---
title: On Figures
title_greek: Περὶ σχημάτων
author: Herodian of Alexandria
eul_wid: qnq-bq
eul_aid: qnq
canonical: "https://eulogikon.org/grc/herodian-of-alexandria/figures-bq"
canonical_json: "https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-figures-bq-qnq-bq.json"
sha256: b723da7c1908c332c52823c62b21478c9f0ad6be331d86ef8f493d5c1b9c22ec
period: Roman
dialect: Technical Koine
domain: Grammar
format: Collection
license: CC0-1.0
---

# On Figures

*Περὶ σχημάτων*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-bq` · [HTML page](https://eulogikon.org/grc/herodian-of-alexandria/figures-bq) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-figures-bq-qnq-bq.json)

## Text

### 3,2 847 (1t)

ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. Il. Pros. Ι 502 παραβλῶπε ς : προπερισπαστέον ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ κύκλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτω ν. Schol. BL ad Il. Γ 391 δῖνο ς : ὁ τόρνος, ὃ καὶ διὰ τοῦ ι φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ σχημάτω ν. E. M. 137, 32: ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ σχημάτων λέγει, ὅτι γίνονταί τινες συνθέσεις καὶ ἀπὸ μονοσυλλάβου ῥήματος οἷον ἀπὸ τοῦ βῶ κάραβος καὶ ἀπὸ τοῦ θῶ τὸ θηλάζω Αἴγισθος· καὶ ἀπὸ τοῦ φῶ οὖν τοῦ σημαίνοντος τὸ φαίνω ἄργυφος καὶ πλεονασμῷ τοῦ ε ἀργύφεος «αὐτὴ δ’ ἀργύφεον φᾶρος μέγα ἔννυτο» (κ 543), «τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος» (Σ 50), «ἀργυφέῃ ἐσθῆτι» Ἡσίοδος (Theog. 574). Ep. Cr. I 59: τινὲς οὐχ ὡς τὸ πρόθυμος καὶ εὔθυμος ἀπὸ τοῦ θυμός, οὕτως ἀπόθυμος, ἀφ’ οὗ ἀποθύμιος, ἀλλ’ ὥσπερ πολλαχοῦ οἱ παλαιοὶ παρὰ δύο λέξεις διεζευγμένας μίαν παραγωγὴν πεποίηνται οἷον Νέα πόλις Νεαπολίτης, Ἄρειος πάγος Ἀρειοπαγίτης, πρὸ ἔργου προὐργιαίτερον, Λεὼ κόραι Λεωκόριον, Διὸς πόλις Διοσπολίτης, παρὰ ποταμὸν Παραποτάμιος, ἐπὶ Ταινάρῳ Ἐπιταινάριος, ἐπὶ γῆς ἐπίγειος, ἐπ’ οὐρανοῦ ἐπουράνιος· οὕτως «ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοί» (Α 562) παράγεται ἀποθύμιος· οὕτως ἔχει καὶ τὸ σκορακίζειν· ἐς κόρακας, ἐσκορακίζειν καὶ ἀποβολῇ τῆς ἀρχῆς σκορακίζειν. E. M. 278, 25: τὸ Διόσκορος οἱ μὲν ἐν παραθέσει λέγουσιν, ὅτι ἡ Διός γενικὴ ἐν τῇ συνθέσει ἀποβάλλει τὸ ς · εἰ οὖν τὸ Διόσκορος ἐφύλαξε τὸ ς , δηλονότι ἐν παραθέσει ἐστί. δεῖ σημειώσασθαι διόσθυος παρὰ Καλλιμάχῳ. ἐν συνθέσει γὰρ ὂν ἐφύλαξε τὸ ς · ἔστι δὲ ὄνομα μηνός. οἱ δὲ ἐν συνθέσει λέγουσιν, ὅτι ἀπὸ δύο λέξεων εἴτε ἐν συνθέσει εἴτε ἐν παραθέσει οὐσῶν γίνονται αἱ παραγωγαί, οἷον Ἱερά‐

### 3,2 848

πολις Ἱεραπολίτης, Νεάπολις Νεαπολίτης, Ἄρειος πάγος Ἀρειοπαγίτης, οὐδέποτε δὲ ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν γίνεται παραγωγὴ τεμενικοῦ οἷον Θέτιδος Θετίδειον, Ἡρακλῆς Ἡράκλειον, Αἰακός Αἰακεῖον. εἰ οὖν ἐστι Διοσκορεῖον τεμενικόν, δῆλον ὅτι οὐ παρήχθη ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν. ἄρα οὖν τὸ Διόσκορος ἐν συνθέσει ἐστίν. Steph. Byz. s. Παρθένου ἱερόν: ὁ σχηματισμὸς τοῦ ἐθνικοῦ ἀπὸ δύο ἓν παραγωγόν· ὥσπερ γὰρ ἀπὸ τοῦ «Μόψου» καὶ «ἑστία» παρήχθη τὸ Μοψεάτης, ἀπὸ μόνου τοῦ Μόψου, οὕτως καὶ ἀπὸ τῆς «παρθένου» καὶ «ἱερόν» ἢ «ἄκρα» ἢ «ξόανον» ὁ οἰκήτωρ παρήχθη μόνον τὸ Παρθένιος ἀπὸ τοῦ παρθένου μόνου ὀνόματος. E. M. 245, 7: τὰ ἐκ δύο τελείων συγκείμενα ὀνόματα ἢ ἀπὸ εὐθείας συντίθεται οἷον ἕως ἑωσφόρος, ἢ ἀπὸ γενικῆς ὡς τὸ οὐδείς οὐδενός καὶ τὸ ὤρα ἡ φροντίς οὐδενόσωρα καὶ Ἕλλη Ἑλλήσποντος. ἢ ἀπὸ δοτικῆς ὡς Ἄρηϊ Ἀρηΐφιλος καὶ δουρί δουρικλυτός ἢ ἀπὸ αἰτιατικῆς ὡς τὸ νοῦν νουνεχής καὶ πόδα Ποδαλείριος· ἀπὸ δὲ κλητικῆς μόνον οὐ συντίθεται. E. M. 810, 53 χηναλώπη ξ : ἰστέον, ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα σύνθετα κατὰ τὴν ἀρχὴν οὐδέποτε ἀπὸ εὐθείας συντίθεται, ἀλλ’ ἢ ἀπὸ γενικῆς ἢ ἀπὸ δοτικῆς ὡς ἐπὶ τοῦ πυρίβλητος· καὶ εἰ μὲν ἡ ἐπιφερομένη λέξις ἄρχεται ἀπὸ συμφώνου, ἀποβάλλει ἡ γενικὴ τὸ ς οἷον φρήν φρενός φρενοβλαβής, χήν χηνός χηνοτρόφος· ἐὰν δὲ ἀπὸ φωνήεντος ἄρχηται, ἀποβάλλεται καὶ τὸ ο καὶ τὸ ς οἷον φρήν φρενός φρεναπάτης, χήν χηνός χηναλώπηξ. δεῖ προσθεῖναι «εἰ μὴ ἄρχηται ἀπὸ τοῦ η ἢ τοῦ ε ». τότε γὰρ τὸ ς μόνον ἀποβάλλεται οἷον χείρ χειρός χειροήθης, χειροεργός καὶ χειρουργός, λιμήν λιμένος λιμενοειδής. δεῖ προσθεῖναι, καὶ χωρὶς τοῦ «χειροάναξ». τοῦτο δὲ γίνεται κατὰ κρᾶσιν χειρῶναξ ὡς Ἱππῶναξ. διὰ γὰρ τὴν κρᾶσιν ἠμαυρώθη τὸ παράλογον. An. Ox. IV 329, 31: σύνθετον πολλάκις καὶ ἀπὸ πλειόνων λέξεων

### 3,2 849

γίνεται, ὡς τὸ χρυσεολευκόλιθος, εὐσυνήγορος. καὶ τὸ σαρκασμοπιτυοκάμπτης (Arist. Ran. 966) καὶ ὅσα ἄλλα παρὰ τοῖς κωμικοῖς πέπαικται. E. M. 131, 48 (Choer. Epim. in Psalm. 11, 4, Aneed. Paris. III 298, 26): ἡνίκα ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, τὰ δὲ ῥήματα περισπᾶται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἷον μόνος μονῶ, χρυσός χρυσῶ, ἄπορος ἀπορῶ. ἡνίκα δὲ πάλιν ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, βαρύνεται δὲ καὶ τὰ ῥήματα, τότε ἐκ τῶν ῥημάτων παράγεται τὰ ὀνόματα οἷον λέγω λόγος, φέρω φόρος· εἰ δὲ περιττοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασι καὶ συνάρχεται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἷον ἵππος ἱππεύω, δίφρος διφρεύω. εἰ δὲ περιττοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι, τότε ἐκ ῥημάτων παράγεται τὰ ὀνόματα οἷον μαρτυρῶ μαρτυρία, εὐδοξῶ εὐδοξία.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-figures-bq-qnq-bq.json (sha256:b723da7c1908c332c52823c62b21478c9f0ad6be331d86ef8f493d5c1b9c22ec). Cite as `eul_wid: qnq-bq`.
