---
title: On the Tranquility of Life
title_greek: Ἀπόσπασμα
author: Hipparchus of Nicaea III
eul_wid: lvs-aa
eul_aid: lvs
canonical: "https://eulogikon.org/grc/hipparchus-of-nicaea-iii/tranquility-life"
canonical_json: "https://eulogikon.org/data/works/grc/hipparchus-of-nicaea-iii-tranquility-life-lvs-aa.json"
sha256: e78f8e474a75e7134e00eac4dc024484d071aeea4901cf78d0f0fb10522ad9e4
period: Hellenistic
dialect: Technical Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# On the Tranquility of Life

*Ἀπόσπασμα*

**Author:** Hipparchus of Nicaea III

**eul_wid:** `lvs-aa` · [HTML page](https://eulogikon.org/grc/hipparchus-of-nicaea-iii/tranquility-life) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/hipparchus-of-nicaea-iii-tranquility-life-lvs-aa.json)

## Text

### book 89

Stob 4.44.81 p. 980 He. (Vors. 29 p. 228) Ἱππάρχου Πυθαγορείου ἐκ τοῦ Περὶ εὐθυμίας. Ὡς πρὸς τὸν ξύμπαντα αἰῶνα ἐξετάζοντι βραχύτατον ἔχοντες οἱ ἄνθρωποι τὸν τᾶς ζωᾶς χρόνον, κάλλιστον ἐν τῷ βίῳ οἱονεί τινα παρεπιδαμίαν ποιησοῦνται ἐπ’ εὐθυμίᾳ καταβιώσαντες. ταύταν δὲ ἕξοντι μάλιστα πάντων ἀκριβῶς ἐπιστάμενοι καὶ ἐπεγνωκότες ἑαυτούς, ὅτι ἐντὶ θνατοὶ καὶ σάρκινοι, εὐαδίκητον καὶ φθαρτὸν κεκτη‐ μένοι σῶμα, καὶ πάντων 〈τῶν〉 χαλεπωτάτων αὐτοῖς ἐπικρεμαμένων μέχρις ἐσχάτας ἀναπνοᾶς. καὶ πρᾶτόν γ’ ἐπένθωμεν ἐπὶ τὰ συμβαίνοντα·

### book 89

περὶ τὸ σῶμα πλευρίτιδες περιπλευμονίαι φρενίτιδες ποδάγραι στραγγ‐ ουρίαι δυσεντερίαι ληθαργίαι ἐπιληψίαι σηπεδόνες, ἄλλα μυρία· περὶ δὲ τὰν ψυχὰν πολλῷ μείζονα καὶ χαλεπώτερα· πάντα γὰρ τὰ κατὰ τὸν βίον ἄθεσμα κακὰ παράνομα καὶ ἀσεβήματα ἐκ τῶν κατὰ τὰν ψυχὰν παθημάτων ἐντί. διὰ γὰρ τὰς παρὰ φύσιν ἀμέτρους ἐπιθυμίας πολλοὶ εἰς ἀκατασχέτους ὁρμὰς ἐξώκειλαν, καὶ οὔτε τᾶς ἐκ τῶν θυγατέρων οὔτε τᾶς ἐκ τῶν ματέρων ἀνοσιωτάτας ἡδονᾶς ἀπέσχοντο, ἀλλὰ καὶ ἐπὶ πατροκτονίᾳ παρεγένοντο, καὶ πολλοὶ τὰ ἴδια τέκνα κατέσφαξαν. τί λέγω τὰ ἀπὸ τῶν ἐκτὸς ἐπηρτημένα κακά, τὰς ἐπομβρίας καὶ αὐχμώς, ὑπερβολὰς καυμάτων, ὑπερβολὰς ψύξιος, ὥστε πολλάκις ἐκ τᾶς κατὰ τὸν ἀέρα ἀνωμαλίας λοιμόν τε καὶ λιμὸν γίνεσθαι καὶ ποικιλίαν παντο‐

### book 90

δαπῶν συμπτωμάτων καὶ ὅλας πόλεις ἐρημοῦσθαι; πολλῶν οὖν τοιούτων ἐπικρεμαμένων μήτε ταῖς κατὰ τὸ σῶμα εὐαμερίαις ποτέχοντες σεμνυνό‐ μενοι ἐπαιρώμεθα, αἵ τινες ὀλίγω πυρετῶ ἐπιγενομένω ἀνθέων τρόπῳ συντόμως μαραίνοντι, μήτε ταῖς ἐκτὸς νομιζομέναις εὐτυχίαις, 〈αἳ〉 καὶ αὐταὶ πολλάκις τάχιον ἀπόλλυσθαι ἢ γίνεσθαι πεφύκαντι· πάντα γὰρ ταῦτα, ἄστατά τε καὶ ἀβέβαια Εὐρίπου τρόπον, ἐν πολλαῖς καὶ ποικίλαις μεταβολαῖς γινόμενα παρειλήφαμεν, καὶ οὐδὲν αὐτῶν μένον οὐδὲ ἀκίνητον οὐδὲ βέβαιον οὐδὲ ἀναφαίρετον. διὸ ταῦτα μὲν ἐνθυμη‐ θέντες, 〈κέρδος δὲ〉 νομίζοντες εἰ τὰ παρεόντα καὶ δεδομένα καὶ τὸν ἐλάχιστον χρόνον διαμεῖναι δύναιτο, ἐν εὐθυμίᾳ διάξομεν γενναίως φέροντες τὰ προσπίπτοντα. νῦν δὲ πολλοὶ πάντα τὰ ὑπὸ φύσιος καὶ τύχας παρεόντα καὶ δεδομένα αὐτοῖς ἐπὶ τὸ βέλτιον προαναπλάσαντες καὶ οὐχ οἷα ἔστι λογισάμενοι, ἀλλ’ οἷα ἐπ’ ἄκρον ἐπιτυγχανόμενα δύναται γενέσθαι, ἄφνω στερόμενοι πολλοῖς καὶ μεγάλοισι καὶ ἀθέσμοις

### book 90

καὶ ἀνοήτοις κακοῖς καταφορτίζοντι τὰν ψυχάν· καὶ οὕτω συμβαίνει αὐτοῖς πικρότατον ἔχεν τὸν βίον καὶ χαλεπώτατον. ταῦτα δὲ γίνεται ἐπί τε ἀποβολαῖς χρημάτων ἢ φίλων θανόντων ἢ τέκνων ἤ τινων ἄλλων τῶν νομιζομένων τιμιωτάτων ἦμεν. εἶτα κλαίοντες καὶ ὀδυρόμενοι λέγοντι αὑτοὺς μόνους ἀτυχεστάτους καὶ κακοδαίμονας, οὐ μεμναμένοι ὅτι κατταὐτὰ καὶ ἄλλοις πολλοῖς ἐγένετο καὶ νῦν γίνεται, οὔτε δυνάμενοι κατανοῆσαι τόν τε τῶν παρεόντων βίον καὶ τὸν τῶν προεξεστακότων ἐν ὅσαις συμφοραῖς καὶ κακῶν τρικυμίαις καὶ νῦν ἐντὶ πολλοὶ καὶ πρὸ τοῦ ἐγένοντο. ἐπιλογισάμενοι οὖν ὅτι πολλοὶ ἀποβαλόντες χρήματα ὕστερον διὰ τὰν τῶν χρημάτων γενομέναν ἀπώλειαν αὐτοὶ περιεσώθησαν,

### book 90

ἢ λῃσταῖς διὰ τοῦτο μέλλοντες περιπίπτειν ἢ τυράννῳ· πολλοὶ δὲ φιλήσαντές τινας καὶ καθ’ ὑπερβολὴν εὐνοήσαντες ἐν τῷ μετέπειτα χρόνῳ μεγάλως ἐμίσησαν· ἃ δὴ πάντα ἀναλογισάμενοι ἐκ τᾶς παρα‐ δεδομένας ἁμῖν ἱστορίας, καὶ μαθόντες ὅτι καὶ ὑπὸ τέκνων καὶ φίλων μάλιστα φιληθέντων πολλοὶ ἀπώλοντο, καὶ ἀντιπαραβάλλοντες τὸν αὑτῶν βίον πρὸς τὸν τῶν πρασσομένων φαυλότερον, καὶ τὰ προσπίπ‐

### book 91

τοντα ἀνθρώπινα νομίζοντες καὶ μὴ 〈ἁμῖν〉 μόνοις συμβαίνοντα, εὐθυμότερον διάξομεν. οὐδὲ γὰρ θέμις ἄνθρωπον μὲν ὄντα τὰ τῶν ἀλλοτρίων συμπτώματα εὔφορα νομίζεν, ἀλλὰ μὴ τὰ ἴδια κάδεα, ἰδόντα ὅτι πολλαὶ κᾶρες κατὰ πάντα τὸν βίον πεφύκαντι. οἱ δὲ κλαίοντες καὶ κατοδυρόμενοι, πρὸς τῷ μηδ’ ἡντινοῦν ὠφέλειαν τῷ ἀπολομένῳ ἢ τῷ ἀποιχομένῳ περαίνεσθαι, ἐς μέζονα παθήματα τὰν ψυχὰν ἐλαύ‐ νοντι, μεστὰν πολλῶν 〈καὶ〉 φαύλων φυσιωμάτων οὖσαν. προσήκει οὖν ἐκνίπτοντας καὶ ἀνακαθαίροντας ἀπορρύπτεσθαι πάσαις μηχαναῖς τὰς ἐγκατεσκιρωμένας κηλῖδας τῷ κατὰ φιλοσοφίαν λόγῳ. ποιήσομεν δὲ τοῦτο ἀντεχόμενοι φρονήσιος καὶ σωφροσύνας καὶ μελετὰν ποιούμενοι τοῖς παρεοῦσι καὶ μὴ πολλῶν ὀρεγόμενοι. οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ παρασκευαζόμενοι ὡς [οὐκ] ἐς τὸ ζῆν μετὰ τὸν τᾶς ζωᾶς χρόνον ... 〈ἅπ〉αξ ἔστιν γενέσθαι· χρησώμεθα παρουσίᾳ τῶν ἀγαθῶν. ἐκ δὲ τᾶς φιλοσοφίας καὶ λαβρότερον ἀπληστευώμεθα· ἀπληστευόμενοι γὰρ

### book 91

τῶν ἐκ φιλοσοφίας καλῶν καὶ σεμνῶν, καὶ τῆς ἐκ τῶν φαύλων ἀπολυθησό‐ μεθα ἀπληστίας.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/hipparchus-of-nicaea-iii-tranquility-life-lvs-aa.json (sha256:e78f8e474a75e7134e00eac4dc024484d071aeea4901cf78d0f0fb10522ad9e4). Cite as `eul_wid: lvs-aa`.
