---
title: "Homily-the Nativity of Christ, Possibly Part of Roman and Universal History"
title_greek: Ὁμιλία εἰς τὴν Γέννησιν τοῦ Χριστοῦ
author: Hesychius of Miletus the Illustrious
eul_wid: uws-ab
eul_aid: uws
canonical: "https://eulogikon.org/grc/hesychius-of-miletus/nativity-christ"
canonical_json: "https://eulogikon.org/data/works/grc/hesychius-of-miletus-nativity-christ-uws-ab.json"
sha256: "200f23fbc8ff95034e8bac524fcde71ea50531c3d97833fb9d50b671922b7589"
period: Late Antique
dialect: Koine
domain: History
format: Prose
license: CC0-1.0
---

# Homily-the Nativity of Christ, Possibly Part of Roman and Universal History

*Ὁμιλία εἰς τὴν Γέννησιν τοῦ Χριστοῦ*

**Author:** Hesychius of Miletus the Illustrious

**eul_wid:** `uws-ab` · [HTML page](https://eulogikon.org/grc/hesychius-of-miletus/nativity-christ) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/hesychius-of-miletus-nativity-christ-uws-ab.json)

## Text

### [20]

ΗΣΥΧΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ. Ἐν τῷ μβʹ ἔτει τῆς Βασιλείας Αὐγούστου, μηνὶ Δεκεμβρίῳ κεʹ, ἡμέρᾳ ϛʹ, ὥρᾳ ζʹ τῆς ἡμέρας, ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, ἔτους κατὰ Ἀντιοχεῖς ἀπὸ κτίσεως κόσμου, ἕως τῆς Χριστοῦ γεννήσεως [καὶ σταυρώσεως] ϛʹ. Συνάγεται γὰρ ἀπὸ Ἀδὰμ ἕως Φαλὲκ υἱοῦ Εβερ ἔτη τρισχίλια, καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως μβʹ ἔτους τῆς Βασιλείας Αὐγούστου ἔτη ͵ εϡξζʹ, καὶ λοιπὸν συνανεστράφη ὁ Σωτὴρ τοῖς ἀνθρώποις ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς Χριστοῦ Γεννήσεως [καὶ σταυρώσεως] ἔτη ͵ ϛʹ πλήρη. Ο γὰρ Φαλὲκ, κατὰ τὴν προφητείαν Μώσεως, τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς Χριστοῦ ἐπιφανείας. Ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ ϛʹ ἡμέρᾳ πλάσας ὁ Θεὸς, καὶ ἑξῆς ὑπέπεσεν τῇ ἁμαρτίᾳ, οὕτως καὶ τῇ ϛʹ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἦλθεν, καὶ ἔσωσεν αὐτόν. Τοῦτο γὰρ δηλοῖ καὶ ἡ θεία γραφὴ, λέγουσα· Ἡμέρα Κυρίου ὡς χίλια ἔτη. Α τινα καὶ Κλήμης, καὶ Θεόφιλος, καὶ Τιμόθεος οἱ θεοφιλέστατοι χρονογράφοι ἐξέθεντο ὁμοφρονήσαντες, ὅτι τῇ ϛʹ χιλιάδι τῶν ἐνιαυτῶν ἐφάνη ὁ Κύριος κατὰ τὸν ἀριθμὸν τῶν ϛʹ ἡμερῶν τῆς πλάσεως τοῦ Ἀδὰμ, ῥυσάμενος τὸ γένος τῶν ἀνθρώπων. Ἕτεροι δὲ φασὶν ὅτι τῷ ͵ εφʹ ἔτει ἦλθεν Κύριος· ἀλλ’ οὐ πολλοὶ συμφωνοῦσιν εἰς τοῦτο, ἐν δὲ τῷ ϛʹ ἔτει πάντες οἱ ἀκριβεῖς συγγραφεῖς συμφωνοῦσιν περὶ τούτου τινὲς, ἀλλ’ ἡ προφητικὴ φωνὴ ἀληθεύει μᾶλλον διδάσκουσα εἰς τὸ ͵ ϛ ἔτος φανῆναι τὸν Κύριον ἄνθρωπον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/hesychius-of-miletus-nativity-christ-uws-ab.json (sha256:200f23fbc8ff95034e8bac524fcde71ea50531c3d97833fb9d50b671922b7589). Cite as `eul_wid: uws-ab`.
