κεφαλῆς λιπαροπλοκάμοιο:

### book 126.2

οἱ μὲν ‘ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην‘·

### book 126.1

φησὶ γοῦν „κράατα βαίνει“ (Τ 93). ἀλλ’ οὐδέποτε πλοκάμους ἐπὶ

### book 126.2

ἀνδρὸς εἶπε. b(BCE3E4)T τί οὖν ἐστι τὸ „πλοχμοί θ’, οἳ χρυσῷ

### book 126.5.1

τε καὶ ἀργύρῳ“ (Ρ 52); —οἱ δὲ τὸ κεφαλῆς λιπαροπλοκάμοιο

### book 126.5.2

ἐπὶ τῆς Ἄτης ἤκουσαν. ἀλλ’ οὐδέποτε ἐκ κεφαλῆς ῥιπτοῦνται παρ’

### book 126.5.3

Ὁμήρῳ, ἀλλ’ ἢ ποδὸς ὡς Ἥφαιστος (cf. Α 591) ἢ χειρὸς ὡς Ἀστυά‐

### book 126.5.4

ναξ, „ῥίψει χειρὸς ἔχων ἀπὸ πύργου“ (Ω 735). ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι

### book 126.5.5

ἄρσενες ἦσαν, ἄτοπον δὲ γυναικὶ ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος

### book 126.10.1

δὲ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία τοῖς βλαπτομένοις, ὡς καὶ ὁ Ὕπνος

### book 126.10.2

γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν ποιεῖ. b(BE3E4)T

### book 131.1

τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων: τὴν γῆν· ταύτην γὰρ

### book 131.2

ἐργάζονται οἱ ἄνθρωποι. εἰς Ἴλιον δὲ ἠνέχθαι φασίν, ἀφ’ οὗ καὶ

### book 131.3

Ἄτης λόφος. b(BCE3E4)T

### book 132.1

τὴν αἰεὶ στενάχεσκε: δι’ ἥν. Aa b (BCE3)T ἐπαι‐

### book 132.2

νετέον δὲ τὸ ἀψευδὲς Διὸς καὶ ἀμετάβλητον· οὐ γὰρ εἶπεν ὡς Εὐριπί‐

### book 132.3

δης (Hippol. 612)· „ἡ γλῶσς’ ὀμώμοκεν“. b(BCE3)T

### book 133a

〈ἔργον ἀεικές:〉 πρᾶξιν ὑβριστικήν. Til

### book 133b

ἀέθλων: καμάτων. εἰσὶ δὲ καθ’ Ὅμηρον Κέρβερος (cf.

### book 133b

Θ 368) καὶ οἱ Λαομέδοντος ἵπποι (cf. Ε 640). T

### book 139.1

καὶ ἄλλους ὄρνυθι 〈λαούσ〉: ἢ σύμπαντας (ἀποδίδωσι

### book 139.2

γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν), ἢ τοὺς Μυρμιδόνας πάντας. b

### book 139.3

(BCE3E4)T

### book 140a

〈ἐγὼν ὅδε:〉 αὐτὸς ἐγώ. Aa

### book 140b.1

παρασχεῖν: ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός

### book 140b.2

εἰμι. μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δίδωσι δῶρα.

### book 140b.3

b(BCE3)T

### book 141.1

χθιζός: τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς

### book 141.2

συμφωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέ‐

### book 141.3

ρας. b(BCE3E4)T

### book 142.1

ἐπειγόμενός περ Ἄρηος: ἀπὸ τοῦ πολέμου, ἢ εἰς

### book 142.2

Ἄρηα ἐπειγόμενος. b(BCE3)T

### book 143.1

θεράποντες: οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς

### book 143.2

δούλους, ἀλλὰ τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων. b

### book 143.3

(BCE3)T

### book 144a.1

οἴσουσι: συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται,

### book 144a.2

ἀλλ’ ἄγονται. b(BCE3)T

### book 144b1

〈μενοεικέα:〉 ἀρέσκοντα, τῷ μένει εἴκοντα, αὐτάρκη. Aa

### book 144b2

ἀρεστά. Til

### book 147-8a

δῶρα μὲν 〈αἴ κ’ ἐθέλῃσθα, παρασχέμεν, ὡς

### book 147-8a.1

ἐπιεικές, / ἤ τ’ ἐχέμεν· πάρα σοι〉: ὑποστικτέον εἰς τὸ ἐθέ‐

### book 147-8a.2

λῃσθα (147) τοῦ παρασχέμεν (147) ἀντὶ τοῦ πάρασχε κειμένου

### book 147-8a.3

καὶ τοῦ ἐχέμεν (148) ἀντὶ τοῦ ἔχε. b(BCE3E4)T ἡ δὲ πάρα

### book 147-8a.5.1

(148) παροξυνομένη σημαίνει τὸ πάρεστιν. | ὑποστικτέον μετὰ τὸ

### book 147-8a.5.2

ἐπιεικές (147) καὶ μετὰ τὸ ἐχέμεν (148), b(BE3E4)T τελειώ‐

### book 147-8a.5.3

σεις δὲ εἰς τὸ πάρα σοι (148) ἀντὶ τοῦ πάρεστί σοι. T

### book 147-8b1.1

παρασχέμεν (147): ἀντὶ προστακτικοῦ τοῦ πάρασχε.

### book 147-8b1.2

τινὲς δὲ πάρα σοι (148) ἀντὶ τοῦ πάρεστί σοι. T | καλῶς δέ φησι

### book 147-8b1.3

καὶ δέχεσθαι τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ, καὶ συγχωρεῖν,

### book 147-8b1.4

ὅπως μὴ ἐπὶ μισθῷ πολεμοίη, ἐπὶ δὲ ἐκδικήσει τοῦ φίλου. b(BE3E4)T

### book 147-8b2

〈πάρα σοι (148)〉: πάρεστί σοι, | παρὰ σαυτῷ. Aa

### book 149a.1

〈κλοτοπεύειν:〉 τὸν καιρὸν διατρίβειν καὶ κενὰ λέγειν. |

### book 149a.2

ὅτι ἐκ τῶν συμφραζομένων κλοτοπεύειν τὸ στραγγεύεσθαι. καὶ ὅτι

### book 149a.3

ἅπαξ εἴρηται. Aa

### book 149b

κλοτοπεύειν: τινὲς καλολογεῖν, οἱονεὶ κλυτεπεύειν. ἢ

### book 149b

κλέπτειν τὴν μάχην. b(BCE3)T

### book 150.1

ἔτι γὰρ μέγα ἔργον ἄρεκτον: τὸ ἀναιρεθῆναι τὸν

### book 150.2

Ἕκτορα καὶ δίκην λαβεῖν ὑπὲρ Πατρόκλου. b(BCE3E4)T

### book 151.1

ὥς κέ τις αὖτ’ Ἀχιλῆα: ὅπως ἂν ἐμέ, b(BCE3)T

### book 151.2

ὡς τὸ „Ζῆν’ ὕπατον μήστωρα“ (Θ 22). T ἠθικῶς δὲ ἑαυτὸν ὀνο‐

### book 151.3

μάζει· ἐμέ, φησίν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανήσεσθαι.

### book 151.4

b(BCE3)T

### book 152.1

ὀλέκοντα φάλαγγας: ὑποστικτέον εἰς τὸ φάλαγγας.

### book 152.2

b(BCE3E4)T ὁ δὲ λόγος, Aa b(BCE3E4)T ὡς ἂν θεάση‐

### book 152.3

ταί τις Ἀχιλλέα μαχόμενον, οὕτω καὶ αὐτὸς μαχέσθω. Aa T

### book 153.1

ὧδέ τις ὑμείων〈—μαχέσθω〉: οὕτως δέ τις ὑμῶν

### book 153.2

μαχέσθω, ὡς ἂν ἐμὲ ἴδοι „Τρώων ὀλέκοντα φάλαγγασ“ (Τ 152), με‐

### book 153.3

μνημένος οὖν τοῦ μιμεῖσθαί με. b(BCE3E4)T

### book 154.1

προσέφη πολύμητις Ὀδυσσεύς: Νέστωρ σιωπᾷ·

### book 154.2

ὕποπτος γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου. b

### book 154.3

(BCE3)T

### book 156.1

νήστιας: οὐ δι’ ἑαυτόν· συμπάρεστι γοῦν αὐτῷ ἀσιτῶν

### book 156.2

(cf. Τ 310). ἐπαίρει δὲ Ἀχιλλέα προτάσσων τὸν ἔπαινον (sc. Τ 155).

### book 156.3

καὶ ὁ μὲν ὡς ὀργιζόμενος οὐ συνορᾷ, ὁ δὲ καθεστηκὼς σκοπεῖ τὸ εὖ

### book 156.4

ἔχον. ἔστι δὲ παρρησιαστικὸς καὶ φίλος αὐτῷ. b(BCE3E4)T

### book 157-8.1

ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται / φύλοπις: ἐπα‐

### book 157-8.2

γωγῶς συμβουλεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ

### book 157-8.3

καταργεῖν χρόνον, ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρα‐

### book 157-8

τάσει τῆς μάχης. b(BCE3E4)T

### book 160.1

〈ἀλλὰ πάσασθαι ἄνωχθι ... Ἀχαιούς:〉 τοῦτο εὐ‐

### book 160.2

πρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ, ἀλλὰ τὰ τοῦ συμβούλου πράττει,

### book 160.3

τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ

### book 160.4

†ἐπιμεληθῆναι τοῖς στρατιώταις ἐπιτρέψαι. b(BCE3E4)T

### book 161.1

μένος ἐστὶ καὶ ἀλκή: μένος ὑπομονή, ἀλκὴ ἀλέξη‐

### book 161.2

σις. Aa T

### book 163.1

ἄκμηνος 〈σίτοιο〉: ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ

### book 163.2

τὴν ἀσιτίαν Αἰολεῖς λέγουσι. τινὲς δέ, μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου.

### book 163.3

Aa b (BCE3E4)T οἱ δέ, ἀκμάζων ἐν ἀσιτίᾳ. ἢ ὁ χωρὶς ἰκμάδος, ὁ

### book 163

ξηρός. b(BCE3E4)T

### book 165a.1

λάθρῃ γυῖα βαρύνεται: ἀντὶ τοῦ κατ’ ὀλίγον b

### book 165a.2

(BCE3E4)T ἐπέρχεται ὁ κάματος. T

### book 165b.1

γυῖα βαρύνεται: ἔνια τῶν ὀνομάτων ἀναμίλλητά ἐστι

### book 165b.2

τῷ ποιητῇ καὶ τὴν σημασίαν ἐναργεστάτην ἔχοντα, ὡς κἀνθάδε βα‐

### book 165b.3

ρύνεσθαί φησι τὰ γυῖα. T

### book 166a

〈δίψα:〉 Ἴωνες· καὶ Ἀττικοὶ δίψος λέγουσιν. b(BCE3)Til

### book 166b.1

〈βλάβεται δέ τε γούνατ’ ἰόντι:〉 βλάπτεται δὲ τὰ

### book 166b.2

γόνατα πορευομένῳ. Aa

### book 167.1

οἴνοιο κορεσσάμενος: καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις (cf.

### book 167.2

1, 649a9) φησὶ πιόντα τὸν ἄνθρωπον †ἵλεων τε† ἢ πρότερον γί‐

### book 167.3

νεσθαι ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι· παρρησίας γὰρ

### book 167.4

μεστοῦται καὶ ἐλευθερίας πάσης τε ἀφοβίας ὡς εἰπεῖν καὶ πρᾶξαι

### book 167.5.1

ἀόκνως. καὶ Λακεδαιμόνιοι δὲ τὸν ἄκρατον πίνοντες ὁπλίζονται. b

### book 167.5.2

(BCE3E4)T

### book 169a.1

〈θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν: θαρσαλέοσ〉 δὴ

### book 169a.2

αὐτοῦ ἡ ψυχή. Aa

### book 169b

〈οὐδέ τι γυῖα:〉 οὐδαμῶς τὰ μέλη. Aa

### book 170a

〈πρὶν ... πρίν:〉 πρότερον ... πρὸ τοῦ. Aa

### book 170b.1

πρὶν πάντας ἐρωῆσαι 〈πολέμοιο〉: πρὶν παύσασθαι

### book 170b.2

τῆς μάχης ἅπαντας. Aa b (BCE3)T οἱ δὲ παροξύνουσι τὸ

### book 170b.3

ἐρωῆσαι ἀντὶ τοῦ ἐρωήσειεν. b(BCE3)T

### book 170b

〈ἐρωῆσαι:〉 φθεῖραι. Aa

### book 171-2.1

λαὸν〈—〉σκέδασον 〈καὶ δεῖπνον ἄνωχθι /

### book 171-2.2

ὅπλεσθαι〉: πάλιν ἠθικῶς ἐπ’ ἐκείνῳ τὴν ἐξουσίαν καταλείπει τοῦ

### book 171-2.3

κελεῦσαι, ὡς ἂν μὴ δοκοίη ἐξ ἐπιτάγματος τούτου ταῦτα συγχωρεῖν,

### book 171-2.4

ἀλλ’ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς. b(BCE3E4)T

### book 172a1.1

ὅπλεσθαι: ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ

### book 172a1.2

„ὅπλεον“ (ζ 73) ἀντὶ τοῦ ἡτοίμαζον. b(BCE3)T

### book 172a2

ἑτοιμάσαι. Aa

### book 172-3.1

τὰ δὲ δῶρα〈— /〉 οἰσέτω: εἰκότως περὶ τῶν

### book 172-3.2

δώρων ὑφηγεῖται, τὸ κεκρυμμένον ὑπ’ ἀμφοτέρων σαφηνίσαι βουλό‐

### book 172-3.3

μενος· αὐτὸς γὰρ πρεσβευσάμενος σπεύδει δι’ ἑαυτοῦ ἀποδοθῆναι αὐ‐

### book 172-3.4

τά. b(BCE3E4)T ἢ καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηΐδα διὰ προ‐

### book 172-3.5

φάσεως αὐτὴν ἄγει. b(BE3E4)T

### book 174a1.1

σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς: γενναίως χρῆται τῷ

### book 174a1.2

διανοήματι· οὐ γὰρ ἔφη ‘ὡς ἂν πλουσιώτερος γένῃ‘, ἀλλὰ τὸ τῆς

### book 174a1.3

τιμῆς προβάλλεται. b(BCE3E4)T τὸ δὲ ἰανθῇς ἤτοι διαχυθῇς,

### book 174a1.4

εὐφρανθῇς διὰ τὴν τιμήν. τούτῳ τῷ διανοήματι ἁρμόττει καὶ τὸ

### book 174a1.5.1

„ἵνα πάντες Ἀχαιοί“ / ὀφθαλμοῖσιν ἴδωσιν (Τ 173—4)· ἡδὺ γὰρ

### book 174a1.5.2

τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον. b(BE3E4)T

### book 174a2

〈ἰανθῇς:〉 εὐφρανθῇς. Aa

### book 175-6.1

ὀμνυέτω δέ τοι ὅρκον〈—μιγῆναι〉: καὶ τὸν

### book 175-6.2

Ἀγαμέμνονα ἀρχόμενον τῶν λόγων τοῦτο προσθεῖναι μειρακιῶδες ἂν

### book 175-6.3

ἐφάνη, καὶ τὸν Ἀχιλλέα τοῦτο ἀπαιτεῖν ἀναίσχυντον, καὶ τῷ καιρῷ

### book 175-6.4

οὐχ ἁρμόττον κειμένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολο‐

### book 175-6.5.1

γεῖσθαι. ἄκρως οὖν ὁ διαλλακτὴς τὸ παρ’ ἀμφοτέρων σιωπηθὲν ἐξε‐

### book 175-6.5.2

λέγχει, καὶ διὰ τῶν ὅρκων πεῖσαι τὸν Ἀχιλλέα σπουδάζων· μέμνηται

### book 175-6.5.3

γὰρ ὧν παρὰ τὴν πρεσβείαν ἔλεγεν Ἀχιλλεύς· „τῇ παριαύων / τερ‐

### book 175-6.5.4

πέσθω“ (Ι 336—7). b(BCE3E4)T ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοί‐

### book 175-6.5.5

μως εἶχεν ὀμόσαι, δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων·

### book 175-6.10.1

b(BE3E4)T „μετὰ δ’ ἔσσεται, ἥν ποτ’ ἀπηύρων / κούρην Βρι‐

### book 175-6.10.2

σῆος, T καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι / μήποτε τῆς εὐνῆς ἐπιβή‐

### book 175-6.10.3

μεναι“ (Ι 131—3). καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ

### book 175-6.10.4

τοῦ στρατοῦ φησιν ὀμνυέτω δέ τοι ὅρκον (175)· ὅθεν καὶ ὁ

### book 175-6.10.5

βασιλεύς φησι· „χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσασ“ (Τ 185).

### book 175-6.15

b(BE3E4)T

### book 176.1

〈μήποτε τῆς εὐνῆς ἐπιβήμεναι:〉 ὅτι τὸ τῆς οὐκ

### book 176.2

ἔστιν ἄρθρον, ἀλλ’ ἀντὶ τοῦ ταύτης. παραλέλειπται δὲ τὸ ἄρθρον

### book 176.3

καί ἐστιν ‘μήποτε τῆς ταύτης εὐνῆς ἐπιβῆναι‘. Aa

### book 179-80.1

δαιτὶ 〈... /〉 πιείρῃ: πρὸς τὸ μὴ ἄσιτον αὐτὸν

### book 179-80.2

ἐξελθεῖν. b(BCE3E4)T σεμνοποιεῖ δὲ τὴν τροφήν, βασιλικὴν

### book 179-80.3

ἑστίασιν αὐτὴν καλῶν. b(BCE3)T

### book 179.1

ἀρεσάσθω: φιλοφρονησάσθω. ἐκ τούτου καὶ τὸ „ἀπαρέσ‐

### book 179.2

〈σ〉ασθαι“ (Τ 183). Aa T

### book 180.1

ἵνα μή τι δίκης 〈ἐπιδευὲς ἔχῃσθα〉: τοῦ δικαίου,

### book 180.2

‘ἵνα μηδὲν ἐνδέῃ σοι τῶν δικαίων‘· τὰ δῶρα (cf. Τ 172) διὰ τὴν ἄμυ‐

### book 180.3

ναν, ὅρκον (cf. Τ 175) διὰ τὴν ἐρωμένην, ἑστίασιν (cf. Τ 179) διὰ τὴν

### book 180

ὕβριν. b(BCE3E4)T

### book 181-2.1

〈σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ / ἔσ‐

### book 181-2.2

σεαι:〉 ἐπειδὴ μικροπρεπῆ καὶ ἀγανάκτησιν φέροντα ἐπέταξε τὸ

### book 181-2.3

ὀμόσαι περὶ παλλακιδίου, ἄκρως αὐτὸν ἐπάγεται, ὅτι καὶ αὐτῷ συμ‐

### book 181-2.4

φέροντα συνεβούλευσεν· ὑφιστάμενος γὰρ τὴν ἐπὶ τῇ ἀναιρέσει τοῦ

### book 181-2.5.1

ἠδικημένου ἐπακολουθήσασαν αἰσχύνην ἀποσχήσῃ καὶ εἰς τὸ ἑξῆς τῆς

### book 181-2.5.2

πλημμελείας. b(BCE3E4) νῦν οὖν, φησί, τὰ δίκαια ποιήσας καὶ

### book 181-2.5.3

περὶ ἄλλον ἔσῃ δικαιότερος. Aa b (BCE3E4)

### book 183a

〈ἀπαρέσσασθαι:〉 ἐξευμενίσασθαι. Aa

### book 183b

〈τις:〉 ὅτι πᾶς. ἀπὸ κοινοῦ βασιλεύς. Til

### book 183c.1

χαλεπήνῃ: χαλεπότητος καὶ ἀδικίας ἄρξῃ. Aa b (BCE3)

### book 183c.2

T θαρρούντως ταῦτά φησιν Ὀδυσσεύς, ὅτι πολλάκις ἀκήκοεν

### book 183c.3

Ἀγαμέμνονος „ἐγὼ δ’ ἦρχον χαλεπαίνων“ (Β 378). b(BCE3)T

### book 186

〈διΐκεο:〉 διεξῆλθες. Aa

### book 188

πρὸς δαίμονος: κατά· ὡς ὁρκίζοντές φαμεν ‘πρὸς Διόσ‘. T

### book 189.1

〈τέως:〉 ἐν τοσούτῳ, ἐν ὀλίγῳ, δίχα τοῦ „πέρ“. | καὶ

### book 189.2

βραχὺ διασταλτέον ἐπὶ τὸ τέως πρὸς τὸ σαφές, καὶ ἵνα διὰ τῆς

### book 189.3

σιωπῆς τοῦ χρόνου τὸ μέτρον σώζηται. | ἐν δὲ ταῖς εἰκαιοτέραις μετὰ

### book 189

τοῦ „πέρ“. b(BCE3)

### book 190a.1

〈μίμνετε δ’ ἄλλοι πάντες:〉 φιλοδοξῆσαι γὰρ θέλει,

### book 190a.2

ὑπὲρ πάντων τὰ δῶρα ἐπὶ πάντων διδούς. b(BCE3E4)

### book 190b

ὄφρα {κε}: ἀνταπέδωκε τῷ „τέωσ“ (Τ 189) τὸ ὄφρα. T

### book 190c

〈εἰς ὅ:〉 γράφεται „ὄφρα {κε}“. Aa

### book 193a.1

〈κρινάμενος κούρητας:〉 ἐπιλεξάμενος πιστοὺς κού‐

### book 193a.2

ρους, νέους. Ail

### book 193b

〈κούρητας:〉 νέους ἔτι κομῶντας. Til

### book 193c.1

〈κούρητας:〉 κούρητας ὡς πένητας νῦν, ἐπὶ δὲ τοῦ

### book 193c.2

ἔθνους ὡς „ἀδμῆτασ“ (cf. δ 637). εἴπομεν δὲ ἤδη (sc. ad Ι 529) περὶ

### book 193c.3

τῆς προσῳδίας. Aa

### book 194a.1

ἐνεικέμεν: ἐνεικέμεν τὰ οἰστέα. „ἀγέμεν“ (Τ 195) δὲ

### book 194a.2

〈τὰσ〉 γυναῖκας. T

### book 194b.1

ἄλλως· ἐνεικέμεν: ὡς λαβέμεν, παρὰ τὴν ἐνεικών μετ‐

### book 194b.2

οχὴν καὶ ῥῆμα τὸ ἐνείκω. T

### book 197a.1

κάπρον 〈ἑτοιμασάτω ταμέειν Διΐ τ’ Ἠελίῳ τε〉:

### book 197a.2

περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει. ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλ‐

### book 197a.3

λησι τοῦ περὶ Ἀδώνιδος μύθου, Aa b(B, C[bis], E3E4)T ἢ ὅτι

### book 197a

περὶ τοῦ μὴ συγγεγονέναι ὄμνυσι, †θύειν† τὸ ἐναντίον. πρὸς δὲ τὰ

### book 197a.5

ὅρκια τρισὶν ἐχρῶντο Ἀττικοί, κάπρῳ κριῷ ταύρῳ. Aa b (BCE3E4)T

### book 197b.1

ταμέειν: λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς

### book 197b.2

λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον. b(BCE3E4)T

### book 201a1

〈μετὰ παυσωλή:〉 μετά μετὰ ταῦτα. Til

### book 201a2

ἡ μετὰ ταῦτα ἀνάπαυσις. b(BCE3E4)

### book 202a1.1

〈μένος ... ᾖσιν:〉 ὀργὴ κατὰ τῶν πολεμίων †ὑπάρχει.

### book 202a1.2

Aa Til

### book 202a2.1

〈μένος:〉 ἡ κατὰ τῶν πολεμίων ὀργή. τὸ δὲ ᾖσιν ἀντὶ

### book 202a2.2

τοῦ †ὑπάρχει. b(BCE3)

### book 203.1

οἱ μὲν κέαται: ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολε‐

### book 203.2

μεῖν, κοινοποιεῖ τὸν λόγον. b(BCE3E4)T

### book 205a.1

〈ὑμεῖς ... ὀτρύνετον:〉 πρὸς Ὀδυσσέα καὶ Ἀγαμέ‐

### book 205a.2

μνονα. b(BCE3E4)Til

### book 205b.1

〈ὑμεῖς δ’ ἐς βρωτύν:〉 κατ’ ἔνια ἔξω τοῦ ς, „ὑμεῖς δὲ

### book 205b.2

βρωτύν“. Aa

### book 207a.1

νήστιας ἀκμήνους: νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων,

### book 207a.2

ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν. Aa b (BCE3E4)T

### book 207b

〈ἀκμήνους:〉 ἀτρόφους. Aa

### book 208a

〈τεύξασθαι:〉 ποιῆσαι. Aa

### book 208b1.1

†μετὰ δόρπον: μετὰ† τὸ μετὰ εὐφροσύνης. οἱ δὲ γράφουσι

### book 208b1.2

„μετά“ ἀντὶ τοῦ μετὰ τὸ νικῆσαι. T

### book 208b2.1

ἡ μετά τὸ μετὰ εὐφροσύνης καὶ χαρᾶς τῆς ἐκ τῆς ἥσσης τῶν

### book 208b2.2

πολεμίων γενησομένης. b(BCE3)

### book 208c

〈τισαίμεθα:〉 ἐκπράξαιμεν, Aa b (BCE3)Til ἀπαι‐

### book 208c

τήσαιμεν. b(BCE3E4)

### book 209a

οὔ πως ἂν ἔμοιγε: εἰ καὶ ὑμῖν, ἀλλ’ οὐκ ἐμοί. b(BCE3)T

### book 209b.1

{κατὰ λαιμὸν} ἰείη: ψιλῶς, καὶ παράκειται τὸ „ἰέναι“ (Α

### book 209b.2

227. Β 94 al.) ἀπαρέμφατον. T

### book 212a.1

κεῖται ἀνὰ πρόθυρον: τὸ μέγεθος ἐνέφηνε τοῦ Πα‐

### book 212a.2

τρόκλου, ὡς „κεῖτ’ ἔντοσθ’ ἄντροιο 〈τανυσσάμενος διὰ μήλων〉“ (ι

### book 212a.3

298). T

### book 212b.1

ἀνὰ πρόθυρον τετραμμένος: πρὸς τὴν θύραν ὁρῶν,

### book 212b.2

ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐτούς, εἶτα ἔθαπτον, εἶτα

### book 212b.3

ἐτυμβοχόουν, εἶτα ἐκτέριζον. b(BCE3)T

### book 216-9.1

ὦ Ἀχιλεῦ〈—καὶ πλείονα οἶδα〉: ἤρξατο

### book 216-9.2

μέν, ὡς ἄν τις μάλιστα θεραπεύσειε νέον φιλότιμον, προεπαινέσας δὲ

### book 216-9.3

ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ τῆς φρονήσεως, διὰ γῆρας τοῦτο

### book 216-9.4

φάσκων ἔχειν, ᾧ εἴξειε νεώτερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γε‐

### book 216-9.5

γηρακώς. b(BCE3)T

### book 218-9.1

νοήματί γε προβαλοίμην 〈/ πολλόν, ἐπεὶ πρό‐

### book 218-9.2

τερος γενόμην καὶ πλείονα οἶδα〉: διαβόητος ἡ διαστολὴ ἡ

### book 218-9.3

εἰς τὸ προβαλοίμην (218) καὶ ἀναφέρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς

### book 218-9

γὰρ δοκεῖ αὐτῷ τὸ πολλόν (219) συνάπτειν τοῖς ἡγουμένοις. ἐμοὶ

### book 218-9.5.1

μέντοι οὐδεμίαν ἀπρέπειαν ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν

### book 218-9.5.2

ἀπένειμεν Ὀδυσσεὺς Ἀχιλλεῖ· b(BCE3E4)T ὡς γὰρ τῷ „κρείσ‐

### book 218-9.5.3

σων εἰς ἐμέθεν καὶ φέρτεροσ“ (Τ 217) πρόσκειται τὸ „οὐκ ὀλίγον περ“

### book 218-9.5.4

(Τ 217), οὕτω κἀνθάδε τὸ πολλόν (219). βέλτιον οὖν τοῖς †ἄλ‐

### book 218-9.5.5

λοις† συνάπτειν αὐτό, ἵν’ ᾖ ὅμοιον τῷ „ἀλλ’ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ’

### book 218-9.10.1

ἔγχεϊ πολλὸν ἐνίκα“ (Σ 252)· ἀπὸ κοινοῦ γὰρ τὸ „πολλόν“. | ἄλλοι

### book 218-9.10.2

τινὲς πολλὸν ἐπεὶ πρότερος (219) ἀντὶ τοῦ ἐπειδὴ πολὺ πρότε‐

### book 218-9.10.3

ρος ἐγενόμην, ἵνα μὴ παροξύνηται Ἀχιλλεύς. ἀλλ’ ἀεὶ ἄρχει παρ’

### book 218-9.10.4

Ὁμήρῳ τὸ ἐπεί καὶ τὸ πολλόν ὑποτάσσεται αὐτῷ· „ἐπεὶ πολλὸν

### book 218-9.10.5

κείνων ἐπιδεύεαι ἀνδρῶν“ (Ε 636), b(BE3E4)T „ἐπειὴ μάλα πολ‐

### book 218-9.15

λὰ μεταξύ“ (Α 156). T

### book 218

〈προβαλοίμην:〉 ὑπερτερήσαιμι. Aa

### book 219.1

πλείονα οἶδα: καὶ αὐτός φησιν· „ἀγορῇ δέ τ’ ἀμείνονές

### book 219.2

εἰσι καὶ ἄλλοι“ (Σ 106). T

### book 220.1

μύθοισιν ἐμοῖσιν: τοῖς ἀπὸ τῶν λόγων προστασσομέ‐

### book 220.2

νοις ἔργοις. Aa b (BCE3)T

### book 221-4a1.1

αἶψά τε φυλόπιδοσ〈—τέτυκται〉: ὁ τρό‐

### book 221-4a1.2

πος μικτὴ ἀλληγορία· εἰ γὰρ εἶπε ‘ταμίης καρποῖο τέτυκται‘ (cf.

### book 221-4a1.1

224), τελεία ἦν ἀλληγορία. ἄμητος (223) δέ ἐστιν ὁ καιρὸς τοῦ

### book 221-4a1.2

ἀμᾶν, βαρυτόνως, ὡς καὶ παρ’ Ἡσιόδῳ (opp. 384) „ἄρχεσθ’ ἀμή‐

### book 221-4a1.5.1

τοιο“· b(BCE3)T ὀξύνεται δὲ αὐτὸς ὁ καρπός. ὁ δὲ νοῦς· τρο‐

### book 221-4a1.5.2

πῆς γενομένης ὀλίγον χρόνον διώξαντες πολλὰ καταβαλοῦμεν τῶν πο‐

### book 221-4a1

λεμίων σώματα. b(BE3)T

### book 221-4a2.1

ἄμητος ὁ καιρός, ἀμητὸς δὲ ὀξυτόνως αὐτὸς ὁ καρ‐

### book 221-4a2.2

πός. Aa

### book 221-4b.1

〈αἶψά τε—τέτυκται:〉 ὁ νοῦς οὗτος· ἐπὰν ὁ

### book 221-4b.2

Ζεὺς τροπὴν δῷ τοῖς πολεμίοις, πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι

### book 221-4b.3

πολλοὶ ἀναιροῦνται, ὁ δὲ ἄμητος (223) ὀλίγος, τουτέστιν ὁ και‐

### book 221-4b.4

ρός, καθ’ ὃν ἀναιρεθήσονται, ἤγουν ἐν βραχεῖ καιρῷ πολλοὶ φονευθή‐

### book 221-4b.5

σονται. Aa

### book 222-4.1

ἧς τε πλείστην—τέτυκται: ὅταν κλίμα γένη‐

### book 222-4.2

ται τῆς μάχης, ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πεσοῦνται. Aa T

### book 222

καλάμην: τοὺς νεκρούς. b(BCE3)Til

### book 223

〈ἄμητος:〉 ὡς „Μίλητοσ“ (cf. Β 647. 868). Aa

### book 225.1

〈γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς:〉

### book 225.2

ὁ νοῦς· εἰ μέλλομεν ἄσιτοι πενθεῖν τοὺς ἐν πολέμῳ ἀποθανόντας, ἀνή‐

### book 225.3

νυτον ἔσται. | ἡ διπλῆ δέ, ὅτι οὐκ ἐν τῷ καθόλου, ἀλλὰ πρὸς τὸ παρ‐

### book 225.4

ὸν τοῦτό φησιν. Aa

### book 226.1

ἐπήτριμοι: ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων,

### book 226.2

ἃ ἤτρια καλεῖται καὶ ἕτερα ἐφ’ ἑτέροις ἐστίν. Aa b (BCE3E4)T

### book 227

〈πόνοιο:〉 τοῦ ἐν πολέμῳ ἔργου. b(BCE3E4)

### book 228a.1

κατθάπτειν: ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχή,

### book 228a.2

ὅτε φησὶ „θάπτε με ὅττι τάχιστα“ (Ψ 71), ἀντὶ τοῦ καῖέ με. b(BCE3

### book 228a.3

E4)T καὶ „φιτροὺς δ’ αἶψα ταμόντες / θάπτομεν ἀχνύμενοι“

### book 228a.4

(μ 11—2). T

### book 228b.1

〈ὅς κε θάνῃσι:〉 οὐ πάντα νεκρὸν λέγει, ἀλλὰ τὸν ἐν πο‐

### book 228b.2

λέμῳ. b(BCE3E4)Til

### book 229a.1

〈νηλέα θυμὸν ἔχοντας, ἐπ’〉 ἤματι 〈δακρύσαν‐

### book 229a.2

τας: ἤματι〉 τῇ ἡμέρᾳ τῆς ταφῆς. ταῦτα δὲ πρὸς παραμυθίαν τὴν

### book 229a.3

ἐπὶ Πατρόκλῳ φησί. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἔχοντας. b

### book 229a.4

(BCE3)T

### book 229b

〈νηλέα:〉 ἀπηνῆ, | ἀνηλεῆ. Aa

### book 230.1

〈ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπων‐

### book 230.2

ται:〉 λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται. b(BCE3)

### book 231-2.1

μεμνῆσθαι πόσιος 〈καὶ ἐδητύος—νωλε‐

### book 231-2.2

μὲς αἰεί〉: τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγ‐

### book 231-2

καίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησιν. b(BCE3)T

### book 233-4.1

μηδέ τις ἄλλην / λαῶν ὀτρυντὺν 〈ποτιδέγμε‐

### book 233-4.2

νος ἰσχαναάσθω〉: μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδε‐

### book 233-4.3

χέσθω, b(BCE3)T ἀλλ’ αὐτοκέλευστος ἐξίτω. b(BCE3E4)

### book 233-4.4

T ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος (fr. 88 W.). καὶ Ἐρατοσθένης

### book 233-4.5.1

χαίρει ταῖς τοιαύταις ἐκφοραῖς· „πολλὴ ἀντιμαχηστύσ“ (fr. 31 Pow.).

### book 233-4.5.2

b(BCE3)T

### book 234a

〈ὀτρυντύν:〉 πρόσταξιν, ἐπικέλευσιν. Aa

### book 234b

〈ἰσχαναάσθω:〉 ἀναμενέτω, | κατασχέσθω. Aa

### book 235a.1

〈ἥδε γὰρ ὀτρυντύς:〉 ἡ ἑτέρου παρακέλευσις δηλονό‐

### book 235a.2

τι. Aa

### book 235b.1

κακὸν ἔσσεται: κακὸν ἐκείνῳ τῷ περιμένοντι. b

### book 235b.2

(BCE3)T ποῖον κακόν; „οὔ οἱ ἔπειτα / ἄρκιον ἐσ〈σ〉εῖται φυ‐

### book 235b.3

γέειν κύνασ“ (Β 392—3). T

### book 238a1.1

ὀπάσσατο: διὰ φωνῆς ἐπέκρινε, παρὰ τὴν ὄπα. ἢ ὀπα‐

### book 238a1.2

δοὺς ἔλαβεν. ἢ δι’ ὀφθαλμῶν ἐπελέξατο, παρὰ τοὺς ὦπας. b(BCE3)T

### book 238a2.1

{ὀπάσατο:} διὰ φωνῆς ἐπεκρίνατο, συμπαρέλαβεν. ἢ |

### book 238a2.2

ἀκολούθους ἔλαβεν. Aa

### book 240.1

Λυκομήδεα: Κρὴς ὁ Λυκομήδης, ὥς φησιν Ἡσίοδος (fr.

### book 240.2

202 M.—W.) καταλέγων τοὺς μνηστῆρας Ἑλένης. T

### book 245

ἀμύμονα: κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον. b(BCE3)T

### book 246.1

ἕπτ’, 〈ἀτὰρ ὀγδοάτην Βρισηΐδα〉: Ζηνόδοτος „ἕξ,

### book 246.2

ἀτὰρ ἑβδομάτην“, τοῦ ποιητοῦ λέγοντος „δώσω δ’ ἑπτὰ γυναῖκας /

### book 246.3

Λεσβίδασ“ (Ι 128—9). ἡ δὲ Βρισηῒς Λυρνη〈σ〉σὶς ἦν. T

### book 247

〈στήσας:〉 σταθμήσας. Aa

### book 250.1

θεῷ ἐναλίγκιος 〈αὐδήν〉: ἢ τῷ Ἑρμῇ (οὗτος γὰρ θεὸς

### book 250.2

κηρύκων)· ἢ ἀκαταπόνητος τὴν φωνήν. T

### book 252a.1

〈ἐρυσσάμενοσ〉 χείρεσσι μάχαιραν: τῇ μὲν γὰρ

### book 252a.2

λαιᾷ ἀντελάβετο τοῦ κολεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς. b(BCE3E4)T

### book 252b.1

μάχαιραν: τὴν †περιξιφίδα† φησίν, ἣν νῦν ζωνομάχαι‐

### book 252b.2

ραν καλοῦμεν. b(BCE3)T

### book 253

ἄωρτο: ἔωρτο, ἐώργει, εἴωθα· πλεονάζει τὸ ω. T

### book 254a

〈κάπρου ἀπὸ τρίχας ἀρξάμενος:〉 ἀρξάμενος ἀπὸ

### book 254a

τῶν τριχῶν τοῦ κάπρου. Aa

### book 254b.1

ἀπὸ τρίχας 〈ἀρξάμενοσ〉: ἀπήρχοντο τῶν τριχῶν

### book 254b.2

θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες· ἢ ὅτι ἐσθῆτος εὑρημένης οὐκέτι

### book 254b.3

τετριχωμένοις ἐχρῶντο δέρμασιν. Aa b (BCE3)T

### book 255.1

ἐπ’ αὐτόφιν εἵατο: τὸ ἑξῆς ἐφείατο αὐτοῦ. ἢ ἐπ’ αὐτοῖν,

### book 255.2

τῷ τε Ἀγαμέμνονι καὶ Ταλθυβίῳ. T

### book 256

〈κατὰ μοῖραν:〉 κατὰ τὸ πρέπον. Aa

### book 257.1

εὐξάμενος: „εὐχόμενοσ“· οὐ γὰρ ηὔξατο ἤδη. b(BCE3

### book 257.2

E4)T

### book 258a.1

ἴστω: μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. b(BCE3E4)

### book 258a.2

T „ἴστορα δ’ Ἀτρείδην 〈Ἀγαμέμνονα θείομεν ἄμφω〉“ (Ψ

### book 258a.3

486). T

### book 258b.1

ἄλλως· ἴστω νῦν 〈Ζεὺς πρῶτα〉: φοβεραὶ αἱ ἀραί,

### book 258b.2

ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου (cf. Τ 259), τε‐

### book 258b.3

θνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων (cf. Τ 259—60). δείκνυσι δὲ ὅτι δεινὸν

### book 258b.4

στρατηγῷ ἀκολασίας ψόγος. b(BCE3E4)T

### book 259.1

αἵ θ’ ὑπὸ γαῖαν: τινὲς „οἵ τε“, ἐπὶ Πλούτωνος καὶ Περσε‐

### book 259.2

φόνης. T

### book 261a

μὴ μὲν ἐγώ: ὡς τὸ „μὴ δι’ ἐμὴν ἰότητα“ (Ο 41)· „μὴ

### book 261a

μὲν τοῖς ἵπποισιν ἀνήρ“ (Κ 330). T

### book 261b

〈μὴ μὲν ἐγώ:〉 οὐδαμῶς μὲν ἐγώ. Aa

### book 262a.1

〈οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλ‐

### book 262a.2

λου:〉 ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην | οὔτε τινος

### book 262a.3

ἄλλου. Aa

### book 262b.1

οὔτ’ εὐνῆς πρόφασιν: οὔτε κοίτης χάριν, τουτέστιν

### book 262b.2

τοῦ στρῶσαι, ὑπερβολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει. b(BCE3)T

### book 263a1.1

ἀπροτίμαστος: ἀνέπαφος· b(BCE3)T μάσσασθαι

### book 263a1.2

γὰρ τὸ ἐφάψασθαι, b(BCE3E4)T „μάλιστ’ ἐσεμάσσατο θυμόν“

### book 263a1.3

(Υ 425). T καὶ Εὐφορίων (fr. 118 Pow.)· „Μοῦσαι ποιήσαντο

### book 263a1.4

καὶ ἀπροτίμαστος Ὅμηροσ“, οὗ δυσχερὲς ἐφικέσθαι τῆς δυνάμεως.

### book 263a1.5

b(BCE3)T

### book 263a2.1

ἄλλως: {ἀνεπιτίμαστος} ἀνέπαφος, καὶ „ἀπροτίμαστος

### book 263a2.2

Ὅμηροσ“. T

### book 263b

〈ἀπροτίμαστος:〉 ἀνέπαφος, | ἄψαυστος. Aa

### book 263c

ἀπροτίμαστος: ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω. Aa

### book 265.1

ὅτι〈σ〉 σφ’ ἀλίτηται ὀμόσ〈σ〉ας: ὃς ὀμόσας εἰς αὐτοὺς

### book 265.2

ἁμάρτῃ. Aa b (BCE3)T τὸ δὲ σφέ ἔσθ’ ὅτε καὶ ἐπὶ ἑνικοῦ· „καὶ

### book 265.3

γάρ σφε πάρος 〈παρὰ νηυσὶ θοῇσιν / εἶδεν〉“ (Λ 111—2). T

### book 267a.1

πολιῆς: λευκῆς ἢ τιμίας ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ

### book 267a.2

ἔσχατος ἐσχάτη ἐσχατιά, „ἀγροῦ ἐπ’ ἐσχατιῆσ“ (ε 489), σκοπὴ

### book 267a.3

σκοπιά, „ἔστην δὲ σκοπιήν“ (κ 97), οὕτως καὶ παρὰ τὸ πολλός πολ‐

### book 267a

λή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμ‐

### book 267a.5.1

βεβηκότος ἐπὶ λευκῆς ἐστιν. ἀλλὰ εἴρηται μὲν ἐπὶ πολλῷ χρόνῳ

### book 267a.5.2

ἥκειν, ἀπὸ δὲ τούτου τὸ λευκή. b(BCE3)T οὕτως Ἡρωδιανὸς

### book 267a.5.3

ἐν Ἐπιμερισμῷ (fr. 4 L.) τῷ „οὐ 〈φυτόν, — /〉 οὐκ ὄγχνη, οὐ

### book 267a.5.4

πρασιή τοι“ (ω 246—7). T

### book 267b

〈πολιῆς:〉 λευκῆς ἢ Til πλοΐμης. b(BCE3)Til

### book 267c1.1

〈λαῖτμα:〉 †λάτωμα† λέγεται τὸ μέγα ἔκταμα. μήποτε

### book 267c1.2

οὖν ἐξ αὐτοῦ ἐστι κατὰ συγκοπήν· καὶ δηλοῖ τὸ μέγα κῦμα. b(BCE3)

### book 267c2

λάταμα τὸ ἔκταμα, TTil ὅ ἐστί τι μέγα κῦμα. T

### book 267d.1

λαῖτμα: παρὰ τὸ λίαν τέμνεσθαι· τὸ γὰρ λα ἐπιτατικὸν

### book 267d.2

μόριον. ἢ παρὰ τὸ λατύσ〈σ〉εσθαι, ὅ ἐστι τύπτεσθαι ταῖς κώπαις. Aa

### book 268a.1

βόσιν: ὡς ποτὸν πόσις, δοτὸν δόσις, οὕτω βοτὸν βόσις.

### book 268a.2

b(BCE3)T

### book 268b.1

ἄλλως· βόσιν ἰχθύσιν: παρὰ τῇ ἠϊόνι ἄρα ἡ ἐκκλησία.

### book 268b.2

b(BCE3)T

### book 270a.1

Ζεῦ πάτερ〈—δίδοισθα〉: διὰ τὸ τοῦ ὅρκου μέ‐

### book 270a.2

γεθος πιστεύσας τῇ σωφροσύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰ‐

### book 270a

τίαν τῆς μήνιδος. b(BCE3)T

### book 270b.1

δίδοισθα: οἱ μὲν βαρύνουσιν ὡς Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι

### book 270b.2

δίδοις δίδοισθα ὡς „τίθησθα“ (ι 404. ω 476). οἱ δὲ περισπῶσιν,

### book 270b.3

ἐπέκτασιν εἶναι οἰόμενοι. b(BCE3)T φησὶ γοῦν „πολλὰ διδοῖ“

### book 270b.4

(I 519 al.). T

### book 273-4a.1

〈ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος—γε‐

### book 273-4a.2

νέσθαι: τὸ〉 ἀμήχανος (273) τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ

### book 273-4a.3

Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς

### book 273-4a.4

ἐπάνω συναπτόμενον ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν

### book 273-4a.5.1

μὴ αἴτιον τούτου μηδ’ αὐτὸν μηχανησάμενον τὸ γεγονός. ἢ ἀντὶ τῆς

### book 273-4a.5.2

μεσότητος δύναται κεῖσθαι τοῦ ἀμηχάνως, οἷον ἀβουλεύτως. Aa

### book 273-4b

ἀμήχανοσ〈—γενέσθαι〉: τὸ ἀμήχανος (273)

### book 273-4b.1

τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, b(BCE3)T πρὸς ὃν οὐ‐

### book 273-4b.2

δείς τι μηχανήσασθαι δύναται· b(BCE3E4)T ἀμήχανον γὰρ τὸ

### book 273-4b.3

ἀδύνατον καλεῖται. b(BCE3) | οἱ δὲ „ἀμήχανον 〈...〉 θάνατον“ T

### book 276a.1

〈λῦσεν δ’ ἀγορήν:〉 αὐτὸς γὰρ καὶ ἤγειρεν αὐτήν (sc.

### book 276a.2

Τ 40—1). b(BCE3)Til

### book 276b.1

〈αἰψηρήν:〉 ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροι‐

### book 276b.2

σθεῖσαν ἐκκλησίαν· ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν. Aa

### book 276c.1

αἰψηρήν: ἐπίρρημα b(BCE3)Til ἀντὶ τοῦ ταχέως,

### book 276c.2

b(BCE3)T ὡς τὸ „θοὴν ἀλεγύνετε δαῖτα“ (θ 38) ἀντὶ τοῦ θοῶς.

### book 276c.3

b(BCE3) λαιψηρὸν δὲ τὸ ἐν χρόνῳ συντόμῳ γινόμενον. b

### book 276c

(BCE3)T

### book 278-81.1

δῶρα δὲ Μυρμιδόνεσ〈—θεράποντες ἀγαυ‐

### book 278-81.2

οί〉: δεξιῶς πάντα μεμέρισται καὶ ἐπεξεργασίας τετύχηκεν. T

### book 281a1.1

ἵππους δ’ εἰς ἀγέλην: ἀγέλην ἵππων φησὶ τὸ συν‐

### book 281a1.2

αχθὲν πλῆθος· οὐ γὰρ ἀζεύκτων ἵππων ἀγέλην ἐπήγετο ὁ Ἀχιλλεύς. T

### book 281b1.1

ἀγέλην: οὐ φορβάδων ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν

### book 281b1.2

τοὺς ἡνιόχους ἀνεῖλεν· οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων

### book 281b1.3

†ἔβαλλον. T

### book 281a2/b2.1

ἀγέλην φησὶ τὸ συναχθὲν πλῆθος αὐτῷ. | οὐ φορβά‐

### book 281a2/b2.2

δων δὲ ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. |

### book 281a2/b2.3

ἀζεύκτους δὲ ἵππους οὐκ εἶχεν. | οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορ‐

### book 281a2/b2.4

βάδων †ἔβαλλον. b(BCE3)

### book 282-302.1

Βρισηῒς δ’ ἄρ’ ἔπειτ’〈—κήδε’ ἑκάστη〉:

### book 282-302.2

ἐνθάδε μόνον αὐτὴν παρέλαβεν, b(BE3)T ὡς καὶ Φοίνικα ἐν τῇ

### book 282-302.3

Ι (sc. 432—605). T ἔστι δὲ λίαν φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησο‐

### book 282-302.4

μένων καὶ τοῦ „ἡ δ’ ἀέκους’ ἅμα τοῖσι γυνὴ κίε“ (Α 348). καὶ οἱ μὲν

### book 282-302.5.1

δημογέροντες περὶ Ἑλένης φασὶν „αἰνῶς ἀθανάτῃσι θεῇσ“ (Γ 158), ὁ

### book 282-302.5.2

δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν αὐτὴν εἰκάζει (sc. 282)·

### book 282-302.5.3

ἐπεὶ γὰρ ἐπ’ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγε‐

### book 282-302.5.4

νεῖς γυναῖκες, αἳ λίαν χεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πε‐

### book 282-302.5.5

ποίηκε θρηνοῦντα, ἐξάρχοντος ἐνδόξου προσώπου. ὁ δὲ τόπος μέσου

### book 282-302.10.1

χαρακτῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ

### book 282-302.10.2

λίαν ἐστὶ γραφικός, τῷ δὲ μιμητικῷ συμπαθὴς καὶ γοερός· τὸ γὰρ

### book 282-302.10.3

τοιοῦτον πρόσωπον τὸ θεοῖς ἐοικός (cf. 282 et 286), περὶ οὗ Ἀχιλλεὺς

### book 282-302.10.4

πλείστοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον

### book 282-302.10.5

βασιλίδος (sc. Ι 388—91), ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς

### book 282-302.15

προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων τά τε κάλλιστα τοῦ σώματος

### book 282-302

αἰκιζομένη μέλη. b(BE3)T

### book 282.1

χρυσῇ: ἀπὸ τῆς παρ’ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν φησιν.

### book 282.2

b(BC) T

### book 283a

δεδαϊγμένον: λελωβημένον. b(BCE3E4)Til

### book 283b

〈δεδαϊγμένον:〉 διακεκομμένον. Aa

### book 283c.1

χαλκῷ: παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν σί‐

### book 283c.2

δηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζομένους.

### book 283c.3

b(BCE3)T

### book 284a.1

ἀμφ’ αὐτῷ χυμένη: ἡ συντομία τῆς φράσεως τὸ περι‐

### book 284a.2

παθὲς καὶ σπουδαῖον ἐμφαίνει τῆς γυναικός. b(BCE3)T

### book 284b.1

χυμένη: πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. b

### book 284b.2

(BCE3)T ἐπὶ δὲ Ἀχιλλέως „Πατρόκλῳ περικείμενον“ (Τ 4) φη‐

### book 284b.3

σίν. T

### book 284c.1

λίγ’ ἐκώκυε: εἰς ἡδονὴν προαγομένη τοὺς ἀκούοντας,

### book 284c.2

ὡς „Θέτις b(BCE3)T γόου ἵμερον ὦρσε“ (Ψ 14): T „μετὰ

### book 284c.3

γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ“ (ο 400). b(BCE3)T

### book 284d.1

〈ἄμυσσε:〉 παρατατικῶς· τὸ γὰρ ἄμυξε τὴν τάχιστα

### book 284d.2

συντέλειαν ἐδήλου. Tt

### book 285.1

ἁπαλὴν δειρὴν 〈ἰδὲ καλὰ πρόσωπα〉: ἐπέτεινε τὸν

### book 285.2

οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς

### book 285.3

συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ, ὡς ἀνοίκειον τὰ οὕτω καλὰ μέλη

### book 285

ἀμύσσεσθαι. b(BCE3)T

### book 287a.1

Πάτροκλέ μοι δειλῇ 〈πλεῖστον κεχαρισμένε θυ‐

### book 287a.2

μῷ〉: ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ γὰρ τὰ ἐπ’ αὐτῷ ἀπολοφύ‐

### book 287a.3

ρεται, ἀλλὰ διὰ τὸν ἐκείνου θάνατον τὰ αὐτῇ ἐπακολουθήσοντα. b

### book 287a.4

(BCE3E4)T

### book 287b

〈δειλῇ:〉 τῇ ἀτυχεῖ. Aa

### book 288-90a1.1

ζωὸν μέν σε ἔλ〈ε〉ιπον〈— /ἂψ ἀνιοῦ‐

### book 288-90a1.2

σα〉: τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὂν καὶ τὸ διά‐

### book 288-90a1.3

φορον αὐτῶν ἐξίστησι τὴν Βρισηΐδα. T

### book 288-90a2.1

ἐκπλήττει γὰρ αὐτὴν τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου

### book 288-90a2.2

βράχιστον ὄν. b(BCE3E4)

### book 288-90b.1

ζωὸν μέν σε ἔλ〈ε〉ιπον〈—ἂψ ἀνιοῦσα〉: πα‐

### book 288-90b.2

ρατατικαῖς ἐχρήσατο φωναῖς ὡς μόγις ἄκουσα πεπορευμένη καὶ πάλιν

### book 288-90b.3

βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεάσασθαι τὸ πτῶμα Πα‐

### book 288-90b.4

τρόκλου· διὸ καὶ ἐπήγαγε κακὸν ἐκ κακοῦ (290)· τῆς γὰρ παρ’

### book 288-90b.5

Ἀγαμέμνονι διατριβῆς, φησί, τοῦτό μοι χεῖρον. b(BE3E4)T

### book 291-2.1

ἄνδρα μέν, ᾧ ἔδοσάν με〈—χαλκῷ〉: σωφρο‐

### book 291-2.2

σύνης δεῖγμα ὁ παρὰ γονέων νυμφίος. b(BCE3)T φιλάνδρου δὲ

### book 291-2.3

γυναικὸς προθεῖναι τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν.

### book 291-2

τοιαύτη δὲ καὶ Ἀνδρομάχη (cf. Ζ 429—30): b(BE3)T κατὰ γὰρ

### book 291-2.5.1

Μνασέαν (F.H.G. III p. 154, fr. 29) Βρισέως υἱὸς ἦν Ἠετίων. T

### book 291-2.5.2

οἰκεῖον δὲ τοῖς πενθοῦσι καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν οἰκείων

### book 291-2.5.3

κακῶν. b(BE3)T

### book 291a.1

ᾧ ἔδοσάν με: τινὲς ‘ᾧ με ἠγγύησαν καὶ ἐμνήστευσαν‘·

### book 291a.2

παρθένος γάρ· διὸ καὶ κόρη (cf. Α 275. 298 al.) λέγεται. b(BCE3)T

### book 291b1.1

πατὴρ καὶ πότνια μήτηρ: ὡς τὸ πρῶτον αἴτιον

### book 291b1.2

ἔχοντος τοῦ πατρὸς αὐτὸν προτίθησιν, ὡς καὶ ἐπὶ τῶν ἡμιθέων· „σὲ

### book 291b1.3

μὲν Πηλῆος / μητρὸς δ’ ἐκ Θέτιδοσ“ (Υ 206—7), „υἱὸς μεγαλήτορος

### book 291b1.4

Ἀγχίσαο 〈/ εὔχεται ἐκγεγάμεν,〉 μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη“ (Ε

### book 291b1.5

247—8). T

### book 291b2.1

τὸ τοῦ πατρὸς δὲ ὄνομα πρόκειται τοῦ μητρὸς ὡς τὸ πρῶ‐

### book 291b2.2

τον αἴτιον αὐτοῦ ἔχοντος. b(BCE3)

### book 292.1

εἶδον πρὸ π〈τ〉όλιος 〈δεδαϊγμένον ὀξέϊ χαλκῷ〉:

### book 292.2

ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ ὁ Σοφοκλῆς (O. R. 1238)·

### book 292.3

b(BCE3E4)T „ἡ γὰρ ὄψις οὐ πάρα“· T ὄψις γὰρ ὤτων

### book 292.4

κριτικωτέρα πᾶσιν. b(BCE3E4)

### book 293.1

μία γείνατο μήτηρ: καὶ τοὐναντίον· „ἐπεὶ οὐχ ὁμο‐

### book 293.2

γάστριος Ἕκτορός 〈εἰμι〉“ (Φ 95). T

### book 294a.1

κηδείους: προσφιλεῖς, Aa b (BCE3E4)T πεφρον‐

### book 294a.2

τισμένους μοι· ἢ ἀνίαν μοι παρασχόντας. ἀπαραμύθητον δὲ τὸ ἅμα

### book 294a.3

πάντας ἀποθανεῖν· εἰ γὰρ καθ’ εἷς ἦν, τῇ ἐλπίδι τῶν περιλειπομένων

### book 294a.4

ἐκουφίζετο τὸ πένθος. τὸ δὲ ἐπέσπον τὸ πρόθυμον τῶν ὑπερμαχούν‐

### book 294a.5

των δηλοῖ τῆς πατρίδος· οὐ γάρ φησιν ὅτι ἐπῆλθεν αὐτοῖς ὁ θάνατος,

### book 294a

ἀλλ’ αὐτοὶ πρὸς τὸν θάνατον ηὐτομόλησαν. b(BCE3E4)T

### book 294b

〈ἐπέσπον:〉 ἔλαβον. Aa

### book 295.1

ἄνδρ’ ἐμόν: ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον μνησθῆ‐

### book 295.2

ναι τοῦ ἀνδρός. b(BCE3E4)T

### book 296.1

θείοιο Μύνητος: ποικίλως ἐμνήσθη τοῦ ἀνδρὸς κοινῇ τε

### book 296.2

καὶ ἰδικῇ προσηγορίᾳ (cf. Τ 291. 295. 296), καὶ μετὰ ταῦτα θεῖον αὐ‐

### book 296.3

τὸν καλεῖ. b(BCE3E4)T

### book 297.1

Ἀχιλλῆος θείοιο: ἢ πρὸς σύστασιν Ἀχιλλέως, Πατρό‐

### book 297.2

κλου θεῖον αὐτὸν λέγοντος· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ ἡ γυνὴ

### book 297.3

θεῖον αὐτὸν καλεῖ, b(BCE3E4)T ὡς τὸν Μύνητα (cf. Τ 296). T

### book 298.1

κουριδίην: λείπει τὸ ὥς, b(BCE3E4)T ὡς „Τηλε‐

### book 298.2

μάχῳ ἑτάρω 〈τε〉 κασιγνήτω 〈τε ἔσεσθον〉“ (φ 216). T

### book 298-9.1

ἄξειν τ’ ἐν〈ὶ〉 νηυσίν 〈/ ἐς Φθίην, δαίσειν δὲ γά‐

### book 298-9.2

μον〉: ἐπίτασιν ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατρι‐

### book 298-9.3

βῆς ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς

### book 298-9.4

ἀγαγὼν εἰς Φθίαν ἐκεῖ τὸν γάμον ἐπιτελέσειν. ὡς πρᾷος δὲ πολλὴν

### book 298-9.5

ὑπέφαινεν αὐτῇ ἐλπίδα. b(BCE3E4)T

### book 300a

〈ἄμοτον:〉 ἀκατάπαυστον. Aa

### book 300b.1

μείλιχον αἰεί: ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν

### book 300b.2

ἀλλότριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω

### book 300b.3

ὁ ποιητὴς τετήρηκε, καὶ πάθος †ἐτειὸν ὁ ἀγόμενος† διὰ τοῦ προσώ‐

### book 300b.4

που τῆς Βρισηΐδος καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν

### book 300b.5.1

θεὶς τῆς τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς

### book 300b.5.2

τὴν γυναῖκα. b(BCE3)T

### book 300c.1

ἄλλως· μείλιχον αἰεί: διδάσκει ἀντιποιεῖσθαι πρᾳότη‐

### book 300c.2

τος, εἴγε καὶ μετὰ θάνατον εὔνοιαν πορίζεται τοῖς ἔχουσιν. b(BCE3)T

### book 302.1

Πάτροκλον πρόφασιν, 〈σφῶν δ’ αὐτῶν κήδε’

### book 302.2

ἑκάστη〉: ἐπὶ προφάσει τοῦ Πατρόκλου· Aa οὐ γὰρ ἦσαν πει‐

### book 302.3

ραθεῖσαι αὐτοῦ. Aa T | ὁ νοῦς οὖν οὗτος ὅτι αἱ λοιπαὶ γυναῖκες—

### book 302.4

ἑκάστη †ἑαυτῶν† ἐθρήνει τὴν ἑαυτῆς συμφοράν. Aa

### book 306a.1

κελεύετε: παρακαλεῖτε· „καὶ ἐπῄνεον ὡς ἐκέλευον“ (Δ

### book 306a.2

380) ἀντὶ τοῦ παρεκάλουν. T

### book 306b

ποτῆτος: ποτὴς ἐκ τοῦ ποτότης συγκέκοπται. T

### book 308a1

δύντα δ’ ἐς ἠέλιον: ἕως δύνει ὁ ἥλιος. T

### book 308a2

ἕως τῆς τοῦ ἡλίου δύσεως. Aa

### book 308b

〈μενέω καὶ τλήσομαι:〉 καρτερήσω. Aa

### book 310-1.1

δοιὼ δ’ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς,

### book 310-1.2

〈/ Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ〉:

### book 310-1.1

εἰκότως ὡς ἂν βασιλεῖς, καὶ Ὀδυσσεύς (διαλλακτὴς γὰρ γέγονεν), ἀλλὰ

### book 310-1.2

καὶ ὁ Νέστωρ διὰ τὴν ἡλικίαν καὶ ὁ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ

### book 310-1.5.1

μόνον διὰ τὴν ἡλικίαν, ἀλλὰ καὶ ὡς διδάσκαλος Ἀχιλλέως. πῶς δὲ

### book 310-1.5.2

Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν·

### book 310-1.5.3

βαρύμηνις γάρ. καὶ πῶς τὸν Ἐπιτάφιον ἀγωνίζεται (cf. Ψ 811. 838);

### book 310-1.5.4

ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου. b(BCE3E4)T

### book 310

καὶ δῖος Ὀδυσσεύς: συνεκδεκτέον τὸ ἔμενεν. T

### book 312a

〈τέρποντες πυκινῶς:〉 παραμυθούμενοι φρονίμως. Aa

### book 312b.1

τέρποντες: πειρώμενοι τέρπειν ἢ ἀποτρέποντες τῆς λύ‐

### book 312b.2

πης. b(BCE3)T οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος τῆς φιλο‐

### book 312b.3

σοφίας ὁ ποιητής. b(BCE3E4)T

### book 313a

〈πολέμου στόμα:〉 περιφραστικῶς. Aa

### book 313b.1

πολέμου στόμα: τὸ τομώτατον καὶ ἀναλωτικώτατον

### book 313b.2

b(BCE3E4)T μέρος τοῦ πολέμου. b(BCE3E4)

### book 314a

〈μνησάμενος:〉 ὑπομνησθείς. Aa

### book 314b1.1

〈ἀδινῶσ〉 ἀνενείκατο 〈φώνησέν τε〉: ἀνήνεγκεν

### book 314b1.2

ἐκ στέρνων τὴν φωνὴν ἀθρόαν. T

### book 314b2.1

κάτωθεν τὴν φωνὴν ἀθρόαν ἐκ βάθους ἀνήνεγκεν. b

### book 314b2.2

(BCE3E4)

### book 314b3

ἀνέπεμψε τὴν φωνήν. Aa

### book 316a.1

λαρὸν παρὰ δεῖπνον ἔθηκας: ἀπὸ τῶν γινομένων ὁ

### book 316a.2

θρῆνος· ἐπεὶ γὰρ ᾔτουν αὐτὸν φαγεῖν, ὑπομιμνῄσκεται τραπέζης, ἣν ὁ

### book 316a.3

φίλος αὐτῷ παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ

### book 316a.4

νεκρῷ. καὶ λαρὸν δεῖπνον φησὶ τὸ ὑπὸ τῶν τοῦ φιλουμένου χει‐

### book 316a.5

ρῶν παρατεθειμένον. b(BCE3E4)T

### book 316b.1

〈λαρὸν παρὰ δεῖπνον ἔθηκας:〉 παρέθηκας δεῖπνον

### book 316b.2

ἡδύ. Aa

### book 316c

〈λαρόν:〉 ἡδὺ καὶ ἀπολαυστικόν. Til

### book 317-8.1

ὀτραλέως, 〈ὁπότε σπερχοίατ’ Ἀχαιοί / —

### book 317-8.2

Ἄρηα: ὀτραλέως〉 ἀντὶ τοῦ καὶ τοὺς ἄλλους παροξύνων. ση‐

### book 317-8.3

μειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρατάξεις ἐγίνοντο. b

### book 317-8.4

(BCE3E4)T

### book 317

〈σπερχοίατο:〉 ἔσπευδον. Aa

### book 320.1

〈ἔνδον ἐόντων:〉 ἔνδον ὑπαρχόντων, τῆς πόσεως δηλο‐

### book 320.2

νότι καὶ τῆς τροφῆς. Aa

### book 322-6.1

οὐδ’ εἴ κεν τοῦ πατρὸς 〈ἀποφθιμένοιο πυθοί‐

### book 322-6.2

μην / ...〉 ἠὲ τόν: σχῆμα ἀπὸ γενικῆς ἐπὶ αἰτιατικὴν τὴν μετά‐

### book 322-6.3

βασιν ἔχον. b(BCE3E4)T

### book 322.1

τοῦ πατρός: ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρί‐

### book 322.2

στησι· τοῦτο δέ, ὅτι ὁ μὲν ηὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ

### book 322.3

ὠφείλετο τὸ ζῆν· καὶ ὅτι πρόσφατον πάθος †δήπου† μέλλοντος

### book 322.4

ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λεγόμενον.

### book 322.5

b(BCE3E4)T

### book 323a1.1

τέρεν 〈κατὰ δάκρυον εἴβει〉: καὶ „θαλερὸν 〈κατὰ

### book 323a1.2

δάκρυον εἶβεν〉“ (Ω 9)· τὰ γὰρ θάλλοντα ἁπαλὰ φύλ〈λ〉α ἔχει. T

### book 323a2.1

θαλερόν, νέον: ἀεὶ γὰρ ἐπιμιμνησκόμενος καθ’ ἑκάστην

### book 323a2.2

νεάζει δακρύων. ἡ δὲ μεταφορὰ ἀπὸ θαλλόντων φυτῶν· ταῦτα γὰρ

### book 323a2

μαλακὰ ἔχει φύλλα. b(BCE3E4)

### book 324.1

〈ἀλλοδαπῷ:〉 παραγωγή, οὐ σύνθεσις, ὥς φησιν Ἐπα‐

### book 324.2

φρόδιτος (fr. 44 L.). Til

### book 325a1.1

ῥιγεδανῆς 〈Ἑλένησ〉: στυγητῆς· τὰ γὰρ λυπηρὰ

### book 325a1.2

ψύχει Aa T παραβάλλει. καὶ περὶ αὑτῆς φησιν Ἑλένη· „ἐμεῖο κυ‐

### book 325a1.3

νὸς κακομηχάνου ὀκρυοέσσησ“ (Ζ 344). T

### book 325a2.1

στυγητῆς· τὰ γὰρ λύπην τῇ ψυχῇ περιβάλλοντα καὶ λυ‐

### book 325a2.2

πηρὰ καλοῦνται καὶ μισητὰ διὰ τὸ βλάπτειν. b(BCE3E4)

### book 326a1.1

ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται 〈φίλος υἱόσ〉: τινὲς μὲν

### book 326a1.2

ἐκεῖ ἐκτεθῆναι αὐτὸν ὑπὸ Θέτιδος. ὁ δὲ τὴν Μικρὰν Ἰλιάδα ἀναζευ‐

### book 326a1.3

γνύντα αὐτὸν ἀπὸ Τηλέφου προσορμισθῆναι ἐκεῖ (fr. 5 B. = 4 A.)·

### book 326a1.4

„Πηλείδην δ’ Ἀχιλῆα φέρεν Σκῦρον δὲ θύελλα / ἔνθα γ’ ἐς ἀργαλέον λι‐

### book 326a1.5.1

μέν’ ἵκετο νυκτὸς ἐκείνησ“. ἔστι δὲ νῆσος ἐν τῇ Εὐβοίᾳ λιμένας ἔχουσα

### book 326a1.5.2

Ἀχίλλειον καὶ Κρήσιον. ᾤκησαν δὲ αὐτοῦ καὶ Δόλοπες, μοῖρα Θεσσα‐

### book 326a1.5.3

λῶν. Νεοπτόλεμος δὲ T ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν

### book 326a1.5.4

ἐπολέμησεν. Aa T ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦ‐

### book 326a1

ρις (FGrHist 76, 88) ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη. οὐκ ἦσαν δὲ

### book 326a1.10.1

ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης ἕως τῆς ἁλώσεως εἴκοσιν ἔτη· οὐκέτι γὰρ

### book 326a1.10.2

ἂν καιρὸν εἶχε γαμηθῆναι Πηνελόπη· καὶ Τηλέμαχος ἦν ἂν τριάκοντα

### book 326a1.10.3

ἐτῶν, „παῖς / νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ’ ἀγοράων“ (δ 817—8)

### book 326a1.10.4

καὶ „ἐπεὶ οὔπω χερσὶ πέποιθα / ἄνδρ’ ἀπαλέξασθαι“ (π 71—2). T

### book 326a2.1

φασὶν Ἀχιλλέα ἀπὸ τῆς πρὸς Τήλεφον ἀναζευγνύντα μά‐

### book 326a2.2

χης προσορμισθῆναι ἐκεῖ· „Πηλείδην δ’ Ἀχιλῆα φέρε Σκῦρον δὲ θύελ‐

### book 326a2.3

λα.“ ἔστι δὲ ἐν τῇ Εὐβοίᾳ νῆσος, λιμένας ἔχουσα †ἀχίλειον† καὶ Κρή‐

### book 326a2.4

σιον. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπο‐

### book 326a2.5.1

λέμησεν. ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας. b(BCE3E4) φησὶ γὰρ

### book 326a2.5.2

Δοῦρις ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ’ αὐτοῦ. ἡ δὲ ἑτέρα ἱστορία

### book 326a2.5.3

διαψεύδεται. b(BE3E4)

### book 327a.1

εἴ που ἔτι ζώει γε 〈Νεοπτόλεμος θεοειδήσ〉: καὶ

### book 327a.2

Ἀριστοφάνης προηθέτει τὸν στίχον, ὥς φησι Καλλίστρατος (p. 318,

### book 327a.3

32 Schm.)· τό τε γὰρ ἐπὶ παιδὸς κομιδῇ λέγεσθαι διστακτικῶς εἴ

### book 327a.4

που ἔτι ζώει, καὶ ταῦτα μηδὲ πόρρω τῆς Σκύρου κειμένης, ὕπο‐

### book 327a.5.1

πτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον δὲ τῆς

### book 327a.5.2

διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, „εἴ που ἔτι ζώει γε

### book 327a.5.3

Πυρῆς ἐμός, ὃν κατέλειπον“. A

### book 327b.1

〈εἴ που ἔτι ζώει γε〉 Νεοπτόλεμος: τὴν ἰδίαν

### book 327b.2

ἀτυχίαν ὀδύρεται ὡς ἴσως αὐτὸν καὶ υἱοῦ στερήσουσαν. b(BE3E4)T

### book 331

〈ἐνὶ νηΐ:〉 γράφεται „σὺν νηΐ“. Aim

### book 333a

〈δμῶας:〉 οὕτως Ἀρίσταρχος δμῶας ἔξω τοῦ ι. Aim

### book 333b.1

〈δμῶας:〉 ἀρσενικῶς τὸ δμῶας. συνυπακούεται δὲ

### book 333b.2

αὐτῷ καὶ τὸ θηλυκόν. b(BCE3)

### book 335a.1

τυτθὸν ἔτι ζώοντα: δαιμονίως ἐνέφηνε τὸν ὀλίγως

### book 335a.2

ζῶντα διὰ τὴν ἀσθένειαν. T

### book 335b.1

ἈΚΑΧΗΣΘΑΙ: προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ

### book 335b.2

προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν

### book 335b.3

„ἀκαχήμενοσ“ (Ε 24 al.) μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παρά‐

### book 335b.4

δοσις. A

### book 335c.1

ἀκάχησθαι: τινὲς 〈προ〉περισπῶσιν ὡς Ἀττικὸν παρα‐

### book 335c.2

τατικόν. T

### book 339a.1

μνησάμενοι, τὰ ἕκαστοσ〈—ἔλειπε〉: ὅμοιόν

### book 339a.2

ἐστι τῷ „Πάτροκλον πρόφασιν, 〈σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη〉“ (Τ

### book 339a.3

302). T

### book 339b.1

ἄλλως: μνησάμενοι, τὰ ἕκαστοσ〈—ἔλειπον〉:

### book 339b.2

ὅμοιόν ἐστι τῷ „οἱ δὲ ἕκαστος / σπείσαντες 〈παρὰ νῆας ἴσαν πάλιν〉“

### book 339b.3

(Ι 656—7). T

### book 342a.1

δὴ πάμπαν: ἔθος ἔχει ἀπὸ τοῦ δή ἄρχεσθαι· ἔδει γὰρ

### book 342a.2

‘πάμπαν δή‘. T

### book 342b

ἀποίχεαι: κεχώρισαι. ἑῆος δὲ ἀγαθοῦ παρὰ τὸ ἠῶ,

### book 342b

ὅθεν καὶ „ἠοίη προλιποῦσα δόμουσ“ (Hsd. sc. 1). b(BCE3E4)T

### book 342c.1

ἑῆος: ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. τοῦτο δὲ παρὰ τὸ

### book 342c.2

πρόσωπόν ἐστιν. A

### book 343a

μέμβλεται: συγκοπῇ καὶ πλεονασμῷ τοῦ β. T

### book 343b

ἄλλως· μέμβλεται: διδάσκει μὴ ἀμνηστεῖν τῶν φίλων. T

### book 344

〈προπάροιθε:〉 χρονικὸν καὶ τοπικόν. Til

### book 347a.1

νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινήν: ὅτι κατ’ ἀμ‐

### book 347a.2

φοτέρων τὸ „στάξον“ (Τ 348). τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ

### book 347a.3

γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή. A

### book 347b.1

ἐρατεινήν: εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή· „δαιτὸς

### book 347b.2

ἐπηράτου ἔργα μέμηλεν“ (Ι 228). | ἄσιτον μὲν αὐτὸν ποιεῖ διὰ τὸ πά‐

### book 347b.3

θος τοῦ φίλου, διὰ δὲ τὸ πιστὸν εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν. b(BE3

### book 347b.4

E4)T

### book 350.1

ἅρπῃ: τῷ ἰκτίνῳ. οἱ δὲ ζῷον θαλάσσιον πολεμοῦν λάρῳ

### book 350.2

καὶ βρένθῳ. φιλεῖ δὲ τὴν τροφήν, ἣν ἂν συνάγῃ, φυλάσσειν ἐπὶ τοῖς

### book 350.3

τάρφεσι, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς. οἰκείως οὖν εἴκασε τὴν

### book 350.4

Ἀθηνᾶν. οἱ δὲ ὅτι ἐφ’ ὕψους ἱπτάμενον εὐχερῶς ὅπου θέλει καταράσ‐

### book 350.5

σει. A b (BCE3E4)T

### book 355

〈αὐτὴ δέ:〉 ἐν ἄλλῳ „αὐτὴ δ’ αὖ“. Aim

### book 357a.1

{ὡς δ’ ὅτε} ταρφειαί: Ἀρίσταρχος ἀνέγνω ὡς „πυκναί“

### book 357a.2

(Η 61. Ψ 716). οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 58 B.). καὶ ἐπείσθη

### book 357a.3

ἡ παράδοσις. A

### book 357b

ταρφειαί: κυρίως ἐπὶ τῆς εὐτραφοῦς ὕλης ἡ λέξις. T

### book 357c

〈Διός:〉 τοῦ ἀέρος. Til

### book 358a1.1

αἰθρηγενέος: τοῦ γεννῶντος αἰθρίαν, τουτέστι τὸ

### book 358a1.2

ψῦχος. ἐνίοτε δὲ καὶ τὸν αἰθρίας αἴτιον· ἔσται δὲ μαχόμενον τῷ

### book 358a1.3

„ψυχραὶ νιφάδεσ“ (cf. Τ 357—8). T

### book 358a2.1

τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ, τουτέστι τοῦ ψύχους·

### book 358a2.2

ψῦχος γὰρ ὁ Βορρᾶς ἐπιφέρει. b(BCE3E4)

### book 361a.1

θώρηκές τε κραταιγύαλοι: ὅτι οἱ κραταιοὶ κατὰ τὰ

### book 361a.2

γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπὸ δὲ μέρους οἱ ὅλοι κραταιοί·

### book 361a.3

γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος. A

### book 361b

κραταιγύαλοι: περιφραστικῶς ἀντὶ τοῦ κραταιοί. T

### book 362.1

γέλασ〈σ〉ε δὲ πᾶσα περὶ χθών: περιήστραψεν· ἀπὸ

### book 362.2

γὰρ τῶν τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν

### book 362.3

ἀέρος. τινὲς δὲ τὸ περί ἀντὶ τοῦ περισσῶς. b(BCE3E4)T

### book 365-8a1.1

τοῦ καὶ ὀδόντων μὲν 〈καναχὴ πέλε—

### book 365-8a1.2

τεύχων〉: ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι

### book 365-8a1.3

τὸν Ἀχιλλέα· ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν. ὁ δὲ

### book 365-8a1.4

Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν αὐτοὺς τὸν Ἀρίσταρχον,

### book 365-8a1.5.1

ὕστερον δὲ περιελεῖν τοὺς ὀβελούς, ποιητικὸν νομίσαντα τὸ τοιοῦτο.

### book 365-8a1.5.2

ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περὶ τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν

### book 365-8a1.5.3

τοιοῦτο λέγει. | διπλῆν δὲ προσθετέον τῷ δῦν’ ἄχος ἄτλητον, ὁ

### book 365-8a1.5.4

δ’ ἄρα Τρωσὶ μενεαίνων (367), ὅτι τὸ μενεαίνων νῦν θυμού‐

### book 365-8a1.5.5

μενος σημαίνει. A

### book 365-8a2

αὕτη τῇ προτέρᾳ ἐκδόσει συμφωνεῖ. T

### book 365

〈τοῦ καὶ〉 ὀδόντων 〈μὲν〉 καναχὴ 〈πέλε〉: ἔπριε

### book 365

τοὺς ὀδόντας, οὐχ ὡς Δόλων (cf. Κ 375). T

### book 366-7.1

ἐν δέ οἱ ἦτορ / δῦν’ ἄχοσ〈—μενεαίνων〉:

### book 366-7.2

μετὰ τὰς τοῦ σώματος ἐκφράσεις εἶτα καὶ τῆς ψυχῆς τὴν διάθεσιν δη‐

### book 366-7.3

λοῖ. T

### book 368

〈κάμε τεύχων:〉 ὁ τρόπος ἀντιστροφή. Til

### book 374a

ἀπάνευθε σέλας γένετο: πόρρω διέβη ἡ ἔκλαμψις. T

### book 374b.1

ἠΰτε μήνη〈σ〉: καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν

### book 374b.2

†ἄλλων† μελανότητα· ἐπιθέουσι γάρ τινες καὶ τῇ σελήνῃ μέλαιναι

### book 374b.3

φαντασίαι ἐν τῷ περιλάμπειν. b(BCE3E4)T ἔνθεν τὸ σκοτεινῶς

### book 374b.4

σημαίνειν μηνύειν φαμέν. Tt

### book 376

〈τὸ δὲ καίεται:〉 Ἀρίσταρχος „τό τε καίεται“. Aim

### book 377-8.1

τοὺς δ’ 〈οὐκ ἐθέλοντασ〉 ἄελλαι 〈/ —φέρου‐

### book 377-8.2

σιν〉: οὐκ ἐῶνται, φησίν, ὑπὸ τῶν πνοῶν πλησιάσαι τῇ γῇ, ὡς καὶ

### book 377-8.3

ἐπ’ Ὀδυσσέως (cf. ε 419—20). b(BCE3E4)T

### book 380.1

περὶ δὲ τρυφάλειαν ἀείρας: ὅτι ἀναλαβὼν τὴν ἀσπίδα

### book 380.2

μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν τίθησιν. A

### book 381.1

ἡ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν: πιθανὴ ἡ ὁμοιότης ἀσπίδος

### book 381.2

μὲν σελήνῃ (cf. Τ 374), κράνους δὲ ἀστέρι. Ἀχιλλέα δὲ ἡλίῳ παρα‐

### book 381.3

βάλλει (cf. Τ 398). b(BCE3E4)T

### book 382.1

ἵππουρις: καταχρηστικῶς· b(BCE3)T οὐ γὰρ τοιαύ‐

### book 382.2

τη ἦν. b(BCE3) ἔθειραι δὲ αἱ τημεληθεῖσαι τρίχες. b(BCE3)T

### book 382

κακῶς οὖν Καλλίμαχος (fr. 343)· „ἐπὶ κτενὸς ἔσκον ἔθειραι“. T

### book 384-5.1

πειρήθη 〈δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, /

### book 384-5.2

εἰ οἷ ἐφαρμόσειε〉: ἁλλόμενος, ὅπως εἰδῇ, πότερον ἔσφιγκται ἢ

### book 384-5.3

σαλεύεται περὶ τῷ σώματι. b(BCE3E4)T

### book 384a.1

πειρήθη δ’ ἕο αὐτοῦ: ὅτι Ζηνόδοτος γράφει „ἑοῦ αὐ‐

### book 384a.2

τοῦ“. συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. | τὴν

### book 384a.3

„οἷ“ ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης (p. 58 B.) καί φησι κεῖσθαι

### book 384a.4

δοτικὴν ἀντὶ γενικῆς. οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν

### book 384a.5.1

εὑρέσθαι τὴν οἷ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ „οἱ δέ οἱ ἐβλά‐

### book 384a.5.2

φθησαν“ (Ψ 387), ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ

### book 384a.5.3

ἐπὶ τοῦ „νεῦς’ ἐπὶ οἷ καλέσασ“ (ρ 330) καὶ „προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα“

### book 384a.5.4

(Υ 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει·

### book 384a.5.5

ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ

### book 384a.10.1

τὴν „οἷ“ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν· ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ

### book 384a.10.2

ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία.

### book 384a.10.3

π〈ε〉ιστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δ’ ἕο αὐτοῦ. A

### book 384b.1

〈ἕο αὐτοῦ:〉 οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου· Ζηνό‐

### book 384b.2

δοτος „ἑοῦ αὐτοῦ“. Aim

### book 385-6a1.1

εἰ οἷ ἐφαρμόσσειε〈— / τῷ δ’ εὖτε πτερὰ

### book 385-6a1.2

γίγνετο〉: ἡ συμμετρία γὰρ αὐτὰ ποιεῖ κοῦφα, ὡς εἰ μείζονα ἦν βα‐

### book 385-6a1

ρέα ὑπῆρχεν. καὶ τὰ πτερὰ (386) δὲ πολλὴν ἁρμονίαν ἔχουσιν. T

### book 385-6a2.1

ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει

### book 385-6a2.2

ὡς μὴ δοκεῖν αὐτὸν φέρειν ταῦτα, ἀλλ’ αὐτὰ τοῦτον. b(BCE3E4)

### book 385-6a2.3

εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρ‐

### book 385-6a2.4

μονίαν ἔχει. ὁ δὲ λόγος ὑπερβολή. b(BE3E4)

### book 385.1

ἐντρέχοι 〈ἀγλαὰ γυῖα〉: εἰ συνάλλεσθαι τοῖς ὅπλοις

### book 385.2

δύναιτο b(BCE3E4)T καὶ μὴ ἐμποδίζοιτο. b(BCE3E4)

### book 386a.1

τῷ δ’ εὖτε πτερὰ 〈γίγνετο〉: οὕτως γραπτέον τῷ

### book 386a.2

δ’ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα {ἔξωθεν δὲ τὸ ὥς}.

### book 386a.3

πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δ’ εὖτε καὶ κατὰ συστολὴν

### book 386a.4

δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ „εὖτ’ ὄρεος κορυφῇσι“ (Γ 10),

### book 386a.5.1

μετέγραψεν ὕστερον „τῷ δ’ αὖτε“, ἐμφατικώτερον νομίσας εἶναι ὑπα‐

### book 386a.5.2

κουομένου τοῦ ὥς, ὡς κἀκεῖ „καιρ[οσέων δ’ ὀθονέων] ἀπολείβεται

### book 386a.5.3

〈ὑγρὸν ἔλαιον〉“ (η 107). A

### book 386b1.1

τῷ δ’ εὖτε: οὕτως 〈τῷ δ’〉 εὖτε Ἀρίσταρχος· συνέ‐

### book 386b1.2

σταλται δὲ τὸ ἠΰτε καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει „τῷ

### book 386b1.3

δ’ ὥστε“. ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων „τῷ δ’ αὖτε“, 〈ἔξωθεν δὲ τὸ

### book 386b1.4

ὥσ〉. A

### book 386b2

Ἀρίσταρχος εὖτε. Aint

### book 386b3.1

{εὖτε:} συστολὴ ἀπὸ τοῦ ἠΰτε. γράφεται „†αὗται†“,

### book 386b3.2

ἵνα λείπῃ τὸ ὥς. T

### book 386c.1

ἄειρε δὲ ποιμένα λαῶν: τινές φασιν ὅτι ἐμετεώριζεν

### book 386c.2

αὐτὸν ὁ κόσμος b(BCE3E4)T καὶ γαυριᾶν ἐποίει. b(BCE3E4)

### book 387

〈σύριγγος:〉 τῆς δορατοθήκης. Til

### book 388-91a.1

βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσ‐

### book 388-91a.2

σιν: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ (sc.

### book 388-91a.3

Π 141—4) μετάκεινται. ἡ δὲ περιεστιγμένη διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐ‐

### book 388-91a.4

τοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ Πατρόκλου ἠθέτηκεν 〈***〉.

### book 388-91a.5.1

ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν, διὰ τί οὐκ ἔλαβε τὴν με‐

### book 388-91a.5.2

λίαν. A

### book 388-91b.1

〈βριθὺ—ἡρώεσσιν:〉 οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ

### book 388-91b.2

ἀθετούμενοι. Aint

### book 388-91c.1

βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσσιν:

### book 388-91c.2

ἐπὶ Πατρόκλου (sc. Π 141—4) οἰκείως κεῖνται, ἵνα γνῶμεν, διὰ τί παρ‐

### book 388-91c.3

έλιπεν αὐτὸ Πάτροκλος· b(BCE3E4)T καὶ ἐνταῦθα πρὸς αὔξη‐

### book 388-91c.4

σιν Ἀχιλλέως, ὅτι τὸ ἄλλοις μὴ φορητὸν εὐκόλως οὗτος περιῆγε.

### book 388-91c.5.1

b(BCE3E4) βριθὺ (388) δὲ ἐπώδυνον· τὸ γὰρ βάρος ἐπὶ δορά‐

### book 388-91c.5.2

των ἄχρηστον. b(BCE3E4)T

### book 389.1

ἐπίστατο: εἰώθει· ποιεῖ γὰρ Ἀχιλλέα παρὰ Χείρωνι δι‐

### book 389.2

δασκόμενον πάλλειν τὴν μελίαν. T

### book 390

〈τάμε:〉 καὶ „πόρε {χείρων}“. Aint

### book 391

〈ἐν κορυφῇς:〉 οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. Aint

### book 392a1.1

〈Ἄλκιμος:〉 ὅτι τὸν Ἀλκιμέδοντα (cf. Π 197 al.) νῦν

### book 392a1.2

Ἄλκιμον λέγει. Aim

### book 392a2

ὁ Ἀλκιμέδων. Til

### book 393a

〈ζεύγνυον:〉 οὕτως διὰ τοῦ ο ζεύγνυον. Aint

### book 393b.1

ἀμφὶ δὲ καλὰ λέπαδν’ ἔσαν: ἔσαν ἀντὶ τοῦ θέσαν

### book 393b.2

κατὰ παράλειψιν τοῦ θ. T

### book 393c.1

λέπαδνα: τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων

### book 393c.2

περιστηθίους ἱμάντας. b(BCE3)T

### book 396.1

〈χειρὶ λαβὼν〉 ἀραρυῖαν: τῇ χειρὶ ἀραρυῖαν, b(BCE3)

### book 396.2

T οὐκ ἐξολισθαίνουσαν τῆς χειρός. b(BCE3E4)T

### book 398a1.1

〈τεύχεσι παμφαίνων〉 ὥς τ’ ἠλέκτωρ: περὶ τοῦ

### book 398a1.2

θώρακος ἔφη „φαεινότερον πυρὸς αὐγῆσ“ (Σ 610)· περὶ δὲ τοῦ σά‐

### book 398a1.3

κους „σέλας γένετ’ ἠΰτε μήνησ“ (Τ 374)· περὶ δὲ τῆς κόρυθος „ἡ δ’

### book 398a1.4

ἀστὴρ ὣς ἀπέλαμπεν“ (Τ 381). εἰκότως οὖν αὐτὸν τὸν ὡπλισμένον

### book 398a1.5

ἡλίῳ ἀπεικάζει. T

### book 398a2.1

εἰκότως δὲ πυρὸς αὐγῇ τὸν θώρακα, τὸ δὲ σάκος σελήνῃ,

### book 398a2.2

τὸ δὲ κράνος ἀστέρι εἰκάσας, τὸν ἐκ πάντων τούτων καταλαμπόμενον

### book 398a2.3

ἡλίῳ μάλιστα εἰκάζει τῷ λαμπροτάτῳ. b(BE3E4)

### book 398b.1

ἠλέκτωρ: ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ

### book 398b.2

κοιμᾶσθαι εἰλούμενον· διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐ‐

### book 398b.1

ρανὸν ὄχημα αὐτοῦ φησιν (sc. Θ 68. Π 777). A b (BCE3E4)T ἢ

### book 398b.2

μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατ’ ἐνεργείας τάσσει, σημάν‐

### book 398b.5.1

τωρ κοσμήτωρ. ‘λέγω‘ δὲ τὸ κοιμίζω, „λέξον δή με τάχιστα“ (Ω

### book 398b.5.2

635). A b (BE3E4)T

### book 398c.1

Ὑπερίων: καὶ ὅτε γὰρ δοκοῦμεν αὐτὸν κάτω φέρεσθαι,

### book 398c.2

κυκλοῖ τὴν γῆν καὶ ὑπεράνω ἡμῶν ἐστιν. b(BE3E4)T

### book 400.1

Ξάνθε τε καὶ Βαλίε, 〈τηλεκλυτὰ τέκνα Ποδάρ‐

### book 400.2

γησ〉: σημειοῦνταί τινες, ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πε‐

### book 400.3

ποίηται „Ξάνθε τε καὶ σύ, Πόδαργε“ (Θ 185). A

### book 401.1

ἄλλως δὴ φράζεσθε, 〈σαωσέμεν ἡνιοχῆα〉: ἄλλως

### book 401.2

φράζεσθε ἢ ὡς ἐπὶ Πατρόκλῳ. ἔστι δὲ ὁ μὲν Αὐτομέδων θνητός, οἱ δὲ

### book 401.3

ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σῴζειν δυναμένοις. ἢ ὅτι διὰ

### book 401.4

τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐγκαλεῖ. b(BCE3E4)T ἢ ὅτι „τάχα

### book 401.5

κεν καὶ ἀναίτιον αἰτιόῳτο“ (Λ 654). T

### book 402a

〈Δαναῶν:〉 ἐν ἄλλῳ „{ἂψ} λαῶν“. Aim

### book 402b.1

ἑῶμεν: ὅτι δασυντέον τὸ ἑῶμεν: ἔστι γὰρ ἅδην ἔχω‐

### book 402b.2

μεν, A | κορεσθῶμεν. A Til

### book 403a.1

μηδ’ ὡς Πάτροκλον 〈λίπετ’ αὐτόθι τεθνειῶτα〉:

### book 403a.2

ἠθικὰ ταῦτα· εἰώθαμεν γὰρ καὶ τοῖς παρατυχοῦσιν ἐγκαλεῖν. T

### book 403b

〈αὐτοῦ:〉 γράφεται „{λίπετ’} αὐτόθι“. Aim

### book 405.1

ἤμυσε 〈καρήατι〉: παρέκλινε τὴν κεφαλήν, ἐπιστρέφων

### book 405.2

ἑαυτὸν ὥστε ἀντίος τῷ Ἀχιλλεῖ γενέσθαι, καὶ πρὸς αὐτὸν φθέγγεται.

### book 405.3

b(BCE3)T

### book 405

ἤμυσε καρήατι: παρέκλινε τὴν κεφαλὴν—διαλέ‐

### book 405.5

γεσθαι. A

### book 406.1

ζεύγλης: ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος

### book 406.2

ἐντίθεται. b(BCE3E4)T

### book 407a.1

αὐδήεντα δ’ ἔθηκε 〈θεὰ λευκώλενος Ἥρη〉: ἀθε‐

### book 407a.2

τεῖται ὡς περιττὸς καὶ ἐναντίον ἔχων· ἐπιφέρει γὰρ „ὣς ἄρα φωνή‐

### book 407a.3

σαντος Ἐρινύες ἔσχεθον αὐδήν“ (Τ 418), ὡς δηλονότι καὶ παρασχοῦ‐

### book 407a.4

σαι· τοιοῦτος γὰρ ὁ ποιητής· „τὸν μὲν ἀρίζηλον θῆκε〈ν〉 θεὸς ὥσπερ

### book 407a.5

ἔφηνεν“ (Β 318). A

### book 407b.1

αὐδήεντα: λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς

### book 407b.2

δέ, φασί, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον

### book 407b.3

δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητής, τὸ φωνῆς μετέχον‐

### book 407b.4

τας ἵππους εἰσάγειν, θεῷ περιάπτει τὴν αἰτίαν, καὶ Ἥρᾳ, ἐπεὶ φωνή

### book 407b.5.1

ἐστιν ἀὴρ πεπληγμένος. b(BCE3E4)T τί δὲ ἄτοπον, ὅπου γε καὶ

### book 407b.5.2

Θέτις προεῖπεν· „αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖ‐

### book 407b.5.3

μοσ“ (Σ 96); b(BE3E4)T

### book 407c

ἄλλως· αὐδήεντα: εἰ θείας μετέχουσι φύσεως, τί ἄτοπον

### book 407c.1

καὶ φωνεῖν; πρῶτος δὲ Ὅμηρος τοῦτο ἐποίησεν, Ἡσίοδος (sc. opp.

### book 407c.2

203—12) ἐπὶ τοῦ ἱέρακος, Ἀρχίλοχος (fr. 168 T. = 174 W., cf. p.

### book 407c.3

64 W.) ἐπὶ τοῦ ἀετοῦ, καὶ Αἴσωπος ὕστερον κατεχρήσατο. T

### book 411.1

〈νωχελίῃ:〉 νωχελία παρὰ τὸ μὴ δύνασθαι κέλλειν· ὅθεν

### book 411.2

καὶ χελώνη λέγεται. b(BCE3E4)T

### book 413.1

〈θεῶν ὤριστος:〉 ἥλιος γὰρ ὁ μείζων τῶν ἀστέρων. b

### book 413.2

(BCE3E4)Til

### book 415.1

〈νῶϊ δὲ καί κεν〉 ἅμα πνοιῇ Ζεφύροιο 〈θέοιμεν〉:

### book 415.2

τοῦτο γὰρ παρὰ τοῦ πατρὸς Ζεφύρου ἔχουσιν. ἢ ὑπερβολικῶς. T

### book 416-7.1

ἥνπερ ἐλαφροτάτην 〈φάς’ ἔμμεναι—δα‐

### book 416-7.2

μῆναι〉: ἀθετοῦνται στίχοι καὶ οὗτοι οἱ δύο, ὅτι οὐκ ἀναγκαῖοί εἰσιν·

### book 416-7.3

οἴδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτη ἐστί. τὸ δὲ καὶ προσθεῖναι φασίν

### book 416-7.4

(416) ὡς ἀπὸ ἱστορίας ἐστὶ παρειληφότα ἀγνοούμενόν τι, καὶ ἀπίθα‐

### book 416-7.5

νον ἵππον λέγειν φασίν ὥσπερ ἄνδρα πολυίστορα. A

### book 416.1

〈ἥνπερ—ἔμμεναι〉:

### book 416.2

τὴν ἁμαρτίαν τοῦ πατρὸς ἄλλοθεν, οὐκ οἴκοθεν κομίζει. δῆλον

### book 416.3

δὲ ὡς ἀθάνατοι ὄντες τῶν ἀνθρωπίνων ἐπύθοντο λόγων. T

### book 417

θεῷ τε καὶ ἀνέρι 〈ἶφι δαμῆναι〉: φασὶν ὡς ἐν σχήματι

### book 417

Πάριδος Ἀπόλλων ἐτόξευσεν αὐτόν. b(BCE3E4)T

### book 418a.1

ὣς ἄρα φωνήσαντος 〈Ἐρινύες ἔσχεθον αὐδήν〉:

### book 418a.2

οὕτως εἰπόντος—γίνεσθαι. | ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ

### book 418a.3

„αὐδήεντα δ’ ἔθηκε 〈θεὰ λευκώλενος Ἥρη〉“ (Τ 407)· εἰ γὰρ ἡ Ἥρα

### book 418a.4

παρέσχε, καὶ ἐπισχεῖν ὤφειλεν, οὐχ αἱ Ἐρινύες. A

### book 418b.1

Ἐρινύες ἔσχεθον αὐδήν: ἐπίσκοποι γάρ εἰσι τῶν πα‐

### book 418b.2

ρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο. b(BCE3E4)T

### book 423.1

ἄδην ἐλάσαι κακόκητος: ἀθρόως κορέσαι ἢ συγκλεῖσαι.

### book 423.2

μεγαλοφυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται

### book 423.3

τῆς ὁρμῆς ὥσπερ πρὸ τοῦ θανάτου ἀνδρίσασθαι μέλλων. b(BCE3E4)T

### book 424

〈ἐν πρώτοις:〉 ἀντὶ τοῦ εἰς ἥρωας τοὺς τῶν Ἀχαιῶν. Til

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 2a.1

ἀμφὶ σέ, Πηλέως υἱέ: ὅτι τῆς ὑπαίθρου στρατιᾶς ἡγεμὼν

### book 2a.2

ἦν. b(BCE3)T | ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν.

### book 2a.3

b(BCE3) | προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωϊκοῖς μὲν προσώποις πέντε,

### book 2a.4

Ἀχιλλεῖ, Μενελάῳ (cf. Δ 127. 146 al.), Μελανίππῳ (cf. Ο 582),

### book 2a.5.1

Πατρόκλῳ (cf. Π 11. 20 al.), Εὐμαίῳ (cf. ξ 55 al.), θεῶν δὲ Ἀπόλ‐

### book 2a.5.2

λωνι· „ἀμφὶ σέ, ἤϊε Φοῖβε“ (Υ 152). b(BCE3)T

### book 2b1.1

μάχης ἀκόρητον: ἐὰν πληθυντικῶς γράφηται „ἀκόρη‐

### book 2b1.2

τοι“, συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης. ἐὰν δὲ

### book 2b1.3

ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται. A

### book 2b2.1

{μάχης ἀκόρητος:} ἐὰν πληθυντικῶς γράφωμεν, ἐπὶ τέλους

### book 2b2.2

ἡ στιγμὴ τίθεται. ἐὰν δὲ ἑνικῶς ἀκόρητον, ἐπὶ Ἀχιλλέως κειμένου

### book 2b2.3

τοῦ ὀνόματος, ἐπὶ τὸ ἀκόρητον †ἐπὶ ἀχιλλέως κειμένων†. T

### book 2b3.1

εἰ μὲν πληθυντικῶς εἴπωμεν, ἡ στιγμὴ εἰς τὸ †υἱέ†. εἰ δὲ

### book 2b3.2

ἑνικῶς ἐπὶ Ἀχιλλέως, διαστολὴ εἰς τὸ ἀκόρητον. b(BCE3)

### book 3.1

θρωσμῷ: ὑψηλῷ τόπῳ, ὅθεν—ἐπισημότατός ἐστιν. ἡ

### book 3.2

ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ (fr. 23 G.). A

### book 4a.1

Ζεὺς δὲ Θέμιστι κέλευσε 〈θεοὺς ἀγορὴν δὲ καλέσ‐

### book 4a.2

σαι〉: μεγαλοφυὴς ἡ Ἀχιλλέως ἔξοδος, ὅπου γε ἐκκλησία θεῶν δι’

### book 4a.3

αὐτὸν γίνεται καὶ θεομαχία. b(BE3E4)T

### book 4b1.1

Ζεὺς δὲ Θέμιστα 〈κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσ‐

### book 4b1.2

σαι〉: ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι, ἀλλὰ τῷ τὰς ἀγορὰς

### book 4b1.3

διαλύειν καὶ πάλιν συνάπτει〈ν〉. A

### book 4b2

καὶ ὅτι ἀντὶ τοῦ Θέμιστι. Aint

### book 4b3

τὸ δὲ Θέμιστα Ἀττικῶς ἀντὶ τοῦ Θέμιστι. b(BE3E4)

### book 4c.1

〈Ζεὺς δὲ〉 Θέμιστι κέλευσε 〈θεοὺς ἀγορὴν δὲ καλέσ‐

### book 4c.2

σαι〉: πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται, ὅταν δὲ μεῖζόν τι

### book 4c.3

δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει. νῦν δέ, ὡς νομιμωτάτης ἐσο‐

### book 4c.4

μένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι, πρὸς

### book 4c.5.1

τὴν σύγκλητον τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι, ἀλλ’ ὅτι καὶ τὰς

### book 4c.5.2

τῶν „ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει“ (β 69) διὰ τὸ κατὰ

### book 4c.5.3

νόμους ἐγχειρεῖν τοῖς πρακτέοις b(BCE3E4)T ἢ μή. καὶ Ὧραι

### book 4c.5.4

δὲ αὐτῆς παῖδες, ἐπεὶ τῇ δικαιοπραγίᾳ τὰ φυόμενα σῴζεται. T

### book 5a.1

κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου: τοῦτο βέλτιον

### book 5a.2

τοῖς ἄνω προσνέμειν, AT ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν.

### book 5a.3

τὸ δὲ ἑξῆς ἐστι „κέλευσε“ (Υ 4) κρατὸς ἀπ’ Οὐλύμποιο (Υ 5)

### book 5a.4

„καλέσσαι“ (Υ 4). | ἡ διπλῆ δέ, ὅτι Ὄλυμπος ὄρος· διὸ πολύπτυχος.

### book 5a.5

A

### book 5b.1

ἄλλως· κρατὸς ἀπ’ Οὐλύμποιο 〈πολυπτύχου〉: ἐκεῖσε

### book 5b.2

γὰρ ὁ οἶκος τοῦ Διός. πολυπτύχου δὲ πολλὰς ἀνακλίσεις ἔχοντος·

### book 5b.3

ἢ ἰσχυροῦ, ἀπὸ τῶν πολυπτύχων ἀσπίδων. b(BCE3E4)T ἢ ὅτι

### book 5b.4

ὀκτὼ σφαίρας ἔχει ὁ οὐρανός, μίαν τῶν ἀπλανῶν, ἑπτὰ τῶν πλανή‐

### book 5b.5

των. T

### book 7a.1

οὔτε τις οὖν ποταμῶν ἀπέην 〈νόσφ’ Ὠκεανοῖο〉:

### book 7a.2

ὅτι ποταμόν, οὐ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. | τὸν δὲ

### book 7a.3

Ὠκεανὸν—πρεσβύτατος ὑπάρχων. A

### book 7b.1

οὔτε τις οὖν ποταμῶν 〈ἀπέην〉 νόσφ’ Ὠκεανοῖο:

### book 7b.2

πρόγονος γὰρ θεῶν (cf. Ξ 201. 302)· ἵνα μὴ τοῖς ἀπογόνοις ἑαυτοῦ

### book 7b.3

παρῇ πολεμοῦσιν. T

### book 7c.1

ἄλλως· οὔτε τις οὖν ποταμῶν: προοικονομεῖ Ἀχιλλεῖ

### book 7c.2

ἀντίπαλον προαγαγεῖν Σκάμανδρον τὸν ποταμόν (cf. Φ 234—327).

### book 7c.3

T

### book 7d.1

νόσφ’ Ὠκεανοῖο: τὴν Γῆν παρῆκε, οὐ διορισάμενος, εἴτε

### book 7d.2

παραγέγονεν εἴτε οὔ. b(BCE3E4)T ἀλλὰ καὶ βέλτιον περὶ

### book 7d.3

αὐτῆς ὑπονοεῖν ὡς ἀπολειπομένης τοῦ συλλόγου. T ἢ τάχα ὡς

### book 7d.4

ὡμολογημένον αὐτὸ παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ

### book 7d.5.1

Ὠκεανοῦ καὶ τὴν Γῆν μένειν· b(BCE3E4)T περὶ γὰρ ταύτην

### book 7d.5.2

τὸ ὕδωρ. b(BE3E4)T | οὐκ ἔδει δὲ τῶν ἐξ αὐτῶν κινουμένων καὶ

### book 7d.5.3

ταῦτα κινεῖσθαι· ὡς γὰρ πρόγονοι πάντων ἀκίνητοι μένουσιν.

### book 7d.5.4

b(BE3E4)

### book 8.1

οὔτ’ ἄρα νυμφάων: τὴν γὰρ Λητὼ (cf. Υ 40 al.) μίαν τῶν

### book 8.2

νυμφῶν οἴεται· ὅθεν καὶ παίζουσι μετὰ τῆς Ἀρτέμιδος αἱ νύμφαι·

### book 8.3

„γέγηθε δέ τε φρένα Λητώ“ (ζ 106). T

### book 8

αἵ τ’ ἄλσεα καλὰ νέμονται: αἱ τὰ ἄλση κατοικοῦσαι

### book 8.5

—ἐπὶ τῶν ἑλῶν ἑλ〈ε〉ιονόμοι. A

### book 9.1

πίσεα: πίω πίσω πῖσος, ὡς μύω μύσω μύσος· τοῖς γὰρ μιαι‐

### book 9.2

φόνοις οὐκ ἐξῆν προσφωνεῖν τινα. b(BCE3)T

### book 11a1.1

ξεστῇς αἰθούσῃσιν 〈ἐνίζανον〉: ὅτι Ζηνόδοτος γρά‐

### book 11a1.2

φει „ἐφίζανον“. αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ

### book 11a1.3

ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι ἢ τόποι ὑφ’ ἡλίου κατα‐

### book 11a1.4

λαμπόμενοι. A | τινὲς δὲ γράφουσιν „ἐνίδρανον“, καθέδρας οἰηθέντες

### book 11a1.5

AT εἶναι τὰς αἰθούσας. T

### book 11a2

ἔνιοι „ἐφίζανον“. Aim

### book 11b1.1

αἰθούσῃσιν: αἱ αἴθουσαι ἐξέδραι στυλωταί εἰσιν ἢ τόποι

### book 11b1.2

ὑφ’ ἡλίου καταλαμπόμενοι. T

### book 11b2.1

αἴθουσαί εἰσι τόποι πρόστωοι, ὑφ’ ἡλίου καταλαμπόμενοι.

### book 11b2.2

b(BCE3E4)

### book 12a

〈Ἥφαιστος—πραπίδεσσιν:〉 παντοδαπὸς τεχνίτης.

### book 12a

Til

### book 12b.1

〈ποίησεν ἰδυίῃσι:〉 οὕτως διὰ τοῦ ι τὸ ἰδυίῃσι καὶ

### book 12b.2

τέλειον τὸ ποίησε. Aint

### book 13.1

ὣς οἱ μὲν Διὸς ἔνδον 〈ἀγηγέρατο〉: ὅτι {διὸς} ἔνδον

### book 13.2

εἴρηκε τοπικὸν ἐπίρρημα ἀντὶ τῆς ἔν προθέσεως· θέλει γὰρ εἰπεῖν A

### book 13.3

ἐν Διός, ὡς „εἴσω ἁλὸς εὐρέα κόλπον“ (Φ 125) AT ἀντὶ τοῦ

### book 13.4

εἰς ἁλὸς κόλπον. T

### book 13-4.1

οὐδ’ ἐνοσίχθων / νηκούστησε 〈θεᾶσ〉: ἐπεὶ πρό‐

### book 13-4.2

τερον (cf. Ο 157—219) ἐξελασθῆναί φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ

### book 13-4.3

Διός, ὥσπερ τι παράδοξον εἰσάγει ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως,

### book 13-4.4

ἀλλὰ πειθαρχῶν φαίνεται, b(BCE3E4)T καὶ οὐ μόνον συνῆλθεν,

### book 13-4.5

ἀλλὰ καὶ τοῦ λόγου κατάρχει (cf. Υ 15—8). b(BE3E4)T

### book 13-4.1

οὐδ’ ἐνοσίχθων / νηκούστησε θεᾶς: ὁ δὲ Ποσειδῶν

### book 13-4.2

οὐ παρήκουσε—φιλονεικίαν. A

### book 16.1

τίπτ’ αὖτ’, ἀργικέραυνε: ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προ‐

### book 16.2

λαμβάνοντος τοὺς λόγους τοῦ Διός. τὸ δὲ αὖτε παραπληροῖ, ἢ

### book 16.3

σημαίνει τὸ πάλιν, ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν,

### book 16.4

ὅτε αὐτοῖς ἀπηγόρευε μάχεσθαι (cf. Θ 5—27). b(BCE3E4)T

### book 17.1

ἦ {τι περι τρώων}: ἐρωτηματικὸς ὁ σύνδεσμος καὶ ἅπαξ εἰ‐

### book 17.2

λημμένος κατὰ μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς

### book 17.3

τὰ τοιαῦτα „ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα“ (λ 172), „ἠὲ νέον

### book 17.4

μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι“ (α 175)· ἐν γὰρ ταῖς τοιαύταις συν‐

### book 17.5

τάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. A

### book 21a.1

ὧν ἕνεκα ξυνάγειρα: καὶ τοῦτο ἑκατέρωσε δύναται προσ‐

### book 21a.2

δίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ

### book 21a.3

τοῖς ἑξῆς, ὑποστίζομεν ἐπ’ αὐτό. A

### book 21b

〈ὧν:〉 λείπει ἀνδρῶν. b(BCE3E4)Til

### book 21c1.1

μέλ{λ}ουσί μοι ὀλλύμενοί περ: „πατήρ“ γὰρ „ἀν‐

### book 21c1.2

δρῶν τε θεῶν τε“ (Α 544 al.). παρέλκει δὲ ὁ πέρ. T

### book 21c2.1

†μέλλουσι† δὲ αὐτῷ ὡς πατρὶ θεῶν καὶ ἀνδρῶν. ὁ δὲ πέρ

### book 21c2.2

περιττεύει. b(BCE3E4)

### book 23a.1

ἥμενος ἔνθ’ ὁρόων 〈φρένα τέρψομαι〉: τὴν πρώτην

### book 23a.2

λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἐπὶ τὸ αὐτὸ

### book 23a.3

ἀσυνδέτως κέωνται. A b (BCE3E4)T

### book 23b.1

τέρψομαι: διὰ τὸ σῴζεσθαι τὸ μοιρίδιον †ἢ† ἁλισκομένης

### book 23b.2

τῆς Ἰλίου· ἐπάγει γοῦν τὴν αἰτίαν· „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ

### book 23b.3

Τρώεσσι μαχεῖται, / οὐδὲ μίνυνθ’ ἕξουσι“ (Υ 26—7). b(BCE3E4)

### book 23b.4

T

### book 25.1

ἀμφοτέροισι δ’ ἀρήγετε: τοῖς μὲν Ἀχαιοῖς, μὴ ὑπὸ τοῦ

### book 25.2

Ἀπόλλωνος νῦν Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσί, μὴ ὑπὸ Ἀχιλλέως

### book 25.3

πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις θεῶν παρατάξεις

### book 25.4

συμμίσγει αὐταῖς. b(BCE3E4)T

### book 26-7.1

εἰ γὰρ Ἀχιλλεὺς οἶοσ〈—Πηλεΐωνα〉: δόξειεν ἂν

### book 26-7.2

τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ

### book 26-7.3

τὴν μάχην· ὁ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον

### book 26-7.4

ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ· ἐκ δὲ τοῦ ἀφικνεῖσθαι

### book 26-7.5.1

αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς

### book 26-7.5.2

ἰσχυροτέρους τῶν Τρωϊκῶν. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπι‐

### book 26-7.5.3

κουρία τῶν θεῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν

### book 26-7.5.4

ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. —

### book 26-7.5.5

ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ’

### book 26-7.10.1

ἵνα πρόφασις ἀπάτης Ἀχιλλεῖ γένηται Ἀπόλλωνος (cf. Φ 599—Χ

### book 26-7.10.2

20), δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ (cf. Φ 234‐

### book 26-7.10.3

327). b(BCE3E4)T

### book 27

〈ἕξουσι:〉 ἀντὶ τοῦ ἀνθέξουσιν. Aint

### book 28a.1

καὶ δέ τέ μιν καὶ πρόσθεν 〈ὑποτρομέεσκον ὁρῶν‐

### book 28a.2

τεσ〉: ἔτι καὶ πρόσθεν αὐτὸν ὁρῶντες ἔτρεμον. T

### book 28b.1

〈καὶ δέ τέ μιν:〉 Ἀρίσταρχος Aim „καὶ δέ τί μιν“,

### book 28b.2

διὰ τοῦ ι. Aim Til

### book 29a1.1

νῦν δ’, ὅτε δὴ καὶ θυμὸν 〈ἑταίρου χώεται αἰνῶσ〉:

### book 29a1.2

ὅτι κατὰ θυμὸν περὶ ἑταίρου χολοῦται. | τὸ δὲ αἰνῶς ἑκατέροις

### book 29a1.3

δύναται προσδίδοσθαι. A

### book 29a2.1

λείπει ἡ περί. b(BCE3) | τὸ δὲ αἰνῶς δύναται ἑκατέροις

### book 29a2.2

συντάσσεσθαι. b(BCE3)Til

### book 30a.1

δείδω, μὴ καὶ τεῖχος 〈ὑπὲρ μόρον ἐξαλαπάξῃ〉:

### book 30a.2

τινὲς γράφουσιν ἀντὶ τοῦ δείδω, μὴ καὶ τεῖχος „οὐ μέντοι μοῖρ’

### book 30a.3

ἐστὶν ἔτι ζῳοῦ Ἀχιλῆος / Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον./

### book 30a.4

πέρσει δουράτεός 〈θ’〉 ἵππος καὶ μῆτις Ἐπειοῦ.“ πῶς γὰρ ὁ εἰδὼς

### book 30a.5

„μοῖράν τ’ ἀμμορίην τε“ (υ 76) νῦν διστάζει; T

### book 30b1

ὑπὲρ μόρον {ἐξαλλαπάξηι}: Ἀριστοφάνης ὡς „ὑπέρ‐

### book 30b1.1

βιον“ (Ρ 19. μ 379 al.), ἓν μέρος λόγου ποιῶν· καὶ ὁ Ἀσκαλωνίτης

### book 30b1.2

(p. 58 B.), ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται,

### book 30b1.3

ὁμοίως πληθυντικῷ τῷ „ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστοσ“

### book 30b1.5.1

(Β 155). καὶ ὃν τρόπον „οὐ μὲν καλὸν ἀτέμβειν“ (φ 312) ἀντὶ τοῦ

### book 30b1.5.2

καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν „οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο“

### book 30b1.5.3

(Ζ 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν

### book 30b1.5.4

παρελεύσεται ἐπιρρήματος· „δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξ‐

### book 30b1.5.5

αλαπάξῃ“ καὶ „ἔνθα κεν Ἀργείοισι〈ν〉 ὑπέρμορα νόστοσ“ (Β 155).

### book 30b1.10.1

ἐντελῶς δὲ ἐν τῇ Β (sc. ad 155) περὶ τῆς προσῳδίας διελάβομεν·

### book 30b1.10.2

διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο

### book 30b1.10.3

καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (sc. α 35), λέγω δὲ τὸ „ὡς καὶ νῦν Αἴγισθος

### book 30b1.10.4

ὑπέρμορον“, κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ „μὴ καὶ

### book 30b1.10.5

ὑπὲρ μοῖραν δόμον Ἄϊδοσ“ (Υ 336), ὥσπερ ἤδη ἀπεφηνάμην (cf.

### book 30b1.15

Hrd. 1, 488, 7). A

### book 30b2.1

Ἀριστοφάνης καὶ οἱ πλείους ὑφ’ ἓν προηνέγκαντο τὸ

### book 30b2.2

„ὑπέρμορον“, ὡς „ὑπέρβιον“. b(BCE3E4)T ἀντὶ ἐπιρ〈ρ〉ήμα‐

### book 30b2.3

τος δὲ τοῦ ὑπερμόρως κεῖται, b(BE3E4)T ὡς καὶ τὸ πληθυντι‐

### book 30b2.4

κόν, „ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα“. T δύναται μέντοι καὶ

### book 30b2.5.1

b(BE3E4)T ἐνθάδε καὶ ἐν τῇ Ὀδυσσείᾳ „ὡς καὶ νῦν Αἴγισθος

### book 30b2.5.2

T ὑπὲρ μόρον“ κατὰ διάλυσιν ἀναγινώσκεσθαι. b(BE3E4)T

### book 33.1

Ἥρη μὲν 〈μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη〉:

### book 33.2

Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς

### book 33.3

δικαίως καὶ φρονίμως μαχομένοις. b(BCE3E4)T

### book 34a.1

ἠδὲ Ποσειδάων: νησιῶται γὰρ οἱ πλείους Ἑλλήνων καὶ

### book 34a.2

„εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιν“ (Θ 203). ἢ διὰ Λαομέ‐

### book 34a

δοντα. T

### book 34b.1

〈ἠδὲ Ποσειδάων:〉 Ποσειδῶν δέ, ὅτι ἀπὸ θαλάσσης πρὸς

### book 34b.2

τοὺς ἐν τῇ ξηρᾷ πολεμοῦσιν. b(BCE3E4)

### book 34c.1

ἐριούνης: ὁ ἐρευνητικός· λόγος γάρ ἐστιν. ἢ ὁ μέγιστα

### book 34c.2

ὠφελῶν, πλεονάζοντος τοῦ υ. b(BCE3E4)T οἱ δὲ τραγικοὶ (fr.

### book 34c.3

ad. 588 N.2) τὸν καταχθόνιον. ἐπεὶ οὖν μετὰ λόγου ποιοῦνται τὴν

### book 34c.4

μάχην οἱ Ἕλληνες, βοηθεῖ αὐτοῖς, ἅμα δὲ καὶ διὰ Κυλλήνην. T

### book 35.1

〈κέκαστο:〉 Ἀρίσταρχος „κέκασται“, οὐ διὰ τοῦ ο κέκα‐

### book 35.2

στο. Aim

### book 36a1.1

Ἥφαιστος δ’ ἅμα 〈τοῖσι κίε〉: πολέμιος Ἄρει, φίλος

### book 36a1.2

Ἀθηνᾷ. „Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη“ (ζ 233) καὶ „μητρὶ

### book 36a1.3

φίλῃ ἐπίηρα φέρων“ (Α 572). καὶ ὅτι τεχνικὸν τὸ Ἑλληνικόν. T

### book 36a2.1

Ἥφαιστος δὲ διὰ τὸ φρόνιμος καὶ μηχανικὸς καὶ τεχνίτης

### book 36a2.2

εἶναι, οἷοι καὶ Ἕλληνες. b(BCE3E4)

### book 36b

βλεμεαίνων: οἷον †βλεεμένων ὡς ὑδρηλός†. ἢ διὰ τὸ

### book 36b

πῦρ. ἢ ἐπεὶ τὰ ἄνω δεινός ἐστι καὶ „πέλωρ αἴητον“ (Σ 410). T

### book 37a

〈ῥώοντο ἀραιαί:〉 ἐρρώνυντο αἱ ἀσθενεῖς. Aint

### book 37b

ῥώοντο: ἐρρωμένως ἐπειρῶντο βαδίζειν. b(BCE3E4)T

### book 38.1

〈ἐς δὲ〉 Τρῶας Ἄρης: ἁρπαγῆς καὶ βίας ὁ Ἄρης δεσπόζει.

### book 38.2

φησὶ δὲ „ἐπιδήμιοι ἁρπακτῆρεσ“ (Ω 262). b(BCE3E4)T

### book 39a1.1

Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα: χορῶν

### book 39a1.2

γὰρ δεσπόζει σὺν Ἀρτέμιδι, οἱ δὲ Τρῶες „χοροιτυπίῃσιν ἄριστοι“

### book 39a1.3

(Ω 261). τοξόται τέ εἰσιν οὗτοι οἱ θεοί, τοξόται δὲ καὶ οἱ Τρῶες. T

### book 39a2.1

ὁ δὲ Φοῖβος καὶ Ἄρτεμις χορῶν δεσπόζουσι καὶ παιγνίων·

### book 39a2.2

καὶ οἱ Τρῶες δὲ „†χοροτυπίῃσιν† ἄριστοι“. ἅμα δὲ ὅτι καὶ τοξόται

### book 39a2.3

εἰσὶ τοῖς Τρωσὶν ὁμοίως. b(BCE3E4)

### book 39b.1

ἀκερσεκόμης: ἐπεὶ κουροτρόφος. ἐπὶ δὲ τοῖς πένθεσιν

### book 39b.2

ἐκείροντο. †οὖν εὐχόμεθα ἀπενθεῖς ἡμᾶς διατηρεῖν. b(BCE3)T

### book 40a.1

〈Λητώ τε Ξάνθος τε φιλομειδής τ’ Ἀφροδίτη:〉

### book 40a.2

Λητώ {δέ}, ὅτι ἐπιλήσμονες ἐξ ἀφροσύνης ἦσαν. ὁ δὲ Ξάνθος, ὅτι

### book 40a.3

δίκην ὕδατος πρὸς τὰς αἰσχρότητας ἐφέροντο. ὅτι δὲ πορνικοὶ καὶ

### book 40a.4

θηλυδρίαι, καὶ ἡ Ἀφροδίτη συνέπεται. ὁ μέντοι b(BCE3E4) Ἅι‐

### book 40a.5.1

δης οὐ βοηθεῖ (ἀπωλείαις γὰρ ἥδεται) οὔτε Ἥλιος· ἦ γὰρ ἂν πάντας

### book 40a.5.2

ὁμοίως ἔβλαψε σκοτοποιῶν. Δημήτηρ δὲ καὶ Διόνυσος καρποφόροι

### book 40a

ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς. b(BCE3E4)T

### book 40b1.1

{λητώ τε} Ξάνθος {τε}: ὅτι οὐ προδιασυστήσας τὸν

### book 40b1.2

αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα (cf. Υ 74) προκατα‐

### book 40b1.3

κέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ, ὡς παραδεδομένοις δηλονότι

### book 40b1.4

χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα. A

### book 40b2.1

{ξάνθος τε:} ὅτι οὐ προσυστήσας τὴν διωνυμίαν τοῦ

### book 40b2.2

Ξάνθου κατεχρήσατο. T

### book 40c.1

φιλομειδής: γράφεται „Διὸς θυγάτηρ“· ἄτοπον γὰρ τὸ

### book 40c.2

φιλομειδής ἐπὶ τῆς πολεμούσης. T

### book 42.1

〈τεῖος Ἀχαιοί:〉 ἐν ἄλλῳ „τόφρα δ’ Ἀχαιοί {μὲν μέγ’

### book 42.2

ἐκύδανον}“. Aim

### book 44.1

Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον: ὅτι

### book 44.2

Aint ἀντὶ τοῦ Τρώων ἕκαστον, Aint T ὡς „Τρῶας δὲ στίχας

### book 44.3

〈οὖλοσ〉 Ἄρης ὤτρυνε“ (Ε 461). T

### book 48a.1

ὦρτο δ’ ἜΡΙΣ 〈...〉 λαοσσόος: πῶς λαοσσόον τὴν

### book 48a.2

Ἔριν προσηγόρευσεν; οὐ γὰρ σῴζουσα βλέπεται, ἀλλὰ φθείρουσα

### book 48a.3

μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι ἔριν οὔ φησιν αὐτὴν τὴν θεόν (οὐ γὰρ

### book 48a.4

προεῖπεν αὐτὴν ἐν τῷ λόγῳ), ἀλλὰ τὴν τῶν θεῶν Τρωϊκῶν τε καὶ

### book 48a.5.1

Ἑλληνικῶν φιλονεικίαν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ

### book 48a.5.2

ἐγίνετο τῶν ἀνδρῶν. b(BCE3E4)T ἔστιν οὖν ὅμοιον τῷ „ὦρσε

### book 48a.5.3

δὲ τοὺς μὲν Ἄρησ“ (Δ 439). T

### book 48b.1

Ἔρις 〈κρατερὴ〉 λαοσσόος: ἡ τοὺς λαοὺς σεύουσα καὶ

### book 48b.2

παρορμῶσα. b(BCE3E4)T | δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ

### book 48b

γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι. b(BCE3E4)

### book 48c.1

ἄλλως· {ὦρτο δ’ ἔρις} αὖε δ’ Ἀθήνη: πανταχόθεν τὴν

### book 48c.2

ἐνέργειαν κινεῖ· καὶ οἶδε μὲν σάλπιγγας ὁ ποιητής, τοὺς δὲ ἥρωας

### book 48c.3

οὐ ποιεῖ χρωμένους, τεραστιωτέρας οἰόμενος τὰς τῶν ἀνδρῶν καὶ

### book 48c.4

θεῶν μεγαλοφωνίας. T

### book 48d.1

αὖε δ’ Ἀθήνη: ὅτι ὁ δέ σύνδεσμος περισσός ἐστιν ἐν

### book 48d.2

τῷ αὖε δ’ Ἀθήνη. A

### book 51-2.1

〈αὖε δ’ Ἄρης ... / ὀξὺ〉 κατ’ ἀκροτάτης πόλιος:

### book 51-2.2

ἐξ ὕψους βοᾷ, πάντα τόπον πληρῶν τῆς βοῆς. b(BCE3)T

### book 52.1

ἀκροτάτης πόλιος: ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε

### book 52.2

τὸ ἄκρον αὐτῆς, b(BCE3)T ἀντὶ τοῦ ἄκρης b(BCE3E4)T ἀ‐

### book 52.3

κροτάτης εἰπών. b(BCE3)T

### book 53a.1

θεῶν ἐπὶ Καλλικολώνῃ: ὅτι τόπος οὕτως καλεῖται ἐπὶ

### book 53a.2

τῆς Ἴδης, Θεῶν καλλικολώνη. οὐ δεόντως οὖν τινες ἀνέγνωσαν

### book 53a.3

„θέων“ ἀντὶ τοῦ τρέχων. A

### book 53b1.1

θεῶν ἐπὶ Καλλικολώνῃ: Ἡρόδικος βαρέως ἀνεγίνω‐

### book 53b1.2

σκεν ὡς τρέχων, μετοχὴν ποιῶν. ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέ‐

### book 53b1.3

γων οὕτως καλεῖσθαι τὸν τόπον, Θεῶν καλλικολώνη, ὥσπερ καὶ

### book 53b1.4

Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδί‐

### book 53b1.5.1

κου ἀνάγνωσις. ἡ μέντοι ἐπί πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν

### book 53b1.5.2

ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εἶναι ἐπὶ Θεῶν καλλικολώνῃ·

### book 53b1.5.3

διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην

### book 53b1.5.4

(p. 58 B.) οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει. καὶ οὕτως

### book 53b1.5.5

ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς· καὶ γὰρ διὰ

### book 53b1.10

τῶν ἑξῆς (sc. Υ 151) „Καλλικολώνησ“ φησίν, οὐ προσνείμας τὸ θεῶν·

### book 53b1

„οἱ δ’ ἑτέρωσε κάθιζον ἐπ’ ὀφρύσι Καλλικολώνησ“. A

### book 53b2.1

{θεῶν ἐπὶ καλλικολώνῃ:} οὕτως Ἀρίσταρχος ὡς Ἀχαιῶν

### book 53b2.2

λιμένα. τὴν δὲ πρόθεσιν ἡ συνήθεια οὐκ ἀναστρέφει, καίτοι δυναμένην

### book 53b2.3

ἀναστρέφεσθαι. T

### book 53b3.1

τὸ δὲ θεῶν καὶ „θέων“ δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸ

### book 53b3.2

ἐπειγόμενον. b(BCE3)

### book 53c.1

〈θεῶν〉 ἐπὶ Καλλικολώνῃ: Δημήτριος ὁ Σκήψιος (fr. 23

### book 53c.2

G.) Καλλικόλωνον καλεῖσθαί φησι λόφον σταδίων πέντε τὴν περίμε‐

### book 53c.3

τρον, κεῖσθαι δὲ μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος. ἀπέχει δὲ

### book 53c.4

κατὰ διάμετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης δέκα.

### book 53c.5.1

θεοῖς δὲ ἀνατίθησιν αὐτὴν ὡς πληθύουσαν λιβάσι καὶ λειμῶσιν. b

### book 53c.5.2

(BCE3)T

### book 56-7.1

δεινὸν δ’ ἐβρόντησε 〈πατὴρ ἀνδρῶν τε θεῶν τε /

### book 56-7.2

ὑψόθεν〉: φαντασίαν ποιεῖ ὡς περὶ τῶν ὅλων κίνδυνον εἶναι δο‐

### book 56-7.3

κεῖ〈ν〉. T

### book 57a.1

〈αὐτὰρ ἔνερθε:〉 Ἀρίσταρχος Ἰακῶς „αὐτὰρ νέρθε“.

### book 57a.2

Aim

### book 57b

〈ἔνερθε Ποσειδάων ἐτίναξε:〉 κάτωθεν· ἐνοσίχθων γάρ

### book 57b

ἐστιν. b(BCE3)

### book 58.1

γαῖαν ἀπειρεσίην 〈ὀρέων τ’ αἰπεινὰ κάρηνα〉: ὅτι

### book 58.2

διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ „γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μα‐

### book 58.3

κρὸς Ὄλυμποσ“ (Ο 193). AT

### book 59a.1

〈πολυπίδακος:〉 οὕτως Ἀρίσταρχος πολυπίδακος,

### book 59a.2

ἄλλοι δὲ „πολυπιδάκου“. Aim

### book 59b.1

〈πολυ〉πίδακος: πῖδαξ παρὰ τὸ †ἰδῶ† τὸ ἱδρῶ· ἱδρῶτα

### book 59b.2

γὰρ γῆς τὰς πηγὰς οἱ φυσικοὶ λέγουσιν. b(BCE3)T ἢ ἐκ τοῦ

### book 59b.3

πίνω πῖναξ πῖδαξ. b(BCE3)

### book 61.1

ἔδδεισεν δ’ ὑπένερθεν 〈ἄναξ ἐνέρων Ἀϊδωνεύσ〉: εἰ

### book 61.2

ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώ‐

### book 61.3

πους συμβῆναι διάθεσιν; οὐ παρατάσσει δὲ Ἅιδην· ἀπωλείαις γὰρ

### book 61.4

ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐ‐

### book 61.5

τὸν καλεῖ (sc. Ι 457). b(BCE3)T

### book 62a.1

ἐκ θρόνου ὦρτο: ἐκπληκτικὸν τοῦτο, μὴ μόνον δεῖσαι,

### book 62a.2

ἀλλὰ καὶ ἀναθορεῖν 〈ἐκ〉 τοῦ θρόνου. εἶτα καὶ τὸ ἴαχε κινητικὸν

### book 62a.3

τῆς διανοίας τοῦ δείσαντος. T

### book 62b.1

〈ἆλτο:〉 ἐν ἄλλῳ „{ἐκ θρόνου} ὦρτο“. οὕτως καὶ ἡ Μασ‐

### book 62b.2

σαλιωτική. Aint

### book 65

〈εὐρώεντα:〉 ὅτι πάντα χωρεῖ. Til

### book 67-74

ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἑξῆς:

### book 67-74

ἡ τῶν θεῶν μάχη περιέχει—πάρεστι βοηθὸς τοῖς Τρωσίν. A

### book 68a.1

ἵστατ’ Ἀπόλλων 〈Φοῖβοσ〉: ὅτι πυκνῶς κατὰ τὸν

### book 68a.2

τόπον πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ἀρξάμενος γὰρ ἀπ’

### book 68a.3

Ἀχαιϊκοῦ θεοῦ (cf. Υ 67) καὶ ἀντιτάξας τούτῳ Τρωϊκὸν θεὸν πάλιν

### book 68a.4

ἀπὸ Τρωϊκοῦ ἦρκται κατὰ τὸ δεύτερον ζυγόν (sc. Υ 69 et 72). A

### book 68b.1

ἵστατ’ Ἀπόλλων Φοῖβος: λοιμῶν αἴτιος ὁ Ἀπόλλων,

### book 68b.2

τοῦ περιγείου μέρους σὺν Ἀρτέμιδι δεσπότης ὤν, ὑγιείας δὲ Ποσει‐

### book 68b.3

δῶν διὰ τῶν πνοῶν, εἴγε φησὶν „Ὠκεανὸς ἀνίησιν“ (δ 568) „ἴκμενόν“

### book 68b.4

τε „οὖρον“ (Α 479 al.) καὶ ἀποκαθαίροντα, b(BCE3E4)T εἰσὶν

### book 68b.5.1

ἀλλήλοις ἀντιπαθεῖς φύσει. T χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦν‐

### book 68b.5.2

τι παρὰ τὸ δέον τοῖς Τρωσί. b(BCE3E4)T σέβε δὲ θεούς, εἰδὼς

### book 68b.5.3

ὅτι εἰς τὸ κεχαρισμένον τῶν φίλων καὶ ἀλλήλοις μάχονται. T ὅ‐

### book 68b.5.4

σον δὲ κακὸν ἡ στάσις, ὅτι καὶ πρεσβυτέροις νέους ἀντιτάσσει.

### book 68b.5.5

b(BCE3E4)T

### book 69

ἄντα δ’ Ἐνυαλίοιο: ἐξ ἐναντίας—δαίμονος. A

### book 69a.1

〈Ἐνυαλίοιο:〉 Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ

### book 69a.2

ἕτερος θεός. b(BCE3E4)

### book 69b.1

Ἐνυαλίοιο: Ἐνυάλιος παρὰ τὸ αὔειν, ὅ ἐστι βοᾶν·

### book 69b.2

b(BCE3E4)T φησὶ γοῦν „ὅσ〈σ〉ον τ’ ἐννεάχιλοι“ (Ε 860).

### book 69b.3

T ἢ παρὰ τὸ ἔνω, ὅθεν καὶ αὐτοέντης. b(BCE3E4)T

### book 69c.1

Ἀθήνη: ἡ φρόνησις· διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις.

### book 69c.2

ὁ δὲ Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ

### book 69c.3

Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν.

### book 69c.4

b(BCE3E4)T

### book 70-1.1

Ἥρῃ δ’ ἀντέστη〈— / Ἄρτεμις ἰοχέαιρα〉:

### book 70-1.2

ὁ μὲν συνάπτων τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστι· διὸ καὶ τελεία

### book 70-1.3

καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα· ὁ δὲ περίγειος ἀὴρ ὑπὸ Ἀρτέμιδι·

### book 70-1.4

ὅθεν φησὶν· „ἐπεί σε λέοντα γυναιξί / Ζεὺς θῆκεν“ (Φ 483—4). οἱ δὲ

### book 70-1.5.1

ὅτι ἡ μὲν Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀήρ, δι’ ἣν ἔκλειψις γίνεται.

### book 70-1.5.2

b(BCE3E4)T

### book 70a.1

Ἥρῃ δ’ ἀντέστη· ὑφ’ ἓν τὸ ἀντέστη προενεκτέον· δοτι‐

### book 70a.2

κῇ γὰρ συντάσσεται, ὡς „Λητοῖ δ’ ἀντέστη“ (Υ 72), τὸ δὲ ἄντα,

### book 70a.3

ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· „ἄντα δ’ Ἐνυαλίοιο“ (Υ 69), „ἄντα

### book 70a.4

δ’ ἄρ’ Ἡφαίστοιο“ (Υ 73). A

### book 70b.1

ἀντέστη: τινὲς „ἄντα ἔστη“. οὐδέποτε δὲ τὸ ἄντα ἄλλῃ

### book 70b.2

συντάσσεται πτώσει ἢ γενικῇ, b(BE3)T „ἄντα δ’ Ἐνυαλίοιο“

### book 70b.3

(Υ 69). b(BE3)

### book 70b

χρυσηλάκατος: ἐργατική. νῦν δὲ—οἱ κυνηγοί. A

### book 72a

Λητοῖ: Λητὼ ἡ λήθη, ὅτι λήθην ἁμαρτημάτων δι’ αὐτῆς

### book 72a

αἰτοῦνται λαβεῖν παρὰ τῶν παίδων. T

### book 72b1.1

σῶκος: ὡς παρὰ τὸ θάσσω θᾶκος, σάω σάκος, οὕτω σῴζω

### book 72b1.2

σῶκος. T

### book 72b2.1

παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. b(BCE3)

### book 72b2.2

ἀνθίσταται δέ, ὡς ἔθος, τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη

### book 72b2.3

καὶ ἀλογία. b(BCE3E4)

### book 72c.1

σῶκος {ἐριούνιος}: Τυραννίων (fr. 45 P.) ἀξιοῖ ὀξύνειν,

### book 72c.2

ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον, „ὦ Σῶχ’, Ἱππάσου υἱέ“

### book 72c.3

(Λ 450), ὥσπερ ἐπὶ τοῦ „Λεῦκοσ“ (cf. Δ 491), „Γλαῦκοσ“ (Β 876.

### book 72c.4

Ζ 119 al.). οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον,

### book 72c.5.1

ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμενον τὸ

### book 72c.5.2

„Φοῖβοσ“ (Α 43. 64 al.)· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ

### book 72c.5.3

κυρίῳ. εἰσὶ δέ, οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό·

### book 72c.5.4

ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ

### book 72c.5.5

προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ

### book 72c.10.1

μέντοι εἰς κος λήγοντα δισύλλαβα, 〈οὐ〉 παρεσχηματισμένα εἰς γένος

### book 72c.10.2

θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεσθαι θέλει, „οἶκοσ“ (Ο

### book 72c.10.3

498. α 232 al.), φῶκος, „θῶκοσ“ (cf. Θ 439. ε 3 al.). οὕτως σῶκος.

### book 72c.10.4

σεσημείωται τὸ „σηκόσ“ (cf. Σ 589. ι 219 al.). A

### book 72c

σῶκος: ἤτοι ὁ ἰσχυρὸς—ἄγγελος γὰρ ὁ θεός. A

### book 73-4.1

ἄντα δ’ ἄρ’ Ἡφαίστοιο 〈μέγας ποταμὸς—

### book 73-4.2

Σκάμανδρον〉: τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί. Ξάνθος δὲ καλεῖται,

### book 73-4.3

ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. b(BCE3

### book 73-4.4

E4)T οἱ δέ, ὅτι πρὸ τῆς κρίσεως Ἀφροδίτη λουσαμένη αὐτοῦ

### book 73-4.5.1

ξανθὴ γέγονεν. T ἐνταῦθα (sc. 74) δὲ μόνον τὴν διωνυμίαν

### book 73-4.5.2

ἐπεσημήνατο. b(BCE3E4)T

### book 74a.1

〈ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον:〉

### book 74a.2

ὅτι 〈τὸ〉 διφορούμενον τῆς ὀνομασίας νῦν διέστησεν. Aint

### book 74b.1

ὃν Ξάνθον καλέουσι θεοί: παρὰ Μουσῶν τοῦτο οἶδεν.

### book 74b.2

τινὲς δὲ τὰ εὐφραδέστερά φασιν αὐτὸν περιτιθέναι 〈τοῖς θεοῖσ〉. T

### book 74b.1

ὃν Ξάνθον καλέουσι θεοί, 〈ἄνδρες δὲ Σκάμανδρον〉:

### book 74b.2

τῶν διωνύμων τὸ μὲν—εἰς ἀνθρώπους. | διὰ τί δὲ κατὰ τὸν

### book 74b.5

πόλεμον οὗτοι οἱ θεοὶ—τὸ πῦρ τοῦ ὑγροῦ. A

### book 75-6.1

Ἀχιλλεύς / Ἕκτορος ἄντα: ἐφαμίλλους θεοῖς δείκνυ‐

### book 75-6.2

σι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν. b(BCE3E4)T

### book 76

Ἕκτορος ἄντα: εἰς τὴν Ἕκτορος ἐναντίαν μάχην. b

### book 76

(BCE3E4)T

### book 77.1

μάλιστά γε: Ἀρίσταρχος Aim „μάλιστά ἑ“, AimT

### book 77.2

μάλιστα αὐτόν, Aim b (BCE3)T οὕτως. T

### book 78

ταλαύρινον: ἐν τῷ πολεμεῖν ὑπομονητικόν. b(BCE3)T

### book 79-80.1

Αἰνείαν δ’ ἰθὺσ〈— / ἀντία Πηλείωνοσ〉:

### book 79-80.2

ἀμβλύνων αὐτοῦ τὴν καθ’ Ἕκτορος ὁρμήν. b(BCE3E4)T πα‐

### book 79-80.3

ράδοξον δὲ τὸ μονομάχιον καὶ τοὺς ἐκ δύο θεαινῶν πολεμεῖν ἐναγώνιον.

### book 79-80.4

T

### book 79

ἰθύς: ὅτι ἀντὶ τοῦ ἐπ’ εὐθείας καὶ κατ’ ἐναντίον. AintT

### book 83-5.1

ποῦ τοι ἀπειλαί, 〈ἃς—ἐναντίβιον πολεμί‐

### book 83-5.2

ζειν〉: παιδευτικὰ καὶ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας

### book 83-5.3

ἀπαλλάσσοντα, δι’ ὧν φησι τὸν Αἰνείαν διὰ τὰς παρ’ οἴνῳ ὑπο‐

### book 83-5.4

σχέσεις ὀλίγου δεῖν κινδυνεῦσαι. b(BCE3E4)T τοιαῦτα δὲ καὶ

### book 83-5.5.1

τὰ παρ’ Ἕλλησιν ἔστιν ἀκοῦσαι· „πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν

### book 83-5.5.2

εἶναι ἄριστοι, / ἃς 〈ὁ〉πότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, / πίνον‐

### book 83-5.5.3

τες κρητῆρας ἐπιστεφέας οἴνοιο, / Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε

### book 83-5.5.4

〈ἕκαστος / στήσεσθ’ ἐν πολέμῳ〉“ (Θ 229—30. 232—4). οἱ δὲ παρὰ

### book 83-5.5.5

τοῖς βαρβάροις ὡς παράδοξον 〈ὂν〉 τὸ Ἀχιλλεῖ συστῆναι. T

### book 84a.1

ἃς Τρώων βασιλεῦσιν 〈ὑπίσχεο οἰνοποτάζων〉:

### book 84a.2

ὅτι περὶ τὸν οἶνον αἱ καυχήσεις γίνονται· πρὸς τὴν ἀθέτησιν τοῦ

### book 84a.3

„ἔσθοντες κρέα πολλά“ (Θ 231). βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος

### book 84a.4

ἄρχοντας λέγει· „δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ δῆμον“

### book 84a.5

(θ 390). A

### book 84b.1

〈βασιλεῦσιν〉 ὑπίσχεο οἰνοποτάζων: πίνων, ἔφη,

### book 84b.2

οὐχὶ ἐσθίων. b(BCE3)T κἀκεῖ ἄρα δεόντως ἀθετεῖται οὗτος ὁ

### book 84b.3

στίχος „ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων“ (Θ 231). T

### book 84b.4

βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας ἔλεγον· b(BCE3E4)T

### book 84b.5

„δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆεσ“ (θ 390). T

### book 84c

〈ὑπίσχεο:〉 οὕτως διὰ τοῦ ι ὑπίσχεο. Aim

### book 89-92.1

οὐ μὲν γὰρ νῦν πρῶτα〈—Πήδασον〉:

### book 89-92.2

διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως

### book 89-92.3

δεδήλωκε· A b (BCE3E4)T „δώδεκα δὴ σὺν νηυσὶ πόλεις / πε‐

### book 89-92.4

ζὸς δ’ ἕνδεκά φημι“ (Ι 328—9). AT νῦν δὲ καὶ ἀξιοπιστότερον

### book 89-92.5

τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον. A b (BCE3E4)T

### book 90a1.1

δουρὶ φόβησεν: φιλαλήθης ὃς τὴν ἧτταν οὐκ ἀποκρύ‐

### book 90a1.2

πτει. T

### book 90a2

φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν. b(BCE3E4)

### book 94-5.1

Ἀχιλλῆος καὶ Ἀθήνης, 〈/ ἥ οἱ πρόσθεν ἰοῦσα

### book 94-5.2

τίθει φάοσ〉: εὐπρεπῶς ἀπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν

### book 94-5.3

αὐτῷ συλλαμβάνεσθαι. b(BCE3E4)T

### book 95.1

φάος: σωτηρίαν, ὡς b(BCE3E4)T „φόως δ’ ἑτάροισιν

### book 95.2

ἔθηκεν“ (Ζ 6), T „ἤν πού τι φόως Δαναοῖσι γένωμαι“ (Π 39).

### book 95.3

b(BCE3E4)T

### book 96.1

〈Λέλεγας:〉 τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώ‐

### book 96.2

τους κατοικοῦντας. Tt

### book 98.1

〈αἰεὶ γὰρ〉 πάρα εἷς γε θεῶν: εὐπρεπῶς καὶ τοῦτο, ἵνα

### book 98.2

διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.

### book 98

b(BCE3E4)T

### book 99

〈ἰθύς:〉 ἐν ἄλλῳ „ἰθύ“, χωρὶς τοῦ ς. Aim

### book 100

〈διελθεῖν:〉 γράφεται „διελθέμεν“. Aim

### book 100-1.1

〈εἰ δὲ θεός περ /〉 ἶσον τείνειεν πολέμου τέλος:

### book 100-1.2

ἐξ ἴσου ὑπὸ θεῶν βοηθουμένων ἡμῶν. T

### book 101.1

τείνειε: τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται. b

### book 101.2

(BCE3E4)T

### book 104-5.1

καὶ σὺ θεοῖς 〈αἰειγενέτῃσιν /〉 εὔχεο: ἀναιρεῖ τὴν

### book 104-5.2

πρόφασιν, εἰς εὐχὰς θεῶν ἀναπέμπων τὸν Αἰνείαν. T

### book 105a1.1

καὶ δὲ σέ {φασὶν}: ὁ Ἀσκαλωνίτης (p. 58 B.) ὠρθο‐

### book 105a1.2

τόνησε τὴν ἀντωνυμίαν, τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαμβά‐

### book 105a1.3

νων. καὶ οὕτως ἔχει τὰ τῆς 〈ἀνα〉γνώσεως καὶ τῆς διανοίας. A

### book 105a2.1

ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δέ ἀντὶ τοῦ γάρ

### book 105a2.2

ἀκουστέον. b(BCE3)T

### book 107.1

ἡ μὲν γὰρ Διός ἐσθ’, 〈ἡ δ’ ἐξ ἁλίοιο γέροντοσ〉:

### book 107.2

σεσημείωται πρὸς τοὺς ἑξῆς αἰρομένους (sc. Υ 205—9), ἄκαιρον

### book 107

γενεαλογίαν ἔχοντας. καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθ’ Ὅμηρον. AT

### book 108-9.1

μηδέ σε πάμπαν / λευγαλέοις ἐπέεσσιν ἀπο‐

### book 108-9.2

τρεπέτω καὶ ἀρειῇ: ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν

### book 108-9.3

ὁ Ἀχιλλεύς, ὅπερ ἔδει προλαβεῖν τὸν θεόν, πρὸ τῆς συμβολῆς.

### book 108-9.4

b(BCE3)T

### book 109a.1

λευγαλέοις {ἐπέεσσιν}: ὅτι λευγαλέοις οὐ διύγροις,

### book 109a.2

ὡς οἱ νεώτεροι, ἀλλ’ ὀλεθρίοις, παρὰ τὸν λοιγόν. A

### book 109b1.1

λευγαλέοις: εὐτελέσι καὶ ἀχρείοις. πρὸς τοὺς ἐκδε‐

### book 109b1.2

χομένους τὸν „λευγαλέον θάνατον“ (cf. Φ 281) ἀντὶ τοῦ δίυγρον. T

### book 109b2.1

λευγαλέοις δὲ b(BCE3) εὐτελέσι καὶ ἀχρείοις πρὸς

### book 109b2.2

τοὺς ἐκδεχομένους. b(BCE3E4) λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος.

### book 109b2.3

b(BCE3)

### book 113.1

οὐλαμόν: τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος· ἢ τὴν εἴλη‐

### book 113.2

σιν. A b (BCE3E4)T

### book 114a.1

ἡ δ’ ἄμυδις καλέσασα 〈θεοὺς μετὰ μῦθον ἔειπε〉:

### book 114a.2

ὅτι Ζηνόδοτος γράφει „θεοὺς ῥεῖα ζώοντασ“, ἐξ οὗ φανερός ἐστι κατὰ

### book 114a.3

τὸ περισπώμενον ἀνεγνωκὼς „ἦ δ’ ἄμυδισ“, ἵν’ ᾖ ἔφη, ὡς ἐκεῖ „ἦ καὶ

### book 114a.4

κυανέῃσιν“ (Α 528). ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεται

### book 114a.5

παρ’ Ὁμήρῳ τὸ ἦ, οὐκ ἐν ἀρχῇ λόγου. A

### book 114b1.1

ἡ δ’ ἄμυδις 〈καλέσασα θεοὺς μετὰ μῦθον ἔειπε〉:

### book 114b1.2

Ἀρίσταρχος τὸ η ἄρθρον ἐκδέχεται. Ζηνόδοτος δὲ περιέσπασε καὶ

### book 114b1.1

ἐψίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ „ἦ καὶ κυανέῃσιν“ (Α 528),

### book 114b1.2

καὶ τὸ ὅλον μεταποιεῖ· „ἦ δ’ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντασ“,

### book 114b1.5.1

ἠγνόησε δὲ ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ 〈ἦ〉 ῥήματι ἐν ἀρχῇ λόγου,

### book 114b1.5.2

ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε παρ’ αὐτῷ διαφέρει τοῦ

### book 114b1.5.3

ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται 〈***〉. Ἀρίσταρ‐

### book 114b1.5.4

χος δὲ „ἡ δ’ ἄμυδις στήσασα“, καὶ αἱ πλεῖσται. A

### book 114b2.1

Ἀρίσταρχος ἄρθρον ἐκδέχεται τὸ η ὑποτακτικόν, τὸν

### book 114b2.2

δὲ †δή† παραπληρωματικὸν σύνδεσμον, ἵν’ ᾖ „οὐδ’ ἔλαθε λευκώλενον

### book 114b2.3

Ἥρην“ (cf. Υ 112), ἣ δ’ ἄμυδις καλέσασα θεούς. b(BCE3E4)

### book 114b2.4

T Ζηνόδοτος δὲ περισπᾷ τὸν η καὶ ψιλοῖ, ῥῆμα ἐκδεχόμενος,

### book 114b2.5.1

〈ὡσ〉 τὸ „ἦ καὶ κυανέῃσι“. καὶ ὅλον τὸν στίχον μεταποιεῖ· „ἦ δ’

### book 114b2.5.2

ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντασ“, ἔφη δὲ εἰς ἓν συναγαγοῦσα

### book 114b2.5.3

τοὺς θεούς. οὐ χρῆται δὲ Ὅμηρος τῷ ἦ ῥήματι ἐν ἀρχῇ, ἀλλ’ εἰρη‐

### book 114b2.5.4

μένοις αὐτὸ ἐπάγει, τὸ δὲ ἔφη καὶ λεχθησομένοις προτίθησιν, ὡς ἐν τῷ

### book 114b2.5.5

„τὸν δὲ βαρὺ στενάχων προσέφη“ (Α 364. Δ 153 al.), καὶ εἰρημένοις

### book 114b2.10

ἐπάγει, „ὣς ἄρ’ ἔφη καὶ ἀναΐξασ“ (Α 584). T

### book 114b3

Ἀρίσταρχος „ἄμυδις στήσασα“. Aim

### book 114b4.1

{καλέσασα:} Ζηνόδοτος οὕτως, Ἀρίσταρχος „στήσασα“.

### book 114b4.2

T

### book 114c1.1

ἄμυδις: ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον·

### book 114c1.2

καὶ τάχα ἁμάδις αὐτὸ ἔδει εἶναι ὡς „χαμάδισ“ (Γ 300. Ζ 147 al.),

### book 114c1.3

τροπῆς δὲ ἅπαξ γενομένης Αἰολικῆς τοῦ α εἰς υ ἐψιλώθη Αἰολικῶς καὶ

### book 114c1.4

τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ „ἄλλυδισ“ (Λ 486. 745 al.).

### book 114c1.5.1

καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δις ἐπιρρημάτων τῷ υ

### book 114c1.5.2

παραληγόμενα. b(BCE3E4)T ὅτι δὲ ψιλοῦται, δηλοῖ καὶ ἡ

### book 114c1.5.3

συναλιφή· „οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην“ (Ν 336).

### book 114c1.5.4

T

### book 114c2

τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον,

### book 114c2

ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A

### book 115.1

Ποσειδάων καὶ Ἀθήνη: δι’ ὑπεροχὴν τούτους προσ‐

### book 115.2

εφώνησεν. T

### book 125-8a.1

πάντες δ’ Οὐλύμποιο (125) ἕως τοῦ γεινομένῳ

### book 125-8a.2

ἐπένησε (128): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς

### book 125-8a.3

λέγει, „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, / οὐδὲ μίνυνθ’

### book 125-8a.4

ἕξουσι“ (Υ 26—7), καὶ σῴζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ

### book 125-8a.5.1

Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν

### book 125-8a.5.2

Τρώων ὁ Ἀχιλλεύς. A

### book 125b.1

πάντες δ’ Οὐλύμποιο—ἐπένησε λίνῳ, ὅτε

### book 125b.2

μιν τέκε μήτηρ: ἠθέτηνται στίχοι τέσσαρες ὡς ἐναντιούμενοι τοῖς

### book 125b.3

ὑπὸ Διὸς εἰρημένοις, „δείδω, μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ“

### book 125b.4

(Υ 30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι. b

### book 125b.5

(BCE3E4)T

### book 127.1

αἶσα: τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν

### book 127.2

αἴτιος, Δία δέ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω

### book 127.3

τὸ μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην,

### book 127.4

ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν,

### book 127.5

„ἥ περ λάχε γεινόμενόν περ“ (Ψ 79)· πρόνοιαν δέ, δι’ ὧν „εὐρύοπα“

### book 127.1

(Α 498) καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης

### book 127.2

φησὶν „ἀναγκαίη γὰρ ἐπείγει“ (τ 73)· τύχην γὰρ οὐκ οἶδεν, ἀλλὰ τὸ

### book 127.3

ἀπ’ αὐτῆς· „οὕνεκα μοι τύχε πολλά“ (Λ 684). b(BCE3E4)T

### book 133.1

μὴ χαλέπαινε παρὲκ νόον: παρὰ τὸν καθήκοντα νοῦν.

### book 133.2

πρεσβυτικῶς δὲ πάνυ οὐ βούλεται μάχης ἄρχειν b(BCE3E4)T

### book 133.3

ὡς συνετός. b(BCE3E4)

### book 134.1

ἔριδι ξυνελάσ〈σ〉αι: λείπει τὸ μάχεσθαι, ἵν’ ᾖ ὡς τὸ

### book 134.2

„τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε“ (Α 8). T

### book 135

〈ἡμέας τοὺς ἄλλους:〉 λείπει ἡ πρός. Aim

### book 137

ἐκ πάτου: πόρρω, ἔξω. TTil

### book 138a.1

εἰ δέ κ’ Ἄρης 〈ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλ‐

### book 138a.2

λων〉: ὅτι Ζηνόδοτος γράφει „εἰ δέ κ’ Ἄρης ἄρχῃσι“. ὁ δὲ Ὅμηρος

### book 138a.3

τὸ κατ’ ἀμφοτέρων τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθέ ποτε, τὸ

### book 138a.4

ἕτερον προτάξας ὄνομα, μεταξὺ τάσσει〈ν〉· „ᾗχι ῥοὰς Σιμόεις συμβάλ‐

### book 138a.5.1

λετον ἠδὲ Σκάμανδροσ“ (Ε 774) καὶ „ἔνθα μὲν εἰς Ἀχέροντα Πυρι‐

### book 138a.5.2

φλεγέθων τε ῥέουσι / Κώκυτός τε“ (κ 513—4). καὶ τούτῳ πεπλεόνα‐

### book 138a.5.3

κεν Ἀλκμάν· διὸ καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ

### book 138a.5.4

ἐχρήσατο. A

### book 138b.1

εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης 〈ἢ Φοῖβος Ἀπόλ‐

### book 138b.2

λων〉: τὸ σχῆμα Ἀλκμανικὸν καλεῖται· κατακορέστερον γὰρ αὐτῷ

### book 138b.3

χρῆται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις, ὅμοιον τῷ „ἧ μὲν δὴ θάρσος

### book 138b

〈μοι〉 Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη“ (ξ 216). b(BCE3E4)T

### book 138c.1

εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλ‐

### book 138c.2

λων: Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεσθαι δέ

### book 138c.3

φησι καὶ διὰ τοῦ η „ἄρχῃσι“. Aim b (BCE3E4)T

### book 138d.1

〈εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχησ〉 ἢ Φοῖβος Ἀπόλ‐

### book 138d.2

λων: οὕτως Ἀρίσταρχος. καὶ ὁ ἤ ἀντὶ τοῦ καί. | γράφεται „εἰ δέ κεν

### book 138d.3

ὣς ἄρχωσιν Ἄρης καὶ Φοῖβος Ἀπόλλων“. T

### book 138-43.1

〈εἰ δέ κ’ Ἄρης—δαμέντας:〉 ἔμφασιν δὲ

### book 138-43.2

ἔχει τὸ ὀκνεῖν μὲν ἄρχεσθαι, θαρρεῖν δὲ ὡς καὶ προλαβόντες ἡττηθή‐

### book 138-43.3

σονται. b(BCE3E4)T

### book 140.1

παρ’ αὐτόφι: παρ’ αὐτοῖς, οὐ παρ’ αὐτά· προεῖπε γὰρ

### book 140.2

αὐτίκα b(BCE3)T

### book 143

〈ἀνάγκῃ ἶφι:〉 γράφεται „ἀναγκαίηφι“. Aim

### book 145.1

τεῖχος ἐς ἀμφίχυτον 〈Ἡρακλῆος θείοιο〉: εὐκαίρως

### book 145.2

Τρωϊκὴν ἱστορίαν παρέλαβε Τληπόλεμος, αἴρων τὴν ἀρετὴν τοῦ

### book 145.3

πατρός (cf. Ε 638—43). ἀμφίχυτον δὲ T τὸ περικεχωσμένον—

### book 145.4

φησὶ γὰρ „χεύαντες δὲ τὸ σῆμα πάλιν κίον“ (Ψ 257)—, ὅτι οὐκ ἐκ

### book 145.5.1

λίθων, ἀλλ’ ἐξ ἀναχώματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν

### book 145.5.2

Ἡρακλέα ἐπ’ αὐτό, τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον (cf. Υ 147).

### book 145

b(BCE3E4)T

### book 146.1

ὑψηλόν: τὸ ὑψηλόν ἑκατέροις δύναται προσδίδοσθαι,

### book 146.2

ἵν’ ᾖ τὸ ἑξῆς „τεῖχοσ“ (Υ 145) ὑψηλὸν ἢ ὑψηλὸν „ποίεον“

### book 146.3

(Υ 147). A

### book 146

Τρῶες καὶ Παλλὰς Ἀθήνη: Ποσειδῶν καὶ Ἀπόλλων

### book 146.5.1

—τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ (FGrHist 4, 26b).

### book 146.5.2

A

### book 147a1.1

ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο: ὅτι οὕ‐

### book 147a1.2

τως εἴρηκε σὺν τῷ ἄρθρῳ τὸ κῆτος, ὡς παραδεδομένης τῆς ἱστορίας

### book 147a1.3

τῆς περὶ τοῦ κήτους. A

### book 147a2.1

{τὸ κῆτος:} ὡς διαδεδομένης τῆς ἱστορίας τῷ ἄρθρῳ κέ‐

### book 147a2.2

χρηται. T

### book 147b.1

{ὄφρα} τὸ κῆτος: οὔτε ποῖον κῆτος οὔτε τίνος ἕνεκα,

### book 147b.2

ὡς διαβεβοημένης τῆς ἱστορίας. T

### book 149.1

καὶ θεοὶ ἄλλοι: οὐ πάντες, ἀλλ’ οἱ Ἑλληνικοί· καραδο‐

### book 149.2

κοῦσι γὰρ τὴν ἐκείνων καταρχήν. b(BCE3E4)T

### book 152a.1

ἀμφὶ σέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ „ἀμ‐

### book 152a.2

φὶ σέ, Πηλέος υἱέ“ (Υ 2). A b (BCE3E4)

### book 152b.1

ήϊε: παρὰ τὸ ἱέναι τὰ βέλη, b(BCE3E4)T καὶ δα‐

### book 152b.2

σύνεται· οἱ δὲ παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται. b(BE3E4)T

### book 154.1

δυσηλεγέος: κακοκοιμήτου· οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆ‐

### book 154.2

ναι δίχα πολλῶν θανάτων· ἢ κακὰς φροντίδας ἔχοντος, εἰ δὲ θεοὶ

### book 154

ὀκνοῦσι πολεμεῖν (cf. Υ 152—3), πολλῷ μᾶλλον ἡμεῖς. b(BCE3E4)T

### book 155a

〈ὤκνεον:〉 κατ’ ἔνια διὰ τοῦ ο, „ὄκνεον“. Aint

### book 155b

〈κέλευε:〉 βοηθεῖν, οἷς βούλονται. Til

### book 156

〈ἐλάμπετο:〉 Ἀρίσταρχος Ἰακῶς „λάμπετο“. Aim

### book 157a.1

ἀνδρῶν ἠδ’ ἵππων: καὶ τοῦτο τάχα ἄν τις τοῖς ἑξῆς

### book 157a.2

συνάπτοι. τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει. A

### book 157b

κάρκαιρε δὲ γαῖα: τινὲς εἰς τὸ γαῖα διαστέλλουσιν. T

### book 157c.1

ἄλλως· κάρκαιρε: ἐκραδαίνετο, ἐσείετο, b(BCE3)T ἐ‐

### book 157c.2

ψόφει. b(BCE3)

### book 161

{αἰνείας δὲ} πρῶτος: ἔδει εἰπεῖν T πρότερος. TTil

### book 162a

νευστάζων κόρυθι: ἐζωγράφησεν ἅπαντα. T

### book 162b.1

βριαρῇ: καταπληκτικῇ, b(BCE3E4)T ὡς „βριθὺ

### book 162b.2

μέγα στιβαρόν“ (Ε 746)· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ. b

### book 162b.3

(BCE3)T

### book 164.1

λέων ὥς: λέοντι εἴκασται οὗτος, οὐ πεινάοντι (cf. Γ 25)

### book 164.2

ἢ τὸ πῖαρ ἑλεῖν θέλοντι (cf. Ρ 659) ἢ σκυμναγωγοῦντι (cf. Ρ 134)

### book 164.3

b(BCE3E4)T ἢ σταθμοὺς πορθοῦντι (cf. Ε 557. Π 752), T

### book 164.4

ἀλλὰ ὅλην χώραν λυμαινομένῳ, ἣν γεωργεῖν μὴ δυνάμενοι συν‐

### book 164.5.1

ίασι κατ’ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φλαυρίζει, ὡς ὅτε θελήσειε κρατεῖν

### book 164.5.2

αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ, ἐρεθίζεται καὶ συστρέφει ἑαυτόν,

### book 164.5.3

ἑτοιμαζόμενος πρὸς τὸ πηδῆσαι (cf. Υ 165—8). b(BCE3E4)T

### book 166a.1

ἀγρόμενοι πᾶς δῆμος: πρὸς τὸ σχῆμα, ὅτι δῆμος

### book 166a.2

ἀγρόμενοι, ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει. A

### book 166b.1

πρῶτον μὲν ἀτίζων: καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ

### book 166b.2

ζῴων (sc. 9, 44 p. 629 b 10) ἱστορεῖ ὅτι οὐδέποτε δεδοικὸς τὸ ζῷον

### book 166b.3

οὐδὲ ὑποπτεύει ἔφοδον. ἢν δὲ ὑπὸ περιστάσεως ἀναγκασθῇ φυγεῖν,

### book 166b.4

ὑπὸ σκέλος χωρεῖ. T

### book 166c

〈ἀτίζων:〉 ἀτιμάζων, | καταφρονῶν. Aim

### book 168a.1

δουρὶ βάλῃ: καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει·

### book 168a.2

τότε γὰρ ἰσχυρότερος ἑαυτοῦ γίνεται. ἢ ὅτι, ὅσον τὸ καθ’ ἑαυτόν,

### book 168a.3

ἔτρωσεν αὐτὸν ἀκοντίσας ὁ Αἰνείας (cf. Υ 259—72)· τότε γοῦν ὡς

### book 168a.4

τρωθεὶς ὥρμησεν· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτόν (cf. Υ 178‐

### book 168a.5

98), καθ’ Ἕκτορος ὡρμημένος. b(BCE3E4)T

### book 168b.1

〈ἐάλη:〉 συνεστράφη b(BCE3) | πρὸς τὸ πηδῆσαι. b

### book 168b.2

(BCE3E4)Til

### book 169.1

ἐν δέ τέ οἱ κραδίῃ 〈στένει ἄλκιμον ἦτορ〉: εἰ μέν

### book 169.2

ἐστιν εὐθείας τὸ „κραδίη“, τοιοῦτόν ἐστιν ‘στένει ἡ καρδία, ἥτις ἐστὶν

### book 169.3

ἦτορ‘, εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν.

### book 169.4

τὸ δὲ πρότερον Ὁμηρικώτερον· φησὶ γὰρ „τέτλαθι, κραδίη“ (cf. υ

### book 169.5.1

18), ἀντὶ τοῦ ψυχή, b(BCE3)T καὶ ἐπάγει „καθαπτόμενος

### book 169.5.2

φίλον ἦτορ“ (υ 22). θερμὸς δὲ φύσει ὢν ἐπὶ πλέον θερμαίνεται· διὸ

### book 169

στένει. T

### book 170-1.1

〈οὐρῇ—〉μαστίεται: ἔχει γὰρ ὑπ’ αὐτῇ κέντρον

### book 170-1.2

μέλαν ὡς κεράτιον, b(BCE3)T δι’ οὗ ἑαυτὸν μαστίζει. b(BCE3)

### book 170.1

〈ἀμφοτέρωθεν:〉 γράφεται „ἀμφοτέρωσε“ ἔν τισι〈ν〉, οὐ

### book 170.2

φαύλως. Aint

### book 171a1.1

ἑέ {δ’ αὐτὸν}: ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία

### book 171a1.2

ἐπλεόνασε κατ’ ἀρχήν, ὥσπερ ἐπὶ τοῦ „ἑόν“ (Α 533. Ε 314 al.),

### book 171a1.3

„ἑοῦ“ (Α 496. Θ 44 al.), „ἑῷ“ (Α 549. Κ 204 al.). ἅμα δὲ τῷ πλεο‐

### book 171a1.4

νασμῷ μετέβη καὶ τὸ πνεῦμα. A

### book 171a2.1

πλεονασμῷ τοῦ κατ’ ἀρχὴν ε ὥσπερ καὶ ἐπὶ τοῦ „οὗ“

### book 171a2.2

(Α 404. Ζ 466 al.), 〈„ἑοῦ“〉, οἵ, „ἑοί“ (δ 643). ἅμα δὲ τῷ πλεονασμῷ

### book 171a2.3

ἀνέδραμε τὸ πνεῦμα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πλαγίων. T

### book 171a2

〈ἑὲ ... αὐτόν:〉 ἀντὶ τοῦ ἑαυτόν. Aim

### book 172.1

γλαυκιόων: ἔμπυρον ὁρῶν, παρὰ τὸ †γλαύσω†, ἀφ’ οὗ

### book 172.2

καὶ γλαύξ, ὃ μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων οὐ τίκτει

### book 172.3

τυφλὰ διὰ τὸ πολὺ πυρῶδες, ὃ περὶ τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν

### book 172.4

ὂν διαιρεῖ τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ.

### book 172.5

b(BCE3E4)T

### book 180-6a.1

ἐλπόμενον Τρώεσσι〈ν—ἔολπα τὸ ῥέξειν〉:

### book 180-6a.2

ἀθετοῦνται στίχοι ἑπτά, ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τοῖς νοή‐

### book 180-6a.3

μασι, καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Ἀχιλλέως προσώπῳ. A

### book 180-6b.1

ἐλπόμενον—ῥέξειν: ἀθετοῦνται στίχοι ἑπτὰ ὡς

### book 180-6b.2

καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς· πῶς γὰρ ὁ

### book 180-6b.3

τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυται τοσοῦτον; ἢ τάχα ἔν‐

### book 180-6b.4

τεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων

### book 180-6b.5.1

ὁ πρῶτος ὀφθείς, καὶ στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμί‐

### book 180-6b.5.2

ους. καὶ καθ’ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ „Ἕκτορος

### book 180-6b.5.3

ἄντα μάλιστα“ (Υ 76)· εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν

### book 180-6b.5.4

ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. b(BCE3E4)T

### book 180-6b.5.5

ἄλλως· καὶ κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύοντα τῇ Πριάμου ἀρχῇ.

### book 180-6b.10

b(BE3E4)T

### book 180.1

ἐλπόμενον 〈Τρώεσσιν〉 ἀνάξειν: ἐντέχνως τὸ κατόρθω‐

### book 180.2

μα ἄξιον βασιλείας ἀποφαίνει. b(BCE3E4)T

### book 181.1

τιμῆς τῆς Πριάμου: λείπει τὸ ἀντί. b(BCE3)T ἢ ἐν

### book 181.2

Τρωσὶν ἀνάξειν (cf. Υ 180) τῆς τιμῆς Πριάμου. b(BCE3E4)T

### book 183

ἀεσίφρων: κοῦφος καὶ ἀσύνετος τὴν φρένα. b(BCE3E4)T

### book 185

〈ἐσθλόν:〉 γράφεται „καλόν“. Aim

### book 188-94.1

ἢ οὐ μέμνῃ〈—καὶ θεοὶ ἄλλοι〉: ἔθος ἀρχαῖον

### book 188-94.2

τὸ ἐξονειδίζειν δειλίαν καὶ ἀχαριστίαν· καὶ ἀλλαχοῦ· „ὅτε δεῦρο

### book 188-94.1

πατὴρ τεὸς ἵκετο φεύγων“ (π 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν

### book 188-94.2

(cf. 190) ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας, αὐτὸς δέ φησιν ἑλεῖν καὶ

### book 188-94.5

τὴν ὑποδεξαμένην αὐτὸν πόλιν (cf. 191—4). b(BCE3E4)T

### book 188a.1

βοῶν ἄπο: ἀναστρεπτέον τὴν πρόθεσιν· A b (BCE3)

### book 188a.2

T ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. A ἔνιοι δὲ συντάσσουσι τὴν

### book 188a.3

ἀπό τῷ „σεῦα“ (Υ 189). A b (BCE3)T | ἐν τῇ Χίᾳ δὲ „βοῶν ἔπι“.

### book 188a.4

A

### book 188b1.1

〈βοῶν ἄπο:〉 ἡ Ῥιανοῦ (fr. 9 M.) καὶ Ἀριστοφάνους

### book 188b1.2

„βοῶν ἔπι“, οὐκ ἀχαρίτως. Aim

### book 188b2

Ἀριστοφάνης δὲ γράφει „βοῶν ἔπι“. T

### book 193

〈ληϊάδας:〉 αἰχμαλώτους. Aim

### book 194a1.1

〈ἀτὰρ σὲ〉 Ζεὺς ἐρ〈ρ〉ύσατο: ἁρπάσασθαι αὐτόν φησι

### book 194a1.2

τὸν θεόν, ἐπειδὴ ἐν †λυρνησῷ† οὐκ ἔτυχεν ὤν, ὅτε ἐπόρθει αὐτὴν

### book 194a1.3

ὁ Ἀχιλλεύς. T

### book 194a2.1

ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι,

### book 194a2.2

ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ. b(BCE3E4)

### book 195-8a1.1

ἀλλ’ οὐ νῦν ς’ ἐρύεσθαι ἕως τοῦ πρίν τι κακὸν

### book 195-8a1.2

παθέειν (198): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐπὶ τῆς Μενελάου

### book 195-8a1.3

πρὸς Εὔφορβον συστάσεως (cf. P 29—32) ὀρθῶς λέγονται· σκοπὸς

### book 195-8a1.4

γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸ〈ν〉 νεκρὸν καὶ τὰ ὅπλα. νῦν δὲ

### book 195-8a1.5

παντελῶς ἐκλελυμένος τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι

### book 195-8a1

τοιαῦτα λέγων. A

### book 195-8a2.1

{ἀλλ’ οὐ νῦν σε ῥύεσθαι: ἕως τοῦ τοῦ πρίν τι κακὸν

### book 195-8a2.2

παθέειν} μετηνέχθησαν ἀπὸ τῆς Εὐφόρβου πρὸς Μενέλαον 〈συ〉στά‐

### book 195-8a2.3

σεως. T

### book 195.1

〈ΣΕΡΎΕΣΘΑΙ:〉 οὕτως Ἀρίσταρχος „ἐρύεσθαι“ χωρὶς

### book 195.2

τοῦ σέ. Aim

### book 196-8.1

ἀλλά ς’ ἔγωγ’ 〈ἀναχωρήσαντα—παθέ‐

### book 196-8.2

ειν〉: ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ

### book 196-8.3

ὄλεθρον. b(BCE3E4)T

### book 200-58.1

μὴ δή μ’ ἐπέεσ〈σ〉ι〈—ἐγχείῃσιν〉: ἀπο‐

### book 200-58.2

σιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν

### book 200-58.3

πολέμιον. ἐν δὲ τῷ πρὸς τὸν Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ

### book 200-58.4

συνωμολόγησεν (cf. Υ 90—4). b(BCE3E4)T

### book 202a.1

κερτομίας: τοὺς σαρκασμούς, οὓς εἶπεν ὡς περὶ τῆς

### book 202a.2

ἀρχῆς αὐτοῦ μαχομένου (cf. Υ 180—3). πιθανῶς δὲ τοῖς λόγοις

### book 202a.3

Ἀπόλλωνος (sc. Υ 105—7) καταχρῆται, ὑπομιμνῄσκων αὐτὸν ὅτι

### book 202a.4

ἀμείνονος γενέσεως τυγχάνει (cf. Υ 203—9). b(BCE3)T

### book 202b.1

αἴσυλα: τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς. b

### book 202b.2

(BCE3E4)T

### book 204a1

〈πρόκλυτα:〉 προκλυόμενα καὶ προηκουσμένα. Til

### book 204a2

προηκουσμένα καὶ προεγνωσμένα. b(BCE3E4)

### book 205-9a1.1

ὄψει δ’ οὔτ’ ἄρ πω ἕως τοῦ εὔχομαι ἐκγεγά‐

### book 205-9a1.2

μεν: ἀθετοῦνται στίχοι πέντε, ὅτι οὐκ ἀναγκαῖα τὰ δι’ αὐτῶν λεγό‐

### book 205-9a1

μενα, κατὰ τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων. A

### book 205-9a2.1

{σὲ μὲν πηλῆος·} ἀθετοῦνται στίχοι πέντε, ἀκαίρως πε‐

### book 205-9a2.2

ρὶ τοῦ γένους παλιλλογούμενοι. T

### book 210.1

ἕτεροί 〈γε〉 φίλον παῖδα κλαύσονται: διὰ τὸ κατὰ

### book 210.2

δύο εἶναι τοὺς γονέας ἑκατέρου. b(BCE3E4)T δῆλον δὲ διὰ

### book 210.3

τούτου ὅτι ἔτι ζῇ Ἀγχίσης. b(BCE3)T

### book 211a1.1

σήμερον: ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον,

### book 211a1.2

πρὸς διάφορον στιγμήν. b(BCE3E4)T

### book 211a2

καὶ τὸ σήμερον ὁμοίως τοῖς προκειμένοις. Aint

### book 213a.1

εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ἔοικε λέγειν ὡς

### book 213a.2

τὸ κατὰ μητέρα μὲν γένος τοιοῦτον· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις,

### book 213a.3

πολλοῖς ὂν γνώριμον, ἄκουε. b(BCE3E4)T

### book 213b.1

ἄλλως· καὶ ταῦτα: παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν

### book 213b.2

αἵρεσιν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωϊκὴν γενεαλογίαν

### book 213b.1

μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα γένη λαμπρότητα φέρει

### book 213b.2

μεγίστην· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει

### book 213b.5.1

ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ

### book 213b.5.2

Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν (sc. Ζ 152—210),

### book 213b.5.3

b(BCE3E4)T ἀλλὰ καὶ 〈τὸ〉 τῶν Μελαμποδιδῶν ἐπὶ τοῦ Θεο‐

### book 213b.5.4

κλυμένου (sc. ο 225—56) καὶ ἐν τῇ Νεκυίᾳ (sc. λ 235—329) μυρία

### book 213b.5.5

ὅσα, καίπερ οὐχ ὑποσχόμενος γενεαλογίας γράφειν. T

### book 213c.1

〈δαήμεναι:〉 ὅτι ἀπαρέμφατον Aim ἀντὶ προστα‐

### book 213c.2

κτικοῦ τοῦ δάηθι. AimTil

### book 215-40.1

Δάρδανον αὖ πρῶτον〈—Ἕκτορα δῖον〉:

### book 215-40.2

οὐ ψιλοῖς ὀνόμασι ποιεῖται τὸν κατάλογον, προστίθησι δέ τι δόξης

### book 215-40.3

χάριν. T

### book 215-6.1

Δάρδανον αὖ πρῶτον〈— / κτίσσε δὲ Δαρ‐

### book 215-6.2

δανίην〉: Δάρδανος υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός. οὗτος

### book 215-6.3

ᾤκει ἐν Σαμοθρᾴκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος ἀσκὸν κατασκευ‐

### book 215-6.4

άσας καὶ ὑποδὺς εἰς αὐτὸν ἐφέρετο τοῖς ὕδασι. προσοκείλας δὲ τῇ

### book 215-6.5

Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν. AT

### book 216-7.1

〈κτίσσε δὲ〉 Δαρδανίη〈ν〉 (216): ἐν τῇ Ἴδῃ. T

### book 216-7.2

ἑτέρα δὲ τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι

### book 216-7.1

συγχέουσιν. 〈οὔ πω ... / ἐν πεδίῳ πεπόλιστο·〉 διὰ γὰρ τὰς

### book 216-7.2

νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς

### book 216-7.5

ἀκροπόλεις καλοῦσιν. AT

### book 216.1

κτίσσε δὲ Δαρδανίην, 〈ἐπεὶ οὔ πω Ἴλιος ἱρή〉: ὅτι

### book 216.2

θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ

### book 216.3

ἡ Φρυγία. A

### book 219.1

τέκεθ’ υἱόν: ἐκ Βατ〈ε〉ίας τῆς Τεύκρου, ὡς Ἑλ〈λ〉άνικος

### book 219.2

(FGrHist 4, 24 c). T

### book 221a.1

ἵπποι 〈...〉 βουκολέοντο: κατὰ μετάθεσιν ὁ λόγος,

### book 221a.2

b(BCE3) καὶ Εὐριπίδης (Phoen. 28) „ἱπποβουκόλοι“. b(BCE3)

### book 221a.3

T

### book 221b1.1

ἕλος κάτα βουκολέοντο: ἥδονται τοῖς ἕλεσι καὶ τοῖς

### book 221b1.2

θολεροῖς τῶν ὑδάτων αἱ ἵπποι, καὶ ἔστι φιλόλουτρον τὸ ζῷον· διὸ

### book 221b1.3

καὶ τοῦ ποταμίου ἵππου ἡ φύσις οὕτω συνήχθη. T

### book 221b2.1

φιλόλουτρον γάρ ἐστι τὸ ζῶον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ

### book 221b2.2

τοῖς θολεροῖς τῶν ὑδάτων. b(BCE3)

### book 221c1

ἕλος κάτα {βουκολέοντο}: τὸ ἑξῆς ἐστι καθ’ ἕλος· διὸ

### book 221c1

ἀναστρεπτέον τὴν πρόθεσιν. A

### book 221c2

ἀναστρεπτέον δὲ τὴν κατά· ἔστι γὰρ ‘κατὰ ἕλοσ‘. T

### book 223a.1

τάων καὶ Βορέης 〈ἠράσσατο βοσκομενάων〉: ἄδη‐

### book 223a.2

λον, μὴ τῶν πώλων ἠράσθη. b(BCE3)T φησὶ δὲ Ἀριστοτέλης

### book 223a.3

(cf. h. an. 6,18 p. 572a9) ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς

### book 223a.4

συνδυασμὸν καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.

### book 223a.5

b(BCE3E4)T

### book 223b.1

τάων καὶ Βορέης 〈ἠράσσατο〉: ὅτι ἐλλείπει τὸ τινῶν,

### book 223b.2

τούτων 〈τινῶν〉· οὐ γὰρ πασῶν ἠράσθη. A

### book 223c1.1

ἄλλως: τάων καὶ Βορέης 〈ἠράσσατο〉: λείπει τὸ

### book 223c1.2

τινῶν, τούτων τινῶν· οὐ γὰρ πασῶν ἠράσθη. T

### book 223c2.1

τούτων· λείπει δὲ τῶν τινῶν. b(BCE3) τούτων τινῶν

### book 223c2.2

καὶ Βορέης ἠράσατο· οὐ γὰρ πασῶν. b(BE3)

### book 224a.1

ἵππῳ δ’ εἰσάμενος 〈παρελέξατο κυανοχαίτῃ〉:

### book 224a.2

ὅτι καταχρηστικῶς· ἵππος γὰρ οὐ παρακοιμᾶται, ἀλλ’ ἐπιβαίνει.

### book 224a.3

τινὲς δὲ γράφουσιν „ἵππῳ δ’ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ“. A

### book 224b.1

〈ἵππῳ δ’ εἰσάμενοσ〉 παρελέξατο κυανοχαίτης:

### book 224b.2

καταχρηστικῶς ἀντὶ τοῦ ἐπεβήσατο. ἢ πρὸς τὴν φύσιν τοῦ θεοῦ

### book 224b.3

ὑπήντησεν. T

### book 224c.1

ἄλλως· παρελέξατο 〈κυανοχαίτησ〉: γράφεται „{ἵπ‐

### book 224c.2

πῳ δ’ εἰσάμενος} ἐμίγη φιλότητι καὶ εὐνῇ“. T

### book 227

〈ἄκρον〉 ἐπ’ ἀνθερίκων 〈καρπὸν θέον〉: ὑπερβολικῶς

### book 227.1

εἶπεν. ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς

### book 227.2

ἀθέρας τοῦ σίτου φασίν, ὡς καὶ Ἡσίοδος (fr. 62 M.—W.) b(BCE3)

### book 227.3

T ἐκλαβὼν ἐπὶ Ἰφίκλου φησίν· „ὅς ῥ’ T ἐπὶ πυραμίνους

### book 227.5.1

ἀθέρας φοίτασκε πόδεσσιν“. b(BCE3)T καὶ ἔστι παρὰ τὸ ἀθέρι‐

### book 227.5.2

κος πλεονασμῷ τοῦ ν· διὸ καὶ „ἐπὶ ζείδωρον ἄρουραν“ (Υ 226) φησίν·

### book 227.5.3

σῖτα γὰρ φέρει ἡ ζείδωρος, οὐκ ἀσφοδέλους. T

### book 227.1

ἄκρον ἐπ’ ἀνθερίκων: νῦν τῶν ἐν τοῖς στάχυσι—

### book 227.2

φυτὸν λαχανῶδες. A

### book 228a1.1

〈ἀλλ’ ὅτε δή:〉 Ἀρίσταρχος „ἀλλ’ ὅτε δέ“, ἄλλοι δὲ

### book 228a1.2

ἀλλ’ ὅτε δή διὰ τοῦ η. Aim

### book 228a2.1

{ἀλλ’ ὅτε δὴ σκιρτῷεν:} αἱ Ἀριστάρχου „ἀλλ’ ὅτε δέ“,

### book 228a2.2

αἱ κοιναὶ ἀλλ’ ὅτε δή. T

### book 228a3.1

Ἀρίσταρχος †ἄλλοτε, ὁ δὲ ἡρωδιανὸς ἀλλ’ ὅτε†. b(BCE3

### book 228a3.2

E4)

### book 229a.1

ῥηγμῖνος: τῆς ἐπιφανείας· Aint b (BCE3)T „ἡμεῖς

### book 229a.2

μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν“ (μ 214). b(BCE3)T

### book 299b.1

ἁλὸς πολιοῖο: σημειοῦνταί τινες, ὅτι ἁλὸς πολιοῖο

### book 299b.2

ἔφη. A

### book 231.1

〈Τρωὸς δ’ αὖ〉 τρεῖς παῖδες: Τρωὸς καὶ Καλλιρ〈ρ〉όης

### book 231.2

τῆς Σκαμάνδρου, ὡς Ἑλ〈λ〉άνικος (FGrHist 4, 138). T

### book 233a.1

ὃς δὴ κάλλιστος γένετο: ὅτι, ὡς ἂν ἁρμόζῃ πρὸς τὸ

### book 233a.2

ἐγκώμιον, τίθησι τὸ κάλλιστος· καὶ γὰρ ἄλλους καλλίστους λέγει.

### book 233a.3

καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. A

### book 233b.1

ὃς δὴ κάλλιστος: ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀν‐

### book 233b.2

έλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο. b(BCE3E4)T

### book 234a.1

〈τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν:〉 ἡ

### book 234a.2

διπλῆ, ὅτι ἐναντιοῦται τοῖς νεωτέροις· οὐ γὰρ δι’ ἔρωτα τὸν Γανυμή‐

### book 234a.3

δην ὑπὸ Διὸς ἀνηρπάσθαι, ἀλλ’ ὑπὸ τῶν θεῶν, ἵνα οἰνοχοῇ τῷ Διῒ

### book 234a.4

διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός. A

### book 234b.1

〈τὸν καὶ ἀνηρείψαντο:〉 κατ’ ἔνια „τὸν μὲν ἀνηρεί‐

### book 234b.2

ψα〈ντο〉“. Aim

### book 234c1.1

τὸν καὶ ἀνηρείψαντο: Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ

### book 234c1.2

ἀνηρείψαντο, τουτέστι τὸ ἀνήρπασαν. εἰσὶ μέντοι, οἱ τὸν ἄν

### book 234c1.3

σύνδεσμον παρέλαβον, ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοι‐

### book 234c1.4

οῦτόν τι ἐκδεχόμενος· ‘ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν

### book 234c1.5.1

τοῦ κάλλους, εἰ ἔζη‘. τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν

### book 234c1.5.2

ὁ ποιητὴς τῷ Διῒ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται (sc. Δ 2—3)

### book 234c1.5.3

καὶ ὁ Ἥφαιστος (sc. Α 584—5 et 597—8). πρὸς δὲ ταῦτα ὑγιῶς

### book 234c1.1

ἀπεφήναντό τινες καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.) ὡς ὅτι ὁ ποιητὴς

### book 234c1.2

τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς,

### book 234c1.10.1

εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥσπερ {ὡς}

### book 234c1.10.2

ἐπὶ τοῦ „οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, / εἰ μὴ Ἀλέξαν‐

### book 234c1.10.3

δρος Ἑλένης πόσις ἠϋκόμοιο, / παῦσεν ἀριστεύοντα μάχησ“ (Λ

### book 234c1.10.4

504—6). πῶς δὲ ἐν ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδου〈σ〉

### book 234c1.10.5

ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει „τῆς γάρ τοι γενεῆς

### book 234c1.15.1

ἧς Τρωΐ περ εὐρύοπα Ζεύς | δῶχ’ υἷος ποινὴν Γανυμήδεοσ“ (Ε 265—6);

### book 234c1.15.2

ἀλλά, φησίν, οὐ διακονεῖται. εὐλόγως· πρῶτον μέν, ὅτι τὰ πάντα

### book 234c1.15.3

συμπόσια δύο ἐστίν, ἓν μὲν ἐν τῇ Α (sc. 584—604), ἐν ᾧ ὁ Ἥφαιστος

### book 234c1.15.4

παρεισάγεται διακονούμενος ἕνεκα γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ (sc.

### book 234c1.15.5

1—4), ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς

### book 234c1.20.1

προσθεῖναι τὸ κυριώτατον, φημὶ δὲ τὸ τῆς συντάξεως· ὁ γὰρ καί

### book 234c1.20.2

σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν· ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέ‐

### book 234c1.20.3

κει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ

### book 234c1.20.4

τὰ παρῳχημένα. A

### book 234c2.1

ὑφ’ ἓν τὸ ἀνηρείψαντο. τινὲς δὲ τὸν ἄν σύνδεσμον ἀν‐

### book 234c2.2

εδέξαντο, ἵν’ ᾖ ὁ λόγος οὕτω· ‘τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ

### book 234c2.3

ἀνηρείψαντο ἂν οἱ θεοί‘, δηλονότι εἰ μὴ ἐτεθνήκει· καὶ γὰρ οὐδέποτε,

### book 234c2.4

φασί, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ

### book 234c2.5.1

πρὸς τοῦτο λεκτέον πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποι‐

### book 234c2.5.2

ητὴς λέγει τὸ ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει „δῶχ’ υἷος ποινὴν

### book 234c2.5.3

Γανυμήδεοσ“. τὸ δὲ πάντων μεῖζον· ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ

### book 234c2.5.4

πράγματα, ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι τῶν προϋπαρχόν‐

### book 234c2.5.5

των· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ φασιν ὡς οὐ

### book 234c2.10.1

φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρ‐

### book 234c2.10.2

εισάγονται τῶν θεῶν τῷ ποιητῇ καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος

### book 234c2.10.3

ἕνεκεν Ἥφαιστος οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη· b(BCE3E4)T

### book 234c2.10.4

παρεῖναι γὰρ αὐτὸν οὐχ εἰκὸς εἰς καταστροφὴν Ἰλίου βουλευομένοις

### book 234c2

θεοῖς. b(BE3E4)T

### book 234d.1

ἀνηρείψαντο θεοί: Μνασέας (F.H.G. III p. 154, fr.

### book 234d.2

30) μέν φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ ἐν κυνηγεσίῳ πεσόντα

### book 234d.3

ταφῆναι b(BE3E4)T ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν

### book 234d.4

τοῦ Ὀλυμπίου Διός, T Δωσιάδας (FGrHist. 458, 5) δὲ ἡρπάσθαι

### book 234d.5.1

ὑπὸ Μίνω· καὶ ὁ λιμήν, ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· οἱ δὲ

### book 234d.5.2

Μίνωος ἀξιοῦντος μιγῆναι κατακρημνίσαι ἑαυτόν, τὸν δὲ θάψαι καὶ

### book 234d.5.3

πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτὸν εἰς οὐρανόν·

### book 234d.5.4

b(BE3E4)T οἱ δὲ μετὰ κυνηγεσίαν ἀφυπνώσαντα διασπαραχθῆ‐

### book 234d.5.5

ναι ὑπὸ θηρῶν, οἱ δὲ κεραυνωθῆναι. T ἤρξατο δὲ ἀπὸ Λακώνων

### book 234d.10.1

παιδεραστεία τῶν γυμνασίας ἐπινοησάντων· τῇ γὰρ εὐεξίᾳ τῶν

### book 234d.10.2

σωμάτων ἐκινήθησαν κατ’ ἀλλήλων. b(BE3E4)T ῥητῶς δέ φη‐

### book 234d.10.3

σιν ὅτι οὐ Ζεὺς ἥρπασεν, ἀλλ’ οἱ θεοὶ καὶ ἵνα οἰνοχοῇ· ἔθος γὰρ ἦν,

### book 234d.10.4

ὡς καὶ Σαπφώ φησι (fr. 203 L. P.), νέους εὐγενεῖς εὐπρεπεῖς οἰνοχο‐

### book 234d.10.5

εῖν· „κοῦροι μὲν κρητῆρασ“ (Α 470), „ᾠνοχόει δ’ υἱὸς Μενελάου“

### book 234d.15.1

(ο 141). ἴσως οὖν νέου ἀποθανόντος αὐτοῦ ἐπλάσαντο. καὶ ὁ ποιητὴς

### book 234d.15.2

δὲ τὸ ἀλαζονικὸν τῶν βαρβάρων εἰδὼς οὐκ ἀφ’ ἑαυτοῦ τὸν μῦθον

### book 234d.15.3

εἶπεν, ἀλλ’ Ἥβην φησὶν οἰνοχοεῖν (cf. Δ 2—3). T

### book 234e

ἀνηρείψαντο: ἀπὸ τῆς ἔρας ἀνεβάστασαν. b(BCE3E4)

### book 235a.1

κάλλεος εἵνεκα 〈οἷο, ἵν’ ἀθανάτοισι μετείη〉: ὁ

### book 235a.2

ἀστερίσκος, ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ ἐν τῇ Ὀδυσσείᾳ

### book 235a.3

(sc. ο 251) ἐπὶ τοῦ Κλείτου οὐ δεόντως. A

### book 235b.1

κάλλεος εἵνεκα οἷο: καὶ τοῦτο ὁμοίως· ἢ γὰρ A

### book 235b.2

„ἀνηρείψαντο“ (Υ 234) κάλλεος εἵνεκα οἷο, ἢ ἵν’ ἀθανάτοισι

### book 235b.3

μετείη (235) κάλλεος εἵνεκα οἷο. AT

### book 236.1

Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν 〈ἀμύμονα Λαομέδοντα〉:

### book 236.2

ἐξ Εὐρυδίκης τῆς Ἀδράστου. T

### book 237

Λαομέδων ... τέκετο: ἐκ 〈Σ〉τρυμοῦς τῆς Σκαμάνδρου. T

### book 239.1

〈ὁ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα:〉 ἐξ Ἐρυθ〈ε〉ίας τῆς

### book 239.2

Ἴλου. Til

### book 240.1

Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα 〈δῖον〉: ἀπὸ τοῦ ἀρίστου

### book 240.2

τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμπαν δηλῶσαι γένος. b(BCE3E4)T

### book 242-3.1

Ζεὺς δ’ ἀρετὴν 〈ἄνδρεσσιν ὀφέλλει τε μινύθει

### book 242-3.2

τε, / ὅππως κεν ἐθέλῃσιν〉: ἀρετὴν τὴν ἀνδρίαν· τοῦτο δὲ διὰ

### book 242-3.3

τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς καὶ Ἕκτωρ „ὅς τε καὶ ἄλκιμον ἄνδρα

### book 242-3.4

φοβεῖ“ (Ρ 177). b(BCE3)T ἢ τὴν βασιλικὴν δόξαν· b(BCE3

### book 242-3.5

E4)T φησὶν οὖν ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ἴσως δὲ καὶ ἡμεῖς

### book 242-3

σχήσομεν. b(BCE3)T

### book 243.1

〈ὁ γάρ κ’ ὄχ’ ἄριστος ἁπάντων:〉 ἐν ἄλλῳ „ὁ γὰρ

### book 243.2

κάρτιστος ἁπάντων“. Aim

### book 246-55.1

ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι

### book 246-55.2

〈—κελεύει〉: τεχνικῶς οὐκ ἀπολογεῖται μὲν περὶ τῆς φυγῆς,

### book 246-55.3

διασύρει δὲ τὸ ὀνειδίζειν. T

### book 247.1

〈νηῦσ〉 ἑκατόζυγος: ἤδη οὖν καὶ ἐπὶ τῶν Τρωϊκῶν τηλι‐

### book 247.2

καῦται νῆες. ἢ τὴν πολύκωπόν φησιν. T

### book 248a.1

στρεπτὴ δὲ γλῶσς’ 〈ἐστὶ βροτῶν〉: ταχεῖα ἡ

### book 248a.2

ἀντιστροφή. T

### book 248b

〈στρεπτή:〉 πολύστροφος, εὐμετάθετος. Aim

### book 248c

〈ἔνι:〉 ἔνεισιν. b(BCE3)

### book 249a1.1

πολὺς νομός: {νομὸς} ὥστε πολλὰ νεμηθῆναι καὶ ἐπι‐

### book 249a1.2

δραμεῖν, καὶ ψέξαι καὶ ἐπαινέσαι· πρῶτος γὰρ τῶν Ἀκαδημαϊκῶν

### book 249a1.3

οἶδε τὸν εἰς ἑκάτερα λόγον. T

### book 249b1.1

ἄλλως· πολὺς νομός: τινὲς „νόμοσ“. κάλλιον δὲ ὀξύνειν,

### book 249b1.2

πανταχόθεν τοῦ λόγου ἰόντος καὶ νεμομένου. T

### book 249a2/b2.1

ὥστε πολλὰ εἰπεῖν, καὶ ἐπαινέσαι καὶ ψέξαι, καὶ εἰς

### book 249a2/b2.2

ἑκάτερα τὸν λόγον ἀγαγεῖν. | ὀξύνεται δὲ τὸ νομός, οἷον πανταχοῦ

### book 249a2/b2.3

τοῦ λόγου ἰόντος καὶ νεμομένου. b(BCE3E4)

### book 249c.1

{ἐπέων δὲ πολὺς} νομός: ὀξυτόνως, ἵνα σημαίνηται ὡς

### book 249c.2

ἐν τῇ συνηθείᾳ ἡ νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαν‐

### book 249c

τικόν. A

### book 250.1

ὁπ〈π〉οῖόν κ’ εἴπῃσθα ἔπος, 〈τοῖόν κ’ ἐπακού‐

### book 250.2

σαισ〉: καθολικὸς ὁ λόγος, ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν

### book 250.3

λόγων· b(BCE3E4)T ὃν Ἡσίοδος (opp. 721) ἐμέρισεν, „εἰ δὲ

### book 250.4

κακὸν εἴποις, 〈τάχα κ’ αὐτὸς μεῖζον ἀκούσαισ〉“. T

### book 251-5a1

ἀλλὰ τίη (251) ἕως τοῦ πόλλ’ ἐτεά τε καὶ οὐκί

### book 251-5a1.1

(255): ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου

### book 251-5a1.2

τοῦ „ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα“ (Υ 244). τοῦτο δὲ παρα‐

### book 251-5a1.3

γράφοντός ἐστι τὸν λόγον. πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος

### book 251-5a1.5.1

ἔτι ἀναλαμβάνει ἀλλὰ τίη ἔριδας (251); καὶ τὰ λεγόμενα ἀνάξια

### book 251-5a1.5.2

τῶν προσώπων· καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προ‐

### book 251-5a1.5.3

ερχομένας λοιδορεῖσθαι ὡς παρ’ Αἰγυπτίοις. | περὶ δὲ τοῦ η τοῦ ὑπο‐

### book 251-5a1.5.4

τασσομένου τῷ τί (cf. 251) καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ

### book 251-5a1.5.5

τούτων (sc. ad Α 365) ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται,

### book 251-5a1.10

τῷ δὲ ἐπεί περισπᾶται. A

### book 251-5a2.1

ὁ η τῷ μὲν τί ὑποτασσόμενος ὀξύνεται, τῷ δ’ ἐπεί πε‐

### book 251-5a2.2

ρισπᾶται. b(BCE3)T

### book 251

〈καὶ νείκεα:〉 ἐν ἄλλῳ „καὶ ὀνείδεα“. Aim

### book 252.1

ὥς τε γυναῖκας: φησὶ γὰρ †ἀριστοφάνης† (Aristot. h. an.

### book 252.2

9,1 p. 608b8)· „γυνὴ ἀνδρὸς ἐπιφθονώτερον, μεμψιμοιρότερον,

### book 252.3

φιλολοίδορον, φιλοπληκτικώτερον, μᾶλλον ἀρίδακρυ.“ b(BCE3E4)T

### book 253

αἵ τε χολωσάμεναι ἔριδος πέρι: περὶ ἔριδος εἰς χόλον

### book 253

ἀχθεῖσαι. τοῦτο ἐπὶ βαρβάρων γυναικῶν. b(BCE3E4)T

### book 255a1.1

πολλά τ’ ἐόντα καὶ οὐκί: οὕτως Ἀρίσταρχος πολλά

### book 255a1.2

τ’ ἐόντα καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλό‐

### book 255a1.3

τερα τῶν ἀντιγράφων „ἐτεά“ ἔχει, τουτέστιν ἀληθῆ. A

### book 255a2.1

{πόλλ’ ἐτεά τε καὶ οὐκί:} πολλά τ’ ἐόντα καὶ οὐκί

### book 255a2.2

οὕτως αἱ Ἀριστάρχου, ἀντὶ τοῦ τά τε τῆς ἀληθείας ὄντα καὶ οὔ. τὰ

### book 255a2.3

δὲ εἰκαιότερα τῶν ἀντιγράφων „πόλλ’ ἐτεά τε 〈καὶ οὐκί〉“. T

### book 255a3.1

†πολλά τε ὄντα καὶ οὐκ ὄντα†. b(BCE3E4) πολλὰ

### book 255a3.2

τῆς ἀληθείας ἐχόμενα καὶ πολλὰ ψευδῆ. b(BCE3)

### book 255a4.1

οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „πολλά τ’ ἐόντα, τὰ δ’

### book 255a4.2

οὐκί“. Aim

### book 256

〈μεταστρέψεις:〉 γράφεται „ἀποστρέψεισ“. Aint

### book 259a1.1

ἦ ῥα καὶ ἐν δινῷ σάκει 〈ἤλασεν〉: οὕτως ἡ Ἀρι‐

### book 259a1.2

στάρχου· διαιρετέον τὸ „σάκεϊ“, καὶ Ἰακῶς τὸ „ἔλασ{σ}ε“. καὶ τὸ

### book 259a1.3

δινῷ δὲ ἔξω τοῦ ε, ἀπὸ τοῦ δινεῖσθαι· „δινωτὴν φορέεσκε“ (Ν 407).

### book 259a1

A

### book 259a2.1

τῷ δινωτῷ· TTil „δινωτὴν φορέεσκε, δύω κανόνεσς’

### book 259a2.2

ἀραρυῖαν“. καὶ ἔστι τὸ μὲν δινῷ διὰ τοῦ ι, τὸ δὲ „σάκεϊ“ κατὰ

### book 259a2.3

διαίρεσιν τρισυλλάβως, τὸ δὲ „ἔλασε“ διὰ τοῦ ε. T

### book 260

〈μύκε:〉 ὅτι ἀντὶ τοῦ ἤχησε καὶ οὐ διεκόπη. Aim

### book 261-2

〈ἀπὸ ἕο ... ἔσχετο:〉 ἔξω ἀνέτεινεν ἑαυτοῦ. Aim

### book 261

〈ἀπὸ ἕο:〉 ὅτι Ζηνόδοτος γράφει „ἀπὸ οὗ“. Aint

### book 263

〈ῥεῖα:〉 Ἀρίσταρχος ἔξω τοῦ ι, „ῥέα“. Aim

### book 265a1.1

ῥηΐδια: δυνατά· „ἔνθ’ οὔ κεν ῥέα ἵπποσ“ (Μ 58). εἰσὶ

### book 265a1.2

δὲ τρωτὰ τὰ Ἡφαιστότευκτα, ὡς δῆλον ἐξ ὧν Ἕκτωρ φέρων τὰ

### book 265a1.3

Ἀχιλλέως ὑπὸ Ἰδομενέως {ἐν καυλῷ} βάλλεται, „ἐν καυλῷ δ’ ἐάγη

### book 265a1.4

δολιχὸν δόρυ“ (Ρ 607), καὶ αὐτὸς ὑπὸ Ἀστεροπαίου, „οὐδὲ διαπρό“

### book 265a1.5.1

(Φ 164) δυνήσατο· Ἄρης δὲ τιτρώσκεται „νείατον ἐς κενεῶνα“

### book 265a1.5.2

(Ε 857), καὶ Ἀρηΐθοος, „τά οἱ πόρε χάλκεος Ἄρησ“ (Η 146), καὶ

### book 265a1.5.3

Διομήδης (cf. Ε 99 et Θ 195). καὶ νῦν δύο γε πτύχες (cf. Υ 269).

### book 265a1.5.4

φησὶν οὖν ὅτι †πρῶτα† μέν, οὐ ῥηΐδια δέ. ἡ δὲ κνημὶς (cf. Φ 591—4)

### book 265a1

ὡς περιφερὴς καὶ εὐόλισθος οὐ βέβληται. T

### book 265a2.1

ῥηΐδια τὰ δυνατά. λέγει δὲ ὅτι τρωτὰ μέν, οὐ ῥηΐδια

### book 265a2.2

δὲ εἰς τὸ δαμασθῆναι. ἢ τάχα τὸ Ἀχιλλέως πρόσωπον ὑπεξαίρων

### book 265a2.3

οὕτως ἀποσεμνύνει τὰ ὅπλα· ὁ γὰρ Ἄρης Ἡφαιστότευκτα φορῶν

### book 265a2.4

νείατον ἐς κενεῶνα τιτρώσκεται. b(BCE3E4)

### book 265b

〈δῶρα:〉 ἔν τισιν „ἔργα“. Aim

### book 266a.1

ἀνδράσι γε θνητοῖσ〈ι δαμήμεναι οὐδ’ ὑποεί‐

### book 266a.2

κειν〉: πρὸς τὴν ἑξῆς ἀθέτησιν (sc. Υ 269—72): AT ἄτρωτα γὰρ

### book 266a.3

καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα. A

### book 266b.1

〈δαμήμεναι〉 οὐδ’ ὑποείκειν: οὐχ ὅσον τρωθῆναι,

### book 266b.2

ἀλλ’ οὐδ’ ἐνδοῦναι. T

### book 267-8.1

οὐδὲ τότ’ Αἰνείαο〈— / ῥῆξε σάκοσ〉: οὐκ ἀρ‐

### book 267-8.2

κεῖ τὸ ‘ἄτρωτα ἦν‘ (cf. Υ 264—6), ἀλλ’ ‘οὐδ’ Αἰνείας ἔτρωσεν

### book 267-8.3

αὐτά‘ φησίν. T

### book 269-72a.1

ἀλλὰ δύω μὲν ἔλασσε〈—μείλινον ἔγ‐

### book 269-72a.2

χοσ〉: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος

### book 269-72a.3

τῶν βουλομένων πρόβλημα ποιεῖν. μάχεται δὲ σαφῶς τοῖς γνησίοις·

### book 269-72a

ἄτρωτα γὰρ τὰ Ἡφαιστότευκτα συνίσταται. ἵνα δὲ μὴ δοκῇ λύσεως

### book 269-72a.5.1

ἠπορηκέναι καὶ διὰ τοῦτο ἠθετηκέναι, φησὶν ὅτι τῆς χρυσῆς πτυχῆς

### book 269-72a.5.2

πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος

### book 269-72a.5.3

ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι τὸ σάκος ἕως τῆς

### book 269-72a.5.4

τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς μίτρας Μενελάου λέγει· „ἥ οἱ

### book 269-72a.5.5

πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆσ“ (Δ 138). A

### book 269-72b.1

ἀλλὰ δύω μὲν ἔλασ〈σ〉ε〈—ἔγχοσ〉: οὗτοι καὶ

### book 269-72b.2

προηθετοῦντο παρ’ ἐνίοις τῶν σοφιστῶν, ἐν ἐνίοις δὲ οὐδὲ ἐφέροντο.

### book 269-72b.3

T

### book 269-72b

ἀτρώτων ὑπαρχόντων—οὐ τρῶσις. A

### book 269.1

ἔλασ〈σ〉ε διὰ πτύχας: ἔπληξε· „πολέες γὰρ ἐπ’ αὐτῷ

### book 269.2

χαλκὸν ἔλασσαν“ (Ω 421). b(BCE3)T οἱ δὲ τὸ ἔλασ〈σ〉ε

### book 269.3

συνέκρουσεν, ὡς μὴ τὰς πτύχας πάσας δυνηθέντος συγκροῦσαι τοῦ

### book 269.4

πολεμίου. T

### book 270.1

ἐπεὶ πέντε πτύχας 〈ἤλασε κυλλοποδίων〉: φησὶν ὁ

### book 270.2

Αὐτόχθων πρώτην εἶναι τὴν χρυσῆν ὡς τιμίαν, δευτέραν δὲ τὴν

### book 270.3

χαλκῆν ὡς ἰσχυράν, μέσας τὰς δύο κασσιτερίνας συνάπτειν δυναμένας

### book 270.4

τὰς πτύχας, καὶ πάλιν τὴν χαλκῆν. b(BCE3)T

### book 271-2.1

τὰς δύο χαλκείασ〈—μείλινον ἔγχοσ〉: μέσην

### book 271-2.2

νομιστέον τὴν χρυσῆν· ἁπαλώτερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον

### book 271-2.1

τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν βίαν εὐχερῶς ὑποδέξεται· ὅτι γὰρ οὐκ

### book 271-2.2

ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς ἀσπίδος ὁ χρυσός, δηλοῖ δι’ ὧν φησι τεχνώμε‐

### book 271-2.5.1

νον Ἥφαιστον τὴν ἀσπίδα τὸ μὲν τορεύειν ἐκ †χαλκοῦ†, τὸ δὲ ἐκ

### book 271-2.5.2

κασσιτέρου, μηδέποτε δὲ ἐκ χαλκοῦ, χαλκοῦ ἐδάφους ὑπόντος. τινὲς

### book 271-2.5.3

δέ φασι πρώτην εἶναι τὴν χαλκῆν, δευτέραν δὲ τὴν κασσιτερίνην,

### book 271-2.5.4

τρίτην τὴν χρυσῆν, τετάρτην κασσιτερίνην, πέμπτην χαλκῆν.

### book 271-2.5.5

b(BCE3)T

### book 272

τὴν δὲ μίαν χρυσῆν· 〈τῇ ῥ’ ἔσχετο μείλινον ἔγ‐

### book 272.1

χοσ〉: ὅτι μὲν ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ, δῆλον ἐξ ὧν φησι „χρυσείη

### book 272.2

περ ἐοῦσα“ (Σ 549)· καὶ οὐκ ἂν τὴν καλλιστεύουσαν ἀπέκρυψεν.

### book 272.3

τὸ δὲ ἔσχετο τῆς ὁρμῆς ἐπαύσατο, οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλ’ ὅτι

### book 272.5.1

τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν, ἀλλ’ ἐνεσχέθη κατὰ τὸ μέρος

### book 272.5.2

τοῦτο ἐν τῷ †χρυσέῳ†· τοῦ γὰρ δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ

### book 272.5.3

δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς

### book 272.5.4

καὶ διὰ τοῦτο καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους

### book 272.5.5

τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ

### book 272.10.1

σιδήρου ἀντίβασις τῆς χρυσῆς ἐπέσχε τὴν δι’ ὅλου διακοπὴν τῆς

### book 272.10.2

ἀσπίδος. b(BE3)T

### book 273-4a1.1

δεύτερος αὖτ’ Ἀχιλεὺσ〈—ἐΐσην〉: ὅτι

### book 273-4a1.2

Ζηνόδοτος μετεποίησεν οὕτως· „〈δεύτερος αὖτ’ Ἀχιλεὺσ〉 μελίην

### book 273-4a1.3

ἰθυπτίωνα / ἀσπίδα νύξ’ εὔχαλκον ἀμύμονος Αἰνείαο“. οὐκ ἐκ χειρὸς

### book 273-4a1.4

δὲ ἐπέτυχεν ὁ Ἀχιλλεύς, ὅπερ διὰ τοῦ νύξε σημαίνεται, ἀλλὰ βέβληκε

### book 273-4a1.5

τὸ δόρυ· διὸ καὶ ἑξῆς (sc. Υ 283) „βέλοσ“ αὐτὸ εἴρηκε. A

### book 273-4a2.1

{δεύτερος αὖτ’ ἀχιλεύς:} Ζηνόδοτος „δεύτερον αὖτ’

### book 273-4a2.2

Ἀχιλεὺς μελίην ἰθυπτίωνα / ἀσπίδα νύξ’ εὔχαλκον ἀμύμονος Αἰνείαο“

### book 273-4a2.3

ὥστε ἐκ χειρὸς τετρῶσθαι, ἀλλὰ μὴ βεβλῆσθαι. T

### book 275.1

ἄντυγ’ ὑπὸ πρώτην, 〈ᾗ λεπτότατος θέε χαλκός:

### book 275.2

πρώτην〉 τὴν ἄκραν, ὡς τὸ „ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). πρὸς τὸ

### book 275

εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός. b(BCE3)T

### book 276-80.1

ἡ δὲ διὰ πρό 〈/ —ἔστη ἱεμένη〉: κατὰ τὸ

### book 276-80.2

ἄνω μέρος τῆς ἀσπίδος διόλου διαπεράσαν τὸ δόρυ ὀπίσω ἐπάγη

### book 276-80.3

τοῦ Αἰνείου. A

### book 277.1

λάκε: διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδες λέγονται

### book 277.2

αἱ διακοπαί. b(BCE3E4)T

### book 278

〈ἐάλη:〉 συνειλήθη. b(BCE3)

### book 279.1

〈ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ:〉 ὅτι σαφῶς

### book 279.2

συνίστησιν ὅτι βέβληται. AimTil

### book 280.1

〈διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους:〉 τὸν βύρσινον καὶ

### book 280.2

τὸν χαλκοῦν. Aint b(BCE3)

### book 283.1

ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος: ὅτι βέβληκε τὸ δόρυ

### book 283.2

ὁ Ἀχιλλεύς, οὐ νένυχεν ἐκ χειρός, ὥσπερ Ζηνόδοτος (sc. in Υ 273—4)

### book 283.3

πεποίηκεν· A τὸ γὰρ ἄγχι παγῆναι οὐκ ἄλλως ἐστὶν ἢ ἐκ

### book 283.4

προέσεως. ATil

### book 284

ἐπόρουσεν: καὶ τοῦτο σημεῖόν ἐστι τοῦ ἠκοντικέναι τὸ

### book 284

δόρυ. T

### book 288-91.1

ἔνθα κεν Αἰνείας μὲν〈—ἐνοσίχθων〉: πάντα

### book 288-91.2

ἤρτηται ἕως τοῦ εἰ μὴ ἄρ’ ὀξὺ νόησε (291). διορθωτέον οὖν αὐτὰ

### book 288-91.3

ὡς ἐν τῇ Β (261) „εἰ μὴ ἐγώ σε λαβών“ AT καὶ τὰ ἑξῆς. T

### book 289.1

τό: ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κό‐

### book 289.2

ρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ

### book 289.3

Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἦσαν. A b (BE3E4)T

### book 290a1.1

〈τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύ‐

### book 290a1.2

ρα:〉 πρὸς τὸ σχῆμα· ‘τὸν δὲ τὴν ψυχὴν ἀφείλετο‘. Aim

### book 290a2

καὶ σχῆμα ‘τὸν δὲ τὴν ψυχὴν ἀφείλετο‘. T

### book 290b.1

σχεδόν {ἄορι}: ἀντὶ τοῦ {σχεδὸν} ἐγγύς, καὶ οὐχ ὡς

### book 290b.2

ἡμεῖς. T

### book 291a1.1

Ποσειδάων: πῶς ἡ Ἀφροδίτη τὸν υἱὸν οὐ σῴζει;

### book 291a1.2

δέδιεν Ἀθηνᾶν. T

### book 291a2.1

πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν

### book 291a2.2

Παλλάδα. b(BE3E4)

### book 292.1

αὐτίκα δ’ ἀθανάτοισι 〈θεοῖς μετὰ μῦθον ἔειπεν〉:

### book 292.2

ἅμα τῷ διανοήματι δεῖ νοῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὸ

### book 292.3

ἔργον αὐτῶν τοιοῦτόν ἐστιν· b(BE3E4)T „ὡς δ’ ὅταν ἀΐξῃ

### book 292.4

νόος ἀνέροσ“ (Ο 80) καὶ „τρὶς μὲν ὀρέξατ’ ἰών“ (Ν 20): T εἰ γὰρ

### book 292.5

τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας. b(BE3E4)

### book 293.1

ἦ μοι ἄχος 〈...〉 Αἰνείαο: ὅτι Aint λείπει ἡ περί,

### book 293.2

Aint b (BE3)T περὶ Αἰνείου. AintT

### book 298.1

μάψ, ἕνεκ’ ἀλλοτρίων 〈ἀχέων〉: ὅτι Αἰνείας οὐ συνεπε‐

### book 298.2

γράφη τῷ τῶν Πριαμιδῶν πολέμῳ· διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν

### book 298.3

αὐτόν, οὐχ ὡς ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. | βραχὺ δὲ δια‐

### book 298.4

σταλτέον ἐπὶ τὸ μάψ πρὸς τὸ σαφέστερον. A

### book 299a1.1

δῶρα θεοῖσι δίδωσι: ὅτι οὕτως εἶπε θεοῖσι καὶ οὐχ

### book 299a1.2

ἡμῖν, ὡς οὐκ ὢν καὶ αὐτὸς θεός. καὶ ἐν Ὀδυσσείᾳ (α 66) „περὶ δ’ ἱρὰ

### book 299a1.3

θεοῖσι“. A

### book 299a2.1

{δῶρα θεοῖσι:} καὶ ἐν Ὀδυσσείᾳ (α 66—7) „ὃς περὶ μὲν

### book 299a2.2

νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισι ἔδωκε“. καὶ οὐδὲ

### book 299a2.3

ἐκεῖσε εἶπεν ἡμῖν. T

### book 304.1

Δαρδάνου: προϊστόρησεν ἤδη (sc. Υ 215—9), τίς ὁ Δάρ‐

### book 304.2

δανος, ἵνα μὴ νῦν ζητῶμεν. T

### book 306a.1

〈ἤδη γὰρ Πριάμου γενεὴν〉 ἤχθηρε Κρονίων: διὰ

### book 306a.2

τὴν παράβασιν τῶν ὅρκων b(BE3E4)T μισητὸν ὁ Ζεὺς ἡγή‐

### book 306a.3

σατο τὸ τοῦ Πριάμου γένος. b(BE3E4)

### book 306b

〈ἤχθηρε:〉 παρὰ Ἀριστοφάνει „ἤχθαιρε“. Aim

### book 307-8a1

〈νῦν δὲ δὴ〉 Αἰνείαο βίη〈—γένωνται〉:

### book 307-8a1.1

οἱ μὲν διὰ Ῥωμαίους φασίν, ἅπερ εἰδέναι τὸν ποιητὴν ἐκ τῶν Σιβύλλης

### book 307-8a1.2

χρησμῶν, οἱ δέ, ὅτι Αἰολεῖς ἐξέβαλον τοὺς ἀπογόνους Αἰνείου. πταί‐

### book 307-8a1.3

ουσι δέ, ὅσοι φασὶ τοῦτο εἰδυῖαν Ἀφροδίτην μηχανήσασθαι τὸν

### book 307-8a1.5

Τρωϊκὸν πόλεμον. T

### book 307-8a2.1

τὸ νῦν (307) τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι

### book 307-8a2.2

καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι

### book 307-8a2.3

τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη

### book 307-8a2.4

(307) ἀντὶ τοῦ γενεά λαμβάνουσιν. b(BE3)

### book 307a1.1

νῦν δὲ δὴ Αἰνείαο 〈βίη Τρώεσσιν ἀνάξει〉: σημει‐

### book 307a1.2

οῦνταί τινες πρὸς τὴν ἱστορίαν, καὶ ἐπεὶ μεταγράφουσί τινες „Αἰνείω

### book 307a1.3

γενεὴ πάντεσσιν ἀνάξει“, ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥω‐

### book 307a1.4

μαίων ἀρχήν. | Ἀφροδίτη χρησμοῦ—τὴν Ἑλένην. ἡ ἱστορία

### book 307a1.5

παρὰ Ἀκουσιλάῳ (FGrHist 2, 39). A

### book 307a2

ἄλλως· Αἰνείαο βίη: τινὲς „Αἰνείω γενεή“. T

### book 308.1

{καὶ παῖδες παίδων τοί κεν μετόπισθε} γένωνται: αἱ διὰ

### book 308.2

τῶν πόλεων „λίπωνται“ εἶχον ἀντὶ τοῦ γένωνται. A

### book 311a1

Αἰνείαν ἤ κέν μιν 〈ἐρύσσεαι ἦ κεν ἐάσεισ〉: ὅτι

### book 311a1.1

περισσὸς ὁ κέν, καὶ ἔστι τὸ ἑξῆς ‘ἢ ἐρύσεις ἢ αὐτὸν ἐάσεισ‘. ἡ δὲ

### book 311a1.2

ἀναφορὰ πρὸς τὰς τοιαύτας ἀναγνώσεις ὅτι „πρῶτον {μὲν}, ἔπειτα

### book 311a1.3

δέ κ’ αὐτὸς ὀνήσεαι“ (Ζ 260), „μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω“ (Ν 734).

### book 311a1.5

A

### book 311a2

δὶς περισσεύει ὁ κέν Til

### book 313.1

πολεῖς ὠμόσ〈σ〉αμεν ὅρκους: καὶ γάρ φησιν· „ἴστω

### book 313.2

νῦν τόδε γαῖα καὶ οὐρανός / καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ / σή θ’

### book 313.3

ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχοσ“ (Ο 36—7. 39). T

### book 322-4a.1

Πηλείδῃ Ἀχιλῆϊ〈—ἔθηκεν〉: ἀθετοῦνται στί‐

### book 322-4a.2

χοι τρεῖς, ὅτι οὐκ ἐνέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως, ἀλλὰ

### book 322-4a.3

„διὰ πρό / Πηλιὰς ἤϊξεν μελίη“ (Υ 276—7) καὶ „ἐγχείη δ’ ἄρ’ ὑπὲρ

### book 322-4a.4

νώτου ἐνὶ γαίῃ“ (Υ 279). πῶς οὖν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε

### book 322-4a.5

τὸ δόρυ; A

### book 322-4b.1

Πηλείδῃ Ἀχιλῆϊ—ἔθηκεν: ἀθετοῦσί τινες τοὺς

### book 322-4b.2

στίχους ὡς ἐναντίους τοῖς προκειμένοις· οὐ γάρ ἐστιν ἐν τῇ ἀσπίδι τὸ

### book 322-4b.3

δόρυ· φησὶ γὰρ „ἡ δὲ διὰ πρό / Πηλιὰς ἤϊξε μελίη“ (Υ 276) καὶ

### book 322-4b.4

„ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ / ἔστη“ (Υ 279—80). ἔοικε δὲ

### book 322-4b.5.1

τοιοῦτόν τι σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν

### book 322-4b.5.2

αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς

### book 322-4b.5.3

ἀσπίδος προσερειδομένης τῷ σώματι τὸ ξίφος ἐπισπάσασθαι μὴ δυνά‐

### book 322-4b.5.4

μενος ὥρμησεν ἐπὶ τὸν λίθον. b(BE3E4)T

### book 325-9.1

Αἰνείαν δ’ ἔσ〈σ〉ευεν〈—θωρήσσοντο〉: πολ‐

### book 325-9.2

λή τις ἔμφασις Ποσειδῶνος τὸν ἥρωα τοσοῦτον διάστημα μετεωρίσαν‐

### book 325-9

τος. T

### book 327a1.1

θεοῦ ἈΠΟ χειρὸς ὀρούσας: δύναται ἡ ἀπό καὶ

### book 327a1.2

ἀναστρέφεσθαι, ἵν’ 〈ᾖ〉 ἀπὸ θεοῦ, καὶ φυλάσσειν τὸν τόνον, ἵν’ ᾖ

### book 327a1.3

ἀπορούσας· ὅπερ καὶ βέλτιον. A

### book 327a2.1

ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπό, ἵν’ ᾖ ἀπορούσας.

### book 327a2.2

b(BE3)T

### book 329.1

Καύκωνες: περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας.

### book 329.2

καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ Καταλόγῳ; ἢ οὖν ἐπήλυδές

### book 329.3

εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται. b(BE3)T τινὲς δὲ καὶ φέ‐

### book 329.4

ρουσι τὸ „Καύκωνας 〈δ’〉 αὖτ’ ἦγε Πολυκλέος υἱὸς Ἄμειβος, / οἳ

### book 329.5

περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματα ναῖον“ (= Β 855 a—b). T

### book 329

Καύκωνες: οἱ μὲν Τρωϊκὸν ἔθνος—Καρίας. A

### book 331.1

καί μιν φωνήσας: παρὰ Ζηνοδότῳ „καί μιν νεικείων“,

### book 331.2

παρὰ Ῥιανῷ (fr. 18 p. 54 M.) „τὸν καὶ νεικείων“. Aim T

### book 332a

ἀτέοντα: οὕτως ἐν ἁπάσαις. AAim

### book 332b1.1

ἀτέοντα: ἀφροντιστοῦντα. Καλλίμαχος (fr. 633)· „Μου‐

### book 332b1.2

σέων †κενὸς† ἀνὴρ ἀτέει“. AT

### book 332c1.1

ἄλλως· ἀτέοντα: ἀφροντιστοῦντα, „ὁ δὲ πρῶτον μὲν

### book 332c1.2

ἀτίζων“ (Υ 166). ἢ φρενοβλαβοῦντα. T

### book 332c2/b2.1

φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, „ὁ δὲ πρῶτον

### book 332c2/b2.2

μὲν ἀτίζων / ἔρχεται“ (Υ 166—7). | καὶ Καλλίμαχος „†μουσῶν δὲ

### book 332c2/b2.3

κενὸς† ἀνὴρ ἀτέει.“ b(BE3)

### book 332d.1

ἄλλως· ἀτέοντα: ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης

### book 332d.2

συζυγίας τῶν περισπωμένων. A b (BE3)T

### book 333.1

〈ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι:〉 ἐν ἄλλῳ

### book 333.2

„ἀντί’ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι“. Aim

### book 334a1.1

ὃς σεῦ ἅμα κρείσσων: ὀρθοτονητέον τὴν ἀντωνυμίαν,

### book 334a1.2

ὡς ἐκεῖ „ὃς σεῦ ἄνευθεν ἐών“ (Β 27)· ἔστι γὰρ καὶ ἀντιδιασταλτική.

### book 334a1.3

A

### book 334a2.1

ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν, b(BE3)T ὡς

### book 334a2.2

ἐν τῷ „ὃς σεῦ ἄνευθεν ἐών“. T

### book 334b.1

〈φίλτερος ἀθανάτοισιν:〉 πολλάκις γὰρ καὶ τοῦ ἰσχυ‐

### book 334b.2

ροῦ περιγίνεται ὁ θεοφιλής. b(BE3E4)T

### book 335.1

ἀλλ’ ἀναχωρῆσαι 〈ὅτε κεν συμβλήσεαι αὐτῷ〉: οὐ

### book 335.2

μόνον διασῴζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας τῆς σωτηρίας δί‐

### book 335.3

δωσιν. b(BE3E4)T

### book 335-6.1

συμβλήσεαι (335): ἀπροοράτως συμβάλῃς. πρὸς κατά‐

### book 335-6.2

πληξιν δὲ καὶ τὸ ὑπὲρ μοῖραν (336) τέθειται. b(BE3E4)T φησὶ

### book 335-6.3

γὰρ „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον 〈ἔμμεναι ἀνδρῶν〉“ (Ζ 488).

### book 335-6

T

### book 342

〈μέγα:〉 ἀντὶ τοῦ ἀθρόως. Til

### book 346a1.1

{λεύσσω τῷ δ’} ἐφέηκα: ὅτι βέβληκε τὸ δόρυ ἐπὶ τὸν

### book 346a1.2

Αἰνείαν καὶ οὐκ ἐκ χειρὸς ἔτρωσεν, ὡς Ζηνόδοτος γράφει (sc. in Υ

### book 346a1.3

273—4). λέγει γοῦν ῥητῶς ἐφέηκα. A

### book 346a2.1

{ἐφέηκα:} οὐκ εἶπεν ‘ἔνυξα‘ ἢ ‘οὔτασα‘. μάχεται οὖν ἡ

### book 346a2.2

Ζηνοδότειος γραφή. T

### book 356.1

{ἀργαλέον} δέ μοι {ἐστι}: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμ‐

### book 356.2

βάνειν τὴν ἀντωνυμίαν, τουτέστιν ἐγκλιτικήν. A

### book 357a1.1

ΤΟΣΣΟΥΣΔΕ: ὁ Ἀσκαλωνίτης (p. 59 B.) προπερισπᾷ,

### book 357a1.2

ἐπεί, φησί, κατὰ δεῖξιν λέγεται καὶ τὸ „τοσσῆσδ’ ὑσμίνησ“ (Υ 359).

### book 357a1.3

Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δέ, καὶ

### book 357a1.4

ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ

### book 357a1.5

Ἀσκαλωνίτου. A

### book 357a2.1

{τόσους ἀνθρώπους:} οἱ περὶ Ἀρίσταρχον ἐν παρολκῇ

### book 357a2.2

λαμβάνουσι τὸν δέ. οὕτω καὶ ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης περι‐

### book 357a2.3

σπᾷ τὸ „τοσ〈σ〉οῦσ“. T

### book 362a.1

ἀλλὰ μάλα 〈στιχὸς εἶμι διαμπερέσ〉: πρὸς τὸ σημαι‐

### book 362a.2

νόμενον ὅτι δι’ ὅλης τῆς τάξεως πορεύσομαι †διανταίαν† ἀπ’ ἀρχῆς

### book 362a.3

ἕως πέρατος. A

### book 362b1

στιχὸς εἶμι διαμπερές: ἕως τοῦ πέρατος τῆς φάλαγγος.

### book 362b1

T

### book 362b2.1

λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου ἤτοι τοῦ πέρατος

### book 362b2.2

τῆς φάλαγγος. b(BCE3)

### book 362c.1

στιχός: ὡς τριχός, ἀπ’ εὐθείας τῆς στίξ· A b (BCE3)

### book 362c.2

καὶ γὰρ „στίχεσ“ (Δ 90 al.) λέγει καὶ „στίχασ“ (Β 525 al.). τὸ δὲ

### book 362c.3

εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ πορεύ〈σ〉ομαι. A

### book 367-8.1

καί κεν ἐγὼν ἐπέεσσι〈— / ἔγχεϊ δ’ ἀργα‐

### book 367-8.2

λέον〉: εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. b(BCE3E4)

### book 367-8.3

T τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν.

### book 367-8.4

b(BCE3E4)

### book 370a1.1

κολούει: ἀτελὲς ποιεῖ, ὡς τὸ „ἐνικλᾶν, ὅτ〈τ〉ι νοήσω“

### book 370a1.2

(Θ 408). T

### book 370a2.1

ἀτελὲς ποιεῖ, ὡς τὸ „πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ“

### book 370a2.2

(Π 117). b(BCE3)

### book 371

〈τῷ δ’ ἐγώ:〉 ἐν ἄλλῳ „τοῦ δ’ ἐγώ“. Aint

### book 372a.1

εἰ πυρὶ χεῖρας ἔοικε, 〈μένος δ’ αἴθωνι σιδήρῳ〉:

### book 372a.2

ἀγκύλον τὸ διανόημα καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ διὰ τῆς ἐπ‐

### book 372a.3

αναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν

### book 372a.4

ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν. A b (BCE3E4)T

### book 372b.1

εἰ πυρὶ χεῖρας 〈ἔοικε〉: πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν

### book 372b.2

Ἰλιάδι συνεχῶς ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ (sc. α 23). A

### book 373

〈ἔγχε’ ἄειραν:〉 γράφεται „ἔσταν Ἀχαιῶν“. Aim

### book 375.1

Ἕκτορα εἶπε: ὅτι A ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς

### book 375.2

Ἕκτορα. A b (BCE3) καίτοι παρῆν εἰπεῖν ‘Ἕκτορι εἶπεν‘, ἀλλὰ

### book 375.3

συνήθως παρέλιπε τὴν πρόθεσιν· „καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγα‐

### book 375.4

θὸν Μενέλαον“ (Ρ 237). A

### book 376a.1

μηκέτι πάμπαν 〈Ἀχιλλῆϊ〉 προμάχιζε: μὴ προ‐

### book 376a.2

μάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν δέχου. b(BCE3E4)T

### book 376b.1

ἄλλως· μηκέτι πάμπαν〈—προμάχιζε〉: τα‐

### book 376b.2

μιεύεται ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖα. b(BCE3

### book 376b.3

E4)T

### book 378a1.1

μή πώς 〈σ’〉 ἠὲ βάλῃ 〈ἠὲ σχεδὸν ἄορι τύψῃ〉:

### book 378a1.2

ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι, διδασκαλικῶς προσθεὶς σχεδόν,

### book 378a1.3

οἷον σχέδην ἐκ τοῦ σύνεγγυς. A

### book 378a2.1

{ἠὲ} σχεδόν {ἄορι τύψει}: ἀντὶ τοῦ σχέδην. ἀντέθηκε δὲ

### book 378a2.2

αὐτῷ τὸ βάλῃ. T

### book 383-5.1

ἐσθλὸν Ὀτρυντείδην〈—ἐν πίονι δήμῳ〉:

### book 383-5.2

ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ

### book 383-5.3

καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τοσαύτας μάχας καὶ

### book 383-5.4

ἀναιρέσεις ἔδει καλλωπίσμασι χρήσασθαι ἔξωθεν διὰ τὸ προσκορές,

### book 383-5.5.1

ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρῶτον ὑπ’ Ἀχιλλέως ἀνῃρη‐

### book 383-5.5.2

μένον ὅτι οὐκ ἦν τῶν τυχόντων. b(BCE3E4)T

### book 384

ὃν νύμφη τέκε: ἔν τισι τῶν φαύλων ἀντιγράφων „τὸν

### book 384

νύμφη τέκε“ διὰ τοῦ τ. ATil

### book 385a1.1

〈Ὕδης:〉 οὕτως Ὕδης διὰ τοῦ δ, τῆς Λυδιάς. Ὕλη δὲ

### book 385a1.2

τῆς Βοιωτίας. Aim

### book 385a2.1

{ὕλης ἐν πίονι δήμῳ:} Ὕδη διὰ τοῦ δ ἡ τῆς Λυδίας πόλις.

### book 385a2.2

Ὕλη δὲ τῆς Βοιωτίας διὰ τοῦ λ. „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). T

### book 385a3.1

διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ

### book 385a3.2

καὶ διὰ τοῦ λ, ὡς τὸ „Ὕλῃ ἔνι οἰκία ναίων“. ἔστι δὲ πόλις τῆς Βοιω‐

### book 385a3.3

τίας. b(BCE3)

### book 386.1

ἰθὺς μεμαῶτα: σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα.

### book 386.2

Aint b (BCE3)T

### book 387.1

πᾶσα: ὅτι Aint πᾶσα ἀντὶ τοῦ ὅλη. Aint b (BCE3)T

### book 387.2

„πάντα νέκυν καταείνυον“ (Ψ 135). T

### book 388.1

δούπησεν: ὅτι Aim ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ

### book 388.2

τοῦ ἀπέθανεν. Aim b (BCE3E4)T

### book 389.1

κεῖσαι, Ὀτρυντ〈ε〉ίδη: ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν

### book 389.2

ἐξ ὀνόματος καλεῖ. A

### book 390a1

ἐνθάδε: ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης

### book 390a1.1

(p. 59 B.)· ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ

### book 390a1.2

„ἐνθάδε κ’ αὖθι μένων“ (ε 208), ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὀξεῖα.

### book 390a1.3

A

### book 390a2

{ἐνθάδε:} δεικτικῶς, ὡς „ἐνθάδε †καθημένων“. T

### book 390a3.1

δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον.

### book 390a3.2

b(BCE3)

### book 390-2.1

〈γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ—δινήεντι:〉

### book 390-2.2

σημειωτέον {δὲ} ὡς διὰ ἀκριβείας ἴσασιν ἀλλήλους, ὡς καὶ Δόλωνα

### book 390-2.3

〈οἱ〉 περὶ Διομήδην (cf. Κ 447. 478). T

### book 390-1.1

λίμνῃ / Γυγαίῃ: οὕτω〈σ〉 ἐν Λυδίᾳ—καλουμένου.

### book 390-1.2

A

### book 391a

〈Γυγαίῃ:〉 ὄνομα τῆς λίμνης. Aim

### book 391b.1

ὅθι τοι τέμενος πατρώϊόν 〈ἐστιν〉: κώμη ἐστὶ

### book 391b.2

Λυδίας Ἅλαδα, ἔνθα φησὶν Ἡρόδοτος βωμὸν Ἰφιτίωνος καὶ ἄγαλμα

### book 391b.3

λίθινον κολοσσικὸν ἠκρωτηριασμένον, ἀρχαίῳ τύπῳ εἰργασμένον. καὶ

### book 391b.4

τοὺς περὶ τὴν λίμνην καλάμους συνδονεῖσθαι ἐν εὐδίαις, ὥς φησιν

### book 391b.5

ὅθι τοι τέμενος πατρώϊόν ἐστιν. T

### book 392a.1

Ὕλλῳ ἐπ’ ἰχθυόεντι: Ὕλλος νῦν Φρύγιος καλεῖται.

### book 392a.2

ἐκβάλλει δὲ μεταξὺ Θυατείρων καὶ Σάρδεων. T

### book 392b.1

ἄλλως· Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι:

### book 392b.2

τὸ σχῆμα ὁμοιόπτωτον. b(BCE3)T ἐν βραχεῖ δὲ τό τε πλῆθος

### book 392b.3

ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων·

### book 392b.4

καὶ γὰρ δύσπλωτός ἐστιν. b(BCE3E4)T

### book 392c

〈Ὕλλῳ ... καὶ Ἕρμῳ:〉 ποτ〈αμοὶ〉 Λυδίας. Aim

### book 394.1

ἐπισ〈σ〉ώτροις δατέοντο: ἐναργῶς ἔδειξεν αἰκισμὸν

### book 394.2

σώματος ὑπὸ τῶν παραθεόντων τροχῶν διαιρουμένου. b(BCE3E4)T

### book 395-9.1

Δημολέοντα〈—ῥῆξ’ ὀστέον〉: ἐν ὀλίγοις ὅλα

### book 395-9.2

δεδήλωκε, τὸ ὄνομα (sc. 395), τὸν τρόπον, τὸν πατέρα (sc. 396), τὸν

### book 395-9.3

τόπον, ἐφ’ ὃν ἡ πληγή, ὅτι ἐπὶ τὴν κεφαλὴν καὶ ὅτι διὰ τῆς κυνῆς, καὶ

### book 395-9.4

κατὰ ποῖον μέρος τῆς κεφαλῆς (cf. 397), καὶ μέχρι ποῦ διῆλθεν,

### book 395-9.5

b(BCE3E4)T ὅτι ῥῆξ’ ὀστέον (399). T

### book 395a1.1

〈Δημολέοντα:〉 οὕτως Ἀρίσταρχος. τινὲς δὲ „Δηϊλέ‐

### book 395a1.2

οντα“. Aint

### book 395a2

Ἀρίσταρχος „Δηϊλέοντα“. Til

### book 396a1.1

ἐσθλὸν ἀλεξητῆρα 〈μάχησ〉: ἐκ τῶν τριῶν λέξεων ἓν

### book 396a1.2

σημαίνει, ἐν πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπ’ αὐτὰς τὴν συναφήν,

### book 396a1.3

σύνδυο τῆς τε πρώτης καὶ δεύτερας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ

### book 396a1.4

τὸ ἐσθλόν καθ’ ἑαυτὸ εἶναι. A

### book 396a2.1

{ἐσθλὸν ἀλεξητῆρα μάχης:} ἓν ἐκ τῶν τριῶν λέξεων ση‐

### book 396a2.2

μαίνεται, ἐν πολέμῳ ἀγαθόν. δυνατὸν δὲ καὶ ἐν τῷ ἐσθλόν στίζειν. T

### book 396a3.1

ἀγαθὸν b(BCE3) ἐν τῇ μάχῃ βοηθόν. b(BCE3E4)

### book 396a3.2

δύναται δὲ καὶ εἰς τὸ ἐσθλόν ἡ στιγμὴ τίθεσθαι καὶ γράφεσθαι

### book 396a3.3

μάχης. b(BCE3)

### book 397.1

κατὰ κρόταφον: καὶ ἡ περὶ τὰς πληγὰς ποικιλία θαυμασί‐

### book 397.2

α· ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται. b(BCE3E4)T ἀλλ’

### book 397.3

ὁ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν πλήσσεται (cf. Υ

### book 397.4

386—7), ὁ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ

### book 397.5

τοῦ κροτάφου. ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώ‐

### book 397

σκεται (cf. Υ 402). b(BE3E4)T

### book 401a

〈καθ’ ἵππων ἀΐξαντα:〉 καταβάντα τῶν ἵππων. Aim

### book 401b

〈ἀΐξαντα:〉 γράφεται „ἀΐσσοντα“. Aim

### book 403

〈ἄϊσθε:〉 ἀπέπνεεν. Til

### book 404a1.1

〈ἤρυγεν:〉 πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγεν (cf. Υ 403).

### book 404a1.2

Aim

### book 404a2.1

{ὣς ἄρα:} πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγε τὸ σημεῖον.

### book 404a2.2

T

### book 404b.1

Ἑλικώνιον ἀμφὶ ἄνακτα: Νηλεύς, φασίν, ἐν Μιλήτῳ

### book 404b.2

ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο b(BCE3E4)T κατὰ μίμη‐

### book 404b.3

σιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαίας. T σύνηθες δὲ τοῖς αὐτόσε καθ’

### book 404b.4

ἕκαστον ἔτος †ἐγκυκλεῖν† τὰς θυσίας τῷ θεῷ, σημεῖα λαμβάνουσιν ἀπὸ

### book 404b.5

τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων δοκοῦσιν εὐμενῆ

### book 404b

τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι. b(BCE3E4)T

### book 404b.1

{ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος} Ἑλικώνιον ἀμφὶ ἄ‐

### book 404b.2

νακτα: τὸν Ποσειδῶνα, ἤτοι ὅτι καὶ ἐν Ἑλικῶνι—νομίζοντες. ἡ

### book 404b.3

ἱστορία παρὰ Κλειτοφῶντι (F.H.G. IV. 368 fr. 5). A

### book 404c.1

Ἑλικώνιον: οἱ Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύ‐

### book 404c.2

πων ποιοῦσι κτητικοὺς τύπους, ἑτέρων ἑτερώνιος, ἄλλων ἀλλώνιος,

### book 404c.3

†ἑτοιμώνιος†, ἀνεμώνιος ὁ διὰ τὴν εὐφωνίαν ἀνεμώλιος, Ἑλικῶν

### book 404c.4

Ἑλικώνιος· φησὶν οὖν τὸν ἐν Ἑλίκῃ τῆς Ἀχαίας τιμώμενον. τὰ δὲ

### book 404c.5.1

διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος ἔχει, διὰ τοῦ ησιος, Ἰθακήσιος

### book 404c.5.2

ἀπὸ τοῦ Ἴθακος, Ὀχήσιος, βροτήσιος, ἐτήσιος, μεθοδήσιος. εἰ δὲ

### book 404c.5.3

τρέποιτο τὸ η τοῦ πρωτοτύπου εἰς α παρὰ Δωριεῦσι, διὰ τοῦ α,

### book 404c.5.4

Πρυμνάσιον, Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι

### book 404c.5.5

Μακεδονικόν. b(BE3E4)T

### book 406a.1

ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγή‐

### book 406a.2

νωρ: εἰκότως ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀποθνῄσκει· τὴν γὰρ

### book 406a.3

τραχεῖαν ἀρτηρίαν διεκόπη καὶ τὸν στόμαχον διῄρηται, b(BCE3E4)

### book 406a.4

T ὅ ἐστι τὸν οἰσοφάγον, T καὶ μέχρι τοῦ θύμου φθάνει τὸ

### book 406a.5

δόρυ. θύμος δέ ἐστιν ἄδην μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ

### book 406a

πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν. b(BCE3E4)T

### book 406b1.1

{ὡς ἄρα τόν γ’} ἐρυγόντα: ὡς „φαγόντα“ (cf. δ 33).

### book 406b1.2

ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς ἔφυγε φυγόντα, οὕτως ἤρυγεν

### book 406b1.3

ἐρυγόντα. A

### book 406b2.1

{ἐρυγόντα:} παροξυτονητέον τὴν μετοχήν· δεύτερος γάρ

### book 406b2.2

ἐστιν ἀόριστος, ὡς ἐδήλωσε τὸ „ἤρυγεν ἑλκόμενοσ“ (Υ 404). T

### book 410.1

πόδεσ〈σ〉ι δὲ πάντας ἐνίκα· τοὺς νόθους· ὁ γὰρ

### book 410.2

Πολίτης „σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώσ“ (Β 792). ἐπινοεῖ δὲ ἑκάστῳ

### book 410.3

τὸ πρὸς διήγησιν ἡδύ. b(BCE3E4)T

### book 411.1

ποδῶν ἀρετὴν ἀναφαίνων: τὸ πλεονέκτημά φησιν ἀνέ‐

### book 411.2

πεισεν αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι.

### book 411.3

b(BCE3E4)T

### book 414a.1

νῶτα παραΐσσοντος: παρακλίνοντος τὰ νῶτα. b

### book 414a.2

(BCE3)T

### book 414b.1

〈παραΐσσοντος:〉 οὕτω κατὰ γενικὴν παραΐσσοντος.

### book 414b.2

Aim

### book 414-6.1

ὅθι ζωστῆρος ὀχῆες 〈/ —αἰχμή〉: ἢ δι’ ὅλου

### book 414-6.2

κρίκοις συνέχεσθαι τὸν ζωστῆρα πρὸς τὸν θώρακα νοητέον· ἢ καθ’

### book 414-6.3

ὑπερβατὸν ἐκδεκτέον ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλόν (416),

### book 414-6.4

ὅθι ζωστῆρος ὀχῆες / b(BCE3E4)T χρύσειοι σύνεχον

### book 414-6.5

(414—5). T

### book 415a.1

χρύσειοι σύνεχον 〈καὶ διπλόος ἤντετο θώρηξ〉:

### book 415a.2

ὅτι κατὰ τὴν τοῦ ζώματος ἐπιβολὴν πρὸς τὸν στατὸν θώρακα {καὶ}

### book 415a

διπλοῦς ἦν ὁ θώραξ. A

### book 415b.1

καὶ διπλόος ἤντετο θώρηξ: ὅτι διπλοῖ οἱ θώρακες

### book 415b.2

κατὰ τὸν τῆς ζώσεως τόπον. b(BCE3E4)T

### book 418a1.1

προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα χερσὶ λιασθείς: προσέλα‐

### book 418a1.2

βεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς. T

### book 418a2

πρὸς ἑαυτὸν ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα. b(BCE3E4)

### book 418b.1

προτὶ οἷ δ’ ἔλαβε: περισπαστέον τὴν οἷ: A b (BCE3)T

### book 418b.2

ἔστι γὰρ πρὸς ἑαυτόν. AT

### book 422.1

ἀλλ’ ἀντίος ἦλθ’ 〈Ἀχιλῆϊ〉: ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν

### book 422.2

τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ. b(BCE3E4)T

### book 424a.1

ἀνέπαλτο: ἐδήλωσε τὸν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω

### book 424a.2

γενόμενον. b(BCE3E4)T

### book 424b

ἀνέπαλτο: ἀνεπήδησεν, ἀνήλατο. | πῶς δέ, φησί, τὸν

### book 424b

Αἰνείαν—δι’ ἔχθρας ὄντας. A

### book 425.1

ἐσεμάσ〈σ〉ατο θυμόν: ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.

### book 425.2

b(BCE3E4)T

### book 426.1

〈οὐδ’ ἄρ’ ἔτι δήν:〉 Ἀρίσταρχος „οὐδ’ ἂν ἔτι δήν“, διὰ

### book 426.2

τοῦ ἄν. Aim

### book 427

〈ἀνὰ πτολέμοιο γεφύρας:〉 ἐν τοῖς μεταξὺ τῶν στάσεων

### book 427

διαστήμασιν. b(BCE3E4)Til

### book 429.1

ἆσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι:

### book 429.2

σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος. καίτοι πρὸς Αἰνείαν

### book 429.3

πλείους ἀποτέταται λόγους. b(BCE3)T

### book 434a1.1

σὺ μὲν ἐσθλός, 〈ἐγὼ δὲ σέθεν πολὺ χείρων〉:

### book 434a1.2

εἰρωνεία· προείρηται „τὸν δ’ οὐ ταρβήσασ“, (Υ 430). T

### book 434a2.1

κατ’ εἰρωνείαν τὸ ἐσθλός· προεῖπε γὰρ τὸ „οὐ ταρ‐

### book 434a2.2

βήσασ“. b(BCE3)

### book 435.1

θεῶν ἐν γούνασι κεῖται: ἱκεσίαις, λιταῖς. ἢ κόλποις.

### book 435.2

b(BCE3E4)T ἢ δυνάμει. b(BCE3E4)

### book 436.1

χειρότερος: χέρ〈ε〉ιος χερ〈ε〉ιότερος, συγκοπὴ καὶ πλεο‐

### book 436.2

νασμὸς χειρότερος. AT

### book 437a.1

καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: πάροιθεν, ὅτε τὸν

### book 437a.2

Πάτροκλον ἀνῄρηκεν (sc. Π 820—1). T

### book 437b1.1

καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: συναφὴ ἐπὶ τὰς τελευ‐

### book 437b1.2

ταίας δύο λέξεις· ἓν γὰρ ἐξ ἀμφοτέρων δηλοῦται, τὸ ὠξυμμένον κατὰ

### book 437b1.3

τὸ ἔμπροσθεν μέρος. A

### book 437b2.1

{ὀξὺ πάροιθεν:} συναπτέον τὸ ὀξὺ πάροιθεν· δηλοῖ

### book 437b2.2

γὰρ τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν. T

### book 439a.1

πνοιῇ 〈Ἀχιλλῆος πάλιν ἔτραπε〉: ἐπὶ τὸ πνοιῇ

### book 439a.2

βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον. Aim b (BCE3)T

### book 439b.1

ἄλλως· πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε: καταγέλα‐

### book 439b.2

στα ταῦτα, ὥς φησιν Ἡρακλέων (fr. 14 B.). T

### book 440a

〈ἦκα μάλα〉 ψύξασα: τῇ κινήσει τῆς χειρὸς ἠρέμα ἐξ‐

### book 440a

ανεμίσασα, „ψύχεος ἱμείρων κατελέξατο“ (κ 555). b(BCE3E4)T

### book 440b.1

{ἦκα μάλα} ψύξασα: ὅτι ψύξασα, φυσήσασα τῷ ἑαυτῆς

### book 440b.2

πνεύματι ἀπέστρεψε τὸ δόρυ (cf. Υ 439). A

### book 440c

ἄλλως· ψύξασα: πνεύσασα, φυσήσασα. T

### book 443.1

τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων: πιθανῶς ἀναρτᾷ τὴν

### book 443.2

ἐπιθυμίαν τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος

### book 443.3

τὴν σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ

### book 443.4

ἀπολογούμενος διὰ τοῦ „ῥεῖα μάλ’ 〈ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι

### book 443.5

πολλῇ〉“ (Υ 444). A b (BCE3E4)

### book 451.1

ᾧ μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων: ὅτι

### book 451.2

ἀντὶ τοῦ Aint ᾧ ἔοικας εὔχεσθαι Aint b (BCE3)T παραγινό‐

### book 451.3

μενος εἰς πόλεμον. Aint b (BCE3E4)T

### book 452-3.1

ἦ θήν ς’ ἐξανύω 〈γε—ἐπιτάρροθός ἐστι〉:

### book 452-3.2

καὶ τῆς νῦν ἀποτυχίας εἰς θεοὺς ἀνήγαγε τὴν αἰτίαν καὶ τῆς αὖθις

### book 452-3

ἐπιτυχίας. b(BCE3E4)T

### book 452a1.1

ἦ θήν ς’ ἐξανύω γε: περισπαστέον τὸν ἦ· ἔστι γὰρ

### book 452a1.2

βεβαιωτικός, AT ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνω‐

### book 452a1.3

στέον· ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος. A

### book 452a2.1

ἐξανύω: βαρυντέον τὸ ἀνύω· ἐνεστὼς γάρ ἐστιν ἀντὶ

### book 452a2.2

μέλλοντος, b(BE3E4)T ὡς τὸ ἐρύω. T

### book 454a.1

νῦν δ’ ἄλλους 〈Τρώων ἐπιείσομαι, ὅν κε κιχείω〉:

### book 454a.2

πρὸς τὸ σχῆμα, ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν, ὅν κε

### book 454a.3

κιχείω. A

### book 454b.1

νῦν δ’ ἄλλους 〈Τρώων ἐπιείσομαι〉: ὡς πρόσθεν

### book 454b.2

ἀποτυχὼν τοῦ Αἰνείου εἰς τὸ πλῆθος τρέπεται (cf. Υ 352), οὕτω καὶ

### book 454b.3

νῦν. b(BCE3)T

### book 454c.1

〈νῦν δ’ ἄλλους Τρώων:〉 γράφεται „νῦν αὖ τοὺς ἄλ‐

### book 454c.2

λουσ“. Aim

### book 454d

〈ἐπιείσομαι:〉 ἐπιπορεύσομαι. b(BCE3)Til

### book 456.1

ὁ δὲ τὸν μὲν ἔασεν: ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον,

### book 456.2

ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι τοῦ Ἀχιλλέως ταχύνας τὸν λόγον.

### book 456.3

b(BCE3)T

### book 458

〈ἠρύκακε:〉 κατέσχε τοῦ φυγεῖν. Aim

### book 460a1.1

Λαόγονον καὶ Δάρδανον: παρέλιπε τούτων τὰς

### book 460a1.2

πληγὰς, ὅπως μὴ προσκορεῖς ὑπάρχοιεν. T

### book 460a2

παρέλιπε δὲ αὐτῶν τὰς πληγάς, ἵνα μὴ πρὸς κόρον ὁ

### book 460a2

λόγος ᾖ. b(BCE3E4)

### book 461.1

〈ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε:〉 βραχὺ

### book 461.2

διασταλτέον ἐπὶ τὸ ἐφορμηθείς. Aim b (BCE3E4)

### book 462a1.1

〈τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύ‐

### book 462a1.2

ψας:〉 ὅτι πάλιν ἀντιδιέστειλεν. Aint

### book 462a2.1

τὸ〈ν〉 δὲ σχεδὸν 〈... τύψασ〉: σχέδην παίσας, ἀντέ‐

### book 462a2.2

θηκε δὲ τὸ βαλών. T

### book 462b.1

τὸν μὲν δουρὶ βαλών, 〈τὸν δὲ σχεδὸν ἄορι τύ‐

### book 462b.2

ψασ〉: εἰκότως τὸν πρῶτον διὰ βολῆς ἀναιρεῖ, πλησίον δὲ γενόμενος

### book 462b.3

τὸν ἕτερον τῷ ξίφει ἀναιρεῖ. b(BCE3E4)T

### book 463-9a.1

Τρῶα δ’ Ἀλαστορίδην〈—ὁ δὲ φασγάνῳ

### book 463-9a.2

οὖτα καθ’ ἧπαρ〉: ἤτοι κομματικῶς εἶπεν, ὡς ἔθος πολλάκις τοῖς

### book 463-9a.3

ποιηταῖς. ἢ τὸ ἑξῆς ἐστι Τρῶα δ’ Ἀλαστορίδην (463) φασγάνῳ

### book 463-9a.4

οὖτα καθ’ ἧπαρ (469). †ταῦτα† δὲ ἐν παρεκβάσει εἰπὼν ἐπανα‐

### book 463-9a.5.1

λαμβάνει διὰ τοῦ ὁ δὲ φασγάνῳ (469), ὡς εἴωθεν. οὕτω δὲ ἔσται τὰ

### book 463-9a.5.2

λοιπὰ διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ „τὸν δὲ σχεδὸν

### book 463-9a.5.3

ἄορι τύψασ“ (Υ 462). A

### book 463-9b.1

Τρῶα δ’ Ἀλαστορίδην—καθ’ ἧπαρ: παραλ‐

### book 463-9b.2

λάσσων τὸ ὁμοειδὲς ἐποίησέ τινα ἱκετεύοντα. | τὸ ἑξῆς, Τρῶα δ’

### book 463-9b.3

Ἀλαστορίδην (463) φασγάνῳ οὖτα καθ’ ἧπαρ (469),

### book 463-9b.4

b(BCE3E4)T καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ ἔτυψεν ἐκδε‐

### book 463-9b.5

κτέον ἀπὸ τοῦ „σχεδὸν ἄορι τύψασ“ (Υ 462). b(BE3E4)T

### book 464a1.1

ΕΙΠΩΣ εὑ πεφίδοιτο: ἡ εὗ ἀντωνυμία ἐν τῇ συντάξει

### book 464a1.2

ἐνέκλινε τὸν τόνον· ἔστι γὰρ ἀπόλυτος. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ

### book 464a1.1

Ἀσκαλωνίτης (p. 59 B.) τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη

### book 464a1.2

ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο

### book 464a1.5.1

μὴ πάσχειν· „οὔπως ἐστ’, Ἀγέλαε διοτρεφέσ“ (χ 136)· „μήπως με

### book 464a1.5.2

προϊδών“ (δ 396)· „μήπω μ’ ἐς θρόνον ἵζε, διοτρεφέσ“ (Ω 553)·

### book 464a1.5.3

„οὔπω μίν φασι〈ν〉 φαγέμεν“ (π 143). οὕτως οὖν καὶ τὸ εἴπως εὑ

### book 464a1.5.4

πεφίδοιτο οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι

### book 464a1.5.5

Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον

### book 464a1.10.1

ἀπεφήνατο ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην

### book 464a1.10.2

συλλαβήν· σημαίνει γὰρ ‘εἴ πως αὐτοῦ‘. | διὸ καὶ ἡ διπλῆ. A

### book 464a2.1

{εἰ πῶς εὖ πεφίδοιτο:} ἡ μὲν εὗ ἐγκλίνεται, τὸ δὲ πῶς οὐ

### book 464a2.2

πάντως ὀξυνθήσεται. καὶ ἐμελέτησε πολλάκις ἐγκλιτικῶν ἐπιφερο‐

### book 464a2.3

μένων μὴ ὀξύνεσθαι, „οὔπως ἔστ’, Ἀγέλαε“, „μήπως με προϊδών“,

### book 464a2.4

„οὔπω μίν φασιν φαγέμεν“. οὕτως οὖν καὶ τὸ εἴπως εὑ οὐκ ἀναγ‐

### book 464a2.5.1

καστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος

### book 464a2.5.2

κατ’ αὐτὴν τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο· ἐγκλίνειν δεῖ

### book 464a2.5.3

τῷ τόνῳ καὶ δασύνειν τὴν τρίτην συλλαβήν· δηλοῖ γὰρ ‘εἴ πως

### book 464a2.5.4

αὐτοῦ‘. T

### book 464a3

δασυντέον τὸ εὗ· ἔστι γὰρ ἀντὶ τοῦ αὐτοῦ. b(BCE3)

### book 467-8.1

οὐ γάρ τι γλυκύθυμοσ〈—ἐμμεμαώσ〉: ὅτι A

### book 467-8.2

οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλ’ ἐκ τοῦ ἐναντίου σκληρὸς

### book 467-8.3

καὶ χαλεπός. A b (BCE3E4)T

### book 467a.1

οὐ γάρ τ〈ι〉 γλυκύθυμος ἀνὴρ 〈ἦν〉 οὐδ’ ἀγανό‐

### book 467a.2

φρων: ὁ μὲν γὰρ ὡς ἀκμάζοντος τοῦ πένθους περίλυπός ἐστιν· ὅτε

### book 467a.3

μὲν γὰρ θάπτομεν τοὺς φίλους, τότε μάλιστα στερίσκεσθαι αὐτῶν

### book 467a.4

ἐλπίζοντες αὔξομεν τὴν ὀδύνην. ὁ δὲ ποιητὴς οὐκ ἐπαινῶν τὸ θυμικὸν

### book 467a.5

‘οὐκ ἀγανόφρονα‘ αὐτὸν καλεῖ, b(BCE3E4)T ὡς τὸ „ἀεικέα

### book 467a

μήδετο ἔργα“ (Χ 395). T

### book 467b.1

〈οὐ γάρ τι: γράφεται〉 „οὐ γάρ τισ“ καὶ „οὐ γὰρ ἔτι“.

### book 467b.2

Aint

### book 467c.1

γλυκύθυμος: γλυκὺ τὸ ἀνειμένον· „σπεῦδε, μὴ γλυκὺς

### book 467c.2

γένῃ“ (fr. [com.?] ign.). T

### book 470.1

ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, 〈ἀτὰρ μέλαν αἷμα κατ’

### book 470.2

αὐτοῦ〉: ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος. αἱμορραγία δὲ πολλὴ

### book 470.3

γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος, τῆς †κοιλίας†,

### book 470.4

A b (BCE3E4)T ἣ κατὰ 〈τὰ〉 κυρτὰ ἔγκειται, T τῆς τε πύλης,

### book 470.5

ἥτις ἐστὶ κατὰ τὰ †σκαιά†. b(BCE3E4)T

### book 471a1.1

κόλπον ἐνέπλησεν: „ἐνέπρησεν“ Φιλόξενος (fr. 217 Th.)

### book 471a1.2

καὶ Ἀρίσταρχος. περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί

### book 471a1.3

φησιν οὕτως· „τὸ αἷμα ἀπὸ τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ

### book 471a1.4

χιτῶνος κόλπον ἐνεφύσησεν.“ A

### book 471a2

Ἀρίσταρχος „ἐνέπρησεν“. Aint

### book 471a3.1

τὸ αἷμα κατὰ τοῦ ἥπατος ἐκκρουνίζον τὸν τοῦ χιτῶνος

### book 471a3.2

κόλπον ἐνεφύσησεν, b(BCE3E4)T διὰ οὖν τοῦ ρ τὸ „ἐνέπρησε“

### book 471a3.3

γραπτέον. T

### book 473a.1

δουρὶ κατ’ οὖς: ὅρα, ὅσαι πληγαὶ κατὰ τῆς κεφαλῆς

### book 473a.2

ἠνέχθησαν· ἡ μὲν „μέσ〈σ〉ην κὰκ κεφαλήν“ (Υ 387. 475), ἡ δὲ „κατὰ

### book 473a.3

κρόταφον“ (Υ 397). οὗτος δὲ διὰ τοῦ ὠτός. T

### book 473b

ἄλλως· δουρί: σπεύδων οὐκ εἶπεν οὐδὲ ὅπως τὸ ξίφος

### book 473b

(cf. Υ 469) ἀπέθετο. T

### book 473c

〈παρ’ οὖς:〉 γράφεται καὶ „κατ’ οὖσ“. Aint

### book 476.1

〈πᾶν δ’〉 ὑπεθερμάνθη ξίφος 〈αἵματι〉: δαιμονίως τὸ

### book 476.2

βάθος τῆς πληγῆς b(BCE3)T διὰ τῆς λέξεως παρέδειξεν.

### book 476.3

b(BCE3)

### book 478a.1

τένοντες: ὅτι πάντα τὰ τετ{ρ}αμένα νεῦρα τένοντας

### book 478a.2

Ὅμηρος λέγει. A

### book 478b.1

{ξυνέχουσι} τένοντες: τένοντες τὰ συντείνοντα τὰς συνα‐

### book 478b.2

φὰς τῶν νεύρων. T

### book 478c.1

〈τένοντες:〉 τένοντές εἰσιν αἱ ἀπονευρώσεις τῶν μυῶν,

### book 478c.2

δι’ ὧν γίνονται ἐκτάσεις καὶ κάμψεις. b(BCE3E4)Tt

### book 481.1

πρόσθ’ ὁρόων: Ζηνόδοτος χωρὶς †τοῦ θ „πρός’ ὁρόων“.

### book 481.2

T

### book 483.1

σφονδυλίων: τινὲς εὐθεῖαν λαμβάνουσι τὸ σφονδυλίων,

### book 483.2

b(BCE3E4)T ἵν’ ᾖ ὁ σφονδυλίων μυελός. b(BCE3E4)

### book 484a1.1

Πείρεω υἱόν: ὅτι Ζηνόδοτος γράφει „Πειρέως υἱόν“,

### book 484a1.2

ἄμετρον ποιῶν τὸν στίχον καὶ παράλογον· ἔστι γὰρ Πείρως τὸ

### book 484a1.3

ὄνομα (cf. Β 844. Δ 520. 525). νῦν δὲ ἐσχημάτικεν ἀπὸ τοῦ Πείρεως,

### book 484a1.4

ὡς Μενέλεω. ἄδηλον δέ, εἰ τοῦ Θρᾳκῶν ἡγουμένου ἢ ἑτέρου τινὸς

### book 484a1.5

ὁμωνύμου. A

### book 484a2.1

Πείρεω υἱόν: ὡς Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως,

### book 484a2.2

ὅπερ ἐν ἄλλοις „Πείροοσ“ (Β 844) λέγεται καὶ „Πείρωσ“ (Δ 520. 525).

### book 484a2.3

b(BCE3)T ὁ δὲ Ζηνόδοτος „Πειρέωσ“ γράφει ἀπὸ τῆς Πειρεὺς

### book 484a2.4

εὐθείας. T

### book 484b.1

〈Πείρεω:〉 οὕτως Πείρεω, ὡς ἀπὸ εὐθείας τῆς Πείρεως.

### book 484b.2

Aint

### book 485a.1

Ῥίγμον: ὡς „ὅρμον“ (Α 435. ο 460 al.) εἰς ἰδιότητα·

### book 485a.2

τὰ γὰρ εἰς γμος λήγοντα πάντα ὠξύνετο, ἀγμός ψυγμός, λυγμός.

### book 485a.3

δοκεῖ δὲ τὸ „ὄγμοσ“ (cf. Λ 68. Σ 546 al.) ἀντικεῖσθαι {ῥίμφ’ ἅτε}. A

### book 485b.1

Ῥίγμον: ἀπὸ τοῦ ῥηγμός Αἰολικῶς αὐτόν φασιν εἰρῆσθαι

### book 485b.2

Ῥίγμον· καὶ γὰρ τὸ〈ν〉 ῥηγνύμενόν φασιν. ἔνιοι δὲ „Ῥίγμονα“

### book 485b.3

λέγουσιν εἶναι τὸ τέλειον. T

### book 485c

ἄλλως· Ῥίγμονα: τινὲς ἀπ’ εὐθείας τῆς Ῥίγμων. T

### book 486a.1

〈τὸν βάλε〉 μέσ〈σ〉ον ἄκοντι: ἄκοντι καταχρηστι‐

### book 486a.2

κῶς τῇ μελίᾳ, εἰ μὴ καὶ ἄλλο ἔτυχεν ἔχων δόρυ. T

### book 486b

〈ἐν πνεύμονι:〉 ἐν ἄλλῳ „ἐν νηδύϊ {χαλκόσ}“. Aim

### book 490-2.1

ὡς δ’ ἀναμαιμάει〈—εἰλυφάζει〉: οὗτός ἐστι,

### book 490-2.2

περὶ οὗ φησιν „εἰ 〈πυρὶ〉 χεῖρας ἔοικε“ (Υ 371. 372). T πολλάκις

### book 490-2.3

δὲ χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παραβολῇ ἐμψύχῳ νῦν τῇ ὀνοματο‐

### book 490-2.4

ποιΐᾳ χρῆται, μαιμᾶν (cf. 490) λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγόμενον

### book 490-2.5

τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παραβέβληται· ἥ τε γὰρ προ‐

### book 490-2.1

θυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ὁρμῇ καὶ τὸ πλῆθος τῶν

### book 490-2.2

ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει, καὶ τὸ εὐμεταχείριστον τῶν

### book 490-2.3

Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκασται. ἔν τε τῷ εἰλυφάζει (492)

### book 490-2.4

τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν. b(BCE3E4)T

### book 490

ἀναμαιμάει: μετ’ ἐνθουσιασμοῦ ἀναβάλλει τὴν κίνησιν. T

### book 491

〈ἀζαλέοιο:〉 ξηρὰν ἔχοντος ὕλην. Til

### book 494

ῥέε δ’ αἵματι γαῖα: ἡ γῆ ὑπὸ τοῦ αἵματος †ἐρρεῖτο. T

### book 495-7.1

ὡς δ’ ὅτε τις ζεύξῃ〈—ἐριμύκων〉: ὅλον ὅλῳ

### book 495-7.2

παραβέβληται. T

### book 496

〈ἐϋκτιμένῃ·〉 γράφεται „ἐϋτροχάλῳ {ἐν ἀλωῇ}“. Aim

### book 497a1.1

〈βοῶν〉 ὑπὸ πόσς’ ἐριμύκων: οὐκ ἀναστρεπτέον τὴν

### book 497a1.2

πρόθεσιν· ἔχει γὰρ σύνταξιν πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν

### book 497a1.3

ποσσί〈ν〉, ὁμοίως τῷ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ’

### book 497a1.4

ἀέλλησ“ (Γ 13). A

### book 497a2.1

οὐκ ἀναστρεπτέον τὴν ὑπό· ἔστι γὰρ ὑπὸ ποσσίν ὡς

### book 497a2.2

κἀκεῖ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλοσ“. b(BCE3)T

### book 502.1

κῦδος: κῦδος ἤτοι T τὸ ἐκ τῆς ἀναιρέσεως Ἕκτορος ἢ

### book 502.2

καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ. b(BCE3)T

### book 503

λύθρῳ: λύθρος ὁ ἐκ πολεμικῆς—αἷμα. A

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 1.1

]ο̣τε̣.[

### book 1.2

[....]. α̣(.)ρ̣υ̣.ο̣.[.]...(.)ω̣.[

### book 1.3

[ἀναγ]ινώσκειν τινὰς „ὁτε[δή“

### book 1.4

[..λέ]γοντας τὸν δή ἐπι[

### book 1.5

[...] τῶ〈ι〉 ὅτε χρονικῶ〈ι〉 ἐπι.[

### book 1.1

[..(.) ἐ]ν̣κλ{ε}ίνειν αὐτόν. ἀγ̣[νοοῦσι δὲ]

### book 1.2

[ὅτι τὸ] δή οὐκ ἔστιν ἀλλοιῶ[σαι τὸν]

### book 1.3

[τόνον] τ̣ῶ̣ν προηγουμένω̣(ν πόρον〈:〉 οἱ]

### book 1.4

[μὲν τὴ]ν διάβασιν ὁμοίως τ[ῶ̣〈ι〉 ἐν Β „καὶ]

### book 1.10

[Θρύον] Ἀλφειοῖο πόρον“ καθ[

### book 1.1

[.....]. καὶ πορευτὸς ὁ Ἀλφ[ειός.

### book 1.2

[......]αι τὰ Ὀ̣δ[υ]σ̣σ̣έω̣ς̣ δ̣ια̣ι[

### book 1.3

[.......] ἐν τῶ〈ι〉 μ̣· „οἴκτιστον [δὴ κεῖνο]

### book 1.4

[ἐμοῖς ἴδο]ν ὀφθαλμοῖσι / πάν̣[των,]

### book 1.15.1

[ὅσς’ ἐμόγη]σα πόρους ἁλὸς ἐξερε̣[εί‐]

### book 1.15.2

[νων.“ οἱ δὲ τὸ ῥ]εῦμα ἀπὸ τοῦ εἰς.[

### book 1.15.3

[........(.)τὸ]ν διάρρουν. τοῦτο̣[

### book 1.15.4

[........(.) Πτο]λεμαῖος. Ἀριστο[φάνης

### book 1.15.5

[.......... ἐχ]ρῆν διὰ τοῦ η γρά[φειν

### book 1.20.1

[........ „εὐρρ]ῆοσ“, ἵν’ ἦ〈ι〉 ἀπὸ ὀρθῆ[ς

### book 1.20.2

[...........].ς· ἀγνοεῖ δ’ ὅτι ἀ..[

### book 1.20.3

[............]σ̣ιν καὶ τὸ ἀνεπτ̣[υγμέ‐]

### book 1.20.4

[νον.........]ν̣ μὲν γὰρ συλλα[βὴν

### book 1.20.5

[............ ἐ]πὶ καθαροῦ τοῦ η[ς

### book 1.25.1

[............] ἐ̣πὶ γενικῆς πα[

### book 1.25.2

[............] „διοτρεφέοσ“· „θυμ[ὸς δὲ μέ‐]

### book 1.1

[γας ἐστὶ διοτρ]εφέος βασιλῆοσ“ [

### book 1.2

[.............]σπασμένη δε[

### book 1.3

[.............]ν̣ων. τὰ δὲ ἀπ[

### book 1.30.1

[.............]ενα εὐφωνία[

### book 1.30.2

[.............]ον παρὰ τὸ ηρ[

### book 1.30.3

[.............δ]ιό φησιν ιφι[

### book 1.30.4

[..............(.)]δε τὸ κλέος α̣[

### book 1.30.5

(finis columnae)

### book 63.1

[ γῆ φυ]σί[ζοοσ〈:〉

### book 63.2

[ φυσί]ζωοσ[

### book 63.3

[ ].ροις α[

### book 63

[ φυσ]ίζωον ε.[

### book 65-(6).1

[ ἤ]θελε θυμῶ[〈ι〉

### book 65-(6).2

[ ]κ[ο]ν ηὔξηκ[ε

### book 65-(6).3

[ ]ιν εὐλόγωσ[

### book 65-(6).4

[ ]καὶ ἄλλως δὲ[

### book 65-(6).5

[ ]τες τελευτᾶν̣[

### book 65-(6).10.1

[ ]τ̣ον γε χρόνο[ν

### book 65-(6).10.2

[ ]Στησιχόρω[〈ι〉

### book 65-(6).10.3

(finis columnae)

### book 111.1

[....... δεί]λην μέν, ὡς οἱ Ἀττ̣ι̣[κ]οί,

### book 111.2

[..........].σελαν, ὅθεν δεελ.ν φη‐

### book 111.3

[σιν ........] „Τμᾶρες, ὅσοι ναίουσ[ι π]έλας

### book 111

[...........]ον“. αὐτὸς δὲ „δείελ̣ον̣“. Φρύ‐

### book 111.5.1

[νιχος δ’ ὁ τραγ]ικὸς ἐν Φοινίσσαις ...(.)η

### book 111.5.2

[.......... ὑ]πὸ τὴν δεείλην ..λ..ο

### book 111.5.3

[...........].ων ἄνδρες ἐκτείνοντο

### book 111.5.4

[...........]ην ἐς δ〈ε〉ιέλην. ταύτης δὲ

### book 111.5.5

[τὸ μετὰ μεση]μβρίαν κατάστημα δεί‐

### book 111.10.1

[λην πρωΐα]ν λέγουσιν οἱ Ἀττικοί, τὸ δὲ

### book 111.10.2

[πρὸ δύσε]ω̣ς ἡ̣λίου δείλην ὀψίαν. αὐτὸς

### book 111.10.3

[καὶ ἀρσενι]κ̣ῶ̣ς, „εἰς ὅ κεν ἔλθη〈ι〉 / δείε̣λος ὀψὲ

### book 111.10.4

[δύων, σκιάσ]η〈ι〉 δ’ ἐρίβωλον ἄρουραν“, ὡ̣ς̣ τ̣ὴν

### book 111.10.5

[ἑσπέραν] „ἕσπερον“. τρισὶ δὲ δια[στ]ήμασιν

### book 111.15

[ὅλην ἡμέρ]αν περιώρικε[ν]· ἠοῖ, μέση〈ι〉 ἡμέ‐

### book 112.1

[ρα〈ι〉, δείλη〈ι〉] Ἄρη〈ι:〉 τῶ〈ι〉 σιδήρω〈ι〉, [οἱ] δ̣ὲ̣ τῆ〈ι〉 π̣λ̣η‐

### book 112.2

[γῆ〈ι〉. Ἑρμαπ]πίας δὲ περισπᾶι, ἵν’ [ἧ〈ι〉] β̣λά‐

### book 113.1

[βη〈ι〉 βέλους] ἢ δόρατος ἢ ὅ γε δουρ[ὶ βαλ]ὼν

### book 113.2

[ἢ ἀπὸ νευρ]ῆφιν ὀϊστῶ〈ι:〉 πέπεισ[ται γὰρ]

### book 113.3

[ὅτι συστ]ά̣δην αὐτὸν οὐδεὶς ἀ[νελ]ε̣ῖ

### book 122.1

[ἘΝΤΑΥΘΟΙ] νῦν ἧσο μετ’ ἰχθύσιν〈:〉 [τὸ ἘΝΤΑΥ‐

### book 122.2

[ΘΟΙ ὁ Θρ]ᾶιξ βαρυτονεῖ· τὸ γὰρ [πε]ρ̣ι̣σ̣π̣ᾶν

### book 122.3

[τῆς νεωτέρ]ας Ἰάδος. οἱ δὲ διὰ το[ῦ] „κ̣εῖ̣σο̣“,

### book 122.4

[.........]υ̣.ο. ἐκ τοῦ ἐνταῦθα̣ [πα]ρα‐

### book 122.5.1

[.........]ης ἐκ τοῦ ἐνταυθ[ί.(.)].την

### book 122.5.2

[........]σπωμένην γεγ[ονέ]ν̣αι. Ἀ‐

### book 122.5.3

[ρίσταρχο]ς δὲ Ἀττικόν φη[σι τ]ὸ̣ ἧσο

### book 122.5.4

[ἀντὶ τοῦ] διάτριβε. ἐὰν δὲ [ψιλὴ] ἦ̣〈ι〉, εἰς

### book 122

[τὸ ὕπαρχε] μεταφραστέο[ν, .....]ο̣

### book 122.10.1

[.......(.) ἦ]σο. Ἀριστόν{ε}ικ[ος μετ’ ἰ]χθύ‐

### book 122.10.2

[σιν· ἐν ἰχθ]ύσιν οἵ ς’ ὠτειλή[ν〈:〉 .....]..

### book 123.1

[.......]ε̣ις αἷμ’ ἀπ[ο]λ̣[ιχμήσονται〈:〉]

### book 123.2

[....... ἀ]πολείχ̣ε[ιν

### book 123.3

[....... ἀ]κηδέε[σ〈:〉

### book 123.4

[.....οὐ φ]ροντίζο[ντες

### book 125*.1

τ̣[

### book 125*.2

θ[

### book 125*.3

⸐λε[

### book 126-7.1

σω[..................θρώ〈ι〉σκων τις]

### book 126-7.2

κα[τὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει /]

### book 126-7.3

ἰχ[θύς, ὅς κε φάγη〈ι〉σι〈:〉 ...........(.)] καὶ

### book 126-7.4

Ἀρ̣ί̣[σταρχος ὑπὸ τὴν φρῖκα ἀΐξε]ι̣ τῶν

### book 126-7.5.1

ἰχ[θύων τις κατὰ τὸ κῦμα κολυμ]βῶν,

### book 126-7.5.2

[ὃς φάγοι ἂν Λυκάονος δημοῦ· π]άν‐

### book 126-7.1

τ̣ω̣[ς γὰρ ἔδει τὸν μέλλοντα τοῦ †ὑ]πο‐

### book 126-7.2

φε[ρομένου† νεκροῦ ἅπτεσθαι ἰ]χθὺν

### book 126-7.3

ἀν̣[ωτέρω μετέωρον ὑπὸ τὴν φρῖκ]α ἐλ‐

### book 126-7.10.1

θεῖ̣ν̣[......................]τ̣ι

### book 126-7.10.2

...[......................] „ὑπα‐

### book 126-7.10.3

ΐξ[ει“ .....................]ν̣ διὰ

### book 126-7.10.4

το.[......................]ειον

### book 126-7.10.5

κε[...]τα[................. ὅ]πως

### book 126-7.15.1

καθ̣άπερ ε[.................].α̣ι̣

### book 126-7.15.2

ὄπισθεν ω[.................]α

### book 126-7.15.3

ν̣φιάλω〈ι〉 Ἰθ̣[άκη〈ι〉 ..........(.) ἐν τ]ῆ〈ι〉 δ’

### book 126-7.15.4

τῆς Ὀδυσσ[είας· „ὅς κέν τοι εἴπη〈ι〉σιν ὁδὸ]ν̣

### book 126-7.15.5

καὶ μέτρα [κελεύθου“. ἐν δὲ ταῖς Ἀρισταρ‐]

### book 126-7.20.1

χείοις „ὑπ[αΐξει 〈/ ...〉 ὅς κε φάγη〈ι〉σιν“ ἐγέγρα‐]

### book 126-7.20.2

πτο καὶ τ[....................(.) ὑπα‐]

### book 126-7.20.3

ΐξει ἀκου[

### book 126-7.20.4

πότνια .[

### book 126-7

δὲ „ὑ[παλύξει“ ...............(.) ὅτι ὁ]

### book 126-7.25.1

ἰχθ[ὺς ὁ Λυκάονος τὸν δημὸν φαγὼν]

### book 126-7.25.2

π{ε}ιμ̣[ελώδης γενόμενος τὸ κρύ‐]

### book 126-7.25.3

ος φε[ύξεται. ἀγνοεῖ δὲ ὅτι τὸ δια‐]

### book 126-7.25.4

νεστ[ηκὸς τῆς θαλάσσης ἐπιπολῆς,]

### book 126-7.25.5

οὐ τὸ κ[ρύος φησὶν Ὅμηρος φρῖκα·]

### book 126-7.30.1

„ὡς δ’ ὅ[θ’ ὑπὸ φρικὸς Βορέω ἀνα‐]

### book 126-7.30.2

πάλλ[εται ἰχθύσ“, τῆς ἐπιτρεχού‐]

### book 126-7.30.3

σης κα[τὰ τὴν θάλασσαν πρὸ τῆς]

### book 126-7.30.4

τοῦ χ[ειμῶνος ἐμβολῆς

### book 136.1

[]..[..]..ω̣ι̣

### book 136.2

[]η̣ι̣ [ὣς] ἄρ’ ἔφη,

### book 136.3

[ποταμὸς δὲ χολώσατο κη]ρό[θι] μᾶλλον〈:〉

### book 136.4

[]Σκ[ά]μαν‐

### book 136.5.1

[δρο]δ̣α̣ν̣α̣

### book 136.5.2

[]ανηρη

### book 140*.1

[]ἱστοροῦ‐

### book 140*.2

[σι]φανον

### book 140*.1

[]. τούτου

### book 140*.2

[]ναυδη

### book 140*.5.1

[]καιος

### book 140*.5.2

[]εκα

### book 140*.5.3

[]δ’ ἤδη

### book 140*.5.4

[]αρ

### book 140*.5.5

[]πολ‐

### book 140*.10.1

(finis columnae)

### book 140*.10.2

[ (12) ].φι̣[

### book 140*.10.3

[ (9) ]ο̣[..]ει̣πηλ̣ι̣[

### book 140*.10.4

[......(.)]α̣ Ἱππεὺς ἐν τῶ〈ι〉[

### book 140*.10.5

[......(.)]η̣σεν ὅτι οἱ τὰς.[

### book 140*.15.1

[......(.)]λέγου̣[σι]ν αὐτὸ[ν] καὶ̣[

### book 140*.15.2

[.. τὰ ὅπ]λα αὐτοῦ δεικνύουσ[ι

### book 140*.1

[......].εως ἀπὸ τῆς ὕλης τῆ[ς

### book 140*.2

[......τ]οῦ Ῥήσο̣υ προσω〈ι〉κ[ει]ω[μέ‐]

### book 144-5.1

[...... ὁ] δὲ ἀντίος ἐκ ποταμ[οῖο /]

### book 144-5.2

[ἔστη ἔχ]ων δύ̣ο δο̣ῦρε〈:〉 διειλη[

### book 144-5.3

[.......]σ̣ται̣ ὁ̣ π̣όνος, ὥς φη[σι]

### book 146.1

[..... ἐπ]εὶ κ[ε]χόλ[ω]το δαϊκ[ταμέ‐]

### book 146.2

[νων〈:〉 ὅτι ἐ]λλείπει ἡ περί· δ̣αϊ̣κ̣[ταμέ‐]

### book 146.3

[νων δὲ ἀ]νη〈ι〉ρημ̣ένων, ὁ μέσος [παθη‐]

### book 155

[τικῶς] δολιχε[γ]χέασ〈:〉 Σέλευκος {προπαρο‐}

### book 155-6.1

[ξύν]ε̣ι̣ ἥδε δέ μοι νῦν / ἠὼς ἐνδε[κάτη, ὅτ’]

### book 155-6.2

[ἐς Ἴλιο]ν ⟦.⟧ εἰλήλουθα〈:〉 ἐν τῆ〈ι〉 κατ’ Εὐ̣[ριπί‐]

### book 155-6.3

[δην καὶ] ἐν τισι ἄλλαις καὶ ἐν Δια[κό]σ̣μ̣ω̣〈ι〉 λ̣έ̣‐

### book 155-6.4

[γεται Ἀ]στεροπαῖος οὕτως· „αὐ[τὰ]ρ Πυραί‐

### book 155-6.5.1

[χμης] ἄ[γ]ε Παίονας ἀγκυλοτόξου[ς] / Πηλε‐

### book 155-6.5.2

[γόνο]ς θ’ υἱὸς περιδέξι[ος] Ἀστεροπ[α]ῖοσ“·

### book 155-6.5.3

[....].ος [γ]ὰρ αὐτὸς ἀπὸ τοῦ Διακ[όσμ]ο̣υ

### book 155-6.1

[.. εἰ] μὴ παραδέχοιτο δέ τις τὸν ⟦δ⟧ ἐ̣ν Δια‐

### book 155-6.2

[κόσμ]ω̣〈ι〉 περὶ αὐτοῦ στίχ[ον], οὐδὲν κωλύει

### book 155-6.10.1

[ἕνα τῶ]ν̣ ἐπ̣ὶ̣ μέρους ἡγεμόνων αὐτ[ὸν] ὄν‐

### book 155-6.10.2

[τα μὴ] ὠνομάσθ̣αι καθάπερ Στιχίον, Σχε‐

### book 155-6.10.3

[δίον, Φο]ίνικα, Πάτροκλον, Ἀντίλοχον,

### book 155-6.10.4

Τ[εῦκρ]ον· ὃς καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀγαμέμνο‐

### book 155-6.10.5

νο̣[ς π]ροσηγόρευται, καθὰ κα[ὶ] Ἴστρος

### book 155-6.15.1

φη[σί,] „Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε,

### book 155-6.15.2

(finis columnae)

### book 163.1

[ (22) ]α[

### book 163.2

[............ πε]ρ̣ιδ̣έ̣[ξιο]σ̣〈:〉 αν[

### book 163.3

[........ ἀμφο]τέραι̣[ς ταῖ]ς χερ̣[σὶ

### book 163

[..........].. εἰς .[...]ονα[

### book 163.5.1

τὸ δόρυ· ουτ̣[.]κ̣α̣...[.]α̣.[. Ἀ]νακ[ρέ

### book 163.5.2

ἐν Παρθενείοις· „πα[ῖς δ’] Ἀστερο[παίου γε‐]

### book 163.5.3

γένημαι, ὅς πο̣[.]ια.αε̣ν.[...]ας / ἀμ[φοτέραι‐]

### book 163.5.4

σι χερσί / ῥῖπτε{ν} καὶ .[..]α̣μ̣[

### book 163.5.5

ὁ̣ δὲ χαλκέοις θρασυ[

### book 163.10.1

γενὴς χὠμόπτο̣λισ̣[

### book 163.10.2

μάχαι θαύμαινε ..[........... ἀζα‐]

### book 163.1

λέων ἱέντα ῥόμ[βον“ ..........ἀμφο‐]

### book 163.2

τέραις, τὴν δ’ ἀσπί[δα προαπέβαλεν, ὅ‐]

### book 163.3

τι δύσχρηστος ἐν [ὕδασιν

### book 163.15.1

καὶ Ἀχιλλ....[

### book 163.15.2

ὅθεν καὶ ἐν τῶ〈ι〉 ἀγῶ[νι ἆθλα μόνα τό τε]

### book 163.15.3

ξίφο[ς] αὐτοῦ τίθησιν [„ἀργυρόηλον /]

### book 163.15.4

καλὸ̣ν Θρη〈ΐ〉κιον“ κ[αὶ τὸν θώρακα „χάλκεον,]

### book 163.15.5

ὧ〈ι〉 π[ε]ρὶ χεῦμα φα̣[εινοῦ κασσιτέροιο]

### book 163.20.1

ἀμ̣φ[ι]δεδ{ε}[ί]νη[ται“

### book 163.20.2

(finis columnae)

### book 163.20.3

[ ]α̣

### book 163.20.4

[ ]

### book 163.20.5

[ ]σ̣υν

### book 163.25.1

[ ]

### book 163.25.2

[ ]ο̣ι̣

### book 163.25.3

[ ]υ̣ν̣

### book 163.25.4

[ ]ς̣

### book 163

[ ].ς

### book 163.30.1

[ ]

### book 163.30.2

[ ]ε

### book 163.30.3

[ ]

### book 163.30.4

[ ]

### book 163.30.5

[ ].

### book 195*.1

σανται̣[...](.)κ̣α̣[..].π̣ασ̣[..(.)].νκατέλεξα

### book 195*.2

Ἀχελω[ΐου] ἀργυροδ[ί]νεω, / ἐξ οὗ πᾶσα

### book 195*.3

θάλασ[σα“. κ]αὶ Μεγακλείδης δ’ [ἐ]ν̣ αʹ Πε‐

### book 195*.4

ρὶ Ὁμή[ρο]υ γράφει· „ποῖον ῥεῖθρο[ν] μεῖζον

### book 195*.5.1

Ἀχελώ̣[ι]ο̣υ, ‘ἐξ οὗπερ πάντες ποτ[α]μοί‘;“ .ὁ

### book 195*.5.2

μέντ[οι γ’] Ἀρίσταρχος Ὁμηρικὸν αὐτ[ὸ]ν

### book 195*.5.3

ἀποφ[αίν]ει· τὰ γὰρ ῥεύματα ἐξ Ὠκεαν[ο]ῦ

### book 195*.1

εἶναι. [Σέλ]ευκος δ’ †ἐν εʹ [Ἡρ]ακλείας· „πῶ̣[ς

### book 195*.2

δ’ ἐπορ[εύθ]η̣ς ῥεῦμα Ἀ[χ]ε̣λ̣[ω]ΐου ἀργυ[ρο‐]

### book 195*.10.1

δίνα, / Ὠκεανοῦ ποταμοῖ̣ο̣ [δι’] εὐρέος ὑγ[ρ]ὰ

### book 195*.10.2

κέλευθ̣α;“. τοῦτο δὲ ἐμφαίν̣ε̣[ι]ν καὶ Πίν‐

### book 195*.10.3

δαρον, λέγοντα τὸν αὐλητικὸν κ[ά]λα‐

### book 195*.10.4

μον Ἀχελώιο[υ] ὕ̣[λη]ν, ἀντὶ̣ [το]ῦ̣ ὕδατ̣ο̣[ς·]

### book 195*.10.5

„πρόσθα μὲν ἲ̣ς Ἀχελωΐου [τ]ὸν ἀοιδ[ότα‐]

### book 195*.15.1

τον / Εὐρωπία κρά̣να Μέλ[α]ν̣[ό]ς τε π[οτ]α‐

### book 195*.15.2

μοῦ ῥοαὶ τρέφον κάλαμο[ν“ (ἑ]τέρως

### book 195*.15.3

γοῦν λέγειν· „Ὠκεανοῦ πέτ̣[αλ]α̣ κράνα[σ“),

### book 195*.15.4

πολλούς τε πρὸ Δήμητρο[ς] θύειν Ἀ‐

### book 195*.15.5

χελώιωι, ὅτι πάντων πο[τα]μῶν ὄνο‐

### book 195*.20.1

μα ὁ Ἀχελῶιος κα[ὶ] ἐξ ὕδα[τος] ὁ καρπός.

### book 195*.20.2

Ἔφορος δ’ ἐν βʹ [φησὶ] τὸ [ἐ]ν Δωδώνη〈ι〉 μ[αν‐]

### book 195*.20.3

τ〈ε〉ῖον σχεδὸν ἐν ἅπα̣σ̣ι̣ τοῖς χρησμοῖς

### book 195*.20.4

προστάττειν Ἀχελ[ώι]ω〈ι〉 θύειν, ὅθε̣[ν]

### book 195*.20.5

τοὺς Ἕλληνας πᾶ[ν] ὕ̣δ̣ω̣[ρ] πό̣τιμ̣ον

### book 197.1

νομίζειν Ἀχελῶι[ο]ν καὶ φρείατα [μ]α‐

### book 197.2

κρὰ νάουσιν〈:〉 ὅτι ἀντὶ τοῦ νάει, ῥεῖ. μά‐

### book 203.1

κρὰ δὲ ἀντὶ τοῦ βαθέα τὸν μὲν [ἄρ’ ἐγ‐]

### book 203.2

χέλυές τε καὶ ἰχθύεσ〈:〉 ἴσως ὅτι [μάλι‐]

### book 203.3

στα σαρκοφαγοῦσιν αἱ ἐγχέλυες, [κατ’] ἐ‐

### book 203.4

ξοχὴν εἴρηνται· καὶ ἐλλείπε[ι] τὸ ἄ̣[λ‐]

### book 203.5.1

λοι, ἵν’ ἦι καὶ ο̣ἱ̣ ἄλλοι ἰχθύ[ε]ς, ὁμοί[ω]ς

### book 203.5.2

τῶι „τῆ〈ι〉 μέν τ’ οὐδὲ ποτητὰ π[α]ρέρχ[ε‐]

### book 203.5.3

ται οὐδὲ πέ[λ]εια[ι] / τρή[ρω]ν[εσ]“. ἴ̣σ̣[ως]

### book 203.5.4

δ’ ὅτι ἐν ἰλύ̣ϊ̣ ε[ἰ]σὶ καὶ σαρ̣[κ]ὸ[ς ἀνθρωπεί‐]

### book 203.5.5

ου λιχνεύονται. ἢ κεχώ[ρικεν αὐτὰς ἀπὸ]

### book 203.10.1

τ[ῶ]ν ἰχθύων, ὅτ[ι ο]ὔτε [ἐξ ὀχείας γίνον‐]

### book 203.10.2

τα[ι], καθά φησιν Ἀρ[ι]σ̣τ[οτέλης, οὔτε]

### book 203.10.3

ζωοτοκοῦσιν οὔτε [σπερματικοὺς πόρους]

### book 203.10.4

οὔτε ὑστερικοὺς ἔχουσιν, ἀλλ’ ἐκ τῶν

### book 203.10.5

καλουμένων γῆς ἐντέρ⟦ι̣κ̣⟧ων {ης} α[ὐ]τό‐

### book 203.15.1

μαται συνίστανται ἐν τῶι πηλῶ〈ι〉 καὶ ἐν

### book 203.15.2

τῆ〈ι〉 γῆ〈ι〉 τ[ῆ〈ι〉] ἐνίκμωι. ζῶσι δὲ̣ [κ]αὶ τρέφον‐

### book 203.15.3

τ[αι] ὀμβρ̣[ίω〈ι〉] ὕδατι· ἐν [τ]αῖς γοῦν τελματώ‐

### book 203.15.4

δεσι λίμ[ναι]ς τοῦ τε [ὕ]δατος παντὸς ἐ‐

### book 203.15.5

ξαναλω[θ]έντος καὶ τοῦ πηλοῦ ἐξυσθέν‐

### book 203.20.1

τ[ο]ς γ{ε}ίνονται πάλιν, ὅταν ὕδωρ γένη‐

### book 203.20.2

ται ὄμβριον. ἐν δὲ τοῖς αὐχμοῖς οὐ γ{ε}ί‐

### book 203.20.3

νονται οὐδ’ ἐν ταῖς διαμενούσαις λί‐

### book 203.20.4

μναις. ἐν δὲ τῶ〈ι〉 ζʹ φησὶν αὐτὸν λέ‐

### book 203.20.5

γειν Δί̣δ̣υ̣μος ἀμαρτύρως ὅτι καὶ ἀλ‐

### book 203.25.1

ληλοφάγον ἐστὶν καὶ ὅτι ζῆ〈ι〉 ζʹ καὶ ηʹ

### book 203.25.2

ἔτ̣η. ἔστι δὲ καὶ μονογενὲς πάλιν,

### book 203.25.3

οὐ τὸ μὲν ἄρσεν, τὸ δὲ θῆλυ. καὶ ἐν τῶ〈ι〉

### book 203.25.4

ἀγορανομικῶ〈ι〉 δὲ νόμω〈ι〉 Ἀθηναίων

### book 203.25.5

διέσταλται ἐγχελύων τέλη καὶ ἰχθύ‐

### book 203.30.1

⸐ων ἀ[μ]φεπένοντο〈:〉 περὶ αὐτὸν ἐγί‐

### book 203.30.2

νο[ν]το̣ ἐνεργοῦντες. προαναπεφώ‐

### book 203.30.3

νηκε δὲ τὸ τρίτη〈ι〉 ἡμέρα〈ι〉 ἐσόμενον,

### book 203.30.4

ὅτε ἔμελλεν ἐπιπλεῖν· ἢ τότε ἔκει‐

### book 203.30.5

το ἐν ταῖς ἄμμοις, 〈κ〉αὶ ἐγχέλυες ἤδη αὐ‐

### book 204.1

τοῦ ἤσθιον ἐνδύουσαι δημὸν ἐρε‐

### book 204.2

πτόμενοι ἐπινεφρίδιον κείροντεσ〈:〉

### book 204.1

ὅτι ἡ π{ε}[ι]μελὴ [πε]ρὶ τοὺς νεφρούς ἐστι.

### book 204.2

τὸ δ’ ἐρεπ[τ]όμε[νο]ι σκληρῶς ἐπὶ τῶν

### book 204.5.1

ἰχθύων κεῖται· ἐπ{ε}ὶ γὰρ τ⟦η⟧ῶν τῆ〈ι〉

### book 204.5.2

γλώσση〈ι〉 λαμβανόντων ἀπὸ τῆς ἔρας

### book 204.5.3

[⸐]τὸ ἐρέπτεσθαι. κείροντες· δαπανῶν‐

### book 205,213.1

τες μετὰ Παίονας: ἐπὶ Παίονας ἀνέ‐

### book 205,213.2

ρ[ι] εἰδόμενοσ〈:〉 κα[ὶ Ἀ]ρίσταρχος διχῶς,

### book 214.1

εἰδόμενος κ[αὶ] „εἰσάμε[ν]οσ“ περ[ὶ] μὲν

### book 214.2

κρατέεισ〈:〉 περ[ι]σσῶς δὲ [ἰσ]χυρὸς ε̣ἶ αἴ‐

### book 214.3

συλα〈:〉 ἄν[ο]μα· καὶ π[αρὰ] καθῆκον

### book 217.1

ἐξ [ἐ]μέθεν γ’ ἐλάσα[σ〈:〉 σὺν τ]ῶ〈ι〉 γ· παρὰ

### book 217.2

[δ]ὲ Ἀριστοφάνει „πελ[άσασ“] πεδίον

### book 217.3

[κ]ατὰ μέρμερα ῥέ[ζε〈:〉 τὰ] μερίμνης

### book 217.4

Inter hanc columnam et sequentem a margine superiore incipientia haec verba ad

### book 217.5

perpendiculum directa exstant:

### book 217

Ἀμμώνιος Ἀμμωνίου γραμματικὸς ἐσημειωσάμην

### book 218.1

⸐ἄξια κακά ἐρατεινὰ ῥέεθρα〈:〉 ὁ Σιδώνιός

### book 218.2

φησιν ὅτ[ι] ὁ πο[ι]ητὴς ἐξέ[πε]σεν εἰς τὴν

### book 218.3

διηγη[μ]ατικὴν κατασκε[υ]ὴν μιμη‐

### book 218.4

τικῶν ὄντω̣ν̣ τῶν λόγω[ν. ο]ἱ δὲ τὰ φύ‐

### book 218.5

σει [κα]ὶ πρὸ τῆς παραποταμίας μάχης

### book 219-20.1

ἐρατεινά οὐδέ τί πη〈ι〉 δύναμαι π[ρ]ο‐

### book 219-20.2

χέειν ῥόον εἰς ἅλα δῖαν / στε[ι]νόμενος

### book 219-20.3

νε[κ]ύεσσι〈:〉 στενοχωρούμ[εν]ος. παρὰ

### book 219-20.4

[τ]αῦτ̣α̣ Ἀλκαῖος· „στένω .[..] Ξάνθω ῤ[ό‐]

### book 219-20.5.1

[ο]ς̣ ἐς θάλασσαν / ἴκανε“· καὶ ἐν Ὀδυσσεία〈ι·〉

### book 219-20.5.2

„α̣ἶ̣[ψ]α κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ

### book 219-20.5.3

μάλ’ ἐόντα / †φεύγοντες† στείνοιτο“, οὐ‐

### book 220.1

χ ὡς Σοφοκλῆς ‘στενάζοι‘ νεκύεσσιν〈:〉 ὑ‐

### book 220.2

⸏πὸ νεκύων. ἀϊδήλω⟦.⟧ς· ἀφανιστικῶς

### book 221

ἔασον〈:〉 αἱ Ἀριστάρχ〈ε〉ιοι οὕτως, ἵνα τὸ σύ‐

### book 221.1

νηθες ἡμῖν ἦι. οἱ δὲ ἀντὶ τοῦ χορτά‐

### book 221.2

σ̣θ̣ητι παρὰ τὸ „αἵματος ἆσαι Ἄρηα“, οὐ

### book 221,225-6.1

κ ε̣ὖ ἄγη· πλησμονή Ἕκτορι πειρη‐

### book 221,225-6.2

θῆναι〈:〉 ἀντὶ τοῦ Ἕκτορι θέλω ἕως πέρα‐

### book 229-32.1

⟦.⟧τος ἐξ ἐναντίας πολεμῆσαι ὦ πόποι,

### book 229-32.2

ἀργυρότοξε, Διὸς τέκος, οὐ σύ γε βουλάς /

### book 229-32.3

†ἐφράσαο† Κρονίωνος, ὅ τοι μάλα πόλλ’ ἐ‐

### book 229-32.4

πέτελλε / Τρωσὶ παρεστάμεναι καὶ ἀ‐

### book 229-32.5.1

μύνειν, εἰς ὅ κεν ἔλθη〈ι〉 / δείελος ὀψὲ δύων〈:〉

### book 229-32.5.2

ἀποτείνεται ἐπὶ τὰ κοινῶς εἰρημέ‐

### book 229-32.5.3

να πρὸς πάντας· „ἀμφοτέροισι δ’ ἀρή‐

### book 229-32.5.4

γεθ’, ὅπη〈ι〉 νόος ἐστὶν ἑκάστου· / εἰ γὰρ Ἀ‐

### book 229-32.5.5

χιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, /

### book 229-32.10.1

οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πη‐

### book 229-32.10.2

λείωνα ⟦(δείδω μὴ καὶ τεῖχος ὑπέρ)⟧“.

### book 229-32.10.3

αὐξητικῶς οὖν εἴρηκεν ὁ ποταμός·

### book 229-32.10.4

ἢ κατὰ τὸ σιωπώμενον οἰητέον

### book 229-32.10.5

τὴν̣ ἐ⟦.⟧ντ[ο]λὴν γεγενῆσθαι, ὅθεν

### book 229-32.15.1

καὶ „αὐ̣τὰρ Ἀπόλλων οἶος ἐδύσετο

### book 229-32.15.2

Ἴ[λ]ιον ἱρήν· / βέμβλετο γὰρ οἱ τεῖχος

### book 230.1

⸐ἐϋδμήτοιο π[ό]ληοσ“ εἰρύσαο〈:〉 πρὸς σε‐

### book 230.2

⸐αυτὸν ἐποιήσ̣ω, ἐφύλαξας ὅ{σσ}τοι〈:〉 ὅς

### book 232.1

σοι δείελος ὀψὲ δύων: ὅτ̣[ι ἀν]τὶ τοῦ

### book 232.2

δε[ίλη ἀρσενικῶς,] ὡ̣ς „θυρεὸν μέγαν“ ἀν‐

### book 232.3

τ̣ὶ̣ [τοῦ θύραν .....]τ̣ο̣ δὲ ὁ δείελος κατὰ

### book 232.4

[.......... ἀπὸ] τῆς ζʹ ὥρας· ἐκείνη

### book 234.1

[.]ε.[............]τ̣ης, αὕτη δὲ ὀψία κρη‐

### book 234.2

μνο[ῦ ἀπαΐξασ〈:〉 ἀφ]ορμήσας [ἀ]πὸ τοῦ κρη‐

### book 234.3

μ̣ν[ο]ῦ̣[ὁ δ’ ἐπέσσυ]το οἴδματι θυίων〈:〉 δυ‐

### book 234.4

ν̣[α]τ̣ώ̣τ̣[ερα ἢ Ἀχι]λλεὺς ἐφορμῆσαι

### book 234.5

τ̣[ὰ κύματα τοῦ πο]ταμοῦ, ἐνθουσιῶν‐

### book 236,238.1

[.]ο̣.[....... ἅλισ〈:〉 ἀ]θ̣ρόως χέρσον δέ〈:〉 τοὺς

### book 236,238.2

λ̣ε̣[λ]ο̣υ̣μ̣έ̣[νους ....(.)] εἰς τὸ πεδίον ἐ‐

### book 238-9.1

⸐κτὸς ἑ̣αυ̣[τοῦ ἐξέβ]α̣λλεν: ζωιοὺς δὲ σά‐

### book 238-9.2

ω κατὰ [καλὰ ῥέεθρ]α, / κρύπτων ἐν δί‐

### book 238-9.3

νη〈ι〉σι βα[θ]ε[ίη〈ι〉σι〈ν:〉 οἷο]ν ἐν κόλπω〈ι〉 τινὶ ὕδα‐

### book 238-9

τος ὡς ἐπὶ τ[ῆς Τυρ]οῦς· „πορφύρεον δ’ ἄ‐

### book 238-9.5.1

ρα κῦμα πε[ριστάθ]η οὔρεϊ ἶσον / κυρτω‐

### book 238-9.5.2

θέν, κρύψε[ν δ]ὲ [θεὸν] θνητήν τε γυναῖ‐

### book 238-9.5.3

κα“. τρία δὲ [μὴ κατ’ ἄ]νδρα· τοὺς νεκροὺς

### book 238-9.5.4

ἐκβάλλει, τ[οὺς ζῶν]τας σώζει, πρὸς Ἀ‐

### book 240.1

⸐χιλλέα μ̣[άχεται] δεινὸν δ’ ἀ[μ]φ’ Ἀχι{λ}‐

### book 240.2

⸏λῆα κυκ̣[ώμενον] ἵστατο κῦ[μ]α· Πρω‐

### book 240.3

ταγόρας φησ[ὶ πρὸ]ς τὸ διαλαβεῖν τὴν

### book 240.4

μάχην τὸ ἐ[πεισό]διον γεγονέναι τὸ ἑ‐

### book 240.5.1

ξ̣ῆ̣ς̣ τῆ̣ς̣ Ξά[νθου κα]ὶ θνητοῦ μάχης, ἵν’

### book 240.5.2

εἰς τὴν θ̣ε̣ομ[αχία]ν̣ μεταβῆ〈ι〉· τάχα δὲ

### book 240.5.3

ἵνα καὶ τὸ̣ν̣ [Ἀχιλ]λ̣έ[α] αὐξήση〈ι〉 καὶ προ‐

### book 240.5.4

καταπονή̣σ̣[ας τοῖς προ]τ̣έ̣ρ̣οις κινδύ‐

### book 240.5.5

νοις ποιήση̣〈ι〉 [αὐτὸν .....]ς καταλαμ‐

### book 240.10

βάνοντα τὸ [πεδίον. ἐπ]ήδα δὲ οὐ‐

### book 246-7.1

⸐κ ἐν τῶ〈ι〉 ῥείθρω〈ι〉 [ἔτι, ἀλλ’ ἐν τ]ῶ〈ι〉 πεδίωι ὁ

### book 246-7.2

δ’ ἄρ’ ἐκ {.} δ{ε}ίν[ης ἀνορούσ]ας / ἤϊξεν ΠΕ‐

### book 246-7.3

ΔΙΟΝΔΕ ποσὶ κ[ραιπνοῖσι] πέτεσθαι〈:〉 τῶ〈ι〉

### book 246-7.4

δὲ ἅρματι οὐ̣[κ ἦν χρῆσθαι,] μὴ καθάπερ

### book 246-7.5

ἐν 〈ε〉ἱρκτῆι τῶ〈ι〉 [...... κινδ]υνεύση〈ι〉 ὑπὸ

### book 246-7.1

συρέντων τῶ[ν .........(.)]ς̣ καὶ τοῦ πο‐

### book 246-7.2

ταμοῦ θᾶσσ̣[ον .....(.) κἂν] ἠφανίζε‐

### book 246-7.3

το ἡ ἀγων̣[ία.......] εἰ κινδύ‐

### book 246-7.4

⸐νου ὁ ἀ̣γω̣[νιῶν .......].ν δὲ τῶ〈ι〉 τό‐

### book 246-7.10.1

νωι .(.)[................]έστησε τὸν

### book 246-7.10.2

τ[

### book 246-7.10.3

ξ[

### book 246-7.10.4

ο[

### book 246*.1

δ[

### book 246*.2

λ̣ι̣.[.]η̣ς.[

### book 246*.3

δε[.]πη.[..................... „ἀνε‐]

### book 246*.4

δύσ̣ετο λί[μνησ“ ...............εδύ‐]

### book 246*.5.1

⟦ι⟧σετο π̣ελ[

### book 246*.5.2

ως ἐκ λίμν̣[ης

### book 246*.5.3

τ̣αι ὡς ἐν.[

### book 247.1

⸐ἤϊ̣ξεν πεδ[ίοιο〈:〉 ὅτι ἐλλείπει ἡ διά ποσὶ]

### book 247.2

κραιπνοῖσ[ι πέτεσθαι〈:〉 ............]

### book 249.1

φέρεσθαι ἀκ[ροκελαινιόων〈:〉 μελαινό‐]

### book 249.2

μενος κατὰ τὰ [...................]

### book 249.3

τ[...(.)]τα γὰρ τ̣α[.................]

### book 249.4

θαλά̣σ̣σια φ⟦ε⟧α[....................(.)]

### book 249.5.1

τυφλὸς ἐκ γεν̣[ετῆς .............]

### book 249.5.2

ὕδατ.....(.) [.....................]

### book 249-50.1

[ἵν]α μ[ιν παύσειε πόνοιο / δῖον Ἀχιλλῆα〈:〉]

### book 249-50.2

τοῦ κα[τὰ τὸν πόλεμον ἔργου. Ἀριστοφά‐]

### book 251

νης δ[ὲ „φόνοιο“, ........... ὅσον τ’ ἐπὶ]

### book 252.1

δουρὸ[ς ἐρωή〈:〉 .................. αἰ‐]

### book 252.2

ετοῦ ο[ἴματ’ ἔχων .......... θηρη‐]

### book 252.3

τῆροσ〈:〉 [............ μέλανας ὀφθαλ‐]

### book 252.4

μοὺς̣ [ἔχοντος

### book 252.5.1

σωμα̣[

### book 252.5.2

αἰετο̣[

### book 252.5.3

[.]αισε[

### book 252.5.4

δα̣ιοθ̣[

### book 252.5.5

ηται κ̣[

### book 252.10.1

ἱστορη̣[ς

### book 252.10.2

ρον φ[

### book 252.10.3

τύ̣π̣τ̣[

### book 252.10.4

καὶ κρ̣[ατιστο

### book 252.10.5

κη κα̣[............(.) „καλεῖται με‐]

### book 252.15.1

λανά̣[ετος καὶ λαγωφόνος. ἐκτρέ‐]

### book 252.15.2

φει δὲ [μόνος τὰ τέκνα οὗτος καὶ ἐξά‐]

### book 252.15.3

γει. ἔ[στι δὲ ὠκυβόλος καὶ εὐθήμων]

### book 252

καὶ ἄ[φθονος καὶ ἄφοβος καὶ μάχιμος]

### book 282*.1

[.....(.)] δ̣ιη〈ι〉ρῆσθαι, καθ’ ὃν λόγον τὸ

### book 282*.2

[.......].ν̣ ε δασυντεόν, τὸ δὲ α

### book 282*.3

[ψιλωτέον]· ἀ̣πὸ̣ ταὐτοῦ δ’ εἴρηκεν·

### book 282*.4

[„ὅν ῥά τ’ ἔνα]υλος ἀποέρση〈ι〉 χειμῶν⟦ος⟧ι

### book 282*.5.1

[περῶντα“] καὶ „Ἥρη δὲ⟦ι⟧ μέγα ἄϋσε περι‐

### book 282*.5.2

[δείσας’ Ἀχι]λ{λ}ῆϊ, / μή μιν ἀπο〈έ〉ρσειε μέ‐

### book 282*.5.3

[γας ποταμὸ]ς βαθυδίνησ“, καὶ ἕρσαν

### book 282*.5.4

[..... δρόσ]ον, καὶ „χωρὶς δ’ αὖθ’ ἕρσαι“· εἰ‐

### book 282*.5.5

[..... αἱ ἁ]παλαὶ καὶ δροσώδεις. Κράτης

### book 282*.10.1

[δὲ „εἰλθέ]ντα“, ἵν’ ἦι ἐρχθέντα. καὶ τὴν

### book 282*.10.2

[ἐξουλῆς] δίκην ἐντεῦθεν. ἐκτίθη‐

### book 282*.10.3

[σι δὲ καὶ Σ]όλωνος ἐκ εʹ ἄξονος· „ἐξο̣υ̣‐

### book 282*.10.4

[λῆς· ἐάν τι]ς̣ ἐξείλληι, ὧν {ε}ἂν δίκην 〈ν〉ι̣‐

### book 282*

[κήση〈ι〉 τις, ὅσ]ο̣υ̣ {ε}ἂν ἄξιον ἦ〈ι〉, εἰς δημόσι‐

### book 282*.15

[ον .......]ι̣ν καὶ τῶ〈ι〉 ἰδιώτη〈ι〉, ἑκατέρω〈ι〉

### book 283.1

[ἴσον“ ἔναυλ]ο{υ}σ〈:〉 χ〈ε〉ιμάρρους ὡς Ἀρίσταρ‐

### book 283.2

[χος ......].ν παραμήκεσι τόποις

### book 283.3

[..........].νεσ̣αι ἐν τοῖς αὐλῶσιν

### book 283.4

[..........] α̣ὐλῶνες οἱ στενοὶ καὶ ἐ‐

### book 283.5.1

[πιμήκεις τό]π̣οι. ὁ δὲ Θρᾶιξ τὰ κοιλώ‐

### book 283.5.2

[ματα, ..... α]ἱ ἐκ⟦...⟧ρύσεις τῶν πο‐

### book 283.5.3

[ταμῶν πίμπλ]α̣νται· „καὶ ἐμπί{ν}πλη‐

### book 283.5.4

[θι ῥέεθ]ρα / ὕδ̣α̣[το]ς ⟦..⟧ ἐκ πηγέων,

### book 283.5.5

[πάντ]ας δ’ ὀρόθυνο̣ν ἐναύλουσ“. αὐ̣‐

### book 283.10

[λὸς δὲ] πᾶν τὸ στεν̣ο̣ῦν. θ̣ύ̣ε̣ι οὖν ὁ̣

### book 283

[Σιμό]εις δ̣ιὰ τὸ στενο̣ύ̣μεν[ο]ν π̣η̣‐

### book 286.1

[γῶν ἄ]θροισμα χειρὶ δὲ χεῖρα [λ]αβόν‐

### book 286.2

[τες] ἐπιστώσαντ’ ἐπέεσσι〈:〉 διὰ δε‐

### book 286.3

[ξιᾶς] πίστιν ἐποιήσαντο τῶν λό‐

### book 286.4

[γω]ν̣. Ἀριστοτέλης δὲ μὴ βοηθῆ‐

### book 286.5.1

[σαι] αὐτοὺς Ἀχιλλεῖ, ὅτι Ἥφαιστος

### book 286.5.2

[ἀντ]ετέτακτο τῶ〈ι〉 Ξάνθω〈ι〉. ἄτοπον

### book 286.5.3

[δὲ κ]αὶ νεανιεύεσθ̣α̣ι̣ πρὸς ἤπ̣[ιο]ν̣

### book 287.1

[θεό]ν τοῖσι δὲ μύθων ἦρχε Πο‐

### book 287.2

[σειδ]άων ἐ[ν]οσίχθων〈:〉 ὅτι Ποσει‐

### book 287.3

δ̣ῶ[νος] κα[ὶ] Ἀθηνᾶς κα[ὶ] ἄλ̣[λων]

### book 287.4

μ̣ὴ̣ ὄντων ‘τοῖσ‘ εἶπεν, ὡς κα̣[ὶ]

### book 287.5.1

ἐν Ὀδυσσεία〈ι〉 ἐπὶ Καλυψοῦς κ̣[αὶ]

### book 287.5.2

Ὀδυσσέως· „τοῖσι δὲ μύθων ἦρ̣[χε]

### book 288

⸐Καλυψώ, δῖα θεάων“ μή τάρ τι λί‐

### book 290.1

ην τρέε: μὴ ὑποχώρει Ζηνὸς ἐπα[ι‐]

### book 290.2

νήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθή‐

### book 290.3

νη〈:〉 ἀθετεῖται, ὅτι {ὄνομα} οὐκ εἴ‐

### book 290.4

ρηκεν ὄνομα τοῦ θεοῦ, ἀλλ’ ἐγώ,

### book 290.5.1

μεταβεβληκὼς τὴν ἰδέαν

### book 290.5.2

εἰς ἄνδρα· [κ]αὶ γ[ὰ]ρ̣ οὐ⟦κα⟧δὲ κατὰ

### book 290.1

τὴν ἄφοδον σημείω〈ι〉 ἐπιφανεῖ

### book 290.2

τὸν Ἀχιλλέα ἐθάρσυνεν· „οὐδὲ Σκά‐

### book 290.3

⸐μανδρος ἔληγε τὸ ὃν μένος ἀλλ’ ἔ‐

### book 290.10.1

τι μᾶλλον / χώετο Πηλείωνι“.

### book 290.10.2

πρ̣ὸς ταῦτα λέγει Σέλευκος ἐν τῶ〈ι〉 γʹ

### book 290.10.3

Κατὰ τῶν Ἀριστάρχου σημείων ὅτι

### book 290.10.4

ἀνδράσιν ὡμοιωμένοι ὅμως κατὰ

### book 290.10.5

τ[ὸ] σ̣[ι]ωπώμενον διὰ τῆς δεξιώσε‐

### book 290.15.1

ω[ς] ἴχνη τοῦ θεοὶ εἶναι παρέχον‐

### book 290.15.2

[τ]α̣ι̣· [ἐ]πεὶ πῶς εἰρήκασι „τ[ο]ί̣ω γάρ τοι

### book 290.15.3

νῶι θεῶν ἐπιταρρόθω [εἰμ]έν“;

### book 290.15.4

καὶ [ὑ]πὸ Διὸς δὲ κατὰ τὸ σ[ιω]π̣ώμε‐

### book 290.15.5

νον ἐπέμφθησαν. ἐν [δ]ὲ τῶ〈ι〉 ε̣ʹ

### book 290.20.1

[τ]ῶν Διορθωτικῶν ὁ αὐτὸς [ἀ]θ̣ετε̣ῖ̣

### book 290.20.2

σὺν τοῖς ἑξῆς β̣ ὡς περισσο̣[ύ]ς. οὐ‐

### book 291

κ εἶναι δὲ οὐδ’ ἐν τῆ〈ι〉 Κρητικῆ〈ι〉 πο‐

### book 292.1

ταμῶ〈ι〉 γε〈:〉 ὑπὸ τοῦ ποταμοῦ λωφή‐

### book 292.2

σει〈:〉 ἐνδώσει. ἀπὸ τῶν τοὺς λόφους

### book 292.3

τοὺς τραχήλους ὑποτιθέντων

### book 292.4

ζώιων· τέως γὰρ ζυγομαχοῦν‐

### book 292.5.1

τα ἐνδιδῶσιν ζευχθέντα. καὶ

### book 292.5.2

[ὁ] Καλλίμαχος· „ἦλθεν ὁ βοῦς

### book 293

ὑ[π’ ἄ]ροτρον ἑκούσιο⟦ν⟧σ“ πυ[κ]ινῶς

### book 318?*.1

.......[

### book 318?*.2

ι..ος.[

### book 318?*.3

⸐..υπ.[

### book 318-9?*

...δε.[

### book 319-21?*.1

π̣εριοντα[

### book 319-21?*.2

..ο̣ν..[

### book 319-21?*.3

τ̣α ποταμ̣[

### book 319-21?*.4

τον απ̣τ̣[

### book 319-21?*.5.1

ὑπ’ ἄσιοσ̣[

### book 319-21?*.5.2

μας εκ[

### book 319-21?*.1

.βασ̣τα[

### book 319-21?*.2

[.]π̣ε̣ν̣τ[

### book 319-21?*.3

].[

### book 319-21?*.10

(fort. finis columnae)

### book 327*

[⸐]καθή〈ι〉ρει, κατ̣[έβαλλε, καὶ δασύνεται]

### book 331.1

ὄρσεο, ΚΥΛΛΟΠΟ[ΔΕΙΟΝ, ἐμὸν τέκοσ〈:〉]

### book 331.2

Πτολεμαῖος [τὴν παρατέλευτον περι‐]

### book 331.3

σπᾶι, ὅτι πάν[τα

### book 331.4

ἐπὶ παρεσχά[τ

### book 331.5.1

.ον φασιν, ὅτ̣[ῖ

### book 331.5.2

τακ̣τ̣αι τὸ ι.[

### book 331.5.3

κον νῦν ἀλλ[

### book 331.5.4

[.]ος αὐτοῦ κ̣α[

### book 331

τὸ ἔσ̣χ̣α[το]ν[

### book 331.10.1

πόδειον. β̣έλ[τιον ................(.)]

### book 331.10.2

οὐδετέρω〈ι〉 γὰ[ρ πρεπόντως, ἀλλὰ]

### book 331.10.3

ἀκ⟦..⟧αίρως τ[ὸ ἐπίθετον κεῖται]

### book 331.10.4

πρὸς τὴν φι[λανθρωπ

### book 331.10.5

ὅτι ὑπομεν[

### book 331.15.1

.[.]ν χειρουτ̣[

### book 331.15.2

τοιοῦτο οὖν ἐ̣[.............(.) Σκα‐]

### book 332.1

[⸐]μάνδρωι θε̣[.......... ἠΐσκομεν〈:〉 ὡ‐]

### book 332.2

μ̣οι̣οῦμεν· ε[ἰκότως νομίζομεν ὅ‐]

### book 332.3

τι [ὕδω]ρ πυρ[ὶ ἐναντίον

### book 332.4

.(.)ν̣ε̣ων πο̣[

### book 334-5.1

ε αὐτὰρ ἐ[γὼ Ζεφύροιο〈:〉

### book 334-5.2

ἐν βʹ Περὶ τ̣[

### book 334-5.1

μένων φη[σὶν ὅτι Ζέφυρος ὁ ἀπὸ ἑσπέ‐]

### book 334-5.2

ρας καὶ [ὁ] ἀ̣π̣[ὸ μεσημβρίας Νότος κα‐]

### book 334-5.5.1

λεῖται παρὰ [.......(.), Νότος δὲ ἀργε‐]

### book 334-5.5.2

στής, ὅτι εἰς [τὴν Τροίαν ἀπὸ τῆς Πε‐]

### book 334-5.5.3

λοποννήσ[ου πνεῖ, ἔνθα κεῖται τὸ]

### book 334-5.5.4

Ἄργος. τὸ δ’ ἐξ [ἀνέμων δύο κεκραμένον]

### book 335.1

⸐θύελλα εἴσο[μαι〈:〉 πορεύσομαι ........(.)]

### book 335.2

αὐτοὺς ἄλλο[ν ἀλλαχόθεν. Ζηνόδο‐]

### book 335.3

τος δὲ γράφει̣ [„ὄρσασα“ ὥστε τὸ εἴσομαι]

### book 336

γνώ[σ]ομαι αὐτ̣[ούς ἥ κεν ἀπὸ Τρώων κεφα‐]

### book 337*.1

λάσ〈:〉 τοὺς Τρῶ[ας .................]

### book 337*.2

ξιν τὴν φλό[γα, ..... Ἡσίοδος· „καῦ‐]

### book 337*.3

μα δὲ θεσπ[έσιον κάτεχεν χάοσ“

### book 337*.4

]τ̣ευ̣[

### book 337*.5

]ομ[

### book 351

]ἠδὲ̣ κ̣[ύπειρον〈:〉 αἱ ἐκ τῶν πό‐]

### book 351.1

[λεων „ἠδὲ] κ̣ύπα[ι]ρ[ον“

### book 351.2

[........(.) ]ὅ̣τι τὰ..[

### book 353.1

[........(.) ]ἐξῆλ̣θο̣ν̣ [τείρο]ν[τ’ ἐ]γχ[έ‐]

### book 353.2

[λυές τε κ]αὶ ἰχθύεσ〈:〉 [ὅ]τι κεχωρισ‐

### book 355.1

[μένοι ἐγ]χ̣έλυες καὶ ἰχθύες πνο[ι‐]

### book 355.2

[ῆ〈ι〉 τειρό]μ̣ενοι〈:〉 τῆ〈ι〉 ἀποφορᾶ〈ι〉 τοῦ π̣[υ‐]

### book 355.3

[ρὸς κα]τ[α]πονούμενοι. „ῥιπῆ〈ι〉“ δὲ ἡ .[..]

### book 356.1

[..].[..(.) κ]αίετο δ’ ἲς ποταμοῖο〈:〉 ἢ [ἰ‐]

### book 356.2

[σχυρὸς ποτ]αμός. οἱ̣ δὲ τὸν καί σύν‐

### book 356.3

[δεσμον ἐλά]μ̣βα[ν]ο̣ν̣, τὴν δὲ ἕ ἀντωνυ‐

### book 356.4

[μίαν, ἵνα] ἦ〈ι〉 ‘κα[ὶ] α̣ὐ̣τὸν τοῦτο προσεῖ‐

### book 356.5.1

[πεν ἲς πο]τ̣α̣μ̣[οῖο‘. ἀ]ντιμαρτυρεῖ δὲ

### book 356.5.2

[τὸ „φῆ πυρὶ] κα[ιό]μ̣ενοσ“ καὶ τὸ „αὐτὰρ

### book 356.5.3

[ἐπεὶ Ξάνθ]ο̣ι̣ο δάμη μένοσ“· διὰ γὰρ

### book 361.1

[.......]ν̣.υ.απτέον ἀνὰ δ’ ἔφλυε

### book 361.2

[καλὰ ῥέε]θ̣[ρ]α〈:〉 ἡ φ[λ]υκτὶς ἀνάζεσις

### book 363

[τοῦ ὕδα]τος. [ο]ἱ δὲ̣ ἐ̣πλήθυε κν{ε}ί‐

### book 363.1

[σην μελδ]όμενοσ〈:〉 Ἀρίσταρχος καὶ

### book 363.2

[ἡ Καλλιστ]ράτου̣ σὺν τῶ〈ι〉 ν κνίσην,

### book 363.3

[ἵν’ ἦ〈ι〉 συὸς] τὴν κνῖσαν τήκων, ὁμοί‐

### book 363.5.1

[ως τῶι „κ]νίσην δ’ ἐκ πεδίου ἄνε‐

### book 363.5.2

[μοι φέρο]ν“. κνίση δὲ οὐ μόνον ὁ ἐ‐

### book 363.5.3

[πίπλου]ς, ἀλ〈λ〉ὰ πᾶν λίπος. τὰ κν{ε}[ί‐]

### book 363.5.4

[ση δὲ ο]ὐδέποτε εἴρηκεν Ὅμηρο[ς].

### book 363.5.5

[κυρίως] δ’ ἐστὶ μέλδειν, ὡς Δίδυ‐

### book 363.10.1

[μος, τ]ὰ μέλη ἔ̣δειν. ὡμοίωσε δὲ̣

### book 363.10.2

[τὴν μὲ]ν ὑπὸ τῶ〈ι〉 ὕδατι γῆν τῶ〈ι〉 λέ̣‐

### book 363.10.3

[βητι, τ]ὸ̣ δ’ ὕδωρ τῶ〈ι〉 λίπει. Κράτη[ς]

### book 363.10.4

[δ’ ἐν . Δ]ιορθωτικῶν γραφομέ‐

### book 363.10.5

[νου „ΜΕ]ΛΔΟ〈ΜΕ〉Ν̣〈Ο〉“ φησὶν ἀντὶ τοῦ με[λ‐]

### book 363.15.1

[δομέ]νου διὰ τὸ τοὺς ἀρχαίους

### book 363.15.2

[τῶ〈ι〉 ο τ]ὸ υ μὴ προστιθέναι ἀγνο̣‐

### book 459-60

[ ].[

### book 459-60.1

[ἀπόλ]ω̣ντ̣[αι / πρόχνυ κακῶσ〈:〉

### book 459-60.2

[ ἀπο]λ̣εῖται[

### book 459-60.3

[ ]υσιας ἐ.[

### book 459-60.5

[ ]προσω π[ρὸ γο]ν̣ά[των

### book 462-3

[ ]ειν Ἐν[οσίγ]αι’, [οὐκ ἄν με]

### book 462-9?*.1

[σαόφρον]α μ[υθήσαι]ο / ἔν̣[μεναι, εἰ δὴ]

### book 462-9?*.2

[σοί γε βρο]τῶν ἕ[νεκ]α π[τολεμίξω〈:〉

### book 468-9

[......ὣς] ἄρα φ[ωνή]σας [πάλιν ἐτρά‐]

### book 468-9.10.1

[πετ’· αἴδ]ε̣το γ[ά]ρ̣ [ῥα] /π̣ατ̣[ροκασιγνή‐]

### book 468-9.10.2

(finis columnae)

### book 474*

[ ].[..]..[

### book 474*.1

[ ].τι.[

### book 474*.2

[ ]αὔτω[ς

### book 474*.3

[ ].ειρεα[ς

### book 474*.5.1

[ ὡς] γὰρ ὁ ἀθὴρ̣ [καταψώμενός]

### book 474*.5.2

[ἐστ]ι λεῖ̣ος, ἀνάπαλ[ιν δὲ τραχύς,]

### book 474*.5.3

[οὕτω]ς τὰ Κρητικὰ β̣[έλη ἐμπήσσε‐]

### book 474*.5.4

[τα]ι μὲν τῆ〈ι〉 σ̣αρκὶ ἀ[κωλύτως, ἐξέρ‐]

### book 474*.5.5

[χετ]αι δὲ δυσχερῶ[ς διὰ τὰς ἀπαγκι‐]

### book 475-7.1

[στρ]ώ̣σεις [μ]ή σευ̣ [νῦν ἔτι πατρὸς]

### book 475-7.2

[ἐ]νὶ μμεγάρ[ο]ισιν ἀ[κούσω / εὐχομέ‐]

### book 475-7.3

[ν]ου ὡς τὸ [πρὶ]ν ἐν [ἀθανάτοισι θε‐]

### book 475-7.4

[οῖσι]ν / ἄντ[α Π]οσ〈ε〉ι[δάωνος ἐναν‐]

### book 475-7.5

[τίβιον πολ]εμίζε[ιν〈:〉

### book 475-7.15.1

[ ]...οι.[

### book 475-7.15.2

[ ].γὰρ μ[

### book 475-7.15.3

[ ]ιωσ[

### book 475-7.15.4

[ ]ρ̣σι[

### book 475-7

[ ].[

### book 512.1

[].ην̣[ .[

### book 512.2

[στυφέ]λιξε.. ν̣[

### book 513.1

[] ἔρις καὶ α[

### book 513.2

[νεῖκοσ〈:〉 καὶ „νείκεα“ πληθυν]τικῶς. ε[

### book 516?*.1

[]ε̣λητο εξ[

### book 516?*.2

(fines columnarum)

### book inc,d

[ ]αρσουκ̣[

### book inc,d.1

[ ].ιωναμ̣[

### book inc,d.2

[ ]ε̣ρεται ο̣ι̣ω[

### book inc,d.3

[ ].νιωε.αιμ̣[

### book inc,d.5.1

[ ]υγετ̣α̣ι τ[

### book inc,d.5.2

[ ]ο̣λ̣.[.]ν̣α̣[

### book inc,d.5.3

[ ]τ[

### book inc,d.5.4

[ ].[

### book inc,e.1

[ ]λ̣ο̣φ[

### book inc,e.2

[ ].ικαν[

### book inc,e.3

[ ]ευο̣θ̣[

### book inc,e

[ ]ο..εσ̣[

### book inc,e.5.1

[ ]απι̣νδ̣[

### book inc,e.5.2

[ ]ρκ̣.(.)τα̣[

### book inc,e.5.3

[ ]Ἀ̣ρχιλ[οχ

### book inc,e.5.4

[ ]της α̣.[

### book inc,e.5.5

[ ]φεν̣[

### book inc,f.1

[ ]ω̣[

### book inc,f.2

[ ]ρ.[

### book inc,f.3

[ ]νι.[

### book inc,f.4

[ ]οτ̣ι[

### book inc,f.5.1

[ ]αι.[

### book inc,f.5.2

[ ]σο̣μ̣[

### book inc,f.5.3

[ ]ν̣[

### book inc,f.5.4

[ ]ωμ̣[

### book inc,f

[ ]..[

### book inc,k.1

[ ]ν̣[

### book inc,k.2

[ ]ο̣ι̣[

### book inc,k.3

[ ]εκ̣[

### book inc,k.4

[ ]μ̣[

### book inc,k.5.1

[ ]ελ̣[

### book inc,k.5.2

[ ]ε[

### book inc,k.5.3

[ ]ι[

### book inc,k.5.4

[ ]η̣[

### book inc,k.5.5

[ ]σ̣α[

### book inc,k.10.1

[ ]ο[

### book inc,k.10.2

[ ]η̣[

### book inc,l

[ ].[..]τ̣[ο]ῦτο [

### book inc,l

[ ].ορ.(.)[. ἱ]στοροῦ̣[

### book inc,m.1

[ ]. α.[

### book inc,m.2

[ ].ι.[

### book inc,m.3

[ ]ο̣με̣[

### book inc,m.4

[ ]πο.εν[

### book inc,m.5.1

[ ]αι και.[

### book inc,m.5.2

[ ].αι ἀνε[

### book inc,m.5.3

[ ]ρ̣ι τουτο̣[

### book inc,m

(finis columnae).

### book 1a.1

πόρον: ἤτοι τὸν ποταμὸν περιφραστικῶς—οἱονεὶ

### book 1a.2

Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· | ὅθεν εἰκότως ὁ

### book 1a.3

ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διΐ. Ξάνθος δὲ προσηγορεύθη,

### book 1a.4

ἀφ’ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν

### book 1a.5

αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας. A

### book 1b.1

πόρον 〈... ποταμοῖο〉: τὸν πορευτὸν αὐτοῦ τόπον, A

### book 1b.2

b(BCE3E4)T „καὶ Θρύον Ἀλφειοῖο πόρον“ (Β 592). A οἱ

### book 1b.3

δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου (cf. Φ 2) κατὰ περίφρασιν τὸν

### book 1b.4

Ξάνθον. A b (BCE3E4)T | Ἀριστοφάνης γράφει „ῥόον“. AT

### book 1c.1

ἐϋρρεῖος: ἀπὸ τοῦ εὐρύς, καὶ κατ’ ἐπένθεσιν τοῦ ι. ἢ ἀπὸ

### book 1c.2

τοῦ εὐρέης εὐρέ〈ε〉ος καὶ κράσει. T

### book 2a.1

Ξάνθου δινήεντος: Ξάνθου, ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας.

### book 2a.2

δινήεντος δὲ b(BCE3)T τοῦ περιφερῆ ῥεύματα ἔχοντος.

### book 2a.3

b(BCE3E4)T

### book 2b.1

ὃν ἀθάνατος τέκετο Ζεύς: πῶς ὕστερον μέν φησιν ἐπὶ

### book 2b.2

τοῦ Ὠκεανοῦ „ἐξ οὗ περ πάντες ποταμοί“ (Φ 196), νῦν δὲ Διὸς τὸν

### book 2b.3

Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ δὲ

### book 2b.4

ῥεύματος χορηγὸς ὁ Ὠκεανός· „ἐξ οὗ περ πάντες ποταμοί“ (Φ 196),

### book 2b.5.1

„πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544. Δ 68 al.). b(BCE3E4)T ἢ

### book 2b.5.2

διὰ τὸ πλέον χειμάρρουν εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι· φησὶ

### book 2b.5.3

γοῦν „ὀρόθυνον ἐναύλουσ“ (Φ 312), „ὅν ῥα τ’ ἔναυλος ἀποέρσῃ

### book 2b

b(BE3E4)T χειμῶνι περῶντα“ (Φ 283). T

### book 2c.1

ὃν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει „ἀθάνα‐

### book 2c.2

τον“, ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος λέγηται, ἀλλ’ ὁ Ξάνθος. καὶ ἐν ἄλλοις

### book 2c.3

δὲ εἴρηται „υἱὸς Σπερχειοῖο, τὸν ἀθάνατος τέκετο Ζεύσ“ (Β 741). καὶ

### book 2c.4

καθόλου „ἀθανάτοισι θεοῖσι“ (Α 520. Ε 882 al.). A

### book 2d.1

ἄλλως· ὃν ἀθάνατος τέκετο Ζεύς: ὡς „υἱὸς Πειριθόοιο, τὸν

### book 2d.2

ἀθάνατος τέκετο Ζεύσ“ (Β 741) καὶ „ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ“

### book 2d.3

(Ο 85). T

### book 3.1

ἔνθα διατμήξας 〈τοὺς μὲν πεδίον δὲ δίωκε〉: θαυμαστήν

### book 3.2

τινα τὴν φαντασίαν ὑποτίθεται, ὑφ’ ἑνὸς τοσαύτας μυριάδας ἀνδρῶν

### book 3.3

διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυεῖν αὐτὸν τάξεων εἶναι, b(BCE3E4)T

### book 3.4

ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν. T | τάχα οὖν ποικίλλει τὸν

### book 3.5.1

λόγον, μόνον αὐτὸν λαμβάνων. ἦσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε. b(BCE3

### book 3.5.2

E4)

### book 4

〈ᾗ περ Ἀχαιοί:〉 γράφεται „ᾗπερ οἱ ἄλλοι“. Aim

### book 5a.1

ἤματι τῷ προτέρῳ, ὅτ’ ἐμαίνετο 〈φαίδιμος Ἕκτωρ〉:

### book 5a.2

τὸ τῆς Νεμέσεως ἔδειξεν ὅτι, δι’ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται·

### book 5a.3

b(BCE3E4)T καὶ ὅ φησιν „ὁμοιΐου πτολέμοιο“ (Ι 440. Ν 358

### book 5a.4

al.), τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς. T

### book 5b.1

ὅτ’ ἐμαίνετο φαίδιμος Ἕκτωρ: τοῦτο ἄν τις σημειώσαι‐

### book 5b.2

το πρὸς τὸ „τινάσσετο μαινομένοιο“ (Ο 609)· γράφουσι γάρ τινες

### book 5b

„μαρναμένοιο“. AT

### book 5c.1

ἐμαίνετο: ἐνθουσιωδῶς ἐμάχετο· διὸ οὐκ εἶπεν ‘ἐμάρνατο‘.

### book 5c.2

b(BCE3E4)T

### book 6-7.1

〈τῇ ῥ’ οἵ γε〉 προχέοντο 〈πεφυζότες, ἠέρα δ’ Ἥρη /

### book 6-7.2

πίτνα—ἐρυκέμεν: προχέοντο〉 ὡς ἐπὶ τῶν προβάτων,

### book 6-7.3

„ἐπ’ ἀλλήλῃσι κέχυνται“ (Ε 141), b(BCE3E4)T τὸ ἄτακτον

### book 6-7.4

καὶ ἀνώμαλον τῆς φυγῆς τούτων δηλοῖ. b(BCE3E4) εἰ δὲ Ἥρα

### book 6-7.5.1

ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν ἐπιχέεται, τοῖς δὲ οὔ; ἀλλὰ

### book 6-7.5.2

καὶ Ἀθηνᾶ „ἀχλύν / θεσπεσίην κατέχευε“ (η 41—2) τῷ Ὀδυσσεῖ,

### book 6-7.5.3

καὶ Ποσειδῶν τῷ Ἀχιλλεῖ ἀχλὺν ἐπέχει (cf. Υ 321—2). ὥστε οὖν

### book 6-7.5.4

ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα. T

### book 6.1

πεφυζότες: δειλιῶντες· b(BE3E4)T „θεσπεσίη ἔχε φύ‐

### book 6.2

ζα“ (Ι 2), ἀντὶ τοῦ δειλία. T

### book 7.1

πίτνα: ἐξέτεινε, b(BCE3)T „πιτνὰς εἰς ἐμὲ χεῖρασ“

### book 7.2

(λ 392). T

### book 8

εἰλεῦντο: συνωθοῦντο. b(BCE3)Til

### book 9a.1

〈ἐν δ’〉 ἔπεσον: οὐκ εἶπεν ἐνέβησαν, ἀλλ’ ἐνέπεσον, τὸ

### book 9a.2

ἀκούσιον τῆς φυγῆς θέλων σημᾶναι. b(BCE3E4)T

### book 9b.1

πατάγῳ: πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων βοῆς

### book 9b.2

ὕδατος. b(BE3E4)T καὶ Θουκυδίδης (7,84,3)· „ἐπί τ’ αὐτὸν

### book 9b.3

ἐμπίπτουσιν οὐδενὶ κόσμῳ.“ T

### book 9c

ἄλλως· πατάγῳ, βράχε 〈...〉 ἴαχον (Φ 10) 〈...〉

### book 9c

ἀλαλητῷ (Φ 10): πάντα ταῦτα συνήγαγε πρὸς ἔμφασιν. T

### book 10.1

ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον: αἱ περὶ αὐτὸν ὄχθαι

### book 10.2

ἀμφίαχον. ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις, 〈ἵν’〉 ᾖ ὡς

### book 10.3

συνᾴδουσαι τοῖς ἐγχωρίοις· b(BCE3E4)T ἔμφασιν δὲ ἔχει ὁ

### book 10.4

τόπος ἐφ’ ἑκατέραν ὄχθην τοῦ ψόφου καὶ τῆς βοῆς ἀνακλωμένων. T

### book 11a.1

ἔννεον ἔνθα καὶ ἔνθα 〈ἑλισσόμενοι περὶ δίνασ〉:

### book 11a.2

ἔνιαι τῶν κατὰ πόλεις „νήχοντ’ ἔνθα καὶ ἔνθα“. | τὸ δὲ ἔνθα καὶ

### book 11a.3

ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι. A

### book 11b.1

ἔνθα καὶ ἔνθα 〈ἑλισσόμενοι〉: οἱ μὲν πρὸς τὸ ἀνωφερές,

### book 11b.2

οἱ δὲ πρὸς τὸ κατωφερὲς ἑλισσόμενοι· καὶ ἔμπροσθεν „ἡμίσεες δέ /

### book 11b.3

ἐς ποταμὸν εἰλεῦντο“ (Φ 7—8). ἢ ἐπὶ πολλοὺς τόπους διερρῖφθαι

### book 11b.4

τοὺς νηχομένους φησίν· διὰ γὰρ τούτου τοὺς οὐκ εὐχερῶς νήχεσθαι

### book 11b.5

δυναμένους διὰ τὴν σφοδρότητα τοῦ ῥεύματος δείκνυσιν. T

### book 11c

〈περὶ δίνας:〉 γράφεται „κατὰ δίνασ“. Aim

### book 12-4.1

ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς 〈πυρὸς ἀκρίδες ἠερέθον‐

### book 12-4.2

ται / —καθ’ ὕδωρ〉: ἐπεὶ ταπεινὴ ἡ εἰκών, ἐφαίδρυνεν αὐτὴν

### book 12-4.3

λέξεσι, τῷ ῥιπῆς (12) καὶ τῷ ἠερέθονται (12)· ἅπτουσι δὲ οἱ γεωρ‐

### book 12-4.4

γοὶ πῦρ, διώκοντες αὐτὰς τοῦ σπόρου. b(BCE3E4)T ἐμφερέ‐

### book 12-4.5.1

στατα δὲ ἐφ’ ἑκατέρου τῇ εἰκόνι κέχρηται· τὸ μὲν γὰρ ἀκαταμάχητον

### book 12-4.5.2

τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων

### book 12-4.5.3

ἀκρίσιν (cf. 12). b(BE3E4)T ἐντεῦθέν τινες Κύπριόν φασι τὸν

### book 12-4.5.4

ποιητήν· κατά τινας γὰρ χρόνους ὀχλεῖται ἡ Κύπρος ὑπὸ ἀκρίδων, ὡς

### book 12-4

〈ἡ〉 Κυρήνη καὶ ἡ Βάρκη. T

### book 12a.1

ἀκρίδες: παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν· „ὃς αἰζηῶν

### book 12a.2

ἔκραε κηδεμόνασ“ (Call. fr. 551). AT ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι

### book 12a.3

τὰ ἄκρα ἐσθίειν. A b (BE3E4)T βροῦχος δὲ παρὰ τὸ βρύκειν. T

### book 12b.1

ἠερέθονται: ἐρεθίζονται. b(BE3E4)T πλεονάζει γὰρ

### book 12b.2

τὸ η, ὡς „ἠμύει“ (Β 148). T

### book 14a1.1

ὄρμενον {ἐξαίφνης}: ψιλῶς τὸ ὄρμενον· παρὰ γὰρ τὸ

### book 14a1.2

ὄρω κέκλιται ψιλούμενον καὶ βαρυνόμενον. καὶ ἤτοι ἐκ τοῦ ὠρμένον

### book 14a1.3

ἐστί, παρῳχημένον σημαίνοντος, καὶ ἔπαθε συστολὴν καὶ ἀναδρομὴν

### book 14a1.4

τοῦ τόνου, ἢ καὶ ἐκ τοῦ ὀρόμενον συνεκόπη. A

### book 14a2.1

ψιλωτέον τὸ ὄρμενον· ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ ψιλουμένου

### book 14a2.2

καὶ βαρυνομένου ὀρόμενον ὄρμενον b(BCE3)T κατὰ συγκοπήν,

### book 14a2

ἢ ἐκ τοῦ ὠρμένον συστολῇ καὶ ἀναδόσει τοῦ τόνου. T

### book 14b

πτώσσουσι: ἐμπίπτουσι καταπτήξασαι. b(BCE3E4)T

### book 16a1.1

κελάδων ἐπιμίξ: βαρυτονητέον τὴν μετοχήν· κελάδον‐

### book 16a1.2

τος γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα, „πὰρ ποταμὸν κελά‐

### book 16a1.3

δοντα“ (Σ 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ

### book 16a1.4

εἴπομεν ἤδη πολλάκις (e. g. ad Ξ 60). A

### book 16a2.1

{κελάδων ἐπιμίξ:} τὸ μὲν κελάδων βαρυντέον· φησὶ γοῦν

### book 16a2.2

„πὰρ ποταμὸν κελάδοντα“, οὐ κελαδοῦντα. τὸ δὲ ἐπιμίξ ὀξυτονη‐

### book 16a2.3

τέον. T

### book 16a3.1

ὁ κελάδων ἀντὶ τοῦ ἠχῶν. παροξυτόνως δέ· | παρὰ πο‐

### book 16a3.2

ταμὸν γὰρ κελάδοντα, b(BCE3E4) οὐ κελαδοῦντα, φησίν. b

### book 16a3.3

(BCE3)

### book 17a.1

{αὐτὰρ} ὁ διογενής: μόνον τοῦτον οὕτω δίχα τοῦ κυρίου

### book 17a.2

καλεῖ. T

### book 17b1.1

δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ: ὅτι ἀποτίθεται μὲν

### book 17b1.2

τὸ δόρυ ῥητῶς, ἀναλαμβάνει δὲ οὐ κατὰ τὸ ῥητόν, ἀλλ’ ὕστερον (sc.

### book 17b1.3

Φ 67—70) αὐτῷ φαίνεται χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον,

### book 17b1.4

ἀγνοοῦντα ὅτι πολλὰ δεῖ προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργού‐

### book 17b1.5

μενα. A

### book 17b2

οὐ δηλοῖ, πῶς ἀνέλαβεν αὐτό. T

### book 17c.1

ὄχθῃ: ὄχθη καὶ κρημνὸς ταὐτόν· φησὶ γοῦν „μεσσοπαγὲς

### book 17c.2

δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθησ“ (Φ 172) καὶ „οὐ δύνατ’ ἐκ κρημνοῖο ἐρύσσαι“

### book 17c.3

(Φ 175). b(BE3E4)T ὄχθαι δὲ οἱ παραποτάμιοι κρημνοί. T

### book 18a.1

κεκλιμένον μυρίκῃσιν, 〈ὁ δ’ ἔσθορε δαίμονι ἶσος:

### book 18a.2

κεκλιμένον〉 περικεκλεισμένον, κεκρυμμένον. | πᾶσαν ἰδέαν μάχης

### book 18a.3

διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐν ταῖς ναυσί, καινόν τι

### book 18a.4

ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ τὴν παρὰ τῷ ποταμῷ μάχην, b(BC

### book 18a.5.1

E3E4)T οὐ μόνον τὴν μονοείδειαν περιϊστάμενος, ἀλλὰ καὶ T

### book 18a.5.2

καινὰς διαθέσεις ἐπεισφέρων τῇ ποιήσει· τετάρτην γὰρ ταύτην συνι‐

### book 18a.5.3

στὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἶδε βαρβάρους

### book 18a.5.4

Ἀχιλλεῖ, καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε

### book 18a.5.5

μάχην παρεισάγει καὶ τὸν ποταμὸν †καθίστησιν†, εὔλογον ἀφορμὴν

### book 18a.10

λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν (cf. Φ 218—20). b(BCE3E4)T

### book 18b.1

ἄλλως· κεκλιμένον μυρίκῃσιν, ὁ δ’ ἔσθορε: Πυθοκλῆς

### book 18b.2

ὡς ἓν προφέρεται τὸ ὁ δέ, ἵν’ ᾖ ἀντὶ τοῦ καί, ὡς ἠδὲ καὶ ἰδέ. T

### book 18c

ἔσθορε: γράφεται καὶ „ἔνθορε“. AT

### book 20.1

τύπτε δ’ ἐπιστροφάδην: συνεστραμμένως, ἰσχυρῶς. ἢ

### book 20.2

μηδένα τόπον παραλιμπάνων, b(BCE3E4)T ὡς καὶ ἐπὶ τῆς

### book 20.3

τειχομαχίας· „πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν / ἐρράδατ’

### book 20.4

ἀμφοτέρωθεν“ (Μ 430—1)· ἑκατέρωθεν γὰρ T ὑπ’ ὄψιν ἤγαγε

### book 20.5

τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων παρέστησε. b(BE3E4)

### book 20

T στόνος δὲ ἀεικὴς ὁ δεινὸς καὶ χαλεπὸς στεναγμός. b(BE3E4)

### book 22-4.1

ὡς δ’ ὑπὸ δελφῖνοσ〈—λάβῃσιν〉: καλῶς τὰ

### book 22-4.2

τῆς παραβολῆς. ὅτε μὲν γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν, οἱ δὲ φεύγοντες εἰς

### book 22-4.3

τὸν ποταμὸν συνωθοῦντο, τὸν μὲν πυρί, τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν·

### book 22-4.4

ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τό‐

### book 22-4.5.1

πον ἡ παραβολὴ συνᾴδει. b(BCE3E4)T καλῶς δὲ καὶ δελφῖνι

### book 22-4.5.2

εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος δὲ ὄντος τοῦ

### book 22-4.5.3

δελφῖνος τὸ ἄλλοι (22) εἶπεν. καὶ Πίνδαρος (fr. 306) „ἰχθὺν παιδο‐

### book 22-4.5.4

φάγον“ ἐπὶ τοῦ κήτους. T

### book 22.1

μεγακήτεος: μέγα κύτος ἔχοντος, ὡς „μεγακήτεϊ νηΐ“

### book 22.2

(Φ 222. Λ 5 al.). b(BCE3E4)T ἢ μεγάλου κήτους. b(BCE3)T

### book 23.1

μυχούς: τὰς διαδύσεις. b(BCE3E4)T γίνεται δὲ b(BC

### book 23.2

E3) παρὰ τὴν νύκτα, b(BCE3)T νυχὸς καὶ μυχός. b(BCE3)

### book 25a1.1

ποταμοῖο κατὰ δεινοῖο: δίνας ἔχοντος καὶ ἤδη „ἀκρο‐

### book 25a1.2

κελαινιόωντοσ“ (cf. Φ 249). T

### book 25a2

μεγάλου καὶ θαυμαστοῦ. b(BCE3E4)

### book 26a.1

πτῶσσον: κατέπτησσον ταπεινοῦντες αὑτούς. b(BCE3

### book 26a.2

E4)T κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας τοῖς ὕδασιν ὄχθας.

### book 26a

b(BE3E4)T

### book 26b.1

κάμε χεῖρας ἐναίρων: Ἑρμόδωρος ὁ ῥαψῳδὸς χεῖρας

### book 26b.2

ἐναίρων ἤκουε ‘χειροκοπῶν‘, κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν

### book 26b.3

τὸ σκυλεύειν, ὅθεν καὶ „κατηναρισμένασ“ φησὶν ὁ Σοφοκλῆς (Ai. 26). T

### book 27.1

δυώδεκα λέξατο 〈κούρουσ〉: ὡς εἰς θυσίαν μέλλων

### book 27.2

παριστάνειν τὴν καλουμένην δωδεκάδα. μεγάλην δὲ τὴν ὑπεροχὴν διὰ

### book 27.3

τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμαλώτους λέγων

### book 27.4

οἵους καὶ ὅσους ἐβούλετο, εἶτα καὶ τούτους καθ’ ἕνα συνδῆσαι, ὥσπερ

### book 27.5.1

ἀνδράποδα προτείνοντας τὰς χεῖρας (cf. Φ 30). b(BCE3E4)T | τοί‐

### book 27.5.2

νυν συνυπούργουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι, τὸ δὲ ὅλον ἦν τὸ

### book 27.5.3

αὐτοῦ. b(BE3E4)

### book 29.1

{ἐξῆγε} θύραζε: καταχρηστικῶς, ὡς καὶ „ἐκ πόντοιο θύραζε“

### book 29.2

(Π 408). T

### book 31a1.1

τοὺς αὐτοὶ φορέεσκον 〈ἐπὶ στρεπτοῖσι χιτῶσι〉:

### book 31a1.2

περιπαθῶς ἄγαν: ταῦτα γὰρ ἀφορμὴ γέγονε τῶν δεσμῶν αὐτοῖς, ἃ εἰς

### book 31a1.3

σωτηρίαν ἐπήγοντο. T

### book 31a2.1

περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ ὅτι ταῦτα αὐτοῖς ἀφορ‐

### book 31a2.2

μὴ τῶν δεσμῶν ἐγένετο, ἃ εἰς σωτηρίαν ἐπήγοντο. b(BCE3E4)

### book 31b.1

ἐπὶ στρεπτοῖσι χιτῶσι: ὅτι στρεπτοὺς χιτῶνας τοὺς

### book 31b.2

νηστούς: ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα:

### book 31b.3

„αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνοσ“ (Ε 113). A

### book 31c.1

στρεπτοῖσι: ἀντὶ τοῦ κλωστοῖς: ἐνήθετο γὰρ καὶ ἡ κρόκη.

### book 31c.2

οὐδέποτε δὲ ἐγινώσκετο τρῖψις κρόκης, ἀλλὰ νῆσις. Μένανδρος (fr.

### book 31c.3

783 Koe.)· „κρόκην δὲ νήσεις στήμονα“. b(BCE3E4)T

### book 33a.1

〈αὐτὰρ ὁ ἂψ ἐπόρουσε:〉 ἐν ἐνίαις „αὐτὸς δ’ αἶψ’ ἐπ‐

### book 33a.2

όρουσεν“. AT

### book 33b.1

δαϊζέμεναι μενεαίνων: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου

### book 33b.2

ὅτι ἀντὶ τοῦ δαΐξαι προθυμούμενος κατὰ τὸ συντελικόν. A

### book 33c

〈δαϊζέμεναι:〉 γράφεται „κατακτάμεναι“. Aim

### book 34a.1

υἱεῖ: περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον· καὶ

### book 34a.2

γάρ ἐστιν ἀπὸ τῆς υἱεύς. b(BCE3)T

### book 34b.1

ἄλλως· ἔνθ’ υἱεῖ Πριάμοιο 〈συνήντετο〉: μετέβαλεν εἰς

### book 34b.2

ἄλλην διάθεσιν, ποικίλλων τὴν διήγησιν. πρῶτος οὖν καὶ τὸ τῶν

### book 34b.3

περιπετειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν.

### book 34b.4

πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον. b(BCE3E4)T

### book 36a1

ἀλωῆς: ὅτι ἀλωὴν τὴν δενδροφόρον γῆν νῦν λέγει· ἐπι‐

### book 36a1

φέρει γὰρ „ὁ δ’ ἐρινεόν“ (Φ 37). A

### book 36a2

δενδροφόρου γῆς. b(BCE3E4)

### book 36b

οὐκ ἐθέλοντα: ἀντὶ τοῦ πρὸς βίαν. b(BCE3)Til

### book 37a.1

ἐννύχιος 〈προμολών〉: εἶπε γὰρ „πολλὰς μὲν ἀΰπνους

### book 37a.2

νύκτας ἴαυον“ (Ι 325). T

### book 37b.1

ἐρινεόν: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐρινεοῦ νέους

### book 37b.2

ὄρπηκας. καὶ ἐν Ὀδυσσείᾳ (ς 396)· „ὁ δ’ ἄρ’ οἰνοχόον βάλε χεῖρα“

### book 37b.3

ἀντὶ τοῦ οἰνοχόου. ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ. A

### book 38.1

{τάμνε νέους} ὄρπηκας: ὁ Ἀσκαλωνίτης (p. 59 B.) ἐνθάδε

### book 38.2

γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας, ἐπεί, φησί, παρὰ τὸ ὀρού‐

### book 38.3

ειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳ‐

### book 38.4

δίαις φησίν· „ὅσα ὀνοματικῶς σχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων,

### book 38.5.1

ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ.“ γελοῖον δὲ τὸ

### book 38.5.2

τοιοῦτον. ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπ〈ε〉ὶ τὸ α καὶ τὸ ε κατα‐

### book 38.5.3

λήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ

### book 38.5.4

„ἅρπη“ (cf. Τ 350), „ἁρπάζω“ (cf. Γ 444. Μ 305 al.), „ἁρπαλέοσ“

### book 38.5.5

(cf. ζ 250. θ 164 al.), „ἑρπετόν“ (cf. δ 418), „ἑρπύζω“ (cf. Ψ 225.

### book 38.10.1

α 193 al.), „ἅρπυ〈ι〉α“ (Π 150), καὶ τὸ ὄρπηξ τούτοις συνεξομοι‐

### book 38.10.2

οῦντές τινες ἠθέλησαν δασύνειν· οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ

### book 38.10.3

τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεονασμῷ φησι τοῦ π γεγενῆ‐

### book 38

σθαι τὸ ὄνομα. A

### book 37-8a.1

ὁ δ’ ἐρινεὸν 〈ὀξέϊ χαλκῷ /〉 τάμνε νέους ὄρπη‐

### book 37-8a.2

κας: ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν μεταβέβηκεν. b(BCE3)T |

### book 37-8a.3

ὄρπηξ (cf. 38) δὲ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω πλεονασμῷ τοῦ π,

### book 37-8a.4

b(BE3)T εἰ καὶ 〈ὁ〉 λόγος κελεύει αὐτὸ δασύνεσθαι· τὸ γὰρ α

### book 37-8a.5.1

καὶ τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, „ἅρπη“

### book 37-8a.5.2

(cf. Τ 350), „ἑρπετόν“ (cf. δ 418)· οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ. T

### book 37-8b.1

ἄλλως: ὁ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ / τάμνε 〈νέους

### book 37-8b.2

ὄρπηκασ〉: εἰ διαστείλαιμεν βραχὺ ἐπὶ τὸ τάμνε (38), γένοιτ’ ἂν

### book 37-8b.3

εὐλογώτερον τὸ σχῆμα, A b (BE3)T ὡς πρὸς τὸ σημαινόμενον

### book 37-8b.4

ἀπηντηκότος αὐτοῦ. A

### book 37-8c.1

ἄλλως· ὁ δ’ ἐρινεὸν〈—ὄρπηκασ〉: ἀντὶ τοῦ

### book 37-8c.2

ἐρινεοῦ, ὡς „γυναῖκά τε θήσατο μαζόν“ (Ω 58) b(BCE3E4)T καὶ

### book 37-8c.3

„οἰνοχόον βάλε χεῖρα“ (ς 396). | τινὲς δὲ ἀντὶ τοῦ ξύλου· οὐ γὰρ

### book 37-8c.4

εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τε‐

### book 37-8c.5

θεικώς. T

### book 39-48.1

τῷ δ’ ἄρ’ ἀνώϊστον〈—νέεσθαι〉: ἀναγκαίως

### book 39-48.2

προεκτίθεται τὰ περὶ αὐτὸν ἅπαντα, ἵνα ἑξῆς (sc. Φ 74—84) ἱκετεύον‐

### book 39-48.3

τος αὐτοῦ γνώριμος ὁ λόγος καθεστήκῃ. b(BCE3E4)T

### book 39.1

ἀνώϊστον: ἀνεπιλόγιστον· νωΐσασθαι γὰρ τὸ νοῆσαι.

### book 39.2

b(BCE3E4)T 〈ἢ〉 παρὰ τὸ 〈ὀ〉ΐσασθαι ἀνόϊστον καὶ κατ’

### book 39

ἐπέκτασιν. T

### book 40a.1

〈καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε:〉

### book 40a.2

ὅτι Aim ἐλλείπει ἡ εἴς, AimTil εἰς Λῆμνον. Aim

### book 40b.1

〈Λῆμνον〉 ἐϋκτιμένην 〈ἐπέρασσε〉: ἤδη γὰρ αὐτὴν

### book 40b.2

ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν. κυρίως δὲ περάσαι τὸ εἰς πέραν

### book 40b.3

ἀποδόσθαι. T

### book 41.1

〈νηυσὶν〉 ἄγων: ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ „λούσας’

### book 41.2

ἐν ποταμῷ“ (η 296). T

### book 42-3a.1

κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, 〈πολλὰ δ’ ἔδωκεν, /

### book 42-3a.2

Ἴμβριος Ἠετίων〉: τὸ ἑξῆς ἐστιν ἐλύσατο Ἴμβριος Ἠετίων.

### book 42-3a.3

διὰ μέσου δὲ τὸ πολλὰ δ’ ἔδωκεν (42). A

### book 42b.1

ξεῖνός μιν ἐλύσατο, 〈πολλὰ δ’ ἔδωκεν, / Ἴμβρι‐

### book 42b.2

ος Ἠετίων〉: ἐπιξενωθεὶς ἠλευθέρωσε. | τὸ δὲ ἑξῆς ξεῖνός μιν

### book 42b.3

ἐλύσατο (42) Ἴμβριος Ἠετίων (43). b(BCE3)T

### book 43a.1

Ἴμβριος Ἠετίων: πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι

### book 43a.2

τοῖς Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν· ἐπεί τοι διὰ τί μὴ

### book 43a.3

τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν; T

### book 43b

Ἀρίσβη〈ν〉: μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου. T

### book 45-6

〈ἐτέρπετο ... / ἐλθὼν ἐκ Λήμνοιο:〉 σωθεὶς ἀπὸ τῆς

### book 45-6

Λημνίας δουλείας b(BCE3E4)Til ἐτέρπετο. b(BCE3)

### book 48.1

καὶ οὐκ ἐθέλοντα: περισσὸς ὁ καί. | ἴσως δὲ τὸ φιλόψυχον

### book 48.2

αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου (sc. Φ 36). b(BCE3), T (bis)

### book 49-53.1

τὸν δ’ ὡς οὖν ἐνόησε〈—θυμόν〉: τὸ ἑξῆς

### book 49-53.2

ἐστι· τὸν δ’ ὡς οὖν ἐνόησεν (49), ὀχθήσας δ’ ἄρα εἶπεν (53).

### book 49-53.3

τὰ δὲ λοιπὰ 〈ὡσ〉 διὰ μέσου διορθωτέον. A

### book 50a.1

〈γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδοσ〉 οὐδ’ ἔχεν

### book 50a.2

ἔγχος: ὅμοιον τὸ σχῆμα τῷ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλ‐

### book 50a.3

λον“ (Γ 80). ἴσως δὲ καὶ διὰ τῆς ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς

### book 50a.4

οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν. T

### book 50b.1

〈γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος:〉 οὕτω γὰρ

### book 50b.2

καὶ ἐγνωρίσθη. b(BCE3E4)Til

### book 54

〈ὦ πόποι:〉 πόποι οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα. Til

### book 55-9a.1

ἦ μάλα δὴ Τρῶες 〈μεγαλήτορες—ἐρύκει〉:

### book 55-9a.2

ὑπερβολικῶς εἶπε ‘τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασ‐

### book 55-9a.3

σοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν‘. b(BCE3E4)T

### book 55-9b.1

〈ἦ μάλα δὴ Τρῶεσ〉 μεγαλήτορεσ〈—ἐρύ‐

### book 55-9b.2

κει〉: Πῖος (fr. 6 H.) στίζει εἰς τὸ μεγαλήτορες (55), εἶτα τὸ ἑξῆς ἐν

### book 55-9b.3

ἤθει φησὶν ἀναφωνήσας· ‘διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴπερ

### book 55-9b.4

καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.‘ b(BCE3E4)T

### book 55-6.1

ἦ μάλα δὴ Τρῶεσ〈—ἠερόεντοσ〉: ταῦτα ἀπ’

### book 55-6.2

ἄλλης ἀρχῆς ἀναγνωστέον· διὸ καὶ τὸν ἦ (55) περισπαστέον, ὡς ἐκεῖ

### book 55-6.3

„ἦ μάλα δή τινα Κύπρισ“ (Ε 422), „ἦ μάλα δὴ τέθνηκεν“ (Σ 12).

### book 55-6.4

δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, βαρυνομένου τοῦ συνδέσμου,

### book 55-6.5

ἵν’ ᾖ ὁ λόγος· ‘μέγα δὴ τοῦτο καὶ θαυμαστόν (cf. Φ 54), εἴπερ οἱ

### book 55-6

Τρῶες ἐξ Ἅιδου ἀναστήσονται, οὓς ἀνεῖλον.‘ A

### book 57a1.1

φυγὼν ὑπὸ νηλεὲς ἦμαρ: ἔφαμεν ὅτι, ἐὰν πρόθεσις

### book 57a1.2

ἀντὶ ἑτέρας προθέσεως κέηται, μὴ γίνεσθαι ἀναστροφήν, ὥσπερ καὶ

### book 57a1.3

ἐνθάδε. A

### book 57a2.1

{φυγὼν:} ἐπεὶ οὐδέποτε πρόθεσις ἀντὶ προθέσεως κειμένη

### book 57a2.2

ἀναστρέφεται. T

### book 58

〈πεπερημένος:〉 εἰς τὸ πέραν πεπραμένος. Aint

### book 60-3.1

ἀλλ’ ἄγε δὴ 〈καὶ〉 δουρὸσ〈—ἐρύκει〉: γενναῖον

### book 60-3.2

ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν. b(BCE3)

### book 60-3.3

T

### book 62.1

〈καὶ κεῖθεν:〉 ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος.

### book 62.2

Aim

### book 63.1

φυσίζοος: οὐ καλὸν τὸ ἐπίθετον ἐπὶ νεκρῶν καὶ τύμβων

### book 63.2

ταττόμενον. T

### book 64.1

ὣς ὥρμαινε μένων· 〈ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπώσ〉:

### book 64.2

ὁ μὲν περιμένει διὰ τὴν ὑπεροχὴν τεθαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρ‐

### book 64.3

πάζων τὸν καιρόν, ὁ δὲ ἐμπέδως πάντα ὁρῶν ἄφυκτα ἑαυτῷ αὐτὸς

### book 64.4

πρόσεισιν b(BCE3E4)T

### book 65-6.1

περὶ δ’ ἤθελε 〈θυμῷ / —κῆρα μέλαιναν〉:

### book 65-6.2

ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχοι παρατείνων τὰ τῆς

### book 65-6.3

δεήσεως. b(BCE3)T

### book 67a1.1

〈ἤτοι ὁ μὲν〉 δόρυ μακρὸν 〈ἀνέσχετο〉: ὅτι κατὰ τὸ

### book 67a1.2

σιωπώμενον ἀνέλαβε τὸ δόρυ. T

### book 67a2

ὅπως ἀνείλετο, ῥητῶς οὐκ εἶπεν. Aint

### book 68-72.1

οὐτάμεναι 〈μεμαώς—οὐδὲ μεθίει: οὐτάμε‐

### book 68-72.2

ναι μεμαώς (67)·〉 ὥστε οὐκ ἀφῆκε τὸ δόρυ, ἀλλ’ ἐνέπηξε τῇ γῇ·

### book 68-72.3

τὸ γὰρ οὐτῆσαι ἐπὶ τοῦ τρῶσαι. T ἔστι δὲ ὥσπερ ἐν γραφῇ

### book 68-72.4

θεάσασθαι τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ τρῶσαι θέλοντα (sc.

### book 68-72.5.1

Φ 67—8), τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι προσπίπτοντα

### book 68-72.5.2

(sc. 68—9), καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν (sc. 69—70),

### book 68-72.5.3

τὸν δὲ καὶ τῶν γονάτων ἐχόμενον (sc. 71) καὶ τὸ δόρυ κατέχοντα τοῦ

### book 68-72.5.4

κτείνοντος (sc. 72). b(BCE3E4)T

### book 70a.1

χροὸς ἄμεναι: „ἄσασθαι κλαυθμοῖο“ (Ω 717). | ἐναγώ‐

### book 70a.2

νιον δὲ τὸ ἐνιαχοῦ ἀποτυγχάνειν καὶ παρέχειν καιρὸν τοῖς ἐλεεινο‐

### book 70a.3

λογήμασιν. T

### book 70b

〈ἄμεναι:〉 γεύσασθαι. b(BCE3)

### book 73a.1

καί μιν φωνήσας 〈ἔπεα πτερόεντα προσηύδα〉:

### book 73a.2

τοῦτον προστιθέασί τινες οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου. ἐν δέ

### book 73a.3

τισι „καί ῥ’ ὀλοφυρόμενοσ“. AT

### book 73b

〈καί μιν φωνήσας:〉 γράφεται „καί μιν λισσόμενοσ“. Aim

### book 74.1

αἴδεο 〈καί μ’ ἐλέησον〉: ὡς ἱκέτην προσδέχου· δύο γὰρ

### book 74.2

πρὸς σωτηρίαν ἀνυστικά, αἰδὼς καὶ ἔλεος. b (CBE3E4)T

### book 75a.1

ἀντί τοί εἰμ’ 〈ἱκέταο〉: ὅτι ἀντὶ τοῦ A ἴσος ἱκέτῃ

### book 75a.2

εἰμί· A b (BCE3E4)Til „ἀντὶ κασιγνήτου ξεῖνοσ“ (θ 546) ἀντὶ

### book 75a

τοῦ ἴσος κασιγνήτῳ. A

### book 75b.1

ἀντί τοί 〈εἰμ’ ἱκέταο〉: ὡς „ἀντιάνειρα“ (cf. Γ 189.

### book 75b.2

Ζ 186), καὶ „Ἀντίκλεια“ (λ 85). T | ἱκέταο δὲ τοῦ εἰς τὴν ἑστίαν

### book 75b.3

ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάληψις· ὁ γὰρ αἰχμάλωτος

### book 75b.4

ἱκέτην ἑαυτόν φησιν· ἱκέτην γάρ, φασί, κυρίως καλοῦμεν τὸν ἑκουσίως

### book 75b.5.1

καταφυγόντα, ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς μετεσχηκέναι

### book 75b.5.2

(cf. Φ 76) εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει. b(BCE3E4)T

### book 76a1.1

πὰρ γὰρ σοὶ πρώτῳ πασάμην 〈Δημήτερος ἀκτήν〉:

### book 76a1.2

τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον, ἀλλ’ ἄρτους κριθίνους,

### book 76a1.3

ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱός, καὶ οὐδαμοῦ τοῦτο ὁ

### book 76a1.4

ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρ’ Ἕλλησι πρώτῳ καὶ ξένῳ

### book 76a1.5

τῷ Ἀχιλλεῖ γεγονέναι φησί. A

### book 76a2

〈πρώτῳ:〉 πρώτῳ ξένων. Til

### book 76b.1

Δημήτερος ἀκτήν: τὸ τοῦ σίτου λεπτότερον. λέγεται δὲ

### book 76b.2

ἀκτὴ b(BCE3E4) ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον

### book 76b.3

δὲ τὸν μεταδόντα τροφῆς, ἐξ ἧς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖ‐

### book 76b

σθαι. καὶ Δημήτερος φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὁ μὲν

### book 76b.5.1

εἰς τροφὴν ἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὁ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν

### book 76b.5.2

δίκαιον †ἔλαβε†. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ·

### book 76b.5.3

πολεμίῳ γὰρ προσώπῳ λόγον περιθεὶς ὅμως ηὐπόρησε πρὸς τὴν

### book 76b.5.4

σωτηρίαν εὐλόγου προφάσεως. b(BCE3E4)T

### book 78

〈καί μ’ ἐπέρασσας:〉 ἐν ἄλλῳ „καί με πέρασσασ“. Aim

### book 80a.1

λύμην 〈τρὶς τόσσα πορών〉: εὐκτικῶς, b(BCE3)T

### book 80a.2

ἀντὶ τοῦ λυθησοίμην b(BCE3E4) παρασχὼν τοσαῦτα τριπλα‐

### book 80a.3

σίως· b(BCE3) πρὸς ὅ φησι· „μή μοι ἄποινα πιφαύσκεο“ (Φ 99):

### book 80a.4

b(BCE3)T ἀφ’ οὗ καὶ πληθυντικαὶ κατὰ ἀναδιπλασιασμόν, „λε‐

### book 80a.5

λῦντο δὲ γυῖα ἑκάστου“ (ς 238). συνέσταλται δὲ διὰ 〈τὸ〉 μέτρον. T

### book 80b.1

〈λύμην τρὶς τόσσα πορών:〉 λυτρωθείην, ἂν τριπλάσια

### book 80b.2

διδῶ σοι. Aim

### book 83a.1

〈μέλλω που ἀπέχθεσθαι:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ἔοικα ἀπεχθά‐

### book 83a.2

νεσθαι. Aim

### book 83b.1

μέλλω που ἀπεχθέσθαι 〈Διῒ πατρί〉: ἔοικα, φησίν,

### book 83b.2

ἀπεχθὴς γεγονέναι τῷ Διΐ. b(BCE3)T | ἄκρως δὲ διαγράφει δειλόν,

### book 83b.3

ἀπεγνωκότα μέν, ὅμως δὲ δεόμενον τῆς σωτηρίας 〈***〉· ἔχεται γὰρ

### book 83b.4

ἁπάντων ἡ †ἀμείνων† ἐλπίς. b(BE3)T

### book 84

〈αὖτις ἔδωκε:〉 Ἀρίσταρχος Ἰακῶς „〈αὖτισ〉 δῶκε“. Aim

### book 85.1

Λαοθόη, 〈θυγάτηρ Ἄλταο γέροντοσ〉: ἵνα δείξῃ ὅτι

### book 85.2

καὶ πρὸς μητρὸς εὐγενής ἐστι b(BE3E4)T καὶ πολλὰ δύναται

### book 85.3

δοῦναι. b(BE3E4) ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται

### book 85.4

ἀτυχοῦντες. b(BE3E4)T

### book 86a.1

Ἄλτεω, ὃς Λελέγεσ〈σ〉ι 〈φιλοπτολέμοισιν ἀνάσ‐

### book 86a.2

σει〉: φασὶ Πρίαμον πρὸ τῆς Ἑκάβης γῆμαι τὴν Λαοθόην (cf. Φ 85

### book 86a.3

et 88), πασῶν τῶν Ἀσιατίδων εὐγενείας ἕνεκα προκρίνας τὸν γάμον

### book 86a.4

τῆς κόρης. T

### book 86b.1

ἄλλως· Ἄλτεω: τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, „Ἄλ‐

### book 86b.2

ταο“ (Φ 85) ὡς „Ἀτρείδαο“ (Α 203. Β 9 al.) καὶ Ἄλτεω ὡς Με‐

### book 86b.3

νέλεω. b(BCE3E4)T

### book 86c1.1

Ἄλτεω, ὃς Λελέγεσσι: ὅτι τοὺς Λέλεγας ἐν 〈τῷ〉

### book 86c1.2

Καταλόγῳ παρῆκεν· καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. A

### book 86c2.1

ἄλλως· Ἄλτεω: πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος τὸ

### book 86c2.2

σημεῖον. T

### book 86c3

σημειωτέον δὲ τὴν ἐπανάληψιν. b(BE3E4)

### book 86d

〈ἀνάσσει:〉 ἔνιαι τῶν κατὰ πόλεις „ἄνασσε“· Aint

### book 86e.1

ἀνάσσει: Ἀρίσταρχος σὺν τῷ ι τὸ ἀνάσσει· οἱ δὲ χωρίς,

### book 86e.2

οὐκ ἀλόγως· 〈ἔλεγε〉 γὰρ περὶ Πηδάσου ὡς πεπορθημένης, „πέρσε δὲ

### book 86e.1

Λυρνησσὸν [καὶ Πή]δασον“ (Υ 92)· εἰ μὴ ἄρα φαίημεν πεπορθῆσθαι

### book 86e.2

μὲν πρότερον τὴν Πήδασον, ἀνειληφέναι δὲ πάλιν τὴν ἀρχὴν τὸν

### book 86e.5

Ἄλτην. T

### book 87.1

ὑπὸ Σατνιόεντι: „ἐπὶ“ τοῖς ποταμοῖς φαμεν κεῖσθαι τὰς

### book 87.2

πόλεις. T

### book 88a.1

τοῦ δ’ ἔχε θυγατέρα 〈Πρίαμος, πολλὰς δὲ καὶ

### book 88a.2

ἄλλασ〉: αὔξει τὸ γένος, Πρίαμον λέγων ἐπιδεδικάσθαι τὴν συγγέ‐

### book 88a.3

νειαν Ἄλτου. ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορός φησι πολλὰς

### book 88a.4

δὲ καὶ ἄλλας. b(BCE3E4)T

### book 88b.1

〈πολλὰς δὲ καὶ ἄλλας:〉 ἐν τῇ Μασσαλιωτικῇ „πολλῶν

### book 88b.2

τε καὶ ἄλλων“. Aim

### book 89.1

σὺ δ’ ἄμφω δειροτομήσεις: {σὺ δὲ} ἐν ἐρωτήσει τινές

### book 89.2

{δέ}, ἵνα μὴ εἰδὼς πάλιν παρακαλῇ (sc. Φ 95). καταχρηστικῶς δὲ ἀναιρήσεις. T

### book 92a.1

{νῦν δὲ δὴ} ἘΝΘΑΔΕΜΟΙ: ἄμεινον ἀπολύτως ἀναγινώ‐

### book 92a.2

σκειν· πρὸς γὰρ τίνα ἡ διαστολή; A

### book 92b

〈κακὸν ἔσσεται:〉 ἐν ἄλλῳ „κακὸν ἔσσεαι“. Aim

### book 95a1

οὐχ ὁμογάστριος: ὅτι Ζηνόδοτος γράφει „{ἐπεὶ} οὐκ

### book 95a1.1

ἰογάστριοσ“, παρόσον ἐν ἄλλοις ἔφη „ἰῆς ἐκ νηδύοσ“ (Ω 496). ἴα δέ

### book 95a1.2

ἐστιν ἡ μία, καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ οὐδὲ κατὰ

### book 95a1.3

σύνθετον ἐκφέρει· „τῆς μὲν ἰῆς στιχὸς ἦρχεν“ (Π 173). A

### book 95a2.1

{οὐχ ὁμογάστριος:} Ζηνόδοτος „ἰογάστριοσ“, ἐπεὶ ἐν

### book 95a2.2

ἄλλοις ἔφη „ἰῆς ἐκ νηδύος ἦσαν“ καὶ „ἰῇ ἄρα γεινόμεθ’ αἴσῃ“ (Χ 477).

### book 95a2.3

T

### book 96.1

ἐνηέα: ἐν τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται,

### book 96.2

διδάσκων αὐτὸν ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου. b(BCE3E4)T

### book 99a.1

νήπιε: διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκο‐

### book 99a.2

ψεν. b(BCE3E4)T

### book 99b.1

μή μοι ἄποινα 〈πιφαύσκεο〉: τινές, ἐπεὶ ἔλεγεν „ἑκα‐

### book 99b.2

τόμβαιον δέ τοι ἦλφον“ (Φ 79). ἢ ἐπεὶ διὰ τοῦ „μή με κτεῖνε“ (Φ 95)

### book 99b.3

τοῦτο ὑπέφηνεν, ἢ διὰ τοῦ „νῦν δ’ ἐλύμην“ (Φ 80). T

### book 100-2.1

πρὶν μὲν γὰρ Πάτροκλον—ἠδ’ ἐπέρασσα:

### book 100-2.2

τάχα τοῦτό φησιν ὡς ἐκεῖνος ἦν ὁ ἡμερῶν αὐτὸν πρὸς τοὺς ἁλισκο‐

### book 100-2.3

μένους· διὸ καὶ αἱ αἰχμαλωτίδες ὡς ἤπιον αὑταῖς ἀπολοφύρονται τὸν

### book 100-2.4

Πάτροκλον (sc. Τ 282—302). b(BCE3E4)T

### book 100.1

〈ἐπισπεῖν αἴσιμον ἦμαρ:〉 ἐπὶ τὴν πεπρωμένην ἐλθεῖν.

### book 100.2

Til

### book 101a

〈τόφρα τί μοι:〉 ἐν ἄλλῳ „τόφρα δέ μοι“. Aim

### book 101b

〈τόφρα τι:〉 τότε. πλεονάζει δὲ τὸ τί. b(BCE3)

### book 101c.1

πεφιδέσθαι: παροξυτονητέον ὁμοίως τῷ „εὖ δ’ οἴκαδ’

### book 101c.2

ἱκέσθαι“ (Α 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. A b (BCE3)T

### book 102

〈ἠδ’ ἐπέρασσα:〉 ἐν ἄλλῳ „ἠδὲ πέρασσα“. Aim

### book 105a

〈καὶ πάντων:〉 γράφεται καὶ „συμπάντων“. Aint

### book 105b.1

περὶ δ’ αὖ Πριάμοιό 〈γε παίδων〉: ὁ μὲν ὡς ἐπὶ τῇ

### book 105b.2

εὐγενείᾳ προὐβάλετο, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν. b(BCE3

### book 105b.3

E4)T

### book 105c.1

ἄλλως· περὶ δ’ αὖ Πριάμοιό 〈γε παίδων〉: ὁ μὲν

### book 105c.2

ἔλεγεν ὅτι οὔκ εἰμι Ἑκάβης, ὁ δὲ ἀντέθηκεν ὅτι Πριάμου παῖς ἐστιν.

### book 105c.3

b(BCE3E4)T

### book 106a.1

ἀλλὰ φίλος θάνε 〈καὶ σύ. τίη ὀλοφύρεαι οὕτως;〉:

### book 106a.2

τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵν’ ᾖ ἐν σχήματι· ἀλλ’ ὦ

### book 106a.3

φίλε καὶ σὺ ἀπόθανε, εἰρων〈ε〉ίας νοουμένης. εἶτα ἀφ’ ἑτέρας ἀρχῆς

### book 106a.4

τίη ὀλοφύρεαι; A

### book 106b.1

ἀλλὰ φίλος θάνε καὶ σύ〈—οὕτως;〉: τινὲς

### book 106b.2

ἀξιοῦσι μετὰ τὸ θάνε στίζειν, ἵν’ ᾖ ‘φίλος ἔθανεν ὁ Πάτροκλος, b

### book 106b.3

(BE3E4)T καὶ σὺ τί θρηνεῖς οὕτως;‘. b(BE3E4)

### book 106c.1

ἄλλως· ἀλλά, φίλος, θάνε καὶ σύ: πιθανὴ ἡ εἰρωνεία

### book 106c.2

πρὸς τὸν ξενίαν προβαλλόμενον (cf. Φ 76—7). θανάτου δὲ κρείσσων

### book 106c

ὢν παραμυθεῖται τὸν ἀγεννῶς τοῦ ζῆν ἐφιέμενον. b(BCE3E4)T

### book 106d.1

〈οὕτως:〉 οὕτως Aim διὰ τοῦ ο ἅπασαι AimTil οὕ‐

### book 106d.2

τως. Aim

### book 108.1

καλός τε μέγας τε: ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ,

### book 108.2

πρὸς σωματικὸν κόσμον ἀτελές. b(BCE3)T

### book 110a.1

ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα κραταιή〉:

### book 110a.2

Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν,

### book 110a.3

ὁμοίως τῷ „σοὶ δ’ ἔπι μὲν μορφὴ ἐπέων“ (λ 367). οἱ δ’ ἐφύλαξαν

### book 110a.4

τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτήν, ὥστε τὸ ἑξῆς

### book 110a.5.1

εἶναι ‘ἀλλὰ καὶ ἐπ’ ἐμοί‘. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. | στι‐

### book 110a.5.2

κτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τούτου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρ‐

### book 110a.5.3

χον ἐδόκει· A λείπει γὰρ τὸ ἐστί AAim ῥῆμα. τὸ δὲ ἑξῆς

### book 110a.5.4

ἀφ’ ἑτέρας ἀρχῆς· „ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“ (Φ 111).

### book 110a.5.5

ἔσται δὲ ὁ λόγος τοιοῦτος· ‘ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ

### book 110a.10.1

δειλινὴ ὥρα, καθ’ ἣν 〈κἀ〉μέ τις ἀνέλῃ‘ (cf. Φ 111—2). οὕτως δὲ

### book 110a.10.2

χωρὶς τοῦ ς γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει (p. 112

### book 110a.10.3

Schm.). A

### book 110b1.1

ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα κρα‐

### book 110b1.2

ταιή〉: οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἐπ’ ἐμοί‘,

### book 110b1.3

ἵν’ ᾖ {τὸ ἑξῆς} ‘ἀλλὰ καὶ ἐπ’ ἐμοὶ ἔσσεται‘ (cf. Φ 110—1). τινὲς δὲ

### book 110b1.4

τελείαν δόντες ἐν τῷ προτέρῳ (sc. 110) τὸν ἑξῆς ὡς ἀπό τινος ἀρχῆς

### book 110b1.5.1

προφέρονται τὸν „ἔσσεται ἢ ἠώσ“ (Φ 111) καὶ τὴν ἐπί ἀναστρέ‐

### book 110b1.5.2

φουσιν, ἵν’ ᾖ ἔπεστιν. οὕτως Ἀρίσταρχος καὶ Νικίας (fr. 20 B.).

### book 110b1.5.3

ἄμεινον δὲ τὸ πρῶτον, ὥσπερ ἔχει καὶ τὰ τῆς παραδόσεως. T

### book 110c1

ἄλλως: ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα

### book 110c1.1

κραταιή〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ

### book 110c1.2

Ἀρίσταρχον δοκεῖ. καὶ τὸ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς· „ἔσσεται †ἠὼς ἢ

### book 110c1.3

δείλη“. τὸ δὲ λεγόμενον τοιοῦτον· ‘ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ

### book 110c1.5.1

δειλινὴ ὥρα, καθ’ ἣν κἀμέ τις ἀναιρῇ‘ (cf. Φ 111—2). καὶ χωρὶς τοῦ

### book 110c1.5.2

ς τὸ „δείλη“ (Φ 111), ὡς καὶ Δίδυμός φησιν (cf. p. 112 Schm.). T

### book 110b2/c2.1

οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν ‘†ἐπί

### book 110b2/c2.2

σοι καὶ† ἐμοί‘. ὁ δὲ Ἀρίσταρχός φησιν, ‘ἀλλ’ ἔπεστι καὶ ἐμοὶ θάνατος

### book 110b2/c2.3

καὶ μοῖρα‘, | καὶ ἀξιοῖ στίζειν εἰς τὸ κραταιή. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης

### book 110b2/c2.4

ἀρχῆς· „ἔσσεται ἢ ἠὼς ἢ δείλη“, ‘ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ

### book 110b2/c2.5

δείλη‘. τὸ δὲ „δείλη“ χωρὶς τοῦ ς, ὥς φησι Δίδυμος. b(BCE3E4)

### book 111a.1

ἔσσεται ἢ ἠὼς 〈ἢ δείλη ἢ μέσον ἦμαρ〉: ὅτι ὅλην

### book 111a.2

τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωΐαν, μεσημβρίαν πᾶν τὸ μέσον

### book 111a.3

τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου ἕλη, τουτέστιν ἡ αὐγή,

### book 111a.4

ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγόν, ἑῴαν. A

### book 111b1.1

ἠώς: ἕωθεν ἕως μεσημβρίας, ὡς τὸ „ὄφρα μὲν ἠὼς ἦν

### book 111b1.2

〈καὶ ἀέξετο ἱερὸν ἦμαρ〉“ (Θ 66. Λ 84 al.) καὶ „πᾶσαν δ’ ἠοίην

### book 111b1.3

〈μένομεν τετληότι θυμῷ. /〉 ἔνδιος δ’ ὁ γέρων“ (δ 447. 450). ἡ δὲ μετὰ

### book 111b1.4

μεσημβρίαν ἕως ἑσπέρας δείλη, ἧς τὸ μὲν πρῶτον δείλην πρωΐην, τὸ

### book 111b1.5

δὲ πρὸς ἑσπέραν δείλην ὀψίαν Ἀττικοί φασι. τρισὶ δὲ διαστήμασιν

### book 111b1

ὥρισε τὴν ἡμέραν διὰ τὸ μηδέπω ὡροσκοπίαν παραδεδόσθαι. T

### book 111b2.1

ἠὼς μὲν γὰρ ἡ ἕωθεν ἕως μεσημβρίας ὥρα, μεσημβρία δὲ

### book 111b2.2

ὁ καιρὸς τῆς ἕκτης, ἣν Ἀττικοὶ δείλην λέγουσι πρωΐαν, δείλη δὲ ἡ

### book 111b2.3

μετὰ τὴν ἕκτην, ἣ καὶ δείλη ὀψία καλεῖται. b(BCE3E4)

### book 111c1.1

〈ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ:〉 ὅλαι εὐθεῖαί εἰσιν.

### book 111c1.2

δίχα οὖν τοῦ ς ἡ δείλη. Til

### book 111c2

εὐθεῖαι δέ εἰσιν αἱ τρεῖς. b(BCE3E4)

### book 111d

〈δείλης:〉 Ἀρίσταρχος χωρὶς τοῦ ς, „δείλη“. Aim

### book 112.1

Ἄρῃ: τῷ σιδήρῳ. b(BCE3)T συνείληπται δὲ ἀπὸ

### book 112.2

τοῦ Ἄρηϊ. T τινὲς δὲ „ἀρῇ“, βλάβῃ βέλους ἢ δόρατος. b(BCE3

### book 112.3

E4)T

### book 113.1

ἢ ὅγε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν 〈ὀϊστῷ〉:

### book 113.2

πέπεισται γὰρ ὡς οὐδεὶς αὐτῷ συνελθὼν συστάδην ἀνελεῖ. b(BCE3)T

### book 114

αὐτοῦ: ἐν ᾧ ἦν τόπῳ ἱκετεύων. b(BCEE4)T

### book 115.1

ὁ δ’ ἕζετο χεῖρε πετάσσας: ἀπογνοὺς κἂν τὸν σύντομον

### book 115.2

αἱρεῖται θάνατον. A b (BCE3E4)T

### book 120.1

ποταμὸν δὲ λαβὼν 〈ποδὸς ἧκε φέρεσθαι〉: τὸ μὲν

### book 120.2

τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐπιβάντα ἀναιρεῖν συγγνωστόν, τὸ δὲ καὶ

### book 120.3

τοὺς ἐν τῇ γῇ ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν πιθανὴν

### book 120.4

παρέχει τῷ ποταμῷ εἰς τὴν κατ’ Ἀχιλλέως ἐπιβουλήν. ἔπειτα καὶ κατ’

### book 120.5.1

αὐτοῦ βλασφημεῖ· b(BCE3)T „οὐδ’ ὑμῖν ποταμός περ ἐΰρροος

### book 120.5.2

ἀργυροδίνης / ἀρκέσει“ (Φ 130—1). T θηρώμενος οὖν ὁ ποιητὴς

### book 120

τὴν πρὸς τὸν ποταμὸν μάχην, ζητεῖ πιθανὰς αἰτίας. b(BCE3)T

### book 121.1

〈ἔπεα πτερόεντ’ ἀγόρευεν:〉 γράφεται „ἔπεα πτερόεντα

### book 121.2

προσηύδα“. Aim

### book 122a1.1

ἘΝΤΑΥΘΟΙ νῦν ἧσο: †περισπαστέον τὸ ἘΝΤΑΥ‐

### book 122a1.2

ΘΟΙ· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. τὸ δὲ ἧσο δασυντέον·

### book 122a1.3

τινὲς δὲ ψιλοῦσιν, ἵν’ ᾖ ἀντὶ τοῦ ἴσθι. ἔνιοι δὲ γράφουσιν „ἐνταῦθοι νῦν

### book 122a1.4

κεῖσο“· ἄμεινον δὲ τὸ πρῶτον. T

### book 122a2.1

{ἐνταυθοῖ:} τὸ ἘΝΤΑΥΘΟΙ †περισπαστέον· ἔστι γὰρ

### book 122a2.2

ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ „ἐνταυθοῖ {ἧσο}“. δασυντέον δὲ

### book 122a2.3

τὸ ἧσο. φέρεται δὲ καὶ ἡ „κεῖσο“ γραφή. A

### book 122b1.1

ἄλλως· ἘΝΤΑΥΘΟΙ: Ἀττικόν ἐστιν· οἱ δὲ ἀπὸ τοῦ

### book 122b1.2

ἐνταυθί. ἧσο δὲ δίαγε ἢ T ὕπαρχε. TTil

### book 122b2/a3.1

τινὲς ἧσο γράφουσιν, ἀντὶ τοῦ δίαγε, ὕπαρχε, | ὃ

### book 122b2/a3.2

καὶ δασύνεται. τὸ δὲ †ἐνταυθοῖ περισπαστέον Ἀττικῶς. b(BCE3)

### book 122c

〈κεῖσο:〉 διχῶς, κεῖσο καὶ „ἧσο“. Aint

### book 122d

〈ὠτειλήν:〉 οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι. Aint

### book 123a

〈ἀπολιχμήσονται:〉 καταφάγωσιν. b(BCE3) ἀπὸ

### book 123a

τοῦ λείχειν δὲ εἴληπται τὸ λιχμᾶν. b(BCE3E4)

### book 123b.1

ἀκηδέες: ὡς εὐσεβέες, ἵνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ

### book 123b.2

ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες. A

### book 123c.1

ἀκηδέες: οὐ κηδόμενοι. b(BCE3E4)T οἱ δὲ ὡς ἀνη‐

### book 123c.2

λεές, ἐπὶ τοῦ Λυκάονος. T

### book 123-4a1.1

οὐδέ σε μήτηρ 〈/ —γοήσεται〉: ἐπεὶ πολλὰ

### book 123-4a1.2

περὶ τῆς μητρὸς προὐβάλετο, „μινυνθάδιον δέ με μήτηρ / γείνατο“

### book 123-4a1.3

(Φ 84—5), „τῆς δὲ δύω γενόμε〈σ〉θα“ (Φ 89), ὥσπερ ἐμπιπλάμενος

### book 123-4a1.4

τῆς κατὰ τῶν πολεμίων κολάσεως τοῦτό φησιν. T

### book 123-4a2.1

ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο ἐκεῖνος, ὅτι

### book 123-4a2.2

ὡραία καὶ πλουσία ἦν, οὗτος, ὥσπερ ὑπερεμπιπλάμενος τῆς εἰς τοὺς

### book 123-4a2.3

πολεμίους κολάσεως, φησὶν ὅτι οὐδὲ ἐκείνη σοι ἐπιχαρήσεται, οἱονεὶ

### book 123-4a2.4

κἀκείνην τιμωρούμενος δι’ αὐτοῦ. b(BCE3)

### book 124

〈ἐνθεμένη λεχέεσσι:〉 κηδεύσασα. Til

### book 125.1

εἴσω ἁλὸς εὐρέα κόλπον: ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ

### book 125.2

εἴς, A ἀντὶ τοῦ εἰς ἁλός. A b (BCE3)Til πλεονασμῷ τοῦ

### book 125.3

ω. b(BCE3)

### book 126-7a.1

θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐ‐

### book 126-7a.2

ξει 〈/ ἰχθύς, ὅς κε φάγῃσι—δημόν〉: πρὸς τὸ σημαινό‐

### book 126-7a.3

μενον· Φιλήτας (fr. 57 K.) γὰρ καὶ Καλλίστρατος (p. 317 n. 29 Schm.)

### book 126-7a

γράφουσι „φρῖχ’ ὑπαλύξει“ (126), λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων

### book 126-7a.5.1

καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς

### book 126-7a.5.2

οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον

### book 126-7a.5.3

ἐξορθούμενον κῦμα. ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ

### book 126-7a.5.4

ἐπιστίζοντα τὴν θάλασσαν· „οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι

### book 126-7a.5.5

φρίξ“ (Η 63) καὶ „ὡς δ’ 〈ὅθ’〉 ὑπὸ φρικὸς Βορέω“ (Ψ 692). ἡμεῖς δὲ

### book 126-7a.10.1

λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν

### book 126-7a.10.2

φρῖχ’ ὑπαΐξει (126), τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθύς, ὃς

### book 126-7a.10.3

φάγοι ἂν τοῦ Λυκάονος τὸν δημόν (cf. 126—7), ἐπιπολάζοντος καὶ ἐξ

### book 126-7a.10.4

ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι (127) ὃς

### book 126-7a.10.5

φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ (α 396) „τῶν κέν τις τόδ’ ἔχῃσι〈ν〉“ ὃς

### book 126-7a.15

ἔχοι ἄν. A

### book 126-7b1.1

〈θρῴσκων τις κατὰ κῦμα〉 μέλαιναν φρῖχ’ ὑπαΐ‐

### book 126-7b1.2

ξει 〈/ ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν〉: οὕτως

### book 126-7b1.3

ὑπαΐξει Ἀρίσταρχος· τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο·

### book 126-7b1.4

τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν

### book 126-7b1.5.1

φρῖκα ἀΐξει, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλον‐

### book 126-7b1.5.2

τα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς

### book 126-7b1.5.3

θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ 〈ω〉 „ὥς

### book 126-7b1

κε φάγῃσι“. A

### book 126-7b2

οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ὑπαλύξει“. Aim

### book 126-7b3

Ἀριστοφάνης „ὥς κε φάγῃσι“. Til

### book 126-7c.1

θρῴσκων τις κατὰ κῦμα 〈μέλαιναν φρῖχ’ ὑπαλύ‐

### book 126-7c.2

ξει / ἰχθύς, ὅς κε φάγῃσι—δημόν〉: οὕτως αἱ Ἀριστάρχου

### book 126-7c.3

„μέλαιναν φρῖκ’ ἐπαΐξει“, ἡ δὲ Χία „μελαίνῃ φρίχ’ ὑπαΐξει“. οὕτω δὲ

### book 126-7c

αὐτὸ Ἀρίσταρχος ἐξηγήσατο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων,

### book 126-7c.5.1

ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀΐξει, ἵνα φάγῃ σε φερόμενον· δεῖ γὰρ

### book 126-7c.5.2

τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ τὴν

### book 126-7c.5.3

φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν οὖν ὢν

### book 126-7c.5.4

καταδύσῃ ἐπὶ τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν ὢν

### book 126-7c.5.5

ἀπολιχμηθήσῃ τοῦ αἵματος. ἐπὶ πλέον δέ σε ἄταφον ὄντα καὶ μετεω‐

### book 126-7c.10.1

ρισθέντα ἐκβαλεῖ παρὰ θάλασσαν ὁ ποταμός, ἔνθα τις τῶν ἰχθύων σε

### book 126-7c.10.2

κατέδεται ἐπὶ τὴν φρῖκα φερόμενος. Φιλήτας (fr. 57 K.) δὲ ἀρεσκό‐

### book 126-7c.10.3

μενος τῇ ὑπαλύξει γραφῇ φησιν ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ

### book 126-7c.10.4

δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει. b(BCE3E4)T

### book 127

〈ὅς κε φάγῃσι:〉 ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν. Aint

### book 128

〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 129

〈κεραΐζων:〉 ἐρημῶν. Til

### book 130-5a1.1

οὐδ’ ὑμῖν ποταμός περ〈—νόσφιν ἐμεῖο〉:

### book 130-5a1.2

Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἓξ

### book 130-5a1.3

ἠθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποτα‐

### book 130-5a1.4

μὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· „Ξάνθος,

### book 130-5a1.5.1

ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, / οὓς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον

### book 130-5a1.5.2

οὐδ’ ἐλέαιρεν“ (Φ 146—7). καὶ τὸ δηθά (131) ὡς οὐχ Ὁμηρικῶς

### book 130-5a1.5.3

κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ

### book 130-5a1

ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει. A

### book 130-5a2.1

{οὐδ’ ὑμῖν ποταμός περ:} ἕως τοῦ οὓς ἐπὶ νηυσὶ

### book 130-5a2.2

θοῇσιν (135) Ἀριστοφάνης ἠθέτηκεν ὡς παρεμβληθέντας ὑπὸ τῶν

### book 130-5a2.3

ἀπορούντων, διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέ‐

### book 130-5a2.4

γοντος „Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν“· εἰ γὰρ ἐβλα‐

### book 130-5a2.5.1

σφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἥραν (vide Φ 369—76)

### book 130-5a2.5.2

καὶ Ἥφαιστον (vide Φ 357—60). T

### book 131a

〈δηθά:〉 ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις. Aim

### book 131b.1

〈δηθά:〉 νῦν ἀντὶ τοῦ Til ἐκ πολλοῦ χρόνου. b(BC

### book 131b.2

E3)Til

### book 131c1.1

πολεῖς: Ἀρίσταρχος „πολέασ“, ἔνιοι δὲ πολεῖς. ἠθέτει

### book 131c1.2

δὲ αὐτοὺς (sc. v. Φ 130—5) Ἀριστοφάνης. A

### book 131c2.1

{πολεῖς:} οὕτως τινές. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης.

### book 131c2.2

ἄμεινον οὖν „πολέασ“. T

### book 132.1

〈ζῳοὺς δ’ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους:〉 τὰ

### book 132.2

ὁρμητικώτατα γὰρ τῶν ζῴων αὐτοῖς ἀφιᾶσιν. Til

### book 135

〈νόσφιν ἐμεῖο:〉 λείπει τὸ ὄντος. b(B, C[bis], E3)Til

### book 136a.1

ποταμὸς δὲ χολώσατο: οὐχ ὅτι ἐβλασφημήθη, ἐπεὶ

### book 136a.2

κἂν πρὸς Ἥραν (vide Φ 369—76) τοῦτο εἰρήκει καὶ πρὸς Ἥφαιστον

### book 136a.3

(vide Φ 357—60)—φησὶ γοῦν „ἐπεὶ κεχόλωτο δαϊκταμένων“

### book 136a.4

(Φ 146)—, ἀλλὰ διὰ τὸ τοὺς ἐπὶ γῆς ἀναιρουμένους εἰς αὐτὸν ῥίπτε‐

### book 136a.5

σθαι. T

### book 136b

χολώσατο 〈κηρόθι〉 μᾶλλον: ῥιφέντος Λυκάονος ἦρ‐

### book 136b

κται τοῦ θυμοῦ. νῦν δὲ μᾶλλον διὰ τὸ κακῶς ἀκοῦσαι. b(BCE3E4)T

### book 137

〈πόνοιο:〉 τοῦ κατὰ τὴν μάχην ἔργου. Til

### book 140.1

Ἀστεροπαίῳ ἐπᾶλτο: πῶς, φασί, πρὸ πέντε ἡμερῶν

### book 140.2

τὸν Κατάλογον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς

### book 140.3

(sc. Φ 156) πρὸ ιαʹ ἡμερῶν ἐληλυθέναι; b(BCE3)T καὶ οἱ μὲν

### book 140.4

ὑποτάσσουσι στίχον ἐν τῷ τῶν Παιόνων καταλόγῳ· „αὐτὰρ Πυραίχ‐

### book 140.5.1

μης ἄγε Παίονας ἀγκυλοτόξους / Πηλεγόνος θ’ υἱὸς περιδέξιος Ἀστε‐

### book 140.5.2

ροπαῖοσ“ (Β 848. 848 a), ὃν καὶ ἐν πολλαῖς τῶν Ἰλιάδων φέρεσθαι. T

### book 140.5.3

†οὐ θαυμαστὸν τὸ παραλελεῖφθαι αὐτὸν ἐν τῷ Καταλόγῳ· μόνων

### book 140.5.4

γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς κατὰ

### book 140.5.5

μέρος καὶ τοὺς μετ’ ἐκείνους τεταγμένους παρέλαβεν. ὡς ἐπὶ Ἀθη‐

### book 140.10.1

ναίων· ἐν μὲν γὰρ τῷ Καταλόγῳ (sc. Β 552) Μενεσθέα φησὶν εἶναι τὸν

### book 140.10.2

ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ· b(BCE3)T „οἱ μὲν Ἀθηναίων

### book 140.10.3

προλελεγμένοι· ἐν δ’ ἄρα τοῖσι / T Φείδας τε Στιχίος τε Βίας τ’

### book 140.10.4

ἐΰσ“ (Ν 689. 691). ταὐτὸν οὖν ἐστι καὶ ἐπὶ Ἀστεροπαίου· b(BCE3)T

### book 140.10.5

ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν

### book 140.15.1

δὲ δευτέραν Ἀστεροπαῖος. νυνὶ μέντοι τὴν πᾶσαν ἡγεμονίαν αὐτῷ

### book 140.15.2

ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι (sc.

### book 140.15.3

Π 287—92), b(BE3)T ὥσπερ καὶ Πρωτεσιλάου ἀποθανόντος

### book 140.15.4

ὁρῶμεν (sc. Β 704) τὸν Ποδάρκην †ἔχοντα. T

### book 141-3.1

υἱέϊ Πηλεγόνος· τὸν δ’ Ἀξιὸς 〈εὐρυρέεθρος /

### book 141-3.2

—βαθυδίνησ〉: καὶ τίς χρεία τοῦ πατρός, μέλλοντος αὐτοῦ

### book 141-3.1

γενεαλογεῖν αὑτόν; ἀλλ’ ὁ μὲν ὡς ἀγνὼς Ἀχιλλεῖ (τῶν γὰρ ἐπηλύδων

### book 141-3.2

ἦν) ἐδίδαξεν αὐτὸν τὸ γένος (cf. Φ 157—60)· ὁ δὲ ποιητής, ἵνα μὴ

### book 141-3.5.1

ἐκεῖνος ἐπιμένοι τῷ οἰκείῳ καταλόγῳ, συνέτεμε καὶ τὴν μητέρα ἐδίδα‐

### book 141-3.5.2

ξεν. b(BCE3)T

### book 141.1

{ὑιεϊ} Πηλεγόνος: ὡς „Σαρπηδόνοσ“ (Π 327. 464 al.).

### book 141.2

οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.), ἐπεί, φησίν, ἡ εὐθεῖα ὀξύνεται,

### book 141.3

Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήσειέ τις· διὰ τί

### book 141.4

γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον οὖν οὕτως λέγειν ὡς ἐκ τῆς

### book 141.5.1

κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ

### book 141.5.2

εἰς γων λήγοντα 〈ἀρσενικὰ〉 ὑπὲρ δύο συλλαβὰς τότε μὲν θέλει

### book 141.5.3

ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ

### book 141.5.4

τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου „Παφλαγόνοσ“ (cf. Β 851.

### book 141.5.5

Ε 577), „Λαιστρυγόνοσ“ (κ 106. 199), Πηλαγόνος, „Πηλαγόνων

### book 141.10.1

ἐλατῆρα“ (Call. h. 1, 3), ἀρηγών (λέγω δὲ ἐπὶ τοῦ συμμάχου),

### book 141.10.2

ἀρσενικῶς „ἀρηγόνος ἡμετέροιο“ (ignoti auctoris). οὕτως οὖν καὶ τὸ

### book 141.10.3

Πηλεγών ὀξυτονηθήσεται· Πηλεγόνος γάρ, καὶ Πηλεγόνα ἡ

### book 141.10.4

αἰτιατική, „ὃς τέκε Πηλεγόνα“ (Φ 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνε‐

### book 141

ται, „Οὐκαλέγων“ (Γ 148), „Πελάγων“ (Ε 695), Σαλάγγων, „μέσφα

### book 141.15.1

Σαλάγγωνος ποταμοῦ“ (Ap. Rh. 4, 337). τὸ δὲ καταπύγων βαρυνό‐

### book 141.15.2

μενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν †τὸ βαρυνόμενον παρώ‐

### book 141.15.3

νυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τὸ „ἀπείρων“ (Ω 545.

### book 141.15.4

776). A

### book 142.1

Ἀκεσσαμενοῖο: ὀξυτονητέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα

### book 142.2

γένηται. οὕτως δὲ ἔχει καὶ Δεξαμενός, Τισαμενός. AT

### book 143

〈τῇ γάρ ῥα μίγη:〉 ἐν ἄλλῳ „τῇ γάρ ῥ’ ἐμίγη“. Aim

### book 145-6a.1

μένος δὲ οἱ ἐν φρεσὶ 〈θῆκε / Ξάνθος, ἐπεὶ

### book 145-6a.2

κεχόλωτο〉: δαιμονίως οὐκ ἀθρόαν τὴν τοῦ ποταμοῦ ὀργὴν εἰσάγει,

### book 145-6a.3

ἀλλὰ πρῶτον μὲν δι’ ἑτέρου ἐπιβουλεύει τῷ Ἀχιλλεῖ, εἶτα (sc. Φ 234)

### book 145-6a.4

δ’ αὐτὸς ἐπιφέρεται. T

### book 145-6b1.1

ἄλλως· μένος δὲ οἱ ἐν φρεσὶ 〈θῆκε / —

### book 145-6b1.2

κεχόλωτο〉: ὅτι ψυχικὴ †ἀρετὴ ἡ δύναμις†. πιθανὸν δὲ ποταμοῦ

### book 145-6b1.3

αὐτὸν ἀπόγονον εἶναι, ὅπως πλέον ἐρεθίσῃ τὸν ποταμόν. T

### book 145-6b2.1

ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐθαρσία. πιθανῶς δὲ αὐτὸν

### book 145-6b2.2

υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν. b(BCE3 E4)

### book 146.1

〈κεχόλωτο δαϊκταμένων αἰζηῶν:〉 ὅτι λείπει ἡ περὶ

### book 146.2

πρόθεσις. Aim

### book 147.1

οὐδ’ ἐλέαιρεν: Πῖος (fr. 7 H.) ψυχρόν φησι τὸ ἐπίθετον,

### book 147.2

εἴτε ἐπὶ τῶν Τρώων (πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ ὅτι οὐκ ἐλεεῖ

### book 147.3

τοὺς πολεμίους;), εἴτε ἐπὶ τοῦ ποταμοῦ ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ

### book 147.4

ἁρμόζον ἐπὶ θεοῦ. b(BCE3)T

### book 150a

τίς πόθεν εἶς ἀνδρῶν: πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ,

### book 150a

ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη. b(BCE3E4)T

### book 150b

〈ὅ μευ:〉 τινὲς „ὅ μου“. Til

### book 155a.1

Παίονας ἄνδρας 〈ἄγων δολιχεγχέασ〉: ὅτι ἕτερος

### book 155a.2

οὗτος Παιόνων ἡγεμών, ὃν οὐ κατείλοχε διὰ τοῦ Καταλόγου (cf. Β

### book 155a.3

848—50). A

### book 155b1.1

δολιχεγχέας: ὡς „εὐειδέασ“ (cf. Γ 48)· παραιτητέον

### book 155b1.2

γὰρ τοὺς ἄλλως ἀναγινώσκοντας. A

### book 155b2

παροξύνεται δὲ τὸ δολιχεγχέας ὡς „εὐειδέασ“. b(BCE3)

### book 155c1.1

δολιχεγχέας: καὶ πῶς ἐν τῷ Καταλόγῳ (sc. Β 848

### book 155c1.2

φησὶν αὐτοὺς „ἀγκυλοτόξουσ“; καὶ γὰρ καὶ Τεῦκρος ἐπαμφοτερίζει.

### book 155c1.3

ἴσως δὲ δισσὸν ἦν τὸ γένος, καὶ οἱ μὲν ὑπὸ Πυραίχμῃ, οἱ δὲ ὑπ’

### book 155c1.4

Ἀστεροπαίῳ εἰσίν. T

### book 155c2.1

καὶ πῶς ἐν τῷ Καταλόγῳ „ἀγκυλοτόξουσ“ αὐτούς φησιν;

### book 155c2.2

ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ

### book 155c2.3

ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος. b(BCE3)

### book 156.1

〈ἠὼς ἑνδεκάτη, ὅτ’ ἐς Ἴλιον〉 εἰλήλουθα: ἀντὶ τοῦ

### book 156.2

ᾠχόμην, ὡς „ᾤμωξαν ἀολλέεσ“ (Ψ 12) ἀντὶ τοῦ ᾤμωζον, ὥστε πρὸ

### book 156.3

ἕνδεκα ἡμερῶν ἐκ Παιονίας ἐξεληλυθέναι. διὰ τούτου δὲ λύσις τοῦ πῶς

### book 156.4

πρὸ πέντε ἡμερῶν τὸν Κατάλογον ποιησάμενος οὐκ ἐμνήσθη τοῦ

### book 156.5

Ἀστεροπαίου· οὔπω γὰρ ἦν φθάσας. T

### book 159.1

τὸν δέ μέ φασι: ὁ Ἀσκαλωνίτης (p. 59 B.) ἐκ πλήρους

### book 159.2

λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ, εἰσὶ μέντοι, οἳ ἀπολύτως

### book 159.3

ἀνέγνωσαν. ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (α 215) „μήτηρ μέν τέ μέ

### book 159.4

φησι τοῦ ἔμμεναι“· καὶ οὐδέν ἐστι τὸ κωλῦον. A

### book 162a1.1

ὁ δ’ ἁμαρτῇ 〈δούρασιν ἀμφίσ〉: Ἀρίσταρχος ἀπο‐

### book 162a1.2

κοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, ὅ ἐστιν ἅμα· διὸ καὶ χωρὶς τοῦ

### book 162a1.3

ι γράφει. ἐν δὲ τῇ Μασσαλιωτικῇ „ὁ δ’ ἁμαρτῇ δούρασιν ἄμφω“· καὶ

### book 162a1.4

λόγον ἔχει. A

### book 162b1.1

ἁμαρτῇ: περισπαστέον καὶ σὺν τῷ ι γραπτέον κατὰ

### book 162b1.2

τὸν χαρακτῆρα τῶν εἰς τη ληγόντων ἐπιρρημάτων. καὶ διελέγχει ἡ

### book 162b1.3

παράδοσις τὸν Ἀρίσταρχον, ἔχουσα τὸ ι. A

### book 162b2/a2.1

ἁμαρτῇ: περισπᾶται καὶ σὺν τῷ ι γράφεται· ἔστι

### book 162b2/a2.2

γὰρ παρὰ τὸ ἅμα ἀρτῶ. | ὁ δὲ Ἀρίσταρχος δίχα τοῦ ι, ἀπὸ τοῦ

### book 162b2/a2.3

ἁμαρτήδην λέγων ἀποκεκόφθαι τὴν λέξιν, κακῶς. T

### book 162a3

〈ἀμφίς:〉 „ἄμφω“ ἡ Μασσαλιωτική. Til

### book 162c.1

ἀμφίς: δίχα. „τὼ δ’ ἀμφὶς φρονέοντε“ (Ν 345), „ζυγὸν

### book 162c.2

〈οἶον〉 ἐΰξοον ἀμφὶς ἐέργει“ (Ν 706), εἰς ἑκάτερα διείργει. b(BCE3)T

### book 162c.3

„καὶ εἴριον ἀμφὶς ἀνέλκει“ (Μ 434). „ἀμφὶς ἐάγη“ (Λ 559). T ἀμ‐

### book 162c.4

φίβολον δέ, πότερον ‘ἁμαρτῇ ἀνέσχετο‘ ἢ ἁμαρτῇ ἀμφίς, ἐξ

### book 162c.5

ἑκατέρου μέρους· ὃ καὶ ἄμεινον· περιδέξιος γάρ ἐστιν. b(BCE3)T

### book 163a.1

{ἐπεὶ} περιδέξιος: ἄμεινον συνθέτως ἀναγινώσκειν, ὡς

### book 163a.2

„ἐπιδέξιοσ“ (cf. Β 353. φ 141) καὶ ἀμφιδέξιος. A

### book 163b.1

περιδέξιος: τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, b(BCE3E4)T

### book 163b.2

μεγάλως δεξιός, ὡς „περίεσσι γυναικῶν“ (ς 248). οἱ δὲ ἀμφιδέξιος.

### book 163b.3

b(BCE3)T τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι.

### book 163b.4

δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται. b(BCE3E4)T

### book 165a.1

χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο: ὅτι ἄτρωτα τὰ

### book 165a.2

Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους ἐν τῇ

### book 165a.3

πρὸ ταύτης ῥαψωδίᾳ (sc. Υ 269—72), „ἀλλὰ δύω μὲν ἔλασσε διὰ

### book 165a.4

πτύχασ“ (Υ 269). A

### book 165b.1

〈χρυσὸς γὰρ—θεοῖο:〉 Ἀριστόνικος (p. 308

### book 165b.2

Friedl.) ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς

### book 165b.3

τοὺς ἠθετημένους στίχους (sc. Υ 269—72). Ge

### book 165c1.1

χρυσὸς γὰρ ἐρύκακε: οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός.

### book 165c1.2

εἰ δέ φησιν ὅτι μέχρι τινὸς ἔρρηξε, μέσην τακτέον τὴν χρυσῆν πτύχα

### book 165c1.3

κατὰ Πορφύριον (cf. Porph. 1, 245, 11). b(BCE3)T δύναται δὲ

### book 165c1.4

καὶ οὕτως εἶναι πρῶτος. b(BCE3)

### book 165c2

ὅτι ἐν ἐπιφανείᾳ 〈ἡ〉 χρυσῆ πτυχή. Ge

### book 166a.1

τῷ δ’ ἑτέρῳ μιν 〈πῆχυν ... βάλε χειρόσ〉: ὅτι

### book 166a.2

ἀρχαϊκῶς πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν, οὐχὶ τὸν πῆχυν αὐτοῦ. A

### book 166b

〈ἐπιγράβδην:〉 ὡς ἐπιξέσαι. Til

### book 167a.1

σύτο δ’ αἷμα: ὑπὸ μόνου τούτου Ἀχιλλεὺς τιτρώσκεται.

### book 167a.2

A b (BCE3E4)T

### book 167b1.1

ἡ δ’ {ὑπὲρ αὐτοῦ}: ὡς τὸ „νεφέλη δέ μιν 〈ἀμφιβέβηκε /

### book 167b1.2

κυανέη·〉 τὸ μὲν οὔποτ’ ἐρωεῖ“ (μ 74—5), οὕτω καὶ νῦν πρὸς τὴν

### book 167b1.3

συνώνυμον μελίαν (cf. Φ 162) ὑπήντησεν. T

### book 167b2.1

σημείωσαι ὅτι „τῷ 〈δ’〉 ἑτέρῳ“ (Φ 166) εἰρηκὼς ἐπήγα‐

### book 167b2.2

γεν ἡ δ’ ὑπὲρ αὐτοῦ / „γαίῃ ἐνεστήρικτο“ (Φ 167—8). Aint

### book 169a.1

ἰθυπτίωνα: ἀπὸ τοῦ „ἰθὺ βέλος πέτεται“ (Υ 99). b

### book 169a.2

(BCE3)T μεταφορικῶς δὲ ἀπὸ τοῦ φοροῦντος τὸ πλεονέκτημα

### book 169a.3

ἐπὶ τὸ φορούμενον μετήγαγεν. ἔστιν οὖν ‘κατ’ εὐθὺ πετομένην‘.

### book 169a.4

b(BE3)T

### book 169b1.1

ἰθυπτίωνα: ὅτι Ζηνόδοτος γράφει „ἰθυκτίωνα“ διὰ τὸ

### book 169b1.2

κτηδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει

### book 169b1.3

δὲ νῦν τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν. τὸ μέντοι ἰθυπτίωνα εἰς

### book 169b1.4

εὐθὺ φερομένην, ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα· „καὶ

### book 169b1.5

δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτεται“ (Υ 99). A Ge

### book 169b2.1

ἄλλως· ἰθυπτίωνα: †ἀρίσταρχος† „ἰθυκτίωνα“, ὅ ἐστιν

### book 169b2.2

ἐπ’ εὐθείας ἔχουσαν τὰς κτηδόνας καὶ τὰς ἐν τοῖς ξύλοις διαφύσεις. T

### book 169c.1

〈ἰθυπτίωνα:〉 ἐπ’ εὐθείας φερομένην ὑπὸ τῆς εὐστοχίας

### book 169c.2

τοῦ Ἀχιλλέως. | οἱ δὲ γράφοντες „ἰθυκτίωνα“ φασὶ κτηδόνας

### book 169c.3

καλεῖσθαι τὰς κατ’ εὐθεῖαν διαφύσεις τῶν ξύλων οἷον ἶνας. ἰθυπτίωνα

### book 169c.4

δὲ λέγει τὴν ἐπ’ εὐθείας πετομένην καὶ πορευομένην. | ὅτι Ζηνόδοτος

### book 169c.5.1

γράφει „ἰθυκτίωνα“ καὶ Καλλίστρατος. | Ἑρμαπίας περισπᾷ τὴν

### book 169c.5.2

παρεσχάτην, „ἰθυπτιῶνα“ ὡς Ἑλικῶνα. Ge

### book 171.1

καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν: ἐναγώνιον τὸ τιτρώσκεσθαι

### book 171.2

(cf. Φ 166—7) καὶ ἀποτυγχάνειν Ἀχιλλέα. T

### book 172a

μεσ〈σ〉οπαλὲς 〈δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθης μείλινον

### book 172a.1

ἔγχος:〉 μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκ‐

### book 172a.2

πεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ

### book 172a.3

τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶ‐

### book 172a.5.1

δες ὄν. b(BCE3E4)T τοῦτο δὲ οἰκονομεῖ, ἵν’ ἑξῆς (sc. Φ 174—7)

### book 172a.5.2

ἐπιχειρῶν Ἀστεροπαῖος ἀνελκύσαι αὐτὸ 〈μὴ〉 δυνατὸς ᾖ. ἢ ὅτι δόρυ

### book 172a.5.3

ἐκ μέσου πάλλεται. T

### book 172b1.1

μεσσοπαλές: ἔνιοι „μεσσοπαγέσ“ διὰ τοῦ γ, οὐκ εὖ·

### book 172b1.2

βούλεται γὰρ λέγειν ‘ἕως μέσου παλλόμενον‘, δι’ οὗ τὸ σφοδρὸν τῆς

### book 172b1.3

βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος. A

### book 172b2

οὕτως Ἀρίσταρχος μεσσοπαλές. Aint

### book 172b3

μεσ〈σ〉οπαλές, οὕτω διὰ τοῦ λ. Til

### book 172c.1

κατ’ ὄχθης: ὅτι ἣν νῦν ὄχθην εἴρηκεν, ἑξῆς (sc. Φ 175)

### book 172c.2

κρημνόν· „οὐ δύνατ’ ἐκ κρημνοῖο“· πάντα γὰρ τὰ ὑψηλὰ ὄχθαι

### book 172c.3

λέγονται. A

### book 173a1.1

Πηλεΐδης δ’ ἄορ 〈ὀξὺ ἐρυσσάμενοσ〉: ὅτι ὡς περὶ

### book 173a1.2

ἑτέρου λέγει, προειπὼν „δεύτερος αὖτ’ Ἀχιλ{λ}εύσ“ (Φ 169). A

### book 173a2

{πηλείδης δέ·} ἐπανείληφεν ὡς περὶ ἑτέρου διαλεγόμενος. T

### book 173b.1

Πηλείδης δ’ ἄορ 〈ὀξὺ ἐρυσσάμενοσ〉: Ἀριστόνικος

### book 173b.2

(p. 309 Friedl.) ὅτι ὡς περὶ ἑτέρου λέγει· εἴρηκε γάρ· „δεύτερος

### book 173b.3

αὖτ’ Ἀχιλ{λ}εύσ“ (Φ 169). Ge

### book 174a1.1

ἆλτ’ ἐπί οἱ 〈μεμαώσ〉: ἡ οἷ ἀντωνυμία ἀπόλυτός ἐστι

### book 174a1.2

καὶ ἐγκλιτική· διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν. A

### book 174a2

ἀπόλυτος ἡ οἷ. Til

### book 174a3

{ἆλτ’ ἐπί οἱ:} Πτολεμαῖος ὁ Ἀσκαλωνίτης τὸ ἐπί βα‐

### book 174a3

ρύνει· †ἔστι γὰρ ψιλοῦν αὐτό. Ge

### book 175

〈οὐ δύνατ’—χειρὶ παχείῃ:〉 γραφικῶς. Til

### book 179a.1

〈Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα:〉 λείπει τὸ

### book 179a.2

ἐλθών. b(BCE3)Til

### book 179b.1

ἄορι: τῷ δόρατι. Φιλήτας (fr. 23 Pow. = 27 K.)· „καί

### book 179b.2

κεν Ἀθηναίης δολιχαόρου“ ἀντὶ τοῦ ‘μέγα δόρυ ἐχούσησ‘. T

### book 181.1

χολάδες: τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι,

### book 181.2

b(BCE3E4)T ὅθεν καὶ κῶλον. T οἱ δὲ τὰ ἔντερα, ἃ τὴν

### book 181.3

ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθή, ὅθεν ὁ ἴκτερος, ἡ δὲ

### book 181.4

μέλαινα, ἀφ’ ἧς αἱ μελαγχολίαι. b(BCE3E4)T

### book 183a

〈ἐξενάριξε:〉 ἐν ἐνίαις διὰ τοῦ ζ „ἐξενάριζε“. Aint

### book 183b

〈εὐχόμενος:〉 ὅτι ἀντὶ τοῦ καυχώμενος. Aim

### book 184-5.1

Κρονίωνος / παισίν: ἀντὶ τοῦ ἐκγόνοις. b(BCE3)T

### book 184-5.2

Αἰακοῦ γὰρ καὶ Ἐνδηΐδος τῆς Σκείρωνος Πηλεύς, οὗ Ἀχιλλεύς. T

### book 185a1.1

ποταμοῖό περ ἐκγεγαῶτι: ὅτι περισσὸς ὁ πέρ, ὡς

### book 185a1.2

ἐκεῖ „φυγόντι περ αἰπὺν ὄλεθρον“ (ρ 47). | οὕτως δὲ κατὰ δοτικὴν

### book 185a1.3

ἐκγεγαῶτι αἱ Ἀριστάρχου. A

### book 185a2

περισσὸς ὁ πέρ. b(BCE3)T | Ἀρίσταρχος δὲ τὸ

### book 185a2

ἐκγεγαῶτι κατὰ δοτικήν. T

### book 186a.1

φῆσθα {σὺ μὲν ποταμοῦ}: εἴτε ἐνεστῶτα σημαίνει, προ‐

### book 186a.2

περισπασθήσεται, εἴτε δεύτερον ἀόριστον, ὁμοίως. τούτῳ δὲ μόνῳ

### book 186a.3

διαλλάξει τῷ σὺν τῷ ι γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος. A

### book 186b.1

φῆσθα: προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. b

### book 186b.2

(BCE3)T Τυραννίων (fr. 46 P. = 48 H.) δὲ βαρύνει ὡς ἐνεστῶ‐

### book 186b.3

τος b(BE3)T χρόνου καὶ μετὰ τοῦ ι γράφει. T

### book 186c.1

〈φῆσθα σὺ μὲν〉 ποταμοῦ γένος 〈ἔμμεναι〉: ἀλλὰ

### book 186c.2

καὶ Αἴγινα Ἀσωποῦ. οὐκ εὐτελίζει οὖν τοὺς ποταμούς, ἀλλὰ Δία προ‐

### book 186c.3

κρίνει (cf. Φ 187—91). ἄλλως τε τὰ τῶν πατέρων ἀεὶ προκρίνει ὁ

### book 186c.4

ποιητής. T

### book 189.1

Αἰακός: ἐπειδὴ ἀετῷ εἰκασθεὶς ἐμίγη αὐτῇ, τὸν παῖδα

### book 189.2

Αἰακὸν ὠνόμασεν. T

### book 190a1.1

ἁλιμυρηέντων: κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρη‐

### book 190a1.2

νεῖν. φησὶ δὲ „οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν“

### book 190a1.3

(Φ 219). T

### book 190a2.1

〈ἁλιμοιρηέντων:〉 κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τι‐

### book 190a2.2

νὸς θρηνεῖν, | ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ

### book 190a2.3

ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ b(BCE3) τοὺς τὴν ἰδίαν μοῖραν

### book 190a2

εἰσβάλλοντας ἐν ἁλί. b(BCE3E4)

### book 191.1

〈κρείσσων δ’ αὖτε:〉 Ἀρίσταρχος ἔξω τοῦ δέ, „κρείσσων

### book 191.2

αὖτε“. Aim

### book 192.1

καὶ γὰρ σοὶ ποταμός 〈γε πάρα μέγασ〉: ἤτοι περὶ

### book 192.2

τοῦ Ἀξιοῦ φησιν, οἷον ‘πάρεστι σοι ποταμὸς ὁ πρόγονοσ‘· ἢ καὶ

### book 192.3

μᾶλλον ‘πάρεστί σοι ὁ Ξάνθοσ‘, ἵνα διὰ τούτου ἐπὶ τὴν ὀργὴν προ‐

### book 192.4

καλῆται τὸν Ξάνθον. T

### book 192-3a1.1

καὶ γὰρ σοὶ ποταμός γε 〈πάρα μέγας, εἰ

### book 192-3a1.2

δύναταί τι / χραισμεῖν〉: ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν

### book 192-3a1.3

(193)· ἢ στικτέον μετὰ τὸ μέγας (192), ὑποστικτέον AT δὲ

### book 192-3a1.4

μετὰ τὸ εἰ δύναταί τι, ἵνα τὸ χραισμεῖν ἀντὶ προστακτικοῦ κέηται. A

### book 192-3a2.1

μέγας, φησίν, ἐστὶν ὁ ποταμός, εἴ γε δύναται καὶ

### book 192-3a2.2

χραισμεῖν, ἵνα μὴ στίξωμεν εἰς τὸ μέγας (192). εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ

### book 192-3a2.3

μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω. b(BCE3E4)

### book 194.1

τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει: Ἡρακλῆς εἰς

### book 194.2

Ἅιδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως· οὗ

### book 194.3

καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν, ἐπανελθὼν εἰς φῶς

### book 194.4

ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ †μνηστευομένην

### book 194.5.1

τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμόν, διεπάλαισεν αὐτῷ ταύρου

### book 194.5.2

μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν

### book 194.5.3

παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ

### book 194.5.4

κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ

### book 194.5.5

τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν

### book 194.10

ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ

### book 194

(fr. 249a = dith. II p. 75 Sn.). A Ge

### book 194a1.1

οὐδὲ κρείων Ἀχελώϊος 〈ἰσοφαρίζει〉: ἡ ἀρχαία

### book 194a1.2

Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλοὺς ἔκειτο, ὅθεν ὁ Ἀχελῷος ἐκρέων δι’

### book 194a1.3

Αἰτωλίας εἰς τὸν Ἀμβρακικὸν ἐξῄει κόλπον, ἄχρις οὗ Ἡρακλῆς αὐτὸν

### book 194a1.4

ἀπέτρεψεν. μέγιστος οὖν τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος· διὸ

### book 194a1.5

Ἀχελῷος πᾶν πηγαῖον ὕδωρ. καὶ τὸ ἐν Δωδώνῃ δὲ μαντεῖον 〈ἐν〉

### book 194a1

ἅπασι τοῖς χρησμοῖς κελεύει θύειν Ἀχελῴῳ. T

### book 194b1.1

〈κρείων〉 Ἀχελώϊος: πρεσβύτερον τῶν ἄλλων ἥγηνται

### book 194b1.2

τὸν Ἀχελῷον· διὸ καὶ κρείοντα αὐτόν φησιν. T

### book 194b2/a2.1

τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγουσιν

### book 194b2/a2.2

Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. | ῥεῖ δὲ

### book 194b2/a2.3

δι’ Ἀκαρνανίας καὶ Δωδώνης. b(BCE3)

### book 194c1

〈οὐδέ:〉 Ἀρίστ〈αρχοσ〉 „οὔτε {βαθυρείταο}“. Aim

### book 194c2

ἄλλως· οὐδέ {κρείων}: „οὔτε“ διὰ τοῦ τε. T

### book 194d.1

〈Ἀχελώϊος:〉 Ἀχελῷος λέγεται διὰ τὴν τοῦ ι ἐκφώνησιν

### book 194d.2

καὶ Ἀχελωὸς ὀξυτόνως ἄνευ τοῦ ι γράφεται, παρὰ τὴν τοῦ α ἐπίτασιν

### book 194d

καὶ τὸ ὅλος χέεσθαι. ἢ Ἀχελήϊος. Ge

### book 195a1.1

οὐδὲ βαθυρρείταο 〈μέγα σθένος Ὠκεανοῖο〉: ὅτι

### book 195a1.2

Ζηνόδοτος αὐτὸν οὐκ ἔγραφεν· γίνεται γὰρ ὁ Ἀχελῷος πηγὴ τῶν

### book 195a1.3

ἄλλων πάντων. ἔστι δὲ καθ’ Ὅμηρον ὁ Ὠκεανὸς ὁ ἐπιδιδοὺς πᾶσι τὰ

### book 195a1.4

ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν· „οὔτε τις οὖν ποταμῶν ἀπέην

### book 195a1.5

νόσφ’ Ὠκεανοῖο“ (Υ 7). A Ge

### book 195a2

ὅτι Ζηνόδοτος τοῦτον ἠθέτηκεν ἄρας. Ge

### book 195b.1

οὐδὲ βαθυρρείταο〈—Ὠκεανοῖο〉: τοῦτον οὐ

### book 195b.2

γράφει Μεγακλείδης· φησὶ γὰρ ἐν τῇ πρώτῃ Περὶ Ὁμήρου· „ποῖον

### book 195b.3

ῥεῖθρον μεῖζον Ἀχελῴου, ‘ἐξ οὗπερ πάντες ποταμοί‘ (Φ 196);“ ὥστε

### book 195b.4

παρέλιπεν τὸν περὶ τοῦ Ὠκεανοῦ. Κράτης δὲ ἐν δευτέρῳ τῶν Ὁμη‐

### book 195b.5

ρικῶν (fr. 32 M.) δεικνύει ὅτι Ὠκεανὸς Μεγάλη θάλασσα· „ταῦτα

### book 195b.1

γάρ, φησί, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν

### book 195b.2

ἔτι καὶ νῦν οἱ μὲν Μεγάλην θάλατταν, οἱ δὲ Ἀτλαντικὸν πέλαγος, οἱ

### book 195b.3

δὲ Ὠκεανὸν προσαγορεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην

### book 195b.4

ἔχειν τὴν δύναμιν; καίτοι γ’ ἔνιοι ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ

### book 195b.10.1

στίχον τῷ Ἀχελῴῳ περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης

### book 195b.10.2

μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῇ κόλπων, λέγω δὴ Τυρρηνικοῦ 〈καὶ〉

### book 195b.10.3

Ἰονίου.“ εἶτα δ’ ἐν τῷ τρίτῳ φησὶν ὅτι „καὶ οἱ μετὰ ταῦτα φυσικοὶ

### book 195b.10.4

συνεφώνησαν τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ

### book 195b.10.5

Ὠκεανὸν εἶναι· ἐξ οὗπερ τὸ πότιμον. Ἵππων (Vors.6 38 B 1)· ‘τὰ

### book 195b.15.1

γὰρ ὕδατα 〈τὰ〉 πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστί〈ν〉· οὐ γὰρ δή

### book 195b.15.2

που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν, ἐξ ὧν πίνομεν· οὕ‐

### book 195b.15.3

τως γὰρ οὐκ ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ’ ἄλλοθέν ποθεν.

### book 195b.15.4

νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶν τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν

### book 195b.15.5

τῆς θαλάσσης ἐστίν, πάντα ἀπ’ αὐτῆς ἐστιν.‘ οὕτως τὰ αὐτὰ εἴρηκεν

### book 195b.20

Ὅμηρος.“ Ge

### book 195c.1

〈οὐδὲ—Ὠκεανοῖο:〉 τινὲς {δὲ} οὐ γράφουσι τὸν

### book 195c.2

στίχον, θέλοντες ἐξ Ἀχελῴου ῥεῖν· τὸν γὰρ αὐτὸν Ὠκεανῷ Ἀχελῷόν

### book 195c.3

φασιν. T

### book 196-7.1

ἐξ οὗπερ πάντες 〈ποταμοὶ—νάουσιν〉:

### book 196-7.2

Ξενοφάνης ἐν τῷ Περὶ φύσεως (Vors.6 21 B 30)· „πηγὴ δ’ ἐστὶ

### book 196-7.3

θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· / οὔτε γὰρ ἐν νέφεσιν †ἔσωθεν

### book 196-7.4

ἄνευ πόντου μεγάλοιο / οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ[θέρος] ὄμβριον

### book 196-7.5.1

ὕδωρ, / ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε / καὶ ποτα‐

### book 196-7.5.2

μῶν“, ὡς Ὅμηρος· ἐξ οὗπερ πάντες ποταμοί. Ge

### book 196.1

πᾶσα θάλασσα: ὅλη. ἢ ἐπεὶ πολλὰ πελάγη εἰσίν, Ἀτλαν‐

### book 196.2

τικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον,

### book 196.3

Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔ‐

### book 196.4

ξεινος, Κασπία, Ἐρυθρά. A b (BCE3)T

### book 197.1

μακρά: βαθέα. καὶ „ἠϊόνος προπάροιθε βαθείησ“ (Β 92)

### book 197.2

ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ πιδύουσιν. b(BCE3)T

### book 200.1

ἐκ κρημνοῖο: ὅτι ἀντιπέφρακε τῇ ὄχθῃ (cf. Φ 172) τὸν

### book 200.2

κρημνόν. Aim T

### book 202

δίαινε: διαίνεσθαι κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι. T

### book 203a.1

ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι Ὅμηρος διαστέλλει τὰς

### book 203a.2

ἐγχέλυας ἀπὸ τῶν ἰχθύων· καὶ ἑξῆς (Φ 353)· „τείροντ’ ἐγχέλυές τε

### book 203a.1

καὶ ἰχθύεσ“. ἔστι δὲ πιθανεύσασθαι οὕτως δεχόμενον, ἐγχέλυες καὶ οἱ

### book 203a.2

ἄλλοι ἰχθύες, ὡς „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1) κατ’

### book 203a.5

ἐξοχήν. A

### book 203b.1

ἐγχέλυες: χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οὔτε ἐξ ὀχείας

### book 203b.2

γίνονται b(BCE3E4)T οὔτε ζωὰ τίκτουσιν T οὔτε σπερ‐

### book 203b.3

ματικοὺς οὔθ’ ὑστερικοὺς ἔχουσι πόρους. οὐκ εἰς θῆλυ καὶ ἄρρεν

### book 203b.4

διακρίνονται, ἀλλ’ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνί‐

### book 203b.5.1

στανται ἐν τῷ πηλῷ, ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλο‐

### book 203b.5.2

φάγους αὐτὰς εἶναι καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. b(BCE3E4)T καὶ

### book 203b.5.3

ἐν τῷ ἀγορανομικῷ δὲ νόμῳ Ἀθηναίων διέσταλται ἰχθύων καὶ

### book 203b.5.4

ἐγχελύων τέλη. T καί φησιν ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον

### book 203b.5.5

ἐσθίοντες αὐτόν. b(BCE3E4)T ἢ ὅτι μάλιστα τῶν ἄλλων

### book 203b.10

ἰχθύων σαρκοφαγοῦσιν. b(BE3E4)T

### book 204a.1

δημὸν ἐρεπτόμενοι 〈ἐπινεφρίδιον κείροντεσ〉: συν‐

### book 204a.2

απτέον ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστι δημὸν ἐπινεφρίδιον.

### book 204a.3

τὸ δὲ ἐρεπτόμενοι καὶ κείροντες δισσολογεῖται. A b (BCE3E4)T

### book 204b.1

δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον: περὶ γὰρ τοὺς νε‐

### book 204b.2

φροὺς πολλή ἐστιν ἡ πιμελή. εἴρηνται δὲ νεφροί, ἀφ’ ὧν νείφεται τὰ

### book 204b.3

οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι.

### book 204b.4

A b (BCE3E4)T

### book 204c.1

κείροντες: ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος. A b (B

### book 204c.2

CE3E4)T

### book 205.1

Παίονας 〈ἱπποκορυστάς: οὐκ〉 „ἀγκυλοτόξουσ“ (Β 848)·

### book 205.2

διεπολέμουν γὰρ πρὸς τοὺς ὁμόρους Θεσσαλούς· διὸ τὴν διαφορὰν

### book 205.3

συνέστησεν, ὡς Λυδίων καὶ Λυκίων. T

### book 206

〈πεφοβήατο:〉 συνδεδιωγμένοι ἦσαν. Til

### book 213.1

〈εἰσάμενος, βαθέης δ’ ἐκφθέγξατο:〉 γράφεται καὶ

### book 213.2

„εἰδόμενοσ“. τὸ δὲ βαθέης χωρὶς τοῦ δ. Aint

### book 214-21.1

〈ὦ Ἀχιλεῦ—ὄρχαμε λαῶν:〉 ἐντέχνως εὗρεν πρέ‐

### book 214-21.2

ποντας ποταμῷ λόγους, μεταξὺ ὀργῆς καὶ παραγγελίας †ἀνδρῶν

### book 214-21.3

λόγων. Ge

### book 214-5.1

περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις 〈/ ἀν‐

### book 214-5.2

δρῶν· αἰεὶ—αὐτοί〉: τοιοῦτόν ἐστιν, ὃ λέγει· ‘ἐν ᾧ διὰ τοὺς

### book 214-5.3

θεοὺς κρατεῖς, ἀδικεῖσ‘. T

### book 214a1.1

περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις: οὐκ

### book 214a1.2

ἀναστρεπτέον τὴν περί πρόθεσιν· κεῖται γὰρ ἀντὶ τοῦ περισσῶς. A

### book 214a2.1

οὐκ ἀναστρεπτέον δὲ τὴν περί· ἔστι γὰρ ἀντὶ τοῦ περισ‐

### book 214a2.2

σῶς. b(BCE3)T

### book 214b

αἴσυλα: ἐστερημένα αἴσης, ὅ ἐστι τῆς ἰσότητος. b(BCE3)

### book 214b

T

### book 215.1

〈αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί:〉 ἀφῄρηταί τι

### book 215.2

αὐτοῦ τοῦ φρονήματος, ὡς οὐ δι’ ἀνδρείαν πάντα ποιοῦντος καὶ

### book 215.3

κατορθοῦντος. Ge

### book 217a.1

ἐξ ἐμέθεν γ’ ἐλάσας 〈πεδίον κάτα μέρμερα ῥέζε〉:

### book 217a.2

ἀπὸ τῶν ἐμῶν ῥείθρων ἐλάσας. τοῦτο λέγει ἐνεδρεύων, ὅπως ἐναλλόμε‐

### book 217a.3

νος πρὸς τὸ ἐξελάσαι τοὺς Τρῶας εἰς τὸ πεδίον διαφθαρῇ. ὁ δὲ Ἀχιλ‐

### book 217a.4

λεὺς οὐ συνεισήλατο. | τὸν τόπον παραιτεῖται, οὐ κωλύσων τὸν

### book 217a.5

φόνον, 〈ἀλλ’〉 ἵν’ ᾖ κατὰ 〈τὸ〉 πεδίον. Ge

### book 217b1.1

〈ἐμέθεν γ’ ἐλάσας:〉 οὕτως διὰ τοῦ γέ, ἐμέθεν γ’

### book 217b1.2

ἐλάσας. Aint

### book 217b2

τινὲς „〈ἐμέθεν〉 πελάσασ“. Til

### book 218a.1

ἐρατεινὰ ῥέεθρα: ὅτι ἄκαιρον τὸ ἐπίθετον· πεφοίνικται

### book 218a.2

γὰρ ὑπὸ τοῦ αἵματος. ὅμοιον οὖν τῷ „ἐσθῆτα φαεινήν“ (ζ 74) καὶ

### book 218a.3

„ἄστρα φαεινὴν ἀμφὶ σελήνην“ (Θ 555). A

### book 218b.1

ἐρατεινὰ ῥέεθρα: καλῶς τὸ ἐπίθετον εἰς ἔνδειξιν τοῦ

### book 218b.2

ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται. b(BCE3)T

### book 218c

ἐρατεινά: πρὸς τὰ καλά, ἔρωτος ἄξια. Ge

### book 219a

〈προχέειν ῥόον:〉 ἐπεὶ καὶ προχοαὶ τὰ ῥεύματα. Til

### book 219b

εἰς ἅλα δῖαν: μεγάλην, ἀπὸ τοῦ Διός b(BCE3)T ἢ

### book 219b

παρὰ τὸ δέος. ἢ ὅτι θρεπτικὴ τῶν οὐρανίων. T

### book 220.1

στεινόμενος: ὅτι ἀντὶ τοῦ στενοχωρούμενος ὑπὸ τοῦ πλή‐

### book 220.2

θους τῶν νεκρῶν, οὐ στενάζω〈ν〉. A

### book 221a.1

{ἀλλ’ ἄγε δὴ καὶ} ἔασον: ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ

### book 221a.2

ἐῶ περισπωμένου κείμενον. A

### book 221b1

〈ἔασον:〉 τινὲς πληρώθητι, παρὰ τὸ ἆσαι. Til

### book 221c1.1

{ἀλλ’ ἄγε δὴ καὶ} ἔασον: ἀπὸ τοῦ ἥδω τινὲς οἰόμενοι τὸ

### book 221c1.2

ἔασον κατὰ διαίρεσιν τῆς πρώτης συλλαβῆς ἐδάσυναν, ἵνα σημαίνῃ

### book 221c1.3

τὸ πληρώθητι. ἄμεινον δὲ ψιλοῦν· ἔστι γὰρ ἀπὸ τοῦ ἐάω τὸ ἔασον. T

### book 221b2/c2.1

πληρώθητι, κορέσθητι, παρὰ τὸ ἆσαι. | ἢ ἔασον †τοῦ†

### book 221b2/c2.2

μιαίνειν τῷ φόνῳ τὰ ῥεύματα. b(BCE3E4)

### book 221d

ἄγη {μ’ ἔχει}: θαυμασμός, παρὰ τὸ ἄγαν. Tt

### book 223a1.1

ἔσται ταῦτα, Σκάμανδρε: ἀμφιβόλως συγκατατίθεται

### book 223a1.2

ἀφέξεσθαι τῆς εἰς τὸν ποταμὸν τῶν νεκρῶν ἐμβολῆς. εἶτ’ ἑξῆς παρα‐

### book 223a1.3

βαίνει τὰς συνθήκας, καὶ πάλιν ἐπεισβαίνει τῷ ῥείθρῳ· „ἦ, καὶ

### book 223a1.4

Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ / κρημνοῦ ἀπαΐξασ“ (Φ

### book 223a1.5

233—4). T

### book 223a2.1

συγκατατίθεται ὑποχωρῆσαι τοῦ ῥείθρου καὶ πάλιν

### book 223a2.2

ἑξῆς ἐπεισβαίνει τῷ ῥείθρῳ· ὅθεν αὐτῷ ἐπεξέρχεται ὁ ποταμός. b

### book 223a2

(BCE3E4)

### book 226.1

ἀντιβίην ἤ κέν με 〈δαμάσσεται ἤ κεν ἐγὼ τόν〉:

### book 226.2

ἤτοι στικτέον ἐπὶ τὸ ἀντιβίην, ἵνα ὀξυτόνως ἀμφοτέρους ἀναγι‐

### book 226.3

νώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους, ἤ κέν με δαμάσσεται ἤ

### book 226.4

κεν ἐγὼ τόν, ἵνα τοῦ κέν συνδέσμου δὶς περισσεύοντος ὁ λόγος ᾖ

### book 226.5.1

ἀποφατικός, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ

### book 226.5.2

λόγος διαπορητικός, ‘τοῦ Ἕκτορος πειραθῆναι (cf. Φ 225) ἄντικρυς,

### book 226.5.3

πότερον αὐτὸς ἀνελεῖ με ἢ ἐγὼ αὐτόν‘. A

### book 227

〈δαίμονι ἶσος:〉 ἀκμὴς ὡς θεός. Til

### book 229-30.1

οὐ σύ γε βουλάς / εἰρύσαο Κρονίωνος: διὰ τὸ

### book 229-30.2

„ἀμφοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου“ (Υ 25). καὶ πρὸς

### book 229-30.3

τὸ „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται“ (Υ 26). ὑπομιμνῄσκει

### book 229-30.4

οὖν ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτω τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ

### book 229-30.5

δόντος τοῦ Διός. b(BCE3E4)T

### book 232a.1

δείελος ὀψὲ δύων: τὴν πρὸς τὴν τοῦ ἡλίου δύσιν

### book 232a.2

ὀψίαν δείλην ὑπὸ Ἀττικῶν λεγομένην αὐτὸς ἀρσενικῶς ‘ὀψὲ δύοντα

### book 232a.3

δείελον‘ ἔφη. τινὲς δὲ δείλη, ἐπεὶ δειλότεροι τότε ἐγίνοντο τὸ νυκτερινὸν

### book 232a.4

οἰωνιζόμενοι σκότος. b(BCE3E4)T

### book 232b1

δείελος ὀψὲ δύων: ἡ „δείλη“ (Φ 111) δείελος εἴρηται

### book 232b1.1

ὡς ἡ ἑσπέρα „ἕσπεροσ“ (α 423. ς 306), AT ὠνὴ „ὦνοσ“ (cf.

### book 232b1.2

Φ 41. Ψ 746 al.), χολὴ „χόλοσ“ (Α 387. Β 241 al.). | τὸ δὲ ὀψὲ

### book 232b1.3

δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο,

### book 232b1.5.1

ὀψιδύων ὡς ὀψιμαθής, „ὀψιτέλεστον“ (Β 325). οὕτως δὲ καὶ τὸ „ὀψὲ

### book 232b1.5.2

δύοντα Βοώτην“ (ε 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου

### book 232b1.5.3

(1,487,4 L.). A

### book 232b2.1

〈δείελος:〉 ἡ „δείλη“ δείελος δὲ εἴρηται ὡς ἑσπέρα

### book 232b2.2

„ἕσπεροσ“, ὠνὴ „ὦνοσ“, χολὴ „χόλοσ“. εἰσὶ μέντοι, οἳ καὶ τὸ ε

### book 232b2.3

ἐδάσυναν, προσέχοντες τῇ ἐτυμολογία· παρὰ γὰρ τὸ ἐνδεῖν τῇ ἕλῃ.

### book 232b2.4

οὐκ ἐπείσθη δὲ αὐτοῖς ἡ παράδοσις. Ge

### book 232c

〈δείελος:〉 ὅτι ἀρσενικῶς τὴν δείλην δείελον. Aim

### book 232d.1

〈σκιάσῃ δ’ ἐρίβωλον ἄρουραν:〉 σκίασμα γὰρ γῆς ἡ

### book 232d.2

νύξ. Til

### book 234-5.1

ὁ δ’ ἐπέσσυτο οἴδματι θύων 〈/ πάντα δ’ ὄρινε

### book 234-5.2

ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκρούσ〉: ἐδεινοποίησε τὸν τόπον

### book 234-5.3

τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ ἐπέσσυτο (234) σφοδρὰν τὴν ὁρμὴν

### book 234-5.4

παρίστησι, τὸ δὲ οἶδμα (cf. 234) ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ

### book 234-5.5.1

θύων (234) ὁρμῶν ἐμμανῶς. ἡ μεταφορὰ δὲ τοῦ κυκᾶσθαι τὸν ποτα‐

### book 234-5.5.2

μὸν (cf. 235) κατὰ τὸ οἴδματι θύειν (cf. 234) καὶ ὀρίνειν τὰ κύματα καὶ

### book 234-5

τοὺς νεκροὺς ὠθεῖν (cf. 235). b(BCE3E4)T

### book 235-40.1

〈πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος,〉 ὦσε δὲ

### book 235-40.2

νεκρούς 〈/ πολλούς, —ἵστατο κῦμα〉: θείας ἐνεργείας τὸ

### book 235-40.3

μιᾷ ὁρμῇ τοὺς μὲν νεκροὺς ἐκβάλλειν (cf. 235—8), τοὺς δὲ ζῶντας

### book 235-40.4

ἐγκρύπτειν κολποῦντα ἑαυτόν (cf. 238—9), τὸν δὲ Ἀχιλλέα περιΐστα‐

### book 235-40.5.1

σθαι (cf. 240)· διὸ εἶπε πάντα δ’ ὄρινε ῥέεθρα (235) ἀντὶ τοῦ

### book 235-40.5.2

διήγειρεν. T

### book 237-8.1

τοὺς ἔκβαλλε θύραζε, μεμυκὼσ〈—ῥέεθρα〉:

### book 237-8.2

συναπτέον μέχρι τοῦ χέρσον δέ (238)· τὰ δὲ ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς

### book 237-8.3

ἀναγνωστέον· τὸ γὰρ ἑξῆς ἔκβαλ〈λ〉ε θύραζε (237) χέρσον δέ

### book 237-8.4

(238), 〈τὸ δὲ μεμυκὼς ἠΰτε ταῦρος (237) διὰ μέσου〉. | ἐντεῦθεν

### book 237-8.5.1

δὲ κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εἶναι

### book 237-8.5.2

τοὺς ποταμούς. A

### book 237

〈ἔκβαλλε:〉 ἐν ἄλλῳ „{τοὺς} ἐξῆγε“. Aim

### book 238a1.1

χέρσον δέ {ζωοὺς δὲ σάω}: μέχρι τούτου τὰ τῆς ἀνα‐

### book 238a1.2

παύσεως, εἶτα ζωοὺς δὲ σάω, ἵνα διαστολὴ γένηται ἥ τε τῶν νε‐

### book 238a1.3

κρῶν καὶ ἡ τῶν ζώντων. A

### book 238a2.1

στικτέον εἰς τὸ χέρσον δέ (238), ἵνα μὴ ὁ νοῦς ἐμποδίζοιτο.

### book 238a2.2

b(BCE3)

### book 239.1

κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι: τὸ ὁμοιο‐

### book 239.2

τέλευτον δίδωσι πλάτος τῷ ποταμῷ. T

### book 241.1

ὤθει δ’ ἐν σάκεϊ 〈πίπτων ῥόοσ〉: ἀντίπαλος γάρ ἐστιν

### book 241.2

Ἡφαίστου τοῦ δημιουργοῦ. T

### book 242-3

πτελέην 〈... /〉 εὐφυέα: κυριολεξία, ὡς καὶ ἐπὶ τοῦ

### book 242-3

„καί μοι φύσιν αὐτοῦ ἔδειξεν“ (κ 303). T

### book 242.1

{ὁ δὲ} πτελέην: ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιαʹ τῆς Καθόλου

### book 242.2

(1,283,30 L.)· πτελέα, ἰτέα. „καίοντο πτελέαι τε καὶ ἰτέαι“ (Φ 350)·

### book 242.3

ὁμοίως γὰρ τὸ ἰτέαι καὶ τὸ πτελέαι. καὶ ὁ δὲ πτελέην ἕλε χερσίν.

### book 242.4

ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι (διὸ

### book 242.5.1

καὶ τὴν εὐθεῖάν τινες ὤξυνον)· καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου,

### book 242.5.2

ὥσπερ καὶ ἐπὶ τοῦ „ἦλθε κατ’ ἰγνύην βεβλημένοσ“ (Ν 212) τὴν

### book 242.5.3

μεταβολὴν τῆς τάσεως ἐποιήσατο. A

### book 243.1

ἐκ ῥιζῶν ἐριποῦσα: οὐ παρέλκει τὸ ἐκ ῥιζῶν· b(BCE3)

### book 243.2

T βαθύρριζον γὰρ τὸ δένδρον· ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ

### book 243.3

κρημνῷ. b(BCE3E4)T

### book 244a.1

κρημνὸν ἅπαντα διῶσεν: τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν γῆν

### book 244a.2

πᾶσαν διέλυσε. b(BCE3E4)T

### book 244b1.1

{κρημνὰ ἅπαντα} διῶσε〈ν〉: προπερισπαστέον. ἤδη δὲ

### book 244b1.2

προείπομεν (sc. ad Α 611. Γ 426 al.) περὶ τῶν τοιούτων ῥημάτων,

### book 244b1.3

λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους, τίνα τε τῶν συντεθειμένων

### book 244b1.4

φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσιν. A

### book 244b2

προπερισπωμένως δὲ τὸ διῶσεν. b(BCE3)T

### book 245

〈γεφύρωσεν δέ μιν αὐτόν:〉 ἐν ἄλλῳ „γεφύρωσεν δὲ

### book 245

κέλευθον“. Aim

### book 246a.1

〈ἐκ δίνης:〉 Ἀρίσταρχος ἐκ δίνης, ἄλλοι „ἐκ λίμνησ“.

### book 246a.2

Aim

### book 246b.1

ἐκ δίνης: ὅτι διχῶς γράφεται, „ἐκ λίμνησ“ καὶ ἐκ δίνης.

### book 246b.2

τὸ μὲν οὖν ἐκ δίνης ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ, τὸ δὲ „ἐκ λίμνησ“ ἐκ

### book 246b.3

τοῦ καθ’ ὕδατος τόπου· διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ (sc. Ν 21.

### book 246b.4

32 al.). A

### book 246c.1

ἐκ δίνης: οὕτως ἡ γραφὴ ὁ δ’ ἂρ ἐκ δίνης. καὶ ἕτεραι

### book 246c.2

„ἐκ λίμνησ“. εἰ δὲ μὴ τὸ εὐσταθὲς ὕδωρ Ὠκεανοῦ, οὐ καλεῖ οὕτως· καὶ

### book 246c.3

ἐν Ὀδυσσείᾳ (ε 337) „ἀνεδύσατο λίμνησ“. τινὲς δὲ καὶ „〈ἐκ〉 ῥιπῆσ“

### book 246c.4

γράφουσιν. T

### book 247a

〈ἤϊξεν πεδίοιο ... πέτεσθαι:〉 ὅτι ἐλλείπει ἡ διά. Aint

### book 247b

〈πεδίοιο:〉 γράφεται „πεδίον δέ“. Ail

### book 247c.1

ποσὶ κραιπνοῖσιν: εἰ τοὺς πολεμίους διώκων ὠκύτατός

### book 247c.2

ἐστιν, χρὴ ἐννοεῖν, περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ποῖος ἦν.

### book 247c.3

b(BCE3E4)T

### book 247d

〈πέτεσθαι:〉 ἐν ἄλλῳ „φέρεσθαι“. Aim

### book 249a

ἀκροκελαινιόων: σκυθρωπάζων διὰ τῆς ἐπιφανείας. T

### book 249b

ἄλλως· ἀκροκελαινιόων: ἐπὶ μὲν τῶν τῆς θαλάσσης

### book 249b.1

κυμάτων λέγει „κυρτὰ φαληριόωντα“ (Ν 799). ἀκριβέστατα δὲ ἐπὶ

### book 249b.2

τῶν ποταμῶν παρεφύλαξε· κυμαινομένων γὰρ αὐτῶν μέλαινα ἡ

### book 249b.3

ἐπιφάνεια ὁρᾶται. τῇ δὲ παραγωγῇ καὶ τῇ συνθέσει τῶν λέξεων ἔδειξεν

### book 249b.5

ἐπαιρόμενον καὶ μελαινόμενον κῦμα. b(BCE3E4)T

### book 249c1.1

πόνοιο: ὅτι τοῦ πολεμικοῦ ἔργου. | οὕτως δὲ πόνοιο

### book 249c1.2

αἱ Ἀριστάρχου διὰ τοῦ π. Ἀριστοφάνης „φόνοιο“, καὶ λόγον ἔχει. A

### book 249c2.1

{παύσειε πόνοιο:} Ἀριστοφάνης „φόνοιο“, ὁ δὲ Ἀρί‐

### book 249c2.2

σταρχος πόνοιο, | τοῦ κατὰ τὸν πόλεμον ἔργου. T

### book 251

δουρὸς ἐρωή: ἐρωὴ 〈ἡ〉 μεθ’ ὁρμῆς βο〈λ〉ή. T

### book 252a.1

αἰετοῦ οἴματ’ ἔχων 〈μέλανοσ〉: λέοντι (sc. Υ 164‐

### book 252a.2

73), δελφῖνι (sc. Φ 22—4), ἀετῷ αὐτὸν εἴκασεν. καλεῖται δὲ μέλας

### book 252a.3

ἀετὸς καὶ φασσοφόνος. ἔστι δὲ μικρὸς μέν, τῶν δὲ ἄλλων ἰσχυρότερος. T

### book 252b.1

οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος: τὸ μὲν

### book 252b.2

οἴματα δασυντέον, τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέον, οὐχ ὥς τινες ὑφ’ ἓν

### book 252b.3

ἀναγινώσκουσι „μελανόστου“. A

### book 252c.1

〈μέλανος:〉 οὕτως, εἶτα ἀπ’ ἄλλης ἀρχῆς τοῦ θηρητῆ‐

### book 252c.2

ρος. | τινὲς δὲ „μελανόστου“ ὑφ’ ἓν ἀναγινώσκουσι, τοῦ μέλανα

### book 252c.3

ὀστᾶ ἔχοντος. Ge

### book 252d1

μέλανος τοῦ θηρητῆρος: Ἀριστοτέλης (fr. om. Rose)

### book 252d1.1

„μελανόστου“ ἀναγινώσκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος. ἀγνοεῖ δὲ ὡς

### book 252d1.2

οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἱ δὲ „μελανόσσου“,

### book 252d1.3

μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος „μέλανός του“ ἀντὶ τοῦ

### book 252d1.5.1

τινός. ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τὸ 〈τοῦ〉 ἐγκλιτικὸν οὐδέπω λέγει.

### book 252d1.5.2

ἄμεινον οὖν ἄρθρον αὐτὸ δέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ

### book 252d1.5.3

ποιητής. b(BCE3)T

### book 252d2

„μελανόστου“ Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τά‐

### book 252d2.1

σιν, ὡς Ὀρέστου· φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστᾶ ἔχειν. τινὲς δὲ

### book 252d2.2

γράφουσι „μελανόσσου“, τοῦ μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρ‐

### book 252d2.3

χον δὲ παρατίθενται ἀορίστως ἀνεγνωκότα „μέλανός του“, ὡς εἶναι

### book 252d2.5.1

μέλανός τινος. τὸ δὲ τοῦ, εἴτε πύσμα ᾖ εἴτε ἀόριστον, ἀγνοεῖ ὁ ποιητής·

### book 252d2.5.2

„τεῦ“ (Β 388. 390 al.) γὰρ ἀντὶ αὐτοῦ λέγει καὶ „τέο“ (π 305).

### book 252d2.5.3

ἄμεινον οὖν ἐκδέχεσθαι τὸ τοῦ ἄρθρον. Ge

### book 252d3.1

ὅτι μέλανα ὀστᾶ ἔχουσιν οἱ ἀετοί, ὡς καὶ Ἀριστοτέλης ἐν

### book 252d3.2

τῷ Περὶ ζῴων. T

### book 255a1

〈ὕπαιθα:〉 ὅτι τὸ ὕπαιθα εἰς τοὔμπροσθεν σημαίνει. Aim

### book 255a2

ἀντὶ τοῦ ἔμπροσθεν. Ge

### book 256.1

φεῦγ’, ὁ δ’ ὄπισθε ῥέων 〈ἕπετο〉: Ζωΐλος (fr. 32

### book 256.2

Friedl. = FGrHist 71, 12) αἰτιᾶται ὅτι ἀθανάτους ἵππους ἔχων ἐν

### book 256

τῷ ἀντικειμένῳ καιρῷ αὐτοῖς οὐ χρᾶται. Ge

### book 257-62a.1

ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸσ〈—καὶ τὸν

### book 257-62a.2

ἄγοντα〉: ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρχεται καὶ ἀνθηρόν. ἡ δὲ

### book 257-62a.3

παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ τὴν παραλλαγὴν τοῦ

### book 257-62a.4

ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ λοιπά, b(BCE3E4)T

### book 257-62a.5.1

〈ὡς ἐν τῷ〉 „ἠΰτε κούρη / νηπίη, ἥ θ’ ἅμα μητρὶ θέουσα“ (Π 7—8)

### book 257-62a.5.2

καὶ τὰ ἑξῆς. T παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· „ἀπὸ κρήνησ“

### book 257-62a.5.3

(257) μὲν τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν

### book 257-62a.5.4

κατάντει δὲ χωρίῳ (cf. 262) πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος.

### book 257-62a.5.5

b(BCE3E4)T

### book 257-62b.1

ὡς δ’ ὅτ’ ἀνὴρ〈—καὶ τὸν ἄγοντα〉: τῇ

### book 257-62b.2

ἑρμηνείᾳ ἐνέθηκε γλαφυρὸν πλάσμα. Δοῦρις (FGrHist 76, 89) δ’

### book 257-62b.3

αἰτιᾶται τὴν εἰκόνα ὡς τοῦ ὀρυμαγδοῦ καὶ τῆς ἀπειλῆς ἐνδεεστέραν καί

### book 257-62b.4

φησι ταῦτα διὰ 〈τὸ〉 τὴν ἐν τοῖς κήποις ὑδραγωγίαν ἐκμιμεῖσθαι

### book 257-62b.5.1

λανθάνειν πως τοὺς ἀναγινώσκοντας ὥστε μηδεμίαν ἔννοιαν

### book 257-62b.5.2

λαμβάνειν πρὸς ὃ πεποίηκε. ἀλλὰ τοῦτο συνέθηκεν οὕτως, ἀγαθὸς

### book 257-62b.5.3

ὢν καινοτομῆσαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν. Ge

### book 257.1

ὀχετηγός: ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις. b(BE3

### book 257.2

E4)T

### book 258.1

ὕδατι ῥόον ἡγεμονεύει: ἡγεμονεύει ὁδηγῶν τὸν ῥόον

### book 258.2

τοῦ ὕδατος. T

### book 259a

〈χερσὶ μάκελλαν ἔχων:〉 Ἡλιόδωρος γράφει· „χερσὶ

### book 259a

δίκελλαν ἔχων“. Ge

### book 259b.1

〈μάκελλαν:〉 μάκελλα ἡ σκαλὶς ἡ †μακέλλουσα† καὶ

### book 259b.2

κινοῦσα· δίκελλα γὰρ ἡ διχόθεν κέλλουσα. b(BCE3E4)T

### book 259c.1

〈ἀμάρης:〉 ἀμάρη ἡ †ὑδρορόη†, παρὰ τὸ τῇ ἄμῃ

### book 259c.2

†ῥεῖν†. ἢ παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.

### book 259c.3

b(BCE3E4)T

### book 259d.1

〈ἀμάρης:〉 ἀμάρα τὸ ὑδραγώγημα διὰ τὸ μὴ μαραίνεσθαι

### book 259d.2

τὰ παραπεφυκότα. | Παρμεν〈ί〉ων 〈ὁ〉 Βυζάντιος· „Θεσσαλοὶ τὸν

### book 259d.3

ὀχετὸν ἀμάραν, Ἀμβρακιῶται δὲ καλαρύαν“ ἐν τῷ τετάρτῳ τοῦ Περὶ

### book 259d

διαλέκτων ἔγραψεν. Ge

### book 259e.1

ἄλλως· ἀμάρης ἐξ ἔχματα βάλλων: τὰ κωλύματα τῆς

### book 259e.2

διώρυγος ἐκβάλλων. b(BCE3)T

### book 260-1.1

〈τοῦ μέν τε προρρέοντος ὑπὸ ψηφῖδες ἅπασαι /

### book 260-1.2

ὀχλεῦνται:〉 ἡ ὑπό (260) πρὸς τὸ ὀχλεῦνται (261), ἵν’ ᾖ ὑπο‐

### book 260-1.3

κινοῦνται. b(BCE3)Til

### book 260.1

ψηφῖδες: οὐχ ὑπὸ Ὁμήρου αἱ ψηφῖδες πεποίηνται, ἀλλ’

### book 260.2

ἔστιν ἡ λέξις Ἀττική· οὕτως γὰρ καὶ ἐν τοῖς Ἄξοσι (Sol. fr. 45 R.

### book 260.3

= 519 Mart.) {παρμένων βυζάντιος}. Ge.

### book 261.1

κελαρύζει: μετὰ κελάδου ῥεῖ· ἢ κατὰ ἀντίθεσιν †λακερύζει.

### book 261.2

b(BCE3)T

### book 262a1.1

χώρῳ ἔνι προαλεῖ, 〈φθάνει δέ τε〉: τινὲς ἐδάσυναν

### book 262a1.2

τὸ προαλεῖ, παρὰ τὸ ἅλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμόν.

### book 262a1.3

ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.), φάσκων ἀπὸ τοῦ

### book 262a1.4

ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι 〈***〉 ὥστε σημαί‐

### book 262a1.5

νεσθαι τὸ καταφερεῖ· καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ

### book 262a1

φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου. A

### book 262a2

φθάνει: Ἀρίσταρχος ἐξέτεινε τὸ α διὰ τὸ μέτρον. T

### book 262b.1

〈προαλεῖ:〉 κατάντει, καθ’ ὃν τὸ ὕδωρ ἔρχεται ἅλις.

### book 262b.2

b(BCE3E4)

### book 262c.1

χώρῳ ἔνι προαλεῖ: Παρμενίων ὁ Βυζάντιος· „Κύπριοι

### book 262c.2

καὶ Ἀρκάδες καὶ Λακεδαιμόνιοι προαλὲς 〈τὸ〉 κάταντες.“ καὶ Πτολε‐

### book 262c.3

μαῖος ὁ Ἀσκαλωνίτης 〈ψιλοῖ〉 τὸ προαλές· ἔστι γὰρ 〈τὸ〉 καταφερές,

### book 262c.4

ἀφ’ οὗ „ἀλέν“ (Ψ 420) καὶ ἀθροῦν καταφέρεσθαι δύναται τὸ ὕδωρ.

### book 262c.5

ἔνιοι 〈δὲ〉 δασύνοντες λέγουσι σημαίνεσθαι τὸ †πρόαλες. Ge

### book 262d1.1

〈φθάνει:〉 οὕτως φθάνει διὰ τοῦ ἑτέρου ε, οὐ „φθανέει“.

### book 262d1.2

Aint

### book 262d2

Ζηνόδοτος „φθανέει“ ὡς „νοέει“ (cf. φ 257). T

### book 262e.1

〈φθάνει:〉 καὶ Λυσανίας γράφει „φθανέει“ καὶ Δοῦρις

### book 262e.2

(FGrHist 76, 90). Ge

### book 264

〈λαιψηρόν:〉 λίαν ταχύν. b(BCE3)Til

### book 265a

ὁρμήσειε: τινὲς ἀντὶ τοῦ διανοήσειε. b(BCE3)T

### book 265b

〈ὁρμήσειε:〉 γράφεται καὶ „οἰμήσειε“. προκρίνει δὲ τὴν

### book 265b

διὰ τοῦ ρ Aint b (BCE3)T γραφὴν Ἀρίσταρχος. b(BCE3)T

### book 266-7.1

εἴ μιν ἅπαντες / ἀθάνατοι φοβέουσιν: ἀντὶ τοῦ

### book 266-7.2

εἰ μηδένα βοηθὸν ἔχει, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι

### book 266-7.3

τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν. b(BCE3E4)T

### book 269a.1

πλάζ’ ὤμους καθύπερθεν: ὅλον τὸ πεδίον πέλαγος

### book 269a.2

γεγενημένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν

### book 269a.3

τοῦ Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά· τί γὰρ

### book 269a.4

ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τὸν

### book 269a.5.1

Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν. ὡς δὲ ἐν ποιήσει παραδε‐

### book 269a.5.2

κτά. b(BCE3E4)T καὶ οὕτω τῇ ἀπαγγελίᾳ κατώρθωται, ὥστ’

### book 269a.5.3

οὐδ’ ἀνίησι τὸν ἀκροατὴν ἐπιλογίσασθαί τι τῶν λεγομένων, εἰ

### book 269a.5.4

ἀληθὲς ἦν ἢ μή· ὅτι γὰρ εἰς τὸ πεδίον τραπόμενον τὸν ποταμὸν ταῦτα

### book 269a.5.5

δρᾶν φησι, δῆλον ἐκ τοῦ „ἄψορρον δ’ ἄρα κῦμα“ (Φ 382). T

### book 269b1.1

πλάζ’ ὤμους: πλάσσεν, ἔπλησ〈σ〉εν, ὡς καὶ „δύο τ’

### book 269b1.2

ἤματα κύματι πηγῷ / πλάζετο“ (ε 388—9). ἀλλὰ καὶ „πλάζε δὲ

### book 269b1.3

πίνοντασ“ (β 396) καὶ „πλάζει δ’ ἀπὸ πατρίδος αἴησ“ (α 75). T

### book 269c1

ὑψόσε ποσ〈σ〉ὶν ἐπήδα: ἵνα ὑπερβάληται τὸ κῦμα. T

### book 269b2/c2

πλάζειν δὲ τὸ στροφοδινεῖν καὶ οἱονεὶ σκοτίζειν, b

### book 269b2/c2.1

(BCE3E4) καὶ πλασμὸς ἡ ἐξ ἀμφοῖν τῶν μερῶν ἐπεισβολὴ τοῦ

### book 269b2/c2.2

κύματος. | ἐπήδα δὲ ὁ Ἀχιλλεύς, ἵνα μὴ τὸ κῦμα ποσῶς αὐτὸν ὑφ’

### book 269b2/c2.3

ἑαυτὸ σχῇ. b(BE3E4)

### book 271a.1

λάβρος ὕπαιθα ῥέων {κονίην δ’ ὑπέρεπτε ποδοῖϊν}:

### book 271a.2

ὡς προφθάσαντος τοῦ ῥεύματος τὸν ἥρωα. T

### book 271b.1

κονίην δ’ ὑπέρεπτε ποδοῖϊν: ὑπήσθιεν, b(BCE3)T

### book 271b.2

ὑπέσπα. ἐμφαντικῶς δὲ τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν,

### book 271b.3

ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως. b(BCE3E4)T

### book 273a.1

ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη: ἐμὲ τὸν ἐλεεινόν·

### book 273a.2

ἢ λείπει τὸ ὄντα. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας ὁ

### book 273a.3

Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο, ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ.

### book 273a.4

b(BCE3E4)T

### book 273b

〈ἐλεεινόν:〉 ἐλέου ἄξιον τυγχάνοντα. Aint

### book 274.1

ἔπειτα 〈δὲ〉 καί τι πάθοιμι: ἔπειτα μετὰ τὸ σωθῆναι

### book 274.2

ἐκ τοῦ ποταμοῦ. T

### book 275

〈Οὐρανιώνων:〉 θεῶν· οὐ γὰρ Θέτις οὐρανία. Til

### book 276a.1

ψεύδεσ〈σ〉ιν ἔθελγεν: μεγαλοπρεπῶς ἐπὶ τῇ τοιούτου

### book 276a.2

θανάτου (cf. Φ 277—8) ἐλπίδι θέλγεσθαί φησιν, ὥσπερ ἡδέσι λόγοις

### book 276a.3

πιστεύσας. λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτή, ἀλλ’ ὁ τρόπος. b(BCE3

### book 276a.4

E4)T

### book 276b1.1

{ἥ με} ψεύδεσσιν {ἔθελγεν}: ψεύδεσσιν ὡς „βέλεσσιν“

### book 276b1.2

(Α 42. Ν 555 al.)· οὐ γὰρ ἐπίκειταί τινι. ἔστι δὲ αὐτοῦ τὸ ἑνικὸν

### book 276b1.3

„ψεῦδος δ’ οὐκ ἐρέω“ (γ 20. 328). A

### book 276b2.1

ἄλλως· ψεύδεσ〈σ〉ιν: προπαροξυτόνως b(BCE3) ὡς

### book 276b2.2

„βέλεσιν“ (Λ 657. π 277), ἀπὸ τοῦ ψεῦδος· οὐ γὰρ ἐπίκειταί τινι

### book 276b2.3

ἐπιθετικῶς. b(BCE3)T

### book 278

λαιψηροῖς: τοῖς αἰφνίδιον ἀποκτείνουσιν. b(BCE3E4)T

### book 279a.1

ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι〈—ἄριστοσ〉: ὅρα

### book 279a.2

τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ

### book 279a.3

καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀπο‐

### book 279a.4

κρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ τοῦ Ἀλεξάνδρου

### book 279a.5

παραλαβεῖν (sc. Φ 277—8). b(BCE3E4)T

### book 279b.1

ὃς ἐνθάδε γ’ ἐτράφ’ ἄριστος: παροξυτονητέον· τὸ

### book 279b.2

γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ

### book 279b.3

ἀρχῇ τῆς Ξ (cf. 2,88,32), ὅπου διαλαμβάνει περὶ τοῦ „διχθάδι’ ἢ

### book 279b.4

μεθ’ ὅμιλον“ (Ξ 21). καὶ λέγει ὅτι συναλιφὴν πέπονθε διὰ τοῦ η. δεῖ

### book 279b.5.1

οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε 〈γ’〉, εἶτα ἐτράφ’ ἄριστος,

### book 279b.5.2

οὐχ ὡς οἱ πολλοὶ „τέτραφ’ ἄριστοσ“, ἀπὸ τοῦ τ ποιοῦντες τὴν

### book 279b.5.3

ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες. A

### book 279c.1

〈ἐνθάδε γ’ ἐτράφ’ ἄριστος:〉 ἐν ἄλλῳ „ἐνθάδε τέ‐

### book 279c.2

τραφ’ ἄριστοσ“. Aim

### book 279d.1

τέτραφεν: ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου

### book 279d.2

τοῦ ῥήματος ἀντὶ παθητικῶν τάσσει. b(BCE3)T

### book 280a.1

〈τῶ κ’ ἀγαθὸς—ἐξενάριξε:〉 διὸ δὴ γενναῖος μὲν

### book 280a.2

καὶ ἀνδρεῖος ἐφόνευσεν ἄν, γενναῖον δὲ ἐσκύλευσεν. Ge

### book 280b.1

ἀγαθὸν δέ κεν ἐξενάριξεν: οὐχ ὅτι καὶ νῦν οὐκ

### book 280b.2

ἀγαθὸς ὁ Ἀχιλλεύς, κἂν ὑπὸ τοῦ ποταμοῦ διαφθαρείη, ἀλλὰ τοιοῦτόν

### book 280b.3

τί ἐστιν, ὃ λέγει· ‘ἀγαθὸν ὄντα b(BCE3)T καὶ πράττοντά τι

### book 280b.4

γενναῖον‘. b(BCE3E4)T

### book 281a1.1

{νῦν δ’ έμε} λευγαλέῳ: ὅτι ἐκ τούτου οἱ νεώτεροι

### book 281a1.2

ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον. ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων

### book 281a1.3

λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ (β 61)·

### book 281a1.4

„λευγαλέοι τ’ ἐσόμεσθα“. A

### book 281a2

χαλεπῷ, ἀδόξῳ. | ὀλεθρίῳ. Ge

### book 281b.1

λευγαλέῳ: χαλεπῷ, οὐ διύγρῳ, ὡς Ἡσίοδος (cf. opp.

### book 281b.2

525)· τί γὰρ ἐπὶ τοῦ „λευγαλέοι τ’ ἐσόμε〈σ〉θα“ (β 61); T

### book 282a

〈ἐρχθέντα:〉 ψιλωτέον τὸ ἐρχθέντα. Aint

### book 282b1.1

〈ἐρχθέντα:〉 ψιλωτέον δέ· ἔστι γὰρ παρὰ τὸ εἴργω.

### book 282b1.2

Ἀττικοὶ δὲ δασύνουσιν. b(BCE3)T

### book 282b2

πνιγέντα. | {ἐρχθέντα} ψιλῶς, παρὰ τὸ εἴργω εἴρχθη〈ν〉

### book 282b2

παθητικόν, ἐρχθείς. Ἀττικοὶ δὲ τὸ εἴρχθη〈ν〉 δασύνουσιν. Ge

### book 282c.1

ἐρχθέντα: παρὰ τὴν ἔρσαν. κυρίως τὸ ἐν ὕδατι ἀπο‐

### book 282c.2

λέσθαι. b(BCE3E4)T

### book 282d

〈ἐρχθέντα:〉 ἐν τῇ Μασσαλιωτικῇ „εἱρχθέντα“. T

### book 282e.1

〈ἐρχθέντ’ ἐν μεγάλῳ:〉 ὅτι ἔν τισιν „ἐρχθέντα μεγά‐

### book 282e.2

λῳ“. | Πτολεμαῖος ὁ Ἀσκαλωνίτης „ἑρθέντα“ δασέως· ἀπὸ γὰρ τῆς

### book 282e.1

ἕρσης. | Κράτης (fr. 56 a M.)· „εἰλθέντ’ ἐν μεγάλῳ“· εἴλλειν γάρ

### book 282e.2

φησιν εἶναι τὸ εἴργειν, ὥστε τὴν τῆς κωλύσεως δίκην ἐξουλῆς καλεῖ‐

### book 282e.5.1

σθαι, καὶ παρατίθεται Σόλωνος ἐν πέμπτῳ ἄξονι (fr. 36 a R. = 569 a

### book 282e.5.2

Mart.)· „ἐξουλῆς· ἐάν τις ἐξίλλῃ, ὧν ἄν τι〈σ〉 δίκην νικήσῃ, ὁπόσου

### book 282e.5.3

ἂν ἄξιον ᾖ, εἰς δημόσιον ὀφλανεῖ καὶ τῷ ἰδιώτῃ, ἑκατέρῳ ἴσον.“ ὁ

### book 282e.5.4

Σοφοκλῆς ἐν Δαιδάλῳ (fr. 158 P. = 158 R.)· „†ἐλλημενήσω† τόνδ’ ἀχαλκεύτῳ

### book 282e.5.5

πέδῃ“. | Ἀριστόνικος ὅτι ἐρχθέντα ἀποπνιγέντα, καὶ ἐν ἄλλοις·

### book 282e.10.1

„ἔνθα με κῦμ’ ἀπόερσε“ (Ζ 348), 〈ἀπέπνιξεν〉. | Ἀλεξίων ὁ Χωλὸς

### book 282e.10.2

(fr. 62 B.) φησί· „‘ἐρθέντα‘ δεῖ γράφειν χωρὶς τοῦ χ· οὐ γὰρ παρὰ τὸ

### book 282e.10.3

εἰρχθῆναι, ἀλλὰ παρὰ τὸ ἔρσαι, ὅ ἐστι πνῖξαι· ὅθεν καὶ ἐν ἄλλοις

### book 282e.10.4

φησὶν ὁ ποιητής· ‘ὅν ῥά τ’ ἔναυλος 〈ἀποέρσῃ χειμῶνι περῶντα‘

### book 282e.10.5

(Φ 283) καὶ ‘μή μιν〉 ἀποέρσειε μέγας ποταμόσ‘ (Φ 329). ἐπεὶ οὖν ἐπὶ

### book 282e.15.1

τῶν δύο τόπων 〈τούτων〉 χωρὶς τοῦ χ, κἀνθάδε γράφοιμεν ‘ἐρθέντα‘.“

### book 282e.15.2

ἔνιοι δασύνουσιν „ἑρθέντα“ παρὰ τὴν δρόσον. Ge

### book 282f.1

〈ὡσ〉 παῖδα συφορβόν: πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς

### book 282f.2

τοῦ θανάτου. καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ

### book 282f.3

τὸ πρόσωπον· παιδὶ δὲ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων „ἐγὼ καλός

### book 282f.4

τε μέγας τε“ (Φ 108). b(BCE3E4)T

### book 282g

〈συφορβόν:〉 σημειοῦνταί τινες ὡς ἅπαξ εἰρημένον. Aim T

### book 283a.1

ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι 〈περῶντα〉:

### book 283a.2

ὅτι ἀντὶ τοῦ χειμῶνος διαπερῶντα. ἐναύλους δὲ τοὺς ποταμοὺς τοὺς

### book 283a.3

ἐπιμήκεις. A

### book 283b.1

ἔναυλος: χειμάρρους διὰ στενοῦ τόπου καὶ περιμήκους

### book 283b.2

ποιούμενος τὴν ῥύσιν. b(BCE3E4)T

### book 284-6.1

τῷ δὲ μάλ’ ὦκα〈—ἐπιστώσαντ’ ἐπέεσσι〉:

### book 284-6.2

ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ ἀνακτήσασθαι τὸν οὕτως ἠθυμηκότα·

### book 284-6.3

b(BCE3E4)T διὸ καὶ δύο θεοὶ προσίασι, καὶ οὐ μόνον διαλέγον‐

### book 284-6.4

ται, ἀλλὰ καὶ τῆς δεξιᾶς πίστιν παρέχουσιν. b(BE3E4)T

### book 286.1

χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσ〈σ〉ι:

### book 286.2

διὰ τῆς δεξιᾶς πίστιν ἐποιήσαντο· b(BCE3E4)T ἔθει γὰρ ἀρχαιο‐

### book 286.3

τέρῳ οὕτως εἰς βεβαίωσιν ἀληθῆ ἐπιστοῦντο ἀλλήλους. b(BE3E4)

### book 287

τοῖσι δὲ μύθων ἦρχε: ὅτι δυεῖν ὄντων πληθυντικῶς

### book 287

εἴρηκε τοῖσι δὲ μύθων ἦρχε. A

### book 288-91.1

μήτ’ ἄρ τι λίην τρέε μηδέ τι τάρβει〈—αἴ‐

### book 288-91.2

σιμόν ἐστιν〉: ἱκαναὶ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρρῆσαι Ἀχιλλέα,

### book 288-91.3

b(BCE3E4)T ὅτι θεοί τέ εἰσιν οἱ συμμαχοῦντες καὶ Ζεὺς ὁ ἐπι‐

### book 288-91.4

νεύσας καὶ τὸ μοιρίδιον οὔπω ἐληλυθός. πρὸς δὲ τοὺς ζητοῦντας, πῶς

### book 288-91.5.1

διαλέγονται μὲν αὐτῷ οἱ θεοί, οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος

### book 288-91.5.2

ἦν ὁ ἀντιτεταγμένος τῷ Σκαμάνδρῳ. b(BE3E4)T

### book 288a.1

〈μήτ’ ἄρ τι λίην τρέε μήτε τι τάρβει: λέγει τὸ〉

### book 288a.2

ἀνάνδρως πρὸς τοὺς κινδύνους τούτους ἔχειν, ἐφ’ οἷς σφοδρῶς οὕτως

### book 288a.3

γίνεται τρόμος. πρὸς πάντα δὲ τὰ ἀπὸ τῆς τύχης συμβαίνοντα τὸν

### book 288a.4

ἀνδρεῖον εὐρώστως διακεῖσθαι προσήκει, διότι καὶ αὐτὴν τὴν ἀπὸ

### book 288a.5.1

τῶν ἀρρωστιῶν γινομένην καταστροφὴν φοβούμενοί τινες οὕτως ὡς

### book 288a.5.2

καὶ τρέμειν λέγοιεν ἂν ὅτι δεινόν ἐστιν ἀποθανεῖν ὡς ἂν παιδίον ἢ

### book 288a.5.3

γύναιον τὸ τυχόν. | Ζηνόδοτός φησιν ὅτι οὐ τὸ θανεῖν 〈δεινὸν〉

### book 288a.5.4

ἡγεῖται, ἀλλὰ τὸ ἀδόξως, καὶ οὐ γέγραπται ‘τρέμε‘, ἀλλὰ τρέε, ὅ

### book 288a.5.5

ἐστιν εὐλαβοῦ. Ge

### book 288b.1

〈τρέε:〉 ὑποχώρει b(BCE3E4)Til καὶ φεῦγε. b(B

### book 288b.2

CE3E4)

### book 289

ἐπιτάρροθοι: πλεονάζει ὁ ταρ, ὡς ἐν τῷ ἀταρτηρός. T

### book 290a.1

Ζηνὸς ἐπαινήσαντος 〈ἐγὼ καὶ Παλλὰς Ἀθήνη〉:

### book 290a.2

ἀθετεῖται, ὅτι ἀπίθανον εἰς ἀνδρὸς μορφὴν ὡμοιωμένον λέγειν ἐγὼ καὶ

### book 290a.3

Παλλὰς Ἀθήνη· τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ. A

### book 290b

ἐγὼ καὶ Παλλὰς Ἀθήνη: ἡμάρτηται, ὅτι τὸ ἑαυτοῦ

### book 290b

ὄνομα οὐ προσέθηκεν. κατὰ τὸ σιωπώμενον δὲ ἴσως ἐκελεύσθησαν. T

### book 292

λωφήσει: κοπάσει. κυρίως δὲ ἐπὶ τῶν ὑποζυγίων. T

### book 293.1

αἴ κε πίθηαι: οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος (fr. 8 H.)·

### book 293.2

διὰ τί γὰρ ἤμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμ‐

### book 293.3

βουλεύουσι; τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι, „σὺ δ’ Ἕκτορι θυμὸν

### book 293.4

ἀπούρας / ἂψ ἐπὶ νῆας ἴμεν“ (Φ 296—7)· ὁρῶσι γὰρ αὐτὸν ἐπιτετα‐

### book 293.5.1

μένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφέξεσθαι

### book 293.5.2

τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ. b(BCE3E4)T

### book 294a1.1

μὴ πρὶν παύειν χεῖρας: ἀφ’ ἑτέρας ἀρχῆς τοῦτο ἀνα‐

### book 294a1.2

γνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ παῦε.

### book 294a1.3

A

### book 294a2.1

μὴ πρὶν παύειν χεῖρας: ἀπὸ ἄλλης ἀρχῆς ἀναγνω‐

### book 294a2.2

στέον· τὸ γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ ἐστιν. b(BCE3)T

### book 295

Ἰλιόφι: συνήθης καὶ Θηβαίοις ὁ σχηματισμός. T

### book 296-7a1.1

Τρωϊκόν, ὅς κε φύγῃσι. 〈σὺ δ’ Ἕκτορι θυμὸν

### book 296-7a1.2

ἀπούρας / ἂψ ἐπὶ νῆας ἴμεν〉: ἐπὶ τὸ φύγῃσι (296) βέλτιον

### book 296-7a1.3

στίζειν, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς σὺ δ’ Ἕκτορι (296), τοῦ ἀπαρεμ‐

### book 296-7a1.4

φάτου 〈ἴμεν〉 (297) πάλιν ἀντὶ προστακτικοῦ κειμένου τοῦ ἴθι. | ἡ

### book 296-7a1.5.1

διπλῆ δέ, ὅτι 〈Ἕκτορι〉 ἀντὶ τοῦ Ἕκτορος, καὶ 〈ὅς κε〉 φύγῃσιν

### book 296-7a1.5.2

(296) ὃς ἂν φύγοι. A

### book 296-7a2

{ὅς κε φύγοι:} ἀντὶ τοῦ ὃς ἂν φύγοι. καὶ Ἕκτορι

### book 296-7a2

(296) ἀντὶ τοῦ Ἕκτορος. T

### book 296-7b.1

ἄλλως: ὅς κε φύγῃσι. 〈σὺ δ’ Ἕκτορι—

### book 296-7b.2

ἴμεν〉: στικτέον εἰς τὸ φύγῃσι (296). τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς,

### book 296-7b.3

τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου. b(BCE3)T

### book 297

〈ἴμεν:〉 ἴμεναι, ἴμεν. Aim

### book 298

〈τὼ μὲν ἄρ’ ὣς εἰπόντε:〉 συλληπτικόν. Til

### book 299-300a1.1

αὐτὰρ ὁ βῆ, 〈μέγα γάρ ῥα θεῶν ὄτρυνεν

### book 299-300a1.2

ἐφετμή, / ἐς πεδίον〉: τὸ ἑξῆς αὐτὰρ ὁ βῆ (299) ἐς πεδίον (300).

### book 299-300a1.3

τὰ δ’ ἄλλα ὡς διὰ μέσου διορθωτέον. A

### book 299-300a2.1

τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δὲ ἄλλα διὰ μέ‐

### book 299-300a2.2

σου εἴρηται. b(BCE3E4)T

### book 299-300b.1

ἄλλως· αὐτὰρ ὁ βῆ〈—ἐκχυμένοιο〉: ὑπεκκαύ‐

### book 299-300b.2

ματα δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν μὲν ὑπὸ θεῶν ῥώσας, τὸν δὲ Σκάμαν‐

### book 299-300b.3

δρον μᾶλλον προσεπιτιθέμενον καὶ προσεταιριζόμενον κατ’ αὐτοῦ

### book 299-300b.4

εἰπών. b(BCE3E4)T

### book 301.1

δαῒ κταμένων: ἄμεινον κατὰ διάστασιν ἀναγινώσκειν τὸ

### book 301.2

δαῒ κταμένων ὡς τὸ „Ἄρηϊ †κταμένων†“ (Χ 72): A b (BCE3)T

### book 301

οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως. A

### book 302a1.1

πλῶον καὶ νέκυες: ἀλλὰ τριταῖοι πλέουσιν. ἢ οὖν ὑπὸ

### book 302a1.2

ὀργῆς ἐπῆρε κατὰ τοῦ Ἀχιλλέως τὰ σώματα, ἢ ἐν τῇ μάχῃ ἀπολό‐

### book 302a1.3

μενοι. T

### book 302a2.1

ἀλλὰ τριταῖοι πλέουσιν. τάχα οὖν ἡ τῶν ῥευμάτων

### book 302a2.2

σφοδρότης αὐτοὺς ἀνῆκεν. b(BCE3)

### book 303a.1

〈πρὸς ῥόον ἀΐσσοντος ἀν’ ἰθύν:〉 ἀνὰ τὴν φορὰν τοῦ

### book 303a.2

ὕδατος ὁρμῶντος. b(BCE3E4)Til

### book 303a

〈ἀν’ ἰθύν:〉 ἐπ’ εὐθείας. Aint

### book 303b

〈ἔσχεν:〉 Ἀρίσταρχος διὰ τοῦ ι „ἴσχεν“. Aim

### book 305.1

ἔληγε: ἔπαυεν, ὡς τὸ „Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα,

### book 305.2

ἵετο δ’ αἰεί“ (Ν 424). T

### book 306.1

κόρυσ〈σ〉ε: ἐμετεώριζεν b(BCE3)T ἢ ὥπλιζε κατὰ

### book 306.2

Ἀχιλλέως. b(BCE3E4)T

### book 307.1

ὑψός’ ἀειρόμενος: μετεωριζόμενος· „ἵστατ’ ἀειρομένη“

### book 307.2

(Β 151). T

### book 308-11.1

φίλε κασίγνητε〈—ἐπάμυνε τάχιστα〉: καὶ

### book 308-11.2

ἀδελφὸν παρακαλεῖ, καὶ κατὰ ἀνθρώπου καὶ ὑπὲρ φιλουμένης πόλεως.

### book 308-11.3

b(BCE3)T

### book 310a1.1

κατὰ μόθον: γράφεται „κακὸν θεόν“, οἶον κακὸν ἐπί‐

### book 310a1.2

κουρον Τρῶες οὐ μενέουσιν, ἀλλ’ ὀξυλαβείας χρεία πρὸς τὸ σῶσαι

### book 310a1.3

αὐτούς. T

### book 310a2.1

οἱ Τρῶες, φησίν, οὐ μενοῦσιν Ἀχιλλέα κατὰ τὴν μάχην·

### book 310a2.2

χρεία οὖν ὀξυλαβείας πρὸς τὸ σῶσαι αὐτήν. b(BCE3E4)

### book 312.1

〈ἐναύλους:〉 τοὺς χειμάρρους, b(BCE3)Til τὰς στε‐

### book 312.2

νὰς διώρυχας. b(BCE3E4)Til

### book 313-4.1

〈πολὺν δ’ ὀρυμαγδὸν ὄρινε /〉 φιτρῶν καὶ

### book 313-4.2

λάων: πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρακείμενα κατασπᾶν φυτὰ

### book 313-4.3

καὶ τοὺς παρατυγχάνοντας λίθους. T

### book 315

〈μέμονεν:〉 διανοεῖται. Til

### book 316-7.1

〈φημὶ γὰρ〉 οὔτε βίην χραισμησέμεν〈—τεύ‐

### book 316-7.2

χεα καλά〉: δαιμονίως κατείλοχε πάντα, οἷς ἐπηρμένος Ἀχιλλεὺς

### book 316-7.3

ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρείας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.

### book 316-7.4

b(BCE3E4)T

### book 317a1.1

〈τὰ τεύχεα καλά:〉 ὅτι ἀντὶ τοῦ τὰ καλὰ Aim Aint

### book 317a1.2

τεύχεα, ὡς „οὕνεκα τὸν Χρύσην 〈ἠτίμης’ ἀρητῆρα〉“ (Α 11). Aim

### book 317a2.1

{τὰ τεύχεα καλά} μετάθεσις ἄρθρου, ὡς „τὸν Χρύσην

### book 317a2.2

ἠτίμης’ ἀρητῆρα“. T

### book 317b.1

〈νειόθι λίμνης:〉 πρὸς τῷ κατωτάτω τῆς θαλάσσης.

### book 317b.2

b(BCE3E4)Til

### book 318a1

{κείσεθ’ ὑπ’} ἰλύος: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ

### book 318a1

γὰρ ἀκόλουθόν ἐστιν ἰλύος ὡς ἰσχύος. A

### book 318a2

μέτρου χάριν ἐκτέταται τὸ υ. Til

### book 319a.1

εἰλύσω: ἐὰν μὲν διὰ τοῦ ει, εἰλύσω, δηλοῖ τὸ εἰλήσω·

### book 319a.2

ἐὰν δὲ διὰ τοῦ ι, τὸ σκεπάσω, ἀφανίσω, παρὰ τὴν ἰλύν, ὡσεὶ ἔλεγε ‘τῇ

### book 319a.3

ἰλύϊ καλύψω‘. διχῶς οὖν ἡ γραφή. AT

### book 319b1.1

χέραδος: ὅτι ἅπαξ τὸ χέραδος. ἔστι δὲ τὸ συναγόμενον

### book 319b1.2

ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. φησὶ γοῦν „πολὺν

### book 319b1.3

δ’ ὀρυμαγδὸν ὄρινε / φιτρῶν καὶ λάων“ (Φ 313—4). A

### book 319b2

ἅπαξ δὲ εἴρηται παρ’ Ὁμήρῳ. T

### book 319c.1

χέραδος: τὸ χέραδος οὐδέτερον, προπαροξυτόνως ὡς

### book 319c.2

κίναδος. καὶ Πίνδαρος (fr. 327, cf. P. 6,13) δὲ τὴν δοτικὴν ἐξήνεγκε

### book 319c

„χεράδει“, ὡς μεγέθει. T

### book 319d.1

〈χεράδος:〉 Ἀπολλόδωρος (FGrHist 244, 281) τὸ πλῆ‐

### book 319d.2

θος τῶν θαλαττίων καὶ ποταμίων λίθων, οὓς ἡμεῖς τροχμάλους, οἱ

### book 319d.3

δὲ χερμάδια καλοῦσιν, ὄντας χειροπληθεῖς. ἔστι δὲ ἡ λέξις παρὰ Ἀλ‐

### book 319d.4

καίῳ (fr. 344 L.—P.)· „οἶδ’ ἦ μὰν χέραδος μὴ βεβάως ἐργάσιμον

### book 319d.5.1

λίθον / κίνεις καί κεν ἴσως τὰν κεφάλαν ἀργαλέαν ἔχοι.“ τινὲς γράφουσι

### book 319d.5.2

〈διὰ〉 δύο σς „ἅλις σχεράδοσ“, ἐπεὶ Εὐφορίων ἐν Θρᾳκί (fr. 25 Pow.)·

### book 319d.5.3

„τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο“. Ἀπολλόδωρος δέ

### book 319d.5.4

φησι περισσὸν τὸ ς παρ’ αὐτῷ εἶναι, ὡς παρ’ Ὁμήρῳ (cf. h. Ap. 341;

### book 319d.5.5

h. 30, 9) τὴν φερέσβιον· καὶ Σοφοκλῆς ἐν ἀρχῇ Λαρισσαίων (fr. 379

### book 319d.10.1

P. = 379 R.)· „Λάρισσα μήτηρ προσγόνων Πελασγίδων“, ἀντὶ τοῦ προγόνων.

### book 319d.10.2

Ge

### book 319e.1

ἄλλως· ΧΕΡΑΔΟΣ: τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασ‐

### book 319e.2

σίων ψήφων ἢ τῶν εἰς †χερμαδίας† ἐπιτηδείων λίθων. ἢ πᾶσαν

### book 319e.3

συρρέουσαν ἀκαθαρσίαν ἐκ τῶν ὑδάτων b(BCE3)T κατὰ μίμησιν

### book 319e.4

τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ

### book 319e.5

„πολὺν δ’ ὀρυμαγδὸν ἐπῆρε / φιτρῶν“ (Φ 313—4). T

### book 319e.1

εἰλύσω ψαμάθοισιν ἅλις χεράδος 〈περιχεύασ〉: Ἀρί‐

### book 319e.2

σταρχός φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς ἐν αὐτοῖς λί‐

### book 319e.3

θους. εἶναι δὲ τὸν νοῦν τοιοῦτον· πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν

### book 319e.4

ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας. A

### book 320a.1

ἐπιστήσονται: ὅτι ἐπιστήσονται ἀντὶ τοῦ δυνήσον‐

### book 320a.2

ται. καὶ ἐν Ὀδυσσείᾳ (ν 207)· „νῦν δ’ οὔτ’ ἄρ πῃ θέσθαι ἐπίσταμαι“

### book 320a.3

ἀντὶ τοῦ οὐ δύναμαι. A

### book 320b.1

ἐπιστήσονται: ἀντὶ τοῦ δυνήσονται. b(BCE3) Ge, T

### book 320b.2

καὶ ἐπὶ τῆς μελίας· „ἀλλά μιν οἶος Ge ἐπίστατο πῆλαι Ἀχιλλεύσ“

### book 320b.3

(Π 142) b(BCE3) Ge, T ἀντὶ τοῦ ἐδύνατο. Ge

### book 321a

〈ἀλλέξαι:〉 Ἀρίσταρχος „ἀνλέξαι“ διὰ τοῦ ν. Aint

### book 321b.1

ἄσιν: τὸ ἐν ὕδασι ξηρόν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ

### book 321b.2

ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα (cf. Β 461) ἤκουσαν.

### book 321b.3

A b (BCE3E4)T

### book 323a.1

〈ΤΥΜΒΟΧΟΗΣ:〉 ὅτι τὸ πλῆρές ἐστι τυμβοχοῆσαι· διὸ ση‐

### book 323a.2

μειοῦνταί τινες. Aint

### book 323b1

ΤΥΜΒΟΧΟΗΣ: τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς

### book 323b1.1

γὰρ τοὺς τάφους· διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος.

### book 323b1.2

τοιοῦτον δέ ἐστιν· ‘οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου‘. Κράτης

### book 323b1.3

(fr. XII H.) μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο· καὶ δῆλον ὅτι ἐβάρυνεν

### book 323b1.5.1

ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμ‐

### book 323b1.5.2

βάνειν ἢ ἐν τῷ ὀνόματι. A

### book 323b2.1

τυμβοχοῆς’: ἀπαρέμφατον ῥῆμα τὸ τυμβοχοῆσαι. ὃ

### book 323b2.2

δὲ λέγει, T ‘οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου‘. b(BCE3)T

### book 323b2.3

ὁ δὲ Κράτης ὡς οἰνοχόης. T

### book 324.1

ἦ καὶ ἐπῶρτ’ Ἀχιλῆϊ κυκώμενος 〈ὑψόσε〉 θύων:

### book 324.2

〈***〉 πρὸς τὴν ἔμφασιν. A

### book 325a.1

μορμύρων: ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορ‐

### book 325a.2

μώ. ἔστι δὲ ἀπαραμίλλητα ταῦτα (sc. Φ 325—7) τοῦ Ὁμήρου· οὐ

### book 325a.3

γὰρ μόνον τῇ μεγαληγορίᾳ τῶν ὀνομάτων, ἀλλὰ καὶ τῇ ἐννοίᾳ

### book 325a.4

κατώρθωται· ἔστι γὰρ ἰδεῖν κῦμα μετέωρον αἵματι καὶ ἀφρῷ μεμιγ‐

### book 325a.5

μένον καὶ τούτῳ ἐπιπλέοντα τὰ σώματα. b(BCE3E4)T

### book 325b.1

〈μορμύρων:〉 Ἡρακλείδης 〈ὁ〉 Μιλήσιος (fr. deest ap.

### book 325b.2

C.)· „μορμύρων· θηριούμενος, ὅτι τὸ μορμώ τάσσεται ἐπὶ τοῦ

### book 325b.3

θηριώδους.“ Ge

### book 327a.1

κατὰ δ’ ᾕρεε {πηλείωνα}: τὸ αἱρῶ περισπώμενον

### book 327a.2

δασύνεται, σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον. A

### book 327b1

κατὰ δ’ ᾔρεε: καθῄρει, κατέβαλλεν. | δασυντέον δὲ τὸ

### book 327b1.1

ᾕρεεν ἢ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ δασυνόμενον

### book 327b1.2

δηλοῖ τὸ καταλαμβάνω. T

### book 327b2

κατέβαλλε καὶ κατεπόνει, | ἀπὸ τοῦ αἱρῶ, τὸ καταβάλλω·

### book 327b2

καὶ δασύνεται. b(BCE3)

### book 328.1

Ἥρη δὲ μέγ’ ἄϋσε 〈περιδείσας’ Ἀχιλῆϊ〉: κατὰ

### book 328.2

συλλογισμὸν ἐνέφηνε τὸν κίνδυνον. οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ. T

### book 329

〈ἀποέρσειε:〉 πνίξειε. Κυπρίων ἡ λέξις. Til

### book 331a

ὄρσεο, κυλλοπόδιον, 〈ἐμὸν τέκοσ〉: †ἀθετεῖται†, ὅτι

### book 331a.1

ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν

### book 331a.2

τέκος οὐκ ὤφειλεν ἀπὸ τοῦ ἐλαττώματος προσφωνεῖν. A Ge | τὸ

### book 331a.3

δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν,

### book 331a.5

ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ „ὀλβιόδαιμον“ (Γ 182) γενόμενοι. A

### book 331b

〈κυλλοπόδιον:〉 ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον. Til

### book 331c1.1

〈ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος:〉 ἐπὶ τὸ τέκος ὁ

### book 331c1.2

λόγος στίζει. Aim

### book 331c2

εἰς τὸ τέκος ἡ στιγμή. b(BCE3)T

### book 331d.1

κυλλοπόδιον: προπαροξυτόνως. b(BCE3)T | λέγει

### book 331d.2

‘εἰ καὶ κυλλοποδίων εἶ, ὅμως ὄρσεο‘. T διδασκαλία δὲ στρατη‐

### book 331d.3

γικῶν (cf. Φ 331—2) εὐμήχανον εἶναι καὶ συνορᾶν ταχέως δύνασθαι,

### book 331d.4

τίνα καὶ ποῖα τίσι καὶ ποίοις μάχεται καὶ τίνων ἀφεκτέον καὶ τίσι

### book 331d.5.1

πολεμιστέον· b(BCE3E4)T νῦν γὰρ ἀντίπαλον Σκαμάνδρῳ

### book 331d.5.2

πέμπει τὸν υἱόν, ἑξῆς δὲ Ἑρμῆς ἀπολέγει τῇ Λητοῖ (cf. Φ 497—501)

### book 331d.5.3

καὶ Ἀπόλλων Ποσειδῶνι (cf. Φ 461—7). T

### book 331e.1

〈ΚΥΛΛΟΠΟΔΙΟΝ:〉 τινὲς 〈ὅτι〉 ὡς Χαλκῶδον εἴρηται,

### book 331e.2

τινὲς δὲ ὡς σύνθετον βαρυτονοῦσιν. Ἑρμαππίας „κυλ〈λ〉οποδῖον“,

### book 331e.3

περισπῶν τὴν παρατέλευτον, ἀναγινώσκει. Ἀλεξίων ὁ Χωλὸς (fr.

### book 331e.4

63 B.) χρῆται παραδείγματι τοιούτῳ· „τὰ εἰς ων λήγοντα ὀνόματα,

### book 331e.5.1

φησί, καὶ τὴν παρεσχάτην ἔχοντα μακράν, ὅταν κατὰ κλητικὴν

### book 331e.5.2

ἐκφέρηται πτῶσιν, περισπᾶται κατ’ αὐτήν, οἷον ‘Πανδίων‘ (Μ 372)

### book 331e.5.3

Πανδῖον, Ἰάσων Ἰᾶσον, ‘Ἀμφίων‘ (Ν 692) Ἀμφῖον, 〈ὥστε〉 εἰ

### book 331e.5.4

Κυλλοποδίων, καὶ ‘Κυλλοποδῖον‘ ὀφείλει ἐπὶ κλητικῆς περισπᾶσθαι

### book 331e.5.5

κατὰ τὴν παρατέλευτον.“ Ge

### book 332.1

〈ἠΐσκομεν:〉 εἰκότως νομίζομεν ὅτι ὕδωρ πυρὶ ἐναντίον.

### book 332.2

b(BCE3E4)Til

### book 333

〈πιφαύσκεο:〉 ἐνδείκνυε, ἐξύφαπτε. b(BCE3E4)Til

### book 334-5.1

αὐτὰρ ἐγὼ Ζεφύροιο〈—θύελλαν〉: κἂν μὴ

### book 334-5.2

διαστείλωμεν ἐπὶ τὸ εἴσομαι (335), τὸ ὑπερβατὸν νοεῖται· A αὐ‐

### book 334-5.3

τὰρ ἐγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα

### book 334-5.4

θύελλαν ἐξ ἁλόθεν (cf. 334—5). AT

### book 334a1.1

Ζεφύροιο: Ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως,

### book 334a1.2

ἣν ζόφον καλεῖ. T

### book 334a2

Ζέφυρος παρὰ τὸν ζόφον. καὶ ἡ ἀπὸ δύσεως πνοὴ ζοφό‐

### book 334a2

πνοια καλεῖται. b(BCE3E4)

### book 334b

〈ἀργεστᾶο Νότοιο:〉 τοῦ λεγομένου Λευκονότου. Aint

### book 334c1.1

〈ἀργεστᾶο Νότοιο:〉 ἀργεστὴν τὸν Νότον, ἐπεὶ ἀπὸ

### book 334c1.2

Ἄργους ἐπὶ τὴν Τροίαν πνεῖ. T

### book 334c2.1

ἀργεστὴς δὲ ὁ Νότος, | ὅτι λευκαίνει τὰς νεφέλας. b(BCE3

### book 334c2.2

E4)

### book 335a

〈εἴσομαι:〉 πορεύ〈σ〉ομαι. Til

### book 335b.1

〈χαλεπὴν ὄρσουσα θύελλαν:〉 χαλεπὴν θύελλαν

### book 335b.2

φησὶ τὴν ἐκ δυοῖν κρεμαμένην ἀνέμων. T

### book 335c.1

ὄρσουσα: ὅτι Ζηνόδοτος γράφει „ὄρσασα“. ἐκ δὲ τού‐

### book 335c.2

του φανερός ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι καὶ τὸ „ἥ κεν

### book 335c.3

{ἀπὸ τρώων}“ (Φ 336) ψιλῶς ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι,

### book 335c.4

ἀλλὰ πορευθῆναι παρασκευάσουσα. A

### book 336a.1

Τρώων κεφαλάς: κατὰ περίφρασιν τοὺς Τρῶας. b(BC

### book 336a.2

E3E4)T

### book 336b1.1

{τεύχεα} κῆαι: προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ

### book 336b1.2

ἀπαρέμφατον. A

### book 336b2.1

{κῆαι:} προπερισπᾶται· οὐ γάρ ἐστιν εὐκτικόν, ἀλλ’

### book 336b2.2

ἀπαρέμφατον. T

### book 337a

〈φλέγμα:〉 ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον. Aim

### book 337b.1

φλέγμα: τὴν φλόγα, ὡς „καῦμα 〈...〉 θεσπέσιον“ (Hsd.

### book 337b.2

th. 700) ἀντὶ τοῦ καῦσις. b(BCE3)T

### book 337c

〈κακόν:〉 κακοποιόν. Til

### book 338.1

〈ἐν δ’ αὐτὸν ἵει πυρί:〉 καὶ αὐτὸν δὲ τὸν Ξάνθον περί‐

### book 338.2

βαλλε πολλῇ φλογί. Ge

### book 339

〈ἀρειῇ:〉 ἀπειλῇ. | ὁ καί ἀντὶ τοῦ ἤ. Til

### book 341

〈ἰάχουσα:〉 ὡς „φέρουσα“ (Γ 425. Ο 175 al.). Til

### book 342

〈τιτύσκετο:〉 παρεσκεύαζεν. Til

### book 343.1

ἐν πεδίῳ πῦρ δαίετο: ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκε‐

### book 343.2

χυμένον ὕδωρ. καῖε δὲ νεκρούς· Ἀχιλλέα δὲ οὔ· οὐδὲ γὰρ ὁ Σκά‐

### book 343.3

μανδρος τοὺς Τρῶας ἀπέπνιγεν ἐν ἑαυτῷ. b(BCE3E4)T

### book 344.1

πολλούς, οἵ ῥα κατ’ αὐτὸν 〈ἅλις ἔσαν〉: πρὸς τὸ ζη‐

### book 344.2

τούμενον, πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος τοῦ ὕδατος.

### book 344.3

λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῇ φλογί,

### book 344.4

εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη

### book 344.5

ἐν τῷ πεδίῳ ἐγεγόνει. A

### book 345

πᾶν δ’ ἐξηράνθη 〈πεδίον〉: ὅτι ἀντὶ τοῦ ὅλον, καὶ ὅτι

### book 345

{τὸ} πρότερον ἀνεξηράνθη τὸ πεδίον. A

### book 346a.1

ὀπωρινὸς Βορέης: ἰσχυροὶ γὰρ κατὰ τὴν ὀπώραν οἱ

### book 346a.2

Βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ Βορρᾶν †ἐπιλαβεῖν†

### book 346a.3

πυκνουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτὶς b(BCE3E4)

### book 346a.4

T ὑπὲρ τοῦ ἀποθεῖναι τὸ ὑγρόν. T ὀπωρινὸς δὲ ὁ θερινὸς b

### book 346a.5

(BCE3E4)T κατὰ Σικυωνίους. T

### book 346b.1

ἄλλως· ὀπωρινὸς Βορέης: οἱ γὰρ ἐτησίαι ξηρότεροι

### book 346b.2

τοῦ ἐν χειμῶνι πνέοντος Βορέου. b(BCE3E4)T

### book 347a1

〈ἀνξηράνῃ:〉 Ἀρίσταρχος {αἶψ’} ἀνξηράνῃ. T

### book 347a2

Ἀριστοφάνης δὲ γράφει „{αἶψ’} ἐξαυήνῃ“. T

### book 347b.1

ἀγξηράνῃ: μετὰ τοῦ α. καὶ „θερμήνῃ“ (Ξ 7) μέν φησιν,

### book 347b.2

ἀλλ’ οὐ〈κ ἀγ〉ξηρήνῃ διὰ τὸ κακόφωνον, ὡς „ψαρῶν“ (Ρ 755) καὶ

### book 347b.3

„ψῆρασ“ (Π 583). T

### book 348-9.1

ἐξηράνθη πεδίον〈— / κῆεν〉: οἰκονομικὸν καὶ

### book 348-9.2

τοῦτο, ἵνα τὰ ἑξῆς διάθηται. T

### book 349

〈κῆεν· ὁ δ’ ἐς ποταμὸν τρέψε:〉 ὅτι πάλιν ἐπανέλαβεν

### book 349

ὥσπερ 〈***〉. Aim

### book 350-2.1

καίοντο πτελέαι〈—πεφύκει〉: δηλονότι ὑπο‐

### book 350-2.2

φυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπομένου τοῦ

### book 350-2.3

ὕδατος. b(BCE3E4)T

### book 351-2.1

λωτός τε 〈ἰδὲ θρύον ἠδὲ κύπειρον / τὰ—

### book 351-2.2

πεφύκει〉: τοῖς ὑπ’ αὐτοῦ τρεφομένοις ὕλῃ χρῆται κατ’ αὐτοῦ.

### book 351-2.3

b(BCE3E4)T

### book 351

κύπειρον: αἱ ἐκ τῶν πόλεων „κύπαιρον“ εἶχον. Aint T

### book 353a.1

〈τείροντ’〉 ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι διέστειλε τὰς

### book 353a.2

ἐγχέλεις ἀπὸ τῶν ἰχθύων. Aim T

### book 353b.1

τείροντ’ ἐγχέλυες: καὶ τὰς ἐγχέλυας εἰπεῖν καιομένας

### book 353b.2

οὐ πάνυ ἁρμόδιον· οὐ γὰρ οἷον καὶ αὐτῶν ἅπτεται τὸ πῦρ, ἀλλὰ

### book 353b.3

πνοῇ μόνον καὶ τῇ ἀναφορᾷ τοῦ πυρὸς 〈τείρονται〉 (cf. Φ 355). T

### book 353c.1

〈τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες:〉 ὑπερβολὴ τὸ κα‐

### book 353c.2

τὰ βάθη κάεσθαι. Til

### book 354.1

κυβίστων: σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα· οὐ γὰρ

### book 354.2

ἀναπάλλεσθαι τοὺς ἰχθῦς ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν,

### book 354.3

ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ἀπὸ τῆς

### book 354.4

φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν. b(BCE3E4)T

### book 355

〈πνοιῇ:〉 οὕτως πνοιῇ. ἔν τισι δὲ „ῥιπῇ“. Aint

### book 356a

〈καίετο δ’ ἲς ποταμοῖο:〉 ἐπὶ τὸ ποταμοῖο στικτέον.

### book 356a

Aim

### book 356b.1

καίετο δ’ ἲς ποταμοῖο: Πτολεμαῖος ὁ Πινδαρίων τὸν

### book 356b.2

καί σύνδεσμον καὶ τὴν ἕ ἀντωνυμίαν ἐνόμιζεν. T

### book 356.1

ἄλλως· καίετο δ’ ἲς 〈ποταμοῖο ἔπος τ’ ἔφατο〉:

### book 356.2

τινὲς „καί ἑ τόδε“, ἵν’ ᾖ ‘καὶ αὐτὸν τόδε εἶπεν ἲς ποταμοῖο‘. T

### book 357a.1

οὔ τις σοί 〈γε〉 θεῶν δύνατ’ 〈ἀντιφερίζειν〉: εὐ‐

### book 357a.2

φυῶς ἄγαν ἧτταν ὁμολογούμενος καὶ τοὺς ἄλλους θεοὺς συμπεριλαμ‐

### book 357a.3

βάνει. T

### book 357b.1

ἄλλως· οὔ τις σοί γε θεῶν 〈δύνατ’〉 ἀντιφερίζει〈ν〉:

### book 357b.2

ἀνίκητον γὰρ τὸ πῦρ· καὶ σίδηρον γοῦν μαλάσσει καὶ οὐδὲ ὑπὸ ἄλλου

### book 357b.3

μαραίνεται, ἀλλ’ ὑφ’ ἑαυτοῦ· b(BCE3E4)T καὶ Ζεὺς πύρινον

### book 357b.4

ἔχει τὸ δόρυ. T λεπτομερεστάτη δὲ ἡ οὐσία τοῦ πυρὸς διὰ πάν‐

### book 357b.5

των διϊκνουμένη. b(BCE3E4)T

### book 361.1

ἀνὰ δ’ ἔφλυεν: ἀνέζει δέ. ἔνθεν καὶ τὸ ἐκ θερμότητος

### book 361.2

ἀνάστημα φλυκτίς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. b(BCE3E4)T

### book 361.3

ἐμφαντικῶς δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου. b(BE3E4)T εἶτα

### book 361.4

καὶ τῇ εἰκόνι τοιαύτῃ χρήσεται (sc. Φ 362—4). T

### book 362a

ὡς δὲ λέβης ζεῖ 〈ἔνδον〉: ὅτι οἶδεν ἕψησιν κρεῶν,

### book 362a

χρωμένους δὲ τοὺς ἥρωας οὐ παρεισάγει. A

### book 362b.1

〈ὡς δὲ λέβης ζεῖ ἔνδον:〉 καὶ αὐτὸς μὲν κρεῶν ἑφθῶν

### book 362b.2

οἶδεν χρῆσιν, τοὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. | πῶς οὖν βο‐

### book 362b.3

είους πόδας ἐσθίουσι μνηστῆρες (cf. υ 299); οὐ γὰρ ἂν ὤπτησαν

### book 362b.4

πόδας. T

### book 362c.1

ὡς δὲ λέβης ζεῖ ἔνδον: ἐμφαντικῶς τὸ ἔνδον, ἵνα καὶ

### book 362c.2

τὴν κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα,

### book 362c.3

καὶ ὁ ποταμὸς καὶ ὁ λέβης. b(BCE3E4)T

### book 362-4.1

ἄλλως· ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος 〈πυρὶ

### book 362-4.2

πολλῷ, / — / πάντοθεν〉 ἀμβολάδην: τὸ ἑξῆς ζεῖ ἔνδον

### book 362-4.3

(362) πάντοθεν ἀμβολάδην (364), καὶ ἡμεῖς ὑπὲρ τῶν ζεόντων

### book 362-4.4

φαμὲν ἀναβάλλειν τὸ χαλκίον. b(BCE3E4)T ἀναζεῖ οὖν πάν‐

### book 362-4.5.1

τοθεν διὰ τὴν τῆς φλογὸς ὑπερβολήν· b(BE3E4)T διὸ καὶ

### book 362-4.5.2

ἐπάγει ὑπὸ δὲ ξύλα κάγκανα κεῖται (364). T

### book 363a

κνίσην μελδόμενος: ὅτι ἀντὶ τοῦ μέλδων, τήκων A Ge

### book 363a.1

τὰ κνίση, {τήκων} παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. | γράφουσι δέ

### book 363a.2

τινες κνίσην σὺν τῷ ν· οὕτως γὰρ καὶ Ἀρίσταρχος, καί φησιν ὅτι

### book 363a.3

ἀντὶ τοῦ τηκόμενος, ὅπερ ἰσοδυναμεῖ τῷ τήκων. κνίσην δὲ πᾶν τὸ

### book 363a.5

πιμελές. A

### book 363b

〈κνίσην:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „κνίσῃ“. Aint

### book 363c.1

κνίσῃ μελδόμενος: σὺν τῷ ν Ἀρίσταρχος „κνίσην“, τὸ

### book 363c.2

δὲ μελδόμενος ἀντὶ τοῦ τήκων, κνίσην δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ

### book 363c.3

οὐδετέρως ἤκουον ‘τὰ κνίση‘ b(BCE3)T καὶ τὸ μελδόμενος

### book 363c.4

ἀντὶ ἐνεργητικοῦ τοῦ μέλδων, ὅ ἐστι τήκων. ἀλλ’ οὐδὲν τῶν εἰς ος

### book 363c.5.1

οὐδετέρων ἀδιαίρετόν ἐστι παρ’ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν·

### book 363c.5.2

„τείχεα“ (Θ 177. Μ 26 al.) γὰρ καὶ „βέλεα“ (Θ 159. Μ 159 al.) λέγει.

### book 363c.1

τί οὖν ἐστι T τὸ „Τηλέμαχος τεμένη νέμεται“ (λ 185); b(BCE3)

### book 363c.2

T οὕτως οὖν καὶ τὸ „κνίση μελδόμενοσ“. T ἀλλ’ ἀεὶ παρ’

### book 363c.3

Ὁμήρῳ ἡ κνῖσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ Περὶ τῶν

### book 363c.10.1

πέντε προβλημάτων γράφει „κνίσῃ μελδομένου“, ᾖ ‘τῇ κνίσῃ

### book 363c.10.2

μελδομένου‘. b(BCE3)T τινὲς δὲ „κνίσην μελδομένου“, ἵν’ ᾖ

### book 363c.10.3

‘συὸς τηκομένου τὴν κνῖσαν‘. T μέλδειν δὲ κυρίως τὸ τὰ μέλη

### book 363c.10.4

ἔδειν. b(BCE3)T ἄμεινον δὲ τῇ συνήθει γραφῇ χρῆσθαι κνίσῃ

### book 363c.10.5

μελδόμενος ἀντὶ τοῦ λιπαινόμενος. καὶ ἔστι μελδόμενος ἀντὶ τοῦ

### book 363c.15.1

τὰ μέλη ἀλδόμενος, ὡς ἀλλαχοῦ „μέλε’ ἤλδανε ποιμένι λαῶν“ (ς 70).

### book 363c.15.2

T | σημαίνει δὲ ἡ κνῖσα καὶ τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν

### book 363c.15.3

λέγῃ „καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή“ (μ 369) καὶ „κνίση δ’

### book 363c.15.4

οὐρανὸν ἷκεν ἑλισσομένη“ (Α 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ

### book 363c.15.5

τῶν γαστέρων ἔφη „ἐμπλείην κνίσης τε καὶ αἵματοσ“ (ς 119). σημαίνει

### book 363c.20.1

δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ „κατά τε κνίσῃ ἐκάλυψαν / δίπτυχα

### book 363c.20.2

ποιήσαντεσ“ (Α 460—1)· διπλᾶ γὰρ ποιήσαντες τὰ κνίση τοὺς

### book 363c.20.3

μηροὺς ἐκάλυψαν· „δίπτυχα“ δὲ αὐτὰ τὰ κνίση „ποιήσαντεσ“· ἐπεὶ

### book 363c.20.4

γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν

### book 363c.20.5

θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. b(BE3)T καὶ ἔστιν ἐν τῇ

### book 363c.25.1

κωμῳδίᾳ (IV p. 687 M. = fr. ad. 608 [III p. 517] K.) τὸ ἑνικὸν

### book 363c.25.2

οὐδέτερον· „τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονασ“. T

### book 363d.1

ἄλλως· κνίση〈ν〉 μελδόμενος: τὴν πιμελὴν τήκων.

### book 363d.2

τινὲς δὲ οὐδετέρως ἤκουον ‘τὰ κνίση‘. τινὲς δὲ „κνίσην μελδομένου“,

### book 363d.3

ἵν’ ᾖ συὸς τηκομένου τὴν κνῖσαν. μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν. T

### book 363e.1

〈κνίσην μελδόμενος:〉 τὴν κνῖσαν τήκων. καὶ Καλλί‐

### book 363e.2

στρατος ἐξηγεῖται· „τὴν πιμελὴν τήκων ἁπαλοῦ συόσ“. Κομανὸς ὁ

### book 363e.3

Ναυκρατίτης γράφει σὺν τῷ ν „κνίσην μελδόμενοσ“, ὅπως κείσεται

### book 363e.4

〈τὸ〉 παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ τοῦ μέλδων τὴν κνῖσαν, καίων.

### book 363e.5.1

Πεισίστρατος δὲ ὁ Ἐφέσιος καὶ Ἑρμογένης ἐν τῷ Περὶ τῶν 〈πέντε〉

### book 363e.5.2

προβλημάτων· „ἐγέγραπτο, φησί, ΜΕΛΔΟΜΕΝΟ, καὶ δέον ἦν 〈τὸ〉

### book 363e.5.3

υ προσθεῖναι, κακῶς δέ τις τὸ ς προσέγραψεν· ὁ γὰρ νοῦς ‘τῇ κνίσῃ

### book 363e.1

τηκομένου τοῦ συόσ‘. ὁ μὲν 〈οὖν〉 ποιητὴς μέλδεσθαί φησι τὰ ἑψόμενα,

### book 363e.2

οἱ δὲ πεποιήκασι τὸν λέβητα τηκόμενον. ἡ δὲ αἰτία γέγονεν ἐν τῷ

### book 363e.10.1

μὴ τοὺς ἀρχαίους προστιθέναι τῷ ο τὸ υ, ἀλλ’ ὅταν τὴν συλλαβὴν

### book 363e.10.2

ταύτην βούλωνται γράφειν ου, τὸ ἓν γράμμα σημειοῦσθαι μόνον.

### book 363e.10.3

γεγραμμένου δὴ οὕτως „ΚΝΙΣΗΙ ΜΕΛΔΟΜΕΝΟ“ καὶ οὐ προσκει‐

### book 363e.10.4

μένου τοῦ υ, ὁ μεταγράφων εἰς τὴν νῦν γραμματικὴν οὐκ ἐνόησεν ὅτι

### book 363e.10.5

„μελδομένου“ ἦν, ἀλλ’ ἄνευ τοῦ υ ἀναγινώσκων ἀδιανόητον ἡγεῖτο

### book 363e.15.1

καὶ ἡμαρτημένον εἶναι· διόπερ προσέθηκε ἀντὶ τοῦ υ τὸ ς, μελδόμενος

### book 363e.15.2

ποιήσας. γράφεται οὖν ὁ λέβης τηκόμενος ἀντὶ τοῦ 〈τηκομένου〉

### book 363e.15.3

ἁπαλοτρεφέος σιάλοιο. εἰ δέ τις τὸ τηκόμενος φήσει ἶσον εἶναι τῷ

### book 363e.15.4

τήκων, παραθεὶς ὅτι καὶ ὁ λοιδορῶν λοιδορούμενος λέγεται ἢ „πεπλη‐

### book 363e.15.5

γυῖα“ (Ε 763. κ 238 al.) 〈ἀντὶ τοῦ πλήσσουσα〉 καὶ „πέπληγον δὲ

### book 363e.20.1

χορόν“ (θ 264) ἀντὶ τοῦ ἔτυπτον, κατανοείτω τὴν ἀνομοιότητα·

### book 363e.20.2

βιάσεται γὰρ λέγειν ‘ὡς δὲ λέβης πυρὶ πολλῷ τήκων‘, κωλυούσης τῆς

### book 363e.20.3

ἐπιφερομένης λέξεως· ἔσται γὰρ ἀσύνετον τὸ σιάλοιο. φανερὸν οὖν

### book 363e.20.4

ὅτι λέγεται τηκομένου σιάλοιο ζεῖν τὸν λέβητα. οὐ προσγραφομένου

### book 363e.20.5

δὲ πρότερον τοῦ υ, ὁ μεταγράφων, ὅπερ ἔφην, ἐλλείπειν νομίσας τὴν

### book 363e.25

λέξιν, προσέθηκε τὸ ς.“ Ge

### book 363f1.1

〈κνίση μελδόμενος:〉 ἤτοι τὰ κνίση τηκόμενος ἢ τῇ

### book 363f1.2

κνίσῃ. Ge

### book 363f2

σημαίνει τὰ κνίση. Aint

### book 363g

σιάλοιο: σιτευτοῦ. b(BE3)T

### book 365a.1

ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, 〈ζέε δ’ ὕδωρ〉:

### book 365a.2

καὶ πῶς μὴ ἐκαίετο ὁ Ἀχιλλεύς; ἀλλ’ ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα

### book 365a.3

μὲν ἔπνιγεν „ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, / κρύπτων ἐν δίνῃσι

### book 365a.4

βαθείῃσιν μεγάλῃσι“ (Φ 238—9), οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν

### book 365a.5.1

ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου, ἔνθα ἦν

### book 365a.5.2

Ἀχιλλεύς. b(BCE3E4)T

### book 365b.1

〈ζέε δ’ ὕδωρ:〉 γράφεται καὶ „σχέτο δ’ ὕδωρ“, ἤγουν

### book 365b.2

τῆς ὁρμῆς. Til

### book 366a.1

οὐδ’ ἔθελε προρέειν: ὅτι ἀντὶ τοῦ οὐκ ἠδύνατο. καὶ ἐν

### book 366a.2

Ὀδυσσείᾳ (γ 121)· „ἤθελ’, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύσ“.

### book 366a.3

A

### book 366b.1

οὐδ’ ἔθελε προρέειν: οὐκ ἠδύνατο. b(BCE3)T καὶ

### book 366b.2

„ποιῆσαι δύναται. τοὶ δὲ φθινύθουσιν ἔδοντεσ“ (α 250) καὶ „ἤθελε

### book 366b.3

Μηριόνης, μάλα δ’ ἤθελε 〈Νέστορος υἱόσ〉“ (Κ 229). T

### book 366c.1

ἀϋτμή: ἐξατμιζομένη πυρώδης πνοή· b(BCE3E4)T τὸ

### book 366c.2

μὲν γὰρ καθαρὸν ὕδωρ ὡς τὴν ἰδίαν φύσιν ἔχον ἀκολούθως ὅπῃ θέλει

### book 366c.3

ῥεῖ, τὸ δὲ θερμαινόμενον βραδύπορον γίνεται, πολὺ τῆς δυνάμεως

### book 366c.4

ἀφῃρημένον· καὶ ὅτι Ἥφαιστος ἡ πυρώδης ἐστὶν ὅλη οὐσία, ὁ δὲ

### book 366c.5

Σκάμανδρος μέρος τῆς οὐσίας τοῦ ὕδατος. b(BE3E4)T

### book 369a

〈τίπτε:〉 ἐπὶ τίνι αἰτίᾳ; b(BCE3)Til

### book 369b1

ἐμὸν ῥόον ἔχραε κήδει〈ν〉: ἔχραεν ὥρμησεν ὥστε

### book 369b1

λυπεῖν· „μητέρι μοι μνηστῆρες ἐπέχραον“ (β 50). T

### book 369b2.1

τὸ δὲ ἐπέχραεν ἀντὶ τοῦ μετὰ λυπήσεως ἐπῆλθε, βλαπτι‐

### book 369b2.2

κῶς ἐφώρμησεν. b(BCE3)

### book 370a.1

〈ἐξ ἄλλων:〉 βέλτιον ἡ συνήθεια τοῖς ἄνω συνάπτει τὸ

### book 370a.2

ἐξ ἄλλων. Aim T

### book 370b.1

ἐξ ἄλλων: παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεούς. ἢ ὑπὲρ

### book 370b.2

τοὺς ἄλλους συμμάχους τῶν Τρώων ὥρμησεν ἐμὲ λυπεῖν (cf. Φ 369‐

### book 370b.3

70). b(BCE3E4)T

### book 370c.1

οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι: τοῦ μὴ ἁλίσκεσθαι

### book 370c.2

τὴν Τροίαν. T

### book 373.1

ἐπὶ καὶ τόδ’ ὀμοῦμαι: ἐπὶ τούτοις καὶ τόδε ὀμοῦμαι, ἢ

### book 373.2

μετὰ τὸ λῆξαι ἐπομοῦμαι. b(BCE3E4)T

### book 374.1

ἐπὶ Τρώεσ〈σ〉ιν ἀλεξήσειν: τὸ ἑξῆς ἐπαλεξήσειν. b(B

### book 374.2

CE3)T

### book 375a1.1

μαλερῷ: παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. ἢ παρὰ τὸ

### book 375a1.2

μαλεῖν, ὅ ἐστιν ἀφανίζειν. T

### book 375a2.1

παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. b(BCE3E4) δηλον‐

### book 375a2.2

ότι τῷ θερμῷ καὶ καυστικῷ. b(BCE3)

### book 376.1

καιομένη, 〈καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν〉: ἀνα‐

### book 376.2

φωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ ποιητής· οὐ γὰρ προκόψει

### book 376.3

μέχρι τούτων τὸ σύγγραμμα τῷ Ὁμήρῳ. b(BCE3)T

### book 379

ἀγακλεές: εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον. b(BCE3

### book 379

E4)T

### book 380.1

στυφελίζειν: σκληρῶς τύπτειν b(BE3E4)T καὶ βλά‐

### book 380.2

πτειν. b(BE3E4)

### book 382.1

ἄψορρον δ’ ἄρα κῦμα 〈κατέσσυτο καλὰ ῥέεθρα〉:

### book 382.2

περιφερὲς ὂν τὸ ἔπος ἐδήλωσε τὴν κατάστασιν καὶ πρόχυσιν τοῦ

### book 382.3

ποταμοῦ, ὡς τὴν ἔπαρσιν τὸ „ἀκροκελαινιόων“ (Φ 249). T

### book 385.1

ἐν δ’ ἄλλοισι 〈θεοῖσιν ἔρις πέσε〉: τὸ ἑξῆς ἐνέπεσεν.

### book 385.2

ἔνδοξος δὲ Ἀχιλλεύς, οὗ τὴν γένεσιν αὔξουσι θεοὶ καὶ τὴν τελευτὴν

### book 385.3

καὶ τὸν πόλεμον. T

### book 386a.1

δίχα δέ σφιν 〈ἐνὶ φρεσὶ θυμὸς ἄητο〉: διχῶς δὲ

### book 386a.2

αὐτῶν ὡρμήθη ἡ ψυχή, τουτέστι διάφορον ἔσχον τὴν γνώμην. Ge

### book 386b1.1

〈ἄητο:〉 ᾐωρεῖτο ἢ ὥρμα. b(BCE3) ἡ δὲ μεταφορὰ

### book 386b1.2

ἀπὸ τῶν ἀλλήλοις ἀντιπνεόντων ἀνέμων. b(BCE3E4)

### book 386b2.1

ἄλλως· {θυμὸς ἄητον:} ᾐώρητο ἢ ὥρμα ἀλλήλοις ἀντι‐

### book 386b2.2

πνεόντων. T

### book 386c.1

ἄητο: εἴληπται μὲν ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. σημαίνει

### book 386c.2

δὲ νῦν τὸ μεγάλως παρώρμητο. Ge

### book 387

〈πατάγῳ:〉 γράφεται „ὁμάδῳ“. Aim

### book 388a1.1

ἀμφὶ δὲ σάλπιγξεν 〈μέγας οὐρανόσ〉: ὅτι αὐτὸς μὲν

### book 388a1.2

οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει. A Ge

### book 388a2

{σάλπιγξεν:} πάλιν σάλπιγγα αὐτὸς μὲν οἶδε, τοὺς

### book 388a2

δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. T

### book 388a3.1

{ἀμφὶ δ’ ἐσάλπιζεν:} ὅτι ἐκ τοῦ ἰδίου προσώπου οἶδε

### book 388a3.2

σαλπιγκτάς, τοὺς μέντοι ἥρωας οὐκ εἰσάγει χρωμένους. Ge

### book 388b.1

ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός: εὖ πόλεμον

### book 388b.2

θεῶν κελεύσματι οὐρανοῦ διήγειρεν. ἢ περιήχησε διαδεδομένης τῆς

### book 388b.3

φωνῆς, ὅ φησιν ἀλλαχοῦ „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα“ (Ν 837).

### book 388b.4

καινὸν δὲ ἐζήτησε διανόημα, σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ

### book 388b.5.1

εἶπεν ἐβρόντησεν, οὐδὲν παράδοξον οὐδὲ καταπληκτικὸν εἰσῆγεν.

### book 388b.5.2

b(BCE3E4)T

### book 389a1.1

〈ἐ〉γέλασ〈σ〉ε δέ οἱ φίλον ἦτορ: διὰ τὸ ἥκιστα ἐπι‐

### book 389a1.2

χειρηθῆναι παρὰ τῶν διχονοούντων. καὶ Μένανδρος (fr. 784 Koe.)·

### book 389a1.3

„καὶ τοῦτο θύων οὐδεπώποτ’ ηὐξάμην / ἐγὼ τὸ σῷζον τὴν ἐμὴν

### book 389a1.4

〈συν〉οικίαν, / ἀλλὰ παρέλ〈ε〉ιπον οἰκετῶν εἶναι στάσιν / ἔνδον παρ’

### book 389a1.5.1

αὑτῷ, πρᾶγμα χρησιμώτατον.“ τοιοῦτο καὶ τὸ „χαῖρε νόῳ, ὅτ’

### book 389a1.5.2

ἄριστοι Ἀχαιῶν δηριόωντο“ (θ 78). ἢ ἐπεὶ ὁρᾷ περὶ ἀρετῆς αὐτοὺς

### book 389a1.5.3

ἀγωνιζομένους, χαίρει ὁ Ζεύς. T

### book 389a2.1

χαίρει γάρ, †ἵν’ ᾖ† ἐπιτεθῇ τέλος τῷ πράγματι. καὶ

### book 389a2.2

Ἀγαμέμνων ἔχαιρεν, „ὅτ’ ἄριστοι Ἀχαιῶν δηριόωντο“, ἐπεὶ ὥρα

### book 389a2.3

περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους. b(BCE3E4) καὶ Μένανδρός

### book 389a2.4

φησιν· ‘οὐδέποτε θύων εὐξάμην ἄλλως σώζεσθαι τὴν οἰκίαν ἢ στάσιν

### book 389a2.5

οἰκετῶν εἶναι ἐν αὐτῇ‘. b(BE3E4)

### book 390a.1

γηθοσύνῃ, 〈ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντασ〉:

### book 390a.2

Ἀριστοτέλης ἐν Ἀπορήμασι ζητεῖ, πῶς τῷ Ἄρει ἐπιπλήξας ὅτι

### book 390a.3

αὐτῷ „ἔρις 〈τε〉 φίλον πόλεμοί τε“ (Ε 891), αὐτὸς γέγηθεν ἐπὶ

### book 390a.4

τούτοις. φησὶ δὲ ὅτι ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ 〈ὅτι ἔριδι〉

### book 390a.5.1

ἔχαιρεν, ἀλλ’ ὅτι αἰεί, φιλόμαχος. οὐδὲ οἰνόφλυξ, ὅστις χαίρει οἴνῳ,

### book 390a.5.2

ἀλλ’ ὅτι αἰεὶ καὶ σφόδρα. Ge

### book 390b.1

〈γηθοσύνῃ, ὅθ’—ξυνιόντας:〉 Χαμαιλέων ἐν

### book 390b.2

πρώτῃ Περὶ Ἰλιάδος (fr. 18 We.) μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί

### book 390b.3

φησιν· „ὡσπερεί τι καλὸν ὁρῶ〈ν〉, οὐ τὴν μεγίστην ἀτοπίαν“. ῥητέον

### book 390b.4

ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο: οὐ γὰρ ἦσαν θνητοί, ἵνα κινδυνεύσωσιν.

### book 390b.5

Ge

### book 392a1.1

ῥινοτόρος: πρῶτον γὰρ δεῖ τῆς τῶν ἀσπίδων τρώσεως,

### book 392a1.2

εἶτα τῶν σωμάτων ἐφικέσθαι. T

### book 392a2.1

πρῶτον γὰρ αἱ ἀσπίδες τιτρώσκονται, εἶτα τὰ σώματα.

### book 392a2.2

b(BCE3)

### book 392a2

ῥινοτόρος: ὁ τιτρώσκων—τὸ τῶν ἀνθρώπων δέρ‐

### book 392a2

μα. A

### book 393.1

{καὶ} ὀνείδειον {φάτο μῦθον}: ὡς Ὁμήρειον. Τυραννίων

### book 393.2

(fr. 49 H.) ὡς „ἀχρεῖον“ (Β 269. ς 163) περισπᾷ· διαίρεσιν γάρ,

### book 393.3

φησίν, ἐπιδέχεται, ὀνειδέϊον 〈***〉· διὸ καὶ ἐν πέμπτῳ (cf. Hrd.

### book 393.4

καθ. 1,136,9) γράφεται· „ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως

### book 393.5.1

ὄνειδος ὀνείδειον. διὰ τῆς ει διφθόγγου ἡ παραγωγή, καὶ παροξύνε‐

### book 393.5.2

ται.“ Ge

### book 394a.1

κυνάμυια: ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς

### book 394a.2

καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδής, ἡ δὲ μυῖα θρασεῖα. A Ge

### book 394b.1

{τίπτ’ αὖτ’ ὦ} κυνάμυια: Νεοπτόλεμος ὁ Παριανὸς (fr.

### book 394b.2

8 a M.) γράφει „κινάμυια“. φησὶ δὲ ἐν τρίτῳ Περὶ γλωσσῶν Ὁμήρου·

### book 394b.3

„κυνάμυια συνήχθη ἀπὸ κυνός τε θρασέος καὶ μυίης. ἀλλ’ οὐ γρα‐

### book 394b

πτέον οὕτως, ‘κινάμυια‘ δέ ἐστι, τὸ ι ἀντὶ τοῦ υ. μὴ οὖν τὴν σύνθεσιν

### book 394b.5.1

〈ᾖ〉 ἀπὸ τοῦ κινεῖν τὴν μύσιν τῶν βλεφάρων καὶ μὴ ἀτενίζειν, ὡς ἂν ὁ

### book 394b.5.2

σώφρων τε καὶ κόσμιος· διὸ καὶ λέγομεν 〈τοὺσ〉 ἀναιδοφθάλμους {καὶ}

### book 394b.5.3

κινοφθάλμους καὶ λιρούς, ὃ φωνεῖται ἀπὸ τοῦ λίην 〈ἢ〉 διὰ τὸ †λελί‐

### book 394b.5.4

σθαι† εἰς ἀναιδείην.“ Ge

### book 394c1.1

κυνάμυια: ἀναιδὴς καὶ θρασεῖα, ἢ αἱμοπότις, ὅ ἐστι

### book 394c1.2

κροτών. οἱ δὲ γράφουσι „κινάμυια“, ἡ κινοῦσα τὴν μύσιν τῶν ὀφθαλ‐

### book 394c1.3

μῶν καὶ μὴ ἠρεμαῖον ἔχουσα τὸ βλέμμα. T

### book 394c2.1

ἀναιδὴς καὶ θρασεῖα, καὶ αἱμοποτοῦσα. b(BCE3) λέ‐

### book 394c2.2

γεται δὲ τὸ ζῶον καὶ †κυνάμυια καὶ κρότων. b(BCE3E4)

### book 394d.1

〈κυνάμυια:〉 φασὶν ὅτι δεῖ γράφειν „κυνόμυια“· ὅταν

### book 394d.2

γὰρ ἐπιφέρηται συμφώνῳ τὰ παρὰ τὸν κύνα, ο γραπτέον, οἷον κυνο‐

### book 394d.3

πρόσωπος, κυνοκέφαλος. μήποτε οὖν ἐστιν ἡ κυνάμυια †καὶ μυῖα, ὡς

### book 394d.4

παρὰ Σώφρονι (fr. 169 c et d K.) „κυναναιδέσ“, καὶ κυνάγχη. Ge

### book 394e

〈κυνάμυια:〉 συνθέτως. Til

### book 395a.1

θάρσος ἄητον ἔχουσα: δύναται καθ’ ἑαυτὸ λέγεσθαι

### book 395a.2

τὸ ἡμιστίχιον κατὰ κλητικὴν πτῶσιν, ‘ὦ θάρσος ἄητον ἔχουσα‘. T

### book 395b

〈ἄητον:〉 μέγα, παρὰ τὴν αἶαν. b(BCE3)T

### book 395c.1

μέγας δέ σε θυμὸς ἀνῆκεν: μετεωρισμὸς δέ σε ψυχῆς

### book 395c.2

ἀνέπεισεν. T

### book 396-8.1

ἢ οὐ μέμνῃ〈—ἔδαψασ〉: κακῶς ἥττης ἑαυτοῦ

### book 396-8.2

ὑπομιμνῄσκει· ἔδει γὰρ αὐτόν, ὡς Ζεὺς „ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω

### book 396-8.3

ὑψόθεν“ (Ο 18). ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος. b

### book 396-8.4

(BCE3E4)T

### book 397a1.1

πανόψιον: οὕτως Ἀρίσταρχος πανόψιον. AAim τὸ

### book 397a1.2

οἱονεὶ πανόρατον καὶ λαμπρὸν καὶ ἐπιφανές. δύναται δὲ καὶ τὸ ‘πάν‐

### book 397a1.3

των τελευταῖον‘ ἀκούεσθαι, ἵνα τὸ ὀψέ ἐγκέηται καὶ μὴ ἐπὶ τοῦ ἔγχους

### book 397a1.4

δεχώμεθα, ἀλλὰ τοιοῦτον νοῶμεν· ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ

### book 397a1.5

ἔγχος λαβοῦσα ἐπ’ ἐμὲ ὦσασ‘ (cf. Φ 397—8). A

### book 397a2

Ἀντίμαχος (fr. 136 W.) δὲ γράφει „ὑπονόσφιον“. καὶ

### book 397a2

τί ποτε δι’ αὐτοῦ θέλει δηλοῦσθαι ἄμεινον; T

### book 397b.1

{οὐτάμεναι αὐτὴ δὲ} πανόψιον: ὅτι τὸ λαμπρὸν καὶ

### book 397b.2

ἐπιφανές. ἢ ὀπισθίδιον ἔχουσα ἐπὶ τοῦ στύρακος. ἢ τάχα ἐπὶ χρόνου

### book 397b.3

εἴρηται· ‘αὐτὴ δὲ τὸ πάντων ἔσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσασ‘

### book 397b.4

(cf. Φ 397—8). A

### book 397c.1

πανόψιον: πάντων ἔσχατον (ἡ γὰρ ὀψία ὁ ἔσχατος

### book 397c.2

καιρός), ἵνα λέγῃ· ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος

### book 397c.3

ἔπληξάς με‘. ἢ τὸ ὁλόλαμπρον, ὡς ταὐτὸν εἶναι τῷ πάνοπτον

### book 397c.4

πρωτοτύπῳ. b(BCE3E4)T

### book 397d

〈πανόψιον:〉 φανερῶς, οὐ πειρωμένη λανθάνει〈ν〉. Til

### book 398.1

ἰθὺς ἐμεῦ ὦσας: ἐξ ἐναντίας μου ἤρεισας τὸ δόρυ. b(BC

### book 398.2

E3)T

### book 399

ἀποτισέμεν: ἐκτίσειν διὰ τιμωρίας. b(BCE3)T

### book 400

〈κατ’ ἀσπίδα:〉 γράφεται „κατ’ αἰγίδα“. Aim

### book 401a.1

ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός: ὅτι ἰδίως ἐπὶ τῆς

### book 401a.2

αἰγίδος τοῦτό φησιν, ἣν Διὸς ὅπλον παραδίδωσιν. A

### book 401b.1

〈ἣν〉 οὐδὲ Διὸς δάμνησι κεραυνός: αὐτοῦ γὰρ 〈τὸ〉

### book 401b.2

ὅπλον. T

### book 402.1

〈τῇ μιν Ἄρης οὔτησε ... ἔγχεϊ μακρῷ: τῇ〉 ἐκεῖ,

### book 402.2

b(BCE3)Til οὐχ ὡς τοῦ Ἄρεος ἐκεῖσε βαλόντος, ἀλλὰ τῆς

### book 402.3

Ἀθηνᾶς μετενεγκούσης πρὸς τὸ μὴ τρωθῆναι. T

### book 403

〈χειρὶ παχείῃ:〉 ἐν ἄλλῳ „Παλλὰς Ἀθήνη“. Aim

### book 405

〈οὖρον ἀρούρης:〉 ὅριον γῆς. b(BCE3E4)T

### book 406.1

βάλε 〈θοῦρον Ἄρηα〉 κατ’ αὐχένα: διὰ τί κατ’ αὐχένα

### book 406.2

βάλλεται Ἄρης; T ὅτι ὑψαύχην ἡ ὕβρις. b(BCE3)T

### book 407.1

〈ἑπτὰ δ’ ἐπέσχε〉 πέλεθρα 〈πεσών〉: πόσον ἔχει τὸ

### book 407.2

πλέθρον; T τὸ πλέθρον ἔχει πόδας ἑκατόν, πήχεις δὲ ἑξήκοντα ἓξ

### book 407.3

δίμοιρον. A b (BCE3E4)T εἰ δὲ ζητοίης, πῶς ἔφθασεν ὁ Διομή‐

### book 407.4

δης τὸν τηλικοῦτον τρῶσαι, ἴσθι ὡς Ἀθηνᾶς συνεργούσης (cf. Ε

### book 407.5

855—9). b(BCE3E4)T

### book 408.1

〈ἀμφαράβησε:〉 ἄραβος κυρίως ἡ ἐν Ἄρει βοή, b(BCE3

### book 408.2

E4)T καταχρηστικῶς δὲ ἦχος ὅπλων. b(BCE3E4)

### book 409

〈καί μιν:〉 γράφεται „καί οἱ“. Aint

### book 410-1.1

ὅσσον ἀρείων / εὔχομ’ ἐγὼν 〈ἔμεναι〉: ἔστι γὰρ

### book 410-1.2

ἡ μὲν ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός. καὶ ἡ μὲν ἔνοπλος γεννη‐

### book 410-1.3

θεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις τὴν ἀρετὴν ἔχει· b(BCE3E4)T

### book 410-1.4

καὶ ταύτην ὁ πατὴρ ἅμα τῇ γενέσει Νίκην ἐποίησεν. T ἄλλως τε

### book 410-1.5

τὸ δίκαιον ἐπικρατεῖν ἀεὶ πέφυκεν. b(BE3E4)T

### book 411

〈ἰσοφαρίζεις:〉 ἐν ἄλλῳ „ἀντιφαρίζεισ“. Aim

### book 412a.1

〈τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις:〉 τιμωρίας ἀπο‐

### book 412a.2

δοίης τῇ Ἥρα. Aint

### book 412b.1

ἐρινύας: κατάρας. οὕτω δέ, πρὸς τοὺς κρείσσονας ἐθέλων

### book 412b.2

μάχεσθαι. b(BCE3E4)T

### book 414

〈ἀμύνεις:〉 γράφεται καὶ „ἀρήγεισ“. Aim

### book 415

〈πάλιν τράπεν:〉 παρέτρεψεν. Til

### book 416a.1

τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα 〈Διὸς θυγάτηρ Ἀφρο‐

### book 416a.2

δίτη〉: ὅτι οἱ Χωρίζοντες (fr. 8 K.) φασὶ τὸν τῆς Ἰλιάδος ποιητὴν

### book 416a.3

εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην, τὸν δὲ τῆς Ὀδυσσείας

### book 416a.4

διαφώνως Ἡφαίστῳ. λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ἦσαν

### book 416a.5

τῆς συμβιώσεως. A

### book 416b1.1

τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα〈—Ἀφροδίτη〉:

### book 416b1.2

δεῖ γὰρ κρᾶσιν εἶναι τῶν ἠθῶν· Ἁρμονίαν γοῦν παῖδα ἐσχήκασιν. ἢ

### book 416b1.3

ὅτι τὸ πλέον διὰ γυναῖκας οἱ πόλεμοι. 〈ἢ〉 ἀνταμείβεται αὐτὸν τῆς

### book 416b1.4

χρήσεως τῶν ἵππων. Ἥρα δὲ ἀπέχεται τῆς Ἀφροδίτης διὰ τὸν κεστόν.

### book 416b1.5

T

### book 416b2.1

ἐπειδὴ τὸ πλέον διὰ γυναικείας αἰσχρότητας καὶ πορνείας

### book 416b2.2

οἱ πόλεμοι, τούτου χάριν αὐτῷ βοηθεῖ. ἢ τὴν τῶν ἵππων ἀνταμείβεται

### book 416b2.3

χάριν. Ἥρα δὲ ἀπέχεται Ἀφροδίτης διὰ τὸν κεστόν. b(BCE3E4)

### book 416c.1

〈Διὸς θυγάτηρ:〉 γράφεται „φιλομμειδής {ἀφροδίτη}“.

### book 416c.2

Aim

### book 417.1

μόγις δ’ ἐσαγείρατο θυμόν: τὸ ζωτικὸν πνεῦμα b(BC

### book 417.2

E3E4)T συνέλεξεν. | ἐν παρατατικῷ δὲ τὸ ἐσαγείρατο b

### book 417.3

(BCE3)T Ἀρίσταρχος. T

### book 419-22.1

αὐτίκ’ Ἀθηναίην〈—μέτελθε〉: ὅτι τὸν πολέ‐

### book 419-22.2

μιον αὐτῆς ὠφελεῖν ἐπιχειρεῖ. T

### book 421

〈ἡ κυνάμυια:〉 γράφεται „†τὴν κυνάμυιαν†“. Aim

### book 422a1.1

κατὰ κλόνον: κλόνος, A ἐν ᾧ κλίνεται τὰ πράγ‐

### book 422a1.2

ματα. ATil

### book 422a2.1

κλόνος ἡ μάχη, b(BCE3) ἐν ᾗ κλονοῦνται οἱ πολε‐

### book 422a2.2

μοῦντες. b(BCE3E4)

### book 424a.1

καί ῥ’ ἐπιεισαμένη: ὅτι ἐπιεισαμένη ἐστὶν ἐπελ‐

### book 424a.2

θοῦσα, ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς τὸ „ἢ τάχα καὶ δαλῷ βεβλη‐

### book 424a.3

μένος A Ge εἶσθα 〈θύραζε〉“ (τ 69). Ge

### book 424b.1

καί ῥ’ ἐπιεισαμένη: Δημήτριος Ἰξίων ἐν τρίτῳ προ‐

### book 424b.2

φέρεται πρὸς Ἀρίσταρχον· „‘καί ῥ’ ἐπερεισαμένη‘· 〈***〉 κατὰ

### book 424b.3

τοὺς Ἰταλιώτας ὀρεξαμένη. τὸ ὅλον οὖν ἐπορεξαμένη.“ Ge

### book 424c.1

ἐπιεισαμένη: ἐφορμήσασα, b(BCE3)T „εἴσομαι ἐξ

### book 424c.2

ἁλόθεν“ (Φ 335). ἢ ἀντὶ τοῦ T ἐπελθοῦσα. b(BCE3)T

### book 424d1.1

πρὸς στήθεα: ὅπου ἡ ἀφροσύνη οἰκεῖ. Ge T 〈ἀντ‐〉

### book 424d1.2

ήρκει δὲ οὐδὲ τῇ πληγῇ τῆς χειρός. T

### book 424d2.1

πρὸς στήθεα δέ, ὅτι ἐκεῖσε ἡ ἀφροσύνη ἐγκάθηται. b

### book 424d2.2

(BCE3)

### book 424e.1

〈χειρὶ παχείῃ:〉 πρέπει τῇ παρθένῳ „χειρὶ βαρείῃ“

### book 424e.2

(ς 56), οὐ παχείῃ. γυμνῇ δὲ χειρί, ἵνα μὴ τὴν ἄνοπλον ὅπλῳ νικᾷ.

### book 424e.3

Ge

### book 426

〈ἐπὶ χθονί:〉 γράφεται „ποτὶ χθονί“. Aim

### book 427.1

〈πτερόεντ’ ἀγόρευε:〉 γράφεται „πτερόεντα προσ‐

### book 427.2

ηύδα“. Aim

### book 428a.1

τοιοῦτοι νῦν πάντες: εἴρηται (sc. ad Α 421—2 al.)

### book 428a.2

ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ

### book 428a.3

μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485) καὶ

### book 428a.4

„ἐκτελέει, ὅσα πού νυν ἐέλπεται“ (Κ 105). A

### book 428b.1

τοιοῦτοι νῦν πάντες: ἀεὶ τὸ νῦν φυλάσσον τὸν

### book 428b.2

χρόνον καὶ τὸν τόνον φυλάσσει. εἴ που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλί‐

### book 428b.3

νεται· b(BCE3)T „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485), „ἐκτελέει,

### book 428b.4

ὅσα πού νυν ἐέλπεται“ (Κ 105). T

### book 430a.1

τλήμονες: ὅτι ὑπομενητικοὶ οἱ τλήμονες, καὶ οὐκ ἀτυ‐

### book 430a.2

χεῖς, ὡς οἱ νεώτεροι. A

### book 430b.1

τλήμονες: εὔτολμοι. οἱ δὲ τραγικοὶ (cf. Aesch. Pers. 912,

### book 430b.2

Ag. 1588 al.) ἐπὶ δυστυχοῦς τιθέασι τὴν λέξιν. b(BCE3)T

### book 431a.1

〈ἦλθεν Ἄρῃ ἐπίκουρος:〉 διὰ τί αὐτὸν οὐ πλήσσει;

### book 431a.2

ὅτι ἡ Ἀθηνᾶ τῷ Ἄρει ἀντιτέτακται, ὡς ἔχῃ βοηθεῖν. Ge

### book 431b

〈ἐπίκουρος:〉 ἐν ἄλλῳ „{ἦλθεν} ἐπίουροσ“. Aim

### book 433

〈Ἰλίου:〉 γράφεται „Ἴλιον“. Aim

### book 435

κρείων: ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γάρ, καὶ κραίνειν τὸ

### book 435

πληροῦν. A b (BCE3E4)T

### book 436a.1

διέσταμεν: οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· †μιγνύναι†

### book 436a.2

γὰρ λέγει τὸ πολεμῆσαι· ὡς αἰσχρὸν μὲν τῶν ὁμοφύλων μαχομένων

### book 436a.3

ἀργεῖν (cf. Φ 436—8), A b (BCE3E4)T καὶ πρεσβύτην 〈δὲ〉

### book 436a.4

ἄρχειν μάχης 〈δεινότερον〉 (cf. Φ 439—40). b(BCE3E4)T

### book 436b

〈διέσταμεν:〉 ἀντὶ τοῦ ἀφέσταμεν τῆς μάχης. Aim

### book 437.1

ἀμαχητί: συστελλόμενον Δώριον, ἐκτεινόμενον δὲ Ἀττι‐

### book 437.2

κόν. T

### book 440

〈καλόν:〉 δηλονότι τὸ ἄρχειν. b(BCE3)Til

### book 441

〈ἔχες:〉 ἀντὶ τοῦ b(BCE3) ἔχεις. b(BCE3E4)Til

### book 442.1

μέμνηαι: οὕτως ἐνταῦθα μέμνηαι· διπλῆ γὰρ ἡ χρῆσις.

### book 442.2

Aim T

### book 444a.1

πὰρ Διός: τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου. b(BC

### book 444a.2

E3E4)T „ἐν Διὸς εἰλεῖται“ Ἄρατος (Ph. 224). T

### book 444b1.1

θητεύσαμεν: ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν, δι’

### book 444b1.2

ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι. A

### book 444b2.1

οὐ παραδίδωσι Ὅμηρος τὴν αἰτίαν, δι’ ἣν ἐθήτευσαν.

### book 444b2.2

b(BCE3E4)T

### book 444c.1

θητεύσαμεν: ἐπὶ μισθῷ ἐδουλεύσαμεν. | ζητεῖται, διὰ τί

### book 444c.2

ἐθήτευσαν. Ἑλλάνικος (FGrHist 4, 26 a) φησὶ πειράζοντες Λαομέ‐

### book 444c.3

δοντα. γράφει δὲ ἐν πρώτῳ τῶν Τρωϊκῶν· „μετὰ δὲ ταῦτα λέγεται

### book 444c.4

Ποσειδῶ καὶ Ἀπόλλωνα δουλεῦσαι Λαομέδοντι, ὅτι ὑβριστὴς ἦν,

### book 444c.5.1

πειρωμέν〈ους αὐτοῦ. λέγονται μὲν〉 οὖν ἀνδράσιν εἰδόμενοι ἐπὶ

### book 444c.5.2

μισθῷ, εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος λάϊνον ἐν τῷ Ἰλίῳ ἐπ’

### book 444c.5.3

ἀκροτάτῳ τῶν κολωνῶν τειχίσαι, ὅ 〈ἔ〉τι νῦν Πέργαμος καλεῖται.“

### book 444c.5.4

Μητρόδωρος ἐν Τρωϊκοῖς (FGrHist 43, 2 = Vors.6 70 B 4)· „μετὰ

### book 444c.5.5

ταῦτα λέγουσι παρ’ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ

### book 444c.10.1

οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως. ἐλθόντας δ’ εἰπεῖν ὅτι Λαομέδοντι

### book 444c.10.2

χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν

### book 444c.10.3

πρέποι· ‘ἡμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι‘.“ Ge

### book 444d.1

ἄλλως· θητεύσαμεν: ἠθέλησαν γὰρ συνδῆσαι τὸν Δία

### book 444d.2

„Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων“ (Α 400). οἱ δὲ ἐπὶ τῷ πειρᾶσαι

### book 444d.3

τὴν ὕβριν Λαομέδοντος· „καί τε θεοὶ ξείνοισιν ἐοικότεσ“ (ρ 485).

### book 444d.4

ὡς ἀποθανόντος οὖν τοῦ αἰτίου, τιμώμενος νῦν ἐν Ἰλίῳ, Κίλλῃ, Χρύσῃ,

### book 444d.5.1

Τενέδῳ, βοηθεῖ αὐτοῖς. οἱ δὲ δύο φασὶν ἐργασαμένους ἀμισθὶ ἀναθεῖναι

### book 444d.5.2

Ἀπόλλωνι καὶ Ποσειδῶνι. οἱ δὲ ὅτι ἀπὸ τῶν ἱερατικῶν χρημάτων

### book 444d.5.3

ᾠκοδόμησεν αὐτά. T

### book 445.1

μισθῷ ἔπι ῥητῷ: μισθὸς λέγεται ἡ ἐλαχίστη ἀμοιβή, παρὰ

### book 445.2

τὸ μεῖον. ῥητῷ δὲ τῷ ὡρισμένῳ· ὅθεν b(BCE3E4) καὶ αἱ ὡρι‐

### book 445

σμέναι συνθῆκαι ῥῆτραι b(BCE3E4)T καλοῦνται. b(BCE3E4)

### book 445

μισθῷ ἔπι ῥητῷ: ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ.

### book 445.5

πῶς δέ, φησίν, Ἀπόλλων—ἔγκλημα λῦσαι. A

### book 446a1.1

ἤτοι ἐγὼ Τρώεσσι 〈πόλιν περὶ τεῖχος ἔδειμα〉:

### book 446a1.2

πρὸς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν (sc. Η 443—64) ὅτι διαφωνεῖ

### book 446a1.3

ταῦτα 〈ἐκείνοισ〉, ἐν οἷς φησι· „τότ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων /

### book 446a1.4

ἥρῳ Λαομέδοντι“ (Η 452—3). A

### book 446a2

διαφωνεῖ {δὲ} ταῦτα τοῖς ἐν τῇ Τειχοποιΐᾳ ἀθετουμένοις. T

### book 446b1.1

〈ἤτοι ἐγὼ—ἔδειμα:〉 Ἀριστόνικος (p. 313 Friedl.)

### book 446b1.2

πρὸς τοὺς ἐν τῇ Η τῆς Ἰλιάδος· ἐκεῖ γάρ φησι „τότ’ ἐγὼ καὶ Φοῖβος

### book 446b1.3

Ἀπόλλων“ (452). Ge

### book 446b2.1

πρὸς τὴν ἀθέτησιν τὴν ἐν τῇ Η ὅτι ὁ Ποσειδῶν μόνος

### book 446b2.2

ᾠκοδόμησε τὸ τεῖχος. Ge

### book 446c.1

ἤτοι ἐγὼ Τρώεσσι 〈πόλιν περὶ τεῖχος ἔδειμα〉:

### book 446c.2

Ἀριδίκης προφέρεται· „ἤτοι μὲν γὰρ ἐγὼ πόλεως περὶ τεῖχος ἔδειμα“.

### book 446c.3

Νικίας „πόλιν πέρι“, ἵνα ᾖ περὶ πόλιν. ἀγνοεῖ δὲ ὅτι ‘περιέδειμα‘

### book 446c.4

ἐστίν. Ge

### book 446d

〈πόλιν:〉 γράφεται „πόλει“, ὡς Ἀριστοφάνης. Aim

### book 446e.1

πόλιν περὶ τεῖχος ἔδειμα: ἡ περί τῷ ῥήματι συν‐

### book 446e.2

τάσσεται· διὸ φυλακτέον τὸν τόνον. A

### book 446-9.1

ἤτοι ἐγὼ Τρώεσσι—ὑληέσσης: Ἀπολλό‐

### book 446-9.2

δωρός φησιν ἐν 〈ι〉γʹ Περὶ θεῶν (FGrHist 244, 96)· „ἐφόσον γὰρ τῷ

### book 446-9.1

Ποσειδῶνι προσήκειν ἡγεῖτο τὰ κατὰ τὴν τειχοδομίαν, ὃν ἡμεῖς μὲν

### book 446-9.2

ἀσφάλιον καὶ θεμελιοῦχον, αὐτὸς δὲ ἐνοσίχθονα καὶ γαιήοχον καλεῖν

### book 446-9.5.1

εἴωθεν, ἐπὶ τοσοῦτον καὶ 〈τὰ〉 κατὰ τὰς νομὰς τῷ νομίῳ Ἀπόλλωνι·

### book 446-9.5.2

διὸ καὶ περὶ τῶν Εὐμήλου πεποίηκεν ἵππων· ‘τὰς ἐν Πιερίῃ θρέψ’

### book 446-9.5.3

ἀργυρότοξος Ἀπόλλων‘ (Β 766).“ Ge

### book 447a.1

εὐρύ τε καὶ μάλα καλόν: Ζωΐλος (fr. 33 Friedl. =

### book 447a.2

FGrHist 71, 13) γράφει „εὐρύ τε καὶ μάλα μακρόν“. Ge

### book 447b.1

ἵν’ ἄρ〈ρ〉ηκτος πόλις εἴη: ἀσφάλιος γὰρ καὶ θεμελιοῦ‐

### book 447b.2

χος ὁ Ποσειδῶν b(BCE3E4)T καὶ πάντων σύστασις. b(BCE3

### book 447b.3

E4)

### book 448a1.1

〈Φοῖβε, σὺ δ’ εἰλίποδας ἕλικας βοῦσ〉 βουκολέε‐

### book 448a1.2

σκες: νόμιος γὰρ ὁ θεός. οἱ δὲ ἐπεὶ αἱ ἀρχαὶ τῶν λοιμῶν ἀπὸ τῶν

### book 448a1.3

τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν αὐτόν, ὅπως ἀναβαλλό‐

### book 448a1.4

μενος τούτων ἅπτεσθαι πολὺ μᾶλλον τῶν ἀνθρώπων ἀπέχηται. T

### book 448a2.1

ὁ {δὲ} Ἀπόλλων νόμιος ὡς ἐπὶ πλεῖστον καὶ τῶν θρεμμά‐

### book 448a2.2

των αὐξητικός. b(BCE3E4) φασὶ δὲ ὡς ἐπεὶ ἀρχὴν ὡς ἐπὶ πᾶν

### book 448a2.3

ὁ λοιμὸς ἀπὸ τετραπόδων λαμβάνει, αὐτοῖς αὐτὸν ἐπέστησαν, ὅπως

### book 448a2.4

ἀναβαλλόμενος ἅπτεσθαι αὐτῶν ἔσται καὶ τοῖς ἀνθρώποις σωτήρ.

### book 448a2.5

b(BE3E4)

### book 448a2.1

Φοῖβε, σὺ δ’ εἰλίποδας: φασὶ τὸν Ἀπόλλωνα—

### book 448a2.2

ἱστορεῖ Ἀπολλόδωρος (FGrHist 244, 95—9 [p. 1049, 4, 32 app.]). A

### book 448a2

ἕλικας βοῦς: ἕλικας τοὺς βοῦς φησιν ἐπιθετικῶς ἤτοι—

### book 448a2

ὅ ἐστιν ἐπικαμπῆ. A

### book 450.1

πολυγηθέες ὧραι: αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔ‐

### book 450.2

ξουσι γὰρ τοὺς καρπούς. ἢ αἱ εἰς πολλὴν χαρὰν ἄγουσαι τοὺς καρπι‐

### book 450.3

ζομένους. b(BCE3)T

### book 451a.1

〈ἐξέφερον:〉 ἐμήνυον b(BCE3E4)Til καὶ ἐφανέρουν

### book 451a.2

b(BCE3E4)

### book 451b.1

〈νῶϊ βιήσατο μισθόν:〉 {παρὰ τὸ μεῖον} ἐβιήσατο

### book 451b.2

ἡμᾶς τὸν μισθόν. μισθὸς ἐλαχίστη ἀμοιβὴ παρὰ τὸ μεῖον. Til

### book 451c

βιήσατο: ἀντὶ τοῦ ἀπεστέρησε μετὰ βίας. b(BCE3E4)T

### book 452

ἀπέπεμπε: διχῶς, 〈καὶ〉 „ἀπέβλεψε“. Ge

### book 453-4

πόδας καὶ χεῖρας ὕπερθε / δήσειν: ἐξαγκωνίσειν. T

### book 454a.1

〈δήσειν καὶ περάαν νήσων ἔπι τηλεδαπάων:〉

### book 454a.2

Ζωΐλος (fr. 34 Friedl. = FGrHist 71, 14) ζητεῖ, πῶς ὁ Ποσειδῶν τὸν

### book 454a.3

Αἰνείαν μεταθεὶς ἐξ ὅλου τοῦ στρατεύματος (cf. Υ 325—9) αὐτὸς

### book 454a.4

κινδυνεύει πραθῆναι. Ge

### book 454b.1

〈νήσων ἔπι τηλεδαπάων:〉 Πτολεμαῖος „{δήσειν καὶ

### book 454b.2

περάαν} νήσων ἐπὶ τηλεδαπάων“. Ge

### book 454c.1

τηλεδαπάων: οὕτως Ἀρίσταρχος τηλεδαπάων. αἱ δὲ

### book 454c.2

ἀπὸ τῶν πόλεων „θηλυτεράων“. Aint T

### book 454d.1

ἄλλως· τηλεδαπάων: τηλοῦ τὸ πέδον ἐχουσῶν, ἢ

### book 454d.2

μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν. b(BCE3)T καταχρηστικῶς οὖν

### book 454d.3

ἐπὶ τοῦ αὐτοῦ ἐδάφους πραθῆναι φαμέν τινα. T

### book 455a.1

στεῦτο δ’ ὅ γ’ ἀμφοτέρων 〈ἀπολεψέμεν οὔατα

### book 455a.2

χαλκῷ〉: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, διεβεβαιοῦτο, πρὸς

### book 455a.3

τὰ ἐν τῇ Νεκυίᾳ (sc. λ 584) ἀθετούμενα. καὶ ὅτι καταχρηστικῶς

### book 455a.4

ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν. A

### book 455b.1

〈στεῦτο:〉 κατὰ ψυχὴν ἔσπευδε. b(BCE3E4) λεψέ‐

### book 455b.2

μεν δὲ τὸ σιδήρῳ τεμεῖν. b(BCE3)

### book 455c.1

〈ἀποκόψειν οὔατα:〉 γράφεται „ἀπολεψέμεν οὔατα“.

### book 455c.2

Aim

### book 456

〈ἄψορροι:〉 ὀπισ〈θ〉όρμητοι εἰς οὐρανόν. Til

### book 458a

τοῦ δὴ 〈νῦν〉 λαοῖσι 〈φέρεις χάριν〉: ἐν ἤθει ταῦτα. T

### book 458b

οὐδὲ μεθ’ ἡμέων: λείπει γενόμενος. T

### book 462-3a.1

οὐκ ἄν με σαόφρονα 〈μυθήσαιο / —πτολε‐

### book 462-3a.2

μίξω〉: τινές φασιν ἐγγὺς γεγονότος Ποσειδῶνος μηκέτι δύνασθαι

### book 462-3a.3

τὸν τοξότην πολεμεῖν. T

### book 462-3b.1

〈οὐκ ἄν με σαόφρονα μυθήσαιο / —πτολε‐

### book 462-3b.2

μίξω:〉 εἰ μάχην σοι, φησί, συμβαλοίμην, ὃ μὴ δεῖ, οὐκ ἂν ἔτι με

### book 462-3b.3

b(BCE3) συνετὸν b(BCE3E4)Til ὑπολάβοις. b(BCE3)

### book 464.1

δειλῶν: ἀτυχῶν: b(BCE3E4)T Δειλᾶς γὰρ †πρῶ‐

### book 464.2

τον† τὸν εἰς φόνους κλῆρον εὗρεν, b(BE3)T ὥς φησι Θεόκλυ‐

### book 464.3

τος. T

### book 465a.1

ζαφλεγέες 〈τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες:

### book 465a.2

ζαφλεγέεσ〉 μεγαλόφρονες, b(BCE3E4)T καὶ ταῦτα θνητήν,

### book 465a.3

φησί, τροφὴν ἐσθίοντες, οὐ σιτούμενοι ἀμβροσίαν ὡς ἡμεῖς. ὅταν δὲ

### book 465a.4

ἀποβλέψῃ εἰς τὴν θείαν φύσιν ὁ ποιητής, τότε τὰ ἀνθρώπινα πράγ‐

### book 465a.5

ματα ἐξευτελίζει. b(BCE3)T

### book 465b

〈ζαφλεγέες:〉 λαμπροί. Til

### book 466a

〈ἄλλοτε δέ:〉 γράφεται „ἄλλοτε δ’ αὖ“. Aim

### book 466b

〈ἀκήριοι:〉 νεκρούμενοι. Til

### book 467a1

{οἱ δ’ αὐτοὶ} δηριαάσθων: τὸ δεύτερον α ἐκτατέον·

### book 467a1

τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A

### book 467a2.1

τὸ δεύτερον α ἐκτατέον ὥσπερ ἐπὶ τοῦ ἀδιαιρέτου. b

### book 467a2.2

(BCE3)T

### book 468-9a1.1

αἴδετο γάρ ῥα / πατροκασιγνήτοιο 〈μιγή‐

### book 468-9a1.2

μεναι ἐν παλάμῃσι〉: ἄλλως τε ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται. πῶς

### book 468-9a1.3

οὖν ἔδει μάχεσθαι; T

### book 468-9a2.1

ἐπεὶ ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται, εἰκότως αὐτῷ μά‐

### book 468-9a2.2

χην οὐ συμβάλλει. b(BCE3E4)

### book 469a.1

πατροκασιγνήτοιο: τοῦτον οἱ μὲν πάτρωα, οἱ δὲ

### book 469a.2

θεῖον καλοῦσιν. T

### book 469b

〈μιγήμεναι:〉 τινὲς γράφουσι „δαμήμεναι“. Til

### book 469c1.1

μιγήμεναι: συμβαλεῖν. ἔστι δὲ παιδευτικά, ὡς τὸ

### book 469c1.2

„Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον γάρ“ (Φ 498) καὶ

### book 469c1.3

„ἀλλά τοι οὐκ ἐθέλουσα Ποσειδάωνι μάχεσθαι“ (ν 341). T

### book 469c2.1

ἔστι δὲ παιδευτικὸς ὁ λόγος πρὸς τὸ αἰδεῖσθαι τοὺς εὐερ‐

### book 469c2.2

γέτας καὶ μᾶλλον τοὺς πρεσβυτέρους. b(BCE3E4)

### book 470.1

πότνια θηρῶν: δεσπότις. μεταλαβὼν οὖν φησιν Ἀνακρέων

### book 470.2

(fr. 1, 3 G. = 3, 3 P. [P.M.G. 348, 3]). „δέσποιν’ Ἄρτεμι θηρῶν“.

### book 470.3

b(BCE3E4)T οἰκεῖον δὲ ταύτῃ τὸ προπετές· διὸ καὶ περιπίπτει

### book 470.4

βλάβῃ. b(BE3E4)T ὥστε καὶ τὰ πεπραγμένα ἐν τῇ Θεομαχίᾳ

### book 470.5.1

τολμηρότερον ἀφορμὰς ἔχει Ἄρην (cf. Φ 391—3) καὶ Ἄρτεμιν (cf.

### book 470.5.2

Φ 470—1). T

### book 471a.1

Ἄρτεμις ἀγροτέρη 〈καὶ ὀνείδειον φάτο μῦθον〉:

### book 471a.2

ἀθετεῖται, ὅτι περισσὸς 〈μετὰ τὸν〉 „τὸν δὲ κασιγνήτη μάλα νείκεσε

### book 471a

πότνια θηρῶν“ (Φ 470). τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ Ἄρτεμις; A

### book 471b.1

Ἄρτεμις ἀγροτέρη: περισσὸς ὁ στίχος. | οὕτω δὲ

### book 471b.2

παρὰ Συρακοσίοις (fr. 1 [C. G. F. p. 198] K.) καὶ Ἀθηναίοις τιμᾶται·

### book 471b.3

„τῇ δ’ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα / εὐχὴν ποιήσασθαι“ (Ar.

### book 471b.4

equ. 660—1). T

### book 471c

〈ἀγροτέρη:〉 κυνηγός, ἀπὸ τοῦ ἀγρεύειν. Aim

### book 471d1.1

ὀνείδειον {φᾶτο μῦθον}: ὡς „τέλειον“ καὶ ὄρειον·

### book 471d1.2

οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν

### book 471d1.3

τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς

### book 471d1.4

πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας, οἷον „ἕλοσ“ (Υ 221.

### book 471d1.5.1

ξ 474), ἕλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαρο‐

### book 471d1.5.2

ξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· „τέλοσ“ (Β 122. Γ 309 al.),

### book 471d1.5.3

„τέλειοσ“· „ὄροσ“ (Β 603. 829 al.), ὄρειος· οὕτως „ὄνειδοσ“ (Π 498.

### book 471d1.5.4

Ρ 556), ὀνείδειος. παρεφυλάξατο δὲ τὰ δύο σύμφωνα διὰ τὸ „Ἀρ‐

### book 471d1.5.5

γεῖοσ“ καὶ τὸ „ἑρκεῖοσ“, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ

### book 471d1.10

παραγωγή, πελάγιος ἅγιος, „Θάλπιοσ“ (Β 620). A

### book 471d2.1

{ὀνείδειον:} ὡς „τέλειον“ καὶ ὄρειον· οὕτω γὰρ ἐκπίπτει

### book 471d2.2

καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι

### book 471d2.3

οὐδετέρῳ, ἢ δύο σύμφωνα κατὰ διάστασιν, οἷον „ἕλοσ“ ἕλειος·

### book 471d2.4

„ὄροσ“ ὄρειος. παρῃτησάμεθα δύο σύμφωνα διὰ τὸ ἕρκος „ἑρκεῖοσ“,

### book 471d2.5.1

τὸ α διὰ τὸ „πέλαγοσ“ (Ξ 16. γ 174 al.), πελάγιος, ἅγος ἅγιος· τὸ γὰρ

### book 471d2.5.2

„Ἀργεῖοσ“ οὐκ ἀπὸ οὐδετέρου παρῆκται, ἄλλως τε καὶ ἔχει δύο σύμ‐

### book 471d2.5.3

φωνα. T

### book 472

〈ἑκάεργε:〉 Φανόδικος (FGrHist 397, 5) ἀπὸ Ἑκαέργης.

### book 472.1

Ἀπολλόδωρος ἐν ιγʹ (FGrHist 244, 97)· „καλεῖται δ’ οὕτως ἀπὸ τῆς

### book 472.2

ῥιπῆς, ὡς ἂν ἕκαθεν εἴργων ἢ ἕκαθεν τὸ ἴδιον ἔργον ἐπιτελῶν.“ Ge

### book 473.1

〈μέλεον:〉 ἄμοχθον b(BCE3E4)Til καὶ ἄλυπον. b(B

### book 473.2

CE3E4)

### book 474a.1

〈ἀνεμώλιον αὔτως:〉 Ἀριδίκης· „γράφεται ‘{ψενύτιε

### book 474a.2

τί νυ τόξον ἔχεις} κἀτειρέας οἰστούσ‘.“ φησὶ δὲ κακῶς φέρεσθαι

### book 474a.3

„ἀτειρέασ“· οὐδὲν γὰρ εἶναι βέλος ἀτειρές. „ἀθε〈ι〉ρέασ“ οὖν τοὺς

### book 474a.4

ὁμοίους ἀθέρι· ὡς γὰρ ὁ ἀθὴρ καταψώμενος λεῖός ἐστι, ἀνάπαλιν δὲ

### book 474a.5.1

τραχύς, οὕτως τὰ ἀγρευτικὰ †τὰ Κρητικὰ βέλη ἐμπήσσεσθαι μὲν τῇ

### book 474a.5.2

σαρκὶ ἀκωλύτως, ἐξέρχεσθαι δὲ δυσχερῶς διὰ τὰς ἀπαγκιστρώσεις. Ge

### book 474b.1

〈ἀνεμώλιον:〉 ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως. b(BC

### book 474b.2

E3)Til

### book 475-7.1

μή σευ νῦν ἔτι〈—πολεμίζειν〉: παραπεποίην‐

### book 475-7.2

ταί πως ἐκεῖθεν οἱ στίχοι· „πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν

### book 475-7.3

ἄκουσα / εὐχομένησ“ (Α 396—7). τί δὲ καὶ βουλόμενος συνεχῶς τοῦτο

### book 475-7.4

ἐκαυχᾶτο ὁ Ἀπόλλων; (cf. 476—7). T

### book 475.1

μή σευ νῦν ἔτι 〈πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω〉:

### book 475.2

ἀπὸ τούτου ἀθετοῦνται στίχοι τρεῖς· οὐ δύναται γὰρ ὁ αἰδούμενος

### book 475.3

„πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν“ (Φ 469) ἀεὶ προκα‐

### book 475.4

λεῖσθαι τὸν Ποσειδῶνα ἐν τῷ Ὀλύμπῳ πρὸς μάχην. ἄλλως τε οὐδὲ

### book 475.5

πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται. A

### book 478.1

τὴν δ’ οὔ τι προσέφη 〈ἑκάεργος Ἀπόλλων〉: προ‐

### book 478.2

είρηκε γὰρ τὴν αἰτίαν τῆς παραιτήσεως· b(BCE3)T „αἴδετο γάρ

### book 478.3

ῥα / πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν“ (Φ 468—9). T

### book 478

ὥστε δισσολογεῖν οὐκ ἐχρῆν αὐτόν. b(BCE3)T

### book 479a1.1

ἀλλὰ χολωσαμένη 〈Διὸς αἰδοίη παράκοιτισ〉: ὅτι

### book 479a1.2

κοινὸν δεῖ δέξασθαι τὸ „προσέφη“ (Φ 478)· ‘ἀλλὰ χολωσαμένη Διὸς

### book 479a1.3

αἰδοίη παράκοιτις προσέφη‘. οὕτως οὖν κἀκεῖ· „παῖδά τέ σοι ἀγέμεν

### book 479a1.4

Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην“ (Α 443)· ἀπὸ κοινοῦ γὰρ τὸ „ἀγέμεν“,

### book 479a1.5

καὶ περιττὸς ὁ ἑξῆς· „ῥέξαι ὑπὲρ Δαναῶν“ (Α 444). A

### book 479a2.1

ἀπὸ κοινοῦ τὸ „προσέφη“. οὕτως οὖν κἀκεῖ· „παῖδά τέ

### book 479a2.2

σοι ἀγέμεν Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην“· ἀπὸ κοινοῦ γὰρ τὸ „ἀγέμεν“,

### book 479a2.3

b(BCE3E4)T καὶ περιττὸς ὁ ἑξῆς „ῥέξαι ὑπὲρ Δαναῶν“. T

### book 479b.1

〈ἀλλὰ χολωσαμένη—παράκοιτις:〉 Ἀριστό‐

### book 479b.2

νικος (p. 313 Friedl.) ὅτι ἀπὸ κοινοῦ ἐστιν ἀκουστέον τὸ „προσέφη“

### book 479b.3

(Φ 478). Ge

### book 482.1

χαλεπή τοι ἐγὼ μένος ἀντιφερίζειν: ἐξ ἐναντίας τὸ

### book 482.2

ἐμὸν μένος φέρειν. b(BCE3E4)T ἐπεὶ δὲ εἶπε „τί νυ τόξον ἔχεις;“

### book 482.3

(Φ 474), b(BCE3)T φησὶν ὅτι, εἰ καὶ τοξοφόρος εἶ (cf. Φ 483), T χα‐

### book 482.4

λεπή σοι πολέμιος ἔσομαι. b(BCE3)T

### book 483a

〈ἐπεί σε λέοντα:〉 ἐπεὶ λέαινάν σε. Til

### book 483b.1

λέοντα: λέαιναν. οὐδέποτε δὲ παρ’ Ὁμήρῳ εὕρηται τὸ

### book 483b.2

λέαινα. b(BCE3E4)T

### book 484a.1

〈καὶ ἔδωκε κατακτάμεν, ἥν κ’ ἐθέλῃσθα:〉 Χρύσιπ‐

### book 484a.2

πος ἐν τῷ Περὶ ἀρχαίας φυσικῆς (fr. 748 [= St. V. Fr. II p. 212, 38])

### book 484a.3

δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τοὺς τόκους δὲ εἰς ταύτην

### book 484a.4

〈***〉 ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι,

### book 484a.5.1

ἀλλὰ καὶ γίνεσθαι [...(.)]σα πάντα. καὶ Ἀλκαῖος (fr. 390 L.—P.)

### book 484a.5.2

ἐπὶ τῶν βελῶν τῆς Ἀρτέμιδος λέγει „†μὴ φόνος κέχυται γυναίκων“.

### book 484a

Ge

### book 484b1.1

κατακτάμεν ἥν κ’ ἐθέλῃσθα: προΐσταται γὰρ ἡ

### book 484b1.2

Ἄρτεμις τοκετῶν, ἐπεὶ περὶ τὰς πανσελήνους εὐτοκώταται αἱ γυναῖ‐

### book 484b1.3

κες, ὥς φησι Χρύσιππος (fr. 748 [= St. V. Fr. II p. 212, 35). T

### book 484b2.1

λέγει δὲ αὐτὴν λέαιναν (sc. Φ 483) b(BCE3) διὰ τὸ

### book 484b2.2

ἀναιρετικόν, b(BCE3E4) ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας,

### book 484b2.3

ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς

### book 484b2.4

σκοτομαίνας δύστοκοι ἄγαν. b(BE3E4)

### book 485a1.1

θῆρας ἐναίρειν: ὅτι ἐναίρειν καταχρηστικῶς· θῆρες

### book 485a1.2

γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι. A Ge

### book 485a2.1

σημειοῦνται δέ τινες ὅτι ἔναρα ἐπὶ ἀλόγων ζῴων οὐκ

### book 485a2.2

ἔστιν. T

### book 485b1.1

θῆρας ἐναίρειν: φονεύειν ἢ σκυλεύειν· περιάπτεται γὰρ

### book 485b1.2

νεβρίδας. Ἀλκμάν (fr. 53 P.)· „†ἐπάμεναι† πέρι δέρματα θηρῶν“. T

### book 485b2.1

φονεύειν ἢ σκυλεύειν. b(BCE3) τοῦτο δὲ λέγει, ὅτι

### book 485b2.2

τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν.

### book 485b2.3

b(BCE3E4)

### book 486a

ἀγροτέρας: τινὲς τὰς μὴ ταχέως γηρώσας. T

### book 486b

〈ἀγροτέρας:〉 ἀγριωτέρας. Til

### book 487-8.1

εἰ δ’ ἐθέλεις 〈πολέμοιο δαήμεναι, ὄφρ’ ἐῢ εἰδῇς /

### book 487-8.2

ὅσσον—ἀντιφερίζεισ〉: ὑποστικτέον ἤτοι ἐπὶ τὸ ἐθέλεις

### book 487-8.1

(487) ἢ ἐπὶ τὸ δαήμεναι (487), ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ (sc. ad 150)

### book 487-8.2

προείρηται. ἢ καὶ κομματικὸν ἀπέλ{ε}ιπε τὸν λόγον ἐπίτηδες ὁ

### book 487-8.5

ποιητής, τῆς θεοῦ διὰ τῶν ἔργων τὸ λεῖπον ἀναπληρούσης. A

### book 487a.1

εἰ δ’ ἐθέλεις, πολέμοιο δαήμεναι: στικτέον εἰς τὸ

### book 487a.2

δαήμεναι· ἔστι γὰρ ἀντὶ τοῦ δάηθι. b(BCE3)T

### book 487b.1

〈δαήμεναι:〉 ὅτι Aim Ge ἀντὶ τοῦ δάηθι Aim Ge

### book 487b.2

Til προστακτικοῦ. Aim

### book 489.1

〈ἀμφοτέρασ〉 ἐπὶ καρπῷ χεῖρας 〈ἔμαρπτε〉: τῆς

### book 489.2

Ἀρτέμιδος. b(BCE3E4)T ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.

### book 489.3

b(BCE3)T

### book 490a.1

ἀπ’ ὤμων αἴνυτο τόξα: ποιητικῶς ἀντὶ τῶν βελῶν

### book 490a.2

τόξα φησίν. ἢ τὴν πᾶσαν τοξικὴν κατασκευήν. b(BCE3)T

### book 490b

〈τόξα:〉 τὰ τοξεύματα. Til

### book 491a.1

αὐτοῖσιν δ’ ἄρ’ 〈ἔθεινε παρ’ οὔατα〉: κατηγοροῦσιν

### book 491a.2

Ὁμήρου ὡς ἐνησεβηκότος τῇ Ἀρτέμιδι. Δημήτριος 〈δὲ〉 ὁ Ἰξίων

### book 491a.3

φησί: „πάνυ νέαν παρθένον αὐτὴν εἰσάγει καὶ παίδων τρόπον κλαίου‐

### book 491a.4

σαν καὶ τοῖς κόλποις τοῦ πατρὸς ἐπικλινομένην, ἀκολουθοῦν τῇ

### book 491a.5.1

ἡλικίᾳ μεμυθευκώς. ῥητέον 〈οὖν〉 ὅτι οὐ μαίνεται, ἀλλ’ ἀνθ’ ὧν

### book 491a.5.2

στασιώδη εἴρηκεν, ὡς μήτηρ νουθετεῖ παιδικῇ ζημίᾳ.“ Ge

### book 491b.1

〈μειδιόωσα:〉 Δοῦρις (FGrHist 76, 91) ὅτι πικρῶς διά‐

### book 491b.2

κειται ὡς μητρυιά· διὸ ἐπιγελᾷ τὸ Σαρδόνιον. Ge

### book 492a

〈ἐντροπαλιζομένην:〉 οὕτω τὸ ἐντροπαλιζομένην

### book 492a

διὰ τοῦ ν. Aim

### book 492b.1

〈ἐντροπαλιζομένην:〉 ἐν τῇ Χίᾳ καὶ Κυπρίᾳ ἀναξίως

### book 492b.2

„πολλὰ λισσομένησ“. | Πτολεμαῖος ἐντροπαλιζομένην. Ge

### book 492c.1

ἐντροπαλιζομένη: ἐξ ὑποστροφῆς ἀνθισταμένη. αἱ δὲ

### book 492c.2

πλείους κατ’ αἰτιατικήν, ἵν’ ᾖ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς

### book 492c.3

χειρὸς καταφοράς. b(BCE3E4)T

### book 492d.1

ἐντροπαλιζομένη: {βέλτιον ἐντροπαλιζομένην} ἐξ ὑπο‐

### book 492d.2

στροφῆς ἀνθιστανομένη. ἄτοπον δέ ἐστιν· διὰ τί 〈γὰρ〉 ἐντροπαλίζε‐

### book 492d.3

ται; 〈βέλτιον οὖν „ἐντροπαλιζομένην“〉. Ge

### book 493a

〈ὕπαιθα: γράφεται〉 „{ἀκρυόεσσα δ’} ἔπειτα“. Aim

### book 493b

〈ὕπαιθα:〉 ἔμπροσθεν. Til

### book 493c.1

πέλεια: Ἀριστοτέλης (h. an. 5,13 p. 544b2) φησὶ

### book 493c.2

μικροτέραν τῆς περιστερᾶς εἶναι καὶ ὑπέρυθρον καὶ τ〈ρ〉αχύπουν. T

### book 493d1.1

{ὥς τε} πέλεια: πέλεια ὡς Μάλεια καὶ Θάλεια, τρίτῃ

### book 493d1.2

ἀπὸ τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελ〈ε〉ιάς, ἔνθεν τὸ „αἱ δὲ βάτην

### book 493d1.3

τρήρωσι πελ〈ε〉ιάσι“ (Ε 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς. A

### book 493d2.1

ἄλλως· πέλεια: ὡς Κράτεια. ἔστι δὲ καὶ πελειὰς ὀξυ‐

### book 493d2.2

τόνως, ὡς μαῖα καὶ μαιάς. T

### book 493e

{δακρυόεσσα ὕπαιθα θεὰ φύγεν ὥστε} πέλεια: †ἐπὶ†

### book 493e

„τίλλε πέλειαν ἔχων“ (ο 527) καὶ „εἶδε τρήρωνα πέλειαν“ (Ψ 874). Ge

### book 495a.1

χηραμόν: κατάδυσιν ὄφεως. | Ἀριστόνικος (p. 314 Friedl.)

### book 495a.2

ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι κοίλη πέτρη (cf. Φ 494)·

### book 495a.3

καὶ ὅτι γενικὸν τὸ πέτρη καὶ 〈ε〉ἰδικὸν τὸ χηραμός. Ge

### book 495b.1

χηραμόν: ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι

### book 495b.2

κοίλη πέτρα (cf. Φ 494). A

### book 495c.1

χηραμόν: ἀπὸ τοῦ χωρεῖν, πέτραν διαγωγὰς ἔχουσαν

### book 495c.2

πολλὰς ὥς τι χωρεῖσθαι. b(BCE3E4)T | σημειωτέον δὲ ὅτι προ‐

### book 495c.3

εξηγήσατο, τίς ἡ χηραμός, b(BCE3)T κοίλη πέτρα, ἐπεξη‐

### book 495c.4

γεῖσθαι εἰωθώς, b(BE3)T οὐ προεξηγεῖσθαι· „νεβρὸν ἔχοντ’

### book 495c.5

ὀνύχεσσι, τέκος ἐλάφοιο“ (Θ 248). T

### book 495d.1

οὐδ’ ἄρα τῇ γε ἁλώμεναι 〈αἴσιμον ἦεν〉: καὶ ἐπ’

### book 495d.2

ἀλόγοις μοιρίδιον οἶδεν, οὐ μόνον ἐπὶ ἀνθρώποις. T

### book 497

Λητὼ δὲ προσέειπε 〈διάκτοροσ〉: Τυραννίων (fr. 51

### book 497

H.) περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαιροῦσι Λητόα λέγοντες. Ge

### book 498a.1

Λητοῖ, ἐγὼ δέ τοι οὔ τι 〈μαχήσομαι〉: ἄτοπον γὰρ

### book 498a.2

ἦν τὸν λόγον ὅπλοις κρίνεσθαι. διὰ τοῦτο ἄχρειοι 〈οἱ〉 γραμματικοὶ

### book 498a.3

νομίζονται, ὅτι διὰ τὸ εἰρηνικὸς εἶναι θεὸς οὐ μάχεται ὁ Ἑρμῆς. τοῦτο

### book 498a.4

δὲ εἴπερ ἤθελεν εἰπεῖν ὁ ποιητής, εἰρήκει ἄν· ‘ἀργαλέον κήρυκ’ ὄντα

### book 498a.5.1

πολεμεῖν‘. ὁ δὲ ἑτέραν εἴρηκεν αἰτίαν ὅτι ταῖς τοῦ Διὸς γενομέναις

### book 498a.5.2

γυναιξὶν οὐ πρέπον αὐτὸν πληκτίζεσθαι (cf. Φ 498—9)· ὁ γὰρ

### book 498a.5.3

Ἑρμῆς αἰτίαν ἔχει φιλογυν{α}ίας καὶ ἐρωτικὸς νομίζεται· διὸ ἐξ αὐτοῦ

### book 498a.5.4

καὶ τῆς Ἀφροδίτης συνέθεσαν τὸν Ἑρμαφρόδιτον. λέγει δὲ Πυθαγόρας

### book 498a.5.5

ὅτι καὶ τὸν Πελασγικὸν οἶδεν Ὅμηρος μῦθον, οἵτινες ἐντεταμ{μ}ένον

### book 498a.10.1

αὐτὸν ἱδρύουσιν. ὅτε γοῦν κατείληπτο ἡ Ἀφροδίτη σὺν Ἄρει, οὕτως

### book 498a.10.2

εἰς ἐπιθυμίαν ἐκκέχυται ὥστε εὔχεσθαι σὺν πλείοσι δεσμοῖς παρα‐

### book 498a.10.3

κεκλίσθαι τῇ Ἀφροδίτῃ (cf. θ 338—42). ταύτην οὖν τὴν ὑπόνοιαν

### book 498a.10.4

φυλάσσει. Ge

### book 498b.1

〈Λητοῖ,〉 ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἄτοπον γὰρ

### book 498b.2

τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. b(BCE3E4)T ἢ ὡς

### book 498b.3

φιλῶν μίξεις· καὶ γὰρ μετ’ Ἀφροδίτης ἐθέλει δεθῆναι (cf. θ 338—42),

### book 498b.4

καὶ Πελασγοὶ δὲ ἐντεταμένον τὸν Ἑρμῆν ἱδρύονται. T ἄλλως τε

### book 498b.5

ἄνοπλος ἑκάτερος, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχη. b(BCE3E4)T

### book 498c

〈ἀργαλέον γάρ:〉 γράφεται „ἀργαλέον δέ“. Aint

### book 498-9.1

〈Λητοῖ, ἐγὼ δέ τοι—ἀλόχοισι Διόσ〉: ἐπεὶ

### book 498-9.2

συνέζευκτο θεῷ καὶ Διῒ κεκοινωνηκυῖα κοίτης ἦν. Δοῦρις δὲ ἐν πρώτῳ

### book 498-9.3

Προβλημάτων Ὁμηρικῶν (FGrHist 76, 30) γράφει· „εἰκότως τοῦτο

### book 498-9.4

ποιεῖ· ὁ γὰρ Ἑρμῆς οὐ πολέμου αὐξητικός, ἀλλ’ εἰρήνης. οὐκ ἤθελεν

### book 498-9.5.1

οὖν ἰσχυρὸν ποιεῖν τὸν ἐν τοῖς ὅπλοις ἀγῶνα. ἢ διότι καταφρονητὴς

### book 498-9.5.2

ἦν πολέμου· ὁ μὲν γὰρ πόλεμος ἄλλων, τὸ δὲ Ἑρμοῦ κηρύκιον †καὶ τὸν

### book 498-9.5.3

αὐτὸν πόλεμον καταστρέφεται ἐν τῷ αὐτῷ τὰ περὶ τελευταῖα.“ Ge

### book 499.1

πληκτίζεσθαι: μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.

### book 499.2

b(BCE3)T

### book 501a1.1

εὔχεσθαι ἐμὲ νικῆσαι: ἄτυφος· διὸ λογικὸς θεός, ὃς

### book 501a1.2

οὐδὲ ἀδοξίας φροντίζει. T

### book 501a2.1

καλῶς ἄτυφος ὁ λογικὸς θεὸς μηδὲ ἀδοξίας φροντίσας·

### book 501a2.2

λέγει γὰρ ὅτι, εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα. b(BCE3E4)

### book 501b

〈εὔχεσθαι:〉 ὅτι ἀντὶ τοῦ εὔχου, καυχῶ. Aim

### book 502a1.1

Λητὼ δὲ συναίνυτο 〈καμπύλα τόξα〉: ἴσως πρὸς

### book 502a1.2

τὸ σκῦλα μὴ μεῖναι τῆς θυγατρός· ὅπερ ἐκ περιουσίας ὁ ποιητὴς

### book 502a1.3

προσῆψεν. T

### book 502a2.1

συνῆξε δὲ αὐτά, ἵνα μὴ ἐκεῖ κείμενα τὴν θυγατέρα πλέον

### book 502a2.2

αἰσχύνοιεν. b(BCE3E4)

### book 502b.1

καμπύλα τόξα: ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον

### book 502b.2

τῷ κατὰ τῶν βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, „πεπτεῶτα“ δ’

### book 502b.3

„ἄλλυδις ἄλλῃ“ (Φ 503) τὰ βέλη· ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ

### book 502b.4

μετρούμενον, καὶ κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα

### book 502b.5

τόξα. A

### book 502c.1

καμπύλα τόξα: μεταφορικῶς ἀπὸ τοῦ τόξου τὰ βέλη.

### book 502c.2

ἢ T συλληπτικῶς τὰ τόξα καὶ τὰ βέλη· ὡς δὲ χοῖνιξ τὸ μετροῦν

### book 502c.3

καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον. b(BCE3E4)

### book 502c.4

T

### book 503

〈πεπτεῶτα:〉 γράφεται καὶ „πεπτῶτα“. Aim

### book 506a1.1

δακρυόεσσα δὲ 〈πατρὸς ἐφέζετο γούνασι κούρη〉:

### book 506a1.2

ἀφελὴς ἡ διάθεσις καὶ παρθένῳ πρέπουσα. Ἀφροδίτη δὲ ὡς †γεγαμη‐

### book 506a1.3

μένης τῆς Διώνης. ἐκεῖ δὲ „ἐν γούνασι πῖπτε“ (Ε 370) †δία. τῶι† κατα‐

### book 506a1.4

πονεῖσθαι τῇ πληγῇ. T

### book 506a2.1

ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικί, καὶ μάλιστα

### book 506a2.2

παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. b(BCE3,E4) [bis]) ἡ δὲ

### book 506a2.3

Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διός, ἀλλ’ ἐν τοῖς τῆς Διώνης (sc.

### book 506a2.4

Ε 370), καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται;

### book 506a2.5.1

ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ (cf. Ε 337—9) ἐφέζεσθαι

### book 506a2.5.2

οὐ δύναται. b(BCE3E4)

### book 507a1.1

ἑανὸς τρέμε: καιρίως διὰ τῆς ἐσθῆτος †σῶμα ἐνέφηνε

### book 507a1.2

τρέμον. T

### book 507a2.1

διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται τρέμον αὐτῆς.

### book 507a2.2

b(BCE3E4)

### book 507b1.1

προτὶ οἷ: τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν

### book 507b1.2

πρόθεσιν, ἀλλ’ ὅτι εἰς σύνθετον μεταλαμβάνεται. A

### book 507b2

{τὴν δὲ προτὶ οἷ:} ὀρθοτονητέον τὴν οἷ, ἐπεὶ εἰς σύνθετον

### book 507b2

παρελαμβάνετο. T

### book 507-8.1

〈προτὶ οἷ / εἷλε:〉 προσελάβετο ἑαυτῷ, τουτέστι προσ‐

### book 507-8.2

επτύξατο. T

### book 508

〈ἀνείρετο:〉 ἠθικῶς. Til

### book 509a.1

〈τίς νύ σε τοιάδ’ ἔρεξε:〉 ἀντὶ τοῦ τίς σε ἐπάτασσε;

### book 509a.2

Aint

### book 509b.1

τίς νύ σε 〈τοιάδ’ ἔρεξε〉: εἰδὼς ἐρωτᾷ, b(BCE3E4)

### book 509b.2

ἀγνοεῖν προσποιούμενος. b(BCE3E4)T

### book 511a1.1

ἐϋστέφανος: στεφάνη ἐπικεφάλιος γυναικῶν †κοινός†.

### book 511a1.2

κελαδεινὴ δέ τινες παρὰ τὰ κοῖλα. ἢ ὅτι Ἐγκέλαδον σὺν Ὠρίωνι

### book 511a1.3

ἀνεῖλε βιαζόμενον αὐτήν. T

### book 511a2.1

ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος. κελαδεινὴ δὲ

### book 511a2.2

παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον, ὃν ποιοῦσιν οἱ κυνηγοί. b(BC

### book 511a2.3

E3E4)

### book 511b1.1

ἐϋστέφανος κελαδεινή: ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις.

### book 511b1.2

περιττὸς οὖν κἀκεῖ ὁ „Ἄρτεμις ἀγροτέρη“ (Φ 471). A

### book 511b2

ἄλλως· ἐϋστέφανος κελαδεινή: ἠρκέσθη τοῖς ἐπιθέτοις.

### book 511b2

περιττὸς οὖν κἀκεῖ ὁ „Ἄρτεμις ἀγροτέρη καὶ ὀνείδειον φάτο μῦθον“. T

### book 512.1

σή μ’ ἄλοχος 〈στυφέλιξε〉: πιθανῶς καὶ αὐτὸν πιθα‐

### book 512.2

νοποιεῖται διὰ τῆς ἀλόχου. T

### book 513a

〈νεῖκος:〉 πληθυντικῶς „νείκεα“ αἱ Ἀριστάρχου. Aim

### book 513b1.1

νεῖκος ἐτύχθη: „νείκε’ ἐτύχθη“ πληθυντικῶς. καὶ

### book 513b1.2

„ἐφῆπται“ ἀντὶ τοῦ T ἐπισυνδέδεται, TTil ηὔξηται. T

### book 513b2.1

〈ἐφῆπται:〉 ἀντὶ τοῦ b(BCE3) ἐπισυνδέδεται καὶ

### book 513b2.2

ηὔξηται b(BCE3E4) καὶ πεπλήθυνται. τινὲς δὲ καὶ „νείκεα“

### book 513b2.3

πληθυντικῶς γράφουσιν. b(BCE3)

### book 514.1

ὣς οἱ μὲν τοιαῦτα 〈πρὸς ἀλλήλους ἀγόρευον〉: οὔτε

### book 514.2

γὰρ ἀπολύει τὴν Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν,

### book 514.3

οὔτε ἐγκαλεῖ αὐτῇ ἀπολυθείσῃ. b(BCE3E4)T

### book 515-7.1

αὐτὰρ Ἀπόλλων〈—ἤματι κείνῳ〉: προοικο‐

### book 515-7.2

νομεῖ πάλιν εἰς τὰ ἑξῆς, ἵνα ὑπολειφθεὶς μόνος πλανήσῃ τὸν Ἀχιλλέα

### book 515-7.3

ἀπὸ τοῦ τείχους (cf. Φ 544—Χ 24). T

### book 515

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 516a

μέμβλετο γάρ οἱ: διασταλτέον μετὰ τὸ οἷ. T

### book 516b

〈πόληος:〉 Αἰολικῶς, ὡς ἀκτῆνας καὶ ψημύθιον. Til

### book 519a

〈χωόμενοι:〉 ὅτι σαφῶς χωόμενοι συγχεόμενοι. Aim

### book 519b

〈χωόμενοι:〉 συγκεχυμένοι. Til

### book 520

〈πὰρ Ζηνί:〉 †ὅτι† „παρὰ πατρί“. Aint

### book 522-4.1

ὡς δ’ ὅτε καπνὸς ἰὼν—κήδε’ ἐφῆκεν: πηλίκον

### book 522-4.2

δέ ἐστι τὸ πῦρ, οὗ τὸ τέλος ἅπτεται τοῦ οὐρανοῦ. καὶ τοῦτο θεόπεμ‐

### book 522-4.3

πτον (cf. 523), ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ †νέμησιν†

### book 522-4.4

τοῦ Ἀχιλλέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν. b(BCE3E4)T

### book 522

〈ἱκάνει:〉 γράφεται „ἵκηται“. Aim

### book 523a.1

〈ἄστεος αἰθομένοιο:〉 ὑπὸ τῶν πολεμίων δηλονότι.

### book 523a.2

Aint

### book 523b

〈ἀνῆκε:〉 ἀντὶ τοῦ ἐφῆκε. Aim

### book 524

〈πόνον:〉 ὅτι πόνον τὸ κατὰ τὸν πόλεμον ἔργον. Aim

### book 525

〈ἔθηκεν:〉 γράφεται „ἔτευξεν“. Aim

### book 526a.1

εἱστήκει δ’ ὁ γέρων 〈Πρίαμος θείου ἐπὶ πύργου〉:

### book 526a.2

ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς δείκνυται γέρων ἐπιβεβηκὼς τοῖς

### book 526a.3

τείχεσι. b(BCE3E4)T μεταγαγὼν δὲ ὁ ποιητὴς τὴν στρατιὰν

### book 526a.4

ἐπὶ τὰ ἔνδον οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι τὰ τῆς διατάξεως

### book 526a.5.1

ἢ τῷ Πριάμῳ· βασιλεὺς γάρ ἐστι καὶ συνετός, τῶν δὲ ἔργων διὰ τὴν

### book 526a.5.2

ἡλικίαν ἀπεχόμενος. b(BE3E4)T

### book 526b.1

θείου ἐπὶ πύργου: παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος.

### book 526b.2

Aim b (BE3E4)Til

### book 528a

〈ἄφαρ:〉 ταχέως. Til

### book 528b1.1

πεφυζότες: ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδος (fr. 328

### book 528b1.2

M.—W.) εἶπεν. AT

### book 528b2.1

ἀπὸ τοῦ φύζα. ὅθεν ἀφύζαν Ἴωνες ἐκάλουν τὸν λέοντα.

### book 528b2.2

b(BCE3E4)

### book 530a.1

ὀτρυνέων 〈παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούσ〉:

### book 530a.2

τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ b(BCE3E4)T ἐπὶ

### book 530a.3

τῆς σωτηρίας τῶν φευγόντων. T

### book 530b.1

〈ὀτρύνων:〉 οὕτως Ἀρίσταρχος ἔξω τοῦ ε ὀτρύνων,

### book 530b.2

ἄλλοι δὲ „ὀτρυνέων“. Aim

### book 530c.1

ἄλλως· ὀτρύνων {παρὰ τεῖχος}: χωρὶς τοῦ ε, ἤδη ἐνερ‐

### book 530c.2

γῶν καὶ οὐ μέλλων. T

### book 530d

〈ὀτρυνέων:〉 ὡς μέλλων περισπᾶται καὶ διῄρηται. Til

### book 531.1

ἐν χερσὶ πύλας 〈ἔχετε〉: πᾶσαν φιλοφροσύνην τὴν πρὸς

### book 531.2

τοὺς φύλακας ὁ καιρὸς ἀφαιρεῖται. Νέστωρ δὲ „οὕτω νῦν, φίλα τέκνα,

### book 531.3

φυλάσσετε“ (Κ 192). b(BE3E4)T πύλας δὲ νῦν τὰς T θύ‐

### book 531.4

ρας, TTil ὡς τὸ „〈ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες,〉 εἴ τιν’

### book 531.5

ἑταίρων / ἐκ πολέμου φεύγοντα 〈σαώσειαν〉“ (Μ 122—3). T

### book 533a.1

〈κλονέων:〉 ἀντὶ τοῦ κινῶν καὶ b(BCE3) ταράσσων

### book 533a.2

τὸ πλῆθος, ὅθεν b(BCE3E4) καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς. b

### book 533a.3

(BCE3E4)T

### book 533b.1

〈νῦν οἴω〉 λοίγι’ ἔσεσθαι: πρεσβυτικῶς ὁρᾷ τὸν και‐

### book 533b.2

ρὸν ὅτι εἰς κακὸν προχωρήσειν εἰκὸς τὰ πράγματα, καὶ ὀλοθρευθήσε‐

### book 533b

σθαί φησι τοὺς Τρῶας. b(BCE3E4)T

### book 534

〈ἀλέντες:〉 ἐκκλίναντες ἢ | συστραφέντες. b(BCE3)T

### book 535a1.1

{αὖτις} ἐπ’ ἂψ θέμεναι: οὕτως Ἀρίσταρχος „ἐπανθέμε‐

### book 535a1.2

ναι“ διὰ τοῦ ν, οἷον ἀναθεῖναι. τινὲς δὲ τῶν κατὰ πόλεις ἐπ’ ἂψ

### book 535a1.3

θέμεναι. A

### book 535a2

ἐν ἄλλῳ „ἐπανθέμεναι“. Aim

### book 536a.1

οὖλος: καὶ Καλλίμαχος (fr. 634)· „οὔλου μῆτερ Ἄρηοσ“,

### book 536a.2

b(BCE3)T τοῦ ὀλοθρευτικοῦ. b(BCE3E4)T

### book 536b

οὖλος ... ἄληται: ἄθρους ὁρμήσῃ ἢ μετὰ πλήθους. T

### book 536c.1

ἄληται: ψιλῶς τὸ ἄληται. ἔστι δὲ μέσος δεύτερος

### book 536c.2

ἀόριστος ὑποτακτικός, ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ

### book 536c.3

δευτέρῳ ἀορίστῳ AT ὑπάρχοντι, „ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν

### book 536c.4

ἀλῆναι“ (Π 714), A καὶ μετοχῇ τῇ „αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος

### book 536c.5.1

ἀναπνεύσωσιν ἀλέντεσ“ (Φ 534) AT καὶ „πόλις δ’ ἔμπλητο

### book 536c.5.2

ἀλέντων“ (Φ 607). ἡ δὲ ἑνικὴ εὐθεῖα ἦν „οἴμησεν δὲ ἀλείσ“ (Χ 308),

### book 536c.5.3

παρακειμένη ῥήματι ὁριστικῷ τῷ ἐάλη· „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408)

### book 536c.5.4

καὶ „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12). A

### book 537.1

ἀπῶσαν ὀχῆας: ἀνεκρούσαντο b(BCE3E4)T καὶ

### book 537.2

ἄποθεν τῶν πυλῶν ἀπώσαντο b(BCE3E4) ὡς συνεκτικοὺς ὄντας

### book 537.3

αὐτῶν. b(BCE3E4)T

### book 538-9

αἱ δὲ πετασθεῖσαι 〈τεῦξαν φάος—ἀλάλκοι〉:

### book 538-9.1

ὅτι Ζηνόδοτος τοὺς στίχους 〈ἠθέτηκε〉, γελοῖον ἡγούμενος διὰ πύλης

### book 538-9.2

φωτίζεσθαι τὴν πόλιν, τοῦ παντὸς τόπου ἐναιθρίου ὄντος. λέγει δὲ

### book 538-9.3

τεῦξαν φάος (538) ἀντὶ τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν ἐποίησαν,

### book 538-9.5

ὡς ἐν τῷ „φόως δ’ ἑτάροισιν ἔθηκεν / ἄνδρα βαλών“ (Ζ 6—7). A

### book 538a1.1

τεῦξαν φάος: παρέσχον τοῖς φεύγουσιν, ὡς ἐκεῖ· „φόως

### book 538a1.2

δ’ ἑτάροισιν ἔθηκεν“ (Ζ 6). οὐ δεόντως οὖν ἀθετοῦνται ὑπὸ Ζηνοδό‐

### book 538a1.3

του. T

### book 538a2

〈φάος:〉 σωτηρίαν τοῖς φεύγουσι Τρωσίν. Til

### book 538a3.1

〈τεῦξαν φάος:〉 σωτηρίαν b(BCE3E4) δηλονότι

### book 538a3.2

παρέσχον τοῖς φεύγουσι Τρωσὶ b(BCE3) διὰ τὸ εἰσέρχεσθαι εἰς

### book 538a3.3

τὸ τεῖχος. b(BCE3E4)

### book 539a.1

ἀντίος: τῷ Ἀχιλλεῖ. b(BCE3E4)Til ἡ δὲ στιγμὴ

### book 539a.2

εἰς τὸ ἐξέθορεν. b(BCE3)

### book 539b

〈ἀλάλκοι:〉 ἐν ἄλλῳ „{λοιγὸν} ἀμύναι“. Aim

### book 539c1

{ἵνα λοιγὸν} ἀμύναι: παροξυτονητέον τὸ ἀμύναι· ἔστι

### book 539c1

γὰρ εὐκτικόν, ὅπως ἀμύνειεν. οἶδε δὲ καὶ τὴν „ἀλάλκοι“ γραφήν. A

### book 539c2.1

{ἀμύναι:} οὕτως ἡ γραφὴ παροξυτόνως· ἔστι γὰρ εὐκτική.

### book 539c2.2

τινὲς μέντοι „ἀλάλκοι“ γράφουσιν. T

### book 541a1.1

〈δίψῃ καρχαλέοι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ

### book 541a1.2

ὑπὸ δίψης. Aim

### book 541a2

ὅτι παρεῖται ἡ ὑπό πρόθεσις. Aint

### book 541b.1

δίψῃ καρχαλέοι: ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσ‐

### book 541b.2

σαν ἡ δίψα ἡ πολλή. b(BCE3E4)T

### book 541c.1

κεκονιμένοι: ἄκρως ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα

### book 541c.2

τῶν διωκομένων. b(BE3E4)T

### book 542a1.1

σφεδανόν: οὕτω „σφεδανῶν“, ἐπερρωμένος τῷ θυμῷ

### book 542a1.2

AT καὶ σφοδρὸς ὑπάρχων, A καθάπερ ἀπὸ τοῦ φονᾶν τὸ

### book 542a1.3

φονῶν. AT

### book 542a2

οὕτως σφεδανόν. Aim

### book 542a3.1

ἐπίρρημα ἀντὶ τοῦ σφεδανῶς ἤτοι μετ’ ἐπιτάσεως καὶ

### book 542a3.2

βίας. | οἱ δὲ „σφεδανῶν“ γράφουσιν, ἵν’ ᾖ μετοχῆς. b(BCE3E4)

### book 542b1.1

{αδε} σφεδανῶν: ὅτι σφεδανῶν σφοδρῶς διώκων

### book 542b1.2

{ἀτρείδης δ’ ἐπώχετο δαναοῖσι σπευδανόν}. | τῷ δὲ τόνῳ ὡς

### book 542b1.3

ἐνοχλῶν· προκατάρχει γὰρ 〈αὐ〉τοῦ 〈τὸ〉 σφεδανός, παρ’ ὃ ἐγένετο

### book 542b1.4

σφεδανόν, 〈„Ἀτρείδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων“〉 (Λ

### book 542b1.5

165). A

### book 542b2

περισπαστέον δὲ ὡς στεφανῶν. T

### book 542c.1

σφεδανῶν: κατεπείγων αὐτούς. ἢ ἐπερρωμένος τῷ θυμῷ

### book 542c.2

ὡς φονευτικὸς παρὰ τὸ φονῶν. b(BCE3E4)T

### book 542d

〈λύσσα:〉 ἡ λύουσα τοὺς λογισμοὺς ἀνία. Til

### book 543.1

κῦδος ἀρέσθαι: τὸν Ἕκτορα, b(BCE3E4)T ἐφ’ ᾧ

### book 543.2

φησιν· „ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον“ (Χ 393). b

### book 543.3

(BCE3)T

### book 544a.1

ὑψίπυλον Τροίην: ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον

### book 544a.2

Τροίην εἴρηκεν. A

### book 544b

〈ὑψίπυλον〉 Τροίην: τὴν Ἴλιον· T οὐκ ἔστι γὰρ

### book 544b

ἡ χώρα πύλας ἔχουσα, b(BE3)T ἀλλ’ ἡ πόλις. T

### book 544c.1

ἄλλως· 〈ὑψίπυλον〉 Τροίην: ὅτι T ὁμωνύμως τῇ

### book 544c.2

χώρᾳ τὴν Ἴλιον εἴρηκεν. b(BCE3)T

### book 549.1

〈φηγῷ κεκλιμένος:〉 ἀντὶ τοῦ b(BCE3) ὑποκρυπτό‐

### book 549.2

μενος τῇ δρυΐ. b(BCE3E4)

### book 550a.1

Ἀχιλλῆα πτολίπορθον: ὅτι πλεονάζει ἐπ’ Ὀδυσσέως

### book 550a.2

τὸ πτολίπορθος (sc. Β 278. Κ 363. θ 3 al.), νῦν δὲ ἅπαξ ἐπ’ Ἀχιλλέως.

### book 550a.3

πρὸς τοὺς Χωρίζοντας (fr. 10 K.)· τούτοις γὰρ χρῶνται. τινὲς δὲ

### book 550a.4

„Ἀχιλλέα Πηλείωνα“ ποιοῦσι, ξενισθέντες πρὸς τὸ ἐπίθετον. A

### book 550b.1

Ἀχιλλῆα πτολίπορθον: τινὲς „Ἀχιλλέα Πηλείωνα“,

### book 550b.2

πρὸς τὸ ἐπίθετον ξενισθέντες. ἀλλ’ ἤδη αὐτὸς εἶπε „δώδεκα δὴ σὺν

### book 550b.3

νηυσὶ πόλεις ἀλάπαξα“ (Ι 328). ἐπὶ δὲ Ὀδυσσέως πλεονάζει τῷ ἐπι‐

### book 550b.4

θέτῳ διὰ τὴν Ἰλίου πόρθησιν. T

### book 551.1

〈πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι:〉 ὁ Ἀγήνωρ

### book 551.2

ἐμερίμνα. Aint

### book 553

〈ὑπὸ κρατεροῦ Ἀχιλῆος:〉 λείπει διωκόμενος. Til

### book 554a

〈τῇ περ:〉 ὅπου. Til

### book 554b

〈κλονέονται:〉 γράφεται „φοβέονται“, Aint

### book 555a.1

αἱρήσει με καὶ ὥς, 〈καὶ〉 ἀνάλκιδα δειροτομήσει:

### book 555a.2

καὶ οὕτως συλλήψεταί με καὶ b(BCE3)T οὐδ’ ἀμυνόμενον b(BC

### book 555a.3

E3E4)T ἀναιρήσει. b(BCE3)T

### book 555b

ἀνάλκιδα: 〈ἀπο〉δείξας δηλονότι. b(BCE3)Til

### book 556-61.1

εἰ δ’ ἂν ἐγὼ τούτους μὲν〈—ἀπονεοίμην〉:

### book 556-61.2

διὰ τὸν εἴ (556) σύνδεσμον ὑποστικτέον μετὰ τὸ ῥωπήϊα δύω (559),

### book 556-61.3

τοῦ ἑξῆς συνδέσμου περιττεύοντος, τοῦ δέ (560). b(BCE3)T

### book 556-61.4

δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ δύω (559), τοῦ εἴ (556) συνδέσμου

### book 556-61.5.1

κειμένου ἀντὶ τοῦ ἆρα διαπορητικοῦ. οὕτω δὲ ἔσται ὁ ἄν (556)

### book 556-61.5.2

περιττός. b(BE3)T

### book 557

〈ἄλλῃ:〉 ἀντὶ τοῦ εἰς τόπον ἄλλον. b(BCE3)

### book 558a.1

Ἰλήϊον: οὕτως Ἰλήϊον διὰ τοῦ λ, ἀντὶ τοῦ Ἰλιακόν.

### book 558a.2

ὁ δὲ Κράτης (p. 46 W. = fr. 14 Helck) „Ἰδήϊον“, τὸ Ἰδαῖον. A

### book 558b.1

Ἰλήϊον: τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου. ὁ δὲ Κράτης (p. 46

### book 558b.2

W. = fr. 14 H.) „Ἰδήϊον“ γράφει, ἵν’ ᾖ τὸ τῇ Ἴδῃ ὑποκείμενον.

### book 558b.3

b(BCE3E4)T

### book 559.1

〈κατά τε〉 ῥωπήϊα δύω: λοχήσω ἐν τοῖς θαμνώδεσι

### book 559.2

τόποις. b(BCE3)T

### book 561.1

ἱδρῶ ἀποψυχθείς: πνεύμασι τὸν ἱδρῶτα ξηράνας. b(BC

### book 561.2

E3E4)T

### book 563.1

ἀπαειρόμενον: ἀντὶ τοῦ b(BCE3)T ἀπαίροντα. b

### book 563.2

(BCE3E4)T ἐκ μεταφορᾶς τῶν νηῶν τῶν ἐπαιρουσῶν εἰς τὸν

### book 563.3

πλοῦν τοὺς ἱστούς. T

### book 567a1.1

εἰ δέ κέν οἱ προπάροιθε 〈πόλιος κατεναντίον

### book 567a1.2

ἔλθω〉: τοῦτο ὁμολογουμένως διαπορητικόν ἐστιν, A ἀντὶ τοῦ

### book 567a1.3

ἆρα AAint κειμένου τοῦ εἴ συνδέσμου. A

### book 567a2.1

{εἰ δέ κέν οἱ προπάροιθεν:} ἐνταῦθα ὁμολογουμένως ὁ εἴ

### book 567a2.2

διαπορητικός ἐστιν ἀντὶ τοῦ ἆρα κείμενος. T

### book 568-9.1

καὶ γάρ θην τούτῳ〈—ἴα ψυχή〉: ὁ δια‐

### book 568-9.2

λογισμὸς ἀνθρώπινος ὅτι ἓν σῶμα καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς·

### book 568-9.3

ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. b(BCE3E4)T εἰ δὲ

### book 568-9.4

τοιαῦτα πάντες ἐνενόουν †μαχόμενοι ἐπεὶ†, οὐκ ἂν ἔδεισάν ποτε τοὺς

### book 568-9.5

πολεμίους b(BE3E4)T ἐπιόντας. T

### book 569.1

θνητὸν δέ ἕ φας’ ἄνθρωποι: φασί, τοῦτο εἰρωνευό‐

### book 569.2

μενός φησι: δοκῶ, καὶ αὐτὸς θνητός ἐστιν. T

### book 570a1.1

ἔμμεναι· αὐτάρ οἱ 〈Κρονίδης Ζεὺς κῦδος ὀπάζει〉:

### book 570a1.2

ἀθετεῖται, ὅτι ὡς ἐλλείποντος τοῦ λόγου ἐνέταξέ τις αὐτόν. δεῖ δὲ τῷ

### book 570a1.1

„θνητὸν δέ ἕ φας’ ἄνθρωποι“ (Φ 569) προσυπακούειν τὸ εἶναι. καὶ

### book 570a1.2

ὅτι ἐπιφερόμενον τὸ αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

### book 570a1.5

ἐναντίον ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ. A

### book 570a2.1

{ὡς εἰπών:} ἀθετεῖται ὡς λύων τὸν ἐπιλογισμόν· κρέ‐

### book 570a2.2

μασθαι γάρ τις νομίσας τὸν λόγον προσέθηκε τὸν στίχον. T

### book 571.1

ἀλεὶς μένεν: συστρέψας τὸ πρώην εἰς φυγὴν ὁρμώμενον

### book 571.2

σῶμα ἔμενεν. b(BCE3E4)T

### book 573-8.1

ἠΰτε πόρδαλισ〈—ἠὲ δαμῆναι〉: θυμικὸν καὶ

### book 573-8.2

πολεμικὸν τὸ ζῷον μέχρι θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει,

### book 573-8.3

ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυ‐

### book 573-8.4

ρότερα. b(BCE3E4)T οὕτω δὲ ἐπιτέτευκται, ὅτι μηδὲ αὐτὸς

### book 573-8.5

Ὅμηρος ἄλλην μάχην παρδάλεως ἐτόλμησεν εἰπεῖν. T

### book 573.1

〈πόρδαλις:〉 διὰ τοῦ α „πάρδαλισ“ AimTil εἶχον αἱ

### book 573.2

Ἀριστάρχου. Aim

### book 575a1.1

οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: ὅτι τὸ

### book 575a1.2

φοβεῖται ἀντὶ τοῦ φεύγει. καὶ ὅτι ἔν τισι γράφεται „κυνυλαγμόν“.

### book 575a1.3

οὐκ ἀνάγκη δέ ἐστιν· ὁ γὰρ ὑλαγμὸς ἴδιος κυνῶν. σύνδεσμος δέ ἐστιν

### book 575a1.4

ὁ κέν, εἶτα ὑλαγμόν. A

### book 575a2

〈ἐπεί κεν ὑλαγμόν:〉 ἐκ πλήρους ὁ κέν σύνδεσμος. Til

### book 575b.1

ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: Ἀρίσταρχός τινάς φησι

### book 575b.2

γράφειν „κυνυλαγμόν“· καὶ Στησίχορος (fr. 78 P. = P.M.G. 255)

### book 575b.1

δὲ ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γοῦν „ἀπειρεσίοιο κυνυλαγμοῖο“.

### book 575b.2

οὐχ ὁρῶμεν δέ τι πλεῖον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς

### book 575b.5.1

τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς

### book 575b.5.2

ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως

### book 575b.5.3

πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, b(BCE3E4)T

### book 575b.5.4

μετ’ ἄλλου δὲ οὐδενός, οἷον T παιγμὸς ἐμπαιγμός, κηρυγμὸς

### book 575b.5.5

ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συν‐

### book 575b.10.1

τεθήσεται μετ’ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν b(BC

### book 575b.10.2

E3E4)T ἐν τῷ ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ. T

### book 575c.1

ἄλλως· ἐπεί κεν 〈ὑλαγμὸν ἀκούσῃ〉: τινάς φησιν

### book 575c.2

Ἀρίσταρχος γράφειν „κυνυλαγμόν“, οἷον κυνῶν ὑλαγμόν. | οὕτω

### book 575c.3

καὶ Ζηνόδοτος. T

### book 576a

φθάμενός μιν: αἱ ἀπὸ τῶν πόλεων „φθάμενός τισ“. T

### book 576b1.1

〈ἢ οὐτάσῃ ἠὲ βάλῃσιν:〉 πρὸς ἀντιδιαστολὴν τοῦ

### book 576b1.2

οὐτάσαι καὶ βαλεῖν. Aint

### book 576b2.1

{ἢ οὐτάσει ἠὲ βάλῃσιν:} πρὸς τὸ διάφορον τῶν σημαινο‐

### book 576b2.2

μένων. T

### book 577.1

καὶ περὶ δουρὶ πεπαρμένη 〈οὐκ ἀπολήγει〉: φησὶν

### book 577.2

Ἡρακλέων (fr. 15 B.) ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλών, φησί,

### book 577.3

τὸ πάλιον, ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι,

### book 577.4

ὅπως ἐπ’ ἐκεῖνον τραπῇ. b(BCE3)T

### book 578

〈ξυμβλήμεναι:〉 συμβαλέσθαι, αἰκίσασθαι. Til

### book 582

〈τιτύσκετο:〉 κατεστοχάζετο. b(BCE3)Til

### book 583a.1

ἨΔΗ που μάλ’ ἔολπας: τινὲς τὸ ἨΔΗ χρονικὸν

### book 583a.2

ἐκδέχονται καὶ παροξύνουσιν, οὐκ εὖ· ἄμεινον γὰρ περισπᾶν, ἐκ

### book 583a.3

παραλλήλου τοῦ συνδέσμου κειμένου. A

### book 583b.1

ἦ δή που: περισπῶμεν τὸν ἦ σύνδεσμον, ἠθικὸν καὶ

### book 583b.2

ἐρωτηματικὸν νῦν ὄντα. b(BCE3)T

### book 583c

〈ἦ δή:〉 γράφεται „ἤδη“. Aim

### book 585

〈ἦ μάλα:〉 γράφεται „ἦ τ’ ἔτι {πολλά}“. Aim

### book 586a1.1

ἀνέρες εἰμέν: ἐν ταῖς πλείοσιν AT οὕτως ἐφέρετο A

### book 586a1.2

„ἄνδρες ἔνειμεν“. AT καὶ μήποτε οὐ κακῶς. A

### book 586a2

ἐν ἄλλῳ „ἄνδρες ἔνειμεν“. Aim

### book 587.1

οἳ καὶ πρόσθε φίλων〈—υἱῶν〉: οὕτως αἱ Ἀρι‐

### book 587.2

στάρχου οἳ καὶ πρόσθε φίλων ἀλόχων 〈τοκέων〉 τε καὶ υἱῶν.

### book 587.3

A ἔν τισι δὲ τῶν εἰκαιοτέρων ATil „οἵ κε πρόσθε φίλων A

### book 587.4

τοκέων ἀλόχων τε καὶ υἱῶν“. ATil

### book 588a1.1

ἐνθάδε πότμον ἐφέψεις: τῇ πεπρωμένῃ ἐνθάδε ἀκο‐

### book 588a1.2

λουθήσεις. T

### book 588a2.1

ἡ πεπρωμένη σοι, φησίν, ἐνθάδε τελευτηθήσεται, καὶ παρ’

### book 588a2.2

ἡμῶν ἀναιρεθήσῃ. b(BCE3)

### book 588b1.1

πότμον ἐφέψεις: Νικίας (fr. 21 B.) ἀναστρέφει τὴν

### book 588b1.2

πρόθεσιν, οὐκ εὖ. προείπομεν (sc. ad Σ 191) δὲ περὶ τῶν τοιούτων

### book 588b1.3

προθέσεων ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι καὶ 〈ἐ〉σημειούμεθα ἀναγ‐

### book 588b1.4

καίως ἀναστραφεῖσαν τὴν „στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν“

### book 588b1.5

(Σ 191). A

### book 588b2

τινὲς δὲ ἀναστρέφουσι τὴν „ἐπί“, οὐκ εὖ. T

### book 589

〈ἔκπαγλος:〉 προπετής, θρασύς. b(BCE3E4)Til

### book 590

〈βαρείης:〉 γράφεται „παχείης {χειρόσ}“. Aim

### book 591

〈κνήμην:〉 τὴν κνημῖδα. b(BCE3E4)Til

### book 594.1

οὐδ’ ἐπέρησε, θεοῦ δ’ ἠρύκακε δῶρα: ὅτι ἄτρωτα τὰ

### book 594.2

ATil Ἡφαιστότευκτα A ὅπλα, πρὸς τοὺς ἠθετημένους (sc.

### book 594.3

Υ 269—72). ATil

### book 595.1

〈ὡρμήσατ’ Ἀγήνορος:〉 ὡς τὸ „ὡρμήθη δ’ Ἀκάμαν‐

### book 595.2

τοσ“ (Ξ 488). Til

### book 596.1

〈Ἀπόλλων κῦδος ἀρέσθαι:〉 ἐν ἄλλῳ „{ἔασεν} ἄναξ

### book 596.2

Διὸς υἱὸς Ἀπόλλων“. Aim

### book 597a.1

〈κάλυψε δ’ ἄρ’ ἠέρι:〉 γράφεται καὶ „καλύψας 〈ἠέρι〉“.

### book 597a.2

Aint

### book 597b

〈ἠέρι:〉 {τῇ ἀέρι} τῇ σκοτίᾳ. Til

### book 598

〈ἡσύχιον:〉 λάθρᾳ, κρυφῇ. ἢ ἀθόρυβον. b(BCE3E4)Til

### book 599

〈ἀποέργαθε:〉 διὰ τοῦ ἑτέρου ε. Til

### book 600

〈γὰρ ἑκάεργος:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „{αὐτῷ}

### book 600

γάρ ῥ’ ἑκάεργοσ“. Aim

### book 602-6a1.1

ἕως ὁ τὸν πεδίοιο〈—ἦλθον ὁμίλῳ〉: ἀπ’

### book 602-6a1.2

ἄλλης ἀρχῆς τοῦτο, καὶ ἡ ἀνταπόδοσις πρὸς τὸ τόφρα (606). A

### book 602-6a2.1

ὑποστικτέον εἰς τὸ προθέοντα (604), ποσὶν οἷσιν

### book 602-6a2.2

(605)· ἡ γὰρ ἀνταπόδοσις τόφρ’ ἄλλοι Τρῶες· A b (BCE3E4)T

### book 602-6a2.3

ἕως ὁ τὸν πεδίοιο διώκετο (602), τόφρ’ ἄλλοι Τρῶες (606).

### book 602-6a2.4

b(BCE3E4)T

### book 602a

〈πεδίοιο διώκετο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aint

### book 602b

〈πυροφόροιο:〉 εὐθέτου πρὸς ἄροσιν. b(BCE3E4)Til

### book 604-5.1

〈τυτθὸν ὑπὲκ προθέοντα— /〉 ὡς αἰεὶ ἔλ‐

### book 604-5.2

ποιτο κιχήσεσθαι: θνητὴν ἐμιμεῖτο ταχυτῆτα, καταλείπων ἐλπίδα

### book 604-5.3

τῷ διώκοντι. b(BCE3E4)T

### book 606a.1

πεφοβημένοι ἦλθον ὁμίλῳ: πεφοβημένοι ἦλθον ὑπὸ

### book 606a.2

τοῦ ὁμίλου. T

### book 606b.1

〈πεφοβημένοι ἦλθον ὁμίλῳ:〉 ὑπὸ τῶν Ἑλλήνων

### book 606b.2

διωκόμενοι. ἀλλὰ διὰ τὸ τὸν λόγον εἶναι περὶ τῆς Ἀχιλλέως ἀριστείας

### book 606b.3

παραιτεῖται καὶ ἄλλους εἰσάγειν ἀριστεύοντας. b(BCE3E4)

### book 606c

〈πεφοβημένοι:〉 ὅτι ἀντὶ τοῦ φεύγοντες. Aint

### book 606-7.1

ἦλθον ὁμίλῳ / ... προτὶ ἄστυ: ὁμίλῳ ἀντὶ τοῦ

### book 606-7.2

πλήθει, ὅ ἐστι τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς τὴν πόλιν. A

### book 607a1.1

πόλις δ’ ἔμπλητο: παρὰ Ἀντιμάχῳ (fr. 137 W.) καὶ

### book 607a1.2

Ῥιανῷ (fr. 10 M.) „πύλαι δ’ ἔμπληντο {ἀλέντων}“. A

### book 607a2

〈πόλις:〉 γράφεται „πύλαι“, Aim

### book 610a

〈ἐσσυμένως:〉 γράφεται „ἀσπασίωσ“. Aim

### book 610b.1

〈ἀσπασίως:〉 ἀσπάσιοι, ἄσμενοι ἐπὶ τῇ ἑαυτῶν σωτη‐

### book 610b.2

ρίᾳ, †οὐκ ἔχοντες καιρὸν 〈***〉. Til

### book 611a.1

ὅν τινα τῶν γε πόδες 〈καὶ γοῦνα σάωσαν〉: ὡς

### book 611a.2

εἶχε ποδῶν ἕκαστος ἐσῴζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος

### book 611a.3

δὲ τὸ καθ’ ἑαυτὸν σκοπῶν. A b (BCE3E4)T

### book 611b.1

σάωσαν: Ἀρίσταρχος εὐκτικῶς „σαώσαι“ ἀντὶ τοῦ

### book 611b.2

σαώσειεν. AimT

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 1-2a1.1

ὣς οἱ μὲν κατὰ ἄστυ, πεφυζότες ἠΰτε νεβροί,

### book 1-2a1.2

〈/ ἱδρῶ ἀπεψύχοντο〉: βραχὺ διασταλτέον μετὰ τὸ νεβροί (1)·

### book 1-2a1.3

πεφευγέναι γὰρ αὐτούς φησιν ὡς νεβρούς, οὐ τὸν ἱδρῶτα ἀποψύ‐

### book 1-2a1.4

χεσθαι. A

### book 1-2a2

ἐπὶ τὸ νεβροί βραχὺ διασταλτέον. b(BE3E4)T

### book 1a.1

πεφυζότες: καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτω καλεῖ.

### book 1a.2

ἔστιν οὖν δεδειλιακότες· b(BCE3E4)T φησὶ γοῦν „Τρῶες ἄφαρ

### book 1a.3

κλονέοντο πεφυζότεσ“ (Φ 528). T καὶ ἔστιν ὅμοιον τῷ „τίφθ’

### book 1a.4

οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί;“ (Δ 243). ἔστιν οὖν φύζα φυζῶ

### book 1a.5.1

ὡς κίσσα κισσῶ, καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυ‐

### book 1a.5.2

ζώς. b(BCE3E4)T

### book 1b.1

νεβροί: οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νήποροι, οἱ μηδέπω

### book 1b.2

πορεύεσθαι δυνάμενοι. A b (BCE3E4)T

### book 2a

ἱδρῶ ἀπεψύχοντο: διχῶς, καὶ „ἀνεψύχοντο“ καὶ ἀπε‐

### book 2a

ψύχοντο. χαριεστέρα δὲ ἡ διὰ τοῦ ν. A

### book 2b.1

ἱδρῶ ἀπεψύχοντο: ἀντὶ τοῦ τὸν ἱδρῶτα ἀνέμῳ ἀνεψύ‐

### book 2b.2

χοντο b(BCE3)T | καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος „ἀνεψύ‐

### book 2b.3

χοντο“ γράφει· b(BCE3) | χαριέστερον δὲ τὸ ἀπεψύχοντο.

### book 2b.4

b(BCE3)T

### book 2c.1

ἄλλως· ἱδρῶ: ὡς παρὰ τὸ εἰκῶ εἰκώς αἰδῶ αἰδώς, οὕτως

### book 2c.2

ἱδρῶ· ὅθεν καὶ ἀναλογώτεροι Αἰολεῖς, θηλυκῶς αὐτὸ λέγοντες. T

### book 2d.1

ἀκέοντο: κυρίως ἀκεῖσθαι τὸ ἄχος ἰᾶσθαι b(BCE3)T

### book 2d.2

καὶ τὸ ὃ δή ποτε θεραπεύειν· T ὅθεν Φρύγες ἀκεστὴν τὸν ἰατρόν,

### book 2d.3

καὶ Ἀθηναῖοι ἀκέστριαν. b(BCE3)T

### book 2e

δίψαν: δίψα Ἰακῶς, δίψος Ἀττικῶς. b(BCE3)T

### book 3.1

κεκλιμένοι 〈...〉 ἐπάλξεσιν: ἤτοι ἐπαναπαυόμενοι καὶ

### book 3.2

ἐπερειδόμενοι ταῖς ἐπάλξεσι διὰ τὸν κόπον τῆς μάχης, ὡς Αὐτόχθων

### book 3.3

καὶ Ἐπαφρόδιτος (fr. 45 L.)· b(BCE3)T χάριεν γὰρ τὸ μὴ

### book 3.4

ἀναχωρεῖν ἀπὸ τοῦ τείχους εἰσδραμόντας εἰς τὴν πόλιν. ἢ ἐπάλξεσιν

### book 3.5

ἔφη b(BE3)T ἀπὸ μέρους ἀντὶ τοῦ ὅλῳ τῷ τείχει, b(BE3E4)T

### book 3

κεκλιμένοι δὲ περιεχόμενοι, ὡς „πόντῳ κεκλιμένοι“ (Ο 740). T

### book 3.1

κεκλιμένοι 〈καλῇσιν ἐπάλξεσιν〉: προσκεκλιμένοι, ὅ ἐστι

### book 3.2

περιεχόμενοι ὑπὸ τῶν τειχῶν· ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι

### book 3.3

προμαχῶνες. A

### book 5-6.1

Ἕκτορα δ’ αὐτοῦ〈—Σκαιάων: αὐτοῦ〉 αὐ‐

### book 5-6.2

τόθι, ἔνθα Σκαιαί εἰσιν (cf. 6). ἤδη δέ τι τῶν ἑξῆς προαναφωνεῖ (sc. in

### book 5-6.3

versu 5), ὅτι κατέσχεν αὐτὸν ἡ μοῖρα ἐπὶ κακῷ μεῖναι. T

### book 6a

〈πυλάων τε Σκαιάων:〉 πρὸς τὰς Σκαιάς. Aim

### book 6b.1

πυλάων τε Σκαιάων: ἐν ἀριστερᾷ κεῖνται τοῦ τείχους αἱ

### book 6b.2

πύλαι, b(BCE3)T καλοῦνται δὲ Δαρδάνιαι. b(BCE3E4)T

### book 10

〈ἀσπερχές:〉 ἀδιαλείπτως, εἴγε καὶ θεὸν διώκεις. Til

### book 11a.1

ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας:

### book 11a.2

ὅτι σαφῶς ὁ πόνος οὐκ ἔστιν ἀλγηδών· οὐ γὰρ ἂν λέγοιτο ‘οὐ μέλει

### book 11a.3

σοι ἡ τῶν Τρώων ἀλγηδών‘· ἀλλ’ οὕτως εἴρηκεν ἀντὶ τοῦ ‘οὐ μέλει

### book 11a.4

σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν‘. καὶ ὅτι A ἐφόβησας

### book 11a.5

εἰς φυγὴν ἔτρεψας. A b (BCE3)Til

### book 11b.1

〈ἦ νύ τοι οὔ τι μέλει〉 Τρώων πόνος, 〈οὓς ἐφόβη‐

### book 11b.2

σασ〉: τὸ κατὰ τῶν Τρώων ἔργον. | ἢ T ἆρα οὐ κεκόπωσαι

### book 11b.3

διώκων τοὺς Τρῶας; b(BCE3)T

### book 12a.1

εἰς ἄστυ ἄλεν: λείπει τὸ ἀφικόμενοι, ἐπεὶ ἔδει εἶναι κατά‐

### book 12a.2

λεν. ἢ τὸ ἄλεν ἀντὶ τοῦ ἐξέκλιναν. T

### book 12b1

〈οἱ δή τοι εἰς ἄστυ ἄλεν,〉 σὺ 〈δὲ〉 δεῦρο λιάσθης:

### book 12b1

σοῦ ὧδε ἀποκλίναντος ἐκεῖνοι ἐσώθησαν. T

### book 12b2.1

ἐκεῖνοι, φησί, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν

### book 12b2.2

b(BCE3) | συνεστράφησαν. b(BCE3E4)Til

### book 12c

〈ἐλιάσθης:〉 ἐπλανήθης. Til

### book 13a1.1

ἐπεὶ οὔ τοι 〈μόρσιμός εἰμι〉: σύνδεσμος ὁ τοί· φησὶ

### book 13a1.2

δὲ ‘οὐ γὰρ φονεύσιμός εἰμι‘. T

### book 13a2.1

οὔκ εἰμι, φησί, φονεύσιμος, οἷον οὐχ ὑπόκειμαι μοίρᾳ ὡς

### book 13a2.2

Ἕκτωρ, ὃν ἤλπισας διώκειν. b(BCE3E4)

### book 15a.1

ἑκάεργε: στοχάζεται ἢ ἀπὸ τοῦ „μάλα τούς γε φιλεῖ

### book 15a.2

ἑκάεργος Ἀπόλλων“ (Π 94) ἢ τοῦ „λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος

### book 15a.3

βελέεσ〈σ〉ιν“ (Φ 278), b(BCE3E4)T ἢ ἀπὸ τῆς τοξικῆς σκευῆς·

### book 15a.4

ἅμα γὰρ λέγων (sc. Χ 8—13) ἀνέφηνεν ἑαυτὸν τῇ στολῇ, οἷος ἦν. T

### book 15b.1

ὀλοώτατε: ὀλέθρου παρασκευαστικέ. b(BE3E4)T ἢ

### book 15b.2

ὁ λοιμῶν αἴτιος. T οἱ δὲ γράφουσι „δολοώτατε“ διὰ τὸ „δόλῳ δ’

### book 15b.3

ἄρ’ ἔθελγεν Ἀπόλλων“ (Φ 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρη‐

### book 15b.4

μένος ὑπ’ αὐτοῦ ἑταῖρον καὶ νίκην. b(BE3E4)T καὶ ἔστιν ὡς τὸ

### book 15b.5

„δικαιότατος Κενταύρων“ (Λ 832). T

### book 15c

〈ὀλοώτατε:〉 ἐμοὶ δηλονότι. b(BE3E4)Til

### book 18.1

ἐμὲ 〈...〉 κῦδος ἀφείλεο: ἐμὲ ἀφείλεο Ἀττικῶς, ὡς τὸ

### book 18.2

„ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). | τὸ δὲ ἀφείλεο διὰ τοῦ εο

### book 18

γράφεται. T

### book 20a.1

〈ἦ ς’ ἂν τισαίμην:〉 ἀπ’ ἄλλης ἀρχῆς τοῦτο ἀναγνω‐

### book 20a.2

στέον, τοῦ η ψιλουμένου. AimT

### book 20b1.1

ἦ ς’ ἂν τισαίμην: ἐτισάμην σε ἄν. γενναῖος ὁ μὴ

### book 20b1.2

†καταπτησσόμενος† τὸν φονέα. T

### book 20c1.1

εἴ μοι δύναμίς γε παρείη: δύναμις ἴση τῇ σῇ. προφέ‐

### book 20c1.2

ρεσθαι δὲ ταῦτα δεῖ οὐ τεθαρρηκυίᾳ φωνῇ, ἀλλ’ ὡς ἂν εἴποι ἀνὴρ

### book 20c1.3

γενναῖος μεγαλόφρων ἀπειλῶν θεῷ. T

### book 20b2/c2.1

ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος

### book 20b2/c2.2

δὲ ὁ μὴ †καταπτησσόμενος† τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ

### book 20b2/c2.3

θάρσους ἀπειλῶν θεῷ. b(BCE3E4)

### book 22.1

ἀεθλοφόρος: νικητής. πρὸς τὸ τάχος καὶ τὸ σοβαρόν. καὶ

### book 22.2

μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν

### book 22.3

φησιν ἁμιλλώμενον ὀχήματι, b(BCE3E4)T ὥστε καὶ τὸ νικᾶν.

### book 22.4

Ἀλέξανδρον δὲ στατῷ ἵππῳ 〈εἰκάζει〉 (sc. Ζ 506—11). T

### book 23a1.1

ὅς ῥά τε ῥεῖα 〈θέησι τιταινόμενος πεδίοιο〉: ὅτι

### book 23a1.2

θέησιν ἀντὶ τοῦ θέει. πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος (cf.

### book 23a1.3

fr. 22 P. = P.M.G. 303). καὶ A ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

### book 23a1.4

AAim

### book 23a2

πεδίοιο: διὰ τοῦ πεδίου. b(BCE3)Til

### book 24.1

〈λαιψηρά:〉 ἀντὶ τοῦ λαιψηρῶς b(BCE3)Til ἤτοι

### book 24.2

λίαν ταχέως. b(BCE3)

### book 25.1

τὸν δ’ ὁ γέρων 〈Πρίαμος πρῶτοσ〉 ἴδεν 〈ὀφθαλμοῖ‐

### book 25.2

σι〉: ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραιρεῖται τὴν ἀμβλυωπίαν τοῦ

### book 25.3

γήρως. b(BCE3E4)T ἄλλως τε προτρέχει τῶν αἰσθήσεων ὁ

### book 25.4

νοῦς· καὶ „νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει“ (Epich. fr. 249 K.), b(BE3E4)T

### book 25.5.1

ὡς καὶ „Νέστωρ 〈δὲ〉 πρῶτος κτύπον ἄϊεν“ (Κ 532)· ὀξυτέρους γὰρ

### book 25.5.2

περὶ τὰς αἰσθήσεις τοὺς προήκοντας ποιεῖ. T

### book 26

〈ἐπεσσύμενον πεδίοιο:〉 πάλιν διὰ πεδίου. b(BCE3)Til

### book 27a.1

ὅς ῥά τ’ ὀπώρης εἶσιν: ἐξέρχεται καὶ b(BCE3) ἄν‐

### book 27a.2

εισιν. b(BCE3)T ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· τότε γὰρ ἡ τοῦ

### book 27a.3

Κυνὸς ἐπιτολή. b(BCE3E4)T

### book 27b.1

〈ἀρίζηλοι:〉 ὅτι ἀντὶ τοῦ ἀρίδηλοι· οὐ γὰρ ὁ ζῆλος

### book 27b.2

ἔγκειται. Aint

### book 28a

{πολλοῖσι μετ’} ἄστρασιν: Ἀρίσταρχος ὡς πατράσιν.

### book 28a.1

ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλο‐

### book 28a.2

ξένῳ (fr. 410 Th.), ἵν’ αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μετα‐

### book 28a.3

πλασμὸν λάβωμεν· ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ

### book 28a.5.1

ἐξουσίᾳ ποιητικῇ, δεδήλωταί μοι ἐν ἑτέροις (sc. ad Ε 299 β). ὃν οὖν

### book 28a.5.2

τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο, „ἔγκασι φωτόσ“ (Λ 438), καὶ οὐκ

### book 28a.5.3

ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοις

### book 28a.5.4

πρόβασιν ἥ τε „πετάλοισ“ (Β 312, cf. τ 520) πέταλσι〈ν〉, οὕτως

### book 28a.5.5

ἄστροις ἄστρασι〈ν〉, ἐπεισελθόντος τοῦ α, ἵνα συστῇ ἡ λέξις. A

### book 28b

ἄστρασιν: οἱ μὲν ὡς „δέρμασιν“ (β 291), οἱ δὲ ὡς κεμάσιν.

### book 28b.1

| οἱ μὲν T κατὰ μεταπλασμὸν ὡς „ἔγκασι“ (Λ 438), πρόβασιν,

### book 28b.2

b(BCE3)T οἱ δὲ ἀπὸ τοῦ ἀστήρ, ὡς πατράσιν. T

### book 29a.1

〈ὅν τε κύν’ Ὠρίωνος:〉 ὅτι περισσὸς ὁ τέ σύνδεσμος.

### book 29a.2

Aim

### book 29b.1

ΚΥΝΩΡΙΩΝΟΣ: ὁ Σιδώνιος ὑφ’ ἓν ἀναγινώσκει. ἄμεινον

### book 29b.2

δὲ κατὰ παράθεσιν, ὅτι οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν

### book 29b.3

κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, Ἄλκαινα

### book 29b.4

Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ

### book 29b.5

πλησίον κατηστέρισαν τὸν κύνα. A

### book 29b.1

ὅν τε κύν’ Ὠρίωνος: τὸν ἀστραῖον κύνα—ὀνομασίαν

### book 29b.2

ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει (cf. fr. 22 Pow.). A

### book 31

καί τε φέρει πολλὸν 〈πυρετὸν δειλοῖσι βροτοῖσιν〉:

### book 31.1

ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός, AAext καὶ ὅτι πυρετὸν κυρίως

### book 31.2

λέγει, οὐχ ὥς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος· πρὸς γὰρ τὸ

### book 31.3

φθοροποιὸν ἡ παραβολή. καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις. A

### book 32a.1

ὣς τοῦ χαλκὸς 〈ἔλαμπε περὶ στήθεσσι θέοντοσ〉:

### book 32a.2

ἔδει χρυσὸς ἔλαμπεν, ἀπὸ κρείσσονος καὶ λαμπροτέρου. b(BCE3)T

### book 32a.3

εἰ μὴ ὅτι καὶ χαλκὸς ἐκέκρατο· φησὶ γοῦν· „χαλκὸν δ’ ἐν πυρὶ βάλ〈λ〉ε“

### book 32a.4

(Σ 474). T

### book 32b.1

ἄλλως· ὣς τοῦ χαλκὸς ἔλαμπε 〈περὶ στήθεσσι θέον‐

### book 32b.2

τοσ〉: συμφωνεῖ τοῦτο τῷ περὶ τὴν ἐπιφάνειαν τῆς ἀσπίδος εἶναι τὴν

### book 32b.3

χαλκῆν πτυχήν. b(BE3)T

### book 33-4.1

〈κεφαλὴν δ’ ὅ γε κόψατο χερσίν /〉 ὑψός’ ἀνα‐

### book 33-4.2

σχόμενος: πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας οὕτω κόπτει τὴν

### book 33-4.3

κεφαλήν. b(BCE3E4)T

### book 34.1

μέγ〈α δ’〉 οἰμώξας 〈ἐγεγώνει〉: ἄδηλον, τίνος τὸ μέγα.

### book 34.2

T

### book 36a

〈ἑστήκει:〉 οὕτως Ἀρίσταρχος ἑστήκει ἄνευ τοῦ ι. Aint

### book 36b.1

〈ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι:〉 ἄξιον ζητή‐

### book 36b.2

σεως, πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκτορι. b(BCE3E4)T

### book 36b.3

ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλ‐

### book 36b.4

λωνα. Μεγακλείδης (F.H.G. IV p. 443) δέ φησι ταῦτα πάντα

### book 36b.5

πλάσματα εἶναι. b(BCE3E4)

### book 37.1

〈χεῖρας ὀρεγνύς:〉 ὡς ἐπ’ αὐτὸν ἐκτείνων τὰς χεῖρας·

### book 37.2

b(BCE3E4)Til ἔδει γὰρ οὐ μόνον λόγοις παρακαλέσαι τὸν

### book 37.3

Ἕκτορα, b(BCE3E4) ἀλλὰ καὶ διὰ τοῦ σχήματος, ἵν’, εἰ τύχοι

### book 37.4

μὴ ἀκούσας τῶν λεγομένων, ἀλλ’ οὖν τὸ σχῆμα τοῦ πατρὸς ὁρῶν

### book 37.5.1

οἰκτείρῃ τὸν γέροντα. b(BCE3E4)T γραφικῶς οὖν κεῖται τὸ

### book 37.5.2

σχῆμα. T

### book 38a.1

Ἕκτορ, μή μοι μίμνε: πιθανῶς διεῖλε τὸν οἶκτον εἰς

### book 38a.2

πρόσωπα τό τε πρὸ θανάτου καὶ μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἴη

### book 38a.3

μήτε ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ

### book 38a.4

θεωρεῖν (cf. Γ 304—9), Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέ‐

### book 38a.5.1

βαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ

### book 38a.5.2

κινδύνου καταπλησσόμενοι. b(BCE3E4)T ἄλλως τε ἐκεῖνον μὲν

### book 38a.5.3

ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν θανά‐

### book 38a.5.4

των πρόξενον γεγονότα, b(BCE3)T καὶ ὅτι οὐδὲν πρὸς σωτη‐

### book 38a.5.5

ρίαν τῆς πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο, b(BCE3) τὸν δὲ

### book 38a.10.1

μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος

### book 38a.10.2

καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν,

### book 38a.10.3

ἀλλ’ ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει. b(BE3E4)T

### book 38b1

〈ἀνέρα τοῦτον:〉 τοῦτον· δείκνυσι τὸν λάμποντα. Til

### book 38b2

οἱονεὶ δακτυλοδεικτεῖ αὐτῷ τὸν Ἀχιλλέα. b(BCE3E4)

### book 39a.1

οἶος ἄνευθ’ ἄλλων, 〈ἵνα μὴ τάχα πότμον ἐπί‐

### book 39a.2

σπῃσ〉: ὡς Ἀγαμέμνων· „μηδ’ ἔθελ’ ἐξ ἔριδος 〈σεῦ ἀμείνονι φωτὶ

### book 39a.3

μάχεσθαι〉“ (Η 111). ἀγαθὸν δὲ τοῦτο, μὴ οὕτω φιλοτεκνεῖν ὡς καὶ

### book 39a.4

ἀπατᾶσθαι περὶ τὴν κρίσιν, τὰ βελτίω ὑπειληφότα περὶ τῶν παίδων.

### book 39a.5

T

### book 39b.1

〈οἶος ἄνευθ’ ἄλλων:〉 περικόπτει αὐτοῦ πάσας τὰς

### book 39b.2

ἀντιρρήσεις, λέγων ὅτι εἰ μένειν δεῖ, ἀλλ’ οὐ μόνον. b(BCE3E4)

### book 40

〈Πηλείωνι δαμείς:〉 πρὸς τὸ σχῆμα. Aint

### book 41a.1

αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο: σημειοῦνταί τι‐

### book 41a.2

νες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωται. A

### book 41b

αἴθε θεοῖσι φίλος 〈τοσσόνδε γένοιτο〉: ἀντὶ τοῦ

### book 41b.1

εἰπεῖν ‘εἴθε ἐχθρὸς τοῖς θεοῖς γένοιτο‘. ὁμοίως εἶπε τῷ „τίω δέ μιν ἐν

### book 41b.2

Καρὸς αἴσῃ“ (Ι 378). | σημειοῦνται δέ τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ

### book 41b.3

ἐναντίον δεδήλωκεν. b(BCE3)T

### book 41c.1

{φίλος} τοσσόνδε: πρὸ τέλους ἡ ὀξεῖα· ἓν γάρ ἐστι μέρος

### book 41c.2

λόγου. A

### book 42.1

ἔδονται: Ἀρίσταρχος „ἔδοιεν“, Aim b(BCE3E4)T | ἃ

### book 42.2

δὲ ἀπεύχεται τῷ παιδί, ταῦτα καταρᾶται τῷ πολεμίῳ. b(BCE3E4)T

### book 44a.1

〈ὅς μ’〉 υἱῶν πολλῶν 〈τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε〉:

### book 44a.2

καὶ τοῦτο εἰς ἔλεον ὡς ἄξιον καὶ διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν

### book 44a.3

ἐλεῆσαι τὸν πατέρα. ἅμα δὲ καὶ ὑπομιμνῄσκει τῆς Ἀχιλλέως δεινό‐

### book 44a.4

τητος. b(BE3E4)T

### book 44b.1

εὖνιν: ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ καὶ

### book 44b.2

ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. b(BCE3E4)T ἢ παρὰ τὴν ἑνὸς

### book 44b

γενικὴν ἕνις εὖνις, ὁ μεμονωμένος. b(BE3E4)T

### book 45.1

〈νήσων ἔπι〉 τηλεδαπάων: τινὲς „θηλυτεράων“ διὰ τὸ

### book 45.2

Λῆμνον καὶ Ἴμβρον ὑπὸ θηλειῶν βασιλεύεσθαι· ἀλλ’ οὐκ εἰς ταύτας

### book 45.3

μόνον ἐπωλοῦντο. ἢ εὐγείων· ἀλλ’ „οὐ 〈γάρ〉 τις νήσων ἱππήλατος

### book 45.4

οὐδ’ εὐλείμων“ (δ 607). T

### book 48a1.1

〈τούς μοι:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ τ, ἄλλοι δὲ „οὕς

### book 48a1.2

μοι“. Aint

### book 48a2

σὺν τῷ τ τούς μοι. Til

### book 48b.1

〈κρείουσα γυναικῶν:〉 ἀντὶ τοῦ βασιλικωτάτη b(BC

### book 48b.2

E3E4)Til καὶ ἐντιμοτάτη, b(BCE3) ὡς τὸ „δῖα γυναικῶν“

### book 48b.3

(Β 714. Γ 171 al.). b(BCE3)Til

### book 49a1.1

ἀλλ’ εἰ μὲν ζώουσι 〈μετὰ στρατῷ〉: ἐλεεινὴ καὶ ἡ

### book 49a1.2

ἄγνοια τοῦ πατρός: ᾔδει γὰρ ὁ Ἕκτωρ περὶ τῆς ἀναιρέσεως τῶν

### book 49a1.3

ἀδελφῶν καὶ ἴσως ἂν αὐτὸν καὶ ἐπὶ τούτῳ ἠλέησεν. T

### book 49a2.1

ἐλεεινὴ λίαν ἡ ἄγνοια τοῦ πατρός. ὁ δὲ Ἕκτωρ ᾔδει περὶ

### book 49a2.2

τῆς ἀναιρέσεως αὐτῶν. ἴσως δὲ διὰ τοῦτο λέγει, ἵνα, εἰ μὴ ἐκεῖνοι ζῶσι

### book 49a2.3

καὶ ἀναρρύονται, κἂν οὗτος ὑπολειφθῇ, b(BCE3E4) τὸν πατέρα

### book 49a2.4

ἐλεήσας τῆς στερήσεως b(BCE3) τῶν τοσούτων καὶ τοιούτων

### book 49a2.5

υἱῶν. b(BCE3E4)

### book 49b1.1

ἦ τ’ ἂν ἔπειτα: ὅτι περισσὸς ὁ ἄν σύνδεσμος· εἰ γὰρ

### book 49b1.2

ἐνετέτακτο κυρίως, ἐπήνεγκεν ἂν (sc. in Χ 50) ἀπολυσαίμεθα. A

### book 49b2.1

περισσὸς ὁ ἄν· εἰ γὰρ ἦν εὐκτικόν, ἔδει τὸ ἑξῆς ἀπολυσαί‐

### book 49b2.2

μεθα. ἢ παραπληρωματικός ἐστιν. b(BCE3)

### book 49b3

{ἦ τ’ ἂν ἔπειτα ἀπολυσόμεθα:} πλεονάζει ὁ ἄν. T

### book 50a

〈ἀπολυσόμεθα:〉 ἐν ἄλλῳ „ἀπολύσομεν“. Aim

### book 50b.1

{χαλκοῦ τε χρυσοῦ τε} ἔστι γὰρ ἔνδον: κοινὸν τὸ

### book 50b.2

‘χαλκὸς καὶ χρυσόσ‘. T

### book 50c.1

〈ἔστι γὰρ ἔνδον:〉 δεῖ προσλαβεῖν τὸ ‘χαλκὸς καὶ χρυ‐

### book 50c.2

σόσ‘. Til

### book 51a1.1

πολλὰ γὰρ ὤπασε παιδὶ γέρων 〈ὀνομάκλυτος

### book 51a1.2

Ἄλτησ〉: ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον

### book 51a1.3

ὀνομαστός· ὁ γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες

### book 51a1.4

ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον· „ἐγὼ δ’ ἐπὶ μείλια

### book 51a1.5

δώσω“ (Ι 147). A

### book 51a2.1

{πολλὰ γὰρ ὤπασε:} διπλῆ δὲ πρὸς τὸ ἔθος· καὶ Ἀγαμέ‐

### book 51a2.2

μνων „ἐπιμείλια δώσω“. T

### book 51b.1

παιδὶ γέρων: αἱ ἀπὸ τῶν πόλεων „παιδὶ φίλῃ“. Aint

### book 51b.2

TTil Ἀριστοφάνης „πολλά“. TTil

### book 51c.1

〈ὀνομάκλυτος Ἄλτης:〉 Ἀθηνοκλῆς φησι τὸν Ὅμηρον

### book 51c.2

πρώην Ἄλτην καλεῖσθαι διὰ τὸ ἐπαινεῖν αὐτὸν ὀνομάκλυτος. T

### book 51d

ὀνομάκλυτος {ἄλτης}: ὡς τοξόκλυτος. οὕτως δὲ καὶ

### book 51d.1

Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ (sc. τ 183) κατὰ παράθεσιν

### book 51d.2

ἀναγνωστέον· „ἐμοὶ δ’ ὄνομα“, εἶτα „κλυτὸς Αἴθων“· ἰδίᾳ συστῆσαι

### book 51d.3

γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος.

### book 51d.5.1

εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις (sc. ad Κ 109), πότε τὸ κλυτός

### book 51d.5.2

κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον καὶ πότε ἀναδίδωσιν.

### book 51d.5.3

A

### book 51e.1

ὀνομάκλυτος: Ἀρίσταρχος ὑφ’ ἓν ὡς „πασιμέλουσα“

### book 51e.2

(μ 70). ἐν δὲ Ὀδυσσείᾳ (sc. τ 183) „ὄνομα κλυτὸς Αἴθων“ κατὰ παρά‐

### book 51e.3

θεσιν. εἰ δέ φασιν ‘οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον‘, τί

### book 51e.4

ἐστι τὸ „Ἀστυάναξ“ (Χ 500. 506) καὶ ποιηματογράφος; κατὰ σύν‐

### book 51e.5.1

θεσιν οὖν ἐστιν, ὡς „τοξόκλυτοσ“ (Bacch. ep. 11,39)· ἔστι γοῦν παρὰ Πινδάρῳ (fr. 312

### book 51e.5.2

= pae. 6, 123) τὸ θηλυκὸν αὐτοῦ ἐν παρωνύμῳ χαρακτῆρι· „ὀνομα‐

### book 51e.5.3

κλύτα γάρ ἐσσι“. b(BCE3)T

### book 52-3a.1

εἰ δ’ ἤδη τεθνᾶσι 〈καὶ εἰν Ἀΐδαο δόμοισιν, /

### book 52-3a.2

ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ τε‐

### book 52-3a.3

θνᾶσι (52) καὶ ὑποστικτέον δόμοισι〈ν〉 (52). ἴσως δ’ ἄν τις ἐπὶ τὸ

### book 52-3a.4

τεθνᾶσι (52) ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα συνάπτοι, ἵν’ ᾖ ὁ λόγος

### book 52-3a.5.1

‘καὶ ἀποθανόντες ἀνιασόμεθα‘, ὁμοίως τῷ „εἰ δὲ θανόντων περ

### book 52-3a.5.2

καταλήθοντ’ εἰν Ἀΐδαο, / αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι“

### book 52-3a

(Χ 389—90). A

### book 52-3b.1

καὶ εἰν Ἀΐδαο δόμοισιν / ἄλγος ἐμῷ θυμῷ: οὕτω

### book 52-3b.2

δεῖ συνάπτειν, ἵνα ἐπιταθῇ, ὡς τὸ „αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνή‐

### book 52-3b.3

σομ’ ἑταίρου“ (Χ 390). T

### book 53.1

τοὶ τεκόμεσθα: ὡς „Δάρδανον αὖ πρῶτον τέκετο“ (Υ 215)

### book 53.2

b(BCE3)T ἐπὶ ἀρσενικοῦ. b(BCE3)

### book 54-5.1

λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον 〈ἄλγος /

### book 54-5.2

ἔσσεται—δαμασθείσ〉: οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ

### book 54-5.3

περιόντος. ἄκρως δὲ αὐτὸν ὑπερηύξησε· τὴν μὲν γὰρ τῶν ἄλλων παί‐

### book 54-5.4

δων ἀναίρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτο‐

### book 54-5.5.1

ρος θάνατον δημοσίαν ἔσεσθαι συμφοράν, ἵνα, εἰ καὶ πρὸς τὴν ἰδίαν

### book 54-5.5.2

σωτηρίαν ὀλιγωροίη, ἀλλ’ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμε‐

### book 54-5.5.3

νος b(BCE3E4)T ἀποστῇ τοῦ κινδύνου. b(BCE3E4)

### book 55.1

〈Ἀχιλῆϊ δαμασθείς:〉 πρὸς τὸ σχῆμα, Aint ἀντὶ τοῦ

### book 55.2

ὑπὸ Ἀχιλλέως, AintTil ὡς „Τρωσὶ δαμείσ“ (Σ 461). Aint

### book 56a.1

τεῖχος: τὴν πόλιν. Καλλίμαχος (fr. 635)· „ὁ δ’ ἐκ Λοκρῶν

### book 56a.2

τείχεος Ἰταλικοῦ / b(BCE3E4)T παρῆν ἀμύντωρ“. b(BCE3E4)

### book 56a.3

φιλοπάτριδα δὲ ὄντα ὑπομιμνῄσκει τῆς πόλεως. b(BE3E4)T

### book 56b1

〈ἐμὸν τέκος:〉 γράφεται καὶ „ἐμὸν θάλοσ“. Til

### book 56b2.1

τινὲς δὲ συμπαθέστερον γράφουσιν „ἐμὸν θάλοσ“. b(BE3

### book 56b2.2

E4)T

### book 56-7.1

ὄφρα σαώσῃς / Τρῶας 〈καὶ Τρῳάσ〉: φιλότιμον

### book 56-7.2

αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν λέξιν, πρὸς εὔκλειαν καὶ κοινὴν σωτηρίαν

### book 56-7

αὐτῷ τὴν φυγὴν εἶναι λέγων. b(BE3)T

### book 57.1

Τρῶας καὶ Τρῳάς, 〈μηδὲ μέγα κῦδος ὀρέξῃσ〉: ἤτοι

### book 57.2

στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῳάς, ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἀπα‐

### book 57.3

γορευτικὸς ὁ λόγος γένηται, A b (BCE3)T μηδὲ μέγα κῦδος

### book 57.4

ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν,

### book 57.5.1

A b (BE3)T κοινοῦ νοουμένου τοῦ „ὄφρα“ (Χ 56), ἵνα „σαώ‐

### book 57.5.2

σῃσ“ (Χ 56) καὶ μὴ ὀρέξῃς {ἤτοι} καὶ μὴ „ἀμερθῇς αἰῶνοσ“ (cf.

### book 57.5.3

X 58). A

### book 58.1

φίλης αἰῶνος: οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι

### book 58.2

θέλοντι, ἐγκωμιάζειν ἄρτι τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν.

### book 58.3

b(BCE3)T ἀντιτέθεικε δὲ (sc. Χ 59—76) τῇ τοῦ ἐχθροῦ δόξῃ

### book 58.4

τὴν αὑτοῦ ἀτυχίαν, εἰς φόβον κινῶν τὸν Ἕκτορα. ἀπὸ τοῦ ποιεῖν καὶ

### book 58.5.1

πάσχειν ἡ κατασκευή. b(BE3)T αἰὼν δὲ παρὰ τὸ ἀεί· ἢ τὸν

### book 58.5.2

ὑπόλοιπον τῆς ζωῆς χρόνον. T

### book 59a1.1

πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον:

### book 59a1.2

ὡς ἔστιν ὅλος θαυμαστὸς ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου συγκείμενος. T

### book 59a2

σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος. Aim

### book 59b.1

〈ἐμὲ τὸν δύστηνον:〉 οὕτως ὀρθοτονητέον AilTil τὴν

### book 59b.2

ἐμέ ἀντωνυμίαν. Til

### book 59c

〈ἔτι φρονέοντ’ ἐλέησον:〉 τινὲς {δὲ} „ἔτι ζώοντ’ ἐλέη‐

### book 59c

σον“· T

### book 59d1.1

ἔτι φρονέοντα: φρονέων ἀντὶ τοῦ φρονῶν ἔτι εὖ ἢ ἔτι

### book 59d1.2

ζῶν· τὸ ζωτικὸν γὰρ φρένας καλεῖ· „ποτὶ δὲ φρένες αὐτῷ ἕποντο“

### book 59d1.3

(Π 504), καὶ ἐπὶ Πατρόκλου τεθνεῶτος· „ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν“

### book 59d1.4

(Ψ 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. ἢ ἕως ἔξεστί μοι φρονῆσαι. T

### book 59d2.1

ἀντὶ τοῦ τὸν ἔτι εὖ φρονοῦντα καὶ συμβουλεύοντα. b(BCE3)

### book 59d2.2

ἢ ἀντὶ τοῦ ζῶντα· τὸ γὰρ ζωτικὸν φρένας καλεῖ, ὡς ἐπὶ Πατρόκλου·

### book 59d2.3

„ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν“, ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. b(BE3)

### book 60.1

γήραος οὐδῷ: ἐξόδῳ b(BCE3E4)TTil τοῦ βίου. b

### book 60.2

(BCE3E4)T ἐφ’ ᾧ ἤδη πεπέραται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ

### book 60.3

αὐτοῦ. b(BCE3)T

### book 61-5a1.1

ἐπιδόντα / υἷάς τ’ ὀλλυμένουσ〈— / ἑλκο‐

### book 61-5a1.2

μένας τε νυούσ〉: ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν

### book 61-5a1.3

ἄλλοις· „ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε“ (Ι 593). καὶ μὴ γράψας δὲ

### book 61-5a1.4

τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν

### book 61-5a1.5.1

ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών· b(BCE3E4)T

### book 61-5a1.5.2

ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων. δαιμονίως δὲ ταῦτα ὑπ’

### book 61-5a1.5.3

ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν·

### book 61-5a1.5.4

οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει (cf. 63) οὐδὲ θύγατρας

### book 61-5a1.5.5

καλλικόμους ἢ καλλισφύρους (cf. 62 et 65), ἀλλ’ ἀπήλλακται τῶν

### book 61-5a1.10

ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων. b(BE3E4)T

### book 61-5a2

προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν. Aim

### book 62-4.1

〈ἑλκηθείσας τε θύγατρας /〉 ... καὶ νήπια τέκνα

### book 62-4.2

〈/ βαλλόμενα προτὶ γαίῃ〉: ἐντεῦθεν ὁ περὶ Κασ〈σ〉άνδρας καὶ

### book 62-4.3

Ἀστυάνακτος ἐρρύη μῦθος 〈ὁ〉 παρὰ τοῖς τραγικοῖς (cf. T.G.F. fr.

### book 62-4.4

450 b Sn. et infra test.). T

### book 63.1

κεραϊζομένους: ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι †βαλ‐

### book 63.2

λόντων† ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον λέγουσιν.

### book 63.3

b(BCE3)T

### book 65

〈νυούς:〉 τὰς τῶν υἱῶν γυναῖκας. b(BCE3)Til

### book 66-7.1

αὐτὸν δ’ ἂν 〈πύματόν με κύνες πρώτῃσι θύρῃ‐

### book 66-7.2

σιν / ... ἐρύουσιν〉: περισσὸς ὁ ἄν (66). | πρώταις δὲ θύραις

### book 66-7.3

ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον πρώταις. b(BCE3)T | ἐντεῦθεν

### book 66-7.4

ὑπὸ τῷ βωμῷ τοῦ ἑρκ〈ε〉ίου Διός φασιν αὐτὸν ἀνῃρῆσθαι· φησὶ γοῦν

### book 66-7.5

„μηρί’ ἔκηεν 〈...〉 αὐλῆς ἐν χόρτῳ“ (Λ 773—4). T

### book 66a1.1

πύματον {με}: καὶ τὸ πύματον οἰκτρόν, οἷον ἐπιδόντα

### book 66a1.2

τὰ τῆς πορθήσεως δεινά. T

### book 66a2

καὶ τὸ πύματον δὲ πολλῆς οἰκτρότητος, b(BCE3)

### book 66a2

οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά. b(BCE3E4)

### book 66b.1

πρώτῃσι θύρῃσιν: ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ

### book 66b.2

πύλῃσι πρὸς τὸ „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). A

### book 67a.1

ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων (fr. 24 P.

### book 67a.2

= 27 H.) δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ (sc. ad v. 454) ἐντελῶς

### book 67a.3

περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου. A

### book 67b.1

{ὠμισταὶ} ἐρύουσιν: ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ

### book 67b.2

ἐρύσουσιν. καὶ ἐν Ὀδυσσείᾳ (φ 97) „νευρὴν ἐντανύει〈ν〉“ ἀντὶ τοῦ

### book 67b.3

ἐντανύσειν. A

### book 67c.1

ὠμησταί: ὠμηστὴς ὡς ὀρχηστὴς παράγωγον, οὐ σύνθε‐

### book 67c.2

τον· b(BCE3)T „ὠμηστὴς καὶ ἄπιστοσ“ (Ω 207). T | τὸ δὲ

### book 67c.3

ἐρύουσιν ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. b(BCE3)T | οἰκτροτάτη

### book 67c.4

δὲ ἡ καὶ μετὰ θάνατον αἰκία· καὶ ὅτι οὐδ’ ἐν τοῖς βασιλείοις καθαγια‐

### book 67c.5

σθήσεται, ἀλλ’ ἐκριφήσεται. b(BE3)T

### book 68a.1

τύψας ἠὲ βαλὼν 〈ῥεθέων ἐκ θυμὸν ἕληται〉: πρὸς

### book 68a.2

τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι. καὶ ὅτι ῥέθη πάντα τὰ μέλη, οἱ

### book 68a.3

δὲ Αἰολεῖς τὸ πρόσωπον. A

### book 68b.1

ῥεθέων: τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ

### book 68b.2

ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, A b (BCE3)T

### book 68b.3

δι’ ὧν ῥέζομέν τι. b(BCE3)T Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ

### book 68b.4

ῥεθομαλίδας τοὺς εὐπροσώπους A b (BE3)T φασί. | Διονύσιος

### book 68b.5.1

(fr. 49 Schm. = 34 L.) δὲ καὶ νῦν τὸ πρόσωπον A b (B) T φησὶ

### book 68b.5.2

δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ

### book 68b.5.3

ποιητοῦ λέγοντος· „ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλήν / ἔσσυτο“

### book 68b.5.4

(Ξ 518—9). A b (BE3)T

### book 68c

〈ἕληται:〉 ἐν ἄλλῳ „ἕλοιτο“. Aint

### book 69a1.1

〈πυλαωρούς:〉 Ἀρίσταρχος „θυραωρούσ“, θυροφύλα‐

### book 69a1.2

κας. Aim

### book 69a2

„θυραωροὺσ“ οὖν γραπτέον, θυροφύλακας. T

### book 69b.1

πυλαωρούς: τινὲς „θυραωρούσ“· πύλας γὰρ ἐπὶ πόλεώς

### book 69b.2

φησι. παλαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυλῶνας κυσίν, ἵνα βαΰζοντες

### book 69b.3

δηλοῖεν τοῖς ἔνδον τοὺς ξένους. b(BCE3)T

### book 70.1

ἀλύσσοντες: ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις

### book 70.2

συμβαίνει κυσίν, b(B, C [bis], E3)T ἐπὴν γεύσωνται †σώμα‐

### book 70.3

τος†. οἱ δὲ ἐν ἄλῃ ὄντες, b(BCE3)T ὡς τὸ „ἡ δ’ ἀλύους’

### book 70.4

ἀπεβήσετο“ (Ε 352), „ἦ ἀλύεις, ὅτι Ἶρον;“ (ς 333). T οἱ δὲ

### book 70.5

παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, οἷον „κυνῶν μέλπηθρα“ (Ν 233).

### book 70

b(BCE3)T

### book 70.1

ἀλύσσοντες: ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες,

### book 70.2

δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες. A

### book 71

〈ἐν προθύροισι:〉 ἀντὶ τοῦ παρὰ προθύροις. Til

### book 71-3.1

νέῳ δέ τε πάντ’ ἐπέοικεν 〈/ — / κεῖσθαι〉:

### book 71-3.2

δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν·

### book 71-3.3

καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος

### book 71-3.4

καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. —ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκα‐

### book 71-3.5.1

σθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο

### book 71-3.5.2

θάνατον· διὸ σαφηνίζει τὸν νοῦν διὰ τῶν πάντα δὲ καλὰ θανόντι

### book 71-3.5.3

περ ὅττι φανήῃ (73), ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος

### book 71-3.5.4

καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν’ ᾖ ‘πάντα δὲ τὰ

### book 71-3.5.5

τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ

### book 71-3.10

καὶ λυσιτελέσ‘. σὺ δέ, φησί, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ

### book 71-3

ὠφελῶν τοὺς οἰκείους. b(BE3E4)T

### book 73.1

〈φανήῃ:〉 οὕτως Ἀρίσταρχος AimTil φανήῃ διὰ τῶν

### book 73.2

δύο η〈η〉. Aim

### book 74.1

πολιόν τε κάρη 〈πολιόν τε γένειον〉: κάρη καὶ γέ‐

### book 74.2

νειον τῶν οἰκτρῶν ἡγεῖται μερῶν· †καὶ ἃ κομῶσιν οἱ πενθοῦντες. T

### book 75.1

αἰδῶ: τὰ αἰδοῖα. AimT ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώ‐

### book 75.2

ματος ἐντροπήν. b(BCE3)T

### book 77-8.1

ἦ ῥ’ ὁ γέρων〈— / τίλλων ἐκ κεφαλῆσ〉: ἀφ’

### book 77-8.2

ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· „ᾤμωξεν δ’ ὁ γέρων, κεφαλὴν δ’

### book 77-8.3

ὅγε κόψατο χερσίν“ (Χ 33): b(BCE3E4)T ἦ ῥ’ ὁ γέρων,

### book 77-8.4

πολιὰς δ’ †ἀνὰ τρίχας ἕλκετο χερσί / b(BE3E4)T τίλ‐

### book 77-8.5

λων ἐκ κεφαλῆς (77—8): b(BE3E4)

### book 79.1

μήτηρ δ’ αὖθ’ ἑτέρωθεν 〈ὀδύρετο δακρυχέουσα〉:

### book 79.2

παθητικὰ ταῦτα, καὶ κόρον φέροντα τῷ μήκει. ταμιεύεται δὲ τὴν

### book 79.3

Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Ἕκτορι (sc. Χ 477—514),

### book 79

ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνοῖεν. b(BCE3E4)T

### book 80a.1

κόλπον ἀνιεμένη: ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα.

### book 80a.2

καὶ ἐν Ὀδυσσείᾳ (β 300) „αἶγας ἀνιεμένουσ“, ἀναδέροντας. ἔστιν

### book 80a.3

οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα. A

### book 80b.1

κόλπον ἀνιεμένη, 〈ἑτέρηφι δὲ μαζὸν ἀνέσχε:

### book 80b.2

ἀνιεμένη〉 γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ „αἶγας

### book 80b.3

ἀνιεμένουσ“ (β 300) γυμνοῦντας, ἐξ οὗ τὸ ἐκδέροντας. | κινητικὸν δὲ

### book 80b.4

καὶ γραφικὸν τὸ σχῆμα. ἔδειξε δέ, ὅσον φιλοτεκνότεραι γυναῖκες· ὁ μὲν

### book 80b.5.1

γὰρ περὶ ἑαυτοῦ δέδιεν (cf. Χ 59—76), ἡ δὲ περὶ τοῦ παιδὸς καὶ ἄνω

### book 80b.5.2

καὶ κάτω βοᾷ „φίλον θάλοσ“ (Χ 87) καὶ „ὃν τέκον αὐτή“ (Χ 87), τῶν

### book 80b.5.3

ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα

### book 80b.5.4

τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον. b(BE3E4)T

### book 80c.1

ἄλλως· κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέ‐

### book 80c.2

σχεν: τὰ γεννήσαντα καὶ θρέψαντα μέρη, „ὡς ἀπὸ κόλπου / μητρὸς

### book 80c.3

Ἐλειθυίης ἤλθετε βουλομένησ“ (Call. fr. 7, 9—10). | ἐλέγετο δὲ

### book 80c.4

κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλ‐

### book 80c.5

πιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυντο. b(BE3E4)T

### book 82a1.1

τέκνον ἐμόν: οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ 〈τέκνον〉,

### book 82a1.2

„τέκνον, τίπτε λιπὼν πόλεμον“ (Ζ 254), ἀλλὰ καὶ ἐμὸν διὰ τὸ τα‐

### book 82a1.3

ραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς. T

### book 82b1.1

τάδε τ’ αἴδεο: ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι

### book 82b1.2

ἐποίησαν. T

### book 82a2/b2.1

οὐκ ἀρκεῖται τῷ τέκνον, ἀλλὰ τὸ ταραχῶδες καὶ

### book 82a2/b2.2

ἐναγώνιον τῆς ψυχῆς παρασκευάζει αὐτὴν καὶ τὸ ἐμόν προσθεῖναι.

### book 82a2/b2.3

b(BCE3) | τὸ δὲ αἴδεο ἀντὶ τοῦ b(BE3) ἀπόδος τούτοις τὴν

### book 82a2/b2.4

χάριν ὑπὲρ ὧν σοι ἐποίησαν. b(BE3E4)

### book 82-4.1

τάδε τ’ αἴδεο καί μ’ ἐλέησον / αὐτήν, εἴ ποτέ τοι

### book 82-4.2

λαθικηδέα μαζὸν ἐπέσχον· / τῶν μνῆσαι, φίλε τέκνον: ἤτοι

### book 82-4.3

συναπτέον μέχρι τοῦ ἐπέσχον (83), εἶτα ἀπ’ ἄλλης ἀρχῆς A b

### book 82-4.4

(BE3)T τῶν μνῆσαι, φίλε τέκνον (84). ἢ στικτέον αὐτήν

### book 82-4.5.1

(83), εἶτ’ ἀπ’ ἄλλης ἀρχῆς A b (E3)T εἴ ποτέ τοι λαθικηδέα

### book 82-4.5.2

μαζὸν ἐπέσχον (83)· ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ ἐπέσχον (83). A

### book 82-4.5.3

b(BE3)T

### book 82-3.1

καί μ’ ἐλέησον / αὐτήν· εἰ μὴ σαυτὸν ἐλεεῖς b(BCE3

### book 82-3.2

E4)T καὶ τῆς σῆς φροντίζεις ζωῆς, b(BCE3) ἐμὲ αὐτὴν τὴν

### book 82-3.3

γεννήτριαν καὶ τροφὸν ἐλέησον. b(BCE3E4) τινὲς δὲ T παρ’

### book 82-3.4

Ἴωσιν αὐτὴν (83) τὴν μητέρα TTil λέγεσθαι, „τέκν’ ἔφαγεν

### book 82-3.5

στρουθοῖο καὶ αὐτήν“ (Β 317). T

### book 83a

〈εἴ ποτέ τοι:〉 οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι. Aint

### book 83b.1

λαθικηδέα: καὶ „ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ“

### book 83b.2

(Ζ 251). T

### book 83b

〈λαθικηδέα:〉 τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν

### book 83b

ἁπάντων. Aint

### book 84a.1

τῶν μνῆσαι, φίλε τέκνον, 〈ἄμυνε δὲ δήϊον ἄνδρα〉:

### book 84a.2

ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ

### book 84a.3

ἀμύνου. A

### book 84b

〈φίλε τέκνον:〉 πρὸς τὸ σημαινόμενον b(B, C[bis], E3E4)

### book 84b.1

Til ὑπήντησε. | τὸ δὲ ἄμυνε ἀντὶ τοῦ b(B, C[bis], E3E4)

### book 84b.2

ἀμύνου. b(B, C [bis], E3E4)Til

### book 84c.1

φίλε τέκνον: ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων,

### book 84c.2

„Ἕκτορ, τέκνον ἐμόν“ (Χ 82), τῶν μνῆσαι, φίλε τέκνον, „φίλον

### book 84c.3

θάλος, ὃν τέκον αὐτή“ (Χ 87). b(B, C [bis], E3E4)T

### book 85a.1

τείχεος ἐντός: ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι

### book 85a.2

τῆς μάχης αὐτῷ συμβουλεύει, ἀλλὰ μετ’ ἀσφαλείας μάχεσθαι. b(B, C

### book 85a.3

[bis], E3E4)T

### book 85b

〈ἐών:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἰών“. Aim

### book 85c.1

μὴ δὲ πρόμος ἵστασο τούτῳ: ὅτι σαφῶς πρόμος ὁ

### book 85c.2

πρόμαχος, οὐχ ὁ βασιλεύς. A

### book 85d.1

ἐντὸς ἰών: „ἐών“ γραπτέον, οὐκ ἰών. | πρόμος δὲ ὁ

### book 85d.2

b(BCE3)T πρὸ τῶν ἄλλων μαχόμενος, b(BCE3E4)T οὐχ

### book 85d

ὁ βασιλεύς. b(BCE3)T

### book 86a1.1

σχέτλιος: ἐπ’ αὐτοῦ τοῦ Ἀχιλλέως. ἐκφωνήσεις δὲ συνε‐

### book 86a1.2

χεῖς ἀπαιτεῖ τὸ πάθος. T

### book 86a2.1

ὁ πολλῶν ἡμῖν αἴτιος κακῶν. | ἐπιφωνήσεις δὲ πολλὰς καὶ

### book 86a2.2

ποικίλας ἀπαιτεῖ τὸ πάθος. b(BCE3)

### book 87a.1

κλαύσομαι 〈ἐν λεχέεσσι〉: φιλοίκτιστον χρῆμα γυνή.

### book 87a.2

καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν οἴονται. b(BCE3)T

### book 87b

〈τέκος:〉 γράφεται „{φίλον} θάλοσ“. Aim

### book 88a.1

οὐδ’ ἄλοχος πολύδωρος: ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ

### book 88a.2

ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον. A

### book 88b.1

οὐδ’ ἄλοχος: ὡς φιλογύνην ὑπέμνησε τῆς γυναικός. T

### book 88b.2

πολύδωρος δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα·

### book 88b.3

„ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα“ (Χ 472). b(BCE3)T

### book 88c.1

〈ἄνευθε ... μέγα:〉 τὸ μέγα ἐπὶ τόπου νῦν. b(BCE3E4)

### book 88c.2

Til

### book 89a1.1

κύνες 〈...〉 κατέδονται: οἶδεν αὐτὸν τοῦτο δεδοι‐

### book 89a1.2

κότα μάλιστα· „σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν“ (Η 79). T

### book 89a2.1

οἶδε δὲ αὐτὸν τοῦτο μάλιστα δεδοικότα, τὴν τοῦ σώματος

### book 89a2.2

ἀπώλειαν· διὸ καὶ εἰς μέσον αὐτὸ ἤγαγε· φησὶ γὰρ οὗτος πρὸς

### book 89a2

Αἴαντα· „†οἴκαδ’ ἐμὸν σῶμα† δόμεναι πάλιν“. b(BCE3E4)

### book 90a1.1

〈προσ〉αυδήτην: ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορί‐

### book 90a1.2

στου συγκεκομμένου. ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον

### book 90a1.3

δηλοῦσθαι δέησιν. T

### book 90a2

Δωρικῶς. Til

### book 91a.1

πολλὰ λισσομένω: σημαίνει ὅτι πολλὰ παραλέλοιπεν,

### book 91a.2

ἃ δεῖ προσεπινοεῖν. b(BCE3)T

### book 91b.1

οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον: ὅτι ὑπερβίβασται ὁ δέ.

### book 91b.2

A Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον, ATil πρὸς τὸ „οὐδ’ ἵκετο

### book 91b.3

γήραος οὐδόν“ (ο 246). A

### book 91c.1

οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον: ἔστι γὰρ θρασὺς καὶ

### book 91c.2

ἕτοιμος, ἀλόγιστος δὲ καὶ οὐ μεταβλητός. b(BCE3E4)T

### book 93a.1

ὡς δὲ δράκων ἐπὶ χειῇ 〈ὀρέστερος ἄνδρα μένῃσι〉:

### book 93a.2

ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι

### book 93a.3

χωρῆσαι· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (ς 17)· εἰς αὐτὸ γὰρ

### book 93a

μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον. A

### book 93b.1

〈ὡς δὲ δράκων〉 ἐπὶ χειῇ 〈ὀρέστεροσ〉: ἐπὶ μὲν τῶν

### book 93b.2

ἄλλων ζῴων ξυλόχους (cf. Ε 162 al.) τε καὶ εὐνάς (cf. Λ 115 al.) φησι (δύναται γὰρ καὶ ἕτερα ζῷα

### book 93b.3

χωρῆσαι), νῦν δὲ χειὰν τὴν αὐτὸν μόνον χωροῦσαν καὶ τρόπον τινὰ

### book 93b.4

ἔλυτρον αὐτοῦ οὖσαν· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (ς 17).

### book 93b.5.1

b(BCE3E4)T ἢ ὅτι δίκην ὕδατος †ἐκχεῖται† εἰς αὐτὴν τὸ θηρίον.

### book 93b.5.2

ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα. b(BE3E4)T

### book 93c1.1

〈ὀρέστερος ἄνδρα μένῃσι:〉 ἔν τισι τῶν ἀπὸ τῶν

### book 93c1.2

πόλεων „ὀρέστερον ἄνδρα δοκεύῃ“. Til

### book 93c2.1

ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, „ὀρέστερον“, καὶ ἀντὶ

### book 93c2.2

τοῦ μένῃσι „δοκεύῃ“. A

### book 94.1

βεβρωκὼς κακὰ φάρμακα: φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας

### book 94.2

καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι, b(BE3E4)T

### book 94.3

πλείονος 〈ἢ〉 τοῦ ἐμφύτου b(BE3E4) καὶ ἐρεθίζεσθαι λυσσᾶν τε

### book 94

τοῦ ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν. b(BE3E4)T

### book 95a1.1

σμερδαλέον δὲ δέδορκεν 〈ἑλισσόμενος περὶ χειῇ〉:

### book 95a1.2

εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν.

### book 95a1.3

γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμέ‐

### book 95a1.4

νου δεινόν τε τὸ βλέμμα. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις

### book 95a1.5

τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος. T

### book 95a2.1

εἰκαστικὸς ὁ λόγος· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν

### book 95a2.2

σπεῖραν περὶ τὴν χειάν· γίνεται γὰρ ἐπὶ τῇ μάχῃ αὐτοῦ τεθηγμένου

### book 95a2.3

b(BCE3E4) ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς καὶ ὁ συριγμὸς

### book 95a2.4

σφόδρα φοβερὸς καὶ τὸ βλέμμα δεινὸν καὶ ὕφαιμοι οἱ ὀφθαλμοί. ἡ δὲ

### book 95a2.5.1

τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης καὶ εὐτολμίας,

### book 95a2.5.2

ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος πρὸς κατάπληξιν. b(BE3E4)

### book 97a.1

πύργῳ ἔπι προὔχοντι 〈φαεινὴν ἀσπίδ’ ἐρείσασ〉:

### book 97a.2

παρὰ τὸ προέχον τοῦ πύργου, ὡς „νείατον ἀνθερεῶνα“ (Ε 293) καὶ

### book 97a.3

„νείαιραν γαστέρα“ (cf. Π 465). b(BCE3E4)T

### book 97b.1

πύργῳ ἔπι προὔχοντι 〈φαεινὴν ἀσπίδ’ ἐρείσασ〉:

### book 97b.2

ἡ ἐπί ἀντὶ τῆς παρά, b(BCE3)T ὡς „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν

### book 97b.3

ἀολλέεσ“ (Ο 494). ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον

### book 97b.4

(sc. Χ 225) δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα. T

### book 97c.1

ἄλλως· πύργῳ ἔπι προὔχοντι: ὑπονοητέον τὴν οἰκοδο‐

### book 97c.2

μίαν κάτωθεν οὖσαν παχεῖαν καταλήγειν εἰς στενόν. ἢ πύργον προὔ‐

### book 97c.3

χοντα τὸ τοῦ πύργου προέχον, b(BE3)T ὡς „νείαιραν 〈κατὰ〉

### book 97c

γαστέρα“ (Π 465). ἔστι δὲ πλίνθῳ παραπλήσιον τοῦτο. T

### book 99-130.1

ὤ μοι ἐγών, —ὀρέξῃ: διαπόρησις ὁ τρόπος.

### book 99-130.2

δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι κακὸς ὑπὸ

### book 99-130.3

κακωτέρου b(BCE3)T „Ἕκτωρ ᾗ〈φι〉 βίηφι“ (107) T

### book 99-130.4

ἀπόλλυται. καὶ ἔστι μὲν ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ

### book 99-130.5

ἄφρονος· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι. b(BE3)T

### book 100.1

ἐλεγχείην ἀναθήσει: ἀντὶ τοῦ ἀνάψει· καὶ γὰρ „ἀγάλ‐

### book 100.2

ματ’ ἀνῆψεν“ (γ 274) ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀναθεῖναι

### book 100.3

τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἱ δὲ αὐξήσει. b(BE3)T

### book 101-2.1

ὅς μ’ ἐκέλευε〈—Ἀχιλλεύσ〉: καὶ τὸ ἑξῆς ὅς μ’

### book 101-2.2

ἐκέλευε (101) νύχθ’ ὑπὸ τήνδ’ ὀλοήν (102), Τρωσὶ ποτὶ

### book 101-2.3

πτόλιν ἡγήσασθαι (101)· στικτέον οὖν εἰς τὸ ὀλοήν (102)· ἐὰν

### book 101-2.4

γὰρ συνάψωμεν, ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ὥρμησεν Ἀχιλ‐

### book 101-2.5.1

λεύς, νυκτὸς μέντοι ὁ Πολυδάμας συνεβούλευσεν (sc. Σ 254—283).

### book 101-2.5.2

b(BCE3E4)T

### book 103

〈κέρδιον:〉 καὶ „κάλλιον“, διχῶς. Til

### book 105.1

καὶ Τρῳάδας: τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.

### book 105.2

b(BCE3E4)T

### book 106.1

κακώτερος: ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. b

### book 106.2

BCE3)T ἔθος δὲ τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα, καὶ

### book 106

τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἡσσόνων κακολογεῖσθαι. b(BCE3E4)T

### book 108a1

〈κέρδιον:〉 αἱ κατὰ ἄνδρα „{πολὺ} κάλλιον“. Aim

### book 108a2

καὶ „κάλλιον“, διχῶς. Til

### book 109a

〈ἄντην:〉 λείπει ἐλθόντα. Til

### book 109b.1

ἢ Ἀχιλῆα κατακτείναντα 〈νέεσθαι〉: οἰωνίζεται

### book 109b.2

νῦν ἐν κινδύνῳ ὢν περὶ αὑτοῦ πρότερον λέγειν τι τῶν δυσχερῶν.

### book 109b.3

b(BCE3)T

### book 109c

〈κατακτείναντα:〉 διχῶς, καὶ „κατακτείναντι“. Aint

### book 110a1.1

ἠέ κεν αὐτῷ ὀλέσθαι: ὅτι ὁ κέν περισσός, καὶ ὅτι

### book 110a1.2

ἀμφίβολον, πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι ἢ καθ’ Ὁμηρικὴν συνήθειαν

### book 110a1.3

ἀντὶ τοῦ ὑπ’ αὐτοῦ ὀλέσθαι. A

### book 110a2.1

{αὐτῷ ὀλέσθαι:} ὑπ’ αὐτοῦ ὀλέσθαι, ὡς „Ἀχιλῆϊ δα‐

### book 110a2.2

μασθείσ“ (Χ 55). T ὁ δὲ κέν περισσός. TTil

### book 110b.1

〈πρὸ πόληος:〉 ὑπὲρ τῆς πόλεως. φασὶ ‘πρὸ τῆς πό‐

### book 110b.2

λεως ἠγώνισται‘. b(BCE3)Til

### book 111-22.1

εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι〈—θυ‐

### book 111-22.2

μόσ〉: ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταῦτα (122), καὶ οὐδὲν

### book 111-22.3

αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγος,

### book 111-22

A b (BCE3)T ὡς ἐλέγομεν κἀν τῇ Φ (sc. ad 556—61): A

### book 111-22.5.1

‘ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν, A b (BCE3)T

### book 111-22.5.2

πρὸς δὲ τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ A καὶ

### book 111-22.5.3

τὰ καὶ τὰ ποιήσω;‘ A b (BCE3)T ἢ κομματικῶς εἰρῆσθαι ὑπο‐

### book 111-22.5.4

ληπτέον, AT ὡς καὶ ἡμῖν 〈ὁ〉 σύνδεσμος πολλάκις, A ‘ἂν δὲ

### book 111-22.5.5

κατάθωμαι καὶ πορευθῶ‘. δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν

### book 111-22.10.1

μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. AT

### book 111-22.10.2

τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπ’ Ἀγήνορος ἀνωτέρω (sc. Φ

### book 111-22.10.3

556—61) λεγομένων. A στίζομεν δὲ ταῦτα ὡς πλήρη. AT

### book 111-2.1

ἀσπίδα 〈μὲν〉 καταθείομαι〈—ἐρείσασ〉:

### book 111-2.2

ὅπως μὴ δοκῇ ὡς πολέμιος προσιέναι. ἢ ἵνα μὴ διὰ τῆς θέας τῶν

### book 111-2.3

ὅπλων ἔτι αὐτὸν πυρώσῃ. ὅσον δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος,

### book 111-2.4

τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπεινός. b(BCE3)T ἄλλως τε τὸ μὲν

### book 111-2.5.1

ἅπαντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα γενναίου.

### book 111-2.5.2

b(BE3)T

### book 113.1

ἀντίος: τινὲς ἱκέτης· ὅθεν ἀνταῖος ἱκέσιος Ζεὺς παρὰ

### book 113.2

Ἱπποβότῳ. T

### book 116

〈ἥ τ’ ἔπλετο νείκεος ἀρχή:〉 ἥ τε, ἡ ἁρπαγὴ τῆς

### book 116

Ἑλένης. Til

### book 117a.1

ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς: ἅμα τῇ προτέρᾳ ὑποσχέσει

### book 117a.2

δηλονότι. b(BCE3)T

### book 117b.1

ἀμφίς: χωρὶς ὧν Ἀλέξανδρος ἥρπασεν. οἱ δὲ τὸ ἀμφίς

### book 117b.2

ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο. b(BCE3)T τὸ δὲ ἔθος καὶ ἐν τῇ

### book 117b.3

Ὁπλοποιΐᾳ (sc. Σ 511—2). T ταύτην οὖν ἴσως καλεῖ Ἀγαμέ‐

### book 117b.4

μνων ποινήν (sc. Γ 290). b(BCE3)T

### book 117-8.1

ἀμφὶς Ἀχαιοῖς / ἄλλ’ ἀποδάσσεσθαι, ὅσα τε

### book 117-8.2

πτόλις ἥδε κέκευθε: ὅτι ἀντὶ τοῦ ἀμφὶς δάσεσθαι, δίχα μερίσεσθαι.

### book 117-8.3

πάλιν δὲ ὁ τέ σύνδεσμος περισσός. A

### book 118a.1

〈ἀποδάσσασθαι:〉 Ἀρίσταρχος „{ἀλλ’} ἀποδάσσε‐

### book 118a.2

σθαι“ διὰ τοῦ ε. Aim

### book 118b

〈ὅσσα πτόλις:〉 γράφεται „ὅσα τε πτόλισ“. Aint

### book 119a.1

Τρωσὶν δ’ αὖ μετόπισθε 〈γερούσιον ὅρκον ἕλω‐

### book 119a.2

μαι〉: μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. γερούσιον δὲ σεμνόν, ἢ

### book 119a.3

τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι. b(BCE3E4)T

### book 119b

Τρωσὶν δέ: παρὰ Τρώων δέ. b(BCE3)Til

### book 119c

〈ἕλωμαι:〉 γράφεται „ὀμοῦμαι“. Aint

### book 120

δάσεσθαι: μέλλοντός ἐστι· διὸ διὰ τοῦ ε. T

### book 122a.1

〈ἀλλὰ τίη μοι:〉 οὕτως Aim χωρὶς τοῦ δ, ἀλλὰ

### book 122a.2

τίη μοι. AimTil

### book 122b

ἀλλὰ τίη μοι ταῦτα: ἀρίστη ἀνάγνωσις ἥδε. T

### book 123a1.1

{μή μιν ἐγὼ μὲν} ἵκωμαι: τινὲς ὡς φιλῶμαι ἀναγινώσκου‐

### book 123a1.2

σιν, ἵνα τὸ ἱκετεύσω σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν

### book 123a1.3

τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι

### book 123a1.4

μέσῳ δευτέρῳ ἀορίστῳ ὁριστικῷ τῷ „τὴν ἱκόμην φεύγων“ (Ξ 260).

### book 123a1.5.1

ὡς οὖν ἐλιπόμην λίπωμαι, οὕτως „ἱκόμην“ (Ξ 260. δ 84 al.) ἵκωμαι.

### book 123a1.5.2

A

### book 123a2

ὡς λέγωμαι. Til

### book 123b.1

ἵκωμαι ἰών: ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω. πα‐

### book 123b.2

ράκειται οὖν τὸ ἰών, ἐπεὶ προσεγγίζομεν οἷς ἂν προσφέρωμεν ἱκε‐

### book 123b.3

τείαν. A

### book 123c.1

ἵκωμαι ἰών: διὰ τοῦ ἰών ἐδήλωσεν ὅτι τὸ ἵκωμαι ἀντὶ

### book 123c.2

τοῦ b(BCE3)T ἱκετεύσω, b(BCE3E4)T ὡς „τὴν ἱκόμην

### book 123c.3

φεύγων“ (Ξ 260). b(BCE3)T ἀνάπαλιν δὲ ἐκεῖ „ἐς Πηλῆ’ ἱκέ‐

### book 123c.4

τευσεν“ (Π 574) ἀντὶ τοῦ παρεγένετο. b(BE3)T

### book 124a

οὐδέ τί μ’ αἰδέσεται: ὅτι αἰδέσεται ὡς ἱκέτην προσ‐

### book 124a

δέξεται· „αἰδεῖσθαί θ’ ἱερῆα“ (Α 23). A

### book 124b.1

αἰδέσεται: μετὰ αἰδοῦς δέξεται, b(BCE3E4)T ὡς

### book 124b.2

„αἰδεῖσθαί θ’ ἱερῆα“ (Α 23) καὶ „αἰδοίοισιν ἔδωκα“ (ο 373) ἀντὶ τοῦ

### book 124b.3

ἱκέταις· ἐπιμελῶς δὲ τοῦτο τίθησιν ἐπὶ τῶν ἱκετῶν. T

### book 124-5.1

〈κτενέει δέ με γυμνὸν ἐόντα / αὔτωσ〉 ὥς τε

### book 124-5.2

γυναῖκα: τοῦτο γὰρ b(BE3)T αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν

### book 124-5.3

ὅπλων ἀποθανεῖται. b(BE3E4)T

### book 126-7a.1

〈οὐ μέν πως νῦν ἔστιν〉 ἀπὸ δρυὸς οὐδ’ ἀπὸ

### book 126-7a.2

πέτρης / τῷ ὀαριζέμεναι: ληρώδεις ἀρχαιολογίας διηγεῖσθαι, ἢ

### book 126-7a.3

ἀπὸ τοῦ τὸ παλαιὸν ὀρεινόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι

### book 126-7a.4

b(BCE3)T ἢ ἐπεὶ μελιηγενεῖς λέγονται οἱ πρώην ἄνδρες καὶ

### book 126-7a.5.1

〈λαοὶ〉 ἀπὸ τῶν λίθων Δευκαλίωνος. T ἢ χρησμοὺς διηγεῖσθαι

### book 126-7a.5.2

(Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών). ἢ περιττολογεῖν, ἀπὸ τῶν περὶ

### book 126-7a.5.3

τὰς δρῦς φύλλων καὶ περὶ τὰς πέτρας κυμάτων. b(BCE3)T ἢ οὐκ

### book 126-7a.5.4

ἔστιν αὐτῷ τὴν ἀρχὴν τοῦ γένους διηγεῖσθαι τῶν ἀνθρώπων. T

### book 126-7a

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸσ〈—ὀαριζέμεναι〉:

### book 126-7a.10.1

οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως—παρὰ Διδύμῳ (p. 182

### book 126-7a.10.2

Schm.). A

### book 126-7b.1

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸσ〈—ἠΐθεός τε〉:

### book 126-7b.2

οὐκ ἔστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην, ὡς τῶν πρώ‐

### book 126-7b

των ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων. A

### book 126-7c.1

〈ἀπὸ δρυὸς— / τῷ ὀαριζέμεναι ἅ τε〉 παρ‐

### book 126-7c.2

θένος ἠΐθεός τε: καλῶς τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμι‐

### book 126-7c.3

λίαις παραβάλλει μύθοις παλαιοῖς τερπομένων. b(BCE3E4)T

### book 126-7c.4

διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει (cf. Χ 128) ἐχρήσατο. b(BCE3)T

### book 127.1

ὀαριζέμεναι: ὁμιλεῖν, προσπαίζειν. ὄαροι δὲ αἱ ὁμιλίαι,

### book 127.2

ἐπειδὴ ὁμοῦ τοὺς συνιόντας ἁρμόττουσιν· ἢ ὅτι τὸ ὀά συντίθενται

### book 127.3

δῆθεν ὡς μὴ συνιέντες εὐθέως, ἀλλ’ ὁμιλοῦσι μακρὰ καὶ ἀπηρτημένα,

### book 127.4

ἐναπολαύοντες ἐπὶ πολὺ τῆς πρὸς ἀλλήλους θέας. T

### book 128a.1

〈παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν:〉 πρὸς

### book 128a.2

τὴν ἐπανάληψιν ὅτι πυκνῶς ἐν Ἰλιάδι. Aint

### book 128b.1

παρθένος ἠΐθεός τ’ ὀαρίζετον: ὀαρισμός ἐστιν ἀν‐

### book 128b.2

δρὸς καὶ γυναικὸς ὁμιλία. | †ὀάραι† γὰρ αἱ γυναῖκες. A

### book 129a.1

ἔριδι ξυνελαυνέμεν: εἰς ἔριν ἢ μετ’ ἔριδος συμβαλεῖν.

### book 129a.2

b(BCE3E4)T

### book 129b.1

〈ὅττι τάχιστα:〉 ἐν ἄλλῳ „ὄφρα τάχιστα“. Aim | τοῦ‐

### book 129b.2

το δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι. AimT

### book 130.1

εἴδομεν: λείπει τὸ ἵνα. ὅμως καίτοι προσλογισάμενος οὐ

### book 130.2

μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει. b(BCE3)T

### book 131.1

〈ὁ δέ οἱ〉 σχεδὸν ἦλθεν 〈Ἀχιλλεύσ〉: ὑφ’ ἓν πάντα

### book 131.2

πράττεται· οἱ μὲν δέονται (cf. Χ 33—91), ὁ δὲ ἔπεισιν (cf. Χ 21—32.

### book 131.3

131), ὁ δὲ διαλογίζεται (cf. Χ 98—130). ἅμα δὲ πάντα λέγειν ἀδύ‐

### book 131.4

νατον. b(BCE3)T

### book 132a.1

ἶσος: τινὲς διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ ὅμοιος, ἐπεὶ καὶ

### book 132a.2

τὸ „εἰσάμενοσ“ (Ν 45. 216 al.) ἀντὶ τοῦ ὁμοιωθείς. T

### book 132b

〈Ἐνυαλίῳ:〉 ὅτι τῷ Ἄρει. Ail

### book 132c.1

κορυθάϊκι: τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περι‐

### book 132c.2

κεφαλαίαν· b(BCE3)T ὡς „τριχάϊκεσ“ (τ 177) καὶ „κορυθαίολοσ“

### book 132c.3

(Β 816. Γ 83 al.). T „ἀμφὶ δὲ πήληξ / σμερδαλέον κροτάφοισι

### book 132c.4

τινάσσετο“ (Ο 608—9). b(BCE3)T

### book 133a.1

σείων Πηλιάδα 〈μελίην κατὰ δεξιὸν ὦμον〉: δύνα‐

### book 133a.2

ται Ἰωνικὸς ἀπὸ μειζόνων γενέσθαι. T

### book 133b.1

ἄλλως· σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον:

### book 133b.2

οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος· „σείων

### book 133b.3

μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον“ (Sotad. fr. 4a, p. 239 Pow.). ἀλλ’

### book 133b.4

ἡ σύνθεσις καὶ τὸν ἄρρενα τόνον τεθήλυκεν. T

### book 134

〈χαλκός:〉 ὁ τῆς παντευχίας χαλκός. Til

### book 135a.1

〈ἢ〉 ἠελίου ἀνιόντος: πρὶν †διασκεδάσει† τὰς αὐγάς,

### book 135a.2

ὅτε καὶ ὁραθῆναι δύναται. b(BCE3E4)T

### book 135b

ἄλλως· ἢ ἠελίου: ὑγρότερος ὁ στίχος ἐγένετο τῇ παραλ‐

### book 135b

ληλίᾳ τῶν φωνηέντων. T

### book 136.1

Ἕκτορα 〈δ’ ὡς ἐνόησεν, ἕλε τρόμοσ〉: ὑπερβατῶς,

### book 136.2

Ἕκτορα δὲ ἕλε τρόμος. b(BCE3E4)T

### book 137a.1

ὀπίσω 〈δὲ πύλας λίπε〉: φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν

### book 137a.2

καὶ τὸ τοῦ Ἴλου σῆμα εἰς τὰ δεξιὰ τῆς πόλεως· b(BCE3E4)T ὁ

### book 137a.3

γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀνα‐

### book 137a.4

στρέφει. ἢ ὀπίσω ἀντὶ τοῦ κατὰ νώτου, καὶ πύλας, ἐφ’ ὧν ὁ Πρία‐

### book 137a.5

μος εἱστήκει. b(BE3E4)T

### book 137b1.1

〈βῆ δὲ φοβηθείς: βῆ δὲ〉 βῆ γάρ, φοβηθεὶς δὲ φεύ‐

### book 137b1.2

γων. ἢ ἔβη ὥστε φεύγειν. Til

### book 137b2

φοβηθεὶς γὰρ βῆ ἀντὶ τοῦ φεύγων ἀπέβη. b(BCE3)

### book 137c

〈φοβηθείς:〉 ὅτι ἀντὶ τοῦ φυγών. Aim

### book 139.1

κίρκος ὄρεσφιν, ἐλαφρότατος πετεηνῶν: ὄρειος γάρ

### book 139.2

ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ τὸ τάχος τῆς πτήσεως. b(BCE3E4)T

### book 140.1

〈οἴμησε:〉 ὥρμησεν, ὡς τὸ „οἶμα λέοντος ἔχων“ (Π 752).

### book 140.2

Til

### book 141a.1

〈ἡ δέ θ’ ὕπαιθα φοβεῖται:〉 ὅτι καὶ νῦν σαφῶς ἀντὶ

### book 141a.2

τοῦ ἔμπροσθεν φεύγει. Aim

### book 141b.1

φοβεῖται: πάλιν ἀντὶ τοῦ φεύγει, καὶ τὸ ὕπαιθα ἀντὶ

### book 141b.2

τοῦ ἔμπροσθεν b(BCE3)T ἢ ἐκ πλαγίου. b(BCE3E4)

### book 141-2.1

ὁ δ’ ἐγγύθεν ὀξὺ λεληκώς / ταρφέ’ ἐπαΐσσει,

### book 141-2.2

ἑλέειν τέ ἑ θυμὸς ἀνώγει: ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπι‐

### book 141-2.3

πτήσεις ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ

### book 141-2

λεληκέναι (cf. 141) ὡς τὸ κλάζειν. b(BCE3)T

### book 143a

〈ἰθύς:〉 πάλιν ‘κατ’ εὐθεῖαν‘. Til

### book 143b.1

τρέσε δ’ Ἕκτωρ: ὅτι τὸ τρέσαι οὐ τὴν πτόησιν ση‐

### book 143b.2

μαίνει, ἀλλὰ συνήθως αὐτῷ φεύγειν· ἐπήνεγκεν γοῦν „τεῖχος ὕπο

### book 143b.3

Τρώων“ (Χ 144). A

### book 143c

〈τρέσε:〉 μετὰ δέους ἔφυγεν. Til

### book 144

〈λαιψηρά:〉 ἀντὶ τοῦ λίαν ταχέως Til

### book 145a.1

παρὰ σκοπιήν: σκοπιὴν τὸ Αἰσυήτου μνῆμα· φησὶ

### book 145a.2

γοῦν „τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο“ (Β 793). T

### book 145b1

ἐρινεόν: τὸν παρὰ τῷ Ἴλου μνήματι ἐρινεόν. T

### book 145b2.1

οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλ’ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου.

### book 145b2.2

b(BCE3E4)

### book 146a.1

τείχεος αἰὲν 〈ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο〉:

### book 146a.2

βραχὺ διασταλτέον μετὰ τὸ ὑπέκ· A b (BCE3)Til τὸ γὰρ

### book 146a.3

ἑξῆς, ὑπὲκ τείχεος κατὰ τὴν ἁμαξιτόν, ATil οἷον ὑπὸ τὸ τεῖχος·

### book 146a.4

ἡ δὲ ἔκ πρόθεσις προ〈σ〉κειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους

### book 146a.5

ἔτρεχον. A

### book 146b.1

τείχεος 〈...〉 ὑπὲκ κατ’ ἀμαξιτόν: ἐμφαντικώτατα

### book 146b.2

κεῖνται αἱ προθέσεις, b(BCE3)T τοῦ μὲν ὑποδῦναι τὸ τεῖχος

### book 146b.3

σπουδάζοντος, τοῦ δὲ ἐξωθοῦντος αὐτόν. ὁ δὲ λόγος· κατὰ τὴν ὑπὸ

### book 146b

τὸ τεῖχος ἁμαξιτὸν ἔτρεχον. T

### book 146c.1

τείχεος αἰὲν 〈ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο〉: τὸ

### book 146c.2

ἑξῆς κατ’ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. δηλοῦσι δὲ αἱ προ‐

### book 146c.3

θέσεις τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντα, τὸν δὲ ἐξωθοῦντα

### book 146c.4

αὐτόν. b(BCE3)T

### book 146d.1

〈τείχεος αἰὲν〉 ὑπὲκ κατ’ ἀμαξιτόν: Ἀττικῶς πε‐

### book 146d.2

πλεόνακε ταῖς προθέσεσι, τὸ δυσέλικτον τοῦ δρόμου παριστάς. T

### book 146e1.1

〈κατ’ ἀμαξιτόν:〉 τὴν λεωφόρον· „τῇ περ ἄμαξαι /

### book 146e1.2

ἄστυ δ’ ἀφ’ ὑψηλῶν ὀρέων“ (κ 103—4). Til

### book 146e2

ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός. b(BCE3E4)

### book 147-56.1

κρουνὼ δ’ ἵκανον〈—υἷας Ἀχαιῶν〉: δαι‐

### book 147-56.2

μονίως τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλ’ ὥσπερ

### book 147-56.3

διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησίν, αὐτὸς δὲ

### book 147-56.4

ψυχαγωγεῖ τὸν ἀκροατήν. b(BE3E4)T

### book 147a1.1

κρουνώ: κρουνοὶ καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ

### book 147a1.2

κρούσεως νάοντες· „κρουνῶν ἐκ μεγάλων“ (Δ 454). αἱ δὲ ἀληθιναὶ

### book 147a1.3

πηγαὶ Σκαμάνδρου κατὰ ἀνατολὰς τῆς Ἴδης πρὸ τριακοσίων στα‐

### book 147a1.4

δίων τῆς Ἰλίου εἰσίν· ἴσως δὲ ὑπόγεως ῥέων ἐξ Ἴδης ὧδε ὁρᾶται. T

### book 147a2.1

κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ

### book 147a2.2

κρούσεως νάοντες χείμαρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ

### book 147a2.3

Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ †τριῶν† τῆς Ἰλίου

### book 147a2.4

σταδίων. b(BCE3E4) ὑπόγειος δὲ γινόμενος ἐν Ἰλίῳ δύο ἀνα‐

### book 147a2.5

δίδωσι πηγάς, ἀφ’ ὧν οἱ κρουνοί. b(BE3E4)

### book 147b1

ἄλλως· καὶ πῶς ἐν τῇ Μ (sc. 19—21) ἀπὸ τῆς Ἴδης φησὶν

### book 147b1.1

ἔχειν αὐτὸν τὰς πηγάς; ῥητέον οὖν ὅτι νῦν φησι τὰς πηγὰς ταύτας

### book 147b1.2

ἀναβλύζειν ἀπὸ τοῦ Σκαμάνδρου, ἵνα λείπῃ ἡ ἀπό, ‘ἀπὸ Σκαμάνδρου‘

### book 147b1.3

(cf. Χ 148). οἱ δὲ τοπικώτερον ἱστοροῦντες δύο λιβάδας εἶναι ἑτέρας

### book 147b1.5.1

τῶν ἀπὸ τῆς Ἴδης πηγῶν, ἃς εἰς τὸν Σκάμανδρον ἐμβάλλειν. μεταξὺ

### book 147b1.5.2

δὲ αὐτῶν καὶ τοῦ τείχους τρέχει ὁ Ἕκτωρ ἴσως, †ἀναστηριζόμενος†

### book 147b1.5.3

ἀπὸ τοῦ τείχους ὑπὸ Ἀχιλλέως. T

### book 147b2.1

εἰς δὲ τὸ „Σκαμάνδρου“ (Χ 148) λείπει ἡ ἀπό, ἵν’ ᾖ ἀπὸ

### book 147b2.2

Σκαμάνδρου. b(BE3E4)

### book 148.1

δοιαὶ ἀναΐσσουσι 〈Σκαμάνδρου〉: ὅτι λείπει πρόθεσις

### book 148.2

ἡ ἔκ ἢ ἀπό· ἐκ Σκαμάνδρου γὰρ ἢ ἀπὸ Σκαμάνδρου. A

### book 149.1

〈ἡ μὲν γάρ θ’〉 ὕδατι 〈λιαρῷ〉 ῥέει: ἢ ῥεῖται ὕδατι ἢ

### book 149.2

ὕδωρ ῥεῖ. προσληπτέον δὲ τὸ χειμῶνι. b(BCE3E4)T φασὶ δὲ

### book 149.3

καὶ τὰς ἐν Ἴδῃ πηγὰς τοῦτο πάσχειν. T

### book 151a.1

ἡ δ’ ἑτέρη θέρεϊ 〈προρέει〉: ὅτι ἐκ τῆς ἀντιδιαστολῆς

### book 151a.2

ταύτης σαφὲς ὅτι ἡ ἑτέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ (cf. Χ 149) κατὰ

### book 151a.3

χειμῶνα. A

### book 151b

εἰκυῖα χαλάζῃ: ἀντὶ τοῦ εἰκότως ἢ 〈ὡσ〉 εἰκός. T

### book 152.1

ἢ χιόνι ψυχρῇ 〈ἢ ἐξ ὕδατος κρυστάλλῳ〉: ψυχρότε‐

### book 152.2

ρον γὰρ χαλάζης (cf. Χ 151) χιών· καὶ θέρους γὰρ γίνεται χάλαζα. ὁ

### book 152.3

δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος. b(BCE3E4)T ὑγρὸν

### book 152.4

δὲ ἐποίησε τὸν στίχον τῇ ἐπὶ τὸ αὐτὸ τῶν φωνηέντων παραλήψει. T

### book 153a.1

〈ἐπ’ αὐτάων:〉 ὅτι πρόθεσις ἤλλακται καὶ πτῶσις, Aint

### book 153a.2

ἀντὶ τοῦ παρ’ αὐταῖς. AintTil

### book 153b.1

〈πλυνοὶ εὐρέεσ〉 ἐγγὺς ἔασιν: οὐ τῆς πόλεως, ἀλλ’

### book 153b.2

ἀλλήλων, ἐπεί τοι ἔδει καὶ 〈ἐν〉 τῷ πολέμῳ ἀδεῶς †ἐξεῖναι† αὐτάς.

### book 153b.3

ἔασι δὲ ἀντὶ τοῦ ἦσαν. T

### book 154.1

καλοὶ 〈λαΐνεοι〉: ἐκ καλῶν λίθων γεγονότες, ἢ διαυγὲς

### book 154.2

ὕδωρ ἔχοντες. b(BCE3E4)T

### book 157.1

τῇ ῥα παραδραμέτην, 〈φεύγων, ὁ δ’ ὄπισθε διώ‐

### book 157.2

κων〉: βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων. A

### book 158a.1

πρόσθε μὲν ἐσθλὸς 〈ἔφευγε, δίωκε δέ μιν μέγ’

### book 158a.2

ἀμείνων〉: ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα. | ἐν ἐνίοις δὲ

### book 158a.3

φέρεται στίχος ὑπὸ τοῦτον εὐτελής· „φεῦγ’ υἱὸς Πριάμοιο, δίωκε δὲ

### book 158a.4

δῖος Ἀχιλλεύσ“ (= Χ 158a). A

### book 158b

πρόσθε μὲν ἐσθλὸς 〈ἔφευγε, δίωκε—ἀμεί‐

### book 158b.1

νων〉: ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε | καὶ τῷ ἀντιθέτῳ σχήματι

### book 158b.2

χρῆται. T

### book 158c.1

〈ἔφευγε,〉 δίωκε δέ μιν: ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύ‐

### book 158c.2

γοντός τινος κατόπιν ἐπιτρέχειν τίθησιν. b(BCE3)T

### book 159.1

ἐπεὶ οὐχ ἱερήϊον 〈οὐδὲ βοείην〉: καὶ νῦν Οἰταῖοι

### book 159.2

Ἡρακλεῖ πεντετηρικὸν ἀγῶνα ποιοῦντες βύρσας διδόασιν. καὶ ἱερεῖον

### book 159.3

μὲν πᾶν θῦμα, ἰδίως δὲ παρ’ Ἀττικοῖς τὸ πρόβατον. b(BCE3E4)T

### book 160a.1

ἀρνύσθην: ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι. b(BC

### book 160a.2

E3E4)T

### book 160b

〈ἀρνύσθην:〉 ἀντικατήλλασσον τῷ δρόμῳ. Aim

### book 161a.1

ἀλλὰ περὶ ψυχῆς 〈θέον Ἕκτοροσ〉: ὅτι ὡς περὶ

### book 161a.2

ἑτέρων λέγει τρεχόντων περὶ τῆς Ἕκτορος ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος

### book 161a.3

ἑνὸς ὄντος τούτων. A

### book 161b1.1

ἀλλὰ περὶ ψυχῆς 〈θέον Ἕκτοροσ〉: ἐλεεινὸν τὸ

### book 161b1.2

θἀτέρου ἴδιον κοινὸν ἆθλον αὐτοῖς παρέχειν. καὶ ἦν τῷ Ἀχιλλεῖ ἐκ

### book 161b1.3

περιουσίας ὁ κίνδυνος. T

### book 161b2.1

ἐλεεινὸν τὸ πρᾶγμα· τὸ θἀτέρου γὰρ ἴδιον κοινὸν ἆθλον

### book 161b2.2

ἦν ἀμφοτέρων, b(BCE3E4) τοῦ μέν, εἰ ἐκφύγοι, τὸ ἴδιον ὡς ἆθλον

### book 161b2.3

ἔχοντος, τοῦ δέ, εἰ προφθάσαι, τὸ ἐκείνου λαμβάνοντος. b(BE3E4)

### book 162-3.1

〈ὡς δ’ ὅτ’〉 ἀεθλοφόροι〈—ἵπποι / ῥίμφα

### book 162-3.2

μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον〉: οὐχ ἁπλῶς δρόμον

### book 162-3.3

ἵππων παρέλαβεν, ἀλλ’ ἀγωνιστῶν, καὶ οὐ καθολικῶς δρόμον, ἀλλὰ

### book 162-3.4

τὸν περὶ τὰ τέρματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης.

### book 162-3.5.1

εἰς δὲ τὴν προθυμίαν καὶ τὸ τοῦ ἄθλου ὅτι μέγα (163)· ὡς περὶ

### book 162-3.5.2

μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται. b(BCE3E4)T

### book 162a.1

〈ἀεθλοφόροι〉 περὶ τέρματα μώνυχες ἵπποι: ἀντὶ

### book 162a.2

τοῦ διὰ τὰ τέρματα· εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται.

### book 162a.3

ἐπεὶ εἰ περὶ τὰ τέρματα τρέχουσιν, εὐφυῶς κάμπτειν οὐ δύνανται.

### book 162a.4

οὕτως Εὔβουλος. A

### book 162b

{περὶ} τέρματα: τὰ τέλη τῆς νίκης. T

### book 163a1

ῥίμφα: ῥᾳδίως. καταστρέφει δὲ εἰς τὸ ταχέως. T

### book 163a2

λίαν ταχέως, μετ’ εὐμαρείας. b(BCE3)

### book 164a.1

ἢ τρίπος ἠὲ γυνὴ 〈ἀνδρὸς κατατεθνειῶτοσ〉: ὅτι

### book 164a.2

ἀμφίβολον, πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἢ ἐπὶ τεθνεῶτι ἀνδρί, ὃ

### book 164a.3

καὶ ὑγιές· οὐκ οἶδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος. A

### book 164b.1

ἀνδρὸς ΚΑΤΑΤΕΘΝΕΙΩΤΟΣ: ἡ κατά ἀντὶ τῆς ἐπί,

### book 164b.2

b(BCE3E4) ἐπὶ ἀνδρὸς τεθνεῶτος. b(BCE3E4)T οὐκ οἶδε δὲ

### book 164b.3

στεφανίτας, ἀλλ’ ἐπιταφίους ἀγῶνας. b(BCE3)T

### book 165

περιδινηθήτην: ὡς ἀπὸ τόρνου περιεστράφησαν· ἐξ οὗ

### book 165.1

τὸ τάχος καὶ τὸ πρὸς μίαν γραμμὴν τρέχειν. πῶς δέ, φασίν, ὁ ποδωκί‐

### book 165.2

στατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ

### book 165.3

λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα. καὶ τοῦτο δὲ λέγεται ὅτι ὁ

### book 165.5.1

μὲν Ἀχιλλεὺς ἀνάριστός ἐστι, πενθήρης, προκαμὼν ὑπὸ Ξάνθου (cf.

### book 165.5.2

Φ 136—382) καὶ Ἀγήνορος (cf. Φ 544—Χ 24). ὁ δὲ Ἕκτωρ καὶ

### book 165.5.3

ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει· οὐκ ἦν τε ἐξ

### book 165.5.4

εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι καὶ παρεκκλίνοντι τὸν

### book 165.5.5

Ἕκτορα τῆς πόλεως. b(BCE3E4)T

### book 166.1

θεοὶ δ’ ἐς πάντες ὁρῶντο: ἀπὸ τοῦ Ὀλύμπου ἑώρων.

### book 166.2

ὅταν δὲ ἔλθῃ εἰς Ἴδην Ζεύς, ἐπὶ τῷ ἐπισεῖσαι αὐτοῖς τὴν αἰγίδα παρα‐

### book 166.3

γίνεται. T

### book 168.1

ἄνδρα διωκόμενον: ἀντὶ τοῦ διώκοντα· ἄτοπον γὰρ

### book 168.2

μεμνῆσθαι μὲν Ἕκτορος, μή γε μὴν Ἀχιλλέως. b(BCE3)T ἔστιν

### book 168.3

οὖν ὡς τὸ „ἕως ὁ τὸν πεδίοιο διώκετο“ (Φ 602). T

### book 170a.1

〈Ἕκτορος:〉 ὅτι Aim ἐλλείπει ἡ περί, Aim b (BC

### book 170a.2

E3)Til(bis) περὶ Ἕκτορος. Aim

### book 170b.1

〈ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν:〉 τοῦτο πρὸς

### book 170b.2

τὴν ἡμετέραν εὐσέβειαν. b(BCE3E4)Til

### book 172a

〈ἐν πόλει ἀκροτάτῃ:〉 ὅτι ὑπερθετικῶς ἀντὶ τοῦ ἀκρο‐

### book 172a

πόλει. Aim

### book 172b.1

〈ἐν πόλει ἀκροτάτη:〉 ἀντὶ τοῦ ἀκροπόλει, ὡς „ἀκρο‐

### book 172b.2

τάτῃ κορυφῇ“ (Α 499. Ε 754 al.). b(BCE3)Til

### book 174.1

φράζεσθε, θεοί: διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρ‐

### book 174.2

χομένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς. b(BCE3E4)T

### book 181.1

οὔ τοι 〈...〉 ἐπαινέομεν: εὖ τὸ μὴ εἰπεῖν ‘μεμφόμεθά

### book 181.2

σοι‘. b(BCE3E4)T

### book 183-4a1.1

θάρσει, Τριτογένεια, 〈—ἤπιος εἶναι〉: ὅτι

### book 183-4a1.2

ἐνταῦθα ὑγιῶς λέγονται, κατὰ δὲ τὴν πρὸ τῆς κόλου μάχης ἀγορὰν

### book 183-4a1.3

τῶν θεῶν (sc. Θ 39—40) οὐκέτι. A

### book 183-4a2.1

{πρόφρονι μυθέομαι:} μετηνέχθη〈σαν〉 ἐντεῦθεν εἰς τὴν

### book 183-4a2.2

ἀγορὰν τῶν θεῶν· καί εἰσιν ἐνταῦθα οἰκειότεροι· ἐκεῖ γὰρ ὀργίζεται. T

### book 183-4b.1

οὔ νύ τι θυμῷ / πρόφρονι 〈μυθέομαι, ἐθέλω δέ

### book 183-4b.2

τοι ἤπιος εἶναι〉: ταὐτὸν ἔχει εἱμαρμένη παρὰ θεοῖς, ὃ νόμος παρὰ

### book 183-4b.3

ἀνθρώποις. ὡς οὖν ὁ παρ’ ἡμῖν κριτὴς οὐ παρανόμως δικάζει, οὐδὲ

### book 183-4b.4

Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ ἠπιότητος χάριν καὶ βιάζεσθαι

### book 183-4b.5.1

σπουδάζομεν τὸν νόμον. τοῦτό φησι καὶ Ζεὺς ὅτι ‘ᾔδειν τὸ δίκαιον τῆς

### book 183-4b.5.2

εἱμαρμένης, διὰ δὲ τὸ ἤπιον τοῦτο εἶπον‘, ἵνα εἴη τὸ τοί (184) σύν‐

### book 183-4b.5.3

δεσμος παραπληρωματικός. b(BCE3E4)T

### book 185a.1

ἐρώει: ἀποχώρει· „ἐρωῆσαι πολέμοιο“ (Ν 776. Τ 170).

### book 185a.2

b(BCE3)T

### book 185b

〈ἐρώει:〉 ὑποχώρει, ἐνδίδου. Aim

### book 188-361.1

〈Ἕκτορα δ’ ἀσπερχὲς—κάλυψε:〉 ση‐

### book 188-361.2

μειῶδες ὅτι μόνος Ὅμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα, οἱ δὲ

### book 188-361.3

λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπὸ Ἀχιλλέως. A

### book 189.1

ὄρεσφι: δι’ ὀρῶν ἢ ἐν ὄρεσι. περισσὸν δὲ τὸ ἐλάφοιο: ὁ

### book 189.2

γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ μόσχος ἐπὶ βοὸς καὶ πῶλος ἐφ’

### book 189.3

ἵππου λέγεται. b(BCE3)T

### book 190a1.1

〈διά τ’ ἄγκεα καὶ διὰ βήσσας:〉 ὅτι ἀντὶ τοῦ δι’

### book 190a1.2

ἀγκέων καὶ βησσῶν. Aint

### book 190a2.1

ἀντὶ τοῦ δι’ ἀγκῶν καὶ διὰ βησσῶν, ὡς τὸ „διά τ’ ἔντεα

### book 190a2.2

καὶ μέλαν αἷμα“ (Κ 298). b(BCE3)T

### book 190b.1

ἄλλως· διά τ’ ἄγκεα 〈καὶ διὰ βήσσασ〉: τοῦ ὄρους

### book 190b.2

τὸ μὲν ἀνωτάτω ἀκρώρεια, τὰ δὲ ὑψηλὰ σκοπιαί, τὰ δὲ προνενευκότα

### book 190b.3

πρῶνες, τὰ δὲ κλίματα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα

### book 190b.4

ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ

### book 190b.5

ταῖς πρυμνωρείαις πεδιὰς παρώρεια. b(BCE3)T

### book 191.1

καταπτήξας: ὑποπεσών. θάμνῳ δὲ b(BCE3)T τῇ

### book 191.2

συμφυάδι τῶν μικρῶν δένδρων, παρὰ τὸ θαμινόν. b(BCE3E4)T

### book 192.1

ἔμπεδον: ἀνενδότως. b(BCE3)T τινὲς δὲ εἰς τὸ ἐναπο‐

### book 192.2

τετυπωμένον ἴχνος ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεβροῦ. b(BE3

### book 192

E4)T

### book 193.1

ὣς Ἕκτωρ οὐ λῆθεν: ἡ παραβολὴ (sc. Χ 189—92) πρὸς

### book 193.2

τὴν δίωξιν μόνον· οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς

### book 193.3

καιρὸν παρεφύλαττε τοῦ ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς

### book 193.4

τὸν θάμνον. b(BCE3E4)T

### book 194-8.1

ὁσ〈σ〉άκι δ’ ὁρμήσειε〈—πρὸς πεδίον〉:

### book 194-8.2

ὁσάκις ἂν κατὰ τὰς πύλας γενόμενος Ἕκτωρ ἐβούλετο παραδῦναι

### book 194-8.3

εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ, τὸν ἔνδον δρόμον ἔχων Ἀχιλλεὺς

### book 194-8.4

ἐδίωκεν αὐτὸν εἰς τὸ πεδίον. b(BCE3E4)T

### book 194a

〈ὁρμήσειε:〉 ἀντὶ τοῦ διαλογίζοιτο. Til

### book 194b.1

〈πυλάων Δαρδανιάων:〉 ὅτι ἃς ἄνω (sc. Χ 6) Σκαιάς,

### book 194b.2

νῦν Δαρδανίας. Aint

### book 194c

〈πυλάων Δαρδανιάων:〉 τὰς Δαρδανίας πύλας ἀνατο‐

### book 194c

λικὰς θέλουσι, Σκαιὰς δὲ πρὸς δυσμὴν νευούσας. T

### book 196.1

〈εἴ ΠΩΣ οἱ καθύπερθεν ἀλάλκοιεν:〉 †οὐ† δύναται καὶ

### book 196.2

ἄρθρον εἶναι. Til

### book 197a.1

τοσσάκι μιν προπάροιθεν 〈ἀποστρέψασκε

### book 197a.2

παραφθάσ〉: ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν, εἰς

### book 197a.3

τοὔμπροσθεν, δυνατὸν δὲ καὶ χρονικῶς, πρότερος φθάσας ἀπέτρεπεν

### book 197a.4

αὐτὸν εἰς τὸ πεδίον· ὃ καὶ ἔστιν ὑγιές. καὶ πρὸς τὸ παραφθάς,

### book 197a.5

ὅτι Ἰακῶς ἀντὶ τοῦ παραφθάσας. A

### book 197b.1

προπάροιθεν 〈ἀποστρέψασκε παραφθάσ〉: πρῶτος

### book 197b.2

αὐτοῦ γινόμενος πρὸς τῇ πόλει ἀπέστρεφεν αὐτὸν εἰς τοὐπίσω. ἐπὶ

### book 197b.3

χρόνου οὖν τὸ προπάροιθεν. b(BCE3E4)T

### book 197c

ἀποστρέψασκε: καὶ „παρα〈σ〉τρέψασκε“, διχῶς. Til

### book 198

〈πέτετ’ αἰεί:〉 οὕτως διὰ τοῦ ε πέτετο. Aint

### book 199-201a.1

ὡς δ’ ἐν ὀνείρῳ〈—οὐδ’ ὃς ἀλύξαι〉:

### book 199-201a.2

ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐ‐

### book 199-201a.3

τελεῖς· καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν,

### book 199-201a.4

ἐναντίως τῷ „ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι“

### book 199-201a.5

(Χ 162). A

### book 199-201b.1

ἄλλως· ὡς δ’ ἐν ὀνείρῳ〈—ἀλύξαι〉: ἀθετοῦνται

### book 199-201b.2

οἱ τρεῖς διὰ τὸ ἀσθενὲς τῆς φράσεως, καὶ ὅτι ὑπεκλύουσι τὴν ποδώκει‐

### book 199-201b

αν Ἀχιλλέως. T

### book 199-201c.1

ὡς δ’ ἐν ὀνείρῳ〈—ἀλύξαι〉: τὸ ἄπρακτον θέλει

### book 199-201c.2

δηλῶσαι· ὡς γὰρ ἐκεῖνα φαντασίαι καὶ οὐκ ἀλήθειαί εἰσιν, οὕτω καὶ

### book 199-201c.3

οὗτοι οὐδὲν ἤνυον, οὔτε οὗτος τὸ φεύγειν οὔτε οὗτος τὸ καταλαβεῖν·

### book 199-201c.4

b(BCE3E4)T δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον γίνεται.

### book 199-201c.5.1

καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἐλήλυθε, „φεύγοντα“ (199), „ἀλύξαι“

### book 199-201c.5.2

(201)· „μάρψαι“ (201), „διώκειν“ (199. 200). b(BE3E4)T

### book 201a

〈ὥς ῥα τόν:〉 ἐν ἄλλῳ „ὣς ὁ τόν“. Aint

### book 201b

μάρψαι ποσίν: ὅτι τὸ μάρψαι ἐπὶ ποδῶν ἔταξεν. T

### book 201b.1

ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν: πῶς τάχιστος

### book 201b.2

ὢν ὁ Ἀχιλλεὺς—ἔκαμεν ἔξωθεν περιθέων. A

### book 202-7.1

πῶς δέ κεν Ἕκτωρ—δεύτερος ἔλθοι: ἤτοι

### book 202-7.2

στικτέον εἰς τὸ γοῦνα (204), καὶ ἀφ’ ἑτέρας ἀρχῆς ἄλλοισιν δ’

### book 202-7.3

ἀνένευεν (205), ἵν’ ᾖ τῶν προτέρων ὁ λόγος τοιοῦτος· ‘εὐθέως δ’ ἂν

### book 202-7.4

ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον‘.

### book 202-7.5.1

ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι (207), ἵν’ ᾖ

### book 202-7.5.2

ὁ λόγος· ‘ἀνῄρητο δ’ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθη‐

### book 202-7.5.3

σεν, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων

### book 202-7.5.4

ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα‘. A

### book 202a.1

πῶς δέ κεν Ἕκτωρ 〈κῆρας ὑπεξέφυγεν θανάτοιο〉:

### book 202a.2

ἀξιοῦσι τοῦτον τὸν στίχον καθ’ αὑτὸν ἀναγινώσκεσθαι, ἐπεὶ ἐρωτη‐

### book 202a.3

〈μα〉τικός ἐστι, φασίν, εἶτα τοὺς δύο τοὺς ἑξῆς (sc. Χ 203—4) κατὰ μίαν

### book 202a

περικοπήν. εἰσὶ μέντοι, οἳ συνῆψαν τὸ πῶς ἀόριστον ἐκδεχόμενοι·

### book 202a.5.1

‘ἐξέφυγε δ’ ἄν πως ὁ Ἕκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήν‐

### book 202a.5.2

τησεν ὁ Ἀπόλλων‘. | ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης

### book 202a.5.3

οὐ καταλαμβάνει τὸν Ἕκτορα. λέλυκε δὲ αὐτὸ ὁ ποιητής, ὅτι ὑπὸ

### book 202a.5.4

Ἀπόλλωνος ἐβοηθεῖτο (sc. Χ 203—4). A

### book 202b1

〈ὑπεξέφυγεν:〉 Ἀρίσταρχος „ὑπεξέφερεν“. Aint

### book 202b2.1

{ὑπεξέφυγεν:} γράφεται „ὑπεξέφερεν“, ἵν’ ᾖ ὅμοιον τῷ

### book 202b2.2

„ὑπὲκ θανάτοιο φέρονται“ (Ο 628). T

### book 203-7.1

εἰ μή οἱ πύματον—δεύτερος ἔλθοι: αἱ δύο

### book 203-7.2

αἰτίαι· Ἀπόλλων βοηθὸς (cf. 203—4), καὶ Ἀχιλλεὺς ἐμποδιζόμενος

### book 203-7.3

πρὸς τὸ μὴ 〈βαλεῖν〉 ἀνανεύων τοῖς Ἀχαιοῖς. T

### book 203.1

〈πύματόν τε καὶ ὕστατον:〉 ἐκ παραλλήλου τὸ αὐτό.

### book 203.2

Til

### book 205-7a1.1

〈λαοῖσιν δ’〉 ἀνένευε〈—βαλών, ὁ δὲ

### book 205-7a1.2

δεύτερος ἔλθοι〉: Μεγακλείδης πλαστὴν εἶναι τὴν μονομαχίαν

### book 205-7a1.3

φησίν· †πῶς γὰρ τὰ Ἡφαιστότευκτα ὅπλα εἰσίν; T

### book 205-7a2.1

Μεγακλείδης (F.H.G. IV p. 443) πλάσμα εἶναί φησι

### book 205-7a2.2

τοῦτο τὸ μονομάχιον· πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς

### book 205-7a2.3

ἀπέστρεφεν; b(BCE3E4)

### book 206

οὐδ’ ἔα ἱέμεναι 〈ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα〉: τοῦ

### book 206

γὰρ ἐχθροῦ αὐτόχειρ βούλεται γενέσθαι. T

### book 208a1.1

ἀλλ’ ὅτε δὴ τὸ τέταρτον 〈ἐπὶ κρουνοὺς ἀφίκον‐

### book 208a1.2

το〉: σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν

### book 208a1.3

τούτων λεγομένων „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251). A

### book 208a2.1

σημειοῦνται δέ τινες διὰ τὸ δοκοῦν ἐναντίον εἶναι „τρὶς

### book 208a2.2

περὶ ἄστυ μέγα Πριάμου δίον“ καὶ ἀλλ’ ὅτε δὴ τὸ τέταρτον.

### book 208a2.3

T

### book 208b.1

ἀλλ’ ὅτε δὴ τὸ τέταρτον〈—ἀφίκοντο〉: Διο‐

### book 208b.2

κλῆς (fr. 65* H.) φησὶν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν

### book 208b.3

αὐτὸν τόπον παραγίνεσθαι τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύ‐

### book 208b.4

κλους. φασὶ δὲ τὸν παλαιὸν περίβολον Τροίας τριάκοντα σταδίων

### book 208b.5

εἶναι. b(BCE3E4)T

### book 209.1

〈πατὴρ〉 ἐτίταινε τάλαντα: ἴσως ἀλληγορεῖ τὴν Διὸς

### book 209.2

γνώμην, πῶς περὶ τῶν ἐνεστώτων ἐσκέπτετο· φησὶ γοῦν ἀλλαχοῦ

### book 209.3

(sc. Π 658)· „γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα“. T

### book 210a1.1

ἐν δ’ ἐτίθει δύο κῆρε 〈τανηλεγέος θανάτοιο〉:

### book 210a1.2

ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλῳ (cf. T.G.F. p. 88 N.2 = fr.

### book 210a1.3

205 M. = p. 375 R.) πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους

### book 210a1.4

μοίρας. A

### book 210a2.1

{ἐν δ’ ἐτίθει δύο κῆρε:} ἐντεῦθεν Αἰσχύλος τὴν Ψυχοστα‐

### book 210a2.2

σίαν ἐτυπώσατο, φαύλως ἐκδεξάμενος τὸ εἰρημένον. T

### book 210b.1

ἐν δ’ ἐτίθει δύο κῆρε: κῆρας τὰς μοίρας b(BCE3)T

### book 210b.2

—γελᾷ δὲ τὸν μῦθον ὁ Ζωΐλος (fr. 35 Friedl. = FGrHist. 71,

### book 210b.1

15)· ποδαπαὶ γὰρ αἱ Μοῖραι ἐν ταῖς πλάστιγξι, καθήμεναι ἢ ἑστηκυῖ‐

### book 210b.2

αι; T—, οὐ τὰς ψυχάς, ὡς ἐξεδέχετο Αἰσχύλος (T.G.F. p. 88

### book 210b.5.1

N.2 = fr. 205 d M.)· ἐπάγει γὰρ „τὴν μέν“ (Χ 211). τὸ κέαρ δὲ

### book 210b.5.2

λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς. b(BCE3)T ὡς δὲ οἱ κατα‐

### book 210b.5.3

δικάζοντες τὴν ψῆφον ἐπιφέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτως καὶ ὁ

### book 210b.5.4

Ζεὺς τῷ ζυγῷ χρῆται. b(BCE3E4)T

### book 212.1

{ἕλκε δὲ} μέσσα: Χρύσιππος (St. V. Fr. III fr. 775)

### book 212.2

„ῥῦμα“ γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι. T

### book 213.1

ᾤχετο δ’ εἰς Ἀΐδαο: ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος

### book 213.2

κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος. b(BCE3

### book 213.3

E4)T ἢ ὅσον ἐπὶ τῇ τοῦ Διὸς ψήφῳ. T

### book 214.1

Πηλείωνα δ’ ἵκανε: ὡς τόπον, ὡς „Οὔλυμπον δέ“ (Α 221.

### book 214.2

394 al.). T

### book 216a1.1

νῦν δὴ νῶΐ γ’ 〈ἔολπα〉: ὅτι Ζηνόδοτος γράφει

### book 216a1.2

„νῶϊν“· τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ. τὸ δὲ νῶϊ

### book 216a1.3

χωρὶς τοῦ ν σημαίνει ἡμᾶς ἢ ἡμεῖς, ὅπερ νῦν λέγει· ‘ἡμᾶς ἔολπα οἴσε‐

### book 216a1.4

σθαι μέγα κῦδοσ‘ (cf. Χ 216—7). A

### book 216a2

〈νῶϊ:〉 ἀντὶ τοῦ ἡμᾶς. b(BCE3)

### book 218

δῃώσαντε: καταπολεμήσαντας. b(BCE3E4)T

### book 219

πεφυγμένον 〈...〉 γενέσθαι: ἀντὶ τοῦ φυγεῖν. T

### book 221.1

προπροκυλινδόμενος 〈πατρὸς Διόσ〉: πρὸ τοῦ Διὸς

### book 221.2

προκυλινδόμενος. b(BCE3)T ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες·

### book 221.3

b(BCE3E4)T „λιτάνευε κυλινδόμενος κατὰ κόπρον“ (Χ 414).

### book 221.4

b(BCE3)T τινὲς δὲ προασπίζων τοῦ Διός, b(BE3)T ἐ‐

### book 221.5

πειδὴ εἶπε· „τῇ μάλ’ ἐπισ〈σ〉είων“ (Ο 230) T

### book 222.1

ἄμπνυε: ἐν ἑαυτῷ γενοῦ, ἀπὸ τοῦ πνεύματος. b(BCE3E4)

### book 222.2

T

### book 223

πεπιθήσω: μετ’ ὀλίγον μέλλων. ἢ διπλασιασμός. T

### book 227.1

Δηϊφόβῳ 〈εἰκυῖα〉: οὗτος γοῦν μετὰ θάνατον Πάριδος

### book 227.2

ἡγήσατο τῆς στρατιᾶς· καὶ „ποτὶ δώμα〈τα〉 Δηϊφόβοιο / βήμεναι

### book 227.3

ἠΰτ’ Ἄρηα“ (θ 517—8) ὡς ἄρχοντος. b(BCE3E4)T

### book 229a.1

ἠθεῖε: ὅτι νεωτέρου πρὸς πρεσβύτερον σεπτικὴ προσ‐

### book 229a.2

φώνησίς ἐστι τὸ ἠθεῖε. A

### book 229b.1

ἠθεῖε: σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· καὶ

### book 229b.2

Εὔμαιος „ἀλλά μιν ἠθεῖον καλέω“ (ξ 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον

### book 229b.3

ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρε‐

### book 229b.4

σβύτερον εἶναι τὸν Ἕκτορα. b(BCE3E4)T

### book 231.1

ἀλλ’ ἄγε δὴ στέωμεν 〈καὶ ἀλεξώμεσθα μένοντεσ〉:

### book 231.2

ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλλω‐

### book 231.3

νι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ μαχομένῳ (cf. Π 798—804).

### book 231

b(BCE3E4)T

### book 234.1

γνωτῶν: γνωτὸς ὁ ἀδελφός, b(BCE3)T παρὰ τὸ

### book 234.2

πλέον τῶν ἄλλων γνωρίζεσθαι. b(BCE3E4)T

### book 235.1

τιμήσασθαι: λείπει τὸ σέ, ἵν’ ᾖ ‘νῦν δὲ καὶ μᾶλλον κατὰ

### book 235.2

νοῦν ἔχω τιμῆσαί σε‘. b(BCE3E4)T

### book 239

〈ἠθεῖε:〉 πρὸς τὸ αὐτό. Aim

### book 241.1

τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες: τοίως ὡς μηδένα

### book 241.2

συγχωρεῖν πολεμεῖν αὐτῷ. b(BE3E4)T

### book 243-4.1

μὴ δ’ ἔτι δούρων / ἔστω φειδωλή: ἐκ τοῦ παρεπο‐

### book 243-4.2

μένου ‘μαχεσώμεθα‘· οὗτοι γὰρ οὐ φείδονται δοράτων. T

### book 244-6.1

ἔστω φειδωλή, 〈ἵνα εἴδομεν, ἤ κεν—ἦ κεν

### book 244-6.2

σῷ δουρὶ δαμήῃ〉: βραχὺ διασταλτέον φειδωλή (244) καὶ εἴ‐

### book 244-6.3

δομεν (244), τἄλλα δὲ συναπτέον ἕως γλαφυράς (246). AT ἤ‐

### book 244-6.4

τοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς (246) ἢ βραχὺ διασταλτέον. |

### book 244-6.5.1

περισπαστέον δὲ τὸν η (246) σύνδεσμον· ἀδύνατον γὰρ τῷ ἤ (244)

### book 244-6.5.2

συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι. A

### book 245-6.1

νῶϊ κατακτείνασ〈—ἦ κεν σῷ δουρὶ δαμείη〉:

### book 245-6.2

εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ νίκην μόνῳ περιῆψεν Ἕκτορι.

### book 245-6

b(BCE3E4)T

### book 247a.1

ὣς φαμένη καὶ κερδοσύνῃ 〈ἡγήσατ’ Ἀθήνη〉:

### book 247a.2

βραχὺ διασταλτέον ἐπὶ τὸ φαμένη· μᾶλλον γὰρ ἐμφαίνει. τὸ δὲ ἑξῆς

### book 247a.3

ἐστι καὶ ἡγήσατο 〈κερδοσύνῃ〉, οἷον οὐ μόνον διὰ λόγων αὐτὸν

### book 247a.4

ἠπάτησεν, ἀλλὰ καὶ διὰ τοῦ προελθεῖν ἀξιοπίστως. A

### book 247b.1

〈ὣς φαμένη〉 καὶ κερδοσύνῃ 〈ἡγήσατ’ Ἀθήνη〉:

### book 247b.2

ἢ περισσὸς ὁ καί· ἢ τὸ φαμένη ἀντὶ τοῦ ἔφη· b(BCE3)T ἢ

### book 247b.3

πρὸς τῷ ταῦτα εἰρηκέναι καὶ δολίως καὶ παραλογιστικῶς ἡγήσατο.

### book 247b.4

b(BE3)T

### book 247c

〈κερδοσύνῃ:〉 τινὲς πληθυντικῶς „κερδοσύνῃσ“. Aint

### book 250

〈φοβήσομαι:〉 ὅτι σαφῶς Aint φεύξομαι. AintTil

### book 251a.1

τρὶς περὶ ἄστυ 〈μέγα Πριάμου δίον〉: ὅτι τὸ δίον

### book 251a.2

ἐδιώχθην. οὐ μάχεται δὲ τῷ „ἀλλ’ ὅτε δὴ τὸ τέταρτον“ (Χ 208)·

### book 251a.3

τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμον, τὸ δὲ τέταρτον ἕως

### book 251a.4

τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν. A

### book 251b1.1

〈δίον:〉 γράφεται καὶ „δίεσ“. καὶ οὕτως εἶχον αἱ χα‐

### book 251b1.2

ριέστεραι. Aint

### book 251b2

αἱ χαριέστεραι „δίεσ“. Til

### book 251c.1

δίον: δίον ἔδεισα, „περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν“ (Ι 433.

### book 251c.2

Λ 557). b(BCE3E4)T ἢ ἐδιώχθην, „ἀπὸ †στρατοῖο δίεσθαι“

### book 251c.3

(ρ 398. υ 343). ἢ φοβηθεὶς ἔφυγον. b(BE3E4)T

### book 253.1

ἕλοιμί κεν 〈ἤ κεν ἁλοίην〉: θρασύνεται ἐν τῇ κλήσει καὶ

### book 253.2

τὰ ἀμείνω πρῶτα λέγει, b(BCE3E4)T καὶ ἑξῆς „οὐ γὰρ ἐγώ

### book 253.3

ς’ ἔκπαγλον ἀεικιῶ“ (Χ 256). T τὸ δὲ θρασὺ νῦν αὐτοῦ ἐλεεινόν

### book 253

ἐστιν, ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον. b(BCE3E4)T

### book 254a

ἀλλ’ ἄγε δεῦρο: δύο τὰ παρακελευστικά. T

### book 254b

〈ἐπιδώμεθα:〉 ὅτι ἐπιμαρτυρώμεθα. Aint

### book 254c.1

ἐπιδώμεθα: ἢ δῶμεν T ἑαυτοῖς μάρτυρας καὶ ἀνα‐

### book 254c.2

δόχους, ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν, ἢ εἰς οὐρανὸν ἀποβλέ‐

### book 254c.3

ψωμεν, οὗ εἰσιν οἱ θεοί. b(BCE3E4)T ἢ μαρτυροποιησώμεθα·

### book 254c.4

τοὺς γὰρ μάρτυρας Ἀττικοὶ ἰδύους φασίν. T οἱ δὲ ἐπικαλεσώμεθα.

### book 254c.5

b(BCE3E4)T

### book 255a.1

μάρτυροι {ἔσονται}: ὅτι μάρτυροι, οὐ μάρτυρες· καὶ

### book 255a.2

γὰρ τὸ ἑνικὸν „Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω“ (Η 76). A

### book 255b.1

ἁρμονιάων: συναρμογῶν, ἀφ’ οὗ δηλοῖ τὸ ὁμολογιῶν,

### book 255b.2

συνθηκῶν. A b (BCE3E4)

### book 255c

〈ἁρμονιάων:〉 τῶν συμβόλων. b(BCE3E4)Tt

### book 256

〈ἀεικιῶ:〉 Ἀττικὸς μέλλων. Til

### book 257a1.1

{δώιηι} καμμονίην: ὅτι καμμονίη νίκη οὐ καθολικῶς,

### book 257a1.2

ἀλλὰ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ τῶν μονομαχούντων καὶ πυκτευόντων

### book 257a1.3

(cf. Ψ 661) τίθησιν, ἐπὶ δὲ δρομέων οὐκέτι. A

### book 257a2

{καμμονίην:} τὴν ἐκ καταμονῆς νίκην. T

### book 257b.1

〈καμμονίην:〉 τὴν μονομερῆ νίκην. b(BCE3)Til πε‐

### book 257b.2

ρὶ ὃ δὲ μάλιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ. b(BCE3)

### book 257b.3

T

### book 259

〈ῥέζειν:〉 ὅτι ἀντὶ τοῦ ῥέζε. Aim

### book 261a.1

ἄλαστε: ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα.

### book 261a.2

b(BCE3)T

### book 261b.1

συνημοσύνας {ἀγόρευε}: δασυντέον. σημαίνει δὲ τὰς

### book 261b.2

συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας. παρὰ τὸν

### book 261b.3

ἥσω οὖν ἥμων τί ἐστι, καὶ ἥμονος ἡ γενική (cf. Ψ 886), παρ’ ἣν τὸ

### book 261b.4

ἡμοσύνη οὕτως δὲ εἶχεν καὶ τὸ „μεθημοσύνῃ“ (Ν 121; cf. Ν 108). A

### book 261c1.1

συνημοσύνας: συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐ‐

### book 261c1.2

τὸν ἀφιᾶσι τὴν γνώμην· b(BCE3E4)T διὸ καὶ δασύνεται· ἔστι

### book 261c1.3

γὰρ παρὰ τὸ ἵημι σύμβολα. 〈καὶ〉 „σύνεσίς τε δύω ποταμῶν“ (κ 515)

### book 261c1.4

ἀντὶ τοῦ συμβολή. T

### book 261c2

σύμβολα καὶ κοινοβουλίαι. b(BCE3E4)

### book 262-4.1

ὡς οὐκ ἔστι λέουσι〈—διαμπερὲς ἀλλήλοι‐

### book 262-4.2

σιν〉: αἱ ὑποστιγμαὶ πιστά (262), ἔχουσιν (263), ἀλλήλοισιν

### book 262-4.3

(264)· ἡ γὰρ ἀνταπόδοσις „ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ 〈φιλήμεναι〉“

### book 262-4.4

(Χ 265). A

### book 262.1

ὡς οὐκ ἔστι λέουσι 〈καὶ ἀνδράσιν ὅρκια πιστά〉:

### book 262.2

ἐντεῦθεν τὸν περὶ λεόντων καὶ ἀνθρώπων μῦθον Αἴσωπος ἀνέπλασεν.

### book 262

T

### book 263a.1

οὐδὲ λύκοι τε 〈καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχου‐

### book 263a.2

σιν〉: γνωρίμους τὰς εἰκόνας οὔσας ἐπὶ κεφαλαίων παρατρέχει. T

### book 263b.1

ἄλλως· οὐδὲ λύκοι τε καὶ ἄρνεσ〈—ἔχουσιν〉:

### book 263b.2

ἐντεῦθεν ἡ παροιμία· „ἄρνα φιλοῦσι λύκοι, νέον ὡς φιλέουσιν ἐρα‐

### book 263b.3

σταί“. b(BCE3E4)T

### book 265.1

ἐμὲ καὶ σὲ φιλήμεναι: ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους. b(B

### book 265.2

CE3)T

### book 265-7.1

οὐδέ τι νῶϊν / ὅρκια ἔσσονται, πρίν γ’ ἢ ἕτερόν

### book 265-7.2

γε πεσόντα / αἵματος ἆσαι Ἄρηα: εἰς τοῦτο ἡ διάνοια κατα‐

### book 265-7.3

στρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ

### book 265-7.4

ὅρκους ἡμᾶς ποιήσασθαι, A b (BCE3E4)T ὡς τὸ „πρίν μιν

### book 265-7.5

καὶ γῆρας ἔπεισιν / ἡμετέρῳ ἐνὶ οἴκῳ“ (Α 29—30). AT

### book 266.1

〈ὅρκια ἔσσονται:〉 ὅτι τὰ ὅρκια ἔσ〈σ〉ονται, οὐκ

### book 266.2

ἔσσεται. Aim

### book 268

〈παντοίης ἀρετῆς μιμνήσκεο:〉 πρᾶσσε, ὃ δύνασαι. Til

### book 270-1.1

οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, 〈ἄφαρ δέ σε Παλλὰς

### book 270-1.2

Ἀθήνη /ἔγχει ἐμῷ δαμάᾳ〉: ἡ καύχησις ὑπὲρ ἄνθρωπον οὐκ

### book 270-1.3

ἀνατιθέντος τῇ τύχῃ τὰς ἐλπίδας. b(BCE3E4)T ἢ ἐπεὶ εἶπεν

### book 270-1.4

Ἀθηνᾶ „Ἕκτορα δῃώσαντα“ (Χ 218), T θαρρῶν τῇ θεῷ δια‐

### book 270-1.5

βεβαιοῦται τὸ μέλλον. b(BCE3E4)T

### book 272.1

ἐμῶν ἑτάρων: Μυρμιδόνων οὐδένα ῥητῶς ἀνῄρηκεν. ‘τῶν

### book 272.2

Ἀχαιῶν‘ οὖν φησιν. T ὁ δὲ νοῦς· ‘νῦν δώσεις ἀθρόας δίκας

### book 272.3

ὑπὲρ τῆς λύπης τῆς ἐμῆσ‘. b(BCE3E4)T

### book 274a1.1

καὶ τὸ μὲν ἄντα ἰδὼν 〈ἠλεύατο φαίδιμος Ἕκτωρ〉:

### book 274a1.2

ἐναγώνιον μὲν ποιεῖ τὴν στάσιν, τὰ κατὰ δόξαν τῶν ἀκροατῶν ἐκ‐

### book 274a1.3

κλίνων καὶ λογοποιῶν ἕτερα. T

### book 274b1.1

ἠλεύατο: κινεῖ τὰς ἐλπίδας τῶν ἀκροατῶν, ὡς τάχα

### book 274b1.2

ἂν περιγενησομένου τοῦ Ἕκτορος. T

### book 274a2/b2.1

ἐναγώνιον ποιεῖ τὴν στάσιν διὰ τῆς ἀποτυχίας, | καὶ

### book 274a2/b2.2

μικροῦ δεῖν τῆς νίκης ἐλπίδας Ἕκτορι δίδωσιν. b(BCE3E4)

### book 275

〈χάλκεον:〉 ἐν ἄλλῳ „μείλινον {ἔγχοσ}“. Aim

### book 277a1.1

λάθε δ’ Ἕκτορα: ἐκεῖνον γὰρ ἐπιλειψάσης τῆς Μοίρας

### book 277a1.2

ἐῶσιν οἱ θεοί. T

### book 277a2.1

ἐπιλειψάσης δὲ ἐκεῖνον τῆς Μοίρας καὶ οἱ θεοὶ πάντες

### book 277a2.2

ἐῶσιν. b(BCE3E4)

### book 280a1.1

ἤτοι ἔφης γε: ἔφης γε μέν. διὰ τὸ „ἄφαρ †δή† σε

### book 280a1.2

Παλλὰς Ἀθήνη / ἔγχει ἐμῷ δαμάᾳ“ (Χ 270—1). T

### book 280a2.1

ἔφης γε μὲν εἰδέναι, οὐκ ᾔδεις δὲ ἀκριβῶς. b(BCE3E4)

### book 280a2.2

ταῦτα δὲ διὰ τὸ „ἄφαρ δέ σε Παλλὰς Ἀθήνη / ἔγχει ἐμῷ δαμάᾳ“.

### book 280a2.3

b(BE3E4)

### book 281a1.1

{ἀλλά τις} ἀρτιεπής {καὶ ἐπίκλοπος}: ὅτι οὐκ ἐν ἐ‐

### book 281a1.2

παίνῳ τὸ ἀρτιεπής, κατὰ τοὐναντίον τῷ „ἀμετροεπήσ“ (Β 212), ἀλλὰ ὁ λάλος

### book 281a1

καὶ ἀπηρτισμένως παραλογιζόμενος. A

### book 281a2.1

σημειοῦται δὲ Ἀρίσταρχος ὅτι οὐκ ἐπὶ ἐπαίνου τὸ

### book 281a2.2

ἀρτιεπής. T

### book 281b.1

ἀρτιεπής: εὐεπής, T ἀπηρτισμένος ἐν τῷ λέγειν

### book 281b.2

ὥστε πιστεύεσθαι. b(BCE3)T

### book 281c.1

ἐπίκλοπος: ἠσκηκὼς λόγοις ἀπατᾶν. A b (BCE3)T

### book 281c.2

οἱ δὲ AT ἐπιθυμητής· ATTil κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι,

### book 281c.3

„καὶ ἐπίκλοπος ἔπλετο τόξων“ (φ 397). AT ἢ ἀσκῶν διὰ λόγων

### book 281c.4

παραλογίζεσθαι, A b (BCE3)T ὡς τὸ „κλέπτε νόῳ“ (Α 132).

### book 281c.5

AT

### book 283.1

οὐ μέν μοι φεύγοντι: ὅ ἐστιν ‘οὐκ ἀποτρέψεις με λόγοισ‘.

### book 283.2

T

### book 284a.1

ἰθὺς μεμαῶτι: εἰς τοὔμπροσθεν κατὰ σοῦ χωροῦντι.

### book 284a.2

ἀγαθὰ δὲ ταῦτα τοῖς νέοις πρὸς μίμησιν. b(BCE3E4)T

### book 284b.1

διὰ στήθεσφιν ἔλασ〈σ〉ον: εἰρωνεία τοῦτο καὶ μόνον.

### book 284b.2

T

### book 285a

〈εἴ τοι ἔδωκε θεός:〉 ὡς αὐτὸς ἔφη (sc. Χ 270—1). Til

### book 285b1.1

{νῦν αὖτ’ ἐμὸν ἔγχος} ἄλευαι: προστακτικῶς ἀναγι‐

### book 285b1.2

νώσκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν. A

### book 285b2.1

προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρωνείᾳ

### book 285b2.2

δέ φησι τοῦτο. b(BCE3)T

### book 285-6a1.1

〈ἐμὸν ἔγχος ἄλευαι /〉 χάλκεον· ὡς δή μιν σῷ

### book 285-6a1.2

〈ἐν χροῒ πᾶν κομίσαιο〉: στικτέον μετὰ τὸ χάλκεον (286)· τὸ

### book 285-6a1

γὰρ ὥς (286) ἀντὶ τοῦ εἴθε· διόπερ ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. A

### book 285-6a2

ὡς ἀντὶ τοῦ εἴθε. ἀπ’ ἄλλης δὲ ἀρχῆς τοῦτο. b(BCE3)T

### book 286

〈πᾶν:〉 ὅτι ἀντὶ τοῦ ὅλον. Aim

### book 287

〈καί κεν:〉 ἐν ἄλλῳ „καί σφιν“. Aint

### book 290

οὐδ’ ἀφάμαρτεν: οὐκ ἀφάμαρτε δέ. T

### book 291a

〈χώσατο:〉 ὅτι ἀντὶ τοῦ συνεχύθη. Aim

### book 291b

χώσατο {δ’ ἕκτωρ}: συνεχύθη τὴν διάνοιαν. T

### book 293a

κατηφήσας: κάτω τὰ φάη ἔχων. b(BCE3E4)T

### book 293b.1

οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος: οὐδέ· οὐ γάρ. b(BE3)

### book 293b.2

T ἀεὶ δὲ δύο ἔχει δόρατα· „πάλλων δ’ ὀξέα δοῦρα“ (Ε 495.

### book 293b.3

Ζ 104 al.), b(BE3E4)T „δοιὰ δὲ χερσί / δοῦρ’ ἔχε“ (Μ 464—5).

### book 293b.4

T πῶς οὖν οὐκ ἔχει νῦν δύο; ἢ κατὰ τὸ σιωπώμενον ἔοικε θάτερον

### book 293b.5

ἀποβεβληκέναι ἐν τῷ δρόμῳ. b(BE3E4)T

### book 294a

ἐκάλει: αἱ τῶν πόλεων „ἐβόα“. T

### book 294b

〈λευκάσπιδα:〉 ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα. Aim

### book 294c.1

λευκάσπιδα: ἅπαξ ἐχρήσατο. b(BCE3)T | τὸ παράση‐

### book 294c.2

μον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος. b(BCE3E4)T

### book 295.1

ᾔτεέ μιν δόρυ 〈μακρόν· ὁ δ’ οὔ τί οἱ ἐγγύθεν

### book 295.2

ἦεν〉: ἡδέως χρῆται τῷ ἀσυνδέτῳ, ἀλλὰ καὶ τῇ ἐπιφορᾷ ἐλεεινο‐

### book 295

τάτῃ. T

### book 297.1

〈ὦ πόποι:〉 ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον

### book 297.2

κινοῦσα. b(BCE3)

### book 300-1.1

νῦν δὲ δὴ ἐγγύθι μοι 〈θάνατος κακός, οὐδέ τ’

### book 300-1.2

ἄνευθεν· / οὐδ’ ἀλεή〉: βραχὺ διασταλτέον εἰς τὸ κακός (300),

### book 300-1.3

στικτέον δὲ εἰς τὸ ἄνευθε (300)· τὸ γὰρ οὐδ’ ἀλέη (301) καθ’

### book 300-1.4

ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἐστίν. A b (BCE3E4)T

### book 300.1

ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ’ ἄνευθεν: ὡς τὸ

### book 300.2

„οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα“ (ο 494). T

### book 301a1

οὐδ’ ἀλέη: ἀλέη δὲ οὔ, ὅ ἐστιν οὐδὲ ἄλυξις. T

### book 301a2

δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν. b(BCE3E4)

### book 301b.1

πάλαι τότε: „πάροιθέ γε“. ἐν δὲ ταῖς εἰκαιοτέραις

### book 301b.2

„πάλαι τό γε {φίλτερον}“. T

### book 304a.1

{μημὰν} ἀσπουδί {γε}: ὅτι ἀσπουδί χωρὶς μόγου καὶ

### book 304a.2

κα〈κο〉παθ〈ε〉ίας. A

### book 304b

ἀσπουδεί: δίχα ταλαιπωρίας. b(BCE3)T

### book 305a.1

ἀλλὰ μέγα ῥέξας 〈τι〉: λείπει ἀγαθόν· Ἀλκμάν (fr.

### book 305a.2

123 P. = P.M.G. 123)· „μέγα γείτωνι γείτων“. ἢ κακὸν εἰς τοὺς

### book 305a.3

πολεμίους, b(BCE3E4)T ὡς „σύν τε μεγάλῳ ἀπέτισαν“ (Δ 161)

### book 305a.4

καὶ „ἔπαθον μεγάλα“. T

### book 305b.1

καὶ ἐσσομένοισι πυθέσθαι: ὡς καὶ τοὺς ἐσομένους πυθέ‐

### book 305b.2

σθαι. b(BCE3E4)T

### book 307

τέτατο: ἀπὸ τελαμῶνος ἤρτητο. b(BCE3E4)T

### book 308a1.1

οἴμησεν δὲ ἀλεὶς 〈ὥς τ’ αἰετὸς ὑψιπετήεισ〉: ὅτι

### book 308a1.2

κἀκεῖ (sc. Φ 252) γραπτέον „αἰετοῦ οἴματ’ ἔχων“, οὐχ ὡς Φιλήτας

### book 308a1.3

(fr. 58 K.) „ὄμματα“. A

### book 308a2

κἀκεῖ οὖν „αἰετοῦ οἴματ’ ἔχων“, οὐκ ὄμματα. T

### book 308b.1

ἀλείς: ἀθρόον ἑαυτὸν συστρέψας· οἱ γὰρ εἰς δρόμον

### book 308b.2

ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται, b(BCE3E4)T ἀλλὰ

### book 308b.3

συστρέφονται. T

### book 309

διὰ νεφέων: τινὲς „ἀπὸ νεφέων“. T

### book 310a.1

ἀμαλήν: ἁπαλήν, κατὰ συγγένειαν τῶν στοιχείων. οἱ

### book 310a.2

δὲ ἅμα τῇ μητρὶ ἁλλομένην. οἱ δὲ τὴν μὴ ἔχουσαν μαλλόν, ὅ ἐστιν

### book 310a

ἰσχυρόν. b(BCE3E4)T

### book 310b

ἢ πτῶκα 〈λαγωόν〉: ἰδίως τὸ πτὼξ ἐπὶ λαγωοῦ. T

### book 314.1

κόρυθι δ’ ἐπένευσε 〈φαεινῇ〉: οὗτός ἐστιν ὁ „κορυθάϊξ“

### book 314.2

(cf. Χ 132). T

### book 315a

καλαὶ δέ: αἱ πλείους „δειναὶ δέ“. AintT

### book 315b

〈ἔθειραι:〉 νῦν καταχρηστικῶς αἱ χαῖται τῆς κόρυθος. Til

### book 317.1

νυκτὸς ἀμολγῷ: καὶ τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε

### book 317.2

γὰρ ἀμέλγονται τὰ θρέμματα. b(BCE3E4)T λέγει δὲ ἀλλαχοῦ

### book 317.3

(cf. Λ 173. Ο 324 al.) καὶ τὸ μεσονύκτιον. b(BCE3E4)

### book 318a.1

ἕσπερος, ὃς κάλλιστος 〈ἐν οὐρανῷ ἵσταται

### book 318a.2

ἀστήρ〉: ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις (cf. ν 93—4) δὲ

### book 318a.3

τὸν ἑωσφόρον „φαάντατον“ (ν 93). καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβά‐

### book 318a.4

νειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου. A

### book 318b.1

ἕσπερος: τὸν ἕσπερον Πέρσαι μὲν †τήρων†, Ἕλληνες

### book 318b.2

δὲ Ἀφροδίτην φασίν. T

### book 318c.1

ἄλλως: ἕσπερος, 〈ὃς κάλλιστοσ〉: ἀπὸ τοῦ ἑσπέρα

### book 318c.2

ἕσπερος. τὸ δὲ ἑσπέρα παρὰ τὸ τῆς ἕω πέρας εἶναι. καλεῖται δὲ ὁ

### book 318c.3

ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μεταβολάς· ὅταν μὲν προηγού‐

### book 318c.4

μενος ἡλίου ἐπικαταδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν

### book 318c.5.1

δὲ ἑπόμενος τῷ ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλι‐

### book 318c.5.2

στος δέ ἐστιν, ἐπεὶ μέγας καὶ προσηνής, Ἀφροδίτης χάριτας ἀπο‐

### book 318c.5.3

λάμπων. θαυμασίως οὖν ὁ ποιητής, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν

### book 318c.5.4

„ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείησ“ (ν 94) καὶ „εἶσι φόως

### book 318c.5.5

ἐρέων“ (Ψ 226)· ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα ὑπὲρ τὸν ὁρίζοντα.

### book 318c.10.1

ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλλοντα, ἀλλ’ ὑπὲρ τὴν

### book 318c.10.2

γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει. b(BCE3E4)

### book 318c.10.3

T

### book 318d.1

ἵσταται ἀστήρ: καὶ μὴν τῶν πλανήτων ἐστὶν ὁ τῆς

### book 318d.2

Ἀφροδίτης. ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· b(BCE3E4)T ἢ

### book 318d.3

πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον

### book 318d.4

αὐτοῦ. b(BE3E4)T

### book 319a.1

ὣς αἰχμῆς ἀπέλαμπ’ 〈εὐήκεοσ〉: ὅτι ἐπὶ τῶν ἀκμὰς

### book 319a.2

ἐχόντων εὐήκεος λέγει καὶ „†τανυήκεος†“: τὴν γὰρ ἀκμὴν ἀκὴν

### book 319a.3

λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης,

### book 319a.4

ἐκεῖ δὲ παρῆκται τὸ „τανυήκεας ὄζουσ“ (Π 768). A

### book 319b

εὐήκεος: καλὴν ἀκὴν ἐχούσης. b(BCE3E4)T

### book 321.1

ὅπῃ εἴξειε: ὅπου χωρήσειεν b(BCE3)T ἡ αἰχμή· b

### book 321.2

(BCE3E4)T καὶ ἀλλαχοῦ „πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος

### book 321.3

〈ἐξεφαάνθη〉“ (Δ 468)· φυλάσσεται γὰρ τὰ τοῦ πατρὸς ὅπλα τρῶσαι.

### book 321.4

T ἐμφαίνει δέ, ὅσον ἐρεθισμὸν ἐνεποίει Ἀχιλλεῖ ἡ θέα †αὐτοῦ.

### book 321.5

b(BE3E4)T

### book 322a1.1

τοῦ δὲ καὶ ἄλλο τόσον 〈μὲν ἔχε χρόα χάλκεα

### book 322a1.2

τεύχεα〉: ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ

### book 322a1.3

τι τοῦ ὅλου μικρὸν ἀτελές· „οἱ δή τοι τόσ〈σ〉ον μὲν ἔχον τέλοσ“

### book 322a1.4

(Σ 378). καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο{ς} σῶμα καθώπλιστο, γυμνὸν δὲ

### book 322a1.5

μόνον διεφαίνετο 〈τὸ〉 ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα. A

### book 322a2

οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ σῶμα. T

### book 322b.1

τοῦ δὲ καὶ ἄλλο τόσον μὲν 〈ἔχε χρόα χάλκεα

### book 322b.2

τεύχεα〉: ὅταν τὸ μὲν ἀπολειπόμενον ἔλασσον εἴη, τὸ δὲ γεγονὸς

### book 322b.3

πλεῖον, τόσον φησίν „οἱ 〈δ’ ἤτοι〉 τόσσον μὲν ἔχον τέλοσ“ (Σ 378).

### book 322b.4

b(BCE3E4)T „τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν“ (Ψ 454). T

### book 322b.5

λέγει δὲ ὅτι τὸ μὲν ἄλλο σῶμα κατείχετο κρυπτόμενον. b(BCE3E4)T

### book 324-5a.1

φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίην〉: ἔν

### book 324-5a.2

τισι τῶν ὑπομνημάτων „φαῖνεν δ’ ᾗ κληῗδεσ“, ἵν’ ᾖ ἐπὶ τῶν τευχέων,

### book 324-5a.3

τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν λαυκανίην, ἀλλ’ ἐποίει φαίνεσθαι (cf. Χ

### book 324-5a

324—5). A

### book 324-5b.1

φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίησ〉: ἔν τισι

### book 324-5b.2

„φαῖνον δ’ ᾗ κληῗδεσ“, ἵν’ ᾖ οὕτως· T τὸ μὲν ἄλλο σῶμα ἔσκεπον

### book 324-5b.3

τὰ τεύχη, ἐκεῖνον δὲ τὸν τόπον ἔφαινον, ὅπου αἱ κληῗδες τῆς λαυ‐

### book 324-5b.4

κανίης τὸν αὐχένα συνέχουσιν. b(BCE3E4)T

### book 324-5c1.1

ἄλλως· φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίην〉:

### book 324-5c1.2

ἐφαίνετο δὲ κατὰ τὴν λαυκανίαν, ᾗπερ αἱ κληῗδες αἱ ἀπὸ τῶν ὤμων

### book 324-5c1.3

διήκουσαι συνέχουσι τὸν αὐχένα. T

### book 324-5c2.1

κληῗδες δὲ αἱ ἀπὸ τῶν ὤμων διήκουσαι διατάσεις τῶν

### book 324-5c2.2

νεύρων καὶ συνέχουσαι τὸν αὐχένα. λαυκανίη δὲ ἡ περὶ τὸν γαργα‐

### book 324-5c2.3

ρεῶνα τῶν ἔξωθεν μυῶν συνοχή. b(BE3E4)

### book 325

〈λαυκανίης:〉 τοῦ λαιμοῦ. Aim

### book 326

ἘΠΙ ΟΙ: ἐπὶ αὐτῷ. | ὀρθοτονητέον δὲ τὴν οι. T

### book 328-9a1.1

οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον〈—ἐπέεσσιν〉:

### book 328-9a1.2

ἴσως ἐκκλίναντος αὐτοῦ πλαγία γέγονεν ἡ τομή. εἴωθε δὲ τὰ ἐκ τύχης

### book 328-9a1.3

ὡς ἐξ αἰτίας λέγειν· „ἦλθε δ’ ἐπὶ νότος ὦκα, / ὄφρ’ ἔτι τὴν ὀλοὴν

### book 328-9a1.4

〈ἀναμετρήσαιμι Χάρυβδιν〉“ (μ 427—8), „ὦρσαν 〈δὲ〉 Νύμφαι

### book 328-9a1.5.1

〈/ αἶγας ὀρεσκῴουσ〉, ἵνα δειπνήσειαν ἑταῖροι“ (ι 154—5). οἰκονομι‐

### book 328-9a1.5.2

κὸν δὲ καὶ τοῦτο, ἵνα καὶ ἀποθνῄσκων μὴ ἀπροσφώνητος εἴη. ἔστι δὲ

### book 328-9a1.5.3

πρόληψις ὁ τρόπος. T

### book 328-9a2.1

ἀσφάραγος ὁ γαργαρεών. | ἴσως δὲ ἐκκλίναντος αὐτοῦ

### book 328-9a2.2

πλαγία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. b(BCE3E4) καὶ

### book 328-9a2.3

τοῦτο δέ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ

### book 328-9a2.4

τύχης ὡς ἐξ αἰτίας λέγειν. b(BE3E4)

### book 329.1

ὄφρα τί μιν προτιείποι 〈ἀμειβόμενος ἐπέεσσιν〉:

### book 329.2

ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσεν μὴ ἀποτεμεῖν τὸν

### book 329.3

ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ φασιν

### book 329.4

ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον

### book 329.5.1

ἀθετεῖται κἀκεῖνο· „εὖθ’ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδόσ“

### book 329.5.2

(ρ 359). A

### book 331-2

ἀτάρ που ἔφησ〈— / σῶς ἔσσεσθαι〉: „ἄφαρ“

### book 331-2.1

ἀντὶ τοῦ εὐθέως, κούφως, ἀφρόνως. | ἴσως ἐπεὶ ἔλεγε „τίς δ’ οἶδ’,

### book 331-2.2

εἴ κ’ Ἀχιλεύς / φθήῃ ἐμῷ ὑπὸ δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι〉;“

### book 331-2.3

(Π 860—1). T

### book 332a.1

σῶς: τινὲς ἐκ τοῦ σόος· ἀλλ’ ἔδει σοῦς. τινὲς δὲ ἀπὸ τοῦ

### book 332a.2

σάος. Ἀλκαῖος δὲ καὶ τὰ δύο οο εἰς ω συναλείφει. „ἐπὶ νηῶν“ (Ε 550.

### book 332a.3

700 al.) δέ τινες ἐπὶ †νέας τε†, καί εἰσιν αὗται ἀντὶ τοῦ ἐπὶ νεῶν. T

### book 332b.1

〈ἐμὲ δ’〉 οὐδὲν 〈ὀπίζεο: οὐδὲν〉 ψιλῶς, ἵνα παρέλκῃ

### book 332b.2

τὸ δεν· δύναται δὲ καὶ δασέως. ἔστι δὲ 〈τὸ ἐμέ〉 ἀντὶ τοῦ ἐμοῦ. T

### book 333.1

μέγ’ ἀμείνων: ἀμείνων σοῦ δηλονότι· οὐ γὰρ φιλῶν

### book 333.2

Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ. b(BCE3)T

### book 334.1

μετόπισθε: ἢ τοπικῶς ὡς τὸ „νῦν δέ σε τῶν †ὄπισθεν†

### book 334.2

γουνάζομαι“ (λ 66). ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα. b(BCE3)T

### book 335-6.1

σὲ μὲν κύνες 〈ἠδ’ οἰωνοί / ἑλκήσους’ ἀϊκῶσ〉:

### book 335-6.2

ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν

### book 335-6.3

γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι (cf. Χ 259). b(BCE3)T

### book 336a1.1

〈ἑλκήσους’ ἀϊκῶς:〉 οἱ περὶ Ἀντίμαχον (fr. 148 W.)

### book 336a1.2

ἐπὶ τὸ γνωριμώτερον „ἑλκήσουσι κακῶσ“. Aim

### book 336a2

{ἄλλως· ἀϊκῶς:} ἀϊκῶς Ἀντίμαχος „κακῶσ“. T

### book 336b

ΑΙΚΩΣ: οἱ μὲν δισυλλάβως αὐτὸ προφέρονται, οἱ δὲ

### book 336b.1

συνεστάλθαι φασίν. περισπᾶται δέ· ἔστι γὰρ T ἐκ τοῦ αἰκέως

### book 336b.2

πεπονθός, b(BCE3E4)T ὃ σημαίνει τὸ αἰκιστικῶς b(BCE3)T

### book 336b.3

καὶ χαλεπῶς, T γίνεται αἰκῶς καὶ ἀϊκῶς. b(BCE3E4)

### book 337.1

ὀλιγοδρανέων: ὀλίγον τοῦ δρᾶν ἔχων. b(BCE3E4)T

### book 337.2

πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος. b(BCE3)T

### book 338.1

λίσσομ’ ὑπὲρ ψυχῆς: κατὰ ψυχῆς, ὡς τὸ „καί μιν ὑπὲρ

### book 338.2

πατρὸς καὶ μητέρος / λίσσεο“ (Ω 466—7). b(BCE3E4)T

### book 342.1

σῶμα δὲ οἴκαδ’ ἐμὸν 〈δόμεναι πάλιν, ὄφρα πυρός

### book 342.2

με〉: ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθά‐

### book 342.3

πτοντο. A

### book 343

λελάχωσι: ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσι. A

### book 344.1

〈τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών:〉 ἐν ἄλλῳ „τὸν δ’ ἀπαμειβό‐

### book 344.2

μενοσ“. Aint

### book 346-8.1

αἲ γάρ πως αὐτόν με 〈μένος—ἀπαλάλ‐

### book 346-8.2

κοι〉: τὸ ἑξῆς, ἀνδρῶν οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπα‐

### book 346-8.3

λάλκοι (348). αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη, /

### book 346-8.4

ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι (346—7). μεταξὺ δὲ ἀν‐

### book 346-8.5.1

εφώνησε τὸ οἷά μ’ ἔοργας (347). b(BCE3E4)T ἔστι δὲ ὡς

### book 346-8.5.2

„ὠμὸν βεβρώθοισ“ (Δ 35) καὶ „ἐσθέμεναι προσφῦσα“ (Ω 213). T

### book 347a

ἀποταμνόμενον: ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνό‐

### book 347a

μενον, εἰ μὴ ἀντὶ τοῦ ἀποσπαράσσοντα κεῖται. b(BCE3)T

### book 347b.1

κρέα ἔδμεναι: κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ

### book 347b.2

καὶ ἐν τῇ συνηθείᾳ. AT ἐκτείνει δὲ Τυραννίων (fr. 47 P. = 52 H.)·

### book 347b.3

ἀλλ’ οὐδέποτε ὁ ποιητὴς κρέαα εἶπεν. T

### book 348a.1

ὣς οὐκ ἔσθ’, ὃς σῆς γε 〈κύνας κεφαλῆς ἀπαλάλ‐

### book 348a.2

κοι〉: βέλτιον πρὸ τούτου στίζειν καὶ τὸ ὥς εἰς τὸ οὕτω μεταλαμβά‐

### book 348a.3

νειν. A

### book 348b.1

οὐκ ἔσθ’, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι:

### book 348b.2

οὐδὲ νεκρὸς ὢν ἕξεις τὸν βοηθήσοντα. T

### book 349a.1

οὐδ’ εἴ κεν δεκάκις τε: ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα

### book 349a.2

ὑποστίζωμεν „ἄγοντεσ“ (Χ 350), „καὶ ἄλλα“ (Χ 350), 〈„Πρίαμοσ“〉

### book 349a.3

(Χ 352), τῆς ἀνταποδόσεως οὔσης „οὐδ’ ὧς σέ γε πότνια μήτηρ“

### book 349a.4

(Χ 352). ἢ τοῖς ἄνω προσαπτέον „ὣς οὐκ ἔσθ’, ὃς σῆς γε κύνας

### book 349a.5.1

〈κεφαλῆς ἀπαλάλκοι〉“ (Χ 348), οὐδ’ εἴ κεν δεκάκις τε καὶ τὰ

### book 349a.5.2

ἑξῆς: ἔσται δὲ ἀπ’ ἄλλης ἀρχῆς „οὐδ’ ὧς σέ γε πότνια μήτηρ“

### book 349a.5.3

(Χ 352). A

### book 349b.1

εἰκοσινήριτ’ ἄποινα: σημειοῦνταί τινες πρὸς τὴν εἰ‐

### book 349b.2

κοσινήριτα λέξιν ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ. A

### book 349c1

εἰκοσινήριτα: ὑφ’ ἓν ἀναγνωστέον ὡς τὸ „ἐεικοσά‐

### book 349c1.1

βοια“ (α 431). παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν λήγων

### book 349c1.2

συντέθειται· τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστιν. καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα

### book 349c1.3

καὶ ἰσούμενα· b(BCE3E4)T „Νέστωρ οἶος ἔριζεν“ (Β 555) 〈καὶ〉

### book 349c1.5.1

„ἐριζέμεν οὐκ ἐθελήσω“ (θ 223) καὶ „μεγήριτα τέκνα θεάων“ (Hsd.

### book 349c1.5.2

th. 240), οἷον θεαῖς ἐρίζοντα. T

### book 349c2.1

{εἰκοσινήριτ’·} ὑφ’ ἓν ἀναγνωστέον ὡς „εἰκοσάβοια“.

### book 349c2.2

ἔσται δὲ πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. †φυλακτέον†

### book 349c2.3

δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη. A

### book 349d.1

ἄλλως· εἰκοσινήριτα: εἰκοσαπλᾶ. εἰκοσάκις ἐξισούμενα

### book 349d.2

τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι

### book 349d.3

τάσσεται. b(BCE3E4)T

### book 350.1

στήσωσι: παραστήσωσιν, ἢ b(BCE3)T ἰσόσταθμά

### book 350.2

σοι κομίσωσιν. b(BCE3E4)T

### book 351a.1

οὐδ’ εἴ κεν ς’ αὐτὸν 〈χρυσῷ ἐρύσασθαι ἀνώγοι〉:

### book 351a.2

οὐκ ἔστι σύνθετον, ἐπεὶ ἁμαρτήσεται. T

### book 351b.1

οὐδ’ εἴ κέν ς’ αὐτὸν 〈χρυσῷ ἐρύσασθαι ἀνώγοι〉:

### book 351b.2

ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπ’ ἀληθείας ἀντίσταθμον

### book 351b.3

χρυσὸν πεποίηκε πρὸς τὸ Ἕκτορος σῶμα ἐν Φρυξίν (T.G.F. p. 84

### book 351b.4

N.2 = fr. 254 a M. = p. 365 R.). A

### book 351c1.1

χρυσῷ ἐρύσασθαι: πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο

### book 351c1.2

δὲ ὑπερβολικῶς εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις (T.

### book 351c1

G. F. p. 84 N.2 = fr. 254 b M.) ἀληθὲς αὐτὸ ἐξεδέξατο. T

### book 351c2.1

〈οὐδ’ εἴ κεν—ἀνώγοι:〉 οὐδὲ ἐάν †σοι† ἰσοστάθ‐

### book 351c2.2

μῳ χρυσῷ ἀναλαβεῖν βουληθῇ. | οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν

### book 351c2.3

ἀντιστῆσαι. τοῦτο δὲ ὑπερβολικῶς εἶπεν. b(BCE3)

### book 354a.1

κατὰ πάντα δάσονται: ὅλον κατέδονται. ἔμφασιν δὲ

### book 354a.2

ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν. b(BCE3)T

### book 354b

〈πάντα:〉 ὅτι ἀντὶ τοῦ ὅλον. Aim

### book 355.1

καταθνῄσκων: δαιμονίως τῶν καιρῶν στοχάζεται· ἔμ‐

### book 355.2

προσθεν μὲν γὰρ „ὀλιγοδρανέων“ (Χ 337) παρ’ αὐτὴν τὴν τρῶσιν,

### book 355.3

νυνὶ δὲ ἤδη ἀποθνῄσκων. b(BCE3E4)T

### book 356a.1

ἦ ς’ εὖ γινώσκων 〈προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελ‐

### book 356a.2

λον〉: τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. AT |

### book 356a.3

ἡ διπλῆ δέ, ὅτι ἀπὸ τῶν ὄσσων ἡ μεταφορά· προβλέπω τῷ νῷ, ἀντὶ

### book 356a.4

τοῦ προέβλεπον· ἤλλακται γὰρ ὁ χρόνος. καὶ πρὸς τὸ οὐδ’ ἄρ’

### book 356a.5

ἔμελλον, ὅτι ἀντὶ τοῦ οὐκ εἰκὸς ἦν με πείσειν. A

### book 356b.1

προτιόσσομαι: προσφθέγγομαι, παρὰ τὴν ὄσσαν. b

### book 356b.2

(BCE3E4)T ἀλλ’ οὐκ οἶδεν ὁ ποιητὴς τὸ „ὄσσα“ (Β 93. ω 413)

### book 356b.3

ἐπὶ θνητῆς φωνῆς. ἔστιν οὖν ἀντὶ τοῦ T προορώμην, b(BCE3E4)

### book 356b

T ὡς „ὀσσόμενος πατέρ’ ἐσθλόν“ (α 115). T

### book 358.1

μή τοί τι θεῶν μήνιμα γένωμαι: μὴ ὁ ἐμὸς θάνατος

### book 358.2

τὸν ἐκ θεῶν †θάνατον† ἐπὶ σὲ ἐρεθίσῃ, b(BCE3E4)T ἐπεὶ καὶ

### book 358.3

αὐτόν σε δεήσει ὑπὸ Τρώων ἑλκυσθῆναι. T

### book 359.1

ἤματι τῷ: τῇ ἑξῆς μετὰ τὰς ταφὰς ἀνῃρέθη, „αὐτίκα γάρ

### book 359.2

τοι ἔπειτα μεθ’ Ἕκτορα πότμοσ“ (Σ 96). T

### book 359-60a1.1

ὅτε κέν σε Πάρισ〈—πύλῃσιν〉: οἱ μὲν ὅτι

### book 359-60a1.2

μαντεύονται περὶ ἀποβίωσιν. †ἀρίστευσε·† παρέχουσι δὲ καὶ Ἀπόλ‐

### book 359-60a1.3

λωνα, ἐπεὶ καὶ αὐτὸς Τέννην ἀνεῖλε τὸν Ἀπόλλωνος. T

### book 359-60a2.1

οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι

### book 359-60a2.2

μαντικαὶ γίνονται· οἱ δὲ ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελθεῖν

### book 359-60a2.3

σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ. b(BCE3E4)

### book 362a.1

ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη 〈Ἄϊδος δὲ βεβήκει〉:

### book 362a.2

σημειοῦνταί τινες ὅτι μόνη κάτεισιν εἰς Ἅ〈ι〉δου ἡ ψυχὴ καὶ οὐ

### book 362a.3

δεῖται τῆς Ἑρμοῦ παραπομπῆς. A

### book 362b

ἐκ ῥεθέων: Αἰολεῖς τὸ πρόσωπον ῥέθος. T

### book 365

τέθναθι: ὑπερβολὴ ὀργῆς τὸ καὶ πρὸς νεκρὸν διαλέγεσθαι.

### book 365

b(BCE3E4)T

### book 365-6.1

κῆρα δ’ ἐγὼ τότε δέξομαι, 〈ὁππότε κεν δή /

### book 365-6.2

Ζεὺς ἐθέλῃ—ἄλλοι〉: καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν.

### book 365-6.3

ὁ δὲ Ἕκτωρ φιλοψυχῶν πρὸς τὸν Πάτροκλόν φησι· „τί νύ μοι μαν‐

### book 365-6.4

τεύεαι αἰπὺν ὄλεθρον;“ (Π 859). b(BCE3E4)T

### book 367.1

καὶ ἐκ νεκροῖο ἐρύσ〈σ〉ατο: ἔστι πάλιν ὡς ἐπὶ γραφῆς

### book 367.2

τὸ πᾶν σκοπῆσαι. T

### book 369.1

περίδραμον: ὡς γὰρ ἐπὶ παράδοξον πρᾶγμα συνθέουσιν.

### book 369.2

b(BCE3E4)T

### book 370.1

οἳ καὶ θηήσαντο 〈φυὴν καὶ εἶδος ἀγητόν〉: καὶ

### book 370.2

ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρημένου. b(BCE3)T

### book 371a1.1

οὐδ’ ἄρα οἵ τις ἀνουτητί 〈γε παρέστη〉: δημώδους

### book 371a1.2

πλήθους τὸ πάθος, αὖξον δὲ τὴν ἀρετὴν τοῦ κειμένου· ὃ εἰδυῖα Ἀν‐

### book 371a1.3

δρομάχη φησί· „χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ“

### book 371a1.4

(Ω 736). δύο δὲ συνέχονται πάθεσιν, ἐκπλήξει δὲ καὶ μίσει. T

### book 371a2.1

δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθε‐

### book 371a2.2

σιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου.

### book 371a2.3

b(BCE3E4)

### book 371b

ἀνουτητί: εἰ μὴ ἔτρωσεν αὐτόν. T

### book 373-4.1

ἦ μάλα δὴ μαλακώτεροσ〈—κηλέῳ〉: σαρ‐

### book 373-4.2

κασμός, ὅταν ἐπαίνων λεγομένων ψόγον ἔχῃ, ὡς τὸ „ἦ μάλ’ ἐλαφρὸς

### book 373-4.3

ἀνήρ“ (Π 745) b(BCE3E4)T καὶ „ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα“

### book 373-4.4

(Ν 381). T

### book 375a.1

ὣς ἄρα τις εἴπεσκε 〈καὶ οὐτήσασκε παραστάσ〉:

### book 375a.2

ὅτι οὐ πάντως πρότερον ἔλεγον, ἀλλ’ ἅμα παίοντες ἐπεφώνουν ὥστ’

### book 375a

εἶναι, ὣς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε. A

### book 375b.1

〈εἴπεσκε〉 καὶ οὐτήσασκε 〈παραστάσ〉: ἅμα λέγον‐

### book 375b.2

τες καὶ ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν

### book 375b.3

λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος. b(BCE3

### book 375b.4

E4)T

### book 378.1

ὦ φίλοι, Ἀργείων ἡγήτορες 〈ἠδὲ μέδοντεσ〉: ὅτι

### book 378.2

Ζηνόδοτος ἀντὶ τούτου πεποίηκεν „Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες

### book 378.3

Παναχαιῶν“ (= Η 327. Ψ 237). οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπὶ

### book 378.4

ταύτης τῆς μάχης, ἀλλ’ ἐπὶ τῆς σκηνῆς, ἔτι τραυματίας ὤν. A

### book 379a.1

ἐπειδὴ τόνδ’ ἄνδρα 〈θεοὶ δαμάσασθαι ἔδωκαν〉:

### book 379a.2

ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδ’ ἄνδρα θεοί. ἔδει δὲ οὕτως·

### book 379a.3

„εἰ δ’ ἄγετ’, ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, / ὄφρα κ’ ἔτι γνῶμεν

### book 379a.4

Τρώων νόον, / ἢ καταλείψουσι〈ν〉 πόλιν ἄκρην τοῦδε πεσόντος, / ἦε

### book 379a.5.1

μένειν μεμάασιν“, / ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδω‐

### book 379a.5.2

καν (Χ 381—4. 379). ὁ δὲ Διονύσιος (fr. 50 Schm. = 13 L.) διστάζει,

### book 379a.5.3

μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παραβάλλει γὰρ τὸ „ἐπειδὴ

### book 379a.5.4

νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο“ (Ψ 2) καὶ „ἐπίτονος βέβλητο“

### book 379a.5.5

(μ 423)· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι

### book 379a.10

σπανίως Ὅμηρος κακομέτρους ποιεῖ. A

### book 379b.1

ἐπειδὴ τόνδ’ ἄνδρα: σημειῶδες ὅτι καὶ ἀκεφάλοις χρῆ‐

### book 379b.2

ται ὁ ποιητής, ὥστε οὐ δεῖ προπερισπᾶν τὸ „φίλε κασίγνητε“ (Φ 308).

### book 379b.3

T

### book 379c.1

ἄλλως: ἐπειδὴ τόνδ’ ἄνδρα: τὴν αἰτίαν τοῦ πράγματος

### book 379c.2

προὔθηκεν· ἔδει γὰρ εἰπεῖν ‘δεῦτε, πειρηθῶμεν, εἰ καταλείψουσι πόλιν

### book 379c.3

ἄκρην, ἐπειδὴ τόνδε ἄνδρα‘ (cf. Χ 381. 383. 379). b(BCE3E4)T

### book 379c.4

ἔστι δὲ ὅμοιον τῷ „πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες 〈Ἀχαι‐

### book 379c.5

οί〉“ (Η 328). T

### book 379d.1

ἄλλως: ἐπειδὴ τόνδ’ ἄνδρα: παιδευτικὸν καὶ τοῦτο

### book 379d.2

πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται.

### book 379d.3

b(BCE3E4)T

### book 380

〈ἔρρεξεν:〉 γράφεται „ἔρδεσκεν“. Aim

### book 381-90.1

εἰ δ’ ἄγετ’ 〈ἀμφὶ πόλιν—ἑταίρου〉: στρα‐

### book 381-90.2

τηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ

### book 381-90.3

τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέ‐

### book 381-90.4

ταιρον προτιθεὶς τοῦ φιλοτίμου. b(BCE3E4)T

### book 385a.1

ἀλλὰ τίη μοι ταῦτα 〈φίλος διελέξατο θυμόσ〉: ἐν‐

### book 385a.2

ταῦθα ἀνακύπτει τὸ δεξιὸν τῆς οἰκονομίας, τὸ πρὸ τῆς Πατρόκλου

### book 385a.3

ταφῆς ἐξιέναι τὸν Ἀχιλλέα. T

### book 385b.1

ἄλλως· ἀλλὰ τίη μοι ταῦτα〈—θυμόσ〉: οἱ περὶ

### book 385b.2

Ἡρόδικόν φασι προφασίζεσθαι αὐτὸν 〈διὰ〉 τὸν περὶ τὰς Σκαιὰς

### book 385b

πόλεμον. T

### book 388.1

〈ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ:〉

### book 388.2

†ὅτι† „ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω“. Aim

### book 390a1.1

αὐτὰρ ἐγὼ καὶ κεῖθι 〈φίλου μεμνήσομ’ ἑταίρου〉:

### book 390a1.2

ἀμέλει καὶ ἐν Ἅιδου συνὼν αὐτῷ ὁρᾶται (cf. λ 467—8). κάλλιστον

### book 390a1.3

οὖν πρὸς φιλεταιρίαν. T

### book 390a2.1

κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώ‐

### book 390a2.2

σκειν ἁρμόδια. b(BCE3E4)

### book 391a.1

νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα: πῶς τὸν πολέμιον

### book 391a.2

Ἀπόλλωνα ᾄδει; ἢ ὡς Τρῶες Ἀθηνᾶν (cf. Ζ 297—311), εὐμενίζονται

### book 391a.3

τὸν θεόν. b(BCE3E4)T ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως

### book 391a.4

δὲ εἰς αὐτὸν ὁ ὕμνος· b(BE3E4)T μετὰ δὲ τὴν νίκην τοῦ δρά‐

### book 391a.5

κοντος αὐτὸν ἐξεῦρεν. T

### book 391b.1

παιήονα: ὅτι οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως

### book 391b.2

ἡ πάλαι μουσική, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία· b(BCE3E4)T

### book 391b.3

ἥτις καὶ μέχρι τῶν Πυθαγορ〈ε〉ίων ἐθαυμάζετο, καλουμένη κάθαρσις.

### book 391b

περὶ δὲ τὴν ἐαρινὴν εἰς ταὐτὸν συνιόντες ἤκουον ἑνός, ὃς μέσος καθ‐

### book 391b.5.1

ήμενος ᾖδε λύριον ἔχων ταῖς ἠρεμαίαις ἁρμονίαις. Ἀχιλλεὺς (cf. Ι 189)

### book 391b.5.2

δὲ μόνος καὶ Πάρις (cf. Γ 54) οἶδε παρ’ Ὁμήρῳ, ὁ μὲν ὑπὸ Χείρωνος

### book 391b.5.3

τοῦ καὶ Ὀρφέα παιδεύσαντος, ὁ δὲ ἐν Ἴδῃ τραφείς, οὗ διέτριψαν οἱ

### book 391b.5.4

Ἰδαῖοι Δάκτυλοι, μουσικώτατοι γεγονότες καὶ πολλὰ εἰς τήνδε τὴν

### book 391b.5.5

τέχνην 〈συμβαλόμενοι〉: ὧν ἕνα Κρινόεντά φασιν, ὃς πρῶτος Μούσαις

### book 391b.10.1

ἔθυσεν· οὗ ἀπόγονος Τέρπανδρος ὁ Ἀντισσαῖος. ἐπὶ δὲ τοῦ „ὅς τ’

### book 391b.10.2

ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι 〈/ καί θ’ ἁπαλὸν γελάσαι〉“

### book 391b.10.3

(ξ 464—5) οὐκ ἀποδοκιμάζων τὸ ᾄδειν φησίν, ἀλλὰ {διὰ} τὸ „μάλα“

### book 391b.10.4

(ξ 464) τό τε „ἁπαλὸν γελάσαι“ (ξ 465), ὅ ἐστι καγχάσαι. ἡ δὲ

### book 391b.10.5

ἁπαλὴ ὄρχησις, μόθων καὶ βαυκισμὸς καὶ ποδισμός, ἅπαντα τοῖς

### book 391b.15

μαλακοῖς δέδοται. T

### book 391c.1

ἄλλως: παιήονα: τὸν ἐπὶ καταπαύσει κακῶν ᾀδόμενον

### book 391c.2

ἢ ἐπὶ τῷ μὴ γενέσθαι. T

### book 393-4a.1

ἠράμεθα μέγα κῦδοσ〈—εὐχετόωντο〉: ἀθε‐

### book 393-4a.2

τοῦνται στίχοι δύο, ὅτι παρὰ τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς

### book 393-4a.3

γὰρ ἦν ὁ λέγων· „ὄφρα καὶ Ἕκτωρ / εἴσεται, ἤ ῥα καὶ οἶος ἐπίστηται

### book 393-4a

πολεμίζειν / ἡμέτερος θεράπων“ (Π 242—4). A

### book 393-4b.1

ἠράμεθα〈—εὐχετόωντο〉: Ἑλληνικῶς κοινοποι‐

### book 393-4b.2

εῖ τὴν νίκην, καὶ ἀναζωπυρῶν τὸ συμμαχικὸν οἴχεταί φησι Τρωσὶ τὰ

### book 393-4b.3

πράγματα μετὰ τελευτὴν Ἕκτορος. b(BCE3E4)T

### book 395a1

〈ἀεικέα:〉 †αἰκιστά. Til

### book 395a2.1

χαλεπὰ καὶ αἰκιστικά, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ

### book 395a2.2

εἰργάζετο. b(BCE3)

### book 396-7.1

〈ἀμφοτέρων〉 μετόπισθε ποδῶν 〈τέτρηνε τένον‐

### book 396-7.2

τε / ἐς σφυρὸν ἐκ πτέρνησ〉: ἐκ τοῦ ὑποκάτωθεν μέρους τοῦ κατὰ

### book 396-7.3

τὴν πτέρναν ἕως ἐπὶ τὸ σφυρὸν ὥστε ὅλην λύσασθαι τὴν ἀγκύλην.

### book 396-7.4

b(BCE3)T Λεπτίνης δὲ κακῶς φησιν ‘ἐκ πτέρνης (cf. 397) τοῦ

### book 396-7.5

ἅρματοσ‘. T

### book 396.1

ἀμφοτέρων μετόπισθε ποδῶν 〈τέτρηνε τένοντε〉:

### book 396.2

ὅτι νῦν τένοντας εἶπε τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς

### book 396.3

κνήμης. A

### book 398.1

ἐκ δίφροιο δ’ ἔδησε: διὰ τί Ἀχιλλεὺς θανόντα σύρει

### book 398.2

—ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι. A

### book 402a

〈πίλναντο:〉 ἔν τισι „πίμπλαντο“. Aim

### book 402b1

πίτναντο: ἐξεπετάννυντο διὰ τοῦ τ. τινὲς δὲ „πίλναν‐

### book 402b1

το“. T

### book 402b2

ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο. b(BCE3)

### book 403-4.1

τότε δὲ Ζεὺς 〈δυσμενέεσσι / δῶκεν ἀεικίσσασθαι〉:

### book 403-4.2

πῶς ὁ καὶ παρὰ τὴν εἱμαρμένην θέλων σῴζειν οὐκ ἤμυνεν; ἢ ὅτι παρ‐

### book 403-4.3

είπετο τῷ θανάτῳ ἡ αἰκία· ἐάσας οὖν ἀποθανεῖν καὶ αἰκισθῆναι εἴασεν.

### book 403-4.4

ἢ τὸ δῶκεν (404) ἀντὶ τοῦ ‘οὐκ ἤμυνεν‘. T

### book 403

〈δυσμενέεσσι:〉 ἐν ἄλλῳ „τερπικέραυνοσ“. Aint

### book 405-7.1

ἡ δέ νυ μήτηρ〈—παῖδ’ ἐσιδοῦσα〉: οὐ λει‐

### book 405-7.2

ποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώ‐

### book 405-7.3

κεσθαι αὐτόν (cf. Χ 82—9). τῇ δὲ Ἀνδρομάχῃ ἄθρουν προσέπεσε τὸ

### book 405-7.4

πάθος (cf. Χ 466—74). b(BCE3E4)T

### book 406.1

〈τίλλε κόμην,〉 ἀπὸ δὲ λιπαρὴν 〈ἔρριψε καλύ‐

### book 406.2

πτρην〉: ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν. T

### book 408.1

ᾤμωξεν 〈...〉 πατήρ: ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, b(BCE3

### book 408.2

E4) ἐπὶ δὲ τῆς θηλείας „κώκυσεν“ (Χ 407)· ἡ μὲν γὰρ ἄναρθρος,

### book 408.3

†ἡ† δὲ μετὰ λόγου. καὶ ἑξῆς (sc. Χ 409) „κωκυτῷ τ’ εἴχοντο“ γυναι‐

### book 408.4

κείῳ „καὶ οἰμωγῇ“ ἀνδρῶν. b(BCE3E4)T

### book 410a.1

ὡσεὶ ἅπασα: τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες

### book 410a.2

ἀποδιδόασιν ‘ὡς αὐτὴ ἅπασα‘. οὐκ οἶδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ἵ οὔτε

### book 410a.3

τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (κ 420—1)· „σοὶ μὲν

### book 410a.4

νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, / ὡς εἴ τ’ εἰς Ἰθάκην ἀφικοί‐

### book 410a.5

μεθα“. A

### book 410b.1

ὡσεὶ ἅπασα: τινὲς τὸ ὡσεὶ διὰ τοῦ ι γράφουσι καὶ

### book 410b.2

δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ ‘ὡς

### book 410b.3

αὐτή‘. ἀλλ’ οὐ χρῆται αὐτῇ ὁ ποιητής. Σοφοκλῆς Οἰνομάῳ (fr. 430

### book 410b.4

N.2 = 471 P. = R.)· „ἡ μὲν ὡς ἳ θάσσονα / ἡ δὲ ὡς ἳ τέξοι παῖδα“. ἔστιν

### book 410b.5

οὖν δίφθογγος. T

### book 410c.1

ἄλλως· ὡσεὶ ἅπασα: καὶ Θουκυδίδης (7,75,5)· „οὐδὲν

### book 410c.2

γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν“. T

### book 411a

〈Ἴλιος ὀφρυόεσσα:〉 ὅτι θηλυκῶς ἡ Ἴλιος. Aim

### book 411b

ὀφρυόεσσα: ἐπὶ ὀφρυώδους τόπου κειμένη. T

### book 411c

〈σμύχοιτο:〉 οὕτως Ἀρίσταρχος σμύχοιτο. Aint

### book 411d.1

〈σμύχοιτο:〉 σμύχεσθαι τὸ ἐκ τοῦ κατ’ ὀλίγον αὔξεσθαι

### book 411d.2

τὸ πῦρ μὴ τρεπόμενον εἰς φλόγα. b(BCE3E4)

### book 411d.1

σμύχοιτο: καταφλέγοιτο. ὁ δὲ λόγος· τοιοῦτος δέ φησι

### book 411d.2

θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγο‐

### book 411d.5

μένης. A

### book 414.1

κατὰ κόπρον: κόπρον τὰ κόπρια. ἔστι δὲ καὶ ἐπίγραμμα,

### book 414.2

ὃ εἰς Ἐπίχαρμον (fr. 296 K.) ἀναφέρεται· „εἰμὶ νεκρός, νεκρὸς δὲ

### book 414.3

κόπρος, γῆ δ’ ἡ κόπρος ἐστίν· / εἰ †δὲ† γῆ νεκρός b(BCE3E4)T

### book 414

ἐστ’, οὐ νεκρὸς ἀλλὰ θεός.“ T

### book 415

ἐξονομακλήδην: οὐ κοινῶς, ἀλλ’ ἰδίως. T

### book 416a.1

καί μ’ οἶον ἐάσατε: ὀνειδιστικῶς· T εἰ καὶ ὑμεῖς

### book 416a.2

οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε. b(BCE3E4)T

### book 416b1.1

κηδόμενοί περ: οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου,

### book 416b1.2

καίπερ ὀδυνώμενοι καὶ αὐτοί. A

### book 416b2

Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ. Aim

### book 416c.1

κηδόμενοί περ: Ἀρίσταρχος κηδόμενοι. | ὁ δὲ πέρ

### book 416c.2

πλεονάζει. T

### book 418a.1

λίσσωμ’ 〈ἀνέρα τοῦτον〉: λείπει ὁ ἵνα, ‘ἵνα λίσσωμαι‘.

### book 418a.2

T

### book 418b.1

ἀτάσθαλον 〈ὀβριμοεργόν〉: λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ

### book 418b.2

στασιάζει ἐπ’ αὐτῷ τῷ πάθει. b(BCE3E4)T

### book 419-20.1

ἤν πως ἡλικίην 〈αἰδέσσεται ἠδ’ ἐλεήσῃ / γῆ‐

### book 419-20.2

ρασ〉: προμελετᾷ τὴν ἱκετηρίαν (cf. Ω 486—506). b(BCE3E4)T

### book 420.1

καὶ δέ νυ τῷ γε πατήρ: τοῦτο πρῶτον ἱκετεύων προ‐

### book 420.2

βάλλεται· „μνῆσαι πατρὸς σεῖο“ (Ω 486). b(BCE3E4)T

### book 423

τηλεθάοντα〈σ〉: ἀντὶ τοῦ θάλλοντα〈σ〉· οὐ γὰρ ἔγκειται

### book 423

τὸ τῆλε. T

### book 425

κατοίσεται: κατοίσει. T

### book 428a.1

〈μήτηρ θ’, ἥ μιν ἔτικτε〉 δυσάμμορος 〈ἠδ’ ἐγὼ

### book 428a.2

αὐτόσ〉: τὸ δυσάμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι·

### book 428a.3

βέλτιον δὲ ἴσως τοῖς ἑξῆς. A

### book 428b.1

δυσάμμορος: δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ

### book 428b.2

δυς καὶ α ταὐτὸν δηλοῦσιν. b(BCE3E4)T

### book 429a

〈πολῖται:〉 γράφεται „γέροντεσ“. Aint

### book 429b.1

στενάχοντο πολῖται: „στενάχοντο γέροντεσ“. ἄμεινον

### book 429b.2

δέ· ἁρμόζοντα γὰρ πατράσιν εἴρηκεν. T

### book 430a.1

ἀδινοῦ: οἰκτροῦ κατὰ Αἰτωλούς· b(BCE3)T Ἀρί‐

### book 430a.2

σταρχος ἀθρόου. T

### book 430b

〈ἀδινοῦ:〉 πυκνοῦ καὶ συνεχοῦς. b(BCE3E4)

### book 431a.1

τέκνον, ἐγὼ δειλὴ 〈τί νυ βείομαι αἰνὰ παθοῦσα〉:

### book 431a.2

στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετὰ τὸ δειλή. βέλτιον δέ ἐστι συν‐

### book 431a.3

άπτειν μετὰ τὸ τέκνον πάντα, ἵν’ ᾖ τὸ ἑξῆς ‘τί νυ βείομαι ἐγὼ

### book 431a.4

δειλὴ αἰνὰ παθοῦσα;‘. A

### book 431b

τέκνον: ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει. b(BCE3E4)T

### book 431c1.1

τί νυ βείομαι: οὕτως Ἀρίσταρχος, ‘πῶς ζήσομαι;‘

### book 431c1.2

τὸ δὲ „αἰνὰ τεκοῦσα“ ὡς τὸ „δυσαριστοτόκεια“ (Σ 54). τινὲς δὲ

### book 431c1

παθοῦσα. T

### book 431c2

Ἀρίσταρχος διὰ τοῦ η „βήομαι“, βιώσομαι. Aim

### book 431c3.1

τὸ δὲ βείομαι Ἀρίσταρχος διὰ τοῦ †ι† γράφει, ἵν’ ᾖ

### book 431c3.2

‘πῶς βιώσομαι καὶ ζήσομαι σοῦ θανόντος;‘. τὸ δὲ αἰνὰ παθοῦσα

### book 431c3.3

„τεκοῦσα“ γράφει, ἵν’ ᾖ ὅμοιον τῷ „δυσαριστοτόκεια“. (Σ 54) τινὲς δὲ

### book 431c3.4

ἀντὶ τοῦ ‘πῶς ἀποβήσομαι, πῶς φροντισθήσομαι;‘, ὡς τὸ „οὔτι

### book 431c3.5

†βέομαι διός†“ (Ο 194) ἤτοι οὐ φροντίζω. b(BCE3E4)

### book 431c3.1

{τέκνον ἐγὼ δειλὴ} τί νυ βείομαι: ἀντὶ τοῦ ἐς τί ἔτι βιώσω,

### book 431c3.2

ὅ ἐστι ζήσω. | πῶς Ἑκάβη μὲν οὐ πίπτει—Ἀνδρομάχῃ δὲ

### book 431c3.3

ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν. A

### book 432-5.1

ὅ μοι νύκτας τε καὶ ἦμαρ / —θεὸν ὣς δει‐

### book 432-5.2

δέχατο: καθ’ ἑκάστην οὖν ἡμέραν ὡς θεῷ σωτῆρί σοι ηὔχοντο.

### book 432-5.3

καὶ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ νεκρὸς εὐτυχής. A b (BCE3E4)T

### book 433.1

εὐχωλὴ 〈... ὄνειαρ〉: ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφε‐

### book 433.2

λος. A b (BCE3E4)T

### book 437a.1

ἄλοχος δ’ οὔ πώ 〈τι πέπυστο〉: ἅμα πάντα γέγο‐

### book 437a.2

νεν· ἀμέλει καὶ ἐξελθοῦσα ἀκμὴν εὑρίσκει αὐτὸν ὑπὸ τῶν ταχέων ἵπ‐

### book 437a.3

πων ἑλκόμενον (cf. Χ 462—5). ἀλλ’ ἀδύνατον πάντα ὑφ’ ἓν διηγήσα‐

### book 437a

σθαι. T

### book 437b.1

οὔ πώ τι πέπυστο: ἢ τὰ αὐτὰ γὰρ ἂν εἶπε τοῖς

### book 437b.2

γονεῦσι καὶ περισσὴ ἐφαίνετο, ἢ ἐλεεινότερον †εἰποῦσα καὶ ἐλύετο†

### book 437b.3

ἡ ὑπόθεσις. T

### book 440a.1

ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε 〈μυχῷ δόμου ὑψηλοῖο〉:

### book 440a.2

ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχη ἐν τοσούτῳ θορύβῳ κατ’ οἶκον ἀτρεμοῦ‐

### book 440a.3

σα, καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα. ἔοικεν οὖν, φησὶν

### book 440a.4

ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης

### book 440a.5.1

προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορα κοινολογίαν (sc. Ζ 394—502)

### book 440a.5.2

ἀπεσχῆσθαι νῦν τοῦ προσώπου. A

### book 440b.1

ἱστὸν ὕφαινε 〈μυχῷ δόμου〉: οἰκείως ἔχει ὁ μυχὸς

### book 440b.2

πρὸς τὸ μὴ ῥᾳδίως αἰσθέσθαι. b(BCE3E4)T

### book 441a.1

δίπλακα: διπλοΐδα, ἣν οἷόν τε διπλῆν περιβάλλεσθαι.

### book 441a.2

b(BCE3)T | 〈πορφυρέην·〉 γράφεται καὶ „μαρμαρέην“. T

### book 441b.1

θρόνα: τὰ βαπτὰ ἔρια, A b (BCE3E4)T κατὰ μετ‐

### book 441b.2

ουσίαν, ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα. AT

### book 441c

〈θρόνα ποικίλα:〉 ἄνθη ποικίλα, ἐξ ὧν βάπτουσι. Ail

### book 441d1

〈ἐν ... ἔπασσε:〉 ἡ {δὲ} ἔν πρὸς τὸ ἔπασσε. δηλοῖ

### book 441d1

δὲ κατὰ Κυπρίους τὸ ποικίλλειν, ἀφ’ οὗ καὶ παστός. b(BCE3)

### book 441d2.1

ἔπασσε: πάσσειν Κύπριοι τὸ ποικίλλειν, ἀφ’ οὗ καὶ

### book 441d2.2

ὁ παστός. A T

### book 442-5.1

κέκλετο δ’ ἀμφιπόλοισιν—νηπίη, οὐδ’

### book 442-5.2

ἐνόησεν: αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τι τῶν

### book 442-5.3

συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ

### book 442-5.4

ὁρῶσα τὸν Ἕκτορα· διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς συμπαθῶς τὸ

### book 442-5.5.1

νηπίη, οὐδ’ ἐνόησεν (445), ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς. A

### book 442-5.5.2

b(BCE3E4)T

### book 445a

〈νηπίη, οὐδ’ ἐνόησεν:〉 καθ’ ἑαυτὸ τὸ νηπίη. Aint

### book 445b.1

τῆλε λοετρῶν: εἰώθαμεν λέγειν ὅτι οὐκ ἐν τούτῳ ὁ

### book 445b.2

παρών ἐστι καιρός. T

### book 447-8.1

κωκυτοῦ δ’ ἤκουσε—κερκίς: τὸ γὰρ προακου‐

### book 447-8.2

όμενον πάθος ἐκλύεται, τὸ δὲ παράδοξον ἀνιᾷ. T

### book 447.1

κωκυτοῦ δ’ ἤκουσεν: ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐζήτηται

### book 447.2

δέ, πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν.

### book 447.3

φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (sc. 490—3)

### book 447.4

σωφρονεῖν αὐτὴν ἀναγκάζει. A

### book 448a.1

τῆς δ’ ἐλελίχθη γυῖα 〈χαμαὶ δέ οἱ ἔκπεσε κερκίσ〉:

### book 448a.2

ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρή, ποδαπὴ ἔσται ἐπιγνοῦσα

### book 448a.3

τὴν συμφοράν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ κατείληπται μὲν

### book 448a.4

τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ τῆς δ’ ἐλελίχθη γυῖα, ἀκρατὴς δὲ

### book 448a.5.1

γέγονε τῶν ἐν χερσίν· b(BCE3E4)T οὐ γὰρ ἐκβάλλει τὴν κερκίδα

### book 448a.5.2

ὡς ἐγνωκυῖα τὸ κακόν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν ἐκπίπτει

### book 448a

τῶν χειρῶν. b(BE3E4)T

### book 448b

ἐλελίχθη: τρόμῳ περιεσείσθη. T

### book 448c

κερκίς: παρὰ τὸ κρέκειν· ἐπῇδον γὰρ αὐταῖς. T

### book 450

ὅτιν’ ἔργα: ἄμεινον „ἅτι〈ν’〉“ ἀντὶ τοῦ ἅτινα. T

### book 451.1

〈αἰδοίησ〉 ἑκυρῆς 〈ὀπὸς ἔκλυον〉: δι’ ἔθους μὲν γὰρ

### book 451.2

οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης ἐξένισεν αὐτήν. b(BCE3E4)T

### book 452.1

πάλλεται ἦτορ 〈ἀνὰ στόμα〉: ἐμφαντικῶς δηλοῖ τὴν

### book 452.2

ψυχὴν ἐκπηδῆσαι βιαζομένην. b(BCE3E4)T

### book 452-3.1

〈νέρθε δὲ〉 γοῦνα / πήγνυται: Καλλίμαχος (h.

### book 452-3.2

5, 83—4)· „ἐκόλλησαν γὰρ ἀνίαι / γούνατα“. b(BE3E4)T

### book 455.1

θρασὺν Ἕκτορα: οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ

### book 455.2

γοῦν „φθίσει σε τὸ σὸν μένοσ“ (Ζ 407). b(BCE3)T

### book 456-7.1

〈μοῦνον ἀποτμήξας—ἀλεγεινῆς:〉 ὅτι εἴωθεν

### book 456-7.2

ὁ ποιητὴς τὸ ἓν ἐν δύο περικοπαῖς φράζειν. T

### book 457

{ἀγηνορίης} ἀλεγεινῆς: τῆς ἐμοὶ λυπηρᾶς. T

### book 459a.1

προθέεσκεν: ἐβόα γοῦν „δεῦρ’ ἴτω ἐκ πάντων πρόμος

### book 459a.2

ἔμμεναι“ (Η 75). T

### book 459b.1

τὸ ὃν μένος οὐδενὶ εἴκων: οὐδενὶ παραχωρῶν τὴν

### book 459b.2

ἑαυτοῦ ψυχικὴν δύναμιν. b(BCE3)T

### book 460

μαινάδι ἴση: μαινομένῃ ἐοικυῖα. T

### book 463.1

ἔστη παπτήνας’ ἐπὶ τείχεϊ: εὖ τὸ μὴ πυθέσθαι παρ’

### book 463.2

ἑτέρων· ἀλλὰ ψυχῆς ταρασσομένης ἔργον τὸ αὐτόπτην ἐθέλειν γενέ‐

### book 463.3

σθαι. b(BCE3)T

### book 464-5.1

〈ταχέες δέ μιν ἵπποι / ἕλκον〉 ἀκηδέστως: ἀπὸ

### book 464-5.2

τῆς Ἀχιλλέως διαθέσεως ἀκηδέστως (465) b(BCE3)T φησὶ

### book 464-5.3

καὶ τοὺς ἵππους ἕλκειν. b(BCE3) οἶκτον δὲ ἔχει καὶ τὸ ἐν ὄψει

### book 464-5.4

τῶν φιλτάτων ἕλκεσθαι, οὐδενὸς ἀμύνειν δυναμένου. b(BCE3)T

### book 466.1

τὴν δὲ κατ’ ὀφθαλμῶν 〈ἐρεβεννὴ νὺξ ἐκάλυψεν〉:

### book 466.2

τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατ’ ὀλίγον θέα, τὴν δὲ ἡ αἰφνίδιος ὄψις

### book 466.3

ἐπάταξεν. b(BCE3)T

### book 467.1

ἀπὸ δὲ ψυχὴν ἐκάπυσ〈σ〉εν: ὑπερβολικῶς ἐξέπνευσεν.

### book 467.2

b(BCE3)T

### book 468a.1

τῆλε δ’ ἀπὸ κρατὸς 〈χέε δέσματα σιγαλόεντα〉:

### book 468a.2

ὅτι βελτίων ἂν ἦν ἡ διάθεσις, εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπὶ τῆς κεφαλῆς

### book 468a.3

ἀπέβαλεν, ἀλλ’ ὕστερον, ὅτε ἀναπινύσκεταί τε καὶ ἑαυτὴν ἀναλαμ‐

### book 468a.4

βάνει, ἵν’ ᾖ οὕτως· „ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, /

### book 468a.5.1

ἀμβλήδην γοόωσα 〈μετὰ Τρωῇσιν ἔειπεν /〉· τῆλε δ’ ἀπὸ κρατὸς

### book 468a.5.2

χέε δέσματα〈—μυρία ἕδνα〉“ (Χ 475—6. 468—72). A

### book 468b.1

τῆλε δ’ ἀπὸ κρατὸς 〈χέε δέσματα〉: καὶ πῶς ἀπο‐

### book 468b.2

ψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς

### book 468b.3

ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· b(BCE3E4)T „αὐτὰρ

### book 468b.4

ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃσ“ (α 293) ἀντὶ τοῦ ἔρξας

### book 468b.5.1

τελευτήσῃς· b(BCE3E4) „ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆασ“

### book 468b.5.2

(Φ 537), ἀπώσαντες ἄνεσαν· „τιμήσῃ, ὀλέσῃ δὲ πολέασ“ (Β 4) ἀντὶ

### book 468b.5.3

τοῦ ὀλέσας τιμήσῃ· „φθέγγεο 〈...〉 καὶ ἐγρήγορθαι ἄνωχθι“ (Κ 67)

### book 468b.5.4

ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως „ἐκάπυσσε“ (Χ 467), /

### book 468b.5.5

τῆλε δ’ ἔχεεν ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ „θρέψα‐

### book 468b.10

σα τεκοῦσά τε“ (μ 134). b(BCE3E4)

### book 468c1.1

〈χέε:〉 Ἀρίσταρχος „βάλε {δέσματα}“, αἱ δὲ κοιναὶ χέε.

### book 468c1.2

Aim

### book 468c2

{χέε:} οὕτως ἡ κοινή. Ἀρίσταρχος δὲ „βάλε“. T

### book 468-72.1

δέσματα σιγαλόεντα〈—ἐπεὶ πόρε μυρία

### book 468-72.2

ἕδνα〉: εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας, ὅπως τῇ μεταβολῇ

### book 468-72.3

αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι σκοπεῖν περὶ τὸ πτῶμα

### book 468-72.4

τῆς γυναικός, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν κεφαλὴν αὐτῆς (sc. 468—72)

### book 468-72.5.1

καὶ περιέστησε τὰς συγγενεῖς (sc. Χ 473—4). b(BCE3E4)T ὅρα

### book 468-72.5.2

δὲ καὶ ἐν τοῖς λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ· ἐπὶ μὲν

### book 468-72.5.3

γὰρ τῆς Ἑκάβης διὰ συντόμων εἶπεν „ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύ‐

### book 468-72.5.4

πτρην“ (Χ 406)—ἑνὸς γὰρ ἔδει καλύμματος τῇ πρεσβύτιδι—, ἐπὶ

### book 468-72.5.5

δὲ ταύτης ὡς ἂν νέας καὶ γυναικὸς τοῦ μάλιστα εὐδοκιμοῦντος ἐπ‐

### book 468-72.10

εξεργασίᾳ κέχρηται. b(BE3E4)T

### book 469-70.1

〈ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέ‐

### book 469-70.2

σμην / κρήδεμνόν τε:〉 ἄμπυξ (cf. 469) ἀρσενικῶς τὸ διάδημα τὸ

### book 469-70.3

πρὸς ἀνάδεσιν τῶν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον

### book 469-70.4

παρῆγον· καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖν· καὶ

### book 469-70.5.1

„χρυσάμπυκες ἵπποι“ (cf. Ε 358. 363 al.) διὰ τὸ δεῖσθαι στροφίῳ τὰς

### book 469-70.5.2

κορυφαίας τῶν τριχῶν A b (BCE3E4) παρὰ τὸ ἀμπέχειν. A

### book 469-70.5.3

ἀναδέσμη (cf. 469) δὲ σειρά, ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀνα‐

### book 469-70.5.4

δοῦνται· A b (BE3E4)T καλεῖται δὲ ὑπ’ ἐνίων †καλαυδεύκη†.

### book 469-70.5.5

AT κρήδεμνον (470) δὲ τὸ μαφόριον, „σχομένη λιπαρὰ κρή‐

### book 469-70.10

δεμνα“ (α 334. π 416 al.). A b (BE3E4)T

### book 469a

κεκρύφαλον: κεκρύφαλος ὁ κροκύφαντος. T

### book 469b.1

〈κεκρύφαλον:〉 παρὰ τοῖς νεωτέροις ἐκτείνεται τὸ υ

### book 469b.2

τοῦ κεκρύφαλος. Aint

### book 470.1

κρήδεμνόν θ’, 〈ὅ ῥά οἱ〉: ἐκ πλήρους ὁ τέ σύνδεσμος

### book 470.2

„κρήδεμνόν τε“. οὕτως ἅπασαι. A

### book 473a.1

{ἀμφιδέ μιν} γαλόῳ {τε}: πρὸ τέλους ἡ ὀξεῖα· αἱ γὰρ

### book 473a.2

εἰς ῳ λήγουσαι δοτικαὶ βαρύτονοι, συνεμπίπτουσαι πληθυντικαῖς

### book 473a.3

εὐθείαις, συνεμπίπτουσι {δὲ} καὶ κατὰ τὸν τόνον· τῷ λιπόνεῳ, οἱ

### book 473a.4

λιπόνεῳ. A

### book 473b.1

γαλόῳ: πρὸ μιᾶς ὁ τόνος· οὐδέποτε γὰρ παρὰ τῷ ποιη‐

### book 473b.2

τῇ συμφώνου προηγουμένου τοῦ ω τρίτη ἀπὸ τέλους εὑρέθη ἡ ὀξεῖα.

### book 473b.3

τοῦτο δέ φημι πρὸς τὸ παρ’ Ἀττικοῖς φιλόγελως καὶ δύσερως. T

### book 473c1.1

γαλόῳ 〈τε καὶ εἰνάτερες: γαλόῳ〉 οὕτω τῇ γυναικὶ αἱ

### book 473c1.2

τοῦ ἀνδρὸς ἀδελφαί. εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλή‐

### book 473c1.3

λας. AT

### book 473c2.1

〈γαλόῳ:〉 μετὰ τοῦ ι γραπτέον· ἔστι γὰρ πληθυντικὴ

### book 473c2.2

εὐθεῖα Ἀττική, ὡς οἱ Μενέλεῳ. b(BCE3E4) | σημαίνει δὲ τὰς τοῦ

### book 473c2.3

ἀνδρὸς ἀδελφάς. εἰνάτερες δὲ αἱ γυναῖκες τῶν τοῦ ἀνδρὸς ἀδελφῶν.

### book 473c2.4

b(BCE3)

### book 473d.1

εἰνάτερες: ὡς Δημήτερες. οὕτως πάντες, καὶ τὰ τῆς

### book 473d.2

ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα, ὡς ἐδείχθη. A

### book 473e

〈ἅλις ἔσταν:〉 γράφεται „ἅλις ἦσαν“. Aint

### book 474a.1

αἵ ἑ μετὰ σφίσιν 〈εἶχον〉: ὀρθοτονητέον τὴν σφίσιν·

### book 474a.2

εἰς γὰρ σύνθετον ἡ μετάληψις. AT ἔφαμεν (sc. ad Α 368b. Δ

### book 474a.3

2 c) δὲ ὡς οὐκ ἀντιστρέφει τὰ τοῦ λόγου. A

### book 474b.1

ἀτυζομένην: ταρασσομένην, ἄτῃ συνεχομένην. ἢ ἑαυτὴν

### book 474b.2

ἀπορρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γάρ· „ἐμοὶ δέ κε κέρδιον

### book 474b.3

εἴη / σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι“ (Ζ 410—1). ἔστι δὲ ἰδεῖν

### book 474b.4

οἰκτροτάτην ὄψιν, ἐκεῖθεν μὲν Πρίαμον κατεχόμενον, ἐξελθεῖν θέλοντα

### book 474b.5.1

ἐπὶ Ἀχιλλέα b(BE3E4)T καὶ θανατῶντα τὸν γέροντα (cf.

### book 474b.5.2

Χ 412—29), T ἐντεῦθεν δὲ τὴν Ἀνδρομάχην ὑπὸ τῶν γυναικῶν

### book 474b.5.3

διειλημμένην b(BE3E4)T πρὸς τὸ μὴ ῥιφῆναι τοῦ τείχους.

### book 474b.5.4

b(BE3E4)

### book 475a.1

{ἡ δ’ ἐπεὶ οὖν} ἄμπνυτο: διὰ τοῦ ε Ἀρίσταρχος „ἔμπνυ‐

### book 475a.2

το“, ἔμπνους ἐγένετο. καὶ ἐπὶ τοῦ Σαρπηδόνος „αὖτις δ’ ἐμπνύνθη“

### book 475a.3

(Ε 697). A

### book 475b.1

ἄμπνυτο: Ἀρίσταρχος „ἔμπνυτο“ διὰ τοῦ ε, ἀντὶ τοῦ

### book 475b.2

ἔμπνους ἐγένετο, | ἐν ἑαυτῇ τὸ πνεῦμα συνῆξεν. b(BCE3E4)T

### book 475c.1

θυμὸς ἀγέρθη: ἠθροίσθη ἡ ψυχή, ἐσκορπισμένη b(BC

### book 475c.2

E3E4)T οὖσα τὸ πρίν. b(BCE3E4)

### book 476

ἀμβλήδην: ἀντὶ τοῦ οὐκ ἀπὸ τῶν παρεστώτων, ἀλλ’ ἐκ

### book 476

προοιμίων. b(BCE3E4)T

### book 477a.1

Ἕκτορ, ἐγὼ δύστηνος: στικτέον μετὰ τὸ Ἕκτορ καὶ

### book 477a.2

μετὰ τὸ δύστηνος. A b (BCE3E4)T

### book 477b.1

Ἕκτορ, 〈ἐγὼ δύστηνοσ〉: ἠθικὸς ὁ λόγος καὶ ἁρμό‐

### book 477b.2

διος γυναικί. b(BCE3E4)T

### book 477c1.1

ἐγὼ δύστηνος: ὁ γὰρ ἀποθανὼν πάντων κακῶν ἀπ‐

### book 477c1.2

ήλλακται. T

### book 477c2.1

λέγει δὲ ἑαυτὴν δύστηνον διὰ τὸ μὴ συναποθανεῖν· ὁ γὰρ

### book 477c2.2

ἀποθανὼν πάντων ἀπήλλακται τῶν δεινῶν. b(BCE3E4)

### book 478

κατὰ δῶμα: αἱ κοινότεραι „ἐνὶ οἴκῳ“. AimT

### book 480a1.1

〈ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν:〉 ὅτι ἀντὶ τοῦ τυτθήν.

### book 480a1.2

καὶ ὅτι τὸ ὅ ἀντὶ τοῦ ὅς. Aint

### book 480a2.1

τυτθόν: ἀντὶ τοῦ τυτθήν, ὡς „θερμὸς ἀϋτμή“ (Hsd.

### book 480a2.2

th. 696, h. Merc. 110). T

### book 481.1

δύσμορος αἰνόμορον: οὕτως αἰνόμορον AAim T

### book 481.2

ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, αἰνόμορον δὲ τὴν

### book 481.3

Ἀνδρομάχην. AT

### book 484-5a1.1

πάϊς δ’ ἔτι νήπιος ΑΥΤΩΣ / ὃν τέκομεν σύ τ’

### book 484-5a1.2

ἐγώ τε: βραχὺ διασταλτέον μετὰ τὸ ΑΥΤΩΣ· γελοῖοι γὰρ οἱ τοῖς

### book 484-5a1.3

ἑξῆς αὐτὸ συνάπτοντες, „αὔτως / ὃν τέκομεν“, ἵν’ ᾖ ὃν μάτην ἐγεν‐

### book 484-5a1.4

νήσαμεν. τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον

### book 484-5a1.5

νήπιός ἐστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν. A

### book 484-5a2.1

{νήπιος αὔτως:} ὡσαύτως νήπιός ἐστιν ὡς καὶ πρότε‐

### book 484-5a2.2

ρον. T

### book 484-5b.1

ἄλλως· νήπιος ΑΥΤΩΣ 〈/ ὃν τέκομεν〉: αὕτως, ὡς ἐγὼ

### book 484-5b.2

χήρα, καὶ οὗτος νήπιος. ἢ †ματαίως γεγενημένον ἢ ὃν αὔτως ἐτέκο‐

### book 484-5b.3

μεν†. σύνηθες δὲ γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας

### book 484-5b.4

τῶν υἱῶν μνημονεύειν b(BCE3E4)T καὶ τὴν κοινὴν παιδοποιΐαν

### book 484-5b.5

ἀπολοφύρεσθαι. T

### book 485a1.1

τέκομεν σύ τ’ ἐγώ τε: οἶδεν ὅτι πρὸς τὴν γένεσιν τῶν

### book 485a1.2

παίδων γυνὴ καὶ ἀνὴρ σπέρμα καταβάλλονται. T

### book 485a2.1

πρὸς τὴν τῶν παίδων γένεσιν ἀμφοτέρων ἡ ἐνέργεια.

### book 485a2.2

b(BCE3)

### book 485-6.1

οὔτε σὺ τούτῳ 〈/ ἔσσεαι, Ἕκτορ, ὄνειαρ ...

### book 485-6.2

οὔτε σοὶ οὗτοσ〉: τὸ σχῆμα ἀντιμεταβολή. T δαιμονίως δὲ

### book 485-6.3

ἔμιξε τὸ πάθος, ἐφ’ ἑκατέρῳ οἶκτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι

### book 485-6.4

τῆς τοῦ πατρὸς ἀρετῆς ἐπί τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός.

### book 485-6.5

b(BE3)T

### book 487a

ἢν γὰρ δὴ πόλεμόν γε φύγῃ: ἀπὸ τούτου ἕως τοῦ

### book 487a.1

„δακρυόεις δέ τ’ ἄνεισι“ (Χ 499) ἀθετοῦνται στίχοι δεκατρεῖς, ὅτι

### book 487a.2

ἀδιάθετοι· τὸ γὰρ περιέρχεσθαι τὸν Ἀστυάνακτα καὶ τὸν φίλον τοῦ

### book 487a.3

πατρὸς τὸν μὲν χλαίνης ἐρύειν, τὸν δὲ χιτῶνος, ἵνα βρόγχον πίῃ

### book 487a.5.1

(cf. Χ 492—5), Πριάμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ

### book 487a.5.2

αὐτῆς τῆς Ἀνδρομάχης, ἄτοπον. διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς

### book 487a.5.3

ἀποτετμημένας ἀρούρας, κατὰ τὸ βασιλικὸν γένος κληρονόμου τοῦ

### book 487a.5.4

υἱοῦ Ἀστυάνακτος ὄντος; ὅλως δὲ οὐδ’ ἔστιν ἴδιον τοῦ περὶ τὸν

### book 487a.5.5

Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ

### book 487a.10.1

λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· „οὔτε σὺ τούτῳ / ἔσσεαι,

### book 487a.10.2

Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος (Χ 485—6), / Ἀστυάναξ,

### book 487a.10.3

ὃς πρὶν μὲν ἑοῦ“ (Χ 500). A

### book 487b.1

ἤν περ γὰρ πόλεμόν γε: ἕως τοῦ „δακρυόεις δέ τ’

### book 487b.2

ἄνεισιν“ (Χ 499) ἀθετοῦνται στίχοι δεκατρεῖς, ὡς καὶ τὴν σύνθεσιν

### book 487b.3

εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· b(BCE3)T ἀδολεσχίαν γὰρ

### book 487b.4

ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ σύνηθες γυναιξὶ

### book 487b.5.1

φλυαρεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν.

### book 487b.5.2

b(BE3)T

### book 487c

〈ἢν γὰρ δή:〉 γράφεται „ἤν περ γάρ“. Aint

### book 488a

〈αἰεί τοι τούτῳ:〉 ἐν ἄλλῳ „ἀλλ’ ἤτοι τούτῳ“. Aim

### book 488b.1

πόνος καὶ κήδεα: ἡ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν

### book 488b.2

ἐπάγεται. b(BCE3)T

### book 489a.1

ἄλλοι γάρ οἱ 〈ἀπουρίσσουσιν ἀρούρασ〉: ὁ μὲν γὰρ

### book 489a.2

Πρίαμος ἐσχατόγηρως, ἔργον δὲ σῶσαι χρήματά ἐστιν ὀρφανοῦ παι‐

### book 489a

δός. b(BCE3)T

### book 489b.1

〈ἀπουρίσσουσιν ἀρούρας:〉 ὅτι κυρίως νῦν ἀφοριοῦν‐

### book 489b.2

ται. Aim

### book 489c

ἀπουρίσσουσιν: ἀφαιρήσονται. b(BCE3)T

### book 490.1

ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα 〈παῖδα τίθησι〉:

### book 490.2

τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀφηλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα. A

### book 490.3

b(BCE3)T ἔνιοι δὲ διεσταλμένως „πᾶν“, εἶτα „ἀφήλικα“, ἵν’ ᾖ

### book 490.4

πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν

### book 490.5

ἡλικιωτῶν. A b (BE3)T

### book 491a.1

πάντα δ’ ὑπεμνήμυκε: πάντα αὐτῷ καταπέπτωκε καὶ

### book 491a.2

κατακέκλιται, παρὰ τὸ ἠμύω ἐμήμυκε, καὶ περισσὸν τὸ ν. ἢ πάντα

### book 491a.3

αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν. A b (BCE3)T

### book 491a

ὑπεμνήμυκε: καταμέμυκε, κατεστύγνακε, κάτω βλέπει. ὁ δὲ

### book 491a.5.1

Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκε〈ν〉 ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς

### book 491a.5.2

ἀνάμνησιν ἔρχεται τοῦ πατρός. A

### book 491b1

〈παρειαί:〉 Ἀρίσταρχος οὐδετέρως „παρειά“. Aim

### book 491b2

οὐδετέρως δὲ τὰ „παρειά“. b(BE3)T

### book 492.1

ἐς πατρὸς ἑταίρους: ὅτι ἀντὶ τοῦ πρὸς πατρὸς ἑταίρους,

### book 492.2

ὡς „εἰς Ἀγαμέμνονα δῖον“ (Η 312). A

### book 494a.1

{τῶν δ’ ἐλεησάντων} κοτύλην {τις}: ὅτι εἶδος ποτηρίου

### book 494a.2

ἡ κοτύλη. καὶ λέγεται ἀρσενικῶς κότυλος. καὶ ἐν Ὀδυσσεία (sc. ρ 12)·

### book 494a.3

„πύρνον καὶ κοτύλην“, ὁμωνύμως τῷ ἀγγείῳ τὸ ὑγρόν. A

### book 494b.1

κοτύλην: εἶδος ποτηρίου. οἱ δὲ τὸ κοῖλον τῆς χειρός.

### book 494b.2

b(BCE3)T

### book 495.1

ὑπερῴην: ὁ Παριανὸς (fr. 16 M. [1980]) τὰ οὖλα. ἀπὸ μέρους δὲ τὸ ὅλον

### book 495.2

στόμα. b(BCE3E4)T οἱ δὲ τὸν γαργαρεῶνα. b(BCE3)

### book 496a1

〈ἀμφιθαλής:〉 ὅτι ἅπαξ ἀμφιθαλής. Aint

### book 496a2

ἅπαξ δὲ εἴρηται ὁ ἀμφιθαλὴς παρ’ Ὁμήρῳ. b(BCE3)

### book 496b1.1

ἀμφιθαλής: ὁ ἐπ’ ἀμφοῖν εὐδαίμων· καὶ γὰρ „θαλίῃ

### book 496b1.2

ἐνὶ πολλῇ“ (Ι 143), τῇ εὐδαιμονίᾳ. T

### book 496b2.1

ὁ ἐπ’ ἀμφοῖν, μητρὶ καὶ πατρὶ b(BCE3) καὶ πλού‐

### book 496b2.2

τῳ, εὐδαίμων, παρὰ τὸ ἀμφοτέρωθεν θάλλειν. b(BCE3E4)

### book 497a

πεπληγώς: ὅτι Aim ἀντὶ τοῦ πλήσσων. AimT

### book 497

〈ἐνίσσων:〉 ἄμεινον „ἐνίπτων“. Til

### book 498

〈ἔρρ’ οὕτως:〉 ὡς τὸ ‘εἰς κόρακασ‘. T

### book 500.1

Ἀστυάναξ: τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα

### book 500.2

λέγουσα πλέον οἰκτίζεται b(BE3)T καὶ συμπάθειαν κινεῖ. b(B

### book 500.3

E3) καὶ ἐπαναλαμβάνει αὐτό (sc. Χ 506). T

### book 501.1

μυελὸν 〈οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν〉: ἐσή‐

### book 501.2

μανεν, οἵοις καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. b(BCE3E4)T

### book 501.3

εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε μονογενοῦς καὶ βασιλικοῦ παιδός.

### book 501.4

b(BCE3)T

### book 502.1

νηπιαχεύων: παράγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὸ νηπί‐

### book 502.2

αχος, ὡς ἵππος ἱππεύω. AT

### book 503.1

〈εὕδεσκ’ ἐν λέκτροισιν〉 ἐν ἀγκαλίδεσσι 〈τιθήνησ〉:

### book 503.2

ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον. A b (BCE3E4)

### book 503.3

T ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν

### book 503

ὁμοίως τῇ βραχύτητι τοῦ παιδός. A b (BCE3)T

### book 504a1

θαλέων: ἡδυσμάτων. T

### book 504a2

παντοδαπῶν τροφῶν καὶ ἐδεσμάτων. b(BE3E4)

### book 505.1

ἂν ... πάθῃσι: ὅτι ἀντὶ τοῦ Aim πάθοι AimT ἄν,

### book 505.2

πρὸς τὸ „ἰχθύς, ὅς κε φάγῃσι“ (Φ 127). Aim

### book 507

ἔρυσο: συνεῖχες. T

### book 508-9.1

〈νῦν δὲ σὲ— /〉 αἰόλαι 〈εὐλαὶ ἔδονται: αἰ‐

### book 508-9.2

όλαι〉 εὐκίνητοι. b(BCE3E4)T πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς

### book 508-9.3

ὀδυρμούς, ἀφ’ ὧν καὶ τὴν εἰσβολὴν πεποίηται. b(BCE3)T

### book 511a1.1

λεπτά τε καὶ χαρίεντα: οὐ τὴν ταλασίαν ἑαυτῆς,

### book 511a1.2

ἀλλὰ τὴν δυστυχίαν Ἕκτορος ἐμφαίνει, δι’ αὐτὸν οὕτως ἐπιμελῶς

### book 511a1.3

ἐργασαμένη. T

### book 511a2.1

οὐ τὸν κόπον καὶ τὴν δυστυχίαν ἑαυτῆς, ἀλλὰ τὴν Ἕ‐

### book 511a2.2

κτορος ἐμφαίνει, ὡς δι’ αὐτὸν τὰ τοιαῦτα ποιήσασα, οἷς οὐκ ἐπ‐

### book 511a2.3

ανεπαύσατο. b(BCE3E4)

### book 512-3.1

ἀλλ’ ἦ τοι τάδε πάντα 〈καταφλέξω πυρὶ κηλέ‐

### book 512-3.2

ῳ / οὐδὲν σοί γ’ ὄφελοσ〉: παθητικὰ ταῦτα καὶ βιωτικά· συν‐

### book 512-3.1

αφανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, εἰς ἑτέρων ἥκειν αὐτὰ

### book 512-3.2

χρῆσιν φυλασσόμενοι· ἔστιν οὖν ἀλλ’ ἦ τοι ‘ἀλλὰ ὄντως σοι‘.

### book 512-3.5.1

ἢ ἐγὼ μὲν φλέξω, σοὶ δὲ οὐκ ὄφελος· b(BCE3E4)T διὸ ψιλώσομεν

### book 512-3.5.2

τὸ οὐδέν (513), ὡς περισσοῦ ὄντος τοῦ δεν· ὃ καὶ ἄμεινον. T

### book 513a.1

〈ἐπεὶ οὐκ ἐγ〉κείσεαι 〈αὐτοῖσ〉: κείσεαι κείσῃ· | ἐνετί‐

### book 513a.2

θετο γὰρ τὰ ὀστᾶ τοῖς ἱματίοις, ὡς ἀπὸ Λαέρτου (cf. β 98—102.

### book 513a.3

τ 142—7 al.) καὶ Ἕκτορος (sc. Ω 796) δῆλον. ἔστι δὲ γυναικεῖον,

### book 513a.4

ὡς τότε ὠφελίμου οὔσης τῆς ἐσθῆτος, εἰ συνέκειτο αὐτοῖς. T

### book 513b

〈οὐκ ἐγκείσεαι:〉 οὐκ ἐνταφήσῃ. Aim

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ

### book postscr.2

τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 842 vel 845.1

〈ἔρριψε:〉 τὸ ῥῖψαι ἐν τ̣ῶ̣[ι] ι γράφεται·

### book 842 vel 845.2

[ εἴρηται γ(άρ), φ[η]σὶν ὁ Τρύφω̣[ν],

### book 842 vel 845

[ παρὰ τὸ ῥῖμμ̣α κ(αὶ) ῥίπτειν.

### book 850

〈ἰόεντα σίδηρον:〉 σεσημείωτ[αι

### book 850

[σίδηρον .[

### book 1a.1

{ὡς οἱ μὲν} στενάχοντο: ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν,

### book 1a.2

οὐκ ἂν οὕτως ἔλεγεν στενάχοντο· ἀλλ’ ὥσπερ ἀπὸ τοῦ φέρων

### book 1a.3

ἐφέροντο, οὕτως ἀπὸ τοῦ „στενάχων“ (Α 364. Δ 153 al.) στενάχον‐

### book 1a.4

το λέγει. A

### book 1b1.1

πτόλιν: Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ

### book 1b1.2

παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ (fr. 44 [II p. 155] K.). AT

### book 1b2

ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς. T

### book 2a

νῆας: τὸν τόπον τῶν νηῶν. A b (BCE3E4)T

### book 2b

Ἑλλήσποντον: τὴν μέχρι Σιγείου θάλασσαν. b(BCE3)T

### book 3

〈ἐσκίδναντο:〉 ἀπ’ ἀλλήλων ἐχωρίζοντο. b(BCE3E4)Til

### book 4.1

ἀποσκίδνασθαι: ἀφ’ ἑαυτοῦ χωρίζεσθαι. A b (BCE3E4)Til

### book 4.2

ἢ παρέλκει ἡ ἀπό, ὡς ἐν τῷ „ἀπητίμησεν“ (Ν 113). A b (BCE3)

### book 4

Til ἢ ἐγκλίνεται. A

### book 6.1

〈Μυρμιδόνεσ〉 ταχύπωλοι: καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς

### book 6.2

χρησμῷ „ἵππον Θεσσαλικήν“ (A. P. 14, 73, 2 = O. G. 178, 2 = fr.

### book 6.3

1, 2 P.—W.). T

### book 7a

〈μὴ δή πω:〉 ὅτι ἀντὶ τοῦ μηδέ πω. Aim

### book 7b.1

μὴ δή πω: μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται

### book 7b.2

τῷ η ἀντὶ τοῦ ε. T

### book 7c.1

〈ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους:〉 τοὺς ὑπὸ

### book 7c.2

τοῖς ὀχήμασι μονώνυχας ἵππους. b(BCE3E4)

### book 8.1

αὐτοῖς 〈ἵπποισι〉: λείπει ἡ σύν, b(BE3)T ὡς τὸ

### book 8.2

„αὐτῷ γωρυτῷ“ (φ 54). T

### book 9.1

〈ὃ γὰρ γέρας:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ‘τὸ γὰρ γέρασ‘. ἢ περισσὸς

### book 9.2

ὁ γάρ. Aim

### book 10

τεταρπώμε〈σ〉θα γόοιο: Αἰσχύλος (fr. 385 N.2 = 739

### book 10

b M. = 385 R)· „οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα“. b(BCE3E4)T

### book 12-4.1

οἱ δ’ ᾤμωξαν 〈ἀολλέες, ἦρχε δ’—ἵμερον

### book 12-4.2

ὦρσε〉: ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ

### book 12-4.3

τῆς Θέτιδος (cf. v. 14). καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς (cf. v. 12),

### book 12-4.4

οἱ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως.

### book 12-4.5

b(BCE3E4)T

### book 14.1

μετὰ δέ σφι Θέτις 〈γόου ἵμερον ὦρσε〉: ἢ καὶ αὐτὴ

### book 14.2

ἀναβαλλομένη, ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς. T

### book 15-6.1

δεύοντο ψάμαθοι, 〈δεύοντο δὲ τεύχεα φωτῶν /

### book 15-6.2

δάκρυσι〉: ἐπὶ τὸ τεύχεα (15) τινὲς διαστέλλειν ἀξιοῦσιν, A

### book 15-6.3

b(BCE3E4)T ἵνα, φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε

### book 15-6.4

ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· b(BCE3E4)T τερατῶδες γὰρ

### book 15-6.5.1

τὸ δακρύειν τὰ ὅπλα. A b (BCE3E4)T | ἡ διπλῆ δέ, ὅτι ὡς „σπάρτα

### book 15-6.5.2

λέλυνται“ (Β 135). A

### book 16a1.1

{δάκρυσι} τοῖον {γὰρ}: ὅτι αὐξητικῶς τὸ τοῖον, οὐχ ὡς

### book 16a1.2

οἱ Γλωσσογράφοι ἀξιοῦσιν, ἀγαθόν. A

### book 16a2.1

τοῖον αὐξητικῶς κατὰ ἔμφασιν. b(BCE3E4)T οἱ δὲ

### book 16a2.2

Γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθόν ἤκουσαν. b(BE3E4)T

### book 16b

μήστωρα φόβοιο: μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.

### book 16b

b(BCE3E4)T

### book 17.1

ἀδινοῦ ... γόοιο: ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρή‐

### book 17.2

νοις προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύ‐

### book 17.3

εσθαι. b(BCE3E4)T

### book 18a.1

χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταί‐

### book 18a.2

ρου〉: πρὸς τὸ ἀμφίβολον, πότερον τὰς ἑαυτοῦ χεῖρας εἰς τὰ τοῦ

### book 18a.3

Πατρόκλου στήθη ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰ ἑαυτοῦ. A

### book 18b.1

χεῖρας ἐπ’ ἀνδροφόνουσ〈—ἑταίρου〉: δίχα

### book 18b.2

δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιτιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς

### book 18b.3

ἐκείνου χεῖρας τοῖς στήθεσι λέγῃ τὸν Ἀχιλλέα ἐπιτιθέναι. b(BCE3E4)

### book 18b.4

T

### book 18c.1

〈ἀνδροφόνους:〉 οὕτως Ἀρίσταρχος σὺν τῷ ς, {ἐπ’}

### book 18c.2

ἀνδροφόνους. Aint

### book 19.1

χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι:

### book 19.2

οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. A b (BCE3E4)T κατ‐

### book 19.3

έχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον

### book 19.4

ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησι ‘καὶ εἰν Ἀΐδαο δόμοι‐

### book 19.5.1

σιν ὢν ὅμως χαῖρε‘, οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευ‐

### book 19.5.2

τηκόσι, ταύτην δέχου παρ’ ἡμῶν. A b (BE3E4)T

### book 20

τελέω: ὅσον οὔπω τελέσω. T

### book 21a.1

δάσασθαι: †οἱ μὲν ἕκτορα δάσασθαι λείποντος τοῦ ι†

### book 21a.2

οἱ δὲ T μερίσασθαι. εἰώθασι δὲ κύνες ἄλλος ἄλλοθεν ἀποσπᾶν καὶ

### book 21a

μερίζεσθαι τὸ σῶμα. b(BCE3E4)T

### book 21b

δάσασθαι: ἔδει μέλλοντος εἶναι δάσεσθαι. T

### book 24a.1

ἀεικέα μήδετο ἔργα: ἀπεοικότα διετίθει ἔργα. τοῦτο δέ

### book 24a.2

ἐστι τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμ‐

### book 24a.3

βανομένῳ (cf. Ψ 25—6): b(BCE3E4)T „κωφὴν γὰρ δὴ γαῖαν

### book 24a.4

〈ἀεικίζει μενεαίνων〉“ (Ω 54). T ἢ τοῦτο ἀεικὲς τὸν μείζω παρὰ

### book 24a.5

τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ (cf. Ψ 25). b(BE3E4)T

### book 24b.1

〈μήδετο:〉 νῦν ἀντὶ τοῦ εἰργάζετο, b(BCE3E4)Til ἐ‐

### book 24b.2

ποίει. b(BCE3)

### book 26a

οἱ δ’ ... ἕκαστος: ἀντὶ τοῦ ‘τῶν δὲ ἕκαστοσ‘. b(BE3)T

### book 26b

〈ἕκαστος:〉 γράφεται „ἕκαστοι“. Aim

### book 27a.1

〈λύον δ’ ὑψηχέας ἵππους:〉 γράφεται „λύοντο δὲ μώνυ‐

### book 27a.2

χας ἵππουσ“. Aint

### book 27b.1

ὑψηχέας: ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν· „οὐρανὸν ἐς πολύ‐

### book 27b.2

χαλκον ἐπέπληγον πόδες ἵππων“ (Ε 504). b(BCE3E4) ἢ ὑψοῦ

### book 27b.3

ἀνέχοντας ἑαυτούς· φησὶ γοῦν· „ὑψοῦ δὲ κάρη ἔχει“ (Ζ 509). b(BE3

### book 27b.4

E4)

### book 28.1

παρὰ νηΐ: λείπει ‘καὶ σκηνῇ‘, ὡς „παρά τε κλισίῃ καὶ

### book 28.2

νηῒ μελαίνῃ“ (Α 329)· φησὶ γοῦν· „ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ

### book 28.3

χαλκῷ / κεῖται“ (Τ 211—2). T

### book 29a.1

αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ: ὅτι τάφον

### book 29a.2

τὸ δεῖπνον τὸ περὶ τὴν ταφὴν γινόμενον. A

### book 29b1.1

τάφον 〈... δαίνυ〉: ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος·

### book 29b1.2

φησὶ γοῦν· „χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα 〈/ εὖ

### book 29b1.3

συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα〉“ (Ω 801—2), καὶ ἐπ’

### book 29b1.4

Αἰγίσθου· „δαίνυ τάφον Ἀργείοισιν / αὐτῆμαρ δέ οἱ ἦλθεν“ (γ 309.

### book 29b1.5.1

311)· εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν· „τῷ κέ οἱ

### book 29b1.5.2

οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν“ (γ 258). εἰ μὴ τὸ δαίνυ ἀντὶ

### book 29b1.5.3

τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ τάφον τὸν φόνον· „πολέων τάφῳ

### book 29b1.5.4

ἀνδρῶν ἀντεβόλησα〈σ〉“ (λ 416. ω 87), ὅ ἐστι φόνῳ. T

### book 29b2.1

ἢ τὴν μετὰ τὸν τάφον εὐωχίαν, ἵν’ ᾖ τὸ δαίνυ ἀντὶ τοῦ

### book 29b2.2

παρεσκεύαζεν, ἢ τὴν πρὸ τοῦ τάφου, ἵνα δύο εὐωχίαι ὦσιν, b(BCE3

### book 29b2.3

E4) ἡ μὲν πρὸ τοῦ τάφου πρὸς τὸ προθύμως ὑπουργῆσαι τῇ

### book 29b2.4

ταφῇ, ἡ δὲ μετὰ τὸν τάφον διὰ τὸν ἐκ τῆς ταφῆς κόπον καὶ εἰς εὔκλειαν

### book 29b2.5

τοῦ ταφέντος. b(BE3E4)

### book 30-2.1

πολλοὶ 〈μὲν βόες ..., πολλοὶ δ’ ὄϊες ..., πολλοὶ

### book 30-2.2

δ’ ἀργιόδοντες ὕεσ〉: ἡ ἐπανάληψις τοῦ πολλοί (sc. 31 et 32) τὸ

### book 30-2.3

πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον. b(BE3E4)T

### book 30-1.1

〈πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ〉 σιδήρῳ /

### book 30-1.2

σφαζόμενοι〈—αἶγεσ〉: τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου

### book 30-1

τότε. τί οὖν φησι „πολιόν τε σίδηρον“ (Ι 366. Ψ 261); T

### book 30a.1

βόες ἀργοί: ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλ’ οὐ θύ‐

### book 30a.2

εται λευκὸν τοῖς τεθνεῶσι· δῆλον ἐκ τοῦ „ἔνθ’ ὄϊν ἀρνειὸν ῥέζειν

### book 30a.3

θῆλύν τε μέλαιναν“ (κ 527) καὶ „ὄϊν ἱερευσέμεν οἴῳ / †παμμέλαινα†“

### book 30a.4

(κ 524—5). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν. ἢ ὅτι οὐ τῷ

### book 30a.5.1

Πατρόκλῳ, ἀλλ’ εἰς τὸ περίδειπνον τῶν ζώντων τοὺς βόας ἔθυον.

### book 30a.5.2

b(BCE3E4)T ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς „ταχέες δ’ ἱππῆες

### book 30a.5.3

ἄγερθεν“ (Ψ 287). τινὲς δὲ ἀργοὶ συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι. ἢ

### book 30a.5.4

„ἀργῷ 〈...〉 σιδήρῳ“ τῷ πολιῷ. T

### book 30b.1

ἄλλως· ὀρέχθεον: κατὰ μίμησιν ἤχου τραχέος πεποίηται

### book 30b.2

τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. b(BCE3)T ἢ ἐξετεί‐

### book 30b.3

νοντο ἀποθνῄσκοντες, ὡς τὸ „κεῖτο μέγας μεγαλωστί“ (Π 776). T

### book 31

〈πολλοὶ δ’ ὄϊες καὶ〉 μηκάδες 〈αἶγεσ〉: οὐκέτι b(BE3

### book 31

E4)T „ὀρέχθεον“ (Ψ 30), ἀλλ’ ἐμήκαζον. b(BE3E4)TT

### book 33a.1

εὑόμενοι τανύοντο 〈διὰ φλογὸς Ἡφαίστοιο〉: ἀντὶ

### book 33a.2

τοῦ τὴν πιμελὴν ἐτήκοντο. T

### book 33b.1

ἄλλως: εὑόμενοι: εὕειν τὸ τὰς τρίχας ἀποκαίειν, b(BE3

### book 33b.2

E4)T „εὗσέ 〈τε〉 μίστυλ〈λ〉έν τε“ (ξ 75). 〈τὸ δὲ τανύοντο διὰ

### book 33b.3

φλογὸς Ἡφαίστοιο〉 ἐκτεταμένοι ὠπτῶντο. T

### book 34a.1

ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα: οὐχ ὅτι ἥπτε‐

### book 34a.2

το τοῦ νεκροῦ (κεῖται γὰρ ἐν τοῖς λέχεσιν), ἀλλὰ περὶ αὐτόν. b(BCE3

### book 34a.3

E4)T

### book 34b.1

κοτυλήρυτον: ὅτι ψιλῶς προενεκτέον κοτυλήρυτον· οὐ

### book 34b.2

γὰρ ἀπὸ τῆς ῥύσεως, ἀλλ’ ἀπὸ τοῦ ἀρύσαι· κοτύλη δὲ εἶδος ποτηρίου

### book 34b.3

κοίλου. Ἀρίσταρχος πολύ, ὥστε κοτύλῃ ἀρύσασθαι. A

### book 34c1.1

κοτυλήρυτον: δαψιλές, κοτύλῃ ἀρυόμενον. καθόλου δὲ

### book 34c1.2

κοτύλας ἐκάλουν τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς (fr. 57, 6 N.2 =

### book 34c1.3

fr. 71 b2 M. = 57,6 R.) τὰ κύμβαλα· „ὁ δὲ χαλκοδέτοις κοτύλαις †στοβεῖ†“.

### book 34c1

ἔστι δὲ καὶ ὄνομα ποτηρίου ἡ κοτύλη· „κοτύλην τις τυτθὸν ἐπέσχε“

### book 34c1.5.1

(Χ 494), „πύρνον καὶ κοτύλην“ (ρ 12). καὶ τὸ περὶ τὸν μηρόν, καὶ

### book 34c1.5.2

τὸ τῶν πολυπόδων, καὶ τὸ κοῖλον τῆς χειρός. καὶ παιδιὰ δέ τις ἐν

### book 34c1.5.3

κοτύλῃ λέγεται, ἐπειδὰν τὰς χεῖρας κοιλάναντες εἰς τοὐπίσω δεχώ‐

### book 34c1.5.4

μεθά τινα ἐπιβεβηκότα μὲν τοῖς γόνασιν αὐτοῦ, ταῖς δὲ χερσὶ τοὺς

### book 34c1.5.5

ὀφθαλμοὺς κατειληφότα. ταύτην δὲ οἱ μὲν ἐπιδιφρισμὸν καλοῦσιν, οἱ

### book 34c1.10.1

δὲ κρικαδίαν, οἱ δὲ ἀπόρραξιν. καὶ κοτυλίσκον κρατῆρα, ὃν στέφοντες

### book 34c1.10.2

παρατιθέασι Διῒ ἐν ταῖς θυσίαις. T

### book 34d1.1

ἄλλως· κοτυλήρυτον: παρὰ τὸ †ἀρύσω ἀρυτός, κοτυλά‐

### book 34d1.2

ρυτος. T

### book 34c2/d2.1

κοτυλήρρυτον δὲ τὸ δαψιλές, τὸ κοτύλῃ ἀρυόμενον. |

### book 34c2/d2.2

παρὰ τὸ ἀρύω ἀρύσω ἀρυτόν, κοτυλάρυτον. | καθόλου δὲ κοτύλας

### book 34c2/d2.3

ἐκάλουν πάντα τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς τὰ κύμβαλα· „ὁ δὲ

### book 34c2/d2.4

χαλκοδέτοις κοτύλαις †ἤχει†“. ἔστι δὲ καὶ τὸ μικρὸν ποτήριον, ὡς τὸ

### book 34c2/d2.5.1

„κοτύλην τις τυτθὸν“ καὶ „†πύρνον καὶ κοτύλην† ὀρέξῃ“ (ο 312).

### book 34c2/d2.5.2

b(BCE3E4) καὶ αἱ τῶν πολυπόδων φολίδες, ὡς τὸ „πρὸς κοτυλη‐

### book 34c2/d2.5.3

δονόφιν πυκιναὶ λάϊγγες ἔχονται“ (ε 433). καὶ τὸ κοῖλον τῆς χειρός.

### book 34c2/d2.5.4

καὶ κοτυλίσκος ὁ μικρὸς κρατήρ. b(BE3E4)

### book 36a.1

〈εἰς Ἀγαμέμνονα:〉 σημείωσαι ὅτι τῇ εἴς ἐπὶ ἐμψύχων·

### book 36a.2

ὤφειλε γὰρ τὴν πρός. Aint

### book 36b

εἰς Ἀγαμέμνονα: ἀντὶ τοῦ πρός. b(BE3)T

### book 37a.1

σπουδῇ παρπεπιθόντες 〈ἑταίρου χωόμενον κῆρ〉:

### book 37a.2

ὅτι σπουδῇ μετὰ πολλῆς κακοπαθ〈ε〉ίας. καὶ ἐλλείπει ἡ πρόθεσις·

### book 37a.3

ἔστι γὰρ ἀντὶ τοῦ περὶ ἑταίρου. καὶ τὸ χωόμενον ἀντὶ τοῦ συγχεό‐

### book 37a.4

μενον. | τὸ πεπιθόντες ὡς καταλαβόντες· ἔστι γὰρ δεύτερος ἀόρι‐

### book 37a.5

στος. A

### book 37b.1

σπουδῇ: μόγις. | παροξυτόνως δὲ τὸ πεπιθόντες· ἔστι

### book 37b.2

γὰρ δευτέρου ἀορίστου. b(BCE3)T

### book 37c.1

χωόμενον: συγκεχυμένον b(BCE3)T καὶ λυπούμε‐

### book 37c.2

νον. b(BCE3)

### book 39a1

〈κέλευσαν:〉 Ἀρίσταρχος κέλευσαν, πληθυντικῶς. Aim

### book 39a2.1

κέλευσαν πληθυντικῶς, οἱ βασιλεῖς ἐκέλευσαν. b(BCE3E4)

### book 39a2.2

T οὕτως Ἀρίσταρχος. b(BCE3)T

### book 40.1

ἀμφὶ πυρὶ στῆσαι 〈τρίποδα μέγαν, εἰ πεπίθοιεν〉:

### book 40.2

φιλικῶς ἄγαν· προειλήφασι μὲν γὰρ ὅτι οὐκ ἐθελήσει, παρασκευάζον‐

### book 40.3

ται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ εἰ πεπίθοιεν. b(BE3E4)T

### book 41a1

βρότον: τὸ ἀπὸ φόνου αἷμα. οἱ δὲ τὸν πηλόν. T

### book 41a2.1

〈βρότον αἱματόεντα:〉 τὸν ἐξ αἵματος μολυσμόν. b(BC

### book 41a2.2

E3E4)

### book 42a

ἠρνεῖτο: παρὰ τὸ αἴρειν τὰς χεῖρας. T

### book 42b1

στερεῶς: ἀνενδεῶς. T

### book 42b2

ὁλοσχερῶς, ἀπαρακλήτως. b(BE3E4)

### book 43a.1

οὐ μὰ Ζῆνα: †ἔτι† τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ ἔθηκεν.

### book 43a.2

A b (BCE3E4)T

### book 43b.1

〈θεῶν〉 ὕπατος καὶ ἄριστος: δυνάμει καὶ τιμῇ προὔ‐

### book 43b.2

χων τῶν θεῶν. b(BCE3E4)T

### book 44a

καρήατος: ἀπὸ τῆς κάρηαρ, ὡς 〈ἧπαρ〉 ἥπατος. T

### book 44b.1

ἄλλως· καρήατος: λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστορ‐

### book 44b.2

γοι νομίζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν προτιθέντες τῆς κηδείας.

### book 44b.3

b(BCE3E4)T

### book 46

〈ἐπεὶ οὔ μ’ ἔτι:〉 ἐν ἄλλῳ „ἐπεὶ οὔ τί με“. Aim

### book 48a1.1

νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: οὕτως νῦν μὲν

### book 48a1.2

στυγερῇ καὶ πειθώμεθα, οὐ „τερπώμεθα“. A

### book 48a2

οὕτως πειθώμεθα, οὐ „τερπώμεθα“. AimT

### book 48b.1

πειθώμεθα: ἄκρως διὰ τοῦ πειθώμεθα τὸ †παρὰ† βίαν

### book 48b.2

δείκνυσιν. b(BCE3E4)T

### book 50.1

παρά τε σχεῖν ὡς ἐπιεικές: παρασχεῖν, ὡς ἁρμόζει καὶ

### book 50.2

καθῆκόν ἐστιν. b(BCE3)T

### book 53a

θᾶσσον ἀπ’ ὀφθαλμῶν: ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς

### book 53a

τῆς ὄψεως ἡμῶν γένηται. A b (BCE3E4)T

### book 53b.1

ἐπὶ ἔργα τράπωνται: ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας

### book 53b.2

κατεχούσης τὸ στράτευμα. b(BCE3E4)T

### book 55-6a.1

ἐσσυμένωσ〈—ἕκαστοι / δαίνυντο〉: οὐ παρ‐

### book 55-6a.2

έλκει νῦν τὸ ἐσσυμένως (55), ἀλλ’ ἑσπέρας οὔσης καὶ κομίσαι τὴν

### book 55-6a.3

ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀποσιωπᾷ δὲ τὴν

### book 55-6a.4

περὶ τὸ δεῖπνον διάθεσιν· ἐν πένθει γὰρ καὶ κατηφείᾳ τὰ πράγματα.

### book 55-6a.5

b(BCE3E4)T

### book 55-6b1.1

δόρπον ἐφοπλίσ〈σ〉αντες 〈ἕκαστοι / δαίνυντο〉:

### book 55-6b1.2

οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν τάφον ἐδαίνυ (cf. Ψ 29—34). T

### book 55-6b2.1

ἰστέον οὖν ὡς τὸ μὲν πρῶτον οἱ Μυρμιδόνες εὐωχοῦνται

### book 55-6b2.2

μόνοι, νῦν δὲ καὶ τὸ Ἑλλήνων πλῆθος. b(BCE3E4)

### book 58.1

οἱ μὲν κακκείοντες 〈ἔβαν κλισίην δὲ ἕκαστοσ〉: ὅτι

### book 58.2

σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων (cf.

### book 58.3

α 424). A

### book 59.1

ἐπὶ θινί: πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα

### book 59.2

δὲ καὶ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθ’ αὑτὸν τρέπεται,

### book 59.3

σχολάζειν τῷ πένθει θέλων. A b (BCE3E4)T

### book 61a

〈κλύζεσκον:〉 διχῶς. Aint

### book 61b

κλύζεσκον: τινὲς ἐπέκλυζον. T

### book 63a1

〈νήδυμος:〉 ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα. Aim

### book 63a2

{νήδυμος:} ὅτι μετὰ τοῦ ν ἡ λέξις. T

### book 63b.1

μάλα γὰρ κάμε 〈φαίδιμα γυῖα〉: δικαίως οὖν προῳ‐

### book 63b.2

κονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον (sc. Ψ

### book 63b.3

65—107) ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἔμφροντις οὕτω βαθεῖ ἐβλήθη ὕπνῳ;

### book 63b.4

b(BCE3E4)T

### book 64a.1

Ἕκτορ’ ἐπαΐσσων: τὸ πλῆρές ἐστι Ἕκτορι, ὡς „Κίρκῃ

### book 64a.2

ἐπήϊξα“ (κ 322). T

### book 64b

〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 65a.1

ἦλθε δ’ ἐπὶ ψυχὴ 〈Πατροκλῆος δειλοῖο〉: πιθανὴ ἡ

### book 65a.2

περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλλέως θρήνους ἐξεῦρέ τι καινότερον,

### book 65a.3

καὶ τῷ τετελευτηκότι λόγους περιτιθεὶς διὰ τοῦ ὀνείρου. b(BCE3E4)

### book 65a.4

T

### book 65b.1

Πατροκλῆος: ὅτι ἀπ’ εὐθείας τῆς ὁ Πατροκλῆς. καὶ τὸ

### book 65b.2

δειλοῖο δειλαίου. A

### book 66.1

〈πάντ’ αὐτῷ μέγεθός τε〉 καὶ ὄμματα κάλ’ εἰκυῖα:

### book 66.2

ἐντεῦθεν Ἀντισθένης (fr. 57 Caizzi) ὁμοσχήμονάς φησι τὰς ψυχὰς

### book 66.3

τοῖς περιέχουσι σώμασι. A b (BCE3E4)T Χρύσιππος (St. V.

### book 66.4

Fr. II fr. 815) δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς

### book 66.5

σφαιροειδεῖς γενέσθαι. AT

### book 67.1

καὶ φωνήν, 〈καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο〉: ἄκρως

### book 67.2

ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ

### book 67.3

ὁ τοῦ φίλου τύπος. A b (BCE3E4)T

### book 69a.1

εὕδεις, 〈αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ〉:

### book 69a.2

πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως. b(BCE3E4)T

### book 69b.1

λελασμένος ἔπλευ: λελασμένος {δὲ} ὑπάρχεις ἀντὶ τοῦ

### book 69b.2

ἐπιλέλησαι. b(BCE3E4)T ὡς „ληρεῖς ἔχων“ (Ar. ran. 512). T

### book 70a.1

οὐ μέν μευ ζώοντος 〈ἀκήδεις, ἀλλὰ θανόντοσ〉:

### book 70a.2

περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν

### book 70a.3

ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται. b(BCE3E4)T

### book 70b.1

{οὐ μέν μευ ζώοντος} ἀκήδεις: ἄμεινον βαρύνειν ὡς ἐνόεις,

### book 70b.2

τῆς ἀρχούσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ „ἤκουσα“ (λ 421.

### book 70b.3

μ 265 al.) „ἄκουσα“ (Α 396. Η 53 al.), οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις.

### book 70b.4

A

### book 71a.1

θάπτε με ὅττι τάχιστα 〈πύλας Ἀΐδαο περήσω〉:

### book 71a.2

ὅτι λείπει τὸ ἵνα ἢ ὅπως. | τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται

### book 71a.3

προσδίδοσθαι. A

### book 71b.1

πύλας Ἀΐδαο: πύλας Ἅιδου τὸν Ἀχέροντα· ἐκεῖ γάρ

### book 71b.2

εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν Ὀδυσσεύς

### book 71b.1

(cf. λ 576—81). ὁμοίως καὶ Πάτροκλος ἐκεῖνο Ἅιδην καλεῖ. ἴσως δὲ

### book 71b.2

πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι 〈οἱ〉 μνηστῆρες διαβαίνου‐

### book 71b.5

σιν (cf. ω 13—4); T

### book 72a

τῆλέ με: ἀπόλυτος ἡ μέ. Tt

### book 72b

〈ψυχαί,〉 εἴδωλα καμόντων: ὥρισε, τί ἐστιν ψυχή. T

### book 73.1

οὐδέ μέ πω μίσγεσθαι 〈ὑπὲρ ποταμοῖο ἐῶσιν〉: ἀπό‐

### book 73.2

λυτός ἐστιν ἡ ἀντωνυμία· διὸ ἐγκλιτικῶς ἀναγνωστέον. | ἡ διπλῆ δέ,

### book 73.3

ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς καὶ μὴ

### book 73.4

ἐπι〈μι〉σγομένας ταῖς 〈ἐν〉 τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετού‐

### book 73.5

μενα ἐν τῇ 〈δευτέρᾳ〉 Νεκυίᾳ (sc. ω 1—204). A

### book 74

εὐρυπυλές: τὸ πᾶσιν ἡπλωμένον. b(BE3E4)T

### book 75.1

καί μοι δὸς τὴν χεῖρ’, ὀλοφύρομαι: ὅτι A τὸ ἵνα

### book 75.2

λείπει, AT καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα ὀλοφύρωμαι. A

### book 75-6.1

οὐ γὰρ ἔτ’ αὖτις / νείσομαι 〈ἐξ Ἀΐδαο, ἐπήν με

### book 75-6.2

πυρὸς λελάχητε〉: οὐκ ἐλεύσομαί σοι εἰς ὄψιν· οὐδέποτε γὰρ κη‐

### book 75-6.3

δευθεῖσα ψυχὴ παρ’ αὐτῷ φαντάζεται. ἴσως δὲ τοῦτο ποιεῖ, τοὺς

### book 75-6.4

ἐναγισμοὺς τῶν πολλῶν ἀποτρέπων. T

### book 76.1

νίσομαι ἐξ Ἀΐδαο 〈ἐπήν με πυρὸς λελάχητε〉: [λα‐

### book 76.2

χεῖν] ποιήσετε. | παρὰ δὲ τοῖς τραγικοῖς (cf. Aesch. Pers. 681—842;

### book 76.3

Eum. 94—139) μετὰ τὴν ταφὴν ἐπιφαίνονται. A

### book 77a1.1

οὐ μὲν γὰρ ζωοί γε: ἔν τισι τῶν πολιτικῶν „οὐ γὰρ ἔτι

### book 77a1.2

ζωοί γε“. A

### book 77a2

γράφεται „οὐ γὰρ ἔτι“. Aint

### book 78.1

βουλὰς 〈ἑζόμενοι〉 βουλεύσομεν: γενναίως οὐδενὸς τῶν

### book 78.2

ἡδέων ἐμνήσθη, ἀλλ’ ἐν οἷς περὶ τῶν συμφερόντων ἐβουλεύοντο. b

### book 78.3

(BCE3E4)T

### book 79a1.1

ἀμφέχανε: κατέπιεν· „εἰ δ’ ἄμ〈μ〉ε χάνοι περὶ πάντας

### book 79a1.2

ὄλεθροσ“ (poeta ign.) ἀντὶ τοῦ καταπίοι. T

### book 79a2

κατέφαγε καὶ κατέπιεν. b(BCE3E4)

### book 79b.1

ἥ περ λάχε 〈γεινόμενόν περ〉: ὅθεν μία τῶν Μοιρῶν

### book 79b.2

Λάχεσις. παρείληφε δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς

### book 79b.3

τελευτῆς καιρός· ὅθεν Ζηνόδοτος ὁ Κρατήτ〈ε〉ιος (fr. 5, p. 150 P.)

### book 79b.4

Χαλδαῖον τὸν Ὅμηρον φησίν. AT

### book 80-1.1

καὶ δὲ σοὶ αὐτῷ 〈μοῖρα—ἀπολέσθαι〉: εὐαγ‐

### book 80-1.2

γελίζεται αὐτῷ μετ’ οὐ πολὺ συνέσεσθαι αὑτῷ, ὅπως μὴ ἀμελῇ τῆς

### book 80-1.3

κηδείας. b(BCE3E4)T

### book 81a

{τείχει ὑπο τρώων} εὐηγενέων: ἐν τῇ Ῥιανοῦ (fr. 13

### book 81a.1

M.) καὶ Ἀριστοφάνους (p. 50 N.) „εὐηφενέων“ διὰ τοῦ φ, εὖ τῷ

### book 81a.2

ἀφένει χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς Γλώτταις (fr. 111 We.). A

### book 81b.1

εὐηγενέων: τῶν καλοὺς ἀγροὺς ἐχόντων. οἱ δὲ „εὐηφενέ‐

### book 81b.2

ων“ παρὰ τὸ ἄφενος, τῶν εὖ τῷ ἀφένει χρωμένων. b(BCE3E4)T

### book 82.1

καὶ ἐφήσομαι: ὅθεν Ἀχιλλεύς φησι· „καί μοι ἕκαστ’ ἐπ‐

### book 82.2

έτελλεν“ (Ψ 107). T

### book 83a.1

μὴ ἐμὰ σῶν ἀπάνευθε 〈τιθήμεναι ὀστέα〉: τοῦτο ἀπ’

### book 83a.2

ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστα‐

### book 83a.3

κτικοῦ τοῦ τίθει. A

### book 83b.1

μὴ ἐμὰ σῶν ἀπάνευθε 〈τιθήμεναι ὀστέα〉: εἶτα ἐπι‐

### book 83b.2

φέρει· „ἀλλ’ ὁμοῦ“ (Ψ 84). ἐμφαίνεται δὲ ἦθος τοῦ ἄγαν ἐπιθυμοῦντος

### book 83b.3

διὰ τοῦ σαφέστερον τὴν ἐπιθυμίαν ἐπαναλαβεῖν. T

### book 83c

τιθήμεναι: Λάκωνες τὸ θάπτειν τιθήμεναι φασίν. T

### book 84a

ἀλλ’ ὁμοῦ: οἶδε γὰρ αὐτὸν αὐτίκα θανούμενον. T

### book 84b

〈ἐτράφην περ:〉 γράφεται „ἐτράφημεν“. Aim

### book 86a1.1

ἀνδροκτασίης: καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν, ὃν

### book 86a1.2

〈οἱ〉 μὲν Κλεισώνυμον, οἱ δὲ Αἰανῆ, οἱ δὲ Λύσανδρον καλεῖσθαι. ἀπ‐

### book 86a1.3

έκτεινε δὲ αὐτὸν παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ὥς φησιν Ἀλέ‐

### book 86a1.4

ξανδρος ὁ Αἰτωλὸς ἐν Ἀστραγαλισταῖς (fr. 10 Pow. = nr. 101, 1

### book 86a1.5

[T.G.F. I p. 279] Sn.). T

### book 86a2.1

καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλε τὸν Ἀμφιδάμαντος τὸν

### book 86a2.2

Λύσανδρον παρ’ †ὀθρυωνεῖ† τῷ γραμματιστῇ ἐν παιδιᾷ ἀστραγά‐

### book 86a2.3

λων. b(BCE3E4)

### book 86b.1

〈ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος:〉 τοῦτον

### book 86b.2

Κλεισώνυμον Φερεκύδης (FGrHist. 3, 65) στορεῖ. Aim

### book 88a1.1

ἀμφ’ ἀστραγάλοισι χολωθείς: αἱ πλείους τῶν κατὰ

### book 88a1.2

ἄνδρα „ἀμφ’ ἀστραγάλῃσιν ἐρίσσασ“. καὶ ἔστιν Ἰωνικώτερον·

### book 88a1.3

„ἀστραγάλαι δ’ Ἔρωτός εἰσι〈ν〉 / μανίαι τε καὶ κυδοιμοί“, Ἀνακρέων

### book 88a1.4

(fr. 111 G. = 53 [P.M.G. 398] P.). A

### book 88a2.1

{ἀμφ’ ἀστραγάλοισι χολωθείς:} αἱ πλείους „ἀμφ’ ἀστρα‐

### book 88a2.2

γάλῃσιν ἐρίσσασ“. καὶ ἔστιν Ἰωνικὸν τὸ ἀστραγάλη. T

### book 88b.1

〈ἀμφ’ ἀστραγάλοισι χολωθείς:〉 ὅτι ἅπαξ τῆς διὰ

### book 88b.2

τῶν ἀστραγάλων παιδιᾶς μέμνηται. Aim

### book 89

〈ἔνθα με δεξάμενος ἐν δώμασιν〉 ἱππότα 〈Πηλεύσ〉:

### book 89

οἱ νεώτεροί φασι διὰ τὸν Εὐρυτίωνος τοῦ Ἴρου φόνον. T

### book 90.1

ὀνόμηνεν: καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι· b(BCE3E4)

### book 90.2

T „σὴ παράκοιτις / κέκλημαι“ (Δ 60—1) ἀντὶ τοῦ εἰμί. T

### book 91a

〈σορός:〉 ὅτι Aint ἅπαξ ἡ σορός. AintT

### book 91b1

σορός: ἡ ἔσω ὠροῦσα, ὅ ἐστι φυλάττουσα. T

### book 91b2

σορὸς δέ ἐστι κιβώτιον, οὗ ἔσω ὀροῦσαι ἔστιν. b(BCE3E4)

### book 92a.1

χρύσεος ἀμφιφορεύς, 〈τόν τοι πόρε πότνια μή‐

### book 92a.2

τηρ〉: ἀθετεῖται, ὅτι εἰ σορὸν δέδωκεν, ἣν ἐν ἄλλοις λάρνακα καλεῖ,

### book 92a.3

„καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν“ (Ω 795), πρὸς τί καὶ ἀμφι‐

### book 92a.4

φορῆα; μετενήνεκται οὖν ἐκ τῆς δευτέρας Νεκυίας (sc. ω 74). 〈***〉

### book 92a.5.1

φησὶν αὐτὸν μετενηνέχθαι· τὸ γὰρ οἴκοθεν ἐπάγεσθαι δυσοιώνιστον.

### book 92a.5.2

A

### book 92b.1

〈χρύσεος ἀμφιφορεύς, τόν—μήτηρ〉: ἐν πάσαις

### book 92b.2

{δὲ} οὐκ ἦν ὁ στίχος. καὶ Ἀρίσταρχος ἐκ τῆς 〈δευτέρασ〉 Νεκυίας

### book 92b.3

αὐτὸν ἐσπάσθαι φησίν· „δῶκε δὲ μήτηρ / χρύσεον ἀμφιφορῆα“ (ω

### book 92b

73—4), ἀλλ’ ἐκεῖ εὐλόγως πρὸς ὕψωσιν τῆς ταφῆς. T

### book 92c.1

χρύσεος ἀμφιφορεύς, 〈τόν τοι πόρε πότνια μήτηρ〉:

### book 92c.2

τοῦτόν φασι Διόνυσον παρὰ Ἡφαίστου λαβόντα ἐν Νάξῳ Θέτιδι

### book 92c.3

χαρίσασθαι, ἐπειδὴ διωκόμενον ὑπὸ Λυκούργου ἐδέξατο (cf. ω 74—5).

### book 92c.4

T

### book 92c.5.1

χρύσεος ἀμφιφορεύς: Διόνυσος Ἥφαιστον—τὰ ὀστᾶ.

### book 92c.5.2

A

### book 92d.1

ἄλλως· χρύσεος ἀμφιφορεύς, 〈τόν—μήτηρ〉: οὐ

### book 92d.2

σορὸν δέδωκεν ἡ μήτηρ (δυσοιώνιστον γὰρ ἐπὶ πόλεμον ἐξιόντι), ἀλλ’

### book 92d.3

ἴσως μεστὸν οἴνου, ὃν ἀξιοῖ σορὸν γενέσθαι. b(BCE3E4)T

### book 94-6.1

τίπτε μοι, ἠθείη 〈κεφαλή, —ὡς σὺ κελεύεισ〉:

### book 94-6.2

βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύδοντα πρὸς τὴν ἀμοιβήν.

### book 94-6.3

μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται. b(BCE3E4)T

### book 94

ἠθείη κεφαλή: προσφώνησις νέου πρὸς πρεσβύτερον. δῆλον

### book 94

〈οὖν〉 ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. A | Χαμαιλέων (fr.

### book 94.1

19 We.) γράφει „ὦ θείη κεφαλή“. γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ „ὦ θείη“.

### book 94.2

AT | διὸ ἡ διπλῆ. A

### book 96

〈ὡς σὺ κελεύεις:〉 ἐν ἄλλῳ „ὥς με κελεύεισ“. Aim

### book 97-8.1

ἀλλά μοι ἆσσον στῆθι· 〈μίνυνθά περ ἀμφιβαλόν‐

### book 97-8.2

τε / ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο〉: ἑκατέρωσε δύνα‐

### book 97-8.3

ται προσδίδοσθαι τὸ ἀλλήλους (98). | καὶ ἐνταῦθα δέ, ὡς εἴρηται

### book 97-8.4

(sc. ad Ψ 75), λείπει τὸ ἵνα· ὁ γὰρ λόγος ‘ἀλλά μοι πλησίον στῆθι ἐπ’

### book 97-8.5

ὀλίγον γε, ἵνα ἀλλήλους περιπτυξάμενοι ὀδυρώμεθα‘. A

### book 97.1

ἀμφιβαλόντες: ἀμφιχυθέντες· b(BCE3E4)T „ἀμφιχυ‐

### book 97.2

θεὶς πατέρ’ ἐσθλόν“ (π 214). T

### book 98

〈ὀλοοῖο:〉 ἐν ἄλλῳ „κρυεροῖο“. Aint

### book 99.1

ὠρέξατο 〈χερσὶ φίλῃσιν:〉 ἐπεθύμησε 〈ταῖς χερσί〉, τὰς

### book 99.2

χεῖρας ὤρεξεν. T

### book 100.1

〈ψυχὴ δὲ κατὰ χθονὸσ〉 ἠΰτε καπνός: διὰ τὸ λεπτὸν

### book 100.2

καὶ πνευματῶδες· b(BCE3E4)T ἢ πρὸς τὴν κίνησιν. Ζωΐλος (fr.

### book 100.3

36 Friedl. = FGrHist. 71, 16) δέ φησιν ὅτι ἀλλ’ ὁ καπνὸς ἄνω φέρε‐

### book 100.4

ται. T

### book 101.1

τετριγυῖα: ἐλεεινὰ βοῶσα, b(BCE3E4)T ὡς ἐπὶ τῶν

### book 101.2

νεοσσῶν (sc. Β 314). b(BCE3)T

### book 102a.1

〈χερσί τε συμ〉πλατάγησεν: ἐπὶ τῇ παραδόξῳ φαν‐

### book 102a.2

τασίᾳ b(BCE3E4)T τὰς χεῖρας συνέκρουσεν. b(BCE3)T

### book 102b.1

ἔπος ... ὀλοφυδνόν: ὁ μετὰ τιλμοῦ τῶν τριχῶν οἶκτος·

### book 102b.2

b(BCE3E4)T „ὤλοψας δὲ βίηφι“ (Call. h. 3, 77). T

### book 104a

ψυχὴ καὶ εἴδωλον, 〈ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν〉:

### book 104a.1

ἐμφρόνως καὶ συνετῶς διείλεκται πάντα ὁ Πάτροκλος. ἐνσέσεισται οὖν

### book 104a.2

ἐκ τῆς Ὀδυσσείας ὁ στίχος (ubi non exstat)· ἐκεῖ γὰρ τὰς ψυχὰς

### book 104a

εἴδωλα σκιώδη φρονήσεως ἀμέτοχα ὑπέθετο. ἢ φρένας λέγει οὐ τὸ

### book 104a.5.1

διανοητικόν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλαχοῦ

### book 104a.5.2

„ἔν τε φρένες ἧπαρ ἔχουσι“ (ι 301) καὶ πάλιν „ἔνθ’ ἄρα τε φρένες

### book 104a.5.3

ἔρχαται“ (Π 481). ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα. οὕτως Ἀρι‐

### book 104a.5.4

στοφάνης ὁ γραμματικός (fr. 87, p. 227 N. [= p. 191 Sl.]). | ἡ διπλῆ δέ, ὅτι τὰς τῶν

### book 104a.5.5

ἀτάφων ψυχὰς Ὅμηρος ἔτι σωζούσας τὴν φρόνησιν ὑποτίθεται. A

### book 104b.1

ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: φρένες T τινὲς

### book 104b.2

σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρ’ ὅσον

### book 104b.3

ἐκταθεὶς οὐκ ἔλαβε. κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν·

### book 104b.4

ἐμέμφετο γὰρ ὡς ἠμελημένος (cf. Ψ 69—74). b(BCE3E4)T καὶ

### book 104b.5.1

μὴν οἱ ἄταφοι προμαντεύονται. T ἢ εἰσὶ μέν, οὐ μὴν πάμπαν.

### book 104b.5.2

b(BCE3E4)T

### book 104c

〈πάμπαν:〉 γράφεται {δὲ} καὶ „πᾶσαι“. T

### book 106

〈ἐφεστήκει:〉 ὁ Ἀρίσταρχος ἐφεστήκει χωρὶς τοῦ ι. Aim

### book 107.1

θέσκελον: θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατασκευ‐

### book 107.2

άσαντος. b(BCE3E4)T

### book 108.1

〈τοῖσι δὲ πᾶσιν〉 ὑφ’ ἵμερον ὦρσε 〈γόοιο〉: ὑπερ‐

### book 108.2

βολὴ πένθους ἐστίν, ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν

### book 108.3

αὐτοὶ κατάρχονται δακρύων. b(BCE3)T

### book 110

ἀμφὶ νέκυν 〈ἐλεεινόν〉: Ἀττικῶς ἐξέτεινε τὸ νέκυν. T

### book 111a1.1

οὐρῆάς τ’ ὤτρυνε: ὅτι σαφῶς οὐρῆες οἱ ἡμίονοι, πρὸς

### book 111a1.2

τὸ „οὐρῆας μὲν πρῶτον ἐπῴχετο“ (Α 50). | κατὰ δὲ πολλὰ τῶν ἀντι‐

### book 111a1.3

γράφων „οὐρῆας ὤτρυνεν“, ἔξω τοῦ τέ. A

### book 111a2

ἄλλως· {οὐρῆας τ’:} ἐν πολλοῖς χωρὶς τοῦ τέ. T

### book 111b.1

οὐρῆάς τ’ ὤτρυνεν: „οἱ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος

### book 111b.2

ἀμφιβαλόντες / ἕλκως’ ἐξ ὄρεος κατὰ παιπαλόεσ〈σ〉αν ἀταρπόν“ (Ρ

### book 111b.3

742—3). T

### book 113.1

Μηριόνης: Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος· AT ὅ‐

### book 113.2

θεν Μηριόνης. A

### book 116.1

πάραντα: μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλ’ b(BCE3)

### book 116.2

T εὐθύτομα. b(BCE3E4)T δόχμια δὲ τὰ ἐκ πλαγίου. b

### book 116.3

(BCE3)

### book 117a.1

〈πολυπίδακος:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „πολυπι‐

### book 117a.2

δάκου“. Aim

### book 117b.1

πολυπιδάκου: „πίδακος ἀμφ’ ὀλίγησ“ (Π 825). οὕτως

### book 117b.2

οὖν „πολυπίδακοσ“. T

### book 119-20a.1

κτυπέουσαι / πῖπτον: ὅτι τὸ ἐναντίον ἔφη· πίπτου‐

### book 119-20a.2

σαι γὰρ κτύπον παρεῖχον. A

### book 119-20b

κτυπέουσαι / πῖπτον: ἤλλακται ἡ τάξις. b(BCE3E4)T

### book 120a.1

διαπλήσσοντες {ἀχαιοί}: οὕτως διαπλήσσοντες διὰ

### book 120a.2

τοῦ η αἱ Ἀριστάρχου ἀντὶ τοῦ διακόπτοντες. | παρασημειώσαιτο δ’

### book 120a.3

ἄν τις τοῦτο πρὸς τὸ ἐν τῇ Ὀδυσσείᾳ (κ 440) „τῷ οἱ ἀποπλήξας

### book 120a.4

κεφαλήν“, ἀντὶ τοῦ ἀποκόψας. A

### book 120b.1

〈διαπλήσσοντες:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „δια‐

### book 120b.2

πλίσσοντεσ“ διὰ τοῦ ι. Aim

### book 120c.1

διαπλήσσοντες: διακόπτοντες πρὸς τὴν συμμετρίαν·

### book 120c.2

b(BCE3E4)T καὶ „τῷ οἱ ἀποπλήξας κεφαλήν“ (κ 440). T

### book 120c.3

τὸ δὲ †διαπλήσσοντες† b(BCE3)T τοῖς ποσὶ διαβάντες. b(BC

### book 120c.4

E3E4)T

### book 121.1

ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο: διέκοπτον ταῖς ὁπλαῖς

### book 121.2

τὸ ἔδαφος. b(BCE3E4)T | ἢ διεμερίζοντο τοῖς ποσὶ τὴν γῆν· με‐

### book 121.3

ρισμῷ γὰρ ὅμοιόν ἐστιν, ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν. b(BCE3)

### book 121.4

T

### book 121.5.1

ποσσὶ δατεῦντο: ἐμέριζον βαδίζουσαι· μερισμῷ γάρ τινι

### book 121.5.2

ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τιθε‐

### book 121.5.3

μένων. A

### book 121-2.1

〈ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο /〉 ἐλδόμεναι πε‐

### book 121-2.2

δίοιο 〈διὰ ῥωπήϊα πυκνά: βραχὺ διασταλτέον ἐπὶ τὸ πεδίοιο

### book 121-2.3

(122)·〉 τὸ γὰρ ἑξῆς ἐστι ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο, διὰ

### book 121-2.4

ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ πεδίου τὰ

### book 121-2.5

ῥωπήϊα λέγει, ἀλλ’ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ τῶν ῥωπῶν.

### book 121-2

A

### book 123.1

πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον: νόμος στρατιωτι‐

### book 123.2

κὸς μὴ κούφους ἐν ταῖς χρείαις διατελεῖν. A b (BCE3E4)T

### book 125.1

ἐπισχερώ: ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπ’ ἄλλῳ τὴν σχέσιν

### book 125.2

ἔχειν. A b (BCE3)T

### book 126a

ἠρίον: παρὰ τὴν ἔραν. T

### book 126b.1

ἠδὲ καὶ αὐτῷ: ἴσως ἐφ’ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ

### book 126b.2

ποιητής. T

### book 130.1

χαλκὸν ζώννυσθαι: Ἀριστοτέλης (fr. 519 R.3) φησὶ

### book 130.2

τοὺς πρυλεῖς Ἀχιλλέως 〈***〉. τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς

### book 130.3

Κύπρον κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται

### book 130.4

πυρριχίζων ὁ στρατός. T

### book 131

〈ἐν τεύχεσσιν:〉 ἀντὶ τοῦ εἰς τὰ τεύχη. b(BCE3)Til

### book 132a.1

〈ἐν δίφροισι:〉 ἀντὶ τοῦ εἰς τοὺς δίφρους. b(BCE3E4)

### book 132a.2

Til

### book 132b.1

〈παραιβάται:〉 ὅτι νῦν παραιβάτας εἴρηκε τοὺς ὁπλί‐

### book 132b.2

τας. Aint

### book 132c.1

παραιβάται: ὧδε μόνον αὐτοὺς ὠνόμασεν, ἐκεῖ δὲ (sc.

### book 132c.2

Λ 104) σημαίνει· „Ἄντιφος αὖ παρέβασκε περικλυτόσ“. T

### book 133-4.1

〈πρόσθε μὲν—ἑταῖροι:〉 τὸ πλῆθος διὰ τοῦ

### book 133-4.2

νέφους ἐδήλωσε καὶ τὸ σχῆμα, καὶ πῶς ἐπορεύοντο. b(B[bis], CE3E4)

### book 134.1

〈μυρίοι:〉 πρὸς τὸ σχῆμα, Tt ὅτι „νέφος 〈...〉 πεζῶν“

### book 134.2

(Ψ 133), / μυρίοι. Aint

### book 135a.1

〈θριξὶ δὲ πάντα νέκυν〉 καταείνυον: τὸ πλῆθος ἐμ‐

### book 135a.2

φαίνει τῶν κειρομένων. b(BCE3)T

### book 135b

θριξὶ δὲ πάντα νέκυν καταεἵνυον: κατεκάλυπτον

### book 135b.1

—δάκρυ παρειῶν. | δασέως δὲ τὸ εἵνυον· ἀπὸ γὰρ τοῦ εἱνύω

### book 135b.2

ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. | ἔν τισι δὲ

### book 135b

„καταείλυον“, τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ „καταείνυσαν“ | ἡ

### book 135b.5.1

διπλῆ δέ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ „πᾶσαι δ’ ὠΐγνυντο

### book 135b.5.2

πύλαι“ (Β 809. Θ 58 al.). A

### book 135c

ἄλλως· καταείνυον: “〈κατα〉είλυον“ εἴλουν. | 〈κατα‐〉

### book 135c.1

είνυον δὲ T περιεκάλυπτον b(BCE3)TTt ἀντὶ 〈τοῦ〉 ἕν‐

### book 135c.2

νυον. | δασύνεται δὲ τὸ εἵνυον. | Ἀρίσταρχος δὲ „〈κατα〉είνυσαν“. T

### book 136

κάρη ἔχε: ἔθος φασὶ παρὰ Λινδίοις τοῦτο. T

### book 137a1.1

{πέμπ’} Ἄϊδος δέ: οὕτως Ἄϊδος δέ, οὐκ „Ἄϊδος

### book 137a1.2

δῶ“. | ὁ Ἡρωδιανός φησιν ἐν τῷ ιθʹ τῆς Καθόλου (1,498,23 L.).

### book 137a1.3

A

### book 137a2

οὕτως Ἡρωδιανός. | ἄλλοι δὲ „Ἄϊδος δῶ“. Aim

### book 138

〈ἵκοντο:〉 γράφεται „ἵκανον“. Aim

### book 139a.1

μενοεικέα ... ὕλην: ὅτι τινὲς τὸ μενοεικές πολὺ ἀπ‐

### book 139a.2

έδοσαν. ἔστι δὲ τὸ τῷ μένει ἐοικός, οἷον τὸ ἀρεστόν, ἐξ οὗ τὴν ἱκανὴν

### book 139a.3

βούλεται σημᾶναι. A

### book 139b.1

μενοεικέα 〈...〉 ὕλην: τὴν ἀρεσκομένην Ἀχιλλεῖ, ἢ

### book 139b.2

τὴν πρέπουσαν τῇ πυρᾷ· b(BCE3E4)T φησὶ γοῦν „παρά τε

### book 139b.3

σχεῖν ὡς ἐπιεικέσ“ (Ψ 50). μετήνεκται δὲ ἀπὸ τῶν ζώντων· κυρίως γὰρ

### book 139b.4

ἂν εἴποι τις μενοεικὲς τὸ τῷ τε μένει ἀρεστὸν καὶ καταθύμιον. T

### book 141

χαίτην: καὶ ὁ Πάρις εἶχε χαίτην (cf. Γ 55), ἀλλ’ ἐπὶ

### book 141

γυναιμανίᾳ καὶ ἀπάτῃ. AT

### book 142a1.1

τήν ῥα Σπερχειῷ 〈ποταμῷ τρέφε τηλεθόωσαν〉:

### book 142a1.2

τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομίζονται. καὶ

### book 142a1.3

τοῖς γαμοῦσι δὲ λουτρὸν ἐξ αὐτῶν ἐκόμιζον γονὴν οἰωνιζόμενοι, καὶ

### book 142a1.4

τοῖς πρὸ γάμων τελευτῶσιν ἡ λουτροφόρος κάλπις 〈ἐπ〉ετίθετο. ὅτι

### book 142a1.5.1

δὲ τὸ ὑγρὸν αὔξει, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. τινὲς

### book 142a1.5.2

δὲ τρόφιμόν φασι τὸ ὕδωρ καὶ τοὺς βουλιμιῶντας πίνοντας κορέννυ‐

### book 142a1.5.3

σθαι. T

### book 142a2.1

τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νο‐

### book 142a2.2

μίζονται διὰ τὸ αὐξητικὸν τὸ ὑγρὸν εἶναι. ὅτι δὲ αὐξητικόν ἐστι,

### book 142a2.3

καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. b(BCE3E4)

### book 142b.1

ἄλλως· {τήν ῥα} Σπερχειῷ: ὡς συγγενεῖ· Πολυδώραν

### book 142b.2

γὰρ εἶχε τὴν Πηλέως θυγατέρα (cf. Π 175—6). ἢ ὅτι ἀπὸ Φθίου

### book 142b.3

〈τοῦ〉 Σπερχειοῦ Φθία. δῆλον δὲ ὅτι ἐν Τροίᾳ ἔκειρε διὰ τὸ περὶ

### book 142b.4

αὐτοῦ λόγιον. T

### book 143a

〈ὀχθήσας:〉 στενάξας. b(BCE3E4)

### book 143b.1

ἰδὼν ἐπὶ οἴνοπα πόντον: ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν

### book 143b.2

Σπερχειὸν ἀποβλέψας. b(BCE3E4)T

### book 144.1

ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς: ἔθος ἦν τοῖς

### book 144.2

ἀρχαίοις—ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία παρὰ

### book 144.3

τοῖς Ἀργολικοῖς συγγραφεῦσιν. A

### book 144

ἄλλως {σοί γε πατήρ}: ἀντὶ τοῦ μάτην, ὡς καὶ Εὐριπίδης

### book 144.5.1

ἐν Μηδείᾳ (1029—30)· „ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, /

### book 144.5.2

ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοισ“. καὶ παρὰ Ἀριστοφάνει

### book 144.5.3

ἐν Ἱππεῦσι (11)· „τί κινυρόμεθ’ ἄλλως;“. καὶ ὡς ἐπὶ τὸ πλεῖστον

### book 144.5.4

ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ Ἀττικοὶ τῷ ἄλλως· καὶ γὰρ παρὰ

### book 144.5.5

Θουκυδίδῃ συνεχῶς (sc. 1, 109, 3. 2, 18, 2 al.) ἔστιν αὐτὸ εὑρεῖν κεί‐

### book 144.10

μενον. A

### book 146.1

σοί τε κόμην κερέειν: καὶ Ἀντίμαχος (fr. 128 W.)

### book 146.2

φησὶ τῷ Κηφισσῷ κατὰ τὴν Λίλαιαν τεθυκέναι τὴν κόμην. T

### book 147a1.1

〈πεντήκοντα δ’ ἔνορχα ... μῆλ’ ἱερεύσειν:〉 ἔνορ‐

### book 147a1.2

χα τοῖς ποταμοῖς καὶ Ποσειδῶνι δέ, διὰ τὸ ἐκ τοῦ ὑγροῦ τὴν γένεσιν

### book 147a1.3

εἶναι· „Ὠκεανόν τε, θεῶν γένεσιν“ (Ξ 201. 302). σκεπτέον δέ, μὴ

### book 147a1.4

μῆλα νῦν τοὺς ταύρους φησίν· τούτους γὰρ τοῖς ποταμοῖς καθ’

### book 147a1.5.1

Ὅμηρον θύουσι, „δηθὰ πολεῖς ἱερεύετε ταύρουσ“ (Φ 131), „ταῦρον

### book 147a1.5.2

〈δ’〉 Ἀλφειῷ“ (Λ 728). T

### book 147a2.1

δυνάμεως καὶ αὐξήσεως αἴτιον τὸ ὕδωρ· ὅθεν ἔνορχα

### book 147a2.2

θύουσιν, οἱονεὶ τὰ εὐθαλέστερα καὶ δυνάμει προὔχοντα, τοῖς αἰτίοις

### book 147a2

τοῦ δύνασθαι. b(BCE3E4)

### book 147b

〈παρ’ αὐτόθι:〉 ἐν ἄλλῳ „παραυτίκα“. Aim

### book 152-3.1

κόμην 〈... /〉 θῆκεν: παθητικῶς, οὐχ ὡς οἱ λοιποὶ

### book 152-3.2

(cf. Ψ 135) ἐπέρριψεν. T

### book 155a.1

εἰ μὴ Ἀχιλλεὺς 〈αἶψ’—παραστάσ〉: τοσοῦτος

### book 155a.2

ὁ θρῆνος, ὅτι καὶ Ἀχιλλεὺς ἔγνω τὴν ἀμετρίαν. b(BCE3E4)T

### book 155b.1

αἶψ’ Ἀγαμέμνονα εἶπε παραστάς: ὅτι ἔξωθεν τὴν

### book 155b.2

πρός ληπτέον· ἔστι γὰρ πρὸς Ἀγαμέμνονα. A

### book 157a.1

πείσονται {μύθοισι}: ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκεν,

### book 157a.2

ὁ λαὸς (cf. Ψ 156) πείσονται. A

### book 157b.1

γόοιο μὲν ἔστι καὶ ἆσαι: λείπει τὸ ὕστερον, b(BCE3

### book 157b.2

E4)T ἵν’ ᾖ ‘ἔστι καὶ ὕστερον ἆσαι γόοιο‘. b(BCE3E4)

### book 157b.3

ἐνέφηνε δὲ αὐτὸ διὰ τοῦ „νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον“ (Ψ 158).

### book 157b

b(BCE3E4)T

### book 157c.1

ἄλλως· γόοιο μὲν ἔστι 〈καὶ ἆσαι〉: ἐπαγγελτικῶς προ‐

### book 157c.2

ενεκτέον τὸ ἔστι, ὡς „ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ

### book 157c.3

χαλκόσ“ (Ψ 549). T

### book 158.1

δεῖπνον: τὴν πρὸ τοῦ δόρπου τροφήν. ὑπερβολικῶς οὖν

### book 158.2

εἶπε τὸ „καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάοσ“ (Ψ 154). b(BCE3E4,

### book 158.3

E4il)

### book 160a1.1

κηδεός: τινὲς ἐβάρυναν ὥστε εἶναι γενικήν. ἄμεινον δὲ

### book 160a1.2

ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω· τὰ γὰρ εἰς ος λήγοντα

### book 160a1.3

ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα

### book 160a1.4

ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεὸς καὶ ἐν πλεονασμῷ

### book 160a1.5.1

τοῦ ς ὀσχεός. καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ

### book 160a1.5.2

συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατ’

### book 160a1.5.3

ὀξεῖαν τάσιν· „ὁ δ’ ἐκ λοχεοῖο πάϊσ“ (Hsd. th. 178)· ἀλλ’ οὖν γε

### book 160a1.5.4

βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε ὥστε

### book 160a1.5.5

παρὰ τὴν λόχου γενικὴν—„ἐκ λόχου ἀμπήδησε“ (Λ 379)—λόχοιο

### book 160a1.10.1

γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα,

### book 160a1.10.2

ῥήματος ὄντος τοῦ κηδεύω, τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός,

### book 160a1.10.3

ὀξυτονηθήσεται. A

### book 160a2.1

κηδεός: ὀξυτόνως παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός.

### book 160a2.2

b(BCE3E4)T οἱ δὲ πλείους „λοχέοιο“ ἀναγινώσκουσιν, ὡς „ἀν‐

### book 160a2

θρώποιο“ (ς 130). T

### book 160b

ἄλλως· κηδεός: κηδεύσιμος b(BCE3)T | ἢ κήδιστος. T

### book 160c1.1

παρὰ δ’ οἱ ταγοὶ 〈ἄμμι μενόντων〉: τὸ ἑξῆς ἐστι

### book 160c1.2

παραμενέτωσαν· διὸ φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος

### book 160c1.3

(fr. *24 L.) δὲ ἡγεῖτο πλεονάζειν τὸ〈ν〉 τέ σύνδεσμον καὶ ἀγοὺς

### book 160c1.4

ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ

### book 160c1.5.1

σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου·

### book 160c1.5.2

διὸ καὶ ἐγὼ συγκατατίθεμαι. A

### book 160c2.1

τὸ δὲ ἑξῆς παραμενόντων b(BCE3)T ἄμμι οἱ ἀγοί.

### book 160c2.2

b(BCE3)

### book 160d

〈μενόντων:〉 ὅτι ἀντὶ τοῦ μενέτωσαν. Aim

### book 163a.1

κηδεμόνες: οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φρον‐

### book 163a.2

τίζοντες. AT

### book 163b.1

κηδεμόνες: οἱ εἰς τοῦτο τεταγμένοι πρὸς τὸ ἀδιασπάστως

### book 163b.2

φροντίζειν αὐτοῦ παρὰ τοὺς ἄλλους. b(BCE3E4)

### book 164a.1

ἑκατόμπεδον: ἑκατὸν ποδῶν ἔχουσαν πλευράν, ὡς καὶ

### book 164a.2

τετράπους λίθος, A b (BCE3)T | ὥστε ἑκάστην πλευρὰν ἑκατὸν

### book 164a

ποδῶν μέτρον ἔχειν. A

### book 164b

ἔνθα καὶ ἔνθα: ἐκ παντὸς μέρους. b(BCE3)T

### book 165.1

ἐν δὲ πυρῇ ὑπάτῃ: ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς

### book 165.2

τὸ „ῥινὸς ὕπερ πυμάτησ“ (Ν 616). b(BCE3E4)T

### book 168.1

δημὸν ἑλὼν ἐκάλυψε 〈νέκυν〉: πρὸς τὸ ταχὺ τὴν πιμε‐

### book 168.2

λὴν ἐξαφθῆναι τοῦτο ποιεῖ ὁ Ἀχιλλεύς. A b (BCE3E4)T

### book 169a.1

περὶ δὲ δρατὰ σώματα νήει: περὶ αὐτὸν ἐσώρευεν

### book 169a.2

ὑπὲρ τοῦ καὶ τὴν ἀπ’ ἐκείνων πιμελὴν συμπράσσειν τι πρὸς τὴν

### book 169a.3

καῦσιν. b(BCE3E4)T ἅμα δὲ καὶ τοῦ περὶ τὸν νεκρὸν εὐσχήμονος

### book 169a.4

ἕνεκεν· συνσπᾶσθαι γὰρ τὰ καιόμενα τῶν σωμάτων εἴωθεν. T

### book 169b1.1

δρατά: τὰ πολλὰ τῶν ὑπομνημάτων διὰ τοῦ ε „δρετά“,

### book 169b1.2

καὶ τάχα ἀπὸ τοῦ δέρειν. | ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν ὅτι ἀντὶ

### book 169b1.3

τοῦ δαρτά. A

### book 169b2

ἐν ἐνίοις δὲ γράφεται „δρ[ε]τά“. T

### book 169c

δρατά: τὰ ἐκδαρτὰ κατὰ ἀντιστροφήν. b(BCE3E4)

### book 169d

δρατά: „ταυτὶ δέδραται“ Ἀριστοφάνης (pac. 1039). T

### book 170-1a1.1

〈ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆ‐

### book 170-1a1.2

ας /〉 πρὸς λέχεα 〈κλίνων〉: ἀντὶ τοῦ πρὸς τὸ σῶμα αὐτοῦ, ὅτι

### book 170-1a1

θερμαινόμενα ἀναζέουσι καὶ προχέονται ἐπὶ τὸν νεκρόν. T

### book 170-1a2.1

πρὸς τὸ σῶμα αὐτοῦ, ἢ πρὸς τὰς πλευράς, ἢ πρὸς ὃν

### book 170-1a2.2

ἔκειτο τόπον. b(BCE3E4)

### book 171.1

πίσυρας 〈...〉 ἵππους: κατὰ πλευρὰν ἕνα· οἰκεῖος δὲ τῶν

### book 171.2

νεκρῶν ὁ ἴσος ἀριθμός. διὰ τοῦτο τῷ Ποσειδῶνι ἐννέα θύουσιν (cf.

### book 171.3

γ 7—8). AT

### book 174-6.1

ἐνέβαλ〈λ〉ε πυρῇ δύο〈—χαλκῷ δηϊόων〉:

### book 174-6.2

ἴσως τὸ ὠμὸν αὐτοῦ εἰδὼς ὁ πατὴρ μουσικὴν αὐτὸν ἐδίδαξεν (cf. Ι

### book 174-6.3

186—9). πλέον δὲ αὐτὸν ἠγρίωσεν ὁ Πατρόκλου θάνατος b(BCE3

### book 174-6.4

E4)T ὡς τοὺς κύνας καὶ τοὺς Τρῶας καίειν· διὸ ὥσπερ ἀγανα‐

### book 174-6.5.1

κτῶν ὁ ποιητής φησι κακὰ δὲ φρεσὶ μήδετο ἔργα (176). b(BCE3)

### book 174-6.5.2

T

### book 177a.1

πυρὸς μένος 〈...〉 σιδήρεον: ἄμφω γὰρ τμητικά, πῦρ

### book 177a.2

καὶ σίδηρος. A b (BCE3E4)T

### book 177b.1

νέμοιτο: ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι· A b (BCE3E4)

### book 177b.2

φησὶ γοῦν· „τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει“ (Ψ 182). A

### book 179.1

χαῖρέ μοι: ἀντὶ τοῦ ἥδου, ὅτι σοι b(BCE3)T τὰ πρὸς

### book 179.2

ἡδονὴν b(BCE3E4)T ἀπεπλήρωσα. b(BCE3)T

### book 180

〈τελέω τὰ πάροιθεν ὑπέστην:〉 ἐν ἄλλῳ „τετελεσμένα

### book 180

ὥσπερ ὑπέστην“. Aint

### book 181.1

δώδεκα μὲν Τρώων 〈μεγαθύμων υἱέας ἐσθλούσ〉: συν‐

### book 181.2

απτέον τῷ ἑξῆς στίχῳ· τὸ γὰρ „τούσ“ (Ψ 182) κεῖται ἀντὶ τοῦ τού‐

### book 181.3

τους, ἵν’ ᾖ ὁ λόγος ‘δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ

### book 181.4

ἐσθίει‘, δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς 〈***〉 ἔσται τὸ

### book 181.5

„τούσ“ (Ψ 182) ἀντὶ ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς. A

### book 183.1

〈δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν:〉

### book 183.2

ὅτι ἀπὸ κοινοῦ τὸ δαπτέμεν. Aint

### book 184.1

ἀπειλήσας: συνήθως ἡμῖν, ὡς τὸ „ἀπείλησαν γὰρ οἱ

### book 184.2

ἄλλοι“ (Β 665). T διὰ δὲ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν

### book 184.3

ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ. b(BCE3E4,

### book 184.4

E4il)T

### book 186a.1

ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ: ὅτι μύρου τὴν μὲν ὀνομασίαν

### book 186a.2

ἀγνοεῖ, τὴν δὲ σκευασίαν οἶδεν· τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν

### book 186a.3

ἔλαιον ῥοδόεν. A

### book 186b.1

ῥοδόεντι 〈δὲ χρῖεν〉 ἐλαίῳ: τὴν χρῆσιν μὲν τοῦ

### book 186b.2

μύρου οἶδεν, οὐ μὴν τὸ ὄνομα. οἰκεῖον δὲ τὸ ἀλείφειν τῇ θεῷ (cf. θ 364).

### book 186b.3

T

### book 186c.1

χρῖεν ἐλαίῳ: ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως,

### book 186c.2

ἵνα μὴ ἑλκόμενον ὑπ’ Ἀχιλλέως ἀποξέοιτο. b(BCE3E4)

### book 187

ἑλκυστάζων: ὡς „νευστάζων“ (Υ 162. μ 194 al.). T

### book 190-1.1

μὴ πρὶν μένος ἠελίοιο 〈/ σκήλει’ ἀμφὶ περὶ

### book 190-1.2

χρόα〉: μὴ πρὶν ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετοποιήσειεν.

### book 190-1

b(BCE3E4)T οἱ δὲ τὸν περὶ τοῖς μέλεσι χρόα (cf. 191). T

### book 191a

σκήλειεν: εὐκτικῶς. T

### book 191b

〈σκήλειε:〉 σκληροποιήσειεν. Aim

### book 192.1

οὐδὲ πυρὴ 〈Πατρόκλου〉 καίετο: τὴν ἔμφασιν τῶν

### book 192.2

ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ. b(BCE3E4)T

### book 194-5.1

δοιοῖς 〈ἠρᾶτ’〉 ἀνέμοισι 〈/ Βορέῃ καὶ Ζεφύρῳ〉:

### book 194-5.2

οὐκ ἄτοπον θεοὺς καλεῖν ἐπὶ τεθνεῶσιν, ὅπου καὶ ἐν πολέμοις καλοῦσι

### book 194-5.3

καὶ αὐτὸς ὁ Ἀπόλλων νεκροφορεῖ (sc. Π 676—83). T

### book 195.1

Βορέῃ καὶ Ζεφύρῳ: ὡς Θρᾳξί· Θρᾴκη δὲ πλησίον τῆς

### book 195.2

Τροίας. b(BCE3E4)T

### book 196.1

ΔΕΠΑΙ 〈ἐλλιτάνευεν〉: ὅτι συνῃρημένως. ἀλλαχοῦ δὲ

### book 196.2

„ἐν δέπαϊ χρυσέῳ“ (υ 261). T

### book 197a

〈ἐλθέμεν:〉 γράφεται „ἐλθεῖν“. Aim

### book 197b.1

φλεγεθοίατο: Εὐφορίων (fr. 160 Pow.) κακῶς τῷ ῥή‐

### book 197b.2

ματι ἑνικῶς χρῆται. T

### book 198a.1

〈ὕλη τ’ ἐσσεύαιτο:〉 ἐν ἄλλῳ „ὕλη τε σεύαιτο“. οὕτως

### book 198a.2

δὲ ἔξω τοῦ ν ὕλη. Aim

### book 198b1

ὕλη τ’ ἐσσεύαιτο 〈καήμεναι〉: ὁρμὴν λάβοι· ἀπὸ δὲ

### book 198b1

τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ ὕλη. οἱ δὲ „ὕλην τε σεύ‐

### book 198b1

αιντο“ ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην. AT

### book 198b2.1

ἀντὶ τοῦ ὁρμὴν λάβοι b(BCE3E4, E4il)Til ἡ ὕλη

### book 198b2.2

τοῦ καῆναι, ἵν’ ᾖ ‘ὕλη τ’ ἐσσεύοιτο καήμεναι‘. b(BCE3E4) εἰ δὲ ᾖ

### book 198b2.3

„ὕλην τε σεύαιντο καήμεναι“, b(BE4) ἀντὶ τοῦ ἵν’ ὁρμήσειαν

### book 198b2.4

οἱ ἄνεμοι τὴν ὕλην καίειν. b(BE3E4)

### book 199.1

μετ’ ἄγγελος ἦλθ’ ἀνέμοισιν: Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς

### book 199.2

ἀνέμους ἦλθεν, ὡς Ἀρχίλοχος (fr. 218 W.)· „μετέρχομαί σε σύμ‐

### book 199.3

βολον ποιεύμενοσ“. οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ἐπειδὴ τοῦτο

### book 199.4

κατὰ δόξαν ἦν. b(BCE3E4)T

### book 200.1

δυσαέος: οὐκ ἀεί, ἀλλὰ χειμῶνι· ἔστι γὰρ χειμῶνος μὲν

### book 200.2

δυσαής, θέρους δὲ προσηνής. A b (BCE3E4)T „Ζεφυρίη πνεί‐

### book 200.3

ουσα τὰ μὲν φύει“ (η 119). T

### book 202

βηλῷ: τῷ βαθμῷ. T

### book 203.1

πάντες ἀνήϊξαν: ἔστι γὰρ ἐρωμένη Ζεφύρου· ἀφ’ ὧν

### book 203.2

καὶ τὸν Ἔρωτά φασιν. ἴσως δὲ ἀκροθώρακες ὄντες ἐρῶσιν αὐτῆς. T

### book 205a

οὐχ ἕδος: οὐχ ἑδραστέον. b(BCE3)T

### book 205b

〈αὖθι:〉 γράφεται „αὖτισ“. Aim

### book 206a.1

Αἰθιόπων ἐς γαῖαν: πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούν‐

### book 206a.2

των ψεύδεται· χθὲς γὰρ θεαταὶ ἦσαν τῆς μάχης, καὶ ἕωθεν φιλονεικοῦσι

### book 206a

περὶ Ἕκτορος. b(BCE3E4)T

### book 206b.1

ἄλλως· Αἰθιόπων ἐς γαῖαν: χάριεν ἐν παρέργῳ δεδή‐

### book 206b.2

λωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ ὥσπερ ἐκ τῆς

### book 206b.3

φροντίδος κατέστησαν, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως

### book 206b.4

βούλησιν· διὸ παρὰ τοῖς Αἰθίοψί φησι πανηγυρίζουσιν. b(BCE3E4)

### book 206b.5

T

### book 206c.1

ἐς γαῖαν· γράφεται „ἐς δῆμον“, ὡς αἱ ἀπὸ τῶν πόλεων.

### book 206c.2

AimT

### book 208a1

κελαδεινόν: ὃν ἄνω (sc. Ψ 200) δυσαῆ εἶπεν. T

### book 208a2.1

τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν. ἔστι δὲ ταὐτὸν ἐκ

### book 208a2.2

παραλλήλου. b(BCE3E4)

### book 214.1

πόντον {ἵκανον}: τὸν Θρᾴκιον πόντον καὶ Ἑλλήσποντον.

### book 214.2

T

### book 214

〈ἀήμεναι:〉 πνέειν. Aim

### book 217

〈ἔβαλλον:〉 τῷ πνεύματι ἔβαλλον. Aim

### book 218-20.1

ὁ δὲ πάννυχοσ〈—χαμάδις χέε〉: πολὺ τὸ

### book 218-20.2

ἑταιρικὸν τοσαύτην φέροντος ἀγρυπνίαν καὶ χοὰς χεομένου. b(BCE3

### book 218-20.3

E4)T

### book 219

〈ἑλών:〉 ἐν ἄλλῳ „ἔχων“. Aim

### book 221.1

ψυχὴν κικλήσκων 〈Πατροκλῆος δειλοῖο〉: ὅτι δωδε‐

### book 221.2

κασύλλαβος AT καὶ ἐκ σπονδείων. A

### book 222-3.1

ὡς δὲ πατὴρ οὗ παιδὸσ〈—ἀκάχησε τοκῆ‐

### book 222-3.2

ασ〉: αὐξητικῶς ὅλη ἔχει ἡ παραβολή· εἰς γὰρ ἔνδειξιν στοργῆς

### book 222-3.1

ἑταιρικῆς παραβέβληται. ἀλλ’ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος·

### book 222-3.2

οὐ γὰρ τὴν τυχοῦσαν ἡλικίαν τοῦ παιδὸς παρέλαβεν, ἀλλὰ νυμφίον

### book 222-3.5.1

(cf. 223), τέλειον μέν, παίδων δὲ οὔπω πατέρα, b(BCE3E4)T

### book 222-3.5.2

ὥστε καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας μετὰ τῆς δευτέρας

### book 222-3.5.3

ἐλπίδος καὶ τὴν πρώτην ἀπολώλεκεν. b(BE3E4)T

### book 223.1

νυμφίου: δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων·

### book 223.2

„νυμφίον, ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα“ (η 65). A b (BCE3

### book 223.3

E4)T

### book 224-5.1

ὣς Ἀχιλλεὺς ἑτάροιο 〈ὀδύρετο ὀστέα καίων, /

### book 224-5.2

ἑρπύζων παρὰ πυρκαϊήν, ἀδινὰ στεναχίζων〉: βραχὺ δια‐

### book 224-5.3

σταλτέον καίων (224), πυρκαϊήν (225)· μᾶλλον γὰρ οὕτως ἐμ‐

### book 224-5.4

φαίνει. A

### book 225a1.1

ἑρπύζων 〈...〉 στεναχίζων: διὰ τῶν παρατατικῶν

### book 225a1.2

τὸ ἀδιάλειπτον τῆς λύπης σημαίνει. T

### book 225b1.1

ἄλλως· ἑρπύζων: ἡ βαρεῖα κίνησις τὴν ταπείνωσιν

### book 225b1.2

Ἀχιλλέως δηλοῖ. T

### book 225b2/a2.1

βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δη‐

### book 225b2/a2.2

λοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην. b(BC

### book 225b2/a2.3

E3E4)

### book 226a

〈ἑωσφόρος:〉 λείπει ἀστήρ. Tt

### book 226a

ἑωσφόρος: ὁ κατὰ τὴν ἡμέραν—Ἀφροδίτης. A

### book 226b.1

{ἑωσφόρος} εἶσι φόως ἐρέων ἐπὶ γαῖαν: ἡ ἐπί πρὸς

### book 226b.2

τὸ εἶσιν. οὐκ ἀναστρέφεται δὲ διὰ τὸ μεταξὺ τεθεῖσθαι ἕτερον μέρος

### book 226b.3

λόγου. T

### book 226c.1

φόως ἐρέων: ὅτι μεταφορικῶς ἐρέων ἀντὶ τοῦ ἀπαγγε‐

### book 226c.2

λῶν. τοῦτο δέ ἐστι προσημανῶν· οὐ γὰρ διὰ λόγου τοῦτο ποιεῖ,

### book 226c.3

ἀλλὰ δι’ ἐπιτολῆς. A

### book 226d.1

φόως ἐρέων: „ὅς τε μάλιστα / ἔρχεται ἀγγέλλων φάος

### book 226d.2

Ἠοῦς ἠριγενείησ“ (ν 93—4). T

### book 228.1

〈πυρκαϊὴ〉 ἐμαραίνετο: καὶ ἐκεῖ οὖν „φλὸξ ἐμαράνθη“

### book 228.2

(Ι 212) γραπτέον. T

### book 229.1

οἱ δ’ ἄνεμοι 〈πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι〉:

### book 229.2

εἰ οὖν αὐτεξούσιοι οἱ ἄνεμοι, τετεράτευται τὰ περὶ τοῦ Αἰόλου (sc.

### book 229.3

κ 21—2). T

### book 232a.1

〈κλίνθη κεκμηώσ〉, ἐπὶ δὲ γλυκὺς ὕπνος 〈ὄρουσεν〉:

### book 232a.2

ἐξέφρασε τὸν μετὰ πολλὴν ἀγρυπνίαν εἰς ὕπνον ὀλίγον ἀποκλίναντα.

### book 232a.3

b(BCE3E4)T

### book 232b.1

ὄρουσεν: διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ

### book 232b.2

ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν. A b (BCE3E4)T

### book 234.1

〈τῶν μιν ἐπερχομένων ὅμαδος καὶ〉 δοῦπος ἔγειρεν:

### book 234.2

τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος. A b (BCE3E4)T

### book 239

ὀστέα 〈...〉 λέγωμεν: τοῖς ἄλλοις τὸ σβέσαι ἐπιτάσσει

### book 239

(cf. Ψ 237—8), συμπεριλαμβάνει δ’ ἑαυτὸν εἰς τὴν ὀστολογίαν. T

### book 243a.1

φιάλῃ: ἀγγείῳ λεβητοειδεῖ ἐκπεπλατυσμένῳ ἄνωθεν· b

### book 243a.2

(BCE3E4)T φησὶν οὖν „ἀμφίθετον φιάλην ἀπύρ〈ωτ〉ον“ (Ψ

### book 243a.3

270). T δημῷ δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ

### book 243a.4

εὔσηπτα εἶναι. A b (BCE3E4)T

### book 243b

δίπλακι: ὅτι ἀρσενικῶς. T

### book 244a.1

θείομεν {εἰσόκεν αὐτὸς ἐγων}: ὅτι συνέσταλκεν ἀντὶ τοῦ

### book 244a.2

θείωμεν. καὶ ὅτι κατὰ συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι,

### book 244a.3

οἷον πορεύωμαι. A

### book 244b

〈αὐτὸς ἐγών:〉 ἐν ἄλλῳ „αὐτὸς ἰών“. Aim

### book 244c

κλεύθωμαι: ἀντὶ τοῦ κελεύθωμαι, πορεύωμαι. τινὲς δὲ

### book 244c

„κεύθωμαι“, οὐκ εὖ. T

### book 245a.1

πολλόν: μέγαν· b(BCE3E4)TTt „πολλὸς γάρ τις

### book 245a.2

ἔκειτο“ (Η 156). b(BCE3E4)T

### book 245b

〈πονέεσθαι:〉 ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν. Aint

### book 246.1

〈ἐπιεικέα〉 τοῖον: ἠθικῶς τὸ τοῖον, ἀντὶ τοῦ b(BCE3)

### book 246.2

T τοιοῦτον σύμμετρον. b(BCE3E4)T

### book 248

δεύτεροι: ὕστεροι· καὶ „δεύτατος ἦλθεν“ (Τ 51) ἀντὶ

### book 248

τοῦ ἔσχατος. A b (BCE3)T | γενναίως οὐκ οἰκτίζεται τὸν θάνατον.

### book 248

b(BCE3E4)T

### book 251

〈κάππεσε τέφρη:〉 ἐν ἄλλῳ „κάππεσεν ὕλη“. Aim

### book 254a.1

λιτί: ἀποικίλτῳ. τοιοῦτο δὲ καὶ Ἀνδρομάχη φησίν·

### book 254a.2

„ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖσ“ (Χ 513). T

### book 254b1.1

{ἑανῷ} λιτί {κάλυψαν}: λιτί ὡς „φωτί“ (Γ 219. Ε 634

### book 254b1.2

al.). οὕτως καὶ Ἀρίσταρχος· πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπ’

### book 254b1.3

ὀνομάτων εἰς τι λήγουσα ὀξύνεται. χρωτί, „δαιτί“ (Τ 179. Ψ 48 al.),

### book 254b1.4

Κρητί· {οὕτως οὖν καὶ λιτί·} τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν

### book 254b1.5.1

κατ’ ὀξεῖαν τάσιν ἀναγινώσκειν· „νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ

### book 254b1.5.2

δάκρυον ἧκασ“ (Call. fr. 788 Pf.). οὕτως οὖν καὶ λιτί, ἵνα ᾖ μετα‐

### book 254b1.5.3

πλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ

### book 254b1.5.4

ἡ αἰτιατικὴ ἡ „λῖτα“ (Θ 441) μεταπέπλασται ἐκ τῆς λιτόν, ὡς καὶ

### book 254b1.5.5

ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ „κάθηράν τε ῥύπα

### book 254b1.10.1

πάντα“ (ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου

### book 254b1.10.2

μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ

### book 254b1.10.3

„λῖτα“, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλ‐

### book 254b1.10.4

μένης τῆς „τινά“ (Α 62. Β 355 al.) κατ’ ἀόριστον προφοράν. A

### book 254b2.1

ἄλλως· λιτί: ὀξυτόνως· μεταπλασμὸς γάρ ἐστι τοῦ λιτῷ.

### book 254b2.2

τὸ „λῖτα“ αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτόν, ἐπεὶ οὐ‐

### book 254b2.3

δεμία αἰτιατικὴ εἰς α λήγουσα ὠξύνθη εἰ μὴ ἡ „τινά“ ἀόριστος οὖσα

### book 254b2

πρὸς τὴν „τίνα“ (Ε 703. Θ 273 al.) πευστικήν. T

### book 255.1

τορνώσαντο δὲ σῆμα: ὡς ὁ ζωγράφος προϋπογράφει

### book 255.2

πρῶτον, οὕτω καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. b(BCE3

### book 255.3

E4)T τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον. b(BE3

### book 255.4

E4)T

### book 255-6.1

〈θεμείλιά τε προβάλοντο / ἀμφὶ πυρήν:〉 τοῦτο

### book 255-6.2

ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς ἐαθῇ.

### book 255-6.3

b(BCE3E4) τὸ δὲ προβάλοντο (255) ἀντὶ τοῦ πρὸ τῆς πυρᾶς

### book 255-6.4

ἔβαλον, ὅ ἐστι κύκλῳ τῆς πυρᾶς. b(BE3E4)

### book 256.1

χυτήν: ὅτι οὐ πᾶσα γῆ χυτή, ἀλλ’ ἡ τοῖς νεκροῖς ἐπιχεο‐

### book 256.2

μένη. A

### book 258a1.1

〈ἵζανεν εὐρὺν ἀγῶνα:〉 καθεσθῆναι ἐποίησε τὸ πολὺ

### book 258a1.2

πλῆθος. ἢ εἰς εὐρύχωρον τόπον, ἵνα †λίπῃ† ἡ εἴς. T

### book 258a2.1

ἀγῶνα τὸν τόπον, ἵνα ἀγωνίζονται· ἵνα λείπῃ ἡ εἴς.

### book 258a2.2

b(BCE3E4)T

### book 259-61.1

{ἄλλως·} νηῶν δ’ ἔκφερ’ ἄεθλα〈—σίδηρον〉:

### book 259-61.2

καὶ παρὰ Ἀριστοφάνει ἠθέτηται τοῦτο. T

### book 259.1

νηῶν: τοῦ τόπου, ἔνθα ἦσαν· b(BCE3E4, E4il)T ἐν

### book 259.2

νεωλκηθείσῃ γὰρ νηῒ οὐδὲν τίθεται, οὐδὲ διατρίβει τις ἐν αὐτῇ·

### book 259

φησὶ γοῦν „οἰσέμεναι κλισίηθεν“ (Ψ 564). b(BCE3E4)T

### book 262a.1

ἱππεῦσιν 〈μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλα〉:

### book 262a.2

τινὲς „ἵπποισι“· κατὰ τούτων γὰρ τὸ ἐπίθετον, οὐ τῶν ἱππέων. T

### book 262b.1

〈ποδώκεσιν:〉 βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ

### book 262b.2

αὐτοῦ (sc. ad Β 764). Aint

### book 263-4a.1

θῆκε γυναῖκα 〈ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖαν

### book 263-4a.2

(263)〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύ‐

### book 263-4a.3

μονα ἔργα (263). καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδ’ ὠτώ‐

### book 263-4a.4

εντα (264) τὸ φέρεσθαι· ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ

### book 263-4a.5

φορητά. A

### book 263-4b.1

γυναῖκα〈—τρίποδα〉: γυναῖκα (263) μὲν τεχνῖ‐

### book 263-4b.2

τιν τίθησι τῷ νικήσαντι, ὅτι σοφίας δεῖ πρὸς τὴν νίκην, τρίποδα

### book 263-4b.3

(264) δὲ διὰ τὴν στάσιν. b(BCE3E4)T

### book 264.1

〈δυωκαι〉εικοσίμετρον: ὑφ’ ἕν, οἶον καὶ τὸ „δυωκαιεικο‐

### book 264.2

σίπηχυ“ (Ο 678). T

### book 265-8

τῷ δευτέρῳ 〈ἵππον ἔθηκεν—καλόν〉: ὁ μετὰ

### book 265-8

τὸν ἡνίοχον δεύτερος ὁ ἵππος. τῷ δὲ τρίτῳ ἀνεῦρον τὸν τρίποδα. T

### book 266a1.1

ἑξετέα: ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐνθάδε προπαροξύνει

### book 266a1.2

ὁμοίως τῷ „ὄτριχας οἰέτεασ“ (Β 765). εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως

### book 266a1.3

τῷ εὐγενέα, καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. προείρηται δὲ περὶ τῆς

### book 266a1.4

προσῳδίας (sc. ad Β 765). A

### book 266a2.1

{ἑξετέα:} οἱ πλείους παροξυτόνως τὸ ἑξετέα ἀνέγνωσαν,

### book 266a2.2

οἷς καὶ ἡ παράδοσις ἐπείσθη. T

### book 266b.1

βρέφος: ἐναντίως ἡμῖν τὸ ἔμβρυον, τὸ δὲ τεχθὲν „ἔμβρυον“

### book 266b.2

(ι 245. 309 al.)· βρύειν γὰρ τὸ αὔξεσθαι, „καί τε βρύει ἄνθεϊ λευκῷ“

### book 266b.3

(Ρ 56). T

### book 267.1

{αὐτὰρ τῶι} τριτάτῳ: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ

### book 267.2

τρίτῳ. καὶ ὅτι ἄπυρον τὸν ἀναθηματικόν, ἕτερον τοῦ „ἐμπυριβήτου“

### book 267.3

(cf. Ψ 702). A

### book 268a

τέσσαρα μέτρα: ὅτι ὥριστο τὸ μέτρον. T

### book 268b.1

κεχανδότα: ἀντὶ τοῦ χανδάνοντα. b(BCE3)T λευ‐

### book 268b.2

κὸν δὲ καινόν. b(BCE3E4)T

### book 269a1.1

〈τῷ δὲ τετάρτῳ θῆκε〉 δύο χρυσοῖο τάλαντα:

### book 269a1.2

πῶς τῷ τετάρτῳ μεῖζον πάντων τίθησιν; φησὶν οὖν Ἀριστοτέλης

### book 269a1.1

(cf. fr. 164 R.3) οὐκ εἶναι τὸ τάλαντον ὡρισμένον τότε τοῖς παλαιοῖς·

### book 269a1.2

νῦν μὲν γὰρ ὡς ἧττον ἵππου, ἐν δὲ ταῖς Λιταῖς (sc. Ι 122) ὡς μέγιστον.

### book 269a1.5.1

ἔστιν οὖν ἀντὶ μέτρου· καὶ Ἀλκίνους φησί· „φᾶρος ἐϋπλυνὲς ἠδὲ

### book 269a1.5.2

χιτῶνα / καὶ χρυσοῖο τάλαντον ἐνείκατε“ (θ 392—3), αὐτὸς δὲ ὡς

### book 269a1.5.3

μεῖζον δώσων· „τόδ’ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω“ (θ 430). T

### book 269a1.5.4

| νῦν δὲ ἑκατὸν εἴκοσι δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν ὁ

### book 269a1.5.5

μὲν Πολέμαρχος τεσσάρων δραχμῶν, Θεόφραστος (fr. om. Wi.) δὲ

### book 269a1.10.1

δεκατεσσάρων, Τίμαιος (FGrHist 566, 143 a) δὲ εἴκοσι τεσσάρων.

### book 269a1.10.2

AT

### book 269a2.1

πῶς τῷ τετάρτῳ πάντων μεῖζον τίθησι; φησὶν οὖν ὁ Ἀρι‐

### book 269a2.2

στοτέλης (fr. 164 R.3) μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσόν, ἀλλὰ

### book 269a2.3

καὶ ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον

### book 269a2.4

ἵππου λαμβάνεται, ἐν δὲ ταῖς Λιταῖς ὡς μεῖζον. | εἶχε δὲ ποτὲ μὲν

### book 269a2.5.1

ἑκατὸν δραχμάς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ τριάκοντα, ποτὲ εἰκοσι‐

### book 269a2.5.2

τέσσαρας, ποτὲ τέσσαρας, ὥς φησι Τίμαιος (FGr Hist 566, 143 b),

### book 269a2

καὶ τὸ τελευταῖον μίαν. b(BCE3E4)

### book 269b.1

τῷ δὲ τετάρτῳ θῆκε 〈δύο χρυσοῖο τάλαντα〉: ὅτι

### book 269b.2

οὐκ ἴσον τῷ καθ’ ἡμᾶς ταλάντῳ τὸ παρὰ τοῖς ἀρχαίοις ἦν· ὡς γὰρ

### book 269b.3

ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται. A

### book 270a.1

ἀμφίθετον φιάλην: ὅτι {φιάλην} οὐ τὸ παρ’ ἡμῖν πο‐

### book 270a.2

τήριον, ἀλλὰ γένος τι λέβητος ἐκπέταλον, ἐκ παντὸς μέρους δυνάμενον

### book 270a.3

ἕδραν ἔχειν· διὸ ἀμφίθετον. A

### book 270b.1

ἀμφίθετον φιάλην: οἱ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην,

### book 270b.2

οἱ δὲ πανταχόθεν ἱσταμένην. χαλκίον δὲ λεβητῶδες ἦν, δύο ὦτα ἀμ‐

### book 270b.3

φοτέρωθεν ἔχον, δι’ ὧν ἐβαστάζετο. b(BCE3E4)T

### book 270c.1

ἀπύρωτον: διὰ τί ἀπύρωτον; ὡς δὴ καὶ ἀναθεματιαί‐

### book 270c.2

ων {ὡς} οὐσῶν τοιούτων φιαλῶν, 〈ὡσ〉 εἰς ἣν ἐτέθη τὰ ὀστᾶ Πα‐

### book 270c

τρόκλου (cf. Ψ 243. 253). T

### book 271.1

στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: οὐ

### book 271.2

διὰ κήρυκος· οὐ γὰρ πρὸς πάντας φησίν, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς.

### book 271.3

b(BCE3E4)T ὥστε οὕτως κατὰ τὰ ἔθη τὰ παλαιά. T

### book 272.1

〈ἐϋκνήμιδες Ἀχαιοί:〉 γράφεται „{καὶ ἄλλοι} ἀριστῆες

### book 272.2

Παναχαιῶν“. Aim

### book 273a.1

ἱππῆας τάδ’ ἄεθλα 〈δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι〉:

### book 273a.2

ὅτι τὸ δεδεγμένα ἀντὶ τοῦ προσδεχόμενα, κατὰ μεταφορὰν τὴν ἀπὸ

### book 273a.3

τῶν ἐμψύχων. τινὲς δὲ γράφουσιν „ἱππεῦσι〈ν〉 τάδ’ ἄεθλα“. A

### book 273b.1

〈δεδεγμένα:〉 διχῶς Ἀρίσταρχος, δεδεγμένα καὶ „δε‐

### book 273b.2

δεχμένα“. Aim

### book 273c.1

δεδεγμένα: διχῶς· εἰ μὲν διὰ τοῦ γ, ἀντὶ τοῦ ἐπιδε‐

### book 273c.2

δειγμένα· εἰ δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ ἐκδεχόμενα, ὡς ἐπὶ ἐμψύχων. T

### book 274.1

εἰ μὲν νῦν 〈ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί〉: συσταλ‐

### book 274.2

τέον τὸ νῦν· ἀντὶ γὰρ τοῦ δή. T

### book 275

πρῶτα: πρωτεῖα. T

### book 276.1

περιβάλλετον: ὅτι δυϊκῶς περιβάλλετον· συνωρίσι γὰρ

### book 276.2

ἐχρῶντο. A

### book 277a.1

ἀθάνατοί τε γάρ εἰσι: πρὸς τὸν φθόνον· οὐ γὰρ

### book 277a.2

αἰσχρὸν ἀθανάτοις ἡσσᾶσθαι. T

### book 277b

Ποσειδάων: ὁ ἵππιος θεός. T

### book 280a.1

τοίου γὰρ κλέος 〈ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο〉:

### book 280a.2

λαβόμενος μικρᾶς ἀφορμῆς πάλιν ἐπὶ τὴν μνήμην ἔρχεται τοῦ φίλου. T

### book 280b

〈κλέος:〉 γράφεται „{τοίου γὰρ} σθένοσ“. Aim

### book 280c

〈ἡνιόχοιο:〉 ὅτι ἡνίοχος Πάτροκλος Ἀχιλλέως. Aint

### book 281a1.1

{ἠπίου} ὅ σφωϊν: ἐγκλιτικῶς τὴν σφωϊν ἀντωνυμίαν

### book 281a1.2

ἀναγνωστέον· ἔστι γὰρ τρίτου προσώπου. | οὕτως καὶ δι’ ἑνὸς ς,

### book 281a1.3

ὡς τὸ „ὅ σφιν ἐϋφρονέων ἀγορήσατο“ (Α 73). A

### book 281a2.1

{ὅς σφιν:} δι’ ἑνὸς ς, ὡς τὸ „ὅ σφιν ἐϋφρονέων“. |

### book 281a2.2

ἐγκλιτικὸν δὲ 〈τὸ〉 σφωϊν· ἔστι γὰρ τρίτου προσώπου. T

### book 281a2

ὑγρὸν ἔλαιον: ἤτοι τὸ σωμάτων—τὸ θερμόν. A

### book 281-2a1.1

〈ὑγρὸν ἔλαιον / —〉λοέσσας 〈ὕδατι λευ‐

### book 281-2a1.2

κῷ〉: ἐντεῦθεν Ξενοφῶν (sc. De re equ. 5, 6) τὴν κεφαλὴν τοῦ ἵππου

### book 281-2a1.3

καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου

### book 281-2a1.4

τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα. AT

### book 281-2a2.1

ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τῶν ἵππων ὕδατι πλύνειν

### book 281-2a2.2

ἀξιοῖ καὶ τὸ προκόμιον, | ὁμοίως δὲ καὶ τῶν βοῶν· καὶ ἐλαίῳ τῷ

### book 281-2a2.3

ἀρκοῦντι λιπαίνειν. b(BCE3E4)

### book 285-6.1

ἄλλοι δὲ στέλλεσθε 〈κατὰ στρατὸν ὅς τις Ἀχαι‐

### book 285-6.2

ῶν /ἵπποισίν τε πέποιθε〉: τὸ κατὰ στρατόν ἑκατέροις δύναται

### book 285-6.3

προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἑξῆς. A

### book 287a.1

ταχέες δ’ ἱππῆες ἄγερθεν: οὕτως „ἔγερθεν“ διὰ τοῦ ε

### book 287a.2

αἱ Ἀριστάρχου, οἷον ἠγέρθησαν, ἀνέστησαν, ὡς ἑξῆς „καί ῥ’ ἥμονες

### book 287a.3

ἄνδρες ἀνέσταν“ (Ψ 886). | ἡ διπλῆ δέ, ὅτι ἀντὶ μεσότητος τοῦ ταχέως,

### book 287a.4

οὐ κατὰ τῶν ἱππέων. A

### book 287b.1

ταχέες δ’ ἱππῆες 〈ἄγερθεν〉: ἀντὶ τοῦ ταχέως, ὡς καὶ

### book 287b.2

τὸ „†λῦσε† δ’ ἀγορὴν αἰψηρήν“ (Τ 276). b(BCE3E4)T

### book 287c

〈ἄγερθεν:〉 οὕτως Ἀρίσταρχος 〈„ἔγερθεν“〉, ἄλλοι δὲ

### book 287c

ἄγερθεν. Aim

### book 288.1

〈ὦρτο πολὺ πρῶτος—〉Εὔμηλος: ὡς Θετταλικὰς ἵππους ἔχων καὶ ὑπὸ Ἀπόλλωνος

### book 288.2

τραφείσας (Β 766). T

### book 289.1

ἱπποσύνῃ ἐκέκαστο: οὐ μόνον οὖν ἀρετῇ ἵππων θαρρῶν

### book 289.2

ἀνέστη πρῶτος, ἀλλὰ καὶ τέχνῃ ἱππικῇ. b(BCE3)T

### book 291a.1

ἵππους δὲ Τρῳοὺσ〈—ἀπηύρα〉: ἐπιδείκνυται

### book 291a.2

〈αὐ〉τοὺς ἐξ ἀριστείας ληφθέντας, οὐ κλαπέντας (cf. Ε 263—73.

### book 291a.3

323—4)· ἄλλως τε ὅτι μέλλουσι νικᾶν τοὺς Ἀπολλωνοτραφεῖς (cf.

### book 291a.4

Ψ 499—513), τούτους παρέλαβεν. πῶς δὲ ὁ ἔναγχος τρωθεὶς (cf.

### book 291a.5.1

Λ 376—400) ἀγωνίζεται; ὅτι εἶχον τὰ σώματα διαφορώτερα τῶν νῦν

### book 291a.5.2

καὶ τοὺς Ἀσκληπιάδας ἰατρεύοντας. T

### book 291b.1

ἵππους δὲ Τρῳούς: Τρῳοὺς ὡς „πολλοὺσ“ (Ι 546.

### book 291b.2

Μ 226 al.) AT ἀνεγνώσθη. προείπομεν δὲ περὶ τῆς προσῳδίας

### book 291b.3

(non exstat). A

### book 291-2.1

οὕς ποτ’ ἀπηύρα 〈/ Αἰνείαν〉: ὡς τὸ „ὅν ποτ’

### book 291-2.2

ἔδωκας / ἀντιθέῳ Ὀδυσῆϊ“ (Χ 290—1). T

### book 293.1

〈Ἀτρείδης ὦρτο ξανθὸσ〉 Μενέλαος: εἰς τιμὴν Ἀχιλ‐

### book 293.2

λέως. ἄτοπος δ’ ἦν ἡσσώμενος Ἀγαμέμνων. τὸ δὲ μηδέτερον τῶν

### book 293.3

βασιλέων ἀγωνίσασθαι ἀπρεπές. b(BCE3E4)T

### book 295a.1

Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πόδαρ‐

### book 295a.2

γον〉: ὄνομα τῆς ἵππου, πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ

### book 295a.3

ταχέως τρέχειν. | ἡ διπλῆ δέ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα

### book 295a.4

τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος (cf. Θ 185)· οὐ γὰρ

### book 295a.5

εἰσάγει τετρώρῳ χρωμένους. A

### book 295b

Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πόδαρ‐

### book 295b.1

γον〉: ἔπαινος τοῦ δυναμένου κατευθύνειν τὸ ἐξ ἀνομ〈ο〉ίων ζεῦγος.

### book 295b.2

ἰσχανόωσά τε τοῦ δρόμου (cf. Ψ 300) ἡ Αἴθη οὐκ ἐδίδου ἀνοχὴν τῷ

### book 295b.3

Ποδάργῳ τοῦ θηλυμανεῖν. b(BCE3E4)T καὶ ὁ τὴν Τιτανομαχίαν

### book 295b.5.1

δὲ γράψας (E.G.F. fr. 3 [p. 7] K. = 3 [p. 110] A.) δύο ἄρρενάς

### book 295b.5.2

φησιν Ἡλίου καὶ δύο θηλείας. T καὶ ὑπαινίττεται ὁ ποιητὴς ὡς

### book 295b.5.3

ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν καὶ

### book 295b.5.4

θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ πρακτικὸν τοῦ βίου οὐδεμία αὐτοῖς

### book 295b.5.5

διαφορά. b(BCE3E4)T

### book 295c.1

ἄλλως· Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πό‐

### book 295c.2

δαργον〉: ἵνα τρόπον τινὰ κοινῇ ἀγωνίζοιντο. πρὸς δὲ τὸ φιλάδελ‐

### book 295c.3

φον· οὐκ ἐντυγχάνοντα περὶ τῆς ἵππου πεποίηκεν αὐτὸν τἀδελφῷ,

### book 295c.4

ἀλλὰ ἐπ’ ἐξουσίας ὑποζεύγνυσιν b(BCE3E4)T Αἴθην τὴν

### book 295c.5

Ἀγαμεμνονέην τὸν ἑόν τε. T

### book 295d

Πόδαργον: οὕτως ἐκαλεῖτο ὁ ἵππος Μενελάου. T

### book 296a.1

Ἀγχισιάδης ἘΧΕΠΩΛΟΣ: ὅτι ἄδηλον, ποῖον τὸ κύ‐

### book 296a.2

ριον ὄνομα, μᾶλλον δὲ τὸ Ἐχέπωλος. A

### book 296b.1

Ἐχέπωλος: τύραννος Σικυώνιός τις ἦν ὑπὸ Ἀγαμέμνο‐

### book 296b.2

να. T

### book 296c.1

ἄλλως· 〈Ἀγχισιάδησ〉 Ἐχέπωλος: Ἀκουσίλαος ἐν

### book 296c.2

τρίτῳ Γενεαλογιῶν (FGrHist 2, 3 = Vors. 69 B 32) κύριον ἤκουσε

### book 296c.3

τὸ Ἐχέπωλος οὕτως: „Κλεωνύμου δ’ Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.“

### book 296c.4

καὶ Φερεκύδης ἐν τῷ †γʹ† (FGrHist 3, 20)· „Κλεώνυμος δὲ ὁ Πέλοπος

### book 296c.5.1

ᾤκει Κλεωνῇσι καταστήσαντος Ἀτρέως· τοῦ δὲ γίνεται Ἀγχίσης,

### book 296c.5.2

τοῦ δὲ Ἐχέπωλος.“ T

### book 297a

〈δῶρ’,〉 ἵνα μή οἱ ἕποιθ’ 〈ὑπὸ Ἴλιον〉: ἀπεσέμνυνε

### book 297a.1

τὴν ἵππον· δῆλον γὰρ ὅτι οὕτως ἦν εὐγενὴς ὥστε καὶ λύτρον ἀστρα‐

### book 297a.2

τείας δοθῆναι. b(BCE3E4)T

### book 297b1.1

〈δῶρ’, ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον:〉 κρεῖττον

### book 297b1.2

ἡγήσατο πολεμιστὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων.

### book 297b1.3

b(BCE3E4)T

### book 297b2.1

{δῶρ’ ἵνα μή οἱ:} χρησιμώτερον γὰρ ἐνόμιζε πολεμικὸν

### book 297b2.2

ἵππον ἢ ἀστράτευτον ἄνδρα λαβεῖν. A

### book 297c

〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 300.1

〈τὴν ὅ γ’ ὑπὸ ζυγόν:〉 ἐν ἄλλῳ „τὴν τόθ’ 〈ὑπὸ ζυγόν〉“.

### book 300.2

Aim

### book 301.1

〈Ἀντίλοχος ... ὁπλίσαθ’ ἵππους:〉 οὐ μάτην καὶ

### book 301.2

Ἀντίλοχος ἀγωνίζεται· ἱππικοῦ γὰρ πατρός ἐστι καὶ παρέξει τῷ

### book 301.3

πατρὶ ἀφορμὴν ὑποθήκας τινὰς ὑπὲρ τῆς ἡνιοχείας παραδοῦναι:

### book 301.4

b(BCE3E4)T ἄλλως τε καὶ ἀπόγονός ἐστιν ἱππίου θεοῦ Ποσει‐

### book 301.5

δῶνος. T

### book 303.1

Πυληγενέες: τινὲς γράφουσι „παλαιγενέεσ“. „ἄμφω γὰρ

### book 303.2

ἀτέμβονται νεότητοσ“ (Ψ 445). b(BCE3E4)T τὸ δὲ „ὠκύποδεσ“

### book 303.3

(Ψ 304) ἐπὶ νεότητος, ὡς „ἐϋμελίω Πριάμοιο“ (Δ 47. 165 al.) b(BE3

### book 303.4

E4)T καὶ πεδίῳ „Σκαμανδρίῳ ἀνθεμόεντι“ (Β 467). T

### book 304

ὠκύποδες φέρον ἅρμα: ὅτι κοινότερον κατακέχρηται τῷ

### book 304

ἐπιθέτῳ· ἐπιφέρει γοῦν „βάρδιστοι θείειν“ (Ψ 310). A

### book 305a.1

μυθεῖτ’ εἰς ἀγαθὰ φρονέων 〈νοέοντι καὶ αὐτῷ〉:

### book 305a.2

βραχὺ διασταλτέον ἤτοι ἐπὶ τὸ ἀγαθά ἢ ἐπὶ τὸ φρονέων ἢ ἐπ’

### book 305a.3

ἀμφότερα. ἐὰν μὲν οὖν συνάπτωμεν, ἔσται ὁ λόγος ‘εἰς ἀγαθὰ φρονέ‐

### book 305a.4

ων‘, οἷον εὐνοῶν. ἐὰν δὲ χωρίζωμεν, μυθεῖτ’ εἰς ἀγαθά, ἔλεγεν ἐπ’

### book 305a.5.1

ἀγαθῷ, ὡς καὶ ἐν ἄλλοις· „ὅτ’ ἄν τινα θυμὸν ἀνώγῃ / εἰπεῖν εἰς

### book 305a.5.2

ἀγαθόν“ (Ι 102), ὃ καὶ βέλτιον· καὶ ἡ ἑξῆς διαστολὴ λόγον τινὰ ἔχει,

### book 305a.5.3

‘φρονῶν αὐτός, φρονοῦντι καὶ αὐτῷ‘. A

### book 305b.1

εἰς ἀγαθά: ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ ἐμβι‐

### book 305b.2

βάζων αὐτὸν εἰς νίκην. καλῶς δὲ προδιδάσκει περὶ τῆς ἱππικῆς, b

### book 305b.3

(BCE3E4)T ἐν ὅσῳ Μηριόνης εὐτρεπίζεται (cf. Ψ 351). T

### book 306-7.1

ἤτοι μέν σε νέον περ ἐόντ’ ἐφίλησαν / Ζεύς τε

### book 306-7.2

Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν: τὸ μὲν φιλεῖν (cf. 306)

### book 306-7.3

ἐπ’ ἀμφοτέρων δεκτέον, τὸ δὲ τῆς ἱππικῆς (cf. 307) ἐπὶ μόνου Πο‐

### book 306-7.4

σειδῶνος. συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ „Κύπρις τε καὶ ἀρ‐

### book 306-7.5.1

γυρότοξος Ἀπόλλων / ἄφρονα τοῦτον ἀνέντεσ“ (Ε 760—1). AT ἴ‐

### book 306-7.5.2

σως δὲ διὰ τὸ τάχος τῶν νηῶν, „αἵ θ’ ἁλὸς ἵπποι“ (δ 708), ἵππιος

### book 306-7.5.3

νομίζεται. T

### book 307a.1

Ζεύς τε Ποσειδάων τε, 〈καὶ ἱπποσύνας ἐδίδαξεν〉:

### book 307a.2

ὅτι Ζηνόδοτος γράφει „ἐδίδαξαν“, Ἀρίσταρχος δὲ ἑνικῶς ἐδίδαξεν,

### book 307a.3

ἐπὶ τοῦ Ποσειδῶνος· ἵππειος γάρ. A

### book 307b

ἐδίδαξεν: οὕτως ἑνικῶς ἐπὶ μόνου Ποσειδῶνος. T

### book 310a

〈θείειν:〉 οὕτως θείειν. Aim

### book 310b.1

τῷ τ’ οἴω: τὸ τέλειον ‘τῷ τοι οἴω‘· σπανία δὲ παρ’

### book 310b.2

Ὁμήρῳ ἡ συναλιφή. τινὲς δὲ τὸν ‘τέ‘ οἴονται, καὶ ἔστι περισσός.

### book 310b

b(BCE3)T

### book 311a.1

ἀφάρτεροι: πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα. καὶ

### book 311a.2

ἐσχημάτισται παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως. A

### book 311b.1

ἀφάρτεροι: παρὰ τὸ ἄφαρ, b(BCE3E4)T ὃ σημαί‐

### book 311b.2

νει τὸ εὐθέως, οἱ εὐθεῖς καὶ b(BCE3) ταχύτατοι. b(BCE3)T

### book 311c.1

{τῶν ἵπποι μὲν ἔασιν ἀφάρτεροι} οὐδὲ μέν {αὐτοί}:

### book 311c.2

ὁ δε παρέλκει, ὁ δὲ μέν ἀντὶ τοῦ μήν, ὅ ἐστιν ‘οὐ μήν‘. T

### book 311-2.1

οὐδὲ μὲν αὐτοί / πλείονα ἴσασιν σέθεν αὐτοῦ

### book 311-2.2

μητίσασθαι: οὐκ εἶπεν ὅτι κρείσσων αὐτῶν τυγχάνεις, b(BCE3E4)

### book 311-2.3

T ἀλλ’ ὅτι οὐδὲ ἥσσων. b(BCE3E4)

### book 314.1

ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα: οὐχ ὡς ἀμοίρου

### book 314.2

ἄθλου αὐτοῦ ἐσομένου, ἀλλ’ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν

### book 314.3

ἐστι τὸ ἐπὶ τῇ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον.

### book 314.4

b(BCE3E4)T

### book 315-8.1

〈μήτι τοι δρυτόμος—ἡνιόχοιο:〉 τῇ {δὲ}

### book 315-8.2

ἐπαγωγῇ πρῶτος Ὅμηρος χρῆται. b(BE3E4)T

### book 315

μήτι τοι δρυτόμος 〈μέγ’ ἀμείνων ἠὲ βίηφι〉: ἵνα κατὰ

### book 315.1

τὴν φύσιν τοῦ ξύλου καὶ ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον

### book 315.2

τοῦ ἀνέμου, ἀλλὰ πρὸς τὸ πνεῦμα, ὅπως ἀποκλῷ τὸ λειπόμενον.

### book 315.3

b(BCE3E4)T καλῶς δὲ ἔδειξεν ὅτι, ὃ μάλιστα βίας ἔργον εἶναι

### book 315.5

δοκεῖ, τοῦτο τέχνης δεῖται. b(BE3E4)T

### book 316-7a.1

μήτι δ’ αὖτε 〈κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ /

### book 316-7a.2

νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι〉: τάχα βραχὺ δια‐

### book 316-7a.3

στέλλοντες ἐπὶ τὸ κυβερνήτης (316) σαφέστερον ἂν ποιοῖμεν τὸν

### book 316-7a.4

λόγον. A

### book 316b.1

〈μήτι δ’ αὖτε〉 κυβερνήτησ〈—ἀνέμοισι〉:

### book 316b.2

μέγας ἐστὶ κυβερνήτης ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν. b(BCE3E4)

### book 316b.3

T

### book 317a1.1

ἐρεχθομένην: ἐρεθομένην, ὅ ἔστιν ἐρεθιζομένην, ὡς τὸ

### book 317a1.2

„θυμὸν ἐρέχθων“ (ε 83. 157) ἀντὶ τοῦ ἐρεθίζων. ἢ „ἐεργομένην“ ἀντὶ

### book 317a1.3

τοῦ συνεχομένην. AT

### book 317a2.1

ἐρεχθομένην δὲ οἱονεὶ ἐρεθομένην ἤτοι ἐρεθιζομένην.

### book 317a2.2

γράφεται δὲ καὶ „ἐεργομένην“ ἤτοι συνεχομένην καὶ κωλυομένην.

### book 317a2.3

b(BE3E4)

### book 319-25.1

ἀλλ’ ὃς μέν θ’ ἵπποισι〈—τὸν προὔχοντα

### book 319-25.2

δοκεύει〉: ἐναντιότητος ἔλαβεν ἐνθυμήματα, τέχνης ἐπιτυχίαν καὶ

### book 319-25.3

ἁμάρτημα †ἐπιτυχίας†· οἱ μὲν γάρ, φησίν, ἀτεχνεῖς ὄντες, ἵππων δὲ

### book 319-25.4

γενναίων ἐπιτυχόντες τὴν ἐπιτυχίαν εἰς ἧτταν ἐκτήσαντο, οὐ περι‐

### book 319-25.5.1

γινόμενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ μὴ εὐθυδρομεῖν πλείστην εἱλοῦνται

### book 319-25.5.2

ὁδόν· ὁ δὲ τεχνίτης, κἂν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ τέλους

### book 319-25

ἐφικνεῖται εὐθυδρομῶν. b(BCE3E4)T

### book 319a.1

ἀλλ’ ὅς {μένθ’ ἵπποισι}: δασυντέον τὸ ὅς· ἔστι γὰρ

### book 319a.2

ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.). Ἀντίγονος μέντοι

### book 319a.3

„ἄλλοσ“ ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον. A

### book 319b.1

ἄλλος μέν: τινὲς μὲν δασύνοντες ὡς ἄρθρον ἀντὶ τοῦ

### book 319b.2

„ὅ〈σ〉 μέν“, ὡς „ὅς τ’ ἄλκιμος, ἐξεφαάνθη“ (Ν 278). T

### book 322-3.1

ὃς δέ κε κέρδεα εἰδῇ 〈ἐλαύνων ἥσσονας ἵππους /

### book 322-3.2

αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν〉: ἡ ὑποστιγμὴ ἀμφίβολος·

### book 322-3.3

ἤτοι γὰρ μετὰ τὸ εἰδῇ (322) ἢ μετὰ τὸ ἵππους (322) τίθεσθαι

### book 322-3.4

ὀφείλει. A

### book 322.1

κέρδεα: τέχνην· „κέρδεσιν, οὔτι τάχει γε, παραφθάμενοσ“

### book 322.2

(Ψ 515). b(BCE3E4)T

### book 323a.1

στρέφει 〈ἐγγύθεν〉: κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα

### book 323a.2

μὴ ἐξαγώνιος τοῖς ἵπποις γένηται ὁ δρόμος. b(BCE3E4)T

### book 323b.1

〈οὐδέ ἑ λήθει:〉 οὐ λήθει αὐτόν, b(BCE3) ἐὰν ἔξω

### book 323b.2

τοῦ καμπτῆρος τρέχωσιν. ἢ οὐ λήθει αὐτὸν τὸ ἐγγὺς τοῦ καμπτῆρος

### book 323b.3

στρέφειν τοὺς ἵππους. b(BCE3E4)

### book 327a.1

αὖον: δασυντέον καὶ προπερισπαστέον. προείπομεν δὲ καὶ

### book 327a.2

περὶ τούτου (sc. ad Ν 441 a). A

### book 327b

〈ὑπὲρ αἴης:〉 ἔν τισιν „{ὄργυι’} ἐνὶ γαίῃ“. Aim

### book 328.1

οὐ καταπύθεται ὄμβρῳ: Θεόφραστος (cf. h. plant. 5, 4,

### book 328.2

3) φησὶν b(BCE3)T αὐτὸ κατορυσσόμενον ἢ ἐν λίμναις βρεχό‐

### book 328.3

μενον μὴ σήπεσθαι, ἐν δὲ θαλάσσῃ σήπεται. b(BCE3E4)T

### book 330a.1

ἐν ξυνοχῇσιν ὁδοῦ, 〈λεῖος δ’ ἱππόδρομος ἀμφίσ〉:

### book 330a.2

καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι

### book 330a.3

ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ (τοῦτο γὰρ συνοχὰς εἴρηκεν),

### book 330a

λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον

### book 330a.5.1

εἶπε (κἀν τοῖς ἑξῆς [Ψ 358—9]· „σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς / τηλό‐

### book 330a.5.2

θεν ἐν λείῳ πεδίῳ“), τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ. A

### book 330b.1

ἐν ξυνοχῇσιν ὁδοῦ: ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχω‐

### book 330b.2

ρίας εἰς στενὸν ἀγμὸν συγκλειομέναις· b(BCE3E4)T καὶ „ἐπὶ

### book 330b.3

στῆθος συνοχωκότε“ (Β 218). τὸ σιγματοειδὲς οὖν τῶν σταδίων συν‐

### book 330b.4

οχήν φησιν. T

### book 330c1.1

ἀμφίς: ἀμφὶς {δὲ} μετὰ τὴν ἀποστένωσιν. οἱ δὲ χωρίς,

### book 330c1.2

μετὰ τὴν τελευτήν. T

### book 330c2.1

ἀμφὶς δὲ χωρὶς ἤγουν b(BE3) ἐκτὸς τῆς στενώσεως.

### book 330c2.2

b(BE3E4)

### book 332-3.1

ἢ τό γε νύσσα—Ἀχιλλεύς: Ἀρίσταρχος

### book 332-3.2

γράφει „ἢ τό γε σκῖρος ἔην· νῦν αὖ θέτο τέρματ’ Ἀχιλλεύσ“. σκῖρον

### book 332-3.3

δὲ τὴν ῥίζαν διὰ τὸ ἐσκιάσθαι· ὅθεν τὸ σκιάδ〈ε〉ιον Ἀττικοὶ σκίρον

### book 332-3

καλοῦσιν. T

### book 335-6a.1

〈αὐτὸς δὲ κλινθῆναι— /〉 ἦκ’ ἐπ’ ἀριστερὰ

### book 335-6a.2

τοῖϊν: καλῶς ἡ συνήθεια στίζει ἐπὶ τὸ τοῖϊν (336)· τῶν γὰρ ἵππων

### book 335-6a.3

δεῖν φησιν αὐτὸν ἐπ’ ἀριστερὸν κλιθῆναι. A

### book 335-6b1.1

〈αὐτὸς δὲ〉 κλινθῆναι / ἦκ’ 〈ἐπ’ ἀριστερὰ τοῖϊν〉:

### book 335-6b1.2

κλιθῆναι ἠρέμα πρὸς τὸ †μήτε στρέψαι τὸν δίφρον, ἀλλὰ καὶ κουφι‐

### book 335-6b1.3

σθῆναι τὸν δεξιὸν καὶ περιδραμεῖν. ὁ δὲ ἀριστερὸς σχολαίτερον ἀνύει.

### book 335-6b1.4

T

### book 335-6b2.1

ἠρέμα κλιθῆναι πρὸς τὸ μὴ στρέψαι τὸν δίφρον b(BCE3

### book 335-6b2.2

E4) καὶ τὸν δεξιὸν ἵππον κεντρίσαι b(BCE3) πρὸς τὸ δρα‐

### book 335-6b2.3

μεῖν. b(BCE3E4)

### book 336

ἦκ’ ἐπ’ ἀριστερά: τὸ πλῆρές ἐστιν ἦκα. AimT

### book 337.1

〈εἶξαί τέ οἱ ἡνία χερσίν:〉 ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι.

### book 337.2

Aint

### book 338-40.1

〈ἐν νύσσῃ δέ τοι— /〉 ὡς ἄν τοι πλήμνη γε

### book 338-40.2

δοάσσεται 〈ἄκρον ἱκέσθαι / κύκλου ποιητοῖο〉: ἐν δὲ τῷ

### book 338-40.3

καμπτῆρί σοι—ὁ παρὰ τὸν καμπτῆρα τροχός. A

### book 339

δοάσσεται: φαντασθῇ, νομισθῇ. b(BCE3E4)T

### book 340a.1

λίθου: τοῦ προειρημένου λίθου· „λᾶε δὲ τοῦ ἑκάτερθεν

### book 340a.2

ἐρηρέδαται δύο λευκώ“ (Ψ 329). b(BCE3E4)T

### book 340b

〈ἐπαυρεῖν:〉 ὡς λαβεῖν. Aint

### book 343a

ἔσσεται: τινὲς δίχα τοῦ τ. T

### book 343b.1

εἶναι: ἀντὶ τοῦ b(BCE3)T ἔσο. b(BCE3E4)T

### book 343b.2

ἢ λείπει τὸ σπεῦδε. b(BCE3E4)

### book 345a.1

οὐκ ἔσθ’, ὅς κέ ς’ 〈ἕλῃσι〉 μετάλμενος 〈οὐδὲ παρ‐

### book 345a.2

έλθῃ〉: οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι σε οὐδὲ παρελεύσεται.

### book 345a.3

b(BCE3E4)T

### book 345b.1

〈οὐκ ἔσθ’, ὅς κέ ς’ ἕλῃσι:〉 ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε.

### book 345b.2

Aim

### book 346a.1

Ἀρείονα: ἴσως ἐπεὶ ἐν Σικυῶνι γέγονεν ὁ Ἀρείων, οὗ

### book 346a.2

ἐδόκει ἡ Αἴθη ἀπόγονος εἶναι. T

### book 346a.1

Ἀρίονα: Ποσειδῶν ἐρασθεὶς—ἀπολομένων. ἡ ἱστορία

### book 346a.2

παρὰ τοῖς κυκλικοῖς (fr. 4, p. 114 All.). A

### book 346b.1

〈δῖον:〉 διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος

### book 346b.2

τοῦ εἴδους θειοτέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως. b(BCE3E4)

### book 347-8.1

Ἀδρήστου 〈ταχὺν〉 ἵππον〈— /〉 ἢ 〈τοὺσ〉

### book 347-8.2

Λαομέδοντος: ὑπερβολικῶς καὶ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα

### book 347-8.3

γένη τῶν ἵππων παρέλαβεν. b(BE3E4)T

### book 347

ὃς ἐκ θεόφιν γένος ἦεν: Ὅμηρος μὲν ἁπλῶς ὅτι θειοτέρας

### book 347.1

ἦν φύσεως, οἱ δὲ νεώτεροι Ποσειδῶνος καὶ Ἁρπυίας αὐτὸν γενεα‐

### book 347.2

λογοῦσιν, οἱ δὲ ἐν τῷ Κύκλῳ (cf. fr. 4, p. 114 All.) Ποσειδῶνος καὶ

### book 347.3

Ἐρινύος· καὶ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ τῷ Ἁλιαρτίῳ δίδωσιν.

### book 347.5.1

ὁ δὲ Κοπρεὺς Ἡρακλεῖ, 〈ὃσ〉 καὶ Κύκνον ἀνεῖλεν ἐν Παγασαῖς ἐπ’

### book 347.5.2

αὐτοῦ μαχόμενος. ἔπειτα αὐτὸν δίδωσιν Ἀδράστῳ. T

### book 348a

〈τὲ〉 τράφεν: ἐπὶ παθητικοῦ „τέτραφεν“. T

### book 348b.1

〈τέτραφεν:〉 τῷ τέτραφεν ἐπὶ παθητικοῦ χρῆται, ὡς

### book 348b.2

ἐκεῖ· „ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφ’ ἄριστοσ“

### book 348b.3

(Φ 279). T

### book 350.1

πείρατα: τὰ ἀποβησόμενα ἀπὸ τῆς ἐμπειρίας. b(BCE3E4)

### book 350.2

T

### book 351.1

Μηριόνης: οὐδὲ ὁ Μηριόνης αὐτῷ ἀσκόπως πρὸς τὴν

### book 351.2

ἀγωνίαν παρείληπται, ἀλλ’ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα

### book 351.3

περιέχοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν (cf. Ψ 450—98). b(BCE3E4)

### book 351.4

T

### book 353-7.1

〈ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο—Τυδείδης:〉

### book 353-7.2

ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ

### book 353-7.3

ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος· κάμπτουσι γάρ,

### book 353-7.4

ἀλλ’ οὐδὲ πολλάκις κάμπτουσιν· b(BCE3E4)T ἔδει γὰρ πολλά‐

### book 353-7.5

κις εἶναι τὸν καμπτῆρα. δίαυλος οὖν ἐστι μακρότατος· διὸ καὶ σκοπὸς

### book 353-7.1

κάθηται Φοῖνιξ (cf. Ψ 359—61). καὶ σημαίνει τὸ τέρμα τηλόθεν (cf. Ψ

### book 353-7.2

358—9), μή ποτέ τις ἐντὸς δρόμου κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ

### book 353-7.3

τοῦ αἰγιαλοῦ (cf. Ψ 374) καὶ ἅπαξ †φιλονεικοῦσι περὶ αὐτῶν†. b(BE3E4)T

### book 353-7.4

εἰ δὲ λέγει „ἀλλ’ ὅτε δὴ πύματον“ (Ψ 373), τῶν δύο τὸν ἔσχατόν

### book 353-7.10

φησιν. T

### book 358a.1

στὰν δὲ μεταστοιχί: ὅτι ἀντὶ τοῦ ἐπὶ στοίχων· οὐ γὰρ

### book 358a.2

ἀπὸ ταὐτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται·

### book 358a.3

διὸ καὶ κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων

### book 358a.4

(sc. Ψ 757) μετάκειται ὁ στίχος ἐντεῦθεν. A

### book 358b1.1

μεταστοιχεί: ἐπὶ στοῖχον, ὡς τὸ „μετὰ Ξάνθον {τε}“

### book 358b1.2

(Ε 152) ἀντὶ τοῦ ἐπὶ Ξάνθον. στοῖχος δὲ ἡ ἐπὶ τὸ βάθος στάσις τῶν

### book 358b1.3

χορευτῶν· οὐ γὰρ κατὰ μέτωπον ἔστησαν· ἐπεὶ διὰ τί ὁ κλῆρος

### book 358b1.4

ἐπάλθη; οὐ γὰρ ἔγραφον τοὺς στίχους ὡς νῦν ἡμεῖς κατὰ μέτωπον,

### book 358b1.5.1

ἀλλὰ κατὰ βάθος· ἕνα γὰρ γράψαντες ἕτερον ἔγραφον καὶ τρίτον καὶ

### book 358b1.5.2

τέταρτον. T

### book 358b2

ἀντὶ τοῦ μετὰ στοιχειώσεως καὶ τάξεως. b(BCE3)

### book 361a1

{ὡς} μεμνέῳτο δρόμου: προπαροξυτονητέον τὸ με‐

### book 361a1.1

μνέῳτο. γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης

### book 361a1.2

(p. 60 B.), ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξε‐

### book 361a1.3

νοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν

### book 361a1.5.1

Κύρου Παιδείας πρώτῳ (6, 3)· „ἀλλ’ ὅτε τὰ ἄριστα πράττοι, τότε

### book 361a1.5.2

μάλιστα τῶν θεῶν μεμνῷτο“. τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προ〈σ〉‐

### book 361a1.5.3

κειμένου τοῦ ι, παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (991)· „ἵνα

### book 361a1.5.4

τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου“. καὶ πάλιν προπερισπαστέον.

### book 361a1.5.5

ἐν ἑτέροις (sc. Hrd. 2, 823, 33) μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ

### book 361a1.10.1

διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικήν, λέγω δὲ τῆς δρόμου,

### book 361a1.10.2

ἢ αἰτιατικῆς πληθυντικῆς τῆς „δρόμουσ“. A

### book 361a2.1

προπαροξυτονητέον καὶ μετὰ τοῦ ι γραπτέον b(BCE3)T

### book 361a2.2

τὸ μεμνέῳτο. T

### book 361b.1

ἄλλως· μεμνέῳτο: ἐπιμελοῖτο· „μεμνῆσθαι πατρὸς καὶ

### book 361b.2

μητρόσ“ (ς 267). b(BCE3)T

### book 361c1

〈δρόμου:〉 „δρόμουσ“ πληθυντικῶς Ἀρίσταρχος. Aim

### book 361c2

πληθυντικῶς δὲ προενεκτέον τὸ „δρόμουσ“. T

### book 362-72.1

οἱ δ’ ἅμα πάντεσ〈—κονίοντες πεδίοιο〉:

### book 362-72.2

πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται ὡς μηδὲν ἧττον τῶν θεα‐

### book 362-72.3

τῶν ἐσχηκέναι τοὺς ἀκροατάς. b(BCE3E4)T

### book 362

〈ἄρα:〉 γράφεται „{οἱ δ’} ἅμα“. Aint

### book 364

〈διέπρησσον πεδίοιο:〉 ὅτι λείπει ἡ διά, διὰ πεδίου.

### book 364

Aim

### book 365.1

νόσφι νεῶν: ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεύς,

### book 365.2

ἔτρεχον δὲ ἐπὶ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ

### book 365.3

νεωλκηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ

### book 365.4

τοῦ τείχους διαστήματι ἄχρι τῆς θαλάσσης πεντεσταδίῳ. b(BCE3E4)

### book 365.5

T

### book 368-9a1.1

〈ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο που‐

### book 368-9a1.2

λυβοτείρῃ, / ἄλλοτε δ’ ἀΐξασκε μετήορα:〉 ἐν μὲν τῇ πεδιάδι

### book 368-9a1.3

χθονὶ πίλνατο (368). ἐν δὲ τοῖς πετρώδεσιν ᾔρετο. b(BCE3E4)

### book 368-9a2

†οὐδὲ καὶ τὰ ἅρματα ἐν τοῖς πετρώδεσιν αἴρεται. T

### book 370.1

ἕστασαν 〈ἐν δίφροισι〉: βεβαία αὐτῶν ἡ στάσις, οὐ

### book 370.2

πιπτόντων τῇ ἀναβολῇ τῶν ἁρμάτων. b(BCE3E4)T

### book 372a.1

οἱ δ’ ἐπέτοντο: πρὸς γὰρ τῷ τέλει τῆς νίκης ταχύνουσι

### book 372a.2

πλέον. b(BCE3E4)T

### book 372b

κονίοντες: κονιορτούμενοι ἢ ἐγκονοῦντες. b(BCE3E4)T

### book 372c.1

〈κονίοντες πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

### book 372c.2

Aim

### book 374a1

ἐφ’ ἁλός: οὕτως Ἀρίσταρχος, αἱ δὲ πλείους „ἀφ’ ἁλόσ“.

### book 374a1

T

### book 374a2

αἱ πλείους „ἀφ’ ἁλόσ“· καὶ μήποτε λόγον ἔχει. Aint

### book 377.1

τὰς δὲ μετ’ ἐξέφερον: οὐκ ἀναστρεπτέον τὴν μετά·

### book 377.2

πέπτωκε γὰρ μέσος ὁ δέ. AT

### book 378a.1

οὐδέ τι πολλὸν ἄνευθ’ ἔσαν, ἀλλὰ μάλ’ ἐγγύς:

### book 378a.2

ὅτι δὶς τὸ αὐτό. T

### book 378b.1

οὐδέ τι πολλὸν ἄνευθ’ 〈ἔσαν—ἐγγύσ〉: φιλο‐

### book 378b.2

νεικίαν κινεῖ τοῖς ἀκούουσι τὸ ἐφάμιλ〈λ〉ον τῶν ἀγωνιστῶν. T

### book 382a.1

καὶ νύ κεν ἢ παρέλασς’ ἢ ἀμφήριστον ἔθηκεν:

### book 382a.2

συναγωνιᾶν αὐτοῖς ποιεῖ τοὺς θεατὰς κατὰ Πίνδαρον (Ol. 6, 11)·

### book 382a.3

„πολλοὶ δὲ {καὶ} μέμνανται, καλὸν εἴ τι ποναθῇ“. T

### book 382b

ἀμφήριστον: ἀμφισβητήσιμον. b(BCE3)T

### book 383.1

κοτέσσατο Φοῖβος 〈Ἀπόλλων〉: σεμνοποιῆσαι θέλων

### book 383.2

τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ

### book 383.3

χωρεῖ ὁ Ἀπόλλων, ὅτι „οὐδὲ θεὸν μέγαν ἅζετο“ (Ε 434), καὶ ὡς

### book 383.4

ἱπποβουκόλος Ἀδμήτου. b(BCE3E4)T

### book 383.5.1

εἰ μὴ Τυδέος υἷϊ 〈κοτέσσατο Φοῖβος Ἀπόλλων〉:

### book 383.5.2

δεόντως τῶν Εὐμήλου ἵππων—πατρί, ὡς μὲν Εὐριπίδης ἐν

### book 383.5.3

Ἀλκήστιδι (sc. 5—6), διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος

### book 383.5.4

(sc. h. 2, 48—9), διὰ τὸ ἐρασθῆναι Ἀδμήτου. A

### book 385a

〈χωομένοιο:〉 ὅτι ἀντὶ τοῦ συγκεχυμένου. Aim

### book 385b

χωομένοιο: συγχεομένου b(BCE3)T ἐπὶ τῇ ἀτυ‐

### book 385b

χίᾳ. b(BCE3E4)T

### book 387a

οἱ δέ: οἱ ἵπποι. T

### book 387b1.1

οἱ δέ οἱ ἐβλάφθησαν: ὁ Ἀσκαλωνίτης (p. 60 B.)

### book 387b1.2

ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ

### book 387b1.3

μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλά‐

### book 387b1.4

φθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν, τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι

### book 387b1.5.1

εὐλαβηθέντες, ὧν ἐστι καὶ Ἀρίσταρχος, τῷ τὴν οἷ ὀρθοτονουμένην

### book 387b1.5.2

ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι ἐγκλιτικῶς ἀν‐

### book 387b1.5.3

έγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’

### book 387b1.5.4

ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ „οἱ δέ οἱ ἵπποι / ὑψός’

### book 387b1.5.5

ἀειρέσθην“ (Ψ 500—1), καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως

### book 387b1.10

ἔχει τὰ τῆς ἀναγνώσεως. A

### book 387b2

ἐγκλιτέον τὴν οι. ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ. b(BCE3)

### book 388

ἐλεφηράμενος: μετὰ παραλογίας βλάψας. b(BCE3)T

### book 391.1

ἡ δὲ μετ’ Ἀδμήτου υἱὸν 〈κοτέουσα βεβήκει〉: δεῖ οὖν

### book 391.2

καὶ τὰς ἐπικουρίας παραπεφυλαγμένως ποιεῖσθαι, ὅπως μὴ μᾶλλον,

### book 391.3

ὧν προϊστάμεθα, τούτους βλάψωμεν. b(BCE3E4)T

### book 392

〈ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν:〉 †ἐτάχυνε† τὴν ἀπαγ‐

### book 392

γελίαν μιμούμενος ψόφον ἁρμάτων κλωμένων. b(BCE3E4)T

### book 393a.1

ἀμφὶς ὁδοῦ δραμέτην: τῆς προκειμένης b(BCE3E4)T

### book 393a.2

ὁδοῦ χωρὶς ἔδραμον. b(BCE3)T

### book 393b.1

ἐλύσθη: συνερρύη, κατειλήθη, ὡς „λασίην ὑπὸ γαστέρ’

### book 393b.2

ἐλυσθείσ“ (ι 433). b(BCE3)T

### book 396.1

θρυλίχθη 〈δὲ μέτωπον ἐπ’ ὀφρύσι:〉 ἡ ὀνοματοποιΐα

### book 396.2

τοῦ θρυλίχθη τὴν ταραχὴν τοῦ θραυσθέντος προσώπου δηλοῖ.

### book 396.3

b(BCE3E4)T

### book 397.1

θαλερή: σύντονος b(BCE3E4)T καὶ μεγάλη. b(BCE3

### book 397.2

E4)

### book 398.1

παρατρέψας: νηφαλιωτάτη ἡ προσθήκη· τοῦτο γὰρ ἦν

### book 398.2

δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ. b(BCE3

### book 398.3

E4)T

### book 401.1

τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρείδης εἶχε 〈ξανθὸς Μενέλαοσ〉:

### book 401.2

ἐπέκειτο τούτῳ Μενέλαος. εἰκότως δὲ τοῦτον τρίτον παρέλαβεν, οὗ

### book 401.3

καὶ τοὺς ἵππους κατονομασίας ἠξίωσεν. T

### book 403a.1

〈ἔμβητον καὶ σφῶϊ:〉 ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία

### book 403a.2

χωρὶς τοῦ ν. Aim

### book 403b1.1

καὶ σφῶϊ: ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης, ὅπου καὶ

### book 403b1.2

ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι. T

### book 403b2.1

ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης· καὶ γὰρ οἱ ἐν πολέμῳ

### book 403b2.2

καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι διὰ τὸ μὴ ξενοφωνοῦντας ἵστασθαι.

### book 403b2.3

b(BCE3E4)

### book 403c

τιταίνετον: ἀντὶ τοῦ τιταίνεσθε. T

### book 405-6a.1

Τυδείδεω ἵπποισι 〈δαΐφρονος—ἔθηκεν〉:

### book 405-6a.2

ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον (sc. Ψ

### book 405-6a.3

399—400) οἶδεν ὁ Ἀντίλοχος; καὶ τὸ {τοῦ} Τυδείδεω ἵπποισι

### book 405-6a.4

(405) †δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος. A

### book 405-6b.1

οἷσιν Ἀθήνη 〈/ νῦν ὤρεξε τάχος—ἔθηκεν〉:

### book 405-6b.2

τὴν ἐκ τῆς Ἀθηνᾶς βοήθειαν στοχάζεται ὡς οὐκ ἀσύνετος. καὶ Αἴας·

### book 405-6b.3

„ἦ μ’ ἔβλαψε θεὰ b(BCE3E4)T πόδας, ἣ τὸ πάρος περ / μήτηρ

### book 405-6b.4

ὣς Ὀδυσῆϊ παρίσταται“ (Ψ 782—3). T

### book 407-8.1

ἵππους δ’ Ἀτρεΐδαο 〈κιχάνετε, μηδὲ λίπησθον, /

### book 407-8.2

καρπαλίμωσ〉: τὸ ἑξῆς κιχάνετε (407) καρπαλίμως (408). τὰ

### book 407-8.3

δὲ ἄλλα διὰ μέσου. A

### book 408a.1

μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ: ὅτι σφῶϊν ὑμῖν

### book 408a.2

ἢ ὑμῶν. ἄνω (sc. Ψ 403) δὲ „ἔμβητον καὶ σφῶϊ, τιταίνετον“ ἀντὶ

### book 408a.3

τοῦ ἔμβητε ὑμεῖς. A

### book 408b.1

〈μὴ σφῶϊν〉 ἐλεγχείην καταχεύῃ: αἰδοῖ καὶ φόβῳ

### book 408b.2

διεγείρει αὐτούς. b(BCE3E4)T

### book 411

οὐ σφῶϊν κομιδή: ἔν τισι „βιοτή“. | ἡ διπλῆ δὲ πρὸς τὸ

### book 411

σφῶϊ〈ν〉, ὅτι {οὐχ} ὑμῖν. A

### book 413a.1

αἴ κ’ ἀποκηδήσαντε 〈φερώμεθα χεῖρον ἄεθλον〉:

### book 413a.2

ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. | ἢ ἀποκηδήσαντε ἐγώ τε καὶ

### book 413a.3

ὑμεῖς. A

### book 413b

ἀποκηδήσαντε: ἀφροντιστήσαντες, ἀμελήσαντες. b(BC

### book 413b

E3)T

### book 414a1

ἐφομαρτεῖτον: Ἀρίσταρχος „†ἐφωμαρτεῖτον“. T

### book 414a2

διχῶς, καὶ „ἐφαμαρτεῖτον“. Aint

### book 417

ὑποδδείσαντες: διὰ τοῦ ἑτέρου δ τὸ ὑποδδείσαντες. T

### book 419a1.1

στεῖνος {οδοῦ}: βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν

### book 419a1.2

οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος

### book 419a1.3

παρ’ Ἀριστοφάνει (cf. av. 1131) βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ

### book 419a1.4

ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν·

### book 419a1.5

„στείνει ἐν αἰνοτάτῳ“ (Θ 476). A

### book 419a2.1

βαρυντέον τὸ στεῖνος, ὡς τὸ μάκρος b(BCE3E4)T

### book 419a2.2

παρὰ Ἀριστοφάνει (av. 1131)· „ὦ Πόσειδον, τοῦ μάκρουσ“. T

### book 419b.1

ἄλλως· στεῖνος ὁδοῦ: τοῦτο γενικώτερον προέταξεν ὅτι

### book 419b.2

ἦν στενὴ ἡ ὁδός, εἶτα ἐπάγει „ῥωχμὸς ἔην“ (Ψ 420), ὅ ἐστι χάσμα

### book 419b.3

ἐκ ῥύακος γενόμενον. b(BCE3E4)T

### book 419c.1

ἄλλως· στεῖνος ὁδοῦ κοίλης: στένωμα κοιλάδας ἔχον

### book 419c.2

παρακειμένας. b(BCE3E4)T

### book 420a.1

ῥωχμὸς ἔην 〈γαίησ〉: ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω

### book 420a.2

τοῦ καμπτῆρος. ἐν δεξιᾷ ταύτης Μενέλαος ἤλαυνεν. b(BCE3E4)T

### book 420b.1

ῥωχμὸς {ἔην}: ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ ζʹ (1,166,

### book 420b.2

4 L.) διὰ τοῦ γ φησὶ „ῥωγμόσ“. | ῥωχμὸς δέ ἐστι τόπος κεχαραγμένος

### book 420b

ὑπὸ ὀμβρίου ὕδατος. A

### book 421a

ἐξέρρηξεν ὁδοῖο: Ἀττικῶς ἀντὶ τοῦ ὁδόν. T

### book 421b

χῶρον ἅπαντα: Ἀριστοφάνης „χῶρον ἔνερθεν“. T

### book 422a.1

〈τῇ ῥ’ εἶχεν:〉 Ἀρίσταρχος χωρὶς τοῦ τ „ᾗ ῥ’ εἶχεν“.

### book 422a.2

Aint

### book 422b.1

τῇ ῥ’ εἶχεν: χωρὶς τοῦ τ „ᾗ ῥ’ εἶχεν“. | ἢ ὅπου, ὑπὸ

### book 422b.2

τῇ στενῇ ὁδῷ. T

### book 422c.1

ἁματροχιάς: δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως

### book 422c.2

τῷ „φυταλιάσ“ (cf. Ζ 195. Μ 314 al.). A

### book 422d

ἁματροχιάς: τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν. b

### book 422d

(BCE3)T

### book 423a.1

παρατρέψας: ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς.

### book 423a.2

b(BCE3E4)T

### book 423b.1

παρατρέψας: ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον

### book 423b.2

ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν

### book 423b.3

ἀσφαλέστερον ἤλαυνε δρόμον. b(BCE3E4), T [bis]

### book 424

〈παρακλίνας:〉 ἐν ἄλλῳ „παρακλινθείσ“. Aim

### book 426a.1

ἀφραδέως: ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ. b(BC

### book 426a.2

E3E4)T

### book 426b

ἄνεχε: ἄνω ἔχε, μὴ ἐπίκεισο. b(BCE3E4)T

### book 427.1

〈τάχα δ’〉 εὐρυτέρῃ παρελάσσεις: „〈εὐρυτέρη〉 παρ‐

### book 427.2

ελάσ〈σ〉αι“. λείπει τὸ ἔσται· T ὅταν παρέλθῃς τὸ στενόν, ἔσται

### book 427.3

ταχέως εὐρυτέρα, ὥστε 〈παρ〉ελάσαι. b(BCE3E4)T

### book 428.1

κύρσας: συρράξας, συμπεσών, b(BCE3E4)T συμβα‐

### book 428.2

λών. b(BCE3)

### book 430

ὡς οὐκ ἀΐοντι ἐοικώς: προσποιούμενος μὴ ἀκούειν.

### book 430

b(BCE3E4)T

### book 431a.1

δίσκου 〈...〉 κατωμαδίοιο: τοῦ κατὰ τοῦ ὤμου βαλ‐

### book 431a.2

λομένου· b(BCE3)T ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσιν. b(BCE3E4)

### book 431a.3

T

### book 431b.1

οὖρα ... πέλονται: πρὸς τὸ σχῆμα ὅτι οὖρα πέλον‐

### book 431b.2

ται καὶ οὐ πέλεται. A

### book 431c.1

οὖρα: ὁρμήματα, b(BCE3)T ὡς „ὅσσον τ’ ἐν νειῷ

### book 431c.2

οὖρον πέλει ἡμιόνοιϊν“ (θ 124). T

### book 433a

〈αἱ δ’ ἠρώησαν:〉 αἱ τοῦ Μενελάου. Aim

### book 433b

αἱ δέ: „τοὶ δέ“· θήλεια γὰρ καὶ ἄρσην (cf. Ψ 295). T

### book 433c

ἠρώησαν: ὑπεχώρησαν. b(BCE3)T

### book 440a1.1

ἔρρ’ ἐπεὶ οὔ ς’ ἔτυμόν γε φάμεν πεπνῦσθαι: ὅτι

### book 440a1.2

ἀκολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν. T

### book 440a2

ὁ γὰρ ἀδικῶν οὐ λογισθήσεται φρόνιμος εἰκότως. b(BCE3)

### book 440b.1

{ἐπεὶ οὔ ς’ ἔτυμόν γε} φάμεν: παρατατικός ἐστιν ἀντὶ

### book 440b.2

τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας.

### book 440b.3

A

### book 445a.1

〈ἀτέμβονται νεότητος:〉 στέρονται, | ἐνδεεῖς εἰσι καὶ

### book 445a.2

χρείαν ἔχοντες ἥβης. b(BCE3E4)

### book 445b

ἀτέμβονται: στέρονται. | οἱ δὲ Γλωσσογράφοι μέμφον‐

### book 445b

ται. T

### book 451a.1

ἧστο γὰρ ἐκτὸς ἀγῶνος 〈ὑπέρτατος ἐν περιωπῇ〉:

### book 451a.2

φιλικῶς ἄγαν· T ἀγωνιᾷ γὰρ διὰ τὸν φίλον, b(BCE3E4)T

### book 451a.3

καὶ διὰ τοῦτο εἰς τὴν περιωπὴν ἄνεισιν ὡς σκοπήσων, ὃ συμβαίνει.

### book 451a.4

b(BCE3E4)

### book 451b.1

〈ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ:〉 καὶ πῶς

### book 451b.2

ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει (cf. Ψ 491—8);

### book 451b.3

ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει. b(BCE3E4)

### book 451b.4

περιωπὴ δέ, ὅθεν ἔστι πάντας ἰδεῖν ἢ ὑπὸ πάντων ὁρᾶσθαι διὰ

### book 451b.5

τὸ ὕψος. b(BE3E4)

### book 452.1

τοῖο δ’ ἄνευθεν 〈ἐόντος ὁμοκλητῆροσ〉: χωρὶς ὄντος

### book 452.2

τοῦ ὁμοκλητῆρος, T τουτέστι μακρὰν ἀπόντος τοῦ ἡνιόχου.

### book 452.3

b(BCE3)T

### book 454a.1

ὃς τὸ μὲν ἄλλο τόσον {φοῖνιξ}: ὅτι οὕτως εἴωθε λέ‐

### book 454a.2

γειν τὸ παρὰ μικρόν, ἀντὶ τοῦ ‘ὃς τὸ μὲν λοιπὸν σῶμα‘. A

### book 454b.1

ὃς τὸ μὲν ἄλλο τόσον 〈φοῖνιξ ἦν〉: τόσον T [bis]

### book 454b.2

ἀντὶ τοῦ ὅλον· οὕτω γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον τετελεσμένα.

### book 454b.3

b(BCE3E4), T [bis] οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ τὸ

### book 454b.4

σῶμα. Χαμαιλέων (fr. 20 We.) δέ φησι τοὺς τοιούτους ἵππους

### book 454b.5

ἀρίστους εἶναι. b(BE3E4), T [bis]

### book 455a.1

σῆμ’ ἐτέτυκτο: οὕτως Ἰακῶς „〈σῆμα〉 τέτυκτο“ ὁ

### book 455a.2

Ἀρίσταρχος. A

### book 455b

〈ἠΰτε μήνη:〉 ὅτι †πάντων μήτηρ. Til

### book 458a.1

οἶος ἐγὼν 〈...〉 αὐγάζομαι: καὶ ταῦτα εἰωθότα ἐν

### book 458a.2

τοῖς ἀγῶσι· θρύπτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες καὶ ἐν

### book 458a.3

ἤθει καταλαζονεύονται τῶν πολλῶν. b(BCE3E4)T

### book 458b

ἦε καὶ ὑμεῖς: τοῦτο ἠθικῶς. T

### book 459a.1

{ἄλλοι μοι δοκέουσι} παροίτεροι: πρὸς τὸ παροίτεροι,

### book 459a.2

ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον. A

### book 459b.1

παροίτεροι: παρὰ τὸ πάρος καὶ πλεονασμῷ τοῦ ι, ὡς

### book 459b.2

ἐν τῷ „μυχοίτατοσ“ (φ 146). οἱ δὲ ἀπὸ τοῦ πάροιθεν τοπικοῦ. b(BCE3

### book 459b.3

E4)T

### book 461a1.1

κεῖσε: Ζηνόδοτος καὶ Ἀριστοφάνης „κεῖθι“· καὶ ἔστιν

### book 461a1.2

ἀναλογώτερον. A

### book 461a2

Ζηνόδοτος δὲ γράφει „κεῖθι“. T

### book 461b.1

〈αἳ〉 κεῖσέ 〈γε φέρτεραι ἦσαν〉: εἰς ἐκεῖνον τὸν τόπον

### book 461b.2

πορευόμεναι. ἔστι δὲ ὡς τὸ „τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν“

### book 461b.3

(Δ 455) ἀντὶ τοῦ τηλόθι, καὶ „〈πεύθετο γὰρ〉 Κύπρον δὲ“ (Λ 21). T

### book 462-3a.1

ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας

### book 462-3a.2

〈/ νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν〉: ὑποστικτέον ἐπὶ τὸ βαλούσας

### book 462-3a.3

(462), περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς

### book 462-3a.4

τὸ πρῶτον εἶδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν. A

### book 462-3b.1

τὰς πρῶτα ἴδον〈— / νῦν δ’ οὔ πῃ δύναμαι

### book 462-3b.2

ἰδέειν〉: καμπτούσας μὲν γὰρ αὐτὰς εἶδεν, οὐκέτι δὲ μετὰ τὸ κάμψαι·

### book 462-3b

b(BCE3E4)T ἐκεῖ γὰρ αὐτὸς ἔπεσεν. T

### book 463a.1

〈νῦν δ’ οὔ πῃ:〉 οὕτως διὰ τοῦ η νῦν δ’ οὔ πῃ Ἀρι‐

### book 463a.2

στοφάνης. Aim

### book 463b.1

νῦν δ’ οὔ πω 〈δύναμαι ἰδέειν〉: περισσὸν τὸ πω· τὸ

### book 463b.2

γὰρ πη τὴν εἰς τόπον δηλοῖ σχέσιν, b(BCE3)T οὐ τὸ πω.

### book 463b.3

b(BCE3)

### book 464

παπταίνετον: αἱ Ἀριστάρχου „παπταίνεται“. AimT

### book 465a

ἦε: ἐρωτηματικῶς· διὸ 〈προ〉περισπᾶται. T

### book 465b

〈τὸν ἡνίοχον:〉 τὸν ἱππέα. Til

### book 466.1

καὶ οὐκ ἐτύχησεν ἑλίξας: ἀπέτυχε τοῦ ἑλίξαι b(BCE3

### book 466.2

E4)T καὶ συστρέψαι τοὺς ἵππους. b(BCE3E4)

### book 467

〈σύν θ’ ἅρματα:〉 γράφεται „κατά θ’ ἅρματα“. Aim

### book 468.1

ἐξηρώησαν: ἔξω ὥρμησαν τοῦ δρόμου b(BCE3E4)T

### book 468.2

κουφισθεῖσαι τοῦ ἡνιόχου. T

### book 471.1

Αἰτωλὸς γενεήν, 〈μετὰ δ’ Ἀργείοισιν ἀνάσσει〉:

### book 471.2

ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικόν, οὐχ ἡρωϊκοῦ προσώπου. |

### book 471.3

ἄλλως· A ἀθετεῖται ὡς ληρώδης. ἢ πρὸς τῷ τέλει τῆς ποιήσεως

### book 471

γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδην; AT

### book 474a.1

Ἰδομενεῦ, τί πάρος λαβρεύεαι: πρόγλωσσος ἀεὶ καὶ

### book 474a.2

θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησι· διὸ

### book 474a.3

ἐπὶ τῆς γλώσσης κολάζεται νῦν (sc. Ψ 777) τε καὶ ἐν τῷ ναυαγίῳ

### book 474a.4

(sc. δ 503—11). A b (BCE3E4)T

### book 474b.1

λαβρεύεαι: λάβρως καὶ οὐ μετ’ ἐπιστάσεως λαλεῖς.

### book 474b.2

b(BCE3E4)T

### book 475a.1

〈πολέος πεδίοιο δίενται:〉 ὅτι διὰ πολλοῦ πεδίου.

### book 475a.2

Aim

### book 475b.1

{πεδίοιο} δίωνται: ὡς λάβωνται. εἴπομεν δὲ ἤδη (sc.

### book 475b.2

ad Ρ 110a) ὡς ἔστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω·

### book 475b.3

ἔνθεν τὸ „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251) καὶ τὸ „κνώ‐

### book 475b.4

δαλον, ὅττι δίοιτο“ (ρ 317)· καὶ περισπώμενον, ἔνθεν τὸ δίημι

### book 475b.5.1

ἐγένετο, παρ’ ὃ τὸ „ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται“ καὶ

### book 475b.5.2

τὸ „αὔτως ἐνδίεσαν“ (Σ 584). A

### book 475c

〈δίενται:〉 ἐλαύνονται. Til

### book 476.1

οὔτε νεώτατός ἐσσι 〈μετ’ Ἀργείοισι τοσοῦτον〉:

### book 476.2

ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μιμεῖται διαθέσεις θεατῶν· δέδοκται

### book 476.3

γὰρ τῷ ποιητῇ πᾶν εἶδος κινεῖν πρὸς ψυχαγωγίαν. b(BCE3E4)T

### book 477.1

〈οὔτε τοι〉 ὀξύτατον 〈κεφαλῆς ἐκδέρκεται ὄσσε〉:

### book 477.2

οὔτε ἔκδηλον καὶ πολὺ ὁ ὀφθαλμός σου ὁρᾷ. | ὀξύτατον δέ, b(BCE3

### book 477.3

E4) ὅτι τμητική ἐστιν ἡ θέα τοῦ ὑποκειμένου ἀέρος. b(BCE3E4)

### book 477.4

T

### book 478a.1

μύθοις λαβρεύεαι: ἐμφαντικῶς μετήνεγκεν ἀπὸ τῶν

### book 478a.2

λάβρως ἐσθιόντων. T

### book 478b.1

ἄλλως· οὐδέ τί σε χρή: ἀπὸ κοινοῦ τὸ λαβρεύεσθαι·

### book 478b.2

ὃ μὴ νοήσας τις προσέθηκε τὸν ἑξῆς στίχον (sc. Ψ 479). T

### book 479a.1

λαβραγόρην ἔμεναι· 〈πάρα γὰρ καὶ ἀμείνονες

### book 479a.2

ἄλλοι〉: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ „ἀλλ’ αἰεὶ

### book 479a.3

μύθοις λαβρεύεαι“ (Ψ 478). καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι

### book 479a.4

οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι. A

### book 479b.1

πάρα γὰρ καὶ ἀμείνονες 〈ἄλλοι〉: εἰς τὸ λαβρεύ‐

### book 479b.2

εσθαι. τινὲς δὲ „οὔτε τοι ὀξύτατον κεφαλῆς 〈ἐκδέρκεται ὄσσε〉“ (Ψ 477),

### book 479b.3

πάρα γὰρ καὶ ἀμείνονες. καὶ πῶς δύναται ὑπερθετικῷ ἐπῆχθαι

### book 479b.4

συγκριτικόν; T

### book 479c.1

πάρα {γὰρ καὶ ἀμείνονες ἄλλοι}: τὸ πάρα ἀντὶ τοῦ

### book 479c.2

πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ „πάρα δ’ ἀνήρ,

### book 479c

ὃς καταθήσει“ (π 45). A

### book 480a1

〈παροίτεραι:〉 ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται. Aint

### book 480a2

τοπικῶς. Til

### book 480b

〈αἳ τὸ πάρος περ:〉 πάρος χρονικῶς. Til

### book 481a

εὔληρα: ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα. A

### book 481b.1

εὔληρα: ἅπαξ χρῆται τῇ λέξει. ὁ δὲ Παριανὸς (fr. 17 [1980] M.) φησὶ καὶ

### book 481b.2

ἐπὶ †ἱματίων† καὶ δεσμῶν τίθεσθαι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ

### book 481b.3

εἴληρα b(BCE3E4)T καὶ εὔληρα. δηλοῖ δὲ τὰ ἡνία. b(BCE3E4)

### book 483a.1

νείκει ἄριστε: Ἀρίσταρχος „νεῖκος ἄριστε“, ὡς „εἶδος

### book 483a.2

ἄριστε“ (Γ 39). AimT

### book 483b

κακοφραδές: κακὰ ἐπιλογιζόμενε. b(BCE3E4)T

### book 485a

〈δεῦρό νυν:〉 ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο. Aim

### book 485b.1

δεῦρό νυν: δεῦρο καὶ εἰς τοῦτον τὸν τόπον, b(BCE3E4)

### book 485b.2

T „ἢ δεῦρο μὲν ἕποντο“ (Γ 240). T καὶ ἐγκελευστικῶς,

### book 485b.3

„δεῦρ’ ἄγ’ ἰών“ (μ 184). b(BCE3E4)T

### book 485c1.1

δεῦρό νυν ἢ τρίποδος περιδώμεθον: ἐνθάδε τὸ νῦν

### book 485c1.2

συσταλτέον διὰ τὸ μέτρον. τὸ δὲ περιδώμεθον ἐστὶ〈ν〉 ἕν, ἐπεὶ

### book 485c1.3

δηλοῖ τὸ συνθήκας ποιησώμεθα. A

### book 485c2

συσταλτέον δὲ ἐνθάδε τὸ νῦν διὰ τὸ μέτρον. b(BCE3E4)

### book 485c2

T

### book 485d

〈τρίποδοσ〉 περιδώμεθα: συνθώμεθα. | καὶ λείπει ἡ

### book 485d

περί, περὶ τρίποδος. b(BCE3)T

### book 486.1

〈ἵστορα:〉 ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον Aim συνθηκο‐

### book 486.2

φύλακα. Aim b (BCE3E4)Til

### book 487a1.1

ὁππότεραι πρόσθ’ ἵπποι, 〈ἵνα γνώῃς ἀποτί‐

### book 487a1.2

νων〉: ὁ νοῦς ‘ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς, ὁπότεραί εἰσιν ἵπποι

### book 487a1.3

πρότεραι‘. A

### book 487a2.1

ἵνα γνῷς, φησίν, ἀποδιδοὺς καὶ ζημιούμενος, ὁποῖαι

### book 487a2.2

πρῶται ἵπποι. b(BCE3E4)

### book 487a3

{ἵνα γνώιης:} γνώῃς, πότεροι ἵπποι πρῶτοι. T

### book 490.1

〈καὶ νύ κε δὴ〉 προτέρω 〈ἔτ’〉 ἔρις γένετο: εἰς τοὔμ‐

### book 490.2

προσθεν ἂν διέβη τὰ τῆς ἔριδος. b(BCE3E4)T

### book 491a.1

εἰ μὴ Ἀχιλλεὺς 〈αὐτὸς ἀνίστατο〉: ὡς ἀγωνοθέτης

### book 491a.2

γὰρ προΐσταται τῆς εὐκοσμίας. b(BCE3E4)T

### book 491b

〈καὶ φάτο μῦθον:〉 ἐν ἄλλῳ „καὶ κατέρυκε“. Aim

### book 493.1

κακοῖς: ἄμεινον ἀντ’ αὐτοῦ γράφειν „ἄναξ“· προεῖπε γὰρ

### book 493.2

„χαλεποῖσι〈ν〉“ (Ψ 492). T

### book 497.1

τότε δὲ γνώσεσθε: τοιοῦτοι καὶ ἐν τοῖς νῦν ἀγῶσί τινες

### book 497.2

πρεσβυτικοὶ καὶ εὐσταθεῖς θεαταί, μηδὲν πρὸ τοῦ καιροῦ προλαμβά‐

### book 497

νειν ἀξιοῦντες. T

### book 500a.1

μάστι: ἀπὸ τῆς μάστιος Ἰωνικῶς ὡς „Θέτι“ (Σ 407),

### book 500a.2

AT καὶ „μάστι〈ν〉 βάλε“ (ο 182) φησίν. T

### book 500b.1

κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων τὴν μάστιγα ἐπαί‐

### book 500b.2

ρων, b(BCE3E4)T ὡς τὸ „〈δίσκου ...〉 κατωμαδίοιο“ (Ψ 431).

### book 500b.3

T

### book 501a.1

〈ὑψόσ’〉 ἀειρέσθην· τοῦτο πρὸς τὸ γαῦρον καὶ εὔ‐

### book 501a.2

ρυθμον τῶν ποδῶν. b(BCE3E4)T

### book 501b

〈πρήσσοντε κέλευθον:〉 κατεχρήσατο. Aim

### book 502.1

αἰεὶ δ’ ἡνίοχον 〈κονίης ῥαθάμιγγες ἔβαλλον〉: ἡνί‐

### book 502.2

οχον τὸν Διομήδην, b(BCE3E4)T ὡς „θρασὺν ἡνίοχον φορέον‐

### book 502.3

τες / Ἕκτορα“ (Θ 89—90). T τί οὖν ἄτοπον, εἰ τοὺς ἡνιόχους

### book 502.4

καὶ „ἱππῆασ“ ἐν τῇ Λ (sc. 151, cf. Λ 52 al.) καλεῖ; b(BCE3E4)T

### book 502.5

ἔστι δὲ τὸ αἰεί ὡς τὸ „αἰεὶ δὲ πυραὶ νεκύων καίοντο“ (Α 52). T

### book 503-4.1

ἅρματα δὲ χρυσῷ 〈πεπυκασμένα κασσιτέρῳ

### book 503-4.2

τε /ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον〉: διὰ τῆς πολυτελείας θαυ‐

### book 503-4.3

μαστὴν δείκνυσι τὴν θέαν. ἐψύχωσε δὲ αὐτά, ὡς καὶ αὐτῶν ὁρμώντων

### book 503-4.4

αὐτοκινήτως. T

### book 504.1

〈ἐπέτρεχον:〉 ὅτι τὰ ἅρματα (cf. Ψ 503) ἐπέτρεχον καὶ

### book 504.2

οὐκ ἐπέτρεχεν. | οὕτως δὲ διὰ τοῦ ο. Aim

### book 504-5a1.1

οὐδέ τι πολλή 〈/ γίνετ’ ἐπισσώτρων〉 ἁρ‐

### book 504-5a1.2

ματροχιὴ 〈κατόπισθεν〉: ὡς μὴ πάνυ χαράσσειν τὴν γῆν.

### book 504-5a1.3

μέτρον δὲ ἔχουσα ἡ ὑπερβολὴ πιστεύεται. T

### book 504-5a2.1

μετὰ τάχους γὰρ διαβαίνοντες οἱ τροχοὶ οὐ πάνυ τὴν

### book 504-5a2.2

γῆν ἐχάρασσον. b(BCE3E4)

### book 506a

ἐν λεπτῇ κονίῃ: μᾶλλον ἐμφαίνει τὴν κουφότητα. T

### book 506b

〈πετέσθην:〉 ἐν ἄλλῳ „πέτεσθον“. Aim

### book 507a

στῆ: ἀντὶ τοῦ τοῦ δρόμου ἐπαύσατο. b(BCE3E4)T

### book 507b

ἀγῶνι: τῷ ἀθροίσματι. b(BCE3E4)T

### book 509a1.1

δίφροιο ... παμφανόωντος: ὅτι τοῦτο διακρίνει τὴν

### book 509a1.2

ἐν ἄλλοις (sc. Θ 435) ἀμφιβολίαν, „〈ἅρματα δ’ ἔκλιναν〉 πρὸς {τὸ}

### book 509a1.3

ἐνώπια παμφανόωντα“· δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα. A

### book 509a2.1

{ἐκ δίφροιο παμφανόωντος:} ὥστε καὶ ἐκεῖ τὸ „{πρὸς

### book 509a2.2

ἐνώπια} παμφανόωντα“ τῶν ἁρμάτων ἐπίθετον. T

### book 510.1

οὐδ’ ἐμάτησεν: οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἆθλον,

### book 510.2

ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφ’ οὗ τὸ οὐκ ἠμέλησε νοητέον. b(BCE3

### book 510.3

E4)T

### book 512-3a1.1

〈δῶκε δ’ ἄγειν—γυναῖκα / καὶ τρίποδ’

### book 512-3a1.2

ὠτώεντα φέρειν:〉 πρὸς τὴν διαφορὰν τοῦ ἄγειν (512) καὶ

### book 512-3a1.3

φέρειν (513). Aim

### book 512-3a2.1

{δῶκε δ’ ἄγειν γυναῖκα καὶ τρίποδ’ ὠτόεντα φέρειν:}

### book 512-3a2.2

ὅτι διεσάφησε τὸ ἄγειν πρὸς τὸ φέρειν. T

### book 514a.1

{τῶι δ’ ὰρ ἐπ} Ἀντίλοχος Νηλήϊος: ὅτι ἀπὸ τοῦ

### book 514a.2

προπάτορος ὁ Ἀντίλοχος Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεύς,

### book 514a.3

〈τοῦ〉 Ποσειδῶνος. A

### book 514b.1

Ἀντίλοχος Νηλήϊος: ἀπὸ πάππου· Νηλεὺς γὰρ θεοῦ.

### book 514b.2

τὸ οὖν „〈ἐκ γὰρ Ὀρέσταο〉 τίσις ἔσσεται Ἀτρεΐδαο“ (α 40) Ἀγα‐

### book 514b.3

μέμνονος, οὐκ Ὀρέστου, καὶ τὸ „μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο“

### book 514b.4

(Β 763) τοῦ Ἀδμήτου. T

### book 514-5.1

〈ἤλασεν ἵππους, / κέρδεσιν, οὔ τι τάχει γε παρα‐

### book 514-5.2

φθάμενος Μενέλαον:〉 βραχὺ {δὲ} διασταλτέον ἐπὶ τὸ ἵππους (514)

### book 514-5.3

πρὸς τὸ σαφέστερον. A

### book 515.1

κέρδεσιν, οὔ τι τάχει 〈γε, παραφθάμενος Μενέλα‐

### book 515.2

ον〉: Ἀντίλοχος μὲν διδαχθεὶς ἐκ Ποσειδῶνος (cf. Ψ 307—8) παρα‐

### book 515.3

τρέχει, ὁ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν. b(BCE3E4)T

### book 517-21a1.1

〈ὅσσον δὲ〉 τροχοῦ ἵππος ἀφίσταται〈—

### book 517-21a1.2

θέοντοσ〉: προσφυεστάτῃ εἰκόνι χρῆται· τὰ γὰρ διαστήματα τῶν

### book 517-21a1.3

ἁρμάτων ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα. T

### book 517-21a2.1

προσφυεστάτη ἡ εἰκών· χρῆται γὰρ τοῖς διαστήμασι

### book 517-21a2.2

τῶν ἁρμάτων, καὶ ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα. b(BCE3

### book 517-21a2.3

E4)

### book 518

〈ἕλκῃσιν πεδίοιο:〉 ὅτι διὰ πεδίου. Aim

### book 520-1.1

〈ὁ δέ τ’〉 ἄγχι 〈μάλα〉 τρέχει, 〈οὐδέ τι πολλή /

### book 520-1.2

χώρη μεσσηγύσ〉: ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον

### book 520-1.3

ἕπεται ὁ τροχός. b(BCE3E4)T

### book 521a1

〈πεδίοιο θέοντος:〉 ὅτι διὰ πεδίου. Aim

### book 521a2

λείπει ἡ διά. b(BCE3)T

### book 523a.1

δίσκουρα: σημειοῦνταί τινες, ὅτι ἃ ἄνω (sc. Ψ 431)

### book 523a.2

εἶπε „δίσκου οὖρα“, νῦν {δὲ} συνθέτως δίσκουρα. A

### book 523b.1

{καὶ ἐς} δίσκουρα {λέλειπτο}: Πτολεμαῖος (p. 60 B.)

### book 523b.2

καὶ οἱ πλείους δίσκουρα ὡς „λίπουρα“ (Call. fr. 200 b 2). καὶ

### book 523b.3

Ἀρίσταρχος δέ φησιν· „ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν ‘ὅσσα δὲ

### book 523b.4

δίσκου οὖρα‘ (Ψ 431), τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν“. κἀγὼ

### book 523b.5

δὲ συγκατατίθεμαι. A

### book 523c.1

δίσκουρα: τινὲς δύο μέρη κατὰ συναλιφήν, ἐπειδή φησιν

### book 523c.2

„ὅσ〈σ〉α δὲ δίσκου οὖρα“ (Ψ 431)· ἄμεινον δὲ τὸ σύνθετον. b(BCE3)

### book 523c.3

T καὶ γὰρ ἀπὸ τῶν κατὰ τοῦ ὤμου φησὶ „κατωμαδίοιο“. T

### book 524

ὀφέλλετο γὰρ μένος ἠΰ: ὡς τὸ „τῇ γάρ ῥα μάλιστά γε

### book 524

θυμὸν ὄφελλεν“ (δ 366). T

### book 527.1

οὐδ’ ἀμφήριστον ἔθηκεν: ὅτι Ζηνόδοτος γράφει „ἢ

### book 527.2

ἀμφήριστον ἔθηκεν“, οὐκ εὖ· νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ

### book 527.3

τοῦ σύνεγγυς τρέχοντος (sc. Ψ 382). διὰ δὲ τούτου βούλεται λέγειν

### book 527.4

‘οὐδ’ ὅλως ἀμφήριστον‘. A

### book 529a1.1

λείπετ’ 〈ἀγακλῆος Μενελάου〉 δουρὸς ἐρωήν: τὴν

### book 529a1.2

ἔκτασιν, ὡς τὸ „ἐρωήσει περὶ δουρί“ (Α 303. π 441). T

### book 529a2

ἔκτασιν καὶ ὁρμὴν δόρατος πορευομένου. b(BCE3E4)

### book 531a.1

ἤκιστος {δ’ ἦν}: 〈ὅτι〉 τὸ ἤκιστος τῶν ἅπαξ εἰρημέ‐

### book 531a.2

νων ἐστί. | γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ

### book 531a.3

εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς

### book 531a.4

δασύνεται. | ἔστι δὲ ἐναντίον τὸ ἥκιστα τῷ μάλιστα. A

### book 531b.1

ἤκιστος: παρὰ τῷ ποιητῇ τὸ ἤκιστος ψιλοῦται καὶ

### book 531b.2

δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύνεται καὶ σημαίνει τὸ οὐδ’

### book 531b.3

ὅλως. b(BCE3E4)T

### book 531c.1

ἤκιστος: παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ· b(BCE3E4)

### book 531c.2

T ἀφ’ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τῷ μάλιστα. οἱ δὲ παρὰ

### book 531c

τὸ ἔχω, ὅ ἐστιν ἐπέχω. τινὲς δὲ ἀπὸ τοῦ ἧσσον, ἀμαθῶς. T

### book 533a.1

ἕλκων ἅρματα καλά, 〈ἐλαύνων πρόσσοθεν ἵπ‐

### book 533a.2

πουσ〉: οὕτως ἐλαύνων πρόσσοθεν. κατεαγότος δὲ τοῦ δίφρου

### book 533a.3

ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους, ὥσπερ οἱ τῶν

### book 533a.4

ἀγωγέων περιεχόμενοι, καὶ τῇ μάστιγι περιελαύνων κατὰ τὸν αὐ‐

### book 533a.5.1

χένα καὶ τὰς πλευράς· οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως. | ἡ διπλῆ

### book 533a.5.2

δέ, ὅτι Ζηνόδοτος γράφει „ἐλαύνων ὠκέας ἵππουσ“, ὡς ἡνιοχοῦντος

### book 533a.5.3

αὐτοῦ. συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει,

### book 533a.5.4

τὰς πλευρὰς τῶν ἵππων τύπτων. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ

### book 533a.5.5

καλά πρὸς τὸ σαφέστερον. | τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ

### book 533a.10

συνεστάλη τὸ ω εἰς τὸ ο. A

### book 533b.1

ἐλαύνων πρόσσοθεν ἵππους: τῶν ἔμπροσθεν αὐτοὺς

### book 533b.2

ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων αὐτοὺς ἕλκων, καὶ τῇ μάστιγι τοὺς

### book 533b.3

αὐχένας τύπτων. b(BCE3E4)T

### book 533c1

πρόσσοθεν: συστολή ἐστι τοῦ πρόσωθεν καὶ ὁ αὐτὸς

### book 533c1

τόνος. T

### book 533c2.1

συγκέκοπται δὲ ἀπὸ τοῦ πρόσσωθεν, τὸν δὲ τόνον ἐφύ‐

### book 533c2.2

λαξεν, b(BCE3E4)

### book 536-7.1

λοῖσθος ἀνὴρ ὤριστοσ〈—δῶμεν ἀέθλιον〉:

### book 536-7.2

διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυχοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς

### book 536-7.3

ἐᾶν ὑπερτερεῖν τὴν τύχην· b(BCE3E4)T ἄλλως τε καὶ Θεσσαλὸς

### book 536-7.4

ὁ Εὔμηλος. T

### book 538a.1

δεύτερ’, ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός:

### book 538a.2

ἵνα μὴ δοκῇ ὕπουλος εἶναι Διομήδει b(BCE3E4)T διὰ τὴν ὑπο‐

### book 538a.3

ψίαν τὴν φθάσασαν ἐγγενέσθαι αὐτοῖς. καὶ ἐν τῇ πρὸς Αἴαντα μάχῃ,

### book 538a.4

τοῦ πλήθους ἐπίσης ἀπαλλάξαντος αὐτούς (cf. Ψ 823), δίδωσι τὸ

### book 538a.5

ξίφος αὐτῷ (cf. Ψ 824—5). T

### book 538b.1

δεύτερα: φιλτάτῳ γὰρ ὄντι Ἀντιλόχῳ οὐκ οἴεται λύπην

### book 538b.2

παρέξειν ἐν τούτῳ. T

### book 538c1.1

δεύτερ’· ἀτὰρ〈—υἱόσ〉: ὅτι ἔν τισιν ὑποτάσ‐

### book 538c1.2

σονται τούτῳ· „τὰ τρίτα δ’ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, /

### book 538c1.3

πέμπτα δὲ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆοσ“ (= Ψ 538 a et b).

### book 538c1.4

χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν Ὁμηρικόν, ἔτι καὶ πρὸς

### book 538c1.5

οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως. A

### book 538c2.1

†τινὲς δὲ τῶν ἀντιγράφων καὶ τούτους τοὺς εὐτελεῖς

### book 538c2.2

φασὶ† δύο στίχους· „τέτρατα ξανθὸς Μενέλαος, / πέμπτα δὲ Μηριόνης,

### book 538c2.3

θεράπων ἐῢς Ἰδομενῆοσ“. T

### book 539

〈ὡς ἐκέλευε:〉 ἐν ἄλλῳ „ἠδὲ κέλευον“. Aim

### book 540.1

〈ἐπῄνησαν γὰρ Ἀχαιοί:〉 ἐν ἄλλῳ „ἐπῄνησαν γὰρ οἱ

### book 540.2

ἄλλοι“. Aim

### book 543a.1

ὦ Ἀχιλεῦ, 〈μάλα τοι κεχολώσομαι, αἴ κε τελέσ‐

### book 543a.2

σῃσ〉: Νέστορος υἱός ἐστιν λέγειν τε καὶ πρᾶξαι δυνατός· τὸ μὲν γὰρ

### book 543a.3

κεχολώσομαι ἁπλουστάτης διαθέσεώς ἐστι καὶ φιλεταιρίας, τὸν δὲ

### book 543a.4

Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν τρόπον ὁ ποιη‐

### book 543a.5

τής. b(BCE3E4)T

### book 543b.1

〈κεχολώσομαι:〉 σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ μηνίσω.

### book 543b.2

Aim

### book 544

〈μέλλεις:〉 ὅτι ἀντὶ τοῦ ἔοικας. Aim

### book 546-7.1

ἀλλ’ ὤφελεν ἀθανάτοισιν 〈/ εὔχεσθαι〉: ἐναντιώ‐

### book 546-7.2

σει οὖν τοῖς θεοῖς, εἰ ὃ ἀφῄρηνται ἐκεῖνοι, αὐτὸς δώσεις. b(BCE3E4)T

### book 548a1

〈φίλος:〉 οὕτως διὰ τοῦ ς φίλος πᾶσαι εἶχον. Aim

### book 548a2

{καί τοι} φίλον: „φίλοσ“ ὀφείλει. T

### book 549.1

ἔστι τοι 〈ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκόσ〉:

### book 549.2

ἐπαγγελτικῶς τὸ ἔστι· διὸ ὀξέως. T

### book 551-2.1

τῶν οἱ ἔπειτ’ ἀνελὼν 〈δόμεναι καὶ μεῖζον ἄ‐

### book 551-2.2

εθλον /ἠὲ καὶ αὐτίκα νῦν〉: ὅτι τὸ ἔπειτα (551) ἀντὶ τοῦ μετὰ

### book 551-2.3

ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα (552). ἡ δὲ ἀναφορὰ πρὸς τὸ

### book 551-2.4

„Φοῖνιξ μὲν πρώτιστα, / αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 168—9). A

### book 551.1

μεῖζον ἄεθλον: οὐδετέρως. b(BCE3)T εἴωθε δὲ καὶ

### book 551.2

ἀρσενικῶς λέγειν ὁ ποιητής. b(BCE3E4)T

### book 556.1

χαίρων Ἀντιλόχῳ: λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς

### book 556.2

αὐτόν, τοσούτῳ πλέον δέδεικται τὸ γνήσιον τῆς εἰς αὐτὸν ἑταιρίας,

### book 556.3

καὶ οὐκ ἀναβάλλεται τὸ δῶρον (cf. Ψ 558—65) b(BCE3E4)T

### book 558-9.1

〈εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο /〉 Εὐμήλῳ

### book 558-9.2

ἐπιδοῦναι, 〈ἐγὼ δέ κε καὶ τὸ τελέσσω〉: ὑποστικτέον μετὰ τὸ

### book 558-9.3

ἐπιδοῦναι (559), τοῦ ἑπομένου συνδέσμου περιττεύοντος. A

### book 561-2a1.1

ᾧ ΠΕΡΙ χεῦμα 〈... /〉 ἀμφιδεδίνηται: εἰσὶν οἳ

### book 561-2a1.2

ἀνέστρεψαν τὴν περί (561). ὁ μέντοι Ἀσκαλωνίτης (p. 60 B.) καὶ οἱ

### book 561-2a1.3

πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι διὰ τὸ ἀμφιδεδίνηται

### book 561-2a1

(562)· διὸ οὐκ ἀναστρέφουσιν. A

### book 561-2a2.1

ἴσως οὖν περισσεύει ἡ περί· διὸ οὐκ ἀναστρεπτέον

### book 561-2a2.2

αὐτήν. T

### book 561-2b.1

ᾧ περὶ χεῦμα 〈φαεινοῦ〉 κασσιτέροιο 〈/ ἀμφιδε‐

### book 561-2b.2

δίνηται〉: ἐδήλωσε τὸν ἐκκεχυμένον τε καὶ πεπηγμένον τῷ θώρακι

### book 561-2b.3

κασσίτερον. b(BCE3E4)T

### book 566.1

θυμὸν ἀχεύων: οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος

### book 566.2

ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. A b (BCE3E4)T φιλότι‐

### book 566.3

μος οὖν ἐστι περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα

### book 566.4

διαλυσάμενος (cf. Ψ 607—11). μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ

### book 566.5.1

παρὰ τὴν ἡρωϊκὴν ἁπλότητα πανουργήσαντι. A b (BE3E4)T

### book 566.5.2

καὶ Ἀχιλλεὺς „ἐκ γὰρ δή μ’ ἀπάτησε AT καὶ ἤλιτεν“ (Ι 375). T

### book 568a.1

〈χειρὶ σκῆπτρον ἔθηκε:〉 πρὸς τοὺς δημηγοροῦντας

### book 568a.2

ὅτι σκῆπτρα ἔλαβον. Aim

### book 568b.1

〈χειρὶ〉 σκῆπτρον ἔθηκε: σκῆπτρον δέχεται διὰ τὸ

### book 568b.2

μέλλειν δημηγορεῖν, b(BCE3E4)T „σκῆπτρον δέ οἱ ἔμβαλε χει‐

### book 568b.3

ρί / κῆρυξ Πεισήνωρ“ (β 37—8). T ὁ δὲ Ἀντίλοχος πρὸς μόνον

### book 568b.4

Μενέλαον διαλέγεται (sc. Ψ 587—95). b(BCE3E4)T

### book 568c

〈χειρί:〉 γράφεται „χερσί“. Aint

### book 570.1

πρόσθεν πεπνυμένε: φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν ὡς

### book 570.2

ἑκὼν ἥμαρτεν. οὕτω δὲ καὶ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται. b(BCE3

### book 570.3

E4)T

### book 572

〈οἵ τοι πολὺ χείρονες ἦσαν:〉 οἱ Ἀντιλόχου. Aim

### book 574a.1

ἐς μέσον ἀμφοτέροισ〈ι δικάσσατε〉: ὅτι οὐκ εἰς τὸ

### book 574a.2

μέσον παρελθόντες, ἀλλὰ μέσον δικάσατε, μήτε τούτῳ προσχαριζόμε‐

### book 574a.3

νοι μήτε ἐμοί· διὸ ἐπιφέρει μηδ’ ἐπ’ ἀρωγῇ. A

### book 574b1.1

ἐς μέσον 〈...〉 δικάσ〈σ〉ατε: μέσοι γένεσθε, μὴ ἑτερο‐

### book 574b1.2

βαρεῖς. T

### book 574c1.1

ἄλλως· ἐς μέσον 〈... δικάσσατε〉: ἐξ ἴσου, καὶ ἐκ

### book 574c1.2

παραλλήλου ἐπιφέρει μηδ’ ἐπ’ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρ‐

### book 574c1.3

ροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὑτῷ καταχαρίσασθαι ἀξιοῖ, ἵνα μὴ

### book 574c1.4

δόξῃ διὰ τὸ ἀξίωμα. T

### book 574b2/c2.1

ἐξ ἴσου, ἐκ παραλλήλου, | μὴ ἑτεροβαρῶς. | καὶ ἐπιφέ‐

### book 574b2/c2.2

ρει μηδ’ ἐπ’ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐ‐

### book 574b2/c2.3

δένα γὰρ αὑτῷ διὰ τὸ ἀξίωμα καταχαρίσασθαι ἀξιοῖ. b(BCE3E4)

### book 576

ψεύδεσσι: ὡς ψεύσμασιν. T

### book 579-80.1

αὐτὸς δικάσω, 〈καί μ’ οὔ τινά φημι / ἄλλον

### book 579-80.2

ἐπιπλήξειν Δαναῶν〉: ἔδειξεν ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ

### book 579-80.3

οὐκέτι δεῖ †ἀπώσασθαι ἱκέτην. b(BCE3E4)T

### book 581a.1

Ἀντίλοχ’, αἲ δ’ ἄγε 〈δεῦρο, διοτρεφές, ἣ θέμις

### book 581a.2

ἐστί:〉 ἀθετεῖται, ὅτι ἀκαίρως λέγει διοτρεφές, ὀργιζόμενος αὐτῷ.

### book 581a.3

A

### book 581b.1

〈Ἀντίλοχ’, εἰ δ’ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις

### book 581b.2

ἐστί:〉 ὁ {δὲ} στίχος περισσός. ἀλλά φασι ‘θωπεύει Νέστορα‘. ἀλλ’

### book 581b.3

οὐ πρέπει τῷ φλεγμαίνοντι θωπεῦσαι. T

### book 581c.1

διοτρεφές: περισσὸν τὸ ἐπίθετον, ὡς „δῖον Ἀλέξαν‐

### book 581c.2

δρον“ (Γ 352), „Ἀνδρομάχη λευκώλενοσ“ (Ζ 377), „ὄρσεο, κυλλοπό‐

### book 581c.3

διον“ (Φ 331). T

### book 582-5.1

〈στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ

### book 582-5.2

ἱμάσθλην /〉 χερσὶν ἔχε ῥαδινὴν〈—πεδῆσαι〉: δια‐

### book 582-5.3

στολαὶ ἐπὶ τὸ ἅρματος (582), ἔλαυνες (583) καὶ ἁψάμενος (584)·

### book 582-5.4

μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι (585) ἤρτηται ὁ λόγος. A

### book 583

ῥαδινήν: λεπτήν, ἐπιμήκη. b(BCE3E4)T

### book 585.1

ὄμνυθι: εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ

### book 585.2

πλήθους γενομένης τῆς ἐπιθέσεως οὐδ’ ὄντων μαρτύρων, ἐπὶ τὸ

### book 585.3

συνειδὸς ἔρχεται τοῦ Ἀντιλόχου. b(BCE3E4)T

### book 587a

〈ἄνσχεο:〉 ἐν ἄλλῳ „ἴσχεο“. Aim

### book 587b.1

ἄνσχεο: οὕτως Ἀρίσταρχος. ὁ δὲ Σιδώνιος διὰ δύο σς,

### book 587b.2

ὡς τὸ „καδδραθέτην“ (ο 494). T

### book 589.1

ὑπερβασίαι: αἱ παραβάσεις τοῦ δέοντος. ἔγνω δὲ ὡς οἱ

### book 589.2

εἴκοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπο‐

### book 589

λογίαν φέρει, τὴν ἡλικίαν. b(BCE3E4)T

### book 590.1

κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις:

### book 590.2

ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν, b(BCE3E4)T ἡ δὲ βουλὴ

### book 590.3

ἀσθενής. b(BCE3)T

### book 591-2.1

ἵππον δέ τοι 〈αὐτός /〉 δώσω: φιλοτίμως τὴν μὲν

### book 591-2.2

νίκην προσποιεῖται, τοῦ δὲ ἄθλου φησὶν ἐξίστασθαι ἑκών· ὁ γὰρ

### book 591-2.3

λέγων αὐτός / δώσω κατασκευάζει ὅτι ἐμὴν οὖσαν λήψῃ b(BCE3

### book 591-2.4

E4)T αὐτήν, οὐκ ἐκ μέσου ἀλλὰ παρ’ ἐμοῦ. T τούτῳ συν‐

### book 591-2.5.1

ᾴδει καὶ τὸ „εἰ καί νύ κεν οἴκοθεν ἄλλο b(BCE3E4)T 〈/ μεῖζον

### book 591-2.5.2

ἐπαιτήσειασ〉“ (Ψ 592—3)· διὰ γὰρ τοῦ „ἄλλο“ (Ψ 592) διδάσκει ὅτι

### book 591-2.5.3

καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμὸν ἴδιον. T

### book 592-4.1

εἰ καί νύ κεν οἴκοθεν ἄλλο / μεῖζον ἀπαιτήσειας,

### book 592-4.2

ἄφαρ κέ τοι αὐτίκα δοῦναι / βουλοίμην: ταῦτα ἀπ’ ἄλλης

### book 592-4.3

ἀρχῆς ἀναγνωστέον. ὑποστικτέον δὲ μετὰ τὸ ἀπαιτήσειας (593).

### book 592-4.4

A

### book 593.1

μεῖζον ἐπαιτήσειας: ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι.

### book 593.2

b(BCE3E4)T

### book 594.1

διοτρεφές: θεραπευτικῶς ἀγαθὸν καὶ θεοφιλῆ αὐτὸν καὶ

### book 594.2

ἰσόθεον ἀποδείκνυσι· πρὸς μὲν οὖν Ἀχιλλέα (sc. Ψ 543—54) τῇ

### book 594.3

δικαιολογικῇ στάσει ἐχρήσατο, νῦν (sc. Ψ 587—95) δὲ τῇ παρορμητι‐

### book 594.4

κῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείᾳ δὲ καὶ τιμῇ ὁμιλητι‐

### book 594.5

κῶς ἀνακτώμενος. b(BCE3E4)T

### book 595.1

ἐκ θυμοῦ πεσέειν: πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν τῆς

### book 595.2

φιλίας φησίν. b(BCE3E4)T

### book 596.1

καὶ ἵππον ἄγων: ἠθικὸν τὸ αὐτοχειρὶ ἄγοντα παρα‐

### book 596.2

δοῦναι (cf. Ψ 597). T

### book 597-8

θυμός / ἰάνθη: ἐπὶ τῇ τιμῇ. TTt

### book 598a.1

ἰάνθη 〈ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση〉: καὶ οἱ

### book 598a.2

γεωργοὶ μεταφέροντες γελᾶν τὰ φυτὰ καὶ ἱλαρὰ εἶναι λέγουσιν.

### book 598a.3

b(BCE3E4)T

### book 598b.1

ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση: ὥσπερ τὸ λήϊον

### book 598b.2

περιχυθὲν τῇ δρόσῳ φαιδρύνεται, ἐκ τῆς πρωϊνῆς στυγνότητος

### book 598b.3

μεταβαῖνον. b(BCE3E4)T

### book 599a.1

ὅτε φρίσσουσιν 〈ἄρουραι〉: ὅτε τελειοῦνται οἱ στάχυ‐

### book 599a.2

ες· τότε γὰρ φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ὅτε

### book 599a

ὀρθοῦνται ἢ κινοῦνται. b(BCE3E4)T

### book 599b.1

〈φρίσσουσιν ἄρουραι:〉 ἀντὶ τοῦ φρίσσοντας ἔχουσι

### book 599b.2

τοὺς στάχυας. Aim

### book 600.1

〈ὣς ἄρα σοι, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη:〉

### book 600.2

ἔστι δὲ καὶ πρὸς πολεμίους πρᾷος Μενέλαος (cf. Ζ 51—3). T

### book 603a.1

χωόμενος, ἐπεὶ οὔ τι 〈παρήοροσ〉: ὅτι παρήορος

### book 603a.2

ὁ παρηρτημένος τὰς φρένας, οὐκ ἀραρὼς οὐδὲ κατὰ χώραν ἔχων

### book 603a.3

αὐτάς. καὶ ὅτι χωόμενος νῦν ἀντὶ τοῦ χολούμενος. A

### book 603b1

ἀεσίφρων: ἀνεμώλια φρονῶν· ἢ βλαψίφρων. T

### book 603b2

ματαιόφρων, δολιόφρων· ἢ βλαψίφρων. b(BCE3E4)

### book 604a1.1

νεοίη: ὅτι νῦν μόνον οὕτως ἐσχημάτισε, νεοίη ἀντὶ

### book 604a1.2

τοῦ νεότης. A

### book 604b1.1

〈νεοίη:〉 οἱ περὶ Ἀντίμαχον (fr. 138 W.) „νόημα“

### book 604b1.2

γράφουσι. Aint

### book 604a2/b2

νεοίη: νεότης. | οἱ δὲ περὶ Ἀντίμαχον γράφουσι

### book 604a2/b2

„νόημα“. T

### book 604c.1

{νῦν αῦτε νόον νίκησε} νεοίη: νεοίη ὡς „ὁμοίη“ (Σ 120.

### book 604c.2

ζ 16). οἱ μέντοι μετ’ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεόειαν λέγουσι. περὶ

### book 604c.3

δὲ τῆς λέξεως, εἰ ὑγιῶς ἐσχημάτισται, ἐν τῷ Προτατικῷ (fr. 1, Hrd. 2,

### book 604c.4

907, 3 L.) ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει. A

### book 605a.1

δεύτερον αὖτ’ ἀλέασθαι 〈ἀμείνονας ἠπεροπεύ‐

### book 605a.2

ειν〉: δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ συγγνῶναι καθάπαξ ἁμαρτάνον‐

### book 605a.3

τι, ἀσθενοῦς δὲ τὸ πολλάκις. b(BCE3E4)T

### book 605b

〈δεύτερον:〉 γράφεται „ὕστερον“. AimTil

### book 608.1

σός τε πατὴρ 〈ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο〉:

### book 608.2

διὰ τούτου καὶ τὴν πρὸς ἅπαντας ὁμολογεῖ χάριν. b(BCE3E4)T

### book 610.1

〈δώσω〉 ἐμήν περ ἐοῦσαν: ἄκρως ἐλέγχει Ὅμηρος τὰς

### book 610.2

φύσεις τῶν ἀνθρώπων ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τὸ

### book 610.3

φιλότιμον· ὅρα γάρ, μεθ’ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης,

### book 610.4

παραχωρεῖν δὲ τοῦ ἰδίου ἄθλου φησὶν ἑκών. b(BCE3E4)T

### book 612.1

Νοήμονι 〈δῶκεν ἑταίρῳ: Νοήμονι〉 ὄνομα κύριον, ὃ

### book 612.2

καὶ ἐν Ὀδυσσείᾳ (δ 630. 648)· „υἱὸς Φρονίοιο Νοήμων“. b(BCE3E4)

### book 612.3

T δεῖ δὲ τοιοῦτον εἶναι τὸν Ἀντιλόχου ἑταῖρον. T

### book 616a

ἀμφίθετος φιάλη: 〈τὴν Νέστορι δῶκεν Ἀχιλ‐

### book 616a.1

λεύσ〉: πρὸς τὴν ἀμφίθετον, ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα. καὶ

### book 616a.2

ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον, ἵνα μὴ ὁ Νέστωρ ἄτιμος

### book 616a.3

γένηται ἐν τῷ ἐπὶ Πατρόκλῳ ἀγῶνι. | βέλτιον δὲ στίζειν ἐπὶ τὸ

### book 616a.5.1

φιάλη, καὶ τοῦ λόγου διαστέλλειν ἀξιοῦντος, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς

### book 616a.5.2

ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεύς ἀντὶ τοῦ ταύτην.

### book 616a.5.3

A

### book 616b.1

τὴν Νέστορι δῶκεν 〈Ἀχιλλεύσ〉: ἀγαθός ἐστι νομο‐

### book 616b.2

θέτης ἀξιῶν καὶ φρονήσεως ἆθλα τίθεσθαι. παρ’ Ὁμήρου τοίνυν

### book 616b.3

διδαχθεὶς Ἰσοκράτης (sc. or. 4, 1—2) ἐπιτιμᾷ τοῖς μὴ τιθεῖσιν ἆθλα

### book 616b.4

συνέσεως. ὥσπερ δὲ τὸν βασιλέα (sc. Ψ 892), οὕτω καὶ τὸν συνετὸν

### book 616b.5

ἀκονιτὶ στεφανοῖ. b(BCE3E4)T

### book 617.1

φέρων: ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς.

### book 617.2

b(BE3E4)T

### book 619.1

Πατρόκλοιο τάφου: τῆς ταφῆς, ὡς ἕσπερον καὶ „πύλον“

### book 619.2

(cf. Ε 397). ἢ τοῦ ἐπιταφίου, ὡς „ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα“

### book 619.3

(Ψ 680). T

### book 621.1

οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις: ὅτι προ‐

### book 621.2

τάσσει τὴν πυγμὴν ὡς καὶ ἐν Ὀδυσσείᾳ (θ 246)· „οὐ γὰρ πυγμάχοι

### book 621.3

εἰμὲν 〈ἀμύμονες οὐδὲ παλαισταί〉“. ὁ αὐτὸς ἄρα ποιητής. A

### book 622a1

〈ἐνδύσεαι:〉 Ἀρίσταρχος „ἐσδύσεαι“. Aim

### book 622a2.1

οὕτως „ἐσδύσεαι“ σχεδὸν ἅπασαι· οὐδέποτε γὰρ Ὅμηρος

### book 622a2.2

τῇ ἔν ἀντὶ τῆς εἴς κέχρηται. A b (BCE3)T

### book 623

〈ἐπείγει:〉 γράφεται καὶ „ὀπάζει“ καὶ „ἱκάνει“ καὶ „ἔπεισι“.

### book 623

Aim

### book 624

χαίρων: ἐπὶ τῇ τιμῇ δηλονότι. b(BCE3)T

### book 626.1

〈ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔ‐

### book 626.2

ειπες:〉 εἰπόντος Ἀχιλλέως „οὐ γὰρ πύξ γε μαχήσεαι“ (Ψ 621)

### book 626.3

ἠθικῶς φησιν ὅτι ἀληθῶς λέγεις· οὐ δι’ ἄλλο ἢ τὸ γῆρας. b(BCE3E4)

### book 627a.1

οὐ γὰρ ἔτ’ ἔμπεδα 〈γυῖα, φίλος, πόδες οὐδέ τι

### book 627a.2

χεῖρεσ〉: ὅτι ἀπὸ τοῦ γάρ ἦρκται, τὸ αἰτιατικὸν προτάξας· καὶ ὅτι

### book 627a.3

ἐπεξηγήσατο τὴν ἔμπεδα γυῖα λέξιν. | βραχὺ δὲ διασταλτέον ἐπὶ

### book 627a.4

τὸ φίλος, ὅτι (ὡς εἴρηται) ἐπεξηγεῖται τὰ γυῖα ὅτι πόδες καὶ χεῖρες.

### book 627a.5

A

### book 627b.1

οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα 〈...〉, πόδες οὐδ’ ἔτι

### book 627b.2

χεῖρες: ἐξηγεῖται, τί ἐστι γυῖα. b(BCE3E4)T

### book 627-8.1

οὐ γὰρ 〈ἔτ’ ἔμπεδα—〉ἐπαΐσσονται ἐλα‐

### book 627-8.2

φραί: ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ

### book 627-8.3

μέλη. b(BCE3E4)T

### book 630a

ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα 〈θάπτον Ἐπειοί〉:

### book 630a

ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται, ἱερῶν δὲ οὔ. A

### book 630b.1

ὡς ὁπότε κρείοντ’〈—Ἐπειοί〉: ἀεὶ οἰκείοις

### book 630b.2

παραδείγμασι χρῆται· ὅταν μὲν γάρ τινα ἐπὶ μονομάχιον ἐξαναστῆσαι

### book 630b.3

θέλῃ, τὰ περὶ Ἐρευθαλίωνα (sc. Η 136—56) λέγει, ὅταν δὲ Ἀχιλλέα

### book 630b.4

ἐπὶ τὴν μάχην, τὰ περὶ τὸν Ἠλειακὸν πόλεμον (sc. Λ 671—761)·

### book 630b.5.1

καὶ ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται ἀγῶνος.

### book 630b.5.2

b(BCE3E4)T

### book 631.1

〈παῖδες δ’ ἔθεσαν〉 βασιλῆος 〈ἄεθλα〉: ἢ περὶ βασιλέ‐

### book 631.2

ως, ἢ οἱ τοῦ βασιλέως παῖδες. b(BCE3E4)T

### book 633.1

οὔτ’ Αἰτωλῶν: τινὲς τῶν Ἠλείων ἀπὸ Ὀξύλου. ψευδὲς

### book 633.2

δέ· οὐ γὰρ ἐπὶ Νέστορος ἡ κάθοδος, †τῶν „Ἐπειῶν“ (Ψ 632) τοὺς

### book 633.3

Ἠλείους δηλοῖ, „Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί“ (ν 275).

### book 633.4

Αἰτωλῶν δὲ τῶν ἀσπαζομένων· φησὶ γοῦν· „Ἀγκαῖον δὲ πάλῃ

### book 633.5

Πλευρώνιον“ (Ψ 635). T

### book 634-5.1

πὺξ μὲν ἐνίκησα 〈Κλυτομήδεα— / Ἀγκαῖον

### book 634-5.2

δὲ πάλῃ〉: ὅτι τὴν ὁμοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμά‐

### book 634-5.3

των. A

### book 634.1

Κλυτομήδεα: οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν

### book 634.2

μηχανᾶσθαι. b(BCE3E4)T

### book 635a

Ἀγκαῖον δὲ πάλῃ 〈ΠΛΕΥΡΩΝΙΟΝ, ὅς μοι ἀνέστη〉:

### book 635a.1

παρὰ τὸ „ἀγκὰς ἀλλήλων λαβέτην“ (Ψ 711). b(BCE3E4)T

### book 635a.2

μεγάλας γὰρ εἶχε χεῖρας. b(BCE3E4) ἴσως δὲ καὶ παρὰ τὰς

### book 635a.3

πλευρὰς ΠΛΕΥΡΩΝΙΟΣ. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ

### book 635a.5.1

κήρυκος βοήσαντος. b(BCE3E4)T καὶ ἐν Ὀδυσσείᾳ (ς 334)·

### book 635a.5.2

„μή τίς τοι 〈τάχα Ἴρου〉 ἀμείνων ἄλλος ἀναστῇ“. T

### book 635b.1

〈πάλῃ:〉 Ἀρίσταρχος Aim σὺν τῷ ν „πάλην“. Aim

### book 635b.2

Til

### book 635c.1

ὅς μοι ἀνέστη: πρὸς τὸ ὅς μοι ἀνέστη· δεῖ γὰρ αὐτὸν

### book 635c.2

ὑποστήσασθαι καθήμενον, τοῦ δὲ κήρυκος παλαιστὰς καλέσαντος ἀν‐

### book 635c.3

ιστάμενον. A

### book 636.1

Ἴφικλον: παρὰ τὸ ἰφίκωλός τις εἶναι. b(BCE3E4)T ἴ‐

### book 636.2

σως δὲ τὸν Φυλακίδην φησίν (cf. Ν 698). T

### book 637.1

Φυλῆα: τὸν Αὐγέου φησὶν ἴσως υἱόν. ἄκραν δὲ εὐεξίαν

### book 637.2

σώματος ἔχει, εἴγε τὰ κοῦφά τε ἅμα καὶ τὰ βαρέα νικᾷ. T

### book 638-42.1

οἴοισιν μ’ ἵπποισι 〈παρήλασαν Ἀκτορίωνε /〉

### book 638-42.2

πλήθει πρόσθε βαλόντεσ〈—μάστιγι κέλευεν〉: σεσημεί‐

### book 638-42.1

ωται ὁ τόπος πρὸς τὰ περὶ τῶν Μολιονιδῶν ζητούμενα· ζητεῖται γάρ,

### book 638-42.2

τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες (639), καὶ ὁποῖοί τινες ἦσαν

### book 638-42.5.1

τὴν φύσιν ὡς λέγεσθαι ἐπ’ αὐτῶν οἱ δ’ ἄρ’ ἔσαν δίδυμοι (641),

### book 638-42.5.2

τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος καὶ τί τὸ τῆς νίκης αἴτιον. —

### book 638-42.5.3

Ἀντίδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ

### book 638-42.5.4

ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα

### book 638-42.5.5

καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο

### book 638-42.10.1

εἶναι τὸ πλήθει πρόσθε βαλόντες (639). ἄλλοι δέ φασι πρὸς τὴν

### book 638-42.10.2

ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθε‐

### book 638-42.10.3

τοῦντας· διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ

### book 638-42.10.4

τοῦτ’ ἔστι τὸ πλήθει πρόσθε βαλόντες (639). Ἀρίσταρχος δὲ

### book 638-42.10.5

διδύμους ἀκούει οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι

### book 638-42.15.1

ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα,

### book 638-42.15.2

Ἡσιόδῳ (fr. 18 M.—W.) μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας

### book 638-42.15.3

ἀλλήλοις· οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν σαφηνίζεσθαι

### book 638-42.1

ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς

### book 638-42.2

ἀναστῆναι· εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι

### book 638-42.20.1

παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς

### book 638-42.20.2

καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν

### book 638-42.20.3

ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοί· καὶ τοῦτο

### book 638-42.20.4

εἶναι τὸ πλήθει πρόσθε βαλόντες (639). A

### book 639

〈ἀγασσάμενοι:〉 ἔν τισι διὰ τοῦ ω „ἀγασσαμένω“. Aim

### book 640a.1

οὕνεκα δὴ 〈τὰ μέγιστα παρ’ αὐτόφι λείπετ’

### book 640a.2

ἄεθλα〉: συναπτέον 〈τοῖς ἡγουμένοισ〉 τοῦτον τὸν στίχον, εἶτα ἀπ’

### book 640a.3

ἄλλης ἀρχῆς ἀναγνωστέον· ἢ γὰρ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι

### book 640a.4

ἐφθόνησαν διὰ τὸ μέγιστα εἶναι τῶν ἵππων ἆθλα, ἢ τοῦτο, οὕνεκα τὰ

### book 640a.5

μέγιστα ἆθλα παρ’ αὐτοῖς ἦν, νενικηκόσι δηλονότι. | οὕτως δὲ παρ’

### book 640a

αὐτόφι διὰ τοῦ φ ἀντὶ τοῦ παρ’ αὐτοῖς. A

### book 640b

παρ’ αὐτόφι: παρ’ αὐτοῖς. b(BCE3E4)T

### book 641a1

δίδυμοι: συμφυεῖς, ὡς Ἀρίσταρχος· οὐκ ἔστι δέ. T

### book 641a2

ἀντὶ τοῦ συμφυεῖς | καὶ ἅμα γεγενημένοι. b(BCE3E4)

### book 642a.1

ἔμπεδον ἡνιόχευ〈ε〉: πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς

### book 642a.2

μὲν ἐν Ἰλιάδι, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ (sc. α 23). A

### book 642b.1

〈ἔμπεδον ἡνιόχευε:〉 ἀντὶ τοῦ ἑδραίως καὶ ἀσφαλῶς.

### book 642b.2

b(BCE3) πολλὴν δὲ ἔχει ἡ ἐπανάληψις ἔμφασιν. b(BCE3E4)

### book 643

{ὥς ποτ’} ἔον: ἀπὸ τοῦ ἔω. T

### book 644-5a1.1

ἐμὲ δὲ χρὴ γήραϊ 〈λυγρῷ / πείθεσθαι〉: ὅτι τὰ

### book 644-5a1.2

καθ’ ἡλικίαν ἀεὶ ποιεῖν ἁρμόζει. T

### book 644-5a2.1

νομοθετεῖ καθ’ ἡλικίαν ἀεὶ ποιεῖν καὶ μὴ ὑπὲρ ὅ τις δύναται

### book 644-5a2.2

σπεύδειν φαίνεσθαι. b(BCE3E4)

### book 644a.1

ἔργων τοιούτων· 〈ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ〉: ὅτι

### book 644a.2

ὁ στίχος οὗτος καὶ ἑξάμετρος γίνεται καὶ τρίμετρος παρὰ τὴν ἀγωγὴν

### book 644a.3

τῆς προφορᾶς. A

### book 644b.1

ἄλλως· 〈ἔργων τοιούτων·〉 ἐμὲ δὲ χρὴ γήραϊ

### book 644b.2

λυγρῷ: ἐπιτέτευκται ὁ στίχος ταῖς κοιναῖς, ὥστ’ ἢν θέλωμεν καὶ

### book 644b.3

ἴαμβος ἔσται, ὡς τὸ „σμύρνης ἀκράτου καὶ κέδρου νηλέϊ καπνῷ“

### book 644b.4

(Emped. [Vors.6 31 B 128, 6] + Hsd. fr. 270 M.—W.). T

### book 646a1.1

〈σὸν ἑταῖρον ἀέθλοισι〉 κτερέϊζε: γεραρὸν αὐτοῦ

### book 646a1.2

τὸν νέκυν ἄθλοις ποίει. παρὰ τὸ κτέρας, ὅ ἐστι κτῆμα· „τῇ μὲν κτέρας

### book 646a1.3

οὐδὲν ὁμοῖον“ (Κ 216). T

### book 646a2.1

γέραιρε καὶ δόξαζε τὸν σὸν φίλον τοῖς ἄθλοις. b(BCE3E4)

### book 646a2.2

γίνεται δὲ παρὰ τὸ κτέρας, ὃ δηλοῖ τὸ κτῆμα· „τῇ μὲν κτέρας

### book 646a2

οὐδὲν ὁμοῖον“. b(BE3E4)

### book 648-9.1

ὥς μευ ἀεὶ μέμνησαι 〈ἐνηέος οὐδέ σε λήθω /

### book 648-9.2

τιμῆσ〉: τὸ ἐνηέος βέλτιόν ἐστι τοῖς ἑξῆς συνάπτειν, εἰ καὶ οὐχ

### book 648-9.3

Ὁμηρικὸν τὸ ὑπερβατόν, ἵνα ᾖ τὸ ἑξῆς οὐδέ σε λήθω ἐνηέος τιμῆς.

### book 648-9.4

ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτό, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσο‐

### book 648-9.5.1

μεν τὸ ὥς, ἵν’ ᾖ ὡς ἐνηέος (cf. 648). ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε

### book 648-9.5.2

λήθω (648). A

### book 648.1

ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος: ἀντὶ τοῦ ἐνηῶς. ἢ ὡς τὸ

### book 648.2

„οἶκον ἄτιμον ἔδεισ“ (π 431) μετ’ ἀτιμίας, οὕτω καὶ νῦν μετὰ προσ‐

### book 648.3

ηνείας. T

### book 649.1

τιμῆς, ἧς τέ μ’ ἔοικε τετιμῆσθαι: ὕψωσεν ἑαυτὸν ὡς

### book 649.2

ὀφείλοντα τιμᾶσθαι εὐλόγιστον ἀποδείξας τὸν τιμήσαντα· b(BCE3

### book 649.3

E4)T τίνος γὰρ ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα

### book 649.4

ἐπὶ νεότητος, εἰς χάριν δὲ φίλων στρατεύων νῦν, ἐπ’ ἀξιώματος δὲ

### book 649.5.1

ὢν τοιούτου καὶ παίδων πατὴρ καὶ οἴκου εὐδαίμονος δεσπότης;

### book 649.5.2

b(BE3E4)T ἴσως δὲ τὸ τιμῆς νῦν ὡς ἐπὶ ὠνίων. T

### book 650.1

〈σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν:〉

### book 650.2

βραχὺ διασταλτέον ἐπὶ τὸ ἀντί. Aim

### book 652a.1

ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε 〈Νηλεΐδαο〉: εὖ τὸ ὑπο‐

### book 652a.2

μεῖναι τὴν φλυαρίαν τοῦ γέροντος εἰς τὴν ἐκείνου τιμήν. T

### book 652b.1

αἶνον: τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ

### book 652b.2

ἐδόκει αὐτῷ ἐν ὑπονοίᾳ εἶναι· νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ „αἶνος

### book 652b.3

μέν τοι ἀμύμων, ὃν κατέλεξασ“ (ξ 508)· οὐ γὰρ τὸν ἔπαινόν φησιν.

### book 652b

b(BCE3E4)T

### book 653.1

πυγμαχίης ἀλεγεινῆς: πολυφρόντιδος καὶ πολλῆς ἐπι‐

### book 653.2

σκέψεως δεομένης. b(BCE3E4)T

### book 654a.1

ἡμίονον ταλαεργόν: πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου

### book 654a.2

καὶ ὁ ἆθλος. b(BCE3E4)T

### book 654b.1

ταλαεργόν: ὑπομένουσαν πρὸς τὰ ἔργα· διὸ καὶ τὸ

### book 654b.2

„ἀλγίστη δαμάσασθαι“ (Ψ 655)· σφριγῶσα γὰρ οὐκ εἴκει τῷ ζυγῷ.

### book 654b.3

T

### book 656.1

τῷ δ’ ἄρα νικηθέντι 〈τίθει〉 δέπας: οἰκείως τὸ δέπας

### book 656.2

τῷ νικωμένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφ’ οὗ μάλιστα νικῶνται. ἢ

### book 656.3

ὅτι οἱ πόται ἡσσῶνται b(BCE3E4)T ἔργων τοιούτων. T

### book 659a.1

ἄνδρε δύω περὶ τῶνδε 〈κελεύομεν, ὥπερ ἀρίστω〉:

### book 659a.2

ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις ἀγωνιστὰς καλεῖ. καὶ τοῦτο ἐπὶ πάντων

### book 659a.3

τάττει. A

### book 659b1.1

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω:

### book 659b1.2

τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· οὐ τοσοῦτον ἐπὶ ἰδιώτῃ ὅσον

### book 659b1.3

ἐπὶ μεγάλῳ ἀγωνιῶμεν. ἰσαρίθμους δὲ τοῖς κειμένοις καλεῖ, ὅπως

### book 659b1.4

μηδὲ εἷς ἀτιμάζοιτο δίχα ἐπάθλου ἀναχωρῶν. T

### book 659b2.1

τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· ᾤετο γὰρ τῶν

### book 659b2.2

ἐπισήμων τινὰς ἀναστήσεσθαι. b(BCE3E4)

### book 660.1

πὺξ μάλ’ ἀνασχομένω 〈πεπληγέμεν〉: δυνατωτέρα

### book 660.2

γὰρ ἡ πυγμὴ ἄνωθεν ἐπαγομένη. τὸ δὲ πεπληγέμεν πλήσσειν. T

### book 660-1.1

ᾧ δέ κ’ Ἀπόλλων / δώῃ 〈καμμονίην〉: Φόρβας

### book 660-1.2

ἀνδρειότατος—ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς (fr. 6 [p.

### book 660-1

193] B.). A

### book 661a1.1

{δώη} καμμονίην: ὅτι οὐκ ἔστιν ἓν ἀνθ’ ἑνὸς καμμονίη

### book 661a1.2

νίκη, ὡς οἱ Γλωσσογράφοι, ἀλλ’ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ δρομέων

### book 661a1.3

οὐ τάσσει, ἀλλ’ ἐπὶ τῶν πυκτευόντων καὶ μονομαχούντων (cf. Χ

### book 661a1.4

257)· διὰ γὰρ καταμονῆς. A

### book 661a2.1

{καμμονίην:} τὴν ἐκ καταμονῆς νίκην· οὐκ ἂν οὖν εἴποι

### book 661a2.2

αὐτὸ ἐπὶ δρομέων. T

### book 662

〈φερέσθω:〉 ἐν ἄλλῳ „νεέσθω“. Aim

### book 664.1

{ἠΰς τε} μέγας {τε}: τὸ γὰρ μῆκος συμβάλλεται πρὸς τὸ

### book 664.2

σφοδρὸν τῆς ἄνωθεν πληγῆς. T

### book 665a.1

〈εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός: Πανο‐

### book 665a.2

πεὺσ〉 στρατεύσας σὺν Ἀμφιτρύωνι κατὰ Τηλεβοῶν ἐκ τῶν κοινῶν

### book 665a.3

λαφύρων κεκλοφὼς Λαγαρίαν ἴσχει υἱὸν Ἐπειόν, ὃς ὑδροφόρει τοῖς

### book 665a.4

Ἀχαιοῖς· ἐλεήσασα δὲ ἡ Ἀθηνᾶ 〈***〉 ἐν τοῖς χορευταῖς· „φημὶ

### book 665a.5.1

τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον“, ἀντὶ τοῦ {ὃς} νίκην μοι

### book 665a.5.2

περιποιῆσαι, „τῷ Πανοπηϊάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ“ (Simon.

### book 665a

fr. 173 Bgk.4 = 70 D2), ζημίαν. T

### book 665b.1

〈εἰδὼς πυγμαχίης ...〉 Ἐπειός: οὐκ ἄρα τῶν ἀρχόν‐

### book 665b.2

των μόνων ὁ ἀγών. b(BCE3E4)T ἀλλὰ καὶ τῶν ἀρχομένων.

### book 665b.3

b(BCE3E4) ἦν δέ, ὡς ἔοικε, καὶ τέχνη παρ’ αὐτοῖς τῆς πυγμῆς,

### book 665b.4

οὐ μόνον ἡ δύναμις. b(BCE3E4)T

### book 666-75.1

ἥψατο δ’ ἡμιόνου〈—δαμέντα〉: πολὺ τὸ

### book 666-75.2

ἦθος καὶ ἀγωνιστικόν. πάντας δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον

### book 666-75.3

στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσωπον πρὸς τὴν τοῦ ἵππου

### book 666-75.4

κατασκευήν. b(BCE3E4)T ἢ τάχα ὅτι αἱ χεῖρες τετυλωμέναι

### book 666-75.5

τῶν τοιούτων. T

### book 670.1

μάχης ἐπιδεύομαι: τὸ ὁμολογεῖν ἐφ’ οἷς τις ἡσσᾶται

### book 670.2

πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται. A b (BCE3E4)T

### book 672.1

〈τὸ δὲ καί:〉 γράφεται „καὶ μήν {τετελεσμένον ἔσται}“.

### book 672.2

Aint

### book 673.1

〈ἀντικρύ:〉 ἐξ ἐναντίου ἀγωνιζόμενος· οὐ γὰρ κλέπτων

### book 673.2

τὴν μάχην πέποιθα ἐμαυτῷ. b(BCE3E4)

### book 674

κηδεμόνες: οἱ κηδόμενοι αὐτοῦ. b(BCE3)T

### book 675

ἐξοίσουσιν: φοράδην δηλονότι. b(BCE3E4)T

### book 676

ἀκὴν ἐγένοντο σιωπῇ: διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς.

### book 676

b(BCE3E4)T

### book 677a.1

Εὐρύαλος: τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομή‐

### book 677a.2

δην καὶ Σθένελον (cf. Β 565)· ἔστι γὰρ Μηκιστέως, Μηκιστεὺς δὲ

### book 677a.3

καὶ Ἄδραστος Ταλαοῦ παῖδες b(BCE3E4)T γεγόνασιν. T

### book 677b.1

〈δέ οἱ〉 οἶος ἀνίστατο: οὕτως ἔχει καὶ τὸ „Ἀγκαῖον

### book 677b.2

δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη“ (Ψ 635). T

### book 679a.1

ὅς ποτε Θήβας δ’ ἦλθε 〈δεδουπότος Οἰδιπόδαο〉:

### book 679a.2

ὅτι ἐπὶ τοῦ Μηκιστέως ἀκουστέον ὅς ποτε Θήβας ἦλθεν, οὐκ ἐπὶ

### book 679a.3

τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης (p. 46 W.). καὶ ὅτι οἱ νεώτεροι παρὰ

### book 679a.4

τὸν Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον

### book 679a.5.1

εἰς Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις

### book 679a.5.2

ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ Γλωσσογράφοι γὰρ ἓν

### book 679a.5.3

ἀνθ’ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι

### book 679a.5.4

ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· „δούπησεν δὲ

### book 679a.5.5

πεσών“ (Δ 504. Ε 42 al.). ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος

### book 679a.10

ὁ θάνατος μετὰ ψόφου. A

### book 679b.1

ὅς ποτε Θήβας 〈δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο〉:

### book 679b.2

ὅτι βασιλεύοντα ἐν Θήβαις φησὶν ἀπολέσθαι, οὐχ ὡς οἱ νεώτεροι. καὶ

### book 679b.3

Ἡσίοδος (fr. 192 M.—W.) δέ φησιν ἐν Θήβαις αὐτοῦ ἀποθανόντος

### book 679b.4

Ἀργείαν τὴν Ἀδράστου σὺν ἄλλοις ἐλθεῖν ἐπὶ τὴν κηδείαν αὐτοῦ

### book 679b.5

{οἰδίποδος}. T

### book 679c.1

ἄλλως· ὅς ποτε Θήβας 〈δ’ ἦλθε〉: ὁ Μηκιστεύς·

### book 679c.2

b(BCE3E4)T πρὸς γὰρ τὸ δεύτερον ὑπαντᾷ, καὶ συνᾴδει ἡ

### book 679c.3

ἡλικία. b(BCE3)T

### book 679d

〈Θήβας δ’ ἦλθε:〉 οὕτως Θήβας δέ, εἰς Θήβας. Aim

### book 679e.1

δεδουπότος Οἰδιπόδαο: ἢ ὡς ὑπερπαθήσαντος καὶ

### book 679e.2

ῥίψαντος ἑαυτὸν ἐξ ὕψους. ἢ καταχρηστικῶς ἀποθανόντος, ὡς τὸ

### book 679e.3

„ὁ δ’ Ἀτρείδην ἐναρίζοι“ (Α 191), κυρίως δὲ τὸ σκυλεύοι. T

### book 680a

τάφον: ἐπιτάφιον. b(BCE3E4)T

### book 680b.1

πάντας ἐνίκα: ἢ 〈πάντασ〉 τοὺς πύκτας, ἢ τὸν ἄριστον

### book 680b.2

νικήσας πάντων περιγέγονεν. T

### book 681-2a.1

τὸν μὲν Τυδείδης 〈... ἀμφεπονεῖτο / θαρσύνων

### book 681-2a.2

ἔπεσιν〉: οἶδε καὶ τὰς παραινέσεις τῶν παιδοτριβῶν ὁ ποιητής. T

### book 681-2b.1

ἄλλως· τὸν μὲν Τυδείδησ〈— / θαρσύνων〉: διὰ

### book 681-2b.2

τὴν συγγένειαν· ἔστι γὰρ Δηϊπύλης τῆς Ἀδράστου καὶ γαμεῖ Αἰγιά‐

### book 681-2b.3

λειαν τὴν Ἀδράστου. ὁ δὲ Εὐρύαλος Μηκιστέως ἐστὶ τοῦ ἀδελφοῦ

### book 681-2b

〈τοῦ〉 Ἀδράστου. T

### book 681-2c.1

διὰ τὴν συγγένειαν· ἔστι γὰρ αὐτοῦ συγγενὴς μητρῷος

### book 681-2c.2

ἐξ Εὐρυάλου. b(BCE3E4)

### book 683.1

ζῶμα δέ οἱ πρῶτον: ζῶμα νῦν περίζωμα. πρῶτον δὲ

### book 683.2

ἔθος ἦν—γυμνοὺς τρέχειν. A

### book 683a.1

ζῶμα δέ οἱ 〈πρῶτον παρακάββαλεν〉: ἡ διπλῆ πρὸς

### book 683a.2

τὸ παλαιὸν ἔθος, ὅτι ἐν ἑνὶ περιζώματι ἠγωνίζοντο. A

### book 683b1.1

ζῶμα δέ οἱ πρῶτον 〈παρακάββαλεν〉: κατὰ τὴν

### book 683b1.2

δεκάτην καὶ τετάρτην Ὀλυμπιάδα ἐφ’ Ἱππομένους Ἀθήνησιν ἄρχον‐

### book 683b1.3

τος Ὀλυμπίασι στάδιον θεόντων ἐν περιζώμασι συνέβη ἕνα αὐτῶν

### book 683b1.4

Ὄρσιππον ἐμποδισθέντα ὑπὸ τοῦ περιζώματος πεσεῖν καὶ τελευτῆ‐

### book 683b1.5.1

σαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνίζεσθαι· ὅθεν καὶ γυμνάσια οἱ

### book 683b1.5.2

τόποι, ἐν οἷς διεπονοῦντο. νεώτερος οὖν Ἡσίοδος (fr. 74 M.—W.)

### book 683b1.5.3

γυμνὸν εἰσάγων Ἱππομένη ἀγωνιζόμενον Ἀταλάντῃ. T

### book 683b2

περιζώματα γὰρ ἕως τῶν ποδῶν διήκοντα ἐφόρουν πρὸς

### book 683b2.1

τὸ μὴ εὐκόλως πλήττεσθαι. ὕστερον δὲ Ἀθήνησί τινων ἀγωνιζομένων

### book 683b2.2

ἄρχοντος Ἱππομένους συνέβη ἕνα αὐτῶν πεσόντα πρὸς τὸ ἐμποδι‐

### book 683b2.3

σθῆναι ὑπὸ τοῦ περιζώματος τελευτῆσαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς

### book 683b2.5.1

ἀγωνίζεσθαι μέχρι τοῦ νῦν· διὸ καὶ οἱ τόποι, ἐν οἷς ἔκτοτε ἐπονοῦντο,

### book 683b2.5.2

γυμνάσια καλοῦνται. νεώτερος οὖν Ἡσίοδος γυμνοὺς εἰσάγων ἀ‐

### book 683b2.5.3

γωνιστάς. b(BCE3E4)

### book 684.1

δῆσεν ἱμάντας: οὗτοι γὰρ οἱ ἱμάντες βαρεῖς καὶ ἐπιτή‐

### book 684.2

δειοι 〈***〉. T

### book 686-7.1

ἄντα δ’ ἀνασχομένω 〈χερσὶ στιβαρῇσιν ἅμ’

### book 686-7.2

ἄμφω / σύν ῥ’ ἔπεσον〉: βραχὺ διασταλτέον μετὰ τὸ ἀνασχομέ‐

### book 686-7.3

νω (686) ἢ ἐπὶ τὸ στιβαρῇσιν (686). A

### book 686a.1

ἀνασχομένω: ἀνατεινάμενοι b(BCE3)T καὶ οἷον

### book 686a.2

b(BCE3) διατιναχθέντες. b(BCE3E4)

### book 686b

χερσὶ στιβαρῇσιν: τοῦτο πλεονέκτημα πύκτου. T

### book 688.1

χρόμαδος: ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρί‐

### book 688.2

ζουσιν οἱ πύκται ἐπάγοντες τὴν πληγήν. A b (BCE3E4)T

### book 690.1

κόψε δὲ παπτήναντα 〈παρήϊον〉: †προδεδειχότι τὸ

### book 690.2

παρήϊον ἐπειοῦ† περιεβλέψατο καὶ οὕτως ἐπλήγη. „ὤρνυτο“ (Ψ 689)

### book 690.3

οὖν ἐπῆρτο. καὶ Θεόκριτος (id. 22, 102) φησίν· „ἐτώσια χερσὶ προ‐

### book 690.4

δεικνύσ“. T

### book 691a

〈ἑστήκειν:〉 οὕτως ἔξω τοῦ ι ἑστήκειν. ἔστι δὲ Ἰω‐

### book 691a

νικόν. Aim

### book 691b.1

ὑπήριπε φαίδιμα γυῖα: εἰκότως· ὀστώδης γὰρ ὁ τόπος

### book 691b.2

καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος. b(BCE3E4)T

### book 692-4.1

ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω〈— / ὣς πληγεὶς

### book 692-4.2

ἀνέπαλτο〉: ὅταν ἀρχομένου πνεῖν ἀνέμου ἐπιστίζηται τὸ πέλαγος,

### book 692-4.3

τότε ἅλλονται οἱ ἰχθύες· b(BCE3E4)T καὶ ἐκεῖ· „μέλαινα〈ν〉

### book 692-4.4

φρῖχ’ ὑπαλύξει“ (Φ 126). T ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ

### book 692-4.5

γὰρ ἑκάτερος καὶ πάλιν καταφέρεται. b(BCE3E4)T

### book 692

〈ὑπὸ φρικός:〉 οἱ δὲ γράφουσιν „ὑπαὶ ῥιπῆσ“. T

### book 693a

θίν’ ἐπί: τὸ τέλειον ἐπὶ θινί. T

### book 693b.1

ἄλλως· θίν’ 〈ἐν φυκιόεντι〉: τὸ τέλειον θινί. καὶ ὅτι

### book 693b.2

ἀρσενικῶς. T

### book 693c

〈μέγα δέ ἑ:〉 γράφεται „μέλαν τέ ἑ“. Aim

### book 695.1

χερσὶ λαβὼν ὤρθωσε: καὶ ἄχρι νῦν τὸ ἔθος τὸ μὴ

### book 695.2

πεσόντα πλήσσειν πύκτην. b(BCE3E4)T

### book 697a.1

αἷμα παχὺ 〈πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε:

### book 697a.2

παχὺ〉 πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται. b(BCE3E4)T

### book 697a.3

ἐναργῶς δὲ αὐτὸν παρέστησεν. T

### book 697b

〈βάλλονθ’ ἑτέρωσε:〉 ἐν ἄλλῳ „βαλόνθ’ 〈ἑτέρωσε〉“.

### book 697b

Aim

### book 698a.1

κὰδ δ’ ἀλλοφρονέοντα 〈μετὰ σφίσιν〉 εἷσαν: ἡ

### book 698a.2

κατά πρὸς τὸ εἷσαν. T

### book 698b.1

{καδ δ’} ἀλλοφρονέοντα: ὡς σωφρονέοντα. τὴν δὲ

### book 698b.2

σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις. A

### book 701a

δεικνύμενος: φιλοτιμούμενος. b(BCE3E4)T

### book 701b

〈Δαναοῖσι: γράφεται〉 „λαοῖσι“. Ail

### book 702.1

τρίποδ’ ἐμπυριβήτην: οὐκ ἀναθεματικόν, 〈ἀλλὰ〉 πρὸς

### book 702.2

τὸ μετὰ τοὺς ἱδρῶτας ἀπολούσασθαι. T

### book 703a.1

〈τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:〉

### book 703a.2

ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον. b(BCE3E4)

### book 703b.1

ἐνὶ σφίσι τῖον Ἀχαιοί: καὶ ταύτην τὴν ἀντωνυμίαν

### book 703b.2

ὀρθοτονητέον, ὁμοίως τῇ προκειμένῃ (sc. in Ψ 698). A

### book 704.1

νικηθέντι γυναῖκα: διὰ τὸ μαλακὸν καὶ ἀσθενές. b(BCE3

### book 704.2

E4)T

### book 705

τίον: συνετίμων. T

### book 707a

ὄρνυσθ’, οἳ καὶ τούτου 〈ἀέθλου πειρήσεσθον〉: ὅτι

### book 707a

ἰσαρίθμους τοῖς ἐπάθλοις δύο καλεῖ. A

### book 707b.1

ὄρνυσθ’, 〈οἳ ... πειρήσεσθον〉: ἐοίκασι τὸ παλαιὸν

### book 707b.2

δύο μόνοις προτίθεσθαι πυγμῆς καὶ πάλης ἀγῶνας· διὸ μόνοι δύο

### book 707b.3

ἀνίστανται ἀγωνιούμενοι. T

### book 708-9.1

〈ὦρτο δ’ ἔπειτα μέγασ〉 Τελαμώνιος Αἴας, 〈/ ἂν

### book 708-9.2

δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώσ〉: ὅτι ἐφάμιλ‐

### book 708-9.3

λος ἀνδρία τέχνης. b(BCE3E4)T

### book 709.1

ἂν δ’ Ὀδυσεύς: ἴσως ὑπὸ Ἀθηνᾶς ἰάθησαν τὰ ἕλκη (cf.

### book 709.2

Ξ 379. Τ 49—50). T

### book 711-3.1

ἀγκὰς δ’ ἀλλήλων λαβέτην 〈χερσὶ στιβαρῇ‐

### book 711-3.2

σιν /ὡς ὅτ’ ἀμείβοντες, τούς τε—ἀλεείνων〉: συναπτέον

### book 711-3.3

πάντα ἕως τοῦ βίας ἀνέμων ἀλεείνων (713), βραχὺ 〈δὲ〉 παντελῶς

### book 711-3.4

διασταλτέον ἐπὶ τὸ 〈στιβαρῇσι (711) καὶ〉 ἀμείβοντες (712).

### book 711-3.5.1

εἰ δέ τις ἀναγινώσκοι ἀφ’ ἑτέρας ἀρχῆς ὡς ὅτ’ ἀμείβοντες (712),

### book 711-3.5.2

ἁμαρτάνει· ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδο‐

### book 711-3.5.3

ται. | ἀμείβοντες (712) δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι

### book 711-3.5.4

ὥστε βαστάζειν τὴν ὀροφήν, αἵτινες καὶ συστάται καλοῦνται. A

### book 711-2

ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν /

### book 711-2.1

ὡς ὅτ’ ἀμείβοντες: παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ

### book 711-2.2

εὐώνυμον ἑκάτερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ

### book 711-2.3

δεξιᾷ †κρατεῖ† τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ λαιοῦ ἀγκῶνος τοῦ

### book 711-2.5.1

ἐναντίου ἐλάβετο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. ποτὲ δὲ τὸ ἀγκάς

### book 711-2.5.2

(711) περιβολὴν χειρῶν δηλοῖ. b(BCE3E4)T

### book 711.1

{ἀγκὰς δ’} ἀλλήλων: ἀντὶ τοῦ ἀλλήλω, ὡς „ἄμφω δ’

### book 711.2

ἑζομένων“ (Γ 211) ἀντὶ τοῦ ἑζομένω. T

### book 712-3.1

ὡς δ’ ὅτ’ ἀμείβοντεσ〈— / δώματος ὑψηλοῖο〉:

### book 712-3.2

οἱ συστάται· ἀποτελοῦσι δὲ τὸ σχῆμα τοῦ Λ στοιχείου. b(BCE3E4)

### book 712-3.3

T οἱ δέ, 〈ὅτι〉 τιθεῖσι τὰς δοκοὺς τὰς παχείας πρὸς τὰς λεπτάς.

### book 712-3.4

T

### book 714-5.1

τετρίγει δ’ ἄρα νῶτα〈— / ἑλκόμενα στερε‐

### book 714-5.2

ῶσ〉: τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων

### book 714-5.3

στερεόν. b(BCE3E4)T

### book 716-7.1

πυκναὶ δὲ σμώδιγγεσ〈—ἀνέδραμον〉: τοσοῦ‐

### book 716-7.2

τον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόν‐

### book 716-7.3

των καὶ τῶν σφιγγόντων. b(BCE3E4)T δηλοῖ δὲ ὡς ἡ αὐτὴ

### book 716-7.4

μὲν ἦν αὐτοῖς στάσις, μετέστησαν δ’ ἐπὶ πολλὰ μέρη τοῦ σώματος·

### book 716-7.5

ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει (cf. Ψ 715); b(BE3E4)T

### book 718a1

τρίποδος περὶ ποιητοῖο: ἔφαμεν (sc. ad Β 839)

### book 718a1.1

περὶ τῶν τοιούτων, πότερον δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ

### book 718a1.2

κειμένας δύο ὀνομάτων ἢ οὔ, ὡς ἐπὶ τοῦ „μάχῃ ἘΝΙ κυδιανείρῃ“

### book 718a1.3

(Ζ 124), καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς·

### book 718a1.5.1

διὸ καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐνθάδε οὐκ ἀναστρέφει. δύναται

### book 718a1.5.2

μέντοι ἐνθάδε ἡ ΠΕΡΙ ἰσοδυναμεῖν τῷ περισσῶς, τουτέστιν ‘ἐξαιρέτως

### book 718a1.5.3

πεποιημένου‘· διὸ οὐκ ἀναστρεπτέον. A

### book 718a2.1

οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν

### book 718a2.2

τῷ περισσῶς, ἵν’ ᾖ ἀντὶ τοῦ ‘ἐξαιρέτως πεποιημένου‘. b(BCE3E4)

### book 718a2.3

T

### book 720.1

ἲς Ὀδυσῆος: ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ·

### book 720.2

ἔστι γὰρ ὁ Ὀδυσσεὺς παλαιστὴς ἐπιστήμων, b(BCE3E4)T

### book 720.3

εἴγε καὶ τὸν Φιλομηλ〈ε〉ίδην κατεπάλαισεν (cf. ρ 133—5). T

### book 721a.1

ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζον 〈ἐϋκνήμιδας Ἀχαιούσ〉:

### book 721a.2

ὅτι ἀντὶ τοῦ εἰς ἀνίαν ἦγον καὶ ἐχρόνιζον. τοῦτο δὲ μὴ νοήσαντές

### book 721a.3

〈τινεσ〉 μετέγραψαν „ἐϋκνήμιδες Ἀχαιοί“. A

### book 721b1.1

ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: ἡ γραφὴ ἐϋκνήμιδας

### book 721b1.2

Ἀχαιούς. καὶ τὸ ἀνίαζον εἰς ἀνίαν ἦγον, ὡς „Κίκονες κλῖναν δαμά‐

### book 721b1.3

σαντες Ἀχαιούσ“ (ι 59), εἰς κλίσιν ἦγον. T

### book 721c1.1

ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: οὐδὲν γὰρ ἀηδέστερον

### book 721c1.2

θεαταῖς ἐστιν ἢ παλαισταὶ δι’ ὅλης τῆς ἡμέρας ἐφαμίλλως ἰσορρο‐

### book 721c1.3

ποῦντες. T

### book 721b2/c2

εἰς ἀνίαν ἦγον· | ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ

### book 721b2/c2

τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον. b(BCE3E4)

### book 724.1

ἤ μ’ ἀνάειρ’ 〈ἢ ἐγὼ σέ〉: εἰκότως προκαλεῖται· πέποιθε

### book 724.2

γὰρ †αὐτὸν ἀγωνίσασθαι† τῇ ἰσχύϊ. εἰώθασι δὲ ἐν τοῖς ἀγῶσι τοῦτο

### book 724.3

ποιεῖν, ὃ καλεῖται λαβή, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν

### book 724.4

αὐχένα ἢ τὸν πόδα πολλάκις. b(BCE3E4)T

### book 725a.1

ὣς εἰπὼν ἀνάειρε: ὡς εἰωθότων τῶν πρώην ἰσχύϊ κατ‐

### book 725a.2

αγωνίσασθαι καὶ οὐ δόλῳ. T

### book 725b.1

δόλου δ’ οὐ λήθετ’ Ὀδυσσεύς: ὅτι τὸ δόλιον τοῦ

### book 725b.2

ἥρωος καὶ διὰ τούτων δείκνυται, καὶ ὅτι οὐδέπω τέχνην ᾔδεσαν ἐν

### book 725b.3

τῷ παλαίειν. A

### book 726-8.1

〈κόψ’ ὄπιθεν κώληπα τυχὼν— / κάππεσε:〉

### book 726-8.2

λαβόμενος γὰρ τοῦ νώτου ἐπῆρεν (cf. Ψ 725). b(BCE3E4) ὡς δὲ

### book 726-8.3

μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς γόνασιν ἐγένοντο, ὀπισθοβα‐

### book 726-8.4

ροῦς ἤδη γεγονότος Αἴαντος, τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. b(BE3

### book 726-8.5

E4) ὑπτιασθέντος δ’ Αἴαντος Ὀδυσσεὺς ἐπὶ τὰ ἴδια στήθη

### book 726-8

πίπτει, δύναται δὲ καὶ ἐπὶ τὰ τοῦ Αἴαντος. b(BE3E4)T

### book 726a.1

κόψ’ ὄπιθεν κώληπα τυχών: τὸ σχῆμα πρῶτος εὗρε

### book 726a.2

Κερκυών. καλεῖται δ’ ἰγνυῶν ὑφαίρεσις, ὥς φησιν Σώπατρος. T

### book 726a.1

κόψ’ ὄπιθεν κώληπα τυχών: ἔκρουσεν αὐτοῦ—

### book 726a.2

περιπλέκεται. A

### book 726b.1

〈κόψ’ ὄπιθεν κώληπα:〉 σημειοῦνταί {δὲ} τινες καὶ

### book 726b.2

τὸν κόψ’ ὄπιθεν κώληπα, ὅτι τὸ κῶλον οὕτως εἶπεν. A

### book 726c

κώληπα: τὴν ἰγνύην. b(BCE3)T

### book 727.1

〈κὰδ δ’ ἔπες’ ἐξοπίσω:〉 γράφεται „κὰδ 〈δ’〉 ἔβαλ’

### book 727.2

〈ἐξοπίσω〉“. Aint

### book 728.1

θάμβησάν τε: τὸν βουγάϊον (cf. Ν 824) ὑπὸ τοῦ ὠμο‐

### book 728.2

γέροντος (cf. Ψ 791) ὁρῶντες νικώμενον. b(BCE3E4)T

### book 730-2.1

κίνησεν δ’ ἄρα τυτθὸν 〈ἀπὸ χθονὸς — /

### book 730-2.2

πλησίοι ἀλλήλοισι〉: εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος οὐ δύναται·

### book 730-2.3

καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ. ἄρας δὲ τοσοῦτον ὅσον τῆς στάσεως

### book 730-2

παρακινῆσαι τῷ δεξιῷ γόνατι †παρατρίψας† τὸ ἀριστερὸν αὐτοῦ

### book 730-2.5.1

σκέλος †ἔπεσε†· b(BCE3E4)T καὶ πλάγιοι πίπτουσιν· ἔστιν

### book 730-2.5.2

οὖν τὸ δεύτερον πτῶμα Ὀδυσσέως. οἱ δὲ ὅτι καμὼν τῇ ἐντάσει τοῦ

### book 730-2.5.3

βάρους συναπεκύλισεν αὑτῷ τὸν ἀντίπαλον. εἰ δὲ εἰς ὕψος αὐτὸν

### book 730-2.5.4

ἦρεν, ἐδαπάνησεν ἂν τῷ βάρει τὴν ἑαυτοῦ δύναμιν. b(BE3E4)T

### book 730-2.5.5

τὸ μέντοι σχῆμα οἱ μὲν παραπλαγιασμόν, οἱ δὲ παρακαταγωγὴν

### book 730-2.10

ὀνομάζουσιν. T

### book 731a1.1

ἐν δὲ γόνυ γνάψεν: Λεπτίνης δασύνει ὡς ἐπ’ ἀριθμοῦ,

### book 731a1.2

τὸ ἓν γόνυ ἔκαμψεν, ὡς ἐπὶ τοῦ „ἓν δέπας ἐμπλήσασ“ (ι 209). οἱ

### book 731a1.3

δὲ ἄλλοι πάντες πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν

### book 731a1.4

ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· „χωλὸς δ’ ἕτερον πόδα“ (Β 217),

### book 731a1.5

„τὸν δ’ ἕτερον σκόπελον“ (μ 101). A

### book 731a2.1

{ἐν δὲ γόνυ γνάμψεν:} πάντες τὴν ἔν πρόθεσιν ἐδέξαντο,

### book 731a2.2

Λεπτίνης δὲ μόνος ἐπὶ ἀριθμοῦ. T

### book 735a1.1

ἐρίδεσθον: λείπει ἡ διά, οἷον ‘διερίδεσθε‘. τρίβεσθε

### book 735a1.2

δὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς. T

### book 735a2.1

μὴ ἐρίζετε, φησίν, ἔτι, b(BCE3) μηδὲ καταπονεῖσθε

### book 735a2.2

κακοῦντες ἑαυτούς. b(BCE3E4)

### book 736-7.1

ἀέθλια δ’ ἶς’ ἀνελόντες / ἔρχεσθε: τινές φασιν ὅτι

### book 736-7.2

τὸ πρῶτον Ὀδυσσέως, τὸ δὲ δεύτερον κοινόν· ὅπερ χαρίζεται ἢ ὡς

### book 736-7.3

συγγενεῖ b(BCE3E4)T 〈ἢ〉 καθὰ καὶ Εὐμήλῳ (cf. Ψ 536—8).

### book 736-7

ἔστι δὲ ψεῦδος. T

### book 741a.1

κρητῆρα τετυγμένον: ὡς „ξεστὴν 〈...〉 τράπεζαν“

### book 741a.2

(α 138. δ 54 al.) καὶ „τρίποδος περὶ ποιητοῖο“ (Ψ 718) καὶ „Τίρυνθά

### book 741a.3

τε τειχήεσσαν“ (Β 559). T

### book 741b

ἓξ δ’ ἄρα μέτρα: ὡρισμένον ἴσως ἦν τὸ μέτρον. T

### book 742.1

ἐνίκα πᾶσαν ἐπ’ αἶαν: ἐνίκα τοὺς ἄλλους δηλονότι κρα‐

### book 742.2

τῆρας. b(BCE3E4)T

### book 743.1

ἐπεὶ Σιδόνες 〈πολυδαίδαλοι εὖ ἤσκησαν〉: ἄριστοι

### book 743.2

τεχνῖται οἱ Σιδόνες· b(BCE3)T „ἔργα γυναικῶν / Σιδονίων“ (Ζ

### book 743.3

289—90) καὶ „〈ἐκ μὲν〉 Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι“ (ο 495).

### book 743.4

T τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν (sc. Ψ 744), b(BCE3)T

### book 743.5

ὡς τὸ „Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων / νήσων“ (Β 625—6). T

### book 744.1

〈Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον:〉

### book 744.2

πρῶτοι {δὲ} Φοίνικες τὰ μέγιστα διεπέρασαν πελάγη. T

### book 745.1

στῆσαν δ’ ἐν λιμένεσσι: ἀντὶ τοῦ προσώρμισαν, b

### book 745.2

(BCE3E4)T ὡς τὸ „στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ 〈νέασ〉“

### book 745.3

(ξ 258. ρ 427). b(BCE3E4)

### book 750

〈καὶ πίονα:〉 ἐν ἄλλῳ „καταπίονα“. Aim

### book 751.1

λοισθήϊ’ 〈ἔθηκε〉: ἡ συνήθεια „λοισθήϊον ἔκφερ’ ἄεθλον“

### book 751.2

(Ψ 785)· οὐ γὰρ κλίνεται λοισθεὺς 〈„λοισθῆϊ“〉, ὥς τινες. γέγονε

### book 751

δὲ παρὰ τὸ λείπω. T

### book 753.1

ὄρνυσθ’, οἳ καὶ τούτου 〈ἀέθλου πειρήσεσθε〉: ὅτι

### book 753.2

Ζηνόδοτος γράφει „πειρήσεσθον“, τριῶν ὄντων τῶν κεκλημένων πρὸς

### book 753.3

τὸν δρόμον. A

### book 757a1.1

στὰν δὲ μεταστοιχί· 〈σήμηνε δὲ τέρματ’ Ἀχιλ‐

### book 757a1.2

λεύσ〉: ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας (sc. Ψ 358).

### book 757a1.3

ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, 〈ἐπεὶ〉 ἐπὶ στοίχων ἵστανται κεκληρω‐

### book 757a1.4

μένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ

### book 757a1.5

μέτωπον πάντων ἐξ ἴσου ὄντων. A

### book 757a2.1

{στᾶν δὲ μεταστοιχί:} ὀβελὸς καὶ ἀστερίσκος· πῶς γὰρ

### book 757a2.2

κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχί; μετῆκται οὖν ἀπὸ τοῦ

### book 757a2.3

ἱπποδρομικοῦ ἀγῶνος ὁ στίχος. T

### book 757a2

〈μεταστοιχεί:〉 κατὰ τάξιν. b(BCE3)

### book 758a1.1

〈τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος:〉 δόλιχος {δὲ}

### book 758a1.2

ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις ἀπὸ τῶν καμπτήρων. T

### book 758b1.1

τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος: ἐπεὶ μὴ κάμ‐

### book 758b1.2

πτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος, ἀλλ’ εὐθέως προπηδῶσιν.

### book 758b1.3

T

### book 758a2/b2.1

ὀλίγος τις ἦν ὁ δρόμος, ἔνθα μηδὲ κάμψαι ἐνῆν. |

### book 758a2/b2.2

ἐπεὶ οὖν μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τὸ τέλος τὸ τάχος, ἀλλ’

### book 758a2/b2

εὐθέως προπηδῶσιν. b(BCE3E4)

### book 759.1

〈ἔκφερ’ Ὀϊλιάδης:〉 παρὰ Ζηνοδότῳ „ἔκθορ’ ὁ Ἰλιάδησ“.

### book 759.2

Aint

### book 760-3.1

ὡς {δ’} ὅτε τίς τε γυναικὸσ〈—ἀγχόθι δ’

### book 760-3.2

ἴσχει / στήθεοσ〉: ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπ’ ἄλλης ἀρχῆς

### book 760-3.3

τοῖς ἑξῆς· ἥ τε διαφορὰ περὶ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο,

### book 760-3.4

τοῖς ἄνω συναφθήσεται ἡ παραβολή, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς. A

### book 762a.1

πηνίον: παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρετὴς ὑφασμάτων.

### book 762a.2

b(BCE3E4)T οἱ δὲ ‘ὑφήνιον‘, τὸ ὑπὸ τοὺς μίτους ὄν. T

### book 762b.1

παρὲκ μίτον: ἀντὶ τοῦ παρὰ μίτον. οὐκ ὀκνεῖ δὲ καὶ

### book 762b.2

τὴν γυναικωνῖτιν παραλαμβάνειν· b(BCE3E4)T „ἥ τε σταθμὸν

### book 762b.3

ἔχουσα καὶ εἴριον“ (Μ 434). T

### book 764.1

ἴχνια τύπτε 〈πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι〉:

### book 764.2

πολλὴ ἡ ἀγχιστεία, εἴγε φθάνει τὸ βῆμα τὴν καταφερομένην ἐπὶ τὸ

### book 764.3

ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν. b(BCE3E4)T

### book 765a.1

〈κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’〉 ἀϋτμένα: τὴν ἀναπνοὴν

### book 765a.2

καὶ τὸ ἆσθμα. T τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος.

### book 765a

b(BCE3E4)T

### book 765b.1

〈κὰδ δ’ ἄρα ἐκ κεφαλῆς:〉 γράφεται „κὰδ δ’ ἄρα οἱ

### book 765b.2

κεφαλῆσ“ Aint

### book 765c.1

ἀϋτμένα: ὡς „ποιμένα“ (Α 263. Β 243 al.) ATil τῷ

### book 765c.2

τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἁπλᾶ ὀξύνεσθαι θέλει. A

### book 765d.1

ἀϋτμένα: παρὰ τὸ ἀΰω, ὅ ἐστι φωνῶ. φωνῆς δὲ γένεσις

### book 765d.2

πνοὴ b(BCE3E4)T καὶ ἀήρ. καὶ θηλυκῶς δὲ „ἀϋτμὴ“ (Ι 609.

### book 765d.3

Κ 89 al.) ἡ πνοή. T

### book 766-7.1

ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοί /νίκης ἱέμενοι: πρὸς

### book 766-7.2

τὸ εὐνοϊκὸν τῶν Ἑλλήνων· b(BCE3E4)T χρειωδέστερος γάρ,

### book 766-7.3

ὁ δὲ πρὸς πάντας ἀπηνής. T καλῶς δὲ προσέθηκε τὸ μάλα δὲ

### book 766-7.4

σπεύδοντι κέλευον (767)· τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον συναγωνί‐

### book 766-7.5

ζεσθαι. b(BCE3E4)T

### book 767

〈ἱεμένῳ:〉 ἐν ἄλλῳ „ἱέμενοι“. Aint

### book 768a1

πύματον ... δρόμον: τὸ ἔσχατον τοῦ δρόμου. T

### book 768a2

τὸν πρὸς αὐτὰ τὰ τέρματα. b(BCE3E4)

### book 770.1

κλῦθι, θεά, 〈—ποδοῖϊν〉: συντόμως καὶ ἁρμοδίως

### book 770.2

τῷ καιρῷ· ἀσθμαίνει γὰρ καὶ σπεύδει. b(BCE3E4)T

### book 772a.1

γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈πόδας—ὕπερθεν〉:

### book 772a.2

ὅτι ἐπὶ Διομήδους (sc. Ε 122) ὀρθῶς ἐτέτακτο. ἐνταῦθα δὲ ὀλίγῳ

### book 772a.3

λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν

### book 772a

πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν; A

### book 772b.1

ἄλλως· γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈—ὕπερθεν〉:

### book 772b.2

περισσὸς ὁ στίχος καὶ λύων τὸ ἐναγώνιον· οὐδὲ γὰρ βεβαρημένα ἦν

### book 772b.3

αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς τὴν νίκην τὸ πεσεῖν Αἴαντα·

### book 772b.4

b(BCE3E4)T εἰ γὰρ τοῦτο ἦν, καὶ προειλήφει ἂν αὐτόν. μετῆ‐

### book 772b.5.1

κται οὖν ἀπὸ τῶν περὶ Διομήδους (sc. ex Ε 122). T ἢ δείκνυσιν

### book 772b.5.2

ὅτι τοῖς ἐκ ψυχῆς αἰτοῦσι τὸ θεῖον καὶ ὑπὲρ ὃ αἰτοῦνται δίδοται.

### book 772b.5.3

b(BCE3E4)

### book 772c.1

〈γυῖα—ὕπερθεν:〉 ψεύδεται συνήθως Ὅμηρος·

### book 772c.2

οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσ〈σ〉εύς. Aint

### book 772d.1

καὶ χεῖρας ὕπερθεν: φασὶ τοῖς προτρέχουσι δίκην

### book 772d.2

πτερῶν εἶναι τὰς χεῖρας. T

### book 774-5.1

ἔνθ’ Αἴας μὲν ὄλισθε θέων—ἐριμύκων: ὑπὸ

### book 774-5.2

Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει.

### book 774-5.3

A b (BCE3E4)T

### book 777.1

〈ὄνθου βοέου〉 πλῆτο στόμα: κεχηνὼς οὖν ἔτρεχεν. ὁ δὲ

### book 777.2

τὸν πρεσβύτην λαβραγόραν εἰπὼν (cf. Ψ 479) κατὰ τοῦ στόματος

### book 777.3

κολάζεται. A b (BCE3E4)T

### book 783a

μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται: βραχὺ διασταλτέον

### book 783a

μετὰ τὸ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον. A

### book 783b.1

μήτηρ ὣς Ὀδυσῆϊ: διὰ τοῦτο ἴσως φησὶ „καὶ ἐχθόμενός

### book 783b.2

περ Ἀθήνῃ“ (δ 502), ὅτι τὴν παρθένον εἴκασε μητρί. ὁ δὲ Ἴστρος

### book 783b.3

(FGrHist 334, 58 a) ἐκτεθῆναι ὑπὸ Ἀντικλείας Ὀδυσσέα φησὶν

### book 783b.4

ἐν Ἀλαλκομεναῖς τῆς Βοιωτίας, ἥ ἐστιν ἱερὰ Ἀθηνᾶς. T

### book 785a1.1

Ἀντίλοχος δ’ 〈ἄρα δὴ〉 λοισθήϊον 〈ἔκφερ’ ἄε‐

### book 785a1.2

θλον〉: πάντας τοὺς διαφέροντας ποιεῖ ἡσσωμένους· διὸ καὶ Ἀντί‐

### book 785a1.3

λοχον. ἢ ὅτι νέων ἐστὶ ποδωκέστατος. T

### book 785a2.1

πάντας δὲ τοὺς διαφέροντας ἔν τινι ἡττωμένους ὁ ποιητὴς

### book 785a2.2

ἔδειξε, μὴ μέγα διδάσκων φρονεῖν. b(BE3E4)

### book 786.1

μειδιόων: προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ

### book 786.2

φιλότιμον τῶν νικησάντων. b(BCE3E4)T

### book 789.1

προγενέστερος: τὰς ἡλικίας ἐσήμανε τῶν ἡρώων· ἔστι

### book 789.2

γὰρ Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ Τελαμώνιος, εἶτα Ὀδυσσεύς,

### book 789.3

εἶτα Ἰδομενεύς, εἶτα Νέστωρ. b(BCE3E4)T

### book 791.1

ὠμογέροντα: τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως. ἡ δὲ

### book 791.2

μεταφορὰ ἀπὸ τῶν κρεῶν· A b (BCE3E4)T καὶ „ἐν ὠμῷ γήραϊ

### book 791.3

θῆκεν“ (ο 357), ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φασίν. AT | ἡ διπλῆ δέ,

### book 791.4

ὅτι ἅπαξ ἐνταῦθα ὠμογέροντα εἶπεν. A

### book 791.5

ὠμογέροντα: οὕτω λέγουσιν ἤτοι—γεγηρακότας. A

### book 791-2.1

ἀργαλέον δέ 〈/ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς,

### book 791-2.2

εἰ μὴ Ἀχιλλεῖ〉: φησὶν οὖν ‘οὐχ ἥσσηται Ὀδυσσεῖ, ἀλλὰ τῇ

### book 791-2

Ἀθηνᾷ‘. T

### book 792a

ἐριδήσασθαι: ἀπὸ τοῦ ἐρίδω, ὅθεν τὸ „ἐριδαίνετον ὧδε“

### book 792a

(Α 574). | ἐν δέ τισι τῶν ὑπομνημάτων γράφεται „ἐριζήσασθαι“. T

### book 792b

εἰ μὴ Ἀχιλλεῖ: „Ἀχιλῆϊ“ διὰ τοῦ η. T

### book 793.1

κύδηνεν: ὕψωσεν, γαῦρον ἐποίησεν. b(BCE3E4)T

### book 793.2

καὶ „〈κυδιόων〉, ὑψοῦ δὲ κάρη ἔχει“ (Ζ 509 = Ο 266). T

### book 794-6.1

τὸν δ’ Ἀχιλεὺσ〈—ἐπιθήσω〉: ὅσον ἐπιδέξιος

### book 794-6.2

ὁμιλία δύναται, ἀπὸ τοῦ Ἀντιλόχου ἐδήλωσεν. b(BCE3E4)T

### book 795a1.1

{ἀντίλοχ’ οὐ μέν τοι} μέλεος: ὅτι μάταιος καὶ πρὸς

### book 795a1.2

οὐδέν· οἱ δὲ νεώτεροι τὸν ταλαίπωρον μέλεον. A

### book 795a2

{οὐ μέν τοι:} μάταιος· οὐκ οἰκτρός, ὡς οἱ τραγικοί. T

### book 796.1

ἀλλά τοι ἡμιτάλαντον 〈ἐγὼ χρυσοῦ ἐπιθήσω〉:

### book 796.2

†ἀλλὰ† καίτοι ἐπιχειρήσαντα αὐτὸν ἀφελέσθαι τὸν ἆθλον πρώην

### book 796.3

(cf. Ψ 537—47) οὐκ ἐμνησικάκησεν, ἀλλ’ ηὔξησε †διὰ† τὴν παροιμίαν

### book 796.4

φησίν· παροιμιῶδες γὰρ τὸ „ἀθάνατοι τιμῶσι“ (Ψ 788). ἢ ὅτι ἄριστος

### book 796.5

ὢν ἥττηται, ὡς Εὔμηλος (cf. Ψ 536). T

### book 800a1.1

{τεύχεα} Σαρπήδοντος: ὅτι ἀπ’ εὐθείας βαρυτόνου ὡς

### book 800a1.2

Χαλκώδων. A

### book 800a2

{σαρπήδοντος:} ὡς Χαλκώδοντος τῷ τόνῳ. T

### book 802-7.1

ἄνδρε δύω περὶ τῶνδε 〈κελεύομεν—ἀργυρό‐

### book 802-7.2

ηλον〉: συναπτέον πάντα μέχρι τοῦ χαλκὸν ἑλόντε (803), οὐ

### book 802-7.3

λείποντος τοῦ μάχεσθαι ἤ τινος τοιούτου· καὶ γὰρ μόνον αὐτὸ 〈τὸ〉

### book 802-7.4

κελεύειν εἴωθε τιθέναι καθ’ ἑαυτὸ ὁ ποιητής, ὡς ἐν Ὀδυσσείᾳ (φ 175)·

### book 802-7.5.1

„Ἀντίνοος δ’ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν“, καὶ ἐν τῇ ἑξῆς

### book 802-7.5.2

ῥαψῳδίᾳ (sc. Ω 90)· „τίπτε με κεῖνος ἄνωγε μέγας θεός;“. καὶ μετ’

### book 802-7.5.3

ὀλίγον ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁπ〈π〉ότερός κε φθῇσιν

### book 802-7.5.4

ὀρεξάμενος (805) καὶ ὑποστικτέον μέλαν αἷμα (806)· εἰ μὲν γὰρ

### book 802-7.5.5

συνάπτοιμεν τὸ ἄνδρε δύω (802), ὁππότερός κε φθῇσιν (805),

### book 802-7.10

σολοικισμὸς γίνεται. A

### book 802-4a1.1

ἄνδρε δύω〈—πειρηθῆναι〉: ἔοικε σκιομαχία

### book 802-4a1.2

εἶναι· ὅτι γὰρ οὐκ εἰς θάνατον, φησὶ „καί σφιν δαῖτ’ ἀγαθὴν παρα‐

### book 802-4a1.3

θήσομαι“ (Ψ 810). τὰ δὲ ἆθλα τῆς δόξης οὐ μεγάλα. T

### book 802-4a2.1

ἔοικε σκιομαχία τις εἶναι· οὐ γὰρ ἔχει τρώσεις· φησὶ

### book 802-4a2.2

γὰρ „καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομαι“. τάχα οὖν ὁ εὐθυνθεὶς

### book 802-4a2.3

εἰς τὸ τρῶσαι τὸν πλησίον εὐκόλως, οὐ τρώσας δὲ διὰ τὸ ὁμογενές,

### book 802-4a2

ἐκεῖνος νικᾷ. b(BCE3E4)

### book 805.1

ὀρεξάμενος: πατάξας, ἐκ τοῦ παρεπομένου· συμβαίνει γὰρ

### book 805.2

τοῖς πατάσσουσιν ἐκτείνεσθαι. A b (BCE3E4)T ἢ ἀντὶ τοῦ ὀρέ‐

### book 805.3

ξας. AT

### book 806a.1

ψαύσῃ δ’ ἐνδίνων 〈διά τ’ ἔντεα καὶ μέλαν αἷμα〉:

### book 806a.2

ἀθετεῖται, ὅτι ἐνδίνων θέλει λέγειν τῶν ἐντοσθίων σπλάγχνων,

### book 806a.3

〈ὅπερ οὐχ ἁρμόζει·〉 ἕως γὰρ τοῦ ἀμύξαι μόνον τὸν χρῶτα μονομαχοῦ‐

### book 806a.4

σι. καὶ διά τ’ ἔντεα καὶ μέλαν αἷμα ἐκ τῆς Δολωνείας (sc. Κ 298

### book 806a.5

= 469) μετάκειται. A

### book 806b1

ψαύσῃ δ’ ἐνδίνων〈—αἷμα〉: ἀθετεῖ τὸν στίχον

### book 806b1.1

Ἀρίσταρχος· οὐ γὰρ †εἰς τὸ ἄγων†. ἐνδίνων δὲ ἀκούει τῶν ἔνδον

### book 806b1.2

τοῦ χρωτός. τό τε διά τ’ ἔντεα καὶ μέλαν αἷμα μετῆκται ἀπὸ τῆς

### book 806b1.3

Δολων〈ε〉ίας (sc. Κ 298 = 469). | οἱ δὲ ἐνδίνων τῶν ἐντὸς ὅπλων. |

### book 806b1.5.1

Ἀριστοφάνης δὲ οὕτω γράφει (sc. v. Ψ 805—6)· „ὁππότερός κε

### book 806b1.5.2

πρόσθεν ἐπιγράψας χρόα καλόν / φθήῃ ἐπευξάμενος διά τ’ ἔντεα καὶ

### book 806b1.5.3

φόνον ἀνδρῶν“. T

### book 806c.1

{ψαύσηι δ’} ἐνδίνων: ὡς „σελίνων“ (cf. Β 776. ε 72)

### book 806c.2

παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν

### book 806c.3

ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ „ἔντερα“ (Ν 507. Ξ 517 al.)

### book 806c.4

καὶ τὰ „ἔγκατα“ (Λ 176. Ρ 64 al.), παρὰ τὴν αὐτὴν ἔννοιαν. A

### book 806d1

ἐνδίνων: παρὰ τὸ ἔνδον, ὡς ἔντερον. T

### book 806b2/d2.1

ἐνδίνων: τῶν ἔνδον τοῦ χρωτός. | οἱ δὲ τῶν ἐντὸς

### book 806b2/d2.2

ὅπλων, b(B [bis], C, E3 [bis]) | ἀπὸ τοῦ ἔνδον. b(B [bis], C, E3

### book 806b2/d2.3

[bis], E4)

### book 806b2/d2

ἄλλως· ἐνδίνων: τῶν ἐντὸς τῶν ὅπλων μελῶν, ἀπὸ τοῦ

### book 806b2/d2.5.1

ἐντείνεσθαι αὐτὰ τῷ θώρακι. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν·

### book 806b2/d2.5.2

οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν. A

### book 810a.1

καί σφιν δαῖτ’ ἀγαθὴν 〈παραθήσομαι ἐν κλισίῃ‐

### book 810a.2

σιν〉: ἀθετεῖται, ὅτι ἔδει καὶ πᾶσιν, ἀλλ’ οὐχὶ τούτοις μόνον· τί γὰρ

### book 810a.3

τούτοις πέπρακται πλέον; A

### book 810b.1

〈καί σφιν〉 δαῖτ’ ἀγαθὴν 〈παραθήσομαι〉: δεῖ γὰρ

### book 810b.2

ἐπικυδέστερόν τι ἔχειν τὴν ὁπλομαχίαν. T

### book 815a.1

〈δεινὸν δερκομένω· θάμβος δ’ ἔχε πάντας Ἀχαι‐

### book 815a.2

ούς:〉 ἐν ἄλλῳ „δεινὸν δερκόμενοι, θάμβος δ’ ἔχεν εἰσορόωντασ“. Aim

### book 815b

θάμβος δ’ ἔχε 〈πάντας Ἀχαιούσ〉: ἐν βραχεῖ τὴν

### book 815b

διάθεσιν τῶν θεατῶν παρέστησεν. T

### book 817.1

{τρὶς δὲ σχεδὸν} ὡρμήθησαν: ὠρέχθη〈σαν〉 ἀντὶ τοῦ ἐ‐

### book 817.2

πάταξαν. T

### book 818-9a1.1

〈Αἴας μὲν ...〉 κατ’ ἀσπίδα 〈... / νύξ’, οὐδὲ

### book 818-9a1.2

χρό’ ἵκανεν〉: ἁπλοϊκώτερον· ὁ δὲ κακοτεχνῶν ἐπὶ τὸν αὐχένα (cf.

### book 818-9a1.3

Ψ 820—1). τινὲς δὲ τὴν ὁπλομαχίαν Διομήδη εὑρεῖν φασιν. T

### book 818-9a2.1

οὗτος ἁπλοϊκώτερον ποιεῖ καὶ γενναιότερον. ὁ δὲ Διο‐

### book 818-9a2.2

μήδης κακοτέχνως καὶ φθονερῶς τὸν b(BCE3) αὐχένα τηρεῖ.

### book 818-9a2.3

b(BCE3E4)

### book 821a1.1

〈αἰὲν〉 ἐπ’ αὐχένι κῦρε: κῦρε ἐτύγχανε· διὸ δὴ καὶ

### book 821a1.2

„περιδείσαντες Ἀχαιοί 〈/ παυσαμένουσ〉 ἐκέλευσαν“ (Ψ 822—3).

### book 821a1.3

ἢ ὅτι οἱ κρείττους ἡττῶνται. ἢ ἐπεὶ κέκμηκε τῇ ἐπὶ νηυσὶ μάχῃ,

### book 821a1.4

Διομήδης δὲ ἀναπέπαυται. T

### book 821a2.1

ἀεὶ ἐπὶ τῷ αὐχένι ἐτύγχανε· διὸ καὶ δειδίασιν. ἐνταῦθα

### book 821a2.2

δὲ ὁ ποιητὴς τοὺς ἀρίστους ἡσσᾷ τοῖς ἐλάττοσιν, Εὔμηλον Διομήδει

### book 821a2.3

(cf. Ψ 536) καὶ Αἴαντα Ὀδυσσεῖ (cf. Ψ 725—32) καὶ Ἀντίλοχον

### book 821a2.4

(cf. Ψ 778—92). b(BCE3)

### book 821a2.5.1

αἰὲν ἐπ’ αὐχένι κῦρε: ἱστόρηται ὅτι—ἄτρωτος

### book 821a2.5.2

ἐγένετο. A

### book 822.1

καὶ τότε δή ῥ’ Αἴαντι 〈περιδδείσαντες Ἀχαιοί〉:

### book 822.2

ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων (cf. Ξ 406) φαίνεται καθ’ Ὅμηρον μὴ

### book 822.3

ὢν ἄτρωτος ὁ Αἴας. A

### book 823a1

παυσαμένους ἐκέλευσαν: ἀνδρῶν ἀγαθῶν σωτηρίαν

### book 823a1

ἐπίπροσθεν τίθενται τῆς ἰδίας ἡδονῆς. T

### book 823a2.1

τῶν γὰρ ἀγαθῶν ἐν πολέμῳ ἀνδρῶν ἐπιμελόμενοι τὴν

### book 823a2.2

οἰκείαν ἡδονὴν τῆς ἐκείνων οὐ προκρίνουσι σωτηρίας. b(BCE3E4)

### book 824-5a1.1

αὐτὰρ Τυδεΐδῃ δῶκεν〈—τελαμῶνι〉: ἠθέ‐

### book 824-5a1.2

τηνται· συλλύσεως γὰρ γεγενημένης ἔδει κοινῇ διελέσθαι τὰ ἔπαθλα·

### book 824-5a1.3

καὶ γὰρ προείρηται „ἀέθλια ἶς’ ἀνελέσθαι“ (Ψ 823). | προηθετοῦντο

### book 824-5a1.4

δὲ καὶ παρὰ Ἀριστοφάνει. A

### book 824-5a2.1

ἄλλως· {αὐτὰρ τυδείδῃ δῶκεν:} καὶ Ἀριστοφάνης προ‐

### book 824-5a2.2

ηθέτει τοὺς δύο. T

### book 824-5b.1

αὐτὰρ Τυδείδῃ δῶκεν〈—τελαμῶνι〉: ἀθετεῖ

### book 824-5b.2

Ἀρίσταρχος, ἄτοπόν τέ φησιν ἰώμενον τὴν ἔχθραν Διομήδους ἑτέραν

### book 824-5b.3

αἴρειν πρὸς Αἴαντα στάσιν· ἄλλως τε εἶπεν „ὁππότερός κε φθῇσιν

### book 824-5b.4

〈ὀρεξάμενος χρόα καλόν〉“ (Ψ 805), ὁ δὲ οὐκ ἔτρωσεν. οἱ δέ, διαλυσα‐

### book 824-5b.5.1

μένων αὐτῶν ἴδια Ἀχιλλέως γενέσθαι τὰ ὅπλα, ὥσπερ ἐπὶ τῆς πάλης·

### book 824-5b.5.2

ἐπειδὴ οὖν ἐκεῖσε (cf. Ψ 736) ἐδωρήσατο Αἴαντι, νῦν Διομήδει. T

### book 824-5c.1

〈αὐτὰρ Τυδείδῃ—τελαμῶνι:〉 διὰ τί προκρίνει

### book 824-5c.2

Αἴαντος; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ

### book 824-5c.3

ἔτι πολεμῆσαι ἠθέλησεν. b(BCE3E4)

### book 825.1

ἐϋτμήτῳ τελαμῶνι: „ἐϋκμήτῳ“, T εὖ κατασκευα‐

### book 825.2

σθέντι· οὐκ ἦσαν γὰρ δερμάτινοι παρὰ τοῖς παλαιοῖς. b(BCE3)T

### book 826a1.1

θῆκεν σόλον: ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, καὶ τοῖς

### book 826a1.2

δισκεύουσι τὸν σόλον· διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν

### book 826a1.3

διαιρεῖν. ἢ ὡς καταφρονητοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον

### book 826a1.4

ἐπίδειξιν. T

### book 826a2

ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, οὕτω καὶ τοῖς δισκεύουσι

### book 826a2.1

τὸν δίσκον τίθησι. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν

### book 826a2.2

τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος. b(BCE3E4) ὁ

### book 826a2.3

δὲ νικήσας εἶχε τὸν σόλον. b(BE3E4)

### book 826b.1

σόλον: σημειοῦνταί τινες ὅτι σόλον τὸν δίσκον εἶπεν.

### book 826b.2

| διαφέρει σόλος καὶ δίσκος, ὅτι ὁ μὲν δίσκος πλατύς ἐστι καὶ κυ‐

### book 826b.3

κλοτερής, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής. A

### book 826c.1

σόλον: παρὰ τὸ ὅλον σεύεσθαι. b(BCE3E4)T ἔστι

### book 826c.2

δὲ χαλκοῦς· ὁ γὰρ σίδηρος οὐ χωνεύεται· καὶ ὅταν εἴπῃ· „〈οὐ μὲν

### book 826c.3

γάρ οἱ〉 ἀτεμβόμενός 〈γε〉 σιδήρου / ποιμὴν οὐδ’ ἀροτὴρ 〈εἶς’ ἐς

### book 826c.4

πόλιν, ἀλλὰ παρέξει〉“ (Ψ 834—5), σημαίνει ὡς ἀλλάξει τοῦ χαλκοῦ

### book 826c.5.1

τὸν σίδηρον. ὁ δὲ δίσκος λίθος ἦν κυκλοτερής, μεσόθεν ὀπὴν ἔχων,

### book 826c.5.2

ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεωρίζοντας ὀλίγον ῥίπτειν

### book 826c.5.3

αὐτόν. καὶ ἐν Ὀδυσσείᾳ (sc. θ 190)· „βόμβησεν δὲ λίθοσ“. b(BE3

### book 826c

E4)T

### book 826d1

〈αὐτοχόωνον:〉 εἰκῇ κεχωνευμένον. Til

### book 826d2.1

καὶ αὐτοχόωνος ὁ καθ’ ἑαυτὸν κεχωνευμένος καὶ μηδὲν

### book 826d2.2

ἔχων ἐπείσακτον. b(BCE3E4)

### book 829.1

τὸν δ’ ἄγετ’ ἐν νήεσ〈σ〉ι: τὰ ἐπὶ νεὼς φερόμενα ἄγεσθαί

### book 829.2

φησιν. φιλόκαλος δὲ Ἠετίων, ὃ ζῆλον τῶν κτημάτων 〈ἐν〉έβαλεν

### book 829.3

Ἀχιλλεῖ. T

### book 833-4.1

〈ἕξει μιν καὶ πέντε〉 περιπλομένους ἐνιαυτούς

### book 833-4.2

〈/ χρεώμενοσ〉: οὐ σταθμῷ τὸ βάρος ἐνέφηνεν, ἀλλὰ χρήσει πολυ‐

### book 833-4.3

χρονίῳ. b(BCE3E4)T

### book 834-5.1

ἀτεμβόμενός γε σιδήρου / ποιμήν: ποιμὴν δεῖται

### book 834-5.2

σιδήρου πρὸς τὸ χειμῶνος κόπτειν θαλλοὺς καὶ ἀκάνθας εἰς φραγμοὺς

### book 834-5

b(BCE3E4)T καὶ ξύλα πρὸς κλισιῶν κατασκευήν. b(BCE3)T

### book 834.1

{ἄλλως·} ἀτεμβόμενός 〈γε σιδήρου〉: στερόμενος. εἰ δὲ

### book 834.2

μὴ καταδεχόμεθα τὸν σόλον χαλκοῦν εἶναι ἀλλὰ σιδηροῦν, ἔσται τὸ

### book 834.3

„αὐτοχόωνον“ (Ψ 826) καταχρηστικῶς τὸν εἰκῇ γεγονότα. T

### book 838a1.1

ἂν δ’ Αἴας 〈Τελαμωνιάδησ〉: δῆλον οὖν ὡς ἐπ’ ἴσης

### book 838a1.2

ἐν τοῖς ἄλλοις (cf. Ψ 736 et 813) διελύθη ὁ Αἴας. ἢ ἐνδεικνύμενος

### book 838a1.3

τὴν ἐν ἄλλοις ἄσκησιν. ἢ ἰάσασθαι θέλων τὰ φθάσαντα. T

### book 838a2.1

ἰάσασθαι θέλων τὰ φθάσαντα καὶ δεῖξαι ὡς πάντα ἤσκη‐

### book 838a2.2

ται, τούτῳ ἐπιχειρεῖ. οὐ τυγχάνει δὲ τὸ τέλειον τῷ ἤδη προκεκμη‐

### book 838a2.3

κέναι. b(BCE3E4)

### book 840a1.1

〈ἧκε δὲ δινήσας·〉 γέλασαν δ’ ἐπὶ πάντες Ἀχαι‐

### book 840a1.2

οί: τοῦτο θέλει εἰπεῖν ὅτι καταγελάστως ἔρριψεν ἐπ’ ὀλίγον βαλών,

### book 840a1.3

ἢ εὐχερῶς τὴν χεῖρα σχηματίσας, ἢ μὴ διαστήσας τὼ πόδε. T

### book 840a2.1

βούλεται εἰπεῖν ὅτι καταγέλαστος ἐγένετο ἐπ’ ὀλίγον

### book 840a2.2

βαλών. ἢ ὅτι εὐχερῶς ἧκεν αὐτὸν καὶ χαίροντες γελῶσιν. b(BCE3E4)

### book 843a.1

χειρὸς ἀπὸ στιβαρῆς 〈καὶ ὑπέρβαλε σήματα πάν‐

### book 843a.2

των〉: ἀθετεῖται, ὅτι δυεῖν προδεδισκευκότων ἔδει εἰπεῖν ἀμφοτέρων.

### book 843a.3

μετενήνεκται δὲ ἐκ τῆς Ὀδυσσείας (cf. θ 192)· καὶ ἐκεῖ εὐλόγως ἔστιν

### book 843a.4

„ὑπέρβαλε σήματα πάντων“· πλείονες γὰρ δισκεύουσιν. A

### book 843b.1

〈χειρὸς ἀπὸ στιβαρῆσ〉 καὶ ὑπέρβαλε σήματα

### book 843b.2

πάντων: μετενήνεκται ὁ στίχος ἀπὸ τῆς Φαιακίας (cf. θ 192)·

### book 843b.3

γελοῖον γὰρ τὸ πάντων ἐπὶ δύο. ἀλλὰ 〈προ〉φέρουσι τὸ „εἰσέλθετε,

### book 843b.4

μηδ’ ἅμα πάντεσ“ (φ 230)· ἀλλὰ καὶ ἑαυτὸν Ὀδυσσεὺς καταριθμεῖ·

### book 843b.5

„πρῶτος ἐγώ, μετὰ δ’ ὔμμεσ“ (φ 231). T

### book 843c

πάντων: ἐπὶ δύο ἢ τριῶν. T

### book 844-7.1

ἀλλ’ ὅτε δὴ σόλον εἷλε〈—ὑπέρβαλε〉: ὑπο‐

### book 844-7.2

στικτέον Πολυποίτης (844), ἀνήρ (845), ἀγελαίας (846)· τῇ γὰρ

### book 844-7.3

προτέρᾳ προτάσει ἑτέρα ἐπενήνεκται. A

### book 845a.1

καλαύροπα: ὅτι ἅπαξ καλαύροπα. σημαίνει δὲ τὸ

### book 845a.2

ῥόπαλον, ἀπὸ τοῦ κάλου καὶ τοῦ ῥέπειν. A

### book 845b.1

καλαύροπα: ῥέπω ῥέψω ῥὲψ ῥὸψ καὶ καλαῦροψ. b(BC

### book 845b.2

E3E4)T

### book 845c.1

ἄλλως· καλαύροπα: ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλ‐

### book 845c.2

λουσι δὲ αὐτήν, ὅτε συνενωθείσας βούλονται διακρῖναι τὰς βοῦς.

### book 845c.3

ἔχει δὲ ἐν τῷ κάτω μέρει δεσμόν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. b(BCE3E4)

### book 845c.4

T καὶ Ἀντίμαχος (fr. 91 W.)· „πάντες δ’ ἐν χείρεσσι καλαύροπας

### book 845c.5

οὐατοέσσασ“. | τῶν δὲ ἅπαξ εἰρημένων ἡ λέξις. b(BE3E4)T

### book 846

πέτεται διὰ βοῦς: διὰ βοῶν, ὡς „διά τ’ ἔντεα“ (Ψ 806).

### book 846

b(BCE3)T

### book 850a.1

〈αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον:〉 ὡς

### book 850a.2

τοῖς δισκεύουσι τὸν σόλον (cf. Ψ 826). T

### book 850b.1

ἰόεντα σίδηρον: ὅτι τινὲς ἰόεντα τὸν μέλανα, ὡς

### book 850b.2

„ἰοειδέα πόντον“ (Λ 298. λ 107). βέλτιον δὲ τὸν εἰς ἰοὺς εὐθετοῦντα·

### book 850b.3

οἰκεῖον γὰρ τὸ ἔπαθλον τοξόταις. A

### book 850c.1

ἰόεντα σίδηρον: μέλανα, ὡς „ἰοειδέα πόντον“ (Λ 298.

### book 850c.2

λ 107). οἱ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν·

### book 850c.3

ἡ γὰρ εἰς λεπτὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου. b(BCE3)T

### book 851a.1

κὰδ δ’ ἐτίθει 〈δέκα μὲν πελέκεας, δέκα δ’ ἡμιπέλεκ‐

### book 851a.2

κα〉: ὅτι καὶ ἐν Ὀδυσσείᾳ (cf. τ 572—81. φ 75—6. 120—3) ὁ αὐτὸς

### book 851a.3

τρόπος· πελέκεις γὰρ τίθησι, δι’ ὧν παρακελεύει τοξεύειν τοὺς μνη‐

### book 851a.4

στῆρας. καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔπαθλον γίνεται. A

### book 851b.1

πελέκεας: διστόμους πελέκεις, b(BCE3)T δίχα τῶν

### book 851b.2

στελεῶν. b(BCE3E4)T οἱ δὲ T ὄνομα σταθμοῦ TTil ἑ‐

### book 851b.3

ξάμνου παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον. οἱ δὲ κατά τινας τά‐

### book 851b.4

λαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς. οἱ δέ, ἃ τιθέντες δι’

### book 851b.5

αὐτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονομάχοις ἆθλον

### book 851b.1

τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτως

### book 851b.2

τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ

### book 851b.3

τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς. T

### book 851b

πελέκεας: ἀξίνας διστόμους—ἐμβάλλεται αὐτοῖς ἡ

### book 851b.10

στελεά. A

### book 851c

ἡμιπέλεκ〈κ〉α: μονοστόμους πελέκεις. b(BCE3)T

### book 854a

μηρίνθῳ: τῇ σπάρτῳ· παρὰ τὸ μηρύεσθαι. T

### book 854b1.1

δῆσεν ποδός: ἧς ἄρ’ ἀνώγει: γράφεται καὶ „ὣς γὰρ

### book 854b1.2

ἀνώγει“. κατ’ ἔνια δὲ „δῆσεν πόδα“. A

### book 854b2.1

{ὣς ἀνώγει:} „ἧς γάρ“ καὶ „ὣς γάρ“ διχῶς. ἔνιοι δὲ

### book 854b2.2

„δῆσεν πόδα“. T

### book 854b3

ἐν ἄλλῳ „ἧς γὰρ ἀνώγει“. Aim

### book 855a.1

τοξεύειν· „ὃς μέν κε 〈βάλῃ τρήρωνα πέλειαν—“〉:

### book 855a.2

ὅτι ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετῆλθεν οὕτως· ὁ γὰρ

### book 855a.3

Ἀχιλλεὺς τοῦτο λέγει ὃς μέν κε βάλῃ—. A

### book 855b.1

〈τοξεύειν·〉 „ὃς μέν κε βάλῃ〈—πέλειαν—“〉:

### book 855b.2

λείπει τὸ τάδε λέγων. εἴωθε δὲ μεταβαίνειν ἀπὸ τοῦ διηγηματικοῦ

### book 855b.3

ἐπὶ τὸ μιμητικόν. b(BCE3E4)T ἔστι δὲ δυσχερέστερον τὸ τῆς

### book 855b.4

περιστερᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς καὶ πτερυσσομένη δυσχερής

### book 855b.5

ἐστι πρὸς τὴν βολήν. b(BE3E4)T

### book 856

〈οἶκον δέ:〉 ἐν ἄλλῳ „κλισίην δέ {φερέσθω}“. Aim

### book 857a.1

ὃς δέ κε μηρίνθοιο 〈τύχῃ ὄρνιθος ἁμαρτών:〉 ὅτι

### book 857a.2

βέλτιον ἦν τοῦτο μὴ προλέγεσθαι ὑπὸ Ἀχιλλέως ὥσπερ προ‐

### book 857a.3

γινώσκοντος τὸ ἀπὸ τύχης συμβησόμενον. A

### book 857b.1

〈ὃς δέ κε—ἁμαρτών〉: ἔδει {δὲ} μὴ προειπεῖν

### book 857b.2

περὶ τῆς μηρίνθου, ἀλλ’ ὕστερον ὡς ἐναγώνιον συμβεβηκὸς εἰπεῖν. T

### book 857b

μηρίνθοιο τύχῃ: καὶ μὴν τοῦτο—μενούσης. A

### book 858a.1

ἥσσων γὰρ δὴ κεῖνος: τοῦτο μεταξὺ κείμενον ἦθος

### book 858a.2

ἔχει. T

### book 858b1.1

ὁ δ’ οἴσεται ἡμιπέλεκκα: δύο μέρη ἐστὶ λόγου, ὁ καὶ

### book 858b1.2

δέ· διὸ βαρυτονητέον· οὐ γὰρ δείκνυσιν ἤδη τὸν οἴσοντα τὰ ἡμιπέ‐

### book 858b1.3

λεκ〈κ〉α, ἀλλὰ κατ’ ἀναφορὰν ἀποφαίνεται. A

### book 858b2.1

ὁ δ’ οἴσεται: δύο μέρη λόγου τὸ ὁ δέ, ἵν’ ᾖ ‘οἴσεται

### book 858b2.2

δέ‘, ὡς „ἡ δὲ χιτῶν’ ἐνδῦσα“ (Ε 736. Θ 387) ‘ἐνδῦσα δέ‘. T

### book 859.1

〈ὦρτο δ’ ἔπειτα〉 βίη Τεύκροιο: καὶ πῶς φησιν Ὀδυσ‐

### book 859.2

σεύς· „οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ“ (θ 219); καυχᾶται

### book 859.3

δέ, ὡς τὸ „δουρὶ δ’ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ“ (θ 229).

### book 859.4

b(BCE3E4)T

### book 861.1

κλήρους δ’ ἐν κυνέῃ〈—πάλλον ἑλόντεσ〉: ἴσως

### book 861.2

γὰρ ὁ πρῶτος φθάσας βαλεῖ τὸν ὄρνιν καὶ νικήσει. b(BCE3E4)T

### book 862

{τεῦκρος δὲ} πρῶτος: ἔδει πρότερος. T

### book 863a1

ἐπικρατέως: ἰσχυρῶς ὥστε κρατῆσαι. T

### book 863a2

ἰσχυρῶς καὶ δυνάμει πολλῇ, πρὸς τὸ ἐπιτυχεῖν. b(BCE3

### book 863a2

E4)

### book 863b1.1

〈οὐδ’ ἠπείλησεν ἄνακτι:〉 ὅτι νῦν ἠπείλησεν ἀντὶ

### book 863b1.2

τοῦ ηὔξατο. Aim

### book 863b2

οὐδ’ ηὔξατο. b(BCE3)T

### book 865.1

μέγηρε γάρ 〈οἱ τό γ’〉 Ἀπόλλων: ἐπὶ εὐσέβειαν τοῦτο

### book 865.2

προτρέπει. b(BCE3E4)T

### book 866.1

〈τῇ δέδετ’ ὄρνις:〉 ἑκατέρωσε δύνανται προσδίδοσθαι.

### book 866.2

Aim

### book 868.1

ἡ μὲν ἔπειτ’ ἤϊξε πρὸς οὐρανόν: ἄνωθεν καὶ κάτωθεν

### book 868.2

(cf. Υ 863) ἐκίνησε τὴν ἐνέργειαν. T

### book 870-1a1.1

σπερχόμενος δ’ ἄρα 〈Μηριόνης ἐξείρυσε χει‐

### book 870-1a1.2

ρός / τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν〉: ἐν τῇ

### book 870-1a1.3

Μασσαλιωτικῇ „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐπεθήκατ’ ὀϊστόν /

### book 870-1a1.4

τόξῳ· ἐν γὰρ χερσὶν ἔχε〈ν〉 πάλαι, ὡς ἴθυνεν“. ἐν δὲ τῇ κατὰ Ἀντί‐

### book 870-1a1.5.1

μαχον (fr. 139 W.) οὕτως· „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείλετο

### book 870-1a1.5.2

τόξον / χερσίν“. ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγό‐

### book 870-1a1.5.3

μενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ

### book 870-1a1.5.4

τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν

### book 870-1a1.5.5

δίσκον. τὸ δὲ ἀτὰρ 〈δὴ〉 ὀϊστὸν ἔχεν πάλαι (871) ἐπὶ τοῦ Μηριό‐

### book 870-1a1.10

νου ἀκουστέον. A

### book 870-1a2.1

ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου τὸ τόξον·

### book 870-1a2.2

ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ· ὀϊστὸν (cf. 871) γάρ, ἐξ

### book 870-1a2.3

ὅτου ἐκεῖνος ἴθυνεν ἐπὶ τὸν σκοπόν, καὶ οὗτος εἶχεν· b(BCE3E4)

### book 870-1a2.4

T οὕτως Ἀρίσταρχος. ἡ δὲ Μασσαλιωτικὴ οὕτω· „σπερχόμενος

### book 870-1a2.5.1

δ’ ἄρα Μηριόνης ἐπεθήκατ’ ὀϊστόν / τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι,

### book 870-1a2.5.2

ὡς ἴθυνεν“. Ἀντίμαχος δὲ „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε

### book 870-1a2.5.3

Τεύκρου / τόξον· χερσὶ δ’ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν“. T

### book 870.1

σπερχόμενος δ’ ἄρα 〈Μηριόνης ἐξείρυσε χειρόσ〉:

### book 870.2

ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης

### book 870.3

τοῦ Τεύκρου τὸ τόξον. A

### book 871.1

ὀϊστὸν ἔχεν: ἐν ὅσῳ ἐκεῖνος ἐτόξευεν, καὶ οὗτος κατεῖχε

### book 871.2

τὸν ὀϊστόν. T

### book 872

〈ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι:〉 ὅτι πάλιν ἀντὶ

### book 872

τοῦ ηὔξατο. Aim

### book 876.1

ἀντικρὺ δὲ διῆλθε 〈βέλοσ〉: τὰ πάντα θεματικῶς εἶπεν.

### book 876.2

T

### book 877.1

πρόσθεν Μηριόναο 〈πάγη ποδόσ〉: τὸ εὔστοχον ἐδή‐

### book 877.2

λωσε τῆς βολῆς, δι’ οὗ 〈φησι〉 ‘πρόσθε τοῦ βαλόντος ἠνέχθη τὸ

### book 877.3

βέλοσ‘. b(BCE3E4)T

### book 879a1.1

λίασθεν: οὕτως Ἀρίσταρχος AT διὰ τῶν δύο σς.

### book 879a1.2

A ἡ δὲ Μασσαλιωτικὴ „λιάσθη“. AT

### book 879a2

Ἀρίσταρχος „λίασ〈σ〉εν“. Aint

### book 879b

λιάσθη: ἀπέκλινεν, ὡς „ὁ δὲ νόσφι λιασθείσ“ (Λ 80). T

### book 879c.1

〈λίασθεν:〉 ἀπεκλίθησαν, τὴν ἰδίαν ἁρμονίαν ἀφέντα.

### book 879c.2

b(BCE3E4)

### book 880.1

〈ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο:〉 ὅτι ἀντὶ τοῦ ὠκέως,

### book 880.2

ὅ ἔστιν εὐθέως. Aint

### book 880-2a1.1

ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο〈—ἄ‐

### book 880-2a1.2

ειρε〉: ὠκὺς (880) ἀντὶ τοῦ ταχέως. | ἐπειδὴ ἐν τῇ ποιήσει πολλὰ

### book 880-2a1.3

κεχάρισται Τεύκρῳ, νῦν τοῦτο πορίζεται Μηριόνῃ. T

### book 880-2a2

ἀντὶ τοῦ ταχέως· | ἢ ἐπιδὴ πνεῦμά ἐστι. | πολλὰ δὲ ἐν

### book 880-2a2.1

τῇ ποιήσει κατορθώματα Τεύκρῳ περιάψας, νῦν τοῦτο Μηριόνῃ διὰ

### book 880-2a2.2

τὸ πιθανὸν πορίζεται. b(BCE3E4)

### book 882

〈ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε:〉

### book 882

ὅτι παρέλκει τὸ πάντας. Aint

### book 885.1

ἀνθεμόεντα: ἀναθεματιαῖον. ἢ ποικίλον, ἀπὸ τῶν ἐντετο‐

### book 885.2

ρευμένων ἀνθῶν, ἅπερ ἄνθεμα καλοῦσι· b(BCE3E4)T καὶ Πίν‐

### book 885.3

δαρος (Ol. 2, 72)· „ἄνθεμα δὲ χρυσοῦ“. T

### book 886a.1

καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν: ὅτι ἥμονες οἱ ἀκοντι‐

### book 886a.2

σταί, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν „ῥήμονεσ“, οἰόμενοι τοὺς

### book 886a.3

ῥήτορας. οὐκ ἔστι δὲ λογι〈στι〉κὸς ὁ ἀγών. | τὸ δὲ ἥμονες δασυν‐

### book 886a.4

τέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· „ἥσω γὰρ

### book 886a.5.1

καὶ ἐγώ“ (Ρ 515). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν

### book 886a.5.2

δασυνόμενον· „καὶ ἥμασιν ἔπλευ ἄριστοσ“ (Ψ 891). A

### book 886b

ῥ’ ἥμονες: τινὲς „ῥήμονεσ“. ἀλλὰ εἶπεν „καὶ ἥμασιν

### book 886b.1

ἔπλευ ἄριστοσ“ (Ψ 891). ἔστιν οὖν παρὰ τὸ ἥσω· διὸ καὶ δασύνεται.

### book 886b.2

b(B, C [bis], E3E4)T

### book 886c

ἥμονες ἄνδρες: ὡς οἱ δισκευταί, „οὔτις 〈...〉 ὑπερ‐

### book 886c

ήσει“ (θ 198), „δουρὶ δ’ ὑπε〈ι〉ρέβαλον Φυλῆά τε“ (Ψ 637). T

### book 887.1

〈ἂν μὲν ἄρ’ Ἀτρείδης—Ἀγαμέμνων:〉 καλῶς

### book 887.2

{δὲ} τοῦτο ἀγωνίζεται Ἀγαμέμνων, b(BCE3E4)T ἔνθα μὴ

### book 887.3

ἤμελλε γυμνωθῆναι τῆς βασιλικῆς στολῆς, T καὶ χρεωστῶν τῷ

### book 887.4

θανόντι (τιμὴν γὰρ ἀρνύμενος Μενελάῳ ἀπώλετο) καὶ ἀνακτώμενος

### book 887.5.1

Ἀχιλλέα. πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής (cf. Γ 179.

### book 887.5.2

Λ 91—266). b(BCE3E4)T

### book 891.1

ἥμασιν: ὅτι ὁμοίως ἀκοντίσμασι. | καὶ δασυντέον πάλιν.

### book 891.2

A

### book 892.1

τόδ’ ἄεθλον ἔχων: ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ

### book 892.2

πρότερον, εἰ μὴ ἐκέλευσεν ὁ βασιλεύς. b(BCE3)T

### book 897.1

Ταλθυβίῳ 〈κήρυκι〉 δίδου 〈περικαλλὲς ἄεθλον〉:

### book 897.2

δηλονότι ἐπὶ τῷ ἀπαγαγεῖν εἰς τὴν βασιλικὴν σκηνήν. b(BE3E4)T

### book postscr.1

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς

### book postscr.2

Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας

### book postscr

Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A

### book 729

〈ἧ γὰρ ὄλωλας ἐπίσκοπος:〉 [..........(.)] τὸν

### book 729.1

Ἕκτορ[α.......]... πρεσβεύειν νῦν σημ[μαίνει

### book 729.2

[.........]ε̣λ̣ειτις καὶ ἐπι[......] ὡς Φιλίας ἐν τ(ῶι) α τῶν

### book 729.3

ἐπ[......]

### book 729.5.1

[...........].λέψαντι λέγει [.....], ὥς φησιν Βάτων ἐν

### book 729.5.2

τ(ῆι) πρώτηι

### book 729

Χρε̣[ί]α̣ι.

### book 1a1.1

λῦτο {δ’ ἀγών}: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ

### book 1a1.2

τῶν εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων „νῦν δὲ λύμην τρὶς τόσα

### book 1a1.3

πορών“ (Φ 80) καὶ „τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα“ (υ 92 +

### book 1a1.4

δ 703 vel ψ 205), ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν

### book 1a1.5.1

τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ

### book 1a1.5.2

τοῦ „ἰχθύεσ“ (Φ 22. 203 al.) ἰχθῦς, μύες μῦς, „ῥύεσθαι“ (Υ 195)

### book 1a1.5.3

ῥῦσθαι· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε“ (Ο 141).

### book 1a1.5.4

ἢ ἀπὸ τοῦ „λέλυτο“ (cf. ς 238) λῦτο ὡς „βέβλητο“ (μ 423) „βλῆ‐

### book 1a1.5.5

το“ (Δ 518. Π 570 al.). A

### book 1a2.1

εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι ὥσπερ

### book 1a2.2

ἤδη ἐπίσταται λέγων „νῦν δ’ ἐλύμην“ καὶ „†ἐκ τῆς οὔσης† λύτο

### book 1a2.3

γούνατα“, ἔκτασις ἂν εἴη. εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο λῦτο,

### book 1a2.4

ὡς τὸ „ῥύεσθαι“ ῥῦσθαι· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον

### book 1a2.5.1

τε“. b(BCE3E4)T ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς „βέβλητο“

### book 1a2.5.2

„βλῆτο“. b(BE3E4)T

### book 1b

ἀγών: ἢ τὸ πλῆθος, „θεῖον δύσονται ἀγῶνα“ (Η 298. Σ

### book 1b.1

376). ἢ αὐταὶ αἱ διαγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν ἡ ἀγορά·

### book 1b.2

b(BCE3E4)T καὶ τὸν ἀγορανόμον ἀγωνάρχην καλοῦσι· T

### book 1b.3

καὶ „ἀγωνίους θεοὺσ“ Αἰσχύλος (Ag. 513) τοὺς ἀγοραίους· b(BCE3

### book 1b.5.1

E4)T καὶ Ἡσίοδος (th. 91)· „ἐρχόμενον δ’ ἀν’ ἀγῶνα“. T

### book 1b.5.2

ἀγὼν δὲ ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος. b(BE3E4)T

### book 1b.5.3

οἱ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος. οἱ δὲ ἀπὸ τοῦ συν‐

### book 1b.5.4

άγεσθαι. T οἱ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών, ὡς ἀείδω

### book 1b.5.5

ἀηδών. b(BE3E4)T

### book 1-2.1

λαοὶ δὲ θοὰς ἐπὶ νῆας 〈ἕκαστοι /ἐσκίδναντ’ ἰέναι〉:

### book 1-2.2

τὸ ἑξῆς: ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι. T

### book 2a.1

δόρποιο μέδοντο: προενοοῦντο ἢ ἐφρόντιζον. b(BE3)

### book 2a.2

T

### book 2b.1

ἄλλως· δόρποιο: δόρπον 〈δαύερπον〉, μεθ’ ὃ ἐπὶ τὸ δαύ‐

### book 2b.2

ειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι ἐπὶ δορῶν. ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς

### book 2b.3

πόνους. ἢ δόροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων. b(BCE3

### book 2b

E4)T

### book 3.1

ὕπνου〈—〉ταρπήμεναι: τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ

### book 3.2

δὲ τὸ „μέδοντο“ (Ω 2). b(BCE3E4)T λεληθότως δὲ δεδήλωκεν

### book 3.3

ὅτι μέχρις ἑσπέρας παρέτεινεν ὁ ἀγών. b(BE3E4)T

### book 3-4.1

αὐτὰρ Ἀχιλλεύς / κλαῖε〈—μεμνημένοσ〉: ἐπει‐

### book 3-4.2

δὴ ἀπὸ τῆς ἀνέσεως τοῦ ἀγῶνος ἐν ἄλλῃ καταστάσει πεποίηκε τὸν

### book 3-4.3

ἀκροατὴν ὥσθ’ ὑπονοεῖν, μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν

### book 3-4.4

ὁ Ἀχιλλεύς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς

### book 3-4.5

γὰρ πάλιν ὑπὸ τῆς λύπης κρατεῖται. b(BCE3E4)T

### book 4-5.1

〈οὐδέ μιν ὕπνος /〉 ᾕρει πανδαμάτωρ: ᾕρει μέν, οὐχ

### book 4-5.2

ὁλοτελῶς δὲ διὰ τὸ πένθος. ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει,

### book 4-5.3

ὥστε ἀνωτέρω (sc. Ψ 62—101) τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος ἦν.

### book 4-5.4

b(BCE3E4)T

### book 5.1

πανδαμάτωρ: ὁ μηδένα ἐῶν ἀδάμαστον. b(BE3E4) Σι‐

### book 5.2

μωνίδης (fr. 96 [= P.M.G. 601] P.) δὲ „δαμασίφωτα“ τὸν ὕπνον

### book 5.3

καλεῖ. b(BE3E4)T

### book 6-9a1.1

Πατρόκλου ποθέων (6) ἕως 〈τοῦ〉 τῶν μιμνησκό‐

### book 6-9a1.2

μενος (9): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι εὐτελεῖς εἰσιν, ἀρθέντων

### book 6-9a1.3

δὲ αὐτῶν καὶ ἐμφαντικώτερον δηλοῦται ἡ τοῦ Ἀχιλλέως λύπη· „ἀλλ’

### book 6-9a1.4

ἐστρέφετ’ ἔνθα καὶ ἔνθα“ (Ω 5), „ἄλλοτ’ ἐπὶ πλευράσ“ (Ω 10). καὶ

### book 6-9a1.5

τοῖς αὐτοῖς καταχρᾶται, ἀνδροτῆτα, μένος (6)· οὐδὲν γὰρ διαφέρει.

### book 6-9a1.1

καὶ οὐδέποτε ἀνδροτῆτα (6) εἴρηκε τὴν ἀνδρείαν, ἀλλ’ ἠνορέαν.

### book 6-9a1.2

ἔχει δὲ καί τι δυσεξέλικτον, τῶν μιμνησκόμενος (9)· καὶ γὰρ ἄνω

### book 6-9a1.3

εἴρηκεν „ἑτάρου μεμνημένοσ“ (Ω 4). | προηθετοῦντο δὲ καὶ παρ’

### book 6-9a1.4

Ἀριστοφάνει. A

### book 6-9a2.1

ἄλλως· {πατρόκλου ποθέων:} προηθετοῦντο οἱ τέσσαρες

### book 6-9a2.2

καὶ παρὰ Ἀριστοφάνει. T

### book 6-9b.1

Πατρόκλου ποθέων〈—δάκρυον εἶβεν〉: δεξιῶς

### book 6-9b.2

ὑπόκειται, τίνα ἦν τὰ ἀναμιμνήσκοντα αὐτὸν πένθους· b(BCE3E4)

### book 6-9b.3

T οὐ γὰρ ὅτι συνέπαιζεν οὐδ’ ὅτι αὐτὸν ἐκολάκευεν οὐδ’ ὅτι

### book 6-9b.4

ἡδὺς συμπότης ἦν, ὡς ὁ τοῦ Ἕκτορος („ἐπεί οἱ ἑταῖρος ἔην φίλος,

### book 6-9b.5.1

εἰλαπιναστήσ“ [Ρ 577]), ἀλλ’ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων

### book 6-9b.5.2

ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων

### book 6-9b.5.3

κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες b(BE3E4)

### book 6-9b.5.4

T ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων, ἀλλ’ οὐδὲ ἡμιγυναί‐

### book 6-9b.5.5

κων ἄξιον 〈ὄν〉; εἰ γὰρ ὅλως τοῦτο ὑπονοεῖν δεῖ, ἐραστὴς ἂν εἴη

### book 6-9b.10.1

Πάτροκλος ὡς νεωτέρου καὶ περικαλλεστέρου. T ἀθετοῦνται δὲ

### book 6-9b.10.2

διὰ ταῦτα· ἀνδροτὴς γάρ ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις· εἶπε δὲ καὶ

### book 6-9b.10.3

μένος ἠΰ (6). καὶ τολύπευσε (7) δ’ οὐκ εὔκαιρον· ἄλλως τε σὺν

### book 6-9b.10.4

αὐτῷ οὐχ ὑπέμεινέν τι, αὐτός τε ἐπὶ κουφοτέροις (sc. Τ 315—7)

### book 6-9b.10.5

αὐτοῦ μέμνηται· „ἦ ῥά νύ μοί ποτε καὶ σύ, δυσάμμορε“ (Τ 315).

### book 6-9b.15

b(BE3E4)T

### book 6-9c.1

{καὶ} μένος ἠΰ: προθυμίαν, εὐμένειαν· ποθεῖ οὖν αὐτοῦ

### book 6-9c.2

ἀρετὴν καὶ εὐμένειαν. T

### book 7-8.1

〈ἠδ’ ὁπόσα τολύπευσε—πείρων:〉 ταῦτα {δὲ}

### book 7-8.2

ἤτοι συναπτέον τοῖς ἄνω, ἵν’ ᾖ κοινὸν τὸ „ποθέων“ (Ω 6), ἢ ἀφ’

### book 7-8.3

ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ κύματα πείρων

### book 7-8.4

(8). ὁ δὲ λόγος· ‘καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τε

### book 7-8.5

καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν‘ (cf. Ω 7—9). A

### book 7a.1

τολύπευσε: εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ

### book 7a.2

ἡ σφαῖρα τῶν ἐρίων. ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφαλαι‐

### book 7a.3

οῦν τολυπεύειν λέγεται. b(BCE3E4)T

### book 7b1.1

καὶ πάθεν ἄλγεα: αἱ δημώδεια „καὶ πάθεν ἔργα“· „ἐπεί /

### book 7b1.2

ῥέζοντά τι καὶ παθεῖν ἔοικεν“ (Pind. N. 4, 31—2). T

### book 7b2.1

καλῶς δὲ καὶ τὸ πάθεν· „ἐπεὶ †ῥέξοντά τι† καὶ παθεῖν

### book 7b2.2

ἔοικεν“. b(BE3E4)

### book 8a.1

πείρων: Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι

### book 8a.2

μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα

### book 8a.1

καὶ „περόωσι“ (δ 709. ζ 272 al.) καὶ „περάα〈ν〉 μέγα λαῖτμα“

### book 8a.2

(ε 174), δῆλον ὅτι καὶ „πειρῶν“. ὁ μέντοι Ἀρίσταρχος βαρύνων

### book 8a.5.1

ἀναγινώσκει, A ὡς „κείρων“ (cf. Φ 204. ω 459). AT φησὶ

### book 8a.5.2

γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ „παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε

### book 8a.5.3

κέλευθον“ (β 434)· «τὸ „πεῖρε“ διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν

### book 8a.5.4

βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων· εἰ γὰρ περι‐

### book 8a.5.5

εσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα.» ἔστιν οὖν διττὸν τὸ ῥῆμα,

### book 8a.10.1

καὶ τὸ μὲν σὺν τῷ ι βαρυνθήσεται, τὸ δὲ χωρὶς τοῦ ι περισπασθή‐

### book 8a.10.2

σεται. A

### book 8b.1

πείρων: βαρυτόνως· φησὶ γοῦν „καὶ ἠῶ πεῖρε κέλευθον“

### book 8b.2

(β 434). b(BCE3E4)T εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησίν,

### book 8b.3

„ἄλλα τ’ ἔπειρον“ (γ 33) T καὶ „περὶ δουρὶ πεπαρμένοσ“ (Φ

### book 8b.4

577). καὶ ὡς σπείρω σπόρος, φθείρω φθόρος, οὕτω πείρω πόρος·

### book 8b.5.1

„πόρους ἁλὸς ἐξερεείνων“ (μ 259), b(BCE3E4)T „θαλάσσης

### book 8b.5.2

εὐρυπόροιο“ (Ο 381. δ 432 al.), „Ἀλφειοῖο πόρον“ (Β 592): T

### book 8b.5.3

καὶ „ἀκροπόρουσ“ (γ 463) τοὺς πείροντας τὰ κρέα τοῖς ἄκροις,

### book 8b.5.4

b(BE3E4)T καὶ „ὠκύπορος νηῦσ“ (cf. Α 421. Κ 308 al.) ἡ ταχέ‐

### book 8b.5.5

ως πορευομένη, „ποντοπόροσ“ (μ 69. ν 95 al.) δὲ ἡ περῶσα. καὶ ὡς

### book 8b.10.1

κείρω „κορμόσ“ (cf. ψ 196), T πείρω πορμὸς καὶ „πορθμόσ“

### book 8b.10.2

(cf. δ 671. ο 29). b(BE3E4)T

### book 11a1.1

πρηνής: οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ „προ‐

### book 11a1.2

πρηνέα τύψῃ“ (χ 98); T

### book 11a2.1

οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τὸ γὰρ „προπρηνέα τύψῃ“

### book 11a2.2

πλείονός ἐστιν ἐμφάσεως. b(BCE3E4)

### book 11b

τοτέ: ἀντὶ τοῦ ἄλλοτε. b(BCE3E4)T

### book 12a.1

δινεύεσκ’ ἀλύων: περιήρχετο b(BCE3E4)T ἀλώμε‐

### book 12a.2

νος τὴν ψυχήν, λυπούμενος, b(BCE3)T ἀστατῶν, ἀδημονῶν.

### book 12a.3

b(BCE3E4)T

### book 12b.1

δινεύεσκ’ ἀλύων: ψιλῶς τὸ ἀλύων. AT δῆλον κἀκ

### book 12b.2

τῆς συναλιφῆς. A

### book 12-3.1

οὐδέ μιν ἠώς / φαινομένη 〈λήθεσκεν〉: ἐμφαίνει ἀδη‐

### book 12-3.2

μονεῖν αὐτὸν ἐπὶ τῷ μήκει τῆς νυκτός, ὡς καὶ ἡ Ἀνδρομέδα (Eur.

### book 12-3.3

fr. 114, 1)· „ὦ νὺξ ἱερά“. T

### book 13

ὑπεὶρ ἅλα: τὸν Ὠκεανόν φησιν. T

### book 15a

〈Ἕκτορα δ’ ἕλκεσθαι:〉 ὅτι περισσὸς ὁ δέ. Aim

### book 15b.1

Ἕκτορα δ’ ἕλκεσθαι: περισσὸς ὁ δέ b(BCE3)T

### book 15b.2

καὶ χωρίς τινος ἐμφάσεως κείμενος· b(BCE3) ὥστε καὶ ἐν τῷ

### book 15b.3

„τοίῃδ’ ἀμφὶ γυναικὶ“ (Γ 157) οὐ δεῖ προπερισπᾶν τὸ τοίῃδε. T

### book 16.1

τρὶς δ’ ἐρύσας 〈περὶ σῆμα: τρὶσ〉 ἀντὶ τοῦ πολλάκις.

### book 16.2

b(BCE3E4)T ἔστι δὲ ὡς τὸ „οἱ δὲ τρὶς περὶ νεκρόν“ (Ψ 13).

### book 16.3

περὶ ἀνατολὰς δὲ εἷλκεν αὐτόν· φησὶ γοῦν „ἕλκει ἀκηδέστως, ἠὼς

### book 16.4

ὅτε δῖα φανήῃ“ (Ω 417). T

### book 17a.1

αὖτις ἐνὶ κλισίῃ 〈παυέσκετο, τὸν δὲ δ’ ἔασκεν〉:

### book 17a.2

ὅτι παρεῖται ἡ ἀνά, καὶ ἔστιν ἀναπαυέσκετο. καὶ ὅτι ὁ δέ πάλιν

### book 17a.3

περισσός· οὐ γάρ ἐστι λέγειν ὅτι ἐδέσμευεν, ἀλλὰ χωρὶς ὁ δέ, εἶτα

### book 17a.4

ἔασκεν ἀντὶ τοῦ εἴα. A

### book 17b1.1

ἐνὶ κλισίῃ παυέσκετο: παυόμενος ἐν τῇ κλισίᾳ ἐγίνετο.

### book 17b1.2

ἢ ἀνεπαύετο καὶ ἔκειτο. T

### book 17b2.1

ἀπὸ τῆς ἑαυτοῦ σκηνῆς ἀρχόμενος αὐτὸν ἐρύειν, καὶ πολ‐

### book 17b2.2

λάκις ἐρύων τελευταῖον πάλιν μέχρι τῆς σκηνῆς ἐπαύετο τοῦ ἕλκειν

### book 17b2.3

αὐτὸν γενόμενος. b(BCE3E4)

### book 17c.1

τόνδε δ’ ἔασκεν: ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ

### book 17c.2

„τόνδε δ’ ἐγὼν ἐπιόντα“ (Ε 238) καὶ „τόνδε δ’ ἐγὼ κομιῶ“ (ο 545),

### book 17c.3

λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δέ. A

### book 17d.1

τόνδε δ’ ἔασκεν: ἕν ἐστι τὸ τόνδε, ὡς „τόνδε δ’ ἐγὼν

### book 17d.2

ἐπὶ νῆα δεδέξομαι“ (cf. Ε 238). τινὲς δὲ „δέασκεν“ ἀντὶ τοῦ ἐδέσμευεν.

### book 17d

b(BCE3E4)T

### book 18a

{ἐν} κόνι: ὡς „Θέτι“ (Σ 407). T

### book 18b1.1

προπρηνέα: ὅτι οὐδὲν πλέον τοῦ „πρηνέα“ (Ζ 307.

### book 18b1.2

Ψ 25), ὡς ὅταν λέγῃ „ἀταρτηρόν“ (cf. β 243) τὸν ἀτηρόν. A

### book 18b2.1

πλεονάζει ἡ πρό, ὡς „νῆάς τε προπάσασ“ (Β 493). b(BCE3)

### book 18b2.2

T

### book 18-9a1.1

τοῖο δ’ Ἀπόλλων 〈/ πᾶσαν ἀεικείην ἄπεχε

### book 18-9a1.2

χροΐ〉: καλῶς προτρέπει ἡμᾶς †περὶ† τὴν τὼν νεκρῶν ἐπιμέλειαν,

### book 18-9a1.3

εἴγε καὶ ὁ Φοῖβος τοῦτο ποιεῖ. T

### book 18-9a2.1

προτρέπει δὲ ἡμᾶς διὰ τούτου πρὸς ἔλεον καὶ ἐπιμέλειαν

### book 18-9a2.2

τῶν νεκρῶν. b(BCE3)

### book 19

χροΐ: ἀντὶ τοῦ χροός. b(BCE3)T

### book 20-1a1.1

καὶ τεθνειότα περ· 〈περὶ δ’ αἰγίδι—ἑλκυ‐

### book 20-1a1.2

στάζων〉: ἀθετοῦνται· ἀρκεῖ γὰρ τὸ προειρῆσθαι „πᾶσαν ἀεικείην

### book 20-1a1.3

ἄπεχε χροΐ, φῶτ’ ἐλεαίρων“ (Ω 19), τὸ δὲ πῶς μηκέτ’ ἐπεκδιδάσκει〈ν〉,

### book 20-1a1.4

ὅτι ἀπεμφαῖνόν ἐστιν· ἀνίερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς

### book 20-1a1.5.1

αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι. πῶς δὲ καὶ κατείλητο τῇ αἰγίδι

### book 20-1a1.5.2

ἑλκόμενος, ἵνα μὴ ἀποδρυφῇ; ἢ πῶς ἔλαβε τὴν αἰγίδα παρὰ Διός;

### book 20-1a1.5.3

οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλ’ ὕστερον

### book 20-1a1.5.4

(sc. Ω 74—6)· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ

### book 20-1a1.5.5

ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ 〈μὴ〉 καταδρύ‐

### book 20-1a1.10.1

πτεσθαι. λέγει μέντοι· „ῥοδόεντι 〈δὲ〉 χρῖεν ἐλαίῳ / ἀμβροσίῳ, ἵνα

### book 20-1a1.10.2

μή μιν ἀποδρύφοι ἑλκυστάζων“ (Ψ 186—7). καὶ περὶ τοῦ Ἀπόλλω‐

### book 20-1a1.1

νος ὃν τρόπον „πᾶσαν ἀεικείην ἄπεχε χροΐ“ (Ω 19), λέγει· „τῷ

### book 20-1a1.2

δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων“ (Ψ 188), ἵνα διαμένῃ

### book 20-1a1.3

ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν

### book 20-1a1.15.1

ὁ Ἑρμῆς τῷ Πριάμῳ· „θηοῖό κεν αὐτὸς ἐπελθών, / οἷον ἐερσήεις

### book 20-1a1.15.2

κεῖται, περὶ δ’ αἷμα νένιπται“ (Ω 418—9). A

### book 20-1a2.1

ἀθετοῦνται οἱ δύο· νέφει γὰρ αὐτὸν σκέπει· „τῷ δ’ ἐπὶ

### book 20-1a2.2

κυάνεον νέφος ἤγαγε“. καὶ αἰγὶς οὐκ ἔστιν αὐτοῦ. b(BCE3E4)

### book 20-1b1.1

περὶ δ’ αἰγίδι πάντα κάλυπτε / χρυσείῃ: οὕτως

### book 20-1b1.2

„αἰγίδα χρυσείην“ αἱ Ἀριστάρχου· περὶ ὅλον αὐτὸν ἐκάλυπτε τὴν

### book 20-1b1.3

χρυσῆν αἰγίδα. καὶ μήποτε Ὁμηρικώτερον· „τοῖόν τοι ἐγὼ νέφος

### book 20-1b1.4

ἀμφικαλύψω / χρύσεον“ (Ξ 343). A

### book 20-1b2.1

{αἰγίδι χρυσείῃ:} „αἰγίδα χρυσείην“ κατ’ αἰτιατικήν· καὶ

### book 20-1b2.2

ἔστιν Ὁμηρικώτερον, ὡς τὸ „τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω“

### book 20-1b2.3

καὶ „τόσσην οἱ ἄσιν καθύπερθε καλύψω“ (Φ 321). T

### book 20

〈κάλυπτε:〉 ἐν ἄλλῳ „κάλυψε“. Aim

### book 23

τὸν δ’ ἐλεαίρεσκον: ἀπὸ τούτου ὀκτὼ (sc. Ω 23—30)

### book 23.1

ἀθετοῦσι καὶ τοὺς μὲν ἑπτὰ (sc. Ω 24—30) οὐκ ἀλόγως. ὁ δὲ πρῶτος

### book 23.2

ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι ὥστε τὴν συναφὴν εἶναι· τὸν δ’

### book 23.3

ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες / „ἀλλ’ ὅτε δή ῥ’ ἐκ

### book 23.5.1

τοῖο“ (Ω 23. 31): b(BCE3E4)T πιθανὸν γὰρ πάντων μὲν

### book 23.5.2

ἅπτεσθαι τὸν ἔλεον, ἄρξασθαι δὲ τῶν λόγων τὸν μᾶλλον κηδόμενον

### book 23.5.3

Ἕκτορος. οἱ ἑπτὰ οὖν δεόντως ἀθετοῦνται, ὡς καὶ Ἀρίσταρχός φησιν·

### book 23.5.4

τό τε γὰρ κλέπτειν (sc. Ω 24) διὰ τοῦ Ἑρμοῦ θεοῖς οὐ πρέπον, ἄλογόν

### book 23.5.5

τε τὸ εἰπόντα τὴν γνώμην τῶν θεῶν τὴν περὶ τῆς κλοπῆς ἐπάγειν

### book 23.10.1

τοὺς λόγους τοῦ Ἀπόλλωνος κοινῇ κατηγοροῦντος τῶν θεῶν. οἱ δὲ

### book 23.10.2

ἄντικρυς ἐλέγχονται οὐκ ὄντες Ὁμήρου· οὐκ ἔδει γὰρ θεοὺς τὸν

### book 23.10.3

αὐτὸν θυμὸν ἔχειν Ἀχιλλεῖ· b(BE3E4)T καὶ ὅτι Ποσειδῶν (cf.

### book 23.10.4

Ω 26) οὐ διὰ τὴν ἔριν Ἀχαιοῖς ἐπίκουρος. T καὶ τὸ νείκεσσεν

### book 23.10.5

(Ω 29) ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν δικαζομένων αὐτὸ τίθησιν,

### book 23.15.1

„ἄνδρες ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498), b(BE3E4)T „κρίνων

### book 23.15.2

νείκεα πολλὰ δικαζομένων“ (μ 440). T οἱ δὲ νεώτεροι ἐπὶ τοῦ

### book 23.15.3

τὸ νεῖκος διαλύειν, ὡς Ἀντίμαχος (fr. 110 W.)· „μετὰ δ’ εὐνεικὲς

### book 23.15.4

κρῖνον“ ἀντὶ τοῦ εὐδιάκριτον. καὶ ἡ μέσαυλος (cf. Ω 29) σημαίνουσα

### book 23.15.5

τὴν ἐν ἀγροῖς οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι

### book 23.20

τὸν Ἀλέξανδρον καὶ μουσικὴν πεπαιδεῦσθαι· „οὐκ ἄν τοι χραίσμῃ

### book 23.1

κίθαρις τά τε δῶρ’ Ἀφροδίτης, / ἥ τε κόμη τό τε εἶδοσ“ (Γ 54—5),

### book 23.2

ἅ ἐστιν οὐδαμῶς ἀγροίκῳ ἁρμόζοντα. ἥ τε μαχλοσύνη (cf. Ω 30)

### book 23.3

νεωτέρων ἐστίν· ἀμέλει οὐδ’ ἐπὶ τῶν θεραπαινῶν Πηνελόπης αὐτῇ

### book 23.4

κέχρηται, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται ἡ λέξις. b(BE3E4)T ἀλλ’

### book 23.25.1

οὐδὲ λαγνείαν αὐτῷ προσέβαλεν, ἀλλὰ καλλίστην γυναῖκα. T

### book 23.25.2

τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν ὁ ποιητής· εἰ γὰρ ᾔδει τὴν κρίσιν,

### book 23.25.3

οὐκ ἂν εἶπε Ζεὺς „τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες / τόσσα κακὰ

### book 23.25.4

ῥέζουσιν;“ (Δ 31—2), φανερᾶς οὔσης τῆς αἰτίας. ἀλλὰ καὶ ὁ Πρίαμος

### book 23.25.5

θεοῖς ἀναφέρει τὴν αἰτίαν τοῦ πολέμου, ἀλλ’ οὐ τῇ κρίσει· b(BE3E4)

### book 23.30.1

T „θεοί νύ μοι αἴτιοί εἰσιν“ (Γ 164). ἥ τε Ἑλένη οὔτε ἐν τῷ

### book 23.30.2

πρὸς Ἕκτορα λόγῳ (sc. Ζ 344—58) οὔτε ἐν τοῖς θρήνοις (sc. Ω

### book 23.30.3

762—75) οὔτε ἐν τῇ πρὸς Πρίαμον διαλέξει (sc. Γ 172—242) τῆς

### book 23.30.4

κρίσεως ἐμνήσθη, τὸ πᾶν δὲ ἀναφέρει Ἀλεξάνδρῳ. T πῶς δ’

### book 23.30.5

ἂν τὰς ναῦς „ἀρχεκάκουσ“ (Ε 63) εἶπε καὶ οὐ τὴν κρίσιν; b(BE3E4)

### book 23.35.1

T πῶς δὲ οὐκ ἄτοπον Ἀθηνᾶν, περὶ ἧς φησι „δεινὼ δέ οἱ ὄσσε

### book 23.35.2

φάανθεν“ (Α 200), ἐρίζειν Ἀφροδίτῃ, περὶ ἧς φησι „καὶ ὄμματα

### book 23.35.3

μαρμαίροντα“ (Γ 397), ὡς εἰ καὶ Ἡρακλῆς ἀγωνίζοιτο πρὸς Ἄδωνιν;

### book 23.35.4

οἶδέ τε ἡ Ἀθηνᾶ τὸ κάλλος μύρον αὐτῆς ὄν. πῶς τε Ἥρα ἤρισε

### book 23.35.5

μητρὸς ἔχουσα τάξιν; φησὶ γοῦν· „ἦ ῥά νύ μοί τι πίθοιο, φίλον

### book 23.40.1

τέκος;“ (Ξ 190)· οἶδέ τε ἡ Ἥρα τὰ πειθοῦς ὄργανα παρ’ αὐτῇ ὄντα,

### book 23.40.2

οἷς πάντας θεοὺς καὶ ἀνθρώπους δαμάζει (cf. Ξ 198—9). T

### book 24.1

〈κλέψαι—〉ἀργεϊφόντην: κλέπτης γὰρ οὗτος καθ’

### book 24.2

Ὅμηρον. T

### book 24.1

κλέψαι δ’ ὀτρύνεσκον: Ζεὺς ἐρασθεὶς Μαίας—τὰς

### book 24.2

Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρὰ Ἐρατοσθένει (fr. 1 H. = 1 [p. 59]

### book 24.5

Pow.) A

### book 25-30

ἔνθ’ ἄλλοις μὲν (25) ἕως τοῦ τὴν δ’ ᾔνης’, ἥ οἱ

### book 25-30.1

πόρε μαχλοσύνην (30): ἀθετοῦνται στίχοι ἕξ· γέλοιον γὰρ τὸ

### book 25-30.2

οὐδέ ποθ’ Ἥρῃ / οὐδὲ Ποσειδάωνι οὐδὲ γλαυκώπιδι κούρῃ

### book 25-30.3

(25—6)· τίνες μὲν γὰρ ἔτι ἐλείποντο τῶν τριῶν 〈τῶν〉 σεμνοτάτων

### book 25-30.5.1

μετὰ τὸν Δία {τῶν} μὴ συνευδοκούντων; τήν τε περὶ τοῦ κάλλους

### book 25-30.5.2

κρίσιν οὐκ οἶδεν· πολλαχῇ γὰρ ἂν ἐμνήσθη. καὶ τὸ νείκεσσε (29)

### book 25-30.5.3

οὐκ ἔστι κρῖναι, ἀλλ’ ἐπιπλῆξαι ἢ διαφέρεσθαι· „νεικείων Ἕλενόν τε

### book 25-30.5.4

Πάριν 〈τε〉“ (Ω 249) ἀντὶ τοῦ ἐπιπλήσσων· „δύο δ’ ἄνδρες ἐνείκεον

### book 25-30.5.5

εἵνεκα ποινῆσ“ (Σ 498), διεφέροντο. καὶ ἡ μαχλοσύνη (cf. 30) κοινῶς

### book 25-30.10.1

ἐστι γυναικομανία. δέδωκε δ’ αὐτῷ οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην

### book 25-30.10.2

τῶν τότε Ἑλένην. Ἡσιόδειος δ’ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος

### book 25-30

ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων (cf. fr. 132 M.—W.). A

### book 27.1

ἀλλ’ ἔχον, 〈ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρή〉:

### book 27.2

διέκειντο· ἀλλ’ οὕτω, φησί, διέκειντο τῇ διαθέσει b(BCE3E4)T

### book 27.3

ὡς ἀπ’ αὐτῆς τῆς ἀρχῆς. b(BCE3E4)

### book 28a

〈ἕνεκ’ ἄτης:〉 ἐν ἄλλῳ „ἕνεκ’ ἀρχῆσ“. Aint

### book 28b.1

†εἵνεκ’ ἄτη†: οὕτως Ἀρίσταρχος· τὸ γὰρ „ἕνεκ’ ἄτησ“

### book 28b.2

ἀπολογουμένου ἐστίν. T

### book 30a.1

ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν: παρ’ Ἀριστοφάνει

### book 30a.2

καί τισι τῶν πολιτικῶν „ἥ οἱ κεχαρισμένα δῶρ’ ὀνόμηνε“. καὶ τάχα

### book 30a.3

μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην

### book 30a.4

τὸν στίχον. A

### book 30b.1

μαχλοσύνην: τὰ πρὸς πορνείαν, τὴν κόμην καὶ τὸ εἶδος

### book 30b.2

(cf. Γ 55). b(BCE3E4)T

### book 31.1

ἐκ τοῖο 〈δυωδεκάτη γένετ’ ἠώσ〉: ἐξ οὗ ἀπέθανεν

### book 31.2

Ἕκτωρ· b(BCE3E4)T ἐν πρώτῃ γὰρ ἀπέθανεν, T εἶτα ὑλο‐

### book 31.3

τόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ γοῦν

### book 31.4

„ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν“ (Ω 107): b(BCE3E4)

### book 31.5.1

T καὶ ὁ Ἑρμῆς φησι· „δυωδεκάτη δέ οἱ ἠώς / κειμένῳ“ (Ω

### book 31.5.2

413—4): T ἐπίτηδες δὲ ἀνοχὰς παρέχουσι Τρωσὶ γνωσιμαχῆσαι.

### book 31

ἢ ὅτι πενθεῖ Πάτροκλον ὁ στρατηγός. b(BE3E4)T

### book 33a.1

σχέτλιοί ἐστε, θεοί, δηλήμονες: 〈σχέτλιοι〉 ἐπιβλα‐

### book 33a.2

βῆ καὶ b(BCE3E4) δυσανάσχετα πράσσοντες. λείπει δὲ ὁ καί, ἵν’

### book 33a.3

ᾖ ‘καὶ δηλήμονεσ‘, ὅ ἐστι φθαρτικοί. καὶ τοὺς μὲν Τρωϊκοὺς μέμφεται,

### book 33a.4

ὅτι μετὰ θάνατον ἀμελοῦσι τῶν φίλων, τοὺς δὲ ὅτι πέρα τοῦ δέοντος

### book 33a.5

θυμοῦνται. b(BCE3E4)T

### book 33b

〈οὐδέ ποθ’ ὗμιν:〉 γράφεται „οὔ νύ ποθ’ ὕμιν“. Aint

### book 33c.1

ὕμιν: ἐγκλιτικῶς τὴν ὕμιν ἀναγνωστέον· ἔστι γὰρ ἀπό‐

### book 33c.2

λυτος. A

### book 36-8.1

ᾗ τ’ ἀλόχῳ〈— / ἐν πυρὶ κήαιεν〉: οἰκτίζεται

### book 36-8.2

μνησθεὶς γονέων καὶ γαμετῆς καὶ παίδων, εἰργομένων τῷ φιλτάτῳ

### book 36-8.3

τοῦ κοινοῦ μεταδοῦναι πυρός. b(BCE3E4)T

### book 36

〈ᾗ τ’ ἀλόχῳ:〉 τῇ αὐτοῦ, οὐχ ἑαυτοῦ. Til

### book 37

λαοῖσί τε: ἀπὸ κοινοῦ τὸ οἷς (cf. Ω 36). T

### book 38a1.1

ἐν πυρὶ κήαιεν: ὅτι οὐ μόνον οἱ ἐπὶ ξένης τελευτῶντες

### book 38a1.2

ἐκαίοντο, ἀλλὰ καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος. A

### book 38a2

σημειωτέον δέ, ὅτι καὶ ἐπὶ τῆς πατρίδος ἐκάοντο. T

### book 38b

κήαιεν: ἀπὸ τοῦ ἔκηα κήαιμι κήαιμεν, ὡς τύψαιμεν. T

### book 38c1.1

〈κτερίσαιεν:〉 οὕτω διὰ τοῦ α ἡ παραλήγουσα, κτερί‐

### book 38c1.2

σαιεν. A

### book 38c2

κτερίσειαν: „κτερίσαιεν“ διὰ τοῦ α ἡ παραλήγουσα.

### book 38c2

Ὁμηρικώτερον δὲ τὸ κτερίσειαν, ὡς „τίσειαν Δαναοί“ (Α 42). T

### book 39a

ὀλοῷ: ὀλοθρευτικῷ, ἢ ὀλέθρου ἀξίῳ. b(BCE3E4)T

### book 39b1.1

βούλεσθ’ ἐπαρήγειν: βούλεσθε προσεῖναι, προστίθεσθαι·

### book 39b1.2

παρ’ Ἴωσιν. T

### book 39b2.1

βούλεσθε προσεῖναι καὶ b(BCE3) προστίθεσθαι καὶ

### book 39b2.2

τοῖς ἐκείνου εἴκειν θελήμασιν. b(BCE3E4)

### book 40

φρένες 〈...〉 ἐναίσιμοι: φρόνημα καθῆκον. T

### book 41.1

γναπτόν: εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ‐

### book 41.2

θηκε τὴν ὠμότητα Ἀχιλλέως. b(BCE3E4)T

### book 42-3a1.1

ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ〈— / εἴξας εἶς’

### book 42-3a1.2

ἐπὶ μῆλα〉: ὁ ἐπεί (42) σύνδεσμος περισσεύει· διόπερ οὐκ ἐπιζητη‐

### book 42-3a1.3

τέον τὴν ὑπ’ αὐτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμήν· ὁ γὰρ λόγος·

### book 42-3a1.4

‘ὃς τῇ γε δυνάμει καὶ τῇ ἐπιθυμίᾳ εἴξας ἐπέρχεται θρέμμασιν‘. ἐπεὶ

### book 42-3a1.5.1

δὲ σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε

### book 42-3a1.5.2

διὰ τοῦ η ἐγέγραπτο „εἴξῃσ’“ (43), ἵνα ὑποστίζωμεν μετ’ αὐτό.

### book 42-3a1.5.3

καὶ ὁ λόγος· ‘ἐπειδὰν τῇ δυνάμει καὶ τῇ ἐπιθυμίᾳ κρατηθῇ, ἐπέρχεται

### book 42-3a1.5.4

θρέμμασιν‘. A

### book 42-3a2.1

{ἐπεὶ ἄρ:} ἢ περισσόν ἐστι τὸ ἐπεὶ ἄρ (42). ἢ ἀντὶ τοῦ

### book 42-3a2.2

εἴξας (43) γραπτέον „εἴξῃσιν“, ἵν’ ᾖ ‘ἐπὰν εἴξῃ, εἶσιν ἐπὶ μῆλα‘. T

### book 43

βροτῶν: περισσόν ἐστιν, εἰ μὴ λείπει τὸ τινός. b(BCE3)T

### book 44.1

οὐδέ οἱ αἰδώς: λείπει τὸ ἐστίν. | τὸ〈ν〉 δὲ ἑξῆς ἀθετητέον·

### book 44.2

ἁρμόζει γάρ τινι γνωμολογοῦντι. ἐρεῖ δὲ Ἀχιλλεὺς ὅτι νῦν ἐμὲ

### book 44

βλάπτει. T

### book 45a.1

γίνεται, ἥ τ’ ἄνδρας 〈μέγα σίνεται ἠδ’ ὀνίνησι〉:

### book 45a.2

ἀθετεῖται, ὅτι ἐκ τῶν Ἡσιόδου (sc. opp. 318) μετενήνεκται ὑπό

### book 45a.3

τινος νομίσαντος ἐλλείπειν τὸν λόγον· καὶ γὰρ τοῖς ὑποκειμένοις

### book 45a.4

ἐναντίον τι πεποίηκεν· εἰ γὰρ βλάπτει ἡ αἰδώς, εὔλογον, 〈εἰ〉 Ἀχιλ‐

### book 45a.5.1

λεὺς ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μέντοι Ἡσιόδῳ γνωμικῶς·

### book 45a.5.2

ἐκεῖ γὰρ ὄντως λόγον ἔχει, τῆς αἰδοῦς ποτε μὲν ὠφέλειαν περιποι‐

### book 45a.5.3

ούσης, ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι (sc. in versu

### book 45a.5.4

Ω 44) τὸ ἐστίν, ἵν’ ᾖ ‘οὐδέ οἱ αἰδώς ἐστι‘. καὶ πλήρης ὁ λόγος. A

### book 45b.1

〈ἥ τ’ ἄνδρας μέγα σίνεται〉 ἠδ’ ὀνίνησι: τινὲς ἐδάσυ‐

### book 45b.2

ναν τὸ ἠδέ, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα, ἡ δὲ

### book 45b.3

ὠφελοῦσα. οὕτω δὲ καὶ Εὐριπίδης (sc. Hippol. 385—6) ἐξεδέξατο

### book 45b.4

εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖσα πῇ μὲν ὠφέλιμος

### book 45b.5

εἶναι, πῇ δὲ βλαβερά. A

### book 45c.1

ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι: τινὲς ἐδάσυ‐

### book 45c.2

ναν τὸ η, ἵνα εἶεν δύο αἰδοῖ, ὡς Εὐριπίδης (Hippol. 385)· „δισσαὶ

### book 45c.3

〈δ’〉 εἰσίν“· οὔπω γὰρ αἰδὼς καὶ αἰσχύνη διεκέκριτο, ἀλλ’ ἐπὶ

### book 45c.4

διαφόροις πράγμασιν ἦν ἓν ὄνομα. πανταχοῦ δὲ τῶν ὑπομνημάτων

### book 45c.5

οὕτως εὗρον πλὴν Ἡρακλέωνος (fr. 16 B.). T

### book 46

μέλλει: 〈ὅτι〉 ἀντὶ τοῦ ἔοικεν. Aim b(BCE3E4)T

### book 47a.1

κασίγνητον ὁμογάστριον: ὅτι τοῦτο προσέθηκεν, ἐπεὶ

### book 47a.2

κασιγνήτους τοὺς ἀνεψιούς που λέγει (sc. Ο 545). πάλιν δὲ ὁμο‐

### book 47a.3

γάστριος λέγει, καὶ οὐχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ (sc. Φ 95)·

### book 47a.4

„μή με κτεῖν’, ἐπεὶ οὐκ ἰογάστριος Ἕκτοροσ“. A

### book 47b1.1

ὁμογάστριον: οὗτοι γὰρ ἐνδιάθετοι· „ἐπεὶ οὐχ ὁμογά‐

### book 47b1.2

στριος Ἕκτορός εἰμι“ (Φ 95)· οὓς μὲν γὰρ ἴσασιν ὄντας ἀδελφούς,

### book 47b1.3

τοὺς δὲ ὁμοπατρίους οἴονται· καὶ Ἑλένη· „τώ μοι μία γείνατο μήτηρ“

### book 47b1.4

(Γ 238). ὥστε οὐχ ὡς ὁ κασίγνητος, καὶ ὁμογάστριος. T

### book 47b2.1

οὗτοι γὰρ ἐνδιάθετοι ἀδελφοί· τοὺς δὲ ὁμοπατρίους οὐκ

### book 47b2.2

ᾤοντο τελείας συγγενείας εἶναι· „ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός

### book 47b2.3

εἰμι“, b(BCE3E4)

### book 49a1.1

τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν:

### book 49a1.2

καὶ Εὐριπίδης (Or. 3)· „ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσισ“.

### book 49a1.3

τοῦτο δέ, ὅτι δεῖ τὰ συμβαίνοντα γενναίως φέρειν. T

### book 49a2.1

τοῦτο δείκνυσιν ὅτι δεῖ γενναίως τὰ συμβαίνοντα φέρειν

### book 49a2.2

ὡς μηδὲν τῆς ἀγανακτήσεως ὠφελούσης. b(BCE3E4)

### book 50

Ἕκτορα〈—〉ἦτορ ἀπηύρα: ἀντὶ τοῦ Ἕκτορος. T

### book 52.1

〈οὐ μήν οἱ τό γε κάλλιον〉 οὐδέ τ’ ἄμεινον: λείπει

### book 52.2

‘ἔσται‘. τὰ δὲ συγκριτικὰ ἀντὶ ἁπλῶν, ἢ τοῦ παύσασθαι. b(BCE3E4)

### book 52.3

T

### book 53a.1

μὴ ἀγαθῷ περ ἐόντι〈—ἡμεῖσ〉: ἀθετοῦσι· πῶς

### book 53a.2

γὰρ ὃν εἶπεν ὀλοόν (cf. Ω 39) νῦν ἀγαθόν φησιν; b(BCE3)T ἢ

### book 53a

ἀντὶ τοῦ ἀνδρείῳ ἐστίν. b(BE3)T

### book 53b.1

〈νεμεσσηθῶμεν:〉 Ἀρίσταρχος Aim „νεμεσσηθέωμεν“

### book 53b.2

AimTil διὰ τοῦ θε. Aim

### book 54a.1

κωφὴν γὰρ δὴ γαῖαν: καλῶς τὸ ἀναίσθητον γῇ παρείκα‐

### book 54a.2

σεν. ἢ ὅτι ἀπὸ γῆς τὸ σῶμα, ὡς καὶ Ἐμπεδοκλῆς (cf. Vors.6 31 B 76,

### book 54a.3

3. 109, 1. 148 al.), b(BE3E4)T καὶ Ἡράκλειτος (Vors. 6 22

### book 54a.4

B 96 = fr. 76 M.)· T „νέκυες κοπρίων ἐκβλητότεροι“. b(BE3E4)

### book 54a.5

T

### book 54b.1

ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: βαρὺ γὰρ καὶ γεῶδες τὸ

### book 54b.2

σῶμα. b(BE3E4)T

### book 54c.1

ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: ἀντὶ τοῦ ἀναίσθητον.

### book 54c.2

κέχρηται δὲ τῷ ἰδικῷ ἀντὶ τοῦ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προϊέ‐

### book 54c.3

μενον φωνήν· „κωφὸν γὰρ βέλοσ“ (Λ 390) καὶ „κύματι κωφῷ“ (Ξ 16).

### book 54c.4

b(BCE3E4)T

### book 54d

〈μενεαίνων:〉 ὅτι ἀντὶ τοῦ θυμούμενος. Aint

### book 55.1

χολωσαμένη: ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν

### book 55.2

δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται· b(BCE3E4)T οὐ γὰρ ὅτι

### book 55.3

οὐχ ἁμαρτάνει ἀπολογεῖται, ἀλλ’ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ τοῦ

### book 55.4

Ἀπόλλωνος εἰρημένον· „ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθ’ ἐπαρή‐

### book 55.5

γειν“ (Ω 39), καί φησιν ὅτι δεόντως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν

### book 55

(cf. Ω 59). b(BE3E4)T

### book 56.1

εἴη κεν καὶ τοῦτο τεὸν ἔπος: πρέπον σεαυτῷ εἴρηκας·

### book 56.2

b(BCE3E4)T ἓν εἴη καὶ τοῦτο τῶν σῶν φλυαρημάτων. b(BE3

### book 56.3

E4)T

### book 57.1

θήσετε: ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ

### book 57.2

ἄλλος τις. b(BCE3E4)T

### book 58a.1

Ἕκτωρ μὲν θνητός τε 〈γυναῖκά τε θήσατο μαζόν〉:

### book 58a.2

τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσιν λέγον‐

### book 58a.3

τες ταὐτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητόν, ὡς γίνεσθαι τοι‐

### book 58a.4

οῦτον· ‘Ἕκτωρ μὲν θνητός, θνητόν τε θήσατο μαζόν‘. ἄλλοι δὲ

### book 58a.5.1

παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ

### book 58a.5.2

Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν,

### book 58a.5.3

„Ἕλληνα στρατόν“ (Pind. N. 10, 25) ἀντὶ 〈τοῦ〉 Ἑλληνικόν, καὶ

### book 58a.5.4

„ἄνθρωπον ἦθοσ“ (T.G.F. ad. 451 N.2) ἀντὶ τοῦ ἀνθρώπινον, καὶ

### book 58a.5.5

Ἑλλάδα διάλεκτον. A

### book 58b.1

Ἕκτωρ μὲν θνητός: οὐδὲν πρὸς τὸ θνητός ἀντιδιέστει‐

### book 58b.2

λεν. T

### book 58c.1

γυναῖκά τε θήσατο μαζόν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ

### book 58c.2

γυναικὸς μαζόν. Ὁμηρικὸν δὲ τὸ ἔθος· „ὣς τὴν μὲν πρύμνην 〈πῦρ〉

### book 58c.3

ἄμφεπε“ (Π 124). A

### book 58d

γυναῖκά τε θήσατο μαζόν: ἀντὶ τοῦ γυναικός, ὡς τὸ

### book 58d.1

„ὁ δ’ ἐρινεὸν 〈... /〉 τάμνε νέους ὄρπηκασ“ (Φ 37—8). ἢ γυναικεῖον.

### book 58d.2

b(BCE3)T ἢ παρέλκει τὸ μαζόν. b(BE3)T ἢ λείπει εἰς τὸ

### book 58d.3

μαζόν ἡ κατά. b(BE3) τοὺς δὲ τοιούτους σολοικισμοὺς †ἐπι‐

### book 58d.5.1

κυμισμοὺς† οἱ Στωϊκοὶ (fr. deest St. V. Fr.) καλοῦσι διὰ τὴν ἀνισοση‐

### book 58d.5.2

μίαν. οὕτω δὲ ἔλεγον· ‘ὁ παῖς θηλάζει‘. T

### book 59.1

θεᾶς γόνος: ἀντὶ τοῦ γόνος τινὲς γράφουσι „πάϊσ“· ὡς

### book 59.2

γὰρ ἐπὶ προγόνων ἐστὶ τὸ γόνος. T

### book 60a1

ἀτίτηλα: ἐξ ἀταλῆς ἐπεμελησάμην. T

### book 60a2.1

ἔτι ἀταλὴν ἤτοι νέαν καὶ ἁπαλὴν οὖσαν ἀνεθρεψάμην.

### book 60a2.2

b(BCE3E4)

### book 60-1.1

καὶ ἀνδρὶ πόρον—ἀθανάτοισι: εἵμαρτο γὰρ

### book 60-1.2

θνητῷ αὐτὴν γαμηθῆναι. ἐγὼ δὲ τῷ ἰσοθέῳ δέδωκα. T

### book 62a1.1

ἀντιάασθε 〈...〉 γάμου: μετελαμβάνετε. ἐγένετο δὲ ἐν

### book 62a1.2

τῷ ἄντρῳ τοῦ Χείρωνος. T

### book 62a2

εὐμοιρεῖτε καὶ μετελαγχάνετε. b(BCE3)

### book 62-3.1

ἐν δὲ σὺ τοῖσι / δαίνυ’ 〈ἔχων φόρμιγγα〉: ὅ ἐστι

### book 62-3.2

‘τί νῦν ἀτιμάζεις, ἃ ἐτίμας πρώην;‘ T

### book 63a.1

ἔχων φόρμιγγα: οἰωνίζονται τὸν Ἀπόλλωνα δαιτὶ σχο‐

### book 63a.2

λάζειν καὶ μὴ λοιμοῖς· διὸ κιθάραν αὐτῷ νέμουσιν, „ἣν ἄρα δαιτὶ

### book 63a.3

θεοὶ ποίησαν ἑταίρην“ (ρ 271). T

### book 63b.1

κακῶν ἕταρε: Ἀλεξάνδρου καὶ Ἕκτορος. Ἡσίοδος (opp.

### book 63b.2

716)· „μηδὲ κακῶν ἕταρον“. T

### book 63c.1

αἰὲν ἄπιστε: ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· „ἐπ‐

### book 63c.2

έγναμψεν γὰρ ἅπαντας / Ἥρη λισσομένη“ (Β 31—2). b(BCE3E4)T

### book 64a.1

τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

### book 64a.2

πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν, τοῦ παιδὸς οὐ θελήσαν‐

### book 64a.3

τος ἐπὶ τοῦ πατρὸς ἐρίζειν αὐτοῦ τῇ γυναικί. b(BCE3E4)T

### book 64b

〈τὴν δ’ ἀπαμειβόμενος:〉 τινὲς „τὴν δὲ μέγ’ ὀχθήσασ“,

### book 64b

ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποκρίσει. Til

### book 65.1

ἀποσκύδμαινε: ὡς ἐρίζω ἐριδμαίνω, σκύζω σκυδμαίνω. b

### book 65.2

(BCE3E4)T ἢ ἀπὸ τῶν ὀργιζομένων λεαινῶν ἐπὶ τῇ ἀφαιρέσει

### book 65.3

τῶν σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ἐν τῷ ὀργίζεσθαι συστο‐

### book 65.4

λῆς τοῦ δέρματος, b(BE3E4)T ὃ σκῦτος καλεῖται. τινὲς δὲ οὐκ

### book 65.5

εὖ παρὰ τὸ ἐπισκύνιον. T

### book 66.1

οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται: οὐχ ἕνα μόνον τιμήσο‐

### book 66.2

μεν. b(BCE3E4)T ἢ οὐχ ὁμοία ἐπὶ πάντων ἔσται τιμή. b(BE3

### book 66.3

E4)T

### book 67

οἳ ἐν Ἰλίῳ εἰσίν: ἀντὶ τοῦ τῶν ἐν Ἰλίῳ ὄντων. T

### book 68a.1

ὡς γὰρ ἔμοιγε: λείπει τὸ δοκεῖν. b(BCE3)T ἢ ὡς

### book 68a.2

ἐμοί, καὶ τοῖς ἄλλοις ἦν φίλος (cf. Ω 67). b(BCE3E4)T

### book 68b

〈ὡς γὰρ ἔμοιγε:〉 ὅσον ἐπὶ τῇ ἐμῇ κρίσει. Aint

### book 68c.1

ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων: ἐπεὶ οὐχ ἡμάρτα‐

### book 68c.2

νεν ὁ Ἕκτωρ τοῦ ἐμοὶ τὰ προσηνῆ ποιεῖν. T

### book 69a1.1

{δαιτὸς} ἐΐσης: καὶ αὐτοῖς γὰρ ἀπέτεμνον μοῖραν, „τὴν

### book 69a1.2

〈μὲν ἴαν〉 Νύμφῃσι“ (ξ 435), καὶ ἀπήρχοντο δὲ αὐτοῖς ἐξ ὅλων τῶν

### book 69a1.3

μελῶν. ἢ τῆς ἀγαθῆς, ὡς „καί σφιν δαῖτ’ ἀγαθήν“ (Ψ 810). T

### book 69a2.1

τῆς ὀφειλούσης καὶ δεούσης· καὶ αὐτοῖς γὰρ μοίρας ἀπ‐

### book 69a2.2

ένεμον καὶ ἀπήρχοντο ἐξ ὅλων τῶν μελῶν, †τοῦτο δὲ πλέον. b(BCE3

### book 69a2.3

E4)

### book 71-3

ἀλλ’ ἤτοι κλέψαι μὲν 〈ἐάσομεν—καὶ ἦμαρ〉:

### book 71-3.1

ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ διὰ παντὸς

### book 71-3.2

συνδιατρίβει αὐτῷ ἡ Θέτις. | τὸ δὲ ἐάσομεν (71) νῦν ἀντὶ τοῦ παρῶ‐

### book 71-3.3

μεν, οἶον μηδὲ λέγωμεν· ὅπερ ἀγνοήσαντες οἱ περὶ Ἀντίμαχον (fr.

### book 71-3.5.1

140) ἐποίησαν· „κλέψαι μὲν ἀμήχανον“. γράφεται δὲ A κατ’

### book 71-3.5.2

ἔνια „εὖ γάρ οἱ αἰεί“ (72). ATil | διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι (71)·

### book 71-3.5.3

τὸ δὲ ἑξῆς· ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν (71) | λάθρῃ Ἀχιλ‐

### book 71-3.5.4

λῆος (72). A

### book 71.1

κλέψαι μὲν ἐάσομεν: τὴν περὶ τὴν κλοπὴν γνῶσιν ἐάσο‐

### book 71.2

μεν. b(BCE3E4)T

### book 72

θρασὺν Ἕκτορα: ἄμεινον δὲ γράφειν ‘νέκυν Ἕκτοροσ‘. T

### book 72-3.1

η γάρ οἱ αἰεί 〈/ μήτηρ παρμέμβλωκεν〉: οὐκ ἀναγ‐

### book 72-3.2

καῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν· ἔθος γὰρ αὐτῷ ἔσθ’ ὅτε

### book 72-3.3

παραλείπειν τὰ ἄρθρα· „ἀλλὰ φίλη μήτηρ“ (Φ 276), „μήτηρ μέν τέ

### book 72-3.4

μέ φησι“ (α 215). σύνδεσμος οὖν ἐστι βεβαιωτικός· διὸ περισπαστέον.

### book 72-3.5

A

### book 73a.1

μήτηρ παρμέμβλωκεν: ψευδές. ἴσως οὖν φησιν ‘ὡς μήτηρ

### book 73a.2

συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύσ‘. b(BCE3)T ἢ ὑπερ‐

### book 73a

βολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν. T

### book 73b

νύκτας τε καὶ ἦμαρ: σολοικοφανές· ἔδει γὰρ ἤματα. T

### book 74-7

ἀλλ’ εἴ τις καλέσειε〈—ὦρτο δὲ Ἶρις: ἀλλ’ εἴ

### book 74-7

τις〉 ἀλλ’ εἴθε τις. | ὥσπερ δὲ εἰπόντος „ἀλλ’ ἄγε δή τινα μάντιν

### book 74-7.1

ἐρείομεν“ (Α 62) ἀνέστη Κάλχας, οὕτω καὶ νῦν ἡ Ἶρις. b(BCE3E4)

### book 74-7.2

T

### book 74a.1

ἀλλ’ εἴ τις καλέσειε 〈θεῶν Θέτιν〉: ὅτι ἐξ ὀνόματος

### book 74a.2

μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς τοῦτο τεταγμένη Ἶρις ὑπακούει

### book 74a.3

(cf. Ω 77), ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον „ἀλλ’ ἄγε

### book 74a.4

δή τινα μάντιν“ (Α 62), εὐλόγως οὖν πάλιν ἐρεῖ 〈ὁ Κάλχασ〉· „ὦ

### book 74a.5

Ἀχιλεῦ, κέλεαί με“ (Α 74). A

### book 74b

〈εἴ:〉 τὸ εἴ ἀντὶ τοῦ εἴθε· διὸ οὐδὲ ὑποστικτέον. Aint

### book 74c.1

καλέσειε θεῶν Θέτιν: τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων

### book 74c.2

ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ·

### book 74c.3

διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός. A

### book 74d

καλέσειε ΘΕΩΝ: τὸ ΘΕΩΝ ὄνομά ἐστιν ἢ μετοχή. T

### book 74e.1

〈Θέτιν:〉 τὴν Θέτιν ἀποστέλλει πρὸς Ἀχιλλέα διὰ τὸ

### book 74e.2

τῆς συμβουλῆς εὐπαράδεκτον· ἤκουε γὰρ αὐτῆς ὡς πάντα προειδυίης.

### book 74e.3

b(BCE3E4)

### book 75

ὄφρα τί οἱ εἴπω 〈πυκινὸν ἔποσ〉: ἅμα ἵνα καὶ νουθετήσῃ

### book 75

αὐτὸν ἡ μήτηρ. T

### book 77a

ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις: ὅτι πρὸς τὸ προκείμενον, |

### book 77a

διὰ τὴν ὁμοιότητα τοῦ μαρτυρίου. A

### book 77b.1

ἀελλόπος: Εὐφορίων (fr. 113 Pow.)· „ἀελλόποδος †αἰ‐

### book 77b.2

θαρύταο“. T

### book 78a

〈Σάμου:〉 ὅτι τὴν Σαμοθρᾴκην οὕτως εἶπεν. Aint

### book 78b.1

Σάμοιο: τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλε‐

### book 78b.2

γον. b(BCE3E4)T ἐκαλεῖτο δὲ Λευκωνία, εἶτα ὑπὸ Σαμίων οἰκι‐

### book 78b.3

σθεῖσα, ὧν τὰ σκάφη αἰχμάλωτοι Θρῇσσαι †κατέλυσαν†, Σαμο‐

### book 78b.4

θρᾴκη ὠνόμασται. b(BE3E4)T

### book 79a.1

μείλανι πόντῳ: ἀντὶ τοῦ Μέλανι κόλπῳ, ὃς ἀπὸ Μέλανος

### book 79a.2

ποταμοῦ καταφερομένου εἰς αὐτὸν ὠνόμασται. οἱ δὲ ἀπὸ τοῦ Φριξίδου

### book 79a.3

Μέλανος ἐκεῖ ναυαγήσαντος. ἢ ὅτι ἐκ μελαγγείων ὁ ποταμὸς κατιὼν

### book 79a.4

μελαίνει αὐτόν. ἐκεῖ δέ ἐστι καὶ ἡ Σαρπηδονία ἄκρα. τάχα δὲ τοῦτο

### book 79a.5

τοῦ ὕδατός ἐστιν ἐπίθετον, ὡς „μέλαν δέ ἑ κῦμα“ (ε 353). νῦν δὲ

### book 79a

Καρδιανὸς ὁ κόλπος ὀνομάζεται. T

### book 79b.1

ἐπεστενάχησεν: ἀεὶ βαρυτόνως φησὶ „στενάχων“ (Α

### book 79b.2

364. Δ 153 al.). T

### book 80a.1

ἡ δὲ μολυβδαίνῃ ἰκέλη: τῷ †μολίβδῳ, ὃ† πρὸς τῇ ὁρμιᾷ

### book 80a.2

καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ. b(BC

### book 80a.3

E3E4)T οἱ δὲ τὴν βολίδα. ἢ „μόλιβον“ δέ φησιν (sc. Λ 237) ἢ

### book 80a.4

μόλυβδον. T

### book 80b.1

{ἐς} βυσσόν {ὄρουσεν}: ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ

### book 80b.2

εἰς ος λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ

### book 80b.3

συμφώνων, δεδιπλασιασμένον ἔχοντα τὸ ς, ὀξύνεσθαι θέλειν, κισσός,

### book 80b.4

„πεσσόσ“ (cf. α 107). ἀντιπίπτει „μέσσοσ“ (cf. Γ 78. Ζ 224 al.). A

### book 81a.1

βοὸς κέρας: ὅτι οὐ λέγει βοὸς κέρας βοὸς τρίχα, διὰ τὸ

### book 81a.2

τριχίνην εἶναι τὴν ὁρμιάν· λιναῖς γὰρ ἐχρῶντο· „ἐκ πόντοιο θύραζε

### book 81a.3

λίνῳ ἐνὶ ἤνοπι χαλκῷ“ (Π 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλ’

### book 81a.4

ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ

### book 81a.5

σύριγγα ἐκ κέρατος βοείου, ἣν περιετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκι‐

### book 81a

στρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον. A

### book 81b.1

βοὸς κέρας: ὃ προσάπτουσι τῇ ὁρμιᾷ πρὸς τὸ μὴ ἐσθί‐

### book 81b.2

εσθαι καὶ ὁμόχροον εἶναι τῇ θαλάσσῃ· b(BCE3)T οὐ γὰρ τὴν

### book 81b.3

τρίχα, ἐπεί φησι „λίνῳ καὶ ἤνοπι χαλκῷ“ (Π 408). οἱ δὲ τὸ κέρσιμον,

### book 81b.4

ὃ πρὸς τοῖς ἄκροις τῶν καλάμων ἅπτουσι πρὸς τὸ 〈μὴ〉 κατάγνυσθαι τῷ

### book 81b.5.1

βάρει τῶν ἰχθύων. T οἱ δὲ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν

### book 81b.5.2

τριχῶν b(BE3E4)T ὁμοίαν κέρατι· „τὸν κεροπλάστην ἄειδε

### book 81b.5.3

Γλαῦκον“ Ἀρχίλοχος (fr. 117 W. = 95 T.). T

### book 81c

〈ἐμβεβαυῖα:〉 ἐν ἄλλῳ „ἐμμεμαυῖα“. Aim

### book 82a.1

ὠμηστῇσιν ἐπ’ ἰχθύσι: τοῖς ὠμοῖς ἐσθιομένοις· νῦν γὰρ

### book 82a.2

περὶ τῶν μικρῶν ὁ λόγος ἐστίν. T

### book 82b.1

ὠμηστῇσιν: ὡς „ὀρχηστῇσιν“ (cf. Ω 261). προείρηται

### book 82b.2

δὲ (sc. ad Λ 454 a). A

### book 82c.1

{ὠμηστῆισιν} ἐπ’ ἰχθύσι κῆρα φέρουσα: ἔνιαι τῶν

### book 82c.2

κατὰ πόλεις „ἐπ’ ἰχθύσι πῆμα φέρουσα“. ἄτοπον γὰρ ἐπ’ ἰχθύων

### book 82c.3

κῆρα λέγειν. A

### book 83

〈ἀμφὶ δ’ ἄρ’ ἄλλαι:〉 γράφεται „ἀμφὶ δέ τ’ 〈ἄλλαι〉“. Aim

### book 84.1

εἵατο: Ἀριστοφάνης τὸ εἵατο A δασέως, Ἀρίσταρχος

### book 84.2

δὲ ψιλοῖ. AT προείπομεν δὲ (sc. ad Ο 10a) περὶ τῆς λέξεως. A

### book 85a.1

κλαῖε μόρον 〈οὗ παιδόσ〉: ἐπειδὴ μέλλει καταστρέφειν

### book 85a.2

τὸν λόγον εἰς τὰς Ἕκτορος ταφάς (sc. Ω 804), προλαβεῖν τι ἐπιχειρεῖ

### book 85a.3

τῶν ἑξῆς b(BCE3E4)T καὶ τὸ κέντρον ἐγκαταλιπεῖν, ὡς ὁ κω‐

### book 85a

μικός φησι (sc. Eupol. fr. 94,7 [I p. 281] K. = 102,7 [V p. 354] K.—A.), τοῖς ἀκροωμένοις ὥστε

### book 85a.5.1

ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι καὶ ἐννοεῖν

### book 85a.5.2

παρ’ ἑαυτοῖς, οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα. καὶ ἔστι

### book 85a.5.3

περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα. b(BE3E4)T

### book 85b.1

〈ὅς οἱ ἔμελλε:〉 ἐν τῇ κατὰ Ῥιανὸν (fr. 19 M.) „ὃς τάχ’

### book 85b.2

ἔμελλεν“. Aim T

### book 85c1.1

〈ὅς οἱ〉 ἔμελλε: ἐῴκει, ἀντὶ τοῦ ‘ὃς τῷ υἱῷ ἥρμοστο‘.

### book 85c1.2

περισσὸς οὖν ὁ ἑξῆς. T

### book 85c2

ἀντὶ τοῦ ἐμοιρήθη, ἢ ἀντὶ τοῦ ἐῴκει. b(BCE3E4)

### book 86.1

φθίσεσθ’ ἐν Τροίῃ〈—πάτρησ〉: ἀθετεῖται, ὅτι

### book 86.2

περισσός ἐστι· τὸ γὰρ „οἷ“ (Ω 85) ἐστὶν αὐτῷ καὶ τὸ „ἔμελλεν“

### book 86.3

(Ω 85) ἀντὶ τοῦ ἐῴκει Ὁμήρῳ. οὐχὶ ‘τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ

### book 86.4

φθίσεσθαι‘ (cf. Ω 85—6). A

### book 88.1

ἄφθιτα: ἀναλλοίωτα καὶ b(BCE3E4) ἀμετάβλητα. b

### book 88.2

(BCE3E4)T

### book 90-1.1

τίπτε με κεῖνος 〈ἄνωγε μέγας θεός; αἰδέομαι δέ /

### book 90-1.2

μίσγεσθ’ ἀθανάτοισιν〉: τὸ ἑξῆς ‘τίπτε με ἄνωγεν μίσγεσθαι

### book 90-1.3

ἀθανάτοισιν‘. ἢ λείπει τὸ ἐλθεῖν b(BCE3E4)T μετὰ τὸ θεός (90).

### book 90-1.4

b(BCE3E4)

### book 91a.1

ἔχω δ’ 〈ἄχε’ ἄκριτα θυμῷ〉: ὁ δέ ἀντὶ τοῦ γάρ. b

### book 91a.2

(BCE3)T

### book 91b

ἄκριτα: ἀναρίθμητα. b(BE3E4)T

### book 92

οὐδ’ ἅλιον ἔπος ἔσσεται, 〈ὅττι κεν εἴπῃ〉: οὐ μαται‐

### book 92

ώσω τὴν κέλευσιν αὐτοῦ. b(BCE3E4)T

### book 94a.1

〈κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο〉 ἔσθος:

### book 94a.2

παρὰ τὸ ἕω τὸ ἐνδύομαι· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰκεῖον δὲ θαλασσίᾳ

### book 94a.3

καὶ πενθούσῃ θεῷ τὸ μέλαν. b(BCE3E4)T

### book 94b.1

{τοῦδ’ οὔτι μελάντερον ἔπλετο} ἔσθος: ψιλῶς τὸ ἔσθος

### book 94b.2

καὶ „ἐσθήσ“ (β 339), οὐ μόνον διὰ τὴν συναλιφήν, ἀλλὰ καὶ καθ’ ὃν

### book 94b.3

λόγον ἡμεῖς προείπομεν (non exstat) ἀνασκευάσαντες τοὺς ὑπὸ τῶν

### book 94b.4

πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου

### book 94b.5.1

τοῦ ς μετὰ ἑνὸς δασέος, ὀσφῦς ὀσφραίνεσθαι, „ἀσφοδελόσ“ (cf. λ 539.

### book 94b.5.2

573 al.), „ἀσφάραγοσ“ (cf. Χ 328), „ἀσχάλλω“ (cf. β 193), ὄσχεος,

### book 94b.5.3

„ἴσχω“ (cf. Ε 90. 812 al.), ἰσχύς, ἀσθενής, „ἐσθλόσ“ (Β 366. Ζ 444

### book 94b.5.4

al.), „ἆσθμα“ (Ο 241), „ἔσθω“ (cf. Θ 231. Ω 415 al.). οὕτως ἄρα καὶ

### book 94b.5.5

ἔσθος καὶ „ἐσθήσ“. A

### book 96.1

λιάζετο κῦμα: ὑπεχωρίζετο, διΐστατο ὥσπερ ὁδὸν παρέ‐

### book 96.2

χον τὸ κῦμα. b(BCE3E4)T

### book 97a.1

〈ἀκτὴν δ’ εἰσαναβᾶσαι〉 ἐς οὐρανὸν ἀϊχθήτην:

### book 97a.2

οὐρανὸν T τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου τόπον· b(BCE3E4)

### book 97a.3

T φησὶ γοῦν „ἤλυθες Οὔλυμπον δέ, θεὰ Θέτι“ (Ω 104). T

### book 97a.4

ἀκτὴν δὲ τὴν τοῦ Μέλανος κόλπου. b(BCE3E4 il)T

### book 97b

〈εἰσαναβᾶσαι:〉 Ἀρίσταρχος „ἐξαναβᾶσαι“, καὶ αἱ

### book 97b

πλείους. Aim

### book 97c.1

ἐς οὐρανὸν ἀϊχθήτην: πρὸς τὰ περὶ τοῦ Ὀλύμπου·

### book 97c.2

οὐρανὸν γὰρ νῦν εἰπὼν ὑποβάς φησιν „ἤλυθες Οὔλυμπον δέ“

### book 97c.3

(Ω 104), παρ’ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ τοῦ Ὀλύμπου, ὑπὲρ

### book 97c.4

τὰ νέφη διήκοντα. A

### book 100a.1

ἡ δ’ ἄρα πὰρ Διῒ 〈πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη〉:

### book 100a.2

πρὸς τὴν καθέδραν Ἀθηνᾶς καὶ Ἥρας ὅτι ἑκατέρωθεν τοῦ Διός. καὶ

### book 100a.3

ὅταν λέγῃ „αἱ δ’ οἶαι Διὸς ἀμφίσ“ (Θ 444), τὸ αὐτὸ σημαίνει, Διὸς

### book 100a.4

ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται ‘χωρίσ‘, ἀλλὰ μόνον καθ’ ἑαυτὰς

### book 100a.5

ἔχουσαι τὰς γνώμας. A

### book 100b.1

ἡ δ’ ἄρα πὰρ Διῒ πατρὶ 〈καθέζετο, εἶξε δ’ Ἀθήνη〉:

### book 100b.2

ἐκ δεξιῶν, ὥς φησι Πίνδαρος (fr. 146)· „πῦρ πνέοντος ἅ τε κεραυνοῦ /

### book 100b.3

ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρός / ἵζεαι“. καὶ ἐν τῷ Καπετωλίῳ δὲ

### book 100b.4

οὕτως ἵδρυται ἡ Ἀθηνᾶ. T

### book 100c1.1

εἶξε δ’ Ἀθήνη: ὡς †νεωτέρας†. ἡ δὲ βασιλὶς τῇ δε‐

### book 100c1.2

ξιώσει φιλοτιμεῖται. T

### book 100c2.1

ἡ μὲν Ἀθηνᾶ ὡς νεωτέρα τοῦ θρόνου ὑπείκει, ἡ δὲ Ἥρα

### book 100c2.2

ὡς βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται. b(BCE3E4)

### book 104.1

ἤλυθες Οὔλυμπον δέ: ὅτι ἄνω (sc. Ω 97) εἶπεν „ἐς οὐ‐

### book 104.2

ρανὸν ἀϊχθήτην“, νῦν δὲ εἰς Ὄλυμπον παραγεγονέναι· αἱ γὰρ κορυ‐

### book 104.3

φαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι. A

### book 108a.1

Ἕκτορος ἀμφὶ νέκυϊ: ὅτι οὕτως λέγει Ἕκτορος

### book 108a.2

νέκυϊ, οὐχ Ἕκτορι. καὶ ἀλλαχοῦ (sc. μ 10)· „οἰσέμεναι νεκρὸν

### book 108a.3

Ἐλπήνορα“. A

### book 108b

Ἕκτορος ἀμφὶ νέκυϊ: Ἕκτορος νέκυα. ἀλλὰ καὶ „οἰ‐

### book 108b

σέμεναι νεκρὸν Ἐλπήνορα“ (μ 10). T

### book 109a1

κλέψαι δ’ ὀτρύνεσκον 〈ἐΰσκοπον Ἀργεϊφόντην〉:

### book 109a1.1

ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευή· „ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν“

### book 109a1.2

(Ω 71). A | ἡ δὲ Μασσαλιωτικὴ „ὀτρύνουσιν“. ATil οὕτως καὶ

### book 109a1.3

ἡ Χία. A

### book 109a2.1

ἐντεῦθεν δὲ τὰ ἄνω (sc. Ω 71—3) διεσκεύαστ[αι] περὶ

### book 109a2.2

κλοπῆς. T

### book 109b.1

〈ἐΰσκοπον:〉 συνετόν, κατὰ τοῦ σκοποῦ φέροντα τὴν

### book 109b.2

γνώμην. b(BCE3E4)T

### book 110a.1

προτιάπτω: ὅτι A „προϊάπτω“ Ἀρίσταρχος· AAint

### book 110a.2

καὶ ταὐτόν ἐστι τῷ „προϊάλλω“ [cf. Θ 365. Λ 3 al.). A

### book 110b1.1

{ἀχιλλῆϊ} προτιάπτω: Ἀπολλόδωρος (FGrHist 244,

### book 110b1.2

268) καὶ Ἀρητάδης (F.H.G. IV 316) καὶ Νεοτέλης καὶ Διονύσιος ὁ

### book 110b1.3

Θρᾷξ (fr. 25 S. = 20 L.) διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ δασύνουσι

### book 110b1.4

τὸ α, ἵνα ᾖ προσάπτω, ἀνατίθημι. οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ

### book 110b1.5.1

ἐψίλωσαν τὸ α, ἵνα ταὐτὸν ὑπάρχῃ τῷ „προϊάλλω“ [cf. Θ 365. Λ 3 al.), οἷον δίδωμι,

### book 110b1.5.2

προπέμπω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς Πρὸς

### book 110b1

Κομανόν. A

### book 110b2.1

{προτιάπτω:} „προϊάπτω“ χωρὶς τοῦ τ· καὶ ἔστιν ὅμοιον

### book 110b2.2

τῷ „ἰάλλω“ (cf. Θ 300. 309 al.). τινὲς δὲ μετὰ τοῦ τ, καὶ ἐδάσυναν τὸ α. T

### book 110c1.1

{τόδε κῦδος ἀχιλλῆι} προτιάπτω: προσάπτω. τινὲς δὲ

### book 110c1.2

„προϊάπτω“ προπέμπω, δίδωμι. τὸ δὲ †ῥάπτω† βλάπτω. T

### book 110c2.1

ἀντὶ τοῦ προσάπτω b(BCE3E4) καὶ παρέχω. „προϊ‐

### book 110c2.2

άπτω“ δὲ τὸ βλάπτω. b(BCE3)

### book 111.1

μετόπισθε: λείπει ὁ καί, ἵν’ ᾖ ‘καὶ εἰς ὕστερον θέλων τὴν

### book 111.2

πρὸς σὲ φιλίαν τηρῆσαι b(BCE3E4)T εἵνεκεν τῶν δεσμῶν‘ (cf.

### book 111.3

Α 401). τινὲς δὲ διὰ τὴν μίξιν: ὅπερ ἄτοπον. T

### book 114.1

φρεσὶ μαινομένῃσι〈ν〉: μανίας γὰρ ἐγγὺς αἰκίζεσθαι τὰ

### book 114.2

ἀναίσθητα. b(BCE3E4)T

### book 116a.1

ἐμέ τε δείσῃ 〈ἀπό θ’ Ἕκτορα λύσῃ〉: συνδέσμοις δι‐

### book 116a.2

έστειλε, δέον εἰπεῖν ‘δείσας λύσῃ‘. T

### book 116b.1

〈ἀπό θ’ Ἕκτορα λύσῃ:〉 καὶ μὴν οὐκ ᾔτησέ τις. ἢ

### book 116b.2

ἐπεὶ ὡς μὴ ἀπολύσων διέκειτο, οὐδ’ ἐὰν ἀντίρροπον δοῖεν χρυσόν

### book 116b.3

(cf. Χ 351—2). b(BCE3)

### book 117.1

〈Ἶριν〉 ἐφήσω: ἐντελουμένην b(BCE3E4)T αὐτῷ τὰ

### book 117.2

περὶ τούτου b(BCE3E4) τὴν Ἶριν b(BCE3) πέμψω. b(B

### book 117.3

CE3)T

### book 121.1

βῆ δὲ κατ’ Οὐλύμποιο 〈καρήνων ἀΐξασα〉: ὅτι πάλιν

### book 121.2

ἐξ Ὀλύμπου λέγει κατιέναι. ἄνω (sc. Ω 97) δὲ „〈ἐσ〉 οὐρανὸν ἀϊχθή‐

### book 121.3

την“. A

### book 122

〈ἔνθ’ ἄρα:〉 γράφεται „ἐν δ’ ἄρα {τόν γε}“. Aim

### book 123.1

ἀδινά: ἀθρόως, παρὰ τὸ ἄδην. ἢ ἀδιαλείπτως b(BCE3E4)

### book 123.2

T

### book 124a1.1

ἐντύνοντο ἄριστον: ὅτι ἅπαξ νῦν ἐν Ἰλιάδι καὶ ἅπαξ

### book 124a1.2

ἐν Ὀδυσσείᾳ (sc. π 2) τὸ ἄριστον· „ἐντύνοντο ἄριστον“. ἔστι δὲ

### book 124a1.3

τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς γὰρ τροφὰς 〈οὐδέποτε〉 ἐλάμβανον οἱ

### book 124a1.4

ἥρωες. A

### book 124a2.1

{καὶ ἐντύνοντο ἄριστον:} νῦν ἅπαξ· καὶ ἐν Ὀδυσσείᾳ·

### book 124a2.2

„ἐντύνοντο ἄριστον“. T

### book 125

〈ἐν κλισίῃ:〉 οὕτως Ἀρίσταρχος ἑνικῶς ἐν κλισίῃ. Aint

### book 129-30.1

σὴν ἔδεαι κραδίην, 〈μεμνημένος οὔτε τι σίτου /

### book 129-30.2

οὔτ’ εὐνῆσ〉: βραχὺ διασταλτέον μετὰ τὸ κραδίην (129). A

### book 129a1.1

〈σὴν〉 ἔδεαι κραδίην: καὶ Πυθαγόρας (cf. Vors6.

### book 129a1.2

58 C 6 [p. 465, 29. 466, 33]) παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν

### book 129a1.3

ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον. AT

### book 129a2.1

ἐντεῦθεν καὶ Πυθαγόρας παραινεῖ μὴ ἐσθίειν ζώου καρδίαν·

### book 129a2.2

ὁ γὰρ ἐκείνην ἐσθίων καὶ τὴν ἑαυτοῦ ἐσθίει, τουτέστιν οὐδέποτε

### book 129a2.3

ἀτάραχον καὶ ἄλυπον ἑαυτὸν τηρεῖ. b(BCE3E4)

### book 129b

〈μεμνημένοσ〉 οὔτε τι σίτου: διὰ τὸ „λισσόμενοι δει‐

### book 129b

πνῆσαι, ὁ δ’ ἠρνεῖτο στεναχίζων“ (Τ 304) T

### book 130-2a.1

οὔτ’ εὐνῆς· ἀγαθὸν δὲ 〈γυναικὶ—κρα‐

### book 130-2a.2

ταιή〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπρεπὲς μητέρα υἱῷ λέγειν

### book 130-2a.3

‘ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι‘ (cf. 130—1). ἔτι δὲ καὶ ἁπάντων

### book 130-2a.4

ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι· χρεία γὰρ

### book 130-2a.5.1

εὐτονίας καὶ πνεύματος. καὶ τὸ λέγειν ὅτι ὁ θάνατός σου ἐγγύς ἐστιν,

### book 130-2a.5.2

ἄκαιρον. διεσκεύακε δέ τις αὐτούς, οἰηθεὶς ἀποκρέμασθαι 〈τὸ〉 „οὐδέ

### book 130-2a.5.3

τι σίτου“ (Ω 129). πλῆρες δέ ἐστι, ‘σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν

### book 130-2a.5.4

σίτου μεμνημένοσ‘. A

### book 130-2b.1

〈οὔτ’ εὐνῆς·〉 ἀγαθὸν δὲ γυναικί περ〈— /〉

### book 130-2b.2

μίσγεσθ’〈—κραταιή〉: ἀθετοῦνται· ἀνοίκειοι γὰρ ἥρωϊ καὶ

### book 130-2b.3

θεᾷ. ἴσως διὰ τὸ †πολλοὺς† ἀντ’ αὐτοῦ κτήσασθαι ἐκγόνους. ἢ τάχα

### book 130-2b.4

ὑπεκκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησιν. συγκοιμᾶται οὖν

### book 130-2b.5

Βρισηΐδι μετὰ ταῦτα (sc. Ω 676). T

### book 134a.1

σκύζεσθαι σοί φησι θεούς, 〈ἑὲ δ’ ἔξοχα πάντων〉:

### book 134a.2

ὅτι Aim οὕτως εἶπεν ἀντὶ τοῦ ἑαυτόν, AAim ἑέ· 〈διὸ〉 ἡ

### book 134a.3

διπλῆ. | Καλλίστρατος (p. 316 n. 27 Schm.) οὖν καὶ Ἀρίσταρχος

### book 134a.4

δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας. τῷ δὲ τόνῳ ὡς „ἐμέ“ (Α 454.

### book 134a.5

Β 71 al.). A

### book 134b.1

ἑέ: δασυντέον τὸ πρῶτον ε τῆς ἑέ. τῷ δὲ τόνῳ ὡς καλέ.

### book 134b.2

b(BCE3E4)T

### book 137a1

νεκροῖο δὲ δέξαι ἄποινα: ὑπὲρ τοῦ †κοινοῦ†, ὡσεὶ

### book 137a1

ἔλεγεν ‘καίτοι ἀχρήστου ὄντοσ‘. T

### book 137a2.1

τὰ μὲν ἄποινά φησιν ὑπὲρ ζώντων, σὺ δὲ ὑπὲρ νεκροῦ καὶ

### book 137a2.2

ἀχρήστου δέξαι αὐτὰ καὶ κερδάνῃς. b(BCE3E4)

### book 138.1

τὴν δ’ ἀπαμειβόμενος: τινὲς „τὴν δὲ μέγ’ ὀχθήσασ“,

### book 138.2

ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει. T

### book 139a.1

τῇδ’ εἴη: τῇδε ἐνθάδε, b(BCE3E4)T ὡς „τῇδε γὰρ

### book 139a.2

ἔβρισαν“ (Ρ 512). T εἴη δὲ ἀντὶ τοῦ ἴοι ἢ παραγένοιτο. ὁ δὲ

### book 139a.3

Ζώπυρος (FGrHist 494, 2) ἀντὶ τοῦ ἔστω. b(BCE3E4)T

### book 139b

〈ἄποινα:〉 ἐν ἄλλῳ „{τῇ εἴη· ὃς} δῶρα {φέρει}“. Aim

### book 140.1

εἰ δὴ πρόφρονι 〈θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει〉:

### book 140.2

αὐτός φησιν „ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ“ (Α 218).

### book 140.3

T

### book 141.1

ἐν νηῶν ἀγύρει: ὅπερ δι’ ἄλλων λέγει „νεῶν ἐν ἀγῶνι“

### book 141.2

(Ο 428. Π 500). AintT

### book 143

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint

### book 144

ταχεῖα: ὅτι Aim ἀντὶ τοῦ ταχέως. Aim b (BCE3E4)Tt

### book 145.1

Ἴλιον εἴσω: ὅτι τοπικῶς ἀντὶ τῆς προθέσεως· θέλει γὰρ

### book 145.2

εἰπεῖν εἰς Ἴλιον. A

### book 148a1

〈οἶον:〉 οὕτως διὰ τοῦ ν, οἶον. Aim

### book 148a2

οἶον δὲ γραπτέον, οὐκ οἶος. T

### book 148b

οἶον: οἶδε γὰρ ἡνιοχεῖν ὁ Πρίαμος. T

### book 148c.1

μηδέ τις ἄλλος: ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον ἡ

### book 148c.2

μόνωσις ἐργάζεται. b(BCE3E4)T

### book 149a.1

κῆρύξ τίς οἱ 〈ἕποιτο γεραίτεροσ〉: μόνον ἀπελθεῖν

### book 149a.2

μετὰ τοσούτων λύτρων ἀδύνατον διὰ γῆρας, ἐπάγεσθαι δέ τινα τῶν

### book 149a.3

νέων εἰς πολέμιον στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ ἕπεται, ὅπερ

### book 149a.4

ἐστὶ πίστεως καὶ σπονδῶν σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων. b

### book 149a.5

(BCE3E4)T

### book 149b.1

γεραίτερος: ὡς δικαιότερος παλαιότερος, οὕτω γεραι‐

### book 149b.2

ότερος καὶ κατὰ συγκοπὴν γεραίτερος, ὡς „θερείταταί εἰσι κέλευ‐

### book 149b.3

θοι“ (Arat. Ph. 149). T

### book 150

〈ἠδέ:〉 γράφεται „ἥ κε“. Aint

### book 151a1.1

νεκρὸν ἄγοι προτὶ ἄστυ, 〈τὸν ἔκτανε δῖος

### book 151a1.2

Ἀχιλλεύσ〉: ὅτι οὕτως εἴρηκε, νεκρὸν ὃν ἔκτεινε〈ν〉, ἀντὶ τοῦ ὃν

### book 151a1.3

κτείνας νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ „ἕλκος ἀναψύχοντα, τό μιν βάλε

### book 151a1.4

Πάνδαρος ἰῷ“ (Ε 795). A

### book 151a2.1

{νεκρὸν τὸν ἔκτανε:} ὃν κτείνας ἐποίησεν, ὡς „ἕλκος, ὅ

### book 151a2.2

μιν βάλε Πάνδαροσ“, ὃ βαλὼν ἐποίησεν. T

### book 152a

μηδέ τι τάρβος: τάρβος ὁ φόβος. b(BCE3) ἀπὸ

### book 152a

τοῦ τείρω τάρος καὶ πλεονασμῷ τάρβος. b(BCE3E4)T

### book 152b.1

ἄλλως· μηδέ τι τάρβος: ἐν ἐπιτάσει· οὐχ ὅτι θάνατος,

### book 152b.2

ἀλλὰ μηδὲ τάρβος. T

### book 154.1

εἵως: ἕως, τοπικῶς. χρονικῶς δὲ „ἕως ὁ ταῦτ’ ὥρμαινεν“

### book 154.2

(Α 193). αἰτιώδως δὲ „εἵως Πηνελόπειαν ὀδυρομένην“ (δ 800). T

### book 155

ἔσω κλισίην: εἰς κλισίην. T

### book 156.1

οὔτ’ αὐτὸς κτενέει 〈ἀπό τ’ ἄλλους πάντας ἐρύξει〉:

### book 156.2

διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ κατασκευάζει, b(BCE3E4)T

### book 156.3

τὸν μὲν ἐν τῇ ὁδῷ κίνδυνον δι’ Ἑρμοῦ διαφεύξεσθαι ὑπισχνούμενος,

### book 156.4

ἐν Ἀχιλλέως δὲ γενόμενον οὐ μόνον ὑπ’ αὐτοῦ μὴ κινδυνεύ〈σ〉ειν, ἀλ‐

### book 156.5.1

λὰ δι’ ἐκείνου καὶ τὴν τῶν ἄλλων ἀσφάλειαν ποριεῖσθαι, διὰ τὸ πρὸς

### book 156.5.2

τοὺς ἱκέτας προσῆκον. b(BE3E4)

### book 157a.1

οὔτε γάρ ἐστ’ ἄφρων 〈οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτή‐

### book 157a.2

μων〉: τάχιστα συνέλαβε, πόθεν ἴασιν ἄνθρωποι ἐπὶ τὸ ἀδικεῖν· ἢ δι’

### book 157a.3

ἀσυνεσίαν, ὅπερ διὰ τοῦ ἄφρων, ἢ ἀκόντως, ὃ διὰ τοῦ ἄσκοπος, ἢ

### book 157a.4

ἑκουσίως, ὃ διὰ τοῦ ἀλιτήμων παρέστησεν, ὃ δηλοῖ τὸν ἑκουσίως

### book 157a.5

ἁμαρτάνοντα. b(BCE3E4)T

### book 157b1

ἄσκοπος: μὴ προορῶν τὸ συμφέρον. T

### book 157b2.1

ὃ δηλοῖ τὸν μὴ τοῦ συμφέροντος προνοούμενον. b(BCE3

### book 157b2.2

E4)

### book 157c

〈ἀλιτήμων:〉 ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος.

### book 157c.1

b(BCE3E4)Tt ἠθικῶς δὲ ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως, δι’ ἃ

### book 157c.2

εἶπεν Ἀπόλλων „ᾧ οὔτ’ ἄρ’ φρένες εἰσὶν ἐναίσιμοι b(BE3E4)Tt

### book 157c.3

οὔτε νόημα“ (Ω 40). Tt

### book 158a.1

ἐνδυκέως· ἐπιμελῶς. b(BCE3)T | ἢ διηνεκῶς καὶ

### book 158a.2

ὁλοτελῶς. b(BCE3E4)T

### book 158b

πεφιδήσεται: μετ’ ὀλίγον μέλλων ἀπὸ τοῦ φιδῶ. T

### book 160a

{ἷξεν δ’} ἐς Πριάμοιο: ὅμοιόν ἐστι τῷ ‘ἐς διδασκάλου‘. T

### book 160b1

ἐνοπήν 〈τε γόον τε〉: θρῆνον θορυβώδη. T

### book 160b2

τὸν μετὰ θορύβου θρῆνον. b(BCE3E4)

### book 161-2.1

〈παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι—γε‐

### book 161-2.2

ραιός:〉 οἶκτον ἔχει τὸ τοὺς παῖδας κλαίοντας κλαίοντι παρακαθῆσθαι

### book 161-2.3

τῷ γέροντι. b(BCE3E4)

### book 162.1

δάκρυσιν εἵματ’ ἔφυρον: ἄξιον ἡρωϊκῆς σεμνότητος τὸ

### book 162.2

πένθος. T

### book 163a.1

ἐντυπὰς {ἐν χλαίνῃ}: ὅτι ἐν ἴσῳ τῷ ἐντυπωδῶς ὥστε

### book 163a.2

διὰ τοῦ ἱματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι. A

### book 163a.1

ἐντυπὰς ἐν χλαίνῃ 〈κεκαλυμμένοσ〉: οὕτω φησὶν αὐτὸν

### book 163a.2

κεκαλύφθαι—φαίνεσθαι. A

### book 163b

ἄλλως· ἐντυπάς: ἐντυπωδῶς ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι

### book 163b.1

τὸν τύπον. b(BCE3E4)T ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβο‐

### book 163b.2

λὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν,

### book 163b.3

ὑπονοεῖν ἡμῖν καταλιμπάνων, οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος. b(BE3E4)

### book 163b.5.1

T ἄλλως τε καὶ ἄυπνος ἦν, ἀφ’ οὗ Ἕκτωρ ἐτεθνήκει. ἐντεῦθεν ὁ

### book 163b.5.2

Σικυώνιος γραφεὺς Τιμάνθης τῆς ἐν Αὐλίδι Ἰφιγενείας γράφων τὴν

### book 163b.5.3

σφαγὴν ἐκάλυψε τὸν Ἀγαμέμνονα. T

### book 163c.1

{ἐντυπὰς} ἐν χλαίνῃ: τινὲς γράφουσιν „ᾗ χλαίνῃ“· καὶ

### book 163c.2

ἄμεινον. T

### book 164a.1

κόπρος ἔην κεφαλῇ τε 〈καὶ αὐχένι τοῖο γέροντοσ〉:

### book 164a.2

ὅτι τὸ τοῖο οὐκ ἔστιν ἀγαθοῦ, ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ θαυμαστι‐

### book 164a.3

κῶς τοιούτου. καὶ ὅτι κόπρος τὰ κόπρια. A

### book 164b.1

κόπρος: Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια· „αὐλῆς

### book 164b.2

ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον“ (Ω 640). σημαίνει δὲ καὶ τὴν

### book 164b.3

βούστασιν. T

### book 164c.1

τοῖο 〈γέροντοσ〉: τούτου τοῦ γέροντος. οἱ δὲ b(BCE3)

### book 164c.2

T τοιούτου, θαυμαστικῶς. b(BCE3E4)T

### book 165a

καταμήσατο: ἄθρουν ἐπεσπάσατο, b(BCE3E4)T

### book 165a.1

ὅθεν καὶ „ἀμητόσ“ (Τ 223): T καὶ „ἄφαρ δ’ εὐνὴν ἐπαμήσατο

### book 165a.2

b(BCE3E4)T χερσὶ φίλῃσι“ (ε 482). τὸ δὲ „ἀμητῆρεσ“ (Λ 67)

### book 165a.3

διὰ μακροῦ τοῦ α φησί, καὶ „λειμωνόθεν ἀμήσαντεσ“ (Ω 451). „τέκνον,

### book 165a.5.1

μὴ σύ γε μητρὸς ἀπ’ ἀνθερεῶνας ἀμήσῃσ“ Εὐφορίων (fr. 92, 1 Pow.).

### book 165a.5.2

T

### book 165b

〈ἑῇσι:〉 γράφεται „φίλῃσι“. Aim

### book 168.1

κέατο: τινὲς †κεκακωμένοι† ἦσαν· b(BCE3E4)T ὅθεν

### book 168.2

τὸ „κέδρου 〈τ’〉 εὐκεάτοιο“ (ε 60). T

### book 170.1

τυτθὸν φθεγξαμένη: πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέ‐

### book 170.2

ροντα. b(BCE3E4)T ὁ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προ‐

### book 170.3

πεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται.

### book 170.4

b(BE3E4)T

### book 172a.1

κακὸν ὀσσομένη τόδ’ ἱκάνω: ὅτι ἀπὸ τῶν ὄσσων,

### book 172a.2

προορωμένη. καὶ τὸ τόδε τοπικῶς ἀντὶ τοῦ ἐνταῦθα. A

### book 172b.1

ὀσσομένη: προορωμένη. b(BCE3)T οἱ δὲ προαγ‐

### book 172b.2

γέλλουσα, b(BCE3E4)T παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας

### book 172b.3

φωνῆς λέγει. T

### book 173a.1

ἀγαθὰ φρονέουσα: φρονῆσαί σε ποιήσουσα ἀγαθά.

### book 173a.2

b(BCE3E4)T

### book 173b.1

Διὸς δέ τοι ἄγγελός εἰμι: ὑπὸ Διὸς ἥκω σοι ἄγγελος.

### book 173b.2

b(BCE3)T

### book 174a1.1

ὅς σοι ἄνευθεν ἐὼν 〈μέγα κήδεται ἠδ’ ἐλεαίρει〉:

### book 174a1.2

ὅτι ἐνταῦθα ὑγιῶς λέγεται, ἐκεῖ δὲ (sc. Β 27) κακῶς ὑπὸ τοῦ Ὀνείρου

### book 174a1

πρὸς τὸν Ἀγαμέμνονα. A

### book 174a2

{ὅς σευ ἄνευθεν ἐών:} μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος. T

### book 180.1

〈νεκρὸν ..., τὸν ἔκτανε δῖος Ἀχιλλεύς:〉 ὅτι νεκρόν,

### book 180.2

ὃν ἔκτανε. Aim

### book 184

〈ἔσω κλισίην:〉 ὅτι ἀντὶ τοῦ εἰς κλισίην. Aim

### book 189.1

{καὶ} ἅμαξαν: τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν·

### book 189.2

„ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην“ (Ω 324). T

### book 190a1.1

ὁπλίσαι: εὐτρεπίσαι. ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι παρὰ

### book 190a1.2

τὰ ἔντεα. T

### book 190a2.1

ἀντὶ τοῦ εὐτρεπίσαι, παρὰ τὰ ὅπλα, ὡς τὸ ἐντῦναι παρὰ

### book 190a2.2

τὰ ἔντεα. b(BCE3E4)

### book 190b1.1

πείρινθα: κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν

### book 190b1.2

πλακεῖσαν. ῥίπη δὲ λέγονται τὰ ἐκ τῆς οἰσύας πλέγματα. T

### book 190b2.1

τὰ ἐκ ῥιπῶν πλακέντα. ῥίπα δὲ λέγονται τὰ τῆς οἰσύας

### book 190b2.2

πλέγματα. b(BCE3E4)

### book 190c

ἄλλως· πείρινθα: τὸ τετράγωνον πλινθίον ἄνωθεν περι‐

### book 190c.1

δούμενον ταῖς ἁμάξαις. οἱ δὲ ἐκ ῥιπῶν φασιν αὐτὸ πλέκεσθαι, καὶ εἶναι

### book 190c.2

τουτὶ ὡς ῥίπινθα· ὅπερ ὁ Ξενοφῶν (sc. Ag. 8, 7) κάνναθρον· κάννη

### book 190c.3

γὰρ ἡ ψίαθος, ἵν’ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον.

### book 190c.5

b(BCE3E4)T

### book 190d.1

〈πείρινθα:〉 τὸ πλινθίον τὸ ἐπάνω τῶν ἁμαξῶν τιθέ‐

### book 190d.2

μενον. Aim

### book 191a

κατεβήσετο: κατέβαινεν. T

### book 191b1

κηώεντα: ἐν ᾧ ἐκοιμᾶτο. ἢ εὐώδη διὰ τὴν κέδρον. T

### book 191b2.1

τὸν εἰς τὸ κοιμᾶσθαι ἐπιτήδειον. ἔνιοι δὲ τὸν εὐώδη.

### book 191b2.2

b(BCE3E4)

### book 192a.1

γλήνεα: χρήματα κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. b

### book 192a.2

(BCE3E4)T γλήνη δὲ παρὰ τὸ γλαμυρόν, ὅ ἐστι δίυγρον· ὅθεν

### book 192a.1

„καὶ Ἀρχέδημος ὁ Γλάμων“ (Ar. ran. 588). καὶ παροιμία „ἐν τυφλῶν

### book 192a.2

πόλει γλαμυρὸς βασιλεύει“. ἢ ἀπὸ μέρους εἴρηκεν· T γλήνας γὰρ

### book 192a.5

κυρίως τὰ κοροκόσμια λέγουσιν. b(BCE3)T

### book 192b1.1

{πολλὰ} κεχάνδει: οὕτως A Ἀρίσταρχος κεχάν‐

### book 192b1.2

δει AAint διὰ τοῦ ει ἀντὶ τοῦ κέχανδε. ἡ δὲ Μασσαλιωτικὴ

### book 192b1.3

„{πολλὰ} κεκεύθει“. A

### book 192b2.1

κεχάνδει: οὕτως Ἀρίσταρχος. ἔνιοι γράφουσι „κεκεύ‐

### book 192b2.2

θει“. T

### book 193.1

ἐς δ’ ἄλοχον 〈Ἑκάβην〉 ἐκαλέσ〈σ〉ατο: τὸ ἑξῆς ἐσε‐

### book 193.2

καλέσατο. b(BCE3)T

### book 194-9.1

Διόθεν μοι 〈Ὀλύμπιοσ〉 ἄγγελοσ〈—Ἀ‐

### book 194-9.2

χαιῶν〉: ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ

### book 194-9.3

τῶν παθημάτων. b(BCE3E4)T καὶ κέκρικε μέν, ἐρωτᾷ δέ, εἰ

### book 194-9.4

σύμψηφος ἔσται αὐτῷ· ὅτι γὰρ τοῦτο ἤθελε, δῆλον· οὐ γὰρ πρὶν

### book 194-9.5.1

καταβῆναι συμβουλεύεται τῇ γυναικί, ἀλλ’ ἐπὶ δεδογμένοις ἀναφέρει

### book 194-9.5.2

τὴν γνώμην τῇ γυναικί. b(BE3E4)T

### book 198

〈ἀνώγει:〉 Ἀρίσταρχος „ἄνωγεν“ ἔξω τοῦ ι. A

### book 199

ἔσω στρατόν: ἀντὶ τοῦ ἐς στρατόν. b(BCE3)T

### book 200

ἀμείβετο: Ἀρίσταρχος „ἀνήρετο“. AimT

### book 201a.1

ὤ μοι: γυναικεία ἡ ἀναφώνησις ἐξισταμένης ἐπὶ τῶν

### book 201a.2

τηλικούτων τολμῶν. T

### book 201b

ᾗς τὸ πάρος περ: ἐφ’ αἷς πρώην. T

### book 202a.1

ἔκλεο: τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης (p.

### book 202a.2

60 B.), ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλ’ ἐκλέεο

### book 202a.3

τετρασυλλάβως. καὶ δῆλον ὅτι, εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ

### book 202a.4

βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα

### book 202a.5.1

φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι „σὺ δ〈έ μ’〉

### book 202a.5.2

αἴδεο καί μ’ ἐλέησον“ (Φ 74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας

### book 202a.5.3

τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις (sc. παθ.

### book 202a.5.4

2,246,12 L.) εἴρηται. A

### book 202b1.1

ἔκλεο: ἐκλεόμην ἐκλέεο καὶ κατὰ συγκοπὴν ἔκλεο, προ‐

### book 202b1.2

παροξυτόνως. T

### book 202b2

ἔκλεο κατὰ συγκοπήν, | ἀντὶ τοῦ ἐδεδόξασο. b(BCE3

### book 202b2

Ε4)

### book 205a

ἐξενάριξε: τινὲς „ἐξήλασσε“, τῆς ἀρχῆς ἐξέβαλεν. T

### book 205b1.1

σιδήρειόν νύ τοι ἦτορ: ὅτι ὑποτάσσουσι στίχον ὡς

### book 205b1.2

ἐλλείποντος τοῦ λόγου „ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχον‐

### book 205b1.3

τεσ“ (= Ω 205 a). πλείων δέ ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ. A

### book 205b2.1

{σιδήρειόν νύ τοι ἦτορ:} τινὲς μετὰ τοῦτον γράφουσιν

### book 205b2.2

„ἀθάνατοι ποίησαν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν“. T

### book 206-7.1

εἰ γάρ ς’ αἱρήσει 〈καὶ ἐσόψεται ὀφθαλμοῖσιν, /

### book 206-7.2

ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ ς’ ἐλεήσει〉: τὸ ἑξῆς

### book 206-7.3

ἐστιν εἰ γάρ ς’ αἱρήσει 〈καὶ ἐσόψεται ὀφθαλμοῖσιν〉 (206),

### book 206-7

οὔ ς’ ἐλεήσει (207). τὰ δὲ ἄλλα διὰ μέσου. A

### book 206.1

εἰ γάρ ς’ αἱρήσει καὶ ἐσόψεται: ἀντιστρόφως· εἰ γάρ

### book 206.2

σε ὄψεται καὶ αἱρήσει, ἀντὶ τοῦ ‘μόνον εἰ θεάσεται, εὐθὺς αἱρήσει‘.

### book 206.3

b(BCE3E4)T

### book 207.1

ὠμηστής: ὠμὸς καὶ ἄγριος b(BCE3E4)T καὶ αἱμοπό‐

### book 207.2

της. b(BCE3E4) | ταῦτα δὲ ἀπολύτως. T

### book 208a.1

οὐδέ τί ς’ αἰδέσεται: οὐχ ὡς ἱκέτην σε δέξεται· b

### book 208a.2

(BCE3E4)T αἰδοῖοι γὰρ οἱ ἱκέται. T

### book 208b.1

{οὐδέ τις} αἰδέσεται: ὅτι ἀντὶ τοῦ προσδέξεται ὡς

### book 208b.2

ἱκέτην· „μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, / οὐδέ τί μ’ αἰδέσεται“ (Χ

### book 208b.3

123—4). A

### book 208-9a.1

νῦν δὲ κλαίωμεν 〈ἄνευθεν / ἥμενοι ἐν μεγάρῳ〉:

### book 208-9a.2

εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς

### book 208-9a.3

ἦν παντελῶς ὁ λόγος ὅτι καταφρονεῖ υἱοῦ τοιούτου (cf. Ω 209—12)

### book 208-9a.4

ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδύνατον 〈ὂν〉

### book 208-9a.5.1

κομίσασθαι τὸν υἱὸν οὐ βούλεται προσαποβαλεῖν καὶ Πρίαμον. b

### book 208-9a.5.2

BCE3E4)T

### book 208-9b.1

ἄνευθεν / ἥμενοι: ὡς οὐδὲ ἐλπίδα ἔχοντές ποτε θάψαι

### book 208-9b.2

τὸν υἱόν. T

### book 209-16.1

〈τῷ δ’〉 ὥς ποθι μοῖρα〈—ἀλεωρῆσ〉: μέμι‐

### book 209-16.2

κται τούτοις λογισμὸς καὶ πάθος. ὥς ποθι (209) δὲ οὕτω που. T

### book 210

γεινομένῳ ἐπένησε λίνῳ, 〈ὅτε μιν τέκον αὐτή〉: ὅτι

### book 210

ἐνταῦθα καλῶς κεῖται, ἐπὶ δὲ Ἀχιλλέως ἐν τῇ Υ (sc. 128) οὐκέτι. A

### book 212-3a.1

μέσον ἧπαρ ἔχοιμι 〈/ ἐσθέμεναι προσφῦσα〉:

### book 212-3a.2

δαιμονίως τῇ ἐμφάσει χρῆται· τόπος γὰρ λύπης τὸ ἧπαρ. b(BCE3E4)

### book 212-3a.3

T καὶ μέσον (212), οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ ἐν

### book 212-3a.4

παρατάσει τὸ ἐσθίειν (cf. 213). τό τε †ἐμφῦσα† (213) ἐμφατικώτατον·

### book 212-3a.5.1

οὐ γὰρ λαβοῦσα τῇ χειρί, ἀλλ’ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα,

### book 212-3a.5.2

ὡς ἐπὶ σαρκοφάγου θηρίου. b(BE3E4)T

### book 212-3b.1

ἄλλως· μέσον ἧπαρ 〈ἔχοιμι / ἐσθέμεναι προσφῦσα〉:

### book 212-3b.2

εἴ γε μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος, ἀπαράδεκτον ἦν τὸ

### book 212-3b.3

μέγεθος τῆς ὑπερβολῆς. νυνὶ δὲ οἰκεῖα ταῦτα μητρὶ πρεσβύτιδι ὑπὲρ

### book 212-3b.4

τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου. b(BE3

### book 212-3b.5

E4)T

### book 212-3c

〈ἔχοιμι | ἐσθέμεναι:〉 κατέχοιμι εἰς τὸ ἐσθίειν. Aim

### book 213a.1

τότ’ ἄντιτα 〈ἔργα γένοιτο〉: Ἀπολλόδωρος (FGr

### book 213a.2

Hist 244, 235) καὶ Καλλίστρατος (p. 316 n. 26) „τιτά“ ὥστε τρία

### book 213a.3

εἶναι, ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν „ἄν“ καὶ ὄνομα τὸ „τιτά“.

### book 213a.4

ὁ δὲ Ἀσκαλωνίτης (p. 60 B.) ἄντιτα παραλαμβάνει, μεταλαμβάνων

### book 213a.5.1

εἰς τὸ ἀντέκτιτα. οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ „ἄτιτοσ“ (Ξ 484, cf.

### book 213a.5.2

Ν 414). ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ

### book 213a.5.3

μᾶλλον τοῦ νοητοῦ. μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπι‐

### book 213a.5.4

ζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι

### book 213a

καὶ συλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα. A

### book 213b.1

τότ’ ἄντιτα 〈ἔργα γένοιτο: ἄντιτα〉 ἀντιτιμώρητα.

### book 213b.2

b(BCE3E4)T καὶ ἔστιν ὅμοιον τῷ „τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι“

### book 213b.3

(Ν 447). T λείπει δὲ ὁ ἄν. οὐκ ἀξιόχρεων δὲ ἡγεῖται τὸν θάνατον

### book 213b.4

τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι. b(BE3E4)T

### book 213c.1

ἄντιτα: τὸ τέλειον ἀντίτιτα. b(BCE3E4)T συγκέ‐

### book 213c.2

κοπται δὲ ἡ τι συλλαβή. b(BE3E4)T

### book 214a.1

ἐπεὶ οὔ ἑ: οὕτως ἐπεὶ οὔ ἑ, ἐπεὶ οὐκ αὐτόν. A αἱ δὲ

### book 214a.2

κοιναὶ „ἐπεὶ οὔ τι“. AT

### book 214b.1

οὔ ... κακιζόμενον: ἀντὶ τοῦ T ἐπεὶ οὐχ ὁ τυχὼν

### book 214b.2

ἦν οὐδὲ γύννις. b(BCE3E4)T τοιοῦτον δὲ καὶ τὸ „ἀνδρὶ παρὰ

### book 214b.3

κρατερῷ“ (Ω 212), ὃ πρὸς σύστασιν Ἕκτορος. αὔξεται οὖν τὸ πάθος

### book 214b.4

ἐπὶ τῷ ἀναξίως ὑβριζομένῳ. b(BE3E4)T τοιαῦτα καὶ ὁ Πρίαμος

### book 214b.5.1

ἐρεῖ πρὸς Ἀχιλλέα, ἀλλὰ πεφεισμένως· „τὸν δὲ σὺ πρώην κτεῖνας

### book 214b.5.2

ἀμυνόμενον περὶ πάτρησ“ (Ω 500). T

### book 215a1.1

πρὸς Τρώων: „πρὸ Τρώων“ T δίχα τοῦ ς, ὡς τὸ

### book 215a1.2

„οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι“ (Δ 156). b(BCE3

### book 215a1.3

E4)T

### book 215a2

〈πρὸ Τρώων:〉 οὕτω χωρὶς τοῦ ς. Ail

### book 215b.1

Τρωϊάδων βαθυκόλπων: πρὸς τοὺς γράφοντας (sc. in

### book 215b.2

Β 484) „ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι“, ὅτι ἐπὶ

### book 215b.3

βαρβάρων τὸ ἐπίθετον τίθησιν. A

### book 216a

οὔτε φόβου μεμνημένον: φιλοστόργως ταῦτα, ἐπεί τοι

### book 216a

φεύγοντα ἀνεῖλεν. b(BCE3E4)T

### book 216b

ἀλεωρῆς: φυλακῆς. T

### book 219

〈οὐδέ:〉 ἀντὶ τοῦ ‘οὐ γάρ‘. b(BCE3)Til

### book 220

〈ἄλλος ἐπιχθονίων:〉 καὶ μὴ θεός. b(BCE3E4)Til

### book 221a.1

ἢ οἳ μάντιές εἰσι θυοσκόοι 〈ἢ ἱερῆεσ〉: καὶ ἐνταῦθα

### book 221a.2

ἀξιοῦσί τινες διαστέλλειν μετὰ τὸ εἰσί, ὡς καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (sc.

### book 221a.3

62—3) τὸ γένος, φασί, προειπὼν ἐπιφέρει τὸ εἶδος· „ἀλλ’ ἄγε δή τινα

### book 221a.4

μάντιν ἐρείομεν, 〈ἢ ἱερῆα | ἢ καὶ ὀνειροπόλον〉“. δοκεῖ δέ μοι ἐνθάδε

### book 221a.5.1

μὴ ἐπείγειν, ἐπεὶ ἐνδέχεται τὸ δεύτερον τοῦ πρώτου ἐπίθετον εἶναι,

### book 221a.5.2

μάντεις θύται. | καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται. A

### book 221b

θυοσκόοι: οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, A

### book 221b

οἱ ἐμπυροσκόποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις. A b (BCE3E4)T

### book 221c.1

ἱερῆες: οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι· τὰ μὲν γὰρ

### book 221c.2

θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. A b (BCE3E4)T

### book 221c.3

κοινὸν δέ ἐστι τὸ μάντεις. AT

### book 222a.1

ψεῦδός κεν φαῖμεν 〈καὶ νοσφιζοίμεθα μᾶλλον〉:

### book 222a.2

ὅτι ἐνταῦθα ἁρμοζόντως λέγεται ὁ στίχος, ὑπὸ δὲ Νέστορος ἐν τῇ Β

### book 222a.3

(sc. 81) οὐκέτι. A

### book 222b.1

ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: ἢ

### book 222b.2

παρέλκει τὸ μᾶλλον Ἀττικῶς, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ

### book 222b.3

τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς. b(BCE3E4)T

### book 223-4.1

νῦν δ’, αὐτὸς γὰρ 〈ἄκουσα θεοῦ καὶ ἐσέδρακον

### book 223-4.2

ἄντην, / εἶμι〉: βραχὺ διασταλτέον μετὰ τὸν δέ (223) 〈καὶ τὸν ἄντην (223)〉 τὸ γὰρ

### book 223-4.3

ἑξῆς νῦν δὲ εἶμι. A

### book 223.1

〈αὐτὸς γὰρ ἄκουσα θεοῦ〉 καὶ ἐσέδρακον 〈ἄντην〉:

### book 223.2

ἐνῆν καὶ οὕτως εἰπεῖν ‘νῦν δὲ θεὸς ὁ εἰπών‘· ὁ δὲ ἐμφαντικῶς τὴν αὑτοῦ

### book 223.3

αὐτοψίαν προβάλλεται. ἐνήλλαξε δὲ τὴν τάξιν. T

### book 224-6.1

εἰ δέ μοι αἶσα 〈/ τεθνάμεναι παρὰ νηυσὶν

### book 224-6.2

Ἀχαιῶν χαλκοχιτώνων / βούλομαι〉: ἡ ὑποστιγμὴ ἀμφίβολος·

### book 224-6.3

ἤτοι γὰρ μετὰ τὸ αἶσα (224), ἵνα λείπῃ τὸ ἐστίν, ἢ μετὰ τὸ χαλκο‐

### book 224-6.4

χιτώνων (225), ἵνα κοινὸν ᾖ τὸ τεθνάμεναι (225) καὶ κατὰ τῶν

### book 224-6.5

ἑξῆς. A

### book 226.1

αὐτίκα γάρ με κατακτείνειεν: τῆς τῶν ἀκουόντων δια‐

### book 226.2

νοίας ἥψατο ταῦτα λέγων. b(BCE3E4)T

### book 227.1

ἐπὴν γόου ἐξ ἔρον εἵην: ἐπὰν κορεσθείην τῆς τοῦ πέν‐

### book 227.2

θους ἐπιθυμίας. b(BCE3E4)T

### book 228a.1

{>ῆ καὶ} φωριαμῶν: Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ

### book 228a.2

ἔχομεν τῶν διὰ τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιούσδε,

### book 228a.3

πρῶτον μὲν ὡς τὰ τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει,

### book 228a.4

κάλαμος, „Πρίαμοσ“ (Α 255. Γ 161 al.)· τὸ „ποταμόσ“ (Λ 492. 722

### book 228a.5.1

al.) ἐγένετο παρὰ τὸ ποτασμός, καθ’ ὑφαίρεσιν τοῦ ς· τὸ δὲ ἰταμός

### book 228a.5.2

ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν, εἰ

### book 228a.5.3

μὲν θέσει ᾖ, βαρύνεται, „ὄρχαμοσ“ (Β 837. Μ 110 al.), Τύρταμος,

### book 228a.5.4

„Πέργαμοσ“ (cf. Δ 508. Ζ 512 al.)· εἰ δὲ φύσει, κύρια 〈μὲν〉 ὄντα

### book 228a.5.5

βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος Τεύταμος, οὐχ οὕτω δὲ ἔχοντα

### book 228a.10.1

ὀξύνεται, ὡς ἔχει τὸ „οὐλαμόσ“ (cf. Δ 251. 273 al.), „χηραμόσ“ (cf.

### book 228a.10.2

Φ 495). τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ

### book 228a.10.3

ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατ’

### book 228a.10.4

ὀξεῖαν τάσιν, φωραμὸς καὶ πλεονασμῷ τοῦ ι φωριαμός. | ἡ διπλῆ δέ,

### book 228a.10.5

ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ

### book 228a.15

πίθων καὶ τῶν ὁμοίων. A

### book 228b1.1

{καὶ} φωριαμῶν: φωριαμός· ἔχει γάρ, ἃ φοροῦμεν. οἱ

### book 228b1.2

δὲ παρὰ τὰ φάρη ἢ τοὺς φῶρας. Ἀρίσταρχος δέ φησι τὴν κιβωτὸν

### book 228b1.3

λέξιν νεωτέρων εἶναι· ἀγνοεῖ δὲ ὅτι καὶ Σιμωνίδης (fr. 118 = P.M.G.

### book 228b1.4

623) καὶ Ἑκαταῖος (FGrHist 1, 368) μέμνηται αὐτῆς. T

### book 228b2

ἔχουσι γάρ, ἃ φοροῦμεν. λέγει δὲ τὰ κιβώτια. b(BCE3)

### book 228c.1

ἐπιθήματα: πώματα· b(BCE3)T | καὶ ἐπιθεῖναι τὸ

### book 228c.2

κλεῖσαι λέγουσιν. T

### book 229a.1

πέπλους: ὅτι διέσταλκε τὸν πέπλον ἀπὸ τῶν χλαινῶν

### book 229a.2

(cf. Ω 230), καὶ τὰ φάρη (cf. Ω 231) ὡς διαφέροντα τῶν πέπλων

### book 229a.3

οὕτω προσηγόρευσεν. A

### book 229b

〈πέπλους:〉 πέπλος πεποιημένον ἱμάτιον γυναικεῖον. Til

### book 229-31a1.1

〈πέπλους ... χλαίνας ... φάρεα ... χιτῶ‐

### book 229-31a1.2

νας:〉 πέπλος, T φᾶρος, χλαῖνα, χιτών· ὅτι διάφορα ταῦτα,

### book 229-31a1.3

νῦν ἐδήλωσε· πέπλοι (cf. 229) γάρ, †ἃς† περονῶνται μόναι γυναῖκες·

### book 229-31a1.4

b(BCE3E4)T οἳ καὶ ἑανοὶ καλοῦνται· φησὶ γοῦν „πορφυρέοις πέ‐

### book 229-31a1.5

πλοισι καλύψαντεσ“ (Ω 796) τὰ ὀστᾶ Ἕκτορος, καὶ τὰ Πατρόκλου „ἐν

### book 229-31a1.1

κλισίῃσι δὲ θέντες T ἑανῷ λιτὶ κάλυψαν“ (Σ 352). χιτὼν (cf. 231)

### book 229-31a1.2

δὲ ἀνδρεῖον ἔνδυμα. φᾶρος (cf. 231) ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν.

### book 229-31a1.3

χλαῖνα (cf. 230) b(BCE3E4)T τὸ περίβλημα τῆς κλίνης. Ail

### book 229-31a1.4

b(BCE3E4)T

### book 229-31a2.1

πέπλος, φᾶρος, χιτών, χλαῖνα διαφέρουσι· πέπλοι γάρ,

### book 229-31a2.2

†ἃς† περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. χιτὼν δὲ

### book 229-31a2.3

ἀνδρεῖον ἔνδυμα. φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. χλαῖνα τὸ

### book 229-31a2.4

περίβλημα τῆς κλίνης. A (bis)

### book 232a

〈δέκα πάντα τάλαντα:〉 ὅτι παρέλκει τὸ πάντα. Aim

### book 232b.1

δέκα πάντα τάλαντα: παρέλκει τὸ πάντα. ἢ τὰ

### book 232b.2

πάντα δέκα. T

### book 234.1

〈δέπας περικαλλές,〉 ὅ οἱ Θρῇκες 〈πόρον ἄνδρεσ〉:

### book 234.2

ὡς φιλοπόται οἱ Θρᾷκες ποτήρια χαρίζονται. T

### book 235a.1

ἐξεσίην {ἐλθόντι}: Ἀρίσταρχος δασύνει τὴν δευτέραν

### book 235a.2

συλλαβήν· παρὰ γὰρ τὸ ἵημι, φησίν, ἐγένετο· ἐπιφέρει γοῦν· „πρὸ

### book 235a.3

γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεσ“ (φ 21). παρὰ δὲ τὸν ἥσω μέλλοντα

### book 235a.4

ἡ ἑσία ἐγένετο καὶ ἡ ἐξεσία, ὡς καὶ παρὰ τὸ θήσω θεσία· „πῇ δὴ

### book 235a.5.1

συνθεσίαι τε;“ (Β 339). τὸ αὐτὸ καὶ ἐπὶ τοῦ „τῶν ἕνεκ’ ἐξεσίην“ (φ 20),

### book 235a.5.2

〈οἶον τὴν ἔκπεμψιν〉. οὕτως δὲ καὶ Νικίας (fr. 22 B.). Νεοπτόλεμος δὲ

### book 235a.5.3

ὁ Παριανός (fr. 18 [1980] M.), λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν {οἷον τὴν

### book 235a.1

ἔκπεμψιν}, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι·

### book 235a.2

ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον, „ἥσω

### book 235a.10.1

γὰρ καὶ ἐγώ“ (Ρ 515). παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγένετο τὰ

### book 235a.10.2

τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεστῶτας †ἀπαρεμφάτου ἐγκλίσεως†·

### book 235a.10.3

θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία.

### book 235a.10.4

οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία. A

### book 235b.1

ἐξεσίην: δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα

### book 235b.2

συλλαβή, παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία. b(BCE3E4)T οἱ δὲ

### book 235b.3

ψιλοῦσι διὰ τὸ ὄνομα γεγενῆσθαι. T

### book 236.1

φείσατο: ἢ ὡς πολυτελοῦς, ἢ ὡς φυλασσομένων τῶν ξε‐

### book 236.2

νίων. T

### book 238a1.1

〈αἰθούσης:〉 αἴθουσαι στοαί, παρὰ τὸ πῦρ ἐν αὐταῖς

### book 238a1.2

κάεσθαι. T

### book 238a2.1

αἱ πρόστωοι, παρὰ τὸ ὑπὸ τοῦ ἡλίου καταίθεσθαι. b

### book 238a2.2

(BCE3E4)

### book 238b.1

αἰσχροῖσιν: κακοῖς· b(BCE3E4)TTil καὶ „αἴσχι‐

### book 238b.2

στος δὲ ἀνήρ“ (Β 216) ἀντὶ τοῦ κάκιστος. b(BCE3E4)T

### book 238c

〈ἐνίσσων:〉 Αἰολεῖς, ἀπὸ τοῦ ἐνίπτων. Til

### book 239a

〈ἔρρετε:〉 ἀπέρρετε. Til

### book 239b

λωβητῆρες: ψεῦσται· „οὔ τί σε λωβεύω, τέκνον φίλον“

### book 239b.1

(Ψ 26). οἱ δὲ ἐκ τῶν δύο ἐπονείδιστοι· b(BCE3E4)T λώβη γὰρ

### book 239b.2

ἡ ὕβρις. T

### book 239-40.1

οὔ νυ καὶ ὑμῖν | οἴκοι ἔνεστι γόος: ὡς οὐκ

### book 239-40.2

ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε,

### book 239-40.3

οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε πένθος τὸν θάνατον Ἕκτορος. βούλεται

### book 239-40.4

δὲ λέγειν ὅτι δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα. b(BCE3

### book 239-40.5

E4)T

### book 240.1

κηδήσοντες: βαρήσοντες τὸν ἐν κήδει ὄντα παραμυθη‐

### book 240.2

σάμενοι. T

### book 241a1.1

ἦ οὔνεσθε: ἐκφαυλίζετέ b(BCE3)T με ὡς μόνον

### book 241a1.2

δεινῶς πάσχοντα, b(BCE3) καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν οὐδὲ

### book 241a1.3

κοινὸν εἶναι τὸ κακόν. b(BCE3)T

### book 241a2.1

{> ἢ οὔνεσθ’ ὅτι μοι:} οἷον μικρὸν καὶ φαῦλον οἴεσθε τὸ

### book 241a2.2

συμβεβηκός. A

### book 241b.1

〈οὔνεσθε:〉 ἡ διπλῆ {δέ}, ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ

### book 241b.2

οὐδενὸς ἄξιον ἡγεῖσθε. A

### book 241c

ἢ οὔνεσθε: οὕτως αἱ Ἀριστάρχου „ἢ ὀνόσασθε“· AAim

### book 241c.1

ἐμέμψασθε καὶ ἐξεφαυλίσατε. βούλεται δὲ λέγειν ‘ἐμοὶ συλλυπησόμενοι,

### book 241c.2

καὶ οὐχὶ ἕκαστος ἴδιον κακὸν νομίζων τὴν Ἕκτορος ἀπώλειαν‘. A

### book 242a1

ἀτὰρ γνώσεσθε: μαθήσεσθέ γε μήν. T

### book 242a2.1

μαθήσεσθε πάσχοντες κακῶς ὅτι Ἕκτωρ ἀπώλετο. b(BC

### book 242a2.2

E3E4)

### book 243a1.1

ῥηΐτεροι γὰρ μᾶλλον 〈Ἀχαιοῖσιν δὴ ἔσεσθε〉:

### book 243a1.2

ῥηΐτεροι μὲν ἦτε, νῦν δὲ μᾶλλον. ἢ ἀντὶ ἁπλοῦ τὸ ῥηΐτεροι. T

### book 243a2.1

καὶ πρὶν μὲν ῥᾴδιοι τοῖς Ἕλλησιν ἦτε, εἰ μὴ Ἕκτωρ

### book 243a2.2

ἠρίστευε· νῦν δὲ ῥᾳδιώτεροι γενήσεσθε, b(BCE3E4) ἤτοι εὐκόλως

### book 243a2.3

τῇ καθ’ ἡμῶν χρήσονται μάχῃ. b(BE3E4)

### book 245-6.1

〈πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε /

### book 245-6.2

ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω:〉 βραχὺ δια‐

### book 245-6.3

σταλτέον μετὰ τὸ ἰδεῖν (246) πρὸς τὸ σαφέστερον. Aim

### book 247a.1

〈σκηπανίῳ:〉 ῥάβδῳ, b(BCE3E4) σκήπτρῳ. b(BC

### book 247a.2

E3E4)Til

### book 247b.1

δίεπ’ ἀνέρας: δασέως δίἑπε, παρὰ τὸ ἕπω δασυνό‐

### book 247b.2

μενον· οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ πλείους· οἷον διὰ τῶν ἀνδρῶν

### book 247b.3

ἐπορεύετο καὶ διΐστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. A

### book 247c.1

δίεπ’ ἀνέρας: διὰ τῶν ἀνδρῶν ᾔει. b(BCE3E4)T

### book 247c.2

καὶ δασύνεται ἡ δευτέρα συλλαβή. T οἱ δὲ διεῖργε καὶ διΐστα

### book 247c.3

τοὺς ἄνδρας. b(BE3E4)T οἱ δὲ „δί’ ἐπ’ ἀνέρασ“, ἵν’ ᾖ „δί’ ἐπ’“

### book 247c.4

ἐδίωκεν 〈ἐπί〉, ὅ ἐστιν ἐπεδίωκεν. T

### book 247-8.1

〈οἱ δ’ ἴσαν ἔξω / σπερχομένοιο γέροντος:〉 τὸ

### book 247-8.2

{δὲ} ἔξω (247) ἑκατέροις δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς

### book 247-8

ἄνω. A

### book 248a.1

σπερχομένοιο: ἐπειγομένου ἐν τῷ διώκειν, ἢ σπέρχον‐

### book 248a.2

τος. τοῦτο πρὸς τὸ θυμῶδες καὶ ἀπειθὲς τῶν ὠστιζομένων †τῶν εἰς

### book 248a.3

τὰ βασίλεια οἰκημάτων. b(BCE3E4)T

### book 248b

υἱάσι〈ν〉: τινὲς ἀπὸ τοῦ υἱάς, ὡς Ἀρκάς. T

### book 248c1.1

ὁμόκλα: ἤπιος μέν ἐστιν, ὥς πού φησιν „οἷς δ’ ὁ γέρων

### book 248c1.2

μετέῃσι“ (Γ 109) καὶ „ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος ἦεν“ (Ω 770). δύσκο‐

### book 248c1.3

λον δὲ νῦν αὐτὸν εἴργασται τὸ πένθος. T

### book 248c2.1

καὶ ἤπιος μὲν ἀεί ἐστι· νῦν δὲ ἡ λύπη Ἕκτορος καὶ τὸ

### book 248c2.2

πένθος δύσκολον αὐτὸν ἐποίησεν ἀπειρηκότα τοῦ ζῆν. b(BE3E4)

### book 249-51.1

νεικείων Ἕλενόν τε—δῖον Ἀγαυόν: οἰ‐

### book 249-51.2

κεῖον μὲν τῷ πάθει τὸ δυσκολαίνειν πρὸς πάντας. λεληθότως δὲ

### book 249-51.3

Ὅμηρος κατάλογόν τινα πεποίηται τῶν ὑπολειπομένων Πριάμῳ

### book 249-51.4

παίδων. b(BCE3E4)T

### book 251.1

〈Δηΐφοβον:〉 Ἀλεξάνδρου—ἔγημεν αὐτήν. ἡ ἱστο‐

### book 251.2

ρία παρὰ Λυκόφρονι (Al. 169—71). A

### book 251a.1

καὶ Ἱππόθοον καὶ ΔΙΟΝ ἈΓΑΥΟΝ: ὅτι ὁμώνυμος

### book 251a.2

ὁ Ἱππόθοος τῷ Πελασγῷ· „Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν“

### book 251a.3

(Β 840). καὶ ὅτι ἄδηλον, πότερόν ἐστι τὸ κύριον ὁ ΔΙΟΣ ἢ ὁ

### book 251a.4

ἈΓΑΥΟΣ. A

### book 251b

καὶ Δῖον 〈ἀγαυόν〉: Φερεκύδης (FGrHist 3, 137) τὸν

### book 251b

Δῖον νόθον υἱὸν Πριάμου φησίν. ἔσται οὖν τὸ ἀγαυόν ἐπίθετον. T

### book 252.1

ἐννέα {τοῖς}: ἢ τῶν ἐξ Ἑκάβης ἐννεακαίδεκα (cf. Ω 496)

### book 252.2

οὗτοι ὑπελείποντο, ἢ τῶν πεντήκοντα (cf. Ω 495). T

### book 253a.1

σπεύσατε: πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ

### book 253a.2

λύτρα, κἂν ᾖ ταχύ. b(BCE3E4)T

### book 253b.1

κατηφόνες: ὡς Μακεδόνες. | οὕτως Ἀρίσταρχος, καὶ

### book 253b.2

ἄμεινον· θηλυκῇ γὰρ προσηγορίᾳ ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν,

### book 253b.3

οἱονεὶ κατήφειαι. Κράτης (fr. XV [p. 79] H.) μέντοι „κατηφέεσ“

### book 253b.4

γράφει. A

### book 253c.1

κατηφόνες: ὡς Κηληδόνες, Σειρηδόνες. b(BCE3E4)T

### book 253c.2

ἔστιν οὖν μᾶλλον θηλυκά, T εἰς μαλακίαν αὐτοὺς ἐπισκώπτοντος

### book 253c.3

τοῦ πατρὸς ὡς στυγνίας αἰτίους. ἀπὸ τοῦ κατηφῶ κατηφών, b(BE3

### book 253c.4

E4)T ὅθεν φησὶ „στῆ δὲ κατηφήσασ“ (Χ 293), ὡς εἴκω εἰκών. οἱ

### book 253c.5.1

δὲ ἄξιοι τοῦ φονεύεσθαι. ὁ δὲ Νέστωρ ἐπὶ τῆς θυσίας εἶπεν· „καρπα‐

### book 253c.5.2

λίμως μοι, τέκνα φίλα“ (γ 418). T

### book 253d.1

ἄλλως· κατηφὼν παρὰ τὸ φῶ, οὗ παράγωγον φάω, T

### book 253d.2

ὁ κάτω ἔχων τὰ φάη δι’ αἰσχύνην ἢ δι’ ὀνειδισμὸν ἢ 〈διὰ〉 λύπην.

### book 253d

b(BE3E4)T

### book 254.1

ὠφέλετε: καὶ Καλλίμαχος (fr. 636)· „μὴ ὀφέλετ’ ἀλλή‐

### book 254.2

λοισιν ἐπὶ πλέον ὄμματα δῦναι“. T

### book 255-60.1

ὤ μοι ἐγὼ 〈πανάποτμος, ἐπεὶ—πάντα

### book 255-60.2

λέλειπται〉: ἠθικὴ ἡ μεταξὺ ἀναφώνησις. ὀργιζόμενος δὲ τοῖς

### book 255-60.3

λελειμμένοις ἀφορμὴν ἔσχεν ἀποδύρεσθαι τοὺς τετελευτηκότας. ἐλεεινὸν

### book 255-60.4

δὲ καὶ τὸ †ἐπὶ τέκνῳ† (255)· οὐ γὰρ δεινὸν τὸ μὴ γεννῆσαι ὡς τὸ

### book 255-60.5.1

γεννηθέντας ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει,

### book 255-60.5.2

λοιδορεῖ. b(BCE3E4)T

### book 255

〈πανάποτμος:〉 περὶ πάντα δυστυχής. Til

### book 257a.1

〈Μήστορα τ’ ἀντίθεον καὶ Τρωΐλον〉 ἱππιοχάρ‐

### book 257a.2

μην: ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωΐλῳ (T.G.F. p. 266 N. = II p. 253

### book 257a.3

P.) φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ

### book 257a.4

τὸ Θυμβραῖον καὶ ἀποθανεῖν. ὑπονοήσειε δ’ ἄν τις τὸν Μήστορα

### book 257a.5.1

πρεσβύτατον εἶναι τῶν Πριαμιδῶν, καὶ τὸν Τρωΐλον οὐ παῖδα, διότι

### book 257a.5.2

ἐν τοῖς ἀρίστοις καταλέγεται. T

### book 257b.1

Τρωΐλον ἱππιοχάρμην: ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιο‐

### book 257b.2

χάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ’ ἵππου διωκόμενον αὐτὸν

### book 257b.3

ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ

### book 257b

ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται. A

### book 258-9a.1

ὃς θεὸς ἔσκε〈—ἀλλὰ θεοῖο〉: οὐ μόνον δι’

### book 258-9a.2

ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ †πρόσφορον

### book 258-9a.3

τῆς συμφορᾶς. b(BCE3E4)T ἠθικῶς δὲ κρείττονά φησι ὁ Πρία‐

### book 258-9a.4

μος τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγενῆσθαι. b(BE3E4)T

### book 258-9b.1

οὐδ〈ὲ〉 ἐῴκει / ἀνδρός γε〈—θεοῖο〉: Στη‐

### book 258-9b.2

σίχορος (fr. 47 P. = P.M.G. 224) Ἀπόλλωνος αὐτόν φησιν, οὐ

### book 258-9b.3

νοήσας τὴν ὑπερβολήν. T

### book 261.1

〈ὀρχησταί τε〉 χοροιτυπίῃσιν 〈ἄριστοι〉: οὐκ ἐν

### book 261.2

πολέμοις· ἐκείνην γὰρ τὴν ὄρχησιν σεμνύνει· „καὶ ὀρχηστήν περ

### book 261.3

ἐόντα“ (Π 617)· τὴν δὲ μαλακὴν ἀποδοκιμάζει. T

### book 262.1

ἐπιδήμιοι ἁρπακτῆρες: ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν

### book 262.2

γενναῖοι· ἔνθεν τὸ „οἴκοι μὲν λέοντες, / ἐν μάχῃ δ’ ἀλώπεκεσ“ (Ar.

### book 262.3

pac. 1189—90). b(B [bis], CE3E4)T

### book 264a

ἐπιθεῖτε: ὡς τὸ „διακρινθεῖτε“ (Γ 102). AimT

### book 264b

〈ἐπιθεῖτε:〉 ἐπιθείητε. Til

### book 265.1

〈οἱ δ’ ἄρα πατρὸσ〉 ὑποδδείσαντες 〈ὁμοκλήν〉:

### book 265.2

δεόντως σιωπῶσιν· οὐ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι. b(BCE3

### book 265.3

E4)T

### book 266.1

ἐκ μὲν ἅμαξαν 〈ἄειραν ἐΰτροχον ἡμιονείην〉: ἐκ

### book 266.2

μέν T ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν καὶ κοινὸν ἐκόσμησε ποιητι‐

### book 266.3

κῶν λέξεων ποικιλίᾳ. b(BCE3E4)T

### book 267.1

πρωτοπαγέα: πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως. b(BC

### book 267.2

E3)T ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν· b(BE3)T ἔστι

### book 267

γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος. b(BE3E4)T

### book 268.1

κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον: τὸ ἑξῆς καθῄ‐

### book 268.2

ρουν. T

### book 269a.1

πύξινον ὀμφαλόεν〈—ἀρηρόσ〉: οὐκ ἦν παρὰ

### book 269a.2

Ζηνοδότῳ οὗτος ὁ στίχος. AT

### book 269b.1

ὀμφαλόεν: ὑπεροχὰς ἔχον ἐν μέσῳ τινάς, αἷς περιειλοῦνται

### book 269b.2

οἱ ἱμάντες. b(BCE3E4)T οἱ δέ, ἐν μέσῳ ὀμφαλὸν ἔχον, ᾧ προσ‐

### book 269b.3

δεῖται ἱμᾶσιν ὁ ῥυμός. b(BE3E4)T

### book 269c1.1

οἰήκεσσιν: κρίκοις, δι’ ὧν ἐνειρόμεναι αἱ ἡνίαι b(BE3

### book 269c1.2

E4, E4il)T τοὺς ἵππους οἰακίζουσιν· ἡ γὰρ ἡνία τρόπον τινὰ

### book 269c1.3

οἴηξ ἐστὶ τοῦ ἅρματος. b(BE3E4il)T

### book 269c2.1

οὕτως δὲ εἴρηκε κρίκους τινάς, δι’ ὧν [αἱ ἡνίαι] διείρονται

### book 269c2.2

καὶ οἰακίζ[ουσι τοὺς ἵππους]. A

### book 270.1

ζυγόδεσμον: ἱμάντα ἢ σχοινίον, b(BCE3E4)T ὃ δε‐

### book 270.2

σμεῖ τὸν ζυγόν. b(BCE3E4)

### book 271

τό: τὸ ζυγόδεσμον. b(BCE3E4)T

### book 272a1.1

〈πέζῃ:〉 πέζα τὸ ἄκρον καὶ ἐπὶ γῆς, ἢν λυθῇ ὁ ῥυμός,

### book 272a1.2

φερόμενον. καὶ ἐπὶ ἱματίου πέζα τὸ πρὸς τῇ γῇ μέρος. T

### book 272a2.1

〈πέζῃ ἐπὶ πρώτῃ:〉 πᾶν τὸ ἄκρον πέζα καλεῖται. ἔχει

### book 272a2.2

δὲ ὁ ῥυμὸς πέζας δύο, τὴν πρὸς γῆν καὶ τὴν πρὸς τὸ ζυγόν. τὴν οὖν

### book 272a2.3

πρὸς τὸ ζυγὸν πρώτην λέγει. b(BCE3E4)

### book 272b

πέζῃ ἐπὶ πρώτῃ: ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρᾳ· „ἄξαντ’

### book 272b

ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). A

### book 272c.1

ἕστορι βάλλον: δασέως, ἀπὸ τῆς ἕσεως· τὸν γὰρ βαλ‐

### book 272c.2

λόμενον πάσσαλον ἐπ’ ἄκρου τοῦ ζυγοῦ νοητέον. A

### book 272d.1

ἕστορι: τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασ‐

### book 272d.2

σάλῳ, περὶ ὃν ὁ κρίκος †ἐνηλωμένος τῷ ζυγῷ ἐντίθεται, b(BCE3E4)

### book 272d.3

T ὃς καλεῖται ἕστωρ. T δασύνεται δὲ ἀπὸ τῆς ἕσεως. b(BE3

### book 272d.4

E4)T

### book 272e.1

ἕστορι {βάλλον}: τῷ πεπηγότι πασσάλῳ κατὰ τοῦ

### book 272e.2

ῥυμοῦ καὶ τοῦ ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκει‐

### book 272e.3

ται. A

### book 273.1

τρὶς δ’ ἑκάτερθεν ἔδησαν 〈ἐπ’ ὀμφαλόν〉: ἑκατέρωθεν

### book 273.2

ἔδησαν †ἀμφαλλάσσοντες† τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλόν, ἵνα μὴ

### book 273.3

ἑτεροκλινὴς ᾗ. b(BCE3E4)T

### book 274.1

ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν: ὑπὸ τὴν γωνίαν τὴν γεγο‐

### book 274.2

νυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ· b(BCE3E4) ὅταν γὰρ συν‐

### book 274.3

δεθῇ τῷ ῥυμῷ ὁ ζυγός, ἀποτελοῦνταί τινες γωνίαι. δηλοῖ δὲ καὶ τὴν

### book 274.4

γλωσσίδα. ἔκαμψαν δὲ b(BE3E4) ἔκοψαν, ὑπέκοψαν, T ἀπε‐

### book 274.5

τερμάτισαν, ἵνα μὴ κρέμηται ὁ ἱμάς. b(BE3E4)T

### book 275-6.1

ἐκ θαλάμου δὲ φέροντες 〈ἐϋξέστης ἐπ’ ἀπήνης /

### book 275-6.2

νήεον—ἄποινα〉: διασταλτέον μετὰ τὸ φέροντες (275)

### book 275-6.3

πρὸς τὸ σαφέστερον. A

### book 277.1

ἡμιόνους 〈...〉 ἐντεσιουργούς: οὐ τοὺς μετὰ κανθη‐

### book 277.2

λίων νωτοφοροῦντας, b(BCE3E4)T ἀλλὰ τοὺς ἅρματα ἕλκοντας.

### book 277.3

b(BCE3)T καὶ Πίνδαρος (Ol. 13, 20) τὰ ἅρματα ἔντεά φησιν·

### book 277.4

„ἱππείοις †ἔντεσι† μέτρα“. b(BE3)T ἢ τοὺς ἑτοίμους πρὸς τὰ

### book 277.5

ἔργα. b(BE3E4)T

### book 277.1

ἐντεσιεργούς: τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους,

### book 277.2

ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκοντας, ἅπερ καὶ ἔντεά φησιν. A

### book 278a.1

〈τούς ῥά ποτε Πριάμῳ〉 Μυσοὶ δόσαν: Μυσοὶ πλη‐

### book 278a.2

σίον ὄντες „Ἐνετῶν, ὅθεν ἡμιόνων γένοσ“ (Β 852). ἢ ὡς καὶ παρὰ

### book 278a.3

Μυσοῖς διαφόρων ὄντων· Ἀνακρέων (fr. 117 G. = 32 [P.M.G. 377]

### book 278a.4

P.)· „ἱπποθόρων δὲ Μυσοί / εὗρον μίξιν ὄνων“ πρὸς ἵππους, ἐξ ὧν

### book 278a.5.1

ἡμίονοι. καὶ νῦν μὲν ἀρσενικῶς εἶπεν, ἑξῆς (sc. Ω 325) δὲ „τὰς Ἰδαῖος

### book 278a.5.2

ἔλαυνε δαΐφρων“. T

### book 278b

〈τούς:〉 ὁ ἡμίονος καὶ ἡ ἡμίονος, διχῶς. Til

### book 281a.1

τὼ μὲν ζευγνύσθην: τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν

### book 281a.2

τὸ ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ ἐργάτης, οἰκοδομεῖται

### book 281a.3

δὲ ὁ χορηγός· καὶ γλύφει μὲν ὁ γλυφεύς, γλύφεται δὲ ὁ δεσπότης·

### book 281a.4

ζεύγνυσι μὲν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων. b(BCE3E4)T

### book 281b

ζευγνύσθην: ζευγνύναι προσέτασσον. b(BCE3E4)T

### book 282.1

κῆρυξ καὶ Πρίαμοσ〈—ἔχοντεσ〉: ὅτι εἰ μὴ προσέ‐

### book 282.2

θηκε τὸν στίχον, οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρ’ Ὁμήρῳ,

### book 282.3

Ἐρατοσθένης καὶ Κράτης, ἔλεγον ἂν ἐπὶ τῶν ἐννέα Πριαμιδῶν τετάχθαι

### book 282.4

„τὼ μὲν ζευγνύσθην“ (Ω 281). A

### book 283

〈τετιηότι:〉 περιλύπῳ. b(BCE3E4)Til

### book 285.1

λείψαντε: συλληπτικῶς· b(BCE3)T μόνος γὰρ σπέν‐

### book 285.2

δει ὁ Πρίαμος. b(BCE3E4)T

### book 292-4.1

αἴτει δ’ οἰωνόν, ταχὺν 〈ἄγγελον— / δε‐

### book 292-4.2

ξιόν〉: τὸ ἑξῆς αἴτει δ’ οἰωνὸν (292) δεξιόν (294). τὰ δὲ ἄλλα διὰ

### book 292-4.3

μέσου. A

### book 292a.1

〈αἴτει δ’ οἰωνόν:〉 γυναικεῖον τὸ ἦθος τὸ ἐπὶ μαντείας

### book 292a.2

καταφεύγειν, εἴ τί που περίφοβον σχοῖεν. b(BCE3E4)T

### book 292b1

〈ταχύν:〉 ἐν ἄλλῳ „ἑόν {ἄγγελον}“. Aim

### book 292b2

{ταχὺν ἄγγελον:} „ἑόν“ ἀγαθόν· οἱ δὲ τὸν αὐτοῦ. T

### book 292c1.1

ὅς τέ οἱ αὐτῷ: ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἵ, ἐπεὶ

### book 292c1.2

εἰς ἁπλῆν ἡ μετάληψίς ἐστι〈ν〉, ὁμοίως τῷ „ἀλλά οἱ αὐτῷ / Ζεύσ“

### book 292c1.3

(δ 667—8). A

### book 292c2

ἐγκλιτέον τὴν οι. Til

### book 293a1.1

φίλτατος οἰωνῶν: ἢ ὅτι τῇ αὐτῇ ἡμέρᾳ αὐτῷ ἐγεν‐

### book 293a1.2

νήθη· ἢ ὅτι ὁρμῶντι αὐτῷ ἐπὶ τὴν βασιλείαν ἐφάνη καὶ ἐνεφάνισεν

### book 293a1.3

αὐτῷ τὰ μέλλοντα· τινὲς δέ φασιν ὅτι γεννηθέντα Δία εἰς οὐρανὸν

### book 293a1.4

ἐκόμισεν· οἱ δὲ ὅτι Μέροψ ὁ Κῷος ἀπαύστως ἐπένθει τὴν γυναῖκα·

### book 293a1.5

ξενίσας δὲ τὴν Ῥέαν μετεβλήθη καὶ συμπάρεστιν ἀεὶ τῷ Διΐ. T

### book 293a2.1

φασὶν ἐπὶ τὴν βασιλείαν ὁρμῶντι αὐτῷ αἰετὸν φανῆναι

### book 293a2.2

σύμβολον τῆς εὐτυχίας καὶ τοῦ κράτους, ἔνθεν αὐτὸν τῶν ἄλλων ἐφίλει.

### book 293a2.3

b(BCE3E4)

### book 293b.1

καί εὑ κράτος ἐστὶ μέγιστον: ὅτι Ζηνόδοτος γράφει

### book 293b.2

„καὶ οὗ“. ἔστι δὲ ἀντὶ τοῦ ἑαυτοῦ, καὶ ἀδιανόητος ὁ λόγος. A

### book 293c

〈μάλιστα:〉 γράφεται „μέγιστον“. Aint

### book 295.1

〈Δαναῶν ταχυπώλων:〉 γράφεται „χαίρων ἐνὶ θυμῷ“.

### book 295.2

Aim

### book 297.1

οὐκ ἂν 〈ἔγωγέ σ’〉 ἔπειτα ἐποτρύνουσα 〈κελοίμην〉:

### book 297.2

ἐξ ἀντικειμένου φησὶν ὅτι κωλύσω σε. b(BCE3E4)T

### book 300.1

οὐ μέν τοι 〈τόδ’ ἐφιεμένῃ〉 ἀπιθήσω: πείθεται Πρίαμος

### book 300.2

οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ θαρρῦναι αὐτὴν θέλων. b(BCE3E4)T

### book 303a1

ἀκήρατον: ἀθολώτατον. T

### book 303a2

καθαρόν, ἀθόλωτον, ἀμίαντον. b(BCE3E4)

### book 304a1.1

χέρνιβον ἀμφίπολος 〈πρόχοόν θ’ ἅμα χερσὶν

### book 304a1.2

ἔχουσα〉: ἀθετεῖται, ὅτι παρὰ τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ

### book 304a1.3

ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ, ὡς ἡμεῖς. τοῦτο δὲ αὐτὸς εἴωθε

### book 304a1.4

καλεῖν „λέβητα“ (Ψ 267. ν 13 al.), τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον

### book 304a1.5.1

ὕδωρ „χέρνιβα“ (α 136. γ 440 al.). ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς

### book 304a1.5.2

ἅπαξ ἐνταῦθα εἰρημένον. A

### book 304a2.1

χέρνιβον: τινὲς ἀθετοῦσιν, ὅτι τὸ χειρόνιπτρον νῦν

### book 304a2.2

δηλοῖ. ἀεὶ δὲ τὸ ὕδωρ παρὰ τῷ ποιητῇ. T

### book 304b.1

χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν

### book 304b.2

ἔχουσα: ἡ Μασσαλιωτικὴ „〈χέρνιβα ἀμφίπολοσ〉 ταμίη μετὰ χερσὶν

### book 304b.3

ἔχουσα“ διὰ τὸ μὴ εἰρῆσθαι νῦν συνήθως αὐτῷ ἐπὶ τῶν ὑδάτων, ἀλλ’

### book 304b.4

ἐπὶ τοῦ σκεύους τὰ „χέρνιβα“, εἰ μὴ ἄρα ἑνικῶς ἐνθάδε γραπτέον

### book 304b.5

χέρνιβον ἀμφίπολος. T

### book 304c.1

〈χέρνιβον:〉 οὐχ ὥς τινες τὸ ἀγγεῖον· ἐπιφέρει γὰρ

### book 304c.2

πρόχοόν θ’ ἅμα. ἀεὶ δὲ παρὰ τῷ ποιητῇ τὸ ὕδωρ δηλοῖ. b(BC

### book 304c

E3E4)

### book 305.1

〈κύπελλον ἐδέξατο ἧς ἀλόχοιο: ὅτι〉 λείπει ἡ παρά.

### book 305.2

Aim

### book 306a1.1

εὔχετ’ ἔπειτα στὰς 〈μέσῳ ἕρκεϊ〉: ὅτι ἐλλείπει ἡ

### book 306a1.2

πρόθεσις, ἀντὶ τοῦ ἐν μέσῳ ἕρκει στὰς εὔχετο. A

### book 306a2

λείπει ἡ ἔν. Til

### book 306b1.1

〈εὔχετ’ ἔπειτα στὰσ〉 μέσῳ ἕρκεϊ: ἐν μεσάταις ταῖς

### book 306b1.2

αὐλαῖς †ἑρκίου† Διὸς ἦν βωμός, πρὸς ὃν καταφυγὼν ἔσφακται Πρία‐

### book 306b1.3

μος. T

### book 306b2.1

ἐν τῷ μέσῳ τῆς αὐλῆς, ὅπου καὶ βωμὸς τοῦ ἑρκείου Διὸς

### book 306b2.2

ἦν, πρὸς ὃν μετὰ τὴν ἅλωσιν φυγὼν ἀπέσφακται. b(BCE3E4)

### book 309a.1

δός μ’ 〈ἐς Ἀχιλλῆοσ〉 φίλον ἐλθεῖν: ὡς μὴ ἐχθρῶς

### book 309a.2

προσδεχθῆναι. ἐλεεινὸν δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας

### book 309a.3

αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν. b(BCE3E4)T

### book 309b.1

ἐς Ἀχιλλῆος: πρὸς Ἀχιλλέα. b(BCE3)T ἤμελλε

### book 309b.2

γὰρ αὐτὸν ἔνδον εὑρήσειν. T

### book 310

〈ταχύν:〉 ἐν ἄλλῳ „ἑόν {ἄγγελον}“. Aim

### book 311

〈μάλιστα:〉 γράφεται „μέγιστον“. Aim

### book 315-6.1

αὐτίκα δ’ αἰετὸν ἧκε, 〈τελειότατον πετεηνῶν, /

### book 315-6.2

μόρφνον θηρητῆρα〉: ὁ μὲν Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ 〈τοῦ〉 κρείττο‐

### book 315-6.3

νος προσχήματος. T πιθανῶς δὲ οὐδὲν ἔχει ὁ ἀετός, ὅπως σημαίνῃ

### book 315-6

Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. b(BCE3E4)T

### book 315-6.5.1

μέλας (cf. 316) δὲ ὢν τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ

### book 315-6.5.2

(cf. 316) τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται

### book 315-6.5.3

ἀλλ’ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα. b(BE3E4)T

### book 315a.1

τελειότατον πετεηνῶν: ὅτι οὐ τὸν τῷ σώματι τέλειον,

### book 315a.2

ἀλλὰ τὸν ἐπιτελεστικώτατον. A

### book 315b.1

τελειότατον πετεεινῶν: ἐπιτελεστικὸν εἰς ἃ ἂν ὀφθείη.

### book 315b.2

ἢ τὸν ἐν ἀξιώματι ὑπερέχοντα, ὡσεὶ καὶ λέοντα ἔφη τελειότατον

### book 315b.3

θηρῶν, τουτέστι βασιλικώτατον. b(BCE3E4)T ἢ 〈τὸν〉 τῶν

### book 315b.4

ἀετῶν τελειότατον τὸν πύγαργόν φησιν. T

### book 316a1.1

μόρφνον: μόρφνον ὡς „ὕπνον“ (Κ 159. Λ 241 al.)

### book 316a1.2

ATil καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε μορόφονός ἐστιν, εἴτε παρὰ

### book 316a1.3

τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατ’ ἀρχήν, ἵνα σημαί‐

### book 316a1.4

νηται ὁ μέλας, εἴτε παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ

### book 316a1.5.1

συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς, κατὰ πάντα τρόπον ὀφείλει

### book 316a1.5.2

βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα· τὰ γὰρ

### book 316a1.5.3

εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γέ‐

### book 316a1.5.4

νους, ἔχοντα δὲ πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπ‐

### book 316a1.5.5

εσταλμένων τῶν εἰς μος ληγόντων, οἷον „χόρτοσ“ (cf. Λ 774. Ω 640),

### book 316a1.10

„φόρτοσ“ (cf. θ 163. ξ 296), „ὅρκοσ“ (Α 239. Ο 38 al.), Ὄρθος τὸ

### book 316a1.1

μονογενές, πόρνος· οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτως δὲ θέλει

### book 316a1.2

καὶ τὸ „πτόρθοσ“ (cf. ζ 128). οὕτω μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς

### book 316a1.3

μος διὰ τὸ κορμός, φορμός. τὸ μέντοι „περκνόσ“ ὀξύνεται ὁμοίως τῷ

### book 316a1.4

πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.), μεταλαμβάνων εἰς τὸν

### book 316a1.15.1

μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ

### book 316a1.15.2

ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος

### book 316a1.15.3

καὶ βαρύνει. ἀλλ’ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. A

### book 316a2

περκνὸς ὡς πυκνός. T

### book 316b.1

μόρφνον: ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον, ἢ μόρον

### book 316b.2

ἐπάγειν. οἱ δὲ εὔμορφον, b(BCE3E4)T οἱ δὲ μάρπτοντα. περ‐

### book 316b.3

κνὸν δὲ μέλανα, ὡς βότρυν, ὃν καὶ περκάζειν φασίν. b(BE3E4)T

### book 317-8.1

〈ὅσση δ’〉 ὑψορόφοιο θύρη 〈θαλάμοιο—

### book 317-8.2

ἀφνειοῖο〉: τῶν γὰρ τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα καὶ

### book 317-8.3

φιλοτίμου ὄντος τοῦ κατασκευάσαντος. b(BCE3E4)T

### book 318a.1

ἘΥΚΛΗΪΣ ἀραρυῖα: ὅτι δύναται καὶ κατὰ σύνθεσιν

### book 318a.2

ἐϋκλήϊς, εὐεπίκλειστος, χωρὶς δὲ τὸ ἀραρυῖα. δύναται δὲ καὶ κατὰ

### book 318a.3

συναλιφήν, εὖ ταῖς κλ〈ε〉ισὶν ἀραρυῖα. A

### book 318b.1

ἘΥΚΛΗΪΣ ἀραρυῖα: Ἀρίσταρχος ἐϋκλήις ὡς „ἐϋκνή‐

### book 318b.2

μισ“ (cf. Α 17. Β 331 al.), σύνθετον ποιῶν τὴν λέξιν· οὕτως καὶ ὁ

### book 318b.3

Ἀσκαλωνίτης (p. 61. B). εἰσὶ δέ, οἳ διεῖλον, ἐῢ κληῗς’ ἀραρυῖα,

### book 318b.4

οἷς συγκατατίθεται καὶ Τρύφων (fr. 103 V.), οὐκ εὖ· ἄμεινον γὰρ

### book 318b.5

ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς,

### book 318b.1

λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν ὡς ὅτι ἐκθλίβεται

### book 318b.2

μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ

### book 318b.3

πληθυντικῆς, „κερκίδ’ ὕφαινε“ (ε 62), „χέρς’ ἐρετάων“ (ν 115), „καὶ

### book 318b.4

νήεσς’ ἡγήσατ’ Ἀχαιῶν“ (Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις

### book 318b.10.1

ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν

### book 318b.10.2

ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντι‐

### book 318b.10.3

κοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν

### book 318b.10.4

σημειώδη. | εἰ δὴ σύνθετόν ἐστι τὸ ἐϋκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό·

### book 318b.10.5

μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κʹ τῆς Καθόλου (1,526,

### book 318b.15.1

15) φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. | καὶ

### book 318b.15.2

ἐν τῷ τρίτῳ δὲ τῶν Ὀνοματικῶν (fr. 11 [2,615,7]) περὶ τῆς ἐκτά‐

### book 318b.15.3

σεως αὐτῶν ταῦτά φησιν· „ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ι,

### book 318b.15.4

ἔχουσιν ἐν τῷ „ἐϋκνήμισ“ (cf. Α 17. Β 331 al.), μελαμψήφις· καὶ εἰ

### book 318b.15.5

τοῦτο“, φησί, „δῆλον ὅτι παροξύνεται.“ A

### book 319a.1

πτερά: καταχρηστικῶς αἱ πτέρυγες. A b (BCE3E4)TTil

### book 319a.2

κυρίως δὲ πτερά εἰσι τὰ πτίλα. A b (BCE3)T

### book 319b

εἴσατο: ἐφάνη. b(BCE3)T

### book 320

〈ὑπὲρ ἄστεος:〉 γράφεται „δι’ ἄστεοσ“. Aim

### book 322.1

〈γεραιὸς ἑοῦ:〉 γράφεται „{ὁ} γέρων ξεστοῦ {ἐπεβίσετο}“.

### book 322.2

Aim

### book 323a.1

〈αἰθούσης:〉 αἰθούσας τινὲς T τὰ τῆς αὐλῆς τειχία.

### book 323a.2

b(BCE3E4)T Σικελοὶ (fr. 169 [C. G. F. I 1, p. 213] K.) δὲ

### book 323a.3

〈αἴθουσαν〉 τὴν αὔλειαν θύραν, T Κύπριοι δὲ παστάδα ἀμφίθυ‐

### book 323a

ρον. b(BCE3E4)T

### book 323b.1

{αἰθούσης} ἐριδούπου: μεγαλοήχου. | καὶ ἀλλαχοῦ

### book 323b.2

„κατὰ δώματα ἠχήεντα“ (δ 72). T

### book 326

ἐφέπων 〈μάστιγι〉: ἔμπειρος γὰρ ἡνιοχείας. T

### book 329-30.1

οἱ δ’ ἐπεὶ οὖν πόλιος 〈κατέβαν, πεδίον δ’ ἀφί‐

### book 329-30.2

κοντο, οἱ μὲν ἄρ’ ἄψορροι—ἀπονέοντο〉: αἱ ὑποστιγ‐

### book 329-30.3

μαὶ κατέβαν (329), ἀφίκοντο (329), ἡ δὲ ἀνταπόδοσις ἀπὸ τοῦ

### book 329-30.4

οἱ μὲν ἄρ’ ἄψορροι (330). A

### book 330.1

οἱ μέν: τούτῳ συναπτέον τὸ „παῖδες καὶ γαμβροί“ (Ω

### book 330.2

331). T

### book 331.1

Ζῆ/ν’: πρὸς τὴν συναλιφήν, ὅτι ἐν δύο στίχοις (sc. Ω

### book 331.2

331—2)· τὸ γὰρ πλῆρές ἐστι „Ζῆνα ἐς πεδίον φανέντε“. A

### book 332a.1

ν’ ἐς πεδίον προφανέντε: οὕτως τὴν συναλιφὴν διεῖλεν

### book 332a.2

Ἀρίσταρχος, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς. A

### book 332b

προφανέντε: ἐν τῇ Χίᾳ „καταβάντε“. AimT

### book 334-8.1

Ἑρμεία, σοὶ γάρ 〈τε—ἱκέσθαι〉: ἀπήλλαξεν

### book 334-8.2

ὁ ποιητὴς ζητήσεως ἡμᾶς, προσθεὶς τὴν αἰτίαν, διὰ τί νῦν τῷ Ἑρμῇ

### book 334-8.3

χρῆται διακόνῳ καὶ οὐ τῇ Ἴριδι· οὐ †παραγγελίας† μόνης ἔδει ψιλῆς,

### book 334-8.4

ὅπου γε οὐδὲ ἐκ τοῦ προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλ’ ἐπὶ

### book 334-8.5.1

τῷ φιλοποιῆσαι αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν· b(BCE3E4)

### book 334-8.5.2

T διὸ καὶ τὴν ῥάβδον ἔχει (cf. Ω 343) ὥστε κοιμίσαι τοὺς φύλακας

### book 334-8.5.3

(cf. Ω 445—6) καὶ ἐπεγεῖραι τὸν Πρίαμον (cf. Ω 682—8). ἐν δὲ

### book 334-8

Ὀδυσσείᾳ (sc. ε 47—9. ω 2—4) ἀργῶς. T

### book 335a.1

ἑτα〈ι〉ρίσσαι: συνεργῆσαι. b(BCE3E4)T οἱ δὲ συμ‐

### book 335a.2

παραγενέσθαι· ὅθεν T καὶ ἑταίρα ἡ συμπαραγινομένη ἄλλοτε

### book 335a.3

ἄλλῳ εἰς μίξιν. b(BCE3E4)T ἢ φιλοποιήσασθαι· πρὸς γὰρ τὸ

### book 335a.4

φίλον αὐτὸν ποιήσασθαι Ἀχιλλεῖ πέμπεται. b(BE3E4)T

### book 335b.1

καί τ’ ἔκλυες: τινὲς „καί τε κλύεσ“, καὶ λείπειν φασὶ τὸ

### book 335b.2

ἀεί. ἀντὶ τοῦ κλύεις. T

### book 337.1

〈ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ:〉 ὅτι Aint

### book 337.2

ἴδῃ καὶ νοήσῃ παραλλήλως Aint b (BCE3)T ταὐτόν ἐστιν. Aint

### book 337.3

b(BCE3)

### book 338a1.1

Πηλείωνα δ’ ἱκέσθαι: ὅτι οὕτως εἴρηκεν Πηλείωνα

### book 338a1.2

δέ εἰς Πηλείωνα ἀντὶ τοῦ πρὸς Πηλείωνα. A

### book 338a2.1

εἰς Πηλείωνα, T ἀντὶ τοῦ πρὸς Πηλείωνα, b(BCE3)

### book 338a2.2

T ὁμοίως τῷ „εἰς Ἀγαμέμνονα δῖον ἄγον“ (Η 312). T

### book 340.1

καλὰ πέδιλα: Ἀριστοτέλης (fr. sprevit R.3) αὐτὰ πτε‐

### book 340.2

ρωτὰ οἴεται, ψευδῶς. T

### book 341-2a1.1

ἀμβρόσια, χρύσεια 〈τά μιν—ἀνέμοιο〉:

### book 341-2a1.2

ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου

### book 341-2a1.3

Ἑρμοῦ (sc. ε 45—6), ἐν δὲ τῇ 〈αʹ〉 ῥαψωδίᾳ τῆς Ὀδυσσείας (sc.

### book 341-2a1.4

97—8) οὐκέτι. A

### book 341-2a2

{ἀμβρόσια χρύσεια:} ἀστερίσκοι παράκεινται, ὡς ἐν‐

### book 341-2a2

θένδε μετενηνεγμένων τῶν ἐν Ὀδυσσείᾳ (sc. α 97—8). T

### book 341

〈φέρον:〉 οὕτω διὰ τοῦ ο φέρον. Ail

### book 343a.1

{εἴλετο δὲ} ῥάβδον: τὴν ῥάβδον συσταλτέον κατὰ τὴν

### book 343a.2

πρώτην συλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ

### book 343a.3

ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός,

### book 343a.4

Ἄβδηρος, „Ἀβαρβαρέη“ (Ζ 22), „ἐπιγράβδην“ (Φ 166). οὕτως οὖν

### book 343a.5

ἐχέτω καὶ ἡ ῥάβδος· διὸ τὸ ἀβάλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο. A

### book 343b.1

{εἵλετο δὲ} ῥάβδον: ταύτην Ἀπόλλων αὐτῷ δέδωκεν,

### book 343b.2

ὡς τὰς βοῦς ἐβουκόλει Ἀδμήτου, ὥς φησι Φερεκύδης (FGrHist 3, 131).

### book 343b.3

καὶ οἱ μὲν παρὰ τὸ ῥᾷον βαδίζειν ἐκτείνουσιν, οἱ δὲ παρὰ τὸ ῥαπίζειν

### book 343b.4

συστέλλουσιν, ὃ καὶ ἄμεινον· τὸ γὰρ α πρὸ τοῦ β συστέλλεσθαι θέλει,

### book 343b.5

εἰ μὴ κατὰ διάλεκτον ἐκτροπὴ τοῦ η εἴη. T

### book 343c.1

τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει: ὕπνου γὰρ καὶ ἐγέρ‐

### book 343c.2

σεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ. καὶ τὴν εὐαρ‐

### book 343c.3

μοστάτην b(BCE3E4)T λύραν ἐξεῦρεν, ᾗ κηλεῖ τε καὶ κινεῖ τοὺς

### book 343c.4

πολέμους. T

### book 344.1

〈ἐθέλῃ:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ε. αἱ δὲ κοιναὶ διὰ τοῦ

### book 344.2

η, ἐθέλῃ. A

### book 346.1

〈αἶψα δ’ ἄρα Τροίην:〉 ἐν ἄλλῳ „αἶψα δ’ ἄρ’ ἐς Τροίην“

### book 346.2

Aim

### book 347a.1

〈αἰσυητῆρι:〉 Ἀρίσταρχος „αἰσυμνητῆρι“, τουτέστι

### book 347a.2

βασιλικῷ. Aint

### book 347b.1

αἰσυμνητῆρι ἐοικώς: οὕτως αἰσυμνητῆρι, βασιλεῖ

### book 347b.2

τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ „παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες

### book 347b.3

ἔασιν“ (ν 223). A

### book 347c.1

αἰσυητῆρι: οἱ μὲν ὄνομα ἡλικίας, οἱ δὲ ἐρρωμένῳ παρὰ τὴν

### book 347c.2

εὔσοιαν, οἱ δὲ εὐδαίμονι, οἱ δὲ ἐπιτελεστικῷ παρὰ τὴν αἶσαν, b(BCE3

### book 347c.3

E4)T οἱ δὲ εὐμοίρῳ καὶ σεμνῷ, ἵνα ἐκπλήξῃ Πρίαμον, οἱ δὲ

### book 347c.4

κοσμίῳ πρὸς τὸ μὴ δέξασθαι δῶρα παρὰ Πριάμου, b(BE3E4)T

### book 347c.5.1

οἱ δὲ κεκινημένῳ παρὰ τὸ ἀΐσσειν, οἱ δὲ νομίῳ. T Ἀρί‐

### book 347c.5.2

σταρχος δὲ γράφει „αἰσυμνητῆρι“, ὅ ἐστι βασιλεῖ κατὰ τὴν μορφὴν

### book 347c.5.3

ὁμοιούμενος, οἱονεὶ αἰσιονομητῆρι· οἱ γὰρ βασιλεῖς τὸ αἴσιον ἑκάστῳ

### book 347c.5.4

νέμουσι. κούρῳ δέ, ὅπως αἰδεσθῇ τὸ γῆρας Πριάμου. b(BE3E4)T

### book 348a.1

πρῶτον ὑπηνήτῃ: μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδός,

### book 348a.2

ἁβρότερον μὲν ἢ κατ’ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. A

### book 348a.3

b(BCE3E4)T περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως.

### book 348a.4

καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος,

### book 348a.5.1

τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, A b (BE3E4)T „καὶ μολύνων τὴν

### book 348a.5.2

ὑπήνην“ (Ar. equ. 1286). AT | οἱ δὲ κοινῶς εἶπον τὸ γένειον.

### book 348a.5.3

πρῶτον ὑπηνήτῃ· ἀρχομένῳ γενειάζειν. A

### book 348b.1

χαριεστάτη ἥβη: χαριεστάτη T πρὸς τὰς πρά‐

### book 348b.2

ξεις. ἢ μίξεως ἀντιποιουμένη· b(BCE3E4)T „χάριν“ γὰρ ταύ‐

### book 348b.3

την καὶ Πίνδαρος (Ol. 1, 75?) εἶπεν. T

### book 350

ὄφρα πίοιεν: διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν

### book 350

οὐκ ἔδοσαν. b(BCE3E4)T

### book 351a

ἐν: ἀντὶ τοῦ παρά. b(BCE3)T

### book 351b.1

δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε 〈γαῖαν〉: ἀόριστος

### book 351b.2

ἀντὶ τοῦ ὑπερσυντελίκου. T

### book 352a

ἐξ ἀγχιμόλοιο: ἐκ τοῦ σύνεγγυς γεγονότα. T

### book 352b.1

ἐφράσσατο 〈κῆρυξ〉: ἔγνω, συνεῖδε. Πρίαμος δὲ ὅλος

### book 352b.2

ἐστὶ περὶ τὸ πῶς παρακαλέσει τὸν Ἀχιλλέα· διὸ οὐχ ὁρᾷ. ὁ δὲ κῆρυξ

### book 352b.3

μᾶλλον τῆς ἰδίας σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως φροντίζει.

### book 352b.4

b(BCE3E4)T τῷ δὴ τοιούτῳ ἤθει καὶ τὰ ἑξῆς ἀκολουθεῖ· T

### book 352b.5

φεύγειν γοῦν συμβουλεύει (sc. Ω 354—7). b(BCE3E4)T

### book 354.1

φραδέος: συνετοῦ· ὅθεν καὶ „ἀφραδέεσ“ (λ 476) οἱ ἀσύνε‐

### book 354.2

τοι. b(BCE3E4)T

### book 355.1

διαρραίσεσθαι: ἀντὶ τοῦ διαρραισθήσεσθαι. ἴδιον δὲ τῶν

### book 355.2

βαρβάρων ἀεὶ τὰ χείρω προσδοκᾶν b(BCE3)T καὶ πρὸς φυγὴν

### book 355.3

ἑτοίμους εἶναι. T

### book 356.1

φεύγωμεν ἐφ’ ἵππων: καταλείψαντες αὐτῷ τὰ τῆς ἀ‐

### book 356.2

πήνης, ἵνα σχολῇ τῇ περὶ αὐτὰ b(BCE3E4)T ὑπερίδῃ ἡμῶν. T

### book 356-7.1

ἤ μιν ἔπειτα 〈/ —ἐλεήσῃ〉: δηλονότι ἐν δευτέρᾳ

### book 356-7.2

τάξει τοῦτο γιγνέσθω. T

### book 358-60.1

σὺν δὲ γέροντι νόος χύτο〈— / στῆ δὲ τα‐

### book 358-60.2

φών〉: ἄκρως μεμέρισται ὁ λόγος b(BCE3E4)T περὶ μὲν τοῦ

### book 358-60.1

φυγεῖν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ· τὸν δὲ

### book 358-60.2

Πρίαμον συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας στῆναι

### book 358-60.5.1

καὶ ἐκπλαγῆναι, οὐ μέντοι ἀγενές τι προϊέμενον, πεποίηκε. b(BE3E4)

### book 358-60.5.2

T τὴν δὲ ταραχὴν τῆς διανοίας μεμίμηται διὰ τοῦ ὑπερβατοῦ

### book 358-60.5.3

(cf. 358). T

### book 360.1

〈ταφών:〉 {στῆ δὲ} μὴ δυνάμενος φωνῆσαι τῇ ἐκπλήξει.

### book 360.2

b(BCE3E4)

### book 361

χεῖρα 〈...〉 ἑλών: πρὸς πίστιν ἡ δεξιά. T

### book 362a.1

πῇ {πάτερ}: πῇ εἰς τόπον καὶ τὸ ποῖ, τὸ δὲ „πόθι“

### book 362a.2

(α 170. κ 325 al.) ἐν τόπῳ, τὸ δὲ „ποῦ“ (Ε 171. 406 al.) ἄμφω. T

### book 362b.1

πάτερ: δεύτερον τῆς δεξιᾶς (cf. Ω 361) αὐτὸν τοῦτο

### book 362b.2

θαρσύνει. T

### book 363

νύκτα δι’ ἀμβροσίην: διὰ τῆς 〈ἀμβροσίασ〉 νυκτός. T

### book 364-71.1

οὐδὲ σύ γ’ ἔδδεισασ〈— / σεῦ ἀπαλεξήσαι‐

### book 364-71.2

μι〉: αὔξει τὴν χάριν τῷ καιρῷ, τῷ 〈ὑπὸ〉 τῶν πολεμίων εὐεπηρεά‐

### book 364-71.3

στῳ, τῷ ἰδίῳ δυνατῷ, ὅτι ἐκ τοσούτων αὐτὸν δεινῶν ῥύεται. T

### book 365a1

ἀνάρσιοι: ἐναντίοι τῶν ἐριήρων. T

### book 365a2

ἐναντίοι, ἀνάρμοστοι τὴν γνώμην, | ἐχθροί. b(BCE3E4)

### book 367a

ὀνείατ’ ἄγοντα: ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα,

### book 367a.1

ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς

### book 367a.2

νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς

### book 367a.3

ἐβάσταζεν. A

### book 367b.1

ὀνείατα: χρήματα, παρὰ τὴν ὄνησιν. οἱ δὲ Γλωσσογρά‐

### book 367b.2

φοι βρώματα· b(BCE3E4)T καὶ „ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκεί‐

### book 367b.3

μενα“ (Ι 91. 221 al.). T

### book 367c.1

τίς ἂν δή τοι νόος εἴη: τίνα ἕξεις νοῦν; b(BCE3E4)

### book 367c.2

T τί διανοήσῃ· b(BCE3E4) τί ἐργάσῃ; b(BCE3E4)T

### book 369.1

ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ:

### book 369.2

παροιμιακὸς γέγονεν ὁ στίχος. T

### book 370a

〈ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον:〉

### book 370a

γράφεται „εἰ δέ κεν“. | ἡ διπλῆ δέ, ὅτι τὸ δεν παρέλκεται. Aim

### book 370b.1

οὐδέν σε ῥέξω κακά: πλεονάζει τὸ δεν, ὡς τὸ „ἔργον

### book 370b.2

δ’ οὐδὲν ὄνειδοσ“ (Hsd. opp. 311). T

### book 370c

〈κακά:〉 γράφεται „κακόν“. Aint

### book 371.1

φίλῳ δέ σε πατρὶ ἐΐσκω: διδάσκει φιλοπάτορας εἶναι καὶ

### book 371.2

σῴζειν τοὺς ἡλικιώτας τῶν πατέρων. καὶ „μνῆσαι πατρὸς σεῖο“

### book 371.3

(Ω 486). b(BCE3E4)T καὶ Πλάτων (rep. 5 p. 457 c 10. 461 d 5.

### book 371.4

465 a 8) κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν, ὅπως οἱ γέροντες ὡς

### book 371.5

πατέρες τιμῶνται. T

### book 373a.1

〈οὕτω πῃ τάδε γ’ ἐστί, φίλον τέκος, ὡς ἀγορεύ‐

### book 373a.2

εις:〉 οὕτως, ὦ τέκνον, ἐπικίνδυνός ἐστιν ἡ πορεία. ἑωρακὼς δὲ φιλο‐

### book 373a.3

πάτορα, καὶ τέκνον ὀνομάζει. b(BCE3E4)

### book 373b.1

〈οὕτω πη:〉 οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ

### book 373b.2

τοῦ δ, „οὕτω δή“. Aim

### book 374a

〈ἀλλ’ εἴ τις:〉 γράφεται „ἀλλ’ ἔτι τισ“. Aint

### book 374b

ὑπερέσχεθε: ὑπερμαχεῖ. T

### book 376-7a1

〈οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, / πέπνυσαί

### book 376-7a1.1

τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων:〉 ἐντεῦθεν οἱ ἀπὸ τοῦ

### book 376-7a1.2

Περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ

### book 376-7a1.3

εἶδος (376) τῶν σωματικῶν, τὸ δὲ πέπνυσαι (377) τῶν ψυχικῶν·

### book 376-7a1.5.1

b(BCE3E4) τὸ δὲ μακάρων 〈...〉 ἔξεσσιν ἐπ’ εὐγενείας εἴλη‐

### book 376-7a1.5.2

πται καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα. b(BE3E4)

### book 376-7a2

τριὰς ἀγαθῶν, ἀπὸ ψυχῆς, σώματος, τύχης. T

### book 376-7b.1

οἷος δὴ σὺ δέμας 〈... μακάρων δ’ ἔξεσσι γονή‐

### book 376-7b.2

ων〉: οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες. AT

### book 377.1

μακάρων δ’ ἘΞΕΣΣΙ: ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί· ἐκ

### book 377.2

γὰρ τῆς ὄψεως στοχάζεται, A b (BCE3E4)T „βασιλῆϊ γὰρ

### book 377.3

ἀνδρὶ ἔοικεν“ (Γ 170). ἢ πῶς οὐ δεῖ τοιούτου παιδὸς τοὺς γονέας ἀνα‐

### book 377.4

καλεῖν, ὥς πού φησι „τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια

### book 377.5

μήτηρ“ (ζ 154); T

### book 381-2.1

ἠέ πῃ ἐκπέμπεις 〈κειμήλια—μίμνῃ〉: τοῦτο

### book 381-2.2

γὰρ ἔθος τοῖς πολεμουμένοις, ὥς που καὶ Πρίαμος Πολυμήστορι

### book 381-2.3

Πολύδωρον ἐξέθηκεν (cf. Eur. Hec. 10—2). b(BCE3E4)T

### book 381.1

ἠέ πῃ ἐκπέμπεις: βέλτιον ἀφ’ ἑτέρας ἀρχῆς τὴν πεῦσιν

### book 381.2

γίνεσθαι· ‘ἆρα ἐκπέμπεις;‘ A

### book 383

〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim

### book 385

οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ’ Ἀχαιῶν: οὐχ ὑστέρι‐

### book 385

ζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνων. b(BCE3E4)T

### book 388a.1

ὥς μοι καλὰ τὸν οἶτον 〈ἀπότμου παιδὸς ἔνισπεσ〉:

### book 388a.2

εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο, ἀπ’ ἄλλης ἀρχῆς· εἰ δὲ μή, τοῖς ἄνω

### book 388a.3

(sc. Ω 387) συναπτέον. A

### book 388b1.1

{ἀπότμου παιδὸς} ἔνισπες: {ἔνισπες} ὡς ἔδραμες· ἔστι

### book 388b1.2

γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν συστείλαντος. τὸ μέντοι

### book 388b1.3

προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν, „σὺ δ’ ἀληθὲς ἐνίσπεσ“

### book 388b1.4

(γ 247), ὁμοίως τῷ ἐπίσχες. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐστὶ τῆς

### book 388b1.5.1

προθέσεως, ὅπου δὲ τοῦ ῥήματος. τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν

### book 388b1.5.2

προπαροξύνεται, λέγω δὲ τὸ „νημερτές μοι ἔνισπε“ (δ 642). A

### book 388b2.1

ὡς ἔδραμες· ὁριστικὸν γάρ ἐστι τοῦτο ἀπὸ τοῦ ἤνισπες.

### book 388b2.2

b(BCE3E4)T τὸ δὲ παροξυνόμενον προστακτικόν ἐστιν, b(BE3

### book 388b2.3

E4)T „ὦ Νέστορ Νηληϊάδη, σὺ δ’ ἀληθὲς ἐνίσπεσ“ (γ 247),

### book 388b2.4

ὡς „ἐπίθεσ“ (χ 157). τὸ μέντοι T ἄνευ τοῦ ς προστακτικὸν

### book 388b2.5

προπαροξύνεται, „νημερτές μοι ἔνισπε“. b(BE3E4)T

### book 390a.1

πειρᾷ ἐμεῖο, γεραιέ, 〈καὶ εἴρεαι Ἕκτορα δῖον〉:

### book 390a.2

πειρώμενός μου ἐρωτᾷς περὶ Ἕκτορος. b(BCE3E4)T

### book 390b.1

καὶ εἴρεαι Ἕκτορα δῖον: ὡς „εἰρόμεναι παῖδάς τε

### book 390b.2

κασιγνήτους τε“ (Ζ 239). T

### book 394a1

〈θαυμάζομεν:〉 ὅτι ἀντὶ τοῦ ἐθεώμεθα. Aim

### book 394a2

ἀντὶ τοῦ μετ’ ἐκπλήξεως ἐθεώμεθα. b(BCE3E4)T

### book 395a1.1

〈κεχολωμένος Ἀτρεΐωνι:〉 ὅτι ἀντιφράζει τὸν χόλον

### book 395a1.2

τῇ μήνιδι. Aint

### book 395a2.1

{κεχολωμένος ἀτρείωνι:} ὅτι τὴν μῆνιν διὰ τοῦ χόλος

### book 395a2.2

ἀντέφρασεν. T

### book 397

Μυρμιδόνων δ’ ἔξ εἰμι: οὐκ ἀναστρέφεται ἡ ἔξ, ὡς μο‐

### book 397

νοσύλλαβος· T τὸ γὰρ ἑξῆς ‘ἐκ Μυρμιδόνων εἰμί‘. b(BCE3)T

### book 398.1

ἀφνειός: ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν

### book 398.2

τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. b(BCE3E4)T τὸ δὲ γέρων

### book 398.3

ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί. b(BE3E4)T

### book 399-400.1

ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμι

### book 399-400.2

〈/ τῶν μέτα παλλόμενος—ἕπεσθαι〉: ἀπὸ τούτων στο‐

### book 399-400.3

χάζονται T ὅτι τὸ ἕβδομον τῶν Ἑλλήνων ἧκεν εἰς Τροίαν T

### book 399-400.4

[bis] κλήρῳ λαχόν. T

### book 399

〈ἓξ δέ οἱ:〉 γράφεται „ἓξ δὲ τῷ“. Aim

### book 400a.1

〈τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕ‐

### book 400a.2

πεσθαι:〉 γράφουσι „τοῖσι δὲ πρῶτον ὑπηνήτης 〈λάχον ἐνθάδ’

### book 400a.3

ἱκέσθαι〉“. ἔστι τοίνυν δεκαέτης ὢν ἐκλήρωσεν. T

### book 400b.1

〈τῶν ΜΕΤΑΠΑΛΛΟΜΕΝΟΣ:〉 οὕτως „τῶν μέτα

### book 400b.2

〈παλλόμενοσ〉“. Aim

### book 400c1.1

τῶν μέτα {παλλόμενος}: {τῶν μετα} ἀναστρέφουσι τὴν

### book 400c1.2

πρόθεσιν· ἔστι γὰρ μετὰ τῶν. A

### book 400c2

ἀναστρεπτέον τὴν μετά. b(BCE3)T

### book 401-2.1

νῦν δ’ ἦλθον πεδίον δ’ 〈ἀπὸ νηῶν—Ἀχαι‐

### book 401-2.2

οί〉: κατασκοπήσων ἥκω, φησί, μή τις ἐξ ὑμῶν εἴη ἐνέδρα, ὡς ἑταῖρος

### book 401-2.3

ὢν Ἀχιλλέως, ὃς ἄρχει τῆς ὑπαίθρου στρατιᾶς. b(BCE3E4)T

### book 408-9.1

ἢ ἔτι πὰρ νήεσσιν—Ἀχιλλεύς: πρὸ πάντων

### book 408-9.2

πεύθεται περὶ τοῦ σώματος· ἄτοπον γὰρ ἀπιέναι τοῦ σώματος

### book 408-9.3

οὐκέτι ὄντος. b(BCE3E4)T

### book 409.1

μελεϊστί: τινὲς οἰκτρῶς, οὐκ εὖ· μέλεον γὰρ ὁ ποιητὴς

### book 409.2

τὸ μάταιόν φησιν, b(BCE3)T οὐ τὸ οἰκτρόν. T ἔστιν οὖν

### book 409.3

κατὰ μέλος. b(BCE3)T

### book 411.1

οὔπω τόν γε κύνες φάγον: παρέλκει τὸ πω· οὐδὲ γὰρ

### book 411.2

μέλλουσι φαγεῖν. b(BCE3E4)T

### book 413a

αὔτως {ἐν κλισίῃσι}: ὁμοίως τῷ ὅτε μετήλλαξεν. T

### book 413b

〈αὔτως:〉 μὴ κατατετμημένος. Aa

### book 413c.1

ἐν κλισίῃσι: ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου. b(BCE3

### book 413c.2

E4)T

### book 414-5.1

οὐδέ τί οἱ χρὼς—κατέδουσιν: πάντα μὲν

### book 414-5.2

διεξέρχεται, ὅσα συμβαίνει περὶ τοὺς χρονίους νεκρούς, οὐδὲν δὲ

### book 414-5.1

τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, παραμυθούμενος τὸν γέροντα.

### book 414-5.2

b(BCE3E4)T τὰ μέντοι τῆς αἰκίας οὐ παρῆκε (cf. Ω 416—7),

### book 414-5.5

κἀν τούτῳ ἀξιοπιστίαν τῷ λόγῳ προσάπτων. T

### book 418a.1

〈θηοῖο·〉 θηοῖο διὰ τοῦ η ἀντὶ τοῦ θαυμάσειας. οὕτως

### book 418a.2

αἱ Ἀριστάρχου. Aa

### book 418b.1

θηοῖο: δι’ ὄψεως θαυμάσειας, b(BCE3E4)T ὡς καὶ

### book 418b.2

τὸ „οἱ καὶ θηήσαντο“ (Χ 370). ἔστι δὲ διὰ τοῦ η. οἱ δὲ „θειοῖο“. T

### book 419a.1

ἐερσήεις: δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκε‐

### book 419a.2

λετευμένος· b(BCE3E4)T τοῦτο γὰρ διὰ τὴν νεφέλην Ἀπόλλων

### book 419a.3

(sc. Ω 18—9), ὥς πού φησιν· „ἐπὶ δὲ νεφέλην ἕσσαντο 〈/ —〉

### book 419a.4

στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι“ (Ξ 350—1). T

### book 419b

〈περὶ δ’ αἷμα νένιπται:〉 ὑπένιπται τοῦ αἵματος. Aa

### book 420a.1

οὐδέ ποθι 〈μιαρόσ〉: οὐδὲ ἔν τινι μέρει μύσος ἔχων. Aa

### book 420a.2

b(BCE3E4)T

### book 420b.1

σὺν δ’ ἕλκεα πάντα μέμυκεν: παράδοξον· τὰ μὲν γὰρ

### book 420b.2

τῶν ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα

### book 420b.3

(cf. Χ 371. 375. Ω 421) σήπεται. | ἀδύνατον νεκρῶν τραύματα μύειν,

### book 420b.4

ὥς φησιν Ἀριστοτέλης (fr. 167 R.3) εἰρηκέναι Ὅμηρον „μῦσεν δὲ

### book 420b.5

περὶ βροτόεσς’ ὠτειλή“. τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται. T

### book 421

〈πολέες γὰρ ἐπ’ αὐτῷ〉 χαλκὸν ἔλασσαν: „οὐδ’ ἄρα

### book 421

οἵ τις ἀνουτητί γε παρέστη“ (Χ 371). T

### book 422a.1

〈ὥς τοι κήδονται—υἷος:〉 αἱ δὴ φροντίδες ἐπ’

### book 422a.2

αὐτῷ τῶν θεῶν. Aa

### book 422b

〈ἑῆος:〉 ἀγαθοῦ. Aa

### book 423a.1

καὶ νέκυός περ ἐόντοσ〈—κῆρι〉: ὡς περισσὸς

### book 423a.2

ὁ στίχος ἀθετεῖται. T

### book 423b.1

ἐπεί σφι {φίλος}: οὐχ Ὁμηρικῶς κεῖται ἡ ἀντωνυμία·

### book 423b.2

διὸ καὶ προηθετεῖτο. T

### book 425a1.1

ἦ ῥ’ ἀγαθόν: λείπει ἦν. ἐναίσιμα δὲ ἐναισίμως, εὐ‐

### book 425a1.2

σεβῶς. T

### book 425a2.1

λείπει τὸ ἔστιν. ἐναίσιμα δὲ ἀντὶ τοῦ ἐναισίμως, τουτέ‐

### book 425a2.2

στιν εὐσεβῶς καὶ προθύμως. b(BCE3E4)

### book 425b

〈ἐναίσιμα:〉 λαμπρὰ καὶ | καθήκοντα {δῶρα}. Aa

### book 425c

διδοῦναι: ἐπλεόνασε τὸ υ διὰ τὸ μέτρον. ἢ τὸ διδόμεναι

### book 425c

καθ’ ὑποστολὴν τοῦ μ συνήλειψεν. Aa b (BCE3E4)T

### book 426

εἴ ποτ’ ἔην γε: καθ’ ὃν ἦν χρόνον. b(BCE3)T

### book 428a.1

τῷ οἱ: τινὲς „τῶν οἱ“, b (E4)T τῶν θυσιῶν δη‐

### book 428a.2

λονότι. b(BCE3E4)T

### book 428b.1

καὶ ἐν θανάτοιό περ αἴσῃ: καὶ Θεόπομπος (FGrHist

### book 428b.2

115, 352) φησὶν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς

### book 428b.3

ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως. καταποντωθέντος δὲ Ἀλεξάν‐

### book 428b.4

δρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν

### book 428b.5.1

τὸν φορμὸν τῶν ὀστῶν. ὁ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις

### book 428b.5.2

ἀπέδωκεν. οἱ δὲ ἔθαψαν. T

### book 429.1

〈καλὸν〉 ἄλεισον: ποτήριον δίδωσι σύμβολον εὐφροσύνης,

### book 429.2

ὡς εὐφρανθεὶς παρ’ αὐτοῦ τῷ περὶ τοῦ παιδὸς λόγῳ. καλὸν δέ, ἵνα

### book 429

πείσῃ τὸν λαμβάνοντα. b(BCE3E4)T

### book 433-4.1

〈οὐδέ με πείσεις, /〉 ὅς με κέλῃ 〈σέο δῶρα—

### book 433-4.2

δέχεσθαι〉: οὐ δι’ ὑπερηφανίαν ἀπωθεῖται τὴν δόσιν ὡς πλούσιος,

### book 433-4.3

ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν

### book 433-4.4

χάριν ἄτοπον καὶ δωροδοκεῖν θεῷ ἀτοπώτερον. b(BE3E4)T

### book 433-4.5.1

ἄλλως τε καὶ παραιρεῖσθαι ἔμελλε τὸ μέγιστον τῶν κομιζομένων

### book 433-4.5.2

Ἀχιλλεῖ. ἀδωροδοκήτως δὲ ὁδηγήσειν αὐτόν φησι διὰ τὸ „φίλῳ

### book 433-4.5.3

δέ σε πατρὶ ἐΐσκω“ (Ω 371). T

### book 434.1

παρὲξ Ἀχιλῆα: ἐκτὸς Ἀχιλλέως ἢ b(BCE3E4)T

### book 434.2

χωρίς, Aa b (BCE3E4)T ὡς τὸ „μή με παρὲξ ἄγε νῆα“ (ο 199)

### book 434.3

b(BCE3E4)T καὶ „παρὲξ ἅλα φῦκος ἔχευεν“ (Ι 7). T

### book 435a1.1

δείδοικα καὶ αἰδέομαι: „ἵνα περ δέος, ἔνθα καὶ αἰδώσ“

### book 435a1.2

(Cypr. fr. 23, 2 A. = 22, 2 B.). T

### book 435a2.1

εἰκότως ἀμφότερα· καὶ γὰρ καὶ ἡ παροιμία φησίν· „ὅπου

### book 435a2.2

δέος, ἐκεῖ καὶ αἰδώσ“. b(BE3E4)

### book 436.1

συλεύειν: ἀληθῶς συλᾶν ἐδόκει, εἴ τι τῶν ἐκείνῳ φερομένων

### book 436.2

ὑφῃρεῖτο. b(BCE3E4)T

### book 437.1

〈καί κε κλυτὸν〉 Ἄργος 〈ἱκοίμην〉: τὸ Θεσσαλικόν.

### book 437.2

T | οὐ μόνον ἄχρι τῆς σκηνῆς Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος

### book 437.3

αὐτοῦ. b(BCE3E4)T

### book 438.1

〈ἐν νηῒ θοῇ〉 ἢ πεζὸς 〈ὁμαρτέων: πεζὸσ〉 ὑπερβολή.

### book 438.2

ἢ ἀντὶ τοῦ ‘καὶ ἐν νηΐ, πῇ δὲ καὶ πεζόσ‘. ἢ ὡς ἂν εἴποις ‘πῇ δὲ καὶ

### book 438.3

πετόμενος, οὐ μόνον συμπλέων‘. T

### book 439a.1

〈οὐκ ἄν—μαχέσαιτο:〉 οὐδεὶς ἄν σοι μαχεσθείη

### book 439a.2

καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. Aa

### book 439b

〈ὀνοσσάμενος:〉 εὐτελίσας. Til

### book 439c

〈ὀνοσσάμενος:〉 μεμψάμενος. Aa

### book 440.1

ἀναΐξας ... ἅρμα καὶ ἵππους: ἀΐξας ἀνὰ τὸ ἅρμα καὶ

### book 440.2

τοὺς ἵππους. b(BCE3E4)T

### book 442

〈ἐν δ’ ἔπνευσε:〉 ἔδωκεν, ἐνεφύσησεν. Aa

### book 444a.1

οἱ δὲ νέον περὶ δόρπα 〈φυλακτῆρες πονέοντο〉:

### book 444a.2

καὶ πῶς ἄνω (sc. Ω 363) Ἑρμῆς φησι „νύκτα δι’ ἀμβροσίην“; αὔξειν

### book 444a.3

θέλων τὴν χάριν. T

### book 444b.1

ἄλλως· {οἱ δὲ} νέον: ὡς „κεῖνος γὰρ νέον ἄλλοθεν εἰ‐

### book 444b.2

λήλουθεν“ (γ 318) καὶ „θήσειν νέον ἡβώωντα“ (Ι 446). T

### book 444c.1

δόρπα: ὡς „λύχνα“ (cf. τ 34). τινὲς δὲ ἀπὸ τοῦ δόρψ,

### book 444c.2

κακῶς. T

### book 446a

ὤϊξε θύρας καὶ ἀπῶσεν ὀχῆα: ἤλλαξε τὴν τάξιν. T

### book 446b.1

θύρας: 〈γράφεται〉 „πύλασ“. T | οἱ μὲν παραπυλίδα,

### book 446b.2

οἱ δὲ τὴν ἱππήλατον ἐξ ἀριστερῶν τοῦ ναυστάθμου. Aa T

### book 450a

δοῦρ’ ἐλάτης: κλάδους ἐλάτης. Aa b (BCE3)T

### book 450b.1

ἔρεψαν: ἀντὶ τοῦ ἐστεφάνωσαν, ἐκάλυψαν· ὅθεν καὶ

### book 450b.2

ὀροφή. b(BCE3)

### book 451a

λαχνήεντα: τινὲς δασύσκιον. Aa T

### book 451b

〈λαχνήεντα:〉 ἁπαλὸν καὶ χνοώδη. b(BCE3)

### book 451c

ὄροφον: τινὲς ὀξυτόνως. T | ἔστι δὲ εἶδος καλάμου. Aa

### book 451c

b (BCE3)T

### book 452

ἀμφί: περὶ τὴν σκηνήν. Aa b (BCE3E4)T

### book 453a.1

〈σταυροῖσιν:〉 σταυροί εἰσι ξύλα ἀπωξυσμένα ἀμφο‐

### book 453a.2

τέρωθεν καὶ προσπεπηγμένα τῇ γῇ πρὸς τὸ εἴργειν τοὺς εἰσιέναι

### book 453a.3

βουλομένους. b(BCE3E4)

### book 453b.1

〈σταυροῖσιν πυκινοῖσι:〉 ὀξέσι ξύλοις, σκόλοψι | πυ‐

### book 453b.2

κνοῖς. Aa

### book 453c

〈μοῦνος:〉 μακρός. Aa

### book 453d

ἐπιβλής: ὡς προβλὴς ὀξύνεται. b(BCE3E4)T | μοχλὸς

### book 453d

δέ ἐστιν ἐπιβαλλόμενος ἀπὸ τοίχου εἰς τοῖχον. Aa b (BCE3E4)T

### book 454a.1

ἐπιρρήσεσκον: ἐπέκλειον, ἀπὸ τοῦ γινομένου κατὰ τὴν

### book 454a.2

κλεῖσιν ἤχου. b(BCE3E4)T

### book 454b

〈ἐπιρήσσεσκον:〉 οὕτως δι’ ἑνὸς ρ. Til

### book 454c

〈ἐπιρρήσεσκον:〉 ἐπετίθεσαν. Aa

### book 455.1

κληῗδα: τὸν μοχλόν. b(BCE3E4)TTil τὰ γὰρ συν‐

### book 455.2

έχοντα τὴν ἐπικεκλεισμένην θύραν κληῗδας καλεῖν εἴωθεν. καὶ ἐν

### book 455.3

Ὀδυσσείᾳ τὸ κλεῖθρον οὕτως ὠνόμασεν· b(BCE3E4)T „ἐπὶ δὲ

### book 455.4

κληῗδ’ ἐτάνυσσεν ἱμάντι“ (α 442). T

### book 456a.1

Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσεσκε καὶ οἶος: μεγάλην τινὰ

### book 456a.2

τὴν Ἀχιλλέως ὑπεροχὴν ἐμφανίζει, εἴ γε ὁ Διομήδης „χερμάδιον

### book 456a.3

λάβε χειρί, ὃ οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσιν“ (cf. Ε 302—4),

### book 456a.4

ὁ δὲ Ἀχιλλεύς, ὃν τρεῖς Ἕλληνες ἀνέῳγον, τοῦτον μόνος ἀνέῳγεν.

### book 456a.5.1

ὡς ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε οἱ μὲν κατὰ τοὺς

### book 456a.5.2

αὐτοῦ χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς

### book 456a.5.3

τρεῖς. b(BCE3E) T

### book 456b.1

ἄλλως· ἐπιρρήσεσκε: προσδεκτέον ὅτι καὶ ἤνοιγεν.

### book 456b.2

b(BCE3E4)T [bis]

### book 456c

〈ἐπιρρήσεσκε:〉 ἐπετίθει. Aa

### book 458.1

ἐς δ’ ἄγαγε 〈κλυτὰ δῶρα〉: ἐπὶ ἀψύχων τὸ ἄγειν, εἰ μὴ

### book 458.2

ἄρα ἐπὶ τῇ ἁμάξῃ φησίν. T

### book 460-2.1

ἤτοι ἐγὼ θεὸσ〈—εἴσομαι〉: ἀναγκαίως ἑαυτὸν

### book 460-2.2

ἐμφανίζει ἀπαλλαττόμενος, ἵνα εἰς τὸ ἑξῆς εὐθαρσέστερον αὐτὸν

### book 460-2.3

καταστήσῃ· τὸ γὰρ παρεῖναι τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς τὸν

### book 460-2.4

θεὸν οὐκ εὐπρεπές. ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρ‐

### book 460-2.5

έσχεν ἂν Ἀχιλλεῖ. b(BE3E4)T

### book 460.1

ἄμβροτος: ὁ μὴ ἔχων βρότον, ὅ ἐστιν αἷμα· Aa T

### book 460.2

„ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται“ (Ε 342). T ἀεὶ δὲ τὸ

### book 460.3

ΒΡΟΤΟΣ συντιθέμενον †τὸ† μ πλεονάζει, πλὴν τοῦ „νὺξ ἀβρότη“

### book 460.4

(Ξ 78) b(BCE3E4)T καὶ „ἀβροτάξομεν ἀλλήλοιϊν“ (Κ 65).

### book 460.5

b(BE3E4)T

### book 462

πάλιν εἴσομαι: εἰς τοὐπίσω πορεύσομαι. b(BCE3)T

### book 462-3.1

οὐδ’ Ἀχιλῆος / ὀφθαλμοὺς εἴσειμι: ἀντὶ τοῦ οὐχ

### book 462-3.2

ἥξω εἰς ὄψιν Ἀχιλλεῖ. Aa T

### book 464

〈ἄντην:〉 φανερῶς. Aa

### book 469.1

Πρίαμος 〈δ’〉 ἐξ ἵππων ἆλτο: ἄμεινον „βαῖνε“ γράφεται

### book 469.2

ἐπὶ τοῦ γέροντος. ἢ τῆς περιστάσεως οἰκεῖον τὸ ἆλτο. T

### book 471

ἰθὺς ... οἴκου: εὐθεῖαν ὡς ἐπὶ τὸν οἶκον. Aa b (BCE3)T

### book 472.1

ἐν δέ μιν αὐτόν: τὸ μίν κοινόν. τινὲς δὲ τὸ ἔν ἀντὶ τοῦ

### book 472.2

ἔνδον, ὡς „Ἴλιον εἴσω“ (Α 71. Ρ 159 al.) ἀντὶ τοῦ εἴς. T

### book 473

〈καθείατο:〉 Ἀρίσταρχος διὰ τοῦ η. Aa

### book 474.1

Ἄλκιμος: κατὰ μεταπλασμὸν ὁ „Ἀλκιμέδων“ (Π 197), ὡς

### book 474.2

„Μελάνθιοσ“ (ρ 247. 369 al.) καὶ „Μελανθεύσ“ (ρ 212. υ 255 al.).

### book 474.3

b(BCE3E4)T

### book 475.1

〈νέον δ’ ἀπέληγεν ἐδωδῆς:〉 νεωστὶ τὴν τροφὴν ἔπαυ‐

### book 475.2

σεν. Aa

### book 476a.1

〈ἔσθων καὶ πίνων·〉 ἔτι καὶ παρέκειτο τράπεζα:

### book 476a.2

ἀθετεῖται· οὐ γὰρ ἀφῃροῦντο αἱ τράπεζαι παρ’ αὐτοῖς, ἀλλὰ μέχρι

### book 476a.3

ἀνασταῖεν, ἔκειντο· φησὶ γάρ· „αἱ δ’ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον

### book 476a.4

ἠδὲ τραπέζασ“ (τ 61). ἢ τούτου ὡς πενθοῦντος ᾔρετο. T

### book 476b.1

ἔσθων καὶ πίνων: τὸ ἐσθίων οὐχ ὑποπίπτει μέτρῳ

### book 476b.2

ἡρωϊκῷ. φησὶ δὲ καὶ „ἔσθειν καὶ πίνειν“ (ε 197) καὶ „ἔσθοντες κρέα

### book 476b.3

πολλά“ (Θ 231). εἰ δὲ εὐτελεῖς οἱ στίχοι, καὶ ἄλλοι· „τίπτε, Θέτι

### book 476b.4

τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ;“ (Σ 385)· „οὐδέ κεν ἀμβαίη βροτὸς

### book 476b.5.1

ἀνήρ, οὐ καταβαίη“ (μ 77)· „ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει“ (κ 358)·

### book 476b.5.2

„τῷ δ’ ἄρα πέμπτῳ πέμπ’ ἀπὸ νήσου“ (ε 263)· „ἵππους δὲ ξανθὰς

### book 476b.5.3

ἑκατόν“ (Λ 680)· „ἔνθα μὲν οὔτε βοῶν 〈οὔτ’ ἀνδρῶν φαίνετο ἔργα〉“

### book 476b.5.4

(κ 98)· οὗτοι γὰρ πάντες, ὡς Σέλευκος (fr. 18 M. = 17 D.), ἔμμετρον

### book 476b.5.5

λαλιὰν ἔχουσιν. T

### book 477.1

〈τοὺς δ’ ἔλαθ’ εἰσελθὼν〉 Πρίαμος μέγας: οὐ πρὸς

### book 477.2

ἔπαινον τὸ μέγας, ἀλλ’ ὅτι καὶ μέγας ὢν ἔλαθεν. T

### book 479

〈δεινάς:〉 ἰσχυρὰ καὶ δεινὰ ἐμποιούσας. Aa

### book 480-2a1

ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ 〈ἄτη—εἰσορόωντασ〉:

### book 480-2a1.1

ὡς εἰ φυγάς τις φονεὺς πάντας λαθὼν εἰσέρχεται καθαρθησόμενος καὶ

### book 480-2a1.2

παρακάθηται τῇ ἑστίᾳ καὶ πάντες ὁρῶντες καταπλήσσονται. | ἴσως

### book 480-2a1.3

δὲ ἀναχρονισμός ἐστιν ὡς καὶ τὸ „ἴαχε σάλπιγξ“ (Σ 219). τὸν δὲ

### book 480-2a1.5.1

καθαίροντα καὶ ἁγνίτην ἔλεγον. | ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον

### book 480-2a1.5.2

τῆς εἰσόδου. T

### book 480-2a2.1

ὡς εἰ φυγάς τις φονεὺς αἴφνης ἀπανιστάμενος τῆς πατρίδος

### book 480-2a2.2

ἀπέρχεται πρὸς τὸν ἁγνίσοντα καὶ θαμβοῦνται πάντες τὸ αἰφνίδιον

### book 480-2a2.3

τῆς ἀφίξεως, οὕτως ὁ Πρίαμος πάντας λαθὼν εἰσέρχεται καὶ παρα‐

### book 480-2a2.4

κάθηται τῇ ἑστίᾳ, b(BCE3E4) καὶ πάντες ὁρῶντες ἐκπλήσσον‐

### book 480-2a2.5

ται. ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου. b(BE3E4)

### book 480

〈πυκινή:〉 μεγάλη. Aa

### book 482.1

〈θάμβος δ’ ἔχει εἰσορόωντας:〉 †οὐδένα γὰρ δια‐

### book 482.2

λέγεται, ἕως οὗ καθαρθῇ. Aa

### book 484.1

ἐς ἀλλήλους δὲ ἴδοντο: τὸ παράδοξον τῆς εἰσόδου ἔδειξε

### book 484.2

διὰ τῶν ἀλλήλοις διανευόντων, πόθεν καὶ τίς ὁ ξένος. b(BCE3E4)T

### book 485.1

τὸν καὶ λισσόμενος 〈Πρίαμος πρὸς μῦθον ἔειπε〉:

### book 485.2

περισσὸς ὁ καί. τὸ δὲ ἑξῆς ‘πρὸς τόν‘. b(BCE3)T

### book 486a.1

μνῆσαι πατρὸς 〈σοῖο〉: πολεμίῳ διαλεγόμενος καὶ

### book 486a.2

τῶν παίδων αὐθέντῃ καὶ μισοῦντι ἐξαιρέτως αὐτόν τε καὶ τοὺς

### book 486a.3

ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν b(BCE3E4)T ἄλλην ἀρχὴν

### book 486a

οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ πατρὸς ὑπόμνησιν. b(BE3E4)T

### book 486b

{πατρὸς} σοῖο: Ζηνόδοτος „σεῖο“, κακῶς. T

### book 486c.1

θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ: θεοφιλῆ καὶ θεοῖς ὅμοιον

### book 486c.2

εἰπὼν b(BCE3E4) ἀποτρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας, b(BC

### book 486c.3

E3E4)T εἴγε καὶ θεοὶ τοὺς ἱκέτας εὐνοοῦντες καὶ ἐλεοῦντες αἰ‐

### book 486c.4

δοῦνται· b(BCE3E4) „αἰδοῖός τε γάρ ἐστι καὶ ἀθανάτοισι θε‐

### book 486c.5

οῖσιν, / ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενοσ“ (ε 447—8). T

### book 487a.1

τηλίκου ὥσπερ ἐγώ〈ν〉: ἔδει ἐπαγαγεῖν ‘ἡλίκος

### book 487a.2

ἐγώ〈ν〉‘. ἔστι δὲ ὡς τὸ „ὅσσον Φαίηκες περὶ πάντων ἴδριες, ὣς δὲ

### book 487a.3

γυναῖκες ἱστῷ τεχνῆσαι“ (cf. η 108—10). τινὲς δὲ λείπειν φασὶ τὸν

### book 487a.4

καί, ἵν’ ᾖ ‘ὥσπερ καὶ ἡμεῖσ‘. T

### book 487b.1

〈τηλίκου〉 ὥσπερ ἐγώ〈ν〉: Ζηνόδοτος (FGrHist 19,

### book 487b.2

6) πρεσβύτερον Πηλέα φησίν, εἴγε συστρατεύσας Πηλεῖ Ἡρακλῆς

### book 487b.3

ἀπέδοτο Ἡσιόνῃ μικρὸν ὄντα τὸν Πρίαμον. T

### book 488-9.1

καὶ μέν που κεῖνον 〈περιναιέται—ἀμῦναι〉:

### book 488-9.2

ἢ παρὰ τῶν Εὐρωπαίων τοῦτο μαθών φησιν ἢ οἰωνιζόμενος. λέγει

### book 488-9.3

δὲ Ἄκαστον καὶ τοὺς υἱοὺς Ἄρχανδρον καὶ Ἀρχιτέλην. ἴσως δὲ παρὰ

### book 488-9.4

Ἀστεροπαίου πέπυσται νεωστὶ ἥκοντος ἐκ Παιονίας (cf. Ρ 350.

### book 488-9.5

Φ 154—6), ἥτις ἐστὶ πλησίον Θετταλίας. T

### book 488a

〈καὶ μέν:〉 ὁ μέν ἀντὶ τοῦ μήν. Til

### book 488b.1

〈περιναιέται ἀμφὶς ἐόντες:〉 οἱ περίοικοι Aa b (BCE3

### book 488b.2

E4) οἱ ἀμφὶς ὄντες, ὅ ἐστι κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι,

### book 488b.3

ἢ χωρὶς οἰκοῦντες, b(BCE3E4) ἢ κυκλόθεν. b(BE3E4)

### book 488c.1

ἀμφὶς ἐόντες: τινὲς „ἐόντοσ“ ἀντὶ τοῦ χωρὶς σοῦ ὄντος. |

### book 488c.2

ἐντέχνως δὲ πρὸ τῶν ἰδίων τῶν τοῦ Πηλέως ἐμνήσθη, ὅπως αὐτὸν

### book 488c.3

ἡ τῶν οἰκείων κακῶν οἰκτίσῃ μνήμη. b(BE3E4)T

### book 490.1

σέθεν ζώοντος: ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἕνα

### book 490.2

ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῄρηται. b(BCE3E4)T

### book 495.1

〈πεντήκοντά μοι ἦσαν:〉 Ἑλ〈λ〉άνικος (FGrHist 4, 141)

### book 495.2

πεντήκοντα ἕξ. T

### book 496a.1

〈ἐννεακαίδεκα:〉 ὑφ’ ἓν τὸ ἐννεακαίδεκα. b(BCE3)

### book 496a.2

Πάμφιλος δὲ εἰς τρία διῄρησε μέρη. b(BE3)

### book 496b.1

ἐννεακαίδεκα: πιθανὸν μίαν τεκεῖν ἐννεακαίδεκα, οὐχ

### book 496b.2

ὡς Βακχυλίδης (sc. dith. 15, 15) πεντήκοντα τῆς Θεανοῦς ὑπο‐

### book 496b.3

γράφει παῖδας. T

### book 497.1

〈τοὺς δ’ ἄλλους μοι〉 ἔτικτον 〈ἐνὶ μεγάροισι γυναῖ‐

### book 497.2

κεσ〉: καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις

### book 497.3

βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων. b(BCE3E4)T ἔσχε δὲ καὶ

### book 497.4

Ἀρίσβην τὴν Μέροπος τοῦ Περκωσίου, ἐξ ἧς Αἴσακος, Ἀλεξιρόην

### book 497.5.1

τὴν Ἀντάνδρου, Λαοθόην τὴν Ἄλτου (cf. Φ 85). τῶν δὲ Πριαμιδῶν

### book 497.5.2

πρεσβύτατον Πολίτην φασίν. T

### book 498a.1

τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυ‐

### book 498a.2

σεν: λέγοντος Ἀχιλλέως· „ὅς τοι πολέας τε καὶ ἐσθλούς 〈/ υἱέας

### book 498a.3

ἐξενάριξα〉“ (Ω 520—1). T

### book 498b.1

〈θοῦρος Ἄρης:〉 δεδιὼς οὐ λέγει σύ, ἵνα μὴ θυμώσῃ

### book 498b.2

αὐτόν. b(BCE3E4)

### book 499a.1

ὃς δέ μοι οἶος ἔην, 〈εἴρυτο δὲ ἄστυ καὶ αὐτούσ〉:

### book 499a.2

οἶος πρὸς τὸ σῴζειν τὴν πόλιν. Aa b (BCE3E4)T καὶ ἓν πρᾶγμα

### book 499a.3

δυσὶ περικοπαῖς πέφρασται, ὡς „τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’

### book 499a.4

αἷμα“ (Λ 267) ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος·

### book 499a.5.1

„ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον“ (Γ 318), ἀνασχόντες ηὔξαντο.

### book 499a.5.2

b(BCE3E4)T ἢ ὅτι εἶπεν „αἴθ’ ἅμα πάντες / Ἕκτορος ὠφέλετ’

### book 499a.5.3

ἀντὶ 〈... πεφάσθαι〉“ (Ω 253—4)· καὶ ἡμεῖς φαμεν ἕνα τὴν πόλιν

### book 499a.5.4

ὅλην ἔχειν. T

### book 499b

〈εἴρυτο:〉 ἐφύλαττε. Aa

### book 500a

〈κτεῖνας:〉 ἤγουν ἔκτεινας. Aa

### book 500b

ἀμυνόμενον περὶ πάτρης: οὐ προκατάρξαντα πολέ‐

### book 500b

μου. T

### book 503a.1

〈θεούς, Ἀχιλεῦ: γράφεται〉 „{ἀλλ’ αἰδεῖο} φέριστε,

### book 503a.2

θεούσ“. Aa

### book 503b

〈αὐτόν:〉 ἀντὶ τοῦ ἐμέ. Aa

### book 504a.1

μνησάμενος σοῦ πατρός: ὡς ἱκανοῦ εἰς ἔλεον ἀπ’

### book 504a.2

αὐτοῦ ἤρξατο (cf. Ω 486—92) καὶ εἰς αὐτὸν ἔληξεν. b(BCE3E4)T

### book 504a.3

οὐκ ἀκριβολογεῖ δὲ περὶ τῶν δώρων (cf. Ω 502)· καὶ γὰρ ἂν ἔλυ‐

### book 504a.4

σε τὸ πάθος. T

### book 504b1.1

ἐλεεινότερος: καὶ ἐκεῖνος γὰρ καταπονεῖται (cf. Ω

### book 504b1.2

488—9). ἢ ἀντὶ ἁπλοῦ. T

### book 504b2.1

καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ

### book 504b2.2

ἐκεῖνος, ἀλλ’ οὗτος πλέον. b(BCE3E4)

### book 506a.1

ἀνδρὸς παιδοφόνοιο: ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα

### book 506a.2

Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἐκ δὲ τοῦ πάθους παρεσύρη εἰς τοῦτο.

### book 506a.3

b(BCE3E4)T

### book 506b.1

〈ποτὶ στόμα〉 χεῖρ’ ὀρέγεσθαι: ‘χεῖρε‘ δυϊκῶς· εἶπε

### book 506b.2

γὰρ „καὶ λάβε χεῖρας / δεινὰς ἀνδροφόνουσ“ (Ω 478—9). θέλει δὲ

### book 506b.3

εἰπεῖν ὅτι ᾧ στόματι τὸν υἱὸν ἐφίλουν, τούτῳ νῦν τὸν ἐκείνου φονέα. |

### book 506b.4

ὀρέγεσθαι {δὲ} ἀντὶ τοῦ ἐκτείνειν πρὸς τὸ στόμα τὰς χεῖρας. T

### book 510.1

ἐλυσθείς: παρεθεὶς ἢ συνειληθεὶς ἢ κυλισθείς· b(BCE3)T

### book 510.2

ὅθεν καὶ †προελυσθείς. T

### book 511-2.1

Ἀχιλλεὺς κλαῖεν 〈ἑὸν πατέρ’ ἄλλοτε δ’ αὖτε /

### book 511-2.2

Πάτροκλον〉: αὐτῷ γὰρ ἀναδιπλασιασθεὶς ὁ θρῆνος ἀντισηκωθή‐

### book 511-2.3

σεται τοῖς δάκρυσι Πριάμου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην

### book 511-2

ἡ Ἕκτορος καὶ Πριάμου. b(BCE3E4)T

### book 511a1.1

ἑὸν πατέρα: λείπει τὸ ‘ἄλλοτε μέν‘, 〈‘ἄλλοτε μὲν ἑὸν

### book 511a1.2

πατέρα‘〉, „ἄλλοτε δ’ αὖτε / Πάτροκλον“ (Ω 511—2). T

### book 511a2.1

λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵν’ ᾖ ‘ἄλλοτε μέν‘. b(BCE3

### book 511a2.2

E4)

### book 512a.1

τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει: ὅτι κατα‐

### book 512a.2

χρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν. | Ζηνόδοτος δὲ „στεναχή“ διὰ

### book 512a.3

τοῦ ε γράφει. ἐκπίπτει δὲ τὰ διὰ τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ

### book 512a.4

ο, λέγω λόγος, μένω μονή· οὕτως στενάξαι στοναχή. A

### book 512b

〈δώματα:〉 τὴν σκηνήν. Til

### book 514a.1

καί οἱ ἀπὸ πραπίδων 〈ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυί‐

### book 514a.2

ων〉: ἀθετεῖται· προείρηται γὰρ ἱκανῶς διὰ τοῦ „αὐτὰρ ἐπεί ῥα

### book 514a.3

γόοιο“. καὶ ἀκύρως τέθειται τὸ γυίων· οὐ γὰρ οὕτως λέγει πάντα

### book 514a.4

τὰ μέλη, ἀλλὰ μόνον τὰς χεῖρας καὶ τοὺς πόδας. A

### book 514b.1

καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυ〈ί〉‐

### book 514b.2

ων: ἀθετεῖ ὁ Θρᾷξ (fr. 26 Schm. = 44 L.)· ὁ γὰρ ἵμερος περὶ μόνην

### book 514b.3

τὴν ψυχήν, γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ †μηδέ τις στερνοτυπεῖ,

### book 514b.4

τοῦτο οὐ γράφει†. T

### book 515.1

〈γέροντα δὲ〉 χειρὸς ἀνίστη: παράδοξον τὸ τὸν ἐχθρὸν

### book 515.2

χειραγωγεῖν τὸν θυμὸν ἀνέντα. b(BCE3E4)T τάχα οὖν τοῦτο

### book 515

ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς. b(BCE3E4)

### book 518

〈κάκ’ ἄνσχεο:〉 οὕτως Ἀρίσταρχος κάκ’ ἄνσχεο. Aint

### book 522.1

κατ’ ἄρ’ ἕζευ: ὅτι τὸ ἁπλοῦν ἐστιν ἕζευ· τούτῳ δὲ ἀνάλο‐

### book 522.2

γον τὸ σύνθετον κατ’ ἄρ’ ἕζευ, οὐχὶ ἵζευ. καὶ ὅτι τὸ ἔμπης ἀντὶ

### book 522.3

τοῦ ὅμως, ἔσθ’ ὅτε δὲ ἀντὶ τοῦ ὁμοίως· „ἔμπης μοι δοκέει δαΐδων

### book 522.4

σέλασ“ (ς 353). A

### book 522-3.1

〈ἄλγεα δ’ ἔμπης / ἐν θυμῷ〉 κατακεῖσθαι 〈ἐάσο‐

### book 522-3.2

μεν〉: ἀποβαλέσθαι μὲν γὰρ ἀδύνατον, δεῖ δὲ μὴ ῥιπίζειν τοῖς κλαυθ‐

### book 522-3.3

μοῖς τὸ πάθος. b(BCE3E4)T

### book 524a.1

οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο: πρῆξις

### book 524a.2

T ἄνυσις b(BCE3E4)T διὰ θρήνου. λείπει δὲ ἡ ἔξ. b(BCE3)

### book 524a.3

T ὅτι δὲ ἄπρακτον ἡ ἀνία, καὶ οἱ φιλόσοφοί φασιν, καθ’ ὃ μὴ

### book 524a.4

διορθοῦται τι τῶν ἠτυχημένων. T

### book 524b.1

〈οὐ γάρ τις πρῆξις:〉 „οὐ γάρ τίς τ’ ἄνυσισ“ ἐν ἄλλῳ.

### book 524b.2

Aim

### book 525.1

ἐπεκλώσαντο: εἱμαρμένον ἐποίησαν, ἐπεμοίρησαν. ἀπὸ

### book 525.2

μιᾶς Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι,

### book 525.3

Κλωθώ, Λάχεσις, Ἄτροπος. A

### book 526

〈αὐτοὶ δέ τ’〉 ἀκηδέες 〈εἰσί〉: νῦν τὸ φύσει θεῖόν φησι,

### book 526.1

τοὺς δὲ ποιητικοὺς λυπουμένους εἰσάγει. καὶ Ἐπίκουρος (Rat. Sent.

### book 526.2

1 = Gnom. Vat. 1) ἐντεῦθέν φησιν ὅτι „τὸ ἀθάνατον καὶ ἄφθαρτον

### book 526.3

οὔτ’ αὐτὸ πρᾶγμ’ ἔχει οὔτ’ ἄλλοις παρέχει· διὸ οὔτε ὀργαῖς οὔτε

### book 526.5

λύπαις συνέχεται“. δηλοῖ δὲ καὶ τὸ ἀθεράπευτον. T

### book 527-8a.1

δοιοὶ γάρ τε πίθοι〈—ἑάων〉: ὅτι ἐντεῦθεν

### book 527-8a.2

Ἡσιόδῳ (sc. opp. 84—104) τὸ περὶ τοῦ πίθου μύθευμα. καὶ ὅτι δύο

### book 527-8a.3

τοὺς πάντας λέγει πίθους· τινὲς δὲ τῶν νεωτέρων ἕνα μὲν τῶν ἀγαθῶν,

### book 527-8a.4

δύο δὲ τῶν κακῶν ἐδέξαντο. A

### book 527-8b.1

δοιοὶ γάρ τε πίθοι〈—ἑάων〉: τοῦτο πρὸς παρα‐

### book 527-8b.2

μυθίαν τοῦ γέροντος, ἐπεί τοι τὸ ἀληθὲς „θεοὶ δωτῆρες ἑάων“ (θ 325).

### book 527-8b.3

καὶ Ἡσίοδος (sc. opp. 96—8) ἐντεῦθεν τὴν ἐλπίδα τῶν κακῶν

### book 527-8b.4

φησιν εἶναι ἐν τῷ πίθῳ. T μέμφεται δὲ τὴν δόξαν Πλάτων ἐν

### book 527-8b.5.1

δευτέρῳ Πολιτείας (sc. 18 p. 379 b 1) λέγων ὡς ὁ θεὸς ἀγαθόν, οὐδὲν

### book 527-8b.5.2

δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. ἔπλασεν οὖν

### book 527-8b.5.3

ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου. b(BCE3E4)T παρὰ

### book 527-8b.5.4

ταῦτά φησι Ζεύς· „ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοί /

### book 527-8b.5.5

b(BE3E4)T σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν“

### book 527-8b.10

(α 33—4). b(BE3E4)

### book 527-8b.1

εἰς παραμυθίαν τοῦ Πριάμου ὁ ποιητὴς εἰσήγαγε—τὸ

### book 527-8b.2

ζήτημα προσώπῳ. A

### book 527

〈ἐν Διὸς οὔδει:〉 ἀπὸ μέρους τῷ οἴκῳ. b(BCE3E4)T

### book 528a1.1

δώρων οἷα δίδωσι, 〈κακῶν, ἕτερος δὲ ἑάων〉: ὅτι

### book 528a1.2

τὸ ἑάων ἀντὶ τοῦ ἀγαθῶν· καὶ τὸ „υἷος ἑῆοσ“ (Ο 138. Σ 138 al.)

### book 528a1.3

ἀγαθοῦ. διὰ δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει „ἑοῖο“. καὶ ὅτι τὸ

### book 528a1.4

ἕτερος ἐπὶ δύο. | ἕως δὲ τοῦ δίδωσι βούλονται στίζειν, ἵνα μὴ δύο

### book 528a1.5.1

πίθοι ὦσι κακῶν καὶ εἷς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο·

### book 528a1.5.2

φησὶ γοῦν (P. 3, 81—2)· „ἓν παρ’ ἐσθλὸν πήματα σύνδυο δαίονται

### book 528a1.5.3

βροτοῖς / ἀθάνατοι“. ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι,

### book 528a1.5.4

κακῶν ἕτερος δὲ ἑάων, ἀλλ’ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγα‐

### book 528a1.5.5

θῶν. A

### book 528a2.1

στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς

### book 528a2.2

στιγμῆς παραδεκτέον. b(BCE3E4)

### book 528b.1

κακῶν, ἕτερος δὲ ἑάων: ἀδιαφόρως τῷ ἕτερος ποτὲ

### book 528b.2

μὲν τὸ ἄλλος ἐπιφέρει, ὡς τὸ „ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν,

### book 528b.3

ἄλλο δὲ εἴπῃ“ (Ι 313), ποτὲ δὲ τὸ ἕτερος· „ἕτερον λευκόν, ἑτέρην δὲ

### book 528b.4

μέλαιναν“ (Γ 103). T

### book 530.1

κακῷ 〈...〉 κύρεται: ὑπὸ κακοῦ κύρεται, ὡς „Τρωσὶ

### book 530.2

δαμείσ“ (Σ 461). ἢ κακῷ συντυγχάνει, ὡς τὸ „αἰὲν ἐπ’ αὐχένι κῦρεν“

### book 530

(Ψ 821). T

### book 532.1

βούβρωστις: σύντονος ὀδύνη μεγάλως ἀναλίσκουσα· ἐν

### book 532.2

γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ καὶ Βελλερο‐

### book 532.3

φόντης (cf. Ζ 202). b(BCE3E4)T οἱ δὲ ἀποδιδόντες λιμὸν

### book 532.4

ἀγνοοῦσιν ὅτι οὐ λιμώττει Πρίαμος, ἀλλ’ ὀδυνᾶται. b(BE3E4)T

### book 532.5.1

οἱ δὲ δαίμονα, ἥνπερ κατηρῶντο τοῖς πολεμίοις, εἶναι δὲ αὐτῆς τὸ

### book 532.5.2

ἱερὸν ἐν Σμύρνῃ. T

### book 532.1

βούβρωστις: κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν

### book 532.2

δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν

### book 532.3

τὸν οἶκτον ἐξεδέξαντο. A

### book 535.1

πάντας γὰρ ἐπ’ ἀνθρώπους {ἐκέκαστο}: παρὰ πάντας

### book 535.2

ἀνθρώπους. T

### book 536.1

ὄλβῳ: δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊ‐

### book 536.2

κοῖς (St. V. Fr. III, fr. 675) ὁ ἀπαίδευτος. A b (BCE3E4)T οἱ

### book 536.3

δὲ τῇ τῶν ἀγρῶν κτήσει, A b (BE3)T παρὰ τὰς ὀλάς. AT

### book 540.1

{τέκεν} παναώριον: οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν

### book 540.2

κατὰ πάντα ἄωρον, οἱ δὲ ἐψίλωσαν, ἐκδεχόμενοι τὸν εἰς πάντα

### book 540.3

πεφροντισμένον. ἄμεινον δὲ τὸ πρότερον· τοῦτο γὰρ θέλει σημαίνειν.

### book 540.4

A

### book 541

γηράσκοντα κομίζω: ἀντὶ τοῦ γηρωκομῶ. b(BCE3E4)

### book 541

T

### book 544a.1

ὅσσον Λέσβος ἄνω, 〈Μάκαρος ἕδος, ἐντὸς ἐέργει〉:

### book 544a.2

ὅτι τὸ ἄνω ἀντὶ τοῦ ἀνά καὶ πρὸς τὸ ἐέργει, ἵν’ ᾖ ἀνείργει καὶ

### book 544a.3

περιορίζει. A

### book 544b

ὅσσον Λέσβος ἄνω 〈... ἐέργει〉: ἀντὶ τοῦ ἀνά.

### book 544b.1

b(BCE3E4)T Til τὸ δὲ ἑξῆς, ὅσον Λέσβος ἀνείργει καὶ διορίζει·

### book 544b.2

b(BCE3E4)T | περιορίζει γὰρ τὴν ἀρχὴν Πριάμου A b (BCE3E4)

### book 544b.3

T ἀπὸ μεσημβρίας τῇ Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ

### book 544b.5

ἄρκτου Ἑλλησπόντῳ (cf. Ω 544—5). A b (BE3E4)T

### book 544c.1

Μάκαρος: Μάκαρ ὁ Ἡλίου καὶ Ῥόδου, φονεύσας τὸν

### book 544c.2

ἀδελφὸν Τενάγην, ἐκεῖσε 〈ἀπ〉ῴκησε καὶ πόλιν οἰκίσας ἀπὸ τῆς

### book 544c.3

γυναικὸς Ἄντισσαν ὠνόμασεν. b(BCE3E4)T τινὲς δὲ αὐτὸν

### book 544c.4

Κρινάκου τοῦ Ὑρ〈ι〉έως τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης. T οἱ δὲ

### book 544c.5

μητέρα αὐτοῦ Μιτυλήνην καὶ γυναῖκα Λέσβον. b(BCE3E4)T

### book 544c.1

{ὅσσον λέσβος ἄνω μάκαρος} ἕδος: ἀντὶ τοῦ οἰκητήριον·

### book 544c.2

ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου καὶ ἐβασίλευσεν αὐτῆς. A

### book 545a

καὶ Φρυγίη καθύπερθε: ὅτι ἑτέρα καθ’ Ὅμηρον ἡ

### book 545a

Φρυγία 〈τῆς Τροίασ〉. οἱ δὲ νεώτεροι συγχέουσιν. A

### book 545b.1

καὶ Φρυγίη καθύπερθε: ἐξ ἀνατολῆς, b(BCE3E4)

### book 545b.2

TT ἐπεὶ ἔστι καὶ ἄλλη Φρυγία μικρὰ „ἀμπελόεσσα“ (cf. Γ 184)

### book 545b.3

ἡ ἐπὶ Σαγγαρίῳ (cf. Γ 187): b(BCE3E4)T καὶ παρ’ Ἀθηναίοις

### book 545b.4

γάρ εἰσι δύο δῆμοι Ποτάμιοι, ὧν ὁ μὲν καθύπερθεν, ὁ δὲ ὑπένερθεν

### book 545b.5

ὀνομάζεται. T

### book 546a

〈τῶ σε:〉 Ἀρίσταρχος σὺν τῷ ν, „τῶν σε“. Aim

### book 546b.1

τῶν σε: οὕτω T διὰ τοῦ ν, ἵν’ ᾖ b(BCE3)T

### book 546b.2

τῶν οἰκούντων τὰς προειρημένας πόλεις. b(BCE3E4)T

### book 549

ἀλίαστον: ἀλύτως ἢ ἀσυγχωρήτως. b(BCE3E4)T

### book 550.1

〈ἀκαχήμενος υἷος ἑῆος:〉 ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“.

### book 550.2

καὶ ὅτι λείπει ἡ περί. A

### book 551.1

οὐδέ μιν ἀνστήσεις· 〈πρὶν καὶ κακὸν ἄλλο πάθῃ‐

### book 551.2

σθα〉: ὅτι οὐ λέγει ‘οὐκ ἀναστήσεις αὐτόν, ἂν μὴ πρότερον κακὸν

### book 551.3

πάθῃσ‘, ἀλλὰ ‘πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις αὐτόν‘. τοιοῦτο

### book 551.4

δέ ἐστι καὶ τὸ „τὴν δ’ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν“

### book 551.5

(Α 29). A

### book 551.1

πρὶν 〈καὶ〉 κακὸν ἄλλο πάθῃσθα: πρὶν ἢ ἄλλο—

### book 551.2

πάθοις. | ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς· τοῦτο γὰρ ἀδύνατον. A

### book 554

ἀκηδής: ἠμελημένος. ἢ b(BCE3)T κηδείας παρ’ ἐμοῦ

### book 554

μὴ τυχών. b(BCE3E4)T

### book 556-7.1

πολλά, τά τοι φέρομεν〈—ἔασασ〉: ἀθετοῦν‐

### book 556-7.2

ται, ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτόφωρος ἡ ὑπό‐

### book 556-7.3

κρισις. A

### book 557a.1

ἐπεί με πρῶτον ἔασας: δασύνει Δίδυμος τὸ „ἕασασ“ ἐν

### book 557a.2

πρώτῳ διορθωτικῶν (p. 112 Schm.), ὁμοίως καὶ Ἑρμαππίας, μετα‐

### book 557a.3

λαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος γράφει „ἐπεί με πρῶτ’

### book 557a.4

ἐλέησασ“. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς

### book 557a.5.1

στίχους (sc. Ω 556—7). δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύ‐

### book 557a.5.2

φων (fr. 104 V.), καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν,

### book 557a.5.3

ἔχειν ἀφορμὴν ὡς, ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντος τοῦ Πριάμου,

### book 557a.5.4

τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ μεσολαβῆσαι

### book 557a.5.5

τὴν διάλεξιν· „ἀλλὰ τάχιστα / λῦσον, ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ

### book 557a.10.1

δέξαι ἄποινα / πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο καὶ

### book 557a.10.2

ἔλθοισ“ / σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας—

### book 557a.10.3

(Ω 554—7), „τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν 〈προσέφη πόδας ὠκὺς Ἀχιλ‐

### book 557a.10.4

λεύς /〉· Μηκέτι νῦν μ’ ἐρέθιζε, γέρον“ (Ω 559—60). τὸ δὲ ἐντελὲς τοῦ

### book 557a.10.5

λόγου τοιοῦτόν τι ἔσται· ‘εἴασας εἰς λόγους σοι ἥκειν‘. A

### book 557b.1

ἐπεί με πρῶτον ἕασας: ἀντὶ τοῦ ἥδυνας, ηὔφρανας·

### book 557b.2

ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν „ἐπεί με πρῶτ’ ἐλέησασ“. κέχρηται

### book 557b.3

δὲ καὶ ἐν Ὀδυσσείᾳ· „ἥσατο δ’ αἰνῶς / ἡδὺ ποτὸν πίνων“ (ι 353—4).

### book 557b.4

A

### book 557c.1

ἐπεί με πρῶτον έασας: ηὔφρανας, ὡς „ἥσατο δ’ αἰνῶσ“

### book 557c.2

(ι 353), δασέως. ἔνιοι δέ φασιν ἐλλιπῆ εἶναι τὸν λόγον, τὸ δὲ λεῖπον

### book 557c

εἶναι ‘ἐπεί με ἔασας ἐς λόγους σοι ἐλθεῖν‘. T

### book 559a1.1

ὑπόδρα ἰδών: ἀγριαίνεται, ὅτι νῦν αὐτὸν θέλει λαβεῖν,

### book 559a1.2

ὁ δὲ θεραπεῦσαι τὰ αἰκίσματα βούλεται, μὴ εἰς θρῆνον ἐλθὼν Πρίαμος

### book 559a1.3

ταράξῃ αὐτόν. ἢ ὅτι ὑπομιμνῄσκει αὐτὸν συνεχῶς Ἕκτορος καὶ

### book 559a1.4

τῆς ἔχθρας αὐτοῦ. T

### book 559a2.1

ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν

### book 559a2.2

ὁ Πρίαμος ταράξῃ αὐτόν. καὶ ὅτι συνεχῶς τοῦ ὀνόματος Ἕκτορος

### book 559a2.3

ἐμέμνητο. b(BCE3E4)

### book 565

〈οὐ γάρ κε τλαίη:〉 ἔξω τοῦ ν ὁ κέ σύνδεσμος. Aint

### book 566a

〈οὐδὲ γὰρ ἄν:〉 ἐν ἄλλῳ „οὔτε γὰρ ἄν“. Aint

### book 566b.1

φυλακοὺς ... ὀχῆα: ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγα‐

### book 566b.2

θοὺς προεφέρετο ὁ Ἀρίσταρχος. | ἑνικῶς δὲ ὀχῆα· προείρηται (cf. Ω

### book 566b.3

453—4) γὰρ ὅτι εἷς ἦν, ὃν „τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί“ (Ω 454).

### book 566b.4

A

### book 566c

〈φυλακούς:〉 ὅτι οὕτως ἐσχημάτισε τοὺς φύλακας. Aim

### book 566d1.1

{οὐδὲ γὰρ ἂν} φυλακούς: Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν

### book 566d1.2

προεφέρετο ὡς φρουρούς. ἔστι δὲ καὶ {ὁ} λόγος συναγωνιζόμενος τῇ

### book 566d1.1

ὀξείᾳ τάσει οὗτος ὡς τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβάς, παρα‐

### book 566d1.2

ληγόμενα τῷ α, ἐπιθετικὰ ὄντα ὀξύνεται, „μαλακόσ“ (τ 234), παρ‐

### book 566d1.5

δακός, φαρμακός, ἀνακός, ἔνθεν ‘ἀνακοῖν Διοσκόροιν‘. A

### book 566d2.1

τὰ εἰς κος καθαρὸν ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγό‐

### book 566d2.2

μενα προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός φαρμακός φυλακός·

### book 566d2.3

τὰ γὰρ κύρια βαρύνεται, „Φύλακοσ“ (cf. Ζ 35), Ὕλακος. T

### book 566e.1

φυλακούς: ὡς μαλακούς. τινὲς δὲ ὡς ἀπὸ γενικῆς βα‐

### book 566e.2

ρύνουσι. στρατηγικῶς δὲ ἀπολογεῖται ὑπὲρ τῶν φυλάκων. T

### book 568

〈ἐν ἄλγεσι:〉 γράφεται „ἐνὶ φρεσί“. Aim

### book 569a1.1

μή σε, γέρον, οὐδ’ αὐτόν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ σέ

### book 569a1.2

ἀντωνυμία· καὶ ἔστι τὸ ἑξῆς οὐδ’ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον

### book 569a1.3

τῷ „μή σε, γέρον, κοίλῃσιν“ (Α 26). ἐκεῖ μέντοι ἐν διαστολῇ· „μὴ σέ

### book 569a1.4

γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ“ (α 386). A

### book 569a2

{μή σε, γέρον:} ἐγκλιτέον τὴν σέ. T

### book 569b1.1

ἄλλως: μή σε, γέρον, οὐδ’ αὐτὸν 〈ἐνὶ κλισίῃσιν

### book 569b1.2

ἐάσω〉: Ἀριστοτέλης (fr. 168 R.3) φησὶν ἀνώμαλον εἶναι τὸ ἦθος

### book 569b1.3

Ἀχιλλέως. οἱ δὲ ὡς ἀποστῆσαι τοῦ οἴκτου τῇ καταπλήξει αὐτὸν

### book 569b1.4

θέλει, μὴ ἰδὼν Ἕκτορα θρηνήσῃ ἀκωλύτως καὶ ταράξῃ αὐτόν. T

### book 569b2.1

Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἦθος.

### book 569b2.2

οἱ δέ φασιν ὅτι, ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφ’ Ἕκτορι θρήνου, διὰ

### book 569b2

τοῦτο δεδίσσει. b(BCE3E4)

### book 570.1

Διὸς δ’ ἀλίτωμαι ἐφετμάς: λείπει ἡ παρά, ἵν’ ᾖ τὰς

### book 570.2

παρὰ Διός. b(BCE3)T

### book 571.1

ἔδδεισεν δ’ ὁ γέρων 〈καὶ ἐπείθετο〉: ἐξ ἀμφοῖν ἕν, δεί‐

### book 571.2

σας ἐπείσθη. T

### book 572a.1

οἴκοιο: καταχρηστικῶς τὴν κλισίαν „δῶμα“ (cf. Ω 512),

### book 572a.2

„οἶκον“ (cf. Ω 471), „δόμον“ (cf. Ω 673) εἶπεν. T

### book 572b.1

λέων ὥς: πρὸς τὸ εὐκίνητον καὶ ἀγριωπόν, ὅπως κατα‐

### book 572b.2

πλήξῃ Πρίαμον. b(BCE3E4)T

### book 574.1

Ἄλκιμος: ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα (cf. Π 197.

### book 574.2

Ρ 467 al.) Ἄλκιμον εἰπών. A

### book 577a.1

〈ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος:〉

### book 577a.2

ὅτι τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα εἶπεν. Aim

### book 577b.1

〈τοῖο γέροντος:〉 τούτου. λείπει δὲ τὸ τοῦ ἄρθρον.

### book 577b.2

b(BCE3)Til

### book 578a.1

δίφρου: εὐτελοῦς· ὁ γὰρ πολυτελὴς θρόνος· καὶ „δίφρον

### book 578a.2

ἀεικέλιον καταθείσ“ (υ 259). T

### book 578b

〈ἐϋξέστου:〉 γράφεται „ἐϋσσώτρου“. Aim

### book 578c

ἐϋσσώτρου: ἀντὶ τοῦ „ἐϋξέστου“. | εὖ σευομένης. οἱ δὲ

### book 578c

εὐτρόχου, ἀπὸ τῶν εὖ σευομένων 〈τροχῶν〉. T

### book 579a.1

ᾕρεον {ἑκτορέης}: δασυντέον· ἔφαμεν (sc. ad Β 154a)

### book 579a.2

γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι. A

### book 579b.1

ᾕρεον: δασέως, ἵν’ ᾖ ἀφῄρουν. τὸ δὲ ψιλὸν „ἤειραν“

### book 579b.2

(Ω 590). T

### book 580a1.1

δύο φάρε’ 〈ἐΰννητόν τε χιτῶνα〉: ἔθος τοὺς νεκροὺς

### book 580a1.2

δυσὶν κατακαλύπτειν ἐσθῆσιν, ὅπως τὸ μὲν ἄνω, τὸ δὲ κάτω †σχῆμα†.

### book 580a1.3

λαμβάνει δὲ δῶρα (cf. Ω 578—9) ἢ ἐξιλεούμενος Πάτροκλον (cf. Ω 595),

### book 580a1.4

ἢ ἵνα εἰς τὸν ἐπιτάφιον αὐτοῦ ἔχωσιν οἱ φίλοι, ἢ ὅτι Θέτις ἐκέλευσεν

### book 580a1.5

(sc. Ω 137). T

### book 580a2.1

δύο, ἵνα τὸ μὲν ὑποτεθῇ, τὸ δὲ ἐπιτεθῇ· τὸν δὲ χιτῶνα

### book 580a2.2

πρὸς τὸ ἐνδύσασθαι. λαμβάνει δὲ δῶρα ὡς ἱλεούμενος Πάτροκλον,

### book 580a2.3

καὶ ἵνα πλείονα ἔχῃ εἰς τὸν ἐπιτάφιον. b(BCE3E4)

### book 581a

νέκυν πυκάσας: ὥστε ἀθεώρητον εἶναι τῷ πατρί. T

### book 581b

〈δοίη:〉 ὁ Ἀχιλλεύς. Aint

### book 584a1.1

χόλον οὐκ ἐρύσαιτο: ἔν τισι „κότον οὐ κατερύκοι“.

### book 584a1.2

ἄμεινον δὲ „χόλον“. A

### book 584a2.1

χόλον {οὐκ ἐρύσαιτο}: Ῥιανὸς (fr. 20 M.) „†κόλον†“,

### book 584a2.2

οἱ δὲ „κόπον“. ἄμεινον δὲ „γόον“, ἵνα μὴ ὑπερπαθήσας καταράσηται

### book 584a2.3

Ἀχιλλεῖ. T

### book 584a3.1

Ἡρωδιανὸς „γόον“ γράφει· ποῖον γὰρ οὗτος εἶχε χόλον,

### book 584a3.2

εἰ μὴ μᾶλλον γόον; b(BCE3E4)

### book 588

〈ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα:〉 ὅτι

### book 588

ἔδει χιτῶνα, εἶτα φᾶρος. Aim

### book 589.1

〈αὐτὸς τόν γ’ Ἀχιλεὺσ〉 λεχέων ἐπέθηκεν ἀείρας:

### book 589.2

ἐμεμάραντο γὰρ ὁ θυμός. οὐκ ἄτοπος δὲ ἡ μεταβολή, Διὸς καὶ μητρὸς

### book 589.3

καὶ τοῦ ἱκέτου μεταβαλόντων. b(BCE3E4)T

### book 592a.1

μή μοι, Πάτροκλε: ὡς πρὸς παρόντα διαλέγεται τὸν

### book 592a.2

Πάτροκλον οἰκτιζόμενος. T

### book 592b.1

σκυδμαινέμεν: τοῦτο ‘σκυδάζειν‘ Σοφοκλῆς φησιν ἐν

### book 592b.2

τῷ Αἴαντι (722). T

### book 594-5a.1

πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι〈—ὅσς’ ἐπέοι‐

### book 594-5a.2

κεν〉: ἀθετοῦνται, ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι

### book 594-5a.3

τὸν νεκρόν· ὑπὸ γὰρ τοῦ Διὸς ἠναγκάσθη, ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ

### book 594-5a.4

Πατρόκλου τιμωρίαν δώρων ἠλλάξατο. A

### book 594-5b1.1

〈πατρὶ φίλῳ,〉 ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα

### book 594-5b1.2

〈/ —ἐπέοικεν〉: τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν

### book 594-5b1.3

ὁμολογεῖν τῆς λύσεως ἔδει. πῶς δὲ δώσει τῷ ἀποθανόντι (cf. 595);

### book 594-5b1.4

τινὲς δὲ οὐκ ἀνάξια τῆς σῆς αἰκίας (cf. 594)· ἄλλως τε ἔθος τοὺς

### book 594-5b1.5.1

φόνους ἐπὶ χρήμασι λύειν· „καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’

### book 594-5b1.5.2

ἀποτίσασ“ (Ι 634), „καὶ μέ〈ν〉 τίς τε κασιγνήτοιο φόνοιο / ποινήν“

### book 594-5b1.5.3

(Ι 632—3). T

### book 594-5b2.1

τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν

### book 594-5b2.2

τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν ὅτι καὶ τὴν

### book 594-5b2.3

Διὸς γνώμην πληρώσας, ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον.

### book 594-5b2.4

ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν. δώσει δὲ ἀποθανόντι δι’

### book 594-5b2.5

ἐπιταφίων εἰς αὐτὸν ἀγώνων. b(BCE3E4)

### book 595

καὶ τῶνδ’ ἀποδάσσομαι: ὅτι καὶ μετὰ ταφὴν ἀπένεμον

### book 595

χρήματα. T

### book 598a1

{τοίχου} τοῦ ἑτέρου: τοῦ ἐναντίου. T

### book 598a2

τοῦ πρὸς τὸ ἐξ ἐναντίας μέρος. b(BCE3E4)

### book 599

〈ὡς ἐκέλευες:〉 γράφεται „ὡς ἐκέλευσασ“. Aint

### book 601.1

νῦν—δόρπου: οὐκ ἐν τῷ πένθει, ἀλλὰ καθόλου.

### book 601.2

b(BCE3E4)T παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως μῆκος (sc.

### book 601.3

Ω 602—17)· ἐπικουφίζεται γὰρ τὰ πάθη πρὸς ἀλλοτρίας συμφορὰς

### book 601.4

συγκρινόμενα. b(BE3E4)T

### book 602a1.1

〈καὶ γάρ τ’ ἠΰκομος Νιόβη:〉 τὴν Νιόβην οἱ μὲν

### book 602a1.2

Πέλοπος, οἱ δὲ Ταντάλου· γυναῖκα δὲ οἱ μὲν Ἀμφίονος, οἱ δὲ Ζήθου,

### book 602a1.3

[οἱ δὲ] Ἀλαλκομένεω. ἐκαλεῖτο δὲ παρὰ Λυδοῖς Ἐλύμην. ἡ δὲ συμφορὰ

### book 602a1.4

αὐτῆς, ὡς μέν τινες, ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις. Σοφοκλῆς

### book 602a1.5

(cf. T.G.F. p. 228 N.2; II p. 95 P.) δὲ τοὺς μὲν παῖδας ἐν Θήβαις

### book 602a1.1

ἀπολέσθαι, νοστῆσαι 〈δὲ〉 αὐτὴν εἰς Λυδίαν. ἀπώλετο [δέ], ὥς

### book 602a1.2

τινες, συνεπιορκήσασα Πανδάρ[εῳ] περὶ τοῦ κυνός, ὡς δὲ [..],

### book 602a1.3

ἐνεδρευθεῖσα ὑπὸ τῶν Σπαρτῶν ἐν Κιθαιρῶ[νι]. οἱ δὲ δύο Νιόβας,

### book 602a1.4

Πέλοπος καὶ Ταντάλου. T | ὡς Θηβαῖον ὄντα τὸν μῦθον καὶ ἀγνο‐

### book 602a1.10

ούμενον Πριάμῳ ἐπεξεργάζεται. b(BE3E4)T

### book 602b1.1

καὶ γάρ τ’ ἠΰκομος Νιόβη: τινὲς ἧττον τὸ κατὰ

### book 602b1.2

Νιόβην φασίν· οὗτος γὰρ πεντήκοντα ἀπώλεσεν. ἀλλ’ οὐχ ἅμα

### book 602b1.3

πάντας, ἐκείνη δὲ ἄρδην. T

### book 602a2/b2.1

τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου, οἱ δὲ Ζή‐

### book 602a2/b2.2

θου, οἱ δὲ Ἀλαλκομένεω γυναῖκά φασιν. b(BCE3E4) ἡ δὲ συμφορὰ

### book 602a2/b2.3

αὐτῆς, ὡς μέν τινες ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι ἐν Θήβαις ἀπολέσθαι, νοστῆ‐

### book 602a2/b2.4

σαι δὲ αὐτὴν εἰς Λυδίαν. b(BE3E4) | ἡ δὲ αἰτία τῆς τῶν παίδων

### book 602a2/b2.5.1

συμφορᾶς, ὅτι Λητοῖ παρισοῦτο, λέγουσα πλείονα τέκνα καὶ γεν‐

### book 602a2/b2.5.2

ναιότερα τεκεῖν· ἧς οἱ παῖδες ὀργισθέντες τοὺς αὐτῆς ἀνεῖλον, ἡ μὲν

### book 602a2/b2.5.3

θήλεια τὰς θηλείας, ὁ δὲ ἄρσην τοὺς ἄρσενας. αὐτὴ δὲ τῇ λύπῃ

### book 602a2/b2.5.4

ἀφωνίᾳ κρατηθεῖσα ὡς λίθος ἦν ἄφωνος. b(BCE3E4) | οἱ δὲ λαοὶ

### book 602a2/b2.5.5

ἀσυμπαθεῖς ὡς λίθοι ἦσαν, μισοῦντες αὐτήν. | τινὲς δέ φασιν ἧττον

### book 602a2/b2.10.1

τὸ κατὰ τὴν Νιόβην εἶναι, ὅτι οὗτος πεντήκοντα τέκνων ἐστέρηται.

### book 602a2/b2.10.2

ἀλλ’ ἐκείνη πάντων ἅμα, οὗτος δὲ οὔ. b(BE3E4)

### book 602a2/b2.1

καὶ γάρ τ’ ἠΰκομος Νιόβη: Νιόβη θυγάτηρ μὲν ἦν

### book 602a2/b2.2

Ταντάλου—πηγὰς δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ

### book 602a2/b2

Εὐφορίωνι (fr. 102 Pow.). A

### book 604a.1

ἓξ μὲν θυγατέρες, 〈ἓξ δ’ υἱέες ἡβώοντεσ〉: ὅτι οἱ

### book 604a.2

νεώτεροι διαφωνοῦσι περὶ τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων· οἱ μὲν

### book 604a.3

γὰρ δεκατέσσαρας, οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν. A

### book 604b1

〈υἱέες:〉 γράφεται καὶ „υἱεῖσ“· διχῶς οὖν. Aim

### book 604b2

υἱέες καὶ „υἱεῖσ“, διχῶς. Til

### book 605a.1

τοὺς μὲν Ἀπόλλων πέφνεν: ὅτι πρὸς τὸ δεύτερον

### book 605a.2

πρότερον ἀπήντηκεν. A

### book 605b.1

τοὺς μὲν Ἀπόλλων 〈πέφνεν〉: ῥητορικῶς ἀνέστρεψε

### book 605b.2

τὴν διήγησιν· φάγε· καὶ γὰρ Νιόβη. τίς αὕτη; ἀπολέσασα δώδεκα

### book 605b.3

παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος. διὰ τί; δι’

### book 605b.4

ὑπερηφανίαν. b(BCE3E4)T

### book 605c1.1

ἄλλως· τοὺς μὲν Ἀπόλλων 〈πέφνεν〉: ἴσως ὑπὸ

### book 605c1.2

λοιμοῦ ἀπολόμενοι ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν

### book 605c1.3

τῷ Περὶ ὀξέων παθῶν (cf. acut. 17 [I p. 117, 3 K.]) φησὶν ὡς τοὺς

### book 605c1

†ὀρθοπνοιεῖς† καὶ ῥέγκους ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι, καθὸ

### book 605c1.5.1

τούτων μετὰ θάνατον ἡ πλευρὰ 〈πελιὰ〉 εὑρίσκεται διὰ τὸ μὴ ἀπ‐

### book 605c1.5.2

ηλλαγμένους τῶν ὀδυνῶν τελευτᾶν. T

### book 605c2.1

ἴσως δὲ ὑπὸ λοιμοῦ διαφθαρέντες ἐνομίσθησαν οὕτω

### book 605c2.2

τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ὀξέων παθῶν φησι· ‘τοὺς ὑπὸ

### book 605c2.3

ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι διὰ τὸ

### book 605c2.4

αἴφνης καὶ μετ’ ὀδύνης τελευτᾶν‘. b(BE3E4)

### book 608.1

ἡ δ’ αὐτὴ 〈γείνατο πολλούσ〉: αὐτὴ δέ, ὡς „ὁ δ’ ἐρεύ‐

### book 608.2

γετο“ (ι 374), ἐρεύγετο δέ. b(BCE3)T ἰδία δὲ ἡ μεταστροφή·

### book 608.3

οὐκ εἶπε γὰρ ‘ἑαυτὴν δὲ τετοκέναι πολλούσ‘. T

### book 610

ἐν φόνῳ: ἐν τῷ τόπῳ, οὗ ἐφονεύθησαν. b(BCE3E4)T

### book 611.1

λαοὺς δὲ λίθους ποίησε 〈Κρονίων〉: ἀσυμπαθεῖς· ὠρ‐

### book 611.2

γίζοντο γὰρ αὐτῇ, b(BCE3E4)T ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν

### book 611.3

ἀπώλοντο ἄν· „πολλάκι{σ}“ γὰρ „καὶ σύμπασα πόλις 〈κακοῦ

### book 611

ἀνδρὸς ἀπηύρα〉“ (Hsd. opp. 240). b(BE3E4)T

### book 611.5.1

λαοὺς δὲ λίθους ποίησε Κρονίων: ἀντὶ τοῦ λιθίνους τὰς

### book 611.5.2

ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε πρὸς τὸ μὴ θάψαι. A

### book 612.1

θάψαν θεοί: ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ

### book 612.2

θεομισεῖς ὄντας ἔθαψαν. b(BCE3E4)T

### book 613a.1

ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ κάμε δάκρυ χέου‐

### book 613a.2

σα〉: πρὸς τὴν διαφωνίαν τῶν νεωτέρων· φασὶ γὰρ καὶ αὐτὴν ἀπο‐

### book 613a.3

λελιθῶσθαι, Ὅμηρος δὲ οὔ. A

### book 613b.1

ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ—χέουσα〉:

### book 613b.2

οὐκ ἄρα ἐλιθώθη καθ’ Ὅμηρον. T

### book 614-7a.1

νῦν δέ που ἐν πέτρῃσιν〈—πέσσει〉: ἀθε‐

### book 614-7a.2

τοῦνται στίχοι τέσσαρες, ὅτι οὐκ ἀκόλουθοι τῷ „ἡ δ’ ἄρα σίτου

### book 614-7a.3

μνήσατ’, 〈ἐπεὶ κάμε δάκρυ χέουσα〉“ (Ω 613)· εἰ γὰρ ἀπελιθώθη,

### book 614-7a.4

πῶς σιτία προ〈σ〉ηνέγκατο; καὶ ἡ παραμυθία γελοία· φάγε, ἐπεὶ καὶ

### book 614-7a.5.1

ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη. ἔστι δὲ καὶ Ἡσιόδεια τῷ χαρακτῆρι,

### book 614-7a.5.2

καὶ μᾶλλόν γε τὸ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο (616). καὶ τρὶς

### book 614-7a.5.3

κατὰ τὸ συνεχὲς τὸ ἔν (614. 615). πῶς δὲ καὶ λίθος γενομένη θεῶν

### book 614-7a.5.4

ἐκ κήδεα πέσσει (617); | προηθετοῦντο δὲ καὶ παρ’ Ἀριστοφάνει.

### book 614-7a.5.5

A

### book 614-7b.1

νῦν δέ που ἐν πέτρῃσιν〈—πέσσει〉: ἀθετοῦν‐

### book 614-7b.2

ται τέσσαρες· b(BCE3)T πῶς γὰρ ἡ λίθος τροφῆς ἐγεύσατο

### book 614-7b.3

(cf. Ω 602. 613); b(BCE3E4)T τί δὲ ὁ Αἰτωλῶν ποταμὸς ἐν

### book 614-7b.4

Σιπύλῳ ποιεῖ (cf. 616); T πῶς τε λίθος οὖσα κήδεα πέσσει

### book 614-7b.5

(617); b(BCE3E4)T

### book 615a1.1

〈ἐν〉 Σιπύλῳ, 〈ὅθι φασὶ θεάων ἔμμεναι εὐνάσ〉:

### book 615a1.2

Πίνδαρος (Ol. 1, 38)· 〈„ἐς ἔρανον φίλαν τε Σίπυλον“. ἔστι δὲ〉 πόλις

### book 615a1.3

Λυδίας, εἴγε καὶ „Λυδοῦ Πέλοποσ“ (Pind. Ol. 1, 24) φησίν. οἱ δὲ

### book 615a1.4

Θηβῶν τὴν Σίπυλον, ἐπεὶ καὶ ἐκεῖ τὰ περὶ Νιόβην, φασίν. θεάων δὲ

### book 615a1.5.1

εὐνάς, ὅτι πατρὶς θεῶν· καὶ Πίνδαρος (N. 1, 3) „δέμνιον Ἀρτέμιδοσ“

### book 615a1.5.2

τὴν Ὀρτυγίαν φησίν· Ῥέα γὰρ φοβηθεῖσα τὰς ἀπειλὰς Κρόνου

### book 615a1.5.3

σὺν ταῖς θυγατράσιν ᾤκησε Σίπυλον κρυφίως, καὶ ἱερὸν αὐτῶν ἐκεῖ.

### book 615a1.5.4

T

### book 615a2.1

Σίπυλος πόλις ἐστὶ Λυδίας, b(BCE3E4) καὶ Ἀχελῷος

### book 615a2.2

ποταμὸς ἐκεῖ παρακείμενος. θεάων δὲ εὐνάς, ὅτι ἐκεῖ Σεμέλῃ ὁ Ζεὺς

### book 615a2.3

συνεκοιμήθη. b(BE3E4)

### book 616a1.1

αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο: φιλοσόφως·

### book 616a1.2

ἐρρωμένην δεῖ καὶ τὴν τῶν θηλειῶν ὄρχησιν γίνεσθαι, ὃ καὶ Ἡσίοδος

### book 616a1.3

(sc. th. 8) ἐπὶ τῶν Μουσῶν. T

### book 616a2.1

φιλοσόφως καὶ ἐρρωμένως καὶ μετὰ συνέσεως ὠρχήσαντο.

### book 616a2.2

b(BCE3E4)

### book 616b.1

ἄλλως· αἵ τ’ ἀμφ’ Ἀχελώϊον: τινὲς „αἵ τ’ ἀμφ’ Ἀχε‐

### book 616b.2

λήσιον“ (ποταμὸς δὲ Λυδίας, ἐξ οὗ πληροῦται 〈ὁ〉 Ὕλλος), καὶ

### book 616b.3

Ἡρακλέα νοσήσαντα ἐκ τῶν πόνων, ἀναδόντων αὐτῷ θερμὰ λουτρὰ

### book 616b.4

τῶν ποταμῶν, τοὺς παῖδας Ὕλλον καλέσαι καὶ τὸν ἐξ Ὀμφάλης

### book 616b.5.1

Ἀχέλητα, ὃς Λυδῶν ἐβασίλευσεν· εἰσὶ δὲ καὶ „νύμφαι Ἀχελήτιδεσ“,

### book 616b.5.2

ὥς φησι Πανύασσις (fr. 17 [p. 261] K. = 17 M.). οἱ δὲ Ἀχελώϊον

### book 616b.5.3

ὁμώνυμον τῷ Αἰτωλῷ, εἶναι δὲ καὶ ἄλλον περὶ Δύμην τῆς Ἀχαίας

### book 616b.5.4

καὶ ἄλλον περὶ Λάρισσαν τῆς Τρῳάδος. καὶ πᾶν ὕδωρ Ἀχελῷόν

### book 616b.5.5

φασιν· ὁ γὰρ ἐν Δωδώνῃ θεὸς παρῄνεσεν Ἀχελῴῳ θύειν· ὅθεν καὶ

### book 616b.10.1

Ἀθηναῖοι καὶ Διδυμαῖοι καὶ Ῥόδιοι καὶ Σικελιῶται αὐτὸν τιμῶσιν.

### book 616b.10.2

Ἀκαρνᾶνες δὲ καὶ ἀγῶνα αὐτῷ ἐπιτελοῦσιν. T

### book 616b.1

αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο: αἵτινες περὶ τὸ ὕδωρ

### book 616b.2

χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ, ὃς

### book 616b.3

ὠνόμασται ἀπὸ τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν

### book 616b.15.1

ὕδωρ. ἢ διὰ τοῦ η „Ἀχελήϊον“· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου

### book 616b.15.2

ῥέει εἰς τὴν Σμυρναίων γῆν. A

### book 617a.1

〈ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ〉 κήδεα πέσσει:

### book 617a.2

ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; b(BCE3E4)T καὶ ὡς Φιλή‐

### book 617a.1

μων ὁ κωμικός (fr. 101 [II p. 510 K.])· „ἐγὼ λίθον μὲν τὴν Νιόβην,

### book 617a.2

μὰ τοὺς θεούς, / οὐδέποτ’ ἐπείσθην οὐδὲ †νῦν πείθομαι† / ὡς τοῦτ’

### book 617a.5.1

ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν / τῶν συμπεσόντων τοῦ τε

### book 617a.5.2

συμβάντος πάθους / οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα / προσ‐

### book 617a.5.3

ηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.“ b(BE3E4)T Φερεκύδης

### book 617a.5.4

(FGrHist 3, 38) δὲ ἐν ηʹ· „ἡ δὲ Νιόβη ὑπὸ τοῦ ἄχεος ἀναχωρεῖ εἰς

### book 617a.5.5

Σίπυλον καὶ ὁρᾷ τὴν πόλιν ἀνεστραμμένην καὶ Ταντάλῳ λίθον ἐπι‐

### book 617a.10.1

κρεμάμενον· ἀρᾶται δὲ τῷ Διῒ λίθος γενέσθαι. ῥεῖ δὲ ἐξ αὐτῆς δάκρυα

### book 617a.10.2

καὶ πρὸς ἄρκτον ὁρᾷ.“ T ὁ δὲ Λυδὸς (i. e. Xanthus [FGrHist

### book 617a.10.3

765] fr. 20 b) φησὶν ὅτι Ἀσσωνίδης ἐρασθεὶς αὐτῆς καὶ μὴ πεισθείσης

### book 617a.10.4

ἐπ’ ἄριστον τοὺς παῖδας καλέσας ἐνέπρησεν. ἡ δὲ φυγοῦσα ηὔξατο

### book 617a.10.5

λιθωθῆναι. b(BE3E4)T τινὲς δὲ εἰς κρύσταλλον αὐτὴν μεταβε‐

### book 617a.15

βλῆσθαί φασιν. T

### book 617b

〈θεῶν ἐκ κήδεα πέσσει:〉 τὸ ἔκ πρὸς τὸ θεῶν· τὰ ἐκ

### book 617b

θεῶν κήδεα πέσσει. Aim

### book 618-9.1

μεδώμεθα〈— /〉 σίτου: χαρίεις ὁ συνδειπνῶν

### book 618-9.2

πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας. b(BCE3E4)T

### book 619-20.1

φίλον παῖδα κλαίοισθα / Ἴλιον εἰσαγαγών· πο‐

### book 619-20.2

λυδάκρυτος δέ τοι ἔσται: ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον.

### book 619-20.3

b(BCE3E4)T

### book 624.1

ὤπτησάν τε περιφραδέως 〈ἐρύσαντό τε πάντα〉:

### book 624.2

σημειοῦνταί τινες, ὅτι Ἡσίοδος (fr. 316 M.—W.) ἐποίησεν· „ὤπτησαν

### book 624.3

μὲν πρῶτα, περιφραδέως δ’ ἐρύσαντο“. οὐδεὶς δὲ περιφραδέως ἐξ‐

### book 624.4

έλκει κρέα, ἀλλὰ μᾶλλον ὀπτᾷ. A

### book 628a.1

αὐτὰρ ἐπεὶ πόσιος 〈καὶ ἐδητύος ἐξ ἔρον ἕντο〉:

### book 628a.2

ὅτι κατακέχρηται τῷ στίχῳ· ὁ γὰρ Ἀχιλλεὺς ἤδη κεκόρεστο· λέγει

### book 628a.3

γὰρ „νέον δ’ ἀπέληγεν ἐδωδῆσ“ (Ω 475). A

### book 628b.1

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον 〈ἕντο〉:

### book 628b.2

ἰδίως χρῆται τῷ στίχῳ· καὶ γὰρ ὁ μὲν ἐκκεκόρεστο (cf. Ω 475—6),

### book 628b.3

Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς κόρον δειπνεῖν. T

### book 630.1

ὅσσος ἔην οἷος τε: ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα

### book 630.2

δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν. b(BCE3)T

### book 632.1

καὶ μῦθον ἀκούων: ἀπὸ κοινοῦ ἀγαθόν· φησὶ γοῦν περὶ

### book 632.2

αὐτοῦ· „θεόφιν μήστωρ ἀτάλαντοσ“ (Η 366). b(BCE3E4)T

### book 635

λέξον δή με: κλῖνον, κοίμισον· b(BCE3)T ἡ γὰρ

### book 635

διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ. b(BCE3E4)T

### book 636a.1

〈παυσώμεθα:〉 οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώ‐

### book 636a.2

μεθα· ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον „ταρπώμεθα“. Aim

### book 636b1.1

ταρπώμεθα: Ἀρίσταρχος „παυσώμεθα“, ἀναπαυσώμε‐

### book 636b1.2

θα δηλοῦν· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα. | ἢ ἐπεὶ μετὰ δώδεκα

### book 636b1.3

ἡμέρας ἀΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ. AT

### book 636b2.1

δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν

### book 636b2.2

τέρψιν ποριεῖται. b(BCE3E4)

### book 637-8.1

〈οὐ γάρ πω〉 μύσαν ὄσσε〈—ὤλεσε θυμόν〉:

### book 637-8.2

οὐ γάρ ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ὡς πάλαι. ἢ

### book 637-8.3

διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχε‐

### book 637-8.4

δίαν ἑπτακαίδεκα ἡμέρας ἀγρυπνεῖ (cf. ε 278) καὶ ἄλλας τρεῖς

### book 637-8.5

νήχεται (cf. ε 388—462). T

### book 639.1

καὶ κήδεα μυρία πέσσω: ὑπὸ πολλῶν κακῶν ἀναλίσκο‐

### book 639.2

μαι. b(BCE3E4)T

### book 640.1

αὐλῆς ἐν χόρτοισι: Δίδυμος (fr. 16, p. 182 Schm.) φησὶν

### book 640.2

ὅτι χόρτοις ἀντὶ τειχίων ἐχρῶντο. T

### book 648a

〈ἄρα στόρεσαν:〉 οὕτως Ἀρίσταρχος στόρεσαν, Ἰα‐

### book 648a

κῶς. Aim

### book 648b.1

ἐγκονέουσαι: τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, b(BCE3

### book 648b.2

E4)T ὡς πόθεν κόθεν. T

### book 650a1.1

ἐκτὸς μὲν δὴ λέξο: ἀφίστησιν αὐτόν, ἀμάρτυρον θέλων

### book 650a1.2

ἔχειν τὴν νυκτερινὴν †παρρησίαν† πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ

### book 650a1.3

παρῄνεσεν· αἰδεῖται γὰρ εἰσφέρειν Βρισηΐδα ὑπὲρ τοῦ Πριάμου.

### book 650a1.4

ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν· ἢ βεβαιῶσαι τὰς ἐπαγγελίας

### book 650a1.5.1

τῆς ἀνοχῆς, ὡς πάντων δι’ αὐτοῦ γινομένων. ἢ ἴσως οἶδεν Ἀγα‐

### book 650a1.5.2

μέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν (cf. Ζ 55—60. Λ 138—42)·

### book 650a1.5.3

οἰκονομεῖται γὰρ 〈τὸ〉 νυκτὸς ἀπελθεῖν. T

### book 650a2.1

ἀφίστησιν αὐτόν, εὔκαιρον τὴν νύκτα πρὸς συνουσίαν

### book 650a2.2

ποιούμενος, ὡς ἡ μήτηρ παρῄνεσεν. b(BCE3E4) ἢ βεβαιῶσαι

### book 650a2.3

θέλει ὡς πάντα δι’ αὐτοῦ γίνονται καὶ πρὸς αὐτὸν φοιτῶσι πάντες.

### book 650a2.4

b(BE3E4)

### book 657-8

ποσσῆμαρ μέμονασ〈—λαὸν ἐρύκω〉: ἅπαξ

### book 657-8.1

πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ τῆς κηδείας προνοεῖ δικαίως. b(BCE3

### book 657-8.2

E4)T δίχα δὲ Ἀγαμέμνονος δίδωσι〈ν〉· ἄρχει γὰρ τοῦ ὑπαίθρου,

### book 657-8.3

„ὅπῃ ἄρξειεν Ἀχιλλεύσ“ (γ 106). T

### book 657a.1

ποσ〈σ〉ῆμαρ {μέμονας}: ὑφ’ ἕν, περισπωμένης οὔσης

### book 657a.2

πρὸ τέλους, ὡς καὶ ἐν τῷ „αὐτῆμαρ“ (Α 81. Σ 454 al.), {καὶ} „ἐν‐

### book 657a.3

νῆμαρ“ (Α 53. Ζ 174 al.), „ἑξῆμαρ“ (κ 80. μ 397 al.). προείρηται

### book 657a.4

(sc. ad Α 53a. 81) δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς

### book 657a.5.1

Προτάσεσι (fr. 2, Hrd. 2, 907, 6 L.). παραιτητέον οὖν τοὺς κατὰ

### book 657a.5.2

διάλυσιν ἀναγινώσκοντας. A

### book 657b.1

ἐν ἑτέροις (sc. 2,907,11) ὁ Ἡρωδιανός φησι· „πόσα

### book 657b.2

μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε

### book 657b.3

πυσματικὸν μέρος λόγου προτάσσεται ἐν συνθέσει ἐξῃρημένου τοῦ

### book 657b.4

ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύ‐

### book 657b.5.1

ναται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ

### book 657b.5.2

κάλλιόν ἐστι λέγειν ἓν εἶναι μέρος λόγου ὅμοιον τῷ ‘ἐννῆμαρ‘ (Α 53.

### book 657b.5.3

Ζ 174 al.).“ A

### book 657c1.1

〈ποσσῆμαρ:〉 ὑφ’ ἓν τὸ ποσσῆμαρ ὡς „ἐννῆμαρ“

### book 657c1.2

(Α 53. Ζ 174 al.). μεσότητος γάρ ἐστιν, ἀντὶ τοῦ ποσσήμερον.

### book 657c1.3

b(BCE3E4)T

### book 657c2

ἐπίρρημα μεσότητος. Til

### book 660

〈τάφον:〉 τὴν κηδείαν. Til

### book 661

〈ὧδε:〉 ὡς ἐπιφέρει (sc. in Ω 664—7). Aint

### book 663a.1

ἀξέμεν: λείπει τὸ ὥστε. b(BCE3E4)T καὶ ἐπὶ ξύ‐

### book 663a.2

λων δὲ τὸ ἄγειν· ἴσως δὲ διὰ τὰς ἡμιόνους. T

### book 663b1

〈μάλα δέ:〉 Ἀρίσταρχος „μάλα γάρ“, οὐ μάλα δέ.

### book 663b1

Aim

### book 663b2.1

{μάλα δὲ τρῶες:} Δίδυμος (p. 116 Schm.)· „μάλα γάρ“,

### book 663b2.2

οὐ δέ. T

### book 664.1

ἐννῆμαρ〈—〉γοάοιμεν: φιλοπενθὲς γὰρ τὸ βάρ‐

### book 664.2

βαρον. ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζε‐

### book 664.3

ται. A b (BCE3E4)T καὶ οὐ πρότερον πύθεται ὡς προνοίᾳ θεῶν

### book 664.4

ἄσηπτον ἔχων τὸ σῶμα. T

### book 665-6.1

τῇ δεκάτῃ δέ κε 〈θάπτοιμεν—ποιήσαιμεν〉:

### book 665-6.2

ὅτι μέχρι τούτων τῶν ἡμερῶν ἔκαιον καὶ μετὰ τὴν ταφὴν περίδειπνον

### book 665-6.3

ἐποίουν (cf. Ω 785—803). A

### book 665a1

θάπτοιμεν: τὸν τάφον ποιοῖμεν, ὅ ἐστι περίδειπνον. T

### book 665a2.1

ἀντὶ τοῦ τὸν ἐπιτάφιον δεῖπνον τῷ λαῷ ποιήσοιμεν,

### book 665a2.2

b(BCE3E4)

### book 665b.1

δαινῦτό τε λαός: προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ

### book 665b.2

(fr. 218 Th.) δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ „δαινύατο“ (ς 248) τοῦ πληθυντικοῦ

### book 665b.1

συναλιφή, ὡς „πυθοίατο“ (Α 257). ὡς οὖν τοὺς „νέκυασ“ (Η 418.

### book 665b.2

Κ 298 al.) „νέκυσ“ (Η 420. ω 417) ἔφη καὶ τὸ „δαινύατο“ δαινῦτο,

### book 665b.5.1

οὕτως ἔχει καὶ τὸ „λελῦτο δὲ γυῖα ἑκάστου“ (ς 238). οὐδὲν δὲ θαυ‐

### book 665b.5.2

μαστόν, εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ

### book 665b.5.3

γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ „ἀγρόμενοι πᾶς

### book 665b.5.4

δῆμοσ“ (Υ 166). Φιλοξένῳ δὲ ἀρέσκει ἐν Τοῖς εἰς μι λήγουσι (l. c.)

### book 665b.5.5

καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον. A

### book 665c.1

δαίνυτο: τινὲς προπερισπῶσιν ἐκ τοῦ „δαινύατο“ (ς 248).

### book 665c.2

T

### book 667.1

〈πολεμίξομεν,〉 εἴ περ ἀνάγκη: ὡς ἀπειρηκὼς τῷ χρό‐

### book 667.2

νῳ καὶ ταῖς συμφοραῖς. ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλλέως τῷ δέει

### book 667.3

τῶν πολεμίων (cf. Ω 663). b(BCE3E4)T

### book 671-2.1

〈ἐπὶ καρπῷ χεῖρα ... / ἔλλαβε δεξιτερήν:〉 πρὸς

### book 671-2.2

πίστιν ἡ δεξιά. b(BCE3E4)Til

### book 671-2.1

ἐπὶ καρπῷ χεῖρα γέροντος: ἐδεξιώσατο—ἀνοχῶν

### book 671-2.2

τε καὶ συμβολῶν. A

### book 673

〈προδόμῳ:〉 τῇ αἰθούσῃ. Til

### book 674.1

πυκινὰ 〈φρεσὶ〉 μήδε’ ἔχοντες: τοῦτο ἐν τῷ καθόλου,

### book 674.2

οὐ τότε μόνον. T

### book 679-81.1

ἀλλ’ οὐχ Ἑρμείαν—πυλαωρούς: δεῖ οὖν

### book 679-81.2

καὶ ἡμᾶς δεομένους τοῦ θεοῦ μὴ εἰκῇ τι πράσσειν. b(BCE3E4)T |

### book 679-81.3

καὶ ὑπὲρ τὴν πρόσταξιν δὲ Διὸς ποιεῖ ἐλεῶν τὸν γέροντα, ὥς που

### book 679-81.4

(sc. Ω 335) φησίν· „ἀνδρὶ ἑτα〈ι〉ρίσσαι“. T

### book 681

ἱερούς: πιστούς. ἢ σωτῆρας, b(BCE3E4)T καὶ „φυ‐

### book 681

λάκων ἱερὸν τέλοσ“ (Κ 56). T

### book 686-7a1.1

σεῖο δέ κεν ζῳοῦ〈—λελειμμένοι〉: ταῦτα

### book 686-7a1.2

ἐπίτηδες πρὸς ἀποτροπὴν τοῦ κοιμᾶσθαι αὐτόν. T

### book 686-7a2

ταῦτα πρὸς τὸ ἀποτρέψαι αὐτὸν τοῦ ὕπνου. b(BCE3E4)

### book 697

〈ἄγον:〉 γράφεται „φέρον“. Aint

### book 699-700.1

ἀλλ’ ἄρα Κασ〈σ〉άνδρη〈—πατέρ’ εἰσενό‐

### book 699-700.2

ησεν〉: διὰ τὴν συμπάθειαν b(BCE3E4)T ὡς Νέστωρ (cf. Κ

### book 699-700.3

533—9), 〈οὐ〉 διὰ τὴν μαντείαν· T οὐ γὰρ οἶδεν αὐτὴν μάντιν

### book 699-700.4

ὁ ποιητής. ἀγωνιᾷ δὲ περὶ ἀδελφοῦ καὶ πατρός. b(BCE3E4)T

### book 699.1

ἰκέλη 〈χρυσῇ〉 Ἀφρο〈δί〉τῃ: κατ’ †ἐπιφθορὰν† εἴρη‐

### book 699.2

ται· ἔδει γὰρ παρθένον Ἀρτέμιδι εἰκάζειν, b(BCE3E4)T ὡς

### book 699.3

Ναυσικάαν (cf. ζ 102—8). T

### book 701.1

ἑσταότα: Ἀρίσταρχος „ἑστεῶτα“. AimT διχῶς δὲ ὁ

### book 701.2

ποιητής φησιν. T

### book 701.1

ἀστυβοώτην: ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει

### book 701.2

βοᾶν. A

### book 703.1

〈γέγωνέ τε〉 πᾶν κατὰ ἄστυ: ἡ χαρὰ (cf. Ω 706) γὰρ

### book 703.2

ἰσχὺν δίδωσιν. ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον.

### book 703.3

b(BCE3E4)T

### book 704.1

ὄψεσθε: ὡς „ἄξετε δὲ Πριάμοιο βίην“ (Γ 105) καὶ „οἴσετε

### book 704.2

δ’ ἄρνε“ (Γ 103). T

### book 706a1.1

χαίρετε: †συγχαίρετε†. ἢ τὸ ‘ἰόντι‘ (cf. Ω 705) ἀντὶ

### book 706a1.2

τοῦ ἰόντος. T

### book 706a2

ἀντὶ τοῦ συνευφραίνεσθε καὶ †συγχαίρετε. b(BCE3)

### book 707-8.1

〈ὣς ἔφατ’,〉 οὐδέ τις αὐτόθ’ 〈ἐνὶ πτόλεϊ〉 λίπετ’

### book 707-8.2

〈ἀνήρ / οὐδὲ γυνή〉: ἐναργῶς συνεργοῦσαν ἐποίησεν ἐπὶ τῇ παρα‐

### book 707-8.3

δόξῳ θέᾳ τοῦ νεκροῦ καὶ τῇ σωτηρίᾳ τοῦ βασιλέως. b(BCE3E4)T

### book 711.1

τιλλέσθην: ἑαυτὰς b(BCE3E4)T καὶ τὰς ἰδίας κεφα‐

### book 711.2

λάς. b(BCE3)T

### book 717

〈δόμον δέ:〉 γράφεται „πόλιν δέ“. Aim

### book 720-1.1

ἀοιδούς / θρήνους: θρηνῳδούς· δεινοπενθεῖς γὰρ 〈οἱ〉

### book 720-1.2

βάρβαροι. ἀθετητέος δὲ ὁ Μουσῶν ἐπ’ Ἀχιλλεῖ θρῆνος (cf. ω 60—1):

### book 720-1.3

T

### book 720.1

{παρα δ’ εἷσαν} ἀοιδούς: ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς.

### book 720.2

ἦσαν δὲ οὗτοι Κλ〈ε〉ῖτος καὶ Ἐπιμήδης. A

### book 721a1

ἐξάρχους: ἐπιλεγόντων δηλονότι τῶν ἄλλων. T

### book 721a2.1

ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο

### book 721a2.2

αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι (cf. Ω 722). b(BCE4)

### book 722

〈οἱ μὲν ἄρ’ ἐθρήνεον:〉 ἐν ἄλλῳ „οἱ μὲν δὴ θρήνεον“. Aint

### book 723

〈τῇσιν:〉 ἐν ἄλλῳ „τοῖσιν“. Aint

### book 725a.1

ἀπ’ αἰῶνος νέος ὤλεο: νέος ἐξεκόπης τῆς ζωῆς. b

### book 725a.2

(BCE3)T

### book 725b.1

ἄλλως· νέος ὤλεο: οὕτως. T Ζηνόδοτος δὲ „νέον

### book 725b.2

ὤλεο“. AimT

### book 725c.1

ἄλλως· νέος ὤλεο: ἀπὸ οἰκτροῦ ἤρξατο· τοὺς γὰρ ἀπο‐

### book 725c.2

θανόντας ἐν γήρᾳ τοὐναντίον καὶ εὐδαιμονίζομεν. b(BCE4)T

### book 726

〈πάϊς δέ τε:〉 ἐν ἄλλῳ „πάϊς δ’ ἔτι“. Aim

### book 730

ἔχες: ἠτυμολόγηκε τὸ ὄνομα Ἕκτορος. T

### book 731

νηυσὶν ὀχήσονται: ἐπὶ νηῶν οἰχήσονται. b(BCE4)T

### book 732a

〈καὶ μὲν ἐγώ:〉 καὶ μὴν ἐγώ. Til

### book 732b.1

〈σὺ δ’ αὖ, τέκος:〉 ἐκ τοῦ περὶ αὐτοῦ (cf. Ω 726—8)

### book 732b.2

εἰς τὸν πρὸς αὐτόν. b(BE4)T

### book 734.1

ἀεθλεύων πρὸ ἄνακτος: κακοπαθῶν ὑπὲρ δεσπότου.

### book 734.2

b(BC) T καὶ Πίνδαρος (cf. P. 4, 41)· „λυσίπονοι θεράποντεσ“·

### book 734.3

ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφοροῦσιν. b(BCE4)T

### book 735a.1

ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου: ὅτι ἐντεῦθεν κινη‐

### book 735a.2

θέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ

### book 735a.3

τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα. A

### book 735b.1

ῥίψει χειρὸς ἑλών: ἢ στοχάζεται, ἢ ὡς ἔθους ὄντος

### book 735b.2

τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι. b(BCE4)T οἱ

### book 735b.3

δὲ νεώτεροί φασιν αὐτὸν οἰκιστὴν ὕστερον γεγενῆσθαι Τροίας καὶ

### book 735b.4

ἄλλων πόλεων. T

### book 735c

〈λυγρὸν ὄλεθρον:〉 ἀντὶ τοῦ λυγρῷ 〈ὀλέθρῳ〉. Til

### book 739.1

〈οὐ γὰρ μείλιχος ἔσκε〉 πατὴρ τεός: νῦν περὶ αὐτοῦ,

### book 739.2

εἶτα ἀποστρέφει τὸν λόγον πρὸς αὐτόν b(BCE4)T ἐν τῷ

### book 739.3

„ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, 〈/ Ἕκτορ〉“ (Ω 741—2).

### book 739.4

T

### book 741.1

ἀρητόν: ἐπικατάρατον ἢ ἐπιβλαβῆ ἢ ἀείρρητον. b(BE4)

### book 741.2

T

### book 744a.1

οὐδέ τί μοι εἶπες 〈πυκινὸν〉 ἔπος: ταῦτα βιωτικά·

### book 744a.2

γλυκὺ γὰρ ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυ‐

### book 744a.3

θίαν. b(BCE4)T

### book 744b.1

ἄλλως· οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος: τὸ πρὸς τὴν

### book 744b.2

βιωτικὴν παραίνεσιν λυσιτελοῦν ἔπος. b(BCE4)T

### book 746.1

ἐπὶ δὲ στενάχοντο γυναῖκες: οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ

### book 746.2

σὺν αὐτῇ. οὐκ ἠδύνατο δὲ πάντα ὑφ’ ἓν εἰπεῖν. b(BCE4)T

### book 749a

ἦ {μέν μοι}: περισπαστέον τὸν ἦ. T

### book 749b.1

ἄλλως· {ἦ} μέν μοι: τῷ μέν ἀποδίδωσι τὸν „δέ“ (Ω 750).

### book 749b.2

T

### book 750.1

οἱ δ’ ἄρα σεῦ κήδοντο 〈καὶ ἐν θανάτοιό περ αἴσῃ〉:

### book 750.2

οὐ πρὸς τὸ ῥητὸν ὑπήντησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν· οὐ γὰρ εἶπε

### book 750.3

τὸ ‘καὶ τεθνηκὼς πάλιν αὐτοῖς φίλος εἶ‘. καὶ περισσὸς ὁ πέρ. T

### book 752a

πέρνασχ’, 〈ὅντιν’ ἕλεσκε〉: ἐξηγεῖται τὸ πέρνασκε

### book 752a

διὰ τοῦ πέρην b(BCE4)T ἁλὸς ἀτρυγέτοιο. T

### book 752b

〈ὅντιν’ ἕλεσκε:〉 ἐν ἄλλῳ „ὅντιν’ ἕλῃσι“. Aim

### book 753a.1

ἀμιχθαλόεσσαν: κατὰ Κυπρίους εὐδαίμονα. οἱ δὲ πε‐

### book 753a.2

τρώδη καὶ τὰ κύκλῳ ἀπόκρημνον· b(BCE4)T διὸ οὐκ ἐπι‐

### book 753a.3

μίγνυσθαι τῇ γῇ θάλασσαν. T οἱ δὲ ἄμικτον διὰ τὸ ἐκ θαλάσσης

### book 753a.4

δυσπρόσιτον καὶ τὴν τραχύτητα. b(BCE4)T ἢ ἄμικτον Τρωσὶ

### book 753a.5.1

διὰ τὸ Εὔνεω εἶναι (cf. Η 468). T οἱ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον

### book 753a.5.2

τοῖς πλέουσι b(BCE4)T διὰ τὰ ἐργαστήρια Ἡφαίστου· „εἴ κεν

### book 753a.5.3

ἀμιχθαλόεσσαν ἀπ’ ἠέρα νηὸς ἐλάσσῃσ“ (Call. fr. 18, 8). T

### book 753a.1

ἀμιχθαλόεσσαν: ἤτοι ἀπρόσμικτον, ᾗ ῥᾳδίως οὐ μίγνυται

### book 753a.2

ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν. ἢ διὰ τοὺς ἐνοικοῦντας

### book 753a.10.1

ἀγρίους καὶ θηριώδεις καὶ λῃστικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ

### book 753a.10.2

οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν. A

### book 753b

ἄλλως· ἀμιχθαλόεσσαν: Ἀντίμαχος (fr. 141 W.) „μι‐

### book 753b

χθαλόεσσαν“. T

### book 757-9.1

νῦν δέ μοι ἑρσήεισ〈—κατέπεφνεν〉: ὅσῳ

### book 757-9.2

εὐσεβὴς (cf. Ω 749—50) ὁ τεθνεὼς δείκνυται, τοσούτῳ ὁ θρῆνος αὔξει.

### book 757-9.3

T

### book 757a1.1

πρόσφατος: νεωστὶ πεφονευμένος. | ἄμεινον δὲ τὸ νεω‐

### book 757a1.2

στὶ πεφασμένον ἐκ γῆς φυτόν, διὰ τὸ ἑρσήεις, ὡσεὶ ἔλεγε χλωρός.

### book 757a1.3

T

### book 757a2.1

νεωστὶ πεφονευμένος. | ἢ ἀπὸ τῶν νεωστὶ πεφασμένων ἐκ

### book 757a2.2

γῆς φυτῶν, ἵνα δηλοῖ τὸ χλωρός. b(BCE4)

### book 758-9.1

ὅν τ’ ἀργυρότοξος Ἀπόλλων 〈/ —κατέπεφ‐

### book 758-9.2

νεν〉: ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι. A

### book 759a.1

〈οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν:〉

### book 759a.2

ἐν ἄλλῳ „οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος καταπέφνῃ“. Aim

### book 759b.1

ἀγανοῖσι: πράοις διὰ τὸ ἀνώδυνον. b(BCE4)T ἢ

### book 759b.2

παρὰ τὸ ἀγάσασθαι, ὅ ἐστιν ἐκπλαγῆναι. T γυναικείως δὲ μακα‐

### book 759b.3

ρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα. b(BCE4)T

### book 764.1

ὤφελλ’ ἀπολέσθαι: „ὤφελλον ὀλέσθαι“, οὕτως 〈Ἀρί‐

### book 764.2

σταρχοσ〉, ἵν’ ᾖ ὅμοιον τῷ „ὥς μ’ ὄφελ’ ἤματι τῷ〈— / οἴχεσθαι

### book 764.3

προφέρουσα κακὴ ἀνέμοιο θύελλα〉“ (Ζ 345—6). T

### book 765a1.1

〈τόδε〉 εἰκοστὸν ἔτος ἐστί: δέκα γὰρ ἔτη ἐστρατολό‐

### book 765a1.2

γουν, „καμέτην δέ μοι ἵπποι / λαὸν ἀγειρούσῃ“ (Δ 27—8)· καὶ γὰρ

### book 765a1.1

ἤκουον τὴν ἰσχὺν τῶν Τρώων· „καὶ γὰρ Τρῶάς φασι μαχητὰς

### book 765a1.2

〈ἔμμεναι ἄνδρασ〉“ (ς 261)· καὶ πλοῦτον, „καὶ σέ, γέρον, τὸ πρὶν μὲν

### book 765a1.5.1

ἀκούομεν ὄλβιον εἶναι“ (Ω 543). τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον·

### book 765a1.5.2

ὅθεν πού φησιν „ἐεικοστῷ ἐνιαυτῷ 〈/ οἴκαδ’ ἐλεύσεσθαι〉“ (β 175—6),

### book 765a1.5.3

ἴσως Ἁλιθέρσου τῇ ὑστέρᾳ παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο

### book 765a1.5.4

οἱ μὲν μόγις ἐστράτευον, ὡς Ὀδυσσεύς, οἱ δὲ παρῃτοῦντο, ὡς Ἐχέπω‐

### book 765a1.5.5

λος (cf. Ψ 296—9), οἵ τε Ἀτρεῖδαι δι’ ἑαυτῶν ἐπρέσβευον (cf.

### book 765a1.10.1

ω 114—9), τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον (cf. Λ 769—70).

### book 765a1.10.2

γεγένηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον ὡς εἶναι αὐτὸν

### book 765a1.10.3

ὀκτωκαίδεκα ἐνιαυτῶν (cf. Τ 326—7), 〈***〉 Τηλέμαχος Πεισίστρα‐

### book 765a1.10.4

τος Μεγαπένθης (cf. δ 11), Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς

### book 765a1.10.5

ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνοῦντο. καὶ τότε ἴσως καὶ Σκῦρον

### book 765a1.15

ἑλὼν Νεοπτόλεμον ἐποίησεν Ἀχιλλεύς. T

### book 765a2.1

καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων

### book 765a2.2

πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον. καὶ διὰ τοῦτο

### book 765a2.3

ἐκεῖ καθήμενοι ἐστρατολόγουν. b(BCE4)

### book 765b.1

ἄλλως· εἰκοστὸν ἔτος: ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος

### book 765b.2

δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν

### book 765b.3

ἡ τοῦ πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ

### book 765b.4

Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε, A b (BCE4)T

### book 765b.5

πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον. AT ῥητέον δὲ ὅτι δέκα

### book 765b.1

ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα

### book 765b.2

ἀφικνούμενοι, νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης.

### book 765b.3

A b (BCE4)T ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας

### book 765b.4

οὐκ ἀριθμητέον. A b (BE4)T

### book 766.1

{καὶ} ἐμῆς ἀπελήλυθα πάτρης: ἔδει ‘ἀπὸ τῆς ἐμῆς

### book 766.2

ἤλυθον πάτρησ‘. T

### book 767.1

ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος: φησὶ γὰρ „οὔ

### book 767.2

τί μοι αἰτίη ἐσσί“ (Γ 164), ἄτοπόν τε ἐῶντα τὸν αἴτιον τὴν ἀναίτιον

### book 767.3

μέμφεσθαι. T λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων

### book 767.4

πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην AT καὶ διὰ τοῦτο οὐκ

### book 767.5

ἀπεδίδοσαν. T

### book 768

〈ἐνίπτοι:〉 γράφεται „ἐνίσσοι“. Aim

### book 770

〈αἰεί:〉 γράφεται „ἦεν“. Aim

### book 773.1

καὶ ἔμ’ ἄμμορον: 〈καὶ〉 ἐμαυτήν. | οἱ δὲ γράφουσι „καὶ

### book 773.2

ἐμὸν μόρον“. T

### book 776.1

ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων: οὐ μόνον αἱ γυναῖκες·

### book 776.2

πλείονα γὰρ ἐκίνησεν οἶκτον. ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν

### book 776.3

Ἰλιάδα· b(BCE4)T ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς

### book 776.4

ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν. b(BE4)T

### book 777

ὁ γέρων: διὰ τὸ οἰκτρὸν ἢ μᾶλλον τὸ ἔντιμον πρόσκειται,

### book 777

ὡς „Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν“ (Λ 637). b(BCE4)T

### book 784a.1

〈ἐννῆμαρ—ὕλην:〉 σπεύδουσι γὰρ τῇ δεκάτῃ

### book 784a.2

καὶ ἑνδεκάτῃ τελειῶσαι τὸν τάφον· ἡ γὰρ ἑξῆς εἰς πόλεμον ἐταμιεύθη.

### book 784a.3

b(BCE4)

### book 784b.1

ἀγείνεον ἄσπετον ὕλην: ἅμα καὶ εἰς πολιορκίαν αὐτὴν

### book 784b.2

ταμιεύοντες. T

### book 785.1

〈φαεσίμβροτος ἠώς:〉 ἐν ἄλλῳ „ῥοδοδάκτυλος ἠώσ“.

### book 785.2

Aim

### book 786

〈δακρυχέοντες:〉 ἐν ἄλλῳ „ἀχνύμενοι κῆρ“. Aim

### book 793.1

ὀστέα: τινὲς „ὄστεα“ προπαροξυτόνως ὡς „χάλκεα“ (Ε

### book 793.2

723. Π 664 al.). ἄμεινον δὲ παροξύνειν. AT

### book 795.1

καὶ τά γε χρυσείην ἐς λάρνακα 〈θῆκαν〉: ἡ διπλῆ,

### book 795.2

ὅτι A τὴν σορὸν λάρνακα εἶπεν. AT

### book 796

καλύψαντες: τινὲς „καθάψαντεσ“. T

### book 799.1

〈περὶ δὲ〉 σκοποὶ εἵατο 〈πάντῃ〉: στρατηγικὸν τὸ μὴ

### book 799.2

ταῖς σπονδαῖς πιστεύσαντας ἀστρατηγήτους ἑαυτοὺς παραδοῦναι

### book 799

τοῖς πολεμίοις, b(BCE4)T καὶ νουνεχείας πολλῆς. b(BCE4)

### book 804a.1

ὣς οἵ γ’ ἀμφίεπον〈—ἱπποδάμοιο〉: Μενεκρά‐

### book 804a.2

της (cf. F.H.G. II p. 345) φησὶν αἰσθόμενον ἑαυτοῦ ἀσθενείας τὸν

### book 804a.3

ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν σιωπῆσαι τὰ μεθ’

### book 804a.4

Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ ἑαυτῷ τῶν †ζητημάτων†

### book 804a.5.1

εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας Ὀδυσ‐

### book 804a.5.2

σέως μόνον· τὰ γὰρ λείψανα ἐκεῖ ἃ μὲν Ὀδυσσεύς (cf. ι 39—μ 453),

### book 804a.5.3

ἃ δὲ Νέστωρ (cf. γ 98—312) καὶ Μενέλαος (cf. δ 341—586), ἃ δὲ

### book 804a.5.4

Δημόδοκος κιθαρίζων (cf. θ 73—82. 499—520) φασίν. ἄλλως τε

### book 804a.5.5

πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι. b(BCE4)T | τινὲς γράφου‐

### book 804a.10

σιν „ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος· ἦλθε δ’ Ἀμαζών, / Ἄρηος

### book 804a

θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο“ (804. 804a). T

### book 804b.1

{ὣς οἵ γ’ ἀμφίεπον} τάφον: Ἀττικοὶ τὸ περίδειπνον

### book 804b.2

τάφον λέγουσι, Πολύϊδος (P. L. G. III p. 632 Bgk.) δὲ τὸ μνημεῖον.

### book 804b

T

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/homer-commentary-anonymous-scholia-vta-ae.json (sha256:e2783f40ca66e6e1251760a2cab48a923c5bf325d6dd9108e7b0fba2fe59d4d9). Cite as `eul_wid: vta-ae`.
