---
title: On Verses
title_greek: Περὶ Στίχων
author: Herodian of Alexandria
eul_wid: qnq-bu
eul_aid: qnq
canonical: "https://eulogikon.org/grc/herodian-of-alexandria/verses"
canonical_json: "https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-verses-qnq-bu.json"
sha256: ff5a4645820c732347badcef0cc1bfe272de963f957291b89234d86782e16371
period: Roman
dialect: Technical Koine
domain: Grammar
format: Oration
license: CC0-1.0
---

# On Verses

*Περὶ Στίχων*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-bu` · [HTML page](https://eulogikon.org/grc/herodian-of-alexandria/verses) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-verses-qnq-bu.json)

## Text

### 1

Στίχος ἐστὶ συλλαβῶν καὶ λέξεων σύνθεσις δηλωτικὸς συμμετρίας καὶ μεγέθους. εἴδη δὲ στίχων εἰσὶ δεκαδύο· ἰσόχρονος, ἀπηρτισμένος, ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακόφωνος, λογοειδὴς, προκέφαλος, σφηκίας, δολιχόουρος.

### 2

Ἰσόχρονος μὲν οὖν ἐστιν ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τοῦ πρώτου μέχρι τοῦ ἐσχάτου τοὺς αὐτοὺς ἔχων, οἷον· τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν (φ 15). Ἀπηρτισμένος δὲ ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον· ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ (Η 1). Ἀκέφαλος δέ ἐστιν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον· ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο (Ψ 2). Λαγαρὸς δὲ ὁ κατὰ μέσην τὴν συμπλοκὴν τὴν σύνθεσιν μὴ σώζων, οἷον· Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1). Μείουρος δὲ ὁ κατὰ τὸ τέλος τὴν σύνθεσιν μὴ σώζων, καὶ τὴν παρατέλευτον συλλαβὴν βραχεῖαν ἔχων, οἷον· Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208).

### 3

Τραχὺς δέ ἐστιν ὁ τῷ ῥοίζῳ τὸν φθόγγον συνιστὰς, ὡς τὸ τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός (Γ 363). Μαλακοειδὴς δέ ἐστιν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς καὶ μὴ βιαίως, οἷον· αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι (Ρ 51).

### 4

Κακόφωνος δέ ἐστιν ὁ πολλὰ φωνήεντα ἔχων, οἷον· φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ (λ 127). Λογοειδὴς δέ ἐστιν ὁ πεζότερος τῇ συνθέσει, οἷον· ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα (Λ 679). Προκέφαλος δὲ οἷον· ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349). Σφηκίας δὲ οἷον· ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ (Ι 533). Δολιχόουρος δὲ οἷον· Κάστοράθ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα (Γ 237).

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-verses-qnq-bu.json (sha256:ff5a4645820c732347badcef0cc1bfe272de963f957291b89234d86782e16371). Cite as `eul_wid: qnq-bu`.
