---
title: "Hegemon's Thasian Satire"
title_greek: Ἀπόσπασμα
author: Hegemon of Thasos
eul_wid: dos-aa
eul_aid: dos
canonical: "https://eulogikon.org/grc/hegemon-of-thasos/satire"
canonical_json: "https://eulogikon.org/data/works/grc/hegemon-of-thasos-satire-dos-aa.json"
sha256: "4e65a30cd4efcf5c00a8fe9fe63355d00fbb9d48f20721b08c02dc56f54e99cc"
period: Classical
dialect: "Attic (com, frg)"
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Hegemon's Thasian Satire

*Ἀπόσπασμα*

**Author:** Hegemon of Thasos

**eul_wid:** `dos-aa` · [HTML page](https://eulogikon.org/grc/hegemon-of-thasos/satire) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/hegemon-of-thasos-satire-dos-aa.json)

## Text

### unit_1

Ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς· ‘ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς ς’ ἀνέπεισεν καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι;‘ τοῖσι δ’ ἐγὼ πᾶσιν πυκινὸν μετὰ τοῦτ’ ἔπος εἶπον· ‘λῆμμ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·

### unit_2

οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.‘ αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους 〈δὲ〉 μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω, μή τίς μοι κατὰ οἶκον Ἀχαϊάδων νεμεσήσῃ, πεσσομένης ἀλόχου τὸν ἀχάινον ἄρτον ἀεικῶς, καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα· ‘πῶς; φιλίων ὁρμὴν παρ’ Ἀθηναίοισιν ἀείσας πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω;‘ [para]Ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ·

### unit_3

‘δεινὰ παθοῦσα Φακῆ βδελυρή, χώρει ’ς τὸν ἀγῶνα‘. καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/hegemon-of-thasos-satire-dos-aa.json (sha256:4e65a30cd4efcf5c00a8fe9fe63355d00fbb9d48f20721b08c02dc56f54e99cc). Cite as `eul_wid: dos-aa`.
