---
title: Scholia-Iliad
title_greek: Σχόλια εἰς Ἰλιάδα
author: Homer Commentary
eul_wid: vta-ah
eul_aid: vta
canonical: "https://eulogikon.org/grc/homer-commentary-anonymous/scholia-iliad-ah"
canonical_json: "https://eulogikon.org/data/works/grc/homer-commentary-anonymous-scholia-iliad-ah-vta-ah.json"
sha256: "2239381280d46294cf41e2422633b08582a3f1ef2328426584906b9d1689ddca"
period: Late Antique
dialect: Atticizing
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Scholia-Iliad

*Σχόλια εἰς Ἰλιάδα*

**Author:** Homer Commentary

**eul_wid:** `vta-ah` · [HTML page](https://eulogikon.org/grc/homer-commentary-anonymous/scholia-iliad-ah) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/homer-commentary-anonymous-scholia-iliad-ah-vta-ah.json)

## Text

### 1 t

ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΤΩΝ ΠΑΝΥ ΔΟΚΙΜΩΝ ΕΙΣ ΤΗΝ ὉΜΗΡΟΥ ΙΛΙΑΔΑ. Μῆνιν.

### 1 1

Ὀργὴν, χόλον ἐπίμονον. ἐζήτηται δὲ εὐθὺς, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο τοῦ πολέμου ὁ Ποιητής. καὶ φαμὲν, ὅτι ἅπας μὲν χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους, οὐκ ἔσχεν οὕτω συνεχεῖς τὰς μάχας, διὰ τὸ τοὺς Τρῶας φόβῳ τοῦ Ἀχιλλέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους. τὸ δὲ δέκατον ἔτος, πλείονας ἔσχε τὰς πράξεις, καὶ τοὺς πολέμους ἰσοπαλεῖς, τοῦ Ἀχιλλέως ὀργιζομένου. ὁ δὲ Ποιητὴς, οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων. διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων, περιέλαβε καὶ τὰ πρὸ τούτων πραχθέντα. αὕτη γὰρ ἀρετὴ ποιήσεως, τὸ, ἀπὸ τῶν μέσων ἄρξασθαι, προϊόντα δὲ καὶ τὴν ἀρχὴν διηγεῖσθαι κατὰ μέρος. Ἄειδε. ᾆδε, λέγε. Θεά. Κοινῷ μὲν ὀνόματι προσαγορεύει τὴν Μοῦσαν. τῇ δὲ ἰδιότητι τῆς πράξεως, προεδήλωσεν ὡς οὐχ ἑτέραν λέγει θεάν. μόναι γὰρ ᾄδουσιν αἱ Μοῦσαι. οὐ προσέθηκε δὲ, οὐδὲ ὄνομα Μούσης, πάσας διὰ τῆς μιᾶς καλῶν. Θεά. Μοῦσα. λέγει δὲ τὴν Καλλιόπην. Πηληϊάδεω. Τοῦ Πηλέως παιδός. Ἀχιλῆος. Ἀναγνωστέον δι’ ἑνὸς λ, διὰ τὸ μέτρον. λέγεται δὲ Ἀχιλλεὺς, παρὰ τὸ ἄχος, τουτέστι λύπην ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ, παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς. ὅλως γὰρ οὐ μετέσχε γάλακτος. Οὐλομένην.

### 1 2

Ὀλεθρίαν. Ἥ. Ἥτις ὀργή. Μυρία. Ἀορίστως, ἀντὶ τοῦ πολλά. Ἀχαιοῖς. Τοῖς Ἕλλησιν. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγόμενος Κρέουσαν τὴν Ἐρεχθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν. ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας. ὁ δὲ Ἀχαιὸς, φόνον ἐμφύλιον δράσας, παρεγένετο εἰς Θεσσαλίαν· καὶ κυριεύσας τῆς χώρας, τοὺς ὑποτεταγμένους ἀφ’ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶτοί τε οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι. οὐ μὴν ἅπαντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυνηθέντος τοῦ Ἕλληνος, καὶ τῶν τούτου παίδων, ἀπ’ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες. Ἄλγεα. Κακὰ, ἢ λύπας. Ἔθηκεν. Ἐποίησεν, εἰργάσατο. Πολλάς.

### 1 3

Παμπόλλους. Ἰφθίμους. Ἰσχυρὰς, γενναίας. Ἄϊδι. Τῷ ᾅδῃ. ἀπὸ εὐθείας τῆς ἄϊς, ὡς Πάρις. Προΐαψε. Πρὸ τῆς εἱμαρμένης ἔπεμψεν. Ἡρώων.

### 1 4

Τῶν ἡμιθέων ἀνδρῶν. ἥρωας δέ φασι κληθῆναι, ἀπὸ τῆς ἀρετῆς· ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἐν τοῖς ἔργοις καὶ ταῖς ἡμέραις· Ἠέρα ἑσσάμενοι πάντη φοιτῶσιν ἐπ’ αἶαν. ἢ ἀπὸ τῆς ἐράσεως, τουτέστι μίξεως τῶν θεῶν. οἱ γὰρ θεοὶ, θνηταῖς γυναιξὶ συνερχόμενοι, ἐποίουν τὸ τῶν Ἡρώων γένος. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ ἡ γῆ, κατὰ διάλεκτον. ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώπων. Αὐτοὺς δέ. Ἀντὶ τοῦ, τὰ δὲ σώματα αὐτῶν. Ἑλώρια. Ἑλκύσματα, σπαράγματα. Τεῦχε. Ἐποίει. Κύνεσσι. Κυσίν. Αἰολὶς ἡ διάλεκτος. Οἰωνοῖσι.

### 1 5

Τοῖς σαρκοφάγοις ὄρνισι. λέγει δὲ γυψὶ καὶ κόραξι. Πᾶσιν. Ἅπασι. Διὸς δέ. Ἡ δὲ τοῦ Διός. Ἐτελείετο. Ἐτελειοῦτο, ἐπληροῦτο. Βουλή. Γνώμη. Διὸς δὲ τελείετο βουλή. Διὸς βουλὴν, οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν. ἄλλοι δὲ ἐξεδέξαντο, δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θεσπρωτίας, ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ· Τὸν δ’ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο Ἐκ δρυὸς ὑψικόμοιο, Διὸς βουλὴν ἐπακούσῃ. ἄλλοι δὲ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γὴν βαρουμένην ὑπὸ ἀνθρώπων πολυπληθείας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους. τὸν δὲ Δία, πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, δι’ οὗ πολλοὺς πάνυ ἀπώλεσεν. ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ ἐχρήσατο. ἣν Διὸς βουλὴν Ὅμηρός φησιν. ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθεῖραι, τοῦτο τοῦ Μώμου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ γνώμας δύο, τὴν Θέτιδος θνητογαμίαν, καὶ θυγατρὸς καλὴν γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ Βαρβάροις ἐγένετο, οὕτω συμβῆναι κουφισθῆναι τὴν γῆν, πολλῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποιηκότι, εἰπόντι οὕτως· Ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενα Βαθυστέρνου πλάτος αἴης. Ζεὺς δὲ ἰδὼν ἐλέησε, καὶ ἐν πυκιναῖς πραπίδεσσι Σύνθετο κουφίσαι, ἀνθρώπων παμβώτορα γαῖαν, Ῥιπίσας πολέμου μεγάλην ἔριν Ἰλιάκοιο· Ὄφρα κενώσειεν θανάτῳ βάρος· οἱ δ’ ἐνὶ Τροίῃ Ἥρωες κτείνοντο. Διὸς δὲ τελείετο βουλή. καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορούμενα περὶ τῆς τοῦ Διὸς βουλῆς, ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν κατὰ τὴν Ἀριστάρχου καὶ Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν. καθάπερ καὶ τὰ κεφάλαια ἐν τῷ προοιμίῳ κεῖται τῆς ποιήσεως. Ἐξ οὗ δή.

### 1 6

Ἀφ’ οὗ δὴ χρόνου. Τὰ πρῶτα. Τὸ πρῶτον, καὶ τὴν ἀρχήν. Διαστήτην. Διεχωρίσθησαν. Ἐρίσαντε. Φιλονεικήσαντες. Ἀτρείδης.

### 1 7

Ὁ Ἀτρέως παῖς Ἀγαμέμνων δὲ, κατὰ μὲν Ὅμηρον, Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης. κατὰ δὲ Ἡσίοδον, Πλεισθένους, τὸ γένος, Μυκηναῖος. ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον, καὶ ὑποστρέψας οἴκαδε, ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ εὐωχίας ἔπι. οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴ ἡ Κλυταιμνήστρα ἀνεῖλεν αὐτὸν χιτῶνι μὴ ἔχοντι ἔνδυσιν τραχήλου. ἐξ αὐτῆς δὲ ἔσχεν υἱὸν τὸν Ὀρέστην, καὶ θυγατέρας τέσσαρας· Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν, καὶ Ἠλέκτραν. Ἄναξ. Βασιλεύς. Δῖος. Θεῖος, εὐγενὴς, ἢ ἀπὸ Διὸς ἔχων τὸ γένος, ἔντιμος· ἀπὸ γὰρ Αἰγίνης τῆς Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν, Αἰακός· Αἰακοῦ δὲ, Τελαμῶν καὶ Πηλεύς· Πηλέως δὲ, Ἀχιλλεύς. Τίς τ’ ἂρ σφῶε.

### 1 8

Τίς δὴ αὐτοὺς τοὺς δύο, Ἀγαμέμνονα, καὶ Ἀχιλλέα. πάλιν δὲ, τοῦτο ὁ Ποιητὴς ἐρωτᾷ τὴν Μοῦσαν. Ἔριδι. Φιλονεικίᾳ. Ξυνέηκε. Συνέβαλε, συνέμιξε. Λητοῦς καὶ Διὸς υἱός.

### 1 9

Ὁ τῆς Λητοῦς καὶ Διὸς παῖς Ἀπόλλων, πάλιν δὲ τοῦτο ὡς ἀπὸ τῆς Μούσης. Ζεὺς δὲ ἐρασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν. ἥτις, δεκαμηνιαίου χρόνου διαγενομένου, ἠπείγετο διὰ θαλάσσης πρὸς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων. ἐκεῖσε δὲ ἐλθοῦσα, δρεψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀπεκύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα· καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου βάσεως ἐῤῥιζώθη. Ὁ γάρ. Οὗτος γάρ. Βασιλῆϊ. Τῷ βασιλεῖ. Χολωθείς. Ὀργισθείς. Νοῦσον.

### 1 10

Νόσον λοιμικήν. Ἀνὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Ὦρσε. Διήγειρεν, ἐνέβαλε. Κακήν. Κακωτικήν. Ὀλέκοντο. Ἀπώλλοντο. Λαοί. Ὄχλοι. λᾶες κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Προμηθέως παῖς Δευκαλίων γίγνεται. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων, γαμεῖ Πύῤῥαν τὴν Ἐπιμηθέως καὶ Πανδώρης, ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑποθεμένου Προμηθέως, Δευκαλίων τεκτῃνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύῤῥας ἀνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ’ οὐρανοῦ χέας, τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρίς· οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν στενώματα καὶ τέμπη διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφ’ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ Παρνασῷ περιΐσχει· κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων, ἐκβὰς, ἔθυσε Διῒ Φυξίῳ· Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν, ἐπέτρεψεν αἰτῆσαι ὅ, τι βούλεται. ὃ δὲ αἰτεῖται, ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Διὸς εἰπόντος, ὑπὲρ κεφαλὴν ἔβαλλεν αἴρων λάας, τουτέστι λίθους· καὶ οὗς μὲν ἔβαλλεν ὁ Δευκαλίων, ἄνδρες ἐγένοντο· οὓς δὲ ἡ Πύῤῥα, γυναῖκες. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Οὕνεκα τὸν Χρύσην.

### 1 11

Ἕνεκα. ἐπειδὴ τὸν Χρύσην. Ἠτίμησεν. Ἀτίμως ὕβρισεν. Ἀρητῆρα. Ἱερέα. παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι. Ὁ γάρ.

### 1 12

Οὗτος γάρ. Ἦλθε. Παρεγένετο. Θοάς. Ταχείας. σημαίνει δὲ καὶ ὀξείας. ὡς ἐν ἐκείνοις· Ἔνθεν δ’ αὖ νήσοισιν ἐπὶ προέηκε θοῇσιν. Ἐπὶ νῆας. Ἐπὶ τὰς ναῦς, ὅ ἐστι τὰ πλοῖα. Λυσόμενος.

### 1 13

Λυτρωσόμενος. Θύγατρα. Τὴν θυγατέρα. Φέρων. Κομίζων, ἄγων. Ἀπερείσια. Ἄπειρα τῷ πλήθει, πολλά. Ἄποινα. Δῶρα, λύτρα, ἄφοινα τινὰ ὄντα, τὰ ἕνεκεν φόνου διδόμενα. Στέμματα.

### 1 14

Στεφανώματα. Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δὲ αὐτῆς Ἀπόλλων, καὶ βουλόμενος συγγενέσθαι, ἐδίωκε· καταλαμβανομένης δὲ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ Γῇ, χάσματι αὐτὴν δεχθῆναι· γενομένου δὲ τούτου, καὶ τῆς γῆς ἀναδούσης ὁμώνυμον φυτὸν, Ἀπόλλων θεασάμενος, ἐξεπλάγη, καὶ τὸ μὲν δένδρον, ἀπὸ τῆς παρθένου Δάφνην προσηγόρευσεν ὁμωνύμως. λαβὼν δὲ κλάδον αὐτῆς, ἐστέψατο. Ἔχων. Κατέχων, κρατῶν. Ἐν χερσίν. Ἐν ταῖς χερσίν. Ἑκηβόλου. Ἕκαθεν, ὅ ἐστι πόῤῥωθεν βάλλοντος, εὐστόχου τοξότου. Χρυσέῳ ἀνὰ σκήπτρῳ.

### 1 15

Περὶ τῷ κεχρυσωμένῳ σκήπτρῳ, ὅ ἐστι τῇ χρυσῇ ῥάβδῳ τῇ βασιλικῇ. Ἐλίσσετο. Ἐλιτάνευε, παρεκάλει. Πάντας Ἀχαιούς. Πάντας τοὺς Ἕλληνας. Ἀτρείδα δὲ μάλιστα.

### 1 16

Μάλιστα δὲ τοὺς Ἀτρέως παῖδας, Ἀγαμέμνονα καὶ Μενέλαον. Μάλιστα. Ἐξαιρέτως. Δύω. Δισσούς. Κοσμήτορε. Διατάκτορας, ἡγεμόνας. Λαῶν. Τῶν ὄχλων. Ἀτρεῖδαί τε.

### 1 17

Ὦ Ἀτρέως παῖδες, Ἀγάμεμνον, καὶ Μενέλαε. Ἄλλοι. Οἱ λοιποί. Ὑμῖν μὲν θεοὶ δοῖεν.

### 1 18

Ὑμῖν μὲν οἱ θεοὶ παράσχοιεν. Ὀλύμπια δώματ’ ἔχοντες. Οἱ τὸν Ὄλυμπον κατοικοῦντες. Ὄλυμπος δὲ, κατὰ μὲν Ὅμηρον, ὄρος τῆς Μακεδονίας μέγιστον, ἱερὸν τῶν θεῶν. κατὰ δὲ ἀλληγορίαν, ὄλυμπός ἐστιν ὁ οὐρανός· παρὰ τὸ, ὁλολαμπὴς εἶναι. Ἐκπέρσαι.

### 1 19

Ἐκπορθῆσαι, καταστρέψαι. Πριάμοιο πόλιν. Τὴν Ἴλιον. περιφραστικῶς. Εὖ δ’. Καλῶς δέ. διατί δὲ ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο; λέγομεν, ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν, ἅπερ ἐπεθύμει δρᾶσαι. δεύτερον δὲ, ὅτι διὰ τοὺς Τρῶας ἀπωλωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ’ αὐτῶν. Οἴκαδε. Εἰς τὰ οἰκεῖα. Ἱκέσθαι. Παραγενέσθαι. Παῖδα δέ μοι.

### 1 20

Τὴν θυγατέρα μου. Λύσατε. Λύτρα λαβόντες, ἀπόδοτε. Φίλην. Προσφιλεστάτην. Τὰ δ’ ἄποινα. Τάδε τὰ δῶρα. Δέχεσθε. Λαμβάνετε. Ἁζόμενοι.

### 1 21

Ἐντρεπόμενοι, σεβόμενοι. Διὸς υἱόν. Τὸν Διὸς παῖδα Ἀπόλλωνα. Ἔνθα.

### 1 22

Τότε· χρονικὸν ἐπίῤῥημα. ἐνταῦθα δὲ, τοπικόν. Ἐπευφήμησαν. Μετ’ εὐφημίας ἐβόησαν. Αἰδεῖσθαι.

### 1 23

Ἐντρέπεσθαι. Ἱερῆα. Τὸν ἱερέα. Ἀγλαά. Καλά. Δέχθαι. Δέχεσθαι, λαμβάνειν. Ἀλλ’ οὐκ Ἀτρείδῃ.

### 1 24

Ἀλλ’ οὐ τῷ Ἀτρέως παιδὶ Ἀγαμέμνονι. Ἥνδανε. Ἤρεσκε. Θυμῷ. Διὰ τὴν ὀργήν. Ἀλλὰ κακῶς.

### 1 25

Ἀλλὰ μεθ’ ὕβρεως. Ἀφίει. Ἀπέπεμπε. Κρατερόν. Ἰσχυρὸν, ἀπειλητικόν. Μῦθον. Λόγον. Ἔτελλεν. Ἐπέτελλεν, ἔλεγε. Μή σε, γέρον.

### 1 26

Μή σε, ὦ πρεσβύτα. Κοίλῃσι. Κοίλαις, βαθείαις. Παρὰ νηυσί. Παρὰ ταῖς ναυσί. Κιχείω. Καταλάβω. Ἢ νύν.

### 1 27

ἢ ἐν τῷ παρόντι καιρῷ. Δηθύνοντα. Ἐγχρονίζοντα. Ἢ ὕστερον. Ἢ ἐκ δευτέρου. Αὖτις. Πάλιν. Ἰόντα. Παραγενόμενον. Μὴ νύ τοι.

### 1 28

Μὴ οὐκ ἄν σοι. Οὐ χραίσμῃ. Οὐ βοηθήσῃ. Σκῆπτρον. Ἡ βασιλικὴ ῥάβδος. Στέμμα. Στεφάνωμα. Θεοῖο. Τοῦ θεοῦ. Τὴν δέ.

### 1 29

Ταύτην δέ. Οὐ λύσω. Οὐκ ἀπολύσω. Πρίν μιν. Πρὸ τοῦ αὐτήν. Γῆρας ἔπεισι. Τὸ γῆρας καταλάβῃ. Ἡμετέρῳ ἐνὶ οἴκῳ.

### 1 30

Ἐν τῷ ἡμετέρῳ οἴκῳ. Ἐν Ἄργει. Ἐν τῷ Ἄργει. ὅ ἐστι, τῇ Πελοποννήσῳ νῦν καλουμένῃ. ὁ δὲ Ἀγαμέμνων, βασιλεὺς ἦν Μυκήνης πόλεως Ἀργολικῆς. Ἰστέον δὲ, ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελίας, τῆς Ὠκεανοῦ. ὕστερον δὲ πάλιν, Ἀπία ἐκλήθη, ἀπὸ Ἀπίδος τοῦ Φορωνέως παιδός. εἶθ’ οὕτως Ἄργος, ἀπὸ Ἄργου τοῦ Πανόπτου. τελευταῖον δὲ πάντων, Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα. Τηλόθι πάτρης. Πόῤῥω τῆς πατρίδος. Ἱστὸν ἐποιχομένην.

### 1 31

Ἱστουργοῦσαν, καὶ ὑφαίνουσαν. διατί ἐπάγει τῇ γαμετῇ καὶ τοῖς τέκνοις τὴν αἰχμάλωτον; ῥητέον οὖν, ὅτι οὐ δι’ ἐπιθυμίαν αὐτὴν τοσοῦτον ἐπάγει, ἀλλὰ πρὸς στρατιωτικὴν ὕβριν· ἵνα ἅπερ Μενέλαος ἐπεπόνθει, ταῦτα καὶ αὐτὸς δράσῃ. ὡς καὶ ὁ Νέστωρ φησί· Τῷ μή τις πρὶν ἐπειγέσθω οἴκονδε νέεσθαι. Πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι. Καὶ ἐμὸν λέχος ἀντιόωσαν. Καὶ τῆς ἐμῆς κοίτης ἀντιλαμβανομένην, καὶ μετέχουσαν. Ἀλλ’ ἴθι.

### 1 32

Ἀλλ’ ἄπιθι. Μή μ’ ἐρέθιζε. Μή με παρόξυνε. Σαώτερος. Σῶος, ὑγιής. Ὥς κε. Ὅπως ἄν. Νέηαι. Πορευθῇς, ἐπανέλθῃς. Ὣς ἔφατο.

### 1 33

Οὕτως εἶπεν. Ἔδδεισεν. Ἐφοβήθη, εὐλαβήθη. Ὁ γέρων. Ὁ πρεσβύτης. Καὶ ἐπείθετο. Καὶ ἐπείσθη. Μύθῳ. τῷ λόγῳ. Βῆ δέ.

### 1 34

Ἐπορεύθη δέ. τὸ σχῆμα ἀφαίρεσις. Ἀκέων. Ἡσυχάζων, σιωπῶν. Παρὰ θῖνα. Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. ὃς οὕτω κέκληται ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτεσθαι τῇ προσρήξει τῶν κυμάτων. Πολυφλοίσβοιο. Πολυήχου, πολυταράχου. Πολλά.

### 1 35

Πλεῖστα. Ἔπειτα. Μεταταῦτα. Ἀπάνευθεν. Ἄπωθεν, χωρίς. Κιών. Παραγενόμενος, πορευθείς. Ἠρᾶτο. Ηὔχετο. Ὁ γεραιός. Ὁ πρεσβύτης. Ἄνακτι.

### 1 36

Τῷ βασιλεῖ. νῦν δὲ θεῷ τῷ Ἀπόλλωνι. Τόν. Ὅντινα. Ἠΰκομος. Εὔκομος. ἀπὸ μέρους, καλή. Τέκεν. Ἔτεκεν, ἐγέννησεν. Λητώ. Λητὼ Κοίου καὶ Φοίβης θυγάτηρ. Κλῦθί μευ.

### 1 37

Ἐπάκουσόν μου. Ἀργυρότοξε. Λαμπρότοξε, καλλίτοξε. Ὃς Χρύσην. Ὅστις τὴν Χρύσαν. Χρύσα δὲ πόλις Τρωϊκή. Ἀμφιβέβηκας. Περιβέβηκας, ὑπερμαχεῖς. Κίλλαν τε.

### 1 38

Καὶ τὴν Κίλλαν. ἔστι δὲ πολίχνιον τῆς Τρωάδος. Ζαθέην. Ἄγαν θείαν, ὅ ἐστι πάνυ. Πέλοψ ὁ Ταντάλου κατὰ μισθὸν παιδικῆς ὥρας, λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πίσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέσβον, Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον. ὃς καὶ καθ’ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπ’ αὐτῷ ἔχοντι, ἀπωδύρετό τε τὴν αὐτοῦ ἀπώλειαν, καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς, ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρός. εἴθ’ οὕτως ἔθαψε τὴν τέφραν, ἐπιφανῶς τοῦ Κίλλου ἠρίον ἐπ’ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας, διὰ τὸ, αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας, Κίλλαν κέκληκεν. ὁ μέν τοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου ἐν τῷ ἀγῶνι. ἡ ἱστορία παρὰ Θεοπόμπῳ. Τενέδοιό τε. Καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος, νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη, οὔπω δὲ πρότερον τοῦτο εἶχε τὸ ὄνομα. Κύκνου γὰρ τοῦ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα παῖδες, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκ ἔτι ἦν. ἐπέγημε δὲ ὁ Κύκνος Φυλονόμην, ἢ, ὡς ἔνιοι, Πολύβοιαν. ἡ Φυλονόμη δὲ (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης) ἐρασθεῖσα αὐτοῦ, λόγους περὶ συνουσίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρήσαντος, κατηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ, ὅτι τεθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα, ἐνέβαλεν εἰς λάρνακα, καὶ ἔῤῥιψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην, καὶ διὰ τὸ εἶναι υἱωνὸν, ἔσωσεν ὁ Ποσειδῶν. τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθεμα, μαθόντες τὸ γεγονὸς, οὐ μόνον ἑαυτῶν βασιλέα τὸν Τέννην κατεστήσαντο, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν.

### 1 38 (50)

Ἶφι. Ἰσχυρῶς, γενναίως. Ἀνάσσεις. Βασιλεύεις. Σμινθεῦ.

### 1 39

Ὦ Σμίνθιε. ἔστι δὲ ἐπίθετον τοῦ Ἀπόλλωνος. Σμίνθος γὰρ τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθίου, ἀπὸ αἰτίας τοιᾶσδε· ἐν Χρύσῃ πόλει τῆς Μυσίας Κρίνις τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς, ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβούκολον αὐτοῦ παρεγένετο. παρ’ ᾧ ξενισθεὶς ὁ θεὸς, ὑπέσχετο κακῶν ἀπαλλάξαι. καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διέφθειρεν. ἀπαλλασσόμενος οὖν, ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου, Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέως ἱερὸν αὐτὸ καλέσας. ἐπειδήπερ, κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον, οἱ μύες, σμίνθοι ἐκαλοῦντο. ἡ ἱστορία παρὰ Πολέμωνι. ἄλλοι δὲ οὕτως εἶπον, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες, χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποίκους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωῒ δὲ ἀναστάντες, καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθ’ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν, ἥντινα καὶ ἐκάλουν Σμινθίαν. οἱ γὰρ Κρῆτες τοὺς μύας, σμίνθους καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος ἐκλήθη, διὰ τὸ ὑπερασπίζειν αὐτῆς. Εἴ ποτέ τοι. Ἐάν ποτέ σοι. Χαρίεντα. Εὔχαριν, καλόν. Νηόν. Ναόν. Ἔρεψα. Ἐπέρεψα, ὠρόφωσα, ἐστεφάνωσα. Ἢ εἰ δή ποτέ τοι.

### 1 40

Ἢ εἴπω ποτέ σοι. Πίονα. Πιμελῆ, λιπαρά. Μηρία. Τὰ μηριαῖα ὀστᾶ. Ἔκῃα. Ἐπὶ τῷ βωμῷ ἔκαυσα, τουτέστιν ἐκάρπωσα. Ταύρων ἠδ’ αἰγῶν.

### 1 41

Ἤτοι, ταύρων καὶ αἰγῶν. Τόδε μοι. Τοῦτό μοι. Κρήηνον. Ἐπιτέλεσον. Ἐέλδωρ. Ἐπιθύμημα. Τίσειαν.

### 1 42

Τιμωρίαν δοῖεν, ὅ ἐστι, παράσχοιεν. Δαναοί. Οἱ Ἕλληνες· ἀπὸ Δαναοῦ τοῦ Βήλου. Βῆλος δὲ Ἀγήνορος μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφ’ ἧς ἡ χώρα ὠνομάσθη Λιβύη. βασιλεύων δὲ Αἰγυπτίων, γαμεῖ Ἀγχινόην τὴν Νείλου θυγατέρα. καὶ γίγνονται παῖδες αὐτῷ δίδυμοι, Αἴγυπτος, καὶ Δαναός. Δαναὸν μὲν οὖν ὁ Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀῤῥαβίᾳ. ὃς καταστρεψάμενος τὴν Μελαμπόδων χώραν, ἀφ’ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίγνονται δὲ ἐκ πολλῶν γυναικῶν, Αἰγύπτῳ μὲν πεντήκοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε· δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑπὸ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κληθεῖσαν, ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ, Πεντηκόντορον, ἐν ᾗ τὰς κόρας ἐνθέμενος ἔφυγε. προσχὼν δὲ Ῥόδῳ, τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλάνωρ ὁ τότε βασιλεύων. αὐτὸς δὲ κρατήσας τῆς χώρας, ἀφ’ ἑαυτοῦ τοὺς ἐνοικοῦντας, Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀπολλόδωρος ἐν δευτέρῳ. Ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. Ἀντὶ τοῦ, τῶν ἐμῶν δακρύων. Διατί δὲ ὁ Χρύσης, οὐ κατὰ Ἀγαμέμνονος ηὔχετο τοῦ ὑβρίσαντος αὐτὸν, ἀλλὰ κατὰ πάντων τῶν Ἑλλήνων; φαμὲν δὴ, ὅτι Ἀγαμέμνονος ἀποθανόντος ὁ στρατὸς ἐλύετο, καὶ Χρυσηῒς εἰς Ἑλλάδα ἀπήγετο. ἀναιρουμένων δὲ τῶν ὄχλων, ζήτησις ἦν τοῦ πάθους, ἀπόδοσις δὲ τῆς κόρης. καὶ ἀποθανὼν μὲν Ἀγαμέμνων, ἄλυπος ἦν· ζῶν δὲ, βασανίζεται, βλέπων ἅτε βασιλεὺς ἀπολλυμένους τοὺς ὄχλους. ἢ, ὅτι πᾶσιν ἠράσατο, ἀνθ’ ὧν πάντες ὁμοῦ γενόμενοι, οὐκ ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν. δικαίως οὖν αὐτοὶ ἔπαθον. καὶ γὰρ Ἡσίοδος φησί· Πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. Ὣς ἔφατο.

### 1 43

Οὕτως εἶπεν. Τοῦ δ’ ἔκλυε. Τούτου δὲ ὑπήκουσε. Φοῖβος. Καθαρὸς, ἀμίαντος, ἢ μαντικός. Φοῖβον γὰρ τὸν καθαρόν. Ἡσίοδος δὲ, μετωνυμικῶς Φοῖβον αὐτὸν καλεῖ, ἀπὸ Φοίβης. Βῆ δὲ κατ’ οὐλύμποιο.

### 1 44

Κατέβη δὲ ἀπὸ τῶν τοῦ ὀλύμπου ἐξοχῶν, ὅ ἐστιν ἀκρωτηρίων. Χωόμενος. Λυπούμενος, ὀργιζόμενος. Κῆρ. Περισπωμένως μὲν, ἡ ψυχή. Ὀξυτόνως δὲ, ἡ θανατηφόρος μοῖρα. Τόξ’ ὤμοισιν ἔχων.

### 1 45

Ἀντὶ τοῦ, τὸ τόξον ἐπὶ τοῖς ὤμοις ἔχων. Ἀμφηρεφέα τε φαρέτρην. Τὴν ἑκατέρωθεν ἐσκεπασμένην φαρέτραν, ἤγουν βελοθήκην. Ἔκλαγξαν.

### 1 46

Ποιὸν ἦχον ἀπετέλεσαν. Ὀϊστοί. Τὰ βέλη. Ἐπ’ ὤμων. Ἐπὶ τῶν ὤμων. Χωομένοιο. Ὀργιζομένου. Αὐτοῦ κινηθέντος.

### 1 47

Κινηθέντος αὐτοῦ ἐπὶ τόπον. Ὁ δέ. Οὗτος δέ. Ἤϊε. Παρεγένετο. Νυκτὶ ἐοικώς. Σκότει παραπλήσιος, φοβερὸς καὶ ἀόρατος. Ἕζετο.

### 1 48

Ἐκαθέζετο. Ἔπειτα. Μεταταῦτα. Ἀπάνευθεν. Ἄπωθεν, χωρίς. Νεῶν. Τῶν νηῶν, τῶν πλοίων. Μετὰ δέ. Μεταταῦτα δέ. Ἰόν. Βέλος. Ἕηκεν. Ἀφῆκεν, ἔπεμψε. Δεινὴ δὲ κλαγγή.

### 1 49

Φοβερὸς δὲ ἦχος. Γένετο. Ἐγένετο. Ἀργυρέοιο. Ἀργυροῦ, καλοῦ. Βιοῖο. Τῆς τοῦ τόξου νευρᾶς. Οὐρῆας.

### 1 50

Ὀρεῖς, ὑποζύγια. Ἐπῴχετο. Ἐπῄει, ἐπήρχετο. Ἀργούς. Ταχεῖς, ἢ λευκούς. Διατί δὲ ἀπὸ τῶν κυνῶν, καὶ τῶν ἡμιόνων, ὁ λοιμὸς ἤρξατο, οὐκ ἀπὸ τῶν Ἑλλήνων δὲ, οὐδὲ ἀπ’ ἄλλου τινὸς ζώου; καὶ οἱ μὲν ῥητορικοὶ λύοντες, φασίν· ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον, ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας, καὶ μὴ παντάπασιν ἀπολέσαι. καὶ διὰ τοῦτο πρότερον ἀπὸ τῶν τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτάνουσι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντες, φασὶν, ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίγνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνα φασὶν αἴτιον, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ γῆς δὲ γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρῶτον ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά εἰσι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων, καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν, καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰλεχέναι τὴν γένεσιν. πᾶν γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτον. δεκάτῃ δὲ ἡμέρᾳ φανερὸν γενέσθαι τὸ νοσῶδες, κατ’ αὐτὸν τὸν Ποιητὴν τὸ θεώρημα εὔλογον, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σαφῶς ἐπιστάμενος, ἐκ τῆς τοῦ ἀέρος καταστάσεως ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται. ἐπεὶ, τίνος ἕνεκεν Νέστωρ, ἢ Ὀδυσσεὺς, ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσι τὸ αἴτιον τῆς νόσου; Αὐτὰρ ἔπειτα.

### 1 51

Μεταταῦτα δέ. Αὐτοῖσιν. Αὐτοῖς, δηλονότι τοῖς Ἕλλησιν. Ἐχεπευχές. Ἔχον πικρίαν. ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλαστόν. καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρὸν, ἡ πίσσα. Ἐφιείς. Ἐπιπέμπων. Βάλλεν.

### 1 52

Ἔβαλλεν, ἐκ βολῆς ἀνῄρει, ἐτίτρωσκεν. Αἰεὶ δέ. Διαπαντὸς δέ. Πυραί. Πυρκαιαί. τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο, διὰ τὸ ἀπέριττα γίγνεσθαι. εἶθ’ οὕτως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν αὕτη. πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι’ ἀνάγκην ὑπὸ Ἡρακλέους. συναγαγὼν γὰρ στρατείαν ἐπὶ Ἴλιον Ἡρακλῆς, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι αὐτῷ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ, ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐζήτει καὶ τὸν Ἀργεῖον ὡσανεῖ οἰκεῖον. Λικυμνίου δέ φασι τοῦ πατρὸς Ἀργείου φοβουμένου, ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθ’ Ἡρακλέους ἀπέβαλεν, καὶ μὴ διδόντος, Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δ’ οὖν συμπεσούσης Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν διατηρήσοι τὸν ὅρκον, ἔκαυσεν αὐτόν. καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄνδρωνι. Νεκύων. Τῶν νεκρῶν. Καίοντο. Ἐκαίοντο. Θαμειαί. Πυκναὶ, συνεχεῖς. πῶς, φασὶν, ὁ Ποιητὴς ἐναντία ἑαυτῷ λέγει; πρῶτον γὰρ εἰπὼν, αὐτοὺς δ’ ἑλώρια τεῦχε κύνεσσι· νῦν ἐπάγει, αἰεὶ δὲ πυραὶ νεκύων καίοντο. ἐροῦμεν, ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν· ἡ μῆνις δὲ τὰς μεταταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες, ἑλώρια κυνῶν ἐγίγνοντο. οἱ δὲ, ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο. Ἐννῆμαρ.

### 1 53

Ἐπὶ ἐννέα ἡμέρας. Ἀνὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Ὤιχετο. Ἐπῄει, ἐπήρχετο. Κῆλα. Βέλη. ὁτὲ δὲ σημεῖα. Τῇ δεκάτῃ δέ.

### 1 54

Προσυπακουστέον, ἡμέρᾳ. Ἀγορήν. Ἐκκλησίαν, συνέδριον. Καλέσσατο. Συνεκαλέσατο, συνήγαγε. Τῷ γάρ.

### 1 55

Τούτῳ γάρ. Ἐπὶ φρεσὶ θῆκε. Κατὰ νοῦν ἐποίησε. Λευκώλενος. Λευκοβραχίων, ἀπὸ μέρους, καλή. ὁ δὲ τρόπος, σωματοποιΐα· ὠλέναι γὰρ αἱ χεῖρες. Ἥρη κήδετο.

### 1 56

Ἐφρόντιζεν ἡ Ἥρα. εὐλόγως δὲ φροντίζει τῶν Ἑλλήνων ἡ Ἥρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς. ἄλλως τε, καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένηται τοῖς Τρωσὶν ὄλεθρος. Ὅτι ῥά. Ὅτι δή. Θνήσκοντας. Ἀποθνήσκοντας. Ὁρᾶτο. Ἑώρα, ἔβλεπεν. Οἱ δ’ ἐπεὶ οὖν.

### 1 57

Ἐπειδὴ δὲ οὗτοι. Ἤγερθεν. Συνηθροίσθησαν, Ὁμηγερέες. Ὁμοῦ κατὰ τὸ αὐτὸ ἐγένοντο. Τοῖσι δέ.

### 1 58

Ἐν αὐτοῖς δέ. Ἀνιστάμενος. Ἀναστάς. τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν, κἂν ἄλλης οἵας δή ποτε τύχης, ἐδημηγόρει ὀρθὸς ἱστάμενος. Μετέφη. Ἐν αὐτοῖς εἶπεν, ἐδημηγόρησε. Πόδας ὠκύς. Ὁ ταχὺς τοῖς ποσί. διὰ δὲ τούτου δηλοῖ ἡμῖν τὸ εὐκίνητον τοῦ Ἥρωος. Νῦν.

### 1 59

Ἄρτι. χρονικὸν ἐπίῤῥημα. Ἄμμε. Ἡμᾶς, Αἰολικῶς. Παλιμπλαγχθέντας. Εἰς τοὐπίσω πλανηθέντας. Ὀΐω. Οἶμαι, ὑπολαμβάνω. Ἄψ.

### 1 60

Πάλιν, εἰς τοὐπίσω. Ἀπονοστήσειν. Ἐπανελθεῖν, ὑποστρέψειν. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφὴ, διὰ τὸ τῆς πατρίδος ἡδύ. Εἴ κεν. Ἐὰν τὸν θάνατον ὅλως διαφύγωμεν. Εἰ δὴ ὁμοῦ.

### 1 61

Ἐπειδὴ ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ καιρόν. Δαμᾷ. Δαμάζει, καταπονεῖ. Μάντιν ἐρείομεν.

### 1 62

Ἀλλὰ δεῦρο μάντιν τινὰ ἐρωτήσωμεν. ἔστι γὰρ γένος τὶ μαντικῆς, διαιρούμενον εἰς εἴδη τρία. εἰς οἰωνοσκοπίαν, ἀεροσκοπίαν, καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἐρείομεν. Ἐρωτήσωμεν. Ἱερῆα. Θύτην. Ὀνειροπόλον.

### 1 63

Τὸν δι’ ὀνείρων μαντευόμενον. Ὄναρ. Ὁ ὄνειρος, καὶ ἡ δι’ ὀνείρου ἀποκάλυψις. Ἐκ Διός. Ἀπὸ τοῦ Διός. Ὅς κ’ εἴποι.

### 1 64

Ὅστις ἂν ἡμῖν εἴποι. Ὅ τι τόσσον. Ὅ τι τοσοῦτον. Ἐχώσατο. Ὠργίσθη. Εἴ τ’ ἄρ.

### 1 65

Εἴ τε δή. Ὅγε. Οὗτος. Εὐχωλῆς. Εὐχῆς, δεήσεως. Ἐπιμέμφεται. Ἐπαιτιᾶται, ἐπιζητεῖ. Ἑκατόμβης. Τελείας θυσίας, ἤτοι τῆς ἀπὸ τῶν ἑκατὸν βοῶν, ἢ τῆς ἀπὸ ἑκατὸν βάσεων. ὅ ἐστιν, ἐξ εἰκοσιπέντε ζώων. Αἴ κέν πως.

### 1 66

Ἐάν πως. Κνίσσης. Ἐπίπλου, λίπους. ἀφ’ οὗ θυσίας. Αἰγῶν τε. Καὶ αἰγῶν. Τελείων. Ἤτοι τὴν ἡλικίαν ὁλοκλήρων· λελωβημένον γὰρ, οὐ θύεται. ἀλλ’ ὑγιὴς ἡ τῶν τελουμένων θυσία. Ἀντιάσας.

### 1 67

Ἀπαντήσας, μετασχών. Ἡμῖν ἀπό. Ἀπὸ καὶ χωρὶς ἡμῶν ποιῆσαι τὸν λοιμόν. Λοιγόν. Ὄλεθρον. Ἀμῦναι. Ἀποστρέψαι, ἀπεῖρξαι. Ἤτοι ὅγ’ ὣς εἰπών.

### 1 68

Οὗτος μὲν οὕτως εἰπών. Κατ’ ἄρ’ ἕζετο. Ἐκαθέσθη. Τοῖσι δέ. Ἐν αὐτοῖς δέ. Ἀνέστη. Ὀρθὸς ἔστη. Θεστορίδης.

### 1 69

Ὁ Θέστορος παῖς Κάλχας. ὁ δὲ τύπος, πατρωνιμικός. Οἰωνοπόλων. Ὀρνεοσκόπων, μάντεων. Ὄχ’ ἄριστος. Ἐξόχως ἄριστος. Ὃς ᾔδη.

### 1 70

Ὅστις ἠπίστατο. Τά τ’ ἐόντα. Καὶ τὰ ἐνεστῶτα. Τά τ’ ἐσσόμενα. Καὶ τὰ γενησόμενα. Πρό τ’ ἐόντα. Καὶ τὰ προγεγονότα. ἔστι γὰρ τελείου μάντεως, τὸ ἐπίστασθαι τοὺς τρεῖς χρόνους ἀκριβῶς. Καὶ νήεσσι.

### 1 71

Καὶ ταῖς ναυσίν. Ἡγήσατο. Ἡγεμὼν ἐγένετο. Ἴλιον εἴσω. Εἰς τὴν Ἴλιον. Ἣν διὰ μαντοσύνην.

### 1 72

Διὰ τὴν ἰδίαν μαντείαν. Τήν οἱ. Ἥντινα αὐτῷ. Πόρε. Παρέσχεν, ἐδωρήσατο. Ὅς σφιν.

### 1 73

ὃς ἐν αὐτοῖς. Ἐϋφρονέων. Καλῶς νοῶν. Ἀγορήσατο καὶ μετέειπεν. Ἐδημηγόρησε καὶ εἶπε. Κέλεαί με.

### 1 74

Κελεύεις με. Διῒ φίλε. Τῷ Διῒ προσφιλέστατε. Μυθήσασθαι. Εἰπεῖν, ἀπαγγεῖλαι. Μῆνιν Ἀπόλλωνος.

### 1 75

Τὴν ὀργὴν τοῦ Ἀπόλλωνος. Ἑκατηβελέταο. Πόῤῥωθεν βάλλοντος, εὐστόχου τοξότου. Ἄνακτος. Βασιλέως. νῦν δὲ θεοῦ. Τοὶ γὰρ ἐγὼ ἐρέω.

### 1 76

Ἐγὼ μὲν οὖν εἴπω. Σὺ δὲ σύνθεο. Σὺ δὲ σύνθου, καὶ κατάνευσον. κατὰ διάλυσιν. Καί μοι ὄμοσσον. Καὶ ὄμοσόν μοι. Ἦ μέν μοι.

### 1 77

Ὄντως δή μοι. Ἔπεσι καὶ χερσί. Λόγοις, καὶ ἔργοις. Ἀρήξειν. Βοηθήσειν. Ἦ γὰρ ὀΐομαι.

### 1 78

Ἀληθῶς ὑπολαμβάνω. Χολωσέμεν. Εἰς ὀργὴν ἐμβαλεῖν. Ὃς μέγα. Ὅστις μεγάλως. Ἀργείων.

### 1 79

Τῶν Ἑλλήνων. Κρατέει. Βασιλεύει. Καί οἱ πείθονται Ἀχαιοί. Καὶ αὐτῷ ὑπακούουσιν οἱ Ἕλληνες. Κρείσσων.

### 1 80

Ἐπικρατέστερος. Ὅτε χώσεται. Ὅταν ὀργισθῇ. Ἀνδρὶ χέρηϊ. Ἀνδρὶ χείρονι, ἐλάττονι. Εἴπερ γάρ τε.

### 1 81

Ἐάνπερ γὰρ, ἢ ἵνα. Χόλον. Τὴν ὀργήν. Αὐτῆμαρ. Αὐθημερὸν, ἐν αὐτῇ τῇ ἡμέρᾳ. Καταπέψῃ. Κατάσχῃ, καταδαπανήσῃ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ πλείονι χρόνῳ κατεχομένων σιτίων, διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γιγνομένην. Μετόπισθεν.

### 1 82

Μεταταῦτα, ἐκ δευτέρου. Ἔχει. Κατέχει, φυλάττει. Κότον. Ὀργήν. Ὄφρα τελέσσῃ. Ὅπως πληρώσῃ. Ἑοῖσιν.

### 1 83

Ἰδίοις. Φράσαι. Λόγισαι, σκέψαι. Εἴ με σαώσεις. Ὅπως με σώσῃς. Τὸν δέ.

### 1 84

Τοῦτον δέ. Ἀπαμειβόμενος. Ἐς ἀμοιβῆς ἀποκρινόμενος. Προσέφη. Προσεῖπεν. Πόδας ὠκύς. Ταχὺς ἐν τῷ τρέχειν. Θαρσήσας.

### 1 85

Εὐθαρσὴς καὶ ἄφοβος γενόμενος. Μάλα. Λίαν, πάνυ. Θεοπρόπιον. Τὸ ἐκ θεῶν μάντευμα, ἢ τὸ τοῖς θεοῖς ἀρέσκον. οὗτοι γὰρ τὰ τοῖς θεοῖς ἀρέσκοντα λέγουσιν. Ὅ, τι οἶσθα. Ὅπερ ἐπίστασαι. Οὐ μὰ γάρ.

### 1 86

Ὄμνυμι γάρ σοι· ἢ οὐκ ἀπωμοτικῶς. πεπλεόνακε γὰρ τὸ οὐ, κατὰ Ἀττικὴν συνήθειαν. Διῒ φίλον. Τὸν τῷ Διῒ προσφιλέστατον, ᾯτε σύ. ᾯτινι σὺ ὦ Κάλχαν. Θεοπροπίας.

### 1 87

Τὰς ἐκ Θεῶν μαντείας. Ἀναφαίνεις. Φανερὰς ποιεῖς, προσημαίνεις. Οὔτις.

### 1 88

Οὐδείς. Ἐμεῦ. Ἐμοῦ. Ἐπὶ χθονί. Ἐπὶ τῆς γῆς. Δερκομένοιο. Ὁρῶντος, ἢ ὁρωμένου. Σοὶ κοίλῃς.

### 1 89

Κοίλαις, βαθείαις. Βαρείας χεῖρας. Ὑβριστικὰς, φονικάς. Ἐποίσει. Ἐπιβαλεῖ, ἐπενέγξοι. Συμπάντων Δαναῶν.

### 1 90

Ὁμοῦ πάντων τῶν Ἑλλήνων. Οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς. Οὐδ’ ἂν αὐτὸν τὸν Ἀγαμέμνονα ὀνομάσῃς. ὁ δὲ τρόπος ἐξοχή. Νῦν.

### 1 91

Ἐν τῷ παρόντι καιρῷ. Πολλόν. Καταπολύ. Ἄριστος. Ἐξοχώτατος. Ἐνὶ στρατῷ. Ἐν τῷ στρατοπέδῳ. Εὔχεται. Καυχᾶται. Θάρσησε.

### 1 92

Ἐθάρσησεν, ἀνεζωπυρήθη. Καὶ ηὔδα. Καὶ εἶπεν. Ἀμύμων. Ἄμωμος, ἀγαθὸς καὶ ἄψογος. Οὔτ’ ἄρ’.

### 1 93

Οὔτε δή. Ὅγε. Οὗτος ὁ Ἀπόλλων. Εὐχωλῆς. Εὐχῆς, δεήσεως. Ἀρητῆρος.

### 1 94

Τοῦ ἱερέως. Οὐδ’ ἀπέλυσεν.

### 1 95

Οὐκ ἀπελυτρώσατο. Οὐκ ἀπεδέξατο. Οὐκ ἐδέξατο. Τοὔνεκα.

### 1 96

Τούτου ἕνεκα, τούτου χάριν. Ἄρ. Δή. Ἠδ’ ἔτι. Καὶ ἔτι. Δώσει. Παράσχῃ. Οὐδ’ ὅγε.

### 1 97

Οὐδὲ οὗτος. Πρίν. Πρότερον. Λοιμοῖο. Τοῦ λοιμοῦ. Βαρείας. Βλαβερὰς, κακωτικάς. Ἀφέξει. Ἐπίσχοι, παύσει. Πρίν γ’ ἀπό.

### 1 98

Ὑπερβατόν. Φίλῳ. Προσφιλεῖ. Δόμεναι. Δοῦναι. Ἑλικώπιδα. Μελανόφθαλμον. ἀφ’ οὗ, εὐπρεπῆ. ἑλικὸν γὰρ κατὰ διάλεκτον καλεῖται τὸ μέλαν. Κούρην. Κόρην, θυγατέρα. Ἀπριάτην, ἀνάποινον.

### 1 99

Ἄνευ πράσεως καὶ δώρων. ἐπιῤῥηματικῶς. Ἄγειν θ’. Καὶ ἀπάγειν. παράλειψις ὁ τρόπος. Ἱερήν. Εἰς τὴν ἱερὰν Χρύσαν. Ἑκατόμβην. Τελείαν θυσίαν. Τότε κέν μιν.

### 1 100

Τότε ἂν αὐτόν. Ἱλασσάμενοι. Ἐξιλεωσάμενοι, ἐξευμενίσαντες. Πεπίθοιμεν. Πείσοιμεν. Κατ’ ἄρ’ ἕζετο.

### 1 101

Ἐκαθέσθη. Εὐρυκρείων.

### 1 102

Μεγάλως κρατῶν καὶ βασιλεύων. Ἀχνύμενος.

### 1 103

Λυπούμενος, ὀργιζόμενος. Μένεος. Ὀργῆς, θυμοῦ. Φρένες ἀμφιμέλαιναι. Αἱ ἐν βάθει κείμεναι καὶ συνεταὶ διάνοιαι αὐτοῦ. ἢ τεταραγμέναι, διὰ τὴν ὀργήν. Πίμπλαντο.

### 1 104

Ἐπληροῦντο. Ὄσσε. Ὄμματα. ὀφθαλμοί. Οἱ. Αὐτῷ. Πυρὶ λαμπετόωντι. Πυρὶ λάμποντι. Ἐΐκτην. Ὡμοίωντο. Πρώτιστα.

### 1 105

Πρὸ πάντων. Κάκ’ ὀσσόμενος. Δεινὸν καὶ ὀργίλον ὑποβλεπόμενος. Προσέειπε. Προσεῖπεν αὐτῷ. Μάντι κακῶν.

### 1 106

Ὦ κακῶν μάντι. συντείνει δὲ τοῦτο εἰς τὸ δέκα ἔτη μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου τῶν στρουθῶν. Οὐ πώποτέ μοι. Οὐδέ ποτέ μοι. Τὸ κρήγυον. Τὸ ἀληθές. νῦν δὲ τὸ ἀγαθόν. Εἶπες. Εἶπας, ἔλεξας. Αἰεί τοι.

### 1 107

Ἀεί σοι, διὰ παντός. Τὰ κάκ’ ἐστὶ φίλα. Τὰ κακά ἐστι προσφιλῆ. Φρεσί. Ταῖς διανοίαις. Ἐσθλὸν δέ.

### 1 108

Ἀγαθὸν δέ. Οὐδέ τι πω. Οὐδέ ποτε. Ἔπος. Λόγον. Οὐδ’ ἐτέλεσσας. Οὐδ’ εἶπες, οὐδὲ ἐπλήρωσας. Νῦν.

### 1 109

Ἐν τῷ παρόντι καιρῷ. Ἐν Δαναοῖσιν. Ἐν τοῖς Ἕλλησιν. Θεοπροπέων. Μαντευόμενος. Ἀγορεύεις. Δημηγορεῖς, λέγεις. Ὡς δὴ τοῦδ’ ἕνεκα.

### 1 110

Ὡς ὅτι τούτου χάριν. Σφίν. Αὐτοῖς τοῖς Ἕλλησιν. Τεύχει. Παρέχει, ποιεῖ. Οὕνεκα.

### 1 111

Οὑ ἕνεκα, διότι. Οὐκ ἔθελον.

### 1 112

Οὐκ ἐβουλόμην. Δέξασθαι. Λαβεῖν. Οἴκοι ἔχειν.

### 1 113

Ἐν τῷ οἴκῳ κατέχειν. Καὶ γάρ ῥα. Καὶ γὰρ δή. Κλυταιμνήστρης. Τῆς Κλυταιμνήστρας, γυναικός μου. ἡ δὲ Κλυταιμνήστρα Ἀγαμέμνονος γυνὴ, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θεστίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή. Προβέβουλα. Προκέκρικα, προτιμῶ. Κουριδίης ἀλόχου.

### 1 114

Παρθενικῆς γυναικός. Διατί δὲ ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει; λέγει γὰρ Κλυταιμνήστρης προβέβουλα. καὶ οἱ μέν φασιν, ὅτι ἕνεκεν τοῦ μὴ δοκεῖν τοῖς Ἕλλησιν ἐφ’ ὕβρει κατέχεσθαι τὴν κόρην. οἱ δὲ, ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι. ἔνιοι δὲ ὅτι ψευδόμενον ἀποδείκνυσι τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν ὁ θεὸς, τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης; Ἐπεὶ οὐ ἕθεν. Ἐπεὶ κατ’ οὐδὲν αὐτῆς. Χερείων. Χείρων. ἐλάσσων. Οὐ δέμας.

### 1 115

Κατὰ τὸ σῶμα. δέμας δὲ ὁ Ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν. παρὰ τὸ, δεδέσθαι καὶ συνεστηκέναι. οἷον, οὐ δέμας, οὐδὲ φυήν. καὶ πάλιν, δέμας δ’ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε. καὶ ἀλλαχοῦ, οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας. σῶμα δὲ καλεῖ, τὸ ἄψυχον. ἐπεὶ σῆμά τι ἐστὶ τοῦ ποτε ζῶντος. οἷον· σῶμα δὲ οἴκαδ’ ἐμόν· καὶ ἐπὶ τοῦ Ἐλπήνορος πάλιν· σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν. καὶ ἔτι· σώματ’ ἀκηδέα κεῖται. Εὐριπίδης μέν τοι ἐνηλλαγμένως λέγων· ἕκτον δὲ δὴ τόδ’ ἦμαρ, ἐξότου σφαγαῖς, Θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας. Δεῖξαι γὰρ Ἀργείοισι σῶμ’ αἰσχύνομαι. Οὐδὲ φυήν. Οὐδὲ τὴν τοῦ σώματος εὐφυΐαν καὶ ἀρετήν. Οὔτ’ ἄρ’ φρένας. Οὔτε κατὰ τὰς φρένας. Οὔτε τι ἔργα. Οὔτε κατὰ τὰ ἔργα. Ἀλλὰ καὶ ὥς.

### 1 116

Ἀλλὰ καὶ ὅμως. Ἐθέλω. Θέλω, βούλομαι. Δόμεναι. Δοῦναι. Πάλιν. Εἰς τοὐπίσω. Εἰ τόγ’ ἄμεινον. Εἰ τοῦτο βέλτιον. Λαόν.

### 1 117

Ὄχλον, πλῆθος. Σόον ἔμμεναι. Σῶον εἶναι, καὶ σώζεσθαι. ὁ δὲ λόγος, θέλω γάρ φησιν ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι, καὶ αὐτὸς ἀπολέσθαι. ὁ γὰρ ἢ σύνδεσμος, ἀντὶ τοῦ καὶ, παρείληπται τῷ Ποιητῇ. Ἢ ἀπολέσθαι. Ἢ ἀπολέσθαι ἐμέ. Αὐτὰρ ἐμοί.

### 1 118

Ἐμοὶ δέ. Γέρας. Τιμήν. Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἑτοιμάσατ’. Ἑτοιμάσατε, ἑτοίμην ποιήσατε. Ὄφρα μὴ οἶος. Ὅπως μὴ μόνος. Ἀργείων.

### 1 119

Τῶν Ἑλλήνων. Ἀγέραστος. Ἄνευ γερῶν, ἄνευ τιμῆς. Ἔω. Ὑπάρχω. Ἐπεὶ οὐδὲ ἔοικεν. Οὐδὲ γὰρ πρέπει. Λεύσσετε.

### 1 120

Ὁρᾶτε, βλέπετε. Τόγε. Τοῦτο. Ὅ μοι. Ὅτι μοι. Ἔρχεται. Ἀπέρχεται. Ἄλλῃ. Ἀλλαχοῦ. Ἠμείβετο.

### 1 121

Ἐξ ἀμοιβῆς ἀπεκρίνατο. Ἔπειτα. Μεταταῦτα. Ποδάρκης. Ἤτοι ὁ τοῖς ποσὶ ταχὺς, ἢ ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, ἰσχυρός. Δῖος. Θεῖος, εὐγενής. Κύδιστε.

### 1 122

Ἐνδοξότατε. Φιλοκτεανώτατε. Φιλοχρηματώτατε. Πῶς γάρ τοι.

### 1 123

Πῶς γάρ σοι. Μεγάθυμοι. Μεγαλόψυχοι, γενναῖοι. Ἀχαιοί. Οἱ Ἕλληνες. Ἀχαιοὺς δὲ, καὶ Δαναοὺς, καὶ Ἀργείους, ὁ Ποιητὴς καλεῖ τοὺς Ἕλληνας. Δαναοὺς μὲν, ἀπὸ Δαναοῦ τοῦ Βήλου τοῦ Ποσειδῶνος. Ἀχαιοὺς δὲ, ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου, καὶ Κρεούσης τῆς Ἐρεχθέως. Ἀργείους δὲ, ἀπὸ Ἄργου Ἀπίδος καὶ Νιόβης τῆς Φορωνέως. Ἕλληνας δὲ, ψιλῶς, καλεῖ τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λέγων· Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. Οὐδέ τι πω ἴδμεν.

### 1 124

Οὐδὲ ἐπιστάμεθα. Ξυνήϊα. Κοινὰ χρήματα. Κείμενα. Ἀποκείμενα. Τά.

### 1 125

Ἅτινα. Πολίων. Πόλεων. Ἐξεπράθομεν. Ἐξεπορθήσαμεν. Τὰ δέδασται. Ταῦτα μεμέρισται. Λαοὺς δ’.

### 1 126

Τοὺς ὄχλους δέ. Οὐκ ἐπέοικε. Οὐ προσῆκόν ἐστι. Παλίλλογα. Παλισύλλεκτα. ἀντὶ τοῦ, οὐ δικαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. Ἐπαγείρειν. Ἐπισυναθροίζειν. Ἀλλὰ σὺ μὲν νῦν.

### 1 127

Ἀλλὰ σὺ ἐπὶ τοῦ παρόντος ὦ Ἀγάμεμνον. Πρόες. Πρόπεμψον. Θεῷ. Τῷ Ἀπόλλωνι. Αὐτὰρ Ἀχαιοί. Οἱ δὲ Ἕλληνες. Τριπλῇ τετραπλῇ τ’.

### 1 128

Τριπλασίονα καὶ τετραπλασίονα. Αἴ κέ ποθι Ζεύς. Ἐάν ποτε ὁ Ζεύς. Δῷσι.

### 1 129

Παράσχῃ. τὸ, σι, ἐπέκτασις. Πόλιν Τροίην. Τρωϊκὴν πόλιν. λέγει δὲ τὴν Ἴλιον. Εὐτείχεον. Καλῶς τετειχισμένην. διὰ τὸ, ὑπὸ θεῶν τετειχίσθαι καθ’ Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλωνος. Ἐξαλαπάξαι. Ἐκπορθῆσαι. Κρείων.

### 1 130

Βασιλεὺς, ἄναξ. Μηδ’ οὕτως.

### 1 131

Μηδὲ οὕτως. Ἀγαθός περ ἐών. Καίτοι γενναῖος ὑπάρχων. Θεοείκελ’. Θεοῖς τὸ εἶδος ὅμοιε. ὅ ἐστι τὸ κάλλος. εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας Ἀχιλλεὺς, καὶ γυναικοπρόσωπος. ὡς καὶ ἐν τῷ Λυκομήδους παρθενῶνι ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ. Κλέπτε νόῳ.

### 1 132

Παραλογίζου τῇ διανοίᾳ. Ἐπεί. Ἐπειδή. Οὐ παρελεύσεαι. Οὐ παρέλθῃς, οὐ νικήσεις με. ἀπὸ μεταφορᾶς τοῦ δρόμου, ἐν ᾧ παρελθὼν νικᾷ. Ἢ ἐθέλεις.

### 1 133

Ἢ βούλει. Ὄφρ’ αὐτός. Ὅπως αὐτός. Γέρας. Τιμήν. Αὐτὰρ ἐμ’ αὕτως. Ἐμὲ δὲ ματαίως. Ἧσθαι.

### 1 134

Καθέζεσθαι. Δευόμενον. Ἐνδεόμενον, χρήζοντα. Κέλεαι δέ με. Κελεύεις δέ με. Ἀλλ’ εἰ μέν.

### 1 135

Ἀλλ’ ἐὰν μέν. Δώσουσι. Παράσχωσιν. Μεγάθυμοι. Μεγαλόψυχοι, γενναῖοι. Ἄρσαντες κατὰ θυμόν.

### 1 136

Ἁρμόσαντες κατὰ τὴν ψυχήν. τουτέστιν, ἀρεστὸν καὶ θυμῆρες ποιήσαντες. Ἀντάξιον. Ἶσον τῇ τιμῇ, ἄξιον, ἰσότιμον. Ἔσται. Γένηται. Εἰ δέ κε μὴ δώωσιν.

### 1 137

Εἰ δὲ μὴ παράσχωσιν. Ἐγὼ δέ κεν. Ἐγὼ δ’ ἄν. Αὐτὸς ἕλωμαι. Αὐτὸς ἀφέλωμαι. Ἢ τεόν.

### 1 138

Ἢ τὸ σὸν, ὅ ἐστι τὴν Βρισηΐδα. Ἢ Αἴαντος—γέρας. Τέκμησσαν λέγει τὴν Τελεύταντος θυγατέρα. Ἰών. Παραγενόμενος. Ἢ Ὀδυσῆος. Λαοδίκην λέγει τὴν Κύκνου θυγατέρα. ταῦτα δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀποτείνεται πρὸς Ἀχιλλέα. Ἄξω.

### 1 139

Ἀπάξω. Ἑλών. Λαβών. Ὁ δέ κεν. Οὗτος δὲ ἄν. Κεχολώσεται. Ὀργισθήσεται. Ὅν κεν ἵκωμαι. Ἐφ’ ὃν ἂν παραγένωμαι, ἐφ’ ὃν ἔλθω. Ἀλλ’ ἤτοι μὲν ταῦτα.

### 1 140

Ἀλλὰ περὶ μὲν τούτων. Μεταφρασόμεσθα. Καὶ ἐν ὑστέρῳ βουλευσόμεθα. Καὶ αὖτις. Καὶ πάλιν. Νῦν δ’ ἄγε.

### 1 141

Νῦν δὲ ἄγε δή. Νῆα. Ναῦν. Μέλαιναν. Βαθεῖαν, ἢ πίσσῃ κεχρισμένην, Ἐρύσσομεν. Καθελκύσωμεν, ἐμβάλωμεν. Εἰς ἅλα. Εἰς τὴν θάλασσαν. Δῖαν. Θείαν, ἢ θαυμαστήν. Ἐς δ’ ἐρέτας.

### 1 142

Εἰς αὐτὴν δὲ κωπηλάτας. Ἐπιτηδές. Ἐπιτηδείους. Ἀγείρομεν. Συναθροίσωμεν. Ἀν’ δ’ αὐτήν.

### 1 143

Καὶ αὐτὴν δέ. Καλλιπάρῃον. Καλὰς παρειὰς ἔχουσαν, ἀπὸ μέρους καλήν. Βήσομεν.

### 1 144

Ἀναβιβάσωμεν, ἐμβάλωμεν. Ἀρχός. Ἀρχηγὸς, ἡγεμών, νῦν δὲ, ναύαρχος. Βουληφόρος. Βουλευτής. Ἔστω. Γενέσθω. Ἠὲ σύ.

### 1 146

Ἢ σύ. Πηλείδη. Πηλέως παῖ Ἀχιλλεῦ. Ἐκπαγλότατε. Ἐκπληκτικώτατε, φοβερὲ, ἢ ἐξοχώτατε. Ὄφρ’ ἡμῖν.

### 1 147

Ὅπως ἡμῖν. Ἑκάεργον. Πόῤῥωθον εἴργοντα, ἢ πόῤῥωθεν ἐργαζόμενον, τοξότην. Ἱλάσσεαι. Ἐξιλεώσῃς, λιτανεύσῃς. Ἱερά. Ἱερεῖα, θυσίας. Ῥέξας. Ἱερουργήσας, θύσας. Τὸν δ’ ἄρ’.

### 1 148

Τοῦτον δὲ δή. Ὑπόδρα ἰδών. Δεινὸν ὑποβλεψάμενος. Προσέφη. Προσεῖπε, προσεφθέγξατο. Ὤ μοι.

### 1 149

Φεῦ μοι. ἔστι δὲ ἀναφώνημα, καὶ ἐπίῤῥημα λύπης δηλωτικόν. Ἀναιδείην. Ἀναισχυντίαν. Ἐπιειμένε. Ἠμφιεσμένε, περιβεβλημένε. Κερδαλεόφρον. Πανοῦργε τὸ φρόνημα, ἢ περικερδῆ τὸν νοῦν ἔχων, τουτέστι κερδαίνειν φρονῶν. Πῶς τίς τοι.

### 1 150

Πῶς τίς σοι. Πρόφρων. Προθύμως. Ἔπεσι. Λόγοις. Πείθηται. Πεισθείη. Ἢ ὁδόν.

### 1 151

Ἢ εἰς ὁδὸν παραγενέσθαι. ὅ ἐστιν εἰς ἐνέδραν κατελθεῖν. Ἶφι. Ἰσχυρῶς, γενναίως. Μάχεσθαι. Πολεμῆσαι. Οὐ γὰρ ἐγώ.

### 1 152

Οὐδαμῶς γὰρ ἐγώ. Τρώων ἕνεκεν. Ἕνεκα τῶν Τρώων. Ἤλυθον. Παρεγενόμην. Αἰχμητάων. Πολεμικῶν. Δεῦρο.

### 1 153

Ἐνταῦθα. Μαχησόμενος. Μαχούμενος, πολεμήσων. Ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν. Ἐπειδὴ οὐδαμῶς, καὶ κατ’ οὐδέν μοι αἴτιοι ὑπάρχουσιν. Οὐ γὰρ πώποτε.

### 1 154

Οὐδέ ποτε γάρ. Ἐμὰς βοῦς ἤλασαν. Τὰς ἐμὰς ἤλασαν βοῦς. Οὐδέ ποτε.

### 1 155

Οὐδαμῶς, οὐδέποτε. Ἐν Φθίῃ. Φθία πόλις Θεσσαλίας παραθαλασσία, πατρὶς Ἀχιλλέως. Ἐριβώλακι. Μεγαλοβώλῳ, εὐγείῳ. Βωτιανείρῃ. Ἄνδρας βοσκούσῃ, ἢ τρεφούσῃ. Ἐδηλήσαντο.

### 1 156

Ἔβλαψαν. Ἐπειὴ μάλα. Ἐπειδὴ πάνυ. Μεταξύ. Ἀναμέσον. Οὔρεά τε.

### 1 157

Καὶ ὄρη. Ἰὰς ἡ διάλεκτος. Σκιόεντα. Σύσκια, σκιὰν ἀποτελοῦντα. Ἠχήεσσα. Ἠχητικὴ, ἀπὸ τῆς τῶν κυμάτων κινήσεως ὁ δὲ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες, ἐπειδὴ μεταξὺ Φθίας καὶ Ἰλίου, πολλά ἐστι μέγιστα ὄρη, καὶ πολλὴ θάλασσα, ὡς μὴ εἶναί με αὐτῶν ἀστυγείτονα. Ὦ μέγ’ ἀναιδές.

### 1 158

Ὦ μεγάλως ἀναιδέστατε. Ἅμ’ ἑσπόμεθα. Ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἠκολουθήσαμεν. Ὄφρα σὺ χαίρῃς. Ὅπως σὺ εὐφραίνῃ. Τιμήν.

### 1 159

Τιμωρίαν τῶν Τρώων ὑπὲρ Μενελάου. Ἀρνύμενοι. Ἀντικαταλλασσόμενοι, λαμβάνοντες. Σοί τε κυνῶπα. Ἀντὶ τοῦ, ὑπὲρ σοῦ ὦ ἀναιδέστατε. Πρὸς Τρώων.

### 1 160

Παρὰ τῶν Τρώων. Τῶν οὔτι. Ὧν, εὐεργεσιῶν δηλαδὴ, οὐδέν. Μετατρέπῃ. Ἐπιστροφὴν ποιῇ, ἢ φροντίζεις. Οὐδ’ ἀλεγίζεις. Οὐδὲ λόγον ποιῇ τινά. Ἀφαιρήσεσθαι.

### 1 161

Ἀφελέσθαι. Ἀπειλεῖς. Ὑπισχνῇ, λέγεις. ᾯ ἔπι.

### 1 162

Ἐφ’ ᾧ. ἀναστροφὴ ὁ τρόπος. ἀναστροφὴ δέ ἐστι δύο λέξεων τάξις ἐνηλλαγμένη. οἷον· λέων ὣς, ὡς λέων. ὄρνιθες ὣς, ὡς ὄρνιθες· ᾧ ἔπι, ἐφ’ ᾧ. Ἐμόγησα. Ἐκοπίασα, ἐκακοπάθησα. Δόσαν δέ μοι. Παρέσχον δέ μοι αὐτό. Υἷες Ἀχαιῶν. Περιφραστικῶς, οἱ Ἕλληνες. Οὐ μὲν σοί ποτε.

### 1 163

Οὐδέποτε μέν σοι. Ἶσον. Ἐξίσου, ὅμοιον. Ὁππότ’ Ἀχαιοί. Ὁπόταν οἱ Ἕλληνες. Ἐκπέρσωσιν.

### 1 164

Ἐκπορθήσωσι, καταστρέψωσιν. Εὐναιόμενον. Καλῶς οἰκούμενον. Πτολίεθρον. Πόλισμα, πόλιν. Πλεῖον.

### 1 165

Πλεῖστον. Πολυάϊκος. Πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος, ἀστάτου. Πολέμοιο. Τοῦ πολέμου. Χεῖρες ἐμαὶ διέπουσιν.

### 1 166

Αἱ ἐμαὶ χεῖρες διοικοῦσιν. Δασμός. Μερισμὸς, τῶν λαφύρων δηλονότι. Ἵκηται. Παραγένηται. Πολὺ μεῖζον.

### 1 167

Καταπολὺ μεῖζον. Ὀλίγον τε φίλον τε. Ἐμοὶ ἐλάχιστόν τι ἔρχεται, καὶ τοῦτο προσφιλὲς ἡγοῦμαι. Ἐπὴν κεκάμω πολεμίζων.

### 1 168

Καὶ ταῦτα, ἐπειδὰν κακοπαθήσω πολεμῶν. Νῦν δ’ εἶμι Φθίηνδε.

### 1 169

Νῦν οὖν πορεύομαι εἰς τὴν Φθίαν. Ἐπειή. Ἐπειδή. Πολὺ φέρτερον. Κατὰ πολὺ κρεῖσσον, βέλτιον. Ἐστίν. Ὑπάρχει. Οἴκαδ’ ἴμεν.

### 1 170

Εἰς τὸν οἶκον παραγενέσθαι. Σὺν νηυσί. Σὺν ταῖς ναυσί. Κορωνίσιν. Ἐπικαμπεῖς τὰς ἄκρας ἐχούσας. ὅ ἐστι τὰς πρύμνας. ἢ μελαίνας. κορὸν γὰρ, τὸ μέλαν. Οὐδέ ς’ ὀΐω. Οὐχ ὑπολαμβάνω δέ σε. Ἐνθάδ’ ἄτιμος ἐών.

### 1 171

Ἐνταῦθα ἀτιμαζόμενος. ἐνήλλακται δὲ ἡ πτῶσις. ἀντὶ γὰρ γενικῆς, κέχρηται ὀνομαστικῇ. ὅ ἐστι σχῆμα. Ἄφενος. Πλοῦτον. κυρίως δὲ ἄφενος λέγεται, ἡ ἀφ’ ἑνὸς ἐνιαυτοῦ περιουσία. πλοῦτος δὲ, ἡ ἀπὸ πολλῶν. Ἀφύξειν. Ἀπαντλήσειν, περισωρεύσειν, τὸ δὲ ὅλον, οὐχ ὑπολαμβάνω δέ σε, φησὶν, ἐμοῦ ἀπόντος, καταστρέψαι τὴν Ἴλιον, καὶ πολὺν πλοῦτον λαβεῖν. Μάλα.

### 1 173

Λίαν, πάνυ. Εἴ τοι θυμός. Εἰ ἡ ψυχή σου. τοῦτο δὲ τὸ ὄνομα παρὰ τῷ Ποιητῇ σημαίνει, πέντε. τὴν ὀργήν· ὡς τὸ, θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. τὴν ψυχήν· ὡς ὅταν εἴπῃ, μελιηδέα θυμὸν ἀπηύρα· τὴν ἐπιθυμίαν· ὡς τὸ, ᾧ θυμῷ εἴξας μίγη φιλότητι καὶ εὐνῇ. τὸν ἐπιλογισμόν· ἕτερος δέ με θυμὸς ἀνῆκε. καὶ τὴν ὁμόνοιαν· ὡς ἐπὶ τοῦ, ἀλλ’ ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ. Ἐπέσσυται. Ἐφορεμᾶται, ἐπέρχεται, ἐπιθυμεῖ. Οὐδέ ς’ ἔγωγε. Οὐ γὰρ ἐγώ σε. Λίσσομαι.

### 1 174

Λιτανεύω, παρακαλῶ. Εἵνεκ’ ἐμεῖο. Ἕνεκα ἐμοῦ. Παρ’ ἐμοί γε. Πάρεισι γάρ μοι. Οἵ κέ με.

### 1 175

Οἵ τινες ἂν ἐμέ. Τιμήσουσι. Τιμῆς ἀξιώσουσι. Μάλιστα δέ. Ἐξαιρέτως δέ. Μητίετα. Ἀντὶ τοῦ μητιέτης, ὅ ἐστι βουλευτικός. Βοιωτῶν δὲ καὶ Αἰολέων, ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμός. οἷον· αὐτὰρ ὁ αὖτε Θυέστα. ἀντὶ τοῦ, ὁ Θυέστης. καὶ ἱππηλάτα, ἀντὶ τοῦ ἱππηλάτης. καὶ Νεφεληγερέτα, ἀντὶ τοῦ Νεφεληγερέτης. καὶ Κυανοχαίτα, ἀντὶ τοῦ Κυανοχαίτης. παρ’ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα, ἐπὶ τῆς εὐθείας εἰς α, λήγει. Ἔχθιστος.

### 1 176

Ἐχθρότατος. Ἐσσί. Ὑπάρχεις. Διοτρεφέων. Τῶν σὺν Διὸς τῇ γνώμῃ τεθραμμένων. ἐπεὶ τῆς αὐτῆς σειρᾶς εἰσίν. ὡς καὶ Ἡσίοδός φησιν· Ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος Ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ, καὶ κιθαρισταὶ, Ἐκ δὲ Διὸς βασιλῆες. Βασιλήων. Βασιλέων. Ἰὰς ἡ διάλεκτος. Αἰεὶ γάρ τοι.

### 1 177

Διαπαντὸς γάρ σοι. Ἔρις τε. Φιλονεικία. Φίλη. Προσφιλής. Πόλεμοί τε. Καὶ οἱ πόλεμοι. εἴρηται δὲ πόλεμος, οἱονεὶ πολύαιμός τις ὤν. Μάχαι τε. Καὶ μάχαι. Εἰ μάλα.

### 1 178

Ἐὰν πάνυ. Καρτερός. Ἰσχυρὸς, γενναῖος. Θεός που σοί. Θεὸς δή σοι. Τόγ’ ἔδωκεν. Τοῦτο παρέσχεν. Οἴκαδ’ ἰών.

### 1 179

Εἰς τὸν οἶκόν σου παραγενόμενος. Σὺν νηυσί τε σῇς. Σὺν ταῖς σαῖς ναῦσι. Σοῖς ἑτάροισι. Καὶ τοῖς σοῖς ἑταίροις τοῖς Μυρμιδόσι λέγει. Μυρμιδόνεσσιν ἄνασσε.

### 1 180

Τῶν Μυρμιδόνων βασίλευε. Αἴγιναν τὴν τοῦ Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας ὁ Ζεὺς, κατῆλθεν εἰς Φλιοῦντα, καὶ φθείρας τὴν προειρημένην ἔγκυον ἐποίησεν. ἥτις Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν, ἔμαθε παρὰ Σισύφου καὶ τὸν ἁρπάσαντα, καὶ τὸν τόπον, εἰς ὃν κατεληλύθει· μὴ μελλήσας οὖν, ἔσπευσεν. μέλλων δὲ ὁ Ζεὺς ἐπ’ αὐτοφώρῳ καταλαμβάνεσθαι, τὴν μὲν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον. ἐλθὼν δὲ ὁ Ἀσωπὸς, καὶ μὴ δ’ ὅντινα καταλαβὼν, ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δὲ ὁ Ζεὺς τιμωρῆσαι τὸν μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτον μέγεθος πέτρον ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατῳκτείρας, τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους, ἀφ’ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν. Σέθεν δ’ ἐγώ. Σοῦ δὲ ἐγώ. Οὐκ ἀλεγίζω. Λόγον οὐ ποιοῦμαι, οὐ φροντίζω. Οὐδ’ ὄθομαι.

### 1 181

Οὐδὲ ἐπιστροφὴν ποιοῦμαι. Κοτέοντος. Ὀργιζομένου. Ἀπειλήσω δέ τοι. Ἀπειλήσω δέ σοι. Ὧδε. Οὕτως. Ὡς ἔμ’ ἀφαιρεῖται.

### 1 182

Ὥσπερ ἐμοῦ λαμβάνει. Τὴν μὲν ἐγώ.

### 1 183

Ταύτην μὲν ἐγώ. Σὺν νηΐ τ’ ἐμῇ. Σὺν τῇ ἐμῇ νηΐ. Πέμψω.

### 1 184

Ἀποπέμψω. Ἐγὼ δέ κ’ ἄγω. Ἐγὼ δὲ ἀπαγάγω. Αὐτὸς ἰών.

### 1 185

Δι’ ἐμαυτοῦ παραγενόμενος. Κλισίηνδε. Εἰς τὴν σκηνήν. Τὸ σὸν γέρας. Τὴν σὴν τιμήν. Ὄφρ’ εὖ εἰδῇς. Ὅπως σαφῶς μάθῃς. Ὅσσον.

### 1 186

Ὁπόσον. Φέρτερος. Κρείσσων. Εἰμί. Ὑπάρχω. Σέθεν. Σοῦ. Στυγέῃ δέ. Μισήσῃ, εὐλαβηθῇ. Ἶσον ἐμοὶ φάσθαι.

### 1 187

Ἰσηγορῆσαί μοι, τουτέστιν ἐξίσου πρὸς ἐμὲ λέγειν. Καὶ ὁμοιωθήμεναι. Καὶ ἐξισωθῆναι. Ἄντην. Ἐξεναντίας. Ὣς φάτο.

### 1 188

Οὕτως εἶπεν. Πηλείωνι. Τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ. Ἄχος γένετο. Λύπη ἐγένετο. Ἐν δέ οἱ ἦτορ. Ἡ δὲ ψυχὴ αὐτοῦ. Στήθεσσι λασίοισιν.

### 1 189

Ἐν τοῖς δασέσι καὶ συνετοῖς. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησι, ἀφ’ οὗ λέγει στήθεσιν. ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Διάνδιχα. Διχῶς. Μερμήριξεν. Ἐμερίμνησεν, ἐνεθυμήθη. Ἢ ὅγε.

### 1 190

Ἤπερ οὗτος. Φάσγανον. Ξίφος. Ἐρυσσάμενος. Σπασάμενος, ἑλκύσας. Τοὺς μέν.

### 1 191

Ἀντὶ τοῦ, τοὺς μὲν Ἕλληνας. Ἀναστήσειεν. Ἀναστάτους, καὶ ἐν ταραχῇ ποιήσειε, τοῦτ’ ἔστι φυγάδας καταστήσειεν. Ἐναρίξοι. Φονεύσοι. Ἠὲ χόλον παύσειεν.

### 1 192

Ἢ τὴν μανίαν παύσειεν. Ἐρητύσειέ τε θυμόν. Καὶ ἐπίσχῃ τὴν ὀργήν. Ἕως ὅ.

### 1 193

Ἕως οὗτος. Ὥρμαινε. Ἐνεθυμεῖτο, διενοεῖτο. Κατὰ φρένα. Κατὰ τὸν νοῦν. Καὶ κατὰ θυμόν. Καὶ κατὰ τὴν διάνοιαν. Ἕλκετο.

### 1 194

Εἷλκεν. Ἐκ κολεοῖο. Ἐκ τῆς ξιφοθήκης. Οὐρανόθεν.

### 1 195

Ἐκ τοῦ οὐρανοῦ φησι παρεγένετο ἡ Ἀθηνᾶ· ὅ ἐστιν ἡ φρόνησις. δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν. ὡς καὶ τῆς κόμης αὐτὸν κρατεῖ, καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος, ἀλλ’ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν, ὅτι ἔγκυος οὖσα ἡ μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διός. καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ, ἐξέθορεν ἡ Θεὸς σὺν ὅπλοις. Ἀπολλόδωρος ἱστορεῖ Πρὸ γὰρ ἧκε. Προέπεμψε γὰρ αὐτήν. Ἄμφω.

### 1 196

Ἀμφοτέρους. Ὁμῶς. Ὁμοίως. Θυμῷ. Τῇ ψυχῇ. Φιλέουσα. Φιλοῦσα. Κηδομένη τε. Καὶ φροντίζουσα. Στῆ δέ.

### 1 197

Ἔστη δέ. Ξανθῆς δέ. Καλῆς, πυῤῥᾶς. καὶ διὰ τούτου δέ φασιν αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος. οἱ γὰρ ξανθότριχοι τοιοῦτοι. Κόμης. Τῆς τριχώσεως. εἴρηται δὲ παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. Ἕλε. Ἔλαβεν. Οἴῳ φαινομένη.

### 1 198

Μόνῳ αὐτῷ φαινομένη, καὶ ὁρωμένη. μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα, καὶ τὴν ἐν αὐτῷ φρόνησιν ἑώρα. Τῶν δ’ ἄλλων. Τῶν δὲ λοιπῶν. Οὔτις ὁρᾶτο. Οὐδεὶς ἑώρα καὶ ἔβλεπε. Θάμβησεν.

### 1 199

Ἐφοβήθη, ἐξεπλάγη. Μετὰ δ’ ἐτράπετο. Καὶ περιεστράφη. Αὐτίκα δ’ ἔγνω. Παραχρῆμα δὲ ἐπέγνω. Παλλάδα.

### 1 200

Τὴν Ἀθηνᾶν ἐπιθετικῶς. ἤτοιγε ἀπὸ τοῦ πάλλειν, καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ Θεός· ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν. ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἐν τῇ κεφαλῇ τοῦ Διός· ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ. Δεινὼ δέ οἱ. Φοβερὼ δὲ αὐτῷ· δυϊκῶς. Ὄσσε. Ὄμματα, ὀφθαλμοί. Φάανθεν. Ἐφάνησαν. Καί μιν.

### 1 201

Καὶ αὐτήν. Φωνήσας. Προσειπὼν, καλέσας. Ἔπεα πτερόεντα. Λόγους ταχεῖς. λόγου γὰρ οὐδὲν ταχύτερον. Προσηύδα. Προσεῖπεν. Τίπτ’ αὖτ’.

### 1 202

Τί δή ποτε. συγκοπὴ ὁ τρόπος. Αἰγιόχοιο. Αἰγίδα ἔχοντος. Αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον. Εἰλήλουθας. Ἐλήλυθας, παρεγένου. ἡ δὲ διάλεκτος Ἰώνων. Ἢ ἵνα.

### 1 203

Ἢ ὅπως. Ὕβριν. Νῦν τὸν φόνον, ἢ μᾶλλον τὴν ἀλαζονείαν. Ἀλλ’ ἔκ τοι ἐρέω.

### 1 204

Ἀλλ’ ἐρῶ δή σοι. Τὸ δὲ καὶ τετελέσθαι ὀΐω. Ὅπερ καὶ πληρωθήσεσθαι ὑπολαμβάνω. ᾟς ὑπεροπλείῃσι.

### 1 205

Ταῖς ἰδίαις ὑπερηφανίαις. Τάχ’ ἄν ποτε. Ταχέως ἄν ποτε. Ὀλέσσῃ. Ἀπολέσῃ. Τὸν δ’ αὖτε.

### 1 206

Τοῦτον δὲ πάλιν. Προσέειπε. Προσεῖπεν. Γλαυκῶπις. Ἡ γλαυκόφθαλμος, ἡ γλαυκοὺς καὶ καταπληκτικοὺς ὦπας ἔχουσα. Ἦλθον.

### 1 207

Παρεγενόμην. Παύσουσα. Καταπαύσουσα. Τεὸν μένος. Τὴν σὴν ὀργήν. Αἴ κε πίθηαι. Ἐὰν πεισθῇς ἐμοί. Πρὸ δέ μ’ ἧκε.

### 1 208

Προέπεμψε δέ με. Ἄμφω ὁμῶς.

### 1 209

Ἀμφοτέρους ὁμοίως. Φιλέουσά τε. Φιλοῦσα. Κηδομένη τε. Καὶ φροντίζουσα. Ἀλλ’ ἄγε.

### 1 210

Ἀλλὰ φέρε. ἔστι δὲ ἐπίῤῥημα παρακελεύσεως, ἢ ἐπιῤῥηματικὸν μόριον. Λῆγε. Παῦε. Ἔριδος. Φιλονεικίας. Ἕλκετο. Εἷλκεν. Ἀλλ’ ἤτοι ἔπεσιν μέν.

### 1 211

Διὰ μὲν λόγων. Ὀνείδισον. Ὕβρισον. Ὡς ἔσεταί περ. Ὥσπερ καὶ γενήσεται. Ὧδε γάρ.

### 1 212

Οὕτως γάρ. Ἐξερέω. Ἐρῶ, λέξω. Τὸ δὲ καὶ τετελεσμένον ἔσται. Ὅπερ καὶ τελειωθήσεται. Καί ποτέ τοι.

### 1 213

Καί σοι ποτέ. προαναφώνησις ὁ τρόπος. Τρὶς τόσσα. Πολλάκις τοσαῦτα. οὐ γὰρ τριπλάσια αὐτῷ παρεσχέθη παρὰ Ἀγαμέμνονος, ἀλλὰ σὺν τῇ Βρισηΐδι πολλὰ ἄλλα, ὡς αὐτός φησιν ἐν τῇ ιʹ. Παρέσσεται. Δοθήσεται. Ἀγλαά. Καλά. Ὕβριος εἵνεκα τῆσδε.

### 1 214

Ὑπὲρ ταύτης τῆς ὕβρεως. ἡ διάλεκτος Ἰάς. Σὺ δ’ ἴσχεο. Σὺ δὲ παύου. Πείθεο δ’ ἡμῖν. Καὶ πείθου ἡμῖν. Πόδας ὠκύς.

### 1 215

Τοῖς ποσὶ ταχύς. Χρή.

### 1 216

Προσῆκόν ἐστι, πρέπει. Σφωΐτερον. Ὑμέτερον. Εἰρύσασθαι. Φυλάξαι. Καὶ μάλα.

### 1 217

Καὶ πάνυ. Κεχολωμένον. Ὠργισμένον. Ὣς γὰρ ἄμεινον. Οὕτω γὰρ βέλτιον. Ὅς κεν.

### 1 218

Ὃς ἄν. Ἐπιπείθηται. Πείθηται, ἀκούσῃ. Μάλα τ’ ἔκλυον αὐτοῦ. Λίαν ἐπακούουσιν αὐτοῦ. Ἦ.

### 1 219

Ἔφη, εἶπεν. Ἀργυρέῃ. Ἀργυρᾷ, καλῇ. Κώπῃ. Τῇ λαβίδι τοῦ ξίφους. Σχέθε. Ἐπέσχεν, ἐπέβαλεν. Βαρεῖαν. Ἰσχυρὰν, μεγάλην. Ἄψ.

### 1 220

Πάλιν, εἰς τοὐπίσω. Κουλεόν. Τὴν ξιφοθήκην. Ὦσεν. Ἀπεώσατο, ἐνέβαλεν. Οὐδ’ ἀπίθησεν. Οὐδ’ ἠπείθησεν, ἀλλ’ ἐπείσθη. Μύθῳ.

### 1 221

Τῷ λόγῳ. Ἀθηναίης. Τῆς Ἀθηνᾶς. Ἡ δέ. Αὕτη δέ. Οὔλυμπόνδε. Εἰς τὸν ὄλυμπον. Βεβήκει. Ἀπεληλύθει, ἐπορεύθη. Μετὰ δαίμονας.

### 1 222

Ἐπὶ τοὺς θεούς. Οὕτως δὲ δαίμονας καλεῖ τοὺς θεοὺς, ἤτοι δαήμονας· ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί εἰσιν, ἢ ὅτι διαιτηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων. Ἀλκμὰν ὁ λυρικός φησιν, ὃς ἕθεν πάλοις ἔπαλλε, δαήμονάς τ’ ἐδάσσατο, τοὺς μερισμοὺς τὰς διαιτήσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῇν μεταστάντας· ὄντας δὲ ἐπὶ τῆς τοῦ Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνθρώπων. Ἐξαῦτις.

### 1 223

Ἐκ δευτέρου, εὐθέως, παραυτά. Ἀταρτηροῖς. Ἀτηροῖς, χαλεποῖς. Ἐπέεσσιν. Ἔπεσι, λόγοις. Λῆγε.

### 1 224

Ἐπαύετο. Χόλοιο. Τῆς ὀργῆς. Οἰνοβαρές.

### 1 225

Οἴνῳ βεβαρημένε, μέθυσε. Κυνὸς ὄμματ’ ἔχων. Ἀντὶ τοῦ, ἀναιδέστατε ὡς κύων. Κραδίην δ’ ἐλάφοιο. Τὴν δὲ καρδίαν ἐλάφου. τοῦτ’ ἔστι, δειλὲ ὡς ἔλαφος. Κραδίην. Καρδίαν. τὸ δὲ πάθος τῆς λέξεως, μετάθεσις. καὶ κραδίη δὲ ἐλελίχθη. εἴρηται δὲ ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς καρδίας σπλάγχνον. Ἅμα λαῷ.

### 1 226

Ἅμα τῷ ὄχλῳ. Θωρηχθῆναι. Καθοπλισθῆναι. Λόχον.

### 1 227

Ἐνέδραν. Ἰέναι. Παραγενέσθαι. Σὺν ἀριστήεσσι. Σὺν τοῖς ἀρίστοις ἡγεμόσι. Τέτληκας.

### 1 228

Κεκαρτέρηκας, ὑπομεμένηκας. Θυμῷ. Τῇ ψυχῇ. Τὸ δέ τοι. Δεικτικώτερον, καὶ ἀναφορικώτερον. Κήρ. Θάνατος. τοῦτο γάρ φησι τὸ ἐν πολέμῳ ἢ λόχῳ εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται. Εἴδεται. Φαίνεται, δοκεῖ. Ἦ πολὺ λώϊον.

### 1 229

Ἀλλ’ ὄντως δή σοι τοῦτο καλὸν εἶναι νομίζεται. Κατὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Εὐρύν. Πλατὺν καὶ μέγιστον. Δῶρ’ ἀποαιρεῖσθαι.

### 1 230

Τὰ παρ’ ἄλλῳ τινὶ διδόμενα δῶρα ἀφαιρεῖσθαι. Ὅστις σέθεν. Ὅστις σοῦ. Ἀντίον. Ἐξ ἐναντίας. Δημοβόρος.

### 1 231

Ὁ τὰ δημόσια κατεσθίων. Οὐτιδανοῖσιν. Οὐδενὸς λόγου ἀξίοις, ἀσθενέσιν. Ἀνάσσεις. Βασιλεύεις. Ἦ γὰρ ἂν Ἀτρείδη.

### 1 232

Ὄντως γὰρ δὴ υἱὲ τοῦ Ἀτρέως Ἀγάμεμνον. Ὕστατα λωβήσαιο. Ὑστάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω, φονευθεὶς ἐν αὐτῇ ὑπὸ πάντων, βλαβεὶς, ὑβρισθείς. Ἀλλ’ ἔκ τοι ἐρέω.

### 1 233

Ἀλλ’ ἐρῶ δή σοι. Ὀμοῦμαι. Ὀμόσω. ἐπόμνυσθαί ἐστι, τὸ, ὑπισχνούμενον ὀμόσαι. ἀπομνύναι δὲ, τὸ ἀποφάσκειν. Ναὶ μὰ τόδε σκῆπτρον.

### 1 234

Ναὶ μὰ τοῦτο τὸ σκῆπτρον. πεπλεόνακε τὸ μὰ ἀρνητικὸν, ἤγουν ἀπομοτικὸν μόριον κατὰ Ἀττικὸν ἔθος. ἤρκει γὰρ εἰπεῖν, νὴ τοῦτο τὸ σκῆπτρον. ἰστέον δὲ, ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασιλείας θεόν. Τὸ μὲν οὔ ποτε. Ὅπερ οὐδέ ποτε αὖ. παραβολὴ ὁ τρόπος. Ὄζους. Κλάδους. Φύσει.

### 1 235

Ἀναβλαστήσει. Διατί ὁ Ἀχιλλεὺς σκῆπτρον ἔχει; καὶ λέγομεν, ὅτι εἰ καὶ μὴ πάντων τῶν Ἑλλήνων ἐβασίλευε, τῶν μέν τοι Μυρμιδόνων ἦρχεν. Ἐπειδὴ πρῶτα. Ἐπειδὴ ἅπαξ τὸ πρῶτον καὶ τὴν ἀρχήν. Τομὴν ἐν ὄρεσσι λέλοιπε. Τὴν τμῆσιν. ὅ ἐστι, τὴν ῥίζαν αὑτοῦ τμηθὲν ἐν τῷ ὄρει κατέλειψε. Οὐδ’ ἀναθηλήσει.

### 1 236

Οὐδ’ ἀναβλαστήσει. Περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε. Περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος, ὅ ἐστιν, ἔγλυψε. Φύλλα τε καὶ φλοιόν.

### 1 237

Τά τε φύλλα καὶ τὸν φλοιόν. φλοιὸς δέ ἐστι τὸ καλούμενον λέπος. Νῦν αὖτέ μιν. Νῦν αὐτὸ πάλιν. Υἷες Ἀχαιῶν. Περιφραστικῶς οἱ Ἕλληνες. Ἐν παλάμῃς.

### 1 238

Ἐν ταῖς χερσί. Φορέουσι. Φοροῦσι, βαστάζουσι. Δικασπόλοι. Οἱ περὶ τὰς δίκας ἀναστρεφόμενοι βασιλεῖς καὶ νόμους. Θέμιστας. Δικαιοσύνας νόμους. Πρὸς Διός.

### 1 239

Παρὰ τοῦ Διός. Εἰρύαται. Ῥύονται, φυλάσσουσι. τὸ δὲ ὅλον, οἵτινες τὰς δίκας, καὶ τοὺς νόμους παραλαβόντες φυλάττουσιν. Ὁ δέ τοι. Οὗτος δέ σοι. Ἔσσεται. Γενήσεται. Ἦ ποτ’ Ἀχιλλῆος.

### 1 240

Ὄντως δή ποτε ἐμοῦ τοῦ Ἀχιλλέως. Ποθή. Πόθησις, ἐπιζήτησις. Ἵξεται. Παραγενήσεται. Ξύμπαντας.

### 1 241

Ὁμοῦ πάντας. Τοῖς δ’ οὔτι. Τούτοις δὲ οὐδέν. Δυνήσεαι. Δυνήσῃ. Ἀχνύμενός περ. Καίπερ λυπούμενος. Χραισμεῖν.

### 1 242

Βοηθεῖν. Εὖτ’ ἄν. Ὁπότ’ ἄν. Πολλοί. Πλεῖστοι. Ὑφ’ Ἕκτορος. Ὑπὸ τοῦ Ἕκτορος. Ἀνδροφόνοιο. Ἀνδροφόνου, πολεμικοῦ. Διατί τὸν Ἕκτορα ἀνδροφόνον προσηγόρευσε, καὶ οὐ χαλκοκορυστὴν, ἢ ἱππόδαμον; ῥητέον, ὅτι ἀνδροφόνον αὐτὸν εἴρηκε, πρὸς κατάπληξιν τῶν ἀκουόντων. εἴωθε δὲ τηρεῖν τὰ ἐπίθετα εὐστόχως. καὶ ἄλλως ῥητέον ὅτι ἐν ᾧ τις ἐστὶ μέγας ἀεὶ καὶ εὐδοκιμῶν, ἐκ τούτου καὶ ἄλλους ἐπαινεῖ. καὶ γὰρ ὁ Ἀχιλλεὺς ἥδετο μὲν Διογενὴς καλούμενος. οὐχ ἧττον δὲ ἐπέχαιρε καὶ τῇ ἀνδροφονίᾳ. κἀκ τούτου λέγει τὸν Ἕκτορα ἀνδροφόνον. Θνήσκοντες.

### 1 243

Ἀποθνήσκοντες, πίπτοντες, νεκροί. Σὺ δ’ ἔνδοθι. Σὺ δὲ ἔσωθεν. Θυμόν. Τὴν ψυχήν. Ἀμύξεις. Σπαράξεις, πληγήσῃ. Χωόμενος.

### 1 244

Λυπούμενος, ὀργιζόμενος. Οὐδὲν ἔτισας. Κατ’ οὐδὲν ἐτίμησας. Ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ.

### 1 245

Προσέβαλε δὲ καὶ προσέῤῥιψε τῇ γῇ τὸ σκῆπτρον διὰ τὴν ὀργήν. ἡ διάλεκτος Δωριέων. Χρυσείοις ἥλοισι πεπαρμένον.

### 1 246

Χρυσοῦς ἥλους ἔχον, καὶ διαπεπερονημένων αὐτῶν ἠσφαλισμένον. Ἕζετο. Ἐκαθέζετο. Ἑτέρωθεν.

### 1 247

Ἐκ τοῦ ἑτέρου μέρους, ἐξεναντίας. Ἐμήνιε. Ὠργίζετο. Ἡδυεπής.

### 1 248

Ὁ ἡδὺς ἐν τῷ λέγειν. Ἀνόρουσεν. Ἀνώρμησεν, ἀνέστη. πῶς οὖν τὸ ἀνόρουσεν ἐπὶ τῷ Νέστορι ὁ Ποιητὴς τῷ ἐξώρῳ ἤδη ἐχρήσατο; ἐπὶ νεῶν γὰρ εἰκὸς ἦν τοῦτο λέγεσθαι. καὶ ῥητέον, ὅτι τὸ προνοητικὸν τῶν ὁμοφύλων, νεανικὴν αὐτῷ περιτίθησι κίνησιν. οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψοιτο ἄν τις, κινδυνεύοντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον. καὶ ἄλλως ῥητέον, ὅτι εἴωθεν ἀεὶ ἡ τῆς τιμῆς προσθήκη μὴ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γέροντας μεταπείθειν πρὸς τὸ καὶ παρὰ δύναμιν ἐγχειρεῖν τι ποιεῖν, μᾶλλον δὲ τὸν Νέστορα ἐν τῷ δημηγορεῖν διαφέροντα τῶν λοιπῶν, καὶ εἰδότα μὴ ἀπαρεσκομένους τοὺς Ἕλληνας πρὸς τὰ λεγόμενα. Λιγύς. Ἡδὺς, ἐν τῷ λέγειν ὀξύς. Πυλίων. Τῶν τὴν Πύλον κατοικούντων. ἔστι δὲ ὄνομα ἔθνους. Ἀγορητής. Δημηγόρος. Τοῦ καὶ ἀπὸ γλώσσης.

### 1 249

Οὗτινος καὶ ἀπὸ τῆς γλώσσης. ἡ γλῶσσα σημαίνει γʹ. αὐτό γε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῆς λέξεως. Γλυκίων. Ἡδίων, γλυκεῖα. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. διὰ δὲ τοῦ εἰπεῖν, ῥέεν, ἐμφαίνει τὸ ῥητορικὸν τοῦ Νέστορος. Αὐδή. Φωνή. Τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων.

### 1 250

Ἡρακλέους ἐς Πύλον στρατεύσαντος ἔτι νέου ὄντος τοῦ Νέστορος καὶ ἀποκτείναντος τοὺς πρεσβυτέρους μίαν ὄντας γενεάν. καὶ τοὺς τῆς μέσης ἡλικίας, ἄλλην ὄντας γενεὰν, ἧς καὶ ὁ Νέστωρ μόνος περισωθεὶς τῆς τρίτης γενεᾶς ἐβασίλευε, τῆς περὶ τοὺς παῖδας. ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον ἕως ἐτῶν τριάκοντα. Μερόπων. Μεμερισμένην τὴν φωνὴν ἐχόντων. ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. ὅ ἐστι, μεριζομένην εἰς συλλαβὰς, καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα. τοῦτ’ ἔστι, τὴν φωνήν. Ἐφθίατο.

### 1 251

Ἐφθαρμέναι ἦσαν. Οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο. Τουτέστιν, οἱ πρὸ τούτου γενόμενοι, καὶ οἱ ἅμα αὐτῷ τραφέντες. Ἠδ’ ἐγένοντο. Καὶ ἐγένοντο. Ἠγαθέῃ.

### 1 252

Πάνυ θείᾳ. Ὅς σφιν.

### 1 253

Ὃς ἐν αὐτοῖς. Εὖ φρονέων. Καλῶς φρονῶν. Ἀγορήσατο. Ἐδημηγόρησε. Καὶ μετέειπε. Καὶ εἶπεν. Ὦ πόποι.

### 1 254

Φεῦ παπαί. ἔστι δὲ σχετλιαστικὸν ἐπίῤῥημα. ὅ ἐστι λύπης δηλωτικόν. Ἦ μέγα πένθος. Ὄντως μεγάλη λύπη. Ἀχαιΐδα γαῖαν. Τὴν Ἑλληνικὴν γῆν, τοὺς Ἕλληνας. ἔστι δὲ μετωνυμία ὁ τρόπος. Ἦ κεν γηθήσαι.

### 1 255

Ὄντως ἂν χαρείη. Πριάμοιο τε παῖδες. Καὶ οἱ τοῦ Πριάμου παῖδες, ἅμα τοῖς λοιποῖς Τρωσί. Μέγα κεν.

### 1 256

Μεγάλως ἄν. Κεχαροίατο. Χαρεῖεν. Εἰ σφῶϊν.

### 1 257

Εἰ ὑμῶν. Τάδε πάντα. Ταῦτα πάντα. Πυθοίατο. Μάθοιεν. Μαρναμένοιϊν. Μαχομένοιν. Οἳ περὶ μὲν βουλῇ Δαναῶν.

### 1 258

Ἀντὶ τοῦ· οἵτινες διαφέρετε τῶν Ἑλλήνων καὶ ἐν τῷ βουλεύεσθαι. Περὶ δ’ ἐστὲ μάχεσθαι. Περισσῶς δὲ καὶ ὑπερβαλόντως ἐστὲ καὶ ὑπερέχετε ἐν τῷ πολεμεῖν. Ἀλλὰ πίθεσθε.

### 1 259

Ἀλλὰ πείσθητε. Ἄμφω δέ. Ἀμφότεροι δέ. Νεωτέρω. Νεώτεροι, δυϊκῶς. Ἐστόν. Ἐστὲ, ὑπάρχετε. Ἐμοῖο. Ἐμοῦ. Ἀρείοσι.

### 1 260

Βελτίοσι, κρείττοσιν. Ἠέπερ ὑμῖν. Ἢ ὑμῖν. Ὡμίλησα.

### 1 261

Συνανεστράφην. Καὶ οὔ ποτέ μοι. Καὶ οὐδέ ποτέ μοι. Ἀθέριζον. Ἠπείθουν, ἀπεδοκίμαζον. Οὐ γάρ πω.

### 1 262

Οὐδέποτε γάρ. Τοίους. Τοιούτους. Ἴδον. Ἐθεασάμην. Ἀνέρας. Ἄνδρας. Οὐδὲ ἴδωμαι. Οὐδὲ ἰδεῖν δυνήσομαι. Οἷον.

### 1 263

Ὁποῖον. Πειρίθοον. Πειρίθουν. ὄνομα κύριον. Πειρίθους ὁ Ἰξίονος, γένει μὲν ἦν Ἀθηναῖος, ᾠκείωτο δὲ τοῖς Κενταύροις. πρὸς γάμον δὲ ἀγόμενος Ἱπποδάμειαν τὴν Βουτάδα, τοὺς Κενταύρους συνεκάλεσεν εἰς εὐωχίαν. οἵτινες οἰνωθέντες, ἐπεχείρουν ὑβρίζειν ὅσαι τῶν Ἑλληνίδων παρῆσαν γυναικῶν. ὅθεν οἱ Λαπίθαι συστάδην μαχεσάμενοι, διώκουσιν αὐτοὺς εἰς Μάλεον ὄρος τῆς Πελοποννήσου. ὁ δὲ Πειρίθους ὠνομάσθη οὕτως ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ. Δρύαντά τε. Καὶ τὸν Δρύαντα. Ποιμένα λαῶν. Βασιλέα ὄχλων. Καινέα τε.

### 1 264

Καὶ τὸν Καινέα. ὁ δὲ Καινεὺς Ἐλάτου μὲν παῖς, Λαπίθων δὲ βασιλεὺς, πρότερον ἦν παρθένος εὐπρεπής. μιγέντος δὲ αὐτῇ Ποσειδῶνος, αἰτησαμένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις, ἄτρωτος γίγνεται, γενναιότατος τῶν καθ’ αὑτὸν ὑπάρξας· καὶ δή ποτε πήξας ἀκόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορὰς, θεοῖς τοῦτο προσέταξεν ἀριθμεῖν. δι’ ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς, τιμωρίαν τῆς ἀσεβείας παρ’ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε. βάλλοντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσί τε καὶ ἐλάταις, ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγων οὕτως· Καινέα γὰρ τὸν πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ’ ἄλλων Ἤλας’ ἀριστήων· οἱ δ’ ἔμπαλιν ὁρμηθέντες, Οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· Ἀλλ’ ἄῤῥηκτος, ἄκαμπτος ἐδύσσατο νειόθι γαίης, Θεινόμενος στιβαρῆσι καταΐγδην ἐλάτῃσιν. Ἐξάδιόν τε. Καὶ τὸν Ἐξάδιον. Ἀντίθεον. Ἰσόθεον. Κάρτιστοι.

### 1 266

Ἰσχυρότατοι, γενναῖοι. Κεῖνοι. Ἐκεῖνοι. Ἐπιχθονίων. Ἐπιγείων. Τράφεν. Ἐτράφησαν. Ἔσαν.

### 1 267

Ἦσαν, ὑπῆρχον. Φηρσί.

### 1 268

Θηρσὶ, θηρίοις. λέγει δὲ τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς, Δίαν τὴν Δηϊονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα, δόλῳ καταπρήσας, μανεὶς, καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον Ἥρας ὕστερον ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι ἐν τῷ ὄντι, τολμᾷ τοιοῦτόν τι, νεφέλην ἀπεικάσας Ἥρᾳ, παρέκλινεν αὐτῷ. ὁ δὲ μιγεὶς τῇ νεφέλῃ ὡσαννεὶ τῇ Ἥρᾳ, ἔσχε παῖδα Κένταυρον. ἀφ’ οὗ τὸ τῶν Κενταύρων γένος. μετὰ δὲ θάνατον ἔλαβε δίκας παρ’ αὐτοῦ ὁ Ζεὺς, ποιήσας αὐτὸν ἐν τοῖς καταχθονίοις στρέφεσθαι μετὰ πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ. Ὀρεσκῴοισι. Τοῖς ἐν ὄρεσι διαιτωμένοις. Ἐκπάγλως. Ἐκπληκτικῶς. ὅ ἐστι, κατὰ κράτος αὐτοὺς ἐξαπώλεσαν. Καὶ μὲν τοῖσιν ἐγώ.

### 1 269

Καὶ τούτοις μὲν ἐγὼ τοῖς περὶ τὸν Πειρίθουν. Μεθομίλεον. Συνανεστρεφόμην, συνεμαχόμην. Τηλόθεν.

### 1 270

Πόῤῥωθεν, μακρόθεν ὢν ἀπὸ τῆς Πύλου. Ἐξ Ἀπίης γαίης. Ἐκ τῆς ἀλλοδαπῆς, καὶ μακρὰν ἀπεχούσης γῆς. Καὶ μαχόμην.

### 1 271

Καὶ ἐπολέμουν. Κατ’ ἐμαυτόν. Κατὰ τὴν ἐμαυτοῦ δύναμιν. Κείνοισι δ’ ἂν οὔτις. Πρὸς ἐκείνους δὲ οὐδεὶς ἴσχυε τῶν νῦν ὄντων ἀνθρώπων. Τῶν.

### 1 272

Τούτων. Οἷοι. Ὁποῖοι. Βροτοί. Ἄνθρωποι φθαρτοί. ἡ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. Ἐπιχθόνιοι. Ἐπίγειοι. χθὼν γὰρ ἡ γῆ. Μαχέοιτο. Μάχοιτο. Καὶ μέν μευ.

### 1 273

Καὶ μὴν ἐμοῦ. Βουλέων. Συμβουλιῶν. Ξύνιον. Ἤκουον, ἐπείθοντο. Καὶ ὔμμες.

### 1 274

Καὶ ὑμεῖς. Αἰολὶς ἡ διάλεκτος. Ἀγαθός περ ἐών.

### 1 275

Καίτοι βασιλεὺς ὑπάρχων. ἢ ἀγαθὸς τὴν γνώμην. ἀμείνων, κρείττων. Ἀποαίρεο. Ἀφαιροῦ. Κούρην. Κόρην. ἡ διάλεκτος Ἰώνων. Ἔα.

### 1 276

Συγχώρει. Ὥς οἱ πρῶτα. Ὡς αὐτῷ ἐξ ἀρχῆς. Δόσαν. Παρέσχον. Θέλε.

### 1 277

Βούλου. Ἐριζέμεναι. Ἐρίζειν, φιλονεικεῖν, ἐξισοῦσθαι. Ἀντιβίην.

### 1 278

Ἐξ ἐναντίας. Ὁμοίης. Ἴσης καὶ τῆς αὐτῆς. Ἔμμορε. Ἔλαχεν, ἔτυχεν. Σκηπτοῦχος.

### 1 279

Σκηπτροφόρος. Πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἄρα δύναταί τις βασιλεῦσαι χωρὶς τῆς τοῦ Θεοῦ βουλῆς; καὶ ῥητέον, ὅτι καλῶς τοῦτο εἴρηκεν· οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον, οὐδὲ τὴν ἀρχὴν ταύτην. ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως οὖν εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ Θεοῦ ἐστιν. οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιος Θεῷ, οὐδὲ ὁ βιαζόμενος τὴν ἀρχὴν θελητὸς τῷ Θεῷ, ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ Θείου παραχωροῦντος αὐτῷ, καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου. Ὧιτε Ζεύς. Καὶ ᾧτινι ὁ Ζεύς. Κῦδος. Δόξαν. Ἔδωκε. Παρέσχε. Καρτερός.

### 1 280

Ἰσχυρός. Ἐσσί. Ὑπάρχεις. Θεὰ δέ σε. Καὶ Θεά σε. ὅτι τῆς Θέτιδος ἦν υἱὸς τῆς Νηρέως θυγατρός. αὐτὴ δὲ ἀθάνατος. Ἀλλ’ ὅγε.

### 1 281

Ἀλλ’ οὗτος. Φέρτερος. Κρείσσων. Πλεόνεσσι. Πλείοσιν, ὅτι πλείονες. Τεὸν μένος.

### 1 282

Τὴν σὴν ὀργήν. Αὐτὰρ ἔγωγε. Ἐγὼ δέ. Λίσσομαι.

### 1 283

Λιτανεύω, παρακαλῶ. Μεθέμεν. Μεθεῖναι, συγχωρῆσαι. Χόλον. Ὀργήν. Ὃς μέγα. Ὅστις μέγα. Ἕρκος.

### 1 284

Περίφραγμα, τεῖχος. Πέλεται. Γίγνεται, ἐστί. Πολέμοιο κακοῖο. Τοῦ κακωτικοῦ πολέμου. Κρείων.

### 1 285

Μεγάλως κρατῶν. Κατὰ μοῖραν.

### 1 286

Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον. Ἔειπες. Εἶπας, ἔλεξας. Ἀλλ’ ὅγε.

### 1 287

Ἀλλ’ οὗτος. Ἐθέλει. Βούλεται. Περὶ πάντων. Ὑπὲρ πάντας. Ἔμμεναι. Εἶναι. τουτέστι, πάντων θέλει ὑπερέχειν. Κρατέειν.

### 1 288

Κρατεῖν, βασιλεύειν. Πάντεσσι. Πᾶσι. Σημαίνειν.

### 1 289

Προστάσσειν. Ἅτιν’ οὐ πείσεσθαι. Πρὸς ἃ οὐ πεισθήσεσθαι. Ὀΐω. Οἶμαι, ὑπολαμβάνω. Εἰ δέ μιν.

### 1 290

Εἰ δὲ αὐτόν. Αἰχμητήν. Πολεμικόν. Ἔθεσαν. Ἐποίησαν. Αἰὲν ἐόντες. Διαπαντὸς ὄντες, ἀθάνατοι. Τοὔνεκά οἱ.

### 1 291

Τούτου χάριν αὐτῷ. Προθέουσι. Προτρέχουσι, συνιᾶσιν. Ὀνείδεα. Ὀνείδη, ὕβρεις. Μυθήσασθαι. Εἰπεῖν. ὁ δὲ λόγος, εἰ πολεμιστής ἐστιν Ἀχιλλεὺς γνώμῃ τῶν Θεῶν, διὰ τοῦτο προπετής ἐστιν ἐπὶ τὸ ὀνειδίζειν, καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς; Τὸν δ’ ἄρ’.

### 1 292

Τοῦτον δὲ δή. Ὑποβλήδην. Ὑποβαλὼν τὸν ἴδιον λόγον Ἀχιλλεὺς, καὶ μεσολαβήσας τὸν Ἀγαμέμνονος, πρὶν ἢ σιωπήσει αὐτὸς εἰπών. Ἠμείβετο. Ἐξ ἀμοιβῆς ἀπεκρίνατο. Ἦ γάρ κεν.

### 1 293

Ὄντως γὰρ ἄν. Δειλός. Ἀσθενής. Οὐτιδανός. Οὐδενὸς λόγου ἄξιος. Καλεοίμην. Κληθείην. Εἰ δή σοι.

### 1 294

Ἐὰν δή σοι. Πᾶν ἔργον. Εἰς πᾶν πρᾶγμα. Ὑπείξομαι. Ὑποχωρήσω. Ὅ ττι κεν. Ὅπερ ἄν. Ἐπιτέλλεο.

### 1 295

Ἐπιτέλλου, πρόστασσε. Μὴ γὰρ ἔμοιγε. Ἐμοὶ γὰρ μή. Σήμαινε.

### 1 296

Πρόστασσε. ἐγὼ γὰρ οὐ νομίζω πεισθῆναί σοι. Ἄλλο δέ τοι.

### 1 297

Ἄλλο δέ σοι. Ἐρέω. Ἐρῶ, λέξω. Βάλλεο. Ἐμβάλλου, ἔνθου. Σῇσι. Σαῖς. Μαχήσομαι.

### 1 298

Μαχοῦμαι. Οὔτέ τῳ.

### 1 299

Οὔτέ τινι ἄλλῳ. τὸ τῷ σημαίνει πέντε· ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον αἰτιολογικὸν, ῥῆμα. ὄνομα μὲν οὕτως· οὔτε σοὶ, οὔτέ τῳ ἄλλῳ. ἔστι γὰρ, τινί. ῥῆμα δὲ, Κύκλωψ, τῇ, πίε οἶνον· ἔστι γὰρ τὸ τῇ, ἀντὶ τοῦ, λάβε. ἄρθρον δὲ οὕτως· ἤτοι μὲν τάγ’ ὄπισθε Μαχάονι πάντα ἔοικε, τῷ Ἀσκληπιάδῃ. ἀντωνυμίαν δὲ, ὡς ἐν τῷ, τῷ μιν ἐεισάμενος. σύνδεσμον αἰτιολογικὸν οὕτως, τῷ σε καὶ οὐ δύναμαι. ἔστι γὰρ, διό. ὅταν μέντοι ἄρθρον σημαίνει ἑνικὸν, μόνης δοτικῆς ἐστι πτώσεως, καὶ περισπᾶται. δυϊκὸν δὲ, εὐθείας καὶ αἰτιατικῆς· καὶ βαρύνεται. τὼ Αἴαντε. Ἐπεί μ’ ἀφέλεσθε. Ἐπειδὴ δεδωκότες μοι αὐτὴν ἀφείλεσθε, καὶ ὑβρίσατε ἑαυτούς γε, οὐκ ἐμέ. Τῶν δ’ ἄλλων.

### 1 300

Τῶν δὲ λοιπῶν. Ἅ μοι ἐστί. Ἅτινά μοι ὑπάρχει. Θοῇ νηΐ. Παρὰ τῇ ταχυτάτῃ νηΐ. Μελαίνῃ. Βαθείᾳ, ἢ τῇ πίσσῃ κεχρισμένῃ. Τῶν.

### 1 301

Τούτων. Οὐκ ἄν τι. Οὐδαμῶς ἄν τι. Φέροις. Κομίσοις, λάβοις. Ἑλών. Λαβὼν, ἢ ἀφελόμενος. Ἀέκοντος. Ἄκοντος, καὶ μὴ βουλομένου. Ἐμεῖο. Ἐμοῦ. Εἰ δ’ ἄγε μήν.

### 1 302

Εἴ γε μὴν βούλει. Πείρησαι. Πειράθητι. Ἵνα γνώωσι καὶ οἵδε. Ὅπως ἂν μάθωσι καὶ οὗτοι. Αἶψά τοι.

### 1 303

Ταχέως σοι. Κελαινόν. Μέλαν. Ἐρωήσει περὶ δουρί. Περιῤῥυήσεται τῷ δόρατι. Ὣς τώγε.

### 1 304

Οὕτως οὗτοι. Ἀντιβίοις. Ἐναντίοις. ὅ ἐστι στασιαστικοῖς λόγοις. Μαχεσσαμένω. Μαχεσάμενοι. δυϊκῶς. Ἐπέεσσι. Λόγοις. Ἀνστήτην.

### 1 305

Ἀνέστησαν. Λῦσαν δέ. Ἔλυσαν δέ. Ἀγορήν. Ἐκκλησίαν, συνέδριον. Ἐπὶ κλισίας.

### 1 306

Ἐπὶ τὰς σκηνάς. Ἐΐσας. Ἰσοτοίχους. Ἤϊε.

### 1 307

Παρεγένετο, ἐπορεύετο. Σύν τε Μενοιτιάδῃ. Σὺν τῷ Μενοιτίου υἱῷ Πατρόκλῳ, καὶ τοῖς Μυρμιδόσι. κεχώρικε τῶν λοιπῶν ἑταίρων τὸν Πάτροκλον, κατ’ ἐξοχήν. Ἑτάροισι. Τοῖς φίλοις. Ἄρα.

### 1 308

Δή. Νῆα. Ναῦν, πλοῖον. Ἅλαδε. Εἰς τὴν θάλασσαν. Προέρυσε. Καθείλκυσεν. Ἐς δ’ ἐρέτας.

### 1 309

Εἰς αὐτὴν δὲ καὶ κωπηλάτας. Ἔκρινεν. Κατηρίθμησεν, ἐπελέξατο. Ἐείκοσιν. Εἴκοσι. Βῆσεν.

### 1 310

Ἐνεβίβασε, ἐνέθηκεν. Ἐν δέ. Εἰς αὐτὴν δέ. Ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον. Ἀναγαγὼν δὲ καὶ τὴν καλοπρόσωπον Χρυσηΐδα εἰς τὴν ναῦν. Εἷσεν ἄγων.

### 1 311

Ἐκάθισεν ἄγων τῷ πατρί. Ἐν δ’ ἔβη. Ἀνέβη δέ. Ἀρχός. Ἡγεμὼν, ναύαρχος. Πολύμητις. Πολύβουλος, συνετός. Οἱ μέν.

### 1 312

Οὗτοι μέν. Ἀναβάντες. Ἀνελθόντες, ἐπιβάντες. Ἐπέπλεον. Ἔπλεον. Ὑγρὰ κέλευθα. Τὴν διὰ θαλάσσης ὁδόν. Ἀπολυμαίνεσθαι.

### 1 313

Ἀποκαθαίρεσθαι. Ἄνωγεν. Ἐκέλευσε, προσέταξεν. Οἱ δέ.

### 1 314

Αὐτοὶ δέ. Ἀπελυμαίνοντο. Ἀπεκαθαίροντο. Καὶ εἰς ἅλα λύματ’ ἔβαλλον. Καὶ εἰς τὴν θάλασσαν τὰ καθάρσια ἔβαλλον. φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν ἐστιν. Ἔρδον .

### 1 315

Ἐπετέλουν, ἔθυον. Τεληέσσας. Τελείας. Παρὰ θῖνα.

### 1 316

Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. Ἀτρυγέτοιο. Ἀκαταπονήτου, πολλῆς, ἢ ὡς ἔνιοί φασι, τῆς ἀκάρπου. Κνίσση δέ.

### 1 317

Ἡ δὲ κνίσσα, ὅ ἐστιν ἡ ἀναθυμίασις. ἡ δὲ λέξις τέσσαρα σημαίνει, ὡς τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος, καὶ τὸν ἐπίπλουν, καὶ τὸ κρέας, καὶ τὴν ἀναθυμίασιν. Ἧκεν. Παρεγένετο. Ἑλισσομένη. Παρειλουμένη τῷ καπνῷ. Ὣς οἱ μέν.

### 1 318

Οὕτως μὲν οὗτοι. Τά. Ταῦτα. Πένοντο. Ἐνήργουν, ἔπραττον. Κατὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Λῆγε.

### 1 319

Ἐπαύετο. Ἔριδος. Φιλονεικίας. Τὴν πρῶτον. Ἥντινα πρῶτον. λείπει ἡ κατά. Ἐπηπείλης’ Ἀχιλῆϊ. Τῷ Ἀχιλλεῖ ἠπείλησε. Ταλθύβιον καὶ Εὐρυβάτην.

### 1 320

Ὀνόματα κύρια τῶν κηρύκων. Τώ οἱ ἔσαν.

### 1 321

Οἵτινες αὐτῷ ἦσαν. Ὀτρηροί. Σπουδαῖοι. παρὰ τὸ ὀτρύνω. Θεράποντε. Ὑπηρέται. Ἔρχεσθον.

### 1 322

Ἀπέρχεσθε. δυϊκῶς. Κλισίην. Εἰς τὴν σκηνήν. Ἑλόντε.

### 1 323

Λαβόντες. Ἀγέμεν. Ἄγειν. Εἰ δέ κεν.

### 1 324

Ἐὰν δέ. Μὴ δώῃσι. Μὴ παράσχῃ. δεῖ λαμβάνειν δύο ἐπεκτάσεις. Ἕλωμαι. Ἀφέλωμαι, λάβω. Ἐλθὼν σὺν πλεόνεσσι.

### 1 325

Τὸ δὲ σὺν πλεόνεσσιν, οὐ τῷ ἐλθὼν συντακτέον, ἀλλὰ τῷ ἕλωμαι. ἵν’ ᾖ, μετὰ πολλῶν καὶ ἄλλων κτημάτων αὐτὴν ἀφαιρήσομαι. Τό οἱ. Ὅπερ αὐτῷ. Ῥίγιον. Φρικωδέστερον, καὶ χαλεπώτερον. Ἔσται. Γενήσεται. Πρΐει.

### 1 326

Προέπεμπε. Κρατερόν. Ἰσχυρὸν, γενναῖον. Ἔτελλεν. Ἐπέτελλεν, ἔλεγεν. Τὼ δέ.

### 1 327

Οὗτοι δέ. δυϊκῶς. Ἀέκοντε. Ἄκοντες, καὶ μὴ βουλόμενοι. Βάτην. Ἔβησαν, ἐπορεύθησαν. Ἱκέσθην.

### 1 328

Ἀφίκοντο, παρεγένοντο. Εὗρον.

### 1 329

Κατέλαβον. Κλισίῃ. Παρὰ τῇ σκηνῇ. Ἥμενον.

### 1 330

Καθεζόμενον. Οὐδ’ ἄρα τώγε. Οὐδὲ δὴ τούτους. Ἰδών. Θεασάμενος. Γήθησεν. Ἐχάρη. Τὼ μέν.

### 1 331

Οὗτοι μέν. Ταρβήσαντε. Φοβηθέντες, δυϊκῶς, διὰ τὴν ξιφουλκίαν. Αἰδομένω. Αἰδεσθέντες. Στήτην.

### 1 332

Ἔστησαν. Οὐδέ τι μίν. Οὐδὲ αὐτόν τι. Προσεφώνεον. Προσεφθέγγοντο. Οὐδ’ ἐρέοντο. Οὐδὲ ἀνηρώτων. Αὐτὰρ ὁ.

### 1 333

Οὗτος δέ. Ἔγνω. Ἐστοχάσατο, ἐνόησεν. ᾟσιν ἐνὶ φρεσίν. Ἐν ταῖς ἑαυτοῦ διανοίαις. Φώνησέν τε. Ἐβόησε, καὶ εἶπεν. Διὸς ἄγγελοι, ἠδὲ καὶ ἀνδρῶν.

### 1 334

Ἀνθρώπων κήρυκες, ἄξιοι καὶ θεῶν. ἄσυλον γὰρ καὶ θεῖον τὸ γένος τῶν κηρύκων. Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ, ἔσχεν υἱὸν ὀνόματι Κήρυκα, ἀφ’ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος. ἢ ὅτι τὰς ἑορτὰς τῶν Θεῶν ἀγγέλλουσιν. ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν ὄντος ἀγγέλου Διός. Ἆσσον ἴτε.

### 1 335

Ἐγγὺς παραγένεσθε. Οὔτι μοι ὔμμες. Κατ’ οὐδέν μοι ὑμεῖς. ψιλοῦται τὸ ὔμμες ὡς Αἰολικόν· αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων. Ἐπαίτιοι. Αἴτιοι. πεπαιδευμένως δέ. οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφ’ ἑτέρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. Ὃς σφῶϊ.

### 1 336

Ὃς ὑμᾶς. Προΐει. Ἔπεμπε. Διογενές.

### 1 337

Εὐγενέστατε. Πατρόκλεις. Ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλὰ ἀπὸ τῆς Πατροκλῆς· ὡς Ἡρακλῆς ὦ Ἥρακλες. Ἔξαγε. Ἔξω τῆς σκηνῆς κόμιζε. Καὶ σφῶϊν.

### 1 338

Καὶ αὐτοῖς. Ἄγειν. Ἀπάγειν. Κούρην. Τὴν Βρισηΐδα. Τὼ δ’ αὐτώ. Οὗτοι δὲ αὐτοί. Μάρτυροι. Μάρτυρες. Ἰὰς ἡ διάλεκτος. Ἔστων. Ἔστωσαν, ὑπαρχέτωσαν. Πρός τε θεῶν.

### 1 339

Καὶ πρὸς τοὺς Θεούς. Μακάρων. Μακαρισμοῦ ἀξίων, εὐδαιμόνων. Ἀπηνέος.

### 1 340

Ἀπηνοῦς, χαλεποῦ, σκληροῦ. Εἴ ποτε δ’ αὖτε. Ἐάν ποτε πάλιν. Χρειώ.

### 1 341

Χρεία. Ἐμοῖο. Ἐμοῦ. Ἀεικέα. Αἰκιστικὸν, χαλεπόν. Λοιγόν. Ὄλεθρον. Ἀμῦναι. Ἀποσοβῆσαι, ἀποστρέψαι. Ἦ γὰρ ἄν.

### 1 342

Ὄντως γὰρ ἄν. Ὅγε. Οὗτος. Ὀλοῇσιν. Ὀλεθρίαις. Θύει. Ἐνθουσιωδῶς ὁρμᾷ. ὅ ἐστι. μαίνεται. Νοῆσαι.

### 1 343

Προλογίσασθαι, ἐνθυμηθῆναι. Πρόσσω καὶ ὀπίσσω. Τὸ παρὸν καὶ τὸ μέλλον. τουτέστιν, οὐκ οἶδε προσκοπῆσαι καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόβασιν τοῦ πράγματος. Ὅπως οἱ.

### 1 344

Ὅπως αὐτῷ. Σόοι. Σῶοι, ὑγιεῖς. Μαχέοιντο. Μαχοῦνται, πολεμήσωσιν. Ἐπεπείθετο.

### 1 345

Ἐπείσθη. Ἐκ δ’ ἄγαγε.

### 1 346

Ἐξήγαγε δέ. Τὼ δ’ αὖτις.

### 1 347

Οὗτοι δὲ πάλιν. Ἴτην. Παρεγένοντο. Ἥδ’ ἀέκους’ ἅμα τοῖσι γυνὴ κίεν.

### 1 348

Ἡ Βρισηῒς ἄκουσα καὶ μὴ βουλομένη ὁμοῦ τοῖς κήρυξιν ἐπορεύετο. Ἄφαρ.

### 1 349

Εὐθέως, ταχέως. Ἑτάρων. Ἑταίρων, φίλων. Νόσφι. Χωρίς. Λιασθείς. Χωρισθείς. Θῖν’ ἐφ’ ἁλός.

### 1 350

Ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης. Πολιῆς. Λευκῆς, διὰ τὸν ἀφρόν. Ὁρόων. Ὁρῶν, βλέπων. Ἐπὶ οἴνοπα. Ἐπὶ τὸν μέλανα. Πόντον. Τὴν θάλασσαν. Ἠρήσατο.

### 1 351

Ηὔξατο. Ὀρεγνύς. Ἐκτείνας. Ἐπεί με.

### 1 352

Ἐπειδή με. Μινυνθάδιον. Ὀλιγοχρόνιον. Ἐόντα. Ὄντα, ὑπάρχοντα. Τιμήν περ μοι.

### 1 353

Τὴν τιμὴν δή μοι. Ὄφελλεν. Ὤφειλεν. Ὀλύμπιος. Ὁ τὸν ὄλυμπον κατοικῶν Ζεύς. ὁ δὲ Ὄλυμπος ὄρος Μακεδονίας, ἱερὸν οἰκητήριον τῶν Θεῶν. ἀλληγορικῶς δὲ, ὁ οὐρανός. Ἐγγυαλίξαι. Ἐγχειρίσαι, παρασχεῖν. Ὑψιβρεμέτης.

### 1 354

Ὁ ἐν ὕψει ἠχῶν, ὅ ἐστι, βροντῶν. βρόμος δὲ κυρίως ὁ ἐκ τοῦ πυρὸς ἦχος. Οὐδέ με τιτθόν. Οὐδὲ ὀλίγον με. Ἔτισεν. Ἐτίμησεν. Ἦ γάρ μ’ Ἀτρείδης.

### 1 355

Ὁ Ἀγαμέμνων γάρ με. Ἑλὼν γάρ.

### 1 356

Ἀφελόμενος γὰρ τὴν τιμήν μου ἔχει. Ἀπούρας. Ἀφορίσας, ἀφελόμενος. Δακρυχέων.

### 1 357

Δάκρυα χέων, κλαίων. Πότνια. Σεβασμία, ἔντιμος. Ἡμένη.

### 1 358

Καθεζομένη. Ἐν βένθεσσιν. Ἐν τοῖς βάθεσιν. Πατρὶ γέροντι. Τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμῖν δαίμονα θαλάσσιον. ἀφ’ οὗ, καὶ Δωρίδος τῆς Ὠκεανοῦ, αἱ Νηρηΐδες. Καρπαλίμως.

### 1 359

Ταχέως. Ἀνέδυ. Ἀνῆλθεν. Ἠΰτ’ ὀμίχλη. Καθάπερ, ὃν τρόπον ὀμίχλη. Ἔστι δὲ ὀμίχλη, ὁ παχὺς καὶ ὑγρότατος ἀήρ. Καί ῥα.

### 1 360

Καὶ δή. Πάροιθεν. Ἔμπροσθεν. Αὐτοῖο. Αὐτοῦ. Καθέζετο. Ἐκαθέζετο. Δακρυχέοντος. Δάκρυα χέοντος. Χειρί τέ μιν.

### 1 361

Καὶ τῇ χειρὶ αὐτόν. Κατέρεξε. Κατέψηξε, καθωμάλισεν. Ἔπος τ’ ἔφατ’, ἔκ τ’ ὀνόμαζε. Τόν τε λόγον εἶπε, καὶ τὰ μέρη αὐτοῦ διεξῆλθε. Ἵκετο.

### 1 362

Κατέλαβεν. Πένθος. Λύπη. Ἐξαύδα.

### 1 363

Ἔξειπε, λέξον. Μὴ κεῦθε. Μὴ κρύπτε. Νόῳ. Τῇ διανοίᾳ. Εἴδομεν. Ἀντὶ τοῦ, εἰδῶμεν, μάθωμεν. Ἄμφω. Ἀμφότεροι, ἐγώ τε ἡ Θέτις, καὶ σὺ ὁ Ἀχιλλεύς. Βαρυστενάχων.

### 1 364

Βαρέως στενάζων. Οἶσθα.

### 1 365

Οἶδας, ἐπίστασαι. Τίη τοι. Τί δή σοι. Ἀγορεύω. Λέγω. ᾨχόμεθ’ ἐς Θήβην.

### 1 366

Παρεγενόμεθα ἐν ταῖς Θήβαις. νῦν δὲ λέγει τὰς Ὑποπλακίους. ὧν ἐβασίλευεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ. Κίλικες ἔθνος βάρβαρον τῆς ὑπὸ τὸ Πλάκιον ὄρος Θήβης· τούτων ἦρχε τῶν Κιλίκων Ἠετίων, ἔχων υἱοὺς ἑπτὰ, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμηθεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τοὺς Τρωϊκοὺς πολέμους, ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ, καὶ τὴν πόλιν πορθήσας, τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις. μεθ’ οὓς Λυρνησὸν πορθήσας, καὶ τὴν πόλιν ἐξελὼν, αἰχμάλωτον ἦγεν, ἐκ Λυρνησοῦ μὲν, Βρισηΐδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες· ἀπὸ δὲ τῆς Χρύσης, Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα· ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν, τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν. ἐξ οὗ ὀργισθεὶς ὁ Θεὸς, ἔπεμψε τοῖς Ἕλλησι λοιμὸν, ὅ ἐστι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν, ὅτι ἡ Χρυσηῒς ἐκ Θηβῶν εἰλήφθη. τῆς γὰρ Χρύσης φασὶν οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστάτῃ καὶ μείζονι τῇ Θήβῃ, οἱ ἀπ’ αὐτῆς προσεῤῥυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι. αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ ζʹ. καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ δʹ. καὶ ἐν τῇ εʹ. καὶ αἱ τῆς Αἰγύπτου, ὧν μέμνηται ἐν τῇ ιʹ. Θῆβαι δὲ αὗταί εἰσι τὸ νῦν Ἀτραμύτιον καλούμενον. Ἱερήν. Ἱερὰν, μεγάλην, καὶ θαυμαστήν. Διεπράθομεν.

### 1 367

Ἐξεπορθήσαμεν. Καὶ ἤγομεν. Καὶ ἠγάγομεν. Καὶ τὰ μέν.

### 1 368

Καὶ ταῦτα μέν. Εὖ δάσσαντο. Καλῶς ἐμέρισαν. Μετὰ σφίσιν. Ἐν αὐτοῖς. Ἐκ δ’ ἕλον.

### 1 369

Ὡς ἐξαίρετον ἔλαβον, καὶ ἔδωκαν. Τοῖο.

### 1 380

Τούτου. Ἐπεὶ μάλα οἱ φίλος ἦεν.

### 1 381

Ἐπειδὴ πάνυ αὐτῷ προσφιλὴς ὑπῆρχεν. Ἧκεν.

### 1 382

Ἐφῆκεν, ἔπεμψεν. Οἱ δέ νυ λαοί. Οἱ δὲ δὴ ὄχλοι. Θνῆσκον.

### 1 383

Ἀπέθνησκον. Ἐπασσύτεροι. Ἐπάλληλοι, πυκνοί. Πάντῃ.

### 1 384

Πανταχοῦ, εἰς ὅλον τὸ στράτευμα. Ἄμμι δέ. Ἡμῖν δέ. Εὖ εἰδώς.

### 1 385

Ἀκριβῶς ἐπιστάμενος. Ἑκάτοιο. Ἀπόλλωνος, τοῦ μακρόθεν βάλλοντος, τοῦ τοξικοῦ. Κελόμην.

### 1 386

Ἐκέλευον. Ἱλάσκεσθαι. Ἐξιλεοῦσθαι, ἐξευμενίζεσθαι. Ἀτρείωνα.

### 1 387

Τὸν Ἀγαμέμνονα. Χόλος λάβεν. Ὀργὴ κατέλαβεν. Αἴψα δέ. Ταχέως δέ. Ἠπείλησεν.

### 1 388

Ἐπηγγείλατο. Ἑλίκωπες.

### 1 389

Μελανόφθαλμοι. ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ἢ οἱ ἑλικοειδῶς τοὺς ὦπας κινοῦντες. τουτέστιν, οἱ τοὺς ὀφθαλμοὺς εὐειδεῖς. Δῶρα.

### 1 390

Νῦν θυσίας. Νέον.

### 1 391

Νεωστί. Κλισίηθεν. Ἀπὸ τῆς σκηνῆς. Ἔβαν. Ἔβησαν, ἐπορεύθησαν. Ἄγοντες. Ἀποφέροντες. Τήν μοι.

### 1 392

Ἥν τινά μοι. Κούρην Βρισῆος. Τὴν Βρισέως θυγατέρα Βρισηΐδα. ἔοικε δὲ πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ Ποιητὴς, καὶ οὐ κυρίως. ὡς γὰρ οἱ ἄλλοι ἀρχαῖοι ἱστοροῦσιν, ἡ μὲν, Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ, Ἱπποδάμεια. Περίσχεο.

### 1 393

Περίσχου, φρόντισον. Ἑῆος. Ἀντὶ τοῦ, τοῦ σοῦ. οἱ δὲ, ἀγαθοῦ, προσηνοῦς, ἢ ἰδίου. Λίσαι.

### 1 394

Λιτάνευσον. Ἢ ἔπει.

### 1 395

Ἢ λόγῳ. Ὤνησας. Ὠφέλησας. Κραδίην Διός. Τὸν Δία. περιφραστικῶς. Ἠὲ καὶ ἔργῳ. Ἢ αὐτῷ τῷ ἔργῳ. Πολλάκι γὰρ σέο.

### 1 396

Πολλάκις γάρ σου. Πατρὸς ἐνὶ μεγάροισιν. Ἐν τοῖς τοῦ πατρός μου Πηλέως οἴκοις. ἐν θαλάσσῃ γὰρ Πηλεὺς κατοικεῖν οὐκ ἠδύνατο. Ἄκουσα. Ἤκουσα. Εὐχομένης.

### 1 397

Καυχωμένης. Ὅτ’ ἔφησθα. Ὅτε ἔλεγες. Κελαινεφέϊ. Τῷ τὰς νεφέλας μελαίνοντι, ὀμβροποιῷ. Κρονίωνι. Τῷ τοῦ Κρόνου παιδί. Οἴη.

### 1 398

Μόνη. Ἐν ἀθανάτοισιν. Ἐν τοῖς Θεοῖς. Ἀεικέα. Ἀπεοικότα, χαλεπόν. Λοιγόν. Ὄλεθρον, φθοράν. Ἀμῦναι. Ἀποσοβῆσαι, ἀποστρέψαι. Ὁππότε μιν.

### 1 399

Ὁπηνίκα αὐτόν. Ξυνδῆσαι. Συνδῆσαι. Ἰὰς ἡ διάλεκτος. Ὀλύμπιοι ἤθελον ἄλλοι. Οἱ Τιτᾶνες. καὶ γὰρ ἐν ἄλλοις φησί· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, Οἵπερ νέρτεροί εἰσι Θεοὶ, Κρόνον ἀμφὶς ἐόντες. Ἥρη τ’, ἠδὲ Ποσειδάων, καὶ Παλλὰς Ἀθήνη.

### 1 400

Γράφεται, καὶ Φοῖβος Ἀπόλλων. Ζεὺς γὰρ παραλαβὼν τὴν ἐν οὐρανῷ διοίκησιν, περισσῶς τῇ παῤῥησίᾳ ἐχρῆτο, πολλὰ αὐθάδη διαπραττόμενος. Ποσειδῶν δὲ καὶ Ἥρα, καὶ Ἀπόλλων, καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως, ἦν γὰρ μάντις, τὴν κατὰ Διὸς ἐπιβουλὴν, ἔσπευσε πρὸς αὐτὸν, ἐπαγομένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων Θεῶν. ἦν δὲ θαλάσσιος δαίμων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θέτιδος, τὴν μὲν Ἥραν ἐν τοῖς κατ’ αὐτοῦ δεσμοῖς ἐκρέμασε. Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι, τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφίσατο. τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μεταταῦτα ἐταμιεύσατο. ἱστορεῖ Δίδυμος. Ὑπελύσαο.

### 1 401

Ἐξείλου, ἔλυσας. Ὦκα.

### 1 402

Ταχέως, σπουδαίως. Ἑκατόγχειρον. Ἑκατοντάχειρα. Αἰολικῶς. τοὺς ἑκατοντάχειρας δὲ, γράφει Ἡσίοδος, οὐρανοῦ καὶ γῆς γένος. Μακρόν. Μέγαν. Ὃν Βριάρεων καλέουσι Θεοὶ, Ἄνδρες δέ τε πάντες Αἰγαίων’.

### 1 403

Τὸ πλῆρες, Αἰγαίωνα. τῶν δὲ δυωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀναφέρει, τὸ δὲ δεύτερον εἰς ἀνθρώπους. ὡς καὶ τὸ, Χαλκίδα κικλήσκουσι Θεοὶ, ἄνδρες δὲ Κύμινδιν. καὶ περὶ τοῦ ποταμοῦ, ὃν Ξάνθον καλέουσι Θεοὶ, ἄνδρες δὲ Σκάμανδρον. Ὁ γὰρ αὖτε.

### 1 404

Οὗτος γὰρ δή. Βίῃ. Βίᾳ, δυνάμει. Οὗ πατρός. Τοῦ ἰδίου πατρός. Ἀμείνων. Ἰσχυρότερος, βελτίων. Ὅς ῥα.

### 1 405

Ὅστις δή. Κρονίωνι. Κρόνου παιδὶ, Διΐ. Κύδεϊ γαίων. Τῇ αὐτοῦ δόξῃ γαυριῶν, καὶ σεμνυνόμενος. Ὑπέδδεισαν.

### 1 406

Ἐφοβήθησαν. Οὐδ’ ἔτ’ ἔδησαν. Τὸ πλῆρες, οὐκ ἔτι ἔδησαν. Τῶν νῦν μιν.

### 1 407

Τούτων δὴ ἐπὶ τοῦ παρόντος αὐτόν. Μνήσασα. Ὑπομνήσασα. Παρέζεο. Παρακαθέζου. Καὶ λαβὲ γούνων. Τῶν γονάτων κράτησον. Αἴ κέν πως.

### 1 408

Ἐάν πως. Ἐθέλῃσι. Βουληθῇ, θελήσῃ. Ἐπὶ Τρώεσσιν ἀρῆξαι. Ἐπιβοηθῆσαι τοῖς Τρωσί. Τοὺς δέ.

### 1 409

Τοὺς Ἕλληνας. Κατὰ πρύμνας. Τὰς ναῦς. ἀπὸ μέρους φησί. πρύμνα γὰρ μέρος τῆς νεὼς τὸ ἔσχατον. Καὶ ἀμφ’ ἅλα. Καὶ περὶ τὴν θάλασσαν. Ἔλσαι. Συνελάσαι, συγκλεῖσαι. Κτεινομένους.

### 1 410

Ἀναιρουμένους, φονευομένους. Ἵνα πάντες ἐπαύρωνται βασιλῆος. Ἵν’ ἀπολαύσωσι πάντες τῆς ἀβουλίας τοῦ βασιλέως. τουτέστιν, ἵνα ἀπόλωνται δι’ αὐτόν. Γνῷ.

### 1 411

Γνωρίσῃ, μάθῃ. Ἣν ἄτην.

### 1 412

Τὴν ἰδίαν ἀβουλίαν καὶ βλάβην. Ὅτ’ Ἄριστον. Ὅτι τὸν ἄριστον. ἀντὶ τοῦ, ἐμὲ τὸν Ἀχιλλέα. Οὐδὲν ἔτισε. Κατ’ οὐδὲν ἐτίμησεν. Ἠμείβετο.

### 1 413

Ἀπεκρίνατο. Δακρυχέουσα. Δακρύουσα, κλαίουσα. Τί νυ.

### 1 414

Διατί δή σε ἀνέτρεφον; Αἰνὰ τεκοῦσα. Ἐπὶ κακῷ γεννήσασα. Αἴθ’ ὄφελες.

### 1 415

Εἴθε ὄφελες. ἔστιν ἐπίῤῥημα εὐκτικόν. Ἀδάκρυτος. Ἄνευ δακρύων, ἄλυπος. Ἀπήμων. Ἀβλαβής. Ἐπεί νύ τοι.

### 1 416

Ἐπειδή σοι. Αἶσα. Εἱμαρμένη, μοῖρα. Μίνυνθα. Ἐπ’ ὀλίγον χρόνον. Ἅμα.

### 1 417

Ὁμοῦ. Ὠκύμορος. Ταχυθάνατος. Ὀϊζυρός. Ἐπίπονος, ταλαίπωρος, ἄθλιος. Περὶ πάντων. Ἀντὶ τοῦ, ὑπὲρ πάντας ἀνθρώπους. Ἔπλεο.

### 1 418

Ἐγένου. Λέγεται γὰρ τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως. Ὅτι εἰ μὲν μείνῃ ἐν τῇ Φθίᾳ, μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον, πολλὴ μὲν ἔσται αὐτῷ ζωὴ, ἄδοξος δέ· εἰ δὲ συνέλθοι αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μὲν, ἀλλὰ ἀοίδιμος, καὶ εὐκλεής. ὅθεν ὡς προειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην ἐν τῇ Σκύρῳ. ἡ δὲ Σκύρος μία ἐστὶ τῶν Κυκλάδων. Τῷ σε. Διὸ δή σε. Κακῇ αἴσῃ. Κακῇ μοίρᾳ. Τέκον. Ἔτεκον, ἐγέννησα. Ἐν μεγάροισιν. Ἐν τοῖς οἴκοις. Ἐρέουσα.

### 1 419

Λέξουσα, ἀπαγγελοῦσα. Τερπικεραύνῳ. Τερπομένῳ κεραυνοῖς, ἢ καταγωνιζομένῳ τοὺς ἐναντίους, καὶ τρέποντι κεραυνοῖς. Εἶμι.

### 1 420

Ἄπειμι, πορεύομαι. Προπερισπωμένως δὲ ἀναγνωστέον· εἰ δὲ ὀξυτόνως, δηλοῖ τὸ ὑπάρχω ἡ λέξις. Ἀγάννιφον. Τὸν λίαν νιφόμενον τὰ ὑπὸ τοῖς νέφεσι μέρη. τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου, ὡς ὑπερφερῆ, καὶ ὑπερνεφῆ, οὔτε νίφεται, οὔτε κατομβρεῖται, κατ’ αὐτὸν τὸν ποιητὴν λέγοντα· Οὔλυμπόν θ’, ὅν φασι Θεῶν ἕδος ἀσφαλὲς αἰεὶ Ἔμμεναι· οὔτ’ ἀνέμοισι τινάσσεται, οὔτέ ποτ’ ὄμβρῳ Δεύεται, οὔτε χιὼν ἐπιπίλναται· ἀλλὰ μάλ’ αἴθρη Πέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη. ἀγάννιφον οὖν ἤτοι τὸν πάνυ κατανιφόμενον, ἢ οὔθ’ ὅλως. Αἴκε πίθηται. Ἐὰν πεισθῇ. Ὠκυπόροισι.

### 1 421

Ταχέως πλεούσαις. Μήνιε.

### 1 422

Ὀργίζου. Πάμπαν. Παντελῶς, πάνυ. Ἐς Ὠκεανόν.

### 1 423

Παρὰ τὸν Ὠκεανόν. ὁ δὲ Ὠκεανὸς, ποταμός ἐστι, καθ’ Ὅμηρον. Ἀμύμονας. Ἀμωμήτους, ἀγαυοὺς, ἢ ἀψόγους. Αἰθιοπῆας. Αἰθίοπας. Χθιζός.

### 1 424

Χθές. Μετὰ δαῖτα. Ἐπὶ εὐωχίαν. Ἕποντο. Ἠκολούθησαν. Ἐλεύσεται.

### 1 425

Παραγενήσεται, ἔλθῃ. Οὔλυμπόνδε. Εἰς τὸν Ὄλυμπον. Διὸς ποτί.

### 1 426

Πρὸς τὸ τοῦ Διός. Χαλκοβατές. Ἰσχυρῶς βεβηκὸς, στερεόν. Δῶ. Δῶμα, οἰκίαν. τὸ δὲ πάθος, ἀποκοπή. Γουνάσομαι.

### 1 427

Γονυπετήσω, λιτανεύσω. Πείσεσθαι. Πεισθῆναι. ὡς ἀμφίβολον δὲ αὐτό φησι, διότι ᾔδει τὸ αὐτοπαθὲς τῆς Ἥρας. Ὣς ἄρα.

### 1 428

Οὕτως δή. Φωνήσασα. Εἰποῦσα. Ἀπεβήσατο. Ἀπέβη, ἀπῆλθεν. Ἔλιπε. Κατέλιπεν. Αὐτοῦ. Ἀντὶ τοῦ, αὐτόθι, ἐπὶ τὸν τόπον. Χωόμενον.

### 1 429

Λυπούμενον, ὀργιζόμενον. Ἐϋζώνοιο. Εὐζώστου, καλῆς καὶ εὐστόλου. ἀφ’ οὗ εὐειδοῦς, ἀπὸ μέρους. Τήν ῥα.

### 1 430

Ἥντινα δή. Βίῃ. Βίᾳ, δυνάμει, μετὰ βίας. Ἀέκοντος. Ἄκοντος, μὴ βουλομένου. Ἀπηύρων. Ἀφείλοντο. Αὐτὰρ Ὀδυσσεύς. Ὁ δὲ Ὀδυσσεὺς ἐν τοσούτῳ. Ἐς Χρύσην.

### 1 431

Εἰς Χρύσαν. Ἵκανε. Παρεγένετο, ἔφθασεν. Ἱερήν. Ἱερὰν, μεγάλην. Οἱ δ’ ὅτε.

### 1 432

Οὗτοι δὲ ὁπότε. Λιμένος. Τοῦ αἰγιαλοῦ. Πολυβενθέος. Πολὺ βάθος ἔχοντος. βαθυτάτου. Ἱστία.

### 1 433

Τῆς νηὸς ἡ ὀθόνη. ὅ ἐστι τὸ ἄρμενον, ἱστίον λέγεται· ἱστὸς δὲ, τὸ μέγα ξύλον τὸ κατάρτιον λεγόμενον ὑπὸ τῶν ναυτικῶν. Στείλαντο. Συνέστειλαν, καθεῖλον. Θέσαν. Ἔθηκαν. Ἱστοδόκῃ.

### 1 434

Τῇ ὑποδεχομένῃ τὸν ἱστὸν ἱστοθήκῃ. λέγει δὲ τῷ κατὰ τὴν πρύμναν ἀνέχοντι ξύλῳ, καθ’ οὗ κλίνεται ὁ ἱστός. Πέλασαν. Προσεπέλασαν, προσήγαγον. μετωνυμία. τουτέστι, πελασθῆναι ἐποίησαν. Προτόνοισι. Τοῖς προτεταμένοις κάλοις, οἵτινες τὸν ἱστὸν περιτείνουσιν, ἵνα ᾖ ὀρθός. Ὑφέντες. Ἐνδόσαντες, χαλάσαντες. Καρπαλίμως.

### 1 435

Ταχέως. Εἰς ὅρμον. Εἰς τὸν λιμένα. ἀπὸ τοῦ ὁρμεῖν καὶ ἵστασθαι ἐν αὐτῷ τὰς ναῦς. Προέρυσσαν. Προσείλκυσαν, προσήγαγον. Ἐρετμοῖς. Εἰρεσίαις, κωπηλασίαις. Ἐκ δ’ εὐνάς.

### 1 436

Τὰς ἀγκύρας. νῦν λέγει τὰς σιδηρᾶς. παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλωμένας εἰς τὸ ὕδωρ, καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ. τὴν κοίτην, ὡς ὅταν λέγῃ, εὐνῇ ἐνὶ μαλακῇ. τὴν ἄγκυραν, ὡς νῦν, ἐκ δ’ εὐνὰς ἔβαλον. τὴν διατριβὴν, ὡς τὸ, ὅθι φασὶ Τυφωέως ἔμμεναι εὐνάς. Ἔβαλον. Ἐξέβαλον, καὶ καθῆκαν. Πρυμνήσια. Τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύμνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. Ἐκ δὲ καὶ αὐτοὶ βαῖνον.

### 1 437

Ἐξέβαινον δὲ καὶ αὐτοί. Ἐπὶ ῥηγμῖνι. Ἐπὶ τῷ αἰγιαλῷ. οὕτως δὲ εἴρηται ἀπὸ τοῦ παραῤῥήσσεσθαι αὐτῷ τὰ κύματα. Ἐκ δὲ Χρυσηῒς νηὸς βῆ.

### 1 439

Ἐξέβη δὲ καὶ ἡ Χρυσηῒς τῆς νηός. Ποντοπόροιο. Τῆς τὸν πόντον περώσης, θαλασσοπλόου. Πολύμητις.

### 1 440

Πολύβουλος, συνετός. Ἐν χερσὶ τίθει.

### 1 441

Ἐν ταῖς χερσὶ τοῦ πατρὸς ἐδίδου. Καί μιν. Καὶ αὐτόν. Πρό μ’ ἔπεμψε.

### 1 442

Προέπεμψέ με. Ἄναξ ἀνδρῶν. Ὁ βασιλεὺς τῶν ἀνθρώπων. Παῖδά τε σοί.

### 1 443

Καὶ τὴν θυγατέρα σοι. Ἀγέμεν. Ἄγειν. Φοίβῳ θ’. Καὶ τῷ Ἀπόλλωνι. Ῥέξαι.

### 1 444

Ἐπιτελέσαι, θῦσαι, ἱερουργῆσαι. Ὄφρ’ ἱλασσώμεθα. Ὅπως ἐξιλεωσώμεθα. Ἄνακτα. Τὸν Ἀπόλλωνα νῦν. Πολύστονα.

### 1 445

Πολλῶν στεναγμῶν αἴτια. Κήδεα. Κακά. Ἐφῆκεν. Ἐπέπεμψε. Παῖδα φίλην.

### 1 447

Τὴν προσφιλῆ θυγατέρα. Ὦκα. Ταχέως. Κλειτήν. Ἔνδοξον. Ἑξείης.

### 1 448

Ἐφεξῆς. Ἐΰδμητον. Περὶ τὸν καλῶς ᾠκοδομημένον βωμόν. Χερνίψαντο.

### 1 449

Τὰς χεῖρας ἐνίψαντο. Οὐλοχύτας. Οὐλάς. εἰσὶ δὲ κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως. ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημάτων, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν οὐλὰς αὐτάς φησιν ὁ Ποιητής. Μεγάλ’ εὔχετο.

### 1 450

Μεγάλως ηὔχετο. Ἀνασχών. Ἀνατείνας. Πάρος.

### 1 453

Ἔμπροσθεν. ἢ πρότερον. Ἐμεῦ. Ἐμοῦ. Ἔκλυες. Ἐπήκουες ἐμοῦ εὐχομένου. Τίμησας.

### 1 454

Τιμῆς ἠξίωσας, ἐτίμησας. Μέγα δ’ ἴψαο. Μεγάλως ἔβλαψας. Ἠδ’ ἔτι καὶ νῦν μοι.

### 1 455

Καὶ νῦν δή μοι. Ἐπικρῄῃνον Ἐπιτέλεσον. Ἐέλδωρ. Ἐπιθύμημα. Ἀεικέα λοιγόν.

### 1 456

Αἰκιστικὸν, ἀπρεπῆ, καὶ χαλεπὸν ὄλεθρον. Ἄμυνον. Ἀπόστρεψον, κατάπαυσον. Αὐτὰρ ἐπεί ῥ’.

### 1 458

Ἐπειδὴ δέ. Οὐλοχύτας. Νῦν τὰς κανᾶ. Προβάλοντο. Προήνεγκαν, ἐβάστασαν. Αὖ ἔρυσαν.

### 1 459

Εἰς τοὐπίσω ἀνέκλασαν τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς οὐρανὸν τοῖς Θεοῖς, οἷς καὶ ἐθύοντο, ὡς καὶ αὐτῶν ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔντομα ἔθυον, ἀποβλέποντα κάτω εἰς γῆν. Ἔδειραν. Ἐξέδειραν. Μηρούς.

### 1 460

Τὰ μηριαῖα ὀστᾶ. Ἐξέταμον. Ἐξέταμον, ἐξέκοψαν. Κατά τε κνίσσῃ ἐκάλυψαν. Καὶ ἐκάλυψαν τὰ μηρία τῷ λίπει. Δίπτυχα ποιήσαντες.

### 1 461

Διπλώσαντες τὴν κνίσαν. νῦν δὲ λέγει τὸν ἐπίπλουν. Ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν. Ἀπ’ αὐτῶν δὲ ὠμῶν τῶν ἱερείων ἀπαρξάμενοι, ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέρους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι. Καῖε δ’.

### 1 462

Ἔκαιε δέ. Ἐπὶ σχίζῃς. Ἀντὶ τοῦ, ἐπὶ σχιζῶν. Αἴθοπα. Μέλανα, ἢ θερμόν. Λεῖβεν.

### 1 463

Ἐπέσπενδε. Νέοι. Νεανίσκοι. Ἔχον. Κατεῖχον, ἐκράτουν. Πεμπώβολα. Πέντε ὀβολοὺς ἔχοντα ἐκ μιᾶς λαβῆς κρατουμένης τριαινοειδῶς. Κατὰ μῆρ’ ἐκάη.

### 1 464

Κατεκάη τὰ μηριαῖα ὀστᾶ. Σπλάγχνα. Ἥπατα. Ἐπάσαντο. Ἐγεύσαντο. Μίστυλλον.

### 1 465

Εἰς μικρὰ διέκοψαν. Τ’ ἄρα τἄλλα. Καὶ τὰ ἄλλα. Ἀμφ’ ὀβελοῖσιν ἔπειραν. Καὶ τοῖς ὀβελίσκοις περιέπειραν. Περιφραδέως.

### 1 466

Πάνυ ἐμπείρως, καὶ ἐντέχνως. Ἐρύσαντο. Εἰς τοὐπίσω εἵλκυσαν τοῦ πυρός. Πόνου.

### 1 467

Τῆς περὶ τὴν εὐωχίαν ἀσχολίας. Τετύκοντο. Κατεσκεύαζον, ηὐτρέπιζον. Δαῖτα. Εὐωχίαν. Δαίνυντο.

### 1 468

Εὐωχοῦντο. Ἐδεύετο. Ἐνδεὴς ἦν. Δαιτός. Εὐωχίας. Ἐΐσης. Ἴσης, πᾶσιν ὁμοίας, ἢ ἰσομοίρου καὶ μεριστῆς. Πόσιος.

### 1 469

Ποτοῦ. Ἐδητύος. Εὐωχίας, βρώσεως. Ἐξ ἔρον ἕντο. Ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα. ὅ ἐστιν ἐκορέσθησαν. ἔρον δὲ τὸν ἔρωτα Αἰολικῶς λέγει. Κοῦροι.

### 1 470

Οἱ νέοι. Κρητῆρας. Τοὺς κρατῆρας. Ἐπεστέψαντο. Ἄχρι τῆς στεφάνης ἐπλήρωσαν. ὅ ἐστι μέχρι τέλους. Ποτοῖο. Ποτοῦ. Νώμησαν.

### 1 471

Διεμέρισαν, διέδωκαν. Ἐπαρξάμενοι. Ἤτοι τοῦ πίνειν ἀρχὴν ποιήσαντες, καὶ ἀπαρξάμενοι, καὶ σπείσαντες τοῖς Θεοῖς. Δεπάεσσι. Ποτηρίοις, ἐκπώμασι. Πανημέριοι.

### 1 472

Δι’ ὅλης ἡμέρας. Μολπῇ. Ὕμνῳ, ᾠδῇ. Θεόν. Τὸν Ἀπόλλωνα. Ἱλάσκοντο. Ἐξευμενίζοντο, ἐξιλεοῦντο. Καλὸν ἀείδοντες.

### 1 473

Ἤτοι καλὸν ᾄδοντες, ἢ καλῶς τὸν παιᾶνα. παιὰν δέ ἐστι ὕμνος εἰς Ἀπόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ ᾀδόμενος. Παιήονα. Παιὰν, ᾠδῆς εἶδος. Κοῦροι. Νέοι. Μέλποντες.

### 1 474

Ὑμνοῦντες. ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ, ὁ δὲ φρένα τέρπετ’ ἀκούων, διδασκόμεθα, ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ Θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις. Ἑκάεργον. Τὸν Ἀπόλλωνα, ἐπιθετικῶς. Ἦμος, Ἡνίκα, ὅτε.

### 1 475

Ἠέλιος. Ὁ ἥλιος. Καὶ ἐπὶ κνέφας ἦλθε. Καὶ τὸ σκότος ἐγένετο. ὅ ἐστι νύξ. Δὴ τότε.

### 1 476

Τότε δή. Κοιμήσαντο. Ἐκοιμήθησαν. Παρὰ πρυμνήσια. Παρὰ τὰ ἀπόγεια σχοινία. Ἠριγένεια.

### 1 477

Ἤτοι ἡ τὸν ὄρθρον γεννῶσα ἡμέρα, ἢ ἡ ὑπὸ τοῦ ὄρθου γεννωμένη. Φάνη. Ἐφάνη. Ῥοδοδάκτυλος. Ῥοδόχρους, διαυγής. πυῤῥώδης γὰρ ὁ ἀὴρ ὄρθρου γίγνεται ἐν τῇ ἀνατολῇ, ἀπὸ δὲ τοῦ σχήματος τῶν τῆς χειρὸς δακτύλων, παρίστησι τὸ τῶν ἀκτίνων σχῆμα. Ἠώς. Ἡμέρα. Ἀνάγοντο.

### 1 478

Ἀνήγοντο, ἐπέπλεον. Μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν. Ἐπὶ τὸ πλῆθος τῶν Ἑλλήνων. Ἴκμενον.

### 1 479

Ἤτοι πορευτικὸν, παρὰ τὸ ἱκνεῖσθαι. ἢ ὑγρὸν, ἀπὸ τῆς ἰκμάδος. καὶ γὰρ ἐν ἄλλοις φησὶν, ἀνέμων μένος ὑγρὸν ἀέντων. Ἵει. Ἐφίει, ἐπέπεμπεν. Ἱστόν.

### 1 480

Τὸ κατάρτιον. ἱστία δὲ πληθυντικῶς τὴν ὀθόνην. Στήσαν. Ἔστησαν. Ἀνά θ’ ἱστία λευκὰ πέτασαν. Ἀνελκύσαντες δὲ καὶ τὰ τῆς νεὼς ὀθόνια ἥπλωσαν. Πρῆσεν.

### 1 481

Ἐνέπρησεν, ἐφύσησε. Μέσον ἱστίον. Μέσην τὴν ὀθόνην. Ἀμφὶ δὲ κῦμα. Περὶ δὲ τὸ κῦμα. Στείρῃ.

### 1 482

Τῇ τρόπιδι τῆς νεὼς, ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει. ἐπὶ γὰρ τῷ ξύλῳ τούτῳ ὥσπερ ἐπὶ θεμελίῳ τινὶ ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς. Πορφύρεον. Μέλαν. Μεγάλ’ ἴαχε. Μεγάλως ἤχει. Νηὸς ἰούσης. Τῆς νεὼς πορευομένης. ὅ ἐστι πλεούσης. Ἔθεεν.

### 1 483

Ἔπλει, νῦν δὲ ἔτρεχε. Κατὰ κῦμα. Κατὰ τὴν θάλασσαν. Διαπρήσσουσα. Διαπερῶσα, διερχομένη. Κέλευθον. Πλοῦν. ἄλλοτε δὲ τὴν διὰ τῆς γῆς ὁδόν. Αὐτὰρ ἐπεί.

### 1 484

Ἐπειδὴ δέ. Ἵκοντο. Παρεγένοντο. Εὐρύν. Πλατὺν, μέγαν. Οἱ.

### 1 485

Οὗτοι. Ἐπ’ ἠπείροιο. Ἐπὶ τῆς γῆς. Ἔρυσσαν. Ἀνείλκυσαν. Ὑψοῦ.

### 1 486

Ἐφ’ ὕψους. Ἐπὶ ψαμάθου. Ἐπὶ τῆς ψάμμου. Ὑπὸ δέ. Ὑποκάτω δέ. Ἕρματα. Ἐρείσματα, στηρίγματα. δασύνεται. τὰ γὰρ βραχέα πρὸ τοῦ ρ ἐπαγομένου τοῦ μ δασύνεται, πλὴν τοῦ ἄρμενον. Μακρά. Μεγάλα. Τάνυσσαν. Κατὰ μῆκος ὑπέθηκαν. Ἐσκίδναντο.

### 1 487

Ἐσκεδάννυντο, ἐσκορπίζοντο. Κλισίας. Σκηνάς. Νέας. Τὰς ναῦς. Αὐτὰρ ὁ.

### 1 488

Οὗτος δέ. Μήνιε. Ὠργίζετο. Παρήμενος. Παρακαθήμενος. Ὠκυπόροισι. Ταχείαις. Διογενής.

### 1 489

Εὐγενέστατος. Πωλέσκετο.

### 1 490

Ἀνεστρέφετο, παρεγένετο. Κυδιάνειραν. Ἐνδόξους ἄνδρας ἔχουσαν, ἢ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσαν. Φθινύθεσκε.

### 1 491

Διέφθειρεν. Αὖθι.

### 1 492

Αὐτόθι, ἐπὶ τόπου. Ποθέεσκεν. Ἐπεπόθει, ἐπεζήτει. Ἀϋτήν. Βοήν. ἀπὸ δὲ τοῦ παρακολουθοῦντος φησὶ τὴν μάχην. Ἐκ τοῖο.

### 1 493

Ἐξ ἐκείνου τοῦ χρόνου. Δυωδεκάτη. Δωδεκάτη. Γένετο. Ἐγένετο. τὸ πάθος ἀφαίρεσις. Ἴσαν.

### 1 494

Ἐπορεύοντο. Αἰὲν ἐόντες. Οἱ διὰ παντὸς ὄντες, ἀθάνατοι. Ἅμα.

### 1 495

Ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. Ἦρχεν. Ἡγεῖτο. Οὐ λήθετο. Οὐκ ἐπελάθετο. Ἐφετμέων. Ἐντολῶν. Παιδὸς ἑοῦ.

### 1 496

Τοῦ ἑαυτῆς υἱοῦ. Ἀλλ’ ἥγε. Ἀλλ’ αὕτη. Ἀνεδύσατο. Ἀνέδυ, ἀνῆλθεν. ἀπὸ τοῦ δύω ἐνεστῶτος. Ἠερίη.

### 1 497

Ἑωθινὴ, ὀρθρινή. Εὗρεν.

### 1 498

Κατέλαβεν. Εὐρύοπα. Ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας. ἢ μεγαλόφωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν. Κρονίδην. Κρόνου παῖδα, Δία. Ἄτερ. Χωρὶς τῶν ἄλλων. Ἥμενον. Καθήμενον. Ἀκροτάτῃ κορυφῇ.

### 1 499

Ἐπὶ τῆς ἀκρωρείας, ἐπὶ τῆς ὀξύτητος. Πολυδειράδος. Πολλὰς ἐξοχὰς ἔχοντος, πολυαυχένου. Οὐλύμποιο. Ὀλύμπου. Καί ῥα.

### 1 500

Καὶ δή. Πάροιθεν. Ἔμπροσθεν. Αὐτοῖο. Αὐτοῦ. Λάβεν. Ἐλάβετο, ἐκράτησε. Σκαιῇ.

### 1 501

Ἀριστερᾷ. Δεξιτερῇ. Δεξιῇ Ἀνθερεῶνος. Τοῦ ὑπὸ τὸ γένειον τόπου. παρὰ τὴν ἐξάνθησιν τῶν τριχῶν. Ἑλοῦσα. Λαβομένη, κατέχουσα. Λισσομένη.

### 1 502

Παρακαλοῦσα. Εἴ ποτε δή σε.

### 1 503

Ἐάν ποτέ σε. Μετ’ ἀθανάτοισιν. Ἐν τοῖς Θεοῖς. Ὄνησα. Ὠφέλησα. Ἢ ἔπει.

### 1 504

Ἢ λόγῳ. Ὠκυμορώτατος.

### 1 505

Ταχυθάνατος. Ἔπλετο.

### 1 506

Ἐγένετο. Ἀτάρ μιν νῦν γε. Νῦν δὲ δὴ αὐτόν. Ἑλὼν γάρ.

### 1 507

Λαβὼν γὰρ ἔχει παρ’ ἑαυτῷ. Ἀπούρας. Ἀφελόμενος. Τῖσον.

### 1 508

Τιμῆς ἀξίωσον, δόξασον. Μητιέτα. Βουλευτικώτατε. Τόφρα.

### 1 509

Ἐπιτοσοῦτον. Τίθει. Πάρεχε. τὸ ἑξῆς, ἕως τούτου πάρεχε τοῖς Τρωσὶ δύναμιν. Ὄφρ’ ἂν Ἀχαιοί. Ἕως ἂν οἱ Ἕλληνες. Τίσωσι.

### 1 510

Τιμήσωσιν. Ὀφέλλωσιν. Αὐξήσωσιν. Ἕ. Αὐτόν. Οὔτι.

### 1 511

Οὐδέν. Νεφεληγερέτα. Νεφῶν ἀθροιστικός. Ἀκέων.

### 1 512

Ἡσυχάζων. Δήν. Ἐπὶ πολὺν χρόνον. Ἧστο. Ἐκαθέζετο. Ὥς.

### 1 513

Οὕτως. Ἔχετο. Εἴχετο, ἐκράτει. τῷ παθητικῷ ἐχρήσατο ἀντὶ ἐνεργητικοῦ. Ἐμπεφυυῖα. Ἐμπλέξασα τὰς χεῖρας. ἰσχυρῶς κρατήσασα. Ἤρετο. Ἀνηρώτα. Δεύτερον αὖτις. Ἐκ δευτέρου πάλιν. Νημερτές.

### 1 514

Ἀληθές. Ὑπόσχεο, καὶ κατάνευσον. Δὶς τὸ αὐτὸ πέφρακεν, ἐπιτάσεως χάριν. ἀντὶ τοῦ, ὑπόσχου μοι. Ἢ ἀπόειπε.

### 1 515

Ἢ ἀπάρνησαι, καὶ ἀπεῖπον. Ἐπεὶ οὔ τοι. Ἐπεὶ οὐδαμῶς σοι. Ἔπι. Ἔπεστι. Δέος. Φόβος. τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν Θεῶν τινά. Ὄφρ’ εὖ εἰδῷ. Ὅπως καλῶς μάθῳ. Ὅσσον ἐγώ.

### 1 516

Ὁπόσον ἐγώ. Μετὰ πᾶσιν. Ἀντὶ τοῦ, ἐν ἅπασι τοῖς ἀνθρώποις. Ἀτιμοτάτη. Ἄτιμος ὑπάρχω. Μέγ’ ὀχθήσας.

### 1 517

Μέγα στενάξας, καὶ δεινοπαθήσας. Νεφεληγερέτα. Νεφεληγερέτης. ὅ ἐστι νεφῶν ἀθροιστικός. Ἦ δὴ λοίγια.

### 1 518

Ὄντως δὴ ὀλέθρια. Ἐχθοδοπῆσαι. Ἐχθρὸν καταστῆσαι. Ἐφήσεις. Ἐποτρυνεῖς, ἐφορμήσεις, ὅ ἐστιν, ἀναγκάσεις. Ἐρέθῃσιν.

### 1 519

Ἐρεθίζει. ἐρεθίζειν δὲ, τὸ παροξύνειν. Ὀνειδείοις. Ὀνειδιστικοῖς, ὑβριστικοῖς. τὸ δὲ ὅλον, ὁπότ’ ἄν με ἡ Ἥρα, ὑπονοήσασά σοι παρέχειν χάριν, παροξύνῃ, χρωμένη λόγοις ἐρεθιστικοῖς. Ἥρη ὅταν μ’ ἐρέθῃσι. Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς τοῦ Νηρέως, ἐδίωκεν αὐτὴν, βουλόμενος βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκάσιον ὄρος, ἐκωλύθη ὑπὸ Προμηθέως, φήσαντος, τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ ἐπικρατείας, αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης. εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ, ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ. ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεύς. ὃς οὐ μόνον ὑπερέβαλλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ’ ἐκεῖνον γενομένους πάντας ἥρωας. Αὕτως.

### 1 520

Εἰκαίως, ματαίως. Αἰεί. Διαπαντός. Νεικεῖ.

### 1 521

Κακολογεῖ, λοιδορεῖ. Καί τέ με φησί. Καὶ ἐμὲ λέγει. Ἀρήγειν. Βοηθεῖν. Ἀπόστιχε.

### 1 522

Ἀπαλλάσσου, ἀναχώρει. Μή σε νοήσῃ. Μή σε θεάσηται. Μελήσεται.

### 1 523

Δι’ ἐπιμελείας γενήσεται. Τελέσσω. Τελειώσω, πληρώσω. Εἰ δ’ ἄγε τοι.

### 1 524

Ἰδοὺ δή σοι. Κατανεύσομαι. Ἐπινεύσω. Ὄφρα πεποίθῃς. Ὅπως ἀκριβῶς πιστεύσῃς μοι. Ἐξ ἐμέθεν.

### 1 525

Ἐξ ἐμοῦ. Τέκμωρ.

### 1 526

Τέλος, τεκμήριον. Παλινάγρετον. Παλισύλλεκτον, εἰς τοὐπίσω ληπτόν. ἐξ οὗ, ψευδὲς, ἢ μεταμελητόν. Οὐδ’ ἀπατηλόν. Οὐδ’ ἀπατητικὸν καὶ ψευδές. Οὐδ’ ἀτελεύτητον.

### 1 527

Οὐδ’ ἀτελείωτον, ἀπλήρωτον. Ὅ τι κεν. Ὅπερ ἄν. Ἦ.

### 1 528

Ἔφη, εἶπε. δηλοῖ δὲ καὶ τὸ ὄντως, ὡς τὸ, ἦ μυρί’ Ἀχαιοῖς. καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ, ἦ δὴ λοίγια ἔργα. τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθῶς λαμβάνεται. Κυανέῃσι. Κυαναῖς, μελαίναις. Ἐπ’ ὀφρύσι. Ταῖς ὀφρύσι. Νεῦσεν. Ἐπένευσεν. Ἀμβρόσιαι.

### 1 529

Θεῖαι. Χαῖται. Τρίχες. Ἐπεῤῥώσαντο. Ἐπεσείσθησαν. Κρατὸς ἀπ’ ἀθανάτοιο.

### 1 530

Ἀπὸ τῆς ἀθανάτου κεφαλῆς. Ἐλέλιξεν. Ἐκίνησεν, ἔσεισε. Τώ γ’ ὥς.

### 1 531

Οὗτοι μὲν δὴ οὕτως. Βουλεύσαντε. Βουλευσάμενοι. δυϊκῶς. Διέτμαγον. Διεχωρίσθησαν. Εἰς ἅλα ἆλτο.

### 1 532

Εἰς τὴν θάλασσαν καθήλατο, ἅτε δὴ οὖσα ἐνάλιος δαίμων. Αἰγλήεντος. Λαμπροῦ, παρὰ τὴν αἴγλην. Ἑόν.

### 1 533

Πρὸς τὸ ἴδιον. Δῶμα. Οἴκημα. Ἐξ ἑδέων.

### 1 534

Ἐκ τῶν καθεδρῶν. Σφοῦ. Ἰδίου. Ἐναντίον. Ἐξεναντίας. Ἔτλη. Ὑπέμεινεν. Ἐπερχόμενον.

### 1 535

Ἐρχόμενον, ἥκοντα. Ἀντίοι. Ἐξεναντίας. Ὣς ὁ μέν.

### 1 536

Οὕτως μὲν δὴ οὗτος. Θρόνου. Καθέδρας. Ἠγνοίησεν.

### 1 537

Ἠγνόησεν. Ὅτι οἱ. Ὅτι αὐτῷ. Συμφράσσατο. Συνεβουλεύσατο. Ἀργυρόπεζα.

### 1 538

Λαμπρόπους, ἀπὸ μέρους ὅλη καλή. πέζα γὰρ, ὁ πούς. Ἁλίοιο γέροντος. Τοῦ θαλασσίου Νηρέως. Αὐτίκα.

### 1 539

Παραχρῆμα, εὐθέως. Κερτομίοισιν. Ἐρεθιστικοῖς, χλευαστικοῖς. νῦν δὲ, τοῖς τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν, τέμνουσι καὶ λυποῦσι λόγοις. Τίς δ’ αὖ τοι.

### 1 540

Τίς δή σοι. Δολομῆτα. Δόλια βουλευόμενε. Αἰεί τοι φίλον.

### 1 541

Διαπαντός σοι προσφιλές. Ἐμεῦ. Ἐμοῦ. Νόσφι. Χωρίς. Ἐόντα. Ὄντα, ὑπάρχοντα. Κρυπτάδια.

### 1 542

Κρυφαῖα, λαθρίδια. Φρονέοντα. Διανοούμενον, φρονοῦντα. Δικαζέμεν. Δικάζειν. Οὐδέ τι πώ μοι. Οὐδέ ποτέ μοι. Πρόφρων.

### 1 543

Προθύμως. Τέτληκας. Ὑπομεμένηκας, κεκαρτέρηκας. Ὅ ττι νοήσῃς. Ὅπερ ἂν ἐνθυμηθῇς. Πατὴρ ἀνδρῶν τε Θεῶν τε.

### 1 544

Ὁ Ζεύς. Ἐπιέλπεο.

### 1 545

Ἔλπιζε. Μύθους. Λόγους. Εἰδήσειν.

### 1 546

Μαθήσεσθαι, γνῶναι. Χαλεποί τοι ἔσονται. Βλαβεροί σοι γενήσονται. Ἀλόχῳ. Γυναικί. Ἐούσῃ. Ὑπαρχούσῃ. Ἀλλ’ ὃν μέν.

### 1 547

Ἀλλ’ ὅντινα μὲν λόγον προσήκει σὲ ἀκοῦσαι παρ’ ἐμοῦ, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε Θεῶν οὔτε ἀνθρώπων. Ἐπιεικές. Πρέπον. Εἴσεται.

### 1 548

Γνώσεται, μάθῃ. Ὃν δέ κ’ ἐγών.

### 1 549

Ὅντινα δ’ ἂν ἐγώ. Ἀπάνευθεν. Ἄποθεν, χωρὶς, ἰδίως. Ἐθέλοιμι. Ἐθέλω. Νοῆσαι. Ἐνθυμηθῆναι. Μή τι σύ.

### 1 550

Μηδαμῶς σὺ ταῦτα. Διείρεο. Ἀνερώτα. Μετάλλα. Πολυπραγμόνει. Βοῶπις.

### 1 551

Εὐόφθαλμος, καλή. Πότνια. Σεβασμία, ἔντιμος. Αἰνότατε.

### 1 552

Δεινότατε, ἐπίφοβε. Μῦθον. Λόγον. Ἔειπας. Εἶπας, ἔλεξας. Καὶ λίην σε.

### 1 553

Καὶ πάνυ σε. Πάρος. Ἐν τῷ ἔμπροσθεν χρόνῳ. Οὔτ’ εἴρομαι. Οὔτε ἀνηρώτησα. Μεταλλῶ. Ἐπιζητῶ. Εὔκηλος.

### 1 554

Ἥσυχος. ἡ ευ πρὸ ἀφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω. Φράζεαι. Διενοοῦ, ἐβουλεύου. Ἅσσα. Ἅτινα. Ἐθέλησθα. Ἤθελες. Αἰνῶς.

### 1 555

Δεινῶς, χαλεπῶς. Δείδοικα. Δέδοικα, εὐλαβοῦμαι. Ἠερίη.

### 1 557

Ὀρθρινή. Τῇ ς’ ὀΐω.

### 1 558

Ταύτῃ σε ὑπονοῶ. Κατανενευκέναι καὶ ὑποσχέσθαι. Ἐτήτυμον. Ἀληθές. Ὀλέσσῃς.

### 1 559

Ἀπολέσῃς. Πολέας. Πολλούς. Δαιμονίη.

### 1 561

Νῦν, κακὴ κεφαλή. ὁτὲ δὲ εὐδαίμων, μακαρία. Αἰεὶ μὲν ὀΐεαι. Διαπαντὸς μέν με ὑπονοεῖς, ἅπαντα ὀργῇ πράσσουσα, καὶ οὐ λογιζομένη. Λήθω. Λανθάνω. Πρῆξαι.

### 1 562

Πρᾶξαι δὲ οὐδὲν δύνασαι. Ἔμπης. Ὅμως. Οὔτι δυνήσεαι. Οὐδὲν δυνηθήσῃ. Ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι. Ἀλλ’ ἀποθύμιός μοι πλέον καὶ ἐχθρὰ γενήσῃ. Ῥίγιον.

### 1 563

Φρικτὸν, φοβερόν. Εἰ δ’ οὕτω τοῦτ’ ἔστι.

### 1 564

Καὶ τὰ ἑξῆς. εἰ δὲ τοῦθ’ οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ, προϋπεσχῆσθαι Θέτιδι τὴν Ἀχιλλέως τιμήν. Μέλλει. Ἔοικεν. Ἀκέουσα.

### 1 565

Ἡσυχάζουσα, σιωπῶσα. Κάθησο. Καθέζου. Ἐπιπείθεο. Πείθου. Οὐ χραίσμωσιν.

### 1 566

Οὐκ ἐπιβοηθήσωσιν. Εἰς’ ἐν Ὀλύμπῳ. Ὑπάρχουσι. τὸ πλῆρες εἰσίν. Ἆσσον ἰόντε.

### 1 567

Ἐγγὺς παραγενόμενοι. Ὅτε κέν τοι. Ὅτε ἄν σοι. Ἀάπτους. Ἀπροσίτους, ἀπροσπελάστους, διὰ μέγεθος. ἀπτοήτους, πρὸς δὲ καὶ ἀέπτους. ἵν’ ᾖ, ἀῤῥήτους ἢ αἷς οὐ δύναταί τις ἕπεσθαι. Ἐφείω. Ἐπιβάλω, ἐπενέγκω. Βοῶπις.

### 1 568

Εὐόφθαλμος, καλή. Καί ῥα.

### 1 569

Καὶ δή. Καθῆστο. Ἐκαθέζετο. Ἐπιγνάμψασα φίλον κῆρ. Ἐπικάμψασα τὴν αὐτῆς ψυχήν. ὅ ἐστι πραΰνασα. Ὤχθησαν.

### 1 570

Ἀνεστέναξαν, ἐδεινοπάθησαν διὰ τὴν Ἥραν. Ἀνὰ δῶμα. Κατὰ τὴν οἰκίαν. τὸ ω μέγα διὰ τὸ μέτρον. Οὐρανίωνες. Οἱ ἐν οὐρανῷ κατοικοῦντες. Τοῖσι δ’ Ἥφαιστος.

### 1 571

Ἐν τούτοις δὲ ὁ Ἥφαιστος. Κλυτοτέχνης. Ὁ περὶ τὴν χαλκευτικὴν ἔνδοξος. Ἦρχ’ ἀγορεύειν. Ἤρξατο λέγειν. Ἐπίηρα.

### 1 572

Τὴν μετ’ ἐπικουρίας χάριν. Λευκωλένῳ. Λευκοβραχίονι, εὐπρεπεστάτῃ. Ἦ δή.

### 1 573

Ἀληθῶς δὴ, ὄντως δή. Λοίγια. Ὀλέθρια. Οὐδ’ ἔτ’ ἀνεκτά. Οὐ δὲ ἔτι ἀνασχετὰ, καὶ ὑπομονῆς ἄξια. Ἔσσεται. Γενήσεται. Εἰ δὴ σφώ.

### 1 574

Ἐὰν δὴ ὑμεῖς οἱ Θεοί. Ἕνεκα θνητῶν. Χάριν τῶν φθαρτῶν ἀνθρώπων. Ἐριδαίνετον. Ἐρίζετε, φιλονεικεῖτε, τοῖς Θεοῖς θόρυβον ἐμποιεῖτε. Ὧδε. Οὕτως. Κολῳόν.

### 1 575

Θόρυβον. ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον. κολῳὸς, παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ, τὸ κλάζω, κατὰ παραγωγήν. οὐδὲ προσγράφει τὸ ι. Ἐλαύνετον. Διεγείρετε, ἐλαύνετε. Δαιτός. Εὐωχίας. Ἐσθλῆς.

### 1 576

Ἀγαθῆς. Ἦδος. Ἡδονὴ, ὠφέλεια. Ἐπεὶ τὰ χερείονα νικᾶ. Ἐπειδὴ ὅλα τὰ χείρονα τῶν καλῶν πραγμάτων ἐπικρατέστερά ἐστι. Παράφημι.

### 1 577

Παραινῶ, συμβουλεύω. Νοεούσῃ. Ἐπισταμένῃ, φρονούσῃ. Ὄφρα μὴ αὖτε.

### 1 578

Ὅπως μὴ πάλιν. Νεικείῃσι.

### 1 579

Κακολογῇ, ὀνειδίζῃ. Σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ. Παὶ συνταράξῃ ἡμῶν τὴν εὐωχίαν. Εἴπερ γὰρ καὶ ἐθέλῃσιν.

### 1 580

Ἐὰν γὰρ ὅλως βουληθῇ. Ἀστεροπητής. Ἀστραπτικὸς, ἀστραπὰς ποιῶν. Ἐξ ἑδέων.

### 1 581

Ἐκ τῶν καθεδρῶν. Στυφελίξαι. Ἀποκινῆσαι, ἀναστρέψαι. Πολὺ φέρτερος. Καταπολὺ κρείττων, ἰσχυρότερος. Καθάπτεσθαι.

### 1 582

Καταπραΰειν, ἐπέχειν. Μαλακοῖσιν. Μαλακευτικοῖς, πραέσι. Αὐτίκα.

### 1 583

Παραχρῆμα, εὐθέως. Ἵλαος. Ἵλεως, εὐμενής. Ἀναΐξας.

### 1 584

Ἀνορμήσας, ἀναστάς. Δέπας. Ἔκπωμα, ποτήριον. Ἀμφικύπελλον. Ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές. ἢ χύπελον, ἔνθα ὁ πηλὸς χεῖται. Τίθει.

### 1 585

Ἐδίδου. Καί μιν. Καὶ αὐτήν. Τέτλαθι.

### 1 586

Καρτέρησον, ὑπόμεινον. Ἀνάσχεο. Ἀνάσχου, ὑπόμεινον. Κηδομένη περ. Καίπερ λυπουμένη. Ἐοῦσαν.

### 1 587

Οὖσαν. Ἴδωμαι. Θεάσωμαι. Θεινομένην.

### 1 588

Πληττομένην, τυπτομένην. Τότε δ’ οὔτι. Τότε δὲ οὐδέν. Ἀχνύμενός περ. Καίπερ λυπούμενος. Χραισμεῖν.

### 1 589

Βοηθεῖν. Ἀργαλέος γάρ. Χαλεπὸς γάρ ἐστιν ὁ Ζεὺς τῷ βουλομένῳ αὐτῷ ἀντιφέρεσθαι. ὅ ἐστιν, ἐναντιοῦσθαι καὶ φιλονεικεῖν. Ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα.

### 1 590

Εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διὸς λέγει. Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὴν γενομένην ὑπ’ αὐτοῦ πόρθησιν τῆς Ἰλίου ἐπὶ τῇ τοῦ Λαομέδοντος ἀπάτῃ, παρ’ ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων, οὓς ὑπέσχετο, ἀντέδωκε θνητοὺς ἀπατήσας, κατ’ ἐκεῖνο καιροῦ προσέσχε τῇ Κῷ τῆς Μεροπίδος χειμῶνι κατεχόμενος, κατὰ χόλον Ἥρας μισούσης τὸν ἥρωα, καὶ διατοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν, καὶ ὡς ἄγριον θῆρα φοβηθέντες, ἐξήλασαν ἀπὸ τῆς πόλεως. ἐφ’ ᾧ ἀγανακτήσας ὁ Ἡρακλῆς, ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς, ἐν δεσμοῖς κατέσχε τὴν Ἥραν. ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ Ἥφαιστος λύειν· καὶ φωραθεὶς, ἀπὸ τοῦ Ὀλύμπου ἐξεῤῥίφη, καὶ, εἰς Λῆμνον πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν, χωλὸς ἐγένετο, ὥς φησιν ὁ Ποιητής. διὸ ἱερὰ τοῦ Θεοῦ ἡ Λῆμνος. Ἄλλοτε. Καὶ ἐν ἄλλῳ χρόνῳ. Ἀλεξέμεναι. Ἐπιβοηθεῖν. Μεμαῶτα. Προθυμούμενον. Ῥίψεν.

### 1 591

Ἔῤῥιψε. Τεταγών. Ἐκτείνας. Ἀπὸ βηλοῦ. Ἀπὸ τοῦ οὐρανοῦ. ἀπὸ γὰρ τοῦ οὐρανοῦ ἐῤῥίφη. γίγνεται δὲ ἀπὸ τοῦ βεβηκέναι τοὺς Θεοὺς ἐπ’ αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν εἴρηται. τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι, βηλὸν ὡς χωλὸν καὶ πηλὸν, ἀποδιδόντες τὸν τῶν Θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον, καὶ περιέχοντα τὸν πάντα ἀέρα. Ἄλλοι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων· κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃν καλοῦσι φλιάν. ὁ δὲ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. Εἴρηται δὲ βηλὸς, ἀπὸ τοῦ βαίνεσθαι· ὡς καὶ ὁδὸς ἀπὸ τοῦ διοδεύεσθαι. Θεσπεσίοιο. Θείου, θαυμαστοῦ. Πᾶν δ’ ἦμαρ.

### 1 592

Δι’ ὅλης δὲ τῆς ἡμέρας. Φερόμην. Δι’ ὅλης ἡμέρας ἐφερόμην, ἤτοι διὰ τοῦ οὐρανοῦ, ἢ διὰ τοῦ ἀέρος. Ἅμα δ’ ἠελίῳ καταδύντι. Ἅμα δὲ τῷ δῦναι τὸν ἥλιον. Κάππεσον.

### 1 593

Κατηνέχθην, κατέπεσον ἐν τῇ Λήμνῳ. ἡ δὲ Λῆμνος, νῆσός ἐστι Θρᾴκης ἱερὰ Ἡφαίστου, ἔχουσα δύο πόλεις, Ἡφαιστιάδα καὶ Μύριναν. Ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν. Ἐνῆν, ἀντὶ τοῦ, ἐλειποψύχουν, βραχείας μοι τῆς ψυχῆς γενομένης. Ἔνθα με.

### 1 594

Τότε με. Σίντιες. Οἱ Λήμνιοι. ἀπὸ τοῦ σίνεσθαι καὶ βλάπτειν, ὄντες πειραταί. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς πόλεμον ὅπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει. Ἄφαρ. Εὐθέως, ταχέως. Κομίσαντο. Ἐπιμελείας ἠξίωσαν, καὶ ἀνείλοντο. Μείδησεν.

### 1 595

Ἐμειδίασεν, ἐγέλασε. Κύπελλον.

### 1 596

Ἔκπωμα, ποτήριον. παρὰ τὴν κοιλότητα. Ἐνδέξια.

### 1 597

Ἀντὶ τοῦ, ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος. Ὠινοχόει.

### 1 598

Ἀντὶ τοῦ, ἐνέχει τὸ νέκταρ, ἐκίρνα. νέκταρ δέ ἐστι τὸ τῶν Θεῶν πόμα. Ἀπὸ κρητῆρος. Ἀπὸ τοῦ κρατῆρος. Ἀφύσσων. Ἀρυόμενος, ἀπαντλῶν. Ἄσβεστος.

### 1 599

Ἀκατάπαυστος, πολύς. ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός. Ἐνῶρτο. Διηγείρετο. Μακάρεσσι. Τοῖς μακαρισμοῦ ἀξίοις, ἀθανάτοις. Διὰ δώματα.

### 1 600

Διὰ τῶν οἴκων. Ποιπνύοντα. Ἐνεργοῦντα, διακονοῦντα. Πρόπαν ἦμαρ.

### 1 601

Δι’ ὅλης τῆς ἡμέρας. Ἐς ἠέλιον καταδύντα. Ἕως ἡλίου δυσμῶν. Δαίνυντο.

### 1 602

Εὐωχοῦντο. Φόρμιγγος.

### 1 603

Κιθάρας. Περικαλλέος. Πάνυ καλῆς, ἐνδόξου. Ἔχεν. Εἶχε. τέσσαρες γὰρ τέχναι ἀνατίθενται τῷ Ἀπόλλωνι, μουσικὴ, τοξικὴ, ἰατρικὴ, μαντική. Μουσάων θ’.

### 1 604

Μουσῶν τε. ὁ δὲ λόγος, ὥσπερ τῆς εὐωχίας ἐνδεεῖς οὐκ ἦσαν οἱ θεοὶ, οὔτε τῆς τοῦ Ἀπόλλωνος μουσικῆς, ὁμοίως οὔτε τῆς τῶν μουσῶν ᾠδῆς, αἵτινες καὶ αὗται Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς παραμέρος ᾖδον. Ἄειδον. Αἵτινες ᾖδον. Ἀμειβόμεναι. Ἐξαμοιβῆς καὶ διαδοχῆς ᾄδουσαι. Ὀπί. Φωνῇ. Φάος ἡελίοιο.

### 1 605

Περιφραστικῶς, τὸ τοῦ ἡλίου φῶς. Κακκείοντες.

### 1 606

Κατακοιμηθησόμενοι. Ἔβαν. Ἐπορεύθησαν. πρῶτος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν, ἕκαστον θεὸν ἴδιον οἶκον ἔχειν. Ἧιχι.

### 1 607

Ἔνθα, ὅπου. Περικλυτός. Ὁ πάνυ ἔνδοξος. Ἀμφιγυήεις. Ὁ ἀμφοτέροις τοῖς γυίοις, ὅ ἐστι τοῖς ποσὶ, χωλός. κλίνεται δὲ ὁ ἀμφιγυήεις, τοῦ ἀμφιγυήεντος· ὅτι τὰ εἰς εις λήγοντα ἀρσενικὰ, διὰ τοῦ εντος κλίνονται, οἷον τολμήεις τολμήεντος, τελήεις τελήεντος, χαρίεις χαρίεντος. οὕτως οὖν καὶ ἀμφιγυήεις ἀμφιγυήεντος. Εἰδυίῃσιν.

### 1 608

Ἐπιστήμοσιν, ἐμπείροις. Πραπίδεσσι. Φρεσὶ, διανοίαις. Πρὸς ὃν λέχος.

### 1 609

Ὁ δὲ Ζεὺς, φησὶν, εἰς τὴν ἰδίαν κοίτην παρεγένετο. Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄῤῥενες γʹ· Ζεὺς, Ποσειδὼν, καὶ Ἅιδης· θυγατέρες τρεῖς· Ἑστία, Δημήτηρ, καὶ Ἥρα. (λείπει.) Τούτων φασὶν ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὥς φησι Καλλίμαχος ἐν βʹ αἰτιῶν· ὥστε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς. λάθρα δὲ τῶν γονέων ἀλλήλοις συνερχόμενοι, ἔσχον υἱὸν Ἥφαιστον, οὐχ’ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν καὶ ἀμφιγυήεντα ὁ Ποιητής· ὅτι δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις, μαρτυρεῖ καὶ ὁ Ποιητὴς, λέγων· εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας. μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν, καταταρταρωθέντος Κρόνου, Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν, μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς Ἥρας τελείας καὶ συζύγου προσαγορευομένης, παρ’ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχεν τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ Ποιητής. Ἔνθα πάρος.

### 1 610

Ὅπου καὶ πρότερον. Κοιμᾶθ’. Ἐκοιμᾶτο. Ὅτε μιν. Ὅτε αὐτόν. Γλυκύς. Ἡδύς. Ἱκάνοι. Καταλάβοι. Ἔνθα.

### 1 611

Ἐνταῦθα. τοπικὸν ἐπίῤῥημα. Καθεῦδεν. Ἐκοιμᾶτο. προπερισπαστέον δὲ, ὥστε μὴ προστακτικὸν εἶναι ἐνεργητικόν. Ἀναβάς. Ἀνελθών. Παρὰ δέ. Πάρ’ αὐτὸν δέ. Χρυσόθρονος. Χρυσοῦν θρόνον ἔχουσα, βασιλίς. μᾶλλον δὲ, ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐστίν· ὁ γὰρ Ποιητὴς ἀλληγορῶν, τὸν χρυσὸν λαμβάνει ἀντὶ πυρός. Ἥρη. Ἥρα. Ἰστέον, ὅτι ἡ ῥαψῳδία αὕτη μόνη παραβολὴν οὐκ ἔχει. Ἄλλοι μέν ῥα.

### 2 1

Οἱ μὲν δὴ λοιποί. Ἔστι δὲ σύνδεσμος παραπληρωματικός. Ἀνέρες. Ἄνδρες. Ἱπποκορυσταί. Ἐφ’ ἵππων ὁπλιζόμενοι, ἢ ἵππους κορύσσοντες. τοῦτ’ ἔστι, πολεμικοὶ, ἢ ἀφ’ ἵππων μαχόμενοι. Εὗδον.

### 2 2

Ἐκάθευδον, ἐκοιμῶντο. Παννύχιοι. Δι’ ὅλης τῆς νυκτός. Πῶς ἐν τῇ Αʹ. εἰπὼν τὸν Δία καθεύδειν, νῦν φησι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος; Λέγομεν δὲ ἡμεῖς, ὅτι ἐκάθευδε μὲν, ἀλλ’ ἐπ’ ὀλίγον ἐκαθεύδησε, καὶ οὐ διὰ πάσης τῆς νυκτὸς, ὡς καὶ οἱ ἄλλοι καθεύδουσι. Δία δ’ οὐκ ἔχε. Τὸν δὲ Δία οὐκ εἶχε. Νήδυμος. Ἡδύς. Ἀλλ’ ὅγε.

### 2 3

Ἀλλ’ οὗτος ὁ Ζεύς. Μερμήριζεν. Ἐμερίμνα. Κατὰ φρένα. Κατὰ τὴν διάνοιαν. Ὡς Ἀχιλῆα. Ὅπως τὸν Ἀχιλλέα. Ὀλέσῃ.

### 2 4

Ἀπολέσῃ, ἀφανίσῃ. Πολέας. Πολλούς. Ἐπὶ νηυσίν. Ἐπὶ τοῖς πλοίοις. Ἥδε δέ οἱ.

### 2 5

Αὕτη δὲ αὐτῷ. Κατὰ θυμόν. Κατὰ τὴν ψυχήν. Ἀρίστη. Καλλίστη. Φαίνετο. Ἐφαίνετο, ἐδόκει. Πέμψαι ἐπ’ Ἀτρείδῃ.

### 2 6

Πέμψαι τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι. Οὖλον Ὄνειρον. Νῦν τὸν ὀλέθριον. Δηλοῖ δὲ καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ φησίν· οὖλον ἄρτον ἑλών. Δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν διαστροφήν. Οὖλον δὲ Ὄνειρον, οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλὰ τὸν ἐπ’ ὀλέθρῳ πεμπόμενον. Ἢ, οὖλον, τὸν ὑγιῆ. ὥσπερ λέγεται, οὐλὴ τραύματος. Σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγιαίνειν. ὡς ἐν ἐκείνῳ, οὖλέ τε, καὶ μάλα χαῖρε, Θεοὶ δέ τοι ὄλβια δοῖεν. Καί μιν φωνήσας.

### 2 7

Καὶ αὐτὸν προσκαλεσάμενος. Ἔπεα πτερόεντα. Λόγους ταχεῖς. οὐδὲν γὰρ λόγου ταχύτερον. Προσηύδα. Προσεῖπε. Βάσκ’ ἴθι.

### 2 8

Πορεύου, καὶ ἄπιθι. ἔστι γὰρ ἐκ παραλλήλου τὸ αὐτό. Οὖλε. Ὀλέθριε. Θοάς. Ταχείας. Ἐλθὼν ἐς κλισίην.

### 2 9

Παραγενόμενος ἐς τὴν σκηνήν. Μάλα.

### 2 10

Λίαν, πάνυ. Ἀτρεκέως. Ἀληθῶς. Ἀγορευέμεν. Ἀγορεύειν, λέγειν. Ὡς ἐπιτέλλω. Ὡς προστάσσω. Θωρῆξαί ἑ.

### 2 11

Καθοπλίσαι αὐτόν. Κέλευε. Παραίνει, πρόστασσε. Καρηκομόωντας. Τοὺς τὰς κεφαλὰς κομῶντας, ἀνδρείας χάριν. Τῶν Ἑλλήνων τοπαλαιὸν, ἀρετῆς ἕνεκα καὶ ἀνδρείας κομώντων τὰς κεφαλὰς, λόγος, πρῶτον Θησέα, ἀποκειράμενον τὴν ἐμπροσθίαν κόμην, εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι. Ἀπὸ δὲ τοῦ κομῶντας, ἐν διαιρέσει, κομόωντας. Πανσυδίῃ.

### 2 12

Πανστρατί. Νῦν γάρ κε. Νῦν γὰρ ἄν. Ἕλοι. Λάβοι, πορθήσοι. Εὐρυάγυιαν. Πλατυάμφοδον, μεγάλην. ἀγυιαὶ γὰρ, τὰ ἄμφοδα. Ἀμφὶς φράζονται.

### 2 13

Χωρὶς ἀλλήλων βουλεύονται. διχογνωμοῦσι περὶ τῆς Ἰλίου. τοῦτ’ ἔστιν, οὐκ ἔτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες Θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων. Ἐπέγναμψεν.

### 2 14

Ἐπέκαμψεν, ἔπεισεν. Ἥρη.

### 2 15

Ἡ Ἥρα. Λισσομένη. Λιτανεύουσα, ἱκετεύουσα. Τρώεσσι δέ. Τοῖς δὲ Τρωσί. Κήδεα. Κακά. Ἐφῆπται. Ἐπήρτηται, ἐπικρέμαται. τοῦτ’ ἐστιν, ἐπίκειται. Ὣς φάτο.

### 2 16

Οὕτως εἶπε. Βῆ δ’ ἄρ’. Ἐπορεύθη δέ. Ἄκουσεν. Ἤκουσε. Καρπαλίμως.

### 2 17

Ταχέως. Ἵκανε. Παρεγένετο. Ἐκίχανε.

### 2 18

Κατέλαβεν. Εὕδοντ’ ἐν κλισίῃ.

### 2 19

Κοιμώμενον ἐν τῇ σκηνῇ. Περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος. Περιεκέχυτο αὐτῷ ὁ θεῖος ὕπνος. Στῆ δ’ ἄρ’.

### 2 20

Ἔστη δέ. τὸ ἡγεμονικὸν γὰρ, τὰς αἰσθήσεις ἀνειμένον ἐστὶν αὐτόθι. Νηληΐῳ υἷϊ ἐοικώς. Τῷ Νηλέως παιδὶ Νέστορι ὁμοιωθείς. ὁ δὲ τύπος πατρωνυμικός. Τόν ῥα.

### 2 21

Ὅντινα δὴ Νέστορα. Γερόντων. Ἐντίμων, πρεσβυτέρων. Τῖ’. Ἐτίμα. Τῷ.

### 2 22

Τούτῳ. Ἐεισάμενος προσεφώνεε. Ὁμοιωθεὶς προσεφθέγγετο. Θεῖος. Θαυμαστός. Εὕδει.

### 2 23

Καθεύδεις. Ἀτρέος υἱέ. Ὦ τοῦ Ἀτρέως παῖ Ἀγάμεμνον. Δαΐφρονος. Πολεμικὸν φρόνημα ἔχοντος. Ἱπποδάμοιο. Ἵππους δαμάζοντος, πολεμικοῦ. Οὐ χρή.

### 2 24

Οὐ προσῆκόν ἐστιν, οὐ δεῖ. Παννύχιον. Δι’ ὅλης τῆς νυκτός. Βουληφόρον. Βουλευτικόν. Ὧι.

### 2 25

Ὧιτινι. Ἐπιτετράφαται. Ἐπιτετραμμένοι καὶ ὑποτεταγμένοι εἰσί. Καὶ τόσσα. Καὶ τοσαῦτα. Μέμηλε. Διὰ φροντίδος ἐστίν. Ἐμέθεν.

### 2 26

Ἐμοῦ. Ξύνες. Σύνες, ἄκουσον. ἀντὶ τοῦ, τοῦτο τὸ παρ’ ἐμοῦ λεγόμενόν σοι νόησον. Ὦκα. Ταχέως. Διὸς δέ τοι ἄγγελός εἰμι. Ἀπὸ γὰρ τοῦ Διός σοι ἥκω φέρων τὰς ἀγγελίας. Ὅς σευ ἄνευθεν ἐών.

### 2 27

Ὅστις σοῦ ἄποθεν καὶ χωρὶς οἰκῶν. Μέγα. Μεγάλως. Κήδεται. Φροντίζει. Ἠδ’ ἐλεαίρει. Καὶ ἐλεεῖ. Σῇσι.

### 2 33

Ταῖς σαῖς. Φρεσί. Ταῖς διανοίαις. τουτέστι, τὸ λεχθέν σοι κατὰ νοῦν ἔχε, καὶ μέμνησο. Αἱρείτω.

### 2 34

Καταλαμβανέτω. Εὖτ’ ἄν σε. Ὁπόταν σέ. Μελίφρων. Ὁ ἡδύς. Ἀνήῃ. Καταλίπῃ, ἐάσῃ. Ὣς ἄρα φωνήσας.

### 2 35

Οὕτως δὴ εἰπών. Ἀπεβήσατο. Ἀπέβη, ἀνεχώρησε. Τὸν δ’ ἔλιπ’. Τοῦτον δὲ κατέλιπεν. Αὐτοῦ Ἀντὶ τοῦ, ἐπὶ τὸν αὐτὸν τόπον. Τὰ φρονέοντα.

### 2 36

Ταῦτα λογιζόμενον. Θυμόν. Ψυχήν. Ἅ ῥ’. Ἅτινα δή. Οὐ τελέεσθαι. Οὐ τελειωθήσεσθαι, οὐ πληρωθήσεσθαι. Ἔμελλεν. Ἔμελλε, ἐῴκει. Φῆ.

### 2 37

Ἔφη, εἶπεν, ἐλογίσατο. Αἱρήσειν. Λαβεῖν, πορθήσειν. Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Νήπιος.

### 2 38

Ἄφρων, ἀνόητος. Οὐδὲ τά. Οὐδὲ ταῦτα. Ἤιδει Ἠπίστατο. Μήδετο. Ἐβουλεύετο. Θήσειν.

### 2 39

Ποιήσειν. Ἐπ’ ἄλγεα. Ἐπ’ αὐτοὺς κακά. Στοναχάς τε. Καὶ στεναγμούς. Κατὰ κρατερὰς ὑσμίνας.

### 2 40

Κατὰ τὰς ἰσχυρὰς μάχας. Ἔγρετο.

### 2 41

Διηγέρθη, ἐγρηγόρησε. Θείη δέ μιν. Θεία δὲ αὐτὸν εἶχε κληδών. ὅ ἐστιν, ἀνεμνήσθη τὸ ὄναρ. Ἀμφέχυτο. Περὶ ἐκέχυτο. Ὀμφή. Θεία φήμη καὶ κληδὼν, ἡ τὸ ὂν φαίνουσα. Λέγει δὲ, ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. Ἐμφαντικὸν δὲ τὸ, ἀμφέχυτο, πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι. Ἕζετο δ’ ὀρθωθείς.

### 2 42

Ἐκάθισε δὲ ἀναστάς. Μαλακόν. Ἁπαλόν. τρυφερόν. εἴρηται δὲ χιτὼν, τὸ ἱμάτιον, παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ, ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ γυναικὸς σὲ πέπλον. Ἔνδυνε. Ἐνεδύσατο. Νηγάτεον.

### 2 43

Νεωστὶ κατεσκευασμένον, ἢ νενησμένον. Γίγνεται δὲ παρὰ τὸ γίγνω γατὸν, νεήγατον· ὑπερθέσει τοῦ ε, νηγάτεον, ἢ ἀγένητον, ἢ λεπτὸν, ἢ νεήγατον, νεωστὶ γεγονός. Δηλοῖ δὲ ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν. Περὶ δὲ βάλλετο. Περιεβάλλετο δέ. Φᾶρος. Ἱμάτιον. Λιπαροῖσι.

### 2 44

Λευκοῖς, καὶ εὐτραφέσιν, ἢ προαλειφομένοις ἐν τῷ ὑποδεδέσθαι. Ἐδήσατο. Ὑπερβατόν. ἵν’ ᾖ, ὑπεδήσατο. Πέδιλα. Ὑποδήματα. παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περιτίθεσθαι. Ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο.

### 2 45

Περιετίθετο δὲ τοῖς ὤμοις. Ξίφος. Τὴν καλουμένην σπάθην. ἥτις εἴρηται παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς θήκης. Ἀργυρόηλον. Ἀργυροῖς ἥλοις διαπεπαρμένον. Εἵλετο δέ.

### 2 46

Ἔλαβε δέ. Σκῆπτρον. Τὴν βασιλικὴν ῥάβδον. Πατρώϊον. Προγονικόν. Ἄφθιτον. Ἀδιάφθαρτον, αἰώνιον. ὅτι οὐκ ἐδόθη ἐκ τοῦ γένους ἑτέρῳ. Σὺν τῷ ἔβη.

### 2 47

Σὺν τούτῳ ἐπορεύθη. Χαλκοχιτώνων. Σιδηροθωράκων. Ἠὼς μέν ῥα.

### 2 48

Ἡ ἡμέρα μὲν δή. Προσεβήσατο μακρὸν Ὄλυμπον. Προσῆλθε τῷ μεγάλῳ Ὀλύμπῳ. τοῦτ’ ἔστιν, ἀνέτειλεν. Μακρόν. Μέγιστον. Ζηνί.

### 2 49

Τῷ Διΐ. Φόως. Φῶς. Ἐρέουσα. Ἀπαγγελοῦσα, δείξουσα. Ἀθανάτοισι. Τοῖς θεοῖς. Αὐτὰρ ὅ.

### 2 50

Οὗτος δὲ ὁ Ἀγαμέμνων. Κηρύκεσσι. Τοῖς κήρυξι. Λιγυφθόγγοισιν. Ἡδυφώνοις, ὀξυφώνοις. Κέλευε. Ἐκέλευσε. Κηρύσσειν.

### 2 51

Βοᾷν, συγκαλεῖν εἰς τὸν πόλεμον. νῦν δὲ, εἰς τὸ συνέδριον. Ἠγείροντο.

### 2 52

Συνηθροίζοντο. Μάλ’ ὦκα. Πάνυ σπουδαίως. Βουλὴν δέ.

### 2 53

Ἐνταῦθα τὸ προβούλευμα. Μεγαθύμων. Μεγαλοψύχων. γενναίων. Ἷζεν. Ἐκάθισε, καθίδρυσε. Γερόντων. Ἐντίμων, πρεσβυτέρων. Νεστορέῃ παρὰ νηΐ.

### 2 54

Παρὰ τῇ τοῦ Νέστορος νηΐ. Πυλοιγενέος. Τοῦ ἐν τῇ Πύλῳ γεγενημένου. Πυκινήν.

### 2 55

Συνετὴν, σώφρονα. Ἠρτύνετο. Παρεσκεύασεν, ἐποίησε. Κλῦτε.

### 2 56

Ἀκούσατε. Θεῖος. Ἤτοι θαυμαστὸς, ἢ θεόπεμπτος. Ἐνύπνιον. Κατὰ τοὺς ὕπνους. Ἀμβροσίην διὰ νύκτα.

### 2 57

Διὰ τῆς θείας νυκτός. Γίγνεται δὲ ἀπὸ τοῦ βροτὸς βροτίη. καὶ τροπῇ τοῦ τ εἰς ς, βροσίη. καὶ ἀμβροσίη, ἐν ᾗ βροτοὶ οὐ πορεύονται. Μάλιστα δέ. Ὑπερβαλλόντως, ἐξαιρέτως. Εἶδος.

### 2 58

Τὸν τῆς ὄψεως χαρακτῆρα. Μέγεθος. Προσυπακουστέον τὸ, τοῦ σώματος. Φυήν. Φύσιν, τρόπον. Ἄγχιστα. Ἔγγιστα. Ἐῴκει. Ὡμοίωτο. Ὣς ὁ μέν.

### 2 70

Οὕτως μὲν δὴ οὗτος. Ὤιχετο.

### 2 71

Ἀπήρχετο. Ἀποπτάμενος. Ἀποπτὰς, ταχέως ἀπελθών. Γλυκύς. Γνήσιος, ἡδύς. Ἀνῆκε. Κατέλιπεν, ἀφῆκεν. Αἴ κέν πως.

### 2 72

Ὅπως ἄν. Θωρήξομεν. Ὁπλίσωμεν. Ἰώνων ἡ συστολή. Πειρήσομαι.

### 2 73

Ἀπόπειραν λήψομαι. ἀπόπειραν δὲ τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων, κατά τι παλαιὸν ἔθος βουλόμενος μαθεῖν, πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν, ἢ ἀνάγκῃ. Ἧι θέμις ἐστίν. Ὡς νενόμισται, ὡς προσῆκόν ἐστι. Πολυκλήϊσι.

### 2 74

Πολυκαθέδροις. ἐξ οὗ πολυκώποις. κληΐδες γὰρ καλοῦνται αἱ τῶν ἐρεσσόντων καθέδραι. Ἄλλοθεν ἄλλος.

### 2 75

Ἄλλος ἀλλαχόθεν. Ἐρητύειν. Κατέχειν, κωλύειν. Ἦν.

### 2 77

Ὑπῆρχεν. Ἠμαθόεντος. Ψαμμώδους, τραχείας. ἄμαθος γὰρ ἡ ψάμμος. Ἡγήτορες.

### 2 79

Ἡγεμόνες. Ἠδὲ μέδοντες. Καὶ πρόβουλοι. Ἔνισπεν.

### 2 80

Εἶπεν, ἔλεξε. Ψεῦδός κε.

### 2 81

Ψεῦδος ἄν. Φαῖμεν. Λογιζοίμεθα, καὶ ὑπολάβοιμεν. Νοσφιζοίμεθα. Χωριζοίμεθα. Ἴδεν.

### 2 82

Ἐθεάσατο. Μέγ’ ἄριστος. Μεγάλως ἄριστος. Εὔχεται. Αὐχεῖται, καυχᾶται. Βουλῆς ἐξ ἦρχε.

### 2 84

Προηγεῖτο τῆς ἐκ τοῦ προβουλίου ἐξόδου. Νέεσθαι. Πορεύεσθαι. Ἐπανέστησαν.

### 2 85

Ὀρθοὶ ἔστησαν. Πείθοντό τε. Καὶ ἐπείθοντο. Ποιμένι. Βασιλεῖ. Σκηπτοῦχοι βασιλῆες.

### 2 86

Σκηπτροφόροι βασιλεῖς. Ἐπεσσεύοντο. Ἐπηκολούθουν. Ἤϋτε.

### 2 87

Καθάπερ, ὃν τρόπον. Ἔθνεα. Ἔθνη, πλήθη. Πρώτη δὲ αὕτη παραβολὴ τῷ Ποιητῇ. Εἶσιν. Ἄπεισι, πορεύονται. Μελισσάων. Μελισσῶν. Ἔστι δὲ τὸ σχῆμα ἐπέκτασις. ἴδιον δὲ Ἰώνων. Ἀδινάων. Τῶν ἅδην καὶ ἀθρόως πετομένων. παρὰ τὸ ἅδην. διὸ καὶ δασύνεται. Πέτρης ἐκ γλαφυρῆς.

### 2 88

Ἐκ τῆς κοίλης πέτρας. Αἰεὶ νέον ἐρχομενάων. Νέᾳ τῇ πτήσει χρωμένων, ὡς νομίζειν, νεωστὶ ἀρχὴν πεποιηκέναι. Βοτρυδόν.

### 2 89

Συνεστραμμέναι καὶ συνηγμέναι ὡς ἐν βότρυος σχήματι. Ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν. Ἐπὶ τοῖς ἄνθεσι τοῖς κατὰ τὸ ἔαρ γιγνομένοις. Αἱ μέν τ’ ἔνθα.

### 2 90

Καὶ αἱ μὲν τῶν μελισσῶν ἐνταῦθα πέτονται, αἱ δὲ ἐκεῖσε καὶ ἀθρόως. Ἅλις. Δαψιλῶς, πολλαὶ, καὶ ἅμα. Πεποτήαται. Πέτονται. Νεῶν ἄπο.

### 2 91

Ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν. Ἠϊόνος.

### 2 92

Αἰγιαλοῦ. Προπάροιθεν. Ἔμπροσθεν. Ἐστιχόωντο. Ἐν τάξει παρεγένοντο. Ἰλαδόν.

### 2 93

Τουτέστι, κατὰ ἴλας καὶ συστροφάς. Μετὰ δέ σφισιν. Ἐν αὐτοῖς δέ. Ὄσσα. Θεία φήμη καὶ κληδών. Δεδῄει. Ἐξῆπτο, διεγήγερτο. Ὀτρύνουσα.

### 2 94

Παρακελευομένη, παρορμῶσα. Ἰέναι. Παραγενέσθαι. Ἀγέροντο. Συνηθροίζοντο. Τετρήχει.

### 2 95

Ἐτετράχυτο ὑπὸ θορύβου. θορυβώδης ἦν. Ὑπὸ δὲ στοναχίζετο γαῖα. Ὑπέστενε δὲ ἡ γῆ, καὶ ἦχον ἀπετέλει. Ἱζόντων.

### 2 96

Καθιζόντων. Ὅμαδος δ’ ἦν. Θόρυβος δὲ ἦν. Ἐννέα δέ σφεας. Ἐννέα δὲ αὐτούς. Βοόωντες.

### 2 97

Βοῶντες. Ἐρήτυον. Κατεῖχον. Ἀϋτῆς. Βοῆς. Σχοίατο.

### 2 98

Ἀπόσχοιντο, παύσοιντο. Διοτρεφέων. Τῶν Διὸς γνώμῃ τεθραμμένων. Βασιλήων. Βασιλέων. Σπουδῇ.

### 2 99

Μόλις, δυσχερῶς. Ἐρήτυθεν. Κατεῖχον ἕκαστος τὰς ἑαυτοῦ καθέδρας. Κλαγγῆς.

### 2 100

Βοῆς, κραυγῆς. Ἀνὰ δ’ ἔστη. Ἀνέστη δέ. ἢ, ἀνέχων τὸ σκῆπτρον ἔστη. Κρείων. Βασιλεύς. Κάμε.

### 2 101

Ἔκαμε, κατεσκεύασε, καμὼν ἔτευξεν. ἀναστροφὴ δὲ ὁ τρόπος. Κρονίωνι.

### 2 102

Κρόνου παιδὶ Διΐ. Διακτόρῳ.

### 2 103

Διάγοντι τὰς ἀγγελίας τὰς τῶν θεῶν· ἢ, διατόρῳ, καὶ σαφεῖ κατὰ τὸ λέγειν· ἢ, τῷ διαγγέλλοντι τὰς ἐργασίας, Ἀργειφόντῃ. Ἀργῷ καὶ καθαρῷ φόνου. εἰρηνικὸς γὰρ ὁ Θεός. Ἢ, ὥς τινες, κατ’ ἐπώνυμον. Ὅ ἐστιν ἐξ αἰτίας τοιᾶσδε· Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς, τοῦ Ἀργείων βασιλέως, Ζεὺς ἐρασθεὶς, καὶ γνοὺς αὐτὴν, μετέβαλεν εἰς βοῦν, διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη ὡς βοῦν, καὶ λαβοῦσα παρὰ τοῦ Διὸς, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον τὸν πανόπτην καλούμενον, ὅτι κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. Κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε. καὶ ἐντεῦθεν Ἀργειφόντης ἐκλήθη. Τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης, πρῶτον ἦλθεν εἰς τὸν ἀπ’ ἐκείνης Ἰόνιον κόλπον κληθέντα. ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ ἀπ’ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλανηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον· ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα, τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. Ἡ δὲ ἱστορία πλατύτερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν τῇ αʹ. Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ.

### 2 104

Ἵππους πλήττοντι. πολεμικῷ. Ἱπποδάμεια ἡ Οἰνομάου θυγάτηρ ἐρασθεῖσα Πέλοπος, Μυρτίλον τὸν Ἑρμοῦ υἱὸν, ἡνίοχον δὲ τοῦ ἑαυτῆς πατρὸς, ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι, καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέχειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν, καὶ τὸν ἑαυτῆς γάμον. ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, τῷ δὲ νικηθέντι θάνατος. Ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰνόμαος ἐκπίπτει τοῦ ἅρματος. οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατέσχον, τοῦτο πανουργήσαντος τοῦ Μυρτίλου. καὶ οὕτω νενίκηται καὶ ἀνῄρηται ὁ Οἰνόμαος, τῷ Μυρτίλῳ ἐπαρασάμενος, ὅπως ἀπόληται ὑπὸ Πέλοπος. ὃ καὶ ἐγένετο. Διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος ὁ Πέλοψ, ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. Κατ’ ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια, ἐρασθεῖσα Μυρτίλου, ἐδέετο μὴ ὑπεριδεῖν. ἀντειπόντος δὲ αὐτοῦ, καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια, κατηγορήσασα τοῦ Μυρτίλου, ὡς βιάσασθαι βουληθέντος αὐτήν. καὶ Μυρτίλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος, αὐτὸς δὲ ἡνιοχεῖ. ὅθεν τὸ μὲν πέλαγος Μυρτῶον ἀπὸ τοῦ Μυρτίλου, ὁ Πέλοψ δὲ πλήξιππος ἔκτοτε ἐκλήθη, διὰ τὴν περὶ τοὺς ἵππους αὐτουργίαν. Αὐτὰρ ὁ αὖτε Πέλοψ.

### 2 105

Ὁ δὲ Πέλοψ πάλιν ἔδωκεν αὐτὸ τῷ Ἀτρεῖ. Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον, ἔγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου. ἐξ ἧς ἱκανῶς ἐπαιδοποίησεν. Ἀγαπωμένου δὲ ὑπ’ αὐτοῦ σφόδρα τοῦ Χρυσίππου, ἐπιφθονήσαντες ἥ τε μητρυιὰ καὶ οἱ παῖδες, μή πως καὶ τὰ σκῆπτρα αὐτῷ καταλείψῃ, θάνατον ἐπεβούλευσαν Ἀτρεὺς καὶ Θυέστης οἱ πρεσβύτατοι τῶν παίδων αὐτῷ. Ἀναιρεθέντος οὖν τοῦ Χρυσίππου, Πέλοψ ἐπιγνοὺς, ἐφυγάδευσε τοὺς αὐτόχειρας τῆς σφαγῆς γενομένους παῖδας, ἐπαρασάμενος αὐτοῖς, καὶ τῷ γένει, δι’ αὑτῶν ἀναιρεθῆναι. Οἱ μὲν οὖν ἄλλοι ἀλλαχῆ ἐκπίπτουσι τῆς Πίσης. τελευτήσαντος δὲ τοῦ Πέλοπος, Ἀτρεὺς κατὰ τὸν πρεσβύτερον σὺν στρατῷ πολλῷ ἐλθὼν, ἐκράτησε τῶν τόπων. Ἱστορεῖ Ἑλλάνικος. Πολύαρνι.

### 2 106

Πολυθρέμμονι, πλουσίῳ. Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων τῆς Πελοποννήσου, ηὔξατό ποτε, ὅ, τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. Γεννηθείσης δὲ αὐτῷ χρυσῆς ἀρνὸς, τῆς εὐχῆς μετημέλησεν, καὶ καθείρξας αὐτὴν εἰς λάρνακα ἐφύλαττε. Μέγα δέ τι φρονῶν ἐπὶ τῷ κτήματι, κομπάζει κατὰ τὴν ἀγοράν. Ἀνιώμενον δὲ ἐπὶ τουτῷ Θυέστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι Ἀερόπην, ἐκδοῦναι αὐτῷ τὸ κτῆμα· λαβόντα δὲ, ἀντειπεῖν τῷ ἀδελφῷ, ὡς οὐ δεόντως περὶ τοῦ τοιούτου κομπάζει. Αὐτὸς δὲ ἔλεγεν ἐν τῷ πλήθει, δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. Τοῦτο δὲ ὁμολογοῦντος καὶ Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα, συνθέσθαι λέγων περὶ τῆς βασιλείας, καὶ δηλοῦν τὰ περὶ τῆς ἀνατολῆς, διότι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. Συνθεμένου δὲ περὶ τούτων, ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὰς ἐποιήσατο. Ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε, καὶ Θυέστην ἐφυγάδευσεν. Αὐτὰρ ὁ αὖτε Θυέστ’.

### 2 107

Ἀντὶ τοῦ, Θυέστης δὲ κατέλιπε θνήσκων Ἀγαμέμνονι τὸ σκῆπτρον. Ἀτρεὺς, βασιλεύων τῆς Πελοποννήσου, ἔχων ἐκ Κρεούσης τῆς † , ἢ, ὥς τινες, Ἀερόπης τῆς Ἀτρέως, Ἀγαμέμνονα καὶ Μενέλαον. Μέλλων δὲ τελευτᾷν τὸν βίον, σπεισάμενος πρὸς τὸν ἀδελφὸν τὴν ἔχθραν, παραδίδωσιν αὐτῷ τὴν βασιλείαν, ἵνα Ἀγαμέμνονι ἀνδρωθέντι ἀποδῷ. ὁ δὲ πιστῶς ποιήσας ἀποδίδωσι. Φορῆναι. Φέρειν, βαστάζειν. Πολλῇσι.

### 2 108

Πολλαῖς. Νήσοισι. Νήσοις. νῆσος δέ ἐστι γῆ περιστοιχισμένη ὑπὸ θαλάσσης πανταχόθεν. ἴσως δὲ εἴρηται ἀπὸ τοῦ ὀρνέου τῆς νήσσης, ἥτις καὶ αὐτὴ διαπαντὸς ἐπὶ τοῖς κύμασι τῶν ὑδάτων νήχεται. Ἄργεϊ παντί. Παντὸς Ἄργους, ὅλης τῆς Πελοποννήσου. Τῷ ὅγε.

### 2 109

Τούτῳ τῷ σκήπτρῳ οὗτος, τουτέστιν, ὁ Ἀγαμέμνων. Ἐρεισάμενος. Ἐπερεισθείς. Ἔπεα. Λόγους. Μετηύδα. Ἐν αὐτοῖς εἶπεν. Ὦ φίλοι.

### 2 110

Ὦ προσφιλέστατοι. Θεράποντες Ἄρηος. Ὑπηρέται τοῦ Ἄρεος. πολεμικοί. Μέγα.

### 2 111

Μεγάλως. Ἄτῃ. Βλάβῃ. Ἐνέδησεν. Ἐνέβαλεν. Βαρείῃ. Μεγάλῃ, ἰσχυρᾷ. Σχέτλιος.

### 2 112

Ὁ τοῦ σχετλιάζειν καὶ δυσφημεῖν τοῖς ἀνθρώποις αἴτιος. λύπας αὐτοῖς διδούς. ὁ γὰρ σχετλιασμὸς, ἐπίῤῥημα λύπης δηλωτικόν. Πρίν. Πρότερον. ὅτε ἐν τῇ Αὐλίδι, ὡς ἑξῆς ἐρεῖ. Ἐκπέρσαντα.

### 2 113

Ἐκπορθήσαντα. Εὐτείχεον. Καλῶς τετειχισμένην ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος. Ἀπονέεσθαι. Ἀπαλλάττεσθαι, ὑποχωρεῖν. Ἀπάτην.

### 2 114

Πλάνην. Βουλεύσατο. Ἐβουλεύσατο, ἐσκέψατο. Δυσκλέα.

### 2 115

Ἄδοξον εἰς Πελοπόννησον ἀπελθεῖν. Ἱκέσθαι. Παραγενέσθαι. Ἐπεὶ πολὺν ὤλεσα λαόν. Διότι ἐν τῷ πολέμῳ πολὺν ὄχλον ἀπώλεσα. Οὕτω που.

### 2 116

Οὕτω δή. Μέλλει. Ἀρέσκει, ἔοικε. Ὑπερμενέϊ. Τῷ ὑπερέχοντι τῇ δυνάμει πάντων θεῶν καὶ ἀνθρώπων. Φίλον. Προσφιλές. Πολλάων.

### 2 117

Πολλῶν. Ἔστι δὲ ὁ τρόπος ἐπέκτασις, ἴδιος Ἰώνων. Πολίων. Πόλεων. Κάρηνα. Ἀκροπόλεις. ἐξ οὗ, βασίλεια. Ἠδ’ ἔτι.

### 2 118

Καὶ ἔτι. Κράτος. Ἰσχὺς, δύναμις. Αἰσχρὸν γὰρ τόδε γ’ ἐστίν.

### 2 119

Ἀειδὲς γὰρ τοῦτό ἐστιν. Ἐσσομένοισι. Μεταγενεστέροις. Πυθέσθαι. Ἀκοῦσαι, μαθεῖν. Μάψ.

### 2 120

Μάτην. Τοιόνδε. Τοιοῦτον τῇ ἀρετῇ. Τοσόνδε. Καὶ τοσοῦτον πλήθει. Ἄπρηκτον.

### 2 121

Ἄπρακτον, ἀτέλεστον. Πολεμίζειν. Πολεμεῖν. Τὸ δὲ τοιοῦτον σχῆμα παρονομασία καλεῖται. Παυροτέροις.

### 2 122

Ὀλιγωτέροις. οἱ μὲν Τρῶες χωρὶς τῶν ἐπικούρων ἦσαν ἀριθμῷ μυριάδες εʹ. Τῶν δὲ Ἑλλήνων τὸ πλῆθος, τινὲς μέν φασι, μυριάδες δώδεκα. ἄλλοι δὲ ιδʹ. Πέφανται. Ἐφάνη. Εἴπερ γάρ κε.

### 2 123

Ἐάνπερ γάρ. Ἐθέλοιμεν. Βουληθῶμεν. Ὅρκια πιστά.

### 2 124

Πιστοὺς ὅρκους. Ταμόντες. Δι’ ἐντόμων ποιησάμενοι. Ἀριθμηθήμεναι. Ἀριθμηθῆναι ἀμφότεροι· οἱ Τρῶες καὶ οἱ Ἕλληνες. Λέξασθαι.

### 2 125

Ἐπιλέξασθαι, ἢ καταριθμήσασθαι. Ἐφέστιοι. Ἔποικοι. ὅ ἐστιν, αὐτόχθονες, πολῖται. Ὅσσοι. Ὁπόσοι. Ἔασιν. Εἰσὶν, ὑπάρχουσι. Διακοσμηθῆμεν.

### 2 126

Διαταχθείημεν. Δεκάδας. Ἀνὰ δεκανίας. Ἑλοίμεθα.

### 2 127

Λάβοιμεν, Οἰνοχοεύειν. Οἰνοχοεῖν, κιρνᾷν. Πολλαί κεν.

### 2 128

Πολλαὶ ἄν. Δευοίατο. Ἐνδεεῖς γένοιντο. Οἰνοχόοιο. Οἰνοχόου. Τόσσον.

### 2 129

Τοσοῦτον. Φημί. Ὑπολαμβάνω. Πλέας. Πλείονας. Ἔμμεναι. Εἶναι. Οἳ ναίουσιν.

### 2 130

Οἵ τινες οἰκοῦσιν Ἴλιον. Ἐπίκουροι. Οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμουμένων, καὶ βοηθοί. Πολλέων ἐκ πολίων.

### 2 131

Ἐκ πολλῶν πόλεων. Ἐγχέσπαλοι. Οἱ τὰ ἔγχη πάλλοντες, καὶ κινοῦντες τὰ δόρατα. πολεμικοί. Ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μή ποτε ἄρα εἶεν κλασθέντα. Μέγα.

### 2 132

Μεγάλως. συγκοπὴ ὁ τρόπος. Πλάζουσι. Πλανῶσι, καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. Οὐκ εἰῶσιν. Οὐ συγχωροῦσι βουλόμενον. ὅ ἐστι, δυνάμενον. Ἰὰς ἡ διάλεκτος. Εὖ ναιόμενον.

### 2 133

Καλῶς οἰκούμενον. Πτολίεθρον. Πόλισμα, πόλιν. Βεβάασι.

### 2 134

Παραβεβήκασι, παρεληλύθασι. Δοῦρα.

### 2 135

Δόρατα, ξύλα. Σέσηπε. Διασέσηπται ἐκ τοῦ χρόνου. Σπάρτα. Σπαρτία, σχοινία. Λέλυνται. Διαλέλυνται, σαπέντα δηλαδή. Ἄλοχοι.

### 2 136

Γυναῖκες. Νήπια. Μικρά. Εἵατ’.

### 2 137

Καθέζονται. Ἐνὶ μεγάροισιν. Ἐν τοῖς οἴκοις. Ποτιδέγμεναι. Προσδεχόμεναι. ὀρθῶς κατ’ ἐπικράτησιν τοῦ θήλεος. Τὸ δὲ ποτὶ, Δωρικόν. Ἄμμι δέ. Ἐν ἡμῖν δέ. Αἰολικῶς. Ἔργον. Νῦν ὁ πόλεμος. Αὕτως.

### 2 138

Ὡσαύτως, ὁμοίως, ἢ, ματαίως. Ἀκράαντον. Ἀτελείωτον, ἀπλήρωτον. Οὗ εἵνεκα. Οὗτινος χάριν. Δεῦρο. Ἐνταῦθα. Ἱκόμεσθα. Παρεγενόμεθα. Ἀλλ’ ἄγε.

### 2 139

Ἀλλὰ δεῦρο. Πειθώμεθα. Ἀντὶ τοῦ, πεισθῶμεν. Αἱρήσομεν.

### 2 141

Πορθήσωμεν, λάβωμεν. Ὤρινε.

### 2 142

Διετάραξε. Μετὰ πληθύν.

### 2 143

Ἐν τῷ πλήθει. Ὅσοι οὐ βουλῆς ἐπάκουσαν. Ὅσοι τοῦ προβουλεύματος οὐκ ἤκουσαν τῶν ἡγεμόνων. Κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρά.

### 2 144

Ἀντὶ τοῦ, μεγάλα. ἔστι δὲ παραβολὴ τὸ σχῆμα. παραβολὴ δέ ἐστιν, ὁμοιωματικὴ πράγματος τοῖς ὑποκειμένοις παράθεσις, πρὸς δήλωσιν ἐναργεστέραν. Κινήθη. Ἐκινήθη, ἐταράχθη. Πόντου Ἰκαρίοιο.

### 2 145

Τοῦ Ἰκαρίου πελάγους. κεκλημένου οὕτως ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ, καὶ ἀπολομένου οὕτως. Μετὰ τὴν Πασιφάης πρὸς τὸν ταῦρον μίξιν, Δαίδαλος, εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς, σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐκ Κρήτης ἐφέρετο. Καταπεσόντος δὲ τοῦ παιδὸς, τὸ ὑποκείμενον πέλαγος, Ἰκάριον μετωνομάσθη· ὁ μέντοι Δαίδαλος, διαπτὰς εἰς Κάμικον τῆς Σικελίας, καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος, ἔμενε παρὰ ταῖς Κωκάλου θυγατράσιν. ὑφ’ ὧν ὁ Μίνως, ἥκων ἐπ’ ἀναζήτησιν τοῦ Δαιδάλου, ἀποθνήσκει, καταχυθέντος αὐτοῦ ζεστοῦ ὕδατος. Ἱστορεῖ Φιλοστέφανος, καὶ Καλλίμαχος ἐν Αἰτίοις. Εὖρος. Ὁ ἀπὸ ἀνατολῆς πνέων ἄνεμος, ὅστις καὶ ἀπηλιώτης καλεῖται. Νότος δὲ ὁ ἀπὸ μεσημβρίας. Ὤρορε.

### 2 146

Διήγειρε, διετάραξε. Ἐπαΐξας. Ἐφορμήσας. Νεφελάων. Νεφελῶν. Κινήσει.

### 2 147

Φυσήσει. Ζέφυρος. Ὁ ἀπὸ δυσμῶν πνέων. ζόφος γὰρ καλεῖται ἡ δύσις. Βαθύ. Μέγα, εὔφορον. Λήϊον. Σιτοφόρον χωρίον. Λάβρος ἐπαιγίζων.

### 2 148

Σφοδρὸς πνέων, μέγας. Ἐπί τ’ ἠμύει ἀσταχύεσσι. Ἐπικατακλίνει τοὺς ἀστάχυας τοῖς στάχυσιν. Ὣς τῶν.

### 2 149

Οὕτως τούτων. Ἀλαλητῷ. Θορύβῳ. προσληπτέον τὴν, σὺν, ἵν’ ᾖ, σὺν θορύβῳ. Νῆας ἐπεσσεύοντο.

### 2 150

Ἐπήρχοντο, ἐπηκολούθουν. Ὑπένερθεν. Ὑποκάτωθεν. Κονίη. Κόνις. Ἵστατο.

### 2 151

Ὑψοῦτο, ἠγείρετο. Ἀειρομένη. Εἰς ὕψος ἐπαιρομένη. Ἀλλήλοισι κέλευον. Ἀλλήλοις παρεκελεύοντο. τουτέστιν, εἷς ἕνα ἐπεσπούδαζον. Ἅπτεσθαι.

### 2 152

Λαμβάνεσθαι. Ἠδ’ ἑλκέμεν. Καὶ καθέλκειν. Δῖαν. Θείαν, φοβεράν. Ἐξεκάθαιρον.

### 2 153

Ἐξέσκαπτον. Οὐρούς. Ταφροειδῆ ὀρύγματα, δι’ ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν. ἢ τὰς ἀντλίας. Οἴκαδ’ ἱεμένων.

### 2 154

Ὁρμωμένων, εἰς οἶκον ἀπιέναι προθυμουμένων. Ὑπὸ δ’ ᾕρεον. Ὑφῄρουν δέ. Ἔνθα κεν.

### 2 155

Καὶ παρ’ ὀλίγον τότε ἄν. Ὑπέρμορα. Ὑπὲρ τὸ προσῆκον, ὑπὲρ τὸ εἰμαρμένον. Νόστος. Ἡ εἰς οἶκον ἀνακομιδή. παρὰ τὸ ἡδὺ, καὶ γνήσιον τῆς πατρίδος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. Ἐτύχθη. Ἐγένετο. Πρὸς μῦθον ἔειπε.

### 2 156

Προσεῖπε λόγον. Ὦ πόποι.

### 2 157

Φεῦ. παπαί. Ἔστι δὲ ἐπίῤῥημα σχετλιαστικὸν, καὶ λύπης δηλωτικόν. Αἰγιόχοιο. Τοῦ τὴν αἰγίδα ἔχοντος. Αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον. Ζεὺς, Κρόνου καὶ Ῥέας γενόμενος, ἐν Κρήτῃ ἐπεκλήθη Αἰγίοχος, διὰ τὸ αὐτόθι ὑπὸ αἰγὸς τραφῆναι. ἢ, ὥς τινές φασι, διὰ τὸ, αἶγα ἀνελόντα, τὴν μὲν δορὰν ἀμφιέσασθαι, τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι. ὅθεν καὶ Αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. Ἱστορεῖ Εὐφορίων. Διὸς τέκος. Διὸς τέκνον. Ἀτρυτώνη. Ἄτρυτε, ἀκαταπόνητε. Ἐπ’ εὐρέα.

### 2 159

Ἐπὶ τὰ πλατέα καὶ μεγάλα. Νῶτα θαλάσσης. Ἤτοι τὴν ἐπιφάνειαν τῆς θαλάσσης, ἢ τὰ μεγέθη. Ἰστέον δὲ, ὅτι οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ, καὶ Ἡσίοδος, καὶ οὐκ ἀῤῥενικῶς. Καδδέ κεν λίποιεν.

### 2 160

Τὸ ἑξῆς, καταλίποιεν δ’ ἂν καύχησιν οἱ Ἕλληνες τοῖς Τρωσὶ τὴν Ἑλένην ἐνταῦθα. Εὐχωλήν. Εὐχὴν, καύχησιν. Ἀργείην.

### 2 161

Τὴν Πελοποννησίαν. ἡ γὰρ Λακωνικὴ μέρος ἦν πέμπτον τῆς Πελοποννήσου. Ἧς εἵνεκα. Ἧς ἕνεκα, ἧς χάριν. Ἀπόλοντο.

### 2 162

Ἀπώλοντο, ἠφανίσθησαν. Φίλης ἄπο. Πόῤῥωθεν τῆς προσφιλεστάτης πατρῴας αὐτῶν γῆς. Ἀλλ’ ἴθι.

### 2 163

Ἀλλ’ ἄπιθι. Μετὰ λαόν. Ἐπὶ τὸν τῶν Ἑλλήνων ὄχλον. Ἀγανοῖς.

### 2 164

Προσηνέσι, πρᾴοις. Ἐρήτυε. Κώλυε, κάτεχε. Φῶτα. Ἄνδρα. Μηδὲ ἔα.

### 2 165

Μὴ δὲ συγχώρει. Ἅλα δ’ ἑλκέμεν. Εἰς τὴν θάλασσαν καθέλκειν. Ἀμφιελίσσας. Ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνομένας. ἢ εἰς ἑκάτερα τὰ πλευρὰ στρεφομένας. Οὐδ’ ἀπίθησε.

### 2 166

Οὐδὲ παρήκουσε. Γλαυκῶπις. Γλαυκόφθαλμος, καλὴ, φοβερά. ἢ καταπληκτικὴ τὴν πρόσοψιν. Ἀΐξασα.

### 2 167

Ὁρμήσασα. Καρήνων. Ἀκρωτηρίων. Εὗρεν.

### 2 169

Κατέλαβε. Διῒ μῆτιν ἀτάλαντον. Τῷ Διῒ τὴν εὐβουλίαν ἶσον. Ἔπειτα. Μεταταῦτα. Ἑσταότα.

### 2 170

Ἑστῶτα. Ἐϋσέλμοιο. Εὐκαθέδρου. σέλματα γὰρ, αἱ τῶν ἐρεσσόντων καθέδραι. Ἅπτετο.

### 2 171

Ἥπτετο. Ἐπεί μιν. Ἐπειδὴ αὐτόν. Ἄχος. Λύπη. Ἵκανε. Κατέλαβε. Ἀγχοῦ.

### 2 172

Ἐγγὺς, πλησίον. Ἱσταμένη. Στᾶσα. Διογενές.

### 2 173

Ἀπὸ Διὸς ἔχων τὸ γένος. εὐγενέστατε. Λαερτιάδη. Λαέρτου παῖ Ὀδυσσεῦ. Πολυμήχανε. Πολύβουλε, συνετέ. Ἐν νήεσσι.

### 2 175

Ἐν ταῖς ναυσί. Πολυκλήϊσι. Πολυκαθέδροις. Πεσόντες. Ἐμπεσόντες, εἰσελθόντες. Μηδέ τ’ ἐρώει.

### 2 179

Μὴ δὲ συγχώρει, ἡσύχαζε, μένε. Ξυνέηκε.

### 2 182

Συνῆκεν, ἤκουσεν. Ὄπα. Φωνήν. Φωνησάσης. Εἰπούσης. Βῆ δὲ θέειν.

### 2 183

Ὥρμησε δὲ τρέχειν. Ἀπὸ δὲ χλαῖναν. Ἀπεδύσατο δὲ τὴν χλανίδα, διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν σπεύδοντα ὑπὸ τοῦ πλήθους τῶν ἱματίων. Ἐκόμισσεν. Ἐκόμισεν, ἐβάστασεν. Ἰστέον δὲ, ὅτι ἕτερος οὗτός ἐστιν Εὐρυβάτης, καὶ ἕτερος ὁ Ἀγαμέμνονος, οὗ ἐμνήσθη ἐν τῇ α. ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους κήρυκας. Ὀπήδει.

### 2 184

Ἠκολούθει. Αὐτὸς δ’ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἐλθών.

### 2 185

Ὁ Ὀδυσσεύς, φησι, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἵνα δοκῇ, σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς. Ἀντίος. Ἐξεναντίας. Ἄφθιτον.

### 2 186

Ποιητικῶς τοῦτο πέπλασται. τὸ μὲν ἀθάνατον ἐπὶ ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι· τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων. Σὺν τῷ.

### 2 187

Σὺν τούτῳ, τῷ σκήπτρῳ δηλονότι. Ἔξοχον.

### 2 188

Ἐξέχοντα, βασιλέα. Κιχείη. Καταλάβοι. Ἀγανοῖς.

### 2 189

Προσηνέσι, πρᾴοις. Ἐρητύσασκε. Κατεῖχεν, ἐκώλυε. Δαιμόνι’.

### 2 190

Αὕτη ἡ λέξις τῶν μέσων ἐστί. Δηλοῖ δὲ ἀμφότερα. Ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη· οἷον, θεῖε, μακάριε, μέγιστε, ἢ, ἀγαθὲ, καὶ ἄριστε. ὁτὲ δ’ ἐπὶ ψόγῳ· οἷον, ἄφρον, καὶ μάταιε, ἢ χείριστε, καὶ φαῦλε. Ὅτε μὲν οὖν φησι θεῷ προσφερῆ, ἥσσονα λέγει ἢ κατὰ θεόν· ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἄνθρωπον. ὡς δηλοῦσθαι, ἥττονα μὲν θεοῦ, ὑπερέχοντα δὲ ἀνθρώπου. Οὔ σε ἔοικεν. Οὔ σε πρέπει, ὦ βέλτιστε. Κακὸν ὥς. Ὡς κακὸν καὶ ἄνανδρον. Δειδίσσεσθαι. Εὐλαβεῖσθαι, φοβεῖσθαι. Αὐτός.

### 2 191

Σύ. Κάθησο. Κάθου. Ἵδρυε. Καθέζεσθαι κέλευε. Σάφα.

### 2 192

Σαφῶς, ἀκριβῶς. Οἷος. Ὁποῖος. Νόος. Νοῦς, διάνοια. Ἀντὶ τοῦ, ἔτι οὐκ οἴδαμεν, τί βούλεται, περὶ φυγῆς ἡμῖν λέγων. Τάχα δ’.

### 2 193

Ταχέως δέ. Ἴψεται. Βλάψει. Ἀκούσαμεν.

### 2 194

Ἠκούσαμεν. Ῥέξῃ.

### 2 195

Ποιήσῃ, πράξῃ. Θυμός.

### 2 196

Νῦν ὀργή. Διοτρεφέων. Τῶν σὺν Διὸς τῇ γνώμῃ τεθραμμένων. Φιλεῖ δέ ἑ μητιέτα Ζεύς.

### 2 197

Φιλεῖ δὲ αὐτὸν ὁ βουλευτικώτατος Ζεύς. Ὃν δ’ αὖ.

### 2 198

Ὅντινα δὲ πάλιν. Δήμου. Δημοτικὸν, τοῦ πλήθους. Βοόωντα. Βοῶντα, κράζοντα. Ἐφεύροι. Καταλάβοι. Ἐλάσασκεν.

### 2 199

Ἔπληττεν. Ὁμοκλήσασκε. Καὶ ἠπείλησε μεθ’ ὕβρεως. Δαιμόνι’.

### 2 200

Ἐνταῦθα ἐφ’ ὕβρει, ἀντὶ τοῦ κακόδαιμον, φαυλότατε. Ἀτρέμας ἧσο. Μεθ’ ἡσυχίας καθέζου. Οἳ σέο.

### 2 201

Οἵτινές σου. Φέρτεροι. Κρείσσονες. Ἀπτόλεμος. Ἄπειρος πολέμου, ἄθλιος. Ἄναλκις. Ἀσθενὴς, ἀδύνατος. Ἐναρίθμιος.

### 2 202

Οὐ καταριθμούμενος. Βουλῇ. Τουτέστιν, ἐκκλησίᾳ. Οὐ μέν πως.

### 2 203

Οὐ μὴν, οὐδαμῶς πως. Οὐκ ἀγαθόν. Ἀντὶ τοῦ, οὐ καλόν. Πολυκοιρανίη.

### 2 204

Πολυαρχία. Κοίρανος. Βασιλεὺς, ἡγεμών. οὕτω γοῦν, ὅτι ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας μεγάλη ἐστί. καὶ οἱ Ἀθηναῖοι δὲ, ὁπότε πλείονας παρεῖχον τῷ στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο· ὁπότε δὲ δι’ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ, ὁ Κόνων νικῶν τὸ τῶν Πελοποννησίων στρατόπεδον. Ὅπου γε καὶ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέ ποτε ἂν ἤλγουν. οὔτε γὰρ ἦν ὑφ’ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ, πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα, ὥσπερ πόλεμον ἐπιφέρει, ἀφ’ οὗ φθορά. Ἀγκυλομήτεω.

### 2 205

Ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη. ἤτοι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς, καὶ τῶν παίδων, ὥς φησιν Ἡσίοδος. τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπιεν. ἢ, ὁ τὰ ἀγκύλα καὶ δυσχερῆ πράγματα τῇ μήτι περιλαμβάνων, κορόνους τὶς ὢν καὶ τέλειος νοῦς, ὥς φησι καὶ ἡ Δημώ. Ἀγκυλομήτης, ὁ ἐν τοῖς σκολιοῖς πράγμασιν εὐμήχανος. Δηλοῖ δὲ τὸ ἀγκύλον παρὰ τῷ Ποιητῇ τρία. τὸ σκολιὸν κατὰ βούλευσιν· ὡς ὅταν λέγῃ ἀγκυλομήτην τὸν Κρόνον. καὶ τὸ περιφερὲς κατὰ σχῆμα· ὡς τὸ, ἀγκύλα κύκλα. καὶ τὸ ἰσχυρόν· ὡς τὸ, ἀγκύλον ἅρμα. Ὣς ὅγε.

### 2 207

Οὕτως μὲν δὴ οὗτος. Κοιρανέων. Διατάσσων, διερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. Δίεπε. Διέτασσε, διῴκει. Ἐπεσσεύοντο.

### 2 208

Ἤρχοντο, ἐπηκολούθουν. Ἀλαλητῷ. Σὺν θορύβῳ. Νεῶν ἄπο. Ἀπὸ τῶν πλοίων. Ἠχῇ.

### 2 209

Μετὰ ἤχου καὶ κραυγῆς. Ὡς ὅτε κῦμα. Τοῦτο πρὸς τὴν κίνησιν. τὸν δὲ βρόμον, πρὸς τὴν ἀπήχησιν. Βρέμεται.

### 2 210

Ἠχεῖ, κτυπεῖ. Σμαραγεῖ. Ἠχεῖ. Θερσίτης δέ τι μοῦνος.

### 2 212

Ὁ δὲ Θερσίτης μόνος. Οἰνεῖ, ἀμελήσαντι τῆς Ἀρτέμιδος, θυσιῶν ἕνεκα ἡ θεὸς ὀργισθεῖσα, ἔπεμψε τῇ πόλει σῦν ἄγριον. ἐφ’ ὃν ἦλθε στρατιὰ τῶν ἀρίστων τῆς Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ Ποιητὴς ἐν τῇ ιʹ. Μεθ’ ὧν ἦν καὶ ὁ Θερσίτης. Ὃς δειλωθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφ’ ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν, τὴν σωτηρίαν θηρώμενος. Ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου, ἐδιώκετο. καὶ κατὰ κρημνῶν πεσὼν, τοιοῦτος ἐγένετο, οἷον Ὅμηρος αὐτὸν παρίστησιν. Ἱστορεῖ Εὐφορίων. Οἰνεὺς, καὶ Ἄγριος, ἀδελφοὶ, ὡς λέγει ὁ Ποιητὴς ἐν τῇ ξ. Ἀλλ’ ὁ μὲν Οἰνεὺς ἦν πατὴρ Μελεάγρου, ὁ δὲ Ἄγριος Θερσίτου. Μήτηρ δὲ Θερσίτου Δία. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν, τοιοῦτος ὤν. Ῥητέον οὖν, ὅτι, ἤτοι στασιώδης ὢν, οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος. ἢ ὅτι κατ’ ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ σκωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων. ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ αʹ. Λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ Ποιητῇ, ἢ πιθανότητος ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεος χάριν. Ἀμετροεπής. Ἄμετρος ἐν τῷ λέγειν, φλύαρος. Ἐκολῴα. Ἐθορύβει. Ὅς.

### 2 213

Ὅστις. Ἧισι. Ταῖς ἰδίαις, ταῖς ἑαυτοῦ. Ἤιδη. Εἴδει, ἠπίστατο. Μάψ.

### 2 214

Μάτην. Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ πρέπον, ἀτάκτως. τοῦτ’ ἔστιν, οὐ δικαίως ἐφιλονείκει τοῖς βασιλεῦσιν. Ἀλλ’ ὅ, τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν Ἔμμεναι.

### 2 215

Ἀλλ’ ὅπερ ἂν ἐνόμιζεν ὁ Θερσίτης ἀναγκαῖον εἶναι, τοῦτο γέλωτος πολλοῦ ἄξιον ἐφαίνετο τοῖς Ἕλλησιν. Αἴσχιστος.

### 2 216

Αἰσχρότατος. Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον. Φολκός.

### 2 217

Τὰς ὄψεις διάστροφος, στραβός. Ἔην. Ἦν, ὑπῆρχε. Χωλὸς δ’ ἕτερον πόδα. Χωλὸς δὲ ἦν τῷ ἑνὶ τοῦ ποδῶν. Τὼ δέ οἱ ὤμω. Οἱ δὲ ὦμοι αὐτοῦ. Κυρτώ.

### 2 218

Κυρτοί. δυϊκῶς. Συνοχωκότε. Συμπεπτωκότες, συνηγμένοι. Αὐτὰρ ὕπερθεν. Ὑπεράνωθεν δέ. Φοξός.

### 2 219

Ὀξυκέφαλος. Ψεδνή. Ἀραιὰ, μαδαρά. Ἐπενήνοθεν. Ἐπήνθει, ἐπέκειτο. Λάχνη. Τρίχωσις. Ἰστέον δὲ, ὅτι ὁ Ἀχιλλεὺς αὐτὸν ἀναιρεῖ, ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ’ Ὅμηρον. Φησὶ γὰρ, ὅτι, ἐν τῇ Ἀμαζονομαχίᾳ ἀνελὼν Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασιλείαν, εἶτα ἰδὼν τὸ σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς. Ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης, συνήθως ἐλοιδόρει. ἐφ’ ᾧ ὀργισθεὶς ὁ ἥρως, γρόνθῳ παίσας αὐτὸν ἀναιρεῖ, παραυτίκα τῶν ὀδόντων αὐτοῦ κατενεχθέντων χαμαί. Ἔχθιστος.

### 2 220

Ἐχθρότατος. Ἠδέ. Καί. σύνδεσμος συμπλεκτικός. Ἠδ’ Ὀδυσῆϊ. Καὶ τῷ Ὀδυσσεῖ. Τὼ γὰρ νεικείεσκε.

### 2 221

Τούτους γὰρ πρότερον ἐλοιδόρει κακολογῶν. εἶθ’ οὕτως τὸν Ἀγαμέμνονα. Ὀξέα.

### 2 222

Μεγάλα. Κεκληγώς. Κεκραγώς. ἐκβοῶν. Λέγε. Ἔλεγεν. Ὀνείδεα. Ὀνείδη, ὕβρεις. Τῷ δ’ ἄρ’. Τούτῳ δὲ δή. Ἐκπάγλως.

### 2 223

Ἐπληκτικῶς, μεγάλως. Κοτέοντο. Ὠργίζοντο. Νεμέσσηθεν. Ἐμέμφοντο. Μακρὰ βοῶν.

### 2 224

Ἀνατεταμένως καὶ μεγάλως κράζων. Νείκεε. Ἐκακολόγει. Τέο; Τίνος; Ἐπιμέμφεαι.

### 2 225

Ἐπιμέμφῃ, ἐπιζητεῖς. Χατίζεις. Χρήζεις. Πλεῖαι.

### 2 226

Πλήρεις, γέμουσαι. Διατί δὲ ὑπὲρ τὴν ἄλλην ὕλην τοῦ χαλκοῦ ἐμνήσθη; Ὅτι παρὰ τοῖς ἀρχαίοις σφόδρα τίμιος ἦν ὁ χαλκός. Κλισίαι. Σκηναί. Ἐξαίρετοι.

### 2 227

Εὐειδεῖς, ἐπίλεκτοι. αἱ κατὰ τιμὴν διδόμεναι ἀπὸ τῶν αἰχμαλώτων. Πρωτίστῳ.

### 2 228

Πρώτῳ, ὡς βασιλεῖ. Ἐπιδεύεαι.

### 2 229

Ἐνδεὴς εἶ, χρήζεις. Ὅν κέ τις οἴσει. Ὅντινά σοι ἄν τις κομίσῃ τῶν Τρώων ἀπὸ τῆς Ἰλίου. Υἷος ἄποινα.

### 2 230

Προσληπτέον τὴν, ὑπὲρ, πρόθεσιν, ἵν’ ᾖ, ὑπὲρ υἱοῦ δῶρα. Ἢ ἄλλος Ἀχαιῶν.

### 2 231

Ἀπὸ κοινοῦ, τὸ, δήσας ἀγάγῃ. Νέην.

### 2 232

Νεωτέραν. Μίσγεαι. Μίσγῃ. Φιλότητι. Συνουσίᾳ. Ἥν τ’ αὐτός.

### 2 233

Ἥντινα αὐτός. Ἄπο νόσφι. Ἄποθεν καὶ χωρὶς, μόνος. Κατίσχεαι. Κατίσχῃς. Οὐ μὲν ἔοικεν. Οὐ μὲν οὖν πρέπει. Ἀρχὸν ἐόντα.

### 2 234

Ἡγεμόνα ὄντα. Κακῶν ἐπιβασκέμεν. Κακῶν ἐπιβαίνειν, κακοῖς ἐμβιβάζειν. Ὦ πέπονες.

### 2 235

Ἔκλυτοι, καὶ ἀσθενεῖς. ὁτὲ δὲ ἥδιστοι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀκμαίων πεπόνων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, τῇ δὲ θίξει καὶ τῇ ἁφῇ μαλακὰ καὶ εὐένδοτα. Κάκ’ ἐλέγχεα. Κακὰ ὀνείδη. Ἀχαιΐδες, οὐκ ἔτ’ Ἀχαιοί. Γυναῖκες, οὐκ ἔτι ἄνδρες. Νεώμεθα.

### 2 236

Πορευώμεθα. Τόνδε δ’ ἐῶμεν. Τοῦτον δέ. ὅ ἐστι, τὸν Ἀγαμέμνονα καταλείψωμεν. Γέρα πεσσέμεν.

### 2 237

Τὰ γέρα, ὅ ἐστι, τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέπτεται. Ὄφρα ἴδηται. Ὅπως μάθῃ. Ἤ ῥά τι οἱ χ’ ἡμεῖς.

### 2 238

Ἢ ἄρα τὶ αὐτῷ καὶ ἡμεῖς. Προσαμύνομεν. Προσβοηθοῦμεν. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς. Ἕο.

### 2 239

Ἑαυτοῦ. Μέγ’ ἀμείνονα. Μεγάλως βελτίονα. Φῶτα. Ἄνδρα. Ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν.

### 2 241

Ἀλλὰ πάνυ ὁ Ἀχιλλεὺς ἄχολος καὶ ἀόργητος ὑπάρχει. Μεθήμων. Ἀμελής. Νεικείων.

### 2 243

Ὀνειδίζων. Ἠνίπαπεν.

### 2 245

Ἐκακολόγησεν, ἐπέπληξεν. Ἀκριτόμυθε.

### 2 246

Ἄκριτε περὶ τοὺς λόγους, καὶ ἄτακτε. Τοῦτο δέ φησι σαρκαστικῶς. Λιγύς περ ἐών. Καίτοι ἡδὺς ὑπάρχων. Ἀγορητής. Δημηγόρος. Ἴσχεο.

### 2 247

Πέπαυσο. Μηδ’ ἔθελε. Μὴ δὲ βούλου. Οἶος. Μόνος. Ἐριζέμεναι. Ἐρίζειν, φιλονικεῖν. Σέο.

### 2 248

Σοῦ. ἐπέκτασις ὁ τρόπος. Χερειότερον. Χείρονα. Βροτόν. Φθαρτὸν ἄνθρωπον. Βρότος δὲ παροξυτόνως, τὸ μετὰ κόνεως μιγὲν τοῦ ἀνθρώπου αἷμα. Φημί. Ὑπονοῶ. Ἔμμεναι.

### 2 249

Εἶναι. Ὅσσοι. Ὅσοι. Ἅμ’ Ἀτρείδῃσιν. Ἅμα τοῖς Ἀτρέως παισίν. Οὗτοι δὲ ἦσαν, κατὰ μὲν τὸ σύνηθες, Ἀερόπης καὶ Ἀτρέως παῖδες τοῦ Πέλοπος· τῇ δ’ ἀληθείᾳ, Πλεισθένους, ὥς φασιν ἄλλοι τε πολλοὶ, καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ’ ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ, μηδὲν καταλείψας μνήμης ἄξιον, νέοι πάνυ ἀνατραφέντες ὑπὸ Ἀτρέως, αὐτοῦ παῖδες ἐκλήθησαν. Τῷ.

### 2 250

Διὸ δή. Ἀνὰ στόμ’ ἔχων. Διὰ στόματος ἔχων, λοιδορῶν. διὸ οὐκ ἐχρῆν ἀεί σε τοὺς βασιλεῖς ἐπὶ στόματος ἔχειν, καὶ λοιδορεῖν. Ἀγορεύοις. Λέγοις. Καί σφιν.

### 2 251

Καὶ αὐτοῖς. Προφέροις. Ὀνειδίζοις. Νόστον τε φυλάσσοις. Καὶ ἐπιτηροίης τὸν καιρὸν τοῦ ἀπόπλου. Οὐ δέ τι πω.

### 2 252

Οὐδαμῶς δέ. Ἴδμεν. Ἐπιστάμεθα. Ἔσται. Γενήσεται. Τάδε ἔργα. Τὰ παρόντα ἔργα. Ἢ εὖ.

### 2 253

Ἢ καλῶς. Ἠὲ κακῶς. Ἢ κακῶς. Νοστήσομεν. Ἀναζεύξομεν, ὑποστρέψομεν. Ἧσαι ὀνειδίζων.

### 2 255

Καθέζῃ ὑβρίζων. Ὅτι οἱ. Ὅτι αὐτῷ. Μάλα πολλά. Πάνυ πολλά. Διδοῦσι. Διδόασι. Κερτομέων.

### 2 256

Ἐρεθίζων, χλευάζων. Ἐρέω.

### 2 257

Ἐρῶ, λέξω. Τὸ δὲ καὶ τετελεσμένον ἔσται. Ὅπερ καὶ γενήσεται. Εἴ κ’ ἔτι σε.

### 2 258

Ἐὰν ἔτι σε. Ἀφραίνοντα. Ἄφρονα ὄντα, ἀνοηταίνοντα. Κιχήσομαι. Καταλάβω. Ὥς νύ περ ὧδε. Οὕτως ὡς νῦν. Ὤμοισι.

### 2 259

Τοῖς ὤμοις. Κάρη. Κεφαλή. Ἐπείη. Ἐπῇ, ἐπιμένῃ. Κεκλημένος εἴην.

### 2 260

Κληθείην τοῦ λοιποῦ. ἀντὶ τοῦ, τελευτήσαντος τοῦ Τηλεμάχου. τὴν γὰρ δευτέραν ἀρὰν κατ’ αὐτοῦ τοῦ παιδὸς ἐποιήσατο. Ἀπὸ μὲν φίλα εἵματα δύσω.

### 2 261

Εἰ μὴ ἀποδύσω σε τὰ προσφιλῆ ἱμάτια. Χλαῖνάν τ’ ἠδὲ χιτῶνα.

### 2 262

Τήν τε χλανίδα, καὶ τὸν χιτῶνα. Τά τ’ αἰδῶ ἀμφικαλύπτει. Ἅτινά σοι τὰ αἰδοῖα περικαλύπτει. Αὐτὸν δέ.

### 2 263

Ἀντὶ τοῦ σὲ δέ. Ἀφήσω. Ἀπολύσω, ἀποπέμψω. Πεπληγώς.

### 2 264

Πλήξας. Διὰ ποίαν αἰτίαν εἰπὼν, εἴ κ’ ἔτι ς’ ἀφραίνοντα κιχήσομαι, καὶ τὰ ἑξῆς, εὐθὺς λέγει, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξε; Λέγομεν δὲ ἡμεῖς, ὅτι εἵπετο τηνικαῦτα, ἀποδύειν, καὶ οὕτως τύπτειν γυμνόν· νῦν δὲ ἁπλῶς, ἔπληξεν. Ἀγορῆθεν. Ἀπὸ τῆς ἀγορᾶς, ὅ ἐστι, τῆς ἐκκλησίας. Ἀεικέσσιν. Αἰκιστικαῖς. Πληγῇσι. Πληγαῖς. Ὣς ἄρ’ ἔφη.

### 2 265

Οὕτως δὴ εἶπε. Μετάφρενον. Τὸν μεταξὺ τῶν ὤμων τόπον. Ἠδὲ καὶ ὤμω. Καὶ τοὺς ὤμους, δυϊκῶς. Ὁ δ’ ἰδνώθη.

### 2 266

Οὗτος δὲ ἀπὸ τῆς ὀδύνης συνεκάμφθη. Θαλερόν. Θερμὸν, ἀκμαῖον. Ἔκπεσεν. Ἐξέπεσε. Σμῶδιξ.

### 2 267

Ὁ ἐκ πληγῆς ὕφαιμος μώλωψ. Αἱματόεσσα. Αἱματώδης. Ἐξυπανέστη. Ἐξανέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου. Ὁ δ’ ἄρ’ ἕζετο.

### 2 268

Ὁ δὲ Θερσίτης, φησὶν, ἐκαθέσθη ἄκων. Τάρβησέν τε. Καὶ ἐφοβήθη. Ἀλγήσας.

### 2 269

Ὀδυνηθείς. Ἀχρεῖον ἰδών. Ἀπρεπὲς καταστήσας τὸ πρόσωπον. Ἀπεμόρξατο. Ἀπεμάξατο, ἀπεψήσατο. Οἱ δὲ καὶ αὐτοί.

### 2 270

Οἱ δὲ Ἕλληνες. Στικτέον δὲ μετὰ τὸ, ἀχνύμενοί περ. ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον, ἵν’ ᾖ, οἱ δὲ Ἕλληνες, καίτοι λυπούμενοι διὰ τὴν ἀναβολὴν τῆς ἐπὶ τὸν οἶκον ἀνακομιδῆς, ἡδέως ἐγέλασαν ἐπὶ τῇ ὄψει τοῦ Θερσίτου. Ὧδε δέ.

### 2 271

Οὕτως δέ. Εἴπεσκεν. Εἶπεν. Ἰδὼν ἐς πλησίον ἄλλον. Ἄλλον τινὰ τὸν ἐγγὺς παρεστῶτα βλέψας. Ἦ δή.

### 2 272

Ἀληθῶς δή. Μυρία. Πάμπολλα ἀγαθά. Ἔοργεν. Εἴργασται. Βουλάς.

### 2 273

Συμβουλίας, γνώμας. Κορύσσων. Καθοπλίζων, παρασκευάζων. Αἰολικὸν ἀπὸ τοῦ κορύττω. Ἔρεξεν.

### 2 274

Ἔπραξε. Λωβητῆρα.

### 2 275

Ὑβριστήν. Ἐπεσβόλον. Ἔπεσσιν, ὅ ἐστι, λόγοις, βάλλοντα. λοίδορον. Ἔσχεν. Ἐπέσχεν, ἐκώλυσεν. Ἀγοράων. Δημηγοριῶν, φλυαριῶν. Οὐ θήν μιν.

### 2 276

Οὐκ ἂν δὴ ἐπιπολὺ αὐτόν. Πάλιν αὖτις. Ἐκ δευτέρου πάλιν. Ἀνήσει. Ἀναπείσει, παρορμήσει. Θυμός. Ψυχή. νῦν δὲ, ἄλογος προθυμία, καὶ ὁρμή. Ἀγήνωρ. Αὐθάδης, ὑβριστὴς, καὶ θρασύς. Ἔστι δὲ ὅτε δηλοῖ καὶ τὸν ἀνδρεῖον. Νεικείειν.

### 2 277

Κακολογεῖν, ὑβρίζειν. Ὀνειδείοις. Ὀνειδιστικοῖς, ὑβριστικοῖς. Ὣς φάσαν.

### 2 278

Οὕτως εἶπον. Ἡ πληθύς. Τὸ πλῆθος. Ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη. Τὸ ἑξῆς· ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν, ὁ πολεμικῶς διακείμενος Ὀδυσσεύς. ἵν’ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὐτῷ ὁ Ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν, ὡς ὀψέ ποτε τοῦ Ὀδυσσέως ἐπινοήσαντος τὴν τοῦ δουρείου ἵππου κατασκευὴν, οὗ εἰσαχθέντος, ἐπορθήθη ἡ Ἴλιος. ὡς καὶ ἀλλαχόθι τῆς ποιήσεώς φησι· Σῇ δ’ ἥλω βουλῇ ἄστυ Πριάμοιο ἄνακτος. Παρὰ δὲ.

### 2 279

Παρ’ αὐτὸν δέ. Εἰδομένη.

### 2 280

Ὁμοιωθεῖσα. Ἀνώγει. Ἐκέλευεν. Ὡς.

### 2 281

Ὅπως. ἵνα. Ἅμα. Ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. Ἐπιφρασαίατο.

### 2 282

Ἐπισκέψαιντο, ἐπινοήσωσιν. Νῦν δή σε ἄναξ.

### 2 284

Ἐπὶ τοῦ παρόντος δὴ βούλονται, ὦ βασιλεῦ. Ἐλέγχιστον.

### 2 285

Ἐπονείδιστον, ἐφύβριστον. Θέμεναι. Ποιῆσαι. Μερόπεσσι βροτοῖσιν. Ἀνθρώποις τοῖς μεμερισμένην καὶ ἔναρθρον ἔχουσι τὴν φωνὴν, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. Οὐδέ τοι.

### 2 286

Οὐδαμῶς δέ σοι. Ἐκτελέουσιν. Ἐκτελοῦσι, πληροῦσιν. Ὑπόσχεσιν. Σύνταξιν. Ἥνπερ ὑπέσταν. Ἥντινα ὑπέσχοντό σοι. Ἐνθάδε.

### 2 287

Ἐνταῦθα. Στείχοντες. Ἐν τάξει παραγενόμενοι. Ἱπποβότοιο. Ἱπποτρόφου. Ἀπὸ δὲ Ἀγήνορος ἵππων ὠνομάσθη τὸ Ἄργος ἱππόβοτον. Εὐτείχεον.

### 2 288

Καλῶς τετειχισμένην. Νεαροί.

### 2 289

Μικροί. Χῆραί τε γυναῖκες. Ἔρημοι καὶ ἀνδρῶν μονωθεῖσαι. Ἀλλήλοισιν ὀδύρονται.

### 2 290

Πρὸς ἀλλήλους θρηνοῦσιν. Οἶκόνδε νέεσθαι. Εἰς τὸν οἶκον πορεύεσθαι. Ἦ μὴν καὶ πόνος ἐστίν.

### 2 291

Ἔστι δὲ ὄντως καὶ πόνος. Ἀνιηθέντα. Τῇ ψυχῇ ὀδυνηθέντα, λυπηθέντα. Καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο.

### 2 292

Πόῤῥω, φησὶ, τῆς ἰδίας γυναικός. στικτέον δὲ, εἰς τὸ ἀσχαλάα· ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον. Ἧς. Ἰδίας. Ἀλόχοιο. Γαμετῆς. Ἀσχαλάα.

### 2 293

Λυπεῖται, ἀσχάλλει. Πολυζύγῳ. Πολυκαθέδρῳ. Ζυγὰ γὰρ, αἷ τῶν ἐρεσσόντων καθέδραι. Ἄελλαι. Αἱ τῶν ἀνέμων συστροφαί. Χειμέριαι.

### 2 294

Χειμεριναί. Εἰλέωσιν. Συνειλῶσι, συγκλείωσιν. Ὀρινομένη. Διεγειρομένη, ταρασσομένη. Εἴνατος.

### 2 295

Ἔνατος. Περιτροπέων. Περιτρεπόμενος, ὅ ἐστι περιερχόμενος, πάλιν ἐπὶ τὴν ἀρχὴν μέλλων τελειοῦσθαι. Μιμνόντεσσι.

### 2 296

Μένουσιν. Τῷ Διὸ δή. Οὐ νεμεσίζομαι. Οὐ μέμφομαι, εἰ οὕτω ῥαθυμοῦσιν. Ἔμπης.

### 2 297

Ὅμως. Αἰσχρόν.

### 2 298

Ἐφύβριστον, ἀηδές. Δηρόν. Ἐπὶ πολὺν χρόνον. Κενεόν. Κενὸν, ἄπρακτον. Τλῆτε.

### 2 299

Καρτερήσατε, καὶ ὑπομείνατε χρόνον ὀλίγον δή τινα. Δαῶμεν. Μάθωμεν. Εἰ ἐτεόν.

### 2 300

Εἰ ἀληθές. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς. Ἴδμεν.

### 2 301

Ἴσμεν, οἴδαμεν. Μάρτυροι.

### 2 302

Μάρτυρες. Οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι. Ὅσους μὴ προκαθαρπάσας ὁ θάνατος ἀπῆλθε. κῆρες γὰρ αἱ θανατηφόροι μοῖραι. Χθιζά τε καὶ πρώϊζα.

### 2 303

Χθὲς καὶ πρώην. Κατεσμίκρυνε δὲ τὸν ἐνναετῆ χρόνον, ἵνα μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγωνιᾶσαι τοὺς Ἕλληνας. Αὐλίδα. Αὐλὶς πόλις Βοιωτίας, κεκλημένη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι, ὅ ἐστιν, ἀθροισθῆναι τὸν Ἑλληνικὸν στρατόν. Ἠγερέθοντο.

### 2 304

Συνηθροίζοντο. Ἀμφὶ δὲ κρήνην.

### 2 305

Περὶ τὴν κρήνην. Ἔρδομεν.

### 2 306

Ἐπετελοῦμεν, ἐθύομεν. Τεληέσσας ἑκατόμβας. Τελείας θυσίας. Πλατανίστῳ.

### 2 307

Ὑπὸ τῇ ἱερᾷ πλατάνῳ. Τῇ μέν τοι τάσει ἀναγνωστέον ὡς, κυπαρίσσῳ. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. Ἀγλαόν. Καλόν. Ἔνθ’ ἐφάνη.

### 2 308

Ὅπου ἡμῖν ὤφθη ὁ δράκων. οὗτινος δράκοντος τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι, λέγων αὐτὸν Σθένιον. οὕτως γὰρ ἱστόρηται Διονυσίῳ, ἐν τῇ εʹ. τῶν ἀπόρων. Σῆμα. Σημεῖον ὑμῖν ἐφάνη ὑπὸ Διὸς πεμφθέν. Νῶτα δαφοινός. Πυῤῥὸς κατὰ τὰ νῶτα. ἢ ὁ ἄγαν φόνιος. Σμερδαλέος.

### 2 309

Καταπληκτικὸς, φοβερός. Ὀλύμπιος. Ὁ Ζεύς. Ἧκεν. Ἀφῆκεν, ἔπεμψε. Φόωσδε. Εἰς τὸ φῶς. Βωμοῦ δ’ ὑπαΐξας.

### 2 310

Τοῦ βωμοῦ ὑπεξελθών. Πρός ῥα πλατάνιστον. Πρὸς τὴν πλάτανον δή. Ὄρουσεν. Ἀνώρμησεν, ἀνῆλθεν. Ἔσαν.

### 2 311

Ἦσαν, ὑπῆρχον. Στρουθοῖο. Στρουθοῦ. Νεοσσοί. Πῶλοι. Νήπια. Μικρά. Ὄζῳ ἐπ’ ἀκροτάτῳ.

### 2 312

Ἐπὶ τῷ ὑψηλῷ ἀκροκλάδῳ. Πετάλοις. Φύλλοις. Ὑποπεπτηῶτες. Ὑποπεπτωκότες, ὑποκείμενοι. Ἐλεεινά.

### 2 314

Ἐλεεινῶς, οἰκτρῶς. Κατήσθιε. Κατηνήλισκε, κατέτρωγε. Τετριγῶτας. Τρίζοντας, κράζοντας, ποῖάν τινα φωνὴν ἀποτελοῦντας. Ἀμφεποτᾶτο.

### 2 315

Περὶ αὐτοὺς ἐπέτετο. Πτέρυγος.

### 2 316

Παροξυτόνως. Καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως, ὡς ὄρτυγος. ἀλλ’ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ, ὡς πάνυ ἀρίστῳ γραμματικῷ. Λάβεν. Ἐκράτησεν. Ἀμφιαχυῖαν. Περὶ τὰ τέκνα αὐτῆς θρηνοῦσαν. Κατὰ τέκν’ ἔφαγε.

### 2 317

Κατέφαγε τὰ τέκνα. Καὶ αὐτήν. Τὴν στρουθὸν δηλονότι. Τὸν μέν.

### 2 318

Τοῦτον μέν. Ἀρίζηλον. Διάδηλον, φανερόν. Θῆκεν. Ἔθηκε, ἐποίησε. Θεὸς, ὅσπερ ἔφηνε. Ὅστις αὐτὸν φανῆναι ἐποίησεν ὁ Ζεύς. Λᾶαν.

### 2 319

Λίθον. Ἑσταότες.

### 2 320

Ἑστηκότες. Θαυμάζομεν. Ἐξεπληττόμεθα. Οἷον ἐτύχθη. Οἷον ἐγένετο. Ὡς οὖν δεινά.

### 2 321

Ὡς οὖν φοβερά. Πέλωρα. Μέγιστα σημεῖα. Θεοπροπέων.

### 2 322

Μαντευόμενος. Τίπτε.

### 2 323

Τί δή ποτε. Ἄνεῳ. Ἄφωνοι. κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι, τῆς φωνῆς. Ἡμῖν μέν.

### 2 324

Ἡμῖν μὲν οὖν. Τέρας. Σημεῖον. Ὄψιμον.

### 2 325

Βραδυχρόνιον. Ὀψιτέλεστον. Ὀψὲ καὶ βραδέως τελεσθησόμενον. Ὅου κλέος. Οὗτινος ἡ δόξα. Οὔποτε. Οὐδέποτε, ἢ, οὐκ ἂν, ἡ δόξα ἀπολεῖται. Ὣς ἡμεῖς.

### 2 328

Οὕτως ἡμεῖς. Πτολεμίξομεν. Πολεμήσομεν. Αὖθι. Αὐτόθι ἐν τῇ Ἰλίῳ. Τῷ δεκάτῳ δέ.

### 2 329

Προσληπτέον, ἐνιαυτῷ. Αἱρήσομεν. Πορθήσομεν. Κεῖνος.

### 2 330

Ἐκεῖνος. Τὰ δὴ νῦν. Ταῦτα ἐπὶ τοῦ παρόντος. Τελεῖται. Τελειοῦται, πληροῦται. Μίμνετε.

### 2 331

Μένετε. Εἰσόκεν.

### 2 332

Ἕως ἄν. Ἄστυ. Πόλιν. Ὣς ἔφατ’.

### 2 333

Ἀργεῖοι δὲ μέγ’ ἴαχον. Καὶ τὰ ἑξῆς. Τὸ ἑξῆς οὕτως· Ὣς ἔφατ’. Ἀργεῖοι δὲ μέγ’ ἴαχον, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. Ἀμφὶ δὲ νῆες. Ἀμφοτέρωθεν αἱ νῆες, ὅ ἐστι, πᾶσαι. Σμερδαλέον.

### 2 334

Σμερδνὸν, καταπληκτικὸν, φοβερόν. Κονάβησαν. Ἤχησαν. Ἀϋσάντων. Βοησάντων. Ἐπαινήσαντες.

### 2 335

Ἐπαινέσαντες. Ὀδυσσῆος θείοιο. Τοῦ θείου καὶ θαυμαστοῦ Ὀδυσσέως. Γερήνιος.

### 2 336

Ἔντιμος, παρὰ τὸ γέρας. Ἢ, ὁ ἐν Γερήνῃ κώμῃ τραφείς. Ἱππότα. Ἀντὶ τοῦ ἱππικός. νῦν δὲ, φυγάς. ὁ γὰρ Ποιητὴς νῦν, ἀντὶ τοῦ φυγάδος κέχρηται. Ἡρακλῆς ἐπιστρατεύσας τῇ Πύλῳ, διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον, καὶ διὰ τὴν τῶν Νηλεϊδῶν ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν. καὶ ἐφ’ ὅσον μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσάλωτος ἦν ἡ πόλις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισσαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα Ἡρακλεῖ, ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος, πορθηθείσης τῆς Πύλου, καὶ τῶν ἕνδεκα ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων, μόνος περιελείφθη. διὸ καὶ Γερήνιος ὠνομάσθη. Ἱστορεῖ Ἡσίοδος ἐν καταλόγοις. Ἐοικότες.

### 2 337

Ὡμοιωμένοι. Ἀγοράασθε. Ἐκκλησιάζετε, δημηγορεῖτε. Νηπιάχοις.

### 2 338

Νηπίοις ἶσα φρονεῖτε. Οἷς οὔτι. Οἷς οὐδέν. Μέλει. Διὰ φροντίδος ἐστί. Πολεμήϊα ἔργα. Πολεμικὰ ἔργα. Ποῦ δή.

### 2 339

Ἤτοι, Ποῦ δή. ἢ, Πῶς δή. Συνθεσίαι. Αἱ συνθῆκαι. Ὅρκια. Ὅρκοι. Βήσεται. Ἀντὶ τοῦ, ἔβησαν, ἐπορεύθησαν. ἢ ἀντὶ τοῦ, πῶς ἐκπληρώσομεν τοὺς ὅρκους, οὓς ἐποιησάμεθα περὶ Ἑλένης. Ποῦ δὴ συνθεσίαι τε. Ποῦ δὴ καὶ αἱ συνθῆκαι; Τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης παρόντων διὰ γένος καὶ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινες φασὶ, φυλασσόμενος, μή ποτε, ἕνα αὐτῶν προκρίνας, τοὺς ἄλλους ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ὅρκον ἔλαβεν, ἦ μὴν τῷ ληψομένῳ τὴν παῖδα, ἀδικουμένῳ περὶ αὐτὴν, σφόδρα ἐπαμυνεῖν. διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσι, καὶ μετ’ οὐ πολὺν χρόνον, ἁρπαχθείσης ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους ὅρκους. Ἡ ἱστορία παρὰ Στησιχόρῳ. Βήσεται. Ἀποβήσεται. Ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν.

### 2 340

Ὑπὸ τοῦ πυρὸς ἀφανισθεῖεν αἵ τε γνῶμαι ὑμῶν, καὶ τὰ βουλεύματα. Μήδεα. Βουλεύματα, σκέψεις. Γενοίατο. Γένοιντο. Σπονδαί τ’ ἄκρητοι.

### 2 341

Καὶ αἱ δι’ ἀκράτου οἴνου γενόμεναι θυσίαι. Δεξιαί. Δεξιώσεις, συνθῆκαι. Ἧις ἐπέπιθμεν. Αἷς ἐπεπιστεύκειμεν. Αὕτως.

### 2 342

Εἰκῇ, μάτην. Ἐπέεσσι. Λόγοις. Ἐριδαίνομεν. Ἐρίζομεν, φιλονεικοῦμεν. Μῆχος. Μηχάνημα, τέχνασμα. Εὑρέμεναι.

### 2 343

Εὑρεῖν. Ἐόντες. Ὄντες. ὑπάρχοντες. Ὡς πρίν.

### 2 344

Ὡς καὶ πρότερον. Ἀστεμφέα. Ἀσφαλῆ καὶ ἀμετακίνητον. Ἄρχευ Ἀργείοισιν.

### 2 345

Ἡγοῦ τῶν Ἑλλήνων. Κρατεράς. Ἰσχυράς. Ὑσμίνας. Μάχας. Τούσδε δ’ ἔα.

### 2 346

Τούτους δὲ ἔα. Φθινύθειν. Φθείρεσθαι. Ἕνα καὶ δύο. Εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον. ἕτεροι δὲ, ἕνα καὶ δύο, ἀντὶ τοῦ, Θερσίτην καὶ ἕτερον τοιοῦτον. Οἵ κεν. Οἵτινες ἄν. Νόσφιν.

### 2 347

Ἰδίᾳ, χωρίς. Ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. Ἐντελὴς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελοπόννησον τῇ Διὸς γνώμῃ. Οὐκ ἔσσεται. Οὐ γενήσεται. Πρίν.

### 2 348

Πρότερον. Ἰέναι. Παραγενέσθαι. Γνώμεναι.

### 2 349

Γνῶναι. Ψεῦδος ὑπόσχεσις. Ψευδὴς ἡ ὑπόσχεσις. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς. Φημὶ γὰρ οὖν.

### 2 350

Ὑπολαμβάνω οὖν δή. Κατανεῦσαι. Ἐπινεῦσαι. Ὑπερμενέα. Ὑπερέχοντα τῇ δυνάμει πάντων. Κρονίωνα. Κρόνου παῖδα, Δία. εἰσὶ γὰρ καὶ ἕτεροι, ἄῤῥενες μὲν, Ποσειδῶν, Ἅιδης. θήλειαι δὲ, Ἐστία, Δημήτηρ, Ἥρα. Ἤματι τῷ.

### 2 351

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὠκυπόροισι. Ταχείαις. Ἔβαινον. Ἐνέβαινον, εἰσίεσαν. Φόνον καὶ κῆρα.

### 2 352

Θανατηφόρον εἱμαρμένην. Ἀστράπτων.

### 2 353

Ἀστραπὰς ποιῶν. Ἐπιδέξια. Ἐπιδεξίως, αἰσίως. Ἐναίσιμα. Καθήκοντα, συμφέροντα, ἀγαθά. Σήματα. Σημεῖα. Φαίνων. Δεικνὺς, καὶ φανερὰ ποιῶν ἡμῖν. Τῷ, μή τις.

### 2 354

Διὸ μηδείς. Ἐπειγέσθω. Σπουδαζέτω, σπευδέτω. Πρίν.

### 2 355

Πρὶν ἄν. Πὰρ Τρώων ἀλόχῳ. Παρὰ Τρωϊκῇ γυναικί. Κατακοιμηθῆναι. Συγκοιμηθῆναι. Τίσασθαι δ’ Ἑλένης.

### 2 356

Καὶ τὰ ἑξῆς. Πρὶν ἂν ἡμᾶς τιμωρίαν λαβεῖν, ἀντὶ τῶν γενομένων ἡμῖν δι’ Ἑλένην στεναγμῶν καὶ κακῶν. Τίσασθαι. Τιμωρήσασθαι. Ὁρμήματα. Ἐνθυμήματα. Στοναχάς τε. Καὶ στεναγμούς. Ἁπτέσθω.

### 2 358

Λαμβανέσθω. Ἧς νηός. Τῆς ἰδίας νηός. Μελαίνης. Βαθείας, σκοτεινῆς, ἢ πίσσῃ κεχρισμένης. Πρόσθ’ ἄλλων.

### 2 359

Πρότερον τῶν λοιπῶν. ἢ, ἔμπροσθεν. Πότμον. Μόρον. ὅ ἐστιν, ἵν’ εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ, καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην. Ἐπίσπῃ. Ἐπιδιώξῃ, καταλάβῃ. Ἀλλ’ ἄναξ.

### 2 360

Ἀλλ’, ὦ βασιλεῦ. Ἀποστρέφει δὲ τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα. καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή. Εὖ μήδεο. Σὺ δὲ καλῶς βουλεύου. Πείθεό τ’ ἄλλῳ. Καὶ πείθου ἄλλῳ. λείπει δὲ, τῷ καλῶς σοι συμβουλεύοντι. Ἀπόβλητον.

### 2 361

Ἀποβολῆς ἄξιον, ἀδόκιμον. Ἔσσεται. Ἔσται, γενήσεται. Ὅ, ττι κεν εἴπω. Ὅ, τι ἂν εἴπω. Κρῖνε.

### 2 362

Διάκρινε, διαχώρησον. Κατὰ φῦλα. Κατὰ ἔθνη. ὅ ἐστιν, ἴδια πλήθη. Κατὰ φρήτρας. Κατὰ φρατρίας, ὅ ἐστι, συγγενείας. Ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ.

### 2 363

Ὅπως ἡ ἰδία φρατρία τῇ ἑαυτῆς φρατρίᾳ βοηθῇ. Φῦλα δὲ φύλοις. Τὰ δὲ ἔθνη τοῖς ἔθνεσιν. Ἔρξῃς.

### 2 364

Πράξῃς. Γνώσῃ.

### 2 365

Μάθῃς. Ὅς τε. Καὶ ὅστις. Κακός. Δειλὸς, ἀσθενής. Νύ. Δή. Ἠδ’ ὅσκε.

### 2 366

Καὶ ὅστις. Ἐσθλός. Ἀγαθὸς, ἀνδρεῖος. Ἔῃσι. Ὑπάρχοι. Κατὰ σφέας. Καθ’ ἑαυτούς. ὑπὲρ ἑαυτῶν. Κατὰ σφέας γὰρ μαχέονται. Οὕτω γὰρ ἂν προθύμως κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος μαχέσεται. Γνώσεαι εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις.

### 2 367

Ἐπιγνώσῃ, πότερον θεία γνώμη ἐστὶν ἡ ἐναντιουμένη σοι πρὸς τὸ ἑλεῖν τὴν Ἴλιον, ἢ ἡ τῶν ἀνδρῶν δειλία, καὶ ἀπόνοια τῶν πολεμικῶν ἔργων. Θεσπεσίῃ. Θείᾳ γνώμῃ. Οὐκ ἀλαπάξεις. Οὐκ ἐκπορθήσεις. Κακότητι.

### 2 368

Κακίᾳ, δειλίᾳ. Ἀφραδίῃ. Ἀπειρίᾳ. Ἐζήτηται δὲ, διατί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ. ἦτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς, φίλος ὢν τῶν Ἑλλήνων, ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους· καὶ καλῶς ἐκείνῳ θαῤῥῶν, οὐκ ἐποίει τοῦτο. νῦν δὲ αὐτοῦ μηνίοντος, εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει. Ἦ μάν.

### 2 370

Ὄντως, ἀληθῶς δή. Ἀγορῇ. Δημηγορίᾳ, συμβουλίᾳ. Νικᾷς. Ὑπερβάλλεις. Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον.

### 2 371

Εἴθε γάρ. ἔστι δὲ ἐπίῤῥημα εὐκτικόν. ἐντεῦθεν δέ τινες νομίζουσιν, Ἀθηναῖον γεγονέναι τὸν Ποιητήν. τὸ γὰρ Ἀθηναίη Ἀττικὸν, καὶ ἴδιον εἶναι τὸν ὅρκον Ἀθηναίοις. Συμφράδμονες.

### 2 372

Σύμβουλοι. Ἦεν. Ἦσαν, ὑπῆρχον. Τῷ κεν.

### 2 373

Οὕτως γ’ ἄν. Τάχα. Ταχέως. Ἠμύσειε. Κλιθείη, πέσοι. Χερσὶν ὑφ’ ἡμετέρῃσιν.

### 2 374

Ὑπὸ τῶν ἡμετέρων χειρῶν. Ἁλοῦσα. Ληφθεῖσα. Περθομένη τε. Πορθηθεῖσα. Ἐζήτηται καὶ τοῦτο, διατί, Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους, καὶ τοιοῦτο πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν τῷ Νέστορι προσμαρτυρεῖ; ἤτοι, ὡς δυναμικωτέρῳ. προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ, καὶ Ὀδυσσεῖ, ὅμως ηὐπόρησε λόγων. ἢ, ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ δὲ, σὺν τῇ διατάξει καὶ συμβουλίᾳ, καὶ τοὺς τρόπους εἶπε, νίκης φῶς βεβαιότερον. Ἀπρήκτους.

### 2 376

Πρὸς ἀπράκτους, πρὸς ἃς οὐδέν ἐστι πρᾶξαι φιλονεικίας. Νείκεα. Κακολογίας. Βάλλει. Ἐμβάλλει. Μαχεσσάμεθα.

### 2 377

Ἐφιλονεικήσαμεν. Εἵνεκα. Ἕνεκα. Ἀντιβίοις.

### 2 378

Ἐναντίοις. Ἦρχον. Πρῶτος ἠρχόμην τῆς ὀργῆς. Χαλεπαίνων. Ὀργιζόμενος. Ἔς γε μίαν.

### 2 379

Εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν καὶ συμβουλίαν. Ἀνάβλησις.

### 2 380

Ἀναβολὴ, ὑπέρθεσις τοῦ κακοῦ. Οὐδ’ ἠβαιόν. Οὐδὲ τὸ ἐλάχιστον καὶ ὀλιγοχρόνιον. Δεῖπνον.

### 2 381

Τὸ παρ’ ἡμῖν νῦν ἄριστον λεγόμενον, τὸ πρωϊνὸν ἔμβρωμα. Δόρπον δὲ, τὸ ἐν τῇ ἑσπέρᾳ, ὃ ἡμεῖς δεῖπνον λέγομεν. Δεῖπνον τὸ πρωϊνὸν, μεθ’ ὃ δεῖ πονεῖν, ὅ ἐστιν, ἐργάζεσθαι. δόρπον δὲ, ἡ ἑσπερινὴ τροφή· παρὰ τὸ οἱονεὶ παύεσθαι τὸ τηνικαῦτα λοιπὸν τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. Ἄρηα. Νῦν τὸν πόλεμον. Τετραχῶς γὰρ τούτῳ τῷ ὀνόματι κέχρηται ὁ Ποιητής. ἐπὶ μὲν τοῦ πολέμου. ὡς ἐνταῦθα· Νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ἐπὶ δὲ τοῦ σιδήρου. ὡς ἐκεῖ· Αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν· καὶ, ἐνθάδ’ ἔπειτ’ ἀφίει μένος ὄμβριμον Ἄρης. ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ οὕτως· Καὶ δ’ αὐτὴ κυνόμυια ἄγει βροτολοιγὸν Ἄρηα. καὶ πάλιν· ἐς δὲ Τρώας Ἄρης κορυθαίολος. ἐπὶ δὲ τῆς πληγῆς· ἔνθα μάλιστα Γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. Εὖ μέν τις.

### 2 382

Καλῶς μέν τις. Δόρυ. Ξίφος. Θηξάσθω. Ἀκονησάτω. Εὖ δ’ ἀσπίδα θέσθω. Καὶ εὐτρεπισάτω αὐτοῦ τὴν ἀσπίδα. Εὖ δέ τις.

### 2 383

Καλῶς δέ τις. Ἀμφὶς ἰδών.

### 2 384

Περισκεψάμενος, καὶ ἀκριβῶς καταμαθών. Μεδέσθω. Ἐπιμέλειαν ποιείσθω. καλὸν γὰρ, δυσχερῆ ἐλπίζειν. ἢ γὰρ μὴ ἀποβάντων, ῥᾴδιον ἠχθέσθημεν. ἢ τελευτηθέντων, ὑπεράγαν ἐχάρημεν. Μεδέσθω. Φροντιζέτω. Ὥς κε.

### 2 385

Ὅπως ἄν. Πανημέριοι. Δι’ ὅλης ἡμέρας. Στυγερῷ. Μισητῷ, φοβερῷ. Κρινώμεθα. Διακρινώμεθα, ἐνεργῶμεν. Ἄρηϊ. Πολέμῳ. Παυσωλή.

### 2 386

Κατάπαυσις. Οὐδ’ ἠβαιόν. Οὐδὲ τὸ ἐλάχιστον. Μετέσσεται. Ἐν ἡμῖν γενήσεται. Διακρινέει.

### 2 387

Διαχωρίσει. Μένος ἀνδρῶν. Περιφραστικῶς, ἄνδρας, τὴν ἑκάστου δύναμιν καὶ προθυμίαν. Ἱδρώσει.

### 2 388

Ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος. Τευ. Τινός. Τελαμών. Ὁ ἀναφορεύς. νῦν τῆς ἀσπίδος. ὅ ἐστι, πλατὺς ἱμὰς, ἀφ’ οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἕτερος τελαμὼν τοῦ ξίφους. Ἀμφὶ στήθεσσι. Περὶ τοῖς στήθεσιν. Ἀμφιβρότης.

### 2 389

Τῆς πανταχόθεν τὸν βροτὸν, ὅ ἐστι, τὸν ἄνθρωπον, περιεχούσης καὶ σκεπούσης. ἀνδρομήκεσι γὰρ ἐχρῶντο ταῖς ἀσπίσιν οἱ παλαιοί. Περὶ δ’ ἔγχεϊ χεῖρα καμεῖται. Κοπιάσει δὲ καὶ ἡ χεὶρ αὐτοῦ βαστάζουσα τὸ δόρυ. Ἐΰξοον.

### 2 390

Τὸ καλῶς κατεσκευασμένον. Τιταίνων. Τείνων, ἕλκων. Ἀπάνευθεν.

### 2 391

Ἄποθεν, χωρίς. Ὃν δέ κ’ ἐγών. Ὃν δ’ ἂν ἐγώ. Ἐθέλοντα. Θέλοντα, βουλόμενον. Νοήσω. Θεάσομαι, ἴδω. Μιμνάζειν.

### 2 392

Μένειν. Κορωνίσι. Καμπυλοπρύμναις. Οὔ οἱ ἔπειτα. Οὐκ ἂν αὐτῷ εἰς τὸ μεταταῦτα. Ἄρκιον.

### 2 393

Ἱκανόν. ὠφέλιμον. Ἐσσεῖται. Ἔσται, γενήσεται. Φυγέειν. Φυγεῖν. Ὁ δὲ λόγος· τῷ δὲ θέλοντι φεύγειν τὸν πόλεμον, οὐχ’ ἱκανὸν οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι. Ἴαχον.

### 2 394

Ἤχησαν, ἐβόησαν. Ἀκτῇ.

### 2 395

Ὁ παραθαλάσσιος καὶ πετρώδης τόπος. ἀπὸ τοῦ περὶ αὐτὸν ἄγεσθαι, ὅ ἐστι, ῥήσσεσθαι, καὶ περικλᾶσθαι, τὰ κύματα. Προβλῆτι.

### 2 396

Προβεβλημένῳ, ἐκκειμένῳ. ὅ ἐστι, προέχοντι εἰς τὴν θάλασσαν. Σκοπέλῳ. Ὑψηλῷ τόπῳ. ἀφ’ οὗ περισκοπῆσαι καὶ ἀπιδεῖν ἐστι πάντα. Λείπει. Ἀπολείπει, ἐᾷ. Παντοίων.

### 2 397

Παντοδαπῶν. Ἀνστάντες.

### 2 398

Ἀναστάντες. Ὀρέοντο. Ὥρμων. Κεδασθέντες. Διαμερισθέντες, σκορπισθέντες. Κάπνισαν.

### 2 399

Πῦρ ἀνῆψαν, καὶ ὀψοποίησαν. Ἕλοντο. Ἔλαβον. Ἔρεζεν.

### 2 400

Ἐπετέλει, ἔθυεν. Αἰειγενετάων. Διαπαντὸς ὄντων, ἀθανάτων. Μῶλον.

### 2 401

Μολυσμὸν τὸν ἐν τῷ πολέμῳ, καὶ πόνον. Ἱέρευσεν.

### 2 402

Ἔσφαξεν. Πίονα.

### 2 403

Πιμελῆ, λιπαρόν. Πενταέτηρον. Πενταέτη. Κίκλησκεν.

### 2 404

Ἐκάλει. Γέροντας. Ἐντίμους βασιλεῖς. Ἀριστῆας. Τοὺς ἐν τῷ πολέμῳ ἀρίστους. Παναχαιῶν. Πάντων τῶν Ἑλλήνων. Ἰδομενῆα.

### 2 405

Τὸν Ἰδομενέα, καὶ τοὺς δύο Αἴαντας. Τυδέως υἱὸν τὸν Διομήδην. Διῒ μῆτιν ἀτάλαντον.

### 2 407

Τῷ Διῒ κατὰ τὴν βουλὴν ἶσον. Αὐτόματος.

### 2 408

Ἄνευ τοῦ κληθῆναι. Βοὴν ἀγαθός. Ὁ ἐν τῷ πολέμῳ γενναῖος. Ἡ μὲν γὰρ δειλία θραύουσα τὸ πνεῦμα, βραχίστην ἀπεργάζεται τὴν φωνήν. Ἤιδεε.

### 2 409

Ἤιδει, ἠπίστατο. Κατὰ θυμόν. Κατὰ τὴν ψυχήν. Ἀδελφεόν. Ἀδελφόν. Ἐπονεῖτο. Ἐνήργει, ἔθυεν ὑπὲρ αὐτοῦ. Βοῦν δὲ περιστήσαντο.

### 2 410

Περὶ δὲ τὸν βοῦν κύκλῳ ἔστησαν. Οὐλοχύτας. Τὰς κριθάς. Ἀνέλοντο. Ἐβάστασαν, ἀνέλαβον. Κελαινεφές.

### 2 412

Μελανονεφὲς, μέλανα νέφη συνάγων πρὸς κατάπληξιν. Αἰθέρι ναίων. Ὁ τὸν ὑπὲρ τὸν ἀέρα ὄντα αἰθέρα κατοικῶν. Ὁ γὰρ Ὅμηρος τοῦτο οἶδεν αἰθέρα. Κνέφας ἐλθεῖν.

### 2 413

Καὶ σκότος ἐπιγενέσθαι. Καταπρηνὲς βαλέειν.

### 2 414

Καταβαλεῖν, ὥστε καὶ εἰς τὸ ἔμπροσθεν πεσεῖν. Μέλαθρον. Οἶκον. Ἀπὸ τοῦ ὑπὸ καπνοῦ μελαίνεσθαι. Ἀπὸ δὲ τούτου φησὶ τὸ βασίλειον. Αἰθαλόεν.

### 2 415

Τὸ κατῃθαλωμένον, καὶ κατακαυθῆναι δυνάμενον. Πρῆσαι. Ἐμπρῆσαι, καῦσαι. Δῄοιο. Καυστικοῦ, φθαρτικοῦ. Θύρετρα. Θύρας. Ἑκτόρεον δὲ χιτῶνα.

### 2 416

Τὸν δὲ τοῦ Ἕκτορος χιτῶνα. Περὶ στήθεσσι. Περὶ τὰ στήθη αὐτοῦ. Δαΐξαι. Διακόψαι. Χαλκῷ ῥωγαλέον.

### 2 417

Σιδήρῳ διακοφθησόμενον, ἢ διεσχισμένον. (Γέγονε δὲ παρὰ τὸ ῥήσσω.) Πολέες δέ. Πολλοὶ δέ. Ἀμφ’ αὐτόν. Περὶ αὐτόν. Πρηνέες.

### 2 418

Πρηνεῖς, ἐπὶ πρόσωπον. Ἐν κονίῃσιν. Ἐν τῇ γῇ κείμενοι. Ὀδὰξ λαζοίατο γαῖαν. Τοῖς ὀδοῦσι τὴν γῆν δάκοιεν. Γίγνεται δὲ ἐκ τοῦ δάκω, δάξω, δάξ. Τοῦτο δὲ συμβαίνει αὐτοῖς ὀδυνωμένοις. Τὸ δὲ γαῖαν ἀντὶ τοῦ, γαίης. Οὐδ’ ἄρα πώ οἱ.

### 2 419

Οὐδέπω δὲ αὐτῷ. Ἐπεκραίαινεν. Ἐπετέλει. Δέκτο.

### 2 420

Ἐδέξατο. Ἱερά. Ἱερεῖα, θυσίας. Πόνον δέ. Κάματον δέ. Ἀμέγαρτον. Ἄφθονον, πολύν. Ὄφελλεν. Ηὔξανεν. Προβάλοντο.

### 2 421

Ἐπεβάλοντο. Κνίσσῃ.

### 2 423

Τῷ λίπει. Δίπτυχα.

### 2 424

Διπλᾶ. Ὠμοθέτησαν. Ὠμὰ τὰ κρέα τοῖς βωμοῖς ἀπὸ ἑκάστου μέρους λαβόντες ἐπέθηκαν. Σχίζῃσι.

### 2 425

Σχίζαις. Ἀφύλλοισι. Φύλλα μὴ ἐχούσαις. ξηραῖς. Πείραντες.

### 2 426

Διαπείραντες. Ὑπείρεχον. Ὑπεράνω εἶχον. Ἡφαίστοιο. Τοῦ πυρός. Δηθά.

### 2 435

Ἐπὶ πολὺν χρόνον. Αὖθι. Ἐνταῦθα. Λεγώμεθα. Διαλεγώμεθα ἢ συναθροιζώμεθα. Στρατηγικὴ διδασκαλία, χρόνου φείδεσθαι. οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι, οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτηθεὶς γὰρ Ἀλέξανδρος, Πῶς τῆς Ἑλλάδος περιεγένου; Μηδὲν ἀναβαλλόμενος, εἶπεν. Ἀμβαλλώμεθα.

### 2 436

Ἀναβαλλώμεθα, ἀνατιθώμεθα. Ἔργον. Νῦν τὸν πόλεμον. Ὃ δή. Ὅπερ δή. Ἐγγυαλίξει. Ἐγχειρίσει, δώσει. Ἀγειρόντων.

### 2 438

Ἀθροιζόντων. Ἀθρόοι.

### 2 439

Συνηθροισμένοι, ὁμοῦ. Ἴομεν.

### 2 440

Ἀπίωμεν, ἀπερχώμεθα. Ὄφρα κε θᾶσσον. Ὅπως ἂν τάχιον. Ὀξὺν Ἄρηα. Διὰ τάχους πόλεμον. Κηρύκεσσι.

### 2 442

Τοῖς κήρυξι. Λιγυφθόγγοισιν. Ὀξυφώνοις, ἡδυφώνοις. Οἱ δ’ ἀμφ’ Ἀτρείωνα.

### 2 445

Οἱ δὲ περὶ τὸν Ἀτρέως παῖδα Ἀγαμέμνονα. Θῦνον.

### 2 446

Ὥρμων. Κρίνοντες. Διαχωρίζοντες. Μετὰ δέ. Ἐν αὐτοῖς δέ. Ἐρίτιμον.

### 2 447

Ἔντιμον, μεγαλότιμον. Ἀγήραον. Ἄφθαρτον. Θύσανοι.

### 2 448

Κροσσοί. Παγχρύσεοι. Ὁλόχρυσοι. Ἠερέθοντο. Ἠιωροῦντο, ἐκρέμαντο. Ἐϋπλοκέες.

### 2 449

Καλῶς πεπλεγμένοι. Ἑκατόμβιος. Ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. οἱ γὰρ ἀρχαῖοι, τιμῶντες τὸ ζῶον τὸν βοῦν, διὰ πολλὰ μὲν, καὶ ὅτι δὲ ἱερόν ἐστιν, ἐνεχάραττον, τῷ μὲν ἑνὶ μέρει τοῦ νομίσματος, βοῦν, τῷ δὲ ἑτέρῳ, τὸ τοῦ βασιλέως πρόσωπον. Σὺν τῇ.

### 2 450

Σὺν ταύτῃ τῇ αἰγίδι. Παιφάσσουσα. Ἐνθουσιῶσα, ὁρμῶσα. Διέσσυτο. Διῄει, διήρχετο. Ὀτρύνουσα.

### 2 451

Παρορμῶσα ἐς τὸν πόλεμον. Σθένος. Δύναμιν. Ἄληκτον.

### 2 452

Ἀκατάπαυστον. Τοῖσι δέ.

### 2 453

Τοῖς δὲ Ἕλλησιν. Ἄφαρ. Εὐθέως, ταχέως. Γλυκίων. Ἡδύτερος. Ἠὲ νέεσθαι. Ἤπερ πορεύεσθαι εἰς τὰς πατρίδας. Γλαφυρῇσι.

### 2 454

Κοίλαις, βαθείαις. Ἀΐδηλον.

### 2 455

Ἀδηλοποιὸν, ἀφανιστικόν. Ἐπιφλέγει. Καίει. Ἄσπετον. Πολλήν. Οὔρεος ἐν κορυφῇσι.

### 2 456

Ἐν ἀκρωρείαις. Ἕκαθεν. Πόῤῥωθεν. Αὐγή. Λαμπηδών. Ὣς τῶν.

### 2 457

Οὕτως τούτων. Θεσπεσίοιο. Θείου, θαυμαστοῦ. Αἴγλη.

### 2 458

Λαμπρότης. Ἧκε. Παρεγένετο. Δι’ αἰθέρος. Διὰ τοῦ ἀέρος. Πετεεινῶν.

### 2 459

Πετεινῶν. Ἔθνεα. Ἔθνη, πλήθη. Δουλιχοδείρων.

### 2 460

Μακροτραχήλων. Ἀσίω ἐν λειμῶνι.

### 2 461

Ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ, ἢ ἐν τῷ ἰλυώδει τόπῳ. ἄσις γὰρ κατὰ διάλεκτον ἐστὶν ἡ ἰλύς. Ἄλλοι δὲ, Ἀσίω ὀνομαστικῶς, ἀπὸ Ἀσίου, τοῦ Λυδοῦ. Ἄλλοι παρὰ τὸ ἄσιν. Ἀλλὰ πιστότερον, τὸ κύριον αὐτῷ περιτιθέναι. Ἔστιν οὖν ἀπὸ Ἀσίου, ὃς ἦρξε Λυδίας. Κατὰ δὲ τὰς προχοὰς, πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἐργάζεται. οὗ δὲ ὕδωρ, καὶ βοτάνη, ἀφθονία ὀρνέων. Τὸ Ἀσίω ἐνταῦθα γενικῆς πτώσεώς ἐστιν. ὅθεν οὐκ ἔχει τὸ ι. Ἦν γάρ τις Ἀσίας ἥρως, οὗ ὁμώνυμος Ἀσίας λειμών. εἶτα Ἀσίεω, ὡς Ἀτρείδεω, καὶ Ἀσίω, κατὰ συγκοπήν. ὡς, ἐϋμελίας, ἐϋμελίω Πριάμοιο. καὶ, Αἰνείω ἑτάρῳ. καὶ, βορέω ὑπ’ ἰωγῇ. Οὕτως Ὦρος ἐν τῇ Ὀρθογραφίᾳ. Καϋστρίου. Καΰστρου ποταμοῦ Λυδίας. Ἀμφὶ ῥέεθρα. Περὶ τὰ ῥεύματα. Ἔνθα καὶ ἔνθα.

### 2 462

Ἐνταῦθα, κἀκεῖσε. Ποτῶνται. Πέτονται. Ἀγαλλόμεναι. Χαίρουσαι. Πτερύγεσσι. Πτέρυξι. Κλαγγηδόν.

### 2 463

Μετὰ βοῆς. Προκαθιζόντων. Τὰ συναγελαστικὰ τῶν ὀρνέων, ὅτ’ ἂν προλάβῃ τῇ πτήσει, ἀναμένειν εἴωθε τὰ ὑστεροῦντα. Σμαραγεῖ. Ἠχεῖ. Λειμών. Ὁ σύμφυτος καὶ ὑγρὸς τόπος. Σκαμάνδριον.

### 2 465

Τὸ τῷ Σκαμάνδρῳ ποταμῷ παρακείμενον πεδίον. Ὁ δὲ Σκάμανδρος, καταφερόμενος ἀπὸ τῆς Ἴδης, καὶ μέσον τέμνων τὸ ὑπὸ τῇ Ἰλίῳ κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδιδοὺς εἰς θάλασσαν. Καλεῖται δὲ Ξάνθος. Χθών. Ἡ γῆ. Σμερδαλέον.

### 2 466

Καταπληκτικόν. Κονάβιζεν. Ἤχει. Ὀνοματοποιΐα ὁ τρόπος. Ἔσταν.

### 2 467

Ἔστησαν. Ἀνθεμόεντι. Ἄνθη ἔχοντι, ἢ, ἄνθη φέροντι. Μυρίοι.

### 2 468

Πολλοί. Μυιάων.

### 2 469

Μυιῶν. Βοιωτικὴ ἡ διάλεκτος. Ἠΰτε μυιάων. Καὶ ἑξῆς. Ἐπὶ τῷ, δεύει, ὑποστίζομεν τῆς ἀνταποδιδομένης, ἠΰτε, λέξεως, ἀνακολούθως ἐχούσης. ὡς ἐν τῇ θʹ τῆς Ἰλιάδος· ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην· εἶτα ἐπιφέρει, τόσσα μεσσηγὺ νεῶν. Ἀδινάων. Ἀθρόως πετομένων. Αἵτε.

### 2 470

Αἵτινες. Κατὰ σταθμόν. Κατὰ τὴν ἔπαυλιν. Ποιμνήϊον. Ποιμενικόν. Ἠλάσκουσι. Περὶ τὸν αὐτὸν τόπον εἱλοῦνται. Ὥρῃ ἐν εἰαρινῇ.

### 2 471

Ἐν ἔαρος ὥρᾳ. τοῦτό φησι κατ’ ἐξοχὴν τῶν ἄλλων ὡρῶν. Ὅτε. Ὁπότε. Γλάγος. Γάλα. Ἄγγεα. Τὰ γαλακτοδόχα ἀγγεῖα. Δεύει. Βρέχει. Τόσσοι.

### 2 472

Τοσοῦτοι. Ἵσταντο.

### 2 473

Εἱστήκεισαν. Διαῤῥαῖσαι. Διαφθεῖραι. Μεμαῶτες. Προθυμούμενοι. Αἰπόλια.

### 2 474

Αἰγονόμια. Αἰπόλιον γὰρ λέγεται τὸ τῶν αἰγῶν πλῆθος. ποίμνιον δὲ τῶν προβάτων. συβόσιον, τὸ τῶν χοίρων. βουκόλιον, τὸ τῶν βοῶν. ἱπποφόρβιον, τὸ τῶν ἵππων. Πλατέα. Μεγάλα. ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει πλείονι νέμονται αἱ αἶγες. Αἰπόλοι. Αἰγοβοσκοί. Ῥεῖα.

### 2 475

Ῥαδίως, εὐκόλως. Διακρινῶσιν. Διαχωρίσωσιν. Ἐπεί κε. Ἐπειδ’ ἂν, ὁπότ’ ἄν. Νομῷ. Ἐν τῇ βοσκῇ. Μιγέωσιν. Ἀναμιγῶσιν. Ὣς τούς.

### 2 476

Οὕτως καὶ τοὺς Ἕλληνας. Διεκόσμεον. Διέτασσον. Ὑσμίνηνδε.

### 2 477

Εἰς τὴν μάχην. Μετὰ δέ. Ἐν αὐτοῖς δέ. Κρείων. Βασιλεύς. Ἴκελος.

### 2 478

Ὅμοιος. Ἰστέον δὲ, ὅτι τὸ ὅμοιος καὶ τὸ ἶσος, καὶ τὸ ἴκελος, δοτικῇ συντάσσονται μόνα τῶν πρός τι. Ζώνην.

### 2 479

Τῷ Ἄρει. Ἤτοι τὸ κατὰ ζῶσμα μέρος, ἢ τὴν ὅπλισιν. ἀπὸ μέρους. Στέρνον. Στῆθος. Ποσειδάωνι Ποσειδῶνι. Ἠΰτε.

### 2 480

Ὥσπερ, καθάπερ. Ἀγέλῃφι. Ἐν τῇ ἀγέλῃ. ἐν τῷ πλήθει. Τὸ γένος προσθεὶς, τὸ εἶδος ἐπήνεγκε. γενικὸν μὲν γὰρ ὁ βοῦς ἐστιν, ἰδικὸν δὲ ὁ ταῦρος. Ἔπλετο. Ἐγένετο. Μέγ’ ἔξοχος. Ἐξοχώτατος. Βόεσσι.

### 2 481

Βουσί. Μεταπρέπει. Διαπρέπει. Ἀγρομένῃσιν. Ἠθροισμέναις. Τοῖον.

### 2 482

Τοιοῦτον. Θῆκεν. Ἐποίησεν. Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἐκπρεπέα.

### 2 483

Ἐκπρεπῆ, διάδηλον. Ἔσπετε.

### 2 484

Λέγετέ μοι, ὦ Μοῦσαι. Διὸ τὸ ε ψιλωτέον. Ὁ δὲ λόγος· Εἴπατε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες. ἀρχοὺς γὰρ νηῶν ἐρέω. Πάρεστέ τε.

### 2 485

Ἐν τοῖς πράγμασιν ἐστέ. Ἴστε τε. Καὶ ἐπίστασθε. Κλέος οἶον.

### 2 486

Ἤτοι, μόνην τὴν δόξαν τῶν ἀνδρῶν. ἢ, μόνον φήμην τινὰ ἀνδρῶν ἀκούομεν. Παρὰ τὸ κλύειν ῥῆμα, ὅ ἐστιν, ἀκούειν. Ἴδμεν. Ἐπιστάμεθα, οἴδαμεν. Ἡγεμόνες.

### 2 487

Βασιλεῖς. Πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι.

### 2 488

Τουτέστιν, εἴπω. οὐδ’ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι. ὑμῶν γάρ ἐστι τὸ ἔργον. Πληθύν. Τὸ πλῆθος. Μυθήσομαι. Μυθησαίμην, εἴποιμι. Φωνὴ δ’ ἄῤῥηκτος.

### 2 490

Καὶ διὰ τούτου δηλοῖ, ὅτι σῶμα, ἡ φωνή. Ζητοῦσι δέ τινες, διὰ ποίαν αἰτίαν, τῆς μὲν ὅλης πραγματείας ἀρχόμενος ὁ Ποιητὴς, μίαν ἐπεκαλέσατο τῶν Μουσῶν· ἐπὶ δὲ τοῦ καταλόγου, τὰς πάσας. Λέγουσι δέ τινες τῶν γραμματικῶν, ἐπὶ τοῦ, Μῆνιν ἄειδε, τὸν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς, τῆς κυριωτάτης, νοεῖσθαι πάσας. Καὶ γὰρ Ἡσίοδος τὴν Καλλιόπην κυριωτάτην φησὶν οὕτως· Καλλιόπη θ’ ἡ προφερεστάτη ἐστὶν ἁπασέων. Ἄλλοι δὲ λέγουσιν, ὅτι, περὶ ἑνὸς προσώπου, καὶ τῆς ὀργῆς τούτου, τὸν λόγον ποιούμενος, δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον. Μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων, ἐθνῶν τε καὶ τόπων, πλήθους τε καὶ πραγμάτων, εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἐπερείδεται. Ἄῤῥηκτος. Ἀδιάῤῥηκτος, στερεά. Εἶεν. Ὑπάρχοιεν. Χάλκεον. Στερεόν. Ἦτορ. Φωνὴ, ψυχή. Ἐνείη. Ἐνῆν. Εἰ μὴ Ὀλυμπιάδες.

### 2 491

Εἰ μὴ αἱ τὸν Ὄλυμπον κατοικοῦσαι Μοῦσαι. Μνησαίατο.

### 2 492

Ὑπομνήσειαν. Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον. Ἀρχοὺς αὖ.

### 2 493

Τοὺς ἄρχοντας. ὅ ἐστι, τοὺς ἡγεμόνας. Προπάσας. Πάσας, ὅλας. Περισσὴ ἡ π ρο. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον.

### 2 494

Ἄρξασθαι δέ φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ καταλόγου, χαριζόμενον ταῖς Μούσαις ἃς ἐπεκαλέσατο. Αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἶναι τὸν Ἑλικῶνα τὸ ὄρος, ὅπου σύνηθες αὐταῖς διατρίβειν. Οἱ δὲ, τῆς Φωκίδος, λέγουσιν, εἶναι τὸν Ἑλικῶνα. μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆσθαι. Τινὲς δὲ, ἀνθ’ ὧν οὗτοι μόνοι πέντε εἶχον ἡγεμόνας. Ἄλλοι δέ φασιν, οὐ διὰ τοῦτο· ἀλλ’ ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου. Οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές. Οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατάλογος παραμεμέτρηται. Ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν, ἐχόντων ἑκατὸν πόλεις. Βέλτιον δὲ, λέγειν, αὐτὸν ἀπὸ Βοιωτῶν ἦρχθαι, ἐπείπερ ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, συνήχθη ἅπαν τὸ πλῆθος, τὸ ἐπὶ τὴν Ἴλιον μέλλον στρατεύειν. Ἔχει δὲ αὕτη ἡ πόλις λιμένας, τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγεῖς ἀπὸ τῆς Ἑλλάδος πάσης. Δι’ ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι, καὶ ἐντεῦθεν ἀπέπλευσαν. Ὁ δὲ Ἀρίσταρχός φησι, κατὰ ἐπιφορὰν αὐτὸν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν πεποιῆσθαι. Εἰ γὰρ καὶ ἀπ’ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον. Οὗτοι μὲν οἱ πέντε Βοιωτῶν στρατηγοί. Ἰστέον δὲ, ὅτι ἐτίθεσαν πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν, ἀφ’ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. Σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ πολέμου. Διὸ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεὼν, ὅ ἐστι, πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον. Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄξειν. λεία δὲ, ἡ ἀπὸ πολέμου κτῆσις. Ἀρκεσίλαος δὲ ἀπὸ τοῦ ἐπαρκέσειν καὶ βοηθήσειν τοῖς λαοῖς, τουτέστι, τοῖς ὄχλοις. Προθοήνωρ δὲ, ὁ προθρέξων καὶ προδραμούμενος ἠνορέῃ, τουτέστιν, ἀνδρίᾳ. Κλονίος δὲ, ὁ γενναῖος καὶ μάχιμος γενησόμενος. Κλόνος γὰρ ἡ μάχη. Βοιωτῶν μὲν Πηνέλεως. Ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο, ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ Ἀόνων.

### 2 494 (50)

Μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας, ἀπὸ Βοιωτοῦ υἱοῦ Ἰτώνου, ἢ Ποσειδῶνος, καὶ Ἄρνης. Ἔτι δὲ Βοιωτοὶ τιμῶσι τὸν προπάτορα αὐτῶν, Βοιωτὸν, υἱὸν Ποσειδῶνος. Καθ’ ἑτέρους δὲ, ἀπὸ τῆς ἐλαθείσης κατὰ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίνικος θυγατρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς αὐτῆς, κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ’ εὑρήκει αὐτὴν, ἧκεν εἰς Δελφοὺς πρὸς τὸν θεόν. Ὁ δὲ θεὸς εἶπεν αὐτῷ, περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοΐ, καὶ πόλιν ἐκεῖ κτίζειν, ἔνθα ἂν αὐτὴ εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. Τοιοῦτον λαβὼν χρησμὸν, διὰ Φωκέων ἐπορεύετο. Εἶτα, βοῒ συντυχὼν παρὰ τοῖς Πελάγονος βουκολίοις, ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. Ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν, ὀκνήσασα ἀνεκλίθη, ἔνθα νῦν ἡ πόλις εἰσὶ Θῆβαι. Βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι, πέμπει τινὰς τῶν μεθ’ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. Ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων, ὃν Ἄρεος ἔλεγον εἶναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. Ἀγανακτήσας δὲ Κάδμος, κτείνει τὸν δράκοντα· καὶ, τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης, τοὺς τούτου ὀδόντας σπείρει. ἀφ’ ὧν ἐγένοντο οἱ γηγενεῖς. Ὀργισθέντος δὲ Ἄρεος, καὶ μέλλοντος Κάδμον ἀναιρεῖν, ἐκώλυσεν ὁ Ζεύς. καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεος καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι. ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι, καὶ τῶν θεῶν ἕκαστον Ἁρμονίᾳ δῶρον δοῦναι. Ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς, καὶ Ἀπολλόδωρος. Ἦρχον. Ἐβασίλευον, ἡγοῦντο. Οἵθ’ Ὑρίην.

### 2 496

Τὸ πλῆρες, Οἵ τε Ὑρίαν. Ὑρία δὲ, χωρίον πλησίον τῆς Αὐλίδος, ὃ ἔκτισεν Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης. ἢ, ὥς τινες εἶπον, Βοιωτὸς ὁ Ὠρίονος πατήρ. Ἐνέμοντο. Κατῴκουν. Αὐλίδα. Αὐλὶς ὠνόμασται ἀπὸ Αὐλίδος τῆς εὐωνύμου τοῦ Κηφισσοῦ· ἢ ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι καὶ μεῖναι τοὺς Ἕλληνας. Πετρήεσσαν. Πετρώδη, τραχείαν. Σχοῖνον.

### 2 497

Πόλιν Βοιωτίας, ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος τοῦ Ἀταλάντης πατρός. Σκῶλόν τε. Καὶ Σκῶλον. Ἔστι δὲ κώμη ἡ Σκῶλος ὑπὸ Κιθαιρῶνι ὄρει τῶν ἐν τῇ Βοιωτίᾳ Θηβῶν. οὕτω δὲ κέκληται διὰ τὸ δυσοίκητον τοῦ τόπου. Πολύκνημον. Πολλοὺς ἔχουσαν κνημούς. Κνημοὶ δὲ μεταφορικῶς ἀπὸ τῶν ἀνθρωπίνων κνημῶν. Λέγονται δὲ αἱ τῶν ὀρῶν προβάσεις. καὶ γὰρ αὗται ὅσον ἀπὸ κεφαλῆς πρὸ τῶν βάσεων εἰσὶν, ὅ ἐστι, πρὸ τῶν ποδῶν. Ἐτεωνόν. Ὠνόμασται ἀπὸ Ἐτεωνοῦ, ὃς ἦν ἀπόγονος Βοιωτοῦ. Καλεῖται δὲ νῦν Σκάρφη. Θέσπειαν.

### 2 498

Τὰς νῦν πληθυντικῶς Θεσπιὰς καλουμένας. Γραῖαν. Τὴν νῦν Τάναγραν καλουμένην. Εὐρύχορον. Πλατεῖαν, μεγάλην. Μυκαλησσόν. Οὕτως κληθεῖσαν ἀπὸ Μυκάλης τῆς ἐν Καρίᾳ, Περσέως ἐν αὐτῇ ἱδρυσαμένου τὸ τοῦ Μυκαλέως Διὸς ἱερόν. Οἵ τε.

### 2 499

Οἵτινες. Ἀμφ’ Ἅρμα. Περὶ τὸ Ἅρμα. Τὸ δὲ Ἅρμα, πόλις τῆς Βοιωτίας, ὀνομασθεῖσα ἀπὸ τοῦ αὐτόθι καταποθῆναι σὺν τοῖς ἵπποις τὸ Ἀμφιαράου τοῦ μάντεως ἅρμα σὺν αὐτῷ. Καὶ Εἰλέσιον, καὶ Ὕλην, καὶ Ἐλεῶν’. Τὸ πλῆρες Ἐλεῶνα. Εἰσὶ δὲ αὗται πόλεις Βοιωτίας. Καὶ οὕτω καλοῦνται, ἐπειδὴ ὑλώδεις οἱ τόποι. Ἐρυθραί. Βαρυτόνως μὲν, πόλις Βοιωτίας· ὀξυτόνως δὲ, πόλις Ἰωνίας. Ὠνομάσθησαν δὲ, ἤτοι ἀπὸ Ἐρυθροῦ τοῦ, Ποσειδῶνος, καὶ Ἀμφιμεδούσης τῆς Δαναοῦ· ἢ, ὡς ἕτεροι, ἀπὸ Ἐρυθρᾶς τῆς Πορφυρίωνος τοῦ Σερίφου. Εἶχον.

### 2 500

Κατῴκουν. Ὕλην. Τὸ υ ἐνταῦθα ἐπεκτεταμένως. ὡς τό· Ὕλῃ ἔνι οἰκία ναίων. Πετεῶνα. Ἀπὸ Πετεῶνος τοῦ Βοιωτοῦ. Ὠκαλέην.

### 2 501

Ἀπὸ τοῦ παραῤῥέοντος ποταμοῦ. Καλεῖται δὲ νῦν Ὠκάλεια. Μεδεῶνά τ’. Καὶ τὸν Μεδεῶνα. Μεδεῶνα. Ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου. Ἐϋκτίμενον. Καλῶς κεκτισμένον. Πτολίεθρον. Πόλιν. Κώπας.

### 2 502

Πόλεις Βοιωτίας, ἀπὸ Κωπεῶνος τινὸς ἥρωος. παρ’ ἣν καὶ ἡ λίμνη Κωπαΐς. Πολυτρήρωνα. Πολλὰς περιστερὰς ἔχουσαν. Τρήρωνες δὲ καλοῦνται αἱ περιστεραὶ, ἀπὸ τοῦ τρεῖν, καὶ εὐλαβεῖσθαι. δειλὸν γὰρ τὸ ζῶον. Θίσβη. Αἱ νῦν πληθυντικῶς λεγόμεναι Θίσβαι. Κορώνειαν.

### 2 503

Ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. Ποιήεντα. Βοτανηφόρον, σύμφυτον. πόα γὰρ, ἡ βοτάνη. Διὰ τούτου δὲ τὸ εὔγειον παρίστησιν αὐτῆς. Πλάταιαν.

### 2 504

Τὰς Πλαταίας. ἀπὸ Πλάτης τῆς Ὀγχηστοῦ. Ἔχον. Εἶχον, ᾤκουν. Γλίσσαντα. Προπαροξυτόνως ὡς γίγαντα. Ὑποθήβας.

### 2 505

Θῆβαι ἀπὸ Θήβης, τῆς Ἀσωποῦ, τοῦ ἐντοπίου ποταμοῦ. Ὑποθήβας οὖν τὰς ἐλάττω Θήβας, ἠλαττωμένας ὕστερον ἐπὶ τῶν ἐπιγόνων. ἐπόρθησαν γὰρ αὐτὰς οἱ τῶν ἑπτὰ ἐπὶ Θήβας στρατευσάντων παῖδες, ἐκδικοῦντες πατρώαν ὕβριν. Ἕτεροι δέ φασιν, Ὑποθήβας λέγειν τὸν Ποιητὴν τὰς ὑποκειμένας ταῖς ἑπταπύλοις Θήβαις κώμας. αὗται γὰρ αἱ Θῆβαι ἐκπεπολιώρκηντο. Ὄγχηστον.

### 2 506

Τόπος τῆς Βοιωτίας, ἱερὸς Ποσειδῶνος. Εἴρηται δὲ ἀπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ. Ποσιδήϊον. Ποσειδῶνος ἱερόν. Ἀγλαόν. Καλόν. Ἄλσος. Πᾶς τόπος σύνδενδρος, ὕδωρ ἔχων, καὶ θεοῖς ἀφιερωμένος, ἄλσος καλεῖται. Πολυστάφυλον.

### 2 507

Πολυάμπελον. Ἄρνην. Πόλιν Βοιωτίας, ἀπὸ Ἄρνης, ἧς καὶ Ποσειδῶνος Βοιωτός. Οἱ δὲ, ὅτι οὐχ εὑρίσκεται κατὰ τοὺς Τρωϊκοὺς χρόνους Ἄρνη πόλις Βοιωτίας, ὅθεν ἔνιοι πιθανῶς μεταγράφουσι, οἵ τε πολυστάφυλον Τάρνην ἔχον. Νίσαν.

### 2 508

Βοιωτίας, οὐ Μεγαρίδος. Ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. Ζαθέην. Ἄγαν θείαν. Ἀνθηδόνα. Ἀνθηδὼν πόλις Βοιωτίας. Ἐκ ταύτης ἦν Γλαῦκος θαλάσσιος. Ἐσχατόωσαν. Τὴν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Βοιωτίας κειμένην. Τῶν μέν.

### 2 509

Τούτων μέν. Νέες. Πλοῖα. Βαῖνον.

### 2 510

Ἔβαινον. Ἀσπληδόνα.

### 2 511

Ὠνόμασται ἀπὸ Ἀσπληδόνος τοῦ Πρέσβωνος. Ἔστι δὲ Βοιωτίας τῆς Ὀρχομενίων γῆς. Καλεῖται νῦν Εὐδείελος. Ναῖον. Ὤικουν. Ὀρχομενὸν Μινύειον. Τὸν ἐν τῇ Βοιωτίᾳ λέγει Ὀρχομενὸν, τὸν ὑπὸ Μινύου βασιλευθέντα, τὸν ὀνομασθέντα ἀπὸ Ὀρχομενοῦ τοῦ Διὸς υἱοῦ, καὶ Ἑρμίππης τῆς Βοιωτοῦ. Παραῤῥέει αὐτὸν ποταμὸς Μινύας, ἀφ’ οὗ Μινύαι ἐκλήθησαν οἱ τὴν χώραν κατοικοῦντες. Ἔστι δὲ καὶ ἕτερος Ὀρχομενὸς τῆς Ἀρκαδίας, ὃν πολύμηλον καλεῖ ὁ ποιητής. καὶ ἕτερος τῆς Θεσσαλίας. Υἷες Ἄρηος.

### 2 512

Παῖδες Ἄρεος. Δόμῳ.

### 2 513

Οἴκῳ. Ἀζείδαο. Ἀζέως παιδός. Παρθένος.

### 2 514

Ἡ ἔτι παρθένος νομιζομένη τοῖς γονεῦσιν. Αἰδοίη. Αἰδοὺς ἀξία καὶ τιμῆς. Ὑπερῴϊον εἰσαναβᾶσα. Εἰς τὸ δίστεγον ἐλθοῦσα τὸ καλούμενον γυναικωνίτης. οἱ γὰρ ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερῴους τοὺς θαλάμους κατεσκεύαζον, ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι. Παρελέξατο.

### 2 515

Παρεκοιμήθη, παρεκαθεύδησε. Λάθρη. Λαθραίως, κρυφίως. Ὁ δέ οἱ. Οὗτος δὲ αὐτῇ. Ὁ δὲ, ἀντὶ τοῦ, γάρ. Γλαφυραί.

### 2 516

Βαθεῖαι, κοῖλαι. Ἐστιχόωντο. Ἐν τάξει παρεγένοντο. Αὐτὰρ Φωκήων.

### 2 517

Τῶν δὲ Φωκέων. Διχῶς δὲ γράφεται, Φωκήων, καὶ Φωκείων. Τοὺς δὲ Φωκεῖς οἱ μὲν ἀπὸ Φώκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ, οἱ δὲ τοῦ Ποσειδῶνος καὶ Προνόης τῆς Ἀσωποῦ. Ἦρχον. Ἡγοῦντο. Υἷες Ἰφίτου.

### 2 518

Σχέδιος, καὶ Ἐπίστροφος. Ναυβολίδαο. Ναυβόλου, παιδὸς Ἰφίτου. Κυπάρισσον.

### 2 519

Πόλιν Φωκίδος. Ὠνομάσθη δὲ ἀπὸ Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ. ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. Πυθών. Καὶ αὕτη πόλις Φωκίδος. Τὸ πρότερον δὲ ἐκαλεῖτο Παρνασία νάπη, ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους. ἔπειτα Πυθών. ὕστερον δὲ Δελφοί. Καὶ Πυθὼν μὲν, ἐπεὶ κατεσάπει αὐτόθι ὁ δράκων, ὁ τὸ μαντεῖον πρότερον φυλάσσων, ὃν ἀπέκτεινε τοξεύσας ὁ Ἀπόλλων. πύθεσθαι γὰρ, τὸ σήπεσθαι. ὡς τό· σέο δ’ ὀστέα πύσει ἄρουρα. ἢ, ὡς ἔνιοί φασι, διὰ τὸ παραγενομένους αὐτόθι πυθέσθαι τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσι. Κρίσσαν.

### 2 520

Πεδίον ἐν Λοκρίδι, ἢ, ὡς οἱ πλείονές φασιν, ἐν Δελφοῖς, ὠνόμασται ἀπὸ Κρίσσου τοῦ τυράννου, καὶ Ἀστεροδίας τῆς Δηϊονέως. Δαυλίδα. Δαυλὶς, πόλις Φωκίδος, ἀπὸ Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου, καὶ Κρηστώνης. ἢ διὰ τὸ σύμφυτον. δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι. Πανοπῆα. Πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φώκου. Ἀνεμώριαν.

### 2 521

Αὕτη μεταξὺ κεῖται Φωκίδος, καὶ Δελφῶν, ἐφ’ ὑψηλοῦ τόπου, ὅθεν οὕτως ὠνόμασται, παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς. Ὑάμπολιν. Οἵτινες ᾤκουν τὴν ὑπὸ Ὑάντων ἔθνους βαρβάρων οἰκισθεῖσαν πόλιν. Οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισσόν.

### 2 522

Οὗτοι Ἐπικηφίσιοι λέγονται, ὑπὸ δέ τινων παραποτάμιοι. Ὁ δὲ Κηφισσὸς ποταμός ἐστι τῆς Φωκίδος, ἔχων τὰς πηγὰς ἐκ Λιλαίας. ὥς φησιν Ἡσίοδος· Ὅς τε Λιλαίῃσι προρέει καλίῤῥοον ὕδωρ. Δῖον. Θαυμαστόν. Ἔναιον. Ὤικουν. Λίλαιαν.

### 2 523

Πόλις Φωκίδος, παρακειμένη ταῖς τοῦ Κηφισσοῦ πηγαῖς. Ἕποντο.

### 2 524

Ἠκολούθουν. Στίχες.

### 2 525

Τάξεις. Ἔστασαν. Εἱστήκεισαν. Ἀμφιέποντες. Περὶ αὐτὸν ἐνεργοῦντες, καὶ ἐπιμέλειαν ἔχοντες. Ἐπ’ ἀριστερά.

### 2 526

Ἐκ τοῦ ἀριστεροῦ μέρους. Ἔμπλην. Πλησίον. Θωρήσσοντο. Καθωπλίζοντο. Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας.

### 2 527

Λοκρῶν δὲ μέμνηται, τῶν Ἐπικνημιδίων καλουμένων. οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οἴκησιν πεποίηνται, οἱ ὑπὸ τῷ Αἴαντι ὄντες. Εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν, ἐπὶ τῆς ἑτέρας πλευρᾶς, οἰκοῦντες κατὰ τὸ Κρισσαῖον πεδίον· κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ, ὃν ἐποίησαν οἱ ἰχῶρες δυσώδη τοῦ κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηϊάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὔηνον ποταμὸν ἐπιχείρει βιάζεσθαι· ἢ, ὅτι εἰσὶν αἰγονόμοι, καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. Τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ Ἐπιζεφύριοι καλούμενοι, διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν. Ἡγεμόνευεν. Ἡγεῖτο. Μείων, οὔτι τόσος γε ὅσος Τελαμώνιος Αἴας, Ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην, λινοθώρηξ, Ἐγχείῃ δ’ ἐκέκαστο πανέλληνας καὶ Ἀχαιούς.

### 2 528

Ἀθετοῦνται οἱ τρεῖς οὗτοι στίχοι, ὡς μὴ γνήσιοι τοῦ ποιητοῦ. Πρῶτον μὲν, ὅτι οὐκ ἦν μικρότερος ὁ Ὀϊλέως Αἴας τοῦ Τελαμῶνος. Φησὶ γὰρ ἐν ἑτέροις τῆς ποιήσεως· Αἴας δ’ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς Ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν. Ἀλλ’ ὥστ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον Ἶσον θυμὸν ἔχοντε τιταίνετον. Ἔπειθ’, ὅτι οὐκ οἶδεν λινοῖς θώρηξι χρωμένους τοὺς Ἕλληνας ὁ ποιητής. Ψεῦδος δὲ καὶ τὸ, Ἐγχείῃ δ’ ἐκέκαστο πανέλληνας. Μείων. Μικρότερος, ἐλάττων. Οὔτι τόσος. Οὐ τηλικοῦτος τῷ μεγέθει τοῦ σώματος καὶ τῇ δυνάμει. Ὅσος. Ὁπόσος. Ὀλίγος.

### 2 529

Μικρός. ποσότης ἀντὶ πηλικότητος. Λινοθώρηξ. Λινοῦν θώρακας ἔχων. οἱ γὰρ τοξόται λινοὺς θώρακας φοροῦσιν. Ἐγχείῃ.

### 2 530

Τῇ διὰ δόρατος μάχῃ. Ἐκέκαστο. Ἐκεκόσμητο, ἐνίκα. Πανέλληνας. Ἀντὶ τοῦ, πάντας τοὺς Ἕλληνας. Κῦνον Ὀπόεντά τε.

### 2 531

Κῦνος, καὶ Ὀποῦς, πόλις τῆς Λοκρίδος. Εἴρηται δὲ ἀπὸ Κύνου τοῦ Λοκροῦ. Καλλίαρόν τε. Ἀπὸ Καλλιάρου τοῦ Ὀποῦντος. Βῆσαν.

### 2 532

Οὕτως ὠνόμασται, διὰ τὸ σύμφυτον εἶναι τὸ χωρίον. πάντες γὰρ οἱ σύνδενδροι τόποι, καὶ μάλιστα τῶν ὀρῶν, βῆσαι λέγονται. Σκάρφην. Οὕτως ὠνόμασται ἀπὸ Σκάρφης τῆς Αἴσονος μητρός. Αὐγειάς. Ἀπὸ Αὐγείας τινὸς, ἐγχωρίου νύμφης. οὐκέτι δὲ οἰκεῖται. Ἐρατεινάς. Ἐπεράστους, καλὰς, καὶ ἐπιθυμίας ἀξίας. Τάρφην.

### 2 533

Οὕτως ὠνόμασται, διὰ τὴν δασύτητα τῆς ὕλης. ταρφέα γὰρ, τὰ συνεχῆ. Θρόνιον. Ἀπὸ Θρονίας νύμφης οὕτως ὠνόμασται. Βοαγρίου ἀμφὶ ῥέεθρα. Περὶ τὰ τοῦ Βοαγρίου ῥεύματα. Ὁ δὲ Βοάγριος, ποταμὸς τῆς Λοκρίδος. Πέρην.

### 2 535

Πέραν. Εὔβοια. Νῆσος παρακειμένη τῇ Ἀττικῇ, καὶ Βοιωτίᾳ, καὶ Φωκίδι, καὶ Λοκρίδι. ἥτις καὶ Μάκρις ἐκαλεῖτο. ἤτοι διὰ τὸ εἰς μῆκος κεῖσθαι. ἢ ἀπὸ Μακρίδος νύμφης, τῆς τροφοῦ Ἥρας. Ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ. Μένεα πνείοντες.

### 2 536

Θυμοῦ καὶ δυνάμεως πνείοντες, τουτέστι, γέμοντες. Θαρσαλέοι. Ἄβαντες δὲ, οἱ ἀπὸ Εὐβοίας, ἀπὸ Ἄβαντος, τοῦ, Ποσειδῶνος, βασιλέως αὐτῶν. Χαλκίδα.

### 2 537

Χαλκὶς, πόλις Εὐβοίας. Εἰρέτριάν τε. Καὶ τὴν Ἐρέτριαν. Εἴρηται δὲ ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος. Ἱστίαιαν. Αὕτη πρότερον ἐκαλεῖτο Ταλαντία, ὕστερον δὲ οὕτω προσηγορεύθη ἀπὸ Ἱστιαίας, τῆς Ὑριέως. Κήρινθος.

### 2 538

Πόλις Εὐβοίας ἐπιθαλάσσιος. Ἔφαλον. Παραθαλάσσιον. Δίου τ’ αἰπὺ πτολίεθρον. Τὸ ὑψηλὸν καὶ μέγιστον. Καλεῖται δὲ καὶ Δίων πληθυντικῶς. εἴρηται δὲ ἀπὸ Δίου τοῦ Πανδώρου. Κάρυστον.

### 2 539

Πόλιν Εὐβοίας. Ναιετάασκον. Ὤικουν. Ὄζος Ἄρηος.

### 2 540

Ἀπόγονος Ἄρεος. πολεμικός. Χαλκωδοντιάδης.

### 2 541

Χαλκώδοντος παῖς Ἐλεφήνωρ. Εἴρηται δὲ προληπτικῶς τὸ ὄνομα, ὡς ἔθος τοῖς παλαιοῖς τιθέναι τοῖς παισὶ, παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν, καὶ βλάπτειν, τοὺς ἐναντίους. Μεγαθύμων. Μεγαλοψύχων, γενναίων. Ἀρχός. Ἄρχων, ἡγεμών. Ὄπιθεν κομόωντες.

### 2 542

Τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες, ἀνδρίας χάριν. Ἴδιον δὲ τοῦτο τῆς τῶν Εὐβοέων κουρᾶς τὰς ὄπισθεν τρίχας βαθείας ἔχειν. Αἰχμηταί.

### 2 543

Πολεμικοὶ, μαχηταί. Μεμαῶτες. Προθυμούμενοι. Ὀρεκτῇσι μελίῃσι. Τοῖς ἐκ χειρῶν δόρασιν, οἷς ὀρέγδην ἐχρῶντο, συνιστάμενοι, καὶ ἐκτείνοντες αὐτά. ἐξ οὗ, θαρσαλέοι. ὀρέξασθαι γάρ ἐστι, τὸ ἐκ χειρὸς πατάξαι. Μελίῃσι. Δόρασιν, ἀπὸ μελίας ξύλου γενομένοις. Ῥήξειν.

### 2 544

Διαῤῥήξειν. Δηΐων. Πολεμίων. Ἀμφὶ στήθεσσι. Περὶ τοῖς στήθεσιν αὐτῶν. Οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον.

### 2 546

Ἀντὶ τοῦ, ᾤκουν. Ἀθήνας δὲ νῦν κέκληκε τὴν πόλιν. τοὺς δὲ δήμους παρέλιπε, διὰ τὸ πλῆθος, ἢ διὰ τὸ μὴ δύνασθαι πάντας εἰς μετροποιΐαν καταταγῆναι. Δῆμον.

### 2 547

Ὄχλον. Ἐρεχθῆος. Τοῦ βασιλέως τῶν Ἀθηναίων, τοῦ καὶ Ἐριχθονίου καλουμένου, γεννηθέντος ἐκ τοῦ Ἡφαίστου. Οὗτος γὰρ ἐδίωκε τὴν Ἀθηνᾶν, ἐρῶν αὐτῆς· ἡ δὲ ἔφευγεν. Ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο, πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς) ἐπειρᾶτο συνελθεῖν. Ἡ δὲ, ὡς σώφρων, καὶ παρθένος, ὡς οὐκ ἠνείχετο, ἀπεσπέρμῃνεν εἰς τὸ σκέλος τῆς θεοῦ. Ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν γόνον, ἔῤῥιψεν εἰς γῆν. ὅθεν Ἐριχθόνιος, ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς παῖς· κατά τινα ἐτυμολογίαν, ὡς ἀπὸ τοῦ ἐρίου, καὶ τῆς χθονός. Ἱστορεῖ Καλλίμαχος ἐν Ἑκάλῃ. Μεγαλήτορος. Μεγαλοψύχου, γενναίου. Ἀθήνη. Ἀθηνᾶ. Ζείδωρος.

### 2 548

Ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. Ἄρουρα. Ἡ γῆ. παρὰ τὸ ἀροτριᾶσθαι. Κὰδ δ’ ἐν Ἀθήνῃς’ εἷσε.

### 2 549

Καθίδρυσε δὲ αὐτὸν Ἀθήνῃσιν ἐν τῷ ἰδίῳ αὐτῆς ἱερῷ ἡ θεὸς, καὶ ἔδωκε φυλάττειν ταῖς Κέκροπος θυγατράσιν. Ἑῷ ἐνί. Ἐν τῷ ἰδίῳ. Πίονι. Ἀντὶ τοῦ, πλουσίῳ, καὶ εὐδαίμονι. Νηῷ. Ναῷ. Ἔνθα.

### 2 550

Ἐκεῖ, ἐν ταῖς Ἀθήναις. Μίν. Αὐτὸν τὸν Ἐρεχθέα. Ἀρνειοῖς. Ἀρνοῖς, κριοῖς. Ἱλάονται. Ἐξευμενίζονται, ἐξιλεοῦνται. Κοῦροι Ἀθηναίων.

### 2 551

Οἱ Ἀθηναῖοι. περιφραστικῶς. Περιτελλομένων. Εἰς τὸ αὐτὸ κατὰ περίοδον περιερχομένων, καὶ τελειουμένων. Ἐπιχθόνιος.

### 2 553

Ἐπίγειος. Κοσμῆσαι.

### 2 554

Διατάξαι, καθοπλίσαι. Ἀσπιδιώτας. Ἐνόπλους. Οἶος.

### 2 555

Μόνος. Ἔριζεν. Ἐφιλονείκει, ἐξισοῦτο. Προγενέστερος ἦεν. Παλαιότερος ὑπῆρχεν. Ἐκ Σαλαμῖνος.

### 2 557

Σαλαμὶς, νῆσος πρὸ τῆς Ἀττικῆς. ὅθεν ἦν Αἴας ὁ Τελαμώνιος. Ἄγεν. Ἦγεν, ἔφερε. Φάλαγγες.

### 2 558

Τάξεις. Ἄργος.

### 2 559

Τὴν Πελοπόννησον. Τίρυνθα. Πόλιν Ἄργους. Τειχιόεσσαν. Τὴν καλῶς τετειχισμένην. ἐπεὶ δοκεῖ ὑπὸ Κυκλώπων τετειχίσθαι. Ἑρμιόνην, Ἀσίνην τε.

### 2 560

Πόλεις τοῦ Ἄργους. Ἔστι δὲ ἡ Ἑρμιόνη ἱερὰ Περσεφόνης. Βαθὺν κατὰ κόλπον ἐχούσας. Τὰς βαθὺν κατεχούσας κόλπον. Κόλπος δέ ἐστι θάλασσα ὑπὸ ἀκρωτηρίων περιεχομένη. Τροιζῆνα.

### 2 561

Τροιζὴν, ἀπὸ Τροιζῆνος υἱοῦ Πέλοπος. Ἠϊόνας τε. Οἱ παλαιοὶ ἑνικῶς. Ἀμπελόεντα. Πολυάμπελον, οἰνοφόρον. Ἐπίδαυρον. Πόλιν Ἄργους, ἐν τοῖς παραθαλασσίοις μέρεσι κειμένην. Αἴγιναν.

### 2 562

Νῆσον πρὸ τῆς Ἀττικῆς. Ἐκαλεῖτο δὲ πρότερον Οἰνώνη. ὕστερον δὲ Αἴγινα, ἀπὸ Αἰγίνης, τῆς Ἀσωποῦ μὲν θυγατρὸς, Αἰακοῦ δὲ μητρός. Ἀγακλειτοῦ.

### 2 564

Πάνυ ἐνδόξου. Κίεν.

### 2 565

Ἐπορεύετο. Ἰσόθεος φώς. Ἰσόθεος ἀνήρ. Τὸ δὲ φὼς, ὀξυτονούμενον, τὸν ἄνθρωπον δηλοῖ. ὡς τὸ, ἰσόθεος φώς. καὶ, φῶτ’ Ἀσκληπιοῦ υἱόν. Περισπώμενον δὲ, τὸ φέγγος. καὶ, τροπικῶς, τὴν σωτηρίαν συνῃρημένον ἐκ τοῦ φάος. Εἰκότως οὖν περισπᾶται. Φάος δ’ ἑτάροισιν ἔθηκε. Καὶ, Χρύσεον λύχνον ἔχουσα, φάος περικαλλές. Ἐπεὶ τὸ, πῶς, καὶ τὸ, ποῦ, ἐπιῤῥήματά ἐστι πευστικά. οἷον, Πῶς ἔθαν’ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; Ὀξυτονούμενα δὲ, καὶ ἐγκλιτικά ἐστιν. ὡς τὸ, Ἀλλ’ οὔ πως ἅπαντα θεοὶ δόσαν ἀνθρώποισιν. Ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι. Μηκιστέως υἱός.

### 2 566

Εὐρύαλος. Ταλαϊονίδαο. Ταλαοῦ παιδὸς, Ἀδράστου. Ὀγδώκοντα.

### 2 568

Ὀγδοήκοντα. Μυκήνας.

### 2 569

Πόλιν Ἄργους, ἧς ἐβασίλευεν Ἀγαμέμνων. ἀπὸ Μυκήνης, νύμφης Λακωνικῆς. Ἀφνειόν.

### 2 570

Πλούσιον. Ἐϋκτιμένας. Καλῶς ἐκτισμένας. Ὀρνειάς.

### 2 571

Κώμην Ἀργείας. Ἀραιθυρέην. Αὕτη ὕστερον Φλιοῦς προσηγορεύθη. ἀπὸ Φλιοῦντος τοῦ Διονύσου. Ἐρατεινήν. Ἐπιθυμητὴν, καλήν. Καὶ Σικυῶν’.

### 2 572

Τὸ πλῆρες Σικυῶνα. ἔστι δὲ αὕτη πόλις Ἄργους. Ὅθ’ ἄρ’. Ὅπου δή. Αἰπεινήν.

### 2 573

Ὑψηλήν. Γονόεσσαν. Γονοῦσαν. Ἔστι δὲ ἀκρωτήριον Πελλήνης. Πελλήνην.

### 2 574

Διαφέρει Πελλήνη Παλλήνης. Παλλήνη μὲν γὰρ πόλις Θρᾴκης· Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας, ἥ ἐστι Πελοπόννησος. Αἰγιαλόν.

### 2 575

Οὕτως ἐκαλεῖτο παραθαλασσία χώρα, ἤτοι πλευρὰ τῆς Πελοποννήσου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρις Ἤλιδος. Αἰγιαλοὶ δὲ, τόποι πλεῖστοι. ὧν καὶ ὁ κατὰ Παφλαγωνίαν. Ἀμφ’ Ἑλίκην. Περὶ τὴν Ἑλίκην. Εὐρεῖαν. Πλατεῖαν. Τῶν ἑκατὸν νηῶν.

### 2 576

Ἀντὶ τοῦ, πάντων τῶν προειρημένων. Καὶ γὰρ ἑκατὸν νηῶν ἡγεμὼν ἦν ὁ Ἀγαμέμνων. Κρείων. Κρατῶν, ἄρχων. Ἐν δ’ αὐτὸς ἐδύσατο.

### 2 578

Ἐνεδύσατο δὲ αὐτός. Νώροπα. Λαμπρόν. ἀμαυροῦντα τοὺς ὦπας, ὅ ἐστι, τοὺς ὀφθαλμούς. Κυδιόων.

### 2 579

Γαυριῶν τῇ ἑαυτοῦ δόξῃ. Μετέπρεπε. Διέπρεπε, ἐκδηλότατος ἦν. Κοίλην Λακεδαίμονα.

### 2 581

Τὴν ὑπὸ ὀρῶν περιεχομένην. διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Τηύγετον ὄρος. Διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκισαν. Λακεδαίμονα δὲ, τὴν χώραν λέγουσι· τὴν δὲ πόλιν, Σπάρτην. Ἕτεροι δὲ καὶ αὐτῆς τῆς πόλεως τὸ μέν τοι Λακεδαίμονα, τὸ δὲ Σπάρτην καλοῦσι. Κητώεσσαν. Μεγάλην. παρὰ τὸ κῆτος. ὅπερ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύδρων ζώων. Τινὲς δὲ γράφουσι, καιετάεσσαν, ἵν’ ᾖ, τὴν καλαμινθώδη. κατὰ γὰρ αὐτοὺς ἡ καλαμίνθη ἐστὶ πολλὴ ἐν Σπάρτῃ. Μέσσην.

### 2 582

Τὴν καλουμένην Μεσήνην. Βρυσιαί.

### 2 583

Πόλεις τῆς Λακωνικῆς. Ἕλος.

### 2 584

Πόλις τῆς Λακωνικῆς παραθαλάσσιος. ἧς οἱ πολῖται Εἵλωτες. Λάαν.

### 2 585

Πόλιν Λακωνικῆς. ἣν οἱ Διόσκουροι πορθήσαντες, Λαπέρσαι ἐκλήθησαν. Διὰ δὲ τὸ μέτρον ἀναγνωστέον δισυλλάβως. χρὴ γὰρ λέγειν, μονοσυλλάβως, Λᾶν. Οἳ δ’ Οἴτυλον. Καὶ Οἴτυλον. Ἔστι δὲ καὶ αὕτη πόλις Λακεδαιμονίας. Ἀπάτερθεν.

### 2 587

Ἄποθεν, χωρίς. Κίεν.

### 2 588

Παρεγένετο. Ἧισι προθυμίῃσι. Ταῖς ἑαυτοῦ προθυμίαις. Πεποιθώς. Πεπιστευκώς. Ὀτρύνων.

### 2 589

Παρορμῶν. Ἵετο. Προεθυμεῖτο. Θυμῷ. Τῇ ψυχῇ. Τίσασθαι.

### 2 590

Τιμωρήσασθαι. Ὁρμήματα. Μεριμνήματα. Στοναχάς τε. Καὶ στεναγμούς. Πύλον.

### 2 591

Πύλος, ὁ ὑπὸ Νέστορι, τῆς Μεσηνίας, τὸ καὶ Κορυφάσιον· ὁ δὲ τῆς Ἀρκαδίας, ἡ τοῦ Νέστορος πατρίς· ὁ δὲ τῆς Ἠλείας, παρὰ τὴν Ὠλενίαν πέτραν. Θρύον.

### 2 592

Πόλιν τῆς Ἤλιδος, ἣν ἑτέρως Θρυόεσσαν λέγουσιν. Ἀλφειοῖο πόρον. Καθ’ Ὅμηρον ποσὶ διαβατός ἐστιν ὁ Ἀλφειὸς ποταμός. πόρον γὰρ, τὸ διαβατὸν αὐτοῦ μέρος φησίν. Ἔστι δὲ ὁ Ἀλφειὸς τῆς Ἠλίας χώρας. Αἶπυ. Βαρυτόνως λεκτέον. ὄνομα γὰρ ἐστὶ πόλεως. Τὸ δὲ ὀξυτονούμενον, ἐπίθετόν ἐστι, καὶ σημαίνει τὸ ὑψηλόν. Τῶν μέν τοι εἰς υ ληγόντων οὐδετέρων τριγενῶν τὰ θηλυκὰ εἰς α λήγει, τῇ ει διφθόγγῳ παραληγόμενα. οἷον· αἰπὺ, αἰπεῖα Κολώνη· ὀξὺ, ὀξεῖα· ταχὺ, ταχεῖα. Ἔνθα.

### 2 594

Ὅπου. ἐν τῷ Δωρίῳ. Ἔστι δὲ ὄνομα πόλεως. Ἀντόμεναι.

### 2 595

Ἀπαντήσασαι. Θάμυριν. Οὗτος παῖς ἦν Φιλάμμωνος, καὶ Ἀρσίου τῆς νύμφης, τὸ γένος Θρᾴξ. Ὃς ἔσχεν αἰσχρὸν ἔρωτα, πρῶτος ἀρξάμενος ἐρᾷν ἀῤῥένων. Οὗτος, κάλλει πολλῷ διενεγκὼν, καὶ κιθαρῳδίᾳ, περὶ μουσικῆς ἐρίσας ταῖς Μούσαις, συνέθετο, ἂν μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· ἂν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσι. Καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι, τῶν ὀμμάτων αὐτὸν, καὶ τῆς κιθαρῳδίας, καὶ τοῦ νοῦ, ἐστέρησαν. Θρήϊκα. Θρᾷκα. Παῦσαν. Ἔπαυσαν, ἐπέσχον. Ἀοιδῆς. Τῆς ὠδῆς. Ἰόντα.

### 2 596

Πορευόμενον. Οἰχαλίηθεν. Ἀπὸ τῆς Οἰχαλίας, πόλεως τῆς Θεσσαλίας, ἧς ἐβασίλευσεν Εὔρυτος. Οἰχαλιῆος. Τοῦ ἀπὸ τῆς Οἰχαλίας. Στεῦτο.

### 2 597

Διεβεβαιοῦτο. ἔλεγεν. Εὐχόμενος. Μεγαλαυχῶν. Νικησέμεν. Νικήσειν. Εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν. Εἰ αὐταὶ ᾄδοιεν αἱ Μοῦσαι. Κοῦραι Διός.

### 2 598

Αἱ τοῦ Διὸς θυγατέρες. Χολωσάμεναι.

### 2 599

Ὀργισθεῖσαι. Πηρὸν θέσαν. Ἤτοι, τῆς τέχνης ἔπαυσαν, καὶ ἔκφρονα αὐτὸν ἐποίησαν, ἢ περὶ τὴν φωνὴν ἔβλαψαν. Πηρὸς γὰρ καλεῖται, ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος. Θεσπεσίην.

### 2 600

Θείαν, θαυμαστήν. Ἀφέλοντο. Ἀφείλοντο. Καὶ ἐκλέλαθον κιθαριστύν. Καὶ ἐπιλαθέσθαι ἐποίησαν τὴν κιθαρῳδίαν. Ὁ δὲ σχηματισμὸς τῆς λέξεως Αἰολικός. ὁμοίως δὲ τῷ κιθαριστὺν καὶ ὀρχηστύν. Ἱππότα.

### 2 601

Ἱππικός. Ἐστιχόωντο.

### 2 602

Κατὰ τάξιν ἐπορεύοντο. Κυλλήνης.

### 2 603

Κυλλήνη, ὄρος ὑψηλὸν τῆς Ἀρκαδίας. καὶ πόλις οὖσα παρ’ αὐτῷ ὁμώνυμος. Ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς, καὶ Διός. ὅθεν καὶ Κυλλήνιον τὸν θεόν φασιν. Αἰπύ. Ὑψηλὸν, μέγα. Αἰπύτιον παρὰ τύμβον.

### 2 604

Παρὰ τὸν τοῦ Αἰπύτου τάφον. Ὁ δὲ Αἴπυτος ἀρχαιότατος ἥρως, Ἀρκὰς τὸ γένος. Ἵνα. Ὅπου. Ἀνέρες ἀγχιμαχηταί. Οἱ ἐγγὺς καὶ συστάδην μαχόμενοι ἄνδρες. Προσληπτέον δὲ τὸ, εἰσί. Πολύμηλον.

### 2 605

Πολλὰ θρέμματα ἔχοντα. Ῥίπην τε, Στρατίην τε.

### 2 606

Πόλεις Ἀρκαδίας. Ἠνεμόεσσαν. Ὑπὸ ἀνέμου καταπνεομένην, ὑψηλήν. Καὶ Τεγέην.

### 2 607

Τέγεα, πόλις Ἀρκαδίας. Καὶ Μαντινέην. Καὶ Μαντίνειαν. Στύμφηλον.

### 2 608

Ἣν οἱ κατοικοῦντες Στυμφήλιοι λέγονται. Καὶ Παῤῥασίην. Πόλιν Ἀρκαδίας. Ἀγκαίοιο πάϊς.

### 2 609

Ἀγκαίου παῖς Ἀγαπήνωρ. Κρείων. Καρτερὸς, ἰσχυρός. Ἐπιστάμενοι.

### 2 611

Ἐπιστήμονες, εἰδότες. Αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

### 2 612

Τοῖς Ἀρκάσι, φησὶν, αὐτὸς ὁ βασιλεὺς Ἀγαμέμνων παρέσχε ναῦς, διὰ τὸ ἐν μεσογείῳ τῆς Πελοποννήσου αὐτοὺς οἰκοῦντας ἀπείρους εἶναι τῶν κατὰ θάλασσαν ἔργων. Ἐϋσέλμους.

### 2 613

Εὐκαθέδρους. Περάαν. Διαπερᾷν, διϊέναι. Ἐπὶ οἴνοπα. Μέλανα. Ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.

### 2 614

Ἐπεὶ ἄπειροι ἦσαν τῶν κατὰ θάλασσαν ἔργων, καὶ οὐδαμῶς ἔμελεν αὐτοῖς τούτων. Βουπράσιον.

### 2 615

Πόλις τῆς Πελοποννήσου. Ἤλιδα. Πόλις ἐν Ἀρκαδίᾳ, καὶ αὕτη Πελοποννήσου. Δῖαν. Θαυμαστὴν, μεγάλην. Ἔναιον. Ὤικουν. Ὅσσον ἐφ’ Ὑρμίνῃ.

### 2 616

Ἐφ’ ὅσον ἥτε Ὑρμίνη, καὶ ὁ Μύρσινος, καὶ τὸ Ἀλείσιον, καὶ ἡ Ὠλενία πέτρα, ἐντὸς συνεῖχον, τοῦ παντὸς οἱ Ἠλεῖοι ἐβασίλευον. Μύρσινος. Πόλις. Πέτρη Ὠλενίη.

### 2 617

Ὄρος τῆς Ἠλίας. Ἐντὸς ἐέργει. Ἐμπεριέχει, περιορίζει. Ἐπειοί.

### 2 619

Οἱ Ἠλεῖοι. Ἡγησάσθην.

### 2 620

Ἡγοῦντο. Υἷες, ὁ μὲν Κτεάτου, ὁ δ’ Εὐρύτου Ἀκτορίωνος.

### 2 621

Ἄκτορος παῖδες Κτέατος, καὶ Εὔρυτος. Τετήρηκε δὲ τὴν σύνταξιν. Ἀμφίμαχος μὲν γὰρ ἦν Κτεάτου, Θάλπιος δὲ Εὐρύτου. Ἀμαρυγκείδης.

### 2 622

Ἀμαρυγκέως παῖς Διώρης. Θεοειδής.

### 2 623

Θεῷ τὸ εἶδος ὅμοιος. Υἱὸς Ἀγασθένεος.

### 2 624

Πολύξεινος. Αὐγηϊάδαο. Αὐγείου παιδὸς Ἀγασθένους. Δουλιχίοιο.

### 2 625

Δουλιχίου. Ἔστι δὲ νῆσος πρὸ τῆς Κεφαλληνίας. Οἱ δ’ ἐκ Δουλιχίου, φησὶ, καὶ τῶν λοιπῶν ἱερῶν Ἐχινάδων νήσων. Αἱ δὲ Ἐχινάδες, νῆσοί εἰσι τῆς Ἀκαρνανίας παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ, ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί. Ἤλιδος ἄντα.

### 2 626

Ἐπὶ τὴν Ἤλιδα βλέπουσαι. Ἀτάλαντος.

### 2 627

Ἀντὶ τοῦ, ἶσος τῷ Ἄρει. πολεμικός. Φυλείδης.

### 2 628

Φυλέως παῖς Μέγης. Ὅς ποτε Δουλίχιόνδ’ ἀπενάσσατο, πατρὶ χολωθείς.

### 2 629

Ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη, διὰ τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας, εἰ καθάροι αὐτοῦ τὰς ἐπαύλεις, μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἀπενάσσατο. Ἀπῳκίσθη. Πατρὶ χολωθείς. Μισηθεὶς ὑπὸ τοῦ πατρός. Νήριτον.

### 2 632

Ὄρος Ἰθάκης. Εἰνοσίφυλλον. Κινησίφυλλον, καὶ πολύδενδρον. Ἐξ οὗ, κατήνεμον καὶ ὑψηλόν. Ἔνοσις γὰρ ἡ κίνησις. Κροκύλει’, Αἰγίλιπα.

### 2 633

Πόλεις τῆς Κεφαλληνίας. Τρηχεῖαν. Τραχεῖαν. Ἠδ’ οἵ.

### 2 634

Καὶ οἵτινες. Σάμον ἀμφενέμοντο. Τὰ περὶ τὴν Σάμον ᾤκουν. Οἵ τ’ Ἤπειρον ἔχον.

### 2 635

Καὶ γὰρ τινῶν χωρῶν, τῶν ἄντικρυς τῆς Ἠπείρου, ἐβασίλευεν ὁ Ὀδυσσεύς. Ἀντιπέραι’. Τὰ ἐξεναντίας τῆς Ἤλιδος κείμενα χωρία. Μῆτιν.

### 2 636

Βουλὴν, σύνεσιν. Μιλτοπάρῃοι.

### 2 637

Μίλτῳ τὰς πρώρας ἔχουσαι βεβαμμένας. Πλευρῶν’.

### 2 639

Τὸ πλῆρες, Πλευρῶνα. Αἰτωλίας ἐστὶ πόλις. Ὤλενος καὶ Πυλήνη. Πόλεις Αἰτωλίας. ὁμοίως δὲ καὶ ἡ Καλυδών. Οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην.

### 2 642

Ἐτετελευτήκει δὲ καὶ αὐτὸς, ἤτοι ὁ Οἰνεὺς, ἢ ὁ Μελέαγρος. δίληπτον γάρ. Κεχώρικε δὲ τῶν λοιπῶν τοῦ Οἰνέως παίδων τὸν Μελέαγρον κατ’ ἐξοχήν. Ξανθός. Καλός. ἢ, ὁ πυῤῥοκόμης. Μελέαγρος. Οἰνέως παῖς, βασιλεὺς Αἰτωλῶν. Θάνεν. Ἀπέθανεν, ἐτεθνήκει. Τῷδ’ ἐπὶ πάντ’ ἐτέταλτο.

### 2 643

Τούτῳ δὲ προσετέτακτο, ἐκεχείριστο, ἐπὶ τούτῳ δὲ ἦν τὸ πᾶν τῆς ἐξουσίας. Ἀνασσέμεν. Βασιλεύειν. Δουρικλυτός.

### 2 645

Ἔνδοξος περὶ τὸ δόρυ, πολεμικός. Κνωσσός.

### 2 646

Πόλις Κρήτης. Ἀργινόεντα.

### 2 647

Λευκόγειον. Λύκαστον. Πόλιν Κρήτης. Ἑκατόμπολιν.

### 2 649

Διατί ἐνταῦθα μὲν ἑκατόμπολιν εἴρηκε τὴν Κρήτην, ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐνενηκοντάπολιν; Ῥητέον οὖν, ἤτοι, ἑκατόν φησιν, οὐ τῷ ἀριθμῷ, ἀλλ’ ἀντὶ τοῦ, πολλάς. Ἢ, καὶ ἀληθέστερον, ὡς ἔχει, ὅ, τι ἐξ ἱστορίας λέγεται. Λεῦκος γὰρ, ὁ Κρητῶν ἐπικρατήσας, τὰς δέκα πόλεις ἐπόρθησε εἰς φόβον τῶν ἄλλων. Ὅθεν εὐλόγως ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα εἶπεν αὐτὴν ἔχειν. Ἐνυαλίῳ.

### 2 651

Τῷ Ἄρεϊ. Ἀνδρειφόντῃ. Ἄνδρας φονεύοντι. Ἡρακλείδης.

### 2 653

Ἡρακλέος παῖς Τληπόλεμος. Ἠΰς τε, μέγας τε. Πλατύς τε καὶ μέγας, ἀφ’ οὗ γενναῖος. Ἀγερώχων.

### 2 654

Νῦν αὐθαδῶν, ὑβριστῶν, καὶ θρασέων. Δηλοῖ δὲ καὶ, τῶν λίαν ἐνδόξων. Ῥόδος.

### 2 655

Νῆσος πρὸ τῆς Καρίας. Διάτριχα κοσμηθέντες. Τριχῶς διαταχθέντες. Ἀστυόχεια.

### 2 658

Ὄνομα κύριον. Βίῃ Ἡρακληείῃ. Περιφραστικῶς· τῷ Ἡρακλεῖ. Τὴν ἄγετ’.

### 2 659

Ἥντινα πρὸς γάμον ἤγετο ἐξ Ἐφύρης. Ἔφυραν. Τινὲς τὴν Θεσπρωτίαν ἣ μετωνομάσθη Κέρκυρα. Οὕτως ἐκαλεῖτο καὶ ἡ νῦν καλουμένη Κόρινθος. Πέρσας.

### 2 660

Πορθήσας. Ἄστεα. Πόλεις. Διοτρεφέων. Τῶν ὑπὸ τοῦ Διὸς τραφέντων. Αἰζηῶν. Νεανιῶν. Ἐπεὶ οὖν.

### 2 661

Ἐπειδὴ οὖν. Τράφη. Ἀνετράφη. Ἐϋπήκτῳ. Καλῶς κατεσκευασμένῳ. Αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρῳα κατέκτα.

### 2 662

Ἱστόρηται, ὅτι Τληπόλεμος, θεασάμενος Λικύμνιον τὸν μήτρῳα, ἤδη γεραιὸν ὑπάρχοντα, ὑπό τινος τῶν οἰκείων ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην. Καὶ τούτου μὲν ἥμαρτε. πλήξας δὲ τὸν Λικύμνιον, ἀκουσίως ἀπέκτεινε. Διὸ ἠναγκάσθη γενέσθαι φυγὰς τῆς πατρίδος. Πατρὸς ἑοῖο. Τοῦ ἰδίου πατρός. Μήτρῳα. Μητρὸς ἀδελφόν. Κατέκτα. Ἀπέκτεινε. Γηράσκοντα.

### 2 663

Γεγηρακότα. Λικύμνιον. Τὸν ἀδελφὸν Ἀλκμήνης. Ὄζον Ἄρηος. Πολεμικόν. Νῆας ἔπηξε.

### 2 664

Ναῦς κατεσκεύασε. Ἀγείρας. Συναθροίσας. Υἱωνοί.

### 2 666

Οἱ τῶν υἱῶν υἱοί. ἔγγονοι. Ἷξε.

### 2 667

Παρεγένετο, ὥρμησεν. Ἀλώμενος. Πλανώμενος. Τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν.

### 2 668

Τριχῶς δὲ οἰκισθέντες, ταῖς πατρώαις ἐχρήσαντο φυλαῖς. Ἠδὲ φίληθεν. Καὶ ἐφιλήθησαν. Καί σφι θεσπέσιον πλοῦτον.

### 2 670

Καὶ αὐτοῖς πολὺν καὶ ἀθρόον πλοῦτον κατέπεμψεν ὁ Ζεὺς, καὶ πάνυ πλουσίους αὐτοὺς ἐποίησεν. Ἱστόρηται γὰρ, ὅτι τοῖς Ῥοδίοις χρυσὸν ἔβρεξεν ὁ Ζεὺς, ἐπεὶ πρῶτοι γεννωμένῃ τῇ Ἀθηνᾷ ἔθυσαν. Νιρεὺς δ’ αὖ Σύμηθεν.

### 2 671

Ἀπὸ Σύμης. Ἐνταῦθα δὲ τρὶς ὀνομάσας τὸν Νιρέα, οὐκ ἔτι αὐτοῦ ἐμνήσθη. καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι, λέγων· Ἀλλ’ ἀλαπαδνὸς ἔην· παῦρος δέ οἱ εἵπετο λαός. Ἐΐσας. Ἰσοτοίχους. Χαρόποιο.

### 2 672

Τοῦ Χαρόπου. Ὑπὸ Ἴλιον.

### 2 673

Εἰς τὴν Ἴλιον. Ἀλαπαδνός.

### 2 675

Ἀσθενής. Παῦρος. Ὀλίγος. Εἵπετο. Ἠκολούθει. Κράπαθόν τε, Κάσον τε.

### 2 676

Κάρπαθος καὶ Κάσος νῆσοι περὶ τὴν Κῶν. Κράπαθον δὲ, κατὰ μετάθεσιν. Εὐρυπύλοιο πόλιν.

### 2 677

Τὴν Κῶν λέγει. ἐπεὶ Εὐρύπυλος ἦν Ἡρακλέους καὶ Χαλκιόπης παῖς, ὃς ἐβασίλευε τῆς Κῶ. Τῶν αὖ.

### 2 678

Τούτων δή. Θεσσαλοῦ.

### 2 679

Φείδιππος, καὶ Ἄντιφος. Ἡρακλείδαο. Ἡρακλέους παιδός. Τὸ Πελασγικὸν Ἄργος.

### 2 681

Τὸ Θεσσαλικόν. Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. Τρηχῖνα.

### 2 682

Πόλις Θεσσαλίας. Ἑλλάς.

### 2 683

Ὄνομα πόλεως. Καλλιγύναικα. Καλὰς γυναῖκας ἔχουσαν. Ἐκαλεῦντο.

### 2 684

Ἐκαλοῦντο. Δυσηχέος.

### 2 686

Κακὸν ἦχον ἀποτελοῦντος. Ἐμνώοντο. Μνείαν ἐποιοῦντο. Ὅστις σφιν.

### 2 687

Ὅστις αὐτοῖς. Ἐπὶ στίχας. Ἐπὶ τὰς τάξεις. οὐκ ἦν γάρ, φησιν, ὁ καθηγησόμενος. Κεῖτο.

### 2 688

Νῦν ἀργῶς διετέλει. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ κλίνης ὄντων, καὶ ἀργῶς διατελούντων. Ποδάρκης. Ὁ τοῖς ποσὶ ταχὺς, καὶ ἐπαρκεῖν δυνάμενος. Ἐξείλετο.

### 2 690

Ὡς ἐξαίρετον ἔλαβε. Μογήσας. Κακοπαθήσας. Λυρνησόν.

### 2 691

Πόλις τῶν Ὑποπλακίων Θηβῶν. Κὰδ δὲ Μύνητ’ ἔβαλε.

### 2 692

Κατέβαλε δὲ καὶ τὸν Μύνητα. ὅ ἐστιν, ἀπέκτεινεν. Ὁ δὲ Μύνης τῆς Βρισηΐδος ἦν ἀνήρ. Ἐγχεσιμώρους. Τοὺς περὶ τὰ ἔγχεα μεμορηκότας, καὶ ἠσχολημένους. πολεμικούς. Εὐηνοῖο.

### 2 693

Εὐήνου. Σεληπιάδαο. Σεληπίου παιδός. Τῆς ὅγε.

### 2 694

Ταύτης οὗτος. Ἀχέων. Λυπούμενος. Τάχα. Ταχέως. Ἀνστήσεσθαι. Ἀναστήσεσθαι. Φυλάκην.

### 2 695

Φυλάκη, πόλις Θεσσαλίας. Ἀνθεμόεντα. Ἄνθη φέροντα, φυτοῖς θαλερόν. Τέμενος.

### 2 696

Ἱερὸν χωρίον, ἀφωρισμένον θεῷ κατὰ τιμὴν, ἢ ἥρωϊ. Μητέρα μήλων. Τροφὸν προβάτων. Ἀγχίαλόν τ’ Ἀντρῶνα.

### 2 697

Πόλιν Θεσσαλίας. Διάφοροι καὶ ἄριστοι ὄνοι ἐν Ἀντρῶνι τῆς Θεσσαλίας γίγνονται. ὅθεν εἰς παροιμίαν μετῆλθε. Λεχεποίην. Βαθείας βοτάνας ἔχουσαν, ἀφ’ ὧν ἦν καὶ λέχος καταστῆσαι, τοῦτ’ ἔστι, κοίτην. Ἀρήϊος.

### 2 698

Πολεμικός. Ἔχε.

### 2 699

Κατεῖχεν. Ἀμφιδρυφής.

### 2 700

Ἀμφοτέρας τὰς παρειὰς κατεξεσμένη, διὰ τὸν τοῦ ἀνδρὸς αὐτῆς θάνατον. Ἄλοχος. Γαμετὴ, γυνή. Καὶ ἔστι κατ’ ἐπίτασιν τὸ α ἐνταῦθα· οἱονεὶ ὁμόλεχός τις οὖσα. Ἐλέλειπτο. Κατελέλειπτο. Δόμος.

### 2 701

Ὁ οἶκος. Ἡμιτελής. Ἤτοι ἄτεκνος, ἢ ἀφῃρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν. Ἢ ἀτελείωτος. Ἔθος γὰρ ἦν τοῖς γήμασι, θάλαμον οἰκοδομεῖσθαι. Διὸ οἱ πολλοί φασιν, οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. Βέλτιον δὲ, εἰρῆσθαι, ἡμιτελῆ, διὰ τὸ μὴ γεγενηκότα παῖδας πλεῦσαι. Οἱ δὲ ὅτι νεωστὶ καὶ οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότα οἴκοι διεπράξατο, ἀλλὰ πρότερον ἐστράτευσε. Δάρδανος ἀνήρ. Οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν Δαρδανίων· οἱ δὲ τὸν Εὔφορβον. ἕτεροι τὸν Ἕκτορα. τινὲς δὲ Ἀχάτην λέγουσιν, ἑταῖρον τοῦ Αἰνείου, φονέα Πρωτεσιλάου. Δύναται δὲ καὶ ἀνωνύμως ἕνα τῶν Δαρδανίων λέγειν. Πολὺ πρώτιστον.

### 2 702

Πάντων πρῶτον. Οὐδὲ μὲν οὐδ’ οἵ.

### 2 703

Οὐ μὲν οὐδὲ οὗτοι. Ἄναρχοι ἔσαν. Ἄνευ ἡγεμόνων ἦσαν. Πόθεον. Ἐπόθουν, ἐζήτουν. Ἀλλὰ σφέας.

### 2 704

Ἀλλ’ αὐτούς. Κόσμησε. Διέταξε, καθώπλισε. Ποδάρκης. Νῦν ὄνομα κύριον τοῦ ἀδελφοῦ τοῦ Πρωτεσιλάου. Ὄζος Ἄρηος. Ἀπόγονος Ἄρεος, πολεμικός. Πολυμήλου.

### 2 705

Πολυπροβάτου, πλουσίου. Φυλακίδαο. Ἰφίτου, Φυλάκου παιδός. Αὐτοκασίγνητος.

### 2 706

Ὁ ἀπ’ ἀμφοτέρων τῶν γονέων ἀδελφός. Κασίγνητος δὲ λέγεται ὁ καθ’ ἕτερον τῶν γονέων ἀδελφός. Μεγαθύμου. Μεγαλοψύχου, γενναίου. Ὁπλότερος.

### 2 707

Νεώτερος. Γενεῇ δέ. Τῇ ἡλικίᾳ, τῷ γένει. Δεύοντο.

### 2 709

Ἐνδεεῖς ὑπῆρχον. Ἐσθλόν. Ἀγαθὸν, γενναῖον. Φεραί.

### 2 711

Πόλις Θεσσαλίας. Βοιβηΐς. Λίμνη ἐν Θεσσαλίᾳ. Ἀδμήτοιο πάϊς.

### 2 713

Ἀδμήτου υἱὸς Εὔμηλος. Ἀδμήτῳ.

### 2 714

Συγγενομένη Ἀδμήτῳ. Δῖα γυναικῶν. Ἀντὶ τοῦ ὑπερθετικοῦ, διοτάτη. ὅ ἐστι, θαυμαστὴ καὶ διαφέρουσα παρὰ πάσας τὰς γυναῖκας. Καλεῖται δῖα, καὶ δι’ εὐγένειαν, καὶ διὰ σωφροσύνην. Πελίας.

### 2 715

Ποσειδῶνος καὶ Τυροῦς υἱὸς τῆς Σαλμονέως, Νηλέως ἀδελφὸς, βασιλεὺς Ἰωλκοῦ. Ἡ δὲ Ἰωλκὸς πόλις Θεσσαλίας. Θυγατρῶν. Θυγατέρων. Εἶδος ἀρίστη. Τὴν μορφὴν εὐειδὴς, καὶ καλή. Οἳ δ’ ἄρα.

### 2 716

Οἵτινες δή. Μηθώνη, καὶ Θαυμακία. Πόλεις Θεσσαλίας. ὅθεν ὁ Φιλοκτήτης ὁ Ποίαντος παῖς. Τόξων εὖ εἰδώς.

### 2 718

Τῆς τοξικῆς ἔμπειρος. Ἐρέται.

### 2 719

Κωπηλάται. Ἐμβέβασαν.

### 2 720

Ἐβήκεισαν. Ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ ἄλγεα πάσχων.

### 2 721

Ἱστόρηται, ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς χρυσῆς καλουμένης Ἀθηνᾶς, ἐδήχθη ὑπὸ ὕδρου, καὶ, ἀνιάτῳ τραύματι περιπεσὼν, κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων. ᾔδεισαν γὰρ, τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους. Ἠγαθέῃ.

### 2 722

Πάνυ θείᾳ. ὅτι ἱερὰ τοῦ Ἡφαίστου ἦν ἡ Λῆμνος. Ὅθι. Ἔνθα, ὅπου. Λίπον. Κατέλιπον. Ἕλκεϊ.

### 2 723

Τραύματι. Μοχθίζοντα. Πονοῦντα, κάμνοντα. Ὕδρου κακοῦ. Ὄφεως κακωτικοῦ. Ὀλοόφρονος. Ὀλεθρίου. Ἀχέων.

### 2 724

Λυπούμενος. Τάχα δὲ μνήσεσθαι ἔμελλον. Ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν, καὶ χρήζειν τοῦ Φιλοκτήτου· ἐπειδὴ εἵμαρτο, χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. Εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθ’ ὃ, μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ, ὑφῆψεν ὁ Φιλοκτήτης. Κόσμησε.

### 2 727

Διέταξεν. Ὀϊλῆος. Ὀϊλέος. Νόθος υἱός. Ὁ μὴ ἐκ νομίμης γυναικὸς γεννηθεὶς, ἀλλ’ ἐκ παλλακίδος. Τόν ῥ’ ἔτεκε Ῥήνη ὑπ’ Ὀϊλῆϊ.

### 2 728

Ἡ Ῥήνη (τοῦτο δὲ ἦν ὄνομα τῆς Ὀϊλέως γυναικὸς) συγγενομένη, φησὶ, τῷ Ὀϊλεῖ. Πτολιπόρθῳ. Πόλεις πορθοῦντι, πολεμικῷ. Τρίκκη, καὶ Ἰθώμη.

### 2 729

Πόλεις Θεσσαλίας. Κλωμακόεσσαν. Τραχεῖαν, ὀρεινὴν, ἢ ἀποκλίματα ἔχουσα. Ἡγείσθην.

### 2 731

Ἡγοῦντο. δυϊκῶς. Ἰητῆρε ἀγαθώ.

### 2 732

Ἰατροὶ ἀγαθοὶ, ἀνδρεῖοι. Τιτάνοιό τε λευκὰ κάρηνα.

### 2 735

Ἀντὶ τοῦ, λευκόγεων χωρίον. Τίτανος γὰρ, λευκή ἐστι γῆ. Τιτάνοιό τε. Τιτάνου ὄρους Θεσσαλίας. Κάρηνα. Ἀκρωτήρια. Ἄργισα καὶ Γυρτώνη.

### 2 738

Πόλεις Θεσσαλίας. Ὄρθην.

### 2 739

Βαρυτόνως ἀναγνωστέον· ἔστι γὰρ ὄνομα τόπου. Λευκήν. Λευκόγεων. ἢ, διὰ τὸ τιτάνῳ κεχρίσθαι τὰς οἰκίας. Μενεπτόλεμος.

### 2 740

Ὑπομονητικὸς ἐν τῷ πολέμῳ. Ὁ δὲ Πολυποίτης ἦν τοῦ Πειρίθου παῖς, ὅν φασι Πολυποίτην ὠνομάσθαι ὑπὸ τοῦ πατρὸς, οἱονεὶ πολυποινίτην, κατὰ συγκοπὴν, διὰ τὸ πολλοῖς τῶν κενταύρων ἐπιθεῖναι ποινὴν, ὅ ἐστι τιμωρίαν, ὁπότε εἰς τοὺς γάμους τῆς μητρὸς αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπεχείρησαν. Υἱὸς Πειριθόοιο.

### 2 741

Πειρίθου υἱὸς Πολυποίτης. Τέκετο. Ἐγέννησε. Κλυτός.

### 2 742

Ἐν σχήματι πέφρακεν, ἀντὶ τοῦ, κλυτὴ, ὅ ἐστιν ἐνδοξοτάτη. Ἱπποδάμεια. Πειρίθου γυνή. τὸ σχῆμα Ἀττικόν. Ἤματι τῷ.

### 2 743

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὅτε φῆρας. Ὅτε τοὺς φῆρας. Λέγει δὲ τοὺς κενταύρους. Ἐτίσατο. Ἐτιμωρήσατο. Λαχνήεντας. Βαθύτριχας, δασεῖς. Πήλιον.

### 2 744

Ὄρος Θεσσαλίας, ὅπου διῆγεν ὁ Χείρων. Ὦσεν. Ἐξέωσεν, ἐδίωξε. Καὶ Αἰθίκεσσι. Αἴθικες, ἔθνος Θετταλικὸν, ὑπερκείμενον τῆς Ἡπείρου, ἢ, ὥς τινες, τῆς Μακεδονίας. ἄλλοι δὲ εἶπον, Περαιβίας. Ἀντὶ τοῦ, εἰς Αἴθικας αὐτοὺς ἐδίωξε. Πέλασσε. Προσήγαγεν. Οὐκ οἶος.

### 2 745

Οὐ μόνος. Ἅμα τῷγε. Ἅμα αὐτῷ. Υἱὸς Κορώνου.

### 2 746

Λεοντεύς. Ὑπερθύμοιο. Μεγαλοψύχου, γενναίου. Καινείδαο. Καινέως, παιδὸς Κορώνου. Κύφος.

### 2 748

Πόλις περὶ τὴν Περαιβίαν. Αἰνιῆνες καὶ Περαιβοί.

### 2 749

Ἔθνη περὶ τὴν Δωδώνην. Δωδώνη.

### 2 750

Χωρίον ἐν ὑπερβορέῳ τῆς Θεσπρωτίας, ἱερὸν Διός. ἔνθα τὸ ἐκ τῆς δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός. Δυσχείμερον. Κακὸν χειμῶνα ἔχουσαν. Οἰκί’ ἔθεντο. Τὴν οἴκησιν ἐποιήσαντο. Ἱμερτόν.

### 2 751

Ἐπιθυμητὸν, καλόν. Τιταρήσιον. Ποταμὸς Θεσσαλίας, ὃς ἀπὸ τῆς Στυγὸς ῥεῖν λέγεται. ἢ Ἠπείρου. Ἔργα. Νῦν τὰ γεώργια, ἵν’ ᾖ, ἐγεώργουν. Πηνειόν.

### 2 752

Πηνειὸς, ποταμὸς Θεσσαλίας, πλησίον Φθίας, πάντας τοὺς ἐν αὐτῇ δεχόμενος ποταμοὺς εἰς θάλασσαν ἐμβάλλει. Προΐει. Προπέμπει, ἐκδίδωσι. Καλλίῤῥοον. Καλῶς ῥέον. Ἀργυροδίνῃ.

### 2 753

Λαμπρὰ καὶ καλὰ ῥεύματα ἔχοντι. δῖναι γὰρ, αἱ τῶν ὑδάτων συστροφαί. Καθύπερθεν.

### 2 754

Ἄνωθεν. Ὅρκου γὰρ δεινοῦ, Στυγὸς ὕδατος.

### 2 755

Ὅπερ ὅρκος θεῶν νομίζεται. Δεινοῦ. Φοβεροῦ. Στύξ. Κρήνη ἐν ᾅδου, ὅρκος θεῶν. Μαγνήτων.

### 2 756

Νῦν τῶν τὴν Θεσσαλικὴν Μαγνησίαν οἰκούντων. Πρόθοος θοός.

### 2 758

Τοῦτο τὸ σχῆμα, παρονομασία καλεῖται. Κοίρανοι.

### 2 760

Βασιλεῖς. Ἔννεπε.

### 2 761

Λέγε. Ἵπποι μὲν μέγ’ ἄρισται.

### 2 763

Ἐξόχως καὶ μεγάλως ἄρισται, ὡς Θεσσαλικαί. Καὶ ὁ χρησμὸς φησίν· Ἵππον Θεσσαλικὸν, Λακεδαιμονίαν τε γυναῖκα, Ἄνδρας θ’ οἳ πίνους’ ἱερὰν πηγὴν Ἀρεθούσης. Φηρητιάδαο. Τοῦ Φέρητος, παιδὸς Ἀδμήτου. Εὔμηλος.

### 2 764

Παῖς Ἀδμήτου. Ἔλαυνεν. Ἤλαυνε. Ποδώκεας. Ταχύποδας. Ὄρνιθας ὥς. Καθάπερ ὄρνιθας. Ὄτριχας.

### 2 765

Ὁμότριχας. Οἰέτεας. Ἰσοετεῖς. ὁμήλικας. Σταφύλῃ ἐπὶ νῶτον ἐΐσας. Οὕτως ἴσας καὶ ἀναλόγους τοῖς νώτοις ὥσπερ στάθμη. σταφύλη γὰρ, ὁ τεκτονικὸς διαβήτης. οἱ δὲ τὴν στάθμην λέγουσιν. ἔστι δὲ ἡ στάθμη, σχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ σημειούμενοι, ἀπορθοῦσι τὰ ξύλα. Πιέρια.

### 2 766

Πόλις Θεσσαλίας. Θρέψ’ ἀργυρότοξος Ἀπόλλων. Τὰς Ἀδμήτου ἵππους. Ἐπεὶ νόμιος ὁ θεὸς ἐξ ἐκείνου, ἀφ’ οὗ ἐθήτευσε τῷ Ἀδμήτῳ. Ἤτοι, ὡς Καλλίμαχος· Ἠϊθέου ὑπ’ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. Ἢ, ὡς Εὐριπίδης ἐν Ἀλκήστιδι, ἐξ ἀνάγκης τοῦ Διός· διὰ τὸ πεφονευκέναι αὐτὸν τοὺς κύκλωπας. Ἄμφω.

### 2 767

Ἀμφοτέρους. Φόβον Ἄρηος φορεούσας. Ἐπισταμένας, ὁτὲ μὲν φεύγειν, ὁτὲ δὲ διώκειν πολέμιον. Ἀνδρῶν αὖ.

### 2 768

Ἀνδρῶν δὲ δή. Ὄφρα.

### 2 769

Ἀντὶ τοῦ, μέχρις οὗ. Ἐμήνιεν. Ὠργίζετο. Πολὺ φέρτατος. Καταπολὺ κρείσσων. Ἦεν. Ἦν, ὑπῆρχε. Φορέεσκον.

### 2 770

Ἔφερον. Ποντοπόροισι.

### 2 771

Θαλασσοπλόοις. Ἀπομηνίσας.

### 2 772

Ἐπιμόνως ὀργισθείς. Παρὰ ῥηγμῖνι.

### 2 773

Παρὰ τῷ αἰγιαλῷ. Δίσκοισι.

### 2 774

Δίσκος ἐστὶ βαρὺς λίθος, ὃν ἐῤῥίπτουν οἱ γυμναζόμενοι. Τὸν γὰρ σιδηροῦν, σόλον προσαγορεύουσι. Τέρποντο. Ἐτέρποντο, ἔπαιζον. Αἰγανέῃσιν. Ἀκοντίοις. ἤτοι παρὰ τὸ ἄγαν ἰέναι. ἢ παρὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγραν. Ἱέντες. Ἀφιέντες, πέμποντες. Παρ’ ἅρμασιν οἷσιν.

### 2 775

Παρὰ τοῖς ἰδίοις ἅρμασι. Λωτόν.

### 2 776

Εἶδος βοτάνης. Ἐρεπτόμενοι. Ἐσθίοντες. Ἐλεόθρεπτον. Ἐν ἔλει τεθραμμένον, ὅ ἐστι φυόμενον. Πεπυκασμένα.

### 2 777

Ἐσκεπασμένα. Ἀνάκτων. Νῦν, δεσποτῶν. Ἀρηΐφιλον.

### 2 778

Πολεμικόν. Ποθέοντες. Ἐπιζητοῦντες. Φοίτων.

### 2 779

Περιήρχοντο. Οἱ δ’ ἄρ’.

### 2 780

Οἵδε δὴ Ἕλληνες. Ἴσαν. Ἀπήεσαν. Ὡς εἴτε πυρὶ χθὼν πᾶσα νέμοιτο. Ὡς ἂν εἰ ἐπὶ πᾶσαν τὴν γῆν νέμοιτο καὶ κατεσθίοι τὸ πῦρ. χθὼν γὰρ, ἡ γῆ. Νέμοιτο. Περιεβόσκετο. Ὑπεστενάχιζε.

### 2 781

Ὑπέστενε, ἤχει. Ἀμφὶ Τυφωέϊ.

### 2 782

Περὶ τῷ Τυφῶνι. Τυφὼν δὲ εἷς τῶν γιγάντων, Γῆς ὢν καὶ Ταρτάρου, πολέμιος τοῖς θεοῖς, ὥς φησιν Ἡσίοδος. Ἱμάσσῃ. Μαστίζῃ. ὅ ἐστι, κεραυνοῖς πλήττῃ. Ἀρίμοις.

### 2 783

Τὰ Ἄριμα, οἱ μὲν ὄρος τῆς Κιλικίας φασὶν, οἱ δὲ, Λυδίας. Ἔμμεναι. Εἶναι, ὑπάρχειν. Εὐνάς. Κοίτας. ἐξ οὗ, διατριβάς. Πεδίοιο.

### 2 785

Διὰ τοῦ πεδίου. Ποδήνεμος.

### 2 786

Τοῖς ποσὶ ταχεῖα. Ὠκέα. Ταχεῖα. Πὰρ Διός.

### 2 787

Παρὰ τοῦ Διός. Ἀγγελίῃ. Ἐπὶ ἀγγελίᾳ. Ἀλεγεινῇ. Ἀλγεινῇ, χαλεπῇ, καὶ φροντίδος ἀξίᾳ. Ἀγοράς.

### 2 788

Νῦν ἀντὶ τοῦ, λόγους ἄκρους. Ἀγόρευον. Ἐν ἐκκλησίαις ἐδημηγόρουν, καὶ ἔλεγον. Ἐπί. Νῦν ἀντὶ τοῦ, παρά. Ὁμηγυρέες.

### 2 789

Ἐπὶ τὸ αὐτὸ συνηγμένοι. Ἀγχοῦ.

### 2 790

Ἐγγύς. Ἱσταμένη. Στᾶσα. Εἴσατο.

### 2 791

Ὡμοιώθη. Φθογγήν. Φωνήν. Σκοπός.

### 2 792

Κατάσκοπος. Ἷζεν. Ἐκάθητο. Ποδωκείῃσι. Τῇ τῶν ποδῶν ταχυτῆτι. Πεποιθώς. Πεπιστευκὼς, τεθαῤῥηκώς. Τύμβῳ ἐπ’ ἀκροτάτῳ.

### 2 793

Ἐπὶ τῷ ἄκρῳ τάφῳ. Αἰσυήταο. Αἰσυήτου. Δέγμενος.

### 2 794

Ἐκδεχόμενος, ἐπιτηρῶν. Ναῦφι. Ἀπὸ τῶν νεῶν. Ἐφορμηθεῖεν. Ἐφορμήσειαν. Τῷ.

### 2 795

Ἐκείνῳ. Ἐεισαμένη. Ὁμοιωθεῖσα. Ἄκριτοι.

### 2 796

Ἀδιάκριτοι. πολλοί. Ὥς ποτ’ ἐπ’ εἰρήνης.

### 2 797

Ὡς ἐν τῷ καιρῷ τῆς εἰρήνης. Ἀλίαστος. Ἀνέκκλιτος, πολύς. Ὄρωρε. Διήγερται. Ἦ μὲν δή.

### 2 798

Ὄντως μὲν δή. Ὄπωπα.

### 2 799

Ἑώρακα. Λίην.

### 2 800

Λίαν, πάνυ. Ψαμάθοισι. Ψάμμοις. Ἐοικότες. Ὡμοιωμένοι τῷ πλήθει. Πεδίοιο.

### 2 801

Διὰ τοῦ πεδίου. Περὶ ἄστυ. Περὶ τὴν πόλιν. Ἐπιτέλλομαι.

### 2 802

Ἐπιτέλλω, προστάσσω. Ῥέξαι. Πρᾶξαι. Ἐπίκουροι.

### 2 803

Οἱ τῶν πολεμουμένων βοηθοί. Σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Γλῶσσα.

### 2 804

Διάλεκτος, φωνή. Πολυσπερέων. Ἐπὶ πολλὰ μέρη τῆς γῆς διεσπαρμένων. πολυγενῶν, ἢ πολυεθνῶν. Σημαινέτω.

### 2 805

Προστασσέτω, κελευέτω. Οἷσίπερ ἄρχει. Ἀντὶ τοῦ, ὧν ἄρχει. Τῶν.

### 2 806

Τούτων. Ἐξηγείσθω. Ἀφηγείσθω. Κοσμησάμενος. Διατάξας. Πολιήτας. Πολίτας. Ἠγνοίησεν.

### 2 807

Ἀγνοηθῆναι ἐποίησεν. Αἶψα.

### 2 808

Ταχέως. Ἐπὶ τεύχεα. Ἐπὶ τὰ ὅπλα. Ἐσσεύοντο. Ὥρμων. Πᾶσαι.

### 2 809

Ἀντὶ τοῦ, ὅλαι. Μία γὰρ ἦν ἱππήλατος. Ὠΐγνυντο. Ἀνεώγνυντο. Ἐκ δ’ ἔσσυτο. Ἐξῄει δέ. Ὀρυμαγδός.

### 2 810

Θόρυβος. Ὠρώρει. Διεγήγερτο. Προπάροιθεν.

### 2 811

Ἔμπροσθεν. Αἰπεῖα. Ὑψηλή. Κολώνη. Τόπος εἰς ὕψος ἀνήκων, οὕτω καλούμενος. ἔστι γὰρ γεώλοφος ἐξοχή. Ἀπάνευθεν.

### 2 812

Ἔξω τῆς πόλεως. Περίδρομος. Περιφερής. στρογγύλος. πανταχόθεν περιτρέχεσθαι δυνάμενος, ἔνθα καὶ ἔνθα, εἰς πλάτος καὶ εἰς μῆκος. Βατίεια.

### 2 813

Πόλις Τρωϊκή. παρὰ τῶν περὶ αὐτὴν βάτων. Κικλήσκουσιν. Ἀντὶ τοῦ, καλοῦσι. Σῆμα.

### 2 814

Νῦν τάφον. ἄλλοτε δὲ σημεῖον. Πολυσκάρθμοιο. Πολυκινήτου, ταχείας. διὰ τὸ πολλὰ αὐτὴν ἐνεργεῖν ἐν τῷ πολέμῳ. σκαρθμὸς γὰρ, ἡ τῶν ποδῶν κίνησις. Μύρινα. Ὄνομα κύριον Ἀμαζόνος. Τρῶες.

### 2 815

Νῦν πάντες οἱ ἐν τῇ χώρᾳ Τρῶες. Διέκριθεν. Διεχωρίσθησαν, διετάχθησαν. Ἠδ’ ἐπίκουροι. Καὶ οἱ σύμμαχοι. Τρωσὶ μὲν ἡγεμόνευε.

### 2 816

Ἀντὶ τοῦ, τῶν Τρώων ἡγεῖτο. Κορυθαίολος. Ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι, κινῶν, διὰ τὰς ἐν πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας. Ἢ, ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. Ἢ, ὁ εὐκίνητος ἐν τοῖς πολέμοις. Μεμαότες.

### 2 818

Προθυμούμενοι. Ἐγχείῃσι. Τοῖς δόρασι. Δαρδανίων.

### 2 819

Τῶν τὴν Δαρδάνου πόλιν Τροίαν οἰκούντων. Ἐΰς. Πλατὺς, μέγας. ἀφ’ οὗ, ἰσχυρός. Ἀγχίσαο. Ἀγχίσου. Δῖα.

### 2 820

Θαυμαστὴ, θεία. Ἴδης.

### 2 821

Ὄρος Τροίας. Ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. Κνημοῖσι. Ταῖς προβάσεσι τῶν ὀρῶν. Ἀντήνορος υἷε.

### 2 822

Ἀρχέλοχος καὶ Ἀκάμας. Μάχης εὖ εἰδότε πάσης.

### 2 823

Πάσης μάχης ἐπιστήμονες. Βροτοί. Ἄνθρωποι. Ζέλεια.

### 2 824

Πόλις ἐν μεθορίοις τῆς Τροίας, οὖσα ὑπὸ τῇ Ἴδῃ, πατρὶς Πανδάρου. Ὑπαὶ πόδα νείατον Ἴδης. Ὑπὸ τὰ ἔσχατα μέρη τῆς Ἴδης. πόδα γὰρ τὸ κατώτατον μέρος, μεταφορικῶς. τουτέστιν, ὃ καλοῦμεν ἡμεῖς ὑπόρειαν. Ἔναιον. Ὤικουν. Μέλαν.

### 2 825

Βαθύ. Αἰσήποιο. Ποταμὸς τῆς ὑπὸ τῇ Ἴδῃ Λυκίας. Τρῶες.

### 2 826

Οἱ ἀπὸ λυκίας, τῆς ἐν Τροίᾳ. οὗτοι Τρῶες ἐκαλοῦντο. Τόξον.

### 2 827

Τὴν τοξικὴν ἐμπειρίαν. Τὸ γὰρ τόξον αὐτὸς κατεσκεύασε. Τόξων εὖ εἰδώς. Ἀντὶ τοῦ, τὴν τοξικὴν ἀκριβῶς ἐπιστάμενος. Ἀδρήστειαν.

### 2 828

Ἀδράστειαν. Ἀπαισοῦ. Ὄνομα βασιλέως, ἀφ’ οὗ ἡ πόλις ὠνομάσθη Ἀπαισός. Τηρείης ὄρος αἰπύ.

### 2 829

Τήρεια, ὄρος Τροίας. Λινοθώρηξ.

### 2 830

Λινοῦν θώρακα ἔχων. Περκωσίου.

### 2 831

Τοῦ ἀπὸ Περικώτης, πόλεως Τροίας. Οἱ δέ φησιν, Ἑλλησπόντου. Περὶ πάντων. Ὑπὲρ πάντας. Ἤιδεε.

### 2 832

Ἤιδει. ἠπίστατο. Μαντοσύνας. Μαντείας. Οὐδὲ οὕς. Οὐδὲ τοὺς ἰδίους. Οὔτι. Οὐδέν. Εἴασκεν. Εἴα, συνεχώρει. Στείχειν.

### 2 833

Πορεύεσθαι. Φθισήνορα. Τὸν φθείροντα τοὺς ἄνδρας. Τὼ δέ οἱ. Οὗτοι δὲ αὐτῷ. Πειθέσθην.

### 2 834

Ἐπείθοντο. Κῆρες ἦγον. Ἀνάγκῃ γὰρ ἔφερον αὐτοὺς αἱ θανατηφόροι μοῖραι. Πράκτιον.

### 2 835

Πόλις Ἑλλησπόντου. Σηστὸς καὶ Ἄβυδος.

### 2 836

Πόλεις περὶ τὸν Ἑλλήσποντον, καθ’ ἃς Ξέρξης ἐπιστρατεύων τῇ Ἑλλάδι, συνέδησε ναῦς, καὶ ἐπλήρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον πεζὸν παρελθεῖν τὸν στενὸν ἐκεῖνον τῆς θαλάσσης πόρον. Ἑλλήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θράκην καὶ τὴν Τρωάδα πορθμός. Ὑρτακίδης.

### 2 837

Ὑρτάκου παῖς. Ὄρχαμος. Ἡγεμὼν, ἔξαρχος. Ἀρίσβηθεν.

### 2 838

Ἀπὸ Ἀρίσβης, πόλεως Ἑλλησπόντου. Ἐγχεσιμώρων.

### 2 840

Περὶ τὰ δόρατα μεμορημένων. Λάρισσα.

### 2 841

Πόλις Θετταλίας. Ἐριβώλακα. Εὔγειον, λιπαράν. Τευταμίδαο.

### 2 843

Τευτάμου παιδός. Λήθοιο. Λήθου. Πείροος.

### 2 844

Πείρους. Ὅσσους.

### 2 845

Ὁπόσους. Θρήϊκας. Θρᾷκας. Ἀγάῤῥοος. Σφοδρῶς ῥέων. Ἐντός. Ἔσωθεν αὐτοῦ. Ἐέργει. Περικλείει, συνέχει. Αἰχμητάων.

### 2 846

Πολεμικῶν. Τροιζήνοιο.

### 2 847

Τροιζήνου. Κεάδαο. Κεάδου παιδός. Παίονες.

### 2 848

Οὗτοι ὁμοροῦσι Θρᾳξί. Τούτων δὲ ἄποικοι Κίκονες ἔθνος Θρᾳκικόν. Ἀγκυλοτόξους. Ἐπικαμπῆ τόξα ἔχοντας. Ἀμυδῶν.

### 2 849

Πόλις Παιονίας. Ἄξιος. Ποταμὸς Παιονίας. Εὐρὺ ῥέοντος. Εἰς πλάτος ῥέοντος. Κάλλιστον.

### 2 850

Γονιμώτατον. Ἐπικίδναται. Ἐπικλύζει, ἐπιῤῥεῖ. Αἴα. Γῆ. ἢ, ὥς τινες εἶπον, κρήνη οὕτω λεγομένη, ἐκδιδοῦσα εἰς τὸν Ἄξιον ποταμόν. Παφλαγόνες.

### 2 851

Ἔθνος τοῦ Πόντου. Πυλαιμένεος λάσιον κῆρ. Περιφραστικῶς, ὁ Πυλαιμένης. Λάσιον. Πυκνὸν, συνετόν. Κῆρ. Ψυχή. Ἐνετῶν.

### 2 852

Πόλεως Παφλαγονίας. Ὅθεν ἡμιόνων γένος ἀγροτεράων. Ὅπου τὸ τῶν ἡμιόνων γένος ἐπενοήθη πρῶτον, καὶ ἐξευρέθη. Ἀγροτεράων. Ἀγρίων καὶ δυσδαμάστων. Κύτωρον.

### 2 853

Χωρίον Παφλαγονίας. Παρθένιον.

### 2 854

Ποταμόν. Τοῦτον ἔνιοι λέγουσι διὰ τὴν πραότητα οὕτω προσαγορεύεσθαι. Ἢ, ἐπειδὴ παρθένος ἡ Ἄρτεμις οὖσα ἐν αὐτῷ ἐλούσατο. Αἰγιαλόν.

### 2 855

Πάντα τὸν παραθαλάσσιον τόπον τῆς Παφλαγονίας λέγει. Ἐρυθίνους. Ὄρη Παφλαγονίας, ἢ Πόντου. Ἁλιζώνων.

### 2 856

Ἔθνους τοῦ Πόντου. Εἰσὶ δὲ οὗτοι Βοιωτοί. (Βιθυνοὶ) οὕς τινας Οἴνοπάς φασιν· οἱ δὲ, ἔθνος Αἴα. (Θρακῶν.) Ἀλύβης.

### 2 857

Χωρίου Βιθυνίας. Ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Ὅπου κάλλιστος ἄργυρος γεννᾶται. Γενέθλη γὰρ ἡ γέννησις. Οἰωνιστής.

### 2 858

Οἰωνοσκόπος. ὁ δι’ ὀρνίθων μαντευόμενος. Ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσσατο κῆρα μέλαιναν.

### 2 859

Ἀλλ’ οὐκ ἐξέφυγε τὸν θάνατον διὰ τὴν οἰωνοσκοπίαν. Ἐρύσατο. Ἐφυλάξατο. Ἐδάμη.

### 2 860

Ἀνῃρέθη, ἐδαμάσθη. Ποδώκεος. Ταχύποδος. Αἰακίδαο. Ἀπογόνου Αἰακοῦ, Ἀχιλλέως. Ἐν ποταμῷ.

### 2 861

Ἐν τῇ παρὰ τὸν Ξάνθον ποταμὸν μάχῃ. Ὅθι. Ὅπου. Κεράϊζε. Κατὰ κράτος ἠφάνιζε καὶ ἀνῄρει. Εἴρηται δὲ ἀπὸ τῶν τοῖς κεράτοις (κερατίοις) μαχομένων ζώων. Φόρκυς αὖ Φρύγας ἦγεν.

### 2 862

Ὁ ποιητὴς διαστέλλει Φρύγας καὶ Τρῶας. οἱ νεώτεροι δὲ συγχέουσι τὴν Φρυγίαν, καὶ τὴν Τρῳάδα. Θεοειδής. Θεοῖς τὸ εἶδος ὅμοιος. Τῆλε.

### 2 863

Πόῤῥω, μακράν. Ἀσκανίη. Πόλις Φρυγίας, καὶ λίμνη, ὁμοίως. Μέμασαν. Προεθυμοῦντο. Ὑσμῖνι. Μάχῃ. Μῄοσι.

### 2 864

Ἢ τῶν Μῃώνων. Πυλαιμένεος .

### 2 865

Πυλαιμένους. Τώ. Οὕστινας. δυϊκῶς. Γυγαίη. Λίμνη Λυδίας. ὅπου καὶ Γυγαίης Ἀθηνᾶς ἱερόν. Μῄονες.

### 2 866

Λυδοί. Τμῶλος. Ὄρος Λυδίας, ἀφ’ οὗ καταφέρεται ὁ Πακτωλὸς ποταμός. Βαρβαροφώνων.

### 2 867

Ἀγριοφώνων, καὶ τὴν Ἑλλάδα φωνὴν ἠχρηστωκότων, ὅτι τὰ μὲν ἀῤῥενικὰ θηλυκῶς ἔλεγον, τὰ δὲ θηλυκὰ ἀῤῥενικῶς. Φθειρῶν ὄρος.

### 2 868

Τῆς Καρίας, περὶ Μίλητον. Διὰ τὸ πολλὰς ἔχειν πίτυς. οἱ γὰρ τόποι τῶν πιτύων, φθεῖραι προσαγορεύονται. οἱ δὲ, ὅτι τὰ τῶν πιτύων μικρὰ στροβύλια οὕτως λέγονται, ἃ καὶ πιτυοκάμπας φασίν. Ἢ, ἀπὸ Φθείρωνος τοῦ Ἐνδυμίωνος. Ἢ, ὅτι τὰ ἐξανθήματα τῶν πιτύων ὅμοιά εἰσι φθειρσίν. Ἀκριτόφυλλον. Πολύφυλλον, σύνδενδρον. Μαίανδρος.

### 2 869

Ποταμὸς, ἀρχόμενος ἀπὸ Φρυγίας, ῥέων δὲ διὰ Καρίας εἰς θάλασσαν, πλησίον Μιλήτου. Ῥοάς. Ῥεύματα. Μυκάλη. Ὄρος Πριήνης, ἀντικρὺ Σάμου τῆς νήσου. Αἰπεινὰ κάρηνα. Ἐπὶ τὰς ὑψηλὰς κορυφάς. Χρυσόν.

### 2 872

Νῦν χρυσοῦν κόσμον. Νήπιος.

### 2 873

Ἀνόητος καὶ ἄφρων. Ἐπήρκεσεν. Ἐβοήθησε. Λυγρόν. Χαλεπόν. Ὄλεθρον. Λοιγόν. Ἐκόμισσεν.

### 2 875

Ἐπορίσατο. Δαΐφρων. Πολεμικὸν φρόνημα ἔχων. Ἀμύμων.

### 2 876

Ἀμώμητος, ἀγαθὸς καὶ ἄψογος. Τηλόθεν ἐκ Λυκίης.

### 2 877

Τῆς πόῤῥω διεστηκυίας, τῆς κατὰ Σαρπηδόνα. ἔστι γὰρ καὶ ἐγγὺς Τροίας Λυκία, ἧς ἦρχε Πάνδαρος. Ξάνθος. Ποταμὸς Λυκίας. Δινήεντος. Δίνας καὶ συστροφὰς ποιοῦντος ἐν τῷ καταφέρεσθαι. Αὐτὰρ ἐπεί.

### 3 1

Ἐπειδὴ δέ. Ἀναστροφὴ ὁ τρόπος. Ὁ δὲ ἀτ α ρ σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ δέ. ταύτῃ δὲ διαφέρων αὐτοῦ, ὅτι ὁ μὲν ἀτ α ρ προτάσσεται, ὁ δὲ, δὲ, ὑποτάσσεται. Ζητεῖται πρῶτον, πῶς δεῖ τὸν ἀτ α ρ σύνδεσμον προφέρεσθαι. ὀξυτόνως γὰρ ἀνεγνώκασί τινες, ὡς Καλλίμαχος. οἱ δὲ βαρυτόνως, λόγῳ τοιῷδε· Πᾶσα λέξις, εἰς αρ λήγουσα, βαρύνεται. οἷον, ἄφαρ, εἴθαρ, μάκαρ, στέαρ, οὖθαρ. Ῥητέον δὲ, ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται, ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται. Κόσμηθεν. Διετάχθησαν, ἐκοσμήθησαν. Ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ κόσμου. ὅθεν καὶ ἡ τοῦ κόσμου τάξις, κόσμος ὑπὸ Πυθαγόρου εἴρηται. Ἡ διάλεκτος Δωριέων. Ἅμ’ ἡγεμόνεσσιν. Ὑπὸ τῶν ἡγεμόνων, ἢ σὺν τοῖς ἡγεμόσιν. Ἕκαστοι δὲ, ἔν τε τοῖς Ἕλλησι δηλαδὴ, καὶ βαρβάροις, κατὰ ἔθνη καὶ πόλεις. Εὐταξίᾳ γὰρ μάλιστα πόλεμος κατορθοῦται. Κλαγγῇ.

### 3 2

Βοῇ, ἤχῳ. Προσληπτέον δὲ τὸ σὺν, ἵν’ ᾖ, σὺν κλαγγῇ. Γίγνεται δὲ ἐκ τοῦ κλῶ, κλάξω, κλαγὴ, καὶ κατὰ πλεονασμὸν τοῦ γ, κλαγγή. Ἐνοπῇ. Κραυγῇ, φωνῇ. Καὶ εἴρηται παρὰ τὸ ἐνέπειν, ὅ ἐστι, λέγειν. Ἴσαν. Ἐπορεύοντο, ἀπῄεσαν. Ὄρνιθες ὥς. Ὡς ὄρνιθες. Ὁ δὲ τρόπος ἀναστροφή. Ἠΰτε.

### 3 3

Καθάπερ, ὃν τρόπον. Παραβολὴ τὸ σχῆμα. Πέλει. Ὑπάρχει. Οὐρανόθι πρό. Πρὸ τοῦ οὐρανοῦ. ὅ ἐστιν, ἐν τῷ ἀέρι. Αἵτ’ ἐπεὶ οὖν.

### 3 4

Αἵτινες ἐπειδή. Χειμῶνα. Χειμερινὸν τόπον. Λέγει δὲ τὴν Θρᾴκην, χειμερίαν οὖσαν. Φύγον. Ἔφυγον. Ἀθέσφατον. Πολύν. Κλαγγῇ.

### 3 5

Μετὰ βοῆς. Ταίγε. Αὗται. Ἐπ’ Ὠκεανοῖο ῥοάων. Ἀντὶ τοῦ, ἐπὶ τὰς τοῦ Ὠκεανοῦ ῥοάς, καὶ τὰ Λιβύων κλίματα. οὐ γὰρ δὴ ἐν ὕδατι αἱ γέρανοι διάγουσι. Πυγμαίοισι.

### 3 6

Πυγονιμαίοις, πηχυαίοις. ἤτοι ἀπὸ Πυγμαίου βασιλέως οὕτω κεκλημένοις. ἢ εἰς πυγόνος μέτρον συνεσταλμένοις. Πυγὼν δὲ καλεῖται ὁ πῆχυς, τὸ ἀπὸ ἀγκῶνος ἕως δακτύλων τῆς χειρὸς διάστημα. Ἔστι δὲ ἔθνος γεωργικὸν, ἀνθρώπων μικρῶν, κατοικούντων εἰς τὰ ἀνωτάτω μέρη τῆς Αἰγυπτιακῆς γῆς, πλησίον τοῦ Ὠκεανοῦ, ὅπερ πολεμεῖ ταῖς γεράνοις, φασὶ, βλαπτούσαις αὐτῶν τὰ σπέρματα, καὶ λιμὸν ποιούσαις τῇ χώρᾳ. Φόνον καὶ κῆρα φέρουσαι. Θάνατον ἐπιφέρουσαι. Ἠέριαι.

### 3 7

Ἐαριναί. Ἔριδα. Φιλονεικίαν. Προφέρονται. Ἐπιφέρουσιν. Οἱ δ’ ἄρ’.

### 3 8

Οἱ δὲ Ἕλληνες. Ἴσαν. Ἀπῄεσαν, ἐπορεύοντο. Σιγῇ. Σιωπῇ. Μένεα πνείοντες. Μετὰ πολλῆς δυνάμεως ἢ ὀργῆς. Ἐν θυμῷ.

### 3 9

Ἐν τῇ ψυχῇ. Μεμαῶτες. Προθυμούμενοι, σπουδάζοντες. Ἀλεξέμεναι. Ἐπιβοηθεῖν. Ἠΰτε.

### 3 10

Καθάπερ, ὃν τρόπον. Ὄρεος κορυφῇσιν. Ἐπ’ ἀκρωρείᾳ ὄρους. Κατέχευεν. Κατέχεε, κατέβαλεν. Ὀμίχλην. Ὀμίχλη, ὁ παχὺς σκότος, καὶ ὑγρὸς ἀήρ. Ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω.

### 3 11

Τὴν ὀμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀσύμφορον εἶναι, τοῖς δὲ κλέπταις καὶ νυκτὸς ὠφελιμώτερον. ἐπεὶ, τῆς μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρὸν, ἐν ἀσφαλείᾳ φυλάττεται τὰ βοσκήματα· τῆς δὲ ἡμέρας ἐσκεδασμένοις τοῖσδε κατὰ τὰς νομὰς, ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὀμίχλη, εὐκόλως αὐτὰ ἀφαιροῦνται. Οὔτι φίλην. Οὐδαμῶς προσφιλῆ. Τόσσον τίς τ’ ἐπιλεύσσει.

### 3 12

Ἐπὶ τοσοῦτον γάρ τις βλέπει. Ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν. Ὅσον ἐπὶ λίθου βολήν. Λᾶαν. Λίθον. Ἵησιν. Ἀφίησιν. Κονίσσαλος.

### 3 13

Κονιορτός. Ὤρνυτο. Διηγείρετο. Ἀελλής. Ἀελλώδης, κονιορτώδης. Διέπρησσον.

### 3 14

Διήνυον, διεπέρων. Πεδίοιο. Διὰ τῆς πεδιάδος. Οἱ δ’ ὅτε δή.

### 3 15

Οὗτοι δὲ ὁπότε. Σχεδόν. Πλησίον, ἐγγύς. Ἐπ’ ἀλλήλοισιν ἰόντες. Ἀλλήλοις ἐπερχόμενοι. Τρωσὶ μέν.

### 3 16

Ἀντὶ τοῦ, τῶν Τρώων. Πτωτικὸν τὸ σχῆμα. Ταῖς δοτικαῖς ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί. ὅτι ἡ συγγένεια τῶν πτώσεων καὶ τὴν τοιαύτην ἐπιδέχεται σύνταξιν. οἷον, Τρῳσὶ μὲν προμάχιζεν, ἀντὶ τοῦ, τῶν Τρώων. Μυρμιδόνεσσιν ἄνασσεν, ἀντὶ τοῦ, τῶν Μυρμιδόνων. Πάντεσσι δ’ ἀνάσσειν, ἀντὶ τοῦ, πάντων. Προμάχιζε. Προεμάχει. Θεοειδής. Θεοῖς τὸ εἶδος ὅμοιος, εὐπρεπής. Παρδαλέην.

### 3 17

Παρδάλεως δέρμα. Καμπύλα τόξα. Ἀντὶ τοῦ, ἐπικαμπὲς τόξον. Δοῦρε δύω.

### 3 18

Δόρατα. δυϊκῶς. Κεκορυθμένα. Ἐστομωμένα, ἠκονημένα. Χαλκῷ. Σιδήρῳ. ἀπὸ τοῦ ἀρχαίου μετάλλου. φασὶ γὰρ, πρῶτον χαλκὸν εὑρεθῆναι. Πάλλων.

### 3 19

Κινῶν, σείων. Προκαλίζετο. Προεκαλεῖτο. Ἀντίβιον.

### 3 20

Ἐξεναντίας. Αἰνῇ. Δεινῇ, χαλεπῇ. Δηϊοτῆτι. Μάχῃ. Παρὰ τὸ δηϊοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. ὅ ἐστι, διακόπτεσθαι. Τόνδ’ ὡς οὖν.

### 3 21

Ὡς οὖν τοῦτον. Ἐνόησεν. Ἐθεάσατο. Ἀρηΐφιλος. Πολεμικός. Προπάροιθεν ὁμίλου.

### 3 22

Ἔμπροσθεν τοῦ πλήθους. Ἐζήτηται δὲ, πῶς Ἀλέξανδρος προκαλεῖται τοὺς ἀρίστους τῶν Ἑλλήνων, δειλὸς ὢν τὰ πάντα, καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ τοξότης. Ἔνιοι μὲν οὖν φασιν, ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ τὰ τυχόντα. Οἱ δὲ, ὅτι, συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως, οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. Καὶ ἐμοὶ μὲν δοκεῖ, ὅτι, κωμῳδεῖν ἐπανῃρημένος ὁ Ποιητὴς, καὶ σχῆμα τῆς ὁπλίσεως, καὶ θράσος ἀλλότριον τῶν ὅπλων αὐτοῦ προτέθεικε, ἵν’ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα. Ὥστε λέων.

### 3 23

Καθάπερ λέων. Μεγάλῳ ἐπὶ σώματι κύρσας. Μεγάλῳ ζώῳ ἐπιτυχών. νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα. Ἔλαφον κεραόν.

### 3 24

Εὔκερων, μεγάλα κέρατα ἔχοντα, ἄῤῥενα. αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφυοῦσιν. Εἴρηται δὲ παρὰ τὸ, ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφός τις ὤν. Τούτους γὰρ ἐσθίων, καθαίρεται φυσικῶς. Οὕτως γοῦν, ὅτε ἀφανεῖς ὦσιν οἱ ὄφεις, αὐτὸς τὸ κέρας αὐτοῦ προστρίβει εἰς πέτραν. θερμαινόμενον δὲ ποιεῖ τὴν ἀναθυμίασιν. ἧς μεταλαμβανόμενοι οἱ ὄφει, τῶν φωλεῶν ἐξιᾶσιν. Ἢ ἄγριον αἶγα. Σύνηθες γὰρ αὐτῷ, ταύτας θηρεύειν. Πεινάων.

### 3 25

Πεινῶν. Κατεσθίει. Κατατρώγει. Εἴπερ ἂν αὐτόν. Κἂν αὐτόν. Σεύωνται.

### 3 26

Διώκωσι. Θαλεροί. Ἀκμαῖοι. Παρὰ τὸ θάλλειν, ὅ ἐστιν, αὔξειν τῇ ἡλικίᾳ. Αἰζηοί. Νεανίαι. Ὀφθαλμοῖσιν ἰδών.

### 3 28

Περισσὸν τὸ ὀφθαλμοῖς. ἤρκει γὰρ τὸ ἰδών. Φάτο. Ἐλογίσατο. Τίσασθαι. Τιμωρήσασθαι. Ἀλείτην. Ἁμαρτωλὸν, ἐχθρόν. Αὐτίκα.

### 3 29

Παραχρῆμα, εὐθέως. Ἐξ ὀχέων. Ἐκ τῶν ἁρμάτων. Σὺν τεύχεσι. Σὺν τοῖς ὅπλοις. Ἆλτο. Καθήλατο. Χαμᾶζε. Χαμαί. εἰς τὴν γῆν. Ἐνόησεν.

### 3 30

Ἐθεάσατο. Ἐν προμάχοισιν.

### 3 31

Ἐν τοῖς πρωταγωνισταῖς. Φανέντα. Ὀφθέντα. Κατεπλήγη. Ἐφοβήθη, ἐδειλώθη. Φίλον ἦτορ. Τὴν προσφιλεστάτην αὐτοῦ ψυχήν. Ἂψ δέ.

### 3 32

Πάλιν δέ. εἰς τοὐπίσω. Ἔθνος. Πλῆθος. Ἐχάζετο. Ἀνεχώρει. Κῆρ’ ἀλεείνων. Φυλασσόμενος, καὶ ἐκφεύγων τὴν θανατηφόρον μοῖραν. Δράκοντα.

### 3 33

Μέγαν ὄφιν. Παλίνορσος. Εἰς τοὐπίσω ληπτός. εἰς τοὐπίσω ὁρμήσας. Ἀπέστη. Ὑπεχώρησεν. Οὔρεος.

### 3 34

Ὄρους. Ἐν βήσσῃς. Τοῖς γονιμωτάτοις καὶ βασιμωτάτοις τόποις τῶν ὀρῶν. Τρόμος. Φόβος. Γυῖα. Γόνατα, μέλη. Ὦχρός τέ μιν.

### 3 35

Ὠχρίασις δὲ αὐτόν. Εἷλεν. Ἔλαβε. Παρειάς. Σιαγόνας. Ἀπὸ μέρους δ’ ἔφη ὅλον τὸ πρόσωπον. Ἔδυ.

### 3 36

Ὑπεισῆλθε. Μεταφορικῶς, ἀπὸ τῶν εἰς τοὺς φωλεοὺς καταδυνόντων ἑρπετῶν. Ἀγερώχων. Αὐθαδῶν. ὑβριστῶν. Δείσας.

### 3 37

Εὐλαβηθείς. Ἀτρέος υἱόν. Μενέλαον. Νείκεσσεν.

### 3 38

Ὕβρισεν, ἐκακολόγησεν. Αἰσχροῖς. Ὀνειδιστικοῖς. Δύσπαρι.

### 3 39

Ἐπὶ κακῷ ὠνομασμένε Πάρι. κακὲ Πάρι. Εἶδος ἄριστε. Τὸ εἶδος βέλτιστε. Γυναιμανές. Ἤτοι, ἐπὶ γυναιξὶ μαινόμενε. ἢ, γυναῖκας εἰς μανίαν φέρων διὰ τὸ κάλλος. Ἠπεροπευτά. Ἀπατεὼν, ψεῦστα. Αἴθ’ ὄφελες.

### 3 40

Εἴθε ὤφειλες. Ἔστι δὲ ἐπίῤῥημα εὐκτικόν. Ἄγονός τ’ ἔμμεναι. Μὴ γεγεννῆσθαι. Ἄγαμός τ’ ἀπολέσθαι. Ἢ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι. Καί κεν τὸ βουλοίμην.

### 3 41

Καὶ δὴ τοῦτο ἤθελον. Καί κεν πολὺ κέρδιον ἦεν. Καὶ γὰρ οὕτω πολὺ βέλτιον ἦν ἡμῖν. Ἦεν. Ἦν, ὑπῆρχεν. Λώβην.

### 3 42

Ὕβριν. Καὶ ὑπόψιον ἄλλων. Καὶ ἔμπροσθεν τῶν λοιπῶν ὑποβλεπόμενον διὰ μῖσος. Ἦπου.

### 3 43

Ὄντως δή. Καγχαλόωσι. Χαίρουσιν, ὅ ἐστιν, ἐν χαλάσματι ποιοῦσι τὴν ψυχήν. Καρηκομόωντες. Τὰς κεφαλὰς κομῶντες, ἀνδρείας χάριν. Φάντες.

### 3 44

Ὑπολογισάμενοι, ὑπολαβόντες. Ἀριστῆα. Ἄριστον. Πρόμον. Πρόμαχον. Οὕνεκα. Διότι. Καλόν. Χαρίεν, ἔνδοξον. Εἶδος.

### 3 45

Μορφή. Ἔπ’. Ἔπεστί σοι. Βίη. Δύναμις. Φρεσσί. Τῇ διανοίᾳ. τουτέστιν, οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν. Ἀλκή. Ἡ τοῦ σώματος δύναμις. Ἦ, τοιόσδε ἐών.

### 3 46

Ἦ, τοιοῦτος, φησὶν, ὢν ἐπονείδιστος, οἷόν σε ὁρῶμεν νῦν δειλόν. Ἐών. Ὢν, ὑπάρχων. Ποντοπόρῃσι. Ταῖς διὰ θαλάσσης τὴν πορείαν ποιουμέναις καὶ πλεούσαις. πόντος γὰρ, ἡ θάλασσα. Νέεσσι. Ναυσίν. Ἐπιπλώσας.

### 3 47

Ἐπιπλεύσας. Ἑτάρους ἐρίηρας ἀγείρας. Ἄγαν εὐαρμόστους, ἢ ἐπεράστους φίλους, τουτέστιν, αὑτῷ ὁμοίους φίλους, καὶ ἅρπαγας, συναθροίσας. Ἀγείρας. Συναθροίσας. Μιχθείς.

### 3 48

Παραγενόμενος, μιγείς. Ἀλλοδαποῖσιν. Ἀλλοεθνέσι. ξένοις. Εὐειδέα. Εὐειδῆ, εὔμορφον. Ἀνῆγες. Διὰ θαλάσσης πλέων ἔφερες. Ἐξ Ἀπίης γαίης.

### 3 49

Ἐκ τῆς ἀλλοδαπῆς καὶ μακρὰν ἀπεχούσης γῆς. ἢ, Ἀπίης τῆς Πελοποννήσου, οὕτω λεγομένης ἀπὸ Ἄπιδος τοῦ, Φορωνέως. Αἰχμητάων. Πολεμικῶν. Πῆμα.

### 3 50

Κακόν. Πόληΐ τε. Καὶ τῇ πόλει. Παντί τε δήμῳ. Καὶ ὅλῳ τῷ πλήθει τῶν Τρώων. Δυσμενέσσιν.

### 3 51

Ἐχθροῖς, πολεμίοις. Χάρμα. Γέλωτα, χαράν. Κατηφείην. Αἰσχύνην, ὄνειδος. Οἱ γὰρ αἰσχυνόμενοι, κατηφεῖς εἰσι. Μείνειας.

### 3 52

Ὑπομείνειας. Ἀρηΐφιλον. Πολεμικόν. Γνοίης κεν.

### 3 53

Μάθοις ἄν. Οἵου. Ὁποίου. Φωτός. Ἀνδρός. Θαλερήν. Ἀκμαίαν, νέαν. Παράκοιτιν. Γυναῖκα, γαμετήν. Οὐκ ἄν τοι χραίσμῃ.

### 3 54

Οὐκ ἄν σοι βοηθήσῃ. Κίθαρις. Ἡ κιθαρῳδία. Δῶρ’ Ἀφροδίτης. Ἡ Ἑλένη, ἢ ὅπερ ἔχεις κάλλος. Ὅτ’ ἐν κονίῃσι μιγείης.

### 3 55

Ὅτ’ ἂν ἀναιρεθῇς συστὰς εἰς μάχην τῷ Μενελάῳ. Κόνιν γὰρ ἔλεγον καὶ τὴν μάχην οἱ παλαιοί. Δειδήμονες.

### 3 56

Δειλοί. Ὡς πρὸς ἡμᾶς τοὺς βασιλέας. Ἦ τέ κεν ἤδη. Νῦν γὰρ εὐθέως ἄν. Λάϊνον.

### 3 57

Λίθινον. Λάϊνον ἕσσο χιτῶνα. Λιθόλευστος ἐγεγόνεις, λίθοις βληθεὶς ὑπὸ πάντων ἀπωλώλεις. Ἕσσο. Ἐνεδέδυσο. Ἔοργας. Εἰργάσω. Κατ’ αἶσαν.

### 3 59

Κατὰ τὸ προσῆκον. Ἐνείκεσας. Ὠνείδισας, ἐπέπληξας. Οὐδ’ ὑπὲρ αἶσαν. Οὐδ’ ὑπὲρ τὸ προσῆκον. Αἰεί τοι.

### 3 60

Διαπαντός σοι. Κραδίη. Ἡ καρδία. Ἡ ψυχή. Πέλεκυς ὥς. Ὡς πέλεκυς. Ἀτειρής. Ἀκαταπόνητος. Ὅστ’ εἶσιν.

### 3 61

Ὅστις πέλεκυς εἰσέρχεται. Διὰ δουρός. Διὰ δόρατος, διὰ ξύλου. Ὑπ’ ἀνέρος. Ὑπ’ ἀνδρός. Προσληπτέον δὲ τὸ, καταφερόμενος. Ὅς ῥά τε τέχνῃ. Ὅστις μετὰ τέχνης. Νήϊον.

### 3 62

Ξύλον πρὸς νηῶν κατασκευὴν ἐπιτήδειον. Ἐκτάμνῃσιν. Ἐκκόπτει. Ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν. Αὔξει δὲ τὴν τοῦ ἀνδρὸς δύναμιν ὁ πέλεκυς, ὀξὺς ὑπάρχων καὶ διερχόμενος ἑτοίμως. ὥσπερ ὁ ἀμβλὺς τοὐναντίον ποιεῖ. Ὥς τοι.

### 3 63

Οὕτως σοι. Ἀτάρβητος. Ἀκαταπτόητος, ἄφοβος. Νόος. Νοῦς, ψυχή. Ἐρατά.

### 3 64

Ἐπέραστα, καλά. Πρόφερε. Ὀνείδιζε. Χρυσῆς. Χρυσοφόρου, καλῆς. Ἑστιαία δὲ ἡ γραμματική φησιν, ὅτι πεδίον ἐστὶ χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆν Ἀφροδίτην τιμᾶσθαι, καὶ εἶναι οὕτως χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἱ μὲν, ἀπὸ τῆς Πάφου· οἱ δὲ, τὴν καλήν. Κλεάνθης δὲ, καὶ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι Ἀφροδίτην χρυσῆν. Οὔτοι.

### 3 65

Οὐδαμῶς σοι. Ἀπόβλητα. Ἀποβολῆς ἄξια. Τὰ ὑπὸ θεῶν, φησι, διδόμενα δῶρα οὐκ ἔστι μὲν ἀρνήσασθαι ὅταν εἰσί· μὴ διδόμενα δὲ παρ’ αὐτῶν ἀδύνατόν τινα λαβεῖν οἰκείᾳ σπουδῇ. Ἐρικυδέα. Μεγάλα, ἔνδοξα. Ὅσσα κεν.

### 3 66

Ὅσα ἄν. Ἑκὼν δέ. Βουλόμενος δέ. Οὐκ ἄν τις ἕλοιτο. Οὐκ ἄν τις λάβοι. Νῦν δ’ αὖ.

### 3 67

Νῦν δὲ δή. Κάθισον. Καθίδρυσον, καθεσθῆναι ποίησον. Αὐτὰρ ἐμέ.

### 3 69

Ἐμὲ δέ. Ἀμφ’ Ἑλένῃ καὶ κτήμασι.

### 3 70

Περὶ τῆς Ἑλένης, καὶ τῶν κτημάτων αὐτῆς. Ὁππότερος δέ κεν.

### 3 71

Ὁποῖος δέ. Ὁ τρόπος διπλασιασμός. ἡ διάλεκτος Αἰολίς. Κρείσσων τε γένηται. Ἰσχυρότερος, ἐπικρατέστερος φανῇ. Ἑλών.

### 3 72

Λαβών. Φιλότητα.

### 3 73

Φιλίαν. Καὶ ὅρκια πιστά. Καὶ ὅρκους πιστούς. Ταμόντες. Ὅ ἐστι δι’ ἐντόμων ποιήσαντες. Ναίοιτε.

### 3 74

Κατοικεῖτε. Ἐριβώλακα. Μεγαλόβωλον, εὔγειον. Τοὶ δέ. Οὗτοι δὲ οἱ Ἕλληνες. Νεέσθων. Πορευέσθωσαν. Ἄργος ἐς.

### 3 75

Εἰς τὸ Ἄργος. Ἱππόβοτον. Ἱπποτρόφον. Ἰασὸς καὶ Πελασγὸς Τριόπα παῖδες, τελευτήσαντος αὐτοῖς τοῦ πατρὸς, διείλοντο τὴν βασιλείαν. Λαχὼν δὲ Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν, ἔκτισε Λάρισσαν. Ἰασὸς δὲ τὰ πρὸς Ἦλιν. Τελευτησάντων δ’ αὐτῶν, νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος. Ὅθεν ἐκλήθη Ἱππόβοτον μὲν τὸ Ἄργος, ἀπὸ τῆς Ἀγήνορος ἵππου· ἀπὸ δὲ Ἰασοῦ Ἴασον. Ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, Ἱππόβοτον Ἄργος. Ἀχαιΐδα. Τὴν Πελοπόννησον λέγει Ἀχαΐαν. Καλλιγύναικα. Καλὰς γυναῖκας ἔχουσαν. Ὣς ἔφατο.

### 3 76

Οὕτως εἶπεν. Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα, μῦθον ἀκούσας. Ἀντὶ τοῦ, μεγάλως ἐχάρη, τὸν λόγον τοῦτον τοῦ Ἀλεξάνδρου ἀκούσας. Ἰών.

### 3 77

Πορευθείς. Ἀνέεργεν. Ἀνεῖργεν, ἐκώλυε τοῦ πολέμου. Φάλαγγας. Τὰς στρατιωτικὰς τάξεις. Ἐπετοξάζοντο.

### 3 79

Ἐπ’ αὐτῷ τὰ τόξα ἔβαλλον. Ἰοῖσι.

### 3 80

Βέλεσι. Τιτυσκόμενοι. Καταστοχαζόμενοι. Σημαίνει καὶ τὸ, ἑτοιμάζειν, ὡς ἐκεῖ· Ὣς εἰπὼν, ὑπ’ ὄχεσφι τιτύσκετο. Ἔνιοι δὲ καὶ ἐπὶ τοῦ ψυχικῶς στοχάζεσθαι· Τιτύσκετο δὲ φρεσὶν ᾗσι. Λάεσσι. Λίθοις. Ἔβαλλον. Ἠκόντιζον. Αὐτὰρ ὁ.

### 3 81

Οὗτος δέ. Μακρόν. Μέγα. Ἄϋσεν. Ἐβόησεν. Ἴσχεσθε.

### 3 82

Παύεσθε. Κοῦροι Ἀχαιῶν. Περιφραστικῶς, οἱ Ἕλληνες. Στεῦται γάρ τι ἔπος.

### 3 83

Διαβεβαιοῦται γὰρ, ὑπισχνεῖται λόγον. Ἐρέειν. Ἐρεῖν, λέξειν. Κορυθαίολος. Ὁ αἰόλλων καὶ κινῶν τὴν περικεφαλαίαν. ἐξ οὗ, πολεμικός. Ἔσχοντο.

### 3 84

Ἐπαύσαντο. Ἄνεῴ τ’ ἐγένοντο. Ἥσυχοι. ἄνευ ἰωῆς, τουτέστι, φωνῆς καὶ θορύβου. Ἐσσυμένως.

### 3 85

Σπουδαίως. Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν. Ἐν ἀμφοτέροις. Λέγω δὴ, Τρῳσὶ καὶ Ἕλλησιν. Ἡ, μετὰ, ἀντὶ τῆς, ἐν, πρὸς προθέσεως. Ἔειπεν. Ἔλεξε. Κέκλυτέ μευ.

### 3 86

Ἀκούσατέ μου. Τοῦ εἵνεκα.

### 3 87

Οὗτινος χάριν. Νεῖκος. Φιλονεικία. Ὄρωρε. Διεγήγερται. Κέλεται.

### 3 88

Κελεύει. Τεύχεα.

### 3 89

Ὅπλα. Ἐπὶ χθονί. Ἐπὶ τῇ γῇ. Πουλυβοτείρῃ. Τῇ πολλοὺς τρεφούσῃ. Ἐν μέσσῳ.

### 3 90

Τουτέστι, μεταξὺ Τρώων καὶ Ἀχαιῶν. Οἴους.

### 3 91

Μόνους. Ὁππότερος δέ.

### 3 92

Ὅστις δὲ πρότερος. Φιλότητα.

### 3 94

Φιλίαν. Τάμωμεν. Πιστωσώμεθα, ὅ ἐστι δι’ ἐντόμων ποιήσωμεν. Ἀκὴν ἐγένοντο σιωπῇ.

### 3 95

Ἐπ’ ἄκρας ἡσυχίας ἐγένοντο. Ἀκὴ γὰρ καλεῖται ἡ ὀξύτης. Κέκλυτε νῦν καὶ ἐμεῖο.

### 3 97

Ἀκούσατε νῦν καὶ ἐμοῦ. Μάλιστα γάρ. Ἐξαιρέτως δέ. Ἄλγος. Λύπη. Ἱκάνει. Καταλαμβάνει. Φρονέω.

### 3 98

Φρονῶ, βουλεύομαι, Διακρινθήμεναι. Διαχωρισθῆναι. Πέποσθε.

### 3 99

Πεπόνθατε. Εἵνεκ’ ἐμῆς ἔριδος.

### 3 100

Ἕνεκα τῆς ἐμῆς φιλονεικίας, καὶ τῆς ὑπὸ Ἀλεξάνδρου γενομένης ἁρπαγῆς. αὕτη γὰρ ἀρχὴ κακῶν. Ἡμέων.

### 3 101

Ἡμῶν. Ὁπποτέρῳ. Ὁποίῳ. ᾧτινι. Θάνατος καὶ μοῖρα τέτυκται. Τουτέστι, θανεῖν εἵμαρται. Τεθναίη.

### 3 102

Ἀποθάνῃ. Διακρινθεῖτε. Διαχωρισθείητε. Τάχιστα. Διὰ τάχους, συντόμως. Οἴσετε.

### 3 103

Κομίσετε, ἄγετε. Ἕτερον λευκὸν, ἑτέραν δὲ μέλαιναν. Τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει. τῷ μὲν γὰρ Ἡλίῳ, λαμπρῷ ὄντι, καὶ ἄῤῥενι, φησὶ λευκὸν ἱερουργηθῆναι ἄρνα. τῇ δὲ Γῇ μέλαιναν, καὶ θήλειαν. ἐπεὶ τοιαύτη ἡ θεός. Ἄρνε. Ἄρνας, δυϊκῶς. Διῒ δ’ ἡμεῖς οἴσομεν ἄλλον.

### 3 104

Τῷ δὲ Διῒ ἡμεῖς ἄλλον κομίσομεν ὡς ξένοι. ἐπεὶ καὶ Ξένιος προσαγορεύεται. Ἄξετε.

### 3 105

Ἀγάγετε. Πριάμοιο βίην. Περιφραστικῶς τὸν Πρίαμον. Διατί, Διὸς ὑποσχομένου τὴν ἅλωσιν τῆς Ἰλίου, συνθήκας ποιεῖται πρὸς Τρῶας; Ῥητέον οὖν, ὅτι, κατ’ ἐνίους, οὐ πιστεύει τῷ ὀνείρῳ. κατὰ δὲ ἑτέρους, οὐδὲν διέφερε, καὶ δι’ ἑνὸς μονομαχίαν, ἢ παντὶ τῷ στρατῷ, νικῆσαι. ἄλλως δὲ καὶ προσετέτακτο αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι. Ὄφρ’ ὅρκια. Ὅπως τοὺς ὅρκους. Ἐπεί οἱ παῖδες.

### 3 106

Ἐπειδὴ οἱ υἱοὶ αὐτοῦ. Ὑπερφίαλοι. Ὑπερήφανοι, ἄθεοι, καὶ παραβαίνοντες τοὺς ὅρκους, καὶ τὰς σπονδὰς τὰς διὰ φιαλῶν γιγνομένας. Ὑπερβασίῃ.

### 3 107

Παραβάσει, ἀδικίᾳ. Διὸς ὅρκια. Τοὺς Διὸς ὅρκους. Δηλήσηται. Βλάψει τῷ παρελθεῖν αὐτούς. Ὁπλοτέρων.

### 3 108

Νεωτέρων. Ἠερέθονται. Ἀπαιωροῦνται, κρέμανται. οἷον οὐκ εἰσὶν σταθεραὶ, ἀλλ’ ἀβέβαιοι. Οἷς δ’ ὁ γέρων μετέῃσιν.

### 3 109

Ἐν οἷς δ’ ἂν ὁ γέρων παρῇ. Πρόσσω καὶ ὀπίσσω. Εἰς τὸ παρὸν, καὶ εἰς τὸ μέλλον. Λεύσσει.

### 3 110

Ὁρᾷ, βλέπει. Ὄχ’ ἄριστα. Ἐξόχως ἄριστα. Ἐλπόμενοι.

### 3 112

Ἐλπίζοντες. Ὀϊζυροῦ. Ἐπιμόνου, χαλεποῦ. Ἔρυξαν.

### 3 113

Κατέσχον. Ἐπὶ στίχας. Ἐπὶ τὰς τάξεις ἐφεξῆς. Ἐκ δ’ ἔβαν αὐτοί. Ἐξῆλθον δὲ καὶ αὐτοί. Τεύχεα.

### 3 114

Ὅπλα. Παρὰ τὸ τεύχεσθαι, ὅ ἐστι, κατασκευάζεσθαι. Ἐξεδύοντο. Ἀπεδύοντο, ἀπετίθεντο. Πλησίον.

### 3 115

Ἐκ τοῦ σύνεγγυς. Ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα. Βραχὺ δ’ ἦν τὸ μεταξὺ τῶν στρατευμάτων διεῖργον αὐτοὺς χωρίον. Ἄρουρα. Γῆ. Παρὰ τὸ ἀροτριοῦσθαι. Προτὶ ἄστυ.

### 3 116

Πρὸς τὴν πόλιν. Καρπαλίμως.

### 3 117

Ταχέως. Προΐει.

### 3 118

Προέπεμψεν. Γλαφυράς.

### 3 119

Κοίλας. Ἰέναι. Παραγενέσθαι. Οἰσέμεναι.

### 3 120

Οἴσειν, κομίσειν. Ἔλαβε δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ἶρις δ’ αὖτε.

### 3 121

Ἡ δὲ Ἶρις, ἡ τῶν θεῶν ἄγγελος. Σημαίνει δὲ δύο, αὐτὴν τὴν σωματοειδῆ θεὰν, καὶ τὸ νεφελῶδες σύστημα. οἷον· Ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων Ἐν νέφεσι στήριξε, τέρας μερόπων ἀνθρώπων. Γαλόῳ.

### 3 122

Γάλῳ. Γάλως, δέ ἐστιν ἀνδρὸς ἀδελφή. Ἀντηνορίδαο. Ἀντήνορος παιδὸς, Ἑλικάονος. Δάμαρτι. Γυναικί. Παρὰ τὸ δεδμῆσθαι, καὶ ὑποτετάχθαι τῷ ἀνδρί. Ἔχεν.

### 3 123

Εἶχεν, ἐγεγαμήκει. Κρείων. Βασιλεύς. Εἶδος ἀρίστην.

### 3 124

Τὴν μορφὴν καλήν. Τὴν δ’ εὗρε.

### 3 125

Ταύτην δὲ κατέλαβε. Δέον εἰπεῖν, ἣν, ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. Ἐν μεγάρῳ. Ἐν τῷ οἴκῳ. Δίπλακα.

### 3 126

Διπλοΐδα, διπλοῦν ἱμάτιον, ὅ ἐστι, χλανίδα. Μαρμαρέην. Λαμπρὰν, λευκήν. Πολέας δέ. Πολλοὺς δέ. Ἐνέπασσεν. Ἐνεποίκιλλεν, ἐνέπλεκεν. Ὅθεν καὶ τὰ ποικίλα παραπετάσματα παστοὶ καλοῦνται. Ἀέθλους. Νῦν τοὺς κατὰ τὸν πόλεμον πόνους. Οὓς ἕθεν εἵνεκα.

### 3 128

Οὕστινας ἕνεκα αὐτῆς. Ἔπασχον. Ὑπέμενον. Ὑπ’ Ἄρηος παλαμάων. Ὑπὸ τῶν τοῦ πολέμου χειρῶν. Ὁτὲ δὲ, μηχανῶν, ὡς ἐκεῖ· Ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος. Ἀγχοῦ.

### 3 129

Πλησίον. Ἱσταμένη. Στᾶσα. Προσέφη. Προσεῖπε. Πόδας ὠκέα. Τοῖς ποσὶ ταχεῖα. Νύμφα.

### 3 130

Νύμφη, Ἰωνικῶς. Θέσκελα. Θεῖα, θαυμαστά. Ἴδηαι. Θεάσῃ. Ἱπποδάμων.

### 3 131

Ἱππικῶν, πολεμικῶν. Χαλκοχιτώνων. Σιδηροθωράκων. Οἳ πρίν.

### 3 132

Οἵτινες τὸ πρότερον. Ἐπ’ ἀλλήλοισι φέρον. Ἐπέφερον ἀλλήλοις. Πολύδακρυν. Πολλῶν δακρύων καὶ στεναγμῶν αἴτιον, διὰ τοὺς ἀναιρουμένους ὑπ’ αὐτοῦ. Ὀλοοῖο.

### 3 133

Ὀλεθρίου. Λιλαιόμενοι. Ἐπιθυμοῦντες. Ἕαται.

### 3 134

Καθέζονται. Σιγῇ. Σιωπῇ. Ἀσπίσι κεκλιμένοι.

### 3 135

Ταῖς ἀσπίσιν ἐπικείμενοι. Παρὰ δ’ ἔγχεα μακρὰ πέπηγε. Παραπέπηγε δὲ αὐτοῖς, ὅ ἐστι, παράκειται τὰ μακρὰ δόρατα. Μακρῇς ἐγχείῃσι.

### 3 137

Τοῖς μακροῖς δόρασι. Τῷ δέ κε νικήσαντι.

### 3 138

Ἀντὶ τοῦ, τοῦ δὲ νικήσαντος. Κεκλήσῃ. Κληθήσῃ. Ἄκοιτις. Γυνὴ, γαμετή. Γλυκὺν ἵμερον.

### 3 139

Γλυκὺν πόθον, ἡδεῖαν ἐπιθυμίαν. Ἔμβαλεν. Ἐνέβαλε. Θυμῷ. Τῇ ψυχῇ. Ἀνδρός τε προτέροιο.

### 3 140

Τοῦ πρώτου ἀνδρὸς, ἤγουν τοῦ Μενελάου. Καὶ ἄστεος. Καὶ τῆς πόλεως. Λέγει δὲ, τῆς Σπάρτης. Ἠδὲ τοκήων. Καὶ τῶν γονέων. Τυνδάρεω λέγει, καὶ Λήδας. Αὐτίκα.

### 3 141

Παραχρῆμα, εὐθέως. Ἀργεννῇσι. Λευκαῖς, λαμπραῖς. Καλυψαμένη. Σκεπασαμένη. Ὀθόνῃσιν. Ὀθόναις. Λέγει δὲ, ὑφάσμασι λινοῖς. Ὡρμᾶτ’.

### 3 142

Ὥρμα, ἐξῄει. Ἐκ θαλάμοιο. Ἐκ τοῦ κοιτῶνος, ἐκ τοῦ οἴκου. Τέρεν. Τρυφερόν. Ἀντὶ τοῦ, ὑγρόν. Δάκρυ χέουσα. Δακρύουσα, κλαίουσα. Οὐκ οἴη.

### 3 143

Οὐ μόνη. Ἅμα τῇγε. Σὺν αὐτῇ δέ. Ἀμφίπολοι. Θεράπαιναι, δουλίδες. Αἴθρη Πιτθῆος.

### 3 144

Ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα. Αἰσχρὸν γὰρ ὑπάρχει, θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῇ Ἑλένῃ τὴν Αἴθραν, ἑκυρὰν νομισθεῖσαν. Ὡς γὰρ ἱστορεῖ Ἑλλάνικος, Πειρίθους καὶ Θησεὺς, ὁ μὲν Διὸς ὢν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας. Καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῇ νέαν, παρατίθενται εἰς Ἄφυδναν τῆς Ἀττικῆς Αἴθρῃ, τῇ Πιτθέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως. Οὕτως εἰς ᾅδου παραγίγνονται ἐπὶ τὴν Περσεφόνην. Οἱ δὲ Διόσκουροι, μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν σύμπασαν πορθοῦσιν, Αἴθραν δὲ αἰχμαλωτίζουσι. Πιτθῆος. Τοῦ Πιτθέως. Κλυμένη τε. Καὶ ἡ Κλυμένη. Βοῶπις. Εὐόφθαλμος, καλή. Αἶψα.

### 3 145

Ταχέως, συντόμως. Ἵκανον. Παρεγένοντο. Ὅθι. Ἔνθα, ὅπου. Σκαιαὶ πύλαι. Αἱ τῆς Ἰλίου. Αὗται δὲ καὶ Δαρδάνειαι προσαγορεύονται, δι’ ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται, ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. Οἱ δέ φασιν, ὅτι ἀπὸ τοῦ, σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας. τὸν γὰρ δούρειον ἵππον κατ’ αὐτὰς ἐδέξαντο τὰς πύλας. Οἱ δ’ ἀμφὶ Πρίαμον.

### 3 146

Οἱ δὲ περὶ τὸν Πρίαμον. Πάνθοον. Πάνθουν. Καὶ τὰ ἐφεξῆς δὲ ὁμοίως τούτοις εἰσὶν ὀνόματα κύρια. Ὄζον Ἄρηος.

### 3 147

Ἀπόγονον Ἄρεος. πολεμικόν. Πεπνυμένω ἄμφω.

### 3 148

Ἀμφότεροι φρόνιμοι καὶ συνετοί. Εἵατο.

### 3 149

Ἐκαθέζοντο. Δημογέροντες. Οἱ τοῦ δήμου ἔντιμοι παρὰ τὸ γῆρας. Γήραϊ δή.

### 3 150

Διὰ γῆρας. Ἀγορηταί. Δημηγόροι, σύμβουλοι. Ἐσθλοί.

### 3 151

Ἀγαθοί. Τεττίγεσσιν ἐοικότες. Τέττιξι παραπλήσιοι. Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη ἡ Ἡμέρα. ἐξ οὗπερ ἔτεκεν υἱὸν τὸν Μέμνονα. Μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. Διὸ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ Ποιητής. Ἱστορεῖ Ἑλλάνικος. Ἐοικότες. Ὅμοιοι. Οἵτε καθ’ ὕλην. Οἵτινες κατὰ τὴν ὕλην. Δενδρέῳ.

### 3 152

Δένδρῳ. Ἐφεζόμενοι. Ἐπικαθεζόμενοι. Ὄπα. Φωνήν. Λειριόεσσαν. Ἐπιθυμητὴν, ἡδεῖαν. ὅτι οἱ ἄῤῥενες τῶν τεττίγων ᾄδουσιν. Ἱεῖσιν. Ἀφιᾶσι. Τοῖοι ἄρα.

### 3 153

Τοιοῦτοι δή. Ἡγήτορες. Ἡγεμόνες. Ἧντο. Ἐκαθέζοντο. Ἐπὶ πύργῳ. Ἐπὶ τῷ τείχει. Εἶδον.

### 3 154

Ἐθεάσαντο. Ἰοῦσαν. Παραγενομένην, ἐρχομένην. Ἦκα.

### 3 155

Ἠρέμα, ἡσύχως. Πρὸς ἀλλήλους. Πρὸς ἑαυτούς. Ἀγόρευον. Ἔλεγον. Οὐ νέμεσις.

### 3 156

Οὐ μέμψις. Τοιῇδ’ ἀμφὶ γυναικί.

### 3 157

Περὶ τοιαύτης γυναικός. Αἰνῶς.

### 3 158

Λίαν, πάνυ. Θεῇς. Θεαῖς. Εἰς ὦπα. Τὴν πρόσοψιν. Ἔοικεν. Ὁμοία ἐστίν. Ἀλλὰ καὶ ὥς.

### 3 159

Ἀλλὰ καὶ οὕτως τοιαύτη εὐειδὴς ὑπάρχουσα. Νεέσθω. Σὺν τοῖς Ἕλλησι πορευέσθω. Τεκέεσσί τε.

### 3 160

Καὶ τοῖς τέκνοις. Πῆμα. Βλάβη, κακόν. Λίπηται. Καταλειφθείη. Ὣς ἄρ’ ἔφαν.

### 3 161

Οὕτως εἶπον. Ἐκαλέσσατο. Ἐκάλεσε. Πάροιθεν.

### 3 162

Τὸ ἑξῆς ἐστι· παρελθοῦσα ἐν πρόσω, δεῦρο. Ἵζευ. Καθέζου. Ὄφρα ἴδῃς.

### 3 163

Ὅπως θεάσῃ. Πρότερόν τε πόσιν. Τὸν πρότερόν σου ἄνδρα. Πηούς τε. Τοὺς κατ’ ἐπιγαμίαν συγγενεῖς. Οὔτι μοι αἰτίη ἐσσί.

### 3 164

Κατ’ οὐδέν μοι αἰτία ὑπάρχεις. Θεοί νύ μοι. Οἱ θεοὶ δή μοι Οἵ μοι.

### 3 165

Οἵτινές μοι. Ἐφώρμησαν. Ἐπελθεῖν καὶ ἐφορμῆσαι ἐποίησαν. Ὥς μοι.

### 3 166

Ὅπως μοι. Πελώριον. Μέγιστον. Ἐξονομῄνῃς. Ἐξ ὀνόματος εἴπῃς. Ἀχαιός.

### 3 167

Ἕλλην. Ἠΰς τε, μέγας τε. Πλατὺς, καὶ μέγας. Κεφαλῇ.

### 3 168

Τῷ εἰς ὕψος ἀναστήματι. Μείζονες. Ὑψηλότεροι. Ἔασιν. Εἰσὶν, ὑπάρχουσι. Γεραρόν.

### 3 170

Ἔντιμον. Ἔοικεν. Ὅμοιός ἐστιν. Ἐζήτηται δὲ, πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. Ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο· ὥς που καὶ ὁ Ποιητής φησι κατὰ Ληΐδα, ὅπη ἄρξειεν Ἀχιλλεύς. Νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. Ἢ ὅτι πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου, καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος, καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος. Ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα Πρίαμος οὐ περὶ τούτων, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. Νῦν δὲ μηνίοντος ἐκείνου, καὶ ἰσοῤῥόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. Ἕτεροι δέ φασιν, ὅτι ἀπὸ τῆς πανοπλίας, καὶ τῶν ἵππων, αὐτοὺς ἐγνώριζον· ὡς καὶ Πάνδαρον ἐπὶ τοῦ Διομήδους λέγειν· Ἀσπίδι γιγνώσκων, αὐλώπιδί τε τρυφαλείῃ. Πρότερον δὲ οὐκ ἐτεθέατο οὕτω πάντας ἀόπλους, ὡς νῦν. Αἰδοῖος.

### 3 172

Αἰδοῦς καὶ τιμῆς ἄξιος. Ἐσσί. Εἶ, ὑπάρχεις. Ἑκυρέ. Πενθερέ. Ἑκυρὸς δὲ ἐκαλεῖτο καὶ παρὰ τοῖς ἀρχαίοις, ὁ τοῦ ἀνδρὸς πατήρ. Δεινός τε. Καὶ φοβερός. Ὡς ὄφελέν μοι.

### 3 173

Εἴθε ὄφειλέ μοι. Ἀδεῖν. Ἀρέσαι. Ὁππότε. Ὅτε. Δεῦρο. Ἐνταῦθα. Υἱέϊ σῷ.

### 3 174

Ἅμα τῷ σῷ παιδί. Ἑπόμην. Ἠκολούθησα. Θάλαμον. Νῦν, τὸν οἶκον. περιφραστικῶς. Γνωτούς. Ἀδελφούς. Λέγει δὲ Κάστορα καὶ Πολυδεύκην. Λιποῦσα. Καταλιποῦσα. Παῖδά τε.

### 3 175

Καὶ τὴν θυγατέρα. Λέγει δὲ τὴν Ἑρμιόνην. Ὁ δὲ Πορφύριος ἐν τοῖς Ὁμηρικοῖς ζητήμασιν οὕτως φησίν· Ἑλένης καὶ Μενελάου παῖδες Δίαιθος καὶ Μοῤῥαφίων, ἀφ’ οὗ τὸ τῶν Μοῤῥαφίων γένος ἐν Πέρσαις· Κιναίθων δέ, φησι Νικόστρατος, καὶ Αἰθιόλας, παρὰ Λακεδαιμονίοις Ἑλένης δύο παῖδες τιμῶνται. Τηλυγέτην. Ἀγαπητὴν, μονογενῆ. Καταχρηστικῶς δὲ εἶπε. Κυρίως γὰρ τηλυγέται καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν ἐν γεροντικῇ ἡλικίᾳ σπαρέντες. Δοκεῖ γὰρ, τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι. Καὶ ὁμηλικίην ἐρατεινήν. Καὶ τὰς ἐπεράστους μου ὁμήλικας. Ἀλλὰ τά γ’ οὐκ ἐγένοντο.

### 3 176

Ἀλλὰ ταῦτα οὐκ ἐγένοντο. Τὸ καὶ κλαίουσα τέτηκα. Διόπερ καὶ κλαίουσα ἐκτέτηκα. Ὅ μ’ ἀνείρεαι.

### 3 177

Ὅ με ἀνερωτᾷς. Ἠδὲ μεταλλᾷς. Καὶ πολυπραγμονεῖς, ἐπιζητεῖς. Ἀμφότερον.

### 3 179

Κατὰ ἀμφότερα. Ἀγαθός. Ἰσχυρὸς, γενναῖος. Αἰχμητής. Πολεμιστής. Δαήρ.

### 3 180

Ἀνδρὸς ἀδελφός. Ἔσκεν. Ἦν. ὑπῆρχεν. Κυνώπιδος. Ἀναιδεστάτης ἐμοῦ, ὡς κύων. Εἴ ποτ’ ἔην γε. Ἐάν ποτε ἦν. Γέρων.

### 3 181

Ἀντὶ τοῦ, ὁ Πρίαμος. Ἠγάσσατο. Ἐθαύμασεν. Φώνησέν τε. Καὶ εἶπεν. Ὦ μάκαρ.

### 3 182

Ὦ μακαριώτατε. Ἀτρείδη. Υἱὲ τοῦ Ἀτρέως. Μοιρηγενές. Ἀγαθῇ μοίρᾳ γεγεννημένε. Ὀλβιόδαιμον. Εὐδαιμονέστατε. Ἦ ῥά νύ τοι.

### 3 183

Εὐλόγως δή σοι. Δεδμήαται. Ὑποτεταγμένοι εἰσίν. Ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων. δαμάζονται γὰρ κυρίως ταῦτα. Ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν.

### 3 184

Πάλαι γὰρ εἰς τὴν Φρυγίαν παρεγενόμην, τὴν πολλὰς ἀμπέλους ἔχουσαν. Τοὺς δὲ περὶ Ἀπάμειαν τόπους λέγει. οὗτοι γὰρ πολυάμπελοι ἦσαν, τῆς λοιπῆς Φρυγίας μόνον σιτοφόρου οὔσης. Αἰολοπώλους.

### 3 185

Ποικίλως ἱππαζομένους, πολεμικοὺς, ἢ ταχεῖς ἵππους ἔχοντας. Λαοὺς Ὀτρῆος.

### 3 186

Ὀτρεὺς καὶ Μύγδων παραδίδονται ἡμῖν παῖδες Δείμαντος, ἀδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς Φρυγίας. Οἵ ῥα.

### 3 187

Οἵτινες δή. Ἐστρατόωντο. Ἐστρατοπέδευον. Παρ’ ὄχθας Σαγγαρίοιο. Παρὰ τὰ χείλη τοῦ Σαγγαρίου ποταμοῦ. Ὁ δὲ Σαγγάριος ποταμὸς, πρότερον μὲν ἦν Φρυγίας, νῦν δὲ Γαλατίας. Καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐών.

### 3 188

Ὢν, ὑπάρχων. Μελανίππη καὶ Ἱππολύτη, θυγατέρες Ἄρεος, τῶν Ἀμαζονίδων προηγούμεναι τῆς στρατιᾶς, αὗται πειρώμεναι τὴν Φρυγίαν ὑφ’ ἑαυτὰς ποιῆσαι, διὰ τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. Τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἦσαν Μύγδων καὶ Ὀτρεύς. Οἵτινες τὴν σφῶν αὐτῶν στρατιὰν προσήνεγκαν, καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο, πρὸς τὸ κωλύσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς αὐτῶν ὅροις. Καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύσατο κατὰ τῶν Ἀμαζόνων σὺν αὐτοῖς κατ’ ἐκεῖνον τὸν χρόνον. Ἐπίκουρος. Ἀπὸ ξένης χώρας σύμμαχος. Ἐπίκουροι γὰρ λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες. σύμμαχοι δὲ, οἱ τῶν πολεμούντων. Μετὰ τοῖσιν. Ἐν τούτοις. Ἐλέχθην. Συγκατηριθμήθην, κατετάγην. Ἤματι τῷ.

### 3 189

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀμαζόνες ἀντιάνειραι. Αἱ ἶσαι κατὰ δύναμιν ἀνδράσιν, ἢ αἱ ἐναντιούμεναι ἀνδράσιν. ἐξ οὗ, πολεμικαί. Αἱ δὲ Ἀμαζόνες, λέγονται εἶναι Ἄρεος καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. Ἐκλήθησαν δὲ οὕτως, διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι αὐταῖς, ὡς ἐμποδίζοντα ἐν τῷ τοξεύειν. Ἀλλ’ οὐδ’ οἵ.

### 3 190

Ἀλλ’ οὐδὲ οὗτοι. Τόσσοι. Τοσοῦτοι. Ὅσσοι. Ὁπόσοι. Ἑλίκωπες. Μελανόφθαλμοι, καλοί. Ἐρέεινεν.

### 3 191

Ἀνηρώτα. Εἴπ’ ἄγε μοι.

### 3 192

Ἄγε εἰπέ μοι. Μείων.

### 3 193

Μικρότερος. Εὐρύτερος.

### 3 194

Πλατύτερος. Ἠδὲ στέρνοισι. Καὶ τοῖς στέρνοις. Ἰδέσθαι. Ἐν τῷ ὁρᾶσθαι. Οἱ.

### 3 195

Αὐτῷ. Ἐπὶ χθονί. Ἐπὶ τῇ γῇ. Πουλυβοτείρῃ. Πολλοὺς τρεφούσῃ. Κτίλος ὥς.

### 3 196

Ὡς πρᾶος καὶ χειροήθης κριὸς, ἀφηγούμενος τῆς ποίμνης. Εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα· οἱονεὶ ἀκτίλος τὶς ὤν. παρὰ τὸ ἄγω. ἢ παρὰ τὸ κίω, τὸ πορεύομαι. Ἐπιπωλεῖται. Ἐπέρχεται. Στίχας. Τὰς στρατιωτικὰς τάξεις. Ἀρνειῷ.

### 3 197

Κριῷ. Διὰ τούτου δὲ ἐπαινεῖ τὸ πρᾶον καὶ ἀτάραχον αὐτοῦ. Ἐΐσκω. Ὁμοιῶ, ἀπεικάζω. Πηγεσιμάλλῳ. Βαθυμάλλῳ, καλὸν ἔριον ἔχοντι, ἢ μέλανι, πηγὸν γὰρ τὸ μέλαν. Ὀΐων.

### 3 198

Προβάτων. Πῶϋ. Ποίμνιον. Ἀργεννάων. Λαμπρῶν. Ἢ λευκῶν. Ἀπὸ δὲ τοῦ πλείονος εἶπεν. οὐ γὰρ πάντα τὰ πρόβατα λευκά εἰσι. Διὸς ἐκγεγαυῖα.

### 3 199

Ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα. Οὗτος δ’ αὖ.

### 3 200

Οὗτος δὲ πάλιν. Πολύμητις. Πολύβουλος, συνετός. Ὃς τράφη.

### 3 201

Ὅστις ἀνετράφη. Ἐν δήμῳ Ἰθάκης. Περιφραστικῶς, ἐν τῇ Ἰθάκῃ. Ἔστι δὲ νῆσος περὶ τὴν Κεφαλληνίαν. Καὶ τόπος δέ ἐστιν ἐν Ἰθάκῃ, κυρίως Δῆμος λεγόμενος. Ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν Ἑλλήνων, ἢ τῶν ἀνδρῶν. Κραναῆς περ ἐούσης. Καί τοι τραχείας ὑπαρχούσης. Εἰδώς.

### 3 202

Ἐπιστάμενος, ἔμπειρος ὤν. Παντοίους. Παντοδαπούς. Μήδεα. Βουλεύματα. Πυκνά. Πολλά. συνετά. Τὴν δ’ αὖτε.

### 3 203

Ταύτην δὲ δή. Ἦ μάλα.

### 3 204

Ὄντως δή. Νημερτές. Ἀληθές. Ἤλυθε.

### 3 205

Παρεγένετο. Σεῦ ἕνεκα.

### 3 206

Σοῦ ἕνεκα, σοῦ χάριν. Πρὸ γὰρ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας, εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες τὴν Ἑλένην. Οὓς τῶν ἄλλων αὐτοὺς μεθ’ ὕβρεως διωξάντων, μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως. Ἀγγελίης. Πρεσβευτὴς, ἄγγελος. Ἰὰς ἡ διάλεκτος. Ξείνισσα.

### 3 207

Ἐξενοδόχησα. Ἐν μεγάροισι. Ἐν τοῖς ἐμοῖς οἴκοις. Φίλησα. Μετὰ φιλοφροσύνης ἀπεδεξάμην. Φυήν.

### 3 208

Τὴν φύσιν. Ἐδάην. Ἔμαθον. Ἀγειρομένοισιν.

### 3 209

Ἀθροιζομένοις. Ἔμιχθεν. Ἐμίγησαν. Στάντων μέν.

### 3 210

Ἱσταμένων ὀρθῶν. Ὑπείρεχεν. Ὑπερεῖχε. μακρότερος ἦν. Εὐρέας. Πλατεῖς. μεγάλους. Διὰ τούτου δηλοῖ περὶ τὴν διάπλασιν ὄντα ἀνάκωλον τὸν Μενέλαον. Ἄμφω δέ.

### 3 211

Ἀμφότεροι δὲ, τουτέστιν, ἀμφοτέρων δὲ ὁμοῦ καθεσθέντων. Γεραρώτερος. Ἐντιμότερος πρὸς ὄψιν. Ἦεν. Ἦν, ὑπῆρχεν. Ὕφαινον.

### 3 212

Φανερὰ ἐποίουν, ἔλεγον, ἔπλεκον. Ἐπιτροχάδην.

### 3 213

Συντόμως, ἐσπευσμένως. Βραχυλόγοι γὰρ οἱ Λάκωνες ἀεί. Δηλοῖ δὲ εὐφυέστερον ἐπὶ Μενελάου μὲν τὸν παρὰ τοῖς ῥήτορσι καλούμενον ἄνετον τρόπον, ἐπὶ δὲ Ὀδυσσέως τὸν σύντονον. ἐπ’ ἐκείνου μὲν γὰρ εἶπε παῦρα μέν· ἐπὶ δὲ Ὀδυσσέως προσέθηκε τὸ, καὶ ἔπεα νιφάδεσσιν ἐοικότα, τουτέστι, πολλὰ καὶ πυκνά. Ἀγόρευεν. Ἔλεγε. Παῦρα μέν.

### 3 214

Ὀλίγα μέν. Λιγέως. Ἡδέως, ὀξέως. Ἐπεὶ οὐ πολύμυθος. Ἐπεὶ οὐκ ἦν πολλοῖς λόγοις χρώμενος. Οὐδ’ ἀφαμαρτοεπής.

### 3 215

Οὐδὲ ἀποτυγχάνων τοῦ σκοποῦ τῶν λόγων. Γένει. Τῇ ἡλικίᾳ. Ὕστερος ἦεν. Νεώτερος ἦν. Ἀλλ’ ὅτε δή.

### 3 216

Ὅτε δέ. Ἀναΐξειεν. Ἀνορμήσειεν ἀναστάς. Στάσκεν.

### 3 217

Εἱστήκει. Ὑπαὶ δὲ ἴδεσκεν. Ὑπ’ αἰδοῦς δὲ εἰς γῆν ἔβλεπε. Κατὰ χθονός. Κατὰ τῆς γῆς. Ὄμματα. Ὀφθαλμούς. Πήξας. Ἐρείσας. Σκῆπτρον.

### 3 218

Σημειωτέον, ὅτι ἕκαστος τῶν ἡγεμόνων σκῆπτρον εἶχεν ἴδιον. ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ α ὄμνυσι κατ’ αὐτοῦ. Προπρηνές. Εἰς τοὔμπροσθεν. Ἐνώμα. Ἐκίνει. Ἀστεμφές.

### 3 219

Ἀσφαλὲς, καὶ ἀμετακίνητον. Ἔχεσκεν. Εἶχεν. Ἀΐδρι. Ἀπείρῳ, ἀπειρίαν λόγων προσποιουμένῳ, ἕνεκα τοῦ μὴ ἀπάτης ὑπόνοιαν ἐμποιῆσαι τοῖς Τρωσί. Φωτί. Ἀνδρί. Ἐοικώς. Ὅμοιος ὤν. Φαίης κεν.

### 3 220

Εἶπες ἂν, ἢ ὑπέλαβες. Ζάκοτον. Πάνυ ὀργίλον. Ἔμμεναι. Εἶναι, ὑπάρχειν. Αὕτως. Ὡσαύτως, ὁμοίως. Ὄπα.

### 3 221

Φωνήν. Ἐκ στήθεος. Ἀπὸ τοῦ στήθους. Ἵει. Ἀφίει, ἀπέπεμπε. Καὶ ἔπεα νιφάδεσσιν.

### 3 222

Καὶ λόγους πολλοὺς καὶ πυκνούς. Τὴν γὰρ συνεχῆ καὶ σύντονον φράσιν τοῦ Ὀδυσσέως νιφάδων βολῇ εἰκάζει, διὰ τὸ πυκνὸν αὐτῶν. Ὁ δὲ τρόπος μεταφορά. Χειμερίῃσι. Χειμεριναῖς. Ἐρίσειε.

### 3 223

Φιλονεικήσειε, ἐξισωθείη. Βροτός. Ἄνθρωπος. Οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες.

### 3 224

Οὐχ οὕτως τότε τοῦ Ὀδυσσέως ἐθαυμάσαμεν τὸ εἶδος ὡς τοὺς λόγους. Ἔστι δὲ σχῆμα. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πληθυντικόν. Τὸ τρίτον αὖτε.

### 3 225

Τὸ τρίτον δὲ δή. Ἠΰς.

### 3 226

Πλατὺς, μέγας. ἀφ’ οὗ, γενναῖος. Ἔξοχος.

### 3 227

Ἐξοχώτατος καὶ ὑπερέχων. Τανύπεπλος.

### 3 228

Περιτεταμένον ἔχουσα τὸν πέπλον ἕως ἄκρων ποδῶν καθειμένον, καὶ καθικνούμενον. μέγαν. Πέπλος δὲ, κυρίως, τὸ γυναικεῖον ἱμάτιον. Πελώριος.

### 3 229

Μέγας. Ἕρκος Ἀχαιῶν. Τὸ περίφραγμα καὶ τεῖχος τῶν Ἑλλήνων. Ἑτέρωθεν.

### 3 230

Ἐκ τοῦ ἑτέρου μέρους. Θεὸς ὥς. Ὡς θεός. ὁ τρόπος, ἀναστροφή. Ἐνὶ Κρήτεσσιν. Ἐν τοῖς Κρησὶν ἀνδράσιν. Ἀμφὶ δέ μιν.

### 3 231

Περὶ αὐτὸν δέ. Ἠγερέθοντο. Ἠθροίζοντο. Κρητῶν ἀγοί. Οἱ τῶν Κρητῶν ἡγεμόνες. Παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμένους. Πολλάκι μιν ξείνισσεν.

### 3 232

Ἐκ τούτου καὶ τοὺς λοιποὺς Ἕλληνας ἐπεγίγνωσκεν ἡ Ἑλένη, ἐκ τοῦ ξενίζεσθαι αὐτοὺς παρὰ Μενελάῳ. Οἴκῳ ἐν ἡμετέρῳ.

### 3 233

Ἐν τῇ Σπάρτῃ. Κρήτηθεν. Ἀπὸ τῆς Κρήτης. Ἵκοιτο. Παραγένοιτο. Νῦν.

### 3 234

Ἐπὶ τοῦ παρόντος. Ἔστι δὲ ἐπίῤῥημα χρόνου δηλωτικόν. Οὕς κεν.

### 3 235

Οὕστινας ἄν. Ἐῢ γνοίην. Ἀκριβῶς γνωρίσαιμι. Μυθησαίμην. Εἴποιμι. Ἰδέειν.

### 3 236

Θεάσασθαι. Ἱππόδαμον.

### 3 237

Ἵππους δαμάζοντα. πολεμικόν. Πὺξ ἀγαθόν. Ἐν πυγμῇ ἀνδρεῖον καὶ γενναῖον. Οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυτικῶν. Ἐζήτηται δὲ, πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπιζητεῖ ἡ Ἑλένη. Ῥητέον δὲ, ὅτι ἴσως μὲν ἐπεζήτησε. Εὐχερῶς δὲ, ὅτε ἔγραφεν Ὅμηρος, ἐπεμνήσθη. Αὐτοκασιγνήτω.

### 3 238

Τοὺς ἐξ ἀμφοτέρων τῶν γονέων γνησίους ἀδελφούς. κασίγνητοι γὰρ λέγονται, οἱ καθ’ ἕτερον τῶν γονέων ἀδελφοί. Τώ μοι. Οὕστινάς μοι. Γείνατο. Ἐγέννησε. Οὐχ ἑσπέσθην.

### 3 239

Οὐκ ἐπηκολούθησαν τοῖς Ἕλλησι. Δεῦρο.

### 3 240

Ἐνθάδε. Ἕποντο. Ἠκολούθησαν. Νέεσς’ ἐνί. Ἐν ταῖς ναυσί. Ποντοπόροισι. Θαλασσοπλόοις. Νῦν αὖτε.

### 3 241

Νῦν δὲ δή. Πόνον. Περιφραστικῶς τὸν πόλεμον. Αἴσχεα.

### 3 242

Αἰσχύνας, ὕβρεις. Ἑλένη, ἁρπαγεῖσα ὑπὸ Ἀλεξάνδρου, ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακὸν, ὑπολαμβάνει, δι’ αἰσχύνην αὐτῆς μὴ πορευθῆναι τούτους εἰς Ἴλιον, ἐπειδὴ πρότερον ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται. Διὰ γὰρ τὴν τότε γενομένην ἁρπαγὴν Ἄφυδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφύδνου, τοῦ τότε βασιλέως, κατὰ τὸν δεξιὸν μηρόν. Οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγωγοῦσι τὰς Ἀφύδνας. Ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις, ἤτοι Κυκλικοῖς, καὶ ἀπὸ μέρους παρ’ Ἀλκμᾶνι τῷ Λυρικῷ. Πόλλ’ ἅ μοι ἐστί. Ἀντὶ τοῦ, πολλὰ ἐκεῖνα, ἃ δι’ ἐμὲ αὐτοῖς ἐστιν. Ὣς φάτο.

### 3 243

τοὺς δ’ ἤδη κατέχεν αἶα. Οὗτοι δέ, φησιν, ἦσαν μεταστάντες ἐξ ἀνθρώπων, καὶ ὑπὸ γῆν διετέλουν. ὁτὲ μὲν ζῶντες, ὁτὲ δὲ τεθνηκότες, κατ’ αὐτὸν τὸν Ποιητὴν, λέγοντα· Ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε Τεθνᾶσι, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. Φυσίζωος. Ἤτοι ἡ τὰ πρὸς ζωὴν φύουσα καὶ δωρουμένη. ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω φυσίζωος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι. Ὣς φάτο. τοὺς δ’ ἤδη κατέχεν φυσίζοος αἶα. Ἴδας καὶ Λυγκεὺς, Ἀφαρέως παῖδες, γάμους θύοντες τῶν Λευκίππου θυγατέρων, Φοίβης καὶ Ἰλαείρας, ἐκάλεσαν τοὺς Διοσκούρους συγγενεῖς ὄντας. ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. Λέγεται δὲ, τοὺς Διοσκούρους ἐξαρπάσαι τὰς κόρας ἔτι παρθένους οὔσας. Μαχομένων δ’ αὐτῶν περὶ τοῦ γάμου καρτερῶς, ἀνῄρηται Κάστωρ. Ὅθεν ὁ Ζεὺς ὀργισθεὶς, κεραυνῷ βάλλει τὸν Ἴδαν. Παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν, πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾷν, καὶ τοὺς ἴσους ζῇν. Ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν, καὶ ζῇν. Ἡ ἱστορία παρὰ Πινδάρῳ. Αἶα. Ἡ γῆ. Αὖθι.

### 3 244

Αὐτόθι. Φίλῃ ἐν πατρίδι γαίῃ. Ἐν τῇ προσφιλεστάτῃ πατρικῇ αὐτῶν γῇ. Ἀνὰ ἄστυ.

### 3 245

Ἀνὰ τὴν πόλιν. Ὅρκια πιστά. Τοὺς πιστοὺς ὅρκους τῶν θεῶν. Ἄρνε δύω.

### 3 246

Δύο ἄρνας. Καὶ οἶνον ἐΰφρονα. Καὶ τὸν εὖ τὰς φρένας διατιθέντα οἶνον, τὸν εὐφραντικόν. Καρπὸν ἀρούρης. Τῆς γῆς καρπόν. Παρὰ τὸ ἀροῦσθαι αὐτήν. Ἀσκῷ ἐν αἰγείῳ.

### 3 247

Ἐν αἰγείῳ ἀσκῷ. Φέρεν. Ἔφερεν, ἐκόμιζε. Κρητῆρα. Κρατῆρα. Φαεινόν. Ἀργυροῦν, λαμπρόν. Ἠδὲ χρύσεια κύπελλα.

### 3 248

Καὶ χρυσᾶ ποτήρια περιφερῆ. Ὤτρυνεν.

### 3 249

Ἐσπούδαζε, παρώρμα. Παριστάμενος. Παραστάς. Λαομεδοντιάδη.

### 3 250

Λαομέδοντος παῖ, Πρίαμε. Μήτηρ δὲ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ Ποιητῇ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν, Ζευξίππη· κατὰ δὲ Ἑλλάνικον, Τρυμώ. Στάμις δὲ ἐν τῷ περὶ Λέσβου φησὶ, Θόασαν τὴν Τεύκρου. Καλέουσι. Καλοῦσι. Καταβῆναι.

### 3 252

Κατελθεῖν. ἐφ’ ὕψους γάρ ἐστιν ἡ πόλις. Μακρῇς ἐγχείῃσι.

### 3 254

Τοῖς μακροῖς δόρασι. Μαχήσονται. Μαχοῦνται. Ἀμφὶ γυναικί. Περὶ τῆς γυναικός. Ῥίγησεν.

### 3 259

Ἐφοβήθη. Ἐκέλευσε. Προσέταξε. Ζευγνύμεναι.

### 3 260

Ὑπὸ ζυγὸν ἄγειν, ζευγνύειν. Ὀτραλέως. Σπουδαίως, ταχέως. Ἂν δ’ ἄρ’ ἔβη.

### 3 261

Ἀνέβη δέ. Κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω. Κατέτεινε δὲ τὰς ἡνίας ἐπὶ τὰ ὀπίσσω. Πὰρ δέ οἱ.

### 3 262

Παρ’ αὐτὸν δέ. Περικαλλέα. Πάνυ καλόν. Βήσετο. Ἐπέβη, ἀνῆλθεν. Δίφρον. Τὸ ἅρμα. Δίφρος δὲ εἴρηται, ὅτι δίφορόν ἐστι. δύο γὰρ φέρει· τὸν ὁπλίτην, καὶ τὸν ἡνίοχον. Τὼ δέ.

### 3 263

Οὗτοι δέ. Πεδίονδε. Εἰς τὸ πεδίον. Ἔχον. Ἤλαυνον. Ὠκέας. Ταχεῖς. Ἵκοντο.

### 3 264

Παρεγένοντο. Μετὰ Τρῷας. Ἐπὶ τοὺς Τρῷας. Ὤρνυτο.

### 3 267

Διηγέρθη, ἀνέστη. Ἂν δ’ Ὀδυσεὺς πολύμητις.

### 3 268

Ἀνέστη δὲ καὶ ὁ πολύβουλος καὶ συνετώτατος Ὀδυσσεύς. Ἀτὰρ κήρυκες. Καὶ οἱ κήρυκες. Ἀγαυοί. Νῦν, θαυμαστοί. Ὅρκια.

### 3 269

Τὰ πρὸς τοὺς ὅρκους. Σύναγον. Συνῆγον, συνέφερον. Κρητῆρι δὲ οἶνον μίσγον. Ἀνεμίγνυον δὲ ἐς τὸν κρατῆρα τὸν κεκομισμένον οἶνον. Ἀτὰρ βασιλεῦσι.

### 3 270

Καὶ τοῖς βασιλεῦσιν. Ἔχευον. Ἐπέχεον, ἐπέβαλλον. Ἐρυσσάμενος.

### 3 271

Σπασάμενος. Μάχαιραν. Μάχαιραν νῦν τὸ παρὰ τὸ ξίφος μικρὸν μαχαίριον λέγει. Ἥ οἱ.

### 3 272

Ἥτις αὐτῷ. Πὰρ ξίφεος μέγα κουλεόν. Παρὰ τὴν τοῦ ξίφους θήκην. Αἰὲν ἄωρτο. Διαπαντὸς ἐκρέματο. Ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας.

### 3 273

Ἀπέτεμνε τῶν ἀρνῶν τοὺς κορυφαίους μαλλούς. Νεῖμαν.

### 3 274

Ἔνειμαν, διέδωκαν. Μεγάλ’ εὔχετο.

### 3 275

Μεγάλως ηὔχετο. Χεῖρας ἀνασχών. Τὰς χεῖρας ἀνατείνας. Ἴδηθεν μεδέων.

### 3 276

Τῆς Ἴδης βασιλεύων. Ἢ ἐξ Ἴδης ὥς τινες. Τὸ γὰρ, θ ε ν, μόριον, ἤτοι παρέλκεται, ἢ ἀντὶ τοῦ τῆς ἐξ προθέσεως λαμβάνεται. Ἠέλιός τε.

### 3 277

Ἀντὶ τοῦ, καὶ σὺ, ὦ ἥλιε. Παράπτωσις. ὀρθὴ ἀντὶ κλητικῆς. Ἐφορᾷς. Ἐπιβλέπεις. Καὶ οἳ ὑπένερθε.

### 3 278

Καὶ καταχθόνιοι δαίμονες. Λέγει δὲ Πλούτωνα, Περσεφόνην, καὶ τὰς Ἐριννῦς. Καμόντας. Τελευτήσαντας, ἀποθανόντας. Τίνυσθον.

### 3 279

Τιμωρεῖσθε. Ὅστις κ’ ἐπίορκον ὀμόσσῃ. Ὅστις ἂν ἐπιορκήσῃ. Δυϊκῷ δὲ ἀριθμῷ κέχρηται, εἰπὼν, τίνυσθον. ἔστι γὰρ ὁ λόγος πρὸς Πλούτωνα, καὶ Περσεφόνην. ἀντὶ τοῦ, καὶ ὑμεῖς οἱ καταχθόνιοι δαίμονες, οἵτινες τοὺς ἐν τῷ ζῇν παρορκήσαντας τιμωρεῖσθε καὶ μετὰ θάνατον. Φυλάσσετε.

### 3 280

Τηρεῖτε. Εἰ μέν κεν.

### 3 281

Ἐὰν μέν. Καταπέφνῃ. Φονεύσῃ. Κτείνῃ.

### 3 284

Ἀποκτείνῃ. Τιμήν.

### 3 286

Πρόστιμον τοῦ πολέμου. Λέγει δὲ τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων. Ἀποτινέμεν. Ἀποδιδόναι. Ἥντιν’ ἔοικεν. Ἣν πρέπει, ἣν δεῖ. Ἥτε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι.

### 3 287

Ἥτις καὶ ἐν τοῖς μεταγενεστέροις, καὶ μετὰ ταῦτα ἐσομένοις ἀνθρώποις, φανερὰ γενήσεται, καὶ μενεῖ, καθάπερ νόμος. Πέληται. Γένηται. Τίνειν.

### 3 289

Ἐκτίνειν, ἀποδιδόναι. Πεσόντος. Ἀναιρεθέντος. Αὐτὰρ ἐγὼ καὶ ἔπειτα.

### 3 290

Ἐγὼ γὰρ μετὰ ταῦτα. Ποινῆς. Ἀντεκτίσεως, τιμωρίας. Αὖθι μένων.

### 3 291

Ἐνταῦθα μένων. Εἵως κεν. Ἕως ἄν. Κιχείω. Καταλάβω. Ἦ.

### 3 292

Ἔφη, εἶπε. Στομάχους. Φάρυγγας, λαιμούς. ἐπεὶ συνέζευκται ὁ στόμαχος τῷ λαιμῷ. Τάμεν. Ἀπέκοψε. Νηλέϊ. Ἀνηλεεῖ, σκληρῷ. Χαλκῷ. Καταχρηστικῶς σιδήρῳ. ἐπεὶ πρότερος εὑρέθη ὁ χαλκὸς τοῦ σιδήρου. Ἀσπαίροντας.

### 3 293

Ψυχοῤῥαγοῦντας, σκαρίζοντας. Δευομένους.

### 3 294

Ἐνδεομένους καὶ χρῄζοντας τοῦ θυμοῦ. ὅ ἐστι τῆς ψυχῆς. τεθνηκότας. Ἀφυσσάμενοι.

### 3 295

Ἀπαντλήσαντες. Δεπάεσσι. Ποτηρίοις. Ἔκχεον.

### 3 296

Ἐξέχεον, ἔσπενδον. Ἠδ’ εὔχοντο. Καὶ ηὔχοντο. Αἰειγενέτῃσι. Διαπαντὸς οὖσιν. ἀθανάτοις. ἢ, τοῖς ἀεὶ ποιοῦσι καὶ ἐνεργοῦσιν. Ὁππότεροι.

### 3 299

Οἵτινες πρότεροι. Πημήνειαν. Βλάψειαν. διὰ τὸ παρελθεῖν αὐτούς. Ὧδέ σφ’ ἐγκέφαλος.

### 3 300

Οὕτως αὐτῶν ὁ ἐγκέφαλος. Χαμάδις. Ἐπὶ τῆς γῆς. Ὡς ὅδε οἶνος. Ὡς οὗτος ὁ οἶνος. Αὐτῶν, καὶ τεκέων.

### 3 301

Αὐτῶν τῶν ἐπιορκησάντων, καὶ τῶν τέκνων. Ἄλοχοι δ’ ἄλλοισι μιγεῖεν. Καὶ αἱ γυναῖκες αὐτῶν, αἰχμαλωτισθεῖσαι, ἄλλοις μιγῶσιν ἐν συνουσίᾳ. Οὐδ’ ἄρα πώ σφιν.

### 3 302

Οὐδέ πω δὲ αὐτοῖς. Ἐπεκραίαινεν. Ἐπετέλει. Δαρδανίδης.

### 3 303

Δαρδάνου ἀπόγονος, Πρίαμος. Ἦτοι ἐγών.

### 3 305

Ἐγὼ μὲν οὖν. Εἶμι. Ἄπειμι, ἀπέρχομαι. Προτὶ Ἴλιον. Ἐπὶ τὴν ἴλιον. Ἠνεμόεσσαν. Ὑψηλὴν, καὶ ὑπὸ ἀνέμων καταπνεομένην. Ἐπεὶ οὔ πω.

### 3 306

Ἐπειδὴ οὐδαμῶς. Τλήσομαι. Καρτερήσω. ὑπομενῶ. Ὁρᾶσθαι. Ὁρᾷν. Παθητικὸν, ἀντὶ ἐνεργητικοῦ. Μαρνάμενον.

### 3 307

Μαχόμενον. Τόγε οἶδε.

### 3 308

Τοῦτο ἐπίσταται. Ὁπποτέρῳ θανάτοιο τέλος.

### 3 309

Ὁποίῳ αὐτῶν τοῦ θανάτου τέλος. Πεπρωμένον ἐστί. Ἀντὶ τοῦ, πέπρωται, εἵμαρται. Ἦ ῥα.

### 3 310

Ἔφη, εἶπε. Θέτο. Κατέθετο. Ἰσόθεος φώς. Ἰσόθεος ἀνήρ. Ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός.

### 3 311

Ἀνέβαινε δὲ καὶ αὐτός. Τὼ μέν.

### 3 313

Οὗτοι μέν. Ἄψοῤῥοι. Εἰς τοὐπίσω ὁρμήσαντες. Ἀπονέοντο. Ἀπηλλάσσοντο, ἀνεχώρουν. Διατί χωρίζεται ὁ Πρίαμος; Καὶ οἱ μέν φασιν, ὅτι ἵνα ἀφ’ ὕψους κρεῖσσον θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν. Οἱ δὲ, ἵνα φυλάξῃ τὰ τείχη. Ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν παρίσχονται τὸ, Οὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι. Ὅπερ ἄμεινον. Πριάμοιο πάϊς.

### 3 314

Τοῦ Πριάμου παῖς. Πορφύριος δὲ ἐν τοῖς παραλελειμμένοις φησὶν, ὅτι τὴν Ἕκτορα Ἀπόλλωνος υἱὸν παραδίδωσιν Ἴβυκος, Ἀλέξανδρος, Εὐφορίων, καὶ Λυκόφρων. Χῶρον.

### 3 315

Τὸν τόπον. Ἀναγκαίως δὲ διεμέτρουν πᾶν τὸ χωρίον, ἐν ᾧ ἔμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγμένον χωρίον. Ὅπερ γίγνεται καὶ ἐπὶ τῶν ἀθλητῶν. Ἄλλοι δέ φασιν, ὅτι, ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν· ἀλλ’ ἵνα, ὥσπερ ἐν εἰρκτῇ, τῇ περιγραφῇ μένωσιν. Αὐτὰρ ἔπειτα κλήρους. Μετὰ δὲ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν, τοῦ ἑτέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον. Ἐν κυνέῃ.

### 3 316

Ἐν τῇ περικεφαλαίᾳ. Χαλκήρεϊ. Καλκῷ ἡρμοσμένῃ, χαλκῇ. Πάλλον. Ἐκίνουν, ἔσειον. Ἑλόντες. Λαβόντες. Ὁππότερος δὲ πρόσθεν.

### 3 317

Ὅστις δὴ πρῶτος. Ἠρήσαντο.

### 3 318

Ηὔξαντο. Ἀνέσχον. Ἀνέτειναν. Ζεῦ πάτερ Ἴδηθεν.

### 3 320

Ὦ Ζεῦ, ὁ τῆς Ἴδης βασιλεύς. Τιμᾶται γὰρ ἐν τῷ ἀκρωτηρίῳ τῆς Ἴδης Ζεύς. καὶ βωμὸς αὐτοῦ ἐστιν. ὡς καὶ αὐτὸς ὁ Ποιητής φησι· Γάργαρον, ἔνθα δέ οἱ τέμενος, βωμός τε θυήεις. Τάδε ἔργα.

### 3 321

Ταῦτα τὰ ἔργα τοῦ πολέμου. Ἔθηκεν. Ἐποίησε. Τὸν δός.

### 3 322

Τοῦτον παράσχε. Ἀποφθίμενον. Ἀναιρεθέντα, φθαρέντα. Δῦναι. Καταδῦναι, κατελθεῖν. Δόμον Ἄϊδος. Περιφραστικῶς, ἔσω τοῦ ᾅδου. Φιλότητα.

### 3 323

Φιλίαν. Κορυθαίολος.

### 3 324

Ἤτοι, ποικίλος τὸν ὁπλισμόν. ἀπὸ μέρους τὸ πᾶν. Ἢ, εὐκίνητος. ἀπὸ τοῦ παρεπομένου. Αἰόλλειν γὰρ, τὸ κινεῖν. Ἂψ ὁρόων.

### 3 325

Εἰς τοὐπίσω βλέπων, ἵνα μὴ ἀντιπανουργεῖν δόξῃ. Πάριος. Ἴωνες οὕτως. ἡμεῖς δὲ, Πάριδος. Πάρις δὲ Ἀλέξανδρος ἐκλήθη, παρὰ τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ εὐθὺς τεχθέντα, καὶ αὐξηθῆναι, καὶ παρελθεῖν τὸν μόρον. οὕτως κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη, ἐνόμισε κατ’ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε πᾶσάν τε τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. Τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις, καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ, εἶπον, τὸ τεχθὲν παιδίον εὐθέως, μικρὸν ὂν, ῥιφῆναι θηρσὶ βοράν. Τεχθέντα δὲ τὸν Ἀλέξανδρον, ἐξέθηκαν ἐν τῇ Ἴδῃ. Ὃν ποιμὴν ἑωρακὼς, ὄντα εὐειδέστατον, ἀνελόμενος ἀνέθρεψε. Θοῶς. Ταχέως. Ἐκ κλῆρος ὄρουσεν. Ἐξεπήδησεν ὁ κλῆρος. Ἵζοντο.

### 3 326

Ἐκαθέζοντο. Κατὰ στίχας. Κατὰ τὰς τάξεις. Ἧχι. Ἔνθα. ὅπου. Ἀερσίποδες.

### 3 327

Αἴροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς. Ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦτο. Τοιοῦτον γὰρ οἱ κωλυόμενοι τρέχειν ἵπποι. Καὶ ἔστιν ἰδίωμα. Ἐδύσατο.

### 3 328

Ἐνεδύσατο. Περὶ κνήμῃσι.

### 3 330

Περὶ ταῖς κνήμαις. Ἔθηκεν. Παρέθηκεν, ἔβαλεν. Ἀργυρέοισιν.

### 3 331

Ἀργυροῖς. καλοῖς. Ἐπισφυρίοις. Τοῖς τῶν σφυρῶν καλύμμασιν. Ἀραρυίας. Ἡρμοσμένας. Ἔδυνεν.

### 3 332

Ἐνεδύσατο. Οἷο κασιγνήτοιο.

### 3 333

Τοῦ ἰδίου ἀδελφοῦ. Ἥρμοσεν. Ἵνα μὴ ἐμποδίζῃ. Βάλετο.

### 3 334

Ἐβάλετο. ἐπεὶ καὶ τὰς ἀσπίδας διὰ τελαμώνων ἐφόρουν, ὡς καὶ τὰ ξίφη. Σάκος.

### 3 335

Τὴν ἀσπίδα. Εἴρηται δὲ σάκος, ἐπειδὴ παρὰ πρώτοις Σάκαις εὕρηται. Σάκαι δὲ ἔθνος Θρᾴκης. Στιβαρόν. Ἰσχυρόν. Κρατὶ δι’ ἐπί.

### 3 336

Ἐπὶ τῆς κεφαλῆς. Εὔτυκτον. Καλῶς κατεσκευασμένον. Ἔθηκεν. Ἐπέθηκεν. Ἵππουριν.

### 3 337

Ἐξ ἱππείων τριχῶν τὸν λόφον ἔχουσαν. Λόφος. Τὸ προνεῦον τῆς περικεφαλαίας ἀνάστημα, κόσμου καὶ καταπλήξεως χάριν, ἱππείαις θριξὶν αὐτῷ ἐνιεμέναις. Καθύπερθεν. Ἄνωθεν. Ἔνευεν. Ἐσείετο. Εἵλετο.

### 3 338

Ἔλαβεν. Ἄλκιμον. Ἰσχυρόν. Ὅ οἱ. Ὅπερ αὐτῷ. Παλάμῃφι. Τῇ χειρί. Ἡ λέξις παράγωγος. Αἰολικῶς. Ἀρήρει. Ἥρμοστο. Ὣς δ’ αὕτως.

### 3 339

Ὁμοίως. Ἀρήϊος. Πολεμικός. Ἔντεα. Ὅπλα. Εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπτειν τὸ σῶμα. Λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη. ὡς ἐκεῖ· Μνηστῆρες δ’ ἀπεκόσμεον ἔντεα δαιτός. Ἔδυνεν. Ἐνεδύετο, ὡπλίζετο. Οἱ δ’ ἐπεὶ οὖν.

### 3 340

Ἐπειδὴ δὲ οὗτοι. Ἑκάτερθεν ὁμίλου. Ἐξ ἑκατέρου πλήθους. Θωρήχθησαν. Καθωπλίσθησαν. Δερκόμενοι.

### 3 342

Βλέποντες. Θάμβος ἔχεν. Ἔκπληξις εἶχεν. Εἰσορόωντας. Ὁρῶντας, βλέποντας. Στήτην.

### 3 344

Ἔστησαν. Δυϊκῶς. Διαμετρητῷ. Ἐν τῷ διαμεμετρημένῳ εἰς τὴν μονομαχίαν χωρίῳ. Σείοντες.

### 3 345

Κινοῦντες. Ἐγχείας. Τὰ δόρατα. Κοτέοντες. Ὀργιζόμενοι. Πρόσθεν.

### 3 346

Νῦν, πρῶτος. Προΐει. Προέπεμπε. Δολιχόσκιον. Μέγα, μακρὰν σκιὰν ἀποτελοῦν, ἢ μακρὰν πορευόμενον. Πάντοσε ἴσην.

### 3 347

Πανταχόθεν ἴσην, κυκλοτερῆ. κατὰ τοὺς γεωμέτρας κύκλου φανέντος ἀρχὴ οὐχ εὑρέθη. Οὐδ’ ἔῤῥηξεν.

### 3 348

Οὐδὲ διέκοψεν. Ἀνεγνάμφθη. Ἀνεκάμφθη. Αἰχμή. Ἡ ἐπιδορατίς. Ἀσπίδ’ ἐνὶ κρατερῇ.

### 3 349

Ἐν τῇ ἰσχυρᾷ ἀσπίδι. Ὤρνυτο χαλκῷ. Ὥρμα ἐπὶ τὸ ἀκοντίσαι. Ἐπευξάμενος.

### 3 350

Εὐξάμενος. Ἄνα.

### 3 351

Βασιλεῦ. ἀποκοπὴ τὸ πάθος. Δός. Πάρασχε. Τίσασθαι. Τιμωρήσασθαι. Ὅς με. Ὅστις με. Πρότερος κάκ’ ἔοργε. Πρῶτος κακὰ εἰργάσατο. Καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον.

### 3 352

Καὶ ὑπὸ τῶν ἐμῶν χειρῶν φονευθῆναι ποίησον. Ἐῤῥίγῃσιν.

### 3 353

Εὐλαβηθῇ, φοβηθῇ. Ὀψιγόνων. Τῶν βραδέως καὶ μεταταῦτα ἐσομένων ἀνθρώπων. Ξεινοδόκον.

### 3 354

Ξενοδόχον. Κακὰ ῥέξαι. Κακὰ πρᾶξαι. Ὅ κεν. Ὅστις. Φιλότητα. Φιλίαν, ξενίαν. Ἀπελθόντα γὰρ ὡς πρέσβυν εἰς τὸ Ἄργος Ἀλέξανδρον, ἐξενοδόχησεν ὁ Μενέλαος, καὶ εὔχεται τῷ ξενίῳ Διῒ, τῷ ὑπ’ αὐτῷ καταφρονηθέντι. Ἀμπεπαλών.

### 3 355

Ἀνατείνας, ἀνασείσας. Πριαμίδαο.

### 3 356

Πριάμου παιδὸς Ἀλεξάνδρου. Διὰ μὲν ἀσπίδος ἦλθε.

### 3 357

Διῆλθε μὲν διὰ τῆς ἀσπίδος. Φαεινῆς. Λαμπρᾶς. Ὄμβριμον. Ἰσχυρόν. Πολυδαιδάλου.

### 3 358

Πολυκατασκευάστου, ποικίλου. Ἀντικρύ.

### 3 359

Ἐξ ἐναντίας. Διαφέρει δὲ τὸ ἀντικρὺ, τοῦ ἄντικρυς προπαροξυτόνως. τὸ μὲν γὰρ ἀντικρὺ δηλοῖ τὸ ἐξ ἐναντίας· τὸ δὲ ἄντικρυς, τὸ φανερῶς. Παραὶ λαπάρην. Παρὰ τὴν λαγόνα. Διάμησε. Διέκοψε, διέτεμε. Χιτῶνα. Τὸν θώρακα. Ὁ δ’ ἐκλίνθη.

### 3 360

Ὁ δὲ ἀνέκλινε τὸ πλευρόν. Καὶ ἀλεύατο. Ἐξέκλινεν, ἐφυλάξατο. Κῆρα. Θάνατον. Ἀργυρόηλον.

### 3 361

Ἀργυροῖς ἥλοις διαπεπαρμένον. Ἀνασχόμενος.

### 3 362

Ἀνατείνας. Κόρυθος φάλον. Τὸ προμετωπίδιον, τὸ ἀνάστημα τῆς περικεφαλαίας. Ἔστι δὲ προκόσμημα. Γίγνονται γὰρ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρότατοί τινες ἧλοι ἕνεκα προκοσμήματος. Φάλιον δὲ, τὸ λαμπρόν. Ἐντεῦθεν δὲ καὶ φαλακρὸς, ὁ ἔχων φάλιον τὸ κάρα. καὶ φαληριῶσα πέτρα, καὶ φαληριόωντα κύματα. Ἀμφὶ δ’ ἄρ’ αὐτόν. Περὶ αὐτὸν δέ. Τριχθά τε καὶ τετραχθά.

### 3 363

Εἰς τρία καὶ τέσσαρα μέρη. Διατρυφθέν. Διακλασθέν. Ἔκπεσεν. Ἐξέπεσεν. Ὤιμωξεν.

### 3 364

Ἐστέναξεν. Οὔτις σεῖο.

### 3 365

Οὐδείς σου. Ὀλοώτερος. Ὀλεθριώτερος ἐμοὶ, τῷ Μενελάῳ δηλαδή. Ἐνόμισαν γάρ τινες, διὰ τούτου βλασφημεῖν τὸν Μενέλαον. Ῥητέον οὖν, ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσσᾷ. ἀρετῇ γὰρ οἰκεία νέμεσις. οἶδέ τε πάσχειν ἅπερ οὐκ ἔδει. Καὶ νεμεσσᾷ δικαίως ἐπὶ τῷ παρ’ ἀξίαν σωζομένῳ. Ἦ τ’ ἐφάμην.

### 3 366

Ἐλογισάμην γὰρ δή. Τίσασθαι. Τιμωρήσασθαι. Κακότητος. Κακίας, ἀδικίας. Ἐάγη.

### 3 367

Κατεάγη, συνετρίβη. Ἠΐχθη.

### 3 368

Ἐξέδραμεν, ἠνέχθη. Παλάμῃφιν. Ἐκ τῆς χειρός. Ἐτώσιον. Μάταιον. Οὐδ’ ἔβαλόν μιν. Οὐδὲ ἀπέκτεινα αὐτόν. Ἦ.

### 3 369

Ἔφη, εἶπεν. Ἐπαΐξας. Ἐπιδραμὼν, ἐφορμήσας. Κόρυθος. Τῆς περικεφαλαίας. Διατί φησιν ὁ Μενέλαος, συγκλασθέντος αὐτῷ τοῦ ξίφους, οὐκ ἐπεσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; Ῥητέον οὖν, ὅτι ἢ ἔκφρων ἐγένετο τῷ κινδύνῳ, τὸν λογισμὸν ἐκκλαπεὶς, ἢ πάντως οὐκ ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. Ἢ δι’ οἰκονομίαν ὁ Ποιητὴς ἐσεσώκει δι’ Ἀφροδίτης τὸν Πάριν. Ἐλέλυτο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ. Λάβεν. Ἔλαβεν, ἐκράτησε. Μετ’ Ἀχαιούς.

### 3 370

Ἐπὶ τοὺς Ἕλληνας. Ἄγχεν.

### 3 371

Ἦγχεν, ἔπνιγε. Πολύκεστος. Πολυκέντητος, πολύῤῥαφος, ποικίλος. Ἐντεῦθεν καὶ ὁ τῆς Ἀφροδίτης ἱμὰς ὠνομάσθη κέστος. Ἱμάς. Λῶρος. Ἁπαλήν. Τρυφεράν. Αἰνίττεται δὲ διὰ τῆς λέξεως τὸ ἀσθενὲς τοῦ Ἀλεξάνδρου. Ὑπὸ δειρήν. Ὑπὸ τὸν τράχηλον. Ὅς οἱ.

### 3 372

Ὅστις αὐτῷ. Ὑπ’ ἀνθερεῶνος. Ἀνθερεὼν, ὁ ὑπὸ τὸ γένειον τόπος. Εἴρηται δὲ ἀπὸ τοῦ ἐκεῖ πρότερον ἐξανθεῖν τὸ γένειον. Ὀχεύς. Ὁ συνέχων καὶ συσφίγγων τὴν περικεφαλαίαν ἱμάς. Τέτατο. Ὑπετέτατο, ἐσφίγκετο. Τρυφαλείης. Τῆς περικεφαλαίας, τρεῖς φάλους ἐχούσης. Καί νύ κεν.

### 3 373

Καὶ παρ’ ὀλίγον. Εἴρυσεν. Εἵλκυσε. Καὶ ἄσπετον. Καὶ πολύ. Ἤιρατο. Ἀπηνέγκατο, ἐκτήσατο. Κῦδος. Δόξαν. Εἰ μὴ ἄρ’.

### 3 374

Εἰ μὴ δή. Ὀξὺ νόησεν. Ὀξέως καὶ ταχέως ἐθεάσατο. Ἰστέον δὲ, ὅτι, κατὰ μὲν Ἡσίοδον, ἡ Ἀφροδίτη γίγνεται ἐκ τοῦ Οὐρανοῦ τῶν αἰδοίων, καὶ τῆς θαλάσσης· κατὰ δὲ Ὅμηρον, ἐκ Διώνης καὶ Διός. Ἥ οἱ.

### 3 375

Ἥτις αὐτῷ. Ἔῤῥηξεν. Διέῤῥηξεν, ἔκοψεν. Ἶφι κταμένοιο. Ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος. τουτέστι, σφαγέντος. τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν, ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου. Κεινή.

### 3 376

Κενή. Ἰακῶς. Δίχα τῆς Ἀλεξάνδρου κεφαλῆς. Ἕσπετο. Ἠκολούθει. Παχείῃ. Ἰσχυρᾷ. Ῥίψεν.

### 3 378

Ἔῤῥιψεν. Ἐπιδινήσας. Δινήσας. ἐπιστρέψας. Κόμισαν. Ἦραν, ἐβάστασαν. Ἐρίηρες. Εὐάρμοστοι, σπουδαῖοι. Ἂψ ἀπόρουσεν.

### 3 379

Ἐκ δευτέρου ἐφόρμησε. Κατακτάμεναι. Ἀποκτεῖναι. Μενεαίνων. Προθυμούμενος. Ἐξήρπαξεν.

### 3 380

Ἀφανῆ ἐποίησε. Ῥεῖα.

### 3 381

Ῥᾳδίως, εὐκόλως. Ὥστε θεός. Ὡς θεός. Ἠέρι. Ἀορασίᾳ, σκοτίᾳ. Κὰδ δ’ εἷσεν.

### 3 382

Ἐκάθισε δέ. Εὐώδεϊ. Εὐόδμῳ. Κηώεντι. Τεθυμιασμένῳ. ἢ, πρὸς τὸ κεῖν, τουτέστι, κοιμᾶσθαι, εὐτρεπισμένῳ. Καλέουσα.

### 3 383

Ἀντὶ τοῦ, καλέσουσα, ἄξουσα. Ἴε. Παρεγένετο, ἐπορεύετο. Κίχανεν. Κατέλαβεν, εὗρε. Πύργῳ.

### 3 384

Ἐπὶ τῷ τείχει. Περὶ δέ. Περὶ αὐτὴν δέ. Τρῳαί. Τρῳϊκαὶ γυναῖκες. Ἅλις. Ὁμοῦ πολλαί. Νεκταρέου.

### 3 385

Θείου. Ἑανοῦ. Λεπτοῦ ἱματίου. Παρὰ τὸ ἔννυσθαι. Ἐτίναξεν. Ἔσεισε. Γρηΐ.

### 3 386

Γραΐδι. Μίν. Αὐτήν. Εἰκυῖα. Ὁμοιωθεῖσα. Παλαιγενέϊ. Πολλοῦ χρόνου γεγενημένῃ, πρεσβύτιδι. Εἰροκόμῳ.

### 3 387

Ἐρίων ἐπιμελουμένῃ, ἐριουργῷ. Εἴρια γὰρ, τὰ ἔρια. Ἥ οἱ. Ἥ τις αὐτῇ. Ναιεταώσῃ. Κατοικούσῃ. Ἤσκειν.

### 3 388

Εἰργάζετο. Καλά. Ἀντὶ τοῦ, καλῶς. Φιλέεσκεν. Ἐξαιρέτως δὲ αὐτὴν ἐφίλει. Τῇ μιν.

### 3 389

Ταύτῃ δὴ τῇ γραΐδι. Ἐεισαμένη. Ὡμοιωμένη. Δεῦρ’ ἴθι.

### 3 390

Δεῦρο ἄπιθι. Οἶκόνδε. Εἰς τὸν οἶκον. Κεῖνος.

### 3 391

Ἐκεῖνος. Δινωτοῖσιν. Ἤτοι, πεποικιλμένοις· ἢ, κατὰ συστροφὴν, τετορνευμένοις. Κάλλεϊ.

### 3 392

Κάλλει. Στίλβων. Λάμπων. Καὶ εἵμασι. Καὶ τοῖς ἱματίοις. Οὐδέ κε φαίης. Οὐδὲ ἂν εἴποις. Μαχεσσάμενον.

### 3 393

Μαχεσθέντα. Χορόνδε ἔρχεσθαι. Ἐς χορὸν ἀπέρχεσθαι. Ἠὲ χοροῖο.

### 3 394

Ἢ χοροῦ. Νέον. Νεωστί. Λήγοντα. Πεπαυμένον. Τῇ δ’ ἄρα.

### 3 395

Ταύτῃ δέ. Θυμόν. Τὴν ψυχήν. Ὄρινε. Διετάραξε. τουτέστιν, εἰς ἔρωτα αὐτὴν ἤγαγε. Τὸ ο μικρὸν διὰ τὸ μέτρον. Καί ῥ’ ὡς οὖν ἐνόησε.

### 3 396

Καὶ δὴ ὡς ἐθεάσατο. Περικαλλέα. Τὸν πάνυ καλόν. Δειρήν. Τράχηλον. Ἱμερόεντα.

### 3 397

Ἐπιθυμητὸν, ἐράσμιον. Μαρμαίροντα. Λάμποντα. Δαιμονίη.

### 3 399

Μακαρία. Λιλαίεαι. Ἐπιθυμεῖς. Ἠπεροπεύειν. Ἀπατᾷν. Ἢ πῆ με.

### 3 400

Ἢ πάλιν ποῦ ποτέ με. Προτέρω. Ποῤῥωτέρω, ἐσωτέρω. Εὖ ναιομενάων. Καλῶς οἰκουμένων. Ἄξεις.

### 3 401

Ἀπάξεις. Μηονίης. Λυδίας. Μηόνες γὰρ, ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν. Κἀκεῖθι.

### 3 402

Κἀκεῖ. Ἄγεσθαι.

### 3 404

Ἀπαγαγεῖν. Δολοφρονέουσα.

### 3 405

Δόλια φρονοῦσα. Ἧσο.

### 3 406

Κάθησο. Παρ’ αὐτόν. Ἀντὶ τοῦ, ἐγγὺς αὐτοῦ. Ἰοῦσα. Πορευθεῖσα. Θεῶν δ’ ἀπόειπε κελεύθους. Ἀπάρνησαι δὲ καὶ ἐπιλάθου δι’ αὐτὸν, τὴν σὴν διαγωγὴν τῶν θεῶν. Κελεύθους. Τὰς ὁδούς. Μηδ’ ἔτι σοῖσι πόδεσσι.

### 3 407

Καὶ μηκέτι τοῖς ποσί σου ὑπόστρεφε εἰς τὸν Ὄλυμπον. Περὶ κεῖνον.

### 3 408

Περὶ ἐκεῖνον τὸν Ἀλέξανδρον. Ὀΐζυε. Κακοπάθει, ταλαιπώρει. Καί ἑ φύλασσε. Καὶ φύλασσε αὐτόν. Εἰσόκεν.

### 3 409

Ἕως ἄν. Κεῖσε δέ.

### 3 410

Εἰς ἐκεῖνον δὲ τὸν τόπον, ὅπου ἐκεῖνός ἐστιν, οὐκ ἄπειμι. τὸ δὲ πάθος ἀποκοπή. Οὐκ εἶμι. Οὐ παραγίγνομαι. Νεμεσσητὸν δέ κεν εἴη. Μέμψεως γάρ μοι τοῦτο ἄξιον γενήσεται. Πορσυνέουσα.

### 3 411

Ἑτοιμάσουσα, παρασκευάσουσα. Ὀπίσσω. Εἰς τὸν μετὰ ταῦτα χρόνον. Πᾶσαι.

### 3 412

Ὅλαι. Μωμήσονται. Ψέξουσι, μέμψονται. Ἄχεα. Λύπας. Ἄκριτα. Ἀδιαχώριστα. πολλά. Μή μ’ ἔρεθε.

### 3 414

Μή με παρόξυνε. Σχετλίη. Σχετλιασμοῦ καὶ μίσους ἀξία. Χωσαμένη. Ὀργισθεῖσα. Μεθείω. Ἀμελήσω, καταλείψω. Τὼς δέ σε.

### 3 415

Οὕτως δέ σε. Ἀπεχθήρω. Μισήσω. Ἔκπαγλα. Ἐκπληκτικῶς, ἐξόχως. Μητίσομαι.

### 3 416

Βουλεύσομαι, μηχανήσομαι. Ἔχθεα. Ἔχθρας, μίση. Λυγρά. Χαλεπά. Κακὸν οἶτον.

### 3 417

Κακὸν μόρον. Ὄληαι. Ἀπόλῃ. Κατασχομένη.

### 3 419

Κατακαλυψαμένη. Ἑανῷ. Λαμπρῷ ἱματίῳ. Ἀργῆτι. Λαμπρῷ, λευκῷ. Φαεινῷ. Στιλπνῷ. Τρῳάς.

### 3 420

Τρῳϊκάς. Λάθεν. Ἔλαθεν, ἀφαιρέσει τοῦ ε. Ἦρχε. Προηγεῖτο. Ἀμφίπολοι.

### 3 422

Θεραπαινίδες. Θοῶς. Ταχέως. Τράποντο. Ἐτράπησαν, ὥρμησαν. Ἐπὶ ἔργα. Ἐπὶ τὴν ἱστουργίαν. Ὑψόροφον.

### 3 423

Ὑψηλόν. Κίε. Ἐπορεύετο. Φιλομειδής.

### 3 424

Ἡ φιλόγελως, καὶ ἱλαρὰ, καθ’ Ὅμηρον. κατὰ δὲ Ἡσίοδον, ὅτι Μειδέων ἐξεφαάνθη. ὅ ἐστι, τῶν αἰδοίων. Ἀντία.

### 3 425

Ἐξ ἐναντίας. Κατέθηκεν. Ἔθηκε. Φέρουσα. Ἐνεγκοῦσα. ἔλαβε δὲ ἐνεστῶτα ἀντὶ παρεληλυθότος. Ὄσσε πάλιν κλίνασα.

### 3 427

Εἰς τοὐπίσω ἀποκλίνασα, καὶ ἀποβλέψασα. Ὄσσε. Ὀφθαλμούς, δυϊκῶς. Πόσιν. Τὸν ἄνδρα. Ἠνίπαπε. Ἐκακολόγησεν. ὕβρισεν. Ἤλυθες.

### 3 428

Ἦλθες, παρεγένου. Ὡς ὤφελες. Εὐκτικῶς, εἴθ’ ὄφειλες. Αὐτόθι. Ἐκεῖσε. Ὀλέσθαι. Ἀποθανεῖν. Δαμείς.

### 3 429

Δαμασθεὶς, ἀναιρεθείς. Ἀνδρί. Ἀντὶ τοῦ, ὑπὸ ἀνδρός. Πρότερος. Πρότερός μου. Εὔχεο.

### 3 430

Ἐκαυχῶ. Σῇ τε βίῃ.

### 3 431

Τῇ σῇ δυνάμει. Ἐξαῦτις.

### 3 433

Ἐκ δευτέρου. Κέλομαι.

### 3 434

Κελεύω. Ἀντίβιον.

### 3 435

Ἐξ ἐναντίας. Ἀφραδέως.

### 3 436

Ἀπροόπτως, ἀπείρως. Δαμείῃς. Δαμασθῇς, ἀναιρεθῇς. Χαλεποῖσι.

### 3 438

Δεινοῖς. Ἔνισπε. Ἐπέπληττεν, ὀνείδιζε. Σὺν Ἀθήνῃ.

### 3 439

Σὺν τῇ γνώμῃ τῆς Ἀθηνᾶς. Παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν.

### 3 440

Πάρεισι καὶ ἡμῖν θεοὶ συμμαχοῦντες καὶ συναγωνιζόμενοι. Φιλότητι τραπείομεν.

### 3 441

Εἰς εὐφροσύνην τραπῶμεν. Εὐνηθέντες. Κοιμηθέντες, κατακλιθέντες. Ἀμφεκάλυψε.

### 3 442

Περιέλαβε, κατέσχεν. Οὐδ’, ὅτε σε πρῶτον.

### 3 443

Οὐδ’ ὁπότε σε τὴν ἀρχήν. Ἀλέξανδρος, υἱὸς Πριάμου, Τροίας βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ ναυπηγήσαντος αὐτῷ ναῦς Ἁρμονίδου, ἢ, κατά τινας τῶν νεωτέρων, Φερέκλου τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν, εἰς Λακεδαίμονα τὴν Μενελάου πόλιν. Ἐνταῦθα δὲ, τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρέσει, καὶ βληθεῖσαν δι’ ἀλληλομαχίαν ἔρωτος, ἀναλαβὼν σὺν τοῖς ἐν οἴκῳ χρήμασιν, ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης. Κἀκεῖ γάμου κοινωνίαν ποιησάμενος, ἧκεν ἔχων αὐτὴν εἰς Ἴλιον. Μετρόπολις δὲ αὕτη Τροίας. Ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας, αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει, κομίσας οἴκαδε, συνεκοιμήθη ἀπροσδοκήτως, πάλιν σύνευνον παρειληφὼς, ὡς δηλοῖ ὁ Ποιητὴς, διὰ τῶν ἑαυτοῦ λόγων. Λακεδαίμονος. Ἐκ τῆς Λακεδαίμονος. Νήσῳ δ’ ἐν Κρανάῃ.

### 3 445

Παροξυτόνως· ἵνα κύριον ὄνομα γένηται. Δοκεῖ δὲ ἡ νῆσος τῆς Ἀττικῆς εἶναι. ὅθεν καὶ οὕτως πρότερον ἐκαλεῖτο ἀπὸ Κραναοῦ, βασιλέως τῆς Ἀττικῆς. νῦν ἀπὸ τοιαύτης μίξεως Ἑλένη καλεῖται. Φιλότητι καὶ εὐνῇ. Φιλίᾳ, συνουσίᾳ. Ὡς σέο.

### 3 446

Ὡς σοῦ. Ἔραμαι. Ἐρῶ, ἐπιθυμῶ. Ἵμερος. Πόθος. Αἱρεῖ. Καταλαμβάνει, κρατεῖ. Ἄρχε λέχοσδε.

### 3 447

Προηγεῖτο τῆς ἐπὶ τὴν κοίτην ὁδοῦ. Εἵπετο. Ἠκολούθει. Ἄκοιτις. Γαμετὴ, παράκοιτις. Τρητοῖσι.

### 3 448

Τετρυπημένοις πρὸς τὴν τῶν σχοινίων δέσιν. Κατεύνασθεν. Κατεκοιμήθησαν. Ἀν’ ὅμιλον.

### 3 449

Κατὰ τὸ πλῆθος. Ἐφοίτα. Ἐνθουσιαστικῶς περιήρχετο. Θηρὶ ἐοικώς. Λέοντι παραπλήσιος. κατ’ ἐξοχήν. Ἐσαθρήσειεν.

### 3 450

Ἴδοι, θεάσηται. Κλειτῶν.

### 3 451

Ἐνδόξων. Οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον.

### 3 453

Οὐ γὰρ ἂν διὰ φιλίαν αὐτὸν ἔκρυπτον. Εἴ τις ἴδοιτο. Εἴ τις αὐτὸν ἐθεάσατο. Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.

### 3 454

Πάντες καὶ αὐτὸν ἐμίσουν ὡς τὴν θανατηφόρον μοῖραν. Ἶσον. Ἐξίσης. Σφίν. Αὐτοῖς. Ἀπήχθετο. Ἐμισεῖτο. Ἔκδοτε.

### 3 459

Ἀπόδοτε. Τιμήν. Πρόστιμον τοῦ πολέμου. ὅ ἐστι, φόρον τινὰ, καὶ συντέλειαν. Ἀποτινέμεν. Ἐκτιννύειν. ἀποδιδόναι. Ἥντιν’ ἔοικεν. Ἥντινα προσῆκε. Πέληται.

### 3 460

Γένηται. Ἐπὶ δ’ ἤνεον.

### 3 461

Ἐπῄνουν, καὶ συγκατετίθεντο τῇ γνώμῃ αὐτοῦ. Πὰρ Ζηνί.

### 4 1

Παρὰ τῷ Διΐ. Παρεσχημάτισται δὲ ἀπὸ τοῦ Ζεὺς ὁ Ζήν. τὸ πάθος ἀποκοπή. Ἠγορόωντο. Διελέγοντο, ἐκκλησιάζοντο. Ἀπὸ τοῦ, ἀγορεύειν. Ἐξ οὗ, ἠθροίζοντο. Χρυσέῳ ἐν δαπέδῳ.

### 4 2

Ἀντὶ τοῦ, ἐν τῷ κεχρυσωμένῳ καὶ καλῷ τόπῳ. Ἰστέον δὲ, ὅτι, ὅταν μὲν στερεὸν λέγειν βούληται, τότε πολύχαλκόν φησιν· ὅταν δὲ, καλὸν, χρυσοῦν λέγει οὐρανόν. Μετὰ δέ σφισιν. Ἐν αὐτοῖς δέ. Πότνια. Σεβασμία, ἔντιμος. Ἥβη. Ἥρας θυγάτηρ, Ἡρακλέους δὲ γυνή. Ἐζήτηται, δι’ ἣν αἰτίαν ὁ Γανυμήδης, οἰνοχόος ὢν τοῦ Διὸς, οὐ πᾶσιν ὑπηρετεῖ. Ἔνιοι μὲν οὖν φασιν, ὅτι Διὸς μόνον ἦν διάκονος, καὶ οὐκ ἐξῆν αὐτῷ πᾶσιν οἰνοχοεῖν. ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πάντων ἐστίν. Ἄλλοι δὲ, ὅτι, σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γιγνομένης, εὐοικονομήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται, διὰ τὴν πρὸς αὐτὸν χάριν, ἢ μόνος δόξῃ τὶ οἰκτίζεσθαι. Διὰ τί μόνῳ τῷ Διῒ Γανυμήδης ὑπηρετεῖ; Ῥητέον, ὅτι ἅπασιν ἡ Ἥβη διακονεῖ, ἐπειδὴ τὸ θεῖον πᾶν ἀεὶ νεάζει τε καὶ ἡβᾷ. Τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τὶς οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν, λεχθέν. Γαννυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διῒ, ὅτι ὁ μὲν Ζεὺς πρῶτος ἐστὶ νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ, τοῖς μήδεσι γάννυσθαι. τοῦτο γὰρ ὁ Γαννυμήδης. Νέκταρ.

### 4 3

Τὸ τῶν θεῶν πόμα. Ἐῳνοχόει. Ἀντὶ τοῦ, ἐνέχει, ἐκίρνα. Ἔστι δὲ ὁ τρόπος κατάχρησις, κυρίως γὰρ τὸ οἰνοχοεῖν ἐπὶ οἴνου λεχθῆναί ἐστι. Τοὶ δέ. Οὗτοι δέ. Δεπάεσσιν. Ἐκπώμασι, ποτηρίοις. Δειδέχατο.

### 4 4

Ἐδεξιοῦντο. Τρῴων πόλιν. Τὴν Ἴλιον. Εἰσορόωντες. Ὁρῶντες, βλέποντες. Ἐπειρᾶτο.

### 4 5

Ἀπόπειραν ἐποιεῖτο. Ἐρεθιζέμεν. Ἐρεθίζειν, παροξύνειν. Κερτομίοις.

### 4 6

Ἐρεθιστικοῖς, χλευαστικοῖς, ἢ ἀποτόμοις. τὸ κέαρ τέμνουσιν, ὅ ἐστι, τὴν ψυχήν. Παραβλήδην. Παραβολάδην. ἀπατητικῶς. ἢ, παραβαλὼν τὴν ἀρχὴν τοῦ λόγου, πρὶν ἐκεῖνον ἀποσιωπῆσαι. Δοιαί.

### 4 7

Δύο. Ἀρηγόνες. Βοηθοί. Θεάων. Τῶν θεῶν. Ἥρη τ’ Ἀργείη.

### 4 8

Ἡ ἐν Ἄργει τῆς Πελοποννήσου πόλει τιμωμένη. Καὶ ἀλαλκομενηΐς. Ἡ ἀλάλκουσα τῷ μένει. ὅ ἐστι βοηθοῦσα. Ἢ, ἐν Ἀλαλκομεναῖς, πόλει τῆς Βοιωτίας, τιμωμένη, ἔνθα καὶ Ἀλαλκομένειον Ἀθηνᾶς ἱερόν. Ἢ, ἀπὸ τοῦ Ἀλαλκομενίου ὄρους τῆς Ἀττικῆς. Ἢ, ἡ παρὰ Ἀλαλκομένει τραφεῖσα τῷ Βοιωτῷ. Ἀλλ’ ἦτοι ταί.

### 4 9

Ἀλλὰ γὰρ αὗται μέν. Νόσφι. Χωρίς. Εἰσορόωσαι. Ὁρῶσαι, βλέπουσαι. Τέρπεσθον.

### 4 10

Τέρπονται. δυϊκῶς. Τῷ δ’ αὖτε. Τούτῳ δὲ δή. Φιλομειδής. Καθ’ Ἡσίοδον, ὅτι μηδέων ἐξεφαάνθη. ἢ ἡ φιλόγελως. Παρμέμβλωκε.

### 4 11

Παραμένει, πάρεστιν. Ἀμύνει. Ἀποτρέπει, ἀποσοβεῖ. Ἐξεσάωσεν.

### 4 12

Ἔσωσεν. Ὀϊόμενον. Ὑπολαμβάνοντα, προσδοκοῦντα. Θανέεσθαι. Ἀποθανεῖν. Ἀλλ’ ἦτοι νίκη μέν.

### 4 13

Ἀλλ’ ἡ μὲν νίκη. Φραζώμεθα.

### 4 14

Βουλευώμεθα, σκεπτώμεθα. Ὅπως. Ὃν τρόπον. Ἤ ῥ’ αὖτις.

### 4 15

Ἢ ἐκ δευτέρου. Φύλοπιν. Μάχην τὴν κατὰ πλήθη. Αἰνήν. Δεινὴν, χαλεπήν. Ὄρσομεν.

### 4 16

Διεγείρωμεν, ἐμβαλοῦμεν. Μετ’ ἀμφοτέροισιν. Ἐν ἀμφοτέροις, Τρωσὶ καὶ Ἕλλησιν. Εἰ δ’ αὕτως.

### 4 17

Εἰ δὲ οὕτως. Ἦτοι μὲν οἰκέοιτο.

### 4 18

Ὄντως γὰρ οἰκοῖτο. Ἄγοιτο.

### 4 19

Ἐπαγάγοιτο. Ἐπέμυξαν.

### 4 20

Μεμυκόσι τοῖς χείλεσιν ἐπεστέναξαν. Ὃ πάσχουσιν οἱ ὀργιζόμενοι, καὶ μηδὲν ποιεῖν δυνάμενοι. Πλησίαι.

### 4 21

Ἐγγύς. Αἵγε. Αὗται. Ἥσθην. Ἐκαθέζοντο. δυϊκῶς. Μεδέσθην. Ἐβουλεύοντο, διενοοῦντο. Ἦ τοι Ἀθηναίη.

### 4 22

Ἡ μὲν Ἀθηνᾶ. Ἀκέων. Ἀντὶ τοῦ ἀκέουσα. ἤγουν ἥσυχος ἦν. κεῖται δὲ ἀντὶ μεσότητος τῆς ἀκῆς. τίθησι γὰρ αὐτὸ καὶ ἐπὶ πληθυντικοῦ· ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι. Οὐδέ τι εἶπεν. Οὐδὲν ἐφθέγξατο. Σκυζομένη.

### 4 23

Ὀργιζομένη. Ἄγριος. Χαλεπὸς, ἀπηνής. Ἥιρει. Κατελάμβανεν. Οὐκ ἔχαδε.

### 4 24

Οὐκ ἐχώρησε. διὰ τὸ μέγεθος. Χόλον. Ἄγριον ὀργήν. Ἅλιον.

### 4 26

Μάταιον, ἄπρακτον. Θεῖναι. Ποιῆσαι. Πόνον. Κάματον. Ἠδ’ ἀτέλεστον. Καὶ ἀπλήρωτον. Ἱδρῶθ’.

### 4 27

Τὸ τέλειον, ἱδρῶτα. Μόγῳ. Ταλαιπωρία, καμάτῳ. Καμέτην. Ἐκοπίασαν. δυϊκῶς. Ἀγειρούσῃ.

### 4 28

Ἀθροιζούσῃ. Τοῖό τε παισί. Καὶ τοῖς τούτου παισίν. Ἔρδε.

### 4 29

Πράττε. Ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. Οὐ μὴν συναινοῦμέν σοι οἱ λοιποὶ θεοί. Ὅ ἐστιν, οὐκ ἐπαινοῦμέν σε τοῦτο ποιοῦντα. Ὀχθήσας.

### 4 30

Στενάξας. Τί νύ σε.

### 4 31

Τί δή σε. Τόσσα.

### 4 32

Τοσαῦτα. Ῥέζουσι. Πράττουσιν. Ὅτ’ ἀσπερχές. Ὅτι ἀδιαλείπτως. Μενεαίνεις. Προθυμῇ. Ὠμὸν βεβρώθοις.

### 4 35

Ὠμὸν φάγοις. Τότε κεν.

### 4 36

Τότε ἄν. Ἐξακέσαιο. Ἰάσαιο. Ἔρξον ὅπως ἐθέλεις.

### 4 37

Πράξον ὅπως ἂν βούλῃ. Μὴ τοῦτό γε νεῖκος. Μὴ αὕτη ἡ φιλονεικία. Ὀπίσσω. Ἐν τῷ μεταταῦτα χρόνῳ. Τὸ δὲ ὅλον· μὴ αὕτη φημὶ ἡ ἔρις μεγάλης ἔχθρας ἐν ὑστέρῳ ἡμῖν αἰτία γένηται. Ὁππότε κεν.

### 4 40

Ὁπότε ἄν. Μεμαώς. Προθυμούμενος, θέλων. Ἐξαλαπάξαι. Ἐκπορθῆσαι, καταστρέψαι. Τὴν ἐθέλω.

### 4 41

Ἣν ἂν βουληθῶ. ἔλαβε δὲ ἄρθρον προστακτικὸν ἀντὶ ὑποτακτικοῦ. Ὅθι. Ἐνταῦθα, ὅπου. Ἐκγεγάασιν. Ἐκγεγένηνται, κατοικοῦσι. Μήτι.

### 4 42

Μηδαμῶς. Διατρίβειν. Παρέλκειν, ἀναβάλλεσθαι. Ἀλλά μ’ ἐᾶσαι. Ἀλλὰ συγχωρῆσαί με. Δῶκα ἑκών.

### 4 43

Ἔδωκα θέλων. Δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν, τῷ, ἀέκοντί γε θυμῷ. Διὸ καλῶς ὁ Τρύφων, συναλείψας ἐν τῷ δῶκα, συνάπτει τὸ ἀέκων. Ἵν’ ᾖ, δῶκ’ ἀέκων, ἀέκοντί γε θυμῷ. Ἢ, ἑκὼν ἐγώ σοι ἔδωκα, ἀεκούσης μου τῆς διανοίας. ὅ ἐστι, καίπερ μὴ βουλόμενος. Καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν, ἀέκοντί γε θυμῷ. Ζητεῖται, πῶς ὁ Ζεὺς ἅμα μὲν ἑκὼν λέγει τῇ Ἥρᾳ χαρίσασθαι, ἅμα δὲ ἄκων; Ἔστιν οὖν εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν, ὡς ἂν ἀδελφῇ, καὶ γυναικί· ἄκων δὲ, ὅτι τοὺς φιλτάτους πρὸς ἀπώλειαν δίδωσιν. Καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες, ὁπότ’ ἂν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν, ἑκόντες τε, καὶ ἄκοντες· ἑκόντες μὲν, ἵνα σωθῆναι δυνηθῶσιν· ἄκοντες δὲ, ὅτι τὸν φόρτον ἀπολλῦσιν, δι’ ὃν πλέουσιν. Αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι.

### 4 44

Ὅσαι γὰρ ὑπὸ τὸν ἥλιον, καὶ τὸν τοὺς ἀστέρας ἔχοντα οὐρανόν. Ναιετάουσι.

### 4 45

Κατοικοῦνται. ἐνεργητικὸν εἶπεν ἀντὶ παθητικοῦ. Τάων μοι.

### 4 46

Τούτων μοι. Περὶ κῆρι. Ἐκ ψυχῆς. Τιέσκετο. Ἐτιμᾶτο. Ἱρή. Ἱερὰ, μεγάλη. Ἐϋμελίω.

### 4 47

Τοῦ εὖ ποτε τῇ μελίᾳ χρησαμένου. πολεμικοῦ. Μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν. Λοιβῆς.

### 4 49

Σπονδῆς. Κυρίως δὲ τῆς ἀναφερομένης ἐκ τῶν θυμάτων ἀναθυμιάσεως. Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Ταύτης γὰρ τῆς τιμῆς κατηξιώθημεν ὑπὸ τῶν ἀνθρώπων. Βοῶπις.

### 4 50

Μελανόφθαλμος, καλή. Ἦτοι ἐμοί.

### 4 51

Ἐμοὶ μὲν δή. Πολὺ φίλταται. Προσφιλέσταται. Πόληες. Πόλεις. Τὸ λ η η διὰ τὸ μέτρον. Τάς.

### 4 53

Ταύτας. Διαπέρσαι. Ἐκπόρθησον. Ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ὅταν τοι. Ὅτ’ ἄν σοι. Ἀπέχθωνται. Μισηθῶσιν. Πρόσθ’ ἵσταμαι.

### 4 54

Προΐσταμαι, ὑπερμαχῶ. Οὐδὲ μεγαίρω. Οὐδὲ φθονῶ, οὐδὲ ἀντιπράττω. Οὐκ εἰῶ.

### 4 55

Οὐκ ἐῶ, οὐ συγχωρῶ. Οὐκ ἀνύω.

### 4 56

Οὐδὲν ὠφελῶ, οὐδέν σοι πράσσω. Ἐπειή. Ἐπειδή. Χρή.

### 4 57

Προσῆκόν ἐστι. Θέμεναι. Θεῖναι, ποιῆσαι. Οὐκ ἀτέλεστον. Οὐκ ἀπλήρωτον. Ἔνθεν.

### 4 58

Ἐντεῦθεν. Ὅθεν σοί. Τῶν αὐτῶν γονέων. Πρεσβυτάτην.

### 4 59

Ἐντιμωτάτην. Τέκετο. Ἐγέννησεν. Ἀγκυλομήτης. Ἀγκύλα καὶ σκολιὰ βουλευόμενος. ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύσασθαι. συνετός. Ἀμφοτέρων.

### 4 60

Κατὰ ἀμφότερα, διὰ τὸ καὶ ἀδελφὴν εἶναί σου, καὶ γυναῖκα. Γενεῇ. Τῇ γενεᾷ. Καὶ οὕνεκα. Καὶ ὅτι. Παράκοιτις. Γαμετή. Κέκλημαι.

### 4 61

Εἰμὶ, ὑπάρχω. Ἀλλ’ ἦ τοι.

### 4 62

Ἀλλὰ γάρ. Ὑποείξομεν. Εἴξομεν, συγχωρήσομεν. Ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι.

### 4 63

Ἐπακολουθήσουσι δὲ τῇ ἡμῶν γνώμῃ καὶ οἱ λοιποὶ θεοί. Θᾶσσον.

### 4 64

Τάχιον. Ἐπιτεῖλαι. Ἀντὶ τοῦ ἐπίτειλον. ὅ ἐστι, πρόσταξον. Διὸ περισπωμένως δεῖ ἀναγινώσκειν. ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ἐπίτειλον, καὶ πρόσταξον. Τὸ δὲ παροξυνόμενον ἐπιτεῖλαι, εὐκτικόν ἐστι, προσώπου τρίτου. Πειρᾷν.

### 4 66

Ἀπόπειραν λαβεῖν. Ὥς κεν. Ὅπως ἄν. Ὑπερκύδαντας. Ὑπεράραντας τῇ δόξῃ, διὰ τὴν Μενελάου νίκην. Ἄρξωσιν.

### 4 67

Ἄρξωσι, προλάβωσι. Δηλήσασθαι. Βλάψαι. Πάρος μεμαυῖαν.

### 4 73

Καὶ πρότερον προθυμουμένην. Ἀΐξασα.

### 4 74

Ὁρμήσασα. Οἷον δ’ ἀστέρα ἧκε.

### 4 75

Τὸν λεγόμενον κομήτην. Ἀστὴρ δὲ ἄστρου διαφέρει. ὅτι ὁ μὲν ἀστὴρ ἕν τι ἐστί. τὸ δὲ ἄστρον ἐκ πολλῶν συνέστηκεν ἀστέρων, ζώδιον ὄν. ὃ καὶ ἀστροθέτημα καλεῖται. Ἧκεν. Ἔπεμψε. Τέρας.

### 4 76

Σημεῖον. Τοῦδέ τε.

### 4 77

Τούτου δὲ τοῦ ἀστέρος. Ἵενται. Ἀφίενται, ἀποπηδῶσιν. Εἰκυῖ’.

### 4 78

Ὁμοία. Ἄλλοι, ἰκέλη. Ἤϊξεν. Ὥρμησεν. Κὰδ’ δ’ ἔθορε.

### 4 79

Κατεπήδησε. Θάμβος. Ἔκπληξις, φόβος. Εἴπεσκεν.

### 4 81

Εἶπεν. Ἤ ῥ’ αὖτις.

### 4 82

Ἢ πάλιν. Τίθησι.

### 4 83

Ποιεῖ. Ταμίης.

### 4 84

Ταμίας, διατάκτωρ. ὅ ἐστι δεσπότης. Τέτυκται. Κατεσκεύασται, ὑπάρχει. Κατεδύσατο.

### 4 86

Κατῆλθεν. Ἀντηνορίδῃ.

### 4 87

Ἀντήνορος παιδὶ Λαοδόκῳ. Αἰχμητῇ. Πολεμιστῇ. Διζημένη.

### 4 88

Ζητοῦσα. Ζητεῖν δὲ προσποιεῖται ἡ θεὸς τὸν Πάνδαρον, ἐπειδὴ μορφήν τε καὶ εἶδος ἀνθρώπου προσείληφεν. Εἴ που ἐφεύροι. Εἴπου εὕροι. Οὐκ ἀσέβει φησιν Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε, καὶ Ζεὺς ἀπέσταλκε; Ῥητέον οὖν, ὅτι ὁ μὲν Ζεὺς, εἰδὼς, οὐ καλῶς τοὺς ὅρκους γεγενημένους, (οὐδὲ γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν,) διατοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου. Καὶ αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιστοι γὰρ Λυκάονες, καὶ Ἀριστοτέλης μαρτυρεῖ. Ἄλλοι δὲ, καὶ τοῖς Ὁμήρου λύοντες, φασὶ, προειρηκέναι τὸν Ποιητὴν, πειρᾷν, αἴκε θέλῃσιν οὐχὶ πείθειν. Εὗρε.

### 4 89

Κατέλαβε. Λυκάονος υἱόν. Τὸν Πάνδαρον. Ἀμύμονα. Ἀγαθὸν καὶ ἄψογον τῇ τοξικῇ. Ἑσταότα.

### 4 90

Ἑστηκότα. Κρατεραί. Ἰσχυραὶ, γενναῖαι. Ἀσπιστάων. Πεζῶν, ὁπλιτῶν. Ἕποντο.

### 4 91

Ἠκολούθουν. Ἀπ’ Αἰσήποιο ῥοάων. Ἀπὸ τῶν τοῦ Αἰσήπου ῥευμάτων καὶ ῥείθρων. Ὁ δὲ Αἴσηπος, ποταμὸς τῆς ὑπὸ Ἴδην Λυκίας. Ἦ ῥα νύ μοι.

### 4 93

Ἆρα ἄν μοι. Ἔστι δὲ ἐπίῤῥημα διαπορητικόν. Πίθοιο. Πεισθείης. Διατί δὲ ἡ Ἀθηνᾶ, εἰς σύγχυσιν τῶν ὅρκων, οὐ τῶν Τρώων τινὰ, ἀλλὰ τῶν ἐπικούρων, καί τοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ᾖ, καὶ διατί τῶν ἐπικούρων τὸν Πάνδαρον, ἐπελέξατο; Καί φησιν ὁ Ἀριστοτέλης, ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ Ποιητής φησιν· Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. Τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο, ὡς φιλοχρήματον. Σημεῖον δὲ, ἡ τῶν ἵππων αὐτοῦ ἐπ’ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ, καὶ ὅτι φύσει ἐπίορκος. Τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἦν, ἐπίορκον. Οἱ δέ τινες οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία, τοῦ δυναμένου τρῶσαι καὶ καταστοχάσασθαι. Οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τὶς, ἢ Ἀλέξανδρος καὶ Πάνδαρος, εὐφυεῖς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν Ποιητήν· Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. Ὃ σημαίνει τὴν τοξικήν. Καὶ ὡς ἄριστον αὐτὸν ἐπελέξατο τοξότην. Δαΐφρον. Πολεμικὸν φρόνημα ἔχων. Τλαίης κεν.

### 4 94

Καρτερήσειας ἄν. ὑπομείνειας. Μενελάῳ ἐπιπροέμεν. Ἐπιπέμψαι τῷ Μενελάῳ. ἔστι δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ταχύν. Τὸν ταχέως φερόμενον. Πᾶσι δέ κε Τρῴεσσιν.

### 4 95

Ἀντὶ τοῦ, παρὰ πάντων τῶν Τρώων. Κῦδος. Δόξαν. Ἄροιο. Κτήσοι, λάβοιο. Τοῦ κεν δὴ πάμπρωτα.

### 4 97

Παρὰ τούτου δὴ πάντων πρῶτον. Πρόσκαιρον δὲ ἡ Ἀθηνᾶ βασιλέα κέκληκε τὸν Ἀλέξανδρον, ἕνεκα τοῦ πεῖσαι αὐτὸν τὸν Πάνδαρον ἐλπίδι μείζονος δωρεᾶς. Φέροιο. Ἀπενέγκοιο, λάβοις. Αἴ κεν ἴδῃ.

### 4 98

Ἐὰν θεάσηται. Δμηθέντα.

### 4 99

Ἀναιρεθέντα, δαμασθέντα. Πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς. Ἀλεγεινῆς, χαλεπῆς. Οἱ γὰρ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ἐπὶ γῆν, εἰ μὴ πρότερον ἔκαυσαν. Εἶθ’ οὕτως τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχώννυον, ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι. Ἐπιβάντα. Ἐπιβιβασθέντα. ἐπιτεθέντα. Ὀΐστευσον.

### 4 100

Τόξευσον. Μενελάου. Ἀντὶ τοῦ, κατὰ τοῦ Μενελάου. Κυδαλίμοιο. Ἐνδόξου. Εὔχεο.

### 4 101

Εὔχου. Λυκηγενέϊ. Τῷ ἐν Λυκίᾳ τιμωμένῳ, γεγενημένῳ. Φασὶ γὰρ, ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν Ἥρας ζηλοτυπίαν, εἰς Λυκίαν ἀπιοῦσα, ἐγέννησεν ἐκεῖ τὸν Ἀπόλλωνα. Κλυτοτόξῳ. Ἐνδόξῳ περὶ τὴν τοξικὴν τέχνην. Τεσσάρων γὰρ τεχνῶν ἔφορος ὁ θεός· τοξικῆς, ἰατρικῆς, μουσικῆς, καὶ μαντικῆς. Πρωτογόνων.

### 4 102

Πρωτογεννήτων, πρωΐμων. Ῥέξειν. Ἱερουργήσειν, θύσειν. Νοστήσας.

### 4 103

Ὑποστρέψας, ἐπανελθὼν εἰς τὴν θαυμαστὴν Ζέλειαν. Ἡ γὰρ ὑπὸ τῇ Ἴδῃ Λυκία, Ζέλεια ἐκαλεῖτο, διὰ τὸ τὸν Ἀπόλλωνα ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ἄστυ. Πόλιν. Ἔνθα καὶ τὸν πολιτικὸν ἐφέστιον φαμέν. Ἄφρονι.

### 4 104

Ἀνοήτῳ, ἀσυνέτῳ. Ἐσύλα.

### 4 105

Ἐγύμνου, ἐξέλαβε τῆς θήκης. Ἐΰξοον. Καλῶς ἐξεσμένον, ὅ ἐστι κατεσκευασμένον. Ἰξάλου. Ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ. Παρὰ τὸ ἱκνεῖσθαι. Ἢ, ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. Συμβαίνει γὰρ πολλάκις, τῶν ἀγρίων αἰγῶν τοὺς τελείους, διωκομένους ἐν ταῖς θήραις, κατὰ παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια. Ὑπὸ στέρνοιο.

### 4 106

Ὑπὸ τὸ στῆθος. Ἐπιτυχὼν δὲ ἔβαλε. Δεδεγμένος.

### 4 107

Ἐπιτηρήσας. ἐκδεχόμενος. Ἐν προδοκῇσι. Τόποις πρὸς ἐνέδραν ἐπιτηδείοις προσκοπεῦσαι. Ἀπὸ τοῦ δοκεῖν. Κέρα.

### 4 109

Κέρατα. Ἀποκοπὴ τὸ πάθος. Ἑκκαιδεκάδωρα. Ἑκκαίδεκα παλαιστῶν. Δῶρον γὰρ καλεῖται ἡ παλαιστή. ἥ ἐστιν ἔκτασις τῆς χειρὸς τῶν τεσσάρων δακτύλων. Οἱ δὲ, ἑκκαίδεκα ἐνιαυτῶν. ὧρος γὰρ, ὁ ἐνιαυτός. Ὅπερ ἄτοπον. Πεφύκει. Ἐβεβλαστήκει. Ἀσκήσας.

### 4 110

Κοσμήσας. ἐργασάμενος. Κεραοξόος. Κερατουργὸς, κερατογλύφος. Ἤραρε. Προσήρμοσε. Τέκτων. Ὁ καλούμενος τοξοποιός. Ἢ κοινῶς, πᾶς τεχνίτης τέκτων λέγεται. Ἀπὸ τοῦ τεύχειν, ὅ ἐστι, κατασκευάζειν τί. Λειήνας.

### 4 111

Ξέσας, λεῖα ποιήσας. Κορώνην. Νῦν τὸ ἐπικαμπὲς ἄκρον τοῦ τόξου λέγει, ὅθεν ἀπήρτηται ἡ νευρά. Τανυσσάμενος.

### 4 112

Ἐκτείνας. Ποτὶ γαίῃ ἀγκλίνας. Πρὸς τῇ γῇ ἐπήρεισεν ἑαυτόν. δηλαδὴ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τῶν Ἑλλήνων. Πρόσθεν.

### 4 113

Ἔμπροσθεν αὐτοῦ. Σάκεα. Τὰς ἀσπίδας. Σχέθον. Ἔσχον. Μὴ πρίν.

### 4 114

Μὴ πρότερον. Ἀναΐξειαν. Ἀνορμήσειαν. Βλῆσθαι.

### 4 115

Βληθῆναι. Ἐσύλα πῶμα.

### 4 116

Ἀφῄρει τῆς βελοθήκης τὸ πῶμα. Ἕλετο. Εἵλετο, ἔλαβεν. Ἀβλῆτα.

### 4 117

Μή πω ἐπιβεβλημένον. καινόν. Πτερόεντα. Ἐπτερωμένον , ἢ ταχέως φερόμενον. Μελαινάων. Εἰς βάθος διηκουσῶν, δεινῶν. Ἕρμ’ ὀδυνάων. Ἔρεισμα ἐνερεῖδον τὰς ὀδύνας. Κατεκόσμει.

### 4 118

Κατετίθει, κατέταττε, ἥρμοζε τῇ νευρᾷ. Πικρόν. Ὀδυνηρὸν, χαλεπόν. Γλυφίδας.

### 4 122

Τὰς παρὰ τοῖς πτεροῖς ἐντομὰς τοῦ βέλους. τὴν χηλὴν, ὅπου ἐντίθεται ἡ νευρά. Μαζῷ.

### 4 123

Τῷ μαστῷ. Πέλασσε. Προσήγαγε. Σίδηρον. Τὴν ἀκμὴν τοῦ βέλους. Κυκλοτερές.

### 4 124

Εὔκυκλον. Ἐπὶ τοσοῦτόν, φησιν, ἔτεινε τὸ τόξον, ὡς κυκλοτερὲς γενέσθαι. Λίγξε.

### 4 125

Ποιόν τινα ἦχον ἀπετέλεσε. Βιός. Ὀξυτόνως, τὸ τόξον. Ἴαχεν. Ἦχον ἀπετέλεσεν. Ἆλτο. Ἀφήλατο. Ὀξυβελής.

### 4 126

Ἤτοι, ὁ ταχέως βάλλων. ἢ, ὁ ταχέως βαλλόμενος. Καθ’ ὅμιλον. Κατὰ τὸ πλῆθος. Ἐπιπτέσθαι. Ἐπιπετασθῆναι, ἐφάψασθαι. Μενεαίνων. Προθυμούμενος. Ὁ τρόπος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα. Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο.

### 4 127

Σοῦ δὲ, ὦ Μενέλαε, οἱ θεοὶ, οἱ μακαρισμοῦ ἄξιοι, οὐκ ἐπελάθοντο. Καλεῖται δὲ ὁ τρόπος οὗτος ἀποστροφή. Ἀγελείη.

### 4 128

Ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τῶν πολεμίων. ὅ ἐστι, λαφυραγωγός. Ἥ τοι.

### 4 129

Ἥ τις σοι. Πρόσθεν στᾶσα. Προσταθεῖσά σοι, καὶ ὑπερασπίσασα. ἐξ οὗ, ῥυσαμένη. Τόσον.

### 4 130

Τοσοῦτον. Ἔεργεν. Ἀπεῖργεν, ἐκώλυεν. Ἀπὸ χροός. Ἀπὸ τοῦ χρωτὸς, ἀπὸ τοῦ σώματος. Ὡς ὅτε μήτηρ. Δίκην μητρός. Ἐέργει.

### 4 131

Ἀπείργει, κωλύει. Ὅτε. Ὁπότε. Ἡδέϊ λέξεται ὕπνῳ. Ὁπότ’ ἂν τῷ ἡδυτάτῳ ὕπνῳ κρατηθὲν ἀποκοιμηθῇ. Αὐτὴν δ’ αὖτε.

### 4 132

Αὐτὴ δὲ ἡ δαίμων. Ἴθυνεν. Ἐπ’ εὐθείας ἐνεχθῆναι ἐποίησε. Ζωστῆρος ὀχῆες. Οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες. Χρύσειοι.

### 4 133

Χρυσοῖ. Σύνεχον. Συνεῖχον, ἔσφιγγον. Διπλόος. Διπλοῦς. Ἤντετο. Ἀπήντα, ὑπέκειτο. Ἐν δ’ ἔπεσεν.

### 4 134

Ἐνέπεσε δέ. Ἀρηρότι. Εὖ ἡρμοσμένῳ. Ἐλήλατο.

### 4 135

Διεληλύθει, ἐπέπηκτο. Δαιδαλέοιο. Πολυκατεργάστου, ποικίλου. Ἠρήρειστο.

### 4 136

Ἥρμοστο, ἐνεπάγη. Μίτρης.

### 4 137

Ζώνης. Μίτρα δὲ ἐλέγετο τὸ ἐσώτερον τῆς λαγόνος εἵλημα. ἐρεοῦν χαλκῷ ἔξωθεν περιειλημένον. Ἔρυμα χροός. Φύλαγμα καὶ ἀσφάλεια τοῦ σώματος. Ἕρκος ἀκόντων. Τειχίον καὶ περίφραγμα τῶν ἀκοντίων. Ἥ οἱ.

### 4 138

Ἥτις αὐτῷ. Πλεῖστον ἔρυτο. Πολὺ ἐβοήθησε. Διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. Διῆλθε δὲ καὶ διὰ ταύτης. Ἀκρότατον χρόα.

### 4 139

Τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐπέγραψεν. Ἐπέξεσεν. Ἔῤῥεεν.

### 4 140

Ἔῤῥει, ἐφέρετο. Κελαινεφές. Μέλαν ὡς νέφος. Ἐξ ὠτειλῆς. Ἐκ τοῦ τραύματος. Ἀπὸ τοῦ οὐτᾶσθαι δὲ γίγνεται, ὅ ἐστι, τετρῶσθαι. Διαφέρει ὠτειλῆς οὐλή. Ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦμα. οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος. Ἐλέφαντα.

### 4 141

Ἐλεφάντινον ὀστοῦν. Φοίνικι. Φοινικῷ χρώματι, ὅ ἐστιν, ἐρυθρῷ. Μιῄνῃ. Χρίσῃ, βάψῃ. Μῃονίς.

### 4 142

Λυδή. Κάειρα. Καρίνη. ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. Παρήϊον. Παραγναθίδιον, τὸ νῦν χαλινάριον καλούμενον. Ἐν θαλάμῳ.

### 4 143

Ἐν τῷ οἴκῳ. Πολέες τέ μιν. Πολλοὶ δὲ αὐτόν. Ἠρήσαντο. Ηὔξαντο. Ἄγαλμα.

### 4 144

Καλώπισμα πᾶν, ἐφ’ ᾧ τις ἀγάλλεται καὶ χαίρει. Οἱ δὲ μεθ’ Ὅμηρον ποιηταὶ ἄγαλμα εἶπον τὸ ξόανον. Ἐλατῆρι.

### 4 145

Τῷ ἡνιόχῳ. Τοῖοί τοι.

### 4 146

Οὕτως σοι. Μιάνθην. Ἐμιάνθησαν, ἐμολύνθησαν. Εὐφυέες.

### 4 147

Εὐφυεῖς, καλοί. Σφυρά. Τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς πτέρνης. Εἴρηται δὲ μεταφορικῶς, ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. Ὑπένερθεν. Ὑποκάτωθεν. Ῥίγησεν.

### 4 148

Ἐφοβήθη, ἔφριξεν. Ὡς δ’ ἴδεν.

### 4 149

Ὡς ἐθεάσατο δέ. Νεῦρόν τε καὶ ὄγκους.

### 4 151

Νεῦρον μὲν, ἐν ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον. Ὄγκους δὲ τὰς ἀκίδας, καὶ ἐξοχὰς τοῦ βέλους. Ἐκτὸς ἐόντας. Ἔξωθεν τοῦ βέλους ὁρωμένας. Ἄψοῤῥόν οἱ θυμός.

### 4 152

Εἰς τοὐπίσω πάλιν αὐτῷ ἡ ψυχή. Ἀγέρθη. Τουτέστιν, ἐπισυνηθροίσθη, ἐπισυνήχθη. Βαρυστενάχων.

### 4 153

Μεγάλα στενάζων. Ἔχων.

### 4 154

Κρατῶν. Κασίγνητε.

### 4 155

Ἀδελφέ. Θάνατόν νύ τοι. Τὸν θάνατον δή σοι. Ὅρκι’ ἔταμνον. Ἀντὶ τοῦ, ἐπὶ τῷ σῷ θανάτῳ τοὺς ὅρκους ἐποίησα. Οἶον.

### 4 156

Μόνον σε περὶ τῶν. Ἑλλήνων μάχεσθαι προὔστησα. Ὡς ἔβαλον Τρῶες.

### 4 157

Ἀντὶ τοῦ, ὃν τρόπον σε οἱ Τρῶες καταφρονήσαντες τῶν ὅρκων. Οὐ μέν πως.

### 4 158

Οὐδαμῶς μέν. Ἅλιον. Μάταιον. Πέλει. Γενήσεται. Ἄκρητοι.

### 4 159

Ἀτέλεστοι, ἀπλήρωτοι. Ἢ, αἱ δι’ ἀκράτου οἴνου γιγνόμεναι. Δεξιαί. Δεξιώσεις, πίστεις. Ἧις ἐπέπιθμεν. Αἷς ἐπεπιστεύκειμεν. Οὐκ ἐτέλεσσε.

### 4 160

Οὐκ εἰς τέλος ἐπήγαγεν. οὐκ ἐπλήρωσεν. Ὀψέ.

### 4 161

Μεταπολὺ, βραδέως. Τελεῖ. Τελειώσει. Σύν τε μεγάλῳ ἀπέτισαν. Ἀπέδωκαν. Λείπει δὲ τὸ, χόλῳ. ἵν’ ᾖ, σὺν μεγάλῳ χόλῳ, ἢ τόκῳ, ἤτοι ποινῇ, προστίμῳ. Σφῇσιν Ἰδίαις.

### 4 162

Γυναιξί τε, καὶ τεκέεσσιν. Ἀντὶ τοῦ, μετὰ γυναικῶν, καὶ τέκνων. Ἦμαρ.

### 4 164

Ἡμέρα. Σφίν.

### 4 166

Αὐτοῖς. Ὑψίζυγος. Ὁ ἐπὶ ὑψηλοῦ θρόνου καθεζόμενος. ὁ τὴν ἀνωτάτω ἔχων καθέδραν. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφ’ ὧν καθέζονται οἱ ἐρέσσοντες. Ἢ, ὁ ἐν ὕψει ζυγοστατῶν, καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον. Αἰθέρι ναίων. Ἐν τῷ αἰθέρι κατοικῶν. Ἐπισσείησι.

### 4 167

Ἐπισείει. Ἐρεμνήν. Σκοτεινὴν, φοβεράν. μετωνυμικῶς. Τῆσδ’ ἀπάτης.

### 4 168

Ὑπὲρ ταύτης τῆς πλάνης. Κοτέων. Ὀργιζόμενος. Οὐκ ἀτέλεστα. Οὐκ ἀπλήρωτα. Αἰνὸν ἄχος.

### 4 169

Δεινὴ λύπη. Αἴκε θάνῃς.

### 4 170

Ἐὰν ἀποθάνῃς. Μοῖραν. Τὴν πεπρωμένην. Ἀναπλήσεις. Ἀναπληρώσεις. Βιότοιο. Τοῦ βίου. τῆς ζωῆς. Καί κεν.

### 4 171

Καὶ δὴ ἄν. Ἐλέγχιστος. Ἐπονείδιστος. ἐφύβριστος. Πολυδίψιον. Πολλοῖς ἔτεσι διψῆσαν. Ἄνυδρον γὰρ οὖσαν τὴν Πελοπόννησον, ἔνυδρον ἐποίησε Δαναὸς, ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου, καὶ οἰκήσας αὐτήν. Τῶν δὲ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν, τῆς Ἀμυμώνης, ἠράσθη Ποσειδὼν, καὶ ἔδειξεν αὐτῇ, τριαίνῃ πλήξας τὰς ἐν Λέρνῃ πηγάς. Οἱ δὲ, ὅτι τὸ Ἄργος Ἀθηνᾶς ὑποθήκαις διὰ τῶν Δαναοῦ θυγατέρων ἔνυδρον ἐγένετο. Ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. Παραγενομένῳ δὲ τῷ Αἰγύπτῳ ἐπὶ τὸν τῶν θυγατέρων Δαναοῦ γάμον, αἱ Δαναΐδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν τοὺς νυμφίους. Ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε, τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύνασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσεν. Ὅθεν καὶ γυναῖκα λαβὼν αὐτὴν ὕστερον, συνετήρησε. Πολυδίψιον οὖν, ἤτοι πολυδιάφθορον, διὰ πολέμους. Ἢ, πολυπόθητον. ἀπὸ τῶν διψώντων, μεταφορικῶς, καὶ ἐπιθυμούντων ποτόν. ἐξ οὗ ἄνυδρον. Ἢ βλαβερόν. ἀπὸ τοῦ, ἴψιον. Ἱκοίμην. Παραγενοίμην. Μνήσονται.

### 4 172

Μνείαν ποιήσονται. ὅ ἐστι, σοῦ τελευτήσαντος, εὐθὺς οἱ Ἕλληνες θελήσουσιν ἀπελθεῖν ἐπὶ τὰς πατρίδας. Πύσει.

### 4 174

Σήψει. Ἀτελευτήτῳ.

### 4 175

Ἀσυντελεύτῳ. ἀπληρώτῳ. Ἔργῳ. Πολέμῳ, νῦν. Καί κέ τις.

### 4 176

Καὶ δή τις. Ὑπερηνορεόντων. Ἤτοι, ὑπερεχόντων τῇ ἠνορέῃ. τοῦτ’ ἔστιν, ἀνδρείων. Νῦν δὲ, τῶν ὑπὲρ δύναμιν φρονούντων, ὑπερηφάνων. Τύμβῳ.

### 4 177

Τῷ τάφῳ. Ἐπιθρώσκων. Ἐφαλλόμενος, ἐπιπηδῶν. Αἴθ’ οὕτως.

### 4 178

Εἴθε οὕτως. ἐπίῤῥημα εὐκτικόν. Τελέσει. Πληρώσει. Ἅλιον.

### 4 179

Μάταιον. Κεινῇσι ναυσί.

### 4 181

Σὺν κεναῖς ναυσίν. Κεναῖς δὲ εἶπε διότι Μενέλαος, ἀποθανὼν, οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς. Ἐρέει.

### 4 182

Λέξει. Τότε μοι χάνοι εὐρεῖα χθών. Τότε με γῆ χάσματι δεχθείη. Οὐ γὰρ ἐπιθετικῶς λέγει αὐτὴν εὐρεῖαν, ἀλλὰ τὴν εὐρὺ τῇ διαστάσει χάσμα ποιοῦσαν. Ἐπιθαρσύνων.

### 4 183

Εὐθαρσέστερον ποιῶν, εὔψυχον. Μηδέ τί πω.

### 4 184

Μηδέ πω. Δειδίσσεο. Εἰς δέος καὶ φόβον ἄγε. Οὐκ ἐν καιρίῳ.

### 4 185

Οὐκ ἐν τῷ πρὸς ἀναίρεσιν τόπῳ τοῦ σώματος. ὅ ἐστιν, οὐκ ἐν ἐπικινδύνῳ. Πάροιθεν. Ἔμπροσθεν. Εἰρύσατο.

### 4 186

Ἐφύλαξε. Παναίολος. Παμποίκιλος. Ζῶμα.

### 4 187

Ὁ ζωστὸς χιτών. Μίτρη. Χαλκῆ λεπὶς, ἣν ζώννυνται περὶ τὸν κενεῶνα, χάριν πλείονος ἀσφαλείας. Κάμον. Ἔκαμον. κατεσκεύασαν. Αἲ γάρ.

### 4 189

Εἴθε γάρ. Φίλος. Ἀντὶ τοῦ, προσφιλέστατε. Ἕλκος.

### 4 190

Τραῦμα. Ἰητήρ. Ἰατρός. Ἐπιμάσσεται. Ἐφάψεται, ψηλαφήσει. Φάρμακα.

### 4 191

Ἰάματα. Φάρμακα γὰρ κυρίως ἐκεῖνα λέγονται, τὰ οἱονεὶ ἐπιφέροντα ἄκος, ὅ ἐστιν, ἴασιν. Ἅ κεν. Ἅπερ δή. Παύσῃσι. Παύσῃ, θεραπεύσῃ. Ἦ.

### 4 192

Ἔφη. εἶπε. Θεῖον. Ἤτοι, ἐκ θεῶν τὸ γένος ἔχοντα. ἢ, θαυμαστόν. Ἡ δὲ τῶν κηρύκων ἱστορία προείρηται ἐν τῇ α . Ὁττιτάχιστα.

### 4 193

Ὡς τάχος. Μαχάονα. Υἱὸν Ἀσκληπιοῦ καὶ Ἀρσινόης, ἢ Κορωνίδος· κατὰ δέ τινας Ἡσιόνης τῆς Μέροπος· κατὰ δὲ Ἡσίοδον, Ξανθινόης. Δεῦρο. Ἐνταῦθα, εἰς τοῦτον τὸν τόπον. Ἀσκληπιοῦ υἱόν.

### 4 194

Ἀσκληπιοῦ παῖδα. Εἴρηται δὲ ἀπὸ τοῦ ἀσκεῖν, καὶ ἤπια τὰ μέλη ποιεῖν. Ἀμύμονος. Ἀγαθοῦ, ἀψόγου. Ἰητῆρος. Ἰατροῦ. ἀπὸ τοῦ ἰᾶσθαι τὰ πάθη. Παπταίνων.

### 4 200

Περιβλέπων, ἐρευνῶν. Ἐνόησεν. Ἐθεάσατο, εἶδεν. Ἑσταότα.

### 4 201

Ἑστῶτα. Ἀμφὶ δέ μιν. Περὶ αὐτὸν δέ. Κρατεραί. Ἰσχυραί. Στίχες. Τάξεις. Οἵ οἱ ἕποντο.

### 4 202

Οἵτινες αὐτῷ ἠκολούθουν. Τρίκης ἐξ. Ἀπὸ Τρίκης, πόλεως Θεσσαλίας. Ὄρσεο.

### 4 204

Διεγείρου, ἀνίστασο. Ἀσκληπιάδη. Ἀσκληπιοῦ παῖ, Μαχάων. Καλέει. Καλεῖ. Ὁ τρόπος διαίρεσις. Ὄφρα ἴδηαι.

### 4 205

Ὅπως θεάσῃ. Ὀϊστεύσας.

### 4 206

Τοξεύσας. Ἔβαλεν. Ἔτρωσε. Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἔμπειρος. Ἄμμι δὲ πένθος.

### 4 207

Ἡμῖν δὲ λύπην. Ὄρινε.

### 4 208

Διετάραξε, διήγειρεν. ὁ τρόπος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα. Τὸ ο μικρὸν διὰ τὸ μέτρον. Βὰν δ’ ἰέναι.

### 4 209

Ἐπορεύθησαν δέ. Ἵκανον.

### 4 210

Παρεγένοντο. Βλήμενος.

### 4 211

Βεβλημένος. Ἀγηγέραθ’. Συνηθροισμένοι ἦσαν. Κυκλός’.

### 4 212

Ἐν κύκλῳ. πέριξ. Ἀρηρότος.

### 4 213

Εὐηρμοσμένου. Ἕλκεν. Ἔξω εἷλκεν. Τοῦ δ’ ἐξελκομένοιο.

### 4 214

Τούτου δὲ ὀπίσω ἑλκομένου. Ἄγεν. Κατεάγησαν. συνετρίβησαν, αἱ γωνίαι. Ὀξέες. Ὀξεῖς. Ὄγκοι. Αἱ γωνίαι καὶ ἐξοχαὶ τῶν ἀκίδων τοῦ βέλους. Ἐκμυζήσας.

### 4 218

Ἐκπιέσας, ἐκθλίψας. Ἤπια. Τὸ ἑξῆς, ἐπέπασεν αὐτῷ πρᾶα καὶ προσηνῆ φάρμακα, παυστικὰ τῶν ὀδυνῶν. Τά οἱ.

### 4 219

Ἅπερ αὐτῷ. Πόρε. Παρέσχεν, ἐδωρήσατο. Χείρων. Εἷς τῶν Κενταύρων, εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Κρόνου καὶ Φιλύρας· ἢ, ὡς ἔνιοι, Ποσειδῶνος. Ὄφρα τοί.

### 4 220

Ἕως οὗτοι. Ἀμφεπένοντο. Περὶ τὸν Μενέλαον ἐνήργουν, καὶ ἠσχολοῦντο. Τόφρα δέ.

### 4 221

Ἐπὶ τοσούτῳ δέ. Καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα. Ἐπὶ Τρώων στίχες. Τὸ ἑξῆς, ἐπῆλθον. Ἔδυν.

### 4 222

Ἐνεδύσαντο. Μνήσαντο. Μνήμην ἐποιοῦντο. Χάρμης. Τοῦ πολέμου. Χάρμη γὰρ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα, ἢ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν. Ἔνθα.

### 4 223

Τότε. Βρίζοντα. Νυστάζοντα καὶ ἠρεμοῦντα. ἐξ οὗ ἀμελοῦντα. Βρίξαι γὰρ κυρίως ἐστὶ, μετὰ βάρους τροφῆς ἀπονυστάξαι. Καταπτώσσοντα.

### 4 224

Ἀποδειλιῶντα. Φεύγοντα. Εἴασε.

### 4 226

Κατέλειψε. Φυσιόωντας.

### 4 227

Πνευστιῶντας, ἀσθμαίνοντας. Παρασχέμεν.

### 4 229

Παρασχεῖν. Γυῖα.

### 4 230

Μέλη. Διακοιρανέοντα. Διατάσσοντα, ἐπερχόμενον. Ἐπεπωλεῖτο.

### 4 231

Ἐπήρχετο. Ἴδοι.

### 4 232

Θεάσοιτο. Ταχυπώλων. Ἱππικῶν, πολεμικῶν. Θαρσύνεσκεν.

### 4 233

Εὐθαρσεστέρους ἐποίει, προέτρεπε. Μεθίετε.

### 4 234

Ἀμελεῖτε. Θούριδος. Ὁρμητικῆς, πολεμικῆς. Ἀλκῆς. Δυνάμεως. Ἀρωγός.

### 4 235

Βοηθός. Ὁ δὲ νοῦς· οὐδὲ γὰρ ἐπιβοηθήσει ὁ Ζεὺς τοῖς ψεύσταις. Ἔδονται.

### 4 237

Φάγωσι. Μεθιέντας.

### 4 240

Ἀμελοῦντας. Στυγεροῦ. Μισητοῦ, φοβεροῦ. Νεικείεσκεν.

### 4 241

Ἐκακολόγει. Χολωτοῖσιν. Ὀργιστικοῖς. Ἰόμωροι.

### 4 242

Οἱ περὶ ἰοὺς καὶ τόξα μεμωρημένοι, ὅ ἐστι, κάμνοντες. Ἐλεγχέες. Ἐπονείδιστοι. Οὔ νυ σέβεσθε; Οὐκ ἐντρέπεσθε; Τίφθ’ οὕτως.

### 4 243

Τί δή ποτε οὕτως ἀργοί. Τεθηπότες. Ἐκπεπληγμένοι, δειλωθέντες. Νεβροί. Ἐλάφων βρέφη. Θέουσαι.

### 4 244

Τρέχουσαι. Οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή.

### 4 245

Οὐδὲ μίαν ἔννοιαν ἀλκῆς καὶ σωτηρίας ποιοῦνται. δειλιῶσι. Ἀλκή. Δύναμις, ἀνδρεία. Μένετε.

### 4 247

Προσμένετε. Εἰρύαται.

### 4 248

Εἱλκυσμέναι εἰσίν. Εὔπρυμνοι. Καλὰς πρύμνας ἔχουσαι. Πρύμναι δὲ καλοῦνται τὰ ὄπισθεν μέρη τῶν νεῶν. Ἐπὶ θινί. Ἐπὶ τῷ αἰγιαλῷ. Κιών.

### 4 251

Παραγενόμενος. Ἀνὰ οὐλαμόν. Ἀνὰ τὸν θόρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. Οὐλαμὸς δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. Ἡ δὲ φάλαγξ τάξις ἀπὸ ἑκατὸν εἴκοσιν ἀνδρῶν. Ἀμφ’ Ἰδομενῆα.

### 4 252

Περὶ τὸν Ἰδομενῆα. Πυμάτας.

### 4 254

Ἐσχάτας. Ὤτρυνεν. Ἐσπούδαζε. παρώρμα. Φάλαγγας. Τάξεις στρατιωτῶν εἶπεν ὁ Ποιητὴς, ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο, φάλαγγας δὲ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. Ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν. Μειλιχίοισι.

### 4 256

Προσηνέσι, πράοις. Περὶ μέν σε τίω.

### 4 257

Περισσῶς μέν σε τιμῶ, ὅ ἐστιν ὑπὲρ πάντας. Ἀλλοίῳ.

### 4 258

Ἀλλὰ καὶ ἐν ἄλλῳ τῷ οἱῳδήποτε. Ἔργῳ. Πράξει. Λέγει δὲ, τῇ ἕδρᾳ. Γερούσιον.

### 4 259

Ἔντιμον, κατὰ τιμὴν διδόμενον γέρας. Αἴθοπα. Μέλανα. Κέρωνται.

### 4 260

Κιρνῶσι. Δαιτρόν.

### 4 262

Μεμερισμένον, διαιρετόν. Πλεῖον. Πλῆρες. Ἀνώγοι.

### 4 263

Κελεύοι. Ὄρσευ.

### 4 264

Διεγείρου. Πάρος. Πρότερον. Εὔχεο εἶναι. Ἀντὶ τοῦ, καυχᾶσαι ὑπάρχειν. Ἀγός.

### 4 265

Ἡγεμών. Παρὰ τὸ, ἄγω, ῥῆμα. Ἐρίηρος.

### 4 266

Ἄγαν εὐάρμοστος, ἐπιτήδειος. Ἔσσομαι.

### 4 267

Γενήσομαι. ἢ, εἰμί. Πρῶτα. Πρότερον. ἐξ ἀρχῆς. Ὑπέστην. Ὑπεσχόμην. Ὄτρυνε.

### 4 268

Προτρέπου, παρώρμα. Ἐπεὶ σὺν ὅρκι’ ἔχευσαν.

### 4 269

Ἐπειδὴ συνέχευαν τοὺς ὅρκους. ἐπιώρκησαν. Κήδεα.

### 4 270

Κακὰ, λῦπαι. Ὀπίσω. Μεταταῦτα. Παρῴχετο.

### 4 272

Παρῆλθεν. Γηθόσυνος κῆρ. Χαίρων τῇ ψυχῇ. Οὐλαμόν.

### 4 273

Τὸ πλῆθος. Τὼ δέ.

### 4 274

Οὗτοι δέ. Κορυσσέσθην. Καθωπλίζοντο. Νέφος. Πύκνωμα, πλῆθος. Ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ ἀθροίσματος τῶν νεφῶν. Εἵπετο. Ἠκολούθει. Ἀπὸ σκοπιῆς.

### 4 275

Ἀπὸ ὑψηλοῦ τόπου, ἀφ’ οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν. Νέφος. Ἀχλύν. Αἰπόλος. Αἰγονόμος. Κατὰ πόντον.

### 4 276

Διὰ τῆς θαλάσσης. Ὑπὸ ζεφύροιο ἰωῆς. Ὑπὸ τῆς τοῦ ζεφύρου πνοῆς. Εἴρηται δὲ ζέφυρος, ὅτι ἀπὸ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἔλεγον οἱ ἀρχαῖοι. Τῷ δέ τ’ ἄνευθεν ἰόντι μελάντερον, ἠΰτε πίσσα, Φαίνετ’ ἰόν.

### 4 277

Στικτέον μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· ἠΰτε πίσσα. ἵν’ ᾖ, τῷ πόῤῥω διατελοῦντι μελάντερον αὐτοῦ καταφαίνεται τὸ νέφος, καὶ ὅμοιον πίσσῃ. Ἄνευθεν ἰόντι. Πόῤῥωθεν ἐρχομένῳ, ἢ πορευομένῳ. Μελάντερον. Ἀντὶ τοῦ, μέλαν, συγκριτικὸν, ἀντὶ ὑπερθετικοῦ. Λαίλαπα.

### 4 278

Συστροφὴν ἀνέμου. καταφορὰν μετὰ ὄμβρου. Ῥίγησεν.

### 4 279

Ἐφοβήθη. Ὑπό τε σπέος. Ὑπὸ τὸ σπήλαιον. Ἤλασεν. Εἰσήλασεν, ἤγαγε. Μῆλα. Τὰ πρόβατα. Τοῖαι.

### 4 280

Τοσαῦται καὶ τοιαῦται. Ἅμ’ Αἰάντεσσιν. Ὁμοῦ τοῖς Αἴασιν. Αἰζηῶν. Νεανιῶν. Πυκιναί.

### 4 281

Πυκναὶ, πολλαί. Κίνυντο. Ἐκινοῦντο. Κυάνεαι.

### 4 282

Μέλαιναι, κυανέῳ χρώματι παραπλήσιαι, ἢ πυκναί. Σάκεσι. Ταῖς ἀσπίσιν. Ἔγχεσι. Δόρασι. Πεφρικυῖαι. Τῇ ἀνατάσει τῶν δοράτων πεπυκνωμέναι. Τοὺς μέν.

### 4 283

Τούτους μέν. Καί σφεας.

### 4 284

Καὶ αὐτούς. Ἡγήτορε.

### 4 285

Ἡγεμόνες, διατάκται. Σφῶϊν.

### 4 286

Ὑμᾶς. Οὐ γὰρ ἔοικεν. Οὐ πρέπει γάρ. Ὀτρυνέμεν. Παρορμᾷν. Ὁ δὲ νοῦς· ὑμᾶς μὲν οὐ παρορμῶ. οὐδὲ γὰρ προσήκει. Ἀνώγετον.

### 4 287

Κελεύετε. Αἲ γὰρ Ζεῦ τε πάτερ.

### 4 288

Εἴθε γὰρ, ὦ Ζεῦ πάτερ. Ἔστι δὲ ἐπίῤῥημα εὐχῆς σημαντικόν. Τοῖος πᾶσι θυμός.

### 4 289

Τοιαύτη πᾶσι προθυμία. Τῷ κε.

### 4 290

Οὕτως ἂν ταχέως. Ἠμύσσειε. Κλιθείη, πορθηθείη. Ἁλοῦσα.

### 4 291

Ληφθεῖσα. Λίπεν.

### 4 292

Κατέλιπεν. Μετ’ ἄλλους. Πρὸς τοὺς ἄλλους. Ἔτετμεν.

### 4 293

Κατέλαβε. Λιγύν. Ἡδὺν, τὸν συμβουλεύειν προσηνῆ. Οὕς.

### 4 294

Τοὺς ἰδίους. Στέλλοντα. Ἑτοιμάζοντα, διατάσσοντα. Ἀμφὶ μέγαν Πελάγοντα, Ἀλάστορά τε, Χρόμιόν τε.

### 4 295

Οὗτοι ταξίαρχοι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ. Ἱππῆας μὲν πρῶτα.

### 4 297

Τοὺς μὲν ἱππέας ἐπὶ τοῦ δεξιοῦ μέρους. Ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφι. Πρώτως εἰκὸς, εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρως ἑστῶτας. ὄπισθε δὲ, τοὺς ἐπὶ τοῦ ἀριστεροῦ. ὡς εἰκὸς, μεταξὺ τετάχθαι τοὺς δειλούς. Οὐ γὰρ λόγον ἕξει τὸ, Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. Πεζοὺς δ’ ἐξόπισθεν.

### 4 298

Τοὺς δὲ πεζοὺς ἐξ εὐωνύμων. Ἐσθλούς. Ἀγαθοὺς, γενναίους. Κακοὺς δ’ ἐς μέσσον ἔλασσε.

### 4 299

Τοὺς δὲ ἀσθενεῖς καὶ δειλοὺς κατὰ τὸ μέσον συνέκλεισεν. ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ καταβάθους. τουτέστι, μεταξὺ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλεν. Ἔλασσε. Συνέλασε, συνέκλεισεν. Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ.

### 4 300

Ὅπως καὶ μὴ βουλόμενός τις, τῇ ἀνάγκῃ προσέχων, πολεμῇ. Ἐπετέλλετο.

### 4 301

Προσέτασσεν. Ἀνώγει. Ἐκέλευε. Σφούς.

### 4 302

Τοὺς ἰδίους. Ἐχέμεν. Κατέχειν. Κλονέεσθαι. Ταράσσεσθαι. Ἱπποσύνῃ.

### 4 303

Τῇ ἱππικῇ ἀνδρείᾳ. Ἠνορέῃφι. Τῇ ἑαυτοῦ ἀνδρείᾳ. Πεποιθώς. Πεπιστευκὼς, τεθαῤῥηκώς. Πρόσθ’ ἄλλων.

### 4 304

Ἔμπροσθεν τῶν ἄλλων. Μεμάτω. Προθυμείτω. Ἀλαπαδνότεροι γὰρ ἔσεσθε.

### 4 305

Ἀσθενέστεροι γὰρ καὶ εὐχείρωτοι ἔσεσθε. Ἀπὸ ὧν ὀχέων.

### 4 306

Ἀπὸ τῶν ἰδίων ἁρμάτων. Ἕτερ’ ἅρμαθ’ ἵκηται. Εἰς ἑτέρου ἅρμα παραγένηται. Ἔγχει ὀρεξάσθω.

### 4 307

Τῷ δόρατι ἐκτεινάτω, πολεμησάτω. Ὀρεξάσθω. Τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται. Καὶ οἱ μὲν φασὶ, παραγγέλλειν αὐτὸν, ἵνα, ὃς ἂν πολεμίου ἅρματος ἐπιβῇ, μάχηται, καὶ μὴ ἐξελαύνειν σπουδάζῃ. Οἱ δὲ οὕτως· ὅστις δ’ ἂν, φησὶ, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος, καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω, διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων· δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι, πολεμείτω. Ἐπειή. Ἐπειδή. Πολὺ φέρτερον. Κατὰ πολὺ κρεῖττον. Ὧδε.

### 4 308

Οὕτως. Καὶ οἱ πρότεροι. Καὶ οἱ προγενέστεροι, οἱ πρὸ ἡμῶν. Πόλιας. Πόλεις. Ἐπόρθουν. Κατέστρεφον. Τόνδε νόον.

### 4 309

Ταύτῃ τῇ διανοίᾳ χρώμενοι. Πάλαι πολέμων εὖ εἰδώς.

### 4 310

Ἐκ πολλοῦ χρόνου ἀσκηθεὶς τὸ πολεμεῖν. τουτέστι, πολλάκις πολεμήσας, καὶ τούτου πεῖραν ἱκανὴν ἔχων. Καὶ τὸν μέν.

### 4 311

Καὶ τοῦτον μέν. Εἴθ’ ὡς θυμός.

### 4 313

Εἴθέ σου τῇ τῆς ψυχῆς προθυμίᾳ ἐπήρκει ἡ τοῦ σώματος δύναμις. Ἕποιτο.

### 4 314

Ἀκολουθείη. Βίη. Δύναμις. Ἔμπεδος. Ἑδραία, ἀσφαλής. Εἴη. Ὑπάρχοι. Τείρει.

### 4 315

Δαπανᾷ, καταπονεῖ. Ὁμοίϊον. Τὸ ὁμοίως πᾶσι χαλεπόν. Ἰστέον δὲ, ὅτι ὁ Ποιητὴς πανταχοῦ τὸ ὁμοίϊον ἐπὶ τοῦ φαύλου λαμβάνει. οἷον ὡς ἐνταῦθα· Ἀλλά σε γῆρας τείρει ὁμοίϊον. καί· Ἀλλ’ ἤτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ. Καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁππότ’ ἂν τέλος ἔλθῃ ὁμοίϊον πολέμοιο. Κουροτέροισι.

### 4 316

Νεωτέροις. Μετεῖναι. Συναναστρέφεσθαι. Ὣς ἔμεν.

### 4 319

Οὕτως εἶναι, οὕτως ἀκμάζειν. Ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. Ἀπέκτεινα, ἐφόνευσα. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος Ἀγκαῖον. Νέστωρ δὲ, μονομαχήσας ἐκ προκλήσεως, Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος, ἢ, ὡς ἔνιοι Ἀφείδαντος, ἀνεῖλε. καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. Οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος, ἐφορμήσαντες, τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τοὺς νεκροὺς, καὶ τὸν Ἐρευθαλίωνα, ἐπέγραψαν· Ἐνθάδ’ Ἐρευθαλίωνα φίλους τ’ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλεῖς, γένος ἔξοχον Ἱππομέδοντος, Οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο. Ἀλλ’ οὔπως.

### 4 320

Ἀλλ’ οὐδαμῶς. Ἅμα πάντα. Πάντα ὁμοῦ. Δόσαν. Ἔδωκαν, παρέσχον. Κοῦρος.

### 4 321

Νέος. Ἔα. Ἀντὶ τοῦ, ἦν ἐγώ. Ἔλαβε δὲ ὑπερσυντελικὸν ἀντὶ παρατατικοῦ. Ἀλλὰ καὶ ὥς.

### 4 322

Ἀλλὰ καὶ οὕτως. Ἱππεῦσι μετέσσομαι. Ἅμα τοῖς ἱππεῦσιν ἔσομαι. Ἠδὲ κελεύσω. Καὶ προστάξω. ὅ ἐστιν, ἀφηγήσομαι. Τὸ γὰρ γέρας ἐστὶ γερόντων.

### 4 323

Αὕτη γάρ ἐστιν ἡ τῶν πρεσβυτῶν γνώμη καὶ τιμὴ, τὸ καλῶς συμβουλεύειν. Αἰχμάς.

### 4 324

Ἀπὸ μέρους τὰ δόρατα. Αἰχμάσσουσιν. Ἀνακινήσουσιν. ὅ ἐστι πολεμήσουσιν. Οἵ περ ἐμοῖο. Οἵτινες ἐμοῦ. Ὁπλότεροι.

### 4 325

Νεώτεροι. ὅπλα φέρειν δυνάμενοι. Γεγάασι. Γεγένηνται. Παρῴχετο.

### 4 326

Παρῆλθεν. Εὗρ’ υἱὸν Πετεῶο.

### 4 327

Ἰστέον, ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεὸς, τοῦ Πετεοῦ. ὡς ἐννεὸς, ἐννεοῦ. καὶ Ἀττικῶς, κατ’ ἐπέκτασιν τοῦ ο εἰς τὸ ω , γέγονε Πετεώς. Ὡς ἀπὸ τοῦ Μενέλαος, Μενέλεως, Μενέλεω, γίνεται κατὰ Ἀττικοὺς, καὶ ἀπὸ τοῦ λαὸς, λεώς. οὕτως καὶ ἀπὸ τοῦ Πετεὸς, Πετεώς. Εἶτα ἡ γενικὴ τοῦ Πετεῶ καὶ κατὰ πλεονασμὸν τοῦ ο , γέγονε Πετεῶο. Ἐξ οὗ καὶ τὸ, Εὗρ’ υἱὸν Πετεῶο. Μήστωρες ἀϋτῆς.

### 4 328

Δυνάμενοι κατὰ μάχην μήσασθαι. ὅ ἐστι, βουλεύσασθαι. ἐξ οὗ, ἐπιστήμονες μάχης. Ἀλαπαδναί.

### 4 330

Ἀσθενεῖς. Οὐ γάρ πώ σφιν ἀκούετο.

### 4 331

Οὐδέ πω γὰρ ἤκουον τῆς κατὰ τὸν πόλεμον κραυγῆς. τοῦτ’ ἔστιν, οὐδέ πω ᾔδεισαν, διὰ τὸ πόῤῥω εἶναι, εἰ ὁ πόλεμος κεκίνηται. Ἀκούετο. Ἀντὶ τοῦ, ἤκουον. Νέον.

### 4 332

Νεωστί. Συνορινόμεναι. Συνταρασσόμεναι. Κίνυντο. Ἐκινοῦντο. Πύργος.

### 4 334

Τάξις. μεταφορά. Τρώων ὁρμήσειε.

### 4 335

Προσληπτέον τὸ, κατά. ἵν’ ᾖ, κατὰ Τρώων. Νείκεσσεν.

### 4 336

Ἐλοιδόρησεν, ἐπέπληξε. Κεκασμένε.

### 4 339

Κεκοσμημένε. Κερδαλεόφρον. Πανοῦργε, καὶ φιλοκερδέστατε. Ἀφέστατε.

### 4 340

Ἄποθεν καὶ χωρὶς ἑστήκατε. Μίμνετε. Περιμένετε. Σφῶϊν.

### 4 341

Ὑμῖν. Μετὰ πρώτοισιν ἐόντας. Ἐν πρώτοις ὄντας. Καυστειρῆς.

### 4 342

Δεινῆς, καυστικῆς, διαπύρου. Ἀντιβολῆσαι. Ἀπαντῆσαι, μετασχεῖν. Πρώτω.

### 4 343

Πρῶτοι. δυϊκῶς. Καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο. Καὶ ἐπὶ δαῖτα καλεῖσθε ἀπὸ τοῦ παρεπομένου. Ὁ τρόπος, συνεκδοχή. Ὁ δὲ λόγος· πρῶτοι γὰρ καὶ ἐπὶ εὐωχίαν καλεῖσθε ὑπ’ ἐμοῦ. Γέρουσι.

### 4 344

Τοῖς ἐντίμοις. Ἐφοπλίζοιμεν. Παρασκευάζοιμεν. Φίλα.

### 4 345

Προσφιλῶς. ἡδέως. Ὀπταλέα. Ὀπτά. Μελιηδέος.

### 4 346

Ἡδέος, καλοῦ. Ὄφρ’ ἐθέλητον. Ἕως οὗ θέλητε. Νῦν δὲ φίλως χ’ ὁρόῳτε.

### 4 347

Νῦν δὲ ἡδέως ἂν ἴδοιτε. Μαχοίατο.

### 4 348

Μάχοιντο. Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; Ὁποῖον τοῦτον τὸν λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν; Ἕρκος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόντων, τὰ χείλη.

### 4 350

περιφραστικῶς. Πῶς δὴ φῄς; Πῶς δὴ λέγεις τοιαῦτα; Μεθιέμεν.

### 4 351

Ἀμελεῖν. Ὀξύν.

### 4 352

Τὸν ταχὺν ἔχοντα τὴν ἐν τοῖς φόνοις κρίσιν. Ἄρηα. Νῦν, τὸν πόλεμον. Ὄψεαι.

### 4 353

Ἴδῃς, θεάσῃ. Ἢν ἐθέλῃσθα. Ἐὰν βούλῃ. Καὶ αἴ κέν τοι τὰ μεμήλῃ. Καὶ ἐὰν ἐῶσί σε οἱ πολέμιοι περὶ τούτου ἀσχοληθῆναι. Μεμήλῃ. Διὰ φροντίδος ᾖ. Προμάχοισι μιγέντα.

### 4 354

Ἐν τοῖς πρωταγωνισταῖς γενόμενον. Ἀνεμώλια.

### 4 355

Ἀνεμόφθορα, μάταια, ἀνέμοις ἐοικότα. ἐξ οὗ, ἀφανῆ. Βάζεις. Λέγεις. Ἐπιμειδήσας.

### 4 356

Ἐπιμειδιάσας, γελάσας. Ὡς γνῶ χωομένοιο.

### 4 357

Ὡς ἐπέγνω αὐτὸν ὀργισθέντα. Πάλιν δ’ ὅγε λάζετο μῦθον. Ἀντὶ τοῦ, εἰς τὸ ἐναντίον ἔτρεψε τὸν λόγον. Ψόγον γὰρ εἰπὼν, νῦν ἔπαινον λέγει. Πάλιν. Ἔμπαλιν, ἐκ δευτέρου. Λάζετο. Ἐπελάβετο, μετέστρεφε. Νεικείω.

### 4 359

Κακολογῶ. Περιώσιον. Περισσῶς. παρὰ τὸ προσῆκον. Ἤπια.

### 4 361

Πρᾶα, προσηνῆ. Δήνεα. Βουλεύματα. Ἅτ’ ἐγώ περ. Ἅπερ καὶ ἐγώ. Ὄπισθεν.

### 4 362

Ἐν τῷ μεταταῦτα χρόνῳ. Ἀρεσσόμεθα. Ἐξιλεωσόμεθα, θεραπεύσομεν. Μεταμώλια.

### 4 363

Μάταια. Θεῖεν. Ποιήσειαν. Μετ’ ἄλλους.

### 4 364

Ἐπὶ τοὺς ἄλλους. Ὑπέρθυμον.

### 4 365

Μεγαλόψυχον, ἀνδρεῖον. Κολλητοῖσι.

### 4 366

Καλῶς συνηρμοσμένοις, εὐσυμπήκτοις. Ὤ μοι.

### 4 370

Φεῦ μοι. Ἐπίῤῥημα λύπης δηλωτικόν. Τί.

### 4 371

Ἐπίῤῥημα ἀποῤῥηματικόν. Πτώσσεις. Κατέπτηχας, ἀποδειλιᾷς. Ὀπιπτεύεις. Ἐπιτηρεῖς. περισκοπεῖς. Πολέμοιο γεφύρας. Τὰς διεξόδους τοῦ πολέμου. Μεταφορὰ ὁ τρόπος. Ὧδε.

### 4 372

Οὕτως. Πτωκαζέμεν. Καταπτώσσειν, δειλιᾷν. Πολύ.

### 4 373

Ἐπίῤῥημα, μεσότητος δηλωτικόν. Πρὸ φίλων. Ἔμπροσθεν τῶν προσφιλῶν ἑταίρων. Δηΐοισι. Πολεμίοις. Οἵ μιν ἴδοντο.

### 4 374

Οἵτινες αὐτὸν ἴδον. Πονεύμενον. Ἐπιπονοῦντα, μαχόμενον. Ἤντησα.

### 4 375

Συνέτυχον. Περὶ δ’ ἄλλων. Ἀντὶ τοῦ, ὑπὲρ δὲ τοὺς ἄλλους λέγουσιν αὐτὸν γεγονέναι ἀνδρεῖον. Ἄτερ πολέμου.

### 4 376

Χωρὶς πολεμικῆς παρατάξεως. Οἰδίπους, ἀποβαλὼν Ἰοκάστην, ἐπέγημεν Ἀστυμέδουσαν. Ἥτις διέβαλε τοὺς προγόνους, ὡς πειράσαντας αὐτήν. Ἀγανακτήσας δὲ ἐκεῖνος, ἐπηράσατο, αὐτῶν δι’ αἵματος παραλαβεῖν τὴν χώραν. Καὶ παρέδωκε τὴν βασιλείαν τῷ Ἐτεοκλεῖ. ὃς ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὐτοῦ, ὡς πρεσβύτερος. Παραγενόμενος δὲ οὗτος εἰς Ἄργος, εὗρε Τυδέα φυγάδα. βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, καὶ τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν, ἔφυγεν. Ἄδραστος δὲ, θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δοραῖς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν. ἦν γὰρ αὐτῷ δεδομένος, κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. Καὶ δίδωσι Τυδεῖ μὲν Διϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. Πέμψας δὲ εἰς Μυκήνας, συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν ἑτοίμως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. Ἐπελθόντες οὖν ἐς τὰς Θήβας Ἀργεῖοι, πέμπουσι πρεσβευτὴν Τυδέα. Ὃς καταλαβὼν γυμνικὸν ἀγῶνα, καὶ συμμαχούσης Ἀθηνᾶς, νικᾷ τὰ πάντα. Ὑποστρέφων δὲ, πεντήκοντα νεανίας, ἐνεδρεύοντας συλλαβεῖν αὐτὸν, ἀναιρεῖ. Ἀντιθέῳ.

### 4 377

Ἰσοθέῳ. Τότε.

### 4 378

Ἐπίῤῥημα, χρόνου δηλωτικόν. Στρατόωντο. Ἐστρατοπεδεύοντο. Ἱερὰ πρὸς τείχεα Θήβης. Περιφραστικῶς, τὰς Θήβας. Θῆβαι δέ εἰσιν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής. Μία, ἧς νῦν ποιεῖται λόγον. Καὶ αἱ Ὑποπλάκιοι, ὧν μέμνηται ἐν τῇ α καὶ ζ. Καὶ αἱ Αἰγύπτιαι, περὶ ὧν φησιν ἐν τῇ ι . Κλειτούς.

### 4 379

Ἐνδόξους. Ἐπικούρους. Βοηθοὺς, συμμάχους. Δόμεναι.

### 4 380

Δοῦναι. Ἐπῄνεον. Συγκατετίθεντο, συνῄνουν. Ἔτρεψεν.

### 4 381

Ἐκώλυσε. Παραίσια. Ἐναντία. παρεκτὸς τοῦ αἰσίου. ὅ ἐστιν, ἅπασι χαλεπά. Σήματα φαίνων. Σημεῖα φανερὰ ποιῶν. δεικνύς. Ὤιχοντο.

### 4 382

Ἐπορεύοντο. Ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο. Καὶ προῆλθον τῆς ἐπὶ Θήβας ὁδοῦ. Ἀσωπόν.

### 4 383

Ποταμὸς Βοιωτίας. Βαθύσχοινον. Βαθεῖαν σχοῖνον ἔχοντα. Λεχεποίην. Βαθείαν πόαν ἔχοντα, ἐξ ἧς ἐστι καὶ λέχος ποιῆσαι, ὅ ἐστι, κοίτην. Ἀγγελίην ἔπι Τυδῆ στεῖλαν.

### 4 384

Ἀντὶ τοῦ, τότε δὴ τὸν Τυδέα ἄγγελον, ὅ ἐστι, πρεσβευτὴν, ἔπεμψαν οἱ Ἕλληνες. Στεῖλαν. Ἀπέστειλαν. Κιχήσατο.

### 4 385

Κατέλαβε. Καδμείωνας. Τοὺς Θηβαίους. Ἀπὸ Κάδμου, τοῦ κτήσαντος τὰς Θήβας. Δαινυμένους.

### 4 386

Εὐωχουμένους, ἑστιωμένους. Κατὰ δῶμα. Κατὰ τὴν οἰκίαν. Βίης Ἐτεοκλείης. Τοῦ Ἐτεοκλέους. περιφραστικῶς. Ξεῖνός περ ἐών.

### 4 387

Πολέμιος ὑπάρχων. Ἱππηλάτα. Ἀντὶ τοῦ, ἱππηλάτης. Τάρβει.

### 4 388

Ἐφοβεῖτο, εὐλαβεῖτο. Ἀεθλεύειν.

### 4 389

Ἀγωνίζεσθαι. Προκαλίζετο. Προεκαλεῖτο. Πάντα δ’ ἐνίκα. Ἀντὶ τοῦ, ἐν παντὶ ἀγωνίσματι. Ῥηϊδίως.

### 4 390

Εὐκόλως, ῥᾳδίως. Τοίη τοι. Τοιαύτη αὐτῷ. Ἐπίῤῥοθος. Βοηθός. Χολωσάμενοι.

### 4 391

Ὀργισθέντες. Κέντορες ἵππων. Ἵππους κεντοῦντες, ἱππικοί. Ἂψ ἀνερχομένῳ.

### 4 392

Εἰς τοὐπίσω ἐρχομένῳ. Πυκινόν. Πυκνόν. Λόχον. Ἐνέδραν. Εἷσαν. Ἐκάθισαν λεληθότως. Ἄγοντες. Ἀγαγόντες. Ἔλαβε δὲ χρόνον ἀντὶ χρόνου. Μαίων.

### 4 394

Τὸν Μαίονα τινὲς στοχάζονται κήρυκα γεγονέναι, διὰ τὸ μόνον αὐτὸν σωθῆναι. Ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων. Διὸ φορτικὸν ἦν, ὑβρίζειν αὐτούς. Ὅθεν καὶ παροιμία ἐλέχθη· τὸ, Πρέσβυς οὐ τύπτεται, οὐδὲ ὑβρίζεται. Αἱμονίδης. Αἵμονος παῖς. Ἐπιείκελος. Ὅμοιος. Μενεπτόλεμος.

### 4 395

Ὑπομονητικὸς ἐν τῷ πολέμῳ, γενναῖος. Ἀεικέα.

### 4 396

Αἰκιστικὸν, χαλεπόν. Πότμον. Μόρον, θάνατον. Ἐφῆκεν. Ἐπέβαλεν. Ἔπεφνεν.

### 4 397

Ἀνεῖλεν, ἐφόνευσεν. Ἵει. Ἐφίει, ἀπέλυσε. Θεῶν τεράεσσι πιθήσας.

### 4 398

Τοῖς τῶν θεῶν σημείοις πεισθείς. Τοῖος ἔην.

### 4 399

Τοιοῦτος ἦν. Αἰτώλιος. Ἀπὸ τῆς Αἰτωλίας. Ἀλλὰ τὸν υἱόν. Ἀλλὰ τὸν παῖδα. Γείνατο.

### 4 400

Ἐγέννησεν. Εἷο. Ἑαυτοῦ. Χέρεια. Χείρονα. Μάχῃ. Ἐν τῷ πολέμῳ. Ἀγορῇ δέ. Ἐν δὲ τῷ δημηγορεῖν. Πάνυ γὰρ συνετὸν πανταχοῦ ὑποτίθεται τὸν Διομήδην ὁ Ποιητὴς ἐν τοῖς νέοις. Οὔτι.

### 4 401

Οὐδαμῶς. Ἐνιπήν.

### 4 402

Ἐπίπληξιν, μέμψιν. Αἰδοίοιο. Αἰδοῦς καὶ ἐντροπῆς ἀξίου. Υἱὸς Καπανῆος.

### 4 403

Ὁ Σθένελος. Μὴ ψεύδεο.

### 4 404

Μὴ ψευδοῦ. Ἐπιστάμενος. Εἰδὼς, δυνάμενος. Σάφα. Ἀκριβῶς, σαφῶς, Ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι.

### 4 405

Περὶ ἑαυτοῦ λέγει Σθένελος, Καὶ Διομήδους. οὗτοι γὰρ μόνοι τῶν Ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ἴλιον. Ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες. Μέγ’ ἀμείνονες. Καταπολὺ κρείσσονες, βελτίονες. Εὐχόμεθα. Καυχώμεθα. Θήβης ἕδος.

### 4 406

Περιφραστικῶς, τὰς Θήβας. Ἕδος δὲ ἵδρυμα, ἔδαφος. Εἵλομεν. Ἐλάβομεν. ἐπορθήσαμεν. Παυρότερον.

### 4 407

Ὀλιγώτερον. Ἄρειον. Ἄρεος ἱερόν. Τεράεσσι.

### 4 408

Σημείοις. Ἀρωγῇ. Βοηθείᾳ. Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.

### 4 409

Ἐκεῖνοι, τὸ πάθος ἀφαίρεσις. Σφετέρῃσιν. Ἰδίαις ἁμαρτίαις. ἀνοίαις. Ὄλοντο. Ἀπώλοντο. Τῷ.

### 4 410

Διοδή. Ἔνθεο. Συγκαταρίθμει. Τέττα.

### 4 412

Προσφώνησις τιμητικὴ νεωτέρου φίλου πρὸς παλαιότερον. Ἧσο. Καθέζου. Οὐκ ἔπρεπε δὲ εἰς πόλεμον προερχόμενον αὐτὸν καθέζεσθαι. Βέλτιον οὖν, λέγειν, τὸ, μετὰ σιωπῆς ἧσο, ἤτοι, μένε. Νεμεσῶ.

### 4 413

Μέμφομαι. Ἅμ’ ἕψεται.

### 4 415

Ἀκολουθήσει. Εἴ κεν. Ἐάν. Δῃώσωσι.

### 4 416

Φονεύσωσιν. Ἕλωσι. Λάβωσι, πορθήσωσι. Μέγα πένθος.

### 4 417

Μεγίστη λύπη. Δῃωθέντων. Φονευθέντων. Νῶϊ.

### 4 418

Ἡμεῖς. Μεδώμεθα. Φροντίδα ποιησώμεθα. Θούριδος ἀλκῆς. Τῆς ἐνθουσιαστικῆς καὶ ὁρμητικῆς δυνάμεως. Ἦ ῥα.

### 4 419

Ἔφη δή. Καὶ ἔστιν ἀντὶ τοῦ, ἄρα. Ἐὰν δὲ ἓν μέρος λόγου ᾖ, δηλοῖ τὴν μετ’ ἐπικουρίας χάριν. Ὀχέων. Τῶν ἁρμάτων. Ἆλτο. Καθήλατο. Χαμᾶζε. Χαμαί. ἐπὶ γῆς. Δεινόν.

### 4 420

Ἐκπληκτικὸν, φρικτόν. Ἔβραχεν. Ἤχησεν. Ὀνοματοποΐα ὁ τρόπος. Χαλκός. Περιφραστικῶς, τὰ ὅπλα. Ὀρνυμένου.

### 4 421

Διεγειρομένου. Ὑπό κεν. Ὑφ’ οὗ ἂν ἤχου. Ταλασίφρονα. Καὶ τὸν πάνυ καρτερικὸν, γενναῖον. Δέος εἷλε. Φόβος ἔλαβε. Πολυηχέϊ.

### 4 422

Πολυταράχῳ. μεγάλως ἠχοῦντι. Ὄρνυται.

### 4 423

Διεγείρεται. ὁρμᾷ. Ἐπασσύτερον. Συνεχές. πυκνόν. Πρῶτα.

### 4 424

Τὸ πρῶτον καὶ τὴν ἀρχήν. Κορύσσεται. Κορυφοῦται, αὔξεται, εἰς ὕψος ἐπαίρεται. Χέρσῳ.

### 4 425

Τῇ γῇ. Ῥηγνύμενον. Προσρησσόμενον. Βρέμει. Ἠχεῖ. Βρόμος δὲ κυρίως ὁ τοῦ πυρὸς ἦχος. Ἀμφὶ δέ τ’ ἄκρας. Περὶ δὲ τὰ ἀκρωτήρια. Κυρτόν.

### 4 426

Μετέωρον, ὑψηλόν. Ἐόν. Ὄν. ὑπάρχον. Ἀποπτύει. Ἀποῤῥίπτει, ἐκβάλλει. Ὁ τρόπος μεταφορά. Ἁλὸς ἄχνην. Τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. τὸν ἀφρόν. ὅπερ καὶ φῦκός φασι. Νωλεμέως.

### 4 428

Ἀδιαλείπτως. Κέλευεν. Ἐκέλευεν. Οἷσιν ἕκαστος. Ἕκαστος ἡμῶν τοῖς ἰδίοις. Ἀκὴν ἦσαν.

### 4 429

Ἡσύχως καὶ χωρὶς θορύβου παρεγένοντο. Φαίης. Ὑπολάβοις, εἴποις. Τόσσον.

### 4 430

Τοσοῦτον. Ἔχοντ’ ἐνὶ στήθεσιν αὐδήν. Κατέχοντες ἐν αὐτοῖς τὴν φωνήν. Ἐκ τούτου παρίστησιν αὐτῶν τὸ ἥσυχον. Σιγῇ.

### 4 431

Σιωπῇ. Δειδιότες. Φοβούμενοι. Σημάντορα. Τοὺς ἡγεμόνας. Ποικίλα.

### 4 432

Διάφορα, καὶ πολύχρωμα. Εἱμένοι. Ἐνδεδυμένοι, ἠμφιεσμένοι. Ὄϊες.

### 4 433

Πρόβατα. Πολυπάμμονος. Πολυθρέμμονος, πλουσίου. Πάμματα γὰρ καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα. καὶ πάσασθαι, τὸ κτήσασθαι ἐκτεινομένου τοῦ α . Ἀζηχές.

### 4 435

Ἀδιαλείπτως, συνεχῶς. Μεμακυῖαι. Μηκώμεναι. Μηκὴ γάρ ἐστιν ἡ αἰγῶν βοή. Ὅθεν καὶ τὸ, μηκάδας αἶγας. Βληχὴ δὲ ἡ τῶν προβάτων. Ἀλαλητός.

### 4 436

Θόρυβος. Κατ’ ἀντίφρασιν. Ὀρώρει. Διεγήγερτο. Τὸ ο μικρὸν διὰ τὸ μέτρον. Ὁμός.

### 4 437

Ὅμοιος, ὁ αὐτός. Θρόος. Θροῦς, θόρυβος. Οὐδ’ ἴα. Οὐδὲ μία καὶ αὐτή. Γῆρυς. Φωνή. Πολύκλητοι.

### 4 438

Οἱ ἐκ πολλῶν τόπων συγκεκλημένοι, ὅ ἐστι, συναλλαχθέντες. Ὦρσε.

### 4 439

Διήγειρε. παρώρμα εἰς τὸ πολεμεῖν. Τὸ δὲ ἑξῆς οὕτως· ὦρσε δὲ τοὺς μὲν, Τρῶας δηλονότι, ὁ Ἄρης, τοὺς δὲ Ἕλληνας ἡ Ἀθηνᾶ. Ἄρης. Ἡ προθυμία τοῦ πολέμου. Ἢ, ὁ σωματοειδὴς θεός. Δεῖμός τ’, ἠδὲ Φόβος.

### 4 440

Ἄρεος καὶ Ἀφροδίτης παῖδες. Κατὰ δέ τινας, οὐχ’ υἱοὶ, ἀλλ’ ἵπποι. Ἄμοτον. Ἀμότως, ἀπληρώτως. ἀφ’ οὗ καὶ μότα, τὰ ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθόνια, πρὸς ἀναπλήρωσιν τῆς σαρκός. Κασιγνήτη.

### 4 441

Ἀδελφή. Ἑτάρη. Φίλη. Ἥ τε.

### 4 442

Ἥτις Ἔρις. Ὀλίγη. Ἐξ ὀλίγου καὶ ἐκ μικροῦ πράγματος. μικρά. Καὶ ἔστι ποσότης ἀντὶ πηλικότητος. Πρῶτα. Τὴν ἀρχήν. Κορύσσεται. Μετεωρίζεται, αὔξεται. Ἡ μεταφορὰ ἀπὸ τῆς κόρυθος. Ἐστήριξε.

### 4 443

Προσεπέλασεν, ἤγγισε. Κάρη. Τὴν κεφαλήν. Ἥ σφιν.

### 4 444

Ἥτις αὐτοῖς. Τότε. Κατ’ ἐκεῖνον τὸν χρόνον. Νεῖκος. Φιλονεικίαν. Ὁμοίϊον. Ὁμοίως πᾶσι χαλεπόν. Μέσσῳ. Μεταξὺ Τρώων καὶ Ἑλλήνων. Ὀφέλλουσα.

### 4 445

Αὔξουσα. Στόνον. Στεναγμὸν, λύπην. Ἐς χῶρον.

### 4 446

Εἰς τὸ ὡρισμένον χωρίον. Ξυνιόντες. Συνερχόμενοι. Σύν ῥ’ ἔβαλον.

### 4 447

Συνέβαλον δή. ὁ δὲ, ρ α , σύνδεσμος, ἀντὶ τοῦ δή. Ῥινούς. Τὰς ἀσπίδας, τὰς βύρσας. Μένε’ ἀνδρῶν. Τὴν δύναμιν τῶν ἀνδρῶν. περιφραστικῶς. Ὀμφαλόεσσαι.

### 4 448

Ὀμφαλοὺς ἔχουσαι, περιφερεῖς. Ἔπληντο.

### 4 449

Ἐπλησίαζον, ἤγγιζον. Πολύς. Μέγας. Ὀρυμαγδός. Θόρυβος. Οἰμωγή.

### 4 450

Στεναγμὸς, ὀλοφυρμὸς τῶν ἡττωμένων δηλονότι. Εὐχωλή. Καύχησις, δηλονότι τῶν νικώντων. Πέλεν. Ἐγένετο, τῶν τε φονευόντων, καὶ τῶν φονευομένων. Ῥέεν.

### 4 451

Ἀντὶ τοῦ, ἐχεῖτο. Ἔλαβε δὲ διάθεσιν ἐνεργητικήν. Χείμαῤῥοι.

### 4 452

Οἱ Χειμῶνος ῥέοντες ποταμοὶ, καὶ πληρούμενοι ἀπὸ μεγάλων ὄμβρων. Κατ’ ὄρεσφι. Κατὰ τῶν ὀρῶν. Ἐς μισγάγκειαν.

### 4 453

Εἰς κοῖλον τόπον, ἔνθα ὁμοῦ συμμίσγεται τὸ ὕδωρ ἀπὸ διαφόρων τόπων. Συμβάλλετον. Συμβάλλουσι, συμμίσγουσιν. Ὄβριμον. Πολύχρονον, ἢ ἰσχυρόν. Κοίλης.

### 4 454

Βαθείας. Ἔντοσθεν. Ἔσωθεν. Χαράδρης. Τῆς ἐγχαράξεως τοῦ ἐδάφους, γιγνομένης ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων. Εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος. Τῶν δέ τε.

### 4 455

Τούτων δὲ τῶν ποταμῶν. Τηλόσε. Πόῤῥω. μακράν. Δοῦπον. Ἦχον, ψόφον. Ἔκλυεν. Ἤκουσε. Μισγομένων.

### 4 456

Συνερχομένων. Ἰαχή. Φωνὴ, βοή. Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν.

### 4 457

Ἀντὶ τοῦ, ἐφόνευσε. Πῶς οὐκ Αἴας ἢ Διομήδης ἀριστεύει πρῶτος; Καί φασιν, ὅτι Πύλιοι πρῶτον συνέῤῥηξαν. Ἄλλοι δὲ, ὅτι, ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμός τε καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. Ἐμοὶ δὲ δοκεῖ, ἀπ’ ἐλάσσονος ἦρχθαι τὸν Ποιητὴν τὸ τῆς τύχης αἰνισσόμενον κράτος. Κορυστήν. Πολεμιστὴν, ἢ πεζὸν, καὶ ὁπλίτην. Ἐσθλόν.

### 4 458

Ἀγαθὸν, γενναῖον. Θαλυσιάδην. Θαλυσίου παῖδα. Ἐχέπωλον. Ὄνομα κύριον. Κόρυθος φάλον.

### 4 459

Εἰς τὸ ἀνάστημα τῆς περικεφαλαίας. Πῆξεν.

### 4 460

Ἐνήρεισε. Πέρησεν. Διεπέρασε, διῆλθεν. Ὀστέον εἴσω. Ἔνδοθεν τῶν ὀστέων. Ἤριπεν.

### 4 462

Ἔπεσεν. Ἔλαβε.

### 4 463

Κατείληφε. Χαλκωδοντιάδης.

### 4 464

Χαλκώδοντος παῖς. Μεγαθύμων. Μεγαλοψύχων, γενναίων. Ἀβάντων. Τῶν Εὐβοέων. Ὑπ’ ἐκ βελέων.

### 4 465

Ἔξωθεν τῶν βελῶν. Βέλος δὲ καλεῖται τὸ ἐκ χειρὸς βαλλόμενον. Λελιημένος. Προθυμούμενος, ἐσπουδακώς. Τάχιστα. Ταχέως. Ὁ τρόπος ὑπερβολή. Συλήσειε.

### 4 466

Σκυλεύσει. ὅ ἐστι, τὰ ὅπλα ἀποδύσῃ. Μίνυνθα. ἐπ’ ὀλίγον. Ἐρύοντα.

### 4 467

Ἕλκοντα. Κύψαντι.

### 4 468

Ἐπινεύσαντι. Παρ’ ἀσπίδος. Ἐγγὺς τῆς ἀσπίδος. Ἐξεφαάνθη. Ἐξεφάνη. Οὔτησεν.

### 4 469

Ἐκ χειρὸς ἔτρωσε. Ξυστῷ. Ἐξεσμένῳ δόρατι. Χαλκήρεϊ. Σιδήρῳ ἡρμοσμένῳ. Λῦσε δέ. Λυθῆναι δὲ ἐποίησεν. Ἔργον.

### 4 470

Ἡ μάχη. Ἐτύχθη. Κατεσκευάσθη, ἐγένετο. Ἀργαλέον.

### 4 471

Χαλεπὸν, δεινόν. Οἱ δὲ λύκοι ὥς. Οἱ δὲ δίκην λύκων. Διὰ τὸ ἁρπακτικὸν τοῦ ζώου. Ὁ δὲ τρόπος ἀναστροφή. Ἀλλήλοις ἐπόρουσαν.

### 4 472

Ἐφώρμησαν ἀλλήλοις. Ἐδνοπάλιζεν. Ἀνῄρει, ἐφόνευεν. Ἠΐθεον.

### 4 474

Ἄγαν νέον. Θαλερόν. Ἀκμαῖον νέον. Σιμοείσιον. Τὸν Ἀνθεμίωνος παῖδα. Ἴδηθεν.

### 4 475

Ἐκ τῆς Ἴδης. Ἴδη δὲ ὄρος ὑψηλότατον Τροίας. Ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. ἀπὸ τῆς διαθρεψάσης τὸν Δία νύμφης. Δίδυμος δὲ πάντα τὰ ὄρη Ἴδας λέγει. ἀπὸ τοῦ δύνασθαι ἀπ’ αὐτῶν πλεῖστα καθορᾷν. Κατιοῦσα. Κατερχομένη. Παρ’ ὄχθῃσι Σιμόεντος. Παρὰ ταῖς ὄχθαις, ὅ ἐστι, τοῖς χείλεσι τοῦ Σιμόεντος ποταμοῦ. Γείνατο.

### 4 476

Ἀπεκύησεν, ἔτεκεν. Ἐπεί ῥα. Ἐπεὶ δή. Τοκεῦσι. Γονεῦσι, πατράσιν. Ἕσπετο. Ἠκολούθει. Μῆλα. Πρόβατα. Ἰδέσθαι. Θεάσασθαι. Τοὔνεκά μιν.

### 4 477

Τούτου χάριν αὐτόν. Κάλεον. Ἐκάλουν. Θρέπτρα.

### 4 478

Τὰ ὑπὲρ τῆς ἀνατροφῆς χαριστήρια. Αἰών. Ὁ τοῦ ζῇν χρόνος. Ἔπλετο.

### 4 479

Ἐγένετο. Δαμέντι. Δαμασθέντι, ἀναιρεθέντι. Ἰόντα.

### 4 480

Ἐπιόντα. Ἀντικρύ.

### 4 481

Ἐξ ἐναντίας, διαμπάξ. Ἐν κονίῃσιν.

### 4 482

Ἐν τῇ γῇ. Αἴγειρος ὥς. Ὡς αἴγειρος. Ἀναστροφὴ ὁ τρόπος. Ἔστι δὲ εἶδος δένδρου. Ὠνομάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν, καὶ ἀναδόσεως. Ἥ ῥα.

### 4 483

Ἥτις δή. Ἐν εἰαμενῇ. Ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. Ἔλεος. Ἔλους. Ἔλος δὲ καλεῖται ὁ ὁμαλὸς καὶ κάθυδρος τόπος. Πεφύκει. Ηὐξήθη, ἀναδίδοται. Λείη.

### 4 484

Λεία. ὁμαλή. Ἀτάρ τέ οἱ ὄζοι. Οἱ δὲ κλάδοι αὐτῆς. Πεφύασι. Πεφύκασιν. Ἁρματοπηγός.

### 4 485

Ἅρματα συμπηγνύων. τέκτων. Αἴθωνι. Λαμπρῷ. ὀξεῖ. Ἐπ’ ἂν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίγνεται. Ἐξέταμεν.

### 4 486

Ἐξέτεμεν, ἔκοψεν. Ἴτυν. Ἀψίδα. Λέγει δὲ τὴν περιφέρειαν τοῦ τροχοῦ. Δίφρῳ. Τῷ ἅρματι. Περικαλλέϊ. Πάνυ καλῷ. Ἀζομένη.

### 4 487

Ξηραινομένη. Ψιλῶς ἀναγνωστέον· ἐσχημάτισται γὰρ παρὰ τὴν στέρησιν τοῦ ζῆν. Ἐξενάριξεν.

### 4 488

Ἐφόνευσεν. Αἰολοθώρηξ.

### 4 489

Ποικίλον θώρακα ἔχων. Πριαμίδης.

### 4 490

Πριάμου παῖς Ἄντιφος. Ἅμαρτ’.

### 4 491

Διήμαρτεν, ἀπέτυχεν. Λεῦκον. Νῦν προπερισπωμένως ἀναγνωστέον, ἵν’ ᾖ ὄνομα κύριον. Βεβλήκει.

### 4 492

Σχῆμα χρονικόν. Ἔλαβε δὲ ὑπερσυντελικὸν ἀντὶ ὁριστικοῦ. Νέκυν. Νεκρόν. Εἴρηται δὲ παρὰ τὸ νήκηρος, ὁ μὴ ἔχων κέαρ, ὅ ἐστι, ψυχήν. Ἑτέρωσε. Εἰς τὸ ἕτερον μέρος. Ἐρύοντα. Ἕλκοντα. Ἤριπε.

### 4 493

Κατηνέχθε, ἔπεσεν. Ἔκπεσεν. Ἐξέπεσεν. Ἀποκταμένοιο.

### 4 494

Ἀναιρεθέντος. Χολώθη. Ἐλυπήθη, ὠργίσθη. Κεκορυθμένος.

### 4 495

Καθωπλισμένος. Ἀπὸ μέρους τὸ πᾶν. Αἴθοπι. Τῷ λαμπρῷ. Ἀμφί ἑ παπτῄνας.

### 4 497

Περὶ αὑτὸν περιβλεψάμενος. Κεκάδοντο. Ταρασσόμενοι ἐσκορπίζοντο, ἔφευγον. Οὐχ ἅλιον.

### 4 498

Οὐ μάταιον. Ἧκεν. Ἔπεμψε. Νόθον.

### 4 499

Τὸν οὐ γνήσιον, ἀλλ’ ἐκ παλλακίδος ὄντα. Αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ Ποιητῇ τετραχῶς λέγονται. ὁ μὲν γὰρ γνήσιος, ὁ δὲ νόθος καλεῖται παῖς· ὁ δὲ σκότιος, καὶ ἄλλος παρθένιος. Γνήσιος μὲν οὖν καλεῖται, ὁ ἐκ νομίμων γάμων. Νόθος δὲ, ὁ ἐκ παλλακίδος. Σκότιος, ὁ τὸν πατέρα ἀγνοῶν. Σκότιον δέ ἑ γείνατο μήτηρ. Παρθένιος δὲ, ὁ ἐκ παρθένου ἔτι νομιζομένης γενόμενος. ὡς τό· Παρθένιον τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη. Δημοκόωντα. Ὄνομα κύριον. Ὅς οἱ Ἀβυδόθεν ἦλθεν.

### 4 500

Ὅστις αὐτῷ ἐκ τῆς Ἀβύδου παρεγεγόνει πόλεως Ἑλλησπόντου. Παρ’ ἵππων ὠκειάων. Ἐξ ἐκείνου τοῦ τόπου, ἐν ᾧ ἵπποι ἐγεννῶντο ταχεῖς. Εἶπε δὲ, ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου. Κόρσην.

### 4 502

Τὸν κρόταφον. Πέρησε. Διεπέρασε, διῆλθεν. Αἰχμή.

### 4 503

Ἡ ἐπιδορατίς. Τὸν δὲ σκότος ὄσς’ ἐκάλυψε. Σολοικισμὸς παρὰ τὰς πτώσεις, ἔδει γὰρ εἰπεῖν, τοῦ δὲ σκότος ὄσς’ ἐκάλυψε. τούτου δὲ τοὺς ὀφθαλμοὺς τὸ σκότος ἐκάλυψεν. Ἀράβησε δέ.

### 4 504

Ἤχησε δέ. Τεύχεα. Τὰ ὅπλα. Χώρησαν.

### 4 505

Ὑπεχώρησαν, ἔφυγον. Πρόμαχοι. Πρωταγωνισταί. Φαίδιμος. Ἐπιφανὴς, λαμπρὸς ἐν ταῖς πράξεσι. Μέγ’ ἴαχον.

### 4 506

Μέγα ἐβόησαν. Ἐῤῥύσαντο. Εἵλκυσαν. Ἴθυσαν.

### 4 507

Ἐπ’ εὐθείας ὥρμησαν. Νεμέσησεν. Ἐφθόνησεν, ἐβάσκῃνε. Περγάμου ἐκκατιδών.

### 4 508

Ἐκ τῆς ἀκροπόλεως προσχών. Ὅμηρος δὲ μόνην τὴν Ἰλίου ἀκρόπολιν, Πέργαμον καλεῖ· οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις. Ἰστέον δὲ, ὅτι οἱ παλαιοὶ οἱ κτίζοντες τὰς πόλεις, ἐν τοῖς ὑψηλοτέροις τόποις ἀκροπόλεις ἐποίουν, διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς. Κέκλετο. Παρεκελεύσατο. Ἀΰσας. Βοήσας. Ὄρνυσθε.

### 4 509

Ὁρμᾶτε, διεγείρεσθε. Μὴ δ’ εἴκετε. Μὴ δὲ ὑποχωρεῖτε. Χάρμης. Μάχης. κατὰ ἀντίφρασιν. οὐδεὶς γὰρ ἐν αὐτῇ χαίρει. Λίθος χρώς.

### 4 510

Τὸ σῶμα ἀναίσθητος. Μεταφορά. Ἀνασχέσθαι.

### 4 511

Ἀναδέξασθαι, ὑπομεῖναι. Ταμεσίχροα. Τέμνοντα τὸν χρῶτα. Οὐ μάν.

### 4 512

Οὐ μὲν οὖν. Ἠϋκόμοιο. Εὐκόμου. Μάρναται.

### 4 513

Μάχεται. Θυμαλγέα. Τὸν τὴν ψυχὴν ἀλγοῦντα. Πέσσει. Καταδαπανᾷ, ἢ πραΰνει. Ὁ τρόπος μεταφορά. Δεινός.

### 4 514

Φρικτὸς, φοβερός. Κυδίστη.

### 4 515

Ἐνδοξοτάτη. Τριτογένεια. Ἡ Ἀθηνᾶ, ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις. ἢ ἡ ἐπὶ τῷ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα. Ἀμαρυγκείδην.

### 4 517

Ἀμαρυγκέως παῖδα Διώρην. Ἐπέδησεν. Κατέσχε. Χερμαδίῳ.

### 4 518

Χειροπλήθει λίθῳ. Βλῆτο. Ἐβέβλητο. Ὀκρυόεντι. Τραχεῖ. Δεξιτερήν.

### 4 519

Δεξιάν. Ἀγός. Ἡγεμών. Ἰμβρασίδης.

### 4 520

Ἰμβράσου παῖς Πείρως. Αἰνόθεν. Ἀπὸ Αἴνου πόλεως Θρᾴκης. Εἰληλούθει. Παρεγεγόνει, ἐληλύθει. Ἀμφοτέρω δὲ τένοντε.

### 4 521

Ἀμφότερα δὲ αὐτοῦ τὰ κατατείνοντα νεῦρα. Λᾶας. Λίθος. Ἀναιδής. Ὁ ταχύς. Ἄχρις.

### 4 522

Ἕως. Ἀπηλοίησεν. Ἀπέκοψε. Κάππεσε.

### 4 523

Κατέπεσεν. Ἄμφω χεῖρε. Ἀμφοτέρας τὰς χεῖρας. Πετάσσας. Ἐκπετάσας. ἐκτείνας. Θυμὸν ἀποπνείων.

### 4 524

Περιφραστικῶς, τὴν ψυχὴν ἐκπνέων. Ὅς ῥα. Ὅστις δέ. Οὖτα.

### 4 525

Ἔτρωσε. Χύντο.

### 4 526

Ἀθρόως ἐξεχύθησαν. Χολάδες. Τὰ ἔντερα. ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολή· τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι, καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν διάκρισιν τῶν περιττῶν. ἔμελλε γὰρ, ψυχρὰ ὄντα τῇ κράσει, ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη πάντα. Οἱ δὲ ἠτυμολόγησαν παρὰ τὸ χεῖσθαι. οὐ καλῶς. Ἀπεσσύμενον.

### 4 527

Ἀπαλλασσόμενον. ἀπερχόμενον. Πάγη.

### 4 528

Ἐνεπάγη, εἰσῆλθεν. Ἀγχίμολον.

### 4 529

Ἐκ τοῦ σύνεγγυς. μετ’ οὐ πολύ. Τύψε.

### 4 531

Ἐπέπληξεν. Ἐκ δ’ αἴνυτο. Ἀφῃρεῖτο δέ. Οὐκ ἀπέδυσεν.

### 4 532

Οὐκ ἐσκύλευσε. Περίστησαν. Περιέστησαν κύκλῳ. Ἀκρόκομοι.

### 4 533

Ἤτοι, ἄκρως κομῶντες. Ἢ, οἱ μὴ κομῶντες ἄγαν, μήτε πάλιν ἐψιλωμένοι τὴν κεφαλήν. Δολίχ’ ἔγχεα. Τὰ μακρὰ δόρατα. Οἵ ἑ.

### 4 534

Οἵτινες αὐτόν. Μέγαν περ’ ἐόντα. Ἰσχυρόν περ ὑπάρχοντα. Ἴφθιμον. Ἰσχυρόν. Ἀγαυόν. Λαμπρόν. Ὦσαν.

### 4 535

Ἀπώσαντο, ἀπέκρουσαν. Ἀπὸ σφείων. Ἀφ’ ἑαυτῶν. Χασσάμενος. Ἀναχωρήσας. Πελεμίχθη. Διεσείσθη, ἀνεκινήθη. Ὣς τώγε.

### 4 536

Οὕτως οὗτοι. Παρ’ ἀλλήλοισι τετάσθην. Ἐγγὺς ἀλλήλων ἔκειντο ἐκτεταμένοι. Ἐπειῶν.

### 4 537

Ἠλείων. Ἀπὸ Ἐπειοῦ τοῦ Ἠλείου, βασιλέως αὐτῶν. Περικτείνοντο.

### 4 538

Περὶ αὐτοὺς ἀνῃροῦντο. Ἔνθα.

### 4 539

Τότε. Ἔργον. Νῦν, τὸν πόλεμον. Ὀνόσαιτο. Ἐκφαυλίσειε, μέμψαιτο. Μετελθών. Εἰς αὐτοὺς παραγενόμενος. Ἄβλητος καὶ ἀνούτατος.

### 4 540

Ἄβλητος καὶ ἀνούτατος λέγεται, ὁ ἔτι μήτε ἀπὸ διαστήματος τρωθεὶς δόρατι ἢ ὀϊστῷ, μήτε δὲ ἐκ τοῦ ἐγγὺς ξίφει. Τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως. Δινεύοι.

### 4 541

Περὶ αὐτοὺς ἀναστρέφοιτο. Ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων, δῖναι λέγονται. Ἀπερύκοι.

### 4 542

Ἀπείργοι, κωλύοι. Ἐρωήν. Ὁρμήν. Ἤματι κείνῳ.

### 4 543

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Πρηνέες.

### 4 544

Πρηνεῖς, ἐπὶ πρόσωπον, ἀπὸ τοῦ πρόσω νενευκέναι. Τέταντο. Ἐκτεταμένοι ἦσαν, ἀνῄρηντο. Ἔνθ’ αὖ.

### 5 1

Τότε δή. Ἐπίῤῥημα χρονικόν. ἄλλως δὲ, ἐνταῦθα, τοπικόν. Παλλάς. Εὐκίνητος, πολεμική. Παρὰ τὸ πάλλεσθαι, ὅ ἐστι, κινεῖσθαι. Ἢ παρὰ τὰς αἰτίας, ἃς εἶπον ἐν τῇ α . Δῶκεν.

### 5 2

Ἔδωκε, παρέσχε. Μένος. Δύναμιν. Δῶκε μένος καὶ θάρσος. Τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς. Ἵνα οὖν καὶ δύνηται, καὶ θαῤῥῇ, ἀμφότερα αὐτῷ ἔδωκε. Πολλοὶ γὰρ δύνανται μὲν, οὐ θαῤῥοῦσι δέ. Θάρσος δέ ἐστι, κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους, τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ, ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοιε. Κατὰ δὲ τοὺς ἐξ Ἀκαδημίας, καὶ τοὺς Ἐρετρικοὺς, ἐπίτασις θαῤῥαλέα. Κατὰ δὲ τοὺς Κυρηναϊκοὺς, καὶ Ἐπικουρείους, εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὥς φησιν ὁ Ποιητής· Καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. Θάρσος οὖν ἐστι τὸ εὔλογον παράστημα τῆς ψυχῆς· θράσος δὲ, τοὐναντίον. Θάρσος. Ψυχῆς ἀνδρία, πεποίθησις. Ἔκδηλος. Διάδηλος, φανερός. Μετὰ πᾶσιν. Ἐν πᾶσιν. Ἡ γὰρ, μετὰ, πρόθεσις ἀντὶ τῆς, ἐν, κεῖται. Κλέος ἐσθλόν.

### 5 3

Δόξαν ἀγαθήν. Ἄροιτο. Ἀπενέγκοιτο. λάβοι. Δαῖέ οἱ.

### 5 4

Ἔκαιεν, ἔλαμπεν. Ἐκ κόρυθός τε καὶ ἀσπίδος. Ἀντὶ τοῦ, φαντασίαν πυρὸς ἀπὸ τῶν ὅπλων ἐποίει φαίνεσθαι, ὥστε πλέον αὐτὸν εἶναι ἐπίφοβον τοῖς Τρωσίν. Ἀκάματον. Πολύ. Ζωΐλος δὲ ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου, καὶ μέμφεται τὸν Ποιητὴν, ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ. ἐκινδύνευε γὰρ καταφλεχθῆναι ὁ ἥρως. Ἔνιοι μὲν οὖν παρειλῆφθαί φασι τὸ ὡς, κατὰ συνήθειαν τῷ Ποιητῇ. ὡς καὶ ἐν ἑτέροις. Ὥς οἱ μὲν μάρναντο δέμας πυρός. ὡς πυρὸς φαντασίαν, οὐκ εἰδικῶς πῦρ. Ἀστέρ’ ὀπωρινῷ.

### 5 5

Τῷ κατὰ τὸν καιρὸν τῆς ὀπώρας ἀνατέλλοντι ἀστέρι. Λέγει δὲ τῷ κυνὶ, ἢ θερινῷ, καὶ ὀπώρας κατασκευαστικῷ. Ὀπώρα δὲ καλεῖται ὁ μεταξὺ θέρους καὶ φθινοπώρου καιρός. Ἰστέον, ὅτι, διαφέρει ἀστὴρ ἄστρου ταύτῃ· Ὅτι, ὁ μὲν ἀστήρ ἐστιν ἓν σῶμα φύσεως, θειωτέρας ἐννοίας ποιούμενον, ἄστρον δὲ, τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα, ὅ περ μιᾷ φαντασίᾳ ὄψεως ὑποπίπτει, μετά τινος ἱστορίας τὴν ἀπόδοσιν ἔχον. Οἷα τὰ ἐν τῷ ζωδιακῷ, δράκων, αἱ δύο ἄρκτοι, καὶ τὰ λοιπά. Ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ, ὃς καὶ βόρειος καὶ ἀειφανὴς προσαγορεύεται. Ὁ δὲ ἀντικείμενος τούτῳ κύκλος, ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότιος λέγεται. Ἐναλίγκιον. Παραπλήσιον, ὅμοιον τῇ αὐγῇ. Παμφαίνῃσι.

### 5 6

Πανταχοῦ φαίνει. Λελουμένος Ὠκεανοῖο. Νεωστὶ ἀνατέλλων ἐξ Ὠκεανοῦ. Τὰς γὰρ ἀνατολὰς τῶν ἄστρων ἐντεῦθεν ὁ Ποιητὴς συνιστᾷ. Ὠκεανὸς δὲ ποταμὸς, καθ’ Ὅμηρον, περιῤῥέων κύκλῳ τὴν γῆν, ποταμῶν πάντων πατὴρ ὤν. Τοῖόν οἱ πῦρ δαῖε.

### 5 7

Τοιοῦτον αὐτοῦ πῦρ ἀνῆπτο. Ἀπὸ δὲ τούτων, ὅ ἐστι τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος, ὡς προεῖπε, τὴν τῶν ὅπλων στιλπνότητα δηλοῖ. Οὐ γὰρ δὴ πυρὶ ὡμοίωσεν αὐτοῦ τὸ σῶμα, οὐδὲ ὕλῃ τινὶ καιομένῃ, ἀλλὰ λαμπρῷ ἀστέρι, οὗ αἱ αὐγαί εἰσι πυρώδεις. Φησὶ γάρ· Ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅστε μάλιστα Λαμπρὸν παμφαίνῃσιν. Ὦρσε δέ μιν.

### 5 8

Διήγειρε δὲ αὐτόν. Κατὰ μέσσον. Κατὰ τὸ μέσον τῆς μάχης. Κλονέοντο. Διεταράσσοντο. Ἦν δέ τις ἐν Τρώεσσι Δάρης.

### 5 9

Τοῦτο τὸ εἶδος, διήγησις. Τρεῖς γὰρ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, καὶ πιθανότης. ἅπερ ἐνέθηκε τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετήν. Δάρης. Ὄνομα κύριον. Ἀφνειός. Πλούσιος. Οἷον ἀπενεὸς, ὁ μὴ πενόμενος. Ἱρεύς.

### 5 10

Ἱερεὺς, θύτης. Ἤστην. Ἦσαν. δυϊκῶς. Μάχης εὖ εἰδότε πάσης.

### 5 11

Πάσης μάχης ἐπιστήμονες. Τώ οἱ.

### 5 12

Οἵτινες αὐτῷ. Ἀποκρινθέντε. Ἀποχωρισθέντες· τοῦ οἰκείου πλήθους δηλονότι. Ἀντίον. Ἐξεναντίας. Ἄλλοις δυϊκῶς, ἐναντίω. Ὡρμηθήτην. Ὡρμήθησαν. Τὼ μέν.

### 5 13

Οὗτοι μέν. Ἀφ’ ἵπποιϊν. Ἀπὸ τῶν ἵππων. Ὤρνυτο. Ὥρμησεν. Οἱ δ’ ὅτε δή.

### 5 14

Ἐπειδὴ δὲ οὗτοι. Σχεδόν. Ἐγγύς. Ἐπ’ ἀλλήλοισιν ἰόντες. Ἀλλήλοις ἐπερχόμενοι. Προΐει.

### 5 15

Προέπεμπεν. Ἀκωκή.

### 5 16

Ἡ ἐπιδορατίς. Ἔγχος.

### 5 17

Τὸ δόρυ. Ὕστερος. Δεύτερος. Οὐχ’ ἅλιον.

### 5 18

Οὐ μάταιον. Ἔκφυγεν. Ἐξεπέμφθη, ἐξέπτη. Μεταμάζιον.

### 5 19

Μεταξὺ τῶν μαζῶν. Ὦσεν. Ἀπώσατο, κατέβαλεν. Ἀφ’ ἵππων. Ἀπὸ τοῦ ἅρματος. Ἰδαῖος δ’ ἀπόρουσεν.

### 5 20

Ἀφώρμησε. Κατηγορεῖ καὶ τούτου τοῦ τόπου Ζωΐλος. ὅτι λίαν, φησὶ, γελοίως πεποίηκεν ὁ Ποιητὴς τὸν Ἰδαῖον, ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα, φεύγειν. Ἐδύνατο γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις φυγεῖν. Ἀλλὰ ῥητέον, ὅτι κατέθορε μὲν τοῦ ἅρματος, ὡς ὑπερασπίσων τοῦ ἀδελφοῦ. Εὐλαβηθεὶς δὲ τὸν πόλεμον, εἰς φυγὴν ὥρμησεν. Οἱ δὲ λέγουσιν, ὅτι, εἰδὼς τὸ Διομήδους φίλιππον, διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. Ἢ, ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι. Αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ σοφόν. Τοιοῦτος εὑρίσκεται παρ’ αὐτῷ καὶ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος, καὶ τῆς παρούσης συμφορᾶς, καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου. Λιπών. Καταλιπών. Δίφρον. Τὸ ἅρμα. Οὐδ’ ἔτλη.

### 5 21

Οὐδὲ ἐκαρτέρησε. Περιβῆναι. Ὑπερμαχῆσαι. Ἀδελφειοῦ. Ἀδελφοῦ. Κταμένοιο. Ἀναιρεθέντος. Οὐδὲ γὰρ οὐδέ κεν αὐτός.

### 5 22

Οὐδὲ γὰρ δὴ ἂν αὐτός. Ἡ μία περισσὴ ἀπόφασις. Οὐδὲ γὰρ οὐδὲ βίη. Οὐδὲ γὰρ οὐδὲ Δρύαντος. Καὶ ἔστι μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. Ὑπέκφυγεν. Ἐξέφυγε. Κῆρα μέλαιναν. Τὴν θανατηφόρον μοῖραν. Ἔρυτο.

### 5 23

Ἐρύσατο, ἐφύλαξε. Νυκτί. Σκότει. Καλύψας. Περιβαλὼν, σκεπάσας. Ὡς δή οἱ μὴ πάγχυ γέρων.

### 5 24

Ὅπως μὴ αὐτῷ παντελῶς ὁ πρεσβύτης. Ἀκαχημένος εἴη. Λυπηθείη. Ὡς, τιθήμενος, ὀνήμενος, ἀκαχήμενος. Αἰολικῶς. Κατάγειν.

### 5 26

Ἄγειν. Διὰ τοῦτο ἐμφαίνει, ὅτι ἐν κοιλοτέρῳ τόπῳ ἦν τὸ ναύσταθμον. Υἷε Δάρητος.

### 5 27

Ἀντὶ τοῦ, τὼ υἱὼ Δάρητος. Ἐπιφέρει γὰρ, τὸν μέν. Ἀλευάμενον.

### 5 28

Ἐκκλίνοντα, φεύγοντα. Κτάμενον. Ἀνῃρημένον. Παρ’ ὄχεσφι. Παρὰ τοῖς ἅρμασι. Πᾶσιν.

### 5 29

Ἀντὶ τοῦ, πάντων. Πτωτικὸν τὸ σχῆμα. συνήθως γὰρ τῇ δοτικῇ ἀντὶ γενικῆς χρῆται ὁ Ποιητής. Ὠρίνθη. Διεταράχθη. Ἑλοῦσα.

### 5 30

Λαβοῦσα, κρατήσασα. Θοῦρον. Ἐνθουσιαστικὸν, εὐκίνητον ἐν τῷ πολέμῳ. Ἆρες Ἄρες.

### 5 31

Ἀντὶ τοῦ Ἄρη. Τοῦτο δὲ τὸ σχῆμα παλιλλογία καλεῖται. Βροτολοιγέ. Ἀνθρωποφθόρε. Μιαιφόνε. Μιαινόμενε φόνοις. Τειχεσιπλῆτα. Τοῖς τείχεσι προσπελάζων, πορθητά. Ἐὰν δὲ διὰ τοῦ β. γράφηται, ὁ τὰ τείχη καταβάλλων. Ἐάσαιμεν.

### 5 32

Ἐάσωμεν. Μάρνασθαι.

### 5 33

Μάχεσθαι. Ὁπποτέροισιν. Ὁποίοις αὐτῶν. Ὀρέξῃ. Δώσει. παράσχοι. Ἔστι δὲ κυρίως, ἐκτείνειν. ἀφ’ οὗ καὶ ὀργυιὰ ἐκλήθη ἡ ἀφ’ ἑκατέρων τῶν χειρῶν αὐτῶν ἔκτασις. Νῶϊ.

### 5 34

Ἡμεῖς οἱ δύο. Χαζώμεσθα. Ἐκφύγωμεν. Καθεῖσε.

### 5 36

Καθεσθῆναι ἐποίησε, καθίδρυσεν. Ἐπ’ ἠϊόεντι. Ἐπὶ τῷ αἰγιαλοὺς καὶ ὄχθας ἔχοντι. Ἔκλιναν.

### 5 37

Ἐς φυγὴν ἔτρεψαν. Ἕλεν. Νῦν, ἀνεῖλεν. Ἁλιζώνων.

### 5 39

Ἔθνους Θρᾳκῶν. Ἄλλοι δὲ εἶπον, αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν θάλασσαν οἰκούντων ἐθνῶν. Στραφθέντι.

### 5 40

Εἰς φυγὴν τραπέντι, φεύγοντι. Μεταφρένῳ. Νώτῳ. Μεσσηγύς.

### 5 41

Ἀναμέσον, μεταξύ. Ἔλασσε. Διήλασεν, ἔπληξεν. Ἐνῄρατο.

### 5 43

Ἐφόνευσε. Μῄονος. Λυδοῦ. Ἔστι δὲ τὸ ὄνομα ἐθνικόν. Τάρνης.

### 5 44

Τάρνη, πόλις Λυδίας, ἡ νῦν Σάρδις λεγομένη. Νύξεν.

### 5 46

Ἔνυξεν, ἔπληξε. Στυγερός.

### 5 47

Μισητὸς, φρικτός. Εἷλεν. Ἔλαβεν. Ἐσύλευον.

### 5 48

Ἐσύλουν, ἐσκύλευον, ἐγύμνουν. Αἵμονα θήρης.

### 5 49

Ἐπιστήμονα κυνηγετικῆς. Ὀξυόεντι.

### 5 50

Ὀξεῖ. Ἢ ἀπὸ ὀξύας, εἴδους δένδρου, κατεσκευασμένῳ. Θηρητῆρα.

### 5 51

Θηρευτήν. κυνηγόν. Ἄγρια.

### 5 52

Θηρία. Χραῖσμεν.

### 5 53

Ἐβοήθησεν. Ἰοχέαιρα. Ἡ ἰοῖς καὶ βέλεσι χαίρουσα, τοξότις. Ἑκηβολίαι.

### 5 54

Εὐστοχίαι. Ἧισιν. Αἷς. Ἐκέκαστο. Ἐκεκόσμητο. Δουρικλυτός.

### 5 55

Περὶ τὸ δόρυ ἔνδοξος. πολεμικός. Πρόσθεν ἕθεν.

### 5 56

Ἔμπροσθεν αὐτοῦ. Διὰ δὲ στήθεσφι.

### 5 57

Διὰ τοῦ στήθους. Ἤριπεν.

### 5 58

Ἔπεσε. Πρηνής. Ἐπὶ στόμα, ἐπὶ πρόσωπον. Ἀράβησεν. Ἤχησεν. Ὀνοματοποιΐα ὁ τρόπος. Ἁρμονίδεω.

### 5 60

Ἁρμονίδου παιδός. Οἰκεῖον δὲ ὄνομα τέκτονος. παρὰ τὸ συναρμόζειν. Δαίδαλα. Ποικίλα. Τεύχειν.

### 5 61

Κατασκευάζειν, ποιεῖν. Ἔξοχα. Ἐξόχως, ὑπερβαλλόντως. Φίλατο. Ἐφίλησε. Τεκτήνατο.

### 5 62

Κατεσκεύασεν. Ἀρχεκάκους.

### 5 63

Ἀρχὴν τῶν κακῶν παρασχούσας. Ἐγένοντο. Πέλοντο. Οἷ τ’ αὐτῷ.

### 5 64

Καὶ αὐτῷ ἐκείνῳ τῷ κατασκευάσαντι. δηλονότι, Φερέκλῳ. Ἐπεὶ οὔτι θεῶν ἐκθέσφατα ᾔδη. Λακεδαιμόνιοι λιμῷ κρατηθέντες, ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. Ὁ δὲ θεὸς αὐτοῖς ἔχρησεν, ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας. Οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον, τὸ προσταχθὲν ἔπρασσε. Κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο, περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. Συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος, περὶ γυναικὸς μαντευσόμενος. Γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγεται χρῆσαι τὴν Πυθίαν τάδε· Τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν, Οὐκ ἔθ’ ὁμοφρονέοντες, ἐμὸν δόμον εἰσανέβητε; Ἤ τοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν. Αὐτὰρ ὁ πῶλον ἑλεῖν. τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ; Τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον, χωρισθῆναι. Ὁ δὲ λόγος, ἐπεὶ οὐκ ᾔδῃ τὰ ἐκ θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι, χρησμὸν δοθῆναι τοῖς Τρῳσὶν, ἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσανέχειν· μὴ, τῇ θαλάσσῃ χρώμενοι, ἀπολέσωσιν αὐτοὺς καὶ τὴν πόλιν. Οὔτοι. Οὐδαμῶς. Θέσφατα. Θεόφατα. τὰ ἐκ θεῶν μαντευόμενα. Κατέμαρπτε.

### 5 65

Κατελάμβανε. Γλουτόν.

### 5 66

Γλουτὸς, τὸ περὶ τοῖς σφαιρώμασιν ἰσχίον, ἡ κοτύλη. Κατὰ κύστιν.

### 5 67

Κατὰ τὴν φύσκαν. ὅπέρ ἐστιν οὐροδόχον ἀγγεῖον. Γνὺξ ἐριπών.

### 5 68

Ἐπὶ γόνυ πεσών. Οἰμώξας. Στενάξας, βοήσας. Θάνατος δέ μιν ἀμφεκάλυψε. Περιφραστικῶς, ἀπέθανεν. Ἔπεφνεν.

### 5 69

Ἐφόνευσε. Νόθος.

### 5 70

Ὁ μὴ ἐκ νομίμης γυναικὸς ὤν. Πύκα. Ἐπιμελῶς. Ἶσα φίλοισι τέκεσσι.

### 5 71

Ἐπίσης τοῖς προσφιλεστάτοις τέκνοις. Χαριζομένη. Χάριν ποιοῦσα. Πόσεϊ ᾧ. Τῷ ἰδίῳ ἀνδρί. Φυλείδης.

### 5 72

Ὁ Φυλέως παῖς Μέγης. Ἐγγύθεν ἐλθών. Ἐγγὺς παραγενόμενος. Ἰνίον.

### 5 73

Τὸ κοῖλον τοῦ τένοντος. Κέκληται δὲ οὕτως διὰ τὸ νευρῶδες εἶναι. Ἢ, πλατὺ καὶ παχὺ νεῦρον, τὸ καθῆκον ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν αὐχένα. Ἀν’ ὀδόντας.

### 5 74

Κατὰ τῶν ὀδόντων. Τάμεν. Ἀπέτεμεν. Ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν.

### 5 75

Ἤτοι κυρίως, διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον· ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπ’ αὐτοῦ. Τὸν γοῦν ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν. Εὐαιμονίδης.

### 5 76

Εὐαίμονος παῖς Εὐρύπυλος. Ἀρητήρ.

### 5 78

Ἱερεύς. Ἐτέτυκτο. Κατεσκεύαστο. ἦν. Θεὸς δ’ ὥς. Ὡς θεός. Ὁ τρόπος ἀναστροφή. Τίετο. Ἐτιμᾶτο. Μεταδρομάδην.

### 5 80

Ἐπιδραμών. ἐπιδιώξας. Ἔλασεν. Ἔπληξε. Φασγάνῳ.

### 5 81

Τῷ ξίφει. Ἀΐξας. Ὁρμήσας. Ἀπὸ δ’ ἔξεσεν. Ἀπέξεσεν, ἀπέκοψε. Πορφύρεος.

### 5 83

Μέλας. ἢ, ὁ δι’ αἵματος. Κραταιή. Ἰσχυρά. Πονέοντο.

### 5 84

Ἐνήργουν. Γνοίης.

### 5 85

Ἐπέγνως. Ποτέροισι μετείη. Ἐν ποτέροις ᾖ, ἐν ποίοις ὑπάρχοι. Ὁμιλέοι.

### 5 86

Ἀναστρέφοιτο. Θῦνε.

### 5 87

Ἐμμανῶς ὥρμα. Ἂμ πεδίον. Διὰ τοῦ πεδίου. Πλήθοντι. Πεπληρωμένῳ. πλημμυροῦντι. Χειμάῤῥῳ.

### 5 88

Χείμαῤῥοι λέγονται οἱ μὴ ἀέναον τὸ ὕδωρ ἔχοντες, ἀλλὰ χειμῶνος πληρούμενοι ὑπὸ τῶν συνεχῶν ὄμβρων. Ὦκα. Ὀξέως. Ἐκέδασσε. Ἐσκέδασσε, διεσκόρπισε. Γεφύρας. Τὰς διαβάσεις τῶν ποταμῶν. Ἐεργμέναι.

### 5 89

Περιπεφραγμέναι, ἠσφαλισμέναι. Ἰσχανόωσιν. Ἐπέχουσι, λύουσιν. Ἀλωάων.

### 5 90

Χωρίων ἀμπελοφύτων, ἢ δενδροφύτων. Σημαίνει δὲ καὶ τὴν ἅλων, ἐν ᾗ ὁ σῖτος· ἔνιοι δὲ κήπων, ἀρουρῶν. Ἐριθηλέων. Μεγάλως θαλλουσῶν, αὐξανομένων. Ἐξαπίνης.

### 5 91

Ἐξαίφνης. Ἐπιβρίσει. Ἐπιβαρήσει, ἢ σφοδρὸς ἐπέλθῃ. Ὄμβρος. Μέγας ὑετός. βροχή. Ἔργα.

### 5 92

Νῦν τὰ γεώργια. Κατήριπε. Κατέβαλεν. Αἰζηῶν. Νέων. Μίμνον.

### 5 94

Ἔμενον. Θύνοντα.

### 5 96

Ἐνθουσιωδῶς ὁρμῶντα. Πρόσθεν. Πρὸ αὐτοῦ. Κλονέοντα. Ταράσσοντα, πορθοῦντα τὰς πρὸ αὐτοῦ τάξεις. Ἐτιταίνετο.

### 5 97

Ἔτεινεν, εἷλκε. Καμπύλα. Ἐπικαμπῆ. Ἐπαΐσσοντα.

### 5 98

Ἐφορμῶντα. Πάϊσμα γὰρ ἡ τῶν ποδῶν βάσις. Τυχών. Ἐπιτυχών. Θώρηκος γύαλον.

### 5 99

Κατὰ τὸ κοῖλον τοῦ θώρακος. Διὰ δ’ ἔπτατο. Διέπτη δέ. ὅ ἐστι, διῆλθε. Πικρὸς ὀϊστός. Τὸ πικροποιὸν καὶ ἐπίπονον βέλος. Διέσχε.

### 5 100

Διῆλθε. Παλάσσετο. Ἐβρέχετο, ἐμολύνετο. Ἀφ’ οὗ καὶ πηλὸς, ἡ βεβρεγμένη γῆ. Μακρὸν ἄϋσε.

### 5 101

Μέγα ἀνέκραγεν. Ὄρνυσθε.

### 5 102

Ὁρμᾶτε, διεγείρεσθε. Κέντορες ἵππων. Ἱππικοὶ, ἵππους πλήσσοντες. Βέβληται.

### 5 103

Τέτρωται παρὰ τὸ βέλος. Οὐδέ ἑ φημί. Οὐδὲ ὑπολαμβάνω, αὐτόν. Δῆθα.

### 5 104

Ἐπιπολύ. Ἀνσχήσεσθαι. Ἀνθέξειν πρὸς τὴν βολήν. Εἰ ἐτεόν. Εἰ ἀληθῶς. Ὦρσεν.

### 5 105

Ἐφώρμησε, διήγειρεν. Ἀπορνύμενον. Ἀφορμῶντα. Λυκίηθεν. Τῆς Λυκίας χώρας. ἧς ἐβασίλευε Σαρπηδών. Ἔστι δὲ καὶ ἑτέρα τῆς Τρῳάδος πόλις. ἧς ἐβασίλευε Πάνδαρος. Εὐχόμενος.

### 5 106

Αὐχῶν. Ἀναχωρήσας.

### 5 107

Εἰς τοὐπίσω ἀναπηδήσας. Πρόσθ’ ἵπποιϊν καὶ ὄχεσφιν. Ἔμπροσθεν τῶν ἵππων, καὶ τῶν ἁρμάτων. Καπανήϊον.

### 5 108

Τὸν Καπανέως παῖδα, Σθένελον. Ὄρσο.

### 5 109

Διεγείρου. Πέπον. Προσφιλέστατε, νῦν. Καταβήσεο. Κατάβηθι. Ἐρύσῃς.

### 5 110

Ἑλκύσῃς. Ἐξ ὤμοιϊν. Ἐκ τῶν ὤμων. Καθ’ ἵππων.

### 5 111

Ἀπὸ τοῦ ἅρματος. Ἆλτο χαμᾶζε. Καθήλατο εἰς τὴν γῆν. Πὰρ δὲ στάς.

### 5 112

Παραστὰς δέ. Διαμπερές. Διαμπὰξ, διόλου. Ἀνηκόντιζε.

### 5 113

Ἀθρόως ἀνεφέρετο. Στρεπτοῖο χιτῶνος. Τοῦ ἀλυσειδωτοῦ σιδήρου. Δή.

### 5 114

Ἀντὶ τοῦ, καί. Ἀτρυτώνη.

### 5 115

Ἀκαταπόνητε. Φίλα φρονέουσα.

### 5 116

Ἀγαθὰ φρονοῦσα. Δηΐῳ.

### 5 117

Καυστικῷ. φθαρτικῷ. Φίλεε. Ἀντὶ τοῦ, φίλησον. Ἑλεῖν.

### 5 118

Ἐν χερσὶν ἔχειν. Ἐπιφέρει γὰρ τὸ, Εἰς ὁρμὴν ἔγχεος ἐλθεῖν. Φθάμενος.

### 5 119

Φθάσας. Καὶ ἐπεύχεται. Καὶ μεγαλαυχεῖ. Δηρόν.

### 5 120

Ἐπιπολύ. Φάος. Φῶς. Ὁ τρόπος διαίρεσις. Γυῖα.

### 5 122

Μέλη. Ἐλαφρά. Κοῦφα, εὐκίνητα. Μάχεσθαι.

### 5 124

Μάχου. Μένος.

### 5 125

Δύναμιν. Πατρώϊον. Πατρικόν. Ἧκα. Ἐνέθηκα, ἐνέβαλον. Ἄτρομον.

### 5 126

Ἀδεὲς, ἄφοβον. Σακέσπαλος. Πολεμικός. Ἀπὸ τοῦ πάλλειν τὸ σάκος, καὶ κινεῖν. Εἴρηται δὲ, ἐπειδὴ παρὰ πρώτοις εὑρέθη Σάκαις. Σάκαι δέ εἰσιν οἱ Θρᾷκες. Ἄτρομον, οἷον ἔχεσκε. Τυδεὺς ὁ Οἰνέως ἐν τῷ Θηβαϊκῷ πολέμῳ ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ ἐτρώθη. Ἀμφιάρεως δὲ κτείνας τὸν Μελάνιππον, τὴν κεφαλὴν ἐκόμισε. καὶ, ἀνοίξας αὐτὴν ὁ Τυδεὺς, τὸν ἐγκέφαλον ἐῤῥόφει ὑπὸ θυμοῦ. Ἀθηνᾶ δὲ κομίζουσα Τυδεῖ ἀθανασίαν, ἰδοῦσα τὸ μίασμα, ἀπεστράφη αὐτόν. Τυδεὺς δὲ γνοὺς, ἐδεήθη τῆς θεοῦ, ἵνα κἂν τῷ παιδὶ αὐτοῦ παράσχῃ τὴν ἀθανασίαν. Ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον.

### 5 127

Καὶ τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφειλόμην. Πῶς οὖν φησιν ἐν τοῖς ἑξῆς ἀγνοεῖ τὸν Γλαῦκον ὁ Διομήδης, λέγων Τίς δὲ σύ ἐσσι, φέριστε; Καὶ φαμὲν, ὅτι πρὸς καιρὸν ἀφῄρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδίτην, καὶ Ἄρεα. Τρωθέντων δὲ τούτων, πάλιν κατὰ τὰ σιωπώμενα ἀποδίδοται ἡ οἰκεία ἀχλύς. Δι’ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον. Ἐπῆεν. Ἐπῆν, ἐπέκειτο. Γιγνώσκοις.

### 5 128

Ἐπιγιγνώσκοις. Ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. Τόν τε αὐτοπρόσωπον θεὸν, καὶ μεταβαλλόμενον εἰς ἄνδρα τὴν ἰδέαν. Πειρώμενος.

### 5 129

Ἀπόπειραν ποιούμενος. Ἢ, πειρώμενος λανθάνειν ἐν ἀνθρώπου μορφῇ. Αὐτὰρ εἴ κε.

### 5 131

Ἐὰν δέ. Μόνην βούλεται τρωθῆναι τὴν Ἀφροδίτην, διὰ τὸ προειρηκέναι τὸν Δία. Τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη Αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει. Ἔλθῃσιν.

### 5 132

Ἔλθῃ. Ὑποτακτικὸν ῥῆμα. Τήνγ’ οὐτάμεναι. Ταύτην τρῶσαι. Διὰ τί κατὰ τῆς χειρὸς τιτρώσκεται ἡ Ἀφροδίτη; Ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ, καὶ κακῶς ἠρέθισεν, αὐτῆς ἀκοῦσαι. Ἀπέβη.

### 5 133

Ἀπῆλθεν, ἐχωρίσθη. Ἐξαῦτις.

### 5 134

Ἐκ δευτέρου. Ἰών. Πορευθείς. Καὶ πρίν περ.

### 5 135

Καί περ τὸ πρότερον. Τρὶς τόσσον.

### 5 136

Τρὶς τοσοῦτον. Ἕλε. Νῦν, ἔλαβεν. Ὅν ῥα.

### 5 137

Ὅντινα δή. Ἀγρῷ. Ἀγροικίᾳ. Εἰροπόκοις. Ἔρια ἐχούσαις. Ὀΐεσσι. Προβάτοις. Χραύσῃ.

### 5 138

Ἀμύξῃ ἐπ’ ὀλίγον, τὸν χρῶτα ἐπιξύσῃ. Ὑπεράλμενον. Ὑπεραλλόμενον. Οὐ προσαμύνει.

### 5 139

Οὐ προσβοηθεῖ. Σταθμούς.

### 5 140

Τὰς ἐπαύλεις. Δύεται. Κρύπτεται. Τὰ δ’ ἔρημα φοβεῖται. Τὰ δὲ βοσκήματα, ἠρημωμένα τῆς τοῦ ποιμένος βοηθείας, φεύγει. Τινὲς δὲ, ὅπέρ ἐστι βέλτιον, ἐπὶ τοῦ ποιμένος τοῦτο νοοῦσιν. Ὅτι καταδύεται εἰς τὴν ἔπαυλιν φοβούμενος τὴν ἐρημίαν. Οὐδέ ποτε γὰρ ὁ Ποιητὴς οὐδετέρως λέγει τὰ πρόβατα, εἰ μὴ ἀναφέροιτο ἐπὶ τὰ μῆλα ἢ θρέμματα. Ἀγχιστῖναι.

### 5 141

Ἐπάλληλοι, πυκναὶ, πλησίον, ἅμα ἀλλήλοις. Κέχυνται. Κεῖνται ἀθρόαι. Βαθέης ἐξάλλεται αὐλῆς.

### 5 142

Ἀντὶ τοῦ εἰσάλλεται εἰς τὴν βαθείαν ἔπαυλιν ἔνδον, ἤτοι ὑπεράλλεται. Μεμαώς.

### 5 143

Προθυμούμενος. Κληῖδα.

### 5 146

Τὴν κατακλεῖδα. Παρὰ τὸ κατακλείεσθαι ὑπ’ αὐτῆς τόν τε αὐχένα, καὶ τὸν ὦμον. Καὶ Δημοσθένης φησί· τὴν κλεῖν κατεαγότα. Ἐέργαθεν.

### 5 147

Ἐχώρισεν, ἀπέκοψε. Μετῴχετο.

### 5 148

Μετήρχετο, ἐπορεύετο. Ὀνειροπόλοιο.

### 5 149

Ὀνειροκρίτου, περὶ τὴν ὀνειράτων κρίσιν ἀναστρεφομένου. Οὐκ ἐρχομένοις.

### 5 150

Οὐχ’ ὑποστρέφουσιν. Τὸ δὲ ὅλον· οἷστισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους. Ἔστι γὰρ ἕν τι τῶν ἀμφιβόλων. Ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχομένοις. ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχ’ ὅτι οὐδαμῶς ἔκρινεν αὐτοῖς ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους, καὶ τὰ συμβησόμενα ἐμαντεύσατο· ἀλλ’, ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου, ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους. Ὀνείρους. Ἐνύπνια. Σφέας.

### 5 151

Αὐτούς. Μετὰ Ξάνθον.

### 5 152

Ἐπὶ τὸν Ξάνθον. Ἄμφω.

### 5 153

Ἀμφότεροι. Τηλυγέτω. Μονογενεῖς, ἀγαπητοί. Τείρετο. Κατεπονεῖτο. Λυγρῷ. Χαλεπῷ. Ἐπὶ κτεάτεσσιν.

### 5 154

Ἐπὶ τοῖς κτήμασι. Λιπέσθαι. Καταλιπεῖν. Ἐξαίνυτο.

### 5 155

Ἀφείλετο. Πατέρι δέ.

### 5 156

Τῷ δὲ πατρί. Γόον. Θρῆνον. Λεῖπε.

### 5 157

Κατέλιπε. Ζώοντε. Ζῶντας. Χηρωσταί.

### 5 158

Οἱ χήρου καὶ ἄπαιδος κληρονόμοι. Οἱ κατ’ οὐδένα τρόπον προσήκοντες τῷ γένει. Διὰ κτῆσιν δατέοντο. Διαμερίζονται τὴν οὐσίαν. Ἐόντας.

### 5 160

Ὄντας. Θορών.

### 5 161

Ἐφορμήσας. Ἐάξει. Κατεάξει, συντρίψει. Πόρτιος.

### 5 162

Δαμάλεως, μόσχου. Προτάξας τὸ εἶδος, γένος ἐπήγαγε. Ξύλοχον κάτα. Κατά τινα ὑλώδη καὶ σύνδενδρον τόπον. Βοσκομενάων. Βοσκομένων. Ὁ τρόπος ἐπέκτασις. Βῆσε.

### 5 164

Κατεβίβασεν. Ἐσύλα. Ἐσκύλευε. Μετὰ νῆας.

### 5 165

Ἐπὶ τὰς ναῦς. Ἀλαπάζοντα.

### 5 166

Κενοῦντα, πορθοῦντα, φθείροντα. κυρίως δὲ κενοῦντα. Διὸ καὶ Ἀθηναῖοι τὰ κενώματα λάπαθα καλοῦσιν. Ἄν τε μάχην.

### 5 167

Κατὰ τὴν μάχην. Ἀνὰ κλόνον. Κατὰ τὸν θόρυβον, καὶ κατὰ τὴν ταραχήν. Ἐγχειάων. Δοράτων. Πρόσθ’ αὐτοῖο.

### 5 170

Ἔμπροσθεν αὐτοῦ. Ἀντίον. Ἐξ ἐναντίας. Ποῦ τοι τόξον.

### 5 171

Ποῦ σοι ἡ διὰ τῶν τόξων τέχνη. Ἰδὲ πτερόεντες ὀϊστοί. Καὶ τὰ ταχέα ἤτοι ἐπτερωμένα βέλη. Ἐρίζεται.

### 5 172

Ἐρίζει, ἁμιλλᾶται. Σέο.

### 5 173

Σοῦ. Εὔχεται. Καυχᾶται. Ἄφες.

### 5 174

Ἐπίπεμψον. Διῒ χεῖρας ἀνασχών. Εὐξάμενος τῷ Διΐ. Ὅστις ὅδε.

### 5 175

Ὅστις ποτέ ἐστιν οὗτος. Κρατέει. Κρατεῖ, ἄρχει. Ἐπεί.

### 5 176

Σύνδεσμος παραπληρωματικὸς, δηλῶν τὸ ἐπειδή. Γούνατ’ ἔλυσε. Περιφραστικῶς, ἀνεῖλε. Κοτεσσάμενος.

### 5 177

Ὀργισθείς. Ἱρῶν.

### 5 178

Ἱερείων, θυσιῶν. Μηνίσας. Ὀργισθείς. Ἐπιμῆνις. Ἐπίμονος ὀργή. Ἡ ἐπὶ περισσὴ, ὡς τὸ, Βοῶν ἐπιβουκόλος ἀνήρ. Ἐΐσκω.

### 5 181

Εἰκάζω, ὁμοιῶ. Ἀσπίδι γιγνώσκων.

### 5 182

Ἀπὸ τῆς ἀσπίδος γνωρίζων. Αὐλώπιδι. Αὐλίσκον ἐχούσῃ, καθ’ οὗ πήγνυται ὁ λόφος. Ἵν’ ᾖ περικεφαλαίας εἶδος, λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσης. Τρυφαλείῃ. Φαλοὺς ἐχούσῃ τρεῖς. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι, ἢ ἀστερίσκοι. Σάφα.

### 5 183

Σαφῶς, ἀληθῶς, ἀσφαλῶς. Εἰ δ’ ὅγ’ ἀνήρ.

### 5 184

Εἰ δὲ οὗτός ἐστιν ὁ ἀνήρ. Ὅν φημι. Ὃν ἐγὼ ἀπεικάζω. Οὐχ ὅγε.

### 5 185

Οὐχ οὗτος. Τάδε. Ταῦτα. Ἄγχι. Ἐγγύς. Εἰλυμένος.

### 5 186

Κεκαλυμμένος, περιβεβλημένος. Κιχήμενον.

### 5 187

Καταλαμβάνοντα, ἢ ὡρμημένον. Ἔτραπεν. Ἔτρεψεν. Ἄλλῃ. Ἀλλαχόσε. Ἐφῆκα.

### 5 188

Ἐπέπεμψα. Διὰ θώρηκος γυάλοιο.

### 5 189

Διὰ τοῦ κοίλου θώρακος. Ἐφάμην.

### 5 190

Ἐλογισάμην. Ἀϊδωνῆϊ. Τῷ Ἅιδῃ. Θεός νύ τις.

### 5 191

Θεὸς δή τις. Κοτήεις. Ὀργιζόμενος. Οὐ παρέασιν.

### 5 192

Οὐ πάρεισιν. Ὧν κ’ ἐπιβαίην. Ὧν ἂν ἐπιβῶ. Ἐν μεγάροισιν.

### 5 193

Ἐν τοῖς οἴκοις. Πρωτοπαγεῖς.

### 5 194

Πρώτως πεπηγότες, νεοκατασκεύαστοι. Ἀμφὶ δὲ πέπλοι. Περὶ αὐτοὺς δὲ πέπλοι. Πέπλοι δὲ, λεπτὰ ὑφάσματα, ἢ σινδόνες. Ἔστι δὲ γυναικεῖον ἱμάτιον. ὡς ἐκεῖ· Πέπλον μὲν κατέχευεν ἐανὸν πατρὸς ἐπ’ οὔδει. καί· Πέπλος ὅστις τοι χαριέστατος ἠδὲ μέγιστος. Πέπτανται.

### 5 195

Περιβέβληνται, ἤπλωνται. Παρὰ δέ σφιν ἑκάστῳ. Περὶ ἑνὶ δὲ ἑκάστῳ αὐτῶν. Δίζυγες. Διττοὶ ἀνὰ δύο ἐζευγμένοι. Κρῖ.

### 5 196

Κριθάς. Ἀποκοπὴ, τὸ πάθος. Ἐρεπτόμενοι. Κυρίως μὲν, ἐσθίοντες ἐκ τῆς ἔρας, ὅ ἐστι, τῆς γῆς ἀναιρόμενοι. νῦν δὲ καταχρηστικῶς ἁπλῶς ἐσθίοντες. Ὀλύρας. Εἶδος κριθώδους καρποῦ. Αἰχμητά.

### 5 197

Αἰχμητὴς, πολεμικός. Ἐπέτελλε.

### 5 198

Προσέτασσε. Ποιητοῖσι. Καλῶς κατεσκευασμένοις. Ἐμβεβαῶτα.

### 5 199

Ἐμβεβηκότα. Ἀρχεύειν Τρώεσσιν.

### 5 200

Ἡγεῖσθαι τῶν Τρώων. Λέγει δὲ τοὺς τὴν Ζέλειαν πόλιν Τροίαν κατοικοῦντας. Οὐ πιθόμην.

### 5 201

Οὐκ ἐπείσθην. Πολὺ κέρδιον ἦεν. Καταπολὺ κρεῖττον ἂν ἦν. Δευοίατο.

### 5 202

Ἐνδεεῖς γένοιντο. Φορβῆς. Τροφῆς. Εἰωθότες.

### 5 203

Εἰθισμένοι. Ἔδμεναι. Ἐσθίειν. Ἄδδην. Δαψιλῶς. Αἰολὶς ἡ διάλεκτος. Ὣς λίπον.

### 5 204

Οὕτως κατέλιπον. ἢ, διὰ τοῦτο. Πεζός. Ὁ ἐκ ποδῶν μαχόμενος. Πεζὰ γὰρ, τὰ κάτω τοῦ ποδὸς, διὸ καὶ ἀργυρόπεζα. Πίσυνος.

### 5 205

Πεπιστευκὼς, τεθαῤῥηκώς. Τὰ δέ με. Ταῦτα δέ με. Οὐκ ἄρα. Οὐ δή. Ὀνήσειν. Ὠφελήσειν. Δοιοῖσι.

### 5 206

Δύο. Ἀριστήεσσι. Προμάχοις. Ἐφῆκα. Ἔπεμψα. Ἀμφοτέροιϊν.

### 5 207

Ἀμφοτέρων. Ἔσσευα.

### 5 208

Ῥυῆναι ἐποίησα. Ἤγειρα. Παρώρμησα, προέτρεψα. Κακῇ αἴσῃ.

### 5 209

Κακῇ μοίρᾳ. Πασσάλου. Πάσσαλος, ξύλον ἐπίμηκες, ἐμπηγνύμενον πρὸς τὸ κρεμᾶσαι ὅπερ δεῖ. Ἀγκύλα. Ἐπικαμπῆ. Ἑλόμην.

### 5 210

Ἀνελαβόμην. Ἐρατεινήν. Ἐπέραστον, καλήν. Ἡγεόμην Τρώεσσιν.

### 5 211

Ἡγούμην Τρώων. Χάριν. Χάριτα, βοήθειαν. Ἐσόψομαι.

### 5 212

Ἐσίδω, θεάσομαι. Ὑψηρεφές.

### 5 213

Ὑψηλόν. μέγα. Ἀλλότριος φῶς.

### 5 214

Πολέμιος ἀνήρ. Φαεινῷ.

### 5 215

Λαμπρῷ. Ἐν πυρὶ θείην. Ἐν πυρὶ βαλῶ. Εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ. Ἀνεμώλια.

### 5 216

Μάταια. Ὀπηδεῖ. Ἕπεται, ἀκολουθεῖ. Μηδ’ οὕτως ἀγόρευε.

### 5 218

Μὴ δὲ οὕτως λέγε. Πάρος δ’ οὐκ ἔσσεται ἄλλως. Πρὸς τὸ παρὸν οὐ πράξομεν ἄλλως. Πρίν γ’ ἐπὶ νῲ τῷδ’ ἀνδρί.

### 5 219

Πρὶν ἡμᾶς κατὰ τοῦδε τοῦ ἀνδρός. Ἐλθόντε.

### 5 220

Ἀπαντήσαντες, συνελθόντες. Σὺν ἔντεσι. Σὺν τοῖς ὅπλοις. Πειρηθῆναι. Ἀπόπειραν λαβεῖν. Ὀχέων.

### 5 221

Ἁρμάτων. Ἐπιβήσεο. Ἐπίβηθι. Ὄφρα ἴδηαι. Ὅπως μάθῃς. Τρώϊοι.

### 5 222

Ἀπόγονοι τῶν Τρωὸς ἵππων. ἢ, οἱ τῷ Τρωῒ χεχαρισμένοι, ἀντὶ τῆς ἁρπαγῆς Γανυμήδους. Κραιπνά.

### 5 223

Κραιπνῶς, ταχέως. Ἔνθα καὶ ἔνθα. Ἔνθα κἀκεῖσε. Διωκέμεν ἠδὲ φέβεσθαι. Διώκειν καὶ φεύγειν. Σαώσετον.

### 5 224

Σώσουσιν. Εἴπερ ἂν αὖτε. Εἴπερ δὴ πάλιν. Ἐπὶ Τυδείδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.

### 5 225

Ἐὰν ἡμῖν ὁ Ζεὺς δόξαν παράσχῃ ἐπὶ τῷ Τυδέως παιδὶ Διομήδει. Σιγαλόεντα.

### 5 226

Ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ, ἢ τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα. τὰ θαυμαστὰ, καὶ σιωπὴν ἐκ τοῦ θαύματος, ἐντιθέμενα, οἱονεὶ σιγαλόεντά τινα ὄντα. Δέδεξο.

### 5 228

Προσδέχου, ἐπιτήρησον. Μελήσουσι. Δι’ ἐπιμελείας ἔσονται. Τεὼ ἵππω.

### 5 230

Τοὺς σοὺς ἵππους. Ἡνιόχῳ εἰωθότι.

### 5 231

Τῷ συνήθει. τῷ ἐθίσαντι αὐτοὺς ἡνιοχεῖν. Οἴσετον.

### 5 232

Οἴσουσι, κομίσουσι. Φεβώμεθα. Φεύγωμεν. Μὴ τὼ μέν.

### 5 233

Μὴ οὗτοι μέν. Δείσαντε. Φοβηθέντες. Ματήσετον. Ματαιοπραγήσωσι. ματαίαν ἔχωσι τὴν προθυμίαν. Οὐδ’ ἐθέλητον. Οὐδὲ βουληθῶσιν. Ἐκφερέμεν.

### 5 234

Ἐκφέρειν. Ἀπερέμφατον ἀντὶ ἐνεργητικοῦ. Τεὸν φθόγγον ποθέοντες. Τὴν σὴν φωνὴν ποθοῦντες. Νῶϊ δ’ ἐπαΐξας.

### 5 235

Ἡμᾶς δὲ ἐφορμήσας. Αὐτώ τε.

### 5 236

Ἀντὶ τοῦ, ἡμᾶς αὐτούς. δυϊκῶς. Ἐλάσσῃ. Ἀπελάσῃ. Μώνυχας. Μονώνυχας. Τεὰ ἅρματα.

### 5 237

Τὰ σὰ ἅρματα. Ἐπιόντα.

### 5 238

Ἐπερχόμενον. Δεδέξομαι. Ὑποδέξομαι, ἐπιτηρήσω. Ἔχον.

### 5 240

Ἤλαυνον. Ἐμῷ κεχαρισμένε θυμῷ.

### 5 243

Τῇ ἐμῇ ψυχῇ προσφιλέστατε. Ὁρόω.

### 5 244

Ὁρῶ. Ἐπὶ σοὶ μεμαῶτε. Κατὰ σοῦ προθυμουμένους. Ἶν’ ἀπέλεθρον.

### 5 245

Δύναμιν ἀμέτρητον. Πέλεθρον, τὸ καὶ πλέθρον, μέτρον γῆς, ἔχον πήχεις ξϛʹ. δίμοιρον. Ἶνα δὲ εἴρηται ἀπὸ τῆς ὀρθῆς ἴς. Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἐπιστήμων. Μεγαλήτορος.

### 5 247

Μεγαλοψύχου. Ἐκγεγάμεν.

### 5 248

Ἐκγεγεννῆσθαι. Χαζώμεθ’ ἐφ’ ἵππων.

### 5 249

Ἀναχωρῶμεν ὄντες ἐπὶ τῶν ἵππων. Φίλον ἦτορ.

### 5 250

Τὴν προσφιλεστάτην ψυχήν. Ὀλέσσῃς. Ἀπολέσῃς. Μήτε φόβονδ’ ἀγόρευε.

### 5 252

Μηδαμῶς περὶ φυγῆς λέγε. Πεισέμεν. Πείσειν. Οἴω. Οἶμαι, ὑπολαμβάνω. Γενναῖον.

### 5 253

Ἤτοι εὐγενὲς, ἢ ἐκ γένους παρεπόμενον. Ἀλυσκάζοντι. Ἐκκλίνοντι, φεύγοντι. Καταπτώσσειν.

### 5 254

Δειλιᾷν. Ἔμπεδον. Ἑδραῖον, βέβαιον. Ὀκνείω.

### 5 255

Ὀκνῶ. Ἐπιβαινέμεν. Ἐπιβαίνειν. Ἀλλὰ καὶ αὕτως. Ἀλλὰ καὶ οὕτως. Ἀντίον εἶμ’ αὐτῶν.

### 5 256

Ἐξ ἐναντίας αὐτῶν ἄπειμι. Τρεῖν. Εὐλαβεῖσθαι, φοβεῖσθαι. Οὐκ ἔα. Οὐκ ἀφίησιν, οὐ συγχωρεῖ κατὰ διάλυσιν Ὁμηρικῷ ἔθει κατὰ ἀποκοπὴν, ἀπὸ τοῦ οὐκ ἐάα. Τούτω δέ.

### 5 257

Τούτους δέ. δυϊκῶς. Πάλιν. Εἰς τοὐπίσω. Ἀποίσετον. Ἀποίσουσιν, ἀποκομίσουσιν. Ἄμφω.

### 5 258

Ἀμφοτέρους. Ἀφ’ ἡμείων. Ἀφ’ ἡμῶν. Εἰ γοῦν ἕτερός γε φύγῃσιν. Εἰ μήτι ἂν τῶν δύο ὁ ἕτερος διαφύγῃ. Πολύβουλος.

### 5 260

Πολυγνώμων, συνετή. Ἐρυκακέειν.

### 5 262

Κατέχειν. Ἐξ ἄντυγος ἡνία τείνας. Ἐξ ἄρας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας. Λέγει δὲ, τοῦ κύκλου, τοῦ παραπεπηγότος ἐν τῷ ἅρματι πρὸς τὸ ἀνατείνειν τῷ ἐπιβάτῃ. Αἰνείαο δέ.

### 5 263

Αἰνείου δέ. Ἐπαΐξαι. Ἐφορμῆσαι. Ἐκ δ’ ἐλάσαι.

### 5 264

Ἐξελάσαι δέ. Μετά. Ἀντὶ τοῦ, πρός. Εὐρύοπα.

### 5 265

Μεγαλόφωνος. Ποινήν.

### 5 266

Ἀντέκτισιν. δωρεάν. Ὑπ’ ἠώ τ’ ἠέλιόν τε.

### 5 267

Περιφραστικῶς, ὑπὸ τὸ φῶς τοῦ κόσμου τούτου. Γενεῆς.

### 5 268

Γενεᾶς, γένους. Ἔκλεψεν. Ἐνοσφίσατο. Ὑποσχών.

### 5 269

Ὑποβαλών. Θήλεας. Θηλείας. Γενέθλη.

### 5 270

Γέννα. Ἀτίταλλεν.

### 5 271

Ἀνέτρεφε. Μήστωρε φόβοιο.

### 5 272

Ἐπιστήμονας καὶ ἐμπείρους· ὅ ἐστι, πολεμικοὺς, γενναίους. ἢ, φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις. Ἀροίμεθα κέ.

### 5 273

Κτησαίμεθα ἄν. Τάχα.

### 5 275

Ταχέως. Καρτερόθυμε δαΐφρον.

### 5 277

Δυναμικώτατε, ἀνδρειότατε. Ταῦτα δέ φησιν ἐν εἰρωνείᾳ. Ἀγαυοῦ. Ἀγαθοῦ, λαμπροῦ. Δαμάσσατο.

### 5 278

Ἐδάμασεν. ἀνεῖλε. Πικρός. Πικροποιὸς, ἐπίπονος. Αἴκε τύχοιμι.

### 5 279

Ἐὰν ἐπιτύχοιμι. Ἦ ῥα.

### 5 280

Οὕτως εἶπεν. Ἀμπεπαλών. Ἀνατείνας, ἀνασείσας. Προΐει. Προέπεμψε. Δολιχόσκιον. Μακρόν. Πταμένη.

### 5 282

Πτᾶσα. Πελάσθη. Προσεπελάσθη, προσήγγισε. Μακρόν.

### 5 283

Ἐξάκουστον. μέγα. Ἄϋσεν. Ἐβόησε. Βέβληαι.

### 5 284

Τέτρωσαι. Κενεῶνα. Τὸν ὑπὸ τῆς πλευρᾶς τόπον. τὸν λαγόνα. Παρὰ τὸ κενὸν αὐτὸν εἶναι ὀστέων. Διαμπερές. Διαμπὰξ, διόλου. Ἀνσχήσεσθαι.

### 5 285

Ἀνασχέσθαι, ὑπομεῖναι. Μέγ’ εὖχος. Μεγάλην δόξαν, καὶ καύχημα. Οὐ ταρβήσας.

### 5 286

Οὐ καταπλαγεὶς, οὐ φοβηθείς. Ἤμβροτες.

### 5 287

Ἥμαρτες, ἀπέτυχες. Τὸ αὐτὸ σημαίνει καὶ τὸ, οὐκ ἔτυχες. Ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω. Οὐ μὴν ὑμᾶς ὑπονοῶ. Πρίν γ’ ἀποπαύσεσθαι.

### 5 288

Πρότερον ἢ παύσασθαι. Ἆσαι.

### 5 289

Κορέσαι, πληρῶσαι. Ταλαύρινον. Ὑπομονητικόν. Ὣς φάμενος.

### 5 290

Οὕτως εἰπών. Ἴθυνεν. Ἔτρεψε. κατεύθυνεν, ἐνεχθῆναι ἐποίησε. Βέλος δὲ ἴθυνεν Ἀθήνη Ῥῖνα παρ’ ὀφθαλμόν. Καὶ τὰ ἑξῆς. Ζητεῖται, πῶς, Διομήδους ἀκοντίσαντος πεζοῦ, Πανδάρου δὲ ἐπὶ ἅρματος ὄντος, ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν. Ἔστι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ, ᾗ δυνατὸν ἦν τοῦτο ποιῆσαι. Ἔπειθ’, ὅτι προσεπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως ἐτρώθη ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. Οἱ δὲ, ὅτι, ἐν ἀνωμάλοις τόποις μαχομένων, εἰκὸς, τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἐνίοτε ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδην ἀφ’ ὕψους βεβληκέναι. Ἢ, ὅτι δειλωθεὶς τὴν ὁρμὴν τοῦ ἥρωος ὁ Πάνδαρος, συνεκάθισε. Ῥῖνα παρ’ ὀφθαλμόν.

### 5 291

Κατὰ τοῦ μυκτῆρος παρὰ τὸν ὀφθαλμόν. Ἐπέρησε. Διεπέρασε, διῆλθε. Πρυμνήν.

### 5 292

Ἐσχάτην. Ἐξέκοψε δὲ αὐτοῦ τὴν γλῶσσαν, δι’ ἧς ἐπιώρκησεν. Ἐξελύθη.

### 5 293

Ἐξώρμησε, διῆλθε. Νείατον. Ἔσχατον, κατώτατον. Ἤριπεν.

### 5 294

Ἔπεσεν. Ἀράβησεν. Ἤχησεν. Αἰόλα.

### 5 295

Ποικίλα. Παμφανόωντα. Πάνυ λάμποντα. Παρέτρεσαν. Διὰ δέος ἔφυγον. Ὠκύποδες.

### 5 296

Ταχεῖς. Αὖθι. Ἐπὶ τόπον αὐτόθι. Λύθη. Ἐλύθη. Ψυχή τε μένος τε. Περιφραστικῶς, ἀπέθανεν. Ἀπόρουσεν.

### 5 297

Ἀφώρμησεν. Ἐρυσαίατο.

### 5 298

Ἑλκύσειαν. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε.

### 5 299

Περιέβαινε δὲ αὐτῷ, καὶ ὑπερεμάχει. Λέων ὥς. Ὡς λέων. Ἀλκὶ πεποιθώς. Τῇ δυνάμει τεθαῤῥηκώς. Εἴρηται δὲ ἀπὸ ὀρθῆς, τῆς ἂλξ, ὡς ἀπὸ τῆς πλάξ. Ὅστις τοῦγε.

### 5 301

Ὅστις τούτου. Σμερδαλέα.

### 5 302

Καταπληκτικὰ, φοβερά. Ἰάχων. Ἐκβοῶν, κράζων. Χερμάδιον. Χειροπληθῆ λίθον. Μέγα ἔργον.

### 5 303

Μέγα βάρος. Φέροιεν. Κομίζοιεν. Οἷοι.

### 5 304

Ὁποῖοι. Ῥέα. Ῥᾳδίως, εὐκόλως. Πάλλεν. Ἐκίνει, ἔπαλλεν. Οἶος. Μόνος. Ἰσχίον.

### 5 305

Τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα. Ἐνστρέφεται. Ἔνδον στρέφεται. Κοτύλη δὲ, αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται. Θλάσε.

### 5 307

Περιέθραυσε. Πρὸς δ’ ἄμφω ῥῆξε τένοντε. Πρὸς δὲ καὶ ἀμφότερα ἀπέῤῥηξε τὰ κατατεινόμενα νεῦρα. Ὦσεν.

### 5 308

Ἀπώσατο, ἀπέσυρε. Ῥινόν. Τὸ δέρμα. Τρηχύς. Τραχύς. Γνύξ.

### 5 309

Ἐπὶ γόνυ. Ἐριπών. Πεσών. Ἐρείσατο. Ἐπερείσθη. Παχείῃ. Ἰσχυρᾷ. Κελαινή.

### 5 310

Σκοτεινὴ, φοβερά. Καί νύ κεν.

### 5 311

Καὶ δὴ ἄν. Ἔνθ’ ἀπόλοιτο. Τότε ἀπώλετο, ἠφάνιστο. Εἰ μὴ ἄρ’.

### 5 312

Εἰ μὴ δή. Ὀξὺ νόησεν. Ὀξέως καὶ ταχέως ἐθεάσατο. Ἥ μιν.

### 5 313

Ἥτις αὐτόν. Ὑπ’ Ἀγχίσῃ. Συγγενομένη τῷ Ἀγχίσῃ. Βουκολέοντι. Βοῦς νέμοντι. Ἀμφὶ δὲ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ.

### 5 314

Περιέθηκε δὲ τῷ ἑαυτῆς παιδὶ τοὺς λευκοὺς πήχεις. τουτέστι, περιεπτύξατο καὶ ἐνηγκαλίσατο αὐτόν. Ἑόν. Ἴδιον. Ἐχεύατο. Περιεπτύξατο, περιέλαβε. Πήχεε λευκώ. Τοῖς λευκοῖς πήχεσι. λέγει δὲ ταῖς χερσὶν, ἀπὸ μέρους. Πρόσθεν δέ οἱ.

### 5 315

Ἔμπροσθεν δὲ αὐτοῦ. Οὐχ ὡς ἄτρωτον δὲ περιβάλλει αὐτῷ τὸν πέπλον, ἀλλ’ ἵνα κρύψῃ αὐτόν. Φαεινοῦ. Λαμπροῦ. Πτύγμ’ ἐκάλυψεν. Ἀντὶ τοῦ, διπλῷ τῷ πέπλῳ. Ἕρκος.

### 5 316

Περίφραγμα, τειχίον. Ἔμεν. Ὑπάρχειν, εἶναι. Ταχυπώλων. Ἱππικῶν, πολεμικῶν. Ἕλοιτο.

### 5 317

Ἀφέλοιτο. Ὑπεξέφερεν.

### 5 318

Ἠρέμα ἐξέφερεν. Ἐλήθετο.

### 5 319

Ἐπελάθετο. Συνθεσιάων. Συνθηκῶν, ἐντολῶν. Τάων.

### 5 320

Τούτων. Ἐπέτελλε. Προσέταττεν. Ἠρύκακε.

### 5 321

Κατέσχε. Νόσφι.

### 5 322

Χωρὶς, πόῤῥω. Φλοίσβου. Ταραχῆς, θορύβου. Ἐπαΐξας.

### 5 323

Ἐφορμήσας. Ἐξέλασεν.

### 5 324

Ἐξήγαγεν, ἤλασεν. Ὃν περὶ πάσης τῖεν ὁμηλικίης.

### 5 325

Ὃν ὑπὲρ πάντας ἐτίμα τοὺς ὁμήλικας. Ὅτι οἱ.

### 5 326

Ὅτι αὐτῷ. Ἄρτια. Ὑγιῆ, ἡρμοσμένα. Ὧν ἵππων.

### 5 328

Τῶν ἰδίων ἁρμάτων. Μέθεπε.

### 5 329

Κατόπιν Ἀφροδίτης ἐδίωκε. Κρατερώνυχας. Ἰσχυροὺς ὄνυχας ἔχοντας. Ἐμμεμαώς.

### 5 330

Προθυμούμενος. Ὅδε Κύπριν ἐπῴχετο. Ἐπὶ Ἀφροδίτην ὥρμα. Οὕτως γὰρ ἐκλήθη ἡ θεὸς, παρόσον ἐν τῇ Κύπρῳ μεγάλως τιμᾶται. Νηλέϊ. Ἀνηλεεῖ, σκληρῷ. Γιγνώσκων.

### 5 331

Ἐπιστάμενος. Ἄναλκις. Ἀσθενής. Θεάων. Τῶν θεῶν. θηλυκῶς. Ἡ διάλεκτος Βοιωτῶν. Τάων.

### 5 332

Τούτων. Αἵ. Αἵτινες. Κοιρανέουσι. Διατάσσουσι. Πτολίπορθος.

### 5 333

Πόλεις πορθοῦσα, πολεμική. Ἡ γὰρ αὐτὴ Ἐνυὼ, δαίμων ἐστὶ πολεμική. ἧς οἱ νεώτεροι Ποιηταὶ υἱὸν εἶναι φασὶ τὸν Ἄρεα. καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον, μητρωνυμικῶς. Ὅμιλον.

### 5 334

Πλῆθος, θόρυβον. Ἀπὸ τῆς παρακολουθούσης ἐν ὄχλῳ ὁμιλίας. Ὀπάζων. Νῦν κατόπιν διώκων. Ἡ γὰρ λέξις αὕτη πλείονα σημαίνει. ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι. ὡς ἐκεῖ· Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει. ποτὲ δὲ τὸ καταφέρεσθαι. ὡς ἐν ἐκείνοις· Χειμάῤῥους κατ’ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ. ποτὲ δὲ, τὸ ἐπιλέγεσθαι· ὡς ἐκεῖ· Ἢ καὶ νεώτερον υἱὸν ὀπάσσατο. Κυδαλίμοιο. ποτὲ δὲ τὸ διώκειν. ὡς ἐνθάδε· Ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων. Ἄκρην οὔτασε χεῖρα.

### 5 336

Ἐκ τοῦ σύνεγγυς ἄκραν τὴν χεῖρα αὐτῆς ἔτρωσε. Μετάλμενος. Ἐφαλλόμενος. Ἀβληχρήν.

### 5 337

Ἀσθενῆ, ἁπαλήν. Εἶθαρ. Εὐθέως, καὶ παραχρῆμα. Ἀντετόρησε. Διῆλθε, διέτρησεν. Ἀμβροσίου.

### 5 338

Θείου. Ὅν οἱ. Ὅνπερ αὐτῇ. Κάμον. Ἔκαμον κατασκευάζουσαι. Πρυμνόν.

### 5 339

Τὸ ἔσχατον. Ὑπὲρ τὸ κοῖλον τῆς χειρός. Λέγει δὲ τὸ μεταξὺ τοῦ λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου. τὸ σαρκῶδες καὶ κοῖλον τῆς χειρός. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. Ἄμβροτον. Θεῖον, οὗ οὐ μετέχουσιν οἱ ἄνθρωποι. Ἰχώρ.

### 5 340

Ὑγρασία τὶς διεφθαρμένης σαρκὸς ὕφαιμος. Οἷος. Ὁποῖος. Μακάρεσσι. Τοῖς μακαρισμοῦ ἀξίοις θεοῖς. Οὐ γὰρ σῖτον ἔδουσιν.

### 5 341

Οὐ διὰ τὸ μὴ ἄρτον αὐτοὺς ἐσθίειν, μήτε οἶνον πίνειν, θεοὶ ὑπάρχουσιν, ἀλλὰ διὰ τὸ ἀθανάτους εἶναι τῶν τοιούτων τροφῶν ἀπέχονται. Οὐ γὰρ σῖτον ἔδουσι. Καὶ μὴν πολλὰ τῶν ζώων οὐ σῖτον ἔδουσιν, οὐκ οἶνον πίνουσι, καὶ οὔτε ἄναιμα, οὔτε ἀθάνατά εἰσι. Τοίνυν προσυπακουστέον τὸ, οὐκ ἔδουσι σῖτον, ἀλλ’ ἀμβροσίαν. οὐ πίνουσιν αἴθοπα οἶνον, ἀλλὰ νέκταρ. Ἔδουσιν. Ἐσθίουσιν. Αἴθοπα. Μέλανα. Τοὔνεκα.

### 5 342

Τούτου χάριν. Ἀναίμονες. Ἄνευ αἵματος. Ἀναίμονες μὲν, ἐπεὶ οὐ τρέφονται· ἀθάνατοι δὲ, ὅτι ἀναίμονες. Ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίγνεται. Ἰάχουσα.

### 5 343

Βοήσασα, κράξασα. Κάββαλε. Κατέβαλε. Μετὰ χερσί.

### 5 344

Διὰ τῶν ἑαυτοῦ χειρῶν. Ἐρύσατο. Ἐφύλαξεν, ἔσωσε. Κυανέῃ νεφέλῃ.

### 5 345

Μελαίνῃ νεφέλῃ. Λέγει δὲ, τῇ ἀορασίᾳ. Τῇ δ’ ἐπί.

### 5 347

Ἐπὶ ταύτῃ δέ. Εἶκε.

### 5 348

Ὑποχώρει. Δηϊοτῆτος. Τῆς μάχης. Παρὰ τὸ ἐν αὐτῇ πολλοὺς δῃοῦσθαι, ὅ ἐστι, κόπτεσθαι. Ἢ οὐχ ἅλις.

### 5 349

Ἢ οὐχ αὔταρκες. Ἀνάλκιδας. Ἀσθενεῖς. Ἠπεροπεύεις. Ἀπατᾷς διὰ τοῦ ἔρωτος τοὺς ἄνδρας. Πωλήσεαι.

### 5 350

Φοιτήσεις, παραγενήσῃ, ἢ ἀναστραφήσῃ. Ῥιγήσειν.

### 5 351

Φρίξειν, εὐλαβηθῆναι. Ἑτέρωθι. Ἀλλαχόσε. Πύθηαι. Ἀκούσῃς, γνῷς. Ὁ δὲ λόγος· ἐὰν πάλιν ἔλθῃς εἰς πόλεμον, τηνικαῦτα σε κακῶς διάθωμαι, ὡς καὶ ἄλλοθί που πόλεμον ἀκούσασαν εὐλαβηθῆναι. Ἀλύουσα.

### 5 352

Ἀδημονοῦσα, καὶ οἷον λύσιν μὴ εὑρίσκουσα τῶν κακῶν. Αἰνῶς. Δεινῶς, χαλεπῶς. Ἑλοῦσα.

### 5 353

Λαβομένη. Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα. Ἔξαγ’ ὁμίλου. Ἐξήγαγε τοῦ πλήθους. Ἀχθομένην.

### 5 354

Ὀδυνωμένην, βαρουμένην. Ὀδύνῃσιν. Ὀδύναις. Μελαίνετο δὲ χρόα καλόν. Μέλαν τὸ σῶμα αὐτῆς ἐγίγνετο, ὅ ἐστιν, ἐπελιδνοῦτο τὸ καλὸν αὐτῆς σῶμα. Ἐπ’ ἀριστερά.

### 5 355

Ἐπὶ τὸ ἀριστερὸν τῆς μάχης μέρος. Θοῦρον. Τὸν ὁρμητικὸν καὶ πολεμιστήν. Ἠέρι δ’ ἔγχος ἐκέκλιτο, καὶ ταχέ’ ἵππω.

### 5 356

Ἀντὶ τοῦ, ὁμίχλῃ δὲ αὐτοῦ ἐκεκάλυπτο τὸ δόρυ καὶ οἱ ἵπποι. ὅ ἐστιν, ἀόρατος ἦν. Ἐκέκλιτο. Περιεκέκλιτο, περιέκειτο. Καὶ ταχέ’. Ἀντὶ τοῦ, οἱ ταχεῖς. Γνύξ.

### 5 357

Ἀντὶ τοῦ, ἐπὶ γόνυ. Ἐριποῦσα. Πεσοῦσα. Χρυσάμπυκας.

### 5 358

Χρυσοχαλίνους, ἀπὸ μέρους, ἢ, χρυσοκόμους. Κυρίως γὰρ ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετώπου τεινομένη, ᾗ συνδοῦνται αἱ τρίχες. Ἤιτεεν. Ἤιτει. Φίλε.

### 5 359

Προσφιλέστατε. Κασίγνητε. Ἀδελφέ. Ἐκκόμισαι. Ἐπιμελείας καταξίωσον, περίσωσον. Ὅθεν ἱπποκόμοι, οἱ ἐπιμελούμενοι τῶν ἵππων. Ἵνα.

### 5 360

Ὅπου. Ἕδος. Ἕδρασμα, κάθισμα, οἶκος. Λίην.

### 5 361

Λίαν, πάνυ. Ἄχθομαι. Βαροῦμαι ὑπὸ τοῦ τραύματος. Ὃς νῦν γε καὶ ἂν Διῒ πατρὶ μάχοιτο.

### 5 362

Ὃς οὐκ ἂν ἀπόσχοιτο οὔτε τῆς πρὸς τὸν Δία μάχης. Ἀκηχεμένη.

### 5 364

Λυπουμένη. Πὰρ δέ οἱ.

### 5 365

Πὰρ αὐτὴν δέ. Λάζετο. Ἐλάμβανε. Μάστιξεν.

### 5 366

Ἔπληξεν. Ἐλάαν. Ἐλαύνειν. Οὐκ ἄκοντε. Οὐκ ἀπροθύμως, ἀλλὰ προθύμως. Πετέσθην. Ἔτρεχον. ὑπερβολικῶς. Αἰπύν.

### 5 367

Ὑψηλόν. Ποδήνεμος.

### 5 368

Τοῖς ποσὶ ταχεῖα. Παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ.

### 5 369

Παρέβαλε δὲ αὐτοῖς τὸ θεῖον ἔδεσμα. Ὅ ἐστι, τροφήν. Ἀγκάς.

### 5 371

Εἰς τὰς ἀγκάλας. Ἐλάζετο. Ἐλάμβανε. Θυγατέρα ἥν. Τὴν ἑαυτῆς θυγατέρα. Τίς νύ σε.

### 5 373

Τίς δή σε. Τοιάδ’ ἔρεξε. Τοιαῦτα εἰργάσατο, ἢ ἔδρασεν. Οὐρανιώνων. Τῶν ἐν οὐρανῷ οἰκούντων θεῶν, ἢ ἀπὸ τοῦ Οὐρανοῦ τὸ γένος ἐχόντων. Μαψιδίως.

### 5 374

Ματαίως. Ῥέζουσαν. Πράττουσαν. Ἐνωπῇ. Ἐν ὄψει, φανερῶς. Οὖτά με.

### 5 376

Ἔτρωσέ με. Ὑπέρθυμος. Μεγαλόψυχος, γενναῖος. Ὑπεξέφερον.

### 5 377

Ὑπεκόμιζον, ἐξέφερον. Ἐστίν.

### 5 378

Ὑπάρχει. Οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή.

### 5 379

Δεινὴ μάχη. Προσληπτέον δὲ τὸ, ἐστί. Τέτλαθι.

### 5 382

Καρτέρησον. ὑπόμεινον. Ἀνάσχεο. Ἀνάσχου. Κηδομένη περ. Καίπερ λυπουμένη. Τλῆμεν.

### 5 383

Ἐκαρτερήσαμεν, ὑπεμείναμεν. Ἐξ ἀνδρῶν, χαλεπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες.

### 5 384

Ὑπὸ ἀνθρώπων, ἀλλήλους κακῶς πράσσοντες. Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης.

### 5 385

Ἐκαρτέρησε μὲν ὁ Ἄρης, καὶ ὑπέμεινεν. Ὦτος δὲ καὶ Ἐφιάλτης, Ἀλωέως παῖδες, καὶ Ἰφιμεδείας, κατ’ ἐπίκλησιν δὲ Ποσειδῶνος, μέγιστοι καὶ ἰσχυροὶ γενόμενοι, ἔπαυσαν τοὺς πολέμους. Διὸ ἐμυθεύθη, ὅτι ἔδησαν τὸν Ἄρην. Τλῆ μὲν Ἄρης. Ἀρίσταρχος ἀξιοῖ τὰ φραζόμενα ὑπὸ τοῦ Ποιητοῦ μυθικώτερον ἐκδέχεσθαι, κατὰ τὴν Ποιητικὴν ἐξουσίαν, μηδὲν ἔξω τῶν φραζομένων ὑπὸ τοῦ Ποιητοῦ περιεργαζομένους. Ὦτος οὖν καὶ Ἐφιάλτης γόνῳ μὲν ἦσαν Ποσειδῶνος, ἐπίκλησιν δὲ Ἀλωέως. Οὗτοι, ὑπερφυεῖς κατὰ μέγεθος γενόμενοι, τὸν Ἄρην παρ’ αὑτοῖς ἔδησαν. Χρόνου δὲ διελθόντος, ἡ Ἐρίβοια, μητρυιὰ μὲν τούτων, γυνὴ δὲ Ἀλωέως, ἔπεισε τὸν Ἑρμῆν, ὅπως κλέψῃ τὸν Ἄρην, κἀκείνους αὐτοὺς, ἀντὶ τῶν δεσμῶν, εἰσπράξηται τιμωρίαν. Ὁ δὲ, πεισθεὶς, τοῦτο ἐποίησεν. Οἱ δὲ οὐδὲ τότε τῆς ὑπερηφάνου ἀδικίας ἐπαύσαντο, ἀλλὰ Ἥραν καὶ Ἄρτεμιν ἐπείραζον. Ἀγανακτήσασα δὲ Ἄρτεμις, κυνηγετοῦσιν αὐτοῖς ἔπεμψεν ἔλαφον, ἥτις μεταξὺ τῶν δύο εἰσελθοῦσα, παραιτία τελευτῆς αὐτοῖς ἐγένετο. Προϊέμενοι γὰρ ὡς ἐπ’ αὐτὴν τὰ δόρατα ἀμφότεροι, τῆς μὲν ἀπέτυχον, ἀλλήλους δὲ πλήξαντες, ἀπέθανον. Ἄλλοι δὲ πιθανώτερον ἐξηγούμενοι τὰ Ὁμήρου, τοὺς Ἀλωείδας τούτους φασὶ γενέσθαι βασιλεῖς τῆς Ἑλλάδος. Πολλῆς δὲ καὶ βαρβάρου γῆς ἐπικρατήσαντας, καταπαῦσαι τὸν πόλεμον, καὶ τὰς εἰς αὐτὸν παρασκευὰς, καὶ ἐν εἰρήνῃ ποιῆσαι βιοτεύειν τοὺς ἀνθρώπους. Διὰ τούτου ἔδοξαν δῆσαι τὸν Ἄρην, τουτέστι, τὸν πόλεμον. Οἱ νεώτεροι δὲ ἱστοροῦσι ποιηταὶ, μόνον τὸν Ἄρην ἀπολειφθέντα τῶν ἄλλων θεῶν ἐν τοῖς Ὑπερβορέοις μέρεσι συλληφθῆναι, καὶ συνδεθῆναι ὑπὸ τῶν Ἀλωειδῶν, καὶ διατεθῆναι εἰς Κέραμον, πόλιν τῆς Καρίας καὶ ἐνταῦθα βασανισθῆναι μησὶ τρισκαίδεκα, μέχρις οὗ ἡ Ἐρίβοια, ἡ τῶν Ἀλωειδῶν μητρυιὰ, ἐμήνυσε τῷ Ἑρμῇ, ὁ δὲ ἐξέκλεψεν αὐτόν. Οἱ δέ φασιν, ἐν τῇδε τῇ ἱστορίᾳ περὶ τῶν μετεώρων διαλέγεσθαι τὸν Ὅμηρον, μαθηματικὸν ὄντα.

### 5 385 (50)

Ἐπεὶ γὰρ ὁ Ἄρεος ἀστὴρ, ὁ Σιδήρειος καλούμενος, ἐν τῷ Λέοντι γιγνόμενος, ὀκτὼ μησὶ στηρίζει, κατὰ τοῦτο λέγειν τὸν Ποιητήν· Χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· τῷ πλείονι ἀριθμῷ χρησάμενον διὰ τὸ ἄστρον. Χάλκεον δὲ πίθον λέγει τὸν λέοντα. Ἐν γὰρ τῷ ζωδίῳ τούτῳ γενόμενος ὁ ἥλιος, ἔξοπτα ποιεῖ, καὶ μεγάλα καύματα, ὥς φησι καὶ Ἄρατος· Ἔνθα μὲν ἠελίοιο θερείτατοί εἰσι κέλευθοι. Αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι· Ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι. Βέλτιον λέγειν δὲ, ὅτι φιλοσοφεῖν βούλεται διὰ τῆσδε τῆς ῥαψῳδίας, ὡς καὶ δι’ ὅλης τῆς ποιήσεως. Ἄρην οὖν ὀνομάζει τὸν θυμὸν, Ὦτον δὲ καὶ Ἐφιάλτην, τοὺς ἐν παιδείᾳ λόγους. τούτῳ γὰρ ὁ μέν τις ἐκ μαθήσεως καὶ διδασκαλίας κινεῖται· ὁ δὲ ἕτερός ἐστιν ἐνδιάθετος, καὶ ἐκ φύσεως παρεπόμενος τοῖς ἀνθρώποις. Τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον, Ὦτον προσηγόρευσεν, ὅτι διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι. Τὸν δὲ ἐνδιάθετον, καὶ ἐκ φύσεως παρεπόμενον τοῖς ἀνθρώποις, Ἐφιάλτην ὠνόμασεν, οἷον τὸν αὐτομάτως ἐφαλλόμενον, ἤτ’ οὖν ἐπερχόμενον ταῖς διανοίαις ἡμῶν. Ὑπὸ τούτων δὲ ἀμφοτέρων φησὶ δεθῆναι τὸν Ἄρην, τουτέστι, τὸν θυμὸν, καὶ ἐπὶ πολὺ βασανισθῆναι. ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους, κατέχειν μὲν τὴν ὀργὴν καὶ ἐπιθυμίαν, ἥκιστα δὲ θυμῷ χρῆσθαι. ὅπερ φησὶν Ὅμηρος· κατέχεσθαι μὲν τὸν θυμὸν ἐπὶ τῶν λόγων τούτων, ἐπεὶ πάντοτε οἱ τῆς παιδείας λόγοι, ἐκπαιδεύουσι καὶ ἀναγκάζουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα πράττειν, καὶ μὴ πολλάκις ὀργῇ χρωμένους κατὰ τῶν φίλων ἀνήκεστόν τι πράττειν. Ἐκδιδάσκουσι δὲ καὶ, ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι, καὶ φίλων καὶ ἀδελφῶν μήδεσθαι, καὶ τῶν ἄλλων ἁπάντων. Αὖτις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, ἢ Ἐριβοίας, τοῦτο μηνυούσης. Ἑρμῆ πάλιν ὀνομάζων τὸν λόγον, ὅτι ἑρμηνεὺς γίγνεται πάντων ὁ λόγος. Ἐρίβοιαν δὲ ὀνομάζει τὴν στάσιν, παρὰ τὸ, μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν.

### 5 385 (100)

ἐπειδὴ πολλάκις ὁ λόγος ἐξουσίαν δίδωσι τῷ θυμῷ, χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅτ’ ἂν ὑπὲρ πατρίδος δέοι, καὶ ὑπὲρ παίδων, καὶ γονέων, καὶ κτημάτων, καὶ πολιτείας, πρὸς πολεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκ ἔτι κατέχει τὸν θυμὸν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει. ἀλλὰ τοὐναντίον αὐτὸν παρακελεύεται καὶ προτρέπεται χρῆσθαι κατὰ τῶν μὴ οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ τῶν πολεμίων ληφθέντες κακῶς πάθωμεν. Ἀλωῆος.

### 5 386

Ἀλωέως. Κρατερῷ. Ἰσχυρῷ. Χαλκέῳ δ’ ἐν κεράμῳ.

### 5 387

Χαλκῷ ἀγγείῳ, πίθῳ, ἢ δεσμῳτηρίῳ. οἱ γὰρ Κύπριοι τὸ δεσμωτήριον κέραμον καλοῦσι. Καί νύ κε.

### 5 388

Καὶ δὴ ἄν. Ἔνθα. Τότε. Ἆτος πολέμοιο. Ὁ ἀπλήρωτος καὶ ἀκόρεστος τοῦ πολέμου. Εἰ μὴ μητρυιή.

### 5 389

Ἐὰν μὴ ἡ τοῦ Ἑρμοῦ μητρυιὰ ἡ Ἐρίβοια ἀπήγγειλε τῷ Ἑρμῇ, ἵνα ἐκκλέψῃ τὸν Ἄρην τοῦ δεσμοῦ. Ἐρίβοια δὲ, ἡ ἀέρια καὶ μεγάλα βοῶσα. Ἀντίμαχος δὲ ὁ Κολοφώνιος τὴν Ἐρίβοιαν μητρυιὰν Ὤτου καὶ Ἐφιάλτου παραδίδωσι. Περικαλλής. Πάνυ καλή. Ἐξήγγειλε.

### 5 390

Παρεκάλεσεν, ἐδεήθη. Ἤδη.

### 5 391

Εὐθέως. Ἐπίῤῥημα χρόνου δηλωτικόν. Τειρόμενον. Καταπονούμενον. Ἕ. Αὐτόν. Ἐδάμνα. Ἐδάμαζε, κατεπόνει. Τλῆ δ’ Ἥρη.

### 5 392

Ἐκαρτέρησε δὲ καὶ ἡ Ἥρα. Παῖς Ἀμφιτρύωνος. Ὁ Ἡρακλῆς. Ἑκατέραις γὰρ γενεαλογίας καλεῖ αὐτὸν ὁ Ποιητὴς, ὁτὲ μὲν Διὸς υἱὸν λέγων, ὁτὲ δὲ Ἀμφιτρύωνος. Τλῆ δ’ Ἥρη. Εὔρυτος ὁ Οἰχαλίας τῆς ἐν Βοιωτίᾳ βασιλεὺς, προέθηκε τὸν τῆς θυγατρὸς Ἰόλης γάμον, τῷ κατὰ τὴν τοξικὴν αὐτὸν νικῆσαι δυναμένῳ, ἢ, ὥς τινες, τοὺς παῖδας. Παρὰ γὰρ Ἀπόλλωνος εἰλήφει τὴν τοξικήν. Ἡρακλέους δὲ διαγωνισαμένου, ἀγανακτήσας ὁ Εὔρυτος, οὐκ ἀπεδίδου τὴν κόρην. Ὀργισθεὶς δὲ Ἡρακλῆς, ἐπόρθησε τὴν Οἰχαλίαν, τὴν δὲ Ἰόλην αἰχμάλωτον ἤγαγεν. Οὐδὲ τῆς ὀργῆς ἐπαύσατο. ἀλλὰ καὶ Ἴφιτον τὸν Εὐρύτου, εἰς Τίρυνθα παραγενόμενον ἐπὶ ζήτησιν ἵππων, ξενίσας, ἀπέκτεινε. Φεύγων δὲ τὸ τοῦ φόνου μῦσος, παρεγένετο πρὸς Νηλέα, καθάρσεως τευξόμενος. Τῶν δὲ παίδων αὐτοῦ μὴ βουλομένων ὑποδέξασθαι, ὁ Νηλεὺς ἐξέβαλεν αὐτόν. Ἡρακλῆς δὲ ἐκεῖθεν χωρισθεὶς, ἐπεξενώθη Δηϊφόβῳ τῷ τῶν Ἀρκάδων βασιλεῖ. καὶ οὕτως ἐκαθάρθη τοῦ φόνου. Καὶ ὕστερον ἐπιστρατεύσας Νηλεῖ, οὐ μόνον τὴν Πύλον ἐπόρθησεν ἀλλὰ καὶ Ἥραν, Νηλεῖ συμμαχοῦσαν, ἔτρωσεν, αὐτόν τε Νηλέα τοῖς παισὶν ἅμα κτείνει, δίχα τοῦ νεωτέρου Νέστορος. Οὗτος γὰρ ἐν Γερήνοις ἀνετρέφετο, διόπερ ἐσώθη. Ὅθεν αὐτὸν Γερήνιον ὁ Ποιητὴς προσηγόρευσε. Δεξιτερὸν κατὰ μαζόν.

### 5 393

Κατὰ τὸν δεξιὸν μαζόν. Τριγλώχινι. Τρεῖς ἀκίδας ἔχοντι. τριγώνῳ. Βεβλήκει.

### 5 394

Ἀντὶ τοῦ, ἔβαλε. Τότε κέν μιν. Τότε ἂν αὐτήν. Ἀνήκεστον. Ἀνίατον, ἀθεράπευτον. Ἄλγος. Κακόν. Ἀΐδης.

### 5 395

Ἅιδης. Πελώριος. Μέγας. Ὡὐτός.

### 5 396

Ὁ αὐτὸς ἀνήρ. Δισυλλάβως δὲ ἀναγνωστέον. Υἱὸς Διὸς Αἰγιόχοιο. Ὁ Ἡρακλῆς. Ἐν πύλῳ ἐν νεκύεσσι.

### 5 397

Ὁ μὲν Ἀρίσταρχος τὸν πύλον ἀκούει κατὰ μεταπλασμὸν, ἀντὶ τοῦ, Πύλην, ὡς ἀπὸ τοῦ πολύαρνι, πολυάρνῳ. Καὶ τὸ, ἐν νεκύεσσι, κυρίως ἀκούει, ἔνθα αἱ τῶν τελευτώντων ἀναχωροῦσι ψυχαί. Ἐν πύλῳ ἐν νεκύεσσι. Ἀντὶ τοῦ, ἐν πύλῃ, πρὸς τῇ πύλῃ. Οὐ γὰρ ἐν τῇ πύλῃ τῶν πυλίων λέγει, ἀλλ’ ἐν τῇ πύλῃ τῶν νεκρῶν, κατὰ τὴν τοῦ Κερβέρου ἀναγωγήν. Ὀδύνῃσιν ἔδωκεν. Εἰς ὀδύνας ἔδωκε λυπούμενον. Πεπαρμένος.

### 5 399

Διαπεπερονημένος. Ἠλήλατο.

### 5 400

Ἐνελήλατο, ἐνήρειστο, ὑπέκειτο. Κῆδε. Ἐλύπει, ἠνία, ἐκάκου. Παιήων.

### 5 401

Ὁ τῶν θεῶν ἰατρός. Ὀδυνήφατα. Τὰς ὀδύνας καταπαύοντα καὶ φθείροντα. Πάσσων. Ἐπιβάλλων. Ἠκέσατο.

### 5 402

Ἐθεράπευσε. Σχέτλιος.

### 5 403

Ἀγνώμων, ἄδικος. Ὀβριμοεργός. Μεγάλοις ἔργοις ἐπιτιθέμενος, καὶ ἰσχυρὰ διαπραττόμενος. Ἰσχυροπράγμων. Ἰσχυρὸς ἐν τῷ ἐργάζεσθαι, ἰσχυρὰ ἐργαζόμενος. Οὐκ ὄθεται. Οὐκ ἐπιστρέφεται. Αἴσυλα. Ἁμαρτωλὰ, παράνομα. Ὁ δὲ Ἀππίων, ἐτυμολογῶν τὴν λέξιν, φησὶ, τὰ σεσυλημένα τῆς αἴσης. τουτέστιν, ἁμαρτωλά. Βέλτιον δὲ τὸ, μὴ δοκεῖν ἐγκεῖσθαι τὰ σεσυλημένα. Οὐκ ἔτι γὰρ ἡ αἴσα φανήσεται ἐγκειμένη. Ἔστιν οὖν αἴσυλα, κατὰ παράλειψιν ἑτέρου α , δηλοῦντος κειμένην, ἀαίσυλα, ἐστερημένα τῆς αἴσης, τουτέστι, τοῦ καθήκοντος. Ἔκηδε.

### 5 404

Ἐκάκου, ἐλύπει, κατεπόνει. Ἀνῆκεν.

### 5 405

Ἀνέπεισε. Νήπιος.

### 5 406

Ἄφρων. Δηναιός.

### 5 407

Πολυχρόνιος. Γούνασι.

### 5 408

Γόνασιν. Παππάζουσι. Πάππα φωνοῦσι. πατέρα καλοῦσιν. Ἐτυμολογεῖ τὰς τῶν παίδων φωνάς. Αἰγιάλεια.

### 5 412

Γυνὴ Διομήδους. Περίφρων. Περισσόφρων, ἄγαν συνετὴ, περισσῶς φρονοῦσα. Ἀδρηστίνη. Ἡ Ἀδράστου θυγάτηρ. Μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη. Διομήδους γυνὴ Αἰγιάλεια, ἡ νεωτάτη τῶν Ἀδράστου θυγατέρων. Τρεῖς γὰρ ἔσχε θυγατέρας ὁ Ἄδραστος· ταύτην, καὶ Ἀργείαν τὴν Πολυνείκους, καὶ Δηϊπύλην τὴν Τυδέως. Τῆς οὖν μητρὸς αὐτοῦ ἀδελφὴ ἦν. Ὁ δὲ, στρατεύσας ἐς Ἴλιον, κατέλιπε τῆς ἀρχῆς καὶ τῆς οἰκίας ἐπίτροπον τὸν Σθενέλου Κομήτην. Κατέχει δὲ ὁ λόγος· τρωθεῖσαν τὴν Ἀφροδίτην ὑπὸ Διομήδους, αὐτῷ μὲν μὴ μνησικακῆσαι, διὰ τὴν τῆς Ἀθηνᾶς ἐπικουρίαν, τὴν δὲ τούτου γυναῖκα ἐκμῆναι περὶ πορνείαν, ὡς περὶ πᾶσαν τὴν τῶν νέων ἡλικίαν συγχορεύειν ἀσελγαίνουσαν· τῷ δὲ Κομήτῃ καὶ ἔρωτα τῆς Αἰγιαλείας ἐμποιῆσαι. παραγενόμενον δὲ τὸν Διομήδην ἐξ Ἰλίου, διώκειν μετὰ δορυφόρων, ἀποκτεῖναι βουλόμενον· τὸν δὲ λοιπὸν, τοῖς ἀσθενέσι βοηθήμασι χρώμενον, καταφυγεῖν ἐπὶ τὸν Ἤρας βωμόν. Μετὰ ταῦτα δὲ ἀπῇρεν εἰς Ἑσπερίαν, καὶ παραλαβεῖν λέγεται παρὰ Δαύνου [τόπους] τινὰς εἰς κατοικισμόν. Καὶ τέλος, ἀπορούντων αὐτοῦ τῶν ἑταίρων, καὶ λιμωττόντων, τούτους μὲν τὴν Ἀθηνᾶν εἰς ἐρωδιοὺς ἀπορνεῶσαι, τὸν Διομήδην δὲ ἐνταῦθα καταστρέψαι τὸν βίον. Ἡ δὲ ἱστορία παρὰ Λυκόφρονι. Ταύτην δὲ τὴν ἱστορίαν ὁ Ποιητὴς οὐ λέγει. ἀλλὰ τοῦτο λέγει, μὴ, μαχεσθέντος αὐτῷ τινὸς τῶν ἰσχυροτέρων θεῶν, ἀποθάνῃ, εἶτα τὸν θάνατον αὐτοῦ ἡ γυνὴ, μαθοῦσα, ἅμα τοῖς οἰκείοις αὐτοῦ θρηνήσῃ. Γοόωσα.

### 5 413

Θρηνοῦσα. Οἰκῆας. Οἰκείους, οἰκέτας. Ἐγείρῃ. Διϋπνίσῃ. Κουρίδιον.

### 5 414

Τὸν ἐκ παρθενίας ἄνδρα γεγαμηκότα αὐτήν. Ποθέουσα. Ποθοῦσα. Ἰχῶρ’.

### 5 416

Ἰχῶρα. Λέγει δὲ θεῖον αἷμα. Ἡ ὑγρὰ θεῶν οὐσία ἰχὼρ καλεῖται. Ἀπεμόργνυ. Ἀπέψα, ἀπέμασσεν. Ἄλθετο.

### 5 417

Ἐθεραπεύετο, ἀφυγιάζετο, ὑγιὴς ἐγίγνετο. Κατηπιόωντο. Κατεπραΰνοντο. Κερτομίοις.

### 5 419

Ἐρεθιστικοῖς. Ἐρέθιζον. Παρώξυνον, ἐκίνουν. Κεχολώσεαι.

### 5 421

Ὀργισθήσῃ. Κύπρις.

### 5 422

Τὸ ἐπίθετον Ἀφροδίτης. Ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν, τί σημαίνει. Συμπλανηθέντες γὰρ τῷ Ἡσιόδῳ, ἔδοξαν, ὅτι Κύπρις λέγεται, ὥς φησιν Ἡσίοδος, Κυπρογένεια, διότι γεννᾶται Περικλύστῳ ἐνὶ Κύπρῳ. ὥσπερ καὶ τὴν φιλομειδῆ, ὅτι Μειδέων ἐξεφαάνθη. Ὅμηρος δ’ οὐκ εἶπεν οὕτως. ἀλλὰ, τὴν μειδιάματα φιλοῦσαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας. Ὥσπερ γοῦν τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι, οὕτω καὶ Ἀφροδίτην ποτὲ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγει· Καὶ ἐκλελάθοντ’ Ἀφροδίτης, Ἣν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον. μίσγοντο δὲ λάθρῃ. Τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον, ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως Ὁμήρῳ παρείληπται. Ἔστιν οὖν κατὰ συγκοπὴν Κύπρις, οἱονεὶ κυόπορις, ἡ τὸ κύειν πορίζουσα. Ἴδιον γὰρ Ἀφροδίτης τοῦτο. Οὐ γὰρ κυΐσκουσιν αἱ γυναῖκες χωρὶς τῆς ἀφροδισιακῆς συνηθείας. Τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον, καὶ τοὺς ἄλλους, ἐστὶ τὸ ἐν τῇ Θ ῥαψῳδίᾳ λεγόμενον· Ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη Ἐς Πάφον. ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. Οὐκ, εἴτις δ’ ἔν τινι τόπῳ γεγέννηται, ἐκεῖθεν καὶ τετίμηται, καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. Οὐδέποτε γοῦν Δήλιος ὁ Ἀπόλλων παρ’ Ὁμήρῳ, οὐδὲ Πύθιος. Καίτοι γε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε. Δι’ ὧν φησι ποτὲ μέν· Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ Φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. Ποτὲ δέ· Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει, Φοίβου Ἀπόλλωνος, Πυθοῖ ἐνὶ πετρηέσσῃ. Οὐδ’ ἐπεί φησιν· Ἵκετο δ’ εἰς Αἰγὰς, ὅθι οἱ κλυτὰ δώματ’ ἔασιν. Αἰγαῖός ποτε εἴρηται ὁ Ποσειδῶν παρ’ Ὁμήρῳ. Καὶ ἡ Κυθέρεια δὲ, καθ’ Ὅμηρον, οὐχ ὅτι προσέκυρσε Κυθήροις. Οἶδε μὲν γὰρ τὰ Κύθηρα. Οὐκ ἀπὸ τούτου δὲ εἴρηται. Κυθέρεια δὲ, ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πᾶσι τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἀφίησι. Διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται· Ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺς, Πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων.

### 5 422 (50)

Ἐπεί τοι καὶ ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις, ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλάλκουσα τῷ ἰδίῳ μένει τοὺς ἐναντίους. Οὐ γὰρ πειθόμεθα τοῖς νεωτέροις, οἵ φασιν, ἀπὸ Ἀλαλκομενοῦ τινὸς εἰρῆσθαι. Οὐδ’, ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμήρου, εἰπόντος, Ἑρμείας ἀκάκητα· ὁ ἀπὸ Ἀκακησίου ὄρους. ἀλλὰ, ὁ μηδενὸς κακοῦ μεταδοτικός. Ἐπεὶ καὶ δοτὴρ ἐάων. Πάντ’ οὖν ἀπὸ τῶν παρεπομένων τοῖς θεοῖς. Καὶ γὰρ ἡ Γλαυκῶπις οὐκ ἀπὸ τοῦ, Ἥτ’ ἄκρης θῖνα Γλαυκώπιον ἵζει· ἀλλ’ ἀπὸ τῆς περὶ τὴν πρόσοψιν τῶν ὀφθαλμῶν καταπλήξεως. Καί τ’ ἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾷν, οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ἐνεργειῶν τῶν ψυχικῶν, ἢ νὴ Δία συμβεβηκότων περὶ τὸ σῶμα. Ὡς, λευκώλενος Ἥρη, καὶ ἀργυρόπεζα Θέτις, καὶ, Φοῖβος Ἀπόλλων, καὶ, ἀκερσεκόμης. Καὶ πάλιν ἀπὸ πράξεων. Ὡς, ἕκατος, καὶ, ἑκατηβελέτης, καὶ, ἑκηβόλος. Ἄρτεμις δὲ καὶ, ἀγροτέρη, καὶ, ἰοχέαιρα. Καὶ πάντα τὰ παραπλήσια. Καὶ γὰρ, εἰ σπανίως, Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν, ἀπὸ Ἑλικῶνος, ὡς Ἀρίσταρχος βούλεται. Ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος. Οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης. ἐπεί φησιν· Οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιν. Ἑλικήϊον γὰρ ἂν εἶπε, συγχωροῦντος τοῦ μέτρου. Δύναται Ἑλικώνιος λέγεσθαι, διὰ τὸ, ἕλικας καὶ περιφερεῖς εἶναι τὰς δίνας τῆς θαλάσσης. Ἔτι δ’, εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ βωμός τε θυήεις αὐτῆς, Παφίη ἐλέγετο. Ἀλλ’ οὐδέποτε Παφίην εἶπε τὴν Ἀφροδίτην Ὅμηρος, ὡς οἱ νεώτεροι. Καὶ γὰρ, εἴ ποτε σπανίως ἐπίθετα ἐξενήνοχε τοπικὰ, ἐξ ἡρωϊκοῦ προσώπου κατὰ τὸ εἰκὸς αὐτὰ λέγει. Ἀχιλλεὺς μὲν γὰρ Θεσσαλὸς ὢν, φησί· Ζεῦ, ἄνα Δωδωναῖε, Πελασγικὲ, τηλόθι ναίων. Καὶ Ἑκάβη· Ἀλλ’ εὔχου σύγ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι, Ἰδαίῳ, ὅστε Τροίην κατὰ πᾶσαν ὁρᾶται. Ἡ γὰρ Ἴδη τῆς Τροίας, οἰκείως τε ἡ Ἑκάβη ἔσχηκε παρωνομάσαι τὸν Δία Ἰδαῖον.

### 5 422 (100)

Ὁ δ’ Ὅμηρος οὐκ ἂν εἴποι ἀπὸ τῆς Κύπρου τὸ ἐπίθετον, ἐξ ἰδίου προσώπου λέγων· Ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ. Ἀχαιϊάδων. Τῶν Ἑλληνίδων γυναικῶν. Ἀνιεῖσα. Ἀναπείθουσα. Ἕπεσθαι.

### 5 423

Ἀκολουθῆσαι. Ἔκπαγλα. Ἐξόχως. Καῤῥέζουσα.

### 5 424

Καταρέζουσα, πλησίον παρακαθίζουσα, καταψῶσα τῇ χειρί. Ἐϋπέπλων. Ἐστολισμένων, εὐστόλων. Περόνη.

### 5 425

Πόρπη ἐν τῇ περιβολῇ. Κατεμύξατο. Κατεξέσθη. Ἀραιήν. Ἀσθενῆ. Σημαίνει δὲ καὶ λεπτήν. Χρυσῆν Ἀφροδίτην.

### 5 427

Καλὴν λέγει νῦν. Οὔ τοι.

### 5 428

Οὔ σοι. οὐδαμῶς σοι. Ἱμερόεντα.

### 5 429

Ἐπέραστα, θαυμαστά. Ἐπόρουσεν.

### 5 432

Ἐφώρμησεν. Ὑπείρεχεν.

### 5 433

Ὑπερεῖχε, προεβέβλητο, ὑπερεμάχετο. Ἅζετο.

### 5 434

Ἐσέβετο. Ἵετο. Προεθυμεῖτο. Δῦσαι.

### 5 435

Ἀποδῦσαι. Ἐστυφέλιξε.

### 5 437

Διέσεισε, διεκίνησε. Φαεινήν. Λαμπράν. Ἐπέσσυτο.

### 5 438

Ἐφώρμησε. Δαίμονι ἶσος. Θεῷ ὅμοιος, καὶ παραπλήσιος. Ὁμοκλήσας.

### 5 439

Ἐπαπειλήσας, ἐπιτιμητικῶς βοήσας. Φράζεο.

### 5 440

Σκέπτου, διαλογίζου. Φράζεο, καὶ χάζεο. Διαλογιζόμενος ἀναχώρει. Φῦλον.

### 5 441

Ἔθνος. Χαμαὶ ἐρχομένων.

### 5 442

Ἀντὶ τοῦ, ἀποθνησκόντων. ἢ, ἐπὶ γῆς βαδιζόντων. ἢ, χαμαιῤῥιφῶν. ἢ, φθαρτῶν. Ἀνεχάζετο.

### 5 443

Ἀνεχώρει. Τυτθόν. Μικρόν. ὀλίγον. Ἀλευάμενος.

### 5 444

Ἐκκλίνας. Ἀπάτερθεν.

### 5 445

Ἄπωθεν. Περγάμῳ.

### 5 446

Τῇ ἀκροπόλει τῶν Τρώων τῆς Ἰλίου οὕτω καλουμένῃ. Ἰοχέαιρα.

### 5 447

Ἡ ἰοῖς, ὅ ἐστι, βέλεσι, χαίρουσα. τοῦτ’ ἔστι, τοξική. Ἀδύτῳ.

### 5 448

Ναῷ. Ἄδυτα γὰρ καλοῦνται οἱ τόποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι πᾶσιν. Ἀκέοντο. Ἐθεράπευον, νῦν. ἢ, ἐπεμελοῦντο. ἢ, παρεμυθοῦντο. Κύδαινον. Ἐδόξαζον, πρὸς δόξαν προετρέποντο. Ἴκελον.

### 5 450

Ὅμοιον. Τοῖον. Τοιοῦτον. Δῄουν.

### 5 452

Διέκοπτον. Βοείας. Τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν. Εὐκύκλους.

### 5 453

Περιφερεῖς. Εὖ ἐχούσας ἐν τῇ περιφερείᾳ. Λαισήϊα. Βαρβαρικὰ ὅπλα, ἢ βέλη. ἢ, μικρὰ ἀσπιδίσκια, ὠμοβύρσινα σάκη, ὅπλα κοῦφα· παρὰ τὸ, ἐν τῇ λαιᾷ χειρὶ βαστάζεσθαι. Θοῦρον.

### 5 454

Ὁρμητικὸν ἐν τῷ πολέμῳ. Βροτολοιγέ.

### 5 455

Ἀνδροφόνε. Ἐρύσαιο.

### 5 456

Ἑλκύσειας. Χεῖρ’ ἐπὶ καρπῷ.

### 5 458

Ἐπὶ τὸν καρπὸν τῆς χειρός. Ἐπέσσυτο.

### 5 459

Ἐφώρμησεν. Ἄκρῃ.

### 5 460

Ἀκροπόλει. Τρώων δὲ στίχας.

### 5 461

Τοὺς δὲ Τρῶας εἰς τάξεις. Οὖλος. Ὀλέθριος. Ὤτρυνε. Παρώξυνεν. Εἰδόμενος.

### 5 462

Ὁμοιωθείς. Ἀκάμαντι. Ὄνομα κύριον. Ἡγήτορι. Ἡγεμόνι. Ἐς τί ἔτι.

### 5 465

Μέχρι τίνος. Εἰσόκεν.

### 5 466

Ἕως ἂν, μέχρις ἄν. Εὖ ποιητῇσιν. Εὖ πεποιημέναις, εὖ καὶ καλῶς κατεσκευασμέναις. Ἶσον.

### 5 467

Ἐπίσης. ὁμοίως. Ἐτίομεν. Ἐτιμῶμεν. Ἐκ φλοίσβοιο.

### 5 469

Ἐκ ταραχῆς. Σαώσομεν. Σώσωμεν. Νείκεσεν.

### 5 471

Ὠνείδισε. Πῆ δή τοι.

### 5 472

Ποῦ δή σοι. Οἴχεται. Πεπόρευται. Ἔχεσκες. Εἶχες. Φῆς.

### 5 473

Ἔλεγες. Που. Ἀντὶ τοῦ, δή. Ἄτερ. Χωρίς. Ἑξέμεν. Ἕξειν, συνέξειν, συνεκσώσειν, φυλάξειν. Γαμβροῖσιν.

### 5 474

Οἱ ἄνδρες τῶν θυγατέρων. Γαμβρὸς καλεῖται ὁ γῆμας ὑπὸ τῶν οἰκείων τῆς γαμηθείσης. Ἰδέειν.

### 5 475

Ἰδεῖν. Νοῆσαι. Θεάσασθαι. Καταπτώσσουσι.

### 5 476

Δειλιῶσιν. Ἔνειμεν.

### 5 477

Εἰμὲν, ἐσμὲν, ὑπάρχομεν. Ἥκω.

### 5 478

Παραγέγονα. Τηλοῦ.

### 5 479

Μακρόθεν. Δινήεντι. Δίνας ἔχοντι. Δῖναι δέ εἰσιν αἱ τῶν ὑδάτων συστροφαί. Ἔλδεται.

### 5 481

Ἐπιθυμεῖ. Ἐπιδευής. Ἐνδεής. Τύνη.

### 5 485

Σὺ Δωρικῶς, ἀπὸ τοῦ τ υ , ἐν παραγωγῇ τύνη. ὡς, ἀπὸ τοῦ ἐγὼν, ἐγώνη. Μενέμεν.

### 5 486

Ὑπομένειν, προθυμεῖσθαι. Ὤρεσσι. Ταῖς γυναιξί. Παρὰ τὸ συνεζεῦχθαι τοῖς ἀνδράσιν. ἔνθεν καὶ συνωρὶς, τὸ συνεζευγμένον τῶν ἵππων ὄχημα. Ἁψῖσιν.

### 5 487

Ἅμμασι, συναφαῖς. Λίνου. Δικτύου. Ἁλόντε. Ληφθέντες. Πανάγρου. Τοῦ πάντα ἀγρεύοντος. Ἕλωρ.

### 5 488

Ἕλκυσμα, ἕλασμα, καὶ ἀναίρεμα. Ἐσχημάτισται δὲ παρὰ τὸ ἑλεῖν. Κύρμα. Ἐγκύρημα, ἔντευγμα· οἷον, ἐπίτευγμα, εὐτύχημα. Λέγει δὲ τῶν ἐχθρῶν. Ὑμήν.

### 5 489

Ὑμετέρην. Λισσομένῳ.

### 5 491

Δεομένῳ. Νωλεμέως.

### 5 492

Ἀδιαλείπτως, συνεχῶς. Ἐχέμεν. Συνέχειν, ἢ ἀντέχειν, πρὸς τὴν μάχην, καὶ μὴ ἐνδιδόναι. Ἐνιπήν. Ἐπίπληξιν. Δάκε.

### 5 493

Καθίκετο, καθήψατο. Ἆλτο.

### 5 494

Καθήλατο. Πάλλων.

### 5 495

Κινῶν. Πάντῃ. Πανταχοῦ. Ἐλελίχθησαν.

### 5 497

Συνεστράφησαν, μεταβαλλόμενοι εἰλήθησαν. Ἀολλέες.

### 5 498

Συνεσταλμένοι, ἀθρόοι, συνηγμένοι. Φόβηθεν. Ἐφοβήθησαν. Ἄχνας.

### 5 499

Τὰ λεπτὰ τῶν ἀχύρων, ἢ τὰ ἄχυρα. Ἄχνη δὲ καλεῖται καὶ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. Φορέει. Φέρει, διασκορπίζει, σκεδάζει. Ἀλωάς. Ἀλωνείας. Νῦν δὲ τοὺς τόπους, ὅπου ὁ πυρὸς πατεῖται, τουτέστιν, ἀλοᾶται. Σημαίνει δὲ καὶ τὴν δενδροφόρον γῆν, καὶ ἐν ᾗ ἀπὸ τοῦ σίτου τὰ ἄχυρα διαιρεῖται. Λικμᾷν γάρ ἐστι τὸ χωρίζειν ἀπὸ τοῦ σίτου τὸ ἄχυρον τοῖς πτύοις. Ξανθὴ Δημήτηρ.

### 5 500

Ὁ πυρός. Ὁ δὲ τρόπος μετωνυμία. Ἢ αὐτὴ ἡ θεὸς, ἡ γεωργικὴ ἐπιστήμη. Κρίνη.

### 5 501

Διαχωρίζει. Ἐπειγομένων. Ἀντὶ τοῦ, ἐπειγόντων, καὶ συνεχῶς καὶ μετὰ βίας πνεόντων. Ἀχυρμιαί.

### 5 502

Ἀχυροθῆκαι. οἱ τόποι, εἰς οὓς χωριζόμενα τοῦ σίτου τὰ ἄχυρα ἐκπίπτει. Ὕπερθεν.

### 5 503

Ὑπεράνωθεν. Κονισσάλῳ. Τῷ κονιορτῷ. Πολύχαλκον.

### 5 504

Στερεὸν, λίαν ἰσχυρόν. Ἐπέπληγον. Πλήσσοντες σφοδρῶς καὶ εὐτόνως ἤγειρον καὶ ἀνέπαλλον καὶ ἀνεκίνουν. Ἂψ ἐπιμισγομένων.

### 5 505

Ἐξ ὑποστροφῆς ἐμβαλλόντων. Ὑπὸ δ’ ἔστρεφον. Ὑπέστρεφον δέ. Ἡνιοχῆες. Ἡνίοχοι. Ἡ εὐθεῖα, ὁ ἡνιοχεύς. Μένος χειρῶν ἰθὺς φέρον.

### 5 506

Τὴν διὰ τῶν χειρῶν δύναμιν ἐναντίον ἔφερον ἀλλήλων. Ἰθύς. Ἐπ’ εὐθείας. Νύκτα. Ἀχλύν. Ἀρήγων.

### 5 507

Βοηθῶν. Πάντοσε.

### 5 508

Πανταχοῦ, πανταχόσε. Ἐπεκραίαινεν. Ἐπετέλει. Ἐφετμάς. Ἐντολάς. Χρυσαόρου.

### 5 509

Χρυσοφασγάνου, χρυσοῦν ξίφος ἔχοντος. Οἱ δὲ νεώτεροι, ὡς χρυσῆν κιθάραν ἔχοντος, ἀποδιδόασι τὴν λέξιν. Πέλεν.

### 5 511

Ἐγένετο, ἦν. Πίονος.

### 5 512

Νῦν, πλουσίου, ἢ, λιπαροῦ, εὐδαίμονος. Ἀδύτοιο. Ναοῦ, ὃν εἰσελθεῖν οὐ ῥᾴδιον. Ἧκεν.

### 5 513

Ἀφῆκε. Μεθίστατο.

### 5 514

Ἐν αὐτοῖς ἔστη. Ἑτάροισι μεθίστατο. Ἐν τοῖς ἑταίροις ἵστατο. Ἀρτεμέα.

### 5 515

Ὑγιῆ. Μετάλλησαν.

### 5 516

Ἐπεζήτησαν. Οὔτι. Οὐδέν. Ἔα.

### 5 517

Ἀντὶ τοῦ, εἴα. Πόνος. Ἐνέργεια. Δηλοῖ δὲ νῦν κακοπάθειαν. Ἄμοτον.

### 5 518

Ἀπλήρωτον. Ἰωκάς.

### 5 521

Κραυγὰς, ἀπειλὰς, ἢ τὰς ἐν τῷ πολέμῳ διώξεις. Νηνεμίης.

### 5 523

Ἐπὶ νηνεμίας. Ἀκροπόλοισιν. Ὧν περὶ τὰ ἄκρα πολοῦνται, ὅ ἐστιν, ἀναστρέφονται. Ἀτρέμας.

### 5 524

Ἐφ’ ἡσυχίας, ἄνευ τινὸς κινήσεως. Ὄφρ’ εὕδῃσι. Ὅτ’ ἂν ἠρεμῇ. Ζαχρειῶν.

### 5 525

Ἄγαν χρειωδῶν, μεγάλως πνεόντων. Σκιόεντα. Μελαίνας σκιὰς ποιοῦντα. Λιγυρῇσι.

### 5 526

Λιγυραῖς, ἡδείαις, ἢ ὀξείαις, σφοδραῖς. Διασκιδνᾶσι. Διασκορπίζουσιν. Ἀέντες. Πνέοντες. Ἐφοίτα.

### 5 528

Ἐπορεύετο. Ἀνέρες.

### 5 529

Νῦν ἀντὶ τοῦ ἀνδρεῖοι. Ἄλκιμον. Ἰσχυρόν. Ἕλεσθε. Ἀναλάβετε. Αἰδομένων.

### 5 531

Αἰσχυνομένων. Σόοι. Σῶοι, ὑγιεῖς. Τὸ ς ο μικρὸν, διὰ τὸ μέτρον. Πέφανται. Πεφονευμένοι εἰσὶν, ἢ, ἀναιροῦνται. Σημαίνει δὲ καὶ τὸ, γεγένηνται φανεροὶ, φονεύονται. Αἰνείεω ἕταρον.

### 5 534

Αἰνείεω Ἰωνικῶς. καὶ κατὰ συναλοιφὴν Αἰνείω. Αἰνείου. Περγασίδην.

### 5 535

Περγάσου υἱόν. Τῖον.

### 5 536

Ἐτίμων. Θοός. Ταχὺς, πολεμικός. Ἔρυτο.

### 5 538

Ὑπέμεινεν, ἐκώλυσεν, ἐφύλαξεν. Εἴσατο. Διῆλθε. Νειαίρῃ.

### 5 539

Τῇ νεάτῃ. Λέγει δὲ τὸ ἔσχατον μέρος τῆς γαστρός. Ἔναιε.

### 5 543

Κατῴκει. Ἐϋκτιμένῃ. Καλῶς κατεσκευασμένῃ. Βιότοιο.

### 5 544

Νῦν, τοῦ πρὸς τὸ ζῇν ἐπιτηδείου. Ἀλφειοῦ.

### 5 545

Ἀλφειὸς, ποταμὸς ἐν Ἤλιδι. Εὐρὺ ῥέει. Ἀντὶ τοῦ, εὐρέως, πλατέως. Διδυμάονε.

### 5 548

Διδυμάονες διδύμων διαφέρουσι. καθότι οὗτοι μὲν ἀδελφοὺς δηλοῦσιν, οἱ δὲ δίδυμοι οὐκ ἐξ ἀνάγκης. κεῖται γὰρ ἡ λέξις καὶ ἐπὶ ἁπλῶς δυάδος. Τὸ ο μικρὸν, διὰ τὸ μέτρον. Γενέσθην. Ἐγεννήθησαν. Ἡβήσαντε.

### 5 550

Ἀκμάσαντες. δυϊκῶς. Εὔπωλον.

### 5 551

Καλοὺς ἵππους ἔχουσαν, εὔιππον. Ἢ, ἐν ᾗ ἐστι καλῶς ἀναστραφῆναι. Ἀρνυμένω.

### 5 553

Ἀντικαταλλασσομένω. Τάρφεσι.

### 5 555

Πυκνώμασι, συνεχέσι τόποις. Ὕλης. Συμφύτου τόπου. Ἴφια.

### 5 556

Ἤτοι εὐτραφῆ, ἢ, κατ’ εὐφημισμὸν, ἀσθενῆ, ἢ ἰσχυροποιὰ τῶν ἐσθιόντων. Σταθμούς.

### 5 557

Τὰς ἐπαύλεις. Κεραΐζετον. Πορθοῦσι, κενοῦσιν. Ἐν παλάμῃσιν.

### 5 558

Ἀντὶ τοῦ, ἐν ταῖς χερσί. Καππεσέτην.

### 5 560

Κατέπεσον. δυϊκῶς. Ἐλάτῃσιν. Ἐλάτη, εἶδος δένδρου. Σείων.

### 5 563

Κινῶν. Δαμείῃ.

### 5 564

Φονευθῇ. Περὶ γὰρ δίε.

### 5 566

Περισσὼς γὰρ ἐφοβεῖτο. Μέγα δέ σφεας.

### 5 567

Μεγάλως. συσταλτέον διὰ τὸ μέτρον. Ἀποσφήλειε πόνοιο. Ἀποσφαλῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ ἔργου. Πόνοιο. Τοῦ προκειμένου ἔργου. Μένοντε.

### 5 572

Παραμένοντας, παρεστῶτας. Δειλώ.

### 5 574

Δειλαίους, δυϊκῶς. ἀσθενεῖς, ἀθλίους. Βαλέτην. Ἐνεχείρισαν, ἔθηκαν. Μετὰ πρώτοισιν.

### 5 575

Ἐν τοῖς προμαχομένοις. Ἀτάλαντον.

### 5 576

Ἶσον. Τυχήσας.

### 5 579

Ἐπιτυχών. Ἀτυμνιάδην.

### 5 581

Ἀτυμνίου υἱόν. Λεύκ’ ἐλέφαντι.

### 5 583

Λευκὰ ὡς ἐλέφαντος. Ἤλασεν.

### 5 584

Ἔκοψε. Κόρσην. Κεφαλὴν, κρόταφον. Ἀσθμαίνων.

### 5 585

Πνευστιῶν, σφοδρῶς ἀναπνέων. Εὐεργέος. Εὖ πεποιημένου, καὶ καλῶς κατεσκευασμένου. Κύμβαχος.

### 5 586

Ἐπὶ κεφαλὴν κυβιστῶν. Ἐπὶ βρεχμόν. Ἐπὶ τὸ βρέγμα τῆς κεφαλῆς. Ἀμάθοιο.

### 5 587

Ἄμαθος, ἡ κατὰ τὸ πεδίον ἄμμος. ψάμμος δὲ ἡ κατὰ τὴν θάλασσαν κόνις. Βάλον.

### 5 588

Κατέβαλον. Ἵμασεν.

### 5 589

Ἐμάστιξεν, ἐδίωξεν. Ἐνόησεν.

### 5 590

Ἐθεάσατο. Κεκληγώς.

### 5 591

Κραυγάζων, βοῶν. Εἵποντο. Ἠκολούθουν. Ἐνυώ.

### 5 592

Πολεμικὴ θεός. Κυδοιμόν.

### 5 593

Τὴν ταραχὴν, τὸν θόρυβον, ἢ πόλεμον. Ἐνώμα.

### 5 594

Διέφερεν, ἐκίνει, μετέφερε. Φοίτα.

### 5 595

Ἀνεστρέφετο. Ἀπάλαμνος.

### 5 597

Ἀσθενὴς, ἄπειρος, μηδὲν μηχανήσασθαι δυνάμενος. Πολέως. Πολλοῦ. Ὠκυρόῳ.

### 5 598

Ταχέα ῥεύματα ἔχοντι, ταχέως ῥέοντι. Ἅλαδε προρέοντι. Εἰς τὴν θάλασσαν ἐμβάλλοντι. Μορμύροντα.

### 5 599

Ὠνοματοπεποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου, τοῦ ἐν τοῖς ὕδασι γιγνομένου. Ἀνεχάζετο.

### 5 600

Ἀνεχώρει. Οἷον δή.

### 5 601

Ἀντὶ τοῦ, οἷον ἄρα δή. Θαυμάζομεν. Ἐκπληττόμεθα. Πάρα.

### 5 603

Πάρεστι. Πρὸς Τρῶας τετραμμένοι.

### 5 605

Τοὺς Τρῶας βλέποντες. Εἴκετε.

### 5 606

Πράως ἀποχωρεῖτε. Μενεαινέμεν. Προθυμεῖσθαι. Εἰδότε χάρμης.

### 5 608

Ἐπισταμένους μάχεσθαι. Παισσῷ.

### 5 612

Παισσὸς, πόλις Τροίας, ἣν ἐν ἄλλοις Ἀπαισσὸν, μετὰ τοῦ α , προσηγόρευσε. Πολυκτήμων.

### 5 613

Πολλὰ κτήματα ἔχων. Πολυλήϊος. Πολλὰ λήϊα ἔχων, ἢ πολλὰ θρέμματα ἔχων, πολυθρέμμων. Λεία δὲ λέγεται καὶ τὰ ἐκ πολέμου λάφυρα, ἢ τὰ ἀπὸ λῃστείας. Ἐπικουρήσοντα.

### 5 614

Βοηθήσοντα. Νειαίρῃ.

### 5 616

Κατωτάτῃ. Δούπησεν.

### 5 617

Ἐψόφησεν. Ἔχευαν.

### 5 618

Δαψιλῶς ἐπέπεμψαν, ἐπέχευαν ἀθρόως. Ἡ μεταφορὰ ἀπὸ τῶν ὑγρῶν. Ἔχευαν. Ἐξηκόντισαν. Παμφανόωντα.

### 5 619

Λάμποντα. Σάκος. Ἀσπὶς, ὅπλον. Ἀνεδέξατο. Ἀνέλαβε. Προσβάς.

### 5 620

Ἐνθορὼν, ἐμβάς. Ἐσπάσατο.

### 5 621

Ἀνείλκυσεν. Ἐπείγετο.

### 5 622

Κατεπονεῖτο. Ἀμφίβασιν.

### 5 623

Τὴν ὑπερμάχησιν. ἢ, τὸν περιβάντα τῶν νεκρῶν ὑπέρμαχον. Ἀγερώχων. Ἄγαν ἐντίμων. ἢ καὶ, ἄγαν ὑβριστῶν. Ἀγαυόν.

### 5 625

Ἐπιφανῆ, ἔνδοξον. Ὦσαν.

### 5 626

Ἀπώσαντο, ἀπέβαλλον. Ἀπὸ σφείων. Ἀφ’ ἑαυτῶν. Χασσάμενος. Ἀναχωρήσας. Πελεμίχθη. Διεσείσθη, ἀπεσείσατο τὰ ἐμπεπηγότα τῇ ἀσπίδι. Χασσάμενος πελεμίχθη. Κατὰ ἀναστροφὴν εἴρηται, ἀντὶ τοῦ, πελεμιχθεὶς ἀνεχάσατο. Πονέοντο.

### 5 627

Ἐνήργουν. Ἡρακλείδην.

### 5 628

Ἡρακλέους παῖδα. Ἠΰν. Ἀγαθὸν, γενναῖον. Ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.

### 5 629

Ἀπότομος, ἰσχυρά. Φασὶν, Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου, κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος. Ἐπικαθεσθεῖσαν δὲ τοῖς νώτοις τὴν κόρην πρὸς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν. Ἐξ ἧς φασι Σαρπηδόνα γενέσθαι, καὶ Μίνωα, καὶ Ῥαδάμανθυν. Υἱωνός.

### 5 631

Υἱὸς υἱοῦ. ἔγγονος. Ἀδαήμονι.

### 5 634

Ἀπείρῳ, ἀμαθεῖ. Γόνον.

### 5 635

Υἱόν. Ἐπιδεύεαι.

### 5 636

Ἐνδεὴς εἶ. Θρασυμέμνονα.

### 5 639

Τολμηρὸν, θρασὺν ἐν τῷ μένειν, ἢ θρασέως ὑπομένοντα ἐν τῇ μάχῃ. Θυμολέοντα. Λεοντόψυχον, γενναῖον. Οἴῃς.

### 5 641

Οἴαις, μόναις. Χήρωσεν.

### 5 642

Ἐκένωσεν, ἠρήμωσεν, ἐρήμους ἐποίησεν, ἐχώρισεν ἀπὸ τῶν οἰκείων. Ἀγυιάς. Ὁδούς. Κακός.

### 5 643

Δειλὸς, ἀσθενής. Ἀποφθινύθουσιν. Ἀποφθείρονται. Ἄλκαρ.

### 5 644

Ἴαμα, ἀλέξημα, βοήθημα. Πύλας ἀΐδαο περήσειν.

### 5 646

Εἰς ᾅδου κατελθεῖν. Ἀφραδίῃσιν.

### 5 649

Ἀνοίαις. Εὖ ἔρξαντα.

### 5 650

Εὖ ποιήσαντα. Ἠνίπαπεν. Ἐπέπληξεν. Ἐξ ἐμέθεν.

### 5 653

Ἐξ ἐμοῦ. Τεύξεσθαι. Γενήσεσθαι. Δαμέντα. Δαμασθέντα, φονευθέντα, ἀναιρεθέντα. Εὖχος.

### 5 654

Καύχημα, δόξαν. Κλυτοπώλῳ. Ἐνδόξους ἵππους ἔχοντι. οὗ κλυτή ἐστιν ἡ ἐπιπώλευσις. οἷον ἀκουστὴ, διὰ τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγάς. Ἢ ἔοικε, τῷ ἐπιθέτῳ καὶ κατ’ αὐτοῦ κεχρῆσθαι, διὰ τὴν τῆς Περσεφόνης ἁρπαγήν. κλυτοπώλῳ, τῷ ἱππικῷ. Ἀνέσχετο.

### 5 655

Ἀνέτεινε. Μείλινον. Μελέϊνον, ἐκ μελίνου ξύλου κατεσκευασμένον. Μελία δὲ, εἶδος δένδρου. ἢ μακρόν. Ὁμαρτῆ.

### 5 656

Ὁμοῦ καὶ κατὰ ταὐτὸν ἄφεσις καὶ συντυχία. Διαμπερές.

### 5 658

Διαμπὰξ, διόλου. Ἀλεγεινή. Ἀλγεινὴ, ἐπίπονος. Ἐρεβεννή.

### 5 659

Σκοτεινή. Διέσσυτο.

### 5 661

Διῆλθε. Μαιμώωσα. Ἐνθουσιῶσα, καὶ ὀξέως ὁρμῶσα. Ἢ, τοῦ αἵματος γευστικῶς ἔχουσα. Καὶ ἔστιν αἱμώωσα, καὶ ἐν πλεονασμῷ τοῦ μ, μαιμώωσα. Ἐγχριμφθεῖσα.

### 5 662

Ἐμπαγεῖσα, ἐμπελασθεῖσα. Λοιγόν. Ὄλεθρον. Ἄμυνεν. Ἀπέστρεψεν, ἀπεκώλυσεν. Ἑλκόμενον.

### 5 665

Ἀπαιωρούμενον. Ἐπεφράσατο. Ἐνενόησεν, ἐνεθυμήθη. Ἐξερύσαι.

### 5 666

Ἐξελκῦσαι. Τλήμονα.

### 5 670

Εὔτολμον, ὑπομονητικόν. Μαίμησεν. Ἐταράχθη, ἢ, ἐνεθουσίασε. Μερμήριξεν.

### 5 671

Ἐνενόησε. Προτέρω.

### 5 672

Πρότερον, εἰς τοὔμπροσθεν. Ἐριγδούποιο. Μεγαλοήχου, μεγαλοψόφου. Μόρσιμον.

### 5 674

Πεπρωμένον, εἱμαρμένον. Τῷ ῥα.

### 5 676

Διὸ δή. Κατὰ πληθύν. Εἰς τὸ πλῆθος. Τράπεν. Ἔτρεψεν, ἔβαλεν. Ὀξὺ νόησε.

### 5 680

Ταχέως ἐνόησεν, ἐθεάσατο. Κεκορυθμένος.

### 5 681

Καθωπλισμένος. Δεῖμα.

### 5 682

Φόβον, εὐλάβειαν. Προσιόντι. Προσελθόντι. Ὀλοφυδνόν.

### 5 683

Οἰκτρὸν, θρηνῶδες. Αἰών.

### 5 685

Ὁ τοῦ ἀνθρώπου βίος. Ἔμελλον.

### 5 686

Ἐῴκειν. Νοστήσας.

### 5 687

Ἀνακομισθείς. Εὐφρανέειν.

### 5 688

Εὐφρανεῖν. Παρήϊξε.

### 5 690

Παρέδραμε, παρῆλθε. Λελιημένος. Προθυμούμενος. Ὤσαιτο.

### 5 691

Ἀποδιώξειε. Εἷσαν.

### 5 693

Ἐκάθισαν, καθεσθῆναι ἐποίησαν. Φηγῷ. Δρυὶ ἱερᾷ Διός. Ὦσεν.

### 5 694

Ἀπεώσατο. Θύραζε. Ἔξω. Κυρίως μὲν, ἔξω τῆς θύρας· νῦν δὲ κεῖται ἀντὶ τοῦ, ἔξω. Ἔλιπε ψυχή.

### 5 696

Ἐλιποψύχησεν. Ἀμπνύνθη.

### 5 697

Ἀνέπνευσεν, ἀνέλαβεν ἑαυτόν. Ζώγρει.

### 5 698

Ἀνεζωπύρει, εἰς τὸ ζῇν ἦγεν. Ἐπιπνείουσα. Ἐπιπνέουσα. Κεκαφηότα. Ἐκπεπνευκότα. Κάφος γὰρ, τὸ πνεῦμα. Ὅθεν καὶ κῆπος, ὁ περιπνεόμενος τόπος. Χαλκοκορυστῇ.

### 5 699

Χαλκῷ καθωπλισμένῳ. Προτρέποντο.

### 5 700

Προτροπάδην ἔφευγον. ὅ ἐστι, μὴ συστραφέντες, μὴ στρεφόμενοι νῦν. Προτραπῆναι γάρ ἐστι, τὸ μεταστραφέντα ἐκφεύγειν. Ἐπὶ νηῶν. Ἀντὶ τοῦ, ὡς ἐπὶ τὰς ναῦς. Ἀντεφέροντο.

### 5 701

Ἐξ ἐναντίας ἐφέροντο. Αἰέν. Διαπαντός. Χάλκεος Ἄρης.

### 5 704

Ἤτοι, ἰσχυρὸς, ἢ πολύχαλκος. διὰ τὸν ὁπλισμόν. Αἰολομίτρην.

### 5 707

Ποικίλην μίτραν ἔχοντα. Ὕλῃ.

### 5 708

Πόλις Βοιωτίας. Μέγα πλούτοιο μεμηλώς. Πάνυ πεφροντικὼς τοῦ πλούτου. Μεμηλώς. Μεμεληκώς. ἐπιμέλειαν ἔχων. Κεκλιμένος.

### 5 709

Παρακείμενος, γειτνιῶν, περιεχόμενος. Λίμνῃ Κηφισίδι. Τῷ Κηφισσῷ ποταμῷ. Πίονα δῆμον.

### 5 710

Εὐδαίμονα δῆμον. Ἀτρυτώνη.

### 5 714

Ἀκαταπόνητε. Ὑπέστημεν.

### 5 715

Ὑπεσχόμεθα. Μεδώμεθα.

### 5 718

Φροντίσωμεν. Ἔντυε.

### 5 720

Κατεσκεύαζεν. Πρέσβα.

### 5 721

Πρεσβυτάτη. ἔντιμος. Ὀχέεσσιν.

### 5 722

Ὀχήμασιν, ἅρμασιν. Καμπύλα. Ἐπικαμπῆ. Κύκλα. Ἰωνικῶς. Κύκλους. τοὺς τροχούς. Ὀκτάκνημα.

### 5 723

Ὀκτάραβδα, ὀκτὼ κνήμας ἔχοντα. Ἄξονι. Ἄξων, ὁ εἰς τὰς χονικίδας ἐμβαλλόμενος ἑκατέρου τροχοῦ. Ἀμφίς. Νῦν ἀντὶ τοῦ ἑκατέρωθεν. Ἴτυς.

### 5 724

Ἡ περιφέρεια τοῦ ὀχήματος. ἀψίδες δὲ, ἐξ ὧν ἡ περιφέρεια γίγνεται τοῦ τροχοῦ. ἢ ἀψὶς, εἰς ἣν αἱ κνῆμαι ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται. Ἐπίσωτρα.

### 5 725

Τὰ ἐπάνω τῶν τροχῶν σιδηρᾶ, ἢ χαλκᾶ, ἃ καὶ κανθοὶ καλοῦνται. ὁ ἔξωθεν τὸν τροχὸν κατέχων σίδηρος. οἱ σιδηροῖ ἢ χαλκοῖ κύκλοι τῶν τροχῶν. Προσαρηρότα. Προσηρμοσμένα. Πλῆμναι.

### 5 726

Αἱ χοινικίδες τῶν τροχῶν, δι’ ὧν ὁ ἄξων στρέφεται. Περίδρομοι. Στρογγύλαι, περιφερεῖς. Ἄντυγες.

### 5 728

Αἱ περιφέρειαι τοῦ ἅρματος αἱ παραπεπηγυῖαι. τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπτονται. αἱ περιφέρειαι τοῦ ἁρματίου δίφρου. Ὁμοίως δὲ καὶ ἡ τῆς ἀσπίδος περιφέρεια, ἄντυξ καλεῖται. Ῥυμός.

### 5 729

Τὸ μέσον τῶν ἵππων ξύλον, ᾧ συνδέδεται ὁ ζυγός. Ῥυμὸς, ὁ προσηρτημένος τῷ ζυγῷ κανὼν, εἰς ὀξὺ λῆγον, τὸ μέσον ξύλον. Πέλεν. Ἦν, ὑπῆρχε. Ζυγόν.

### 5 730

Τὸ ἐπιτιθέμενον ξύλον τοῖς τραχήλοις τῶν ἵππων. Λέπαδνα. Τὰ περὶ τὰ στήθη τῶν ἵππων. οἱ ἱμάντες. Πέπλον.

### 5 734

Γυναικεῖον ἔνδυμα. τοῦτ’ ἔστι, χιτὼν, ὃν οὐκ ἐνεδύοντο, ἀλλ’ ἐνεπερονῶντο. Κατέχευε. Καταχυθῆναι ἐποίησε, τὰς περόνας λυσαμένη. Διὰ τοῦτο δηλοῖ, ὅτι οὐκ ἐνεδύοντο τὸν πέπλον, ἀλλ’ ἐπερονῶντο. Ἀρθεισῶν γὰρ τῶν περονῶν, καταῤῥέων φαίνεται ὁ πέπλος εἰς τὸ ἔδαφος. Ἑανόν. Ἰσχυρὸν, ἢ τρυφερόν. Ἐπ’ οὔδει. Ἐπὶ τῷ ἑδάφει. Δακρυόεντα.

### 5 737

Δακρύων παραίτιον. Θυσσανόεσσαν.

### 5 738

Κροσσοὺς ἔχουσαν πανταχοῦ. Ἐστεφάνωται.

### 5 739

Κύκλῳ περιέκειτο. Ὀκρυόεσσα.

### 5 740

Φρικτή. Ἰωκή. Δίωξις. Γοργείη κεφαλή.

### 5 741

Γοργότητος εἰκών. τοῦτ’ ἔστι, κατάπληξις, καὶ φόβος. Πελώρου. Μεγάλου τέρατος. Σμερδνή.

### 5 742

Καταπληκτικὴ, φοβερά. Ἀμφίφαλον.

### 5 743

Φαλοὺς περὶ αὐτὴν ἔχουσαν. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι. Τετραφάληρον. Τέσσαρας φαλοὺς ἔχουσαν. Ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖαν.

### 5 744

Πολλῶν πόλεων πολλοῖς ὄχλοις, ἁρμόσαι δυναμένην. Πρυλέεσσι. Πεζοῖς ὁπλίταις. Φλόγεα.

### 5 745

Λαμπρὰ, ἢ διάπυρα. Βριθύ.

### 5 746

Βαρὺ, καὶ καταπληκτικόν. Στιβαρόν. Ἰσχυρόν. Δάμνησι. Δαμάζει, ἀναιρεῖ, ὑποτάσσεται. Κοτέσσεται.

### 5 747

Ὀργισθήσεται. Ὀβριμοπάτρη. Ὄμβριμον καὶ ἰσχυρὸν πατέρα ἔχουσα. Ἐπεμαίετο.

### 5 748

Ἐφήπτετο, ἐπέψαυεν, ἐπεθύμει. Αὐτόματοι.

### 5 749

Ἀφ’ ἑαυτῶν. Μύκον. Ἤχησαν. ἀνεῴχθησαν· ἀπὸ τοῦ παρακολουθοῦντος. Ἔχον. Νῦν ἀντὶ τοῦ, ἐφύλασσον. Ἐπιτέτραπται.

### 5 750

Ἐγκεχείρισται, ἢ ἐξουσίᾳ δέδοται. Ἀνακλῖναι.

### 5 751

Διαστεῖλαι, ἀναζυγῶσαι, ἀναστεῖλαι. Ἐπιθεῖναι. Ἐπικλῖναι, ἐπιπτύξαι. Κεντρηνεκέας.

### 5 752

Τοὺς τοῖς κέντροις, ὅ ἐστι, μάστιξι, κεντουμένους. Ἔχον. Ἤλαυνον. Ὕπατον.

### 5 756

Βασιλέα, ἡγεμόνα. Ἐξείρετο. Ἐξειρώτα. Ὁσσάτιον.

### 5 758

Ὅσον. Οὐ κατὰ κόσμον.

### 5 759

Οὐ κατὰ τὸ προσῆκον. Ἕκηλοι. Ἥσυχοι. Τέρπονται.

### 5 760

Ἥδονται. Ἄφρονα.

### 5 761

Ἀνόητον, ἀσύνετον. Ἀνέντες. Ἀναπείσαντες. Θέμιστα. Δικαιοσύνην. Πεπληγυῖα.

### 5 763

Πλήξασα. Ἐξαποδίωμαι. Ἀποδιώξω, ἐλάσω. Ἄγρει μάν.

### 5 765

Ἄγε δή. Πελάζειν.

### 5 766

Προσπελάζειν. Μεσσηγύς.

### 5 769

Ἀνὰ μέσον. Ἠεροειδές.

### 5 770

Ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος. καὶ μηδενὸς ἐμποδίζοντος. ἢ, ἀερῶδες. Ἥμενος.

### 5 771

Καθεζόμενος. Σκοπιῇ. Ὑψηλῷ καὶ ἀποσκόπῳ. Λεύσσων. Βλέπων. Ἐπιθρώσκουσιν.

### 5 772

Ἐπιπηδῶσιν. Ὑψηχέες. Ὧν ὁ ἦχος εἰς ὕψος ἀνέρχεται. Ἢ, ὑψαύχενες. Ἷξον.

### 5 773

Παρεγένοντο. Ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.

### 5 774

Ὅπου τὰ ῥεύματα ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσιν. Ἀμβροσίην.

### 5 777

Τὴν τῶν θεῶν τροφήν. Ἢ, πόαν τινὰ, νῦν, ἣν οἱ τῶν θεῶν ἵπποι ἐσθίουσιν. Ἀνέτειλεν. Ἀνέσχεν, ἀνεφύησεν, ἀνέδωκε. Νέμεσθαι. Ἐσθίειν. Τρήρωσι.

### 5 778

Δειλαῖς. ἐπιθετικῶς. Παρὰ τὸ τρεῖν. Δειλὸν γὰρ τὸ ζῶον. Τὸ γὰρ τρεῖν, σημαίνει τὸ φοβεῖσθαι. Πελειάσι. Περιστεραῖς. Ἴθματα. Ἴχνη, βήματα, ὁρμήματα. Ἀλεξέμεναι.

### 5 779

Βοηθεῖν. Εἰλόμενοι.

### 5 782

Εἱλούμενοι, συναθροιζόμενοι, κατὰ τὴν μάχην συνηλεγμένοι. Λείουσιν. Λέουσιν. Ἀλαπαδνόν.

### 5 783

Ἀσθενές. Ἤϋσεν.

### 5 784

Ἐφώνησε. Στέντορι.

### 5 785

Οὐδὲν οὐδαμοῦ περὶ τούτου διεξῆλθεν ἔργον πεποιηκότος. Εἰσαμένη. Εἰκασθεῖσα, ὁμοιωθεῖσα. Χαλκεοφώνῳ. Ἀντὶ τοῦ, εὐφώνῳ. Αὐδήσασκεν.

### 5 786

Ἐφώνει. ἐβόα. Αἰδώς.

### 5 787

Αἰσχύνη, ὄνειδος. Κάκ’ ἐλέγχεα. Ἐπονείδιστα, κακὰ ὀνείδη. Εἶδος ἀγητοί. Εὐμορφίᾳ θαυμαστοί. Πωλέσκετο.

### 5 788

Ἐφοίτα, ἀνεστρέφετο. Τὸ ω μέγα, διὰ τὸ μέτρον. Ἴχνεσκον.

### 5 790

Ἐπορεύοντο, προσίεσαν. Ἐδείδισαν. Ἐφοβοῦντο. Ἀναψύχοντα.

### 5 795

Καταπνεόμενον. Ἔτειρεν.

### 5 796

Κατεπόνει. Τελαμῶνος. Τοῦ ἀναφορέως. Ἂν δ’ ἴσχων.

### 5 798

Ἀνέχων καὶ ἀνατείνων. ὅπέρ ἐστιν, ἄνω ἔχων, καὶ μετεωρίζων. Κελαινεφές. Μέλαν. παραγώγως. Οὐ γὰρ ἔγκειται τὸ νέφος. Ἀπεμόργνυ. Ἀπέψα, ἀπέμασσεν. Ὀλίγον.

### 5 800

Ἀντὶ τοῦ, οὐδὲ ὀλίγον, οὐδὲ ὅλως. Οἱ ἐοικότα. Ἑαυτῷ ὅμοιον. Γείνατο. Ἐγέννησεν. Εἴασκον.

### 5 802

Εἴων. Ἐκπαιφάσσειν.

### 5 803

Ἐνθουσιᾷν. Ἄγγελος.

### 5 804

Λαφυραγωγός. Δαίνυσθαι.

### 5 805

Εὐωχεῖσθαι. Ἕκηλον. Ἥσυχον. Προκαλίζετο.

### 5 807

Προεκαλεῖτο. Ἐπιτάῤῥοθος.

### 5 808

Βοηθός. Ἦα. Ἦν, ὑπῆρχον. Προφρονέως.

### 5 810

Προθύμως. Κέλομαι. Κελεύω. Πολυάϊξ.

### 5 811

Πολυόρμητος. Δέδυκεν. Ὑπεισῆλθεν, ἐκρύβη. Ἀκήριον.

### 5 812

Ἀψυχοποιὸν, εἰς ἀψυχίαν ἄγον. Ἔκγονος.

### 5 813

Παῖς, υἱὸς, ἤγουν ἀπόγονος. Ἐσσί. Ὑπάρχεις. Οἰνείδαο. Πατρωνυμικῶς, τοῦ Τυδέως. Ἐπικεύσω.

### 5 816

Ἐπικρύψομαι. Ἐφετμέων.

### 5 818

Ἐντολῶν. Οὔ μ’ εἴας.

### 5 819

Οὐ συνεχώρεις μοι. Ἀτὰρ εἴ κεν.

### 5 820

Ἐὰν δέ. Ἀναχάζομαι.

### 5 822

Ἀναχωρῶ. Ἀλήμεναι.

### 5 823

Ἀθροισθῆναι, συστραφῆναι. Ἀνὰ κοιρανέοντα.

### 5 824

Διατάσσοντα. Αἱ προθέσεις, ἀντιλαμβανόμεναι ἀλλήλων, τοὺς οἰκείους τόπους τηροῦσι. Δείδιθι.

### 5 827

Φοβοῦ. Σχεδίην.

### 5 830

Ἐκ τοῦ σύνεγγυς. Ἅζευ. Φοβοῦ, σέβου. Τυκτόν.

### 5 831

Κατασκευαστόν. Ἀλλοπρόσαλλον. Ἄλλοτε ἄλλῳ φίλον. Στεῦτο.

### 5 832

Ἐβεβαιοῦτο, διωρίζετο. Ὁμιλεῖ.

### 5 834

Ἀναστρέφεται, μάχεται. Λέλασται. Ἐπιλέλησται. Πάλιν.

### 5 836

Νῦν ἀντὶ τοῦ εἰς τοὐπίσω. Ἐρύσασα. Ἑλκύσασα. Ἐμμαπέως. Ἐνεργῶς, ταχέως, ἑτοίμως, προθύμως, σπουδαίως, μετὰ σπουδῆς. Ἔβραχεν.

### 5 838

Ἤχησε. Φήγινος. Δρύϊνος. Βριθοσύνῃ.

### 5 839

Βαρύτητι, τῷ βάρει. Λάζετο.

### 5 840

Ἐλάμβανε. Δῦν’.

### 5 845

Ἔδυνεν, ἐνεδύσατο. Ἄϊδος κυνέην. Νέφος τι, καὶ ἀορασίαν. Ἢ, ἀντὶ τοῦ, τὸ πρόσωπον ἔκρυψεν ὑπὸ τὴν περικεφαλαίαν. Κυνέην. Τὴν περικεφαλαίαν. Ἔασε.

### 5 847

Κατέθετο, ἀφῆκεν. Ἐξαίνυτο.

### 5 848

Ἐξείλκυσεν. Ἰθύς.

### 5 849

Ἐπ’ εὐθείας. Ὠρέξατο.

### 5 851

Ἐπέτεινε. Μεμαώς.

### 5 852

Προθυμούμενος. Ἐτώσιον.

### 5 854

Ἅλιον, μάταιον. Ἀϊχθῆναι. Ὁρμηθῆναι. Ἐπέρεισεν.

### 5 856

Ἐπήρεισεν, ἐπεστήριξε. Νείατον.

### 5 857

Ἔσχατον. Κενεῶνα. Κενεών ἐστι τόπος κενὸς ὀστέου. ἡ λαπάρα. ἣ καὶ λαγὼν λέγεται. Ἔδαψε.

### 5 858

Διῆλθε, διέκοψεν, ἔτεμεν. Ἔβραχεν.

### 5 859

Ἤχησεν. Ἐννεάχιλοι.

### 5 860

Ἐννακισχίλιοι. Δεκάχιλοι. Μύριοι. Ἆτος.

### 5 863

Ἀκόρεστος. Οἵη.

### 5 864

Ὁποία. Ἐρεβεννή. Σκοτεινή. Καύματος ἐξ ἀνέμοιο.

### 5 865

Ὅπέρ ἐστιν ἐξ ἀνέμου. Ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας, πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. Τὸ δὲ ἑξῆς· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος. Ἡ ἐξ, ἀντὶ τῆς μετά. Δυσαέος. Χαλεπῶς πνέοντος, δυσπνόου. Ὀρνυμένοιο. Διεγειρομένου. Φαίνεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.

### 5 867

Εἰς τὸ νεφέεσσι, διαστολή. ἵν’ ᾖ· ἐγγὺς τῶν νεφῶν. Δημοσθένης· Ἀθηναίοις δέ εἰσιν ὁμοῦ δισμύριοι. Οἱ δὲ συνάπτουσιν ὅλον ἀντὶ τοῦ, ὑπὸ νεφῶν κεκαλυμμένος, καὶ εἰς οὐρανὸν ἀνιών. Ἕδος.

### 5 868

Ἕδρασμα. Ἀχεύων.

### 5 869

Λυπούμενος. Ἐξ ὠτειλῆς.

### 5 870

Ἐκ τοῦ τραύματος. Ὀλοφυρόμενος.

### 5 871

Οἰκτιζόμενος. Νεμεσίζῃ.

### 5 872

Μέμφῃ. Ῥίγιστα.

### 5 873

Φρικτά. Τετληότες. Ὑπομεμενηκότες. Εἰμέν. Ἐσμέν. Ἰότητι.

### 5 874

Γνώμῃ, βουλήσει. Χάριν δ’ ἄνδρεσσι φέροντες. Ἀντὶ τοῦ, ἀνθρώποις χαριζόμενοι. Σοὶ πάντες μαχόμεσθα.

### 5 875

Οὐχὶ σοί φησιν εἰς μάχην καθιστάμεθα. Σοί. Ἀντὶ τοῦ, διὰ σέ. Ἄφρονα. Ἀνόητον, ἀσύνετον. Ἀήσυλα.

### 5 876

Ἄδικα, ἁμαρτωλά. Ἐκ τοῦ ἥδω, ἥσω, ἤσυλα, καὶ ἀήσυλα. τὰ μὴ πρέποντα, ἢ, μὴ εὐφραίνοντα. Δεδμήμεσθα.

### 5 878

Ὑποτετάγμεθα. Προτιβάλλεαι.

### 5 879

Ἐπιστρέφεις, σωφρονίζεις, ἐπιπλήσσεις. Ἀνιεῖς.

### 5 880

Ἀφίεις. Ἐγείναο. Ἐγέννησας. Παῖδ’ ἀΐδηλον. Ἐπιβλαβῆ, ἀδηλοποιὸν, ἢ ἀφανῆ γενησομένην. Μαργαίνειν.

### 5 882

Μαίνεσθαι, ἐνθουσιᾷν, ἀκρατῶς ὁρμᾷν. Ὑπήνεικαν.

### 5 885

Ἐξήνεγκαν, ἐξήγαγον. Δηρόν. Ἐπὶ πολὺν χρόνον. Νεκάδεσσι.

### 5 886

Ταῖς τῶν νεκρῶν τάξεσιν. Ἤ κεν ζώς.

### 5 887

Ἢν ζῶ ἄν. Ζώς. Ζῶν. Ζωὸς, ἡ γενικὴ Ζωοῦ. Ἀπὸ γὰρ τοῦ Ζωός ἐστιν ἡ συναίρεσις. διὸ ὀξύνεται. Ἀμενηνός. Ἀσθενὴς, οὐκ ἔχων μένος. Τυπῇσι. Τραύμασι, πληγαῖς, τρώσεσι. Μινύριζε.

### 5 889

Θρήνει. εἴτ’ οὖν, ἀποδύρου. ἢ ἠρέμα θρήνει. Ἀάσχετον.

### 5 892

Ἀνυπομόνητον, ὃ οὐχ οἷόν τε ἐπισχεθῆναι. Οὐκ ἐπιεικτόν. Οὐκ εὐκατάπληκτον, οὐχ ὑποχωρητικὸν, οὐκ εὐένδοτον. Σπουδῇ.

### 5 893

Μόγις. Δάμνημι. Δαμάζω. Ἐννεσίῃσι.

### 5 894

Βουλήσεσι, βουλαῖς, ἐννοίαις. Εἰ δέ τευ.

### 5 897

Εἰ δέ τινος. Γένευ. Ἐγένου. Ἀΐδηλος. Ἀφανιστικός. Ἐνέρτερος.

### 5 898

Κατώτερος. Οὐρανιώνων. Τῶν Τιτάνων, νῦν. Ἰήσασθαι.

### 5 899

Ἰάσασθαι, θεραπεῦσαι. Παιήων.

### 5 900

Ἰατρὸς θεῶν. Ὀδυνήφατα. Τὰ τὰς ὀδύνας φθείροντα καὶ παύοντα. Ὀπός.

### 5 902

Τὸ γαλακτῶδες τῆς συκῆς. Ἐπειγόμενος. Ταρασσόμενος. Περιστρέφεται.

### 5 903

Περιπήγνυται. Ὅθεν καὶ ἡ τροφαλίς. Κυκόωντι. Κινοῦντι, ταράσσοντι. Ἕσσε.

### 5 905

Περιέβαλεν, ἠμφίασε. Κύδεϊ γαίων.

### 5 906

Τῇ δόξῃ γαυριῶν. Ἀλαλκομενηΐς.

### 5 908

Κατὰ δύναμιν βοηθοῦσα. Ἀνδροκτασιάων.

### 5 909

Ἀνδροφονιῶν, ἀνδρῶν ἀναιρέσεων. Οἰώθη.

### 6 1

Ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας, χωρὶς θεῶν ἐγένετο. Φύλοπις. Ἡ μάχη. Ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους. Ἔνθα καὶ ἔνθα.

### 6 2

Ἐνταῦθα κἀκεῖσε, εἰς ἀμφότερα τὰ μέρη. Ἴθυσε μάχη. Ἐπ’ εὐθείας ἐφέρετο ἡ μάχη· ὁτὲ μὲν τῶν Ἀχαιῶν τρεπόντων τοὺς Τρῶας, ὁτὲ δὲ ἀνατρεπομένων ὑπ’ αὐτῶν. Ἀλλήλων ἰθυνομένων.

### 6 3

Ἀντὶ τοῦ, ἐπ’ ἀλλήλους ἰθυνόντων, τοῦτ’ ἔστιν, ἐπ’ εὐθείας βαλλόντων. Χαλκήρεα. Χαλκῷ ἢ σιδήρῳ ἡρμοσμένα. Μεσσηγύς.

### 6 4

Ἀνὰ μέσον. Σιμόεντος ἠδὲ Ξάνθοιο. Σιμόεις καὶ Ξάνθος ποταμοὶ Τρωάδος. Ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα, φόως δ’ ἑτάροισιν ἔθηκε.

### 6 5

Τρισὶ μεταφοραῖς κέχρηται, ἐπιφαίνων τὴν ὁμοιότητα. Ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. Καὶ πάλιν, ὃ δύναται ῥῆξις ἐσθῆτος, τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἠδυνήθη τὴν φάλαγγα ῥήξας. Καὶ πάλιν, ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω τοῖς νικωμένοις ὑπὸ τῆς τοῦ Ἄρεως ἀχλύος, ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια. Φόως.

### 6 6

Φῶς, χαρὰν, σωτηρίαν. Ἱπποδασείης.

### 6 9

Ἱππολόφου. Ἐν δὲ μετώπῳ πῆξε.

### 6 10

Τινὲς, δυϊκῶς. Οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπα. Πέρησε. Διεπερόνησε. Τευθρανίδην.

### 6 13

Τεύθραντος παῖδα. Φιλέεσκεν.

### 6 15

Ἐξένιζεν. Ὁδῷ ἔπι. Ἐφόδῳ, παρόδῳ. Ἤρκεσεν.

### 6 16

Ἐβοήθησεν. Ὑπαντιάσας.

### 6 17

Ὑπαντήσας. Ἀπηύρα. Ἐστέρησεν. Ἔσκεν.

### 6 19

Ἦν. Ὑφηνίοχος. Ἀντὶ τοῦ, ἡνίοχος. Νύμφη.

### 6 21

Τοῦτο γενικόν ἐστι τὸ ὄνομα. Καλοῦνται δὲ αἱ νύμφαι ναΐδες, ἐκ τῶν ναμάτων, καὶ ἄλλαι διαφόρως. Νηΐς.

### 6 22

Ναΐδες, εἶδος νυμφῶν. Ἀβαρβαρέη. Ὄνομα κύριον νύμφης. Σκότιον.

### 6 24

Ἐκ λαθραίας μίξεως τὸν λάθρα γεγεννημένον, καὶ οὐκ ἐκ τῆς κατὰ νόμον γαμηθείσης. τὸν ἐξ ἀδᾳδουχήτων γάμων. Ἐπ’ ὄεσσιν.

### 6 25

Ἐν τῷ τῶν προβάτων τόπῳ. Ὑποκυσσαμένη.

### 6 26

Ὑπ’ αὐτοῦ κυήσασα, γεννήσασα. Ἐνῄρατο.

### 6 32

Ἐφόνευσε. Σατνιόεντος.

### 6 34

Ὄνομα ποταμοῦ, καὶ κύριον. Πήδασον.

### 6 35

Πόλις Φρυγίας ἡ Πήδασος. Πήδασον αἰπεινήν. Ἀχιλλεὺς, ὑπὸ τὸν Τρωϊκὸν πόλεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις, ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηΐαν, νῦν δὲ Πήδασον καλουμένην, βουλόμενος ὁμοῦ ταῖς ἄλλαις καὶ ταύτην ἑλεῖν. Ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τέλος πολιορκίαν, διὰ τὴν ὀχυρότητα τοῦ τόπου, καὶ μέλλοντος ἤδη ἀναχωρεῖν, φασὶν, εἴσω τῶν τειχῶν οὖσαν παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως· καὶ λαβοῦσαν μῆλον, ἐπιγράψαι, καὶ αὐτὸ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν. Ἦν δὲ ἐν αὐτῷ γεγραμμένα· Μὴ σπεῦδ’, Ἀχιλλεῦ, πρὶν Μονηΐαν ἕλῃς. Ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσι κακῶς. Τὸν δὲ Ἀχιλλέα, ἐπιμείναντα, οὕτω λαβεῖν τὴν πόλιν, τῇ τοῦ ὕδατος σπάνει. Ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ. Αἰπεινήν. Ὑψηλήν. Ἀτυζομένω.

### 6 38

Ταρασσόμενοι. Καταπλησσόμενοι, καὶ φοβούμενοι. Ὄζῳ ἐνὶ βλαφθέντε.

### 6 39

Ὑπὸ τοῦ ὄζου ἐπισχεθέντες. ὑπὸ τοῦ κλάδου ἐμποδισθέντες. Μυρικίνῳ. Τῷ τῆς μυρίκης. Εἶδος δένδρου. Δοτικὴ ἑνικῶν. Ἄξαντε.

### 6 40

Θραύσαντες. Ἐν πρώτῳ ῥυμῷ. Ἐν τῷ ἄκρῳ τοῦ ῥυμοῦ. Πρώτῳ. Ἄκρῳ. Αὐτὼ μὲν ἐβήτην. Γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν, ἐπικειμένου τοῦ ζυγοῦ· τὸ δὲ ἅρμα ἐπιπλέκεται μυρίκης κλάδῳ· ὁ δὲ Ἄδραστος, κυλισθεὶς ἐκ τοῦ ἅρματος, κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον· ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ. Ἀτυζόμενοι.

### 6 41

Ταραττόμενοι. Φοβέοντο. Ἔφευγον. Πρηνής.

### 6 43

Ἐπὶ πρόσωπον. Ἐπὶ στόμα. Δηλωτικὸν τοῦ πρηνής. Δολιχόσκιον ἔγχος.

### 6 44

Τὸ εἰς δολιχὸν διάστημα κίειν δυνάμενον. πλεονάσαντος τοῦ ς, ὡς καὶ ἐν τῷ θεόσδοτος. Ἢ, τὸ μακρὸν, οὗ ἡ σκιὰ δολιχή. Τοῦτο δὲ ἐκ τοῦ παρακολουθοῦντος. Ἢ, ὅπερ, διὰ τὸ σκιᾷ ἐντραφῆναι, δολιχὸν γέγονε. Ζώγρει.

### 6 46

Ζῶντα ἄγε. Κειμήλια.

### 6 47

Τὰ ἀργὰ καὶ ἀπόθετα χρήματα. Πολύκμητος.

### 6 48

Μετὰ πολλοῦ καμάτου γενόμενος. Ἢ, ὁ πολὺν κάματον παρεχόμενος. Καταξέμεν.

### 6 53

Κατάξειν. Ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος. Ὁμοκλήσας.

### 6 54

Ἀπειλήσας. Αἰπύν.

### 6 57

Χαλεπόν. Ἀκήδεστοι.

### 6 60

Ἀφρόντιστοι, κηδεμόνα μὴ ἔχοντες. Ἄφαντοι. Ἀνώνυμοι, ἀφανεῖς. Ἔτρεψε.

### 6 61

Παρέτρεψε, παρέπεισεν. Αἴσιμα.

### 6 62

Καθήκοντα. Παρειπών. Παραμυθησάμενος. Ὤσατο. Ἀπώσατο, ἀπέβαλε. Λαπάρην.

### 6 64

Λαγόνα. Ἀνετράπετο. Ἀνετράπη. εἰς τοὐπίσω ἔπεσεν ὕπτιος. Λάξ.

### 6 65

Τῷ πλάτει τοῦ ποδός. Ἐκέκλετο.

### 6 66

Παρεκελεύετο. Ἐνάρων.

### 6 68

Τῶν σκύλων. Ἐπιβαλλόμενος. Ἐπιθυμῶν, ἀντιποιούμενος, ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. βέλτιον δὲ, ἐπιθυμῶν. Ἀναλκίῃσιν.

### 6 74

Ἀνανδρείαις. Ἐγκέκλιται.

### 6 78

Ἐπίκειται, ἐπήρεισται, ἔγκειται. ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων. Ἰθύν.

### 6 79

Ὁρμὴν, ὀρθότητα. Πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε. Κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ τῆς φρονήσεως ὑμεῖς διαφέρετε. Ἐρυκάκετε.

### 6 80

Κωλύετε, κατέχετε. Ἐποιχόμενοι.

### 6 81

Ἐπιπορευόμενοι. Δηΐοισι.

### 6 82

Τοῖς ἐχθροῖς. Χάρμα. Χαρά. Ἀναγκαίη.

### 6 85

Ἀνάγκη. Ἐπείγει. Καταπονεῖ. Ξυνάγουσα.

### 6 87

Συνάγουσα. Γεραιάς. Ἐντίμους γυναῖκας. Ἐν πόλει ἄκρῃ.

### 6 88

Ἐν τῇ ἀκροπόλει. Διάλυσις, ἢ μετατύπωσις, ὁ τρόπος. Οἴξασα.

### 6 89

Ἀνοίξασα. Κληῗδι. Κατὰ διαίρεσιν, καὶ μεταποίησιν. Κλεὶς γὰρ, κλειδός. Ὅς οἱ.

### 6 90

Ὅστις αὐτῇ. Ἐπὶ γούνασιν.

### 6 92

Ἀντὶ τοῦ, παρὰ τοῖς γόνασι, παρὰ τοὺς πόδας. Ὀρθὸν γὰρ τὸ Παλλάδιον. Ἤνις.

### 6 94

Ἐνιαυσιαίους. Ἠκέστας. Ἀκεντήτους, ἀδαμάστους. Ἀπόσχῃ.

### 6 96

Ἀποδιώξῃ. Ἄγριον αἰχμητήν.

### 6 97

Ἄγριον ἐν τῷ αἰχμάζειν· ὑφ’ ἓν ἀμφότερα. Λέγει δὲ, χαλεπὸν ἐν τῷ μάχεσθαι. Κρατερόν. Ἰσχυρόν. Μήστωρα. Ἐπιστήμονα. Φόβοιο. Φυγῆς. Μήστωρα φόβοιο. Τὸν δυνάμενον φυγὴν μήσασθαι τοῖς ἐναντίοις. ὅ ἐστιν, ἐργάσασθαι. Ὄρχαμον.

### 6 99

Ἡγεμόνα. Ἰσοφαρίζειν.

### 6 101

Ἐξισοῦσθαι. Ἐλελίχθησαν.

### 6 106

Συνεστράφησαν. Λῆξαν.

### 6 107

Ἔπαυσαν. Φάν.

### 6 108

Ὠιήθησαν. Ἀλεξήσοντα.

### 6 109

Βοηθήσοντα. Ἀνέρες.

### 6 112

Νῦν, ἀνδρεῖοι. Ἐστέ. Γίγνεσθε. Βείω.

### 6 113

Βῶ. κατὰ διαίρεσιν, βέω· καὶ κατὰ πλεονασμὸν τοῦ ι, βείω. ὅ ἐστι πορευθῶ. Βουλευτῇσι.

### 6 114

Βουληφόροις. Ἀρήσασθαι.

### 6 115

Εὔχεσθαι. Ἄντυξ.

### 6 118

Νῦν, ἡ περιφέρεια τῆς ἀσπίδος. Πυμάτη. Ἐσχάτη. Θέεν. Περιέτρεχε. Συνίτην.

### 6 120

Συνήρχοντο. Ὄπωπα.

### 6 124

Ἑώρακα. Προβέβηκας.

### 6 125

Προελήλυθας, ὑπερεμάχησας, ὑπερβέβηκας. Δυστήνων.

### 6 127

Δυστυχῶν, ἀθλίων. Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος.

### 6 130

Διόνυσος, ὁ Διὸς καὶ Σεμέλης παῖς, ἐν Κυβέλοις τῆς Φρυγίας ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν ἐτύγχανε, προηγουμένων τῶν ἀνθρώπων. Παραγενόμενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην, Λυκοῦργος ὁ Δρύαντος λυπήσας, Ἥρας μίσει, μύωπι ἀπελαύνει τῆς γῆς. καὶ καθάπτεται αὐτοῦ καὶ τῶν τούτου τιθηνῶν. ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. Θεηλάτῳ δ’ ἐπελαυνόμενος μάστιγι, τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι. Ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος καὶ Εὐρυνόμης ὑπολαμβάνεται. Ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας, ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην. ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τοὺς ὀφθαλμούς. Τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρωπίαν πεποιηκὼς Εὔμηλος. Μαινομένοιο.

### 6 132

Μανιοποιοῦ. διὰ τὴν μέθην. ὡς, τὸ χλωρὸν δέος, τὸ χλωροποιόν. Τιθήνας. Τροφούς. Σεῦε.

### 6 133

Ἐδίωκεν. Ἠγάθεον. Ἄγαν θεῖον. Νυσσήϊον. Τὴν λεγομένην Νύσσαν. Ὄρος δὲ λέγει τῆς Θρᾴκης νῦν. Ἐν ἄλλοις· Νυσσήϊον, ἡ Διονύσου διατριβή. Ἡ δὲ Νύσσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ, καὶ Ἀραβίᾳ, καὶ Ἰνδικῇ, καὶ Λιβύῃ, καὶ Νάξῳ. ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ, καὶ ἐν τῷ Καυκασίῳ ὄρει. ὅπου δὲ νῆσος, ὡς ἐν Νείλῳ τῷ ποταμῷ. Οὐ δεδήλωκε δὲ ὁ Ποιητὴς, ἐν ποίᾳ Νύσσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο. Θύσθλα.

### 6 134

Οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τοὺς θύρσους, τοῦτ’ ἔστι, βακχικὰς δράκας, ὅ ἐστι, Διονυσιακὰ μυστήρια. ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν. Βουπλῆγι.

### 6 135

Τῷ πελέκει· ὅτι αὐτῷ τυπτόμενοι οἱ βόες ἀναιροῦνται. οἱ δὲ μάστιγι, ἐπεὶ ἐκ βύρσης γίγνεται. Φοβηθείς. Εἰς φυγὴν τραπείς. Ὁμοκλῇ.

### 6 137

Ἀπειλῇ. Ὀδύσαντο.

### 6 138

Ὠργίσθησαν, ἐχολώθησαν. Ῥεῖα ζώοντες. Ῥᾳδίως καὶ ἀπόνως ζῶντες. Ἀπήχθετο.

### 6 140

Ἐμισεῖτο. Ἔδουσιν.

### 6 142

Ἐσθίουσι. Θᾶσσον.

### 6 143

Ταχύτερον. Πείρατα. Πέρατα. Γενεήν.

### 6 145

Νῦν, γένος. Ἐρεείνεις. Ἐρωτᾷς. Χαμάδις.

### 6 147

Χαμαί. Τηλεθόωσα.

### 6 148

Θάλλουσα, εὐθαλὴς δένδρεσιν οὖσα. Φύει. Αὔξει. Δαήμεναι.

### 6 150

Μαθεῖν. Ἴσασι.

### 6 151

Γιγνώσκουσιν. Ἐφύρη.

### 6 152

Οὕτω τὸ πρότερον ἐκαλεῖτο ἡ Κόρινθος. Ἔστι δὲ καὶ Θεσπρωτίας Ἔφυρα. Μυχῷ Ἄργεος. Τῷ ἐσωτάτῳ τόπῳ τῆς Πελοποννήσου. Ἱπποβότοιο. Ἱπποτρόφου. Ἔσκεν.

### 6 153

Ἐγενήθη, ὑπῆρχε. Κέρδιστος. Συνετώτατος. Ἔνθα δὲ Σίσυφος ἔσκεν. Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγειναν ἀπὸ Φλιοῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει. Καὶ διὰ τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθ’ ἑαυτοῦ τὸν Δία. Ἐπιπέμπει οὖν αὐτῷ τὸν Θάνατον. Τοῦτον δὲ κρατεροῖς δεσμοῖς δήσαντος τοῦ Σισύφου, συνέβαινεν οὐδένα ἀποθνήσκειν, ἕως λύει τὸν Θάνατον ὁ Ἄρης, καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. Ὁ δὲ πρὶν ἢ ἀποθανεῖν ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ, τὰ νενομισμένα αὐτῷ πέμπειν εἰς Ἅιδην. Καὶ μετὰ τὸν χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς, ὁ Ἅιδης, πυθόμενος, μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. Ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος, οὐκ ἔτι ὀπίσσω ἄγει. Καὶ γηραιὸν αὐτὸν ἀποθανόντα κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον, πρὸς τὸ μὴ πάλιν ἀποδράναι. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην.

### 6 155

Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους. Ἀνελὼν δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην, Βελλεροφόντης ἐκλήθη. Ἦν δὲ Φύσει μὲν παῖς Ποσειδῶνος, ἐπικλήσει δὲ, Γλαύκου. Λαβὼν οὖν παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον, (διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου,) τούτῳ ἐπῳχεῖτο· καὶ δράσας ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας, φεύγει εἰς Ἄργος. Τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ βασιλέως, μετ’ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδέετο ὅπως συνευνασθῆ. Ὁ δὲ δεξιούμενος τὸ ὅσιον, ἀντέλεγεν. Ἡ δὲ Ἄντεια, δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε, τοῦ Βελλεροφόντου κατειποῦσα, ὡς ἄρα βουληθείη βιάσασθαι αὐτήν. Ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη ἀποκτεῖναι τὸν Βελλεροφόντην, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθ’ ἑαυτοῦ κομίζοντα γράμματα. Ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε, κατ’ αὐτοῦ στρατεῦσαι τὴν δεινὴν διαβολήν. Οὐ γὰρ ἂν τοσούτων κακῶν ὄχλον, μὴ ἀθῶος ὢν, τῇ δυνάμει κατηγωνίσατο. Ἔδωκέ τε αὐτῷ τὴν ἰδίαν θυγατέρα εἰς γάμον, Κασάνδραν, καὶ τῆς βασιλείας μοῖράν τινα. Λέγεται δὲ, αὐτὸν ἐπαρθέντα ἐφ’ οἷς ἔπραξε, θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. Τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος. Τὸν δὲ Δία μηνίσαντα, οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ. Ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην· κατενεχθῆναί τε εἰς τὸ τῆς Λυκίας πεδίον, τὸ ἀπ’ αὐτοῦ καλούμενον Ἀλήϊον πεδίον· ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα· τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ, δεηθεῖσαν τοῦ Διὸς, δῶρον πρὸς τὸ ἀκόπως περιϊέναι τὰς τοῦ κόσμου περιόδους. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις. Ἠνορέην.

### 6 156

Ἀνδρίαν. Ἐρατεινήν. Ἐπέραστον, καλήν. Ὤπασαν.

### 6 157

Ἔδωκαν, περιεποίησαν. Ἐμήσατο. Ἐβουλεύσατο, νῦν δὲ, εἰργάσατο. Ἔλασσεν.

### 6 158

Ἐξήλασεν, ἐφυγάδευσεν. Ἐπεμῄνατο.

### 6 160

Ἐμάνη. Δῖα. Ἤτοι, κρατίστη, εὐγενεστάτη, εἰρωνικῶς. Κρυπταδίῃ.

### 6 161

Λαθραίᾳ καὶ μοιχικῇ. Μιγήμεναι. Μιγῆναι, συνελθεῖν. Κάκτανε.

### 6 164

Κατάκτεινε. Ἥν.

### 6 192

Τὴν ἑαυτοῦ. Τιμῆς βασιληΐδος.

### 6 193

Τῆς βασιλείου. Τέμενος.

### 6 194

Ἀποτετμημένη γῆ κατὰ τιμὴν δενδροφόρου γῆς, ἢ ἀμπελοφόρου. Τέμενος τάμον. Ἀπέτεμον τόπον τινά. Φυταλιῆς.

### 6 195

Δενδροφόρου γῆς, ἢ ἀμπελοφόρου. Ἀρούρης. Σπορίμου γῆς, καὶ σιτοφόρου. Παρελέξατο.

### 6 198

Παρεκοιμήθη. Χαλκοκορυστήν.

### 6 199

Χαλκῷ καθωπλισμένον. Ἀπήχθετο.

### 6 200

Ἐμισεῖτο. Καππεδίον.

### 6 201

Κατὰ τὸ πεδίον. Ἀλήϊον. Οὕτω πεδίον τῆς Κιλικίας καλούμενον ἀπὸ τῆς τοῦ Βελλεροφόντου ἄλης, τουτέστι, πλάνης. Ἀλᾶτο. Ἐπλανᾶτο. Κατέδων.

### 6 202

Κατεσθίων. Πάτον. Τὴν πεπατημένην ὁδὸν, γῆν πατουμένην ὑπὸ ἀνθρώπων. τοῦτ’ ἔστι, τὴν κοινὴν καὶ λεωφόρον. Χρυσήνιος.

### 6 205

Χρυσᾶς ἡνίας ἔχουσα, ὡς ἐφ’ ἅρματος ὀχουμένη. Ὑπείροχον.

### 6 208

Ὑπερέχοντα. Αἵματος.

### 6 211

Νῦν γένους, οἱονεὶ γονέων καὶ ἀδελφῶν. Γένος γὰρ τὸ πρὸ τούτων. Πατρώϊος.

### 6 215

Ἀντὶ τοῦ, πατρικός. Ἐρύξας.

### 6 217

Κατασχών. Πόρον.

### 6 218

Παρέσχον. Ξεινήϊα. Ξένια. Φοίνικι φαεινόν.

### 6 219

Φοινικῷ ἄνθει βεβαμμένον. Τυτθόν.

### 6 222

Ὀλίγον, μικρόν. Τῷ.

### 6 224

Διό. Ἔγχεσι δ’ ἀλλήλων ἀλεώμεθα.

### 6 226

Ἐκκλίνωμεν ἀλλήλοις ἐφιέναι τὰ δόρατα. Πόρῃ.

### 6 228

Περιποιήσῃ, παράσχῃ. Ἐπαμείψομεν.

### 6 230

Ἀντὶ τοῦ, ἀμείψωμεν, καταλλάξωμεν. Πιστώσαντο.

### 6 233

Πίστεις ἐποιήσαντο ἀλλήλοις. Ἑκατόμβοια.

### 6 236

Ἑκατὸν βοῶν ἄξια. Οὐ γὰρ νομίσμασιν ἐχρῶντο. Ὅθεν καὶ ἀλφεσίβοιαι. Ἐννεαβοίων. Ἐννέα βοῶν ἄξια. Κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν, δεκαβοίων. Σκαιάς.

### 6 237

Σκαιαὶ πύλαι τῆς Ἰλίου, οὕτω καλούμεναι. Εἰρόμεναι.

### 6 239

Ἐρωτῶσαι. Παῖδας. Ἀντὶ τοῦ, ὑπὲρ παίδων. Ἔτας. Ἑταίρους, συνήθεις, φίλους. Πολλῇσι δὲ κήδε’ ἐφῆπτο.

### 6 241

Πολλαῖς δὲ κακὰ ἐξῆπτο. τοῦτ’ ἔστι, πολλαὶ αὐτῶν ἐν κακώσει ἐγένοντο. Ξεστῇς.

### 6 243

Εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. Αἰθούσῃσι. Στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. Ἢ, αἴθουσαι, διὰ τὸ αἴθεσθαι ἐν αὐταῖς φῶς τοῦ χειμῶνος. Ἢ διὰ τὴν τοῦ ἡλίου βολήν. Τετυγμένον. Κατεσκευασμένον. Δεδμημένοι.

### 6 245

Ὠικοδομημένοι. Σημαίνει δὲ καὶ, δεδαμασμένοι. Μνηστῇς’.

### 6 246

Ταῖς ἐκ μνηστείας γεγαμημέναις. Τέγεοι.

### 6 248

Ὑπερῶοι. Ἠπιόδωρος.

### 6 251

Ἤπια καὶ πρᾶα, τοῦτ’ ἔστι, πραυντικὰ δωρουμένη κατὰ τὴν παιδοτροφίαν, ἢ λαβοῦσα, ὡς πολύδωρος. Λαοδίκην ἐσάγουσα.

### 6 252

Ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη. Ἔτυχε γὰρ πρὸς αὐτὴν εἰσελθεῖν βουλομένη. Ἐσάγουσα. Πορευομένη. Τείρουσι.

### 6 255

Καταπονοῦσι. Δυσώνυμοι. Κακώνυμοι. Ἀνῆκεν.

### 6 256

Ἀνέπεισεν. Ἐξ ἄκρης πόλιος.

### 6 257

Ἐκ τῆς ἀκροπόλεως. Χεῖρας ἀνασχεῖν. Εὔξασθαι. Μελιηδέα.

### 6 258

Τὸν ἡδύν. Ὀνήσεαι.

### 6 260

Ὠφεληθήσῃ. Κεκμηῶτι.

### 6 261

Κεκοπιακότι. Ἀέξει. Αὔξει. Ἔτῃσι.

### 6 262

Πολίταις. Ἄειρε.

### 6 264

Πρόσφερε. Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ. Μή μ’ ἀπογυιώσῃς. Ζητεῖται, πῶς ποτε ἐναντία ἑαυτῷ ὁ Ποιητὴς λέγει. Προειπὼν γὰρ, Ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει· νῦν ἐπάγει, Μή μ’ ἀπογυιώσῃς, μένεος δ’ ἀλκῆς τε λάθωμαι. Ἡ μὲν οὖν ὑπὸ πολλῶν λεγομένη λύσις τοῦ ζητήματος, τοιαύτη· ὅτι ἕτερόν ἐστι τὸ πρόσωπον τῆς Ἑκάβης, τὸ λέγον, ὠφέλιμον εἶναι τὸν οἶνον· ἕτερον δὲ τὸ τοῦ Ἕκτορος, τὸ ἀρνούμενον. Οὐδὲν δὲ θαυμαστὸν, εἰ παρὰ τῷ Ποιητῇ ἐναντίοι λέγονται λόγοι ὑπὸ διαφόρων φωνῶν. Ὅσα μὲν γὰρ αὐτὸς ἀφ’ ἑαυτοῦ καὶ ἐξ ἰδίου προσώπου λέγει ὁ Ποιητὴς, ταῦτα δεῖ ἀκόλουθα εἶναι ἀλλήλοις, καὶ μὴ ἐναντία. ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ ἐστιν, ἀλλὰ τῶν λεγόντων νοεῖται. Ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφωνίαν, ὥσπερ καὶ ἐν τούτοις. Ἡ μὲν γὰρ οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν, ταύτης ἐστὶ τῆς γνώμης. ὁ δὲ μάλιστα ἐπιστάμενος, ἀντιλέγει. Ἐπεὶ καὶ ἡ μὲν πρεσβύτις ἦν. Χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη. Ἐπωφελὴς γὰρ αὐτῇ ἐστι, θερμὸς ὢν καὶ ὑγρὸς, ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ, καὶ ἀναῤῥώννυσιν αὐτήν. Ὁ δὲ Ἕκτωρ νέος ἦν, καὶ ἀκμαῖος. Ἄμεινον δέ ἐστιν, ἐκεῖνο λέγειν, καὶ δεικνύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου, καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις, ὅτι ἐπὶ παντὸς πράγματος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. Οὕτως οὖν καὶ ἐπὶ τούτου. Τῷ μὲν γὰρ μέτρια πεπονηκότι, πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει· τὸν δὲ πάνυ κεκμηκότα σφάλλει. Ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ μόνον ὑπὸ τοῦ πολέμου, ἀλλὰ καὶ ὑπὸ τοῦ δρόμου τοῦ ἐπὶ τὴν πόλιν. Ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενός πω ἐγέγευτο. Ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον εἰς δύναμιν συμβάλλεται. Ὥσπερ καὶ ἀλλαχοῦ εἶπεν ὁ Ποιητής· Ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς, Ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζει, καὶ τὰ λοιπά. Ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος, καθ’ ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτως· Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ.

### 6 264 (50)

Χερσὶ δ’ ἀνίπτοισι Διῒ λείβειν αἴθοπα οἶνον Ἅζομαι. Οὐδέ πή ἐστι κελαινεφέϊ Κρονίωνι Αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. Μή μ’ ἀπογυιώσῃς, μένεός τ’ ἀλκῆς τε λάθωμαι. Ἵνα, ὡς μὴ καθαρὸς τὰς χεῖρας, τὸν οἶνον σπένδειν θεοῖς παραιτῇται, μὴ ὀργήν τινα λάβοι παρὰ θεῶν διὰ τοῦτο. Δυνατὸν δὲ, καὶ οὕτως λύειν τὸ προκείμενον· ὅτι τὸ μένος διχῶς νοεῖται· καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς, καὶ ἐπὶ δυνάμεως. Ἡ μὲν οὖν Ἑκάβη φύσει τὴν δύναμιν τοῦ πιόντος τὸν οἶνον αὔξειν λέγει· ὁ δὲ μαραίνεσθαι τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ πιόντος, λέγει, ὑπὸ τοῦ οἴνου, ὥστε μὴ κινεῖσθαι ἐναντίως. Ἀπογυιώσῃς.

### 6 265

Βλάψῃς μου τὰ μέλη. ἀποχωλώσῃς. οἷον ἐκλύσῃς μου τὰ μέλη. Ἔρχεο.

### 6 270

Ἀπέρχου. Σὺν θυέεσσι. Θυμιάμασι. Μετὰ θυσιῶν. Ἀολλίσασα. Ἀθροίσασα. Γεραιάς. Τὰς ἐντίμους. Χαριέστατος.

### 6 271

Εὐειδέστατος. Ὑποσχέσθαι.

### 6 274

Ἀντὶ τοῦ, ὑπόσχου, καὶ ὁμολόγησον. Πάριν μετελεύσομαι.

### 6 280

Πρὸς Πάριν ἀπελεύσομαι. Γαῖα χάνοι.

### 6 282

Ἡ γῆ, ὡς χάσματος γενομένου καταποθῆναι, καταπίοι ἡ γῆ. Ἔτρεφεν. Ἀνέτρεφε. Τοῖο.

### 6 283

Τούτου. Ἄϊδος εἴσω.

### 6 284

Εἰς ᾅδου. Ὀϊζύος ἐκλελαθέσθαι.

### 6 285

Μόχθου, καὶ κακοπαθείας. Εἰ θεασαίμην αὐτὸν νεκρὸν, ὑπολάβοιμι ἂν, αὐτὸν ἐκεῖνον ἔξω πάσης ταλαιπωρίας εἶναι. Καὶ γὰρ κατείληπται ὅτι μισεῖται. Ὀϊζύος ἐκλελαθέσθαι. Ἤτοι, τὴν ἐμὴν φρένα τῆς ἀτέρπου ὀϊζύος ἐπιλαθέσθαι. Ἀπὸ εὐθείας, τῆς, ἡ ἄτερπος ὀϊζύς. Ἢ εἴποιμι ἂν τὴν ἐμὴν φρένα ἄτερ ὀϊζύος εἶναι, καὶ ἐπιλελῆσθαι πάσης ταλαιπωρίας. Ἀτέρ που. Ἄτερ δή. χωρὶς δή. Ἀτέρπου. Ἀηδοῦς. τέρψιν οὐκ ἐχούσης. Μολοῦσα.

### 6 286

Ἐλθοῦσα, πορευθεῖσα. Ἀμφιπόλοισι. Δούλαις. Ἐς θάλαμον κηώεντα.

### 6 288

Εἰς τὸν θάλαμον τὸν τεθυμιωμένον. Εἴρηται δὲ παρὰ τὸ κῆαι, ὅ ἐστι καῦσαι τὰ θυμιάματα. Ἤγαγε Σιδονίηθεν ἐπιπλώς.

### 6 291

Ἐκ τῆς Σιδῶνος ἤγαγεν ἐπιπλεύσας. Κλέψας γὰρ τὴν Ἑλένην ἀπὸ Λακεδαίμονος, οὐχ’ ἣν ἦλθεν ὁδὸν, οὐδὲ τὸν κατ’ εὐθεῖαν πλοῦν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς καταληφθῇ· ἀλλ’ ἔπλευσε διὰ τῆς Αἰγύπτου καὶ Φοινίκης. Παριὼν οὖν διὰ τῆς Σιδῶνος, κἀκεῖθι γυναῖκας ἔξω τοῦ ἄστεος εὑρὼν, ἔλαβε τρόπῳ λῃστρικῷ. Ἀνήγαγε.

### 6 292

Τὸν εἰς τὴν Ἴλιον πλοῦν, ἀνάπλουν καὶ ἀναγωγὴν εἴρηκεν ὁ Ποιητής. Εὐπατέρειαν. Ἔνδοξον κατὰ πατέρα. Διὸς γὰρ ἦν θυγάτηρ ἡ Ἑλένη. Ἀειραμένη.

### 6 293

Ἀείρασα. Ποικίλμασι.

### 6 294

Τοῖς ἐνυφασμένοις ποικίλμασι. Νείατος.

### 6 295

Ἔσχατος. Μετεσσεύαντο.

### 6 296

Μετ’ αὐτὴν ὥρμων. Ὤϊξεν.

### 6 298

Ἀνέῳξε. Κισσηΐς.

### 6 299

Κισσέως θυγάτηρ Θεανώ. Ὀλολυγῇ.

### 6 301

Μετὰ ὀλολυγμοῦ. Φωνὴ δὲ αὕτη γυναικῶν, εὐχομένων θεοῖς. Ἐρυσίπτολι.

### 6 305

Φυλάσσουσα τὴν πόλιν. Ἐρύειν γὰρ, τὸ φυλάσσειν. Πόρκης.

### 6 320

Κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος. Θέε πόρκης. Κύκλῳ περιέκειτο. Περὶ δὲ χρύσεος θέε πόρκης. Περιεῖχέ φησι χρυσοῦς πόρκης τὸ δόρυ. Πόρκης δέ ἐστιν ὁ δακτύλιος τοῦ δόρατος, ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον. Τεύχε’ ἕποντα.

### 6 321

Ἐπιμελούμενον τῶν ὅπλων. Καλά.

### 6 322

Καλῶς. Ἁφόωντα. Ψηλαφῶντα, ἢ λαμπρύνοντα. Οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ.

### 6 326

Ἤτοι οὐ καλῶς νῦν τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχεις, ὅτι, πρὸς σὲ λυπούμενοι, παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἅπερ ἔλαβες. Οὐδὲ ἐν καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶς νῦν ὀργίζῃ, ἡγούμενος, τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ. Μεθιέντα.

### 6 330

Ἀμελοῦντα. Στυγεροῦ. Φρικτοῦ. Ἀλλ’ ἄνα.

### 6 331

Ἀλλ’ ἀνάστηθι. Δηΐοιο. Καυστικοῦ. Θέρηται. Θερμαίνηται. νῦν δὲ ἀντὶ τοῦ καίηται. Χόλῳ.

### 6 335

Ὀργῇ. Νεμέσσει. Μέμψει. μεμφόμενός τι, ἢ ἐγκαλῶν. Ἄχεϊ.

### 6 336

Ἀνίᾳ καὶ συμφορᾷ. Ἔθελον δ’ ἄχεϊ προτραπέσθαι. Διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. Ἔνιοι δὲ, εἶξαι. Ἢ, ἐβουλόμην, φησὶ, τὴν ἀπὸ τοῦ δυσημερήματος παρηγορήσασθαι καὶ παραμυθήσασθαι λύπην. Ἢ, ἐβουλόμην διὰ τὴν ἀθυμίαν ὀλίγον ἀποτραπῆναι τῆς μάχης. Ἢ, ἤθελον, διὰ τὴν ἧτταν λυπούμενος, μεῖναι καὶ κατακλινθῆναι. Ἤ, ἐβουλόμην ὑπὸ τῆς συμβάσης μοι λύπης ἐκ τῆς ἥττης παρατροπήν τινα, καὶ ψυχαγωγίαν, καὶ παραμυθίαν εὑρεῖν. Ἀπαμείβεται.

### 6 339

Ἐξ ἀμοιβῆς παραγίγνεται. Μέτειμι.

### 6 341

Μετελεύσομαι. Κιχήσεσθαι. Καταλήψεσθαι. Δᾶερ.

### 6 344

Δαὴρ, ἀνδρὸς ἀδελφός. Ἐμοῖο. Ἐμοῦ. Κυνός. Ἀναιδοῦς. Ὀκρυοέσσης. Τραχείας καὶ φρικτῆς. Καταστρέφει δὲ εἰς τὸ κακῆς καὶ ταλαιπώρου. Προφέρουσα.

### 6 346

Πόῤῥω φέρουσα. Θύελλα. Ἀνέμου συστροφή. Ἀπόερσεν.

### 6 348

Ἀπέπνιξε τῷ ὕδατι. Αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε.

### 6 349

Ἐπειδὴ δὲ ταῦτα οὕτως. Τεκμῄραντο. Ἐβουλεύσαντο, ἢ ἐτελείωσαν, ἢ, εἰς τέλος ἤγαγον. Ὤφελλον.

### 6 350

Ὤφειλον. Αἴσχεα.

### 6 351

Αἴσχη, ὀνείδους ἄξια. Ἔμπεδοι.

### 6 352

Ἀσφαλεῖς, βέβαιοι. Ἐπαυρήσασθαι.

### 6 353

Ἐπιτυχεῖν, ἀπολαῦσαι, ἢ μεταλήψεσθαι. Ἀοίδιμοι.

### 6 358

Μετ’ ᾠδῆς μνημονευόμενοι, διαβόητοι, καὶ οἷον ἀειδόμενοι καὶ θαυμαζόμενοι. Ποθή.

### 6 362

Ἐπιζήτησις. Ὄρνυθι.

### 6 363

Παρόρμα. Καταμάρψῃ.

### 6 364

Καταλάβῃ. κατάσχῃ. Οἰκῆας.

### 6 366

Νῦν ἀντὶ τοῦ οἰκείους, τοὺς κατὰ τὴν οἰκίαν. Ὑπότροπος.

### 6 367

Ἐς ὑποστροφῆς ἀνεληλυθώς. Ἵξομαι. Παραγενήσομαι. Δαμόωσι.

### 6 368

Δαμάσωσι. Γοόωσα.

### 6 373

Θρηνοῦσα. Μυρομένη. Ὀδυρομένη, θρηνοῦσα. Τέτμε.

### 6 374

Κατέλαβεν, εὗρεν. Οὐδόν.

### 6 375

Βατῆρα, βαθμόν. Σημαίνει δὲ καὶ τὴν ὁδόν. Δμωῇσι. Δούλαις. Εἰ δ’ ἄγε.

### 6 376

Ἄγε δή. Γαλόων.

### 6 378

Ἀνδρὸς ἀδελφῶν. Ὁμοίως δὲ καὶ ἀδελφοῦ γυνὴ, γάλως λέγεται. Εἰνατέρων. Εἰνάτερες καλοῦνται αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας, οἷον Ἑλένη πρὸς Ἀνδρομάχην. Ὀτρηρή.

### 6 381

Δραστικὴ, συνεργός. Ἀφικάνει.

### 6 388

Παραγίγνεται, ἢ παραλαμβάνει. Ταμίη.

### 6 390

Προστάτις. Διεξιέναι.

### 6 393

Διεξελθεῖν. Πολύδωρος.

### 6 394

Ἤτοι πολλὰ δῶρα λαβοῦσα παρὰ τοῦ μνηστευσαμένου. ἢ, πολλὰ δῶρα ἐπενεγκαμένη τῷ τοῦ ἀνδρὸς οἴκῳ. Ἠετίων, ὃς ἔναιεν Ὑποπλάκῳ ὑληέσσῃ.

### 6 396

Γρανικὸς, οἱ δὲ Ἀτράμους, Πελασγὸς τὸ γένος, ἀφίκετο ποτὲ ὑπὸ τὴν ἐν Λυκίᾳ Ἴδην· καὶ πόλιν κτίσας ἐνταῦθα, ἀφ’ ἑαυτοῦ προσηγόρευσεν Ἀτραμύτειον. Γεννήσας δὲ θυγατέρα Θήβην τὸ ὄνομα, περὶ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα, καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατ’ ἐκεῖνο καιροῦ φανεὶς, ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Κιλικίας, Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. Ἡ ἱστορία παρὰ Δικαιάρχῳ. Ὑποπλάκῳ. Ὑπὸ Πλακίῳ ὄρει τῆς Κιλικίας. Ὑληέσσῃ. Ὕλην ἐχούσῃ, συμφύτῳ τόπῳ, συνδένδρῳ. Ἐμφαίνει δὲ, ὅτι πλούσιος ἦν Ἠετίων, διὰ τοῦ ἐπιθέτου, εἰπὼν ὑληέσσῃ. Κιλίκεσσι.

### 6 397

Κίλικας λέγει τοὺς τὰς Ὑποπλακίους Θήβας οἰκοῦντας. Ἔχετο.

### 6 398

Ἐγαμεῖτο. Χαλκοκορυστῇ. Χαλκῷ καθωπλισμένῳ. Ἤντησεν.

### 6 399

Ἀπήντησεν. Ἀταλάφρονα.

### 6 400

Ἁπαλόφρονα. Ἁπαλὰ φρονοῦντα, τοῦτ’ ἔστι, νήπιον, ἀνόητον, ἢ μὴ δυνάμενον τλῆναι κακοπάθειαν. Ἑκτορίδην.

### 6 401

Ἕκτορος υἱὸν Ἀστυάνακτα. Ἀγαπητόν. Μονογενῆ. Ἀλίγκιον. Ὅμοιον. Ἐρύετο.

### 6 403

Ἔσωζεν, ἐφύλαττε. Δαιμόνιε.

### 6 407

Νῦν, γενναῖε, μακάριε. Ἢ κατ’ εὐφημισμὸν (κακόδαιμον). Φθίσει. Φονεύσει, διαφθερεῖ. Μένος. Νῦν, ἡ δύναμις. Οὐδ’ ἐλεαίρεις. Οὐδ’ ἐλεεῖς. Νηπίαχον.

### 6 408

Νήπιον. Ἄμμορον. Δύσμορον, κακόμορον. Χήρη. Ἔρημος. Ἰδίως δὲ τάσσεται ἐπὶ τῆς τὸν ἄνδρα ἀποβεβληκυίας, ἀνάνδρου. Ἀφαμαρτούσῃ.

### 6 411

Ἀποτυχούσῃ, ἀφαιρεθείσῃ. Χθόνα δύμεναι. Ἀποθανεῖν. Χθόνα. Τὴν γῆν. Δύμεναι. Κατελθεῖν. Θαλπωρή.

### 6 412

Χαρὰ, ἡδονὴ, παραμυθία. Ἀμόν.

### 6 414

Ἡμέτερον. Κατέκηε.

### 6 418

Κατέκαυσεν. Ἔντεσιν. Ὅπλοις. Δαιδαλέοισι. Ποικίλοις, εὖ πεποικιλμένοις. Σῆμα.

### 6 419

Τάφον. Πτελέας. Πτελέα, εἶδος δένδρου. Ὀρεστιάδες.

### 6 420

Αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι. Ἰῷ ἤματι.

### 6 422

Ἐν μιᾷ ἡμέρᾳ. Εἰλιπόδεσσιν.

### 6 424

Εἰλίποδας, ἐπιθετικῶς λέγει τὰς βοῦς, ὅτι ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν. Κτεάτεσσι.

### 6 426

Κτήμασι. Παρακοίτης.

### 6 430

Ἀνήρ. Ὀρφανικόν.

### 6 432

Ὀρφανόν. Ἐρινεόν.

### 6 433

Ἀγρίαν συκῆν. Ἄμβατος.

### 6 434

Ἀνάβασιν ἔχουσα ὁδός. Ἐπίδρομον. Ἐξ ἐπιδρομῆς, καθ’ ὅ ἐστιν ἐπιδραμεῖν τὴν ὁδὸν κατερχόμενον τὴν ἀπὸ τοῦ τείχους, καὶ ἀναβῆναι τὴν αὐτήν. Ἑλκεσιπέπλους.

### 6 442

Τὰς ἐφελκομένας τοὺς πέπλους, διὰ περιουσίαν, καὶ διὰ τὸ ἄχρι τῶν ποδῶν διήκειν, καὶ ἐπὶ βάθους. Κακὸς ὥς.

### 6 443

Ὡς κακός. Ἀλυσκάζω. Ἐκκλίνω, ἐκφεύγω. Ὀλώλῃ.

### 6 448

Ἀπόληται. Πρὸς ἄλλης.

### 6 456

Ἐπ’ ἄλλης. Τοῦτ’ ἔστιν, ἐπὶ δεσποίνῃ. Φορέοις.

### 6 457

Φέροις. Μεσσηΐδος. Μεσσηῒς, κρήνη Θετταλική. Ὑπερείης. Ὑπέρεια, κρήνη Ἄργους. Μεσσηΐδος ἢ Ὑπερείης. Μεσσηῒς, καὶ Ὑπέρεια, κρῆναι τῆς Πελοποννήσου. οἱ δὲ τῆς Λακωνικῆς. Ἀεκαζομένη.

### 6 458

Ἄκουσα, καὶ μὴ βουλομένη. οὐχ’ ἑκοῦσα, ἀλλ’ ἀναγκαζομένη. Καί ποτέ τις εἴπῃσιν.

### 6 459

Ἀντὶ τοῦ, εἴποι τὶς ἄν. Χήτει.

### 6 463

Στερήσει. σπάνει. Δούλειον ἦμαρ. Τὸν τῆς δουλείας χρόνον. Χυτή.

### 6 464

Ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ. Ἑλκηθμοῖο.

### 6 465

Ἑλκυσμοῦ, ἀνδραποδισμοῦ, τοῦτ’ ἔστιν, αἰχμαλωσίας. Πυθέσθαι. Ἀκοῦσαι, αἰσθέσθαι. Ὀρέξατο.

### 6 466

Ἐξέτεινε τὰς χεῖρας. ἢ, ἐλάβετο. Ἰάχων.

### 6 468

Κράζων. Ἀτυχθείς. Ἐκπλαγεὶς, ἢ ταραχθεὶς, ἢ ἀηδισθείς. Ἱππιοχαίτην.

### 6 469

Ἱππείας ἔχοντα τρίχας. Ὃν.

### 6 474

Τὸν ἑαυτοῦ. Κύσε. Κατεφίλησε. Πῆλε. Ἀνέπαλλε, καὶ ἀνέσειεν. Ἀριπρεπέα.

### 6 477

Ἐκπρεπῆ, ἐπίσημον. Ἔναρα.

### 6 480

Τὰ ἀπὸ πολέμου λάφυρα. Ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν. Διατοῦτο καὶ οἱ νεκροὶ ἔνεροι λέγονται. Βροτόεντα. Ἡμαγμένα. Βρότος γὰρ τὸ ἀπὸ τοῦ φόνου αἷμα. Ἢ ἡματωμένα. Κηώδει.

### 6 483

Εὐώδει. Δακρυόεν γελάσασα.

### 6 484

Μετὰ δακρύων γελάσασα. Ἀκαχίζεο.

### 6 486

Ἄχθου, λυποῦ. Ὑπὲρ αἶσαν.

### 6 487

Παρὰ τὴν εἱμαρμένην. Προϊάψει. Προδιαφθερεῖ. Πεφυγμένον.

### 6 488

Πεφευγότα. Κόμιζε.

### 6 490

Ἐν ἐπιμελείᾳ ἔχε. Ἠλακάτην.

### 6 491

Τὸ τῶν γυναικῶν ἐργαλεῖον, ᾧ περιελίσσουσι τὸ ἔριον. Λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος, ἐν τῷ συνθέτῳ ὀνόματι χρυσηλάκατος. σημαίνει γὰρ καὶ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν. Ἐντροπαλιζομένη.

### 6 496

Κατ’ ὀλίγον καὶ συνεχῶς ἐπιστρεφομένη. Θαλερόν. Θᾶλλον, δίϋγρον, ἀκμαῖον. Ναιετάοντας.

### 6 497

Κατοικοῦντας. Γόον.

### 6 500

Ἐγόων, ἐθρήνουν. Προφυγόντα.

### 6 502

Ἀντὶ τοῦ, ἀποφυγόντα. Δήθυνεν.

### 6 503

Ἐχρόνισεν, ἐβράδυνε. Σεύατο.

### 6 505

Ὥρμησεν, ἢ ὥρμα. Κραιπνοῖσι. Ταχέσι. Στατός.

### 6 506

Ὁ ἑστὼς ἐπὶ πολὺν χρόνον. Ἀκοστήσας. Ἄκος τῆς στάσεως λαβών. τουτέστιν, ἴαμα. Κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται. Παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα ἐν ἄλλῳ καιρῷ. Βέλτιον δὲ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. Πεδίοιο.

### 6 507

Λείπει ἡ διά. ἵν’ ᾖ, διὰ πεδίου. Κροαίνων. Ἐπικρούων τοῖς ποσὶν, ἢ ἐπιθυμῶν, ἢ χρεμετίζων. Ἐϋρεῖος ποταμοῖο.

### 6 508

Λείπει, ὕδατι. ἢ ποταμὸν εἴρηκε τὸ τοῦ ποταμοῦ ὕδωρ. Κυδιόων.

### 6 509

Γαυριῶν, ἐπαιρόμενος. Ὑψοῦ. Ἐν ὕψει. Ἀΐσσονται.

### 6 510

Ὁρμῶνται, ἕπονται. Ἀγλαΐῃφι. Τῷ κάλλει τοῦ σώματος. Ῥίμφα.

### 6 511

Ῥᾳδίως, ταχέως. Γοῦνα. Γόνατα. Ἤθεα. Τοὺ συνήθεις τόπους. Νομόν. Τὴν νομήν. διὰ τὸ νέμεσθαι. Περγάμου ἄκρης.

### 6 512

Τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἣ ἐπεκαλεῖτο Πέργαμος. Ἠλέκτωρ.

### 6 513

Ὁ ἥλιος. ἐπιθετικῶς. ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. Ἢ ὅτι λαμπρός. παρὰ τὸ ἤλεκτρον. Καγχαλόων.

### 6 514

Χαίρων. Εὖτε.

### 6 515

Ἡνίκα. Στρέψεσθαι.

### 6 516

Στραφήσεσθαι. Χώρης. Τοῦ τόπου. Ὀάριζεν. Ὠμίλει. Ὄαρος γὰρ, ἡ ὁμιλία. Ἠθεῖε.

### 6 518

Προσφώνησις νεωτέρου ἀδελφοῦ φιλοφρονητικὴ πρὸς πρεσβύτερον κατὰ τιμήν. Ταῦτα τινὲς προσαγορευτικά. Οὐδέποτε δὲ περί τινος αὐτά φησιν ἀλλὰ πρός τινα τέττα φίλου· ἄττα τροφέως· πάππα πατρός· ἠθεῖε ἀδελφοῦ. Ἐσσύμενον. Προθυμούμενον. Κατερύκω. Κατέχω. Ἐναίσιμον.

### 6 519

Καθῆκον. Κεῖται δὲ ἀντὶ τοῦ ἐναισίμως, καθηκόντως. Μεθίεις.

### 6 523

Μεθητικῶς καὶ ἀμελῶς διάκεισαι. Ὄπισθεν.

### 6 526

Μετὰ ταῦτα. Κρητῆρα στήσασθαι ἐλεύθερον.

### 6 528

Ὃν εἰώθασι τῷ Διῒ ὑπὲρ ἐλευθερίας ἱστάναι κρατῆρα οἱ τοὺς πολεμίους ἀπωσάμενοι. Ἐξέσσυτο.

### 7 1

Ἐξώρμησε. Φαίδιμος. Ὁ λαμπρὸς, ὁ φαιδρὸς κατὰ τὴν τάξιν, ἢ τῇ τῶν ὅπλων φαντασίᾳ. Μέμασαν.

### 7 3

Προεθυμοῦντο. Ἐελδομένοισιν.

### 7 4

Ἐπιθυμοῦσιν. Ἐϋξέστῃς’.

### 7 5

Εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. Ἐλάτῃσι. Ταῖς κώπαις. ὅτι ἐξ ἐλατίνων ξύλων κατεσκευάζοντο. Καμάτῳ.

### 7 6

Κόπῳ. Φανήτην.

### 7 7

Ἐφάνησαν. δυϊκῶς. Ἑλέτην.

### 7 8

Εἷλον, ἀπέκτειναν. Ἄρνη.

### 7 9

Πόλις Βοιωτίας. Ἔστι δὲ καὶ Θετταλίας. Κορυνήτης. Ἐπιθετικῶς. Ὁ Ἀρηΐθοος, ὁ τῇ κορύνῃ μαχόμενος, τοῦτ’ ἔστι, ῥοπάλῳ. Ἔστι δὲ ἐπίθετον Ἀρηϊθόου. Ὃν κορυνήτης Γείνατ’ Ἀρηΐθοος καὶ Φιλομέδουσα βοῶπις. Ἀρηΐθοος ὁ Βοιωτὸς, ἄριστος τῶν κατ’ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς Ἀρκαδίαν, ἦν γὰρ ἁψιμαχία τὶς ἐκεῖ Ἀρκάσι καὶ Βοιωτοῖς τοῖς αὐτοῦ πολίταις περὶ ὅρων γῆς, πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. Καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, Λυκοῦργος, ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ, λόχον καθίσας, αὐτόν τε ἀνεῖλε, καὶ τὴν παντευχίαν αὐτοῦ μετὰ τῆς κορύνης ἔλαβε, καὶ τὴν λείαν ἐπανεσώσατο. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Στεφάνης.

### 7 12

Στεφάνη, εἶδος περικεφαλαίας. Ἔστι δὲ καὶ κόσμος γυναικεῖος. Τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς· Ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάῤῥοος ὤσει. Δεξιάδην.

### 7 15

Δεξιοῦ υἱόν. Ἢ, ἐκ δεξιῶν. Ἐπιάλμενον. Ἐφαλλόμενον. Φηγῷ.

### 7 22

Δρυΐ. Μεμαυῖα.

### 7 24

Προθυμουμένη. Ἀνῆκεν.

### 7 25

Ἀνέπεισεν. Ἑτεραλκέα.

### 7 26

Ἑτεραλκῆ. Οὕτως ἡ νίκη λέγεται, ὅτ’ ἂν οἱ νικῶντες νικῶνται. ἢ ἀνάπαλιν τὴν τοῖς ἑτέροις τὴν ἀλκὴν καὶ δύναμιν παρέχουσαν. Τέκμωρ.

### 7 30

Τέλος. Διαπραθέειν.

### 7 32

Διαπορθῆσαι. Ὧδ’ ἔστω.

### 7 34

Οὕτως γενέσθω. Μέμονας.

### 7 36

Προθυμῇ. Ὄρσωμεν.

### 7 38

Παρορμήσωμεν. Οἰόθεν οἶος.

### 7 32

Μόνος πρὸς μόνον. Ἐπόρσειαν.

### 7 42

Ἐφορμήσειαν. Τῶνδ’ Ἕλενος Πριάμοιο φίλος παῖς.

### 7 44

Μυθεύεται, τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παίδων Ἕλενον καὶ Κασάνδραν διδύμους γεγεννῆσθαι. Τῶν δὲ γενεθλίων αὐτοῖς τελουμένων ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ, λέγεται, τὸν Ἕλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι. Ὑπὸ δὲ μέθης τῶν περὶ τοὺς παίδας ἐκλαθομένων ἐκείνων, οἴκαδε χωρισθῆναι. Τῇ δ’ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. Ὡς οὖν διὰ τὸ παράδοξον αἱ γυναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις, καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτως μεταλαβεῖν. Ἱστορεῖ Ἀντικλείδης. Σύνθετο. Συνῆκεν, ἐνόησεν. Μητιόωσι.

### 7 45

Βουλευομένοις. Πότμον ἐπισπεῖν.

### 7 52

Τὸ μοιρίδιον ἐπισπάσασθαι. Μέσσου δουρὸς ἑλών.

### 7 56

Ἐκ μέσου κρατῶν τὸ δόρυ. Σημεῖον ἡσυχίας πολέμου. Ἱδρύνθησαν. Ἐκάθισαν, ἐκαθέσθησαν. Ἐοικότες.

### 7 59

Ὁμοιούμενοι. Αἰγυπιοῖσιν. Οἱ μὲν εἶδος ἀετοῦ, οἱ δὲ τοὺς γύπας ἐδέξαντο. Εἵατο.

### 7 61

Ἐκάθηντο. Πεφρικυῖαι.

### 7 62

Συνεσταλμέναι. Φρὶξ γὰρ, ἡ ἐπανάστασις τῶν κυμάτων. Φρίσσει τὶς φόβῳ, ἢ ψύχει, ἢ ὀργῇ. Ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί. Φρίξ.

### 7 63

Ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ ὕδατος, ὅ ἐστι, τοῦ κύματος ἀρχομένου. ἢ, τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες, ὅτ’ ἂν ἄνεμος ἄρχηται πνεῖν. ἢ, ἡ πρώτη ἔγερσις τῶν κυμάτων. Ὀρνυμένοιο.

### 7 64

Ὁρμωμένου. Νέον. Νεωστί. Μελάνει. Μελανίζει, ἢ, μελαίνεται. Τεκμαίρεται.

### 7 70

Βουλεύεται ἢ τελειοῖ, ἢ ἐπὶ τέλος ἄγει. Ἔασιν.

### 7 73

Ἔνεισιν, ὑπάρχουσι. Πρόμος.

### 7 75

Πρόμαχος. Ταναηκέϊ.

### 7 77

Ἐπιμήκει, καὶ τεταμένην ἔχοντι τὴν ἀκμὴν, τουτέστιν, ἠκονημένην τὴν ἀρχήν. Λελάχωσι.

### 7 80

Λαχεῖν ποιήσωσιν, οἱονεὶ μεταλαβεῖν. Κρεμόω.

### 7 83

Κρεμάσω. Ταρχύσωσι.

### 7 85

Θάψωσι. Τάρχαι δὲ, τὰ ἀπονενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν. ἀπὸ τῆς ταραχῆς. Σῆμά τέ οἱ χεύσωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.

### 7 86

Ἀθάμας, Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας ἔσχε δύο, Κλέαρχον καὶ Μελικέρτην. Κατὰ Ἥρας δὲ πρόσταγμα, ἀποπεμψάμενος τὴν Ἰνὼ, καὶ ἐπιγήμας Νεφέλην, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλλην τε καὶ Φρύξον. Μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη, ᾤχετο. Πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ, ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν. Εὑροῦσα δέ τινα μηχανὴν, ἔφρυγε τὰ σπέρματα. Καὶ δὲ πολλῆς οὔσης ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμπεν ὁ Ἀθάμας εἰς Πυθῶ θεοπρόπους. Ἡ δὲ Ἰνὼ συνέπεισε τούτους, τεχνάσασά τινα χρησμὸν κατὰ τοῦ Φρύξου, ὡς θῦμα τῆς αὐτοῦ γονῆς προσενεγκὼν, ἀπαλλαγήσεται τοῦ δεινοῦ. Πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρύξον. Πρόφασιν δὲ αὐτὸν ἐκέλευσεν ἄγειν ὅ, τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. Μυθολογεῖται δὲ, παραγιγνομένῳ τῷ Φρύξῳ μετὰ τῆς ἀδελφῆς, κατά τινος δαίμονος ἐπιφάνειαν, ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι· κελεῦσαί τε αὐτῷ, μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νότῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. Οὗ καὶ γενομένου, λέγεται, τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν· τὴν δὲ Ἕλλην, μὴ δυναμένην ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος· προσαγορευθῆναι δὲ τοῦτο, διὰ τὴν προειρημένην, Ἑλλήσποντον. τὸν δὲ κριὸν, κομίσαντα εἰς Κόλχους ἐκ τοῦ Πόντου τὸν Φρύξον, τελευτῆσαι. Ἐπὶ τοῦτο λέγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι μετὰ τοῦ Ἰάσονος. Τὸν δὲ Ἀθάμαντά, φασι, μαθόντα ἕκαστα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι, μὴ δὲ τῶν ἐξ αὐτοῦ γενομένων αὐτῇ παίδων, ἀλλ’ αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Κλέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. Τὴν δὲ καταλαμβανομένην, σωτηρίαν ἐπισπάσασθαι ἑαυτῇ τε καὶ τῷ υἱεῖ, ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ καὶ προσαγορευθῆναι αὐτὴν, διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν, Λευκοθέαν· τὸν δὲ Μελικέρτην, Παλαίμονα· εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀνθρώπων.

### 7 86 (50)

Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. Χεύσωσι. Χώσωσι. Χέειν, τὸ τὴν γῆν ἐπιχέαι τοῖς τεθνεῶσι. Σῆμά τέ οἱ χεῦσαι. Ἀπὸ τούτου τὸ, χυτὴ, οὐ κοινῶς ἡ γῆ, ἀλλ’ ἡ ἐπιχεομένη τοῖς νεκροῖς. Πλατεῖ Ἑλλησπόντῳ. Ἤτοι κατὰ ἀντίφρασιν. στενὸς γὰρ ὁ Ἑλλήσποντος. Ἢ τῷ κατ’ ἐκεῖνο τὸ μέρος αὐτοῦ πεπλατυσμένῳ. Ὀψιγόνων.

### 7 87

Τῶν ὕστερον γενησομένων. Οἴνοπα.

### 7 88

Ὡς οἶνος τῇ χροίᾳ. μέλανα. Αἴδεσθεν μὲν ἀνῄνασθαι, δεῖσαν δ’ ὑποδέχθαι.

### 7 93

Αἴδεσθεν ἀνῄνασθαι, δειλῶν γάρ. Δεῖσαν δὲ διὰ τὰς σπονδάς· ἢ περιμένοντες κέλευσιν, ὡς δῆλον ἀπὸ τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες· ἢ διὰ τὸ, Νὺξ δ’ ἤδη τελέθει. Καὶ παροιμία, ὅτι θρασὺς πρὸς ἔργον, ἐκ πολλοῦ κακός. Ἐπίχαρμος δὲ, ὅτι κακὸς θαῤῥεῖ μάλ’ αὐτόθεν, ἔπειτα φεύγει. Ἔστι δὲ τὸ ἔπος ἰσόκωλον. ὅ περ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων, ἀποκρινομένων ἀλλήλοις πρὸς ἀντίστροφον ἐμφέρειαν. Δεύτερον· Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. Τρίτον ὁμοιόπτωτον καὶ ὁμότονον· Ὕλλῳ ἐπ’ ἰχθυόεντι, καὶ Ἕρμῳ δινήεντι. Τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα, ὡς καὶ σιγῇ δειδιότες. Ἀνῄνασθαι. Ἀρνήσασθαι. Ὑποδέχθαι. Ἀναδέξασθαι τὸν λόγον. Στεναχίζετο.

### 7 95

Ἔστενεν, ἐκακοπάθει. Ἀπειλητῆρες.

### 7 96

Καυχηταί. ἀπειλεῖν εἰδότες, ἐπαγγέλλεσθαι. Τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν. Αἰνόθεν αἰνῶς.

### 7 97

Ἐκ δεινοῦ δεινὰ, ἢ καὶ, τῶν δεινῶν δεινότερα. Ὕδωρ καὶ γαῖα γένοισθε.

### 7 99

Ἀναλυθείητε, εἰς ὕδωρ καὶ γῆν διαλυθείητε καὶ ἀποθάνοιτε. Βέλτιον δὲ ἀκούειν, ἐξ ὧν ἐγένεσθε, εἰς ταῦτα πάλιν ἀναστοιχειωθείητε. Τῶν στοιχείων ἀὴρ καὶ γῆ κατὰ φύσι ἀκίνητα, τὰ δὲ ἄλλα κινητά. Ταῦτα οὖν φησι, τὴν ἀκινησίαν ὀνειδίζων. Καὶ Ξενοφάνης· Πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. Ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ. Ἢ, ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει. Αὖθι.

### 7 100

Αὐτόθι. Ἀκήριοι. Ἄψυχοι. Ἀκλεές. Ἀκλεεῖς, ἄδοξοι καὶ ἀνωνόμαστοι. Ὕπερθεν.

### 7 101

Ὑπεράνω. Πείρατα.

### 7 102

Πέρατα, τέλη. Ἀφραίνεις.

### 7 109

Παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς. Ἀνὰ δ’ ἴσχεο.

### 7 110

Ἀνάσχου δέ. Στυγέουσι.

### 7 112

Φοβοῦνται, μισοῦσιν. Ἔῤῥιγ’.

### 7 114

Φοβεῖται. Ἀντιβολῆσαι. Ὑπαντῆσαι, συναντῆσαι. Ἀδειής.

### 7 117

Ἄφοβος, ἀδεής. Μόθου. Μάχης. Οἱονεὶ μότου. παρὰ τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν. Ἀκόρητος. Ἀπλήρωτος. Ἀσπασίως.

### 7 118

Χαριέντως, ἀσμένως, ἡδέως. Γόνυ κάμψειν. Ἀναπαύσεσθαι. ἢ συγκάμψειν τὰ γόνατα, διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι. Δηΐου.

### 7 119

Καυστικοῦ, διακοπτικοῦ. Γηθόσυνοι.

### 7 122

Χαίροντες. Εἰρόμενος.

### 7 127

Ἐρωτῶν. Ἐρέων.

### 7 128

Ἐρευνῶν, ζητῶν. Γενεήν τε τόκον τε. Πατέρα καὶ παῖδα. Ἡβῷμι.

### 7 133

Ἀκμάζοιμι. Κελάδοντι. Διὰ τὸν ἦχον τοῦ ῥεύματος οὕτως εἶπε τὸν Ἰάρδανον, ὅς ἐστι ποταμὸς Ἀρκαδίας. Ἐν ἄλλῳ· Κελάδων, ποταμὸς Ἀρκαδίας. Σημαίνει δὲ ἡ λέξις καὶ τὸν μετὰ ἤχου ῥέοντα. Φειᾶς.

### 7 135

Φειὰ δὲ πόλις τῆς Ἤλιδος. Οἱ δὲ, τῆς Ἀρκαδίας. Παρ’ ἣν ὁ Ἰάρδανος ῥεῖ. Ἰάρδανος δὲ ποταμὸς ἐν Ἤλιδι. Ἐν ἄλλῳ· ποταμὸς ἐν Ἀρκαδίᾳ. Κορύνῃ.

### 7 141

Ῥοπάλῳ. Ῥόπαλον δέ ἐστιν ἀμυντήριον ἑτεροῤῥεπὲς, ἐξ ἑνὸς μέρους ῥοπὴν ἔχον καὶ βάρος. Κράτεϊ.

### 7 142

Κράτει, ἰσχύϊ. Στεινωπῷ.

### 7 143

Στενῷ τόπῳ, στενῇ ὁδῷ. Ὑποφθάς.

### 7 144

Προφθάσας, προλαβών. Περόνησε.

### 7 145

Διεπέρασε, διῆλθε, διέτρησεν. Οὔδει. Τῷ ἐδάφει, τῇ γῇ. Πολυτλήμων.

### 7 152

Πολλὰ ὑπομένων. Ἔσκον.

### 7 153

Ἦν, ὑπῆρχον. Πολλός.

### 7 156

Ἀντὶ τοῦ, μέγας. Παρῄορος. Παρῃωρημένος τῷ σώματι. τοῦτ’ ἔστιν, ἐκλελυμένος. Ἐν ἄλλῳ. Νῦν ἀντὶ τοῦ, μέγας, παραιωρούμενος καὶ εἰς μῆκος ἐκτεταμένος. Λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ἐκτὸς τοῦ ζυγοῦ ἵππον· καὶ τὸν ἄφρονα. Ἔνθα καὶ ἔνθα. Κατὰ πλάτος, καὶ κατὰ μῆκος. Ἡβώοιμι.

### 7 157

Ἀκμάζοιμι. Προφρονέως.

### 7 160

Προθύμως. Ὀπάων.

### 7 165

Ἀκόλουθος ἢ θεράπων. Ἀνδρειφόντῃ.

### 7 166

Ἀνδροφόνῳ. Πεπάλαχθε.

### 7 171

Κληρώθητε. Ὁ γὰρ κλῆρος, πάλος. Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃσιν. Ἐπὶ τὸ τέλος τοῦ στίχου στικτέον τὸ, διαμπερὲς, ὅς κε λάχῃσι. ἵν’ ᾖ, τοῦ κλήρου διὰ παντὸς ἐλθόντος, ὃς ἂν λάχῃ. Οἱ δὲ οὕτω διέστειλαν· ὅς κε λάχῃσιν, οὗτος γὰρ ὀνήσει διαμπερές. οὐ παρ’ αὐτὸν, διὰ τὸν ὑπερβιβασμὸν τοῦ αἰτιώδους συνδέσμου, Ὁμηρικὸν γάρ. Διαμπερές. Ἄντικρυς, καὶ φανερῶς. Λάχῃσι. Λάχῃ, ἐπιτύχῃ. Ἐσημῄναντο.

### 7 175

Ἐσημειώσαντο. Ἐξ οὗ δηλοῖ, ὅτι οὐ γράμματα ᾔδεισαν οἱ ἥρωες. Κυνέῃ.

### 7 176

Περικεφαλαίᾳ. Πάλλεν.

### 7 181

Ἔσειεν. Ἐκ δ’ ἔθορεν.

### 7 182

Ἐξώρμησεν, ἐξεπήδησεν. Ἐνδέξια.

### 7 184

Ἐπιδεξίως. Ἀπηνῄναντο.

### 7 185

Ἀπηρνήσαντο. Ὅμιλον.

### 7 186

Τὸ ἄθροισμα. Ἐπιγράψας.

### 7 187

Γραμμαῖς τισιν σημειωσάμενος. Ὑπέσχεθεν.

### 7 188

Ὑπέσχεν, ὑπέβαλε. Γνῶ.

### 7 189

Ἐπέγνω. Σῆμα. Νῦν, σημεῖον. Ὄφρ’ ἄν.

### 7 193

Ἕως ἄν. Τόφρα.

### 7 194

Ἐν τοσούτῳ. Ἐφ’ ὑμείων.

### 7 195

Ἐφ’ ὑμῶν αὐτῶν. τοῦτ’ ἔστι, καθ’ αὑτῶν. Πύθωνται. Αἴσθωνται, ἀκούσωσιν. Ἀμφαδίην.

### 7 196

Φανερῶς. Δείδιμεν. Δεδοίκαμεν, φοβούμεθα. Ἔμπης. Ὅμως. Δίηται.

### 7 197

Ἐκφοβήσει, διώξει. Ἀϊδρείῃ.

### 7 198

Ἀπειρίᾳ. Νήϊδα. Ἄπειρον. Ἔλπομαι.

### 7 199

Ἐλπίζω. Γενέσθαι. Γεννηθῆναι. Εὖχος.

### 7 203

Καύχημα. Ἀρέσθαι. Λαβεῖν. Ὄπασσον.

### 7 205

Περιποίει. Κορύσσετο.

### 7 206

Καθωπλίζετο. Νώροπι. Λαμπρῷ. Χροΐ.

### 7 207

Χρωτί. Ἕσσατο. Περιεβάλετο, περιέθετο. Σεύατο.

### 7 208

Ὥρμησεν. Πελώριος. Μέγας. Θυμοβόρου.

### 7 210

Τῆς τὴν ψυχὴν ἐσθιούσης. Τοῖος.

### 7 211

Τοιοῦτος. Βλοσυροῖσι.

### 7 212

Καταπληκτικοῖς. Προσώπασι. Προσώποις. Νέρθεν. Κάτωθεν. Ἤϊεν.

### 7 213

Ἐπορεύετο. Μακρά. Μεγάλα. Βιβάς. Βαίνων, διαβαίνων. Κραδάων. Κραδαίνων, σείων. Πάτασσεν.

### 7 216

Ἐπέπαλλεν, ἐπήδα, ἐν παλμῷ καὶ κινήσει ἦν. Ὑποτρέσαι.

### 7 217

Ὑποχωρῆσαι, ἐκφυγεῖν ἢ ὑποφυγεῖν διὰ δέος. Ἀναδῦναι. Ἀναστρέψαι, ὑπεξελθεῖν. Ἄψ.

### 7 218

Πάλιν, καὶ ὀπίσω. Ἑπταβόειον.

### 7 220

Ἑπτάπτυχον, ἑπτάβυρσον. Σκυτοτόμων.

### 7 221

Σκυτέων. Αἰόλον.

### 7 222

Ποικίλον. Ζατρεφέων.

### 7 223

Ἄγαν καὶ ἐπιμελῶς τεθραμμένων, ἄγαν εὐτραφῶν. μεγάλως τεθραμμένων. Εἴσεαι.

### 7 226

Γνώσῃ. Οἰόθεν οἶος. Μόνος πρὸς μόνον. Ῥηξήνορα.

### 7 228

Τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τοῦτ’ ἔστι, τῇ ἀνδρείᾳ. ἢ, ἀνδρεῖον. ἢ, τὸν ῥέξαι τὶ καὶ πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον. Ἀντιάσαιμεν.

### 7 231

Ὑπαντήσαιμεν. Ἀφαυροῦ.

### 7 235

Ἀσθενοῦς. Πειρήτιζε. Διάπειραν λάμβανε. Νωμῆσαι.

### 7 238

Διακινεῖν, βαστάσαι. Βῶν. Βοῦν. Δωρικῶς, τὴν ἀσπίδα. ὅτι ἐκ βοείων ἐστὶ δερμάτων. Συνεκδοχικῶς, τὸ ὅπλον. Ἀζαλέην.

### 7 239

Ξηράν. Τό μοι. Δι’ ὅ μοι. Ἢ, ὅπερ μοι τὸ ὅπλον, μεταληπτικῶς εἰς τὸ συνώνυμον. Ἐστί. Πάρεστιν. ὑπάρχει. Ταλαύρινον πολεμίζειν. Πληκτικῶς καὶ ὑπομονητικῶς πολεμεῖν. Σταδίῃ.

### 7 240

Τῇ συστάδην μάχῃ. Μέλπεσθαι. Κυρίως μὲν παίζειν, ἢ τέρπεσθαι. νῦν δὲ, οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην. Ὀπιπτεύσας.

### 7 243

Περιβλεψάμενος. Ἀμφαδόν. Φανερῶς. Τύχοιμι. Ἐπιτύχω. Δαΐζων.

### 7 247

Διακόπτων. Ῥινῷ.

### 7 248

Τῇ βύρσῃ τοῦ δέρματος. Εἴσχετο. Ἐπεσχέθη. ἐκωλύθη. Διάμησε.

### 7 253

Διέσχισεν. Οὐκ ἀλαπαδνόν.

### 7 257

Οὐκ ἀσθενές. Ἀνεγνάμφθη.

### 7 259

Ἀνεκάμφθη. Ἐπάλμενος.

### 7 260

Ἐφαλλόμενος. Στυφέλιξεν.

### 7 261

Ἔσεισε. Τμήδην.

### 7 262

Τμητικῶς. ὅσον ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι. Ἀνεκήκιεν. Ἀνέβαλλεν, ἀνίει. Ἀναχασσάμενος.

### 7 264

Ἀναχωρήσας. Ἐπομφάλιον.

### 7 267

Τὸ ἐπικείμενον τῷ τῆς ἀσπίδος ὀμφαλῷ. Ἀείρας.

### 7 268

Ἐπάρας, βαστάσας. Ἐπιδινήσας.

### 7 269

Ἐπιστρέψας. Ἐπέρεισεν. Ἐπεβάρησεν. Ἶνα. Ἰσχὺν, δύναμιν. Ἀπέλεθρον. Ἀμέτρητον, μεγάλην. Μυλοειδέϊ.

### 7 270

Στρογγύλῳ, ἢ τραχεῖ. Πέτρῳ. Λίθῳ. Ἐξετανύσθη.

### 7 271

Ἐξετάθη. Ἐγχριμφθείς.

### 7 272

Προσπελασθεὶς, ἐγγίσας. Αὐτοσχεδόν.

### 7 273

Σύνεγγυς. Σχέθον.

### 7 277

Ἐπέσχον. Τελέθει.

### 7 282

Γίγνεται. Πινυτήν.

### 7 289

Σωφροσύνην, φρόνησιν. Ἐϋφρήνῃς.

### 7 294

Εὐφρανεῖς. Ἔασιν.

### 7 295

Εἰσίν. Θεῖον ἀγῶνα.

### 7 298

Τὸ τῶν θεῶν ἄθροισμα. Θεῖον δύσονται ἀγῶνα. Εἰς τὸ τῶν θεῶν ἄθροισμα εἰσελεύσονται. Λέγει δὲ τὰ ἱερά. Περικλυτά.

### 7 299

Περισσῶς ἔνδοξα. Θυμοβόροιο.

### 7 301

Τῆς τὴν ψυχὴν ἐσθιούσης. Διέτμαγον.

### 7 302

Διεχωρίσθησαν. Ἀρθμήσαντε. Ἀρθμήσαντες, φιλιωθέντες. Δυϊκῶς. Ἀρθμὸν γὰρ τὴν φιλίαν φησί. Ἀρτεμέα.

### 7 308

Ἄρτιον, ὑγιῆ. Προσιόντα. Προσανερχόμενον. Ἀέλποντες.

### 7 310

Ἀελπίζοντες. οὐκ ἐλπίζοντες. Σόον. Σῶον, ὑγιῆ. Δέρον.

### 7 316

Ἔδερον, ἐξέδερον. Ἀμφί θ’ ἕπον. Καὶ περιεῖπον. ὅ ἐστιν, ἐνήργουν. Διέχευαν ἅπαντα. Διεμέρισαν, ἢ κατὰ μέρη διεῖλον. Ἢ, ἀνήπλωσαν, ἀνέπτυξαν. διεῖλον. Τὸ γὰρ εἰς μικρὰ διελεῖν, μιστύλλειν λέγεται. Διέχευαν. Διέχεαν, ἐμέρισαν. μεταφορικῶς ἀπὸ τῶν ὑγρῶν. Πεῖραν.

### 7 317

Διεπέρασαν, διεπερόνησαν. Ὀβελοῖσι. Τοῖς ὀβελίσκοις. Δαίνυντο.

### 7 320

Ἤσθιον. Δαὶς γὰρ, ἡ τροφή. Νώτοισι.

### 7 321

Τοῖς νωτιαίοις μέρεσι. Διηνεκέεσσιν. Ἐπιμήκεσιν. Ἢ, ἐπὶ πολὺ διήκουσιν, ἢ διηνεκῶς, ὅ ἐστι, συνεχῶς. Γέραιρεν. Ἐτίμα. Ἐσκέδασεν.

### 7 330

Ἐσκόρπισεν. Ἠοῖ.

### 7 331

Ἡμέρᾳ. Κυκλήσομεν.

### 7 332

Ἐφ’ ἁμαξῶν οἴσομεν. Κύκλα γὰρ, οἱ τροχοί. Κατακήομεν.

### 7 333

Κατακαύσωμεν. Ἄκριτον.

### 7 337

Ἀδιαχώριστον. Δείμομεν. Οἰκοδομήσωμεν. Εἶλαρ.

### 7 338

Ἔρεισμα, φύλαγμα, ἀσφάλειαν. Ἱππηλασίῃ.

### 7 340

Πλατείᾳ, ἵππων ἐλασίᾳ. Τάφρον.

### 7 341

Τὸ περὶ τεῖχος ὄρυγμα. Ἐρυκάκοι.

### 7 342

Κατέχοι, κωλύοι. Ἀμφὶς ἐοῦσα. Περὶ αὐτοὺς οὖσα τοὺς πύργους. Ἐπιβρίσῃ.

### 7 343

Ἐπιβαρήσῃ. Ἐπῄνησαν.

### 7 344

Συγκατέθεντο. Πόλει ἄκρῃ.

### 7 345

Τῇ ἀκροπόλει. Τετρηχυῖα.

### 7 346

Τραχεῖα καὶ βαρβαρώδης, ἢ τετραχυμμένη ὑπὸ τοῦ θορύβου. Πεπνυμένος.

### 7 347

Σώφρων, συνετός. Δεῦτ’ ἄγε.

### 7 350

Τὸ αὐτὸ ἐκ παραλλήλου. Ἵνα μὴ ῥέξομεν.

### 7 353

Ἀντὶ τοῦ, ἐὰν μὴ ῥέξωμεν. Ῥέξομεν. Πράξωμεν. Ἐτεόν.

### 7 359

Ἀληθές. Ἀπὸ σπουδῆς. Ἀπὸ φροντίδος, καὶ ἐπιμελῶς λέγεις. Ἀπόφημι.

### 7 362

Ἀποφαίνω, ἀπολέγω, ἀποκρίνομαι. Θεόφιν.

### 7 366

Θεοῖς. Θεόφιν μήστωρ ἀτάλαντος. Ἶσος θεοῖς κατὰ τὴν βουλήν. Ἐγρήγορθε.

### 7 371

Γρηγορεῖτε. Ἴτω.

### 7 372

Πορευέσθω. Δυσηχέος.

### 7 376

Κακοήχου, διὰ τὰς οἰμωγάς. κακοὺς ἤχους ἔχοντος, διὰ τὰς τῶν ἀποθνησκόντων φωνάς. Κῄομεν.

### 7 377

Καύσωμεν. Πρύμνῃ.

### 7 383

Ἐσχάτῃ. Νηῒ παρὰ πρύμνῃ. Παρὰ τῇ τῆς νεὼς πρύμνῃ. Ἠπύτα.

### 7 384

Ἀντὶ τοῦ, ἠπύτης. ὅ ἐστι, φωνητικὸς, καὶ κρακτικός. μεγαλόφωνος, εὔφωνος. Γνωτόν.

### 7 401

Γνώριμον. φανερόν. ἔστι δὲ καὶ ἀδελφός. Ὑποκρίνονται.

### 7 407

Ἀντὶ τοῦ, ἀποκρίνονται. Οὕτως οἱ Ἀττικοὶ λέγουσιν. Ἐπιανδάνει. Ἐπαρέσκει. Ἀμφὶ δὲ.

### 7 408

Περὶ δὲ τῶν νεκρῶν. Κατακῃέμεν. Ἀντὶ τοῦ, κατακηέμεναι. ὅ ἐστι, κατακαίειν. Μεγαίρω. Φθονῶ. Φειδώ.

### 7 409

Φροντὶς, ὥστε μὴ ἀναλωθῆναι. Βέλτιον δὲ ἀκούειν, τὸ περὶ τῆς ταφῆς φείσασθαι. Πυρὸς μειλισσέμεν.

### 7 410

Διὰ πυρὸς μειλίσσειν. Λέγει δὲ κηδεύειν, καὶ ταφῆς μεταδιδόναι, ἢ διὰ πυρὸς θάπτεσθαι. Ἐρίγδουπος.

### 7 411

Μεγάλους ψόφους ποιῶν, διὰ τῶν βροντῶν· μεγαλόηχος, διὰ τὰς βροντάς. Πλεονάζει δὲ τὸ τέταρτον στοιχεῖον. Ἀνέσχετο.

### 7 412

Ἀνέσχεν. ἀνέτεινεν. Ἕατο.

### 7 414

Ἐκάθηντο. Δαρδανίωνες. Οἱ ἀπὸ Δαρδάνου πόλεως Τρωϊκῆς. Ὡπλίζοντο.

### 7 417

Παρεσκευάζοντο. Μεθ’ ὕλην.

### 7 418

Ἐπὶ ξύλα. Ὕλη δὲ, ἡ σώρευσις τῶν ξύλων. Ἀκαλαῤῥείταο.

### 7 422

Ἡσύχως καὶ πράως ῥέοντος. Ἀκαλὸν γὰρ, τὸ ἥσυχον λέγουσι. Βαθυῤῥόου. Ἐπὶ βάθος τὸν ῥοῦν ἔχοντος. Ἤντεον.

### 7 423

Ἀπήντων, συνήντων. Χαλεπῶς.

### 7 424

Δυσκόλως. Νίζοντες.

### 7 425

Νίπτοντες. Βρότον. Τὸ μετὰ ἱδρῶτος καὶ κόνεως αἷμα. Ὀξυτόνως δὲ, τὸν ἄνθρωπον. Ἀμαξάων ἐπάειραν.

### 7 426

Ταῖς ἁμάξαις ἐπετίθεσαν. Ἐπάειραν. Ἐπετίθεσαν. Πυρκαϊῆς.

### 7 428

Πυρᾶς. Ἐπενήνεον. Ἐπεσώρευον. Ἐν δὲ πυρὶ πρήσαντες.

### 7 429

Ἐμπρήσαντες δὲ τῷ πυρί. τοῦτ’ ἔστι, καύσαντες. Ἀμφιλύκη νύξ.

### 7 433

Τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τοῦτ’ ἔστιν, ὁ βαθὺς ὄρθρος πρὸς τὴν λύγην, ὅ ἐστι, σκοτίαν· οἱονεὶ λυκόφως τὶς ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλ’ ἔτι σκοτῶδες. Τῆμος.

### 7 434

Τηνικαῦτα, τότε. Κριτός. Ἔκκριτος, ἐξειλεγμένος εἰς τὸ ἔργον. Ἐξαγαγόντες.

### 7 435

Ἔξω προελθόντες. Σκόλοπας.

### 7 441

Ὀξέα ξύλα, ἅπερ ἐπήγνυον τῷ τείχει. Θηεῦντο.

### 7 444

Ἐθεῶντο, ἐθαύμαζον. Ἐνίψει.

### 7 447

Κυρίως μὲν, ἐπιπλήξει διὰ λόγων. νῦν δὲ ἀντὶ τοῦ, ἐρεῖ, καὶ λέξει. Ἤλασαν.

### 7 450

Ἔσκαψαν, ὤρυξαν. Πολίσσαμεν.

### 7 453

Τὴν πόλιν ἐτειχίσαμεν. Ἀθλήσαντε. Κακοπαθήσαντες, κοπιάσαντες. Δυϊκῶς. Ἐννοσίγαιε.

### 7 455

Σείων καὶ κινῶν τὴν γῆν. Εὐρυσθενές. Μεγαλοσθενές. Δείσειε.

### 7 456

Φοβηθείη. Ἄγρει.

### 7 459

Ἄγε δή. Ἀμαλδύνηται.

### 7 463

Ἀφανίζηται. Βουφόνεον.

### 7 466

Βοῦς ἔθυον. Νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν.

### 7 467

Λήμνιοι, τὰς ἐξ ἔθους θυσίας τῇ Ἀφροδίτῃ μὴ ἀποδιδόντες, καθ’ ἑαυτῶν θάνατον ἐνομοθέτησαν. Τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται τοῖς ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι, καὶ καθέζεσθαι ἐφ’ ἡσυχίας. Διέβαινον οὖν εἰς τὴν Θρᾴκην, περιέποντες καὶ συμμιγνύμενοι ταῖς ἐνταῦθα. Ταῖς δὲ γυναιξὶ τῶν Λημνίων, ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάσας ἀνδροκτονεῖν. καὶ δὴ τῆς ἐπιβουλῆς ταύτης ἐπιτυχεῖν. Γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τοὺς ἄνδρας, φασὶ, τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξωκείλαντα εἰς τὴν νῆσον, τῇ κρατίστῃ πασῶν Ὑψιπύλῃ μιγῆναι. ἐξ ἧς γενέσθαι τὸν Εὔνηον. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις. Μέθυ.

### 7 471

Οἶνον. Χίλια μέτρα. Ἤτοι, οἴνου χίλια κεράμια, ἢ, χιλίους χοέας. Οἰνίζοντο.

### 7 472

Οἶνον ὠνοῦντο. Αὐτῇσι βόεσσι.

### 7 474

Αὐταῖς ταῖς βουσίν. Ὁπόταν δὲ περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ Ποιηταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται. Ἀνδραπόδεσσι.

### 7 475

Δούλοις. Τίθεντο. Παρεσκευάζοντο. Θάλειαν. Θάλλουσαν τοῖς ἀγαθοῖς. Κτυπέων.

### 7 479

Βροντῶν. Χλωρόν. Ἀντὶ τοῦ, χλωροποιόν. Σημαίνει δὲ καὶ τὸ νέον. Ἥιρει. Κατελάμβανε. Λεῖψαι.

### 7 481

Σπεῖσαι. Ὕπνου δῶρον.

### 7 482

Περιφραστικῶς, τὸν ὕπνον. Ἠώς.

### 8 1

Ἡ ἡμέρα. Σημαίνει δὲ πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας. ὡς ἔχει ἐνταῦθα. ὁτὲ δὲ τὴν σωματικὴν θεόν. ὡς ἔχει ἐπὶ τοῦ, Ἠὼς δ’ ἐκ λεχέων. ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα. ὡς ἐν τῷ, Ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ. ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διάστημα. ὡς ἐν τῷ, Ἠὼς δέ μοι ἐστὶν Ἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθα. Κροκόπεπλος. Κροκωτὸν ἱμάτιον ἔχουσα. κροκοείμων, καὶ διαυγής. Ἀπὸ τῆς κατὰ τὴν ἀνατολὴν χροιᾶς τοῦ ἡλίου γιγνομένης ἐρυθρᾶς. Τοῦτο δὲ εἶπεν ὡς ἐπὶ σωματοειδοῦς θεᾶς ποιούμενος τὸν λόγον. Ἐκίδνατο. Ἐσκεδάννυτο, ἐσκορπίζετο. Πᾶσαν ἐπ’ αἶαν. Ἐπὶ πᾶσαν τὴν γῆν. Τερπικέραυνος.

### 8 2

Ὁ τερπόμενος τοῖς κεραυνοῖς. Ἢ, ὁ τρέπων τοὺς ἐναντίους κεραυνοῖς. τοῦτ’ ἔστι, καταγωνιζόμενος. Ἀκροτάτῃ κορυφῇ.

### 8 3

Τῇ ἀκρωρείᾳ. Πολυδειράδος. Πολλὰς ἀνατάσεις ἔχοντος, καὶ ἐξοχάς. Αὐτὸς δέ σφιν.

### 8 4

Αὐτὸς δὲ αὐτοῖς. Διακέρσαι.

### 8 8

Διακόψαι, ἀνατρέψαι. Αἰνεῖτε.

### 8 9

Συγκατατίθεσθε. Τελευτήσω. Εἰς τέλος ἄξω, πληρώσω. Οὐ κατὰ κόσμον.

### 8 12

Οὐ κατὰ τὸ πρέπον, οὐκ ἐν τάξει. Ἤ μιν.

### 8 13

Ἢ αὐτόν. Ἑλών. Λαβών. Τάρταρον. Τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτατον τοῦ ᾅδου, καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. Ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. Ὠνόμασται δὲ διὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχῦσθαι ἐν αὐτῷ πάντα. Οἱ δὲ τὸ ἀφώτιστον μέρος τῆς οἰκουμένης ἀπεδέξαντο. Ἠερόεντα. Τὸν ὁμιχλώδη, καὶ σκοτεινόν. Τῆλε.

### 8 14

Πόῤῥω. Βάθιστον. Βαθύτατον. Βέρεθρον. Βάθος. Σιδήρειαι.

### 8 15

Σιδηραῖ. Χάλκεος οὐδός. Χαλκῆ εἴσοδος, ἢ ἡ σκληρὰ καὶ ἰσχυρά. Τόσσον ἔνερθ’ ἀΐδεω.

### 8 16

Κατωτάτω τοῦ ᾅδου. Τοσοῦτόν φησι τὸν τάρταρον ἀφεστᾶναι τοῦ ᾅδου, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Διὰ δὲ τούτου σφαιροειδῆ τὸν κόσμον συνίστησι, κέντρου λόγον ἐπέχουσαν εἰσάγων τὴν γῆν, καὶ τὰς ἀπ’ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι. Τόσσον ἔνερθ’ ἀΐδεω. Ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων· οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου, εἰς τάρταρον. Δῆλον δὲ, ὡς οὕτω σφαιροειδὴς ἡ γῆ. Κάρτιστος.

### 8 17

Γενναιότατος, ἰσχυρός. Πειρήσασθε.

### 8 18

Πεῖραν λάβετε. Σειρὴν χρυσείην.

### 8 19

Ἅλυσιν. Χρυσῆν δὲ προσέθηκε, βουλόμενος τὸ πρᾶγμα ποιητικῶς δεῖξαι. Καὶ οἱ μὲν κυρίως οὕτως. οἱ δὲ ἀλληγορικῶς, τὸν ἥλιον. Σειρὴν ἐξ οὐρανόθεν κρεμάσαντες. καὶ τὰ ἑξῆς. Κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃν κλήρῳ λαχὼν, στοιχεῖον εἶχε· τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς, ὡς αὐτῆς κοινῆς ὑπαρχούσης, ὥστε αὐτὸν καθελκυσθῆναι ὑπ’ αὐτῶν. Ἐξ οὐρανόθεν. Περισσὸν τὸ ἐξ. Ἐξάπτεσθε.

### 8 20

Ἐξαρτᾶσθε, ἐπιλαμβάνεσθε. Οὐκ ἂν ἐρύσητε.

### 8 21

Οὐκ ἂν ἑλκύσητε. Ὕπατον.

### 8 22

Μέγιστον, βασιλέα. Μήστωρα. Ἱκανὸν ἐργάσασθαι. βουλευτικόν. Πρόφρων.

### 8 23

Μετὰ προθυμίας. Αὐτῇ κε γαίῃ.

### 8 24

Σὺν αὐτῇ τῇ γῇ. σὺν τοῖς ἀνθρώποις. Ἐρύσαιμι. Ἑλκύσαιμι. Σειρὴν μέν κεν ἔπειτα.

### 8 25

Ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μοναρχίαν, καὶ δηλοῦν, ὡς ἑνὸς ἐξῆπται τὰ πάντα. Οἱ δὲ ζητοῦσι, πῶς πάντων περιγίνεται ὁ Ζεὺς, ὁ ὑπὸ τριῶν μόνων δεθεὶς, καθά φησιν ἐν τῇ α . Ῥητέον οὖν, ὅτι ἐκεῖ μὲν ἐπιβουλῆς ἡ ἰσχύς· ἐνταῦθα δὲ ἐκ τοῦ φανεροῦ τὸ κρατεῖν. Περὶ ῥίον. Περὶ τὸ ἄκρον. Ἢ, ῥίον, ἀπὸ τοῦ περιῤῥεῖσθαι τοῖς ὄμβροις. Δησαίμην.

### 8 26

Δήσαιμι. Μετήορα. Μετέωρα. ἐφ’ ὕψους. Περί τ’ εἰμί.

### 8 27

Διαφέρω τῇ δυνάμει. Ἀγασσάμενοι.

### 8 29

Θαυμάσαντες. Κρατερῶς. Ἰσχυρῶς, ἀποτόμως. Ὦ πάτερ ἡμέτερε.

### 8 31

Αἱ τοιαῦται προσφωνήσεις σημαίνουσι, τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγεννῆσθαι. Καὶ γὰρ οὔτε Ὅμηρος, οὔτε Ἡσίοδος, μητέρα αὐτῆς παραδίδωσιν. Ὕπατε κρειόντων. Βασιλεῦ βασιλέων. Εὖ νυ καὶ ἡμεῖς.

### 8 32

Σαφῶς ἤδη καὶ ἡμεῖς. Ἴδμεν. Οἴδαμεν. Ὅτι τοι. Ὅτι σοι. ὁπόσον σοι. Σθένος. Δύναμις. Οὐκ ἐπιεικτόν. Οὐκ εὐσυγχώρητον. ἀνύπεικτον. Ὀλοφυρόμεθα.

### 8 33

Λυπούμεθα, θρηνοῦμεν. Οἶτον.

### 8 34

Μόρον, θάνατον. Ἀναπλήσαντες. Ἀναπληρώσαντες. Ἀφεξόμεθα.

### 8 35

Παυσόμεθα. Ὑποθησόμεθα.

### 8 36

Ὑποδείξωμεν, συμβουλεύσωμεν. Ὀνήσει. Ὠφελήσει. Ὀδυσσαμένοιο τεοῖο.

### 8 37

Ὀργισθέντος σου. Τριτογένεια.

### 8 39

Ὅμηρος μὲν, τὴν τὸ τρεῖν καὶ εὐλαβεῖσθαι γεννῶσαν τοῖς ἀνθρώποις. πολεμικὴ γὰρ ἡ θεός. Οἱ δὲ νεώτεροι, τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεννηθεῖσαν. ὅς ἐστι τῆς Λιβύης. Πρόφρονι.

### 8 40

Τῷ ἐκ φρονήσεως, καὶ διαθέσεως. Μυθέομαι. Λέγω. Ἤπιος. Πρᾶος, προσηνής. Τιτύσκετο.

### 8 41

Ὑπεζεύγνυε τῷ ἅρματι. ἡτοίμαζε. Χαλκόποδας. Στερεόποδας. Ὠκυπέτα.

### 8 42

Ὠκυπέτας, ταχεῖς. τοῦτ’ ἔστι, τρέχοντας. ὑπερβολικῶς. Ἐθείρῃσι. Κόμαις, ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις θριξίν. Χρυσὸν δ’ αὐτὸς ἔδυνεν.

### 8 43

Ἀντὶ τοῦ, χρυσῆν πανοπλίαν ἐνεδύσατο. Γέντο. Ἔλαβεν. Ἱμάσθλην. Μάστιγα. Μεσσηγύς.

### 8 46

Μεταξὺ οὐρανοῦ καὶ γῆς. ὅ ἐστι, δι’ ἀέρος. Πολυπίδακα.

### 8 47

Πολλὰς πηγὰς ἔχουσαν. κάθυγρον. Μητέρα θηρῶν. Πολλὰ θηρία ἔχουσαν. θηροτρόφον. Γάργαρον.

### 8 48

Τὸ ἀκρωτήριον τῆς Ἴδης. Ἤτοι ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα. Ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασιν ἡμῶν γαργαρεῶνος, τῆς λεγομένης σταφυλῆς. Καὶ γὰρ ἡ σταφυλὴ ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει. Τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης· Λεκτὸν, Γάργαρον, Φαλάκρη. Τέμενος. Τόπος ἱερὸς, εἰς τιμὴν ἀποτετμημένος. Θυήεις. Ἐφ’ οὗ θύουσιν. ἢ, τεθυμιαμένος. Ἠέρα.

### 8 50

Ἀορασίαν, σκότος. Ἔχευε. Περιέχεεν, ἔβαλε. Ῥίμφα.

### 8 54

Ταχέως. Ἀπὸ δ’ αὐτοῦ. Ἀπὸ δὲ τούτου. Παυρότεροι.

### 8 56

Ὀλιγότεροι. Καὶ ὥς. Καὶ ὅμως. Χρειοῖ ἀναγκαίῃ.

### 8 57

Διὰ χρείαν, ἀνάγκην ἐπιφέρουσαν, καὶ ἐπείγουσαν. Πρό τε παίδων. Ἀντὶ τοῦ, καὶ ὑπὲρ τέκνων. Ὠΐγνυντο.

### 8 58

Ἀνεῴγνυντο. Ἐκ δ’ ἔσσυτο. Ἐξῄει δέ. Ἕνα.

### 8 60

Τὸν αὐτόν. Ξυνιόντες. Συνερχόμενοι ὁμοῦ. Ἔπληντο.

### 8 63

Ἐπλησίαζον, ἤγγιζον. Ὄφρα μὲν ἠὼς ἦν.

### 8 66

Νῦν, τὸ ἑωθινὸν κατάστημα ἕως μεσημβρίας. Ἀέξετο ἱερὸν ἦμαρ. Αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα. ὅ ἐστιν, ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν. Τόφρα.

### 8 67

Ἕως τότε. Βέλεα. Βέλη. Πᾶν τὸ ἀπὸ διαστήματος πεμπόμενον, βέλος καλεῖται. Ἥπτετο. Καθήπτετο. Ἦμος.

### 8 68

Ἡνίκα, ὅτε. Μέσον οὐρανὸν ἀμφιβεβήκει. Περὶ τὸν οὐρανόν. ὅ ἐστιν, ἐν μεσουρανήσει. Ἐτίταινεν.

### 8 69

Ἔτεινεν, εἷλκε. Τάλαντα. Λέγει δὲ τὴν τοῦ Διὸς διάνοιαν. Τανηλεγέος.

### 8 70

Μακροκοιμήτου. ἢ, μακρὰν ἀφροντισίαν παρέχοντος. Ῥέπε.

### 8 72

Κατέῤῥεπε, κατεβάρει, καθείλκετο. Αἴσιμον ἦμαρ. Εἱμαρμένη ἡμέρα, καὶ πεπρωμένη. Κῆρες.

### 8 73

Νῦν, μοῖραι. Ἑζέσθην.

### 8 74

Κατεπαύθησαν, ἱδρύνθησαν. Ἄερθεν. Ἤρθησαν, ἠνεώχθησαν. Ἔκτυπεν.

### 8 75

Ἐκτύπησεν, ἐβρόντισε. Δαιόμενον σέλας. Τὸ καιόμενον καὶ κεραύνιον πῦρ. Οἱ δὲ, τὴν ἀστραπήν. Θάμβησαν.

### 8 77

Ἐξεπλάγησαν, ἐφοβήθησαν. Χλωρὸν δέος. Ὁ χλωροποιὸς φόβος. Οὐκ ἔτλη.

### 8 78

Οὐκ ἐκαρτέρησεν, οὐχ ὑπέμεινε. Μενέτην.

### 8 79

Ἔμειναν. δυϊκῶς. Οἶος.

### 8 80

Μόνος. Οὖρος. Φύλαξ. Οὔτι ἑκών.

### 8 81

Οὐχ ἑκουσίᾳ γνώμῃ. οὐ βουλῇ. Ἐτείρετο. Κατεπονεῖτο. Ἄκρην κακκορυφήν.

### 8 83

Κατὰ τῆς κεφαλῆς. Πρῶται τρίχες. Πρώτας τρίχας λέγει τὸ καλούμενον προκόμιον. Ἐμπεφύασι.

### 8 84

Πεφύκασι. Μάλιστα δὲ καίριόν ἐστιν. Εὔκαιρον δὲ πρὸς θάνατόν ἐστι τοῖς ἵπποις τὸ μέρος τοῦτο, ἐπικίνδυνον ὄν. Ἀνέπαλτο.

### 8 85

Ἀνεχαιτίσθη, ἀνήλατο. Βέλος δέ. Ἀντὶ τοῦ, τὸ βέλος γάρ. Δῦ. Ἔδυ, κατῆλθε. Κυλινδόμενος περὶ χαλκῷ.

### 8 86

Περὶ τῷ σιδήρῳ τῶν ἐπισώτρων, ὅ ἐστι, τῶν κανθῶν. Παρηορίας.

### 8 87

Τὰς τοῦ παρηόρου ἵππου ἡνίας, τὰς παραζεύξεις, ὅ ἐστι, τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας. Ἀπέταμνεν. Ἀπέκοπτεν. Δεινός ἐστιν Ὅμηρος, καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίνειν. Διὰ γὰρ τοῦ ἀπέτεμνε, τὴν ἀσθένειαν τοῦ γέροντος δηλοῖ, καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. Προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀΐσσων. Ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος τῷ συντελικῷ, εἰπὼν, ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα ἐδήλωσεν. Ἀΐσσων.

### 8 88

Ὁρμῶν, τέμνων. Ἀν’ ἰωχμόν.

### 8 89

Ἀνὰ τὸν θόρυβον, ὅ ἐστι, τὴν δίωξιν. Ἡνιόχον. Τὸν ἐπιβάτην, τὸν δεσπότην. Ὀξύ.

### 8 91

Ὀξέως. Ὄνομα ἔλαβεν ἀντὶ ἐπιῤῥήματος. Πῆ.

### 8 94

Ποῦ. Μετὰ νῶτα βαλών. Μεταβαλὼν τὰ νῶτα, καὶ τρέψας πρὸς τοὺς πολεμίους. Ἀπώσομεν.

### 8 96

Ἀποδιώξωμεν. Ἄγριον. Φρικτὸν, φοβερόν. Οὐδ’ ἐσάκουσεν.

### 8 97

Οὐδὲ ἤκουσεν. Ἐζήτηται δὲ, πότερον ἄρα οὔδ’ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ ἐπείσθη. Ῥητέον, ὅτι οἱ λέγοντες, ὅτι ἀκούσας οὐκ ἐπείσθη, δειλίαν κατηγοροῦσι τοῦ ἥρωος, ἀγνοοῦντες τὸ, οὐδ’ ἐσάκουσεν. Οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι, τελείως δηλοῖ. Καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων, καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος. Παρήϊξε.

### 8 98

Παρέδραμεν. Αὐτός περ ἐών.

### 8 99

Καίπερ μόνος ὤν. Ἦ μάλα.

### 8 102

Ὄντως δή σε. Νέοι τείρουσι μαχηταί. Νέοι καταπονοῦσι πολεμισταί. Σὴ δὲ βίη λέλυται.

### 8 103

Ἐξησθένησέ σου ἡ δύναμις, καὶ παρείθη. Χαλεπόν. Κακὸν, δεινόν. Ὀπάζει. Κατόπιν διώκει, συνελαύνει. Ἠπεδανός.

### 8 104

Ἀσθενὴς, ἢ ἄτεχνος. οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος δι’ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πεδίῳ, ὅ ἐστιν ἐν τῷ ἐδάφει, στῆναι. Ἔμπεδος γὰρ λέγεται, ὁ ἐν τῷ πεδίῳ δι’ ἰσχὺν ἑστὼς βεβαίως. Ἐπιβήσεο.

### 8 105

Ἐπίβηθι. Κραιπνά.

### 8 107

Κραιπνῶς, ταχέως. Φέβεσθαι. Φεύγειν. Ἑλόμην.

### 8 108

Ἀφειλόμην, ἔλαβον. Κομείτων.

### 8 109

Κομείτωσαν, θεραπευέτωσαν. Τώδε δέ. Οὕτοι δὲ οἱ Διομήδους. Ἰθύνομεν.

### 8 110

Ἐπ’ εὐθείας ἐλαύνομεν. Ὄφρα καὶ Ἕκτωρ εἴσεται. Ὅπως καὶ Ἕκτωρ μάθῃ. Εἰ καὶ ἐμὸν δόρυ μαίνεται.

### 8 111

Εἰ καὶ τὸ ἐμὸν δόρυ ἐνθουσιᾷ. Νεστορέας.

### 8 113

Τὰς τοῦ Νέστορος. Ἀγαπήνωρ.

### 8 114

Ὁ ἀγαπῶν τὴν ἠνορέην, ἤγουν τὴν ἀνδρίαν. Ἀφάμαρτεν.

### 8 119

Ἀπέτυχεν. Ὑπερώησαν.

### 8 122

Ὑπεχώρησαν, παρωρμήθησαν. Πύκασε.

### 8 124

Περιεκάλυψεν, ἐσκέπασε. Μέθεπεν.

### 8 126

Ἐπῄει, ἐδίωκεν, ἐζήτει. Δευέσθην.

### 8 127

Ἐνδεεῖς ἦσαν. Σημάντορος. Τοῦ ἡνιοχήσοντος. Ἐπέβησεν.

### 8 129

Ἐπιβῆναι ἐποίησε. Λοιγός.

### 8 130

Ὄλεθρος. Ἀμήχανα. Πρὸς ἃ οὐκ ἄν τις σχοίη μηχανὴν εὑρεῖν. ἐξ οὗ, δεινὰ, καὶ χαλεπά. Σήκασθεν.

### 8 131

Ὡς εἰς σηκὸν κατεκλείσθησαν. Σηκὸς δὲ εἴρηται οἱονεὶ ἱστηκός τις ὤν· ἀπὸ τοῦ, ἵστασθαι αὐτοῦ τὰ θρέμματα. Ἔνθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναόν· ἀπὸ τοῦ, ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα. Ἀργῆτα.

### 8 133

Λαμπρόν. Θεείου.

### 8 135

Θείου. Προσληπτέον δὲ, κεραυνοῦ. Ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ. Καταπτήτην.

### 8 136

Κατέπτηξαν, ἐφοβήθησαν. Σιγαλόεντα.

### 8 137

Ἀνθηρὰ, λαμπρά. Φόβονδ’ ἔχε.

### 8 139

Εἰς φυγὴν ἔλαυνε. Ἀλκή.

### 8 140

Νῦν, ἀλέξησις, καὶ βοήθεια. Ὀπάζει.

### 8 141

Περιποιεῖ, παρέχει. Εἰρύσσαιτο.

### 8 143

Κατάσχῃ, κρατήσειε. Φοβεύμενος.

### 8 149

Διωκόμενος, φεύγων. Ἀπειλήσει.

### 8 150

Καυχήσεται, κομπάσει. Σημαίνει δὲ ἡ λέξις πλείονα. ἐπὶ καυχήσεως μὲν, ὡς νῦν. ἐπὶ δ’ εὐχῆς, ὡς ἐν ἐκείνοις, Οὐδ’ ἠπείλησεν ἄνακτι. ἐπὶ δὲ ὀργῆς, ὡς ἐν τῷ, Ἠπείλει κἀκεῖνος ἐναντίβιον πολεμίζων Ἐνθάδ’ ἐλεύσεσθαι. Τότε μοι χάνοι εὐρεῖα χθών. Πρότερον θάνοιμι. Ὅ ἐστι, γῆς χάσμα δεχθείη με. Τάων.

### 8 156

Ὧντινων. Βάλες. Κατέβαλες. Φύγαδ’ ἔτραπεν.

### 8 157

Εἰς φύγην ἔτρεψεν. Ἀν’ ἰωχμόν.

### 8 158

Κατὰ τὸ πλῆθος. Στονόεντα.

### 8 159

Πολλῶν στεναγμῶν αἴτια. Χέοντο. Ἐπέχεον, ὅ ἐστι, πυκνῶς καὶ ἀθρόως ἐπέχεον. Τίον.

### 8 161

Ἐτίμων. Ἕδρῃ.

### 8 162

Προεδρίᾳ, καθέδρᾳ. Πλείοις. Πεπληρωμένοις, γέμουσι. Γυναικὸς ἄρ’ ἀντετέτυξο.

### 8 163

Ἀντὶ γυναικὸς ἐγένου. ἐπίσης γυναικὸς ἐτετίμησο. Ἔῤῥε κακὴ γλήνη.

### 8 164

Φθείρου, ἀσθενὴς κόρη. ἢ κακὸν θέαμα. Γλήνη γὰρ καλεῖται ἡ τοῦ ὀφθαλμοῦ κόρη. Εἴξαντος. Ὑποχωρήσαντος, φυγόντος. Οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσιν.

### 8 165

Οὐδὲ τὰς ἡμετέρας γαμετὰς αἰχμαλώτους λαβὼν ἄξεις ταῖς ναυσί. Πάρος τοι δαίμονα δώσω.

### 8 166

Προσληπτέον τὸ κακὸν, ἵν’ ᾖ, πρότερον γάρ σοι κακὸν θάνατον καὶ κακὴν εἱμαρμένην δώσω. Ἀπ’ Ἰδαίων ὀρέων.

### 8 170

Ἀπὸ τῶν τῆς ἴδης ὀρῶν. Κτύπεν. Ἤχησεν, ἐβρόντησε. Τιθείς.

### 8 171

Παρέχων. Ἑτεραλκέα. Ἑτεροκλινῆ. τὴν τοῖς ἐναντίοις ἀλκὴν καὶ δύναμιν περιποιοῦσαν. Ἀγχιμαχηταί.

### 8 173

Συστάδην καὶ ἐκ τοῦ σύνεγγυς μαχόμενοι. Μηχανόωντο.

### 8 177

Ἐμηχανήσαντο. Ἀβλῆχρα.

### 8 178

Ἀσθενῆ. Οὐδενόσωρα. Οὐδὲ μιᾶς φροντίδος ἄξια. Ἀπὸ τῶν ὡρῶν. Ὥρα γὰρ, ἡ φροντίς. Μένος ἀμόν. Τὴν ἐμὴν δύναμιν. Δωρικῶς. Ἐρύξει. Καθέξει, ἐπισχήσει. Ῥέα.

### 8 179

Ῥᾳδίως, εὐκόλως. Ὑπερθορέονται. Ὑπερπηδήσουσιν, ὑπεραλοῦνται. Μνημοσύνη.

### 8 181

Ὑπόμνησις. Ἐνιπρήσω.

### 8 182

Ἐμπρήσω, καύσω. Ἐκέκλετο.

### 8 184

Ἐκέλευσε. Ξάνθε τε, καὶ σὺ Πόδαργε, καὶ Αἴθων, Λάμπε τε δῖε.

### 8 185

Τὰ δύο μέρη τοῦ λόγου, ταῦτα ἐπίθετα τῶν ἵππων. Νοητέον δὲ, ὀνόματα κύρια, Ξάνθον, καὶ Λάμπον, ὡς τὸ δυϊκὸν, οὕτως ὀρθῶς ἐπιφέρεσθαι, Ἀλλ’ ἐφομαρτεῖτον. Κομιδήν.

### 8 186

Ἐπιμέλειαν, θεραπείαν. Ἀποτίνετον. Ἐκτίνετε, ἀποδίδοτε. Πυρόν.

### 8 188

Κριθήν. Σῖτον, ἐνταῦθα, καταχρηστικῶς. Ἔθηκε. Παρέθηκε, παρέβαλε. Μελίφρονα, Ἡδύν. Ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκε. Τὸ ἑξῆς, τοῦτό ἐστι. Οἶνον ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι, Ἢ ἐμοὶ, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.

### 8 189

Ἐγκεράσασα εἰς κέρας. Πρὸ τοῦ γὰρ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν, εἰς κέρας ἔπινον. Ἐφομαρτεῖτον.

### 8 191

Ἐπακολουθεῖτον, ὁμοῦ σπεύδετον. Ἀσπίδα Νεστορέην.

### 8 192

Αὐτὸν τὸν Νέστορα. περιφραστικῶς. Ἔνιοι δὲ, τὸ ὅπλον. Ἡφαιστότευκτον γὰρ ἦν. Κανόνας.

### 8 193

Ῥάβδους, αἷς ἐκράτουν τὰς ἀσπίδας. Οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν. Ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπὸ Καρῶν. Ὡς καὶ Ἀνακρέων φησί· Καριοεργέος ὀχάνοιο. Ἐελποίμην.

### 8 196

Ἐλπίσαιμι ἄν. Αὐτονυχί.

### 8 197

Αὐτῇ τῇ νυκτί. Ἐπιβησέμεν. Ἐπιβῆναι ποιῆσαι. Νεμέσσησεν.

### 8 198

Ἐβάσκηνεν, ὠργίσθη ἐφ’ οἷς ἀναξίως εἶπε. Σείσατο.

### 8 199

Διεκινήθη, ἐταράχθη. Ἐλέλιξεν. Ἐκίνησεν. Εὐρυσθενές.

### 8 201

Μεγάλην δύναμιν ἔχων. Ὀλοφύρεται.

### 8 202

Οἰκτείρει, ἐλεεῖ. Ἑλίκην τε, καὶ Αἰγάς.

### 8 203

Πόλεις ἱερὰς Ποσειδῶνος. Αἰγὰς δὲ λέγει τὰς ἐν Πελοποννήσῳ. Χαρίεντα.

### 8 204

Ἐπιτερπῆ, ἡδέα. Σὺ δέ σφι βούλεο νίκην. Σὺ δὲ αὐτοῖς βοηθὸς γενοῦ, καὶ περιποίησαι τὴν νίκην. Ἐρυκέμεν.

### 8 206

Κατέχειν, κωλύειν. Ζῆν’. Ζῆνα, τὸν Δία. Ἀκάχοιτο.

### 8 207

Λυποῖτο. Ἀπτοεπές.

### 8 209

Ἀπτόητε. ἐν τῷ λέγειν θρασεῖα. Ἔνιοι δὲ δασέως ἀναγινώσκουσιν, ἵν’ ᾖ, καθαπτομένη λόγοις. Τῶν δ’ ὅσον ἐκ νηῶν ἄπο πύργου τάφρος ἔεργεν.

### 8 213

Ὅσον ἀπὸ τῶν νηῶν διάστημα ἦν ἐπὶ τὸ τεῖχος, καὶ ἀπὸ τοῦ τείχους ἐπὶ τὴν τάφρον, ἐπληροῦτο τοῦ ὄχλου. Ἄλλως· Ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νεῶν, τοῦτο πλῆρες ἦν πεζῶν καὶ ἵππων. Ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. Ἔεργεν. Ἀπεχώριζε. Πλῆθεν.

### 8 214

Ἐπληρώθησαν. Εἱλομένων.

### 8 215

Συναθροιζομένων. Εἵλει. Συνήθροιζε, συνέκλειε. Κηλέῳ.

### 8 217

Καυστικῷ, διαπύρῳ. Ποιπνύσαντι.

### 8 219

Ἐνεργήσαντι. Πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ.

### 8 221

Πορφυροῦν ἱμάτιον μεταχειρίζεται ὁ βασιλεὺς, ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν σημᾶναι τοῖς Ἕλλησιν, ἐπεὶ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς καταστεῖλαι. Μεγακήτεϊ.

### 8 222

Μεγάλῃ. Παρὰ τὸ κῆτος. Ἢ, πλατείᾳ καὶ εὐρυχώρῳ. Ἐν μεσσάτῳ.

### 8 223

Ἐν τῷ μεσωτάτῳ τόπῳ. Ἔσκεν. Ἦν, ὑπῆρχε. Γεγωνέμεν. Βοᾷν. Διαπρύσιον.

### 8 227

Διάδηλον, μέγα, ἐξάκουστον. Γεγωνώς. Ἐκβοῶν, κράζων. Αἰδὼς Ἀργεῖοι.

### 8 228

Αἰδεῖσθε, ὦ Ἕλληνες. Εἶδος ἀγητοί. Τῷ ὁραθῆναι μόνον θαυμαστοὶ, καὶ οὐκ ἐπὶ ἔργῳ. Ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες.

### 8 230

Τὸ ὁπότε ἐστὶν, ἀντὶ τοῦ ὅτε. Καὶ ἀποτελεῖ ἀνταποδοτικὴν περίοδον. Οὐκ ἔστι δὲ ἀνταπόδοσις. Ὁ γὰρ λόγος, Ὅτε ἐν Λήμνῳ ἐκαυχᾶσθε. Κενεαυχέες. Κενὰ καὶ μάταια καυχώμενοι. Ἠγοράασθε. Ἐλέγετε. ἅς τινας ποτὲ ἐν Λήμνῳ ἐλέγετε καυχώμενοι, πίνοντες οἶνον πλεῖστον καὶ κάλλιστον. Ἔσθοντες.

### 8 231

Ἐσθίοντες. Ὀρθοκραιράων. Ὀρθὰ κέρατα ἐχόντων. Ἐπιστεφέας.

### 8 232

Πλήρεις, ὁ τρόπος μεταφορά. Ἀνθ’ ἑκατόν.

### 8 233

Ἀντὶ τοῦ, κατέναντι ἑκατόν. Στήσεσθαι.

### 8 234

Μαχήσεσθαι. Εἰμέν. Ἐσμέν. Ἐνιπρήσει.

### 8 235

Καύσει. Ὑπερμενέων.

### 8 236

Ὑπὲρ τὸ δέον βιαίων. ὑπερεχόντων τῇ δυνάμει. Ἄασας.

### 8 237

Ἔβλαψας. Τεόν.

### 8 238

Τὸν σόν. Ἔῤῥων.

### 8 239

Ἐπὶ φθορὰν παραγενόμενος. Ἱέμενος.

### 8 241

Ἐπιθυμῶν, προθυμούμενος. Αὐτοὺς δή περ.

### 8 243

Ἡμᾶς αὐτούς. Ἀλύξαι. Ἐκκλῖναι. Ὀλοφύρατο.

### 8 245

Κατῴκτισεν, ἠλέησε. Νεῦσεν.

### 8 246

Ὑπέσχετο, ἐσήμανε. Τελειότατον.

### 8 247

Ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα. ἐπιτελεστικώτατον. Λέγεται δὲ, κατὰ τὴν Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι, ἔν τε τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι. Διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς ἀετὸν εἵλετο, ᾧ καὶ προστάσσει, καὶ ἀγγέλῳ αὐτῷ χρᾶται πρὸς ἐκείνους, οὓς ἐπιφανείας ἀξιοῖ. Ὅθεν καὶ ἀετὸς ἐκλήθη, οὐχ, ὥς τινες, παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν, ἀληθές. Νεβρόν.

### 8 248

Ἐλάφου γέννημα. Πανομφαίῳ.

### 8 250

Πάσης φήμης καὶ κληδόνος. Ὀμφὴ γὰρ, ἡ θεία κληδών. Θόρον.

### 8 252

Ἀφώρμησαν. Εὔξατο.

### 8 254

Ἐκαυχήσατο, ἐδεήθη. Πάρος σχέμεν. Ἔμπροσθεν σχεῖν. Φραδμονίδην.

### 8 257

Φράδμονος παῖδα Ἀγέλαον. Ἔλασσε.

### 8 259

Διήλασεν. Ἀράβησεν.

### 8 260

Ἐψόφησεν, ἤχησεν. Ὀνοματοποιΐα ὁ τρόπος. Τὸν δὲ μέτα.

### 8 261

Μετὰ δὲ τοῦτον. Ὀπάων.

### 8 263

Ἀκόλουθος. Ἀτάλαντος Ἐνυαλίῳ.

### 8 264

Πολεμικὸς, ἶσος τῷ Ἄρει. Παλίντονα.

### 8 266

Εἰς τουπίσω τεινόμενα. Τιταίνων. Ἐντείνων, ἕλκων. Ὑπεξέφερεν.

### 8 268

Ἔξω αὐτὸ τοῦ Τεύκρου ἐποίει. Παπτήνας.

### 8 269

Περιβλεψάμενος. Ἐπιάρτιν. Ἤ τοι ὄνομα κύριον, ὁ Ἐπιάρτις. Ἢ, ἀντὶ τοῦ, Ἐπί τινα δή. Ὀϊστεύσας. Τοξεύσας. Δύσκεν.

### 8 271

Ἐπεδύετο, ὑπεισῄει. Κρύπτασκεν.

### 8 272

Ἔκρυπτε. Κοίρανε λαῶν.

### 8 281

Βασιλεῦ ὄχλων. Φόως.

### 8 282

Φῶς, σωτηρία. Σημαίνει δὲ τὸ κυρίως φῶς. Καί σε νόθον περ ἐόντα.

### 8 284

Ἡρακλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν, ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν γέρας Τελαμῶνι, ὡς συστρατεύσαντι αὐτῷ. Ἀφ’ ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών. Ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα, Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον, καὶ ποιήσαντες κύριον. Τευκροὶ γὰρ οἱ Τρῶες, ἀπὸ τοῦ βασιλεύσαντος αὐτῶν Τεύκρου. Ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς, καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν καταλόγῳ νεῶν. Ἐζήτηται δὲ πῶς ἐξ ἁπάντων ἐπαινέσας τὸν Τεῦκρον, νῦν ἐπιφέρει νόθον. Ἡμεῖς δέ φαμεν, τοῦτο μὴ εἶναι πρὸς αἰσχύνην, διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν. Ἐτίμων γὰρ τοὺς νόθους ἐπίσης τοῖς γνησίοις. Ἄλλως τε, εἰ καὶ αἰχμάλωτος Ἡσιόνη, ἀλλὰ βασιλίς. Ἔτι καὶ αὐξήσεως ἕνεκεν τοῦτ’ εἰρῆσθαι φαμὲν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλε. Κομίσσατο. Ἐπιμελείας ἠξίωσεν ὡς γνήσιον. Εὐκλείης ἐπίβησον.

### 8 285

Δόξης ἐπιβῆναι ποίησον. Πρεσβήϊον.

### 8 289

Πρεσβεῖον, ἀριστεῖον. Λέγει δὲ τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον. Τρίποδα.

### 8 290

Λέβητα, ἔχοντα αὐτοφυεῖς πόδας. Αὐτοῖσιν ὄχεσφιν. Σὺν τοῖς ἅρμασιν. Ὁμὸν λέχος εἰσαναβαίνοι.

### 8 291

Ἥτις τῆς αὐτῆς κοίτης κοινωνήσει. Σπεύδοντα.

### 8 293

Ἐσπουδακότα. Ὠσάμεθα.

### 8 295

Ἀπεωσάμεθα. Ἐκ τοῦ δή.

### 8 296

Ἐξ ἐκείνου τοῦ χρόνου. Δεδεγμένος. Ἐπιτηρῶν, ἢ προσδεχόμενος. Τανυγλώχινας.

### 8 297

Μακρὰς καὶ ὀξείας γωνιώσεις ἔχοντας. ὅ ἐστιν, ἀκίδας. Πῆχθεν.

### 8 298

Ἐνεπάγησαν. Ἀρηϊθόων. Πολεμικῶν. Λυσσητῆρα.

### 8 299

Μανιώδη, λυσσώδη. Ἴαλλεν.

### 8 300

Ἐφίει, ἔπεμπεν. Ἵετο.

### 8 301

Προεθυμεῖτο, ὥρμα. Αἰσύμηθεν.

### 8 304

Ἀπὸ Αἰσύμης πόλεως. Ὀπυομένη. Μεμνηστευμένη, γεγαμημένη. Μήκων δ’ ὥς.

### 8 306

Ὡς μήκων. Ὁ τρόπος ἀναστροφή. Μήκων δ’ ὣς ἑτέρωσε κάρη βάλεν, ἥτ’ ἐνὶ κήπῳ. Ἤτοι τὸ η μετὰ τοῦ τ ε περιττεύει, ἱν’ ᾖ, ὡς μήκων ἑτέρωσε κάρη βάλεν. ἢ τῷ βριθομένη λείπει ῥῆμα. καὶ ἔστι μετοχὴ ἀντὶ ῥήματος. Κάρη βάλεν. Ἀπέκλινε τὴν κεφαλήν. Ἥτ’ ἐνὶ κήπῳ. Σημειωτέον ὅτι θηλυκῶς εἶπε τὴν μήκωνα. Βριθομένη.

### 8 307

Βριθομένη ἀντὶ τοῦ, βρίθεται, ὅ ἐστι βαρεῖται. Καὶ οὐχ’ ὥς τινες εἶπον Βαρουμένη. Κέχρηται γὰρ τῇ μετοχῇ ἀντὶ ῥήματος. καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων. Νοτίῃσί τε εἰαρινῇσι. Δρόσοις ἢ ψεκάσιν ἐαριναῖς. Ἤμυσεν.

### 8 308

Ἐπέκλινε. Πήληκι βαρυνθέν. Τῇ περικεφαλαίᾳ βαρυνθέν. Παρέσφηλε.

### 8 311

Σφαλῆναι καὶ ἀποτυχεῖν ἐποίησεν. Ἱέμενον.

### 8 313

Ὁρμῶντα. Ὑπερώησαν.

### 8 314

Ὑπεχώρησαν. Πύκασε.

### 8 316

Συνέσχεν, ἐκάλυψε. Θόρε.

### 8 320

Κατεπήδησεν. Αὖ ἐρύοντα.

### 8 325

Εἰς τοὐπίσω ἕλκοντα. Κληΐς. Κατακλείς. Ἀποέργει. Ἀπείργει. Νάρκησεν.

### 8 328

Ἐνάρκησεν, ἐλύθη. Γνύξ.

### 8 329

Ἐπὶ γόνυ. Ἐριπών. Πεσών. Οὐκ ἀμέλησεν.

### 8 330

Ἐφρόντισεν. Ὁ τρόπος, ἀντίφρασις. Περίβη.

### 8 331

Περιέβη. Ὑποδύντε.

### 8 332

Ὑπεισελθόντες. Σθένεϊ βλεμεαίνων.

### 8 337

Σφοδρῶς ἐπιῤῥωννύμενος. Ἔνιοι δὲ, τῷ βλέμματι φοβῶν, οἷον τὴν δύναμιν διὰ τοῦ βλέμματος ἐνδεικνύμενος. Συὸς ἀγρίου.

### 8 338

Συάγρου. Σημειωτέον δὲ, ὅτι τὰ τοιαῦτα ὀνόματα διῃρημένως λέγεται, ὡς τὸ, ἄγριον αἶγα. Ἑλισσόμενος.

### 8 340

Συστρεφόμενος. Δοκεύει. Ἐπιτηρεῖ. Ὤπαζε.

### 8 341

Κατόπιν ἐδίωκε, κατέπειγε. Τὸν ὀπίστατον.

### 8 342

Τὸν τελευταῖον. Σκόλοπες.

### 8 343

Τὰ ἀποξυσμένα ξύλα. Δάμεν.

### 8 344

Ἀνῃρέθησαν. Ἐρητύοντο.

### 8 345

Κατείχοντο. Κεκλόμενοι.

### 8 346

Ἐγκελευόμενοι. Ἀμφιπεριστρώφα.

### 8 348

Πανταχοῦ περιεστρέφετο. ὅ ἐστιν, ἐνεργῶν περιήλαυνε. Γοργοῦς ὄμματ’ ἔχων.

### 8 349

Γοργότητος. Ἢ ἀντὶ τοῦ, Γοργόνος. ὅ ἐστι, φοβερά. Ἀπὸ εὐθείας τῆς Γοργὼ εἶπε τὴν γενικήν. Ἢ οἴματα, ἀντὶ τοῦ ὁρμήματα. Νῶϊ.

### 8 352

Ἡμεῖς. Κοινὴ ἡ διάλεκτος. Δωριεῖς δέ φασιν, ἄμμες. Αἰολεῖς, ἄμμε. Ἀττικοὶ δὲ, νῶϊ. Ἴωνες, ἡμέες. Ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως. Ἐὰν δὲ σὺν τῷ ν , ἡμῶν καὶ ἡμῖν. Οὐκέτι νῶϊ. Καὶ τὰ ἑξῆς. Οὐκ ἔτι σώους θῶμεν τοὺς Ἕλληνας; οὐ κηδεμονίαν καὶ φροντίδα ποιησόμεθα ἐξ ὑστέρου; Κεκαδησόμεθα.

### 8 353

Λυπησόμεθα, φροντιοῦμεν. Ὑστάτιον. Ἐξ ὑστέρου. Οἶτον.

### 8 354

Μόρον. Ῥιπῇ.

### 8 355

Τῇ φορᾷ. Ἀνεκτῶς. Ἀνασχετῶς. Καὶ λίην οὗτός γε.

### 8 358

Καὶ λίαν οὗτος. Ὁὐμός.

### 8 360

Ὁ ἐμός. Σχέτλιος.

### 8 361

Νῦν ἐπισχετικῶς. Ἀλιτρός. Ἁμαρτωλὸς, ἄδικος. Ἐμῶν μενέων ἀπερωεύς. Τῆς ἐμῆς δυνάμεως καὶ προθυμίας κωλυτής. Σώεσκον.

### 8 363

Ἔσωζον. Εὐρυσθῆος. Εὐρυσθέως τοῦ Ἀργείων βασιλέως, τοῦ ἐπιτάττοντος Ἡρακλεῖ τοὺς ἄθλους. Ἀέθλων. Ἄθλων, κακοπαθειῶν. Ἀπαλεξήσουσαν.

### 8 365

Ἐπικουρήσουσαν, βοηθήσουσαν. Προΐαλλε. Προέπεμπεν. Ἤιδεα.

### 8 366

Ἤιδην, ἠπιστάμην. Πευκαλίμῃσι. Συνεταῖς, ἢ πικραῖς. Παρὰ τὴν πεύκην. Εὖτέ μιν.

### 8 367

Ὁπότε αὐτόν. Πυλάρταο. Ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας, διὰ τὸ, μηδένα ὑποστρέφειν ἐξ ᾅδου. Ἐξ Ἐρέβευς.

### 8 368

Ἐκ τοῦ ἐρέβους, ὅ ἐστι, σκότους. Ἔστι δὲ ὁ πρὸ τοῦ Ταρτάρου τόπος. Κύνα Ἀΐδαο. Τὸν Κέρβερον. Τελεσθέντων τῶν τοῦ Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγείου βοσκημάτων ἆθλον καὶ τὸν ὕδρας, ἐνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρβερον ἐξ ᾅδου κομίζειν. Εἶχε δὲ οὗτος τρεῖς μὲν κυνῶν κεφαλὰς, τὴν δὲ οὐρὰν δράκοντος. Μέλλων οὖν ἐπὶ τοῦτον ἀπιέναι, ἦλθε πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα, βουλόμενος μυηθῆναι. Ἦν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι. δι’ ὃ γίγνεται Πυλίου θετὸς υἱός. καὶ παραγενόμενος ἐμυεῖτο. Μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια, ἐπεί περ οὐχ ἡγνίσθη τοῦ τῶν Κενταύρων φόνου, ἁγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη. Καὶ παραγενόμενος ἐπὶ τὸ Ταίναρον τῆς Λακωνικῆς ἀκρωτήριον, ὃ τῆς ᾅδου καταβάσεώς ἐστι στόμιον, διὰ τούτου κατήει. Ὡς δὲ εἶδον αὐτὸν αἱ ψυχαὶ, χωρὶς Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος, εὐθὺς ἔφυγον. Ἐπὶ δὲ τὴν Γοργόνα τὸ ξίφος ὡς ζῶσαν ἕλκει. καὶ παρὰ Ἑρμοῦ μανθάνει, ὅτι ἔστι κενὸν εἴδωλον. Πλησίον δὲ τῶν τοῦ Ἅιδου πυλῶν γενόμενος, Θησέα ἐγείρει, καθήμενον ἐπὶ ἀκινήτου θρόνου. Ὁμοίως δὲ καὶ Πειρίθουν ἐβουλήθη. Καὶ τῆς γῆς πολὺ σειομένης, οὐκ ἠδυνήθη. Ἀπεκύλισε δὲ καὶ τὸν Ἀσκαλάφου πέτρον. Βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παρασχέσθαι, μίαν τῶν Ἅιδου βοῶν ἀπέσφαξεν. Αἰπά.

### 8 369

Ὑψηλά. ἐξ οὗ καὶ χαλεπά. Στυγός. Στὺξ, μία τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε, τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν θεογονίᾳ. Ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου. Ἐξήνυσεν.

### 8 370

Ἐτέλεσεν, ἐπλήρωσε. Γούνατ’ ἔκυσσεν.

### 8 371

Ἐγονυπέτησεν. Ἔκυσσε. Προσεκύνησεν, ἐφίλησεν. Ἔσται μάν.

### 8 373

Ἔσται μὴν καιρός. Ἐπέντυνε.

### 8 374

Ἡτοίμαζε, παρασκεύαζε. Καταδῦσα.

### 8 375

Εἰσελθοῦσα. Μεταφορὰ, ὁ τρόπος. Πάϊς.

### 8 377

Παῖς. Προφανείσας.

### 8 378

Φανείσας. ὀφθείσας. Κορέει.

### 8 379

Κορέσει. Δημῷ.

### 8 380

Τῇ πιμελῇ, τῷ λίπει. Λάζετο.

### 8 389

Ἔλαβεν. Ἐπεμαίετο.

### 8 392

Ἔπλησσε. Μύκον.

### 8 393

Ἠνοίγησαν, ἤχησαν. Ὀνοματοποιΐα, ὁ τρόπος. Πάλιν τρέπεν.

### 8 399

Εἰς τοὐπίσω ἔτρεπεν. Ἄντην. Ἐξ ἐναντίας. Συνοισόμεθα.

### 8 400

Συναχθησόμεθα, συμβαλοῦμεν. Γυιώσω.

### 8 402

Χωλώσω. Ἄξω.

### 8 403

Κατάξω, συντρίψω. Δεκάτους.

### 8 404

Δέκα. Περιτελλομένους. Περιερχομένους, πληρουμένους. Ἐπαλθήσεσθον.

### 8 405

Ἰαθήσεσθε. Δυϊκῶς. Μάρπτῃσι. Καταλάβῃ, κατάσχῃ. Νεμεσίζομαι.

### 8 407

Μέμφομαι. Οὐδὲ χολοῦμαι. Οὐδὲ ὀργίζομαι. Ἔωθεν.

### 8 408

Ἐξ ἔθους ἔχει. Ἐνικλᾷν. Ἐμποδίζειν. Ἀελλόπος.

### 8 409

Ταχύπους παρὰ τὰς ἀέλλας, ὅ ἐστιν, ἀνέμους. Πολυπτύχου.

### 8 411

Πολλὰ ἀποκλίματα ἔχοντος, καὶ ἐξοχάς. Ἀντομένη.

### 8 412

Ἀπαντήσασα. Κατέρυκε. Κατέσχεν. Ἔννεπεν. Εἶπεν, ἔλεγε. Διὸς δέ σφ’ ἔννεπε μῦθον. Τὸν δὲ τοῦ Διὸς λόγον αὐταῖς ἀπήγγειλε. Πῆ μέματον; Ποῦ προθυμεῖσθον; Εἰ τελέει περ.

### 8 415

Εἴπερ εἰς τέλος ἄξει, πληρώσει. Κύον.

### 8 423

Ἀναιδεστάτη. Ἀδδεές. Ἄφοβε. Τολμήσεις.

### 8 424

Ὑπομενεῖς, καρτερήσεις. Ἄντα. Ἐξεναντίας. Ἀεῖραι. Ἆραι. Ἀποφθίσθω.

### 8 429

Ἀποφθαρήτω. Βιώτω. Ζησάτω. Ὡς ἐπιεικές.

### 8 431

Ὡς πρέπει καὶ ἐγχωρεῖ. Πάλιν τρέπεν.

### 8 432

Εἰς τοὐπίσω ἀπέτρεπε. Μώνυχας. Μονώνυχας. Πρὸς σύγκρισιν τῶν βοῶν, τῶν προβάτων, καὶ τῶν λοιπῶν τῶν ἐχόντων χηλάς. Κάπῃσι.

### 8 434

Φάτναις. Παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπτειν, ὅ ἐστιν, ἐσθίειν. Πρὸς ἐνώπια.

### 8 435

Πρὸς τοὺς ἐξ ἐναντίας τῶν εἰσόδων τοίχους. Διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Παμφανόωντα. Φαίνοντα, λάμποντα. Κλισμοῖσι.

### 8 436

Θρόνοις ἔχουσιν ἀνακλίσεις. Μίγδ’ ἄλλοισι.

### 8 437

Ἀναμεμιγμέναι τοῖς λοιποῖς. Τετιημέναι. Τεταλαιπωρημέναι, τετιμωρημέναι. Δίωκεν.

### 8 439

Ἤλαυνεν. Ἐξίκετο. Κατέλαβε. Θώκους. Τὰ συνέδρια, τὰς καθέδρας. Ἂμ βωμοῖσι.

### 8 441

Περὶ τοῖς βωμοῖς. Κατὰ λῖτα πετάσας. Καταπετάσας λινοῦν ἱμάτιον. ἁπλώσας. Πελεμίζετο.

### 8 443

Ἐκινεῖτο. Διὸς ἀμφίς.

### 8 444

Τοῦ Διὸς χωρίς. Ἥσθην.

### 8 445

Ἐκαθέσθησαν. Τετίησθον.

### 8 447

Τεταλαιπώρησθε. Οὐ μὲν θήν.

### 8 448

Οὐ μὲν δή. Κάμετον. Κεκμήκατε, κεκοπιάκατε. Πάντως οἷον ἐμόν γε μένος.

### 8 450

Καὶ τὰ ἑξῆς. Ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις, φησὶ, τηλικαύτη ὑπάρχει, ὡς μὴ δὲ ὑπὸ πάντων θεῶν δύνασθαι καταγωνισθῆναι. Τρέψειαν.

### 8 451

Μετατρέψειαν, κωλύσειαν. Μέρμερα.

### 8 453

Μερίμνης ἄξια, χαλεπά. Πληγέντε.

### 8 455

Ἀντὶ τοῦ, πληγεῖσαι. Ἐπέμυξαν.

### 8 457

Μεμυκόσι τοῖς χείλεσιν ἐπεστέναξαν, ἐγόγγυσαν. Ἀκέων.

### 8 459

Ἀντὶ τοῦ ἀκῆν. ἡσυχάζουσα. Ἄγριος.

### 8 460

Ἀνήμερος, χαλεπός. Οὐκ ἐπιεικτόν.

### 8 463

Οὐκ εὔεικτον, οὐκ εὐσυγχώρητον. Ἠοῦς.

### 8 470

Ἕωθεν, ὄρθρου. τῇ ἐπιούσῃ ἡμέρᾳ. Ὦρθαι.

### 8 474

Διεγερθῆναι. Παρὰ ναῦφι. Παρὰ ταῖς ναυσί. Στείνει.

### 8 476

Στενώματι. Στεῖνος γὰρ εἴωθε λέγειν τὴν στενὴν ὁδόν. Λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. Αἰνοτάτῳ. Τῷ χαλεπῷ, διὰ τὸν φόβον. Θέσφατον.

### 8 477

Θεόλεκτον, μεμοιραμένον. Οὐδ’ εἴ κεν.

### 8 478

Οὐδὲ ἐάν. Νείατα. Κατώτατα, ἔσχατα. Ἵκηαι. Παραγενήσῃ, ἀπέλθῃς. Γαίης καὶ πόντοιο ἵν’ Ἰαπετός τε Κρόνος τε.

### 8 479

Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας, καὶ τὴν τῶν θεῶν ἀρχὴν παραλαβόντος, Γίγαντες, οἱ Γῆς παῖδες, ἀγανακτήσαντες, ἐν Ταρτησῷ (πόλις δέ ἐστιν αὕτη παρὰ τῷ Ὠκεανῷ) μέγαν κατὰ Διὸς πόλεμον παρεσκεύαζον. Ζεὺς δὲ συναντήσας αὐτοῖς, καταγωνίζεται πάντας. Καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος, τῷ πατρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ, τὸν δοκοῦντα πάντων ὑπερέχειν, κατηγωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπ’ αὐτοῦ Ὀφιώνιον. Ἰαπετός. Οὐρανοῦ παῖς, εἷς τῶν Τιτάνων. Ὑπερίονος.

### 8 480

Τοῦ ἡλίου. Ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος. ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ. Ἢ ὑπερίων, ὁ ὑπεράνω ἡμῶν ὢν, καὶ περιπολῶν τὸν κόσμον. διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται. Ἔνθα.

### 8 482

Ὅπου. Ἀλωμένη. Πλανωμένη. Ἀλέγω.

### 8 483

Λόγον οὐκ ἔχω, οὐ φροντίζω. Κύντερον. Χαλεπώτερον, δεινότερον. Ἀέκουσιν.

### 8 487

Ἄκουσι, καὶ μὴ βουλομένοις. Ἀσπασίη.

### 8 488

Ἀσπαστὴ, εὐκταία. Τρίλλιστος. Πολυλιτάνευτος. Ἐρεβεννή. Σκοτεινή. Ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.

### 8 491

Ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπὸ πρόθεσιν. Ἵν’ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νεκρῶν. Πόρκης.

### 8 495

Δακτύλιος. Ἐφάμην.

### 8 498

Ἐλογισάμην. Κνέφας.

### 8 500

Σκότος. Ἐφοπλισόμεσθα.

### 8 503

Ἑτοιμάσωμεν. Ἐδωδήν.

### 8 504

Τροφήν. Οἰνίζεσθε.

### 8 506

Οἶνον ἀγοράζετε. Λέγεσθε.

### 8 507

Συλλέξατε, συναγάγετε. Μέσφ’ ἠοῦς.

### 8 508

Μέχρι τῆς ἡμέρας. Ἠριγενείης. Ἤτοι, τὸν ὄρθρον γεννώσης. ἢ, ὑπὸ τοῦ ὄρθρου γεννωμένης. Σέλας.

### 8 509

Πυρὸς λαμπηδών. Ἵκῃ. Παραγένηται. Διὰ νύκτα.

### 8 510

Ἀντὶ τοῦ, διὰ νυκτός. Μὴ μάν.

### 8 512

Μὴ μὲν δή. Ἀσπουδεί γε. Ἄνευ κακοπαθείας, χωρὶς πόνου. Βέλος.

### 8 513

Νῦν, τὸ βεβλημένον μέρος, τὸ τραῦμα. Πέσσῃ. Συνέχῃ, θεραπεύῃ. Ἀγγελλόντων Ἀγγελλέτωσαν.

### 8 518

Παῖδας πρωθήβας. Πρώτως ἡβῶντας, νέους τοὺς ὄντας ἀπὸ τῆς ἀκμῆς, ὅ ἐστιν, ἡλικίας. Πολιοκροτάφους. Πεπολιωμένους. ἀπὸ μέρους. Ἤτοι συνεκδοχή. Θεοδμήτων.

### 8 519

Ὑπὸ θεῶν ᾠκοδομημένων. καθότι Ποσειδῶν καὶ Ἀπόλλων ᾠκοδόμησαν αὐτούς. Θηλύτεραι.

### 8 520

Αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι, ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων. Τὰ μὲν γὰρ ἄλογα, ὡρισμένον ἔχει καιρὸν, ἐν ᾧ μίγνυνται. αὗται δὲ διηνεκῶς πλησιάζουσι. Καιόντων.

### 8 521

Ἀντὶ τοῦ, καιέτωσαν. Λόχος.

### 8 522

Ἐνέδρα. Ὅθεν καὶ λοχαγοὶ, οἱ ταξίαρχοι. Ἀπεόντων. Ἀπόντων. Ὧδ’ ἔστω.

### 8 523

Οὕτως γενέσθω. Μῦθος δ’ ὃς μὲν νῦν.

### 8 524

Οὗτος μὲν δὴ ὁ λόγος. Ἐλπόμενος.

### 8 526

Δι’ ἐλπίδος ἀγόμενος. Κηρεσσιφορήτους.

### 8 527

Τοὺς ὑπὸ εἱμαρμένης ἠγμένους, μοιροφορήτους. ἢ, οὓς αἱ μοῖραι ἀποίσουσιν. Ἐπὶ νυκτί.

### 8 529

Διὰ τῆς νυκτός. Ὑπ’ ἠοῖοι.

### 8 530

Ὑπὸ τὸν ἕω. ὑπὸ τὸν ὄρθρον. Εἴσομαι.

### 8 532

Γνώσομαι. Δῃώσας.

### 8 534

Φονεύσας. Διαείσεται.

### 8 535

Γνωρίσει. διαγνώσεται. Οὐτηθείς.

### 8 537

Τρωθείς. Ἠελίου ἀνιόντος ἐς αὔριον.

### 8 538

Ἅμα τῷ τὸν ἥλιον ἀνίσχειν αὔριον. Κελάδησαν.

### 8 542

Ἐβόησαν μετὰ θορύβου. Ἴφια μῆλα.

### 8 545

Εὐτραφῆ. Μετάληψις, ὁ τρόπος. Εἵατο.

### 8 550

Ἐκαθέζοντο. Φαεινὴν ἀμφὶ σελήνην.

### 8 551

Τὴν Φύσει λαμπράν. Τοῦτο δὲ καθόλου τῆς σελήνης ἐπιθετικόν ἐστι, κἂν μὴ πανσέληνος ᾖ. Ἀριπρεπέα.

### 8 552

Πάνυ εὐπρεπῆ, διάδηλα. Ἔπλετο. Ἐγένετο, ἦν. Νήνεμος. Χωρὶς ἀνέμου. Σκοπιαί.

### 8 553

Σκοποὶ, ὑψηλοὶ τόποι. Πρώονες. Οἱ προνενευκότες τῶν ὀρῶν τόποι, καὶ προβεβλημένοι, παρὰ τὸ ἐξέχειν. Εἴδεται.

### 8 555

Φαίνεται. Γέγηθέ τε φρένα ποιμήν. Ποιμὴν, εἶπεν, ἀντὶ τοῦ, βουκόλος. Διὰ νυκτὸς γὰρ οἱ βόες νέμονται. Κατάχρησις, ὁ τρόπος. Μεσσηγύ.

### 8 556

Ἀναμέσον. Ἰλιόθι πρό.

### 8 557

Πρὸ τῆς Ἰλίου. Πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.

### 8 558

Τῷ ἑκάστῳ, συναπτέον τὸ, σέλᾳ. ἵν’ ᾖ, παρ’ ἑκάστῳ σέλαϊ καὶ φωτὶ τοῦ πυρὸς, τοῦτ’ ἔστι, παρ’ ἑκάστῃ πυρᾷ. Ἐκ τούτων δ’ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων, ὅτι εʹ μυριάδες ἦσαν οἱ πολῖται. Εἵατο.

### 8 559

Ἐκαθέζετο. Σέλᾳ. Φωτὶ, πυρᾷ. Ὅθεν καὶ ἡ τὸ φῶς ἡμῖν παρέχουσα, σελήνη εἴρηται. Κρῖ.

### 8 560

Κριθάς. Ἀποκοπὴ ὁ τρόπος. Ὀλύρας. Εἶδος σπέρματος παραπλησίου κριθῇ. Ἐΰθρονον.

### 8 561

Καλὸν θρόνον ἔχουσα. βασιλικὸν ἢ καλὸν ἅρμα. μεταληπτικῶς. Μίμνον. Ἔμενον. Φυλακὰς ἔχον.

### 9 1

Ἐφύλασσον. Καλῶς δὲ εἶπεν. οἱ μὲν γὰρ Τρῶες τὰς φυλακὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλληνες διὰ νυκτός. οἱ δὲ Ἕλληνες εἴχοντο ὑπὸ τοῦ δέους. Θεσπεσίη.

### 9 2

Θεία, πολλή. Ἰδίως μὲν, διὰ τοὺς Τρῶας. ἰδίως δὲ, διὰ τὸν πεσόντα κεραυνόν. Ἔχε. Εἶχεν, ἐκράτει. Φύζα. Ἡ μετὰ δέους φυγή. Κρυόεντος. Φρικτοῦ, φοβεροῦ. Σημαίνει γὰρ, τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. Ἑταίρη. Συνεργὸς, φίλη. Σημειωτέον δὲ, ὅτι τὴν φυγὴν ὁ Ποιητὴς τοῦ φόβου εἴρηκεν ἑταίραν. Ἀτλήτῳ.

### 9 3

Ἀνυπομονήτῳ, ἀφορήτῳ. Βεβολήατο. Τὴν ψυχὴν τετρωμένοι ἦσαν. ἐλυποῦντο. Ὡς δ’ ἄνεμοι δύο.

### 9 4

Καλῶς δύο ἀνέμους παρέλαβε ταράσσοντας τὸ πέλαγος, ἵνα καὶ δύο πάθη ψυχῆς παραστήσῃ. Ὥσπερ, φησὶν, εἰώθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ· οὕτω καὶ οἱ Ἕλληνες ἐταράσσοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύπης τε, καὶ φόβου. Ὀρίνετον. Ταράσσουσι. Δυϊκῶς. Βορέης καὶ Ζέφυρος, τώ τε Θρήκηθεν ἄητον.

### 9 5

Πῶς ἀμφοτέρους ἐκ Θράκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ Ἄρκτου, τοῦ δὲ Ζεφύρου ἐκ Δύσεως πνέοντος; Ῥητέον οὖν, ὅτι ἡ τῶν Θρᾳκῶν γῆ ἐπιπολὺ διήκει, καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ μέχρι τῆς δύσεως. Ἀφ’ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. Οἱ δέ φασιν, ὅτι συλληπτικῶς πέφρακε. Μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ. Τώ τε Θρήκηθεν ἄητον. Οἵ τινες ἀπὸ Θράκης πνέουσιν. Ἄμυδις.

### 9 6

Ὁμοῦ, ἐξαίφνης. Κελαινόν. Μέλαν. ἐξ οὗ, φρικτόν. Κορθύεται.

### 9 7

Κορυφοῦται, αὔξεται. Ἔνιοι δὲ ἐπὶ τοῦ σωρεύεσθαι ἤκουσαν. κόρθυς γὰρ, ἡ σωρός. Παρὲξ ἅλα. Ἔξω παρὰ τὴν θάλασσαν. Φῦκος. Τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. Οἱ δὲ φυκία φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ τῆς θαλάσσης γιγνομένην. Ἔχευαν. Ἔξω ἔβαλον. Ἐδαΐζετο.

### 9 8

Ἐταράσσετο, διεκόπτετο. Ἄχεϊ μεγάλῳ.

### 9 9

Μεγάλῃ λύπῃ. Βεβλημένος ἦτορ. Ὥσπερ τὴν ψυχὴν βεβλημένος, καὶ ἐκπεπληγμένος. Φοίτα.

### 9 10

Παρεγίγνετο, περιῄει. Κλήδην.

### 9 11

Καλοῦντας, κηρύσσοντας. Μὴ δὲ βοᾷν.

### 9 12

Μηδὲ βοῶντας. Νυκτὸς γὰρ οὔσης, καὶ πλησίον ὄντων τῶν πολεμίων, οὐ πάντας καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. Πονεῖτο. Ἐνήργει. Μελάνυδρος.

### 9 14

Πολύυδρος. Φύσει γὰρ μέλαν τὸ ὕδωρ. Ἀλλὰ λαμπρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. Ἢ βαθεῖα. τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. Αἰγίλιπος.

### 9 15

Ὑψηλῆς. ἣν ἂν καὶ αἲξ ἀπολίπῃ διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον. ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. Ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν. Δνοφερόν. Μέλαν. Χέει. Χεῖ, πέμπει. Ἐνέδησεν.

### 9 18

Ἐνέβαλε. Δήν.

### 9 30

Πολλῷ χρόνῳ, ἐπιπολύ. Ἄνεῳ. Ἄφωνοι, ἥσυχοι. Τετιηότες. Τετιμωρημένοι, λυπούμενοι. Σοὶ πρῶτα μαχήσομαι.

### 9 32

Ἀντὶ τοῦ, τῷ λόγῳ σου. Ἀφραδέοντι. Ἀσυνετοῦντι. Ἧι θέμις ἐστὶν, ἄναξ, ἀγορῇ.

### 9 33

Ὡς νόμος ἐστὶν ἐν ἐκκλησίαις τὸν βουλόμενον λέγειν ἀκωλύτως, ὥσπερ ἐν δημοκρατείᾳ. Ἀλκὴν μέν μοι πρῶτος ὀνείδισας ἐν Δαναοῖσι.

### 9 34

Ἰσχύν μοι πρῶτος ὀνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀνάνδρου. Ἤτοι δὲ, ἐν ἤθει λέγει. Τὴν μέν τοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ. ῥαψῳδίᾳ· Ὤμοι Τυδέως υἱὲ δαΐφρονος ἱπποδάμοιο, Τί πτώσσεις, τί δ’ ὀπιπτεύεις ἀνὰ πτολέμοιο γεφύρας; καὶ τὰ ἑξῆς. Φάς.

### 9 35

Φήσας, εἰπών. Ἀπτόλεμον. Ἄπειρον πολέμου, ἄμαχον. Ἠμὲν νέοι ἠδὲ γέροντες.

### 9 36

Γέροντας εἶπε, διὰ τὸν Νέστορα, ἐπεὶ μικρῷ πρότερον αὐτὸν ἐσεσώκει ἐν τῷ πολέμῳ. Διάνδιχα δῶκε.

### 9 37

Τοῖν δυοῖν ἕτερον ἔδωκε. Περί.

### 9 38

Περισσῶς, πάνυ. Ὅ, τε κράτος ἐστὶ μέγιστον.

### 9 39

Ὃ κράτιστόν ἐστιν. Ὡς ἀγορεύεις.

### 9 41

Ὡς λέγεις. Ἐπέσσυται.

### 9 42

Ἐφορμᾷ. Πάρ τοι ὁδός.

### 9 43

Πάρεστί σοι τὰ πρὸς τὴν ὁδὸν ἡτοιμασμένα, εἰ βούλει ἀπαλάττεσθαι. Νῆες δέ τοι ἄγχι θαλάσσης. Αἱ δὲ νῆές σου ἐγγὺς τῆς θαλάσσης εἰσί. Διὰ δὲ τοῦ πλήθους τῶν νεῶν δειλίαν αὐτοῦ κατηγορεῖ. Εἰ δὲ καὶ αὐτοὶ φευγόντων.

### 9 46

Προσληπτέον τὸ, βούλονται. ἵν’ ᾖ, ἐὰν δὲ καὶ αὐτοὶ βούλωνται, φευγέτωσαν, ἔστωσαν τῶν φευγόντων. Ἀγασσάμενοι.

### 9 51

Θαυμάσαντες. Ὁμήλικας.

### 9 54

Συνήλικας. τῆς αὐτῆς ἡλικίας. Ἔπλευ. Ἐγένου. Οὔτις τοι τὸν μῦθον ὀνόσσεται.

### 9 55

Οὐδεὶς ἄν σου τὸν λόγον ἐκφαυλίσῃ, καὶ μέμψηται. Πῶς δὲ ὁ Νέστωρ, τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ, λέγειν αὐτὸς ἐπιχειρεῖ; Ῥητέον, ὅτι τῆς ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται, καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. Ὅπερ δὲ δεῖ πράσσειν ἐν καιρῷ Διομήδης μὲν παρέλιπεν, ἐκεῖνος δ’ εἰσηγεῖται. Οὐδὲ πάλιν ἐρέει.

### 9 56

Οὐδὲ τὰ ἐναντία σοι ἐρεῖ. Ἀτὰρ οὐ τέλος ἵκεο μύθων. Οὐ μὴν τέλος ἐπέθηκας τῷ λόγῳ σου. τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως φησὶν εἰρῆσθαι. ἐλλείπειν δὲ τὰ τῆς συμβουλῆς καὶ παρὰ φυλακῆς ἅτινα αὐτὸς ἀνεπλήρωσεν. Ἦ μὴν καὶ νέος ἐσσί.

### 9 57

Νέος μὲν δὴ ὑπάρχεις. Ἐμὸς δέ κε καὶ πάϊς εἴης Ὁπλότερος γενεῇφιν. Ἐμὸς δ’ ἂν καὶ παῖς νομισθείης, καὶ τῶν παίδων μου ὁ νεώτατος. Ἀτάρ.

### 9 58

Καὶ δή. Πεπνυμένα βάζεις Ἀργείων βασιλῆας. Συνετῶς δὲ λέγεις παρὰ πάντας τοὺς βασιλεῖς τῶν Ἑλλήνων. Γεραίτερος.

### 9 60

Παλαιότερος, πρεσβύτερος. Διΐξομαι.

### 9 61

Διελεύσομαι, πληρώσω. Ἀφρήτωρ.

### 9 63

Ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων. Φρατρία δὲ κυρίως ἐστὶ, τρίτον μέρος τῆς φυλῆς. Ἀθέμιστος. Ἄδικος ἄνθρωπος. Ὃς πολέμου ἔραται.

### 9 64

Ὅστις πολέμου ἐρᾷ. Ἐπιδημίου. Τοῦ ἐμφυλίου, τοῦ μὴ πρὸς πολεμίους, ἀλλὰ πρὸς οἰκείους γιγνομένου. Λέγει δὲ τοῦτο, αἰνιττόμενος τὸν Ἀχιλλέα. Φυλακτῆρες.

### 9 66

Ἀντὶ τοῦ, φύλακες. ἀπὸ ὀρθῆς τοῦ, φυλακτήρ. Λεξάσθων.

### 9 67

Λεξάσθωσαν, συναριθμηθήτωσαν, κατακλινθήτωσαν. Ἄρχε.

### 9 69

Ἡγοῦ, ἡγεμόνευε. Δαίνυ δαῖτα γέρουσιν.

### 9 70

Ἐπὶ ἑστίασιν κάλει τοὺς ἐντίμους. Ἔοικέ τοι. Πρέπον σοι ἐστίν. Οὔ τοι ἀεικές. Οὐκ ἔστι σοι ἀπρεπές. Ἠμάτιαι.

### 9 72

Καθ’ ἑκάστην ἡμέραν. Πᾶσά τοι ἔσθ’ ὑποδεξείη.

### 9 73

Πάρεστί σοι ἀφθόνως ἡ πρὸς ὑποδοχὴν δαψίλεια. Ἀγρομένων.

### 9 74

Ἀθροισθέντων, συνελθόντων. Τῷ πείσεαι. Τούτῳ πεισθήσῃ. Βουλὴν βουλεύσῃ.

### 9 75

Τὸ σχῆμα, παρωνομασία. Πυκινῆς.

### 9 76

Πυκνῆς, συνετῆς. Τίς ἂν τάδε γηθήσειε; Προσληπτέον τὸ, ἰδών.

### 9 77

τίς ἂν χαρείη, βλέπων ταῦτα οὕτω πρασσόμενα. Νὺξ ἥδε.

### 9 78

Αὕτη δὲ ἡ νύξ. Διαῤῥαίσει. Διαφθερεῖ. Ἐσσεύοντο.

### 9 80

Ἐξῄεσαν, ἐξώρμων. Ἀμφί.

### 9 81

Περί. Θρασυμήδεα. Θρασυμήδην. Ὁ δὲ τρόπος, ἔκτασις. τὸ ἔθος Ἰώνων. Πῦρ κῄαντο.

### 9 88

Πῦρ ἀνῆψαν. Ἀολλέας.

### 9 89

Ἀθρόους. Μενοεικέα.

### 9 90

Τῷ μένει εἴκουσαν, αὐτάρκη. Οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα.

### 9 91

Οἱ δὲ ἐπὶ τὰ ἑτοῖμα βρώματα ἐξέτειναν τὰς χεῖρας, καὶ ἤσθιον. Ὀνείατα. Βρώματα τὴν ὄνησιν παρέχοντα. Ἴαλλον. Ἔπεμπον, ἐξέτεινον. Ὑφαίνειν.

### 9 93

Κατασκευάζειν. μεταφορικῶς. Ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι.

### 9 97

Σύ μοι καὶ ἀρχὴ καὶ τέλος ἔσῃ τῶν λόγων. Ἐγγυάλιξεν.

### 9 98

Ἐνεχείρησεν, ἔδωκε. Πέρι μὲν φάσθαι.

### 9 100

Περισσῶς μὲν βουλεύεσθαι, ὑπὲρ πάντας λέγειν. Κρῃῆναι.

### 9 101

Ἐπιτελέσαι, ἐπιτρέψαι, ἢ πεισθῆναί σε, καὶ εἰς τέλος ἀγαγεῖν καὶ τὸ ὑπὸ ἄλλου καλῶς λεγόμενον. Σέο δ’ ἕξεται.

### 9 102

Ἤτοι, ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τοῦτο τὸ ἔργον δοκιμάσαι. Ἤτοι, τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται. εἰς σὲ γὰρ ἀνενεχθήσεται, εἴτε εἰς ἀγαθὸν, ἢ ἀγαθὴν εἰσενέγκασθαι γνώμην. Ὅ, ττι κεν ἄρχῃ. Ὅτι ἂν κρατῇ, καὶ συμφέρῃ. Νόον.

### 9 104

Νοῦν, γνώμην. Ἐξέτι τοῦ.

### 9 106

Ἀπ’ ἐκείνου τοῦ χρόνου, ἕως τοῦ νῦν. Διογενεῦς. Περισπωμένως ἀναγνῶμεν. συναίρεσιν γὰρ ἔπαθεν. ἐπεὶ τὸ ἐντελές ἐστι, Διογενέος, τοῦ ἀπὸ Διὸς τὸ γένος ἔχοντος. Οὔτι καθ’ ἡμέτερόν γε νόον.

### 9 108

Οὐ κατὰ τὴν ἡμετέραν γνώμην. Ἀπεμυθεόμην.

### 9 109

Ἀπηγόρευον, ἐκώλυον. Γράφεται δὲ καὶ, Ἀπεμυθευόμην. ἵν’ ᾖ, ἀπελογιζόμην. Μεγαλήτορι. Γενναίῳ. Θυμῷ εἴξας. Νικηθεὶς ὑπὸ τῆς ὀργῆς. Ἀρεσσάμενοι.

### 9 112

Φιλοφρονησάμενοι. Οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας.

### 9 115

Οὐδὲ ψευσάμενος, τὰς ἐμὰς ἄτας εἶπας. Ἀασάμην.

### 9 116

Ἐβλάβην. Ἀναίνομαι. Ἀρνοῦμαι. Ἀντί νυ πολλῶν. Ἀντάξιος πολλῶν ἐστὶν ὁ ὑπὸ Διὸς φιλούμενος ἀνήρ. Λευγαλέῃσι.

### 9 119

Δειναῖς, ὀλεθρίαις. Ἀρέσαι.

### 9 120

Εἰς ἀρέσκειαν ἐλθεῖν φιλοφρόνως. Ἀπύρους.

### 9 122

Τοὺς μὴ εἰς πῦρ χρησίμους, ἀλλ’ ἀναθεματικούς. καινουργεῖς. τοὺς κόσμου χάριν τιθεμένους ἐν τῷ οἴκῳ. Τάλαντα. Τάλαντον τοὺς ἑξακισχιλίους νῦν παρ’ Ἀθηναίοις στατῆρας. Διαφόρως δὲ νοεῖται. ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. Καὶ ὁ Ποιητὴς δὲ τοῦτο δῆλον ἡμῖν ποιεῖ, ἐν τῷ ἐπιταφίῳ τοῦ Πατρόκλου λέγων· Ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλα’ ἄεθλα Θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖαν, Καὶ τρίποδ’ ὠτώεντα δύω καὶ εἰκοσίμετρον Τῷ πρώτῳ. ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν Ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν. Αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα, Καλὸν, τέσσαρα μέτρα κεχανδότα, λευκὸν ἔτ’ αὕτως. Τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα. Εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἐστὶ παρ’ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν ἀργύρῳ βραχύ τι τὸ τάλαντόν φησι. Τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δέ ἐστι χρυσίου τάλαντον. Αἴθωνας.

### 9 123

Τοὺς πρὸς πῦρ ἐπιτηδείους, τοὺς καλουμένους ἐμπυριβήτας, παρὰ τὸ αἴθεσθαι. Πηγούς.

### 9 124

Εὐτραφεῖς, εὐπαγεῖς. ἀφ’ οὗ, γενναίους. Ἀθλοφόρους. Γενναίους. Ἀέθλια. Ἔπαθλα, θέματα. Ἄροντο. Ἀπηνέγκαντο, ἐκτήσαντο. Οὔ κεν.

### 9 125

Οὐκ ἄν. Ἀλήϊος. Ὁ ἄνευ λείας. ἐλλιπὴς βοσκημάτων. Λεία γὰρ κυρίως ἡ τῶν τετραπόδων κτῆσις. Ἀκτήμων.

### 9 126

Ἀνενδεής. Ἐριτίμοιο. Μεγαλοτίμου, ἐνδόξου. Ἠνείκαντο.

### 9 127

Περιεποιήσαντο. Ἀμύμονας.

### 9 128

Ἀμωμήτους, εὐειδεῖς. Ἐξελόμην.

### 9 130

Ὡς ἐξαίρετον ἔλαβον. Λεσβίδας, αἳ κάλλει ἐνίκων. Παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τεμένει, λεγόμενος Καλλιστεῖα. Ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἐρεσσὸν, Μήθυμναν, Πύῤῥαν, Μιτυλήνην. Μετὰ δ’ ἔσσεται.

### 9 131

Ἐν αὐταῖς δὲ ἔσται καὶ ἡ Βρισηΐς. Μήποτε τῆς εὐνῆς.

### 9 133

Ὀμόσει, φησὶ, τὸ μηδέποτε αὐτῇ συγκεκοιμῆσθαι, ὅ ἐστι, μεμίχθαι. Ἧι θέμις.

### 9 134

Ὡς θέμις. Πέλει. Γίγνεται. Παρέσσεται.

### 9 135

Παρέσται, δοθήσεται. Ἅλις.

### 9 137

Δαψιλῶς, ἱκανῶς. Νηησάσθω. Πληρωσάτω, σωρευσάτω. Δατεώμεθα.

### 9 138

Μεριζώμεθα. Ληΐδα. Τὴν λείαν. τὰ λάφυρα. Οὖθαρ ἀρούρης.

### 9 141

Τὸ γονιμώτατον καὶ κάλλιστον τῆς γῆς, καὶ κάρπιμον. Τηλύγετος.

### 9 143

Ἀγαπητὸς, μονογενής. Μόνος γὰρ Ὀρέστης ἄρσην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας. Θαλίῃ ἐνὶ πολλῇ. Ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς. Εἴρηται δὲ παρὰ τὸ, θάλλειν τοὺς εὐωχουμένους. Ἐϋπήκτῳ.

### 9 144

Καλῶς κατεσκευασμένῳ. Λαοδίκη.

### 9 145

Μία τῶν Ἀγαμέμνονος θυγατρῶν, ἣν οἱ τραγικοὶ Ἠλέκτραν εἶπον· ὡς καὶ τὴν Ἰφιάνασσαν, Ἰφιγένειάν φησιν ὁ Εὐριπίδης. Ἀνάεδνον.

### 9 146

Ἄνευ ἕδνων. Ἕδνα δέ εἰσι, τὰ πρὸ τῶν γάμων ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ. Ἐπὶ μείλια δώσω.

### 9 147

Τὸ ἑξῆς, ἐπιδώσω μείλια. Μείλια δέ εἰσιν, οἷς μειλίσσονται τοὺς ἄνδρας. Τὴν προῖκα δὲ λέγει, τὴν ἡδέως διατιθεμένην τὰ κατὰ τὴν ψυχήν. Ποιήεσσαν.

### 9 150

Βοτανώδη. Ζαθέας.

### 9 151

Μεγάλας, θείας. Βαθύλειμον. Βαθεῖς λειμῶνας ἔχουσαν. Νέαται.

### 9 153

Ἤτοι ἔσχαται. ἢ κατῳκισμέναι εἰσίν. Ἠμαθόεντος. Ἀμμώδους. Πολύῤῥηνες.

### 9 154

Πολυθρέμματοι, πλούσιοι. Ῥῆνες γὰρ, οἱ ἄρνες. Πολυβοῦται. Πολλὰς βοῦς ἔχοντες. Δωτίνῃσι.

### 9 155

Δωρεαῖς. Λιπαρὰς τελέουσι θέμιστας.

### 9 156

Ὅσα δεῖ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐκόλως δώσουσι. τοῦτ’ ἔστι καὶ ὑποταγέντες αὐτῷ κατὰ τὸ δίκαιον, λαμπροὺς τελέσουσι φόρους. Λιπαράς. Πλουσίας. Ταῦτά κέ οἱ.

### 9 157

Ταῦτα ἂν αὐτῷ. Μεταλλήξαντι. Λήξαντι, παυσαμένῳ. Χόλοιο. Τῆς ὀργῆς. Δμηθήτω.

### 9 158

Δαμασθήτω. τοῦτ’ ἔστι, πρᾶος καὶ ἐπιεικὴς γενέσθω. Ἀμείλιχος. Ἀμείλικτος, ἀσυμπαθὴς, καὶ ἀπηνής. Ἀδάμαστος. Ὑποταγῆναι μὴ δυνάμενος. Ὑποστήτω.

### 9 160

Παραχωρησάτω, ὑπειξάτω. Βασιλεύτερος. Βασιλικώτερος. Οὐκ ἔτ’ ὀνοστά.

### 9 164

Οὐ μεμπτά. Κλητούς.

### 9 165

Ἐξ ὀνόματος κεκλημένους, ἐπιλέκτους. Ἐπιόψομαι.

### 9 167

Ἐπικρινῶ, ἐπιλέξω. Πιθέσθων. Πειθέσθωσαν. Ἐζήτηται δὲ, πῶς μᾶλλον ὁ Νέστωρ οὐ πρεσβεύει, ὡς συνετώτερος. Ἔστι δὲ λέγειν, ὅτι κατ’ οἰκονομίαν ὑπελείφθη, ἵν’, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσσέα, αὐτὸς ὕστερον πείσῃ. Ἄτοπον γὰρ ἦν, νῦν πρεσβεύειν τὸν Νέστορα, ὅτε ἔδει πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι. Ἀδοξία δὲ ἦν, Νέστορα μὴ δυνηθῆναι πεῖσαι. Οἱ δέ φασιν, ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα, τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω.

### 9 168

Ἀπελθέτω. διὰ τὸ τροφέα αὐτὸν εἶναι Ἀχιλλέως. Φέρτε.

### 9 171

Φέρετε. Κέλεσθε. Κελεύσατε. Ἐαδότα.

### 9 173

Ἀρέσκοντα. Ἐπαρξάμενοι.

### 9 176

Ἐπιχέαντες. Δενδίλλων.

### 9 180

Τοῖς ὄμμασι διανεύων, ἢ περιβλέπων. Ἀπὸ τοῦ διειλεῖν τοὺς ὀφθαλμούς. Πειρᾷν.

### 9 181

Πειράζειν ὡς πείσειεν Ἀχιλλέα. Πεπίθοιε. Πείσειν δυνηθῆναι. Τὼ δὲ βάτην παρὰ θῖνα.

### 9 182

Ζητοῦμεν, εἰ καὶ Φοῖνιξ ἐστὶ πρεσβευτής. Καὶ οἱ μέν φασι, δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος, οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλ’ εἰς τὸ συλλαβέσθαι. Καὶ διὰ τοῦτο ὁ Ποιητὴς δυϊκῶς κέχρηται τῷ, χαίρετον ὦ φίλω. Ἔνιοι δὲ λέγουσι, συμπρεσβευκέναι καὶ Φοίνικα. καὶ οὐδὲ εἶναι τεκμήριον τὸν παρὰ τῷ Ποιητῇ ἀριθμόν. πολλάκις δὲ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι. ὡς καὶ ἐπὶ τοῦ, Μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοὶ εἶς’ ἐν ὀλύμπῳ Ἆσσον ἰόντε. καὶ ὡς ἐπὶ τοῦ, Τὼ κούρω κριθέντε δύο καὶ πεντήκοντα. Γαιηόχῳ.

### 9 183

Τῷ τὴν γῆν ὀχοῦντι, ὅ ἐστι, βαστάζοντι. Ἐπὶ θαλάσσης γὰρ βέβηκεν ἡ γῆ. Φόρμιγγι.

### 9 186

Κιθάρᾳ. Λιγείῃ. Εὐήχῳ. Ζυγός.

### 9 187

Ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλαβοι. Οὕτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαί. Παρὰ τὸ κεκολλῆσθαι. Τὴν ἄρετ’ ἐξ ἐνάρων.

### 9 188

Πιθανῶς ἐκ λαφύρων κεκτῆσθαι ἔφη τὴν κιθάραν. Εὑρόντα οὖν, φησι, παρελθεῖν ὡς ἄμουσον, ἀπρεπὲς ἦν. Κλέα.

### 9 189

Δόξας. Παρὰ τὸ κλείω. Ἀοιδῇσι κλείουσαι. Ἧστο.

### 9 190

Ἐκαθέζετο. Δέγμενος.

### 9 191

Ἐκδεχόμενος. Αἰακίδην. Τὸν Ἀχιλλέα. παππωνυμικῶς. Λήξειεν. Παύσοιτο. Προτέρω.

### 9 192

Προσωτέρω, ἐνδοτέρω. Ταφών.

### 9 193

Ἐκπλαγεὶς, θαυμάσας. Ἡ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες ἐκπληττόμεθα τὸ μέλλον δεινόν. Ἀνόρουσεν. Ἀνώρμησεν, ἀνέστη. Αὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος.

### 9 194

Καθέδραν. Στικτέον δὲ μετὰ τὸ φόρμιγγι. ὡς ἔκπληξιν τοῦ Ἀχιλλέως ὁρᾶσθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. Αὐτῇ σὺν φόρμιγγι, τὸ ἡμιστίχιον, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς ἀποδίδοσθαι. Τότε ἀναπηδήσας σὺν αὐτῇ τῇ κιθάρᾳ. καὶ ἀπολιπόντα τὴν κιθάραν καὶ τὴν καθέδραν συναντῆσαι. Βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν. Θάασσεν. Ἐκαθέζετο. Ὡς δ’ αὕτως.

### 9 195

Παραπλησίως δὲ, ὁμοίως. Δεικνύμενος.

### 9 196

Δεξιούμενος, φιλοφρονούμενος. Ἦ φίλοι.

### 9 197

Φίλοι δή. Ἀττικοὶ ἐν προφωνήσει τιθέασι τὸν σύνδεσμον. Ἱκάνετον. Παραγίγνεσθε. Σκυζομένῳ.

### 9 198

Ὀργιζομένῳ. Κλισμοῖσι.

### 9 200

Καθέδραις ἀνακλίσεις ἐχούσαις. Τάπησι. Μαλλωτοῖς ὑφάσμασιν. Καθίστα.

### 9 202

Εὐτρέπιζε, ἑτοίμαζε. Ζωρότερον.

### 9 203

Ζωτικώτερον. Παρὰ τὴν ζέσιν. Κέραιρε. Κίρνα. Δέπας. Ποτήριον. Ἔντυνον. Παρασκεύασον, εὐτρέπισον. Ὑπέασσιν.

### 9 204

Ὑπεληλύθασιν, ἔνδον εἰσί. Μελάθρῳ. Τῷ οἴκῳ. Ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. Κρεῖον.

### 9 206

Κρεωδόχον ἀγγεῖον. Κάββαλε. Κατέβαλε, κατέθηκεν. Ἐν πυρὸς αὐγῇ. Περιφραστικῶς, ἐν τῷ πυρί. Νῶτον.

### 9 207

Ψόαν, νωτιαῖον κρέας. Πίονος. Λιπαροῦ, ἢ τελείου. Συός.

### 9 208

Χοίρου. Σιάλοιο. Εὐτραφοῦς, λιπαροῦ. Ῥάχιν. Νῶτον, ψόαν. ἐπεὶ κατὰ τοῦτο τὸ μέρος ῥαχίζονται. Τεθαλυῖαν. Θάλλουσαν, ἀκμάζουσαν. Ἀλοιφῇ. Τῷ λίπει. Ἔχεν.

### 9 209

Ἐκράτει. Φώς.

### 9 211

Ἀνήρ. Στορέσας.

### 9 213

Καταστρώσας. Ἐφύπερθε τάνυσσεν. Ὑπερήπλωσε. Πάσσε δ’ ἁλὸς θείοιο.

### 9 214

Ἔπασσε δὲ τὰ κρέα ἁλσί. Θείους δὲ κέκληκε τοὺς ἅλας. διὰ ἄσηπτα τηρεῖν τὰ πασθέντα. Κρατευτάων. Τῶν βάσεων, ὅ ἐστι, τῶν λίθων, ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτωμένων τῶν κρεῶν. Οἱ δὲ, τῶν λαβῶν τῶν ὀβελίσκων, εἶπον κακῶς. Ἐπαείρας. Ἐπάρας, σηκώσας. Εἰν ἑλεοῖσιν.

### 9 215

Ἐπὶ τῶν μαγειρικῶν τραπεζίων. Δασυντέον, ἀπὸ τοῦ ἑλεῖν. Ἢ, ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι αἱ μαγειρικαὶ τράπεζαι. Ἔχευεν. Ἀπὸ τῶν ὀβελίσκων εἵλκυσεν. Ἐπένειμεν.

### 9 216

Ἐπεμέρισεν, ἐπέθηκε. Κανέοισι.

### 9 217

Πλεκτοῖς κανισκίοις. Νεῖμεν. Ἐπένειμεν, ἐπέδωκε. Θῦσαι.

### 9 219

Θυμιᾶσαι, ἀπάρξασθαι. Θυηλάς.

### 9 220

Τὰς ἀπαρχάς. Νεῦς’ Αἴας.

### 9 223

Διενεύσατο, φησὶν, ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλλέα λόγων. Νόησε δ’ Ὀδυσσεύς. Ζητεῖται δὲ, διατί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. Ῥητέον δὲ, ὅτι καὶ μάλα εἰκότως. Οὐδὲ μία γὰρ ἦν ἐλπὶς, προαποτυχόντων τῶν οἰκείων αὐτοῦ. Ἐβούλετο δὲ, προεκκενώσας τὴν ὀργὴν, ἀναγκάσαι τοῖς οἰκείοις πεισθῆναι τὸν Ἀχιλλέα. Πλησάμενος.

### 9 224

Πληρώσας, γεμίσας. Δείδεκτο. Ἐδεξιοῦτο. Ἐΐσης.

### 9 225

Τῆς ἰσομοίρου. Οὐκ ἐπιδευεῖς. Οὐκ ἐνδεεῖς. Ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος.

### 9 226

Διατί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύσας; Ῥητέον οὖν, ὅτε εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ, ὅτι πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν. Ἢ πάνυ ῥητορικὸς ἀνὴρ εἰς φιλίαν ἀμφοτέρους ἄγει. καὶ τῇ τραπέζῃ δυσωπῶν, καὶ μόνον οὐ τοῦτο λέγων· ὡς· Ὁμόσιτος αὐτῷ δι’ ἡμῶν γεγένησαι. καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης. Πάρα γάρ.

### 9 227

Πάρεστι γάρ. Μενοεικέα. Τῷ μένει εἴκοντα, αὐτάρκη. Ἐπηράτου.

### 9 228

Ἐπεράστου, καλῆς. ἡδείας. Ἐν δοιῇ.

### 9 230

Ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. Δύσεαι ἀλκήν.

### 9 231

Ἀναλάβῃς τὴν δύναμίν σου, καὶ κατέλθῃς εἰς τὸν πόλεμον βοηθήσων. Αὖλιν ἔθεντο.

### 9 232

Τὸν αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπέδευσαν. Κῃάμενοι.

### 9 234

Καύσαντες. Σχήσεσθαι.

### 9 235

Ἀνθέξειν, ἀντιστῆναι. Πεσέεσθαι. Ἐμπεσεῖν. Ἐνδέξια.

### 9 236

Ἀγαθά. Φαίνων. Φανεροποιῶν, δεικνύς. Βλεμεαίνων.

### 9 237

Διὰ τοῦ βλέμματος αὐτοῦ προθυμίαν ἐπιδεικνύμενος. Πίσυνος Διΐ.

### 9 238

Πεποιθὼς τῷ Διΐ. θαῤῥῶν. Οὐδέ τι τίει. Οὐ τιμᾷ, λόγον οὐ ποιεῖται. Λύσσα.

### 9 239

Μανία. Δέδυκεν. Ὑπεισῆλθεν, ἔχει. Ἀρᾶται.

### 9 240

Εὔχεται. Στεῦται.

### 9 241

Διαβεβαιοῦται, ὑπισχνεῖται. Ἄκρα κόρυμβα. Τὰ τῶν νεῶν ἀκροστόλια. Διατί δέ φησι πρῶτον ἀποκόπτει, εἶθ’ οὕτως τὸ πῦρ ἐμβάλλει; Ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν. Ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν, τοῦτο ποιεῖ. Ἐμπρήσειν.

### 9 242

Καύσειν. Μαλεροῦ. Μαραντικοῦ, φθαρτικοῦ. Δῃώσειν.

### 9 243

Ἀνελεῖν, φονεύσειν. Ἀτυζομένους. Ἐκπεπληγμένους, τεταραγμένους. Αἴσιμον.

### 9 245

Πεπρωμένον, εἱμαρμένον. Φθίσθαι.

### 9 246

Διαφθαρῆναι. Ἄλλ’ ἄνα.

### 9 247

Ἀλλὰ ἀνάστηθι. Ἀποκοπὴ ὁ τρόπος. Εἰ μέμονας. Εἰ προθυμῇ. Ἐρύεσθαι.

### 9 248

Ῥύεσθαι, σώζειν. Μῆχος.

### 9 249

Μηχάνημα, τέχνασμα. Οὐδέ τι μῆχος Ῥεχθέντος γε κακοῦ ἔστ’ ἄκος εὑρεῖν. Ἀμήχανον δὲ λοιπὸν, μετὰ τὸ πραχθῆναι τὸ κακὸν, θεραπείαν εὑρεῖν αὐτοῦ. Ἄκος.

### 9 250

Ἴαμα. Ἀλεξήσεις.

### 9 251

Βοηθήσεις. Τέκνον ἐμόν.

### 9 254

Προσληπτέον· τάδε λέγων. Κάρτος. Δύναμιν. Ἴσχειν.

### 9 256

Ἐπέχειν, παύειν. Φιλοφροσύνη. Φιλοφρόνησις, φιλία. Ληγέμεναι.

### 9 257

Λήγειν, παύεσθαι. Κακομηχάνου. Κακὰ ἐργαζομένης. Θυμαλγέα.

### 9 260

Τὸν τὴν ψυχὴν λυποῦντα. χαλεπόν. Μεταλλήξαντι χόλοιο.

### 9 261

Παυσαμένῳ τῆς ὀργῆς. Καταλέξω.

### 9 262

Καταριθμήσω. Ἀπήχθετο.

### 9 300

Ἐμισήθη. Κηρόθι. Ἐκ ψυχῆς. Παναχαιούς.

### 9 301

Πάντας τοὺς Ἕλληνας. Ἀπηλεγέως.

### 9 309

Ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευτικῶς, κεκριμένως. Ἀποειπεῖν. Ἀπαρνήσασθαι. Ἧπερ.

### 9 310

Ὡς, καθάπερ. Ἧπερ δὴ φρονέω τε. Γράφεται καὶ, κρανέω. ἵν’ ᾖ, τελειώσω. Τρύζητε.

### 9 311

Πολυλογεῖτε, γογγύζητε. Ἀπὸ τῆς τρυγόνος ἡ μεταφορά. Ὁμῶς.

### 9 312

Ὁμοίως, ἴσως. Ἀΐδαο πύλῃσι. Τῷ θανάτῳ. Περιφραστικῶς. Κεύθει.

### 9 313

Κρύπτει. νῦν δὲ, ἐνθυμεῖται. Νωλεμές.

### 9 317

Ἀδιαλείπτως. Ἐν δὲ ἰῇ.

### 9 319

Ἐν μιᾷ καὶ αὐτῇ. Κάτθανε.

### 9 320

Τέθνηκεν. Ἀεργός. Ἀργὸς, ἄπρακτος. Ἐωργώς. Εἰργασμένος. Περίκειται.

### 9 321

Περισσόν τί ἐστιν, ἢ περίεστιν. Αἰὲν ἐμὴν ψυχὴν παραβαλλόμενος.

### 9 322

Τῆς ἐμῆς ψυχῆς ἐν τοῖς κινδύνοις καταφρονῶν. Ἀπτῆσιν.

### 9 323

Ἵπτασθαι μὴ δυναμένοις, μικροῖς. Μάστακα.

### 9 324

Τροφήν. Ἀΰπνους νύκτας ἴαυον.

### 9 325

Διὰ νυκτὸς ἄγρυπνος διετέλουν πολλάκις. Διέπρησσον.

### 9 326

Διήνυον, διετέλουν. Ὀάρων.

### 9 327

Γυναικῶν. Σφετεράων. Τῶν ἰδίων. Ἐξελόμην.

### 9 331

Ἐξαίρετα ἔλαβον. Δόσκον. Ἐδίδων. Διὰ παῦρα δασάσκετο.

### 9 333

Ὅλα δὲ λαμβάνων, ὀλίγα διένειμε καὶ ἐδίδου. Ἔμπεδα.

### 9 335

Ἑδραῖα, βέβαια, καὶ ἀσφαλῆ. Πέδον γὰρ, ἡ γῆ. Θυμαρέα.

### 9 336

Τῇ ψυχῇ ἀρέσκουσαν. Παριαύων. Συναναπαυόμενος, συγκαθεύδων. Ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι.

### 9 340

Δυσκόλου τῆς ἐρωτήσεως οὔσης, αὐτὸς ἐπιφέρεται. Ἐχέφρων.

### 9 341

Συνετὸς, σώφρων. Τὴν αὐτοῦ φιλέει.

### 9 342

Προσυπακουστέον, γαμετήν. Κήδεται. Φροντίζει. Δουρικτητήν.

### 9 343

Δορυάλωτον, αἰχμάλωτον. Ἔδειμε.

### 9 349

Κατεσκεύασεν, ᾠκοδόμησεν. Ἤλασσε. Κατὰ μῆκος ἔσκαψε, καὶ παρέτεινε τῷ τείχει. Ἐπ’ αὐτῷ. Παρ’ αὐτῷ. Σκόλοπας.

### 9 350

Ἀποξυσμένα ξύλα. Ἴσχειν.

### 9 352

Ἐπέχειν, κωλύειν. Οὐκ ἐθέλεσκεν.

### 9 353

Οὐκ ἠδύνατο. Ὀρνύμεναι. Παρορμᾷν. Φηγόν.

### 9 354

Δρῦν. Οἶον ἔμιμνεν.

### 9 355

Ἅπαξ ἔμεινεν. ἱρά.

### 9 357

Ἱερεῖα, θυσίας. Νηήσας.

### 9 358

Σωρεύσας, πληρώσας. Προερύσσω. Καθελκύσω. Ἦρι μάλα.

### 9 360

Ὄρθρου πάνυ. Ὅθεν καὶ ἠριγένεια. Ἑλλήσποντον. Ἀντὶ τοῦ, δι’ Ἑλλησπόντου. Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖ στενοῖς θάλασσα, παρακειμένη τῇ Τροίᾳ, οὕτως προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρύξου ἀδελφῆς. Ἐρεσσέμεναι.

### 9 361

Ἐρέσσειν, κωπηλατεῖν. Εὐπλοίην.

### 9 362

Εὔπλοιαν, γαλήνην. Ἔῤῥων.

### 9 364

Ἐπὶ φθορὰν παραγενόμενος, διὰ τὰ ἐπισυμβαίνοντα. Πολιόν.

### 9 366

Λαμπρόν. Ὀξυνθεὶς γὰρ ὁ σίδηρος, λαμπρότερος γίγνεται. Ἄξομαι.

### 9 367

Ἀπαγάγω. Ἅσσα. Ἅτινα. Ἢ, ὅσσα. Ἐφυβρίζων ἕλετο.

### 9 368

Ἀφείλετο μεθ’ ὕβρεως. Ἀμφαδόν.

### 9 370

Ἀναφανδὸν, φανερῶς. Ἐπισκύζωνται. Ὀργίζωνται. Κύνεός περ ἐών.

### 9 373

Καίπερ ἄφρων καὶ ἀναιδὴς ὤν. Εἰς ὦπα ἰδέσθαι. Εἰς ὄψιν ἐλθεῖν. Ἤλιτεν.

### 9 375

Ἥμαρτεν. Ἐξαπάφοιτο.

### 9 376

Ἐξαπατήσοι. Οἱ. Αὐτῷ. Ἐν καρὸς αἴσῃ.

### 9 378

Ἐν μοίρᾳ θανάτου, ὡς θάνατον. περιφραστικῶς. Τινὲς μετατρέπουσι τὸ α εἰς η. ἵν’ ᾖ, κατὰ κηρός· ἀκούοντες, κατὰ θανάτου. Ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου. Πρῶτοι γὰρ Κάρες ἐπολέμησαν ἐπὶ μισθῷ, καὶ ἔδοξαν εἶναι ἀτιμότατοι. Ποτινίσσεται.

### 9 381

Προσοδεύεται, προσέρχεται. ὅ ἐστιν ἀνάκειται. Θήβας Αἰγυπτίας. Τὰς νῦν καλουμένας Διόσπολιν. Ἐξοιχνεῦσιν.

### 9 384

Ἔξεισιν, ἐξέρχονται. Ὅσα ψάμαθός τε κόνις τε.

### 9 385

Ἀντὶ τοῦ, ἀναρίθμητα, καὶ πολλὰ τῷ πλήθει. Λώβην.

### 9 387

Ὕβριν. Ἰσοφαρίζοι.

### 9 390

Ἐξισοῖτο, καὶ ἐρίζοι. Τὸ αὐτὸ δέ ἐστιν ἐκ παραλλήλου. Γαμέσσεται.

### 9 394

Πρὸς γάμον λήψεται. Ἀν’ Ἑλλάδα τε, Φθίην τε.

### 9 395

Ἀρίσταρχος παρ’ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι, καὶ Ἕλληνας τοὺς Θετταλοὺς, παρακολουθῶν Θουκυδίδῃ. Καὶ ἀθετεῖ τὸν στίχον τοῦτον· Ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαίους. Καὶ ἐκεῖ δὲ πάλιν τὴν Θετταλίαν ἀκούει· Φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο. Ῥύονται.

### 9 396

Φυλάττουσι, σώζουσιν. Ἐπέσσυτο.

### 9 398

Ἐφορμᾷν θέλει. Ἀγήνωρ. Νῦν ἄγαν ἀνδρεῖος. Ὁτὲ δὲ ὁ αὐθάδης, καὶ ὑπερήφανος. Μνηστήν.

### 9 399

Εἰς μνηστείαν δοθεῖσαν, νόμιμον. Εἰκυῖαν ἄκοιτιν. Ἐμοὶ πρέπουσαν γαμετήν. Γέρων.

### 9 400

Εἴρηται ἤτοι παρὰ τὸ περὶ τὸ γῆρας εἶναι, ἵν’ ᾖ παρώνυμον τὸ ὄνομα. Ἢ, παρὰ τὸ ἕτοιμον ἤδη εἰς τιμήν. Ἢ, ὁ εἰς γῆν ὁρῶν, ὁ ἐγγὺς τοῦ θανάτου. Λάϊνος.

### 9 404

Λίθινος. Οὐδός. Ὁ βαθμὸς, ἡ φλιά. Ἀφήτορος. Τοῦ Ἀπόλλωνος. Ἤτοι, ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου τῷ τε πένητι, καὶ τῷ πλουσίῳ. Ἢ, τοξικοῦ. ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. Ἐντὸς ἐέργει. Ἔσωθεν αὐτοῦ κατέχει. Πυθοῖ ἔνι.

### 9 405

Πυθὼ, πόλις Φωκίδος. ἧς οἱ οἰκήτορες Δελφοί. Ἔστι δὲ ἱερὰ Ἀπόλλωνος. Καὶ κέκληται ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους· ἢ ἀπὸ τοῦ, τοξευθέντα τὸν τοῦ χρηστηρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυθῆναι, ὅ ἐστι, σαπῆναι. Πετρηέσσῃ. Πετρώδει, τραχείᾳ. Ληϊστοί.

### 9 406

Οἱ ἐκ λείας, καὶ ληστείας. Ἴφια μῆλα. Ἀπὸ κοινοῦ, ληϊστά. Ξανθὰ κάρηνα.

### 9 407

Πυῤῥά. Λέγει δὲ ἀπὸ μέρους τοὺς ἵππους. Ληϊστή.

### 9 408

Ἐκ λείας λαμβανομένη. κτητή. Οὔθ’ ἑλετή.

### 9 409

Οὔτε πάλιν ληπτή. Ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. Ἐπεὶ δ’ ἄν, φησιν, ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόντων. Διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα. Ἀργυρόπεζα.

### 9 410

Εὔπους, καλή. ἀπὸ μέρους. Διχθαδίας κῆρας.

### 9 411

Δύο μοίρας. Φερέμεν. Φέρειν, ἔχειν. Θανάτοιο τέλοσδε. Εἰς θάνατον. περιφραστικῶς. Κλέος ἄφθιτον.

### 9 413

Ἀθάνατος δόξα, καὶ φήμη. Δηρόν.

### 9 415

Ἐπὶ πολὺν χρόνον. Παραμυθησαίμην.

### 9 417

Παραινέσαιμι. Δῄετε.

### 9 418

Εὑρήσετε. Τέκμωρ. Τέλος. Μάλα γὰρ ἕθεν.

### 9 419

Σφόδρα γὰρ αὐτῆς. Ἀγγελίην.

### 9 422

Πρεσβείαν. Ἀπόφασθε. Ἀπαγγείλατε. Φράζωνται.

### 9 423

Σκέπτωνται. Μῆτιν. Βουλὴν, γνώμην. Σόῃ.

### 9 424

Σώζῃ. Ἑτοίμη.

### 9 425

Εὔληπτος, φανερὰ, ἕτοιμος. Λέγει δὲ τοῦτο, ὅτι, Ματαία ἐστὶν αὕτη ἡ γνώμη, ἣν ἐποιήσαντο οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με, ὡς δυναμένους πεῖσαι. Ἐφράσσαντο.

### 9 426

Ἐλογίσαντο, ἐσκέψαντο. Ἀπομηνίσαντος. Σφόδρα ὀργισθέντος. Μένων κατά.

### 9 427

Καταμένων. Ἀνάγκῃ δ’ οὔτι μιν ἄξω.

### 9 429

Ἀντὶ τοῦ, οὐκ ἀναγκάσω. Ἀγασσάμενοι.

### 9 431

Θαυμάσαντες. Ἀπέειπεν. Ἀπηρνήσατο, ἀπεῖπεν. Ἀναπρήσας.

### 9 433

Ἀναφυσήσας, ἢ ἀθρόον ἀναβαλών. Πέρι γὰρ δίε. Περισσῶς γὰρ ἐφοβεῖτο. Μετὰ φρεσὶ βάλλεαι.

### 9 434

Κατὰ νοῦν ἔχεις. Αὖθι λιποίμην.

### 9 437

Ἀπολειφθείην. Σοὶ δέ μ’ ἔπεμπεν.

### 9 438

Ἀντὶ τοῦ, συνέπεμπέ με σοί. Ὁμοιΐου πτολέμοιο.

### 9 440

Τοῦ ὁμοίως πᾶσι χαλεποῦ. Ἀγορέων.

### 9 441

Δημηγοριῶν, ῥήσεων, ἢ ἐκκλησιῶν. Ἀριπρεπέες. Διαπρέποντες, ἔκδηλοι. Τελέθουσιν. Ὑπάρχουσι, γίγνονται. Μύθων τε ῥητῆρ’ ἔμμεναι.

### 9 443

Ἀντὶ τοῦ, διδάσκαλον ἐσόμενον λόγων, ὧν δεῖ λέγειν. Πρηκτῆρά τε. Καὶ δραστικὸν ἔργων, ἃ δεῖ πράσσειν. Ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, οὐκ ἐθέλοιμι Λείπεσθαι.

### 9 444

Διὸ οὐκ ἀπολειφθήσομαί σου. Ὑποσταίῃ.

### 9 445

Ὑπόσχοιτο. Ἀποξύσας.

### 9 446

Ἀφελών. Νέον ἡβώωντα. Ἀκμάζοντα, σώζοντα. Νείκεα.

### 9 448

Φιλονεικίας, ἀπειλάς. Φεύγων νείκεα πατρὸς Ἀμύντορος. Φοῖνιξ, ὁ Ἀμύντορος, ὃς ἐξέπεσε τῆς οἰκίας γῆς διὰ ταύτην τὴν αἰτίαν. Τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς, τῇ παλλακίδι τοῦ πατρὸς Κλυτίᾳ ἐμίγη. Γνοὺς δὲ Ἀμύντωρ, ἐπηράσατο τῷ παιδὶ δυστυχίαν περὶ τέκνων γονήν. Δείσας δὲ Φοῖνιξ τὸν πατέρα, καὶ τὰς ὑπ’ αὐτοῦ γενομένας ἀρὰς, φεύγει πρὸς Πηλέα. Ὃς ὑποδεξάμενος αὐτὸν, διὰ τὴν συγγένειαν, δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν· καὶ Ἀχιλλέα τὸν υἱὸν, μικρὸν ὄντα, εἰς ἀνατροφὴν παραδίδωσιν. Ὀρμενίδαο. Ὀρμένου παιδός. Περιχώσατο.

### 9 449

Περισσῶς ὠργίσθη. Ἀτιμάζεσκεν.

### 9 450

Ἠτίμαζε. Προμιγῆναι.

### 9 452

Συνελθεῖν, μιγῆναι. Ἐχθήρειε. Μισήσειεν. Πιθόμην.

### 9 453

Ἐπείσθην. Ὀϊσθείς. Ὑπονοήσας. Στυγεράς.

### 9 454

Μισητὰς, φρικτάς. Ἐπεκέκλετο. Ἐπεκαλεῖτο. Ἐριννῦς. Καταχθόνιοι δαίμονες, τιμωρητικοὶ τῶν πατρικῶν ἀσεβημάτων. ὧν τὰ ὀνόματα, Ἀλεκτὼ, Τισιφόνη, Μεγαίρα. Ἐφέσσεσθαι.

### 9 455

Ἐπικαθεσθῆναι. Γεγαῶτα.

### 9 456

Γεγεννημένον. Θεοὶ δ’ ἐτέλειον ἐπαράς. Ἐπετέλουν δὲ οἱ θεοὶ τὰς κατάρας αὐτοῦ. Ζεύς τε καταχθόνιος.

### 9 457

Ὁ Πλούτων. Καὶ ἐπαινή. Ἐπίφοβος, δεινή. Αἰνὸν γὰρ, τὸ δεινόν. Ἢ, ἣν οὐκ ἄν τις ἐπαινέσειεν· Ἀντίφρασις, ὁ τρόπος. Ἢ, ὑπερβολικῶς, ἣν ἄν τις, φησὶν, ἐπαινεῖν παραιτήσαιτο. Ἐρητύετο.

### 9 458

Ἠρεμίᾳ κατείχετο. Στρωφᾶσθαι.

### 9 459

Ἀναστρέφεσθαι. διάγειν. Ἔται.

### 9 460

Ἑταῖροι, πολῖται. Ἀνεψιοί. Ἀδελφῶν υἱοὶ, ὡς Ἀχιλλεὺς, καὶ Αἴας. Ἀδελφιδοὶ δὲ, οἱ ἀδελφῶν παῖδες. ὡς Ὀρέστης Μενελάου. Ἀμφὶς ἐόντες. Περὶ ἐμὲ ὄντες, παρόντες. Ἴφια.

### 9 462

Ἰσχυρὰ, εὐτραφῆ. Ἕλικας. Μέλανας, ἢ ἑλικοειδῆ τὰ κέρατα ἔχοντας. Εὑόμενοι.

### 9 464

Φλογιζόμενοι, ὀπτώμενοι. Τανύοντο. Ἐξετείνοντο. Κεράμων.

### 9 465

Πίθων. Μέθυ. Οἶνος. Εἰνάνυχες.

### 9 466

Ἐπὶ ἐννέα νύκτας. Ἀμειβόμενοι.

### 9 467

Ἐξ ἀμοιβῆς φυλάσσοντες. ὅ ἐστιν, ἐκ διαδοχῆς. Ἔσβη. Ἐπαύσατο, ἐσβέσθη. Αἰθούσῃ.

### 9 468

Αἴθουσαι αἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί. Παρὰ τὸ αἴθεσθαι. Εὐερκέος. Ἀσφαλῆ περίβολον ἐχούσης. Προδόμῳ.

### 9 469

Τῷ προστόῳ τοῦ θαλάμου. Διέχεε τὴν τάξιν. θάλαμος μὲν γὰρ, ὁ ἔσω οἶκος τῆς αὐλῆς· τὸ δὲ πρὸ αὐτοῦ, πρόδομος. Αἴθουσα δὲ περίστυλον, τοῦτ’ ἔστι, πρὸς ἥλιον τετραμμένη στοά· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι, φλέγεσθαι. Πυκινῶς.

### 9 471

Ἐπιμελῶς, ἀσφαλῶς. Ὑπέρθορον.

### 9 472

Ὑπερηλάμην, ἐξέφυγον. Ἑλλάδος.

### 9 474

Ἑλλὰς καὶ Φθία, πόλεις τῆς Θετταλίας. Ἐς Πηλῆα ἄνακτα.

### 9 476

Ἀντὶ τοῦ, πρὸς τὸν Πηλέα ἱκέτης παρεγενόμην, καὶ ἱκέτευσα. Ὤπασε.

### 9 479

Παρέσχεν, ἔδωκε. Ἐσχατιήν.

### 9 480

Τὰ ἔσχατα μέρη. Τοσοῦτον ἔθηκα.

### 9 481

Τηλικοῦτον ἐποίησα. Ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος. Ἐπιείκελε. Ἐφόμοιε. Πάσασθαι.

### 9 483

Γεύσασθαι. Ὄψου.

### 9 485

Προσοψήματος, προσφαγίου. Ἄσαιμι. Πληρώσαιμι, κορέσαιμι. Προταμών. Ἤτοι, ἀποκόψας. ἢ, τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος. Κατέδευσας.

### 9 486

Διάβροχον ἐποίησας, κατέβρεξας. Ἀποβλύζων.

### 9 487

Ἀπεμῶν, ἐκβάλλων. Ὀνοματοποιΐα, ὁ τρόπος. Ἐν νηπιέῃ ἀλεγεινῇ. Ἐν τῇ χαλεπῇ παιδοτροφίᾳ. Ἀλεγεινῇ. Ἀλγεινῇ. Ἐκ τοῦ, ποιεῖν ἀλγεῖν τὴν ψυχήν. Ἐξετέλειον.

### 9 489

Ἔδωκαν. Δάμασον.

### 9 492

Καταπράϋνον. Νηλεές.

### 9 493

Ἀπηνὲς, ἀπότομον. Στρεπτοί. Εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπιστοι. Ἐναντίον τὸ, Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί· τῷ, Οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος. Λύοιτο δ’ ἂν προσώπῳ· ὅτι τὸ μὲν ὁ Ποιητής φησιν· ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει, ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως, εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι. Θυέεσσι.

### 9 495

Θυμιάμασι, θυσίαις. Εὐχωλῇς. Εὐχαῖς, εὐχωλαῖς. Ἀγανῇσι. Προσηνέσι, πράοις. Παρατρωπῶσι.

### 9 496

Περιτρέπουσι, πείθουσιν. Ὑπερβήῃ.

### 9 497

Παρέλθῃ. Λιταί.

### 9 498

Θεαὶ, οὕτως ἐπικαλούμεναι. Καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι. Ἀνειδωλοποιεῖ τὰς Λιτὰς ὡς δαίμονάς τινας. Χωλὰς μὲν οὖν αὐτὰς κέκληκε, διὰ τὸ βραδέως καὶ μόλις προσιέναι, καὶ γονυκλινεῖς λιτανεύειν τούτους, οὓς ἂν προηδικηκότες ὦσι. Ῥυσὰς καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βαρέως καὶ οὐ γεγηθότι τῷ προσώπῳ, οὐδὲ ὀρθῷ τῷ βλέμματι, προσορᾷν δύνανται τοὺς προηδικημένους· παρ’ ὧν αἰτοῦνται συγγνώμην. Διὸς δὲ θυγατέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι. Χωλαί.

### 9 499

Χωλοποιοί. Ῥυσαί. Ῥυτίδας ἔχουσαι. Ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρματος συστροφαί. Παραβλῶπες. Παρηγμέναι, διάστροφοι τοὺς ὀφθαλμούς. Ἐπειδὴ οἱ ἱκετεύοντες, ὑπὲρ τοῦ ἐλεεινὸν φαίνεσθαι, προσίασιν οἰκτροὶ τὰ σχήματα αὐτῶν καὶ τὰς θέας ἔχοντες. Μετόπισθ’.

### 9 500

Ἐξόπισθεν, ἐξ ὑστέρου. Ἀλέγουσι. Φροντίζουσι. Κιοῦσαι. Ἐλθοῦσαι. Σθεναρή.

### 9 501

Ἰσχυρά. Ἀρτίπος. Ἄρτιος καὶ ὑγιὴς τοῖς ποσίν. ὁλόκληρος. Οὕνεκα. Διότι. Ὑπεκπροθέει.

### 9 502

Ὑπεραίρει, προλαμβάνει. Φθάνει. Προήκει. προλαμβάνει. Ἐξακέονται.

### 9 503

Ἰῶνται, ἀποθεραπεύσουσι. Αἰδέσσεται.

### 9 504

Αἰδεσθῇ. Στερεῶς.

### 9 506

Ἰσχυρῶς, σκληρῶς. Ἀποείπῃ. Ἀπαρνήσηται, ἀπείπῃ. Ἀποτίσῃ.

### 9 508

Δίκην ἀποδῷ. ὅ ἐστι, τιμωρίαν. Ἐπιγνάμπτει.

### 9 510

Πραΰνει. Ἐπιζαφελῶς.

### 9 512

Ἐπιμόνως, ηὐξημένως, ἢ ἐξημμένως. Ἀπὸ τοῦ φλέγω. Ἀποῤῥίψαντα.

### 9 513

Ἀποβαλόντα. Κελοίμην. Κελεύσοιμι. Χατέουσι.

### 9 514

Χρήζουσι. Ὑπέστη.

### 9 515

Ὑπέσχετο. Κρινάμενος.

### 9 517

Ἐπιλεξάμενος. Μῦθον ἐλέγξῃς.

### 9 518

Διό, φησι, μὴ ἀτιμάσῃς ἡμῶν τὸν ὑπὲρ τῆς ἀξιώσεως λόγον καὶ πρεσβείας. Μὴ δὲ πόδας.

### 9 519

Μηδὲ τὴν ἐνθάδε ἄφιξιν. Πρὶν δ’ οὔτι νεμεσητὸν κεχολῶσθαι. Πρότερον δὲ οὐ μεμπτὸς ὑπῆρχες ὀργιζόμενος. Τῶν πρόσθεν.

### 9 520

Τῶν πρὸ ἡμῶν. Ἐπευθόμεθα. Ἠκούομεν. Δωρητοί.

### 9 522

Δώροις πειθόμενοι. Πάλαι.

### 9 523

Πρὸ πολλοῦ. Ἐπίῤῥημα χρόνου δηλωτικόν. Οὔτι νέον γε. Οὐ νεωστί. Ὡς ἦν.

### 9 524

Ὡς ἐγένετο. Κουρῆτες.

### 9 525

Ἀκαρνᾶνες, οἱ ἐν Πλευρῶνι πόλει τῆς Αἰτωλίας οἰκοῦντες. Ὠνομάσθησαν δὲ οὕτως, παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας. Αἰτωλοί. Οἱ Καλυδώνιοι. ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοὶ ὑπῆρχον, ἐμφυλίου ὄντος τοῦ πολέμου. Ἡ οὖν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας. Κουρῆτές τε μάχοντο, καὶ Αἰτωλοί. Οἰνεὺς, Αἰτωλίας δυνάστης, τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων, Ἄρτεμιν μόνην κατέλιπεν. Ἡ δὲ θεὸς ὀργισθεῖσα, μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν· ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρε. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τε τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρας Ἀταλάντῃ δι’ ἔρωτα δωρεῖται. καὶ αὐτὴ γὰρ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίαν. Οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες, ἐπεβούλευον τῷ Μελεάγρῳ. Ὁ δὲ προγνοὺς, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ εἰς φυγὴν τραπῆναι ἐποίησε. Διόπερ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστράτευον· Μελέαγρος δὲ, κατ’ ἀρχὰς τῇ μητρὶ μηνιῶν, οὐκ ἐβοήθει τῇ πατρίδι. Πορθουμένης δὲ ἤδη τῆς πόλεως, πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, προσελθὼν, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠνάγκασε διώκων κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ, τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν. ἦν δὲ πεπρωμένον· ἐκείνης κατακαείσης, καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς, Ἀλθαία μετανοήσασα, ἑαυτὴν ἀναιρεῖ. Μενεχάρμαι. Ὑπομονητικοὶ ἐν μάχαις. πολεμικοί. Ἐνάριζον.

### 9 526

Ἐφόνευον. Θαλύσια.

### 9 530

Τὰς ὑπὲρ εὐθαλείας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυσίας, μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν, τοῖς τε ἄλλοις καὶ τῇ Δήμητρι. Γουνῷ ἀλωῆς. Ἐν τῷ γονιμωτάτῳ καὶ καρπίμῳ χωρίῳ τῆς γῆς. Ἔῤῥεξεν.

### 9 532

Ἐτέλεσεν. Ἢ λάθετ’, ἢ οὐκ ἐνόησεν.

### 9 533

Ἤτοι, ἐννοήσας θῦσαι, ἐπελάθετο. ἢ οὐδ’ ὅλως ἐπενόησεν. Ἀάσσατο δὲ μέγα. Ἐβλάβη δὲ μεγάλως. Δῖον γένος.

### 9 534

Διὸς θυγάτηρ. Ἰοχέαιρα. Βέλεσι χαίρουσα, τοξότις. Χλούνην.

### 9 535

Κατὰ τὸ ἔτυμον, χλοεύνην, τὸν ἐν τῇ χλόῃ εὐναζόμενον. εὐτραφῆ. Ἢ, τὸν ἀφριστήν. Οἱ δὲ, τὸν τομίαν. Ἄλλοι δὲ, τὸν ἐπὶ Χλούνῃ, χωρίῳ οὕτως καλουμένῳ, ἐνδιατρίβοντα. Ἀργιόδοντα. Λευκοὺς ὀδόντας ἔχοντα. Ἔρδεσκεν.

### 9 536

Εἰργάζετο, ἔπραττεν. Ἔθων. Ἐξ ἔθους κατατρέχων, καὶ βλάπτων. Ἀλωήν. Κοινῶς, τὴν καρποφόρον χώραν. Προθέλυμνα.

### 9 537

Πρόῤῥιζα. ἐπάλληλα, καὶ πυκνά. Ἄνθεσι μήλων.

### 9 538

Τοῖς καρποῖς. Θηρήτορας.

### 9 540

Κυνηγέτας. Τόσσος ἔην.

### 9 542

Τηλικοῦτος ἦν. Πυρῆς ἐπέβησεν. Ἀντὶ τοῦ, πυρὸς ἐπεβίβασεν. ἀνεῖλεν αὐτούς. Κέλαδον.

### 9 543

Ταραχὴν, θόρυβον. Ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι.

### 9 544

Ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης. Ταῦτα δὲ συνέκειτο δοθῆναι ἀριστεῖα τῷ πρώτως βαλόντι τὸν σῦν. Λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος, ἐδωρήσατο Ἀταλάντῃ τῇ Ἰάσου, Ἀρκάδι τὸ γένος. Λοχίσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου, ἀφείλοντο τὸ γέρας τῆς κόρης. Ἐφ’ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος, διεχρήσατο αὐτούς. Λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς ἡ Ἀλθαία, ἡ τοῦ Μελεάγρου μήτηρ, κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν, ὄντα συνεκτικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος. Λαχνήεντι. Δασεῖ. Ἔκτοσθεν.

### 9 548

Ἀντὶ τοῦ, ἐκτὸς, ἔξω. Ἔδυ.

### 9 549

Ὑπεισῆλθεν, ἔλασεν. Οἰδαίνει.

### 9 550

Εἰς ὕψος αἴρεσθαι ποιεῖ, ἐμπίπρησι. Πύκα περ φρονεόντων. Σωφρονούντων, συνετῶν. Ἀλθαίῃ.

### 9 551

Ἀλθαία ἡ μήτηρ τοῦ Μελεάγρου. Ἡ δὲ Κλεοπάτρα, Ἴδου, καὶ Μαρπίσσης τῆς Εὐήνου θυγατρὸς, Μελεάγρου δὲ γυνή. Κεῖτο.

### 9 552

Ἀργὸς διετέλει. Κούρῃ Μαρπίσσης.

### 9 553

Καὶ τὰ ἑξῆς. Εὔηνος, Ἄρεος παῖς, βασιλεὺς Αἰτωλίας, ἔχων θυγατέρα εὐπρεπεστάτην, Μάρπισσαν τοὔνομα, τοὺς μνηστευομένους αὐτὴν προεκαλεῖτο εἰς ἁρματηλασίας ἀγῶνα, λέγων ἐκδώσειν τῷ διαφυγόντι αὐτὸν διώκοντα· τοὺς δὲ ληφθέντας καρατομῶν, ἐπετίθει τὰς κεφαλὰς ἐπὶ τοῦ τοίχου τῆς οἰκίας, εἰς κατάπληξιν τῶν λοιπῶν. Πολλῶν τοίνυν ἤδη ἀνῃρημένων, Ἴδας, λόγῳ μὲν Ἀφαρέως υἱὸς, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, τελευταῖος λαβὼν παρὰ τοῦ πατρὸς ἵππους ποδωκεστάτους, ἥρπασε τὴν κόρην, χορεύουσαν ἐν Ἀρτέμιδος. Εὔηνος δὲ, ὡς οὐκ ἠδύνατο καταλαβεῖν, ἀποσφάξας τοὺς ἵππους οὓς εἶχεν, ἑαυτὸν ἔῤῥιψεν εἰς τὸν Λυκόρμαν ποταμόν· ὃς ἀπ’ αὐτοῦ Εὔηνος προσηγορεύθη. Διαπεφευγότι δὲ τῷ Ἴδᾳ τὸν κίνδυνον, Ἀπόλλων ἠναντιοῦτο περὶ τῆς κόρης, βουλόμενος ἀφαρπάζειν αὐτήν. Προϊόντων δὲ αὐτῶν εἰς μάχην, Ζεὺς πέμψας Ἑρμῆν, ἐπέτρεψε τῇ κόρῃ ἑλέσθαι ὃν ἂν βούληται. Ἡ δὲ εἵλετο τὸν Ἴδαν, εὐλαβηθεῖσα μὴ γηράσασαν αὐτὴν ἀπολίπῃ Ἀπόλλων. Εὐηνίνης. Τῆς Εὐήνου θυγατρός. Ἴδεώ τε.

### 9 554

Τοῦ Ἴδου τοῦ Ἀφαρέως παιδός. Καλλισφύρου.

### 9 556

Εὐπρεποῦς, καλῆς. ἀπὸ μέρους. Ἀλκυόνην καλέεσκον.

### 9 558

Κύηξ ὁ Φωσφόρου τοῦ ἀστέρος, γήμας Ἀλκυόνην τὴν Αἰόλου, μέγα φρονήσας ἐφ’ ἑαυτῷ, θεὸς ἐβούλετο νομίζεσθαι. Διόπερ ἥτε γαμετὴ διαπαντὸς αὐτὸν ἐκάλει Διὰ, κἀκεῖνος Ἥραν τὴν γυναῖκα. Ζεὺς δὲ, ἀγανακτήσας, μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα. Ἐκλήθη δὲ, ἡ μὲν, Ἀλκυόνη, ὁ δὲ, Κύηξ. Παρὰ δὲ τοῖς αἰγιαλοῖς, τῆς Ἀλκυόνος τικτούσης, συμβαίνει, ἐπελθόντα τὰ κύματα τὰ ἔγγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ, θεασάμενος αὐτὴν κλαίουσαν, κατελεήσας, ἐπέταξε τοῖς ἀνέμοις, καθ’ ὃν ἂν καιρὸν ἣ ἀλκυόνη τίκτει, μὴ πνεῖν, μέχρι τεσσαρεσκαίδεκα ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. Εἴρηται δὲ ἀλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν. Οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων οὕτως ἐκάλουν αὐτὴν τὴν Κλεοπάτραν. ὡς, Μεγαπένθην, καὶ, Εὐρυσάκην, καὶ Νεοπτόλεμον. Ἔκλαιεν οὖν τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἥρπασεν Ἀπόλλων. Ἐπώνυμον. Ἀντὶ τοῦ, φερώνυμον, καὶ ἀπὸ συμβεβηκότος οἰκείως κείμενον. Τὴν Κλεοπάτραν οὖν, φησι, φερωνύμως καὶ Ἀλκυόνην ἐκάλουν, διὰ τὸ τὴν μητέρα Μάρπισσαν δίκην Ἀλκυόνος κλαῦσαι, ὅτε ἀφῃρεῖτο αὐτὴν Ἀπόλλων. Πολυπενθέος.

### 9 559

Ἐπιπολὺ πενθούσης. Οἶτον. Μόρον, συμφοράν. Παρκατέλεκτο.

### 9 561

Παρέκειτο. Πέσσων. Πεπαίνων, παρηγορῶν, ἢ, συνέχων. Ἐξ ἀρέων μητρὸς κεχολωμένος.

### 9 562

Διὰ τὰς τῆς μητρὸς κατάρας ὠργισμένος. Ἀχέουσα.

### 9 563

Λυπουμένη. Κασιγνήτοιο φόνοιο. Διὰ τὸν φόνον τῶν ἀδελφῶν. Ἀπέκτεινε μὲν γὰρ Μελέαγρος τοὺς μήτρωας. Ἢ ἀντὶ τοῦ, ὑπὲρ κασιγνητικοῦ φόνου. οὐ γὰρ εἷς ἦν ὁ ἀνῃρημένος τῆς Ἀλθαίας ἀδελφὸς, ἀλλὰ πλείους, Ἴφικλος, Πολυφάντης, Φάνης, Εὐρύπυλος, Πλήξιππος. Πολυφόρβην.

### 9 564

Πολλοὺς τρέφουσαν. Ὅθεν καὶ ἱπποφόρβια καλεῖται τὰ ἵππους τρέφοντα χωρία. Χερσὶν ἀλοία. Ταῖς χερσὶν ἔτυπτεν. Ὅθεν καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Εὔχονται δὲ οἱ ἥρωες, τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες· Μεγάλ’ εὐχετόωντο ἕκαστος. τοῖς δὲ θαλασσίοις· Πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς. εἰς θάλασσαν δηλονότι. τοῖς καταχθονίοις δὲ κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησί. Κικλήσκουσα.

### 9 565

Ἐπικαλουμένη. Ἐπαινήν. Φοβεράν. Πρόχνυ.

### 9 566

Εἰς γόνατα. Δεύοντο. Ἐβρέχοντο. Ἠεροφοῖτις Ἐριννύς.

### 9 567

Ἐκ τοῦ σκότους ἐρχομένη, ἀόρατος. Εἴρηται δὲ Ἐριννὺς, ἤτοι παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ὅ ἐστι τῇ γῇ. καταχθονία γὰρ ἡ δαίμων. ἢ οἱονεὶ ἀρανύς τις οὖσα, καὶ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα. Ἐξ Ἐρέβευσφιν.

### 9 568

Ἐκ τοῦ σκότους. Ἀμείλιχον. Ἀπηνὲς, σκληρόν. Πιότατον.

### 9 573

Λιπαρώτατον, εὐγειότατον. Πεντηκοντόγυον.

### 9 575

Πεντήκοντα γυιῶν. ὅ ἐστι πλέθρων. Γυίης γὰρ μέτρον γῆς. Οἱ δὲ, πεντήκοντα ζευγῶν. Οἰνοπέδοιο. Ἀμπελοφύτου χωρίου. Ψιλὴν ἄροσιν.

### 9 576

Τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι ἐπιτηδείαν. Ταμέσθαι. Ἀποτεμεῖσθαι. εἰς τιμὴν λαβεῖν. Ἐπεμβεβαώς.

### 9 578

Ἐπιβεβηκώς. Σείων.

### 9 579

Τινάσσων, κινῶν. Κολλητὰς σανίδας. Περιφραστικῶς, τὰς θύρας. Ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. Γουνούμενος. Ἱκετεύων. Κασίγνηται.

### 9 580

Ἀδελφαί. Κεδνότατοι.

### 9 582

Κηδεμονικώτατοι, προσφιλέστατοι. Πύκα.

### 9 584

Συνεχῶς, πυκνῶς, ἢ ἐπιμελῶς. Ἐνέπρηθον.

### 9 585

Ἐνεπύριζον, ἔκαιον. Κήδε’.

### 9 588

Τὸ τέλειον, κήδεα, ὅ ἐστι, κακά. Ἁλῴη. Ληφθείη, πορθηθείη. Ἀμαθύνει.

### 9 589

Κατὰ μικρὸν δαπανᾷ. ὅ ἐστιν, ἄμαθον καὶ κόνιν ποιεῖ. Ὠρίνετο.

### 9 591

Ἀντὶ τοῦ, ὠρίνθη, διεταράχθη. Κακὰ ἔργα. Τὰ πολέμιά φησι κακὰ ἔργα. Βῆ δ’ ἰέναι.

### 9 592

Ἐφορμήσας ἐπῆλθεν. Εἴξας ᾧ θυμῷ.

### 9 594

Νικηθεὶς ὑπὸ ἰδίας ἐπιθυμίας. Φίλος.

### 9 597

Φίλε. Ἀττικῶς. Κάκιον. Ἀντὶ τοῦ, κακόν. Φθισήνορα.

### 9 600

Τὸν φθαρτικὸν τῶν ἀνδρῶν. Δύῃς. Κατέλθῃς. Τιμῆς ἔσεαι.

### 9 601

Τιμηθήσῃ, ἢ τίμιος ἔσῃ. Ἀλαλκών. Βοηθήσας, ἐπαμύνας. Ἄττα.

### 9 603

Τροφέ. Θετταλῶν ἡ φωνή. Καὶ ἔστι προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. Τοῦτο δὲ ὑπερβιβάσαντες, τέττα λέγουσιν, ὅ ἐστιν, ἑταῖρε. Οὔτοι με ταύτης Χρεὼ τιμῆς. Οὐ χρείαν ἔχω τῆς τε τῶν Ἑλλήνων καὶ τῆς Ἀγαμέμνονος τιμῆς. Καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις. Φρονέω.

### 9 604

Φρονῶ, βουλεύομαι. Διὸς αἴσῃ. Τῇ τοῦ Διὸς βουλήσει. Ἀϋτμή.

### 9 605

Ἀναπνοὴ, ζωή. Ὀρώρῃ.

### 9 606

Κινεῖται. Σύγχει.

### 9 608

Τάραττε, λύπει. Ἀχεύων. Λυπούμενος. Ἀπέχθηαι.

### 9 610

Ἐχθρὸς γενήσῃ. Κήδειν.

### 9 611

Λυπεῖν, βλάπτειν. Ἶσον.

### 9 612

Ὁμοίως. Μείρεο. Μερίζου. Οὗτοι δ’ ἀγγελέουσι.

### 9 613

Διατί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; Ὅτι γνοὺς, παρακεκλῆσθαι αὐτὸν ἡγήσασθαι τῇ πρεσβείᾳ, ἐφοβήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξῃ. Οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει. Λέξεο. Κατακλίθητι. Μαλακῇ.

### 9 614

Ἁπαλῇ. Ἐφ’ ἡμέτερα.

### 9 615

Ἀντὶ τοῦ, εἰς τὰ ἡμέτερα. Στορέσαι.

### 9 617

Στρῶσαι. Πυκινόν. Πυκνὸν ἱμάτιον. Μεδοίατο.

### 9 618

Πρόνοιαν ποιήσαιντο, φροντίσαιεν. Μύθοιο τελευτή.

### 9 621

Τὸ τέλος τοῦ λόγου. Κρανέεσθαι.

### 9 622

Τέλος λήψεσθαι, τελειωθήσεσθαι. Μετατρέπεται.

### 9 626

Ἐπιστροφὴν ποιεῖται, φροντίζει. Νηλής.

### 9 628

Ἀνηλεὴς, σκληρός. Ποινήν.

### 9 629

Ἀντέκτισιν, τιμωρίαν ἔλαβε τὶς ὑπὲρ ἀδελφικοῦ φόνου. Ἄλληκτον.

### 9 632

Ἀκατάπαυστον, ἀθεράπευτον. Εἵνεκα κούρης Οἴης.

### 9 633

Ἤτοι, ὁποίας. εἰρωνικῶς. Ἢ, μιᾶς κόρης. Ἐπὶ τῇσι.

### 9 635

Πρὸς ταύταις. Ἵλαον. Ἵλεων. εὐμενῆ. Ἔνθεο. Ποίησον. Αἴδεσσαι.

### 9 636

Αἰδέσθητι. Μέλαθρον. Συνεκδοχικῶς, οἰκίαν. Ὑπωρόφιοι. Ὑπὸ τὴν αὐτὴν στέγην. Κήδιστοι.

### 9 638

Οἰκειότατοι, φροντιστικώτατοι. Πάντα τι μοὶ κατὰ θυμὸν ἐείσω.

### 9 641

Ἅπαντά μοι καθηκόντως ἔδοξας εἰρηκέναι. Οἰδάνεται.

### 9 642

Πληροῦται ὑπὸ ὀργῆς. Ἐκ μεταφορᾶς τῆς φλεγμονῆς, ἢ καλεῖται οἴδημα. Ἀσύφηλον.

### 9 643

Ἀδόκιμον, ἀμαθῆ. Οἱ δὲ ἀντὶ τοῦ, ἀσυφήλως, ὅ ἐστιν, ὑβριστικῶς. Ἀτίμητον.

### 9 644

Ἄτιμον, ἢ τὸν ἐν τιμήματι πολιτείας οὐ συναριθμούμενον. Τιμητικοὶ γὰρ ἐκαλοῦντο οἱ ἐν ταῖς πολιτείαις. Μετανάστην. Μέτοικον, φυγάδα. Ἀπόφασθε.

### 9 645

Ἀπαγγείλατε. Μεδήσομαι.

### 9 646

Πρόνοιαν ποιήσομαι. Κατά τε σμύξαι.

### 9 649

Κατακαῦσαι. Σχήσεσθαι.

### 9 651

Ἀποσχεθῆναι. Κώεα.

### 9 657

Κώδια. ὅ ἐστι προβάτων δέρματα. Καὶ εἴρηται ἀπὸ τοῦ ἐγκεῖσθαι. ὅ ἐστιν, ἐγκοιμᾶσθαι. Ῥῆγος. Τὸ βεβαμμένον ἱμάτιον. Καὶ ῥηγεῖς, οἱ βαφεῖς. Λίνοιό τε λεπτὸν ἄωτον. Περιφραστικῶς, λινοῦν περιβόλαιον. Μυχῷ κλισίης.

### 9 659

Ἐν τῷ ἐνδοτάτῳ τόπῳ τῆς σκηνῆς. Παρκατέλεκτο.

### 9 660

Παρεκοιμήθη, παρεκλίθη. Λεσβόθεν. Λέσβος, νῆσος, πλησίον Ἀσίας. Σκῦρον.

### 9 664

Σκῦρος, πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας. Ἔστι καὶ νῆσος τῶν Κυκλάδων. ἣν, οὐ πορθήσας, ἀλλ’ εἰρηνικῶς καταδραμὼν, ἐλαφυραγώγησεν. Αἰπεῖαν. Ὑψηλήν. Ἐνυῆος πτολίεθρον. Ὑπὸ Ἐνυέος βασιλευθεῖσαν. Ἦν δὲ οὗτος υἱὸς Διονύσου. Κυπέλλοις.

### 9 666

Ποτηρίοις. Παρὰ τὴν κοιλότητα. Ἀνασταδόν.

### 9 667

Ἀναστάντες. Πολύαινε.

### 9 669

Πολλοῦ ἐπαίνου ἄξιε. Ἀπέειπεν.

### 9 671

Ἀπηγόρευσε. Σβέσαι.

### 9 674

Καταπαῦσαι. Ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός. Πιμπλάνεται μένεος.

### 9 675

Πληροῦται ὀργῆς. Σὲ δ’ ἀναίνεται. Σὲ δὲ παραιτεῖται ἐκφαυλίζων. Οὐ παραπρεσβεύει δὲ Ὀδυσσεύς· ἀλλ’ ἃ πρὸς αὐτὸν εἶπεν ὁ Ἀχιλλεὺς, ταῦτα ἀναγγέλλει. Ζητεῖται δὲ, διατί καὶ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. Ῥητέον οὖν, ὅτι σκληρῶς αὐτῷ ἀπεκρίνατο. Λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας, τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλ’ οὗτοι· ὡς, Οἰκειότεροι τῶν ἄλλων καὶ φρονιμώτεροι, καὶ ἱκανοὶ τὸ δυσπειθὲς ἴσως πεῖσαι τοῦ ἥρωος. Ἠπείλησε.

### 9 678

Διωρίσατο. εἶπε. Δήετον.

### 9 681

Εὑρήσετε. ἐξ οὗ τινὲς καὶ τὴν Δήμητρα Δηὼ λέγουσι. διὰ τὸ τοὺς ἐντυγχάνοντας αὐτῇ ζητούσῃ τὴν θυγατέρα λέγειν δῄεις, ὅ ἐστιν εὑρήσεις. Χεῖρα ἑὴν ὑπερέσχεν.

### 9 683

Ὑπερασπίζει αὐτῆς. Αἴας, καὶ κήρυκε δύω.

### 9 685

Θέλων, τὸν Ἀγαμέμνονα σκέψασθαι περὶ τῶν πρακτέων, ἐνεχείρησε τὸν Αἴαντα σιωπᾷν. Τετιηότες.

### 9 691

Τετιμωρημένοι. Μὴ ὄφελες.

### 9 694

Ἀντὶ τοῦ, μὴ ὤφειλες. Ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται. Ἀγήνωρ.

### 9 695

Ἄγαν αὐθάδης, καὶ ὑπερόπτης, ὑβριστής. Ἢ, ὁ ἀγαπῶν τὴν ἠνορέην, ἤγουν τὴν ἀνδρείαν. Ἀγηνορίῃσιν ἐνῆκας.

### 9 696

Αὐθάδη νῦν ἐποίησας αὐτὸν πλέον, καὶ ὑπερήφανον. Ἴῃσιν.

### 9 697

Ἀπέλθῃ. Ἤ κε μένῃ.

### 9 698

Ἐὰν μένῃ. Τότε δ’ αὖτε μαχήσεται. Εἰκὸς, Αἴαντος αὐτῷ νεύσαντος, ὅτι μένει δευτερεύοντα προσθεῖναι αὐτά. Τεταρπόμενοι.

### 9 701

Εἰς τέρψιν ἐληλυθότες, κεκορεσμένοι. Τὸ γὰρ, μένος ἐστὶ καὶ ἀλκή.

### 9 702

Τοῦτο γὰρ δυνάμεώς ἐστιν. Ὕπνου δῶρον.

### 9 709

Ἀνάπαυσιν τοῦ ὕπνου. περιφραστικῶς. Παναχαιῶν.

### 10 1

Πάντων τῶν Ἑλλήνων. Παννύχιοι.

### 10 2

Νῦν τὸ, παννύχιοι, οὐ σημαίνει τὸ δι’ ὅλης νυκτὸς, ἀλλὰ, τὸ πλεῖστον μέρος τῆς νυκτός. Μαλακῷ. Προσηνεῖ, ἡδεῖ. Δεδμημένοι. Κατεχόμενοι. Ἔχε.

### 10 4

Κατεῖχεν. Ὁρμαίνοντα. Ἐν νῷ ἔχοντα, βουλευόμενον. Τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον.

### 10 6

Τῷ, πολὺν, ἐπήνεγκε τὸ ἀθέσφατον, αὐξήσεως χάριν. Ἔνιοι δὲ, στίζοντες μετὰ τὸν ὄμβρον, ἀπὸ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν, ἵν’ ᾖ πολλὴν χάλαζαν. Ἐπάλυνεν.

### 10 7

Ἐλεύκανεν. ὡς παλὴ καταπασθεῖσα. Οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου. Ποθί.

### 10 8

Δή. Πτολέμοιο μέγα στόμα. Ἤτοι μεταφορικῶς, τὴν ἀρχὴν τοῦ πολέμου. Ἢ περιφραστικῶς, ὅλον αὐτόν. διότι πάντων δαπανητικός. Πευκεδανοῖο. Πικροῦ, ὀλεθρίου. Ἀπὸ τῆς πεύκης ἡ μεταφορά. Καὶ γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλαστούς. καὶ τὸ δάκρυον αὐτῆς πικρότερόν ἐστιν ἢ πίσσα. Πυκινά.

### 10 9

Πυκνῶς, συνεχῶς. Νειόθεν.

### 10 10

Ἐκ βάθους. κάτωθεν. Κραδίης. Ψυχῆς. Ἀθρήσειεν.

### 10 11

Ἀπίδοι. Θαύμαζε πυρὰ πολλά.

### 10 12

Πῶς φησιν ὁ Ἀγαμέμνων, ἐντὸς τοῦ τείχους ὑπάρχων, ἐθαύμαζε τὰ πυρὰ, τὴν ἀρχὴν μὴ δὲ βλέπων αὐτὰ διὰ τοῦ τείχους; Καὶ ῥητέον, ὅτι ὡς βασιλεὺς ὑψηλὴν εἶχε σκηνὴν, ἵν’ εὐχερῶς δύνηται πάντα θεωρεῖν. Αὐλῶν συρίγγων τ’ ἐνοπήν.

### 10 13

Ἦχον. Προσληπτέον, τὸ, ἀκούων. Ἐσημειώσατο δὲ διὰ τοῦ ἤχου, ὅτι παρὰ τοῖς βαρβάροις ἐγιγνώσκετο τὰ ὄργανα ταῦτα. Ὅμαδόν τ’ ἀνθρώπων. Καὶ ἐνταῦθα σκώπτει τὸ θορυβῶδες τῶν βαρβάρων. Προθελύμνους.

### 10 15

Ἐπ’ ἀλλήλους. Ἢ, προῤῥίζους. Θέλυμνα δὲ κυρίως, οἱ θεμέλιοι. Ὑψόθ’ ἐόντι Διΐ.

### 10 16

Λείπει τὸ, ἀποδυρόμενος. Κυδάλιμον. Συνετὸν, ἔνδοξον. Νέστορ’ ἐπὶ πρῶτον.

### 10 18

Πρῶτον ἐπὶ τὸν Νέστορα. Συμμῆτιν.

### 10 19

Συμβουλήν. Ἀμύμονα. Ἀγαθήν. Τεκτῄναιτο. Συγκατασκευάσοι, ὑπόθοιτο. Ἀλεξίκακος.

### 10 20

Ἀποτρεπτικὸς τῶν κακῶν. Πέδιλα.

### 10 22

Τὰ ὑποδήματα. Παρὰ τὸ, τοῖς ποσὶν εἱλεῖσθαι. Δαφοινόν.

### 10 23

Ἀντὶ τοῦ, δαφοινοῦ. φονευτικοῦ. Κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸ ζῶον. ὡς ἐπὶ ζῶντα γὰρ τὸν λέοντα τὴν ἀναφορὰν ἔχει τὸ ἐπίθετον. Ἑέσσατο. Περιέθετο. ἠμφιέσατο. Αἴθωνος.

### 10 24

Τοῦ θερμοῦ καὶ διαπύρου τὴν φύσιν. Ποδηνεκές. Μέχρι ποδῶν διῆκον. μέγα. Ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανεν.

### 10 26

Ὁ ὕπνος ἐν τοῖς βλεφάροις κατελάμβανε. Τοὶ δὴ ἕθεν εἵνεκα.

### 10 27

Οἵτινες ἕνεκα αὐτοῦ ἦλθον. Πουλὺν ἐφ’ ὑγρήν. Ἐπὶ πολλὴν θάλασσαν. Ἀττικῶς. Ὁρμαίνοντες.

### 10 28

Ἐνθυμούμενοι, ὁρμὴν ἔχοντες. Στεφάνην.

### 10 30

Περικεφαλαίαν. Παχείῃ.

### 10 31

Ἰσχυρᾷ. Δήμῳ.

### 10 33

Τῷ ἀθροίσματι τῶν Ἑλλήνων. Ἀμφ’ ὤμοισι τιθήμενον.

### 10 34

Περὶ τοῖς ὤμοις θέμενον. Νηῒ παρὰ πρύμνῃ.

### 10 35

Παρὰ τῇ τῆς νεὼς πρύμνῃ. Ἀσπάσιος. Εὐκταῖος, ἡδύς. Ἠθεῖε.

### 10 37

Ἠθικὴ προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. Ἐπίσκοπον.

### 10 38

Κατάσκοπον. Δείδω.

### 10 39

Δέδοικα, φοβοῦμαι. Σκοπιαζέμεν.

### 10 40

Σκοπεῖν. Νύκτα δι’ ἀμβροσίην.

### 10 41

Ἀνὰ τὴν νύκτα, ἐν ᾗ οἱ βροτοὶ οὐ προΐασιν. Ὅθεν καὶ ἀβρότη ἡ νύξ. Θρασυκάρδιος. Εὔτολμος. χρεὼ βουλῆς ἐμὲ καὶ σέ.

### 10 43

Χρεία συμβουλῆς ἐμοὶ καὶ σοί. Ἔστι δὲ σολοικισμὸς παρὰ τὰς πτώσεις. ἀντὶ τοῦ, ἐμοὶ καὶ σοί. Κερδαλέης.

### 10 44

Συνετῆς, ὠφελίμου, ἢ πανούργου. Παρὰ τὴν κερδὼ, ἤγουν τὴν ἀλώπεκα. Ἐρύσσεται. Ῥύσεται, φυλάξει. Ἐπεὶ Διὸς ἐτράπετο φρήν.

### 10 45

Ἐπεὶ ὁ Ζεὺς μετετέθη τῇ γνώμῃ, καὶ τοῖς Τρωσὶ βοηθεῖ, πλέον δὲ ταῖς τοῦ Ἕκτορος ἐθεραπεύθη θυσίαις. Αὐδήσαντος.

### 10 47

Εἰπόντος. Μέρμερα.

### 10 48

Μερίμνης ἄξια, χαλεπά. Ἐν ἤματι. Ἐν μιᾷ ἡμέρᾳ. Μητίσασθαι. Ἐργάσασθαι νῦν. Οὔτε θεᾶς υἱός.

### 10 50

Προσληπτέον, τὸ, ὤν. Δηθά τε καὶ δολιχόν.

### 10 52

Ἐπὶ πολὺν καὶ μακρὸν χρόνον. Μήσατο. Εἰργάσατο. Ῥίμφα.

### 10 54

Ταχέως. Ἐπὶ νῆας. Ἐπὶ τὰς ἐκείνων ναῦς. Ὀτρυνέω.

### 10 55

Διὰ παρακλήσεως παρορμῶ. Ἱερὸν τέλος.

### 10 56

Ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν ἔργων. Τέλος δὲ καὶ τὸ τάγμα. Σημαίνει πολλὰ ἡ λέξις. ποτὲ μὲν γὰρ τὸ τάγμα, ὡς ἐνταῦθα. ποτὲ δὲ τὸ τοῦ συμπεπληρωμένου πράγματος ἢ ἔργου τέλος. ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον. ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔνεστιν εὑρεῖν παρά τε Θουκυδίδῃ, καὶ Ξενοφῶντι. ποτὲ δὲ τὸ δαπάνημα. [ὡς Εὐριπίδης ἐν Πολυείδῳ· Μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκκαίει τέλος. καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς· Χερόνησον δὲ ἐν τοῖς αὐτοῦ τέλεσι διορύξει. ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ· Σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομαι.] Πυθοίατο.

### 10 57

Πεισθεῖεν. Τοῖο γάρ. Τούτου γάρ. Σημαίνει.

### 10 58

Προστάσσει, ἄρχει. Ἐπετράπομεν.

### 10 59

Ἐπετρέψαμεν. ἐξουσίαν δεδώκαμεν. Δεδεγμένος.

### 10 62

Περιμένων. Μετά ς’ αὖτις.

### 10 63

Ἐπὶ σὲ πάλιν εὐθέως ἔλθω. Ἐπὴν εὖ τοῖς ἐπιτείλω. Ἐπειδ’ ἂν αὐτοῖς καλῶς προστάξω. Ἀβροτάξομεν.

### 10 65

Διαμαρτήσομεν, ἀλλήλων ἀποτύχομεν. ὃ τινὲς διαμφοδίσαι φασίν. Ἧι κεν ἴησθα.

### 10 67

Ἐὰν πορευθῇς. Ἐγρήγορθαι. Ἐγρηγορέναι. Ἄνωχθι. Κέλευε. Πατρόθεν ἐκ γενεῆς.

### 10 68

Ἐκ πατρῴου γένους. ἢ, ἀπὸ προγόνων. Μὴ δὲ μεγαλίζεο θυμῷ.

### 10 69

Μὴ δὲ ἐπαίρου τῇ διανοίᾳ δι’ ὑπερηφανίαν. Πονεώμεθα.

### 10 70

Κακοπαθῶμεν, ἐνεργῶμεν. Ἐπιγεινομένοισι.

### 10 71

Γεννωμένοις. Ἵει. Ἔπεμπε. Κακότητα. Κακοπάθειαν, δυστυχίαν, βλάβην. Ἔντεα.

### 10 75

Ὅπλα. Παρὰ τὸ, ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα. Ἐπεὶ οὔ μιν ἐπέτρεπε γήραϊ λυγρῷ.

### 10 79

Ἐπεὶ ἡ πολλὴ αὐτοῦ προθυμία οὐδὲ τῷ γήρᾳ ἄνεσιν ἐδίδου. τοῦτ’ ἔστιν, οὐδὲ ὑπὸ τοῦ γήρως ἐνικᾶτο. Ἐξερεείνετο.

### 10 81

Ἀνηρώτα. Ὀρφναίην.

### 10 83

Σκοτεινήν. Οὐρήων.

### 10 84

Ἡμιόνων. νῦν δὲ, φυλάκων. Ζεὺς ἐνέηκε πόνοισι διαμπερές.

### 10 89

Ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους. Εἰσόκ’ ἀϋτμή. Ἕως οὗ ἡ πνοὴ, ὅ ἐστιν, ἡ ζωὴ, καὶ τὰ γόνατά μου ἰσχύῃ, καὶ ἔῤῥωται. Πλάζομαι.

### 10 91

Οὐδὲ ἑστηκὼς διανοοῦμαι. πλανῶμαι κατὰ τὴν γνώμην. Οἱονεὶ, ἀπορῶ ὅπως χρήσομαι τοῖς παροῦσι πράγμασιν. Ἱζάνει.

### 10 92

Ἐμπίπτει. Ἀλαλύκτημαι.

### 10 94

Τεθορύβημαι, ἠπόρημαι. Ἐκθρώσκει.

### 10 95

Ἐξάλλεται, ἐκπηδᾷ. Δραίνεις.

### 10 96

Ἐπινοεῖς, δρᾶσαι δύνασαι. Καταβείομεν.

### 10 97

Κατέλθωμεν. Καμάτῳ ἀδηκότες.

### 10 98

Ὑπὸ τοῦ κόπου ἀηδῶς διακείμενοι, ὀκνήσαντες. Ἠδὲ καὶ ὕπνῳ. Καὶ τῇ ἀγρυπνίᾳ. Ἐπιπάγχυ λάθωνται.

### 10 99

Παντελῶς ληθαργήσουσι. Δυσμενέες.

### 10 100

Πολέμιοι. Σχεδὸν εἵαται. Πλησίον κάθηνται, ἐγγύς εἰσι. Οὐδέ τι ἴδμεν, Μήπως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. Τοῦτο προσκαίρως εἴρηκεν ὁ Ἀγαμέμνων ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα, ἐπεί τοι οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς πολεμεῖν. Μενοινήσωσι.

### 10 101

Προθυμηθῶσιν. Οὔθην.

### 10 104

Οὐδαμῶς. Ἐέλπεται.

### 10 105

Ἐλπίζει. Μοχθήσειν.

### 10 106

Ταλαιπωρήσειν, κακοπαθήσειν. Ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους.

### 10 108

Πρὸς δὲ καὶ τοὺς ἄλλους ἐγείρωμεν. Δουρικλυτόν.

### 10 109

Ἔνδοξον περὶ τῷ δόρατι. Αἴαντα ταχύν.

### 10 110

Τὸν Ὀϊλέως. Καὶ γὰρ ἐν ἄλλοις φησί· Πλείστους δ’ ἄνδρας εἷλεν Ὀϊλῆος ταχὺς Αἴας. Φυλέος υἱόν. Τὸν Μέγητα. Τὸ ο ς μικρὸν, διὰ τὸ μέτρον. Μετοιχόμενος.

### 10 111

Ἐπ’ αὐτοὺ ἐπελθών. Ἀντίθεόν τ’ Αἴαντα.

### 10 112

Τὸν Τελαμῶνος. Ἑκαστάτω.

### 10 113

Ποῤῥωτάτω. Νεικέσω.

### 10 115

Κακολογήσω. Οὐδ’ ἐπικεύσω. Καὶ οὐκ ἀποκρύψω. Ὡς εὕδει.

### 10 116

Ὅτι καθεύδει. Ἐπέτρεψεν. Ἐπίστευσε. Πονέεσθαι. Κάμνειν. Ὄφελεν.

### 10 117

Ὤφειλεν. ἔπρεπεν. Οὐκέτ’ ἀνεκτός.

### 10 118

Ἀνυπομόνητος. Ἄλλοτε.

### 10 120

Ἐν ἄλλῳ καιρῷ. Αἰτιάασθαι. Μέμφεσθαι. Μεθίει.

### 10 121

Ἀμελεῖ. Ὄκνῳ.

### 10 122

Ῥαθυμίᾳ, φόβῳ. Ὄκνῳ εἴκων. Ὀκνῶν. Οὔτ’ ἀφραδίῃσι νόοιο. Οὔτε ἀσθενείᾳ λογισμοῦ, ὅ ἐστιν, οὔτε ἀσύνετός ἐστιν. Ἐμέο.

### 10 124

Ἐμοῦ. Ἐπέγρετο. Ἐπηγέρθη, διΰπνισε. Καλήμεναι.

### 10 125

Καλεῖν. Μεταλλᾷς. Ἐπιζητεῖς. Ἵνα γάρ σφιν.

### 10 127

Ἐκεῖ γὰρ αὐτοῖς. Ἐπέφραδον. Εἶπον. Περονήσατο.

### 10 133

Πόρπῃ συνέλαβεν, ἐνεπορπώσατο. Φοινικόεσσαν. Πυῤῥὰν τῷ χρώματι. Διπλῆν, ἐκταδίην.

### 10 134

Τὴν μεγάλην. ὥστε καὶ διπλῇ αὐτῇ χρώμενον ἔχειν ἐκτεταμένην. Οὔλη. Τρυφερὰ, ἢ ἁπαλή. Ἐπενήνοθεν. Ἐπήνθεν, ἐπέκειτο. Λάχνη. Ἡ δασύτης, ἡ κροκύς. Ἄλκιμον.

### 10 135

Ἰσχυρὸν, εὔτονον, ἢ πρὸς τὸ ἀλέξασθαι πεποιημένον. Πρῶτον ἔπειτ’ Ὀδυσῆα.

### 10 137

Πρῶτον μεταταῦτα τὸν Ὀδυσσέα. Περὶ φρένας ἤλυθ’ ἰωή.

### 10 139

Οἱονεὶ ᾔσθετο τῆς φωνῆς. ἤκουσεν. Ἐκ δ’ ἦλθε κλισίης.

### 10 140

Ἔξωθεν ἦλθε τῆς σκηνῆς. Ἀλᾶσθε.

### 10 141

Πλανᾶσθε. Ὅ τι δὴ χρειὼ τόσον ἵκει.

### 10 142

Ὅ τι τοσαύτη χρεία κατέλαβεν. Ἵκει. Καταλαμβάνει. Βεβίηκε.

### 10 145

Βεβίασται, συγκροτεῖ. Μετ’ αὐτούς.

### 10 149

Σὺν αὐτοῖς. Ἐκίχανον.

### 10 150

Κατελάμβανον. Ὑπὸ κρασίν.

### 10 152

Ὑπὸ ταῖς κεφαλαῖς. Ὄρθ’ ἐπὶ σαυρωτῆρος.

### 10 153

Ὀρθὰ ἐπὶ τοῦ κρόσφου. Οὕτω γὰρ καλεῖται τὸ ἀντικείμενον τῆς ἐπιδορατίδος σιδήριον. Ἐλήλατο. Ἐπεπήγει, ἵστατο εἰς τὴν γῆν. Ὑπαὶ δ’ ἔστρωτο.

### 10 155

Ὑπέστρωτο δέ. Ῥινόν. Βύρσαν. Ἀγραύλοιο. Τοῦ ἐν ἀγρῷ αὐλιζομένου. Ὑπὸ κράτεσφιν.

### 10 156

Ὑπὸ τῇ κεφαλῇ. Τετάνυστο. Ὑπέκειτο. Λὰξ ποδὶ κινήσας.

### 10 158

Εὐτόνως τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδός· ὡς δῆλον ἐκ τῶν ἐπιφερομένων, Ὄτρυνέ τε, νείκεσέ τ’ ἄντην. Ὕπνον ἀωτεῖς.

### 10 159

Ἀπανθίζῃ τὸν ὕπνον. Ἐκ δὲ τούτου, καθεύδεις. Οὐκ ἀΐεις.

### 10 160

Οὐκ αἰσθάνῃ, οὐκ ἀκούεις. Ἐπὶ θρωσμῷ πεδίοιο. Τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃ ὀνομαστικῶς καλεῖται Θρωσμός. ὡς καὶ ἕτερος Καλλικολώνη· ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴποτε τῆς πόλεως ἔξω τάσσοιντο. Ὀλίγος χῶρος.

### 10 161

Μικρὸν διάστημα. Ἐρύκει. Διείργει, κωλύει. Σχέτλιος.

### 10 164

Δεινὸς, ἢ σχετλιασμοῦ ἄξιος. ἀγνώμων. καρτερικώτατος. Ἀμήχανος.

### 10 167

Ἀπροσμηχάνητος. πρὸς ὃν μηχανὴν οὐκ ἔστιν εὑρεῖν. Ἢ, ἀκοπίαστος, καὶ πρὸς πάντας οὐχ ἕτοιμος. Κατὰ μοῖραν.

### 10 169

Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον. Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.

### 10 173

Ἀντὶ τοῦ, τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται. ὅ ἐστιν, ἐν ἐσχάτῳ κινδύνῳ ἐστὶ, καὶ ἐπὶ ὀξύτητος κινδύνου. Μεταφορά. Βιῶναι.

### 10 174

Σωθῆναι, ζῆσαι. Ἐγρηγορτί.

### 10 182

Ἐγρηγόρως. Δυσωρήσονται.

### 10 183

Δυσφυλακτήσουσι, κακὴν φυλακὴν καὶ νύκτα διαγάγωσι. Θηρός.

### 10 184

Λέοντος. Ἀκούσαντες. Αἰσθόμενοι. Λείπει, φωνῆς. Κρατερόφρονος. Ἰσχυροῦ, τολμηροῦ. Νύκτα.

### 10 188

Ἀντὶ τοῦ, διὰ νυκτός. Φυλασσομένοισιν. Ἀντὶ τοῦ, φυλασσόντων. Τέτραπτο.

### 10 189

Τετραμμένοι ἦσαν, καὶ ἀπέβλεπον εἰς τὸ πεδίον. Ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. Ὅπως ἂν ἐπιόντων τῶν Τρώων ἀκούσειαν. Ὅσοι κεκλήατο βουλῇ.

### 10 195

Ὅσοι κεκλημένοι ἦσαν εἰς τὸ συμβούλιον. Ἤϊσαν.

### 10 197

Ἐπορεύοντο, ἤρχοντο. Συμμητιάασθαι. Κοινῇ γνώμῃ σκέψασθαι. Τάφρον δ’ ἐκδιαβάντες.

### 10 198

Διὰ τῶν προθέσεων δηλοῖ τὸ δυσδιάβατον τοῦ ὀρύγματος. Διατί δέ φησιν, οἱ ἡγεμόνες, τὴν τάφρον διαβάντες, βουλεύονται; Φαμὲν, ὅτι τοῦτο ποιοῦσιν εἰς παραμυθίαν τῶν κατασκόπων, ἵνα προθυμότεροι γένωνται, ἐγγὺς αὐτῶν ὄντων. Ἑδριόωντο. Ἐκαθέζοντο. Πίφαυσκον.

### 10 202

Ἐνεφάνιζον, ἔλεγον. Πεπίθοιτο.

### 10 204

Πεισθείῃ. Ἑῷ αὐτοῦ. Τῷ ἰδίῳ θυμῷ. Ὅμηρος δὲ οὐδέποτε σύνθετον ἀντωνυμίαν παραλαμβάνει. Τολμήεντι.

### 10 205

Καρτερικῷ. Ἐσχατόωντα.

### 10 206

Ἔσχατον, ὑπολειπόμενον, πεπλανημένον, καὶ περὶ τὰ ἔσχατα μέρη διατρίβοντα. Φῆμιν.

### 10 207

Κληδόνα. Πύθοιτο. Ἀκούσοι, μάθοι. Εἴ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο. Εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς. Οἷον, Λακεδαιμονίων βουλευομένων, ποῖον χωρίον ἐπιτειχίσωσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατασκόπους. οἵτινες παραγενόμενοι, ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων διαλεγομένων, ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν, οἱ πολέμιοι. καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν. Ἅσσα.

### 10 208

Ἅτινα δή. Μεμάασιν. Προτεθύμηνται. Αὖθι.

### 10 209

Αὐτόθι. Ἀπόπροθεν. Πόῤῥωθεν. Ἀσκηθής.

### 10 212

Ἀβλαβὴς, ὑγιής. Ἐπουράνιον. Ἕως οὐρανοῦ ἐξικνούμενον. Πάντας ἐπ’ ἀνθρώπους.

### 10 213

Διὰ πάντων τῶν ἀνθρώπων. Δόσις. Δωρεά. Ἐπικρατέουσιν.

### 10 214

Ἄρχουσιν. Ὑπόῤῥηνον.

### 10 216

Ὕπαρνον, ἔγκυον. Ῥῆνες γὰρ, οἱ ἄρνες. Τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον. Ἧς οὐδὲν κτῆμα ὅμοιον διὰ τὴν πρᾶξιν. Διατί μέλαινα καὶ ὑπόῤῥηνα τὰ πρόβατα ἐπαγγέλλεται; Καὶ ῥητέον, ὅτι μέλαινα μὲν, ἐπεὶ νυκτὸς ἐπορεύοντο. ὑπόῤῥηνα δὲ, συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται. Δαίτῃσιν.

### 10 217

Εὐωχίαις. Εἰλαπίνῃσιν. Ἑορταῖς, ὅτε κατὰ ἴλας πίνωσιν. Εἴρηται δὲ παρὰ τὸ, ἔλασσον ἅζεσθαι τοὺς εὐωχοῦντας, ὅ ἐστι, ταράσσεσθαι. Ἀγήνωρ.

### 10 220

Ἄγαν ἀνδρεῖος. Θαλπωρή.

### 10 223

Ἡδονὴ, θάλψις. Θαρσαλεώτερον. Εὐθαρσέστερον, τολμηρότερον. Ξύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησε.

### 10 224

Συνερχομένων γὰρ δύο ὁμοῦ, καὶ κοινῶς, ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐπενόησέ τι κοινωφελὲς καὶ συμφέρον. Κέρδος.

### 10 225

Ὠφέλειαν. Βράσσων.

### 10 226

Βραδύτερος, ἐλάσσων. Ἢ, ταρασσόμενος καὶ ἀκαταστατῶν. Μεταφορικῶς. Δουρικλητός.

### 10 230

Ἔνδοξος πάνυ ἐν τῷ δόρατι. Αἱρήσεαι ὅν κ’ ἐθέλησθα.

### 10 235

Ἑταῖρον καὶ συνεργὸν ἐπίλεξαι, ὃν ἂν ἐθέλῃς. Ὀπάσσεαι.

### 10 238

Πρὸς τὸ συνεργεῖν ἀκόλουθον προσλαβοῦ. Αἰδοῖ εἴκων. Νικώμενος ὑπὸ τῆς αἰδοῦς. Γενεὴν ὁρόων.

### 10 239

Ἀντὶ τοῦ, εἰς τὴν εὐγένειαν ἀφορῶν. Βασιλεύτερος. Βασιλικώτερος. Ἔδδεισεν.

### 10 240

Ἐφοβήθη. Αὐτὸν ἑλέσθαι.

### 10 242

Εἰ θέλετε ἐπιλέξασθαι ἐμέ. Πῶς ἄν.

### 10 243

Πῶς δή. Πρόφρων.

### 10 244

Πρόθυμος, ἢ προορατικός. Τούτου γ’ ἑσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο.

### 10 246

Ἀντὶ τοῦ, αἴθοντος, ὅ ἐστι, καίοντος. Ἐκ τοῦ φανεροῦ. Μήτ’ ἄρ’.

### 10 249

Μήτε δή. Αἴνεε. Ἐπαίνει. Νείκει. Κακολόγει, ψέγε. Μήτ’ ἄρ με μάλ’ αἴνεε, μήτε τι νείκει. Δῆλός ἐστιν ὁ Ποιητὴς, ἀρχὴν τοῦ ἀποφθέγματος τῷ σοφῷ Πιττακῷ δεδωκὼς, εἰπόντι τὸ, Μηδὲν ἄγαν. Ἄλλο γὰρ οὐδὲν δηλοῖ τὸ τοῦ Ποιητοῦ, ἢ τοῦτο. Ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φίλαυχός ἐστι. Ῥητέον δὲ, ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις. παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ. Ἄνεται.

### 10 251

Ἀνύεται, τελειοῦται. Ἄστρα δὲ δὴ προβέβηκε· παρῴχηκε δὲ πλέων νὺξ Τῶν δύο μοιράων.

### 10 252

Κατὰ τὸ ἔτυμον, οἷον ἄστατα. Ὅθεν καὶ ἀστὴρ κέκληται, παρὰ τὸ μὴ στηρίζεσθαι. Ὁ δὲ λόγος· Παρελήλυθε δὲ ἡ τῶν δύο μοιρῶν πλείων νύξ. Ἢ ἐν ὑπερβατῷ· ἄστρα δὲ δὴ προβέβηκε τῶν δύο μοιράων, παρῴχηκεν δὲ πλέων νύξ. τριτάτη δ’ ἔτι μοῖρα λέλειπται. Δηλονότι τὸ τρίτον μέρος ὅλον. Ὡς γὰρ πρὸς τὸ ὑπολειπόμενον τῆς τρίτης μοίρας, φησὶ, τὸ πλέων. Ἔνιοι δὲ γράφουσι, πλέη. ἀντὶ τοῦ, πλήρης τῶν δύο μοιρῶν παρῴχηκε. τριφύλακτον γὰρ θέλει εἶναι τὴν νύκτα. Ζητεῖται δὲ, τί τὸ προβέβηκε δηλοῖ, καὶ, ποῖα τὰ ἄστρα, ἐξ ὧν στοχάζεται τὴν ὥραν Ὀδυσσεύς. Τὸ γὰρ τῆς ἄρκτου τοὺς ἀστέρας ἀκούειν, ἁμάρτημα, οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ’ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων, τῆς ὥρας τεκμηριουμένης, καὶ νοουμένης. Ἔνιοι μὲν οὖν Πληϊάδας φασὶ, καὶ Ὑάδας, καὶ τὸν Ὠρίωνα, καὶ τὸ, προβεβηκέναι, τὴν ἀνατολὴν ἑώαν ποιεῖσθαι. Ἕτεροι δὲ τὸν Ἕσπερον καὶ τὸν Κύνα, καὶ τὸ, προβεβηκέναι, ἑώαν ποιεῖσθαι τὴν δύσιν. Ἄμεινον δὲ, λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. Τούτου γὰρ εἰς δώδεκα διῃρημένου, ἓξ μὲν εὐθέως καταδύοντος ἡλίου βλέπεται. νυκτὸς δὲ προβαινούσης, τὰ λοιπὰ, οὐ τὰ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. Ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται ὁ Ὀδυσσεύς. Ἢ ἁπλῶς φησι, πάντα τὰ ἄστρα συγκαταδυόμενα τῷ ἡλίῳ, καὶ συνανατέλλοντα κατὰ τὸ δεύτερον. Τὸ δὲ, προβέβηκε, δηλοῖ, προκεχώρηκεν εἰς δύσιν. Ὥσπερ καὶ ἡμεῖς, λέγοντες, τὸ πολὺ προῆλθε τῆς ἡμέρας, τὸ εἰς δύσιν προελθεῖν λέγομεν. Εἰ δέ τις ἐπιζητεῖ, πῶς οὐκ ὠνόμασε τὰ ἄστρα, ἴστω, ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐχ’ ἥρμοζεν ἀδολεσχεῖν. Φαίνεται δὲ ἐκ τούτων Ὅμηρος καὶ σφαιροειδῆ τὸν κόσμον εἰδώς. Οὐ γὰρ οἷόν τε, τὰ μὲν δύνειν, τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου, καὶ ὑπὲρ γῆν ἀνίσχοντος. Εἰδὼς δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθος, καὶ ἡλίου κίνησιν οἶδεν ἀκριβῶς, ὅτι κατὰ τὰς τούτου δύσεις καὶ ἀνατολὰς, καὶ ἡ νὺξ ὁρίζεται, καὶ ἡ ἡμέρα κατὰ τὴν ἡμέραν.

### 10 252 (50)

Παρῴχηκε δὲ πλέω νὺξ Τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται. Ὥσπερ τὴν ἡμέραν εἰς τρία μέρη διεῖλεν, ἐν οἷς, φησιν, Ἔσσεται ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ· οὕτως καὶ τὴν νύκτα εἰς τρία διεῖλεν. Εἰ δὲ τριμερὴς ἔσται ἡ νὺξ, καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθε, πῶς δύναται ὅλη ἡ τρίτη λείπεσθαι; Ἀλλὰ λέγομεν, ὅτι τετελεσμένων τῶν δύο, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν, ὡς παρῆλθε τὸ πλεῖον, ἡ νὺξ οὖσα μοιρῶν δύο. πλεῖον γὰρ μέρος εἰσὶ τῆς ὅλης νυκτὸς αἱ δύο, εἴγε τὰ δύο τοῦ ἑνὸς πλείονα. Ἢ κἀκεῖνο ῥητέον, ὡς, τὸ μέρος ὁμοίως ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεσθαι εἰπὼν, οὐ λειπομένην ὅλην· ὁμοίως τῷ, Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. καὶ, Πᾶν δ’ ἦμαρ μάρναντο ἐπὶ Σκαιῇσι πύλῃσιν. Οὔτε γὰρ ἅμα ἕω ἀρξάμενοι ἔπινον, καὶ βραχὺς ἦν ὁ ἀναλωθεὶς χρόνος εἰς τὴν μάχην τὴν περὶ ταῖς πύλαις. Κἀκεῖνο ὅμοιον· Περιπλομένου δ’ ἐνιαυτοῦ Τέξεις ἀγλαὰ τέκνα. Εἰς γὰρ ἀποκύησιν οὐ πληροῦται ὅλον ἔτος, ἀλλὰ διακόσιαι καὶ ἑβδομήκοντα καὶ τρεῖς ἡμέραι. Καὶ ἡμεῖς ἐν τῷ συνήθει περὶ τοῦ τὸν δολιχὸν τρέχοντος, ἀρξαμένου τὸ τελευταῖον στάδιον τρέχειν, στάδιον αὐτῷ περιλείπεσθαι φαμέν. Καὶ περὶ τοῦ τὸν ἔσχατον μῆνα ἄρχοντος, ὅτι τῆς ἀρχῆς αὐτῷ περιλείπεται μείς. Ἢ, ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέρος ἀναλῶσθαι λέγεται. ὥς τε καὶ τῆς δευτέρας εἶναί τι, καὶ τὴν τρίτην ὅλην καταλείπεσθαι. Τὸ δὲ, πλείων, δύναται μὲν ὡς πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι. Ἢ, πλείονα παρὰ τὰς μοίρας τὰς δύο, ὥς που καὶ Θουκυδίδης λέγει· Ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι συνῆλθον. Δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι, πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθεν εἰς πλείονα μοῖραν τῶν μοιρῶν τῶν δύο. Δεινοῖσι.

### 10 254

Δέος ἐμποιοῦσι, φοβεροῖς. Ἄμφηκες.

### 10 256

Ἀμφοτέρωθεν ἠκονημένον. Τὸ δ’ ἑόν. Τὸ δὲ ἴδιον αὐτοῦ. Ταυρείην.

### 10 258

Δερματίνην. Ἄφαλόν τε, καὶ ἄλοφον. Οὔτε λόφον, οὔτε προμετωπίδιον ἔχουσαν. Καταῖτυξ. Εἶδος περικεφαλαίας. Ἀπὸ τοῦ κάτω τετύχθαι, καὶ μὴ ἔχειν λόφον, ἀλλὰ κοίλην εἶναι. Κέκληται.

### 10 259

Καλεῖται, λέγεται. Ῥύεται δὲ κάρη. Σώζει δὲ τὰς κεφαλὰς τῶν νέων. Ῥινοῦ ποιητήν.

### 10 262

Ἐκ δέρματος γεγονυῖαν, ἐσχοινοῤῥαφημένην. Ἀργιόδοντος.

### 10 264

Λευκοὺς ὀδόντας ἔχοντος. Θαμέες. Πυκνοί. Ἐπάλληλοι. Πῖλος.

### 10 265

Τὸ πεπιλημένον ἔριον. Ἀρήρει. Ἐνέκειτο. Ἐλεῶνος.

### 10 266

Ἐλεὼν, πόλις Βοιωτίας. Ὀρμενίδαο. Ὀρμένου παιδός. Ἐξέλετο.

### 10 267

Ὡς ἐξαίρετον ἔλαβεν. ὑφείλετο. Πυκινόν. Πυκνόν. ἰσχυρόν. Ἀντιτορήσας. Ἀντὶ τοῦ, διατρήσας. τοιχωρυχήσας, διορύξας. Σκάνδειαν δ’ ἄρα δῶκεν.

### 10 268

Ἀντὶ τοῦ, Ἐν Σκανδείᾳ δὲ αὐτὴν ἔδωκε τῷ Ἀμφιδάμαντι. Ἡ δὲ Σκάνδεια, πόλις Κυθήρων. Κύθηρα δὲ, νῆσος τῆς Λακεδαίμονος. Κυθηρίῳ. Τῷ ἀπὸ Κυθήρων. Πύκασε κάρη.

### 10 271

Ἐσκέπασε τὴν κεφαλὴν ἁρμόσασα. Κατ’ αὐτόθι.

### 10 273

Κατ’ αὐτοῦ. Ἐρωδιόν.

### 10 274

Ἐρωδιὸς, εἶδος ὀρνέου. Διατί φησιν, οὐκ εἶπε τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀθηνᾶς; Λυτέον οὖν τὸ ἄπορον καιρῷ, καὶ τόπῳ. διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῶον. Ὀρφναίην.

### 10 276

Σκοτεινήν. Κλάγξαντος. Φωνήσαντος, φθεγξαμένου. Τῷ ὄρνιθι.

### 10 277

Ἐπὶ τῷ ὄρνιθι, ἐπὶ τῷ οἰωνῷ. Κινύμενος.

### 10 280

Κινούμενος, ἐπὶ πρᾶξιν ὁρμῶν. Δός.

### 10 281

Πάρασχε, ποίησον. Ἐϋκλείας. Εὐκλεεῖς, ἐνδόξους. Μέγα ἔργον.

### 10 282

Μεγάλην πρᾶξιν. Ἀρίσταρχος δέ φησι, τὸ φονεῦσαι Ἕκτορα. Σπεῖο.

### 10 285

Ἕπου, συνακολούθησον. Πρὸ Ἀχαιῶν.

### 10 286

Πρὸ τῶν λοιπῶν Ἑλλήνων. ἢ ὑπέρ. Ἀσωπῷ.

### 10 287

Ἀσωπὸς, ποταμὸς Βοιωτείας, πλησίον Θηβῶν. Αὐτὰρ ὁ μειλίχιον.

### 10 288

Ὁ δὲ Τυδεύς, φησι, προσηνῆ καὶ πρᾷον λόγον ἔφερε τοῖς Θηβαίοις. ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ διαλύσεων καὶ εἰρήνης. Ἂψ ἀπιών.

### 10 289

Ἀνερχόμενος, ἐπιστρέφων. Μήσατο. Ἐβουλεύσατο, διεπράξατο. Πρόφρασσα.

### 10 290

Πρόφρων, πρόθυμος. ἢ, ἡ πειρῶσα προφράζεσθαι τὸ μέλλον. Ῥέξω.

### 10 292

Ἱερουργήσω, θύσω. Ἦνιν. Ἐνιαυσιαίαν, νέαν. Ἔνος γὰρ, ὁ ἐνιαυτός. Ἀδμήτην.

### 10 293

Ἀδάμαστον, νέαν, ἄζευκτον. Περιχεύας.

### 10 294

Περιχέας, περιθείς. Ἂμ φόνον, ἂν νέκυας.

### 10 298

Διὰ τοῦ φόνου, καὶ τῶν νεκρῶν. Διά τ’ ἔντεα, καὶ μέλαν αἷμα. Διὰ τῶν ἐντέων, ἤγουν τῶν ὅπλων, καὶ μέλανος αἵματος. Οὐδὲ μέν.

### 10 299

Οὐ μὴν δέ. Ἄμυδις.

### 10 300

Ὁμοῦ, εἰς τὸ αὐτό. Ἄρκιος.

### 10 304

Αὐτάρκης, ἱκανός. Ἐριαύχενας.

### 10 305

Μεγαλοτραχήλους, στολίους, ἀπὸ μέρους. Τὸ ἐρ ι γὰρ μόριον ἐπὶ τοῦ μεγάλου τίθεται. ὡς καὶ τὸ ζ α . Καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται, ὑπισχνουμένου τοὺς τοῦ Ἀχιλλέως ἵππους, οὓς οὐκ ἦν ἐπ’ αὐτῷ λαβεῖν. Φύξιν βουλεύουσι.

### 10 311

Περὶ φυγῆς σκέπτονται. Φυλασσέμεναι.

### 10 312

Φυλάσσειν. Ἀδδηκότες. Τεταλαιπωρηκότες. ἢ, ἀηδῶς διακείμενοι. φυλάσσοντες. Ἦν δέ τις ἐν Τρώεσσι Δόλων.

### 10 314

Διατί κήρυκα πλούσιον εἴρηκε τὸν Δόλωνα; Κήρυκα μὲν οὖν, εἰς τὸ εὐχερῶς ὑπακούειν. Πλούσιον δὲ, εἰς τὸ δυνηθῆναι ἑαυτὸν λυτρώσασθαι. Ποδώκην δὲ, ἐπ’ ἐλπίδι τοῦ φυγεῖν τοὺς διώκοντας. Εἶδος μὲν ἔην κακός.

### 10 316

Ἀηδὴς ἦν τῷ προσώπῳ. Ἀλλὰ ποδώκης. Ἀλλ’ ὀξύς. Μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.

### 10 317

Ἀντὶ τοῦ, μόνος ἦν ἄῤῥην. Ἦ μέν.

### 10 322

Ἦ μήν. ὄντως δή. Σκοπός.

### 10 324

Κατάσκοπος. Οὐδ’ ἀπὸ δόξης. Οὐδ’ ἀπὸ δοκήσεως, καὶ εἰκασμοῦ. Τόφρα γάρ.

### 10 325

Ἕως τούτου γάρ. Διαμπερές. Μέχρι τέλους. Μέλλουσιν.

### 10 326

Ἐοίκασιν. Ἴστω.

### 10 329

Γιγνωσκέτω, μάρτυς ἔστω. Μὴ μὲν τοῖς.

### 10 330

Ἀντὶ τοῦ, οὐκ ἂν τούτοις. Ἐποχήσεται. Ἐπιβῇ τῶν ὀχημάτων. Ἀγλαϊεῖσθαι.

### 10 331

Καλλωπισθῆναι. Ἐπίορκον ἀπώμοσεν.

### 10 332

Ἐπιώρκησεν. Ὀρόθυνε. Προέτρεψε, παρώρμησε. Πολιοῖο λύκοιο.

### 10 334

Λευκοῦ, τεφρώδους. διὰ τὴν τῆς χροιᾶς ἰδιότητα. Καὶ γὰρ Πελίαν φασὶν ἔνθεν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως, γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ ποταμοῦ ῥείθροις κατέλειπε. Τὸν μὲν οὖν ἕνα κύων, ἀφαιρεθέντων αὐτῆς τῶν τέκνων, παρέχουσα θηλὴν, ἔτρεφε. τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ μέτωπον ἐπάτησεν. Ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ, ἀνελόμενοί τε τὰ παιδία, ἔτρεφον, καὶ ὠνόμασαν, τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος ἐπελιώθη, Πελίαν· τὸν δὲ ἕτερον, ἐπεὶ κύων κατηλέησε, Νηλέα. Κρατὶ δ’ ἐπὶ κτιδέην.

### 10 335

Ἀπὸ τοῦ κ ἡ ἀρχή. Ἐπεὶ ἐν ἑτέροις καὶ, ἰκτιδέην. Τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι λέγεται παρὰ τῷ Ποιητῇ. Ἴκτις γάρ ἐστιν. ὡς Νίκανδρος· Ἴκτιδος ἤϋτ’ ὄρνισι. Τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατὰ ἔκτασιν, οὔτε κατὰ συστολὴν λέγεσθαι. Οὐ γὰρ ἐκτείνεται ὡς κρηπῖδος, ψηφῖδος Ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβὴν οὔτε συστέλλεται. Ἀρκεῖ γὰρ τὸ τίς. Κτιδέην. Ἐξ ἴκτιδος δέρματος πεποιημένην. Ἴκτις δὲ ζῶον ὀρνιθοφάγον, καὶ πανοῦργον, μεῖζον γαλῆς, καὶ δασύτερον, ἄλλως δὲ παραπλήσιον. Οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον. Κάλλιφ’.

### 10 338

Κατέλιπεν. Φράσσατο.

### 10 339

Εἶδεν, ἐνόησε. Κατάχρησις, ὁ τρόπος. Τυτθόν.

### 10 345

Μικρόν. Κυρίως δὲ ἡ λέξις τίθεται ἐπὶ τῶν βρεφῶν, οἱονεὶ τίτθιον. Παραφθαίησι.

### 10 346

Παραδράμοι, φθάσοι τῇ ταχυτῆτι τῶν ποδῶν. Προτιειλεῖν.

### 10 347

Συνελαύνειν, συνδιώκειν. Ἀλύξῃ.

### 10 348

Ἐκκλίνῃ, ἐκφύγῃ. Πάρεξ ὁδοῦ.

### 10 349

Ἔξω τῆς ὁδοῦ. Κλινθήτην.

### 10 350

Κατεκλίθησαν, ἐκρύβησαν. Ἀφραδίῃσιν. Ἀβουλίαις, ἀνοίαις. Ἀλλ’ ὅτε δή ῥ’ ἀπέην ὅσσον τ’ ἐπίουρα πέλονται Ἡμιόνων.

### 10 351

Ὁπότ’ ἄν, φησι, τηλικοῦτον αὐτῶν διειστήκει, ὅσον γίγνεται διάστημα ἡμιόνων ἐν ἐπιστροφῇ ἀρουρῶν. Οἱ γὰρ ἀροῦντες τοῖς μὲν ἰσχυροτέροις ζεύγεσι μεγάλας ποιοῦσι τὰς ἁμαξικὰς, φθάνουσι δὲ ὡς ὀξύτεροι αἱ ἡμίονοι τοὺς βόας ἐν ἀρότρῳ. Ἐπίουρα. Ὅρια, ὁρμήματα. Ἀρίσταρχος οὕτως ἐξηγήσατο. Ὅσον, φησὶν, ὑφ’ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων, καὶ ζεύγους ἄλλου βοῶν, φθάσωσι καὶ προλάβωσι τοὺς βοῦς αἱ ἡμίονοι, (ταχύτεραι γάρ εἰσι τῶν βοῶν,) τοσοῦτόν, φησι, ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα, μεταστραφέντες ἐδίωξαν. Προφερέστεραι.

### 10 352

Ταχύτεραι, κρείσσονες ἐν τῷ ἀροτριᾷν. Νειοῖο.

### 10 353

Διὰ νειοῦ. Νειὸς δέ ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. Πηκτὸν ἄροτρον. Τὸ τὸν γύην προσπεπηγότα ἔχοντα. Αὐτόγυον δὲ, τὸ ἐξ αὐτοῦ μονόξυλον. Καὶ Ἡσίοδός φησι· Δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος κατὰ οἶκον· Αὐτόγυον, καὶ πηκτόν. Ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους Ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.

### 10 355

Στικτέον μετὰ τὸ ἐκ Τρώων. Ἔστι γὰρ ὁ λόγος· Ἤλπιζε γὰρ ὁ Δόλων, ἑταίρους αὐτῷ ἐκ Τρώων ὑπάρχειν, ὡς, κελεύσαντος τοῦ Ἕκτορος, εἰς τοὐπίσω αὐτὸν ἀποστρέψαι. Ἀποστρέψοντας γὰρ, ὀπίσω καλέσοντας. Δουρηνεκές.

### 10 357

Δόρατος βολὴν, δόρατος μῆκος. Δηΐους.

### 10 358

Πολεμίους. Λαιψηρά. Ταχέα. Ἐνώμα. Ἐκίνει πρὸς φυγήν. Φευγέμεναι.

### 10 359

Φεύγειν. Καρχαρόδοντε.

### 10 360

Ἐπικαμπεῖς ὀδόντας ἔχοντες, ἢ τραχεῖς. Καρχαρὸν γὰρ, τὸ τραχύ. Εἰδότε θήρης. Ἔμπειροι θηρατικῆς. Κεμάδα.

### 10 361

Νεωγνὸν ἔλαφον, ἢ δορκάδα. Ἐπείγετον. Θορυβοῦσι διώκοντες. Ἀποτμήξαντε.

### 10 364

Ἀποταμόντες, χωρίσαντες. Λαοῦ ἀποτμήξαντε, διώκετον. Τοῦ Τρωϊκοῦ ὄχλου χωρίσαντες, αὐτὸν ἐδίωκον. Τρία δὲ ῥήματά εἰσι παρὰ τῷ Ποιητῇ, τὸ τοῦ παρῳχημένου δυϊκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως. Τοῦτο, καὶ τό· Ἀνδράσιν ἡρώεσσι τετεύχατον. Καὶ τό· Ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον. Οὐκ ἔστι μέν τοι Ἀττικῆς δυϊκῆς σημασίας. Ἀναθεώρησιν γὰρ ἔχει πληθυντικήν. Τὸ γὰρ διώκετον, ἀντὶ τοῦ ἐδίωκον κεῖται. Καὶ τὸ, Ἀνδράσιν ἡρώεσσι τετεύχατον, ἀντὶ τοῦ, ἔτευχον. Καὶ τὸ λαφύσσετον, ἀντὶ τοῦ, ἐλάφυσσον. Ἐμμενές. Ἀδιαλείπτως, ἐπιμόνως. Φθαίῃ.

### 10 368

Φθάσειε. Δουρὶ δ’ ἐπαΐσσων.

### 10 369

Σὺν τῷ δόρατι ἐφορμῶν. ὅ ἐστιν, ἐπισείων αὐτῷ τὸ δόρυ πρὸς κατάπληξιν. Ἀλύξειν.

### 10 371

Διαφεύξεσθαι. Αἰπὺν ὄλεθρον. Μέγαν. ἐξ οὗ, δεινόν. Βαμβαίνων.

### 10 375

Τρέμων. Ὀνοματοποιΐα, ὁ τρόπος. Ἢ, ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου. Ἄραβος. Ἦχος τῶν ὀδόντων. Διὰ στόμα. Κατὰ τὸ στόμα. Ἐνήλλακται δὲ ἡ πτῶσις. ἵν’ ᾖ, διὰ στόματος. Ὑπαὶ δείους.

### 10 376

Ὑπὸ δέους, ὑπὸ φόβου. Ἁψάσθην.

### 10 377

Ἐλάβοντο. Ζωγρεῖτε.

### 10 378

Ζῶντά με φυλάττετε. Ἐμὲ λύσομαι. Ἀντὶ τοῦ, ἐμ’ αὐτὸν λυτρώσομαι. Πολύκμητος.

### 10 379

Ὁ πολλὰ κάμνων. Ἢ, δι’ οὗ πολλὰ κατασκευάζεται. Πεπύθοιτο.

### 10 381

Ἀκούσοι. Καταθύμιος.

### 10 383

Κατὰ τὴν ψυχὴν, κατὰ τὸν νοῦν. Θοήν.

### 10 394

Τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν. Ἐπεμαίετο.

### 10 401

Ἐπεζήτει, ἐπεθύμει. Ἀλεγεινοί.

### 10 402

Ἀλγεῖν παρέχοντες, ἢ, πρὸς τὸ κτήσασθαι ἀδύνατοι. Ὀχέεσθαι.

### 10 403

Ἐποχηθῆναι, ἐπιβῆναι. Πῶς δ’ αἱ τῶν ἄλλων Τρώων.

### 10 408

Πῶς δ’ αἱ τῶν λοιπῶν Τρώων. Ἅσσα τε.

### 10 409

Ἅτινα δή. Αὖθι.

### 10 410

Αὐτόθι, αὐτοῦ. Βουλὰς βουλεύει.

### 10 415

Τὸ σχῆμα, παρονομασία. Σήματι. Τάφῳ. Ἴλλου. Ὁ δὲ Ἴλλος Τρωὸς παῖς. ἀφ’ οὗ Ἴλιος ἐκλήθη. Φλοίσβου.

### 10 416

Ἤχου, θορύβου. Φυλακὰς δ’, ἃς εἴρεαι, ἥρως. Περὶ δὲ τῶν φυλακῶν, ὧν ἐρωτᾷς με, ὦ γενναιότατε. Κεκριμένη.

### 10 417

Ἐπιλελεγμένη. Ἐσχάραι.

### 10 418

Πυραί. Δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμόν. ὡς παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ. καὶ τὴν κυρίως λεγομένην ἐσχάραν, τὴν μὴ ἔχουσαν ὕψη, ἀλλ’ ἐπὶ γῆς οὖσαν, ἢ κοίλην. ὅθεν καὶ τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάραι παρ’ ἰατροῖς. Ἐγρηγόρθασιν.

### 10 419

Ἐγρηγοροῦσιν. Φυλασσέμεναι. Φυλάσσειν. Ἐπιτραπέουσιν.

### 10 421

Ἐπιτρέπουσιν, ἐγχειρίζουσιν. Εἵαται.

### 10 422

Εἰσίν. Ἢ ἀπάνευθεν.

### 10 425

Ἢ ἄποθεν, καὶ χωρίς. Δίειπέ μοι. Ἀκριβῶς διασάφησον, εἰπέ. Δαείω. Μάθω. Πρὸς μὲν ἁλός.

### 10 428

Τῷ πρὸς τὴν θάλασσαν μέρει. Προσληπτέον δὲ τὸ, ἔλαχον διατελεῖν. Παίονες. Ἔθνος Θρᾳκικόν. Τινὲς δέ φασι, τοὺς νῦν καλουμένους Παννονίους. ἕτεροι δὲ, Μακεδόνας. Ἀγκυλότοξοι. Ἐπικαμπῆ τόξα ἔχοντες. Λέλεγες.

### 10 429

Ἔθνος Καρικόν. Λέγει δὲ τοὺς ἐν Πηγάσῳ πόλει Καρίας οἰκοῦντας. Καύκωνες. Ἔθνος Παφλαγωνίας. οἱ δὲ, Σκυθίας, οἱ δὲ, τοὺς λεγομένους Καυνίους εἶπον. Πελασγοί. Οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες. Ἄμεινον δὲ, λέγειν αὐτοὺς γένος τι πολυπλανὲς, οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ, νῦν δὲ τῆς Τρωάδος πλησίον, ἔνθα αἱ Τράλλεις. Πρὸς Θύμβρης.

### 10 430

Πρὸς τὸ Θυμβραῖον πεδίον. Θύμβρα γὰρ τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές. Ἔλαχον. Κλήρῳ ἔλαβον. Ἀγέρωχοι. Αὐθάδεις, θρασεῖς. Ἔστι δὲ, ὅτε δηλοῖ ἡ λέξις καὶ τοὺς ἄγαν ἀνδρείους καὶ ἐντίμους. παρὰ τὸ ἄγαν αὐτοὺς ἐπὶ τοῦ γέρως ὀχεῖσθαι. Μῄονες.

### 10 431

Λυδοί. Διεξερέεσθε.

### 10 432

Ἐρωτᾶτε. Νεήλυδες.

### 10 434

Νεωστὶ ἐληλυθότες. Ἐν δέ σφι Ῥῆσος βασιλεύς.

### 10 435

Ῥῆσος γένει μὲν ἦν Θρὰξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι ποταμοῦ, καὶ Εὐτέρπης, μιᾶς τῶν Μουσῶν. Διάφορος δὲ τῶν καθ’ αὑτὸν γενόμενος ἐν πολεμικοῖς ἔργοις, ἐπῆλθε τοῖς Ἕλλησιν, ὅπως Τρωσὶ συμμαχήσῃ. Καὶ μίαν ἡμέραν συμβαλὼν, πολλοὺς τῶν Ἑλλήνων ἀπέκτεινε. Δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων, Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. Κατελθοῦσα δὲ ἡ θεὸς, Ὀδυσσέα καὶ Διομήδην ἐπὶ τὴν κατοσκοπὴν ἐποίησε προελθεῖν. Ἐπιστάντες δὲ ἐκεῖνοι κοιμωμένῳ Ῥήσῳ, αὐτόν τε καὶ ἑταίρους αὐτοῦ κτείνουσι, ὡς ἱστορεῖ Πίνδαρος. Ἔνιοι δὲ λέγουσι, νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν. Καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας, φονευθῆναι. Χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασιν, ὅτι, εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος, καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσι, καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές. Ἐν δέ σφι Ῥῆσος βασιλεύς. Ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς ἐκ Καλλιόπης, ἢ Κλειοῦς· Λῖνος Τερψιχόρης, ἢ, ὥς τινες, Εὐτέρπης· Ῥῆσος Τερψιχόρης καὶ αὐτὸς, ἢ Εὐτέρπης· Θαλείας Παλαίφατος· Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ· Μελπομένης καὶ Ἀχελώου Σειρῆνες· Πολυμνείας Τριπτόλεμος. Λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι.

### 10 437

Τοῦτο καλεῖται ὑπερβολή. ὁ γὰρ νοῦς· λευκότεροι μὲν χιόνος τῇ χροιᾷ, τῷ δὲ τάχει ἶσοι τοῖς ἀνέμοις. Ἰστέον δὲ, ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν, αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους. Λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι. Δύο ὑπερβολὰς ἐπέθηκεν ἐντέχνως. τὴν μὲν ἐξ ὑπερθέσεως· τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφ’ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον. Χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. Καλῶς οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ δυνατοῦ μεῖζον ἀπέφηνεν. Ἐπαινετὸν δὲ, ὅτι κατ’ αἰτιατικὴν δυνάμενος εἰπεῖν, Λευκοτέρους χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοίους (καὶ ὣς γὰρ ἐπέτρεπε τὸ μέτρον) μετεμόρφωσε τὸν λόγον, θαυμαστικῶς ἀναφωνήσας τὸν ἔπαινον αὐτῶν. Πελώρια.

### 10 439

Οὐ κατὰ τὸ μέγεθος, νῦν, μεγάλα, ἀλλὰ κατὰ τὸ κάλλος τεράστια. Νηυσὶ πελάσσετον.

### 10 442

Ἐπὶ τὰς ναῦς ἀγάγετε. Νηλέϊ.

### 10 443

Ἀνηλεεῖ, σφοδρῷ. Πειρηθῆτον.

### 10 444

Πεῖραν λάβητε. Ἀμάς.

### 10 448

Εἰς τὰς ἡμετέρας. Ἀπολύσομεν.

### 10 449

Λύτρα λαβόντες ἀποπέμψομεν. Ἠὲ μεθῶμεν. Ἢ ἐάσομεν ἄνευ δώρων. Εἶσθα.

### 10 450

Ἥξεις, παραγενήσῃ, ἐλεύσῃ. Διοπτεύσων.

### 10 451

Κατασκοπεύσων. Ἐμῇς ὑπὸ χερσίν.

### 10 452

Ὑπὸ τῶν ἐμῶν χειρῶν. Ἀπέκερσεν.

### 10 456

Ἀπέκοψεν, ἀπέτεμε. Τένοντε. Τοὺς αὐχένας λέγει. Φθεγγομένου.

### 10 457

Τὸ στόμα εἰς τὸ φθέγξασθαι κινοῦντος. Προὔλαβεν οὖν ἡ φωνὴ τὴν πληγήν. Λυκέην.

### 10 459

Λύκου δοράν. Παλίντονα. Εἰς τοὐπίσω ἑλκόμενα. Καὶ δόρυ μακρόν. Ὃ ἀνωτέρω ἄκοντα εἶπε. Ληΐτιδι.

### 10 460

Λαφυραγωγῷ, πολεμικῇ. Τοῖσδεσσιν.

### 10 462

Ἐν τούτοις. Ἐπιβωσόμεθα.

### 10 463

Ἐπὶ βοήθειαν καλεσόμεθα. Γράφεται δὲ καὶ, ἐπιδωσόμεθα. ἵν’ ᾖ, δώροις τιμήσομεν. Ἀνὰ μυρίκην.

### 10 466

Μυρίκη, θαμνῶδες φυτόν. Δέελον. Εὔγνωστον, εὔδηλον. Συμμάρψας.

### 10 467

Συλλαβὼν, κλάσας. Δόνακας. Καλάμους. Ἀπὸ τοῦ δονεῖσθαι. Ἐριθηλέας. Ἄγαν θάλλοντας, εὐθαλεῖς. Ἷξον.

### 10 470

Παρεγένοντο. Τριστοιχεί.

### 10 473

Ἐπὶ τρεῖς στίχας καὶ τάξεις. Δίζυγες. Δύο ἵπποι ὑπὸ ζυγὸν ἀγόμενοι. Ἐξ ἐπιδιφριάδος πυμάτης.

### 10 475

Ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου δίφρου τῆς περιφερείας. ὃ καὶ ἄντυξ καὶ ἐπιδιφριὰς καλεῖται. Προπάροιθεν ἰδών.

### 10 476

Πρότερος ἰδών. Πίφαυσκε.

### 10 478

Προεσήμαινεν, ἔλεγε. Πρόφερε.

### 10 479

Φανερὸν ποίει. Μέλεον.

### 10 480

Μελαίως. ματαίως, ἢ μάταιον. Ἔναιρε.

### 10 481

Φόνευε. Ἐπιστροφάδην.

### 10 483

Ἐνεργῶς, εὐτόνως. ἢ, ἄλλοτε εἰς ἄλλον ἐπιστρεφόμενος. σπουδαίως. Στόνος. Στεναγμός. Ἀεικής. Χαλεπός. Ἄορι θεινομένων.

### 10 484

Τῷ ξίφει πληττομένων. Ἐρυθαίνετο. Ἐρυθρὰ ἐγίγνετο, ἐφοινίσσετο. Ἀσημάντοισιν.

### 10 485

Ἀφυλάκτοις, ἀφροντίστοις, μὴ ἔχουσι ποιμένα. Ἐνορούσῃ.

### 10 486

Ἐπιπηδήσῃ, ἐφορμήσῃ. Ἐπῴχετο.

### 10 487

Ἐπήρχετο. Ἐξερύσασκε.

### 10 490

Μεθεῖλκε. Τρομεοίατο.

### 10 492

Φοβοῖντο. Ἀήθεσσον.

### 10 493

Ἀσυνήθεις ἦσαν. Κακὸν γὰρ ὄναρ.

### 10 496

Κακὸς ὄνειρος. Ὁ Διομήδης ἐπέστη αὐτῷ, ὅτι νυκτὸς καθεύδοντα αὐτὸν ἀνεῖλεν. Οἰνείδαο πάϊς.

### 10 497

Ὁ Διομήδης, Οἰνέως ἔκγονος. Τυδεὺς γὰρ Οἰνέως ἦν υἱός. Μῆτιν. Βουλήν. Τλήμων.

### 10 498

Καρτερικός. Σὺν δ’ ἤειρε.

### 10 499

Συνέδησε δέ. Ἐπιπλήσσων.

### 10 500

Πλήσσων, ἐλαύνων. Μάστιγα φαεινήν. Ἤτοι στιλπνήν. ἢ, τὴν φανερῶς κειμένην. Ῥοίζησεν.

### 10 502

Ἀνάρθρως ἐφώνησεν. ὃ ἡμεῖς συρίζειν λέγομεν. Πιφαύσκων. Φανεροποιῶν, σημαίνων. Κύντατον.

### 10 503

Χαλεπώτατον, δεινότατον. Νόστου.

### 10 509

Τῆς ἀνακομιδῆς. Πεφοβημένος.

### 10 510

Φεύγων μετὰ φόβου. Θεὸς ἄλλος.

### 10 511

Ὁ ἡμῖν ἐναντίος. Κόψεν.

### 10 513

Ἔπληξεν. Ἐπέτοντο.

### 10 514

Ἔτρεχον. Καθ’ ὑπερβολήν. Ἀλαοσκοπίην.

### 10 515

Μάταιον σκοπόν. Ὅ ἐστιν, Οὐκ ἔλαθεν αὐτόν. Ἕπουσαν.

### 10 516

Ἤτοι, ἑπομένην αὐτῷ, συνεργοῦσαν. Ἔρημον.

### 10 520

Ἠρημωμένον, μονήρη. Ἀσπαίροντας.

### 10 521

Ψυχοραγοῦντας. Φονῇσι. Τοῖς τόποις ἐν οἷς ἔκειντο οἱ νεκροί. Ὀνόμῃνεν.

### 10 522

Ἐξ ὀνόματος ἐκάλεσε. Κυδοιμός.

### 10 523

Ταραχὴ, θόρυβος. Ἄμυδις.

### 10 524

Ὁμοῦ καὶ εἰς τὸν αὐτὸν τόπον τρεχόντων. Θηεῦντο. Μετὰ θαύματος ἐθεώρουν. Σκοπόν.

### 10 526

Κατάσκοπον. Ἔρυξε.

### 10 527

Κατέσχε. Χαμᾶζε θορών.

### 10 528

Χαμαὶ ἁλλόμενος. Ἔναρα βροτόεντα. Περιεκτικῶς, τὰ τόξα καὶ τὸ δόρυ. Κυρίως δὲ ἔναρα λέγονται, ὅσα ἤραρε καὶ συνήρμοσται, θώραξ, κυνέη, καὶ κνημῖδες. Πρῶτος κτύπον ἄϊε.

### 10 532

Πρῶτος τοῦ ψόφου τῶν ποδῶν τῶν ἵππων ᾔσθετο ἀγωνιῶν, διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. Ὡς οὖν γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας, οὐ μόνον ἠγωνία περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπεδήμει αὐτοῖς. Ἔτυμον.

### 10 534

Ἀληθές. Ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. Κἄν τε ψεύδεσθαί, φησιν, ἔνι, κἄν τε ἀληθεύειν με, ὁπωσοῦν ἀπαγγελῶ καὶ λέξω, διὰ τὸ προθυμεῖσθαί με. Ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.

### 10 535

Ἀντὶ τοῦ, ἵππων ψόφου ἀκούω. Ἐλασαίατο.

### 10 537

Ἀπηλακότες εἶεν. Πολύαινε.

### 10 544

Ὑπὸ πολλῶν ἐπαινούμενε. ἢ, πολλοῦ αἴνου ἄξιε. Τούσδ’ ἵππους λάβετον.

### 10 545

Τούτους τοὺς ἵππους ἐλάβετε. Ἤ τις σφῶε πόρεν.

### 10 546

Ἢ τίς ὑμῖν αὐτοὺς παρέσχεν. Ἀντιβολήσας. Ἀπαντήσας, περιτυχών. Αἰνῶς.

### 10 547

Λίαν πάνυ. Ἀκτίνεσσιν. Ἀκτῖσιν. Ἐπιμίσγομαι.

### 10 548

Ἐν τῇ μάχῃ σύνειμι. Ἀλλά τιν’ ὔμμ’ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα.

### 10 551

Ἀλλὰ ὑπολαμβάνω ὑμῖν τινὰ τῶν θεῶν αὐτοὺς δεδωκέναι. Ἠέ περ οἵδε.

### 10 556

Ἢ ὡς οὗτοι οἱ ἵπποι. Νεήλυδες.

### 10 558

Νεωστὶ παραγενόμενοι. Ἐρεείνεις. Ἐρωτᾷς. Πὰρ δέ.

### 10 560

Παρ’ αὐτὸν δέ. Ἑταίρους δυοκαίδεκα. Πῶς δέ φησιν ιδ. Φονεύσας τρισκαιδέκατον λέγει Δόλωνα. Ῥητέον οὖν, ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατ’ ἐξοχήν. Ἔθει οὖν κεχώρισται κατὰ τὸν ἀριθμὸν ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ· Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε. Διοπτῆρα.

### 10 562

Κατάσκοπον. Ἀγαυοί.

### 10 563

Νῦν ἐν εἰρωνείας μέρει κεῖται. Οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς πολεμίους. Καγχαλόων.

### 10 565

Χαίρων. Ἱππείῃ.

### 10 568

Τῇ τῶν ἵππων. Νηῒ ἐνὶ πρύμνῃ.

### 10 570

Ἀντὶ τοῦ, ἐν νεὼς πρύμνῃ. Ὄφρ’ ἱρόν.

### 10 571

Περὶ θυσίας σαφῶς λέγει, περὶ ἧς ἐσιώπησεν. Ἱρόν. Ἰερεῖον, σφάγιον. Ἀμφί τε μηρούς.

### 10 573

Καὶ ἀμφοτέρους τοὺς μηρούς. Σφίν.

### 10 574

Ἀντὶ τοῦ, σφέων, ὅ ἐστιν, αὐτῶν. Ἀνέψυχθεν.

### 10 575

Ἀνεκτήσαντο. Ἀσαμίνθους.

### 10 576

Πυέλους, σκάφας. Παρὰ τὴν ἄσιν, τὸν ῥύπον, μινύθειν. ὅ ἐστιν, ἐλαττοῦν, καὶ μειοῦν. Ἐϋξέστας. Καλῶς ἐξεσμένας. Λίπα.

### 10 577

Λιπαρῶς, ἢ εὐέκτως. Ἐφιζανέτην.

### 10 578

Παρεκάθηντο. Πλείου.

### 10 579

Γέμοντος. Ἀφυσσάμενοι. Ἀπαντλήσαντες, ἀρυσάμενοι. Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο Ὤρνυτο.

### 11 1

Μυθεύεται, ὅτι Τιθωνὸν τὸν Λαομέδοντος, εὐπρεπέστατον τῶν καθ’ αὐτὸν, ἐν Ἰλίῳ γενόμενον, ἐρασθεῖσα ἀνήρπασεν ἡ Ἡμέρα, καὶ τῆς τούτου μετέλαβε κοίτης. Αἰτησαμένῳ δὲ αὐτῷ παρέσχεν ἀθανασίαν. Ὁ δὲ γέρων γενόμενος, διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο ἀθανασίαν σὺν ἀγηρασίᾳ, ἀχθόμενος ὡς τῶν ἐν βίῳ μεταλαμβάνειν οὐ δυνάμενος, ἐκάλεσε τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῇν ἀπαλλάξῃ. Ἡ δὲ, οὐ δὲ γὰρ ἦν δυνατὸν ἀποθανεῖν αὐτὸν, μετέβαλεν εἰς τέττιγα, τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρπηται. Γίγνεται δὲ ἐξ αὐτῶν παῖς Μέμνων, ὁ τῶν Αἰθιόπων βασιλεύς. Ἐκ λεχέων. Ἐκ τῆς κοίτης. Ἀγαυοῦ. Ἄγαν ἐνδόξου, καλοῦ. Τιθωνοῖο. Τιθωνοῦ. Τιθωνὸς δέ ἐστι Λαομέδοντος μὲν παῖς, ἀδελφὸς δὲ Πριάμου, Ἡμέρας σύνευνος. Προΐαλλε.

### 11 3

Προέπεμπεν, ἀπέστελλεν, ἐξέπεμπεν. Ἀργαλέην.

### 11 4

Ἄλγη ἐπιφέρουσαν. Τέρας. Σημεῖον. Πολέμοιο τέρας. Περιφραστικῶς, τὸν πόλεμον. Μεσσάτῳ.

### 11 6

Μεσαιτάτῳ. Γεγωνέμεν. Βοᾷν. Εἴρυσαν.

### 11 9

Ἀνείλκυσαν. Κάρτεϊ. Ἰσχύϊ. Ὄρθια.

### 11 11

Ὀρθῶς. ἀνατεταμένως, μεγάλως. Ζώννυσθαι.

### 11 15

Καθοπλίζεσθαι. Συνεκδοχικῶς, ἀπὸ μέρους. Νώροπα.

### 11 16

Λαμπρόν. Ξεινήϊον.

### 11 20

Ξένιον. Πεύθετο.

### 11 21

Ἠκούετο. Κύπρονδε. Ἕως εἰς Κύπρον. Ἠκούετο δὲ ἕως εἰς Κύπρον. Κλέος. Φήμη. Οὕνεκα. Νῦν ἀντὶ τοῦ, ὅτι. Οἶμοι.

### 11 24

Ὁδοί. στίχοι. Μεταληπτικῶς, ἀντὶ τοῦ, ῥάβδοι. Κυάνοιο. Χρώματι κυανῷ εἰκασμένου. Κυάνεοι.

### 11 26

Μέλανες. Ὀρωρέχατο. Ἐξέτατο. διεγηγερμένοι ἦσαν. ἐκτεταμένοι. Ἴρισσιν.

### 11 27

Ταῖς ἐν οὐρανῷ ἴρισι φαινομέναις. Ἴρις δέ ἐστι πάθος περὶ τὸν ἀέρα, ἐν νέφει συνεκτεταμένον ἐξ ἡλιακῆς ἀκτῖνος. Στήριξεν.

### 11 28

Ἔστησεν, ἥδρασεν. Ἀορτήρεσσι.

### 11 31

Τοῖς ἀπαιωροῦσι τὸ ξίφος ἱμάσι. Πολυδαίδαλον.

### 11 32

Πολλὰς κατασκευὰς ἔχουσαν. Θοῦριν. Ἤτοι, πολεμικήν· ἢ, εὐκίνητον καὶ κούφην τῷ φοροῦντι. Γοργώ.

### 11 36

Γοργότητος καὶ δέους παρασκευαστικὴ, καὶ φυγῆς τῶν ὁρώντων. Βλοσυρῶπις. Φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν. Ἐστεφάνωτο. Περιεῖχε, περιέκειτο. Δερκομένη.

### 11 37

Βλέπουσα. Τελαμών.

### 11 38

Ἀναφορεύς. Ἀμφιστρεφέες.

### 11 40

Ἐξ ἑνὸς στόματος τοῦ δράκοντος τρεῖς ἐπεφύκεισαν κεφαλαὶ, ἀλλήλαις συμπεπλεγμέναι. Ἀμφίφαλον.

### 11 41

Ἀμφοτέρωθεν φαλοὺς ἔχουσαν. Ἀπ’ αὐτόφιν.

### 11 44

Ἀπ’ αὐτῶν. Ἐπὶ δ’ ἐγδούπησαν.

### 11 45

Ἐπεκτύπησαν, ἐπεβρόντησαν. Πρυλέες.

### 11 49

Πεζοὶ ὁπλῖται. Ῥώοντο.

### 11 50

Ὥρμων. Ἠῶθι πρό. Πρὸ τῆς ἀνατολῆς, πρὸ ἡμέρας. Φθάν.

### 11 51

Ἔφθασαν. Φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρον κοσμηθέντες. Τινὲς ὑπερβατὸν τοῦτο νοοῦσι, μεγάλως κοσμηθέντες ἔφθασαν. τὸ οὖν μέγα, τῷ κοσμηθέντες συντάττεται. Φθὰν δὲ μέγα. Μεγάλως ἔφθασαν. Μετεκίαθον.

### 11 52

Μετ’ αὐτοὺς ἦλθον. Ὀλίγον μετεκίαθον. Μετ’ ὀλίγον ἐκεῖ ἐπορεύοντο. Κυδοιμόν. Θόρυβον. Ἐέρσας.

### 11 53

Δρόσους. Μυδαλέας.

### 11 54

Διαβρόχους, διΰγρους. Ἐζήτηται, πῶς ἐνεδέχετο, αἷμα ἔχειν τὰς νεφέλας. Καὶ λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον, ὡς, ἐπὶ μεγίστῳ πολέμῳ πολλῶν ἀναιρουμένων, τὸ αἷμα τούτων ἐπλήρου τοὺς πλησίον ποταμούς. ἀφ’ ὧν αἱ νεφέλαι λαμβάνουσαι τὸ ὕδωρ, αἱματώδεις δρόσους ἔπεμπον. Θρωσμῷ.

### 11 56

Τόπῳ ὑψηλῷ ἐν τῷ πεδίῳ, ἀφ’ οὗ ἦν καθορᾷν. Οὔλιος.

### 11 62

Ὀλέθριος. Λέγει δὲ τὸν Κύνα. Περὶ οὗ καὶ ἀλλαχόθι φησὶν ὁ Ποιητής· Καί τε φέρει πολὺν πυρετὸν δειλοῖσι βροτοῖσι. Σκιόεντα.

### 11 63

Σκιὰν παρέχοντα. Ταῦτα γὰρ συσκιάζει τὸν ἀέρα. Φάνεσκεν.

### 11 64

Ἐφαίνετο. Πυμάτοισιν.

### 11 65

Ἐσχάτοις. Στεροπή.

### 11 66

Ἀστραπή. Ἀμητῆρες.

### 11 67

Θερισταί. Ἐναντίοι ἀλλήλοισιν. Ἐρίζοντες ἀλλήλοις. Ὄγμον.

### 11 68

Τὸ ἐπίστιχον ἔργον τῶν θεριζόντων. Ἐλαύνωσι. Θερίζωσι σπουδαίως. Μάκαρος. Πλουσίου. Ταρφέα.

### 11 69

Συνεχῆ, πυκνά. Θορῶντες.

### 11 70

Ἐφορμήσαντες. Δῄουν.

### 11 71

Ἐτίτρωσκον, διέκοπτον. Μνώοντο. Μνείαν ἐποιοῦντο. Ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον.

### 11 72

Κατὰ μίαν εὐθείαν εἶχον τὰς κεφαλάς· ὅ ἐστιν, ἐξίσωτο αὐτοῖς ἡ μάχη. Θῦνον.

### 11 73

Ἐνθουσιωδῶς ὥρμων. Παρετύγχανε.

### 11 74

Παρῆν. Ὀρέξαι.

### 11 79

Παρασχεῖν. Οὐκ ἀλέγιζεν.

### 11 80

Οὐκ ἐφρόντιζε. Στεροπήν.

### 11 83

Λαμπηδόνα. Δρυτόμος.

### 11 86

Ὑλοτόμος, ξυλοτόμος. Δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ πᾶν δένδρον, ἀπὸ τοῦ ἀρχαιοτέρου. Ὡπλίσσατο. Παρεσκευάσατο. Ἡτοίμασεν. Ἐκορέσσατο χεῖρας.

### 11 87

Ἀντὶ τοῦ, ἔκαμεν, ἐκοπίασεν. Ἄδος.

### 11 88

Κόρος. Ἵμερος.

### 11 89

Ἐπιθυμία, ἔρως. Τῆμος.

### 11 90

Τηνικαῦτα. καθ’ ἣν ὥραν. τότε. Σφῇ. Τῇ ἑαυτῶν. Κεκλόμενοι.

### 11 91

Παρακελευόμενοι. Κατεπάλμενος.

### 11 94

Καθαλλόμενος, καθορμήσας. Μετώπιον.

### 11 95

Τὸ μεταξὺ τῶν ὤπων, τὸ μεσόφρυον. Σχέθεν.

### 11 96

Ἀντέσχε. Χαλκοβάρεια. Τῷ χαλκῷ βαρουμένη. ὅ ἐστιν, ἰσχυρά. Πεπάλακτο.

### 11 98

Ἐφύρετο, ἐμολύνετο. Στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας.

### 11 100

Ἐπειδή, φησι, τοὺς ἐν τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλετο, καὶ γυμνοὺς φαινομένους τοὺς νεκροὺς κατέλιπε. Βῆ Ῥῆσόν τε καὶ Ἄντιφον.

### 11 101

Ἔβη ἐπὶ τὸν Ῥῆσον καὶ Ἄντιφον. Παραίβασκε.

### 11 104

Παραιβάτης ἦν. Ὥ ποτε. Οὕς ποτε. Δυϊκῶς. Κνημοῖσι.

### 11 105

Ταῖς προβάσεσι. Δείδη. Ἔδησε. Μόσχοισι λύγοισιν. Ἁπαλοῖς λύγοις. Ἐπ’ ὄεσσιν.

### 11 106

Ἐπὶ τοῖς ποιμνίοις. Ἔλυσεν ἀποίνων. Λύτρα δεξάμενος ἀπέδωκεν. Ἔλασεν.

### 11 109

Ἔπληξε. Σπερχόμενος.

### 11 110

Κατεπειγόμενος, σπεύδων. Ἀπὸ τοῖϊν. Ἀπ’ αὐτῶν. Δυϊκῶς. Ξυνέαξε.

### 11 114

Συνέτριψεν. Ἁπαλόν.

### 11 115

Νέον. Δρυμά.

### 11 118

Δρυμῶνας. συνδένδρους τόπους. Φεύοντο.

### 11 121

Ἔφευγον. Μενεχάρμην.

### 11 122

Ὑπομένοντα τὴν μάχην, πολεμικόν. Ἀλεξάνδροιο.

### 11 124

Παρὰ Ἀλεξάνδρου. Κυκηθήτην.

### 11 129

Ἐταράχθησαν. Γουναζέσθην.

### 11 130

Τῶν γονάτων ἥπτοντο. ἱκέτευον. Προσαυδήτην.

### 11 136

Προσεφώνουν. προσεφθέγγοντο. Ἀμείλικτον.

### 11 137

Ἀηδῆ, σκληράν. Ἀγγελίην.

### 11 140

Ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἀγγελία. παράγγελμα ὡς ἐν τῷ· Ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ. καὶ τὸν ἄγγελον, ἤτοι τὸν πρέσβιν. ὡς ἐνταῦθα· Ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι. Ἐξέμεν.

### 11 141

Ἐξεῶσαι, ἐκπέμψαι. Ἀεικέα.

### 11 142

Χαλεπόν. Οὔδει ἐρείσθη.

### 11 144

Πρὸς τῇ γῇ ἠρείσθη, ἐστηρίχθη. Ὅλμον δ’ ὣς, ἔσσευε.

### 11 147

Ὅλμου δὲ δίκην αὐτὸν ῥίψας κυλίεσθαι. Ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτεται ὄσπρια, καὶ ἄλλα τινά. Ὄλεκον.

### 11 150

Ἀνῄρουν. Τὸ ο μικρὸν, διὰ τὸ μέτρον. Ὦρσαν.

### 11 152

Διήγειραν. Χαλκῷ δηϊόωντες.

### 11 153

Ἤτοι, τοῖς ἐπισώτροις κόπτοντες. Ἢ οὕτω συντακτέον· Πεζοὶ μὲν πεζοὺς ὄλεκον, ἱππεῖς δ’ ἱππῆας. οὐ γὰρ οἱ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον. Ἀξύλῳ.

### 11 155

Καταξύλῳ. Πολυξύλῳ. Τὸ γὰρ α νῦν, οὐ κατὰ στέρησιν, ἀλλὰ κατ’ ἐπίτασιν. Εἰλυφόων.

### 11 156

Εἰλῶν, ταράσσων. Οἱ δέ τε θάμνοι. Καὶ οἱ σύμφυτοι τόποι. Παρὰ τὸ θαμὰ πεφυτεῦσθαι αὐτοὺς, ὅ ἐστι, πυκνῶς. Οἱ δὲ, τὰ χαμαίζηλα καὶ πολύκλαδα φυτά. Πρόῤῥιζοι.

### 11 157

Μέχρι τῶν ῥιζῶν. Τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ’ ἅπτεται. Πυρὸς ὁρμῇ. Τῷ πυρί. Περιφραστικῶς. Κάρηνα.

### 11 158

Ἀπὸ μέρους, ἄνθρωποι. Οἱ δὲ, ἀκρωτήρια. Κείν’ ὄχεα.

### 11 160

Κενὰ τὰ ἅρματα. Κροτάλιζον. Ἀντὶ τοῦ, ἕλκοντες ἠχὴν ἐποίουν. Κείατο.

### 11 162

Ἔκειντο. Πολὺ φίλτεροι. Πολὺ προσφιλέστεροι. Ὕπαγεν.

### 11 163

Ὑπεξῆγεν, ὑπεξέφερε. Κονίης. Τοῦ ἐν τῷ πολέμῳ κονιορτοῦ. Αἵματος.

### 11 164

Φόνου. Κυδοιμοῦ. Θορύβου, κραυγῆς. Σφεδανόν.

### 11 165

Ἐπεικτικόν. σφοδρόν. ἢ καταπληκτικόν. Κελεύων. Παρακελευόμενος. Ἐρινεόν.

### 11 167

Ἀγρίαν συκῆν. Ἱέμενοι πόλεως.

### 11 168

Ἐπιθυμοῦντες ἀνελθεῖν ἐπὶ τὴν πόλιν. Νυκτὸς ἀμολγῷ.

### 11 173

Τῷ καιρῷ ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα. Τινὲς δὲ, τὸ μεσονύκτιον, ὅταν οὐδεὶς μολίσκει, οὐδὲ πρόεισι. Τῇ δέ τ’ ἰῇ.

### 11 174

Μιᾷ δέ τινι αὐτῶν. Ἀναφαίνεται. Ἐπέρχεται. Αἰπύς. Ὑψηλός. ἐξ οὗ, μέγας, καὶ ὀλέθριος. Ἔγκατα.

### 11 176

Ἐντοσθίδια. Λαφύσσει. Μετὰ ποιοῦ ἤχου ἀναῤῥοφεῖ, ἢ κενοῖ ἐσθίων. Παρὰ τὸ, γλαφυρὸν ποιεῖν, ὅ ἐστι κοῖλον. Ἔφεπε.

### 11 177

Κατόπιν ἐδίωκεν. Ὀπίστατον.

### 11 178

Τὸν ἔσχατον. Περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.

### 11 180

Περισσῶς γὰρ καὶ ἐνθουσιωδῶς εἰς τοὔμπροσθεν ὥρμα. Ἵν’ ᾖ, κατεπολέμει αὐτοὺς τῷ δόρατι. Ἔνισπεν.

### 11 186

Εἶπεν. Ἀνώχθω.

### 11 189

Κελευέτω. Τυπείς.

### 11 191

Πληγείς. Βλήμενος. Βληθείς. Εἰς ἵππους ἅλεται.

### 11 192

Εἰς τὸ ἅρμα ἀνέλθῃ. Ποδήνεμος.

### 11 195

Ἴση ἀνέμοις κατὰ τὸ τάχος. Ἱρήν.

### 11 196

Ἱερὰν, μεγάλην. Τεΐν.

### 11 201

Σοί. Δωρικῶς. Ὑπόεικε.

### 11 204

Ὑποχώρει. Ἀρτύνθη.

### 11 216

Παρεσκευάσθη, ἡτοιμάσθη. Κλειτῶν.

### 11 220

Ἐνδόξων, ὀνομαστῶν. Ἀντηνορίδης.

### 11 221

Ἀντήνορος παῖς Ἰφιδάμας. Κισσῆς.

### 11 223

Κισσεύς. Μητροπάτωρ.

### 11 224

Ὁ τῆς μητρὸς πατήρ. Ἐρικυδέος.

### 11 225

Τῆς μεγάλως ἐνδόξου. Ἐκ θαλάμοιο.

### 11 227

Ἀντὶ τοῦ, γεγαμημένος νεωστί. Μετὰ κλέος ἵκετ’ Ἀχαιῶν. Μετὰ τὴν ἀκοὴν τῆς ἐπιστρατείας τῶν Ἑλλήνων κληδόνα ἢ φήμην ἀκούσας, ὅτι ἐπεστράτευσαν τῇ Τροίᾳ. Τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ λίπεν.

### 11 229

Ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες, διὸ τὰς ναῦς καταλιπὼν, πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περκώτη πόλις Ἑλλησπόντου. Ἀτρείδης μὲν ἅμαρτεν.

### 11 233

Ἀπέτυχε. Νῦν μὲν ὁ πρότερος νικᾷ, καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται, ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται. Οὐδ’ ἔτορεν.

### 11 236

Οὐδὲ διέκοψεν. Ἀντομένη.

### 11 237

Συντυχοῦσα, ὑπαντήσασα. Ἐτράπετο. Εἰς τοὐπίσω ἀνετράπη. Οἰκτρός.

### 11 242

Οἴκτου καὶ ἐλέους ἄξιος. Ἀστοῖσι. Τοῖς ἰδίοις πολίταις. Ἧς οὔτι χάριν.

### 11 243

Παρ’ ἧς οὐδὲν αὐτῷ χαρίεν, οὐδὲ ἡδὺ ἐγένετο. Πολλὰ δ’ ἔδωκε. Προσληπτέον τὸ ἕδνα. Ἄσπετα.

### 11 245

Ἀπαρακολούθητα. πολλά. Ἐξενάριξεν.

### 11 246

Ἀπέκτεινεν, ἐσκύλευσεν. Ἀριδείκετος.

### 11 248

Πάνυ ἔνδοξος, εὐπρεπέστατος. Εὐράξ.

### 11 251

Ἐκ πλαγίου. Διέσχε.

### 11 253

Διεξῆλθεν. Ἀνεμοτρεφές.

### 11 256

Ἤτοι κοῦφον, καὶ εὐκίνητον, ἢ στερεόν. τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα, στερεά. Ὄπατρον.

### 11 257

Ὁμόπατρον. Ἀΰτει.

### 11 258

Ἐβόα, ἐκάλει. Τοῖο δέ.

### 11 261

Τούτου δέ. Ἐπ’ Ἰφιδάμαντι. Ὡς ἐπιξήνῳ χρησάμενος τῷ τοῦ Ἰφιδάμαντος σώματι. Ἐπίξηνον δὲ, τὸ ἐπίκοπον, ὅτι ἐπ’ αὐτοῦ ξαίνεται τὰ κρέα. Ἀνήνοθεν.

### 11 266

Ἀνεφέρετο. Ἐτέρσετο.

### 11 267

Ἐξηραίνετο τῆς ἐκ τοῦ αἵματος νοτίδος. Ὀξεῖαι.

### 11 268

Δριμεῖαι, σφοδραί. Δῦνον μένος Ἀτρείδαο. Τὸν Ἀγαμέμνονα κατέσχον. Βέλος ὀξύ.

### 11 269

Ἡ σφοδρὰ ὀδύνη. οἷον ἡ τιτρώσκουσα. Προϊεῖσι.

### 11 270

Προπέμπουσι. Μογοστόκοι. Αἱ τοὺς μόγους κουφίζουσαι τῶν τικτουσῶν. Εἰλείθυιαι. Θεαὶ τῶν τικτουσῶν ἔφοροι, Διὸς καὶ Ἥρας θυγατέρες. Δῦνον.

### 11 272

Κατεδύοντο, ὑπεισῆλθον. Ἤχθετο.

### 11 274

Ἐβαρεῖτο, ἐλυπεῖτο. Γεγωνώς.

### 11 275

Παρακελευόμενος, βοῶν. Ἄφρεον.

### 11 282

Ἀφροῦ ἐπληροῦντο, ἵδρουν. Οἴχεται.

### 11 288

Πορεύεται. Ὤριστος. Ἄριστος, ἰσχυρός. Ὑπέρτερον εὖχος.

### 11 290

Μεγάλως τῇ δόξῃ ὑπερέχον. Θηρητήρ.

### 11 292

Κυνηγέτης. Σεύῃ.

### 11 293

Ἐπισεύει, ἐφορμᾷ. Ἀγροτέρῳ συΐ. Ἀγρίῳ χοίρῳ. τῷ κάπρῳ. Ἀεὶ δὲ διῃρημένως ὁ Ποιητὴς λέγει. παρὰ μέν τοι τῷ κωμικῷ λέγεται ὑφ’ ἓν, σύαγρος. Ὑπεραέϊ.

### 11 297

Ἐπὶ ὕψους καὶ ὑπὲρ ὑμᾶς φερομένῃ. Ἀέλλῃ. Συστροφῇ ἀνέμου. Καθαλλομένη.

### 11 298

Καταπνέουσα. Ἰοειδέα. Μέλανα. διὰ τὸ βάθος. Κλυτίδην.

### 11 302

Κλυτίου παῖδα. Στυφελίξῃ.

### 11 305

Διασείσῃ, πλήξῃ. Ἀργέσταο νότοιο.

### 11 306

Τοῦ λευκοτάτου, ἢ, τοῦ ταχέως. Ὁ γὰρ Ὅμηρος τέσσαρας ἀνέμους μόνους οἶδε. Βαθείῃ. Ἀντὶ τοῦ, μεγάλῃ, ἰσχυρᾷ. Λαίλαπι. Τῷ μετὰ ὄμβρου ἀνέμῳ. Τρόφι κῦμα.

### 11 307

Εὐτραφὲς, εὐπαγές. Ἄχνη. Ὁ ἀφρός. Ἐξ ἀνέμοιο.

### 11 308

Ἀπὸ ἀνέμου. Πολυπλάγκτοιο. Πολυπλανήτου. Ἰωῆς. Πνοῆς. Ἀμήχανα.

### 11 310

Χαλεπά. Ἔργα γένοντο. Ἀρχαϊκώτερον συντέτακται. Καὶ πολύ ἐστι παρ’ αὐτῷ τὸ εἶδος. Ἡ μέν τοι συνήθεια τοῖς πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάσσει ῥήματα. Κέκλετο.

### 11 312

Παρεκελεύετο. Λελάσμεθα.

### 11 313

Ἐπιλελήσμεθα. Ἔλεγχος.

### 11 314

Αἰσχύνη, ὄνειδος. Ἦδος.

### 11 318

Ὠφέλεια. Ἐθέλει.

### 11 319

Βούλεται. Κυδοίμεον.

### 11 324

Ἐθορύβουν, ἐτάρασσον. Θηρευτῇσι.

### 11 325

Θηρατικοῖς. Πέσητον. Ἐμπέσωσιν. Ὄλεκον.

### 11 326

Ἀνῄρουν. Τὸ ο μικρὸν διὰ τὸ μέτρον. Παλινορμένω. Ἐκ τῆς φυγῆς ἐπιστραφέντες, εἰς τοὐπίσω ὁρμήσαντες. Δήμου ἀρίστω.

### 11 328

Δημότας ἀρίστους. Περκωσίου.

### 11 329

Ἀπὸ Περκώτης πόλεως Ἑλλησπόντου. Ἔασκεν.

### 11 330

Εἴα. συνεχώρει. Στείχειν.

### 11 331

Παραγίγνεσθαι. Κῆρες γὰρ ἄγον.

### 11 332

Ἰσχυροτέρα γὰρ ἡ μοῖρα τῆς μαντικῆς. Κεκαδών.

### 11 334

Χωρίσας, στερήσας. Παιονίδην.

### 11 339

Παίονος παῖδα. Κυλίνδεται.

### 11 347

Ἐπιφέρεται, ἐπέρχεται. Ἀλεξώμεσθα.

### 11 348

Ἀμυνώμεθα. Τιτυσκόμενος.

### 11 350

Καταστοχαζόμενος. Πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός.

### 11 351

Ὑπὸ τοῦ τῆς περικεφαλαίας χαλκοῦ ἀπεκρούσθη τὸ δόρυ. Οὐδὲ ἵκετο.

### 11 352

Οὐδὲ ἀφίκετο. Αὐλῶπις.

### 11 353

Τὸν ἐπ’ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα, εἰς ὃν οἱ αὐλοὶ κατακλείονται. Αὐλοὶ δέ εἰσιν αἱ περόναι. Ἀπέλεθρον.

### 11 354

Ὃ οὐκ ἔστι πλέθρῳ μετρῆσαι. Θέλει δὲ λέγειν, ὅτι ἀπὸ τοῦ δέους μεγάλως ἥλατο. Παχείῃ.

### 11 355

Ἰσχυρᾷ. Μετὰ δούρατος ἐρωήν.

### 11 357

Ὁρμήν. Δηλοῖ καὶ τὴν ὑποχώρησιν. Ὤιχετο. Ἐπορεύετο. Καταείσατο.

### 11 358

Κατηνέχθη. Ἄμπνυτο.

### 11 359

Ἀνεσωφρονίσθη, ἀνεκτίσθη. Ἐπαΐσσων.

### 11 361

Ἐπισείων, ἐφορμῶν. Κύον.

### 11 362

Ἀναιδέστατε. Ἦ θήν σε.

### 11 365

Πάνυ δή σε. Ἐξανύω. Ἐπὶ τέλος ἄξω. φονεύσω. Ἐπείσομαι.

### 11 367

Ἐπελεύσομαι. Τιταίνετο.

### 11 370

Ἔτεινε. Στήλῃ κεκλιμένος.

### 11 371

Τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλημένος ἀντὶ ἀσπίδος, ὡς δειλὸς, καὶ γυναιμανής. Ἀνδροκμήτῳ. Ἐφ’ ᾧ ἀνὴρ κεκμηκὼς ἔκειτο. ὅ ἐστι νεκρός. Ἢ, ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. Ἢ, ἐπὶ ἀνδρὶ κεκμηκότι κατεσκευασμένῳ. Αἴνυτο.

### 11 374

Ἀφηρεῖτο, ἐλάμβανε. Βριαρήν.

### 11 375

Ἰσχυράν. Τόξου πῆχυν. Τὸ τόξον. Περιφραστικῶς. Τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. Μετεχειρίζετο οὖν, φησι, τὸ τόξον. Ταρσόν.

### 11 377

Τὸ πλατὺ τοῦ ποδός. Πεφρίκασι.

### 11 383

Φοβοῦνται. Μηκάδες. Μηκητικαί. Τοξότα λωβητήρ.

### 11 385

Διὰ τόξων λωβώμενε καὶ βλάπτων. ἐξ οὗ, δειλέ. Κέρα ἀγλαέ. Καλλωπιζόμενε τῇ τοξικῇ, ἢ τῇ τριχώσει. Κέρας γὰρ οἱ παλαιοὶ καὶ τὴν τρίχωσιν ἐκάλουν. Παρθενοπῖπα. Παρθένους ἐπιτηρῶν, γυναιμανὲς, ἢ, γυναικιζόμενε, ἐπὶ γυναιξὶ μαινόμενε. Πειρηθείης.

### 11 286

Πεῖραν λάβῃς. Χραίσμῃσι.

### 11 387

Βοηθήσῃ. Ταρφέες. Πολλοὶ, πυκνοί. Ἐπιγράψας.

### 11 388

Ἐπιξέσας ἁπλῶς. Οὐκ ἀλέγω.

### 11 389

Οὐ φροντίζω. Κωφόν.

### 11 390

Ἀμβλὺ εἰς ἀλγηδόνα. Ἀνάλκιδος. Ἀνάνδρου, ἀσθενοῦς. Ἦτ’ ἄλλως ὑπ’ ἐμεῖο.

### 11 391

Ἀντὶ τοῦ, ἄλλως ὑπ’ ἐμοῦ πέμπεται. Ἐπαύρῃ. Ἐπιψαύσῃ, τρώσῃ, ἐφάψηται. Ἀκήριον.

### 11 392

Ἄψυχον, νεκρόν. Ἀμφίδρυφοι.

### 11 393

Ἀμφοτέρωθεν ἐσπαραγμέναι διὰ τὸ πένθος. Ἐρεύθων.

### 11 394

Ἐρυθραίνων. φοινίσσων. Πύθεται.

### 11 395

Σήπεται. Περιπλέες. Περὶ αὐτὸν πλείονες. Ἄμεινον, καθ’ αὑτὴν ποιεῖν τὴν, πέρι. Τὸ γὰρ, πλέες, συγκοπή ἐστι τοῦ, πλείονες. Εὐθεῖαν γὰρ ἀναπλάττειν μὴ εἰρημένην, εὔηθες. Καθεζόμενος.

### 11 397

Ἀντὶ τοῦ, κύψας. Ἀνόρουσεν.

### 11 399

Ἀνεπήδησεν, ἀνέστη. Ἐπέτελλεν. Ἐπέταττεν. Οἰώθη.

### 11 401

Ἐμονώθη. Ὀχθήσας.

### 11 403

Λυπηθείς. Αἴ κε φέβωμαι.

### 11 404

Ἐὰν φύγω. Ἁλώω.

### 11 405

Ληφθῶ, συσχεθῶ. Διελέξατο.

### 11 407

Διελογίσατο, ἐνεθυμήθη. Μετὰ σφίσι πῆμα τιθέντες.

### 11 413

Ἐπὶ τῷ ἰδίῳ κακῷ τοῦτο πράξαντες. Ξυλόχοιο.

### 11 415

Ὕλης ξυλώδους. Θήγων.

### 11 416

Ἀκονῶν. Γναμπτῇσιν. Ἐπικαμπέσι. Γένυσι. Σιαγόσιν. Ἀμφὶ δέ τ’ ἀΐσσονται.

### 11 417

Ἐπ’ αὐτὸν ὁρμῶσιν. Ὑπαὶ δέ. Ὑπὸ δέ. Κόμπος. Ψόφος. Ἐσσεύοντο.

### 11 419

Ὥρμησαν. Πρότμησιν.

### 11 424

Τὸν κατὰ τὴν λαγόνα τόπον, κατὰ τὸν ὀμφαλόν. διὰ τὸ πρῶτον αὐτὸν τέμνεσθαι, τὸν τεχθέντα παῖδα. Ἕλεν.

### 11 425

Ἔπληξεν. ἔλαβεν. Ἀγοστῷ. Τῷ ἀγκῶνι. Αὐτοκασίγνητον εὐηγενέος Σώκοιο.

### 11 427

Ἐκ τριῶν μερῶν λόγου ὅλος ὁ στίχος. Εὐηγενέος. Εὐγενοῦς. Πολύαινε.

### 11 430

Νῦν, μυθολόγε, φλύαρε. Πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν.

### 11 437

Ὅλην τὴν ἐπιφάνειαν αὐτοῦ τῶν πλευρῶν εἶρξεν καὶ ἐχώρισε τῶν μελῶν. Ἢ ὅτι οὐκ ἐποίησεν εἰς βάθος καιρίαν αὐτὸν πληγῆναι. Ἔγκασι.

### 11 438

Τοῖς ἐντέροις. Ἆ δεῖλε.

### 11 441

Ὦ δειλὲ, καὶ ἄθλιε. Κλυτοπώλῳ.

### 11 445

Τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι. Ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται. Δούπησεν.

### 11 449

Ἀπέθανε. Φθῆ.

### 11 451

Προέλαβεν, ἔφθασε. Κιχήμενον. Καταλαμβανόμενον. Ὄσσε καθαιρήσουσι.

### 11 453

Τοὺς ὀφθαλμοὺς κατακαλύψουσι. Ὠμησταί.

### 11 454

Ὠμὰ κρέα ἐσθίοντες. Κτεριοῦσι.

### 11 455

Θάψουσι. Σώκοιο.

### 11 456

Τὸ ὑπὸ Σώκου ἀκοντισθὲν δόρυ. Ἐνέκειτο γὰρ τῇ τοῦ Ὀδυσσέως πλευρᾷ. Ἀνέσσυτο.

### 11 458

Ἀνηκόντισε. Κῆδε. Ἐλύπει. Αὖεν.

### 11 461

Ἐβόα. Χάδεν.

### 11 462

Ἐχώρει. Βιώατο.

### 11 467

Βιάζοιντο. Ἀποτμήξαντες.

### 11 468

Χωρίσαντες τοῦ οἰκείου στρατοῦ. Δαφοινοί.

### 11 474

Φόνιοι. ἢ πυῤῥοί. Θῶες. Πανθήρια. Πάρισον δὲ καὶ ὁμοιοκατάληκτον εἶπε θῶες τῷ Τρῶες. Ἤλυξεν.

### 11 476

Ἐξέφυγε τὸν βαλόντα κυνηγέτην. Λιαρόν.

### 11 477

Χλιαρὸν, θερμόν. Ὀρώρῃ. Ἰσχύῃ, κινεῖται. Δαρδάπτουσι.

### 11 479

Κατεσθίουσι. Νέμεϊ.

### 11 480

Νέμει, συνδένδρῳ τόπῳ. Σκιερῷ. Τῷ σκιαζομένῳ ὑπὸ πλήθους τῶν δένδρων. Λῖν’. Τὸ πλῆρες, λῖνα. ὅ ἐστι, λέοντα. Δωρικῶς. Σίντην.

### 11 481

Βλαπτικόν. Διέτρεσαν. Σὺν δέει ἔφυγον. Δάπτει. Καταναλίσκει ἐσθίων. Ἕπον.

### 11 483

Περιεῖπον. Νηλεὲς ἦμαρ.

### 11 484

Τὴν ἀνηλεῆ ἡμέραν. τουτέστι, τὸν θάνατον. Στῆ δὲ παρέξ.

### 11 486

Ἔστη δὲ παρ’ αὐτόν. Ἄλλυδις ἄλλος. Ἄλλος ἀλλαχοῦ. Εἵως.

### 11 488

Ἕως. Πριαμίδην νόθον υἱόν.

### 11 490

Περισσὸν τὸ, υἱόν. κτητικῶς μὲν γὰρ προστίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυνάμενον· πατρωνυμικῶς δὲ ἐμπεριέχεται. Πλήθων.

### 11 492

Πεπληρωμένος. Ὀπαζόμενος.

### 11 493

Κατεπειγόμενος. ἀφ’ οὗ, πληρούμενος. Ἀζαλέας.

### 11 494

Ξηράς. Εἰσφέρεται.

### 11 495

Εἰς αὐτὸν φέρει. Ἀφυσγετόν. Ἰλυῶδες, συρφετόν. Πεύθετο.

### 11 498

Ἐπέπυστο, εἴδει, ἤκουσε. Νέων ἀλάπαζε.

### 11 503

Τὰς τῶν νεανίσκων ἐπόρθει τάξεις. Οὐδ’ ἄν.

### 11 504

Οὐκ ἂν δή. Μετακλινθέντος.

### 11 509

Κλίσιν καὶ προτροπὴν λαβόντος. τουτέστιν, ἐπικρατεστέρων τῶν ἐναντίων γενομένων. Ἄγρει.

### 11 512

Ἄγε δή. Ἔχε.

### 11 513

Ἔλαυνε. Πολλῶν ἀντάξιος ἄλλων.

### 11 514

Ἀντὶ πολλῶν ἄλλων τοῦ σώζεσθαι ἄξιος. Τῇ γάρ.

### 11 520

Ἐκεῖσε γάρ. Δυσηχέος.

### 11 524

Κακὸν ἦχον ἀποτελοῦντος. Ἐπιμίξ.

### 11 525

Ἀναμεμιγμένοι. Ἰθύνομεν.

### 11 528

Ἐπ’ εὐθείας ἐλαύνωμεν. Κακὴν ἔριδα προβαλόντες.

### 11 529

Φιλονείκως ἐρίσαντες. Λιγυρῇ.

### 11 532

Λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον. ἤτοι, ὀξὺν ἦχον ἀποτελούσῃ. Ἀΐοντες. Αἰσθόμενοι, ἀκούσαντες. Στείβοντες.

### 11 534

Πατοῦντες, βαροῦντες. Ὅθεν καὶ ἡ πεπιλημένη ὁδὸς, στίβος λέγεται. Ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον.

### 11 536

Ἃς αἱ ἀποπίπτουσαι τῶν ἱππείων ὀνύχων ῥανίδες ἔβαλλον. Ὁπλὴ γὰρ, ἡ τοῦ ἵππου ὄνυξ. Ῥαθάμιγγες. Ῥανίδες. Ἀνδρόμεον.

### 11 538

Τὸν τῶν ἀνδρῶν. Μίνυνθα δὲ χάζετο δουρός.

### 11 539

Ὀλίγον ὑπεχώρει, ἵνα εὐκόλως τῷ δόρατι χρῷτο. Ἀλέεινεν.

### 11 542

Ἔκκλινε. Τρέσσε.

### 11 545

Διὰ δέος ὑπεχώρησε. Παπτῄνας. Περιβλεψάμενος. Ἐντροπαλιζόμενος.

### 11 546

Παραλλάσσων, ἐπιστρεφόμενος. Ὀλίγον. Κατ’ ὀλίγον, κατὰ μικρόν. Ἀμείβων. Ἀλλάσσων. Ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο.

### 11 547

Διατί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ὄνῳ; Ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίγνονται· αὐξήσεως, ἐνεργείας, σαφηνείας. Εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον ἐτήρησεν ὁ Ποιητὴς, εἰπὼν, τὸν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην, καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄνον. Ταῖς γὰρ φύσεσι τῶν ζώων, καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν, καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν. Ἀπὸ μεσσαύλοιο. Ἀπὸ τῆς ἐπαύλεως. Ἐσσεύοντο.

### 11 548

Ἐδίωκον. Βοῶν ἐκ πῖαρ ἑλέσθαι.

### 11 549

Ἐξαρπάσαι τὴν λιπαρωτάτην καὶ καλλίστην τῶν βοῶν. Ἐγρήσσοντες.

### 11 550

Ἐγρηγορότες. Ἐρατίζων. Ἐρῶν, Ἐπιθυμῶν. Ἰθύει.

### 11 551

Ἐπ’ εὐθείας ὁρμᾷ. Πρήσσει. Ἀνύει, πράσσει. Ἄκοντες. Ἀκόντια, δόρατα. Ἀντίον.

### 11 552

Κατὰ πρόσωπον. Ἀΐσσουσιν. Ὁρμῶσι, φέρονται. Θρασειάων. Ἰσχυρῶν, τολμηρῶν. Δεταί.

### 11 553

Λαμπάδες, δᾷδες. Παρὰ τὸ δαίεσθαι, ὅ ἐστι, καίεσθαι. Τρεῖ. Φοβεῖται, τρέμει. Ἐσσύμενός περ. Καί τοι προθυμούμενος. Ἠῶθεν.

### 11 554

Ἕωθεν, ὄρθρου. Ἀπὸ νόσφιν ἔβη. Ἐχωρίσθη. Τετιηότι. Λελυπημένῳ. Πόλλ’ ἀέκων.

### 11 556

Πάνυ ἄκων. Παρ’ ἄρουραν ἰών.

### 11 557

Τὸ ἑξῆς, παριὼν ἀρόσιμον χώραν. Ἐβιήσατο. Τῇ βίᾳ ἐνίκησε. Παῖδας. Τὰ μικρὰ παιδία, νῦν. Νωθής.

### 11 558

Βραδὺς, ἀργός. Ῥόπαλα. Ξύλα. Ἀπὸ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι, τῇ φορᾷ, ἀλοᾷν καὶ συντρίβειν. Στίφη δὲ πληγῶν θέλει αὐτὸν παραστῆσαι φέροντα, ἵνα δείξῃ αὐτοῦ τὸ γενναῖον. Ἀμφὶς ἐάγη. Περιεκλάσθη. Κείρει.

### 11 559

Κόπτει τοῖς ὀδοῦσιν. ἐσθίει. μεταφορικῶς. Σπουδῇ.

### 11 561

Μόλις, δυσχερῶς. Ἐπεί τε. Ἐπειδ’ ἂν, ἐπ’ ἂν, ἀφ’ οὗ. Φορβῆς. Τροφῆς. Τρωπάσκετο.

### 11 567

Ἐτρέπετο. Πάντας δὲ προέεργε.

### 11 568

Πάντας, φησὶ, τοὺς Τρῶας, ἐπὶ τὰς ναῦς ὁρμῶντας, Αἴας ἀντιτασσόμενος ἐκώλυεν. Ὅρμενα πρόσσω.

### 11 571

Ὁρμῶντα ἐπὶ τὸ ἔμπροσθεν. Ἐπαυρεῖν.

### 11 572

Ἐφάψασθαι, ἐπιθίγειν. Ἆσαι.

### 11 573

Κορεσθῆναι, πληρωθῆναι. Βιαζόμενον.

### 11 575

Καταπονούμενον. Ἧπαρ ὑπὸ πραπίδων.

### 11 578

Τὸ ἧπαρ ἔτρωσε κάτω ὑπὸ τὰς φρένας. Φρένας δὲ ὁ Ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα, παρ’ ὅσον, φλεγμαῖνον τοῦτο, ὡς νευρῶδες, ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον, καὶ παρακολουθοῦσι μέγισται παραφρονήσεις. Πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέφαλος· ὥσπερ ἀρτηριῶν καρδία, καὶ φλεβῶν ἧπαρ. Αἴνυτο.

### 11 579

Ἀφῃρεῖτο. Ἀπαινύμενον.

### 11 581

Ἀφαιρούμενον. Δόναξ.

### 11 583

Ὁ κλάδος. Δυσηχέος.

### 11 589

Κακοήχου, λυπηροῦ. Σάκε’ ὤμοισι κλίναντες.

### 11 592

Ἐρείσαντες τοὺς ὤμους ταῖς ἀσπίσιν. Ὣς οἱ μὲν μάρναντο δέμας πυρός.

### 11 595

Οὕτως οὖν οὗτοι ἐμάχοντο θερμῶς, δίκην πυρός. Ἱδρῶσαι.

### 11 597

Ἱδρῶτι καταῤῥεόμεναι. Ἐπὶ πρύμνῃ.

### 11 599

Παρὰ τῇ πρύμνῃ. Ἰῶκά τε.

### 11 600

Καὶ τὴν δίωξιν. ὅ ἐστι, τὴν φυγὴν, τὴν πολλῶν δακρύων αἰτίαν, καὶ λυπηράν. Ἔκμολεν.

### 11 603

Ἐξέμολεν, ἐξῆλθεν. Οὐκ ἔτ’ ἀνεκτός.

### 11 609

Οἷον ἀκαρτέρητος, καὶ δεινή. Ἔρειο.

### 11 610

Ἐρώτησον. Τά γ’ ὄπισθε.

### 11 612

Τὰ ὀπίσω τοῦ σώματος. τὴν ἀποστροφήν. Παρήϊξαν.

### 11 614

Παρέδραμον. Ἀπεψύχοντο.

### 11 620

Πρὸς ἄνεμον ἐπιστραφέντες τὸν ἱδρῶτα ἐξηραίνοντο. Ποτὶ πνοιήν.

### 11 621

Πρὸς τὴν πνοὴν, πρὸς τὴν αὖραν. Τεῦχε.

### 11 623

Κατεσκεύαζε. Κυκειῶ. Κυκεῶνα. Ἔστι δὲ δίψους ἴαμα ὁ κυκεὼν, ἐκ διαφόρων εἰδῶν σκευαζόμενος. Ἔξελον.

### 11 626

Ἐξαίρετον ἔδωκαν. Ἐπιπροΐηλεν.

### 11 627

Ἐπ’ αὐτῷ παρέθηκε. Κυανόπεζαν.

### 11 628

Κυανῷ τοὺς πόδας κεχρισμένην. μελανόπουν. Κρόμυον πότῳ ὄψον.

### 11 629

Ποτικὸν ὄψον. ὅ ἐστι προσφάγιον, δίψους παρασκευαστικόν. Πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον, ὄψον καλεῖται. Ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξιφάρμακον. Μέλι χλωρόν.

### 11 630

Πρόσφατον, νέον. Οὕτω γὰρ καὶ ἡμεῖς χλωρὸν τυρὸν λέγομεν τὸν νέον. Διατί δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; Ῥητέον, ὅτι κατ’ οἰκονομίαν. Ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέστορα τοῦτο κατορθῶσαι, ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. Ὥστε προῳκονόμησε τοῦτο ὁ Ποιητὴς οὕτως, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ, καὶ Ἀχιλλέα δόξῃ μετ’ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν. Ἀλφίτου ἱεροῦ ἀκτήν. Ἤτοι ἄλφιτα, περιφραστικῶς, ἀπὸ τοῦ κατασκευάσματος. ὅ ἐστιν ἄλευρον. Δηλοῖ δὲ ἡ λέξις ὁτὲ μὲν τὸ ἄλευρον, ἀπὸ τοῦ κατάγνυσθαι καὶ ἀλεῖσθαι τὸν σῖτον. Ὁτὲ δὲ αἰγιαλὸν, ἀπὸ τοῦ περικατάσσεσθαι, ἢ κατάγνυσθαι τὰ κύματα. Ἀμφὶς ἕκαστον.

### 11 633

Περὶ ἕκαστον. Νεμέθοντο.

### 11 634

Νεμομέναις, τουτέστι ζώσαις, ἐῴκεισαν αἱ πέλειαι. Δύω δ’ ὑπὸ πυθμένες ἦσαν. Ἤτοι, ὅτι διπλοῦς ἦν αὐτῷ ὁ πυθμήν. ἢ, ὅτι ἦν ἀμφίθετον· ὅπερ καὶ κύμβαλόν φασι τοῦτο, καὶ ἀμφικύπελλον. Ἄλλος μὲν μογέων.

### 11 635

Προσληπτέον τὸ πρεσβύτης. ἵν’ ᾖ, οὐ ῥαδίως οὐδὲ εὐχερῶς αὐτὸ ἐκίνει τῆς τραπέζης τὶς τῶν λοιπῶν γερόντων. Ἀλλὰ μογέων, ὅ ἐστιν, ὀκνῶν. ἢ, ἄλλως μὲν κάμνων. Ἵνα δηλοῖ τὸν Μαχάονα, διότι ἐτέτρωτο. Κύκησε.

### 11 637

Τὸν κυκεῶνα ἐποίησεν, ἐτάραξε. Πραμνείῳ.

### 11 638

Ἤτοι τῷ πραϋντικῷ. τουτέστι, τῷ πραΰνοντι τὰς φρένας. Ἢ, παλαιῷ. ἀπὸ τοῦ παραμεμενηκέναι. Ἢ, ἀπὸ εἴδους ἀμπέλου οὕτω καλουμένης, τὸν ἀπὸ τῶν ἀναδενδράδων εἶπεν. Πρέμνον γὰρ τὸν ὑφέτην καλοῦσιν. Ἄλλοι δὲ ἀπὸ Πράμνης εἶπον. Πράμνη δὲ ὄρος ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον. Κνήστι.

### 11 639

Μαχαιρίῳ τυροτόμῳ. Πάλυνε. Κατέπασσεν ἐπὶ τῷ κυκεῶνι. Καὶ γὰρ μετ’ οἴνου καὶ μετὰ ζωμοῦ αὐτὰ ἐσθίουσιν. Ὥπλισσεν.

### 11 640

Ἡτοίμασε. Πολυκαγκέα.

### 11 641

Ξηραντικήν. Ἐνέποντες.

### 11 642

Ἐπαγγέλλοντες, λέγοντες. Εἰς δ’ ἄγε.

### 11 645

Εἰσήγαγε δέ. Κατὰ δ’ ἑδριάασθαι. Καθέζεσθαι. Ἀναίνετο.

### 11 646

Ἀπηρνεῖτο. Εἴρηται παρὰ τὸ ἀνανεύειν. Οὐχ ἕδος.

### 11 647

Οὐκ ἔστι καιρός μοι νῦν τοῦ καθέζεσθαι. Ἕδος γὰρ ἡ καθέδρα, νῦν. Νεμεσητός.

### 11 648

Φιλομεμφὴς, ἢ μεμψίμοιρος. Ὅ με. Ὅστις με. Πάλιν ἄγγελος.

### 11 651

Εἰς τοὐπίσω ἄγγελος. Ἀναίτιον αἰτιόῳτο.

### 11 653

Καὶ τὸν μὴ αἴτιον ὡς αἴτιον μέμψοιτο ἄν. Ὀλοφύρεται.

### 11 655

Οἰκτείρει, ἐλεεῖ. Κέαται.

### 11 658

Κεῖνται. Ἀέκητι.

### 11 666

Ἀκόντων, μὴ βουλομένων. Ἐπισχερῴ.

### 11 667

Ἐφεξῆς. Ἴς. Δύναμις. Γναμπτοῖσι.

### 11 668

Τοῖς καμπτομένοις. Νεῖκος.

### 11 670

Φιλονεικία. Ἐτύχθη. Κατεσκευάσθη, ἐγένετο. Ἀμφὶ βοηλασίης.

### 11 671

Περὶ βοῶν ἀπελασίας. Ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα. Νηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος τῶν καθ’ αὑτὸν γενόμενος, ἔπεμψεν εἰς Ἦλιν ἵππους ἐς τὸν ὑπ’ Αὐγέου συντελούμενον ἀγῶνα. Νικησάντων δὲ τούτων, φθονήσας Αὐγέας, ἀπέσπασε τούτους, καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς, ἡσυχίαν ἦγε. Νέστωρ δὲ, ὁ τῶν παίδων αὐτοῦ νεώτατος, στρατὸν ἀθροίσας, ἐπῆλθεν Ἤλιδι. καὶ πολλοὺς ἀποκτείνας, ἀπέλαβε τοὺς ἵππους. καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυραν λείαν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Ὑπειροχίδην.

### 11 672

Ὑπειρόχου παῖδα. Ῥύσι’ ἐλαυνόμενος.

### 11 673

Ἀντὶ τοῦ, ῥυσιάζων. ὅ ἐστιν, ἐνέχυρα λαμβάνων. Ῥύσιον δὲ, τὸ ἐνέχυρόν φησι. Περὶ τρέσαν.

### 11 675

Οἱ περὶ αὐτὸν διὰ δέος ἔφυγον. Ἀγροιῶται. Ἀγροῖκοι, ἀγρῶται. Ἤλιθα πολλήν.

### 11 676

Πάνυ πολλήν. Πώεα.

### 11 677

Ποίμνια. Συβόσια.

### 11 678

Τὰ χοιροτροφεῖα. Νηλήϊον.

### 11 681

Τὴν τοῦ Νηλέως. Ἐννύχιοι.

### 11 682

Διὰ τῆς νυκτός. Λίγαινον.

### 11 684

Ἐβόων, ὀξέως ἐκήρυσσον. Τοὺς ἴμεν.

### 11 685

Τούτους συνέρχεσθαι. Χρεῖος. Χρέος, δάνειον. Ὠφείλετο. Ἐχρεωστεῖτο. Δίῃ. Θαυμαστῇ, ἱερᾷ. Ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεύς. οὗ καὶ πανήγυρις κατὰ τετραετῆ χρόνον ἤγετο, τὰ Ὀλύμπια, ἔνθα ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. Ἔστι δὲ καὶ πόλις Πελοποννήσου. Δαίτρευον.

### 11 687

Ἐμέριζον. Ἐπειοί. Οἱ Ἠλεῖοι. ἀπὸ Ἐπειοῦ βασιλέως. Οὗτος Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς. Οὗ Ἠλεῖος, ὁ κτίσας Ἤλιδα. Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειός. ἀφ’ οὗ Ἐπειοὶ, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ Πέπλῳ. Κεκακωμένοι.

### 11 688

Κακῶς διατεθειμένοι, βεβλαμμένοι. Ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη.

### 11 689

Ἡρακλῆς παρεγένετο εἰς Πύλον, χρήζων καθαρσίων. Οἱ δὲ Πύλιοι, ἀποκλείσαντες τὰς πύλας, οὐκ εἰσεδέξαντο αὐτόν. Ἐφ’ ᾧ ὀργισθεὶς ὁ ἥρως, ἐπόρθησε Πύλον. Συνεμάχουν δὲ τῷ Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν, Ἥρα, Ἀϊδωνεύς. ὡς καὶ ἐν τῇ Ε φησί. Τῶν προτέρων ἐτέων.

### 11 690

Ἐν τῷ φθάσαντι χρόνῳ. Δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν, Τῶν οἶος λιπόμην.

### 11 691

Τὸν Νέστορά φησι μόνον περιλειφθῆναι τῶν τοῦ Νηλέως παίδων· ἤτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρὰ τοῖς Γερήνοις· ἢ ἐπεὶ συνεβούλευσεν εἰσαχθῆναι τὸν Ἡρακλέα, ὥς τινές φασιν. Ὑπερηφανέοντες.

### 11 693

Ὑπερηφανοῦντες, καταφρονοῦντες. Ἀτάσθαλα.

### 11 694

Ὑβριστικὰ, ἄδικα. Κρινάμενος.

### 11 696

Διαχωρίσας, ἄρας. Καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετο.

### 11 697

Ἡρακλῆς, προστάξαντος Εὐρυσθέως, ἀνεκάθηρε τὴν Αὐγέου κόπρον. Ἀπαιτοῦντι δὲ αὐτῷ τὸν μισθὸν, οὐκ ἀπεδίδου, λέγων, ἐξ ἐπιταγῆς αὐτὸν πεποιηκέναι. Φυλεὺς δὲ ὁ τούτου παῖς, κριτὴς γενόμενος, κατέκρινε τὸν πατέρα. Ὁ δὲ ἀγανακτήσας, ἐξέβαλεν αὐτὸν τῆς χώρας. Ἡρακλῆς δὲ, ἐπιστρατευσάμενος, Ἦλιν ἐπόρθησε. καὶ, μεταπεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου, παραδίδωσιν αὐτῷ τὴν βασιλείαν. Ὀλιγανδρίας δὲ οὔσης, διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνεφθάρθαι, Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκότων γυναῖκας τῷ στρατῷ. Οὕτως τε πολλῶν γεννηθέντων, ἔθηκε Διῒ τὸν Ὀλυμπιακὸν ἀγῶνα. Καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Τέσσαρες ἵπποι.

### 11 698

Αἱ δύο ξυνωρίδες. Ὅπερ καὶ τέτρωρον λέγεται. Καὶ αὐτὸς δὲ ἐν Ὁδυσσείᾳ· Ἠδ’ ὥς τ’ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι. Θεύσεσθαι.

### 11 700

Δραμεῖσθαι. Κάσχεθε.

### 11 701

Κατέσχεν. Ἐλατῆρα. Τὸν ἡνίοχον. Ἀκαχήμενον ἵππων. Λείπει ἡ, ὑπὲρ, πρόθεσις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἵππων. Τῶν ἐπέων κεχολωμένος.

### 11 702

Ὡς καὶ βλάσφημά τινα εἰρηκότος αὐτοῦ ἐς τὸν Νηλέα. Ἄσπετα.

### 11 703

Πολλά. Μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης.

### 11 704

Ὅπως μηδεὶς ἀπέλθοι, στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς. Ἴσης γὰρ, τῆς τὸ δίκαιον καὶ ἶσον ἐχούσης. Τὰ ἕκαστα διείπομεν.

### 11 705

Περὶ πάντα εἴπομεν σπουδαίως. Μετὰ δέ σφι Μολίονε.

### 11 708

Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τοῦ Μόλου, ἐπίκλησιν δὲ Ἄκτορος. Οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων. διφυεῖς γὰρ ἦσαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας, πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. Διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡρακλῆς δὲ πολεμῶν, καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περιγενέσθαι, συμμαχοῦντος Αὐγέου, λοχήσας ἀνεῖλεν αὐτοὺς, καὶ οὕτως ἐπόρθησε τὴν Ἦλιν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Θρυόεσσα.

### 11 710

Πόλις ἐστὶ μεταξὺ Ἤλιδος καὶ Πύλου. Ταύτην ἐν τῷ καταλόγῳ Θρύον εἶπε. Πόλις, αἰπεῖα κολώνη. Πόλις ὑψηλὴ, ἄκρα. Μετεκίασθον.

### 11 713

Διεληλύθεισαν, παρεγένοντο. Ἔννυχος.

### 11 715

Ἐν νυκτί. Ἀρήνης.

### 11 722

Ἀρήνη, πόλις τῆς Πύλου. Ἀλφειοῖο.

### 11 725

Ἀλφειὸς, ποταμὸς μεταξὺ Ἤλιδος καὶ Πύλου. Εὖτε.

### 11 734

Ὁπότε. Ὑπερέσχεθεν. Ὑπὲρ γῆν ἦν. Συμφερόμεσθα.

### 11 735

Συνήχθημεν, συνεβάλομεν εἰς μάχην. Μούλιον.

### 11 738

Ὄνομα κύριον. Εἶχεν.

### 11 739

Ἐγεγαμήκει. Ἣ τόσα φάρμακα ᾔδῃ.

### 11 740

Ἠπίστατο. Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή. Αὕτη, μετὰ τὴν ἀποτελεσθεῖσαν ἐν Κορίνθῳ τεκνοφονείαν, φυγὰς εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη Αἰγεῖ τῷ Πανδίονος. Κἀκεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς γνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φαρμάκῳ ἀνελεῖν, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγενέσθαι. Πεισθεὶς δὲ Αἰγεὺς, φάρμακον ἔδωκε. Μέλλοντος δὲ αὐτὸ καταπίνειν ἐκείνου, ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα, (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπε,) τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν τῆς Ἀττικῆς ἐξέβαλεν. Οἰκίσασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἐφύραν, πολυφάρμακον ἐποίησεν αὐτὴν ὀνομασθῆναι. Ἡ ἱστορία παρὰ Κράτητι. Τρέφει. Γεννᾷ, φύει. Ὀδὰξ ἕλον οὖδας.

### 11 748

Τοῖς ὀδοῦσι τὴν γῆν ἔδακον θνήσκοντες. Ἀκτορίωνε Μολίονε.

### 11 749

Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος. Κατά τινας δὲ, Μολιόνης καὶ Ποσειδῶνος. Ἴσως δὲ μᾶλλον Μολίονας αὐτοὺς εἶπε πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύνσεως· οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη. ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει. Εἰ μή σφωε πατὴρ Ἐνοσίχθων ἐσάωσεν.

### 11 750

Εἰ μὴ ἔσωσεν αὐτοὺς ὁ ταῖς ἀληθείαις αὐτῶν πατὴρ Ποσειδῶν. Δι’ ἀσπιδέος πεδίοιο.

### 11 753

Ἤτοι ἐπιμήκους καὶ μακροῦ· ἢ πλατέος καὶ περιφεροῦς. ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος. Ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο. Λέγοντες.

### 11 754

Συλλέγοντες, συνάγοντες. Βουπρασίου.

### 11 755

Βουπράσιον καὶ Ἀλείσιον πόλεις τῆς Ἤλιδος. ἡ δὲ Ὠλενία πέτρα τῆς αὐτῆς χώρας μεγίστη. Ἀπέτραπεν.

### 11 757

Ἀπέτρεπεν. Ὣς ἔον.

### 11 761

Τοιοῦτος ἦν. Ἀπονήσεται.

### 11 762

Ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται. Μετακλαύσασθαι.

### 11 763

Ὕστερον ἀπολλυμένων ὄχλων μεταμελήσεσθαι. Αὐλῆς ἐν χόρτῳ.

### 11 773

Ἐν τῷ περιφράγματι τῆς αὐλῆς. Χόρτοι δὲ οἱ τρόχαλοι. Ἄλεισον. Ἔκπωμα, ποτήριον. Αἰθομένοις.

### 11 774

Καιομένοις. Σφῶϊ.

### 11 775

Ὑμεῖς. Ἕπετον. Περὶ αὐτὸν ἠσχολεῖσθε καὶ ἐνηργεῖτε. Τάρπημεν.

### 11 779

Ἐκορέσθημεν. ῎Υ μμε.

### 11 780

Ὑμᾶς. Γενεῇ ὑπέρτερος.

### 11 785

Τῷ τοῦ γένους ἀξιώματι κρείσσων. Ἢ, νεώτερος. Ἴωνες γὰρ ὑπέρτερον, τὸν νεώτερον. Ὑποθέσθαι.

### 11 787

Ὑποδεῖξαι, συμβουλεῦσαι. Παραίφασις.

### 11 792

Συμβουλία, παραίνεσις. Ἑταίρου. Προσυπακουστέον, ἀγαθοῦ φίλου. Ἐπέφραδεν.

### 11 794

Εἶπε. Προέτω.

### 11 795

Προπεμψάτω. Ἴσκοντες.

### 11 798

Ὁμοιοῦντες. Ἀκμῆτες.

### 11 801

Ἀκοπίαστοι. Ἵνα σφ’ ἀγορή τε θέμις τε.

### 11 806

Ὅπου αὐτοῖς τά τε ὤνια ἐπιπράσκετο, καὶ τὰ δικαστήρια ἐγίγνετο. Τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί.

### 11 807

Ὅπου καὶ τῶν πλευσάντων ἑκάστων πατρώων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν. Ἀντεβόλησε.

### 11 808

Συνέτυχε. Σκάζων.

### 11 810

Χωλεύων. Νότιος. Ὑγρός. Ἢ, πολύς. Ἐκ τοῦ νοσεῖν τὸ σῶμα γιγνόμενος. Κελάρυζε.

### 11 812

Μετὰ ἤχου ἐφέρετο. ὅ ἐστι, ποιῶς ἀναφερόμενος ἤχει. Ἄσειν.

### 11 817

Κορέσειν, πληρώσειν. Ἀργέτι δημῷ. Τῷ λευκῷ λίπει. Σχήσωσιν.

### 11 819

Ἐπίσχωσι, κωλύσωσιν. Φθίσονται.

### 11 820

Ἀναιρεθήσονται, φθαρήσονται. Ἄλκαρ.

### 11 822

Ἀλέξημα, βοήθημα. Ὄρνυται.

### 11 826

Διεγείρεται, αὔξεται. Λιαρῷ.

### 11 829

Εὐκράτῳ. χλιαρῷ. Δικαιότατος Κενταύρων.

### 11 831

Τὸ ὑπερθετικὸν κεῖται ἀντὶ ἀπολύτου, ὅ ἐστιν, ὁ μόνος ἐν Κενταύροις δίκαιος. Ὅμοιον δὲ τούτῳ τὸ, Μελάντερος ἠΰτε πίσσα. Ἰητροὶ μὲν γάρ.

### 11 832

Ἀντὶ τοῦ, ἰατρῶν μὲν γάρ. Ὀρθὴ ἀντὶ γενικῆς. Χρηΐζοντα.

### 11 834

Χρήζοντα. Πῶς τ’ ἄρ’ ἔοι.

### 11 837

Πῶς τοῦτο γένοιτ’ ἄν. Μεθήσω.

### 11 840

Ἀμελήσω. Ὑπέχευεν.

### 11 842

Ὑπέβαλλεν, ὑπέστρωσε. Βοείας. Δέρματα βοῶν. βύρσας. Ἐκτανύσας.

### 11 843

Ἐκτείνας, ἁπλώσας. Περιπευκές.

### 11 844

Περισσῶς καὶ πάνυ πικρόν. Ἐπὶ δὲ ῥίζαν βάλε πικρήν.

### 11 845

Ἐπέβαλεν, ἐπέπασσεν. Πρὸς δὲ τοὺς ζητοῦντας, πόθεν εἶχε τὴν ῥίζαν ὁ Πάτροκλος, ἔστι λέγειν, ὅτι, Ἤτοι, κατὰ τὸ σιωπώμενον, μεταπέμπεται αὐτήν. ἡ γὰρ ἀρχαία ἰατρικὴ ἐν βοτάναις ἦν. Ἤτοι, εἰκὸς, αὐτὸν ὡς ἰατρὸν ἐπιφέρεσθαι πρὸς τὰς ἐπικαίρους χρείας. Ἢ ὅτι ἐκ τοῦ πεδίου ἀνείλετο αὐτήν. Ἐζήτηται δὲ καὶ τὸ, ὁποία ἦν ὅλως ἡ ῥίζα, ἧς αὐτὸν κατέπασσε. Καὶ λέγουσιν, αὐτὴν εἶναι τὴν καλουμένην ἀριστολοχίαν, ἣν καὶ ἴσχαιμον καλοῦσι. Διατρίψας.

### 11 846

Τρίψας, λύσας. Ὀδυνήφατον. Ὀδυνῶν παυστικήν. Ἔσχεν.

### 11 847

Ἐπέσχεν, ἔπαυσεν. Ἐτέρσετο Ἐξηραίνετο. Ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός.

### 12 1

Πάτροκλος, ὁ Μενοιτίου, τρεφόμενος ἐν Ὀποῦντι τῆς Λοκρίδος, περιέπεσεν ἀκουσίῳ πταίσματι. Παῖδα γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσήμου Κλησώνυμον, ἢ, ὥσπερ τινες, Αἰάνην, περὶ ἀστραγάλων ὀργισθεὶς, ἀπέκτεινεν. Ἐπὶ τούτῳ δὲ φυγὼν, εἰς Φθίαν ἀφίκετο, κἀκεῖ, κατὰ συγγένειαν Πηλέως, Ἀχιλλεῖ συνῆν. Φιλίαν δ’ ὑπερβάλλουσαν πρὸς ἀλλήλους φυλάξαντες, ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. Ἡ ἱστορία παρὰ Ἑλλανίκῳ. Ὁμιλαδόν.

### 12 3

Ἀθρόοι. οἷον κατὰ πλῆθος καὶ συστροφήν. Τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν.

### 12 4

Ἔπλασε τεῖχος ὁ Ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως. κἄπειτα ἀπολλύμενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων, καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπε. Σχήσειν. Ἀνθέξειν, κωλύσειν. Νεῶν ὕπερ.

### 12 5

Ἀντὶ τοῦ, πρὸ τῶν νεῶν, ἢ, ὑπὲρ ἀσφαλείας. Ἀμφὶ δὲ τάφρον Ἤλασαν. Πέριξ δὲ τοῦ τείχους ὤρυξαν τάφρον. Ληΐδα.

### 12 7

Λείαν, λάφυρα. Ῥύοιτο.

### 12 8

Φυλάσσοι. Τέτυκτο. Κατεσκεύαστο. Τῷ καὶ οὔτοι.

### 12 9

Ἀντὶ τοῦ, διὸ οὐδαμῶς. Ἔμπεδον. Ἑδραῖον, βέβαιον. Ὄφρα μὲν Ἕκτωρ.

### 12 10

Καὶ τὰ ἑξῆς. Προαναφωνεῖ ταῦτα, καὶ λεληθότως λέγει τὴν πόρθησιν τῆς Ἰλίου. Τόφρα.

### 12 12

Τηνικαῦτα. Μητιόωντο.

### 12 17

Ἐβουλεύοντο. Ἀμαλδῦναι.

### 12 18

Ἀφανίσαι. Ποταμῶν μένος. Περιφραστικῶς, ποταμούς. Βοάγρια.

### 12 22

Τὰ τῶν βοῶν ἀγρεύματα. τοῦτ’ ἔστι τὰς ἐκ, βυρσῶν κατεσκευασμένας ἀσπίδας. Ἡμιθέων.

### 12 23

Ἡμίθεοι, οἱ ἕνα θεὸν ἔχοντες γονέα, καὶ ἕνα ἄνθρωπον. Ὁμόσε.

### 12 24

Ὁμοῦ, εἰς τὸ αὐτό. Ἐννῆμαρ δ’ ἐς τεῖχος.

### 12 25

Ἐπὶ ἐννέα ἡμέρας. Ἔνιοι δὲ δασέως, καὶ διὰ τοῦ ἑνὸς ν, ἀναγιγνώσκουσιν, ἑνῆμαρ, ἵν’ ᾖ, μιᾷ ἡμέρᾳ. ὥστε μὴ μειοῦσθαι τὴν τῶν θεῶν δύναμιν, μὴ δυνηθέντων καταστρέψαι λόγῳ, θᾶττον δὲ ὑπὸ τῶν Ἑλλήνων, ἐν μιᾷ ἡμέρᾳ γεγονός. Οἱ δέ φασι τέσσαρας. διὰ τοῦτο ποταμοὺς εἰσάγει, καὶ θεοὺς παρίστησιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον, διὰ τὸ μηδὲ ἴχνος φανῆναι. Ὗεν. Ἔβρεχε. Συνεχές.

### 12 26

Συνεχῶς, ἐπιμόνως. Ἁλίπλοα. Τῇ θαλάσσῃ ἐπιπλέοντα. Θείη. Ποιήσῃ. Θεμείλια.

### 12 28

Θεμέλια. Ἰὰς ἡ διάλεκτος. Φιτρῶν.

### 12 29

Κορμῶν. Λάων. Λίθων. Ἀγάῤῥοον.

### 12 30

Ἄγαν ῥοώδη. ὅ ἐστι, σφοδρὰ ῥεύματα ἔχοντα. Ἠϊόνα.

### 12 31

Αἰγιαλόν. Οὕτω δὲ καλεῖται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ ἰέναι. Κὰρ ῥόον.

### 12 33

Κατὰ τὸν ῥοῦν. Ἵεν. Ἀφίεσαν. Δεδῄει.

### 12 35

Ἐξῆπτο, διεγήγερτο. Κανάχιζεν.

### 12 36

Ἤχει. Δούρατα πύργων Βαλλόμενα. Ἤτοι, τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ, τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα. Διὸς μάστιγι.

### 12 37

Τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακωμένοι. Μάστιγι δὲ, τῷ κεραυνῷ. Ἐελμένοι.

### 12 38

Συγκεκλεισμένοι. Ἰσχανόωντο. Κατείχοντο. ἐπείθοντο. Βλεμεαίνων.

### 12 42

Ἐπιῤῥωννύμενος. Πυργηδόν.

### 12 43

Πύργου δίκην ἐν τάξει. Ἀρτύναντες. Παρασκευάσαντες, ἑτοιμάσαντες. Θαμειάς.

### 12 44

Συνεχεῖς, πυκνάς. Ἀγηνορίη.

### 12 46

Ἡ ἄγαν προθυμία, ἀνδρεία. Ταρφέα.

### 12 47

Πυκνά. Ὅππη τ’ ἰθύσῃ.

### 12 48

Ὅπου δ’ ἂν ἐνορμήσῃ. Τῇ τ’ εἴκουσι. Κατὰ τοῦτο εἴκουσιν, ὅ ἐστιν, ὑποχωροῦσιν. Εἱλίσσετο.

### 12 49

Ἐστρέφετο. Χρεμέτιζον.

### 12 51

Ἰδιάζουσαν φωνὴν ἀπετέλουν. Ἀπὸ γὰρ δειδίσσετο.

### 12 52

Ἀντὶ τοῦ, εἰς δέος ἦγε καὶ φόβον. Ὑπερθορέειν.

### 12 53

Ὑπερπηδῆσαι. Ῥηϊδίη.

### 12 54

Ῥαδίως, εὐκόλως. Κρημνοί. Αἱ ὄχθαι. Ἐπηρεφέες. Ὑψηλοὶ, μεγάλοι. Ἠρήρει.

### 12 56

Ἐπεπύκνωτο. ἥρμοστο. Ἀλεωρήν.

### 12 57

Φυλακὴν, ἔκκλισιν, ἀποφυγήν. Μενοίνεον.

### 12 59

Προεθυμοῦντο, ἐνήργουν. Εἰ τελέουσιν. Εἰ τελέσουσιν. Ὅ ἐστι, παρέλθοιεν. Εἶπε.

### 12 60

Προσεφθέγξατο. Ἀφραδέως.

### 12 62

Ἀπρονοήτως, ἀπείρως. Στεῖνος.

### 12 66

Στένωμα. Τρώσεσθαι. Ἡττηθήσεσθαι. Τρῶμα γὰρ, ἡ ἧττα. Ἀλαπάζει.

### 12 67

Κενοῖ, πορθεῖ. Νωνύμνους.

### 12 70

Ἀνωνύμους. Παλίωξις.

### 12 71

Πάλιν δίωξις. Οὕτω γὰρ καλεῖται ἡ τῶν διωκόντων φυγή. Ἐνιπλήξωμεν.

### 12 72

Ἐμπέσωμεν. Ἄψοῤῥον.

### 12 74

Εἰς τοὐπίσω ὁρμήσαντα. Ἑλιχθέντων. Ὑποστραφέντων. Ἐρυκόντων.

### 12 76

Ἀντὶ τοῦ, ἐρυκέτωσαν. ὅ ἐστι, κατεχέτωσαν. Πρυλέες.

### 12 77

Πεζοὶ ὁπλῖται. Ἅδε.

### 12 80

Ἤρεσκεν. Ἀπήμων. Ἄλυπος. Ἠερέθοντο.

### 12 82

Ἀπαιωροῦντο, ἐκρέμαντο. Ἀρτύναντες.

### 12 86

Παρασκευάσαντες, τάξαντες. Πένταχα.

### 12 87

Εἰς πέντε τάξεις. Πάρις.

### 12 93

Ὁ Ἀλέξανδρος. Κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη, ὄναρ ἐθεάσατο, ὅτι ἔτεκε δαλὸν, ἀφ’ οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. Τὸ οὖν τεχθὲν, οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν. Ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου. Ἄρκτον γὰρ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος, ἀνέθρεψεν. Ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι, ὥς τινές φασι, ἐν πήρᾳ ἐτράφη, ἀλλ’ ὅτι τὸν μόρον παρῆλθεν. Ὕστερον δὲ Ἀλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν, ἐβοήθησε, πολέμου ἐπελθόντος. Πρὸς δ’ ἕλετο.

### 12 102

Προσέλαβε δέ. Εἴσαντο.

### 12 103

Ἔδοξαν, κατεφάνησαν. Διακριδόν. Ὥστε διακεκρίσθαι καὶ φανερὸν εἶναι πᾶσιν. Ἔπρεπε.

### 12 104

Διέπρεπεν. Ἄραρον.

### 12 105

Ἠσφαλίσαντο, ἥρμοσαν. Τυκτῇσι βόεσσι. Ταῖς εἰργασμέναις βύρσαις. Λέγει δὲ, ταῖς ἀσπίσιν. Οὐ δέ ποτε δὲ βοῦν ἁπλῶς λέγει τὴν ἀσπίδα, ἀλλὰ μετά τινος. ἐξ οὗ γνωρίζεται βῶν ἀζαλέην. Λελιημένοι.

### 12 106

Παρωρμημένοι, ἔνθερμοι. Σχήσεσθαι.

### 12 107

Σχεθῆναι, κωλυθῆναι. Πέλασσε.

### 12 112

Προσήγγισε, προσῆλθεν. Ἀλύξας.

### 12 113

Διαφυγών. Δυσώνυμος.

### 12 116

Χαλεπή. Δευκαλίδαο.

### 12 117

Δευκαλίωνος παιδός. Γίγνονται δὲ ἐκ Πύῤῥας καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος, παῖδες· Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς ἔνιοι γεγεννῆσθαι λέγουσι. Δεύτερος δὲ Ἀμφικτύων, ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς. Θυγάτηρ δὲ, Πρωτογένεια. Εἴσατο.

### 12 118

Ὥρμησε. Σημαίνει δὲ τρία. Εἴσατο, ἀντὶ τοῦ, Ὥρμησεν· Εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά. Εἴσατο, ἀντὶ τοῦ, ἐφάνη· Εἴσατο δ’ ὥστε ῥινόν. Εἴσατο, ἔγνω· Εἴσομαι, εἴ κέ μ’ Ὀδυσσεύς. Ὀχῆα.

### 12 121

Τὸν συνεκτικὸν τῆς θύρας μοχλόν. Ἰθύς.

### 12 124

Ἐπ’ εὐθείας. Ἕποντο. Παρεγένοντο. Κεκληγότες.

### 12 125

Κεκραγότες. Λαπιθάων.

### 12 128

Λαπίθαι, ἥρωες Ἀχαιοὶ, ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες. Ὑψικάρηνοι.

### 12 132

Μακραί. Διηνεκέεσσιν.

### 12 134

Ἐπιμήκεσιν. Ἀραρυῖαι. Ἡρμοσμέναι, βέβαιαι. Ἐφέβοντο.

### 12 136

Ἔφευγον. Βόας αὔας.

### 12 137

Βύρσας ξηρὰς, τοῦτ’ ἔστιν, ἀσπίδας. Ἔκιον.

### 12 138

Ἐπῄεσαν. Εἵως.

### 12 141

Ἕως. πρὶν ἐλθεῖν τοὺς βαρβάρους. Ἔνδον.

### 12 142

Ἔσω τειχῶν. Ἐκ δὲ τὼ ἀΐξαντε.

### 12 145

Ἐξελθόντες δὲ αὐτοί. Δέχαται.

### 12 147

Ἐκδέχονται. Κολοσυρτόν. Παρὰ τὸ τὰ κῶλα ἐπισύρειν. Ἢ τὸν κολῳὸν, ἤγουν τὸν συριγμόν. Ἰόντα. Ἐπερχόμενον. Δοχμώ τ’ ἀΐσσοντε.

### 12 148

Εἰς πλάγιον ὁρμῶντες. Ἄγνυτον. Κατακλῶσιν, κατάσσουσι. Πρύμνην.

### 12 149

Ἐκ ῥιζῶν, ἐσχάτην. Ὑπαὶ δέ. Ὑπὸ δὲ τῶν ὀδόντων. Κόμπος. Ψόφος. Λαοῖσι καθύπερθε πεποιθότες.

### 12 153

Τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαῤῥοῦντες. Καθύπερθεν. Ἔμπροσθεν. Ἔραζε.

### 12 156

Εἰς τὴν γῆν. Ζαής.

### 12 157

Μεγάλως πνέων, βίαιος. Κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευν.

### 12 160

Αἱ περικεφαλαῖαι δὲ αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν. περιήχουν. Αὖον. Ξηρόν. Μυλάκεσσι.

### 12 161

Τραχέσι λίθοις. Ἀλαστήσας.

### 12 163

Δεινοπαθήσας. Φιλοψευδής.

### 12 164

Ψεύστης. Σχήσειν.

### 12 166

Ἐπισχεῖν. Μέσον αἰόλοι.

### 12 167

Ποικίλοι τὰ μέσα τοῦ σώματος. Εἰσὶ γὰρ ἐπτερωμένοι καὶ ξανθοί· ἀφ’ οὗ εὐκίνητοι. ὡς καὶ ἀλλαχοῦ φησι· Αἰόλον ἵππον. Ἄμεινον δὲ ἀκούειν, τοὺς εὐκινήτους. Οἰκία.

### 12 168

Νῦν φωλεούς. Καὶ κοῖλον δόμον τὴν σφηκίαν φησί. Ὁδῷ ἔπι. Ἀντὶ τοῦ, παρὰ τὴν ὁδόν. Παιπαλοέσσῃ. Τῇ πολλὰς ἐκτομὰς ἐχούσῃ, τῇ τραχείᾳ. Θηρητῆρας.

### 12 170

Τοὺς ἐρεθίζοντας. Χάσσασθαι.

### 12 172

Χωρισθῆναι. Θεσπιδαές.

### 12 177

Θεῖον. τὸ ὑπὸ θεῶν ἀναπτόμενον. Ἀκαχήατο.

### 12 179

Ἐλελύπηντο. Χαλκοπαρῄου.

### 12 183

Χαλκᾶς παραγναθίδας ἐχούσης. Ἔσχεθεν.

### 12 184

Ἐπέσχεν, ἐκώλυσε. Τυχήσας.

### 12 189

Ἐπιτυχών. Αὐτοσχεδίην.

### 12 192

Ἐκ τοῦ πλησίον, ἐκ χειρός. Ἐπασσυτέρους.

### 12 194

Ἐπ’ ἀλλήλους. Ὑψιπέτης.

### 12 201

Εἰς ὕψος πετόμενος. Τῷ δὲ τόνῳ ἀναγνωστέον, ὡς νεφεληγερέτης. Ὑψιπετὴς δὲ, ἀπὸ ὕψους πεπτωκώς. Ἐέργων. Ἀφορίζων, ὥστε φαίνεσθαι μέσον αὐτῶν. Ἐπ’ ἀριστερὰ λαὸν ἐέργων. Ὑποχωρῆσαι συμφέρον προσημαίνων. Ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια· δεξιὰ δὲ τὰ συμφέροντα. Ζητεῖται δὲ, πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας, σημεῖον αὐτοῖς κωλυτικὸν ἀποπέμπει. Φησὶ γάρ· Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσι. Καὶ ῥητέον, ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων. Οὐ γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι. Φοινήεντα.

### 12 202

Φονευτικόν. ἢ πυῤῥόν. Κόψεν.

### 12 204

Ἔδακεν, ἔπληξεν. Ἔχοντα. Κρατοῦντα. Ἰδνωθείς.

### 12 205

Συνειλήσας ἑαυτόν. καμφθείς. Ἀπὸ ἕθεν. Ἀπὸ ἑαυτοῦ. Κλάγξας.

### 12 207

Βοήσας. Αἰόλον ὄφιν.

### 12 208

Τὸν ποικίλον καὶ πολύστικτον. Πέπονθε δὲ ἐπὶ τέλους ὁ στίχος, ἔχων τὸν ἐκ δύο βραχειῶν πυῤῥίχιον. καὶ καλεῖται μείουρος. Ἐσθλὰ φραζομένῳ.

### 12 212

Τὰ ἀγαθὰ συμβουλεύοντι. Δῆμον.

### 12 213

Νῦν, τὸν δημότην. Παρέξ. Ἔξω τοῦ δέοντος δημηγορεῖν. Ἀέξειν.

### 12 214

Αὔξειν. Μὴ ἴομεν.

### 12 216

Μὴ ἀπέλθωμεν. Ῥηξόμεθα.

### 12 224

Διαῤῥήξωμεν. Οὐ κόσμῳ.

### 12 225

Οὐ κατὰ τὸ δέον. Αὐτὰ κέλευθα. Τὰς αὐτὰς ὁδούς. Ὑποκρίναιτο.

### 12 228

Ἀντὶ τοῦ, ἀποκρίναιτο ἐξηγούμενος τὸ σημεῖον. Θεοπρόπος. Ὁ ἐκ θείας ἐπιπνοίας μαντευόμενος. ὁ χρησμῳδός. Νῦν δὲ, οἰωνιστής. Εἰδείη τεράων.

### 12 229

Ἐπιστήμων εἴη παρατηρήσεως σημείων. Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις.

### 12 231

Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος, παραλαβὼν τὴν βασιλείαν, ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν ἐνεστώτων. Οἱ δὲ πορευθέντες, χρησμόν τε λαμβάνουσι, καὶ Πάνθουν, ἕνα τῶν Δελφῶν, ἄγουσι, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πριάμῳ. Γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην, Πολυδάμαντα γεννᾷ, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ, μιᾷ νυκτὶ τοῦτόν τε καὶ τὸν Ἕκτορα γεννηθῆναι. Ἀπὸ σπουδῆς.

### 12 233

Ἀπὸ κρίσεως. Ἐξ ἄρα ὤλεσαν.

### 12 234

Ἐξώλεσαν δή. Τανυπτερύγεσσι.

### 12 237

Ἐπιμήκεις πτέρυγας ἔχουσι. Εἴτ’ ἐπὶ δέξι’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε.

### 12 239

Δεξιὰ, τὰ ἀνατολικὰ καλεῖ· ἀριστερὰ δὲ, τὰ δυτικά. Πρὸς ἠῶ. Πρὸς ἀνατολήν. Ποτὶ ζόφον.

### 12 240

Πρὸς δυσμάς. Μενεδήϊος.

### 12 247

Μένων τοὺς πολεμίους ἐν τῇ μάχῃ. πολεμικός. Παρφάμενος.

### 12 249

Παραλογισάμενος, πείσας. Δαμείς.

### 12 250

Πληγείς. Θέλγεν.

### 12 255

Ἠπάτα. ἔβλαπτε. Πειρήτιζον.

### 12 257

Διάπειραν ἐποιοῦντο. Κρόσσας.

### 12 258

Τὰς ὑποκρόσους κλίμακας. Πύργων ἔρυον. Ἀντὶ τοῦ, ἐπὶ τοὺς πύργους εἷλκον, παρετίθεσαν. Ἔρειπον. Κατέβαλλον, κατέστρεφον. Ἐπάλξεις. Τοὺς προμαχῶνας τῶν τειχῶν. Στήλας.

### 12 259

Ὀρθοὺς λίθους. Παρὰ τὸ ἵστασθαι. Λέγει δὲ τοὺς θεμελιαίους. ὅθεν καὶ προβλῆτας αὐτούς φησι, παρὰ τὸ προβεβλῆσθαι. Ἐμόχλευον. Διὰ μοχλῶν ἐκίνουν. Ἔχματα.

### 12 260

Ἐρείσματα. Αὖ ἔρυον.

### 12 261

Ἐξέβαλλον. Κελευτιόωντο.

### 12 265

Παρεκελεύοντο. Φοιτήτην.

### 12 266

Ἐμμανῶς ἐπήρχοντο. Στερεοῖς.

### 12 267

Ἐπιτεταμένοις, σκληροῖς. Μεσήεις.

### 12 269

Μέσος κατὰ δύναμιν. Τετράφθω.

### 12 273

Τραπέσθω. Ὁμοκλητῆρος. Τοῦ ἐγκελευομένου. τοῦ ἀπειλοῦντος. Πρόσω ἴεσθε.

### 12 274

Εἰς τοὔμπροσθεν ἔρχεσθε καὶ ὁρμᾶτε. Δίεσθαι.

### 12 276

Διῶξαι. Προβοῶντε.

### 12 277

Ἔμπροσθεν τῶν λοιπῶν βοῶντες ἢ προμαχόμενοι. Βοὴ γὰρ ἡ μάχη, ἀπὸ τοῦ παρακολουθοῦντος. Ὤρετο.

### 12 279

Ὥρμησε. προεθυμήθη. Πιφαυσκόμενος.

### 12 280

Φανεροποιῶν, ἐμφανιζόμενος. Τὰ ἃ κῆλα. Τὰ αὐτοῦ σημεῖα καὶ βέλη, ἃ ἐπιπέμπει κατὰ χόλον. Βέλος δὲ νῦν εἴρηκε τὸν χειμῶνα. Πρώονας.

### 12 282

Προβολὰς ὀρῶν, ἐξοχάς. Λωτεῦντα.

### 12 283

Ἀνθοῦντα. Πίονα ἔργα. Νῦν, γεώργια. Προσπλάζον.

### 12 285

Προσερχόμενον. προσρηγνύμενον. Ἐρύκεται. Ἀντὶ τοῦ, ἐρύκει, κατέχει. Εἰλύαται.

### 12 286

Κεκάλυπται. Ἐπιβρίσῃ. Ἐπιβαρήσῃ, πολὺς καὶ μέγας ἐπέλθῃ. Διὸς ὄμβρος. Ἡ χιὼν, νῦν. Πωτῶντο.

### 12 287

Ἐπέτοντο, ἐφέροντο. Λίθοι θαμειαί. Πυκναὶ λίθοι. Θηλυκῶς δέ φησιν. Ἕλιξιν.

### 12 293

Μέλασιν. Ἢ, εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ. Ἐξήλατον.

### 12 295

Ἐξ ἐλασμάτων κατασκευασθεῖσαν. ἐξάπτυχον. Ἤλασε.

### 12 296

Κατεσκεύασεν. Ἔντοσθεν. Ἔσωθεν. Βοείας. Βύρσας. Ἔντοσθε δὲ βοείας ῥάψε θαμειὰς χρυσείοις ῥάβδοισιν. Ἐπεὶ τῶν πτυχῶν, αἱ μὲν ἐκ χαλκοῦ ὑπῆρχον, αἱ δὲ ἐκ βύρσης, διατοῦτο ἔῤῥαψεν αὐτὰς ταῖς ῥάβδοις. Ῥάβδοισι.

### 12 297

Τοῖς κανόσιν, οἷς εἴχοντο αἱ ἀσπίδες. Περὶ κύκλον. Ὥστε ἐκ τῆς ῥαφῆς κύκλον ἀποτελεῖσθαι. Κέλεται.

### 12 300

Ἀναγκάζει. Πειρήσοντα.

### 12 301

Πεῖραν ληψόμενον. Πυκινὸν δόμον. Ἀσφαλῇ. Λέγει δὲ τὴν ἔπαυλιν. Παρ’ αὐτόφι.

### 12 302

Παρ’ αὐτοῖς. Βώτορας. Βοσκήτορας, βουκόλους. Δούρεσσι.

### 12 303

Δόρασιν. Ἀπὸ ὀνομαστικῆς τῆς δόρυ, ἡ γενικὴ δόρυος καὶ δουρός· ἀπὸ δὲ τοῦ δόρατος, καὶ δόρασι, πληθυντικῶς. Ἀπείρητος.

### 12 304

Ἄνευ ἐπιβολῆς. Ἄπειρος. Μέμονε. Προεθυμεῖτο. Δίεσθαι. Διωχθῆναι. Ἕδρῃ.

### 12 311

Προεδρίᾳ, τιμῇ. Φυταλιῆς.

### 12 314

Ἀμπελοφύτου γῆς. Καυστειρῆς.

### 12 316

Ἐμπύρου, θερμῆς. Διὰ τὸ θερμὸν τῶν ἀγωνιζομένων. Πύκα θωρηκτάων.

### 12 317

Ἐπιμελῶς τεθωρακισμένων. πολεμικῶν. Ἔξαιτον.

### 12 320

Ἐξαίρετον. Στέλλοιμι.

### 12 325

Παρασκευάζοιμι, πέμποιμι. Ἠέ τῳ.

### 12 328

Ἢ τινί. Κῦδος. Δόξαν, τιμήν. Ὀρέξομεν. Περιποιήσωμεν, παράσχωμεν. Πάπτῃνε.

### 12 333

Περιεβλέψατο. Ἀρήν.

### 12 334

Βλάβην. Ὀξυτόνως. Ἀμύναι. Ἀμύνῃ. Ἀποστρέψῃ. Ἀκορήτω.

### 12 335

Ἀπλήστους. Οὔπως οἱ ἔην.

### 12 337

Οὐδέπω ἦν αὐτῷ δυνατόν. Βώσαντι γεγωνεῖν. Βοήσαντι ἀκουσθῆναι. Ἱπποκόμων.

### 12 339

Ἐχουσῶν κόμας ἐξ ἱππείων τριχῶν. Ἐπῴχατο.

### 12 340

Ἐπικεκλιμέναι ἦσαν. Θοώτην.

### 12 342

Ὄνομα κύριον. Ἔβρισαν.

### 12 346

Ἐπεβάρησαν. Ζαχρηεῖς.

### 12 347

Ἄγαν βίαιοι, καὶ μεγάλοι. Τελέθουσι. Διατελοῦσιν. Εἶθαρ.

### 12 353

Εὐθέως. Ἀντιάσητον.

### 12 356

Ἀπαντήσητε, μετάσχητε. Ἀντιόω.

### 12 368

Ἀπαντήσω, μετάσχω. Ἦιε.

### 12 371

Ἀπῄει, ἀπήρχετο. Ὄπατρος. Ὁμόπατρος. Ἐπειγομένοισιν.

### 12 374

Ἐσπουδασμένοις. Ἐρεμνῇ.

### 12 375

Σκοτεινῇ. Μαρμάρῳ ὀκριόεντι.

### 12 380

Λίθῳ τραχεῖ. Ὑπέρτατος.

### 12 381

Ἀνώτατος. Ἡβῶν.

### 12 382

Ἀκμάζων. Σὺν δ’ ὀστέ’ ἄραξε.

### 12 384

Συνέτριψε δὲ τὰ ὀστᾶ αὐτοῦ. τὸ σῶμα, συνεκδοχικῶς. Ἄμυδις.

### 12 385

Ὁμοῦ. Ἀρνευτῆρι. Κυβιστῇ, ἢ δύτῃ. Καὶ οὗτοι γὰρ ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσι. Παρὰ τοὺς ἄρνας. οὗτοι γὰρ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα κυρίττοντες. Τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται. Ἐπεσσύμενον.

### 12 388

Ἐφορμῶντα. Ἧ ῥ’ ἴδε γυμνωθέντα βραχίονα.

### 12 389

Καθ’ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον. Ἆλτο.

### 12 390

Καθήλατο. Ἀθρήσειε.

### 12 391

Θεάσοιτο. Εὐχετόῳτο. Καυχῷτο. Ἑσπόμενος.

### 12 395

Ἀκολουθήσας. Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλών.

### 12 397

Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν, ἠράσθη, καὶ κατελθὼν, ἤλλαξεν αὑτὸν εἰς ταῦρον, ὅστις, ἀπὸ τοῦ στόματος κρόκον πνέων, τὴν Εὐρώπην, ἀπατήσας, ἐβάστασε. καὶ διαπορθμεύσας εἰς Κρήτην, ἐμίγη. Εἶθ’ οὕτως συνῴκισεν αὐτὴν Ἁστερίωνι τῷ Κρητῶν βασιλεῖ. Γενομένη δὲ ἔγκυος ἐκείνη, τρεῖς παῖδας ἐγέννησε· Μίνωα, Σαρπηδόνα, καὶ Ῥαδάμανθυν. Ἱστορεῖ Ἡσίοδος καὶ Βακχυλίδης. Διαμπερές.

### 12 398

Διηνεκῶς. Ὁμαρτήσαντε.

### 12 400

Ὁμοῦ καὶ ὑπὸ τὸν αὐτὸν καιρὸν ἀφιέντες τὰ δόρατα, καὶ ἐπιτυχόντες. Στυφέλιξεν.

### 12 405

Ἀπετίναξεν. Ἀρέσθαι.

### 12 407

Ἀπενέγκασθαι, κτήσασθαι. Ἑλιξάμενος.

### 12 408

Ἐπιστραφείς. Τί δ’ ἄρ’.

### 12 409

Τί δή. Θούριδος. Ὀξυκινήτου, ταχείας. Ἀργαλέον.

### 12 410

Χαλεπὸν, ἀδύνατον. Ἐφομαρτεῖτον.

### 12 412

Ἀκολουθεῖτε. Μᾶλλον.

### 12 414

Ἢ τὸ πρότερον. Ἐπέβρισαν. Βαρεῖς ἐπῆλθον τοῖς Ἀχαιοῖς. Ἐκαρτύναντο.

### 12 415

Ἰσχυροποίησαν, γενναίως συνετάξαντο. Ἂψ ὤσασθαι.

### 12 420

Εἰς τοὐπίσω ἀπώσασθαι. Πέλασθε. Προσεπελάσθησαν, προσῆλθον. Ἀμφ’ οὔροισι.

### 12 421

Περὶ ὅρων γῆς. Δηριάασθον. Φιλονεικοῦσιν. Ἐπιξύνῳ.

### 12 422

Ἐπικοίνῳ καὶ ὁμόρῳ χωρίῳ. Περὶ ἴσης.

### 12 423

Περὶ τοῦ ἴσου. Διέεργον.

### 12 424

Διεχώριζον, διΐστων. Δῄουν.

### 12 425

Διέκοπτον. Λαισήϊα.

### 12 426

Μικρὰ ἀσπιδίσκια. Οἱ δὲ, ὅπλου εἶδος ἐπαιρομένου καὶ κούφου. Ἐῤῥάδαται.

### 12 431

Ἐῤῥαμμένοι ἦσαν. Φόβον.

### 12 432

Πανταχοῦ ὁ Ποιητὴς τὴν φυγὴν φόβον φησί. Τάλαντα.

### 12 433

Παρὰ τὸ ταλαὸν καὶ ὑπομονητικὸν τοῦ βάρους. Χερνῆτις. Ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα. ὅ ἐστι, μισθοῦ ἄλλοις ἐργαζομένη. Ἀληθής. Δικαία, καὶ ἀκριβής. Ἀμφίς.

### 12 434

Ἑκατέρωθεν. Ἰσάζουσα.

### 12 435

Ἐξισοῦσα. Ἀεικέα. Τὸν εὐτελῆ καὶ οἰκτρόν. Ἄρηται. Κτήσηται, λάβῃ. Ἐπὶ ἶσα μάχη τέτατο.

### 12 436

Ἰσόῤῥοπος καὶ ὁμοία ἦν ἡ μάχη αὐτοῖς. Ὑπέρτερον.

### 12 437

Μέγα. Ἐσήλατο.

### 12 438

Ἐὰν μὲν δασέως, εἰσῆλθεν. Ἐὰν δὲ ψιλῶς, ἐσάλευσεν. Ἐνίετε.

### 12 441

Ἐμβάλλετε. Κροσσάων.

### 12 444

Ὑποτρόχων κλιμάκων πρὸς τειχομαχίαν ἐπιτηδείων. Πρυμνός.

### 12 446

Παχὺς κατὰ τὸ ἔσχατον μέρος. Παχύς. Ἑτεροβαρής. Ἀπ’ οὔδεος ὀχλίσειαν.

### 12 448

Ἀποκινήσειαν τοῦ ἐδάφους. Πάλλεν.

### 12 449

Ἀνέπαλλεν, ἐκίνει. Ὀλίγον ἄχθος.

### 12 452

Ὡς κοῦφον βάρος. Ἐπείγει. Βαρεῖ. Σανίδων.

### 12 453

Τῶν θυρῶν. Ἀείρας. Ἐπάρας, βαστάσας. Δικλίδας.

### 12 455

Διθύρους. Ὀχῆες. Οἱ μοχλοί. Ἀπὸ τοῦ συνέχειν τὰς θύρας. Εἶχον.

### 12 456

Κατεῖχον. Ἐπημοιβοί. Ἐπ’ ἀμοιβῆς ἀλλήλοις ἐπικείμενοι. εἷς ἐφ’ ἕνα. Κληΐς. Κλείς. Ἐπαρήρει. Ἐφήρμοστο, ἐπέκειτο. Ἐρεισάμενος.

### 12 457

Μετὰ πολλῆς δυνάμεως ἐπερεισθείς. Εὖ διαβάς.

### 12 458

Ἰσχυρῶς στάς. Ἀφαυρότατον. Ἀντὶ τοῦ, ἄφαυρον καὶ ἀσθενές. Ἔστι δὲ ὑπερθετικὸν ἀντὶ τοῦ ἀπολύτου. Θαιρούς.

### 12 459

Τοὺς στρόφιγγας. Βριθοσύνῃ.

### 12 460

Τῷ βάρει. Ἐσχεθέτην.

### 12 461

Ἐπέσχον. Διέτμαγον. Διεσχίσθησαν, διεχωρίσθησαν. Λᾶος ὑπαὶ ῥιπῆς.

### 12 462

Ὑπὸ τῆς τοῦ λίθου φορᾶς. Ἔσθορεν. Εἰσεπήδησε. Νυκτὶ θοῇ.

### 12 463

Ἤτοι, τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν. Ἢ, ἐπεὶ δοκεῖ ταχέως παριέναι, ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡμῶν. Ὑπώπια. Τὴν πρόσοψιν. Ἀπὸ μέρους τὸ ὅλον. Τὸν ἕεστο.

### 12 464

Ὃν ἠμφίεστο. Ἑλιξάμενος.

### 12 467

Ἐπιστραφείς. Ὑπέρβασαν.

### 12 469

Ὑπερέβησαν. Ἐσέχυντο.

### 12 470

Εἰσεχύθησαν, εἰσῆλθον. Τροπικῶς, ἀπὸ τῶν ὑδάτων. Ἐφόβηθεν. Εἰς φυγὴν ἐτράπησαν. Ἀλίαστος.

### 12 471

Ἀμετάτρεπτος, ἄπαυστος. Ἐτύχθη. Ἐγένετο. Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα.

### 13 1

Κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ’ ἐξοχήν. Μετὰ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου, καὶ μετὰ θάνατον, τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. Οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι, πιεζόμενοι κακοῖς, ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. Χρησμὸς δὲ αὐτοῖς ἐδόθη, παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ἀφνείου τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν ἐς τὸν παρ’ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. Οἱ δὲ τοῦτο ποιήσαντες, καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς ἔσχον Ἕκτορα. Κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. Ἡ ἱστορία παρ’ Ἀριστοδήμῳ. Ἐπεὶ οὖν. Ἐπειδή. Πέλασσε. Προσεπέλασεν. ἐγγίσαι ἐποίησε. Παρὰ τῇσι.

### 13 2

Παρὰ ταύταις. Πόνον. Τὴν κατὰ τὸν πόλεμον ταλαιπωρίαν. Ὀϊζύν. Ταλαιπωρίαν. Νωλεμέως.

### 13 3

Ἀδιαλείπτως. Πάλιν τρέπε. Τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· Ὄσσε πάλιν κλίνασα. Οἱ δὲ ἀνὰ μέρος· Μυσίαν καὶ Θρᾴκην ὁρῶν. Ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ. Πάλιν ποίησε γέροντα. Καί· Εἰς τοὐπίσω πάλιν ἐρύσασα. Καί· Ἐναντίον οὐδὲ πάλιν ἐρέει. Ὄσσε φαεινώ. Ὀφθαλμοὺς παρεχομένους τὸ φῶς. ἢ, στιλπνούς. Ἱπποπόλων.

### 13 4

Περὶ ἵππους πολούντων. ἐξ οὗ, πολεμικῶν. Αἶαν. Γῆν. Ἀγχεμάχων.

### 13 5

Τῶν συστάδην καὶ ἐκ τοῦ πλησίον μαχομένων. Ἀγαυῶν. Λαμπρῶν, καὶ ἐνδόξων. Ἢ ὄνομα ἔθνους οὕτω καλουμένων, Ἀγαυῶν. Ἱππημολγῶν. Ἵππους ἀμελγόντων. γαλακτοφάγοι γάρ εἰσιν. ὅθεν καὶ γαλακτοφάγους αὐτοὺς εἶπεν. ἢ, οἱ ἀρκούμενοι γάλακτι καὶ λιτῇ διαίτῃ. Καλῶς εἴρηται δικαιότατοι. ἐπιθυμίᾳ γὰρ πλειόνων, ἐπ’ ἀδικίαν ἄγει. Τοῦτο συνιδὼν καὶ Λυκοῦργος, κοινὴν καὶ οὐ περιττὴν Λακεδαιμονίοις δίαιταν εἰσήνεγκεν. Ἀβίων.

### 13 6

Ἤτοι, βιοῖς μὴ χρωμένων, ὅ ἐστι, τόξοις. Ἢ, τὸ α, κατ’ ἐπίτασιν, ἵν’ ᾖ, πολυβίων καὶ πολυετῶν. Ἢ, τῶν ἥμερον βίον μὴ ἐγνωκότων. Ἐπιφέρει γὰρ, δικαιοτάτων ἀνθρώπων. Ἢ, μὴ βιαζομένων. Ἔστι δὲ καὶ ἔθνος ἐν Σκυθίᾳ Ἄβιοι, οἱ καὶ Ἁμαξόβιοι, καὶ Νομάδες ὀνομαζόμενοι. Ἀλαοσκοπιήν.

### 13 10

Ματαίαν τὴν κατασκοπήν. ὅ ἐστιν, ἐπιμελῶς ἐσκόπει. Ἀλαὸς γὰρ, ὁ τυφλός. Θαυμάζων.

### 13 11

Θεώμενος, καθορῶν. Ὑψοῦ ἀπ’ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης.

### 13 12

Σάμιοι οἱ ἐν Ἰωνίᾳ, μετὰ διακοσιοστὸν καὶ ἔνατον ἔτος τῶν Τρωϊκῶν, χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου, εἰς τὴν ἐν Τρωάδι Θρᾴκην μετοικῆσαι. ἀφ’ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. Ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Σάμου Θρηϊκίης. Τῆς Σαμοθρᾴκης. Τὸ μέν τοι ἐν αὐτῇ ὄρος, Σαώκη καλεῖται. Ἐνεμέσσα.

### 13 16

Ἐμέμφετο. Παιπαλόεντος.

### 13 17

Τραχέος. Κραιπνά.

### 13 18

Κραιπνῶς, ταχέως. Προβιβάς. Ἡρέμα προβαίνων. Ὀρέξατο.

### 13 20

Ἐξέτεινε. διέβη. Τὸ δὲ τέτρατον. Προσληπτέον, ὀρεξάμενος. Αἰγάς.

### 13 21

ἔνθα δέ οἱ κλυτὰ δώματα. Αἰγαὶ, πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ. Ἔνθα τιμᾶται ὁ Ποσειδῶν. Ἄγεται δὲ καὶ Διονύσῳ ἑορτή. Ἐν ᾗ ἐπειδ’ ἂν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ, καὶ θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον. Ἄμπελοι γὰρ, ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης ἡμέρας, καρπὸν βλαστάνουσιν· ἄχρι δὲ τῆς ἑσπέρας οἶνον ἄφθονον ἔχουσιν. Ἡ ἱστορία παρὰ Εὐφορίωνι. Ἐζήτηται δὲ, διατί εὐθέως οὐ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν, ἀλλὰ τὸν χρόνον δαπανᾷ, πορευθεὶς εἰς Αἰγάς. Ῥητέον, ὅτι δυεῖν ἕνεκα πραγμάτων μεμηχάνηται ἡ ἀποδημία. πρῶτον μὲν, ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον. δεύτερον δὲ, ἵνα καθοπλισθῇ εἰς τὸν Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ. Ὑπ’ ὄχεσφι τιτύσκετο.

### 13 23

Ὑπεζεύγνυε τῷ ὀχήματι τοὺς ἵππους. Ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.

### 13 24

Χρυσῷ κεκοσμημέναις, ἢ καλαῖς. Ἔθειραι δὲ εἴρηνται παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι, ὅ ἐστι, πλέκεσθαι. Ὠκυπέτα. Ταχέως τρέχοντας. Ἱμάσθλην.

### 13 25

Μάστιγα. Ἄταλλεν.

### 13 27

Ἐν νεότητι κατὰ διάθεσιν ἐγίγνετο. ὅ ἐστιν, ἐσκίρτα, καὶ ἔχαιρεν. Ὑπ’ αὐτῷ. Ἀντὶ τοῦ, δι’ αὐτόν. Πάντοθεν ἐκ κευθμώνων.

### 13 28

Ἐκ τῶν καταδύσεων καὶ φωλεῶν. Γηθοσύνῃ.

### 13 29

Τῇ χαρᾷ. Διαίνετο.

### 13 30

Διάβροχος ἐγίγνετο. Ἐΰσκαρθμοι.

### 13 31

Εὐσκάριστοι. Ὅ ἐστιν, εὐκίνητοι, ταχεῖς. Σκαρθμὸς γὰρ, κατὰ διάλεκτον, ὁ πούς. Ἔστι δέ τι σπέος εὐρύ.

### 13 32

Ἀφώτιστον οἴκημα πλατύ. παρὰ τὴν σβέσιν τοῦ φωτός. Λίμνης. Νῦν θαλάσσης. Τενέδοιο καὶ Ἴμβρου.

### 13 33

Νῆσοι πλησίον Τροίας κείμεναι. Καὶ ἡ μὲν Τένεδος κεῖται μέση τριῶν πελάγων, Αἰγαίου, Ἑλλησπόντου, Μέλανος κόλπου. Διὸ καὶ Τρίοδος ὑπ’ ἐνίων καλεῖται. Ἡ δὲ Ἴμβρος ἐστὶν ἐν τῷ Μέλανι κόλπῳ. Εἶδαρ.

### 13 35

Ἔδεσμα. τροφήν. Ἔδμεναι.

### 13 36

Ἐσθίειν. Πέδας. Δεσμούς. Ἤτοι παρὰ τὸ πιέζειν εἴρηνται, ἢ παρὰ τοὺς πόδας. Ὥσπερ παρὰ τὸν ὀβολὸν, τὸ ἡμιωβόλιον. Ἀλύτους.

### 13 37

Δυσλύτους. Ἄμοτον.

### 13 40

Ἀντὶ, ἀμότως, καὶ ἀπληρώτως. Ἄβρομοι, αὐίαχοι.

### 13 41

Ἀντὶ τοῦ, πολύβρομοι, καὶ πολύηχοι. Ἑκάστοτε θορυβώδεις τοὺς Τρῶας παρίστησιν. Αὐίαχοι. Ἀντὶ τοῦ, ἀνίαχοι. τοῦ γὰρ ν ἐξαιρεθέντος, ὑπεισῆλθε τὸ υ, ὡς καὶ ὅτε τὸ ἀγανθοὶ, ἀγαυοί. Χρύσιππος δὲ ὁ Στωϊκὸς, καὶ Διονύσιος ὁ Θρᾷξ ψιλοῖ τὸ αὐίαχοι, ἵν’ ᾖ ξηρόφωνοι. Γαιήοχος, ἐννοσίγαιος.

### 13 43

Ἐπίθετα Ποσειδῶνος. Καὶ τὸ μὲν ἓν δηλοῖ, ὁ τὴν γῆν συνέχων. τὸ δὲ ἕτερον, ὁ κινῶν αὐτήν. Καὶ γὰρ, περὶ ἰατρὸν, δύο ἐστὶν ὧν χρὴ προΐστασθαι, καὶ τὰ νοσερὰ διορθοῦσθαι, καὶ τὰ ὑγιεινὰ προφυλάσσειν. Κρυεροῖο.

### 13 48

Φρικτοῦ, φοβεροῦ. Ἄλλῃ.

### 13 49

Ἀλλαχοῦ, κατ’ ἄλλο μέρος. Ὑπερκατέβησαν.

### 13 50

Ὑπερέβησαν. Ἕξουσιν.

### 13 51

Ἐφέξουσι, κωλύσουσιν. Ἧι ῥ’ ὅγε.

### 13 53

Καθ’ ὃ μέρος οὗτος. Ὁ λυσσώδης. Ὁ μεμηνώς. Ἐρωήσαιτ’ ἀπὸ νηῶν.

### 13 57

Ἀποστρέψοιτε καὶ ἀπελάσοιτε τῶν νηῶν. Σκηπανίῳ.

### 13 59

Σκήπτρῳ. Ἀπὸ τοῦ σκηρίπτεσθαι, ὅ ἐστιν, ἐπερείδεσθαι. Κεκοπώς.

### 13 60

Πλήξας. Ἴρηξ.

### 13 62

Ἱέραξ. Αἰγίλιπος.

### 13 63

Ὑψηλῆς. Περιμήκεος. Λίαν μεγάλης, ὑπερμεγέθους. Ἀρθείς. Ἐπαρθεὶς, ἀποπτάς. Πεδίοιο.

### 13 64

Διὰ τοῦ πεδίου. Ὄρνεον ἄλλο. Ἀντὶ τοῦ, ἀλλόφυλον. Τοῖϊν δέ.

### 13 66

Τούτων δέ. Ὀϊλῆος ταχὺς Αἴας. Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως Ὀποῦντος, πατρὸς δὲ Ὀϊλέως. Οὗτος, μετὰ τὴν τῆς Ἰλίου πόρθησιν, αἴτιος τοῖς Ἕλλησιν ἀπωλείας ἐγένετο. Κασάνδραν γὰρ τὴν Πριάμου, ἱκέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεᾶς σηκῷ κατήσχυνεν, ὥστε τὴν θεὰν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι. Τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι, καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις, χειμῶνας διήγειρε μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. Διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας, ἔλεγε, χωρὶς θεῶν γνώμης, διασωθῆναι. Ποσειδῶν δὲ, ἀγανακτήσας, διέσχισε τὴν πέτραν, καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκεν. Ἐκριφέντα δὲ αὐτὸν, κατάδηλον νεκρὸν, Θέτις, ἐλεήσασα, θάπτει. Ἀθηνᾶ δὲ οὐδὲ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Αἰτίοις. καὶ παρ’ αὐτῷ τῷ Ποιητῇ ἐν Δ Ὀδυσσείας, παχυμερῶς. Οἰωνιστής.

### 13 70

Οἰωνοσκόπος. Πῶς δέ φησιν ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; Καὶ ῥητέον, ὅτι φαντασίαν παρέχει τὸ θεῖον ἑαυτοῦ. Ἴχνια.

### 13 71

Ἴχνη, πατήματα. Ἀρίγνωτοι.

### 13 72

Εὐδιάγνωστοι. Μαιμώωσι.

### 13 75

Μετὰ προθυμίας ὁρμῶσιν. Ὤρορε.

### 13 78

Ὥρμηται. Ὑπερβιβασμὸς χρόνου. Ἔσσυμαι.

### 13 79

Ὥρμηκα, ἐσπούδακα. Χάρμῃ γηθόσυνοι.

### 13 82

Χαίροντες τῇ ψυχῇ. Ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὴν μάχην. Ἀνέψυχον.

### 13 84

Ἀνεκτῶντο, ἀνέπαυον. Δάκρυα λεῖβον.

### 13 88

Ἐστέναζον, ἐδάκρυον. Ὑπ’ ὀφρύσι δάκρυα λεῖβον. Οἱ γὰρ ὀφθαλμοὶ καθ’ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· Κοίμισόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινώ. Διὰ δὲ τούτων, ἐδάκρυον. Ἕτεροι δὲ ἤκουσαν, λεληθότως ἔκλαιον. Μετεισάμενος.

### 13 90

Πρὸς αὐτοὺς ἀφικόμενος, μετελθὼν, ἢ μεταβληθείς. Αἰδώς.

### 13 95

Αἰδέσθητε. Ἁμάς.

### 13 69

Ἡμετέρας. Λευγαλέοιο.

### 13 97

Ὀλεθρίου. Νῦν δὴ εἴδεται ἦμαρ, ὑπὸ Τρώεσσι δαμῆναι.

### 13 98

Νῦν ἀνεφάνη ἡ ἡμέρα ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. Εἴδεται. Φαίνεται. Ἔφασκον.

### 13 100

Ὑπελάμβανον, ἔλεγον. Φυζακινῇς.

### 13 102

Φευκτικαῖς, δειλαῖς. Θώων.

### 13 103

Πανθηρίων. Ὁ θὼς, ζῶον ἄλκιμον καὶ εὐκίνητον. Ἔνιοι δὲ, παραπλήσιον ὑαίνῃ. Παρδαλίων. Παρδάλεων. Ἤϊα. Βρώματα. Κυρίως δὲ, τὰ ἐν τῇ ὁδῷ ἐπιτήδεια. ἐφόδια. Λύκων τ’ ἤϊα πέλονται. Βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ. Δεῦτε, φίλοι, ἤϊα φερώμεθα, Σιμωνίδης φησί. καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται. Ὡς τό· Ὡς δ’ ἄνεμος ζαὴς, ἠΐων θημῶνα τινάξῃ. Τάχα δὲ τὰ φερόμενα, παρὰ τὸ ἰέναι. Γενηθέντος γὰρ ἀνέμου, δεῦρο κἀκεῖσε φέρονται. Ἠλάσκουσαι.

### 13 104

Ἐκκλίνουσαι, πλανώμεναι. Οὐκ ἐθέλεσκον.

### 13 106

Οὐκ ἠδύναντο. Ἑκάθε.

### 13 107

Πόῤῥωθεν. Κακότητι.

### 13 108

Κακίᾳ, δειλίᾳ. Μεθημοσύνῃσι. Ταῖς ἀμελείαις. Ἀλλ’ ἀκεώμεθα θᾶσσον.

### 13 115

Ἀλλ’ ἰασώμεθα διὰ τάχους τὸ γεγονὸς ἁμάρτημα. Ἀκεσταί. Εὐθεράπευτοι, εὐΐατοι. Ὁ δὲ λόγος· αἱ τῶν ἀγαθῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. Ἢ, θεραπευτικαί εἰσιν. Οὐ καλά.

### 13 116

Οὐ καλῶς. Λυγρός.

### 13 119

Χαλεπὸς, ἄδοξος. Νεμεσσῶμαι. Μέμφομαι. Περὶ κῆρι. Ἐκ ψυχῆς. Κελευτιόων.

### 13 125

Παρακελευόμενος, παρορμῶν. Γαιήοχος. Ἤτοι ὁ ἐπὶ γῆς ὀχούμενος. Ἢ, ὁ χαίρων τοῖς ἅρμασιν. Ἵππιος γὰρ ὁ θεός. Ἢ, ὁ συνέχων καὶ βαστάζων τὴν γῆν. Φασὶ γὰρ, αὐτὴν ἐπὶ ὕδατος ἐστηρίχθαι. Ἐννοσίγαιος δὲ ὁ κινῶν τὴν γῆν. Τῇ τοῦ ὕδατος γὰρ παρὰ χρόνον τινὰ μεταστάσει γίγνεται ὁ σεισμός. Ὀνόσαιτο.

### 13 127

Μέμψαιτο. Λαοσσόος.

### 13 128

Ἡ τοὺς λαοὺς σεύουσα, τουτέστιν, εἰς φυγὴν ἄγουσα, ἢ σώζουσα. Κρινθέντες.

### 13 129

Διαταχθέντες. Προθελύμνω.

### 13 130

Ἐπάλληλοι. πυκνοί. Ἀνδρόμαχος ἐν ἐτυμολογικοῖς φησι, κυρίως λέγεσθαι τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρα, διὰ τὸ θηλυμανεῖν. Ψαῦον.

### 13 132

Ἠρέμα ἥπτοντο. Ἐπτύσσοντο.

### 13 134

Εἰς τὸ αὐτὸ συνήγετο, καὶ ἐκάμπτετο κραδαινόμενα. Προὔτυψαν.

### 13 136

Προέβαλον, προέκρουσαν. Ὀλοοίτροχος.

### 13 137

Λίθος περιφερὴς, στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοὸς, τουτέστιν, ὀλέθριος, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπίπτον βλάπτει. Στεφάνης.

### 13 138

Περικεφαλαίας. Ἢ ὄρους ἐξοχῆς. Νῦν δὲ, λείας πέτρας. Ἀσπέτῳ.

### 13 139

Πολλῷ. Ἀναιδέος. Τραχείας. Ὕψι.

### 13 140

Ἐφ’ ὕψους. Ἀναθρώσκων. Ἀναβαλλόμενος, ἀναπηδῶν. Πέτεται. Ταχέως φέρεται. Ἀσφαλέως.

### 13 141

Παραμόνως. Ἰσόπεδον.

### 13 142

Ἰσώμαλον τόπον. Ἐσσύμενός περ. Καίπερ ὁρμῇ πολλῇ χρώμενος. Ἀπείλει.

### 13 143

Ἠπείλει, ὑπισχνεῖτο. Ὁτὲ δὲ τὸ καυχᾶται καὶ ἐπιπλήσσει δηλοῖ. Πυκινῇς φάλαγξι.

### 13 145

Ταῖς πυκναῖς τάξεσιν. Ἐνέκυρσεν. Ἐνέτυχεν. Ἐγχριμφθείς.

### 13 146

Ἐνερείσας. Ἀμφιγύοισιν.

### 13 147

Ἑκατέρωθεν ἠκονημένοις, καὶ βλάπτειν δυναμένοις. Ἤϋσεν δὲ διαπρύσιον.

### 13 149

Διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δυνάμενον. Ἢ, διαπεράσιμον εἰς ἀκοάς. Ἢ, διαπρύσιον διαφανὲς, καὶ σημαντικόν. Δάρδανοι.

### 13 150

Οἱ ἐν Δαρδάνῳ πόλει τῆς Τροίας οἰκοῦντες. Σχήσουσιν.

### 13 151

Ἐφέξουσι, κωλύσουσι. Πυργηδόν.

### 13 152

Δίκην πύργου. ἐν τάξει. Ἔστι δὲ ἐπίῤῥημα παραβολοειδὲς, ὅμοιον τῷ σφαιρηδόν. Κοῦφα ποσὶ προβιβάς.

### 13 158

Ἤτοι, μετέωρα καὶ ὑψηλὰ προβαίνων. Ἢ, ἐπ’ ἄκρων τῶν ποδῶν βαδίζων, οἱονεὶ ἀκροβηματίζων. Ὑπασπίδια προποδίζων. Ὑπὸ τῇ ἀσπίδι ἠρέμα καὶ εὐρύθμως βαίνων. Ἢ, ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθείς. τουτέστι, περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν. Ἐξ οὗ πρόδηλον, ὅτι οὐκ εἶχεν ὁ Δηΐφοβος ἀμφιβρότην ἀσπίδα, οὐδὲ ὅπλα, ἐπεὶ ἂν αὐτὴν ἐκράτει. Αὐτοῖο τιτύσκετο.

### 13 159

Κατ’ αὐτοῦ ἐστοχάζετο. Καυλῷ.

### 13 162

Καυλὸς, τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλλόμενον εἰς τὴν ἐπιδορατίδα. Ἐάγη. Κατεάγη, ἐκλάσθη. Χώσατο δ’ αἰνῶς.

### 13 165

Ἐλυπήθη γὰρ κατ’ ἀμφότερα, ἐπί τε τῷ τὴν νίκην ἀφῃρῆσθαι, καὶ ἐπὶ τῷ κεκλάσθαι τὸ δόρυ. Οἰσόμενος.

### 13 168

Κομίσων, οἴσων. Διαφέρει δὲ τὸ οἴσων, καὶ τὸ οἰσόμενος. Οἴσων μὲν γὰρ ἑτέρῳ· Οἶσε θέειον, γρηῢ, κακῶν ἄκος (καὶ) Οἴσετε δ’ ἄρνα Λευκόν. Οἰσόμενος δὲ ἑαυτῷ. Πήδασον.

### 13 172

Πήδασος, πόλις Καρίας. Μελίη ὥς.

### 13 178

Ὡς μελία. Ἔστι δὲ εἶδος δένδρου. Κορυφῇ.

### 13 179

Ἐξοχῇ. Ἕκαθεν περιφαινομένοιο. Πόῤῥωθεν ὁρωμένου, περιόπτου. Τέρενα.

### 13 180

Τρυφερὰ, ἁπαλὰ, ῥᾳδίως δυνάμενα τείρεσθαι. Ἔτι δὲ, χλωρά. Ἔοικε δὲ ὥσπερ συναλγῶν τῷ δένδρῳ τοιαῦτα εἰρηκέναι. Βράχε τεύχεα.

### 13 181

Ὠνοματοπεποίηκεν. Ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τὸ βρέχειν ὠνόμασται. Ὁ δὲ λόγος· τὰ περὶ αὐτῶν τεύχεα ἔβραχεν. Νισσόμενον.

### 13 186

Παραγιγνόμενον. Ὀρέξατο.

### 13 190

Ἐξέτεινε. Χροὸς εἴσατο.

### 13 191

Διὰ τοῦ χρωτὸς διῆλθε. Καρχαροδόντων.

### 13 198

Ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων. Ῥωπήϊα.

### 13 199

Οἱ τόποι ἐν οἷς ῥῶπες φύονται. Ῥῶπες δὲ πολύφυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν. Ὑψοῦ.

### 13 200

Ἐν ὕψει. Γαμφηλῇσι. Γομφοῖς. Σιαγόσι. Παρὰ τὸ κεκάμφθαι. Κορυστά.

### 13 201

Κορυσταί. Ὁπλῖται. Συλήτην.

### 13 202

Ἢ Δώριόν ἐστιν, ἢ παρὰ τὸ συλησάτην. Σφαιρηδόν.

### 13 204

Δίκην σφαίρας. Ἑλιξάμενος. Ἐπιστραφείς. Υἱωνοῖο.

### 13 207

Ἐκγόνου. Ἰγνύην.

### 13 212

Ἀγκύλην. Ἢ, τὸ ὄπισθεν τοῦ γόνατος. Ἔνεικαν.

### 13 213

Ἐκόμισαν. Μενοίνα.

### 13 214

Ἐνεθυμεῖτο. Ἀντιάαν.

### 13 215

Μεταλαμβάνειν, ἐφάπτεσθαι. Εἰσάμενος.

### 13 216

Ὁμοιωθείς. Πλευρῶνι καὶ Καλυδῶνι.

### 13 217

Ἀντὶ τοῦ Πλευρῶνος καὶ Καλυδῶνος. εἰσὶ δὲ πόλεις Αἰτωλίας. Αἰτωλοῖσιν ἄνασσεν.

### 13 218

Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος. Ὃς ἀκούσιον φόνον δράσας, ἔφυγεν εἰς τὴν ἀπ’ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται Πλευρῶνα. Ἀφ’ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. Τούτου δὲ γίγνονται δύο παῖδες, Κούρης καὶ Καλυδών. Ἀφ’ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. Ποῦ τοι ἀπειλαί.

### 13 219

Λείπει τὸ εἰσίν. ἔπειτα ἀπὸ ἄλλης διανοίας, Οἴχονται τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν. Ὅσσον ἔγωγε Γιγνώσκω.

### 13 222

Ὅσον ἐγὼ γνωρίζω. Ἐπιστάμεθα.

### 13 223

Δυνάμεθα, ἐμπείρως ἔχομεν. Ἴσχει.

### 13 224

Ἐπέχει. Ἀκήριον. Ἀψυχοποιόν. Ἀνδύεται.

### 13 225

Ἀναδύεται. Μέλλει.

### 13 226

Ἔοικε. Μενεδήϊος.

### 13 228

Ὑπομονητικὸς ἐν τῇ μάχῃ. Μέλπηθρα.

### 13 233

Ἐμπαίγματα, παίγνια. Εἰώθασι γὰρ οἱ κύνες κορεσθέντες τοῖς λειψάνοις ἐμπαίζειν. λέων δὲ τὸ πᾶν ἐσθίει. Σπεύδειν.

### 13 236

Κακοπαθεῖν, ἐνεργεῖν. Συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.

### 13 237

Ἀντὶ τοῦ, συμφορητή. Τὸ δὲ ὅλον· καὶ ἡ τῶν δειλῶν καὶ ἀνάνδρων καὶ μάλα λυγρῶν δύναμις, εἰς ταὐτὸ συνελθοῦσα, ἀρετὴν γεννᾷ. οὐδεμία πρόφασις λείπει τοῖς ἀνδρείοις, εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόντες, ἐνάρετα δρῶσι. καὶ μάλα λυγρῶν ἀνδρῶν συμφερτὴ γίγνεται ἀρετή· πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι; Νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπιστάμεθα μάχεσθαι.

### 13 238

Ἡμεῖς δὲ καὶ ἀνδρείοις δυνάμεθα μάχεσθαι. Ἐπιστάμεθα γὰρ, τὸ δυνάμεθα. Ἀμπόνον.

### 13 239

Ἐπὶ τὸν πόλεμον. Ἐναλίγκιος.

### 13 242

Ὅμοιος. Αἰγλήεντος.

### 13 243

Λαμπροῦ. Ἀρίζηλοι.

### 13 244

Μεγάλως ἔκδηλοι. Μετὰ γὰρ δόρυ χάλκεον ἤει Οἰσόμενος.

### 13 247

Ἀπῄει γὰρ δόρυ κομίσων. Μηριόνη, Μόλου υἱὲ, πόδας ταχὺ, φίλταθ’ ἑταίρων.

### 13 249

Δι’ ἑνὸς στίχου καὶ τῆς συγγενείας ὑπέμνησε, καὶ τὴν τῶν ποδῶν ῥώμην ἐμαρτύρησε, καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς φιλοστοργίας ἐνεδείξατο. Ἠέ τι βέβληαι.

### 13 251

Ἢ τετρῶσαί τι μέρος τοῦ σώματος. Ἠέ τευ ἀγγελίης μετ’ ἐμ’ ἤλυθες.

### 13 252

Ἢ περί τινος ἀγγελείας πρὸς ἐμὲ παραγέγονας. Τό νυ γάρ.

### 13 257

Ἐκεῖνο γὰρ δή. Δήεις.

### 13 260

Εὑρήσεις. Ἐνώπια.

### 13 261

Οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. Ἵν’ ᾖ, δούρατα παμφανόωντα δηλονότι. Καὶ ἐν τῇ Θ οὕτως· Ἅρματα δ’ ἔκλινεν πρὸς ἐνώπια παμφανόωντα. Κταμένων.

### 13 262

Ἀναιρουμένων. Ἀποαίνυμαι. Ἀφαιροῦμαι. Ἑκάς.

### 13 263

Μακρὰν, πόῤῥω. Γανόωντες.

### 13 265

Λαμπρυνόμενοι, στίλβοντες. Καί τοι ἐμοί.

### 13 267

Καὶ ἐμοὶ δή. Ἀλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι.

### 13 268

Ἀλλ’ οὐκ ἔστι μοι ἐγγὺς ὥστε λαβεῖν. Τί σε χρὴ ταῦτα λέγεσθαι.

### 13 275

Οἷον, οὐ χρή σε περὶ τούτων λέγειν τί. Εἰ γὰρ δὴ παρὰ νηυσὶ λεγοίμεθα.

### 13 276

Τὸ Ἑξῆς· εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα εἰς λόχον, οὐδέ κεν ἔνθα τεὸν μένος. Τὰ δὲ λοιπὰ διαμέσου, πρὸς τὸ, δυσυπομόνητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. Λεγοίμεθα. Καταριθμοίμεθα. Διαείδεται.

### 13 277

Δείκνυται, φαίνεται. Τρέπεται.

### 13 279

Μετατρέπεται, μεταβάλλεται. Ἄλλυδις ἄλλῃ. Ἀπ’ ἄλλου εἰς ἄλλο κατάστημα. Ἐρητύεται.

### 13 280

Κατέχεται. Μετοκλάζει.

### 13 281

Μετακαθίζει ἐπ’ ἀμφοτέρους πόδας. Ὀκλὰξ γάρ ἐστι τὸ, ἐπὶ γόνυ. Ὅ ἐστιν, ἐγκλίνει τὰ γόνατα, διὰ δειλίαν μετακαθίζων. Πατάσσει.

### 13 282

Κτυπεῖ, ἢ, κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου. Κῆρας ὀϊομένῳ.

### 13 283

Θάνατον προσδοκῶντι. Πάταγος. Κτύπος. Ταρβεῖ.

### 13 285

Φοβεῖται. Ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν. Ἐπ’ ἂν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν. Ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ.

### 13 286

Εὔχεται δὲ ὁ γενναῖος ἀνὴρ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις. Δαῒ λυγρῇ. Τῇ χαλεπῇ μάχῃ. Οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.

### 13 287

Οὐδ’ ἂν ἐνταῦθά τις καταμέμψοιτό σου τὴν δύναμιν καὶ τὴν προθυμίαν. Βλεῖο.

### 13 288

Βληθείης. Πονεύμενος. Ἐνεργῶν, πολεμῶν. Τυπείης. Ἐκ χειρὸς τρωθείης. Στέρνων.

### 13 290

Στηθῶν. Νηδύος. Τῆς γαστρός. Ἀντιάσειεν. Ἀπαντήσοι, ἔλθοι. Πρόσσω ἱεμένοιο.

### 13 291

Ἔμπροσθεν ὁρμῶντος. Μετὰ προμάχων ὀαριστύν. Ἐν τῇ τῶν πρωταγωνιστῶν ὁμιλίᾳ καὶ συναναστροφῇ. Λεγώμεθα.

### 13 292

Διαλεγώμεθα, ὁμιλῶμεν. Νηπύτιοι ὥς. Ὡς νήπιοι, καὶ ἄφρονες. Ὑπερφιάλως.

### 13 293

Ὑπερηφάνως, μεγάλως. Μέγα πτολέμοιο μεμηλώς.

### 13 297

Μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος. Πόλεμόνδε μέτεισιν.

### 13 298

Εἰς τὸν πόλεμον παραγίγνεται. Ἀταρβής.

### 13 299

Ἄφοβος. Ταλάφρονα.

### 13 300

Καρτερικὸν καὶ ὑπομονητικὸν φρόνημα ἔχοντα. ἀνδρεῖον. Ἐφύρους.

### 13 301

Ἐπὶ τοὺς Ἐφυραίους πάλαι καλουμένους. νῦν δὲ Κραννωνίους. Ἰστέον δὲ, ὅτι Ἐφύραι εἰσὶ τέσσαρες. μία μὲν ἡ κατὰ Θεσσαλίαν. δευτέρα δὲ ἡ κατὰ τὴν Ἤπειρον. τρίτη δὲ ἡ τῆς Ἤλιδος. καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. Νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ. Ὡς Ἀπολλόδωρος ἱστορεῖ. Φλέγυας.

### 13 302

Τοὺς ἐν Φωκίδι ἀθέους Γορτυνίους καλουμένους. οἳ ἐνέπρησαν τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. Ἠὲ μετὰ Φλέγυας μεγαλήτορας. Φλέγυες, Γόρτυναν κατοικοῦντες, παρανομώτατον καὶ λῃστρικὸν διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους, χαλεπῶς ἠδίκουν. Θηβαῖοι δὲ, πλησιόχωροι ὄντες, ἐδεδοίκεισαν καὶ μέχρι πολλοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος, οἱ Διὸς καὶ Ἀντιόπης, ἐτείχισαν τὰς Θήβας. Εἶχε γὰρ Ἀμφίων λύραν, παρὰ μουσῶν αὐτῷ δεδομένην. δι’ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτως ἐπέρχεσθαι. Τούτων μὲν οὖν ζώντων, οὐδὲν οἱ Φλέγυες τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι κακόν. Θανόντων δὲ αὐτῶν, ἐπελθόντες, σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ τὰς Θήβας εἷλον. Πλείονα δὲ τολμῶντες ἀδικήματα, κατὰ Διὸς προαίρεσιν, ὑπὸ Ἀπόλλωνος διεφθάρησαν, ὡς ἱστορεῖ Φερεκύδης. Δεύεσθαι.

### 13 310

Προσδεῖσθαι. Ἄδην ἐλόωσιν.

### 13 315

Εἰς κόρον ἔλωσιν. ὅ ἐστι, πολέμου κορεσθῆναι ποιήσωσιν. Αἰπύ.

### 13 317

Μέγα, φοβερόν. Ἐσσεῖται. Γενήσεται. Δαλόν.

### 13 320

Δαυλὸν, κεκαυμένον ξύλον. Ἔδοι.

### 13 322

Ἐσθίοι. Δημήτερος ἀκτήν. Τὸν σῖτον. ἐπεὶ κατασσόμενος, καὶ ἀλούμενος, ἄρτος γίγνεται. Χαλκῷ τε ῥηκτός.

### 13 323

Σιδηρότρωτος. Ῥηξήνορι.

### 13 324

Ἀνδρείῳ. Παρὰ τὸ ῥέζειν. Χωρήσειε. Παραχωρήσειεν. Ἔν γ’ αὐτοσταδίῃ.

### 13 325

Ἐν τῇ συστάδην μάχῃ. Εἴδομεν.

### 13 327

Ἀντὶ τοῦ, ἴδωμεν. θεασώμεθα. Ἠέ τῳ. Ἢ τινί. Ὀρέξομεν. Παράσχωμεν. Ὁμόν.

### 13 333

Ὅμοιον, ἰσοῤῥεπές. Λιγέων ἀνέμων.

### 13 334

Τῶν κατὰ τὸν ἦχον ὀξέων. Ἄμυδις.

### 13 336

Ὁμόσε, ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον. Ἔφριξε δὲ μάχη.

### 13 339

Ἐπυκνώθη δὲ ἡ μάχη τῇ τῶν δοράτων ἀνατάσει. Φρίσσειν γὰρ, τὸ, ὀρθοῦσθαι πυκνῶς. Ταμεσίχροας.

### 13 340

Τμητικὰς τοῦ χρωτός. Παρὰ τὸ, ταμῶ, ῥῆμα. οὗ ὁ μέλλων ταμέσω. Ἄμερδεν. Ἐστέρησεν, ἠμαύρου. Οὐδ’ ἀκάχοιτο.

### 13 344

Οὐδὲ λυπηθείη ἄν. Ἀμφὶς φρονέοντε.

### 13 345

Διάφορα καὶ κεχωρισμένα φρονοῦντες. δυϊκῶς. Τετεύχατον.

### 13 346

Ἔτευχον, κατεσκεύαζον. Ὀρόθυνεν.

### 13 351

Εἰς ὁρμὴν ἤγαγε. Μετελθών. Ἐπ’ αὐτοὺς παραγενόμενος. Ἤχθετο.

### 13 352

Ἐβαρεῖτο, ἐλυπεῖτο. Ἦ μάν.

### 13 354

Ὄντως δὴ, ἀληθῶς δή. Ἠδ’ ἴα. Τὸ πλῆρες, ἠδὲ ἴα. ἵνα ᾖ, καὶ μόνη. Πάτρη. Ἐκ τοῦ αὐτοῦ πατρός. γένος, ἡ πατρίς. Ἀμφαδίην.

### 13 356

Φανερῶς. Τὼ δ’ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο Πεῖραρ ἐπαλλάξαντες, ἐπ’ ἀμφοτέροισι τάνυσσαν.

### 13 358

Ὁ δὲ Ζεὺς, καὶ ὁ Ποσειδῶν, τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατὰ ἀμφοτέρων τῶν στρατῶν, ἔδησαν ἰσχυρῷ δεσμῷ. Ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο. Τέλος γὰρ ἀποτίθεται ἀλληγορικῶς, τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένως, μίαν μὲν Τρώων, μίαν δὲ Ἑλλήνων, κατὰ Ποσειδῶνος καὶ Διὸς γνώμην, τῶν ἐγκαταπεπλεγμένων κτεινομένων ἀπὸ τῶν ἐξοχῶν, τῶν μὴ δυναμένων, μήτε ῥαγῆναι, μήτε λυθῆναι. Ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόῤῥοπον αὐτῶν τὴν ἰσχὺν συστῆναι, διὰ τὰς τῶν θεῶν βοηθείας. Πεῖραρ.

### 13 359

Πέρας, τέλος. Ἐπαλλάξαντες. Ἐπιπλέξαντες τὰς κῆρας, καὶ οἱονεὶ δήσαντες. Ἄλυτον.

### 13 360

Ἀντὶ τοῦ, δύσλυτον. Μεσαιπόλιος.

### 13 361

Ὁ λεγόμενος σπαρτοπόλιος, ᾧ διεσπαρμέναι εἰσὶν αἱ πολιαί. ὁ μεσήλιξ. Ἐν φόβον ὦρσεν.

### 13 362

Ἐνέβαλλε φυγήν. Καβησόθεν ἔνδον ἐόντα.

### 13 363

Ἀπὸ Καβησοῦ πόλεως ἐνδεδημηκότα. Ἔστι δὲ πόλις Θρᾴκης. Μετὰ κλέος εἰληλούθει.

### 13 364

Ἐπὶ τὴν τοῦ πολέμου δόξαν παρεγεγόνει. Ἀνάεδνον.

### 13 366

Ἄνευ τῶν πρὸ γάμου διδομένων δώρων. Ὑποσχεσίῃσι πιθήσας.

### 13 369

Ταῖς ὑποσχέσεσι πιστεύσας. Ὕψι βιβάντα.

### 13 371

Ὑψηλὰ διαβαίνοντα. Αἰνίζομαι.

### 13 374

Ἐπαινῶ. Συνώμεθα.

### 13 381

Συνθήκην ποιησώμεθα. Ἀμφὶ γάμῳ.

### 13 382

Περὶ γάμου. Ἐεδνωταί. Προικοδόται. Ἀμύντωρ.

### 13 384

Βοηθός. Πνείοντε κατ’ ὤμων.

### 13 385

Καταπνέοντες αὐτοῦ τὸ μετάφρενον. Ἵετο.

### 13 386

Προεθυμεῖτο. Διὰ πρὸ δὲ χαλκὸν ἔλασσε.

### 13 388

Διήλασε δὲ, ὅ ἐστι, διεπέρασε, τὸν σίδηρον. Ἀχερωΐς.

### 13 389

Ἡ λεύκη. παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους, στεψαμένου αὐτῇ ἐπὶ τῇ τοῦ Κερβέρου νίκῃ. Βλωθρή.

### 13 390

Μακρά. Παρὰ τὸ βλώσκειν, ὅ ἐστι, βαίνειν. ἐναυξὴς γάρ. Νεήκεσι.

### 13 391

Νεωστὶ ἠκονημένοις. Βεβρυχώς.

### 13 393

Βρυχόμενος, σπώμενος. συντρίβων τοὺς ὀδόντας, ἢ δάκνων. Μεμίμηται δὲ τὸ γιγνόμενον πάθος περὶ τοὺς βιοθανατοῦντας. εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν. Ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας.

### 13 394

Ἐξεπλάγη δὲ, καὶ ἔκφρων ἐγένετο ὁ αὐτοῦ ἡνίοχος. Εὐεργέος.

### 13 399

Ἐπιμελῶς κατεσκευασμένου. Ἀσίου ἀχνύμενος.

### 13 403

Ὑπὲρ Ἀσίου λελυπημένος. Δινωτήν.

### 13 407

Εὖ περιδεδινημένην, καὶ κυκλοτερῆ. Ἑάλη.

### 13 408

Συνεστάλη. Καρφαλέον.

### 13 409

Ξηρόν. Ὅθεν καὶ ὁ καρπὸς, καὶ τὸ κάρφος. Ἐπιθρέξαντος. Ἐπιψαύσαντος, ἢ ἐπελθόντος. Ἄϋσεν. Ἤχησε. Ἄτιτος.

### 13 414

Ἀτιμώρητος. Πυλάρταο.

### 13 415

Τοῦ τὰς πύλας ἰσχυρῶς ἐφαρμόζοντος. Πομπόν.

### 13 416

Σύνοδον. Ἐρεβεννῇ.

### 13 425

Σκοτεινῇ. Ὤπυιεν.

### 13 429

Ἐγεγαμήκει. Πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο.

### 13 431

Πασῶν γὰρ τῶν ὁμηλίκων τῷ κάλλει διέφερε. Θέλξας.

### 13 435

Ἀπατήσας, ἀμαυρώσας. Οὔτ’ ἀλέασθαι.

### 13 436

Οὔτε ἐκκλῖναι καὶ φυγεῖν. Ὑψιπέτηλον.

### 13 437

Ἐφ’ ὕψους τὰ φύλλα ἔχον. Ἤρκει.

### 13 440

Ἀπῆργεν, ἐκώλυεν. Αὖον.

### 13 441

Ξηρὸν, ὀξύ. Ἄϋσεν. Ἐβόησεν. Ἐρεικόμενος. Σχιζόμενος, διακοπτόμενος ὁ χιτών. Δούπησεν.

### 13 442

Ἐψόφησεν, ἀπέθανεν. ἐκ τοῦ παρακολουθοῦντος. Ἀσπαίρουσα.

### 13 443

Κινουμένη, πάλλουσα. Οὐρίαχον. Τὸν σαυρωτῆρα τοῦ δόρατος. τουτέστι, τὸ ὄπισθεν μέρος. ὃ καὶ γρόσφον καὶ στόρθυγκά φασι. Πελέμιξεν. Ἐδόνησε, διέσεισεν. Ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.

### 13 444

Καθ’ ὃ μέρος ἐκλύεται ἡ τοῦ δόρατος κίνησις. Ἢ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι Τρεῖς ἑνὸς ἀντιπεφάσθαι; Ἄρα ἀξίως καὶ δεόντως δοκοῦμέν σοι αὐχεῖν, τρεῖς ἀνθ’ ἑνὸς πεφονευκότες; Ἐπίουρον.

### 13 450

Φύλακα. Τῷ τόνῳ δὲ ἀναγνωστέον προπαροξυτόνως, ὡς ἐπίκουρον. Ἑταρίσσαιτο.

### 13 456

Ἑταῖρον καὶ συνεργὸν λάβοι. Δοάσσατο.

### 13 458

Ἔδοξε. Βῆναι ἐπ’ Αἰνείαν.

### 13 459

Τροίας ἁλούσης, Αἰνείας, Ἀγχίσην παραλαβὼν τὸν πατέρα, ἔφυγε. Ναυαγίῳ δὲ περιπεσὼν περὶ τὸν Ἄθω, ἀνῄει σὺν τῷ πατρί. Καὶ Ἀγχίσης μὲν πρὸς τῷ Καλαύρῳ ὄρει, πλησίον Ἀνθέμου ποταμοῦ, τελευτᾷ. Θάψας δὲ αὐτὸν Αἰνείας, ὅπου καὶ νῦν τάφος ἐστὶν Ἀγχίσου λεγόμενος ἐν Πυάνῃ, κατὰ βούλησιν τῆς μητρὸς Ἀφροδίτης, πόλιν ἔκτισε τὴν ἀπ’ αὐτοῦ Αἰνειάδα προσαγορευθεῖσαν. Τελευτήσαντος δὲ τούτου, ὁ ἐξ αὐτῆς γενόμενος παῖς, λάθρα ἐπὶ τὴν πατρῴαν παραγενόμενος, καὶ πόλιν ἀναστήσας, παραλαβών τε τὸν στρατὸν, μετῴκισεν εἰς Ἰταλίαν. Ἐπεμήνιεν.

### 13 460

Ἐπιμόνως ὠργίζετο. Οὔτι τίεσκεν.

### 13 461

Οὐδαμῶς ἐτίμα. Κῆδος.

### 13 464

Συγγένεια. Ὁτὲ δὲ, λύπη. Μεμηλώς.

### 13 469

Ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος. Τηλύγετον ὥς.

### 13 470

Παῖδα μονογενῆ. Οἰοπόλῳ.

### 13 473

Ἤτοι ἐν ᾧ ὀΐες ἀναστρέφονται, ὅ ἐστι, πρόβατα· πολεῖν γὰρ τὸ, ἀναστρέφεσθαι. Ἢ ἐν ᾧ οἶός τις καὶ μόνος πολεῖται. ἐξ οὗ δηλοῖ, τῷ ἐρήμῳ. Φρίσσει. Ἵστησι. Θήγει.

### 13 475

Ἀκονᾷ. Ἀσκάλαφον.

### 13 478

Ἀσκάλαφος, ὁ λίαν σκληρός. παρὰ τὸ ἀσκαλὲς τῆς ἁφῆς. Ἥβης ἄνθος.

### 13 484

Τὸ ἀκρότατον τῆς ἀκμῆς. Ὁμηλικίῃ.

### 13 485

Ἀντὶ τοῦ, ὁμήλικες. Ἕνα φρεσὶ θυμὸν ἔχοντες.

### 13 487

Ἓν καὶ τὸ αὐτὸ φρονοῦντες. Κτίλον.

### 13 492

Κριόν. Πιόμενα.

### 13 493

Πιούμενα. Ἐκ βοτάνης. Ἀντὶ τοῦ, μετὰ τὴν βοτάνην καὶ νομήν. Γάνυται. Διαχεῖται, χαίρει. Ξυστοῖσι.

### 13 497

Τοῖς ἐξεσμένοι δόρασιν. Ἴεντο.

### 13 501

Προεθυμοῦντο. Θώρηκος γύαλον.

### 13 507

Τὸ κοῖλον τοῦ θώρακος. Διὰ δ’ ἔντερα χαλκὸς Ἤφυσε. Διήντλησε δὲ καὶ διέκοψε τὰ ἔντερα αὐτοῦ τὸ δόρυ. Μεθ’ ἑόν.

### 13 513

Ἐπὶ τὸ ἴδιον. Τρέσσαι.

### 13 515

Διαφυγεῖν μετὰ δέους. Βάδην ἀπιόντος.

### 13 516

Ἠρέμα ἀπερχομένου. Δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.

### 13 517

Ἐπιμόνως γὰρ αὐτῷ ὠργίζετο. Ἔσχε.

### 13 520

Διέσχε, διῆλθεν. Οὐδ’ ἄρα πώ τι πέπυστο.

### 13 521

Οὐδέ πω ἐμεμαθήκει. Ἐζήτηται δὲ, πῶς, θεὸς ὢν ὁ Ἄρης οὐκ ἤδει περὶ τοῦ υἱοῦ; Ῥητέον οὖν, ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ, σωματικῶς λαμβανόμενοι, ἀνθρωποειδῶς ἐπίστανται, καὶ ἀθανασίᾳ μόνον διαφέροντες ἀνθρώπων, τοῖς αὐτοῖς ἐνέχονται πάθεσι. Βριήπυος. Μέγα καὶ βαρὺ βοῶν. Παρὰ τὸ ἠπύειν, ὅ ἐστι, φωνεῖν. Ἐελμένος.

### 13 524

Συγκεκλεισμένος. Ἐεργόμενοι.

### 13 525

Εἰργόμενοι, κωλυόμενοι. Πήληκα.

### 13 527

Περικεφαλαίαν, λόφον. Βόμβησεν.

### 13 530

Ἤχησε. Πρυμνοῖο βραχίονος.

### 13 532

Τοῦ ἐσχάτην ἔχοντος ἀπὸ τῆς ἐκφύσεως τὴν ἀρχὴν ἐπὶ τὸν νῶτον. Περὶ μέσσω χεῖρε τιτήνας.

### 13 534

Περὶ τὰ μέσα αὐτοῦ τὰς χεῖρας διατείνας, καὶ συλλαβών. Δυσηχέος.

### 13 535

Κακὸν ἦχον φέροντος. Νεουτάτου.

### 13 539

Νεοτρώτου. Λαιμόν.

### 13 542

Τὸν βρόγχον. Ἐπὶ δ’ ἀσπὶς ἑάφθη.

### 13 543

Ἐπικατήχθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστιν, ἐπικατηνέχθη. Παρὰ τὸ ἕπεσθαι. Θυμοραϊστής.

### 13 544

Ὁ τὴν ψυχὴν φθείρων. Ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν.

### 13 546

Ὅλην δὲ ἀπέτεμε τὴν νωτιαίαν φλέβα. Ἔκερσεν. Ἔτεμεν, ἔκειρεν. Ἀνὰ νῶτα θέουσα.

### 13 547

Κατὰ τὰ νῶτα τεταμένη. Περισταδόν.

### 13 551

Περιϊστάμενοι. Στρωφᾶτο.

### 13 557

Ἀνεστρέφετο. Σειόμενον.

### 13 558

Κινούμενον. Ἐλέλικτο. Εἰλεῖτο. ἐστρέφετο. Ἤ τευ.

### 13 559

Ἢ τινός. Ἀμενήνωσεν.

### 13 562

Ἀσθενῆ γενέσθαι ἐποίησε. Βιότοιο μεγήρας.

### 13 563

Φθονήσας τοῦ βίου. ὅ ἐστι, τῆς ζωῆς. Σκῶλος.

### 13 564

Ἀκάνθης εἶδος, ἣ πυρωθεῖσα εὐτονωτέρα γίγνεται. Πυρίκαυστος. Περικεκαυμένος, ἡμίφλεκτος. Μετασπόμενος.

### 13 567

Ἐπιδιώξας, ἐπακολουθήσας. Ἔνθα μάλιστα Γίγνετ’ ἄρης ἀλεγεινός.

### 13 568

Ὅπου ἀλγεινὴ καὶ δεινὴ γίγνεται ἡ τρῶσις. Ἑσπόμενος περὶ δουρί.

### 13 570

Κατασχεθεὶς, περιπαρεὶς τῷ δόρατι. Ἰλλάσι.

### 13 572

Τοῖς ἐξ ἱμάντων πεπλεγμένοις δεσμοῖς. Ἤσπαιρεν.

### 13 573

Ἐσκάριζεν, ἐκινεῖτο. Ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.

### 13 577

Ἀπέκοψε δὲ τὴν περικεφαλαίαν. Ἀποπλαγχθεῖσα.

### 13 578

Ἀποκρουσθεῖσα. Ὁμαρτήτην.

### 13 584

Ὁμοῦ ἀφῆκαν. Πτυόφιν.

### 13 588

Πτύου. Πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα γεννήματα ἀναβάλλουσι, χωρίζοντες τοῦ ἀχύρου. Ὁ δὲ τύπος, παραγωγή. Θρώσκουσιν.

### 13 589

Ἀποπηδῶσιν. Λιγυρῇ.

### 13 590

Ὀξέως πνεούσῃ. αὔρᾳ. Ἐλήλατο.

### 13 595

Ἐνεπάγη. Ἐϋστρόφῳ οἰὸς ἀώτῳ.

### 13 599

Καλῶς περιεστραμμένῳ ἐρίῳ. τουτέστιν, ἐρίᾳ σφενδόνῃ. Οἰὸς γὰρ ἀώτῳ, προβάτου ἄνθει, ὅ ἐστιν, ἐρίῳ. Ἔσχετο.

### 13 608

Ἐπεκώλυσεν. Ἐλαΐνῳ ἀμφὶ πελέκκῳ.

### 13 612

Τῷ τοῦ πελέκεως στειλειῷ. Παρὰ τὸ πεπελεκῆσθαι. Περὶ οὖν τῷ ἐλαΐνῳ στειλῷ φησιν. Ἅμα δ’ ἀλλήλων ἐφίκοντο.

### 13 613

Ὑπὸ τὸ αὐτὸ ἔτυχον ἀλλήλων. Λόφον.

### 13 615

Χαίτην. Ῥινὸς ὑπὲρ πυμάτης.

### 13 616

Τὸν ὑπὲρ τὴν ῥῖνα τόπον, τὸ μέτωπον. Λάκεν. Ἐσχίσθη. Ὀνοματοποιΐα, ὁ τρόπος. Τὼ δέ οἱ ὄσσε Πὰρ ποσὶν αἱματόεντα. Τὸ δὲ ὑγρὸν τὸ κατὰ τοὺς ὀφθαλμοὺς ἐξεῤῥύη αὐτοῦ μετὰ τοῦ αἵματος. Λείψετε δή.

### 13 620

Καταλείψετε δή. Ἄλλης λώβης.

### 13 622

Ἄλλης ὕβρεως. Οὐκ ἐπιδευεῖς. Οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις ἐστέ. Ἐριβρεμέτεω.

### 13 624

Μεγάλως ἠχοῦντος. Διαφθέρσει.

### 13 625

Διαφθερεῖ, ἀπολέσει. Ἐπεὶ φιλέεσθε.

### 13 627

Ὅτι φιλοφροσύνης καὶ ξενίας ἐτύχετε. Ἀλλά ποθι σχήσεσθε.

### 13 630

Ἀλλὰ φεύξεσθε δήπου. Ἀλλὰ πόθι, σύνδεσμος παραπληρωματικός. Τουτέστι, πόῤῥω κρατηθήσεσθε. Περὶ φρένας ἔμμεναι ἄλλων.

### 13 631

Φρονήσει διαφέρειν τῶν λοιπῶν θεῶν. Σέο δ’ ἐκ τάδε πάντα πέλονται.

### 13 632

Ἐκ σοῦ δὲ πάντα ταῦτα γίγνονται. Ἀτάσθαλον.

### 13 634

Ἄδικον. Ἐξ ἔρον εἷναι.

### 13 638

Προέσθαι τὴν ἐπιθυμίαν, κορεσθῆναι. Ἀμφεπένοντο.

### 13 656

Περὶ αὐτὸν ἠσχολοῦντο. Ἀνέσαντες.

### 13 657

Ἀναθέντες, ἀναβιβάσαντες. Μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων.

### 13 658

Μετ’ αὐτῶν δὲ ὁ πατὴρ ἐπορεύετο δάκρυσι καταῤῥεόμενος. Ζητεῖται δὲ, πῶς ἀνωτέρω ἀνῃρημένος ὑπὸ Μενελάου ὁ Πυλαιμένης, τὰ νῦν δύναται ἀκολουθεῖν τῷ παιδὶ, καὶ κλαίειν. Ἔστι δὲ λέγειν, ὅτι δύο Πυλαιμένεις Παφλαγόνων ἡγεμόνας συνίστησιν ὁ Ποιητής. ὡς Αἴαντας δύο, καὶ Εὐρυβάτας δύο κήρυκας, τὸν μὲν Ἀγαμέμνονος, τὸν δὲ Ὀδυσσέως. Ἔνιοι δὲ πιθανῶς μεταγράφουσι· Μετὰ δ’ οὔ σφισι πατὴρ κίε δάκρυα λείβων. Ποινὴ δ’ οὔτις παιδὸς ἐγίγνετο τεθνειῶτος.

### 13 659

Ἐπεὶ οὐχ’ ὁ πατὴρ τιμωρεῖ αὐτῷ, ἀλλ’ ὁ Ἀλέξανδρος, χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου, Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ. Κορινθόθι οἰκία ναίων.

### 13 664

Ἐν Κορίνθῳ κατοικῶν, τὴν οἰκίαν ἔχων. Θωήν.

### 13 669

Τὴν ζημίαν. Λέγει δὲ τὸ τῆς στρατείας ἐπιζήμιον. Πρὸς δὲ σθένει αὐτὸς ἄμυνε.

### 13 678

Προσεβοήθησε δὲ καὶ αὐτὸς τῇ δυνάμει αὐτοῦ. Χθαμαλώτατον.

### 13 683

Κοιλότατον. Ἰάονες.

### 13 685

Ἴωνες. Λέγει δὲ τοὺς Ἀθηναίους. ἀπὸ Ἴωνος τῆς Κρεούσης τῆς Ἐρεχθέως καὶ Ξάνθου τοῦ Ἕλληνος. Ἑλκεχίτωνες. Βαθεῖς χιτῶνας ἔχοντες. ἄζωστοι. Φθῖοι.

### 13 686

Οἱ τὴν ὑπὸ Πρωτεσιλάου Φθίαν πόλιν Θεσσαλίας οἰκοῦντες. Οἱ δὲ τὴν ὑπὸ Ἀχιλλέως, Φθιῶται καλοῦνται. Φαιδιμόεντες. Ἐπιφανεῖς καὶ λαμπροὶ ταῖς πράξεσι. Προλελεγμένοι.

### 13 689

Προκατηριθμημένοι. Ἣν ἔχ’ Ὀϊλεύς.

### 13 697

Ἣν ἐγεγαμήκει Ὀϊλεύς. Πρὸ Φθίων.

### 13 699

Πρὸ τῶν Φθίων. Ναῦφι.

### 13 700

Ὑπὲρ τῶν νεῶν. Βόε οἴνοπε.

### 13 703

Ἤτοι μέλανες, ἢ ξανθοί. Τιταίνετον.

### 13 704

Τείνουσιν, ἕλκουσι. Πρυμνοῖσι κεράεσσι.

### 13 705

Τοῖς ἐσχάτοις μέρεσι τῶν κεράτων. τοῖς πρὸς τὴν ἔκφυσιν. Ἀνακηκίει. Ἀναφέρεται. Ἀμφὶς ἐέργει.

### 13 706

Διείργει, χωρίζει. Ὦλκα.

### 13 707

Τὴν αὔλακα. Τέμνει δέ τε τέλσον ἀρούρης. Τέμνεται δὲ εἰς βάθος γῆς. Τέλσον. Τέλος. Ἐξεδέχοντο.

### 13 710

Διεδέχοντο. Οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ.

### 13 713

Οὐ γὰρ ὑπέμενον τὴν συστάδην μάχην. Συνεκλονέοντο.

### 13 722

Συνεταράσσοντο. Λευγαλέως.

### 13 723

Ὀλεθρίως, ἀδόξως. Παραῤῥητοῖσι.

### 13 726

Παραμυθητικοῖς, παραινετικοῖς. Περιΐδμεναι.

### 13 728

Περισσῶς εἰδέναι. Ἅμα.

### 13 729

Νῦν, ἐπίῤῥημα χρόνου δηλωτικόν. Ἐπαυρίσκονται.

### 13 733

Ἐπαπολαύουσιν. Μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω.

### 13 734

Ἐξαιρέτως δὲ καὶ αὐτὸς ἐγνώρισε τὸ τῆς συνέσεως ἀγαθόν. Πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδῃε.

### 13 736

Πανταχόθεν γάρ σε περιεκυκλώσαντο οἱ πολέμιοι. Ἐπιφρασσαίμεθα.

### 13 741

Ἐπινοήσαιμεν. Πέσωμεν.

### 13 742

Ἐμπέσωμεν, εἰσέλθωμεν. Μὴ τὸ χθιζὸν ἀποτίσωνται Ἀχαιοὶ Χρεῖος.

### 13 745

Μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες. Μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων, σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον, καὶ τὰ παραπλήσια. Χρεῖος.

### 13 746

Δάνειον. Σχήσεσθαι.

### 13 747

Ἀποπαύσασθαι. Ἅδε.

### 13 748

Ἤρεσκεν. Ἀντιόω.

### 13 752

Ἀπαντήσω, μεταλήψομαι. Ἀγαπήνορα.

### 13 756

Ἀγαπῶντα τὴν ἀνδρίαν. πολεμικόν. Ἀπήμονας.

### 13 761

Ἀβλαβεῖς, ἀσινεῖς. Τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας, οὐδ’ ἀνολέθρους. Συλληπτικῶς πέφρακεν, ἀντὶ τοῦ· τοὺς μὲν οὐκ ἀπήμονας, τοὺς τετρωμένους· τοὺς δὲ οὐκ ἀνωλέθρους, τοὺς ἀνῃρημένους. Βεβλημένοι, οὐτάμενοί τε.

### 13 764

Ἀντὶ τοῦ· οἱ μὲν ἀπὸ μήκους βεβλημένοι δόρατι ἢ ἰῷ· οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει, ἤ τινι τοιούτῳ. Θαρσύνοντα.

### 13 767

Παρορμῶντα. Νῦν τοι σῶς ὄλεθρος.

### 13 773

Νῦν οὐδὲν ἐλλείπει σοι πρὸς ἀπώλειαν. Ἄλλοτε.

### 13 776

Ἐν Ἄλλῳ καιρῷ. Ἐρωῆσαι πτολέμοιο Μέλλω. Ἔοικα ἠμεληκέναι τοῦ πολέμου. Ἀνάλκιδα.

### 13 777

Ἀσθενῆ. Τετυμμένω.

### 13 782

Τετρωμένω ἐκ χειρός. Ἀσκανίης.

### 13 793

Ἀσκανία, πόλις Φρυγίας. Ἀμοιβοί. Ἤτοι, ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς Τρωσὶν, ἀντὶ τοῦ τῶν πρότερον συνεργούντων αὐτοῖς πολιτῶν. Διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι, οἱ πρῶτοι κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων, ἀπεπέμποντο, ὡς εἰκὸς, ἐξ ἀμοιβῆς ἀμύνοντες. Ἢ, οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ. Διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξὶν, ἐπιφέρει, ἠοῖ τῇ προτέρῃ. Λέγει γὰρ ἐν τῷ καταλόγῳ· Φόρκυς αὖ Φρύγας ἦγε, καὶ Ἀσκάνιος θεοειδής. Ἢ, ἀμοιβοὶ, πεζοί. Διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίγνεται τῶν πεζῶν ἔφοδος. Ἠοῖ τῇ προτέρῃ.

### 13 794

Τῇ χθὲς ἡμέρᾳ. Ὑπὸ βροντῆς.

### 13 796

Ἀντὶ τοῦ, μετὰ βροντῆς. Πέδονδε. Εἰς τὸ ἔδαφος, Θεσπεσίῳ ὁμάδῳ.

### 13 797

Θείῳ θορύβῳ. Ἁλί. Τῇ θαλάσσῃ. Παφλάζοντα.

### 13 798

Ἠχοῦντα, ἀναζέοντα. Ὀνοματοποιΐα, ὁ τρόπος. Κυρτά.

### 13 799

Ὑψηλά. Φαληριόωντα. Λευκανίζοντα. τουτέστι, λευκαινόμενα ὑπὸ ἀφροῦ. Πρὸ μέν τ’ ἄλλα, αὐτὰρ ἐπ’ ἄλλα. Ἄλλα πρὸ ἄλλων. τουτέστιν, ἐπάλληλα, πυκνά. Ἐπελήλατο.

### 13 804

Ἐπικατεσκεύαστο. Ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.

### 13 805

Περὶ δὲ τοῖς κροτάφοις αὐτοῦ ἐσείετο ἡ περικεφαλαία σφοδρῶς ἐνεργοῦντος. Οὐ σύγχει.

### 13 808

Οὐκ ἐθορύβει, οὐκ ἐτάραττε. Βιβάσθων.

### 13 809

Διαβάς. Δειδίσσεαι.

### 13 810

Εἰς δέος ἄγεις, ἐκφοβεῖς. Ἀδαήμονες.

### 13 811

Ἀμαθεῖς. Διὸς μάστιγι.

### 13 812

Τῇ Διὸς πληγῇ, τῷ κεραυνῷ. Ἦ θήν.

### 13 813

Ὄντως δή. Ἐξαλαπάξειν. Κενώσειν, πορθήσειν. Φθαίη.

### 13 815

Φθάσει. Ἱρήκων.

### 13 819

Ἱεράκων. Ἔστι δὲ εἶδος ἀετῶν. Κονίοντες.

### 13 820

Κονιορτὸν ἐγείροντες. Δεξιός.

### 13 821

Αἴσιος, ἀγαθός. Θάρσυνος.

### 13 823

Τεθαῤῥηκώς. Ἁμαρτοεπές.

### 13 824

Ἁμαρτάνων τοῦ σκοποῦ τῶν λόγων. Βουγάϊε. Μεγάλως ἐπὶ σαυτῷ ἀγλαϊζόμενε καὶ γαυριῶν. Ἢ, βουεργέτα. Πεφήσεαι.

### 13 829

Ἀναιρεθήσῃ, φονευθήσῃ. Ταλάσσῃς. Τλῇς, ὑπομείνῃς. Λειριόεντα.

### 13 830

Εὐανθῆ, τρυφερὸν, ἢ λιπαρόν. Δάψει.

### 13 831

Διακόψει, τρώσει. Διὸς αὐγάς.

### 13 837

Τὰς Διὸς ἀπολάμψεις. Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ, πίνοντά περ, ἔμπης.

### 14 1

Σφόδρα συνετὸς εἰσάγεται ὁ Νέστωρ, μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. Ἔλαθε. Σημαίνει καὶ τὸ, ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι. ὡς τό· Καὶ τότ’ ἐγὼ Κίρκης λαθόμην. Ἰαχή. Ἠχὴ, κραυγή. Ἔμπης. Ὅμως. Σημαίνει δὲ καὶ τὸ ὁμοίως. Ἐζήτηται δὲ, πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λάμβδα. Καὶ ῥητέον, ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλ’ Ὅμηρος, κατὰ παρέκτασιν ἀπαγγείλας τὰς πράξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα ἐπανελθεῖν, ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο, ἥνπερ αὐτὸν κατέλιπε ποιοῦντα. Ὅπως ἔσται.

### 14 3

Ἀντὶ τοῦ, ὅπως γενήσεται. Τὸ ἔσται διαφέρει τοῦ γενήσεται. Τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος. ὡς· Ἔσται γέρων ὅδε. Τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος· Γενήσεται παῖς. Αἴθοπα οἶνον.

### 14 5

Νῦν ἐρυθρόν. Λούσῃ ἀπὸ βρότον.

### 14 7

Ἀπολούσῃ τὸν μολυσμὸν τοῦ ἀνθρωπείου αἵματος. Αἱματόεντα. Ἡιματωμένον. Τάχα.

### 14 8

Ταχέως. Εἴσομαι. Γνώσομαι, ἢ φανήσομαι. Περιωπήν. Τόπον ὑψηλὸν, ἐξ οὗ περιωπίσασθαι καὶ περιβλέψαι ἐστὶ πάντα. Ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο.

### 14 11

Πιθανῶς ὁ νέος εἰσῆκται, κεχρημένος τῇ χρυσῇ ἀσπίδι. Προείρηκε γὰρ περὶ αὐτῆς ὁ Ποιητής· Ἀλλ’ ἐφομαρτεῖτον, καὶ σπεύδετον, αἴκε λάβωμεν Ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἥκει, Πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε, καὶ αὐτήν. Ἀκαχμένον.

### 14 12

Ἐστομωμένον, ὠξυμμένον. Ἀεικές.

### 14 13

Ἀπεοικὸς, ἀπρεπές. Ὀρινομένους.

### 14 14

Ταρασσομένους. Κλονέοντας. Ταράσσοντας. Ἐρέριπτο.

### 14 15

Κατεβέβλητο, κατήριπτο. Ἔστι δὲ ῥῆμα ἐρίπτω, ὃ σημαίνει τὸ πίπτω· Ἤριπε δ’ ὡς ὅτε τὶς δρῦς, ἢ ἀχερωΐς. Σημαίνει δὲ καὶ τὸ, καταβάλλω, οὗ γίγνεται παθητικὸν, ἐρίπτομαι, ἀντὶ τοῦ καταβάλλομαι. καὶ, ἤριμμαι, παθητικὸς παρακείμενος. καὶ, ἠρίμμην, ὑπερσυντελικός. ἤριπτο· καὶ, Ἀττικὸς ἀναδιπλασιασμὸς, ἐρήριπτο· καὶ, κατὰ συστολὴν ἐρέριπτο. Πορφύρῃ.

### 14 16

Μελαίνει, ταράσσει. Κύματι κωφῷ. Τῷ δίχα ἀνέμου ἐπαιρομένῳ. τῷ ἀψόφῳ, καὶ μηδένα ἦχον ἀποτελοῦντι. μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος, τὸ κῦμα ἠρεμεῖ. Ὀσσόμενον.

### 14 17

Ἤτοι, προσδεχόμενον, ἢ προσημαῖνον. Λιγέων. Σφοδρῶς πνεόντων, ὀξέων. Λαιψηρά. Ταχέα. Κέλευθα. Τὰς θαλασσίους ὁρμάς. Αὕτως.

### 14 18

Νῦν, ἀπράκτως. Προκυλίνδεται. Προσωτέρω κυλίεται. Οὐδ’ ἑτέρωσε. Οὐδ’ ὄπισθεν. Ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ, κυλίνδεται. ὅ ἐστιν, οὐδ’ ὄπισθεν ἀνακάμπτει, τὸ κῦμα. Κεκριμένον.

### 14 19

Ἀφωρισμένον. ἢ στερεὸν καὶ σφοδρόν. Ἐκ Διός. Ἀντὶ τοῦ, ἐκ τῶν νεφελῶν. Οὖρον. Τὸν ὁρμῆς αἴτιον. Ὥρμαινε.

### 14 20

Διενοεῖτο. Δαϊζόμενος κατὰ θυμὸν. Διχῇ μεριζόμενος τῷ σκέμματι τὸν λογισμόν. τουτέστιν, ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος. Ἴοι.

### 14 21

Πορεύοιτο. Δοάσσατο.

### 14 23

Ἔδοξε. Κέρδιον. Κρεῖσσον, ὠφελιμώτερον. Λάκεν.

### 14 25

Ἤχει, ἐψόφει. Ἀτειρής. Ἄτρωτος, οὐ τειρόμενος ὑπὸ Ἄρεος. Ξύμβληντο.

### 14 27

Συνέτυχον. Πὰρ νηῶν.

### 14 28

Ἀντὶ τοῦ, ἀπὸ τῶν νηῶν. Βεβλήατο. Βεβλημένοι ἦσαν. Πολλόν.

### 14 30

Πολύ. Χαδέειν.

### 14 34

Χωρῆσαι. Στείνοντο. Ἐστενοχωροῦντο διὰ τὸ πλῆθος. Προκρόσσας εἴρυσσαν.

### 14 35

Ἄλλην πρὸ ἄλλης παραλλήλως ἀνείλκυσαν κλιμακηδὸν, καὶ ἀνθυπέταξαν αὐτὰς ἀλλήλαις. Κρόσσαι γὰρ καλοῦνται αἱ τειχομάχοι κλίμακες. Πλῆσαν. Ἐπλήρωσαν, ἐγέμισαν. Ἠϊόνος στόμα.

### 14 36

Τὴν ἀρχὴν, τὴν εἰσβολὴν τοῦ αἰγιαλοῦ. Ὅσον συνεέργαθον ἄκραι. Ὅσον ἦν διάστημα, ὃ συνέκλειον καὶ συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι τὸ Ῥοίτειον καὶ Σίγειον. Ὀψείοντες.

### 14 37

Ὀπτικῶς ἔχοντες, θέλοντες ἰδεῖν. Ἐρειδόμενοι.

### 14 38

Ἐπερειδόμενοι, σκηριπτόμενοι. Πτῆξε δὲ θυμόν.

### 14 40

Τὸ εὔρωστον καὶ εὔθυμον τῆς ἑκάστου ψυχῆς εἰς δέος ἤγαγε. Γράφεται δὲ καὶ, πῆξε. ἵν’ ᾖ, ἀκίνητον ἐποίησεν. Ἑτοῖμα.

### 14 53

Εὔληπτα, φανερά. Τετεύχαται. Κατεσκεύασται. Παρατεκτῄναιτο.

### 14 54

Παρατεχνάσαιτο, ἐπινοήσειε. Κατερήριπε.

### 14 55

Κατηνέχθη, κατέπεσεν. Ἐπέπιθμεν. Ἐπεπίθειμεν, ἐπεπιστεύκειμεν. Ἄῤῥηκτον.

### 14 56

Στερεόν. Εἶλαρ. Ἀσφάλεια. Ἀλίαστον.

### 14 57

Ἀδιάλειπτον. Οὐκ ἔχραισμεν.

### 14 66

Οὐκ ἐβοήθησεν. Ἤιδεα.

### 14 71

Ἤιδειν, ἠπιστάμην. Κυδαίνει.

### 14 73

Δοξάζει. Πρῶται.

### 14 75

Ἐν τῇ ἀρχῇ, ἐν τῇ ἄκρᾳ. Εἰρύαται. Εἱλκυσμέναι εἰσίν. Ὕψι.

### 14 77

Ἐφ’ ὕψους. Τὸ ὑγρὸν γὰρ ὑψηλότερον τῆς γῆς. διὸ ἀνάπλους μὲν ἀναγωγή. κατάπλους δὲ, ἡ προσόρμισις. Νὺξ ἀβρότη.

### 14 78

Ἀμβροσία, θεία. Οἱονεὶ ἀβρότη. Ἔστι γὰρ ἱερὰ τῶν θεῶν ἡ νὺξ, ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται, ἢ βρότος, βαρυτόνως· τουτέστι, μολυσμὸς καὶ φόνος, οὐ γίγνεται. Ἢν καὶ τῇ. Ἐὰν ὅλως καὶ δι’ αὐτῆς. Ἐζήτηται δὲ, πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι, λέγων· Νῆας ὅσαι πρῶται. Ῥητέον οὖν, ὅτι, ὁ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους, διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ, παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκα τοῦ καθ’ ἑαυτὸν χρησίμου, αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι· τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται, διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν, καὶ ὑπομένειν, καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν, ἕνεκεν τῆς ἐκείνων σωτηρίας. Ἕρκος ὀδόντων.

### 14 83

Περιφραστικῶς, οἱ ὀδόντες. Ἢ τροπικῶς, αὐτὰ τὰ χείλη. Οὐλόμενε.

### 14 84

Ὀλεθριώτατε, ἢ, ὀλέθρου τοῖς Ἕλλησι παρασκευαστικέ. Ἀεικελίου. Εὐκαταφρονήτου. ὅ ἐστιν, εὐτελοῦς, κακοῦ. Σημαίνειν.

### 14 85

Νῦν, ἄρχειν. Τολυπεύειν.

### 14 86

Κατεργάζεσθαι. Μεταφορικῶς. ἰδίως γὰρ τολύπη καλεῖται τὸ κατειργασμένον ἔριον. Φθιόμεσθα.

### 14 87

Φθαρῶμεν, ἀπολούμεθα. Καλλείψειν.

### 14 89

Καταλείψειν. Ὀϊζύομεν. Κακοπαθοῦμεν. Ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο.

### 14 91

Ὃν οὐκ ἂν εἴποι συνετὸς καὶ σώφρων ἀνήρ. Ἀνὰ στόμα γὰρ, ἀντὶ τοῦ, διὰ στόματος. Ἄρτια βάζειν.

### 14 92

Ὑγιῆ καὶ ἁρμόδια λέγειν. Ὠνοσάμην.

### 14 95

Ἐμεμψάμην. Συνεσταότος.

### 14 96

Συνεστῶτος. Εὐκτά.

### 14 98

Εὐχῆς ἄξια. Ἐπιῤῥέπῃ.

### 14 99

Ἐπηρτημένος, καταῤῥεπὴς ᾖ. Ἡ μεταφορὰ ἀπὸ τῶν ζυγοστατουμένων σωμάτων. Σχήσουσιν.

### 14 100

Ὑπομενοῦσιν, ἀνθέξουσιν. Ἀποπτανέουσιν.

### 14 101

Ἤτοι εἰς τὰς ναῦς ἀποβλέψουσιν, ἢ ἀλλαχόσε. ὅ ἐστι, φεύξονται. Ἐρωήσουσιν. Ὑποχωρήσουσιν, ἀμελήσουσι. Δηλήσεται.

### 14 102

Βλάψει. Καθίκεο.

### 14 104

Καθήψω, ἐλύπησας. Ἐνιπῇ. Ἐπιτιμήσει, ἐπιπλήξει. Εἴη.

### 14 107

Ἔστω, φαινέσθω. Μῆτιν. Γνώμην. Ἐνίσποι. Εἴποι, φράσοι. Παλαιός.

### 14 108

Πρεσβύτερος, γέρων. Ἀσμένῳ. Ἑκόντι, χαίροντι. Ἐγγὺς ἀνήρ.

### 14 110

Ἀντὶ τοῦ, ὁ συμβουλεύσων. Ἐζήτηται δὲ, διατί νῦν Διομήδης συμβουλεύει, καὶ οὐ Νέστωρ. Ῥητέον δὲ, ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπισχετικόν· ἡ δὲ νεότης θαρσαλεώτερον· ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς, νῦν μᾶλλον τεθάῤῥηκε, καὶ προήρπακε τῷ πρεσβυτέρῳ τοὺς λόγους. Ματεύσομεν. Ἤτοι, ματαιοπραγήσομεν. ἢ ἀντὶ τοῦ, ζητήσομεν. Κότῳ ἀγάσησθε.

### 14 111

Μετ’ ὀργῆς μέμψησθε. Γενεῇφιν.

### 14 112

Ἡλικίᾳ. Ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψεν.

### 14 114

Ἀντὶ τοῦ, ὃς ἐν Θήβαις ἐτελεύτησεν ἐν τῷ Θηβαϊκῷ πολέμῳ. χυτὴ γὰρ, ἡ τοῖς τεθνεῶσιν ἐπιχεομένη γῆ. Ἀρετῇ.

### 14 118

Εὐδαιμονίᾳ, ἀνδρίᾳ. Αὐτόθι μεῖνε.

### 14 119

Ἐν τῷ τόπῳ ἔμεινε. Πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη, Πλαγχθείς. ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. Εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν. Τυδεὺς γὰρ, ἀνελὼν Λυκοπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας, ἔφυγεν. Ἡ δὲ ἀληθεστέρα ἱστορία ἐστὶν αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν κατ’ αὐτὸν γενόμενος. Ἔτι νέος ὢν ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον. Διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς, καὶ σὺν αὐτοῖς ἀκουσίως ἀδελφόν. Φεύγων δ’ εἰς Ἄργος πρὸς Ἄδραστον, βασιλέα τῆς χώρας, καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ, καὶ γαμεῖ τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Νάσθη. Ἀπῳκίσθη. Πλαγχθείς.

### 14 120

Ἀποπλανηθεὶς, καὶ ἐκπεσὼν τῆς πατρίδος διὰ τὴν φυγήν. Ἀδρήστοιο θυγατρῶν.

### 14 121

Προσληπτέον τὸ, μίαν, τὴν Δηϊπύλην. Διατί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; Ῥητέον ὅτι πάνυ ῥητορικῶς. Δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν, ὡς εἰσὶν οὐχ’ οἱ τυχόντες, ἀλλὰ τῶν πάνυ ἐνδόξων· ἵν’ οὕτως τῷ ἀξιώματι πείσωνται. Ἅλις.

### 14 122

Δαψιλῶς, ἱκανῶς. Πυροφόροι.

### 14 123

Σιτοφόροι. Ὄρχατοι. Αἱ ἐπίστιχοι φυτεῖαι, κῆποι. Πρόβατα.

### 14 124

Πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ πρόβατα, διὰ τὸ πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμπροσθίους ἔχειν. Καθ’ ὃ καὶ Ἡσίοδός φησι· Χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις. Ἔσκεν. Ἦν, ὑπῆρχεν. Ἐκέκαστο. Ἐκεκόσμητο, ἐνίκα. Τὰ δὲ μέλλετ’ ἀκουέμεν.

### 14 125

Ταῦτα εἰκὸς ὑμᾶς ἀκηκοέναι. Ὡς ἐτεόν περ. Ὡς ἀληθές. Γένος κακόν.

### 14 126

Δυσγενῆ. Φάντες. Λογισάμενοι, εἰπόντες. Πεφασμένον.

### 14 127

Νῦν φανερῶς εἰρημένον. Οὐτάμενοι.

### 14 128

Τετρωμένοι. Ἀνάγκῃ. Διὰ τὴν ἀνάγκην. Ἐχώμεθα.

### 14 129

Ἀπεχώμεθα. Ἐκ βελέων.

### 14 130

Ἔξω τῶν βελῶν. Μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται. Μή τις τραυματίας ὑπάρχων, τραῦμα ἕτερον λάβῃ. Ἐνήσομεν.

### 14 131

Παρορμήσομεν, ἐμβαλοῦμεν τοῖς πολεμίοις. Θυμῷ ἦρα φέροντες.

### 14 132

Χαριζόμενοι τῇ ψυχῇ τὴν ἀργίαν. Ἀλαοσκοπιήν.

### 14 135

Μάταιον καὶ τυφλὸν τὸν σκοπόν. Ἀλαὸς γὰρ, ὁ τυφλός. Ἐννοσίγαιος. Κινησίγαιος. Ἔνοσις γὰρ, ἡ κίνησις. Μετ’ αὐτοὺς ἦλθε.

### 14 136

Ἀντὶ τοῦ, πρὸς αὐτοὺς ἦλθεν. Ὀλοόν.

### 14 139

Ὀλέθριον. Φύζαν.

### 14 140

Τὴν μετὰ δέους φυγήν. Δερκομένου.

### 14 141

Ὁρῶντος. Ἔνι. Ἔνεισιν, ὑπάρχουσιν. Οὐδ’ ἠβαιαί. Οὐδὲ ὀλίγαι. Σιφλώσειε.

### 14 142

Τυφλώσειεν. ἐπίψογον ποιήσειε. Σίφλος γὰρ καλεῖται ὁ ψόγος. Κονίσσουσι.

### 14 145

Κόνεως πληρώσουσιν. Ἐκ δὲ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται. οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Ὄψεαι. Θεάσῃ. Ἐννεάχιλοι.

### 14 148

Ἐννακισχίλιοι. Πῶς δέ φησιν ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ, ὑπὲρ τὴν ἡλικίαν φθέγγεται; Καὶ ῥητέον, ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ φωνῇ δὲ τὴν τοῦ θεοῦ δύναμιν ἐνεδείκνυτο. Ἐπίαχον. Ἐπεβόησαν. Ἐκ στήθεσφιν.

### 14 150

Ἐκ τῶν στηθῶν. Ἄλληκτον.

### 14 152

Ἄπαυστον. Στᾶς’.

### 14 154

Τὸ πλῆρες, στᾶσα. Ἀπὸ ῥίου. Ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ ὄρους. Ποιπνύοντα.

### 14 155

Ἐνεργοῦντα. Γίγνεται δὲ ἐκ τοῦ πονῶ, πονύω, πνύω καὶ ποιπνύω, ἀναδιπλασιασμῷ. Δαέρα.

### 14 156

Ἀνδρὸς ἀδελφόν. Στυγερός.

### 14 158

Κατάπληκτος, μισητός. Ἢ, στυγνοποιός. Τὸ γὰρ κεχαρισμένον αὐτῇ οὐκ ἐποίει. Ἐξαπάφοιτο.

### 14 160

Ἐξαπατήσειεν. Ἐντύνασαν.

### 14 162

Παρασκευασαμένην, κοσμησαμένην. Ἱμείραιτο.

### 14 163

Ἐπιθυμήσειεν, ἐρασθῇ. Παραδραθέειν. Παρακατακλιθῆναι. Ἧι χροιῇ.

### 14 164

Τῷ ἰδίῳ αὐτῆς χρωτί. Λιαρόν. Θερμὸν, ἡδύ. Τοῖς γὰρ καθεύδουσι παρακολουθεῖ θερμαίνεσθαι τὰ ἄκρα. Πευκαλίμῃσι.

### 14 165

Συνεταῖς, πυκναῖς. Πυκινάς.

### 14 167

Ἀσφαλεῖς, πυκνάς. Σταθμοῖσι. Παραστάσι, νῦν. Ἐπῆρσεν. Ἐφήρμοσε. Κληῗδι κρυπτῇ.

### 14 168

Οὕτω καλοῦνται κληῗδες κρυπταί. Ἀνῶγεν. Ἀνέωγεν. Ἡ ἀνάγνωσις προπερισπωμένως. Ἐπέθηκεν.

### 14 169

Ἐνέβαλεν, ἔκλεισεν. Ἀμβροσίῃ.

### 14 170

Θείῳ ἀλείμματι. μύρῳ. Οἱ δὲ, θείῳ λουτρῷ. Ἱμερόεντος. Ἐπεράστου, καλοῦ. Λύματα.

### 14 171

Καθάρσιον. ῥύπον. Κάθῃρεν. Ἐκάθαιρεν. Ἑδανῷ.

### 14 172

Ἡδεῖ. ὅ ἐστιν, εὐώδει, εὐόσμῳ. Τεθυωμένον. Τεθυμιαμένον. Κινυμένοιο.

### 14 173

Σαλευομένου, κινουμένου. Χαλκοβατές. Χαλκῷ βεβηκὸς, στερεόν. ἢ, χαλκοῦν ἔχον οὐδόν. Ἔμπης.

### 14 174

Νῦν, ὁμοίως. Ἵκετο. Ἀφικνεῖτο, ἐφέρετο. Ἀϋτμή. Πνοή. Ἰδὲ χαίτας.

### 14 175

Καὶ τὰς χαίτας, ἤγουν τὰς κόμας. Πεξαμένη.

### 14 176

Κτενισαμένη. Ἐκ κράατος.

### 14 177

Ἐκ τῆς κεφαλῆς. Ἑανόν.

### 14 178

Νῦν, πέπλον. Παρὰ τὸ ἕννυσθαι. Ὅτ’ ἂν δὲ εἴπῃ, ἑανοῦ κασσιτέροιο, τοῦ εὐδιαχύτου λέγει, καὶ ἁπαλοῦ. Ἕσατο. Περιεβάλετο. Ἐνεπορποῦντο γὰρ τοῖς περιβολαίοις. Ἔξυσεν.

### 14 179

Ἀντὶ τοῦ, κατεσκεύασε. Νῦν καὶ, λεπτὸν εἰργάσατο. Ἀσκήσασα. Μετ’ ἐπιμελείας κατασκευάσασα. Ἐνετῇσι.

### 14 180

Περόναις. Ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις. ὅ ἐστιν, ἐμπορποῦσθαι. Θυσάνοις.

### 14 181

Κροσσοῖς. Παρὰ τὸ θυσεύεσθαι. ὅ ἐστι, κινεῖσθαι. Ἕρματα.

### 14 182

Νῦν, ἐνώτια. Ἐϋτρήτοισι. Καλῶς τετρημένοις, τετρυπημένοις. Λοβοῖσι. Τοῖς ἄκροις τῶν ὠτίων τοῖς ἁπαλοῖς. Παρὰ τὸ λαμβάνειν, καὶ δέχεσθαι. Τρίγληνα.

### 14 183

Πολλῆς θέας ἄξια. Τρίκοκκα. Ἢ, τριπρόσωπα. Γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. Ἢ, τρίκορα. ἔχοντα τρεῖς κόρας τῆς χάριτος. Ἢ, πολλῶν κοσμίων ἄξια. Γλήνεα γὰρ, τὰ κόσμια. ὡς καὶ ἀλλαχοῦ φησιν· Ὃ γλήνεα πολλὰ κεχάνδει. Μορόεντα. Μετὰ μόρου καὶ κακοπαθείας εἰργασμένα, περὶ ἃ ἐμόρησεν ὁ τεχνίτης, τουτέστιν, ἔκαμε κατασκευάζων αὐτά. Χάρις. Ἀρετὴ, καλλονή. Κρηδέμνῳ.

### 14 184

Κεφαλοδέσμῳ. Νῦν δὲ, καλύπτρᾳ. Νηγατέῳ.

### 14 185

Νεωστὶ γεγονότι. λεπτῷ. Λιπαροῖσιν.

### 14 186

Εὐτραφέσι, λευκοῖς. Πρέσβα.

### 14 194

Ἐντιμοτάτη. Συγκοπὴ τοῦ πρέσβειρα. Αὔδα.

### 14 195

Λέγε. Ὅ, τι φρονέεις. Ὅπερ βούλει. Τετελεσμένον.

### 14 196

Νῦν, δυνατόν. Ἵμερον.

### 14 198

Ἐπιθυμίαν. Δαμνᾷ.

### 14 199

Δαμάζεις. Εἶμι.

### 14 200

Πορεύομαι, ἄπειμι. Πολυφόρβου. Πολυτρόφου. Πείρατα. Πέρατα, τέλη. Θεῶν γένεσιν.

### 14 201

Θεῶν πατέρα. Ἐπεὶ πρῶτον στοιχεῖον τινὲς τῶν φυσικῶν εἶπον τὸ ὕδωρ, καὶ ἐξ αὐτοῦ τὰ λοιπὰ τρία. Ὅθεν ὁ Πίνδαρος ἄριστον εἶπε τὸ ὕδωρ. Τηθὺν δέ φησι τὴν γῆν, οἱονεὶ τιθηνὴν τινὰ οὖσαν καὶ τροφὸν πάντων. Σφοῖσι.

### 14 202

Τοῖς ἑαυτῶν. Ἐῢ τρέφον. Μετ’ ἐπιμελείας ἀνῆγον. Ἀτίταλλον. Ἐπαιδοτρόφουν. Ῥείης.

### 14 203

Τῆς Ῥέας. Εὐρύοπα. Ἤτοι, μεγαλόφθαλμος, ἀπὸ τοῦ πάντα ἐποπτεύειν. Ἢ, μεγαλόφωνος. Καθεῖσε.

### 14 204

Καθίδρυσε. Καί σφ’ ἄκριτα νείκεα λύσω.

### 14 205

Καὶ τὰς πολλὰς αὐτῶν καὶ ἀδιαλύτους φιλονεικίας διαλύσω. Κείνω.

### 14 208

Ἐκείνους. Δυϊκῶς. Παραιπεπιθοῦσα. Παραπείσασα, ἐξαπατήσασα. Ὁμωθῆναι.

### 14 209

Ὁμοιωθῆναι. Οἰκειωθῆναι. εἰς ὁμόνοιαν ἐλθεῖν. Αἰδοίη.

### 14 210

Αἰδοῦς ἀξία, αἰδέσιμος. Οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.

### 14 212

Οὔτε πρέπον, οὔτε δυνατὸν ἀρνήσασθαι περὶ ὧν ἀξιοῖς. Ἔοικε. Προσήκει, πρέπει. Ἀγκοίνῃσιν.

### 14 213

Ἀγκάλαις. Ἰαύεις. Κοιμᾶσαι. Κεστὸν ἱμάντα.

### 14 214

Ζωστῆρα οὕτω καλούμενον ἀπὸ τοῦ πολυκέντητον αὐτὸν εἶναι ταῖς ῥαφαῖς. Θελκτήρια.

### 14 215

Τὰ θέλγοντα καὶ ἀπατῶντα τοὺς ἀνθρώπους. Ἔνι.

### 14 216

Ἔνεστι, τὸ πλῆρες. Φιλότης. Νῦν φιλία, πρὸς μίξιν ὄρεξις. Ἐν δ’ ὀαριστὺς, Πάρφασις. Ἔνεστι δὲ καὶ ὁμιλία παραινετική. Ἔκλεψεν.

### 14 217

Ἐξέκλεψεν. ἔκρυψε. παρελογίσατο. Πύκα. Νῦν, συνετῶς, φρονίμως. Τῆ Ἄγε, λάβε.

### 14 219

Τεῷ δ’ ἐγκάτθεο κόλπῳ. Κατάκρυψον τῷ ἰδίῳ κόλπῳ, φησὶ, διὰ τὴν πρὸς τὸν Δία ἐπιβουλήν. Ἐγκάτθεο. Ἐγκατάθου. Τετεύχαται.

### 14 220

Ἔγκειται, κατεσκεύασται. Ῥίον.

### 14 225

Ὄρους ἀκρωτήριον. Παρὰ τὸ ῥαΐζειν καὶ καταλήγειν εἰς ὀξύ. Πιερίην.

### 14 226

Χώραν ἐπὶ τὴν Μακεδονίαν. Οἱ δὲ, ὄρος. Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας, κατασχὼν τὴν χώραν, οὖσαν τῆς Θρᾴκης, ἀφ’ ἐαυτοῦ προσηγόρευσε. Γήμας δὲ μίαν τῶν ἐγχωρίων, τεκνοῦται δύο παίδας, Πίερον, καὶ Ἄμαθον. ἀφ’ ὧν δύο πόλεις ἐν Μακεδονίᾳ, Πιερία, καὶ Ἀμαθία. Ἡ ἱστορία παρὰ Μαρσίᾳ. Νῦν δὲ Ἡμαθίην καταχρηστικῶς ὅλην τὴν Μακεδονίαν φησί. Πιερίαν δὲ, ὄρος Μακεδονίας, ἱερὸν Μουσῶν. Σεύατο.

### 14 227

Ὥρμησεν. Ἐφ’ ἱπποπόλων. Περὶ ἵππους ἀναστρεφομένων. Νιφόεντα. Χιονιζόμενα, νιφόμενα. Οὐδὲ χθόνα μάρπτε ποδοῖϊν.

### 14 228

Οὐδὲ τοῖς ποσὶν αὐτῆς ἐπέβαινε τῆς γῆς. Ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσατο.

### 14 229

Ἄθως, ὄρος ἐν Θρᾴκῃ μέγα καὶ ὑψηλὸν, ἐξέχον εἰς θάλασσαν, τὸν ἰσθμὸν ἔχον χεῤῥονησώδη, σταδίων δώδεκα. Τοῦτο Ξέρξης ὁ Περσῶν βασιλεὺς, ἀγανακτήσας, ὅτι πρὸς αὐτὸ νῆες αὐτοῦ διεφθάρησαν, διακόψας, βατὸν ἐποίησεν. Ἡ ἱστορία παρὰ Ἡροδότῳ. Ἐξ Ἀθόω. Ἐκ τοῦ Ἄθω. ὅ ἐστιν ὄρος Θρᾴκης ὑψηλόν. Ἐπὶ πόντον ἐβήσατο. Ἀντὶ τοῦ, θαλάσσης ἐπέβη. Κυμαίνοντα. Κύματα ἔχοντα, ταρασσόμενον. Πόλιν.

### 14 230

Ἀντὶ τοῦ, νῆσον. Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος, Ἐνθ’ Ὕπνῳ ξύμβλητο. Διὰ ποίαν δὲ αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ Ὕπνος διατρίβει; Ῥητέον, ὅτι Λήμνου μὲν ἦν δεσπότης Ἥφαιστος· γυνὴ δὲ τούτου, Χάρις. Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβε. Ταύτην δὲ αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν ἡ Ἥρα. Δύναται δὲ καὶ φυσικώτερον λυθῆναι. Ὅτι οἰνοφόρος ἡ Λῆμνος. καθὼς λέγει· Νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν, οἶνον ἄγουσαι. Τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρέπεται. Ξύμβλητο.

### 14 231

Ἀπήντησε, συνέτυχε. Φῦ.

### 14 232

Ἐνέφυ, συνέπλεξεν. Εἰδέω χάριν.

### 14 235

Γνώσομαι καὶ προσομολογήσω σοι χάριν. Θρῆνυν.

### 14 240

Ὑποπόδιον. Ἀρσενικῶς. Ἥσει. Ὑποθήσει. Εἰλαπινάζων.

### 14 241

Εὐωχούμενος. Ἤδη γάρ με καὶ ἄλλο τεή.

### 14 249

Ἢ, κατ’ ἄλλο. ἵν’ ᾖ, ἤδη γάρ με καὶ κατ’ ἄλλο ἐπαίδευσεν ἡ σὴ πρόσταξις. Ἢ, ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ. τουτέστι, τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ ἐνουθέτησεν ἐντολῇ καὶ ἀπειλῇ. Ἔλεξα.

### 14 252

Κατεκοίμισα. Ἀμφιχυθείς.

### 14 253

Περιχυθείς. Μήσαο. Ἐμηχανήσω, ἐβουλεύσω. Ὄρσασα.

### 14 254

Εἰς ὁρμὴν ἀγαγοῦσα, διεγείρασα. Ἀήτας. Τὰς τῶν ἀνέμων πνοάς. Κόωνδε.

### 14 255

Εἰς τὴν Κῶν νῆσον. Γράφεται δὲ σὺν τῷ ν κατ’ αἰτιατικήν. Ἡρακλῆς, ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν, γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας, σφοδρῷ συνεσχέθη ἀνέμῳ. Κατασυρθείς τε εἰς Κῶν τὴν Μεροπίδα, ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς. Βιασάμενος δὲ, καὶ ὡς λῃστὴς ἐπιβὰς, ἀνεῖλε τόν τε Εὐρύπυλον, καὶ τοὺς παῖδας αὐτοῦ. Μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσσαλὸν ἐγέννησεν. Ἀπένεικας. Ἀπήνεγκας. Ἐπεγρόμενος.

### 14 256

Ἐπαναστὰς, διϋπνισθείς. Ὁ δ’ ἐπεγρόμενος χαλέπαινε. Ῥιπτάζων. Ἀντιστροφή ἐστιν ἀντὶ τοῦ, χαλεπαίνων ἔῤῥιπτε. Μή ποτε οὖν τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγιγνώσκῃ τὸ ῥιπτάζων. Χαλέπαινεν. Ὠργίζετο. Ῥιπτάζων.

### 14 257

Ῥίπτων, συνελαύνων. Ἔξοχα. Μάλιστα. Καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος.

### 14 258

Καὶ ἂν ἰδών με, ἀνιστόρητον καὶ ἀφανῆ ἐποίησε, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς θάλασσαν. Δμήτειρα θεῶν.

### 14 259

Ἡ δαμάστρια. ὅ ἐστιν, ἄρχουσα. Ἱκόμην.

### 14 260

Ἱκετεύων παρεγενόμην. Ἅζετο.

### 14 261

Ἐνετρέπετο. Ἀποθύμια. Ἀηδῆ, οὐκ ἀρεστά. Ἀποθύμια ἔρδοι. Ἐχθρὰ πράξοι. Θοῇ. Ἤτοι, ὅτι διὰ τὸν ὕπνον θᾶττον ὡς πρὸς τὴν ἡμέραν παριέναι. Ἢ, θείᾳ. Ἀμήχανον.

### 14 262

Ἄπορον, ἀδύνατον. Μενοινᾷς.

### 14 264

Προθυμῇ, σπουδάζεις. Ζῆν’.

### 14 265

Τὸ πλῆρες, Ζῆνα. Ὁπλοτεράων.

### 14 267

Νεωτέρων. Ὀπυιέμεναι.

### 14 268

Γῆμαι. Χῄρατο.

### 14 270

Ἐχάρη. Ἀάατον.

### 14 271

Ἤτοι, ἀβλαβὲς, ἢ, πολυβλαβές. Χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, Τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην.

### 14 272

Τὰ βαρύτατα τῶν στοιχείων ὄμνυσι. καθάπερ ἐν τῇ συνηθείᾳ λέγομεν, Ξηρὸν, καὶ ὑγρόν. Μαρμαρέην.

### 14 273

Λευκήν. Θεοὶ Κρόνον ἀμφὶς ἐόντες.

### 14 274

Οἱ περὶ τὸν Κρόνον θεοί. Λέγει δὲ τοὺς Τιτᾶνας. Οὗτοι δέ εἰσιν Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετός. Κοῖος Ὠκεανοῦ, ὅσπερ τε γένεσις πάντεσσι τέτυκται. ἐπεὶ ἐξ ὕδατος αἱ αὐξήσεις ὑπάρχουσι. Πῶς, Ἡσιόδου πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος, Ὅμηρός φησιν Ὠκεανόν; Ῥητέον οὖν, ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο. Ὅμηρος δέ φησι φιλοσοφώτερον. Τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσσάρων στοιχείων, ὅλα ὄν. Ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον αὐτό φησιν. Ὀνόμῃνεν.

### 14 278

Ὠνόμασε. Τελεύτησεν.

### 14 280

Ἐπλήρωσεν. Ἴμβρου.

### 14 281

Ἴμβρος, νῆσος Θρᾴκης. Ἠέρα.

### 14 282

Ὁμίχλην, σκότος. Μητέρα θηρῶν.

### 14 283

Μητέρα θηρίων. Θηριοτρόφος γὰρ ἡ Ἴδη, διὰ τὸ πολὺ τῆς ὕλης. Λεκτόν.

### 14 284

Ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν. Τρία δὲ τὰ πάντα ἀκρωτήρια τῆς Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. Ἐπὶ χέρσου. Ἐπὶ τῆς γῆς. Περιμήκετον.

### 14 287

Πάνυ ὑψηλήν. Ἣ τότ’ ἐν Ἴδῃ μακροτάτῃ πεφυυῖα. Διὰ τοῦτο τότε ἀνῄρηκε τὸ ψεῦδος, ὥστε μὴ ζητεῖν αὐτήν. Πεπυκασμένος.

### 14 289

Ἐσκεπασμένος. Εἰλατίνοισιν. Ἐλατίναις. Λιγυρῇ.

### 14 290

Ὀξείᾳ. Χαλκίδα.

### 14 291

Χαλκὶς εἶδος ὀρνέου, ἥτις καλεῖται κύμινδις, ἀπὸ τῆς φωνῆς. Κύμινδιν. Ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν. καὶ μέγεθος ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης. Παρὰ δέ τισι θηλυκῶς λέγεται. Εὐεπίφορον δὲ εἰς ὕπνον τὸ ὄρνεον. Ἀεὶ δὲ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει. Ὥς.

### 14 294

Νῦν, εὐθέως. ἢ, τότε. Ἔρος. Ἔρως. Αἰολικῶς. Πυκινάς. Συνετάς. Οἷον ὅτε πρώτιστον ἐμισγέσθην.

### 14 295

Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν, εἷς τῶν γιγάντων, Εὐρυμέδων, βιασάμενος, ἔγκυον ἐποίησεν. ἡ δὲ Προμηθέα ἐγέννησε. Ζεὺς δὲ, ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα, προφάσει πυρὸς, δεσμοῖς ἀνήρτησεν. Ἡ ἱστορία παρ’ Εὐφορίωνι. Εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.

### 14 296

Καὶ Ἀπολλόδωρος ἱστορεῖ, κρύφα τὸν Δία τῇ Ἥρᾳ συγκαθευδῆσαι. Πῆ μεμαυῖα.

### 14 298

Ποῦ ὁρμήσασα. Τόδε. Εἰς τοῦτον τὸν τόπον. Ἱκάνεις. Παραγίγνῃ. Πρυμνωρείῃ.

### 14 307

Πρυμνωρείας καλοῦσιν τὰ ἔσχατα καὶ κατώτατα τῶν ὀρῶν. Τραφερήν τε καὶ ὑγρήν.

### 14 308

Γῆν καὶ θάλασσαν. Κεῖσε.

### 14 313

Εἰς ἐκεῖνον τὸν τόπον. Περιπροχυθείς.

### 14 316

Περιπεσὼν, κατασχών. Ἐδάμασσεν. Ὑπέταξεν. Ἠρασάμην.

### 14 317

Ἠράσθην. Ἰξιονίης ἀλόχοιο. Τῆς Ἰξίονος γυναικός. Ἦν δὲ αὕτη θυγάτηρ Ἰονέως. Μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διὸς, ὕστερον Ἰξίονι ἐζεύχθη. Οὐδ’ ὅτε περ Δανάης.

### 14 319

Δανάη Ἀκρισίου θυγάτηρ, ἣ Διῒ συγκοιμηθεῖσα, Περσέα ἐγέννησε. Χρησαμένῳ γάρ φησι τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀῤῥένων παίδων, ὁ θεὸς ἔφη, τὸν γενόμενον παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ αὐτὸν κτενεῖν. Δείσας δὲ ὁ Ἀκρίσιος, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας, τὴν Δανάην ἐφρούρει. Αὕτη δὲ, ὥς φησι Πίνδαρος, καὶ ἕτεροι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου. Ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. Ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν, καὶ διὰ τῆς ὀροφῆς εἰσδὺς εἰς τὸν Δανάης κόλπον, συνῆλθεν αὐτῇ. Αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον, ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν, εἰς θάλασσαν ἔῤῥιψε. Διασωθέντων δὲ τούτων εἰς Σέριφον τὴν νῆσον, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδεύκῃ, ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδεύκους. Φυγόντος δὲ ὕστερον Ἀκρισίου, τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς. Καλλισφύρου. Καλοὺς πόδας ἐχούσης. ἀπὸ μέρους, καλῆς. Ὁ δὲ τρόπος, συνεκδοχή. Ἀριδείκετον.

### 14 320

Μεγάλως εὐπρεπῆ, ἀσπαστόν. Φοίνικος κούρης.

### 14 321

Θυγατρός. Λέγει δὲ τῆς Εὐρώπης. Ἔνιοι δὲ αὐτὴν οὐ Φοίνικος, ἀλλ’ Ἀγήνορος, εἶπον. Τὰ δὲ περὶ αὐτῆς ἀκριβῶς εἴρηται ἐν τῇ Μ ῥαψῳδίᾳ ἐν τοῖς περὶ Σαρπηδόνος. Τηλεκλειτοῖο. Μέχρι πόῤῥω καὶ πολλοῦ ἐνδόξου. ἢ πάνυ ἐνδόξου. Οὐδ’ ὅτε περ Σεμέλης.

### 14 323

Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς, κρύφα συνευνάζετο. Ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἥρας, ἐπινεύσαντος αὐτῇ Διὸς, πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ, μὴ δυνάμενος ἀνανεῦσαι, παραγίγνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφ’ ἅρματος, ἀστραπαῖς καὶ βρονταῖς ὁμοῦ, καὶ κεραυνὸν ἵησιν. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ὁ Ζεὺς ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέῤῥαψε τῷ μηρῷ. Ἡ ἱστορία παρ’ Εὐριπίδῃ ἐν Βάκχαις. Οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβῃ. Ἀλκμήνης, τῆς Ἡλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀλκαίου, ἠράσθη Ἀμφιτρύων. Ὃς ἀνελὼν Ἡλεκτρύονα, βοῶν ἀμφισβητήσεως χάριν, ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας. σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. Ὑποδεχθέντων δὲ ἀσμένως ὑπὸ τῶν βασιλέων τῶν τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης, τιμῆς ἐτύγχανον μεγίστης. Μὴ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσιν· κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος συμμάχους Βοιωτοὺς, καὶ Λοκροὺς, ἔτι δὲ καὶ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. Ὡς δὲ ἐπιστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς, καὶ εἰκασθεὶς Ἀμφιτρύωνι, ἐμίγη, καὶ υἱὸν ἐποίησεν. Ὁμοίως δὲ καὶ ὁ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. Ἤδη δὲ ἐκείνης δεκαμηνιαῖον χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρακλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος, τῇ αὐτῇ νυκτί. Φασὶ, Δία, συγκοιμώμενον Ἀλκμήνῃ, πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας. Ὅθεν καὶ ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς, τὸν τριέσπερον Ἡρακλέα ἐποίησε. Χάρμα βροτοῖσι.

### 14 325

Χαρὰν τοῖς ἀνθρώποις. διὰ τὸ εὑρεῖν συκῆν καὶ ἄμπελον. Καλλιπλοκάμοιο.

### 14 326

Ἀλληγορικῶς, πλοκάμους, τοὺς στάχυας δεῖ νοεῖν, ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμμένην τοῖς στάχυσι. Λητοῦς.

### 14 327

Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων. Ἧς δύο παῖδες, Ἀπόλλων, καὶ Ἄρτεμις. Λιλαίεαι.

### 14 331

Ἐπιθυμεῖς, προθυμῇ. Προπέφανται.

### 14 332

Προφανῆς ἐστι, φανερά. Πῶς κ’ ἔοι.

### 14 333

Πῶς ἂν γένοιτο. τί ἂν εἴη. Ἀθρήσειεν.

### 14 334

Ἴδοι. Τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ διαδράκοι. Πεφράδοι.

### 14 335

Φράσειε, δηλώσειεν, εἴποι. Κείοντες.

### 14 350

Κοιμηθησόμενοι. Εὔαδεν. Ἤρεσκεν. Ἀγκάς.

### 14 346

Εἰς τὰς ἀγκάλας. Ἔμαρπτε. Συνελάμβανε. Τοῖσι δ’ ὑπὸ χθών.

### 14 347

Ἐκπεσὼν εἰς φορτικοῦ πράγματος διήγησιν, ἐφ’ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, δι’ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. Ἀνθηρῶς δὲ γράφει τὴν εὐνὴν, καὶ προθεὶς τὸ γένος, ποίην, ἐπιφέρει τὸ εἶδος. Οὐκ εἶπε δὲ ῥόδον, διὰ τὸ ἀκανθῶδες. Νεοθηλέα δὲ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῶα. Κατὰ συλλογισμὸν ἡ ὑπεροχὴ, εἴ γε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου. Δῖα. Ἡ μεγάλη καὶ θαυμαστή. Φῦεν. Ἀνέφυσεν, ἀνέδωκε. Νεοθηλέα. Νεωστὶ θάλλουσαν, χλωράν. Ποίην. Βοτάνην. Λωτόν.

### 14 348

Λωτὸς, εἶδος χόρτου ἑλείου, διὸ καὶ ἑρσήεντα, ὅ ἐστι, δροσώδη. Κρόκον. Κρόκος, εἶδος ἄνθους. Ὡς καὶ ὁ ὑάκινθος. Μαλακόν.

### 14 349

Ἁπαλόν. Ὑψός’ ἔεργε. Εἰς ὕψος ἐβάσταζε. Ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε. Ὃς αὐτοὺς οὐκ εἴα ἐπὶ γῆς θλίβεσθαι, ἀλλ’ ἀνεῖχε, καὶ ἀπεκώλυεν αὐτούς. Λεξάσθην.

### 14 350

Κατεκοιμήθησαν. Στιλπναί.

### 14 351

Στίλβουσαι, λαμπραί. Ἔερσαι. Δρόσοι, σταλαγμοί. Ὄπαζε.

### 14 358

Περιεποίει. Κῶμα.

### 14 359

Τὸ κοίμημα. Παρήπαφε.

### 14 360

Παρηπάτησε. παρέπεισε. Προθορών.

### 14 363

Προαλλόμενος, προπηδήσας. Ἀργεῖοι, καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην.

### 14 364

Μεθίεμεν, παραχωροῦμεν. Ταῦτα δὲ, καὶ τὰ ἑξῆς, κατ’ ἐπερώτησιν ἀναγνωστέον. Ἄρηται.

### 14 365

Καρπώσηται, λάβῃ. Ποθή.

### 14 368

Ἐπιζήτησις, χρεία. Ἑσσάμενοι.

### 14 372

Λαβόντες, καθοπλισάμενοι. Παναίθῃσι. Πάνυ στιλπναῖς, λαμπραῖς. Μενέχαρμος.

### 14 376

Ὑπομονητικὸς ἐν μάχῃ. Ὀλίγον σάκος. Ἀντὶ τοῦ, μικρὰν ἀσπίδα. Ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος. Χείρονι.

### 14 377

Ἐλάττονι. Ἐκόσμεον.

### 14 379

Διέτασσον. Οἰχόμενοι δ’ ἐπὶ πάντας.

### 14 381

Πάντας ἐπερχόμενοι. Ἄμειβον. Νῦν, ἤλλασσον. Ἐσθλά.

### 14 382

Γενναῖα. Δόσκεν. Ἐδίδου. Νώροπα.

### 14 383

Λαμπρόν. Τανύηκες.

### 14 385

Ἐπὶ μῆκος ἠκονημένον, μακρὰν καὶ παρατεταμένην ἔχον τὴν ἀκμήν. Ἀστεροπῇ.

### 14 386

Ἀστραπῇ. Τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι Ἐν δαῒ λευγαλέῃ. Τῷ δὲ Ποσειδῶνι οὐ δίκαιόν ἐστι μιχθῆναι ἐν τῇ ὀλεθρίᾳ μάχῃ. Ἰσχάνει.

### 14 387

Κατέχει, λαμβάνει. Ἀλλὰ δέος ἰσχάνει ἄνδρας. Πεποίηται γὰρ εἰς φόβον, οὐκ εἰς φόνον. Κυανοχαῖτα.

### 14 390

Μελανόθριξ. Βοάα.

### 14 394

Βοᾷ, ἠχεῖ. Προτὶ χέρσον. Προσρηγνύμενον τῇ γῇ. Πόντοθεν.

### 14 395

Ἐκ τῆς θαλάσσης ὁρμῶν. Βρόμος.

### 14 396

Κυρίως ὁ τοῦ πυρὸς ἦχος. Ὅθεν καὶ Βρόμιος, ἀπὸ τοῦ πυρός. Ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν, ὅτι ἐκ Διὸς καὶ Σεμέλης ἐστὶ, βληθείσης τῷ κεραυνῷ, καὶ ὅτι πυρογεννής ἐστιν. Ὤρετο.

### 14 397

Ὥρμησεν. Ἠπύει.

### 14 399

Βοᾷς ἠχεῖ. Αἴαντος ἀκόντισεν.

### 14 402

Ἀντὶ τοῦ, κατὰ τοῦ Αἴαντος ἔβαλεν. Πρὸς ἰθύ οἱ.

### 14 403

Πρὸς εὐθὺ αὐτοῦ. Τελαμῶνε.

### 14 404

Οἱ ἀναφορεῖς. Τετάσθην. Ἐξετέταντο. Τώ οἱ ῥυσάσθην τέρενα χρόα.

### 14 406

Ἀντὶ τοῦ, οἵτινες τελαμῶνες ἐφύλαξαν αὐτοῦ τὸ σῶμα ἄτρωτον. Χώσατο. Νῦν, ἐλυπήθη. Ἀείρας.

### 14 411

Ἄρας. Στρόμβον.

### 14 413

Ὡς ῥόμβον περιφερῆ. Λέγει δὲ τὸν καλούμενον βέμβηκα. Δίκην οὖν ῥόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι, σφοδρῶς πλήξας. Ἔσσευε. Κινεῖσθαι ἐποίησε. Περὶ δ’ ἔδραμε. Περιῆλθεν, ἢ πέριξ. Ἐξερίπῃ.

### 14 414

Ἐκπέσῃ. Πρόῤῥιζος.

### 14 415

Μέχρι ῥιζῶν. Θεείου. Θείου. Προσληπτέον δὲ, κεραυνοῦ. Ὀδμή. Ποιότης. πνοή. Τὸν δ’ οὔπερ ἔχει θράσος ὅσκεν ἴδηται.

### 14 416

Πάντες δὲ αὐτὸν καταπλήττονται οἱ ἰδόντες. Ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑάφθη.

### 14 419

Ἐπικατεκάμφθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστι, κατηνέχθη. Αἰχμάς.

### 14 423

Ἀκόντια. Περίβησαν.

### 14 424

Ὑπερεμάχησαν. Οὔτις εὗ ἀκήδησεν.

### 14 427

Οὐδεὶς δὲ αὐτοῦ ἠμέλησε, καὶ ἠφροντίστησε. Πόρον ἷξον.

### 14 433

Παρεγένοντο εἰς τὸ διαβατὸν καὶ πορεύσιμον μέρος τοῦ ποταμοῦ. Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς.

### 14 434

Ἰδίως τὸν μὲν σωματικὸν Ξάνθον Διὸς γενεαλογεῖ, τὸν δὲ ποταμὸν Ὠκεανοῦ λέγει, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα, Καὶ πᾶσαι κρῆναι, καὶ φρείατα μακρὰ νάουσι. Πέλασαν χθονί.

### 14 435

Ἔθεσαν εἰς τὴν γῆν. Ἀμπνύνθη.

### 14 436

Ἔμφρων ἐγένετο, λειποθυμήσας. Ἀνέδρακεν. Ἀνέβλεψεν. Ἑζόμενος δ’ ἐπὶ γοῦνα.

### 14 437

Διαναστὰς ἐπὶ γόνατα. Ἀπέμεσσεν. Ἀπήμεσεν, ἀπέμει. Πλῆτο.

### 14 438

Προσεπελάσθη. Βέλος.

### 14 439

Ἡ ἀπὸ τῆς βολῆς ὀδύνη. Ἢ ὁ βεβλημένος τόπος. Ἐδάμνα. Κατεπόνει. Θόρον.

### 14 441

Ὥρμησαν. Μετάλμενον.

### 14 443

Ἐπιπηδῶντα. Σατνιόεντος.

### 14 445

Σατνίου ποταμοῦ. Κατὰ λαπάρην.

### 14 447

Κατὰ τὴν λαγόνα. Ἀνετράπετο. Εἰς τοὐπίσω ἀνετράπη. Ἀμύντωρ.

### 14 449

Βοηθός. Ἔσχε.

### 14 452

Διῆλθεν. Ἀγοστῷ. Ἀγκάλῃ. Οὐ μὰν αὖτ’ ὀΐω, μεγαθύμου Πανθοίδαο.

### 14 454

Ἑαυτοῦ λέγει. Πηδῆσαι ἄκοντα.

### 14 455

Ἀντὶ τοῦ, πεπηδηκέναι, καὶ ἐξορμηθῆναι. Ἄκοντα. Ἀκόντιον. Κόμισεν.

### 14 456

Ὑποδέξατο. Χροΐ. Τῷ σώματι. Σκηπτόμενον.

### 14 457

Σκηριπτόμενον, ἐρειδόμενον. Λικριφὶς ἀΐξας.

### 14 463

Εἰς πλάγιον ὁρμήσας. ὅ ἐστιν, ἐγκλίνας. Ἐν συνεοχμῷ.

### 14 465

Ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ. Ἀστράγαλον δὲ νῦν τὸν σπόνδυλον. Εἴρηται κατὰ ἀντίφρασιν· πολύστρεπτος γὰρ ὑπάρχει. Ἀπὸ δ’ ἄμφω κέρσε τένοντε.

### 14 466

Ἀπέτεμε δὲ ἀμφότερα τὰ κατατείνοντα αὐτοῦ νεῦρα. Φράζεο.

### 14 470

Νῦν, ὅρα. Προθοήνορος ἀντιπεφᾶσθαι.

### 14 471

Ἀντὶ τοῦ Προθοήνορος πεφονεῦθαι. Ἀναστροφὴ, ὁ τρόπος. Πεφᾶσθαι. Πεφονεῦθαι. Εἴδεται.

### 14 472

Φαίνεται. Κακῶν ἔξ. Ἀντὶ τοῦ, ἐκ κακῶν. Ἐῴκει.

### 14 474

Ὡμοιοῦτο. Γιγνώσκων.

### 14 475

Εἰδώς. Ἰόμωροι.

### 14 479

Οἱ περὶ τοὺς ἰοὺς, ὅ ἐστι, τὰ βέλη, κακοπαθοῦντες. πολεμικοί. Ἀπειλάων. Καυχήσεων. Οὔ θην οἴοισιν.

### 14 480

Οὐ δὴ μόνοις. Πόνος. Κακοπάθεια. Ὀϊζύς. Ταλαιπωρία. Δεδμημένος.

### 14 482

Ἀνῃρημένος. Ποινή.

### 14 483

Ἀντέκτισις, τιμωρία. Ἄτιτος.

### 14 484

Ἀτιμώρητος. Γνωτόν.

### 14 485

Ἀντὶ τοῦ, ἀδελφόν. Ἄρεως ἀλκτῆρα. Ἀλεξητῆρα τοῦ πολέμου, καὶ βοηθόν. ἢ, ὥς τινες, φόνου τιμωρόν. Πολυμήλου.

### 14 490

Νῦν, πολλὰ πρόβατα ἔχοντος. Κτῆσιν.

### 14 491

Τὰ κτήματα. Θέμεθλα.

### 14 493

Ῥίζας, βάσεις. ἐφ’ ὧν ἥδρασται ὁ ὀφθαλμός. Γλήνην.

### 14 494

Τὴν τοῦ ὀφθαλμοῦ κόρην. Διὰ πρό. Διαμπὰξ, διόλου. Πετάσσας.

### 14 495

Ἁπλώσας. Αὐχένα.

### 14 497

Σπόνδυλον, τράχηλον. Ἔλασσεν. Ἀντὶ τοῦ, ἀπέτεμεν, ἔκοψεν. Ἀπήραξεν. Ἀπέτεμεν, ἀπέκοψε. Πήληκι.

### 14 498

Περικεφαλαίᾳ. Κάρη. Κεφαλήν. Ὁ δὲ φῆ κώδειαν ἀνασχών.

### 14 499

Ἐλλείπει τὸ ὡς. ἵν’ ᾖ, ὡς κώδειαν ἀνατείνας. Κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλὴ, ὅ ἐστιν εἶδος βοτάνης. Οὕτως οὖν φησιν εἶπε, τὴν κεφαλὴν ἀνατείνας. Πέφραδε.

### 14 500

Σήμανον, δεῖξον. Ὁτὲ δὲ, εἰπέ. Εὐχόμενος. Μεγαληγορῶν, καυχώμενος. Γοήμεναι.

### 14 502

Θρηνῆσαι. Δάμαρ.

### 14 503

Γυνή. Γανύσσεται.

### 14 504

Ἡσθῇ, χαρῇ. Αἰπύν.

### 14 507

Χαλεπόν. Ἔσπετε.

### 14 508

Λέγετε. Ἀνδράγρια.

### 14 509

Ἀνδρῶν ἀγρεύματα, σκῦλα. Ἤρατο.

### 14 510

Ἀπενέγκατο, ἐκτήσατο. Ἔκλινεν. Ἑτεροκλινῆ ἐποίησεν, ἔτρεψε. Καρτεροθύμων.

### 14 512

Ἰσχυρῶν, τῇ ψυχῇ ἀνδρείων. Ἐνῄρατο.

### 14 515

Ἀνῄρησε. Διάφυσσε.

### 14 517

Διέκοψε, διήντλησε. Δῃώσας.

### 14 518

Διακόψας, τρώσας. Ὠτειλήν. Τραῦμα. Ἔσσυτο.

### 14 519

Ὥρμησεν. Ἐπισπέσθαι.

### 14 521

Ἐπακολουθῆσαι. Τρεσσάντων.

### 14 522

Διὰ δέος φυγόντων. Φόβον. Φυγήν. Ὤρσῃ. Ἐμβάλῃ. Διά τε σκόλοπας καὶ τάφρον ἔβησαν.

### 15 1

Τὸ ἑξῆς· διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον. Ὑπερβατὸν γὰρ, ὁ τρόπος. Ἐρητύοντο.

### 15 3

Κατείχοντο. Ὑπαὶ δείους.

### 15 4

Ὑπὸ τοῦ δέους, ὅ ἐστι, φόβου. Τὸ ὑπαὶ δείους δύναται καὶ, χλωροὶ ὑπαὶ δείους, καὶ, πεφοβημένοι ὑπὸ δέους. Πεφοβημένοι. Εἰς φυγὴν τετραμμένοι. Ἔγρετο. Ἐγρηγόρησεν, ἀνέστη. Ἀναΐξας.

### 15 6

Ἀνορμήσας, ἀναστάς. Ὀρινομένους.

### 15 7

Ταρασσομένους. Κλονέοντας. Ταράσσοντας. Ἔχετ’ ἄσθματι.

### 15 10

Ὑπὸ ἄσθματος συνείχετο. ὅ ἐστιν, ὑπὸ πολλοῦ πνεύματος, καὶ συνεχοὺς ἀναπνοῆς. Κῆρ ἀπινύσσων. Ἐξεστηκὼς τῇ ψυχῇ, καὶ οὐ διακείμενος συνετῶς, ἀλλ’ ἀσυνέτως. Οὐκ ἀφαυρότατος.

### 15 11

Οὐκ ἀσθενής. Ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη.

### 15 14

Ὄντως δὴ ὁ ἐπὶ κακῷ σου τετεχνασμένος δόλος, ὦ Ἥρα, τὸν Ἕκτορα ἔοικε τῆς μάχης πεπαυκέναι. Ἀμήχανε. Πανοῦργε. πρὸς ὃν, οὐ δύναταί τις μηχανήσασθαι καὶ ἐπινοῆσαί τι. Κακοῤῥαφίης.

### 15 16

Κακοσυνθεσίας, κακοβουλίας. Ἐπαύρηαι.

### 15 17

Ἐπιψαύσῃ, ἀπολαύσῃς τῆς κακοβουλίας. Ἱμάσσω. Μαστίξω. Ἐκρέμω.

### 15 18

Ἐκρέμασο. Ὑψόθεν. Ἐκ τοῦ αἰθέρος, ἀπὸ ὕψους. Ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθι, ἐκ δὲ ποδοῖϊν Ἄκμονας ἧκα δύο, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα. Τοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικὴν τοῦ ἀέρος πρὸς τὸν αἰθέρα συμπλοκήν. Διὰ τοῦτο οὖν φησι, χρύσεον, ἄῤῥηκτον. ἵν’ ᾖ, δυσδιαχείριστον. ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγὲς καὶ δυσδιάλυτον. Ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω. Καὶ ἔμπροσθεν περὶ τούτου εἴρηται ἱκανῶς. Ἀκριβέστερον δὲ νῦν. Διὰ γὰρ τούτων ὁ Ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν. Δία μὲν καὶ Ζῆνα τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα, Ἥραν δὲ τὸν δεύτερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τετράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίγνεται ἀήρ. Ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγει. Χρυσοῦν δὲ δεσμὸν, τὸ αἰθέριον πῦρ, ὅτι ἐν τῷ ἀνωτάτῳ μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. Καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θάλασσαν, παρ’ ὅσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα· πῦρ μὲν εἰς ἀέρα, ἀὴρ δὲ εἰς ὕδωρ. Χαλκεύοντα δὲ ἐν Ὠκεανοῦ, ὅτι τὰ στερεὰ τῆς δι’ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει. Καὶ Ἡσίοδος οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν. Κρόνον δὲ τὸν ἄνω κρουνηδὸν ἐπιφερόμενον ὄμβρον. Ῥέαν δὲ, τὴν ἐπιῤῥεομένην ὕδασιν. Ἐκτομὴν δὲ οὐρανοῦ, τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν. Λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στεῤῥότητα πήγνυται. Κρύπτεσθαι δὲ τὸν Δία, διὰ τὸ τοῦ ζῇν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν. Καὶ ἐν τῷ· Τριχθὰ δὲ πάντα δέδασται, φυσικὴ γίγνεται διάταξις γεγενημένη. Ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος, Ζεὺς ὠνόμασται· ὁ δὲ τὴν ὑγρὰν οὐσίαν, ἀπὸ τῆς πόσεως Ποσειδῶν· Ἅδης δὲ ὁ θάνατος, παρὰ τὸ σκοτεινὸν καὶ ἀηδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας. Ἄκμονας.

### 15 19

Βάρη σιδηρὰ καθέλκοντα. Ἄκμονας δύο. Τὰ βαρύτατα τῶν στοιχείων, γῆν, καὶ θάλασσαν. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν οὕτως ἀσχημόνως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητόν. φησὶ γὰρ, Οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθι. Ῥητέον δὲ, ὅτι νῦν φιλοσοφεῖ Ὅμηρος· μυθικῶς γὰρ Ζεὺς ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρά. καὶ ἐξ αὐτοῦ δεσμεύονται πάντα. Μετ’ αὐτὸν δὲ ὁ ἀὴρ μέσος γῆς καὶ ἀέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν, τοῦ δὲ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ. οὓς δεῖ νῦν ἄκμονας λέγειν, παρὰ τὸ ἀκοπίαστα εἶναι τὰ στοιχεῖα. Καλῶς δὲ οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι. ἰσχὺς γὰρ τῶν ὅλων, τὸ συνδεδέσθαι. Ἧκα. Ἀπεκρέμασα. Ἴηλα. Περιέβαλον. Ἄῤῥηκτον.

### 15 20

Στερεόν. Ἠλάστεον.

### 15 21

Ἐδεινοπάθουν, συνήλγουν. Παρασταδὸν ὃν δὲ λάβοιμι.

### 15 22

Ὃν δ’ ἂν λάβοιμί σοι παρεστῶτα. ἀντὶ τοῦ, ὃν δὲ ἔλαβον παριστάμενόν σοι. Δῆλον δὲ, ὅτι λέγει τὸν Ἥφαιστον. Ῥίπτασκον.

### 15 23

Ἐῤῥίπτουν. Παραγωγὴ, ὁ τρόπος. Βηλοῦ. Βαθμοῦ. Ὄφρ’ ἄν. Ἕως ἄν. Ὀλιγηπελέων.

### 15 24

Ὀλιγοδρανῶν, ὀλίγον ἰσχύων, καὶ ὀλιγοψυχῶν. Ἀνίει. Εἴα, κατελίμπανεν. Ἀζηχής.

### 15 25

Ἀδιάλειπτος. ἢ κακὸν ἦχον ἀποτελοῦσα. Πεπιθοῦσα.

### 15 26

Πείσασα. Θυέλλας. Συμβολὰς ἀνέμων. Μητιόωσα.

### 15 27

Βουλευομένη, ἐργαζομένη. Ἀπένεικας.

### 15 28

Ἀπαχθῆναι ἐποίησας. Ἀθλήσαντα.

### 15 30

Κακοπαθήσαντα. Αὖτις.

### 15 31

Ἐκ δευτέρου, πάλιν. Ἀπολλήξῃς. Παύσῃ. Ἤν τοι.

### 15 32

Ἐάν σοι. Ἴστω.

### 15 36

Γιγνωσκέτω. Κατειβόμενον.

### 15 37

Καταῤῥέον. Στυγὸς ὕδωρ. Ἐπεὶ ἡ Στὺξ κατὰ τὸν Ἡσίοδον ἐστὶν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ, ἢ, ὥς τινές φασιν, ὅτι ὁμώνυμος ταύτῃ ἐστὶν ἡ πηγὴ ἡ ἐν Ἅιδου, ὅρκον αὐτὴν φρικτὸν οἱ θεοὶ πεποίηνται βουλήσει Διός. Νωΐτερον.

### 15 39

Ἡμέτερον. Μάψ.

### 15 40

Ψευδῶς, ματαίως. Μὴ δι’ ἐμήν.

### 15 41

Οὐ δι’ ἐμήν. Ἰότητα. Βούλησιν. Πημαίνει.

### 15 42

Βλάπτει, κακοῖ. Παραμυθησαίμην.

### 15 45

Συμβουλεύσαιμι, εἴποιμι. Τῇ ἴμεν.

### 15 46

Ταύτην ἔρχεσθαι, καὶ προαίρεσιν καὶ γνώμην ὁμοίαν σοι ἔχειν. Εἰ μὲν δή.

### 15 49

Ἐὰν, ὅπου δή. Ἶσον ἐμοὶ φρονέουσα.

### 15 50

Ὅμοια καὶ τὰ αὐτὰ ἐμοὶ φρονοῦσα. Ἄλλῃ.

### 15 51

Ἄλλως, ἢ ἀλλαχοῦ. Μεταστρέψειε.

### 15 52

Μεταβάλοι. Μετὰ σὸν, καὶ ἐμόν. Ἐπὶ τὸ σοὶ καὶ ἐμοὶ ἀρέσκον. Ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις.

### 15 53

Ἀλλ’ ἐὰν δή φησιν ἀληθῆ λέγῃς. Δὶς δὲ τὸ αὐτό φησιν, ἐπιτάσεως χάριν. Ἔρχεο.

### 15 54

Ἔρχου. Δεῦρο. Εἰς τοῦτον τὸν τόπον. Τὰ ἅ.

### 15 58

Τὰ ἑαυτοῦ ἴδια. Ἐμπνεύσησι.

### 15 60

Ἐμβαλῇ. Λελάθῃ. Εἰς λήθην ἀγάγοι, λήθην ποιήσειε. Φύζαν.

### 15 62

Δειλίαν, φυγήν. Τοῦ δὲ χολωσάμενος.

### 15 68

Ὑπὲρ τούτου ὀργισθείς. Ἐκ τοῦδ’ ἄν.

### 15 69

Ἀπὸ τούτου τοῦ χρόνου. Παλίωξιν. Τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν. ὅτ’ ἂν οἱ πρότερον φεύγοντες, ὕστερον πάλιν αὐτοὶ διώκωσι θαῤῥήσαντες. Ἴλιον αἰπὺ ἕλοιεν.

### 15 71

Σημείωσαι τοῦτο, ὅτι οὐδετέρως τὸ Ἴλιον ἐνθάδε φησὶ μόνον. Διὸ καὶ ἀθετεῖται ὁ στίχος οὗτος. Ὡς δ’ ὅτ’ ἀναΐξῃ νόος ἀνέρος.

### 15 80

Καὶ τὰ ἑξῆς· ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν, καὶ πολλὰ ἱστορηκότος, ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα, καὶ ταχέως ἄλλοτε ἐπ’ ἄλλο μεταβαίνει· οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης εὐθέως παρεγένετο εἰς τὸν Ὄλυμπον. Πευκαλίμῃσι.

### 15 81

Συνεταῖς. Ἔνθα ἢ ἔνθα.

### 15 82

Ἐνταῦθα, ἢ ἐκεῖ. Ἔνθ’ εἴην ἢ ἔνθα. Τὸ εἴην σὺν τῷ ν Ἀριστάρχειοι· καὶ σημαίνει τὸ, ὑπῆρχον. ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου· Εἴην, πορευοίμην. Ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν πορευθείην, ἢ εἰς ταύτην πορευοίμην. Μενοινήσειε. Ἐνθυμηθῇ, διανοηθῇ. Διέπτατο.

### 15 83

Διέπτη. Δεικανόωντο.

### 15 86

Ἐδεξιοῦντο. Θέμιστι.

### 15 87

Ἀντὶ τοῦ παρὰ Θέμιδος. Θέμις δέ ἐστι μία τῶν Τιτάνων. Ἀτυζομένη.

### 15 90

Τεταραγμένη, ἠπορημένη. Ἦ μάλα δή σε φόβησεν.

### 15 91

Ἀκριβῶς δή σε ἐπτόησεν. Ἀκοίτης. Ἀνήρ. Διείρεο.

### 15 93

Διερώτα. Ὑπερφίαλος.

### 15 94

Ὑπερήφανος, ἄδικος. Ἀπηνής. Χαλεπὸς, σκληρός. Πιφαύσκεται.

### 15 97

Ἐμφανίζει, λέγει, μηχανᾶται. Κεχαρησέμεν.

### 15 98

Χαρῆναι. Εὔφρων.

### 15 99

Εὐφραινόμενος, ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ ὑπάρχων. Ἡ δ’ ἐγέλασσε χείλεσιν.

### 15 101

Οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅτ’ ἄν τις μὴ ἐκ διαθέσεως γελᾷ. Ἰάνθη.

### 15 103

Διεχύθη, εὐφράνθη. Νεμεσσηθεῖσα. Μεμψαμένη. Μενεαίνομεν.

### 15 104

Προθυμούμεθα, ὀργιζόμεθα. Ἀφρονέοντες. Μωραίνοντες. Μέμαμεν.

### 15 105

Προθυμούμεθα. Ἀφήμενος.

### 15 106

Ἀποτέρω καὶ πόῤῥω καθεζόμενος. Οὐδ’ ὄθεται.

### 15 107

Οὐδ’ ἐπιστρέφεται. Κάρτεϊ.

### 15 108

Ἰσχύει. κράτει. Διακριδόν. Διακεκριμένως, κεχωρισμένως. Τῷ ἔχετε.

### 15 109

Διὸ ἀνέχεσθε, καὶ ὑπομένετε. Πῆμα.

### 15 110

Βλάβην, πένθος. Τετύχθαι. Γεγονέναι. Θαλερώ.

### 15 113

Θάλλοντας, ἰσχυρούς. Δυϊκῶς. Πεπλήγετο. Ἔπληξε. Καταπρηνέεσσι.

### 15 114

Κατεστραμμέναις, κατωφερέσιν. Ὀλοφυρόμενος. Νῦν, ὀδυρόμενος. Νεμεσήσετε.

### 15 115

Μεμφθήσεσθε. Δεῖμον.

### 15 119

Ὄνομα δαίμονος. Φόβον. Νῦν, ὄνομα δαίμονος. Πᾶσι περιδδείσασα θεοῖσι.

### 15 123

Περὶ πάντων εὐλαβηθεῖσα θεῶν. Θάασσεν.

### 15 124

Ἐκαθέζετο. Καθάπτετο.

### 15 127

Νῦν, ἐπέπληττε. Φρένας ἠλέ.

### 15 128

Ἀνόητε καὶ μάταιε τὰς φρένας. Διέφθορας. Διέφθαρσαι. Ἦ νύ τοι αὕτως Οὔατ’ ἀκουέμεν ἐστίν. Ἢ ματαίως πάρεστί σοι τὰ ὦτα πρὸς τὸ ἀκούειν; Νόος.

### 15 129

Νῦν, τὸ τῆς ψυχῆς κυριώτατον, ᾧ νοοῦμεν. Ἀιδώς. Νῦν, τὸ αἰδεσθῆναι. Οὐκ ἀΐεις.

### 15 130

Οὐκ ἀκούεις. Ἅτε. Ἅτινα δή. Φησί. Λέγει. Ἀναπλήσας.

### 15 132

Ἀναπληρώσας. Εἶσιν.

### 15 136

Ἐλεύσεται. Κυδοιμήσων. Συνταράξων. Μάρψει.

### 15 137

Συλλήψεται ἐπὶ τιμωρίᾳ. Πεφήσεται.

### 15 140

Φονευθήσεται. Γενεήν τε τόκον τε.

### 15 141

Τοὺς γονεῖς καὶ τὸ γένος. Δισσολογεῖ δι’ ἀμφοτέρων τὴν γένεσιν. Ὁ δὲ νοῦς· οὐ δυνατόν ἐστι θεῷ, ῥύσασθαι τὴν ἐξ αὐτοῦ ἀνθρωπίνην γένεσιν. Τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται, τοῦ θανάτου ῥύεσθαι. Σφώ.

### 15 146

Ὑμᾶς. Ὅττι τάχιστα. Σφόδρα ταχέως. Εἰς ὦπα ἴδησθε.

### 15 147

Εἰς ὄψιν ἔλθητε. Τὼ δ’ ἀΐξαντε πετέσθην.

### 15 150

Ὑπερβολικῶς εἴρηται, ἢ συλληπτικῶς. οὐ γὰρ Ἀπόλλων πτερωτός. Πολυπίδακα.

### 15 151

Πολύϋδρον. Γαργάρῳ.

### 15 152

Γάργαρον, τὸ ἀκρωτήριον τῆς Ἴδης. Θυόεν νέφος.

### 15 153

Τὸ εὐῶδες καὶ τεθυμιαμένον, ἀπό τε τῶν ἀναδοθέντων ἐκ τῆς γῆς ἀνθέων, καὶ ἀπὸ τοῦ μύρου τῆς Ἥρας. Ἐστεφάνωτο. Περιέκειτο. Σφῶϊν.

### 15 155

Αὐτοῖς. Ἀγγεῖλαι.

### 15 159

Ἀντὶ τοῦ, ἀνάγγειλον. Εἶναι. Ἀντὶ τοῦ, ἔστω. Ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ἀλογήσει.

### 15 162

Λόγον οὐ ποιήσεται, καταφρονήσει. Φραζέσθω.

### 15 163

Λογιζέσθω, σκοπείτω. Ταλάσσῃ.

### 15 164

Καρτερήσῃ, ὑπομείνῃ. Ἕο.

### 15 165

Αὐτοῦ. Φάσθαι.

### 15 167

Εἰπεῖν. Πτῆται.

### 15 170

Ταχέως ἐνεχθῇ, πτῇ, κατέρχηται. Νιφάς. Ψεκὰς, ἢ χιών. Ὑπαὶ ῥιπῆς.

### 15 171

Ὑπὸ τῆς σφοδρᾶς φορᾶς. Αἰθρηγενέος. Αἰθρηγενέτου. Ὑπεξαλέασθαι.

### 15 180

Ὑπεκκλῖναι. Φυγεῖν. Ὑπέροπλον.

### 15 185

Ὑπερήφανον. Ἐνέροισι.

### 15 188

Τοῖς ὑπὸ γῆν, τοῖς νεκροῖς. Τριχθά.

### 15 189

Τριμερῶς, τριχῆ. Ἔλαχον.

### 15 190

Ἔτυχον. Πολιήν. Λευκὴν, διὰ τὸν ἀφρόν. Ἢ ἁπλῶς, λευκήν. Παλλομένων.

### 15 191

Κλήρῳ μεριζομένων. Πάλος γὰρ ὁ κλῆρος. Ἔλαχεν. Ἔτυχε. Ζόφον. Σκότος. Λέγει δὲ τὸν κατωτάτω τόπον. Ἠερόεντα. Τὸν ὁμιχλώδη καὶ σκοτεινόν. Ξυνή.

### 15 193

Κοινὴ ὅλων τῶν στοιχείων. Ἐν αὐτῇ γὰρ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα. Τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται. καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίγνονται. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστι. Καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ οὐρανὸς τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. Τῷ ῥα καὶ οὔτι Διὸς βέομαι φρεσί.

### 15 194

Διὸ καὶ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι. οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ, ἀποβήσομαι, ἢ ζῶ, φησιν. Οὕτως ἔχει καὶ τό· Οὐ γάρ μοι δηρὸν βέῃ. οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. Δειδισσέσθω.

### 15 196

Ἐκπλησσέτω, ἐκφοβείτω. Χερσὶ δὲ μήτι με πάγχυ κακὸν ὣς δειδισσέσθω. Ὁ νοῦς· Μὴ δὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω. Ἢ, ὡς κακὸν ὄντα εἰς τὸν διὰ τῶν χειρῶν ἀγέτω πόλεμον. Ἢ, ὡς χερσὶν ὑπερέχων. Ἐνισσέμεν.

### 15 198

Κακολογεῖν, ἐπιπλήσσειν. Ἀπηνέα.

### 15 202

Σκληρὸν, χαλεπόν. Μεταστρέψεις.

### 15 203

Μεταθήσεις, μεταβαλεῖς. Στρεπταί. Εὐμετάστρεπτοι, εὔπιστοι εἰς τὸ ἀγαθόν. Πρεσβυτέροισι.

### 15 204

Τοῖς προγενεστέροις. Ἐριννύες. Αἱ ἀπὸ τῶν Ἐριννύων ἐκδικίαι. Αἴσιμα.

### 15 207

Καθήκοντα, συμφέροντα. Ἰσόμορον.

### 15 209

Τῆς ἴσης μερίδος μεθέξοντα, ἰσόμοιρον. Ὁμῇ. Ὁμοίᾳ καὶ τῇ αὐτῇ. Νεικείειν.

### 15 210

Ὀνειδίζειν, ἐπιπλήσσειν. Χολωτοῖσιν. Ὀργίλοις. Νεμεσσηθείς.

### 15 211

Αἰδεσθείς. ὅ ἐστι, μεμπτὸν ἡγησάμενος. Ὑποείξω. Ὑπείξω, ὑποχωρήσω. Πεφιδήσεται.

### 15 215

Φείσεται, φεισθείη. Νῶϊν.

### 15 217

Ἡμῖν. Ἀνήκεστος. Ἀνίατος. Πόθεσαν.

### 15 219

Ἐν πόθῳ ἐγίγνοντο. Χαλκοκορυστήν.

### 15 221

Χαλκῷ καθωπλισμένον. τουτέστι, πολεμικόν. Αἰπύν.

### 15 223

Χαλεπὸν, νῦν. Μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι.

### 15 224

Πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες ἐν τῷ Ταρτάρῳ ὄντες. Ἐνέρτεροι.

### 15 225

Οἱ κατώτεροι. Ἀλλὰ τόδ’ ἠμὲν ἐμοί.

### 15 226

Παρὰ τοῦτο μὲν καὶ ἐμοί. Ἀνιδρωτί.

### 15 228

Χωρὶς κακοπαθείας. Ἐπισσείων.

### 15 230

Ἐπάνω κινῶν. Ἔγειρε.

### 15 232

Παρώρμα. Ὄφρ’ ἄν. Ἕως ἄν. Ἀνηκούστησε.

### 15 236

Παρήκουσεν. Ἵρηκι.

### 15 237

Ἱέρακι. Φασσοφόνῳ.

### 15 238

Τῷ φάσσας φονεύοντι. Νεόν.

### 15 240

Νεωστί. Ἐσαγείρατο. Νῦν, ἀθροίζετο. Ἀμφί ἑ γιγνώσκων ἑτάρους.

### 15 241

Τοὺς περὶ αὐτὸν γιγνώσκων, ὅ ἐστιν, ἐπιστάμενος τῇ διανοίᾳ. Ὀλιγηπελέων.

### 15 245

Ὀλιγοθυμῶν. Κῆδος. Κακὸν, λύπη. Ὀλιγοδρανέων.

### 15 246

Ὀλίγον ἰσχύων, ἐξησθενηκώς. Φέριστε.

### 15 247

Βέλτιστε, ἀνδρειότατε. Ὅς με. Ὅστις με. Οὐκ ἀΐεις.

### 15 248

Οὐκ ἀκούεις. Ἐπεὶ φίλον ἄϊον ἦτορ.

### 15 252

Ἀπέπνευσα τὴν ψυχήν. Ἢ, ἐπεὶ ᾐσθόμην ἀλγήσας τοῦ ψύχους. Ἄϊον γὰρ νῦν τὸ ᾐσθόμην. Ἀοσσητῆρα.

### 15 254

Βοηθόν. Χρυσάορον.

### 15 256

Ἤτοι χρυσοφάσγανον. Ἢ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἢ τῆς κιθάρας ἔχοντα. Οὐκ ἔτι δὲ ξίφους. ἁγνὸς γὰρ ὁ θεός. Φοῖβον Ἀπόλλωνα χρυσάορον. Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν. Καὶ τοὺς Ἀπόλλωνος βόας κλέψας, εὑρέθη ὑπὸ τοῦ θεοῦ διὰ τῆς μαντικῆς. Ἀπειλουμένου δὲ τοῦ Ἀπόλλωνος, ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων τόξα. Μειδιάσας δὲ ὁ θεὸς, ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον. ἀφ’ οὗ καὶ χρυσόῤῥαπις ὁ Ἑρμῆς προσηγορεύθη. Ἔλαβέ τε παρ’ αὐτοῦ τὴν λύραν. Ὅθεν καὶ χρυσάορ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος. Λειανέω.

### 15 261

Λείαν καὶ ὁμαλὴν ποιήσω. Τρέψω. Εἰς φυγὴν ἀγάγω. Στατός.

### 15 263

Ἀναπεπαυμένος, ἱστάμενος. Κροαίνων.

### 15 264

Κρούων. Ἐνώμα.

### 15 269

Ἔστρεφεν, ἐκίνει. Ἐσσεύοντο.

### 15 272

Ἐδίωκον. Ἠλίβατος.

### 15 273

Ὑψηλὴ, ἀπρόσβατος. ἧς ἄν τις διαμάρτοι τῆς ἐπιβάσεως, διὰ τὸ πολὺ ὕψος. Ἀλιτεῖν γὰρ τὸ διαμαρτεῖν. Ἢ, ἧς ὁ ἥλιος μόνος ἐπιβαίνει. Δάσκιος ὕλη. Πολύσκιος. λίαν πυκνή. Εἰρύσατο.

### 15 274

Νῦν, ἐῤῥύσατο, ἔσωσε. Κιχήμεναι. Καταλαβεῖν. Αἴσιμον. Εἱμαρμένον. Ἠϋγένειος.

### 15 275

Δασὺ γένειον ἔχων. Ὁμιλαδόν.

### 15 277

Ἀθρόως. Παραὶ ποσὶ κάππεσε θυμός.

### 15 280

Τὰς ψυχὰς ἐταπείνωσαν, ἅπαντες λειποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν εἶχον. Ἀγορῇ.

### 15 283

Νῦν, λόγῳ. Νίκων.

### 15 284

Ἐνίκων. Ἀλύξας.

### 15 287

Ἐκφυγών. Ὃ δὴ πολλῶν.

### 15 291

Ἀντὶ τοῦ, ὃς δὴ πολλῶν. Μενοινῶν.

### 15 293

Προθυμούμενος. Ἀνώξομεν.

### 15 295

Κελεύσωμεν. Στείομεν.

### 15 297

Στῶμεν. Ἐρύξομεν. Ἐπίσχωμεν, κωλύσομεν. Ἤρτυον.

### 15 303

Κατεσκεύαζον. Ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.

### 15 305

Ἐν σχήματι πέφρασται, ἀντὶ τοῦ, οἱ πολλοί. Εἱμένος.

### 15 308

Ἠμφιεσμένος, περικείμενος. Ἀμφιδάσειαν.

### 15 309

Πανταχόθεν δασεῖαν. Καὶ, οἱ μὲν, ἀμφίμαλλον· οἱ δὲ, κύκλῳ δασεῖαν, διὰ τοὺς θυσάνους. Ὑφ’ ἓν δὲ τὸ ὄνομα. Ὀξεῖα.

### 15 313

Νῦν, δριμεῖα, χαλεπή. Ἐπαυρεῖν.

### 15 316

Ἐπιτυχεῖν. Λιλαιόμενα.

### 15 317

Ἐφιέμενα, ἐπιθυμοῦντα ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυντο. τοῦ χρωτὸς ἐπιθυμοῦντα τῶν ἐφ’ οὓς ἐβάλλετο. Ἔστι λῶ λαίω, ὡς κερῶ κεραίω· Ζωρότερον κέραιε. Χροὸς ἆσαι. Τοῦ σώματος κορεσθῆναι. Ὄφρα μὲν αἰγίδα.

### 15 318

Καὶ τὰ ἑξῆς. Κρόνος χρησμὸν λαβὼν, ὅτι ὁ ἴδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς, τὰ γεννώμενα κατέπινε. Ῥέα δὲ τεκοῦσα Δία, Κρόνῳ μὲν, λίθον ἀντ’ αὐτοῦ σπαργανώσασα, ἔδωκε καταπιεῖν. τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε Θέμιδι καὶ Ἀμαλθείᾳ, ἣ ἦν αἴξ. Ταύτην οἱ Τιτᾶνες ὁπόταν θεάσαιντο, ἐφοβοῦντο. Αὕτη δὲ τοὺς ἑαυτῆς μαζοὺς ἐπέχουσα, ἔτρεφε τὸ παιδίον. Αὐξηθεὶς δὲ ὁ Ζεὺς, μετέστησε τῆς βασιλείας τὸν πατέρα. Πολεμούντων δὲ αὐτῷ τῶν Τιτάνων, Θέμις συνεβούλευσε τῷ τῆς Ἀμαλθείας δέρματι σκεπαστηρίῳ χρήσασθαι. εἶναι γὰρ αὐτὸ ἀεὶ φόβητρον. Πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε, καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. Ἐντεῦθεν αὐτόν φασιν αἰγίοχον προσαγορευθῆναι. Κατενῶπα.

### 15 320

Κατὰ πρόσοψιν. Ἔθελξεν.

### 15 322

Ἐγοήτευσεν, ἠπάτησεν. Οἰῶν.

### 15 323

Προβάτων. Θῆρε.

### 15 324

Λέοντες, κατ’ ἐξοχήν. Σημάντορος.

### 15 325

Ἄρχοντος. Νῦν δὲ, φύλακος, νομέως. Ὣς ἐφόβηθεν Ἀχαιοί.

### 15 326

Οὕτω καὶ οἱ Ἕλληνες εἰς φυγὴν ἐτράπησαν ὑπὸ τοῦ φόβου ὡς ἀσθενεῖς. Ὄπαζε.

### 15 327

Περιεποίει, ἐδίδου. Κεδασθείσης.

### 15 328

Διαλυθείσης, σκορπισθείσης, ἀλλαχοῦ ἄλλου τραπέντος. Νόθος.

### 15 333

Ὁ μὴ ἐκ νομίμης γυναικός. Ἔσκεν.

### 15 334

Ἦν, ἐγεγόνει. Φυλάκῃ.

### 15 335

Πόλις Θεσσαλίας. Βαρυτόνως δὲ ἀναγνωστέον, ὡς Ἰθάκη, πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου. Κατακτάς. Ἀνελών. Γνωτόν.

### 15 336

Νῦν, ἀδελφόν. Μηκιστῆ.

### 15 339

Ἀντὶ τοῦ, Μηκιστέα. Πρώτῃ ἐν ὑσμίνῃ.

### 15 340

Ἐν τῇ πρώτῃ τάξει, ἐν τοῖς προταγωνισταῖς. Δηΐοχον δὲ Πάρις.

### 15 341

Εἴρηται καὶ ἔμπροσθεν, ὅτι Ἑκάβη, τεκοῦσα Ἀλέξανδρον, διὰ τὸν ὄνειρον ἐξέθηκεν εἰς Ἴδην. Ὁ δὲ ποιμὴν εὑρὼν αὐτὸν, διὰ τὸ μὴ γνωρισθῆναι, ἐν πήρᾳ ἔτρεφεν. Ἀφ’ οὗ ὠνομάσθη Πάρις. Ἐνάριζον ἀπ’ ἔντεα.

### 15 343

Ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι τὰ ᾑμαγμένα ὅπλα. Ἐνιπλήξαντες.

### 15 344

Ἐμπεσόντες. Δύοντο.

### 15 345

Ἐσῄεσαν. Ἐπισσεύεσθαι.

### 15 347

Ἐφορμῆσαι. Μητίσσομαι.

### 15 349

Μηχανήσομαι, ἐργάσομαι. Πυρὸς λελάχωσι.

### 15 350

Τῆς διὰ πυρὸς ταφῆς λαχεῖν ποιήσουσι. Κατωμαδόν.

### 15 352

Κατὰ τῶν ὤμων τῶν ἵππων. Ἐρυσάρματας.

### 15 354

Τοὺς ἐλαύνοντας τὰ ἅρματα, τοὺς ὑποζυγίους. Ὄχθας.

### 15 356

Κυρίως μὲν τὰ τῶν ποταμῶν χείλη· νῦν δὲ, τῆς τάφρου. Καπέτοιο. Τῆς τάφρου. Ἐρείπων. Καταβάλλων. Γεφύρωσε.

### 15 357

Διαβατὴν ἐποίησεν. Ἧσιν.

### 15 359

Ἀφῇ, βάδην ἀκοντίσῃ. Φαλαγγηδόν.

### 15 360

Κατὰ φάλαγγας, ὅ ἐστι, τάξεις. Ἀθύρματα.

### 15 363

Παίγνια. Καὶ ἀθύρων παίζων. Νηπιέῃσι. Ταῖς ἀφροσύναις. Ἤϊε.

### 15 365

Τοξικέ. Παρὰ τὴν ἄφεσιν τῶν βελῶν. Ἔστι δὲ ἐπίθετον Ἀπόλλωνος. Εἴρηται δὲ κατὰ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἵν’ ᾖ, ἰήϊε. Ἰὸς γὰρ λέγεται τὸ βέλος, παρὰ τὸ ἱέναι. Ἔνιοι δὲ, ψιλῶς ἀναγιγνώσκοντες, ἀπέδοσαν, ἰατρέ· οὐκ ὀρθῶς. Ἐπεὶ θεῶν ἰατρὸν Παιήονα Ὅμηρος παραδίδωσι. Κάματον καὶ ὀϊζύν. Πολλοὺς καμάτους καὶ ταλαιπωρίας αὐτῶν. Σύγχεας.

### 15 366

Συνετάραξας, συνέχεας. Φύζαν. Φόβον. Φυγήν. Πολυπύρῳ.

### 15 372

Σιτοφόρῳ. Ἀράων ἀΐων.

### 15 378

Νῦν τῶν εὐχῶν ἀκούων. Εὐρυπόροιο.

### 15 381

Εὐρυχώρου. πλατείας ἐν τῷ περάσαι. Νηὸς ὑπὲρ τοίχων καταβήσεται.

### 15 382

Ὑπὲρ τοὺς τοίχους τῆς νεώς. Ναύμαχα.

### 15 389

Μακρὰ δόρατα, τὰ πρὸς ναυμαχίαν ἐπιτήδεια. Κολλήεντα. Ἐκ πολλῶν συγκεκολλημένα, ἵνα γένηται μακρά. οἷον σύνθετα, καὶ οὐ μονόξυλα. Κατὰ στόμα. Νῦν κατὰ τὴν ἀρχήν. μεταφορικῶς. Εἱμένα χαλκῷ. Ἀντὶ τοῦ, κατὰ τὸ ἄκρον σεσιδηρωμένα. Ἀγαπήνορος.

### 15 392

Ἤτοι ἀγαπῶντος τοὺς ἄνδρας. ἢ ἀνδρείου. Ἀκήματα.

### 15 394

Ἰάματα. Χατέοντι.

### 15 399

Χρῄζοντι, δεομένῳ. Δὴ γὰρ μέγα νεῖκος.

### 15 400

Μάλα γὰρ μεγάλη μάχη. Ποτιτερπέτω.

### 15 401

Παρηγορείτω. Εἰς Ἀχιλῆα.

### 15 402

Ἀντὶ τοῦ πρὸς Ἀχιλλέα. Παραίφασις.

### 15 404

Παραμυθία, παραίνεσις. Στάθμη.

### 15 410

Ἐργαλεῖον τεκτονικὸν, ἡ καὶ κατευθυντηρία λεγομένη. Τούτῳ δὲ κανονίζεται τὸ ξύλον. Ἔστι δὲ καὶ σχοινίον λεπτὸν, ἐρυθρῷ ἢ μέλανι χρώματι κεχρισμένον. Νήϊον. Τὸ εἰς ναυπηγίαν ξύλον. Ἐξιθύνη. Ἶσον ποιεῖ, ὀρθοῖς. Δαήμονος.

### 15 411

Ἐμπείρου. Εὖ εἰδῇ σοφίης.

### 15 412

Ἔμπειρος τεκτονικῆς. Τὸ γὰρ παλαιὸν, πᾶς τεχνίτης, σοφὸς ἐκαλεῖτο, συγκεχυμένῳ ὀνόματι. ὕστερον δὲ Πυθαγόρας, τοῦτο μεμψάμενος, σοφὸν μὲν μόνον εἶπε τὸ θεῖον ὀνομάζεσθαι· σοφίαν δὲ μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον τῆς ἐπιστήμης, ἥτις ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. Ὑποθημοσύνῃσιν. Ὑποβολαῖς. διδασκαλίαις. Τέτατο.

### 15 413

Ἐπετέτατο. Ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο.

### 15 414

Ἄλλοι δὲ κατ’ ἄλλο μέρος τῶν νεῶν ἐμάχοντο. Ἀντ’ Αἴαντος.

### 15 415

Ἀντικρὺ τοῦ Αἴαντος. Ἐείσατο. Ἐφάνη. Ἂψ ὤσασθαι.

### 15 418

Εἰς τοὐπίσω ἀπώσασθαι. Ἔνθ’ υἷα Κλυτίοιο.

### 15 419

Τότε τὸν υἱὸν τοῦ Κλυτίου. Κλύτιος, ἀδελφὸς Πριάμου. Καλλήτωρ, ἀνεψιὸς Ἕκτορος. Ἔστι δὲ καὶ ἕτερος Κλύτιος ὁμώνυμος. Χάζεσθε.

### 15 426

Ἀναχωρεῖτε. Στείνεϊ. Στενοχωρίαν ἔχοντι τόπῳ. Ἢ, τῇ μάχῃ τῇ στενοχωρούσῃ, καὶ πανταχόθεν πεπυκνωμένῃ. Σαώσατε.

### 15 427

Ἀνακομίσατε. τῆς μάχης σώσατε. Νεῶν ἐν ἀγῶνι.

### 15 428

Ἐν τῷ ἀθροίσματι τῶν νεῶν. τῷ ναυστάθμῳ. Κυθήριον.

### 15 431

Ἀπὸ Κυθήρων. Κύθηρα δὲ νησίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερόν. ὅθεν καὶ Κυθέρειαν ἐπιθετικῶς ὀνομάζουσι τὴν θεάν. Δὴ νῶϊν.

### 15 437

Ἡμῶν δή. Κυθηρόθεν ἔνδον ἐόντα.

### 15 438

Ἀντὶ τοῦ ἀπὸ Κυθήρων ἐνδεδημηκότα. Ὠκύμοροι.

### 15 441

Ταχύμοροι. Θάνατον ἐπιφέροντες. ταχυθάνατοι. Παλίντονον.

### 15 443

Εἰς τοὐπίσω ἑλκόμενον. Ἰοδόκον.

### 15 444

Ἰοὺς δεχομένην. Ὅ ἐστι, βέλη. Πεπόνητο.

### 15 447

Ἐπεπόνητο, ἐνήργει. Τῇ γὰρ ἔχε.

### 15 448

Ἐκεῖ γὰρ ἤλαυνεν. Ἧι ῥά. Ὅπου δή. Κλονέοντο. Ἐταράσσοντο. Ἐρύκακεν.

### 15 450

Εἶργεν, ἐκώλυσεν. Ἱεμένῳ. Προθυμουμένῳ, σπεύδοντι. Αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός.

### 15 451

Ἤτοι, ὁ ὀδυνηρὸς, ἢ πολλῶν στεναγμῶν αἴτιος. Ἀποστρεφόντων δὲ τὰ ἅρματα τῶν Τρώων, πρὸς τὸ ἐξίσου πολεμεῖν ἐπιβεβηκόσιν τῶν νεῶν τοῖς Ἕλλησιν, οὕτως ὁ ἡνίοχος τετραμμένος πρὸς τοὺς ἵππους βέβληται κατὰ τοῦ αὐχένος. Ὑπερώησαν.

### 15 452

Ὑπεχώρησαν. Κεῖν’ ὄχεα κροτέοντες.

### 15 453

Κενὰ τὰ ἅρματα κροτοῦντες. Ἴσχειν.

### 15 456

Κατέχειν. Αἴνυτο.

### 15 459

Ἐλάμβανε, ἀφῃρεῖτο. Πυκινόν.

### 15 461

Νῦν, συνετόν. Ἀπηύρα.

### 15 462

Ἀφείλετο. Ἐϋστρεφέα.

### 15 463

Καλῶς περιστρεφομένην. Ἀμύμονι τόξῳ. Ἤτοι, κατὰ μετουσίαν τοῦ φοροῦντος· ἢ, πανταχόθεν ἀμέμπτῳ καὶ ὑγιεῖ. Παρεπλάγχθη.

### 15 464

Παρηνέχθη, παρέπεσεν. Ἄλλῃ. Ἀλλαχόσε, καὶ οὐκ ἐπὶ τὸν Ἕκτορα. Χαλκοβαρής.

### 15 465

Χαλκῷ βαρούμενος. Ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει.

### 15 467

Πᾶσαν τὴν εἰς τὸν πόλεμον ἡμῶν προθυμίαν θεός τις κωλύει, καὶ παρασπᾷ. Ἐπὶ μήδεα κείρει. Ἐμποδίζει τὰ βουλεύματα. Νεόστροφον.

### 15 469

Καινήν. νεωστὶ ἐστραμμένην. Πρώϊον.

### 15 470

Ἕωθεν, ὄρθριον, ἢ πρόσφατον. Ἀνέχοιτο. Ὑπομένοι, ἀντέχοιτο. Θαμά. Πυκνῶς. Μεγήρας.

### 15 473

Φθονήσας. Ἀσπουδεί.

### 15 476

Χωρὶς σπουδῆς, καὶ κακοπαθείας. Τετραθέλυμνον.

### 15 479

Τετράπτυχον, τέσσαρας θέσεις ἔχον ἐπαλλήλους. Βέλεμνα.

### 15 484

Βέλη. ὑποκοριστικῶς. Δὴ γὰρ ἴδον.

### 15 488

Ἴδον γὰρ δή. Διόθεν.

### 15 489

Ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιῤῥώσῃ, τοὺς δὲ περιδεεῖς καταστήσῃ. Τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν στρατόν. Ἀλκή.

### 15 490

Νῦν, βοήθεια. Ὁτέοισιν.

### 15 491

Οἷστισιν. Ὑπέρτερον. Ὑπερέχον, μέγα. Μινύθῃ.

### 15 492

Ἐλαττοῖ, μειοῖ. Βλήμενος.

### 15 495

Ἐκ βολῆς τρωθείς. Τυπείς. Ἐκ χειρὸς τρωθεὶς, ἐκ τοῦ σύνεγγυς. Πότμον. Μόρον, θάνατον. Ἀεικές.

### 15 496

Κακόν. Σόη.

### 15 497

Σεσωσμένη, ὑγιής. Κλῆρος.

### 15 498

Χωρικὴ περίκτησις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι, καταλαβόντες χώραν, κλήρῳ αὐτὴν διενέμοντο. Ἀκήρατος. Ἀκέραιος, ἄφθαρτος. Οἴχονται.

### 15 499

Πορευθῶσιν. Ἄρκιον.

### 15 502

Αὔταρκες, ἱκανόν. Ἐμβαδόν.

### 15 505

Πεζῇ βαίνοντες. Ἵξεσθαι. Ἀφίξεσθαι, ἐλθεῖν. Ἐνιπρῆσαι.

### 15 507

Ἐμπρῆσαι, καῦσαι. Χορόν.

### 15 508

Εἰς χορείαν. Μῆτις.

### 15 509

Βουλή. Αὐτοσχεδίῃ.

### 15 510

Τῇ ἑαυτοῦ σύνεγγυς μάχῃ. Βέλτερον ἢ ἀπολέσθαι.

### 15 511

Βέλτιον πρὸς βραχὺ κινδυνεῦσαι, ἢ ζῶντας καὶ κατ’ ὀλίγον ἀπολλυμένους ταλαιπωρεῖν. Ἕνα χρόνον. Ἐν μιᾷ ῥοπῇ. Βιῶναι. Ζῆσαι. Στρεύγεσθαι.

### 15 512

Ταλαιπωρεῖν, κακοπαθεῖν. Αὕτως.

### 15 513

Ἀπράκτως, ματαίως. Πρυλέων.

### 15 517

Πεζῶν, ὁπλιτῶν. Κυλλήνιον.

### 15 518

Ἀρκάδα. Κυλλήνη δὲ ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ. καὶ ὑπ’ αὐτὸ πόλις ὁμώνυμος. Ὕπαιθα λιάσθη.

### 15 520

Εἰς πλάγιον ἐξέκλινεν, εἰς τοὔμπροσθεν. Ἀπήμβροτεν.

### 15 521

Ἀφήμαρτεν, ἀπέτυχε. Δόλοψ.

### 15 525

Νῦν ὄνομα κύριον. Αἰχμῆς εὖ εἰδώς. Πολεμικὸς, ἐμπειροπόλεμος. Πυκινός.

### 15 529

Πυκνὸς, καὶ ἀσφαλής. Ἤρκεσεν. Ἐβοήθησεν, ἀπέστρεψε. Γυάλοισιν ἀρηρότα.

### 15 530

Ἐν ταῖς συναφαῖς τῶν κοιλωμάτων ἐπιμελῶς ἡρμοσμένον. Ἐξ Ἐφύρης.

### 15 531

Τῆς ἐν Ἤλιδι. ἣ νῦν καλεῖται Οἰνόη. Ἀλεωρήν.

### 15 533

Φυλακὴν, ἀσφάλειαν, ἄδειαν. Κύμβαχον.

### 15 536

Τὸ κάτακρον τῆς περικεφαλαίας, ἐν ᾧ ἐμβάλλεται ὁ λόφος. Λόφον.

### 15 537

Δὲ αὐτὸ τὸ ἐπανάστημα. Νέον φοίνικι φαεινός.

### 15 538

Νεωστὶ φοινικῷ χρώματι βεβαμμένος. ὅ ἐστιν, ἐρυθρῷ τῷ αἵματι. Ἀμύντωρ.

### 15 540

Βοηθός. Εὐράξ.

### 15 541

Ἐκ πλαγίου. Διέσσυτο.

### 15 542

Διεξῆλθε. Μαιμώωσα. Ἐνθουσιωδῶς ὁρμῶσα. Ἐεισάσθην.

### 15 544

Νῦν, ἐπῆλθον, καὶ ὥρμησαν. Ἕκτωρ δὲ κασιγνήτοισι.

### 15 545

Νῦν, πᾶσι τοῖς συγγενέσι. Σημείωσαι γὰρ ὅτι καὶ τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν. Ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. Ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες. ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως. Ἐνένισπεν.

### 15 546

Ἐκακολόγησεν, ἐπέπληξεν. Ὄφρα μέν.

### 15 547

Ἕως οὗ, τέως. Περκώτῃ.

### 15 548

Πόλις Ἑλλησπόντου. οἱ δὲ, Θρᾴκης. Μετέπρεπεν.

### 15 550

Ἐκπρεπὴς ἦν. Μεθήσομεν.

### 15 553

Ἀμελήσομεν, ἐάσομεν. Ἐντρέπεται.

### 15 554

Ἐπιστρέφεται. οἷον ἐντροπὴν ἐπὶ τὸ βέλτιον λαμβάνει. Οἷον.

### 15 555

Ὁποῖον. Περὶ τεύχε’ ἕπουσι. Περὶ τὰ ὅπλα ἀσχολοῦνται. Ἕπουσιν. Ἐνεργοῦσιν, ἀσχολοῦνται. Ἀποσταδόν.

### 15 556

Ἀφεστῶτες πόῤῥω, ἐκ διαστήματος. Κατ’ ἄκρης.

### 15 557

Κατὰ κεφαλῆς, ἀπὸ τῆς ἀκροπόλεως. Αἰπεινήν.

### 15 558

Ὑψηλήν. Κτᾶσθαι. Ἀναιρεθῆναι. Αἰδὼ θέσθε.

### 15 561

Αἰδέσθητε. Πέφανται.

### 15 563

Φονεύονται. Ὄρνυται.

### 15 564

Ὥρμηται. Φράξαντο.

### 15 566

Ἔφραξαν. Ἕρκεϊ χαλκείῳ.

### 15 567

Τῷ κύκλῳ τῶν ἀσπίδων, ταῖς ἀσπίσιν. Ἔγειρε. Παρώρμησε. Θάσσων.

### 15 570

Ταχύτερος. Εἴτινά που Τρώων.

### 15 571

Εἴτινα τῶν Τρώων. Κεκάδοντο.

### 15 574

Νῦν, ὑπεχώρησαν, διέστησαν. Νεβρῷ.

### 15 579

Νεογνῷ ἐλάφῳ. Ἐξ εὐνῆφιν.

### 15 580

Ἐκ τῆς κοίτης. Θορόντα. Ὁρμῶντα. Ἐτύχησε.

### 15 581

Κατεστοχάσατο. Ἔτρεσε.

### 15 586

Μετὰ δέους ἔφυγεν. Ἀολλισθήμεναι.

### 15 588

Συναθροισθῆναι. Χέοντο.

### 15 590

Ἔχεον, ἑτοίμως ἔῤῥιπτον. Λείουσι.

### 15 592

Λέουσιν. Ἐπεσσεύοντο.

### 15 593

Ἐφώρμησαν. Θέλγε.

### 15 594

Ἐγοήτευσεν. ἠπάτα καὶ παρῃτεῖτο τὴν τοῦ ἀμύνασθαι δύναμιν. Ἀπαίνυτο.

### 15 595

Ἀφῃρεῖτο. Ὀρέξαι.

### 15 596

Δοῦναι, παρασχεῖν. Θεσπιδαές.

### 15 597

Τὸ ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον. Ἐξαίσιον.

### 15 598

Παρὰ τὸ καθῆκον γενομένην, μεγάλην. ἢ, οὐκ ἀγαθήν. Ἀρήν. Ἰκεσίαν, εὐχήν. Ὅτε δὲ, βλάβην. Ἐπικρήνειεν.

### 15 599

Ἐπιτελέσειε. Σέλας.

### 15 600

Λαμπηδόνα. Μαίνετο.

### 15 605

Νῦν, σφοδρότερον ἐκινεῖτο, καὶ ἐνήργει ἐνθουσιαστικῶς. Ἐγχέσπαλος. Πολεμικός. Ὀλοόν. Ὀλέθριον. Τάρφεσι.

### 15 606

Τοῖς πυκνώμασι. Τάρφεσιν ὕλης. Οὐκ ἔστιν ἐπιθετικῶς ὡς ὀξέσιν, ἄλλ’ ὡς βέλεσιν. ἂν δ’ ἐπιθετικὸν ᾖ, ταρφέσιν ὡς ὀξέσιν. ταρφέσιν ὀϊστοῖς. Ἀφλοισμός.

### 15 607

Ὁ ἀφρισμός. κατὰ Αἰτωλούς. Λαμβάνεται δὲ καὶ πεποιημένως ἐπὶ ἰδιώματος ὕδατος ἤχου. Βλοσυρῇσι.

### 15 608

Καταπληκτικαῖς. Πήληξ. Περικεφαλαία. Τινάσσετο.

### 15 609

Ἐτινάσσετο, ἐσείετο. Ἐπώρνυεν.

### 15 613

Ἐφώρμα. ἔπεμπε. Μόρσιμον. Εἱμαρμένον. Ἧι δή.

### 15 616

Ὅπου δή. Ἴσχον.

### 15 618

Ἐπεῖχον, ἐκώλυον. Πυργηδόν. Πυκνῶς, ἀσφαλῶς, ἐν τάξει καὶ δίκην πύργου. Τροφόεντα.

### 15 621

Εὐτραφῆ, μεγάλα, καὶ ηὐξημένα. Προσερεύγεται. Μετὰ ἤχου φέρεται, πρόεισι. Κυρίως δὲ ἐπὶ ὕδατος τίθεται ἡ λέξις. Λαμπόμενος πυρί.

### 15 623

Ὑπὸ τῶν ὅπλων λαμπόμενος. Πέσῃσιν.

### 15 624

Ἐμπέσῃ. Λάβρον.

### 15 625

Ἀθρόον. συνεχές. πολύ. Ὑπαὶ νεφέων. Ἀντὶ τοῦ, ἐκ νεφῶν. Ἀνεμοτρεφές. Ὑπὸ ἀνέμου ηὐξημένον. ὑψηλόν. Ὅτ’ ἂν δὲ τὸ Ἀγαμέμνονος ἀνεμοτρεφές φησιν, ὥσπερ ἐν τῇ Λ, ἀντὶ τοῦ ἰσχυρόν. Τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων, εὐγενῆ μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν. Οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα, ταῖς τῶν ἀνέμων τριβόμενα πνοαῖς, εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στεῤῥότητα. ὥς φησι Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς. Ἡ δέ τε πᾶσα Ἄχνῃ ὑπεκρύφθη. Ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. Ἄχνη δὲ τὸ ἀφρῶδες καὶ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. Δεινὸς ἀήτης.

### 15 626

Χαλεπὸν ἀνέμου πνεῦμα. Ἐμβρέμεται.

### 15 627

Ἐνηχεῖ, πνεῖ. Τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται.

### 15 628

Βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα. ὅ ἐστι, παρ’ ὀλίγον θνήσκουσιν, ἐγγὺς ὄντες τοῦ θανάτου. Ἐδαΐζετο.

### 15 629

Διεμερίζετο, ἐκόπτετο. Ὀλοόφρων.

### 15 630

Ὀλέθρια καὶ δεινὰ φρονῶν. Ἐν εἰαμενῇ.

### 15 631

Ἐν καθύγρῳ καὶ ποώδει χωρίῳ. Ἕλεος. Ἕλους. ὅ ἐστι, συμφύτου καὶ ὑγροῦ τόπου. Ἕλικος βοὸς ἀμφὶ φονῇσι.

### 15 633

Περὶ ἀνῃρημένης βοός. Ἢ, ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι. Ἕλικος δὲ, ἤτοι μελαίνης, ἢ ἑλικοειδῆ κέρατα ἐχούσης, ἢ τῆς ἐν ἕλει τεθραμμένης. Ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσιν.

### 15 634

Ἐν πρώταις καὶ ὑστάταις. Ὁ δὲ, καὶ, σύνδεσμος, ἀντὶ τοῦ, ἢ, διαζευκτικοῦ, κεῖται. Ὅπερ ἄμεινον. ἵν’ ᾖ, ταῖς πρώταις καὶ ὑστάταις. Ὁμοστιχάει.

### 15 635

Ἅμα πορεύεται, συμπαρακολουθεῖ. Ἔδει.

### 15 636

Ἐσθίει. Ὑπέτρεσαν. Ὑπὸ δέους ἔφυγον. Θεσπεσίως.

### 15 637

Θείως. Κοπρῆος.

### 15 639

Κοπρέως. Οὗτος δὲ ὁ Κοπρεὺς ἦν κήρυξ Εὐρυσθέως τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τὰς παρ’ ἐκείνου ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ, τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι. Δεδοικὼς γὰρ αὐτὸν ὁ Εὐρυσθεὺς, οὐκ εἴα ἔνδον εἰσελθεῖν. Ἀγγελίης.

### 15 640

Ἀγγελίας, ἄγγελος. Οἴχνεσκε. Παρεγένετο, ἐπορεύετο. Παντοίας.

### 15 642

Παντοδαπάς. Ἐν ἀσπίδος ἄντυγι πάλτο.

### 15 645

Ἐνήλατο καὶ ἐνεπλάκη τῷ ἔξωθεν τῇς ἀσπίδος κύκλῳ. Ποδηνεκές.

### 15 646

Μέχρι τῶν ποδῶν διϊκνουμένην. μεγάλην. Εἰσωποὶ δ’ ἐγένοντο νεῶν.

### 15 653

Ἐν ὄψει τὰς ναῦς ἔβλεπον. ὅ ἐστιν, εἰσῆλθον εἰς αὐτάς. τουτέστιν, ὑπὸ τὴν στέγην αὐτῶν ἐγένοντο. Περὶ δ’ ἔσχεθον. Περίεσχον, περιεκάλυπτον. Ἄκραι. Αἱ πρῶραι. Ἐπέχυντο.

### 15 654

Ἐπηνέχθησαν. Ἐχώρησαν.

### 15 655

Ὑπεχώρησαν. Προτέρων.

### 15 656

Τῶν πρώτων καὶ ἄκρων. Ἐκέδασθεν.

### 15 657

Ἐχωρίσθησαν, ἐσκορπίσθησαν. Αἰδώς. Αἰσχύνη. Ἀζηχές.

### 15 658

Ἀδιάλειπτον. Ὁμόκλεον. Ἠπείλουν, παρεκελεύοντο. Οὖρος.

### 15 659

Νῦν, φύλαξ. Γουνούμενος.

### 15 660

Ἱκετεύων. Κτήσιος.

### 15 663

Κτήσεως. Ὅτεῳ.

### 15 664

Ὧιτινι. Οὐ παρεόντων.

### 15 665

Οὐ παρόντων. Τροπάασθαι.

### 15 666

Τρέπεσθαι. Ἀχλύος.

### 15 668

Σκοτίας. Ὁμοιΐου.

### 15 670

Τοῦ ὁμοίως πᾶσιν ἐπιόντος, χαλεποῦ. Ἐφράσσαντο.

### 15 671

Ἐθεάσαντο. Ἴκρια.

### 15 676

Τὰ καταστρώματα τῶν νεῶν. Τὰ σανιδώματα. Βιβάσθων. Βαίνων. Νώμα.

### 15 677

Νῦν, διέφερεν, ἐκίνει. Ξυστόν. Ἐξυσμένον. Κολλητόν.

### 15 678

Κεκολλημένον. Βλήτροισι. Τοῖς κατὰ τὰς ἁρμονίας γόμφοις, τοῖς ἐπιούροις. Κελητίζειν.

### 15 679

Ἵππον κέλητα ἐλαύνειν. Κέλης, ὁ μονάμπυξ, παρὰ τὸ κέλειν, τὸ βαδίζειν. Ὅθεν καὶ κέλευθος. Ἐπεὶ τὸ παλαιὸν, ὡς ἐπίπαν τοῖς ἅρμασιν ἐχρῶντο. Πίσυρας.

### 15 680

Τέσσαρας. Συναγείρεται. Συλλέγεται. Σεύας.

### 15 681

Ὁρμήσας. Λαοφόρον.

### 15 682

Λεωφόρον. δι’ ἧς ὁ λεὼς ἔρχεται, ὅ ἐστιν, ὁ ὄχλος. Θηήσαντο. Μετὰ θαύματος εἶδον. Ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται.

### 15 684

Ἐν μέρει ἐπέρχεται. ὅ ἐστιν, ἄλλοτ’ ἐπ’ ἄλλον μεθιζάνει. Σμερδνόν.

### 15 687

Φοβερόν. Ὁμάδῳ.

### 15 689

Θορύβῳ, πλήθει. Αἴθων.

### 15 690

Διάπυρος, ὀξύς. ἢ, σφοδρὸς κατὰ τὴν πτῆσιν. Μέλας. Ἔθνος.

### 15 691

Πλῆθος. Κυανοπρώροιο.

### 15 693

Κυανῷ τὴν πρώραν κεχρισμένης. Χειρί.

### 15 695

Δυνάμει. Δριμεῖα.

### 15 696

Ὀξεῖα, θερμή. Ἀκμῆτας.

### 15 697

Μὴ κεκοπωμένους, ἀπόνους. Ἀτειρέας. Ἀκαταπονήτους. Ἄντεσθαι.

### 15 698

Συμβαλεῖν, ἀπαντῆσαι. Ὠκυάλου.

### 15 705

Τῆς ταχέως πλεούσης. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν μόνην τὴν Πρωτεσιλάου παρέδωκε ναῦν καιομένην. Ῥητέον, ὅτι ᾐδέσθη τινὸς τῶν ζώντων ἐμπρῆσαι, μή πως ἀνανδρίαν αὐτοῦ τὶς δόξῃ καταγιγνώσκειν. Ἀϊκάς.

### 15 709

Διώξεις. ὁρμάς. Ἀμφὶς μένον. Ἀντὶ τοῦ, περιέμενον. Μελάνδετα.

### 15 713

Σιδηρόδετα, ἢ μέλαινας λαβὰς ἔχοντα. Ἔστι γὰρ ἡ λαβὴ δεσμός τις τοῦ ξίφους. Ἄφλαστον.

### 15 717

Τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης. Καὶ εἴρηται κατὰ ἀντίφρασιν· εὔθλαστον γάρ ἐστι. Νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε.

### 15 719

Νῦν ἀντὶ τοῦ, πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς. Ἰσχανάασκον.

### 15 723

Κατεῖχον, ἐκώλυον. Ἐρητύοντο. Κατείχοντο. Βιάζετο.

### 15 727

Κατεπονεῖτο. Ὀϊόμενος.

### 15 728

Ὑπολαμβάνων. Θρῆνυν.

### 15 729

Ὑποπόδιον. Βέλτιον δὲ, θρῆνυν καλεῖσθαι ὑπὸ Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν. ἀναχωρῶν γὰρ ἀπὸ τῆς νεὼς τῶν καταστρωμάτων, ἐπὶ ταύτας ἀφικνεῖται. Τινὲς δὲ, τόπον τῆς νεὼς, βάσιν ἔχοντα, ἐφ’ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι, ὃ καὶ ἐδώλιόν φασιν. Ἄλλοι δὲ, τὴν ὑποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον. Οἱ δὲ, διαβάθραν ἀπὸ νηὸς ἐπὶ νῆα. Ἑπταπόδην. Ἑπτὰ ποδῶν τὸ μέγεθος ἔχοντα. Δεδοκημένος.

### 15 730

Ἐπιτηρῶν. Ἄμυνεν.

### 15 731

Ἤμυνεν. Ἀοσσητῆρας.

### 15 735

Βοηθούς. Ἧι κ’ ἀπαμυναίμεσθα.

### 15 738

Δι’ ἧς ἀμυνοίμεθα τοὺς πολεμίους. Ἑτεραλκέα δῆμον. Δυνάμενον ὄχλον ἐν μέρει πρὸς τὰ κατεπείγοντα βοηθεῖν τοῖς κατεπτοημένοις. Πόντῳ κεκλιμένοι.

### 15 740

Παρακεκλιμένοι τῇ θαλάσσῃ, περιεχόμενοι. Τῷ ἐν χερσὶ φόως.

### 15 741

Διὸ ἐν ταῖς χερσὶν ἡμῶν, καὶ τῷ μάχεσθαι, ἡ σωτηρία. οὐ γὰρ ἐν τῷ, μειλιχίους ἡμᾶς καὶ πράους εἶναι τοῖς πολεμίοις. Ὅ ἐστιν· οὔτις περὶ τὸν πόλεμον φιλανθρωπία. Τὸ δὲ ἑξῆς· οὐχ ἡ προσήνεια πολέμου οἰκεία, ἀλλ’ εἰρήνης. Ἢ ἐπὶ δοτικῆς πτώσεως· οὐκ ἐν τῷ πολεμεῖν προσηνῶς, ἡ ἐπιφάνεια τῆς σωτηρίας, ἀλλ’ ἐν ταῖς χερσὶν ἡμῶν. Οὐ μειλιχίη πολέμοιο. Ἀρίσταρχος κατὰ δοτικήν. ἵν’ ᾖ ὁ λόγος· φῶς ἡμῖν ἐν ταῖς χερσίν ἐστιν, οὐκ ἐν τῇ μειλιχίᾳ τοῦ πολέμου. Ὁ δὲ Θρᾷξ φησίν· οὐκ ἔστιν ἡ προσήνεια πολέμου, ἀλλ’ εἰρήνης. Μαιμώων.

### 15 742

Μανιωδῶς, ἀκατασχέτως. Ἔφεπεν. Ἐπεδίωκεν. ἢ, ἐπήρχετο. Κηλείῳ.

### 15 744

Καυστικῷ. Χάριν Ἕκτορος ὀτρύναντος. Εἰς χάριν τοῦ Ἕκτορος παρορμῶντος. Οὔτασκεν.

### 15 745

Ἐκ χειρὸς ἐτίτρωσκε. Δεδεγμένος. Ἐκδεχόμενος, ἐπιτηρῶν. Αὐτοσχεδὸν οὖτα.

### 15 746

Ἐκ τοῦ σύνεγγυς ἐτίτρωσκεν. Θερμά.

### 16 3

Νεαρὰ, πρόσφατα. Χέων. Καταστάζων. Μελάνυδρος. Βαθεῖα, σκοτεινή. Τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. Τὰ δὲ ἐξ ἐπιπολῆς ὕδατα λευκὰ, καθότι πλέον ταῖς τοῦ ἡλίου ἀκτῖσι καταυγάζεται. Αἰγίλιπος.

### 16 4

Ὑψηλῆς. ἣν καὶ αἲξ ἀπολείπει διὰ τὸ πολὺ ὕψος. μάλιστα γὰρ ἡ αἲξ ἐν τοῖς κρημνοῖς βόσκεται. Δνοφερόν. Μέλαν. Ὤικτειρεν.

### 16 5

Ἠλέησε. Νηπίη.

### 16 8

Μικρὰ κόρη. Θέουσα. Τρέχουσα. Ἀνελέσθαι. Ἀναλαβεῖν, βαστάσαι. Ἀνώγει. Παρεκελεύετο, ἐθέλει. Εἱανοῦ.

### 16 9

Τοῦ πέπλου. Πέπλος ὡς ἐπιπολὺ τὸ γυναικεῖον ἱμάτιον. τὸ δὲ ἀνδρεῖον, χιτών. Κατερύκει. Κατέχει σπουδάζουσαν αὐτήν. Ποτιδέρκεται.

### 16 10

Προσβλέπει. Τέρεν.

### 16 11

Νῦν, ὑγρόν. Εἴβεις. Στάζεις, προχέεις. Πιφαύσκεαι.

### 16 12

Ἐμφανίζεις, λέγεις. Ζώειν μὰν ἔτι φασὶ Μενοίτιον.

### 16 14

Αἰακὸς, ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα, καὶ Τελαμῶνα. Μιγεὶς δὲ καὶ Ψαμμάθῃ τῇ Νηρέως, γεννᾷ Φῶκον. Τοῦτον Πηλεὺς ἀποκτείνας, ἔφυγεν εἰς Μαγνησίαν τῆς Θετταλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ, ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν συγκυνηγούντων, ἔφυγεν εἰς Σαλαμῖνα· καὶ γήμας Ἐρίβοιαν τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ, ἀποικίσας εἰς Ὀποῦντα, Πάτροκλον ἐτέκνωσεν. Ὁ δὲ, ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμφιδάμαντος παῖδα Κλησώνυμον, καὶ ἐπὶ τούτῳ φυγὼν εἰς Φθίαν πρὸς Πηλέα, κατὰ συγγένειαν ἐπέμφθη παρ’ αὐτοῦ πρὸς Χείρωνα. Ὃς αὐτὸν μετ’ Ἀχιλλέως ἀνέθρεψεν. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. Αἰακίδης.

### 16 15

Αἰακοῦ υἱὸς Πηλεύς. Τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχήμεθα τεθνειώτων.

### 16 16

Ὑπὲρ ὧν ἀμφοτέρων λυπηθείημεν ἄν. Ὀλοφύρεαι.

### 16 17

Ὀδύρῃ, οἰκτείρεις. Σφῆς.

### 16 18

Τῆς ἰδίας. Βεβίηκε.

### 16 22

Καταπεπόνηκε. βεβίασται. Ἄριστοι.

### 16 23

Πρόμαχοι. Κέαται.

### 16 24

Κεῖνται· ὅ ἐστιν, ἀργοί εἰσιν. Βέβληται μὲν ὁ Τυδείδης.

### 16 25

Ἀντὶ τοῦ, ἐκ βολῆς τέτρωται. Ἐζήτηται δὲ, πῶς Πάτροκλος, περὶ Μαχάονος μηδὲν εἰπὼν, κατάλογον ποιεῖται τῶν τετρωμένων. Καὶ ῥητέον, ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα εἰς ἔλεον κινήσῃ παραλιπών. Λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία. Οὔτασται.

### 16 26

Ἐκ χειρὸς τέτρωται. Δουρικλυτός. Ἔνδοξος περὶ τὸ δόρυ. πολεμικός. Ἀμφιπένονται.

### 16 28

Περὶ αὐτὸν ἐνεργοῦσιν, ἀσχολοῦνται. Ἕλκε’ ἀκειόμενοι.

### 16 29

Θεραπεύοντες τὰ ἕλκη. Ἀμήχανος. Ἀπροσμηχάνητος, ἀκαμπής. πρὸς ὃν οὐδέν ἐστι μηχανήσασθαι. Ἔπλευ. Ἐγένου. Αἰναρέτη.

### 16 31

Ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε. Αἰνὸν γὰρ, τὸ κακόν. Σεῦ ὀνήσεται. Ἐκ σοῦ ὄνησιν ἕξει. ὠφεληθήσεται. Ὀψίγονος. Ὁ μετὰ πολὺν χρόνον ἐσόμενος. μεταγενέστερος. Νηλεές.

### 16 33

Ἀνηλεέστατε, ὠμότατε. Γλαυκὴ δέ σε τίκτε θάλασσα.

### 16 34

Ἡ γλαυκοειδής. Τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον, καὶ ἀνηλεὲς, καὶ τῶν πετρῶν τὸ σκληρόν. Ἠλίβατοι.

### 16 35

Μεγάλαι, ὑψηλαί. Νόος. Ἀντὶ τοῦ, ἡ ψυχή. Ἀπηνής. Χαλεπός. Εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις.

### 16 36

Θέτις, καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι, τὰ γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. Οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον, Ἀχιλλέα, βάλλει ὁμοίως εἰς πῦρ. Θεασάμενος δὲ Πηλεὺς, ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος, τρέφειν παρέδωκε Χείρωνι. Ὁ δὲ, λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων, ἐκάλεσεν Ἀχιλλέα. Διδάξας δὲ τὴν ἰατρικὴν τέχνην, καὶ λυρικὴν, καὶ μουσικὴν, ἀπέδωκε τῷ πατρί. Ἀγανακτήσασα δὲ Θέτις, καὶ καταλιποῦσα τὸν Πηλέα, ἐχωρίσθη εἰς θάλασσαν. Στρατευομένῳ δὲ Ἀχιλλεῖ ἐπὶ Ἴλιον προεῖπεν, ὅτι πολεμῶν μὲν Τρωσὶ, ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν· ἀπεχόμενος δὲ τῆς μάχης, ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ, διάξει. Ἃ μαθὼν Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. Ἡ ἱστορία παρὰ Λυκόφρονι. Ἐπέφραδεν.

### 16 37

Εἶπε. Πρόες.

### 16 38

Πρόπεμψον. Ὄπασσον. Παράσχου, δός. Ἀναπνεύσωσιν.

### 16 42

Ἀναπαύσωνται. Ὀλίγη δέ τ’ ἀνάπνευσις πτολέμοιο.

### 16 43

Προσληπτέον τὸ, ἐστίν. ἀντὶ τοῦ, ὀλίγον καιρὸν ἀνάπαυσιν τοῦ πολέμου ἴδωσιν οἱ κεκμηκότες. Ἀϋτῇ.

### 16 44

Νῦν, μάχῃ. Νήπιος.

### 16 46

Νῦν, ἄφρων, καὶ ἀνόητος. Λιτέσθαι.

### 16 47

Ἱκετεύειν, δεῖσθαι. Ἐμπάζομαι.

### 16 50

Ἐπιστρέφομαι. Ἀμέρσαι.

### 16 53

Ἀποστερῆσαι, μερίσαι. Ὅτε κράτεϊ προβεβήκει.

### 16 54

Ὁπότ’ ἂν τῷ κρατεῖν προέχῃ. ὅ ἐστιν, ἀξίᾳ τινὶ μείζονι. Τό μοι.

### 16 55

Διό μοι. ἢ, τοῦτό μοι. Ἔξελον.

### 16 56

Ὡς ἐξαίρετον ἔδωκαν. Κτεάτισσα.

### 16 57

Ἐκτησάμην. Ἀτίμητον.

### 16 59

Ἄτιμον. Μετανάστην. Μέτοικον, φυγάδα. Μέτοικοι δὲ λέγονται οἱ καταλιπόντες τὴν ἰδίαν πόλιν, καὶ ἄλλην οἰκοῦντες. Προτετύχθαι.

### 16 60

Προγεγονέναι. συμβάντα. Οὐδ’ ἄρα περ ἦν. Οὐδαμῶς δυνατὸν ἦν. Ἀσπερχές.

### 16 61

Ἀδιαλείπτως. Κεχολῶσθαι. Ὀργίζεσθαι. Ἤτοι ἔφην γε. Καί τοι ἐλογισάμην. Μηνιθμόν.

### 16 62

Μῆνιν, ὀργήν. Παρασχηματισμὸς, ὁ τρόπος. Τύνη.

### 16 64

Σύ. Δωρικῶς. Δῦθι. Ἔνδυθι. Εἰ δὴ κυάνεον Τρώων νέφος.

### 16 66

Καὶ τὰ ἑξῆς. Ἐὰν δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχῃ τὸ ναύσταθμον ἰσχυρῶς. Νῦν γὰρ λέγει νέφος τὸ τῶν στρατιωτῶν πλῆθος. Γράφεται καὶ, ᾗ δή. ἵν’ ᾖ, ἐν ᾧ τόπῳ τὸ τῶν πολεμίων πλῆθος ἀμετακίνητόν ἐστιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόσι. Ῥηγμῖνι.

### 16 67

Τῷ αἰγιαλῷ. Κεκλίαται.

### 16 68

Παρακέκλινται. Πόλις.

### 16 69

Τὸ πλῆθος τῶν Τρώων. Πόλις γὰρ διχῶς λέγεται. ἥ τε κατασκευὴ τῶν οἰκοδομημάτων, καὶ τὸ κατοικοῦν πλῆθος. Πόλις οὖν ἀντὶ τοῦ, οἱ πολῖται. ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. Θάρσυνος.

### 16 70

Ἀντὶ τοῦ, τεθαῤῥηκυῖα. προσηγορία ἀντὶ μετοχῆς. Ἐναύλους.

### 16 71

Τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς. διώρυχας. Διὰ δὲ τούτου προκατασκευάζει ὁ Ποιητὴς τὴν παρὰ τῷ ποταμῷ μάχην τὴν ἐν τῇ Φ. Πλήσειαν.

### 16 72

Πληρώσειαν. Εἴ μοι κρείων Ἀγαμέμνων Ἤπια εἰδείη. Εἰ προσηνής μοι καὶ εὔνους ὑπάρχει ὁ Ἀγαμέμνων. Οὐ γὰρ Τυδείδεω Διομήδεος.

### 16 74

Καὶ τὰ ἑξῆς. Οὐκ ἔτι γὰρ ἀριστεύει κατὰ τὸν πόλεμον ὁ Διομήδης, πρὸς τὸ ἀποτρέψαι τὰ κακὰ τῶν Ἑλλήνων. Μαίνεται.

### 16 75

Δαιμονίως ἐνεργεῖ, ἐνθουσιᾷ. Ὀπός.

### 16 76

Φωνῆς. Περιάγνυται.

### 16 78

Περιῤῥήγνυται. ἐξ οὗ περιηχεῖ. Ἂψ ἀπονάσσωσι.

### 16 86

Εἰς τοὐπίσω ἀποκαταστήσωσιν, ἀποδώσωσιν. Διατί Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος, καὶ οὐδενὸς ἄλλου; λέγων· Οὐ γὰρ Τυδείδεω Διομήδεος, Οὐδέπω Ἀτρείδεω. Ῥητέον δὲ, ὅτι Ἀγαμέμνονος μὲν εἰκότως. ἦν γὰρ ἐχθρὸς αὐτοῦ. Καὶ Διομήδους δὲ, διὰ λόγους ὑβριστικοὺς, οὓς εἰς αὐτὸν ἀπέῤῥιψε μετὰ τὴν πρεσβείαν. λέγει γάρ· Μὴ ὄφελες λίσσεσθαι ἀμύμονα. Ἰέναι πάλιν.

### 16 87

Ἀντὶ τοῦ, ἴθι, καὶ παραγίγνου. Λιλαίεσθαι.

### 16 89

Προθυμεῖσθαι. Ἐπαγαλλόμενος.

### 16 91

Τερπόμενος, χαίρων. Ἐναιρόμενος.

### 16 92

Ἀντὶ τοῦ, ἐναίρων, ὅ ἐστι, φονεύων. Ἐμβήῃ.

### 16 94

Κατέλθοι. ὅ ἐστιν, ἐμποδὼν στῇ, ἐμποδίσῃ. Πάλιν τροπάασθαι.

### 16 95

Εἰς τοὐπίσω ἀναστρέφειν. Φάος ἐν νήεσσι Θείης. Ἀντὶ τοῦ, ἐπεὶ δ’ ἂν σώσῃς τὰς ναῦς. Δηριάασθαι.

### 16 96

Μάχεσθαι. Ἐκδῦμεν.

### 16 99

Διαφύγοιμεν. Νῶϊν δ’ ἐκδῦμεν ὄλεθρον. Ἀπαρέμφατον ἐστίν. ἵν’ ᾖ, ἡμῖν τὸν ὄλεθρον ἐκδῦναι γένοιτο. Τοῦτο γὰρ λέγει. Τροίης κρήδεμνα.

### 16 100

Νῦν, τὰ τείχη. μεταφορικῶς. Ἰδίως γὰρ κρήδεμνον καλεῖται τὸ τῆς κεφαλῆς κάλυμμα. Δάμνα.

### 16 103

Ἐδάμαζε. Καναχήν.

### 16 105

Ψόφον. Κὰπ φάλαρα.

### 16 106

Κατὰ τὰ φάλαρα. Φάλαρα δὲ εἰσὶ τὰ κατὰ τὸ μέσον τῆς περικεφαλαίας μικρὰ ἀσπιδίσκια, ἅτινα κόσμου χάριν ἐντίθενται. Αἰόλον.

### 16 107

Νῦν, ποικίλον. Ἐρείδοντες.

### 16 108

Ὠθοῦντες. Ἄσθματι.

### 16 109

Τῇ πολλῇ ἀναπνοῇ. Πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.

### 16 111

Πανταχόθεν δὲ αὐτὸν περιεστοίχησε τὰ κακά. Καυλόν.

### 16 115

Τὸ ἄκρον τοῦ δόρατος τὸ εἰς τὴν ἐπιδορατίδα ἐμβαλλόμενον. Ἀπάραξεν.

### 16 116

Ἀπέκοψε. Πῆλεν.

### 16 117

Ἐκράδαινεν, ἔσειε. Κόλον. Κολοβὸν, ἐστερημένον αἰχμῆς. Βόμβησεν.

### 16 118

Ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε. Μάχης ἐπὶ μήδεα κείρει.

### 16 120

Ἀντὶ τοῦ, τὰ τῶν μαχομένων ἐνθυμήματα ἐλαττεῖ. κατὰ μεταφορὰν τῶν κειρομένων. Αἶψα κατασβέστη κέχυτο.

### 16 123

Ἢ, ταχέως κατασβεννυμένη. ἢ, ἡ δυσκατάσβεστος. παρωνύμῳ χαρακτῆρι. Ἄμφεπε.

### 16 124

Περιεῖπεν, ἐνήργει. Μηρώ.

### 16 125

Μηρούς. δυϊκῶς. Πληξάμενος. Πλήξας, παίσας, τύψας. Ἱπποκέλευθε.

### 16 126

Ἐφ’ ἵππων ποιούμενε τὴν κέλευθον. οἷον, ταχύτατε. ἱππικέ. ἢ οἷον, παραπλησίαν ἵπποις ὁρμὴν ἔχων. Δηΐοιο.

### 16 127

Πολεμικοῦ. Ἐρωήν. Νῦν, ὁρμὴν, ἀναφορὰν, πνοήν. Καὶ οὐκ ἔτι φυκτὰ πέλωνται.

### 16 128

Ἀντὶ τοῦ, οὐδὲ φυγεῖν δυνήσονται. Ἀστερόεντα.

### 16 134

Ἤτοι, ἀστέρας ἐμπεποικιλμένους ἔχοντα. ἢ, λαμπρόν. Ἔγχος δ’ οὐχ ἕλετ’ οἶον.

### 16 140

Προκατεσκεύακε, μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι, διὰ τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστον. Κατὰ τὸν Πηλέως καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπ’ εὐωχίᾳ, ἐκόμιζον Πηλεῖ δῶρα. Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχε. Φασὶ δὲ, Ἀθηνᾶν μὲν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατασκευάσαι. Τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευε, καὶ μετὰ ταῦτα Ἀχιλλεύς. Ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια πεποιηκότι. Ἐπίστατο.

### 16 142

Νῦν ἀντὶ τοῦ, ἠδύνατο. Πῆλαι. Κραδᾶναι, σεῖσαι. Πηλιάδα μελίην.

### 16 143

Τὴν ἐκ Πηλίου ὄρους Θεσσαλικοῦ τμηθεῖσαν. Μελία δὲ, εἶδος δένδρου. Ῥηξήνορα.

### 16 146

Ἀνδρεῖον. Ὁμοκλήν.

### 16 147

Ἀπειλήν. Ὕπαγε ζυγόν.

### 16 148

Ἀντὶ τοῦ, ὑπὸ τὸν ζυγὸν ἦγεν. Ἅρπυια.

### 16 150

Ἅρπυιαι, ἤτοι ἀνέμου εἶδος, παρὰ τὸ ἁρπάζειν· ἢ δαίμονες ἁρπακτικαὶ, ὧν τὰ ὀνόματα, Ἀελλὼ, Ὠκυπέτη, Ποδάργη. Τινὲς δέ φασιν, Ἅρπυια Ποδάργη, ἵν’ ᾖ ὄνομα φορβάδος λευκοὺς πόδας ἐχούσης. Παρηορίῃσι.

### 16 152

Ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. Πήδασον. Ὄνομα κύριον ἵππου. Ἠετίωνος πόλιν.

### 16 153

Θήβας τὰς Ὑποπλακίους λέγει. Ἤγαγεν. Ἀντὶ τοῦ, ἐκόμισε. Φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμψυχον· κομίζεται δὲ τὸ ἄψυχον. Δῃώσαντες.

### 16 158

Διακόψαντες, σπαράξαντες. Δάπτουσι.

### 16 159

Σαρκοφαγοῦσι. Παρήϊον. Ἀντὶ τοῦ, παρειαὶ, αἱ σιαγόνες. Αἵματι φοινόν. Πεφοινιγμένον ὑπὸ αἵματος, οἷον πυῤῥόν. Ἀγεληδόν.

### 16 160

Κατὰ ἀγέλας. Ἔστι δὲ ἐπίῤῥημα παραβολῆς δηλωτικόν. Ἰᾶσιν. Ἀπίασι, πορεύονται. Λάψοντες.

### 16 161

Πιόμενοι, ἀναῤῥοφήσοντες. Πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς τῶν κυνῶν γλώττης, ὅτ’ ἂν πίνωσι. Καὶ ἐστὶν ὀνοματοποιΐα, ὁ τρόπος. Ἀραιῇσι. Λεπταῖς. Ἄκρον ἐρευγόμενοι φόνον αἵματος.

### 16 162

Ἀπὸ ἄκρου τοῦ στόματος ἐρευγόμενοι τὴν ποιότητα τοῦ αἵματος. Περιστένεται.

### 16 163

Περιστενοχωρεῖται, περισσῶς στενοῦται. Ῥώοντο.

### 16 166

Σπουδαίως ὥρμων. Ἀσπιδιώτας.

### 16 167

Ὁπλίτας, μαχητάς. Κληῖσι.

### 16 170

Καθέδραις. Ἰῆς στιχός.

### 16 173

Μιᾶς τάξεως. Αἰολοθώρηξ. Ποικίλον θώρακα ἔχων. Σπερχειοῖο.

### 16 174

Σπερχειὸς, ποταμὸς Θεσσαλίας. Διϊπετέος. Ἤτοι, ὑπὸ Διὸς πεπτωκότος. διὰ τὸ ὑπὸ τῶν ὀμβρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάῤῥους. ἢ, διαφανοῦς. Τὸν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη.

### 16 175

Ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλος ἐν γ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ, ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος. Ἄλλοι δὲ, ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. Αὐτὰρ ἐπίκλησιν Βώρῳ.

### 16 177

Κατ’ ἐπίκλησιν δὲ, καὶ φήμην, Βώρῳ. Ἀναφανδόν.

### 16 178

Φανερῶς. Ὄπυε. Κατὰ νόμον συνῴκει, ἐγεγαμήκει. Πορών. Παρασχών. Παρθένιος.

### 16 180

Ὁ ἐκ νομιζομένης παρθένου γεννηθεὶς, φθαρείσης λαθραίως. Χορῷ καλή. Ἐν τῷ χορεύειν καλλίστη. Κρατύς.

### 16 181

Κρατερὸς, ἰσχυρός. Ἀργειφόντης. Ὁ Ἑρμῆς. ἁγνὸς καὶ ἀργὸς καὶ καθαρὸς φόνου· εἰρηνικὸς γὰρ ὁ θεός. Μελπομένῃσιν.

### 16 182

Ἀιδούσαις, χορευούσαις. Χρυσηλακάτου.

### 16 183

Καλλιτόξου, ἢ, χρυσῷ τῷ βέλει χρωμένης. Ἠλακάτην γὰρ καλοῦσι τὸ βέλος, καὶ τὸ γυναικεῖον ἐργαλεῖον, ἐξ οὗ τὸ νῆμα ἕλκουσιν. Ὡς ἐκεῖ ὁ Ποιητής· Ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. Καὶ τὸ ὑποϊστίον, ὅταν λέγῃ· Καδδ’ αὐτοῦ λίνα χεῦον ἐπ’ ἠλάκατα τανύσαντες. Κελαδεινῆς. Κυνηγετικῆς. Παρὰ τὸν γιγνόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, ὅ ἐστι, θόρυβον. ὥς που καὶ ἐν θήρᾳ τοῦ Καλυδωνίου συός· Ἣ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν. Ἑρμείας ἀκάκητα.

### 16 185

Ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· μήτε δὲ κακῶσαι ἄλλον. διὰ τὴν οἰκείαν ἀρετήν. ὅθεν καὶ δοτὴρ ἐάων, ὅ ἐστιν, ἀγαθῶν. Μογοστόκος.

### 16 187

Μογοῦσα καὶ πονουμένη περὶ τοὺς τόκους. οἷον λοχεύτρια. Προφόωσδε.

### 16 188

Εἰς τὸ φῶς, καὶ εἰς τὸ φανερόν. Περισσεύει δὲ ἡ πρὸ πρόθεσις. Ἐχεκλῆος κρατερὸν μένος.

### 16 189

Ἐχεκλῆς, Ἄκτορος παῖς. Ἀτίταλλε.

### 16 191

Μετ’ ἐπιμελείας ἔτρεφε. Ἀμφαγαπαζόμενος.

### 16 192

Φιλοφρονούμενος, ἀγαπῶν. Κρίνας.

### 16 199

Διατάξας. Πάνθ’ ὑπὸ μηνιθμόν.

### 16 202

Ὑπὸ πάντα τὸν τῆς ὀργῆς χρόνον. Χόλῳ.

### 16 203

Νῦν ἀντὶ τοῦ, χολῇ. Θάμ’ ἐβάζετε.

### 16 207

Συνεχῶς ἐλέγετε. Φυλόπιδος.

### 16 208

Τῆς κατὰ πλήθη μάχης. Ἕης. Ἧς, ἧστινος. Ἐράασθε. Ἐρᾶσθε, ἐπιθυμεῖτε. Ἄρθεν.

### 16 211

Ἡρμόσθησαν, ἐπυκνώθησαν ἐξιόντες. Ἀράρῃ.

### 16 212

Ἁρμόσῃ. Ἄραρον.

### 16 214

Ἥρμοσαν. Ψαῦον.

### 16 216

Ἔψαυον, ἥπτοντο. Ἱππόκομοι. Ἱππείαις θριξὶ τὸν λόφον κομῶσαι. Λαμπροῖσι φάλοισι. Τοῖς τῆς περικεφαλαίας ἥλοις. οἵτινες ἀσπιδισκίοις παραπλήσιοί εἰσι. Χηλοῦ.

### 16 221

Κιβωτοῦ. Ἀνέωγεν. Ἀνέωξεν. Ἀνεμοσκεπέων.

### 16 224

Σκέπην τινὰ ποιούντων διὰ τὸν ἄνεμον. Οὔλων τε ταπήτων. Τῶν δασέων, καὶ ἐχόντων οὐλότητα. Ἔσκεν.

### 16 225

Ἦν, ἔκειτο. Οὔτε τῳ.

### 16 227

Οὔτε τινι ἄλλῳ. Τόρ ῥα.

### 16 228

Τοῦτο δή. Θεείῳ. Θείῳ. Μέσῳ ἕρκεϊ.

### 16 231

Μέσῃ τῇ σκηνῇ. Λεῖβεν. Ἔσταζεν, ἔσπενδε. Ζεῦ ἄνα Δωδωναῖε.

### 16 233

Ἐν χωρίῳ τῶν Ὑπερβορέων τῇ Δωδώνῃ τιμώμενε. Τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ ὁ τόπος, ἐξ οὗ αὐτὸν ἐπικαλεῖται οὕτως; Δευκαλίων, μετὰ τὸν ἐπ’ αὐτοῦ γενόμενον κατακλυσμὸν, παραγενόμενος εἰς τὴν Ἤπειρον ἐμαντεύετο ἐν τῇ δρυΐ. Πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης, κατοικίζει τὸν τόπον, συναθροίσας τοὺς περιλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ τοῦ Διὸς, καὶ Δωδώνης, μιᾶς τῶν Ὠκεανίδων, Δωδώνην τὴν χώραν προσηγόρευσαν. Ἱστορεῖ Θρασύβουλος. Πελασγικέ. Θεσσαλικέ. Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. ἐξ οὗ καὶ Πελασγὸς, ὡς ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ Πελασγοὶ κατῴκησαν τὴν Δωδώνην, ἐκβληθέντες ἀπὸ Βοιωτίας παρὰ Αἰολέων ἐξ Ἄρνης τῆς Φθιώτιδος. Ἡ μέν τοι πόλις, Πελασγία. Μεδέων.

### 16 234

Βασιλεύων. Δυσχειμέρου. Τῆς κακὸν χειμῶνα ἐχούσης. Σελλοί. Ἔθνος Ἠπειρωτικὸν τῆς Θεσπρωτίας, κληθὲν ἀπὸ τοῦ παραῤῥέοντος ποταμοῦ Σελλήεντος. Πίνδαρος δὲ Ἑλλοὺς αὐτοὺς κληθῆναι φησὶ, χωρὶς τοῦ πρώτου ς, ἀπὸ Ἑλλοῦ τοῦ Δρυτόμου, ὥς φασι, πρώτου καταδείξαντος τὸ μαντεῖον. Ὑποφῆται.

### 16 235

Ὑπομάντεις, ἱερεῖς. Ὅ ἐστι, χρησμῳδοὶ, θεολόγοι, προφῆται. Ὑποφήτας γὰρ λέγουσι, τοὺς περὶ τὰ χρηστήρια ἀσχολουμένους, καὶ τὰς μαντείας τὰς γιγνομένας ὑπὸ τῶν ἱερέων ἐκφέροντας. Ἀνιπτόποδες, χαμαιεῦναι. Ἤτοι, βάρβαροι, σκληρῶς τε καὶ νομαδικῶς ζῶντες, ταύτην ἔχοντες δίαιταν, ὡς μὴ δὲ ἀπονίζεσθαι τοὺς πόδας, διὰ τὸ μὴ παραδέχεσθαι τὴν ἐκ τοῦ πρώτου βίου μεταβολήν. Ἢ τοῦτο ἔκ τινος ἔθους ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες. Ἔνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται, καὶ τῆς τοιαύτης ἐπιμελείας. Τινὲς δὲ αὐτοὺς διὰ τοῦτο λέγουσιν ἀνιπτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ. διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν. Ἄνδρων δὲ ἐν ἱστορίαις φησὶν, οὕτω κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες, οὕτως ἑαυτοὺς ἐσκληραγώγουν. Ἀλέξανδρος δέ φησιν ὁ Πλευρώνιος, ἔθνος εἶναι τοὺς Ἑλλοὺς ἀπόγονον Τυῤῥηνῶν, καὶ διὰ πατρῷον ἔθος, οὕτω τὸν Δία θρησκεύειν. Χαμαιεῦναι. Οἱ ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι. Νηῶν ἐν ἀγῶνι.

### 16 239

Ἐν τῷ ἀθροίσματι τῶν νηῶν. ἐν τῷ ναυστάθμῳ. Ἐπίστηται.

### 16 243

Ἐπίσταται. Μῶλον.

### 16 245

Τὴν μάχην ἀπὸ τοῦ παρεπομένου. Ἀπὸ ναῦφι.

### 16 246

Ἀπὸ τῶν νηῶν. Ἀσκηθής.

### 16 247

Ἀβλαβὴς, ὑγιής. Ἀγχεμάχοις.

### 16 248

Συστάδην μαχομένοις. πολεμικοῖς. Σφήκεσσιν ἐοικότες.

### 16 259

Σφηξὶν ὅμοιοι. διὰ τὸ θερμὸν αὐτῶν καὶ πληκτικόν. Ἐξεχέοντο. Ἀθρόως ἐξήεσαν. Εἰνοδίοις.

### 16 260

Τοῖς ἐν τῇ ὁδῷ οἰκοῦσιν, ὅ ἐστι, φωλεύουσι· τοῖς τὴν σφηκίαν ἔχουσι παρὰ τὴν ὁδόν. Ἐριδμαίνωσιν. Ἐρεθίζωσιν. Ἔθοντες. Συνεχῶς ἐξ ἔθους παραγιγνόμενοι, καὶ βλάπτοντες. Κερτομέοντες.

### 16 261

Ἐρεθίζοντες. Νηπίαχοι.

### 16 262

Νήπιοι, ἄφρονες. Παρὰ τίς τε κιών.

### 16 263

Τὸ ἑξῆς, παριὼν τίς. Ὁδίτης. Ὁδοιπόρος. Οἱ δ’ ἄλκιμον ἦτορ ἔχοντες.

### 16 264

Ἀκόλουθον ἦν εἰρηκέναι, τῶν δὲ ἄλκιμον. Αἰπύν.

### 16 283

Χαλεπόν. Πυραίχμην.

### 16 287

Πεποίηται τὸ ὄνομα τοῦ στρατηγοῦ, παρὰ τὸ πῦρ καὶ αἰχμὴν φέρειν ἐν τῇ νηΐ. Ἀμφὶ φόβηθεν.

### 16 290

Ἑκατέρωθεν ἔφυγον. Παίονες.

### 16 291

Ἔθνος ὅμορον Θρᾳκῶν. Ἡμιδαής.

### 16 294

Ἡμίκαυστος, ἡμίφλεκτος. Στεροπηγερέτα.

### 16 298

Ἀστραπτικός. Πρώονες.

### 16 299

Αἱ προνενευκυῖαι τῶν ὀρῶν ἐξοχαί. Νάπαι.

### 16 300

Οἱ ὀρεινοὶ καὶ ἀναπεπταμένοι τόποι. οἱ σύμφυτοι. Οὐρανόθεν δ’ ἂρ ὑπεῤῥάγη ἄσπετος αἰθήρ. Αἴφνης διέλαμψεν αἴθριον. Ὁ δὲ λόγος· ξηροῦ δὲ καὶ πυῤῥώδους πνεύματος περὶ τὴν παχύτητα τῶν νεφῶν ῥαγέντος ὑπὸ τὸν οὐρανὸν, ἐξέλαμψεν αἰθήρ. τουτέστιν, ἀστραπὴ ἐγένετο. Διορῶνται οὖν, φησι, καὶ τοῦ αἰθέρος ἀστέρες, νεφέλης ῥαγείσης. Ὑπεῤῥάγη. Διαφανὴς ἐγένετο. Ἄσπετος. Μέγιστος, πολὺς, καὶ ἀσύνοπτος. Ἐρωή.

### 16 302

Νῦν ὁρμή. Ἔστι δὲ ὅτε τὴν ἡσυχίαν καὶ ἀνάπαυσιν δηλοῖ. Προτροπάδην.

### 16 304

Ἐπειγμένως καὶ ὁλοσχερῶς ἐκστρέψαντες τὰ νῶτα. Ὑπόεικον.

### 16 305

Ἐξίσταντο, ὑπεχώρουν. Στρεφθέντος.

### 16 308

Εἰς φυγὴν κλίναντος. Ἔφθη.

### 16 314

Ἔφθασε, προέλαβεν. Ὀρεξάμενος. Νῦν, ἐφικόμενος καὶ πλήξας ἐκ χειρός. Πρυμνὸν σκέλος. Τὸ ἔσχατον μέρος τοῦ σκέλους. Πάχιστος. Παχύς. Μυιών.

### 16 315

Ἡ γαστροκνημία. ἥτις συνέστηκεν ἐκ πολλῶν νεύρων καὶ συνεστραμμένων σαρκῶν. Αὐτοσχεδά.

### 16 319

Ἑτοίμως, παραχρῆμα. Ὀρεξάμενος.

### 16 322

Ἐπὶ τὸ πατάξαι ὁρμήσας. Πρυμνὸν βραχίονα.

### 16 323

Τὸ ἀκρότατον τοῦ βραχίονος. Δρύψ’ ἀπὸ μυώνων.

### 16 324

Ἀπέσυρεν ἀπὸ τῶν μυῶν. Ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξεν. Ἐπέσχισε δὲ τὴν σάρκα ἄχρι τοῦ ὀστοῦ. Εἰς ἔρεβος.

### 16 327

Εἰς τὸ σκότος. Βλαφθέντα.

### 16 331

Ἐμποδισθέντα. Ὑπεθερμάνθη.

### 16 333

Ἐβαπτίσθη. Πορφύρεος θάνατος.

### 16 334

Μέλας, σκοτεινός. Μέλεον.

### 16 336

Ματαίως. Συνέδραμον.

### 16 337

Ἐκ τοῦ σύνεγγυς ἐμαχέσθησαν. Ἐῤῥαίσθη.

### 16 339

Διεφθάρη, ἐκλάσθη. Ἔδυ.

### 16 340

Κατὰ βάθους εἰσῆλθε. Παρηέρθη.

### 16 341

Παρηνέχθη, παρεκρεμάσθη. Νέρθεν ὑπ’ ἐγκεφάλοιο.

### 16 347

Ὑπὸ τὸν ἐγκέφαλον. Κέασσε. Συνέτριψε, περιέσχισε. Πρῆσεν.

### 16 350

Ἐξεφύσησε, μετὰ πνεύματος ἐξέδωκεν. Ἐπέχραον.

### 16 352

Μετὰ βίας ἐπῆλθον. ἐφώρμησαν. Σίνται.

### 16 353

Βλαπτικοί. Ὑπ’ ἐκ μήλων αἱρεύμενοι. Ὑφαιρούμενοι τὰ λιπαρὰ τῶν βοσκημάτων. Δυσκελάδου.

### 16 357

Κακὸν ἦχον ἀποτελοῦντος. Σκέπτετο.

### 16 361

Παρεσκέπτετο, ἐφυλάσσετο. Ῥοῖζον. Ῥύμην, ὁρμὴν, ἦχον. Αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνει.

### 16 365

Ὅτ’ ἂν πνεύματος ἦχον καὶ νέφος παραστήσῃ· ὅτε, φησὶν, ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν κατάστασιν ἐμβολὴν ἀνέμου διεγείρῃ. Αἰθέρος ἐκ δίης. Πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβέβηκε. Τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα. ὡς κᾀν τῇ Λ· Αἵματι μυδαλέας ἐξ αἰθέρος. καί· Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι, καὶ νεφέλῃσιν. Οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι. Λεῖπε δὲ λαὸν Τρωϊκὸν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.

### 16 368

Ἐν σχήματι πέφρακε. ἔδει γὰρ εἰπεῖν, ὃν ἀέκοντα. Ἐπεὶ ἂρ τμάγεν.

### 16 374

Ἐπειδὴ διεσκεδάσθησαν. Ἀέλλη. Νῦν, ἡ κόνις. Σκίδνατο.

### 16 375

Ἀνηκοντίζετο. Τανύοντο. Ἐπιτεταμένως ἔτρεχον. Ἀνεκυμβαλίαζον.

### 16 379

Ἀνεκρότουν, ἀνετρέποντο. Βέβριθε.

### 16 384

Ψόφου ἔγεμεν, ἐβάρει. Ἤματ’ ὀπωρινῷ.

### 16 385

Ἐν τῷ τῆς ὀπώρας καιρῷ. Σκολιάς.

### 16 387

Ἀδίκους. ἀπὸ τοῦ εὐθέως καὶ ὀρθοῦ παρατετραμμένας ἐπὶ τὸ ἄδικον. ὅ ἐστι, στρεβλάς. Ἐκ δὲ δίκην ἐλάσωσι.

### 16 388

Νῦν, τὸ δίκαιον. Θεῶν ὄπιν. Τὴν ἐκ θεῶν ἐπιστροφὴν καὶ φροντίδα. Κλιτῦς.

### 16 390

Φάραγγας, ἢ ὀρῶν ἀποκλίσεις. Ἀποτμήγουσιν. Ἀποτέμνονται, χωρίζουσι. Χαράδραι. Οἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρησσόμενοι αὐλῶνες. Παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν. Ἐπὶ κάρ.

### 16 392

Ἤτοι, ἄνωθεν ἐκ τοῦ πρὸς αὐτούς. ἢ, ἐπικάρσιαι καὶ πλάγιαι. ἢ ἐπὶ κεφαλὴν, καὶ εἰς τὸ κάταντες. Ἐπὶ κάρ. Τοῦ κάρη ἐστὶν ἀποκοπὴ, οὐ τοῦ κάρα. Οὐ λέγει γὰρ ὁ Ποιητὴς ποτὲ κάρα, ἀλλὰ κάρη. Αὐτὸ δὲ τὸ κάρη, τοῦ κάρηνον ἐστὶν ἀποκοπή. Τὰ γὰρ εἰς η οὐδέτερα, ἢ δυϊκά εἰσιν, ἢ πληθυντικά. Μινύθει. Ἐλαττοῦται, φθείρεται. Ἐπέκερσεν.

### 16 394

Ἀπέτεμεν. Ἔεργε.

### 16 395

Συνήλαυνε. Παλιμπετές. Εἰς τὰ ὀπίσω πεπτωκότας. Μεταΐσσων.

### 16 398

Μεταδιώκων. Ἀπετίννυτο ποινήν. Δίκην εἰσεπράττετο. Ἀλείς.

### 16 403

Συσταλείς. Ἐκ γὰρ πλήγη φρένας. Ἀντὶ τοῦ ἐξεπλάγη. Ἠΐχθησαν.

### 16 404

Ὡρμήθησαν. Γναθμόν.

### 16 405

Σιαγόνα. Προβλῆτι.

### 16 407

Προβεβλημένῳ. ἐκκειμένῳ. Ἱερὸν ἰχθύν. Ἤτοι, μέγαν. Θύραζε.

### 16 408

Ἔξω. Λίνῳ. Τῇ ὁρμιᾷ, ἢ τῷ ἀγκίστρῳ. Ἤνοπι χαλκῷ. Διαυγεῖ χαλκῷ. Λέγει δὲ, τῷ ἀγκίστρῳ. Κεάσθη.

### 16 412

Ἐσχίσθη. Βριαρῇ.

### 16 413

Ἰσχυρᾷ. Θυμοραϊστής.

### 16 414

Ὁ τὴν ψυχὴν διαφθείρων, καὶ ἀπολλύων. Ἀμιτροχίτωνας.

### 16 419

Ἀζώστους, ἢ, μίτρᾳ καὶ θώρακι μὴ χρωμένους. Δαμέντας.

### 16 420

Ἀναιρεθέντας. Καθαπτόμενος.

### 16 421

Ἐπιπλήσσων, ὀνειδίζων. Πόσε.

### 16 422

Ποῦ. Γαμψώνυχες.

### 16 428

Ἐπικαμπεῖς ὄνυχας ἔχοντες. Κλάζοντε.

### 16 429

Φθεγγόμενοι, κράζοντες. Μέμονε.

### 16 435

Διανοεῖται. Πεπρωμένον.

### 16 441

Πέρατος ἠξιωμένον, εἰμαρμένον. Ἐξαναλῦσαι.

### 16 442

Ἐλευθερῶσαι, ἐκλῦσαι. Κότον.

### 16 449

Νῦν φιλονεικίαν. Ἐνήσεις. Ἐμβαλεῖς. Ταρχύσουσι.

### 16 456

Θάψουσι. Ψιάδας.

### 16 459

Ψεκάδας, δρόσους. Φθίσειν.

### 16 461

Ἀπολέσειν. Ἀΐσθων.

### 16 468

Ἀλγῶν. ἐκπνέων. Μακών.

### 16 469

Μυκησάμενος. φθεγξάμενος βαρύ. Κρίκεν.

### 16 470

Ἐψόφηκεν, ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε. Παρήορος.

### 16 471

Ὁ ἔξω τοῦ ζυγοῦ ἵππος. παράσειρος λεγόμενος. Τανύηκες.

### 16 473

Ἐκτεταμένον, εἰς μῆκος ἔχον τὴν ἀκμήν. Οὐδ’ ἐμάτησεν.

### 16 474

Οὐδὲ ἐματαιοπράγησεν, ἢ ἠμέλησεν. Ἰθυνθήτην.

### 16 475

Ἐπ’ εὐθείας ἔστησαν τεταγμένοι. Ῥυτῆρσι. Χαλινοῖς, ἡνίαις· Παρὰ τὸ ἐρύειν, ὅ ἐστιν, ἕλκειν. Τάνυσθεν. Ἀπευθύνθησαν. Ἔριδος πέρι.

### 16 476

Περὶ τῆς φιλονεικίας. Ἔρχαται.

### 16 481

Συνέρχονται. Ἀδινόν. Πυκνὸν, συνετόν. Ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἀδινὸν κῆρ. Ἔνθα αἱ φρένες εἰσὶ περὶ τὸ φύσει λαμπρὸν καὶ ἡδὺ μέρος τῆς ψυχῆς. Ἀχερωΐς.

### 16 482

Δένδρον, ὃ καλεῖται λεύκη. Ἔνιοι δὲ φηγοῦ εἶδος εἶπον αὐτήν. Βλωθρή.

### 16 483

Εὐαυξὴς, μεγάλη. Νεήκεσι.

### 16 484

Νεωστὶ ἠκονημένοις. Νήϊον. Ναυπηγήσιμον ξύλον. Βεβρυχώς.

### 16 486

Βρυχώμενος, ποιὸν ἦχον ἀποτελῶν, πιλῶν τοὺς ὀδόντας, καὶ συναρμόζων αὐτούς. Γαμφηλῇσι.

### 16 489

Σιαγόσι. γνάθοις. Μενέαινε.

### 16 491

Νῦν, ἐλειποψύχει. Ἀλλαχοῦ δέ φησι· Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν. ἀντὶ τοῦ, ὀργιζόμεθα. Καί· Μενέαινεν κῦδος ἀρέσθαι. ἀντὶ τοῦ, προεθυμεῖτο. Ὀνόμῃνεν. Ἐξ ὀνόματος ἐκάλεσεν. Ἐελδέσθω.

### 16 494

Ἐπιθυμείσθω. Κατηφείη.

### 16 498

Αἰσχύνη. Ὄνειδος. Διαμπερές.

### 16 499

Διόλου. Νεῶν ἐν ἀγῶνι.

### 16 500

Ἐν τῷ ἀθροίσματι τῶν νηῶν. Ἔχεο.

### 16 501

Ἀντέχου τῆς μάχης, καὶ προΐστασο. Τέλος θανάτοιο κάλυψε Ὀφθαλμοὺς ῥῖνάς τε.

### 16 502

Ὁ δὲ θάνατος αὐτὸν ἔλαβε τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας· ἐπεὶ οἱ τελευτῶντες, οὐ βλέπουσιν, οὔτε ἀναπνέουσιν, οὔτε φρένας ἔχουσι. Προτὶ δὲ φρένες.

### 16 504

Προσείχοντο δὲ αὐτῷ αἱ φρένες. Φρένες. Ἀεὶ ὁ Ποιητὴς φρένας καλεῖ τὸ διάφραγμα. Τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυς’ αἰχμήν.

### 16 505

Τούτου δὲ κατ’ αὐτὸ τήν τε ψυχὴν καὶ τὴν τοῦ δόρατος αἰχμὴν ἐξείλκυσε. Λίπον ἅρματ’ ἀνάκτων.

### 16 507

Ἔλιπον τὰ ἅρματα τῶν δεσποτῶν. Φθογγῆς.

### 16 508

Φωνῆς. Ἀΐοντι. Ἀκούοντι. Ὠρίνθη.

### 16 509

Συνεχύθη. Ἐπίεζεν.

### 16 510

Ἐξέθλιβε. Δύνασαι δέ τε πάντος’ ἀκούειν Ἀνέρι.

### 16 515

Δύναται δὲ πανταχόθεν εὐχὴ εἰς σὲ παραγενέσθαι λυπουμένου ἀνδρός. Κηδομένῳ.

### 16 516

Ἀνιωμένῳ, λυπουμένῳ. Ὀξείῃς.

### 16 518

Δριμείαις, χαλεπαῖς. Ἐλήλαται. Διαπέπαρται. Τερσῆναι.

### 16 519

Ξηρανθῆναι. Βαρύθει. Βαρύνεται. Κοίμισον.

### 16 524

Νῦν, κατάπαυσον. Κεκλόμενος.

### 16 525

Παρακελευόμενος. Βιβάσθων.

### 16 534

Προβαίνων. Εἴρυτο.

### 16 542

Ἔσωζε. Δίκῃσί τε καὶ σθένεϊ ᾧ. Εὐδικίᾳ καὶ δυνάμει ἰδίᾳ. Πάρστητε.

### 16 544

Ἐγγὺς στῆτε. Νεμεσσήθητε. Μεμπτὸν ἡγήσασθε. Ἀεικίσωσιν.

### 16 545

Ὑβρίσωσιν, αἰκίσωνται, τιμωρήσωνται. Κατακρῆθεν.

### 16 548

Κατὰ τῆς κεφαλῆς, κατὰ κρατός. Ἄσχετον.

### 16 549

Ἀκατάσχετον, ἄφοβον. Οὐκ ἐπιεικτόν. Οὐ μέτριον, οὐ φορητόν. Ἕρμα. Ἔρεισμα, φύλαγμα. Ἔσκεν.

### 16 550

Ἦν, ὑπῆρχεν. Ἀλλοδαπός. Ἀλλογενὴς, ξένος. Λελιημένοι.

### 16 552

Συστραφέντες, προθυμηθέντες. Λάσιον κῆρ.

### 16 554

Συνετόν. Λάσιον κῆρ. Συνετὴ ψυχή. Περίφρασις, ὁ τρόπος. Σφῶϊν.

### 16 556

Ὑμῖν. Ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.

### 16 558

Ἀντὶ τοῦ, διεσάλευσεν, ἐπλήρωσεν εἰσελθών. Ἐκαρτύναντο.

### 16 563

Ἰσχυροποίησαν, ἠσφαλίσαντο. Βουδείῳ.

### 16 572

Βούδειον, πόλις Θεσσαλίας. Ἐς Πηλῆα.

### 16 574

Ἀντὶ τοῦ, πρὸς Πηλέα. Ἄνδιχα.

### 16 578

Διχῶς, εἰς δύο. Ψῆρας.

### 16 583

Ψάρας. Αἰγανέης.

### 16 589

Εἴδους ἀκοντίου, πρὸς αἰγῶν ἄγραν ἐπιτηδείου. Ταναοῖο. Εἰς μῆκος τεταμένης, μακρᾶς. Ἑλλάδι.

### 16 595

Ἑλλὰς, πόλις Θεσσαλίας. ἧς οἱ πολῖται πρῶτοι εἶχον τοῦτο, καλεῖσθαι Ἕλληνες. Ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύῤῥας. Ὕστερον δὲ πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν Ἕλληνες, ὀνόματι κοινῷ, ὥς φησι Θουκυδίδης ἐν τῇ Α. Πρότερον δὲ ἐκεῖνοι μόνοι Ἕλληνες ἐκαλοῦντο, οἱ δὲ ἄλλοι κατὰ ἔθνη ἕκαστος. ὥσπερ καὶ ὁ Ποιητὴς ἐν τῷ καταλόγῳ λέγει· Μυρμιδόνες δὲ καλοῦντο, καὶ Ἕλληνες, καὶ Ἀχαιοί. Ὄλβῳ.

### 16 596

Εὐδαιμονίᾳ, πλούτῳ. Κεχάροντο.

### 16 600

Ἐχάρησαν. Κορυστήν.

### 16 603

Πολεμιστήν. Τεύξεσθαι.

### 16 609

Ἐπιτυχεῖν. Ὑπασπίδια προβιβῶντος. Ὑπὸ τὴν ἀσπίδα βαίνοντος. Ἄντα ἰδών.

### 16 610

Ἀντικρὺ σκοπήσας. Ἐνισκίμφθη.

### 16 612

Ἐγκατεσχέθη, ἐνεπάγη. Οὐρίαχος. Τὸ ὄπισθεν μέρος τοῦ δόρατος. ὃ καὶ σαυρωτὴρ καλεῖται. Πελεμίχθη. Διεσείσθη, ἐτινάχθη. Ἄρης.

### 16 613

Νῦν, ὁ σίδηρος. Ὀρχηστήν περ ἐόντα.

### 16 617

Εὐκίνητον κατὰ τὸν πόλεμον. ὅ ἐστι, συγκεκροτημένον τὰ πολεμικὰ καλῶς. Ἐπυῤῥίχιζον γὰρ τοῖς ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν. ὅ ἐστι, σὺν τοῖς ὅπλοις τὴν πυῤῥίχιον καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο. Τρία γὰρ εἴδη ὀρχήσεως· πυῤῥίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ σκορδακισμὸς, αἰσχρός τις ὢν καὶ βεβήλοις ἁρμόδιος. Σβέσαι μένος.

### 16 621

Καθελεῖν τὴν δύναμιν. κτεῖναι. Ἐνένιπεν.

### 16 626

Ἐπέπληξεν, ὠνείδισεν. Οὔτοι Τρῶες ὀνειδείοις ἐπέεσσι Νεκροῦ χωρήσουσιν.

### 16 628

Ἀντὶ τοῦ, οὐδὲ ὀνειδιζόμενοι, οὐδὲ κακολογούμενοι, οἱ Τρῶες ὑπείξουσι τοῦ πολέμου. Ἐν γὰρ χερσὶ τέλος πολέμου· ἐπέων δ’ ἐνὶ βουλῇ.

### 16 630

Ὁ πόλεμος μὲν γὰρ χειρῶν δεῖται πρὸς κατόρθωσιν· βουλὴ δὲ καὶ ἐκκλησία λόγων. Ὀφέλλειν.

### 16 631

Αὔξειν. Δρυτόμων.

### 16 633

Ξυλοτόμων. Εὐρυοδείης.

### 16 635

Μεγαλαμφόδου, πλατείας. Φράδμων.

### 16 638

Διορατικὸς, ὀξὺς, ἢ ἔμπειρος. Ὁ δὲ λόγος· οὐδὲ ὁ πάνυ γνώριμός φησι καὶ συνήθης τῷ Σαρπηδῶνι, ἠδύνατο γνωρίσαι αὐτὸν, διὰ τὸ αἵματι καὶ κόνει πεφῦρθαι. Εἴλυτο.

### 16 640

Ἐκεκάλυπτο. Ὁμίλεον.

### 16 641

Συνεστρέφοντο. Σταθμῷ.

### 16 642

Τῇ τῶν βοσκημάτων στάσει καὶ ἐπαύλει. Βρομέωσι. Ποιὸν ἦχον ἀποτελοῦσι. Γλαγέας. Γάλακτι πεπληρωμένας. Ὥρῃ ἐν εἰαρινῇ.

### 16 643

Ἐν τῇ τοῦ ἔαρος ὥρᾳ. Γλάγος. Γάλα. Δεύει. Βρέχει, ὑγραίνει, ἢ πληροῖ. Κατ’ αὐτούς.

### 16 646

Ἀντὶ τοῦ, ἐπ’ αὐτούς. Δοάσσατο.

### 16 652

Ἔδοξεν, ἐφάνη. Διὸς ἱρὰ τάλαντα.

### 16 658

Τὰ τοῦ Διὸς ζυγὰ, τὰ ἱερὰ τάλαντα. Ἀγύρει.

### 16 661

Τῷ ἀθροίσματι. Πομποῖσι.

### 16 681

Τοῖς παραπέμπουσιν αὐτὸν καὶ παρακομίζουσι. Κραιπνοῖσι. Ταχέσι. Διδυμάοσι.

### 16 682

Διδύμοις. Ἐν πίονι δήμῳ.

### 16 683

Ἐν πολλῷ καὶ εὐδαίμονι ὄχλῳ. Μετεκίαθεν.

### 16 685

Ἀντὶ τοῦ, μετήρχετο. Ἀάσθη. Ἐβλάβη. Ἐμνώοντο.

### 16 697

Μνήμην ἐποιοῦντο. Ὑψίπυλον.

### 16 698

Ὑψηλὴν, μεγάλην. Περὶ πρὸ γὰρ ἔγχεϊ θῦε.

### 16 699

Ὑπὲρ γὰρ τοὺς ἄλλους ἴσχυε. καθ’ ὑπερβολὴν καὶ ἐνθουσιωδῶς ὥρμα. ὅ ἐστιν, ἐμμανῶς ἐμάχετο σὺν τῷ δόρατι. Ἀγκῶνος.

### 16 702

Νῦν, τῆς τοῦ τείχους ἐξοχῆς. Ἀπεστυφέλιξεν.

### 16 703

Ἀπεσείσατο. Πέρθαι.

### 16 708

Πορθηθῆναι. Ἀγερώχων. Ἄγαν ἐντίμων, πολεμικῶν. Σημαίνει δὲ ἀλλαχοῦ τὸ αὐθαδῶν, καὶ ὑβριστῶν. Δίζεν.

### 16 713

Ἀμφέβαλλεν, ἐδίσταζε. Κλόνον. Ταραχὴν, θόρυβον. Ὁμοκλήσειεν.

### 16 714

Ἀπειλήσει, κελεύσει. Ἀλῆναι. Συστραφῆναι. Μήτρως.

### 16 717

Μητρὸς ἀδελφός. Ἀπερωήσειας.

### 16 723

Ἀποχωρήσειας. Πατρόκλῳ ἔφεπε.

### 16 724

Ἐπὶ τῷ Πατρόκλῳ ὅρμα, διώκων αὐτόν. Πεπληγέμεν.

### 16 728

Μαστίζειν. Ἔα.

### 16 731

Συνεχώρει, εἴα. Ἐνάριζεν. Ἀνῄρει, ἐφόνευε. Μάρμαρον.

### 16 735

Λευκὸν λίθον. Ὀκριόεντα. Τραχύν. Ἐρεισάμενος.

### 16 736

Πᾶσαν δύναμιν εἰσενεγκάμενος, καὶ ἐπιπεσών. Οὐ δὲ δὴν ἅζετο φωτός. Οὐδὲ ἐπὶ πολὺν χρόνον ἀπείχετο τοῦ ἀνδρός. Ἁλίωσε.

### 16 737

Μάταιον ἐποίησε. Βέλος. Νῦν φησι τὸν λίθον. Ἀγακλῆος.

### 16 738

Ἄγαν ἐνδόξου. Μετώπιον.

### 16 739

Τὸ τῆς περικεφαλαίας, τὸ κατὰ τοῦ μετώπου κείμενον. Σύνελε.

### 16 740

Συνέτριψεν. Ἔσχεν. Ἐπέσχεν, ἐκώλυσεν. Ἀρνευτῆρι.

### 16 742

Κυβιστητῆρι. Ἀπὸ μεταφορᾶς τῶν ἀρνῶν. οὗτοι γὰρ ἐν τῷ τρέχειν τὴν κεφαλὴν ἐπισείουσιν. Κερτομέων.

### 16 744

Παροξύνων, χλευάζων. Ἐλαφρός.

### 16 745

Εὐκίνητος. Τήθεα.

### 16 747

Εἶδος ὀστρέων. Οἱ δὲ ἁπλῶς, ὄστρεα. Διφῶν. Ζητῶν, ἐρευνῶν. Δυσπέμφελος.

### 16 748

Δυσάρεστος, δυσκίνητος. ἢ, ὡς Ἡσίοδός φησι, δυσχείμερος. Ἐπὶ Κεβριόνῃ ἥρωϊ.

### 16 751

Ἀντὶ τοῦ, ἤλαυνεν ἐπὶ τῷ Κεβριόνῃ. Οἶμα.

### 16 752

Ὅρμημα. Σταθμούς. Νῦν, τὰς ἐπαύλεις. Κεραΐζων. Πορθῶν. Διαφθείρων. ἀφανίζων. Ἆλσο.

### 16 754

Ὥρμησας, ἥλω. Δηρινθήτην.

### 16 756

Ἐμαχέσαντο. Ἵεντο.

### 16 761

Προεθυμοῦντο. Σύναγον.

### 16 764

Συνέβαλλον, συνῆπτον. Ἐριδαίνετον.

### 16 765

Ἐρίζουσι, φιλονεικοῦσι. Πελεμιζέμεν.

### 16 766

Κινεῖν. Τανύφλοιον.

### 16 767

Μακρὸν φλοιὸν ἔχουσαν, εὔϊνον. Τανυήκεας.

### 16 768

Ἐκτεταμένους, μακρούς. Πάταγος.

### 16 769

Ψόφος. Ἀγνυμενάων. Κατασσομένων, κλωμένων. Θορόντες.

### 16 770

Ἐπιπηδῶντες. Στροφάλιγγι.

### 16 775

Συστροφῇ. Μέγας μεγαλωστί.

### 16 776

Μέγας ἐπὶ μέγαν τόπον. Μετενείσσετο.

### 16 779

Μετῆλθε. Βουλυτόνδε. Ἐπὶ τὴν ἑσπέραν. δείλης. καθ’ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων. Καταπρηνεῖ.

### 16 792

Κατεστραμμένῃ. Στρεφεδίνηθεν. Περιεστράφησαν αὐτοῦ οἱ ὀφθαλμοὶ, οἱονεὶ ἐσκοτώθησαν. Αὐλῶπις.

### 16 795

Τὸ τῆς περικεφαλαίας ἀνάστημα, καὶ αὐτὴ ἡ περικεφαλαία. Μιάνθησαν. Ἐμολύνθησαν. Ἔθειραι. Αἱ κόμαι. Οὐ θέμις.

### 16 796

Οὐ δίκαιον. Τερμιόεσσα.

### 16 803

Ποδήρης, ἡ ὅλον τὸν ἄνθρωπον σκέπουσα. μεγάλη. Ἡλικίην.

### 16 808

Τοὺς ἡλικιώτας. Ἐκέκαστο. Ὑπερεῖχεν, ἐκεκόσμητο. Βῆσεν ἀφ’ ἵππων.

### 16 810

Ἀπέβαλεν, ἀπεβίβασε τῶν ἵππων. Σὺν ὄχεσφι διδασκόμενος.

### 16 811

Ἀντὶ τοῦ ἁρματομαχεῖν ἐπιστάμενος, ἐν πολέμῳ γυμναζόμενος. Διδασκόμενος πολέμοιο. Ἐκμανθάνων τὰ τοῦ πολέμου ἔργα. Ἀγχίμολον.

### 16 820

Σύνεγγυς. σημαίνει δὲ τὸ μετ’ ὀλίγον. Ἤκαχε.

### 16 822

Ἐλύπησεν. Ἀκάμαντα.

### 16 823

Ἰσχυρὸν, μέγαν. Ἐβιήσατο. Κατηγωνίσατο. Πίδακος ἀμφ’ ὀλίγης.

### 16 825

Περὶ μικρᾶς πηγῆς. Πέφνοντα.

### 16 827

Φονεύοντα. Ἁμήν.

### 16 830

Ἡμετέραν. Τάων δὲ πρόσθ’ Ἕκτορος.

### 16 833

Τούτων δὲ προπολεμοῦσιν οἱ τοῦ Ἕκτορος ἵπποι. τοῦτ’ ἔστιν αὐτὸς ὁ Ἕκτωρ ἐπ’ αὐτῶν ὀχούμενος. Ὀρωρέχαται.

### 16 834

Ἐκτείνονται τρέχοντες, ὁρμῶντες. Ἦμαρ ἀναγκαῖον.

### 16 836

Ἀνάγκης ἡμέραν φησὶ τοῦ θανάτου. Ἱπποκέλευθε.

### 16 839

Ἱππικέ. Ὀλιγοδρανέων.

### 16 843

Ὀλίγον ἰσσχύων ἐκ τῶν τοῦ σώματος μελῶν. Σὺ δέ με τρίτος ἐξεναρίζεις.

### 16 850

Ἀντὶ τοῦ, μετὰ πολλοὺς σκυλεύεις. Ἐζήτηται δὲ, πῶς τέσσαρας καταριθμήσας, μοῖραν, Ἀπόλλωνα, Εὔφορβον, Ἕκτορα, ἐπιφέρει· Σὺ δέ με τρίτος ἐξεναρίζεις. ἔστι δὲ λέγειν, ὅτι τὴν μοῖραν οὐκ ἀπηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆς, οὕτως ἀποδιδόασι· Ἀλλά με μοῖρ’ ὀλοὴ, καὶ Λητοῦς ἔκτανεν υἱός. Ἀνδρῶν δ’ Εὔφορβος τρίτος, σὺ δέ μ’ ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτος ἐξεναρίζεις, ἵν’ ᾖ πολλοστός. Ἐκ ῥεθέων.

### 16 856

Ἐκ τῶν μελῶν, ἐκ τοῦ σώματος. Πταμένη. Πτᾶσα, ὑποχωρήσασα. Ἄϊδόσδε βεβήκει. Εἰς τὸν ᾅδην κατῄει. Πότμον.

### 16 857

Μόρον. Γοόωσα. Λυπουμένη, θρηνοῦσα. Λιποῦς’. Καταλιποῦσα. Ἀνδροτῆτα. Ἀνδρίαν. Ἥβην. Τὸ σῶμα, τὴν ἡλικίαν. Φθήη.

### 16 861

Φθάσει. Ἄμβροτοι.

### 16 867

Ἀθάνατοι. Τρώεσσι δαμείς.

### 17 2

Ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε.

### 17 4

Περιέβαινε δὲ, καὶ ὑπερεμάχει αὐτοῦ. Πόρτακι. Νεογνῇ βοΐ. οἱονεὶ πόριϊ. παρὰ τὸ νεωστὶ πορεύεσθαι, καὶ βαίνειν. Πρωτοτόκος.

### 17 5

Πρώτως τετοκυῖα. τῷ οὖν τόνῳ παροξυτόνως, ἵν’ ᾖ ἐνεργητικόν. προπαροξυτόνως δὲ δηλοῖ ἡ λέξις τὴν πρώτως τεχθεῖσαν. Κινυρή. Ὀδυρτικὴ, θρηνητική. Οὐ πρὶν εἰδυῖα τόκοιο. Οὐ πρότερον οὖσα ἔμπειρος τοκετοῦ. Ἐϋμελίης.

### 17 9

Ἤτοι ὁ καλὰ μέλη ἔχων καὶ εὔμορφος. ἢ ὁ τῇ μελίᾳ χρώμενος, τουτέστι πολεμικὸς καὶ ἀνδρεῖος. Ἔα δ’ ἔναρα βροτόεντα.

### 17 13

Ἔκειντο γὰρ ἐπὶ τῆς γῆς λύσαντος αὐτὰ Ἀπόλλωνος. Ἀρέσθαι.

### 17 16

Ἀπενέγκασθαι, κτήσασθαι. Ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.

### 17 17

Ἀφέλωμαί σου τὴν προσφιλεστάτην ψυχήν. Ὑπέρβιον.

### 17 19

Ὑπερβίως, ὑπερηφάνως. Εὐχετάασθαι. Αὐχεῖν, καυχᾶσθαι. Πορδάλιος.

### 17 20

Πόρδαλις τὸ ζῶον. ἡ δὲ δορὰ παρδαλῆ. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι. ἡ δὲ ἀπὸ τοῦ περιβάλλεσθαι. Περὶ σθένεϊ βλεμεαίνει.

### 17 22

Περὶ τὸ ἑαυτοῦ σθένος ἐνθουσιωδῶς βλέπει καὶ μετὰ πολλῆς δυνάμεως. Ἧς ἥβης ἀπόνηθ’.

### 17 25

Τῆς ἰδίας ἀκμῆς, ὅ ἐστι νεότητος, ἀπέλαυσεν. Ὤνατο. Ἐξεφαύλισεν, ὠνείδισεν, ἐμέμψατο. Ἔφατο.

### 17 26

Νῦν ἐλογίσατο, ὁτὲ δὲ εἶπε. Κεδνούς.

### 17 28

Κηδεμονικοὺς, ἐντίμους. Ὣς θήν.

### 17 29

Ὣς δή. Πρίν τι κακὸν παθέειν.

### 17 32

ῥεχθὲν δέ τε νήπιος ἔγνω. Τοῦτο ἀπὸ παροιμίας εἴληπται. νηπίου γὰρ καὶ ἄφρονός ἐστι, μετὰ τὸ πραχθῆναι τὸ κακὸν, θεραπείαν καὶ ἐπανόρθωσιν αὐτοῦ ζητεῖν. ὁ γὰρ ἄφρων οὐ προορᾷ τὸ μέλλον, ἀλλὰ πραχθὲν γιγνώσκει. Γνωτὸν ἐμόν.

### 17 35

Ἀντὶ τοῦ τιμωρίαν· δώσεις ὑπὲρ τοῦ ἐμοῦ γνωτοῦ, ὅ ἐστιν ἀδελφοῦ. Χήρωσας.

### 17 36

Χῆραν καὶ ἔρημον ἐποίησας. Θαλάμοιο νέοιο. Νεωστὶ κατεσκευασμένου, προσφάτου. Ἀρητόν.

### 17 37

Ἤτοι βλαβερόν. παρὰ τὴν ἀράν· ὅ ἐστι βλάβην. ἢ τὸν ἀπευκτόν. ἐλλείπει δὲ τὸ γάμον. Ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην.

### 17 38

Καταπαύσαιμι τοῦ θρήνου τοὺς ἀθλίους γονέας τοῦ Ὑπερήνορος, ἀνελών σε. καὶ καρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ ὅπλα αὐτοῖς. Κατάπαυμα. Κατάπαυσις. Φρόντιδι.

### 17 40

Ὄνομα κύριον τῆς Πάνθου γυναικὸς ἡ Φρόντις. τὴν γὰρ παρατέλευτον συλλαβὴν δεῖ ὀξυτονεῖν. ἵν’ ᾖ κύριον θηλυκόν. ἔστι καὶ ἀρσενικὸν ὁ Φρόντις ἐν Ὀδυσσείᾳ. Ἀλλ’ οὐ μὰν ἔτι δηρόν.

### 17 41

Ἀλλ’ οὐδαμῶς ἐπὶ πολὺν χρόνον ἄπειροι γενώμεθα τῆς ἀλλήλων δυνάμεως καὶ μάχης. Πόνος. Ἔργον, πρᾶξις. Ἀδήριτος.

### 17 42

Χωρὶς μάχης, ἀφιλόνεικος. Ἀναχαζομένοιο.

### 17 47

Ἀναχωροῦντος. Κατὰ στομάχοιο θέμεθλα. Κατὰ τὴν ἀρχὴν, καὶ θέσιν τοῦ στομάχου. ὅ ἐστι τοῦ βρόχθου, οὐ μὴν τῆς κοιλίας. Θέμεθλα. Ῥίζας, βάσεις. Ἔρεισεν.

### 17 48

Ἤρεισεν, ἐπεβάρησε. Χειρὶ πιθήσας. Ἐπακολουθήσας τῇ χειρί. Αὐχένος.

### 17 49

Σπονδύλου, ἢ τραχήλου. Ἀκωκή. Ἡ ἐπιδορατίς. Δεύοντο.

### 17 51

Νῦν ἐβρέχοντο. Χαρίτεσσιν ὁμοῖαι. Ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἶσαι. ἀπίθανον δέ ἐστιν. ἀμόρφωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι Χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας μυρσίνας, ἃς φαμὲν στεφανίτιδας. Πλοχμοί.

### 17 52

Πλόκαμοι. Ἐσφήκωντο. Ἐσφιγμένοι ἦσαν, ἐδέδεντο. ὅθεν καὶ σφήκωμα εἴρηται. ἢ ὅτι πεπλεγμένοι ἦσαν. Ἔρνος.

### 17 53

Φυτόν. Οἷον δὲ τρέφει ἔρνος ἀνήρ. Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκουν. καὶ Ποσειδῶν μὲν ἐπὶ τῆς ἀκροπόλεως τῆς Ἀττικῆς κρούσας τῇ τριαίνῃ κῦμα θαλάσσης ἐποίησεν ἀναδοθῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν. κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ, ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς, τῇ θεῷ προσένειμε τὴν χώραν εἰπὼν, ὅτι θάλασσα μέν ἐστι πανταχοῦ, τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἐριθηλές. Μεγάλως θάλλον, ἀειθαλλές. Οἰοπόλῳ.

### 17 54

Ἤτοι ἐρήμῳ, καὶ μονήρει, ἢ ἐν ᾧ ὄϊες πολεῖσθαι, καὶ ἀναστρέφεσθαι δύνανται. ὅ ἐστι βόσκεσθαι. Ἅλις. Πολὺ, ἀθρόως. Ἀναβέβροχεν. Ἀντὶ τοῦ ἀναπέπωκεν. ἐὰν δὲ ἀναβέβρυχε, δηλοῖ τὸ ἀναβρύειν. ὅ ἐστιν ἀναπηδᾶν, καὶ ἀναβάλλεσθαι μετὰ ψόφου. Τηλεθάον.

### 17 55

Πάνυ θᾶλλον, εὐανθές. Δονέουσι. Δονοῦσι, κινοῦσι. Βρύει.

### 17 56

Θάλλει, γέμει. Βόθρου.

### 17 58

Βάθους τοῦ ὀρύγματος. Ἐξετάνυσσεν. Ἐξέτεινεν, ἥπλωσεν. Ὀρεσίτροφος.

### 17 61

Ὁ ἐν ὄρει τεθραμμένος. Λαφύσσει.

### 17 64

Λάπτει. ὅ ἐστι μετὰ σκυλμοῦ λάβρως, καὶ μετὰ σπαραγμοῦ ἐσθίει. Δῃῶν.

### 17 65

Διακόπτων, διαιρῶν. Ἰΰζουσιν.

### 17 66

Ἀγροικικῇ φωνῇ προσφέρονται. προσφωνοῦσι. Πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἰοῦ ἐπίῤῥημα. Χλωρόν.

### 17 67

Νῦν χλωροποιόν. ὠχρόν. Ἀγάσσατο.

### 17 71

Ἐφθόνησε. Κικόνων.

### 17 73

Κίκονες ἔθνος Θρᾳκῶν. Ἀκίχητα.

### 17 75

Ἀκιχήτως, ἀκαταλήπτως, ἀφθάστως. Ἀλεγεινοί.

### 17 76

Ἀλγεινοὶ, δυσχείρωτοι. Ὀχέεσθαι.

### 17 77

Ἐποχεῖσθαι. Μελαίνας.

### 17 83

Νῦν συνετάς. Ἀπαινύμενον.

### 17 85

Ἀφαιρούμενον. Ἐπὶ γαίῃ. Ἐπὶ τῇ γῇ. Ὠτειλήν.

### 17 86

Τὸ ἐκ βολῆς τραῦμα. Ὀξέα.

### 17 88

Μεγάλα. Ἡφαίστοιο. Νῦν πυρός. Πρὸς ὅν.

### 17 90

Πρὸς τὸν ἴδιον. Πάτροκλόν θ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς.

### 17 92

Ἀντὶ τοῦ, ὃς ἐμὲ τιμήσας κεῖται. ἢ ὃς κεῖται ἕνεκα τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας. Περιστείωσι.

### 17 95

Περιστοιχίσωσι, περιστῶσι. Διελέξατο.

### 17 97

Διελογίσατο. Ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι.

### 17 98

Ὁπότ’ ἄν φησιν ἐθέλει τὶς ἀνθρώπῳ μάχεσθαι, οὗ θεὸς προέστηκεν, ἐν κακοῖσι γίγνεται, ὅ ἐστι διὰ φωτὸς εὑρίσκεται δαίμονι μαχόμενος. ἀντὶ τοῦ δι’ ἀνθρώπου. ὃς γὰρ ἂν δι’ ἀνθρώπου θεῷ μάχηται. Τάχα οἱ μέγα πῆμα κυλίσθη.

### 17 99

Ἐπηνέχθη, ἐπῆλθε κακόν τι αὐτῷ ἐκ θεοῦ. Χωρήσαντα.

### 17 101

Ὑποχωρήσαντα. Ἐκ θεόφιν. Νῦν ἐκ θεοῦ προῤῥήσεως. Ἀγαθοῖο.

### 17 102

Ἀνδρείου. Κακῶν δέ κε φέρτερον εἴη.

### 17 105

Τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο. Ἐντροπαλιζόμενος.

### 17 109

Ἐπιστρεφόμενος συνεχῶς. Λῖς. Λέων. Αἰολικῶς. Ἠϋγένειος. Ὁ καλὸν γένειον ἔχων. Σταθμοῖο.

### 17 110

Τῆς ἐπαύλεως, τῆς αὐλείου θύρας. Δίωνται. Διώξουσιν, ἐκ τοῦ δίημι. Παχνοῦται.

### 17 112

Συστέλλεται, ὑπὸ λύπης πήγνυται. δάκνεται. ἡ μεταφορὰ ἀπὸ τῆς πάχνης. Πέπον.

### 17 120

Νῦν προσφιλέστατε. Νήπι’ ἄγοντι.

### 17 134

Ἐπιφερομένῳ τοὺς σκύμνους. σημειωτέον δὲ ὅτι καὶ οἱ ἄῤῥενες τῶν λεόντων σκυμναγωγοῦσιν. Ἐπακτῆρες.

### 17 135

Κυνηγοὶ, ἀπὸ τοῦ ἐπάγεσθαι τοὺς κύνας. Ἐπισκύνιον.

### 17 136

Τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος. ἤτοι δέρμα, τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργίζεσθαι. διὰ τὸ ἐνδιάθετον γίγνεσθαι τὸ μέρος τοῖς ὀργιζομένοις. Κάτω ἕλκεται. Κάτω ἕλκει, κατασπᾷ. παθητικὸν ἀντὶ ἐνεργητικοῦ. Ἀέξων.

### 17 139

Αὔξων, μεγάλως λυπούμενος. Ἐδεύεο.

### 17 142

Νῦν ἀπελείπου. Φύξηλιν.

### 17 143

Δειλὸν, φυγάδα. Ἐκγεγάασσιν.

### 17 145

Ἐκγεγέννηνται. ὅ ἐστιν, εἰσίν. ἐνοικοῦσιν. Ἕλωρ.

### 17 151

Ἕλκυσμα, σπάραγμα. Κύρμα. Ἐπίτευγμα τοῖς πολεμίοις. Ἀλαλκέμεναι.

### 17 153

Ἀπαλεξῆσαι, βοηθῆσαι. Πεφήσεται.

### 17 155

Νῦν προφανῶς γενήσεται, ἀναφανήσεται. ὅτε δὲ τὸ φονευθήσεται. Πολυθαρσές.

### 17 156

Πολλοῦ θάρσους ποιητικόν. Εἰσέρχεται.

### 17 157

Ἀργιαίνει, ἐπέρχεται. Δῆριν.

### 17 158

Φιλονεικίαν. Ἐρυσαίμεθα.

### 17 159

Βαστάσωμεν, ἑλκύσωμεν. Εἰ δ’ οὗτος.

### 17 160

Εἰ γὰρ οὗτος. ὁ δὲ ἀντὶ τοῦ γάρ. Λύσειαν.

### 17 163

Λυτρώσειαν. Πέφαται.

### 17 164

Νῦν ἀνῄρηται. Ἀγχέμαχοι.

### 17 165

Γενναῖοι. ὥστε ἐγγὺς ἐστῶτες ἀλλήλων μάχεσθαι. Οὐκ ἐτάλασσας.

### 17 166

Οὐκ ἐκαρτέρησας, οὐχ ὑπέμεινας. Κατ’ ὄσσε ἰδών.

### 17 167

Κατιδὼν τοῖς ὀφθαλμοῖς. Ὑπέροπλον.

### 17 170

Μέγα. ὑπερήφανον. αὔθαδες. Ἦτ’ ἐφάμην.

### 17 171

Ὄντως ἐλογισάμην. Περὶ φρένας ἔμμεναι ἄλλων. Φρονήσει διαφέρειν τῶν λοιπῶν. Ὠνοσάμην.

### 17 173

Ἐμεμψάμην. Ὅς τέ με φῄς.

### 17 174

Ὅστις με λέγεις. ἐνεστώς ἐστι καὶ ἐγκλίνεται. Ἔῤῥιγα.

### 17 175

Ἔφριξα, ἐφοβήθην. Ὅτε δέ.

### 17 178

Ἐνίοτε δέ. Σχήσω.

### 17 182

Ἐπίσχω, κωλύσω. Ἐνάριξα.

### 17 187

Ἐσκύλευσα. Μετασπών.

### 17 190

Ἐπακολουθήσας. ἐπιδραμών. διώξας. Ἄμειβεν.

### 17 192

Ἐνήλλασσεν. Ὄπασσεν.

### 17 196

Ἔδωκε. Γηράς.

### 17 197

Ἀντὶ τοῦ γηράσας. Προτὶ ὃν μυθήσατο θυμόν.

### 17 200

Πρὸς τὴν ἑαυτοῦ ψυχὴν ἔφη. Δύνεις.

### 17 202

Ἐνδύῃ. Ἐνηέα.

### 17 204

Προσηνῆ, πρᾶον. Οὐ κατὰ κόσμον.

### 17 205

Οὐ κατὰ τὸ προσῆκον. ἐφ’ ὕβρει. Ποινήν.

### 17 207

Τιμωρίαν. οἱ δὲ ἀμοιβὴν καὶ χάριν. Δῦ δέ μιν Ἄρης.

### 17 210

Εἰσῆλθε δὲ αὐτὸν πολέμου ἐπιθυμία καὶ ὁρμή. Ἐνυάλιος.

### 17 211

Πολεμικός. Ἰνδάλλετο.

### 17 213

Εἰκάζετο. ὡμοιοῦτο τῷ Ἀχιλλεῖ δηλονότι. Φῦλα.

### 17 220

Ἔθνη, γένη. Περικτιόνων. Περιοίκων. Πληθὺν διζήμενος.

### 17 221

Πλήθους δεόμενος. Ῥύοισθε.

### 17 224

Σώζοιτε. Κατατρύχω.

### 17 225

Καταδαπανῶ, ἀνιῶ, εἰς ταλαιπωρίαν ἄγω. Ἐδωδή. τροφή. ὁ δὲ λόγος καταπονῶν τοὺς Τρῶας, ἀναγκάζω παρέχειν τοῖς συμμάχοις δωρεὰς καὶ εὐωχίας. Ἀέξω.

### 17 226

Αὔξω. Ἰθὺς τετραμμένος.

### 17 227

Ἐπ’ εὐθείας ὁρμῶν. Ἣ γὰρ πολέμου ὀαριστύς.

### 17 228

Αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία. ὅ ἐστιν, οὕτως δεῖ ἀναστρέφεσθαι ἐν τῷ πολέμῳ καὶ ἀριστεύειν. αὕτη γὰρ ἀρετὴ πολεμούντων. Εἴξει.

### 17 230

Ὑπείξει, ὑποχωρήσει. Ἀποδάσσομαι.

### 17 231

Ἀπομερίσω. Βρίσαντες.

### 17 233

Σφοδρῶς ἐπελθόντες, βαρήσαντες. Πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα.

### 17 236

Ἀντὶ τοῦ, πολλῶν ἐπ’ αὐτῷ ψυχὴν ἀφείλετο. Κορέει.

### 17 241

Κορέσει, πληρώσει. Ὅσσον ἐμῇ κεφαλῇ πέρι δείδια, μήτι πάθῃσιν.

### 17 242

Ὅσον περὶ ἐμαυτοῦ φοβοῦμαι μήτι πάθωμεν. Ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει.

### 17 243

Ἐπεὶ πανταχόθεν ἡμᾶς ἐσκότωσεν ὁ Ἕκτωρ καθάπερ νέφος πολέμου. Αἰπὺς ὄλεθρος.

### 17 244

Ὑψηλός. ἀφ’ οὗ μέγας καὶ δεινός. Διαπρύσιον.

### 17 247

Διαπορεύσιμον, μέγα. Παρ’ Ἀτρείδῃς.

### 17 249

Τὸ πλῆρες παρὰ τοῖς Ἀτρείδαις. Δήμια πίνουσι.

### 17 250

Τὰ δημόσια τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσι καταναλίσκουσι. καὶ σημαίνει ἕκαστος. Διασκοπιᾶσθαι.

### 17 252

Διασκέπτεσθαι. Δέδῃεν.

### 17 253

Ἐξῆπται, διεγήγερται. Ἀλλά τις αὐτὸς ἴτω.

### 17 254

Ἀλλ’ ὑπὸ ἰδίας γνώμης παραγενέσθω. Νεμεσιζέσθω. Μεμφέσθω, ἄξιον ἡγείσθω μέμψεως, αἰδείσθω. Τρωῇσι.

### 17 255

Τρωϊκαῖς. Μέλπηθρα. Ἑλκύσματα, παίγνια. οἱ γὰρ κύνες, ὁπότ’ ἂν χορτασθῶσι, τοῖς λειψάνοις παίζουσι. μολπὴ νῦν ἡ παιδιά. Ὀξύ.

### 17 256

Ὀξέως, ταχέως. Προὔτυψαν.

### 17 262

Πρῶτον ἐνέβαλον. Προχοῇσι.

### 17 263

Ταῖς εἰς θάλασσαν χύσεσι, καὶ ἐκβολαῖς τῶν ποταμῶν. Διϊπετέος ποταμοῖο. Καταφεροῦς, πρανοῦς. ἤτοι τοῦ ὑπὸ Διὸς πληρουμένου οἷον χειμάῤῥου. ἢ διαφανοῦς καὶ οἱονεὶ διαπεπετασμένου. Βέβρυχε.

### 17 264

Ποιὸν ἦχον ἀπετέλεσεν. ὀνοματοποιΐα ὁ τρόπος. Ἐρευγομένης ἁλὸς ἔξω.

### 17 265

Ἐκβρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω μέρος. Ἤχθηρεν.

### 17 270

Ἐμίσησε, μισητὸν ἡγήσατο. Ὑπέτρεσαν.

### 17 275

Ὑπὸ δέους ἔφυγον. Ἐλέλιξε.

### 17 278

Συνείλησε, συνέτρεψεν. Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργα τέτυκτο.

### 17 279

Ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς λοιποῖς ἔργοις διέφερε τῶν λοιπῶν πάντων Ἑλλήνων μετὰ τὸν Ἀχιλλέα. Ἐκέδασσεν.

### 17 283

Ἐσκόρπισε. Διὰ βήσσας. Ἀντὶ τοῦ διὰ βησσῶν, ὅ ἐστι βασίμων τόπων. Μετεισάμενος.

### 17 285

Ἐπ’ αὐτοὺς ἐλθών. Φρόνεον.

### 17 286

Διενοοῦντο, ἤλπιζον. Χαλκοπαρῄου.

### 17 294

Χαλκὰς παραγναθίδας ἐχούσης. Ἤρικε.

### 17 295

Διεσχίσθη, ὅθεν καὶ ἐρείκη, καὶ τὰ ὄσπρια ἐρίγματα, παρὰ τὸ καταψοφεῖν. Ἱπποδάσεια. Ἡ ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον. Ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν.

### 17 297

Ὁ δὲ ἐγκέφαλος παρὰ τὴν ἀνάτασιν τοῦ κράνους σφόδρα καὶ ἐκτεταμένως τῇ τοῦ αἵματος ῥύσει συνεξέῤῥευσε. αὐλὸς γὰρ καλεῖται πᾶν τὸ στενὸν καὶ ἐπίμηκες, κατὰ μεταφορὰν τοῦ ὀργάνου. ὅθεν τὸ στάδιον δίαυλον ἐκάλουν, διὰ τὸ μῆκος. νῦν οὖν αὐλόν φησι τὸν τοῦ αἵματος ἀκοντισμόν. ἔστι δὲ ὅτε καὶ τὸ ἐπίμηκες τοῦ δόρατος. Θρέπτρα.

### 17 302

Τροφεῖα. Πανοπῆϊ.

### 17 307

Φωκίδος πόλις. Περιβάντα.

### 17 313

Ὑπερασπίζοντα. Ἤφυσε.

### 17 315

Διεῖλεν, ἔκοψεν. Ἀγοστῷ. Ἀγκῶνι, πήχει. Καὶ ὑπὲρ Διὸς αἶσαν.

### 17 321

Καὶ παρὰ τὴν τοῦ Διὸς γνώμην. Κήρυκι Ἠπυτίδῃ.

### 17 324

Ἠπύτου παιδὶ, ἢ φωνητικῷ. Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεόν.

### 17 327

Ὁ νοῦς, πῶς ἂν καὶ παρὰ τὴν θείαν βουλὴν ῥύσησθε τὴν πόλιν, ὅτε τοῦ Διὸς συμπράττοντος ὑμῖν διὰ τὴν ἰδίαν ἀσθένειαν λείπεσθε. Καὶ ὑπὲρ θέον. Καὶ παρὰ τὴν γνώμην τοῦ θεοῦ. Κάρτεΐ τε σθένεΐ τε πεποιθότας.

### 17 329

Καὶ τῷ κράτει ἡμῶν καὶ τῇ δυνάμει θαῤῥοῦντας. Πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας.

### 17 330

Τῷ πλήθει τοῦ λαοῦ, καί περ ἐλαττουμένους, ἀλλὰ περιόντας τῶν πολεμίων διὰ τὴν ἀνδρίαν. Ὑπερδέα δῆμον ἔχοντας. Ὑπερδέοντα. ὅ ἐστι γενναῖον. καὶ ὑπεράγοντα τῇ δυνάμει τοὺς ἀντιτεταγμένους ἔχοντας πλείονας. Τρεῖτε.

### 17 332

Δεδίττεσθε, φοβεῖσθε. Ἔρχατο.

### 17 354

Πεφραγμένοι ἦσαν. Πρὸ δὲ δούρατ’ ἔχοντο.

### 17 355

Προεῖχον δὲ αὐτοῦ τὰ δόρατα. Ἀμφ’ αὐτῷ βεβάμεν.

### 17 359

Περιβεβηκέναι καὶ ὑπερασπίζειν. Ἀγχηστῖνοι.

### 17 361

Ἐπάλληλοι, πυκνοί. Ὑπερμενέων.

### 17 362

Ὑπερεχόντων τῇ δυνάμει, ἀνδρείων. Ἀναιμωτί.

### 17 363

Δι’ αἵματος καὶ φόνου. Φθίνυθον.

### 17 364

Ἐφθείροντο, ἀνῃροῦντο. Δέμας πυρός.

### 17 366

Τρόπον καιομένου πυρὸς, θερμοῦ. Οὐ δέ κε φαίης Οὔ τέ ποτ’ ἠέλιον σόον ἔμμεναι, οὔτε σελήνην. Εἴποι δ’ ἄν τις ἀμφότερα τὰ στοιχεῖα ἥλιον καὶ σελήνην ἐκλείπειν ἀπὸ τῆς πολλῆς ἀχλύος. Εὔκηλοι.

### 17 371

Ἥσυχοι, εὐδιάδοχοι. ἐπιφέρει γὰρ, μεταπαυόμενοι δ’ ἐμάχοντο. ὅ ἐστιν, οἱ μὲν ἀναπαυόμενοι, οἱ δὲ μαχόμενοι ἐκ διαδοχῆς καὶ ἀναπαύσεως. Πέπτατο. Ἐξήπλωτο ἡ λαμπηδών. Γαίης οὐδ’ ὀρέων.

### 17 373

Οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τῶν ὀρῶν. Πανημερίοις.

### 17 384

Δι’ ὅλης ἡμέρας. Ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφή.

### 17 392

Ταχέως δὲ ἡ ὑγρασία διέρχεται τοῦ στέατος, οὖσα ἐλαιώδης. Τάνυται.

### 17 393

Διατείνεται, διαχεῖται. Λαοσσόος.

### 17 398

Ὁ τῶν λαῶν τὸ πλῆθος διοικῶν καὶ σώζων. ὁτὲ δὲ εἰς φυγὴν τρέπων. Τό μιν.

### 17 404

Διὸ αὐτόν. Ἐϋκλεές.

### 17 415

Ἔνδοξον. Ἀλλ’ αὐτοῦ γαῖα μέλαινα Πᾶσι χάνοι.

### 17 416

Ἀλλ’ ἐν τῷ αὐτῷ τόπῳ πάντες γῆς χάσματι δεχθεῖεν. Μεθήσομεν.

### 17 418

Ἀμελήσομεν. Ἐρωείτω.

### 17 422

Ἀμελείτω, ὑποχωρείτω. Σιδήρειος δ’ ὀρυγμαδός.

### 17 424

Ἤτοι στερεὸς, ἢ ἀπὸ ὅπλων τοῦ σιδήρου ψόφος. Πυθέσθην ἡνιόχοιο.

### 17 427

Ἡνίοχος γὰρ ἦν Πάτροκλος Ἀχιλλέως, Πατρόκλου δὲ Αὐτομέδων, Αὐτομέδοντος δὲ Ἀλκιμέδων. Ἦ μάν.

### 17 429

Καί τοι δή. Θείνων.

### 17 430

Τύπτων, ὅθεν καὶ θὶς ὁ αἰγιαλὸς, παρ’ ὅσον τύπτεται ὑπὸ τῶν κυμάτων. Ἀρειῇ.

### 17 431

Ἀπειλῇ. Ἀσφαλέως.

### 17 436

Παραμόνως. Ἐνισκήψαντε.

### 17 437

Ἐμπελάσαντες, ἐμπεσόντες. Ζεύγλης.

### 17 440

Ζεύγεος, ζυγοῦ. Ἐξεριποῦσα. Πεσοῦσα. Ἆ δειλώ.

### 17 443

Ὦ δειλότατοι, καὶ ἐλεεινότατοι. Ὀϊζυρότερον.

### 17 446

Ταλαιπωρότερον. Ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει.

### 17 447

Ὅσα ζῶα ἐπὶ τῆς γῆς ἕρπει καὶ κινεῖται βαδίζοντα. Ἵπποις ἀΐσσων.

### 17 460

Σὺν τοῖς ἵπποις ὁρμῶν. Ἐσεύατο.

### 17 463

Ὥρμησεν. Ἱερῷ ἐνὶ δίφρῳ.

### 17 464

Ἤτοι μεγάλῳ, ἢ ἱεροὺς ἐλαύνοντι ἵππους. Ἐπίσχειν.

### 17 465

Ἐπέχειν, κωλύειν. Νηκερδέα.

### 17 469

Ἀκερδῆ, ἀνωφελῆ, βλαβεράν. Δμῆσιν.

### 17 476

Καταπόνησιν, ὑποταγήν. Βοηθόον.

### 17 481

Ἐν πολέμῳ ταχύν. Αἱρησέμεν.

### 17 488

Λήψεσθαι. Βοέῃς.

### 17 492

Ἀσπίσιν. Αὔῃσι.

### 17 493

Ξηραῖς, Κούφαις. Ἐπελήλατο. Ἐπεπήγει. Ἀπόπροθεν.

### 17 501

Χωρὶς, ἄποθεν. Ἰσχέμεν. Κατέχειν. Ἐμπνείοντε μεταφρένῳ.

### 17 502

Καταπνέοντες, ὅ ἐστι καταφυσῶντες αὐτοῦ τὸ μετάφρενον. ὅ ἐστιν ἐγγὺς ὄντες τοῦ νώτου. Σχήσεσθαι.

### 17 503

Ἀποσχῆσαι, παῦσαι. Ἁλῴη.

### 17 506

Ληφθείη. Ἐπιτράπεθ’.

### 17 509

Ἐν ἐπιτροπῇ ἔσται. Βεβάμεν.

### 17 510

Ἐμβεβηκέναι, ὑπερασπίζειν. Νῶϊν δὲ ζωοῖσιν.

### 17 511

Ἡμῖν δὲ ἐν τοῖς ζῶσιν. Θεῶν ἐν γούνασι κεῖται.

### 17 514

Οἱονεὶ παράκειται. ἢ, ἐν ἐξουσίᾳ τῶν Θεῶν ἐστίν. Ἥσω.

### 17 515

Ἀκοντίσω, πέμψω. Ἔρυτο.

### 17 518

Ἐφύλαξεν, ἐκώλυσεν. Αἰζήϊος.

### 17 520

Ἀκμαῖος, νέος. Κεράων.

### 17 521

Κεράτων. Ἀγραύλοιο. Ἐν ἀγρῷ αὐλιζομένου. ἢ ὑπαιθρίου. ἀγρίου. Ἶνα τάμῃ διὰ πᾶσαν.

### 17 522

Ὅλην ἀποτέμοι τὴν νωτιαίαν φλέβα. Ἐρίπῃσι. Κατενεχθείη, πέσῃ. Νηδυΐοισι.

### 17 524

Τοῖς ἐντοσθίοις, τοῖς ἐντέροις, ὅ ἐστι σπλάγχνοις. νηδὺς γὰρ ἡ κοιλία. Κραδαινόμενον. Σειόμενον. Ἐνισκίμφθη.

### 17 528

Ἐνερείσθη, ἔπεσεν. Οὐρίαχος. Τὸ ἄκρον μέρος τοῦ δόρατος τὸ ὄπισθεν. Πελεμίχθη. Ἐκινήθη, ἐσείσθη. Αὐτοσχεδόν.

### 17 530

Ἐκ τοῦ σύνεγγυς. Διέκριναν.

### 17 531

Διεχώρισαν. Δεδαϊγμένον.

### 17 535

Μεμερισμένον. Κῆρ ἄχεος μεθέηκα.

### 17 539

Μικρὸν δέ τι τῆς ἐπὶ Πατρόκλῳ λύπης κεκούφισμαι τὴν ψυχήν. Ἐδηδώς.

### 17 542

Καταβεβρωκώς. Τέτατο.

### 17 543

Ηὔξετο. Δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ.

### 17 546

Εἰς τοῦτο γὰρ ἐτράπη αὐτοῦ ἡ γνώμη. Πορφυρέην.

### 17 547

Νῦν ποικίλην. Ἶριν δὲ λέγει νῦν, τὸ γιγνόμενον περὶ τὸν ἀέρα πάθος. ὅ ἐστι νέφος ὑγρόν. Δυσθαλπέος.

### 17 549

Δυσθερμάντου, ψυχροῦ. Κήδει.

### 17 550

Κακοῖ, βλάπτει, ἀνιᾷ, λυπεῖ. Πυκάσασα.

### 17 551

Σκεπάσασα, καλύψασα. Κατηφείη.

### 17 556

Στυγνότης, λύπη. ἀπὸ τοῦ κάτω ἔχειν τὰ φάη. Ἔσσεται.

### 17 557

Γενήσεται. Φοίνιξ.

### 17 561

Νῦν ὄνομα κύριον τοῦ Ἀχιλλέως τροφέως. Ἄττα. Τροφεῦ. Ἔστι δὲ νεωτέρου πρὸς πρεσβύτερον ἠθικὴ προσφώνησις. Παλαιγενές. Πάλαι γεγονὼς, πρεσβύτα. Ἀπερύκοι.

### 17 562

Ἀποκωλύοι. Τῷ κεν.

### 17 563

Ὅπως ἄν. Ἐσεμάσσατο θυμόν.

### 17 564

Καθῆψε, καὶ ἐλύπησε τὴν ψυχὴν καὶ ἐναπεμάξατο. Ὀπάζει.

### 17 566

Νῦν κατόπιν διώκει. Πάμπρωτα.

### 17 568

Πάντων πρώτῃ. Βίην.

### 17 569

Δύναμιν. Μυίης θάρσος.

### 17 570

Τὸ ἐπίμονον τοῦ ἥρωος λέγει. οὕτως γὰρ ἀποτρεπόμενος εἰς ἄλλον τόπον ἔτρεχεν εἰς τὸν αὐτόν. Ἐργομένη.

### 17 571

Κωλυομένη, διωκομένη. Ἀνδρομέοιο. Ἀνθρωπείου. Ἰσχανάα.

### 17 752

Ἐπιθυμεῖ. Λαρόν. Προσηνὲς, γλυκύ. Θάρσευς.

### 17 573

Θάρσους. Μελαίνας. Νῦν συνετάς. Δήμου.

### 17 577

Δημοτῶν. Εἰλαπιναστής. Ὁμοτράπεζος, συνευωχητής. Διὰ πρὸ δὲ χαλκὸν ἔλασσε.

### 17 579

Διήλασε δὲ τὸ δόρυ, ὥστε διελθεῖν εἰς τοὔμπροσθεν. Ἀβυδόθι.

### 17 584

Ἐν Ἀβύδῳ. Ἄβυδος δὲ πόλις Τροίας Ἑλλησπόντου. Ὃς τὸ πάρος περ μαλθακὸς αἰχμητής.

### 17 587

Πρέποντας πολεμίῳ τοὺς λόγους περιτέθεικεν ὁ Ποιητὴς, ἐπεί τοι οὐκ οἶδε δειλὸν τὸν Μενέλαον. βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ. Μαλθακός.

### 17 588

Ἀνειμένος τῷ σώματι. ἀσθενής. Ἄχεος νεφέλη.

### 17 591

Πύκνωμα τῆς λύπης περιφραστικῶς. πλῆθος λύπης. Μαρμαρέην.

### 17 594

Ἀντὶ τοῦ λαμπράν. Φόβοιο.

### 17 597

Φόβου. Φόβος δὲ νῦν ἡ συνδίωξις. Ἄκρον ἐπιλίγδην.

### 17 599

Οὐ κατὰ βάθος, ἀλλ’ ὅσον ἐπιψαῦσαι ἐξ ἐπιπολαίου τὴν ἐπιφάνειαν. Γράψεν. Ἐπέξεσεν. Ἄχρις. Ἕως τέλους. Χεῖρ’ ἐπὶ καρπῷ.

### 17 601

Πρὸς τῇ χειρί. Ἐν καυλῷ.

### 17 607

Τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλλόμενον τῇ αἰχμῇ. ὅ ἐστι τῇ ἐπιδορατίδι. Πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας.

### 17 612

Ὁ μηριόνης δηλονότι πεζὸς παρεγένετο ἀπὸ τοῦ ναυστάθμου. Κοίρανος.

### 17 614

Νῦν ὄνομα κύριον. Κύψας.

### 17 621

Ὡς πεζός. Ἀκηχέδαται.

### 17 637

Λυποῦνται. Πεπύσθαι.

### 17 641

Ἀκηκοέναι, ἐγνωκέναι. Αἴθρην.

### 17 646

Αἴθρη, ὁ ἀνέφελος, καὶ εὔδιος ἀήρ. Φάει.

### 17 647

Φωτί. τὸ αὐτὸ δὲ δηλοῖ τὸ σέλας. Εὔαδεν. Ἤρεσε. Σκέπτεο.

### 17 652

Σκέπτου, ὅρα. Βοῶν ἐκ πῖαρ ἑλέσθαι.

### 17 659

Ἐξαρπάσαι τὴν λιπαρωτάτην τῶν βοῶν. Πρὸ φόβοιο.

### 17 667

Ἀντὶ τοῦ, ὑπὸ φόβου. ἢ πρὸ τοῦ ἀναγκασθῆναι φεύγειν. Ἕλωρ. Ἕλκυσμα. Ἐνηείης.

### 17 670

Πραότητος, προσηνείας. Δειλοῖο. Δειλοῦ, ἀθλίου. Αἰετός.

### 17 674

Ὄρνις διορατικὸς καὶ ὀξὺς ἐν τῷ ὁρᾷν, καὶ ἵπτασθαι. φησὶ γὰρ Ἀριστοτέλης, ὡς ἵστησιν τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον ἀναγκάζων βλέπειν, καὶ ὁ δυνηθεὶς ὁρᾷν, τοῦ ἀετοῦ ἐστιν υἱός· ὁ δὲ μὴ, ἐκβέβληται, καὶ γέγονεν ἁλιαίετος. Δέρκεσθαι.

### 17 675

Ὁρᾷν, βλέπειν. Ὑπουρανίων. Μεγάλων. Πτώξ.

### 17 676

Λαγωός. ἀπὸ τοῦ πτώσσειν. Θάμνῳ.

### 17 677

Συμφύτῳ τόπῳ. Ἀμφικόμῳ. Πανταχόθεν κομώσῃ. Δινήθην.

### 17 680

Ἐδινοῦντο. ὅ ἐστι περιεστρέφοντο. Γυμνόν.

### 17 693

Ἄνευ τῶν ὅπλων. Κατέστυγε.

### 17 694

Κατεστύγνασεν, ἐν στυγνότητι καὶ κατηφείᾳ ἐγένετο. Ἀμφασίη.

### 17 695

Ἀφασία, ἔκπληξις, ἀφωνία. Ἔσχετο.

### 17 696

Ἐπεσχέθη. Ἐφημοσύνης.

### 17 697

Ἐντολῆς. Ἤθελεν.

### 17 702

Ἠδύνατο. Ἔνεικεν.

### 17 705

Ἤτοι ἀνέπεισεν, ἢ ἐνέβαλεν ἀφηγεῖσθαι τῆς μάχης. Ἐνοπῆς.

### 17 714

Ἀθρόας μάχης. Ἀγακλεές.

### 17 716

Λίαν ἔνδοξε. Ἶσον.

### 17 720

Ὅμοιον. Ἀγκάζοντο.

### 17 722

Εἰς τὰς ἀγκάλας ἐλάμβανον. Λαὸς Τρωϊκός.

### 17 723

Οἱ πολλοὶ Τρῶες. Πρὸ κούρων θηρητήρων.

### 17 726

Πρὸ νέων θηρατῶν. Ἑλίξεται.

### 17 728

Ἐπιστρέφεται. Ἐτράπετο χρώς.

### 17 733

Ἠλάσσετο ἡ ἰδέα τοῦ προσώπου. Δηριάασθαι.

### 17 734

Μάχεσθαι, φιλονεικεῖν. Ὄρμενον.

### 17 738

Ὁρμώμενον, διεγειρόμενον. Φλεγέθει. Φλέγει. Μινύθουσιν. Ἐλαττοῦνται, διαφθείρονται. Ἐπιβρέμει.

### 17 739

Ἐπηχεῖ, ψοφεῖ. Κρατερὸν μένος ἀμφιβαλόντες.

### 17 742

Περιβαλόντες καὶ ἀντερείσαντες ἀλλήλοις τὰς ἑαυτῶν δυνάμεις. ὅ ἐστι συνάψαντες καὶ ἰσώσαντες. Παιπαλόεσσαν.

### 17 743

Δυσπρόσβατον, τραχεῖαν. Ἀταρπόν. Ἀντὶ τοῦ ἄτροπον ὁδόν. Δόρυ.

### 17 744

Ξύλον. Ἰσχανέτην.

### 17 747

Ἐπεῖχον τὴν ὁρμὴν, καὶ ἐπεκώλυον. Πρών. Ὑλώδης τόπος, ἐξοχὴ ὄρους. Ὑλήεις.

### 17 748

Ὑλώδης, ξυλώδης. Πεδίοιο διαπρύσιον τετυχηκώς. Παρ’ ὅλον τὸ πεδίον παρατεταμένως διήκων. Πλάζων.

### 17 751

Πλανῶν. νῦν δὲ ἀνακόπτων, καὶ ἀνακρούων. Ἀνέεργον.

### 17 752

Ἀνέστελλον. Ψαρῶν.

### 17 755

Συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον. ὡς ἡ παροιμία· Αἰεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει. φασὶ δὲ οὕτως φιλαλλήλους εἶναι, ὡς εἴτις ἔλαιον ἀπόθηται, ἀφορῶντας εἰς τὴν σκιὰν καὶ κατιόντας δῆθεν πρὸς τοὺς ἑταίρους ἐλαιοῦσθαι καὶ ἁλίσκεσθαι. εἶδος ὀρνέων. Νέφος. Νῦν τὸ πολὺ τῶν ὀρνέων πλῆθος. Οὖλον κεκλήγοντες.

### 17 756

Ὀξὺ βοῶντες. ἢ πυκνόν. Κίρκον.

### 17 757

Εἶδος ἀετοῦ, ὁ λεγόμενος ἱέραξ. ὁ γὰρ ἀετὸς τὰ μεγάλα φονεύει. Σμικρῇσι. Σμικραῖς. ἡ λέξις Ἰώνων. Ἐρωή.

### 17 761

Ὁρμὴ, δίωξις. Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.

### 18 1

Οὕτως μὲν δὴ οὗτοι ἐμάχοντο δίκην θερμοῦ πυρός. Νεῶν ὀρθοκραιράων.

### 18 3

Ὀρθὰς κεραίας ἐχούσων. ὀρθοπρύμνων. καλεῖται δὲ κεραία τὸ ἐπάνω τοῦ ἱστοῦ δεδεμένον πλάγιον ξύλον, οὗ ἐξάπτεται ἡ ὀθόνη. Ὀχθήσας.

### 18 5

Στενάξας. Ἀτυζόμενοι.

### 18 7

Φοβούμενοι. Διεπέφραδε.

### 18 9

Διεσάφησεν, εἶπεν. Ἐζήτηται δὲ, πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς τοῦ Πατρόκλου ἀναιρέσεως, ἀλλ’ Ἀντίλοχος, καὶ διατὶ γυμνὸς τρέχει. ῥητέον οὖν, ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος δὲ ταχύτατος ὢν τῶν ἄλλων προεκρίθη. καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν ὅπλων τὰς συμφορὰς ἐκπομπεύειν παραιτούμενος· ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι τῇ ὁδῷ. Μυρμιδόνων τὸν ἄριστον.

### 18 10

Ἄκτωρ γένει μὲν ἦν Λοκρός. Γήμας δὲ Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ θυγατέρα μετὰ τὴν Διὸς μίξιν, καὶ καταμείνας ἐν Οἰνώνῃ ἐγέννησε Μενοίτιον. ὃς ἀνελθὼν ἐπὶ τὴν πατρῴαν Ὀποῦντα, Πάτροκλον ἐγέννησεν, ὃν εἰκότως Μυρμιδόνα εἶπε, διὰ τὸ γεννηθῆναι τὸν πατέρα αὐτοῦ ἐν Αἰγίνῃ. Ἦ μάλα δὴ τέθνηκεν.

### 18 12

Ἀκριβῶς δὴ τέθνηκεν. οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ ἔχει· Ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· ἵν’ ᾖ ἀκριβῶς ἔγημε. Σχέτλιος.

### 18 13

Ἀντὶ τοῦ, σχετλιασμοῦ ἄξιος καὶ ἀγνώμων. ὡς πρὸς ἑαυτὸν δέ. Πεύσεαι.

### 18 19

Ἀκούσοις, μάθοις. Κεῖται.

### 18 20

Νῦν ἀντὶ τοῦ ἀνῄρηται, τέθνηκεν. Ἄχεος νεφέλη.

### 18 22

Πλῆθος λύπης. ὅ ἐστι, πολλὴ λύπη. Κόνιν αἰθαλόεσσαν.

### 18 23

Τὴν κόνιν, τὴν σποδόν. παρὰ τὸ ἐκκεκαῦσθαι. Νεκταρέῳ.

### 18 25

Θείῳ, καθαρῷ. Ἀμφίζανε. Περιεκάθητο. Μεγαλωστί.

### 18 26

Πολὺν τόπον κρατῶν. Ἤισχυνε.

### 18 27

Καθύβρισε. Δαΐζων. Διακόπτων, σπαράσσων. Ληΐσσατο.

### 18 28

Ἐκ λαφύρων ἐκτήσατο. Ἀκηχέμεναι.

### 18 29

Λυπούμεναι. Πεπλήγοντο.

### 18 31

Ἔπλησσον. Κυδάλιμον.

### 18 33

Ἔνδοξον. Ἀποτμήξειεν.

### 18 34

Ἀποτέμοι. Κώκυσεν.

### 18 37

Ἀνέκλαυσεν. Ἀμφαγέροντο. Περὶ αὐτὸν ἠθροίζοντο. Ἐϋπλόκαμος.

### 18 48

Εὔκοσμος, καλή. Ἀργύφεον.

### 18 50

Μέγα, ἢ λαμπρόν. Πλῆτο. Ἐπληροῦτο. Εἴδετε.

### 18 53

Ἀντὶ τοῦ εἴδητε, ἢ γνώσεσθε. Δυσαριστοτόκεια.

### 18 54

Ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα. Ἀνέδραμεν.

### 18 56

Ηὐξήθη. Ἔρνεϊ. Φυτῷ. Γουνῷ ἀλωῆς.

### 18 57

Ἐν τῷ γονιμωτάτῳ τόπῳ τῆς γῆς. Ἀπὸ πτολέμοιο μένοντα.

### 18 64

Χωρὶς ὄντα τοῦ πολέμου. Περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο.

### 18 66

Περιεῤῥήγνυτο δὲ αὐτοῖς τὰ τῆς θαλάσσης κύματα. Ἀκτήν.

### 18 68

Παραθαλάσσιον τόπον. αἰγιαλόν. Ἐπισχερώ. Ἐφεξῆς. Ἀλήμεναι.

### 18 76

Συναθροισθῆναι. συγκλεισθῆναι. Ἐπιδευομένους.

### 18 77

Προσδεομένους, χρῄζοντας. Ἀεκήλια. Δεινὰ, ἢ τὰ μὴ ἡσυχίας ἄξια. ταραχώδη. Ἦδος.

### 18 80

Ἡδονή. ὠφέλεια. ὄφελος. Ἶσον ἐμῇ κεφαλῇ.

### 18 82

Ἐπίσης ἐμαυτῷ. Ἁλίῃσι.

### 18 86

Ταῖς παραθαλασσίαις Νηρηΐσιν. Τυπείς.

### 18 92

Πεσών. πληγείς. Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.

### 18 93

Τιμωρίαν δὲ παράσχῃ ἀξίαν ὑπὲρ τῆς Πατρόκλου ἀναιρέσεως. Δῆσεν.

### 18 100

Ἐνεπόδισεν. Ἀρῆς ἀλκτῆρα. Βλάβης καὶ κακώσεως ἀποτρεπτικόν. ὅ ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ Ἄρεος ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου. Παρμενίσκος μὲν οὖν βαρυτόνως, τὸ ἔδησεν ἀποδίδωσιν οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν, ἔδησεν ἐμοῦ τὴν ἔξοδον, ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης, περισσὸν τὸ ἔδησε φησίν. Οὐ νέομαι.

### 18 101

Οὐ παραγενήσομαι, οὐχ ὑποστρέψω. Ἐτώσιον ἄχθος ἀρούρης.

### 18 104

Μάταιον βάρος τῆς γῆς. Ἐφέηκε.

### 18 108

Παρώξυνε, παρώρμησε. Πολύφρονα. Τὸν πάνυ σώφρονα, καὶ συνετόν. Καταλειβομένοιο.

### 18 109

Καταχεομένου, στάζοντος. Ἐχόλωσεν.

### 18 111

Εἰς ὀργὴν ἤγαγε. Προτετύχθαι.

### 18 112

Προγεγονέναι συμβάντα. Φίλης κεφαλῆς.

### 18 114

Προσφιλεστάτης κεφαλῆς. Ὀμορξαμένην.

### 18 124

Ἀποψησαμένην. Ἀδινόν. Ἐλεεινὸν, οἰκτρόν. Στεναχῆσαι. Στενάξαι. Ἐφείην. Ἀναγκάσαιμι. Ἀγάλλεται.

### 18 132

Χαίρει. Ἐπαγλαϊεῖσθαι.

### 18 133

Ἀγαλλιᾶσθαι, γαυριᾷν. Μῶλον.

### 18 134

Τὸν μολισμὸν τῆς μάχης. Ἠῶθεν.

### 18 136

Ἕωθεν, ὄρθρου, πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι. Ὁμόκλα.

### 18 156

Ἠπείλει. παρεκελεύετο. Ἀπεστυφέλιξαν.

### 18 158

Ἀπεκίνησαν, διέσεισαν. Ἀπὸ σώματος.

### 18 161

Ἀπό τινος ζώου. νεκροῦ γάρ φασι μὴ ἅπτεσθαι λέοντα. Αἴθωνα. Διάπυρον, θερμόν. Δίεσθαι.

### 18 162

Διῶξαι. Κρύβδα.

### 18 168

Λαθραίως. Ὄρσεο.

### 18 170

Διεγείρου. Ἐρύσασθαι.

### 18 174

Ἑλκύσαι. Ἐπιθύουσιν.

### 18 175

Ἐπ’ εὐθείας ὁρμῶσι. Πῆξαι ἀνὰ σκολόπεσσι.

### 18 177

Ἀνασκολοπίσαι. Ἄνα.

### 18 178

Ἀνάστηθι. Μηδ’ ἔτι κεῖσο. Μὴ δὲ ἀργὸς διατέλει. Σέβας. Αἰδοῦς καὶ σεβασμοῦ ἄξιον. Λώβη.

### 18 180

Αἰσχύνη. Ἠισχυμένος. Καθυβρισμένος. Κυδρή.

### 18 184

Ἔνδοξος, σεμνή. Ἡφαίστοιο πάρα.

### 18 191

Παρὰ Ἡφαίστου. καὶ ἔστιν ὁ τρόπος ἀναστροφή. Ἄλλου δ’ οὔ θην οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω.

### 18 192

Ἄλλου οὐδενὸς οἶδα ἁρμόζουσάν μοι πανοπλίαν. διατί δέ φησι, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει ὁ Ἀχιλλεὺς, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοσε; καί φασί τινες ὅτι καταγέλαστον ἦν ταπεινὸν φανῆναι τοῖς τεθαῤῥηκόσιν. οἱ δὲ ὅτι τοῦ Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα διαπαντὸς Ἀχιλλέως ἡνίοχος νομίζηται. Αὕτως.

### 18 198

Οὕτως ὡς ἔχεις. Ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε.

### 18 205

Τὴν κεφαλὴν αὐτοῦ νέφει ἐκάλυπτεν. Ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος.

### 18 207

Ἔθος τοῖς ἀρχαίοις, τοὺς πολεμουμένους τῇ μὲν ἡμέρᾳ καπνὸν ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτὶ φλόγα, τὴν ἀπὸ τῶν περιοίκων βοήθειαν καὶ συμμαχίαν ἐπικαλουμένους. οὐδέπω γὰρ ἦν εὑρεθεῖσα σάλπιγξ. Ἐπήτριμοι.

### 18 211

Ἐπάλληλοι. πυκνοί. Περικτιόνεσσι.

### 18 212

Τοῖς περιοίκοις. Ἄρεος ἀλκτῆρες.

### 18 213

Ἀποτρεπτικοὶ τοῦ πολέμου. Σέλας.

### 18 214

Λαμπρότης. Ὠπίζετο.

### 18 216

Ἐπεστρέφετο. φροντίδα ἐποιεῖτο. Ἀριζήλη.

### 18 219

Μεγάλως ἔκδηλος. Ὡς δ’ ὅτ’ ἀριζήλη φωνὴ, ὅτε τ’ ἴαχε σάλπιγξ. Ἀπὸ τῶν ἰδίων χρόνων ὁ Ποιητὴς ὠνόμασε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω εὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ γὰρ θαλασσίῳ ἐσάλπιζον. Περιπλομένων.

### 18 220

Περιερχομένων. Θυμοραϊστέων. Τῆς ψυχῆς φθαρτικῶν. Ἄϊον.

### 18 222

Ἤκουον. Ὄπα χάλκεον. Στερεὰν φωνήν. Ἂψ ὄχεα τρόπεον.

### 18 224

Εἰς τοὐπίσω περιέστρεφον τὰ ἅρματα. Ὄσσοντο. Προεώρων. κατὰ διάνοιαν προέβλεπον. Ἔκπληγεν.

### 18 225

Ἐξεπλάγησαν. Ἐκυκήθησαν.

### 18 229

Ἐταράχθησαν. Ἀμφὶ σφοῖς.

### 18 231

Περὶ τοῖς ἰδίοις. Μυρόμενοι.

### 18 234

Ὀδυρόμενοι, κλαίοντες. Φέρτρῳ.

### 18 236

Νεκροφόρῳ κλινιδίῳ. ἢ φορείῳ. Ἀκάμαντα.

### 18 239

Μηδέποτε κοπιῶντα. Ἐς δ’ ἀγορὴν ἀγέροντο.

### 18 245

Εἰς τὴν ἐκκλησίαν συνηθροίζοντο. πρὸς τί φησιν ἐκκλησίαν ἀθροίζει; τινὲς μὲν οὖν τὸν Ποιητήν φασι μετάγειν τὴν μάχην εἰς λόγους ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ διὰ δέος τοὺς Τρῶας αὐτομάτους συνδραμεῖν καὶ ἀναγκασθῆναι δημηγορεῖν τοὺς ἡγεμόνας. Μέδεσθαι. Ἐπιμελεῖσθαι. Πρόσσω καὶ ὀπίσσω.

### 18 250

Εἰς τὸ παρῳχηκὸς καὶ τὸ μέλλον. Ἀμφὶ μάλα φράζεσθε.

### 18 254

Ἐπιμελῶς βουλεύεσθε. Ῥηΐτεροι.

### 18 258

Εὐκολώτεροι ἐν τῷ πολέμῳ. εὐκαταγώνιστοι. Πολεμιζέμεν. Ἀντὶ τοῦ πολεμίζεσθαι, μάχεσθαι. Περίφρασις ὁ τρόπος. Θοῇς ἐπὶ νηυσὶν ἰαύων.

### 18 259

Ἐπαυλιζόμενος ταῖς ναυσί. καθεύδων. Μένος Ἄρηος.

### 18 264

Τὸν πόλεμον, καθ’ ὅσον ὁτὲ μὲν ἔφευγον, ὁτὲ δὲ ἐδίωκον. Μένος Ἄρηος δατέονται. Μερίζονται τὸν τοῦ πολέμου κίνδυνον. Αἲ γὰρ δή μοι ἀπ’ οὔατος.

### 18 272

Ὤφελεν γὰρ ἀπὸ τῆς ἐμῆς ἀκοῆς γενέσθαι. τοῦτ’ ἔστιν· εἴθε γὰρ μὴ ἀκούσαιμι. τινὲς δὲ ἀπούατον, τὸν κακόν. ἵν’ ᾖ τὸν Ἀχιλλέα. ἀντὶ τοῦ, εἴθε γὰρ κακὸς ἐγένετο, τοῦτ’ ἔστι δειλός. Νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν.

### 18 274

Τῆς βουλῆς ἐπικρατήσωμεν καὶ κατισχύσωμεν. ὅ ἐστι βουλευσώμεθα, τοῦτ’ ἔστι συναθροισθῶμεν. Ἐζευγμέναι.

### 18 276

Ἡρμοσμέναι. Ἄσῃ.

### 18 281

Πληρώσῃ, κορέσῃ. Ἠλασκάζων. Πλανώμενος, περιερχόμενος, ἢ ἐκκλίνων, ἢ ἐλαύνων. Κεκόρησθε.

### 18 287

Ἐκορέσθητε, ἐπληρώθητε. Ἐελμένοι. Συγκεκλεισμένοι, συνηγμένοι. Μυθέσκοντο.

### 18 289

Ἔλεγον. Μῃονίην.

### 18 291

Λυδίαν. οὕτω γὰρ πρότερον ἐκαλεῖτο. Περνάμεν’.

### 18 292

Πιπρασκόμενα. Ἥκει. Ἀφικνεῖται, ἢ ἀπέρχεται. Ὠδύσατο. Ἐχολώθη. ὠργίσθη. Νοήματα.

### 18 295

Βουλεύματα. Φαῖνε. Διαφανῆ ποίησον. Ἐν τελέεσσιν.

### 18 298

Ἐν τοῖς τάγμασιν. Τρώων δ’ ὃς κτεάτεσσιν.

### 18 300

Καὶ τὰ ἑξῆς. Τῶν δὲ Τρώων ὅς τις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασι, ὡς μέλλων ἀπολλύειν αὐτὰ ὑπὸ τῶν πολεμίων. τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται, συναγαγὼν αὐτὰ, δότω τοῖς πολίταις. βέλτιον γάρ ἐστιν ὑπὸ τούτων αὐτὰ δαπανηθῆναι. Καταδημοβορῆσαι.

### 18 301

Δότω αὐτὰ τῷ πλήθει καταναλῶσαι. Ἐπαυρέμεν.

### 18 302

Ἀπόνασθαι, ἀπολαῦσαι. Ξυνὸς ἐνυάλιος.

### 18 309

Κοινὴ ἡ τοῦ πολέμου τύχη. Καί τε κτανέοντα κατέκτα. Ἐλπίζοντα ἀνελεῖν τὸν πλησίον, συμβαίνει πολλάκις ὑπ’ ἐκείνου ἀναιρεθῆναι. Ἀδινοῦ.

### 18 316

Ὀξέος, οἰκτροῦ. Χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου.

### 18 317

Ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον. Σκύμνους.

### 18 319

Ὀξυτονουμένης μὲν τῆς πρώτης συλλαβῆς, τὸ τοῦ λέοντος ἔκγονον· βαρυνομένης δὲ, τὰ τῶν ἄλλων ζώων. Ἐλαφηβόλος. Κυνηγός. Ἄγκεα.

### 18 321

Τοὺς συνδένδρους τόπους τῶν ὀρῶν. Ἔκβαλον.

### 18 324

Μάτην προηκάμην. Ὀπόεντα.

### 18 326

Ὀποῦντα, πόλις τῆς Λοκρίδος. Πέπρωται.

### 18 329

Εἵμαρται. Ἐρεῦσαι. Ἐρυθρὰν τῷ αἵματι ποιῆσαι. Κτεριῶ.

### 18 334

Θάψω. Ἀποδειροτομήσω.

### 18 336

Τοὺς τραχήλους ἀποτεμῶ. Καμόμεσθα.

### 18 341

Μετὰ κακοπαθείας, καὶ πόνου ἐκτησάμεθα. Πιείρας.

### 18 342

Πλουσίας, εὐδαίμονας. Ἀμφὶ πυρὶ στῆσαι τρίποδα.

### 18 344

Ἐν τῷ πυρὶ θερμᾶναι τὸ ὕδωρ. Βρότον.

### 18 345

Τὸν τῆς μάχης μολυσμόν. Λοετροχόον.

### 18 346

Ἐξ οὗ τὰ λουτρὰ καὶ καθάρσια γίγνονται. Γάστρην.

### 18 348

Χώρημα, τὸ πλάτος τοῦ λέβητος. Ἄμφεπε. Περιέλαβε, περιεῖχεν. Ἀλείφατος.

### 18 351

Ἀπὸ ἀλείμματος ἐλαίου. Ἐννεώροιο. Ἐνναετοῦς. Ὧρος γὰρ ὁ χρόνος. Ἑανῷ.

### 18 352

Λεπτῷ πέπλῳ, παρὰ τὸ ἕννυσθαι. Λιτί. Λιτῷ, καὶ ἀποικίλῳ τῷ ὑφάσματι. Ἐς πόδας ἐκ κεφαλῆς.

### 18 353

Ἀντὶ τοῦ ἀπὸ κεφαλῆς ἕως ποδῶν. Ἔπρηξας καὶ ἔπειτα.

### 18 357

Ἀντὶ τοῦ ἐξετέλεσας δὴ καὶ ἤνυσας ὃ ἠβουλήθης, ὦ Ἥρα, ἀναστήσασα τὸν Ἀχιλλέα. Καὶ μὲν δή που τις μέλλει βροτὸς ἀνδρί.

### 18 362

Προσληπτέον τελέσαι, ἵν’ ᾖ, καὶ μὴν ἄνθρωπος ἀνθρώπῳ κακὸν κατασκευάσει. Ῥάψαι.

### 18 367

Μηχανήσασθαι, κατασκευάσαι. Κυλλοποδίων.

### 18 371

Χωλός. Ἑλισσόμενον.

### 18 372

Νῦν κακοπαθοῦντα, ἐνεργοῦντα. Ἐείκοσι πάντας.

### 18 373

Περισσὸν τὸ πάντας. εἴκοσι δέ. Ἐϋσταθέος.

### 18 374

Εὐποιήτου, ἑδραίου. Χρύσεα δέ σφ’ ὑπὸ κύκλα.

### 18 375

Ἑκάστῳ δὲ πυθμένι χρυσοῦς κύκλους ὑπέβαλλε. Θεῖον δύσονται ἀγῶνα.

### 18 376

Εἰς τὰ τῶν θεῶν κατελεύσονται τεμένη καὶ ἀθροίσματα. Τόσσον μὲν ἔχον τέλος.

### 18 378

Τὸ μὲν λοιπὸν παντελῶς ἔσχον. ὅ ἐστι τετελείωντο. Ἤρτυε.

### 18 379

Κατεσκεύαζε. Κόπτε. Κατεσκεύαζεν, ἐχάλκευε. Δεσμούς. Ἥλους, καθ’ ὃ συμβάλλουσι καὶ συνδεσμοῦσι τὰ ὦτα τοῦ τρίποδος. Προμολοῦσα.

### 18 382

Προελθοῦσα. Λιπαροκρήδεμνος. Ἤτοι λαμπρὰ ἔχουσα περιβόλαια τῇ κεφαλῇ· ἐξ οὗ εὐσταλὴς καὶ κοσμία. ἢ λιπαρὰ ἀπὸ τοῦ ἐλαίου. Τανύπεπλε.

### 18 385

Τεταμένον ἔχουσα τὸν πέπλον, κοσμία. Οὔτι θαμίζεις.

### 18 386

Πυκνῶς οὐ παρεγένου. Θρῆνυς.

### 18 390

Ὑποπόδιον. Πρόμολε.

### 18 392

Πρόελθε. Ὧδε. Οὕτως ὡς ἔχεις. Δεινή.

### 18 394

Νῦν ἡ θαυμαστή. Ἀψοῤῥόου.

### 18 399

Εἰς τοὐπίσω ῥέοντος, ὑποχωροῦντος, ἢ τοῦ ταχέως ῥέοντος καθ’ ὃ πέριξ ἔχει τὴν γῆν. Τῇσι πάρα.

### 18 400

Παρ’ αἷς. ἀναστροφὴ ὁ τρόπος. Πόρπας.

### 18 401

Αἷς αἱ χλανίδες καταβάλλονται, περόνας δηλαδή. Γναμπτὰς ἕλικας. Ἐπικαμπεῖς. λέγει δὲ τὰ ψέλλια καλούμενα. Κάλυκας. Σωληνίσκους. λέγει δὲ τὰς λεγομένας σύριγγας, αἳ περιλαμβάνουσι τοὺς πλοκάμους, ἢ εἰς ἃς κατακλείονται αἱ περόναι. Ὅρμους. Περιτραχήλια. Μορμύρων.

### 18 403

Φοβερῶς ζέων, καὶ οἱονεὶ ἀναζέων. Ἔσαν.

### 18 405

Παρεγένοντο. Ζωάγρια.

### 18 407

Τὰ τῆς ζωῆς χαριστήρια. Ἀκμοθέτοιο.

### 18 410

Τόπῳ ᾧ ἁρμόζεται ὁ ἄκμων τῷ κορμῷ. Πέλωρ. Μέγιστον. Αἴητον. Μέγα. πέλωρ αἴητον, πέλωρ μέγιστον. αἴητον δὲ τὸ μέγα. ἢ πελώριος ὁ μετέωρος. ἀπὸ μεταφορᾶς δὲ τὸ αἴητον ἀπὸ τῶν ἀετῶν. κατὰ γὰρ τὴν πτῆσιν οἱ ἀετοὶ πολύ τι ἑαυτοὺς βαστάζουσι. κακῶς οὖν ὑφ’ ἓν μέρος ἀναγνόντες πελωραίητον ἀποδιδοῦσι. τὸ μέγα, ἀπὸ τοῦ μεγέθους. Ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

### 18 411

Αἱ δὲ ἀσθενεῖς καὶ λεπταὶ αὐτοῦ κνῆμαι ὑπερεκινοῦντο μετὰ κακοπαθείας. Ὅπλα.

### 18 412

Νῦν τὰ χαλκευτικὰ ἐργαλεῖα. Λάρνακα.

### 18 413

Κιβωτόν. Τοῖς ἐπονεῖτο. Οἷς εἰργάζετο, καὶ ἐνήργει. Λαχνήεντα.

### 18 415

Τετριχωμένα. Σκῆπτρον.

### 18 416

Τὴν βακτηρίαν. Ὑπὸ δ’ ἀμφίπολοι ῥώοντο.

### 18 417

Συνεξώρμων δὲ αὐτῷ. Νεήνισι.

### 18 418

Νεανίαις. Ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασι.

### 18 420

Παρὰ δὲ τῶν θεῶν τὰ ἔργα εἰσὶ δεδιδαγμένα. Ὕπαιθα.

### 18 421

Εἰς τοὔμπροσθεν. Ἐποίπνυον. Ἐνήργουν. Ἔῤῥων. Κυρίως μὲν μετὰ κακοπαθείας καὶ φθορᾶς παραγενόμενος, νῦν δὲ μόλις, διὰ τὴν χωλότητα. Ἀνέσχετο.

### 18 430

Ὑπέμεινεν, ἀνεδέξατο. Ἀρημένος.

### 18 435

Παρειμένος, βεβλαμμένος. Ἄλλα δέ μοι νῦν. Ἀπὸ κοινοῦ προσληπτέον τὸ ἔδωκε κακά. Γουνῷ ἀλωῆς.

### 18 438

Τῷ γονίμῳ τόπῳ τῆς γῆς. Ἔξελον.

### 18 444

Ἐξαίρετον ἔδωκαν. Ἀχέων.

### 18 446

Λυπούμενος. Ἔφθιεν. Ἀντὶ τοῦ, τέτηκεν. Ἐείλεον.

### 18 447

Συνείλουν, συνέκλειον. Ὁ γὰρ ἦν οἱ.

### 18 460

Οὕτως γὰρ ἦν αὐτῷ. Τρωσὶ δαμείς.

### 18 461

Ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς. Χοάνοισι.

### 18 470

Χώνοις πηλίνοις, ἐν οἷς χωνεύεται τὰ μέταλλα. Εὔπρηστον.

### 18 471

Εὐφύσητον. Ἀϋτμήν. Πνοήν. Ἐξανιεῖσαι. Ἀφιεῖσαι. Παρέμμεναι.

### 18 472

Παρεῖναι. Ἄνοιτο.

### 18 473

Ἀνύοιτο, τελειοῖτο. Ἀτειρέα.

### 18 474

Ἀκαταπόνητον. Ῥαιστῆρα.

### 18 477

Σφύραν σιδηρᾶν. παρὰ τὸ ῥαίζειν. Γέντο. Ἔλαβε. Πυράγρην. Τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον. παρὰ τὸ τὰ ἐν τῷ πυρὶ ἀγρεύειν. Πάντοσε δαιδάλλων.

### 18 479

Εἰς πᾶν μέρος δαίδαλα ἐνθεὶς, ὅ ἐστι ποικίλλων αὐτό. Ἄντυγα. Τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον. Τρίπλακα.

### 18 480

Τριπλῆν, τρίπτυχον. πτύχες γὰρ, τὰ ἐλάσματα τῆς ἀσπίδος. Ἰδυίῃσιν.

### 18 482

Ἐμπείροις. Ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν.

### 18 483

Ἐγκατεσκεύασε δὲ τῇ ἀσπίδι, οὐρανὸν καὶ γῆν. Ἀκάμαντα.

### 18 484

Τὸν ἀκαταπόνητον, καὶ ἄοκνον. Σελήνην τε πλήθουσαν. Τὴν οἷον πεπληρωμένην, καὶ ἐγκύμονα τοῦ ἡλιακοῦ φωτός. λέγει δὲ τὴν πανσέληνον. εἴρηται δὲ σελήνη οἱονεὶ σέλας νέον. Τείρεα.

### 18 485

Τὰ ἄστρα. παρὰ τὸ τερατώδη, καὶ σημειώδη ταῦτα εἶναι. Τά τ’ οὐρανὸς ἐστεφάνωται. Οἷς κεκόσμηται ὁ οὐρανός. Πληϊάδας.

### 18 486

Ἑπτὰ ἀστέρες εἰσὶ κείμεναι ἐπὶ τὴν πλευρὰν τοῦ Ταύρου· ὁ γὰρ Ταῦρος σῶος οὐκ ἀνηστέρισται, ἀλλ’ ἕως τῶν ἰσχίων. Αὗται δέ εἰσιν Ἄτλαντος, καὶ Πληϊόνης θυγατέρες. ὧν τὰ ὀνόματα, Μαῖα, Ταϋγέτη, Κελαινὼ, Μερόπη, Ἠλέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας εἷς τῶν γιγάντων, μιγεὶς Πληϊόνῃ τῇ Ὠκεανοῦ ἔσχε θυγατέρας ἑπτὰ, αἳ τὴν παρθενείαν ἀγαπήσασαι, συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων, ἠράσθη καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γιγνόμεναι, θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν. Ζεὺς δὲ ἐλεήσας αὐτὰς Πελειάδας ἐποίησε, καὶ δι’ αὐτῶν ἄστρον κατηστέρισεν. ὠνομάσθησαν δὲ Πληϊάδες ἀπὸ Πληϊόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι, τῷ τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον ἔνθα κατηστέριστο, διόπερ οὔσας πρότερον ἑπτὰ, γενέσθαι ἕξ. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. Ὑάδας. Τοὺς ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρας κειμένους. καλοῦνται δὲ Ὑάδες, ἤτοι διὰ τὴν πρὸς τὸ υ στοιχεῖον ὁμοιότητα, ἢ ἐπειδὴ, αἴτιοι ὄμβρων, καὶ ὑετῶν καθίστανται. Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον, ταῖς Δωδωνῖσι νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον, περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον. ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδῃ. Πληϊάδας θ’ Ὑάδας τε. Τὰς μὲν κατηστερισμένας ἐν τῷ μετώπῳ τοῦ Ταύρου Ὑάδας φασὶν εἰρῆσθαι. τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς, Πλειάδας καλεῖσθαι. Ἄτλαντι γὰρ τοῦ Ἰαπετοῦ, καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ, καθά φησι Τίμαιος, θυγατέρες δώδεκα, καὶ υἱὸς Ὕας. τοῦτον ἐν Λιβύῃ κυνηγοῦντα, ὄφις κτείνει. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται. τὰς δὲ λοιπὰς δι’ οἶκτον καταστερίσας Ζεὺς, Ὑάδας ἐπωνόμασεν, ἐπωνύμως τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ἑπτὰ, βραδέως μὲν, πλὴν ἀποθανοῦσαι, Πληϊάδες εἴρηνται.

### 18 486 (50)

Φερεκύδης δὲ, καθάπερ εἴρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι, καὶ Διονύσου τροφούς. ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν τῆς Ἥρας φόβον. καθ’ ὃν καιρὸν καὶ αὐτὰς Λυκοῦργος ἐδίωξε. τῶν δὲ Πληϊάδων οὐσῶν ἑπτὰ, πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ. ὡς μὲν Ἄρατος ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φησὶ, Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν μίαν οὖσαν τῶν Πληϊάδων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν συνοδίαν, καὶ τὰς κόμας λύσασαν, ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντιδῶν, τὰς μὲν ἓξ θεοῖς συνελθεῖν, Ταϋγέτην Διῒ, ὧν γενέσθαι Λακεδαίμονα. Μαῖαν Διῒ, ἀφ’ ὧν Ἑρμῆς. Ἠλέκτραν Διῒ, ὧν Δάρδανος. Ἀλκυόνην Ποσειδῶνι, ὧν Ὑριεύς. Στερόπην Ἄρει, ὧν Οἰνόμαος. Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν, ὧν γενέσθαι Λύκον. Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος, ἣν καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἰρῆσθαι, ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν ἀστέρων θέσεως. τῷ γὰρ υ στοιχείῳ παραπλήσιόν ἐστιν, ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πληϊάδες, ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης. ἢ ὅτι πλείους ὁμοῦ κατὰ μίαν συναγωγήν εἰσι. βότρυν γοῦν αὐτὰς λέγουσιν. ἢ ὅτι πλείους μὲν εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν. ἢ Πλησιάδας· πλησίον γὰρ κεῖνται. ἢ ὅτι πλείους δι’ αὐτὰς αἱ τῶν ὡρῶν ἐπισημασίαι, ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνιαυτοῦ σημαντικαί. χειμῶνα γὰρ καὶ θέρος διορίζουσιν καθότι ἐπιφέρονται, καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑώας ἐπιτολὰς πρὸς θέρος, καὶ τὰς ἑσπερίους πρὸς ἄροτρον· ὡς Ἡσίοδος· Πληϊάδων Ἀτλαγενάων ἐπιτελλομενάων, Ἄρχεσθ’ ἀμητοῖο, ἀρότοιο δὲ δυσομενάων. τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς κατηστερίσθαι φησὶν Αἰσχύλος. Πληϊάδων δὲ ἀνατολὴ ἑώα ἡλίου ὄντος ἐν Διδύμοις. δύσις δὲ ἑώα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν Σκορπίῳ. Ταύρου δὲ ὄντος κατὰ τὸ εἰκὸς ἑκατέρωθεν, ἐπίφασις γίγνεται. καὶ γὰρ τὸν προανατέλλοντα Κριὸν ἐπὶ πέντε ἡμέρας προκαταλάμπει καταρχὰς ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλοντας Διδύμους ἐπ’ ἄλλας ἡμέρας πέντε, ὥσπέρ τι καιόμενον πῦρ θέρμης ἀπόῤῥοιαν ἔχει βραχείαν καὶ πρὸς τοὺς ἑκατέρωθεν.

### 18 486 (100)

διὰ τοῦτο καὶ Ἡσίοδος ἔφη· Αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται. διότι καταυγάζονται. Τό τε σθένος Ὠρίωνος. Περιφραστικῶς τὸν Ὠρίωνα. ὁ δὲ Ὠρίων ἐστὶν ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτείας. φιλοξενώτατος δὲ ὢν ὑπεδέξατο ποτὲ καὶ θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν, καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν, ᾐτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν, ἀπεσπέρμηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν, καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι, ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς, ἔπειτα κατ’ εὐφημισμὸν, Ὠρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν, πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. διὸ τοῦ Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. Ἡ ἱστορία παρ’ Εὐφορίωνι. Ἄρκτον θ’ ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.

### 18 487

Ἄρκτοι δύο δείκνυνται ἐν τῷ βορείῳ κλίματι. αὕτη τε ἡ μεγάλη ἡ καλουμένη καὶ Ἅμαξα, διὰ τὸ εἰς ἁμάξης τύπον κατηστερίσθαι. καὶ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ Κυνόσουρα καλουμένη διὰ τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμένην τὴν οὐράν. ἧς Ὅμηρος οὐ μέμνηται, ὡς ὕστερον εὑρεθείσης ὑπὸ Θαλοῦ τοῦ Μιλησίου ἑνὸς τῶν ἑπτὰ σοφῶν. Ζεὺς Καλλιστοῦς τῆς Λυκάονος ἐρασθεὶς, ἐμίσγετο αὐτῇ λανθάνων Ἥραν. ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλλεν αὐτὴν εἰς ἄρκτον, καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι. Ζεὺς δὲ εἰς οὐρανὸν αὐτὴν ἀναγαγὼν, πρώτην κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἥ τ’ αὐτοῦ στρέφεται.

### 18 488

Ἥ τις περὶ τὸν Ἀρκτικὸν καὶ ἀειφανῆ καλούμενον κύκλον, ἤτοι πόλον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα, νεύουσα εἰς αὐτὸν ὡς κυνηγέτην. βλέπει γὰρ ἡ μεγάλη ἄρκτος πρὸς τὸ τοῦ Ὠρίωνος ἄστρον. Ἥ τ’ αὐτοῦ στρέφεται. Ἀντὶ τοῦ περὶ τὸν αὐτὸν τόπον, ὡς μὴ καταδυομένη. Οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.

### 18 489

Ἀντὶ τοῦ μόνη οὐ δύνει εἰς τὸν ὠκεανόν. αἱ γὰρ ἄρκτοι οὐ δύνουσιν, οὖσαι ἐν τῷ ἀεὶ φανερῷ. αἵ εἰσιν ἀμφότεραι τοῦ ἀπ’ αὐτῶν καλουμένου πόλου Ἀρκτικοῦ. μόνη οὖν δηλονότι τῶν κατηστερισμένων ἄμοιρός ἐστι τῶν ὠκεανοῦ ῥείθρων, καὶ οὐ καταδύεται. ἐπεί τοι καὶ ἄλλα τινὰ ἐστὶ ἀειφανῆ, ὅσα ὁ Ἀρκτικὸς ἀποτέμνεται κύκλος. ἔστι δὲ ἥτε Κυνόσουρα καλουμένη Ἄρκτος. καὶ ὁ δι’ ἀμφοτέρων τῶν Ἄρκτων Δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ ἀπὸ ἰξύος μέχρι ποδῶν. Ἄμορος. Ἀμέτοχος, ἄμοιρος. Λοετρῶν ὠκεανοῖο. Ἀντὶ τοῦ δύσεως. Εἰλαπίναι τε.

### 18 491

Θυσίαι, ἑορταί. Τίνες εἰσὶν αἱ δύο πόλεις, ἅς φησιν ἐν τῇ Ἀσπιδοποιΐᾳ, Ἐν δὲ δύο ποίησε πόλεις; Ἀγαλλίας ὁ Κερκυραῖος, ὁ Ἀριστοφάνους γνώριμος εἶπε τὰς δύο πόλεις εἶναι Ἀθήνας καὶ Ἐλευσῖνα κατασκευάζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις Ἀθῆναι. μετὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν γὰρ Ἀθήναις ταῦτα πρῶτον ἤχθη. αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν Ἀθηνᾶ. δίκας τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο δικαστήριον ἐπὶ Ἀλιῤῥοθίῳ τοῦ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνῃσι μισθὸν λαμβάνουσι, καὶ διατοῦτο λέγει κεῖσθαι ἐν τῷ μέσῳ χρυσοῦ δύο τάλαντα. Τὴν δευτέραν πόλιν οὖσαν Ἐλευσῖνα. πόλεμον δὲ Ἀθηναῖοι ἔσχον πρὸς Ἐλευσινίους, ὃν ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοὶ δὲ αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ· ὁ μὲν χάριτας ἀποδιδοὺς, ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ· ἡ δὲ ὅτι τῆς πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος, εὐρεῖα τρίπολος, ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ ἔδωκεν. ἡ δὲ σταφυλὴ ἡ κατὰ μέγα βρίθουσαν ἀλωὴν, ἐπὶ Ἰκαρίου καὶ Διονύσου πορείᾳ. ὁ δὲ ποικιλλόμενος χορὸς, Ἀριάδνης καὶ Θησέως ἔχει πράξεις. ἴδιος δὲ καὶ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος. Ἐριχθονίῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι Ἀθηνῶν τὴν τοιαύτην κατασκευὴν παρήγαγε. τῷ δὲ ἱερῷ κύκλῳ τὸν Ἄρειον πάγον ἑρμηνεύει, οἵ τε δικασταὶ Ἀθηναῖοι. διὰ ποίαν δὲ αἰτίαν μόνος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα, κατὰ τὸ, Ὠκεανὸς ᾧ πᾶσα περίῤῥυτος ἐκδέδεται χθών. Νύμφας.

### 18 492

Νῦν τὰς γαμουμένας. Δαΐδων ὑπολαμπομενάων. Ἀντὶ τοῦ μετὰ λαμπάδων. Ἠγίνεον.

### 18 493

Ἦγον. Πολὺς δ’ Ὑμέναιος ὀρώρει. Ἐξῆπτο, διεγήγερτο πλείστη γαμήλιος ᾠδή. τὸν δὲ Ὑμέναιον ἐτυμολογοῦσιν, οἱ μὲν ἀπὸ τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον, καὶ τὴν νύμφην· ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. ὁ δὲ ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλέων τὰς Ἀθήνας, κατέλαβεν Ἀττικὰς παρθένους, ἁρπαζομένας ὑπὸ Πελασγῶν τινων, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ μὴ βιασθῆναι, ἀποδιώξας τοὺς Πελασγούς. διὰ γοῦν τοῦτο νομίμως γαμούμεναι, ὥσπερ προσκαλούμεναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν ὃν ἐκάλουν Ὑμέναιον. Ἐδίνεον.

### 18 494

Ἀνεστρέφοντο, ἐκινοῦντο. Ἔνθα δὲ νεῖκος ὠρώρει.

### 18 497

Ἐφιλονείκουν, ἠμφισβήτουν. δικαστήριον εἰσάγει δύο τινῶν ἀνδρῶν. ὧν ὁ μὲν ἐγκαλούμενος, ἀποδεδωκέναι λύτρα ὑπὲρ τοῦ πεφονευμένου φησί· ὁ δὲ ἐγκαλῶν, ἔλεγε μὴ εἰληφέναι. δύο δὲ τάλαντα χρυσοῦ κατέθεντο, ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθὲς λαβεῖν ἀμφότερα. ποινῆς οὖν λέγει τῆς καλουμένης παρὰ τοῖς Ἀττικοῖς, ὑποφόνια, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν ἀνῃρημένων οἱ ἀνελόντες. λέγεται δὲ κοινῶς πᾶσα ἀντέκτισις, ποινή. Εὔχετο.

### 18 499

Νῦν διωρίζετο. Δήμῳ πιφαύσκων.

### 18 500

Τῷ κοινῷ παντὶ δεικνὺς καὶ ἐμφανίζων. Ἀναίνετο. Ἀπηρνεῖτο. Ἱέσθην.

### 18 501

Προεθυμοῦντο, ἐβούλοντο, ἔσπευδον. Ἐπὶ ἵστορι. Μάρτυρι, ἢ κριτῇ. ἀμφότεροι δὲ ἐβούλοντο ἐπὶ μάρτυρι δικάσασθαι, τοῦτ’ ἔστι παρέχοντες μάρτυρας, ὁ μὲν τοῦ δεδωκέναι, ὁ δὲ τοῦ μὴ εἰληφέναι τὰ ὑποφόνια. Πεῖραρ. Πέρας. Ἐπήπυον.

### 18 502

Ἐνήργουν. τὸ δὲ πλῆθος εἰς τοὺς δικάζοντας διῃρημένως ἐβόα. Ἀμφὶς ἀρωγοί. Χωρὶς ἑκατέρῳ οἱ ἴδιοι βοηθοί. Γέροντες.

### 18 503

Οἱ δικασταὶ δηλονότι. Ἱερῷ ἐνὶ κύκλῳ.

### 18 504

Τῷ μεγίστῳ δικαστηρίῳ, ἐπεὶ τὸ δίκαιον ἀποδιδοῦσιν ἑκάστῳ ἐν ἀφιερωμένῳ. Ἠεροφώνων.

### 18 505

Μεγαλοφώνων, ἢ τῶν τὸν ἀέρα πληττόντων τῇ φωνῇ. φωνὴ γάρ ἐστι, ὡς Ἀπολλώνιός φησιν, ἀὴρ πεπληγμένος. Τοῖσιν ἔπειτ’ ἤϊσσον.

### 18 506

Ἀντὶ τοῦ σὺν οἷς σκήπτροις ἐπὶ τὸ δημηγορεῖν ὥρμων. ἔνιοι δὲ ἤϊσσον, κατεσίγαζον. ἢ ὅτι ἀεὶ συνδιετίθεντο τοῖς λόγοις. Ἀμοιβηδὶς δ’ ἐδίκαζον. Ἐν μέρει δὲ ἀκούοντες ἐδίκαζον. ὅ ἐστι κατὰ ἐναλλαγὴν ἀποφαίνων τὴν ἑαυτοῦ γνώμην ἕκαστος. Ἰθύντατα.

### 18 508

Δικαιότατα, ὀρθότατα. Τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν.

### 18 509

Ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον. πολιορκία γὰρ ἦν, καὶ οὐ πεδιὰς ἡ μάχη. Δίχα δέ σφισιν ἥνδανε βουλή.

### 18 510

Σημειοῦται, ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινὶ, καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι, ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων. Ἐπήρατον.

### 18 512

Ἐπέραστον, καλόν. Ἐέργει. Φυλάττει, ἐπέχει. Λόχῳ δ’ ὑποθωρήσσοντο.

### 18 513

Εἰς ἐνέδραν παρεσκευάζοντο. Τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα Ῥύατ’ ἐφεσταότες μετὰ δ’ ἀνέρες.

### 18 514

Εἰς τὸ ῥύατο στικτέον. τὸ δὲ ἐφεσταότες, τῷ ἀνέρες συντακτέον. Ἕσθην.

### 18 517

Περιβεβλημένοι ἦσαν, ὁτὲ δὲ ἐκάθευδον. Ἀμφὶς ἀριζήλω.

### 18 519

Χωρὶς ἑκάτεροι διάδηλοι. Λαοὶ δ’ ὑπολίζονες ἦσαν. Οἱ δὲ ὄχλοι ἐλάττονες καὶ μικρότεροι ἦσαν. Εἶκε λοχῆσαι.

### 18 520

Ἐνεχώρει, ὥστε ἐνεδρεῦσαι. Ἀρδμός.

### 18 521

Ποτισμός. ἀρθμὸς δὲ ἡ φιλία. Βοτοῖσι. Βοσκήμασιν. Εἰλυμένοι.

### 18 522

Περιβεβλημένοι, κεκαλυμμένοι. Οὔτι προνόησαν.

### 18 526

Οὐ προεσκόπησαν. Τάμνοντ’ ἀμφί.

### 18 528

Περιέταμνον, περιῄρουν, ἀπεχώριζον. Πώεα. Τὰ ποίμνια. Μηλοβοτῆρας.

### 18 529

Βοσκήτορας, νομέας. Ἱράων προπάροιθε.

### 18 531

Πρὸ τῶν ἀγορῶν, ὅ ἐστιν ἐκκλησιῶν. ἀπὸ τοῦ εἴρειν ἐν αὐταῖς καὶ λέγειν. ὅθεν ὁ ἴρος. Ἀερσιπόδων.

### 18 532

Αἰρόντων εἰς ὕψος τοὺς πόδας ἐν τῇ πορείᾳ. Μετεκίαθον. Μετήρχοντο. Ὁμίλεον.

### 18 535

Ἀνεστρέφοντο. Νεούτατον.

### 18 536

Νεωστὶ τετρωμένον. Ἄουτον. Ἄτρωτον. Δαφοίνεον.

### 18 538

Ἤτοι φοινικοῦ χρώματος πεποιημένον. ἢ αἵματι διάβροχον, πεφοινιγμένον. Ὡμίλευν.

### 18 539

Ἀντὶ τοῦ παρετάσσοντο, συνανεστρέφοντο. Ἔρυον.

### 18 540

Εἷλκον. Νειόν.

### 18 541

Τὴν λεγομένην νεατόν. ὅ ἐστι νεωστὶ ἠροτριασμένην, ἁπαλὴν, καὶ διακεχυμένην. ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη γῆ. Πίειραν. Λιπαρόγειον χωρίον. Τρίπολον.

### 18 542

Τρὶς ἐστραμμένην, καὶ ἠροτριασμένην. Δινεύοντες.

### 18 543

Στρέφοντες τὴν ἄνω κάτω. Ἐλάστρεον. Ἤλαυνον. Τέλσον.

### 18 544

Τέλος, πέρας. Ἐπιών.

### 18 546

Ἐπερχόμενος. Ὄγμους. Τὰς ἐπ’ εὐθείας τοῦ ἔργου διεξόδους φησὶ, τὰς αὔλακας. Μελαίνετο.

### 18 548

Βαθεῖα ἐγίγνετο. Ἀρηρομένη. Ἠροτριασμένη. Τέμενος.

### 18 550

Χωρίον, εἰς τιμὴν ἀποτετμημένον τινί. Ἔριθοι. Κυρίως μὲν ἐριουργοί. καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι. Ἤμων.

### 18 551

Ἐθέριζον. Δράγματα.

### 18 552

Τὰ τῶν χειρῶν πληρώματα. Ἐπήτριμα. Ἐπάλληλα, πυκνά. Ἔραζε. Ἐπὶ τῆς γῆς. Ἀμαλλοδετῆρες.

### 18 553

Οἱ τὰ δράγματα συνδεσμοῦντες, ὅ ἐστι τοὺς αὐλοὺς τῶν ἀσταχύων. Ἐλλεδανοῖσι. Τοῖς δεσμοῖς. Δέοντο. Ἐδεσμοῦντο. Δραγμεύοντες.

### 18 565

Δράγματα ἐπὶ δεσμὸν συνάγοντες. Ἀγκαλίδεσσιν. Ἀγκάλαις. Ἀσπερχές.

### 18 556

Ἀδιαλείπτως. Βασιλεύς. Νῦν ὁ τοῦ χωρίου δεσπότης. Γηθόσυνος κῆρ.

### 18 557

Χαίρων τῇ ψυχῇ. Πένοντο.

### 18 558

Ἐνήργουν. Ἄμφεπον.

### 18 559

Περὶ αὐτὸν εἵποντο, ἠσχολοῦντο. Πάλυνον.

### 18 560

Ἐνέμισγον, ἔμασσον. Βρίθουσαν.

### 18 561

Βαρουμένην τῷ καρπῷ. Ἑστήκει δὲ κάμαξι.

### 18 563

Πᾶσα δὲ ἐκεχαράκωτο ἡ ἄμπελος. κάμαξιν οὖν στύλοις, οἵ εἰσι ξύλα ὀρθὰ παραπεπηγότα ταῖς ἀμπέλοις. Κάπετον.

### 18 564

Κοῖλον ὄρυγμα, τάφρον. Ἕρκος. Τειχίον. Ἔλασσεν. Ἐποίησεν εἰς μῆκος. Ἀταρπιτός.

### 18 565

Ἀταρπὸς, ὁδός. Νείσσοντο.

### 18 566

Ἐπορεύοντο. Φορῆες. Οἱ τὸν καρπὸν τῶν σταφυλῶν παραφέροντες. Παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες.

### 18 567

Τρυφερὰ, νήπια, πρᾷα, κατ’ ἐπικράτησιν δὲ τοῦ ἄῤῥενος εἴρηκε φρονέοντες, καὶ οὐ φρονέουσαι. Ἠΐθεοι. Ἄγαμοι, ἀκμάζοντες, νέοι. Ἀταλά. Τρυφερά. Ἱμερόεν.

### 18 570

Ἐπέραστον, καλόν. Λίνον δ’ ὑπὸ καλὸν ἄειδεν. Ἤτοι λῖνον. ὁ δὲ ἐξῆπτο ἀντὶ νευρᾶς τῆς κιθάρας, ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρίζοντες, οὐκ ἐξ ἐντέρων κατεσκεύαζον τὰς κιθάρας, οὐχ ὅσιον, οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες, διὰ τὸ ἐκ νεύρων πεποιῆσθαι, ἀλλὰ ἐκ λίνου πεποιημένου. ἢ Λῖνον δ’ ὑπὸ καλὸν ἄειδεν, ἀντὶ τοῦ, τὴν ἐπὶ Λίνῳ τῷ Ἀπόλλωνος παιδὶ ᾠδὴν ὄντι νηπίῳ, καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι, πρώτην ᾀσθεῖσαν. Λεπταλέῃ.

### 18 571

Λεπτῇ, ἡδείᾳ. Ῥήσσοντες. Ἀντὶ τοῦ κροτοῦντες σὺν ἁρμονίᾳ καὶ τύπῳ τοῖς ποσὶ τὸ ἔδαφος. Ὁμαρτῆ. Ὁμοῦ καὶ κατὰ τὸ αὐτό. Ἰϋγμῷ.

### 18 572

Προσληπτέον τὸ σὺν ᾠδῇ καὶ διώξει. Σκαίροντες. Κινούμενοι, σκιρτῶντες, ἢ πυκνῶς κινούμενοι. Μυκηθμῷ.

### 18 575

Μυκήσει. Κόπρου. Τῆς ἐπαύλεως, τοῦ βουστάθμου. Ῥοδανόν.

### 18 576

Εὐδιάσειστον, εὐκίνητον. διὰ τοὺς ἐν αὐτῷ πεφυκότας καλάμους. Δονακῆα. Δόνακας ἔχοντα, ἤγουν καλάμους. Πόδας ἀργοί.

### 18 578

Ταχύποδες. Ἐρύγμηλον.

### 18 580

Μέγα μυκώμενον, ἢ ἐρευγόμενον τὴν τροφήν. Λαφύσσετον.

### 18 583

Ἀθρόως ἤσθιον. Ἐνδίεσαν.

### 18 584

Ἐνεκελεύοντο, παρορμῶντες ἐπέβαλλον. Ἀπετρωπῶντο.

### 18 585

Ἀπετρέποντο. Ἔκ τ’ ἀλέοντο.

### 18 586

Καὶ ἐξέκλιναν. Ἀργεννάων.

### 18 588

Λαμπρῶν. Κλισίας.

### 18 589

Νῦν, τὰς τῶν ποιμνίων καὶ ποιμένων καταγωγάς. Κατηρεφέας. Ἐσκεπασμένας, καταστέγους. Σηκούς. Περιβόλους ἐν οἷς βοσκήματα ἵστανται. Ἐν δὲ χορὸν ποίκιλλε.

### 18 590

Καὶ τὰ ἑξῆς. Ἐγκατεσκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος καὶ χορὸν ὁμοίαν τάξιν ἔχοντα χορευόντων τῷ ὑπὸ Δαιδάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνωσσῷ πόλει τῆς Κρήτης. Ἱστόρηται ὅτι Θησέα παραγενόμενον ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νεωστὶ, καταλαβόντα δὲ τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ἑπτὰ ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον, ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παρ’ αὐτοῖς τὰ παναθήναια. ἑκόντα οὖν αὑτόν φασι συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην, ἡδέως ὀφθῆναί φασιν ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρός. καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτον ἀγαθίδος ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθίδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον· καὶ περιγενόμενος τοῦ θηρίου, πάλιν ἔχοι ῥαδίαν καὶ εὐεύρετον τὴν ἔξοδον τοῦ λαβυρίνθου, ποικίλως ἐπιπεπλεγμένους ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρθένων χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησε. Ποίκιλλε. Ποικίλῃ τορνεύσει ἐποίει. Ἀλφεσίβοιαι.

### 18 593

Ἔντιμοι. καὶ διὰ τὴν εὐμορφίαν βόας εὑρίσκουσαι ἕδνα. θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοτο πρὸ τῶν γάμων δῶρα. ὠνόμασται δὲ ἀπὸ μέρους. ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες. ἀλφαίνειν γοῦν τὸ εὑρίσκειν, καὶ ἀλφὴ ἡ τιμὴ, καὶ ἄλφα τὸ στοιχεῖον ὅ τι εὑρέθη πρὸ τῶν ἄλλων. Ἐπὶ καρπῷ χεῖρας ἔχοντες.

### 18 594

Ὀρθῶς καὶ τοῦτο κατ’ ἐπικράτησιν τοῦ ἀρσενικοῦ πέφρακεν. Ὀθόνας.

### 18 595

Διαφανεῖς ἐσθῆτας, λαμπράς. Εἵαται.

### 18 596

Ἠμφιεσμέναι ἦσαν. Εὐνήτους. Εὖ νενησμένους, καὶ εἰργασμένους, λεπτούς. Ἦκα στίλβοντας ἐλαίῳ. Ἠρέμα πῶς στίλβοντας ὡς ἔλαιον. Στεφάνας.

### 18 597

Κόσμους γυναικείους χρυσοῦς περὶ κεφαλὴν κειμένους. Τελαμώνων.

### 18 598

Ἀναφορέων. Θρέξασκον.

### 18 599

Ἐν κύκλῳ ἔτρεχον. Ἐπισταμένοισιν. Ἐπιστήμοσιν, ἐμπείροις. Ἄρμενον.

### 18 600

Εὖ ἡρμοσμένον πάντοθεν. Ἑζόμενος κεραμεύς.

### 18 601

Διὰ τῆς τοῦ χοροῦ παραβολῆς ἔγκυκλον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. Πειρήσεται. Ἀποπειρώμενος ἀνακινήσει. Ἐπὶ στίχας.

### 18 602

Ἐπ’ ὀρθὴν τάξιν. Κυβιστητῆρε.

### 18 604

Ὀρχησταί. Ἄντυγα πὰρ πυμάτην.

### 18 607

Παρὰ τὸ ἔσχατον μέρος τῆς ἀσπίδος. πέριξ. Πύκα ποιητοῖο. Ἐπιμελῶς, καὶ συνετῶς κατεσκευασμένου. Ἑανοῦ.

### 18 612

Λαμπροῦ, εὐχύτου, ἁπαλοῦ. Ἴρηξ.

### 18 615

Ἱέραξ. Περικείμενον.

### 19 4

Περιπεπλεγμένον. Λιγέως.

### 19 5

Περιπαθῶς, ὀδυνηρῶς, ὀξέως. Μύροντο.

### 19 6

Ἐθρήνουν. Ἰότητι.

### 19 9

Βουλήσει. Τύνη.

### 19 10

Σύ. Δωρικῶς. Ἀνέβραχε.

### 19 13

Ποιὸν ἦχον ἀπετέλεσεν. Ἔτρεσαν.

### 19 15

Ἐφοβήθησαν. Ἐτάρπετο.

### 19 19

Ἐτέρφθη. Οἷ’ ἐπιεικές.

### 19 21

Ὁποῖα εἰκὸς θεοῦ ἔργα εἶναι. τουτέστιν οἷα ἔπρεπε θεὸν παρέχειν. ἐπιεικὲς γὰρ τὸ πρέπον. Καδδῦσαι.

### 19 25

Κατελθοῦσαι. Χαλκοτύπους. Ὑπὸ σιδήρου τρωθέντας. Εὐλὰς ἐγγείνωνται.

### 19 26

Σκώληκας ἐγγεννήσωσιν. ἴσως δὲ εἴρηνται εὐλαὶ οἱ σκώληκες, παρὰ τὴν εἴλησιν. Ἀεικίσσωσιν. Ἀφανίσωσιν, αἰκίσωσιν. Ἐκ δ’ αἰὼν πέφαται.

### 19 27

Ἤτοι ἀνῄρηται ὁ βίος. ὅ ἐστι ζωῆς ἐστέρηται. ἢ ὡς οἱ γλωσσογράφοι, αἰὼν ἔφθαρται. ὅ ἐστιν ὁ νωτιαῖος μυελός. Πέφαται. Τέτρωται, ἀνῄρηται, ἠφάνισται. Μελόντων.

### 19 29

Ἀντὶ τοῦ μελέτωσαν. Πειρήσω.

### 19 30

Πειράσομαι. Ἀλαλκεῖν. Ἀλεξῆσαι, βοηθῆσαι. Φῦλα. Ἔθνη, γένη. Ἀρηϊφάτους.

### 19 31

Ἐν πολέμοις πεφονευμένους, ἢ σιδήρῳ. καὶ γὰρ ὁ σίδηρος ἄρης. Κέεται.

### 19 32

Ἀντὶ τοῦ κεῖται. Τελεσφόρον. Τὸν πάντα τελειοῦντα. ὅ ἐστι τελείους καρποὺς φέροντα. Ἐνῆκεν.

### 19 37

Ἐνέβαλεν. Ἀμβροσίην.

### 19 38

Θειότητα. Χρὼς ἔμπεδος.

### 19 39

Τὸ σῶμα ἄφθορον. Αὐτὰρ ὃ βῆ.

### 19 40

Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι ὁ Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. Ῥητέον οὖν ὅτι ἔθος ἐστὶν ἀρχαῖον αὐτοῦ τοῦτο. οὕτως γοῦν καὶ ἐν τῇ α ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ. ἄλλως τε καὶ διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν, οὐδὲ τοὺς κήρυκας ἀναμείναντες. Οἴϊα.

### 19 43

Οἴακας, πηδάλια. Ταμίαι.

### 19 44

Οἱ φύλακες τῶν πρὸς τροφήν. Τὼ δὲ δύω σκάζοντε.

### 19 47

Συλληπτικῶς πέφρακε. μόνος γὰρ ὁ Διομήδης ὤφειλε σκάζειν κατὰ τοῦ ταρσοῦ τετρωμένος. ὁ μέντοι Ὀδυσσεὺς τὴν πλευρὰν, εἰ μὴ κατὰ συμπάθειαν τῶν μερῶν δόξαιμεν αὐτὸν τοῦτο πεπονθέναι. Ἐρειδομένω.

### 19 49

Ἐπερειδόμενοι, σκηριπτόμενοι. Πρώτῃ ἀγορῇ.

### 19 50

Τῇ προεδρείᾳ τὸ δέ. Δεύτατος.

### 19 51

Ἔσχατος. Ἄρειον.

### 19 56

Κατ’ ἐπερώτησιν ἀναγνωστέον. θέλει γὰρ εἰπεῖν, ὅτι ἄρειον ἀμφοτέροις ὁμονοεῖν ὑπάρχει. Ἄρειον. Βέλτιον. Λυρνησόν.

### 19 60

Πόλις τῆς Ὑποπλακίου Θήβης τῆς Κιλικίας. Τῷ κ’ οὐ τόσσοι.

### 19 61

Οὕτως ἂν οὐ τοσοῦτοι. Ὀδὰξ ἕλον ἄσπετον οὖδας. Ἔδακον τὴν γῆν ἀναιρεθέντες. Προτετύχθαι.

### 19 65

Προγεγονέναι. Ἀσκελέως.

### 19 68

Ἄγαν σκληρῶς, ἀμεταστρεπτί. Μενεαινέμεν. Ὀργίζεσθαι. Ἰαύειν.

### 19 71

Κατευνάζεσθαι. Ἐξ ἕδρης.

### 19 77

Ἐκ τῆς καθέδρας. Ἑσταότος μὲν καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν Ὑββάλλειν.

### 19 79

Εἰδὼς ὁ Ἀγαμέμνων, ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευάζει λέγων, δύσκολον εἶναι ἐν πολλῷ θορύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζόμενον τὸν Ἀγαμέμνονα ὑπενόησαν δημηγορεῖν. Ὑββάλλειν.

### 19 80

Ὑποκρούειν, ἐμποδίζειν τὸν λέγοντα. τινὲς δὲ κακῶς ἤκουσαν τὸ δι’ ἑτέρου λέγειν. Ἐπιστάμενον. Ἔμπειρον. Βλάβεται δέ.

### 19 82

Ἐμποδίζεται, βλάπτεται. Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι.

### 19 83

Οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς. ἢ ἀπολογήσομαι. Σύνθεσθ’ Ἀργεῖοι.

### 19 84

Οἱ δὲ λοιποὶ ἀκούσαντες, εἴπατε τοῖς μὴ ἀκούσασι. Ἠεροφοῖτις.

### 19 87

Ἡ διὰ τοῦ σκότους φοιτῶσα. ἢ ἀόρατος. ἢ ἡ ἀπροοράτως φοιτῶσα, καὶ ἐπερχομένη, ὡς τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαίμων ἡ Ἐριννύς. οἷον ἡ διερευνῶσα τὰ ἐν ταῖς πράξεσιν ἔργα. Θεὸς διὰ πάντα τελευτᾷ.

### 19 90

Θεὸς γὰρ πᾶσι τοῖς πραττομένοις τέλος ἐπάγει. Πρέσβα.

### 19 91

Ἔντιμος. Ἀᾶται. Βλάπτει. Οὐ γὰρ ἐπ’ οὔδει Πίλναται.

### 19 92

Οὐ γὰρ προσπελάζει τῇ γῇ. Κατ’ ἀνδρῶν κράατα βαίνει.

### 19 93

Κατὰ τὰς τῶν ἀνθρώπων κεφαλὰς ἐπιβαίνει. Κατὰ δ’ οὖν ἕτερόν γε πέδησεν.

### 19 94

Ἕνα γοῦν τινὰ ἔβλαψεν ὅτι μὴ πολλούς. Ἀάσσατο.

### 19 95

Ἔβλαψεν ἡ Ἄτη. Θῆλυς.

### 19 97

Θήλεια. Ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.

### 19 99

Κατατετειχισμένῃ, μεταφορικῶς, διὰ τὸ ὑπὸ Ἀμφίονος καὶ Ζήθου αὐτὴν τετειχίσθαι. Μογοστόκος.

### 19 103

Ἡ περὶ τὰς τικτούσας κοπιῶσα, ἢ ἡ τοὺς μόγους ἐπικουφίζουσα τῶν τικτουσῶν. Περικτιόνεσσι.

### 19 104

Περιοίκοις. Αἵματος.

### 19 105

Ἀντὶ τοῦ σπέρματος, γένους. Ψευστήσεις.

### 19 107

Ψεύσῃ. Πέσῃ μετὰ ποσσὶ γυναικός.

### 19 110

Γεννηθῇ, ἀπὸ τοῦ παρακολουθοῦντος. Ἀάσθη.

### 19 113

Ἠπατήθη. Ῥίον.

### 19 114

Ὄρους ἀκρωτήριον. Ἰφθίμην ἄλοχον.

### 19 116

Τὴν Θεσσαλοῦ γυναῖκα. ἰφθίμην λέγει ἐπιθετικῶς ἀντὶ τοῦ ἀγαθήν. τὸ γὰρ κύριον αὐτῆς ὄνομα ἦν Λευκίππη. Ἐκύει.

### 19 117

Κατὰ γαστρὸς εἶχεν. Μείς. Καὶ μὴν Αἰολικῶς, ὥσπερ ῥὶς ῥινὸς, καὶ θὶς θινός. οὕτω καὶ μεὶς μεινὸς κλιθήσεται κατὰ τὴν ἀναλογίαν. Ἠλιτόμηνον.

### 19 118

Διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν. ἑπταμηνιαῖος γὰρ Εὐρυσθεὺς ἦν. ἀλιτεῖν οὖν τὸ ἀποτυχεῖν. Ἀλκμήνης δ’ ἀπέπαυσε.

### 19 119

Ζεὺς μιγεὶς τῇ Ἠλεκτρυόνος Ἀλκμήνῃ, ὃν τρόπον εἴρηται ἐν τῇ ξ, ἔγκυον κατέστησε. μελλούσης δὲ τίκτειν, ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ αὐτοῦ βασιλεύσειν. Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα, τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντίβειαν δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν. ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα, τροφῆς μοῖραν εἴληχε. βασιλεὺς δὲ ὢν Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσε, οὓς τελειώσας κατὰ τὰς Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας, ἀθανασίας μετέλαβε. πῶς τὰ ἑπταμηνιαῖα ζωογονοῦνται, τὰ δὲ ὀκταμηνιαῖα οὔ; καὶ λέγομεν τρεῖς κινήσεις ἔχειν τὸ βρέφος ἐν τῇ γαστρί. τὴν κατὰ δ μῆνα, καθ’ ἣν τὰς φυσικὰς ἐμφαίνει κινήσεις, καὶ ἔτι τὴν καθ’ ἕβδομον, καθ’ ἣν ἔχει κίνησιν τῆς εἰς φῶς προόδου. ἀλλ’ ἡ μήτηρ ἀδυνατεῖ καὶ ἄωρός ἐστιν ἀποβαλεῖν. διὰ τοῦτο γίγνεται καὶ ἑτέρα κίνησις κατὰ τὸν θ, καθ’ ἣν ἔχει πρὸς δυνάμεως καὶ ἡ μήτηρ ἀποβαλεῖν αὐτό. αἱ δὲ κινήσεις εὐτάκτως εἰς δ. εἶθ’ οὕτως εἰς τρεῖς, ὡς εὐσθενέστεραι. εἶτα εἰς δύο μῆνας, ὡς ἔτι εὐσθενέστεραι. ἐξ ὧν ἀποτελεῖται τὸ ἐννεάμηνον. οὕτως ἔχουσι καὶ αἱ ὀπῶραι ἀπότριψιν, ὠριμότητα, καὶ ἀποβολὴν τῆς μητρὸς, καθ’ ἣν ἀποβάλλει ἡ μήτηρ ὅταν ξηρανθῇ τὸ μεταξὺ τῆς μητρὸς καὶ τῆς ὀπώρας λεγόμενον πισμάτιον. εἰς τοίνυν τὸν ἕβδομον μῆνα, ἐπεὶ ἔχει κίνησιν τῆς εἰς φῶς προόδου· εἰ γένηται τοῦτο, ἀλγεῖ μὲν ἡ μήτηρ, τὸ δὲ βρέφος σώζεται. κατὰ δὲ τὸν η. ὂν, συνεχοῦς κινήσεως οὔσης πρὸς τὸν θ, καὶ διακοπείσης ἐκείνης, ἀπόλλυται τὸ κυοφορούμενον καὶ πολλάκις καὶ ἡ μήτηρ. εἰς γὰρ τὴν συνεχῆ κίνησιν εἰ γένηται τμῆσις ἐπὶ πλέον βλάπτει, καὶ δῆλον ἐκ τῆς φλεβοτομίας. οἱ δὲ Πυθαγόρειοι καὶ μαθηματικῶς ἤτοι ἀριθμητικῶς τὴν αἰτίαν ἀποδιδόασιν, λέγοντες· ἐκκείσθω τρίγωνον σκαληνὸν τὸ α, β, γ, ἔχον τὴν μὲν α, β, μονάδων δ. τὴν δὲ β, γ, μονάδων ε. τὴν δὲ α, γ, μονάδων γ. φανερὸν ὅτι κατὰ τοὺς Πυθαγορείους ὁ μὲν γ, καὶ ὁ ε ἄῤῥενες, ὡς περιττοί· ὁ δὲ δ θῆλυς, ὡς ἄρτιος.

### 19 119 (50)

πεπολυπλασιάσθω ὁ δ ἐπὶ τῶν ε, γίνονται κ. καὶ ὁ ε, ἐφ’ ἑαυτὸν κε, ὁμοῦ με. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου ἤτοι τὸν ϛ, γίνονται σο, ἃ περιέχουσι χρόνον μηνῶν θ. πάλιν τὸν δ ἐπὶ τὸν ε, γίνονται κ. τὸν γ ἐπὶ τὸν ε, γίνονται ιε, ὁμοῦ λε. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου τὸν ϛ, ὁμοῦ σι. ἃ περιέχουσι χρόνον μηνῶν ζ. πάλιν τὸν γ, ἐπὶ τὸν ε, γίνονται ιε. ἐφ’ ἑαυτὸν γίνονται κε, ὁμοῦ μ. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τὸν ϛ, γίνονται σμ. καὶ περιέχουσι χρόνον μηνῶν η. ἐπεὶ οὖν μόνον ἐπὶ τῶν θ καὶ ζ κατὰ φυσικὴν συμπλοκὴν ἄῤῥενος, καὶ θήλεος τοῦ ε, καὶ δ, καὶ γ, οἱ ἀριθμοὶ τῶν ζ καὶ θ γίνονται, εἰκότως τὰ οὕτω τικτόμενα ζωογονεῖται. ἐπὶ δὲ τῶν η μηνῶν, οὐ φαίνεται ἄῤῥενος συμπλοκὴ πρὸς τὸ θῆλυ. οὔτε γὰρ ὁ ε, οὔτε ὁ γ γίγνονται ἐπὶ τὸν δ, ὅς ἐστι θῆλυς. εἰκότως οὖν παρὰ φύσιν οὔσης τῆς συμπλοκῆς, οὐ ζωογονεῖται τὰ τικτόμενα. Ἀργικέραυνε.

### 19 121

Λαμπρὸν ἔχων κεραυνὸν, ἢ ταχύν. Σθενέλοιο πάϊς Περσηϊάδαο.

### 19 123

Εὐρυσθέως. ἦν γὰρ Περσέως ἔγγονος, ὅθεν Περσηϊάδην αὐτόν φησι. Οὔ οἱ ἀεικές.

### 19 124

Οὐ δεινὸν καὶ ἀεικὲς καὶ ἀπεοικὸς, καὶ οὐ χαλεπὸν αὐτῷ. Αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο.

### 19 126

Ἀφείλετο δὲ ἐκ τῆς αὐτοῦ βαθυπλοκάμου κεφαλῆς τὴν Ἄτην. οἱ δὲ ἐκ τῆς ἠλειμμένους πλοκάμους ἐχούσης. Καρτερὸν ὅρκον.

### 19 127

Τὸ Στυγὸς ὕδωρ. τὴν Στύγα Ὠκεανοῦ παῖδα οὖσαν καὶ αὐτὴν τιμιωτάτην τῶν ἀδελφῶν μετὰ τὴν τῶν οὐρανίων θεῶν μάχην τῶν λεγομένων Τιτάνων, εἶναι συνέβη διὰ τήνδε τὴν αἰτίαν. οἱ περὶ Κρόνον Οὐρανοῦ παῖδες ἀρχαῖοι Τιτᾶνες τοῖς ἀμφὶ τὸν Δία νεωτέροις θεοῖς πόλεμον ἤραντο, καὶ τοῦ Διὸς συμμάχους ἀγείροντος, ἡ Στὺξ πρώτη πάντων σὺν τοῖς παισὶν αὐτῆς παρεγένετο. δι’ ὃ ἐξόχως αὐτὴν ἐτίμησαν οἱ περὶ τὸν Δία θεοί. καὶ τὸ ὕδωρ αὐτῆς τῆς ἐν ᾅδου πηγῆς θεῶν ὅρκον ἐποίησαν. Τάχα.

### 19 131

Ταχέως. Ἀρέσαι.

### 19 138

Φιλοποιήσασθαι, ἁρμόσασθαι. Δῶρα μὲν αἴκ’ ἐθέλησθα παρασχέμεν.

### 19 147

Τὰ μὲν δῶρα εἴτε θέλεις παρασχεῖν, εἴτε καὶ παρ’ ἑαυτῷ ἔχειν, ἐν σοί ἐστι. Παρά σοι.

### 19 148

Πάρεστί σοι. Κλοτοπεύειν.

### 19 149

Ἤτοι ὑποκλέπτειν αὐτοὺς τῆς μάχης ἐν τοῖς λόγοις, ἢ ἑτέρου τινὸς ἐπιθυμεῖν. Διατρίβειν.

### 19 150

Χρονουργεῖν, παρέλκειν. Ἔτι γὰρ μέγα ἔργον ἄρεκτον. Ἀτελείωτον, ἄπρακτον. ἤτοι δὲ περὶ τῆς Πατρόκλου ταφῆς λέγει, ἢ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως. Πρῶτον.

### 19 158

Νῦν καθάπαξ. Ὁμιλήσωσι φάλαγγες. Εἰς ταυτὸ συνέλθωσιν αἱ τῶν στρατιωτῶν τάξεις πολεμοῦσαι, συμπλακεῖσαι. Πάσασθαι.

### 19 160

Γεύσασθαι. Ἄνωχθι. Κέλευσον. Τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.

### 19 161

Τοῦτο γὰρ τῆς θρεπτικῆς δυνάμεως ἐστὶ παρασκευαστικὸν παντὸς τοῦ σώματος. Ἄκμηνος.

### 19 163

Ἄγευστος. Μενοινάα.

### 19 164

Προθυμεῖται. Θαρσαλέον.

### 19 169

Ὑπομονητικὸν, τολμηρόν. Ἐρωῆσαι.

### 19 170

Ὑποχωρῆσαι. Σκέδασον.

### 19 171

Σκόρπισον. Ἰανθῇς.

### 19 174

Διαχυθῇς, χαρῇς. Ἀρεσάσθω.

### 19 179

Δι’ ἀρέσκειαν θεραπευσάτω, φιλοφρονησάτω. Πιείρῃ.

### 19 180

Λιπαρᾷ, δαψιλεῖ, πολυτελεῖ. ἔστι δὲ μεταφορά. Ἵνα μή τι δίκης ἐπιδευὲς ἔχησθα. Ἵνα μηδὲν ἐλλίπῃ τῶν ὀφειλόντων πρὸς σὲ δικαίως πραχθῆναι. Ἐπ’ ἄλλῳ.

### 19 181

Πρὸς ἄλλους. Οὐ μὲν γάρ τι νεμεσσητὸν, βασιλῆα Ἄνδρ’ ἀπαρέσσασθαι.

### 19 182

Οὐ μεμπτὸς γὰρ ὑπάρχει βασιλεὺς θεραπεύων ἄνδρα ὃν προηδίκησεν. Χαλεπήνῃ.

### 19 183

Κακῶς βλάψῃ. ὅ ἐστιν, εἰς ὀργὴν ἔλθῃ. Ἐν μοίρῃ.

### 19 186

Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον. Πρὸς δαίμονος.

### 19 188

Κατὰ θεόν. Μιμνέτω.

### 19 189

Μενέτω. Αὖθι. Αὐτόθι. Ἐπειγόμενός περ. Καίτοι σπεύδων. Κρινάμενος.

### 19 193

Ἐπιλεξάμενος. Κούρητας. Κούρους, νέους. Ἐνεγκέμεν.

### 19 194

Ἐνεγκεῖν. Χθιζόν.

### 19 195

Χθές. Ὑπέστημεν. Ὑπεσχόμεθα. Ταμέειν.

### 19 197

Διχοτομῆσαι. δι’ ἐντόμων ποιήσασθαι. Ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι.

### 19 200

Ἄλλοτε ποτὲ ταῦτα δρᾷν ὀφείλετε, παυσαμένου τοῦ πολέμου, καὶ μὴ τοσαύτης ὀργῆς κατεχούσης τὴν ψυχήν. Μεταπαυσωλή.

### 19 201

Ἀνάπαυσις. Μένος ἦσιν.

### 19 202

Ὀργὴ ὑπάρχῃ. Κέαται.

### 19 203

Κεῖνται. Δεδαϊγμένοι. Διακεκομμένοι. Βρωτύν.

### 19 205

Βρῶσιν. Ἦτ’ ἂν ἔγωγε. Τέως ἂν ἐγώ. Ἐπὴν τισαίμεθα λώβην.

### 19 208

Ἐπειδ’ ἂν τὴν ὑπὲρ τῶν ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν. Ἱείη.

### 19 209

Καθίει. Κεῖται ἀνὰ πρόθυρον τετραμμένος.

### 19 212

Κεῖται ἐπὶ τὴν θύραν ὁρῶν. Ὅ ἐστι τετραμμένους ἔχων ἐν αὐτῇ τοὺς πόδας. οὕτω γὰρ τίθενται οἱ νεκροί. διὰ τὸ ἐξερχομένους τοῦ ἀνθρωπίνου βίου μηκέτι ἀναστρέφειν εἰς τοὺς οἴκους. Τό μοι.

### 19 213

Διό μοι. Προβαλοίμην.

### 19 218

Νικήσαιμι. Ἐπεὶ πρότερος γενόμην.

### 19 219

Ἐπειδὴ πρεσβύτερος ὑπάρχω. Αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισι.

### 19 221

Ταχέως γὰρ κόρος λαμβάνει τοὺς ἀνθρώπους ἐν τῇ μάχῃ. ὀλίγοι εἰσὶν οἱ ἀπολειπόμενοι ζῶντες, πολλοὶ δὲ οἱ φονευόμενοι. Καλάμην.

### 19 222

Καλάμη δὲ κυρίως τὸ ξυλῶδες τῶν ἀσταχύων. ἢ τοὺς στάχυας περιφραστικῶς. ἀλληγορικῶς οὖν καλάμην νῦν κέκληκε τὰ σώματα τῶν ἀνῃρημένων. ἄμητον δὲ τὸν τοῦ θέρους καιρόν. θέλων δηλῶσαι, ὅτι τροπῆς ἐκ Διὸς γιγνομένης πολλοὶ πίπτουσι κατὰ πόλεμον. Ἄμητος.

### 19 223

Προπαροξυτόνως μὲν, ὁ ἀμώμενος καὶ θεριζόμενος καρπὸς τοῦ σίτου. ἀμητὸς δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέρους. Ὀλίγιστος. Ὀλίγος, μικρός. Ἐπὴν κλίνῃσι τάλαντα Ζεύς. Ὁπόταν τροπὴν ἐργάσηται ὁ Ζεύς. Ἐπήτριμοι.

### 19 226

Ἐπάλληλοι, πυκνοί. Νηλέα.

### 19 229

Ἀνηλεῆ, ἀσυμπαθῆ. Ἐπ’ ἤματι δακρύσαντας. Μίαν ἡμέραν κλαύσαντας. Νωλεμές.

### 19 232

Ἀδιαλείπτως. Ἑσσάμενοι.

### 19 233

Περιβαλόμενοι, ἐνδυσάμενοι. Ἀτειρέα. Τὸν ἀκαταπόνητον, καὶ ἄτρωτον. Ὀτρυντύν.

### 19 234

Παρακέλευσιν, παρόρμησιν. Ἰσχαναάσθω. Ἀναμενέτω, ἀπεχέσθω. Ὀπάσσατο.

### 19 238

Προσηταιρίσατο, ἀκολούθους ἔλαβε. Στήσας.

### 19 247

Ἀριθμήσας. ἢ διὰ ζυγοῦ στήσας. οὕτως γὰρ οἱ ἀρχαῖοι τὰ χρήματα ἐστάθμιζον, ὅθεν ὀβολοστάται εἴρηνται. Ἐπ’ αὐτόφιν.

### 19 255

Ἐπ’ αὐτοῦ τοῦ τόπου. Ὕπατος.

### 19 258

Πρῶτος, μέγιστος. Τίνυνται.

### 19 260

Τιμωροῦνται. Ἐπενεῖκαι.

### 19 261

Ἐπιβαλεῖν, ἅψασθαι. Οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος.

### 19 262

Ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην. Ἀπροτίμαστος.

### 19 263

Ἀνύβριστος. ἄθικτος συνουσίας, καὶ μίξεως ἀνδρός. Ὅς τις σφ’ ἀλίτηται ὀμόσσας.

### 19 265

Ὅς τις ἁμάρτῃ ἐπιορκήσας. Στόμαχον.

### 19 266

Λαιμόν. Τὸν μὲν Ταλθύβιος Ῥίψ’ ἐπιδινήσας.

### 19 267

Ἐπιστραφείς φησιν ἔῤῥιψεν εἰς θάλασσαν τὸν κάπρον. σημαίνει ὅτι τὰ ἀπὸ τῶν ὅρκων ἱερεῖα οὐκ ἤσθιον, ἀλλ’ ἐῤῥίπτουν, ἢ ἔκαιον, ὡς ἐν τῇ γ. φησί. Βόσιν.

### 19 268

Βορὰν, βρῶσιν. Διδοῖσθα.

### 19 270

Διδοῖς. Ἀμήχανος ἀλλά ποθι Ζεύς.

### 19 273

Ὥστε τὸν Δία ἀμήχανον δηλοῦσθαι, ὅ ἐστι κακομήχανον. Ἀγορὴν αἰψηρήν.

### 19 276

Τὴν ταχέως ἀθροισθεῖσαν. Ἀμφ’ αὐτῷ.

### 19 284

Περιπλακεῖσα τῷ Πατρόκλῳ δηλονότι. Λίγ’ ἐκώκυεν. Ὀξέως ἐθρήνει. Ἄμυσσε. Κατέξεε τοῖς ὄνυξιν, ἐσπάραττεν. Κιχάνομαι.

### 19 289

Καταλαμβάνω. Ὄρχαμε. Ἡγεμών. Ἂψ ἀνιοῦσα.

### 19 290

Εἰς τοὐπίσω ἀνερχομένη. Ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. Ὡς ἐν ἀδιαλείπτοις γίγνομαι κακοῖς. Κηδείους.

### 19 294

Εὐνουστάτους, καὶ μᾶλλον διαφέροντας τῇ συγγενείᾳ. φροντίδος ἀξίους. Ἐπέσπον. Ἐπηκολούθησαν. Ἔφασκες.

### 19 297

Ἔλεγες. Κουριδίην.

### 19 298

Τὴν παρθενικήν. Ἄξειν. Ἀπάξειν. Δαίσειν.

### 19 299

Εὐωχήσειν. Ἄμοτον.

### 19 300

Ἀμότως, ἀπληρώτως. Σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη.

### 19 302

Αἱ δὲ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηΐδι δῆθεν, ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον· τῇ δὲ ἀληθείᾳ, ἑκάστη ἐπ’ αὐτῷ ἐθρήνει τὴν ἑαυτῆς συμφοράν. Σίτοιο.

### 19 306

Ἄρτου. Ἄσασθαι.

### 19 307

Κορεσθῆναι. Δύντα δ’ ἐς ἠέλιον.

### 19 308

Ἕως ἡλίου δυσμάς. Ἀπεσκέδασεν.

### 19 309

Ἀπεσκόρπισε. Τέρποντες.

### 19 312

Ἀντὶ τοῦ τέρπειν βουλόμενοι, παρηγοροῦντες. Πυκινῶς. Συνετῶς. Ἀκαχήμενον. Λυπούμενον. Ἀδινῶς ἀνενείκατο.

### 19 314

Ἀθρόως καὶ ἐλεεινῶς καὶ οἰκτρῶς ἀνέκραξε. ἢ οἱονεὶ ἀνεστέναξε, καὶ πολὺ ἤγαγε πνεῦμα. Δυσάμμορε.

### 19 315

Κακόμοιρε. Λαρόν.

### 19 316

Ἡδύ. Αἶψα καὶ ὀτραλέως.

### 19 317

Ἐνεργῶς, καὶ σπουδαίως. τὸ αὐτὸ εἶπεν ἐπιτάσεως χάριν. Σπερχοίατο. Ταρασσόμενοι ἐπείγοιντο. Σῇ ποθῇ.

### 19 321

Τῷ σῷ πόθῳ, τῇ σῇ ζητήσει. Κακώτερον. Χεῖρον. Πυθοίμην.

### 19 322

Ἀκούσαιμι. Τέρεν.

### 19 323

Ἁπαλὸν, ὑγρόν. Εἴβει. Κυρίως μὲν σπένδει. Ἄρτι δὲ προχεῖ, στάζει. Χήτει.

### 19 324

Στερήσει, ἐνδείᾳ, σπάνει. Ῥιγεδανῆς.

### 19 325

Φρικτῆς, χαλεπῆς. Ἐώλπει.

### 19 328

Ἤλπιζεν. Σκυρόθεν.

### 19 332

Σκύρος νῆσος μία τῶν Κυκλάδων. Ἀλεξάνδρου Ἑλένην ἁρπάσαντος, Ἀγαμέμνων καὶ Μενέλαος τοὺς Ἕλληνας κατὰ Τρώων ἐστρατολόγησαν. Πηλεὺς δὲ προγιγνώσκων ὅτι μοιρίδιον ἦν ἐν Τροίᾳ θανεῖν Ἀχιλλέα, παραγενόμενος εἰς Σκύρον πρὸς Λυκομήδην τὸν βασιλέα παρέθετο τὸν Ἀχιλλέα, γυναικείαν ἐσθῆτα ἀμφιέσας ὡς κόρην. ὁ δὲ αὐτὸν μετὰ τῶν θυγατέρων ἀνέτρεφε. χρησμοῦ δὲ δοθέντος, μὴ ἁλώσεσθαι τὴν Ἴλιον χωρὶς Ἀχιλλέως, πεμφθέντες ὑφ’ Ἑλλήνων Ὀδυσσεὺς, Φοῖνιξ, καὶ Νέστωρ, Πηλέως ἀρνουμένου παρ’ αὐτῷ τὸν παῖδα τυγχάνειν, πορευθέντες εἰς Σκύρον ὑπονοήσαντες μετὰ τῶν παρθένων τὸν Ἀχιλλέα τρέφεσθαι, ταῖς Ὀδυσσέως ὑποθήκαις, ὅπλα καὶ ταλάρους ἔῤῥιψαν σὺν ἱστουργικοῖς ἐργαλείοις ἔμπροσθεν τοῦ παρθενῶνος. αἱ μὲν οὖν κόραι ἐπὶ τοὺς ταλάρους ὥρμησαν, ὁ δ’ ἐπὶ τὰ ὅπλα. πρότερον δὲ ταῖς παρθένοις συνδιατρίβων, ἔφθειρε Δηϊδάμειαν τὴν Λυκομήδους. ἥτις ἐξ αὐτοῦ ἐγέννησε Πύῤῥον τὸν ὕστερον Νεοπτόλεμον κληθέντα. ὅς τις τοῖς Ἕλλησι νέος ὢν συνεστρατεύσατο μετὰ θάνατον τοῦ πατρός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. Κτῆσιν.

### 19 333

Κτήματα. Ἀκαχῆσθαι.

### 19 335

Λυπεῖσθαι. Πύθοιτο.

### 19 337

Ἀκούσει. Μυρομένους.

### 19 340

Κλαίοντας. Πάμπαν.

### 19 342

Παντελῶς δή. Ἀποίχεαι. Οἴχῃ, πεπόρευσαι. Μέμβλεται.

### 19 343

Μέλει, παρακάθηται. Μετὰ δεῖπνον.

### 19 346

Ἐπὶ τὸ δεῖπνον. Νέκταρ.

### 19 347

Θεῖον πόμα. Ἀμβροσίην. Θείαν τροφήν. Ἵκηται.

### 19 348

Καθίκηται, καθάψηται. Ἅρπῃ.

### 19 350

Εἶδος ὀρνέου. τινὲς ἰκτῖνον καλοῦσιν, ἕτεροι δὲ φήνην. λέγεται δὲ καὶ τὸ δρέπανον. Τανυπτέρυγι. Μακρὰς πτέρυγας ἐχούσῃ. Λιγυφώνῳ. Ὀξυφώνῳ. Ἐκκατέπαλτο.

### 19 351

Καθήλατο. Ἐρισθενέος.

### 19 355

Μεγαλοσθενοῦς, ἰσχυροῦ. Πυκινόν. Πυκνὸν, ἀσφαλές. Ἐκποτέονται.

### 19 357

Ἐξίπτανται. Ὑπαὶ ῥιπῆς.

### 19 358

Ὑπὸ σφοδρότητος καὶ ὁρμῆς. Αἰθρηγενέος. Τοῦ αἰθρίαν ποιοῦντος. Γανόωσαι.

### 19 359

Λάμπουσαι. Ἐκφορέοντο.

### 19 360

Ἐξεφέροντο. Κραταιγύαλοι.

### 19 361

Ἰσχυρὰ γύαλα ἔχοντες. ἰσχυροί. Γύαλα δὲ τὰ κοιλώματα. Ὑπὸ στεροπῆς.

### 19 363

Ἀστραπῆς, λαμπρότητος. Καναχή.

### 19 365

Ψόφος. Σέλας.

### 19 366

Λαμπρότης. Ἄτλητον.

### 19 367

Ἀνυπομόνητον, ἀκαρτέρητον. Δύσετο.

### 19 368

Ἐνεδύσατο. Μήνης.

### 19 374

Σελήνης. Οἰοπόλῳ.

### 19 377

Ἐν ᾧ ὄϊες πολοῦνται, καὶ ἀναστρέφονται. Ἀείρας.

### 19 380

Ἐπάρας. Περισσείοντο.

### 19 382

Περιεσείοντο. Ἔθειραι. Αἱ ἐξ ἔθους κεκοσμημέναι κόμαι. Ἵει.

### 19 383

Ἐνεποίκιλλεν, ἐνέβαλεν. Ἐφαρμόσσειεν.

### 19 385

Ἁρμόσειεν. Ἐντρέχοι. Ἀκωλύτως χρῷτο, ὥστε μὴ ἐμποδίζεσθαι. Τῷ δ’ ηὖτε πτερὰ γίνετο.

### 19 386

Τῷ δὲ Ἀχιλλεῖ κοῦφα καὶ ἁρμόδια τὰ ὅπλα ἐγίγνοντο ὡσεὶ πτερά. Σύριγγος.

### 19 387

Τῆς δορατοθήκης. Ἐπίστατο.

### 19 389

Ἀντὶ τοῦ ἠδύνατο. Πῆλαι. Κινῆσαι, σεῖσαι. Πηλιάδα.

### 19 390

Τὴν ἐκ Πηλίου ὄρους Θεσσαλίας τμηθεῖσαν. λέγει δὲ τὸ δόρυ. μελία γὰρ εἶδος δένδρου ἐπιτηδείου πρὸς κατασκευὴν δοράτων. Ἄλκιμος.

### 19 392

Ἀλκιμέδων, ὑποκοριστικῶς. Λέπαδνα.

### 19 393

Οἱ ὑποτραχήλιοι ἱμάντες, οἱ μασχαλιστῆρες. Τηλεκλυτά.

### 19 400

Πάνυ ἔνδοξα. Ποδάργης. Τοῖς ποσὶν ἐπαρκούσης. ταχείας. Ἄλλως.

### 19 401

Μὴ οὐχὶ οὕτως, κατὰ ἄλλην ἔννοιαν. Φράζεσθε. Σύνετε, νοεῖτε. Ἐπεί χ’ ἑῶμεν πολέμοιο.

### 19 402

Ἐπειδ’ ἂν ἀναμιχθῶμεν τοῖς πολεμίοις, ἔνιοι δὲ χέομεν, ὑποχωρήσομεν. Ἐπεί χ’ ἑῶμεν. Ἐπειδ’ ἂν κορεσθῶμεν. Ὑπὸ ζυγόφιν.

### 19 404

Ὑπὸ ζυγοῦ. Αἰόλος. Ἀντὶ τοῦ ταχύς. Ἤμυσσε καρήατι.

### 19 405

Παρέκλινε τὴν κεφαλὴν αὐτοῦ. ταχέως δὲ εἰς θάτερον ἔκλινε τὴν κεφαλὴν, παρεπιστρέψας εἰς τοὐπίσω, ὡς προσβλέψων τῷ Ἀχιλλεῖ μέλλων αὐτῷ διαλέγεσθαι. Χαίτη. Θρίξ. Ζεύγλης.

### 19 406

Ζεύξεως, ζυγοῦ. Αὐδήεντα.

### 19 407

Φωνῇ ἐνάρθρῳ χρώμενον. Κραταιή.

### 19 410

Ἰσχυρά. Νωχελίῃ.

### 19 411

Βραδυτῆτι, ἀσθενείᾳ. Θέοιμεν.

### 19 415

Τρέχοιμεν. Μόρσιμον.

### 19 417

Μεμοιραμένον, εἱμαρμένον. Θεῷ τε καὶ ἀνέρι. Ὑπὸ θεοῦ Ἀπόλλωνος καὶ ἀνδρὸς Ἀλεξάνδρου. Δαμῆναι. Δαμασθῆναι. Ὣς ἄρα φωνήσαντος Ἐριννύες ἔσχεθον αὐδήν.

### 19 418

Οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐριννύες τὴν φωνήν. πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπὸ Ἐριννύων γίγνεσθαι. Θωρήσσοντο.

### 20 1

Καθωπλίζοντο. Ἀμφὶ σέ.

### 20 2

Περὶ σέ. ὀρθοτονητέον τὴν ἀντωνυμίαν. Ἀκόρητοι. Ἀπλήρωτοι. Θρωσμῷ.

### 20 3

Ὑψηλῷ τόπῳ, ὅθεν ἐστὶ καταθορεῖν, καὶ πηδῆσαι. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ, σταδίων πέντε τὴν περιμέτρον μεταξὺ Σιμοῦντος ποταμοῦ, καὶ τῆς Ἰλιέων καλουμένης κώμης. ὅπου καὶ τὰς θεὰς κριθῆναι λέγουσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ. Θέμιστα.

### 20 4

Ἀντὶ τοῦ Θέμιν, δικαιοσύνην, ἥτις ἐστὶ μία τῶν Τιτανίδων. Κρατὸς ἀπ’ Οὐλύμποιο.

### 20 5

Κορυφῆς τοῦ Ὀλύμπου, τῆς ἀκρωρείας. Πολυπτύχου. Πολλὰς ἀποκλίσεις καὶ ἐξοχὰς ἔχοντος. Φοιτήσασα.

### 20 6

Παραγενομένη. Ἀπέην.

### 20 7

Ἀπῆν. Νόσφι. Χωρίς. τὸν δὲ Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον. ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης, πρεσβύτατος ὑπάρχων. Οὔτ’ ἄρα Νυμφάων ταί τ’ ἄλσεα καλὰ νέμονται.

### 20 8

Αἱ τὰ ἄλση κατοικοῦσαι Νύμφαι, Ἀλσηΐτιδες καλοῦνται. αἱ δὲ ἐπὶ τῶν δένδρων, Ἁμαδρυάδες. αἱ δὲ τὰ νάματα τῶν ὑδάτων, Ναΐδες καὶ Ὑδριάδες. Καὶ τούτων αἱ μὲν Κρηνῖδες, αἱ δὲ Ἐπιποταμίδες. αἱ δὲ ἐπὶ τῶν βοσκημάτων, Ἐπιμηλίδες. αἱ δὲ ἐπὶ τῶν ὀρῶν, Ὀρεστιάδες. καὶ ὅσαι ταύταις ὅμοιαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἑλῶν, Ἑλειονόμοι. Πείσεα.

### 20 9

Τὰ ὑδρηλὰ χωρία, τοὺς καθύγρους τόπους. ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς πεῖσαι. ὅ ἐστι ποτίσαι. Ποιήεντα. Βοτάνην ἔχοντα. Οὐδ’ Ἐνοσίχθων Νηκούστησε θεᾶς.

### 20 13

Ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν πρὸς τὸν Δία φιλονεικίαν. Νηκούστησε.

### 20 14

Παρήκουσε. Μετ’ αὐτούς. Πρὸς αὐτούς. Δέδῃε.

### 20 18

Φαίνεται, φλέγει. Ξυνάγειρα.

### 20 21

Συνήγειρα, ἤθροισα. Πτυχί.

### 20 22

Ἀποκλίσει, ἐξοχῇ. Ἵκησθε.

### 20 24

Παραγένησθε. Χώεται.

### 20 29

Λυπεῖται. Ὑπὲρ μόρον.

### 20 30

Παρὰ τὸ εἱμαρμένον. παρὰ τὸ δέον. Ἀλίαστον.

### 20 31

Χαλεπὸν, ἄφυκτον. Ἔγειρεν. Ἤγειρεν, ἐκίνησε. Δίχα.

### 20 32

Διχῶς, εἰς δύο. Ἀγῶνα νεῶν.

### 20 33

Τὴν συναγωγὴν τῶν πλοίων. Ἐριούνης.

### 20 34

Μεγάλην ὄνησιν παρέχων, μεγαλωφελής. Πευκαλίμῃσι.

### 20 35

Δριμείαις, συνεταῖς. Βλεμεαίνων.

### 20 36

Ἐπιῤῥωνύμενος, ἐπιών. Ἀκερσεκόμης.

### 20 39

Μὴ κειρόμενος τὴν κόμην. ἀεὶ κομῶν, διὰ τὰς ἀκτῖνας. ἶσος γὰρ τῷ ἡλίῳ ὁ Ἀπόλλων. Ἐκύδανον.

### 20 42

Ἐδόξαζον. Ἐπ’ ἀκτάων.

### 20 50

Ἐπὶ τῶν αἰγιαλῶν. λέγω δὴ τῶν παραθαλασσίων τόπων τῶν τῇδε κακεῖσε τοῦ ναυστάθμου προβεβλημένων. Ἐριδούπων. Μεγαλοήχων. Μακρὸν ἀΰτει. Μέγα ἐβόα. Αὖεν.

### 20 51

Ἐφώνει, ἐβόα. ἐὰν δὲ δασύνηται, ἐξέκαιεν. Ἐρεμνῇ. Σκοτεινῇ, φοβερᾷ. Ὀξύ.

### 20 52

Χαλεπὸν, δριμύ. Θέων ἐπὶ καλλικολώνῃ.

### 20 53

Ὅ ἐστι τρέχων. Ἀρίσταρχος ἀνέγνω περισπωμένως, τὸ χωρίον θεῶν λέγων· ἡ δὲ Καλλικολώνη ἐστὶν ὑψηλὸς τόπος. Ῥήγνυντο.

### 20 55

Ἔῤῥησσον. Ἐτίναξε.

### 20 57

Διέσεισεν. Ἀπειρεσίην.

### 20 58

Μεγάλην. Πόδες.

### 20 59

Τὰ καταλήγοντα τῶν ὀρῶν, μεταφορικῶς. Ἴαχεν.

### 20 62

Ἐβόα. Στυγέουσι.

### 20 65

Δεδοίκασι, φοβοῦνται. Ξυνιόντων.

### 20 66

Συνερχομένων. Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος.

### 20 67

Καὶ τὰ ἑξῆς. ἡ τῶν θεῶν μάχη περιέχει φυσικὴν στοιχείων πρὸς στοιχεῖα ἀντίταξιν, κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι. τὸ μερικὸν πῦρ, τῷ παντὶ ὑγρῷ. Ἀθηνᾶ δὲ Ἄρεϊ. ἡ φρόνησις τῇ ἀφροσύνῃ. Ἥρα δὲ Ἀρτέμιδι. ὁ περίγειος ἀὴρ τῇ σελήνῃ. Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ. Ἥφαιστος δὲ Ξάνθῳ. τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. Διατί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν, Ἥφαιστος, Ἑρμῆς· τοῖς δὲ Τρωσὶν, Ἀπόλλων, Ἄρτεμις, Λητὼ, Σκάμανδρος, Ἀφροδίτη; Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιος ἐστὶν ἡ θεά. μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον. ἢ ὅτι ἐν τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶς. ὅθεν φησὶν ὁ Ποιητὴς καὶ τὸ, Ἥρη τ’ Ἀργείη. ἢ καὶ ὅτι ὡς τὸ Ἄργος οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη. ὥς φησιν ἐν τῇ δ. Ἀθηνᾶ δὲ ἤτοι διὰ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου. ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ ἐπεὶ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσι. καὶ διὰ τὸ ὀργίζεσθαι μὲν Λαομέδοντι ἐπὶ τῇ ἀποστερήσει τοῦ μισθοῦ τῆς τειχοποιΐας. Ἑρμῆς δὲ ὅτι ἐξ Ἀρκαδίας. ἢ ὅτι λόγιος. ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει ἠβουλήθησαν ἀνελεῖν οἱ Τρῶες. τῶν δὲ κηρύκων προστάτης ὁ Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ προέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων, φιλοπόλεμος γὰρ ὁ θεός. φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες. καὶ τὴν μοιχείαν τοῦ Πάριδος περιέπων ὡς μοιχός. ὁ δὲ Ἀπόλλων, καὶ ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος. ἢ ὅτι κιθαριστὴς, καὶ εὔμορφος ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι, καὶ σχεδὸν εἰπεῖν, αὕτη ἀνθίσταται τῷ πολέμῳ, καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.

### 20 68

Ἰά. Βέλη, πληθυντικῶς. Ἄντα δ’ Ἐνυαλίοιο.

### 20 69

Ἐξεναντίας δὲ τοῦ Ἄρεος. ὁ δὲ τρόπος μετωνυμία ὡς ἀπὸ Ἐνυοῦς τῆς πολεμικῆς δαίμονος. Χρυσηλάκατος.

### 20 70

Ἐργατική. νῦν δὲ ἡ χρυσοῦν τόξον ἔχουσα. χρυσότοξος. ἀπὸ τούτου δὲ καὶ κελαδεινή. ἀντὶ τοῦ κυνηγετική. κραυγάζουσι γὰρ οἱ κυνηγοί. Σῶκος.

### 20 72

Ἤτοι ὁ ἰσχυρός. σώκειν γὰρ τὸ ἰσχύειν. ἢ σοούμενος ὠκέως. τουτέστιν ὁρμῶν ταχέως. ἄγγελος γὰρ ὁ θεός. Ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον.

### 20 74

Τῶν διωνύμων τὸ μὲν προγενέστερον ὄνομα εἰς θεοὺς ἀναφέρει ὁ Ποιητὴς, τὸ δὲ μεταγενέστερον εἰς ἀνθρώπους. διατὶ δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις; Ποσειδῶν μὲν Ἀπόλλωνι. ὅτι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπὸ Λαομέδοντος, ἐκείνῳ συνήργει. Ἄρης Ἀθηνᾷ. ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι. ἢ διότι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτὸν, εἰποῦσα, Μαινόμενε φρένας ἠλέ. Ἥρα δὲ Ἀρτέμιδι. ἔστι γὰρ αὐτῆς μητρυιά. Λητοῖ δὲ Ἑρμῆς, δικαίως. μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπόλλωνα γεννήσασαν, καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν. ἢ ὡς λόγιος καὶ μνήμων ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ, εἰκότως. ὅτι ἡ μὲν ποταμῶν φύσις πέφυκεν ὑγρά. Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης. οὗ τὰ ξύλα τροφή. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ Ἀφροσύνη. ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐστιν ἀήρ. Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, καὶ τὸν ἀέρα τέμνουσα, ἐξ οὗ ἤρτηται, καὶ τὸ βαρύνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστιν ὁ λόγος. Λητὼ δὲ ἀμνημοσύνη. οἷον ληθὼ τὶς τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ. Ξάνθος τὸ ὑγρὸν, ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ. Ἆσαι.

### 20 78

Πληρῶσαι, κορέσαι. Εἴσατο.

### 20 81

Ὡμοιώθη. Ἀπειλαί.

### 20 83

Νῦν, καυχήσεις. Οἰνοποτάζων.

### 20 84

Τῶν δημοσίων τιμῶν τε καὶ γερῶν ἀπολαύων καὶ εὐωχούμενος. Λυρνησόν.

### 20 92

Πόλις τῶν Ὑποπλακίων Θηβῶν. Πήδασον. Ποταμὸς Ἑλλησπόντου, καὶ τόπος. Λέλεγας.

### 20 96

Τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώτους κατοικοῦντας. Πάρα.

### 20 98

Πάρεστιν. Ἀπολήγει.

### 20 99

Ἀποπαύεται. Ἀνδρομέοιο.

### 20 100

Ἀνθρωπίνου. Ἶσον τείνειε πολέμου τέλος.

### 20 101

Ἶσον ποιήσειε τὸ τέλος τοῦ πολέμου. μὴ δ’ ἑτέρῳ βοηθῇ. Ἀρειῇ.

### 20 109

Ἀπειλῇ· οἱ δὲ βλάβῃ, ἀπὸ τοῦ Ἄρεος. Ἡ δ’ ἄμυδις καλέσασα θεούς.

### 20 114

Αὕτη δὲ τοὺς θεοὺς ὁμοῦ συγκαλέσασα. Δευέσθω.

### 20 122

Προσδείσθω. Οἳ τὸ πάρος περ.

### 20 123

Νῦν οἱ ἐξαρχῆς. Ἐπένησεν.

### 20 128

Ἐπέκλωσεν. Εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκπεύσεται ὀμφῆς.

### 20 129

Εἰ δὲ Ἀχιλλεὺς οὐκ ἀκούσεται ἐκ τῆς θείας φωνῆς. τοῦτ’ ἔστιν ἡμῶν αὐτῶν. Ὀμφῆς. Κληδόνος. Δείσεται.

### 20 130

Φοβηθήσεται. Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

### 20 131

Χαλεποὶ δὲ καὶ δεινοὶ οἱ θεοὶ φανεροὶ φαινόμενοι τοῖς ἀνθρώποις. Παρὲκ νόον.

### 20 133

Παρὰ γνώμην, ἀνοήτως. Ἐκ πάτου.

### 20 137

Ἔκτοθεν τῆς κοινῆς ὁδοῦ. τοῦτ’ ἔστι τῆς συναναστροφῆς. Ἐκ πάτου ἐς σκοπιήν. Ἐκ τῆς πεπατημένης ὁδοῦ εἰς τόπον σκοπιὰν ἔχοντα. λέγει τὸ Ἡρακλέους χῶμα. Αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόφι νεῖκος ὀρεῖται.

### 20 140

Ἵν’ ᾖ, διεγερθήσεται, κινηθήσεται. εὐθέως οὖν φησι καὶ ἡμῖν αὐτοῖς φιλονεικία καὶ μάχη γενήσεται. Ὁμήγυριν.

### 20 142

Ἄθροισιν. Τεῖχος ἐς ἀμφίχυτον.

### 20 145

Τὸ πανταχόθεν περικεχυμένον κύκλῳ, πολλῷ τῷ χώματι εἰς ὕψος, τὸ καὶ χωστὸν λεγόμενον, ὃ κατεσκεύασαν οἱ Τρῶες. Τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο, τὸ ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη Ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο. Ποσειδῶν καὶ Ἀπόλλων προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι ἐπὶ μισθῷ τεταγμένῳ, τὸ τεῖχος κατασκευάζουσι. Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τὸν μισθὸν, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν, ἔπεμψε τῇ χώρᾳ κῆτος, ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς, διέφθειρε. μαντευομένῳ δὲ τῷ Λαομέδοντι χρησμὸς ἐδόθη, Ἡσιόνην τὴν θυγατέρα Λαομέδοντος βορὰν ἐκδοῦναι, καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωῒ Ζεὺς ἀντὶ Γαννυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος, ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας, θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐστράτευσε, καὶ Ἴλιον ἐπόρθησε, καὶ οὕτως ἔλαβε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ. Ἀλέοιτο.

### 20 147

Ἐκκλίνοι, φυλάξοιτο. Σεύαιτο.

### 20 148

Κατεπείγετο διωκόμενος. Ἀπ’ ἠϊόνος. Ἀπὸ τοῦ αἰγιαλοῦ. Ἄῤῥηκτον.

### 20 150

Ἄπρακτον. Ὀφρύσι.

### 20 151

Ἐξοχαῖς, μεταφορικῶς. Ἤϊε.

### 20 152

Ἄπολλον τοξικὲ, ἀπὸ τοῦ ἱέναι. Ἑκάτερθε.

### 20 153

Κεχωρισμένως. Καθείατο. Ἐκαθέζοντο. Μητιόωντες. Βουλευόμενοι. Δυσηλεγέος.

### 20 154

Δεινοῦ, χαλεποῦ, δυσκόλου. Ὤκνεον.

### 20 155

Ὤκνουν. Ἐπλήσθη.

### 20 156

Ἐπληρώθη. Κάρκαιρεν.

### 20 157

Ἐκινεῖτο. ἤχει. ὀνοματοποιΐα ὁ τρόπος. Νευστάζων κόρυθι.

### 20 162

Ἐπινεύων τῇ περικεφαλαίᾳ. Βριαρῇ. Στιβαρῇ, ἀσφαλεῖ. Θοῦριν. Πολεμικήν. Σίντης.

### 20 165

Βλαπτικὸς, κακοῦργος. Ἀγρόμενοι πᾶς δῆμος.

### 20 166

Ἐν σχήματι περιφραστικῷ, ἀντὶ τοῦ οἱ δημόται. Ἀτίζων. Ἀτιμάζων. Ἀρηϊθόων.

### 20 167

Ἐν τῷ πολέμῳ εὐκινήτων. Ἑάλη.

### 20 168

Συνεστράφη, εἰλήθη. Στένει.

### 20 169

Στενάζει. ἢ στενοχωρεῖται. Οὐρῇ μαστίεται.

### 20 170

Τῇ οὐρᾷ μαστίζει ἑαυτόν φησιν ὁ λέων, οὕτως εἰωθώς. ἔχει δέ τι ἐν τῇ οὐρᾷ ἀναμέσον τῶν τριχῶν κεντρίον μέλαν, ὡς κεράτιον. ὑφ’ οὗ νυττόμενος, πλέον ἀγριοῦται ἐκ τῆς ὀδύνης. Ἕε δ’ αὐτόν.

### 20 171

Ἀντὶ τοῦ, αὐτὸς δὲ ἑαυτὸν ἀγριοῦσθαι ποιεῖ. Γλαυκιόων.

### 20 172

Πυῤῥῶδες καὶ φοβερὸν βλέπων. ἀφ’ οὗ ἀγριούμενος. Φθίεται.

### 20 173

Φθείρεται. Τιμῆς τῆς Πριάμου.

### 20 181

Ἕνεκεν τῆς βασιλείας. ἀντιφέρει γὰρ οὕτως τοὔνεκα Πρίαμος γέρας. Οὐ δ’ ἀεσίφρων.

### 20 183

Οὐ δὲ κοῦφος, καὶ ματαιόφρων τὸ φρόνημα. Χαλεπῶς.

### 20 186

Δυσκόλως. Ἔολπα. Ἐλπίζω. Σεῦα.

### 20 189

Ἐδίωξα. Οὔτι μετετροπαλίζεο.

### 20 190

Οὐδὲ ἐπεστρέφου. Ληϊάδας.

### 20 193

Τὰς ἐκ τῆς λείας αἰχμαλώτους. Ὡς ἐνὶ θυμῷ βάλλεαι.

### 20 195

Ὡς κατὰ διάνοιαν ἐννοῇ. Νηπύτιον.

### 20 200

Νήπιον, ἄφρονα. Ἔλπεο.

### 20 201

Ἔλπιζε. Δειδίξεσθαι. Εἰς δέος ἄξειν, φοβηθῆναι. Κερτομίας.

### 20 202

Ἐρεθιστικοὺς καὶ χλευαστικοὺς λόγους. Πρόκλυτα.

### 20 204

Τὰ ὑπὸ τῶν προτέρων πεφημισμένα, παλαιά. Ὄψει.

### 20 205

Ὀφθαλμοῖς. Ἁλοσύδνης.

### 20 207

Ἐναλίας θεοῦ, ἐν θαλάσσῃ κατοικούσης. Ἐκγεγάμεν.

### 20 209

Γεγονέναι. Τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται Σήμερον.

### 20 210

Ὑπερβολικῶς εἴρηκε τὸ σήμερον. Πῶς γὰρ ἔμελλεν ὁ ἐν Φθίᾳ ὢν ἀκούσεσθαι; ἢ λείπει τὸ ἀναιρεθέντα. Ὧδε.

### 20 212

Οὕτως, νῦν. Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς.

### 20 215

Τὸ Δαρδάνου γένος δηλονότι πρῶτον ἐποιήσατο ὁ Ζεύς. Δάρδανον αὖ πρῶτον τέκετο. Δάρδανος ὁ Διὸς καὶ Ἠλέκτρας τῆς Ἄτλαντος θυγατρὸς διϊὼν τὴν Σαμοθράκην ἐπομβρίας γενομένης, κατασκευάσας σχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς, διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρῳάδος. καὶ ἀποβὰς Διὸς ὑποθεμένου, κτίζει πόλιν· ἣν καὶ ἀφ’ ἑαυτοῦ Δαρδανίαν ἐκάλεσεν. ἱστορεῖ Λυκόφρων. Δαρδανίην.

### 20 216

Πόλις Τροίας. Πεπόλιστο.

### 20 217

Ἔκτιστο. Ὑπωρείας.

### 20 218

Τὰ κάτω μέρη τῶν ὀρῶν. Ἀταλῇσιν.

### 20 222

Ἁπαλαῖς, νέαις. Τάων καὶ Βορέης ἠράσσατο.

### 20 223

Λείπει ἡ ἐκ πρόθεσις· ἵν’ ᾖ, ἐκ τούτων, οὐ γὰρ πασῶν ἠράσθη. Κυανοχαίτῃ.

### 20 224

Μελαίνας τρίχας ἔχοντι. Ὑποκυσσάμεναι.

### 20 225

Ἔγκυαι γενόμεναι. Ἄκρον ἐπ’ ἀνθερίκων καρπῶν θέον, οὐ δὲ κατέκλων.

### 20 227

Νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν ἀθέρων. Ἐλαφρῶς οὖν φησιν ἄνωθεν αὐτῶν διέτρεχον. ὁμοίως καὶ ἐπὶ τῆς τῶν κυμάτων ἐπιφανείας, μὴ βαπτιζόμεναι τῷ ὕδατι. κυρίως δὲ ἀνθέριξ καλεῖται, ὁ τοῦ ἀσφοδέλου καυλός. ἔστι δὲ φυτὸν λαχανῶδες. Ἀνηρείψαντο.

### 20 234

Ἀνήρπασαν. Κάλλεος εἵνεκα οἷο.

### 20 235

Διὰ τὸ ἴδιον αὐτοῦ κάλλος. Ἀρετήν.

### 20 242

Εὐδαιμονίαν. ἀνδρίαν. Μινύθει. Φθείρει. Λεγώμεθα.

### 20 244

Διαλεγώμεθα. Νηπύτιοι ὥς. Ὡς νήπιοι, καὶ ἄφρονες. Ἑκατόνζυγος.

### 20 247

Ὑπὸ ἑκατὸν ἐρετῶν ἐλαυνομένη. Ζυγὰ γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. Ἄχθος. Φορτίον, βάρος. Ἄροιτο. Λάβοι, κτήσαιτο. Στρεπτή.

### 20 248

Εὐκίνητος. μεταβολὰς πολλὰς ἔχουσα. Νομός.

### 20 249

Νομὴ, διάταξις. Ἔριδας.

### 20 251

Φιλονεικίας. Νείκεα. Νείκη, ὀνείδη λέγειν. Χολωσάμεναι.

### 20 253

Ὀργισθεῖσαι. Νεικεῦσι.

### 20 254

Φιλονεικοῦσι, λοιδοροῦσι. Μέσην ἐς ἀγυιὰν ἰοῦσαι. Εἰς μέσον τὸ ἄμφοδον προελθοῦσαι. Πόλλ’ ἐτεά τε καὶ οὐκί.

### 20 255

Πολλὰ καὶ ἀληθῆ καὶ ψευδῆ. Γευσόμεθ’ ἀλλήλων.

### 20 258

Ἀντὶ τοῦ ἁψώμεθα. ὅ ἐστιν ἀπόπειραν ληψώμεθα τῆς ἀλλήλων δυνάμεως. εἴρηται δὲ μεταφορικῶς. Μύκεν.

### 20 260

Ἐψόφησεν. ἡ μεταφορὰ ἀπὸ τῆς φωνῆς. Ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας.

### 20 269

Ἕως τοῦ Τῇ ῥ’ ἔσχετο χάλκεον ἔγχος. Ἀτρώτων ὑπαρχόντων παρ’ Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων, ἔξωθεν κατ’ ἐνίους τεταμμένης διὰ πλείονα κόσμον τῆς χρυσῆς πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον, Ἀλλὰ μέχρι μὲν δύω πτυχῶν προῆλθεν ἡ τοῦ ἔγχους ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως γενομένης. ἐπὶ δὲ τῇ τρίτῃ ἐπεσχέθη. πῶς φησιν ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν, ὅτι ὁ χρυσὸς ὢν μαλθακώτερος χαλκοῦ καὶ σιδήρου, ἐνέδωκε τῷ δόρατι καὶ ἐκοιλάνθη, καὶ ἐγένετο κοίτη καὶ οὐ τρῶσις. Πτύχας.

### 20 270

Τὰ ἐλάσματα τῆς ἀσπίδος. Ἤλασεν. Ἔπληξεν, ἔτρωσεν. Κυλλοποδίων. Χωλός. λέγει δὲ τὸν Ἥφαιστον. Ἔσχετο.

### 20 272

Ἐπεσχέθη. Ἄντυγ’ ὑπὸ πρώτην.

### 20 275

Κατὰ τὸν ἔξωθεν κύκλον τῆς ἀσπίδος. Ἧι λεπτότατος θέε χαλκός. Καθ’ ὃ μέρος τῇ ἀσπίδι λεπτότατος περιέκειτο χαλκός. Λάκεν.

### 20 277

Ἐψόφησεν, ἤχησεν, ἢ διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις, λακίδες λέγονται αἱ διακοπαί. Ἐάλη.

### 20 278

Συνεστάλη. Ἱεμένη.

### 20 280

Προθυμουμένη, ἐπειγομένη. Ἕλε. Διεῖλεν, ἔκοψεν. Χύτο.

### 20 282

Περιεχύθη. Ἤρκεσεν.

### 20 289

Ἐβοήθησεν, ὠφέλησεν. Πηλείωνι δαμείς.

### 20 294

Ὑπὸ Ἀχιλλέως ἀναιρεθείς. Μόρσιμον.

### 20 302

Εἱμαρμένον, μεμοιραμένον. Ἀλέασθαι. Ἐκκλῖναι, διασωθῆναι. Ἄσπερμος.

### 20 303

Ἄτεκνος, ἄγονος. Φίλατο.

### 20 304

Ἐφίλησε. Νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.

### 20 307

Ἀφροδίτη χρησμοῦ ἐκπεσόντος, ὅτι τῆς Πριαμιδῶν ἀρχῆς καταλυθείσης, οἱ ἀπ’ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν. τεκοῦσα δ’ Αἰνείαν, καὶ βουλομένη πρόφασιν κατασκευάσαι τῆς τῶν Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ, ταῖς δὲ ἀληθείαις, παρηγόρει τὴν ἧτταν αὐτῶν, ἵνα μὴ παντελῶς ἀπελπίσαντες, ἀποδῶσι τὴν Ἑλένην. Ἱστορεῖ Ἀκουσίλαος. Ἐρύσσεαι.

### 20 311

Ῥύσῃ, σώσεις. Πολεῖς.

### 20 313

Πολλούς. Ἐπέσευεν.

### 20 325

Ὥρμησεν, ἐδίωξε. Καύκωνες.

### 20 329

Οἱ μὲν Τρωϊκὸν ἔθνος βάρβαρον, ἄλλοι δὲ Παφλαγωνίας, οἱ δὲ τοὺς ἐπίκλην Καυκανίας. ἡ δὲ Καύκανος πόλις παράλιος Λυκίας καὶ Καρίας. Ἐζήτηται δὲ, πῶς τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρύσατο, ἀλλὰ Ποσειδῶν. καὶ φασὶν, ὅτι ἡ μεγάλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα τυγχάνει καὶ τοὺς δι’ ἔχθρας ὄντας. Ἀτέοντα.

### 20 332

Ἐν ἄτῃ ὄντα, ὅ ἐστι βλαπτόμενον καὶ ἀφροντιστοῦντα σαυτοῦ. Διεπέφραδε.

### 20 340

Διεσήμανεν. εἶπε. Σκέδασεν.

### 20 341

Ἐσκόρπισε. Ἦ ῥα.

### 20 347

Ὄντως δή. Ἐῤῥέτω.

### 20 349

Φθειρέσθω. Ἄσμενος.

### 20 350

Χαίρων. Τοσσούσδ’ ἀνθρώπους.

### 20 357

Ὁ Ἀσκαλωνίτης προπερισπᾷ κατὰ δεῖξιν, ὡς τοσσῆς δ’ ὑσμίνης. ὁ δὲ Ἀρίσταρχος κατὰ παρολκὴν ἐδέξατο τόνδε. Ἐφέποι.

### 20 359

Ἐπέρχοιτο, ἐπιδιώκοι. Στόμα. Τὴν σύστασιν. Ἠβαιόν.

### 20 361

Ὄντως μικρόν. Στιχὸς εἶμι διαμπερές.

### 20 362

Διὰ τῆς τάξεως ἐλεύσομαι. Φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος.

### 20 365

Ἔλεγε δὲ ἄντικρυς ἐλεύσεσθαι τοῦ Ἀχιλλέως. Κολούει.

### 20 370

Ἀκέφαλον, καὶ ἀτελῆ ποιήσει. τοῦτ’ ἔστιν, ἀποτεύξεται πρὸ τοῦ ποιῆσαι. Εἱμένος ἀλκήν.

### 20 381

Περικείμενος δύναμιν. Τμώλῳ.

### 20 385

Ὄρει Λυδίας. Ὕδης. Ὕδη διὰ τοῦ δ πόλις Λυδίας, ἡ νῦν καλουμένη Σάρδεις. διὰ δὲ τοῦ λ Ὕλη, πόλις Βοιωτίας. Πίονι δήμῳ. Τῷ εὐδαίμονι. Κεάσθη.

### 20 387

Ἐσχίσθη. Ἐπεύξατο.

### 20 388

Ἐπεκαυχήσατο. Λίμνῃ Γυγαίῃ.

### 20 390

Οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν· ἢ ἀπό τινος ἐγχωρίου ἥρωος Γύγου καλουμένου. Ἐπισσώτροις.

### 20 394

Κανθοῖς. Δατέοντο. Διέκοπτον. Ἀλεξητῆρα.

### 20 396

Μάχης ἀποτρεπτικὸν, βοηθόν. Ἔσχεθεν.

### 20 398

Ἐπέσχεν, ἐκώλυσε. Πεπάλακτο.

### 20 400

Ἐπεμόλυντο. Ἄϊσθεν.

### 20 403

Ἐξέπνευσεν. Ἤρυγεν. Ἐμυκήσατο. ἀνερύγγανε. πνεῦμα σφοδρὸν ἀφῆκεν. Ὡς δ’ ὅτε ταῦρος Ἑλικώνιον ἀμφὶ ἄνακτα. Τὸν Ποσειδῶνα. ἤτοι, ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ. μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ θεόν. διαφέρει γὰρ Ἑλικὼν καὶ Ἑλίκη· ὅτι Ἑλικὼν μὲν, ὄρος Βοιωτίας, Ἑλίκη δὲ, νῆσος Ἀχαΐας, ἐν ᾗ ἱερὸν Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν, ἀποικίαν ἔστελλεν εἰς Μίλητον, καὶ Καρίαν, ἔνθα ἱερὸν Ποσειδῶνος ἱδρύσατο. καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους, Ἑλικώνιον τὸν θεὸν προσηγόρευσε. δοκεῖ δὲ ἔπειδ’ ἂν θύωσι, βοησάντων μὲν τῶν βοῶν, προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν. σιγώντων δὲ, λυπεῖσθαι καὶ μηνιᾷν νομίζεσθαι. ἡ ἱστορία παρὰ Κλειτοφῶντι. Γάνυται.

### 20 405

Ἥδεται, χαίρει. Νηπιέῃσιν.

### 20 411

Ἀφροσύναις, ἀνοίαις. Ὀχῆες.

### 20 414

Οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες. Διέσχε.

### 20 416

Διῆλθε. Γνύξ.

### 20 417

Ἐπὶ γόνυ. Οἰμώξας. Στενάξας. Προτὶ οἷ.

### 20 418

Πρὸς ἑαυτόν. Λιασθείς. Ἐκκλίνας. Λιαζόμενον ποτὶ γαίῃ.

### 20 420

Πρὸς τῇ γῇ κεκλιμένον, ὅ ἐστι κείμενον. Ἐσεμάσσατο.

### 20 425

Καθίκετο, ἐλύπησε. Τετιμένον.

### 20 426

Τετιμημένον. Πτώσσοιμεν.

### 20 427

Φοβοίμεθα. Πτολέμοιο γεφύρας. Τὰ μεταξὺ τῶν πολεμούντων διαστήματα. Αἴσυλα.

### 20 433

Τὰ παρὰ τὸ καθῆκον γιγνόμενα, ἄδικα. Ὀξὺ πάροιθεν.

### 20 437

Ἔξυστο τοῦ ἔμπροσθεν μέρους, κατὰ τὴν ἀκμήν. Πνοιῇ.

### 20 439

Πνεύματι. Ἀχιλῆος πάλιν. Ἐπὶ τὸ ἕτερον μέρος Ἀχιλλέως, ὅ ἐστι τὸ ἐναντίον. Ἦκα μάλα ψύξασα.

### 20 440

Πάνυ ἠρέμα καὶ πράως καταπνεύσασα καὶ ὑποκλάσασα τῆς ὁρμῆς. ἢ κοῦφον ποιήσασα. Ὁμοκλήσας.

### 20 448

Ἀπειλήσας. Ἐρύσατο.

### 20 450

Ἔσωσε. Μέλλεις.

### 20 451

Ἔοικας. Ἐς δοῦπον ἀκόντων. Ἐπὶ τὴν ἄφεσιν τῶν δοράτων. ἐπὶ τὴν μάχην. Ἐπιείσομαι.

### 20 454

Ἐπελεύσομαι. Ἐξαίνυτο.

### 20 459

Ἀφῃρεῖτο, ἐλάμβανε. Εἴπως πεφίδοιτο.

### 20 464

Εἴπως αὐτοῦ φείδοιτο. Γλυκύθυμος.

### 20 467

Ἀνειμένος, καὶ προσηνὴς τῇ ψυχῇ. Ἀγανόφρων. Πρᾶος τὸ φρόνημα. Ὄλισθεν.

### 20 470

Ἔπεσεν. Ἐνέπλησεν.

### 20 471

Ἐπλήρωσεν. Ἵνα.

### 20 478

Ὅπου. Τένοντες. Τὰ τεινόμενα νεῦρα. Ἔπειρεν.

### 20 479

Ἐπέρασε. Πρόσθ’ ὁρόων θάνατον.

### 20 481

Ἔχων πρὸ ὀφθαλμῶν τὸν θάνατον. Σφονδυλίων.

### 20 483

Σφονδύλων, οἵ εἰσιν κδ. ἐν τῇ ῥάχει. Ἔκπαλτο. Ἐξεπήδησε. Νηδύϊ.

### 20 486

Γαστρί. Ἀναμαιμάει.

### 20 490

Ἀναφέρεται, ἢ ἐνθουσιᾷ. Θεσπιδαές. Ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον. Ἀζαλέοιο.

### 20 491

Ξηροῦ. Κλονέων.

### 20 492

Ταράσσων. Εἰλυφάζει. Εἰλεῖ, συστρέφει. Κτεινομένους ἐφέπων.

### 20 494

Ἔδει εἰπεῖν, ἔφεσπε κτείνων. Εὐρυμετώπους.

### 20 495

Πλατυμετώπους. Τριβέμεναι.

### 20 496

Ἀλοᾷν. Ἐριμύκων.

### 20 497

Μεγάλως μυκωμένων. Στεῖβον νέκυας.

### 20 499

Ἐπάτουν τοὺς νεκρούς. Ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον.

### 20 501

Ἃς ἀποπίπτουσαι τῶν ἱππείων ὁπλῶν, ὅ ἐστιν ὀνύχων, αἱ ῥανίδες ἔβαλλον. Ῥαθάμιγγες. Ῥανίδες. Λύθρῳ.

### 20 503

Ὁ ἐκ τῆς πολεμικῆς ἐνεργείας μολυσμὸς, ἢ τὸ μετὰ κονιορτοῦ καὶ ἱδρῶτος ἀνθρώπειον αἷμα λύθρος καλεῖται. Ἀάπτους. Ἀπροσπελάστους, χαλεπάς. Πόρον ποταμοῖο.

### 21 1

Ἤτοι τὸν ποταμὸν περιφραστικῶς, ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, καθ’ ὃν διαπορεύονται αὐτόν. Διατὶ δὲ πάντων τῶν ποταμῶν ἐξ ὠκεανοῦ ῥεόντων περὶ μόνου τοῦ Ξάνθου ὁ Ποιητής φησιν· Ὃν ἀθάνατος τέκετο Ζεύς. πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; καὶ ῥητέον, ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς. εἴγε οἱ ὄμβροι μὲν ἐκ Διός. ὄμβρῳ δὲ οὗτος αὐξάνεται. φαίνεται δὲ καὶ ἄλλη τὶς ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς, ηὔξατο τῷ πατρὶ Διῒ, ἐπιδεῖξαι αὐτῷ νᾶμα. ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα. ἣν θεασάμενος Ἡρακλῆς, καὶ σκάψας ὡς εἰς τὸ πλουσιώτερον μετεισφέρεσθαι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἄκος ἑαυτῷ. Ξάνθος δ’ ἐκλήθη, ὅτι λουσάμεναι τοῦ ὕδατος αἱ Τρῳάδες ξανθὰς κόμας ἔσχον. Διατμήξας.

### 21 3

Διατεμὼν, εἰς δύο χωρίσας. Ἀτυζόμενοι.

### 21 4

Ταρασσόμενοι, φοβούμενοι. Προχέοντο.

### 21 6

Ἀθρόως ἔφευγον. Πεφυζότες. Πεφευγότες, πεφοβημένοι. Ἠέρα. Ἀέρα. σκότος. Πίτνα.

### 21 7

Ἐξέτεινεν, ἐπέβαλεν. Ἀργυροδίνην.

### 21 8

Λαμπράν. Πατάγῳ.

### 21 9

Ψόφῳ, ἤχῳ. Βράχε. Ἐψόφησεν. ἤχησε. μεταφορικῶς. Αἰπά. Νῦν βαθέα. Ὄχθαι.

### 21 10

Τὰ τῶν ποταμῶν χείλη. οἱ κρημνοί. Ἀμφὶ περὶ μεγάλ’ ἴαχον. Μέγα περιήχουν. Ἔννεον.

### 21 11

Ἐνήχοντο. Ἑλισσόμενοι. Στρεφόμενοι. Ῥιπῆς.

### 21 12

Ὁρμῆς. Ἠερέθονται. Ἤτοι ἐρεθίζονται, ἢ εἰς ἀέρα αἴρονται, καὶ ἀποκρύπτονται. Ἀκάμαντον.

### 21 13

Ἀκοπίαστον. πολύ. Ὄρμενον.

### 21 14

Διεγερθὲν, κινούμενον. Πτώσσουσι. Καταδύονται, κρύπτονται. Πλῆτο.

### 21 16

Ἐπληρώθη. Κελάδων. Ἠχῶν. παροξυτόνως. Κεκλιμένον μυρίκῃσιν.

### 21 18

Ὑπὸ μυρικῶν περιεχόμενον, κεκαλυμμένον. Ἔκθορε. Ἐνήλατο, ἐπήδησε. Δαίμονι ἶσος. Θεῷ ὅμοιος. Ἐπιστροφάδην.

### 21 20

Ἐπιστρεφόμενος πυκνῶς. Ἀεικής. Ἀπεοικὼς, χαλεπός. Ἄορι.

### 21 21

Ξίφει. Πιμπλᾶσι.

### 21 23

Πληροῦσι. Μυχούς. Φωλεούς. λέγει δὲ τοὺς ἐσωτάτω τόπους καὶ ἀποκρύφους. Εὐόρμου. Καλοὺς ὅρμους ἔχοντος. Πτῶσσον.

### 21 26

Ἐφοβοῦντο, ἐκρύπτοντο. Κρημνούς. Τὰς τῶν ποταμῶν ὄχθας. Τεθηπότας.

### 21 29

Ἐκπεπληγμένους. Ἐπιστρεπτοῖσι χιτῶσιν.

### 21 31

Ἤτοι εὐκλώστοις. Ἀλωῆς.

### 21 36

Γῆς. κήπου νῦν. Ἐννύχιος.

### 21 37

Διὰ νυκτός. Προμολών. Προελθών. Ἐρινεόν. Συκῆν ἀγρίαν. Ὄρπηκας.

### 21 38

Κλάδους. Ἀνώϊστον.

### 21 39

Ἀνυπονόητον, ἀπροσδόκητον. Ἐπέρασσε.

### 21 40

Πέραν θαλάσσης ἐπώλησεν. Υἱὸς Ἰήσονος.

### 21 41

Ὁ Εὔνηος. Ὦνον. Ὠνὴν, τιμήν. Ἐλύσατο.

### 21 42

Ἐλυτρώσατο. Ἀρίσβην.

### 21 43

Πόλιν Θρᾴκης ὑφ’ Ἑλλήσποντον. Νηλεὲς ἦμαρ.

### 21 57

Ἀνηλεῆ ἡμέραν. λέγει δὲ τὸν θάνατον. Πεπερημένος.

### 21 58

Πεπεραιωμένος, πεπραμένος. Ὥρμαινε.

### 21 64

Διενοεῖτο, ἐλογίζετο. Τεθηπώς. Ἐκπεπληγμένος. Ἄμμεναι.

### 21 70

Πληρωθῆναι, κορεσθῆναι. Μεθίει.

### 21 72

Οὐκ εἴα. Γουνοῦμαι.

### 21 74

Γονάτων ἅπτομαι. ἱκετεύω. Ἀντί τοι εἶμ’ ἱκέταο.

### 21 75

Ἀντὶ ἱκέτου σοι εἰμί. Αἰδοίοιο. Αἰδοῦς καὶ ἐντροπῆς ἀξίου. Πασάμην.

### 21 76

Ἐγευσάμην. Δημήτερος ἀκτήν. Τὸν ἄρτον, περιφραστικῶς. Ἐπέρασσας.

### 21 78

Πωλήσας. Ἑκατόμβοιον.

### 21 79

Τιμὴν ἑκατὸν βοῶν ἀξίαν. οἱ παλαιοὶ πρὶν ἐπινοηθῇ τὰ νομίσματα, τὰς συναλλαγὰς ἐποιοῦντο διὰ τῶν τετραπόδων, ὅθεν ὕστερον ἐφευρεθέντων τῶν νομισμάτων, βοῦν ἐπ’ αὐτῶν ἐξετύπουν, ἐνδεικνύμενοι τὸ ἀρχαῖον ἔθος, καὶ παροιμία, Βοῦς ἐπὶ γλώσσης, ὅ ἐστι νόμισμα. ἁρμόζει δὲ ἡ παροιμία αὕτη ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νομίσματα ὑπὲρ τοῦ μὴ κατασυνηγορῆσαί τινι, ἀλλὰ σιωπῆσαι. Ἦλφον. Εὗρον. Λύμην.

### 21 80

Λυτρωσοίμην. Τεῇς.

### 21 82

Ταῖς σαῖς. Ἀπέχθεσθαι.

### 21 83

Μισεῖσθαι. Σατνιόεντι.

### 21 87

Ποταμὸς Τροίας. Δειροτομήσεις.

### 21 89

Τὸν τράχηλον κόψεις. δειρὴ γὰρ ὁ τράχηλος. Πρυλέεσσι.

### 21 90

Πεζοῖς. Δάμασσας. Ἀπέκτεινας. Ὁμογάστριος.

### 21 95

Ὁ ἐκ τῆς αὐτῆς γαστρὸς ἀδελφός. Ἀμείλικτον.

### 21 98

Ἀπηνῆ, σκληράν. Μή μοι ἄποινα πιφαύσκεο.

### 21 99

Περὶ λύτρων μὴ δ’ ὅλως μοι διαλέγου. Ἐπισπεῖν.

### 21 100

Ἐπιδιῶξαι. πληρῶσαι. Αἴσιμον ἦμαρ. Τὸν θάνατον. Ἀλλ’ ἐπί τοι.

### 21 110

Τὸ ἑξῆς, ἀλλὰ καὶ ἐμοὶ ἐπελεύσεται θάνατος. Ἄρης ἐκ θυμὸν ἕληται.

### 21 112

Σίδηρος τὴν ψυχὴν ἀφέληται. Δεῦε.

### 21 119

Ἔβρεχεν. Ἐνταυθοῖ νῦν κεῖσο.

### 21 122

Ἐνταῦθα ἀρτίως κατάκεισο. Ἀπολιχμήσονται.

### 21 123

Ἀπολείξουσιν. Ἀκηδέες. Ἀφρόντιστοι. Γοήσεται.

### 21 124

Θρηνήσεται. Θρώσκων τις κατὰ κῦμα.

### 21 126

Καὶ τὰ ἑξῆς. Ἐφαλλόμενος καὶ νηχόμενος τὶς τῶν ἰχθύων κατὰ θάλασσαν, καὶ ἐμπλησθεὶς τῆς Λυκάονος πιμελῆς, πάλιν ὑπὸ τὴν μέλαιναν φρίκα κατελεύσεται. Φρὶξ δέ ἐστι ἡ ἠρεμαία τοῦ ὕδατος κίνησις. Ὑπαΐξει. Ὁ δὲ νοῦς, ὁ δὲ ἰχθὺς οὐκ ἐπιπολῆς γενήσεται, ἀλλ’ ἐπὶ τὴν φρίκα ἀΐξει. Τὰ γὰρ νεοσφαγῆ τῶν σωμάτων ἄνωθεν ἐπιπλεῖ. Ἀΐξει. Ὑπονήξεται. ὑπεκκλινεῖ. Ἰχθὺς ὅς κε φάγῃσιν.

### 21 127

Οὐ δεῖ τὸ ὅς κε φάγῃσιν ἄρθρον ὑποτακτικὸν λαμβάνειν, ἀλλ’ ἀντὶ τοῦ ὥς κεν ἐπίῤῥημα. Ἀργέτα δημόν. Τὸν λευκὸν ἐπίπλουν, τὸ λίπος. Κεραΐζων.

### 21 129

Διαφθείρων. Ἀρκέσει.

### 21 131

Ἐπαρκέσει, βοηθήσει. Δηθὰ πολεῖς. Πολλὰ καὶ πολλούς. Ἱερεύετε. Θύετε. Κηρόθι μᾶλλον.

### 21 136

Ἐκ ψυχῆς. Ὥρμῃνε.

### 21 137

Διενοεῖτο. Ἀλάλκοι.

### 21 138

Ἀποστρέψει, βοηθήσει. Ἐπᾶλτο.

### 21 140

Ἐφήλατο. ὥρμησε. Δαϊκταμένων.

### 21 146

Τῶν ἐν πολέμοις ἀναιρουμένων. Ἐδάϊζε.

### 21 147

Διέφθειρεν. ἐφόνευε. Δυστήνων.

### 21 151

Κακοδαιμόνων, δυστυχῶν. Ἐριβώλου.

### 21 154

Μεγαλοβώλου, εὐγείου. Δολιχεγχέας.

### 21 155

Μακρὰ δόρατα ἔχοντας. Ἀξίου.

### 21 157

Ποταμὸς Παιονίας. ἡ δὲ Παιονία τῆς Θρᾴκης. Ἀπειλήσας.

### 21 161

Νῦν αὐχήσας, ἢ ὀργισθείς. Ἁμαρτῆ δούρασιν ἀμφίς.

### 21 162

Ὁ δὲ ἀμφότερα τὰ δόρατα ὁμοῦ ἀφῆκε. Περιδέξιος.

### 21 163

Ἀμφοτέραις ταῖς χερσὶ δεξιῶς χρώμενος. Ἐρύκακεν.

### 21 165

Ἐπέσχεν, ἐκώλυσεν. Ἐπιγράβδην.

### 21 166

Ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα. Σύτο.

### 21 167

Ἀνηνέχθη. ἐῤῥύη. Ἐνεστήρικτο.

### 21 168

Ἐνεπάγη. Χροὸς ἆσαι. Τοῦ σώματος κορεσθῆναι. Ἰθυπτίωνα.

### 21 169

Ἐπ’ εὐθείας φερομένην, καὶ οἱονεὶ ἱπταμένην. Μεσσοπαγές.

### 21 172

Μέχρι τοῦ ἡμίσεος καταπεπηγὸς τῇ γῇ, ἐὰν δὲ μεσοπαλὲς, ἐκ μέσου σειόμενον. Ἐπὶ οἷ.

### 21 174

Ἐπὶ αὐτῷ. Μεθῆκεν.

### 21 177

Ἀπέλιπεν, εἴασεν. Ἐπιγνάμψας.

### 21 178

Ἐπικάμψας. Χύντο.

### 21 181

Ἀπεχύθησαν ἀθρόως. Χολάδες. Τὰ ἔντερα. Ὀρούσας.

### 21 182

Ὁρμῶν. Ἁλιμυρηέντων.

### 21 190

Εἰς τὴν θάλασσαν ῥεόντων. Ἀχελώϊος.

### 21 194

Ποταμὸς μεταξὺ Αἰτωλίας καὶ Ἀκαρνανίας. κοινῶς δὲ πᾶν ὕδωρ Ἀχελῷος καλεῖται. Ἰσοφαρίζει. Ἶσός ἐστιν, ἐξισοῦται. Τῷ οὔτε κρείων Ἀχελώϊος ἰσοφαρίζει. Ἡρακλῆς εἰς ᾅδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως. οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν, ἐπανελθὼν εἰς φῶς, ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευομένην τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμὸν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι. οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρ’ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος, διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἱστορεῖ Πίνδαρος. Φρείατα.

### 21 197

Φρέατα. Μακρά. Νῦν βαθέα. Νάουσι. Ῥέουσι. Σμαραγήσῃ.

### 21 199

Ἠχήσῃ. Ἐρεπτόμενοι.

### 21 204

Ἐσθίοντες. Ἐπινεφρίδιον. Τὸ περὶ τοὺς νεφροὺς λίπος. Δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες. Τὸ ἐρεπτόμενοι καὶ κείροντες, διλογεῖται. δεῖ συνάπτειν δημὸν ἐπινεφρίδιον. ἐπὶ τῶν νεφρῶν γὰρ ἐπίκειται ἡ πιμελή. Εἰσάμενος.

### 21 213

Ὁμοιωθείς. Ῥέζε.

### 21 214

Πράττε. Στεινόμενος.

### 21 220

Στενούμενος. Ἀϊδήλως. Ἀφανιστικῶς, ὀλεθρίως. Ἄγη.

### 21 221

Ἔκπληξις, θαῦμα. Ἔλσαι.

### 21 225

Συνελᾶσαι, συγκλεῖσαι. Εἰρύσαο.

### 21 230

Ἐφύλαξας. Δείελος ὀψὲ δύων.

### 21 232

Ἡ ὀψινὴ κατάστασις τοῦ ἡλίου παρ’ Ἀττικοῖς δείελος λεγομένη. Οἴδματι.

### 21 234

Οἰδήματι, κύματι. Θύων. Πληθύων καὶ ἐνθουσιωδῶς ὁρμῶν. Κυκώμενος.

### 21 235

Ταρασσόμενος. Θύραζε.

### 21 237

Ἔξω. Μεμυκὼς, ἠΰτε ταῦρος. Ἐντεῦθεν κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ, ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς. Χέρσονδε.

### 21 238

Εἰς τὴν γῆν. Οὐ δὲ πόδεσσιν Εἶχε στηρίξασθαι.

### 21 241

Οὐ δὲ ἠδύνατο στῆναι τοῖς ποσίν. Εὐφυέα.

### 21 243

Εὖ πεφυκυῖαν. μεγάλην. Διῶσε.

### 21 244

Συνεμόχλευσεν. ἀπεώσατο. Γεφύρωσε.

### 21 245

Διαβατὸν ἐποίησεν. Ἐριποῦσα.

### 21 246

Πεσοῦσα. Ἀκροκελαινιόων.

### 21 249

Τὸ ἄνω μέρος τοῦ κύματος ἐξ ἐπιπολῆς μελαινόμενος. τοιοῦτοι δέ εἰσι πάντες οἱ ὀξεῖς ποταμοί. Οἴματα.

### 21 252

Ὁρμήματα. Μέλανος. Μέλανος ὄντος. εἶτα ἀπὸ ἄλλης ἀρχῆς τοῦ θηρητῆρος. τινὲς δὲ μέλανός του, ἤγουν μέλανός τινος. μελανόστου Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τάσιν ὡς Ὀρέστου. Φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστέα ἔχειν. τινὲς δὲ γράφουσι μελανόσσου, παρὰ τὸ μέλανας ὀφθαλμοὺς ἔχειν. Ὤκιστος.

### 21 253

Τάχιστος. Εἰκώς.

### 21 254

Ἐοικώς. Ὁμοιωθείς. Ὕπαιθα.

### 21 255

Ἐκ πλαγίου, ἢ ἔμπροσθεν. Λιασθείς. Χωρισθείς. ἐκκλίνας. Ὀχετηγός.

### 21 257

Ὑδραγωγός. ὁ τὸν τοῦ ὕδατος ὀχετὸν καθαίρων. Μάκελλαν.

### 21 259

Μακέλλην. ἔστι δὲ εἶδος ἐργαλείου. Ἀμάρης. Τῆς ὑδροῤῥόης τοῦ ὀχετοῦ. Ἔχματα. Ἐμφράγματα. Κατειβόμενον.

### 21 261

Καταφερόμενον. καταῤῥέον. Κελαρύζει. Ποιὸν ἦχον ἀποτελεῖ. Προαλεῖ.

### 21 262

Κατωφερεῖ. Πλάζε.

### 21 269

Ἀπέκρουεν, ἐπλάνα, ἢ προσεπέλαζεν. Ἀνιάζων.

### 21 270

Ἀνιώμενος, λυπούμενος. Λάβρος.

### 21 271

Ἀθροός. σφοδρός. Κονίην. Κόνιν. τέφραν. Ὑπέρεπτε. Ὑπέσυρεν, ὑφήρπαζεν. ὄπισθεν ὑπεδύετο. Ἔπειτα δὲ καί τι πάθοιμι.

### 21 274

Σωθείην ἐκ τοῦ ποταμοῦ. ἔπειτα δὲ καὶ πάθοιμί τι. κατὰ τὸ, Ἐν φάει δὲ καὶ ὄλεσον. Ἔθελγεν.

### 21 276

Ἐξηπάτα. Λαιψηροῖς.

### 21 278

Ταχέσι. Λευγαλέῳ.

### 21 281

Χαλεπῷ, ἀδόξῳ. Ἐρχθέντα.

### 21 282

Ἐν τῷ ὕδατι ἀποπνιγέντα. Συφορβόν. Χοιροβοσκόν. Ἔναυλος.

### 21 283

Χείμαῤῥος ποταμὸς διὰ στενοῦ ῥέων. Ἐΐκτην.

### 21 285

Ὡμοιοῦντο. Ἐπιστώσαντο.

### 21 286

Πίστιν τῆς σωτηρίας ἔδωκαν. Τρέε.

### 21 288

Φοβοῦ. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ τάρβει. Ἐπιταῤῥόθω.

### 21 289

Ἐπιτάῤῥοθοι. δυϊκῶς. σημαίνει δὲ βοηθούς. Ἐπαινήσαντος.

### 21 290

Συγκαταθεμένου. Δαμήμεναι.

### 21 291

Ἀναιρεθῆναι. Λωφήσει.

### 21 292

Λήξει, παύσεται. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτία ἀποθεμένων τοῦ λόφου ὑποζυγίων. Ἕκτορι θυμὸν ἀπούρας.

### 21 296

Ἀντὶ τοῦ Ἕκτορος. Δαϊκταμένων.

### 21 301

Διακοπτομένων. Ἀν’ ἰθύν.

### 21 303

Ἐπ’ εὐθείας κατὰ τὴν ὁρμὴν τοῦ ποταμοῦ. Ἔσχεν. Ἐπέσχε. Κόρυσσεν.

### 21 306

Ὕψωσεν. Σχῶμεν.

### 21 309

Ἐπίσχωμεν. Κατὰ μόθον.

### 21 310

Κατὰ τὴν μάχην. Ὀρόθυνον.

### 21 312

Ἐρέθισον, διέγειρον. Ἐναύλους. Τὰς τῶν ποταμῶν διώρυγας. ἢ τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς. Ἵστη.

### 21 313

Ἀνίστα. Μέμονε.

### 21 315

Προθυμεῖται. Νειόθι.

### 21 317

Κάτωθεν. Ὑπ’ ἰλύος.

### 21 318

Ὑπὸ τῆς ἰλύος τοῦ ποταμοῦ, ὅ ἐστι τοῦ πλήθους τοῦ πηλοῦ. Χεράδος.

### 21 319

Τῆς ὑπὸ ποταμῶν ἀθροιζομένης ψάμμου, καὶ ξύλων συγκομιδῆς. Ἀρίσταρχος δέ φησι, χεράδας καλεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτοῖς λίθους· εἶναι δὲ τὸν νοῦν τοιοῦτον, πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω, χεράδος οὖν, λιθάδος. Ἐπιστήσονται.

### 21 320

Γνῶναι δυνήσονται. Ἀλλέξαι.

### 21 321

Ἀναλέξαι, συλλέξαι. Ἄσιν. Ἰλύν. ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν ἀσιογεῖαι αἱ αἱμασιαί. Τυμβοχοῆς.

### 21 323

Χωστοῦ τάφου. τύμβος γὰρ ὁ τάφος. τὸ πλῆρες τυμβοχοῆσαι. οὕτως Ἀρίσταρχος καὶ Ἀσκαλωνίτης, καὶ οἱ πλείους. ἄμεινον γὰρ ἐν τῷ ῥήματι τὸ πρᾶγμα λαμβάνειν, ἢ τῷ ὀνόματι. Θύων.

### 21 324

Πληθύων καὶ ὁρμῶν. Μορμύρων.

### 21 325

Ἀναζέων. πληθύων. Πορφύρεον.

### 21 326

Νῦν βαθύ. Διϊπετέος. Τοῦ ἐκ τῶν ὄμβρων τοῦ Διὸς γεγονότος. Ἀειρόμενον.

### 21 327

Ἐπαιρόμενον, ὑψούμενον. Κατὰ δ’ ᾕρεε. Κατελάμβανε δέ. Κυλλοπόδιον.

### 21 331

Χωλέ. λέγει δὲ τὸν Ἥφαιστον. Ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα. Κατὰ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάνθον. Πιφαύσκεο.

### 21 333

Ἐνδείκνυσο δὲ καὶ διέγειρε πολλὴν φλόγα ἐμφαίνων, ἵνα γνῶ τὴν τοῦ πυρὸς δύναμιν. Εἴσομαι.

### 21 335

Ὁρμήσω. πορεύσομαι. Κῄαι.

### 21 336

Καύσει. Φλέγμα.

### 21 337

Φλόγωσιν, πύρωσιν. Ἐν δ’ αὐτὸν ἵει πυρί.

### 21 338

Καὶ αὐτὸν δὲ τὸν Ξάνθον περίβαλλε πολλῇ φλογί. Σχεῖν.

### 21 341

Ἐπισχεῖν. Ἀκάματον. Ἀκατάπαυστον. πολύ· ἢ παρ’ ὅσον τὸ πῦρ ἀκμητὶ ἐκβόσκεται τὴν ὕλην. Τιτύσκετο.

### 21 342

Κατεσκεύαζεν, ηὐτρέπιζεν. Ὀπωρινός.

### 21 346

Ὁ κατὰ τὴν ὀπώραν πνέων. Νεοαρδέα. Νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν. Ἐθείρῃ.

### 21 347

Ἐξ ἔθους ἐπιμελοῖτο. Θρύον.

### 21 351

Εἶδος πόας, ὁ λεγόμενος θρύσις. Κύπειρον. Ἔνιοί φασι κήβριον. Πνοιῇ.

### 21 355

Θέρμῃ. Πολυμήτιος. Πολυτέχνου. Ἴς.

### 21 356

Δύναμις. Ἀνέφλυε.

### 21 361

Ἀνέζει. Κνίσσῃ μελδόμενος.

### 21 363

Ἀντὶ τοῦ τὰ λίπη τήκων. παθητικὸν ἀντὶ ἐνεργητικοῦ τὸ μέλδων. Σιάλοιο. Εὐτραφοῦς, λιπαροῦ. Ἀμβολάδην.

### 21 364

Ἀναβάλλων. Κάγκανα. Κατάξηρα, παρὰ τὸ κῆαι. Οὐδ’ ἔθελε.

### 21 366

Νῦν, οὐκ ἠδύνατο. Ἀλλ’ ἴσχετο. Ἀλλὰ ἐπίσχετο. Ἔχραε.

### 21 369

Ἐπεὶ ἐξαρχῆς ἐπηνέχθη σφοδρῶς. Κήδειν. Λυπεῖν, κακοῦν. Ἐξ ἄλλων.

### 21 370

Ὑπὲρ τοὺς ἄλλους. Μαλερῷ.

### 21 375

Τῷ πάντα μαραίνοντι. Δάηται. Καίηται. Σχέο.

### 21 379

Ἐπίσχες. Στυφελίζειν.

### 21 380

Ταράσσειν, θλίβειν, κακοῦν. Κατέσχετο καλὰ ῥέεθρα.

### 21 382

Γράφεται καὶ κατέσσυτο, ἵν’ ᾖ τὰ καλὰ ῥεῖθρα ὥρμησε. Βεβριθυῖα.

### 21 385

Βαρεῖα, δεινή. Ἄητο.

### 21 386

Ἐκινεῖτο, ὥρμα. Δίχα δέ σφισι θυμὸς ἄητο. Διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχὴ, τουτέστι διάφορον ἔσχον τὴν γνώμην. Πατάγῳ.

### 21 387

Ψόφῳ. Ἀμφὶ δὲ σάλπιγξ ἴαχε.

### 21 388

Περιήχησεν δὲ ἡ σάλπιγξ, ἐξ ὧν προείρηται, ὅτι τῶν ἰδίων χρόνων ὠνόμακε τὴν σάλπιγγα ὁ Ποιητής. Ῥινοτόρος.

### 21 392

Ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς. ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες, ὅτι ἐκ βοείων βυρσῶν εἰσιν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα. Ὀνείδειον.

### 21 393

Ὀνειδιστικόν. Κυνόμυια.

### 21 394

Ἀναιδὴς ὡς μυῖα. ἐκ δύο ἀναιδῶν τελείων τοῦ τε κυνὸς καὶ τῆς μυίας διὰ τὸ ὑπερβάλλον τῆς ἀναιδείας. Συνελαύνεις. Συμβάλλεις εἰς μάχην. Θάρσος ἄητον.

### 21 395

Μέγιστον θάρσος. Πανόψιον ἔγχος.

### 21 397

Ἐν τῇ πάντων ὄψει ὁρώμενον. πᾶσιν ὁρώμενον. Οἱονεὶ πανόρατον. Ἔδαψας.

### 21 398

Ἔκοψας. Ἀναχασσαμένη.

### 21 403

Ὑποχωρήσασα. Οὖρον ἀρούρης.

### 21 405

Ὅρον χώρας. Ἀμφαράβησε.

### 21 408

Περιήχησεν. Ἐπεφράσω.

### 21 410

Ἐπέγνως, ἐνόησας. Ἀρείων. Βελτίων. Οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξαποτίνοις.

### 21 412

Οὕτως ἄν σε αἱ τῆς μητρὸς ἐριννύες μετέλθοιεν. Χωομένη.

### 21 413

Νῦν ὀργιζομένη. Μέτελθε.

### 21 422

Ἐπ’ αὐτὴν παραγενοῦ. τιμώρησον. Μετέσσυτο.

### 21 423

Ὥρμησεν. Ἐπιεισαμένη.

### 21 424

Ἐφορμήσασα. Θαρσαλέοι.

### 21 430

Εὐθαρσεῖς. Αἴσχιον.

### 21 437

Ὀνειδιστικόν. Χαλκοβατές.

### 21 438

Ἰσχυρόν. Ἀγήνορι.

### 21 443

Ἀνδρείῳ. Θητεύσαμεν.

### 21 444

Ἐπὶ μισθῷ ἐδουλεύσαμεν. Ἐπὶ ῥητῷ.

### 21 445

Ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. πῶς δέ φησιν Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντος θητείας, Ποσειδῶν δὲ μνείαν ταύτης ποιεῖται; καὶ ῥητέον, ὅτι Ποσειδῶν μὲν εἰκότως τοῖς Ἕλλησι βοηθεῖ, καὶ προσέτι παροξύνεται τῇ μνήμῃ. Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ’ αὐτῶν, ἡ δὲ τελευταία χάρις κἂν ἐλάσσων ᾖ δύναται μεῖζον ἔγκλημα λῦσαι. Ἔδειμα.

### 21 446

Ὠικοδόμησα. Φοῖβε, σὺ δ’ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες.

### 21 448

Φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον, διὰ τοιαύτην αἰτίαν. οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον. πᾶς δὲ λοιμὸς ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὥς φησι καὶ Ὅμηρος· Οὐρῆας μὲν πρῶτον ἐπῴχετο, καὶ κύνας ἀργούς. βουλόμενοι οὖν τὸν θεὸν δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποστρέψῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐκάλεσαν. ὅθεν ἠδύνατο Ὅμηρος εἰπεῖν ἐβουκόλησε παρὰ Λαομέδοντι, καὶ Ἀδμήτῳ ἱπποφόρβησεν, οὕτως ἱστορεῖ Ἀπολλόδωρος. Ἕλικας βοῦς βουκολέεσκες. Ἔνεμες, ἔβοσκες. ἕλικας καὶ τὰς βοῦς φησιν ἐπιθετικῶς, ἤτοι ἀπὸ τῆς κινήσεως τῶν ποδῶν, καθ’ ὃ εἰλίποδες λέγονται, ἢ τοὺς ἑλικοειδῆ τὰ κέρατα ἔχοντας, ὅ ἐστιν ἐπικαμπῆ. Κνημοῖσι.

### 21 449

Ταῖς προβάσεσι τῶν ὀρῶν. Πολυπτύχου. Πολλὰς ἐξοχὰς καὶ ἀποκλίσεις ἔχοντος. Πολυγηθέες.

### 21 450

Πολλὴν χαρὰν τοῖς ἀνθρώποις τῇ αὐτῶν ἐπελεύσει ἐμποιοῦσαι. Βιήσατο.

### 21 451

Μετὰ βίας ἀφείλετο. Περάαν.

### 21 454

Περᾶσαι. Τηλεδαπάων. Πόῤῥω οὐσῶν. Στεῦτο.

### 21 455

Διεβεβαιοῦτο, ὑπισχνεῖτο. Ἀπολεψέμεν. Ἀπολεπίσαι. Οὔατα. Ὦτα. Κεκοτηότι.

### 21 456

Ὀργίλῳ. Κεκοτηότι θυμῷ. Ὠργισμένῃ τῇ ψυχῇ. Τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν.

### 21 458

Διὰ οὖν τὰς τοιαύτας αἰτίας, τοῖς τούτου ὄχλοις φέρεις χάριν. Πρόχνυ.

### 21 460

Παντελῶς, πρόῤῥιζοι. Σαόφρονα.

### 21 462

Σώφρονα, φρόνιμον. Δειλέων.

### 21 464

Δειλῶν, ἀθλίων. Οἳ φύλλοισιν ἐοικότες. Ἀντὶ τοῦ φύλλοις ὅμοιοι, διὰ τὸ καὶ αὐτὰ ἀποῤῥέοντο ἀφανίζεσθαι. Ζαφλεγέες.

### 21 465

Μεγάλως ἔνθερμοι. ἐνεργεῖς. δραστήριοι. ἢ λαμπροὶ καὶ αὐξανόμενοι. Τελέθουσι. Γίγνονται. Δηριαάσθων.

### 21 467

Φιλονεικείτωσαν. Αἴδετο.

### 21 468

Ἠιδεῖτο. Πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν.

### 21 469

Εἰς χεῖρα ἐλθεῖν τοῦ πατρὸς ἀδελφοῦ. Ἀγροτέρη.

### 21 471

Κυνηγετικὴ, θηρατική. λέγει δὲ τὴν Ἄρτεμιν. Μέλεον.

### 21 473

Μάταιον. Ἀδδεές.

### 21 481

Μὴ δεδοικυῖα, θρασεῖα. Μένος ἀντιφέρεσθαι.

### 21 482

Ἐναντιοῦσθαι τὴν δύναμιν. Λέοντα.

### 21 483

Ἐπίφοβον ὡς λέοντα. Βέλτερον.

### 21 485

Βέλτιον, κρεῖσσον. Ἀγροτέρας.

### 21 486

Ἀγρίας. Δαήμεναι.

### 21 487

Μαθεῖν. Ἔμαρπτε.

### 21 489

Κατέλαβεν. Ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε. Ἀμφοτέρας τὰς χεῖρας συνέλαβε τῶν καρπῶν. Αἴνυτο.

### 21 490

Ἀφῃρεῖτο. Ἔθεινεν.

### 21 491

Ἔτυπτεν. Πέλεια.

### 21 493

Περιστερά. Ἴρηκος.

### 21 494

Ἱέρακος. Προσληπτέον τὸ διωκομένη. Χηραμόν.

### 21 495

Χώρημα. κατάδυσιν. Ἁλώμεναι εἵμαρτο. Ληφθῆναι εἱμαρμένον ἦν. Πληκτίζεσθαι.

### 21 499

Διαπληκτίζεσθαι. στασιάζειν. Συναίνυτο.

### 21 502

Συνελάμβανε. Πεπτεότα.

### 21 503

Πεπτωκότα. Στροφάλιγγι. Συστροφῇ. Ἑανός.

### 21 507

Πέπλος. Προτὶ οἷ. Πρὸς ἑαυτόν. Ἐϋστέφανος.

### 21 511

Καλὴν στεφάνην ἔχουσα. στεφάνη δέ ἐστι κόσμος γυναικεῖος, καὶ περικεφαλαίας εἶδος. Μέμβλετο.

### 21 516

Ἔμελλεν. Ὤλεκεν.

### 21 521

Ἀνῄρει. Ἀγακλειτούς.

### 21 530

Ἐνδόξους. Πυλαωρούς. Πυλωρούς. Πεπταμένας.

### 21 531

Ἀνεωγμένας. Ἀλέντες.

### 21 534

Συστραφέντες. Αὖτις ἐπ’ ἂψ θέμεναι.

### 21 535

Πάλιν ἐπικλεῖσαι, καὶ ἐπιθεῖναι. Σανίδας. Θύρας. Ἄνεσάν τε.

### 21 537

Ἀνέστειλαν, ἐνέωξαν. Ὀχῆας. Νῦν μοχλούς. Πετασθεῖσαι.

### 21 538

Ἐξαπλωθεῖσαι, ἀνοιχθεῖσαι. Δίψῃ καρφαλέοι.

### 21 541

Ξηροὶ ὑπὸ δίψῃς. Καρφαλέοι. Ξηροί. Σφεδανόν.

### 21 542

Ἀντὶ τοῦ σφεδανῶς, ἐσπευσμένως, ἢ καταπληκτικῶς. Κεκλιμένος φηγῷ.

### 21 549

Ἀντὶ τοῦ περιεχόμενος ὑπὸ φηγοῦ. καὶ περικεκλιμένος αὐτῇ. Πόρφυρε.

### 21 551

Κατὰ βάθος ἐμερίμνα, καὶ διενοεῖτο. Εἰ δ’ ἂν ἐγὼ ὑποκλονέεσθαι ἐάσω Πηλείδῃ.

### 21 556

Ὑπὸ Ἀχιλλέως συγχωρήσω ταράσσεσθαι. Πεδίον Ἰλήϊον.

### 21 558

Τόπος ἐν ᾧ ὁ Ἴλλου τάφος ἐστί. Ῥωπήϊα.

### 21 559

Ἱμαντώδη φυτὰ, ἀφ’ οὗ τὰ δάσεα τῆς ὕλης. Διελέξατο.

### 21 562

Διελογίσατο. Ἀπαειρόμενον.

### 21 563

Ἀπαίροντα. Μάρψῃ.

### 21 564

Καταλάβῃ. Εἰ δέ κέν οἱ προπάροιθε πόληος.

### 21 567

Ἐὰν δὲ αὐτῷ ἔμπροσθεν τῆς πόλεως. Ὀπάζει.

### 21 570

Κατόπιν διώκει. Ἀλείς.

### 21 571

Συστραφείς. Ξυλόχοιο.

### 21 573

Ὑλώδους τόπου συνδένδρου. Ἀλκῆς.

### 21 578

Νῦν ἀλεξήσεως, βοηθείας. Ἀΰτει.

### 21 582

Ἐβόα. Ἦ δή που μάλ’ ἔολπας.

### 21 583

Ὄντως δὴ πάνυ ἤλπικας. Ἀγερώχων.

### 21 584

Αὐθαδῶν. Εἰρυόμεσθα.

### 21 588

Φυλάττομεν. Πότμον ἐφέψεις. Τεθνήξῃ, ἐπὶ θάνατον ἔλθῃς. Ἠρύκακε.

### 21 594

Κατέσχεν. Ἀποέργαθεν.

### 21 599

Ἀπεῖργεν, ἀπεχώριζε. Ἔθελγε.

### 21 604

Νῦν ἠπάτα. Ἐσέχυντο.

### 21 610

Ἀθρόως ἐπῆλθον. Κατὰ ἄστυ.

### 22 1

Κατὰ τὴν πόλιν. Πεφυζότες. Δεδειλιακότες, ἐκπεπληγμένοι, ἢ μετὰ δέους πεφυγότες. Ἀπεψύχοντο.

### 22 2

Πρὸς ἄνεμον ἐξηραίνοντο, ἀνεκτῶντο ἑαυτούς. Ἀκέοντο. Ἐθεραπεύοντο. κυρίως ἀκεῖσθαι, τὸ ἄχος ἰᾶσθαι. καὶ τὸ ὁπωσδήποτε θεραπεύειν, ὅθεν Φρύγες ἀκεστὴν τὸν ἰατρὸν, καὶ Ἀθηναῖοι ἀκέστορα φασί. Κεκλιμένοι καλῇσιν ἐπάλξεσιν.

### 22 3

Προσκεκλιμένοι. ὅ ἐστι περιεχόμενοι ὑπὸ τῶν τειχῶν. ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν καλούμενοι προμαχῶνες. Ἴσαν.

### 22 4

Παρεγένοντο. Σάκε’ ὤμοισι κλίναντες. Τοὺς ὤμους ταῖς ἀσπίσι καλύψαντες. Ὀλοή.

### 22 5

Ὀλεθρία. Τρώων πόνος.

### 22 11

Τὸ κατὰ Τρώων ἔργον. Ἄλεν.

### 22 12

Συνεστράφησαν, ἔφυγον. Λιάσθης. Ἐξέφυγες, ἐξέκλινας, ἢ ἐπλανήθης. Μόρσιμος.

### 22 13

Μοίρᾳ ὑποκείμενος, θνητός. Ὀλοώτατε.

### 22 15

Ὀλεθριώτατε. Ὀδάξ.

### 22 17

Τοῖς ὀδοῦσιν. Ὀπίσω.

### 22 19

Ὕστερον. χρονικῶς. Ἦ ς’ ἂν τισαίμην.

### 22 20

Ἐτιμωρησάμην ἄν σε. Σευάμενος.

### 22 22

Ὁρμήσας. Ἀεθλοφόρος. Ἀγωνιστής. Θέῃσι.

### 22 23

Τρέχῃ. Τιταινόμενος. Τείνων. ἕλκων. Λαιψηρά.

### 22 24

Ταχέα. Ἐνώμα. Κατέφερεν. ἐκίνει. Ὀπώρης.

### 22 27

Κατὰ τὸ φθινόπωρον. Εἶσιν. Ἀνατέλλει, ἄνεισι τὴν ἑώαν ἀνατολὴν δηλονότι. Ἀρίζηλοι. Λαμπραὶ, εὐσύνοπτοι. Ὅν τε κύν’ Ὠρίωνος.

### 22 29

Τὸν ἀστρῶον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τόνδε τὸν κατηστερισμένον κύνα, οὐκ Ὠρίωνος, ἀλλὰ Ἠριγόνης ὑπάρχειν, ὃν κατηστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἱκάριος γένος μὲν ἦν Ἀθηναῖος ἔσχε δὲ θυγατέρα Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἱκάριος Διόνυσον, ἔλαβε παρ’ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας, περιῄει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ καὶ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς πόλεως, βουκόλοις οἶνον παρέσχε. οἱ δὲ ἀθρόως ἐμφορησάμενοι, οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν. ὀψέ τε ἐγερθέντες, καὶ νομίσαντες πεφαρμάχθαι, τὸν Ἱκάριον ἀπέκτειναν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην, δι’ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γενόμενα. ἡ δὲ μαθοῦσα τὸ ἀληθὲς, ἑαυτὴν ἀνήρτησε. νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἱκάριον καὶ τὴν Ἠριγόνην ἐνιαυσιαίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ κατηστερισθέντες, Ἱκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος. ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. Ἱστορεῖ Ἐρατοσθένης. Σῆμα.

### 22 30

Σημεῖον. Πυρετόν.

### 22 31

Ἤτοι κυρίως ὡς ἡμεῖς λέγομεν, ἢ τὴν τοῦ ἀέρος ἔκκαυσιν. Ἄνευθ’ ἄλλων.

### 22 39

Χωρὶς τῶν λοιπῶν. Πηλείωνι δαμείς.

### 22 40

Ὑπὸ Ἀχιλλέως ἀναιρεθείς. Τοσσόνδε.

### 22 41

Τοσοῦτον. Ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι.

### 22 43

Οὕτως ἂν ἀπέλθοι μου τὰ κακὰ τῶν φρενῶν. Εὖνιν.

### 22 44

Ἔρημον. χῆρον. ἐστερημένον. εὖνιν ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. ἢ παρὰ τὸ εἷς ἑνὸς ἕνις καὶ εὖνις, ὁ μεμονωμένος. Περνάς.

### 22 45

Πιπράσκων. Τηλεδαπάων. Πόῤῥω οὐσῶν. Ἀλέντων.

### 22 47

Συστραφέντων. συγκλεισθέντων. φυγόντων. Κρείουσα.

### 22 48

Κρατιστεύουσα. Ἀπολυσόμεθα.

### 22 50

Ἀπολυτρωσόμεθα. Ὀνομακλυτός.

### 22 51

Ἔνδοξος. ἀναγνωστέον δὲ ὑφ’ ἕν. Μινυνθαδιώτερον.

### 22 54

Ὀλιγοχρονιώτερον. Αἰῶνος.

### 22 58

Βίου, ζωῆς. Ἀμερθῇς. Στερηθῇς, ἀφαιρεθῇς. Ἔτι φρονέοντα.

### 22 59

Ἔτι σωφρονοῦντα, πρὶν ἐπιστῆναί σοι τοὺς πολεμίους. ἤγουν ἕως τοῦ φρονεῖν εἰμι κύριος. Ἐπὶ γήραος οὐδῷ.

### 22 60

Ἐπὶ τῇ τοῦ γήρως ἐξόδῳ, ἐπὶ τῷ τέρματι. Ἐπιδόντα.

### 22 61

Θεασάμενον. Ἑλκυσθείσας τε θύγατρας.

### 22 62

Ἀντὶ τοῦ αἰχμαλωτισθείσας. Κεραϊζομένους.

### 22 63

Πορθουμένους. Βαλλόμενα ποτὶ γαίῃ.

### 22 64

Προσρηγνύμενα τῇ γῇ. Νυούς.

### 22 65

Νύμφας. Πύματον.

### 22 66

Τελευταῖον, ἔσχατον. Πρώτῃσι θύρῃσι. Ταῖς πρώταις θύραις, ταῖς προαυλίοις. Ὠμησταί.

### 22 67

Ὠμοφάγοι. Ἐρύουσιν. Ἑλκύσουσι. Τύψας.

### 22 68

Ἐκ χειρὸς πλήξας. Ῥεθέων. Τῶν τοῦ σώματος μελῶν, ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, δι’ ὧν ῥέζομέν τι· Αἰολεῖς δὲ, τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τὰς εὐπροσώπους. Τραπεζῆας.

### 22 69

Τοὺς ἐν τραπέζῃ τρεφομένους. Πυλαωρούς. Πυλωρούς. φύλακας. Ἀλύσσοντες.

### 22 70

Ὑπὸ πλησμονῆς ἀλύοντες. οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες, οἱ δὲ εἶπον ἄγαν λυττῶντες. Κείσοντ’ ἐν προθύροισιν.

### 22 71

Κείσονται ἐν τοῖς προθύροις. Πολιόν.

### 22 74

Ἢ τὸ πεπολιωμένον, ἢ τὸ ἔντιμον καὶ αἰδοῦς ἄξιον τοῦ σώματος. Αἰσχύνωσι.

### 22 75

Καταισχύνωσιν, ἐνυβρίσωσιν. Οἴκτιστον.

### 22 76

Ἐλεεινὸν, οἰκτρόν. Δειλοῖσι. Δειλαίοις, ἀθλίοις. Κόλπον ἀνιεμένη.

### 22 80

Γυμνοῦσα τὸν κόλπον. λέγει δὲ τὸ κατὰ στῆθος μέρος. Ἀνέσχεν. Ἀνέτεινεν. Αἴδεο.

### 22 82

Αἰδοῦ, ἐντρέπου. Λαθικηδέα μαζόν.

### 22 83

Τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων. Ἄμυνε.

### 22 84

Ἀμύνου. Δήϊον. Πολεμικὸν, ἐχθρόν. Θάλος.

### 22 87

Βλάστημα, φυτὸν πᾶν τὸ νέον, ἀπὸ τοῦ θάλλειν τῇ αὐξήσει. Πολύδωρος.

### 22 88

Πολλὰ δωρουμένη ἀγαθὰ, ἢ ἡ μετὰ πολλῶν δώρων καὶ ἔδνων γεγαμημένη. Χειῇ.

### 22 93

Σχισμῇ. λέγει δὲ, τῇ τοῦ δράκοντος καταδύσει. Ὀρέστερος. Ἐν ὄρει διατρίβων. ὄρειος. ἐξ οὗ ἄγριος. Βεβρωκώς.

### 22 94

Φαγὼν τὰ κακωτικὰ καὶ ἰοῦ ποιητικὰ φάρμακα. λέγει δὲ μύρμηκας καὶ κανθάρους. Δέδορκε.

### 22 95

Βλέπει. διὰ γὰρ τοῦτο καὶ δράκων εἴρηται, διὰ τὸ ὀξέως δεδορκέναι. Ἑλισσόμενος. Συστρεφόμενος, εἱλούμενος. Προὔχοντι.

### 22 97

Προέχοντι. Ἐλεγχείην.

### 22 100

Ὄνειδος. Ὤρετο.

### 22 102

Ὥρμησεν. Ἀτασθαλίῃσιν.

### 22 104

Ἁμαρτίαις, βλάβαις. Εἴπῃσι.

### 22 106

Περὶ ἐμοῦ εἴπῃ. Ἐϋκλειῶς.

### 22 110

Ἐνδόξως. Κέκευθε.

### 22 118

Κέκρυφεν. ἐν αὐτῇ εἶχε. Γερούσιον ὅρκον.

### 22 119

Τὸν ἐπὶ τῶν ἐντίμων ὅρκον, ὃν ἐν τοῖς ἐντίμοις ἐξῆν ὀμόσαι. Ἵκωμαι.

### 22 123

Νῦν ἀντὶ τοῦ ἱκετεύσω. Αἰδέσεται.

### 22 124

Προσδέξεται, ὡς ἱκέτην. οἱ γὰρ ἱκέται αἰδοῖοι. Οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης Τῷ ὀαριζέμεναι.

### 22 126

Οὐκ ἔστι φησὶν ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι, ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶ ἢ πέτραις εὑρίσκοντες, ἐνόμιζον ἐκ τούτων γεγεννῆσθαι. ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ γὰρ παλαιοὶ νομαδικῷ ἐχρῶντο βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν ἀνέστρεφον. εὑρίσκοντες δέ τινες, ἐνόμιζον ἐκεῖθεν γεγεννῆσθαι. ἡ ἱστορία παρὰ Διδύμῳ. Ὀαριζέμεναι.

### 22 127

Γυναικώδεις προσδιαλέγεσθαι λόγους. ὄαροι γὰρ, αἱ γυναῖκες. Ἠΐθεος.

### 22 128

Ἀκμάζων νέος. Ξυνελαυνέμεν.

### 22 129

Συμβάλλειν. Εἴδομεν.

### 22 130

Μάθωμεν. Κορυθάϊκι.

### 22 132

Πολεμικῷ. κινοῦντι τὴν περικεφαλαίαν καταπλήξεως ἕνεκα καὶ φόβου τῶν ἐναντίων. Οἴμησεν.

### 22 140

Ὥρμησε. Πέλειαν. Περιστεράν. Φοβεῖται δέ.

### 22 141

Φεύγει δέ. Λεληκώς. Κεκραγὼς, νῦν δὲ ἦχον διὰ τῆς πτήσεως ἀποτελῶν. Ἠνεμόεντα.

### 22 145

Καταπνεόμενα. ὑψηλά. τὰ γὰρ ὑψηλότερα μέρη μᾶλλον καταφυσᾶται τῶν κοίλων. Ἀμαξιτόν.

### 22 146

Ἀμαξήλατον ὁδόν. Ἐσσεύοντο. Ὥρμων. Κρουνώ.

### 22 147

Κρουνοὶ, κυρίως μὲν αἱ ἀρχαὶ τῶν ῥευμάτων. νῦν δὲ οἱ τόποι ὅπου πλύνουσι. Ἀναΐσσουσι.

### 22 148

Ἀνορμῶσι. Λαΐνεοι.

### 22 154

Λίθινοι. Ἱερήϊον.

### 22 159

Ἱερεῖον ταῦρον. Βοείην. Βύρσαν. Ἀρνύσθην.

### 22 160

Ὑπὲρ ἀγῶνος ἐσπούδαζον λαβεῖν. Ἀέθλια. Ἀγωνίσματα. Ἀεθλοφόροι.

### 22 162

Ἀγωνισταὶ, ἀθληταί. Τέρματα. Τέλη, καμπτῆρας. Τρωχῶσι.

### 22 163

Τρέχουσι. Περιδινηθήτην.

### 22 165

Ἐκύκλωσαν, περιῆλθον. Πόλει ἀκροτάτῃ.

### 22 172

Ἀκροπόλει. Ἔφεπεν.

### 22 188

Ἐδίωκεν. Δίηται.

### 22 189

Διώξει. Ὄρσας ἐξ εὐνῆς.

### 22 190

Ἐκ τῆς κοίτης ἐγείρας ὥρμησε. Διά τ’ ἄγκεα καὶ διὰ βήσσας. Ἀντὶ τοῦ δι’ ἀγκέων καὶ βησσῶν, οὕτω δὲ καλοῦνται οἱ κοῖλοι καὶ βάσιμοι τῶν ὀρῶν τόποι. Καταπτήξας.

### 22 191

Δειλιάσας. Θάμνῳ. Θάμνοι καλοῦνται οἱ σύμφυτοι καὶ ὑλώδεις τόποι, παρὰ τὸ θαμινόν. Ἀνιχνεύων.

### 22 192

Ἐξ ἴχνους διώκων. Ὁρμήσειε πυλάων Δαρδανιάων.

### 22 194

Ὡς ἐπὶ τὰς Δαρδάνου πύλας ὁρμήσει. Ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσὶν, οὐδ’ ὃς ἀλύξαι.

### 22 201

Πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς, οὐ καταλαμβάνει τὸν Ἕκτορα; καὶ φασὶν οἱ μὲν ἐξεπίτηδες αὐτὸν ὑπὸ τοῦ Ποιητοῦ καταπεπονῆσθαι πολλῷ πόνῳ πρότερον, ἵν’ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη. οἱ δὲ, ὅτι τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου, Ἀχιλλεὺς διπλάσιον ἔκαμνεν ἔξωθεν περιθέων. Ὑπεξέφερεν.

### 22 202

Ὑπεξέφυγεν. ὠλίσθηνε. Πῶς δέ κεν Ἕκτωρ Κῆρας ὑπερξέφερε θανάτοιο. Καὶ τὰ ἑξῆς. Πῶς δέ, φησιν, ὁ Ἕκτωρ ἠδύνατο διαφυγεῖν τὸν Ἀχιλλέα, εἰ μὴ ὑστάτην βοήθειαν παρέχων αὐτῷ ὁ Ἀπόλλων ποδώκη ἐποίησεν. Καρήατι.

### 22 205

Κεφαλῇ. Τάλαντα.

### 22 209

Ζυγά. Δηϊώσαντε.

### 22 218

Ἀνελόντες. Οὔ οἱ νῦν ἔτι γ’ ἐστὶ πεφυγμένον ἄμμε γενέσθαι.

### 22 219

Ἀδύνατόν φησίν ἐστιν αὐτῷ διαφυγεῖν ἡμᾶς. Προπροκυλινδόμενος πατρὸς Διός.

### 22 221

Πρὸ τῶν ποδῶν τοῦ Διὸς κυλινδούμενος, ὅ ἐστιν ἱκετεύων. Ἄμπνυε.

### 22 222

Ἀναπαύεο. Χαλκογλώχινος.

### 22 225

Χαλκᾶς ἐχούσης γωνίας. Νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι.

### 22 235

Νῦν δ’ ἔτι μᾶλλόν σε τιμήσω. Τοῖον.

### 22 241

Τοίως, οὕτως. Φειδωλή.

### 22 244

Φειδώ. Κερδοσύνῃ.

### 22 247

Ἐντρεχείᾳ, πονηρίᾳ, ἀπάτῃ. Φοβήσομαι.

### 22 250

Φεύξομαι. Δίον.

### 22 251

Ἔδεισα. ἐδιωκόμην. ἔφευγον. Θεοὺς ἐπιδώμεθα.

### 22 254

Ὀμόσωμεν, ἐπόπτας καὶ μάρτυρας τῶν λεγομένων ποιησώμεθα. Ἐπίσκοποι.

### 22 255

Ἔφοροι, φύλακες. Ἁρμονιάων. Τῶν συνθηκῶν. Καμμονίην.

### 22 257

Τὴν ἐκ καταμονῆς νίκην, ὅ ἐστιν ἐκ μονομεροῦς. Ἄλαστε.

### 22 261

Ἀλάθητε. δεινὰ καὶ ἀνεπίληστα εἰργασμένε. Συνημοσύνας ἀγόρευε. Ἀντὶ τοῦ μή μοι περὶ συνθηκῶν διαλέγου. Ὁμόφρονα θυμὸν ἔχουσιν.

### 22 263

Ὁμονοοῦσι. Φιλήμεναι.

### 22 265

Εἰς φιλίαν ἐλθεῖν. Πεσόντα.

### 22 266

Ἀναιρεθέντα. Ὑπάλυξις.

### 22 270

Ἔκκλισις, φυγή. Ἀποτίσεις.

### 22 271

Ἐκτίσεις, ἀποδώσεις. Ἠείδεις.

### 22 280

Ἀκριβῶς ἠπίστασο, κατὰ ἐπίτασιν τοῦ η. Μόρον. Εἱμαρμένην. Ἤτοι ἔφης γε. Καί τοι ἔλεγες. Ἀρτιεπής.

### 22 281

Ἀπηρτισμένος καὶ ἱκανὸς εἰπεῖν, ἢ ἄρτι ἐσκευασμένος. δεινός. Ἐπίκλοπος. Παραλογιστικὸς, ἀπατεὼν, διὰ λόγων κλέπτειν τὴν ἀλήθειαν εἰδώς. Ἄλευε.

### 22 285

Ἔκκλινε, φυλάσσου. Χώσατο.

### 22 291

Συνεχύθη, ἐλυπήθη. Κατηφήσας.

### 22 293

Στυγνάσας. Οὐδ’ ἄλλ’ ἔχε. Ὁ δὲ ἀντὶ τοῦ γάρ. οὐ γὰρ εἶχεν ἄλλο. Ἀλέη.

### 22 301

Ἔκκλισις, φυλακή. Φίλτερον. Ἥδιον. Εἰρύατο.

### 22 303

Εἰρύοντο. ἔσωζον. Ἀσπουδεί.

### 22 304

Χωρὶς κακοπαθείας. Πυθέσθαι.

### 22 305

Γνῶναι. μαθεῖν. Ἁμαλήν.

### 22 310

Ἁπαλήν. τρυφεράν. νηπίαν. Πτῶκα. Λαγωόν. παρὰ τὸ πτήσσειν. δειλὸν γὰρ τὸ ζῶον. Ἀγρίου.

### 22 313

Χαλεποῦ. Εὐήκεος.

### 22 319

Καλῶς ἠκονημένης. Τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη.

### 22 322

Τοῦ δὲ Ἕκτορος φησὶ τὸ μὲν λοιπὸν σῶμα ὑπὸ τῶν ὅπλων κατεκάλυπτο. Πατρόκλοιο βίην.

### 22 323

Περιφραστικῶς τὸν Πάτροκλον. Ἧι κληῗδες ἀπ’ ὤμων αὐχέν’ ἔχουσι.

### 22 324

Καθ’ ὃ μέρος αἱ κατακλεῖδες συνάπτουσι διείργουσαι τὸν αὐχένα ἀπὸ τῶν ὤμων. Λαυκανίης.

### 22 325

Στόμαχος, λαιμός. Ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος. Ὅπου τρώσεως γενομένης, ταχεῖα γίνεται τῆς ψυχῆς ἡ ἀπώλεια, καί τοι ἀθάνατον οἶδε τὴν ψυχήν. νῦν οὖν τὴν ἀφάνειαν φησὶν αὐτῆς καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμόν. Πραξαγόρας δὲ ἐν τῇ Ἀνατομῇ οὕτως φησί· Μετὰ δὲ τὴν τῆς γλώττης θέσιν ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἡ κιονίς. μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ τοῦ ἐμπροσθίου, ὁ δὲ στόμαχος ἐκ τοῦ ὀπισθίου, προσπεφυκὼς τοῖς τοῦ τραχήλου σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν πνεύμονα. ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. καὶ μεταξὺ δὲ φάρυγγος καὶ γλώσσης ἐπιγλωσσὶς ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα. Ποσειδώνειος δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπεσθαι ὑπὸ τῆς ἐπιγλωττίδος τὸν βρόγχον. Ἔλασσεν.

### 22 326

Ἔπληξεν, ἔτρωσεν. Ἀσφάραγον.

### 22 328

Φάρυγγα. βρόγχον. Σῶς ἔσσεσθαι.

### 22 332

Σωθήσεσθαι. Ὀπίζεο. Ἐντροπὴν ποιοῦ. Ἀοσσητήρ.

### 22 333

Βοηθός. Ἀϊκῶς.

### 22 336

Αἰκιστικῶς, ὑβριστικῶς. Ὀλιγοδρανέων.

### 22 337

Ὀλιγοδυναμῶν, ὀλίγον ἰσχύων. Καταδάψαι.

### 22 339

Καταδαπανῆσαι, κατακόψαι. Μή με γούνων γουνάζεο, μηδὲ τοκήων.

### 22 345

Μή με πρὸς τῶν γονάτων καὶ γονέων λιτάνευε. Ἀπαλάλκοι.

### 22 348

Ἀποδιώξοι. Εἰκοσινήριτ’ ἄποινα.

### 22 349

Εἰκοσαπλασίονα, εἰκοσάκις ἐξισούμενα τῇ τοῦ σώματος σωτηρίᾳ. τὸ γὰρ ἐρίζειν, ἐξισοῦσθαί ἐστιν. Οὐδ’ εἴ κέν ς’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγει.

### 22 351

Οὐδ’ εἰ χρυσῷ σταθμίσασθαι θελήσει τὸ σῶμα ὁ Πρίαμος. Ἐρύσασθαι. Ἐρύσασθαι γὰρ νῦν τὸ ζυγοστατῆσαι. Δάσονται.

### 22 354

Μερίσονται. Προτιόσσομαι.

### 22 356

Καλῶς γιγνώσκων καὶ προορῶν ταῦτά σοι λέγω. μάτην δὲ, οὐ γάρ σε πείθω. Μή τοί τι θεῶν μήνιμα γένωμαι.

### 22 358

Μή πως τῆς ἐκ θεῶν βλάβης αἴτιός σοι καταστῶ. Θηήσαντο.

### 22 370

Ἐθεάσαντο. ἐθαύμασαν. Ἀγητόν. Θαυμαστόν. Ἀνουτητί γε παρέστη.

### 22 371

Οὐδαμῶς γάρ τις χωρὶς τοῦ ἐπιτιτρώσκειν τὸν Ἕκτορα παρέστη. Ἀμφαφάασθαι.

### 22 373

Καθάπαξ ψηλαφᾶσθαι. Δαμάσασθαι ἔδωκαν.

### 22 379

Δαμασθῆναι ἢ ἀναιρεθῆναι παρέσχον. Ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν. Σημειωτέον, ὅτι ἀκεφάλοις χρῆται ὁ Ποιητής. ὥστε οὐ δεῖ περισπᾷν, φίλε κασίγνητε. Πεσόντος.

### 22 383

Νῦν ἀποθανόντος. Ἠράμεθα.

### 22 393

Ἐκτησάμεθα. Ἕκτορα δῖον. Ἀντὶ τοῦ κατὰ Ἕκτορος τοῦ δίου καὶ ἐνδόξου. Τέτρῃνε.

### 22 396

Διέκοψεν. Ἐς σφυρὸν ἐκ πτέρνης.

### 22 397

Ἀντὶ τοῦ, ἀπὸ σφυροῦ ἕως πτέρνης. Ἐκ δίφροιο δ’ ἔδησε· κάρη δ’ ἕλκεσθαι ἔασε.

### 22 398

Διατί Ἀχιλλεὺς θανόντα διασύρει τὸν Ἕκτορα; καὶ λέγομεν, οὐ δι’ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψε. ἀλλ’ ὅτι πρότερον ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ· Κεφαλὴν δὲ θυμὸς ἄνωγε Πῆξαι ἀνὰ σκολόπεσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς. παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλ’ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχος φησὶν, ὅτι πάτριόν ἐστι Θετταλοῖς, τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους. Σίμωνα γάρ φησι Θεσσαλὸν τὸ γένος Εὐρυδάμαντα τὸν Μειδίου σύραι φασὶν ἀποκτείναντα Θρασύνον τὸν ἀδελφὸν αὐτοῦ, ἄρξασθαί τε τοῦ νόμου πρῶτον. τοῦτον γὰρ ἐξάψαι τοῦ δίφρου τὸν φονέα, καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλκειν. ὡς Θεσσαλὸν οὖν καὶ τὸν Ἀχιλλέα, πατρίῳ ἔθει καὶ τοῦτο ποιῆσαι. Πίλναντο.

### 22 402

Τῇ γῇ προσεπελάζετο. Λιπαρήν.

### 22 406

Λαμπράν. Κώκυσε.

### 22 407

Θρηνῶδες ἀνεβόησεν. Οἰμωγή.

### 22 409

Ὀδυρμός. Ὀφρυόεσσα.

### 22 411

Εἰς ὕψος πεπολισμένη. μεταφορὰ ὁ τρόπος. Σμήχοιτο. Καταφλέγοιτο. ὁ δὲ λόγος, τοιοῦτος φησὶ θρῆνος διεγήγερτο, ὡς τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης. Ἀσχαλόωντα.

### 22 412

Δυσανασχετοῦντα, λυπούμενον. Ἐξονομακλήδην.

### 22 415

Ἐξ ὀνόματος καλῶν. Σχέσθε.

### 22 416

Ἐπίσχετε. Ἀτάσθαλον.

### 22 418

Ἁμαρτωλὸν, ἄδικον. Τηλεθάοντας.

### 22 423

Πάνυ θάλλοντας, ἀκμάζοντας. Κατοίσεται.

### 22 425

Κατοίσει, ἀποκομίσει. Ἀδινοῦ.

### 22 430

Νῦν ἐλεεινοῦ, οἰκτροῦ. Ἕκτωρ τέκνον ἐμὸν τί νυ βείομαι.

### 22 431

Ἀντὶ τοῦ, εἰς τί ἔτι βιώσω, ὅ ἐστι ζήσομαι. Πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάσχει; ῥητέον, ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατ’ ὀλίγον καὶ ἐν προσαγωγῇ δεξαμένη τὸ πάθος, οὐχ ἡττήθη τῶν κακῶν τοσοῦτον. Ἀνδρομάχη δὲ ἀπροσδοκήτως εἰσπεσοῦσα, εἰκότως τοῦτο πάσχει. Πελέσκεο.

### 22 433

Ὑπῆρχες, ἐγένου. Ὄνειαρ. Ὠφέλεια. Θρόνα.

### 22 441

Ποικίλματα, ἄνθη. Ἔπασσεν. Ἐποίκιλλεν, ἐξ οὗ καὶ παστός. Κωκυτοῦ δ’ ἤκουσεν.

### 22 447

Ἀντὶ τοῦ, θρήνου ἤκουσεν. ἐζήτηται δὲ, πῶς τοσούτου γενομένου θορύβου, μόλις Ἀνδρομάχη προῆλθε. φασὶ δὲ, ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ ζ σωφρονεῖν αὐτὴν ἠνάγκαζεν. Ἐλελίχθη.

### 22 448

Κλονοειδῶς ἐσείσθη ὑπὸ τρόμου. Ὀπός.

### 22 451

Φωνῆς. Πάλλεται.

### 22 452

Πάλλει, ἀγωνιᾷ. Αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος.

### 22 454

Εἴθε γὰρ μὴ ἤκουσα ποτὲ τοῦ λόγου τούτου. Ἀγηνορίης.

### 22 457

Νῦν ἀνδρείας. Τὸ ὃν μένος.

### 22 459

Τὴν ἰδίαν δύναμιν. Ἀκηδέστως.

### 22 465

Ἀφροντίστως, ἀμελῶς. Ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν.

### 22 467

Ἀνέπνευσε δὲ τὴν ψυχήν. κάπος γὰρ καλεῖται τὸ πνεῦμα, κατὰ διάλεκτον, ἐξ οὗ καὶ κῆπος. Ἄμπυκα.

### 22 469

Κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἀνέχοντα τὰς τρίχας τῆς κεφαλῆς. Κεκρύφαλον. Τὸν πρὸς ἡμῶν λεγόμενον κροκύφαντον. Κρήδεμνον.

### 22 470

Κεφαλόδεσμον. Ἔδνα.

### 22 472

Τὰ ὑπὸ τῶν νυμφίων διδόμενα δῶρα ταῖς γαμουμέναις. Εἰνατέρες.

### 22 473

Αἱ τῶν ἀδελφῶν γυναῖκες. Ἄμπνυτο.

### 22 475

Ἀνέπνευσεν. Ἀγέρθη. Συνηθροίσθη. Ἀμβλήδην.

### 22 476

Ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα. Ἰῇ.

### 22 477

Μιᾷ. Αἰνόμορον.

### 22 481

Κακόμορον. Ἀπουρίσσουσι.

### 22 489

Παραγενόμενοι ἀφαιρήσουσιν. Παναφήλικα.

### 22 490

Πάντων ἡλικιοτῶν ἐστερημένον, τουτέστι ἐλαυνόμενον τῆς ἀπ’ αὐτῶν διατριβῆς. Ὑπεμμήμυκε.

### 22 491

Καταμέμυκε. κατεστύγνακε. κάτω βλέπει. ὁ δὲ Ἀρίσταρχος, ἐπὶ τοῦ κατανένευκε ἐκδέχεται. οἱ δὲ, ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός. Δευόμενος.

### 22 492

Ἐνδεὴς ὤν. Ἐπέσχε.

### 22 494

Τῷ στόματι προσήνεγκε. Κοτύλην. Νῦν εἶδος ποτηρίου. οὕτω λέγουσι καὶ τὸ τοῦ ἰσχίου ὀστοῦν, καὶ πᾶν τὸ κοῖλον. Ὑπερώην.

### 22 495

Τὸν καλούμενον οὐρανίσκον. Ἀμφιθαλής.

### 22 496

Κατὰ ἀμφοτέρους τοὺς γονεῖς θάλλων, ὅ ἐστιν ἔχων τοὺς γονεῖς ἀμφοτέρους. Ἐστυφέλιξε. Μετὰ πληγῶν ὕβρισεν. Ἐνίσσων.

### 22 497

Ἐπιπλήσσων, κακολογῶν. Οὕτως.

### 22 498

Ὡς ἔχεις. Μεταδαίνυται ἡμῖν. Μεθ’ ἡμῶν εὐωχεῖται. Μυελόν.

### 22 501

Τὸ νοστιμότατον τῆς τροφῆς. Πίονα δημόν. Τὸν ἐπίπλουν, τὸ λίπος. Ἔδεσκεν. Ἤσθιεν. Νηπιαχεύων.

### 22 502

Νήπια φρονῶν, νηπιευόμενος. Θαλέων ἐμπλησάμενος κῆρ.

### 22 504

Πάντων τῶν πρὸς τὸ θάλλειν ἐμπλησθείς. Ἀπὸ πατρὸς ἁμαρτών.

### 22 505

Χωρισθείς. ὅ ἐστι τοῦ πατρὸς ἀστοχήσας. Ἔρυσο.

### 22 507

Ἐφύλαττες. Αἰόλαι.

### 22 509

Ποικίλαι. εὐκίνητοι. Εὐλαί. Σκώληκες. παρὰ τὸ αἰολεῖσθαι, ὅ ἐστι κινεῖσθαι, τῷ δὲ τόνῳ ὡς εὐναί. Κέονται.

### 22 510

Κεῖνται. Χαρίεντα.

### 22 511

Εὐχάριστα, καλά. Ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.

### 22 514

Ὁμοίως ἂν φιλεργῶν, ἤτοι ὡς ἂν πλουσίων, ἢ διὰ τὴν ἐκ τοῦ πλήθους δόξαν. Ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.

### 23 2

Ἀκέφαλον καλεῖται τοῦτο τὸ μέτρον. πέπονθε γὰρ καταρχὰς ὁ στίχος. Ἑλλήσποντον δὲ καλεῖ, τὴν πέριξ Ἰλίου θάλασσαν. Ὅγε.

### 23 5

Οὗτός γε. Αὐτοῖς ἵπποισι καὶ ἅρμασι.

### 23 8

Κατὰ Ἀττικὸν ἔθος πέφρακε χωρὶς τοῦ σύν. Ὃ γάρ.

### 23 9

Τοῦτο γάρ. Τεταρπώμεσθα.

### 23 10

Τερφθῶμεν. Δορπήσομεν.

### 23 11

Δειπνήσομεν. Ἵμερον.

### 23 14

Ἐπιθυμίαν. Δεύοντο.

### 23 15

Ἐβρέχοντο. Ψάμαθοι. Αἱ παραθαλάσσιοι ἄμμοι. Ἀδινοῦ.

### 23 17

Νῦν πυκνοῦ, συνεχοῦς. Γόοιο. Θρήνου. Ἀποδειροτομήσειν.

### 23 22

Ἀποτεμεῖν τοὺς τραχήλους. Ἕκτορα δῖον.

### 23 24

Κατὰ Ἕκτορος δίου, ἤγουν ἐνδόξου. Πὰρ λεχέεσσι.

### 23 25

Παρὰ τῷ φερέτρῳ. ἤγουν τῇ κλίνῃ. Ἀφωπλίζοντο.

### 23 26

Ἀφῃροῦντο τὰ ὅπλα. Τάφον μενοεικέα δαίνυ.

### 23 29

Τάφον, τὸ περίδειπνον, τὸ ἐπὶ τοῖς τετελευτηκόσιν παρασκευαζόμενον. οἱ Κύπριοι καὶ τὸν φόνον τάφον καλοῦσι. Μενοεικέα. Θυμῆρες, αὔταρκες. Δαίνυ. Εὐώχει. Ὀρέχθεον.

### 23 30

Ἀπετείνοντο ἀναιρούμενοι. ἢ ἐφθέγγοντο, καὶ ὥσπερ ἐπέστενον. μεμίμηται γὰρ τὸ ἰδίωμα τῆς φωνῆς, ὃ προΐενται ἀναιρούμενοι οἱ βοῦς. οἱ δὲ ἐκόπτοντο, ἀπὸ τούτου καὶ ἐρεγμὸς, ὁ ἀποκεκομμένος κύαμος. Μηκάδες.

### 23 31

Μηκητικαί. ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. Θαλέθοντες.

### 23 32

Θάλλοντες. λιπαροί. Εὑόμενοι.

### 23 33

Φλογιζόμενοι. Τανύοντο. Ἐξετείνοντο φλογιζόμενοι τῷ πυρί. Κοτυλήρυτον.

### 23 34

Τοσοῦτον τῷ πλήθει ὥστε καὶ κοτύλῃ ἀρύσασθαι. κοτύλην δὲ πᾶν τὸ κοῖλον ἔλεγον, ὥστε καὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλην λέγεσθαι. Εἰς Ἀγαμέμνονα.

### 23 36

Ἀντὶ τοῦ, πρὸς τὸν Ἀγαμέμνονα. Σπουδῇ παρπεπιθόντες.

### 23 37

Μόλις καὶ μετὰ πολλῆς κακοπαθείας πείσαντες. Τρίποδα.

### 23 40

Λέβητα, βάσιν ἔχοντα τριῶν ποδῶν. Βρότον.

### 23 41

Τὸν φόνον. Οὐ μὰ Ζῆν’.

### 23 43

Οὐ μὰ τὸν Δία. Ὕπατος. Ἤτοι ὁ μέγιστος, ἢ ὁ ἄριστος. Οὐ θέμις.

### 23 44

Οὐ δίκαιον, οὐ προσῆκον. Χεῦσαι.

### 23 45

Χῶσαι. Ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδε Ἵξετ’ ἄχος κραδίην.

### 23 46

Οὐκ ἄν μοι ἄλλο τοιοῦτο συμβήσεται κακόν. Δεύτερον. Ἔσχατον. Μετείω.

### 23 47

Μετῶ. Ζόφον.

### 23 51

Σκότος, ὃν ἡμεῖς ᾅδην λέγομεν. Ἠερόεντα. Ἀερώδη, σκοτεινὸν, ἢ πλατύν. Ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠϊόνος κλύζεσκον.

### 23 61

Ὅπου ἐπικλύζουσα ἡ θάλασσα ἐποίει καθαρὸν τὸν αἰγιαλόν. Εὖτε.

### 23 62

Ἡνίκα. Ἔμαρπτεν. Ἐλάμβανεν. Μελεδήματα. Φροντίδας. Ἕκτορ’ ἐπαΐσσων.

### 23 64

Ἐπὶ Ἕκτορα ὁρμῶν. Ἔπλευ.

### 23 69

Ἐγένου. Ἀκήδεις.

### 23 70

Ἀφροντίστεις. Εἴδωλα.

### 23 72

Ἀπεικονίσματα. Καμόντων. Τῶν τεθνηκότων. Ἀλάλημαι.

### 23 74

Πλανῶμαι. Εὐρυπυλές. Πλατείας πύλας ἔχον. Ὀλοφύρομαι.

### 23 75

Οἰκτίζομαι, θρηνῶ. ἐλλείπει δὲ τὸ ἵνα. Νίσσομαι.

### 23 76

Παραγενήσομαι. Λελάχητε. Λαχεῖν καὶ τυχεῖν ποιήσετε. Φίλων ἀπάνευθεν ἑταίρων.

### 23 77

Τῶν ἑταίρων ἄποθεν τῶν ἡμετέρων. τοῦτο γὰρ προσυπακουστέον. Ἀμφέχανε.

### 23 79

Περιέχανε, κατέπιεν. Εὐηγενέων.

### 23 81

Εὖ διαγόντων. εὐγενῶν. Ἐφήσομαι.

### 23 82

Ἐπισκέψομαι. ἐντελοῦμαι. Ὀπόεντος.

### 23 85

Ὀποῦντος. ἡ δὲ Ὀποῦς πόλις τῆς Λοκρίδος. Ὑμέτερόνδε.

### 23 86

Προσληπτέον οἶκον. Ἀνδροκτασίης ὑπὸ λυγρῆς. Διὰ τὴν χαλεπὴν ἀνδροφονίαν. Παῖδ’ Ἀμφιδάμαντος.

### 23 87

Κλυσώνυμος ἦν ὁ ὑπὸ Πατρόκλου ἀναιρεθείς. ἡ δὲ ἱστορία εἴρηται ἐν τῇ μ. Δεξάμενος.

### 23 89

Ὑποδεξάμενος. Ἐνδυκέως.

### 23 90

Ἐπιμελῶς. Ὁμή.

### 23 91

Ὁμοία καὶ ἡ αὐτή. Ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορός. Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων ξενίσας, ἔλαβε παρ’ αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυκούργου, καὶ καταφυγὼν εἰς θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν Ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ ἀποτεθῇ τὰ ὀστᾶ αὐτοῦ. ἱστορεῖ Στησίχορος. Ἀμφιφορεύς.

### 23 92

Νῦν σορός. λέγεται δὲ οὕτω καὶ τὸ μέγα κεράμιον. Τεταρπώμεσθα γόοιο.

### 23 98

Οὕτω γὰρ ὁ θρῆνος ἀτερπής ἐστι καὶ παραμυθεῖται δὲ τοὺς ἀνιωμένους. Ὠρέξατο.

### 23 99

Νῦν, προετείνατο. Τετριγυῖα.

### 23 101

Τρίζουσα, ποιὸν ἦχον ἀποτελοῦσα. Συμπλατάγησε.

### 23 102

Ψόφον ἐποίησε, συνεκρότησεν. Ὀλοφυδνόν. Ἐλεεινὸν, οἰκτρὸν, θρηνῶδες. Φρένες.

### 23 104

Νῦν ὅλον τὸ σῶμα. Ἔϊκτο.

### 23 107

Ὡμοίωτο. Θέσκελον. Ἀντὶ τοῦ θεσκέλως, ὅ ἐστι θείως καὶ θαυμαστῶς. Ἀξέμεν ὕλην.

### 23 111

Κόπτειν ὕλην, παρὰ τὸ ἄξαι. ἢ φέρειν. ἄγεται γὰρ τὸ ζῶον. Ἀγαπήνορος.

### 23 113

Ἀνδρείου. Ὑλοτόμους.

### 23 114

Ξυλοτόμους. Σειρὰς εὐπλέκτους.

### 23 115

Ὑστριχίδας. Ἄναντα.

### 23 116

Προσάντη, ἀνωφερῆ. Κάταντα δέ. Κατωφερῆ. Πάραντα. Τὰ κρημνώδη καὶ γήλοφα. Δόχμια. Πλάγια. Ἄλλοτε.

### 23 117

Ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων. Κνημούς. Τὰς προβάσεις τῶν ὀρῶν νῦν. Διαπλήσσοντες.

### 23 120

Διακόπτοντες. Ἔκδεον.

### 23 121

Ἐξεδέσμευον. Ποσσὶ δατεῦντο. Ἐμερίζοντο βαδίζουσαι. μερισμῷ γάρ τινι ὅμοιον γίγνεται κατὰ τὴν πορείαν. Ῥωπήϊα.

### 23 122

Διὰ τῶν δασέων καὶ θαμνωδῶν τόπων. Φιτρούς.

### 23 123

Κορμούς. Ἐπ’ ἀκτῆς.

### 23 125

Ἐπὶ τοῦ αἰγιαλοῦ. Ἐπισχερώ. Ἐφεξῆς. Φράσσατο.

### 23 126

Ἐβουλεύσατο. ἐνόησε. Ἠρίον. Κατὰ γῆν μνῆμα. τάφον. Ζώννυσθαι.

### 23 130

Καθοπλίζεσθαι. Παραιβάται.

### 23 132

Οἱ ἐπὶ τῶν ἁρμάτων συμπολεμοῦντες, τουτέστι κύριοι τῶν ἁρμάτων. Νέφος.

### 23 133

Πλῆθος νῦν. Θριξὶ δὲ πάντα νέκυν καταείνυον.

### 23 135

Κατεκάλυπτον, ἐσκέπαζον. τουτέστι πολλὰς τρίχας κατέβαλλον, ὥστε καλύπτειν τὸν νεκρόν· τοῦτο δὲ πρὸς τιμὴν ἐγίγνετο τῷ θνήσκοντι. ὡς καὶ ἀλλαχοῦ φησι· Τὸ γὰρ γέρας ἐστὶ θανόντων, Κείρασθαί τε κόμην, βαλέειν τ’ ἀπὸ δάκρυ παρειῶν. Μενοεικέα.

### 23 139

Πολλήν. Νήεον. Ἐσώρευον. Σπερχειῷ.

### 23 142

Ποταμὸς Θετταλίας. Οἴνοπα.

### 23 143

Νῦν, βαθύν. Ἄλλως.

### 23 144

Μάτην. Ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. Ἔθος ἦν τοῖς ἀρχαίοις, μετὰ τὸ παρακμάσαι τῆς νεότητος, τὰς κόμας ἀποκείρειν τοῖς ποταμοῖς. τούτους γὰρ ἐνόμιζον τῶν ἀνατροφῶν αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν, καὶ εἰς τοὺς ποταμοὺς ὕδωρ ἐκόμιζον, τέκνων τε γενέσεως καὶ παιδοτροφίας οἰωνὸν τιθέμενοι. διόπερ καὶ τὰς Ἀχιλλέως κόμας Πηλεὺς τούτῳ καθιέρωσεν. ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θετταλίας. Ἔνορχα.

### 23 147

Ὄρχεις ἔχοντα. τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς. Ὀπάσαιμι.

### 23 151

Παράσχοιμι. Πυρκαϊῆς.

### 23 158

Πυρᾶς. Ὅπλεσθαι.

### 23 159

Ἑτοιμάζεσθαι. Τάδε τ’ ἀμφιπονησόμεθα. Ταῦτα ἀσχολησόμεθα. Κήδεος.

### 23 160

Φροντίδος ἄξιος, κηδεύσιμος. κηδεμόνες γὰρ οἱ κύριοι οἷς μάλιστα προσήκει τὸ φροντίζειν. Παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων. Παραμενέτωσαν δὲ ἡμῖν οἱ ἡγεμόνες. Ἑκατόμπεδον ἔνθα καὶ ἔνθα.

### 23 164

Τετράγωνον ὥστε ἑκάστην πλευρὰν ἑκατὸν ποδῶν μέτρον ἔχειν. Ἔνθα καὶ ἔνθα. Τῇ δὲ κἀκεῖσε, κατὰ μῆκος καὶ πλάτος. Πυρῇ ὑπάτῃ.

### 23 165

Νῦν ἐν μέσῳ καὶ ἐξέχοντι μέρει τῆς πυρᾶς. Δημὸν ἑλών.

### 23 168

Πρὸς τὸ ταχὺ τὴν πιμελὴν ἐξαφθῆναι τοῦτο ποιεῖ Ἀχιλλεύς. Περὶ δὲ δρατὰ σώματα νήει.

### 23 169

Ἐσώρευε δὲ τὰ σώματα τῶν ἀνῃρημένων ἀνδρῶν. Δρατά. Ἐκδεδαρμένα. Ἀλείφατος.

### 23 170

Ἀλείμματος, ἐλαίου. Πίσυρας.

### 23 171

Τέσσαρας. Ἐριαύχενας. Μακροτραχήλους. μεγάλους, ἀπὸ μέρους. Πυρὸς μένος.

### 23 177

Περιφραστικῶς, τὸ πῦρ. Σιδήρεον. Νῦν, ἰσχυρόν. Ὄφρα νέμοιτο. Ὅπως ἐσθίῃ, τουτέστι καταδαπανᾷ. Χαῖρέ μοι, ὦ Πάτροκλε.

### 23 179

Ἀντὶ τοῦ χαῖρε, τέρπου, ὅ ἐστιν ἥδου. Δαπτέμεν.

### 23 183

Ἐσθίειν, διακόπτειν. Ῥοδόεντι ἐλαίῳ.

### 23 186

Τῷ ῥοδινῷ. Ἀποδρύφοι.

### 23 187

Ἀποσπᾷ, καὶ ἀποσύρῃ. Ἑλκυστάζων. Ἕλκων. Ἤγαγεν.

### 23 188

Ἐπήγαγε. Μένος ἠελίοιο.

### 23 190

Περιφραστικῶς, ὁ ἥλιος. Σκήλῃ.

### 23 191

Σκληρύνῃ. ξηράνῃ, ὅθεν καὶ σκελετὸς ὁ ξηρός. Ἀμφὶ περὶ χρόα ἴνεσι. Τὸν περὶ τοῖς νεύροις χρῶτα. Σεύαιτο.

### 23 198

Ὁρμὴν λάβοι, ἐπειχθῇ. Ἀΐουσα.

### 23 199

Ἀκούουσα. Δυσαέος.

### 23 200

Σφοδρὸν πνεῦμα ἔχοντος. Βηλῷ.

### 23 202

Τῇ φλιᾷ, ἀπὸ τοῦ βαίνεσθαι. Εἴς ἑ.

### 23 203

Πρὸς ἑαυτὸν ἐκάλουν. Μεταδαίσομαι.

### 23 207

Μεταλάβω αὐτῶν, εὐωχηθῶ. Ἱρῶν. Ἱερῶν. θυσιῶν. Ὄρσητε.

### 23 210

Ὁρμήσητε. Ὀρέοντο.

### 23 212

Ὥρμων. Ἀήμεναι.

### 23 214

Πνεῖν. Λιγυρῇ.

### 23 215

Ὀξείῃ. Λιγέως.

### 23 218

Ὀξέως. Νυμφίου.

### 23 223

Ἤτοι νεογάμου ἡλικίαν ἔχοντος. Ἀκάχησεν. Ἐλύπησεν. Ἑρπύζων.

### 23 225

Συγκεκυφὼς καὶ ἠρέμα παραγενόμενος. Ἑωσφόρος.

### 23 226

Ὁ κατὰ τὴν ἡμέραν ἀνατέλλων λαμπρότατος ἀστὴρ, ὃς Ἕσπερος καλεῖται. οὗτος δ’ ἐστὶν ὁ τῆς Ἀφροδίτης. Ἐρέων. Ἀπαγγέλλων. Λέγωμεν.

### 23 239

Ἀναλέγωμεν. Ἀριφραδέα.

### 23 240

Εὐεπίσημα. εὔγνωστα. Ἐσχατιῇ.

### 23 242

Τῷ κατωτάτῳ μέρει. Ἐπιμίξ. Ἀναμεμιγμένως. Φιάλῃ.

### 23 243

Ἀγγείῳ κοίλῳ. Ἄϊδι κεύθωμαι.

### 23 244

Εἰς ᾅδου τὴν κέλευσιν, ὅ ἐστι τὴν ὁδὸν ποιήσομαι. συγκέκοπται δὲ ἀπὸ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύομαι. Πονέεσθαι.

### 23 245

Πονεῖν, ἐνεργεῖν. Ἐνηέος.

### 23 252

Προσηνοῦς. Ἑανῷ λιτί.

### 23 254

Ἁπαλῷ καὶ λιτῷ ἱματίῳ. Τορνώσαντο.

### 23 255

Κύκλῳ περιέγραψαν. Χυτήν.

### 23 256

Χωστήν. οὐ πᾶσαν δὲ, ἀλλὰ τὴν ἰδίως τοῖς νεκροῖς ἐπιχεομένην. Χεύαντες.

### 23 257

Χώσαντες. Ἄεθλα.

### 23 259

Νικητήρια, ἔπαθλα. Βοῶν ἴφθιμα κάρηνα.

### 23 260

Περιφραστικῶς, βοῦς. Ἐϋζώνους.

### 23 261

Καλὰς, ἀπὸ μέρους. Ὠτώεντα.

### 23 264

Ὦτα ἔχοντα. Δύω καὶ εἰκοσίμετρον. Δύο καὶ εἴκοσι μέτρα χωροῦντα. Ἑξέτεα.

### 23 266

Ἑξαέτη. Ἀδμήτην. Ἀδάμαστον. Βρέφος. Ὃς ἡμεῖς ἔμβρυον λέγομεν ἐν τῇ γαστρὶ ὄν. Κυέουσαν. Ἔγκυον καὶ κατὰ γαστρὸς ἔχουσαν. Ἄπυρον.

### 23 267

Καινόν. οὐκ εἰς πῦρ χρήσιμον, ἀλλὰ ἀναθεματικόν. Κεχανδότα.

### 23 268

Χωροῦντα. Ἀμφίθετον.

### 23 270

Διπλῆν, οἱονεὶ ἔχουσαν, καὶ ἐπὶ στόμα, καὶ ἐπὶ τὸν πυθμένα θέσιν. Δεδεγμένα.

### 23 273

Ἀναμένοντα, προσδεχόμενα. Ἀγῶνι. Νῦν, τόπῳ. Περιβάλλετον.

### 23 276

Ὑπερβάλλουσιν. Ὑγρὸν ἔλαιον.

### 23 281

Ἤτοι σωμάτων χαλαστικὸν, ἢ τὸ ἐν ὑγρότητι διαφυλάττον, καὶ μὴ ἐῶν ξηραίνεσθαι, ἢ ὅτι τὸ ἔλαιον οὐκ ἀποκρυσταλλοῦται πολὺ ἔχον ἐν αὐτῷ τὸ θερμόν. Ἐρηρέδαται.

### 23 284

Ἐρηρεισμέναι εἰσί. τῇ γῇ προσπελάζονται. Στέλλεσθε.

### 23 285

Παρασκευάζεσθε. ὁρμᾶτε. Αἴθην.

### 23 295

Ὄνομα τῆς ἵππου πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν. Ἀγχισιάδης Ἐχέπωλος.

### 23 296

Ὁ Ἀγχίσου παῖς Ἐχέπωλος. Ἰσχανόωσαν.

### 23 300

Ἐξεχομένην, ἐκτεινομένην. ἢ ἐπιθυμοῦσαν, ἂν ᾖ ἄνευ τοῦ ς. Ἐΰτριχας.

### 23 301

Καλοὺς, ἀπὸ μέρους. Μυθεῖτο.

### 23 305

Ἔλεγεν. Εἰς ἀγαθὰ φρονέων. Εἰς ἀγαθὰ σωφρονίζων. Τέρματα.

### 23 309

Τέλη. καμπτῆρας. Ἑλισσέμεν. Εἱλεῖν, κάμπτειν. Βάρδιστοι.

### 23 310

Βραδύτατοι. Ἀφάρτεροι.

### 23 311

Ἀμείνους. ταχύτατοι. Μητίσασθαι.

### 23 312

Κατεργάσασθαι. βουλεύσασθαι. Μήτι.

### 23 315

Συνέσει. τέχνῃ. Ἐρεχθομένην.

### 23 317

Βαρουμένην. Ἀφραδέως.

### 23 320

Ἀνοήτως. Κέρδεα εἰδῇ.

### 23 322

Ἢ συνετὸς, ἢ πανοῦργος. Ἥσσονας. Ἐλάττονας. Τανύσῃ.

### 23 324

Ἐκτείνῃ. Βοέοισιν ἱμᾶσιν. Ἡνίαις. Προὔχοντα.

### 23 325

Προέχοντα. προάγοντα. ὑψηλόν. Δοκεύει. Ἐνεδρεύει. ἐπιτηρεῖ. Σῆμα.

### 23 326

Νῦν, σημεῖον. Αὖον.

### 23 327

Ξηρόν. Ὀργυία. Ἡ τῶν δύο χειρῶν εἰς πλάτος ἔκτασις. Καταπύθεται.

### 23 328

Σήπεται, φθείρεται. Λᾶε.

### 23 329

Λίθοι. Ἐν ξυνοχῇσιν ὁδοῦ.

### 23 330

Ἐν ταῖς ξυμβολαῖς, καθ’ ὃ μάλιστα ἐστένωται ἡ ὁδός. Λεῖος δ’ ἱππόδρομος ἀμφίς. Ὁμαλὸς δέ ἐστιν ὁ μετ’ αὐτὸ ἱππόδρομος. Νύσσα.

### 23 332

Καμπτήρ. Κλινθῆναι.

### 23 335

Συγκαμφθῆναι. Κένσαι ὁμοκλήσας.

### 23 337

Τῷ κέντρῳ πλῆξον, καὶ τῇ φωνῇ ἐπιπλήξας. Εἶξαι ἡνία. Ἀντὶ τοῦ ἐπιδοῦναι, χαλᾶσαι. Εἶξαι. Ἀντὶ τοῦ εἶξον. Πλήμνῃ.

### 23 339

Χοινικίδι, ἀπὸ τοῦ πληροῦν τὸν ἄξονα. Δοάσσεται. Δόξειεν. Ὡς ἄν τοι πλήμνῃ γε δοάσσεται ἄκρον ἱκέσθαι. Ἐπὶ τῷ καμπτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω ἀκριβῶς, ὥστε τὴν ἔξωθεν περιφέρειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός. Κύκλου.

### 23 340

Τροχοῦ, διὰ τοῦτο καὶ ποιητοῖο. Ἐπαυρεῖν. Νῦν ψαῦσαι. Ἄξῃς.

### 23 341

Κατάξῃς, κλάσῃς. Χάρμα.

### 23 342

Χαρά. Πεφυλαγμένος εἶναι.

### 23 343

Ἀντὶ τοῦ πεφύλαξο. Οὐδ’ εἴκεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι.

### 23 346

Ποσειδῶν ἐρασθεὶς Ἐριννύος, μεταβαλὼν τὴν αὐτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσῃ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη, ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν, Ἀρείων ἐκλήθη. Κοπρεὺς δ’ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας, ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος, οὗτος δὲ αὐτὸν Ἡρακλεῖ ἐχαρίσατο, γενομένῳ παρ’ αὐτῷ. τούτῳ δὲ διαγωνισάμενος Ἡρακλῆς πρὸς Κύκνον Ἄρεος υἱὸν καθ’ ἱπποδρομίαν, ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶθ’ ὕστερον αὖθις ὁ Ἡρακλῆς, Ἀδράστῳ τὸν πῶλον παρέσχεν, ἐφ’ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. Μεταστοιχεί.

### 23 358

Κατὰ στοῖχον. ἐφεξῆς. Σκοπόν.

### 23 359

Ἐπίσκοπον. παρατηρητήν. Ὡς μεμνέωτο δρόμου.

### 23 361

Ὅπως ἐπιμελοῖτο καὶ ἐπισκοποῖτο τὸν δρόμον, μή τις περὶ τὸν καμπτῆρα πανουργήσῃ. Ὡμόκλησαν.

### 23 363

Ἠπείλησαν, ἐνεκέλευσαν. Ἀειρομένη.

### 23 366

Ἀναφερομένη, ἐπαιρομένη εἰς ὕψος. Ἐῤῥώοντο.

### 23 367

Ἐκινοῦντο. ἐσείοντο. Μετὰ πνοιῇς ἀνέμοιο. Ἀντὶ τοῦ, ἀνέμου δίκην. Πίλνατο.

### 23 368

Προσεπέλαζεν, προσήγγιζεν. Μετήορα.

### 23 369

Ὑψηλά. Ἐλατῆρες. Ἡνίοχοι. Πάτασσεν.

### 23 370

Ἐπάλλετο. ἠγωνία. Κονίοντες.

### 23 372

Κονιορτὸν ποιοῦντες. Τάθη δρόμος.

### 23 375

Σύντονος ἐγένετο. ἐκτείνονται γὰρ ἐν τῷ δρόμῳ οἱ ἵπποι. Ἀμφήριστον.

### 23 382

Τὸν ἀμφοτέρωθεν ἐξισούμενον, ἢ ἀμφισβητήσιμον. Εἰ μὴ Τυδέος υἷι κοτέσσατο Φοῖβος Ἀπόλλων.

### 23 383

Δεόντως τῶν Εὐμήλου ἵππων προνοεῖται ὁ Ἀπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν Ποιητὴν λέγοντα· Τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων, Ἄμφω θηλείας φόβον Ἄρηος φορεούσας. δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐμήλου πατρί. Ἐλεφηράμενος.

### 23 388

Δι’ ἀπάτης βλάψας. Μετέσσυτο.

### 23 389

Μετῄει. Ἦξε.

### 23 392

Συνέτριψεν. Ἀμφὶς ὁδοῦ.

### 23 393

Χωρὶς καὶ ἔξωθεν τῆς ὁδοῦ. Ῥυμός. Τὸ διῆκον ἀπὸ τοῦ ἅρματος ἕως τοῦ ζυγοῦ ξύλον. Ἐξεκυλίσθη.

### 23 394

Συνετρίβη, ἢ ἐξετάθη. οἱ δὲ παρεκυλίσθη. συνεστράφη. Θρυλίχθη.

### 23 396

Συνετρίβη, ἐθραύσθη. Δακρυόφιν πλῆσθεν.

### 23 397

Δακρύων ἐπληρώθησαν. Θαλερή. Ἱλαρά. ἀκμαία. Ἔσχετο. Ἐπεσχέθη. Σφῶϊ τιταίνετον.

### 23 403

Ὑμᾶς αὐτοὺς ἐπείγετε πρὸς τὸν δρόμον, καὶ μὴ ἀπολιμπάνεσθε. Ἐλεγχείην καταχεύῃ.

### 23 408

Ὄνειδος ἐπιβάλῃ. Φέριστοι.

### 23 409

Βέλτιστοι, ἢ κάλλιστοι. Κομιδή.

### 23 411

Ἐπιμέλεια. Οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν. Οὐκ ἔτι ὑμῶν οὕτως ἐπιμελήσεται ὁ Νέστωρ. Ἀποκηδήσαντες.

### 23 413

Ἀφροντιστήσαντες, ἀμελήσαντες. Ἐφομαρτεῖτον.

### 23 414

Ἐπιδιώκετε. Στεῖνος.

### 23 419

Στένωμα τόπου. Ῥωχμός.

### 23 420

Ῥῆξις. ἔστι δὲ τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος. Ἧι ἀλέν. Ὅπου συνεστράφη, ὅ ἐστι συνεχύθη. Ὁδοῖο.

### 23 421

Ὁδοῦ. Τῇ ῥ’ εἶχε.

### 23 422

Κατὰ τοῦτο τὸ μέρος ἤλαυνεν. Ἁματροχίας. Τὰς τῶν τροχῶν συγκρούσεις, τὰς ἀπὸ τῶν ἄλλων ἁρμάτων. Ἄνεχε.

### 23 426

Ἀνάκοπτε. κράτει. Κρύσας.

### 23 428

Συμπεσών. Ἐπισπέρχων.

### 23 430

Ἐπισπουδάζων. ἀναγκάζων. Δίσκου οὖρα.

### 23 431

Δίσκου ὁρμὴ, ὅ ἐστιν ἄφεσις. Κατωμαδίοιο. Ὃν ἀφιᾶσι κατὰ τῶν ὤμων τρέχοντες. Ἥβης.

### 23 432

Νῦν, ἀκμῆς. Αἱ δ’ ἠρώησαν.

### 23 433

Ἐκτὸς ἔδραμον, ἢ εἰς τοὔμπροσθεν ὑπεχώρησαν. Μεθέηκεν.

### 23 434

Ἠμέλησεν. Συγκύρσειαν.

### 23 435

Συγκρούσειαν. ὅμοιον δ’ αὐτῷ καὶ τὸ συντύχωσιν. Ἔτυμον.

### 23 440

Ἀληθές. Πεπνύσθαι. Σώφρονα, καὶ συνετὸν εἶναι. Ἐρύκεσθον.

### 23 443

Κατέχεσθε. Φθίσονται.

### 23 444

Φθαρήσονται. Ἀτέμβονται.

### 23 445

Στέρονται. Ἐκτός.

### 23 451

Ἔξω. Ὑπέρτατος. Ἀνώτατος. Περιωπῇ. Τόπος ὑψηλὸς, ἀφ’ οὗ ἐστι περιβλέψαι καὶ ἰδεῖν πάντα. Ἄλλο τόσον.

### 23 454

Τὸ ἄλλο ὅλον σῶμα. Φοῖνιξ. Φοινικοῦς τὸ χρῶμα, ὅ ἐστι πυῤῥός. Περίτροχον.

### 23 455

Περιφερές. Μήνη. Σελήνη. Αὐγάζομαι.

### 23 458

Θεωρῶ. Παροίτεροι.

### 23 459

Μᾶλλον ἔμπροσθεν. Ἰνδάλλεται.

### 23 460

Φαίνεται, ἢ ὁμοιοῦται. Ἔβλαβεν.

### 23 461

Ἐβλάβησαν. Περὶ τέρμα βαλούσας.

### 23 462

Περιελθούσας τὸν καμπτῆρα. Νῦν δ’ οὔπω.

### 23 463

Νῦν δ’ οὐδαμῶς. Παπταίνετον.

### 23 464

Περιβλέπουσιν. Ἡνία.

### 23 465

Τὰ λῶρα. Σχεθέειν.

### 23 466

Ἐπισχεῖν. Ἑλίξας. Συστρέψας περὶ τὴν κάμψιν τοὺς ἵππους. Ἀνασταδόν.

### 23 469

Ἀναστάντες. Αἰσχρῶς.

### 23 473

Χαλεπῶς. Λαβρεύεαι.

### 23 474

Προπετεύεις. Δίενται.

### 23 475

Ἐνδεεῖς ὑπάρχουσιν. Λαβραγόρην.

### 23 479

Προπετῆ ἐν τοῖς λόγοις, τουτέστι λάβρον, καὶ θρασύν. Εὔληρα.

### 23 481

Τὰ ἡνία. Νείκει ἄριστε.

### 23 483

Κακόβουλε, κακολόγε. Ἄλλα τε πάντα Δεύεαι Ἀργείων. Καὶ τοῖς λοιποῖς ἔργοις ἀπολείπῃ τῶν Ἑλλήνων, σκαιὸς τὸν τρόπον ὑπάρχων. Ἢ τρίποδος περιδώμεθον.

### 23 485

Περὶ τρίποδος συνθήκας ποιησώμεθα. Ἵστορα.

### 23 486

Ἐπιστήμονα, καὶ μάρτυρα τῆς συνθήκης. Ἀποτίνων.

### 23 487

Ἀποδούς. Κατωμαδόν.

### 23 500

Κατὰ τὸν ὦμον. Πεπυκασμένα.

### 23 503

Κεκοσμημένα. Οὐ δέ τε πολλὴ Γίγνεται ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν.

### 23 504

Οὐδὲ βαθεῖα ἐγένετο ἡ τῶν τροχῶν ἐγχάραξις ἐπὶ τῆς γῆς. Λόφων.

### 23 508

Νῦν, αὐχένων. τραχήλων. Ἐμάτησεν.

### 23 510

Ἀργὸς καὶ ἄπρακτος ἔμεινε. Ὠτώεντα.

### 23 513

Καλὰς λαβὰς ἔχοντα. Κέρδεσι.

### 23 515

Δόλοις, πανουργίαις. Τροχοῦ.

### 23 517

Νῦν, τοῦ ἁρματίου. Οὐραῖαι.

### 23 520

Αἱ τῆς οὐρᾶς τρίχες. Ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο.

### 23 523

Καί τοι πρότερον δίσκου βολῆς διάστημα ἀπολελειμμένος. Προτέρῳ.

### 23 526

Ἐξωτέρῳ, προσωτέρῳ. νῦν, ἐπίῤῥημα χρόνου δηλωτικόν. Ἀγακλῆος.

### 23 529

Ἄγαν ἐνδόξου. Βάρδιστοι.

### 23 530

Βραδύτατοι. Ἥκιστος.

### 23 531

Πάντων ἡττώμενος. ἀσθενὴς, ἢ ἄτεχνος. Πανύστατος.

### 23 532

Πάντων τελευταῖος. Πρόσσοθεν.

### 23 533

Ἔμπροσθεν. Λοῖσθος.

### 23 536

Ἔσχατος, ὕστατος. Δίκῃ ἠμείψατο.

### 23 542

Δικαίως ἀπεκρίθη. Αἰνήσωσιν.

### 23 552

Ἐπαινέσωσιν. Περιχεῦμα.

### 23 561

Περίχυμα. Ἀμφιδεδίνηται.

### 23 562

Ὧι κύκλῳ περικέχυται ὁ κασσίτερος. Ἐν δ’ ἄρα κήρυξ Χερσὶ σκῆπτρον ἔθηκε.

### 23 567

Παρὰ τοῖς ἀρχαίοις οἱ δημηγοροῦντες σκῆπτρα ἐκράτουν. Ἤισχυνας.

### 23 571

Ὕβρισας. Πρόσθε βαλών.

### 23 572

Προδραμών. Ἐς μέσον ἀμφοτέροισι δικάσσατε.

### 23 574

Οἱονεὶ μεσολαβήσατε τὴν δίκην, καὶ ἴσως δικάσατε. Μηδ’ ἐπ’ ἀρωγῇ. Μηδ’ ἑτέρῳ ἡμῶν βοηθεῖτε. Ψεύδεσσι.

### 23 576

Ἀπάταις. Ἰθεῖα γὰρ ἔσται.

### 23 580

Δικαία. ὀρθῶς γὰρ δικάσω. Ῥαδινήν.

### 23 583

Εὐκίνητον. ἰσχνήν. Γαιήοχον.

### 23 584

Γαιήοχος ὁ τοῖς ὀχήμασι γαίων, ὅ ἐστι γαυριῶν. ἱππικὸς γὰρ ὁ θεός. Πεδῆσαι.

### 23 585

Ἀντὶ τοῦ ἐμπεποδικέναι. Ἄνσχεο.

### 23 587

Ἀνάσχου. Κραιπνότερος.

### 23 590

Ὀξύτερος. Λεπτή. Ἀσθενής. Ἐπαιτήσειας.

### 23 593

Εἰ ἐπαιτήσεις ἐπὶ τῷ ἵππῳ. Ἐκ θυμοῦ πεσέειν.

### 23 595

Ἀποπεσεῖν τῆς ψυχῆς, ὅ ἐστι μισηθῆναι. Ἀλιτρός. Ἁμαρτωλὸς εἰς θεούς. Ἰάνθη.

### 23 598

Διεχύθη. ἐχάρη. Ἐέρση. Δρόσος. Ἀλδήσκοντος.

### 23 599

Αὐξομένου. Ὅτε φρίσσουσιν ἄρουραι. Ὅτε πεπύκνωνται διανεστηκότες ταῖς χώραις οἱ στάχυες. Ἐπεὶ οὔτι παρήορος.

### 23 603

Οὐ κεχαλασμένος τὸν λοιγισμόν. παράφρων. Ἀεσίφρων. Κοῦφος ταῖς φρεσὶν ἄνθρωπος. Νεοίη.

### 23 604

Νεότης. ὁ δὲ λόγος· νῦν δὲ τὸν νοῦν σου ἐξενίκησεν ἡ νεότης. Κειμήλιον.

### 23 618

Ἀπόθετον κτῆμα. Τάφου.

### 23 619

Εἰς ἐπιτάφιον ἀγῶνα. Οὐ δέ τ’ ἀκοντιστὺν ἐνδύσεαι.

### 23 622

Οὐδ’ εἰς ἀκοντίου ἀγῶνα κατελεύσῃ. Θεύσεαι.

### 23 623

Δράμῃς. Πλήθει πρόσθε βαλόντες.

### 23 639

Ἤτοι τῶν χειρῶν, ἢ τῶν ἁρμάτων, ἢ τῶν συναιρουμένων αὐτοῖς θεατῶν τῷ πλήθει ἐμὲ νικήσαντες. διφυεῖς γὰρ καὶ ἀνατέσσαρας χεῖρας ἔχοντες ἱστοροῦνται. Νίκης ἀγασσάμενοι. Φθονήσαντές μου τῇ νίκῃ. Παρ’ αὐτόφι λείπετ’ ἄεθλα.

### 23 640

Παρ’ αὐτοῖς τοῖς ἵπποις ἔκειντο τὰ ἆθλα. Δίδυμοι.

### 23 641

Δύο. Κτερέϊζε.

### 23 646

Τίμα, θάπτε. Ἐνηέος.

### 23 648

Ἐπιεικοῦς, προσηνοῦς. Τιμῆς.

### 23 649

Τῆς συνήθους ἐν τοῖς Ἕλλησι. Πάντ’ αἶνον.

### 23 652

Ὅλον τὸν ἐπαίνου λόγον. Ὧι δέ κ’ Ἀπόλλων Δῴη καμμονίην.

### 23 660

Φόρβας ἀνδρειότατος τῶν καθ’ αὑτοῦ γενόμενος πυγμῇ ἐνίκα. καὶ τοὺς μὲν παριόντας ἀναγκάζων ἀγωνίζεσθαι ἀνῄρει. ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανείας ἐβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ τοιοῦτον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενόμενος, καὶ συστὰς αὐτῷ, ἀπέκτεινεν αὐτόν. ὅθεν ἐξ ἐκείνου τῆς πυκτικῆς ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. Καμμονίην.

### 23 661

Τὴν ἐκ καταμονῆς νίκην. Ταλαεργόν.

### 23 662

Ὑπομονητικὸν περὶ τὰ ἔργα. Δαήμονα.

### 23 671

Ἔμπειρον. Ἀράξω.

### 23 673

Συντρίψω. Κηδεμόνες.

### 23 674

Ἐπιμεληταί. ἢ προσήκοντες κατὰ γένος. Δεδουπότος.

### 23 679

Ἐν πολέμῳ τεθνηκότος. Ζῶμα δέ οἱ.

### 23 683

Νῦν περίζωμα. πρῶτον ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φορεῖν περὶ τὰ αἰδοῖα, καὶ οὕτως ἀγωνίζεσθαι. κατὰ δὲ τὴν λ. καὶ δευτέραν ὀλυμπιάδα, Ὀρίππου τοῦ Λακεδαιμονίου λυθὲν ἀγωνιζομένου τὸ περίζωμα, αἴτιον αὐτῷ ἥττης ἐγένετο, ἐξ οὗ νόμος ἐτέθη γυμνοὺς τρέχειν. Παρακάββαλε. Παρεκατέθηκεν. Ἀγραύλοιο.

### 23 684

Ἐν ἀγρῷ αὐλιζομένου. Χρόμαδος.

### 23 688

Ποιὸς ἦχος τοῦ χρωτὸς τῶν σιαγόνων. Ἐπὶ δ’ ὤρνυτο.

### 23 689

Ἐφώρμα δέ. Ὑπήριπε.

### 23 691

Κατηνέχθη. Φαίδιμα. Λαμπρά. Φρικός.

### 23 692

Φρὶξ, ἡ ἐπιπόλαιος τοῦ κύματος κίνησις. ἡ λεπτοκυμία. Ἀναπάλλεται. Ἀναπηδᾷ. Ἐν φυκιόεντι.

### 23 693

Φυκία ἔχοντι. φύκος δέ ἐστιν ἤτοι ἡ ἄχνη τῆς θαλάσσης, ἢ πόα παραθαλασσία οὕτω καλουμένη. Ἑτέρωσε.

### 23 697

Εἰς τὸ ἕτερον μέρος. Ἀλλοφρονέοντα.

### 23 698

Οὐκ ἐν αὐτῷ ὄντα, ἀλλ’ ἐξιστάμενον τῇ διανοίᾳ. Δυωδεκάβοιον.

### 23 703

Δώδεκα βοῶν ἄξιον. Τεσσαράβοιον.

### 23 705

Τὸ τεσσάρων βοῶν. Ἀμείβοντες.

### 23 712

Δοκοὶ μεγάλαι ἀλλήλαις προσπίπτουσαι, ὥστε βαστάζειν τὴν ὀροφήν. αἵτινες καὶ συστάται καλοῦνται. Τετρίγει.

### 23 714

Ἔτριζεν. Φοινικόεσσαι.

### 23 717

Πελειώδεις. ἐρυθραί. Σφῆλαι.

### 23 719

Καταβαλεῖν, νικῆσαι. Ἔχε.

### 23 720

Κατεῖχε. Κόψ’ ὄπιθεν κώληπα τυχών.

### 23 726

Ἔκρουσεν αὐτοῦ, φησιν, ἐπιτυχὼν τὴν ἰγνύαν ὄπισθεν, ἥτις καὶ ἀγκύλη καλεῖται. ὡς τῶν μέσων ἐῤῥωμένων περιπλέκεται. Ἀνάειρεν.

### 23 729

Ἦρεν. ἐβάστασεν. Κάλλει.

### 23 742

Τέχνῃ. Σιδόνες.

### 23 743

Οἱ Φοίνικες, Σιδὼν γὰρ πόλις Φοινίκης. Ἠεροειδέα.

### 23 744

Σκοτεινόν. μέγαν, ἢ ἀναπεπταμένον. ἐν ᾧ ἀὴρ μόνος ὁρᾶται. Θόαντι.

### 23 745

Τῷ τῆς Λήμνου βασιλεῖ. Λοισθῆϊ.

### 23 751

Τῷ ἐσχάτῳ. ἀπὸ εὐθείας ὁ λοισθεύς. Μεταστοιχεί.

### 23 757

Ἐπὶ στοῖχον. ἐπὶ τάξιν. Τέτατο.

### 23 758

Μετὰ προθυμίας ἐξετείνετο αὐτοῖς ὁ δρόμος. Κανών.

### 23 761

Ὁ κάλαμος, περὶ ὃν εἱλεῖται ὁ μῖτος ὁ ἱστουργικός. Τανύσσῃ. Ἐπιτείνῃ. Πηνίον.

### 23 762

Εἵλημα κρόκης. πάντα τὰ ἔργα ἐν παραβολαῖς εἰπὼν, νῦν καὶ περὶ γυναικωνίτιδος ἔφη. Ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.

### 23 764

Ἐπέβαινε αὐτοῦ τοῖς ἴχνεσι πρὶν ἢ κονιορτωθῆναι. Ἀϋτμένα.

### 23 765

Ἀναπνοήν. ἆσθμα. Ὄλισθεν.

### 23 774

Ἔπεσεν. Ὄνθος.

### 23 775

Ἡ τῶν βοῶν κόπρος. Ἐριμύκων. Μεγαλοφώνων. μυκηθμὸς γὰρ, ἡ τῶν βοῶν φωνή. Ὠμογέροντα.

### 23 791

Οὕτω λέγουσιν ἤτοι τοὺς ἔτι συνεστῶτας, καὶ μή πω πάνυ γέροντας, ἀλλὰ πλησίον τοῦ γήρως· ἢ τοὺς πρὸ ὥρας καὶ παρ’ ἡλικίαν γεγηρακότας. Ἐριδδήσασθαι.

### 23 792

Ἐξισωθῆναι. ἀμιλληθῆναι. Κύδῃνεν.

### 23 793

Ἐδόξασεν. Αἶνος.

### 23 795

Νῦν λόγος. Ὀρεξάμενος χρόα.

### 23 805

Ἐφαψάμενος τοῦ χρωτός. Ἐνδίνων.

### 23 806

Τῶν ἐντὸς ὅπλων μελῶν. ἀπὸ τοῦ ἐντείνεσθαι θώρακι καὶ τοῖς λοιποῖς ὅπλοις. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν, οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν. Κῦρε.

### 23 821

Ἤγγιζεν, ἐπετύγχανεν. Αἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ. Ἱστόρηται ὅτι κατεκεῖνο καιροῦ ἔτυχεν Ἡρακλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν προσπλεύσας, Τελαμῶνι δὲ ἄρτι γενέσθαι τὸν παῖδα Αἴαντα. ἐπιστὰς οὖν ὁ Ἡρακλῆς, καὶ ἀναλαβὼν τὸν παῖδα, περιέβαλε τῇ λεοντῇ. ἐφ’ ᾧ εὔξατο αὐτὸν γενέσθαι ἄτρωτον. ὁ δὲ ηὐξήθη, καὶ τὸ πᾶν τοῦ σώματος ἐγένετο ἄτρωτον, πλὴν τοῦ αὐχένος, τοῦτο γὰρ ἐδόκει τότε κατὰ τύχην τὸ μέρος μὴ περιβεβλῆσθαι τῇ λεοντῇ. Σόλον.

### 23 826

Δίσκον. διαφέρει δὲ σόλος καὶ δίσκος· ὅτι ὁ μὲν δίσκος, πλατύς ἐστι καὶ κοιλότερος· ὁ δὲ σόλος, στρογγύλος καὶ σφαιροειδής. Αὐτοχόωνον. Ἐκ χεομένης ὕλης εἰκῆ κεχωνευμένον. αὐτοχώνευτον, οἷον μὴ ἔχοντα κατασκευὴν τερπνὴν, ἠγοῦν τεχνικὴν, ἀλλ’ ἐκ μόνης χωνείας ἀναληφθέντα. Ῥίπτασκεν.

### 23 827

Ἔῤῥιπτε μακράν. Ἄγετ’ ἐν νήεσσιν.

### 23 829

Ἀντὶ τοῦ ἐκόμισε. Πίονες ἀγροί.

### 23 832

Νῦν, εὐδαίμονες. Χρεώμενος.

### 23 834

Χρώμενος, ἢ χρήζων. Ἀτεμβόμενος. Στερόμενος. Ὑπέρβαλεν.

### 23 843

Ὑπερέβαλε. Καλαύροπα.

### 23 845

Τὴν βουκολικὴν ῥάβδον. ἔστι δὲ ξύλον κατὰ τὸ ἕτερον μέρος ῥοπὴν ἔχον, ὅ ἐστι βάρος. Ἑλισσομένη.

### 23 846

Συστρεφομένη. Διὰ βοῦς ἀγελαίας. Ἀντὶ τοῦ δι’ ἀγελαίων βοῶν. Τοξευτῇσι.

### 23 850

Τοξόταις. Ἰόεντα. Ἤτοι ἰὸν γεννῶντα, ἢ μέλανα. ἄμεινον δὲ τὸν πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον, ὅ ἐστι βελῶν. Μηρίνθῳ, Σπάρτῳ.

### 23 854

σχοινίῳ. Πελέκεας.

### 23 856

Ἀξίνας διστόμους. ἔστι δὲ καὶ σταθμὸς σιδήρου ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκον, τὸ ἥμισυ τοῦ πελέκεως. τὸ ἐκ τοῦ ἑνὸς μόνου μέρους ἔχον ἀκμὴν, ὃ καὶ διστράλιον καλοῦσιν. οὕς τινας ἐφεξῆς ἱστῶντες ἐπί τινα βαθμὸν ἐγυμνάζοντο οἱ τοξόται, πέμποντες διὰ τῶν τρητῶν αὐτῶν τὸ βέλος, δι’ οὗ ἐμβάλλεται αὐτοῖς ὁ στειλειός. Πάντας πελέκεας. Τοὺς ὅλους πελέκεας. Ἀειράμενος. Ἐπάρας. Μηρίνθοιο τύχῃ.

### 23 857

Καὶ μὴν τοῦτο ἐμπείρου. ἀλλὰ προὔκειτο ἡ τοῦ ζώου τύχη· τύχης δὲ προσεδεῖτο πτοουμένης τῆς ὄρνιθος, καὶ οὐκ ἐν αὐτῷ μενούσης. Οὐδ’ ἠπείλησεν.

### 23 863

Οὐ δὲ ηὔξατο. Ἅμαρτεν.

### 23 865

Ἀπέτυχεν. Μέγῃρεν. Ἐφθόνησεν. Ἐξείρυσε χειρός.

### 23 870

Δηλονότι τοῦ Τεύκρου, τῷ γὰρ αὐτῷ τόξῳ ἐχρῶντο. Δινεύουσαν.

### 23 875

Συστρεφομένην. σοβαρῶς ἱπταμένην. Σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.

### 23 879

Συνεκρότησε δὲ τὰ πτερά. Λίασθεν. Διεχωρίσθησαν. Πτάτο.

### 23 880

Ἐπετάσθη. Ἀνθεμόεντα.

### 23 885

Ἤτοι οὐκ εἰς πῦρ χρήσιμον, ἀλλ’ ἀναθεματικόν. ἢ ἀνθεμώδη. Ἥμονες.

### 23 886

Ἀκοντισταί. Προβέβηκας.

### 23 890

Ὑπερβέβηκας. προελήλυθας. Ἥμασιν.

### 23 891

Ἀκοντίσμασιν. ἀπὸ τοῦ ἱέναι. Ἔπλευ. Ἐγένου. Λῦτο δ’ ἀγών.

### 24 1

Νῦν, τὸ ἄθροισμα τῶν θεατῶν. Δόρποιο μέδοντο.

### 24 2

Ἐπιμελοῦντο τροφῆς καὶ ὕπνου. Πείρων.

### 24 8

Διαπερῶν. Τότε δέ.

### 24 11

Ὅτε δέ. Δινεύεσκεν.

### 24 12

Ἀνεστρέφετο. Ἀλύων. Καταστένων. ἀλώμενος, καὶ λύσιν μὴ εὑρίσκων τῶν κακῶν. Μενεαίνων.

### 24 22

Μηνιῶν, ὀργιζόμενος. Κλέψαι δ’ ὠτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην.

### 24 24

Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλαντίδος, λαθὼν Ἥραν ἐμίγη. ἡ δὲ ἔγκυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, Ἑρμῆν ἐγέννησεν. ὅς τις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν· ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν, ἐμίγη Μαίᾳ, καὶ δήποτε τῆς μητρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας. γυμναὶ δὲ ἐκεῖναι, ἠπόρουν τί πράξωσι. γέλωτα δὲ διὰ τοῦτο Ἑρμῆς κινήσας, ἀπέδωκε αὐταῖς τὰς ἐσθῆτας. ἔκλεψε δὲ καὶ τὰς Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρ’ Ἐρατοσθένει. Νείκεσσε θεάς.

### 24 29

Νῦν, ἔκρινε. Μέσσαυλον. Ἔπαυλιν. Ἤινησεν.

### 24 30

Ἐπῄνεσε. Μαχλοσύνην. Τὴν πρὸς συνουσίαν κατωφέρειαν. Δηλήμονες.

### 24 33

Βλαπτικοί. Ἐναίσιμοι φρένες.

### 24 40

Καθήκουσαι. δίκαιαι. Γναμπτόν.

### 24 41

Εὔκαμπτον. εὔπιστον. Σίνεται.

### 24 45

Βλάπτει. Ὀλέσσαι.

### 24 46

Ἀντὶ τοῦ ὀλωλέναι. ἀόριστον ἀντὶ ὑπερσυντελικοῦ. Ἠὲ κασίγνητον ὁμογάστριον, ἠὲ καὶ υἱόν.

### 24 47

Φαίνεται Ὅμηρος προτιμῶν τὴν μητρὸς ἀδελφότητα. Μεθέηκεν.

### 24 48

Ἀπέλιπε. Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει.

### 24 54

Ἀντὶ τοῦ ἀναίσθητον σῶμα ὑβρίζει. Ὁμήν.

### 24 57

Ὁμοίαν. Ἀτίτηλα.

### 24 60

Νήπιον ὄντα ἔθρεψα. Ἀποσκύδμαινε.

### 24 65

Ὀργίζου. Ἐπεὶ οὔτι φίλων ἡμάρτανε δώρων.

### 24 68

Ἐπεὶ οὐχ’ ἁμαρτάνων ἐγιγνώσκετο παρὰ τοῖς θεοῖς. Κλέψαι μὲν ἐάσομεν.

### 24 71

Κλέψαι συγχωρήσωμεν. Μήτηρ παρμέμβλωκεν.

### 24 73

Ἔξωθεν ἡ μήτηρ παραμένει φυλάττουσα. Πυκινὸν ἔπος.

### 24 75

Ὅτι συμφέρει αὐτῷ δοῦναι, ἵνα μὴ κλαίῃ. Μείλανι.

### 24 79

Μέλανι. τῷ καὶ ἔτι νῦν καλουμένῳ μέλανι πόντῳ. ἔστι δὲ τὸ σχῆμα παρένθεσις. Μολυβδαίνῃ.

### 24 80

Μολυβδίνῃ. ὁρμιᾷ· μόλυβδος δὲ ἐπίκειται τῷ ἀγκίστρῳ εἰς τὸ καθέλκειν αὐτὸ τῷ βάρει κάτω. Βοὸς κέρας.

### 24 81

Οἱ μὲν κυρίως, οἱ δὲ τὴν τρίχα. ἄμεινον δὲ νοεῖν κεράτιόν τι προκεῖσθαι τῷ ἀγκίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιάν. Ἄκριτα.

### 24 91

Ἀδιαχώριστα, ἢ πολλά. Λιάζετο κῦμα.

### 24 96

Ἀντὶ τοῦ διΐστατο. Ὤρεξεν.

### 24 102

Ἐνεχείρησεν. Ἄλαστον.

### 24 105

Ἀνεπίληστον, χαλεπόν. Ἐντύνοντο ἄριστον.

### 24 124

Παρεσκευάζοντο. εὐτρεπίζοντο. ἄριστον δὲ λέγει νῦν τὸ πρωϊνὸν, ὃ ἡμεῖς λέγομεν ἀκράτισμα· ὥσπερ αὖ πάλιν τὸ παρ’ ἡμῖν ἄριστον, ὁ Ποιητής φησι δεῖπνον, μεθ’ ὃ δεῖ πονεῖν· τὸ δὲ δεῖπνον, δόρπον. Λάσιος.

### 24 125

Δασὺς, τετριχωμένος. σημαίνει δὲ καὶ τὸ συνετός. Ἱέρευτο. Ἱερουργεῖτο. ἔσφακτο. Ἔδεαι.

### 24 129

Ἀναλώσῃς, φάγῃς. Νεκροῖο δὲ δέξαι.

### 24 137

Ὑπὲρ τοῦ νεκροῦ δέξαι. Τῇ δ’ εἴη ὃς ἄποινα φέροι.

### 24 139

Ἐνταῦθα ἔστω. ἐνθάδε ἡκέτω ὁ κομίζων τὰ λύτρα. Νηῶν ἀγύρει.

### 24 141

Ὅμοιον τῷ, Νεῶν ἐν ἀγῶνι. ὅ ἐστιν ἀθροίσματι. Ἰῄνῃ.

### 24 147

Διαχέῃ, ὅ ἐστι χαρῆναι ποιήσῃ τοῦ Ἀχιλλέως τὴν ψυχήν. Ἄγοι.

### 24 151

Ἀπάγοι. Πομπόν.

### 24 153

Σύνοδον. ὁδηγόν. Ὀπάσσομεν. Παράσχωμεν. Ἄσκοπος.

### 24 157

Ἄστοχος τῇ γνώμῃ, καὶ ἀπτόητος τοῦ μέλλοντος, ἐξ οὗ ἀνόητος. Ἀλιτήμων. Ἁμαρτωλός. Ἐνδυκέως.

### 24 158

Ἐπιμελῶς. Ἱκέτεω. Ἱκέτου. Πεφιδήσεται. Φείσεται. ἀπὸ μέσου παρακειμένου. Ἔφυρον.

### 24 162

Ἔδευον, ἔβρεχον. Ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος.

### 24 163

Οὕτως φησὶν αὐτὸν κεκαλύφθαι τῇ χλανίδι ἐν τετυπωμένοις ἱματίοις ὅλον τὸ σῶμα, ὥστε μόνον τὸν τῶν μελῶν τύπον φαίνεσθαι. Κόπρος.

### 24 164

Κοινῶς μὲν τὰ κόπρια. νῦν δὲ ἡ κόνις. Κατεμήσατο.

### 24 165

Κατεχέατο. κατεπάσατο. Κέατο.

### 24 168

Ἔκειντο. Ἐρύξει.

### 24 185

Ἐφέξει, κωλύσει. Ἡμιονείην.

### 24 189

Πρὸς ἡμιόνων ζεῦξιν ἐπιτηδείαν. Ὁπλίσσαι.

### 24 190

Κατασκευάσαι, ἑτοιμάσαι. Πείρινθα. Τὸ ἐπικείμενον τῇ ἁμάξῃ πλινθίον, ἐφ’ οὗ φέρουσι τὰ φορτία. ὃ καὶ ὑπερτερίαν καλοῦσιν. Κηώεντα.

### 24 191

Τεθυμιωμένον. εὐώδη. Κέδρινον ὑψόροφον.

### 24 192

Ἐκ κεδρίνων ξύλων ἔχοντα τὴν ὀροφὴν ὑψηλήν. Γλήνεα. Πολλῆς θέας ἄξια, κόσμια. ἢ χρήματα, κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. γλήνη δὲ παρὰ τὸ γλαμυρὸν ἤτοι δίϋγρον. ὅθεν Ἀρχέδημος ὁ Γλάμων, καὶ παροιμία· Ἐν τυφλῶν πόλει Γλάμυρος βασιλεύει. ἢ ἀπὸ μέρους εἴρηκε. γλήνας γὰρ κυρίως τὰ ἀκροκόσμια λέγουσι. Διόθεν.

### 24 194

Παρὰ τοῦ Διός. Αἰνῶς.

### 24 198

Λίαν, πάνυ. Ἔκλεε.

### 24 202

Ἐνδόξως ἐφημίζου. Σιδήρειον ἦτορ.

### 24 205

Ἰσχυρὰ ψυχὴ, ἐξ οὗ ἀπηνὴς καὶ σκληρά. Αἱρήσει.

### 24 206

Λήψεται. Ὠμηστής.

### 24 207

Ὠμὸς τὸν τρόπον. οἷα τὰ ὁμοφάγα θηρία. Ἀργίποδας.

### 24 211

Ταχύποδας. Προσφῦσα.

### 24 213

Προσελθοῦσα. Ἄντιτα. Ἀντιτιμώρητα. ἐν μέρει τινὶ τιμωρίαν λαμβάνοντα. Οὔ ἑ κακιζόμενον.

### 24 214

Οὐ δειλιῶντα αὐτόν. Ὄρνις κακός.

### 24 219

Κακὸς οἰωνὸς, καὶ μάντις. Θυοσκόοι.

### 24 221

Οἱ τὰς θυσίας ἐπιτελοῦντες, καὶ δι’ αὐτῶν μαντευόμενοι. ἢ οἱ λιβανομάντεις. Ἱερῆες. Θῦται. Νοσφιζοίμεθα.

### 24 222

Ἀποτρεποίμεθα. Ἐξ ἔρον εἵην.

### 24 227

Τὴν ἐπιθυμίαν πληρώσαιμι. Φωριαμῶν.

### 24 228

Κιβωτίων. Ἐπιθήματα. Πώματα. Ἀνέῳγεν. Ἤνοιξεν. ἀνῴγνυεν. Ἁπλοϊάδας.

### 24 230

Ἁπλάς. Τάλαντα.

### 24 232

Νῦν, χρυσοῦ. Ἐξεσίην.

### 24 235

Κατὰ δημοσίας ἔξοδον πρεσβείας. Αἰσχροῖσιν.

### 24 238

Χαλεποῖς. Ἔῤῥετε.

### 24 239

Φθείρεσθε. Λωβητῆρες. Ὑβρισταί. Ἐλεγχέες. Ἐπονείδιστοι. Κηδήσοντες.

### 24 240

Πενθήσοντες. Ἢ οὔνεσθε.

### 24 241

Ἢ ἐφήδεσθέ μοι, καὶ ἐπὶ ταῖς συμφοραῖς εὐφραίνεσθε. ἀπὸ τοῦ ὄνασθαι. ἢ ἐκφαυλίζετε καὶ μικρὸν ἡγεῖσθε. Κεραϊζομένην.

### 24 245

Πορθουμένην. Δίεπε.

### 24 247

Διώκει, ἢ διεξῄει. Σπερχομένοιο.

### 24 248

Ἐπειγομένου. Ὁμόκλα. Διεκελεύετο μετὰ ὀνείδους. Πολίτην.

### 24 250

Νῦν, ὄνομα κύριον. Δηΐφοβόν τε καὶ Ἱππόθοον.

### 24 251

Ἀλεξάνδρου τοξευθέντος ὑπὸ Φιλοκτήτου, Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθηκε τῷ ἀριστεύσαντι κατὰ τὴν μάχην. Δηΐφοβος δὲ γενναίως ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρωνι. Κατηφόνες.

### 24 253

Ἄξιοι καταφονευθῆναι. Πεφᾶσθαι.

### 24 254

Ἀναιρεῖσθαι. Πανάποτμος.

### 24 255

Παντελῶς δυστυχής. Ἱππιοχάρμην.

### 24 257

Ἤτοι ἀφ’ ἵππων μαχόμενον, ἢ ἵπποις χαίροντα. Χοροιτυπίῃσιν ἄριστοι.

### 24 261

Εἰς χοροὺς ἐπιτήδειοι. Ἐπιδήμιοι ἁρπακτῆρες.

### 24 262

Τὰ τῶν πολιτῶν ἁρπάζοντες, καὶ οὐ τὰ τῶν πολεμίων. Πρωτοπαγῆ.

### 24 267

Πρώτως παγεῖσαν. ὅ ἐστιν ἐξόχως πρῶτον πεπηγυῖαν. ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος. Ὀμφαλόεντα.

### 24 269

Νῦν, κεκοσμημένον. Ἕστορι.

### 24 272

Τῷ ἀνιεμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ τοῦ ζυγοῦ. τινὲς δὲ γράφουσιν ἕκτορι, οἷον ἐχέτορι. Ἐπὶ δὲ κρίκον ἕστορι βάλλον. Ἀντὶ τοῦ, τῷ δὲ ὀκκάβῳ τὸν ἕστορα ἔβαλον. Ἐπ’ ὀμφαλόν.

### 24 273

Ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ. Γλωχῖνα.

### 24 274

Τὴν γωνίαν. λέγει δὲ τὸ τέλος τοῦ ἱμάντος. Ἔγναμψαν. Ἔδησαν. καθῆψαν. Ἐπ’ ἀπήνης.

### 24 275

Ἐπὶ τῆς ἀμάξης. Ἐντεσιουργούς.

### 24 277

Τοὺς ὑποζυγίους, μὴ ψιλῶς νωτοφόρους, ἀλλὰ τήν τε ἄμαξαν, καὶ τὴν πείρινθον ἕλκοντας. ἅπερ καὶ ἔντεα φησί. Μυσοί.

### 24 278

Ἔθνος βάρβαρον. Ὕπαγον ζυγόν.

### 24 279

Ὑπὸ τὸν ζυγὸν ἦγον. Ἀγχίμολον.

### 24 283

Νῦν, μετ’ ὀλίγον. Τῆ.

### 24 287

Δέξαι, λάβε. Οἰωνόν.

### 24 292

Ὄρνιν. Καὶ εὗ κράτος ἐστὶ μέγιστον.

### 24 293

Ὃς ἰσχυρότατός ἐστι τῶν λοιπῶν ὀρνίθων. Ἑὸν ἄγγελον.

### 24 296

Ἀγαθόν. ἴδιον. Ἐφιεμένη.

### 24 300

Ἐντελλομένη, ἢ ὑποτιθεμένη. Ταμίην.

### 24 302

Προστάτιν. Ἀκήρατον.

### 24 303

Ἀδιάφθορον. Χέρνιβον.

### 24 304

Νῦν τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ταῖς χερσὶν ἐπιβαλλόμενον ὕδωρ, ὃ καὶ λέβητά φησι. Πρόχοον. Τὸν παρ’ ἡμῖν καλούμενον ξέστην. Ἕρκεϊ.

### 24 306

Νῦν, περιβολαίῳ. περιφράγματι. Ἐλεεινόν.

### 24 309

Ἐλέου ἄξιον. Τελειότατον.

### 24 315

Νῦν, ἐπιτελεστικώτατον. Μόρφνον.

### 24 316

Ἤτοι περὶ φόνους μεμορηκότα, τὸν φόνιον. ἢ μέλανα· ἢ ἅρπαγα. οἱ δὲ ἀετοῦ εἶδος. Περκνόν. Τὸν αὐτὸν τῷ προειρημένῳ. μέλανα, ἀφ’ οὗ καὶ τὸν μελαινόμενον καρπὸν περκάζειν λέγομεν. Ὑψορόφοιο.

### 24 317

Ὑψηλοστέγου. ὑψηλοῦ. Ἐϋκληῒς ἀραρυῖα.

### 24 318

Εὖ ταῖς κλεισὶν ἡρμοσμένη. ἀσφαλής. δύναται καὶ ὑφ’ ἓν, ἵν’ ᾖ εὔκλειστος. Εἴσατο.

### 24 319

Ἐφάνη. ὥρμησε. Σπερχόμενος.

### 24 322

Σπεύδων. Ἐριδούπου.

### 24 323

Μεγαλοήχου. Τετράκυκλον.

### 24 324

Τετράτροχον. Ἀπήνην. Ἄμαξαν. Ἐφέπων.

### 24 326

Ἐπακολουθῶν, ἐπιδιώκων. Ἑταιρίσσαι.

### 24 335

Ἑταίρῳ βοηθῆσαι. Ἀπείρονα.

### 24 342

Μεγάλην, ἢ κυκλοτερῆ. Θέλγει.

### 24 343

Πρὸς ὃ θέλει ἀμαυροῖ. Αἰσυητῆρι.

### 24 347

Βασιλικῷ νέῳ. οἱ δὲ ἀντὶ τοῦ ἐντίμῳ τηροῦντι τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια. Πρῶτον ὑπηνήτῃ.

### 24 348

Ἀρχομένῳ γενειάζειν· ὑπῆναι δὲ καλοῦνται αἱ τρίχες, αἱ περὶ τὰ χείλη, ὁ μύσταξ ἄρτι φυόμενος. οἱ δὲ κοινῶς εἶπον τὸ γένειον. Χαριεστάτη ἥβη. Ὡραία ἀκμή. Μέγα σῆμα πάρεξ Ἴλλοιο ἔλασσαν.

### 24 349

Παρήλασαν τὸν Ἴλλου τόπον, ἢ τάφον. Ἐξ ἀγχιμόλοιο.

### 24 352

Ἐκ τοῦ σύνεγγυς. Φραδέος νόου ἔργα τέτυκται.

### 24 354

Συνετοῦ νοῦ καὶ ἄριστα βουλεύεσθαι δυναμένου ὁ παρὼν καιρὸς δεῖται. Διαῤῥαίσεσθαι.

### 24 355

Διαφθαρήσεσθαι. Σὺν δὲ γέροντι νόος χύτο.

### 24 358

Τὸ ἑξῆς, συνεχύθη αὐτοῦ ὁ νοῦς. Ὀρθαὶ δὲ τρίχες ἔσταν.

### 24 359

Ἀντὶ τοῦ ἔφριξαν. Ταφών.

### 24 360

Ἐκπλαγείς. Ἐριούνιος. Μεγαλωφελής. Ἰθύνεις.

### 24 362

Ἐπ’ εὐθείας ἐλαύνεις. Ἀνάρσιοι.

### 24 365

Ἄδικοι. ἐχθροί. Ἀπαμύνασθαι.

### 24 369

Ἀποκωλύσαι. ἀποδιῶξαι. Χαλεπήνῃ. Κακώσει. ἢ ἀδικήσει. Οὐδέν.

### 24 370

Νῦν, οὐδαμῶς. Ἀπαλεξήσαιμι.

### 24 371

Ἀποστρέψαιμι. βοηθήσαιμι. Ὁδοιπόρον.

### 24 375

Συνοδόν. Αἴσιον.

### 24 376

Δεξιόν. δίκαιον. Ἀγητός. Θαυμαστός. Πέπνυσαι.

### 24 377

Συνετὸς εἶ. πεπαίδευσαι. Τέων.

### 24 387

Τίνων. Οἶτον.

### 24 388

Μόρον. Ἀπότμου παιδός. Πολυπότμου. δυστυχοῦς. Πειρᾷ ἐμεῖο γεραιέ.

### 24 390

Πειράζεις με, ὦ γέρον. Κυδιανείρῃ.

### 24 391

Ἐν ᾗ δοξάζονται οἱ ἄνδρες. Μία δ’ ἤγαγε νηῦς εὐεργής.

### 24 396

Ἑταῖρον καὶ φίλον ἑαυτὸν βούλεται συστῆσαι Ἀχιλλεῖ ὁ Ἑρμῆς πρὸς πλείονα πίστιν. οἱ γὰρ τοιοῦτοι μιᾶς νεὼς ἐπιβαίνουσιν. Μεταπαλλόμενος.

### 24 400

Μετ’ αὐτῶν κληρούμενος. πάλοι γὰρ, οἱ κλῆροι. Ἀσχαλόωσι.

### 24 403

Δυσανασχετοῦσι, λυποῦνται. Ἴσχειν.

### 24 404

Ἐπίσχειν. κωλύσαι. Μελεϊστί.

### 24 409

Κατὰ μέλος. Αὕτως ἐν κλισίῃσι.

### 24 413

Ματαίως, ἀνεπιμελήτως ἐν τῇ σκηνῇ. Εὐλαί.

### 24 414

Σκώληκες. Ἀρηϊφάτους.

### 24 415

Τοὺς ἐν πολέμῳ ἀνῃρημένους, ἢ ὑπὸ ξίφους. Ἄρης γὰρ ὁ σίδηρος. Ἀκηδέστως.

### 24 417

Ἀφροντίστως. οὐ κηδεμονικῶς, ἀλλ’ ὑβριστικῶς. Αἰσχύνει.

### 24 418

Αἰκίζει. Θειοῖό κεν. Θαυμάσειας ἄν. Ἐερσήεις.

### 24 419

Κάθυγρος. νεαρός. Μιαρός.

### 24 420

Μεμιασμένος. Μέμυκε. Συμμέμυκεν. Ἐτύπη.

### 24 421

Ἐκ χειρὸς ἐτρώθη. Ἐναίσιμα.

### 24 425

Καθήκοντα. Διδοῦναι. Δοῦναι. Εἴ ποτ’ ἔην γε.

### 24 426

Ἕως περ ἦν. Ἐπεμνήσαντο.

### 24 428

Ἐπεμνημόνευσαν. Αἴσῃ. Εἱμαρμένῃ. Ἄλεισσον.

### 24 429

Ποτήριον. κυρίως δὲ τὸ τετορνευμένον. Σύν γε θεοῖσιν.

### 24 430

Εἰ οἱ θεοὶ μὴ ἀντιπράττοιεν, ἀλλὰ βοηθοῖεν. Πειρᾷ.

### 24 433

Πειράζεις. Κέλῃ.

### 24 434

Κελεύεις. Συλεύειν.

### 24 436

Συλᾷν, γυμνοῦν. Ὁμαρτέων.

### 24 438

Συντυχών. ἀκολουθῶν. Οὐκ ἄν τις τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.

### 24 439

Οὐκ ἂν μαχεσθῇ καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. Ὀνοσσάμενος. Καταφρονήσας. Δόρπα.

### 24 444

Δεῖπνα. Ἀπῶσεν.

### 24 446

Ἀπώσατο. Ὀχῆας. Μοχλούς. Δοῦρα.

### 24 450

Νῦν ξύλα. Κέρσαντες. Περικόψαντες. σχίσαντες. Ἔρεψαν. Ἐστέγασαν. Λαχνήεντ’ ὄροφον.

### 24 451

Τὸν δασύν. λέγει δὲ τὴν ἀπὸ τῆς καλάμης ὕλην, καὶ τῆς τούτων κόμης. ὄροφος γὰρ εἶδος καλάμου πρὸ ὀροφὴν ἐπιτηδείου. Λειμωνόθεν ἀμήσαντες. Ἐκ λειμῶνος θερίσαντες. Σταυροῖσιν.

### 24 453

Ὀξέσι ξύλοις. σκόλοψι. Θύρην. Αὐτὸ τὸ σῶμα φησὶν, ὃ ἐπεῖχεν ὁ ἐπιβλὴς μοχλός. τὴν δὲ θύραν μονόθυρον χρὴ νοεῖν. Ἐπιβλής. Ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός. Εἰλάτινος.

### 24 454

Ἐλάτη εἶδος δένδρου. Ἐπιῤῥήσσεσκεν.

### 24 456

Ἐπέβαλλεν. ἐπέκρουεν, ἢ μετετίθετο. Ἄμβροτος.

### 24 460

Ὁ μὴ βροτὸς, οἷον θεῖος. ἄφθαρτος. Ὀφθαλμοὺς γὰρ εἴσειμι.

### 24 463

Εἰς τοὺς ὀφθαλμοὺς εἰσέρχομαι. Ἀγαπαζέμεν.

### 24 464

Ἀγαπᾷν. Ἐδωδῆς.

### 24 475

Τροφῆς. Ἔτι καὶ παρέκειτο τράπεζα.

### 24 476

Φασὶ γὰρ τοῖς παλαιοῖς μὴ ὅλως αἴρεσθαι τὴν τράπεζαν. χωρὶς εἰ μὴ διὰ τὴν τοῦ Πατρόκλου λύπην. Κύσεν.

### 24 478

Ἐφίλησεν. Ὡς δ’ ὅταν ἄνδρα.

### 24 480

Καὶ τὰ ἑξῆς. Ἔθος ἦν παρὰ τοῖς παλαιοῖς τὸν ἀκούσιον φόνον ἐργασάμενον φεύγειν ἐκ τῆς πατρίδος καὶ παραγίγνεσθαι εἴς τινος οἰκίαν ἀνδρὸς πλουσίου, καὶ καθίζειν ἐπὶ τῆς οἰκίας συγκεκαλυμμένον καθαρσίων δεόμενον. Τηλίκου.

### 24 487

Τοιαύτην ἡλικίαν ἔχοντος. Ἀμφὶς ἐόντες.

### 24 488

Περὶ αὐτὸν οἰκοῦντες. Ἀρήν.

### 24 489

Βλάβην, νῦν. Ἐπί τ’ ἔλπεται.

### 24 491

Ἐπεὶ ἐλπίζεται. Ἰῆς.

### 24 496

Μιᾶς. Νηδύος. Γαστρός. Ἀμυνόμενον.

### 24 500

Βοηθοῦντα. Αἰδεῖο.

### 24 503

Αἰδοῦ. Ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι.

### 24 506

Τοῦ φονέως μου τῶν παίδων τὰς χεῖρας προσάγειν τῷ στόματι καὶ φιλεῖν. Ὑφ’ ἵμερον ὦρσε γόοιο.

### 24 507

Ἐπιθυμίαν θρήνου ἐνέβαλεν. Ἐλυσθείς.

### 24 510

Εἰλυθείς. Τετάρπετο.

### 24 513

Ἐτέρφθη. Κρυεροῖο.

### 24 524

Δεινοῦ. φρικτοῦ. Ἀκηδέες.

### 24 526

Ἄλυποι. Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.

### 24 527

Εἰς παραμυθίαν Πριάμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα λέγοντα ταῦτα. ἐπεί τοι μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμηρος τοὺς θεοὺς, λέγων· Θεοὶ δωτῆρες ἐάων. ἴδιον γὰρ θεῖον δῶρον τὸ ἀγαθόν. ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐνταῦθα μέν φησιν ὁ ποιητὴς ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ α τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσαι τὰ κακὰ τοὺς ἀνθρώπους. Ἐξ ἡμέων γάρ φασι κακ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγε’ ἔχουσι. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακὰ, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεὺς, ὃς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προσώπῳ. Ἐάων.

### 24 528

Ἀγαθῶν. Καμμίξας.

### 24 529

Συμμίξας. Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ.

### 24 530

Ἀντὶ τοῦ, ὁτὲ μὲν ἐν κακοῖς γίγνεται, ὁτὲ δὲ ἐν ἀγαθοῖς. Κύρεται. Ἐντυγχάνει. κυριεύει. Λυγρῶν.

### 24 531

Χαλεπῶν. φαύλων. Λωβητόν. Ἐπονείδιστον. κακόν. Βούβρωσις.

### 24 532

Κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν δὲ ἀντὶ τοῦ μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον ἐξεδέξαντο. Φοιτᾷ.

### 24 533

Ἐπιπορεύεται, ἐπέρχεται. Τετιμένος. Τετιμημένος. Ἐκ γενετῆς.

### 24 535

Ἀπὸ γενεᾶς. Ὄλβῳ.

### 24 536

Εὐδαιμονίᾳ. Γονή.

### 24 539

Γέννησις. Κρειόντων. Κρατίστων. Παναώριον.

### 24 540

Παντελῶς ἄωρον. ἀποθανούμενον, καὶ νέον κομιδῆ δύσμορον. Κομίζω.

### 24 541

Ἐπιμελείας ἀξιῶ. Κήδων.

### 24 542

Λυπῶν. Λέσβος ἄνω Μάκαρος ἕδος.

### 24 544

Ἀντὶ τοῦ οἰκητήριον. ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου, καὶ ἐβασίλευσεν αὐτῆς. Ἐέργει. Ἀποχωρίζει, διορίζει. Ἀπείρων.

### 24 545

Μέγας. Κεκάσθαι.

### 24 546

Κεκοσμῆσθαι. Οὐδέ μιν ἀνστήσεις.

### 24 551

Οὐδαμῶς ἀναστήσεις, τοῦτο γὰρ ἀδύνατον. Πρὶν καὶ κακὸν ἄλλο πάθησθα. Πρὶν ἄλλο γένηταί σοι κακόν. οἷον, πολλὰ καὶ ἄλλα κακὰ πάθοις. Ἀπόναιο.

### 24 556

Ἀπολαύσειας. Ἕασας.

### 24 557

Εὔφρανας. Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών.

### 24 559

Τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος, ἐπεὶ δώρων ὑπέμνησε. Φυλάκους.

### 24 566

Φύλακας. τῇ τάσει δὲ ἀναγνωστέον ὡς ἀγαθούς. Μετοχλίσειε.

### 24 567

Μετακινήσειε. Μή σε γέρων οὐδ’ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω.

### 24 569

Λείπει τὸ ζῶντα. Θύραζε.

### 24 572

Ἔξω. Καλήτορα.

### 24 577

Ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ βοᾷν καὶ συγκαλεῖν τὸν ὄχλον. Ἥιρεον.

### 24 579

Ἥιρουν. ἐβάσταζον. Ἐΰνηστον.

### 24 580

Καλῶς νενησμένον. Χόλον οὐκ ἐρύσαιτο.

### 24 584

Οὐ κατάσχῃ ἐπὶ τῷ παιδὶ τὴν ὀργήν. Σκυδμαινέμεν.

### 24 592

Σκύζεσθαι, ὀργίζεσθαι. Ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.

### 24 594

Ἐπεὶ οὐκ εὐτελῆ μοι παρέσχε λύτρα, ἀλλὰ τοὐναντίον πολυτελῆ. Ἀποδάσσομαι.

### 24 595

Ἀπομερίσω. Κλισμῷ.

### 24 597

Θρόνῳ. Καὶ γάρ τ’ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου.

### 24 602

Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου, γυνὴ δὲ Ἀμφίονος. συνοικοῦσα δὲ αὐτῷ, παῖδας ἔσχε δυοκαίδεκα, ἓξ μὲν θηλείας, ἓξ δὲ ἄῤῥενας. ἐπαρθεῖσά τε τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ, ὠνείδιζε τῇ Λητοῖ, ὅτι δύο μόνους ἐγέννησεν, Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ ὅτι εὐτεκνοτέρα αὐτῆς ἐστιν· ἀγανακτήσαντες δὲ οἱ θεοὶ, ἔπεμψαν τοῖς παισὶν αὐτοῖς θάνατον. Καὶ Ἀπόλλων μὲν τοὺς ἄῤῥενας ἀναιρεῖ κυνηγετοῦντας ἐν Κιθαιρῶνι. Ἄρτεμις δὲ τὰς θηλείας ἐπ’ οἴκου οὔσας. Θρηνοῦσαν οὖν τὴν Νιόβην ἀφάτως τὸ τοιοῦτον δυστύχημα, Ζεὺς ἐλεήσας, εἰς λίθον μετέβαλεν, ὃς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων, πηγὰς δακρύων προϊέμενος. ἡ ἱστορία παρ’ Εὐφορίωνι. Ἰσάσκετο.

### 24 607

Ἐξισοῦτο. Λαοὺς δὲ λίθους ποίησε Κρονίων.

### 24 611

Ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς, καὶ ἀσυμπαθεῖς ἐποίησε, πρὸς τὸ μὴ θάψαι. Οἰοπόλοισιν.

### 24 614

Ἐρήμοις. Ἐν Σιπύλῳ.

### 24 615

Ἐν ὄρει τῆς Λυδίας, καὶ Μαγνησίας. Νυμφάων.

### 24 616

Νῦν θεῶν. Αἵτ’ ἀμφ’ Ἀχελώϊον ἐῤῥώσαντο. Αἵ τινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ, τοῦ ἐν Αἰτωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ τὰ ἄχη λύειν· ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ, ἢ διὰ τοῦ η Ἀχελήϊον. Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν. Θεῶν ἐκ κήδεα πέσσει.

### 24 617

Τὰς ἐκ θεῶν αὐτῇ ἐπιφερομένας συμφορὰς ἐν ἑαυτῇ ἔχει. Μεδώμεθα.

### 24 618

Φροντίσωμεν. Ἄργυφον.

### 24 621

Λαμπρὸν, ἢ λευκόν. Ἄμφεπον.

### 24 622

Περιεῖπον. περὶ αὐτὸν ἠσχολοῦντο. Ἐπένειμεν.

### 24 625

Ἐπεμέρισεν. Ὅσσος.

### 24 630

Ἡλίκος. Ἀγαθήν.

### 24 632

Νῦν, ἐπὶ τοῦ εἴδους. Τάρπησαν.

### 24 633

Ἐκορέσθησαν. ἐτέρφθησαν. Λέξον.

### 24 635

Νῦν, κοίμισον. Αὐλῆς ἐν χόρτοισι.

### 24 640

Ἐν τοῖς περιφράγμασι τῆς αὐλῆς, ὅ ἐστιν ὑπαιθρίοις. Πασάμην.

### 24 641

Ἐγευσάμην. Λαυκανίης.

### 24 642

Λαιμοῦ. Οὔτι πεπάσμην. Οὐκ ἐγευσάμην. Δέμνια.

### 24 644

Τὰς κοίτας. Ῥήγεα. Τὰ βαπτὰ στρώματα. Ἐγκονέουσαι.

### 24 648

Ἐνεργοῦσαι. σπεύδουσαι. Ποσσῆμαρ.

### 24 657

Πόσαις ἡμέραις. Κτερεϊζέμεν. Ἐνταφιάζειν. Θείης.

### 24 661

Ποιήσεις. Δαίνυτο λαός.

### 24 665

Τὸ περίδειπνον λέγει. Ἐπὶ καρπῷ χεῖρα γέροντος Ἔλαβε δεξιτερήν.

### 24 671

Ἐδεξιώσατο τὸν γέροντα. ἐξήτηται δὲ, πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα, ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν, ὅτι ὁ Ἀχιλλεὺς τὰ τῶν πολέμων ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν. Προδόμῳ.

### 24 673

Τῷ πρὸ τοῦ θαλάμου οἴκῳ. Ἔλων Ἤλαυνον.

### 24 696

Οἰμωγῇ. Ὀδυρμῷ. Ἀστυβοώτην.

### 24 701

Ἐπιθετικῶς τὸν κήρυκα ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾷν. Ὄψεσθε.

### 24 704

Θεάσεσθε. Ἀάσχετον.

### 24 708

Ἀνυπομόνητον. ἀκατάσχετον. Ξύμβληντο.

### 24 709

Συνέτυχον, ἀπήντησαν. Οὐρεῦσιν.

### 24 716

Ἡμιόνοις. Τρητοῖς.

### 24 720

Καλῶς κατεσκευασμένοις. τετρημένοις. Ἀοιδούς. Νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης. Ἀπ’ αἰῶνος.

### 24 725

Ἀπὸ τοῦ βίου. ἀπὸ τοῦ χρόνου τῆς τῶν ἀνθρώπων ζωῆς. Ἥβην.

### 24 728

Νεότητος ἀκμήν. Ἵξεσθαι. Ἀφικέσθαι. Ἐπίσκοπος.

### 24 729

Φύλαξ. Ῥύσκευ.

### 24 730

Συνεῖχες. ἔσωζες. ἐῤῥύου. Ἔχες. Εἶχες. ἐφύλαττες. Κεδνάς. Κηδεμονικὰς, σώφρονας. Ὀχήσονται.

### 24 731

Ἐπιβήσονται. Ἀεικέα.

### 24 733

Χαλεπά. Ἀεθλεύων.

### 24 734

Κακοπαθῶν. πονῶν. Πρὸ ἄνακτος. Ὑπὲρ δεσπότου. Ἀμειλίχου. Ἀπηνοῦς. χαλεποῦ. Ἤ τις Ἀχαιῶν Ῥίψει χειρὸς ἑλών. Ἐντεῦθεν κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ, ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα. Ἀρητόν.

### 24 741

Ἐπάρατον. χαλεπόν. Ἀδινοῦ.

### 24 747

Συνεχοῦς. οἰκτροῦ. Ἀμιχθαλόεσσαν.

### 24 753

Ἤτοι ἀπρόσμικτον, ᾗ ῥαδίως οὐ μίγνυται· ἢ ἄπο τῆς θαλάσσης οὖσαν καθ’ ὃ ἀλίμενός ἐστιν· ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηριώδεις, καὶ ληστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ’ οὕτως, ἀλλὰ τὴν ὁμιχλώδη ἀπέδωκαν. Ταναηκέϊ.

### 24 754

Μακρῷ. ἀποξυμμένῳ. Ῥυστάζεσκεν.

### 24 755

Εἷλκεν, ἔρυσεν. Ἑρσήεις.

### 24 757

Ἀνθηρός. Πρόσφατος. Νεωστὶ πεφονευμένος. Ὃν ἀργυρότοξος Ἀπόλλων Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος καταπέφνῃ.

### 24 758

Ἀντὶ τοῦ, ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι. Ἀγανοῖς βελέεσσι.

### 24 759

Πραέσιν, ἀνώδυνοι γὰρ οἱ ὀξεῖς θάνατοι. Ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν Ἐξ οὗ κεῖθεν ἔβην.

### 24 765

Δεκαετίᾳ γὰρ ἠθροίσθη ὁ στρατὸς τῶν Ἑλλήνων, δεκαετίᾳ δὲ ἄλλῃ ἐπορθήθη ἡ Ἴλιος. Ἀσύφηλον.

### 24 767

Μετὰ ἀπάτης. βλαπτικόν. ὑβριστικόν. Ἐνίπτοι.

### 24 768

Ἐπιπλήττοι. Ἑκυρή.

### 24 770

Ἀνδρὸς μήτηρ, πενθερά. Παραιφάμενος.

### 24 771

Παρειπών. παραμυθησάμενος. Ἀγανοφροσύνῃ.

### 24 772

Πραότητι. φρενῶν προσηνείᾳ. Ἄμμορον.

### 24 773

Κακόμοιρον. Πάντες δέ με πεφρίκασι.

### 24 775

Νῦν βδελύττονται, ὅ ἐστι μισοῦσι. Ἀπείρων.

### 24 776

Μέγας. πολύς. Πημανέειν.

### 24 781

Βλάψειν, κακώσειν. Ἀγίνεον.

### 24 784

Ἦγον. Φαεσίμβροτος.

### 24 785

Ἡ φαίνουσα καὶ παρέχουσα τὸ φῶς τοῖς ἀνθρώποις. Ὑπάτῃ.

### 24 787

Τῇ ἀνωτάτῳ. Λέγοντο.

### 24 793

Συνέλεγον. Κατείβετο.

### 24 794

Κατεφέρετο, κατέῤῥει. Λάρνακα.

### 24 795

Κιβωτόν. Μαλακοῖς.

### 24 796

Νῦν ἁπαλοῖς. Κάπετον.

### 24 797

Τάφον. ὄρυγμα. Σκοποί.

### 24 799

Κατάσκοποι. Εἵατο. Ἐκάθηντο. Χεύαντες.

### 24 801

Χώσαντες. Ἀμφίεπον.

### 24 804

Περιεῖπον, ἠσχολοῦντο.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/homer-commentary-anonymous-scholia-iliad-ah-vta-ah.json (sha256:2239381280d46294cf41e2422633b08582a3f1ef2328426584906b9d1689ddca). Cite as `eul_wid: vta-ah`.
