---
title: Fragments of Comic Dialogues
title_greek: Ἀποσπάσματα Κωμικῶν Διαλόγων
author: Hermippus the Comic Poet
eul_wid: djs-ab
eul_aid: djs
canonical: "https://eulogikon.org/grc/hermippus-the-comic-poet/comic-dialogues"
canonical_json: "https://eulogikon.org/data/works/grc/hermippus-the-comic-poet-comic-dialogues-djs-ab.json"
sha256: "632c3d2f1a6544312bb7410aaeff93d9a42e5d86fc4316d9d641f9aebff45ba7"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments of Comic Dialogues

*Ἀποσπάσματα Κωμικῶν Διαλόγων*

**Author:** Hermippus the Comic Poet

**eul_wid:** `djs-ab` · [HTML page](https://eulogikon.org/grc/hermippus-the-comic-poet/comic-dialogues) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/hermippus-the-comic-poet-comic-dialogues-djs-ab.json)

## Text

### book 1.1

Ἐκεῖνός ἐστι

### book 1.2

στρογγύλος τὴν ὄψιν ὦ πονηρέ, ἐντὸς δ’ ἔχων

### book 1.3

περιέρχεται κύκλῳ τὰ πάντ’ ἐν αὑτῷ, ἡμᾶς δὲ τίκτει

### book 1.4

περιτρέχων τὴν γῆν ἁπαξάπασαν· ὀνομάζεται δ’ ἐνιαυτός, ὢν δὲ περιφερὴς

### book 1.5

τελευτήν[ln_5]οὐδεμίαν οὐδ’ ἀρχὴν ἔχει, κυκλῶν δ’ ἀεὶ τὸ σῶμα οὐ παύσεται δι’ ἡμέρας ὁσημέραι

### book 1.6

τροχάζων.

### book 2

Τὴν μὲν διάλεκτον καὶ τὸ πρόσωπον ἀμνίου ἔχειν δοκεῖς, τὰ δ’ ἔνδον οὐδὲν διαφέρεις δράκοντος.

### book 3-4

Καιροσπάθητον ἀνθέων ὕφασμα καινὸν Ὡρῶν. Λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας.

### book 5.1

Ἀπὸ τῆς

### book 5.2

τραπέζης

### book 5.3

τουτονὶ τὸν

### book 5.4

στήμονα ἄττεσθ’ ἐπινοῶ.

### book 6.1

Ὁ Ζεὺς δίδωμι

### book 6.2

Παλλάς, ἠσί, τοὔνομα.

### book 1.1

Φέρε νῦν ἀγήλω

### book 1.2

τοὺς θεοὺς ἰοῦς’ ἔσω, καὶ θυμιάσω

### book 1.3

τοῦ τέκνου

### book 1.4

σεσωσμένου.

### book 2

Ὦ σαπρὰ καὶ πασιπόρνη καὶ κάπραινα.

### book 5.1

Ἐνέβαινε

### book 5.2

σιγῇ Πείσανδρος μέγας αὐτός ὥσπερ Διονυσίοισιν οὑπὶ τῶν ξύλων, ἐλαίας ἔρεισιν ὄνον κανθήλιον.

### book 1

Οἴμοι, τί δράσω σύμβολον κεκαρμένος;

### book 2

Ἔχοντες ἴσον ἀσπίδιον ὀγκίῳ.

### book 3

Νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς.

### book 1.1

Ῥυζῶν ἅπαντας ἀπέδομαι

### book 1.2

τοὺς δακτύλους.

### book 1.1

Ἔπειθ’ ὅταν

### book 1.2

πινώμεθ’ ἢ διψώμεθα, εὐχόμεθα

### book 1.3

πρὸς

### book 1.4

τοῦθ’ ὁ οἶνος ὠκερας γενοῦ. κἀς

### book 1.5

τοῦ καπήλου ’γὼ φέρω

### book 1.6

παίζων ἅμα. καὖθις γεγένηται

### book 1.7

τοῦτο πέντε καὶ δύο.

### book 2

Ὥσπερ αἱ κανηφόροι λευκοῖσιν ἀλφίτοισιν ἐντετριμμένοις. ἐγὼ δ’ ἐνέκαψα λανθάνων τὴν διφροφόρον.

### book 3

Φήμης ἱερᾶς ἐξοιγνυμένης ὥσπερ πέπονος δοθιῆνος.

### book 4.1

Τόν

### book 4.2

τε κότυλον

### book 4.3

πρῶτον ἤνεγκ’ ἐνέχυρον τῶν γειτόνων.

### book 5

Λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλιάζουσι.

### book 6

Καὶ πρὸς κύβους ἕστηκ’ ἔχων τὸ κήθιον.

### book 7

Καί σε τί χρὴ παραταιναρίζειν;

### book 8

Ἐξ ἀγορᾶς δ’ ἐγώ ὠνήσομαι λύχνον τίν’ ἢ στίλβην.

### book 1.1

Οἱ γὰρ

### book 1.2

πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βοίδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.

### book 2.1

Χρυσίδ’ οἴνου

### book 2.2

πανσέληνον ἐκπιὼν ὑφείλετο.

### book 3.1

Ἤδη

### book 3.2

τεθέασαι κόκκον ἐν

### book 3.3

χιόνι ῥόας;

### book 1.1

Βασιλεῦ Σατύρων, τί ποτ’ οὐκ ἐθέλεις δόρυ βαστάζειν, ἀλλὰ λόγους μὲν

### book 1.2

περὶ τοῦ πολέμου δεινοὺς

### book 1.3

παρέχει, ψυχὴν δὲ Τέλητος ὑπέστης;[ln_5]κἀγχειριδίου δ’ ἀκόνῃ σκληρᾷ παραθηγομένης βρύχεις κοπίδος, δηχθεὶς αἴθωνι Κλέωνι.

### book 2.1

Χλανίδες δ’ οὖλαι καταβέβληνται, θώρακα δ’ ἅπας ἐμπερονᾶται, κνημῖδε

### book 2.2

περὶ σφυρὸν ἀρθροῦνται, βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς,[ln_5]ῥάβδον δ’ ὄψει τὴν κοτταβικήν ἐν

### book 2.3

τοῖς ἀχύροισι κυλινδομένην, Μανῆς δ’ οὐδὲν λατάγων ἀΐει, τὴν δὲ τάλαιναν

### book 2.4

πλάστιγγ’ ἂν ἴδοις

### book 2.5

παρὰ τὸν

### book 2.6

στροφέα τῆς κηπαίας[ln_10]ἐν

### book 2.7

τοῖσι κορήμασιν οὖσαν.

### book 3.1

Εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν

### book 3.2

τοιόνδε μά‐[ln_1]χεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτ’ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄρ’ ἄλλους οἰκουρεῖν

### book 3.3

χρῆν, πέμπειν δὲ Νόθιπ‐[ln_3]πον ἕν’ ὄντα· εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν

### book 3.4

Πελοπόννησον[ln_4]ἅπασαν.

### book 4

Ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος μύων ξυνέπλαττε Θετταλικὴν τὴν ἔνθεσιν.

### book 5.1

Οἶσθα νῦν ὅ μοι

### book 5.2

ποίησον; τήνδε νῦν μή μοι δίδου, ἐκ δὲ τοῦ κέρατος αὖ μοι δὸς

### book 5.3

πιεῖν ἅπαξ μόνον.

### book 6.1

Ἢν ἐγὼ πάθω

### book 6.2

τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι

### book 6.3

χρήματα.

### book 7.1

Μείζων γὰρ ἢ νῦν δὴ ’́στι, καὶ δοκεῖ δέ μοι, ἐὰν

### book 7.2

τοσοῦτον ἐπιδιδῷ τῆς ἡμέρας, μείζων ἔσεσθαι Διαγόρου

### book 7.3

τοῦ Τερθρέως.

### book 1.1

[spk_α]Α. Χαῖρ’ ὦ διαπόντιον

### book 1.2

στράτευμα, τί πράττομεν; τὰ μὲν

### book 1.3

πρὸς ὄψιν μαλακῶς ἔχειν ἀπὸ σώματος,

### book 1.1

[ln_5][spk_β]κόμῃ τε νεανικῇ σφρίγει

### book 1.2

τε βραχιόνων. Β. ᾔσθου τὸν Ἄβυδον ὡς ἀνὴρ γεγένηται;

### book 2.1

Ῥάβδον δ’ ὄψει τὴν κοτταβικήν ἐν

### book 2.2

τοῖς ἀχύροισι κυλινδομένην.

### book 3.1

Χία δὲ κύλιξ ὑψοῦ κρέμαται

### book 3.2

περὶ πασσαλόφιν.

### book 4

Νικᾷ δ’ ᾤα λιθίνην μάκτραν.

### book 5.1

[spk_β]Ὥρα

### book 5.2

τοίνυν μετ’ ἐμοῦ χωρεῖν τὸν κωπητῆρα λαβόντα καὶ προσκεφάλαιον, ἵν’ ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάζῃς. Β. ἀλλ’ οὐ δέομαι

### book 5.3

πανικτὸν ἔχων τὸν

### book 5.4

πρωκτὸν

### book 5.5

προσκε‐[ln_3]φαλαίου.

### book 6.1

Ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ᾤαν

### book 6.2

περιδεῖσθαι

### book 6.3

περὶ τὴν ὀσφύν.

### book 7

Οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.

### book 8

[spk_β]Τίς ἔσθ’ ὁ πωλῶν τἀνδράποδ’; Β. ὅδ’ ἐγὼ πάρα.

### book 10.1

Τῶν

### book 10.2

φιβάλεων μάλιστ’ ἂν ἢ τῶν κοράκεων.

### book 11.1

Ἠριστάναι καὶ παριστάναι

### book 11.2

τουτί.

### book 1.1

Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ’ οἴνοπα πόντον, ὅσς’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηῒ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον·[ln_5]ἐκ δ’ Ἑλλησπόντου

### book 1.2

σκόμβρους καὶ πάντα

### book 1.3

ταρίχη· ἐκ δ’ αὖ Ἰταλίας χόνδρον καὶ πλευρὰ βόεια· καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισιν, καὶ παρὰ Περδίκκου

### book 1.4

ψεύδη ναυσὶν πάνυ

### book 1.5

πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν

### book 1.6

παρέχουσιν.

### book 1.1

[ln_10]καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειεν ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσιν. ταῦτα μὲν ἐντεῦθεν. ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστά ἱστία καὶ βύβλους, ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν. ἡ δὲ καλὴ Κρήτη κυπάριττον

### book 1.2

τοῖσι θεοῖσιν·[ln_15]ἡ Λιβύη δ’ ἐλέφαντα

### book 1.3

πολὺν

### book 1.4

παρέχει κατὰ πρᾶσιν· ἡ Ῥόδος ἀσταφίδας

### book 1.5

τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτὰρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα· ἀνδράποδ’ ἐκ

### book 1.6

Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας

### book 1.7

παρέχουσιν.

### book 1.1

[ln_20]τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα

### book 1.2

σιγαλόεντα

### book 1.3

Παφλαγόνες

### book 1.4

παρέχουσι· τὰ γάρ τ’ ἀναθήματα δαιτός. Φοινίκη καρπὸν

### book 1.5

φοίνικος καὶ σεμίδαλιν· Καρχηδὼν δάπιδας καὶ ποικίλα

### book 1.6

προσκεφάλαια.

### book 2.1

Μενδαίῳ μὲν ἐνουροῦσιν καὶ θεοὶ αὐτοί στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή, τοῦτον ἐγὼ κρίνω

### book 2.2

πολὺ πάντων εἶναι ἄριστον[ln_5]τῶν ἄλλων οἴνων, μετ’ ἀμύμονα Χῖον ἄλυπον. ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσιν, οὗ καὶ ἀπὸ στόματος

### book 2.3

στάμνων ὑπανοιγομενάων ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου ὀδμὴ θεσπεσίη, κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ[ln_10]ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ, τούτου

### book 2.4

χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ

### book 2.5

Πεπαρήθου.

### book 3

Τῇδ’ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον.

### book 4

Παρὰ τῶν καπήλων λήψομαι τὸ σύμβολον.

### book 1.1

Μὰ τὸν Δί’ οὐ μέντοι μεθύειν τὸν ἄνδρα

### book 1.2

χρή τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.

### book 2

Ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον εἰς τὰς ἁλμάδας.

### book 3.1

Ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορυγχιᾶν

### book 3.2

ποιῶ.

### book 4

Σὺ δὲ τὴν κεφαλὴν ψάθαλλέ μου.

### book 5

Ἃ τόθ’ ἥσθην, ταῦτα νῦν ἀνήδομαι.

### book 6

Τὴν κεφαλὴν ὅσην ἔχει. ὅσην κολοκύντην.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/hermippus-the-comic-poet-comic-dialogues-djs-ab.json (sha256:632c3d2f1a6544312bb7410aaeff93d9a42e5d86fc4316d9d641f9aebff45ba7). Cite as `eul_wid: djs-ab`.
