---
title: Orphic and Mythological Fragments
title_greek: Ἀποσπάσματα
author: Hermesianax of Colophon
eul_wid: iha-ab
eul_aid: iha
canonical: "https://eulogikon.org/grc/hermesianax-of-colophon/orphic-mythological-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/hermesianax-of-colophon-orphic-mythological-fragments-iha-ab.json"
sha256: d879b973e491f9817426b0d619f01a4a0ba0be22e7d0516d667a0796d7ff52e1
period: Hellenistic
dialect: Ionic Elegiac
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Orphic and Mythological Fragments

*Ἀποσπάσματα*

**Author:** Hermesianax of Colophon

**eul_wid:** `iha-ab` · [HTML page](https://eulogikon.org/grc/hermesianax-of-colophon/orphic-mythological-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/hermesianax-of-colophon-orphic-mythological-fragments-iha-ab.json)

## Text

### book 1.1

[ln_1]Δερκόμενος

### book 1.2

πρὸς κῦμα, μόνη δέ οἱ ἐφλέγετο γλήν.

### book 7.1

Οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο [para]Ἀργιόπην Θρῇσσαν

### book 7.2

στειλάμενος κιθάρην Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον, [para]ἔνθα Χάρων κοινὴν ἕλκεται εἰς ἄκατον[ln_5]ψυχὰς οἰχομένων, λίμνῃ δ’ ἐπὶ μακρὸν ἀϋτεῖ [para]ῥεῦμα διὲκ μεγάλων ῥυομένῃ δονάκων. Ἀλλ’ ἔτλη

### book 7.3

παρὰ κῦμα μονόζωστος κιθαρίζων [para]Ὀρφεύς, παντοίους δ’ ἐξανέπεισε θεούς, Κωκυτόν τ’ ἀθέμιστον ὑπ’ ὀφρύσι μειδήσαντα·

### book 7.1

[ln_10]ἠδὲ καὶ αἰνοτάτου βλέμμ’ ὑπέμεινε κυνός, ἐν

### book 7.2

πυρὶ μὲν

### book 7.3

φωνὴν

### book 7.4

τεθοωμένου, ἐν

### book 7.5

πυρὶ δ’ ὄμμα [para]σκληρόν, τριστοίχοις δεῖμα φέρον κεφαλαῖς. Ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας [para]Ἀργιόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.[ln_15]Οὐ μὴν οὐδ’ υἱὸς Μήνης ἀγέραστον ἔθηκε [para]Μουσαῖος

### book 7.6

Χαρίτων ἤρανος Ἀντιόπην, ἥ τε

### book 7.7

πολὺν μύστῃσιν Ἐλευσῖνος

### book 7.8

παρὰ πέζαν [para]εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, ᾿Ράριον ὀργειῶνα νόμῳ διαπομπεύουσα[ln_20]Δημήτρᾳ· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀΐδῃ. Φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον [para]Ἡσίοδον πάσης ἤρανον ἱστορίης Ἀσκραίων ἐσικέσθαι ἐρῶνθ’ Ἑλικωνίδα κώμην· [para]ἔνθεν ὅ γ’ Ἠοίην μνώμενος Ἀσκραϊκὴν[ln_25]πόλλ’ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους [para]ὑμνῶν, ἐκ

### book 7.9

πρώτης

### book 7.10

παιδὸς ἀνερχόμενος. Αὐτὸς δ’ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα

### book 7.11

φυλάσσει [para]ἥδιστον πάντων δαίμονα μουσοπόλων λεπτὴν ᾗς Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος

### book 7.1

[ln_30]ᾠδῇσιν

### book 7.2

πινυτῆς εἵνεκα

### book 7.3

Πηνελόπης, ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον, [para]πολλὸν ἀπ’ εὐρείης λειπόμενος

### book 7.4

πατρίδος· ἔκλεε δ’ Ἰκαρίου

### book 7.5

τε γένος καὶ δῆμον Ἀμύκλου καὶ Σπάρτην, ἰδίων ἁπτόμενος

### book 7.6

παθέων.[ln_35]Μίμνερμος δέ, τὸν ἡδὺν ὃς εὕρετο

### book 7.7

πολλὸν ἀνατλὰς [para]ἦχον καὶ μαλακοῦ πνεῦμα τὸ πενταμέτρου, καίετο μὲν Ναννοῦς, πολιῷ δ’ ἐπὶ πολλάκι λωτῷ [para]κημωθεὶς κώμους εἶχε σὺν Ἐξαμύῃ, ἤχθεε δ’ Ἑρμόβιον τὸν ἀεὶ βαρὺν ἠδὲ Φερεκλῆν[ln_40]ἐχθρόν, μισήσας οἷ’ ἀνέπεμψεν ἔπη. Λυδῆς δ’ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος [para]πληγεὶς

### book 7.8

Πακτωλοῦ ῥεῦμ’ ἐπέβη

### book 7.9

ποταμοῦ· †δαρδανη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν [para]κλαίων, αιζαον† δ’ ἦλθεν ἀποπρολιπὼν[ln_45]ἄκρην ἐς Κολοφῶνα, γόων δ’ ἐνεπλήσατο βίβλους [para]ἱράς, ἐκ

### book 7.10

παντὸς

### book 7.11

παυσάμενος καμάτου. Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους [para]Σαπφοῦς

### book 7.12

φορμίζων ἱμερόεντα πόθον, γιγνώσκεις· ὁ δ’ ἀοιδὸς ἀηδόνος ἠράσαθ’, ὕμνων

### book 7.1

Τήϊον ἀλγύνων ἄνδρα

### book 7.2

πολυφραδίῃ. Καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφημίλλητ’ Ἀνακρείων [para]στελλομένην

### book 7.3

πολλαῖς ἄμμιγα Λεσβιάσιν· φοίτα δ’ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ’ αὐτὴν [para]οἰνηρῇ δειρῇ κεκλιμένην

### book 7.4

πατρίδα[ln_55]Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λεκτὸν [para]πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας. Ἀτθὶς δ’ οἷα μέλισσα

### book 7.5

πολυπρήωνα Κολωνὸν [para]λείπους’ ἐν

### book 7.6

τραγικαῖς ᾖδε

### book 7.7

χοροστασίαις Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ...

### book 7.1

[ln_60]........ Ζεὺς ἔπορεν

### book 7.2

Σοφοκλεῖ. Φημὶ δὲ κἀκεῖνον τὸν ἀεὶ πεφυλαγμένον ἄνδρα [para]καὶ πάντων μῖσος κτώμενον ἐκ †συνοχῶν πάσας ἀμφὶ γυναῖκας, ὑπὸ σκολιοῖο

### book 7.3

τυπέντα [para]τόξου νυκτερινὰς οὐκ ἀποθέσθ’ ὀδύνας·[ln_65]ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας [para]†αιγειων, μέθεπεν δ’ Ἀρχέλεω

### book 7.4

ταμίην, εἰσόκε 〈δὴ〉 δαίμων Εὐριπίδῃ εὕρετ’ ὄλεθρον Ἀρριβίου

### book 7.5

στυγνῶν ἀντιάσαντι κυνῶν. Ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο

### book 7.6

τιθῆναι[ln_70]Βάκχου καὶ λωτοῦ πιστότατον

### book 7.7

ταμίην Μοῦσαι

### book 7.8

παιδευθέντα

### book 7.9

Φιλόξενον, οἷα

### book 7.10

τιναχθεὶς [para]Ὀρτυγίῃ ταύτης ἦλθε διὰ πτόλεως γιγνώσκεις, ἀΐουσα μέγαν πόθον ὃν Γαλατείη [para]αὐτοῖς μηλείοις θήκαθ’ ὑπὸ προγόνοις.

### book 7.1

[ln_75]Οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου

### book 7.2

πολιῆται [para]Κῷοι χάλκειον

### book 7.3

στῆσαν ὑπὸ πλατάνῳ Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα

### book 7.4

Φιλίταν [para]ῥήματα καὶ πᾶσαν

### book 7.5

τρυόμενον λαλιήν. Οὐδὲ μὲν οὐδ’ ὁπόσοι

### book 7.6

σκληρὸν βίον ἐστήσαντο[ln_80]ἀνθρώπων, σκοτίην μαιόμενοι

### book 7.7

σοφίην, οὓς αὐτὴ περὶ πυκνὰ λόγοις ἐσφίγξατο μῆτις, [para]καὶ δεινὴ μύθων κῆδος ἔχους’ ἀρετή, οὐδ’ οἵδ’ αἰνὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν [para]μαινομένου, δεινὸν δ’ ἦλθον ὑφ’ ἡνίοχον.

### book 7.1

[ln_85]Οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς [para]Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης εὑρόμενον, καὶ κύκλον ὅσον

### book 7.2

περιβάλλεται αἰθὴρ [para]βαιῇ ἐνὶ σφαίρῃ πάντ’ ἀποπλασσάμενον. Οἵῳ δ’ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων[ln_90]ἀνθρώπων εἶναι

### book 7.3

Σωκράτη ἐν

### book 7.4

σοφίῃ, Κύπρις μηνίουσα

### book 7.5

πυρὸς μένει· ἐκ δὲ βαθείης [para]ψυχῆς κουφοτέρας ἐξεπόνης’ ἀνίας, οἰκί’ ἐς Ἀσπασίης

### book 7.6

πωλεύμενος· οὐδέ τι τέκμαρ [para]εὗρε, λόγων

### book 7.7

πολλὰς εὑρόμενος διόδους.

### book 7.1

[ln_95]Ἄνδρα 〈δὲ〉 Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ [para]δεινός, ὅτ’ Ἀπιδανῆς Λαΐδος ἠράσατο ὀξὺς Ἀρίστιππος, πάσας δ’ ἠνήνατο λέσχας

### book 7.2

φεύγων, †ουδαμενον εξεφορησεβιωι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/hermesianax-of-colophon-orphic-mythological-fragments-iha-ab.json (sha256:d879b973e491f9817426b0d619f01a4a0ba0be22e7d0516d667a0796d7ff52e1). Cite as `eul_wid: iha-ab`.
