---
title: On the Expression of Verses
title_greek: Περὶ λέξεως τῶν στίχων
author: Herodian of Alexandria
eul_wid: qnq-an
eul_aid: qnq
canonical: "https://eulogikon.org/grc/herodian-of-alexandria/expression-verses"
canonical_json: "https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-expression-verses-qnq-an.json"
sha256: "2cda32ff626a48373186be62e877f4ced4f7a9065111383e452207fe172525c2"
period: Roman
dialect: Technical Koine
domain: Grammar
format: Oration
license: CC0-1.0
---

# On the Expression of Verses

*Περὶ λέξεως τῶν στίχων*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-an` · [HTML page](https://eulogikon.org/grc/herodian-of-alexandria/expression-verses) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-expression-verses-qnq-an.json)

## Text

### [30t]

ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΗΣ ΛΕΞΕΩΣ ΤΩΝ ΣΤΙΧΩΝ. Στίχος ἐστὶ καὶ λέξεως δηλωτικῆς σύμμετρος καὶ μέγεθος. εἴδη δὲ στίχων εἰσὶ ιβ · ἰσόχρονος, ἀπηρτισμένος, ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακόφωνος, λογοειδὴς, προκέφαλος, σφηκίας καὶ δολιχοῦρος. ἰσόχρονος μὲν οὖν ἐστὶ ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τῶν πρώτων ἄχρη τῶν ἐσχάτων ἔχων, οἷον, τώδ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. ἀπηρτισμένος δὲ, ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον, ὡς εἰπὼν ἐξέσσυτο φαίδιμος Ἕκτωρ. ἀκέφαλος δὲ ἐστὶν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον, ἐπειδὴ νῆας τὲ καὶ Ἑλλήσποντον ἕκοντο. λαγαρὸς, ὁ κατὰ μέσον τὴν συμπλοκὴν μὴ σώζων, τὴν θέσιν μὴ σώζων, οἷον, Νέστωρα δ’ οὐκ ἔλαθεν ἡ ἀχὴ πίνοντα περ’ ἔμπης. μείουρος δὲ, ὁ κατὰ τὸ τέλος τὴν θέσιν μὴ σώζων, καὶ τὴν παρατέλει συλλαβὴν βραχεῖαν ἔχων, οἷον, Τρῶες δ’ ἐῤῥίγησαν, ὅπως ἴδον αἰόλον ὄσφιν. τραχὺς δὲ ἐστὶ ὁ τὸν ῥῦζον τῶν φθόγγων συνιστὰς, ὡς, τριχθά τε καὶ τετραχθὰ διατρυφθὴν κάππεσε χειρός. μαλακοειδὴς ἐστὶν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς, οἷον, αἵματε ϊ οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. κακόφωνος ἐστὶ ὁ τὰ πολλὰ φωνήεντα ἔχων, οἷον, φῄη ἀθερελοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. λογοειδὴς δὲ ἐστὶ ὁ πεζότερος τῇ συνθέσει, οἷον, ἵππους τε ξανθοὺς ἑκατὸν πεντήκοντα. προκέφαλος· ἢ οὐχ ἅλις, ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις. σφηκίας, οἷον, ἢ λάθετ’, ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ. δολιχοῦρος, οἷον, Κάστορά θ’ ἱππόδαμον, καὶ πύξ ἀγαθὸν Πολυδεύκεα. Τέλος.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-expression-verses-qnq-an.json (sha256:2cda32ff626a48373186be62e877f4ced4f7a9065111383e452207fe172525c2). Cite as `eul_wid: qnq-an`.
