---
title: "On the Corruptions of Speech, Later Part"
title_greek: Περὶ τῶν Διαφθορῶν τοῦ Λόγου
author: Herodian of Alexandria
eul_wid: qnq-ah
eul_aid: qnq
canonical: "https://eulogikon.org/grc/herodian-of-alexandria/corruptions-speech-ah"
canonical_json: "https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-corruptions-speech-ah-qnq-ah.json"
sha256: "767cb0220311350f55c44ca11d561e777ab6ff43f1c4526231f9039cfbc34681"
period: Roman
dialect: Technical Koine
domain: Grammar
format: Oration
license: CC0-1.0
---

# On the Corruptions of Speech, Later Part

*Περὶ τῶν Διαφθορῶν τοῦ Λόγου*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-ah` · [HTML page](https://eulogikon.org/grc/herodian-of-alexandria/corruptions-speech-ah) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-corruptions-speech-ah-qnq-ah.json)

## Text

### 73 (1t)

ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΩΝ ΖΗΤΟΥΜΕΝΩΝ ΚΑΤΑ ΠΑΣΗΣ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΟΣ —〈Ἁμαρτάνουσιν οἱ λέγοντες ὄπιθεν 〉· ἔστι γὰρ τὸ πλῆρες ὄπισθεν, ὡς πρόσθεν ἀπὸ τοῦ πρόσωθε ν . 〈προσκεῖ〉σθαι οὖν δεῖ τὸ ς. Ὅμηρος δὲ ἀνάγκῃ μέτρου ἔφη (Δ 545)· ὄπιθεν δὲ σάκος βάλε. Λεκτέον οὖν μόνως ὄπισθε ν . —Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες μᾶλλον πλουσιώτερος τοῦ δεῖνος καὶ μᾶλλον πενέστερο ς · ἀμφότερα γὰρ συγκριτικά ἐστι καὶ τὸ μᾶλλον καὶ τὸ πλουσιώτερο ς . Οὐ δύναται δὲ ὁμοῦ δύο συγκριτικὰ πίπτειν· ἐροῦμεν οὖν τὸ ἕτερον. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ὑπερθετικῶν παραφυλακτέον· οὐκ εἴποις γὰρ μάλιστα εὐγενέστατο ς , ἀλλ’ ἢ εὐγενέστατος καθ’ αὑτό, ἢ μάλιστα εὐγενή ς . —Οὐδέποτε καὶ οὐδεπώποτ ε · παράκειται μὲν ταῦτα ἀλλήλοις, διαφέρει δέ. Τὸ μὲν γὰρ οὐδεπώποτε ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε ποιήσω. Καὶ ὁ Αἰσχίνης· «οὐδένα πώποτε πολιτῶν οὔτε γραφὴν γραψάμενος, οὔτε ἐν εὐθύναις λυπήσας». Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος χρόνου λέγεται· ἔστι δ’ ὅτε καὶ τοῦτο συγχέουσιν. Ἀριστογείτων ἐν τῷ κατὰ Τιμοκράτους· «ὡς οὐδεπώποτε δώσει δίκην» (= Philet.

### 74

§ 255). —Πλὴν εἰ τόδε οὕτω συντάξεις ἢ εἰ μὴ τόδε. Οὐκέτι δὲ ἀμφότερα παραλήψῃ. Τὸ μὴ γὰρ καὶ τὸ πλὴν ἀμφότερα ἀρνητικά ἐστι καὶ οὐ δύναται ὁμοῦ πίπτειν (= Philet. § 134). —Τὸ ἀντικρύ ἐστιν ἐπίρρημα τοπικόν, ὃ καὶ μετὰ τοῦ ς καταγράφεται· οἷον ἀντικρὺ κάθηται, καταντικρὺ Ἀθηνῶν· τὸ δὲ ἄντικρυς ἐπὶ τοῦ φανερῶς· καὶ ἄνευ δὲ τοῦ ς εἴρηται παρὰ τῷ Ἀλεξάνδρῳ (Η 362), ἄντικρυς ἀπόφημι καίτοι τοῦ μέτρου ἐγχωροῦντος. — Μάτην ᾐτιάσατο δεῖ λέγειν, οὐχὶ ματαίω ς · μόνως γὰρ οὕτω καὶ παρὰ τοῖς ἀρχαίοις, ὡς ἐν ταῖς Νεφέλαις (v. 1436) Ἀριστοφάνης· μάτην ἐμοὶ κεκλαύσεται ... —Ἁμαρτάνουσιν οἱ λέγοντες κἀγὼ εἶπο ν , κἀμοὶ δό ς . Δέον ὁλοκλήρως ἐκφέρεσθαι τὸν καὶ σύνδεσμον ὅλον· καὶ ἐγὼ εἶπον, καὶ ἐμοὶ δός. Συναλοιφὴν γὰρ ὁ καὶ σύνδεσμος πάσχειν οὐ δύναται· οὐδέ ἐστιν, οὐδὲ ἐλλείπει παρὰ τοῖς πολιτικοῖς, ἀλλὰ παρὰ τοῖς ποιηταῖς μόνον. Εὐριπίδης ( Androm. 936)· κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους·

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/herodian-of-alexandria-corruptions-speech-ah-qnq-ah.json (sha256:767cb0220311350f55c44ca11d561e777ab6ff43f1c4526231f9039cfbc34681). Cite as `eul_wid: qnq-ah`.
