---
title: On Numbers
title_greek: Περὶ ἀριθμῶν
author: Herodian of Alexandria
eul_wid: qnq-bs
eul_aid: qnq
canonical: "https://eulogikon.org/grc/herodian-of-alexandria/numbers"
canonical_json: "https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-numbers-qnq-bs.json"
sha256: "1d25b02a6af4bd150e28e52b04e6ee31844e470211193c0aab57e158a4ecc483"
period: Roman
dialect: Technical Koine
domain: Grammar
format: Oration
license: CC0-1.0
---

# On Numbers

*Περὶ ἀριθμῶν*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-bs` · [HTML page](https://eulogikon.org/grc/herodian-of-alexandria/numbers) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-numbers-qnq-bs.json)

## Text

### [40]

ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ. Ἔτι τῶν σημείων ἄν τις φαίη καὶ ταῦτα, ὅσα ἀριθμοῦ σημεῖά ἐστι. καὶ γὰρ ταῦτα ἔν τε ταῖς γραφαῖς τῶν βιβλίων ἐπὶ τοῖς πέρασιν ὁρῶμεν γραφόμενα· ἀλλὰ καὶ παρὰ Σόλωνι τῷ τοὺς νόμους Ἀθηναίων γράψαντι τὰ ἐπ’ ἀργυρίῳ προστιμήματα τούτοις ὁρῶ τοῖς γράμμασι σεσημασμένα. καὶ στήλας δὲ τὰς παλαιὰς καὶ ψηφίσματα καὶ νόμους πολλοὺς οὕτως ἐστιν εὑρέσθαι τὰ τῶν ἀριθμῶν σημεῖα ἔχοντας. φέρε οὖν καὶ ταῦτα γράψωμεν, ἵνα μηδὲν ὑμῖν παρῶφθαι δόξῃ. τὸν μὲν οὖν ἕνα ἀριθμὸν, ἓν ἰῶτα σημαίνει· τὸν γὰρ δύο, δύο ιι. καὶ οὕτω μέχρι τῶν τεσσάρων. τὸν γὰρ πέντε, τὸ π γράμμα σημαίνει. ὁμοίως τὸν ἓξ τὸ αὐτὸ π καὶ μετὰ τοῦ ἑνὸς ι, ὥσπερ τοῖς πέντε ἑνὸς προστιθεμένου. καὶ μέχρι τῶν ἐννέα. ὁ γὰρ δέκα, τῷ δ σημαίνεται, τὰ εἴκοσι, τὰ δύο δδ. καὶ μέχρι τῶν τεσσαράκοντα ὁμοίως. τὰ γὰρ πεντήκοντα, τὸ π γράμμα σημαίνει, δ ἔχον ἐν αὑτῷ μέσον, Π Δ . τὰ δὲ ἑξήκοντα, ταὐτὸ τοῦτο τὸ σημεῖον ἀκολούθως αὐτοῖς παρατιθέμενον. καὶ οὕτω μέχρι τῶν ἐννενήκοντα. τὰ γὰρ ἑκατὸν, τῷ η σημαίνεται. τὰ διακόσια, τὰ δύο ηη, καὶ οὕτω μέχρι τῶν τετρακοσίων. τὰ γὰρ πεντακόσια, τὸ π γράμμα σημαίνει, ἔχον ἐν ἑαυτῷ μέσον τὸ η, Π Η . τὰ δὲ ἑξακόσια, ὁμοίως τοῦ αὐτοῦ τούτου σημείου παρατιθεμένου τῷ η. καὶ μέχρι τῶν ἐννακοσίων ὁμοίως. τὰ γὰρ χίλια, τὸ χ γράμμα σημαίνει· καὶ τὰ δισχίλια, τὰ δύο χχ. καὶ μέχρι τῶν τετρακισχιλίων. ὁμοίως πάλιν τὰ πεντακισχίλια τὸ π ἔχον μέσον τὸ χ, σημαίνει, Π Χ . τὰ δὲ ἑξακισχίλια παραπλησίως τοῖς προειρημένοις τὸ αὐτὸ τοῦτο σημαίνει, παρατιθεμένου αὐτῷ τοῦ χ. καὶ μέχρι τῶν ἐννακισχιλίων ὁμοίως. τὰ δὲ μύρια, τὸ μ γράμμα σημαίνει. αἱ δὲ παραθέσεις τούτων, ἡνίκα μὲν αὔξειν τοὺς ἀριθμοὺς δέῃ, ἐπὶ τὸ δεξιὸν μέρος γίνονται· ἡνίκα δὲ μειοῦν, ἐπὶ τὸ ἕτερον. ἡ γὰρ παράθεσις ἐκεῖθεν, σημαίνει ὅτι χρὴ τοῦτον τὸν ἐλάττω ἀριθμὸν ἀπ’ ἐκείνου τοῦ πλείονος ἀφαιρεῖν. ὑπέγραψα δὲ αὐτὰ τὰ σχήματα τῶν ἀριθμῶν κατὰ τὸ ἑξῆς, ἀπὸ τῆς μονάδος ἀρξάμενος, παραθεὶς αὐτῶν ἕκαστα τὰ τοῦ κοινοῦ ἀριθμοῦ σημεῖα· ἵν’ οὕτω μᾶλλον γνώριμα ᾖ τὰ προειρημένα τούτων. χρὴ δ’, ὡς προείρηται, ποιεῖσθαι· τὰ γὰρ παρακείμενα γράμματα τὸ ἕκαστον ἀριθμοῦ πλῆθος σημαίνει. ἔγραψα δὲ μονάδας, δεκάδας, ἑκατοντάδας, χιλιάδας. τὰς γὰρ ἐφ’ ἑκάστῳ τούτων παρ’ αὐτῶν παραυξήσεις δῆλον ὅτι καὶ τῶν παραδεδομένων ἐστί. παραθετέον δ’ ἀεὶ τὸν μείζω τῷ ἐλάττονι, κατὰ τὸ ἀκόλουθον παρατιθέντας τοσαῦτα τῶν ἀριθμῶν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-numbers-qnq-bs.json (sha256:1d25b02a6af4bd150e28e52b04e6ee31844e470211193c0aab57e158a4ecc483). Cite as `eul_wid: qnq-bs`.
