---
title: Heliodorus to Theodosius the Great-the Mystical Art
title_greek: Ἡλιοδώρου φιλοσόφου πρὸς Θεοδόσιον τὸν μέγαν
author: Heliodorus the Alchemist and Poet
eul_wid: sbq-aa
eul_aid: sbq
canonical: "https://eulogikon.org/grc/heliodorus-the-alchemist/mystical-art"
canonical_json: "https://eulogikon.org/data/works/grc/heliodorus-the-alchemist-mystical-art-sbq-aa.json"
sha256: f428c48a3b759dcc0c001caad92af72c70872603c05e826d41185a54cbfd14f8
period: Late Antique
dialect: Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Heliodorus to Theodosius the Great-the Mystical Art

*Ἡλιοδώρου φιλοσόφου πρὸς Θεοδόσιον τὸν μέγαν*

**Author:** Heliodorus the Alchemist and Poet

**eul_wid:** `sbq-aa` · [HTML page](https://eulogikon.org/grc/heliodorus-the-alchemist/mystical-art) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/heliodorus-the-alchemist-mystical-art-sbq-aa.json)

## Text

### unit_1

Σκῆπτρα γέης μέδοντες οἱ πᾶν ἐμφανὲς μυστιπόλοι ἕποντες ἄκρῳ δακτύλῳ καὶ πανσόφων ἐπῶν τε τὴν γεῦσιν πᾶσαν ποθοῦντες ἅψασθαι μὲν ὡς μυούμενοι ἐγκυκλίου παιδείας ἐννοίας σοφὰς αἰνιγμάτων τε καὶ προοιμίων λόγων μαθεῖν σκοπὸν θέλοντες καὶ ἄκρως ἰδεῖν σοφιστικῶν τε κεκαλυμμένων φράσιν καὶ γνῶσιν ὧν ἔφησαν οἷα δὴ ἐπῶν, πάσης τιμῆς κρίνουσιν ἀξίους πέλειν τοὺς ἐμπόνως φήσαντας αὐτῶν τοὺς πόνους καὶ δωρεῶν πλείστων τε πάντιμον χάριν νέμουσι καὶ τιμῶσιν εὐκλεῶς πάλιν μάλιστα τοὺς ἄγοντας αὐτοῖς γνησίως ἐννοίας οἷον πρακτικῆς σοφιστικῆς ἐννοίας ἀρχαίων τε ῥητόρων σοφῶν ἠσκημένων μύησιν εἰς γνῶσιν πᾶσαν. ἐπεί συ, θεόστεπτε καὶ σῶφρον μέδων, ποθήσας ὥσπερ γνῶσιν εἰδέναι, πᾶσαν ἐπιστήμην καὶ πρᾶξιν ἔμπειρον δέχου ἔντεχνον ὡς ἔχουσαν εἰσαγωγικὴν τέλειαν ἐκμάθησιν εἰς δόξαν κλέους, γυμναστικῆς παιδείας ἔνθεον τέλος φέρουσαν ἄρρητόν τε κέρδος καὶ κράτος

### unit_2

εἰς ὠφέλειαν καὶ λύπης ἀπαλλαγὴν τὸν πλοῦτον ἀξίοις τε πέμπουσαν βροτοῖς, πενίας ἄχθος ἐκδιώκουσαν, βίον εὐκλείας ἐμπιπλῶσαν ἀλήκτου, φρένας τέρπουσαν, ἡδύνουσαν εὔνους τῶν φίλων ἐχθρῶν δὲ τ’ εἰσάγουσαν ἐκ λύπης φθόνου ἄπαυστον ἄλγος καρδίαις ἕως τέλους. Σὺ οὖν ἄναξ, πανέμφρον εὐσεβέστατε ἄγαλμα παιδείας τε θειοείκελον, πρόσαξον εἰς καθέδραν οἰκειούμενος παιδευτὰς ἔμφρονάς τε καὶ ἄνδρας σοφοὺς μύησιν ὡς ἔχοντας ὧν ζητεῖς ἐπῶν. κλῖνον τὸ οὖς σου θᾶττον ἀκροώμενος ὁμιλίας τε ὥσπερ ἐξηγήσεως, τούτων τὰς εὐελπείας ἀσμένως δέχου.

### unit_3

ἄκουε, ὧν λέγουσι μὲν προσρήσεων, αἰνίγμασι πρόσεχε καὶ τοῖς ῥήμασιν. οὗτοι γὰρ ὄλβον προσφέρουσί σου βίῳ κοσμοῦντες εὐπραγείᾳ τῆς βιώσεως, κράτος σὸν εὐφραίνοντες εὑρήσει λόγων μύσται σοφισταὶ ὄντες ὡς ἐχέφρονες, μηδὲν φθονοῦντες τοῖς θέλουσι μανθάνειν ἐγκειμένην μύησιν αὐτῶν ἐν λόγοις, ἀλλ’ ἀφθόνως ἁπλοῦντες ἀξίοις ἔπος κεκρυμμένης ἐννοίας, ὥστε πλουτέειν καὶ ποιέειν ἄριστον ἐκ πόνων λόγον καρποὺς θεῷ ἱλασμὸν εἰς ὀφλημάτων. Πρόσελθε γοῦν, σοφιστά, τοῖς ἐμοῖς λόγοις, τοῖς ἐμπόνως ῥηθεῖσιν ἐκ πλείστων πόνων, καὶ νουνεχῶς ἄκουε ῥημάτων πλοκὰς καὶ συνθέσεις ἐννοίας ὡς μυσταρχικῶς ἐχούσας εὔληπτον 〈τὴν〉 ἀρρήτων λόγων ἔκφανσιν εὔγνωστόν τε τοῖς φιλεμπόνως ζητοῦσι καὶ πονοῦσι νυκτὸς ἡμέρας μυσταρχικῆς τέχνης τε θείας ἱερᾶς

### unit_4

τεχνουργίας τὴν πεῖραν ἐκ θείας ῥοπῆς ἄριστον ἐκπληροῦσαν ἀρχὴν καὶ τέλος. οὕτως πρόσεστί μοι γὰρ ἄρξασθαι λέγειν ἀρχὴν λόγου. πάρειμι δ’ ὁ σκοπῶν ἔπος τεύξεται τὴν σύνταξιν ἐξ εἴδους ἑνὸς φέροντος εἰς δήλωσιν ὡς οὐκ ἄλλοθεν, ἀλλ’ ἐκ μιᾶς 〈γε〉 φύτλης τὸ κοσμούμενον τῆς ἐκθεούσης ἐκ θαλάσσης εἰς θέαν βασταζομένης ὥσπερ ἀτμὸς εἰς νέφος, ὑγροῦ τε θερμοῦ [τῇ] ἑνώσει καὶ συμπλοκῇ, ἑνουμένων ἀμφοῖν μὲν εἰς μίαν κρᾶσιν, ταύτης φυλαττούσης δὲ τῶν ἄμφω γένος. τοῦ ἄρρενος πρὸς θῆλυ καὶ τερπομένων ζεύξει τελούντων εἶδος ἀλλοῖον θέας, γαλακτίτου πυρροῦ τε γεννᾶται γόνος.

### unit_5

συλλαμβάνουσα μὲν βρέφος συνουσίας ἐξ ἄρρενος θήλεια τίκτουσα κλέους τέρας βροτοῖσι, πλῆρες ὄλβου καὶ κράτους. ἄγει ξένον πάμπλουτον ἠγαπημένον, ποθούμενον φιλητὸν ὡς ζητούμενον καὶ μηδ’ ὅλως τῇ πείρᾳ τοῖς ἀναξίοις ἔκφαινον αὐτοῦ [τὴν] ὄψιν, ἀλλ’ οὕτως μένει κρυπτὸν πρόσωπον γαστρὸς ἐντὸς μητέρος. τῇ λευκότητι τῆς δὲ φαιδρᾶς οὐσίης θησαυρὸς ὡς ποικιλτὸς ἐκφεύγει χεροῖν ἁφήν, ὁρᾶν δὲ κάλλος οὐδεὶς ἰσχύει ἐν κοιλίῃ τῆς μητρὸς, ἀλλ’ αὐτὸς βοᾷ· Πάρειμι τοῖς ζητοῦσιν ἐν μέσῳ πέλων, ὁρῶντες ἀγνοοῦσιν, ὅνπερ τοῖς κόποις ζητοῦσι καὶ μοχθοῦσιν ὡς πλανώμενοι ἐκεῖσε, ὧδε ἀσχολοῦνται εἰς κενόν. ἐγὼ δὲ ὡς ὑπουργὸς ἠτιμωμένος δοῦλός τε πάντων οὐδαμοῦ ἀφίσταμαι. κτηνῶν γάρ εἰμι δοῦλος, εὑρήσεις δέ με, ὅπου δ’ ἂν οἰκήσωσιν ἄνθρωποι ὅλως,

### unit_6

μὴ οὖν πορευθεὶς μακρὰν ἐκτέμνων ὁδόν. οὐ γὰρ πέλω εἰς πόντον, εἰ ἐκεῖσε μὲν ἐκ τῆς θαλάσσης εἰς νέφος εὑρίσκομαι. βαίνω γὰρ ὥσπερ ἀτμὸς ἐκ πόντου μέσου νέφη ἔχων χιτῶνα καὶ καλύπτομαι σκότει ὁμίχλης καὶ μέλανσίς με σκέπει. ἀνέρχομαι δὲ καπνὸς ὡς λεπτὸς πάνυ, ἀὴρ ἔχει με κρύπτων ἐν αὑτῷ ὅλον. εὑρίσκομαι δ’ ἔκλαμπρος, ἔκστιλβος λίαν, πλύσει ὅτ’ [ἂν] ἐκπλυνεῖς με 〈καὶ〉 θείῳ πυρὶ ἕψων παροπτῶν καὶ ὕδωρ τὸ πόντιον μέτρῳ χέων μου εἰς πρόσωπον αὖ πάλιν, διχῶς μερίζομαι γὰρ εἰς τρεῖς γίνομαι κάτω ἄνω τε πατρὶ καὶ τῇ τεξάσῃ. αὕτη με λευκὴ γεννᾷ τῶν σπλάγχνων μέσον,

### unit_7

πατὴρ δ’ ὁ φύσας πύρρος ἐξελεύσεται θνήσκων βίου· ἐγὼ γὰρ αὐτὸν ὡς φονεὺς κτείνω ἐῶν ἔξοικον ὀρφανὸν πάλιν ὕλης, ἐν ᾗ ὑπῆρχεν, ἴχνος μὴ φέρειν. λαβὼν δ’ ἀπ’ αὐτοῦ σθένος εὑρεθήσομαι κρεῖττον ἔχων τὴν σφῶν τε μορφὴν εἰκόνος ξανθὸν φέρων τὸ εἶδος, ἀλλὰ πρὸς βραχὺ ὀφθήσομαι μέλας δὲ ποικιλόχρωμος βρύων χρυσόσπερμόν τε καὶ χρυσόζωμον, ὃ καὶ χρύσανθον εἶδος [ἐκ] μετάλλου χρυσῆς ποικιλόμορφον ὠχρὸν ἀργυρόχρυσον χρυσάργυρον ξανθόχρουν αὖθις πόρφυρον. ὡς κιτρινοπράσιόν τε πυρ[ρ]οφεγγίτης χρυσοῦ κόραλλός εἰμι ταύτας ἐκφέρων τὰς χροιὰς ἄνθη πάντα καὶ χλοηφορῶ.

### unit_8

ὅταν δὲ ἴδῃς ταύτας εἰς τὸ ἐμφανὲς μορφῆς ἐμῆς τὰς χροιὰς ἐκμορφουμένας, πρόσελθε γεννηθέντι παιδίῳ νέῳ ἐμοὶ μελάνσει ὄντι ὡς κεκρυμμένῳ σκότει ἀφαύστῳ οἷα καὶ τῇ ἀχλύϊ, ἀλλ’ ἔνδον ἐκστίλβοντι καὶ κεκασμένῳ. γάλακτι ἐκθήλαζε μασθῶν μητρῴων θηλῆς ἀμέλγων γάλακτος πότιζέ με, θρέψον με μικρὰ μικρά· νήπιος πέλω, ἕως ἂν ἔλθῃ ἰσχὺς ἐκτρέφουσά με, ἄγουσα εἰς ἀνδρεῖον εὖ ῥυθμὸν μελῶν, εἰς σχῆμα δ’ αὖ τέλειον εὔμορφον πάνυ. ἐγὼ γὰρ ἁδρυνθεὶς μὲν λεπτυνθήσομαι, τραφεὶς λίαν ξιφικῶς ἀκμάσω νέος τῇ ποιότητι τεσσάρων τῶν στοχείων καὶ ἐν νέφει ὡς λεπτὸς ἀτμὸς ἵζομαι. ἀὴρ γὰρ εἰς κόλπους με θάλπων βαστάσει, ἔνδον δέ μου ἔχων πῦρ ὑψωθήσομαι, ἀρθεὶς ἕως εἰς ὕψος ὄμβρος ἔσομαι, οἵη τε γέα ξηρὰ θεῖόν μου νᾶμα φύτλης ἐμῆς γεννηθέν, ὥσθ’ ὑπερφυῶς

### unit_9

τῶν στοιχείων τὴν ποιὰν εὐκρατῶς ἔχειν κατακλύσαι ἀρδείᾳ γῆν, ἐκβλαστάνειν χλοηφόρους παντοίας ἀνθῶν ἰδέας. πυκνούμενος γὰρ ἀτμὸς ἐκ γῆς εἰς νέφος ἐξ ὑγρᾶς οὐσίας τε θᾶττον γίνεται ὕδωρ βρέχον τὴν γαῖαν, [ἐκ] βλαστάνει γένη τῶν ἀνθέων παντοῖα καὶ καρποφορεῖ. οὕτως γὰρ ἡ τῆς ξηρᾶς ἐκλυθήσεται φύσις πρὸς ὑγρὰν ἐκρέουσα καὶ νᾶμα ὑπερφυῶς εἰς θεῖον ἐκτραπήσεται καὶ τὴν μέλανσιν λευκότητα ποιέει. αὕτη γὰρ ἡ λεύκωσίς ἐστι δευτέρα, ἥνπερ ποθοῦσι τῶν σοφῶν ἀνδρῶν γόνος ἰδεῖν, ὅταν μέλανσις ἐκ γαίας τραφῇ τῆς ὥσπερ οὔσης νεκρᾶς ἐξ ὕλης πάχους εἰς φαιδρὸν ὄμμα λευκότητος ὡς χιὼν τὸ θεῖον ἐκβλύζουσα νέκταρ ἐκ μέσου τῆς γαίας ὡς φέρουσα τὸ ζητούμενον ἀφροσελήνης ξανθὸν ἐντὸς γαστέρος.

### unit_10

τὸ κάλλος ἐξαστράπτον αὐγὰς ἐκφέρει, λευκὴν μὲν ὄψιν δεικνὺς ἔκστιλβον πάνυ χρυσάνθιον κόραλλον ἀλλ’ ἀσώματον εὐειδὲς εὐέκλαμπρον ἀστραπήχροον ζώνας χρυσιζούσας τε καὶ χλοηφόρους, πέμπον σέλας καὶ λάμψιν αὖθις ἡλίου λεύκωσιν ὡς κάλυμμα ἔξωθεν φέρον, ἔνδον δὲ τοῖς βλέπουσιν ὥσπερ πυρφόρος λαμπτὴρ φλογηφόρος τε φεγγίτης μέγας τὰς τῶν λίθων ποικίλας ἐκπέμπων χροὰς, ὡς ἄμπελον χλωρὸν μὲν εἶδος τῶν φύλλων ὡραῖον εὐειδὲς μὲν ἄνθος βλαστάνων, ἐκ τεττάρων κλάδων δὲ συνηνωμένων ὁμοῦ μίαν πρὸς ῥίζαν εὔκαρπον φέρειν πέπειρον ἀρδευθέντα βότρυν ὡς μέλι τὴν ποιότητα γεύσεως κεκτημένον λευκὸν πάνυ πρόσχημα καὶ μορφὴν ἔχει. οὗτος δὲ λευκὸς βότρυς εὐθαλὴς πέλων λειούμενος ταῖς χερσὶν οἶνον βλυστάνει πυρρὸν μὲν ὥσπερ αἷμα, γεύσει εὔκρατον,

### unit_11

εὔοσμον, ἐξ οὗ βάπτεται ἡ πορφύρα τῇ κογχύλῃ μιχθεῖσα πόντου ἐκ μέσου, ἐρυθρά. ὥσπερ ἀτμὸς εἰς νέφος θέ[σ]ει, ἀνέρχεται γὰρ ἐκ θαλάσσης ἐκφᾶναι νυμφοστολούσης παρθένου φαιδρὸν γάλα βρέφους νέου τεχθέντος εἰς διατροφήν. ἁδρυνθὲν ἔσται γὰρ τεκούσῃ 〈σύ〉ζυγος, ζευχθεὶς δὲ ταύτῃ αὖθις ὡς νικηφόρος ὀφθήσεται τὸ θῆλυ ἐκκαλούμενος πρὸς συμπλοκῆς ἕνωσιν εἰς συνουσίαν.

### unit_12

ταύτης ἑνωθείσης δὲ φαιδρῶς ἄρρενι πρὸς δευτέραν πλοκήν τε καὶ μῖξιν πάλιν ἔσται ὅλως ἔκστιλβος, ἀχλὺν τοῦ σκότους, ὕλην γεώδη ἐκβάλλουσα εἰς τέλος καὶ μίγνυται εἰς ζεῦξιν, οὐκ ἀφίσταται τῇ δευτέρᾳ πλοκῇ τε θᾶττον ἐκτελεῖ πρώτης κλειδὸς πλήρωσιν ὡς καὶ τὸ στέφος λευκώσεως πληροῦσα ἔργον δευτέρας χρῄζουσα μηδὲν εἰς τελείωσιν πάλιν τὸ σῶμα λευκαίνειν πᾶν, οἷον καὶ θέλει, τῶν τεσσάρων βάπτουσα σωμάτων φύσιν, λευκὴν φέρουσα καὶ διώκουσα σκότος τὸ ἐμφωλεῦον ὡς κάλυμμα ἀχλύος ἔκστιλβον ἔκλαμπρόν τε δείκνυσι, πλέον φωτὸς σελήνης ταῦτα λευκαίνει ὅλα νικῶντα λευκότητι λεύκωσιν πᾶσαν. ἑξῆς τε δευτέρα κλεὶς ἄρχεται πάλιν ξανθώσεως λεύκωσιν εἰς ξανθὸν φέρειν ξανθόν τε δεικνύουσα τῆς μορφῆς ὅλον.

### unit_13

ἐργάζεται γὰρ αὖθις ὥσπερ καὶ πάλαι. οὕτως γὰρ ἡ ξάνθωσις εἰς πέρας φέρει ἄριστον ἐκπλήρωμα κεκοσμημένον πληρουμένων τῶν βαθμῶν εἱρμὸν καὶ τέλος. ὥσπερ γὰρ ἡ λεύκωσις οὕτως γίνεται ξανθώσεως τὸ ἔργον ἐκπληρούμενον, εἰς κέρδος ὄλβιόν τε τὸν κόπον φέρει καὶ χαρμονὴν πάμπλουτον, ἐξάγει κόπους, πάροιθεν οὓς ἔσπειρας, ὥστε πλουσίως τῶν δραγμάτων πλέον μὲν ἐκφέρειν φόρους καὶ δεικνύει τὸν μισθὸν εὐφραδέστατον εἰς ἐκβολὴν πενίας αὖθις εὕρεσιν πλούτου τε καὶ ὄνησιν ἔνθεον βίῳ. οὕτω γὰρ εὐπραγοῦντες ὀφθῶμεν σοφοὶ χρῄζοντες ὧδε μηδὲν ἔκ τινος βροτοῦ, μὴ ἀσχολούμενοι δὲ πάμπαν ἐν βίῳ,

### unit_14

ἀλλ’ ἢ θεῷ λατρείας αἶνον προσφέρειν, στέργειν ποθεῖν τε τρυφὴν ἡτοιμασμένην ἄπονον χαρὰν καὶ δόξαν, ἔνθεον χάριν, πτωχοῖς νέμειν δέοντα καὶ πάντας θέλειν σώζειν τε καὶ λύτρωσιν ἐξ ὀργῆς νέμειν καὶ χεῖρα συμπαθείας ἐκιείνειν πᾶσιν καὶ εὐπραγεῖν καὶ μηδὲν ἔκφαυλον λέγειν ἢ τεκταίνεσθαι σκάνδαλόν τι εἰς πέλας, ἀλλ’ εὐφρονεῖν εἰς πάντας εὐπροσηγόρους εἶναι θέλοντας, κλῆρον ὄλβιον μέγαν ζωῆς ἔχειν μιμητὰς ἔργοις ἐνθέοις τοῦ δεσπότου Χριστοῖο θείῳ ἐν λόγῳ πράξει τε φωσφοροῦντας εἶναι ὡς σέλας, μηδὲν λέγειν εἰς πρᾶξιν, ἀλλ’ ἐπιφρονεῖν, πένητας εὐποιΐᾳ συμπαθεῖν, ὅπως

### unit_15

τὸν πλοῦτον ἐκκενοῦντες εἰς αὐτοὺς ῥᾷον εὕρωμεν ἔργων μισθὸν ἡτοιμασμένον ἐντεῦθεν ἐκδημοῦντες ὡς ἄνδρες σοφοί. οὗτος γάρ ἐστιν εὐσεβείας ἔνθεος ἀγὼν πόθος τε θερμὸς εἰς θεότροπον ζῆλον τελούμενος ἀνδρείᾳ 〈τῶν〉 φρενῶν καὶ σώματος κάθαρσις ὥσπερ καὶ ψυχῆς. οὕτως γὰρ εὐπραγοῦντες ἀξιόκλεοι ἐσόμεθα πρὸς Χριστὸν ὡς καὶ τῷ στέφει στεφηφοροῦντες αὖθις ἐσθλῶν πράξεων σκηπτουχίας τῶν κλήρων ἀξιούμεθα ἐκλάμψεως εἰς δόξαν αἴγλης καὶ φάους τιμῆς σέβας εὔκλειαν εὐσεβεστάτοις ἄναξι πιστοῖς προσφέροντες ἐντίμως τοῖς τὸ κράτος καὶ σκῆπτρα γῆς πιστουμένοις,

### unit_16

ὡς χριστολάτραις οὖσι δόξης ἐμπλέοις, ὑμνοῦντες εὐλογοῦντες αἰνοῦντες θεὸν ὑπέρθεον, τὸν φωτὸς ὄντα αἴτιον, ζωῆς χορηγὸν καὶ θέλοντα τοὺς βροτοὺς λύτρωσιν εὑρεῖν ὥσπερ ἀμπλακημάτων, οὕτως τυχεῖν μέλλουσαν εὔκλειαν πάλιν, καὶ προσφέρειν λατρείαν αὐτῷ τῷ μόνῳ θεῷ λόγῳ σὺν πατρὶ θείῳ πνεύματι εἰς κυκλικοὺς αἰῶνας αἰώνων ἀμήν. στίχοι σξηʹ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/heliodorus-the-alchemist-mystical-art-sbq-aa.json (sha256:f428c48a3b759dcc0c001caad92af72c70872603c05e826d41185a54cbfd14f8). Cite as `eul_wid: sbq-aa`.
