---
title: "Anthology, Volume V"
title_greek: Ἀνθολογία
author: "Greek Anthology "
eul_wid: ajg-aa
eul_aid: ajg
canonical: "https://eulogikon.org/grc/greek-anthology/volume-5"
canonical_json: "https://eulogikon.org/data/works/grc/greek-anthology-volume-5-ajg-aa.json"
sha256: af2bfcc6082b7ee082a8530c98603429607bc6f910721072924603d3ce4b9fa9
period: Archaic
dialect: Mixed Dialects
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Anthology, Volume V

*Ἀνθολογία*

**Author:** Greek Anthology 

**eul_wid:** `ajg-aa` · [HTML page](https://eulogikon.org/grc/greek-anthology/volume-5) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/greek-anthology-volume-5-ajg-aa.json)

## Text

### book 1.1.1

Ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδ’ εἰκόνας,

### book 1.1.2

ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.

### book 2.1.1

Θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς

### book 2.1.2

πάντα διορθοῦσθαι καὶ κλέος ἐν πολέμοις,

### book 2.1.3

μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας,

### book 2.1.4

σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.

### book 3.1.1

Ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν

### book 3.1.2

τοῦτον μητρὶ Θεοῦ κάλλεϊ λαμπόμενον·

### book 3.1.3

ὁπλότερος δὲ μετ’ αὐτὸν Ἰουστῖνος βασιλεύων

### book 3.1.4

κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.

### book 4.1.1

Τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,

### book 4.1.2

Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ

### book 4

τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον.

### book 5.1.1

Τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,

### book 5.1.2

τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.

### book 5.1.3

οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,

### book 5.1.4

νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.

### book 5.5.1

ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην

### book 5.5.2

πόντῳ ἐπαΐξας θήκαο φαιδροτέρην.

### book 6.1

Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.

### book 7.1.1

Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων

### book 7.1.2

γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ

### book 7.1.3

αἰεί σοι γεραρὴν τελέει χάριν, ὥστε καὶ ἄλλην

### book 7.1.4

εὗρε καὶ ἐν νηῷ ς’ ἀνεθήκατο, τὸν κάμες αὐτός.

### book 8.1.1

Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων,

### book 8.1.2

τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν

### book 8.1.3

Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων

### book 8.1.4

αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν.

### book 8.5.1

ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον·

### book 8.5.2

εὐχαῖσιν μὲν ἕκαστος, ὅ τι χρέος ἐστίν, ἑλέσθω,

### book 8

τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.

### book 9.1.1

Καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,

### book 9.1.2

Γεννάδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν

### book 9.1.3

ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.

### book 10.1.1

Εὐδοκίη μὲν ἄνασσα, Θεὸν σπεύδουσα γεραίρειν,

### book 10.1.2

πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου·

### book 10.1.3

ἀλλ’ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον· οὔ τινι φειδοῖ,

### book 10.1.4

οὐ κτεάτων χατέουσα (τίνος βασίλεια χατίζει;)

### book 10.5.1

ἀλλ’ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην

### book 10.5.2

καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.

### book 10.5.3

ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,

### book 10.5.4

τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,

### book 10.5.5

ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης,

### book 10.10.1

ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,

### book 10.10.2

κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων·

### book 10.10.3

πάντα γάρ, ὅσσα τέλεσσεν, ὑπέρτερα τεῦξε τοκήων,

### book 10.10.4

ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.

### book 10.10.5

τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς

### book 10.15.1

εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,

### book 10.15.2

εὐσεβίης ἀλέγουσα; μόνη δ’ ἱδρῶτι δικαίῳ

### book 10.15.3

ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.

### book 10.15.4

καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν

### book 10.15.5

πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.

### book 10.20.1

πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας

### book 10.20.2

φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπ’ ἔργοις.

### book 10.20.3

ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι

### book 10.20.4

νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης

### book 10.20.5

εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;

### book 10.25.1

ποῖος δ’ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν

### book 10.25.2

εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες

### book 10.1

σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.

### book 10.2

ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους

### book 10.3

λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.

### book 10.30.1

ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει

### book 10.30.2

οὐδ’ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω,

### book 10.30.3

μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο νηούς,

### book 10.30.4

οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.

### book 10.30.5

Ἴχνεσι δ’ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων

### book 10.35.1

πᾶσιν ἀεὶ ζώουσαν ἑὴν τεκτήνατο φύτλην,

### book 10.35.2

εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.

### book 10.35.3

τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,

### book 10.35.4

ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,

### book 10.35.5

προφρονέως ἐρύεσθε σὺν υἱέι τοῖό τε κούραις·

### book 10.40.1

μίμνοι δ’ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,

### book 10.40.2

εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.

### book 10.42.1

Ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,

### book 10.42.2

ἣ μετὰ Κωνσταντῖνον, ἑῆς κοσμήτορα Ῥώμης,

### book 10.42.3

καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα

### book 10.45.1

καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,

### book 10.45.2

ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον

### book 10.45.3

εἰν ὀλίγοις ἐτέεσσι, χρόνον δ’ ἐβιήσατο μούνη,

### book 10.45.4

καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,

### book 10.45.5

νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν

### book 10.1

οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην;

### book 10.2

οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,

### book 10.3

νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων.

### book 10.4

οἷος δ’ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,

### book 10.5

ἀρρήτοις Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς

### book 10.55.1

τῇ καὶ τῇ πλευρῇσι· μέσης δ’ ἑκάτερθε πορείης

### book 10.55.2

κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες

### book 10.55.3

χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης·

### book 10.55.4

κόλποι δ’ ἀμφοτέρωθεν ἐπ’ ἀψίδεσσι χυθέντες

### book 10.55.5

φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·

### book 10.60.1

τοῖχοι δ’ ἀντιπέρηθεν ἀμετρήτοισι κελεύθοις

### book 10.60.2

θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,

### book 10.1

οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης

### book 10.2

ἀγλαΐην ἔκλεπτε, Θεοῦ δ’ ἐφύλασσε μελάθροις

### book 10.3

δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃ,

### book 10.65.1

ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.

### book 10.65.2

τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας

### book 10.65.3

ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,

### book 10.65.4

τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,

### book 10.65.5

οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπ’ ἄλλῳ,

### book 10.70.1

ἔνθ’ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς

### book 10.70.2

ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,

### book 10.70.3

πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσαν

### book 10.70.4

καὶ Τριάδος φάος εὗρ〈εν〉 ἐν ὕδασι γυῖα καθήρας;

### book 10.70.5

Τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,

### book 10.75.1

ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων

### book 10.75.2

καὶ σφετέρου βιότοιο καὶ ἐσσομένων καὶ ἐόντων.

### book 11.1.1

Τοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρω

### book 11.1.2

Σοφία τὸ δῶρον. Χριστέ, προσδέχου τὰ σὰ

### book 11.1.3

καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου

### book 11.1.4

νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων.

### book 12.1.1

Εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη.

### book 12.1.2

πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα

### book 12.1.3

τεύξατο καί μ’ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων

### book 12.1.4

Θευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης

### book 12.5.1

Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ·

### book 12.5.2

εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,

### book 12.5.3

τήνδε μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων

### book 12.5.4

δῶκεν Ἰουλιανὴ καὶ ὑπέρτατον ὤπασε κῦδος

### book 12.5.5

μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,

### book 12.10

κόσμον ἀεξήσασα παλαίτερον εἰς ἐμὸν ἔργον.

### book 13.1.1

Κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον, ἀλλ’ ἐπὶ μορφῇ

### book 13.1.2

τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην.

### book 14.1.1

Οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν

### book 14.1.2

ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω.

### book 15.1.1

Ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον· εὖτ’ ἐμὸν ἔργον,

### book 15.1.2

καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν,

### book 15.1.3

ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος

### book 15.1.4

τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.

### book 16.1.1

Αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν

### book 16.1.2

εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον·

### book 16.1.3

οὔποτε γὰρ τοῖόν τε τόσον τ’ εὐδαίδαλον ἔργον

### book 16

ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης.

### book 17.1.1

Οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης

### book 17.1.2

εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ

### book 17.1.3

κῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργων

### book 17.1.4

ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν.

### book 18.1.1

Τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης

### book 18.1.2

.....................................

### book 18.1.3

ἄνθετο δ’ ἀχράντῳ μάρτυρί με Τροφίμῳ.

### book 19.1.1

Ὦ πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων,

### book 19.1.2

ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην,

### book 19.1.3

Χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή,

### book 19.1.4

πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή,

### book 19.5.1

ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον

### book 19.5.2

καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων

### book 19.5.3

στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν,

### book 19.5.4

ὄργια δ’ εἰδώλων κενεῶν ψευδώνυμα λύσας,

### book 19.5.5

αἰθέρος ἀμφιβέβηκας ἐφ’ ἑπτάζωνον ὀχῆα,

### book 19.10.1

ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων,

### book 19.10.2

ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα,

### book 19

φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων.

### book 20.1.1

Ἀρτιφανές, πολοοῦχε, παλαιγενές, υἱὲ νεογνέ,

### book 20.1.2

αἰὲν ἐὼν προεών τε, ὑπέρτατε, ὕστατε, Χριστέ,

### book 20.1.3

ἀθανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε.

### book 21.1

Παῖ, γέρον, αἰώνων προγενέστερε, πατρὸς ὁμῆλιξ.

### book 22.1.1

Πατρὸς ἐπουρανίου λόγε πάνσοφε, κοίρανε κόσμου,

### book 22.1.2

ὁ βροτέην γενεὴν τιμήσας εἰκόνι σεῖο,

### book 22.1.3

σὴν χάριν ἄμμιν ὄπαζε καὶ ὀλβιόδωρον ἀρωγήν·

### book 22.1.4

εἰς σὲ γὰρ εἰσορόωσιν ἐν ἐλπίσιν ὄμματα πάντων.

### book 23.1.1

Ἀθανάτου πατρὸς υἱὲ συνάχρονε, κοίρανε πάντων,

### book 23.1.2

αἰθερίων μεδέων, εἰναλίων, χθονίων,

### book 23.1.3

δμωὶ τεῷ, τῷ τήνδε βίβλον γράψαντι Μαρίνῳ,

### book 23.1.4

δὸς χάριν εὐεπίης καὶ λογικῆς σοφίης.

### book 24.1.1

Σύνθρονε καὶ συνάναρχε τεῷ πατρὶ πνεύματί τ’ ἐσθλῷ,

### book 24.1.2

οἰχομένων ὄντων τε καὶ ἐσσομένων βασιλεύων,

### book 24.1.3

τῷ ταῦτα γράψαντι τεὴν χάριν αὐτὸς ὀπάζοις,

### book 24

ὄφρα κε σῇς ἐφετμῇσι καλῶς βίου οἶμον ὁδεύοι.

### book 25.1.1

Χριστέ, Θεοῦ σοφίη, κόσμου μεδέων καὶ ἀνάσσων,

### book 25.1.2

ἡμετέρην τὸ πάροιθε πλάσας μεροπηίδα φύτλην,

### book 25.1.3

δός με θέειν βίου οἶμον ἐν ὑμετέραις ἐφετμῇσι.

### book 26.1.1

Ὑψιμέδων Θεοῦ υἱέ, φαεσφόρον ἀίδιον φῶς,

### book 26.1.2

σήν μοι ὄπαζε χάριν καὶ νῦν καὶ ἔπειτα καὶ αἰεί,

### book 26.1.3

ὡς προθέλυμνον ἐοῦσαν ὅτῳ καὶ ὅπῃ κατανεύσεις.

### book 27.1.1

Πανσθενὲς υἱὲ Θεοῦ, Χριστέ, προάναρχε ἁπάντων,

### book 27.1.2

πᾶσιν ἐπιχθονίοις σωτήρια νάματα βλύζων,

### book 27.1.3

μητρὸς ἀπειρογάμοιο τεῆς λιτέων ἐπακούων,

### book 27.1.4

σὴν χάριν ἄμμιν ὄπαζε καὶ ἐν μύθοις καὶ ἐν ἔργοις.

### book 28.1.1

Χριστέ, Θεοῦ σοφίη, ὄπασον χάριν εὐεπιάων

### book 28.1.2

καὶ λογικῆς σοφίης ἐμπέραμον τέλεσον,

### book 28.1.3

ὃς τόδε τεῦχος ἔγραψεν ἑαῖς χείρεσσι Μαρῖνος,

### book 28

φάρμακον ἀφραδίης, πρόξενον εὐφραδίης.

### book 29.1

Χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο.

### book 29.2

Ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις.

### book 29.3

Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι.

### book 29.4

Χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν.

### book 29.5

Χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸς ὀπάζοις.

### book 30.1.1

Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων,

### book 30.1.2

ἐσθλὰ δίδου χατέουσι, τὰ δ’ οὐ καλὰ νόσφιν ἐρύκοις.

### book 31.1.1

Παμμεδέοντα, ἄνασσα, Θεοῖο γόνον, τεὸν υἱόν,

### book 31.1.2

ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα,

### book 31.1.3

πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέθουσα,

### book 31.1.4

ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα.

### book 32.1.1

Ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖται,

### book 32.1.2

ἢ δέμας ἢ κραδίην τειρομένων μερόπων·

### book 32.1.3

καὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγει

### book 32

οὔνομα σόν, Μιχαήλ, ἢ τύπον ἢ θαλάμους.

### book 33.1.1

Ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον. ἀλλὰ καὶ εἰκὼν

### book 33.1.2

ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων.

### book 34.1.1

Ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,

### book 34.1.2

ἆ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο.

### book 34.1.3

ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων

### book 34.1.4

θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ·

### book 34.5.1

οὐκέτι δ’ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ’ ἐν ἑαυτῷ

### book 34.5.2

τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·

### book 34.5.3

ὄμματα δ’ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη

### book 34.5.4

χρώμασι πορθμεῦσαι τὴν φρενὸς εἰκασίην.

### book 35.1.1

Καρικὸς Αἰμιλιανὸς Ἰωάννης τε σὺν αὐτῷ,

### book 35.1.2

Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης,

### book 35.1.3

τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,

### book 35.1.4

ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα,

### book 35.5

αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον. ἀλλὰ φανείης

### book 35

ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.

### book 36.1.1

Ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ

### book 36.1.2

ἄσκοπος, ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε.

### book 36.1.3

ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου

### book 36.1.4

καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων,

### book 36.5.1

τῆς δ’ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ

### book 36.5.2

χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.

### book 37.1.1

Σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλ’ ἐπὶ μήτρην

### book 37.1.2

παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων.

### book 38.1.1

Οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων·

### book 38.1.2

οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος.

### book 39.1.1

Εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις,

### book 39.1.2

οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονεν.

### book 40.1

Οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων,

### book 40

οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.

### book 41.1.1

Οὐκέτι δῶρ’ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε·

### book 41.1.2

ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς.

### book 42.1.1

Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς

### book 42.1.2

ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων.

### book 43.1.1

Τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις; —

### book 43.1.2

„Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.“

### book 44.1.1

Χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη·

### book 44.1.2

υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις.

### book 45.1.1

Ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶπε προφήτης

### book 45.1.2

σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.

### book 46.1

Πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα,

### book 46

ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει.

### book 47.1.1

Πατρὸς ἀπ’ ἀθανάτοιο μέγα σθένος ἤλυθε πνεῦμα,

### book 47.1.2

υἱὸς ἐπεὶ βαπτίζετ’ Ἰορδάνου ἀμφὶ ῥέεθρα.

### book 48.1

Ἀδὰμ ἦν ζο...

### book 49.1.1

Χριστὸς ἔφη· „Πρόμολ’ ὧδε“, καὶ ἔλλιπε Λάζαρος ᾅδην,

### book 49.1.2

αὐαλέῳ μυκτῆρι παλίνσοον ἆσθμα κομίζων.

### book 50.1.1

Ψυχὴν αὐτὸς ἔτευξε, δέμας μόρφωσεν ὁ αὐτός·

### book 50.1.2

Λάζαρον ἐκ νεκύων ἐς φάος αὐτὸς ἄγει.

### book 51.1

Τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου.

### book 52.1.1

Χαῖρε, Σιὼν θύγατερ, καὶ δέρκεο Χριστὸν ἄνακτα

### book 52.1.2

πώλῳ ἐφεζόμενον καὶ ἐς πάθος αἶψα κιόντα.

### book 53.1.1

Ἀμνὸν ἔπαυσε νόμου καὶ ἄμβροτον ὤπασε θῦμα

### book 53.1.2

Χριστός, ἐὼν ἱερεύς, αὐτὸς ἐὼν θυσίη.

### book 54.1.1

Ὦ πάθος, ὦ σταυρός, παθέων ἐλατήριον αἷμα,

### book 54.1.2

πλῦνον ἐμῆς ψυχῆς πᾶσαν ἀτασθαλίην.

### book 55.1.1

Παρθένου υἱὸν ἔφη τὸν παρθένον, ἄλλον ἑαυτόν.

### book 55.1.2

ἵλαθι, τῆς καθαρῆς δέσποτα παρθενίης.

### book 56.1.1

Χριστὸς ἐὼν Θεὸς εἷλε νέκυς ἐξ ᾅδου πάντας·

### book 56.1.2

μοῦνον δὲ βροτολοιγὸν ἀκήριον ἔλλιπεν Ἅιδην.

### book 57.1

Ψυχῆς ἐν φλιῇσιν ἐμῆς σωτήριον αἷμα

### book 57

ἀμνοῦ· ὀλοθρεύων, φεῦγε, μὴ ἐγγὺς ἴθι.

### book 58.1.1

Εἷς πόκος ὄμβρον ἔχει, λεκάνῃ δρόσον ὤπασεν αὐτός·

### book 58.1.2

ἄβροχος αὐτὸς ὅδε· κρύπτε νόῳ κρύφια.

### book 59.1.1

Αἰγυπτίη κρύφιόν τε βρέφος καὶ ἐγγύθεν ὕδωρ·

### book 59.1.2

ἃ προτυποῖ μούνοις εὐσεβέεσσι λόγον.

### book 60.1.1

Σταυροφανῶς τανύεις παλάμας τίνος εἵνεκα, Μωσῆ; —

### book 60.1.2

„Τῷδε τύπῳ Ἀμαλὴκ ὄλλυται ἀμφότερος.“

### book 61.1.1

Ῥύεο σὴν ἐθνικὴν νύμφην παρὰ ὕδασι, Μωσῆ,

### book 61.1.2

νυμφίου ἀψευδοῦς οὕνεκέν ἐσσι τύπος.

### book 62.1.1

Λάρνακι χρυσείῃ ῥόος εἴκαθεν· ἵλαθι, Χριστέ,

### book 62.1.2

σὸς τύπος ἡ λάρναξ τῇδε λοεσσομένου.

### book 63

Ἐξ ἐθνῶν καὶ Ἄγαρ. τί δὲ ἄγγελος; ἢ τί τὸ ὕδωρ;

### book 63

ἐξ ἐθνῶν καὶ ἐγώ· τοὔνεκεν οἶδα τάδε.

### book 64.1.1

Ἑπτάκι τοὺς δέκα φοίνικας, δυοκαίδεκα πηγὰς

### book 64.1.2

Χριστοῦ τοσσατίων ἴσθι τύπους ἑτάρων.

### book 65.1.1

Ἀβραὰμ υἱὸν ἄγει θυσίην Θεῷ· ἵλαθι, ποίην

### book 65.1.2

νοῦς ὁράᾳ θυσίην, ἧς τόδε γράμμα τύπος.

### book 66.1.1

Μελχισεδὲκ βασιλεῦ, ἱερεῦ, ἄρτους τε καὶ οἶνον

### book 66.1.2

ὡς τίς ἐὼν παρέχεις; —„Ὡς τύπος ἀτρεκίης.“

### book 67.1.1

Μορφὴν ἐνθάδε μοῦνον ἔχει Θεός· ὕστερον αὖτε

### book 67.1.2

ἐς φύσιν ἀτρεκέως ἤλυθεν ἀνδρομέην.

### book 68.1.1

Πνοιὴν μὲν διὰ πνεῦμα, δέρας δὲ λάχον διὰ γράμμα·

### book 68.1.2

εὐφραίνει πατέρα νοῦς Θεὸν εἰσορόων.

### book 69.1

Νυμφίε μουνογενές, νύμφη ἐθνική σε φιλοῦσα

### book 69

κάτθορεν ἐξ ὕψους, σώματος οὐ καθαροῦ.

### book 70.1.1

Τηλόθεν οὐχ ὑδάτων μνηστεύετο πότνα Ῥεβέκκα,

### book 70.1.2

νύμφης ἐξ ἐθνῶν οὕνεκέν ἐστι τύπος.

### book 71.1.1

Εὐχὴ Ἐλισσαίου, Σωμανίτι, δὶς πόρεν υἱόν,

### book 71.1.2

πρῶτα μὲν ἐκ γαστρός, δεύτερα δ’ ἐκ νεκύων.

### book 72.1.1

Τοῦτο δέρας προλέγει ἀμνὸν Θεοῦ εἵνεκα πάντων

### book 72.1.2

ἀνθρώπων ζωῆς τῇδε λοεσσόμενον.

### book 73.1.1

Ἐν νῷ ἔχων πέφρικα, πατὴρ τίνος ἔκλυε Δαβὶδ

### book 73.1.2

οὗτος, ὃν εἰσοράᾳς ἐνθάδε χριόμενον.

### book 74.1.1

Οὔνομα τῇ πηγῇ Ἐσταλμένος· ἀλλὰ τίς ἐκ τοῦ

### book 74.1.2

ἔσταλται, νοέεις, ὄφρα τέλεια βλέποις;

### book 75.1

Οὐ τύπος, ἀλλὰ Θεὸς καὶ νυμφίος ἐνθάδε νύμφην

### book 75

σῴζει, τὴν ἐθνικήν, ὕδατος ἐγγὺς ἰδών.

### book 76.1.1

Τεῦξε μὲν ἀτρεκέως οἶνον Θεός· ὅσσα δὲ κρυπτὰ

### book 76.1.2

θαύματος, εἰ Χριστοῦ πνεῦμά ς’ ἔχει, νοέεις.

### book 77.1.1

Βλύζει ἐλαιηρὴ κάλπις καὶ κίστη ἀλεύρου,

### book 77.1.2

ἔμπεδον ἡ χήρη οὕνεκα πίστιν ἔχει.

### book 78.1.1

Πάντων ἀρχιερεὺς Πέτρος Θεοῦ ἀρχιερήων,

### book 78.1.2

ὃς Θεοῦ ἐκ φωνῆς ἔλλαχε τοῦτο γέρας.

### book 79.1.1

Παῦλος ἐπεὶ θεῖον σέλας οὐρανοῦ ἔδρακεν ἄντην,

### book 79.1.2

φωτὸς ἀπειρεσίου γαῖαν ἔπλησεν ὅλην.

### book 80.1.1

Ἀρχιερεὺς Ἐφέσοιο θεηγόρος ἐκ Θεοῦ εἶπεν

### book 80.1.2

πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.

### book 81.1

Καὶ λαλέοντος ἄκουσε λόγου καὶ πέφραδεν αὐτὸς

### book 81

πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.

### book 82.1.1

Οὐρανίης σοφίης θεοτερπὲς δῶμα κιχήσας

### book 82.1.2

εἶπεν Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.

### book 83.1.1

Γράψε Θεοῦ σαρκώσιος ἔξοχα θαύματα πάντα

### book 83.1.2

Ματθαῖος σελίδεσσιν, ἐπεὶ λίπε δῶμα τελώνου.

### book 84.1.1

Ἀθανάτου βιότοιο τελεσφόρα ἔργματα Χριστοῦ

### book 84.1.2

πυκτίου ἐν λαγόνεσσι σαφῶς ἐνέπασσέ γε Λουκᾶς.

### book 85.1.1

Οὐ κατ’ ἐπωνυμίην Αἰγύπτιον ἔλλαχε λαὸν

### book 85.1.2

ὄρφνη, ἐπεὶ φωνῆς Μάρκου ἔδεκτο φάος.

### book 86.1.1

Παρθενίην Βασίλειος Ἰωάννου σοφίην τε

### book 86.1.2

ἔλλαχεν, ἶσα λαχὼν καὶ τάδε Γρηγορίῳ.

### book 87.1

Οἰκτίρμων Πολύκαρπος, ὃ καὶ θρόνον ἀρχιερῆος

### book 87

ἔσχε καὶ ἀτρεκέως μαρτυρίης στεφάνους.

### book 88.1.1

Οὐρανίων θιάσων ἱεραρχικὰ τάγματα μέλψας,

### book 88.1.2

μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων,

### book 88.1.3

ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις.

### book 89.1.1

Νικόλεων Πολύκαρπος ἔχει σχεδόν, οὕνεκεν ἄμφω

### book 89.1.2

εἰς ἔλεον παλάμας ἔσχον ἑτοιμοτάτας.

### book 90.1.1

Κύρῳ, ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι,

### book 90.1.2

καὐτῷ Ἰωάννῃ, μάρτυσι θεσπεσίοις,

### book 90.1.3

Σωφρόνιος, βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας,

### book 90.1.4

βαιὸν ἀμειβόμενος τήνδ’ ἀνέθηκε βίβλον.

### book 91.1.1

Ἰουστινιανὸν καὶ ἠγαθέην Θεοδώρην

### book 91.1.2

στέψεν Ἰωάννης Χριστοῦ ἐφημοσύναις.

### book 92.1.1

Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον,

### book 92.1.2

τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις,

### book 92.1.3

δείματί τε πλωτῆρες ἀνίαχον· „Ἔγρεο, σῶτερ·

### book 92

ὀλλυμένοις ἐπάμυνον.“ ἄναξ δὲ κέλευεν ἀναστὰς

### book 92.5.1

ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως·

### book 92.5.2

θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.

### book 93.1.1

Ζωογόνων ἀρετῶν τετρακτύος εἰκόνα λεύσσων

### book 93.1.2

σεῦε νόον πρὸς μόχθον ἑκούσιον· εὐσεβίης γὰρ

### book 93.1.3

ἱδρῶτες δεδάασιν ἀγήραον ἐς βίον ἕλκειν.

### book 94.1.1

Νεύμασι θεσπεσίοιο μετάρσιοι ἤλυθον ἄρδην

### book 94.1.2

ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸς

### book 94.1.3

κεκλόμενοι μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες,

### book 94.1.4

οἱ μὲν ἀπ’ ἀντολίης, οἱ δ’ ἑσπερίοιο γαίης,

### book 94.5.1

ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δ’ ἀπ’ ἀρκτῴων,

### book 94.5.2

διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο.

### book 95.1

Σοί, μάκαρ, ἐκ σέο δῶκα, τάπερ πόρες ἄμμιν ἄρηι.

### book 96.1

Τοῦτο γέρας λάχεν ἐσθλὸς Ἀμάντιος, ὡς βασιλῆι

### book 96

πιστὸς ἐών, Χριστὸν δὲ θεουδείῃσιν ἰαίνων.

### book 97.1.1

Νηὸς ἐγὼ κύδιστος Ἰουστίνοιο ἄνακτος,

### book 97.1.2

καί μ’ ὕπατος Θεόδωρος, ὁ καρτερός, ὁ τρὶς ὕπαρχος,

### book 97.1.3

ἄνθετο καὶ βασιλῆι καὶ υἱέι παμβασιλῆος,

### book 97.1.4

Ἰουστινιανῷ, στρατιῆς ἡγήτορι πάσης.

### book 98.1.1

Ἔργον ὁρᾷς περίπυστον Ἰουστίνου βασιλῆος

### book 98.1.2

Ἰουστινιανοῦ τε, μεγασθενέος στρατιάρχου,

### book 98.1.3

λαμπόμενον στεροπῇσιν ἀμετρήτοιο μετάλλου·

### book 98.1.4

τοῦτο κάμεν Θεόδωρος ἀοίδιμος, ὃς πόλιν ἱρὴν

### book 98.5

τὸ τρίτον ἀμφιβέβηκεν ἔχων ὑπατηίδα τιμήν.

### book 99.1.1

Μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ,

### book 99.1.2

πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους.

### book 99.1.3

τοὔνομα μὲν Δανιήλ, μεγάλῳ Συμεῶνι δ’ ἐρίζει,

### book 99.1.4

ἴχνια ῥιζώσας κίονι διχθαδίῳ·

### book 99.5.1

λιμῷ δ’ ἀμβροσίᾳ τρέφεται καὶ ἀναίμονι δίψῃ,

### book 99.5.2

υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου.

### book 100.1

Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν,

### book 100

Νείλου δ’ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν.

### book 101.1.1

Ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης,

### book 101.1.2

εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας.

### book 101.1.3

εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι·

### book 101.1.4

ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων·

### book 101.5.1

κείνῳ δ’ ἐσβέσθη δύναμις πυρός, ἀλλὰ καὶ ἔμπης

### book 101.5.2

νικηθεὶς νίκην ἤνυσα θειοτέρην.

### book 102.1.1

Ὦ πάντων ἐπέκεινα (τί γὰρ πλέον ἄλλο σε μέλψω;)

### book 102.1.2

πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω;

### book 102.1.3

πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ νόῳ περιληπτόν;

### book 103.1.1

Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός·

### book 103.1.2

ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον.

### book 104.1

Μάρτυρος Ἀκακίοιο Ἀλεξάνδρου θ’ ἱερῆος

### book 104

ἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε.

### book 105.1.1

Ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης,

### book 105.1.2

ὑπ’ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη,

### book 105.1.3

πάρεστι δούλη, προσκυνεῖ δ’ ἑνὸς τάφον

### book 105.1.4

ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη.

### book 105.5.1

ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον

### book 105.5.2

τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός.

### book 105.5.3

κάτω μὲν ἠνθρώπιζεν· ἦν δ’, ὡς ἦν ἄνω.

### book 106.1.1

Ἔλαμψεν ἀκτὶς τῆς ἀληθείας πάλιν

### book 106.1.2

καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων·

### book 106.1.3

ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη,

### book 106.1.4

καὶ πίστις ἀνθεῖ, καὶ πλατύνεται χάρις.

### book 106.5.1

ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένος

### book 106.5.2

λάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους

### book 106.5.3

καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει.

### book 106.5.4

τῆς εἰσόδου δ’ ὕπερθεν ὡς θεία πύλη

### book 106.5.5

στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος.

### book 106.10.1

ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποι

### book 106.10.2

σὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον.

### book 106.10.3

κύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου

### book 106.10.4

νόες, μαθηταί, μάρτυρες, θυηπόλοι.

### book 106.10.5

ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον

### book 106.15.1

τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου,

### book 106.15.2

ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου

### book 106.15.3

Χριστοῦ τε μητρός, χριστοκηρύκων τύπους

### book 106

καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.

### book 107.1.1

Ὡς τὴν φαεινὴν ἀξίαν τῆς εἰκόνος

### book 107.1.2

τῆς πρὶν φυλάττων, Μιχαὴλ αὐτοκράτωρ,

### book 107.1.3

κρατῶν τε πάντων σαρκικῶν μολυσμάτων,

### book 107.1.4

ἐξεικονίζεις καὶ γραφῇ τὸν δεσπότην,

### book 107.5

ἔργῳ κρατύνων τοὺς λόγους τῶν δογμάτων.

### book 108.1.1

Οὐ σοφίης ἀπάνευθεν Ἀδὰμ τὸ πρὶν ἐκαλεῖτο,

### book 108.1.2

τέσσαρα γράμματ’ ἔχων εἰς τέσσαρα κλίματα κόσμου·

### book 108.1.3

ἄλφα γὰρ ἀντολίης ἔλαχεν, δύσεως δὲ τὸ δέλτα,

### book 108.1.4

ἄλφα πάλιν δ’ ἄρκτοιο, μεσημβρίης δὲ τὸ λοιπόν.

### book 109.1.1

Πτωθέντα κοσμεῖ τὸν ναὸν τῆς παρθένου

### book 109.1.2

Βασίλειός τε σὺν Κωνσταντίνῳ, Λέων.

### book 110.1.1

Ἐκ γῆς ἀνελθὼν πατρικόν σου πρὸς θρόνον,

### book 110.1.2

τὸν μητρικόν σου, σῶτερ, οἶκον δεικνύεις

### book 110

πηγὴν νοητὴν κρειττόνων χαρισμάτων.

### book 111.1.1

Ὁ νεκρὸς Ἅιδης ἐξεμεῖ τεθνηκότας,

### book 111.1.2

κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου.

### book 112.1.1

Λάμψας ὁ Χριστὸς ἐν Θαβὼρ φωτὸς πλέον

### book 112.1.2

σκιὰν πέπαυκε τοῦ παλαιτάτου νόμου.

### book 113.1.1

Ὁρώμενος νῦν χερσὶ πρεσβύτου βρέφος

### book 113.1.2

παλαιός ἐστι δημιουργὸς τῶν χρόνων.

### book 114.1.1

Προοιμιάζει κοσμικὴν σωτηρίαν

### book 114.1.2

εἰπὼν τὸ „Χαῖρε“ ταῖς γυναιξὶ δεσπότης.

### book 115.1

Παρθένος υἱέα τίκτε· μεθ’ υἱέα παρθένος ἦεν.

### book 116.1.1

[Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, υἱὲ Θεοῖο,

### book 116.1.2

δῶρ’ ἀπὸ κρυστάλλων, δῶρ’ ἀπὸ σαρδονύχων.]

### book 116.1.3

Δέχνυσο, παρθενικῆς τέκος ἄφθιτον, υἱὲ Θεοῖο,

### book 116

δῶρ’ ἀπὸ κρυστάλλων, δῶρ’ ἀπὸ σαρδονύχων.

### book 117.1.1

Ἔβλεψε τυφλὸς ἐκ τόκου μεμυσμένος·

### book 117.1.2

Χριστὸς γὰρ ἦλθεν, ἡ πανόμματος χάρις.

### book 118.1.1

Ἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίαν

### book 118.1.2

ἐχθρὸς κάκιστος πνευματώσας τὸν σάλον,

### book 118.1.3

ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχει

### book 118.1.4

τὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος.

### book 118.5.1

ἀλλ’, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης,

### book 118.5.2

σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας

### book 118.5.3

τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας,

### book 118.5.4

ἐχθρὸν δὲ τοῦτον συμφόρως βεβρεγμένον.

### book 119.1.1

Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,

### book 119.1.2

ὃς μέγα ἔργον ἔρεξεν, Ὁμηρείης ἀπὸ βίβλου

### book 119.1.3

κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,

### book 119.1.4

πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο·

### book 119.5.1

ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν

### book 119.5.2

ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης

### book 119.5.3

κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος·

### book 119.5.4

ἠδ’ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν

### book 119.5.5

παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον·

### book 119.10.1

ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας,

### book 119.10.2

νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον·

### book 119.10.3

ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις·

### book 119.10.4

ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβ’ ἑταίρους·

### book 119.10.5

ὅσσων τ’ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,

### book 119.15.1

νούσους τ’ ἐξελάσας στυγερὰς βλεφάρων τ’ ἀλαωτύν·

### book 119.15.2

ἠδ’ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς

### book 119.1

ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός·

### book 119.2

ἠδ’ ὅσσους μοίρῃσιν ὑπ’ ἀργαλέῃσι δαμέντας

### book 119.3

ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου·

### book 119.20.1

ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν·

### book 119.20.2

ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,

### book 119.20.3

αὐτὸς ἑκών· οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι

### book 119.20.4

ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι·

### book 119.20.5

ὡς θάνεν· ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,

### book 119.25.1

κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω

### book 119.25.2

ἤγαγεν ἀχράντοισιν ὑπ’ ἐννεσίῃσι τοκῆος,

### book 119.25.3

ἀνστὰς ἐν τριτάτῃ φαεσιμβρότῳ ἠριγενείῃ

### book 119.25.4

ἀρχέγονον βλάστημα Θεοῦ γενετῆρος ἀνάρχου.

### book 120.1.1

Εἰ φρικτὸν ἐν γῇ τοῦ Θεοῦ ζητεῖς θρόνον,

### book 120.1.2

ἰδὼν τὸν οἶκον θαύμασον τῆς παρθένου·

### book 120.1.3

ἡ γὰρ φέρουσα τὸν Θεὸν ταῖς ἀγκάλαις

### book 120.1.4

φέρει τὸν αὐτὸν εἰς τὸ τοῦ τόπου σέβας.

### book 120.5.1

ἐνταῦθα τῆς γῆς οἱ κρατεῖν τεταγμένοι

### book 120.5.2

τὰ σκῆπτρα πιστεύουσι τῆς νίκης ἔχειν·

### book 120.5.3

ἐνταῦθα πολλὰς κοσμικὰς περιστάσεις

### book 120.5.4

ὁ πατριάρχης ἀγρυπνῶν ἀνατρέπει.

### book 120.5.5

οἱ βάρβαροι δὲ προσβαλόντες τῇ πόλει,

### book 120.10

αὐτὴν στρατηγήσασαν ὡς εἶδον μόνην,

### book 120

ἔκαμψαν εὐθὺς τοὺς ἀκαμπεῖς αὐχένας.

### book 121.1.1

Ἔδει γενέσθαι δευτέραν Θεοῦ πύλην

### book 121.1.2

τῆς παρθένου τὸν οἶκον ὡς καὶ τὸν τόκον·

### book 121.1.3

κιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα,

### book 121.1.4

οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους,

### book 121.5.1

ἀλλ’ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη.

### book 121.5.2

ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων

### book 121.5.3

καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτων·

### book 121.5.4

ὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις,

### book 121.5.5

βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων.

### book 121.10.1

ἐνταῦθα νικήσασα τοὺς ἐναντίους

### book 121.10.2

ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷς’ ὕδωρ·

### book 121.10.3

τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην,

### book 121.10.4

Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους.

### book 122.1.1

Αὕτη τεκοῦσα παρθένος πάλιν μένει·

### book 122.1.2

καὶ μὴ θροηθῇς· ἔστι γὰρ τὸ παιδίον

### book 122.1.3

Θεὸς θελήσας προσλαβέσθαι σαρκίον.

### book 123.1.1

Πέτρα τρισμακάριστε θεόσσυτον αἷμα λαχοῦσα,

### book 123.1.2

οὐρανίη γενεή σε πυρίπνοος ἀμφιπολεύει,

### book 123

καὶ χθονὸς ἐνναετῆρες ἀνάκτορες ὑμνοπολοῦσι.

### book 1.1.1

Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ

### book 1.1.2

ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,

### book 1.1.3

τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ

### book 1.1.4

περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.

### book 1.5.1

ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δ’ ἐπὶ κόσμῳ

### book 1.5.2

δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων

### book 1.5.3

δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,

### book 1.5.4

οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.

### book 1.5.5

λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ

### book 1.10.1

φάσγανον ὑψός’ ἄειρεν· ἔμελλε δὲ μαινομένη χεὶρ

### book 1.10.2

ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·

### book 1.10.3

ἀλλ’ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.

### book 1.10.4

Κεκροπίδης δ’ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,

### book 1.10.5

Αἰσχίνης, λασίης δὲ συνείρυε κύκλα παρειῆς,

### book 1.15.1

οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν·

### book 1.15.2

στείνετο γὰρ πυκινῇσι μεληδόσιν. —Ἄγχι δ’ ἐκείνου

### book 1.15.3

ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ

### book 1.15.4

χεῖρε περιπλέγδην συνεέργαθεν· οὐδ’ ἐνὶ χαλκῷ

### book 1.15.5

ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ’ ἔτι βουλὴν

### book 1.20.1

σκεπτομένῳ μὲν ἔικτο, συνιστάμεναι δὲ παρειαὶ

### book 1.20.2

ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινὴν

### book 1.20.3

καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.

### book 1.20.4

Καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,

### book 1.20.5

ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις

### book 1.25.1

Πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.

### book 1.25.2

ἀλλ’ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν

### book 1.25.3

ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,

### book 1.25.4

οἷα κατ’ εὐόπλων τεθοωμένος Ἠμαθιήων.

### book 1.25.5

ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,

### book 1.30.1

ἄπνοον αὐδήεντα τιθεὶς τύπον· ἀλλά ἑ τέχνη

### book 1.30.2

χαλκείης ἐπέδησεν ὑπὸ σφρηγῖδα σιωπῆς.

### book 1.30.3

Ἵστατο δ’ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,

### book 1.30.4

λάθρῃ ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις,

### book 1.30.5

ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι

### book 1.35.1

οἷά τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.

### book 1.35.2

Δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις

### book 1.35.3

στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.

### book 1.35.4

Ἡσίοδος δ’ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις

### book 1.35.5

φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,

### book 1.40.1

ἔνθεον ἱμείρων ἀνάγειν μέλος. —Ἐγγύθι δ’ αὐτοῦ

### book 1.40.2

μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ

### book 1.40.3

κοσμηθεὶς Πολύιδος· ἀπὸ στομάτων δὲ τινάξαι

### book 1.40.4

ἤθελε μὲν κελάδημα. θεοπρόπον, ἀλλά ἑ τέχνη

### book 1.40.5

δεσμῷ ἀφωνήτῳ κατερήτυεν. —Οὐδὲ σὺ μολπῆς

### book 1.45.1

εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ’ ἔτι χορδῆς

### book 1.45.2

ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.

### book 1.45.3

ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ

### book 1.45.4

συγκεράσαι μέλος ἡδύ· σὲ δ’ ἂν καὶ χαλκὸς ἀναιδὴς

### book 1.45.5

αἰδόμενος ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.

### book 1.1

Ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός, ἐν δὲ μενοινῇ

### book 1.2

δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.

### book 1.3

Θεστορίδης δ’ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας

### book 1.4

οἷά τε θεσπίζων· ἐδόκει δ’ ἔτι θέσφατα κεύθειν

### book 1.5

ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἐνὶ θυμῷ

### book 1.55.1

δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.

### book 1.55.2

Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,

### book 1.55.3

Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν

### book 1.1

τεύχεα χαλκήεντα, τὰ μή νύ οἱ ὤπασε τέχνη·

### book 1.2

γυμνὸν γάρ μιν ἔτευξεν· ὁ δ’ ὑψόσε φαίνετο λεύσσων

### book 1.60.1

οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.

### book 1.60.2

Ἧστο δ’ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰς ὀπίσω μὲν

### book 1.60.3

βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης,

### book 1.60.4

γυμνὸν δ’ εἶχε μέτωπον· ἀναστέλλουσα δ’ ὀπωπὰς

### book 1.60.5

εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.

### book 1.65.1

Ἐγγύθι δ’ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης

### book 1.65.2

γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,

### book 1.65.3

καὶ διερὸν δελφῖνα προΐσχετο χειρὶ κομίζων

### book 1.65.4

δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.

### book 1.65.5

Πιερικὴ δὲ μέλισσα, λιγύθροος ἕζετο Σαπφὼ

### book 1.70.1

Λεσβιὰς ἠρεμέουσα, μέλος δ’ εὔυμνον ὑφαίνειν

### book 1.70.2

σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.

### book 1.70.3

Φοῖβος δ’ εἱστήκει τριποδηλάλος· ἦν δ’ ἄρα χαίτης

### book 1.70.4

εἰς ὀπίσω σφίγξας ἄδετον πλόκον· ἀλλ’ ἐνὶ χαλκῷ

### book 1.70.5

γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων

### book 1.75.1

γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης

### book 1.75.2

ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ

### book 1.75.3

Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.

### book 1.75.4

Ἄγχι δὲ Κύπρις ἔλαμπεν, ἔλειβε δὲ νώροπι χαλκῷ

### book 1.75.5

ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ

### book 1.80.1

φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,

### book 1.80.2

χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.

### book 1.80.3

Κλεινιάδην δὲ τέθηπα περιστίλβοντα νοήσας

### book 1.80.4

ἀγλαΐῃ· χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν

### book 1.80.5

τοῖος ἐὼν οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,

### book 1.85.1

ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἀγείρων.

### book 1.85.2

Χρύσης δ’ αὖθ’ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν

### book 1.85.3

σκῆπτρον ἀνασχόμενος Φοιβήιον, ἐν δὲ καρήνῳ

### book 1.85.4

στέμμα φέρων· μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,

### book 1.85.5

οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,

### book 1.90

Ἀτρείδην ἱκέτευε· βαθὺς δέ οἱ ἤνθεε πώγων,

### book 1.1

καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.

### book 1.2

Καῖσαρ δ’ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην

### book 1.3

ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.

### book 1.4

αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,

### book 1.95.1

δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων

### book 1.95.2

οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.

### book 1.95.3

Εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις

### book 1.95.4

δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.

### book 1.95.5

Ἄλλην δ’ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,

### book 1.1

γυμνὴν παμφανόωσαν· ἐπὶ στέρνων δὲ θεαίνης

### book 1.2

αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.

### book 1.3

Ἵστατο δ’ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ’ ὅλος ἀνὴρ

### book 1.4

οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας. ἦ τάχα κοῦρον

### book 1.5

Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·

### book 1.105.1

μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν οἷά τε κούρη·

### book 1.105.2

σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,

### book 1.105.3

ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.

### book 1.105.4

Παρθενικὴ δ’ Ἤριννα λιγύθροος ἕζετο κούρη,

### book 1.105.5

οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ’ ἐνὶ σιγῇ

### book 1.110.1

Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.

### book 1.110.2

Μήτε λίπῃς Τέρπανδρον ἐύθροον, οὗ τάχα φαίης

### book 1.110.3

ἔμπνοον, οὐκ ἄφθογγον, ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,

### book 1.110.4

κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,

### book 1.110.5

ὥς ποτε δινήεντος ἐπ’ Εὐρώταο ῥοάων

### book 1.115.1

μυστιπόλῳ φόρμιγγι κατεπρήυνεν ἀείδων

### book 1.115.2

ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.

### book 1.115.3

Ἠγασάμην δ’ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ

### book 1.115.4

χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,

### book 1.115.5

ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις

### book 1.120.1

ἢ μόθον ἐντύνων Πελοπήιον. —Ἱστάμενος δὲ

### book 1.120.2

ἔπρεπε Πυθαγόρης, Σάμιος σοφός, ἀλλ’ ἐν Ὀλύμπῳ

### book 1.120.3

ἐνδιάειν ἐδόκευε, φύσιν δ’ ἐβιάζετο χαλκοῦ

### book 1.120.4

πλημύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,

### book 1

οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.

### book 1.125.1

Στησίχορον δ’ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα

### book 1.125.2

Σικελίη μὲν ἔφερβε, λύρης δ’ ἐδίδαξεν Ἀπόλλων

### book 1.125.3

ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα.

### book 1.125.4

τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος

### book 1.125.5

ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν

### book 1.130.1

λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.

### book 1.130.2

Χαῖρέ μοι Ἀβδήρων, Δημόκριτε, κῦδος ἀρούρης,

### book 1.130.3

ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,

### book 1.130.4

λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης,

### book 1.130.5

αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους

### book 1.135.1

εὖ εἰδώς, ὅτι πάντα γέρων παραμείβεται Αἰών.

### book 1.135.2

Ἡρακλέης δ’ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,

### book 1.135.3

μῆλα λεοντοφόνῳ παλάμῃ χρύσεια κομίζων,

### book 1.135.4

γαίης ὄλβια δῶρα Λιβυστίδος. —Ἐγγύθι δ’ αὐτοῦ

### book 1.135.5

Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,

### book 1.140.1

φᾶρος ἐπιστείλασα κατωμαδόν· οὐ γὰρ ἐθείρας

### book 1.140.2

κρηδέμνῳ συνέεργεν· ἑὰς δ’ ἀνετείνετο χεῖρας

### book 1.140.3

οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην

### book 1.140.4

Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. —Ἵλαθι, γαίης

### book 1.140.5

Τρωιάδος βλάστημα σακεσπάλον, ἵλαθι, λάμπων

### book 1.145.1

Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς

### book 1.145.2

ἀγλαΐης πνείουσα σοφὴ περιλείβεται αἰδώς,

### book 1.145.3

θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.

### book 1.145.4

Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,

### book 1.145.5

σύγγαμον Αἰνείαο, κατάσκιον· ἀμφὶ γὰρ αὐταῖς

### book 1.1

ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,

### book 1.2

πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,

### book 1.3

οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης

### book 1.4

Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,

### book 1.5

Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις.

### book 1.155.1

Οὔθ’ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς

### book 1.155.2

φαίνετο δινεύων ἔτι που χόλον. ἦν μὲν ἀείρων

### book 1.155.3

δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,

### book 1.1

ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, κὰδ δὲ τιθήνης

### book 1.2

ἀθανάτοις ἠρᾶτο πανύστατα σήματα φαίνειν.

### book 1.160.1

Ἀνδρομάχη δ’ ἕστηκε, ῥοδόσφυρος Ἠετιώνη,

### book 1.160.2

οὔτι γόον σταλάουσα πολύστονον· ὡς γὰρ ὀίω,

### book 1.160.3

οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,

### book 1.160.4

οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν

### book 1.160.5

Δαρδανίην ξύμπασαν ἐληίσσαντο τιθήνην.

### book 1.165.1

Ἦν δ’ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ’ ἐπὶ νίκῃ

### book 1.165.2

γηθόσυνον· σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ

### book 1.165.3

δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.

### book 1.165.4

Ἠγασάμην δ’ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ

### book 1.165.5

χαλκῷ κόσμον ἔδωκε πανίμερον· ἀγλαΐη γὰρ

### book 1.170.1

ἔπνεε θερμὸν ἔρωτα καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.

### book 1.170.2

Πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·

### book 1.170.3

οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,

### book 1.170.4

ἀλλ’ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δ’ ἐνὶ θυμῷ

### book 1.170.5

καγχαλόων· Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας

### book 1.175.1

ᾗσι δολοφροσύνῃσι. —Σὺ δ’ Ἕκτορος, ἔννεπε, μῆτερ,

### book 1.175.2

τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν

### book 1.175.3

ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;

### book 1.175.4

οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη

### book 1.175.5

ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης,

### book 1.180.1

ἀλλ’ ἔτι δάκρυ χέουσα παρίστασαι. ὡς δὲ δοκεύω,

### book 1.180.2

οὐκέτι δυστήνου μόρον Ἕκτορος οὐδὲ ταλαίνης

### book 1.180.3

Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν

### book 1.180.4

πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ

### book 1.180.5

πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι

### book 1.185.1

πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων·

### book 1.185.2

ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, κὰδ δὲ παρειῆς

### book 1.185.3

δάκρυα μὲν σταλάεις· τὸ δὲ δάκρυον ἔσβεσε τέχνη

### book 1.185.4

ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.

### book 1.185.5

Κασάνδρην δ’ ἐνόησα θεοπρόπον, ἀλλ’ ἐνὶ σιγῇ

### book 1.190.1

μεμφομένη γενετῆρα σοφῆς ἀνεπίμπλατο λύσσης

### book 1.190.2

οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.

### book 1.1

Πύρρος δ’ ἄλλος ἔην πτολιπόρθιος, οὐκ ἐπὶ χαίτης

### book 1.2

ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων·

### book 1.3

ἀλλ’ ἄρα γυμνὸς ἔλαμπε καὶ ἄχνοον εἶχεν ὑπήνην·

### book 1.195.1

δεξιτερὴν δ’ ἀνέτεινεν ἑὴν ἐπιμάρτυρα νίκης,

### book 1.195.2

λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμμασι λεύσσων.

### book 1.195.3

Εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη

### book 1.195.4

χαλκῷ ἐν ἀφθόγγῳ κεκρυμμένα δάκρυα λείβειν;

### book 1.195.5

πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ

### book 1.1

ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ’ ἐνὶ θυμῷ

### book 1.2

πένθος ἔχεις; μὴ δή σε, τεὸν πτολίεθρον ὀλέσσας,

### book 1.3

ληίδα Πύρρος ἔχει Φθιώτιος, οὐδέ σε μορφὴ

### book 1.4

ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,

### book 1.5

ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος

### book 1.205.1

εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου;

### book 1.205.2

ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ σε τοίην

### book 1.205.3

ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων

### book 1.205.4

ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης.

### book 1.205.5

Ἠγασάμην δ’ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς

### book 1.210.1

Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.

### book 1.210.2

φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν

### book 1.210.3

ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·

### book 1.210.4

γυμνὸν δ’ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ

### book 1.210.5

βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.

### book 1.215.1

Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ

### book 1.215.2

ζήλῳ θυμὸν ἔδουσα, Πάριν δ’ ἐδόκευε λαθοῦσα

### book 1.215.3

ὄμματι μαινομένῳ· κρυφίην δ’ ἤγγειλεν ἀπειλήν,

### book 1.215.4

δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην.

### book 1.215.5

Αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ’ ὀπωπὴν

### book 1.220.1

πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που

### book 1.220.2

Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.

### book 1.220.3

Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,

### book 1.220.4

πυγμαχίης κήρυκα φέρων χόλον· ἠνορέης δὲ

### book 1

ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.

### book 1.225.1

Ἔντελλος δὲ Δάρητος ἐναντίον ὄμμα τιταίνων

### book 1.225.2

γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων·

### book 1.225.3

πυγμαχίης δ’ ὤδινε φόνου διψῶσαν ἀπειλήν.

### book 1.225.4

Ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ·

### book 1.225.5

εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,

### book 1.230.1

εἴτε Μίλων, Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων·

### book 1.230.2

οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι

### book 1.230.3

οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος· ἀλλὰ καὶ ἔμπης

### book 1.230.4

ἔπνεεν ἠνορέης· λάσιος δέ οἱ εἵλκετο πώγων

### book 1.230.5

καὶ φόβον ἠκόντιζον ἀεθλητῆρα παρειαὶ

### book 1.235.1

καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς

### book 1.235.2

μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες

### book 1.235.3

τρηχαλέοι· δοιοὶ δέ, συνισταμένων παλαμάων,

### book 1.235.4

εὐρέες ἐσφήκωντο βραχίονες, ἠύτε πέτραι,

### book 1.235.5

καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,

### book 1.240.1

αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.

### book 1.240.2

Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων

### book 1.240.3

Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.

### book 1.240.4

Ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν

### book 1.240.5

ἱερὸν εἶδος ἔφαινεν· ἔοικε δὲ θέσπιδος ὀμφῆς

### book 1.245.1

σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνειν.

### book 1.245.2

Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ’ ἔτι δεινὴν

### book 1.245.3

οὔπω μῆτιν ἔπαυσε κατ’ Ἀργείων στρατιάων.

### book 1.245.4

Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης,

### book 1.245.5

ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκει

### book 1.1

σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.

### book 1.2

Λάμπων δ’ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι·

### book 1.3

οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ

### book 1.4

τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.

### book 1.5

Εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς

### book 1.255.1

χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.

### book 1.255.2

Χαῖρε, φάος ῥήτρης, Ἰσόκρατες, ὅττι σὺ χαλκῷ

### book 1.1

κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,

### book 1.2

εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.

### book 1.3

Ἔστενε δ’ Ἀμφιάρηος ἔχων περιλαμπέα χαίτην

### book 1.260.1

στέμματι δαφναίῳ· κρυφίην δ’ ἐλέλιζεν ἀνίην

### book 1.260.2

θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἐν δρυσὶ Θήβη

### book 1.260.3

ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.

### book 1.260.4

Ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν

### book 1.260.5

μαντιπόλου γενετῆρα θεοφραδέος Πολυΐδου·

### book 1.265.1

εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.

### book 1.265.2

Εἶδον ἀκερσεκόμην ἕκατον θεόν, εἶδον ἀοιδῆς

### book 1.265.3

κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην·

### book 1.265.4

εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις

### book 1.265.5

βόστρυχον αὐτοέλικτον. ἕλισσε δὲ μάντιν ὀπωπήν,

### book 1.270.1

οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων.

### book 1.270.2

Γυμνὸς δ’ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,

### book 1.270.3

μήπω πρῶτον ἴουλον ἔχων· ἐκέκαστο δὲ μορφῆς

### book 1.270.4

ἄνθεσι πατρῴης· πλοκάμους δ’ ἐσφίγγετο μίτρῃ.

### book 1.270.5

οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,

### book 1.275.1

οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος

### book 1.275.2

θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.

### book 1.275.3

Ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲν

### book 1.275.4

φρικτὸς ἔην, ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις

### book 1.275.5

οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις

### book 1.280.1

εἶχε κόρυν. γυμνὸς μὲν ἔην δέμας, ἀλλ’ ἐνὶ μορφῇ

### book 1.280.2

σπέρμα Διὸς σήμαινεν· ἀπ’ ἀμφοτέρης γὰρ ὀπωπῆς

### book 1.280.3

μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος.

### book 1.280.4

Καὶ τρίτος εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,

### book 1.280.5

καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις

### book 1.285.1

ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,

### book 1.285.2

χαλκῷ κόσμον ἄγουσα. θεὸς δ’ ἐτίταινεν ὀπωπὴν

### book 1.285.3

οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.

### book 1.285.4

Καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,

### book 1.285.5

φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον· ἀμφὶ δὲ μαζοῖς

### book 1.290.1

κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ’ ἐνενήχετο κεστῷ.

### book 1.290.2

Αἰχμητὴς δ’ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,

### book 1.290.3

γυμνὸς ἐὼν σαγέων· ἐδόκευε μὲν ἔγχος ἑλίσσειν

### book 1.290.4

δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,

### book 1.290.5

σχήματι τεχνήεντι. μόθου δ’ ἀπέπεμπεν ἀπειλὴν

### book 1.295.1

θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ

### book 1.295.2

γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.

### book 1.295.3

Ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ

### book 1.295.4

δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,

### book 1.295.5

εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη

### book 1.1

δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν

### book 1.2

χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς

### book 1.3

οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.

### book 1.4

Καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης

### book 1.5

ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην

### book 1.305.1

Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.

### book 1.305.2

Φοίβου δ’ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη

### book 1.305.3

Ἄρτεμις, ἀλλ’ οὐ τόξον ἑκηβόλον οὐδὲ φαρέτρην

### book 1.305.4

ἰοδόκην ἀνέχουσα κατωμαδόν· ἦν δ’ ἐπὶ γούνων

### book 1.305.5

παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα

### book 1.310.1

καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.

### book 1.310.2

Ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς

### book 1.310.3

ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ’ ἄρα μούνης

### book 1.310.4

φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.

### book 1.310.5

ἦ καὶ χαλκὸν ἔχευεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·

### book 1.315.1

οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ

### book 1.315.2

ἐργοπόνος χάλκευσε παρ’ ἐσχαρεῶνι θαάσσων·

### book 1.315.3

ἀλλ’ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη

### book 1.315.4

εἶδος ἐπισταμένη, τόπερ ᾤκεεν· ἐν γὰρ Ὁμήρῳ

### book 1.315.5

αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.

### book 1.320.1

σύννομος Ἀπόλλωνι, πατὴρ ἐμός, ἰσόθεος φώς,

### book 1.320.2

ἵστατο θεῖος Ὅμηρος. ἔικτο μὲν ἀνδρὶ νοῆσαι

### book 1.320.3

γηραλέῳ, τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ

### book 1.1

πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ

### book 1.2

αἰδοίῳ τε φίλῳ τε· σέβας δ’ ἀπελάμπετο μορφῆς.

### book 1.325.1

αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς

### book 1.325.2

χαίτης, εἰς ὀπίσω πεφορημένος, ἀμφὶ δ’ ἀκουὰς

### book 1.325.3

πλαζόμενος κεχάλαστο· κάτω δ’ εὐρύνετο πώγων

### book 1.325.4

ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν

### book 1.325.5

ὀξυτενής, ἀλλ’ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων

### book 1.330.1

στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.

### book 1.330.2

γυμνὸν δ’ εἶχε μέτωπον· ἐπ’ ἀπλοκάμῳ δὲ μετώπῳ

### book 1.330.3

ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δ’ ἄρ’ ὀφρῦς

### book 1.330.4

ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,

### book 1.330.5

οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.

### book 1.335.1

ἀλλ’ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι·

### book 1.335.2

ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν· ὡς δὲ δοκεύω,

### book 1.335.3

τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη

### book 1.335.4

φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.

### book 1.335.5

δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαὶ

### book 1.340.1

γήραϊ ῥικνήεντι κατάσχετοι· ἀλλ’ ἐνὶ κείναις

### book 1.340.2

αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς.

### book 1.340.3

Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,

### book 1.340.4

κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ

### book 1.340.5

χεῖρας ἐπ’ ἀλλήλῃσι τιθεὶς ἐπερείδετο ῥάβδῳ

### book 1.345.1

οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ’ ἔκλινεν ἀκουὴν

### book 1.345.2

δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν

### book 1.345.3

ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ’ ἄρα θυμῷ

### book 1.345.4

σκεπτομένῳ μὲν ἔικτο· νόος δέ οἱ ἔνθα καὶ ἔνθα

### book 1.345.5

ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,

### book 1.1

Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.

### book 1.2

Καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης

### book 1.3

ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων

### book 1.4

οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων.

### book 1.5

Καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,

### book 1.355

ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος

### book 1.1

ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.

### book 1.2

Καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,

### book 1.3

ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων

### book 1.4

θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,

### book 1.360.1

κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.

### book 1.360.2

Εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις

### book 1.360.3

ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ.

### book 1.360.4

πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων

### book 1.365

ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης

### book 1.364

καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,

### book 1.366.1

μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.

### book 1.366.2

Ἀμφιτρύων δ’ ἤστραπτεν ἀπειρογάμῳ τρίχα δάφνῃ

### book 1.366.3

στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις·

### book 1.366.4

ἀλλ’ οὐ μάντις ἔην, Ταφίης δ’ ἐπὶ σήματι νίκης

### book 1.370.1

στέμμα πολυστρέπτοισιν ἐφάρμενον εἶχεν ἐθείραις

### book 1.370.2

Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης.

### book 1.370.3

Θουκυδίδης δ’ ἐλέλιζεν ἑὸν νόον· ἦν δὲ νοῆσαι

### book 1.370.4

οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων·

### book 1.370.5

δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων

### book 1.375.1

Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων

### book 1.375.2

Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.

### book 1.375.3

Οὐδ’ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,

### book 1.375.4

Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,

### book 1.375.5

ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν

### book 1.380.1

ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,

### book 1.380.2

μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.

### book 1.380.3

Θήβης δ’ ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,

### book 1.380.4

Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων

### book 1.380.5

ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος

### book 1.385.1

καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ

### book 1.385.2

ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι

### book 1.385.3

κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.

### book 1.385.4

Ξεινοφόων δ’ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,

### book 1

ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων

### book 1.390.1

εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,

### book 1.390.2

ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην

### book 1.390.3

συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.

### book 1.390.4

Ἵστατο δ’ Ἀλκμάων κεκλημένος οὔνομα μάντις·

### book 1.390.5

ἀλλ’ οὐ μάντις ἔην ὁ βοώμενος οὐδ’ ἐπὶ χαίτης

### book 1.395.1

δάφνης εἶχε κόρυμβον· ἐγὼ δ’ Ἀλκμᾶνα δοκεύω,

### book 1.395.2

ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,

### book 1.395.3

Δώριον εὐκελάδοισι μέλος χορδῇσιν ὑφαίνων.

### book 1.395.4

Καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,

### book 1.395.5

φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,

### book 1.1

στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας

### book 1.2

σημαίνων, ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου

### book 1.3

εἴρυσεν ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης·

### book 1.4

κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος

### book 1.5

ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.

### book 1.405.1

τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων

### book 1.405.2

δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.

### book 1.405.3

Ἵστατο δ’ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων

### book 1.405.4

θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,

### book 1.405.5

ἀλλ’ ὃν Θρηικίῃσι παρ’ ᾐόσι γείνατο μήτηρ

### book 1.410.1

Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν

### book 1.410.2

ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι·

### book 1.410.3

κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,

### book 1.410.4

κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.

### book 1.410.5

Καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος,

### book 1.415

πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης

### book 1

Θυβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος ἠχώ.

### book 1.1.1

Τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ,

### book 1.1.2

καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης,

### book 1.1.3

ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος,

### book 1.1.4

τὰν ἄθεον Πενθεῦς ὕβριν ἀμειβόμενος.

### book 2.1.1

Τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς

### book 2.1.2

Αὔγης τᾶσδ’ ἐπέβην γᾶς Τεϋθραντιάδος,

### book 2.1.3

Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων,

### book 2.1.4

ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης.

### book 3.1.1

Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει,

### book 3.1.2

Φοίνικος δ’ ἐθέλει παῦσαι χόλον γενέτου,

### book 3.1.3

ὅττι περ ἤχθετο πατρὶ σαόφρονος εἵνεκα ματρός,

### book 3.1.4

παλλακίδος δούλης λέκτρα προσιεμένῳ·

### book 3.5

κεῖνος δ’ αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ,

### book 3

ἦγε δ’ ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν.

### book 4.1.1

Μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης

### book 4.1.2

κτείνουσι Φρυγίην ματρὸς ὑπὲρ σφετέρας.

### book 4.1.3

Κλειοπάτρη δ’ ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν

### book 4.1.4

τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως.

### book 5.1.1

Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα,

### book 5.1.2

κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι·

### book 5.1.3

ὀψὲ δέ οἱ πάις ἧκε φόνῳ γενέτῃ προσαμύνων

### book 5.1.4

καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας.

### book 5.5.1

τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ’ ἐπαρήγει,

### book 5.5.2

βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.

### book 6.1.1

Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς,

### book 6.1.2

ἐκνεύει Λατὼ πάγχυ μυσαττομένη·

### book 6.1.3

σκυλᾶν γὰρ πινυτὰν ἐθέλει θεόν· ἀλλά γε τόξῳ

### book 6.1.4

θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς.

### book 6.5

Δελφὸν δ’ οὖν θήσει τρίπον ἔνθεον· ἐκ δὲ δρακόντων

### book 6

πικρότατος πνεύσει ῥοῖζον ὀδυρόμενος.

### book 7.1.1

Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην

### book 7.1.2

κτείνατε τάνδ’ ὀλέτιν ματέρος Ἀντιόπας,

### book 7.1.3

δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν·

### book 7.1.4

νῦν δ’ ἱκέτις αὐτὴ λίσσετ’ ὀδυρομένη·

### book 7.5.1

ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν,

### book 7.5.2

ὄφρα δέμας σύρῃ τῆσδε κατὰ ξυλόχου.

### book 8.1.1

Μᾶτερ Ὀδυσσῆος πινυτόφρονος, Ἀντίκλεια,

### book 8.1.2

ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν·

### book 8.1.3

ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν

### book 8.1.4

θαμβεῖ, ἀνὰ γλυκερὰν ματέρα δερκόμενος.

### book 9.1.1

Μὴ Τυρὼ τρύχοι σὸν ἔτι σπείρημα, Σιδηροῖ,

### book 9.1.2

Σαλμωνεῖ γενέτᾳ τῷδ’ ὑποτασσομέναν·

### book 9.1.3

οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων

### book 9

Νηλέα καὶ Πελίαν τούσδε καθεζομένους.

### book 10.1.1

Φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου

### book 10.1.2

ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν·

### book 10.1.3

ἃ τὸν ἀπ’ Εὐρυδίκας ἔτλη χόλον, ἦμος ἀφαυρὸν

### book 10.1.4

ὕδρος ὁ γᾶς γενέτας ὤλεσεν Ἀρχέμορον.

### book 10.5.1

στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος ἀφνεὸν οὖθαρ,

### book 10.5.2

γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην.

### book 11.1.1

Ἔτλης καὶ σὺ λέχη Δανάης, Πολύδεκτα, μιαίνειν,

### book 11.1.2

δυσφήμοις εὐναῖς τῷ Διὶ μεμψάμενος·

### book 11.1.3

ἀνθ’ ὧν ὄμματ’ ἔλυσε τὰ Γοργόνος ἐνθάδε Περσεύς,

### book 11.1.4

γυῖα λιθουργήσας ματρὶ χαριζόμενος.

### book 12.1

Φόρβαν καὶ Πολύμηλον ὅδ’ Ἰξίων βάλε γαίῃ,

### book 12

ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος.

### book 13.1.1

Ἀλκίδας ὁ θρασὺς Ῥαδαμάνθυϊ ματέρα τάνδε

### book 13.1.2

Ἀλκμήναν ὅσιον πρὸς λέχος ἐξέδοτο.

### book 14.1.1

Μάργε καὶ ἀφροσύνῃ μεμεθυσμένε, τίπτε βιαίως

### book 14.1.2

εἰς εὐνὰς ἐτράπης τᾶς Διὸς εὐνέτιδος;

### book 14.1.3

ὅς σε δὴ αἵματι φῦρσε κατάξια, θηρσὶ δὲ βορρὰν

### book 14.1.4

καὶ πτανοῖς ἐπὶ γᾷ εἴασε νῦν ὁσίως.

### book 15.1.1

Οὔ κέ τι Προίτου ὑπαὶ φόνον ἔσχεθε Βελλεροφόντης

### book 15.1.2

οὐδ’ ἐκ τοῦ παιδὸς τειρόμενος θάνατον,

### book 15.1.3

Γλαῦκ’, ἄκραντον, ἀγεννοῦς Ἰοβάτου δ’ ὑπαλύξει·

### book 15.1.4

οὕτως γὰρ Μοιρῶν 〈τῷδ’〉 ἐπέκλωσε λίνα.

### book 15.5

καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών,

### book 15

καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο.

### book 16.1.1

Αἴολε καὶ Βοιωτέ, σοφὸν φιλομήτορα μῦθον

### book 16.1.2

πρήξατε, μητέρ’ ἑὴν λυόμενοι θανάτου·

### book 16.1.3

τοὔνεκα γὰρ καὶ 〈σφῶι〉 πεφήνατε ἄλκιμοι ἄνδρες,

### book 16.1.4

ὃς μὲν ἀπ’ Αἰολίης, ὃς δ’ ἀπὸ Βοιωτίης.

### book 17.1

Πυρὸς καὶ γαίης ...

### book 18.1.1

Οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται

### book 18.1.2

Κυδίππης παίδων εὐσεβίης θυσίη.

### book 18.1.3

ἡδυχαρὴς γὰρ ἔην σκοπὸς ἀνδράσιν ὥριος οἶμος,

### book 18.1.4

μητρὸς ἐπ’ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον.

### book 18.5

χαίροιτ’ οὖν ἱεροῖσιν ἐπ’ εὐσεβίῃ, κλυτοὶ ἄνδρες,

### book 18

καὶ τὸν ἀπ’ αἰώνων μῦθον ἔχοιτε μόνοι.

### book 19.1.1

Τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτεις

### book 19.1.2

Ῥῆμόν τε ξυνῇ καὶ Ῥωμύλον λεχέων,

### book 19.1.3

θὴρ δὲ λύκαιν’ ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός,

### book 19

οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων.

### book 1.1.1

Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδὰν

### book 1.1.2

ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;

### book 1.1.3

ἄνυσε μὲν Μελέαγρος· ἀριζάλῳ δὲ Διοκλεῖ

### book 1.1.4

μναμόσυνον ταύταν ἐξεπόνησε χάριν·

### book 1.5.1

πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς

### book 1.5.2

λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα,

### book 1.5.3

ναρκίσσων τε χορὸν Μελανιππίδου ἔγκυον ὕμνων,

### book 1.5.4

καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·

### book 1.5.5

σὺν δ’ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν

### book 1.10.1

Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως·

### book 1.10.2

τῇ δ’ ἅμα καὶ σάμψυχον ἀφ’ ἡδυπνόοιο Ῥιανοῦ,

### book 1.10.3

καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,

### book 1.10.4

Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,

### book 1.10.5

καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον·

### book 1.15.1

ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,

### book 1.15.2

Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος·

### book 1.15.3

βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,

### book 1.15.4

σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,

### book 1.15.5

Τύμνεώ τ’ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον

### book 1.20.1

Νικίου, Εὐφήμου τ’ ἀμμότροφον πάραλον·

### book 1.20.2

ἐν δ’ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον

### book 1.20.3

Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,

### book 1.20.4

λυχνίδα τ’ Εὐφορίωνος ἰδ’ ἐν Μούσῃσιν ἄμωμον,

### book 1.20.5

ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.

### book 1.25.1

τῇσι δ’ ἅμ’ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,

### book 1.25.2

Πέρσου τ’ εὐώδη σχοῖνον ἀμησάμενος,

### book 1.25.3

σὺν δ’ ἅμα καὶ γλυκύμηλον ἀπ’ ἀκρεμόνων Διοτίμου,

### book 1.25.4

καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,

### book 1.25.5

σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου

### book 1.30.1

τέρμινθον, βλωθρήν τ’ ἀχράδα Σιμίεω·

### book 1.30.2

ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σέλινα,

### book 1.30.3

βαιὰ διακνίζων ἄνθεα, Παρθενίδος,

### book 1.30.4

λείψανά τ’ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,

### book 1.30.5

ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας·

### book 1.35.1

ἐν δ’ ἄρ’ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα

### book 1.35.2

νέκταρος, ἐν δ’ ἐλέγους ἄσπορον ἀνθέμιον·

### book 1.35.3

ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης

### book 1.35.4

Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ’ ὠκεανοῦ·

### book 1.35.5

τοῖς δ’ ἅμ’ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης

### book 1.40.1

ἠδὲ Πολυκλείτου πορφύρεον κύαμον.

### book 1.40.2

ἐν δ’ ἄρ’ ἀμάρακον ἧκε Πολύστρατον, ἄνθος ἀοιδῶν,

### book 1.40.3

φοίνισσάν τε νέην κύπρον ἀπ’ Ἀντιπάτρου·

### book 1.40.4

ναὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον

### book 1.40.5

ὑμνοθέταν Ἑρμοῦ δῶρον ἀειδόμενον.

### book 1.45.1

ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι’ ἀρούρης,

### book 1.45.2

Σικελίδεώ τ’ ἀνέμοις ἄνθεα φυόμενα·

### book 1.45.3

ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος

### book 1.45.4

κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον.

### book 1.45.5

ἄστρων τ’ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκευς

### book 1.1

φοίνικος κείρας πρωτογόνους ἕλικας,

### book 1.2

λωτόν τ’ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας

### book 1.3

Φαιδίμου, Ἀνταγόρου τ’ εὔστροφον ὄμμα βοός,

### book 1.4

τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ

### book 1.5

ἕρπυλλον, κυάνων τ’ ἄνθεα Φανίεω,

### book 1.55.1

ἄλλων τ’ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δ’ ἅμα Μούσης

### book 1.55.2

καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. —

### book 1.55.3

ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν· ἔστι δὲ μύσταις

### book 1.55.4

κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.

### book 2.1.1

Ἄνθεά σοι δρέψας Ἑλικώνια καὶ κλυτοδένδρου

### book 2.1.2

Πιερίης κείρας πρωτοφύτους κάλυκας

### book 2.1.3

καὶ σελίδος νεαρῆς θερίσας στάχυν ἀντανέπλεξα

### book 2

τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.

### book 2.5.1

ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε,

### book 2.5.2

γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.

### book 2.5.3

Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβος

### book 2.5.4

Κριναγόρας, λάμψει δ’ ὡς βότρυς Ἀντίφιλος,

### book 2.5.5

Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος·

### book 2.10.1

μύρτα δ’ ὁ Παρμενίων, ὡς ῥόδον Ἀντιφάνης·

### book 2.10.2

κισσὸς δ’ Αὐτομέδων, Ζωνᾶς κρίνα, δρῦς δὲ Βιάνωρ,

### book 2.10.3

Ἀντίγονος δ’ ἐλάη καὶ Διόδωρος ἴον·

### book 2.10.4

Εὐήνῳ δάφνην συνεπίπλεκε· τοὺς δὲ περισσοὺς

### book 2.10.5

εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.

### book 3.1.1

Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους

### book 3.1.2

ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,

### book 3.1.3

ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·

### book 3.1.4

καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι.

### book 3.5.1

λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων

### book 3.5.2

πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,

### book 3.5.3

περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.

### book 3.5.4

τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα

### book 3.5.5

οὕτως ἐάσω συντετῆχθαι κείμενα,

### book 3.10.1

ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ

### book 3.10.2

παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;

### book 3.10.3

καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;

### book 3.10.4

τίς δ’ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,

### book 3.10.5

εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;

### book 3.15.1

Ἀλλ’ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων

### book 3.15.2

ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως.

### book 3.1

ἔθος γὰρ ἡμῖν τῇ προθυμίᾳ μόνῃ

### book 3.2

τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.

### book 3.3

καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον

### book 3.20.1

ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.

### book 3.20.2

ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου

### book 3.20.3

ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,

### book 3.20.4

πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου

### book 3.20.5

καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.

### book 3.25.1

καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι,

### book 3.25.2

ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως

### book 3.25.3

ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.

### book 3.25.4

τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,

### book 3.25.5

ἴσως ἐρεῖ πρὸς ἄλλον· „Ἀρτίως ἐμοῦ

### book 3.30.1

μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,

### book 3.30.2

οὗτος παρέθηκεν τὴν ὑπ’ ἐμοῦ μεμαγμένην.“

### book 3.30.3

ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἶδα, τῶν σοφῶν

### book 3.30.4

τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος

### book 3.30.5

εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.

### book 3.35.1

θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος

### book 3.35.2

καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς

### book 3.35.3

ξένος τις εἶναι τῶν ὑπ’ ἐμοῦ συνηγμένων.

### book 3.35.4

ἀλλ’ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος,

### book 3.35.5

ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι

### book 3.40.1

τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,

### book 3.40.2

ἴστω γε ταῦτα κατ’ ἀγορὰν ζητητέα.

### book 3.40.3

Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,

### book 3.40.4

ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι·

### book 3.40.5

ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.

### book 3.45.1

καί μοι μεγίστων πραγμάτων ὑμνουμένων

### book 3.45.2

εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.

### book 3.47.1

Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου

### book 3.47.2

βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ·

### book 3

μηδ’ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην

### book 3.1

ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ

### book 3.2

καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων

### book 3.3

Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.

### book 3.4

Ἑσπερίη θεράπαινα, σὺ δ’ ἐς κρηπῖδα Γαδείρων

### book 3.5

καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην

### book 3.55.1

ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων

### book 3.55.2

κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,

### book 3.55.3

θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην.

### book 3.55.4

Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,

### book 3.55.5

ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ

### book 3.60.1

σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,

### book 3.60.2

σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην

### book 3.60.3

Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,

### book 3.60.4

καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος,

### book 3.60.5

μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.

### book 3.65.1

μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,

### book 3.65.2

ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου

### book 3.65.3

οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,

### book 3.65.4

εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.

### book 3.65.5

κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν ἢ διὰ τέχνης

### book 3.70.1

οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα

### book 3.70.2

παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην·

### book 3.70.3

ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος

### book 3.70.4

Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.

### book 3.70.5

οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ’ ἐνὶ πόντῳ

### book 3.75.1

Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα

### book 3.75.2

Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.

### book 3.75.3

Ἀλλ’ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,

### book 3.75.4

Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ

### book 3.75.5

ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων

### book 3.80.1

Ἰνδῴης ἐπίβηθι κατ’ ὀργάδος· ἐν δὲ κελεύθοις

### book 3.80.2

εἴ ποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην.

### book 3.80.3

ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων

### book 3.1

κύρβιας Ἀλκείδαο μετέρχεο, θαρσαλέως δὲ

### book 3.2

ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,

### book 3.85.1

ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,

### book 3.85.2

δίζυγος ἠπείροιο συναντήσασα κεραίη

### book 3.85.3

ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.

### book 3.85.4

ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων

### book 3.85.5

ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις

### book 3.90.1

ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος

### book 3.90.2

καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ

### book 3.90.3

ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.

### book 3.90.4

οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,

### book 3.90.5

ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,

### book 3.95.1

ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον

### book 3.95.2

κοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων

### book 3.95.3

ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.

### book 3.95.4

Τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,

### book 3.95.5

ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ

### book 3.1

ἐλπίδες ἐθραύσθησαν ὑφ’ ἡμετέρῳ Βασιλῆι,

### book 3.2

δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα

### book 3.3

παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.

### book 3.4

σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων

### book 3.5

ἐργασίην ἤσκησα, μιῇ δ’ ὑπὸ σύζυγι βίβλῳ

### book 3.105.1

ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης·

### book 3.105.2

καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,

### book 3.105.3

στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,

### book 3.105.4

ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,

### book 3.105.5

ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,

### book 3.110.1

ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.

### book 3.110.2

οἶδα γάρ, ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης

### book 3.110.3

εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.

### book 3.110.4

Πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,

### book 3.110.5

ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς

### book 3.115.1

ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκει

### book 3.115.2

γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.

### book 3.1

ἀλλὰ πάλιν μετ’ ἐκεῖνα παλαίτερον εὖχος ἀείρει,

### book 3.2

ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,

### book 3.3

εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης

### book 3.120.1

τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.

### book 3.120.2

καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου,

### book 3.120.3

ὅσσα θέμις τύμβοισι· τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ

### book 3.120.4

ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.

### book 3.120.5

ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις

### book 3.125.1

γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις,

### book 3.125.2

δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.

### book 3.125.3

ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,

### book 3.125.4

ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς

### book 3.125.5

γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη

### book 3.130.1

εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην

### book 3.130.2

καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ

### book 3.130.3

εὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείας

### book 3.130.4

καὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις.

### book 3.134

Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνης μὲν

### book 3.135.1

αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,

### book 3.135.2

ἀλλ’ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν

### book 3.135.3

ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται.

### book 3.135.4

ἡ δ’ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,

### book 3.135.5

κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.

### book 3.140.1

οὕτως οὔτε Πλάτων βρενθύεται οὔτ’ ἄρ’ Ὅμηρος

### book 3.140.2

χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ.

### book 3.140.3

ὄλβιοι, ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,

### book 3

ἀλλ’ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.

### book 1.1

Νέοις ἀνάπτων καρδίας σοφὴν ζέσιν

### book 1.2

ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι·

### book 1.3

πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς λόγοις.

### book 2.1

Τὴν καταφλεξίπολιν Σθενελαΐδα τὴν βαρύμισθον,

### book 2.2

τὴν τοῖς βουλομένοις χρυσὸν ἀμεργομένην,

### book 2.3

γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος

### book 2.4

ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην.

### book 2.5.1

οὐκέτι γουνάσομαι τὴν βάρβαρον οὐδ’ ἐπ’ ἐμαυτῷ

### book 2.5.2

κλαύσομαι ὕπνον ἔχων κεῖνα χαριζόμενον.

### book 3.1.1

Ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δ’ ἠῷος ἀλέκτωρ

### book 3.1.2

κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει.

### book 3.1.3

ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκεις

### book 3.1.4

οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους.

### book 3.5

γηράσκεις, Τιθωνέ. τί γὰρ σὴν εὐνέτιν Ἠῶ

### book 3

οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;

### book 4.1.1

Τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων

### book 4.1.2

λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,

### book 4.1.3

ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν

### book 4.1.4

ἔμπνουν· καὶ τυκτὴν κλεῖε, Φιλαινί, θύρην.

### book 4.5.1

καὶ σὺ φίλει, Ξανθώ, με· σὺ δ’, ὦ φιλεράστρια κοίτη,

### book 4.5.2

ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.

### book 5.1.1

Ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων

### book 5.1.2

οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,

### book 5.1.3

ἧς παρὰ νῦν λεχέεσσι μαραίνομ’ ὁ τῆς ἐπιόρκου

### book 5.1.4

παντοπαθῆ κούρης αἴσχεα δερκόμενος,

### book 5.5.1

Φλάκκε, σὲ δ’ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι·

### book 5.5.2

ἄμφω δ’ ἀλλήλων ἄνδιχα καιόμεθα.

### book 6.1.1

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης

### book 6.1.2

ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.

### book 6.1.3

ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι

### book 6.1.4

ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων.

### book 6.5

νῦν δ’ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης

### book 6

νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμός.

### book 7.1.1

Λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια

### book 7.1.2

ἥξειν κοὐχ ἥκει· λύχνε, σὺ δ’, εἰ θεὸς εἶ,

### book 7.1.3

τὴν δολίην ἀπάμυνον· ὅταν φίλον ἔνδον ἔχουσα

### book 7.1.4

παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.

### book 8.1.1

Νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους

### book 8.1.2

ὅρκοις, ἀλλ’ ὑμέας, εἱλόμεθ’ ἀμφότεροι·

### book 8.1.3

χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δ’ ἐγὼ οὔποτε λείψειν

### book 8.1.4

ὠμόσαμεν· κοινὴν δ’ εἴχετε μαρτυρίην.

### book 8.5.1

νῦν δ’ ὁ μὲν ὅρκιά φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι,

### book 8.5.2

λύχνε, σὺ δ’ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.

### book 9.1.1

Ῥουφῖνος τῇ ’μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ

### book 9.1.2

χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.

### book 9.1.3

οὐκέτι βαστάζω, μὰ τὰ ς’ ὄμματα, τὴν φιλέρημον

### book 9.1.4

καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην·

### book 9.5.1

ἀλλ’ αἰεὶ δακρύοισι πεφυρμένος ἢ ’πὶ Κορησσὸν

### book 9.5.2

ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.

### book 9.5.3

αὔριον ἀλλὰ πάτρη με δεδέξεται, ἐς δὲ σὸν ὄμμα

### book 9.5.4

πτήσομαι, ἐρρῶσθαι μυρία ς’ εὐχόμενος.

### book 10.1.1

Ἐχθαίρω τὸν Ἔρωτα. τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας

### book 10.1.2

ὄρνυται, ἀλλ’ ἐπ’ ἐμὴν ἰοβολεῖ κραδίην;

### book 10.1.3

τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγει; ἢ τί τὸ σεμνὸν

### book 10

δῃώσας ἀπ’ ἐμῆς ἆθλον ἔχει κεφαλῆς;

### book 11.1.1

Εἰ τοὺς ἐν πελάγει σῴζεις, Κύπρι, κἀμὲ τὸν ἐν γᾷ

### book 11.1.2

ναυαγόν, φιλίη, σῶσον ἀπολλύμενον.

### book 12.1.1

Λουσάμενοι, Προδίκη, πυκασώμεθα καὶ τὸν ἄκρατον

### book 12.1.2

ἕλκωμεν κύλικας μείζονας αἰρόμενοι.

### book 12.1.3

βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ

### book 12.1.4

γῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος.

### book 13.1.1

Ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας,

### book 13.1.2

ἀλλ’ ἔτι κυανέων σύρμα μένει πλοκάμων,

### book 13.1.3

κἀν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν

### book 13.1.4

ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,

### book 13.5.1

καὶ χρὼς ἀρρυτίδωτος ἔτ’ ἀμβροσίην, ἔτι πειθὼ

### book 13.5.2

πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.

### book 13.5.3

ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετ’, ἐρασταί,

### book 13.5.4

δεῦρ’ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.

### book 14.1.1

Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ,

### book 14.1.2

ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος·

### book 14.1.3

ψαύει δ’ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλ’ ἐρίσασα

### book 14

τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.

### book 15.1.1

Ποῦ νῦν Πραξιτέλης; ποῦ δ’ αἱ χέρες αἱ Πολυκλείτου,

### book 15.1.2

αὐταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι;

### book 15.1.3

τίς πλοκάμους Μελίτης εὐώδεας ἢ πυρόεντα

### book 15.1.4

ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;

### book 15.5.1

ποῦ πλάσται, ποῦ δ’ εἰσὶ λιθοξόοι; ἔπρεπε τῇδε

### book 15.5.2

μορφῇ νηὸν ἔχειν ὡς μακάρων ξοάνῳ.

### book 16.1.1

Μήνη χρυσόκερως, δέρκῃ τάδε, καὶ πυριλαμπεῖς

### book 16.1.2

ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται,

### book 16.1.3

ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετ’ Ἀρίστη,

### book 16.1.4

ἑκταίην δ’ εὑρεῖν τὴν μάγον οὐ δύναμαι.

### book 16.5.1

ἀλλ’ ἔμπης αὐτὴν ζητήσομεν· ἦ ῥ’ ἐπιπέμψω

### book 16.5.2

Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.

### book 17.1.1

Ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω

### book 17.1.2

ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης·

### book 17.1.3

αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω,

### book 17.1.4

σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης.

### book 17.5

οὔριος ἀλλ’ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ,

### book 17

δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.

### book 18.1.1

Μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα,

### book 18.1.2

οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.

### book 18.1.3

ταῖς μὲν χρὼς ἀπόδωδε μύρου σοβαρόν τε φρύαγμα

### book 18.1.4

καὶ μέχρι κινδύνου πεσσομένη σύνοδος·

### book 18.5.1

ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος καὶ λέκτρον ἑτοῖμον,

### book 18.5.2

δώροι’ ἐκ σπατάλης οὐκ ἀλεγιζόμενον.

### book 18.5.3

μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινεν

### book 18.5.4

Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.

### book 19.1.1

Οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαι

### book 19.1.2

θηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον,

### book 19.1.3

ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου

### book 19.1.4

χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον·

### book 19.5.1

βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος

### book 19.5.2

καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.

### book 20.1.1

Οὔτε με παρθενικῆς τέρπει γάμος οὔτε γεραιῆς·

### book 20.1.2

τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι.

### book 20.1.3

εἴη μήτ’ ὄμφαξ μήτ’ ἀσταφίς, ἡ δὲ πέπειρος

### book 20

ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη.

### book 21.1.1

Οὐκ ἔλεγον, Προδίκη· „Γηράσκομεν“; οὐ προεφώνουν·

### book 21.1.2

„Ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι“;

### book 21.1.3

νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες,

### book 21.1.4

καὶ στόμα τὰς προτέρας οὐκέτ’ ἔχον χάριτας.

### book 21.5.1

μήτις σοι, μετέωρε, προσέρχεται ἢ κολακεύων

### book 21.5.2

λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.

### book 22.1.1

Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι,

### book 22.1.2

ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον,

### book 22.1.3

αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον,

### book 22.1.4

αἰτήσοντα πικρὴν μήποτ’ ἐλευθερίην,

### book 22.5.1

ἄχρι φίλης πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ

### book 22.5.2

μήποτ’ ἐφ’ ἡμετέραις ἐλπίσι βασκανίη.

### book 23.1.1

Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς

### book 23.1.2

κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις·

### book 23.1.3

οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν

### book 23.1.4

κοιμίζεις, ἐλέου δ’ οὐδ’ ὄναρ ἠντίασας.

### book 23.5.1

γείτονες οἰκτείρουσι, σὺ δ’ οὐδ’ ὄναρ· ἡ πολιὴ δὲ

### book 23.5.2

αὐτίκ’ ἀναμνήσει ταῦτά σε πάντα κόμη.

### book 24.1.1

Ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας,

### book 24.1.2

δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη.

### book 24.1.3

φησὶ μέν, ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς

### book 24

αὐτὴ καὶ προλέγει καὶ προλέγουσα φιλεῖ.

### book 25.1.1

Ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατ’ ἦμαρ

### book 25.1.2

εἴτ’ ἀποτολμήσας ἤλυθον ἑσπέριος,

### book 25.1.3

οἶδ’, ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδ’, ὅτι ῥιπτῶ

### book 25.1.4

πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.

### book 25.5.1

ἀλλὰ τί μοι πλέον ἔστ’; ἦ γὰρ θρασὺς ἠδ’, ὅταν ἕλκῃ,

### book 25.5.2

πάντοτ’ Ἔρως ἀρχὴν οὐδ’ ὄναρ οἶδε φόβου.

### book 26.1.1

Εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις,

### book 26.1.2

εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις,

### book 26.1.3

ἴση ἀπ’ ἀμφοτέρων λάμπει χάρις. ἦ ῥά γε ταύταις

### book 26.1.4

θριξὶ συνοικήσει καὶ πολιῇσιν Ἔρως.

### book 27.1.1

Ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα

### book 27.1.2

τῆς πολυθρυλήτου κάλλεα φαντασίης;

### book 27.1.3

ποῦ δ’ ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν

### book 27.1.4

καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;

### book 27.5.1

νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσὶ τραχεῖα·

### book 27.5.2

ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.

### book 28.1.1

Νῦν μοι „Χαῖρε“ λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν

### book 28.1.2

κεῖνο τὸ τῆς λύγδου, βάσκανε, λειότερον·

### book 28.1.3

νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου

### book 28.1.4

τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.

### book 28.5

μηκέτι μοι, μετέωρε, προσέρχεο μηδὲ συνάντα·

### book 28

ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.

### book 29.1.1

Ἁδὺ τὸ βινεῖν ἐστι. τίς οὐ λέγει; ἀλλ’ ὅταν αἰτῇ

### book 29.1.2

χαλκόν, πικρότερον γίνεται ἐλλεβόρου.

### book 30.1.1

Πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,

### book 30.1.2

ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδης.

### book 30.1.3

ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος· οὔτε θυρωρὸς

### book 30.1.4

ἐν ποσὶν οὔτε κύων· ἐν προθύροις δέδεται.

### book 30.5.1

ἢν δ’ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται

### book 30.5.2

οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε μόνοι.

### book 31.1.1

Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε

### book 31.1.2

πρόσθεν· παντοίη δ’ ἡ Κυθέρεια τὰ νῦν·

### book 31.1.3

καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ’ ἐφίλησεν

### book 31.1.4

καὶ τοὺς ἀργυρέους οὔ ποτ’ ἀποστρέφεται.

### book 31.5.1

Νέστωρ ἡ Παφίη. δοκέω δ’, ὅτι καὶ Δανάῃ Ζεὺς

### book 31.5.2

οὐ χρυσός, χρυσοῦς δ’ ἦλθε φέρων ἑκατόν.

### book 32.1.1

Ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης·

### book 32.1.2

οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι·

### book 32.1.3

καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα,

### book 32

ἢν δ’ αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον.

### book 33.1.1

Ἐς Δανάην ἔρρευσας, Ὀλύμπιε, χρυσός, ἵν’ ἡ παῖς

### book 33.1.2

ὡς δώρῳ πεισθῇ, μὴ τρέσῃ ὡς Κρονίδην.

### book 34.1.1

Ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ, κἀγὼ δὲ σὲ χρυσοῦ·

### book 34.1.2

πλείονα γὰρ δοῦναι τοῦ Διὸς οὐ δύναμαι.

### book 35.1.1

Πυγὰς αὐτὸς ἔκρινα τριῶν· εἵλοντο γὰρ αὐταὶ

### book 35.1.2

δείξασαι γυμνὴν ἀστεροπὴν μελέων.

### book 35.1.3

καί ῥ’ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις

### book 35.1.4

λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ·

### book 35.5.1

τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σὰρξ

### book 35.5.2

πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη·

### book 35.5.3

ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ,

### book 35.5.4

αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη.

### book 35.5.5

εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς,

### book 35.10

οὐκέτ’ ἂν οὐδ’ ἐσιδεῖν ἤθελε τὰς προτέρας.

### book 36.1.1

Ἤρισαν ἀλλήλαις Ῥοδόπη, Μελίτη, Ῥοδόκλεια,

### book 36.1.2

τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην,

### book 36.1.3

καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι

### book 36

ἔστησαν γυμναί, νέκταρι λειβόμεναι.

### book 36.5.1

καὶ Ῥοδόπης μὲν ἔλαμπε μέσος μηρῶν πολύτιμος

### book 36.5.2

οἷα ῥοδὼν πολλῷ σχιζόμενος ζεφύρῳ ...

### book 36.5.3

τῆς δὲ Ῥοδοκλείης ὑάλῳ ἴσος ὑγρομέτωπος

### book 36.5.4

οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον.

### book 36.11.1

ἀλλὰ σαφῶς, ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν, εἰδὼς

### book 36.11.2

τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.

### book 37.1.1

Μήτ’ ἰσχνὴν λίην περιλάμβανε μήτε παχεῖαν,

### book 37.1.2

τούτων δ’ ἀμφοτέρων τὴν μεσότητα θέλε.

### book 37.1.3

τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴν

### book 37.1.4

κέκτηται· λεῖπον μὴ θέλε μηδὲ πλέον.

### book 38.1.1

Εὐμεγέθης πείθει με καλὴ γυνή, ἄν τε καὶ ἀκμῆς

### book 38.1.2

ἅπτητ’, ἄν τε καὶ ᾖ, Σιμύλε, πρεσβυτέρη.

### book 38.1.3

ἡ μὲν γάρ με νέα περιλήψεται· ἢν δὲ παλαιή,

### book 38.1.4

γραῖά με καὶ ῥυσή, Σιμύλε, λειχάσεται.

### book 39.1.1

Οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει, ἤν τε ποδαγρὸς

### book 39.1.2

ἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω;

### book 39.1.3

πολλοὶ γάρ μ’ ἀροῦσιν· ἔα χωλόν με γενέσθαι.

### book 39

τῶνδ’ ἕνεκεν, Χάρι, σοὺς οὔποτ’ ἐῶ θιάσους.

### book 40.1.1

Τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθω

### book 40.1.2

καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως,

### book 40.1.3

τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλ’ ἐς ἐκείνους

### book 40.1.4

ἐμπαίξας’ ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν.

### book 40.5.1

πάντα λίθον κίνει· σαυτὴν τρέφε καὶ γράφε πρός με,

### book 40.5.2

εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.

### book 40.5.3

εὐτακτεῖν πειρῶ· τὸ δ’ ἐνοίκιον, ἤν τι περισσὸν

### book 40.5.4

γίνηται, καὶ ἐμοὶ φρόντισον ἠμάτιον.

### book 40.5.5

ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε· μὴ θορυβηθῇς·

### book 40.10

εὑρήσει, πόθεν ἔστ’, ἐλθὸν ἐς ἡλικίην.

### book 41.1.1

Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;

### book 41.1.2

τίς ψυχὴν λιθίνην εἶχε καὶ οὐκ ἔβλεπεν;

### book 41.1.3

μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών;

### book 41.1.4

γινόμενον· πᾶσαι τοῦτο ποοῦσι, τέκνον.

### book 41.5.1

πλὴν ἀπὸ νῦν, ὅταν ἐστὶν ἔσω, κεῖνος δ’ ὅταν ἔξω,

### book 41.5.2

τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς.

### book 42.1.1

Μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν·

### book 42.1.2

ἡ μὲν γὰρ βραδέως, ἡ δὲ θέλει ταχέως.

### book 43.1

Ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν,

### book 43.1

ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου;

### book 43.2

εἶτα, τέκνον, κλαίουσα καταδρύψεις τὸ πρόσωπον

### book 43.3

καὶ παραριγώσεις μαινομένου προθύροις;

### book 43.5.1

ἔκμαξαι, μὴ κλαῖε, τέκνον· χεὐρήσομεν ἄλλον,

### book 43.5.2

τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.

### book 44.1.1

Λέμβιον, ἡ δ’ ἑτέρα Κερκούριον, αἱ δύ’ ἑταῖραι

### book 44.1.2

αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.

### book 44.1.3

ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης

### book 44.1.4

φεύγεθ’· ὁ συμμίξας καὶ καταδὺς πίεται.

### book 45.1.1

Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ,

### book 45.1.2

οὐκ ἀπὸ τᾶς τέχνας, ἀλλ’ ἀπὸ τᾶς φύσιος.

### book 46.1.1

Χαῖρε σύ. —„Καὶ σύ γε χαῖρε.“ —Τί δεῖ σε καλεῖν; —„Σὲ δέ;“ —Μήπω

### book 46.1.2

τοῦτο· φιλόσπουδος. —„Μηδὲ σύ.“ —Μή τιν’ ἔχεις; —

### book 46.1.3

„Αἰεὶ τὸν φιλέοντα.“ —Θέλεις ἅμα σήμερον ἡμῖν

### book 46.1.4

δειπνεῖν; —„Εἰ σὺ θέλεις.“ —Εὖγε· πόσου παρέσῃ; —

### book 46.5.1

„Μηδέν μοι προδίδου ...“ —Τοῦτο ξένον. —„ἀλλ’ ὅσον ἄν σοι

### book 46.5.2

κοιμηθέντι δοκῇ, τοῦτο δός.“ —Οὐκ ἀδικεῖς.

### book 46.5.3

ποῦ γίνῃ; πέμψω ... —„Καταμάνθανε.“ —Πηνίκα δ’ ἥξεις; —

### book 46

„Ἣν σὺ θέλεις ὥρην.“ —Εὐθὺ θέλω. —„Πρόαγε.“

### book 47.1.1

Πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια,

### book 47.1.2

πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·

### book 47.1.3

νῦν δ’, ὅτε μοι γυμνὴ γλυκεροῖς μελέεσσι πέπλησαι,

### book 47.1.4

ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.

### book 47.5.1

θυμὲ τάλας, τί πέπονθας; ἀνέγρεο μηδ’ ἀπόκαμνε,

### book 47.5.2

ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.

### book 48.1.1

Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ

### book 48.1.2

καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος,

### book 48.1.3

δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα

### book 48.1.4

καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος·

### book 48.5.1

εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι,

### book 48.5.2

τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.

### book 49.1.1

Ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη,

### book 49.1.2

τῷ μὲν ὑπὲρ νηδύν, τῷ δ’ ὑπό, τῷ δ’ ὄπιθεν,

### book 49.1.3

εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν.

### book 49.1.4

εἰ σπεύδεις ἐλθὼν σὺν δυσί, μὴ κατέχου.

### book 50.1

Καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω

### book 50

κούφως, πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.

### book 51.1.1

Ἠράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξ’, ἀγαπῶμαι.

### book 51.1.2

τίς δὲ καὶ ἧς καὶ πῶς, ἡ θεὸς οἶδε μόνη.

### book 52.1.1

Ὅρκον κοινὸν Ἔρωτ’ ἀνεθήκαμεν· ὅρκος ὁ πιστὴν

### book 52.1.2

Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην.

### book 52.1.3

ἀλλ’ ἡ μὲν ψευδής, κενὰ δ’ ὅρκια· τῷ δ’ ἐφυλάχθη

### book 52.1.4

ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις.

### book 52.5.1

θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀκούσαις

### book 52.5.2

Ἀρσινόης, παστῷ μεμψάμενος προδότῃ.

### book 53.1.1

Ἡ πιθανή μ’ ἔτρωσεν Ἀριστονόη, φίλ’ Ἄδωνι,

### book 53.1.2

κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ.

### book 53.1.3

εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω,

### book 53.1.4

μὴ προφάσεις, σύμπλουν σύμ με λαβὼν ἀπάγου.

### book 54.1.1

Μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον

### book 54.1.2

παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.

### book 54.1.3

μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται

### book 54.1.4

τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου.

### book 54.5

ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ,

### book 54

τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.

### book 55.1.1

Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας

### book 55.1.2

ἄνθεσιν ἐν χλοεροῖς ἀθάνατος γέγονα.

### book 55.1.3

ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσὶν

### book 55.1.4

ἤνυεν ἀκλινέως τὸν Κύπριδος δόλιχον,

### book 55.5.1

ὄμμασι νωθρὰ βλέπουσα· τὰ δ’, ἠύτε πνεύματι φύλλα,

### book 55.5.2

ἀμφισαλευομένης ἔτρεμε πορφύρεα,

### book 55.5.3

μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν,

### book 55.5.4

καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.

### book 56.1.1

Ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα,

### book 56.1.2

ψυχοτακῆ, στόματος νεκταρέου πρόθυρα,

### book 56.1.3

καὶ γλῆναι λασίαισιν ὑπ’ ὀφρύσιν ἀστράπτουσαι,

### book 56.1.4

σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες,

### book 56.5.1

καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες,

### book 56.5.2

εὐφυέες, πάσης τερπνότεροι κάλυκος.

### book 56.5.3

ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρές εἰσι

### book 56.5.4

τῆς ἀθυροστομίης οἱ Μίδεω κάλαμοι.

### book 57.1.1

Τὴν πυρὶ νηχομένην ψυχὴν ἂν πολλάκι καίῃς,

### book 57.1.2

φεύξετ’, Ἔρως· καὐτή, σχέτλι’, ἔχει πτέρυγας.

### book 58.1.1

Νήπι’ Ἔρως, πορθεῖς με, τὸ κρήγυον· εἴς με κένωσον

### book 58.1.2

πᾶν σὺ βέλος, λοιπὴν μηκέτ’ ἀφεὶς γλυφίδα,

### book 58.1.3

ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων

### book 58

ἄλλον ὀιστεῦσαι μηκέτ’ ἔχοις ἀκίδα.

### book 59.1.1

„Φεύγειν δεῖ τὸν Ἔρωτα·“ κενὸς πόνος· οὐ γὰρ ἀλύξω

### book 59.1.2

πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.

### book 60.1.1

Παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν

### book 60.1.2

χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·

### book 60.1.3

πυγαὶ δ’ ἀλλήλαις περιηγέες εἱλίσσοντο,

### book 60.1.4

ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι·

### book 60.5.1

τὸν δ’ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ

### book 60.5.2

οὐχ ὅλον Εὐρώταν, ἀλλ’ ὅσον ἠδύνατο.

### book 61.1.1

Τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ

### book 61.1.2

ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν·

### book 61.1.3

„Δώδεκά σοι βέβληκα καὶ αὔριον ἄλλα βαλῶ σοι

### book 61.1.4

ἢ πλέον ἠὲ πάλιν δώδεκ’ ἐπιστάμενος.“

### book 61.5.1

εἶτα κελευομένη ἦλθεν· γελάσας δὲ πρὸς αὐτήν·

### book 61.5.2

„Εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.“

### book 62.1.1

Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλ’ ἔτι πολλὰ

### book 62.1.2

λείψανα τῆς προτέρης σῴζεται ἡλικίης,

### book 62.1.3

καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ καλὸν

### book 62.1.4

τῶν ἱλαρῶν μήλων ἢ ῥόδον ἐξέφυγεν.

### book 62.5

ὢ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος,

### book 62

[ἡνίκα πρωτοβόλων λάμπεν ἀπὸ βλεφάρων].

### book 63.1.1

Ἀντιγόνη, Σικελὴ πάρος ἦσθά μοι· ὡς δ’ ἐγενήθης

### book 63.1.2

Αἰτωλή, κἀγὼ Μῆδος ἰδοὺ γέγονα.

### book 64.1.1

Νεῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,

### book 64.1.2

πάντα τὰ πορφύροντ’ ἐν χθονὶ σεῖε νέφη·

### book 64.1.3

ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δέ μ’ ἀφῇς ζῆν,

### book 64.1.4

καὶ διαθεὶς τούτων χείρονα, κωμάσομαι.

### book 64.5.1

ἕλκει γάρ μ’ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,

### book 64.5.2

Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.

### book 65.1.1

Αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπ’ ἀντίθεον Γανυμήδην,

### book 65.1.2

κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης.

### book 65.1.3

οὕτως ἀμφότερ’ ἐστὶν ἀσύγκριτα· τῶν δύο δ’ αὐτῶν

### book 65.1.4

ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο.

### book 66.1.1

Εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον,

### book 66.1.2

καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων·

### book 66.1.3

„Σῶσον“, ἔφην, „ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν,

### book 66.1.4

καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.“

### book 66.5

ταῦτα λέγοντος ἔκλαυσεν· ἀποψήσασα δὲ δάκρυ,

### book 66

ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.

### book 67.1.1

Κάλλος ἄνευ χαρίτων τέρπει μόνον, οὐ κατέχει δέ,

### book 67.1.2

ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ.

### book 68.1.1

Ἢ τὸ φιλεῖν περίγραψον, Ἔρως, ὅλον ἢ τὸ φιλεῖσθαι

### book 68.1.2

πρόσθες, ἵν’ ἢ λύσῃς τὸν πόθον ἢ κεράσῃς.

### book 69.1.1

Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλος

### book 69.1.2

Μαιονίδ’ ἐκ κραδίης ἴαχον ἀμφότεραι·

### book 69.1.3

„Οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ·

### book 69.1.4

οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.“

### book 70.1.1

Κάλλος ἔχεις Κύπριδος, Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴν

### book 70.1.2

εἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης,

### book 70.1.3

νοῦν καὶ σωφροσύνην Θέμιδος καὶ χεῖρας Ἀθήνης·

### book 70.1.4

σὺν σοὶ δ’ αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη.

### book 71.1.1

Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς

### book 71.1.2

θυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον.

### book 71.1.3

ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὅς ς’ ἐλεήσας

### book 71

ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.

### book 72.1.1

Τοῦτο βίος, τοῦτ’ αὐτό· τρυφὴ βίος· ἔρρετ’, ἀνῖαι.

### book 72.1.2

ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος,

### book 72.1.3

ἄρτι χοροὶ στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες.

### book 72.1.4

σήμερον ἐσθλὰ πάθω, τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.

### book 73.1.1

Δαίμονες, οὐκ ᾔδειν, ὅτι λούεται ἡ Κυθέρεια,

### book 73.1.2

χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.

### book 73.1.3

ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισι

### book 73.1.4

μήποτε μηνίσῃς θεῖον ἰδοῦσι τύπον.

### book 73.5.1

νῦν ἔγνων· Ῥοδόκλεια καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος

### book 73.5.2

τοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας.

### book 74.1.1

Πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖς

### book 74.1.2

αὐτὸς ὑφ’ ἡμετέραις πλεξάμενος παλάμαις.

### book 74.1.3

ἔστι κρίνον ῥοδέη τε κάλυξ νοτερή τ’ ἀνεμώνη

### book 74.1.4

καὶ νάρκισσος ὑγρὸς καὶ κυαναυγὲς ἴον.

### book 74.5.1

ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα·

### book 74.5.2

ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.

### book 75.1.1

Γείτονα παρθένον εἶχον Ἀμυμώνην Ἀφροδίτην,

### book 75.1.2

ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.

### book 75.1.3

αὕτη μοι προσέπαιζε καί, εἴ ποτε καιρός, ἐτόλμων.

### book 75.1.4

ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο.

### book 75.5

ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν, ὅτι τίκτει.

### book 75

ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;

### book 76.1.1

Αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος,

### book 76.1.2

εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος.

### book 76.1.3

ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι,

### book 76.1.4

καὶ νῦν τῶν προτέρων οὐδ’ ὄναρ οὐδὲν ἔχει·

### book 76.5.1

ἀλλοτρίας δὲ τρίχας καὶ ῥυσῶδες 〈τὸ〉 πρόσωπον,

### book 76.5.2

οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.

### book 77.1.1

Εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν,

### book 77.1.2

οὐκ ἄν τοι χρονέεσκεν ἀνὴρ ἀλόχῳ συνομιλῶν.

### book 77.1.3

πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.

### book 78.1.1

Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον·

### book 78.1.2

ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

### book 79.1.1

Τῷ μήλῳ βάλλω σε· σὺ δ’ εἰ μὲν ἑκοῦσα φιλεῖς με,

### book 79.1.2

δεξαμένη τῆς σῆς παρθενίης μετάδος.

### book 79.1.3

εἰ δ’ ἄρ’, ὃ μὴ γίγνοιτο, νοεῖς, τοῦτ’ αὐτὸ λαβοῦσα

### book 79

σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

### book 80.1.1

Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ’ ἐπίνευσον,

### book 80.1.2

Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.

### book 81.1.1

Ἡ τὰ ῥόδα, ῥοδόεσσαν ἔχεις χάριν. ἀλλὰ τί πωλεῖς;

### book 81.1.2

σαυτὴν ἢ τὰ ῥόδα ἠὲ συναμφότερα;

### book 82.1.1

Ὦ σοβαρὴ βαλάνισσα, τί μ’ οὕτως ἔκπυρα λούεις;

### book 82.1.2

πρίν μ’ ἀποδύσασθαι, τοῦ πυρὸς αἰσθάνομαι.

### book 83.1.1

Εἴθ’ ἄνεμος γενόμην, σὺ δὲ δὴ στείχουσα παρ’ αὐγὰς

### book 83.1.2

στήθεα γυμνώσαις καί με πνέοντα λάβοις.

### book 84.1

Εἴθε ῥόδον γενόμην ὑποπόρφυρον, ὄφρα με χερσὶν

### book 84

ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις.

### book 85.1.1

Φείδῃ παρθενίης. καὶ τί πλέον; οὐ γὰρ ἐς Ἅιδην

### book 85.1.2

ἐλθοῦς’ εὑρήσεις τὸν φιλέοντα, κόρη.

### book 85.1.3

ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ’ Ἀχέροντι

### book 85.1.4

ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.

### book 86.1.1

Ἵλαθί μοι, φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνων

### book 86.1.2

ἐβλήθης ὑπ’ Ἔρωτος ὑπωκυτέροισιν ὀιστοῖς.

### book 87.1.1

Ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα

### book 87.1.2

κέκραγεν ὡς βελέων δεξάμενον φαρέτρην,

### book 87.1.3

καὶ φάσις ἀστατέουσα καὶ ἄστατος ἄσθματος ὁρμὴ

### book 87.1.4

καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.

### book 87.5.1

ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐυστεφάνου Κυθερείης,

### book 87.5.2

φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ· „Φλέγομαι.“

### book 88.1

Εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα, πυρφόρε, καῦσαι,

### book 88

τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.

### book 89.1.1

Οὐκ ἔσθ’ οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσαν

### book 89.1.2

βούλετ’ ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος·

### book 89.1.3

ἀλλ’ ὅστις κακόμορφον ἰδών, πεφορημένος ἰοῖς,

### book 89.1.4

στέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος,

### book 89.5.1

οὗτος ἔρως, πῦρ τοῦτο. τὰ γὰρ καλὰ πάντας ὁμοίως

### book 89.5.2

τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.

### book 90.1.1

Πέμπω σοι μύρον ἡδύ, μύρῳ τὸ μύρον θεραπεύων,

### book 90.1.2

ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου.

### book 91.1.1

Πέμπω σοι μύρον ἡδύ, μύρῳ παρέχων χάριν, οὐ σοί.

### book 91.1.2

αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι.

### book 92.1.1

Ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε „Χαῖρε“

### book 92.1.2

εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο·

### book 92.1.3

ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι,

### book 92.1.4

ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσι.

### book 92.5

ὦ ῥυτίδες καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον·

### book 92

σπεύσατε, κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην.

### book 93.1.1

Ὥπλισμαι πρὸς Ἔρωτα περὶ στέρνοισι λογισμόν,

### book 93.1.2

οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα,

### book 93.1.3

θνατὸς δ’ ἀθανάτῳ συστήσομαι. ἢν δὲ βοηθὸν

### book 93.1.4

Βάκχον ἔχῃ, τί μόνος πρὸς δύ’ ἐγὼ δύναμαι;

### book 94.1.1

Ὄμματ’ ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης,

### book 94.1.2

τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος.

### book 94.1.3

εὐδαίμων ὁ βλέπων σε, τρισόλβιος ὅστις ἀκούει,

### book 94.1.4

ἡμίθεος δ’ ὁ φιλῶν, ἀθάνατος δ’ ὁ γαμῶν.

### book 95.1.1

Τέσσαρες αἱ Χάριτες, Παφίαι δύο καὶ δέκα Μοῦσαι·

### book 95.1.2

Δερκυλὶς ἐν πάσαις· Μοῦσα, Χάρις, Παφίη.

### book 96.1.1

Ἰξὸν ἔχεις τὸ φίλημα, τὰ δ’ ὄμματα, Τιμάριον, πῦρ·

### book 96.1.2

ἢν ἐσίδῃς, καίεις· ἢν δὲ θίγῃς, δέδεκας.

### book 97.1

Εἰ μὲν ἐπ’ ἀμφοτέροισιν, Ἔρως, ἴσα τόξα τιταίνεις,

### book 97

εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος, οὐ θεὸς εἶ.

### book 98.1.1

Ὠμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲ

### book 98.1.2

ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.

### book 99.1.1

Ἤθελον, ὦ κιθαρῳδέ, παραστάς, ὡς κιθαρίζεις,

### book 99.1.2

τὴν ὑπάτην κροῦσαι τήν τε μέσην χαλάσαι.

### book 100.1.1

Εἴ μοί τις μέμψαιτο δαείς, ὅτι λάτρις Ἔρωτος

### book 100.1.2

φοιτῶ θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων,

### book 100.1.3

εἰδείη καὶ Ζῆνα καὶ Ἄϊδα τόν τε θαλάσσης

### book 100.1.4

σκηπτοῦχον μαλερῶν δοῦλον ἐόντα Πόθων.

### book 100.5.1

εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δ’ ἐνέπουσιν ἕπεσθαι

### book 100.5.2

ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;

### book 101.1.1

Χαῖρε, κόρη. —„Καὶ δὴ σύ.“ —Τίς ἡ προϊοῦσα; —„Τί πρὸς σέ;“ —

### book 101.1.2

Οὐκ ἀλόγως ζητῶ. —„Δεσπότις ἡμετέρη.“ —

### book 101.1.3

Ἐλπίζειν ἔστιν; —„Ζητεῖς δὲ τί;“ —Νύκτα. —„Φέρεις τι;“ —

### book 101

Χρυσίον. —„Εὐθύμει.“ —Καὶ τόσον. —„Οὐ δύνασαι.“

### book 102.1.1

Τὴν ἰσχνὴν Διόκλειαν ἀσαρκοτέρην Ἀφροδίτην,

### book 102.1.2

ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.

### book 102.1.3

οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται, ἀλλ’ ἐπὶ λεπτὰ

### book 102.1.4

στέρνα πεσὼν ψυχῆς κείσομαι ἐγγυτάτω.

### book 103.1.1

Μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σε

### book 103.1.2

γουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος;

### book 103.1.3

ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι,

### book 103.1.4

καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.

### book 104.1.1

Αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδ’ ἐπίτηδες

### book 104.1.2

ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.

### book 104.1.3

οὔ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος,

### book 104.1.4

πάντα δέ σου βλέπεται γυμνὰ καὶ οὐ βλέπεται.

### book 104.5.1

εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως

### book 104.5.2

ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.

### book 105.1.1

Ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος,

### book 105.1.2

ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης.

### book 105.1.3

ἀλλ’ ἴτε, Χαλδαῖοι, κείνης πέλας· ἦ γὰρ ὁ ταύτης

### book 105

οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.

### book 106.1.1

Γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς

### book 106.1.2

καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας;

### book 106.1.3

παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνων

### book 106.1.4

ἴχνεσι, τὴν ἰδικὴν οἶμον ἴδ’ ὡς φέρομαι,

### book 106.5.1

εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων,

### book 106.5.2

δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.

### book 107.1.1

„Γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα,

### book 107.1.2

καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν·

### book 107.1.3

μὴ λύπει με λίην στέργοντά σε μηδ’ ἐρεθίζειν

### book 107.1.4

τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.“

### book 107.5.1

τοῦτ’ ἐβόων αἰεὶ καὶ προὔλεγον· ἀλλ’ ἴσα πόντῳ

### book 107.5.2

Ἰονίῳ μύθων ἔκλυες ἡμετέρων.

### book 107.5.3

τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζοις·

### book 107.5.4

ἡμεῖς δ’ ἐν κόλποις ἥμεθα Ναϊάδος.

### book 108.1.1

Δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω;

### book 108.1.2

δειλαίη· τοῦτ’ ἐν παντὶ κακῷ ἔτυμον.

### book 108.1.3

οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην

### book 108.1.4

ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.

### book 108.5

Πρώτη σοι ὄνομ’ ἔσκεν ἐτήτυμον· ἦν γὰρ ἅπαντα

### book 108

δεύτερ’ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.

### book 109.1.1

Δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα μήτε φοβηθεὶς

### book 109.1.2

μηδένα μήτ’ ἄλλως ἀντιλέγουσαν ἔχε,

### book 109.1.3

καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών,

### book 109.1.4

ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου.

### book 110.1.1

Ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς

### book 110.1.2

Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον.

### book 110.1.3

φήσεις Λυσιδίκην με φιλεῖν πλέον· οὐ μὰ τὸν ἡδὺν

### book 110.1.4

Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι,

### book 110.5.1

ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρους

### book 110.5.2

ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.

### book 111.1.1

Εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτ’ ἦν ἔτι φίλτρα Τερείνης

### book 111.1.2

νήπια· „Συμφλέξει πάντας ἀεξομένη.“

### book 111.1.3

οἱ δ’ ἐγέλων τὸν μάντιν. ἴδ’, ὁ χρόνος, ὅν ποτ’ ἐφώνουν,

### book 111.1.4

οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.

### book 111.5.1

καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δ’ ἀπονεύσω,

### book 111.5.2

φροντίδες· ἢν δ’ αἰτῶ, παρθένος. οἰχόμεθα.

### book 112.1.1

Ἠράσθην· τίς δ’ οὐχί; κεκώμακα· τίς δ’ ἀμύητος

### book 112.1.2

κώμων; ἀλλ’ ἐμάνην· ἐκ τίνος; οὐχὶ θεοῦ;

### book 112.1.3

ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης

### book 112

θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης.

### book 112.5.1

καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν· ἡνίκα καιρὸς

### book 112.5.2

οὐκέτι, λωιτέρης φροντίδος ἁψόμεθα.

### book 113.1.1

Ἠράσθης πλουτῶν, Σωσίκρατες, ἀλλὰ πένης ὢν

### book 113.1.2

οὐκέτ’ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει.

### book 113.1.3

ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν

### book 113.1.4

Μηνοφίλα νῦν σου τοὔνομα πυνθάνεται·

### book 113.5.1

„Τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις;“ ἦ μόλις ἔγνως

### book 113.5.2

τοῦτ’ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.

### book 114.1.1

Ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν

### book 114.1.2

μηδέποτ’ ἀργυρίου χωρὶς ἀνασχομένη,

### book 114.1.3

φαίνετ’ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα

### book 114.1.4

φαίνεσθ’· ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.

### book 114.5.1

καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής,

### book 114.5.2

δάκνει δ’ οὐκ ἄλλως ἢ θανατηφορίην.

### book 115.1.1

Ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα·

### book 115.1.2

καὶ Σαμίης Δημοῦς δεύτερον· οὐχὶ μέγα·

### book 115.1.3

καὶ πάλιν Ὑσιακῆς Δημοῦς τρίτον· οὐκέτι ταῦτα

### book 115.1.4

παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.

### book 115.5

αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον,

### book 115

ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχοι με πόθος.

### book 116.1.1

Θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται,

### book 116.1.2

ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.

### book 116.1.3

εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι

### book 116.1.4

φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον.

### book 116.5.1

στρέψας Μηνοφίλαν εὐίσχιον ἐν φρεσὶν ἔλπου

### book 116.5.2

αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.

### book 117.1.1

Θερμαίνει μ’ ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαι

### book 117.1.2

τοῦτο τὸ φῶς, ἤδη πῦρ μέγα γινόμενον.

### book 118.1.1

Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις,

### book 118.1.2

ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον,

### book 118.1.3

ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶ

### book 118.1.4

ὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης.

### book 119.1.1

Κἢν ῥίψῃς ἐπὶ λαιὰ καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς,

### book 119.1.2

Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους,

### book 119.1.3

εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα,

### book 119

γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον.

### book 120.1.1

Καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον

### book 120.1.2

ἦλθον καὶ πυκινῇ τεγγομένη ψακάδι.

### book 120.1.3

τοὔνεκ’ ἐν ἀπρήκτοισι καθήμεθα κοὐχὶ λαλεῦντες

### book 120.1.4

εὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις;

### book 121.1.1

Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων

### book 121.1.2

οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη

### book 121.1.3

καὶ κεστοῦ φωνεῦσα μαγώτερα καὶ παρέχουσα

### book 121.1.4

πάντα καὶ αἰτῆσαι πολλάκι φειδομένη.

### book 121.5.1

τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω

### book 121.5.2

ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην.

### book 122.1.1

Μὴ σύ γε, μηδ’ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων

### book 122.1.2

ἀμφοτέρων Κλεῖνος, κοῦρε, Μεγιστοκλέους,

### book 122.1.3

κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης

### book 122.1.4

τὸν καλόν· οὐ γὰρ ὁ παῖς ἤπιος οὐδ’ ἄκακος,

### book 122.5.1

ἀλλὰ μέλων πολλοῖσι καὶ οὐκ ἀδίδακτος ἐρώτων.

### book 122.5.2

τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.

### book 123.1.1

Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη,

### book 123.1.2

φαῖνε δι’ εὐτρήτων βαλλομένη θυρίδων·

### book 123.1.3

αὔγαζε χρυσέην Καλλίστιον· ἐς τὰ φιλεύντων

### book 123.1.4

ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.

### book 123.5

ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη·

### book 123

καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.

### book 124.1.1

Οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει

### book 124.1.2

βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας.

### book 124.1.3

ἀλλ’ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες,

### book 124.1.4

Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον.

### book 124.5.1

φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ·

### book 124.5.2

μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.

### book 125.1.1

Οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο

### book 125.1.2

ἄλλος χὠ μελίθρους κύκνος ἐπῃόνιος.

### book 125.1.3

Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ

### book 125.1.4

τοὺς ὀβολοὺς δώσω τοὺς δύο κοὐ πέτομαι.

### book 126.1.1

Πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,

### book 126.1.2

καὶ βινεῖ φρίσσων καί, μὰ τόν, οὐδὲ καλήν·

### book 126.1.3

πέντε δ’ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ,

### book 126.1.4

καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.

### book 126.5.1

πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν

### book 126.5.2

τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.

### book 127.1.1

Παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας

### book 127.1.2

αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.

### book 127.1.3

ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ,

### book 127.1.4

μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσότερον.

### book 127.5

μητέρα δ’ οὐκ ἔλαθεν κείνης λάλον· ἀλλ’ ἐσιδοῦσα

### book 127

ἐξαπίνης· „Ἑρμῆς κοινός,“ ἔφη, „θύγατερ.“

### book 128.1.1

Στέρνα περὶ στέρνοις, μαστῷ δ’ ἔπι μαστὸν ἐρείσας

### book 128.1.2

χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας

### book 128.1.3

Ἀντιγόνης καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ

### book 128.1.4

σιγῶ, μάρτυς ἐφ’ οἷς λύχνος ἐπεγράφετο.

### book 129.1.1

Τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις

### book 129.1.2

σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,

### book 129.1.3

αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται οὐδ’ ὅτι βάλλει

### book 129.1.4

τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας,

### book 129.5.1

ἀλλ’ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι

### book 129.5.2

οἶδε καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.

### book 129.5.3

γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δ’ ἐπιρίψῃ

### book 129.5.4

τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.

### book 130.1.1

Τί στυγνή; τί δὲ ταῦτα κόμης εἰκαῖα, Φιλαινί,

### book 130.1.2

σκύλματα καὶ νοτερῶν σύγχυσις ὀμματίων;

### book 130.1.3

μὴ τὸν ἐραστὴν εἶδες ἔχονθ’ ὑποκόλπιον ἄλλην;

### book 130.1.4

εἶπον ἐμοί· λύπης φάρμακ’ ἐπιστάμεθα.

### book 130.5.1

δακρύεις; οὐ φὴς δέ; μάτην ἀρνεῖσθ’ ἐπιβάλλῃ·

### book 130.5.2

ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.

### book 131.1.1

Ψαλμὸς καὶ λαλιὴ καὶ κωτίλον ὄμμα καὶ ᾠδὴ

### book 131.1.2

Ξανθίππης καὶ πῦρ ἄρτι καταρχόμενον,

### book 131.1.3

ὦ ψυχή, φλέξει σε· τὸ δ’ ἐκ τίνος ἢ πότε καὶ πῶς

### book 131

οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.

### book 132.1.1

Ὢ ποδός, ὢ κνήμης, ὢ τῶν (ἀπόλωλα δικαίως)

### book 132.1.2

μηρῶν, ὢ γλουτῶν, ὢ κτενός, ὢ λαγόνων,

### book 132.1.3

ὤμοιν, ὢ μαστῶν, ὢ τοῦ ῥαδινοῖο τραχήλου,

### book 132.1.4

ὢ χειρῶν, ὢ τῶν (μαίνομαι) ὀμματίων,

### book 132.5.1

ὢ κατατεχνοτάτου κινήματος, ὢ περιάλλων

### book 132.5.2

γλωττισμῶν, ὢ τῶν (θῦ’ ἐμὲ) φωναρίων.

### book 132.5.3

εἰ δ’ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς,

### book 132.5.4

καὶ Περσεὺς Ἰνδῆς ἠράσατ’ Ἀνδρομέδης.

### book 133.1.1

Ὤμος’ ἐγὼ δύο νύκτας ἀφ’ Ἡδυλίου, Κυθέρεια,

### book 133.1.2

σὸν κράτος ἡσυχάσειν. ὡς δοκέω δ’, ἐγέλας,

### book 133.1.3

τοὐμὸν ἐπισταμένη τάλανος κακόν· οὐ γὰρ ὑποίσω

### book 133.1.4

τὴν ἑτέρην, ὅρκους δ’ εἰς ἀνέμους τίθεμαι.

### book 133.5.1

αἱροῦμαι δ’ ἀσεβεῖν κείνης χάριν ἢ τὰ σὰ τηρῶν

### book 133.5.2

ὅρκι’ ἀποθνῄσκειν, πότνι’, ὑπ’ εὐσεβίης.

### book 134.1.1

Κεκροπί, ῥαῖνε, λάγυνε, πολύδροσον ἰκμάδα Βάκχου,

### book 134.1.2

ῥαῖνε, δροσιζέσθω συμβολικὴ πρόποσις.

### book 134.1.3

σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους

### book 134

μοῦσα· μέλοι δ’ ἡμῖν ὁ γλυκύπικρος Ἔρως.

### book 135.1.1

Στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε,

### book 135.1.2

ὑψαύχην στεινῷ φθεγγομένη στόματι,

### book 135.1.3

Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης,

### book 135.1.4

ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη,

### book 135.5.1

τίφθ’, ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ,

### book 135.5.2

ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.

### book 136.1.1

Ἔγχει καὶ πάλιν εἰπέ, πάλιν, πάλιν „Ἡλιοδώρασ“·

### book 136.1.2

εἰπέ, σὺ δ’ ἀκρήτῳ τὸ γλυκὺ μίσγ’ ὄνομα·

### book 136.1.3

καί μοι τὸν βρεχθέντα μύροις, καὶ χθιζὸν ἐόντα,

### book 136.1.4

μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.

### book 136.5.1

δακρύει φιλέραστον, ἰδού, ῥόδον, οὕνεκα κείναν

### book 136.5.2

ἄλλοθι κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.

### book 137.1.1

Ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας

### book 137.1.2

καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγου Χάριτος.

### book 137.1.3

αὐτὰ γὰρ μί’ ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸν

### book 137.1.4

οὔνομ’ ἐν ἀκρήτῳ συγκεράσας πίομαι.

### book 138.1.1

Ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν· ἐν πυρὶ πᾶσα

### book 138.1.2

Ἴλιος ἦν, κἀγὼ κείνῃ ἅμ’ ἐφλεγόμαν,

### book 138.1.3

οὐ δείσας Δαναῶν δεκέτη πόνον· ἐν δ’ ἑνὶ φέγγει

### book 138

τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.

### book 139.1.1

Ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις,

### book 139.1.2

Ζηνοφίλα, ναὶ Πᾶν’, ἁδὺ κρέκεις τι μέλος.

### book 139.1.3

ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες,

### book 139.1.4

οὐδ’ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον.

### book 139.5.1

ἢ γάρ μοι μορφὰ βάλλει πόθον ἢ πάλι μοῦσα

### book 139.5.2

ἢ χάρις ἢ—τί λέγω; πάντα· πυρὶ φλέγομαι.

### book 140.1.1

Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι καὶ Λόγος ἔμφρων

### book 140.1.2

σὺν Πειθοῖ καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν,

### book 140.1.3

Ζηνοφίλα, σοὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοι

### book 140.1.4

αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.

### book 141.1.1

Ναὶ τὸν Ἔρωτα, θέλω τὸ παρ’ οὔασιν Ἡλιοδώρας

### book 141.1.2

φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας.

### book 142.1.1

Τίς, ῥόδον ὁ στέφανος Διονυσίου ἢ ῥόδον αὐτὸς

### book 142.1.2

τοῦ στεφάνου; δοκέω, λείπεται ὁ στέφανος.

### book 143.1

Ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώρας·

### book 143

αὐτὴ δ’ ἐκλάμπει τοῦ στεφάνου στέφανος.

### book 144.1.1

Ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβρος

### book 144.1.2

νάρκισσος, θάλλει δ’ οὐρεσίφοιτα κρίνα.

### book 144.1.3

ἤδη δ’ ἁ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος,

### book 144.1.4

Ζηνοφίλα Πειθοῦς ἁδὺ τέθηλε ῥόδον.

### book 144.5.1

λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε;

### book 144.5.2

ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.

### book 145.1.1

Αὐτοῦ μοι, στέφανοι, παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ

### book 145.1.2

μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,

### book 145.1.3

οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματ’ ἐρώντων.

### book 145.1.4

ἀλλ’ ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,

### book 145.5.1

στάξαθ’ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν ἄμεινον

### book 145.5.2

ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.

### book 146.1.1

Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις

### book 146.1.2

ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ.

### book 146.1.3

εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,

### book 146.1.4

ἇς ἄτερ οὐδ’ αὐταὶ ταὶ Χάριτες Χάριτες.

### book 147.1.1

Πλέξω λευκόιον, πλέξω δ’ ἁπαλὴν ἅμα μύρτοις

### book 147.1.2

νάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα,

### book 147.1.3

πλέξω καὶ κρόκον ἡδύν· ἐπιπλέξω δ’ ὑάκινθον

### book 147.1.4

πορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα,

### book 147.5

ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας

### book 147

εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.

### book 148.1.1

Φαμί ποτ’ ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραν

### book 148.1.2

νικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν.

### book 149.1.1

Τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν;

### book 149.1.2

τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα;

### book 149.1.3

ἆρ’ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον

### book 149.1.4

δῶρα διδοὺς καὐτὰν τὰν Χάριν ἐν χάριτι.

### book 150.1.1

Ὡμολόγης’ ἥξειν εἰς νύκτα μοι ἡ ’πιβόητος

### book 150.1.2

Νικὼ καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον·

### book 150.1.3

κοὐχ ἥκει· φυλακὴ δὲ παροίχεται. ἆρ’ ἐπιορκεῖν

### book 150.1.4

ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.

### book 151.1.1

Ὀξυβόαι κώνωπες, ἀναιδέες αἵματος ἀνδρῶν

### book 151.1.2

σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα,

### book 151.1.3

βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθ’ ἥσυχον ὕπνῳ

### book 151.1.4

εὕδειν, τἀμὰ δ’, ἰδού, σαρκοφαγεῖτε μέλη.

### book 151.5.1

καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι

### book 151.5.2

τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.

### book 151.5.3

ἀλλ’ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης,

### book 151

ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.

### book 152.1.1

Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δ’ ἄκροις

### book 152.1.2

Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε·

### book 152.1.3

„Ἄγρυπνος μίμνει σε· σὺ δ’, ὦ λήθαργε φιλούντων,

### book 152.1.4

εὕδεις.“ εἶα, πέτευ· ναί, φιλόμουσε, πέτευ·

### book 152.5.1

ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας

### book 152.5.2

κινήσῃς ἐπ’ ἐμοὶ ζηλοτύπους ὀδύνας.

### book 152.5.3

ἢν δ’ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος,

### book 152.5.4

κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.

### book 153.1.1

Νικαρέτης τὸ πόθοισι βεβλημένον ἡδὺ πρόσωπον,

### book 153.1.2

πυκνὰ δι’ ὑψιλόφων φαινόμενον θυρίδων,

### book 153.1.3

αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροισι μάραναν,

### book 153.1.4

Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.

### book 154.1.1

Ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασι Κύπριν,

### book 154.1.2

ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά.

### book 155.1

Ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώραν

### book 155

ψυχὴν τῆς ψυχῆς ἔπλασεν αὐτὸς Ἔρως.

### book 156.1.1

Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης

### book 156.1.2

ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.

### book 157.1.1

Τρηχὺς ὄνυξ ὑπ’ Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας·

### book 157.1.2

ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην.

### book 158.1.1

Ἑρμιόνῃ πιθανῇ ποτ’ ἐγὼ συνέπαιζον ἐχούσῃ

### book 158.1.2

ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,

### book 158.1.3

χρύσεα γράμματ’ ἔχον· „Διόλου,“ δ’ ἐγέγραπτο, „φίλει με

### book 158.1.4

καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μ’ ἕτερος.“

### book 159.1.1

Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτ’ ἐρασταί,

### book 159.1.2

σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.

### book 159.1.3

ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν,

### book 159.1.4

καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.

### book 160.1.1

Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτα

### book 160.1.2

τέρπεται, ἁ δ’ ἐν ἐμοὶ νῦν στενάχει κραδία.

### book 160.1.3

εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα·

### book 160

ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως.

### book 161.1.1

Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους,

### book 161.1.2

Γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,

### book 161.1.3

Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν’ ἑκάστη,

### book 161.1.4

γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.

### book 161.5.1

ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης

### book 161.5.2

φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.

### book 162.1.1

Ἡ λαμυρή μ’ ἔτρωσε Φιλαίνιον· εἰ δὲ τὸ τραῦμα

### book 162.1.2

μὴ σαφές, ἀλλ’ ὁ πόνος δύεται εἰς ὄνυχα.

### book 162.1.3

οἴχομ’, Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν

### book 162.1.4

νυστάζων ἐπέβην ἠδ’ ἔθιγον γ’ Ἀίδα.

### book 163.1.1

Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας

### book 163.1.2

ψαύεις, ἐκπρολιποῦς’ εἰαρινὰς κάλυκας;

### book 163.1.3

ἦ σύ γε μηνύεις, ὅτι καὶ γλυκὺ καὶ δυσόιστον

### book 163.1.4

πικρὸν ἀεὶ κραδίᾳ κέντρον Ἔρωτος ἔχει;

### book 163.5.1

ναὶ δοκέω, τοῦτ’ εἶπας. ἰώ, φιλέραστε, παλίμπους

### book 163.5.2

στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.

### book 164.1.1

Νύξ, σὲ γάρ, οὐκ ἄλλην μαρτύρομαι, οἷά μ’ ὑβρίζει

### book 164.1.2

Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτης.

### book 164.1.3

κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα· ταὐτὰ παθοῦσα

### book 164

σοὶ μέμψαιτ’ ἐπ’ ἐμοὶ στᾶσα παρὰ προθύροις.

### book 165.1.1

Ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ,

### book 165.1.2

ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ·

### book 165.1.3

εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας

### book 165.1.4

θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,

### book 165.5.1

κοιμάσθω μὲν λύχνος, ὁ δ’ ἐν κόλποισιν ἐκείνης

### book 165.5.2

ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.

### book 166.1.1

Ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας,

### book 166.1.2

καὶ σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ,

### book 166.1.3

ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καί τι φίλημα

### book 166.1.4

μνημόσυνον ψυχρᾷ θάλπετ’ ἐν εἰκασίᾳ;

### book 166.5.1

ἆρά γ’ ἔχει σύγκοιτα τὰ δάκρυα κἀμὸν ὄνειρον

### book 166.5.2

ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;

### book 166.5.3

ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε,

### book 166.5.4

ταῦτ’ ἐσίδῃς, εἴης δ’ ἧς παρέδωκα φύλαξ.

### book 167.1.1

Ὑετὸς ἦν καὶ νὺξ καί, τὸ τρίτον ἄλγος ἔρωτι,

### book 167.1.2

οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.

### book 167.1.3

„Ἀλλ’ ὁ καλὸς Μόσχος πλέον ἴσχυε.“ Καὶ σὺ γὰρ οὕτως

### book 167.1.4

ἤλυθες οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας,

### book 167.5

τῇδε τοσοῦτ’ ἐβόησα βεβρεγμένος. ἄχρι τίνος, Ζεῦ;

### book 167

Ζεῦ φίλε, σίγησον, καὐτὸς ἐρᾶν ἔμαθες.

### book 168.1.1

Καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷ

### book 168.1.2

βάλλε καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη.

### book 168.1.3

τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα

### book 168.1.4

οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.

### book 169.1.1

Ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις

### book 169.1.2

ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·

### book 169.1.3

ἥδιον δ’, ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας

### book 169.1.4

χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ’ ἀμφοτέρων.

### book 170.1.1

Ἅδιον οὐδὲν ἔρωτος· ἃ δ’ ὄλβια, δεύτερα πάντα

### book 170.1.2

ἐστίν· ἀπὸ στόματος δ’ ἔπτυσα καὶ τὸ μέλι.

### book 170.1.3

τοῦτο λέγει Νοσσίς· τίνα δ’ ἁ Κύπρις οὐκ ἐφίλησεν,

### book 170.1.4

οὐκ οἶδεν τήνα γ’, ἄνθεα ποῖα ῥόδα.

### book 171.1.1

Τὸ σκύφος ἁδὺ γέγηθε· λέγει δ’, ὅτι τᾶς φιλέρωτος

### book 171.1.2

Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος.

### book 171.1.3

ὄλβιον· εἴθ’ ὑπ’ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα

### book 171

ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.

### book 172.1.1

Ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης,

### book 172.1.2

ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;

### book 172.1.3

εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης,

### book 172.1.4

ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.

### book 172.5.1

ἤδη γὰρ καὶ πρόσθεν ἐπ’ Ἀλκμήνην Διὸς ἦλθες

### book 172.5.2

ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.

### book 173.1.1

Ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ,

### book 173.1.2

ἄλλος ἐπεὶ Δημοῦς θάλπεθ’ ὑπὸ χλανίδι;

### book 173.1.3

ἀλλ’ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης,

### book 173.1.4

ὡς βάλλων ἐπ’ ἐμοὶ φῶς ἐπιχαιρέκακον.

### book 174.1.1

Εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος· εἴθ’ ἐπὶ σοὶ νῦν

### book 174.1.2

ἄπτερος εἰσῄειν Ὕπνος ἐπὶ βλεφάροις,

### book 174.1.3

ὡς ἐπὶ σοὶ μηδ’ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων,

### book 174.1.4

φοιτήσαι, κάτεχον δ’ αὐτὸς ἐγώ σε μόνος.

### book 175.1.1

Οἶδα. τί μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον

### book 175.1.2

μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος,

### book 175.1.3

μηνύει δ’ ἄγρυπνον, ἰδού, βεβαρημένον ὄμμα

### book 175.1.4

καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος;

### book 175.5

ἔσκυλται δ’ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος,

### book 175.1

πάντα δ’ ὑπ’ ἀκρήτου γυῖα σαλευτὰ φορεῖς.

### book 175.2

ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος

### book 175.3

πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.

### book 176.1.1

Δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω

### book 176.1.2

καὶ πάλιν οἰμώζων πολλάκι· „Δεινὸς Ἔρωσ“;

### book 176.1.3

ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ καὶ πυκνὰ κακισθεὶς

### book 176.1.4

ἥδεται· ἢν δ’ εἴπω λοίδορα, καὶ τρέφεται.

### book 176.5.1

θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα

### book 176.5.2

κύματος ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.

### book 177.1.1

Κηρύσσω τὸν Ἔρωτα, τὸν ἄγριον· ἄρτι γάρ, ἄρτι

### book 177.1.2

ὀρθρινὸς ἐκ κοίτας ᾤχετ’ ἀποπτάμενος.

### book 177.1.3

ἔστι δ’ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής,

### book 177.1.4

σιμὰ γελῶν πτερόεις νῶτα, φαρετροφόρος.

### book 177.5.1

πατρὸς δ’ οὐκέτ’ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ,

### book 177.5.2

οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος.

### book 177.5.3

πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλ’ ἐσορᾶτε

### book 177.5.4

μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.

### book 177.5.5

καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας,

### book 177.10

τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.

### book 178.1.1

Πωλείσθω, καὶ ματρὸς ἔτ’ ἐν κόλποισι καθεύδων·

### book 178.1.2

πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν;

### book 178.1.3

καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον· ἄκρα δ’ ὄνυξιν

### book 178.1.4

κνίζει· καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ·

### book 178.5

πρὸς δ’ ἔτι λοιπὸν ἄτρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός,

### book 178.1

ἄγριον, οὐδ’ αὐτᾷ ματρὶ φίλᾳ τιθασόν·

### book 178.2

πάντα τέρας. τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους

### book 178.3

ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω.

### book 178.4

καίτοι λίσσετ’, ἰδού, δεδακρυμένος. οὔ ς’ ἔτι πωλῶ·

### book 178.10

θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε.

### book 179.1.1

Ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας,

### book 179.1.2

τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην.

### book 179.1.3

φλέξω, ναί. τί μάταια γελᾷς καὶ σιμὰ σεσηρὼς

### book 179.1.4

μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις.

### book 179.5.1

ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας

### book 179.5.2

χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.

### book 179.5.3

καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικον

### book 179.5.4

ψυχῇ συζεύξω, λύγκα παρ’ αἰπολίοις.

### book 179.5.5

ἀλλ’ ἴθι, δυσνίκητε, λαβὼν δ’ ἔπι κοῦφα πέδιλα

### book 179.10

ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.

### book 180.1.1

Τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα

### book 180.1.2

βάλλει καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ;

### book 180.1.3

οὐ μάτηρ στέργει μὲν Ἄρη, γαμέτις δὲ τέτυκται

### book 180.1.4

Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσι;

### book 180.5.1

ματρὸς δ’ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα

### book 180.5.2

τραχὺ βοᾷ; γενέτας δ’ οὔτε τις οὔτε τινός.

### book 180.5.3

τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα, κύμασι δ’ ὀργὰν

### book 180

στέρξεν ἴσαν, Ἄρεως δ’ αἱματόφυρτα βέλη.

### book 181.1.1

Τῶν καρύων ἡμῖν λάβε † κώλακας (ἀλλά ποθ’ ἥξει;)

### book 181.1.2

καὶ πέντε στεφάνους τῶν ῥοδίνων. —„Τί, τὸ ...“ —Πάξ.

### book 181.1.3

οὐ φὴς κέρματ’ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις

### book 181.1.4

τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντ’ ἔχομεν.

### book 181.5.1

οὐκ ἀδικεῖς; —„Οὐδέν.“ —Φέρε τὸν λόγον· ἐλθὲ λαβοῦσα,

### book 181.5.2

Φρύνη, τὰς ψήφους. ὢ μεγάλου κινάδους·

### book 181.5.3

πέντ’ οἶνος δραχμῶν, ἀλλᾶς δύο ...

### book 181.5.4

ὦτα, λαγώς, σκόμβροι, σησαμίδες, σχάδονες.

### book 181.5.5

αὔριον αὐτὰ καλῶς λογιούμεθα. νῦν δὲ πρὸς Αἴσχραν

### book 181.10.1

τὴν μυρόπωλιν ἰὼν πέντε λάβ’ ἀργυρέας·

### book 181.10.2

εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντ’ ἐφίλησεν

### book 181.10.3

ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.

### book 182.1.1

Ἄγγειλον τάδε, Δορκάς· ἰδού, πάλι δεύτερον αὐτῇ

### book 182.1.2

καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα· τρέχε·

### book 182.1.3

μηκέτι μέλλε, πέτου ... βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες·

### book 182.1.4

Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν;

### book 182.5.1

πρόσθες δ’, οἷς εἴρηκα πάλαι ... μᾶλλον δὲ ... τί ληρῶ;

### book 182.5.2

μηδὲν ὅλως εἴπῃς, ἀλλ’ ὅτι ... πάντα λέγε·

### book 182.5.3

μὴ φείδου σὺ τὰ πάντα λέγειν. καίτοι τί σε, Δορκάς,

### book 182.5.4

ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;

### book 183.1

Τέσσαρες οἱ πίνοντες, ἐρωμένη ἔρχεθ’ ἑκάστῳ·

### book 183.1

ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν.

### book 183.2

παιδάριον, βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον

### book 183.3

ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο

### book 183.5.1

ἀσφαλέως, οἶμαι δ’, ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·

### book 183.5.2

ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.

### book 184.1.1

Ἔγνων, οὔ μ’ ἔλαθες. τί θεούς; οὐ γάρ με λέληθας·

### book 184.1.2

ἔγνων· μηκέτι νῦν ὄμνυε· πάντ’ ἔμαθον.

### book 184.1.3

ταῦτ’ ἦν, ταῦτ’, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς;

### book 184.1.4

ὢ τόλμης, καὶ νῦν, νῦν, ἔτι φησὶ „μόνη“.

### book 184.5.1

οὐχ ὁ περίβλεπτός σε Κλέων ...; κἂν μὴ ... τί δ’ ἀπειλῶ;

### book 184.5.2

ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος.

### book 184.5.3

καίτοι σοι δώσω τερπνὴν χάριν· οἶδ’, ὅτι βούλει

### book 184.5.4

κεῖνον ὁρᾶν· αὐτοῦ δέσμιος ὧδε μένε.

### book 185.1.1

Εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρ’ Ἀμύντου

### book 185.1.2

γλαυκίσκους αἴτει καὶ δέκα φυκίδια

### book 185.1.3

καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός)

### book 185.1.4

εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.

### book 185.5.1

καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε 〈πλοχμοὺσ〉

### book 185.5.2

καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.

### book 186.1.1

Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι, Φιλαινί.

### book 186.1.2

οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,

### book 186.1.3

τοῦτον ὅσον παρ’ ἐμοὶ κέκλισαι χρόνον· εἰ δ’ ἕτερός σε

### book 186

εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.

### book 187.1.1

Εἰπὲ Λυκαινίδι, Δορκάς· „Ἴδ’, ὡς ἐπίτηκτα φιλοῦσα

### book 187.1.2

ἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.“

### book 188.1.1

Οὐκ ἀδικέω τὸν Ἔρωτα, γλυκύς· μαρτύρομαι αὐτὴν

### book 188.1.2

Κύπριν· βέβλημαι δ’ ἐκ δολίου κέραος

### book 188.1.3

καὶ πᾶς τεφροῦμαι· θερμὸν δ’ ἐπὶ θερμῷ ἰάλλει

### book 188.1.4

ἄτρακτον, λωφᾷ δ’ οὐδ’ ὅσον ἰοβολῶν.

### book 188.5.1

χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων,

### book 188.5.2

τίσομαι· ἐγκλήμων δ’ ἔσσομ’ ἀλεξόμενος;

### book 189.1.1

Νὺξ μακρὴ καὶ χεῖμα, μέσην δ’ ἐπὶ Πλειάδα δύνει,

### book 189.1.2

κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,

### book 189.1.3

τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα

### book 189.1.4

Κύπρις, ἀνιηρὸν δ’ ἐκ πυρὸς ἧκε βέλος.

### book 190.1.1

Κῦμα τὸ πικρὸν Ἔρωτος ἀκοίμητοί τε πνέοντες

### book 190.1.2

ζῆλοι καὶ κώμων χειμέριον πέλαγος,

### book 190.1.3

ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται.

### book 190

ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἀποψόμεθα;

### book 191.1.1

Ἄστρα καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη

### book 191.1.2

καὶ Νὺξ καὶ κώμων σύμπλανον ὀργάνιον,

### book 191.1.3

ἆρά γε τὴν φιλάσωτον ἔτ’ ἐν κοίταισιν ἀθρήσω

### book 191.1.4

ἄγρυπνον λύχνῳ πόλλ’ ἀποδυρομένην;

### book 191.5.1

ἤ τιν’ ἔχει σύγκοιτον; ἐπὶ προθύροισι μαράνας

### book 191.5.2

δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους,

### book 191.5.3

ἓν τόδ’ ἐπιγράψας· „Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης

### book 191.5.4

σῶν κώμων, στοργῆς σκῦλα τάδ’ ἐκρέμασε.“

### book 192.1.1

Γυμνὴν ἢν ἐσίδῃς Καλλίστιον, ὦ ξένε, φήσεις·

### book 192.1.2

„Ἤλλακται διπλοῦν γράμμα Συρηκοσίων.“

### book 193.1.1

Ἡ τρυφερή μ’ ἤγρευσε Κλεὼ τὰ γαλάκτιν’, Ἄδωνι,

### book 193.1.2

τῇ σῇ κοψαμένη στήθεα παννυχίδι.

### book 193.1.3

εἰ δώσει κἀμοὶ ταύτην χάριν, ἢν ἀποπνεύσω,

### book 193.1.4

μὴ προφάσεις, σύμπλουν σύν με λαβὼν ἀγέτω.

### book 194.1.1

Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες,

### book 194.1.2

Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων,

### book 194.1.3

ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου

### book 194.1.4

γλυπτήν, παρθενίων βριθομένην χαρίτων,

### book 194.5

καὶ πολλοὺς τότε χερσὶν ἐπ’ ἠιθέοισιν ὀιστοὺς

### book 194

τόξου πορφυρέης ἧκαν ἀφ’ ἁρπεδόνης.

### book 195.1.1

Αἱ τρισσαὶ Χάριτες, τρισσὸν στεφάνωμα συνευνᾷ

### book 195.1.2

Ζηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας,

### book 195.1.3

ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δ’ ἐπὶ μορφᾶς

### book 195.1.4

ἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.

### book 195b.1

Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν

### book 195b.2

καὶ Πειθὼ μύθους καὶ γλυκὺ κάλλος Ἔρως.

### book 196.1.1

Ζηνοφίλᾳ κάλλος μὲν Ἔρως, σύγκοιτα δὲ φίλτρα

### book 196.1.2

Κύπρις ἔδωκεν ἔχειν, αἱ Χάριτες δὲ χάριν.

### book 197.1.1

Ναὶ μὰ τὸν εὐπλοκάμου Τιμοῦς φιλέρωτα κίκιννον,

### book 197.1.2

ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην,

### book 197.1.3

ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνον

### book 197.1.4

λύχνον ἐμῶν κώμων πόλλ’ ἐπιδόντα τέλη,

### book 197.5

βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα·

### book 197

εἰ δ’ ἐθέλεις καὶ τοῦτ’, εἰπέ, καὶ ἐκπτύσομαι.

### book 198.1.1

Οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας,

### book 198.1.2

οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον,

### book 198.1.3

οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας,

### book 198.1.4

οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους,

### book 198.5.1

οὐκέτι σοὶ φαρέτρη 〈γλαφυρὴ〉 πτερόεντας ὀιστοὺς

### book 198.5.2

κρύπτει, Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.

### book 199.1.1

Οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην

### book 199.1.2

αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,

### book 199.1.3

ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα

### book 199.1.4

κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων,

### book 199.5.1

σάνδαλα καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι,

### book 199.5.2

ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.

### book 200.1.1

Ὁ κρόκος οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦς

### book 200.1.2

σὺν μίτραις κισσοῦ κυάνεοι στέφανοι

### book 200.1.3

τῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ

### book 200.1.4

κεῖνται τῆς ἱερῆς ξείνια παννυχίδος.

### book 201.1.1

Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷον

### book 201.1.2

ἀστέρα τῷ χρυσέῳ τερπομένη Σθενίῳ,

### book 201.1.3

ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μεληθὲν

### book 201

βάρβιτον ἐκ κείνης κεῖτ’ ἔτι παννυχίδος.

### book 202.1.1

Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα

### book 202.1.2

Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,

### book 202.1.3

νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον

### book 202.1.4

ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.

### book 202.5.1

Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης

### book 202.5.2

δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.

### book 203.1.1

Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,

### book 203.1.2

χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,

### book 203.1.3

ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν· οὐδέ ποτ’ αὐτῆς

### book 203.1.4

μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης·

### book 203.5.1

ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλον

### book 203.5.2

σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.

### book 204.1.1

Οὐκέτι Τιμαρίου, τὸ πρὶν γλαφυροῖο κέλητος,

### book 204.1.2

πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίη,

### book 204.1.3

ἀλλ’ ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ,

### book 204.1.4

κυρτοῦται, πολιὸς δ’ ἐκλέλυται πρότονος,

### book 204.5.1

ἱστία δ’ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν·

### book 204.5.2

ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας.

### book 204.5.3

νέρθε δὲ πάνθ’ ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσα

### book 204.5.4

πλημύρει, γόνασιν δ’ ἔντρομός ἐστι σάλος.

### book 204.5.5

δύστανός γ’, ὃς ζωὸς ἔτ’ ὢν Ἀχερουσίδα λίμνην

### book 204.10

πλεύσετ’ ἄνωθ’ ἐπιβὰς γραὸς ἐπ’ εἰκοσόρου.

### book 205.1.1

Ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν

### book 205.1.2

ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,

### book 205.1.3

χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου

### book 205.1.4

γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον,

### book 205.5.1

πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα,

### book 205.5.2

τῆς Λαρισσαίης ξείνια φαρμακίδος.

### book 206.1.1

Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω

### book 206.1.2

παῖδες, ταὶ Μουσέων εὔκολοι ἐργάτιδες,

### book 206.1.3

Μηλὼ μὲν Μούσαις Πιμπληίσι τοὺς ταχυχειλεῖς

### book 206.1.4

αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην,

### book 206.5.1

ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων

### book 206.5.2

σύγκωμον κηρῷ τευξαμένη δόνακα,

### book 206.5.3

ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ

### book 206.5.4

ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.

### book 207.1.1

Αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης

### book 207.1.2

φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,

### book 207.1.3

εἰς δ’ ἕτερ’ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,

### book 207

μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας.

### book 208.1.1

Οὔ μοι παιδομανὴς κραδία. τί δὲ τερπνόν, Ἔρωτες,

### book 208.1.2

ἀνδροβατεῖν, εἰ μὴ δούς τι λαβεῖν ἐθέλοι;

### book 208.1.3

ἁ χεὶρ γὰρ τὰν χεῖρα· καλά με μένοι παράκοιτις.

### book 208.1.4

ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.

### book 209.1.1

Σήν, Παφίη Κυθέρεια, παρ’ ἠιόν’ εἶδε Κλέανδρος

### book 209.1.2

Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·

### book 209.1.3

καιόμενος δ’ ὑπ’ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ

### book 209.1.4

ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.

### book 209.5.1

χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης

### book 209.5.2

ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί.

### book 209.5.3

νῦν δ’ ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ

### book 209.5.4

εὐχαὶ τὰς κείνης εὔξατ’ ἐπ’ ἠιόνος.

### book 210.1.1

Τῷ θαλλῷ Διδύμη με συνήρπασεν· ὤμοι, ἐγὼ δὲ

### book 210.1.2

τήκομαι ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.

### book 210.1.3

εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλ’ ὅτε κείνους

### book 210

θάλψωμεν, λάμπους’ ὡς ῥόδεαι κάλυκες.

### book 211.1.1

Δάκρυα καὶ κῶμοι, τί μ’ ἐγείρετε, πρὶν πόδας ἄρω

### book 211.1.2

ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;

### book 211.1.3

λήγω δ’ οὔποτ’ ἔρωτος, ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης

### book 211.1.4

ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος.

### book 212.1.1

Αἰεί μοι δύνει μὲν ἐν οὔασιν ἦχος Ἔρωτος,

### book 212.1.2

ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει·

### book 212.1.3

οὐδ’ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλ’ ὑπὸ φίλτρων

### book 212.1.4

ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.

### book 212.5.1

ὦ πτανοί, μὴ καί ποτ’ ἐφίπτασθαι μέν, Ἔρωτες,

### book 212.5.2

οἴδατ’, ἀποπτῆναι δ’ οὐδ’ ὅσον ἰσχύετε;

### book 213.1.1

Πυθιὰς εἰ μὲν ἔχει τιν’, ἀπέρχομαι· εἰ δὲ καθεύδει

### book 213.1.2

ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐκκάλεσαι.

### book 213.1.3

εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν

### book 213.1.4

ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι.

### book 214.1.1

Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δ’, Ἡλιοδώρα,

### book 214.1.2

βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν.

### book 214.1.3

ἀλλ’ ἄγε συμπαίκταν δέξαι Πόθον· εἰ δ’ ἀπὸ σεῦ με

### book 214

ῥίψαις, οὐκ οἴσω τὰν ἀπάλαιστρον ὕβριν.

### book 215.1.1

Λίσσομ’, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας

### book 215.1.2

κοίμισον αἰδεσθεὶς Μοῦσαν ἐμὰν ἱκέτιν.

### book 215.1.3

ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν

### book 215.1.4

ἄλλον, ἀεὶ δ’ ἐπ’ ἐμοὶ πτανὰ χέοντα βέλη,

### book 215.5.1

εἰ καὶ ἐμὲ κτείναις, λείψω φωνὴν προϊέντα

### book 215.5.2

γράμματ’· „Ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίαν.“

### book 216.1.1

Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς

### book 216.1.2

θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·

### book 216.1.3

ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι

### book 216.1.4

ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.

### book 216.5.1

ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν

### book 216.5.2

καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.

### book 216.5.3

κεῖνος δ’ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει

### book 216.5.4

οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ.

### book 217.1.1

Χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας

### book 217.1.2

Ζεὺς διαδὺς Δανάας χαλκελάτους θαλάμους.

### book 217.1.3

φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε· „Χάλκεα νικᾷ

### book 217.1.4

τείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.“

### book 217.5.1

χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληῖδας ἐλέγχει,

### book 217.5.2

χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους·

### book 217.5.3

καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὰς

### book 217

λισσέσθω Παφίαν, ἀργύριον παρέχων.

### book 218.1.1

Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου

### book 218.1.2

κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους,

### book 218.1.3

ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης

### book 218.1.4

βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,

### book 218.5.1

καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας,

### book 218.5.2

μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.

### book 218.5.3

ζηλομανὲς τὸ κόλασμα. τί γὰρ τόσον ἤλιτε κούρη,

### book 218.5.4

εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;

### book 218.5.5

σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ

### book 218.10.1

βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.

### book 218.10.2

ἀλλ’ ἔμπης τελέθει „Μισούμενοσ“· αὐτὰρ ἔγωγε

### book 218.10.3

„Δύσκολοσ“, οὐχ ὁρόων τὴν „Περικειρομένην“.

### book 219.1.1

Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα τήν τ’ ἐρατεινὴν

### book 219.1.2

καὶ περιδηριτὴν Κύπριδος ἐργασίην.

### book 219.1.3

ἡδὺ λαθεῖν φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι·

### book 219.1.4

φώρια δ’ ἀμφαδίων λέκτρα μελιχρότερα.

### book 220.1.1

Εἰ καὶ νῦν πολιή σε κατεύνασε καὶ τὸ θαλυκρὸν

### book 220.1.2

κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,

### book 220.1.3

ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς

### book 220.1.4

νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,

### book 220.5.1

μηδ’ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα μηδὲ κομάων

### book 220.5.2

τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.

### book 220.5.3

„Ἀντίπατροσ“ τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ,

### book 220

καὶ νῦν ἐξαπίνης „Ἀντίπαλοσ“ γέγονας.

### book 221.1.1

Μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν

### book 221.1.2

φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;

### book 221.1.3

λεκτέον ἀμφαδίην μελεδήματα, κἤν τις ἐρύξῃ

### book 221.1.4

μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης,

### book 221.5.1

φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖν

### book 221.5.2

ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.

### book 222.1.1

Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα

### book 222.1.2

κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·

### book 222.1.3

εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν,

### book 222.1.4

αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο.

### book 222.5.1

εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ

### book 222.5.2

Κύπρις ἐνικήθη κἀνεδίκαζε Πάρις.

### book 222.5.3

σιγῇ ἐφ’ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας

### book 222.5.4

τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.

### book 223.1.1

Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο μηδὲ διδάσκου,

### book 223.1.2

Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχειν.

### book 223.1.3

ὡς δὲ πάρος Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ

### book 223.1.4

οὐ δρόμον ὠκυπόδην εἶχες ἀπ’ ἀντολίης,

### book 223.5

οὕτω μοι περὶ νύκτα μόγις ποθέοντι φανεῖσαν

### book 223

ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.

### book 224.1.1

Λῆξον, Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δ’ ἐπιθυμεῖς

### book 224.1.2

βάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα.

### book 225.1.1

Ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχὼρ

### book 225.1.2

δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης.

### book 225.1.3

εἰμὶ καὶ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάων

### book 225.1.4

ἤπιά μοι πάσσει φάρμακα δευομένῳ.

### book 225.5.1

Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς·

### book 225.5.2

κάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες.

### book 226.1.1

Ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων,

### book 226.1.2

κάλλεος ἀκρήτου ζωροπόται θρασέες;

### book 226.1.3

τῆλε διαθρέξωμεν, ὅπῃ σθένος· ἐν δὲ γαλήνῃ

### book 226.1.4

νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.

### book 226.5.1

εἰ δ’ ἄρα που καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ

### book 226.5.2

γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι,

### book 226.5.3

ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ,

### book 226.5.4

φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην.

### book 227.1.1

Ἡμερίδας τρυγόωσιν ἐτήσιον, οὐδέ τις αὐτῶν

### book 227.1.2

τοὺς ἕλικας, κόπτων βότρυν, ἐπιστρέφεται.

### book 227.1.3

ἀλλὰ σέ, τὴν ῥοδόπηχυν, ἐμῆς ἀνάθημα μερίμνης,

### book 227

ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμὸν ἔχω

### book 227.5.1

καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος, οὐκ ἔαρ ἄλλο

### book 227.5.2

οἶδα μένειν, ὅτι μοι πᾶσα γέμεις χαρίτων.

### book 227.5.3

ὧδε καὶ ἡβήσειας, ὅλον χρόνον· εἰ δέ τις ἔλθῃ

### book 227.5.4

λοξὸς ἕλιξ ῥυτίδων, τλήσομαι ὡς φιλέων.

### book 228.1.1

Εἰπέ, τίνι πλέξεις ἔτι βόστρυχον ἢ τίνι χεῖρας

### book 228.1.2

φαιδρυνέεις ὀνύχων ἀμφιτεμὼν ἀκίδα;

### book 228.1.3

ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ,

### book 228.1.4

μηκέτι τῆς καλῆς ἐγγὺς ἰὼν Ῥοδόπης;

### book 228.5.1

ὄμμασιν, οἷς Ῥοδόπην οὐ δέρκομαι, οὐδὲ φαεινῆς

### book 228.5.2

φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.

### book 229.1.1

Τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ

### book 229.1.2

θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος.

### book 229.1.3

αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην

### book 229.1.4

ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.

### book 229.5.1

αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης

### book 229.5.2

τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.

### book 230.1.1

Χρυσείης ἐρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης,

### book 230.1.2

οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας.

### book 230.1.3

αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι

### book 230

Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος·

### book 230.5.1

ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη

### book 230.5.2

οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ·

### book 230.5.3

καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι,

### book 230.5.4

δεσπότις ἔνθ’ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.

### book 231.1.1

Τὸ στόμα ταῖς χαρίτεσσι, προσώπατα δ’ ἄνθεσι βάλλει,

### book 231.1.2

ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ.

### book 231.1.3

συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ·

### book 231.1.4

πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.

### book 232.1.1

Ἱππομένην φιλέουσα νόον προσέρεισα Λεάνδρῳ·

### book 232.1.2

ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη

### book 232.1.3

εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ

### book 232.1.4

Ξάνθον ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.

### book 232.5.1

πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δ’ ἄλλον

### book 232.5.2

αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη

### book 232.5.3

ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν

### book 232.5.4

μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.

### book 233.1.1

„Αὔριον ἀθρήσω σε.“ Τὸ δ’ οὔ ποτε γίνεται ἡμῖν,

### book 233.1.2

ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης.

### book 233.1.3

ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δ’ ἐς ἄλλους

### book 233.1.4

δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.

### book 233.5

„Ὄψομαι ἑσπερίη σε.“ τί δ’ ἕσπερός ἐστι γυναικῶν;

### book 233

γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.

### book 234.1.1

Ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ

### book 234.1.2

οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,

### book 234.1.3

γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων

### book 234.1.4

αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.

### book 234.5.1

δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς

### book 234.5.2

νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἐφ’ Ἑσπερίδων.

### book 235.1.1

Ἦλθες ἐμοὶ ποθέοντι παρ’ ἐλπίδα· τὴν δ’ ἐνὶ θυμῷ

### book 235.1.2

ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην

### book 235.1.3

καὶ τρομέω· κραδίη τε βυθῷ πελεμίζεται οἴστρου,

### book 235.1.4

ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.

### book 235.5.1

ἀλλ’ ἐμὲ τὸν ναυηγὸν ἐπ’ ἠπείροιο φανέντα

### book 235.5.2

σῶε τεῶν λιμένων ἔνδοθι δεξαμένη.

### book 236.1.1

Ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς

### book 236.1.2

ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.

### book 236.1.3

οὐ γάρ, ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι

### book 236.1.4

χείλεϊ σῷ ῥοδέων ἁβροτέρῳ καλύκων,

### book 236.5.1

Τάνταλος ἀκριτόδακρυς· ὑπερτέλλοντα δὲ πέτρον

### book 236.5.2

δείδιεν, ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.

### book 236.5.3

αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ,

### book 236

ἐκ δ’ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.

### book 237.1.1

Πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ

### book 237.1.2

ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος,

### book 237.1.3

ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ

### book 237.1.4

βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.

### book 237.5.1

ὄμματα δ’ οὐ λάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης

### book 237.5.2

αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.

### book 237.5.3

ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε

### book 237.5.4

τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην·

### book 237.5.5

ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα καὶ γοάοιτε

### book 237.10.1

εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,

### book 237.10.2

βαιὸν ἵνα κνώσσοιμεν· ἴσως δέ τις ἥξει ὄνειρος,

### book 237.10.3

ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.

### book 238.1.1

Τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη,

### book 238.1.2

οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον,

### book 238.1.3

ἀλλ’ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα,

### book 238.1.4

δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.

### book 238.5.1

οὗτος ἐμοὶ ποθέοντι συνέμπορος, οὐδὲ κατόπτρου

### book 238.5.2

δεύομαι, ἐν δ’ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ,

### book 238.5.3

καὶ καλὸς ὡς ἐν ἔρωτι· σὺ δ’ ἢν ἀπ’ ἐμεῖο λάθηαι,

### book 238.5.4

τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.

### book 239.1

Ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω,

### book 239.1

ἀλλὰ καταθνῄσκω ψυχόμενος Παφίῃ.

### book 239.2

ἤδη γὰρ μετὰ σάρκα δι’ ὀστέα καὶ φρένας ἕρπει

### book 239.3

παμφάγον ἀσθμαίνων οὗτος ὁ πικρὸς Ἔρως.

### book 239.5.1

καὶ φλὸξ ἐν τελεταῖς, ὅτε θύματα πάντα λαφύξῃ

### book 239.5.2

φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.

### book 240.1.1

Τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ

### book 240.1.2

ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ,

### book 240.1.3

ἀλλ’ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης

### book 240.1.4

ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.

### book 241.1.1

„Σῴζεό“ σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν

### book 241.1.2

ἂψ ἀνασειράζω καὶ πάλιν ἄγχι μένω·

### book 241.1.3

σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν

### book 241.1.4

νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.

### book 241.5.1

ἤματι γὰρ σέο φέγγος ὁμοίιον· ἀλλὰ τὸ μέν που

### book 241.5.2

ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις

### book 241.5.3

κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι

### book 241.5.4

εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.

### book 242.1.1

Ὡς εἶδον Μελίτην, ὦχρός μ’ ἕλε· καὶ γὰρ ἀκοίτῃ

### book 242.1.2

κείνη ἐφωμάρτει· τοῖα δ’ ἔλεξα τρέμων·

### book 242.1.3

„Τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,

### book 242

δικλίδος ἡμετέρης τὴν βάλανον χαλάσας,

### book 242.5.1

καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι,

### book 242.5.2

ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;“

### book 242.5.3

ἡ δὲ λέγει γελάσασα καὶ ἀνέρα λοξὸν ἰδοῦσα·

### book 242.5.4

„Τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.“

### book 243.1.1

Τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου

### book 243.1.2

εἶχον ἐπισφίγξας πήχεσιν ἡμετέροις.

### book 243.1.3

πείθετό μοι ξύμπαντα καὶ οὐκ ἀλέγιζεν ἐμεῖο

### book 243.1.4

κύπριδι παντοίῃ σώματος ἁπτομένου.

### book 243.5.1

ἀλλὰ βαρύζηλός τις Ἔρως· καὶ νύκτα λοχήσας

### book 243.5.2

ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας.

### book 243.5.3

ὧδέ μοι οὐδ’ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις

### book 243.5.4

ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.

### book 244.1.1

Μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ,

### book 244.1.2

Δωρὶς ὀδακτίζει. τίς πλέον ἐξερέθει;

### book 244.1.3

οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ

### book 244.1.4

τρηχαλέων στομάτων ψῆφον ἐποισόμεθα.

### book 244.5.1

ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς

### book 244.5.2

ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων·

### book 244.5.3

μίμν’ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ

### book 244

τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.

### book 245.1.1

Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα,

### book 245.1.2

ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις.

### book 245.1.3

ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,

### book 245.1.4

μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.

### book 245.5.1

παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ

### book 245.5.2

χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις.

### book 245.5.3

αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι

### book 245.5.4

κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.

### book 246.1.1

Μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων

### book 246.1.2

πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη,

### book 246.1.3

ψυχὴ δ’ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων

### book 246.1.4

ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.

### book 246.5.1

καὶ τίς ὑποτλαίη; τάχα τις, τάχα τοῦτο ταλάσσας

### book 246.5.2

δίψαν Τανταλέην τλήσεται εὐμαρέως.

### book 247.1.1

Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσας

### book 247.1.2

ὠισάμην, σὺ δέ μοι πικροτέρη θανάτου.

### book 247.1.3

καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις,

### book 247.1.4

ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.

### book 247.5

κεντρομανὲς δ’ ἄγκιστρον ἔφυ στόμα καί με δακόντα

### book 247

εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.

### book 248.1.1

Ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης

### book 248.1.2

ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι;

### book 248.1.3

ἔτλης; οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή,

### book 248.1.4

σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος;

### book 248.5.1

νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις·

### book 248.5.2

οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.

### book 248.5.3

μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινήν·

### book 248.5.4

μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.

### book 249.1.1

Ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοις

### book 249.1.2

καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη,

### book 249.1.3

ἀγκὰς ἑλοῦσά μ’ ἔχεις παρὰ σὸν λέχος· ἐν δ’ ἄρα δεσμοῖς

### book 249.1.4

κεῖμαι ἐλευθερίης οὐκ ἐπιδευόμενος.

### book 249.5.1

οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν

### book 249.5.2

συμφέρεται φιλίης ῥεύμασι μιγνύμενα.

### book 250.1.1

Ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ καὶ αὐτῶν

### book 250.1.2

ἠπιοδινήτων δάκρυ χέει βλεφάρων.

### book 250.1.3

χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ

### book 250.1.4

ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη.

### book 250.5.1

μυρομένην δὲ φίλησα· τὰ δ’ ὡς δροσερῆς ἀπὸ πηγῆς

### book 250.5.2

δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.

### book 250.5.3

εἶπε δ’ ἀνειρομένῳ· „Τίνος εἵνεκα δάκρυα λείβεις;“ —

### book 250

„Δείδια, μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.“

### book 251.1.1

Ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν,

### book 251.1.2

χείλεα δ’ ἀκροβαφῆ λοξὰ παρεκτανύεις,

### book 251.1.3

καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην,

### book 251.1.4

ἐκχυμένας δ’ ὁρόω τὰς σοβαρὰς παλάμας.

### book 251.5.1

ἀλλ’ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος·

### book 251.5.2

οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.

### book 252.1.1

Ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα, γυμνὰ δὲ γυμνοῖς

### book 252.1.2

ἐμπελάσῃ γυίοις γυῖα περιπλοκάδην·

### book 252.1.3

μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο

### book 252.1.4

τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν·

### book 252.5.1

στήθεα δ’ ἐζεύχθω τά τε χείλεα· τἆλλα δὲ σιγῇ

### book 252.5.2

κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.

### book 253.1.1

Τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις

### book 253.1.2

καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς;

### book 253.1.3

αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δ’ ἄρα σιγᾷς,

### book 253.1.4

νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη.

### book 254.1.1

Ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη,

### book 254.1.2

ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης·

### book 254.1.3

οὐ δ’ ἔτλην ὁ τάλας· τὸ γὰρ αὔριον ἄμμι φαάνθη

### book 254.1.4

τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.

### book 254.5

ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι

### book 254.1

ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος·

### book 254.2

θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μηδέ με μάστιξ,

### book 254.3

πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.

### book 255.1.1

Εἶδον ἐγὼ ποθέοντας· ὑπ’ ἀτλήτοιο δὲ λύσσης

### book 255.1.2

δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι,

### book 255.1.3

οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ,

### book 255.1.4

εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην,

### book 255.5.1

ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην

### book 255.5.2

ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.

### book 255.5.3

καί ῥ’ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος

### book 255.5.4

τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων·

### book 255.5.5

κούρη δ’ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα

### book 255.10.1

ζωσαμένη Φοίβης εἶδος ἀπεπλάσατο.

### book 255.10.2

καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ

### book 255.10.3

εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.

### book 255.10.4

ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει,

### book 255.10.5

στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα,

### book 255.15.1

ἢ κείνους φιλέοντας, ὑπ’ ἀντιπόροισί τ’ ἀγοστοῖς

### book 255.15.2

ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.

### book 255.15.3

τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη,

### book 255.15.4

τρὶς μάκαρ· ἀλλ’ ἡμεῖς ἄνδιχα καιόμεθα.

### book 256.1.1

Δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις

### book 256.1.2

ἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη·

### book 256.1.3

„Ὕβρις ἔρωτας ἔλυσε.“ μάτην ὅδε μῦθος ἀλᾶται·

### book 256.1.4

ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην.

### book 256.5

ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης,

### book 256

ὦ πόποι, ἀλλ’ ἱκέτης πρώιος εὐθὺς ἔβην.

### book 257.1.1

Νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,

### book 257.1.2

μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα·

### book 257.1.3

οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος

### book 257.1.4

οὔθ’ ἁπαλῆς Λήδης ἐστ’ ἀπολειπομένη·

### book 257.5.1

εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν

### book 257.5.2

τῶν βασιλευουσῶν παρθενικῶν φθορέα.

### book 258.1.1

Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης

### book 258.1.2

πάσης· ἱμείρω δ’ ἀμφὶς ἔχειν παλάμαις

### book 258.1.3

μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις

### book 258.1.4

ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.

### book 258.5.1

σὸν γὰρ ἔτι φθινόπωρον ὑπέρτερον εἴαρος ἄλλης

### book 258.5.2

χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.

### book 259.1.1

Ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ,

### book 259.1.2

οἷά περ ἐκ λέκτρων ἄρτι διεγρομένης·

### book 259.1.3

ἔσκυλται δὲ κόμη, ῥοδέης δ’ ἀμάρυγμα παρειῆς

### book 259.1.4

ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται.

### book 259.5.1

κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις

### book 259.5.2

ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέταται,

### book 259.5.3

ὅς σε περιπλέγδην ἔχε πήχεσιν· εἰ δέ σε τήκει

### book 259

θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.

### book 260.1.1

Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ,

### book 260.1.2

Ῥείης πυργοφόρου δείκελον εἰσορόων.

### book 260.1.3

ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης

### book 260.1.4

ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.

### book 260.5.1

ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις;

### book 260.5.2

οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην.

### book 260.5.3

μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει·

### book 260.5.4

πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.

### book 261.1.1

Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι,

### book 261.1.2

πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.

### book 261.1.3

εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν

### book 261.1.4

εὐμαρὲς οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·

### book 261.5.1

πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα

### book 261.5.2

καί μοι ἀπαγγέλλει τὴν χάριν, ἣν ἔλαβεν.

### book 262.1.1

Φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει

### book 262.1.2

βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων·

### book 262.1.3

ἱσταμένης δ’ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς

### book 262.1.4

οἷα πολύγληνον βουκόλον Ἰναχίης.

### book 262.5

ἵστασο καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου·

### book 262

οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.

### book 263.1.1

Μήποτε, λύχνε, μύκητα φέροις μηδ’ ὄμβρον ἐγείροις,

### book 263.1.2

μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον.

### book 263.1.3

αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθ’ Ἡρὼ

### book 263.1.4

ἥρμοσε Λειάνδρῳ ... θυμέ, τὸ λοιπὸν ἔα.

### book 263.5.1

Ἡφαίστου τελέθεις, καὶ πείθομαι, ὅττι χαλέπτων

### book 263.5.2

Κύπριδα θωπεύεις δεσποτικὴν ὀδύνην.

### book 264.1.1

Βόστρυχον ὠμογέροντα τί μέμφεαι ὄμματά θ’ ὑγρὰ

### book 264.1.2

δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων,

### book 264.1.3

φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων

### book 264.1.4

σύμβολα καὶ δολιχῆς ἔργα νυχεγρεσίης.

### book 264.5.1

καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη,

### book 264.5.2

καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται.

### book 264.5.3

ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο

### book 264.5.4

ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.

### book 264.5.5

ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι

### book 264.10

χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ.

### book 265.1.1

Ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον· ὅρκος ἀλήτης

### book 265.1.2

πλάζετο, Δημοφόων δ’ ἦεν ἄπιστος ἀνήρ.

### book 265.1.3

νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης

### book 265

Δημοφόων· σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς;

### book 266.1.1

Ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ

### book 266.1.2

ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.

### book 266.1.3

λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα

### book 266.1.4

εἰς ἐμὲ καὶ μανίαις θυμὸν ἐληίσατο.

### book 266.5.1

σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει

### book 266.5.2

καὶ ποταμῶν δῖναι καὶ δέπας οἰνοχόον.

### book 267.1.1

Τί στενάχεις; —„Φιλέω.“ —Τίνα; —„Παρθένον.“ —Ἦ ῥά γε καλήν; —

### book 267.1.2

„Καλὴν ἡμετέροις ὄμμασι φαινομένην.“ —

### book 267.1.3

Ποῦ δέ μιν εἰσενόησας; —„Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν

### book 267.1.4

ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.“ —

### book 267.5.1

Ἐλπίζεις δὲ τυχεῖν; —„Ναὶ ναί, φίλος· ἀμφαδίην δὲ

### book 267.5.2

οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην.“ —

### book 267.5.3

Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον; —„Ἀτρεκὲς ἔγνων,

### book 267.5.4

ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.“ —

### book 267.5.5

Ἔγνως; οὐ φιλέεις, ἐψεύσαο. πῶς δύναται γὰρ

### book 267.10

ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

### book 268.1.1

Μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ

### book 268.1.2

εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.

### book 268.1.3

μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν· ἐξότε γάρ μοι

### book 268.1.4

λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα,

### book 268.5

ἀστεμφής, ἀδόνητος ἐνέζεται οὐδὲ μετέστη,

### book 268

εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.

### book 269.1.1

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,

### book 269.1.2

τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος.

### book 269.1.3

εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγώ, οἷά τέ τις φώρ,

### book 269.1.4

χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,

### book 269.5.1

ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον

### book 269.5.2

καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.

### book 269.5.3

ὀχθήσας δ’ ἄρ’ ἔειπον· Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι

### book 269.5.4

ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.

### book 270.1.1

Οὔτε ῥόδον στεφάνων ἐπιδεύεται οὔτε σὺ πέπλων

### book 270.1.2

οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.

### book 270.1.3

μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει

### book 270.1.4

χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην·

### book 270.5.1

Ἰνδῴη δ’ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης,

### book 270.5.2

ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην.

### book 270.5.3

χείλεα δὲ δροσόεντα καὶ ἡ μελίφυρτος ἐκείνη

### book 270.5.4

στήθεος ἁρμονίη κεστὸς ἔφυ Παφίης.

### book 270.5.5

τούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις

### book 270.10

θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.

### book 271.1

Τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων,

### book 271.1

τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην

### book 271.2

γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί,

### book 271.3

οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι,

### book 271.5.1

νῦν μέγα πεφρίκασι· τὸ δ’ αὐξοσέληνον ἐκεῖνο

### book 271.5.2

ἐξέλιπεν συνόδου μηκέτι γινομένης.

### book 272.1.1

Μαζοὺς χερσὶν ἔχω, στόματι στόμα, καὶ περὶ δειρὴν

### book 272.1.2

ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην.

### book 272.1.3

οὔπω δ’ ἀφρογένειαν ὅλην ἕλον· ἀλλ’ ἔτι κάμνω

### book 272.1.4

παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.

### book 272.5.1

ἥμισυ γὰρ Παφίῃ, τὸ δ’ ἄρ’ ἥμισυ δῶκεν Ἀθήνῃ·

### book 272.5.2

αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.

### book 273.1.1

Ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας

### book 273.1.2

σειομένη πλεκτὰς καὶ σοβαρευομένη,

### book 273.1.3

ἡ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης

### book 273.1.4

γήραϊ ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.

### book 273.5.1

μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,

### book 273.5.2

χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.

### book 273.5.3

τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει

### book 273

ἔννομα ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.

### book 274.1.1

Τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς

### book 274.1.2

ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης,

### book 274.1.3

φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι

### book 274.1.4

γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.

### book 274.5.1

τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω,

### book 274.5.2

Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.

### book 275.1.1

Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ

### book 275.1.2

κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη.

### book 275.1.3

τολμήσας δ’ ἐπέβην λεχέων ὕπερ· ὡς δὲ κελεύθου

### book 275.1.4

ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως,

### book 275.5.1

ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖς

### book 275.5.2

κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην·

### book 275.5.3

μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος,

### book 275.5.4

ἡ δ’ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε·

### book 275.5.5

„Σχέτλιε, νῦν μὲν ἔρεξας, ὅ τοι φίλον, ᾧ ἔπι πουλὺν

### book 275.10.1

πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην·

### book 275.10.2

οἰχόμενος δ’ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις·

### book 275.10.3

ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.“

### book 276.1.1

Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,

### book 276.1.2

χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι·

### book 276.1.3

βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων

### book 276.1.4

στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην.

### book 276.5

ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη

### book 276.1

ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.

### book 276.2

καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν

### book 276.3

λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,

### book 276.4

ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην

### book 276.10

καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.

### book 277.1.1

Ἄρσενας ἄλλος ἔχοι· φιλέειν δ’ ἐγὼ οἶδα γυναῖκας,

### book 277.1.2

ἐς χρονίην φιλίην οἷα φυλασσομένας.

### book 277.1.3

οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ ἐκείνην

### book 277.1.4

τὴν τρίχα τὴν φθονερήν, τὴν ταχὺ φυομένην.

### book 278.1.1

Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες

### book 278.1.2

τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,

### book 278.1.3

ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω

### book 278.1.4

μήτ’ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.

### book 278.5.1

ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω,

### book 278.5.2

καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

### book 279.1.1

Δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη

### book 279.1.2

λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.

### book 279.1.3

αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ

### book 279.1.4

μηδέ μ’ ὑπ’ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.

### book 279.5

ἆ πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν·

### book 279

ἀλλ’ οὔτ’ ἀνθρώπων φείδεται οὔτε θεῶν.

### book 280.1.1

Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον; ἦ ῥα καὶ αὐτὴ

### book 280.1.2

κάμνεις αὐαλέοις ὄμμασι τηκομένη;

### book 280.1.3

ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ

### book 280.1.4

φροντίδος οὔτε λόγος γίνεται οὔτ’ ἀριθμός;

### book 280.5.1

εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν

### book 280.5.2

ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.

### book 280.5.3

Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος, ἓν δέ τι καλὸν

### book 280.5.4

ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.

### book 281.1.1

Χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους

### book 281.1.2

στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας

### book 281.1.3

ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην,

### book 281.1.4

ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.

### book 281.5.1

ἐφλέχθην δ’ ἔτι μᾶλλον ὑφ’ ὕδατος· ἐκ γὰρ ἐκείνης

### book 281.5.2

λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.

### book 282.1.1

Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ

### book 282.1.2

τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,

### book 282.1.3

ἀλλ’ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν

### book 282.1.4

οὐ λάθε· τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.

### book 282.5

μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ’ ἔγνων,

### book 282

ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.

### book 283.1.1

Δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼ

### book 283.1.2

εἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρων·

### book 283.1.3

ἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ,

### book 283.1.4

μέμφετο μελλούσης ἄγγελον ἠριπόλης.

### book 283.5.1

οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτων

### book 283.5.2

λάτρις, νύκτας ἔχειν ὤφελε Κιμμερίων.

### book 284.1.1

Πάντα σέθεν φιλέω· μοῦνον δὲ σὸν ἄκριτον ὄμμα

### book 284.1.2

ἐχθαίρω, στυγεροῖς ἀνδράσι τερπόμενον.

### book 285.1.1

Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη

### book 285.1.2

ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην

### book 285.1.3

καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς

### book 285.1.4

ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,

### book 285.5.1

αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης

### book 285.5.2

μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν.

### book 285.5.3

ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ

### book 285.5.4

ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου.

### book 286.1.1

Φράζεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς

### book 286.1.2

λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.

### book 286.1.3

ποῖος ἄρης ἢ τάρβος ἀπείριτον ἠὲ τίς αἰδὼς

### book 286

τούσδε διακρίνει πλέγματα βαλλομένους;

### book 286.5.1

εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων

### book 286.5.2

δεσμὰ καὶ Ἡφαίστου πᾶσα δολορραφίη,

### book 286.5.3

μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας

### book 286.5.4

θελγοίμην ἐπὶ σοῖς ἅψεσι βουλόμενος,

### book 286.5.5

δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης,

### book 286.10

πότνα, καὶ ἀρητὴρ χἠ παράκοιτις ἴδοι.

### book 287.1.1

Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ,

### book 287.1.2

πείραζον κραδίην πλάσματι κερδαλέῳ·

### book 287.1.3

„Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη,

### book 287.1.4

ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.“

### book 287.5.1

ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον

### book 287.5.2

πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,

### book 287.5.3

καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς

### book 287.5.4

ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.

### book 287.5.5

ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι

### book 287.10

πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.

### book 288.1.1

Ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼ

### book 288.1.2

λάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους,

### book 288.1.3

πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος, ὡς δοκέω, τι

### book 288

εἶχεν, ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα.

### book 289.1.1

Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους

### book 289.1.2

μοίρης ἀμβολίην πολλάκι δεξαμένη,

### book 289.1.3

ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτ’ ἐπὶ χρυσῷ

### book 289.1.4

οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ.

### book 289.5.1

τὴν κούρην δ’ αἰεὶ περιδέρκεται· εἰ δέ ποτ’ αὐτὴν

### book 289.5.2

ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,

### book 289.5.3

ἆ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πρόσωπα

### book 289.5.4

πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.

### book 289.5.5

εἰ δ’ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,

### book 289.10.1

οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.

### book 289.10.2

ἔστω δ’ ἀμφοτέροισι χάρις μία, τῆς δὲ γεραιῆς

### book 289.10.3

ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.

### book 290.1.1

Ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης

### book 290.1.2

συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων

### book 290.1.3

θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων

### book 290.1.4

λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις·

### book 290.5.1

εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν,

### book 290.5.2

ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.

### book 291.1.1

Εἰ μὲν ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν

### book 291.1.2

ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην·

### book 291.1.3

εἰ δ’ ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας

### book 291.1.4

πυρσὸν ἀποσβέσσαι τοῦτον ἀναινομένη.

### book 291.5

Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο· μὴ σύ γε, κούρη,

### book 291

εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.

### book 292.1.1

Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ

### book 292.1.2

φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·

### book 292.1.3

ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις

### book 292.1.4

ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων,

### book 292.5.1

καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ’ ὀλολυγὼν

### book 292.5.2

τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.

### book 292.5.3

ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν

### book 292.5.4

ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;

### book 292.5.5

καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ

### book 292.10.1

καὶ σέ, μάκαρ, ποθέω καὶ γλυκερὴν δάμαλιν,

### book 292.10.2

ἧς με περισμύχουσι μεληδόνες. ἀλλά με θεσμοὶ

### book 292.10.3

εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.

### book 293.1.1

Θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη

### book 293.1.2

ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.

### book 293.1.3

εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει,

### book 293.1.4

οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως.

### book 293.5.1

ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν

### book 293.5.2

σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης;

### book 293.5.3

νηχόμενος Λείανδρος, ὅσον κράτος ἐστὶν ἐρώτων,

### book 293.5.4

δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων·

### book 293.5.5

σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζεις

### book 293.10.1

μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος.

### book 293.10.2

θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ, τίς ἀνὴρ

### book 293

εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;

### book 294.1.1

Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ,

### book 294.1.2

δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη

### book 294.1.3

προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος

### book 294.1.4

ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη.

### book 294.5.1

καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου

### book 294.5.2

κεῖτο χαλικρήτῳ νάματι βριθομένη.

### book 294.5.3

ἔμπης οὔ μ’ ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου

### book 294.5.4

χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος

### book 294.5.5

φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης

### book 294.10.1

ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμῳ

### book 294.10.2

τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου

### book 294.10.3

νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,

### book 294.10.4

ὠρθούμην κατὰ βαιόν, ὅπῃ βατὸν ἔπλετο τεῖχος·

### book 294.10.5

ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος

### book 294.15.1

μαζοὺς μὲν κρατέεσκον, ὑπεθρύφθην δὲ προσώπῳ

### book 294.15.2

μάστακα πιαίνων χείλεος εὐαφίῃ.

### book 294.15.3

ἦν δ’ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα

### book 294.15.4

σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.

### book 294.15.5

οὔπω δ’ ἐξαλάπαξα φίλης πύργωμα κορείης,

### book 294.20.1

ἀλλ’ ἔτ’ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.

### book 294.20.2

ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,

### book 294.20.3

ναὶ τάχα πορθήσω τείχεα παρθενίης,

### book 294.20.4

οὐδ’ ἔτι με σχήσουσιν ἐπάλξιες· ἢν δὲ τυχήσω,

### book 294.20.5

στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.

### book 295.1

Ψαῦε μελισταγέων στομάτων, δέπας· εὗρες, ἄμελγε·

### book 295

οὐ φθονέω, τὴν σὴν δ’ ἤθελον αἶσαν ἔχειν.

### book 296.1.1

Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος

### book 296.1.2

γαστέρα μαντῴου μάξατο κισσυβίου,

### book 296.1.3

ἔγνων, ὡς φιλέεις με· τὸ δ’ ἀτρεκὲς αὐτίκα πείσεις

### book 296.1.4

εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.

### book 296.5.1

τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς

### book 296.5.2

καλλείψω λατάγων πλήγμασι τερπομένους.

### book 297.1.1

Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν

### book 297.1.2

ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.

### book 297.1.3

τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης

### book 297.1.4

ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ,

### book 297.5.1

παίγνιά τ’ ἀμφιέπουσι παρήγορα καὶ κατ’ ἀγυιὰς

### book 297.5.2

πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι·

### book 297.5.3

ἡμῖν δ’ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις

### book 297.5.4

κρυπτόμεθα ζοφεραῖς φροντίσι τηκόμεναι.

### book 298.1.1

Ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις

### book 298.1.2

κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης·

### book 298.1.3

μὴ θανάτῳ, βασίλεια· τὸ δ’ ἔμπαλιν, ἐς τρίχας ἥξοι

### book 298.1.4

γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος·

### book 298.5

τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι

### book 298

ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.

### book 299.1.1

„Μηδὲν ἄγαν“ σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ἐπέραστος,

### book 299.1.2

ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,

### book 299.1.3

καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο

### book 299.1.4

κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης·

### book 299.5.1

ἡ δ’ ὑπερηέρθη σοβαρήν θ’ ὑπερέσχεθεν ὀφρὺν

### book 299.5.2

ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.

### book 299.5.3

καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής,

### book 299.5.4

ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης·

### book 299.5.5

πάντα δ’ ἔναλλα γένοντο· πεσὼν δ’ ἐπὶ γούνασι κούρης

### book 299.10

ἴαχον· „Ἱλήκοις, ἤλιτεν ἡ νεότης.“

### book 300.1.1

Ὁ θρασὺς ὑψαύχην τε καὶ ὀφρύας εἰς ἓν ἀγείρων

### book 300.1.2

κεῖται παρθενικῆς παίγνιον ἀδρανέος·

### book 300.1.3

ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν,

### book 300.1.4

αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.

### book 300.5.1

καί ῥ’ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις·

### book 300.5.2

ἡ δὲ κατ’ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.

### book 300.5.3

παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες,

### book 300.5.4

σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.

### book 301.1.1

Εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,

### book 301.1.2

πτηνὸς Ἔρως πτηνῷ κεῖσε νόῳ με φέρει.

### book 301.1.3

εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ,

### book 301

πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.

### book 301.5.1

εἰ δέ τί σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη·

### book 301.5.2

εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη,

### book 301.5.3

κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος,

### book 301.5.4

τὸ πρὶν ἐπ’ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.

### book 302.1.1

Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς

### book 302.1.2

μαχλάδος οἰμώξεις χρυσομανῆ σπατάλην.

### book 302.1.3

εἰ δ’ ἐπὶ παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις

### book 302.1.4

ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.

### book 302.5.1

κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν

### book 302.5.2

τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;

### book 302.5.3

μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων,

### book 302.5.4

ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.

### book 302.5.5

χήρη δ’ ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν

### book 302.10.1

καὶ πάντα φρονέει δήνεα μαχλοσύνης.

### book 302.10.2

ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα

### book 302.10.3

δέχνυται ἀστόργου κέντρα παλιμβολίης

### book 302.10.4

καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς

### book 302.10.5

ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.

### book 302.15.1

εἰ δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς

### book 302.15.2

δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος.

### book 302.15.3

εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει,

### book 302.15.4

ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου.

### book 302.15.5

πάντ’ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ’ ὑμέναιον

### book 302.20

ἤειδεν παλάμῃ Λαΐδος οὐ χατέων.

### book 303.1.1

Κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ

### book 303.1.2

ἄσπετος ἐν τριόδοις· οὐδ’ ἀλέγεις, Παφίη;

### book 303.1.3

ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον,

### book 303.1.4

ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.

### book 304.1.1

Ὄμφαξ οὐκ ἐπένευσας· ὅτ’ ἦς σταφυλή, παρεπέμψω·

### book 304.1.2

μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.

### book 305.1.1

Κούρη τίς μ’ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς.

### book 305.1.2

νέκταρ ἔην τὸ φίλημα, τὸ γὰρ στόμα νέκταρος ἔπνει·

### book 305.1.3

καὶ μεθύω τὸ φίλημα, πολὺν τὸν ἔρωτα πεπωκώς.

### book 306.1.1

Δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς,

### book 306.1.2

ζηλοτυπεῖς, ἅπτῃ πολλάκι, πυκνὰ φιλεῖς.

### book 306.1.3

ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δ’ εἴπω· „Παράκειμαι.

### book 306.1.4

καὶ σὺ μένεις;“ ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.

### book 307.1.1

Χεῦμα μὲν Εὐρώταο Λακωνικόν, ἁ δ’ ἀκάλυπτος

### book 307.1.2

Λήδα χὠ κύκνῳ κρυπτόμενος Κρονίδας.

### book 307.1.3

οἱ δέ με τὸν δυσέρωτα καταίθετε. καὶ τί γένωμαι;

### book 307

ὄρνεον. εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.

### book 308.1.1

Ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα; ποῦ σε

### book 308.1.2

ἔστιν ἰδεῖν; ὃ θέλεις, δώσομεν. οὐδὲ λαλεῖς;

### book 308.1.3

ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;

### book 308.1.4

ὦ σοβαρή, ὑγίαιν’. οὐδ’ „Ὑγίαινε“ λέγεις;

### book 308.5.1

καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν

### book 308.5.2

καὶ σοῦ σκληροτέρας. νῦν δ’ ὑγίαινε, γύναι.

### book 309.1.1

Ψιλιστὴς ὁ Ἔρως καλοῖτ’ ἂν ὄντως·

### book 309.1.2

ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει.

### book 310

Εἷς λίθος ἀστράπτει τελετὴν πολύμορφον Ἰάκχου

### book 310

καὶ πτηνῶν τρυγόωντα χορὸν καθύπερθεν Ἐρώτων.

### book 1.1.1

Ἡ σοβαρὸν γελάσασα καθ’ Ἑλλάδος, ἡ τὸν ἐραστῶν

### book 1.1.2

ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,

### book 1.1.3

τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι

### book 1.1.4

οὐκ ἐθέλω, οἵη δ’ ἦν πάρος, οὐ δύναμαι.

### book 2.1.1

Τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος

### book 2.1.2

νηῷ Ἀθηναίης κεῖται ὑπωρόφια,

### book 2.1.3

πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν

### book 2.1.4

Περσῶν ἱππομάχων αἵματι λουσάμενα.

### book 3.1.1

Ἡράκλεες, Τρηχῖνα πολύλλιθον ὅς τε καὶ Οἴτην

### book 3.1.2

καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης,

### book 3.1.3

τοῦτό σοι ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης

### book 3

χλωρὸν ἀπὸ δρεπάνῳ θῆκε ταμὼν ῥόπαλον.

### book 4.1.1

Εὐκαπὲς ἄγκιστρον καὶ δούρατα δουλιχόεντα

### book 4.1.2

χὠρμειὴν καὶ τὰς ἰχθυδόκους σπυρίδας

### book 4.1.3

καὶ τοῦτον νηκτοῖσιν ἐπ’ ἰχθύσι τεχνασθέντα

### book 4.1.4

κύρτον, ἁλιπλάγκτων εὕρεμα δικτυβόλων,

### book 4.5.1

τρηχύν τε τριόδοντα, Ποσειδαώνιον ἔγχος,

### book 4.5.2

καὶ τοὺς ἐξ ἀκάτων διχθαδίους ἐρέτας

### book 4.5.3

ὁ γριπεὺς Διόφαντος ἀνάκτορι θήκατο τέχνας,

### book 4.5.4

ὡς θέμις, ἀρχαίας λείψανα τεχνοσύνας.

### book 5.1.1

Δούνακας ἀκροδέτους καὶ τὴν ἁλινηχέα κώπην

### book 5.1.2

γυρῶν τ’ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας

### book 5.1.3

καὶ λίνον ἀκρομόλιβδον ἀπαγγελτῆρά τε κύρτου

### book 5.1.4

φελλὸν καὶ δισσὰς σχοινοτενεῖς σπυρίδας

### book 5.5.1

καὶ τὸν ἐγερσιφαῆ, πυρὸς ἔγκυον, ἔμφλογα πέτρον

### book 5.5.2

ἄγκυράν τε, νεῶν πλαζομένων παγίδα,

### book 5.5.3

Πείσων ὁ γριπεὺς Ἑρμῇ πόρεν, ἔντρομον ἤδη

### book 5.5.4

δεξιτερὴν πολλοῖς αἰσθόμενος καμάτοις.

### book 6

Ἀμφιτρύων μ’ ἀνέθηκε νέων ἀπὸ Τηλεβοάων.

### book 7

Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι

### book 7

νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

### book 8.1

Λαοδάμας τρίποδ’ αὐτὸν ἐυσκόπῳ Ἀπόλλωνι

### book 8.2

μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

### book 9.1.1

Σοὶ μὲν καμπύλα τόξα καὶ ἰοχέαιρα φαρέτρα,

### book 9.1.2

δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται·

### book 9.1.3

ἰοὺς δὲ πτερόεντας ἀνὰ κλόνον ἄνδρες ἔχουσιν

### book 9.1.4

ἐν κραδίαις ὀλοὰ ξείνια δυσμενέων.

### book 10.1.1

Τριτογενές, Σώτειρα, Διὸς φυγοδέμνιε κούρα,

### book 10.1.2

Παλλάς, ἀπειροτόκου δεσπότι παρθενίης,

### book 10.1.3

βωμόν τοι κεραοῦχον ἐδείματο τόνδε Σέλευκος,

### book 10.1.4

Φοιβείαν ἰαχὰν φθεγγομένου στόματος.

### book 11.1.1

Θηρευτὴς δολιχὸν τόδε δίκτυον ἄνθετο Δᾶμις,

### book 11.1.2

Πίγρης δ’ ὀρνίθων λεπτόμιτον νεφέλην,

### book 11.1.3

τριγλοφόρους δὲ χιτῶνας ὁ νυκτερέτης θέτο Κλείτωρ

### book 11.1.4

τῷ Πανὶ τρισσῶν ἐργασίην καμάτων·

### book 11.5

ἵλαος εὐσεβέεσσιν ἀδελφειοῖς ἐπίνευσον

### book 11

πτηνὰ καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων.

### book 12.1.1

Γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρης

### book 12.1.2

δέχνυσο, Πάν· Πίγρης σοὶ γὰρ ἀπὸ πτερύγων

### book 12.1.3

ταῦτα φέρει, θηρῶν Δᾶμις, Κλείτωρ δὲ θαλάσσης·

### book 12.1.4

καί σφι δὸς εὐαγρεῖν ἠέρα, γαῖαν, ὕδωρ.

### book 13.1.1

Οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι,

### book 13.1.2

ἀγρότα Πάν, ἄλλης ἄλλος ἀπ’ ἀγρεσίης·

### book 13.1.3

ὧν ἀπὸ μὲν πτανῶν Πίγρης τάδε, ταῦτα δὲ Δᾶμις

### book 13.1.4

τετραπόδων, Κλείτωρ δ’ ὁ τρίτος εἰναλίων.

### book 13.5.1

ἀνθ’ ὧν τῷ μὲν πέμπε δι’ ἠέρος εὔστοχον ἄγρην,

### book 13.5.2

τῷ δὲ διὰ δρυμῶν, τῷ δὲ δι’ ἠιόνων.

### book 14.1.1

Πανὶ τάδ’ αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνας·

### book 14.1.2

Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων,

### book 14.1.3

Κλείτωρ δὲ πλωτῶν τάδε δίκτυα, τὰν δὲ πετηνῶν

### book 14.1.4

ἄρρηκτον Πίγρης τάνδε δεραιοπέδαν.

### book 14.5.1

τὸν μὲν γὰρ ξυλόχων, τὸν δ’ ἠέρος, ὃν δ’ ἀπὸ λίμνας

### book 14.5.2

οὔ ποτε σὺν κενεοῖς οἶκος ἔδεκτο λίνοις.

### book 15.1.1

Εἰναλίων Κλείτωρ τάδε δίκτυα, τετραπόδων δὲ

### book 15.1.2

Δᾶμις καὶ Πίγρης θῆκεν ὑπηερίων

### book 15.1.3

Πανί, κασιγνήτων ἱερὴ τριάς· ἀλλὰ σὺ θήρην

### book 15

ἠέρι κἠν πόντῳ κἠν χθονὶ τοῖσδε νέμε.

### book 16.1.1

Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι

### book 16.1.2

τρίζυγες ἐκ τρισσῆς θέντο λινοστασίης·

### book 16.1.3

δίκτυα μὲν Δᾶμις θηρῶν, Πίγρης δὲ πετηνῶν

### book 16.1.4

λαιμοπέδας, Κλείτωρ δ’ εἰναλίφοιτα λίνα·

### book 16.5.1

ὧν τὸν μὲν καὶ ἐσαῦθις ἐν ἠέρι, τὸν δ’ ἔτι θείης

### book 16.5.2

εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.

### book 17.1.1

Αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι,

### book 17.1.2

Κύπρι μάκαιρ’, ἄλλης ἄλλη ἀπ’ ἐργασίης·

### book 17.1.3

ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ

### book 17.1.4

ὡς θέμις, ἡ τριτάτη δ’ Ἀτθὶς ἀπ’ οὐρανίων.

### book 17.5.1

ἀνθ’ ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη,

### book 17.5.2

τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.

### book 18.1.1

Λαῒς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφὴν

### book 18.1.2

γηραλέων στυγέει μαρτυρίην ῥυτίδων·

### book 18.1.3

ἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου

### book 18.1.4

ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαΐης.

### book 18.5

„Ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρον

### book 18

δίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.“

### book 19.1.1

Κάλλος μέν, Κυθέρεια, χαρίζεαι, ἀλλὰ μαραίνει

### book 19.1.2

ὁ χρόνος ἑρπύζων σήν, βασίλεια, χάριν·

### book 19.1.3

δώρου δ’ ὑμετέροιο παραπταμένου με, Κυθήρη,

### book 19.1.4

δέχνυσο καὶ δώρου, πότνια, μαρτυρίην.

### book 20.1.1

Ἑλλάδα νικήσασαν ὑπέρβιον ἀσπίδα Μήδων

### book 20.1.2

Λαῒς θῆκεν ἑῷ κάλλεϊ ληιδίην·

### book 20.1.3

μούνῳ ἐνικήθη δ’ ὑπὸ γήραϊ, καὶ τὸν ἔλεγχον

### book 20.1.4

ἄνθετό σοι, Παφίη, τὸν νεότητι φίλον·

### book 20.5.1

ἧς γὰρ ἰδεῖν στυγέει πολιῆς παναληθέα μορφήν,

### book 20.5.2

τῆσδε συνεχθαίρει καὶ σκιόεντα τύπον.

### book 21.1

Σκάπτειραν κήποιο φιλυδρήλοιο δίκελλαν

### book 21.2

καὶ δρεπάνην καυλῶν ἄσκυλον ἐκτομίδα

### book 21.3

τήν τ’ ἐπινωτίδιον βροχετῶν ῥακόεσσαν ἀρωγὸν

### book 21.4

καὶ τὰς ἀρρήκτους ἐμβάδας ὠμοβοεῖς

### book 21.5.1

τόν τε δι’ εὐτρήτοιο πέδου δύνοντα κατ’ ἰθὺ

### book 21.5.2

ἀρτιφυοῦς κράμβης πάσσαλον ἐμβολέα

### book 21.5.3

καὶ σκάφος ἐξ ὀχετῶν πρασιὴν διψεῦσαν ἐγείρειν

### book 21.5.4

αὐχμηροῖο θέρευς οὔ ποτε παυσάμενον,

### book 21.5.5

σοὶ τῷ κηπουρῷ Ποτάμων ἀνέθηκε, Πρίηπε,

### book 21.10

κτησάμενος ταύτης ὄλβον ἀπ’ ἐργασίης.

### book 22.1.1

Ἀρτιχανῆ ῥοιάν τε καὶ ἀρτίχνουν τόδε μῆλον

### book 22.1.2

καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον

### book 22.1.3

πορφύρεόν τε βότρυν μεθυπίδακα, πυκνόρρωγα,

### book 22.1.4

καὶ κάρυον χλωρῆς ἀντίδορον λεπίδος

### book 22.5.1

ἀγροιώτῃ τῷδε μονοστόρθυγγι Πριήπῳ

### book 22.5.2

θῆκεν ὁ καρποφύλαξ, δενδριακὴν θυσίην.

### book 23.1

Ἑρμείη, σήραγγος ἁλικτύπου ὃς τόδε ναίεις

### book 23.2

εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας,

### book 23.3

δέξο σαγηναίοιο λίνου τετριμμένον ἅλμῃ

### book 23.4

λείψανον, αὐχμηρόν, ξανθὲν ἐπ’ ἠιόνων,

### book 23.5.1

γρίπους τε πλωτῶν τε πάγην, περιδινέα κύρτον,

### book 23.5.2

καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων

### book 23.5.3

καὶ βαθὺν ἱππείης πεπεδημένον ἅμματι χαίτης,

### book 23.5.4

οὐκ ἄτερ ἀγκίστρων, λιμνοφυῆ δόνακα.

### book 24.1

Δαίμονι τῇ Συρίῃ τὸ μάτην τριβὲν Ἡλιόδωρος

### book 24.2

δίκτυον ἐν νηοῦ τοῦδ’ ἔθετο προπύλοις.

### book 24.3

ἁγνὸν ἀπ’ ἰχθυβόλου θήρας τόδε, πολλὰ δ’ ἐν αὐτῷ

### book 24

φυκί’ ἀπ’ εὐόρμων εἵλκυσεν αἰγιαλῶν.

### book 25.1.1

Κεκμηὼς χρονίῃς πεπονηκότα δίκτυα θήρῃς

### book 25.1.2

ἄνθετο ταῖς Νύμφαις ταῦτα γέρων Κινύρης·

### book 25.1.3

οὐ γὰρ ἔτι τρομερῇ παλάμῃ περιηγέα κόλπον

### book 25.1.4

εἶχεν ἀκοντίζειν οἰγομένοιο λίνου.

### book 25.5.1

εἰ δ’ ὀλίγου δώρου τελέθει δόσις, οὐ τόδε, Νύμφαι,

### book 25.5.2

μέμψις, ἐπεὶ Κινύρου ταῦθ’ ὅλος ἔσκε βίος.

### book 26.1.1

Ταῖς Νύμφαις Κινύρης τόδε δίκτυον· οὐ γὰρ ἀείρει

### book 26.1.2

γῆρας ἀκοντιστὴν μόχθον ἑκηβολίης.

### book 26.1.3

ἰχθύες, ἀλλὰ νέμοισθε γεγηθότες, ὅττι θαλάσσῃ

### book 26.1.4

δῶκεν ἔχειν Κινύρου γῆρας ἐλευθερίην.

### book 27.1.1

Ἰχθυβόλον πολυωπὲς ἀπ’ εὐθήρου λίνον ἄγρης

### book 27.1.2

τῶν τ’ ἀγκιστροδέτων συζυγίην δονάκων

### book 27.1.3

καὶ πιστὸν βυθίων παγίδων σημάντορα φελλὸν

### book 27.1.4

καὶ λίθον ἀντιτύπῳ κρούσματι πυρσοτόκον

### book 27.5.1

ἄγκυράν τ’ ἐπὶ τοῖς ἐχενηίδα, δεσμὸν ἀέλλης,

### book 27.5.2

στρεπτῶν τ’ ἀγκίστρων ἰχθυπαγῆ στόματα,

### book 27.5.3

δαίμοσιν ἀγροδότῃσι θαλασσοπόρος πόρε Βαίτων

### book 27.5.4

γήραϊ νουσοφόρῳ βριθομένης παλάμης.

### book 28.1.1

Καμπτομένους δόνακας κώπην θ’ ἅμα, νηὸς ἱμάσθλην,

### book 28.1.2

γυρῶν τ’ ἀγκίστρων καμπυλόεσσαν ἴτυν

### book 28.1.3

εὐκόλπου τε λίνοιο περίπλεα κύκλα μολίβδῳ

### book 28

καὶ φελλοὺς κύρτων μάρτυρας εἰναλίων

### book 28.5.1

ζεῦγός τ’ εὐπλεκέων σπυρίδων καὶ μητέρα πυρσῶν

### book 28.5.2

τήνδε λίθον νηῶν θ’ ἕδρανον ἀσταθέων

### book 28.5.3

ἄγκυραν, γριπεύς, Ἐριούνιε, σοὶ τάδε Βαίτων

### book 28.5.4

δῶρα φέρει, τρομεροῦ γήραος ἀντιάσας.

### book 29.1.1

Ἑρμείῃ Βαίτων ἁλινηχέος ὄργανα τέχνης

### book 29.1.2

ἄνθετο δειμαίνων γήραος ἀδρανίην·

### book 29.1.3

ἄγκυραν γυρόν τε λίθον σπυρίδας θ’ ἅμα φελλῷ,

### book 29.1.4

ἄγκιστρον, κώπην καὶ λίνα καὶ δόνακας.

### book 30.1.1

Δίκτυον ἀκρομόλυβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ

### book 30.1.2

δῆσε γέρων, ἁλίων παυσάμενος καμάτων,

### book 30.1.3

ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης

### book 30.1.4

εἶπεν ἀποσπένδων δάκρυον ἐκ βλεφάρων·

### book 30.5.1

„Οἶσθα, μάκαρ, κέκμηκα· κακοῦ δ’ ἐπὶ γήραος ἡμῖν

### book 30.5.2

ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη.

### book 30.5.3

θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ’ ἀπὸ γαίης,

### book 30.5.4

ὡς ἐθέλεις, μεδέων καὶ χθονὶ καὶ πελάγει.“

### book 31.1.1

Αἰγιβάτῃ τόδε Πανὶ καὶ εὐκάρπῳ Διονύσῳ

### book 31.1.2

καὶ Δηοῖ Χθονίῃ ξυνὸν ἔθηκα γέρας·

### book 31.1.3

αἰτέομαι δ’ αὐτοὺς καλὰ πώεα καὶ καλὸν οἶνον

### book 31

καὶ καλὸν ἀμῆσαι καρπὸν ἀπ’ ἀσταχύων.

### book 32.1.1

Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν,

### book 32.1.2

ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ,

### book 32.1.3

Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς

### book 32.1.4

κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον.

### book 33.1.1

Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν

### book 33.1.2

δῶρα παρακταίης σοὶ τάδ’ ἐπωφελίης,

### book 33.1.3

θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον

### book 33.1.4

φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς·

### book 33.5.1

φηγίνεον κρητῆρα καὶ αὐτούργητον ἐρείκης

### book 33.5.2

βάθρον ἰδ’ ὑαλέην οἰνοδόκον κύλικα,

### book 33.5.3

ὡς ἂν ὑπ’ ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος

### book 33.5.4

ἀμπαύσῃς ξηρὴν δίψαν ἐλαυνόμενος.

### book 34.1.1

Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος

### book 34.1.2

τόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας

### book 34.1.3

καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν τε κυνακτὰν

### book 34.1.4

θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης.

### book 34.5

ἀλλ’, ὦ Πὰν σκοπιῆτα, καὶ εἰς ὀπίσω Πολύαινον

### book 34

εὔαγρον πέμποις, υἱέα Σημύλεω.

### book 35.1.1

Τοῦτο χιμαιροβάτᾳ Τελέσων αἰγώνυχι Πανὶ

### book 35.1.2

τὸ σκύλος ἀγρείης τεῖνε κατὰ πλατάνου

### book 35.1.3

καὶ τὰν ῥαιβόκρανον ἐυστόρθυγγα κορύναν,

### book 35.1.4

ἃ πάρος αἱμωποὺς ἐστυφέλιξε λύκους,

### book 35.5.1

γαυλούς τε γλαγοπῆγας ἀγωγαῖόν τε κυνάγχαν

### book 35.5.2

καὶ τῶν εὐρίνων λαιμοπέδαν σκυλάκων.

### book 36.1.1

Δράγματά σοι χώρου μικραύλακος, ὦ φιλόπυρε

### book 36.1.2

Δηοῖ, Σωσικλέης θῆκεν ἀρουροπόνος,

### book 36.1.3

εὔσταχυν ἀμήσας τὸν νῦν σπόρον· ἀλλὰ καὶ αὖτις

### book 36.1.4

ἐκ καλαμητομίης ἀμβλὺ φέροι δρέπανον.

### book 37.1.1

Γήραϊ δὴ καὶ τόνδε κεκυφότα φήγινον ὄζον

### book 37.1.2

οὔρεσιν ἀγρῶσται βουκόλοι ἐξέταμον·

### book 37.1.3

Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα

### book 37.1.4

κάτθεσαν, ὡραίων ῥύτορι βουκολίων.

### book 38.1.1

Δίκτυά σοι μολίβῳ στεφανούμενα δυσιθάλασσα

### book 38.1.2

καὶ κώπην ἅλμης τὴν μεθύουσαν ἔτι

### book 38.1.3

κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔγχος,

### book 38

καὶ τὸν ἀεὶ φελλοῖς κύρτον ἐλεγχόμενον

### book 38.5.1

ἄγκυράν τε, νεῶν στιβαρὴν χέρα, καὶ φιλοναύτην

### book 38.5.2

σπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον,

### book 38.5.3

ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶρα

### book 38.5.4

θήκατ’, ἐπεὶ μογερῆς παύσαθ’ ἁλιπλανίης.

### book 39.1.1

Αἱ τρισσαί, Σατύρη τε καὶ Ἡράκλεια καὶ Εὐφρώ,

### book 39.1.2

θυγατέρες Ξούθου καὶ Μελίτης, Σάμιαι·

### book 39.1.3

ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν,

### book 39.1.4

ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,

### book 39.5.1

ἁ δὲ πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων

### book 39.5.2

εὔθροον, ἁ τριτάτα δ’ εἰροχαρῆ τάλαρον,

### book 39.5.3

οἷς ἔσχον χερνῆτα βίον δηναιόν, Ἀθάνα

### book 39.5.4

πότνια, ταῦθ’ αἱ σαὶ σοὶ θέσαν ἐργάτιδες.

### book 40.1.1

Τὼ βόε μοι· σῖτον δὲ τετεύχατον, ἵλαθι, Δηοῖ,

### book 40.1.2

δέχνυσο δ’ ἐκ μάζης, οὐκ ἀπὸ βουκολίων·

### book 40.1.3

δὸς δὲ βόε ζώειν ἐτύμω καὶ πλῆσον ἀρούρας

### book 40.1.4

δράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν.

### book 40.5.1

σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδη

### book 40.5.2

ὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας,

### book 40.5.3

οὐδέποτ’ ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶς

### book 40

τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης.

### book 41.1.1

Χαλκὸν ἀροτρητὴν κλασιβώλακα νειοτομῆα

### book 41.1.2

καὶ τὴν ταυροδέτιν βύρσαν ἐπαυχενίην

### book 41.1.3

καὶ βούπληκτρον ἄκαιναν ἐχετλήεντά τε γόμφον

### book 41.1.4

Δηοῖ Καλλιμένης ἄνθετο γειοπόνος,

### book 41.5.1

τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις

### book 41.5.2

τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.

### book 42.1.1

Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳ

### book 42.1.2

τοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος

### book 42.1.3

ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων

### book 42.1.4

εἶπε· „Σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας,

### book 42.5.1

ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δ’ ὑμετέρης ἀπὸ πέτρης

### book 42.5.2

δέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον, ὧν ἔλαβες.“

### book 43.1.1

Τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν,

### book 43.1.2

τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον

### book 43.1.3

χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε,

### book 43.1.4

καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.

### book 43.5.1

πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας

### book 43.5.2

κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι·

### book 43.5.3

φωνὴν δ’ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων

### book 43

εὗρε πόσιν γλυκερῶν, ὧν ἐπόθει, λιβάδων.

### book 44.1.1

Γλευκοπόταις Σατύροισι καὶ ἀμπελοφύτορι Βάκχῳ

### book 44.1.2

Ἡρῶναξ πρώτης δράγματα φυταλιῆς

### book 44.1.3

τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε

### book 44.1.4

ἐμπλήσας οἴνου πρωτοχύτοιο κάδους·

### book 44.5.1

ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳ

### book 44.5.2

καὶ Σατύροις, Σατύρων πλείονα πιόμεθα.

### book 45.1

Ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον,

### book 45.2

ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων,

### book 45.3

σφαιρηδὸν σταφυλῇσιν ἐπιτροχάοντα δοκεύσας

### book 45.4

Κώμαυλος Βρομίῳ ζωὸν ἀνεκρέμασεν.

### book 46.1.1

Τὰν πρὶν Ἐνυαλίοιο καὶ Εἰράνας ὑποφᾶτιν,

### book 46.1.2

μέλπουσαν κλαγγὰν βάρβαρον ἐκ στομάτων,

### book 46.1.3

χαλκοπαγῆ σάλπιγγα γέρας Φερένικος Ἀθάνᾳ,

### book 46.1.4

λήξας καὶ πολέμου καὶ θυμέλας, ἔθετο.

### book 47.1.1

Κερκίδα τὴν φιλαοιδὸν Ἀθηναίῃ θέτο Βιττὼ

### book 47.1.2

ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,

### book 47.1.3

εἶπε δέ· „Χαῖρε, θεά, καὶ τήνδ’ ἔχε· χήρη ἐγὼ γὰρ

### book 47.1.4

τέσσαρας εἰς ἐτέων ἐρχομένη δεκάδας

### book 47.5

ἀρνεῦμαι τὰ σὰ δῶρα, τὰ δ’ ἔμπαλι Κύπριδος ἔργων

### book 47

ἅπτομαι· ὥρης γὰρ κρεῖσσον ὁρῶ τὸ θέλειν.“

### book 48.1.1

Κερκίδα τὴν φιλοεργὸν Ἀθηναίῃ θέτο Βιττὼ

### book 48.1.2

ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,

### book 48.1.3

πάντας ἀποστύξασα γυνὴ τότε τοὺς ἐν ἐρίθοις

### book 48.1.4

μόχθους καὶ στυγερὰς φροντίδας ἱστοπόνων.

### book 48.5.1

εἶπε δ’ Ἀθηναίῃ· „Τῶν Κύπριδος ἅψομαι ἔργων,

### book 48.5.2

τὴν Πάριδος κατὰ σοῦ ψῆφον ἐνεγκαμένη.“

### book 49.1

Χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα,

### book 49.2

καί μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς,

### book 49.3

Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,

### book 49.4

νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον.

### book 50.1.1

Τόνδε ποθ’ Ἕλληνες ῥώμῃ χερὸς ἔργῳ Ἄρηος,

### book 50.1.2

εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,

### book 50.1.3

Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον

### book 50.1.4

ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.

### book 51.1

Μῆτερ ἐμή, Γαίη, Φρυγίων θρέπτειρα λεόντων,

### book 51.2

Δίνδυμον ἧς μύσταις οὐκ ἀπάτητον ὄρος,

### book 51.3

σοὶ τάδε θῆλυς Ἄλεξις ἑῆς οἰστρήματα λύσσης

### book 51

ἄνθετο, χαλκοτύπου παυσάμενος μανίης,

### book 51.5.1

κύμβαλά τ’ ὀξύφθογγα βαρυφθόγγων τ’ ἀλαλητὸν

### book 51.5.2

αὐλῶν, οὓς μόσχου λοξὸν ἔκαμψε κέρας,

### book 51.5.3

τύμπανά τ’ ἠχήεντα καὶ αἵματι φοινιχθέντα

### book 51.5.4

φάσγανα καὶ ξανθάς, τὰς πρὶν ἔσεισε, κόμας.

### book 51.5.5

ἵλαος, ὦ δέσποινα, τὸν ἐν νεότητι μανέντα,

### book 51.10

γηραλέον προτέρης παῦσον ἀγρειοσύνης.

### book 52.1.1

Οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν

### book 52.1.2

ἧσο, Πανομφαίῳ Ζηνὶ μένους’ ἱερά·

### book 52.1.3

ἤδη γὰρ χαλκός τε γέρων αὐτά τε τέτρυσαι

### book 52.1.4

πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.

### book 53.1.1

Εὔδημος τὸν νηὸν ἐπ’ ἀγροῦ τόνδ’ ἀνέθηκε

### book 53.1.2

τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ·

### book 53.1.3

εὐξαμένῳ γάρ οἱ ἦλθε βοαθόος, ὄφρα τάχιστα

### book 53.1.4

λικμήσῃ πεπόνων καρπὸν ἀπ’ ἀσταχύων.

### book 54.1.1

Τὸν χαλκοῦν τέττιγα Λυκωρέι Λοκρὸς ἀνάπτει

### book 54.1.2

Εὔνομος ἀθλοσύνας μνᾶμα φιλοστεφάνου.

### book 54.1.3

ἦν γὰρ ἀγὼν φόρμιγγος· ὁ δ’ ἀντίος ἵστατο Πάρθης.

### book 54

ἀλλ’ ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς,

### book 54.5.1

βραγχὸν τετριγυῖα λύρας ἀπεκόμπασε χορδά.

### book 54.5.2

πρὶν δὲ μέλος σκάζειν εὔποδος ἁρμονίας,

### book 54.5.3

ἁβρὸν ἐπιτρύζων κιθάρας ὕπερ ἕζετο τέττιξ

### book 54.5.4

καὶ τὸν ἀποιχομένου φθόγγον ὑπῆλθε μίτου·

### book 54.5.5

τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχὼ

### book 54.10.1

πρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας.

### book 54.10.2

τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει,

### book 54.10.3

χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας.

### book 55.1.1

Πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων

### book 55.1.2

τᾶς καλυκοστεφάνου νυμφίος Εὐρυνόμας

### book 55.1.3

Ἑρμοφίλας ἀνέθηκεν ὁ βωκόλος· ἀλλὰ δέχεσθε

### book 55.1.4

ἀντ’ αὐτᾶς πακτάν, ἀντ’ ἐμέθεν τὸ μέλι.

### book 56.1.1

Κισσοκόμαν Βρομίῳ Σάτυρον σεσαλαγμένον οἴνῳ

### book 56.1.2

ἀμπελοεργὸς ἀνὴρ ἄνθετο Ληναγόρας.

### book 56.1.3

τῷ δὲ καρηβαρέοντι δορήν, τρίχα, κισσόν, ὀπώρην,

### book 56.1.4

πάντα λέγεις μεθύειν, πάντα συνεκλέλυται·

### book 56.5

καὶ φύσιν ἀφθόγγοισι τύποις μιμήσατο τέχνη,

### book 56

ὕλης ἀντιλέγειν μηδὲν ἀνασχομένης.

### book 57.1.1

Σοὶ τόδε πενταίχμοισι ποδῶν ὡπλισμένον ἀκμαῖς

### book 57.1.2

ἀκροχανὲς φοινῷ κρατὶ συνεξερύσας

### book 57.1.3

ἄνθετο δέρμα λέοντος ὑπὲρ πίτυν, αἰγιπόδη Πάν,

### book 57.1.4

Τεῦκρος Ἄραψ καὐτὰν ἀγρότιν αἰγανέαν.

### book 57.5.1

αἰχμῇ δ’ ἡμιβρῶτι τύποι μίμνουσιν ὀδόντων,

### book 57.5.2

ᾇ ἔπι βρυχητὰν θὴρ ἐκένωσε χόλον.

### book 57.5.3

Ὑδριάδες Νύμφαι δὲ σὺν ὑλονόμοισι χορείαν

### book 57.5.4

στᾶσαν, ἐπεὶ καὐτὰς πολλάκις ἐξεφόβει.

### book 58.1.1

Λέκτρα μάτην μίμνοντα καὶ ἀπρήκτου σκέπας εὐνῆς

### book 58.1.2

ἄνθετο σοί, Μήνη, σὸς φίλος Ἐνδυμίων,

### book 58.1.3

αἰδόμενος· πολιὴ γὰρ ὅλου κρατέουσα καρήνου

### book 58.1.4

οὐ σῴζει προτέρης ἴχνιον ἀγλαΐης.

### book 59.1.1

Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα,

### book 59.1.2

Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη·

### book 59.1.3

εὕρετο γὰρ μνηστῆρα, τὸν ἤθελε, καὶ λάχεν ἥβην

### book 59.1.4

σώφρονα καὶ τεκέων ἄρσεν ἔτικτε γένος.

### book 60.1.1

Ἀντὶ βοὸς χρυσέου τ’ ἀναθήματος Ἴσιδι τούσδε

### book 60.1.2

θήκατο τοὺς λιπαροὺς Παμφίλιον πλοκάμους.

### book 60.1.3

ἡ δὲ θεὸς τούτοις γάνυται πλέον ἤπερ Ἀπόλλων

### book 60

χρυσῷ, ὃν ἐκ Λυδῶν Κροῖσος ἔπεμπε θεῷ.

### book 61.1.1

Ὦ ξυρὸν οὐράνιον, ξυρὸν ὄλβιον, ᾧ πλοκαμῖδας

### book 61.1.2

κειραμένη πλεκτὰς ἄνθετο Παμφίλιον,

### book 61.1.3

οὔ σέ τις ἀνθρώπων χαλκεύσατο, πὰρ δὲ καμίνῳ

### book 61.1.4

Ἡφαίστου χρυσέην σφῦραν ἀειραμένη

### book 61.5.1

ἡ λιπαροκρήδεμνος, ἵν’ εἴπωμεν καθ’ Ὅμηρον,

### book 61.5.2

χερσί σε ταῖς ἰδίαις ἐξεπόνησε Χάρις.

### book 62.1.1

Κυκλοτερῆ μόλιβον, σελίδων σημάντορα πλευρῆς,

### book 62.1.2

καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,

### book 62.1.3

καὶ κανόν’ ἰθυβάτην καὶ τὴν παρὰ θῖνα κίσηριν,

### book 62.1.4

αὐχμηρὸν πόντου τρηματόεντα λίθον,

### book 62.5.1

Καλλιμένης Μούσαις ἀποπαυσάμενος καμάτοιο

### book 62.5.2

θῆκεν, ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.

### book 63.1.1

Γραμμοτόκῳ πλήθοντα μελάσματι κυκλομόλυβδον

### book 63.1.2

καὶ κανόνα, γραφίδων ἰθύτατον φύλακα,

### book 63.1.3

καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου

### book 63.1.4

ἄκρα τε μεσσοτόμους εὐγλυφέας καλάμους

### book 63.5.1

τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον,

### book 63.5.2

ἔνθα περιτριβέων ὀξὺ χάραγμα πέλει,

### book 63.5.3

καὶ γλύφανον καλάμου, πλατέος γλωχῖνα σιδήρου,

### book 63.5.4

ὅπλα σοὶ ἐμπορίης ἄνθετο τῆς ἰδίης

### book 63.5.5

κεκμηὼς Μενέδημος ὑπ’ ἀχλύος ὄμμα παλαιόν,

### book 63.10

Ἑρμεία· σὺ δ’ ἀεὶ φέρβε σὸν ἐργατίνην.

### book 64.1.1

Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς

### book 64.1.2

καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων

### book 64.1.3

καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων

### book 64.1.4

καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην

### book 64.5.1

καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις

### book 64.5.2

καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένων

### book 64.5.3

Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδη

### book 64.5.4

ἦλθε κατ’ ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον.

### book 65.1.1

Τὸν τροχόεντα μόλυβδον, ὃς ἀτραπὸν οἶδε χαράσσειν

### book 65.1.2

ὀρθὰ παραξύων ἰθυτενῆ κανόνα,

### book 65.1.3

καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸν

### book 65.1.4

ἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα

### book 65.5.1

καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα

### book 65.5.2

θήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης,

### book 65.5.3

καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην,

### book 65.5.4

σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος,

### book 65.5.5

καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάντα

### book 65.10.1

εὐγραφέος τέχνης ὄργανα ῥυομένην,

### book 65.10.2

Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳ

### book 65.10.3

χεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων.

### book 66.1.1

Ἄβροχον ἀπλανέος μόλιβον γραπτῆρα κελεύθου,

### book 66.1.2

ἧς ἔπι ῥιζοῦται γράμματος ἁρμονίη,

### book 66.1.3

καὶ κανόνα, τροχαλοῖο κυβερνητῆρα μολύβδου,

### book 66

καὶ λίθακα τρητήν, σπόγγῳ ἐειδομένην,

### book 66.5.1

καὶ μέλανος σταθεροῖο δοχήιον, ἀλλὰ καὶ αὐτῶν

### book 66.5.2

εὐγραφέων καλάμων ἀκροβαφεῖς ἀκίδας,

### book 66.5.3

σπόγγον, ἁλὸς βλάστημα, χυτῆς λειμῶνα θαλάσσης,

### book 66.5.4

καὶ χαλκὸν δονάκων τέκτονα λεπταλέων

### book 66.5.5

ἐνθάδε Καλλιμένης φιλομειδέσιν ἄνθετο Μούσαις,

### book 66.10

γήραϊ κεκμηὼς ὄμματα καὶ παλάμην.

### book 67.1.1

Ἀκλινέας γραφίδεσσιν ἀπιθύνοντα πορείας

### book 67.1.2

τόνδε μόλυβδον ἄγων καὶ μολίβου κανόνα

### book 67.1.3

σύνδρομον ἡνιοχῆα πολυτρήτου τ’ ἀπὸ πέτρης

### book 67.1.4

λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου,

### book 67.5.1

σὺν δ’ αὐτοῖς καλάμοισι μέλαν, μυστήρια φωνῆς

### book 67.5.2

ἀνδρομέης, σμίλης τ’ ὀξυτόμον κοπίδα

### book 67.5.3

Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνος ὄμματος αὐγὴν

### book 67.5.4

ἀμβλύνας παλάμῃ δῶκεν ἐλευθερίην.

### book 68.1.1

Αὔλακας ἰθυπόρων γραφίδων κύκλοισι χαράσσων

### book 68.1.2

ἄνθεμά σοι τροχόεις οὗτος ἐμὸς μόλιβος

### book 68.1.3

καὶ μολίβῳ χρωστῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων

### book 68.1.4

καὶ λίθος εὐσχιδέων θηγαλέη καλάμων

### book 68.5.1

σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει

### book 68.5.2

αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων·

### book 68.5.3

δέχνυσο καὶ γλυπτῆρα σιδήρεον, ᾧ θρασὺς Ἄρης

### book 68.5.4

σὺν Μούσαις ἰδίην δῶκε διακτορίην,

### book 68.5.5

Ἑρμείη· σὰ γὰρ ὅπλα· σὺ δ’ ἀδρανέος Φιλοδήμου

### book 68.10

ἴθυνε ζωὴν λειπομένοιο βίου.

### book 69.1.1

Νῆα Ποσειδάωνι πολύπλανος ἄνθετο Κράντας

### book 69.1.2

ἔμπεδον ἐς νηοῦ πέζαν ἐρεισάμενος,

### book 69.1.3

αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός, ἧς ἔπι Κράντας

### book 69.1.4

εὐρὺς ἀνακλινθεὶς ἄτρομον ὕπνον ἔχει.

### book 70.1.1

Νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης,

### book 70.1.2

ἀντίθεμαι Κράντας, μηκέτι τεγγομένην,

### book 70.1.3

νῆα, πολυπλανέων ἀνέμων πτερόν, ἧς ἔπι δειλὸς

### book 70.1.4

πολλάκις ὠισάμην εἰσελάαν Ἀίδῃ·

### book 70.5.1

πάντα δ’ ἀπειπάμενος, φόβον, ἐλπίδα, πόντον, ἀέλλας,

### book 70.5.2

πιστὸν ὑπὲρ γαίης ἴχνιον ἡδρασάμην.

### book 71.1.1

Σοὶ τὰ λιποστεφάνων διατίλματα μυρία φύλλων,

### book 71.1.2

σοὶ τὰ νοοπλήκτου κλαστὰ κύπελλα μέθης,

### book 71.1.3

βόστρυχα σοὶ τὰ μύροισι δεδευμένα, τῇδε κονίῃ

### book 71.1.4

σκῦλα ποθοβλήτου κεῖται Ἀναξαγόρα,

### book 71.5.1

σοὶ τάδε, Λαΐς, ἅπαντα· παρὰ προθύροις γὰρ ὁ δειλὸς

### book 71.5.2

τοῖσδε, σὺν ἀκρήβαις πολλάκι παννυχίσας,

### book 71.5.3

οὐκ ἔπος, οὐ χαρίεσσαν ὑπόσχεσιν, οὐδὲ μελιχρῆς

### book 71.5.4

ἐλπίδος ὑβριστὴν μῦθον ἐπεσπάσατο,

### book 71.5.5

φεῦ φεῦ, γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων

### book 71.10

μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης.

### book 72.1.1

Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης

### book 72.1.2

βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον.

### book 72.1.3

ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροϊδὴς δὲ

### book 72.1.4

ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.

### book 72.5.1

εἶπε δὲ καγχαλόων ὁ γεωπόνος· „Ἆ τάχα Βάκχῳ

### book 72.5.2

λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.“

### book 73.1.1

Δάφνις ὁ συρικτὰς τρομερῷ περὶ γήραϊ κάμνων,

### book 73.1.2

χειρὸς ἀεργηλᾶς τάνδε βαρυνομένας

### book 73.1.3

Πανὶ φιλαγραύλῳ νομίαν ἀνέθηκε κορύναν,

### book 73.1.4

γήραϊ ποιμενίων παυσάμενος καμάτων.

### book 73.5.1

εἰσέτι γὰρ σύριγγι μελίσδομαι, εἰσέτι φωνὰ

### book 73.5.2

ἄτρομος ἐν τρομερῷ σώματι ναιετάει,

### book 73.5.3

ἀλλὰ λύκοις σίντῃσιν ἀν’ οὔρεα μή τις ἐμεῖο

### book 73.5.4

αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην.

### book 74.1.1

Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων

### book 74.1.2

πολλὰ τανυκραίρων στέρνα χαραξαμένη,

### book 74.1.3

ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις,

### book 74.1.4

παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,

### book 74.5.1

ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης,

### book 74.5.2

Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.

### book 74.5.3

θῆκα δέ σοι τάδε ῥόπτρα, παραρρίψασα δὲ κισσὸν

### book 74

χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.

### book 75.1.1

Ἄνδροκλος, ὤπολλον, τόδε σοὶ κέρας, ᾧ ἐπὶ πουλὺν

### book 75.1.2

θῆρα βαλὼν ἄγρας εὔσκοπον εἶχε τύχην.

### book 75.1.3

οὔποτε γὰρ πλαγκτὸς γυρᾶς ἐξᾶλτο κεραίας

### book 75.1.4

ἰὸς ἐπ’ ἠλεμάτῳ χειρὸς ἑκηβολίᾳ.

### book 75.5.1

ὁσσάκι γὰρ τόξοιο παναγρέτις ἴαχε νευρά,

### book 75.5.2

τοσσάκις ἦν ἀγρεὺς ἠέρος ἢ ξυλόχου.

### book 75.5.3

ἀνθ’ ὧν σοὶ τόδε, Φοῖβε, τὸ Λύκτιον ὅπλον ἀγινεῖ

### book 75.5.4

χρυσείαις πλέξας μείλιον ἀμφιδέαις.

### book 76.1.1

Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι,

### book 76.1.2

τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠιόνα,

### book 76.1.3

νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι,

### book 76.1.4

θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης.

### book 76.5.1

ἀλλά, θεά, δύνασαι γάρ, ἢ ἡβητῆρά με τεῦξον

### book 76.5.2

ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.

### book 77.1.1

Οἰνοπότας Ξενοφῶν κενεὸν πίθον ἄνθετο, Βάκχε·

### book 77.1.2

δέχνυσο δ’ εὐμενέως· ἄλλο γὰρ οὐδὲν ἔχει.

### book 78.1.1

Τὼς τρητὼς δόνακας, τὸ νάκος, τὰν σεῖο κορύναν

### book 78.1.2

ἄνθεσο Πανὶ φίλῳ, Δάφνι γυναικοφίλα.

### book 78.1.3

ὦ Πάν, δέχνυσο δῶρα τὰ Δάφνιδος· ἶσα γὰρ αὐτῷ

### book 78

καὶ μολπὰν φιλέεις καὶ δύσερως τελέθεις.

### book 79.1.1

Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀροτρεὺς

### book 79.1.2

ἀντ’ εὐεργεσίης ἄνθετό σοι τεμένη.

### book 79.1.3

„Βόσκε“, δ’ ἔφη, „χαίρων τὰ σὰ ποίμνια καὶ σέο χώρην

### book 79.1.4

δέρκεο τὴν χαλκῷ μηκέτι τεμνομένην.

### book 79.5.1

αἴσιον εὑρήσεις τόδ’ ἐπαύλιον· ἐνθάδε γάρ σοι

### book 79.5.2

Ἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.“

### book 80.1.1

Δαφνιακῶν βίβλων Ἀγαθηιὰς ἐννεάς εἰμι·

### book 80.1.2

ἀλλά μ’ ὁ τεκτήνας ἄνθετο σοί, Παφίη.

### book 80.1.3

οὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι,

### book 80.1.4

ὄργια τοσσατίων ἀμφιέπουσα πόθων.

### book 80.5.1

αἰτεῖ δ’ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη

### book 80.5.2

ἤ τινα μὴ φιλέειν ἢ ταχὺ πειθομένην.

### book 81.1.1

Ἀσπίδα ταυρείην, ἔρυμα χροός, ἀντιβίων τε

### book 81.1.2

πολλάκις ἐγχείην γευσαμένην χολάδων

### book 81.1.3

καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα

### book 81.1.4

καὶ κόρυν ἱππείαις θριξὶ δασυνομένην

### book 81.5.1

ἄνθετο Λυσίμαχος γέρας Ἄρεϊ, γηραλέον νῦν

### book 81.5.2

ἀντὶ πανοπλίης βάκτρον ἀμειψάμενος.

### book 82.1

Αὐλοὺς Πανὶ Μελίσκος· ὁ δ’ ἔννεπε μὴ γέρας αἴρειν

### book 82

τούτοις· „Ἐκ καλάμων οἶστρον ἐπεσπασάμην.“

### book 83.1.1

Τὴν κιθάρην Εὔμολπος ἐπὶ τριπόδων ποτὲ Φοίβῳ

### book 83.1.2

ἄνθετο, γηραλέην χεῖρ’ ἐπιμεμφόμενος,

### book 83.1.3

εἶπε δέ· „Μὴ ψαύσαιμι λύρης ἔτι μηδ’ ἐθελήσω

### book 83.1.4

τῆς πάρος ἁρμονίης ἐμμελέτημα φέρειν.

### book 83.5.1

ἠιθέοις μελέτω κιθάρης μίτος· ἀντὶ δὲ πλήκτρου

### book 83.5.2

σκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα.“

### book 84.1.1

Ζηνὶ τόδ’ ὀμφάλιον σάκεος τρύφος, ᾧ ἔπι λαιὰν

### book 84.1.2

ἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας·

### book 84.1.3

πᾶν δὲ τὸ λοιπὸν ἄκοντες ἰσάριθμός τε χαλάζῃ

### book 84.1.4

χερμὰς καὶ ξιφέων ἐξεκόλαψε γένυς.

### book 84.5.1

ἀλλὰ καὶ ἀμφίδρυπτον ἐὸν τόδε χειρὶ μεναίχμᾳ

### book 84.5.2

σῴζετο Νικαγόρα, σῷζε δὲ Νικαγόραν.

### book 84.5.3

θεσμὸν τὸν Σπάρτας μενεφύλοπιν ἀμφὶ βοείᾳ

### book 84.5.4

τῇδέ τις ἀθρήσει πάντα φυλασσόμενον.

### book 85.1.1

Τὸν θῶ καὶ τὰς κνῆ τάν τ’ ἀσπίδα καὶ δόρυ καὶ κρᾶ

### book 85.1.2

Γορδιοπριλάριος ἄνθετο Τιμοθέῳ.

### book 86.1

Κνημῖδας, θώρηκα, σάκος, κόρυν, ἔγχος Ἀθήνῃ

### book 86

Ῥοῦφος Μεμμιάδης Γέλλιος ἐκρέμασεν.

### book 87.1

Ἄνθετό σοι κορύνην καὶ νεβρίδας ὑμέτερος Πάν,

### book 87.2

Εὔιε, καλλείψας σὸν χορὸν ἐκ Παφίης.

### book 87.3

Ἠχὼ γὰρ φιλέει καὶ πλάζεται· ἀλλὰ σύ, Βάκχε,

### book 87.4

ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τύχην.

### book 88.1.1

Αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντ’ ἀπὸ μαστῶν,

### book 88.1.2

Ἰνώ, λυσαμένη κεστὸν ἔδωκεν ἔχειν,

### book 88.1.3

ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃς

### book 88.1.4

ἀνέρας· ἐχρήσω δ’ εἰς ἐμὲ πᾶσι μόνον.

### book 89.1.1

Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε,

### book 89.1.2

χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλῳ

### book 89.1.3

σοὶ Πάρις ὀστρακόδερμον ὑπ’ εὐθήροισι δαμέντα

### book 89.1.4

ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν,

### book 89.5.1

σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφ’ ἡμίβρωτον ὀδόντα

### book 89.5.2

θείς, μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον.

### book 89.5.3

τῷ σὺ δίδου μὴ πολλά, δι’ εὐάγρου δὲ λίνοιο,

### book 89.5.4

δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.

### book 90.1.1

Ἄγκυραν ἐμβρύοικον, ἐρυσινηίδα,

### book 90.1.2

κώπας τε δισσὰς τὰς ἀπωσικυμάτους

### book 90.1.3

καὶ δικτύοις μόλυβδον ἡψιδωμένον

### book 90

κύρτοις τε φελλοὺς τοὺς ἐπεσφραγισμένους

### book 90.5.1

καὶ πῖλον ἀμφίκρηνον ὕδασι στέγην

### book 90.5.2

λίθον τε ναύταις ἑσπέρης πυρσητόκον,

### book 90.5.3

ἁλὸς τύραννε, σοί, Πόσειδον, Ἀρχικλῆς

### book 90.5.4

ἔθηκε λήξας τῆς ἀπ’ ἠιόνων ἄλης.

### book 91.1.1

Ἀσπίδα μὲν Πρόμαχος, τὰ δὲ δούρατα θῆκεν Ἀκοντεύς,

### book 91.1.2

τὸ ξίφος Εὐμήδης, τόξα δὲ ταῦτα Κύδων,

### book 91.1.3

Ἱππομέδων τὰ χαλινά, κόρυν δ’ ἀνέθηκε Μελάντας,

### book 91.1.4

κνημῖδας Νίκων, κοντὸν Ἀριστόμαχος,

### book 91.5.1

τὸν θώρηκα Φιλῖνος· ἀεὶ δ’, Ἆρες βροτολοιγέ,

### book 91.5.2

σκῦλα φέρειν δῴης πᾶσιν ἀπ’ ἀντιπάλων.

### book 92.1.1

Αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον

### book 92.1.2

ῥίνην τε κνησίχρυσον ὠκυδήκτορα

### book 92.1.3

καὶ τὸν δίχηλον καρκίνον πυραγρέτην

### book 92.1.4

πτωκὸς πόδας τε τούσδε λειψανηλόγους

### book 92.5.1

ὁ χρυσοτέκτων Δημοφῶν Κυλληνίῳ

### book 92.5.2

ἔθηκε, γήρᾳ κανθὸν ἐζοφωμένος.

### book 93.1.1

Ἁρπαλίων ὁ πρέσβυς, ὁ πᾶς ῥυτίς, οὑπιλινευτής,

### book 93.1.2

τόνδε παρ’ Ἡρακλεῖ θῆκέ με τὸν σιβύνην,

### book 93.1.3

ἐκ πολλοῦ πλειῶνος ἐπεὶ βάρος οὐκέτι χεῖρες

### book 93

ἔσθενον, ἐς κεφαλὴν δ’ ἤλυθε λευκοτέρην.

### book 94.1.1

Ἀραξίχειρα ταῦτά σοι τὰ τύμπανα

### book 94.1.2

καὶ κύμβαλ’ ὀξύδουπα κοιλοχείλεα

### book 94.1.3

διδύμους τε λωτοὺς κεροβόας, ἐφ’ οἷς ποτε

### book 94.1.4

ἐπωλόλυξεν αὐχένα στροβιλίσας,

### book 94.5.1

λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα,

### book 94.5.2

λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης

### book 94.5.3

ἔθηκε, λυσσητῆρα γηράσας πόδα.

### book 95.1.1

Βουστρόφον, ἀκροσίδαρον, ἀπειλητῆρα μύωπα

### book 95.1.2

καὶ πήραν μέτρου σιτοδόκον σπορίμου

### book 95.1.3

γαμψόν τε δρέπανον, σταχυητόμον ὅπλον ἀρούρης,

### book 95.1.4

καὶ παλιουροφόρον, χεῖρα θέρευς, τρίνακα

### book 95.5.1

καὶ τρητοὺς ποδεῶνας ὁ γατόμος ἄνθετο Δηοῖ

### book 95.5.2

Πάρμις, ἀνιηρῶν παυσάμενος καμάτων.

### book 96.1.1

Γλαύκων καὶ Κορύδων, οἱ ἐν οὔρεσι βουκολέοντες,

### book 96.1.2

Ἀρκάδες ἀμφότεροι, τὸν κεραὸν δαμάλην

### book 96.1.3

Πανὶ φιλωρείτᾳ Κυλληνίῳ αὐερύσαντες

### book 96.1.4

ἔρρεξαν καί οἱ δωδεκάδωρα κέρα

### book 96.5

ἅλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἔπαξαν

### book 96

εὐρεῖαν, νομίῳ καλὸν ἄγαλμα θεῷ.

### book 97.1.1

Δοῦρας Ἀλεξάνδροιο· λέγει δέ σε γράμματ’ ἐκεῖνον

### book 97.1.2

ἐκ πολέμου θέσθαι σύμβολον Ἀρτέμιδι

### book 97.1.3

ὅπλον ἀνικήτοιο βραχίονος. ἆ καλὸν ἔγχος,

### book 97.1.4

ᾧ πόντος καὶ χθὼν εἶκε κραδαινομένῳ.

### book 97.5.1

ἵλαθι, δοῦρας ἀταρβές, ἀεὶ δέ σε πᾶς τις ἀθρήσας

### book 97.5.2

ταρβήσει, μεγάλης μνησάμενος παλάμης.

### book 98.1.1

Δηοῖ λικμαίῃ καὶ ἐναυλακοφοίτισιν Ὥραις

### book 98.1.2

Ἡρῶναξ πενιχρῆς ἐξ ὀλιγηροσίης

### book 98.1.3

μοῖραν ἀλωείταις στάχυας πάνσπερμά τε ταῦτα

### book 98.1.4

ὄσπρι’ ἐπὶ πλακίνου τοῦδ’ ἔθετο τρίποδος·

### book 98.5.1

ἐκ μικρῶν ὀλίγιστα· πέπατο γὰρ οὐ μέγα τοῦτο

### book 98.5.2

κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.

### book 99.1.1

Κόψας ἐκ φηγοῦ σε τὸν αὐτόφλοιον ἔθηκε

### book 99.1.2

Πᾶνα Φιλοξενίδης, ὁ κλυτὸς αἰγελάτης,

### book 99.1.3

θύσας αἰγιβάτην πολιὸν τράγον ἔν τε γάλακτι

### book 99.1.4

πρωτογόνῳ βωμοὺς τοὺς ἱεροὺς μεθύσας.

### book 99.5

ἀνθ’ ὧν ἐν σηκοῖς διδυμητόκοι αἶγες ἔσονται

### book 99

γαστέρα φεύγουσαι τρηχὺν ὀδόντα λύκου.

### book 100.1.1

Λαμπάδα, τὴν κούροις ἱερὴν ἔριν, ὠκὺς ἐνέγκας,

### book 100.1.2

οἷα Προμηθείης μνῆμα πυρικλοπίης,

### book 100.1.3

νίκης κλεινὸν ἄεθλον ἔτ’ ἐκ χερὸς ἔμπυρον Ἑρμῇ

### book 100.1.4

θῆκ’ ἐν ὁμωνυμίῃ παῖς πατρὸς Ἀντιφάνης.

### book 101.1.1

Ξίφη τὰ πολλῶν κνωδάλων λαιμητόμα

### book 101.1.2

πυριτρόφους τε ῥιπίδας φυσηνέμους

### book 101.1.3

ἠθμόν τε πουλύτρητον ἠδὲ τετράπουν

### book 101.1.4

πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον,

### book 101.5.1

ζωμήρυσίν τε τὴν λίπους ἀφρηλόγον

### book 101.5.2

ὁμοῦ κρεάγρῃ τῇ σιδηροδακτύλῳ,

### book 101.5.3

βραδυσκελὴς Ἥφαιστε, σοὶ Τιμασίων

### book 101.5.4

ἔθηκεν, ἀκμῆς γυῖον ὠρφανωμένος.

### book 102.1.1

Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα

### book 102.1.2

καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον

### book 102.1.3

μῆλόν θ’ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ

### book 102.1.4

καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων

### book 102.5.1

καὶ σίκυον χλοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην,

### book 102.5.2

καὶ πέρκην ἤδη χρυσοχίτων’ ἐλάην

### book 102.5.3

σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων,

### book 102

δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν.

### book 103.1.1

Στάθμην ἰθυτενῆ μολιβαχθέα δουριτυπῆ τε

### book 103.1.2

σφῦραν καὶ γυρὰς ἀμφιδέτους ἀρίδας

### book 103.1.3

καὶ στιβαρὸν πέλεκυν στελεχητόμον ἰθύδρομόν τε

### book 103.1.4

πρίονα, μιλτείῳ στάγματι πειθόμενον,

### book 103.5.1

τρύπανα θ’ ἑλκεσίχειρα τέρετρά τε μιλτοφυρῆ τε

### book 103.5.2

σχοῖνον, ὑπ’ ἀκρονύχῳ ψαλλομένην κανόνι,

### book 103.5.3

σοί, κούρη γλαυκῶπι, Λεόντιχος ὤπασε δῶρον,

### book 103.5.4

ἄνθος ἐπεὶ γυίων πᾶν ἀπέδυσε χρόνος.

### book 104.1.1

Σπερμοφόρον πήρην ὠμαχθέα κὠλεσίβωλον

### book 104.1.2

σφῦραν καὶ γαμψὰς πυρολόγους δρεπάνας

### book 104.1.3

καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας ἱστοβόην τε

### book 104.1.4

σὺν γυροῖς ἀρότροις καὶ φιλόγαιον ὕνιν

### book 104.5.1

κέντρα τ’ ὀπισθονυγῆ καὶ βουστρόφα δεσμὰ τενόντων

### book 104.5.2

καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπόνων,

### book 104.5.3

γυῖα γε πηρωθεὶς Λυσίξενος αὔλακι πολλῇ

### book 104.5.4

ἐκρέμασεν Δηοῖ τῇ σταχυοστεφάνῳ.

### book 105.1.1

Τρῖγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοί, λιμενῖτι

### book 105.1.2

Ἄρτεμι, δωρεῦμαι Μῆνις ὁ δικτυβόλος

### book 105.1.3

καὶ ζωρὸν κεράσας ἰσοχειλέα καὶ τρύφος ἄρτου

### book 105.1.4

αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίην·

### book 105.5

ἀνθ’ ἧς μοι πλησθέντα δίδου θηράμασιν αἰὲν

### book 105

δίκτυα· σοὶ δέδοται πάντα, μάκαιρα, λίνα.

### book 106.1.1

Τοῦτό τοι, ὑλειῶτα, κατ’ ἀγριάδος πλατάνοιο

### book 106.1.2

δέρμα λυκορραίστης ἐκρέμασεν Τελέσων

### book 106.1.3

καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποκα τῆνος

### book 106.1.4

πολλάκι ῥομβητὰν ἐκ χερὸς ἠκροβόλει.

### book 106.5.1

ἀλλὰ τύ, Πὰν βουνῖτα, τὰ μὴ πολύολβά τε δέξαι

### book 106.5.2

δῶρα καὶ εὐαγρὲς τῷδε πέτασσον ὄρος.

### book 107.1.1

Ὑλησκόπῳ με Πανὶ θηρευτὴς Γέλων

### book 107.1.2

ἔθηκε λόγχην, ἧς ἀπέθρισε χρόνος

### book 107.1.3

ἀκμὴν ἐν ἔργῳ, καὶ λίνων πολυστρόφων

### book 107.1.4

γεραιὰ τρύχη καὶ πάγας δεραγχέας

### book 107.5.1

νευροπλεκεῖς τε κνωδάλων ἐπισφύρους

### book 107.5.2

ὠκεῖς ποδίστρας καὶ τραχηλοδεσμότας

### book 107.5.3

κλοιοὺς κυνούχους· γυῖα γὰρ δαμεὶς χρόνῳ

### book 107.5.4

ἀπεῖπεν ἤδη τὴν ὀρεινόμον πλάνην.

### book 108.1.1

Ὑψηλῶν ὀρέων ἔφοροι, κεραοὶ χοροπαῖκται,

### book 108.1.2

Πᾶνες, βουχίλου κράντορες Ἀρκαδίης,

### book 108.1.3

εὔαρνον θείητε καὶ εὐχίμαρον Διότιμον

### book 108

δεξάμενοι λαμπρῆς δῶρα θυηπολίης.

### book 109.1.1

Γηραλέον νεφέλας τρῦχος τόδε καὶ τριέλικτον

### book 109.1.2

ἰχνοπέδαν καὶ τὰς νευροτενεῖς παγίδας

### book 109.1.3

κλωβούς τ’ ἀμφιρρῶγας ἀνασπαστούς τε δεράγχας

### book 109.1.4

καὶ πυρὶ θηγαλέους ὀξυπαγεῖς στάλικας

### book 109.5.1

καὶ τὰν εὔκολλον δρυὸς ἰκμάδα τόν τε πετηνῶν

### book 109.5.2

ἀγρευτὰν ἰξῷ μυδαλέον δόνακα

### book 109.5.3

καὶ κρυφίου τρίκλωστον ἐπισπαστῆρα βόλοιο

### book 109.5.4

ἄρκυν τε κλαγερῶν λαιμοπέδαν γεράνων,

### book 109.5.5

σοί, Πὰν ὦ σκοπιῆτα, γέρας θέτο παῖς Νεολᾴδα

### book 109.10

Κραῦβις ὁ θηρευτάς, Ἀρκὰς ἀπ’ Ὀρχομενοῦ.

### book 110.1.1

Τὰν ἔλαφον Κλεόλαος ὑπὸ κναμοῖσι λοχήσας

### book 110.1.2

ἔκτανε Μαιάνδρου πὰρ τριέλικτον ὕδωρ

### book 110.1.3

θηκτῷ σαυρωτῆρι· τὰ δ’ ὀκτάρριζα μετώπων

### book 110.1.4

φράγμαθ’ ὑπὲρ κραναὰν ἇλος ἔπαξε πίτυν.

### book 111.1.1

Τὰν ἔλαφον Λάδωνα καὶ ἀμφ’ Ἐρυμάνθιον ὕδωρ

### book 111.1.2

νῶτά τε θηρονόμου φερβομέναν Φολόας

### book 111.1.3

παῖς ὁ Θεαρίδεω Λασιώνιος εἷλε Λυκόρμας

### book 111.1.4

πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ·

### book 111.5

δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων

### book 111

σπασσάμενος κούρᾳ θῆκε παρ’ ἀγρότιδι.

### book 112.1.1

Τρεῖς ἄφατοι κεράεσσιν ὑπ’ αἰθούσαις τοι, Ἄπολλον,

### book 112.1.2

ἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων,

### book 112.1.3

ἃς ἕλον ἐξ ἵππων † γυγερῷ χέρε Δαΐλοχός τε

### book 112.1.4

καὶ Προμένης, ἀγαθοῦ τέκνα Λεοντιάδου.

### book 113.1.1

Πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς

### book 113.1.2

δοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις·

### book 113.1.3

νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων,

### book 113.1.4

ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.

### book 114.1.1

Δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος

### book 114.1.2

Ἀμφιτρυωνιάδᾳ κείμεθ’ ἀνὰ πρόπυλον

### book 114.1.3

τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ

### book 114.1.4

ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων

### book 114.5.1

βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβος

### book 114.5.2

Ἠμαθία· τοίῳ κραίνεται ἁγεμόνι.

### book 115.1.1

Τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον,

### book 115.1.2

τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας,

### book 115.1.3

Δαρδανέων ὀλετὴρ ὁ κεραύνιος εἷλε Φίλιππος

### book 115

πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι·

### book 115.5.1

καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσας

### book 115.5.2

θῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα.

### book 115.5.3

σᾶς τοι ὅδ’ ἐκ ῥίζας ἀναδέδρομεν· οὔ τοι ἀεικὲς

### book 115.5.4

πατρῴου ζαλοῦν ἔργα βοοκτασίας.

### book 116.1.1

Σοὶ γέρας, Ἀλκείδα Μινυαμάχε, τοῦτο Φίλιππος

### book 116.1.2

δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοὸς

### book 116.1.3

αὐτοῖς σὺν κεράεσσι, τὸν ὕβρεϊ κυδιόωντα

### book 116.1.4

ἔσβεσεν Ὀρβηλοῦ τρηχὺν ὑπὸ πρόποδα.

### book 116.5.1

ὁ φθόνος αὐαίνοιτο, τεὸν δ’ ἔτι κῦδος ἀέξοι

### book 116.5.2

ῥίζα Βεροιαίου κράντορος Ἠμαθίας.

### book 117.1.1

Ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη

### book 117.1.2

ἄγκεινθ’ Ἡφαίστῳ δῶρα Πολυκράτεος,

### book 117.1.3

ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶν

### book 117.1.4

ὄλβον, ὀιζυρὴν ὠσάμενος πενίην.

### book 118.1.1

Ἁ φόρμιγξ τά τε τόξα καὶ ἀγκύλα δίκτυα Φοίβῳ

### book 118.1.2

Σώσιδος ἔκ τε Φίλας ἔκ τε Πολυκράτεος,

### book 118.1.3

χὠ μὲν ὀιστευτὴρ κεραὸν βιόν, ἁ δὲ λυρῳδὸς

### book 118.1.4

τὰν χέλυν, ὡγρευτὴς ὤπασε πλεκτὰ λίνα.

### book 118.5

ἀλλ’ ὁ μὲν ὠκυβόλων ἰῶν κράτος, ἁ δὲ φέροιτο

### book 118

ἄκρα λύρας, ὁ δ’ ἔχοι πρῶτα κυναγεσίας.

### book 119.1.1

Κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας,

### book 119.1.2

βότρυ, Διωνύσου πληθόμενος σταγόνι,

### book 119.1.3

οὐδ’ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα

### book 119.1.4

φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον.

### book 120.1.1

Οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζων

### book 120.1.2

ἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος,

### book 120.1.3

προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός,

### book 120.1.4

θηλείης ἕρσης ἰκμάδα γευόμενος,

### book 120.5.1

ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶ

### book 120.5.2

τὸν τέττιγ’ ὄψει μ’, ὦνερ, ἐφεζόμενον.

### book 120.5.3

ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνη

### book 120.5.4

ἐξ ἡμέων· ἡ γὰρ παρθένος αὐλοθέτει.

### book 121.1.1

Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα

### book 121.1.2

κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι,

### book 121.1.3

οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται,

### book 121.1.4

αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.

### book 122.1.1

Μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,

### book 122.1.2

τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ; —

### book 122.1.3

„Μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα

### book 122

ἐν προμάχοις Ὀδρύσας δήιον ἂμ πεδίον.“

### book 123.1.1

Ἕσταθι τᾷδε, κράνεια βροτοκτόνε, μηδ’ ἔτι λυγρὸν

### book 123.1.2

χάλκεον ἀμφ’ ὄνυχα στάζε φόνον δαΐων·

### book 123.1.3

ἀλλ’ ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας,

### book 123.1.4

ἄγγελλ’ ἀνορέαν Κρητὸς Ἐχεκρατίδα.

### book 124.1.1

Ἀσπὶς ἀπὸ βροτέων ὤμων Τιμάνορος ἧμαι

### book 124.1.2

ναῷ ὑπωροφία Παλλάδος ἀλκιμάχας,

### book 124.1.3

πολλὰ σιδαρείου κεκονιμένα ἐκ πολέμοιο,

### book 124.1.4

τόν με φέροντ’ αἰεὶ ῥυομένα θανάτου.

### book 125.1.1

Ἤδη τᾷδε μένω πολέμου δίχα, καλὸν ἄνακτος

### book 125.1.2

στέρνον ἐμῷ νώτῳ πολλάκι ῥυσαμένα.

### book 125.1.3

καίπερ τηλεβόλους ἰοὺς καὶ χερμάδι’ αἰνὰ

### book 125.1.4

μυρία καὶ δολιχὰς δεξαμένα κάμακας,

### book 125.5.1

οὐδέποτε Κλείτοιο λιπεῖν περιμάκεα πᾶχυν

### book 125.5.2

φαμὶ κατὰ βλοσυρὸν φλοῖσβον Ἐνυαλίου.

### book 126.1

Σᾶμα τόδ’ οὐχὶ μάταιον ἐπ’ ἀσπίδι παῖς ὁ Πολύττου

### book 126.1

Ὕλλος ἀπὸ Κρήτας θοῦρος ἀνὴρ ἔθετο,

### book 126.2

Γοργόνα τὰν λιθοεργὸν ὁμοῦ καὶ τριπλόα γοῦνα

### book 126.3

γραψάμενος· δῄοις τοῦτο δ’ ἔοικε λέγειν·

### book 126.5.1

„Ἀσπίδος ὦ κατ’ ἐμᾶς πάλλων δόρυ, μὴ κατίδῃς με,

### book 126.5.2

ἢ φεῦγε τρισσοῖς τὸν ταχὺν ἄνδρα ποσίν.“

### book 127.1.1

Μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηι

### book 127.1.2

ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν

### book 127.1.3

Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ’ ἔθηκεν,

### book 127.1.4

λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.

### book 128.1.1

Ἧσο κατ’ ἠγάθεον τόδ’ ἀνάκτορον, ἀσπὶ φαεννά,

### book 128.1.2

ἄνθεμα Λατῴᾳ δήιον Ἀρτέμιδι·

### book 128.1.3

πολλάκι γὰρ κατὰ δῆριν Ἀλεξάνδρου μετὰ χερσὶν

### book 128.1.4

μαρναμένα χρυσέαν οὐκ ἐκόνισσας ἴτυν.

### book 129.1.1

Ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺς

### book 129.1.2

θώρηκας, τόσσας δ’ αἱμαλέας κοπίδας,

### book 129.1.3

ταῦτ’ ἀπὸ Λευκανῶν Κορυφασίᾳ ἔντε’ Ἀθάνᾳ

### book 129

Ἅγνων Εὐάνθευς θῆχ’ ὁ βιαιομάχος.

### book 130.1.1

Τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ

### book 130.1.2

Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,

### book 130.1.3

πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν· οὐ μέγα θαῦμα·

### book 130.1.4

αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.

### book 131.1.1

Αἵδ’ ἀπὸ Λευκανῶν θυρεάσπιδες, οἵδε χαλινοὶ

### book 131.1.2

στοιχηδὸν ξεσταί τ’ ἀμφίβολοι κάμακες

### book 131.1.3

δέδμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας,

### book 131.1.4

Παλλάδι· τοὺς δ’ ὁ μέλας ἀμφέχανεν θάνατος.

### book 132.1.1

Ἔντεα Βρέττιοι ἄνδρες ἀπ’ αἰνομόρων βάλον ὤμων

### book 132.1.2

θεινόμενοι Λοκρῶν χερσὶν ὕπ’ ὠκυμάχων,

### book 132.1.3

ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπ’ ἀνάκτορα κεῖνται,

### book 132.1.4

οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον.

### book 133.1

Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρην

### book 133

Ἥρῃ, κουριδίων εὖτ’ ἐκύρησε γάμων.

### book 134.1.1

Ἡ τὸν θύρσον ἔχους’ Ἑλικωνιὰς ἥ τε παρ’ αὐτὴν

### book 134.1.2

Ξανθίππη Γλαύκη τ’ εἰς χορὸν ἐρχόμεναι

### book 134.1.3

ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι

### book 134.1.4

κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.

### book 135.1.1

Οὗτος Φειδόλα ἵππος ἀπ’ εὐρυχόροιο Κορίνθου

### book 135.1.2

ἄγκειται Κρονίδᾳ μνᾶμα ποδῶν ἀρετᾶς.

### book 136.1.1

Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις

### book 136.1.2

εἷμα τόδε· ξυνὴ δ’ ἀμφοτέρων σοφίη.

### book 137.1.1

Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ

### book 137.1.2

Ναυκράτει, εὐχωλὰς τάσδ’ ὑποδεξάμενος.

### book 138.1

Πρὶν μὲν Καλλιτέλης μ’ ἱδρύσατο· τόνδε δ’ ἐκείνου

### book 138

ἔκγονοι ἐστήσανθ’, οἷς χάριν ἀντιδίδου.

### book 139.1.1

Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου

### book 139.1.2

υἱός· ἐποίησεν δ’ ἔργον Ἀναξαγόρας.

### book 140.1.1

Παιδὶ φιλοστεφάνῳ Σεμέλας ἀνέθηκε Μέλανθος

### book 140.1.2

μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.

### book 141.1.1

Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο

### book 141.1.2

ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται.

### book 142.1.1

Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον

### book 142.1.2

Θεσσαλίας μ’ ἀνέθηκ’ ἀρχὸς Ἐχεκρατίδας.

### book 143.1.1

Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι

### book 143.1.2

ἤπιον, ὅς μ’ ἐρατοῖς ἀγλαΐην προθύροις

### book 143.1.3

Ἑρμῇ τε κρείοντι καθέσσατο· τὸν δ’ ἐθέλοντα

### book 143

ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι.

### book 144.1.1

Στροίβου παῖ, τόδ’ ἄγαλμα, Λεώκρατες, εὖτ’ ἀνέθηκας

### book 144.1.2

Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας

### book 144.1.3

οὐδ’ Ἀκαδήμειαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ

### book 144.1.4

σὴν εὐεργεσίην τῷ προσιόντι λέγω.

### book 145.1.1

Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,

### book 145.1.2

ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.

### book 146.1.1

Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης

### book 146.1.2

εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ·

### book 146.1.3

ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς

### book 146.1.4

ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

### book 147.1.1

Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς

### book 147.1.2

Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,

### book 147.1.3

γινώσκειν· ἢν δ’ ἆρα λάθῃ καὶ 〈δίσ〉 μιν ἀπαιτῇς,

### book 147

φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.

### book 148.1.1

Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις

### book 148.1.2

πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ,

### book 148.1.3

εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δ’ ἐμὰ φέγγη

### book 148.1.4

ἀθρήσας φάσεις· „Ἕσπερε, πῶς ἔπεσες;“

### book 149.1.1

Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε

### book 149.1.2

γινώσκω) νίκης ἀντί με τῆς ἰδίης

### book 149.1.3

ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·

### book 149.1.4

πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

### book 150.1.1

Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς

### book 150.1.2

Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.

### book 151.1.1

Μίκκος ὁ Παλλαναῖος Ἐνυαλίου βαρὺν αὐλὸν

### book 151.1.2

τόνδ’ ἐς Ἀθαναίας ἐκρέμας’ Ἰλιάδος,

### book 151.1.3

Τυρσηνὸν μελέδαμα, δι’ οὗ ποκα πόλλ’ ἐβόασεν

### book 151.1.4

ὡνὴρ εἰράνας σύμβολα καὶ πολέμου.

### book 152.1.1

Καὶ στάλικας καὶ πτηνὰ λαγωβόλα σοὶ τάδε Μείδων,

### book 152.1.2

Φοῖβε, σὺν ἰξευταῖς ἐκρέμασεν καλάμοις,

### book 152.1.3

ἔργων ἐξ ὀλίγων ὀλίγην δόσιν· ἢν δέ τι μεῖζον

### book 152

δωρήσῃ, τίσει τῶνδε πολυπλάσια.

### book 153.1.1

Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱός,

### book 153.1.2

Κλεύβοτος· ἁ πάτρα δ’ εὐρύχορος Τεγέα·

### book 153.1.3

τἀθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δ’ ἐπόησεν

### book 153.1.4

Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.

### book 154.1.1

Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ

### book 154.1.2

πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων·

### book 154.1.3

Πανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός,

### book 154.1.4

κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος,

### book 154.5.1

Νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης

### book 154.5.2

φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων.

### book 154.5.3

ἀνθ’ ὧν εὔυδρον, Νύμφαι, τόδε δῶμα γέροντος

### book 154.5.4

αὔξετε· Πάν, γλαγερόν· Βάκχε, πολυστάφυλον.

### book 155.1.1

Ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ

### book 155.1.2

πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής·

### book 155.1.3

αἰχμητὰν δ’ ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα

### book 155.1.4

παῖς Ἡγησιδίκου πίονα τυροφόρον.

### book 155.5

Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα

### book 155

οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν.

### book 156.1.1

Καλλὼ σὺν τέττιγι Χαρισθένεος τρίχα τήνδε

### book 156.1.2

κουρόσυνον κούραις θῆκ’ Ἀμαρυνθιάσι

### book 156.1.3

σὺν βοῒ χερνιφθέντα· πάις δ’ ἴσον ἀστέρι λάμπει,

### book 156.1.4

πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.

### book 157.1.1

Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ,

### book 157.1.2

τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους·

### book 157.1.3

καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης

### book 157.1.4

αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις.

### book 158.1.1

Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ,

### book 158.1.2

τρισσὸν ὑπ’ εὐπετάλοις δῶρον ἔθηκε φόβαις.

### book 158.1.3

δαίμονες ἀλλὰ δέχοισθε κεχαρμένοι, αὔξετε δ’ αἰεὶ

### book 158.1.4

Πὰν ἀγέλην, Νύμφαι πίδακα, Βάκχε γάνος.

### book 159.1.1

Ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαῒ σάλπιγξ

### book 159.1.2

καὶ γλυκὺν εἰράνας ἐκπροχέουσα νόμον

### book 159.1.3

ἄγκειμαι, Φερένικε, τεὸν Τριτωνίδι κούρᾳ

### book 159

δῶρον, ἐριβρύχων παυσαμένα κελάδων.

### book 160.1.1

Κερκίδα τὰν ὀρθρινὰ χελιδονίδων ἅμα φωνᾷ

### book 160.1.2

μελπομέναν, ἱστῶν Παλλάδος ἀλκυόνα,

### book 160.1.3

τόν τε καρηβαρέοντα πολυρροίβδητον ἄτρακτον,

### book 160.1.4

κλωστῆρα στρεπτᾶς εὔδρομον ἁρπεδόνας,

### book 160.5.1

καὶ πήνας καὶ τόνδε φιληλάκατον καλαθίσκον,

### book 160.5.2

στάμονος ἀσκητοῦ καὶ τολύπας φύλακα,

### book 160.5.3

παῖς ἀγαθοῦ Τελέσιλλα Διοκλέος ἁ φιλοεργὸς

### book 160.5.4

εἰροκόμων κούρᾳ θήκατο δεσπότιδι.

### book 161.1.1

Ἑσπερίου Μάρκελλος ἀνερχόμενος πολέμοιο

### book 161.1.2

σκυλοφόρος κραναῆς τέλσα παρ’ Ἰταλίης,

### book 161.1.3

ξανθὴν πρῶτον ἔκειρε γενειάδα· βούλετο πατρὶς

### book 161.1.4

οὕτως, καὶ πέμψαι παῖδα καὶ ἄνδρα λαβεῖν.

### book 162.1.1

Ἄνθεμά σοι Μελέαγρος ἑὸν συμπαίστορα λύχνον,

### book 162.1.2

Κύπρι φίλη, μύστην σῶν θέτο παννυχίδων.

### book 163.1.1

Τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεν

### book 163.1.2

σκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου;

### book 163.1.3

οὔτε γὰρ αἰγανέαι περιαγέες οὔτε τι πήληξ

### book 163.1.4

ἄλλοφος οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος,

### book 163.5

ἀλλ’ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳ,

### book 163.1

οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα.

### book 163.2

οἷς θάλαμον κοσμεῖτε γαμήλιον, ὅπλα δὲ λύθρῳ

### book 163.3

λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.

### book 164.1.1

Γλαύκῳ καὶ Νηρῆι καὶ Ἰνοῖ καὶ Μελικέρτῃ

### book 164.1.2

καὶ βυθίῳ Κρονίδῃ καὶ Σαμόθρᾳξι θεοῖς

### book 164.1.3

σωθεὶς ἐκ πελάγους Λουκίλλιος ὧδε κέκαρμαι

### book 164.1.4

τὰς τρίχας ἐκ κεφαλῆς· ἄλλο γὰρ οὐδὲν ἔχω.

### book 165.1.1

Στρεπτὸν βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα

### book 165.1.2

καὶ σκύλος ἀμφιδόρου στικτὸν ἀχαιίνεω

### book 165.1.3

καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων

### book 165.1.4

καὶ θύρσου χλοερὸν κωνοφόρου κάμακα

### book 165.5.1

καὶ κούφοιο βαρὺν τυπάνου βρόμον ἠδὲ φορηθὲν

### book 165.5.2

πολλάκι μιτροδέτου λῖκνον ὕπερθε κόμης

### book 165.5.3

Εὐάνθη Βάκχῳ, τὴν ἔντρομον ἁνίκα θύρσοις

### book 165.5.4

ἄτρομον εἰς προπόσεις χεῖρα μετημφίασεν.

### book 166.1.1

Εἰκόνα τῆς κήλης Διονύσιος ὧδ’ ἀνέθηκεν

### book 166.1.2

σωθεὶς ἐκ ναυτῶν τεσσαράκοντα μόνος·

### book 166.1.3

τοῖς μηροῖς αὐτὴν γὰρ ὑπερδήσας ἐκολύμβα.

### book 166

ἔστω καὶ κήλης ἔν τισιν εὐτυχίη.

### book 167.1.1

Σοί, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν

### book 167.1.2

τὸν τράγον, ὦ δισσᾶς ἀγέτα θηροσύνας·

### book 167.1.3

σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ

### book 167.1.4

εὔαδε καὶ ταχινῆς ἔργα λαγωσφαγίης

### book 167.5.1

δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα καὶ καλαμευτὰς

### book 167.5.2

κάμνων καὶ μογερῶν πεῖσμα σαγηνοβόλων.

### book 167.5.3

ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν

### book 167.5.4

ἄνυε καὶ πτῶκας πολλάκις ἐξεσόβει.

### book 168.1.1

Βοτρυΐων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον,

### book 168.1.2

τὸν θρασὺν ὑψικόμων ἐνναέταν δονάκων,

### book 168.1.3

πολλάκις ἐξερύσαντα θοῶν ἀκμαῖσιν ὀδόντων

### book 168.1.4

δένδρεα καὶ νομίους τρεψάμενον σκύλακας,

### book 168.5.1

ἀντήσας ποταμοῖο πέλας, πεφρικότα χαίτας,

### book 168.5.2

ἄρτι καὶ ἐξ ὕλας πάγχυ λιπόντα βάθος,

### book 168.5.3

χαλκῷ Ξεινόφιλος κατενήρατο, καὶ παρὰ φηγῷ

### book 168.5.4

θηρὸς ἀθωπεύτου Πανὶ καθῆψε δέρας.

### book 169.1.1

Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα

### book 169.1.2

ῥᾶγας ἀπέκτεινεν τῷδ’ ἐπὶ θειλοπέδῳ·

### book 169.1.3

αὐήνας δ’ ἀνέθηκε φιλακρήτῳ Διονύσῳ

### book 169

τὸν τὰ Διωνύσου δῶρα λεϊζόμενον.

### book 170.1.1

Αἱ πτελέαι τῷ Πανὶ καὶ αἱ τανυμήκεες αὗται

### book 170.1.2

ἰτέαι ἥ θ’ ἱερὰ κἀμφιλαφὴς πλάτανος

### book 170.1.3

καὶ λιβάδες καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα

### book 170.1.4

ἄγκειται, δίψης φάρμακ’ ἀλεξίκακα.

### book 171.1

Αὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν

### book 171.2

τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε,

### book 171.3

χάλκεον, ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς

### book 171.4

ἔστεψαν πάτραν δυσμενέων ἐνάροις.

### book 171.5.1

οὐ γὰρ ὑπὲρ πελάγους μόνον ἄνθεσαν, ἀλλὰ καὶ ἐν γᾷ

### book 171.5.2

ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας·

### book 171.5.3

τοῖς γὰρ ἀφ’ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας

### book 171.5.4

πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.

### book 172.1

Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα καὶ τὸ δίθυρσον

### book 172.2

τοῦτο τὸ λογχωτὸν καὶ τὸ περισφύριον,

### book 172.3

οἷς ἀνέδην βάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα

### book 172.4

κισσωτὴν στέρνοις νεβρίδ’ ἀναπτομένη,

### book 172.5

αὐτῷ σοί, Διόνυσε, πρὸ παστάδος ᾐώρησε

### book 172

ταῦτα τὰ καὶ κάλλευς κόσμια καὶ μανίης.

### book 173.1.1

Ἀχρυλίς, ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας

### book 173.1.2

πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους,

### book 173.1.3

γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα

### book 173.1.4

τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,

### book 173.5.1

τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείῃ,

### book 173.5.2

θερμὸν ἐπεὶ λύσσης ὧδ’ ἀνέπαυσε πόδα.

### book 174.1.1

Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ

### book 174.1.2

τεῦξαι λεπταλέον στάμον’ ἐπιστάμεναι·

### book 174.1.3

Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲ

### book 174.1.4

ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν,

### book 174.5.1

κερκίδα δ’ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις,

### book 174.5.2

Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους·

### book 174.5.3

ζώειν γὰρ δίχα παντὸς ὀνείδεος εἵλεθ’ ἑκάστα,

### book 174.5.4

ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον.

### book 175.1.1

Τὸν κύνα, τὸν πάσης κρατερῆς ἐπιίδμονα θήρης,

### book 175.1.2

ἔξεσε μὲν Λεύκων, ἄνθετο δ’ Ἀλκιμένης.

### book 175.1.3

Ἀλκιμένης δ’ οὐχ εὗρε, τί μέμψεται· ὡς δ’ ἴδ’ ὁμοίην

### book 175.1.4

εἰκόνα παντοίῳ σχήματι φαινομένην,

### book 175.5

κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λεύκωνι κελεύειν

### book 175

τῷ κυνὶ καὶ βαίνειν· πεῖθε γὰρ ὡς ὑλάων.

### book 176.1.1

Τὸν κύνα τὰν πήραν τε καὶ ἀγκυλόδοντα σιγύναν

### book 176.1.2

Πανί τε καὶ Νύμφαις ἀντίθεμαι Δρυάσιν·

### book 176.1.3

τὸν κύνα δὲ ζώοντα πάλιν ποτὶ τωὔλιον ἄξω

### book 176.1.4

ξηρὰς εἰς ἀκόλους ξυνὸν ἔχειν ἕταρον.

### book 177.1

Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων

### book 177.2

βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε·

### book 177.3

τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,

### book 177.4

νεβρίδα, τὰν πήραν, ᾇ ποτ’ ἐμαλοφόρει.

### book 178.1.1

Δέξαι μ’, Ἡράκλεις, Ἀρχεστράτου ἱερὸν ὅπλον,

### book 178.1.2

ὄφρα ποτὶ ξεστὰν παστάδα κεκλιμένα

### book 178.1.3

γηραλέα τελέθοιμι χορῶν ἀίουσα καὶ ὕμνων·

### book 178.1.4

ἀρκείτω στυγερὰ δῆρις Ἐνυαλίου.

### book 179.1.1

Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ’ ἄλλης

### book 179.1.2

αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης,

### book 179.1.3

Πίγρης μὲν δειραχθὲς ἐύβροχον ἅμμα πετηνῶν,

### book 179.1.4

Δᾶμις δ’ ὑλονόμων δίκτυα τετραπόδων,

### book 179.5

ἄρκυν δ’ εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι’ αἴθρας

### book 179

καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.

### book 180.1.1

Ταῦτά σοι ἔκ τ’ ὀρέων ἔκ τ’ αἰθέρος ἔκ τε θαλάσσας

### book 180.1.2

τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔθεσαν·

### book 180.1.3

ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης

### book 180.1.4

οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·

### book 180.5.1

οἷς ἅμα χερσαίαισιν, ἅμ’ ἠερίῃσιν ἐν ἄγραις,

### book 180.5.2

Ἀγρεῦ, ἅμ’ ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴθι.

### book 181.1.1

Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας

### book 181.1.2

ἄλλος ἀπ’ ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν,

### book 181.1.3

καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶν

### book 181.1.4

Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν·

### book 181.5.1

τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ’ ἠερίῃσιν ἐν ἄγραις

### book 181.5.2

αἰέν, ὁ δ’ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.

### book 182.1.1

Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων,

### book 182.1.2

Κλείτωρ δ’ ἐκ βυθίων σοὶ τάδε, Πάν, ἔθεσαν,

### book 182.1.3

ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπ’ ἄλλης,

### book 182.1.4

ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς.

### book 182.5

ἀνθ’ ὧν τῷ μὲν ἁλός, τῷ δ’ ἠέρος, ᾧ δ’ ἀπὸ δρυμῶν

### book 182

πέμπε κράτος ταύτῃ, δαῖμον, ἐπ’ εὐσεβίῃ.

### book 183.1.1

Σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι

### book 183.1.2

δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης·

### book 183.1.3

Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δ’ ἀπὸ χέρσου,

### book 183.1.4

Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης.

### book 183.5.1

ἀλλὰ σὺ κἠν δρυμοῖσι καὶ εἰν ἁλὶ καὶ διὰ μέσσης

### book 183.5.2

ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.

### book 184.1.1

Τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπ’ ἄλλης

### book 184.1.2

τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα,

### book 184.1.3

Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ’ ἁλίοισι

### book 184.1.4

Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις.

### book 184.5.1

τοὔνεκα, Πάν, τὸν μὲν τὰ δι’ αἰθέρος, ὃν δ’ ἀπὸ λόχμης,

### book 184.5.2

τὸν δὲ δι’ αἰγιαλῶν θὲς πολυαγρότερον.

### book 185.1.1

Βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶν

### book 185.1.2

Δᾶμις καὶ Πίγρης πτηνολέτιν νεφέλην,

### book 185.1.3

ἁπλωτὸν δ’ ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρον

### book 185.1.4

Κλείτωρ, εὐθήρῳ Πανὶ προσευξάμενοι.

### book 185.5

τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν,

### book 185

Πίγρῃ δ’ οἰωνῶν, Κλείτορι δ’ εἰναλίων.

### book 186.1.1

Δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶν

### book 186.1.2

οἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς.

### book 186.1.3

† δικτυβόλει τούτῳ δὲ παρ’ ἠιόνων κροκάλαισιν,

### book 186.1.4

δικτυβόλει τούτῳ δ’ ἄγκεσι θηροτόκοις,

### book 186.5.1

τὸ τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε· τῆς γὰρ ἁπάντων,

### book 186.5.2

δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίης.

### book 187.1.1

Πανὶ κασιγνήτων ἱερὴ τριάς, ἄλλος ἀπ’ ἄλλης,

### book 187.1.2

ἄνθετ’ ἀπ’ οἰκείης σύμβολον ἐργασίης,

### book 187.1.3

Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρ,

### book 187.1.4

ἔμπαλιν ἰθυτόνων Δᾶμις ἀπὸ σταλίκων.

### book 187.5.1

ἀνθ’ ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίης

### book 187.5.2

ἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην.

### book 188.1.1

Ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳ

### book 188.1.2

ταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις.

### book 188.1.3

ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον,

### book 188.1.4

χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ

### book 188.5

ἔν τε συναγκείαισι παρίστασο δεξιτερῆφι,

### book 188

πρῶτα διδοὺς ἄγρης δῶρα καὶ ἀντιπάλων.

### book 189.1.1

Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη

### book 189.1.2

ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,

### book 189.1.3

χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ

### book 189.1.4

εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.

### book 190.1.1

Λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο

### book 190.1.2

λιτὰ τάδ’ ἐκ λιτοῦ δῶρα Λεωνίδεω·

### book 190.1.3

πεντάδα τὴν σταφυλῆς εὐρώγεα καὶ μελιηδὲς

### book 190.1.4

πρώιον εὐφύλλων σῦκον ἀπ’ ἀκρεμόνων

### book 190.5.1

καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην

### book 190.5.2

καὶ ψαιστῶν ὀλίγων δρᾶγμα πενιχραλέον

### book 190.5.3

καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν,

### book 190.5.4

τὴν κύλικος βαιῷ πυθμένι κευθομένην.

### book 190.5.5

εἰ δ’, ὥς μευ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσεις

### book 190.10

καὶ πενίην, δώσω πιαλέον χίμαρον.

### book 191.1.1

Ἐκ πενίης, ὡς οἶσθ’, ἀκραιφνέος, ἀλλὰ δικαίης,

### book 191.1.2

Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω·

### book 191.1.3

πορφυρέην ταύτην ἐπιφυλλίδα τήν θ’ ἁλίπαστον

### book 191

δρύπεπα καὶ ψαιστῶν τὴν νομίμην θυσίην

### book 191.5.1

σπονδήν θ’, ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰ

### book 191.5.2

σῦκα. σὺ δ’, ὡς νούσου, ῥύεο καὶ πενίης,

### book 191.5.3

καὶ τότε βουθυτέοντά μ’ ἐσόψεαι· ἀλλὰ σύ, δαῖμον,

### book 191.5.4

σπεύδοις ἀντιλαβεῖν τὴν ἀπ’ ἐμεῦ χάριτα.

### book 192.1.1

Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ

### book 192.1.2

λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν

### book 192.1.3

καὶ γαμψὸν Χαίτῃσιν ἐφ’ ἱππείῃσι πεδηθὲν

### book 192.1.4

ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,

### book 192.5.1

καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καθ’ ὕδωρ

### book 192.5.2

φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·

### book 192.5.3

οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ’ ἐπιαύει

### book 192.5.4

ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.

### book 193.1.1

Πρίηπ’ αἰγιαλῖτα, φυκόγειτον,

### book 193.1.2

Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης,

### book 193.1.3

τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον,

### book 193.1.4

ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης,

### book 193.5.1

σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα,

### book 193.5.2

δαῖμον, εἵσατο· τοῦ σὺ θάλπε γῆρας.

### book 194.1

Σῷζε, θεὰ Τριτοῖ, τὰ τεθέντα τε τόν τ’ ἀναθέντα.

### book 195.1.1

Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν Ἀθάνᾳ

### book 195.1.2

αὐλὸν ἐριβρεμέταν Μίκκος Ἐνυαλίου,

### book 195.1.3

ᾧ ποτε καὶ θυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν

### book 195.1.4

πρόσθε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ’ εὐνομίης.

### book 196.1.1

Ῥαιβοσκελῆ, δίχαλον, ἀμμοδυέταν,

### book 196.1.2

ὀπισθοβάμον’, ἀτράχηλον, ὀκτάπουν,

### book 196.1.3

νήκταν, τερεμνόνωτον, ὀστρακόχροον

### book 196.1.4

τῷ Πανὶ τὸν πάγουρον ὁρμιηβόλος,

### book 196.5

ἄγρας ἀπαρχάν, ἀντίθησι Κώπασος.

### book 197.1.1

Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων

### book 197.1.2

Παυσανίας, Φοίβῳ μνᾶμ’ ἀνέθηκα τόδε.

### book 198.1.1

Ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους

### book 198.1.2

κειράμενος, γενύων ἄρσενας ἀγγελίας,

### book 198.1.3

Φοίβῳ θῆκε Λύκων πρῶτον γέρας· εὔξατο δ’ οὕτως

### book 198.1.4

καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων.

### book 198.5

τοίην ἀλλ’ ἐπίνευε· τίθει δέ μιν, ὡς πρό γε τοῖον,

### book 198

ὣς αὖτις πολιῷ γήραϊ νιφόμενον.

### book 199.1.1

Εἰνοδίη, σοὶ τόνδε φίλης ἀνεθήκατο κόρσης

### book 199.1.2

πῖλον, ὁδοιπορίης σύμβολον, Ἀντίφιλος·

### book 199.1.3

ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἦσθα κελεύθοις

### book 199.1.4

ἵλαος· οὐ πολλὴ δ’ ἡ χάρις, ἀλλ’ ὁσίη.

### book 199.5.1

μὴ δέ τις ἡμετέρου μάρψῃ χερὶ μάργος ὁδίτης

### book 199.5.2

ἀνθέματος· συλᾶν ἀσφαλὲς οὐδ’ ὀλίγα.

### book 200.1.1

Ἐκ τόκου, Εἰλήθυια, πικρὰν ὠδῖνα φυγοῦσα

### book 200.1.2

Ἀμβροσίη κλεινῶν θήκατό σοι πρὸ ποδῶν

### book 200.1.3

δεσμὰ κόμας καὶ πέπλον, ἐν ᾧ δεκάτῳ ἐπὶ μηνὶ

### book 200.1.4

δισσὸν ἀπὸ ζώνης κῦμ’ ἐλόχευσε τέκνων.

### book 201.1.1

Σάνδαλα καὶ μίτρην περικαλλέα τόν τε μυρόπνουν

### book 201.1.2

βόστρυχον ὡραίων οὖλον ἀπὸ πλοκάμων

### book 201.1.3

καὶ ζώνην καὶ λεπτὸν ὑπένδυμα τοῦτο Χιτῶνος

### book 201.1.4

καὶ τὰ περὶ στέρνοις ἀγλαὰ μαστόδετα,

### book 201.5.1

ἔμβρυον εὐώδινος ἐπεὶ φύγε νηδύος ὄγκον,

### book 201.5.2

Εὐφράντη νηῷ θῆκεν ὑπ’ Ἀρτέμιδος.

### book 202.1.1

Εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσιν

### book 202.1.2

Ἀτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν,

### book 202.1.3

ἐκ τόκου, ὦ Λητωί, βαρυνομένης ὅτι νηδὺν

### book 202

ζωὸν ἀπ’ ὠδίνων λύσαο τῆσδε βρέφος.

### book 203.1.1

Ἡ γρῆυς ἡ χερνῆτις, ἡ γυιὴ πόδας,

### book 203.1.2

πύστιν κατ’ ἐσθλὴν ὕδατος παιωνίου

### book 203.1.3

ἦλθέν ποθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ,

### book 203.1.4

τό μιν διεσκήριπτε τὴν τετρωμένην.

### book 203.5.1

οἶκτος δὲ Νύμφας εἷλεν, αἵτ’ ἐριβρόμου

### book 203.5.2

Αἴτνης παρωρείῃσι Συμαίθου πατρὸς

### book 203.5.3

ἔχουσι δινήεντος ὑγρὸν οἰκίον.

### book 203.5.4

καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλος

### book 203.5.5

θερμὴ διεστήριζεν Αἰτναίη λιβάς·

### book 203.10.1

Νύμφαις δ’ ἔλειπε βάκτρον· αἱ δ’ ἐπῄνεσαν

### book 203.10.2

πέμπειν μιν ἀστήρικτον ἡσθεῖσαι δόσει.

### book 204.1.1

Θῆρις ὁ δαιδαλόχειρ τᾷ Παλλάδι πῆχυν ἀκαμπῆ

### book 204.1.2

καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα

### book 204.1.3

καὶ πέλεκυν ῥυκάναν τ’ εὐαγέα καὶ περιαγὲς

### book 204.1.4

τρύπανον ἐκ τέχνας ἄνθετο παυσάμενος.

### book 205.1.1

Τέκτονος ἄρμενα ταῦτα Λεοντίχου· αἵ τε Χαρακταὶ

### book 205.1.2

ῥῖναι καὶ κάλων οἱ ταχινοὶ βορέες,

### book 205.1.3

στάθμαι καὶ μιλτεῖα καὶ αἱ σχεδὸν ἀμφιπλῆγες

### book 205.1.4

σφῦραι καὶ μίλτῳ φυρόμενοι κανόνες

### book 205.5

αἵ τ’ ἀρίδες ξυστήρ τε καὶ ἐστελεωμένος οὗτος

### book 205.1

ἐμβριθής, τέχνας ὁ πρύτανις, πέλεκυς,

### book 205.2

τρύπανά τ’ εὐδίνητα καὶ ὠκήεντα τέρετρα

### book 205.3

καὶ γόμφων οὗτοι τοὶ πίσυρες τορέες

### book 205.4

ἀμφίξουν τε σκέπαρνον· ἃ δὴ χαριεργῷ Ἀθάνᾳ

### book 205.10

ἁνὴρ ἐκ τέχνας θήκατο παυόμενος.

### book 206.1.1

Σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,

### book 206.1.2

εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον·

### book 206.1.3

τὸν δὲ φιλοπλέκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,

### book 206.1.4

βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον·

### book 206.5.1

ῥιπίδα δ’ Ἀντίκλεια· καλύπτειραν δὲ προσώπου,

### book 206.5.2

ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,

### book 206.5.3

ἁ καλὰ Ἡράκλεια· τὸν εὐσπειρῆ δὲ δράκοντα,

### book 206.5.4

χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,

### book 206.5.5

πατρὸς Ἀριστοτέλους συνομώνυμος· αἱ συνομήθεις

### book 206.10

ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.

### book 207.1.1

Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς

### book 207.1.2

πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·

### book 207.1.3

ξανθὰ δ’ Ἀντίκλεια νόθον κεύθουσαν ἄημα

### book 207.1.4

ῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν·

### book 207.5.1

λεπτὸν δ’ Ἡράκλεια τόδε προκάλυμμα προσώπου,

### book 207.5.2

τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·

### book 207.5.3

ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος

### book 207.5.4

οὔνομ’ Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα·

### book 207.5.5

ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,

### book 207.10

ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.

### book 208.1.1

Ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις· ἡ δὲ τὸ φᾶρος,

### book 208.1.2

Φημονόη· Πρηξὼ δ’, ἣ τὸ κύπελλον ἔχει.

### book 208.1.3

τῆς Παφίης ὁ νεὼς καὶ τὸ βρέτας· ἄνθεμα δ’ αὐτῶν

### book 208.1.4

ξυνόν· Στρυμονίου δ’ ἔργον Ἀριστομάχου.

### book 208.5.1

πᾶσαι δ’ ἀσταὶ ἔσαν καὶ ἑταιρίδες, ἀλλὰ τυχοῦσαι

### book 208.5.2

Κύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία.

### book 209.1.1

Βιθυνὶς Κυθέρη με τεῆς ἀνεθήκατο, Κύπρι,

### book 209.1.2

μορφᾶς εἴδωλον λύγδινον, εὐξαμένα.

### book 209.1.3

ἀλλὰ σὺ τῇ μικκῇ μεγάλην χάριν ἀντιμερίζου,

### book 209.1.4

ὡς ἔθος· ἀρκεῖται δ’ ἀνδρὸς ὁμοφροσύνᾳ.

### book 210.1.1

Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστος

### book 210.1.2

Νικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασεν

### book 210.1.3

σάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ

### book 210.1.4

χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον,

### book 210.5.1

καὶ ζώνην πολύτιμον, ἅ τ’ οὐ φωνητὰ πρὸς ἀνδρός,

### book 210.5.2

ἀλλ’ ἐσορῇς πάσης Κύπριδος ὀπτασίην.

### book 211.1.1

Τὸν ἀργυροῦν Ἔρωτα καὶ περίσφυρον

### book 211.1.2

πέζαν τὸ πορφυρεῦν τε Λεσβίδος κόμης

### book 211.1

ἕλιγμα καὶ μηλοῦχον ὑαλόχροα

### book 211.2

τὸ χάλκεόν τ’ ἔσοπτρον ἠδὲ τὸν πλατὺν

### book 211.5.1

τριχῶν σαγηνευτῆρα, πύξινον κτένα,

### book 211.5.2

ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι,

### book 211.5.3

ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν.

### book 212.1.1

Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι

### book 212.1.2

Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,

### book 212.1.3

ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον

### book 212.1.4

αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις.

### book 213.1.1

Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους

### book 213.1.2

καὶ τρίποδας, πρὶν τόνδ’ ἀνθέμεναι πίνακα.

### book 213.1.3

τοσσάκι δ’ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν

### book 213.1.4

εὐδόξου Νίκας ἀγλαὸν ἅρμ’ ἐπέβης.

### book 214.1.1

Φημὶ Γέλων’, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,

### book 214.1.2

παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι

### book 214.1.3

ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων

### book 214

δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν.

### book 215.1.1

Ταῦτ’ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου

### book 215.1.2

ὅπλ’ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.

### book 216.1.1

Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδ’ ἀνέθηκαν·

### book 216.1.2

Σῶσος μὲν σωθείς, Σωσὼ δ’, ὅτι Σῶσος ἐσώθη.

### book 217.1.1

Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ’ ἀλύξας

### book 217.1.2

Γάλλος ἐρημαίην ἤλυθ’ ὑπὸ σπιλάδα,

### book 217.1.3

ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ’ ἴχνος

### book 217.1.4

βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·

### book 217.5.1

αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ

### book 217.5.2

ἤραξεν, καναχῇ δ’ ἴαχεν ἄντρον ἅπαν·

### book 217.5.3

οὐδ’ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ

### book 217.5.4

μεῖναι, ἀν’ ὑλῆεν δ’ ὠκὺς ἔθυνεν ὄρος,

### book 217.5.5

δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ

### book 217.10

ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.

### book 218.1.1

Κειράμενος γονίμην τις ἄπο φλέβα Μητρὸς ἀγύρτης

### book 218.1.2

Ἴδης εὐδένδρου πρῶνας ἐβουνοβάτει·

### book 218.1.3

τῷ δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίναν

### book 218

χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγος.

### book 218.5.1

δείσας δ’ ὠμηστέω θηρὸς μόρον ὡς ἀυδάξαι,

### book 218.5.2

τύμπανον ἐξ ἱερᾶς ἐπλατάγης’ ἐνοπῆς.

### book 218.5.3

χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων

### book 218.5.4

ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην·

### book 218.5.5

κεῖνος δ’ ἐκπροφυγὼν ὀλοὸν μόρον εἵσατο Ῥείῃ

### book 218.10

θῆρα, τὸν ὀρχησμῶν αὐτομαθῆ Κυβέλης.

### book 219.1.1

Ἔκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ

### book 219.1.2

ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους,

### book 219.1.3

θηλυχίτων, ἀσκητὸς ἐυσπείροισι κορύμβοις

### book 219.1.4

ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων,

### book 219.5.1

ἴθρις ἀνὴρ κοιλῶπιν ὀρειάδα δύσατο πέτραν,

### book 219.5.2

Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι.

### book 219.5.3

τὸν δὲ μέτ’ ἀρρίγητος ἐπείσθορε ταυροφόνος θὴρ

### book 219.5.4

εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος·

### book 219.5.5

ἀθρήσας δ’ εἰς φῶτα καὶ εὐτρήτοισιν ἀυτμὰν

### book 219.10.1

μυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος

### book 219.10.2

ἔστα μὲν βριαροῖσιν ἐπ’ ἴχνεσιν, ὄμμα δ’ ἑλίξας

### book 219.10.3

βρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων.

### book 219.10.4

ἀμφὶ δέ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον,

### book 219.10.5

ἄχει δ’ ὑλάεις ἀγχινεφὴς σκόπελος.

### book 219.15.1

αὐτὰρ ὃ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπαντα

### book 219.15.2

ἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενον,

### book 219.15.3

ἀλλ’ ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰν

### book 219.15.4

ἧκεν, ἐδίνησεν δ’ εὐστροφάλιγγα κόμαν·

### book 219.15.5

χειρὶ δ’ ἀνασχόμενος μέγα τύμπανον ἐπλατάγησε,

### book 219.20.1

δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδος·

### book 219.20.2

τὸ ζωᾶς ἐπαρωγόν· ἀήθεα γὰρ τότε βύρσης

### book 219.20.3

ταυρείου κενεὸν δοῦπον ἔδεισε λέων,

### book 219.20.4

ἐκ δὲ φυγὼν ὤρουσεν. ἴδ’, ὡς ἐδίδαξεν ἀνάγκα

### book 219.20.5

πάνσοφος ἐξευρεῖν ἔκλυσιν Ἀίδεω.

### book 220.1.1

Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελ’ ἱκέσθαι,

### book 220.1.2

ἔκφρων μαινομένην δοὺς ἀνέμοισι τρίχα,

### book 220.1.3

ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος· ἄγρια δ’ αὐτοῦ

### book 220.1.4

ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης

### book 220.5.1

ἑσπέριον στείχοντος ἀνὰ κνέφας· εἰς δὲ κάταντες

### book 220.5.2

ἄντρον ἔδυ νεύσας βαιὸν ἄπωθεν ὁδοῦ.

### book 220.5.3

τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα

### book 220.5.4

θαρσαλέοις, Γάλλῳ δ’ οὐδ’ ὀνομαστὸν ἄχος,

### book 220.5.5

ὃς τότ’ ἄναυδος ἔμεινε δέους ὕπο καί τινος αὔρῃ

### book 220.10.1

δαίμονος ἐς τονόεν τύμπανον ἧκε χέρας·

### book 220.10.2

οὗ βαρὺ μυκήσαντος ὁ θαρσαλεώτερος ἄλλων

### book 220.10.3

τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον,

### book 220.10.4

τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον· ἐκ δ’ ἐβόησεν·

### book 220.10.5

„Μῆτερ, Σαγγαρίου χείλεσι πὰρ ποταμοῦ,

### book 220.15

ἱρὴν σοὶ θαλάμην ζωάγρια καὶ λαλάγημα

### book 220

τοῦτο τὸ θηρὶ φυγῆς αἴτιον ἀντίθεμαι.“

### book 221.1.1

Χειμερίην διὰ νύκτα χαλαζήεντά τε συρμὸν

### book 221.1.2

καὶ νιφετὸν φεύγων καὶ κρυόεντα πάγον

### book 221.1.3

μουνολέων καὶ δὴ κεκακωμένος ἀθρόα γυῖα

### book 221.1.4

ἦλθε φιλοκρήμνων αὖλιν ἐς αἰγινόμων.

### book 221.5.1

οἱ δ’ οὐκ ἀμφ’ αἰγῶν μεμελημένοι, ἀλλὰ περὶ σφέων,

### book 221.5.2

εἵατο σωτῆρα Ζῆν’ ἐπικεκλόμενοι.

### book 221.5.3

χεῖμα δὲ δὴ μείνας θὴρ νύκτιος, οὔτε τιν’ ἀνδρῶν

### book 221.5.4

οὔτε βοτῶν βλάψας, οἴχετ’ ἐπ’ ἄλλο σίνος.

### book 221.5.5

οἱ δὲ πάθης ἔργον τόδ’ ἐυγραφὲς ἀκρολοφῖται

### book 221.10

Ζανὶ παρ’ εὐπρέμνῳ τᾷδ’ ἀνέθεντο δρυΐ.

### book 222.1.1

Μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς

### book 222.1.2

πόντος Ἰαπύγων ἔβρας’ ἐπὶ σκοπέλους·

### book 222.1.3

καὶ τόδ’ ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν

### book 222.1.4

δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων.

### book 223.1.1

Λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρης

### book 223.1.2

τοῦτο κατ’ εὐψαμάθου κείμενον ἠιόνος,

### book 223.1.3

δισσάκι τετρόργυιον, ὑπαὶ πεφορυγμένον ἀφρῷ,

### book 223.1.4

πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι,

### book 223.5.1

Ἑρμῶναξ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃ

### book 223.5.2

εἷλκε τὸν ἐκ πελάγευς ἰχθυόεντα βόλον·

### book 223.5.3

εὑρὼν δ’ ἠέρτησε Παλαίμονι παιδὶ καὶ Ἰνοῖ,

### book 223

δαίμοσιν εἰναλίοις δοὺς τέρας εἰνάλιον.

### book 224.1.1

Εἰνάλι’ ὦ λαβύρινθε, τύ μοι λέγε, τίς ς’ ἀνέθηκεν

### book 224.1.2

ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος.

### book 224.1.3

„Παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις

### book 224.1.4

—δῶρον δ’ ἐξ ἱερᾶς εἰμι Πελωριάδος—

### book 224.5.1

υἱὸς Πρωτάρχου· σκολιὸς δ’ ἐξέπτυσε πορθμός,

### book 224.5.2

ὄφρ’ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.“

### book 225.1.1

Ἡρῷσσαι, Λιβύων ὄρος ἄκριτον αἵτε νέμεσθε

### book 225.1.2

αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις,

### book 225.1.3

τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα

### book 225.1.4

δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,

### book 225.5.1

ἅσς’ ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτως,

### book 225.5.2

ἡρῷσσαι, Λιβύων χαίρετε δεσπότιδες.

### book 226.1.1

Τοῦτ’ ὀλίγον Κλείτωνος ἐπαύλιον ἥ τ’ ὀλιγαῦλαξ

### book 226.1.2

σπείρεσθαι λειτός θ’ ὁ σχεδὸν ἀμπελεὼν

### book 226.1.3

τοῦτό τε ῥωπεύειν ὀλιγόξυλον· ἀλλ’ ἐπὶ τούτοις

### book 226.1.4

Κλείτων ὀγδώκοντ’ ἐξεπέρης’ ἔτεα.

### book 227.1.1

Ἀργύρεόν σοι τόνδε γενέθλιον ἐς τεὸν ἦμαρ,

### book 227.1.2

Πρόκλε, νεόσμηκτον δουνακίην κάλαμον,

### book 227.1.3

εὖ μὲν ἐυσχίστοισι διάγλυπτον κεράεσσιν,

### book 227

εὖ δὲ ταχυνομένην εὔροον εἰς σελίδα,

### book 227.5.1

πέμπει Κριναγόρης, ὀλίγην δόσιν, ἀλλ’ ἀπὸ θυμοῦ

### book 227.5.2

πλείονος, ἀρτιδαεῖ σύμπνοον εὐμαθίῃ.

### book 228.1.1

Αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν

### book 228.1.2

Ἄλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα,

### book 228.1.3

αἰδεσθεὶς ἔργων· ὁ δέ που βαθέῃ ἐνὶ ποίῃ

### book 228.1.4

μυκηθμοῖς ἀρότρου τέρπετ’ ἐλευθερίῃ.

### book 229.1.1

Αἰετοῦ ἀγκυλοχείλου ἀκρόπτερον ὀξὺ σιδήρῳ

### book 229.1.2

γλυφθὲν καὶ βαπτῇ πορφύρεον κυάνῳ,

### book 229.1.3

ἤν τι λάθῃ μίμνον μεταδόρπιον ἐντὸς ὀδόντων,

### book 229.1.4

κινῆσαι πρηεῖ κέντρῳ ἐπιστάμενον,

### book 229.5.1

βαιὸν ἀπ’ οὐκ ὀλίγης πέμπει φρενὸς οἷα δὲ δαιτὸς

### book 229.5.2

δῶρον ὁ πᾶς ἐπὶ σοί, Λεύκιε, Κριναγόρης.

### book 230.1.1

Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρης

### book 230.1.2

κράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις,

### book 230.1.3

Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων,

### book 230.1.4

φρουρητὸν κήρυκ’ αὐτοθυεῖ σκόλοπι

### book 230.5

θῆκε γέρας, λιτὸν μέν, ἐπ’ εὐσεβίῃ δ’, ὁ γεραιὸς

### book 230

εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην.

### book 231.1.1

Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλε

### book 231.1.2

δαῖμον, ἐπ’ εὐιέρους βῆθι θυηπολίας·

### book 231.1.3

σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται

### book 231.1.4

καὶ πολιῶν χηνῶν ζεῦγος ἐνυδροβίων

### book 231.5.1

καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφὶ

### book 231.5.2

καὶ σταφυλὴ γραίη χὠ μελίπνους λίβανος.

### book 231.5.3

εἰ δ’ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα,

### book 231.5.4

κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα.

### book 232.1.1

Βότρυες οἰνοπέπαντοι ἐυσχίστοιό τε ῥοιῆς

### book 232.1.2

θρύμματα καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων

### book 232.1.3

καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι ἥ τε μελισσῶν

### book 232.1.4

ἀμβροσίη πυκναί τ’ ἰτρίνεαι ποπάδες

### book 232.5.1

καὶ πότιμοι γέλγιθες ἰδ’ ὑελοκικκάδες ὄγχναι,

### book 232.5.2

δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια·

### book 232.5.3

Πανὶ φιλοσκήπωνι καὶ εὐστόρθυγγι Πριάπῳ

### book 232.5.4

ἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης.

### book 233.1.1

Γομφιόδουπα χαλινὰ καὶ ἀμφίτρητον ὑπεικτὰν

### book 233.1.2

κημὸν καὶ γενύων σφίγκτορ’ ἐυρραφέα

### book 233.1.3

τάνδε τ’ ἐπιπλήκτειραν ἀπορρύτοιο διωγμοῦ

### book 233.1.4

μάστιγα, σκαιοῦ δῆγμά τ’ ἐπιψελίου,

### book 233.5

κέντρα τ’ ἐναιμήεντα διωξίπποιο μύωπος

### book 233.1

καὶ πριστὸν ψήκτρης κνῆσμα σιδηρόδετον,

### book 233.2

διπλοῖς ἀιόνων ὠρύγμασιν, Ἴσθμιε, τερφθείς,

### book 233.3

δῶρα, Πόσειδον, ἔχεις ταῦτα παρὰ Στρατίου.

### book 234.1.1

Γάλλος ὁ χαιτάεις, ὁ νεήτομος, ὡπὸ Τυμώλου

### book 234.1.2

Λύδιος ὀρχηστὰς μάκρ’ ὀλολυζόμενος,

### book 234.1.3

τᾷ παρὰ Σαγγαρίῳ τάδε Ματέρι τύμπαν’ ἀγαυᾷ

### book 234.1.4

θήκατο καὶ μάστιν τὰν πολυαστράγαλον

### book 234.5.1

ταῦτά τ’ ὀρειχάλκου λάλα κύμβαλα καὶ μυρόεντα

### book 234.5.2

βόστρυχον, ἐκ λύσσας ἄρτ’ ἀναπαυσάμενος.

### book 235.1.1

Ἑσπερίοις μέγα χάρμα καὶ ἠῴοις περάτεσσιν,

### book 235.1.2

Καῖσαρ, ἀνικάτων ἔκγονε Ῥωμυλιδῶν,

### book 235.1.3

αἰθερίην γένεσιν σέο μέλπομεν, ἀμφὶ δὲ βωμοῖς

### book 235.1.4

γηθοσύνους λοιβὰς σπένδομεν ἀθανάτοις.

### book 235.5.1

ἀλλὰ σὺ παππῴοις ἐπὶ βήμασιν ἴχνος ἐρείδων

### book 235.5.2

εὐχομένοις ἡμῖν πουλὺ μένοις ἐπ’ ἔτος.

### book 236.1.1

Ἔμβολα χαλκογένεια, φιλόπλοα τεύχεα νηῶν,

### book 236.1.2

Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια·

### book 236.1.3

ἠνίδε σιμβλεύει κηρότροφα δῶρα μελισσῶν

### book 236.1.4

ἑσμῷ βομβητῇ κυκλόσε βριθόμενα.

### book 236.5

Καίσαρος εὐνομίης χρηστῆς χάρις· ὅπλα γὰρ ἐχθρῶν

### book 236

καρποὺς εἰρήνης ἀντεδίδαξε τρέφειν.

### book 237.1.1

Ἐνδυτὰ καὶ πλοκάμους τούτους θέτο Γάλλος ὀρείῃ

### book 237.1.2

Μητρὶ θεῶν τοίης εἵνεκα συντυχίης.

### book 237.1.3

μούνῳ οἱ στείχοντι λέων ἄντασε καθ’ ὕλαν

### book 237.1.4

ἀργαλέος, ζωᾶς δ’ ἆθλος ἐπεκρέματο.

### book 237.5.1

ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρενὸς ἧκεν ἀράξαι

### book 237.5.2

τύμπανον, ὠμηστὰν δ’ ἔτραπε φυζαλέον

### book 237.5.3

φθόγγον ὑποδδείσαντα πελώριον. εἵνεκα τοῦδε

### book 237.5.4

πλοχμοὶ συρικτᾶν κεῖνται ἀπ’ ἀκρεμόνων.

### book 238.1.1

Εὔφρων οὐ πεδίου πολυαύλακός εἰμ’ ὁ γεραιὸς

### book 238.1.2

οὐδὲ πολυγλεύκου γειομόρος βότρυος,

### book 238.1.3

ἀλλ’ ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσω

### book 238.1.4

χέρσον καὶ βαιοῦ πίδακα ῥωγὸς ἔχω.

### book 238.5.1

εἰ μήδ’ ἐξ ὀλίγων, ὀλίγη χάρις· εἰ δὲ διδοίης

### book 238.5.2

πλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα.

### book 239.1.1

Σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντὶ νομαίων

### book 239.1.2

γηραιὸς Κλείτων σπεῖσε μελισσοπόνος,

### book 239.1.3

ἀμβροσίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας,

### book 239.1.4

δῶρον ἀποιμάντου τηλοπέτευς ἀγέλης.

### book 239.5

θείης δ’ ἑσμοτόκον χορὸν ἄπλετον, εὖ δὲ μελιχροῦ

### book 239

νέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας.

### book 240.1.1

Ζηνὸς καὶ Λητοῦς θηροσκόπε τοξότι κούρη,

### book 240.1.2

Ἄρτεμις, ἣ θαλάμους τοὺς ὀρέων ἔλαχες,

### book 240.1.3

νοῦσον τὴν στυγερὴν αὐθημερὸν ἐκ βασιλῆος

### book 240.1.4

ἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων·

### book 240.5.1

σοὶ γὰρ ὑπὲρ βωμῶν ἀτμὸν λιβάνοιο Φίλιππος

### book 240.5.2

ῥέξει καλλιθυτῶν κάπρον ὀρειονόμον.

### book 241.1.1

Ἡ κόρυς ἀμφοτέρην ἔλαχον χάριν, εἰμὶ δ’ ὁρᾶσθαι

### book 241.1.2

καὶ τερπνὴ φιλίοις καὶ φόβος ἀντιπάλοις.

### book 241.1.3

ἐκ δὲ Πυλαιμένεος Πείσων μ’ ἔχει· ἔπρεπεν ἄλλαις

### book 241.1.4

οὔτε κόρυς χαίταις οὔτε κόμαι κόρυθι.

### book 242.1.1

Ἠοῖ ἐπ’ εὐκταίῃ τάδε ῥέζομεν ἱρὰ τελείῳ

### book 242.1.2

Ζηνὶ καὶ ὠδίνων μειλίχῳ Ἀρτέμιδι.

### book 242.1.3

τοῖσι γὰρ οὑμὸς ὅμαιμος ἔτ’ ἄχνοος εὔξατο θήσειν

### book 242.1.4

τὸ πρῶτον γενύων ἠιθέοισιν ἔαρ.

### book 242.5.1

δαίμονες ἀλλὰ δέχοισθε καὶ αὐτίκα τῶνδ’ ἀπ’ ἰούλων

### book 242.5.2

Εὐκλείδην πολιῆς ἄχρις ἄγοιτε τριχός.

### book 243.1.1

„Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη,

### book 243.1.2

δέξο γενεθλιδίους, πότνα, θυηπολίας

### book 243.1.3

μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων

### book 243.1.4

ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.“

### book 243.5

εὔχετ’ ἐπισπένδων τάδε Μάξιμος· ἡ δ’ ἐπένευσεν

### book 243

ἔμπεδα· Μοιράων δ’ οὐκ ἐμέγηρε λίνα.

### book 244.1.1

Ἥρη, Ἐληθυιῶν μήτηρ, Ἥρη τε τελείη

### book 244.1.2

καὶ Ζεῦ, γινομένοις ξυνὸς ἅπασι πάτερ,

### book 244.1.3

ὠδῖνας νεύσαιτ’ Ἀντωνίῃ ἵλαοι ἐλθεῖν

### book 244.1.4

πρηείας μαλακαῖς χερσὶ σὺν Ἠπιόνης,

### book 244.5.1

ὄφρα κε γηθήσειε πόσις μήτηρ θ’ ἑκυρή τε·

### book 244.5.2

ἡ νηδὺς οἴκων αἷμα φέρει μεγάλων.

### book 245.1.1

Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου

### book 245.1.2

λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας,

### book 245.1.3

εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε

### book 245.1.4

δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,

### book 245.5.1

ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις

### book 245.5.2

Διογένης· ἀλέκοις δ’ ἀνέρι καὶ πενίην.

### book 246.1.1

Κέντρα διωξικέλευθα φιλορρώθωνά τε κημὸν

### book 246.1.2

τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον

### book 246.5.1

καὶ ψήκτρην ἵππων ἐρυσίτριχα τήν τ’ ἐπὶ νώτων

### book 246.5.2

μάστιγα ῥοίζου μητέρα θαρσαλέην

### book 246.3.1

κοἰσυΐνην τὴν ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,

### book 246.3.2

ἄνθετό σοι νίκης Χάρμος ἀπ’ Ἰσθμιάδος.

### book 246.7

ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνου

### book 246

υἷα καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα.

### book 247.1.1

Κερκίδας ὀρθρολάλοισι χελιδόσιν εἰκελοφώνους,

### book 247.1.2

Παλλάδος ἱστοπόνου λειομίτους κάμακας

### book 247.1.3

καὶ κτένα κοσμοκόμην καὶ δακτυλότριπτον ἄτρακτον

### book 247.1.4

σφονδυλοδινήτῳ νήματι νηχόμενον

### book 247.5.1

καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὅν ποτ’ ὀδόντι

### book 247.5.2

ἐπλήρου τολύπη πᾶσα καθαιρομένη,

### book 247.5.3

σοί, φιλέριθε κόρη Παλλαντιάς, ἡ βαθύγηρως

### book 247.5.4

Αἰσιόνη πενίης δῶρον ἀνεκρέμασεν.

### book 248.1.1

Κύπριδι κεῖσο, λάγυνε μεθυσφαλές, αὐτίκα δῶρον

### book 248.1.2

κεῖσο, κασιγνήτη νεκταρέης κύλικος·

### book 248.1.3

βακχιὰς ὑγρόφθογγε, συνέστιε δαιτὸς ἐίσης,

### book 248.1.4

στειναύχην ψήφου συμβολικῆς θύγατερ,

### book 248.5.1

θνητοῖς αὐτοδίδακτε διήκονε, μύστι φιλούντων

### book 248.5.2

ἡδίστη, δείπνων ὅπλον ἑτοιμότατον,

### book 248.5.3

εἴης ἐκ Μάρκου γέρας ἀγλαόν, ὅς σε, φίλοινε,

### book 248.5.4

ᾔνεσεν ἀρχαίην σύμπλανον ἀνθέμενος.

### book 249.1.1

Λαμπάδα, κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον,

### book 249.1.2

σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ,

### book 249.1.3

Ἀντίπατρος Πείσωνι φέρει γέρας· ἢν δέ μ’ ἀνάψας

### book 249

εὔξηται, λάμψω φέγγος ἀκουσίθεον.

### book 250.1.1

Λιτὸς ἐγὼ τὰ τύχης, ὦ δεσπότι, φημὶ δὲ πολλῶν

### book 250.1.2

ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης.

### book 250.1.3

ἀλλὰ δέχευ μνιαροῖο βαθυρρήνοιο τάπητος

### book 250.1.4

ἐνδυτὸν εὐανθεῖ πορφύρῃ εἰδόμενον

### book 250.5.1

εἴριά τε ῥοδόεντα καὶ ἐς κυανότριχα χαίτην

### book 250.5.2

νάρδον ὑπὸ γλαυκῆς κλειομένην ὑάλου,

### book 250.5.3

ὄφρα χιτὼν μὲν χρῶτα περισκέπῃ, ἔργα δ’ ἐλέγχῃ

### book 250.5.4

χεῖρας, ὁ δ’ εὐώδης ἀτμὸς ἔχῃ πλοκάμους.

### book 251.1.1

Λευκάδος αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον,

### book 251.1.2

Φοῖβε, τὸν Ἰονίῳ λουόμενον πελάγει,

### book 251.1.3

δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα

### book 251.1.4

καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι

### book 251.5.1

καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦς

### book 251.5.2

ὄλπης ἡμιμεθεῖ πινόμενον στόματι·

### book 251.5.3

ἀνθ’ ὧν ἱλήκοις, ἐπὶ δ’ ἱστία πέμψον ἀήτην

### book 251.5.4

οὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας.

### book 252.1.1

Μῆλον ἐγὼ στρούθειον ἀπὸ προτέρης ἔτι ποίης

### book 252.1.2

ὥριον ἐν νεαρῷ χρωτὶ φυλασσόμενον,

### book 252.1.3

ἄσπιλον, ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν,

### book 252.1.4

ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρεμόσιν,

### book 252.5

ὥρης χειμερίης σπάνιον γέρας· εἰς σὲ δ’, ἄνασσα,

### book 252

τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ.

### book 253.1.1

Σπήλυγγες Νυμφῶν ἐυπίδακες, αἱ τόσον ὕδωρ

### book 253.1.2

εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος,

### book 253.1.3

Πανός τ’ ἠχήεσσα πιτυστέπτοιο καλιή,

### book 253.1.4

τὴν ὑπὸ Βασσαίης ποσσὶ λέλογχε πέτρης,

### book 253.5.1

ἱερά τ’ ἀγρευταῖσι γερανδρύου ἀρκεύθοιο

### book 253.5.2

πρέμνα λιθηλογέες θ’ Ἑρμέω ἱδρύσιες,

### book 253.5.3

αὐταί θ’ ἱλήκοιτε καὶ εὐθήροιο δέχοισθε

### book 253.5.4

Σωσάνδρου ταχινῆς σκῦλ’ ἐλαφοσσοΐης.

### book 254.1.1

Τὴν μαλακὴν Παφίης, Στατύλλιον ἀνδρόγυνον, δρῦν

### book 254.1.2

ἕλκειν εἰς Ἀίδην ἡνίκ’ ἔμελλε χρόνος,

### book 254.1.3

τἀκ κόκκου βαφθέντα καὶ ὑσγίνοιο θέριστρα

### book 254.1.4

καὶ τοὺς ἁδρολιπεῖς ἀλλοτρίους πλοκάμους

### book 254.5.1

φαικάδα τ’ εὐτάρσοισιν ἐπ’ ἀστραγάλοισι γελῶσαν

### book 254.5.2

καὶ τὴν γρυτοδόκην κοιτίδα παμβακίδων

### book 254.5.3

αὐλούς θ’ ἡδὺ πνέοντας ἑταιρείοις ἐνὶ κώμοις

### book 254.5.4

δῶρα Πριηπείων θῆκεν ἐπὶ προθύρων.

### book 255.1.1

Τοῦτο Σάων τὸ δίπαχυ κόλον κέρας Ὡμβρακιώτας

### book 255.1.2

βουμολγὸς ταύρου κλάσσεν ἀτιμαγέλου,

### book 255.1.3

ὁππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας

### book 255

ἐξερέων ποταμοῦ φράσσατ’ ἐπ’ ἀιόνι

### book 255.5.1

ψυχόμενον χηλάς τε καὶ ἰξύας· αὐτὰρ ὃ βούτεω

### book 255.5.2

ἀντίος ἐκ πλαγίων ἵεθ’· ὁ δὲ ῥοπάλῳ

### book 255.5.3

γυρὸν ἀπεκράνιξε βοὸς κέρας, ἐκ δέ μιν αὐτᾶς

### book 255.5.4

ἀχράδος εὐμύκῳ πᾶξε παρὰ κλισίᾳ.

### book 256.1.1

Ταύρου βαθὺν τένοντα καὶ σιδαρέους

### book 256.1.2

Ἄτλαντος ὤμους καὶ κόμαν Ἡρακλέους

### book 256.1.3

σεμνάν θ’ ὑπήναν καὶ λέοντος ὄμματα

### book 256.1.4

Μιλησίου γίγαντος οὐδ’ Ὀλύμπιος

### book 256.5.1

Ζεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκα

### book 256.5.2

πυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια.

### book 257.1.1

Τίς με, Διωνύσῳ πεπλασμένον ἀμφιφορῆα,

### book 257.1.2

τίς με, τὸν Ἀδριακοῦ νέκταρος οἰνοδόκον,

### book 257.1.3

Δηοῦς ἐπλήρωσε; τίς ἢ φθόνος εἰς ἐμὲ Βάκχου

### book 257.1.4

ἢ σπάνις οἰκείου τεύχεος ἀσταχύων

### book 257.5

ἀμφοτέρους ᾔσχυνε; σεσύληται μὲν ὁ Βάκχος,

### book 257

Δημήτηρ δὲ Μέθην σύντροφον οὐ δέχεται.

### book 258.1.1

Τὰν ὄιν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον

### book 258.1.2

μόσχον καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα

### book 258.1.3

σοὶ ταύτας ἐφ’ ἅλωος, ἐφ’ ᾇ πολὺν ἔβρασεν ἄντλον

### book 258.1.4

Κρήθων καὶ λιπαρὰν εἶδε γεωμορίαν,

### book 258.5.1

ἱρεύει, πολύσωρε· σὺ δὲ Κρήθωνος ἄρουραν

### book 258.5.2

πᾶν ἔτος εὔκριθον καὶ πολύπυρον ἄνοις.

### book 259.1.1

Τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσσιν ἔθηκεν; —

### book 259.1.2

„Ἑρμογένης.“ —Τίνος ὤν; —„Δαϊμένευς.“ —Ποδαπός; —

### book 259.1.3

„Ἀντιοχεύς.“ —Τιμῶν σε χάριν τίνος; —„Ὡς συναρωγὸν

### book 259.1.4

ἐν σταδίοις.“ —Ποίοις; —„Ἰσθμόθι κἠν Νεμέᾳ.“ —

### book 259.5.1

Ἔτρεχε γάρ; —„Καὶ πρῶτος.“ —Ἑλὼν τίνας; —„Ἐννέα παῖδας·

### book 259.5.2

ἔπτη δ’ ὡς ἂν ἔχων τοὺς πόδας ἡμετέρους.“

### book 260.1.1

Φρύνη τὸν πτερόεντα, τὸν εὐτέχνητον, Ἔρωτα

### book 260.1.2

μισθὸν ὑπὲρ τεχνῶν ἄνθετο Θεσπιέσιν.

### book 260.1.3

Κύπριδος ἡ τέχνη ζηλούμενον, οὐκ ἐπιμεμφὲς

### book 260.1.4

δῶρον· ἐς ἀμφοτέρους δ’ ἔπρεπε μισθὸς Ἔρως.

### book 260.5

δοιῆς ἐκ τέχνης αἰνέω βροτόν, ὅς γε καὶ ἄλλοις

### book 260

δοὺς θεὸν ἐν σπλάγχνοις εἶχε τελειότερον.

### book 261.1.1

Χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον,

### book 261.1.2

ὄλπην, ἡδίστου ξείνιον εἰς ἑτάρου,

### book 261.1.3

ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, υἱὲ Σίμωνος,

### book 261.1.4

πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης.

### book 262.1.1

Τὸν νομίην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας

### book 262.1.2

σινόμενον κλαγγάν τ’ οὐχὶ τρέσαντα κυνῶν

### book 262.1.3

Εὐάλκης ὁ Κρὴς ἐπινύκτια μῆλα νομεύων

### book 262.1.4

πέφνε καὶ ἐκ ταύτης ἐκρέμασεν πίτυος.

### book 263.1.1

Πυρσῶ τοῦτο λέοντος ἀποφλοιώσατο δέρμα

### book 263.1.2

Σῶσος ὁ βουπάμων, δουρὶ φονευσάμενος

### book 263.1.3

ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον·

### book 263.1.4

οὐδ’ ἵκετ’ ἐκ μάνδρας αὖτις ἐπὶ ξύλοχον,

### book 263.5.1

μοσχείω δ’ ἀπέτισεν ὁ θὴρ ἀνθ’ αἵματος αἷμα

### book 263.5.2

βληθείς· ἀχθεινὰν δ’ εἶδε βοοκτασίαν.

### book 264.1.1

Ἀσπὶς Ἀλεξάνδρου τοῦ Φυλέος ἱερὸν ἅδε

### book 264.1.2

δῶρον Ἀπόλλωνι χρυσοκόμῳ δέδομαι,

### book 264.1.3

γηραλέα μὲν ἴτυν πολέμων ὕπο, γηραλέα δὲ

### book 264.1.4

ὀμφαλόν· ἀλλ’ ἀρετᾷ λάμπομαι, ἇς ἔκιχον

### book 264.5

ἀνδρὶ κορυσσαμένα σὺν ἀριστέι, ὅς μ’ ἀνέθηκε.

### book 264

ἐμμὶ δ’ ἀήσσατος πάμπαν, ἀφ’ οὗ γενόμαν.

### book 265.1.1

Ἥρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδες

### book 265.1.2

πολλάκις οὐρανόθεν νεισομένα καθορῇς,

### book 265.1.3

δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυὰ

### book 265.1.4

Νοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας.

### book 266.1.1

Τάνδε παρὰ τριόδοις τὰν Ἄρτεμιν Ἁγελόχεια,

### book 266.1.2

ἔτ’ ἐν πατρὸς μένουσα παρθένος δόμοις,

### book 266.1.3

ἕσσατο, Δαμαρέτου θυγάτηρ· ἐφάνη γάρ οἱ αὐτὰ

### book 266.1.4

ἱστοῦ παρὰ κρόκαισιν ὡς αὐγὰ πυρός.

### book 267.1.1

Φωσφόρος, ὦ σώτειρ’, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,

### book 267.1.2

Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,

### book 267.1.3

αὐτῷ καὶ γενεῇ, τό περ εὐμαρές· οὐ γὰρ ἀφαυρῶς

### book 267.1.4

ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.

### book 267.5.1

ἄλσος δ’, Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις

### book 267.5.2

εἴη ἐπ’ ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν.

### book 268.1.1

Τοῦτό τοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατ’ ἄγαλμα·

### book 268.1.2

τοῦτο σὺ δ’ εὐθήρου τοῦδ’ ὑπέρισχε ῥίου,

### book 268.1.3

ἥτε κατ’ εἰνοσίφυλλον ὄρος ποσί, πότνια, βαίνεις,

### book 268

δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν.

### book 269.1.1

Παῖδες, ἄφωνος ἐοῖσα τότ’ ἐννέπω, αἴ τις ἔρηται,

### book 269.1.2

φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·

### book 269.1.3

„Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα

### book 269.1.4

Ἑρμοκλειδαία τῶ Σαϋναϊάδα,

### book 269.5.1

σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα

### book 269.5.2

πρόφρων ἁμετέραν εὐκλέισον γενεάν.“

### book 270.1.1

Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,

### book 270.1.2

Εἰλήθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,

### book 270.1.3

ὥς σε μετ’ εὐχωλαῖς ἐκαλέσσατο λευγαλέας οἱ

### book 270.1.4

κῆρας ἀπ’ ὠδίνων τῆλε βαλεῖν λοχίων.

### book 271.1.1

Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱὸς

### book 271.1.2

καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,

### book 271.1.3

οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες

### book 271.1.4

χεῖρας ἄτερ τόξου, πότνια, νισσομένη.

### book 271.5.1

Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντος

### book 271.5.2

νεῦσον ἰδεῖν κοῦρον γυῖ’ ἐπαεξόμενον.

### book 272.1.1

Ζῶμά τοι, ὦ Λατωί, καὶ ἀνθεμόεντα κύπασσιν

### book 272.1.2

καὶ μίτραν μαστοῖς σφιγκτὰ περιπλομέναν

### book 272.1.3

θήκατο Τιμάεσσα, δυσωδίνοιο γενέθλας

### book 272

ἀργαλέον δεκάτῳ μηνὶ φυγοῦσα βάρος.

### book 273.1.1

Ἄρτεμι, Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐρόεσσαν,

### book 273.1.2

τόξα μὲν εἰς κόλπους ἅγν’ ἀπόθου Χαρίτων,

### book 273.1.3

λοῦσαι δ’ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ’ ἐς οἴκους

### book 273.1.4

λύσους’ ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν.

### book 274.1.1

Πότνια κουροσόος, ταύταν ἐπιπορπίδα νυμφᾶν

### book 274.1.2

καὶ στεφάναν λιπαρῶν ἐκ κεφαλᾶς πλοκάμων,

### book 274.1.3

ὀλβία Εἰλήθυια, πολυμνάστοιο φύλασσε

### book 274.1.4

Τισίδος ὠδίνων ῥύσια δεξαμένα.

### book 275.1.1

Χαίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν Ἀφροδίταν

### book 275.1.2

ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας·

### book 275.1.3

δαιδάλεός τε γάρ ἐστι καὶ ἁδύ τι νέκταρος ὄσδει

### book 275.1.4

τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει.

### book 276.1.1

Ἡ πολύθριξ οὔλας ἀνεδήσατο παρθένος Ἵππη

### book 276.1.2

χαίτας, εὐώδη σμηχομένα κρόταφον·

### book 276.1.3

ἤδη γάρ οἱ ἐπῆλθε γάμου τέλος· αἱ δ’ ἐπὶ κουρῇ

### book 276.1.4

μίτραι παρθενίας αἰτέομεν χάριτας.

### book 276.5

Ἄρτεμι, σῇ δ’ ἰότητι γάμος θ’ ἅμα καὶ γένος εἴη

### book 276

τῇ Λυκομηδείδου παιδὶ φιλαστραγάλῃ.

### book 277.1.1

Ἄρτεμι, τόξα λαχοῦσα καὶ ἀλκήεντας ὀιστούς,

### book 277.1.2

σοὶ πλόκον οἰκείας τόνδε λέλοιπε κόμης

### book 277.1.3

Ἀρσινόη θυόεν παρ’ ἀνάκτορον, ἡ Πτολεμαίου

### book 277.1.4

παρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου.

### book 278.1.1

Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ

### book 278.1.2

Γόργος ἀφ’ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς.

### book 278.1.3

Φοῖβε, σὺ δ’ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις

### book 278.1.4

εὔμοιρον λευκὴν ἄχρις ἐφ’ ἡλικίην.

### book 279.1.1

Πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας,

### book 279.1.2

Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην.

### book 279.1.3

ἀντὶ δέ οἱ πλοκαμῖδος, Ἑκηβόλε, κάλλος ἐπείη

### book 279.1.4

ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξόμενος.

### book 280.1.1

Τιμαρέτα πρὸ γάμοιο τὰ τύμπανα τάν τ’ ἐρατεινὰν

### book 280.1.2

σφαῖραν τόν τε κόμας ῥύτορα κεκρύφαλον

### book 280.1.3

τάς τε κόρας Λιμνάτι, κόρᾳ κόρα, ὡς ἐπιεικές,

### book 280.1.4

ἄνθετο καὶ τὰ κορᾶν ἐνδύματ’ Ἀρτέμιδι.

### book 280.5

Λητῴα, τὺ δὲ παιδὸς ὑπὲρ χέρα Τιμαρετείας

### book 280

θηκαμένα σῴζοις τὰν ὁσίαν ὁσίως.

### book 281.1.1

Δίνδυμα καὶ Φρυγίης πυρικαιέος ἀμφιπολεῦσα

### book 281.1.2

πρῶνας τὴν μικρήν, Μῆτερ, Ἀριστοδίκην,

### book 281.1.3

κούρην Σειλήνης, παμπότνια, κεἰς ὑμέναιον

### book 281.1.4

κεἰς γάμον ἁδρύναις, πείρατα κουροσύνας·

### book 281.5.1

ἀνθ’ ὧν σοι κατὰ πολλὰ προνήια καὶ παρὰ βωμῷ

### book 281.5.2

παρθενικὴν ἐτίναξ’ ἔνθα καὶ ἔνθα κόμην.

### book 282.1.1

Σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ,

### book 282.1.2

Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέτασον

### book 282.1.3

καὶ δίβολον περόναν καὶ στλεγγίδα καὶ τὸ τανυσθὲν

### book 282.1.4

τόξον καὶ τριβάκην γλοιοπότιν χλαμύδα

### book 282.5.1

καὶ σχίζας καὶ σφαῖραν ἀείβολον· ἀλλὰ σὺ δέξαι

### book 282.5.2

δῶρα, φιλευτάκτου δῶτορ ἐφηβοσύνας.

### book 283.1.1

Ἡ τὸ πρὶν αὐχήσασα πολυχρύσοις ἐπ’ ἐρασταῖς,

### book 283.1.2

ἡ Νέμεσιν δεινὴν οὐχὶ κύσασα θεόν,

### book 283.1.3

μίσθια νῦν σπαθίοις πενιχροῖς πηνίσματα κρούει.

### book 283.1.4

ὀψέ γ’ Ἀθηναίη Κύπριν ἐληίσατο.

### book 284.1.1

Λάθρῃ κοιμηθεῖσα Φιλαίνιον εἰς Ἀγαμήδους

### book 284.1.2

κόλπους τὴν φαιὴν εἰργάσατο χλανίδα.

### book 284.1.3

αὐτὴ Κύπρις ἔριθος· ἐύκλωστον δὲ γυναικῶν

### book 284

νῆμα καὶ ἠλακάτην ἀργὸς ἔχοι τάλαρος.

### book 285.1.1

Ἡ πρὶν Ἀθηναίης ὑπὸ κερκίσι καὶ τὰ καθ’ ἱστῶν

### book 285.1.2

νήματα Νικαρέτη πολλὰ μιτωσαμένη

### book 285.1.3

Κύπριδι τὸν κάλαθον τά τε πηνία καὶ τὰ σὺν αὐτοῖς

### book 285.1.4

ἄρμεν’ ἐπὶ προδόμου πάντα πυρῆς ἔθετο,

### book 285.5.1

„Ἔρρετε,“ φωνήσασα, „κακῶν λιμηρὰ γυναικῶν

### book 285.5.2

ἔργα, νέον τήκειν ἄνθος ἐπιστάμενα.“

### book 285.5.3

εἵλετο δὲ στεφάνους καὶ πηκτίδα καὶ μετὰ κώμων

### book 285.5.4

ἡ παῖς τερπνὸν ἔχειν ἐν θαλίαις βίοτον,

### book 285.5.5

εἶπε δέ· „Παντός σοι δεκάτην ἀπὸ λήμματος οἴσω,

### book 285.10

Κύπρι, σὺ δ’ ἐργασίην καὶ λάβε καὶ μετάδος.“

### book 286.1.1

Τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆς

### book 286.1.2

καὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο·

### book 286.1.3

θάτερα δ’ Ἀντιάνειρα προσήρμοσε· τὸν δὲ μεταξὺ

### book 286.1.4

Μαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη.

### book 286.5.1

κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμα

### book 286.5.2

πρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν.

### book 287.1.1

Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν,

### book 287.1.2

τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα.

### book 287.1.3

καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας

### book 287.1.4

λοξά τε Μαιάνδρου ῥεῖθρα πολυπλανέος·

### book 287.5.1

ξανθὰ δ’ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον

### book 287.5.2

πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι·

### book 287.5.3

τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστον

### book 287

τοῦτον ἐπὶ σπιθαμὴν Βίττιον ἠνύσατο.

### book 288.1.1

Αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτεια

### book 288.1.2

καὶ Φιντὼ Γληνίς θ’, αἱ φιλοεργόταται,

### book 288.1.3

ἔργων ἐκ δεκάτας ποτιθύμια τόν τε πρόσεργον

### book 288.1.4

ἄτρακτον καὶ τὰν ἄτρια κριναμέναν

### book 288.5.1

κερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖα

### book 288.5.2

πανία κἠργασίας τούσδε ποτιρροπέας

### book 288.5.3

καὶ σπάθας εὐβριθεῖς, πολυάργυρα τῶσδε πενιχραῖς,

### book 288.5.4

ἐξ ὀλίγων ὀλίγαν μοῖραν ἀπαρχόμεθα.

### book 288.5.5

τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω,

### book 288.10

θείης δ’ εὐσιπύους ἐξ ὀλιγησιπύων.

### book 289.1.1

Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεω

### book 289.1.2

καὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες,

### book 289.1.3

ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον,

### book 289.1.4

ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον,

### book 289.5.1

ἁ δ’ ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶν

### book 289.5.2

κερκίδα, τὰν λεχέων Πανελόπας φύλακα,

### book 289.5.3

δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδ’ ἐνὶ ναῷ

### book 289.5.4

θῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων.

### book 290.1.1

Ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις

### book 290.1.2

Παρμενὶς ἡδίστῃ θῆκε παρ’ Οὐρανίῃ,

### book 290.1.3

ἐξ εὐνῆς δεκάτευμα· τὸ δ’ ἠελίου βαρὺ θάλπος

### book 290

ἡ ’ταίρη μαλακοῖς ἐκτρέπεται Ζεφύροις.

### book 291.1.1

Βακχυλίς, ἡ Βάκχου κυλίκων σποδός, ἔκ ποτε νούσω

### book 291.1.2

κεκλιμένα Δηοῖ τοῖον ἔλεξεν ἔπος·

### book 291.1.3

„Ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι

### book 291.1.4

ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων,

### book 291.5.1

ἀβρόμιος καὶ ἄοινος.“ ἐπεὶ δ’ ὑπάλυξεν ἀνίην,

### book 291.5.2

αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο·

### book 291.5.3

τρητὸν γὰρ θεμένα χερὶ κόσκινον εὖ διὰ πυκνῶν

### book 291.5.4

σχοίνων ἠελίους πλείονας ηὐγάσατο.

### book 292.1.1

Αἱ μίτραι τό θ’ ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες

### book 292.1.2

πέπλοι καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,

### book 292.1.3

πάνθ’ ἅμα Νικονόῃ συνεπήιεν· ἦν γὰρ Ἐρώτων

### book 292.1.4

καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.

### book 292.5.1

τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριάπῳ

### book 292.5.2

νεβρίδα καὶ χρυσέην τήνδ’ ἔθετο προχόην.

### book 293.1.1

Ὁ σκίπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι,

### book 293.1.2

ἄγκειται κυνικοῦ σκῦλ’ ἀπὸ Σωχάρεος

### book 293.1.3

ὄλπη τε ῥυπόεσσα πολυτρήτοιό τε πήρας

### book 293.1.4

λείψανον, ἀρχαίης πληθόμενον σοφίης·

### book 293.5

σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυν

### book 293

ἤγρευσεν, στεπτοῖς θήκατ’ ἐπὶ προθύροις.

### book 294.1.1

Σκίπωνα προποδαγὸν ἱμάντα τε καὶ πυρικοίταν

### book 294.1.2

νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων,

### book 294.1.3

κίρκον τ’ εὔολκον φιλοκαμπέα καὶ μονόπελμον

### book 294.1.4

συγχίδα καὶ στεγάναν κρατὸς ἐρημοκόμου

### book 294.5.1

Κάλλων Ἑρμείᾳ θέτ’ ἀνάκτορι, σύμβολ’ ἀγωγᾶς

### book 294.5.2

παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.

### book 295.1.1

Σμῖλαν Ἀκεστώνδας δονακογλύφον ὅν τ’ ἐπὶ μισθῷ

### book 295.1.2

σπόγγον ἔχεν καλάμων ψαίστορ’ ἀπὸ Κνιδίων

### book 295.1.3

καὶ σελίδων κανόνισμα φιλόρθιον ἔργμα τε λείας

### book 295.1.4

σαμοθέτω καὶ τὰν εὐμέλανον βροχίδα

### book 295.5.1

κάρκινά τε σπειροῦχα λεάντειράν τε κίσηριν

### book 295.5.2

καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν,

### book 295.5.3

μάζας ἁνίκ’ ἔκυρσε τελωνιάδος φιλολίχνω,

### book 295.5.4

Πιερίσιν πενίας ἄρμεν’ ἀνεκρέμασεν.

### book 296.1.1

Ἀστεμφῆ ποδάγρην καὶ δούνακας ἀντυκτῆρας

### book 296.1.2

καὶ λίνα καὶ γυρὸν τοῦτο λαγωοβόλον,

### book 296.1.3

ἰοδόκην καὶ τοῦτον ἐπ’ ὄρτυγι τετρανθέντα

### book 296.1.4

αὐλὸν καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον

### book 296.5

Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν

### book 296

ἥβης, ἐκ γήρως δ’ ἀδρανίῃ δέδεται.

### book 297.1.1

Ἄλκιμος ἀγρεῖφναν κενοδοντίδα καὶ φιλοδούπου

### book 297.1.2

φάρσος ἄμας στελεοῦ χῆρον ἐλαϊνέου,

### book 297.1.3

ἀρθροπέδαν φιμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης

### book 297.1.4

σφῦραν καὶ δαπέδων μουνορυχὰν ὄρυγα

### book 297.5.1

καὶ κτένας ἑλκητῆρας ἀνὰ προπύλαιον Ἀθάνας

### book 297.5.2

θήκατο καὶ ῥαπτὰς γειοφόρους σκαφίδας,

### book 297.5.3

θησαυρῶν ὅτ’ ἔκυρσεν, ἐπεὶ τάχ’ ἂν ἁ πολυκαμπὴς

### book 297.5.4

ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.

### book 298.1.1

Πήρην κἀδέψητον ἀπεσκληρυμμένον αἰγὸς

### book 298.1.2

στέρφος καὶ βάκτρον τοῦτό γ’ ὁδοιπορικὸν

### book 298.1.3

κὤλπαν ἀστλέγγιστον ἀχάλκωτόν τε κυνοῦχον

### book 298.1.4

καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον·

### book 298.5.1

ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον

### book 298.5.2

σκῦλ’ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν.

### book 299.1.1

Φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδι’ Ἑρμᾶ,

### book 299.1.2

καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος

### book 299.1.3

πάρκειται σῦκόν τε μελαντραγὲς ἅ τε φιλουλὶς

### book 299.1.4

δρύππα καὶ τυρῶν δρύψια κυκλιάδων

### book 299.5.1

ἀκτά τε Κρηταιὶς ἐυτριβέος τε ῥ’ ὀπεία

### book 299.5.2

θωμὸς καὶ Βάκχου πῶμ’ ἐπιδορπίδιον·

### book 299.5.3

τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός, ὔμμι δὲ ῥέξειν

### book 299

φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.

### book 300.1.1

Λαθρίη, ἐκ πλάνιος ταύτην χάριν ἔκ τε πενέστεω

### book 300.1.2

κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω,

### book 300.1.3

ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην

### book 300.1.4

καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον

### book 300.5.1

κεὐοίνου σταφυλῆς ἔχ’ ἀποσπάδα πεντάρρωγον,

### book 300.5.2

πότνια, καὶ σπονδὴν τήνδ’ ὑποπυθμίδιον.

### book 300.5.3

ἢν δέ μ’ ἔθ’, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς

### book 300.5.4

ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.

### book 301.1.1

Τὴν ἁλίην Εὔδημος, ἐφ’ ἧς ἅλα λιτὸν ἐπέσθων

### book 301.1.2

χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,

### book 301.1.3

θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατ’ εὐχήν,

### book 301.1.4

ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο.

### book 302.1.1

Φεύγεθ’ ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴ

### book 302.1.2

μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω.

### book 302.1.3

αὐτάρκης ὁ πρέσβυς ἔχειν ἅλα καὶ δύο κρῖμνα·

### book 302.1.4

ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν.

### book 302.5.1

τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε,

### book 302.5.2

οὐδ’ ἀποδειπνιδίου γευόμενος σκυβάλου;

### book 302.5.3

σπεύδων εἰς ἄλλους οἴκους ἴθι (τἀμὰ δὲ λειτά),

### book 302

ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.

### book 303.1.1

Ὦ μύες, εἰ μὲν ἐπ’ ἄρτον ἐληλύθατ’, ἐς μυχὸν ἄλλον

### book 303.1.2

στείχετ’ (ἐπεὶ λειτὴν οἰκέομεν καλύβην),

### book 303.1.3

οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην

### book 303.1.4

ἰσχάδα καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων·

### book 303.5.1

εἰ δ’ ἐν ἐμαῖς βύβλοισι πάλιν καταθήξετ’ ὀδόντα,

### book 303.5.2

κλαύσεσθ’ οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.

### book 304.1.1

Ἀκτῖτ’ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθ’ ἀπὸ πέτρας

### book 304.1.2

καί με λάβ’ εὐάρχαν πρώιον ἐμπολέα·

### book 304.1.3

αἴτε σύ γ’ ἐν κύρτῳ μελανουρίδας αἴτε τιν’ ἀγρεῖς

### book 304.1.4

μορμύρον ἢ κίχλην ἢ σπάρον ἢ σμαρίδα,

### book 304.5.1

αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν

### book 304.5.2

τιμῶντα ψαφαροῦ κλάσματος εἰς ἀπάταν.

### book 304.5.3

χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας ἤ τινα θρίσσαν,

### book 304.5.4

εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα.

### book 305.1.1

Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ

### book 305.1.2

θήκατο δεισόζου Δωριέος κεφαλά,

### book 305.1.3

τὼς Λαρισαίως κυτογάστορας ἑψητῆρας

### book 305.1.4

καὶ χύτρως καὶ τὰν εὐρυχαδῆ κύλικα

### book 305.5.1

καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν

### book 305.5.2

καὶ κνῆστιν καὶ τὰν ἐτνοδόνον τορύναν.

### book 305.5.3

Λαβροσύνα, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος

### book 305

δεξαμένα νεύσαις μή ποκα σωφροσύναν.

### book 306.1.1

Χύτρον τοι ταύτην τε κρεαγρίδα καὶ βαθυκαμπῆ

### book 306.1.2

κλεῖδα συῶν καὶ τὰν ἐτνοδόνον τορύναν

### book 306.1.3

καὶ πτερίναν ῥιπῖδα ταναίχαλκόν τε λέβητα

### book 306.1.4

σὺν πελέκει καὶ τὰν λαιμοτόμον σφαγίδα

### book 306.5.1

ζωμοῦ τ’ ἀμφ’ ὀβελοῖσιν ἀρυστρίδα τόν τε μαγῆα

### book 306.5.2

σπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι

### book 306.5.3

καὶ τοῦτον δικάρανον ἁλοτρίβα, σὺν δὲ θυείαν

### book 306.5.4

εὔπετρον καὶ τὰν κρειοδόκον σκαφίδα,

### book 306.5.5

οὑψοπόνος Σπίνθηρ Ἑρμῇ τάδε σύμβολα τέχνας

### book 306.10

θήκατο δουλοσύνας ἄχθος ἀπωσάμενος.

### book 307.1.1

Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα καὶ φιλέθειρον

### book 307.1.2

σινδόνα καὶ πετάσου φάρσος ὑποξύριον

### book 307.1.3

καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε καὶ λιποκώπους

### book 307.1.4

φασγανίδας καὶ τοὺς συλόνυχας στόνυχας·

### book 307.5.1

ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δ’ Ἐπικούρου,

### book 307.5.2

κουρεῖον προλιπών, ἅλατο κηπολόγος,

### book 307.5.3

ἔνθα λύρας ἤκουεν ὅπως ὄνος. ὤλετο δ’ ἄν που

### book 307.5.4

λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν.

### book 308.1.1

Νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματ’ ἔγραψεν,

### book 308.1.2

Κόνναρος ὀγδώκοντ’ ἀστραγάλους ἔλαβεν·

### book 308.1.3

κἀμὲ χάριν Μούσαις τὸν κωμικὸν ὧδε Χάρητα,

### book 308

πρεσβύτην θορύβῳ θῆκέ με παιδαρίων.

### book 309.1.1

Εὔφιμόν τοι σφαῖραν ἐυκρόταλόν τε Φιλοκλῆς

### book 309.1.2

Ἑρμείῃ ταύτην πυξινέην πλατάγην

### book 309.1.3

ἀστραγάλας θ’, αἷς πόλλ’ ἐπεμήνατο, καὶ τὸν ἑλικτὸν

### book 309.1.4

ῥόμβον, κουροσύνης παίγνι’, ἀνεκρέμασεν.

### book 310.1.1

Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου

### book 310.1.2

ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν

### book 310.1.3

ἀντ’ ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ ἀνὰ τῇδε κεχηνὼς

### book 310.1.4

κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς

### book 310.5.1

παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν·

### book 310.5.2

„Ἱερὸς ὁ πλόκαμοσ“, τοὐμὸν ὄνειαρ ἐμοί.

### book 311.1.1

Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως

### book 311.1.2

ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου

### book 311.1.3

Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ’ ὀπτῇ

### book 311.1.4

ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

### book 312.1.1

Ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα

### book 312.1.2

θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι

### book 312.1.3

ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα,

### book 312

ὄφρ’ αὐτοὺς φορέῃς ἤπια τερπομένους.

### book 313.1.1

Κούρα Πάλλαντος πολυώνυμε, πότνια Νίκα,

### book 313.1.2

πρόφρων Κρανναίων ἱμερόεντα χορὸν

### book 313.1.3

αἰὲν ἐποπτεύοις, πολέας δ’ ἐν ἀθύρμασι Μουσᾶν

### book 313.1.4

Κηίῳ ἀμφιτίθει Βακχυλίδῃ στεφάνους.

### book 314.1.1

Πηνελόπη, τόδε σοὶ φᾶρος καὶ χλαῖναν Ὀδυσσεὺς

### book 314.1.2

ἤνεγκεν δολιχὴν ἐξανύσας ἀτραπόν.

### book 315.1.1

Τὸν τραγόπουν ἐμὲ Πᾶνα, φίλον Βρομίοιο καὶ υἱὸν

### book 315.1.2

Ἀρκάδος, ἀντ’ ἀλκᾶς ἔγραφεν Ὠφελίων.

### book 316.1.1

Ἀερόπης δάκρυον διερῆς καὶ λείψανα δείπνων

### book 316.1.2

δύσνομα καὶ ποινὴν ἔγραφεν Ὠφελίων.

### book 317.1.1

Πραξιτέλης ἔπλασε Δαναὴν καὶ φάρεα Νυμφῶν

### book 317.1.2

λύγδινα καὶ πέτρης Πᾶν’ ἐμὲ Πεντελικῆς.

### book 318.1

Κύπριδι κουροτρόφῳ δάμαλιν ῥέξαντες ἔφηβοι

### book 318

χαίροντες νύμφας ἐκ θαλάμων ἄγομεν.

### book 319.1.1

Αἰθομέναις ὑπὸ δᾳσὶν ἐν εὐρυχόρῳ πατρὸς οἴκῳ

### book 319.1.2

παρθένον ἐκ χειρῶν ἠγαγόμην Κύπριδος.

### book 320.1.1

Ἀσκανίη μέγα χαῖρε καλὴ καὶ χρύσεα Βάκχου

### book 320.1.2

ὄργια καὶ μύσται πρόκριτοι Εὐίεω.

### book 321.1.1

Θύει σοι τόδε γράμμα γενεθλιακαῖσιν ἐν ὥραις,

### book 321.1.2

Καῖσαρ, Νειλαίη Μοῦσα Λεωνίδεω·

### book 321.1.3

Καλλιόπης γὰρ ἄκαπνον ἀεὶ θύος. εἰς δὲ νέωτα,

### book 321.1.4

ἢν ἐθέλῃς, θύσει τοῦδε περισσότερα.

### book 322.1.1

Τήνδε Λεωνίδεω θαλερὴν πάλι δέρκεο Μοῦσαν,

### book 322.1.2

δίστιχον εὐθίκτου παίγνιον εὐεπίης.

### book 322.1.3

ἔσται δ’ ἐν Κρονίοις Μάρκῳ περικαλλὲς ἄθυρμα

### book 322.1.4

τοῦτο, καὶ ἐν δείπνοις καὶ παρὰ μουσοπόλοις.

### book 323.1

Οἰδιπόδης κάσις ἦν τεκέων, καὶ μητέρι πόσσις

### book 323

γίνετο, καὶ παλάμης ἦν τυφλὸς ἐκ σφετέρης.

### book 324.1.1

Πέμματα τίς λιπόωντα, τίς Ἄρεϊ τῷ πτολιπόρθῳ

### book 324.1.2

βότρυς, τίς δὲ ῥόδων θῆκεν ἐμοὶ κάλυκας;

### book 324.1.3

Νύμφαις ταῦτα φέροι τις· ἀναιμάκτους δὲ θυηλὰς

### book 324.1.4

οὐ δέχομαι βωμοῖς ὁ θρασύμητις Ἄρης.

### book 325.1.1

Ἄλλος ἀπὸ σταλίκων, ὁ δ’ ἀπ’ ἠέρος, ὃς δ’ ἀπὸ πόντου,

### book 325.1.2

Εὔπολι, σοὶ πέμπει δῶρα γενεθλίδια.

### book 325.1.3

ἀλλ’ ἐμέθεν δέξαι Μουσῶν στίχον, ὅστις ἐς αἰεὶ

### book 325.1.4

μίμνει καὶ φιλίης σῆμα καὶ εὐμαθίης.

### book 326.1.1

Λύκτιον ἰοδόκην καὶ καμπύλον, Ἄρτεμι, τόξον

### book 326.1.2

Νῖκις ὁ Λυσιμάχου παῖς ἀνέθηκε Λίβυς.

### book 326.1.3

ἰοὺς γὰρ πλήθοντας ἀεὶ λαγόνεσσι φαρέτρης

### book 326.1.4

δορκάσι καὶ βαλίαις ἐξεκένως’ ἐλάφοις.

### book 327.1.1

Εἷς πρὸς ἕνα ψήφοισιν ἰσάζεται, οὐ δύο δοιοῖς·

### book 327.1.2

οὐ γὰρ ἔτι στέργω τὴν δολιχογραφίην.

### book 328.1.1

Τὴν τριτάτην Χαρίτων ἀπ’ ἐμεῦ πάλι λάμβανε βύβλον,

### book 328.1.2

Καῖσαρ, ἰσηρίθμου σύμβολον εὐεπίης,

### book 328.1.3

Νεῖλος ὅπως καὶ τήνδε δι’ Ἑλλάδος ἰθύνουσαν

### book 328

τῇ χθονίῃ πέμψει δῶρον ἀοιδότατον.

### book 329.1.1

Ἄλλος μὲν κρύσταλλον, ὁ δ’ ἄργυρον, οἱ δὲ τοπάζους

### book 329.1.2

πέμψουσιν, πλούτου δῶρα, γενεθλίδια.

### book 329.1.3

ἀλλ’ ἴδ’ Ἀγριππείνῃ δύο δίστιχα μοῦνον ἰσώσας

### book 329.1.4

ἀρκοῦμαι δώροις, ἃ φθόνος οὐ δαμάσει.

### book 330.1.1

Θνητῶν μὲν τέχναις ἀπορούμενος, εἰς δὲ τὸ θεῖον

### book 330.1.2

ἐλπίδα πᾶσαν ἔχων, προλιπὼν εὔπαιδας Ἀθήνας,

### book 330.1.3

ἰάθην ἐλθών, Ἀσκληπιέ, πρὸς τὸ σὸν ἄλσος,

### book 330.1.4

ἕλκος ἔχων κεφαλῆς ἐνιαύσιον, ἐν τρισὶ μησίν.

### book 331.1.1

Παῖδα πατὴρ Ἄλκων ὀλοῷ σφιγχθέντα δράκοντι

### book 331.1.2

ἀθρήσας δειλῇ τόξον ἔκαμψε χερί·

### book 331.1.3

θηρὸς δ’ οὐκ ἀφάμαρτε· διὰ στόματος γὰρ ὀιστὸς

### book 331.1.4

ἤιξεν, τυτθοῦ βαιὸν ὕπερθε βρέφους.

### book 331.5.1

παυσάμενος δὲ φόνοιο παρὰ δρυῒ τῇδε φαρέτρην

### book 331.5.2

σῆμα καὶ εὐτυχίης θῆκε καὶ εὐστοχίης.

### book 332.1.1

Ζηνὶ τόδ’ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα,

### book 332.1.2

κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων,

### book 332.1.3

ἄνθετο, δοιὰ δέπα πολυδαίδαλα καὶ βοὸς οὔρου

### book 332.1.4

ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας,

### book 332.5.1

ἔξαιτα προτέρης ἀπὸ ληίδος, ἦμος ἀτειρὴς

### book 332.5.2

πέρσεν ὑπερθύμους ᾧ ὑπὸ δουρὶ Γέτας.

### book 332.5.3

ἀλλὰ σύ οἱ καὶ τήνδε, Κελαινεφές, ἐγγυάλιξον

### book 332.1

κρῆναι ἐυκλειῶς δῆριν Ἀχαιμενίην,

### book 332.2

ὄφρα τοι εἰσορόωντι διάνδιχα θυμὸν ἰαίνῃ

### book 332.10

δοιά, τὰ μὲν Γετέων σκῦλα, τὰ δ’ Ἀρσακιδέων.

### book 333.1.1

Ἤδη, φίλτατε λύχνε, τρὶς ἔπταρες. ἦ τάχα τερπνὴν

### book 333.1.2

ἐς θαλάμους ἥξειν Ἀντιγόνην προλέγεις;

### book 333.1.3

εἰ γάρ, ἄναξ, εἴη τόδ’ ἐτήτυμον, οἷος Ἀπόλλων

### book 333.1.4

θνητοῖς μάντις ἔσῃ καὶ σὺ παρὰ τρίποδι.

### book 334.1.1

Αὔλια καὶ Νυμφέων ἱερὸς πάγος αἵ θ’ ὑπὸ πέτρῃ

### book 334.1.2

πίδακες ἥ θ’ ὕδασιν γειτονέουσα πίτυς

### book 334.1.3

καὶ σὺ τετραγλώχιν, μηλοσσόε, Μαιάδος Ἑρμᾶ,

### book 334.1.4

ὅς τε τὸν αἰγιβότην, Πάν, κατέχεις σκόπελον,

### book 334.5.1

ἵλαοι τὰ ψαιστὰ τό τε σκύφος ἔμπλεον οἴνης

### book 334.5.2

δέξασθ’, Αἰακίδεω δῶρα Νεοπτολέμου.

### book 335.1.1

Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον,

### book 335.1.2

καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ,

### book 335.1.3

ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων,

### book 335.1.4

Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους.

### book 335.5

ἀλλὰ φίλος δέξαι με· τάχα κρόκες αἵ ποτε Πέρσας

### book 335

τρεψάμεναι καὶ σοὶ Θρῇκας ὑπαξόμεθα.

### book 336.1.1

Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα

### book 336.1.2

ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν,

### book 336.1.3

ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,

### book 336.1.4

Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε·

### book 336.5.1

βωμὸν δ’ αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος,

### book 336.5.2

τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.

### book 337.1.1

Ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς

### book 337.1.2

ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος

### book 337.1.3

Νικίᾳ, ὅς μιν ἐπ’ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται

### book 337.1.4

καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου,

### book 337.5.1

Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς

### book 337.5.2

μισθόν· ὁ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.

### book 338.1.1

Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις

### book 338.1.2

τὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον,

### book 338.1.3

μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δ’ ἐπὶ τᾷδε

### book 338.1.4

αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.

### book 339.1.1

Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε,

### book 339.1.2

καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,

### book 339.1.3

μέτριος ἦν ἐν πᾶσι· χορῷ δ’ ἐκτάσατο νίκαν

### book 339

ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.

### book 340.1.1

Ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν

### book 340.1.2

Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας

### book 340.1.3

οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε

### book 340.1.4

ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν

### book 340.5.1

ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ

### book 340.5.2

ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.

### book 341.1

Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε

### book 341.2

Μανδροκλέης Ἥρῃ μνημόσυνον σχεδίης,

### book 341.3

αὑτῷ μὲν στέφανον περιθείς, Σαμίοισι δὲ κῦδος,

### book 341.4

Δαρείου βασιλέος ἐκτελέσας κατὰ νοῦν.

### book 342.1

Ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους

### book 342.2

στυλίδα, τᾶς πρώτας τοῦθ’ ὑπόδειγμα τέχνας·

### book 342.3

ταύταν γὰρ πρώταν ποτ’ ἐμήσατο Παλλὰς Ἀθάνα,

### book 342.4

τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν,

### book 342.5.1

οὕνεκεν ὑψίστᾳ Τριτωνίδι ναὸν ἔτευξεν

### book 342.5.2

Κύζικος ἅδ’ ἱρᾷ πρῶτον ἐν Ἀσιάδι.

### book 342.5.3

δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος

### book 342

Δελφίδα γᾶν, Φοίβῳ τάνδ’ ἐνέπουσα χάριν.

### book 343.1.1

Ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες

### book 343.1.2

παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου,

### book 343.1.3

δεσμῷ ἐν ἀχνυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν·

### book 343.1.4

τῶν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν.

### book 344.1

Θεσπιαὶ εὐρύχοροι πέμψαν ποτὲ τούσδε συνόπλους

### book 344.2

τιμωροὺς προγόνων βάρβαρον εἰς Ἀσίην,

### book 344.3

οἳ μετ’ Ἀλεξάνδρου Περσῶν ἄστη καθελόντες

### book 344.4

στῆσαν Ἐριβρεμέτῃ δαιδάλεον τρίποδα.

### book 345.1.1

Εἴαρος ἤνθει μὲν τὸ πρὶν ῥόδα, νῦν δ’ ἐνὶ μέσσῳ

### book 345.1.2

χείματι πορφυρέας ἐσχάσαμεν κάλυκας

### book 345.1.3

σῇ ἐπιμειδήσαντα γενεθλίῃ ἄσμενα τῇδε

### book 345.1.4

ἠοῖ, νυμφιδίων ἀσσοτάτῃ λεχέων.

### book 345.5.1

Καλλίστης στεφθῆναι ἐπὶ κροτάφοισι γυναικὸς

### book 345.5.2

λώιον ἢ μίμνειν ἠρινὸν ἠέλιον.

### book 346.1.1

Τελλίᾳ ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,

### book 346.1.2

ἀντ’ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος.

### book 346.1.3

δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ

### book 346

ναίειν αἰῶνος μοῖραν ἔχοντ’ ἀγαθήν.

### book 347.1.1

Ἄρτεμι, τὶν τόδ’ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·

### book 347.1.2

ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.

### book 348.1.1

Αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαι

### book 348.1.2

τῆς Διοδωρείου γράμμα λέγει σοφίης,

### book 348.1.3

κοῦρον ἐπεὶ τίκτουσα κατέφθιτο· παῖδα δὲ Μήλας

### book 348.1.4

δεξάμενος θαλερὴν κλαῖεν Ἀθηναΐδα,

### book 348.5.1

Λεσβιάδεσσιν ἄχος καὶ Ἰήσονι πατρὶ λιποῦσαν.

### book 348.5.2

Ἄρτεμι, σοὶ δὲ κυνῶν θηροφόνων ἔμελεν.

### book 349.1.1

Ἰνοῦς ὦ Μελικέρτα σύ τε γλαυκὴ μεδέουσα

### book 349.1.2

Λευκοθέη πόντου, δαῖμον ἀλεξίκακε,

### book 349.1.3

Νηρῄδων τε χοροὶ καὶ κύματα καὶ σύ, Πόσειδον,

### book 349.1.4

καὶ Θρήιξ, ἀνέμων πρηΰτατε, Ζέφυρε,

### book 349.5.1

ἵλαοί με φέροιτε, διὰ πλατὺ κῦμα φυγόντα,

### book 349.5.2

σῷον ἐπὶ γλυκερὴν ᾐόνα Πειραέως.

### book 350.1.1

Τυρσηνῆς κελάδημα διαπρύσιον σάλπιγγος

### book 350.1.2

πολλάκι Πισαίων στρηνὲς ὑπὲρ πεδίων

### book 350.1.3

φθεγξαμένης ὁ πρὶν μὲν ἔχει χρόνος ἐν δυσὶ νίκαις·

### book 350.1.4

εἰ δὲ σὺ καὶ τρισσοὺς ἤγαγες εἰς στεφάνους

### book 350.5

ἀστοὺς Μιλήτου, Δημόσθενες, οὔ ποτε κώδων

### book 350

χάλκεος ἤχησεν πλειοτέρῳ στόματι.

### book 351.1.1

Τίν με, λεοντάγχ’ ὦνα συοκτόνε, φήγινον ὄζον

### book 351.1.2

θῆκε—„Τίς;“ —Ἀρχῖνος. —„Ποῖος;“ —Ὁ Κρής. —„Δέχομαι.“

### book 352.1.1

Ἐξ ἀταλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ,

### book 352.1.2

ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν·

### book 352.1.3

ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,

### book 352.1.4

αἰ καὐδὰν ποτέθηκ’, ἦς κ’ Ἀγαθαρχὶς ὅλα.

### book 353.1.1

Αὐτομέλιννα τέτυκται· ἴδ’, ὡς ἀγανὸν τὸ πρόσωπον

### book 353.1.2

ἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει·

### book 353.1.3

ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει.

### book 353.1.4

ἦ καλόν, ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα.

### book 354.1.1

Γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμεν

### book 354.1.2

ἅδ’ εἰκὼν μορφᾷ καὶ μεγαλοφροσύνᾳ.

### book 354.1.3

θάεο· τὰν πινυτὰν τό τε μείλιχον αὐτόθι τήνας

### book 354

ἔλπομ’ ὁρῆν· χαίροις πολλά, μάκαιρα γύναι.

### book 355.1.1

Ἁ μάτηρ ζῷον τὸν Μίκυθον, οἷα πενιχρά,

### book 355.1.2

Βάκχῳ δωρεῖται ῥωπικὰ γραψαμένα.

### book 355.1.3

Βάκχε, σὺ δ’ ὑψῴης τὸν Μίκυθον· αἰ δὲ τὸ δῶρον

### book 355.1.4

ῥωπικόν, ἁ λειτὰ ταῦτα φέρει πενία.

### book 356.1.1

Κλειοῦς αἱ δύο παῖδες, Ἀριστοδίκη καὶ Ἀμεινώ,

### book 356.1.2

Κρῆσσαι, πότνια σῆς Ἄρτεμι νειοκόρου

### book 356.1.3

τετραετεῖς ἀπὸ μητρός· ἴδοις, ὤνασσα, τὰ τῆσδε

### book 356.1.4

εὔτεκνα κἀντὶ μιῆς θὲς δύο νειοκόρους.

### book 357.1.1

Ὄλβια τέκνα γένοισθε. τίνος γένος ἐστέ; τί δ’ ὑμῖν

### book 357.1.2

ὧδε καλοῖς χαρίεν κείμενόν ἐστ’ ὄνομα; —

### book 357.1.3

‚Νικάνωρ ἐγώ εἰμι, πατὴρ δέ μοι Αἰπιόρητος,

### book 357.1.4

μήτηρ δ’ Ἡγησώ, κεἰμὶ γένος Μακεδών.‛ —

### book 357.5.1

„Καὶ μὲν ἐγὼ Φίλα εἰμί, καὶ ἐστί μοι οὗτος ἀδελφός·

### book 357.5.2

ἐκ δ’ εὐχῆς τοκέων ἕσταμες ἀμφότεροι.“

### book 358.1.1

Χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ

### book 358.1.2

λυσαμένη φιλότητ’ ἦλθεν ἐς Ἡρακλέους·

### book 358.1.3

ὄλβιος ἦσθα, κύπασσι, καὶ ὡς τότε καὶ πάλιν ὡς νῦν

### book 358

χρύσεον Ἀρτέμιδος τοῦτ’ ἐπέβης μέλαθρον.

### book 1.1.1

Ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον

### book 1.1.2

ἤκαχον ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι·

### book 1.1.3

νέκταρι δ’ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο

### book 1.1.4

καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,

### book 1.5.1

ὅττι Θέτιν κύδηνε καὶ υἱέα καὶ μόθον ἄλλων

### book 1.5.2

ἡρώων Ἰθακοῦ τ’ ἔργματα Λαρτιάδεω.

### book 1.5.3

ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε

### book 1.5.4

βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.

### book 2.1.1

Τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις

### book 2.1.2

φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω

### book 2.1.3

ἅδ’ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ

### book 2.1.4

ἱερόν, ἀλλ’ ἐν ἐμοὶ πνεῦμα θανὼν ἔλιπεν,

### book 2.5.1

ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾧ καὶ Ὄλυμπον

### book 2.5.2

καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν

### book 2.5.3

καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα πώλοις

### book 2.5.4

ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ.

### book 2.5.5

εἰ δ’ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθ’, ὅτι κεύθει

### book 2.10

καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος.

### book 2b.1

Εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς,

### book 2b.2

ἀλλὰ καταστέψας ἶσα θεοῖσι σέβου·

### book 2b.3

τὸν γὰρ Πιερίσιν τιμώμενον ἔξοχα Μούσαις

### book 2b.4

ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω.

### book 3.1

Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει

### book 3.2

ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.

### book 4.1.1

Ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον,

### book 4.1.2

κλεινὸς ἐπ’ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ.

### book 4.1.3

εἰ δ’ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος,

### book 4.1.4

μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος·

### book 4.5.1

καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος

### book 4.5.2

μητρὸς ἀπ’ ὠδίνων δέξατο Λητοΐδην.

### book 5.1.1

Οὐδ’ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον

### book 5.1.2

στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς,

### book 5.1.3

οὐκ εἴμ’ οὐδ’ ἔσομαι Σαλαμίνιος οὐδ’ ὁ Μέλητος

### book 5.1.4

Δημαγόρου· μὴ ταῦτ’ ὄμμασιν Ἑλλὰς ἴδοι.

### book 5.5

ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι

### book 5

καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετ’ ἔπη.

### book 6.1.1

Ἡρώων κάρυκ’ ἀρετᾶς, μακάρων δὲ προφήταν,

### book 6.1.2

Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον,

### book 6.1.3

Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου

### book 6.1.4

παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις.

### book 7.1

Ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,

### book 7.2

Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.

### book 8.1.1

Οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας

### book 8.1.2

ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας·

### book 8.1.3

οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν,

### book 8.1.4

οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα.

### book 8.5.1

ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες

### book 8.5.2

Μναμοσύνας, μάτηρ δ’ ἔξοχα Καλλιόπα.

### book 8.5.3

τί φθιμένοις στοναχεῦμεν ἐφ’ υἱάσιν, ἁνίκ’ ἀλαλκεῖν

### book 8.5.4

τῶν παίδων Ἀίδαν οὐδὲ θεοῖς δύναμις.

### book 9.1.1

Ὀρφέα Θρηικίῃσι παρὰ προμολῇσιν Ὀλύμπου

### book 9.1.2

τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης,

### book 9.1.3

ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ συνάμ’ ἕσπετο πέτρη

### book 9.1.4

ἄψυχος θηρῶν θ’ ὑλονόμων ἀγέλα,

### book 9.5

ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου

### book 9.1

καὶ στίχον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί,

### book 9.2

ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα

### book 9.3

καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.

### book 10.1

Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα

### book 10.2

ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες,

### book 10.3

στικτοὺς δ’ ᾑμάξαντο βραχίονας, ἀμφὶ μελαίνῃ

### book 10.4

δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον·

### book 10.5.1

καὶ δ’ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ

### book 10.5.2

ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες

### book 10.5.3

μυρόμεναι τὸν ἀοιδόν· ἐπωδύραντο δὲ πέτραι

### book 10.5.4

καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.

### book 11.1.1

Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,

### book 11.1.2

ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,

### book 11.1.3

ἀλλ’ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δ’ Ἀίδας μοι

### book 11.1.4

μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ’ ὄνομα;

### book 12.1.1

Ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων,

### book 12.1.2

ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι

### book 12.1.3

ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων

### book 12.1.4

Μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης·

### book 12.5

σὸς δ’ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ

### book 12

φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν.

### book 13.1.1

Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν

### book 13.1.2

Ἤρινναν Μουσῶν ἄνθεα δρεπτομέναν

### book 13.1.3

Ἅιδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδ’ ἔμφρων

### book 13.1.4

εἶπ’ ἐτύμως ἁ παῖς· „Βάσκανός ἐσς’, Ἀίδα.“

### book 14.1.1

Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις

### book 14.1.2

ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν,

### book 14.1.3

ἃν Κύπρις καὶ Ἔρως συνάμ’ ἔτραφον, ἇς μέτα Πειθὼ

### book 14.1.4

ἔπλεκ’ ἀείζωον Πιερίδων στέφανον,

### book 14.5.1

Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον

### book 14.5.2

Μοῖραι δινεῦσαι νῆμα κατ’ ἠλακάτας,

### book 14.5.3

πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ

### book 14.5.4

ἄφθιτα μησαμένᾳ δῶρ’ Ἑλικωνιάδων;

### book 15.1.1

Οὔνομά μευ Σαπφώ· τόσσον δ’ ὑπερέσχον ἀοιδὰν

### book 15.1.2

θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας.

### book 16.1

Ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς·

### book 16

αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι.

### book 17.1.1

Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν

### book 17.1.2

τὰν Μιτυληναίαν ἔννεπ’ ἀοιδοπόλον·

### book 17.1.3

τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες, ἔργα δὲ φωτῶν

### book 17.1.4

ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα.

### book 17.5.1

ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφ’ ἑκάστης

### book 17.5.2

δαίμονος ἄνθος ἐμῇ θῆκα παρ’ ἐννεάδι,

### book 17.5.3

γνώσεαι, ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται

### book 17.5.4

τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος.

### book 18.1.1

Ἀνέρα μὴ πέτρῃ τεκμαίρεο· λιτὸς ὁ τύμβος

### book 18.1.2

ὀφθῆναι, μεγάλου δ’ ὀστέα φωτὸς ἔχει.

### book 18.1.3

εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης

### book 18.1.4

ἔξοχον, ὃν Μουσέων ἐννέ’ ἀριθμὸς ἔχει.

### book 18.5.1

κεῖται δ’ ἠπείροις διδύμαις ἔρις, εἴθ’ ὅ γε Λυδὸς

### book 18.5.2

εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων.

### book 19.1.1

Τὸν χαρίεντ’ Ἀλκμᾶνα, τὸν ὑμνητῆρ’ ὑμεναίων

### book 19.1.2

κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον,

### book 19.1.3

τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, ἔνθ’ ὅ γε Λυδὸς

### book 19

ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν.

### book 20.1.1

Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,

### book 20.1.2

οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.

### book 21.1.1

Τόν σε χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου,

### book 21.1.2

τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,

### book 21.1.3

πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς

### book 21.1.4

βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,

### book 21.5.1

τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος, ἀλλ’ ὁ περισσὸς

### book 21.5.2

αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.

### book 22.1.1

Ἠρέμ’ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ,

### book 22.1.2

ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους,

### book 22.1.3

καὶ πέταλον πάντῃ θάλλοι ῥόδου ἥ τε φιλορρὼξ

### book 22.1.4

ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη,

### book 22.5.1

εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς

### book 22.5.2

ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.

### book 23.1.1

Θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσὸς

### book 23.1.2

ἁβρά τε λειμώνων πορφυρέων πέταλα,

### book 23.1.3

πηγαὶ δ’ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος,

### book 23.1.4

εὐῶδες δ’ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ,

### book 23.5

ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται,

### book 23

εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα.

### book 23b.1

Ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ

### book 23b.2

πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον ...

### book 24.1.1

Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας,

### book 24.1.2

οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,

### book 24.1.3

Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ’ ἄκρῃ

### book 24.1.4

στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,

### book 24.5.1

ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος

### book 24.5.2

παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν

### book 24.5.3

κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο

### book 24.5.4

ἀγλαὸν ὡραίων βότρυν ἀπ’ ἀκρεμόνων

### book 24.5.5

καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς

### book 24.10

λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.

### book 25.1.1

Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων

### book 25.1.2

ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,

### book 25.1.3

ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ’ Ἐρώτων

### book 25.1.4

τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.

### book 25.5.1

μοῦνον δ’ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων

### book 25.5.2

ἠέλιον Λήθης ἐνθάδ’ ἔκυρσε δόμων,

### book 25.5.3

ἀλλ’ ὅτι τὸν χαρίεντα μετ’ ἠιθέοισι Μεγιστέα

### book 25.5.4

καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.

### book 25.5.5

μολπῆς δ’ οὐ λήγει μελιτερπέος, ἀλλ’ ἔτ’ ἐκεῖνον

### book 25.10

βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.

### book 26.1.1

Ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων,

### book 26.1.2

εἴ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος,

### book 26.1.3

σπεῖσον ἐμῇ σποδιῇ, σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ

### book 26.1.4

ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα,

### book 26.5.1

ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις,

### book 26.5.2

ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης

### book 26.5.3

μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω

### book 26.5.4

τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον.

### book 27.1.1

Εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων,

### book 27.1.2

μήτ’ ἐρατῶν κώμων ἄνδιχα μήτε λύρης·

### book 27.1.3

ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις

### book 27.1.4

αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης,

### book 27.5.1

ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος ἠὲ Μεγιστῆ

### book 27.5.2

ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον,

### book 27.5.3

ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ,

### book 27.5.4

ἄκρητον θλίβων νέκταρ ἀπὸ στολίδων.

### book 27.5.5

τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι,

### book 27.10

πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος.

### book 28.1

Ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων

### book 28

σπεῖσόν μοι παριών· εἰμὶ γὰρ οἰνοπότης.

### book 29.1.1

Εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας,

### book 29.1.2

εὕδει δ’ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη,

### book 29.1.3

εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων

### book 29.1.4

βάρβιτ’ ἀνεκρούου νέκταρ ἐναρμόνιον.

### book 29.5.1

ἠιθέων γὰρ Ἔρωτος ἔφυς σκοπός, εἰς δὲ σὲ μοῦνον

### book 29.5.2

τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.

### book 30.1.1

Τύμβος Ἀνακρείοντος. ὁ Τήιος ἐνθάδε κύκνος

### book 30.1.2

εὕδει χἠ παίδων ζωροτάτη μανίη.

### book 30.1.3

ἀκμήν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ

### book 30.1.4

ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος.

### book 30.5.1

οὐδ’ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δ’ Ἀχέροντος

### book 30.5.2

ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ.

### book 31.1.1

Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπ’ ἔσχατον ὀστεῦν,

### book 31.1.2

κώμου καὶ πάσης κοίρανε παννυχίδος,

### book 31.1.3

τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ ’πὶ Βαθύλλῳ

### book 31.1.4

χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας,

### book 31.5.1

αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἄκρητον

### book 31.5.2

κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου,

### book 31.5.3

αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος,

### book 31.5.4

κῆποι καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ,

### book 31.5.5

ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς

### book 31.10

βεβληκὼς χρυσέην χεῖρας ἐπ’ Εὐρυπύλην.

### book 32.1.1

Πολλάκι μὲν τόδ’ ἄεισα καὶ ἐκ τύμβου δὲ βοήσω·

### book 32.1.2

„Πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε κόνιν.“

### book 33.1.1

Πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. —„Ἀλλὰ τρυφήσας·

### book 33.1.2

καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.“

### book 34.1.1

Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων

### book 34.1.2

χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις,

### book 34.1.3

οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὡς ἀπὸ Μουσῶν

### book 34.1.4

ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο.

### book 35.1.1

Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,

### book 35.1.2

Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.

### book 36.1.1

Αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις,

### book 36.1.2

σκηνίτης μαλακοὺς κισσὸς ἄροιτο πόδας,

### book 36.1.3

αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις

### book 36.1.4

τύμβος Ὑμηττείῳ λειβόμενος μέλιτι,

### book 36.5

ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ

### book 36

κηρός, ὑπὸ στεφάνοις δ’ αἰὲν ἔχῃς πλοκάμους.

### book 37.1.1

Τύμβος ὅδ’ ἔστ’, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσῶν

### book 37.1.2

ἱρὴν παρθεσίην ἱερὸς ὢν ἔλαχον·

### book 37.1.3

ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,

### book 37.1.4

πρίνινον ἐς χρύσεον σχῆμα μεθηρμόσατο

### book 37.5.1

καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος

### book 37.5.2

εὔθετον ὀρχηστὴν τῇδ’ ἀνέπαυσα πόδα. —

### book 37.5.3

„Ὄλβιος, ὡς ἀγαθὴν ἔλαχες στάσιν· ἡ δ’ ἐνὶ χερσὶ

### book 37.5.4

κούριμος ἐκ ποίης ἥδε διδασκαλίης;“ —

### book 37.5.5

Εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,

### book 37.10

εἴτε καὶ Ἠλέκτραν· ἀμφότεραι γὰρ ἄκρον.

### book 38.1.1

Θεῖος Ἀριστοφάνευς ὑπ’ ἐμοὶ νέκυς, εἴ τινα πεύθῃ,

### book 38.1.2

κωμικὸν ἀρχαίης μνᾶμα χοροστασίης.

### book 39.1.1

Ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν

### book 39.1.2

πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ,

### book 39.1.3

Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης

### book 39.1.4

κεῖται κυδαίνων σήματι Τρινακρίην.

### book 40.1.1

Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι

### book 40.1.2

τὸν μέγαν, οἰκείης τῆλ’ ἀπὸ Κεκροπίης,

### book 40.1.3

λευκὰ Γέλα Σικελοῖο παρ’ ὕδατα. τίς φθόνος, αἰαῖ,

### book 40

Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει;

### book 41.1

Ἆ μάκαρ, ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις,

### book 41.2

χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε.

### book 42.1

Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,

### book 42.2

ἦ ῥ’ ἐτεὸν κεράων οὐδ’ ἐλέφαντος ἔης.

### book 42.3

τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ’ οὐ πάρος ἀνέρες ἴδμεν

### book 42.4

ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους,

### book 42.5.1

εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα

### book 42.5.2

ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων·

### book 42.5.3

αἱ δέ οἱ εἰρομένῳ ἀμφ’ ὠγυγίων ἡρώων

### book 42.5.4

Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.

### book 43.1.1

Χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι

### book 43.1.2

Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον·

### book 43.1.3

ἴσθι δ’ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται

### book 43.1.4

ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.

### book 44.1

Εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,

### book 44.2

καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,

### book 44.3

τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,

### book 44.4

τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,

### book 44.5

ἀλλ’ ἔμολες Πελλαῖον ὑπ’ ἠρίον, ὡς ἂν ὁ λάτρις

### book 44

Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.

### book 45.1.1

Μνᾶμα μὲν Ἑλλὰς ἅπας’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει

### book 45.1.2

γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου.

### book 45.1.3

πατρὶς δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις

### book 45.1.4

τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.

### book 46.1

Οὐ σὸν μνῆμα τόδ’ ἔστ’, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε·

### book 46.2

τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδ’ ἀμπέχεται.

### book 47.1

Ἅπας’ Ἀχαιὶς μνῆμα σόν γ’, Εὐριπίδη·

### book 47.2

οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.

### book 48.1

Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ

### book 48.2

ληφθεῖσαι νοτίην ὦσαν ἀπαιθόμεναι·

### book 48.3

μοῦνα δ’ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφὰ

### book 48

καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.

### book 49.1.1

Ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς

### book 49.1.2

Ζανὶ κεραυνείῳ γαῖαν ἀπηχθίασας.

### book 49.1.3

τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ

### book 49.1.4

ἥγνισε τὰν θνατὰν σήματος ἱστορίαν.

### book 50.1.1

Τὴν Εὐριπίδεω μήτ’ ἔρχεο μήτ’ ἐπιβάλλου

### book 50.1.2

δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα·

### book 50.1.3

λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν

### book 50.1.4

εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος·

### book 50.5.1

ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,

### book 50.5.2

ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.

### book 51.1.1

Οὔ σε κυνῶν γένος εἷλ’, Εὐριπίδη, οὐδὲ γυναικὸς

### book 51.1.2

οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον,

### book 51.1.3

ἀλλ’ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δ’ Ἀρεθούσῃ

### book 51.1.4

κεῖσαι ἑταιρείῃ τίμιος Ἀρχέλεω.

### book 51.5.1

σὸν δ’ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου

### book 51.5.2

βήματα καὶ σκηνὰς ἐμβάδι πειθομένας.

### book 52.1

Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς,

### book 52

Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.

### book 53.1

Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ’ ἀνέθηκα

### book 53.2

ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.

### book 54.1.1

Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος

### book 54.1.2

ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει

### book 54.1.3

Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν

### book 54.1.4

ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.

### book 55.1.1

Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο

### book 55.1.2

Νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων

### book 55.1.3

καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν

### book 55.1.4

ἔρραναν ξανθῷ μιξάμενοι μέλιτι·

### book 55.5.1

τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων

### book 55.5.2

ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.

### book 56.1

Ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει·

### book 56.2

„Οὐκ ἔλεγον γελόων· ‚Πάντα πέλουσι γέλωσ‛;

### book 56.3

καὶ γὰρ ἐγὼ σοφίην μετ’ ἀπείρονα καὶ στίχα βίβλων

### book 56

τοσσατίων κεῖμαι νέρθε τάφοιο γέλως.“

### book 57.1.1

Καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον,

### book 57.1.2

ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος;

### book 57.1.3

ὃς θάνατον παρεόντα τρί’ ἤματα δώμασιν ἔσχεν

### book 57.1.4

καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.

### book 58.1.1

Εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις,

### book 58.1.2

Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου

### book 58.1.3

εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν

### book 58.1.4

ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως.

### book 59.1.1

Πλούτων, δέξο, μάκαρ, Δημόκριτον, ὥς κεν ἀνάσσων

### book 59.1.2

αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.

### book 60.1.1

Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ

### book 60.1.2

ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης·

### book 60.1.3

εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,

### book 60

οὗτος ἔχει πλεῖστον καὶ φθόνον οὐ φέρεται.

### book 61.1

Γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος,

### book 61.2

ψυχὴ δ’ ἀθάνατον τάξιν ἔχει μακάρων

### book 61.3

υἱοῦ Ἀρίστωνος· τόν τις καὶ τηλόθι ναίων

### book 61.4

τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.

### book 62.1

Αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ἢ τίνος, εἰπέ,

### book 62.2

ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; —

### book 62.3

„Ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον

### book 62.4

εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.“

### book 63.1.1

Τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ,

### book 63.1.2

γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.

### book 64.1.1

Εἰπέ, κύον, τίνος ἀνδρὸς ἐφεστὼς σῆμα φυλάσσεις; —

### book 64.1.2

„Τοῦ Κυνός.“ —Ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ Κύων; —

### book 64.1.3

„Διογένης.“ —Γένος εἰπέ. —„Σινωπεύς.“ —Ὃς πίθον ᾤκει; —

### book 64

„Καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.“

### book 65.1.1

Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ

### book 65.1.2

ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον,

### book 65.1.3

ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμ’ ἐφοίτα

### book 65.1.4

σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας.

### book 65.5.1

ἀλλὰ τάφου τοῦδ’ ἐκτὸς ἴτ’, ἄφρονες, ὡς ὁ Σινωπεὺς

### book 65.5.2

ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.

### book 66.1.1

Βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο

### book 66.1.2

Διογένευς βιότου φόρτος ὁ κουφότατος.

### book 66.1.3

πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς.

### book 66.1.4

ἀλλά, κύον, σαίνοις, Κέρβερε, τόν με κύνα.

### book 67.1.1

Ἀίδεω λυπηρὲ διήκονε, τοῦτ’ Ἀχέροντος

### book 67.1.2

ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,

### book 67.1.3

δέξαι μ’, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα

### book 67.1.4

βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.

### book 67.5.1

ὄλπη μοι καὶ πήρη ἐφόλκια καὶ τὸ παλαιὸν

### book 67.5.2

ἔσθος χὠ φθιμένους ναυστολέων ὀβολός.

### book 67.5.3

πάνθ’, ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρ’ Ἅιδαν

### book 67

ἔρχομ’ ἔχων· λείπω δ’ οὐδὲν ὑπ’ ἠελίῳ.

### book 68.1.1

Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,

### book 68.1.2

ὃς βαθὺ πορθμεύεις τοῦτ’ Ἀχέροντος ὕδωρ,

### book 68.1.3

εἰ καί σοι βέβριθεν ὑπ’ εἰδώλοισι καμόντων

### book 68.1.4

ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.

### book 68.5.1

ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα

### book 68.5.2

καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.

### book 68.5.3

καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,

### book 68.5.4

εἶχον· ὑπ’ ἠελίου δ’ οὔ τι λέλοιπα φάει.

### book 69.1.1

Κέρβερε, δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων,

### book 69.1.2

ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν·

### book 69.1.3

Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων

### book 69.1.4

δριμὺν πικροχόλου τικτόμενον στόματος.

### book 69.5.1

οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω

### book 69.5.2

νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.

### book 70.1.1

Νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου

### book 70.1.2

ὄμμασιν ἀγρύπνοις, τρισσέ, φύλασσε, κύον.

### book 70.1.3

εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων

### book 70.1.4

ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες,

### book 70.5

πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων

### book 70

νεκρὸς ἅπας φεύγων τάρβος ἐπεσβολίης;

### book 71.1.1

Σῆμα τόδ’ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν

### book 71.1.2

μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ

### book 71.1.3

αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης

### book 71.1.4

μυρόμενος τρισσῶν ἅμματα θυγατέρων.

### book 71.5.1

ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε

### book 71.5.2

κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.

### book 72.1.1

Χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν

### book 72.1.2

πατρίδα δουλοσύνας ῥύσαθ’, ὁ δ’ ἀφροσύνας.

### book 73.1.1

Ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δ’ ἐπὶ ταύταν

### book 73.1.2

δούρατα βαρβαρικᾶς σύμβολα ναυφθορίας

### book 73.1.3

καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη

### book 73.1.4

καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα.

### book 73.5.1

στάλα δ’ ἁ Σαλαμὶς ἐπικείσεται ἔργα λέγουσα

### book 73.5.2

τἀμά. τί με σμικροῖς τὸν μέγαν ἐντίθετε;

### book 74.1.1

Τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης

### book 74.1.2

λαός, ὅτ’ ἐκ Μήδων πατρίδα ῥυσάμενος

### book 74.1.3

ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως

### book 74

ὁ φθόνος· αἱ δ’ ἀρεταὶ μεῖον ἔχουσι γέρας.

### book 75.1.1

Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης,

### book 75.1.2

ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον,

### book 75.1.3

οὗ, κατὰ Πυθαγόρεω φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου

### book 75.1.4

ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο.

### book 76.1.1

Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δ’ ἀρότρου

### book 76.1.2

γευόμενον ξείνῳ Μέμφις ἔκρυψε τάφῳ·

### book 76.1.3

ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ

### book 76.1.4

τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε.

### book 76.5.1

καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα, νῦν δὲ καλυφθεὶς

### book 76.5.2

κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον.

### book 77.1.1

Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ,

### book 77.1.2

ὃς καὶ τεθνηὼς ζῶντ’ ἀπέδωκε χάριν.

### book 78.1.1

Πρηΰτερον γῆράς σε καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ

### book 78.1.2

ἔσβεσεν· εὐνήθης δ’ ὕπνον ὀφειλόμενον

### book 78.1.3

ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη

### book 78.1.4

μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων,

### book 78.5

Ἀγλαοῦ υἱέ, φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι

### book 78

πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.

### book 79.1.1

Ὤνθρωφ’, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρὼν

### book 79.1.2

φαμί. —„Τὰ δ’ ἐς πάτραν κρέσσονα καὶ σοφίης.“ —

### book 79.1.3

Δὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας,

### book 79.1.4

ὑλάκτευν. —„Λαμπρὰ θρεψαμένοισι χάρις.“ —

### book 79.5.1

Οὐκ ἀπ’ ἐμεῦ; —„Μὴ τρηχύς.“ —Ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ

### book 79.5.2

τρηχύτερον. —„Πάτρας χαῖρε σὺ δ’ ἐξ Ἐφέσου.“

### book 80.1.1

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ

### book 80.1.2

ἤγαγεν· ἐμνήσθην δ’, ὁσσάκις ἀμφότεροι

### book 80.1.3

ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,

### book 80.1.4

ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·

### book 80.5.1

αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων

### book 80.5.2

ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

### book 81.1.1

Ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος·

### book 81.1.2

φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν·

### book 81.1.3

Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη·

### book 81.1.4

Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας·

### book 81.5.1

ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα,

### book 81.5.2

πάντας ἀριζάλου σωφροσύνας φύλακας.

### book 82

Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ

### book 82

καὶ Σατύροις Σικελὸν τῇδ’ Ἐπίχαρμον ἔχω.

### book 83.1

Τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψας’ ἀνέδειξεν

### book 83.2

ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ.

### book 84.1

Ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες

### book 84.2

τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.

### book 85.1.1

Γυμνικὸν αὖ ποτ’ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,

### book 85.1.2

τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.

### book 85.1.3

αἰνέω, ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς

### book 85.1.4

οὐκέθ’ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

### book 86.1

Τὴν ἄδικον παύσας’ ὕβριν ποτὲ ἥδε Σόλωνα

### book 86.2

τόνδ’ ἐπέχει Σαλαμὶς θεσμοθέτην ἱερόν.

### book 87.1.1

Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ,

### book 87.1.2

ὀστὰ δ’ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες·

### book 87.1.3

ψυχὴν δ’ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ

### book 87

θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

### book 88.1.1

Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς

### book 88.1.2

Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον.

### book 88.1.3

εἰ δ’ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς,

### book 88.1.4

οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος.

### book 89.1.1

Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω

### book 89.1.2

τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον·

### book 89.1.3

„Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ

### book 89.1.4

νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ ἐμέ,

### book 89.5.1

ἡ δ’ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ’ ἄγε, σὺμ μοὶ

### book 89.5.2

βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.“

### book 89.5.3

εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας·

### book 89.5.4

„Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος

### book 89.5.5

(οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες

### book 89.10.1

ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ),

### book 89.10.2

κείνων ἔρχεο“, φησί, „μετ’ ἴχνια.“ χὠ μὲν ἐπέστη

### book 89.10.3

πλησίον· οἱ δ’ ἔλεγον· „Τὴν κατὰ σαυτὸν ἔλα.“

### book 89.10.4

ταῦτ’ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου

### book 89.10.5

δράξασθαι, παίδων κληδόνα συνθέμενος.

### book 89.15.1

τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,

### book 89.15.2

οὕτω καὶ σύ γ’ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.

### book 90

Κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει

### book 90

ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.

### book 91.1.1

Τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς

### book 91.1.2

εἰς Ἀίδην πολιῷ γήραϊ νιφόμενον·

### book 91.1.3

εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτ’ ἀποκλινθεὶς

### book 91.1.4

παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.

### book 92.1.1

Ἐς Σκυθίην Ἀνάχαρσις ὅτ’ ἤλυθε πολλὰ μογήσας,

### book 92.1.2

πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς·

### book 92.1.3

τὸν δ’ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα

### book 92.1.4

πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.

### book 93.1

Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον,

### book 93.2

Πυθαγόρῃ τῷ ’μῷ λέγε ταῦθ’, ὅτι πρῶτος ἁπάντων

### book 93.3

ἔστιν ἀν’ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδ’ ἀγορεύων.

### book 94.1

Ἐνθάδε πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας

### book 94.2

οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας.

### book 95.1.1

Ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν

### book 95.1.2

καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·

### book 95.1.3

ἀλλ’ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ’ αὑτὸν

### book 95

ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

### book 96.1.1

Πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως

### book 96.1.2

καὶ σοφὸν εἶπε θεὸς καὶ θεὸν ἡ Σοφία.

### book 96.1.3

πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς μὲν ἐδέξω,

### book 96.1.4

αὐτοὶ δ’ ἐξέπιον τοῦτο τεῷ στόματι.

### book 97.1.1

Οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,

### book 97.1.2

ἀλλ’ ἄνοδον ζητῶν, ἐς Διὸς ἥτις ἄγοι,

### book 97.1.3

παιδείης παρ’ ἑῆς, Ἑλληνικὰ πράγματα δείξας

### book 97.1.4

ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

### book 98.1.1

Εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται

### book 98.1.2

φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου,

### book 98.1.3

ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν

### book 98.1.4

(οὕτως ἀρέσκῃ) κεῖθι καὶ μένειν ἔγνως.

### book 99.1.1

Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ

### book 99.1.2

Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις·

### book 99.1.3

σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων

### book 99.1.4

δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.

### book 99.5

κεῖσαι δ’ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,

### book 99

ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

### book 100.1.1

Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ’ ὅτι καλός,

### book 100.1.2

ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται.

### book 100.1.3

θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ’ ἀνιήσεις

### book 100.1.4

ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

### book 101.1.1

Ἀλλ’ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,

### book 101.1.2

οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,

### book 101.1.3

ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν

### book 101.1.4

κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

### book 102.1.1

Χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον

### book 102.1.2

πλήξας ἴαχεν „Ὤ“ σύντονον, εἶτ’ ἔθανεν,

### book 102.1.3

ὁ πάντα παντὶ Ξενοκράτης ἀνὴρ γεγώς.

### book 103.1.1

〈Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα

### book 103.1.2

ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,〉

### book 103.1.3

ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος

### book 103.1.4

ἱερὸς ἤισσεν δαιμονίου στόματος·

### book 103.5

καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει

### book 103

αἰῶν’ ἀστρέπτοις δόγμασι πειθόμενος.

### book 104.1.1

Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς

### book 104.1.2

ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;

### book 104.1.3

οἰκτείρω δ’ οὐ τόσσον, ἐπεὶ θάνες, ἀλλ’ ὅτι Μούσας

### book 104.1.4

ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

### book 105.1.1

Καὶ σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρ’ ἄκαιρος

### book 105.1.2

Βάκχος ἑλὼν Ἀίδην ποσσὶν ἔσυρέ ς’ ἄκροις.

### book 105.1.3

ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ,

### book 105.1.4

λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;

### book 106.1.1

„Χαίρετε καὶ μέμνησθε τὰ δόγματα“ τοῦτ’ Ἐπίκουρος

### book 106.1.2

ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος·

### book 106.1.3

θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ τὸν ἄκρητον

### book 106.1.4

ἔσπασεν, εἶτ’ ἀίδην ψυχρὸν ἐπεσπάσατο.

### book 107.1.1

Εὐρυμέδων ποτ’ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας

### book 107.1.2

γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος·

### book 107.1.3

ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε. τοῦτ’ ἀκονιτὶ

### book 107

ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.

### book 108.1.1

Καὶ πῶς, εἰ μὴ Φοῖβος ἀν’ Ἑλλάδα φύσε Πλάτωνα,

### book 108.1.2

ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;

### book 108.1.3

καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ

### book 108.1.4

σώματος ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.

### book 109.1.1

Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,

### book 109.1.2

τὸν μέν, ἵνα ψυχήν, τὸν δ’, ἵνα σῶμα σάοι·

### book 109.1.3

δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἥν ποθ’ ἑαυτῷ

### book 109.1.4

ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.

### book 110.1.1

Οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,

### book 110.1.2

ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·

### book 110.1.3

δὴ γὰρ καὶ Θεόφραστος, ἕως ἐπόνει μέν, ἄπηρος

### book 110.1.4

ἦν δέμας, εἶτ’ ἀνεθεὶς κάτθανε πηρομελής.

### book 111.1.1

Λεπτὸς ἀνὴρ δέμας ἦν· εἰ μὴ προσέχῃς, ἀπόχρη μοι·

### book 111.1.2

Στράτωνα τοῦτον φημί γε,

### book 111.1.3

Λάμψακος ὅν ποτ’ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων

### book 111

θνῄσκει λαθὼν οὐδ’ ᾔσθετο.

### book 112.1.1

Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς

### book 112.1.2

κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ’ ἐγώ,

### book 112.1.3

τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν

### book 112.1.4

ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.

### book 113.1.1

Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον

### book 113.1.2

ἰὸν ἔχουσα πολὺν

### book 113.1.3

ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ’ ὀμμάτων,

### book 113.1.4

ἀλλ’ ἀίδην μέλανα.

### book 114.1.1

Ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,

### book 114.1.2

ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων·

### book 114.1.3

ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ

### book 114.1.4

ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν ἑάλως.

### book 115.1.1

Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες. —„Ὧδε πεφυκώς,

### book 115.1.2

ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.“ —

### book 115.1.3

Ἀλλ’ ἔθανες φθισικός, τάχ’ ἐρεῖ τις ἴσως. —„Τί δὲ τοῦτο;

### book 115

πάντως εἰς ἀίδην δεῖ τιν’ ὁδηγὸν ἔχειν.“

### book 116.1.1

Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος

### book 116.1.2

ἐς Ἄϊδος; —„Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.“

### book 117.1.1

Ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,

### book 117.1.2

Ζήνων σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·

### book 117.1.3

ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ

### book 117.1.4

αἵρεσιν ἀτρέστου ματέρ’ ἐλευθερίας.

### book 117.5.1

εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος

### book 117.5.2

κεῖνος, ἀφ’ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.

### book 118.1.1

Τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος, ὡς ὑπὸ γήρως

### book 118.1.2

πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·

### book 118.1.3

〈οἱ δ’, ὅτι προσκόψας ποτ’ ἔφη χερὶ γῆν ἀλοήσας·

### book 118.1.4

„Ἔρχομαι αὐτόματος. τί δὴ καλεῖς με;“〉

### book 119

Ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα

### book 119

κεῖν’, ἐφ’ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην ...

### book 120.1.1

Καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα

### book 120.1.2

φασὶν ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος·

### book 120.1.3

„Παῦσαι, μηδὲ ῥάπιζ’, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ

### book 120.1.4

ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων.“

### book 121.1.1

Οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς.

### book 121.1.2

τίς γάρ, ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;

### book 121.1.3

ἀλλ’ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ,

### book 121.1.4

δὴ τότε καὶ ψυχὴν μὴ ἔχον ἐσθίομεν.

### book 122.1.1

Αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη

### book 122.1.2

καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;

### book 122.1.3

χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ,

### book 122.1.4

ἐξ Ἀκραγαντίνων κάτθαν’ ἐνὶ τριόδῳ.

### book 123.1.1

Καὶ σύ ποτ’, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας

### book 123.1.2

πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον·

### book 123.1.3

οὐκ ἐρέω δ’, ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,

### book 123

ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.

### book 124.1.1

Ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος, ὥς ποτ’ ἀμάξης

### book 124.1.2

ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν.

### book 124.1.3

εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,

### book 124.1.4

πῶς ἂν ἔτ’ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;

### book 125.1

Εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων

### book 125.2

καὶ πόντος ποταμῶν μείζον’ ἔχει δύναμιν,

### book 125.3

φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον,

### book 125.4

ὃν πατρὶς ἐστεφάνως’ ἅδε Συρακοσίων.

### book 126.1.1

Τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν·

### book 126.1.2

εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.

### book 126.1.3

οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,

### book 126.1.4

ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.

### book 127.1.1

Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν

### book 127.1.2

ὧδε διαντλήσας δύσμορος εἶτ’ ἔθανεν·

### book 127.1.3

σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι φέγγος

### book 127

ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.

### book 128.1

Ἡράκλειτος ἐγώ. τί μ’ ἄνω κάτω ἕλκετ’, ἄμουσοι;

### book 128.2

οὐχ ὑμῖν ἐπόνουν, τοῖς δέ μ’ ἐπισταμένοις.

### book 128.3

εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ’ ἀνάριθμοι

### book 128.4

οὐδείς. ταῦτ’ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ.

### book 129.1.1

Ἤθελες, ὦ Ζήνων, (καλὸν ἤθελες) ἄνδρα τύραννον

### book 129.1.2

κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.

### book 129.1.3

ἀλλ’ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ

### book 129.1.4

κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.

### book 130.1.1

Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ’ Ἀθηνῶν

### book 130.1.2

ἔκ ποτ’ ἰὼν καθ’ ὁδὸν πρέσβυς ἐὼν ἔθανες·

### book 130.1.3

εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που

### book 130.1.4

Παλλάδος ἄστυ φύγες, Πλουτέα δ’ οὐκ ἔφυγες.

### book 131.1

Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ αὐτοῦ

### book 131.2

ἥκατο σῶμα γέαν, ψυχὴ ἐνᾶλτο σοφοῖς.

### book 132

Καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ,

### book 132

ἀλλ’ οὐ τιτρῶσκον, † ὢν δὲ γλυκὺ κνῆσμα.

### book 133.1.1

Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι·

### book 133.1.2

πτίσσετ’, Ἀνάξαρχος δ’ ἐν Διός ἐστι πάλαι·

### book 133.1.3

καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει

### book 133.1.4

ῥήματα Φερσεφόνη· „Ἔρρε, μυλωθρὲ κακέ.“

### book 134.1

Ἐνθάδε Γοργίεω κεφαλὴ κυνικοῦ κατάκειμαι

### book 134.2

οὐκέτι χρεμπτομένη οὔτ’ ἀπομυσσομένη.

### book 135.1

Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται,

### book 135.2

Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς,

### book 135.3

πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης,

### book 135.4

δόξαν ἑλὼν πολλὴν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ.

### book 136.1

Ἥρωος Πριάμου βαιὸς τάφος, οὐχ ὅτι τοίου

### book 136

ἄξιος, ἀλλ’ ἐχθρῶν χερσὶν ἐχωννύμεθα.

### book 137.1.1

Μή με τάφῳ σύγκρινε τὸν Ἕκτορα μηδ’ ἐπὶ τύμβῳ

### book 137.1.2

μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον.

### book 137.1.3

Ἰλιάς, αὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ

### book 137.1.4

φεύγοντες· τούτοις πᾶσιν ἐχωννύμεθα·

### book 137.5.1

εἰ δ’ ὀλίγην ἀθρεῖς ἐπ’ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος·

### book 137.5.2

Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.

### book 138.1.1

Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις,

### book 138.1.2

θειοδόμου τείχευς ἕρκος ἐρυμνότερον,

### book 138.1.3

ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος,

### book 138.1.4

Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος.

### book 139.1

Ἕκτορι μὲν Τροία συγκάτθανεν οὐδ’ ἔτι χεῖρας

### book 139.2

ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις·

### book 139.3

Πέλλα δ’ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα

### book 139.4

ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα.

### book 140.1.1

Καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει,

### book 140.1.2

στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. —

### book 140.1.3

„Γεννήτωρ Πρίαμος, γᾶ δ’ Ἴλιον, οὔνομα δ’ Ἕκτωρ,

### book 140

ὦνερ, ὑπὲρ πάτρας δ’ ὤλετο μαρνάμενος.“

### book 141.1.1

Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾄσεται αἰὼν

### book 141.1.2

Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενον·

### book 141.1.3

σᾶμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι

### book 141.1.4

Νύμφαι ἀπεχθομένης Ἰλίου ἀντιπέρας.

### book 141.5.1

δένδρεα δυσμήνιτα καί, ἤν ποτε τεῖχος ἴδωσι

### book 141.5.2

Τρώιον, αὐαλέαν φυλλοχοεῦντι κόμην.

### book 141.5.3

ὅσσος ἐν ἡρώεσσι τότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν

### book 141.5.4

ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρεμόσιν.

### book 142.1

Τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὅν ποτ’ Ἀχαιοὶ

### book 142.2

δώμησαν Τρώων δεῖμα καὶ ἐσσομένων·

### book 142.3

αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης

### book 142.4

κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος.

### book 143.1

Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω,

### book 143.2

χαίρετον, Αἰακίδη καὶ σὺ Μενοιτιάδη.

### book 144.1

Ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως

### book 144

ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.

### book 145.1.1

Ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι

### book 145.1.2

Αἴαντος τύμβῳ κειρομένα πλοκάμους,

### book 145.1.3

θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ’ Ἀχαιοῖς

### book 145.1.4

ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.

### book 146.1.1

Σῆμα παρ’ Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖς

### book 146.1.2

θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα,

### book 146.1.3

ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶν

### book 146.1.4

οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος.

### book 146.5.1

τεύχεα δ’ ἂν λέξειεν Ἀχιλλέος· „Ἄρσενος ἀκμᾶς,

### book 146.5.2

οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.“

### book 147.1.1

Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας

### book 147.1.2

νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·

### book 147.1.3

οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,

### book 147.1.4

οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·

### book 147.5.1

ἀλλ’ αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα

### book 147.5.2

ἱδρυθεὶς ἔτλης λαίλαπα δυσμενέων.

### book 147.5.3

εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλὰς

### book 147.5.4

ἄξιον ἀντ’ ἀρετᾶς ὅπλα ποροῦσα γέρας,

### book 147.5.5

Μοιράων βουλῇσι τάδ’ ἄμπλακεν, ὡς ἂν ὑπ’ ἐχθρῶν

### book 147.10

μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.

### book 148.1.1

Σῆμα τόδ’ Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα,

### book 148.1.2

αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ.

### book 148.1.3

οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῖα

### book 148.1.4

εὑρέμεναι Κλωθὼ τῷδ’ ἕτερον φονέα.

### book 149.1.1

Κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δ’ ἔμπης

### book 149.1.2

ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου·

### book 149.1.3

τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμης

### book 149.1.4

οὐχ εὑρὼν παλάμῃ θῆκεν ὑπ’ αὐτοφόνῳ.

### book 150.1.1

Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλων

### book 150.1.2

μέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις.

### book 151

Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δ’ Αἴας

### book 151

ζωστῆρ’· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος.

### book 152.1

Πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις

### book 152.2

Αἴας ἐκ πολέμου μνῆμ’ ἔπορον φιλίης·

### book 152.3

Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε·

### book 152.4

τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ·

### book 152.5.1

τὸ ξίφος εἷλ’ Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρ

### book 152.5.2

εἵλκυσε Πριαμίδην δίφρια συρόμενον.

### book 152.5.3

οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα,

### book 152.5.4

ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου.

### book 153.1.1

Χαλκῆ παρθένος εἰμί, Μίδα δ’ ἐπὶ σήματι κεῖμαι.

### book 153.1.2

ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,

### book 153.1.3

αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ

### book 153.1.4

ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.

### book 154.1

Κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα

### book 154.2

ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης·

### book 154.3

εἰμὶ δὲ Κὴρ τυμβοῦχος, ὁ δὲ κτείνας με Κόροιβος,

### book 154.4

κεῖται δ’ ὧδ’ ὑπ’ ἐμοῖς ποσσὶ διὰ τρίποδα·

### book 154.5

Δελφὶς γὰρ φάμα τόδ’ ἐθέσπισεν, ὄφρα γενοίμαν

### book 154

τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης.

### book 155.1

Ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον

### book 155.2

γέλωτι κεράσας Νικαεὺς Φιλιστίων

### book 155.3

ἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου,

### book 155.4

πολλάκις ἀποθανών, ὧδε δ’ οὐδεπώποτε.

### book 156.1.1

Ἰξῷ καὶ καλάμοισιν ἀπ’ ἠέρος αὑτὸν ἔφερβεν

### book 156.1.2

Εὔμηλος λιτῶς, ἀλλ’ ἐν ἐλευθερίῃ·

### book 156.1.3

οὔποτε δ’ ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι·

### book 156.1.4

τοῦτο τρυφὴν κείνῳ, τοῦτ’ ἔφερ’ εὐφροσύνην.

### book 156.5.1

τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδ’ ἰαύει,

### book 156.5.2

παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους.

### book 157.1

Τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκαν

### book 157.2

ἡμετέρης βιοτῆς μάντιες αἰθέριοι.

### book 157.3

ἀρκοῦμαι τούτοισιν· ὁ γὰρ χρόνος ἄνθος ἄριστον

### book 157.4

ἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος.

### book 158.1

Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος,

### book 158.2

φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν,

### book 158.3

οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ

### book 158.4

Ἀδριανός, προτέρων προφερέστερος ἡγεμονήων,

### book 158.5.1

καὶ πάις Ἀδριανοῖο, μέγ’ ἔξοχος Ἀντωνῖνος,

### book 158.5.2

ὄφρα καὶ ἐσσομένοισι μετ’ ἀνδράσι κῦδος ἄροιτο

### book 158.5.3

εἵνεκεν εὐεπίης, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων,

### book 158.5.4

ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων

### book 158.5.5

βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα.

### book 159.1.1

Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν,

### book 159.1.2

Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ,

### book 159.1.3

τεκτοσύνῃ δ’ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος,

### book 159.1.4

Τηλεφάνης δ’ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε.

### book 160.1.1

Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα·

### book 160.1.2

Ἄρης δ’ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.

### book 161.1.1

Ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας

### book 161.1.2

γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους; —

### book 161.1.3

„Ἀγγέλλω μερόπεσσιν, ὁθούνεκεν, ὅσσον ἄριστος

### book 161.1.4

οἰωνῶν γενόμαν, τόσσον ὅδ’ ἠιθέων.

### book 161.5

δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι,

### book 161

ἄμμες δ’ ἀτρέστοις ἀνδράσι τερπόμεθα.“

### book 162.1.1

Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς

### book 162.1.2

πῦρ ἐπ’ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων,

### book 162.1.3

Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι

### book 162.1.4

ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου.

### book 162.5.1

ἀλλὰ περιστείλας με δίδου χθονί, μηδ’ ἐπὶ νεκρῷ

### book 162.5.2

λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς.

### book 163.1.1

Τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; —

### book 163.1.2

„Πρηξὼ Καλλιτέλευς.“ —Καὶ ποδαπή; —„Σαμίη.“ —

### book 163.1.3

Τίς δέ σε καὶ κτερέιξε; —„Θεόκριτος, ᾧ με γονῆες

### book 163.1.4

ἐξέδοσαν.“ —Θνῄσκεις δ’ ἐκ τίνος; —„Ἐκ τοκετοῦ.“ —

### book 163.5.1

Εὖσα πόσων ἐτέων; —„Δύο κεἴκοσιν.“ —Ἦ ῥά γ’ ἄτεκνος; —

### book 163.5.2

„Οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.“ —

### book 163.5.3

Ζώοι σοι κεῖνός γε καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. —

### book 163.5.4

„Καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.“

### book 164.1.1

Φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. —„Καλλιτέλης μὲν

### book 164.1.2

ὁ σπείρας, Πρηξὼ δ’ οὔνομα, γῆ δὲ Σάμος.“ —

### book 164.1.3

Σᾶμα δὲ τίς τόδ’ ἔχωσε; —„Θεόκριτος, ὁ πρὶν ἄθικτα

### book 164.1.4

ἁμετέρας λύσας ἅμματα παρθενίης.“ —

### book 164.5.1

Πῶς δὲ θάνες; —„Λοχίοισιν ἐν ἄλγεσιν.“ —Εἰπὲ δέ, ποίην

### book 164.5.2

ἦλθες ἐς ἡλικίην. —„Δισσάκις ἑνδεκέτις.“ —

### book 164.5.3

Ἦ καὶ ἄπαις; —„Οὔ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι

### book 164.5.4

Καλλιτέλη, τριετῆ παῖδ’ ἔτι νηπίαχον.“ —

### book 164.5.5

Ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. —„Καὶ σόν, ὁδῖτα,

### book 164.10

οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.“

### book 165.1.1

Εἰπέ, γύναι, τίς ἔφυς. —„Πρηξώ.“ —Τίνος ἔπλεο πατρός; —

### book 165.1.2

„Καλλιτέλευς.“ —Πάτρας δ’ ἐκ τίνος ἐσσί; —„Σάμου.“ —

### book 165.1.3

Μνᾶμα δέ σου τίς ἔτευξε; —„Θεόκριτος, ὅς με σύνευνον

### book 165.1.4

ἤγετο.“ —Πῶς δ’ ἐδάμης; —„Ἄλγεσιν ἐν λοχίοις.“ —

### book 165.5.1

Εἰν ἔτεσιν τίσιν εὖσα; —„Δὶς ἕνδεκα.“ —Παῖδα δὲ λείπεις; —

### book 165.5.2

„Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.“ —

### book 165.5.3

Ζωῆς τέρμαθ’ ἵκοιτο μετ’ ἀνδράσι. —„Καὶ σέο δοίη

### book 165.5.4

παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.“

### book 166.1.1

Τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην

### book 166.1.2

ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος,

### book 166.1.3

σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ

### book 166.1.4

κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν.

### book 166.5.1

ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι

### book 166.5.2

θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.

### book 167.1.1

Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου

### book 167.1.2

παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης,

### book 167.1.3

ὅσσον ἐπ’ ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων

### book 167.1.4

ἔφθασεν οὐδ’ αὐτῶν εἴκοσιν ἠελίων.

### book 167.5

ὀκτωκαιδεκέτις δ’ αὐτὴ θάνον, ἄρτι τεκοῦσα,

### book 167

ἄρτι δὲ καὶ νύμφη, πάντ’ ὀλιγοχρόνιος.

### book 168.1.1

„Εὐχέσθω τις ἔπειτα γυνὴ τόκον,“ εἶπε Πολυξὼ

### book 168.1.2

γαστέρ’ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων·

### book 168.1.3

μαίης δ’ ἐν παλάμῃσι χύθη νέκυς, οἱ δ’ ἐπὶ γαῖαν

### book 168.1.4

ὤλισθον κοίλων ἄρσενες ἐκ λαγόνων,

### book 168.5.1

μητέρος ἐκ νεκρῆς ζωὸς γόνος. εἷς ἄρα δαίμων

### book 168.5.2

τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δ’ ἔπορεν.

### book 169.1

Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ’ ἀπ’ ἐμεῖο

### book 169.2

κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.

### book 169.3

κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης

### book 169.4

ἐς Φάρον, ἥδε δ’ ἐγὼ Κεκροπίς εἰμι νέκυς.

### book 169.5.1

εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ’, ὅτ’ ἔπλωεν ἐκεῖνος

### book 169.5.2

τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων.

### book 169.5.3

Βοιίδιον δὲ καλεῦμαι ἔθ’ ὡς τότε· νῦν δὲ Χάρητος

### book 169.5.4

εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.

### book 170.1.1

Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα

### book 170.1.2

εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·

### book 170.1.3

ἐκ δ’ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ

### book 170.1.4

σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.

### book 170.5

Νύμφας δ’ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ’ ἐπὶ γούνοις

### book 170

ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.

### book 171.1.1

Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις

### book 171.1.2

τᾶσδ’ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου.

### book 171.1.3

ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος οὐδ’ ἔτι νεῖται

### book 171.1.4

ἰξὸν ἐπ’ ἀγρευταῖς χευάμενος καλάμοις.

### book 172.1.1

Ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων

### book 172.1.2

σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον,

### book 172.1.3

ῥινοῦ χερμαστῆρος ἐύστροφα κῶλα τιταίνων

### book 172.1.4

Ἀλκιμένης πτανῶν εἶργον ἄπωθε νέφος·

### book 172.5.1

καί μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα

### book 172.5.2

σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον

### book 172.5.3

ἠελίου χήρωσεν· ἴδ’, ὡς τὰ κατ’ αἰθέρα λεύσσων

### book 172.5.4

τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.

### book 173.1.1

Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον

### book 173.1.2

ἐξ ὄρεος πολλῇ νιφόμεναι χιόνι,

### book 173.1.3

αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει

### book 173

ὕπνον, ἐκοιμήθη δ’ ἐκ πυρὸς οὐρανίου.

### book 174.1.1

Οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας

### book 174.1.2

ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου·

### book 174.1.3

οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα

### book 174.1.4

δέξονται σκιερᾷ πὰρ δρυῒ κεκλιμένου.

### book 174.5.1

ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δ’ ἐπὶ μάνδραν

### book 174.5.2

ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν.

### book 175.1.1

Οὕτω πᾶς’ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις,

### book 175.1.2

ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες,

### book 175.1.3

ἡ δ’ ὕνις ἐν νεκύεσσι. τί τοι πλέον; ἢ πόσος οὗτος

### book 175.1.4

πυρός, ὃν ἐκ τέφρης κοὐ χθονὸς ἁρπάσετε;

### book 175.5.1

οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει

### book 175.5.2

τοίης ἀρξαμένους πᾶσι κακοσπορίης.

### book 176.1.1

Οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαι

### book 176.1.2

γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς·

### book 176.1.3

ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δ’ ἀροτῆρος

### book 176.1.4

χερσὶ σιδηρείη μ’ ἐξεκύλισεν ὕνις.

### book 176.5.1

ἦ ῥα κακῶν θάνατόν τις ἔφη λύσιν, ὁππότ’ ἐμεῖο,

### book 176.5.2

ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος;

### book 177.1

Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.

### book 178.1.1

Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ,

### book 178.1.2

δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα.

### book 178.1.3

εὐαίων ἀσινῆ τείνοις βίον· ἢν δ’ ὑπὸ γήρως

### book 178.1.4

πρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ.

### book 179.1.1

Σοὶ καὶ νῦν ὑπὸ γῆν, ναὶ δέσποτα, πιστὸς ὑπάρχω

### book 179.1.2

ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος,

### book 179.1.3

ὥς με τότ’ ἐκ νούσου τρὶς ἐπ’ ἀσφαλὲς ἤγαγες ἴχνος

### book 179.1.4

καὶ νῦν ἀρκούσῃ τῇδ’ ὑπέθου καλύβῃ,

### book 179.5.1

Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας

### book 179.5.2

ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους.

### book 180.1.1

Ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο,

### book 180.1.2

δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον,

### book 180.1.3

ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον,

### book 180.1.4

ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω·

### book 180.5.1

ἀμφὶ δ’ ἔμ’ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν

### book 180.5.2

ἔστ’ Ἀίδης· ζήσω τὸν σὸν ὑπ’ ἠέλιον.

### book 181.1.1

Οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος,

### book 181.1.2

Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους.

### book 181.1.3

ἁ δὲ σέθεν φθιμένας πολιοὺς νεοθῆγι σιδάρῳ

### book 181

κείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους.

### book 182.1.1

Οὐ γάμον, ἀλλ’ Ἀίδαν ἐπινυμφίδιον Κλεαρίστα

### book 182.1.2

δέξατο παρθενίας ἅμματα λυομένα.

### book 182.1.3

ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν

### book 182.1.4

λωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι·

### book 182.5.1

ἠῷοι δ’ ὀλολυγμὸν ἀνέκραγον, ἐς δ’ ὑμέναιος

### book 182.5.2

σιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο.

### book 182.5.3

αἱ δ’ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν περὶ παστῷ

### book 182.5.4

πεῦκαι καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν.

### book 183.1.1

[Παρθενικῆς τάφος εἴμ’ Ἑλένης, πένθει δ’ ἐπ’ ἀδελφῷ]

### book 183.1.2

Ἅιδης τὴν Κροκάλης ἔφθασε παρθενίην·

### book 183.1.3

εἰς δὲ γόους ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντων

### book 183.1.4

ἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος.

### book 184.1.1

Παρθενικῆς τάφος εἴμ’ Ἑλένης, πένθει δ’ ἐπ’ ἀδελφοῦ

### book 184.1.2

προφθιμένου διπλᾶ μητρὸς ἔχω δάκρυα.

### book 184.1.3

μνηστῆρσιν δ’ ἔλιπεν κοίν’ ἄλγεα· τὴν γὰρ ἔτ’ οὔπω

### book 184

οὐδενὸς ἡ πάντων ἐλπὶς ἔκλαυσεν ἴσως.

### book 185.1.1

Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμης

### book 185.1.2

κεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ·

### book 185.1.3

ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρὸς

### book 185.1.4

κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ,

### book 185.5.1

πῦρ ἕτερον σπεύδουσα· τὸ δ’ ἔφθασεν οὐδὲ κατ’ εὐχὴν

### book 185.5.2

ἡμετέρην ἧψεν λαμπάδα Φερσεφόνῃ.

### book 186.1.1

Ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει

### book 186.1.2

λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις.

### book 186.1.3

θρῆνος δ’ εἰς ὑμέναιον ἐκώμασεν· ἡ δὲ τάλαινα,

### book 186.1.4

οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο.

### book 186.5.1

δακρυόεις Ἀίδη, τί πόσιν νύμφης διέλυσας,

### book 186.5.2

αὐτὸς ἐφ’ ἁρπαγίμοις τερπόμενος λέχεσιν;

### book 187.1.1

Ἡ γρῆυς Νικὼ Μελίτης τάφον ἐστεφάνωσε

### book 187.1.2

παρθενικῆς. Ἀίδη, τοῦθ’ ὁσίως κέκρικας;

### book 188.1.1

Δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη,

### book 188.1.2

ὥριος, ἀκμαίης οἷά τ’ ἐφ’ ἡλικίης·

### book 188.1.3

ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος

### book 188

οὐδ’ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν,

### book 188.5.1

πένθιμος ἀλλ’ Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δ’ Ἐρινὺς

### book 188.5.2

φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα·

### book 188.5.3

ἤματι δ’ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς,

### book 188.5.4

τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες.

### book 189.1.1

Οὐκέτι δή σε, λίγεια, κατ’ ἀφνεὸν Ἀλκίδος οἶκον,

### book 189.1.2

ἀκρί, μελιζομέναν ὄψεται Ἀέλιος·

### book 189.1.3

ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαι

### book 189.1.4

καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας.

### book 190.1.1

Ἀκρίδι, τᾷ κατ’ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ

### book 190.1.2

τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,

### book 190.1.3

παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς

### book 190.1.4

παίγνι’ ὁ δυσπειθὴς ᾤχετ’ ἔχων Ἀίδας.

### book 191.1.1

Ἁ πάρος ἀντίφθογγον ἀποκλάγξασα νομεῦσι

### book 191.1.2

πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχθυβόλοις,

### book 191.1.3

πολλάκι δὲ κρέξασα πολύθροον οἷά τις ἀχὼ

### book 191.1.4

κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,

### book 191.5

νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα

### book 191

κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.

### book 192.1.1

Οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις,

### book 192.1.2

ἀκρί, κατ’ εὐκάρπους αὔλακας ἑζομένα,

### book 192.1.3

οὐδέ με κεκλιμένον σκιερὰν ὑπὸ φυλλάδα τέρψεις,

### book 192.1.4

ξουθᾶν ἐκ πτερύγων ἁδὺ κρέκουσα μέλος.

### book 193.1.1

Τάνδε κατ’ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ

### book 193.1.2

πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις,

### book 193.1.3

ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη,

### book 193.1.4

τερπνὰ δι’ ἀγλώσσου φθεγγομένα στόματος.

### book 194.1.1

Ἀκρίδα Δαμοκρίτου μελεσίπτερον ἅδε θανοῦσαν

### book 194.1.2

ἄργιλος δολιχὰν ἀμφὶ κέλευθον ἔχει,

### book 194.1.3

ἇς καί, ὅτ’ ἰθύσειε πανέσπερον ὕμνον ἀείδειν,

### book 194.1.4

πᾶν μέλαθρον μολπᾶς ἴαχ’ ὑπ’ εὐκελάδου.

### book 195.1.1

Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου,

### book 195.1.2

ἀκρίς, ἀρουραίη Μοῦσα λιγυπτέρυγε,

### book 195.1.3

αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινὸν

### book 195.1.4

ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας,

### book 195.5.1

ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης,

### book 195.5.2

ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον.

### book 195.5.3

δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω

### book 195

καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας.

### book 196.1.1

Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθεὶς

### book 196.1.2

ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλον·

### book 196.1.3

ἄκρα δ’ ἐφεζόμενος πετάλοις πριονώδεσι κώλοις

### book 196.1.4

αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας.

### book 196.5.1

ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαις

### book 196.5.2

παίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον,

### book 196.5.3

ὄφρα φυγὼν τὸν Ἔρωτα μεσημβρινὸν ὕπνον ἀγρεύσω

### book 196.5.4

ἐνθάδ’ ὑπὸ σκιερῇ κεκλιμένος πλατάνῳ.

### book 197.1.1

Δαμοκρίτῳ μὲν ἐγώ, λιγυρὰν ὅκα μοῦσαν ἐνείην

### book 197.1.2

ἀκρὶς ἀπὸ πτερύγων, τὸν βαθὺν ἆγον ὕπνον·

### book 197.1.3

Δαμόκριτος δ’ ἐπ’ ἐμοὶ τὸν ἐοικότα τύμβον, ὁδῖτα,

### book 197.1.4

ἐγγύθεν Ὠρωποῦ χεῦεν ἀποφθιμένᾳ.

### book 198.1.1

Εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπ’ οὔδεος, ὦ παροδῖτα,

### book 198.1.2

λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται,

### book 198.1.3

αἰνοίης, ὤνθρωπε, Φιλαινίδα· τὴν γὰρ ἀοιδὸν

### book 198.1.4

ἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν,

### book 198.5.1

διπλοῦς ἐς λυκάβαντας ἐφίλατο, τὴν καλαμῖτιν,

### book 198.5.2

καὶ θρέψ’ ὑμνιδίῳ χηραμένην πατάγῳ·

### book 198.5.3

καί μ’ οὐδὲ φθιμένην ἀπανήνατο, τοῦτο δ’ ἐφ’ ἡμῖν

### book 198

τὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης.

### book 199.1.1

Ὄρνεον ὦ Χάρισιν μεμελημένον, ὦ παρόμοιον

### book 199.1.2

ἀλκυόσιν τὸν σὸν φθόγγον ἰσωσάμενον,

### book 199.1.3

ἡρπάσθης, φίλε λαιέ· σὰ δ’ ἤθεα καὶ τὸ σὸν ἡδὺ

### book 199.1.4

πνεῦμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.

### book 200.1.1

Οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς

### book 200.1.2

τέρψομ’ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων·

### book 200.1.3

χεῖρα γὰρ εἰς ἀρεὰν παιδὸς πέσον, ὅς με λαθραίως

### book 200.1.4

μάρψεν ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.

### book 201.1.1

Οὐκέτι δὴ χλωροῖσιν ἐφεζόμενος πετάλοισιν

### book 201.1.2

ἁδεῖαν μέλπων ἐκπροχέεις ἰαχάν,

### book 201.1.3

ἀλλά σε γαρύοντα κατήναρεν, ἠχέτα τέττιξ,

### book 201.1.4

παιδὸς † ἀπηιθέου χεὶρ ἀναπεπταμένα.

### book 202.1.1

Οὐκέτι μ’ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων

### book 202.1.2

ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·

### book 202.1.3

ἦ γάρ ς’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν

### book 202

ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.

### book 203.1.1

Οὐκέτ’ ἀν’ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ,

### book 203.1.2

ἠχήεσσαν ἱεῖς γῆρυν ἀπὸ στομάτων,

### book 203.1.3

θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης·

### book 203.1.4

ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.

### book 204.1.1

Οὐκέτι που, τλῆμον σκοπέλων μετανάστρια πέρδιξ,

### book 204.1.2

πλεκτὸς λεπταλέοις οἶκος ἔχει σε λύγοις,

### book 204.1.3

οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης

### book 204.1.4

ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.

### book 204.5.1

σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἆλλα δὲ πάντα

### book 204.5.2

ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.

### book 204.5.3

νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα,

### book 204.5.4

μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ.

### book 205.1.1

Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα

### book 205.1.2

ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις;

### book 205.1.3

οὔ σε, φίλη πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω,

### book 205.1.4

ἀλλ’ ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην.

### book 205.5

ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω,

### book 205

ὅσς’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.

### book 206.1.1

Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη,

### book 206.1.2

τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων.

### book 206.1.3

κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα

### book 206.1.4

λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη.

### book 206.5.1

καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον, οἱ δὲ μύες νῦν

### book 206.5.2

ὀρχοῦνται τῆς σῆς δραξάμενοι σπατάλης.

### book 207.1.1

Τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης

### book 207.1.2

ἄρτι μ’ ἀπὸ στέρνων, οὐατόεντα λαγὼν

### book 207.1.3

ἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρως

### book 207.1.4

Φανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον.

### book 207.5.1

οὐδέ με μητρὸς ἔτ’ εἶχε πόθος, θνῄσκω δ’ ὑπὸ θοίνης

### book 207.5.2

ἀπλήστου πολλῇ δαιτὶ παχυνόμενος.

### book 207.5.3

καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροις

### book 207.5.4

αἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον.

### book 208.1.1

Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις

### book 208.1.2

ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης

### book 208.1.3

τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς

### book 208

ζέσς’, ἐπὶ δ’ ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ.

### book 209.1.1

Αὐτοῦ σοὶ παρ’ ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ,

### book 209.1.2

ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν,

### book 209.1.3

ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξ

### book 209.1.4

θέλγῃ ἀροτραίῃ κείμενον ἐν θαλάμῃ.

### book 210.1.1

Ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων,

### book 210.1.2

ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι,

### book 210.1.3

ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆς

### book 210.1.4

νόσφισεν ὠδίνων τετραέλικτος ὄφις·

### book 210.5.1

καὶ σὲ κινυρομέναν ὁπότ’ ἀθρόος ἦλθε δαΐζων,

### book 210.5.2

ἤριπεν ἐσχαρίου λάβρον ἐπ’ ἄσθμα πυρός.

### book 210.5.3

ὣς θάνεν ἠλιτοεργός· ἴδ’, ὡς Ἥφαιστος ἀμύντωρ

### book 210.5.4

τὰν ἀπ’ Ἐριχθονίου παιδὸς ἔσωσε γονάν.

### book 211.1.1

Τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτρος

### book 211.1.2

ἴσχειν, Εὐμήλου πιστότατον φύλακα.

### book 211.1.3

Ταῦρόν μιν καλέεσκον, ὅτ’ ἦν ἔτι· νῦν δὲ τὸ κείνου

### book 211.1.4

φθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.

### book 212.1.1

Αἰθυίας, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον,

### book 212.1.2

τᾶς ποτ’ ἐλαφρότατον χέρσος ἔθρεψε γόνυ·

### book 212.1.3

πολλαῖς γὰρ νάεσσιν ἰσόδρομον ἄνυσε μᾶκος,

### book 212

ὄρνις ὅπως δολιχὰν ἐκπονέουσα τρίβον.

### book 213.1.1

Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκας

### book 213.1.2

ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος

### book 213.1.3

ἔκρεκες εὐτάρσοιο δι’ ἰξύος, ἀχέτα, μολπάν,

### book 213.1.4

τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.

### book 213.5.1

νῦν δέ σε μυρμάκεσσιν ὑπ’ εἰνοδίοισι δαμέντα

### book 213.5.2

Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.

### book 213.5.3

εἰ δ’ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων

### book 213.5.4

Μαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν.

### book 214.1.1

Οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης,

### book 214.1.2

δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,

### book 214.1.3

οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων

### book 214.1.4

ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν·

### book 214.5.1

οὐδὲ σύ γ’, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων

### book 214.5.2

νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.

### book 214.5.3

ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήθη

### book 214.5.4

κῦμα, πολυψήφους ὦσέ ς’ ἐπὶ ψαμάθους.

### book 215.1.1

Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν

### book 215.1.2

αὐχέν’ ἀναρρίψω βυσσόθεν ὀρνύμενος,

### book 215.1.3

οὐδὲ παρ’ εὐσκάλμοιο νεὼς περικαλλέα χείλη

### book 215.1.4

ποιφυξῶ τἀμᾷ τερπόμενος προτομᾷ·

### book 215.5

ἀλλά με πορφυρέα πόντου νοτὶς ὦς’ ἐπὶ χέρσον,

### book 215

κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρ’ ἠιόνα.

### book 216.1.1

Κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρεν

### book 216.1.2

δελφῖνα, ξείνοις καινὸν ὅραμα τύχης.

### book 216.1.3

ἀλλ’ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες

### book 216.1.4

εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες·

### book 216.5.1

νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ

### book 216.5.2

πίστις, ὃς οὐδ’ ἰδίης φείσατο συντροφίης;

### book 217.1.1

Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν,

### book 217.1.2

ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετ’ Ἔρως.

### book 217.1.3

ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ

### book 217.1.4

πρωτοβόλου, δι’ ὅσης ἤλθετε πυρκαϊῆς.

### book 218.1.1

Τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι

### book 218.1.2

θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν

### book 218.1.3

Λαΐδ’ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου,

### book 218.1.4

Πειρήνης λευκῶν φαιδροτέρην λιβάδων,

### book 218.5.1

τὴν θνητὴν Κυθέρειαν, ἐφ’ ᾗ μνηστῆρες ἀγαυοὶ

### book 218.5.2

πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος,

### book 218.5.3

δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην·

### book 218.1

ἧς καὶ ὑπ’ εὐώδει τύμβος ὄδωδε κρόκῳ,

### book 218.2

ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν

### book 218.10.1

καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι·

### book 218.10.2

ἧς ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια

### book 218.10.3

καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως.

### book 218.10.4

εἰ δ’ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν,

### book 218.10.5

Ἑλλὰς ἂν ὡς Ἑλένης τῆσδ’ ὕπερ ἔσχε πόνον.

### book 219.1.1

Ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα,

### book 219.1.2

ἡ μούνη Χαρίτων λείρια δρεψαμένη

### book 219.1.3

οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον Ἠελίοιο

### book 219.1.4

Λαΐς, ἐκοιμήθη δ’ ὕπνον ὀφειλόμενον,

### book 219.5.1

κώμους καὶ τὰ νέων ζηλώματα καὶ τὰ ποθεύντων

### book 219.5.2

κνίσματα καὶ μύστην λύχνον ἀπειπαμένη.

### book 220.1.1

Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον

### book 220.1.2

Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.

### book 220.1.3

δάκρυ δ’ ἐπισπείσας· „Χαίροις, γύναι· ἐκ γὰρ ἀκουῆς

### book 220.1.4

οἰκτείρω σε,“ ἔφην, „ἣν πάρος οὐκ ἰδόμην.

### book 220.5

ἆ πόσον ἠιθέων νόον ἤκαχες· ἀλλ’ ἴδε, Λήθην

### book 220

ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.“

### book 221.1.1

Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα,

### book 221.1.2

Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας·

### book 221.1.3

ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα χὠ μετ’ ἀοιδῆς

### book 221.1.4

ψαλμὸς καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις.

### book 221.5.1

Ἅιδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην

### book 221.5.2

ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα;

### book 222.1.1

Ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται

### book 222.1.2

Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων,

### book 222.1.3

ᾗ καλύβη καὶ δοῦμος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων

### book 222.1.4

στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν,

### book 222.5.1

ἡ μούνη στέρξασα τὰ Κύπριδος ἀμφὶ γυναικῶν

### book 222.5.2

ὄργια καὶ φίλτρων Λαΐδος ἁψαμένη.

### book 222.5.3

φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳ

### book 222.5.4

μὴ βάτον, ἀλλ’ ἁπαλὰς λευκοΐων κάλυκας.

### book 223.1.1

Ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκαις

### book 223.1.2

καὶ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη,

### book 223.1.3

ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆς

### book 223.1.4

εἰδυῖ’ ἀκρήτου χειλοποτεῖν κύλικας

### book 223.5.1

ἐνθάδ’ ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτ’ ἔρωτι,

### book 223.5.2

οὐκέτι παννυχίδων τερπομένη καμάτοις.

### book 223.5.3

κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθ’ 〈ὑπὸ τύμβῳ〉

### book 223

ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη.

### book 224.1

Εἴκοσι Καλλικράτεια καὶ ἐννέα τέκνα τεκοῦσα

### book 224.2

οὐδ’ ἑνὸς οὐδὲ μιῆς ἐδρακόμην θάνατον·

### book 224.3

ἀλλ’ ἑκατὸν καὶ πέντε διηνυσάμην ἐνιαυτοὺς

### book 224.4

σκίπωνι τρομερὰν οὐκ ἐπιθεῖσα χέρα.

### book 225.1

Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος οὐδὲ σιδήρου

### book 225.2

φείδεται, ἀλλὰ μιῇ πάντ’ ὀλέκει δρεπάνῃ·

### book 225.3

ὣς καὶ Λαέρταο τόδ’ ἠρίον, ὃ σχεδὸν ἀκτᾶς

### book 225.4

βαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν.

### book 225.5.1

οὔνομα μὴν ἥρωος ἀεὶ νέον· οὐ γὰρ ἀοιδὰς

### book 225.5.2

ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται.

### book 226.1.1

Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα

### book 226.1.2

πᾶς’ ἐπὶ πυρκαϊῆς ἥδ’ ἐβόησε πόλις.

### book 226.1.3

οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης

### book 226.1.4

ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.

### book 227.1.1

Οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν ὡς ὁ Μίκωνος

### book 227.1.2

υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ.

### book 227.1.3

εἰ δὲ κάλυμμ’ ὀλίγον, μὴ μέμφεο· μικρὸς ὁ χῶρος,

### book 227

ἀλλ’ ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν.

### book 228.1

Αὑτῷ καὶ τεκέεσσι γυναικί τε τύμβον ἔδειμεν

### book 228.2

Ἀνδροτίων· οὔπω δ’ οὐδενός εἰμι τάφος.

### book 228.3

οὕτω καὶ μείναιμι πολὺν χρόνον· εἰ δ’ ἄρα καὶ δεῖ,

### book 228.4

δεξαίμην ἐν ἐμοὶ τοὺς προτέρους προτέρους.

### book 229.1.1

Τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπ’ ἀσπίδος ἤλυθεν ἄπνους,

### book 229.1.2

ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,

### book 229.1.3

δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δ’ ὁ πρέσβυς

### book 229.1.4

παῖδ’ ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς·

### book 229.5.1

„Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυς

### book 229.5.2

θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.“

### book 230.1.1

Ἁνίκ’ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,

### book 230.1.2

πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,

### book 230.1.3

αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχαν

### book 230.1.4

εἶπε διὰ πλατέων ὠσαμένα λαγόνων·

### book 230.5

„Κάτθανε, μηδ’ ἐχέτω Σπάρτα ψόγον· οὐ γὰρ ἐκείνα

### book 230

ἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.“

### book 231.1.1

Ὧδ’ ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδ’ ἀείρας

### book 231.1.2

τεθνάμεν ἢ φεύγειν εἵλετ’ Ἀρισταγόρας,

### book 231.1.3

υἱὸς ὁ Θευπόμπου. μὴ θαῦμ’ ἔχε· Δωρικὸς ἀνὴρ

### book 231.1.4

πατρίδος, οὐχ ἥβας ὀλλυμένας ἀλέγει.

### book 232.1.1

Λύδιον οὖδας ἔχει τόδ’ Ἀμύντορα, παῖδα Φιλίππου,

### book 232.1.2

πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·

### book 232.1.3

οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός,

### book 232.1.4

ἀλλ’ ὄλετ’ ἀμφ’ ἑτάρῳ σχὼν κυκλόεσσαν ἴτυν·

### book 233.1.1

Αἴλιος, Αὐσονίης στρατιῆς πρόμος, ὁ χρυσέοισι

### book 233.1.2

στέμμασι σωρεύσας αὐχένας ὁπλοφόρους,

### book 233.1.3

νοῦσον ὅτ’ εἰς ὑπάτην ὠλίσθανε τέρμα τ’ ἄφυκτον

### book 233.1.4

εἶδεν, ἀριστείην ἐμφανίσας ἰδίην

### book 233.5

πήξαθ’ ὑπὸ σπλάγχνοισιν ἑὸν ξίφος εἶπέ τε θνῄσκων·

### book 233

„Αὐτὸς ἑκὼν ἐδάμην, μὴ νόσος εὖχος ἔχῃ.“

### book 234.1.1

Αἴλιος, ὁ θρασύχειρ Ἄργους πρόμος, ὁ ψελιώσας

### book 234.1.2

αὐχένα χρυσοδέτοις ἐκ πολέμου στεφάνοις,

### book 234.1.3

τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδρακε θυμῷ

### book 234.1.4

ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην,

### book 234.5.1

ὦσε δ’ ὑπὸ σπλάγχνοις πλατὺ φάσγανον ἓν μόνον εἰπών·

### book 234.5.2

„Ἄνδρας Ἄρης κτείνει, δειλοτέρους δὲ νόσος.“

### book 235.1.1

Μὴ μέτρει Μάγνητι τὸ πηλίκον οὔνομα τύμβῳ

### book 235.1.2

μηδὲ Θεμιστοκλέους ἔργα σε λανθανέτω·

### book 235.1.3

τεκμαίρου Σαλαμῖνι καὶ ὁλκάσι τὸν φιλόπατριν,

### book 235.1.4

γνώσῃ δ’ ἐκ τούτων μείζονα Κεκροπίης.

### book 236.1.1

Οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι

### book 236.1.2

Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης.

### book 237.1.1

Οὔρεά μευ καὶ πόντον ὑπὲρ τύμβοιο χάρασσε

### book 237.1.2

καὶ μέσον ἀμφοτέρων μάρτυρα Λητοΐδην

### book 237.1.3

ἀενάων τε βαθὺν ποταμῶν ῥόον, οἵ ποτε ῥείθροις

### book 237.1.4

Ξέρξου μυριόναυν οὐχ ὑπέμειναν Ἄρην·

### book 237.5

ἔγγραφε καὶ Σαλαμῖνα, Θεμιστοκλέους ἵνα σῆμα

### book 237

κηρύσσει Μάγνης δῆμος ἀποφθιμένου.

### book 238.1.1

Ἠμαθίην ὃς πρῶτος ἐς Ἄρεα βῆσα Φίλιππος,

### book 238.1.2

Αἰγαίην κεῖμαι βῶλον ἐφεσσάμενος,

### book 238.1.3

ῥέξας οἷ’ οὔπω βασιλεὺς τὸ πρίν· εἰ δέ τις αὐχεῖ

### book 238.1.4

μεῖζον ἐμεῦ, καὶ τοῦθ’ αἵματος ἡμετέρου.

### book 239.1.1

Φθίσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς

### book 239.1.2

Φοῖβος· ἀνικήτων ἅπτεται οὐδ’ Ἀίδης.

### book 240.1.1

Τύμβον Ἀλεξάνδροιο Μακηδόνος ἤν τις ἀείδῃ,

### book 240.1.2

ἠπείρους κείνου σῆμα λέγ’ ἀμφοτέρας.

### book 241.1.1

Μυρία τοι, Πτολεμαῖε, πατήρ, ἔπι, μυρία μάτηρ

### book 241.1.2

τειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους·

### book 241.1.3

πολλὰ τιθηνητὴρ ὀλοφύρατο, χερσὶν ἀμήσας

### book 241.1.4

ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν·

### book 241.5.1

ἁ μεγάλα δ’ Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν,

### book 241.5.2

καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος·

### book 241.5.3

καὶ δ’ αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάνα

### book 241.5.4

ἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν.

### book 241.5.5

ὤλεο γὰρ διὰ λοιμόν, ὅλας θοινήτορα χέρσου,

### book 241.10.1

πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ·

### book 241.10.2

οὐδέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο· δὴ γὰρ ἄνακτας

### book 241

τοίους οὐκ Ἀίδας, Ζεὺς δ’ ἐς Ὄλυμπον ἄγει.

### book 242.1.1

Οἵδε πάτραν πολύδακρυν ἐπ’ αὐχένι δεσμὸν ἔχουσαν

### book 242.1.2

ῥυόμενοι δνοφερὰν ἀμφεβάλοντο κόνιν·

### book 242.1.3

ἄρνυνται δ’ ἀρετᾶς αἶνον μέγαν. ἀλλά τις ἀστῶν

### book 242.1.4

τούσδ’ ἐσιδὼν θνᾴσκειν τλάτω ὑπὲρ πατρίδος·

### book 243.1.1

Φωκίδι πὰρ πέτρῃ δέρκευ τάφον· εἰμὶ δ’ ἐκείνων

### book 243.1.2

τῶν ποτε μηδοφόνων μνᾶμα τριηκοσίων,

### book 243.1.3

οἳ Σπάρτας ἀπὸ γᾶς τηλοῦ πέσον ἀμβλύναντες

### book 243.1.4

Ἄρεα καὶ Μῆδον καὶ Λακεδαιμόνιον.

### book 243.5.1

ἣν δ’ ἐσορῇς ἐπ’ ἐμεῖ’ εὐβόστρυχον εἰκόνα θηρός,

### book 243.5.2

ἔννεπε τοῦ ταγοῦ μνᾶμα Λεωνίδεω.

### book 244.1.1

Δισσὰ τριηκοσίων τάδε φάσγανα θούριος Ἄρης

### book 244.1.2

ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων,

### book 244.1.3

ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπ’ ἄλλον

### book 244.1.4

πίπτοντες· Θυρέα δ’ ἦσαν ἄεθλα δορός.

### book 245.1.1

Ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον,

### book 245.1.2

ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων·

### book 245.1.3

ὡς ἱερὰν σῴζειν πειρώμενοι Ἑλλάδα χώραν

### book 245

Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις.

### book 246.1.1

Ἰσσοῦ ἐπὶ προμολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης

### book 246.1.2

ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες,

### book 246.1.3

ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτ’ ἄνακτι

### book 246.1.4

Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα.

### book 247.1.1

Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδ’ ἐπὶ τύμβῳ

### book 247.1.2

Θεσσαλίας τρισσαὶ κείμεθα μυριάδες,

### book 247.1.3

Ἠμαθίῃ μέγα πῆμα· τὸ δὲ θρασὺ κεῖνο Φιλίππου

### book 247.1.4

πνεῦμα θοῶν ἐλάφων ᾤχετ’ ἐλαφρότερον.

### book 248.1.1

Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο

### book 248.1.2

ἐκ Πελοποννάσου χιλιάδες τέτορες.

### book 249.1

Ὦ ξεῖν’, ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε

### book 249

κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.

### book 250.1.1

Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν

### book 250.1.2

ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι

### book 250.1.3

[δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα

### book 250.1.4

ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης.

### book 250.5.1

ὀστέα δ’ ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος

### book 250.5.2

ἀντ’ εὐεργεσίης μνῆμ’ ἐπέθηκε τόδε].

### book 251.1.1

Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες

### book 251.1.2

κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·

### book 251.1.3

οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ’ ἀρετὴ καθύπερθε

### book 251.1.4

κυδαίνους’ ἀνάγει δώματος ἐξ Ἀίδεω.

### book 252.1.1

Οἵδ’ Ἀίδαν στέρξαντες ἐνώπιον οὐχ, ἅπερ ἄλλος,

### book 252.1.2

στάλαν, ἀλλ’ Ἀρετὰν ἀντ’ ἀρετᾶς ἔλαχον.

### book 253.1.1

Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,

### book 253.1.2

ἡμῖν ἐκ πάντων τοῦτ’ ἀπένειμε τύχη·

### book 253.1.3

Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι

### book 253

κείμεθ’ ἀγηράτῳ χρώμενοι εὐλογίῃ.

### book 254.1.1

Χαίρετ’, ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,

### book 254.1.2

κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ,

### book 254.1.3

οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ’ ἥβην

### book 254.1.4

πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.

### book 254b.1.1

Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι

### book 254b.1.2

οὐ κατὰ τοῦτ’ ἐλθών, ἀλλὰ κατ’ ἐμπορίαν.

### book 255.1.1

Κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας

### book 255.1.2

Μοῖρα πολύρρηνον πατρίδα ῥυομένους.

### book 255.1.3

ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις

### book 255.1.4

τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν.

### book 256.1.1

Οἵδε ποτ’ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες

### book 256.1.2

Ἐκβατάνων πεδίῳ κείμεθ’ ἐνὶ μεσάτῳ.

### book 256.1.3

χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετ’, Ἀθῆναι,

### book 256.1.4

γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη.

### book 257.1

Παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες

### book 257

ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην.

### book 258.1.1

Οἵδε παρ’ Εὐρυμέδοντά ποτ’ ἀγλαὸν ὤλεσαν ἥβην

### book 258.1.2

μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις

### book 258.1.3

αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν·

### book 258.1.4

κάλλιστον δ’ ἀρετῆς μνῆμ’ ἔλιπον φθίμενοι.

### book 259.1.1

Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων

### book 259.1.2

κείμεθα· θεῦ, γαίης ὅσσον ἀφ’ ἡμετέρης.

### book 260.1.1

Μὴ μέμψῃ παριὼν τὰ μνήματά μου, παροδῖτα·

### book 260.1.2

οὐδὲν ἔχω θρήνων ἄξιον οὐδὲ θανών.

### book 260.1.3

τέκνων τέκνα λέλοιπα· μιῆς ἀπέλαυσα γυναικὸς

### book 260.1.4

συγγήρου· τρισσοῖς παισὶν ἔδωκα γάμους,

### book 260.5.1

ἐξ ὧν πολλάκι παῖδας ἐμοῖς ἐνεκοίμισα κόλποις,

### book 260.5.2

οὐδενὸς οἰμώξας οὐ νόσον, οὐ θάνατον·

### book 260.5.3

οἵ με κατασπείσαντες ἀπήμονα τὸν γλυκὺν ὕπνον

### book 260.5.4

κοιμᾶσθαι χώρην πέμψαν ἐπ’ εὐσεβέων.

### book 261.1.1

Τί πλέον εἰς ὠδῖνα πονεῖν, τί δὲ τέκνα τεκέσθαι,

### book 261.1.2

ἣ τέκοι εἰ μέλλει παιδὸς ὁρᾶν θάνατον;

### book 261.1.3

ἠιθέῳ γὰρ σῆμα Βιάνορι χεύατο μήτηρ·

### book 261

ἔπρεπε δ’ ἐκ παιδὸς μητέρα τοῦδε τυχεῖν.

### book 262.1.1

Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ·

### book 262.1.2

„Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.“

### book 263.1.1

Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης

### book 263.1.2

θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.

### book 263.1.3

ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν

### book 263.1.4

κύματ’ ἀφ’ ἱμερτὴν ἔκλυσεν ἡλικίην.

### book 264.1.1

Εἴη ποντοπόρῳ πλόος οὔριος· ἢν δ’ ἄρ’ ἀήτης,

### book 264.1.2

ὡς ἐμέ, τοῖς Ἀίδεω προσπελάσῃ λιμέσι,

### book 264.1.3

μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλ’ ἕο τόλμαν,

### book 264.1.4

ὅστις ἀφ’ ἡμετέρου πείσματ’ ἔλυσε τάφου.

### book 265.1.1

Ναυηγοῦ τάφος εἰμί, ὁ δ’ ἀντίον ἐστὶ γεωργοῦ·

### book 265.1.2

ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ’ Ἀίδης.

### book 266.1

Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δ’ ἀνάγονται,

### book 266

φεῦ τόλμης, ἀπ’ ἐμεῦ πείσματα λυσάμενοι.

### book 267.1.1

Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε

### book 267.1.2

χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.

### book 267.1.3

φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως

### book 267.1.4

χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε.

### book 268.1.1

Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα

### book 268.1.2

γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο,

### book 268.1.3

ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ’ ἀπέδυσε,

### book 268.1.4

τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.

### book 268.5.1

κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο,

### book 268.5.2

καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.

### book 269.1.1

Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν·

### book 269.1.2

ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

### book 270.1

Τούσδε ποτ’ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας

### book 270

ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.

### book 271.1.1

Ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς

### book 271.1.2

παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν·

### book 271.1.3

νῦν δ’ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ ἐκείνου

### book 271.1.4

οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

### book 272.1.1

Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ ἐνὶ πόντῳ

### book 272.1.2

ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,

### book 272.1.3

ἔμπορος Αἰγίνηθεν ὅτ’ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ

### book 272.1.4

νεκρός, ἐγὼ δ’ ἄλλως οὔνομα τύμβος ἔχων

### book 272.5.1

κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ

### book 272.5.2

συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“

### book 273.1.1

Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγὶς

### book 273.1.2

καὶ νὺξ καὶ δνοφερῆς κύματα πανδυσίης

### book 273.1.3

ἔβλαψ’ Ὠρίωνος· ἀπώλισθον δὲ βίοιο

### book 273.1.4

Κάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς.

### book 273.5.1

κἀγὼ μὲν πόντῳ δινεύμενος ἰχθύσι κύρμα

### book 273.5.2

οἴχημαι· ψεύστης δ’ οὗτος ἔπεστι λίθος.

### book 274.1.1

Οὔνομα κηρύσσω Τιμοκλέος εἰς ἅλα πικρὴν

### book 274.1.2

πάντῃ σκεπτομένη, ποῦ ποτ’ ἄρ’ ἐστὶ νέκυς.

### book 274.1.3

αἰαῖ, τὸν δ’ ἤδη φάγον ἰχθύες, ἡ δὲ περισσὴ

### book 274

πέτρος ἐγὼ τὸ μάτην γράμμα τυπωθὲν ἔχω.

### book 275.1.1

Ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα

### book 275.1.2

καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες

### book 275.1.3

Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλ’ ὁ μὲν ἤδη

### book 275.1.4

ἔπλησεν θηρῶν νηδύας εἰναλίων,

### book 275.5.1

τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα,

### book 275.5.2

Κρῆτες ὅπου ψεῦσται καὶ Διὸς ἔστι τάφος;

### book 276.1.1

Ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς

### book 276.1.2

ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον·

### book 276.1.3

κέρδεα δ’ οὐκ ἐδίωξαν, ἃ μὴ θέμις, ἀλλὰ σὺν αὐτοῖς

### book 276.1.4

ἰχθύσι τῇδ’ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.

### book 276.5.1

ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον· ἀντὶ δὲ λοιπῆς

### book 276.5.2

σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.

### book 277.1.1

Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν

### book 277.1.2

εὗρεν ἐπ’ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ

### book 277.1.3

δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς

### book 277

ἥσυχος, αἰθυίῃ δ’ ἶσα θαλασσοπορεῖ.

### book 278.1.1

Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς

### book 278.1.2

κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων.

### book 278.1.3

ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου

### book 278.1.4

δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου·

### book 278.5.1

αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, θαλάσσης

### book 278.5.2

ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον.

### book 278.5.3

μόχθων οὐδ’ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος

### book 278.5.4

οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.

### book 279.1.1

Παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδ’ ἐπὶ τύμβῳ

### book 279.1.2

αἰὲν ἔτι ψυχρῇ ζωγραφέων σποδιῇ.

### book 279.1.3

ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐν κύμασι λώβης

### book 279.1.4

αὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις;

### book 280.1.1

Τὸ χῶμα τύμβος ἐστίν. ἀλλὰ τὼ βόε

### book 280.1.2

ἐπίσχες, οὗτος, τὰν ὕνιν τ’ ἀνάσπασον·

### book 280.1.3

κινεῖς σποδὸν γάρ· ἐς δὲ τοιαύταν κόνιν

### book 280.1.4

μὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα.

### book 281.1.1

Ἄπισχ’, ἄπισχε χεῖρας, ὦ γεωπόνε,

### book 281.1.2

μηδ’ ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν.

### book 281.1.3

αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυσμένας δ’

### book 281

οὔτοι κοματὸς ἀναθαλήσεται στάχυς.

### book 282.1.1

Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθ’ ἡμεῖς

### book 282.1.2

ὠλλύμεθ’, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν.

### book 283.1.1

Τετρηχυῖα θάλασσα, τί μ’ οὐκ οἰζυρὰ παθόντα

### book 283.1.2

τηλός’ ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος,

### book 283.1.3

ὡς σεῦ μηδ’ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν

### book 283.1.4

Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον;

### book 284.1.1

Ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα,

### book 284.1.2

καὶ κύμαινε βόα θ’, ἡλίκα σοι δύναμις·

### book 284.1.3

ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν

### book 284.1.4

κρήγυον, εὑρήσεις δ’ ὀστέα καὶ σποδιήν.

### book 285.1.1

Οὐ κόνις οὐδ’ ὀλίγον πέτρης βάρος, ἀλλ’ Ἐρασίππου,

### book 285.1.2

ἣν ἐσορᾷς, αὕτη πᾶσα θάλασσα τάφος·

### book 285.1.3

ὤλετο γὰρ σὺν νηί· τὰ δ’ ὀστέα ποῦ ποτ’ ἐκείνου

### book 285

πύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν.

### book 286.1.1

Δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ,

### book 286.1.2

κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπ’ ἠιόνι

### book 286.1.3

ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δ’ ὄλβια κεῖνα μέλαθρα

### book 286.1.4

φροῦδ’, ἀπὸ καὶ πάτρης ἐλπὶς ὄλωλε Τύρου.

### book 286.5.1

οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ,

### book 286.5.2

ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει.

### book 287.1.1

Καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα,

### book 287.1.2

Λῦσιν ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι,

### book 287.1.3

στρηνὲς ἀεὶ φωνεῦσα παρ’ οὔατι καὶ παρὰ κωφὸν

### book 287.1.4

σῆμα. τί μ’, ὤνθρωποι, τῇδε παρῳκίσατε,

### book 287.5.1

ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ

### book 287.5.2

ἔμπορον, ἀλλ’ ὀλίγης ναυτίλον εἰρεσίης

### book 287.5.3

θηκαμένη ναυηγόν; ὁ δ’ ἐκ πόντοιο ματεύων

### book 287.5.4

ζωὴν ἐκ πόντου καὶ μόρον εἱλκυσάμην.

### book 288.1.1

Οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσα

### book 288.1.2

καὶ χθὼν τὴν ἀπ’ ἐμεῦ μοῖραν ἔχουσιν ἴσην.

### book 288.1.3

σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ’ αὖτε

### book 288

βέβρασται ψυχρῇ τῇδε παρ’ ἠιόνι.

### book 289.1.1

Ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖο

### book 289.1.2

νυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος

### book 289.1.3

μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα,

### book 289.1.4

ἔκτανεν. ὦ γαίης κύματα πιστότερα.

### book 290.1.1

Λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης

### book 290.1.2

ναυηγὸν Λιβυκαῖς κείμενον ἐν ψαμάθοις

### book 290.1.3

οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ,

### book 290.1.4

γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης,

### book 290.5.1

ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματ’ ἐμόχθει,

### book 290.5.2

τὴν ἐπὶ γῆς σπεύδων μοῖραν ὀφειλομένην;

### book 291.1.1

Χαῖταί σου στάζουσιν ἔθ’ ἁλμυρά, δύσμορε κούρη

### book 291.1.2

ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη.

### book 291.1.3

ἦ γὰρ ὀρινομένου πόντου δείσασα θαλάσσης

### book 291.1.4

ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες.

### book 291.5.1

καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα καὶ χθόνα Κύμην,

### book 291.5.2

ὀστέα δὲ ψυχρῷ κλύζετ’ ἐπ’ αἰγιαλῷ,

### book 291.5.3

πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων

### book 291

ἐς γάμον οὔτε κόρην ἤγαγεν οὔτε νέκυν.

### book 292.1.1

Ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ

### book 292.1.2

μύρεθ’ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου.

### book 293.1.1

Οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσις,

### book 293.1.2

ἁλὸς Λιβύσσης κύματ’ οὐ κατέκλυσεν,

### book 293.1.3

ἀλλ’ ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳ

### book 293.1.4

πλόῳ πεδηθεὶς ἐφρύγη δίψευς ὕπο.

### book 293.5.1

καὶ τοῦτ’ ἀητέων ἔργον· ἆ πόσον κακὸν

### book 293.5.2

ναύταισιν ἢ πνέοντες ἢ μεμυκότες.

### book 294.1.1

Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης

### book 294.1.2

ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις,

### book 294.1.3

ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα,

### book 294.1.4

ἔβρασε δ’ ἐς κροκάλην πρώιον ἠιόνος,

### book 294.5.1

χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποι

### book 294.5.2

ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον;

### book 295.1.1

Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων

### book 295.1.2

ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον,

### book 295.1.3

ἰχθυοληιστῆρα, σαγηνέα, χηραμοδύτην,

### book 295.1.4

οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης,

### book 295.5

ἔμπης οὔτ’ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς

### book 295.1

ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας·

### book 295.2

ἀλλ’ ἔθαν’ ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα,

### book 295.3

τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος.

### book 295.4

σῆμα δὲ τοῦτ’ οὐ παῖδες ἐφήρμοσαν οὐδ’ ὁμόλεκτρος,

### book 295.10

ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος.

### book 296.1.1

Ἐξ οὗ γ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε

### book 296.1.2

καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,

### book 296.1.3

οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ’ ἀνδρῶν

### book 296.1.4

ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.

### book 296.5.1

οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες

### book 296.5.2

Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει

### book 296.5.3

ἀνδρῶν πληθούσας· μέγα δ’ ἔστεν〈εν Ἀσὶς ὑπ’ αὐτῶν〉

### book 296.5.4

πληγεῖς’ ἀμφοτέραις χερσὶ κράτει πολέμου.

### book 297.1.1

Τὸν μέγαν Ἀκροκόρινθον, Ἀχαιικὸν Ἑλλάδος ἄστρον

### book 297.1.2

καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα,

### book 297.1.3

Λεύκιος ἐστυφέλιξε· δοριπτοίητα δὲ νεκρῶν

### book 297.1.4

ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος.

### book 297.5

τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς

### book 297

ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι.

### book 298.1.1

Αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντα

### book 298.1.2

νυμφίον ἢ νύμφην· ἡνίκα δ’ ἀμφοτέρους,

### book 298.1.3

Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιον

### book 298.1.4

ἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος,

### book 298.5.1

οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον· ὡς σὺ μὲν υἱόν,

### book 298.5.2

Νῖκι, σὺ δ’ ἔκλαυσας, Εὔδικε, θυγατέρα.

### book 299.1.1

Ἅδ’ ἔσθ’, ἅδε Πλάταια (τί τοι λέγω;), ἅν ποτε σεισμὸς

### book 299.1.2

ἐλθὼν ἐξαπίνας κάββαλε πανσυδίῃ·

### book 299.1.3

λείφθη δ’ αὖ μοῦνον τυτθὸν γένος· οἱ δὲ θανόντες

### book 299.1.4

σᾶμ’ ἐρατὰν πάτραν κείμεθ’ ἐφεσσάμενοι.

### book 300.1.1

Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε

### book 300.1.2

γαῖ’, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.

### book 300.1.3

μνῆμα δ’ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν

### book 300.1.4

ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.

### book 301.1.1

Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο

### book 301.1.2

τῇδ’ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,

### book 301.1.3

πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων

### book 301

Μηδείων τ’ ἀνδρῶν δεξάμενοι πολέμῳ.

### book 302.1.1

Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·

### book 302.1.2

Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.

### book 303.1.1

Τὸν μικρὸν Κλεόδημον ἔτι ζώοντα γάλακτι,

### book 303.1.2

ἴχνος ὑπὲρ τοίχων νηὸς ἐρεισάμενον,

### book 303.1.3

ὁ Θρήιξ ἐτύμως Βορέης βάλεν εἰς ἁλὸς οἶδμα,

### book 303.1.4

κῦμα δ’ ἀπὸ ψυχὴν ἔσβεσε νηπιάχου.

### book 303.5.1

Ἰνοῖ, ἀνοικτίρμων τις ἔφυς θεός, ἣ Μελικέρτεω

### book 303.5.2

ἥλικος οὐκ Ἀίδην πικρὸν ἀπηλάσαο.

### book 304.1.1

Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ ἦν, ἵππῳ δὲ Πόδαργος

### book 304.1.2

καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης·

### book 304.1.3

Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός·

### book 304.1.4

ὤλετο δ’ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων.

### book 305.1.1

Ὁ γριπεὺς Διότιμος, ὁ κύμασιν ὁλκάδα πιστὴν

### book 305.1.2

κἠν χθονὶ τὴν αὐτὴν οἶκον ἔχων πενίης,

### book 305.1.3

νήγρετον ὑπνώσας τὸν ἀμείλιχον ἷκτο πρὸς Ἅιδην

### book 305.1.4

αὐτερέτης ἰδίῃ νηὶ κομιζόμενος.

### book 305.5

ἣν γὰρ ἔχε ζωῆς παραμύθιον, ἔσχεν ὁ πρέσβυς

### book 305

καὶ φθίμενος πύματον πυρκαϊῆς ὄφελος.

### book 306.1.1

Ἀβρότονον Θρήισσα γυνὴ πέλον, ἀλλὰ τεκέσθαι

### book 306.1.2

τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα.

### book 307.1.1

Οὔνομά μοι ... —„Τί δὲ τοῦτο;“ —Πατρὶς δέ μοι ... —„Ἐς τί δὲ τοῦτο;“ —

### book 307.1.2

Κλεινοῦ δ’ εἰμὶ γένους. —„Εἰ γὰρ ἀφαυροτάτου;“ —

### book 307.1.3

Ζήσας δ’ ἐνδόξως ἔλιπον βίον. —„Εἰ γὰρ ἀδόξως;“ —

### book 307.1.4

Κεῖμαι δ’ ἐνθάδε νῦν. —„Τίς τίνι ταῦτα λέγεις;“

### book 308.1.1

Παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα,

### book 308.1.2

νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον.

### book 308.1.3

ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχον

### book 308.1.4

παύρου καὶ παύρων τῶν βιότοιο κακῶν.

### book 309.1.1

Ἑξηκοντούτης Διονύσιος ἐνθάδε κεῖμαι,

### book 309.1.2

Ταρσεύς, μὴ γήμας. αἴθε δὲ μηδ’ ὁ πατήρ.

### book 310

Θάψεν ὅ με κτείνας κρυπτὸν φόνον· εἰ δέ με τύμβῳ

### book 310

δωρεῖται, τοίης ἀντιτύχοι χάριτος.

### book 311.1.1

Ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρόν·

### book 311.1.2

ὁ νεκρὸς οὗτος ἐκτὸς οὐκ ἔχει τάφον,

### book 311.1.3

ἀλλ’ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος.

### book 312.1.1

Οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηα

### book 312.1.2

κεῖνται ἀριστείης σύμβολα δεικνύμενοι·

### book 312.1.3

οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν, ἀλλ’ ἅμα πάντες

### book 312.1.4

ὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ.

### book 313.1

Ἐνθάδ’ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι·

### book 313.2

οὔνομα δ’ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.

### book 314.1

Μὴ πόθεν εἰμὶ μάθῃς μηδ’ οὔνομα· πλὴν ὅτι θνῄσκειν

### book 314

τοὺς παρ’ ἐμὴν στήλην ἐρχομένους ἐθέλω.

### book 315.1.1

Τρηχείην κατ’ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις

### book 315.1.2

πάντοθεν ἢ σκολιῆς ἄγρια κῶλα βάτου,

### book 315.1.3

ὡς ἐπ’ ἐμοὶ μηδ’ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι

### book 315.1.4

ἴχνος, ἐρημάζω δ’ ἥσυχα κεκλιμένος.

### book 315.5.1

ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ’ ἀστοῖσι φιληθεὶς

### book 315.5.2

Τίμων οὐδ’ Ἀίδῃ γνήσιός εἰμι νέκυς.

### book 316.1.1

Τὴν ἐπ’ ἐμεῦ στήλην παραμείβεο μήτε με χαίρειν

### book 316.1.2

εἰπὼν μήθ’ ὅστις, μὴ τίνος ἐξετάσας·

### book 316.1.3

ἢ μή, τὴν ἀνύεις, τελέσαις ὁδόν. ἢν δὲ παρέλθῃς

### book 316.1.4

σιγῇ, μηδ’ οὕτως, ἣν ἀνύεις, τελέσαις.

### book 317.1.1

Τίμων (οὐ γὰρ ἔτ’ ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; —

### book 317.1.2

„Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.“

### book 318.1.1

Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·

### book 318.1.2

ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.

### book 319

Καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δέ γ’, ὦ πυλαωρὲ

### book 319

Πλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ.

### book 320.1.1

Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι

### book 320.1.2

καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·

### book 320.1.3

Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε

### book 320.1.4

οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.

### book 321.1.1

Γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις,

### book 321.1.2

πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων.

### book 321.1.3

καὶ γὰρ ἀεὶ πρέμνον σοι ἀνεστήριξεν ἐλαίης,

### book 321.1.4

πολλάκι καὶ Βρομίου κλήμασί ς’ ἠγλάισεν

### book 321.5.1

καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκων

### book 321.5.2

θῆκε μὲν εὐλάχανον, θῆκε δ’ ὀπωροφόρον.

### book 321.5.3

ἀνθ’ ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖο

### book 321.5.4

κεῖσο καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας.

### book 322.1.1

Κνωσίου Ἰδομενῆος ὅρα τάφον· αὐτὰρ ἐγώ τοι

### book 322.1.2

πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.

### book 323.1

Εἷς δύ’ ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχον

### book 323

ἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου.

### book 324.1

Ἅδ’ ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι,

### book 324.2

μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα.

### book 325.1

Τόσς’ ἔχω, ὅσς’ ἔφαγον τε καὶ ἔκπιον καὶ μετ’ ἐρώτων

### book 325.2

τέρπν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται.

### book 326.1.1

Ταῦτ’ ἔχω, ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν

### book 326.1.2

σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

### book 327.1

Μὴ σύ γε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου·

### book 327.2

οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις,

### book 327.3

εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα,

### book 327

ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου.

### book 328.1

Τίς λίθος οὐκ ἐδάκρυσε σέθεν φθιμένοιο, Κάσανδρε;

### book 328.2

τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης;

### book 328.3

ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμων

### book 328.4

ἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων,

### book 328.5.1

ὃς χήρην ἄλοχον θῆκεν μογερούς τε τοκῆας

### book 328.5.2

γηραλέους στυγερῷ πένθεϊ τειρομένους.

### book 329.1.1

Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖς

### book 329.1.2

ἄφθονον ἀκρήτου σπασσαμένην κύλικα

### book 329.1.3

οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι,

### book 329.1.4

σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος.

### book 330.1

Τὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷ

### book 330.2

θῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου·

### book 330.3

σύν τε γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα,

### book 330.4

ὡς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι.

### book 331.1

Τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φροῦρις,

### book 331.2

ἄξιον ἡμετέρης εὐσεβίης στέφανον.

### book 331.3

λείπω δ’ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων,

### book 331.4

πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης.

### book 331.5

μουνόγαμος θνῄσκω, δέκα δ’ ἐν ζωοῖσιν ἔτι ζῶ

### book 331

Νυμφικὴ εὐτεκνίης καρπὸν ἀειραμένη.

### book 332.1

Αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρὶν

### book 332.2

οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς.

### book 333.1

Μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴης

### book 333.2

ἡμετέρων δώρων, ὧν ς’ ἐπέοικε τυχεῖν,

### book 333.3

Ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνη

### book 333.4

τύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν.

### book 334.1

Νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας

### book 334.2

εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;

### book 334.3

ἢ ἵνα λυπήσῃς δι’ ἐμὴν βιότοιο τελευτὴν

### book 334.4

μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,

### book 334.5.1

ἥ μ’ ἔτεχ’, ἥ μ’ ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρὸς

### book 334.5.2

φροντίδα παιδείης ἤνυσεν ἡμετέρης;

### book 334.5.3

ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι

### book 334.5.4

κάλλιπεν, ἡ δ’ ἐπ’ ἐμοὶ πάντας ἔτλη καμάτους.

### book 334.5.5

ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ’ ἁγνῶν ἡγεμονήων

### book 334.10.1

ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις·

### book 334.10.2

ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος

### book 334.10.3

ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας·

### book 334.10.4

οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε

### book 334

δυσπότμου, ἐκ γενεῆς λείψανον ἡμετέρης

### book 334.15.1

τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα

### book 334.15.2

μητρὸς Πωλίττης πένθος ἀεξόμενον

### book 334.15.3

Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα

### book 334.15.4

ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.

### book 335.1

Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ·

### book 335.2

πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες. —

### book 335.3

„Ἀλλ’ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον,

### book 335.4

οὐ μητέρων σέβοντας ἡδίστην θέαν.“ —

### book 335.5.1

Τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι;

### book 335.5.2

εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί.

### book 336.1

Γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδ’ ὀρέγοντος

### book 336.2

οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον,

### book 336.3

τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον.

### book 336.4

εὗρον οἰζυροῦ τέρμα μόλις βιότου,

### book 336.5

ἠλλάχθη δ’ ἐπ’ ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκον

### book 336

πρῶτον, ἔπειτ’ ἐτάφην, ἀλλὰ ταφεὶς ἔθανον.

### book 337.1

Μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα,

### book 337.2

σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε·

### book 337.3

δερκόμενος δ’ ἐρέεινε, τίς ἢ πόθεν; Ἁρμονίαν γὰρ

### book 337.4

γνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις·

### book 337.5.1

πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι,

### book 337.5.2

εὐγενίην, ἀρετήν, ἤθεα, σωφροσύνην.

### book 337.5.3

τοίης τύμβον ἄθρησον· ἐς οὐρανίας γὰρ ἀταρποὺς

### book 337.5.4

ψυχὴ παπταίνει σῶμ’ ἀποδυσαμένη.

### book 338.1.1

Ἅδε τοι, Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα ’γὼ

### book 338.1.2

ἕστακα στάλα μνᾶμα κυναγεσίας,

### book 338.1.3

πάντα δέ τοι περίσαμα τετεύχαται, ἵπποι, ἄκοντες,

### book 338.1.4

αἱ κύνες, αἱ στάλικες, δίκτυ’ ὑπὲρ σταλίκων,

### book 338.5.1

αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες·

### book 338.5.2

αὐτὸς δ’ εἰκοσέτας νήγρετον ὕπνον ἔχεις.

### book 339.1

Οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων,

### book 339.2

γεννηθεὶς δ’ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην.

### book 339.3

ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης,

### book 339.4

ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ.

### book 339.5.1

οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος, οὐδέν·

### book 339.5.2

οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος·

### book 339.5.3

λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε,

### book 339

καὶ λύπης λήθην τὸν Βρόμιον πάρεχε.

### book 340.1

Νικόπολιν Μαράθωνις ἐθήκατο τῇδ’ ἐνὶ πέτρῃ,

### book 340.2

ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην.

### book 340.3

ἀλλ’ οὐδὲν πλέον ἔσχε. τί γὰρ πλέον ἀνέρι κήδευς

### book 340.4

μούνῳ ὑπὲρ γαίης οἰχομένης ἀλόχου;

### book 341.1.1

Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς

### book 341.1.2

ἐνθάδ’ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης.

### book 341.1.3

ξυνὸς δ’ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος·

### book 341.1.4

αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.

### book 342.1

Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σύ τιν’ ἄλλον·

### book 342.2

πάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται.

### book 343.1

Πατέριον λιγύμυθον, ἐπήρατον ἔλλαχε τύμβος,

### book 343.2

Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου,

### book 343.3

Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων,

### book 343.4

ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τ’ ἀναπάσης,

### book 343.5.1

τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα,

### book 343.5.2

ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα,

### book 343.5.3

οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης,

### book 343.5.4

εἴκοσι καὶ τέτρατον βιότου λυκάβαντα περῶντα·

### book 343

λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.

### book 344.1.1

Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ’ ὃν ἐγὼ νῦν

### book 344.1.2

φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.

### book 344b.1.1

Ἀλλ’ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τ’ εἶχεν,

### book 344b.1.2

οὐκ ἂν ἐγὼ τύμβῳ τῷδ’ ἐπέθηκα πόδας.

### book 345.1.1

Ἐγὼ Φιλαινὶς ἡ ’πίβωτος ἀνθρώποις

### book 345.1.2

ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.

### book 345.1.3

μή μ’, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων

### book 345.1.4

χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.

### book 345.5.1

οὐ γάρ, μὰ τὸν Ζῆν’, οὐ μὰ τοὺς κάτω κούρους,

### book 345.5.2

οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·

### book 345.5.3

Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος,

### book 345.5.4

λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,

### book 345

ἔγραψεν, οἷ’ ἔγραψ’· ἐγὼ γὰρ οὐκ οἶδα.

### book 346.1

Τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε,

### book 346.2

ἡ λίθος ἡ μικρὴ τῆς μεγάλης φιλίης.

### book 346.3

αἰεὶ ζητήσω σε· σὺ δ’, εἰ θέμις, ἐν φθιμένοισι

### book 346.4

τοῦ Λήθης ἐπ’ ἐμοὶ μή τι πίῃς ὕδατος.

### book 347.1

Οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς

### book 347.2

Ἑλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον.

### book 348.1.1

Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν

### book 348.1.2

ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.

### book 349.1.1

Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας

### book 349.1.2

ὀψὲ μέν, ἀλλ’ ἔθανον. ἔρρετε πάντες ὁμοῦ.

### book 350

Ναυτίλε, μὴ πεύθου, τίνος ἐνθάδε τύμβος ὅδ’ εἰμί,

### book 350

ἀλλ’ αὐτὸς πόντου τύγχανε χρηστοτέρου.

### book 351.1.1

Οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω,

### book 351.1.2

αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες,

### book 351.1.3

οὔτε τι παρθενίην ᾐσχύναμεν οὔτε τοκῆας

### book 351.1.4

οὔτε Πάρον, νήσων αἰπυτάτην ἱερῶν·

### book 351.5.1

ἀλλὰ καθ’ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος

### book 351.5.2

φήμην τε στυγερὴν ἔφλυσεν Ἀρχίλοχος.

### book 351.5.3

Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτ’ ἐν ἀγυιαῖς

### book 351.5.4

εἴδομεν οὔθ’ Ἥρης ἐν μεγάλῳ τεμένει.

### book 351.5.5

εἰ δ’ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος

### book 351.10

ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν.

### book 352.1.1

Δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ

### book 352.1.2

ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης,

### book 352.1.3

παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δ’ ὁ πικρὸς

### book 352.1.4

αἰσχρὰ καθ’ ἡμετέρης ἔβλυσε παρθενίης

### book 352.5.1

Ἀρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ

### book 352.5.2

ἔργα, γυναικεῖον δ’ ἔτραπεν ἐς πόλεμον.

### book 352.5.3

Πιερίδες, τί κόρῃσιν ἐφ’ ὑβριστῆρας ἰάμβους

### book 352.5.4

ἐτράπετ’, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι;

### book 353.1.1

Τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳ

### book 353.1.2

γλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρῇς κύλικα.

### book 353.1.3

ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοις

### book 353.1.4

μύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι·

### book 353.5

ἓν δὲ τόδ’ αἰάζει καὶ ὑπ’ ἠρίον, ὅττι τὸ Βάκχου

### book 353

ἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ.

### book 354.1.1

Παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνους

### book 354.1.2

ζᾶλος τῶν Γλαύκης θῦμ’ ἐποίησε γάμων,

### book 354.1.3

οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα,

### book 354.1.4

μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα.

### book 355.1.1

Τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες,

### book 355.1.2

τῷ χρηστῷ „χαίρειν“ εἴπατε Πραξιτέλει·

### book 355.1.3

ἦν δ’ ὡνὴρ Μουσῶν ἱκανὴ μερὶς ἠδὲ παρ’ οἴνῳ

### book 355.1.4

κρήγυος. —„Ὦ χαίροις, Ἄνδριε Πραξίτελες.“

### book 356.1

Ζωὴν συλήσας δωρῇ τάφον· ἀλλά με κρύπτεις,

### book 356.2

οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου.

### book 357.1

Κἄν με κατακρύπτῃς ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος,

### book 357.2

ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα.

### book 358

Ἔκτανες, εἶτά μ’ ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναις,

### book 358

αἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις.

### book 359.1

Εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ,

### book 359.2

εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπ’ εὐσεβίῃ·

### book 359.3

νῦν δ’ ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας,

### book 359.4

τῶν αὐτῶν μετέχοις, ὧνπερ ἐμοὶ παρέχεις.

### book 360.1

Χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς,

### book 360.2

ἀλλ’ ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις.

### book 361.1.1

Υἷι πατὴρ τόδε σῆμα· τὸ δ’ ἔμπαλιν ἦν τὸ δίκαιον·

### book 361.1.2

ἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος.

### book 362.1.1

Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθεν

### book 362.1.2

Ἀετίου χρηστοῦ, ῥήτορος εὐπρεπέος.

### book 362.1.3

ἦλθεν δ’ εἰς Ἀίδαο δέμας, ψυχὴ δ’ ἐς Ὄλυμπον·

### book 362.1.4

[τέρπεθ’ ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσιν.]

### book 362.5

. . . . . . . . . . . . . . . . . . . ἀθάνατον δὲ

### book 362

οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται.

### book 363.1.1

† Τετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου

### book 363.1.2

ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει,

### book 363.1.3

Ζηνοδότου· ψυχὴ δὲ κατ’ οὐρανόν, ᾗχί περ Ὀρφεύς,

### book 363.1.4

ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν.

### book 363.5.1

ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος,

### book 363.5.2

κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δ’ ἄρα μύθοις

### book 363.5.3

Σωκράτεος μίμημα παρ’ Αὐσονίοισιν ἐτύχθη.

### book 363.5.4

παισὶ δὲ καλλείψας πατρώιον αἴσιον ὄλβον,

### book 363.5.5

ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος

### book 363.10

εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις.

### book 364.1.1

Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα,

### book 364.1.2

λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν,

### book 364.1.3

ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸν

### book 364.1.4

Ἅιδης, τὴν δ’ ἑτέρην ἥρπασε Περσεφόνη.

### book 365.1.1

Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνης

### book 365.1.2

κωπεύεις νεκύων βᾶριν ἐλαυνόδυνον,

### book 365.1.3

τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐκβαίνοντι

### book 365.1.4

κλίμακος ἐκτείνας δέξο, κελαινὲ Χάρον·

### book 365.5

πλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα, γυμνὰ δὲ θεῖναι

### book 365

ἴχνια δειμαίνει ψάμμον ἐπ’ ᾐονίην.

### book 366.1.1

Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε,

### book 366.1.2

λαῖλαψ Καρπαθίη καὶ σὲ πόρος Σικελὸς

### book 366.1.3

ὤλεσεν ἐν πόντῳ, Διονύσιε, —φεῦ πόσον ἄλγος

### book 366.1.4

Ἑλλάδι—τοὺς πάντων κρέσσονας ἀθλοφόρων.

### book 367.1.1

Αὔσονος Ἠγερίου μ’ ἐλέει νέκυν, ᾧ μετιόντι

### book 367.1.2

νύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος·

### book 367.1.3

ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντος

### book 367.1.4

κούρην· φεῦ καινῆς, Ἥλιε, θευμορίης.

### book 367.5.1

ἔρροι δὴ κεῖνο φθονερὸν σέλας εἴθ’ Ὑμέναιος

### book 367.5.2

ἧψέ μιν οὐκ ἐθέλων, εἴτ’ Ἀίδης ἐθέλων·

### book 368.1.1

Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις, ἐκ δέ μ’ Ἀθηνῶν

### book 368.1.2

λοιγὸς Ἄρης Ἰταλῶν πρίν ποτ’ ἐληίσατο

### book 368.1.3

καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης

### book 368.1.4

ὀστέα νησαίη Κύζικος ἠμφίασε.

### book 368.5

χαίροις ἡ θρέψασα καὶ ἡ μετέπειτα λαχοῦσα

### book 368

χθών με καὶ ἡ κόλποις ὕστατα δεξαμένη.

### book 369.1.1

Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δ’ ἔπνει

### book 369.1.2

ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης.

### book 369.1.3

κεῖται δ’ ἀμφήριστος, Ἀθηνόθεν εἴτ’ ἀπὸ Νείλου

### book 369.1.4

ἦν γένος· ἠπείρων δ’ ἄξιος ἀμφοτέρων.

### book 369.5.1

ἄστεα καὶ δἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην·

### book 369.5.2

κλήρῳ δ’ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός.

### book 370.1.1

Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους

### book 370.1.2

Κεκροπίδην ὑπ’ ἐμοί, ξεῖνε, Μένανδρον ἔχω,

### book 370.1.3

ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν· εἰ δὲ Μένανδρον

### book 370.1.4

δίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων.

### book 371.1.1

Γῆ μευ καὶ μήτηρ κικλήσκετο, γῆ με καλύπτει

### book 371.1.2

καὶ νέκυν· οὐ κείνης ἥδε χερειοτέρη.

### book 371.1.3

ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον· ἐκ δέ με μητρὸς

### book 371.1.4

ἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον.

### book 371.5.1

κεῖμαι δ’ ἐν ξείνῃ ὑπὸ χερμάδι, μακρὰ γοηθεὶς

### book 371.5.2

Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων.

### book 372.1.1

Γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦ

### book 372.1.2

τόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίων·

### book 372.1.3

ἦ γὰρ ἰὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσω

### book 372.1.4

ἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο·

### book 372.5

ὀρφανικῷ δ’ ἐπὶ παιδὶ λιπὼν βίον εὖνιν ἔθηκεν

### book 372

ὀφθαλμῶν. κείνῳ μὴ βαρὺς ἔσσο τάφος.

### book 373.1.1

Δισσὰ φάη, Μίλητε, τεῆς βλαστήματα γαίης,

### book 373.1.2

Ἰταλὶς ὠκυμόρους ἀμφεκάλυψε κόνις,

### book 373.1.3

πένθεα δὲ στεφάνων ἠλλάξαο· λείψανα δ’, αἰαῖ,

### book 373.1.4

ἔδρακες ἐν βαιῇ κάλπιδι κευθόμενα.

### book 373.5.1

φεῦ, πάτρα τριτάλαινα. πόθεν πάλιν ἢ πότε τοίους

### book 373.5.2

ἀστέρας αὐχήσεις Ἑλλάδι λαμπομένους;

### book 374.1.1

Δύσμορος ἐκρύφθην πόντῳ νέκυς, ὃν παρὰ κῦμα

### book 374.1.2

ἔκλαυσεν μήτηρ μυρία Λυσιδίκη,

### book 374.1.3

ψεύστην αὐγάζουσα κενὸν τάφον· ἀλλά με δαίμων

### book 374.1.4

ἄπνουν αἰθυίαις θῆκεν ὁμορρόθιον

### book 374.5.1

Πνυταγόρην. ἔσχον δὲ κατ’ Αἰγαίην ἅλα πότμον,

### book 374.5.2

πρυμνούχους στέλλων ἐκ Βορέαο κάλους·

### book 374.5.3

ἀλλ’ οὐδ’ ὣς ναύτην ἔλιπον δρόμον, ἀλλ’ ἀπὸ νηὸς

### book 374.5.4

ἄλλην πὰρ φθιμένοις εἰσανέβην ἄκατον.

### book 375.1.1

Δώματά μοι σεισθέντα κατήριπεν, ἀλλ’ ἐμὸς ἀπτὼς

### book 375.1.2

ἦν θάλαμος τοίχων ὀρθὰ τιναξαμένων,

### book 375.1.3

οἷς ὑποφωλεύουσαν ὑπήλυθον αἱ κακόμοιροι

### book 375.1.4

ὠδῖνες, σεισμῷ δ’ ἄλλον ἔμιξα φόβον.

### book 375.5

μαῖα δέ μοι λοχίων αὐτὴ φύσις· ἀμφότεροι δὲ

### book 375

κοινὸν ὑπὲρ γαίης εἴδομεν ἠέλιον.

### book 376.1.1

Δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντες

### book 376.1.2

ἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου;

### book 376.1.3

ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκος

### book 376.1.4

ἄρτιος, ἀλλ’ ἥβης βαιὸν ἐπαυρόμενος

### book 376.5.1

ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου

### book 376.5.2

κεῖται ἀμετρήτων ξεῖνος ἐπ’ αἰγιαλῶν.

### book 377.1.1

Εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαν

### book 377.1.2

τοῦ μιαρογλώσσου χεύατε Παρθενίου,

### book 377.1.3

οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖνα

### book 377.1.4

φλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων.

### book 377.5.1

ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστ’ ἀγορεῦσαι

### book 377.5.2

πηλὸν Ὀδυσσείην καὶ πάτον Ἰλιάδα.

### book 377.5.3

τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπται

### book 377.5.4

Κωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος.

### book 378.1.1

Ἔφθανεν Ἡλιόδωρος, ἐφέσπετο δ’, οὐδ’ ὅσον ὥρῃ

### book 378.1.2

ὕστερον, ἀνδρὶ φίλῳ Διογένεια δάμαρ.

### book 378.1.3

ἄμφω δ’, ὡς συνέναιον, ὑπὸ πλακὶ τυμβεύονται,

### book 378

ξυνὸν ἀγαλλόμενοι καὶ τάφον ὡς θάλαμον.

### book 379.1.1

Εἰπέ, Δικαιάρχεια, τί σοι τόσον εἰς ἅλα χῶμα

### book 379.1.2

βέβληται μέσσου γευόμενον πελάγους;

### book 379.1.3

Κυκλώπων τάδε χεῖρες ἐνιδρύσαντο θαλάσσῃ

### book 379.1.4

τείχεα· μέχρι πόσου, Γαῖα, βιαζόμεθα; —

### book 379.5.1

„Κόσμου νηίτην δέχομαι στόλον· εἴσιδε Ῥώμην

### book 379.5.2

ἐγγύθεν, εἰ ταύτης μέτρον ἔχω λιμένα.“

### book 380.1.1

Εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸς

### book 380.1.2

καὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ,

### book 380.1.3

οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο,

### book 380.1.4

ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος,

### book 380.5.1

τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς.

### book 380.5.2

κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος

### book 380.5.3

Εὐνικίδαο, σήπεται δ’ ὑπὸ σποδῷ.

### book 381.1.1

Ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσω

### book 381.1.2

ναῦς Ἱεροκλείδην, κοινὰ λαχοῦσα τέλη.

### book 381.1.3

ἔτρεφεν ἰχθυβολεῦντα, κατέφλεγε τεθνηῶτα,

### book 381.1.4

σύμπλοος εἰς ἄγρην, σύμπλοος εἰς Ἀίδην.

### book 381.5

ὄλβιος ὁ γριπεύς· ἰδίῃ καὶ πόντον ἐπέπλει

### book 381

νηὶ καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην.

### book 382.1.1

Ἠπείρῳ μ’ ἀποδοῦσα νέκυν, τρηχεῖα θάλασσα,

### book 382.1.2

σύρεις καὶ τέφρης λοιπὸν ἔτι σκύβαλον.

### book 382.1.3

κἠν Ἀίδῃ ναυηγὸς ἐγὼ μόνος οὐδ’ ἐπὶ χέρσου

### book 382.1.4

εἰρήνην ἕξω φρικαλέης σπιλάδος.

### book 382.5.1

ἢ τύμβευέ μ’ ἑλοῦσα καθ’ ὕδατος ἢ παραδοῦσα

### book 382.5.2

γαίῃ τὸν κείνης μηκέτι κλέπτε νέκυν.

### book 383.1.1

Ἠιόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει

### book 383.1.2

σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων·

### book 383.1.3

τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων

### book 383.1.4

κόρση, τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες

### book 383.5.1

πλευρά τε σαρκολιπῆ, ταρσοὶ δ’ ἑτέρωθεν ἄμοιροι

### book 383.5.2

νεύρων καὶ κώλων ἔκλυτος ἁρμονίη.

### book 383.5.3

οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί,

### book 383.5.4

ὅσσοι ἀπ’ ὠδίνων οὐκ ἴδον ἠέλιον.

### book 384.1.1

Ἡ Βρόμιον στέρξασα πολὺ πλέον ἢ τροφὸς Ἰνώ,

### book 384.1.2

ἡ λάλος ἀμπελίνη γρῆυς Ἀριστομάχη,

### book 384.1.3

ἡνίκα τὴν ἱερὴν ὑπέδυ χθόνα πᾶν τ’ ἐμαράνθη

### book 384.1.4

πνεῦμα πάρος κυλίκων πλεῖστον ἐπαυρομένῃ,

### book 384.5.1

εἶπε ταδί· „Μινοῖ, πῆλαι, φέρε, κάλπιν ἐλαφρήν·

### book 384.5.2

οἴσω κυάνεον τοὐξ Ἀχέροντος ὕδωρ·

### book 384.5.3

καὐτὴ παρθένιον γὰρ ἀπώλεσα.“ τοῦτο δ’ ἔλεξε

### book 384

ψευδές, ἵν’ αὐγάζῃ κἠν φθιμένοισι πίθον.

### book 385.1.1

Ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησας

### book 385.1.2

Ἴλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,

### book 385.1.3

καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,

### book 385.1.4

πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλον·

### book 385.5.1

Ἴλιον ἢν ἐσίδῃ γὰρ ἀπ’ ἀκρεμόνων κορυφαίων,

### book 385.5.2

καρφοῦται πετάλων κόσμον ἀναινόμενα.

### book 385.5.3

θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴν

### book 385.5.4

σῴζει καὶ στελέχη μῆνιν ἐπ’ ἀντιπάλους.

### book 386.1.1

Ἥδ’ ἐγὼ ἡ τοσάκις Νιόβη λίθος, ὁσσάκι μήτηρ·

### book 386.1.2

δύσμορος, ἣ μαστῶν 〈ὑγρὸν〉 ἔπηξα γάλα,

### book 386.1.3

Ἀίδεω πολὺς ὄλβος ἐμῆς ὠδῖνος ἀριθμός,

### book 386.1.4

ἣ τέκον, ὦ, μεγάλης λείψανα πυρκαϊῆς.

### book 387.1.1

Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλ’ ἐπὶ παιδὸς

### book 387.1.2

ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας.

### book 387.1.3

νῦν δέ με καὶ παιδὸς φθονερὴ κατενόσφισε Μοῖρα·

### book 387.1.4

φεῦ, βρέφος, ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον.

### book 387.5

Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον·

### book 387

θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης.

### book 388.1.1

Ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλος

### book 388.1.2

ὦσεν, ὅτ’ εἰς ἄκρην ἦλθε τυραννοφόνος.

### book 388.1.3

ἀλλὰ Δίκα μιν ἔθαψεν· ἀποσπασθεῖσα γὰρ ὄχθη

### book 388.1.4

πᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν·

### book 388.5.1

κεῖται δ’ οὐχ ὑδάτεσσι διάβροχος· αἰδομένα δὲ

### book 388.5.2

Γᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίης.

### book 389.1.1

Καὶ τίς, ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας;

### book 389.1.2

ἀλλ’ ὁ Ποσειδίππου πάντας ἔθαψε δόμος

### book 389.1.3

τέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ,

### book 389.1.4

τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου.

### book 389.5.1

πατρὸς δ’ ὄμματα λυγρὰ κατομβρηθέντα γόοισιν

### book 389.5.2

ὤλετο· κοινή που νὺξ μία πάντας ἔχει.

### book 390.1.1

Κυλλήνην ὄρος Ἀρκάδων ἀκούεις·

### book 390.1.2

αὕτη σῆμ’ ἐπίκειτ’ Ἀπολλοδώρῳ.

### book 390.1.3

Πίσηθέν μιν ἰόντα νυκτὸς ὥρῃ

### book 390.1.4

ἔκτεινεν Διόθεν πεσὼν κεραυνός.

### book 390.5

τηλοῦ δ’ Αἰγανέης τε καὶ Βεροίης

### book 390

νικηθεὶς Διὸς ὁ δρομεὺς καθεύδει.

### book 391.1.1

Κλειδοῦχοι νεκύων, πάσας Ἀίδαο κελεύθους

### book 391.1.2

φράγνυτε, καὶ στομίοις κλεῖθρα δέχοισθε, πύλαι.

### book 391.1.3

αὐτὸς ἐγὼν Ἀίδας ἐνέπω· Γερμανικὸς ἄστρων,

### book 391.1.4

οὐκ ἐμός· οὐ χωρεῖ νῆα τόσην Ἀχέρων.

### book 392.1.1

Λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο

### book 392.1.2

καὶ σκότος Αἰγαίου τ’ οἶδμα κακὸν πελάγευς,

### book 392.1.3

ταῦθ’ ἅμα πάντ’ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς

### book 392.1.4

ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ.

### book 392.5.1

ναυηγὸν κλαίοιτε παρ’ αἰγιαλοῖσι, γονῆες,

### book 392.5.2

Τλησιμένη κωφὴν στησάμενοι λίθακα.

### book 393.1.1

Μή με κόνι κρύψητε· τί γὰρ πάλι; μηδ’ ἐπὶ ταύτης

### book 393.1.2

ᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε.

### book 393.1.3

μαίνεται εἴς με θάλασσα καὶ ἐν χέρσοισί με δειλὸν

### book 393.1.4

εὑρίσκει ῥαχίαις, οἶδέ με κἠν Ἀίδῃ.

### book 393.5

χέρσον ἐπεκβαίνειν 〈εἰ〉 ἐμεῦ χάριν ὕδατι θυμός,

### book 393

ἀρκεῖ μοι σταθερῇ μιμνέμεν ὡς ἄταφος.

### book 394.1.1

Μυλεργάτας ἀνήρ με κἠν ζωᾶς χρόνοις

### book 394.1.2

βαρυβρομήταν εἶχε δινητὸν πέτρον,

### book 394.1.3

πυρηφάτον Δάματρος εὐκάρπου λάτριν,

### book 394.1.4

καὶ κατθανὼν στάλωσε τῷδ’ ἐπ’ ἠρίῳ,

### book 394.5.1

σύνθημα τέχνας· ὣς ἔχει μ’ αἰεὶ βαρύν,

### book 394.5.2

καὶ ζῶν ἐν ἔργοις καὶ θανὼν ἐπ’ ὀστέοις.

### book 395.1.1

Οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμα

### book 395.1.2

ἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων,

### book 395.1.3

συρμὸς ὅτ’ Ὠρίωνος ἀνεστρώφησε θαλάσσης

### book 395.1.4

βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης.

### book 395.5.1

καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες,

### book 395.5.2

κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε.

### book 396.1.1

Οἰδίποδος παίδων Θήβη τάφος· ἀλλ’ ὁ πανώλης

### book 396.1.2

τύμβος ἔτι ζώντων αἰσθάνεται πολέμων.

### book 396.1.3

κείνους οὐδ’ Ἀίδης ἐδαμάσσατο κἠν Ἀχέροντι

### book 396.1.4

μάρνανται· κείνων χὠ τάφος ἀντίπαλος,

### book 396.5

καὶ πυρὶ πῦρ ἤλεγξαν ἐναντίον. ὦ ἐλεεινοὶ

### book 396

παῖδες, ἀκοιμήτων ἁψάμενοι δοράτων.

### book 397.1.1

Οὐχ ὅδε δείλαιος Σατύρου τάφος, οὐδ’ ὑπὸ ταύτῃ,

### book 397.1.2

ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος·

### book 397.1.3

ἀλλ’ εἴ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον,

### book 397.1.4

τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλης,

### book 397.5.1

κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαι

### book 397.5.2

ὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ.

### book 398.1.1

Οὐκ οἶδ’, εἰ Διόνυσον ὀνόσσομαι ἢ Διὸς ὄμβρον

### book 398.1.2

μέμψομ’· ὀλισθηροὶ δ’ εἰς πόδας ἀμφότεροι.

### book 398.1.3

ἀγρόθε γὰρ κατιόντα Πολύξενον ἔκ ποτε δαιτὸς

### book 398.1.4

τύμβος ἔχει γλίσχρων ἐξεριπόντα λόφων·

### book 398.5.1

κεῖται δ’ Αἰολίδος Σμύρνης ἑκάς. ἀλλά τις ὄρφνης

### book 398.5.2

δειμαίνοι μεθύων ἀτραπὸν ὑετίην.

### book 399.1.1

Τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαο

### book 399.1.2

παισὶν ἀπ’ ἀλλήλων, οἷς πέρας οὐδ’ Ἀίδας,

### book 399.1.3

ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο

### book 399.1.4

χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης.

### book 399.5

ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα· δαιομένα γὰρ

### book 399

ἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται.

### book 400.1.1

Τοῦτ’ ὀστεῦν φωτὸς πολυεργέος. ἦ ῥά τις ἦσθα

### book 400.1.2

ἔμπορος ἢ τυφλοῦ κύματος ἰχθυβόλος; —

### book 400.1.3

„Ἄγγειλον θνητοῖσιν, ὅτι σπεύδοντες ἐς ἄλλας

### book 400.1.4

ἐλπίδας εἰς τοίην ἐλπίδα λυόμεθα.“

### book 401.1.1

Τήνδ’ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ

### book 401.1.2

ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς

### book 401.1.3

στέρνα τ’ ἐποκριόεντα καὶ οὐκ εὔοδμον ὀδόντων

### book 401.1.4

πρίονα καὶ κώλων δούλιον οἰοπέδην,

### book 401.5.1

ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα

### book 401.5.2

λείψαν’, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος.

### book 401.5.3

χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρης

### book 401.5.4

ἀνδρὸς μὴ κούφη κέκλισο μηδ’ ὀλίγη.

### book 402.1.1

Χειμερίου νιφετοῖο περὶ θριγκοῖσι τακέντος

### book 402.1.2

δῶμα πεσὸν τὴν γραῦν ἔκτανε Λυσιδίκην·

### book 402.1.3

σῆμα δέ οἱ κωμῆται ὁμώλακες οὐκ ἀπ’ ὀρυκτῆς

### book 402

γαίης, ἀλλ’ αὐτὸν πύργον ἔθεντο τάφον.

### book 403.1.1

Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίρας

### book 403.1.2

πέμπων ἐς τὰ νέων ἡδέα συμπόσια,

### book 403.1.3

οὗτος ὁ θηρεύων ἁπαλόφρονας ἐνθάδε κεῖται,

### book 403.1.4

αἰσχρὸν ἀπ’ ἀνθρώπων μισθὸν ἐνεγκάμενος.

### book 403.5.1

ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε

### book 403.5.2

μήτ’ ἄλλον πείσῃς. σῆμα λέλογχε νέκυς.

### book 403.5.3

φεῖσαι δ’, οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλ’ ὅτι κοινὰς

### book 403.5.4

θρέψας μοιχεύειν οὐκ ἐδίδαξε νέους.

### book 404.1.1

Ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτιν

### book 404.1.2

θῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος·

### book 404.1.3

οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσα

### book 404.1.4

εἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιον,

### book 404.5.1

ἀλλά ς’ ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνες

### book 404.5.2

δέξαντ’ Αἰγαίης γείτονες ἠιόνος.

### book 404.5.3

ὥστ’ ἔχε μὲν ψαμάθου μόριον βραχύ, πουλὺ δὲ δάκρυ,

### book 404.5.4

ξεῖν’, ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην.

### book 405.1.1

Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον

### book 405.1.2

τὸν φρικτὸν Ἱππώνακτος, οὗ τε χἀ τέφρα

### book 405.1.3

ἰαμβιάζει Βουπάλειον ἐς στύγος,

### book 405.1.4

μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον,

### book 405.5

ὃς οὐδ’ ἐν Ἅιδῃ νῦν κεκοίμικεν χόλον

### book 405

σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη.

### book 406.1.1

Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι,

### book 406.1.2

Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν.

### book 406.1.3

ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι

### book 406.1.4

ἢ μύρτον· καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει.

### book 407.1.1

Ἥδιστον φιλέουσι νέοις προσανάκλιμ’ ἐρώτων,

### book 407.1.2

Σαπφώ, σὺν Μούσαις, ἦ ῥά σε Πιερίη

### book 407.1.3

ἢ Ἑλικὼν εὔκισσος ἴσα πνείουσαν ἐκείναις

### book 407.1.4

κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι·

### book 407.5.1

ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκην

### book 407.5.2

σὺν σοὶ νυμφιδίων ἵσταθ’ ὑπὲρ θαλάμων.

### book 407.5.3

ἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃ

### book 407.5.4

σύνθρηνος μακάρων ἱερὸν ἄλσος ὁρῇς.

### book 407.5.5

πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα· σὰς γὰρ ἀοιδὰς

### book 407.10

ἀθανάτας ἔχομεν νῦν ἔτι θυγατέρας.

### book 408.1.1

Ἀτρέμα τὸν τύμβον παραμείβετε, μὴ τὸν ἐν ὕπνῳ

### book 408.1.2

πικρὸν ἐγείρητε σφῆκ’ ἀναπαυόμενον.

### book 408.1.3

ἄρτι γὰρ Ἱππώνακτος ὁ καὶ τοκεῶνε βαΰξας

### book 408.1.4

ἄρτι κεκοίμηται θυμὸς ἐν ἡσυχίῃ.

### book 408.5

ἀλλὰ προμηθήσασθε· τὰ γὰρ πεπυρωμένα κείνου

### book 408

ῥήματα πημαίνειν οἶδε καὶ εἰν Ἀίδῃ.

### book 409.1.1

Ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο,

### book 409.1.2

ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων,

### book 409.1.3

Πιερίδων χαλκευτὸν ἐπ’ ἄκμοσιν, εἰ τορὸν οὖας

### book 409.1.4

ἔλλαχες, εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα,

### book 409.5.1

εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοις

### book 409.5.2

μαίεαι· εἰ δ’ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει,

### book 409.5.3

καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος, ἀλλ’ Ἐνοσίχθων

### book 409.5.4

τοῦ μὲν ἔφυ μείων, ἀθανάτων δ’ ὕπατος·

### book 409.5.5

καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ,

### book 409.10

ἁγεῖται δ’ ἄλλων πλάθεος ὑμνοπόλων.

### book 410.1.1

Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασα πρῶτος ἀοιδὴν

### book 410.1.2

κωμήταις νεαρὰς καινοτομῶν χάριτας,

### book 410.1.3

Βάκχος ὅτε βριθὺν κατάγοι χορόν, ᾧ τράγος ἄθλων

### book 410.1.4

χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι.

### book 410.5.1

εἰ δὲ μεταπλάσσουσι νέοι τάδε, μυρίος αἰὼν

### book 410.5.2

πολλὰ προσευρήσει χἄτερα· τἀμὰ δ’ ἐμά.

### book 411.1.1

Θέσπιδος εὕρεμα τοῦτο· τὰ δ’ ἀγροιῶτιν ἀν’ ὕλαν

### book 411.1.2

παίγνια καὶ κώμους τούσδε τελειοτέρους

### book 411.1.3

Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας

### book 411.1.4

γράμματα, χειμάρρῳ δ’ οἷα καταρδόμενα,

### book 411.5

καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντων

### book 411

δεξιὸν ἀρχαίων ἦσθά τοι ἡμιθέων.

### book 412.1.1

Πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλὰς

### book 412.1.2

ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα·

### book 412.1.3

αὐτὸς δ’ ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας

### book 412.1.4

Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλον·

### book 412.5.1

Μοῦσαι δ’ ἐκλαύσαντο, ῥόον δ’ ἔστησεν ἀκούων

### book 412.5.2

Ἀσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτων·

### book 412.5.3

ἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης,

### book 412.5.4

εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω.

### book 413.1.1

Οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν,

### book 413.1.2

τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον·

### book 413.1.3

οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος

### book 413.1.4

εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος,

### book 413.5.1

οὐλὰς δὲ σκίπωνι συνέμπορος ἅ τε συνῳδὸς

### book 413.5.2

δίπλαξ καὶ κοίτας βλῆμα χαμαιλεχέος.

### book 413.5.3

ἀμὶ δὲ Μαιναλίας κάρρων εἴμειν Ἀταλάντας

### book 413.5.4

τόσσον, ὅσον σοφία κρέσσον ὀρειδρομίας.

### book 414.1.1

Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν

### book 414.1.2

ῥῆμ’ ἐπ’ ἐμοί. Ῥίνθων εἴμ’ ὁ Συρακόσιος,

### book 414.1.3

Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων

### book 414

ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα.

### book 415.1.1

Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν

### book 415.1.2

εἰδότος, εὖ δ’ οἴνῳ καίρια συγγελάσαι.

### book 416.1

Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι

### book 416.2

καὶ Μούσαις κεράσανθ’ ἡδυλόγους Χάριτας.

### book 417.1.1

Νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖ

### book 417.1.2

Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα Γαδάροις·

### book 417.1.3

Εὐκράτεω δ’ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος

### book 417.1.4

πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν.

### book 417.5.1

εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον

### book 417.5.2

ναίομεν, ἓν θνατοὺς πάντας ἔτικτε Χάος.

### book 417.5.3

πουλυετὴς δ’ ἐχάραξα τάδ’ ἐν δέλτοισι πρὸ τύμβου·

### book 417.5.4

γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω.

### book 417.5.5

ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην σὺ προσειπὼν

### book 417.10

χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον.

### book 418.1.1

Πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα,

### book 418.1.2

ἤνδρωσεν δ’ ἱερὰ δεξαμένα με Τύρος·

### book 418.1.3

εἰς γῆρας δ’ ὅτ’ ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶς

### book 418.1.4

κἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει.

### book 418.5

Μοῦσαι δ’ εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρον

### book 418

παῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν.

### book 419.1.1

Ἀτρέμας, ὦ ξένε, βαῖνε· παρ’ εὐσεβέσιν γὰρ ὁ πρέσβυς

### book 419.1.2

εὕδει κοιμηθεὶς ὕπνον ὀφειλόμενον,

### book 419.1.3

Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα

### book 419.1.4

καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν·

### book 419.5.1

ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θ’ ἱερὰ χθών·

### book 419.5.2

Κῶς δ’ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει.

### book 419.5.3

ἀλλ’ εἰ μὲν Σύρος ἐσσί, „Σαλάμ“, εἰ δ’ οὖν σύ γε Φοῖνιξ,

### book 419.5.4

„Αὐδονίσ“, εἰ δ’ Ἕλλην, „Χαῖρε“, τὸ δ’ αὐτὸ φράσον.

### book 420.1.1

Ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαί—οὐ γὰρ ἂν ὧδε

### book 420.1.2

Λέσβον’ ὁ λυσιμελὴς ἀμφεκάλυψ’ Ἀίδης,

### book 420.1.3

ὅς ποτε καὶ βασιλῆι συνέδραμε καὶ μετ’ Ἐρώτων—,

### book 420.1.4

χαίρετε, κουφόταται δαίμονες ἀθανάτων.

### book 420.5.1

αὐλοὶ δ’ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε,

### book 420.5.2

κεῖσθ’, ἐπεὶ οὐ θιάσους, οὐ χορὸν οἶδ’ Ἀχέρων.

### book 421.1.1

Πτανέ, τί σοι σιβύνας, τί δὲ καὶ συὸς εὔαδε δέρμα;

### book 421.1.2

καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος;

### book 421.1.3

οὐ γὰρ Ἔρωτ’ ἐνέπω σε—τί γὰρ νεκύεσσι πάροικος

### book 421.1.4

Ἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν—

### book 421.5.1

οὐδὲ μὲν οὐδ’ αὐτὸν ταχύπουν Χρόνον· ἔμπαλι γὰρ δὴ

### book 421.5.2

κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη.

### book 421.5.3

ἀλλ’ ἄρα, ναί, δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς

### book 421.1

ἐστί, σὺ δ’ ὁ πτερόεις τοὔνομα τοῦδε λόγος.

### book 421.2

Λατῴας δ’ ἄμφηκες ἔχεις γέρας ἔς τε γέλωτα

### book 421.10.1

καὶ σπουδὰν καί που μέτρον ἐρωτογράφον.

### book 421.10.2

ναὶ μὲν δὴ Μελέαγρον ὁμώνυμον Οἰνέος υἱῷ

### book 421.10.3

σύμβολα σημαίνει ταῦτα συοκτασίας.

### book 421.10.4

χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι

### book 421.10.5

καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο.

### book 422.1.1

Τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντες

### book 422.1.2

γλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον;

### book 422.1.3

ἦ ῥὰ γενὴν ὅτι Χῖος; ἔοικε γάρ. ἤ ῥ’ ὅτι παίκτας

### book 422.1.4

ἦσθά τις, οὐ λίην δ’, ὠγαθέ, πλειστοβόλος;

### book 422.5.1

ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβης

### book 422.5.2

Χίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν.

### book 423.1.1

Τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσα

### book 423.1.2

φάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ,

### book 423.1.3

τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δ’ εἴρια τὰν φιλοεργόν,

### book 423.1.4

ἄνδεμα δ’ αὖ μίτρας τὰν πολιοκρόταφον·

### book 423.5.1

τοιάνδε σταλοῦχος ὅδ’ ἔκρυφε Βιττίδα τύμβος

### book 423.5.2

Τιμέα ἄχραντον νυμφιδίαν ἄλοχον.

### book 423.5.3

ἀλλ’, ὦνερ, καὶ χαῖρε καὶ οἰχομένοισιν ἐς Ἅιδαν

### book 423

τὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν.

### book 424.1.1

Μαστεύω, τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ,

### book 424.1.2

Λυσιδίκα, γλυπτὸν τόνδ’ ἐχάραξε νόον·

### book 424.1.3

ἁνία γὰρ καὶ κημὸς ὅ τ’ εὐόρνιθι Τανάγρᾳ

### book 424.1.4

οἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας,

### book 424.5.1

οὐχ ἅδεν οὐδ’ ἐπέοικεν ὑπωροφίαισι γυναιξίν,

### book 424.5.2

ἀλλὰ τά τ’ ἠλακάτας ἔργα τά θ’ ἱστοπόδων. —

### book 424.5.3

„Τὰν μὲν ἀνεγρομέναν μέ ποτ’ εἴρια νύκτερος ὄρνις,

### book 424.5.4

ἁνία δ’ αὐδάσει δώματος ἁνίοχον·

### book 424.5.5

ἱππαστὴρ δ’ ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον,

### book 424.10

οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας.“

### book 425.1.1

Μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων,

### book 425.1.2

γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα.

### book 425.1.3

τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου,

### book 425.1.4

ἁ δὲ κύων τέκνων γνήσια καδομέναν·

### book 425.5.1

μάστιξ δ’ οὐκ ὀλοάν, ξένε, δεσπότιν, ἀλλ’ ἀγέρωχον

### book 425.5.2

δμωσί, κολάστειραν δ’ ἔνδικον ἀμπλακίας·

### book 425.5.3

χὰν δὲ δόμων φυλακὰν μελεδήμονα· τὰν δ’ ἅ〈μα κεδνὰν〉

### book 425.5.4

γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον.

### book 425.5.5

τοιοῖσδ’ ἀμφ’ ἔργοισιν ἐγάθεον· ἔνθεν ὅμευνος

### book 425.10

τοιάδ’ ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων.

### book 426.1.1

Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας,

### book 426.1.2

βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς; —

### book 426.1.3

„Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων

### book 426

φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.

### book 426.5.1

οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς

### book 426.5.2

ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.“

### book 427.1.1

Ἁ στάλα, φέρ’ ἴδω, τίν’ ἔχει νέκυν. ἀλλὰ δέδορκα

### book 427.1.2

γράμμα μὲν οὐδέν που τμαθὲν ὕπερθε λίθου,

### book 427.1.3

ἐννέα δ’ ἀστραγάλους πεπτηότας· ὧν πίσυρες μὲν

### book 427.1.4

πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον,

### book 427.5.1

οἱ δὲ τὸ τᾶς νεότατος ἐφάλικος ἄνθος, ἔφηβον,

### book 427.5.2

εἷς δ’ ὅ γε μανύει Χῖος ἀφαυρότερον.

### book 427.5.3

ἦ ῥα τόδ’ ἀγγέλλοντι· „Καὶ ὁ σκάπτροισι μεγαυχὴς

### book 427.5.4

χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει“;

### book 427.5.5

ἢ τὸ μὲν οὔ; δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν

### book 427.10.1

ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος·

### book 427.10.2

ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς

### book 427.10.3

οὔνομ’, ἐφηβείῃ δ’ ὤλετ’ ἐν ἁλικίᾳ.

### book 427.10.4

ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν

### book 427.10.5

πνεῦμα δι’ ἀφθέγκτων εἶπέ τις ἀστραγάλων.

### book 428.1.1

Ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ

### book 428.1.2

ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,

### book 428.1.3

ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δ’ ἐπ’ αὐτᾶς

### book 428.1.4

βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος.

### book 428.5

ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα

### book 428.1

κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;

### book 428.2

πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπρέπει ἀνδρὶ πενιχρῷ

### book 428.3

ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.

### book 428.4

οὐ δοκέω· σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις

### book 428.10.1

ἀθλοφόρον νίκαν ποσσὶν ἀειράμενον.

### book 428.10.2

οὐ ψαύω καὶ τᾷδε. τί γὰρ ταχὺς εἴκελος ἀνὴρ

### book 428.10.3

ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν·

### book 428.10.4

φοῖνιξ μὲν νίκαν ἐνέπει πάτραν τε μεγαυχῆ

### book 428.10.5

ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον·

### book 428.15.1

ὄρνις δ’, ὅττι γεγωνὸς ἀνὴρ καί που περὶ Κύπριν

### book 428.15.2

πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας·

### book 428.15.3

σκᾶπτρα δ’ ἔχει σύνθημα λόγου· θνᾴσκειν δὲ πεσόντα

### book 428.15.4

οἰνοβρεχῆ προπετὴς ἐννέπει ἀστράγαλος.

### book 428.15.5

καὶ δὴ σύμβολα ταῦτα, τὸ δ’ οὔνομα πέτρος ἀείδει,

### book 428.20

Ἀντίπατρον, προγόνων φύντ’ ἀπ’ ἐρισθενέων.

### book 429.1.1

Δίζημαι κατὰ θυμόν, ὅτου χάριν ἁ παροδῖτις

### book 429.1.2

δισσάκι φεῖ μοῦνον γράμμα λέλογχε πέτρος

### book 429.1.3

λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶ

### book 429.1.4

τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα;

### book 429.5.1

τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός.

### book 429.5.2

ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν,

### book 429.5.3

ἁ δ’ οἰκτρὸν ναίουσα τόδ’ ἠρίον ἔπλετο Φειδίς;

### book 429.5.4

νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμαν.

### book 429.5.5

αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο,

### book 429.10

φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δ’ ἔρεβος.

### book 430.1.1

Τίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψεν

### book 430.1.2

ἔντεα; τῶ πέλτα Δωρὶς ἀναγράφεται;

### book 430.1.3

πλάθει γὰρ Θυρεᾶτις ὑφ’ αἵματος ἅδε λοχιτᾶν,

### book 430.1.4

χἀμὲς ἀπ’ Ἀργείων τοὶ δύο λειπόμεθα.

### book 430.5.1

πάντα νέκυν μάστευε δεδουπότα, μή τις ἔτ’ ἔμπνους

### book 430.5.2

λειπόμενος Σπάρτᾳ κῦδος ἔλαμψε νόθον.

### book 430.5.3

ἴσχε βάσιν. νίκα γὰρ ἐπ’ ἀσπίδος ὧδε Λακώνων

### book 430.5.4

φωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα,

### book 430.5.5

χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ,

### book 430.10

στύξον ἀνικάτω σύμβολα φυλόπιδος.

### book 431.1.1

Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις

### book 431.1.2

Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,

### book 431.1.3

αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον

### book 431.1.4

ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.

### book 431.5.1

ἄρσενι δ’ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον

### book 431.5.2

καρύσσει· „Θυρέα, Ζεῦ, Λακεδαιμονίων.“

### book 431.5.3

αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ’ Ἀδράστου·

### book 431.5.4

Σπάρτᾳ δ’ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.

### book 432.1.1

Ὦ Λακεδαιμόνιοι, τὸν ἀρήιον ὔμμιν ὁ τύμβος

### book 432.1.2

Γύλλιν ὑπὲρ Θυρέας οὗτος ἔχει φθίμενον,

### book 432.1.3

ἄνδρας ὃς Ἀργείων τρεῖς ἔκτανε καὶ τόδ’ ἐπεῖπεν·

### book 432

„Τεθναίην Σπάρτας ἄξια μησάμενος.“

### book 433.1.1

Τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ

### book 433.1.2

ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.

### book 433.1.3

θηκτὸν δ’ ἐν προβολᾷ θεμένα ξίφος εἶπεν, ὀδόντα

### book 433.1.4

ὀξὺν ἐπιβρύκους’, οἷα Λάκαινα γυνά·

### book 433.5.1

„Ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθ’ Ἅιδαν,

### book 433.5.2

ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον οὐδ’ ἔτεκον.“

### book 434.1.1

Εἰς δῄων πέμψασα λόχους Δημαινέτη ὀκτὼ

### book 434.1.2

παῖδας ὑπὸ στήλῃ πάντας ἔθαπτε μιᾷ.

### book 434.1.3

δάκρυα δ’ οὐκ ἔρρηξ’ ἐπὶ πένθεσιν, ἀλλὰ τόδ’ εἶπεν

### book 434.1.4

μοῦνον· „Ἰὼ Σπάρτα, σοὶ τέκνα ταῦτ’ ἔτεκον.“

### book 435.1.1

Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων,

### book 435.1.2

ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα

### book 435.1.3

Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ’ ἕβδομος ἄμμε Γύλιππος

### book 435.1.4

ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,

### book 435.5

Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ ἄχθος

### book 435

ματρί· τὸ δ’ ἓν πάντων καὶ καλὸν ἐντάφιον.

### book 436.1.1

Εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίτας

### book 436.1.2

τοῦτ’ ἔπος· „Ὀγδώκοντ’ ἐνθάδε μυριάδας

### book 436.1.3

Σπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν

### book 436.1.4

καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.“

### book 437.1.1

Οὐκ ἔτλας, ὤριστε Λεωνίδα, αὖτις ἱκέσθαι

### book 437.1.2

Εὐρώταν χαλεπῷ σπερχόμενος πολέμῳ·

### book 437.1.3

ἀλλ’ ἐπὶ Θερμοπύλαισι τὸ Περσικὸν ἔθνος ἀμύνων

### book 437.1.4

ἐδμάθης, πατέρων ἁζόμενος νόμιμα.

### book 438.1.1

Ὤλεο δὴ Πατρέων περὶ ληίδα καὶ σύ, Μαχάτα,

### book 438.1.2

δριμὺν ἐπ’ Αἰτωλοῖς ἀντιφέρων πόλεμον,

### book 438.1.3

πρωθήβας· χαλεπὸν γὰρ Ἀχαιικὸν ἄνδρα νοῆσαι

### book 438.1.4

ἄλκιμον, εἰς πολιὰν ὅστις ἔμεινε τρίχα.

### book 439.1.1

Οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα,

### book 439.1.2

πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων,

### book 439.1.3

Κῆρας ἐπισσεύασα βίου κύνας. ὦ πόποι, ἀνὴρ

### book 439

οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ.

### book 440.1.1

Ἠρίον, οἷον νυκτὶ καταφθιμένοιο καλύπτεις

### book 440.1.2

ὀστέον, οἵην, γαῖ’, ἀμφέχανες κεφαλήν,

### book 440.1.3

πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι,

### book 440.1.4

πολλοῦ δ’ ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτευς.

### book 440.5.1

ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι,

### book 440.5.2

〈στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος·

### book 440.5.3

ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν〉

### book 440.5.4

ἰθῦναι κείνην εὐκύλικα λαλιήν·

### book 440.5.5

ᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέα

### book 440.10

ἔρδειν. γαῖ’ ἐρατή, τοῖον ἔχεις φθίμενον.

### book 441.1.1

Ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου

### book 441.1.2

κίονας, ὦ μεγάλη γαῖ’, ὑπένερθεν ἔχεις.

### book 442.1.1

Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,

### book 442.1.2

οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν

### book 442.1.3

αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται

### book 442

Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.

### book 443.1.1

Τῶνδέ ποτ’ ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς

### book 443.1.2

λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.

### book 443.1.3

ἀντὶ δ’ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων

### book 443.1.4

ἄψυχ’ ἐμψύχων ἅδε κέκευθε κόνις.

### book 444.1.1

Χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκον

### book 444.1.2

ἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενον·

### book 444.1.3

ὀγδώκοντα δ’ ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοις

### book 444.1.4

τῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον.

### book 444.5.1

οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς·

### book 444.5.2

ξυνὴ δ’ ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα·

### book 444.5.3

εἷς καὶ τύμβος ἀνέστη· ἀτὰρ τὸν ἕκαστον ἐκείνων

### book 444.5.4

οἶδε καὶ ἐν τέφρῃ ῥηιδίως Ἀίδης.

### book 445.1.1

Μαντιάδας, ὦ ξεῖνε, καὶ Εὔστρατος, υἷες Ἐχέλλου,

### book 445.1.2

Δυμαῖοι, κραναῇ κείμεθ’ ἐνὶ ξυλόχῳ,

### book 445.1.3

ἄγραυλοι γενεῆθεν ὀροιτύποι. οἱ δ’ ἐπὶ τύμβῳ

### book 445.1.4

μανυταὶ τέχνας δουροτόμοι πελέκεις.

### book 446.1.1

Ἑρμιονεὺς ὁ ξεῖνος, ἐν ἀλλοδαπῶν δὲ τέθαπται,

### book 446.1.2

Ζωίλος, Ἀργείαν γαῖαν ἐφεσσάμενος,

### book 446.1.3

ἃν ἐπί οἱ βαθύκολπος ἀμάσατο δάκρυσι νύμφα

### book 446

λειβομένα παῖδές τ’ εἰς χρόα κειράμενοι.

### book 447.1.1

Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων

### book 447.1.2

„Θῆρις Ἀρισταίου Κρὴσ“ ἐπ’ ἐμοὶ δολιχός.

### book 448.1.1

Πραταλίδα τὸ μνᾶμα Λυκαστίω, ἄκρον ἐρώτων

### book 448.1.2

εἰδότος, ἄκρα μάχας, ἄκρα λινοστασίας,

### book 448.1.3

ἄκρα χοροιτυπίας. χθόνιοι ...

### book 448.1.4

τοῦτον Κρηταιεῖ Κρῆτα παρῳκίσατε;

### book 449.1

Πραταλίδᾳ παιδεῖον Ἔρως πόθον, Ἄρτεμις ἄγραν,

### book 449.2

Μοῦσα χορούς, Ἄρης ἐγγυάλιξε μάχαν.

### book 449.3

πῶς οὐκ εὐαίων ὁ Λυκάστιος, ὃς καὶ ἔρωτι

### book 449.4

ἆρχε καὶ ἐν μολπᾷ καὶ δορὶ καὶ στάλικι;

### book 450.1.1

Τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος· ἀλλὰ προσειπεῖν

### book 450.1.2

τλῆθί με καὶ στήλης πλησίον, ὦνερ, ἴθι.

### book 450.1.3

οὐκ εἴμ’ ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντη

### book 450.1.4

ἔργα καὶ Αἰσχύνην οὐ νομίσασα θεόν,

### book 450.5.1

ἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον. εἰ δέ τις ἡμέας

### book 450.5.2

αἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην,

### book 450.5.3

τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα, τἀμὰ δὲ λυγρὴν

### book 450

ὀστέα τερφθείη κληδόν’ ἀπωσαμένης.

### book 451.1.1

Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον

### book 451.1.2

κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.

### book 452.1.1

Μνήμης Εὐβούλοιο σαόφρονος, ὦ παριόντες,

### book 452.1.2

πίνωμεν· κοινὸς πᾶσι λιμὴν Ἀίδης.

### book 453.1.1

Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος

### book 453.1.2

ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.

### book 454.1.1

Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς

### book 454.1.2

ἀκρήτου προποθεῖς’ ᾤχετ’ ἔχουσα κύλιξ.

### book 455.1.1

Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός,

### book 455.1.2

ἐνταῦθα κεῖται γρηΰς, ἧς ὑπὲρ τάφου

### book 455.1.3

γνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ.

### book 455.1.4

στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων

### book 455.5

οὐδ’ ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου,

### book 455

ἓν δ’ ἀντὶ πάντων, οὕνεχ’ ἡ κύλιξ κενή.

### book 456.1.1

Τὴν τίτθην Ἱέρων Σειληνίδα, τήν, ὅτε πίνοι

### book 456.1.2

ζωρόν, ὑπ’ οὐδεμιῆς θλιβομένην κύλικος,

### book 456.1.3

ἀγρῶν ἐντὸς ἔθηκεν, ἵν’ ἡ φιλάκρητος ἐκείνη

### book 456.1.4

καὶ φθιμένη ληνῶν γείτονα τύμβον ἔχοι.

### book 457.1.1

Ἀμπελὶς ἡ φιλάκρητος, ἐπὶ σκίπωνος ὁδηγοῦ

### book 457.1.2

ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη,

### book 457.1.3

λαθριδίη Βάκχοιο νεοθλιβὲς ἧκ’ ἀπὸ ληνοῦ

### book 457.1.4

πῶμα Κυκλωπείην πλησομένη κύλικα·

### book 457.5.1

πρὶν δ’ ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιὴ

### book 457.5.2

νηῢς ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος.

### book 457.5.3

Εὐτέρπη δ’ ἐπὶ τύμβον ἀποφθιμένης θέτο σῆμα

### book 457.5.4

λάινον οἰνηρῶν γείτονα θειλοπέδων.

### book 458.1.1

Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς

### book 458.1.2

Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει

### book 458.1.3

καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι

### book 458.1.4

ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.

### book 459.1.1

Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,

### book 459.1.2

δίζηνται Σαμίων πολλάκι θυγατέρες,

### book 459.1.3

ἡδίστην συνέριθον ἀείλαλον· ἡ δ’ ἀποβρίζει

### book 459

ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.

### book 460.1.1

Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν

### book 460.1.2

ῥέζων οὔτ’ ἀδικῶν οὐδένα. Γαῖα φίλη,

### book 460.1.3

Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη

### book 460.1.4

γίνεο μήτ’ ἄλλοι δαίμονες, οἵ μ’ ἔχετε.

### book 461.1.1

Παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ

### book 461.1.2

Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής.

### book 462.1.1

Ἀγχιτόκον Σατύραν Ἀίδας λάχε, Σιδονία δὲ

### book 462.1.2

κρύψε κόνις, πάτρα δ’ ἐστονάχησε Τύρος.

### book 463.1.1

Αὕτα Τιμόκλει’, αὕτα Φιλώ, αὕτα Ἀριστώ,

### book 463.1.2

αὕτα Τιμαιθώ, παῖδες Ἀριστοδίκου,

### book 463.1.3

πᾶσαι ὑπ’ ὠδῖνος πεφονευμέναι· αἷς ἔπι τοῦτο

### book 463

σᾶμα πατὴρ στάσας κάτθαν’ Ἀριστόδικος.

### book 464.1.1

Ἦ πού σε χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο

### book 464.1.2

Κωκυτοῦ θεμέναν ἴχνος ἐπ’ ἀιόνι,

### book 464.1.3

οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ

### book 464.1.4

ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν Ἀίδᾳ

### book 464.5.1

πευθόμεναι τέο κῆρα· σὺ δὲ ξαίνουσα παρειὰς

### book 464.5.2

δάκρυσιν ἄγγειλας κεῖν’ ἀνιαρὸν ἔπος·

### book 464.5.3

„Διπλόον ὠδίνασα, φίλαι, τέκος ἄλλο μὲν ἀνδρὶ

### book 464.5.4

Εὔφρονι καλλιπόμαν, ἄλλο δ’ ἄγω φθιμένοις.“

### book 465.1.1

Ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων

### book 465.1.2

σείονται φύλλων ἡμιθαλεῖς στέφανοι·

### book 465.1.3

γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,

### book 465.1.4

λυγρὰ περιστέλλειν ὀστέα φατὶ τίνος.

### book 465.5.1

„Ξεῖν’, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον

### book 465.5.2

εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν·

### book 465.5.3

δισσὰ δ’ ὁμοῦ τίκτουσα τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν

### book 465.5.4

γήρως, ἓν δ’ ἀπάγω μναμόσυνον πόσιος.“

### book 466.1.1

Ἆ δείλ’ Ἀντίκλεις, δειλὴ δ’ ἐγὼ ἡ τὸν ἐν ἥβης

### book 466.1.2

ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη,

### book 466.1.3

ὀκτωκαιδεκέτης ὃς ἀπώλεο, τέκνον· ἐγὼ δὲ

### book 466

ὀρφάνιον κλαίω γῆρας ὀδυρομένη.

### book 466.5.1

βαίην εἰς Ἄϊδος σκιερὸν δόμον· οὔτε μοι ἠὼς

### book 466.5.2

ἡδεῖ’ οὔτ’ ἀκτὶς ὠκέος ἠελίου.

### book 466.5.3

ἆ δείλ’ Ἀντίκλεις μεμορημένε, πένθεος εἴης

### book 466.5.4

ἰητὴρ ζωῆς ἔκ με κομισσάμενος.

### book 467.1.1

Τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρ

### book 467.1.2

ἴαχε δωδεκέτη σὸν γοόωσα μόρον·

### book 467.1.3

„Ὤλετ’ ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδόν, εἰς πῦρ

### book 467.1.4

ὤλεθ’ ὁ παμμέλεος γειναμένου κάματος·

### book 467.5.1

ὤλετ’ ἀπευθεῖ μοι τέρψις σέθεν· ἐς γὰρ ἄκαμπτον,

### book 467.5.2

ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρων,

### book 467.5.3

οὐδ’ ἐς ἐφηβείαν ἐλθών, τέκος· ἀντὶ δὲ σεῖο

### book 467.5.4

στάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.“

### book 468.1.1

Οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς Ἅιδαν

### book 468.1.2

ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι.

### book 468.1.3

ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκ’ ἀπ’ οἴκων

### book 468.1.4

ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν.

### book 468.5.1

πένθος δ’, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες·

### book 468.5.2

αἰαῖ τὰς μαστῶν ψευδομένας χάριτας

### book 468.5.3

καὶ κενεὰς ὠδῖνας. ἰὼ κακοπάρθενε Μοῖρα,

### book 468.5.4

στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους.

### book 468.5.5

τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσι

### book 468.10

πενθεῖν, οἷς δ’ ἀγνώς, πευθομένοις ἐλεεῖν.

### book 469.1.1

Εὔβουλόν μ’ ἐτέκνωσεν Ἀθηναγόρης περὶ πάντων

### book 469.1.2

ἥσσονα μὲν μοίρᾳ, κρέσσονα δ’ εὐλογίᾳ.

### book 470.1.1

Εἶπον ἀνειρομένῳ, τίς καὶ τίνος ἐσσί. —„Φίλαυλος

### book 470.1.2

Εὐκρατίδεω.“ —Ποδαπὸς δ’ εὔχε’ 〈ἔμεν; —„Θριασεύσ〉.“ —

### book 470.1.3

Ἔζησας δὲ τίνα στέργων βίον; —„Οὐ τὸν ἀρότρου,

### book 470.1.4

οὐδὲ τὸν ἐκ νηῶν, τὸν δὲ σοφοῖς ἕταρον.“ —

### book 470.5.1

Γήραϊ δ’ ἢ νούσῳ βίον ἔλλιπες; —„Ἤλυθον Ἅιδαν

### book 470.5.2

αὐτοθελεί, Κείων γευσάμενος κυλίκων.“ —

### book 470.5.3

Ἦ πρέσβυς; —„Καὶ κάρτα.“ —Λάβοι νύ σε βῶλος ἐλαφρὴ

### book 470.5.4

σύμφωνον πινυτῷ σχόντα λόγῳ βίοτον.

### book 471.1.1

Εἴπας „Ἥλιε, χαῖρε“ Κλεόμβροτος Ὡμβρακιώτης

### book 471.1.2

ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,

### book 471.1.3

ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος

### book 471

ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος.

### book 472.1.1

Μυρίος ἦν, ὤνθρωπε, χρόνος πρὸ τοῦ, ἄχρι πρὸς ἠῶ

### book 472.1.2

ἦλθες, χὠ λοιπὸς μυρίος εἰς Ἀίδην.

### book 472.1.3

τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον

### book 472.1.4

στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον;

### book 472.5.1

μικρή σευ ζωὴ τεθλιμμένη· οὐδὲ γὰρ αὐτὴ

### book 472.5.2

ἡδεῖ’, ἀλλ’ ἐχθροῦ στυγνοτέρη θανάτου.

### book 472.5.3

ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν

### book 472.5.4

ἁρμονίης ὑψοῦντ’ ἠέρα καὶ νεφέλας·

### book 472.5.5

ὦνερ, ἴδ’, ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον

### book 472.10.1

εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη·

### book 472.10.2

τοῖον τὸ ψαλάθρειον ἀπεψιλωμένον οἷον

### book 472.10.3

πολλῷ ἀραχναίου στυγνότερον σκελετοῦ.

### book 472.10.4

ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν

### book 472.10.5

εἴης ἐν λειτῇ κεκλιμένος βιοτῇ·

### book 472.15.1

αἰὲν τοῦτο νόῳ μεμνημένος, ἄχρις ὁμιλῇς

### book 472.15.2

ζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης.

### book 472b.1.1

Χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δ’ ἐς ὅρμον,

### book 472b.1.2

ὡς κἠγὼ Φείδων ὁ Κρίτου, εἰς Ἀίδην.

### book 473.1.1

Δαμὼ καὶ Μάθυμνα τὸν ἐν τριετηρίσιν ὥραις

### book 473.1.2

Εὔφρονα λυσσατὰν ὡς ἐπύθοντο νέκυν,

### book 473.1.3

ζωὰν ἀρνήσαντο, τανυπλέκτων δ’ ἀπὸ μιτρᾶν

### book 473

χερσὶ δεραιούχους ἐκρεμάσαντο βρόχους.

### book 474.1.1

Εἷς ὅδε Νικάνδρου τέκνων τάφος· ἓν φάος ἀοῦς

### book 474.1.2

ἄνυσε τὰν ἱερὰν Λυσιδίκας γενεάν.

### book 475.1.1

Νυμφίον Εὐαγόρην πολὺ πενθεροῦ ἡ Πολυαίνου

### book 475.1.2

Σκυλλὶς ἀν’ εὐρείας ἦλθε βοῶσα πύλας,

### book 475.1.3

παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον. οὐδ’ ἄρ’ ἐκείνη

### book 475.1.4

χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,

### book 475.5.1

δαιμονίη, τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων

### book 475.5.2

οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.

### book 475.5.3

τοῦτο δ’ ἐπ’ ἀμφοτέροισι πολύκλαυτον φιλότητος

### book 475.5.4

ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.

### book 476.1.1

Δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα,

### book 476.1.2

δωροῦμαι, στοργᾶς λείψανον, εἰς Ἀίδαν,

### book 476.1.3

δάκρυα δυσδάκρυτα· πολυκλαύτῳ δ’ ἐπὶ τύμβῳ

### book 476.1.4

σπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας.

### book 476.5.1

οἰκτρὰ γάρ, οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγρος

### book 476.5.2

αἰάζω, κενεὰν εἰς Ἀχέροντα χάριν.

### book 476.5.3

αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος; ἅρπασεν Ἅιδας,

### book 476.5.4

ἅρπασεν· ἀκμαῖον δ’ ἄνθος ἔφυρε κόνις.

### book 476.5.5

ἀλλά σε γουνοῦμαι, Γᾶ παντρόφε, τὰν πανόδυρτον

### book 476.10

ἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι.

### book 477.1.1

Μή σοι τοῦτο, Φιλαινί, λίην ἐπικάρδιον ἔστω,

### book 477.1.2

εἰ μὴ πρὸς Νείλῳ γῆς μορίης ἔτυχες,

### book 477.1.3

ἀλλά ς’ Ἐλευθέρνης ὅδ’ ἔχει τάφος· ἔστι γὰρ ἴση

### book 477.1.4

πάντοθεν εἰς Ἀίδην ἐρχομένοισιν ὁδός.

### book 478.1.1

Τίς ποτ’ ἄρ’ εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτα

### book 478.1.2

τλήμον’ ἐν ἡμιφαεῖ λάρνακι γυμνὰ μένει;

### book 478.1.3

μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεω

### book 478.1.4

ἄξονι καὶ τροχιῇ λειτὰ παραξέεται.

### book 478.5.1

ἤδη σευ καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι,

### book 478.5.2

σχέτλιε, σοὶ δ’ οὐδεὶς οὐδ’ ἐπὶ δάκρυ βαλεῖ.

### book 479.1.1

Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς

### book 479.1.2

τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλήν·

### book 479.1.3

αἰών μ’ ἔτριψεν κροκάλαις ἴσον· ἐν γὰρ ἀμάξῃ

### book 479.1.4

παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.

### book 479.5.1

ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,

### book 479.5.2

θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα.

### book 480.1.1

Ἤδη μευ τέτριπται ὑπεκκεκαλυμμένον ὀστεῦν

### book 480.1.2

ἁρμονίῃ τ’, ὦνερ, πλὰξ ἐπικεκλιμένη·

### book 480.1.3

ἤδη καὶ σκώληκες ὑπὲκ σοροῦ αὐγάζονται

### book 480

ἡμετέρης. τί πλέον γῆν ἐπιεννύμεθα;

### book 480.5.1

ἦ γὰρ τὴν οὔπω πρὶν ἰτὴν ὁδὸν ἐτμήξαντο

### book 480.5.2

ἄνθρωποι κατ’ ἐμῆς νισσόμενοι κεφαλῆς.

### book 480.5.3

ἀλλά, πρὸς ἐγγαίων Ἀϊδωνέος Ἑρμεία τε

### book 480.5.4

καὶ Νυκτός, ταύτης ἐκτὸς ἴτ’ ἀτραπιτοῦ.

### book 481.1.1

Ἁ στάλα βαρύθουσα λέγει τάδε· „Τὰν μινύωρον,

### book 481.1.2

τὰν μικκὰν Ἀίδας ἅρπασε Θειοδόταν.“

### book 481.1.3

χἀ μικκὰ τάδε πατρὶ λέγει πάλιν· „Ἴσχεο λύπας,

### book 481.1.4

Θειόδοτε· θνατοὶ πολλάκι δυστυχέες.“

### book 482.1.1

Οὔπω τοι πλόκαμοι τετμημένοι οὐδὲ σελάνας

### book 482.1.2

τοὶ τριετεῖς μηνῶν ἁνιοχεῦντο δρόμοι,

### book 482.1.3

Κλεύδικε, Νικασὶς ὅτε σὰν περὶ λάρνακα μάτηρ,

### book 482.1.4

τλῆμον, ἐπ’ αἰακτᾷ πόλλ’ ἐβόα στεφάνᾳ

### book 482.5.1

καὶ γενέτας Περί〈κλειτοσ〉· ἐπ’ ἀγνώτῳ δ’ Ἀχέροντι

### book 482.5.2

ἡβάσεις ἥβαν, Κλεύδικ’, ἀνοστοτάταν.

### book 483.1.1

Ἀίδη ἀλλιτάνευτε καὶ ἄτροπε, τίπτε τοι οὕτω

### book 483.1.2

Κάλλαισχρον ζωᾶς νήπιον ὠρφάνισας;

### book 483.1.3

ἔσται μὰν ὅ γε παῖς ἐν δώμασι Φερσεφονείοις

### book 483

παίγνιον, ἀλλ’ οἴκοι λυγρὰ λέλοιπε πάθη.

### book 484.1.1

Πέντε κόρας καὶ πέντε Βιὼ Διδύμωνι τεκοῦσα

### book 484.1.2

ἄρσενας οὐδὲ μιᾶς οὐδ’ ἑνὸς ὠνάσατο,

### book 484.1.3

ἣ μέγ’ ἀρίστη ἐοῦσα καὶ εὔτεκνος οὐχ ὑπὸ παίδων,

### book 484.1.4

ὀθνείαις δ’ ἐτάφη χερσὶ θανοῦσα Βιώ.

### book 485.1.1

Βάλλεθ’ ὑπὲρ τύμβου πολιὰ κρίνα καὶ τὰ συνήθη

### book 485.1.2

τύμπαν’ ἐπὶ στήλῃ ῥήσσετ’ Ἀλεξιμένευς

### book 485.1.3

καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτης

### book 485.1.4

Στρυμονίην, ἄφετοι θυιάδες, ἀμφὶ πόλιν,

### book 485.5.1

ἣ γλυκερὰ πνεύσαντος ἐφ’ ὑμετέραισιν ἀυταῖς

### book 485.5.2

πολλάκι πρὸς μαλακοὺς τοῦδ’ ἐχόρευε νόμους.

### book 486.1.1

Πολλάκι τῷδ’ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ

### book 486.1.2

μάτηρ ὠκύμορον παῖδ’ ἐβόασε φίλαν,

### book 486.1.3

ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο

### book 486.1.4

χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ’ Ἀχέροντος ἔβα.

### book 487.1.1

Ὤλεο δὴ πρὸ γάμοιο, Φιλαίνιον, οὐδέ σε μάτηρ

### book 487.1.2

Πυθιὰς ὡραίους ἤγαγεν εἰς θαλάμους

### book 487.1.3

νυμφίου· ἀλλ’ ἐλεεινὰ καταδρύψασα παρειὰς

### book 487

τεσσαρακαιδεκέτιν τῷδ’ ἐκάλυψε τάφῳ.

### book 488.1.1

Αἰαῖ, Ἀριστοκράτεια, σὺ μὲν βαθὺν εἰς Ἀχέροντα

### book 488.1.2

οἴχεαι ὡραίου κεκλιμένα πρὸ γάμου,

### book 488.1.3

ματρὶ δὲ δάκρυα σᾷ καταλείπεται, ἅ ς’ ἐπὶ τύμβῳ

### book 488.1.4

πολλάκι κεκλιμένας κωκύει ἐκ κεφαλᾶς.

### book 489.1.1

Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν

### book 489.1.2

δέξατο Φερσεφόνας κυάνεος θάλαμος,

### book 489.1.3

ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ

### book 489.1.4

ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.

### book 490.1.1

Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ

### book 490.1.2

νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,

### book 490.1.3

κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ’ ἐπιπάντων

### book 490.1.4

ἐλπίδας οὐλομένα Μοῖρ’ ἐκύλισε πρόσω.

### book 491.1.1

Αἰαῖ παρθενίας ὀλοόφρονος, ἇς ἄπο φαιδρὰν

### book 491.1.2

ἔκλασας ἁλικίαν, ἱμερόεσσα Κλεοῖ·

### book 491.1.3

κὰδ δέ ς’ ἀμυξάμεναι περὶ δάκρυσιν αἵδ’ ἐπὶ τύμβῳ

### book 491

λᾶες Σειρήνων ἕσταμες εἰδάλιμοι.

### book 492.1.1

Οἰχόμεθ’, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων

### book 492.1.2

τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι,

### book 492.1.3

παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς

### book 492.1.4

Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.

### book 492.5.1

οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδ’ Ὑμέναιον,

### book 492.5.2

νυμφίον ἀλλ’ Ἀίδην κηδεμόν’ εὑρόμεθα.

### book 493.1.1

Οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα

### book 493.1.2

οὐδ’ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα,

### book 493.1.3

ἀλλ’ αὐταί, πάτρας ὁπότ’ ἔφλεγεν ἄστυ Κορίνθου

### book 493.1.4

γοργὸς Ἄρης, Ἀίδαν ἄλκιμον εἱλόμεθα.

### book 493.5.1

ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ,

### book 493.5.2

οὐδ’ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου,

### book 493.5.3

ἇψε δ’ ἐναυχένιον δειρᾷ βρόχον· ἦς γὰρ ἀμείνων

### book 493.5.4

δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.

### book 494.1.1

Ἐν πόντῳ Σώδαμος ὁ Κρὴς θάνεν, ᾧ φίλα, Νηρεῦ,

### book 494.1.2

δίκτυα καὶ τὸ σὸν ἦν κεῖνο σύνηθες ὕδωρ,

### book 494.1.3

ἰχθυβολεὺς ὁ περισσὸς ἐν ἀνδράσιν, ἀλλὰ θάλασσα

### book 494

οὔ τι διακρίνει χείματος οὐδ’ ἁλιεῖς.

### book 495.1.1

Στυγνὸς ἐπ’ Ἀρκτούρῳ ναύταις πλόος, ἐκ δὲ Βορείης

### book 495.1.2

λαίλαπος Ἀσπασίῳ πικρὸν ἔτευξε μόρον,

### book 495.1.3

οὗ στείχεις παρὰ τύμβον, ὁδοιπόρε· σῶμα δὲ πόντος

### book 495.1.4

ἔκρυψ’ Αἰγαίῳ ῥαινόμενον πελάγει.

### book 495.5.1

ἠιθέων δακρυτὸς ἅπας μόρος· ἐν δὲ θαλάσσῃ

### book 495.5.2

πλεῖστα πολυκλαύτου κήδεα ναυτιλίης.

### book 496.1.1

Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον

### book 496.1.2

τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν

### book 496.1.3

μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης

### book 496.1.4

ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.

### book 496.5.1

νῦν δ’ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν

### book 496.5.2

ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.

### book 497.1.1

Καί ποτε Θυμώδης, τὰ παρ’ ἐλπίδα κήδεα κλαίων,

### book 497.1.2

παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφον·

### book 497.1.3

οὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴ

### book 497.1.4

θινιὰς ἢ νήσων ποντιάδων τις ἔχει·

### book 497.5

ἔνθ’ ὅ γέ που πάντων κτερέων ἄτερ ὀστέα φαίνει

### book 497

γυμνὸς ἐπ’ ἀξείνου κείμενος αἰγιαλοῦ.

### book 498.1.1

Δᾶμις ὁ Νυσαεύς, ἐλαχὺ σκάφος ἔκ ποτε πόντου

### book 498.1.2

Ἰονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος

### book 498.1.3

φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαὸν

### book 498.1.4

κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων

### book 498.5.1

ἀσκηθεῖς ἐσάωσε· καθιεμένης δ’ ἐπὶ πέτραις

### book 498.5.2

ἀγκύρης ψυχρῶν κάτθανεν ἐκ νιφάδων

### book 498.5.3

ἠμύσας ὁ πρέσβυς. ἴδ’, ὡς λιμένα γλυκὺν ἄλλοις

### book 498.5.4

δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα.

### book 499.1.1

Ναυτίλοι ὦ πλώοντες, ὁ Κυρηναῖος Ἀρίστων

### book 499.1.2

πάντας ὑπὲρ Ξενίου λίσσεται ὔμμε Διός,

### book 499.1.3

εἰπεῖν πατρὶ Μένωνι, παρ’ Ἰκαρίαις ὅτι πέτραις

### book 499.1.4

κεῖται ἐν Αἰγαίῳ θυμὸν ἀφεὶς πελάγει.

### book 500.1.1

Ὦ παρ’ ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα,

### book 500.1.2

εἰς Χίον εὖτ’ ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ,

### book 500.1.3

ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος

### book 500.1.4

ὤλεσεν, Εὐίππου δ’ αὐτὸ λέλειπτ’ ὄνομα.

### book 501.1.1

Εὔρου χειμέριαί σε καταιγίδες ἐξεκύλισαν,

### book 501.1.2

Φίλλι, πολυκλύστῳ γυμνὸν ἐπ’ ἠιόνι,

### book 501.1.3

οἰνηρῆς Λέσβοιο παρὰ σφυρόν· αἰγίλιπος δὲ

### book 501

πέτρου ἁλιβρέκτῳ κεῖσαι ὑπὸ πρόποδι.

### book 502.1.1

Ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην

### book 502.1.2

λείπων εἰς αὐτὴν ἔρχεαι Ἀμφίπολιν,

### book 502.1.3

εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ

### book 502.1.4

Στρυμονίης Ἐρίφων ὤλεσε πανδυσίῃ.

### book 503.1.1

Ἀρχαίης ὦ θινὸς ἐπεστηλωμένον ἄχθος,

### book 503.1.2

εἴποις, ὅντιν’ ἔχεις ἢ τίνος ἢ ποδαπόν. —

### book 503.1.3

„Φίντων’ Ἑρμιονῆα Βαθυκλέος, ὃν πολὺ κῦμα

### book 503.1.4

ὤλεσεν, Ἀρκτούρου λαίλαπι χρησάμενον.“

### book 504.1.1

Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής,

### book 504.1.2

ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεὺς

### book 504.1.3

καὶ λάβρου πέρκης δελεάρπαγος ὅσσα τε κοίλας

### book 504.1.4

σήραγγας πέτρας τ’ ἐμβυθίους νέμεται,

### book 504.5.1

ἄγρης ἐκ πλωτῆς ποτ’ ἰουλίδα πετρήεσσαν

### book 504.5.2

δακνάζων ὀλοὴν ἐξ ἁλὸς ἀράμενος

### book 504.5.3

ἔφθιτ’· ὀλισθηρὴ γὰρ ὑπὲκ χερὸς ἀίξασα

### book 504.5.4

ᾤχετ’ ἐπὶ στεινὸν παλλομένη φάρυγα.

### book 504.5.5

χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τε

### book 504.10.1

ἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος,

### book 504.10.2

νήματ’ ἀναπλήσας ἐπιμοίρια· τοῦ δὲ θανόντος

### book 504

Γρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον.

### book 505.1.1

Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος

### book 505.1.2

κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.

### book 506.1.1

Κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸν

### book 506.1.2

ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.

### book 506.1.3

ἦ γὰρ ἐπ’ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων

### book 506.1.4

Ἰόνιόν θ’ ὑγρὸν κῦμα κατερχόμενος

### book 506.5.1

τὴν μὲν ἔσως’, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων,

### book 506.5.2

ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος,

### book 506.5.3

ἐβρώθην· τοῖόν μοι ἐπ’ ἄγριον εὖ μέγα κῆτος

### book 506.5.4

ἦλθεν, ἀπέβροξεν δ’ ἄχρις ἐπ’ ὀμφαλίου.

### book 506.5.5

χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν

### book 506.10.1

ἤρανθ’, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο·

### book 506.10.2

ᾐόνι δ’ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ,

### book 506.10.3

ἔκρυψαν· πάτρην δ’ οὐ πάλιν ἱκόμεθα.

### book 507.1.1

Ἄνθρωπ’, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς

### book 507.1.2

χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ’ ἱκανός.

### book 507b

Οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτον

### book 507b

Γόργιππος ξανθῆς Φερσεφόνης θάλαμον.

### book 508.1.1

Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,

### book 508.1.2

τόνδ’ Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,

### book 508.1.3

ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις

### book 508.1.4

φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.

### book 509.1.1

Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ’ ἐπέθηκεν

### book 509.1.2

Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.

### book 510.1.1

Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ,

### book 510.1.2

Κλείσθενες, Εὐξείνῳ μοῖρ’ ἔκιχεν θανάτου

### book 510.1.3

πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου

### book 510.1.4

ἤμπλακες οὐδ’ ἵκευ Χῖον ἐπ’ ἀμφιρύτην.

### book 511.1.1

Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ’ ἂν ἴδωμαι,

### book 511.1.2

οἰκτείρω σε, τάλαν Καλλία, οἷ’ ἔπαθες.

### book 512.1.1

Τῶνδε δι’ ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς

### book 512.1.2

αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,

### book 512.1.3

οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν

### book 512

παισὶ λιπεῖν, αὐτοὶ δ’ ἐν προμάχοισι θανεῖν.

### book 513.1.1

Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,

### book 513.1.2

ἡνίκ’ ἀφ’ ἱμερτὴν ἔπνεεν ἡλικίην·

### book 513.1.3

„Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ

### book 513.1.4

οὔτ’ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.“

### book 514.1.1

Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου

### book 514.1.2

ἀενάου στονόεντ’ ἤγαγεν εἰς θάνατον

### book 514.1.3

Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν

### book 514.1.4

Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ’ ὄνομα.

### book 515.1.1

Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις

### book 515.1.2

ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;

### book 515.1.3

ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας

### book 515.1.4

ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.

### book 516.1.1

Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,

### book 516.1.2

Ζεῦ Ξένι’· οἱ δ’ ὑπὸ γᾶν θέντες ὄναιντο βίου.

### book 517.1.1

Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ

### book 517.1.2

δυομένου Βασιλὼ κάτθανε παρθενικὴ

### book 517.1.3

αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα

### book 517.1.4

οὐκ ἔτλη. δίδυμον δ’ οἶκος ἐσεῖδε κακὸν

### book 517.5

πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη

### book 517

πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.

### book 518.1.1

Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη

### book 518.1.2

ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.

### book 518.1.3

οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν

### book 518.1.4

ποιμένες, Ἀστακίδην δ’ αἰὲν ἀεισόμεθα.

### book 519.1.1

Δαίμονα τίς δ’ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ,

### book 519.1.2

Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις,

### book 519.1.3

τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου

### book 519.1.4

εἶδε πατὴρ Διοφῶν χρῆμ’ ἀνιαρότερον.

### book 520.1.1

Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι

### book 520.1.2

ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι,

### book 520.1.3

δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς

### book 520.1.4

Παυσανίου· δήεις δ’ αὐτὸν ἐν εὐσεβέων.

### book 521.1.1

Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν

### book 521.1.2

καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή·

### book 521.1.3

καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι

### book 521

τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ ἐπέχω Κριτίην.

### book 522.1.1

„Τιμονόη.“ τίς δ’ ἐσσί; μὰ δαίμονας, οὔ ς’ ἂν ἐπέγνων,

### book 522.1.2

εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα

### book 522.1.3

στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ

### book 522.1.4

χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

### book 523.1.1

Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,

### book 523.1.2

ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

### book 524.1.1

Ἦ ῥ’ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; —„Εἰ τὸν Ἀρίμμα

### book 524.1.2

τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ ἐμοί.“ —

### book 524.1.3

Ὦ Χαρίδα, τί τὰ νέρθε; —„Πολὺς σκότος.“ —Αἱ δ’ ἄνοδοι τί; —

### book 524.1.4

„Ψεῦδος.“ —Ὁ δὲ Πλούτων; —„Μῦθος.“ —Ἀπωλόμεθα. —

### book 524.5.1

„Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν

### book 524.5.2

βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.“

### book 525.1.1

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με

### book 525.1.2

ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.

### book 525.1.3

εἰδείης δ’ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων

### book 525.1.4

ἦρξεν, ὁ δ’ ἤεισεν κρέσσονα βασκανίης.

### book 525.5

οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας

### book 525

μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.

### book 526.1.1

Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον,

### book 526.1.2

ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν

### book 526.1.3

πατρίδ’ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν

### book 526.1.4

δοῦλα καταγράψας σκῦλα κατ’ Ἰναχιδᾶν;

### book 527.1.1

Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα

### book 527.1.2

κώκυσαν μέλεον πυρσὸν ἀναψάμενοι,

### book 527.1.3

αἰνόλινε, τρισάωρε, σὺ δ’ ἀντὶ γάμου τε καὶ ἥβης

### book 527.1.4

κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.

### book 528.1.1

Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι

### book 528.1.2

κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους

### book 528.1.3

πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην·

### book 528.1.4

Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.

### book 529.1.1

Τόλμα καὶ εἰς Ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει,

### book 529.1.2

ἃ καὶ Σωσάνδρου παῖδ’ ἐπέβασε πυρᾶς

### book 529.1.3

Δωρόθεον· Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων

### book 529

ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.

### book 530.1.1

Μούναν σὺν τέκνοις, νεκυοστόλε, δέξο με, πορθμεῦ,

### book 530.1.2

τὰν λάλον· ἀρκεῖ σοι φόρτος ὁ Τανταλίδης·

### book 530.1.3

πληρώσει γαστὴρ μία σὸν σκάφος· εἴσιδε κούρους

### book 530.1.4

καὶ κούρας, Φοίβου σκῦλα καὶ Ἀρτέμιδος.

### book 531.1.1

Αὐτά τοι τρέσσαντι παρὰ χρέος ὤπασεν ᾅδαν

### book 531.1.2

βαψαμένα κοίλων ἐντὸς ἄρη λαγόνων

### book 531.1.3

μάτηρ, ἅ ς’ ἔτεκεν, Δαμάτριε· φᾶ δὲ σίδαρον

### book 531.1.4

παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου,

### book 531.5.1

ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον,

### book 531.5.2

δερκομένα λοξαῖς οἷα Λάκαινα κόραις·

### book 531.5.3

„Λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον· ἁνίκα δειλὰν

### book 531.5.4

οἶσθα φυγάν, τελέθεις οὔτ’ ἐμὸς οὔτε Λάκων.“

### book 532.1.1

Ἔκ με γεωμορίης Ἐτεοκλέα πόντιος ἐλπὶς

### book 532.1.2

εἵλκυσεν, ὀθνείης ἔμπορον ἐργασίης.

### book 532.1.3

νῶτα δὲ Τυρσηνῆς ἐπάτευν ἁλός· ἀλλ’ ἅμα νηὶ

### book 532.1.4

πρηνιχθεὶς κείνης ὕδασιν ἐγκατέδυν

### book 532.5.1

ἀθρόον ἐμβρίσαντος ἀήματος. οὐκ ἄρ’ ἀλωὰς

### book 532.5.2

αὑτὸς ἐπιπνείει κεἰς ὀθόνας ἄνεμος.

### book 533.1

Καὶ Διὶ καὶ Βρομίῳ με διάβροχον οὐ μέγ’ ὀλισθεῖν,

### book 533

καὶ μόνον ἐκ δοιῶν καὶ βροτὸν ἐκ μακάρων.

### book 534.1.1

Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ’ ὥρην

### book 534.1.2

ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.

### book 534.1.3

δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν

### book 534.1.4

ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,

### book 534.5.1

ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτὴν

### book 534.5.2

ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.

### book 535.1.1

Οὐκέθ’ ὁμοῦ χιμάροισιν ἔχειν βίον, οὐκέτι ναίειν

### book 535.1.2

ὁ τραγόπους ὀρέων Πὰν ἐθέλω κορυφάς.

### book 535.1.3

τί γλυκύ μοι, τί ποθεινὸν ἐν οὔρεσιν; ὤλετο Δάφνις,

### book 535.1.4

Δάφνις, ὃς ἡμετέρῃ πῦρ ἔτεκε κραδίῃ.

### book 535.5.1

ἄστυ τόδ’ οἰκήσω, θηρῶν δέ τις ἄλλος ἐπ’ ἄγρην

### book 535.5.2

στελλέσθω· τὰ πάροιθ’ οὐκέτι Πανὶ φίλα.

### book 536.1.1

Οὐδὲ θανὼν ὁ πρέσβυς ἑῷ ἐπιτέτροφε τύμβῳ

### book 536.1.2

βότρυν ἀπ’ οἰνάνθης ἥμερον, ἀλλὰ βάτον

### book 536.1.3

καὶ πνιγόεσσαν ἄχερδον ἀποστύφουσαν ὁδιτῶν

### book 536.1.4

χείλεα καὶ δίψει καρφαλέον φάρυγα.

### book 536.5

ἀλλά τις Ἱππώνακτος ἐπὴν παρὰ σῆμα νέηται,

### book 536

εὐχέσθω κνώσσειν εὐμενέοντα νέκυν.

### book 537.1.1

Ἠρίον οὐκ ἐπὶ πατρί, πολυκλαύτου δ’ ἐπὶ παιδὸς

### book 537.1.2

Λῦσις ἄχει κενεὴν τήνδ’ ἀνέχωσε κόνιν,

### book 537.1.3

οὔνομα ταρχύσας, ἐπεὶ οὐχ ὑπὸ χεῖρα τοκήων

### book 537.1.4

ἤλυθε δυστήνου λείψανα Μαντιθέου.

### book 538.1.1

Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς

### book 538.1.2

ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.

### book 539.1.1

Οὐ προϊδών, Θεότιμε, κακὴν δύσιν ὑετίοιο

### book 539.1.2

Ἀρκτούρου κρυερῆς ἥψαο ναυτιλίης,

### book 539.1.3

ἥ σε, δι’ Αἰγαίοιο πολυκλήιδι θέοντα

### book 539.1.4

νηί, σὺν οἷς ἑτάροις ἤγαγεν εἰς Ἀίδην.

### book 539.5.1

αἰαῖ, Ἀριστοδίκη δὲ καὶ Εὔπολις, οἵ ς’ ἐτέκοντο,

### book 539.5.2

μύρονται κενεὸν σῆμα περισχόμενοι.

### book 540.1.1

Πρός σε Διὸς Ξενίου γουνούμεθα, πατρὶ Χαρίνῳ

### book 540.1.2

ἄγγειλον Θήβην, ὦνερ, ἐπ’ Αἰολίδα

### book 540.1.3

Μῆνιν καὶ Πολύνικον ὀλωλότε, καὶ τόδε φαίης,

### book 540.1.4

ὡς οὐ τὸν δόλιον κλαίομεν ἄμμι μόρον,

### book 540.5

καίπερ ὑπὸ Θρῃκῶν φθίμενοι χερός, ἀλλὰ τὸ κείνου

### book 540

γῆρας ἐν ἀργαλέῃ κείμενον ὀρφανίῃ.

### book 541.1.1

Ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδ’ ἀγορεύσας·

### book 541.1.2

„Ἢ μόρον ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου“,

### book 541.1.3

ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶ

### book 541.1.4

δυσμενέες θρασέος δῆριν ἔθεντο πόνου.

### book 541.5.1

ναὶ μὴν ἀλλ’ ἐρατή σε διακριδὸν Ἆλις ἀείδει,

### book 541.5.2

θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν.

### book 542.1.1

Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντος

### book 542.1.2

κοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον,

### book 542.1.3

τοῦ παρασυρομένοιο περιρραγὲς αὐχέν’ ἔκοψεν

### book 542.1.4

θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος.

### book 542.5.1

καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος, ἡ δὲ τεκοῦσα

### book 542.5.2

λειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα·

### book 542.5.3

μυρομένη δὲ τάλαινα· „Τέκος, τέκος,“ εἶπε, „τὸ μέν σου

### book 542.5.4

πυρκαϊή, τὸ δέ σου πικρὸν ἔδαψεν ὕδωρ.“

### book 543.1.1

Πάντα τις ἀρήσαιτο φυγεῖν πλόον, ὁππότε καὶ σύ,

### book 543.1.2

Θεύγενες, ἐν Λιβυκῷ τύμβον ἔθευ πελάγει,

### book 543.1.3

ἡνίκα σοι κεκμηὸς ἐπέπτατο φορτίδι νηὶ

### book 543

οὖλον ἀνηρίθμων κεῖνο νέφος γεράνων.

### book 544.1.1

Εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἤν ποθ’ ἵκηαι

### book 544.1.2

καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν,

### book 544.1.3

ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτ’ ἔρημον

### book 544.1.4

εἶδες Λάμπωνος τόνδ’ ἐπὶ παιδὶ τάφον

### book 544.5.1

Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ οὐδ’ ἀναφανδὸν

### book 544.5.2

κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον.

### book 545.1.1

Τὴν ἐπὶ πυρκαϊῆς ἐνδέξιά φασι κέλευθον

### book 545.1.2

Ἑρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν·

### book 545.1.3

ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτος

### book 545.1.4

παῖς, ἡγησίλεω δῶμ’ Ἄϊδος κατέβη.

### book 546.1.1

Εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων

### book 546.1.2

ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας

### book 546.1.3

ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας

### book 546.1.4

ψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας.

### book 546.5.1

νῦν δ’ ὁ μὲν εἰν Ἀίδῃ· τὸ δέ οἱ βέλος ὀρφανὸν ἤχου

### book 546.5.2

καὶ χερός· ἡ δ’ ἄγρη τύμβον ὑπερπέταται.

### book 547.1.1

Τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρὶ

### book 547.1.2

οὐδ’ ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον,

### book 547.1.3

παρθενικᾷ δ’ ἐπὶ παιδί· κατέστενε δ’ οὐχ Ὑμεναίῳ,

### book 547

ἀλλ’ Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων.

### book 548.1.1

Τίς Δάμων Ἀργεῖος ἐπ’ ἠρίῳ; ἆρα σύναιμος

### book 548.1.2

ἐστὶ Δικαιοτέλους; —„Ἐστὶ Δικαιοτέλους.“ —

### book 548.1.3

Ἠχὼ τοῦτ’ ἐλάλησε πανύστατον, ἢ τόδ’ ἀληθές,

### book 548.1.4

κεῖνος ὅδ’ ἐστὶν ἀνήρ; —„Κεῖνος ὅδ’ ἐστὶν ἀνήρ.“

### book 549.1.1

Πέτρος ἔτ’ ἐν Σιπύλῳ Νιόβη θρήνοισιν ἐάζει

### book 549.1.2

ἑπτὰ δὶς ὠδίνων μυρομένη θάνατον·

### book 549.1.3

λήξει δ’ οὐδ’ αἰῶνι γόον. τί δ’ ἀλαζόνα μῦθον

### book 549.1.4

φθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων;

### book 550.1.1

Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰς

### book 550.1.2

Ἀνθεὺς Φθειώτην οὐ φύγεν αἰνόλυκον·

### book 550.1.3

Πηνειοῦ παρὰ χεῦμα γὰρ ὤλετο. φεῦ τάλαν, ὅστις

### book 550.1.4

Νηρεΐδων Νύμφας ἔσχες ἀπιστοτέρας.

### book 551.1.1

Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε

### book 551.1.2

ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,

### book 551.1.3

ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα καὶ παρὰ θῖνα

### book 551.1.4

Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.

### book 551.5.1

οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,

### book 551.5.2

ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.

### book 551.5.3

χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ’ ὑμέων

### book 551

ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.

### book 552.1.1

Ὦ ξένε, τί κλαίεις; —„Διὰ σὸν μόρον.“ —Οἶσθα, τίς εἰμι; —

### book 552.1.2

„Οὐ μὰ τόν, ἀλλ’ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.

### book 552.1.3

ἐσσὶ δὲ τίς;“ —Περίκλεια. —„Γυνὴ τίνος;“ —Ἀνδρὸς ἀρίστου,

### book 552.1.4

ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. —

### book 552.5.1

„Πῶς δέ σε Βοσπορίη κατέχει κόνις;“ —Εἴρεο Μοῖραν,

### book 552.5.2

ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. —

### book 552.5.3

„Παῖδα λίπες;“ —Τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων

### book 552.5.4

ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. —

### book 552.5.5

„Αἴθε καλῶς ζώοι.“ —Ναί, ναί, φίλος, εὔχεο κείνῳ,

### book 552.10

ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.

### book 553.1.1

Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη,

### book 553.1.2

καὶ τῷ σώματι νῦν ηὗρον ἐλευθερίην.

### book 554.1.1

Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι

### book 554.1.2

χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον·

### book 554.1.3

αἰαῖ πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος,

### book 554.1.4

ἀλλ’ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος.

### book 554.5.1

φεῦ, στήλη, φθιμένῳ κούφη μένε, κεῖνος ἵν’ εἴπῃ·

### book 554.5.2

„Ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.“

### book 555.1.1

Ἐς πόσιν ἀθρήσασα παρ’ ἐσχατίης λίνα μοίρης

### book 555.1.2

ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους,

### book 555.1.3

τοὺς μέν, ὅτι ζωὸν λίπον ἀνέρα, τοὺς δ’, ὅτι τοῖον.

### book 555

ἀλλὰ πατὴρ μίμνοι παισὶν ἐφ’ ἡμετέροις.

### book 555b.1.1

Τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ·

### book 555b.1.2

δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ.

### book 556.1.1

Νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δ’ ἐγέλασσε θανόντι,

### book 556.1.2

Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον.

### book 557.1.1

Τρεῖς ἐτέων δεκάδες Μαίης χρόνος, ἐς τρία δ’ ἄλλα

### book 557.1.2

ἔτρεχεν· ἀλλ’ Ἀίδης πικρὸν ἔπεμψε βέλος,

### book 557.1.3

θηλυτέρην δ’ ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην,

### book 557.1.4

πάντ’ ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης.

### book 558.1.1

Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην,

### book 558.1.2

κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος.

### book 558.1.3

οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο,

### book 558.1.4

μητρὸς δ’ ἐξ Ἀγάθης, ἀλλὰ μάτην γενόμην.

### book 558.5.1

ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας,

### book 558.5.2

φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος.

### book 558.5.3

κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα·

### book 558

δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.

### book 559.1.1

Εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην

### book 559.1.2

πρῶτον ἐφ’ Ἱπποκράτει καὶ δεύτερον ἀμφὶ Γαληνῷ·

### book 559.1.3

καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται

### book 559.1.4

αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι.

### book 560.1.1

Εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει,

### book 560.1.2

εἰ καὶ ἐρικλαύτων τῆλε θάνες γονέων,

### book 560.1.3

πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν

### book 560.1.4

δάκρυα δυστλήτῳ πένθεϊ δαπτομένων.

### book 560.5.1

πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος οἷά τε πάντων

### book 560.5.2

ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος.

### book 560.5.3

αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα,

### book 560.5.4

μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.

### book 561.1.1

Ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρα τίκτεν

### book 561.1.2

ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων,

### book 561.1.3

τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖς

### book 561.1.4

κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις.

### book 561.5

εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης

### book 561

μέμφεο βουλομένης κόσμον ἄκοσμον ἔχειν.

### book 562.1.1

Ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον, εἴ γε καὶ αὐδῆς

### book 562.1.2

ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις;

### book 562.1.3

ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς

### book 562.1.4

ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα.

### book 562.5.1

οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι

### book 562.5.2

ὦτα λόγοις, Κρατερῷ δ’ ἓν τέλος ἠδὲ λόγοις.

### book 563.1.1

Σιγᾷς, Χρυσεόμαλλε, τὸ χάλκεον, οὐκέτι δ’ ἡμῖν

### book 563.1.2

εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων

### book 563.1.3

νεύμασιν ἀφθόγγοισι· τεὴ δ’, ὄλβιστε, σιωπὴ

### book 563.1.4

νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα.

### book 564.1.1

Τῇδέ ποτ’ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα

### book 564.1.2

Λαοδίκην δῄων ὕβριν ἀλευομένην.

### book 564.1.3

σῆμα δ’ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο

### book 564.1.4

Μάξιμος ἔκδηλον θῆκ’ Ἀσίης ὕπατος,

### book 564.5.1

καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατ’ ἄλλῃ

### book 564.5.2

κείμενον ἀκλειῶς, τῷδ’ ἐπέθηκε κύκλῳ.

### book 565.1

Αὐτὴν Θειοδότην ὁ ζωγράφος. αἴθε δὲ τέχνης

### book 565

ἤμβροτε καὶ λήθην δῶκεν ὀδυρομένοις.

### book 566.1.1

Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις·

### book 566.1.2

χαίρετον· ἀμφοτέραις ἤνυσα τὸ στάδιον.

### book 566.1.3

εἶμι δὲ μὴ νοέων, πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας

### book 566.1.4

ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.

### book 567.1.1

Κανδαύλου τόδε σῆμα· Δίκη δ’ ἐμὸν οἶτον ἰδοῦσα

### book 567.1.2

οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.

### book 567.1.3

ἤθελε γὰρ δισσοῖσιν ὑπ’ ἀνδράσι μηδὲ φανῆναι,

### book 567.1.4

ἀλλ’ ἢ τὸν πρὶν ἔχειν ἢ τὸν ἐπιστάμενον.

### book 567.5.1

ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη

### book 567.5.2

δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.

### book 568.1.1

Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων,

### book 568.1.2

ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.

### book 568.1.3

ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδ’ ἐπὶ παστοὺς

### book 568.1.4

ἠγάγετ’ οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης;

### book 568.5.1

οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον

### book 568.5.2

μέλλον ἄγειν, στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην.

### book 568.5.3

ἀλλά, θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε

### book 568

παύσατε τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης.

### book 569.1.1

Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ,

### book 569.1.2

εὖτ’ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην·

### book 569.1.3

„Κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος,

### book 569.1.4

αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος·

### book 569.5.1

ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο,

### book 569.5.2

ὄφρ’ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.“

### book 570.1.1

Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον

### book 570.1.2

ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων·

### book 570.1.3

ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν

### book 570.1.4

αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε.

### book 571.1.1

Ὀρφέος οἰχομένου τάχα τις τότε λείπετο Μοῦσα·

### book 571.1.2

σεῦ δέ, Πλάτων, φθιμένου παύσατο καὶ κιθάρη·

### book 571.1.3

ἦν γὰρ ἔτι προτέρων μελέων ὀλίγη τις ἀπορρὼξ

### book 571.1.4

ἐν σαῖς σῳζομένη καὶ φρεσὶ καὶ παλάμαις.

### book 572.1.1

Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ

### book 572.1.2

λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·

### book 572.1.3

ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους

### book 572.1.4

ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους.

### book 572.5

ξυνὴ δ’ ἀμφοτέρους κατέχει παγίς, εἰν ἑνὶ δ’ ἄμφω

### book 572

κεῖνται συζυγίης οὐκέτι παυόμενοι.

### book 573.1.1

Χειρεδίου τόδε σῆμα, τὸν ἔτρεφεν Ἀτθὶς ἄρουρα

### book 573.1.2

εἰκόνα ῥητήρων τῆς προτέρης δεκάδος,

### book 573.1.3

ῥηιδίως πείθοντα δικασπόλον· ἀλλὰ δικάζων

### book 573.1.4

οὔποτε τῆς ὀρθῆς οὐδ’ ὅσον ἐτράπετο.

### book 574.1.1

Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ,

### book 574.1.2

Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·

### book 574.1.3

ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων

### book 574.1.4

οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.

### book 574.5.1

οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι

### book 574.5.2

κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι·

### book 574.5.3

ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ,

### book 574.5.4

αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.

### book 574.5.5

ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς

### book 574.10

ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.

### book 575.1.1

Σῆμα Ῥόδης· Τυρίη δὲ γυνὴ πέλεν, ἀντὶ δὲ πάτρης

### book 575.1.2

ἵκετο τήνδε πόλιν κηδομένη τεκέων.

### book 575.1.3

αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου,

### book 575.1.4

ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν.

### book 575.5

γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλα

### book 575

ζώειν· τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον.

### book 576.1.1

Κάτθανες, ὦ Πύρρων; —„Ἐπέχω.“ —Πυμάτην μετὰ μοῖραν

### book 576.1.2

φὴς ἐπέχειν; —„Ἐπέχω· σκέψιν ἔπαυσε τάφος.“

### book 577.1.1

Ὅστις με τριόδοισι μέσαις τάρχυσε θανόντα,

### book 577.1.2

λυγρὰ παθὼν τύμβου μηδ’ ὀλίγοιο τύχοι,

### book 577.1.3

πάντες ἐπεὶ Τίμωνα νέκυν καλέουσιν ὁδῖται

### book 577.1.4

καὶ μόρος ἄμμι μόνοις ἄμμορος ἡσυχίης.

### book 578.1.1

Τὸν κρατερὸν Πανοπῆα τὸν ἀγρευτῆρα λεόντων,

### book 578.1.2

τὸν λασιοστέρνων κέντορα παρδαλίων,

### book 578.1.3

τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς

### book 578.1.4

σκορπίος οὐτήσας ταρσὸν ὀρεσσιβάτην.

### book 578.5.1

αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται,

### book 578.5.2

αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων.

### book 579.1.1

Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν,

### book 579.1.2

ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου ἐν φιλίῃ.

### book 579.1.3

ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος,

### book 579.1.4

ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών,

### book 579.5

βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγε

### book 579

ἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον.

### book 580.1.1

Οὔποτέ με κρύψεις ὑπὸ πυθμένα νείατον αἴης

### book 580.1.2

τόσσον, ὅσον κρύψαι πάνσκοπον ὄμμα Δίκης.

### book 581.1.1

Ἀντὶ φόνου τάφον ἄμμι χαρίζεαι· ἀλλὰ καὶ αὐτὸς

### book 581.1.2

ἴσων ἀντιτύχοις οὐρανόθεν χαρίτων.

### book 582.1.1

Χαῖρέ μοι, ὦ ναυηγέ, καὶ εἰς Ἀίδαο περήσας

### book 582.1.2

μέμφεο μὴ πόντου κύμασιν, ἀλλ’ ἀνέμοις.

### book 582.1.3

κεῖνοι μέν ς’ ἐδάμασσαν, ἁλὸς δέ σε μείλιχον ὕδωρ

### book 582.1.4

ἐς χθόνα καὶ πατέρων ἐξεκύλισε τάφους.

### book 583.1.1

Ἀβάλε μηδ’ ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα·

### book 583.1.2

οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.

### book 583.1.3

νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται,

### book 583.1.4

γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·

### book 583.5.1

τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει

### book 583.5.2

τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.

### book 583.5.3

κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης·

### book 583

αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.

### book 584.1.1

Πλώεις ναυηγόν με λαβὼν καὶ σήματι χώσας;

### book 584.1.2

πλῶε Μαλειάων ἄκρα φυλασσόμενος,

### book 584.1.3

αἰεὶ δ’ εὐπλοΐην μεθέποις, φίλος· ἢν δέ τι ῥέξῃ

### book 584.1.4

ἄλλο Τύχη, τούτων ἀντιάσαις χαρίτων.

### book 585.1.1

Μύγδων τέρμα βίοιο λαχὼν αὐτόστολος ἦλθεν

### book 585.1.2

εἰς Ἀίδην, νεκύων πορθμίδος οὐ χατέων.

### book 585.1.3

ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων,

### book 585.1.4

ἄγραις εἰναλίαις πολλάκι βριθομένην,

### book 585.5.1

τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴν

### book 585.5.2

εὕρετο συλλήξας ὁλκάδι καιομένῃ.

### book 585.5.3

οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξον

### book 585.5.4

Μύγδονι καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον.

### book 586.1.1

Οὔτι σε πόντος ὄλεσσε καὶ οὐ πνείοντες ἀῆται,

### book 586.1.2

ἀλλ’ ἀκόρητος ἔρως φοιτάδος ἐμπορίης.

### book 586.1.3

εἴη μοι γαίης ὀλίγος βίος· ἐκ δὲ θαλάσσης

### book 586.1.4

ἄλλοισιν μελέτω κέρδος ἀελλομάχον.

### book 587.1.1

Χθών σε τέκεν, πόντος δὲ διώλεσε, δέκτο δὲ θῶκος

### book 587.1.2

Πλουτῆος· κεῖθεν δ’ οὐρανὸν εἰσανέβης.

### book 587.1.3

οὐχ ὡς ναυηγὸς δὲ βυθῷ θάνες, ἀλλ’ ἵνα πάντων

### book 587

κλήροις ἀθανάτων, Πάμφιλε, κόσμον ἄγῃς.

### book 588.1.1

Δαμόχαρις Μοίρης πυμάτην ὑπεδύσατο σιγήν.

### book 588.1.2

φεῦ, τὸ καλὸν Μούσης βάρβιτον ἠρεμέει,

### book 588.1.3

ὤλετο γραμματικῆς ἱερὴ βάσις. ἀμφιρύτη Κῶς,

### book 588.1.4

καὶ πάλι πένθος ἔχεις οἷον ἐφ’ Ἱπποκράτει.

### book 589.1.1

Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα,

### book 589.1.2

μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης,

### book 589.1.3

οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν

### book 589.1.4

θεσμῶν τ’ Αὐσονίων ἐλπίδα μαψιδίην,

### book 589.5.1

ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην

### book 589.5.2

ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.

### book 589.5.3

καὶ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ’ ἐκείνου

### book 589.5.4

οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.

### book 590.1.1

Κλεινὸς Ἰωάννης. —„Θνητὸς λέγε.“ —Γαμβρὸς ἀνάσσης.

### book 590.1.2

„Θνητὸς ὅμως.“ —Γενεῆς ἄνθος Ἀναστασίου. —

### book 590.1.3

„Θνητοῦ κἀκείνου.“ —Βίον ἔνδικος. οὐκέτι τοῦτο

### book 590

θνητὸν ἔφης· ἀρεταὶ κρείσσονές εἰσι μόρου.

### book 591.1.1

Ὑπατίου τάφος εἰμί· νέκυν δ’ οὔ φημι καλύπτειν

### book 591.1.2

τόσσου τόσσος ἐὼν Αὐσονίων προμάχου·

### book 591.1.3

γαῖα γὰρ αἰδομένη λιτῷ μέγαν ἀνέρα χῶσαι

### book 591.1.4

σήματι τῷ πόντῳ μᾶλλον ἔδωκεν ἔχειν.

### book 592.1.1

Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοιο θαλάσσης

### book 592.1.2

κύμασιν Ὑπατίου σῶμα καλυψαμένοις·

### book 592.1.3

ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον οἷα θανόντα,

### book 592.1.4

καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν.

### book 592.5.1

ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν

### book 592.5.2

τίμησεν κενεῷ σήματι τῷδε νέκυν.

### book 593.1.1

Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐᾳ καὶ ἀοιδᾷ,

### book 593.1.2

τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,

### book 593.1.3

Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ’ ἐπὶ τύμβῳ

### book 593.1.4

κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.

### book 594.1.1

Μνῆμα σόν, ὦ Θεόδωρε, πανατρεκὲς οὐκ ἐπὶ τύμβῳ,

### book 594.1.2

ἀλλ’ ἐνὶ βιβλιακῶν μυριάσιν σελίδων,

### book 594.1.3

αἷσιν ἀνεζώγρησας ἀπολλυμένων ἀπὸ λήθης

### book 594

ἁρπάξας νοερῶν μόχθον ἀοιδοπόλων.

### book 595.1.1

Κάτθανε μὲν Θεόδωρος· ἀοιδοπόλων δὲ παλαιῶν

### book 595.1.2

πληθὺς οἰχομένη νῦν θάνεν ἀτρεκέως.

### book 595.1.3

πᾶσα γὰρ ἀμπνείοντι συνέπνεε, πᾶσα δ’ ἀπέσβη

### book 595.1.4

σβεννυμένου· κρύφθη δ’ εἰν ἑνὶ πάντα τάφῳ.

### book 596.1.1

Ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μ’ ἄκοιτις

### book 596.1.2

ἔστυγεν οὔτ’ αὐτὸς Θεύδοτος Εὐγενίης

### book 596.1.3

ἐχθρὸς ἑκὼν γενόμην· ἀλλὰ φθόνος ἠέ τις ἄτη

### book 596.1.4

ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.

### book 596.5.1

νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες

### book 596.5.2

ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.

### book 597.1.1

Ἡ γλυκερὸν μέλψασα καὶ ἄλκιμον, ἡ θρόον αὐδῆς

### book 597.1.2

μούνη θηλυτέρης στήθεσι ῥηξαμένη

### book 597.1.3

κεῖται σιγαλέη· τόσον ἔσθενε νήματα Μοίρης,

### book 597.1.4

ὡς λιγυρὰ κλεῖσαι χείλεα Καλλιόπης.

### book 598.1.1

Οὔτι φύσις θήλεια καὶ οὐ πολιοῖο καρήνου

### book 598.1.2

ἀδρανίη φωνῆς σῆς κατέλυσε βίην·

### book 598.1.3

ἀλλὰ μόλις ξυνοῖσι νόμοις εἴξασα τελευτῆς,

### book 598

φεῦ φεῦ, Καλλιόπη, σὴν κατέλυσας ὄπα.

### book 599.1.1

Οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ,

### book 599.1.2

κάτθανε· φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ.

### book 599.1.3

καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳ

### book 599.1.4

μούνῳ, τοῖς δ’ ἑτέροις Παλλὰς ἐρυμνοτάτη.

### book 599.5.1

τίς λίθος οὐκ ἐγόησεν, ὅτ’ ἐξήρπαξεν ἐκείνην

### book 599.5.2

εὐρυβίης Ἀίδης ἀνδρὸς ἀπ’ ἀγκαλίδων;

### book 600.1.1

Ὥριος εἷλέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος,

### book 600.1.2

εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη.

### book 600.1.3

σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει,

### book 600.1.4

σοὶ τάχα καὶ πορθμεὺς δάκρυ χέει νεκύων·

### book 600.5.1

οὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου,

### book 600.5.2

ἀλλ’ ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος.

### book 601.1.1

Φεῦ φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνει

### book 601.1.2

ἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων.

### book 601.1.3

καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπ’ ἠελιώτιδος αἴγλης

### book 601.1.4

πέμπτον ἐφ’ ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος,

### book 601.5

σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις,

### book 601

οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη.

### book 602.1.1

Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν

### book 602.1.2

δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος

### book 602.1.3

ἕζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη,

### book 602.1.4

αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.

### book 602.5.1

πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ

### book 602.5.2

τετράκις ἓξ μούνους ἔδρακες ἠελίους·

### book 602.5.3

οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος

### book 602.5.4

ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος

### book 602.5.5

τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην,

### book 602.10

ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.

### book 603.1.1

Ἄγριός ἐστι Χάρων. —„Πλέον ἤπιος.“ —Ἥρπασεν ἤδη

### book 603.1.2

τὸν νέον. —„Ἀλλὰ νόῳ τοῖς πολιοῖσιν ἴσον.“ —

### book 603.1.3

Τερπωλῆς δ’ ἀπέπαυσεν. —„Ἀπεστυφέλιξε δὲ μόχθων.“ —

### book 603.1.4

Οὐκ ἐνόησε γάμους. —„Οὐδὲ γάμων ὀδύνας.“

### book 604.1.1

Λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη,

### book 604.1.2

ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται.

### book 604.1.3

καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦς

### book 604.1.4

ἔκφυγες, οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος.

### book 604.5

δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει,

### book 604

κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην.

### book 605.1.1

Σοὶ σορὸν εὐλάιγγα, Ῥοδοῖ, καὶ τύμβον ἐγείρει

### book 605.1.2

ῥύσιά τε ψυχῆς δῶρα πένησι νέμει

### book 605.1.3

ἀντ’ εὐεργεσίης γλυκερὸς πόσις, ὅττι θανοῦσα

### book 605.1.4

ὠκύμορος κείνῳ δῶκας ἐλευθερίην.

### book 606.1.1

Πρηΰς, ἐλευθερίην ἐπιειμένος, ἡδὺς ἰδέσθαι,

### book 606.1.2

ἐν βιότῳ προλιπὼν υἱέα γηροκόμον,

### book 606.1.3

τύμβον ἔχει Θεόδωρος ἐπ’ ἐλπίδι κρέσσονι μοίρης,

### book 606.1.4

ὄλβιος ἐν καμάτοις, ὄλβιος ἐν θανάτῳ.

### book 607.1.1

Ψυλλὼ πρεσβυγενὴς τοῖς κληρονόμοις φθονέσασα

### book 607.1.2

αὐτὴ κληρονόμος τῶν ἰδίων γέγονεν·

### book 607.1.3

ἁλλομένη δὲ τάχος κατέβη δόμον εἰς Ἀίδαο,

### book 607.1.4

ταῖς δαπάναις τὸ ζῆν σύμμετρον εὑρομένη.

### book 607.5.1

πάντα φαγοῦσα βίον συναπώλετο ταῖς δαπάναισιν·

### book 607.5.2

ἥλατο δ’ εἰς Ἀίδην, ὡς ἀπεκερμάτισεν.

### book 608.1.1

Υἱέος ὠκυμόρου θάνατον πενθοῦσα Μενίππη

### book 608.1.2

κωκυτῷ μεγάλῳ πνεῦμα συνεξέχεεν·

### book 608.1.3

οὐδ’ ἔσχεν παλίνορσον ἀναπνεύσασα γοῆσαι,

### book 608

ἀλλ’ ἅμα καὶ θρήνου παύσατο καὶ βιότου.

### book 609.1.1

Ἀττικὸς ἐς ξυνήν με παναγρέος ἐλπίδα Μοίρης

### book 609.1.2

θυμῷ θαρσαλέῳ ζῶν ἐλάχηνε τάφον

### book 609.1.3

παίζων ἐξ ἀρετῆς θανάτου φόβον. ἀλλ’ ἐπὶ δηρὸν

### book 609.1.4

ἠέλιος σοφίης μιμνέτω ἠελίῳ.

### book 610.1.1

Ἥρπασέ τις νύμφην, καὶ τὸν γάμον ἥρπασε δαίμων

### book 610.1.2

ψυχῶν συλήσας τερπομένην ἀγέλην.

### book 610.1.3

εἷς γάμος εἰκοσιπέντε τάφους ἔπλησε θανόντων,

### book 610.1.4

πάνδημος δὲ νεκρὼν εἷς γέγονεν θάλαμος.

### book 610.5.1

νύμφη Πενθεσίλεια πολύστονε, νυμφίε Πενθεῦ,

### book 610.5.2

ἀμφοτέρων ὁ γάμος πλούσιος ἐν θανάτοις.

### book 611.1.1

Παρθενικὴν Ἑλένην μετ’ ἀδελφεὸν ἄρτι θανόντα

### book 611.1.2

δειλαίη μήτηρ κόψατο διπλασίως.

### book 611.1.3

μνηστῆρες δ’ ἐγόησαν ἴσον γόον· ἦν γὰρ ἑκάστῳ

### book 611.1.4

θρηνεῖν τὴν μήπω μηδενὸς ὡς ἰδίην.

### book 612.1.1

Φεῦ φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν

### book 612.1.2

Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.

### book 612.1.3

ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί,

### book 612.1.4

ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα.

### book 612.5

καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,

### book 612

τύμβον Ἰωάννης ἀνθ’ Ἑλικῶνος ἔχειν.

### book 613.1.1

Σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβης

### book 613.1.2

Πόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης,

### book 613.1.3

φεῦ, πάτρης ἑκὰς ὅσσον· ἄγεν δέ σε νεῦμα Θεοῖο

### book 613.1.4

πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον,

### book 613.5.1

ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇ

### book 613.5.2

γείτονα τῆς μακάρων θῆκε χοροστασίης.

### book 614.1.1

Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις

### book 614.1.2

ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·

### book 614.1.3

ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας

### book 614.1.4

τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης,

### book 614.5.1

τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως

### book 614.5.2

ἔκτανεν ὡς τήνας τῇδε βιησόμενος.

### book 614.5.3

ταὶ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην

### book 614.5.4

καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·

### book 614.5.5

δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,

### book 614.10.1

μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.

### book 614.10.2

τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν

### book 614.10.3

ἥκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα·

### book 614.10.4

εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων

### book 614.10.5

εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·

### book 614.15.1

ὑμνεῦσιν δ’ ἔτι πάντες ὁμόφρονας ἡρωίνας,

### book 614.15.2

πάτρας καὶ ποσίων πήματα τισαμένας.

### book 615.1

Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας

### book 615

Μουσαῖον, φθίμενον σῶμ’ ὑπὸ τῷδε τάφῳ.

### book 616.1

Ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα,

### book 616.2

Μούσης Οὐρανίης υἱὸν ἐυστεφάνου.

### book 617.1

Θρήικα χρυσολύρην τῇδ’ Ὀρφέα Μοῦσαι ἔθαψαν,

### book 617.2

ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει.

### book 618.1

Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ

### book 618.2

ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

### book 619.1

Πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος

### book 619.2

κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.

### book 620.1.1

Μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ

### book 620.1.2

τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός·

### book 620.1.3

καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,

### book 620

οὕνεκεν οὐκ ἔτυχεν πρήξιος, ἧς ἔθελεν.

### book 621.1.1

Ἐνθάδ’ ἐγὼ Σοφοκλῆς στυγερὸν δόμον Ἄϊδος ἔσβην

### book 621.1.2

κάμμορος, εἴδατι Σαρδῴῳ σελίνοιο γελάσκων.

### book 621.1.3

ὣς μὲν ἐγών, ἕτεροι δ’ ἄλλως, πάντες δέ τε πάντως.

### book 622.1.1

Βόρχος ὁ βουποίμην ὅτ’ ἐπὶ γλυκὺ κηρίον εἷρπεν

### book 622.1.2

αἰγίλιπα σχοίνῳ πέτρον ἐπερχόμενος,

### book 622.1.3

εἵπετό οἱ σκυλάκων τις ὁ καὶ βοσίν, ὃς φάγε λεπτὴν

### book 622.1.4

σχοῖνον ἀνελκομένῳ χραινομένην μέλιτι·

### book 622.5.1

κάππεσε δ’ εἰς Ἀίδαο· τὸ δ’ ἀτρυγὲς ἀνδράσιν ἄλλοις

### book 622.5.2

κεῖνο μέλι ψυχῆς ὤνιον εἰρύσατο.

### book 623.1.1

Ἕλκε, τάλαν, παρὰ μητρὸς ὃν οὐκέτι μαστὸν ἀμέλξεις,

### book 623.1.2

ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης·

### book 623.1.3

ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸς

### book 623.1.4

φίλτρα καὶ εἰν Ἀίδῃ παιδοκομεῖν ἔμαθεν.

### book 624.1.1

Ἔρροις, Ἰονίοιο πολυπτοίητε θάλασσα,

### book 624.1.2

νηλὴς Ἀίδεω πορθμὲ κελαινοτάτου,

### book 624.1.3

ἣ τόσσους κατέδεξο. τίς ἂν τεά, κάμμορε, λέξαι

### book 624.1.4

αἴσυλα δυστήνων αἶσαν ὀπιζόμενος;

### book 624.5

Αἰγέα καὶ Λαβέωνα σὺν ὠκυμόροισιν ἑταίροις

### book 624

νηί τε σὺν πάσῃ βρύξας ἁλὶ ῥοθίῃ.

### book 625.1.1

Εἰδότα κἠπ’ Ἄτλαντα τεμεῖν πόρον εἰδότα Κρήτης

### book 625.1.2

κύματα καὶ Πόντου ναυτιλίην Μέλανος,

### book 625.1.3

Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα

### book 625.1.4

ἐν λιμένι πρῴρης νύκτερον ἐκχύμενον,

### book 625.5.1

δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτ’ ἤμεεν. ἆ πόσον ὕδωρ

### book 625.5.2

ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει.

### book 626.1.1

Ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶν

### book 626.1.2

ἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι

### book 626.1.3

ἦχος ἐρημαίαισιν ἔπι πτύρεσθε λεόντων

### book 626.1.4

ὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων,

### book 626.5.1

φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲν

### book 626.5.2

ἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς·

### book 626.5.3

αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαι

### book 626.5.4

θηρῶν νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι.

### book 627.1.1

Ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα,

### book 627.1.2

κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου·

### book 627.1.3

Θύνιον Ἀστακίην δὲ μάλ’ ἤκαχες, ἥ σε μάλιστα

### book 627.1.4

οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον

### book 627.5

Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας

### book 627

μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας.

### book 628.1.1

Ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοι

### book 628.1.2

ἀκλεές, ἐς δ’ ἀνδρῶν ἦλθον ὁμωνυμίην·

### book 628.1.3

κληθείητε καὶ ὔμμες Ἐρωτίδες· οὐ νέμεσίς τοι

### book 628.1.4

Ὀξείαις ταύτην κλῆσιν ἀμειψαμέναις.

### book 628.5.1

παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου,

### book 628.5.2

οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως.

### book 628.5.3

ὦ χθὼν σηματόεσσα καὶ ἡ παρὰ θινὶ θάλασσα,

### book 628.5.4

παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δ’ ἡσυχίη.

### book 629.1.1

Ἦ χθαμαλὴν ὑπέδυς ὁ τόσος κόνιν; εἰς σέ τις ἀθρῶν,

### book 629.1.2

Σώκρατες, Ἑλλήνων μέμψεται ἀκρισίην·

### book 629.1.3

νηλέες, οἳ τὸν ἄριστον ἀπώλεσαν, οὐδὲ ἓν αἰδοῖ

### book 629.1.4

δόντες. τοιοῦτοι πολλάκι Κεκροπίδαι.

### book 630.1.1

Ἤδη που πάτρης πελάσας σχεδὸν „Αὔριον“, εἶπον,

### book 630.1.2

„ἡ μακρὴ κατ’ ἐμοῦ δυσπλοΐη κοπάσει.“

### book 630.1.3

οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος,

### book 630.1.4

καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος.

### book 630.5

πάντα λόγον πεφύλαξο τὸν αὔριον· οὐδὲ τὰ μικρὰ

### book 630

λήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν.

### book 631.1.1

Ἢν ἄρα Μιλήτου Φοιβήιον 〈ᾐόν’〉 ἵκησθε,

### book 631.1.2

λέξατε Διογένει πένθιμον ἀγγελίην,

### book 631.1.3

παῖς ὅτι οἱ ναυηγὸς ὑπὸ χθονὶ κεύθεται Ἄνδρου

### book 631.1.4

Δίφιλος Αἰγαίου κῦμα πιὼν πελάγευς.

### book 632.1.1

Κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρου

### book 632.1.2

κάππεσεν, ἐκ δ’ ἐάγη καίριον ἀστράγαλον

### book 632.1.3

δινηθεὶς προκάρηνος· ἐπεὶ δ’ ἴδε θεῖον ἄνακτα

### book 632.1.4

ἀντόμενον, παιδνὰς αὐτίκ’ ἔτεινε χέρας.

### book 632.5.1

ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθειν

### book 632.5.2

ὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος.

### book 633.1.1

Καὶ αὐτὴ ἤχλυσεν ἀκρέσπερος ἀντέλλουσα

### book 633.1.2

Μήνη πένθος ἑὸν νυκτὶ καλυψαμένη,

### book 633.1.3

οὕνεκα τὴν χαρίεσσαν ὁμώνυμον εἶδε Σελήνην

### book 633.1.4

ἄπνουν εἰς ζοφερὸν δυομένην Ἀίδην.

### book 633.5.1

κείνῃ γὰρ καὶ κάλλος ἑοῦ κοινώσατο φωτὸς

### book 633.5.2

καὶ θάνατον κείνης μίξεν ἑῷ κνέφεϊ.

### book 634.1.1

Νεκροδόκον κλιντῆρα Φίλων ὁ πρέσβυς ἀείρων

### book 634.1.2

ἐγκλιδόν, ὄφρα λάβοι μισθὸν ἐφημέριον,

### book 634.1.3

σφάλματος ἐξ ὀλίγοιο πεσὼν θάνεν· ἦν γὰρ ἕτοιμος

### book 634.1.4

εἰς Ἀίδην, ἐκάλει δ’ ἡ πολιὴ πρόφασιν·

### book 634.5

ὃν δ’ ἄλλοις ἐφόρει νεκυοστόλον, αὐτὸς ἐφ’ αὑτῷ

### book 634

ἀσκάντην ὁ γέρων ἀχθοφορῶν ἔλαθεν.

### book 635.1.1

Ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν

### book 635.1.2

τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον,

### book 635.1.3

πιστὴν ἰχθυβολεῦντι συνέμπορον· οὔτις ἐκείνης

### book 635.1.4

πώποτ’ ἐπέπλωσεν κῦμα δικαιοτέρη.

### book 635.5.1

γήραος ἄχρις ἔβοσκε πονευμένη, εἶτα θανόντα

### book 635.5.2

ἐκτέρισεν, συνέπλω δ’ ἄχρι καὶ Ἀίδεω.

### book 636.1.1

Ποιμὴν ὦ μάκαρ, εἴθε κατ’ οὔρεος ἐπροβάτευον

### book 636.1.2

κἠγὼ ποιηρὸν τοῦτ’ ἀνὰ λευκόλοφον,

### book 636.1.3

κριοῖς ἁγητῆρσι ποτ’ ἐβληχημένα βάζων,

### book 636.1.4

ἢ πικρῇ βάψαι νήοχα πηδάλια

### book 636.5.1

ἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτην

### book 636.5.2

θῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο.

### book 637.1.1

Πύρρος ὁ μουνερέτης ὀλίγῃ νεῒ λεπτὰ ματεύων

### book 637.1.2

φυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτου,

### book 637.1.3

ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ·

### book 637.1.4

νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτη

### book 637.5

ἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα

### book 637

καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν.

### book 638.1.1

Παίδων ἀλλαχθέντι μόρῳ ἔπι τοῦτ’ ἐλεεινὴ

### book 638.1.2

μήτηρ ἀμφοτέρους εἶπε περισχομένη·

### book 638.1.3

„Καὶ νέκυν οὐ σέο, τέκνον, ἐπ’ ἤματι τῷδε γοήσειν

### book 638.1.4

ἤλπισα καὶ ζωοῖς οὐ σὲ μετεσσόμενον

### book 638.5.1

ὄψεσθαι· νῦν δ’ οἱ μὲν ἐς ὑμέας ἠμείφθησαν

### book 638.5.2

δαίμονες, ἄψευστον δ’ ἵκετο πένθος ἐμοί.“

### book 639.1.1

Πᾶσα θάλασσα θάλασσα. τί Κυκλάδας ἢ στενὸν Ἕλλης

### book 639.1.2

κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα;

### book 639.1.3

ἄλλως τοὔνομ’ ἔχουσιν. ἐπεὶ τί με, τὸν προφυγόντα

### book 639.1.4

κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν;

### book 639.5.1

νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντου

### book 639.5.2

πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης.

### book 640.1.1

Ῥιγηλὴ ναύταις Ἐρίφων δύσις, ἀλλὰ Πύρωνι

### book 640.1.2

πουλὺ γαληναίη χείματος ἐχθροτέρη·

### book 640.1.3

νῆα γὰρ ἀπλοΐῃ πεπεδημένου ἔφθασε ναύταις

### book 640.1.4

ληιστέων ταχινὴ δίκροτος ἐσσυμένη,

### book 640.5

χεῖμα δέ μιν προφυγόντα γαληναίῳ ὑπ’ ὀλέθρῳ

### book 640

ἔκτανον· ἆ λυγρῆς δειλὲ καχορμισίης.

### book 641.1.1

Σῆμα δυωδεκάμοιρον ἀφεγγέος ἠελίοιο,

### book 641.1.2

τοσσάκις ἀγλώσσῳ φθεγγόμενον στόματι,

### book 641.1.3

εὖτ’ ἂν θλιβομένοιο ποτὶ στενὸν ὕδατος ἀὴρ

### book 641.1.4

αὐλὸν ἀποστείλῃ πνεῦμα διωλύγιον,

### book 641.5.1

θῆκεν Ἀθήναιος δήμῳ χάριν, ὡς ἂν ἐναργὴς

### book 641.5.2

εἴη κἠν φθονεραῖς ἠέλιος νεφέλαις.

### book 642.1.1

Σύρου καὶ Δήλοιο κλύδων μέσος υἷα Μενοίτην

### book 642.1.2

σὺν φόρτῳ Σαμίου κρύψε Διαφανέος

### book 642.1.3

εἰς ὅσιον σπεύδοντα πλόου τάχος· ἀλλὰ θάλασσα

### book 642.1.4

ἐχθρὴ καὶ νούσῳ πατρὸς ἐπειγομένοις.

### book 643.1.1

Ὑμνίδα τὴν Εὐάνδρου ἐράσμιον αἰὲν ἄθυρμα

### book 643.1.2

οἰκογενὲς κούρην αἱμύλον εἰναέτιν,

### book 643.1.3

ἥρπασας, ὦ ἄλλιστ’ Ἀίδη, τί πρόωρον ἐφιεὶς

### book 643.1.4

μοῖραν τῇ πάντως σεῖό ποτ’ ἐσσομένῃ;

### book 644.1.1

Ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστη

### book 644.1.2

παῖδα καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίον·

### book 644.1.3

κωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη,

### book 644.1.4

οὐκέτ’ ἐπιστρέψαι πνεύματος ἔσχε τόνους.

### book 644.5

θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναι

### book 644

θρῆνον, ἵνα κλαύσητ’ ἄχρι καὶ Ἀίδεω;

### book 645.1.1

Ὦ δύστην’ ὄλβοιο Φιλόστρατε, ποῦ σοι ἐκεῖνα

### book 645.1.2

σκῆπτρα καὶ αἱ βασιλέων ἄφθονοι εὐτυχίαι,

### book 645.1.3

αἷσιν ἐπῃώρησας ἀεὶ βίον ἢ ἐπὶ Νείλῳ

### book 645.1.4

〈ἢ ἐν Ἰου〉δαίοις ὢν περίοπτος ὅροις;

### book 645.5.1

ὀθνεῖοι καμάτους τοὺς σοὺς διεμοιρήσαντο,

### book 645.5.2

σὸς δὲ νέκυς ψαφαρῇ κείσετ’ ἐν Ὀστρακίνῃ.

### book 646.1.1

Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα

### book 646.1.2

εἶπ’ Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·

### book 646.1.3

„Ὦ πάτερ, οὔ τοι ἔτ’ εἰμί, μέλας δ’ ἐμὸν ὄμμα καλύπτει

### book 646.1.4

ἤδη ἀποφθιμένης κυάνεον θάνατος.“

### book 647.1.1

Ὕστατα δὴ τάδ’ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ

### book 647.1.2

δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·

### book 647.1.3

„Αὖθι μένοις παρὰ πατρί, τέκοις δ’ ἐπὶ λῴονι μοίρᾳ

### book 647.1.4

ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.“

### book 648.1.1

Ἐσθλὸς Ἀριστοκράτης, ὅτ’ ἀπέπλεεν εἰς Ἀχέροντα,

### book 648.1.2

εἶπ’ ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς·

### book 648.1.3

„Παίδων τις μνήσαιτο καὶ ἑδνώσαιτο γυναῖκα,

### book 648

εἰ καί μιν δάκνοι δυσβίοτος πενίη·

### book 648.5.1

ζωὴν στυλώσαιτο· κακὸς δ’ ἄστυλος ἰδέσθαι

### book 648.5.2

οἶκος. ὁ δ’ ἂν λῷστος τἀνέρος ἐσχαρεὼν

### book 648.5.3

εὐκίων φαίνοιτο καὶ ἐν πολυκαέι ὄγκῳ

### book 648.5.4

ἐνστῇ αὐγάζων δαλὸν ἐπεσχάριον.“

### book 648.5.5

ᾔδει Ἀριστοκράτης τὸ κρήγυον· ἀλλὰ γυναικῶν,

### book 648.10

ὤνθρωπ’, ἤχθαιρεν τὴν ἀλιτοφροσύνην.

### book 649.1.1

Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ’ ὑμεναίων

### book 649.1.2

μάτηρ στῆσε τάφῳ τῷδ’ ἐπὶ μαρμαρίνῳ

### book 649.1.3

παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν,

### book 649.1.4

Θερσί· ποτιφθεγκτὰ δ’ ἔπλεο καὶ φθιμένα.

### book 650.1.1

Φεῦγε θαλάσσια ἔργα, βοῶν δ’ ἐπιβάλλευ ἐχέτλῃ,

### book 650.1.2

εἴ τί τοι ἡδὺ μακρῆς πείρατ’ ἰδεῖν βιοτῆς·

### book 650.1.3

ἠπείρῳ γὰρ ἔνεστι μακρὸς βίος· εἰν ἁλὶ δ’ οὔ πως

### book 650.1.4

εὐμαρὲς εἰς πολιὴν ἀνδρὸς ἰδεῖν κεφαλήν.

### book 650b.1

Τούσδ’ ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας

### book 650b

ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.

### book 651.1.1

Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ’ ὀστέα κεῖνα καλύπτει

### book 651.1.2

οὐδ’ ἡ κυάνεον γράμμα λαβοῦσα πέτρη·

### book 651.1.3

ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο

### book 651.1.4

Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·

### book 651.5.1

ἀντὶ δ’ ἐγὼ ξενίης Πολυμήδεος ἡ κεινὴ χθὼν

### book 651.5.2

ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.

### book 652.1.1

Ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως

### book 652.1.2

πλώοντ’ οὐ πολλῇ νηὶ Τελευταγόρην

### book 652.1.3

ἄγρια χειμήνασα καταπρηνώσαο πόντῳ

### book 652.1.4

σὺν φόρτῳ, λάβρον κῦμ’ ἐπιχευαμένη;

### book 652.5.1

χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν

### book 652.5.2

τεθρήνητ’ ἄπνους εὐρεῖ ἐν αἰγιαλῷ·

### book 652.5.3

Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν

### book 652.5.4

τύμβον δακρύει παῖδα Τελευταγόρην.

### book 653.1.1

Ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς

### book 653.1.2

Λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις

### book 653.1.3

αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν· ᾧ τόδε σῆμα

### book 653

δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν.

### book 654.1.1

Αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι οὐδὲ δίκαιοι

### book 654.1.2

Κρῆτες. τίς Κρητῶν οἶδε δικαιοσύνην;

### book 654.1.3

ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳ

### book 654.1.4

Κρηταιεῖς ὦσαν Τιμόλυτον καθ’ ἁλὸς

### book 654.5.1

δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσι

### book 654.5.2

κέκλαυμαι, τύμβῳ δ’ οὐχ ὕπο Τιμόλυτος.

### book 655.1.1

Ἀρκεῖ μοι γαίης μικρὴ κόνις· ἡ δὲ περισσὴ

### book 655.1.2

ἄλλον ἐπιθλίβοι πλούσια κεκλιμένον

### book 655.1.3

στήλη, τὸ σκληρὸν νεκρῶν βάρος. εἴ με θανόντα

### book 655.1.4

γνώσοντ’, Ἀλκάνδρῳ τοῦτο τί Καλλιτέλευς;

### book 656.1.1

Τὴν ὀλίγην βῶλον καὶ τοῦτ’ ὀλιγήριον, ὦνερ,

### book 656.1.2

σῆμα ποτίφθεγξαι τλάμονος Ἀλκιμένευς,

### book 656.1.3

εἰ καὶ πᾶν κέκρυπται ὑπ’ ὀξείης παλιούρου.

### book 656.1.4

καὶ βάτου ἦν ποτ’ ἐγὼ δήιος Ἀλκιμένης.

### book 657.1.1

Ποιμένες, οἳ ταύτην ὄρεος ῥάχιν οἰοπολεῖτε

### book 657.1.2

αἶγας κεὐείρους ἐμβοτέοντες ὄις,

### book 657.1.3

Κλειταγόρῃ, πρὸς Γῆς, ὀλίγην χάριν, ἀλλὰ προσηνῆ

### book 657.1.4

τίνοιτε χθονίης εἵνεκα Φερσεφόνης.

### book 657.5

βληχήσαιντ’ ὄιές μοι, ἐπ’ ἀξέστοιο δὲ ποιμὴν

### book 657.1

πέτρης συρίζοι πρηέα βοσκομέναις·

### book 657.2

εἴαρι δὲ πρώτῳ λειμώνιον ἄνθος ἀμέρξας

### book 657.3

χωρίτης στεφέτω τύμβον ἐμὸν στεφάνῳ,

### book 657.4

καί τις ἀπ’ εὐάρνοιο καταχραίνοιτο γάλακτι

### book 657.10.1

οἰός, ἀμολγαῖον μαστὸν ἀνασχόμενος,

### book 657.10.2

κρηπῖδ’ ὑγραίνων ἐπιτύμβιον. εἰσὶ θανόντων,

### book 657.10.3

εἰσὶν ἀμοιβαῖαι κἀν φθιμένοις χάριτες.

### book 658.1.1

Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς

### book 658.1.2

ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει.

### book 658.1.3

„Χαιρέτω οὗτος ὁ τύμβοσ“, ἐρεῖς, „ἐπεὶ Εὐρυμέδοντος

### book 658.1.4

κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.“

### book 659.1.1

Νήπιον υἱὸν ἔλειπες, ἐν ἡλικίῃ δὲ καὶ αὐτός,

### book 659.1.2

Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες.

### book 659.1.3

σοὶ μὲν ἕδρη θείοισι παρ’ ἀνδράσι, τὸν δὲ πολῖται

### book 659.1.4

τιμησεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.

### book 660.1.1

Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ’ ἐφίεται Ὄρθων·

### book 660.1.2

„Χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις·

### book 660.1.3

καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω μόρον, ἀντὶ δὲ πολλῆς

### book 660

πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.“

### book 661.1.1

Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,

### book 661.1.2

δεινὸς ἀπ’ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.

### book 661.1.3

εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,

### book 661.1.4

χὐμνοθέτης αὐτῷ δαιμονίως φίλος ἦν.

### book 661.5.1

πάντων, ὧν ἐπέοικεν, ἔχει τεθνεὼς ὁ σοφιστής·

### book 661.5.2

καίπερ ἄκικυς ἐὼν εἶχ’ ἄρα κηδεμόνας.

### book 662.1.1

Ἡ παῖς ᾤχετ’ ἄωρος ἐν ἑβδόμῳ ἥδ’ ἐνιαυτῷ

### book 662.1.2

εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη,

### book 662.1.3

δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφὸν

### book 662.1.4

νήπιον ἀστόργου γευσάμενον θανάτου.

### book 662.5.1

αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ

### book 662.5.2

ἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα.

### book 663.1.1

Ὁ μικκὸς τόδ’ ἔτευξε τᾷ Θραΐσσᾳ

### book 663.1.2

Μήδειος τὸ μνᾶμ’ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε „Κλείτασ“.

### book 663.1.3

ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντ’ ἐκείνων

### book 663

ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα τελευτᾷ.

### book 664.1.1

Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν

### book 664.1.2

τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος

### book 664.1.3

διῆλθε κἠπὶ νύκτα καὶ ποτ’ ἀῶ.

### book 664.1.4

ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,

### book 664.5.1

ὡς ἐμμελής τ’ ἐγένετο κἠπιδέξιος

### book 664.5.2

ἔπεά τε ποιεῖν πρὸς λύραν τ’ ἀείδειν.

### book 665.1.1

Μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ

### book 665.1.2

νηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος.

### book 665.1.3

ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δὲ ναύτας

### book 665.1.4

ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα.

### book 665.5.1

οὐ μήν οἱ δαίμων πάντῃ κακός· ἀλλ’ ἐνὶ γαίῃ

### book 665.5.2

πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν

### book 665.5.3

κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα

### book 665.5.4

νεκρὸν πεπταμένους θῆκεν ἐπ’ αἰγιαλούς.

### book 666.1.1

Οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου

### book 666.1.2

πορθμὸς ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς·

### book 666.1.3

ταῦθ’ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου

### book 666.1.4

λείψανον· ὁ προδότης ὧδ’ ἐπέκειτο λύχνος.

### book 666.5

κοινὸς δ’ ἀμφοτέρους ὅδ’ ἔχει τάφος, εἰσέτι καὶ νῦν

### book 666

κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ.

### book 667.1.1

Τίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ;

### book 667.1.2

οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις.

### book 667.1.3

λῆγε γόων καὶ παῦε, πόσις, καί, παῖδες ἐμεῖο,

### book 667.1.4

χαίρετε καὶ μνήμην σῴζετ’ Ἀμαζονίης.

### book 668.1.1

Οὐδ’ εἴ μοι γελόωσα καταστορέσειε Γαλήνη

### book 668.1.2

κύματα καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος,

### book 668.1.3

νηοβάτην ὄψεσθε· δέδοικα γὰρ οὓς πάρος ἔτλην

### book 668.1.4

κινδύνους ἀνέμοις ἀντικορυσσόμενος.

### book 669.1.1

Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην

### book 669.1.2

οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

### book 670.1.1

Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος·

### book 670.1.2

νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

### book 671.1

Πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὔτως

### book 671

Ἄτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος;

### book 672.1.1

Χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορ

### book 672.1.2

Ἀνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας

### book 672.1.3

οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας.

### book 673.1.1

Εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο

### book 673.1.2

ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου,

### book 673.1.3

Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες, ἀλλά σε χῶρος

### book 673.1.4

ἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα.

### book 674.1.1

Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβους

### book 674.1.2

ἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη.

### book 675.1.1

Ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖο·

### book 675.1.2

χἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει.

### book 676.1

Δοῦλος Ἐπίκτητος γενόμην καὶ σῶμ’ ἀνάπηρος

### book 676

καὶ πενίην Ἶρος καὶ φίλος ἀθανάτοις.

### book 677.1.1

Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι

### book 677.1.2

Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,

### book 677.1.3

μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς

### book 677.1.4

οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.

### book 678.1.1

Πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι,

### book 678.1.2

ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας.

### book 678.1.3

ἦρξα δ’ ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ,

### book 678.1.4

ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα.

### book 678.5

τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο.

### book 679.1.1

Τύμβε, τίς ἢ πόθεν, ἦν δ’ ἔτι παῖς τίνος; ἔργα καὶ ὄλβον

### book 679.1.2

νεκροῦ, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. —

### book 679.1.3

„Οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη

### book 679.1.4

εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης.

### book 679.5.1

κτήμασι μὲν πολύολβος ὅλων πλέον, ὧν τρέφε Κύπρος,

### book 679.5.2

ἐκ πατέρος πατέρων ἐξ ὁσίων τε πόνων·

### book 679.5.3

ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν,

### book 679.5.4

οὐδ’ ἐμοῦ ἐστι νόου οὐδ’ ἑτέρων στομάτων·

### book 679.5.5

πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι

### book 679.10.1

δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων.

### book 679.10.2

τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,

### book 679

εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.“

### book 680.1.1

Ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων

### book 680.1.2

ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται·

### book 680.1.3

θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει

### book 680.1.4

ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους.

### book 681.1.1

Οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς,

### book 681.1.2

καὶ χωλός περ ἐὼν ἔδραμες εἰς Ἀίδην,

### book 681.1.3

Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γάρ,

### book 681.1.4

ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου.

### book 682.1.1

Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης·

### book 682.1.2

αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς Ἀίδην.

### book 683.1.1

„Μηδὲν ἄγαν“ τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν·

### book 683.1.2

ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτ’ ἔπαθες·

### book 683.1.3

καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος

### book 683.1.4

ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου.

### book 683.5.1

οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην

### book 683.5.2

βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας·

### book 683.5.3

ἀλλ’ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης,

### book 683

Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.

### book 684.1.1

Μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι

### book 684.1.2

μηδ’ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον.

### book 684.1.3

Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθεὶς

### book 684.1.4

θνητῆς εὐτυχίης μηκέτ’ ἀνασχόμενος.

### book 685.1.1

Ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε

### book 685.1.2

ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην.

### book 685.1.3

ἀλλ’ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν

### book 685.1.4

σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος.

### book 686.1.1

Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα

### book 686.1.2

χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος·

### book 686.1.3

„Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω

### book 686.1.4

γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ;“

### book 686.5.1

τὸν δὲ μέγ’ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς·

### book 686.5.2

„Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.“

### book 687.1.1

Τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω

### book 687.1.2

τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος,

### book 687.1.3

τὴν ἰδίην γνώμην κατεμέμψατο καὶ τὸ μάθημα

### book 687

καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις.

### book 688.1.1

Οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις

### book 688.1.2

τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι.

### book 688.1.3

ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον,

### book 688.1.4

ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον.

### book 689.1.1

Ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγ’ ἄριστος·

### book 689.1.2

ψυχὴν δ’ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ.

### book 690.1.1

Οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν,

### book 690.1.2

ἀλλ’ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει,

### book 690.1.3

ὅσς’ ἔλαχές τ’ ἔμαθές τε φύσει, μῆτιν πανάριστε·

### book 690.1.4

τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα.

### book 691.1.1

Ἄλκηστις νέη εἰμί· θάνον δ’ ὑπὲρ ἀνέρος ἐσθλοῦ

### book 691.1.2

Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην,

### book 691.1.3

ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκριν’ ἐμὸν ἦτορ,

### book 691

οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή.

### book 692.1.1

Γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος,

### book 692.1.2

ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας,

### book 692.1.3

ὁ καινὸς Ἄτλας αἵ τ’ ἀνίκατοι χέρες

### book 692.1.4

ἔρροντι· τὸν δὲ πρόσθεν οὔτ’ ἐν Ἰταλοῖς

### book 692.5.1

οὔθ’ Ἑλλάδι τροπωτὸν οὔτ’ ἐν Ἀσίδι

### book 692.5.2

ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν.

### book 693.1.1

Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμὰς

### book 693.1.2

πικρῇ κατασπασθέντα κύματος δίνῃ,

### book 693.1.3

ὅτ’ ἰχθυάζετ’ ἐξ ἄκρης ἀπορρῶγος·

### book 693.1.4

χῶσαν δέ μ’, ὅσσος λαὸς ἦν συνεργήτης·

### book 693.5.1

Πόσειδον, οὓς σὺ σῷζε καὶ γαληναίην

### book 693.5.2

αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα.

### book 694.1.1

Ἢν παρίῃς ἥρωα—Φιλοπρήγμων δὲ καλεῖται—

### book 694.1.2

πρόσθε Ποτειδαίης κείμενον ἐν τριόδῳ,

### book 694.1.3

εἰπεῖν, οἷον ἐπ’ ἔργον ἄγεις πόδας· εὐθὺς ἐκεῖνος

### book 694.1.4

εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην.

### book 695.1.1

Ὁρᾷς πρόσωπον Κασσίας τῆς σώφρονος.

### book 695.1.2

εἰ καὶ τέθνηκε, ταῖς ἀρεταῖς γνωρίζεται

### book 695

ψυχῆς τὸ κάλλος μᾶλλον ἢ τοῦ σώματος.

### book 696.1.1

Αἰωρῇ θήρειον ἱμασσόμενος δέμας αὔραις,

### book 696.1.2

τλᾶμον, ἀορτηθεὶς ἐκ λασίας πίτυος,

### book 696.1.3

αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης

### book 696.1.4

πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.

### book 696.5.1

σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι,

### book 696.5.2

ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεθα.

### book 697.1.1

Οὗτος Ἰωάννην κρύπτει τάφος, ὅς ῥ’ Ἐπιδάμνου

### book 697.1.2

ἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέες

### book 697.1.3

ἔκτισαν Ἡρακλῆος· ὅθεν καὶ μέρμερος ἥρως

### book 697.1.4

αἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος.

### book 697.5.1

εἶχε δ’ ἀπ’ εὐσεβέων προγόνων ἐρικυδέα πάτρην

### book 697.5.2

Λυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν·

### book 697.5.3

ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμος

### book 697.5.4

στοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον.

### book 697.5.5

εἰς ὑπάτους δ’ ἀνέλαμψε καὶ Ἰλλυριοῖσι δικάζων

### book 697.10

Μούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην.

### book 698.1.1

Αὐτὸς Ἰωάννης Ἐπιδάμνιος ἐνθάδε κεῖται,

### book 698.1.2

τηλεφανὴς ὑπάτων κόσμος ἀειφανέων,

### book 698.1.3

ὁ γλυκύ μοι Μουσέων πετάσας φάος, ὁ πλέον ἄλλων

### book 698.1.4

εὐρύνας ξενίου δαίμονος ἐργασίην

### book 698.5

παμφόρβην παλάμην κεκτημένος, ἥντινα μούνην

### book 698.1

οὐκ ἴδε δωτίνῃς μέτρον ὁριζόμενον.

### book 698.2

αἰπυτάτην δ’ ηὔξησε 〈νόμοις πα〉τρίοισιν ἀπήνην

### book 698.3

φαιδρύνας καθαρῆς ἔργα Δικαιοσύνης.

### book 698.4

ὦ πόποι, οὐκ ἔζησε πολὺν χρόνον, ἀλλ’ ἐνιαυτοὺς

### book 698.10.1

μοῦνον ἀναπλήσας τεσσαράκοντα δύο

### book 698.10.2

ᾤχετο μουσοπόλοισι ποθὴν πάντεσσιν ἐάσας,

### book 698.10.3

οὓς ἐπόθει πατέρων φέρτερα γειναμένων.

### book 699.1.1

Ἰκάρου ὦ νεόφοιτον ἐς ἠέρα πωτηθέντος

### book 699.1.2

Ἰκαρίη πικρῆς τύμβε κακοδρομίης,

### book 699.1.3

ἀβάλε μήτε σε κεῖνος ἰδεῖν μήτ’ αὐτὸς ἀνεῖναι

### book 699.1.4

Τρίτων Αἰγαίου νῶτον ὑπὲρ πελάγευς.

### book 699.5.1

οὐ γάρ σοι σκεπανή τις ὑφόρμισις οὔτε βόρειον

### book 699.5.2

ἐς κλίτος οὔτ’ ἀγὴν κύματος ἐς νοτίην.

### book 699.5.3

ἔρροις, ὦ δύσπλωτε, κακόξενε· σεῖο δὲ τηλοῦ

### book 699.5.4

πλώοιμι, στυγεροῦ ὅσσον ἀπ’ Ἀίδεω.

### book 700.1.1

Ἴστω νυκτὸς ἐμῆς, ἥ μ’ ἔκρυφεν, οἰκία ταῦτα

### book 700.1.2

λάινα Κωκυτοῦ τ’ ἀμφιγόητον ὕδωρ,

### book 700.1.3

οὔτι μ’ ἀνήρ, ὃ λέγουσι, κατέκτανεν ἐς γάμον ἄλλης

### book 700.1.4

παπταίνων. τί μάτην οὔνομα Ῥουφιανός;

### book 700.5

ἀλλά με Κῆρες ἄγουσι μεμορμέναι. οὐ μία δήπου

### book 700

Παῦλα Ταραντίνη κάτθανεν ὠκύμορος.

### book 701.1.1

Ἰφθίμῳ τόδ’ ἐπ’ ἀνδρὶ φίλη πόλις ἤνες’ Ἀχαιῷ

### book 701.1.2

γράμμα παρ’ εὐύδρου νάμασιν Ἀσκανίης·

### book 701.1.3

κλαῦσε δέ μιν Νίκαια· πατὴρ δ’ ἐπί οἱ Διομήδης

### book 701.1.4

λάινον ὑψιφαῆ τόνδ’ ἀνέτεινε τάφον,

### book 701.5.1

δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει

### book 701.5.2

υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ.

### book 702.1.1

Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη

### book 702.1.2

δούνακος ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη,

### book 702.1.3

εἶδαρ ὅτ’ ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσα

### book 702.1.4

ὀξείην ἐρυθρὴ φυκὶς ἔφριξε πάγην,

### book 702.5.1

ἀγνυμένη δ’ ὑπ’ ὀδόντι κατέκτανεν ἅλματι λάβρῳ

### book 702.5.2

ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων.

### book 703.1.1

Θύρσις ὁ κωμήτης, ὁ τὰ νυμφικὰ μῆλα νομεύων,

### book 703.1.2

Θύρσις ὁ συρίζων Πανὸς ἴσον δόνακι,

### book 703.1.3

ἔνδιος οἰνοπότης σκιερὰν ὑπὸ τὰν πίτυν εὕδει·

### book 703.1.4

φρουρεῖ δ’ αὐτὸς ἑλὼν ποίμνια βάκτρον Ἔρως.

### book 703.5

ἆ Νύμφαι, Νύμφαι, διεγείρατε τὸν λυκοθαρσῆ

### book 703

βοσκόν, μὴ θηρῶν κύρμα γένηται Ἔρως.

### book 704.1

Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί.

### book 704.2

οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.

### book 705.1.1

Στρυμόνι καὶ μεγάλῳ πεπολισμένον Ἑλλησπόντῳ

### book 705.1.2

ἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι,

### book 705.1.3

λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦ

### book 705.1.4

μίμνει καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ·

### book 705.5.1

τὴν δέ ποτ’ Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲς

### book 705.5.2

τρῦχος ἐπ’ ἀμφοτέραις δερκόμεθ’ ἠιόσιν.

### book 706.1.1

Ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν

### book 706.1.2

Χρύσιππος, οὐδ’ ἐφείσατο

### book 706.1.3

οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς,

### book 706.1.4

ἀλλ’ ἦλθε δῶμ’ ἐς Ἀίδεω.

### book 707.1.1

Κἠγὼ Σωσιθέου κομέω νέκυν, ὅσσον ἐν ἄστει

### book 707.1.2

ἄλλος ἀπ’ αὐθαίμων ἡμετέρων Σοφοκλῆν,

### book 707.1.3

Σκίρτος ὁ πυρρογένειος. ἐκισσοφόρησε γὰρ ὡνὴρ

### book 707.1.4

ἄξια Φλιασίων, ναὶ μὰ χορούς, Σατύρων

### book 707.5

κἠμὲ τὸν ἐν καινοῖς τεθραμμένον ἤθεσιν ἤδη

### book 707.1

ἤγαγεν εἰς μνήμην πατρίδ’ ἀναρχαΐσας,

### book 707.2

καὶ πάλιν εἰσώρμησα τὸν ἄρσενα Δωρίδι Μούσῃ

### book 707.3

ῥυθμόν, πρός τ’ αὐδὴν ἑλκόμενος μεγάλην

### book 707.4

εὔαδέ μοι θύρσων τύπος αὖ χερὶ καινοτομηθεὶς

### book 707.10

τῇ φιλοκινδύνῳ φροντίδι Σωσιθέου.

### book 708.1.1

Τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα

### book 708.1.2

κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις·

### book 708.1.3

οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνης

### book 708.1.4

ἄξιον ἀρχαίης λείψανον ἠμφίεσας.

### book 708.5.1

τοῦτο δ’ ὁ πρέσβυς ἐρεῖ· „Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ

### book 708.5.2

ἔστιν ὅτ’ ἐν Μούσαις δριμὺ πέφυκε θύμον.“

### book 709.1.1

Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν

### book 709.1.2

ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ μακελᾶς

### book 709.1.3

χρυσοφόρος ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν

### book 709.1.4

οὔνομα καὶ Σπάρτας εἰμὶ πολυτρίποδος

### book 709.5

καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων

### book 709

θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω.

### book 710.1.1

Στᾶλαι καὶ Σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ,

### book 710.1.2

ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,

### book 710.1.3

τοῖς ἐμὸν ἐρχομένοισι παρ’ ἠρίον εἴπατε χαίρειν,

### book 710.1.4

αἴτ’ ἀστοὶ τελέθωντ’ αἴθ’ ἑτεροπτόλιες·

### book 710.5.1

χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό·

### book 710.5.2

χὤτι πατήρ μ’ ἐκάλει Βαυκίδα, χὤτι γένος

### book 710.5.3

Τηλία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς

### book 710.5.4

Ἤρινν’ ἐν τύμβῳ γράμμ’ ἐχάραξε τόδε.

### book 711.1.1

Ἤδη μὲν κροκόεις Πιτανάτιδι πίτνατο νύμφᾳ

### book 711.1.2

Κλειναρέτᾳ χρυσέων παστὸς ἔσω θαλάμων,

### book 711.1.3

καδεμόνες δ’ ἤλποντο διωλένιον φλόγα πεύκας

### book 711.1.4

ἅψειν ἀμφοτέραις ἀνσχόμενοι παλάμαις,

### book 711.5.1

Δημὼ καὶ Νίκιππος· ἀφαρπάξασα δὲ νοῦσος

### book 711.5.2

παρθενικὰν Λάθας ἄγαγεν ἐς πέλαγος·

### book 711.5.3

ἀλγειναὶ δ’ ἐκάμοντο συνάλικες, οὐχὶ θυρέτρων

### book 711.5.4

ἀλλὰ τὸν Ἀίδεω στερνοτυπῆ πάταγον.

### book 712.1.1

Νύμφας Βαυκίδος εἰμί· πολυκλαύταν δὲ παρέρπων

### book 712.1.2

στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ·

### book 712.1.3

„Βάσκανός ἐσς’, Ἀίδα.“ τὰ δέ τοι καλὰ σάμαθ’ ὁρῶντι

### book 712

ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,

### book 712.5.1

ὡς τὰν παῖδ’, ὑμέναιος ἐφ’ αἷς ἀείδετο πεύκαις,

### book 712.5.2

ταῖσδ’ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ·

### book 712.5.3

καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν

### book 712.5.4

ἐς θρήνων γοερὸν φθέγμα μεθαρμόσαο.

### book 713.1.1

Παυροεπὴς Ἤριννα καὶ οὐ πολύμυθος ἀοιδαῖς,

### book 713.1.2

ἀλλ’ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος.

### book 713.1.3

τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν οὐδὲ μελαίνης

### book 713.1.4

Νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι,

### book 713.5.1

αἱ δ’ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν

### book 713.5.2

μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα.

### book 713.5.3

λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν

### book 713.5.4

κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις.

### book 714.1.1

Ῥήγιον, Ἰταλίης τεναγώδεος ἄκρον, ἀείδω

### book 714.1.2

αἰεὶ Θρινακίου γευομένην ὕδατος,

### book 714.1.3

οὕνεκα τὸν φιλέοντα λύρην, φιλέοντα δὲ παῖδας

### book 714.1.4

Ἴβυκον εὐφύλλῳ θῆκεν ὑπὸ πτελέῃ,

### book 714.5

ἡδέα πολλὰ παθόντα· πολὺν δ’ ἐπὶ σήματι κισσὸν

### book 714

χεύατο καὶ λευκοῦ φυταλιὴν καλάμου.

### book 715.1.1

Πολλὸν ἀπ’ Ἰταλίης κεῖμαι χθονὸς ἔκ τε Τάραντος

### book 715.1.2

πάτρης· τοῦτο δέ μοι πικρότερον θανάτου.

### book 715.1.3

τοιοῦτος πλανίων ἄβιος βίος· ἀλλά με Μοῦσαι

### book 715.1.4

ἔστερξαν, λυγρῶν δ’ ἀντὶ μελιχρὸν ἔχω.

### book 715.5.1

οὔνομα δ’ οὐκ ἤμυσε Λεωνίδου· αὐτά με δῶρα

### book 715.5.2

κηρύσσει Μουσέων πάντας ἐπ’ ἠελίους.

### book 716.1.1

Πρώιος, ἀλλὰ ποθεινός, ὅσοι πόλιν Ἰαλύσοιο

### book 716.1.2

ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος

### book 716.1.3

δρεψάμενος σοφίην ὀλίγον χρόνον· ἀμφὶ δὲ τύμβῳ

### book 716.1.4

σεῖο καὶ ἄκλαυτοι γλαῦκες ἔθεντο γόον,

### book 716.5.1

Φαινόκριτ’· οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς

### book 716.5.2

φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες.

### book 717.1.1

Νηιάδες καὶ ψυχρὰ βοαύλια, ταῦτα μελίσσαις

### book 717.1.2

οἶμον ἐπ’ εἰαρινὴν λέξατε νισσομέναις,

### book 717.1.3

ὡς ὁ γέρων Λεύκιππος ἐπ’ ἀρσιπόδεσσι λαγωοῖς

### book 717.1.4

ἔφθιτο χειμερίῃ νυκτὶ λοχησάμενος,

### book 717.5

σμήνεα δ’ οὐκέτι οἱ κομέειν φίλον· αἱ δὲ τὸν ἄκρης

### book 717

γείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι.

### book 718.1.1

Ὦ ξεῖν’, εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μιτυλάναν

### book 718.1.2

τᾶν Σαπφοῦς χαρίτων ἄνθος ἐναυσόμενος,

### book 718.1.3

εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶ

### book 718.1.4

τίκτε μ’ ἴσαν χὤς μοι τοὔνομα Νοσσίς, ἴθι.

### book 719.1.1

Τέλληνος ὅδε τύμβος· ἔχω δ’ ὑπὸ βώλακι πρέσβυν

### book 719.1.2

τῆνον τὸν πρᾶτον γνόντα γελοιομελεῖν.

### book 720.1.1

Κλεύας Οὑτυμοκλεῖος ὑπὲρ Θυρεᾶν δόρυ τείνας

### book 720.1.2

κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος.

### book 721.1.1

Τοῖς Ἄργει Σπάρτῃ τ’ ἶσαι χέρες, ἶσα δὲ τεύχη

### book 721.1.2

συμβάλομεν· Θυρέαι δ’ ἦσαν ἄεθλα δορός.

### book 721.1.3

ἄμφω δ’ ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντες

### book 721

οἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν.

### book 722.1.1

Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ,

### book 722.1.2

ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον.

### book 723.1.1

Ἁ πάρος ἄδμητος καὶ ἀνέμβατος, ὦ Λακεδαῖμον,

### book 723.1.2

καπνὸν ἐπ’ Εὐρώτᾳ δέρκεαι Ὠλένιον

### book 723.1.3

ἄσκιος· οἰωνοὶ δὲ κατὰ χθονὸς οἰκία θέντες

### book 723.1.4

μύρονται· μήλων δ’ οὐκ ἀίουσι λύκοι.

### book 724.1.1

Ἥβᾳ μέν σε, Πρόαρχ’, ἔνεσαν, πάι, δῶμά τε πατρὸς

### book 724.1.2

Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος·

### book 724.1.3

ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει,

### book 724.1.4

ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.

### book 725.1.1

Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς

### book 725.1.2

ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο;

### book 725.1.3

ἦ ῥα τὸ καὶ Κένταυρον; —„Ὅ μοι πεπρωμένος ὕπνος

### book 725

ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.“

### book 726.1.1

Ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνον

### book 726.1.2

ἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη·

### book 726.1.3

καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτον

### book 726.1.4

ἤεισεν πολιοῦ γήραος ἀγχίθυρος

### book 726.5.1

καί τι παριστίδιος δινευμένη ἄχρις ἐπ’ ἠοῦς

### book 726.5.2

κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον,

### book 726.5.3

ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷ

### book 726.5.4

χειρὶ στρογγύλλους’ ἱμερόεσσα κρόκην.

### book 726.5.5

ὀγδωκονταέτις δ’ Ἀχερούσιον ηὔγασεν ὕδωρ

### book 726.10

ἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη.

### book 727.1.1

Τὰν γνώμαν ἐδόκει Φιλέας οὐ δεύτερος ἄλλου

### book 727.1.2

εἶμεν, ὁ δὲ φθονερὸς κλαιέτω, ἔστε θάνῃ.

### book 727.1.3

ἀλλ’ ἔμπας δόξας κενεὰ χάρις· εἰν Ἀίδᾳ γὰρ

### book 727.1.4

Μίνω Θερσίτας οὐδὲν ἀτιμότερος.

### book 728.1.1

Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,

### book 728.1.2

ὦνερ, καὶ μετέπειτα Δινδυμήνης

### book 728.1.3

ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο...

### book 728.1.4

πολλῶν προστασίη νέων γυναικῶν.

### book 728.5

καί μοι τέκν’ ἐγένοντο δύ’ ἄρσενα, κἠπέμυσα κείνων

### book 728

εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.

### book 729.1.1

Εὐήθη Τρύτωνος ἐπ’ οὐκ ἀγαθαῖς ἐλοχεύθη

### book 729.1.2

κλῃδόσιν· οὐ γὰρ ἂν ὧδ’ ὤλετο δαιμονίη

### book 729.1.3

ἀρτιτόκος· τὰ δὲ πολλὰ κατήγαγεν ἓν βρέφος Ἅιδην

### book 729.1.4

σὺν κείνῃ· δεκάτην δ’ οὐχ ὑπερῆρεν ἕω.

### book 730.1.1

Δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπ’ ἠρίῳ οὗτος

### book 730.1.2

μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος

### book 730.1.3

Νευτίμας, ἇς δή ποκ’ ἀπὸ ψυχὰν ἐρύσαντο

### book 730.1.4

ὠδῖνες; κεῖται δ’ οἷα κατὰ βλεφάρων

### book 730.5.1

ἀχλύι πλημύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ,

### book 730.5.2

αἰαῖ, Ἀριστοτέλης δ’ οὐκ ἀπάνευθε πατὴρ

### book 730.5.3

δεξιτερᾷ κεφαλὰν ἐπεμάσσατο. κὦ μέγα δειλοί,

### book 730.5.4

οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθ’ ἀχέων.

### book 731.1.1

„Ἄμπελος ὣς ἤδη κάμακι στηρίζομαι αὐτῷ

### book 731.1.2

σκηπανίῳ· καλέει μ’ εἰς Ἀίδην Θάνατος.

### book 731.1.3

δυσκώφει μή, Γόργε. τί τοι χαριέστερον ἢ τρεῖς

### book 731.1.4

ἢ πίσυρας ποίας θάλψαι ὑπ’ ἠελίῳ;“

### book 731.5

ὧδ’ εἴπας οὐ κόμπῳ ἀπὸ ζωὴν ὁ παλαιὸς

### book 731

ὤσατο κἠς πλεόνων ἦλθε μετοικεσίην.

### book 732.1.1

Ὤιχευ ἔτ’ ἀσκίπων, Κινησία, Ἑρμόλα υἱέ,

### book 732.1.2

ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον

### book 732.1.3

γήρᾳ ἔτ’ ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον

### book 732.1.4

εὑρών σε στέργει παντοβίης Ἀχέρων.

### book 733.1.1

Αἱ νόμιμοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ

### book 733.1.2

καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος,

### book 733.1.3

Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ’ Ἀναξὼ

### book 733.1.4

ἐν ζωῇ προπολεῦς’· ἐννέα δ’ ἠελίων

### book 733.5.1

ὀγδωκονταέτεις ἐπιλείπομεν ἐς τόδ’ ἱκέσθαι

### book 733.5.2

τῆς μοίρης· ἐτέων δ’ οὐ φθόνος, οἷς ὁσίη.

### book 733.5.3

καὶ πόσιας καὶ τέκνα φιλήσαμεν· αἱ δὲ παλαιαὶ

### book 733.5.4

πρῶθ’ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.

### book 734.1.1

Ἆ ξέν’, ὅρα, τεῖδ’ ἐστί ... —„Τί γάρ;“ —Νέκυς, ᾧ ποτὶ παίδων

### book 734.1.2

τῶν ἀγαθῶν ... —„Τὺ τίς;“ —Ἦν Ἀρχιγέρων ὁ γέρων. —

### book 734.1.3

„Ἀλλά, φίλος γ’ ὦ πρέσβυ, γένοιτό τευ ὄλβια τέκνα

### book 734

ἐλθεῖν καὶ λευκᾶς ἐς δρόμον ἁλικίας.“

### book 735.1.1

Ὑστάτιον, Φώκαια, κλυτὴ πόλι, τοῦτο Θεανὼ

### book 735.1.2

εἶπεν ἐς ἀτρύγετον νύκτα κατερχομένη·

### book 735.1.3

„Οἴμοι ἐγὼ δύστηνος· Ἀπέλλιχε, ποῖον, ὅμευνε,

### book 735.1.4

ποῖον ἐπ’ ὠκείῃ νηὶ περᾷς πέλαγος;

### book 735.5.1

αὐτὰρ ἐμεῦ σχεδόθεν μόρος ἵσταται. ὡς ὄφελόν γε

### book 735.5.2

χειρὶ φίλην τὴν σὴν χεῖρα λαβοῦσα θανεῖν.“

### book 736.1.1

Μὴ φθείρευ, ὤνθρωπε, περιπλάνιον βίον ἕλκων,

### book 736.1.2

ἄλλην ἐξ ἄλλης εἰς χθόν’ ἀλινδόμενος,

### book 736.1.3

μὴ φθείρευ· κενεή σε περιστέψαιτο καλιή,

### book 736.1.4

ἣν θάλποι μικκὸν πῦρ ἀνακαιόμενον,

### book 736.5.1

εἰ καί σοι λειτή γε καὶ οὐκ εὐάλφιτος εἴη

### book 736.5.2

φυστὴ ἐνὶ γρώνῃ μασσομένη παλάμαις,

### book 736.5.3

ἢ καί σοι γλήχων ἢ καὶ θύμον ἢ καὶ ὁ πικρὸς

### book 736.5.4

ἁδυμιγὴς εἴη χόνδρος ἐποψίδιος.

### book 737.1.1

Ἐνθάδ’ ἐγὼ λῃστῆρος ὁ τρισδείλαιος ἄρηι

### book 737.1.2

ἐδμήθην· κεῖμαι δ’ οὐδενὶ κλαιόμενος.

### book 738.1.1

Κληῖδες πόντου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος,

### book 738.1.2

Τίμαρχ’, ὑβριστής τ’ ὤλεσε Λὶψ ἄνεμος

### book 738.1.3

νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν

### book 738

δέξαντ’ οἰζυροί, σχέτλιε, κηδεμόνες.

### book 739.1.1

Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,

### book 739.1.2

νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη

### book 739.1.3

δεξαμένη σποδιήν τε καὶ ὀστέα—τὸν δὲ δυσαὲς

### book 739.1.4

ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον—,

### book 739.5.1

δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,

### book 739.5.2

ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.

### book 740.1.1

Αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου

### book 740.1.2

δηλοῦσα· Κρήθων δ’ ἐγχθόνιος σποδιά.

### book 740.1.3

ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν

### book 740.1.4

βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις,

### book 740.5.1

ὁ πρίν—τί πλείω μυθεῦμ’ ἔτι; πᾶσι μακαρτός,

### book 740.5.2

φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον.

### book 741.1.1

Ὀθρυάδην, Σπάρτης τὸ μέγα κλέος, ἢ Κυνέγειρον

### book 741.1.2

ναύμαχον ἢ πάντων ἔργα κάλει πολέμων·

### book 741.1.3

Ἄρεος αἰχμητὴς Ἰταλὸς παρὰ χεύμασι Ῥήνου

### book 741.1.4

κλινθεὶς ἐκ πολλῶν ἡμιθανὴς βελέων

### book 741.5.1

αἰετὸν ἁρπασθέντα φίλου στρατοῦ ὡς ἴδ’ ὑπ’ ἐχθροῖς,

### book 741.5.2

αὖτις ἀρηιφάτων ἄνθορεν ἐκ νεκύων·

### book 741.5.3

κτείνας δ’, ὅς σφ’ ἐκόμιζεν, ἑοῖς ἀνεσώσατο ταγοῖς,

### book 741

μοῦνος ἀήττητον δεξάμενος θάνατον.

### book 742.1.1

Οὐκέτι, Τιμόκλεια, τεῶν φάος ὤλεσας ὄσσων

### book 742.1.2

κούρους δοιοτόκῳ νηδύι γειναμένη·

### book 742.1.3

ὄμμασι δ’ ἐν πλεόνεσσιν ἀθρεῖς πυριθαλπὲς ὄχημα

### book 742.1.4

ἠελίου προτέρης οὖσα τελειοτέρη.

### book 743.1.1

Εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσα

### book 743.1.2

οὔθ’ ἑνὸς οὔτε μιῆς αὐγασάμην θάνατον.

### book 743.1.3

οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων,

### book 743.1.4

οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας·

### book 743.5.1

ἔμπαλι δ’ ἁ μὲν ἔλυσεν ἐμῶν ὠδῖνα μολοῦσα,

### book 743.5.2

Φοῖβος δ’ εἰς ἥβαν ἄρσενας ἀγάγετο

### book 743.5.3

ἀβλαβέας νούσοισιν. ἴδ’, ὡς νίκημι δικαίως

### book 743.5.4

παισί τε καὶ γλώσσῃ σώφρονι Τανταλίδα.

### book 744.1.1

Ἐν Μέμφει λόγος ἐστὶ προμαθεῖν τὴν ἰδίην

### book 744.1.2

Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλίκερω

### book 744.1.3

ταύρου· κοὐδὲν ἔλεξεν. βοῒ γὰρ πόθεν λόγος;

### book 744.1.4

φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.

### book 744.5.1

παρὰ δ’ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολὴν

### book 744.5.2

προφανῶς τοῦτο διδάσκων· „Ἀποδύσῃ βιοτὴν

### book 744.5.3

ὅσον οὔπω.“ διὸ καί οἱ ταχέως ἦλθε μόρος

### book 744

δεκάκις πέντε τε καὶ τρεῖς ἐσιδόντι Πλειάδας.

### book 745.1.1

Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νήσου

### book 745.1.2

βάντ’ ἐς ἐρημαίην ἄστιβον ἠιόνα,

### book 745.1.3

ἀλλ’ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο

### book 745.1.4

μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον·

### book 745.5.1

οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς

### book 745.5.2

τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον

### book 745.5.3

Σισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλα

### book 745.5.4

ληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον;

### book 745.5.5

οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸν

### book 745.10

ὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων.

### book 746.1

Ὧδε μέγας κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν.

### book 747.1.1

Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται,

### book 747.1.2

ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής.

### book 748.1.1

Τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψ

### book 748.1.2

λάινον Ἀσσυρίης χῶμα Σεμιράμιος;

### book 748.1.3

ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντες

### book 748.1.4

κείμενον ἑπταπόρων ἀγχόθι Πληιάδων

### book 748.5.1

ἀκλινές, ἀστυφέλικτον Ἀθωέος ἶσον ἐρίπνᾳ

### book 748.5.2

φυρηθὲν γαίης εὐρυπέδοιο βάρος;

### book 748.5.3

δᾶμος ἀεὶ μακαριστός, ὃς ἄνστασιν Ἡρακλείης

### book 748

οὐρανίων νεφέων τεῦξεν ἐπ’ εὐρυάλων.

### book 1.1

Ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς,

### book 1.2

θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον,

### book 1.3

ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε

### book 1.4

καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου.

### book 2.1

Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο,

### book 2.2

Βασίλιε, Χριστοῦ λάτρι φίλ’, ὠιόμην·

### book 2.3

ἀλλ’ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μ’ ἀναείρας

### book 2.4

θήσεις ἐς μακάρων σήν τε χοροστασίην;

### book 2.5.1

μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο

### book 2.5.2

λήσομαι, οὐδ’ ἐθέλων. Γρηγορίοιο λόγος.

### book 3.1

Ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα

### book 3.2

ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου,

### book 3.3

πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι,

### book 3.4

πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις·

### book 3.5

οὐκ οἶον, κόσμος δὲ μέγ’ ἴαχεν· „Ὤλετο κῆρυξ,

### book 3

ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος.“

### book 4.1

Κόσμος ὅλος μύθοισιν ὑπ’ ἀντιπάλοισιν ἀεικῶς

### book 4.2

σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος·

### book 4.3

αἰαῖ, Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ.

### book 4.4

ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος

### book 4.5.1

σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας

### book 4.5.2

καὶ βίοτον μύθῳ καὶ βιότητι λόγον.

### book 5.1

Εἷς θεὸς ὑψιμέδων· ἕνα δ’ ἄξιον ἀρχιερῆα

### book 5.2

ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,

### book 5.3

ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν

### book 5.4

Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,

### book 5.5.1

Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν,

### book 5.5.2

λίσσομ’, ὑπὲρ κόσμου ἵστασο δῶρ’ ἀνάγων.

### book 6.1

Ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα

### book 6.2

θέντο με Καισαρέες, Γρηγορίοιο φίλον,

### book 6.3

ὃν περὶ κῆρι φίλησα· Θεὸς δέ οἱ ὄλβια δοίη

### book 6.4

ἄλλα τε καὶ ζωῆς ὡς τάχος ἀντιάσαι

### book 6.5.1

ἡμετέρης. τί δ’ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα

### book 6.5.2

τήκεσθ’ οὐρανίης μνωόμενον φιλίης;

### book 7.1

Τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ

### book 7.2

δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας,

### book 7.3

Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ’ ἱερήων,

### book 7

ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης.

### book 8.1

Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ’ Ἀθῆναι,

### book 8.2

ὦ θείου βιότου τηλόθε συνθεσίαι,

### book 8.3

ἴστε τόδ’, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν,

### book 8.4

Γρηγόριος δ’ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.

### book 9.1

Καισαρέων μέγ’ ἄεισμα, φαάντατε ὦ Βασίλειε,

### book 9.2

βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος·

### book 9.3

ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω

### book 9.4

Χριστός, ὅπως μίξῃ ὡς τάχος οὐρανίοις.

### book 10.1

Βένθε’ ἅπαντ’ ἐδάης τὰ πνεύματος, ὅσσα τ’ ἔασιν

### book 10.2

τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης.

### book 10.3

ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας,

### book 10.4

τοῦτο πόνων τῶν σῶν, ὦ Βασίλει’, ὀλίγον.

### book 11.1

Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης·

### book 11.2

Γρηγορίου τόδε σοι γράμμ’ ἐπιτυμβίδιον,

### book 11.3

μῦθος ὅδ’, ὃν φιλέεσκες· ἔχεις χρέος, ὦ Βασίλειε,

### book 11

τῆς φιλίης καίτοι δῶρον ἀπευκτότατον.

### book 11b.1

Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδ’ ἀνέθηκα

### book 11b.2

τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα.

### book 12.1

Ἔνθ’ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε,

### book 12.2

Πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης,

### book 12.3

μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης,

### book 12.4

νήδυμον ὕπνον ἔχω Γρηγορίοιο δέμας,

### book 12.5.1

ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ’ ἱερῆες

### book 12.5.2

ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.

### book 13.1

Ἔκ με πικρῆς ἐκάλεσσε Θεὸς μέγας ἀγριελαίης·

### book 13.2

ποίμνης ἡγεμόνα θῆκε τὸν οὐδ’ ὀίων

### book 13.3

ἔσχατον, ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν.

### book 13.4

γῆρας δ’ ἐς λιπαρὸν ἱκόμεθ’ ἀμφότεροι·

### book 13.5.1

ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν

### book 13.5.2

ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην.

### book 14.1

Εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης

### book 14.2

Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος,

### book 14.3

ὅν ποτε τηλόθ’ ἐόντα χάρις μέγαν ἀρχιερῆα

### book 14

θήκατο· νῦν δ’ ἱερῆς ἐγγὺς ἔχει Τριάδος.

### book 15.1

Αὐτὸς νηὸν ἔρεψα Θεῷ καὶ δῶχ’ ἱερῆα

### book 15.2

Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι,

### book 15.3

ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν,

### book 15.4

ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.

### book 16.1

Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης,

### book 16.2

τὴν δ’ ἀγανοφροσύνην ἄξιος· οὔ τι πλέον

### book 16.3

εὔξασθαι θέμις ἐστί· καὶ ἐς βαθὺ γῆρας ἵκοιο,

### book 16.4

τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.

### book 17.1

Οὐκ ὄις, εἶτ’ ὀίων προφερέστατος, αὐτὰρ ἔπειτα

### book 17.2

ποιμήν, εἶτα πατὴρ καὶ νομέων νομέας,

### book 17.3

θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων,

### book 17.4

κεῖμαι Γρηγόριος, Γρηγορίου γενέτης.

### book 17.5.1

ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος

### book 17.5.2

ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;

### book 18.1

Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον,

### book 18.2

ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω

### book 18.3

Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην

### book 18

Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.

### book 19.1

Οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ

### book 19.2

συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος

### book 19.3

ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον

### book 19.4

πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.

### book 20.1

Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην

### book 20.2

ἔνθεν ἀειρόμενος ῥῖψ’ ἐπὶ παιδὶ φίλῳ.

### book 21.1

Τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει·

### book 21.2

τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος.

### book 21.3

ὣς δ’ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην

### book 21.4

Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ’ ἄγοις.

### book 22.1

Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα

### book 22.2

Γρηγόριος· σὺ δέ μοι, τέκνον, ἐπισταμένως

### book 22.3

σημαίνειν· ζωῆς δὲ θύρας πετάσειας ἅπασιν,

### book 22.4

ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.

### book 23.1

Στράψε μέν, οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη,

### book 23.2

στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ,

### book 23.3

τῆμος ὅτ’ εἰδώλων ἔφυγε ζόφον· ὡς δ’ ἐκαθάρθη,

### book 23

ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτ’ ἄγει.

### book 24.1

Παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον

### book 24.2

ἦμαρ κυριακόν· πένθεϊ πένθος ἅπαν,

### book 24.3

μῆτερ ἐμή, τίουσα μόναις ὑπόεικες ἑορταῖς·

### book 24.4

εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις·

### book 24.5.1

χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ·

### book 24.5.2

μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.

### book 25.1

Οὔποτε σεῖο τράπεζα θυηδόχος ἔδρακε νῶτα,

### book 25.2

οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος,

### book 25.3

οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς.

### book 25.4

σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους.

### book 25.5.1

καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δ’ ἔκτοθι πᾶσι πέφανται·

### book 25.5.2

τοὔνεκα καὶ θείῳ σῶμ’ ἀπέλειπες ἕδει.

### book 26.1

Πῶς ἐλύθη Νόννης καλὰ γούνατα, πῶς δὲ μέμυκεν

### book 26.2

χείλεα, πῶς ὄσσων οὐ προχέει λιβάδας;

### book 26.3

ἄλλοι δ’ αὖ βοόωσι παρ’ ἠρίον· ἡ δὲ τράπεζα

### book 26.4

οὐκέτ’ ἔχει καρποὺς τῆς μεγάλης παλάμης·

### book 26.5.1

χῶρος δ’ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ’ ἱερῆες

### book 26.5.2

οὐκέτ’ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα.

### book 26.5.3

χῆραι δ’ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ

### book 26.5.4

καὶ γάμος εὐζυγέων, κέρσατ’ ἄπο πλοκάμους,

### book 26.5.5

τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε,

### book 26.10

τῆμος ὅτ’ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας.

### book 27.1

Σάρρα σοφὴ τίουσα φίλον πόσιν· ἀλλὰ σύ, μῆτερ,

### book 27.2

πρῶτα Χριστιανόν, εἶθ’ ἱερῆα μέγαν

### book 27.3

σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.

### book 27.4

Ἄννα, σὺ δ’ υἷα φίλον καὶ τέκες εὐξαμένη

### book 27.5.1

καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ·

### book 27.5.2

ἡ δ’ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν·

### book 27.5.3

Νόννα δ’ ἀμφοτέρων ἔλαχε κλέος, ὑστάτιον δὲ

### book 27.5.4

νηῷ λισσομένη πάρθετο σῶμα φίλον.

### book 28.1

Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ’ ἐτώσια φυσιόωντα

### book 28.2

καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν·

### book 28.3

Νόννα δ’ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ

### book 28.4

τῇδέ ποτ’ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη,

### book 28.5.1

καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι,

### book 28.5.2

Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.

### book 29.1

Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,

### book 29.2

καὶ σύ γ’, Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε·

### book 29.3

ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι·

### book 29.4

θυμῷ δ’ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον,

### book 29.5.1

χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων,

### book 29.5.2

ἥλατ’ ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν,

### book 29

τρὶς μάκαρ ἐν νηῷ σῶμ’ ἀποδυσαμένη.

### book 30.1

Γρηγόριον βοόωσα παρ’ ἀνθοκόμοισιν ἀλωαῖς

### book 30.2

ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι,

### book 30.3

χεῖρας δ’ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι,

### book 30.4

Γρηγόριον βοόωσα· τὸ δ’ ἔζεεν αἷμα τεκούσης

### book 30.5.1

ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς·

### book 30.5.2

τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.

### book 31.1

Ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν,

### book 31.2

ἄλλη δ’ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης,

### book 31.3

ἄλλη δ’ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις,

### book 31.4

δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις·

### book 31.5.1

Νόννα δ’ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν

### book 31.5.2

τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.

### book 32.1

Τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὥς σε ποθοῦσα,

### book 32.2

οἴχομαι εἰς ζωήν, Γρηγόρι’, οὐρανίην·

### book 32.3

καὶ γὰρ πόλλ’ ἐμόγησας ἐμὸν κομέων πατέρος τε

### book 32.4

γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη.

### book 32.5

ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα

### book 32

δεξόμεθ’ ἡμετέροις φάεσι προφρονέως.

### book 33.1

Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης,

### book 33.2

σῶμα δ’ ἄρ’ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα.

### book 33.3

Μάρτυρες, ἀλλ’ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον

### book 33.4

σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην,

### book 33.5.1

αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος

### book 33.5.2

δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.

### book 34.1

Οὐ μόσχων θυσίην σκιοειδέα οὐδὲ χιμάρρων

### book 34.2

οὐδὲ πρωτοτόκων Νόνν’ ἀνέθηκε Θεῷ·

### book 34.3

ταῦτα νόμος προτέροισιν, ὅτ’ εἰκόνες· ἡ δ’ ἄρ’ ἑαυτὴν

### book 34.4

δῶκεν ὅλην· βιότῳ μάνθανε καὶ θανάτῳ.

### book 35.1

Εὐχομένη βοόωσα παρ’ ἁγνοτάτῃσι τραπέζαις

### book 35.2

Νόννα λύθη, φωνὴ δ’ ἐδέθη καὶ χείλεα καλὰ

### book 35.3

γηραλέης. τί τὸ θαῦμα; Θεὸς θέλεν ὑμνήτειραν

### book 35.4

γλῶσσαν ἐπ’ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι·

### book 35.5

καὶ νῦν οὐρανόθεν μέγ’ ἐπεύχεται ἡμερίοισιν.

### book 36.1

Εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς

### book 36.2

οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν

### book 36.3

ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας

### book 36.4

μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρὸς

### book 36.5

λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ.

### book 37.1

Πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν

### book 37.2

σεισμῶν τε κρυερῶν καὶ ἄγρια κυμαίνοντος

### book 37.3

οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες·

### book 37.4

ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι

### book 37.5

καὶ σύ, τεκοῦσα, μάκαιρα, ἐν εὐχωλῇσι θανοῦσα.

### book 38.1

Νόνναν, ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι

### book 38.2

καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα,

### book 38.3

Γρηγορίου ἱερῆος ὁμόζυγα καὶ πραπίδεσσιν

### book 38.4

εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω.

### book 39.1

Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι

### book 39.2

καὶ νηοῖο πέδον δάκρυσι δευόμενον

### book 39.3

σοί, Νόννα, ζαθέην τοίην βιότοιο τελευτὴν

### book 39.4

ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.

### book 40.1

Μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή,

### book 40.2

πάντ’ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλῃς,

### book 40.3

ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλ’ ἄρα καὶ τὴν

### book 40

ὑστατίην νηῷ λεῖπες ἀειρομένη.

### book 41.1

Οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα,

### book 41.2

φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ

### book 41.3

λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι

### book 41.4

τόνδε βίον πάσης ἁγνότερον θυσίης.

### book 42.1

Νόνν’ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα

### book 42.2

ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην·

### book 42.3

τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα,

### book 42.4

μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.

### book 43.1

Τῆσδε πατὴρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης,

### book 43.2

μήτηρ δ’ εὐχομένη πὰρ ποσὶ λῆξε βίου,

### book 43.3

Γρηγόριος Νόννα τε μεγακλέες. εὔχομ’ ἄνακτι

### book 43.4

τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.

### book 44.1

„Πολλά, τράπεζα πίλη, Νόννης καὶ δάκρυ’ ἐδέξω·

### book 44.2

δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην,“

### book 44.3

εἶπε, καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δ’ ἄρα μοῦνον,

### book 44.4

παῖδ’, ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.

### book 45.1

Ἔνθα ποτ’ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης,

### book 45.2

μέσφ’ ὅτε καὶ ψυχὴ ἕσπετ’ ἀειρομένῳ,

### book 45.3

εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ,

### book 45

γράψατ’ ἐπερχομένοις θαῦμα τόδ’, εὐσεβέες.

### book 46.1

Τίς θάνεν, ὡς θάνε Νόννα, παρ’ εὐαγέεσσι τραπέζαις

### book 46.2

τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη;

### book 46.3

τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν

### book 46.4

ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.

### book 47.1

Ἔνθα ποτ’ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν·

### book 47.2

„Ἔρχεο.“ ἡ δ’ ἐλύθη σώματος ἀσπασίως,

### book 47.3

χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν,

### book 47.4

τῇ δ’ ἔτι λισσομένη· „Ἵλαθι, Χριστὲ ἄναξ.“

### book 48.1

Ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος

### book 48.2

καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα,

### book 48.3

πάντ’ ἐκένωσα φέρουσα· τὸ δ’ ἔσχατον, ἔνθεν ἀέρθην

### book 48.4

νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.

### book 49.1

Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ

### book 49.2

μητέρ’ ἐμὴν πρώτην· οἶδε τράπεζα τόδε,

### book 49.3

ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη

### book 49.4

εἰσέτι λισσομένη σώματι Νόννα φίλη.

### book 50.1

Οὐ νόσος οὐδέ σε γῆρας ὁμοίιον, οὔ σέ γ’ ἀνίη,

### book 50.2

καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν·

### book 50.3

ἀλλ’ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης

### book 50

εὐχομένη Χριστῷ, Νόνν’, ἀπέδωκας ὄπα.

### book 51.1

Δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα

### book 51.2

κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην.

### book 51.3

μῆτερ ἐμή, σὺ δ’ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ

### book 51.4

ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον.

### book 52.1

Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἡ ποθέουσα

### book 52.2

τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι,

### book 52.3

Νόννα Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα

### book 52.4

μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.

### book 52b.1

Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων

### book 52b.2

Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ.

### book 52b.3

τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς,

### book 52b.4

εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.

### book 53.1

Ἡ Τριάς, ἣν ποθέεσκες, ὁμὸν σέλας ἕν τε σέβασμα

### book 53.2

ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα,

### book 53.3

εὐχομένην· ζωῆς δὲ τέλος καθαρώτερον εὗρες.

### book 53.4

οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνὰ

### book 53.5

οὐδ’ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς,

### book 53

μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.

### book 54.1

Ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα,

### book 54.2

ἔνθα ποτ’ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε·

### book 54.3

καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δ’ ἐνθάδε κάλλιπε νηῷ.

### book 55.1

Νηὸς ὅδ’—οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι—

### book 55.2

ψυχῆς οἰχομένης μοῦνον ἐπέσχε δέμας,

### book 55.3

ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ,

### book 55.4

σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.

### book 56.1

Ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι,

### book 56.2

εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστίν·

### book 56.3

τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.

### book 57.1

Ὢ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων·

### book 57.2

ὢ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι,

### book 57.3

〈ποῦ ποτ’ ἔην; νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον〉.

### book 58.1

Νόννα Φιλτατίου. —„Καὶ ποῦ θάνε;“ —Τῷδ’ ἐνὶ νηῷ. —

### book 58.2

„Καὶ πῶς;“ —Εὐχομένη. —„Πηνίκα;“ —Γηραλέη. —

### book 58

„Ὢ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.“

### book 59.1

Ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν·

### book 59.2

Νόνναν δ’ εὐχομένην Πνεῦμ’ ὑπέδεκτο μέγα.

### book 60.1

Ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον,

### book 60.2

ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ.

### book 61.1

Τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη

### book 61.2

εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον.

### book 62.1

Εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα

### book 62.2

μάρτυς, ἀφ’ ἧς ἤρθη ἄπνοος ἐξαπίνης.

### book 63.1

Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν

### book 63.2

ἔχριμψ’ οὐρανίαις, πρὶν βιότοιο λυθῇ.

### book 64

Δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως

### book 64

ὡς Νόνν’ εὐχομένη κάτθανεν, οὐ δακρύω.

### book 65.1

Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον

### book 65.2

καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη.

### book 66.1

Ἔνθα ποτ’ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή

### book 66.2

νῦν δ’ ἄρ’ ἐν εὐσεβέων λίσσεται ἱσταμένη.

### book 67.1

Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα,

### book 67.2

Νόννα, παρ’ ᾗ λύθης εὐχομένη πύματα.

### book 67b.1

Μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον· ἀλλ’ ἄρα καὶ τὸ

### book 67b.2

Νόνν’ ἀπέδωκε Θεῷ ἔνθα ποτ’ εὐχομένη.

### book 68.1

Πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες,

### book 68.2

πρέσβειραν μεγάλην πέμψατ’ ἀειρομένην.

### book 69

Ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ

### book 69

Νόνναν ἐπειγομένην οὐρανίοις πελάσαι.

### book 70.1

Νόνν’ ἀπανισταμένη νηοῦ μεγάλου τόδ’ ἔειπε·

### book 70.2

„Τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.“

### book 71.1

Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται·

### book 71.2

Νόννα ποτ’ εὐχομένη τῇδ’ ἐλύθη βιότου.

### book 72.1

Ἔνθα ποτ’ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης·

### book 72.2

ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας.

### book 73.1

Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόνν’ ἀπανέστη·

### book 73.2

νηῷ Νόνν’ ἐλύθη· χαίρετε, εὐσεβέες.

### book 74

Ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.

### book 75.1

Εἴη σοι βίος ἐσθλὸς ἐπ’ εὐλογίῃσιν ἁπάσαις

### book 75.2

ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις

### book 75.3

καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς,

### book 75.4

οἵην ἡμετέρῳ γήραϊ δῶκεν Ἄναξ,

### book 75.5

ἠιθέων λογίων τὸ μέγα κράτος ἠδ’ ἱερήων

### book 75

καὶ πολιῆς σκίπων, Γρηγόρι’, ἡμετέρης.

### book 76.1

Ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς

### book 76.2

ἑσσάμεθ’ εὐσεβέος Γρηγορίου τοκέες,

### book 76.3

ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν

### book 76.4

ἡμέτερον καὶ νῦν ἀμφιέπει θυσίαις.

### book 76.5.1

ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων

### book 76.5.2

Γρηγόρι’, εὐαγέας Μάρτυσι παρθέμενος

### book 76.5.3

σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρ’ ἵλαον εἶναι

### book 76.5.4

πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.

### book 77.1

Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας

### book 77.2

κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη,

### book 77.3

ἀμφοτέρους ἱερῆας. —Ὁ δ’ εὐπατέρειαν ἐδέγμην

### book 77.4

Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ.

### book 77.5.1

τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη,

### book 77.5.2

πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης.

### book 78.1

Πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα

### book 78.2

Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν

### book 78.3

μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα πικρά.

### book 78

Γρηγορίου γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ.

### book 79.1

Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ·

### book 79.2

δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον·

### book 79.3

τὸ τρίτον αὖ, θνῄσκοντά μ’ ἁγνὴ ἐσάωσε τράπεζα·

### book 79.4

τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος·

### book 79.5.1

πέμπτον, παρθενίη με φίλοις προσπτύξατ’ ὀνείροις·

### book 79.5.2

ἕκτον, Βασιλίῳ σύμπνοα ἦρα φέρον·

### book 79.5.3

ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων·

### book 79.5.4

ὄγδοον αὖ, ὁσίοις ἐξεκάθηρα χέρας·

### book 79.5.5

εἴνατον, ὁπλοτέρῃ Τριάδ’ ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ·

### book 79.10

βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.

### book 80.1

Ἑλλὰς ἐμὴ νεότης τε φίλη καὶ ὅσσα πεπάμην

### book 80.2

καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως.

### book 80.3

εἰ δ’ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ

### book 80.4

καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ,

### book 80.5.1

σοῖς με, Χριστέ, χοροῖσι δέχου καὶ κῦδος ὀπάζοις

### book 80.5.2

υἱέι Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.

### book 81.1

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται

### book 81.2

τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων

### book 81.3

καὶ σοφίῃ Σοφίης δεδραγμένος ἠίθεός τε

### book 81

οἶον πλοῦτον ἔχων ἐλπίδ’ ἐπουρανίην.

### book 82.1

Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ

### book 82.2

δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον·

### book 82.3

νῦν δ’ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης

### book 82.4

οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.

### book 83.1

Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις·

### book 83.2

ἤλυθον ἐς σοφίης πείρατα· σάρκα Λόγῳ

### book 83.3

ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας

### book 83.4

ἔστην σὺν Ἀαρών, Γρηγορίῳ γενέτῃ.

### book 84.1

Πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον

### book 84.2

καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου,

### book 84.3

Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς

### book 84.4

φάσμασιν ἐννυχίοις, δῶκε δ’ ἔρον σοφίης.

### book 85.1

Σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτ’ ἐώλπειν,

### book 85.2

ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους·

### book 85.3

αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα, τοκήων

### book 85

τῶν προτέρων πρότερον δέξατο. ποῖα δίκη;

### book 85b.1

Οὐκ ἔσθ’ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει.

### book 85b.2

Φθόνου τόδ’ ἐστὶν ἔργον. πῶς δ’ ἤνεγκεν ἂν

### book 85b.3

νέον γερόντων εἰσορῶν σοφώτερον;

### book 86.1

Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα

### book 86.2

κάλλεϊ καὶ σοφίῃ καὶ βασιλῆι φίλον,

### book 86.3

κρείσσονα δ’ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο.

### book 86.4

ἦ μὴν ὠιόμην. ἀλλὰ τί φησὶ τάφος;

### book 86.5.1

„Τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο, ἀλλὰ μέγιστον

### book 86.5.2

υἱέος εὖχος ἔχεις υἱέος ἀντὶ φίλου.“

### book 87.1

Ὥριοι εἰς τάφον ἦμεν, ὅτ’ ἐνθάδε τοῦτον ἔθηκαν

### book 87.2

λᾶαν ἐφ’ ἡμετέρῳ γήραϊ λαοτόμοι·

### book 87.3

ἀλλ’ ἡμῖν μὲν ἔθηκαν, ἔχει δέ μιν οὐ κατὰ κόσμον

### book 87.4

Καισάριος, τεκέων ἡμετέρων πύματος.

### book 87.5.1

ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα

### book 87.5.2

δέξαι ἐς ἡμέτερον τύμβον ἐπειγομένους.

### book 88.1

Τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο

### book 88.2

ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην·

### book 88.3

Καισαρίῳ δ’ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες

### book 88

δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.

### book 89.1

Γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς

### book 89.2

λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε.

### book 89.3

τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδ’ ἔνευσας;

### book 89.4

ὢ μακροῦ βιότου, ὢ ταχέος θανάτου.

### book 90.1

Οὐκ ἄγαμ’, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω

### book 90.2

μοῦνον ἀφ’ ἡμετέρων, Καισάριε, κτεάνων,

### book 90.3

γηραλέων τοκέων πικρὸν λίθον· ὁ Φθόνος οὕτως

### book 90.4

ἤθελεν. ὢ ζωῆς πήμασι μακροτέρης.

### book 91.1

Πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν

### book 91.2

ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων

### book 91.3

καὶ λογικῆς τέχνης τὰ παλαίσματα γραμματικήν τε

### book 91.4

ἠδ’ ἰητορίην ῥητορικῆς τε μένος

### book 91.5.1

Καισάριος πτερόεντι νόῳ μοῦνος καταμάρψας,

### book 91.5.2

αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις ἐστ’ ὀλίγη.

### book 92.1

Πάντα κασιγνήτοισιν ἑοῖς λίπες, ἀντὶ δὲ πάντων

### book 92.2

τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε·

### book 92.3

ἡ δὲ γεωμετρίη τε καὶ ἀστέρες, ὧν θέσιν ἔγνως,

### book 92

ἥ τ’ ἰητορίη οὐδὲν ἄκος θανάτου.

### book 93.1

Κάλλιμον ἐκ πατρίης σέ, μεγακλέα τηλόθ’ ἐόντα,

### book 93.2

ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης

### book 93.3

πέμψαντες βασιλῆι, τὸν ἔξοχον ἰητήρων,

### book 93.4

φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθ’ αὖ σε πέδου.

### book 94.1

Σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν,

### book 94.2

ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ·

### book 94.3

νούσῳ δ’ ἀργαλέῃ ζωὴν λίπες. ὢ νεότητος

### book 94.4

σώφρονος, ὢ σοφίης, κάλλιμε Καισάριε.

### book 95.1

Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον

### book 95.2

τύμβος ὅδ’ εὐγενέτην Καισάριον κατέχω

### book 95.3

ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις,

### book 95.4

ἀστεροπὴν γαίης πείρασι λαμπομένην.

### book 96.1

Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος

### book 96.2

αὐλαί, Καππαδόκαι δ’ ἤμυσαν ἐξαπίνης·

### book 96.3

καὶ καλὸν εἴ τι λέλειπτο μετ’ ἀνθρώποισιν, ὄλωλεν,

### book 96

οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.

### book 97.1

Εἴ τινα δένδρον ἔθηκε γόος καὶ εἴ τινα πέτρην,

### book 97.2

εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη,

### book 97.3

πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε,

### book 97.4

πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι·

### book 97.5.1

Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων,

### book 97.5.2

αἰαῖ τῶν ἀχέων, ἤλυθεν εἰς Ἀίδην.

### book 98.1

Χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον

### book 98.2

κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν.

### book 98.3

Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων

### book 98.4

τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης;

### book 98.5.1

οὔτις ἐπιχθονίων· ἀλλ’ ἔπτατο ἐκ βιότοιο

### book 98.5.2

ὡς ῥόδον ἐξ ἀκανθῶν, ὡς δρόσος ἐκ πετάλων.

### book 99.1

Γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε,

### book 99.2

Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου,

### book 99.3

Γρηγορίου Νόννης τε μεγακλέος εὐσεβίῃ τε

### book 99.4

καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους.

### book 100.1

Κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν

### book 100.2

τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην·

### book 100.3

Καισάριον δὲ νέον Φθόνος ἥρπασεν· οὔποτε τοῖα

### book 100

πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.

### book 101.1

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι

### book 101.2

Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης.

### book 102.1

Οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα·

### book 102.2

πάντα δ’ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.

### book 103.1

Κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ’ ἀναθεῖσα

### book 103.2

Γοργόνιον Χριστῷ μοῦνον ἀφῆκε πόσιν·

### book 103.3

οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον, ἀλλ’ ἄρα καὶ τὸν

### book 103.4

ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.

### book 103.5.1

ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς

### book 103.5.2

λύματ’ ἀπωσάμενοι ζῆτε παλιγγενέες.

### book 104.1

Εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις,

### book 104.2

εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων

### book 104.3

δαπτόμενόν τ’ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ

### book 104.4

καὶ πυρόεις ποταμὸς καὶ ζόφος ἀθάνατος

### book 104.5.1

ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι

### book 104.5.2

ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι,

### book 104.5.3

ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο

### book 104

τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.

### book 105.1

Οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι

### book 105.2

τέρπῃ πυροφόροις τετραπόδων τ’ ἀγέλαις·

### book 105.3

καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος εὐγενέες τε

### book 105.4

λᾶες καὶ Σηρῶν νήματα λεπταλέα,

### book 105.5.1

πάντα βίος ζωοῖσι· λίθοι δ’ ὀλίγοι τε φίλοι τε

### book 105.5.2

τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,

### book 105.5.3

οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει

### book 105.5.4

ἄλλος σοῖσι νόμοις χερσὶ δικαιοτέραις.

### book 106.1

Ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων,

### book 106.2

πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις·

### book 106.3

πᾶσα δὲ Σικανίη τε καὶ εὐρέα πείρατα γαίης

### book 106.4

κείρατ’ ἀπ’ ἀνθρώπων οἰχομένης Θέμιδος.

### book 106.5.1

ἡμεῖς δ’ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες

### book 106.5.2

αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας.

### book 107.1

Οἱ Χριστὸν φορέοντες ἀκούσατε οἵ τε θέμιστας

### book 107.2

εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην·

### book 107.3

πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων,

### book 107.4

αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμ’ ὀλίγη

### book 107.5

Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλ’ ἐπὶ τύμβῳ

### book 107

βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.

### book 108.1

Μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα,

### book 108.2

τύμβος ὅδ’ εὐγενέτην Μαρτινιανὸν ἔχω,

### book 108.3

ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν·

### book 108.4

ἀλλ’ ἀποτῆλε τάφου πρίν τι κακὸν παθέειν.

### book 109.1

Μὴ πόλεμον φθιμένοισιν· ἅλις ζώοντες, ἀλιτροί·

### book 109.2

μὴ πόλεμον φθιμένοις. Μαρτινιανὸς ἐγὼ

### book 109.3

ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν

### book 109.4

τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.

### book 110.1

Ὦ Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα·

### book 110.2

ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων·

### book 110.3

οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον·

### book 110.4

οὗτος ἐμοί. φεῦ φεῦ, ποῦ δὲ λίθος Σισύφου;

### book 111.1

Ὄλβιος, εὐγήρως, ἄνοσος θάνον ἐν βασιλῆος

### book 111.2

πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης.

### book 111.3

εἴ τινα Μαρτινιανὸν ἀκούετε, ἀλλ’ ἀπὸ τύμβου,

### book 111

μηδὲ φέρειν ἐπ’ ἐμοὶ δυσμενέας παλάμας.

### book 112.1

Χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις

### book 112.2

λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον·

### book 112.3

χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ,

### book 112.4

καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω.

### book 113.1

Καππαδοκῶν μέγ’ ἄεισμα, φαάντατε Μαρτινιανέ,

### book 113.2

σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα·

### book 113.3

ὅς ποτ’ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων,

### book 113.4

δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.

### book 114.1

Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος

### book 114.2

καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν

### book 114.3

μή ποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι

### book 114.4

στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδ’ ἱεροῖς.

### book 115.1

Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης

### book 115.2

στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει·

### book 115.3

ἀλλ’ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι,

### book 115

τῷδε τάφῳ· πολλῶν οὐχ ὁσίαι παλάμαι.

### book 116.1

Μαρτινιανοῦ σῆμα μεγακλέος, εἴ τιν’ ἀκούεις

### book 116.2

Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων,

### book 116.3

παντοίαις ἀρετῇσι κεκασμένον· ἀλλὰ κόνιν περ

### book 116.4

ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.

### book 117.1

Οὔποτ’ ἐγὼ φθιμένοισιν ἐπέχραον οὐδ’ ἀπὸ τύμβων

### book 117.2

ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους·

### book 117.3

τοὔνεκα μηδ’ ἐπ’ ἐμοῖσι φέρειν λάεσσι σίδηρον·

### book 117.4

εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.

### book 117.5.1

Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο

### book 117.5.2

κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω.

### book 118.1

Εἷς δόμος, ἀλλ’ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός·

### book 118.2

τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις·

### book 118.3

καί ῥ’ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο

### book 118.4

ὡς σύ, μάκαιρα δάμαρ Ἀμφιλόχου Λιβίη,

### book 118.5.1

κάλλιμέ θ’ υἱήων, Εὐφήμιε· τοὺς δ’ ὑπόδεχθε,

### book 118.5.2

μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.

### book 119.1

Ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν·

### book 119.2

ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι.

### book 119.3

νῦν δέ σε μοῖρ’ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν,

### book 119.4

εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην.

### book 119.5

αἰαῖ, Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος

### book 119

ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.

### book 120.1

Αἰαῖ, καὶ Λιβίαν κατέχει κόνις. οὔποτ’ ἔγωγε

### book 120.2

ὠισάμην θνητὴν ἔμμεναι εἰσορόων

### book 120.3

εἶδος μειλιχίην τε σαοφροσύνην τε γυναικός,

### book 120.4

τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων.

### book 120.5.1

τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν

### book 120.5.2

σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.

### book 121.1

Ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά,

### book 121.2

πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην,

### book 121.3

υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε,

### book 121.4

πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες.

### book 121.5.1

δεινὸν δ’ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε

### book 121.5.2

ζωῆς, τὸν δ’ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.

### book 122.1

Ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δ’ ἐν ἀοιδοῖς,

### book 122.2

κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων,

### book 122.3

ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δ’ ἔρωτας

### book 122.4

ἐς θαλάμους καλέων ὤλετο, φεῦ παθέων·

### book 122.5.1

ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδ’ ὑμεναίων

### book 122.5.2

ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.

### book 123.1

Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,

### book 123.2

Ἑλλάδα καὐσονίην μοῦσαν ἐφιπτάμενος,

### book 123.3

στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ’ ὑπὸ γαῖαν.

### book 123

αἰαῖ, τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.

### book 124.1

Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν

### book 124.2

λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας,

### book 124.3

μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος·

### book 124.4

τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.

### book 125.1

Στράψε μέγ’ ἀνθρώποις Εὐφήμιος, ἀλλ’ ἐπὶ τυτθόν·

### book 125.2

καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας·

### book 125.3

στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν·

### book 125.4

τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.

### book 126.1

Τίς τίνος; —„Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται,

### book 126.2

οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος,

### book 126.3

οὗτος, ὃν αἱ Χάριτες Μούσαις δόσαν· οἱ δ’ ὑμέναιοι

### book 126.4

ἀμφὶ θύρας· ἦλθεν δ’ ὁ Φθόνος ὠκύτερος.“

### book 127.1

Ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων

### book 127.2

καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφάνων,

### book 127.3

ᾤχετο ἐκ μερόπων Εὐφήμιος, οὐδέ τ’ ἀνέσχεν,

### book 127

αἰαῖ, σοῖς θαλάμοις πυρσός, ὃν ἧψεν Ἔρως.

### book 128.1

Αἱ Χάριτες Μούσαισι· „Τί ῥέξομεν; οὐκέτ’ ἄγαλμα

### book 128.2

χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.“

### book 128.3

χαἰ Μοῦσαι Χαρίτεσσιν· „Ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός,

### book 128.4

τόσσον ἔχοι· ἡμῖν δὲ τόδ’ ὅρκιον ἔμπεδον ἔστω

### book 128.5

μηκέτ’ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.“

### book 129.1

Κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα καὶ λαλαγεῦντες

### book 129.2

ὄρνιθες λιγυροὶ καλὸν ἐπ’ ἀκρεμόνων

### book 129.3

αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι

### book 129.4

καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων,

### book 129.5.1

κλαύσατε· ὦ χαρίεσς’ Εὐφημιάς, ὥς σε θανών περ

### book 129.5.2

Εὐφήμιος κλεινὴν θήκατ’ ἐπωνυμίῃ.

### book 130.1

Κάλλιμος ἠιθέων Εὐφήμιος, εἴ ποτ’ ἔην γε·

### book 130.2

κάλλιμος ἐν χώροις χῶρος ὅδ’ ἠλύσιος·

### book 130.3

τοὔνεκεν εἰς ἓν ἄγερθεν· ἐπεὶ ζωὴν μὲν ἔλειψε,

### book 130.4

οὔνομα δ’ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.

### book 131.1

Ἤλυθε κἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα,

### book 131.2

ψυχὴ δ’ ἐς μακάρων ᾤχετ’ ἀποπταμένη.

### book 131.3

πηοῖς πάντα πέπασο, μακάρτατε· βίβλον ἔῳξας

### book 131.4

πᾶσαν, ὅση θνητῶν κεἴ τις ἐπουρανίη·

### book 131.5

γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας

### book 131

κρείσσονα καὶ τοκέων· τὸ πλέον οὐ μερόπων.

### book 132.1

Ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα

### book 132.2

Ἀμφίλοχος λιπαροῦ γήραος ἀντιάσας,

### book 132.3

ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων

### book 132.4

πηῶν, εὐσεβέων, εὐγενέων, λογίων

### book 132.5.1

καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδ’ ἑταίρων

### book 132.5.2

σῶν ἑνός, ὦ φιλότης, γράμμ’ ἐπιτυμβίδιον.

### book 133.1

Ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες

### book 133.2

μῦθοι καὶ πηγὴ πᾶσιν ἀρυομένη,

### book 133.3

ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δ’ ἅμ’ ἕσπετο μοῦνον

### book 133.4

ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον.

### book 133.5.1

Γρηγόριος τάδ’ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο,

### book 133.5.2

Ἀμφίλοχ’, ἐξεδάην ἀντιχαριζόμενος.

### book 134.1

Ἀμφίλοχος τέθνηκεν· ἀπώλετο, εἴ τι λέλειπτο

### book 134.2

καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος

### book 134.3

καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δ’ αὖ σε

### book 134.4

ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.

### book 135.1

Τυτθὸν μὲν πτολίεθρον, ἀτὰρ πολὺν ἀνέρα δῶκα

### book 135.2

βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων,

### book 135.3

Ἀμφίλοχον· φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα

### book 135

ῥήτρη καὶ πάτρης εὖχος ἀριστοτόκου.

### book 136.1

Τὸν ῥήτρην πυρόεσσαν ἐπ’ ἀντιπάλοισι φέροντα,

### book 136.2

τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας

### book 136.3

Ἀμφίλοχον κατέχω τυτθὴ κόνις ἔκτοθι πάτρης,

### book 136.4

υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.

### book 137.1

Ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ

### book 137.2

Ἀμφιλόχου μεγάλου τύμβος ὅδ’ ἀμφὶς ἔχω.

### book 138.1

Ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ

### book 138.2

πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.

### book 139.1

Οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος· ἡ δὲ συνωρὶς

### book 139.2

σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει;

### book 139.3

τίς δὲ τέλος νηῷ περικαλλέι χεὶρ ἐπιθήσει;

### book 139.4

τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην

### book 139.5

σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα;

### book 139

ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων.

### book 140.1

Δέρκεο καὶ τύμβον Νικομήδεος, εἴ τιν’ ἀκούεις,

### book 140.2

ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ

### book 140.3

αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον

### book 140.4

δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων,

### book 140.5.1

φέρτερον οὐδὲν ἔχων ἱερεὺς γενέτης τε φέριστος.

### book 140.5.2

τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι.

### book 141.1

Ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα

### book 141.2

ἔνθεν ἀνηέρθης. τίς τάδ’ ἔνευσε δίκη;

### book 141.3

Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν

### book 141.4

ἰθύνῃς τεκέων σὺν ἱερῇ δυάδι.

### book 142.1

Πῇ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ’ ἑταίρων,

### book 142.2

ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε;

### book 142.3

πῇ ποτ’ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν,

### book 142.4

ἦμος ἐπ’ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην,

### book 142.5.1

ὃς βιότῳ μ’ ἔζησας ἀσαρκέι; ἦ ῥ’ ἐτεόν σοι

### book 142.5.2

Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.

### book 143.1

Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον

### book 143.2

ἠιθέων, ζωῆς ἡνίοχ’ ἡμετέρης,

### book 143.3

μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς,

### book 143

ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε.

### book 144.1

Ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσσιν

### book 144.2

ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι

### book 144.3

Καρτερίου, πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν;

### book 144.4

ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.

### book 145.1

Ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα

### book 145.2

Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης.

### book 146.1

Ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα

### book 146.2

σταυροφόρων κόλποις Καρτέριον κατέχεις.

### book 147.1

Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων,

### book 147.2

τῆλε τεῆς πάτρης ληίστορι χειρὶ δαμάσθης,

### book 147.3

οὐδέ σε τύμβος ἔχει πατρώιος· ἀλλὰ καὶ ἔμπης

### book 147.4

πᾶσιν Καππαδόκεσσι μέγ’ οὔνομα σεῖο λέλειπται

### book 147.5

καὶ στῆλαι παγίων μέγ’ ἀμείνονες, αἷς ἐνιγράφθης,

### book 147

Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.

### book 148.1

Ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε,

### book 148.2

σὸν τέκος ἀτρεκέως πνεύματι Καρτέριον·

### book 148.3

αὐτὰρ ἐγών, εἰ καί με τάφος σὺν πατρὶ καλύπτοι,

### book 148.4

οὔποτ’ ἀφ’ ὑμετέρης στήσομ’ ὁμοζυγίης.

### book 149.1

Ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ

### book 149.2

χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.

### book 150.1

Εὐσέβιον, Βασίλισσα μεγακλέες ἐνθάδε κεῖνται,

### book 150.2

Ξώλων ἠγαθέων θρέμματα χριστοφόρων,

### book 150.3

καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις

### book 150.4

τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων.

### book 151.1

Αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν οὐδ’ ἐπὶ γαίης

### book 151.2

ἤρειδες χθαμαλῆς ἴχνιον οὐδ’ ὀλίγον·

### book 151.3

τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ

### book 151

σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε.

### book 152.1

Τὸν νεαρόν, Χριστῷ δὲ μέγαν πολιόν τε νόημα

### book 152.2

χῶρος ὅδ’ ἀθλοφόρων Ἑλλάδιον κατέχω·

### book 152.3

οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη

### book 152.4

σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον.

### book 153.1

Μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ,

### book 153.2

πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις,

### book 153.3

Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα

### book 153.4

δεσμῶν ἐξελύθης, τοῦτο γέρας καμάτων.

### book 154.1

Καὶ σύ, Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι,

### book 154.2

ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας·

### book 154.3

σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα,

### book 154.4

ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον.

### book 155.1

Χώρης τῆσδ’ ἱερῆς Εὐπράξιον ἀρχιερῆα

### book 155.2

ἥδ’ Ἀριανζαίη χθὼν μεγάλη κατέχω,

### book 155.3

Γρηγορίοιο φίλον καὶ ἥλικα καὶ συνοδίτην·

### book 155

τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν.

### book 156.1

Ἰχθυβόλον ποτ’ ἔλυε λίνον βυθίης ἀπὸ πέτρης

### book 156.2

Ναυκράτιος δίναις ἐν ποταμοῦ βρυχίαις·

### book 156.3

καὶ τὸ μὲν οὐκ ἀνέλυσεν, ὁ δ’ ἔσχετο. πῶς ἁλιῆα

### book 156.4

εἴρυσεν ἀνθ’ ἁλίης δίκτυον; εἰπέ, Λόγε,

### book 156.5.1

Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω,

### book 156.5.2

καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων.

### book 157.1

Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο,

### book 157.2

δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος,

### book 157.3

ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο,

### book 157.4

ἔνθεν ἀνηέρθη πῶλος ὅδ’ ἄκρα θέων.

### book 158.1

Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθεὶς

### book 158.2

δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη.

### book 159.1

Αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς

### book 159.2

ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας,

### book 159.3

Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταρποῖς

### book 159.4

ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον

### book 159.5

τὴν σταθερὴν Χριστῷ τήξας δέμας ἄλγεσι πολλοῖς·

### book 159

καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην.

### book 160.1

Πάλλετ’ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα

### book 160.2

οὔνομα, 〈ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,〉

### book 160.3

ἄμβροτον, 〈αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε,〉

### book 160.4

ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει.

### book 161.1

Ἐμμέλιον τέθνηκε. τίς ἔφρασεν; ἥ γε τοσούτων

### book 161.2

καὶ τοίων τεκέων δῶκε φάος βιότῳ,

### book 161.3

υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε,

### book 161.4

εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων.

### book 161.5.1

τρεῖς μὲν τῆσδ’ ἱερῆες ἀγακλέες, ἡ δ’ ἱερῆος

### book 161.5.2

σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.

### book 162.1

Θάμβος ἔχεν μ’ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο

### book 162.2

καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον·

### book 162.3

ὡς δ’ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα,

### book 162.4

Ἐμμέλιον, τόδ’ ἔφην· „Οὐ μέγα· ῥίζα τόση.

### book 162.5.1

τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη,

### book 162.5.2

τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.“

### book 163.1

Παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἴ τιν’ ἀκούεις

### book 163.2

Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης·

### book 163.3

ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα, νῦν δ’ ἐνὶ πάντων

### book 163

γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει.

### book 164.1

Καὶ σύ, Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο,

### book 164.2

Γρηγορίου μεγάλου σύζυγε, ἀτρεκέως

### book 164.3

ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἕρμα γυναικῶν

### book 164.4

εὐσεβέων· βιότου δ’ ὥριος ἐξελύθης.

### book 165.1

Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδ’ ἔθηκε

### book 165.2

Γρηγόριος καθαροῖς Μάρτυσι παρθέμενος,

### book 165.3

ἠίθεον θαλέθοντα νεόχνοον· αἱ δὲ πάροιθεν

### book 165.4

τῆς γηροτροφίης ἐλπίδες οὐδὲ κόνις.

### book 166.1

Εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω

### book 166.2

θρύψις ἀεθλοφόροις· ταῦτα γὰρ ἀντίθετα.

### book 166.3

εἰ δ’ οὐκ ὀρχησταῖς ἀθλήματα οὐδὲ ἀθληταῖς

### book 166.4

ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις

### book 166.5.1

ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος,

### book 166.5.2

ὃς πληροῖ θυλάκους, κἂν ἀδικώτατος ᾖ;

### book 167.1

Μάρτυρες, εἴπατε ἡμὶν ἀληθῶς, εἰ φίλον ὑμῖν

### book 167.2

αἱ σύνοδοι. —„Τί μὲν οὖν ἥδιον;“ —Ἀντὶ τίνος; —

### book 167.3

„Τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντ’ ἄν,

### book 167.4

εἰ τιμῷτ’ ἀρετή.“ —Τοῦτο μὲν εὖ λέγετε·

### book 167.5

ἡ δὲ μέθη τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς

### book 167

ἄλλοις· ἀθλοφόρων δ’ ἔκλυσις ἀλλοτρία.

### book 168.1

Μὴ ψεύδεσθ’, ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί·

### book 168.2

λαιμῶν οἵδε νόμοι, ὠγαθοί, ὑμετέρων·

### book 168.3

Μάρτυσι δ’ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν

### book 168.4

ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν.

### book 169.1

Μαρτύρομ’, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν

### book 169.2

τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι.

### book 169.3

οὐ ζητεῖτε τράπεζαν ἐύπνοον οὐδὲ μαγείρους·

### book 169.4

οἱ δ’ ἐρυγὰς παρέχους’ ἀντ’ ἀρετῆς τὸ γέρας.

### book 170.1

Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ’ ἀνάγνων

### book 170.2

ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι·

### book 170.3

δεύτερον αὖτε τάφους τοὺς μὲν διεπέρσατ’ ἀθέσμως

### book 170.4

αὐτοὶ σήματ’ ἔχοντες ὁμοίια, τοὺς δ’ ἀπέδοσθε,

### book 170.5.1

πολλάκι καὶ τρὶς ἕκαστον· ὃ δὲ τρίτον, ἱεροσυλεῖς

### book 170.5.2

Μάρτυρας, οἷς φιλέεις. Σοδομίτιδες ἵξατε πηγαί.

### book 171.1

Παῖδες χριστιανῶν, τόδ’ ἀκούσατε. οὐδὲν ὁ τύμβος;

### book 171.2

πῶς οὖν ὑμετέρους χώννυτ’ ἀριπρεπέας;

### book 171.3

ἀλλ’ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν

### book 171.4

βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.

### book 171.5

εἰ δ’, ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ’ ἀδίκαστον,

### book 171

πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.

### book 172.1

Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι,

### book 172.2

μέχρι τίνος τύμβοις Μάρτυρας ἀλλοτρίοις

### book 172.3

τιμᾶτ’, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς,

### book 172.4

καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν.

### book 173.1

Τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι

### book 173.2

αἵματος οὐρανίου μνωομένους μεγάλου·

### book 173.3

τύμβοι δὲ φθιμένοις. ὃς βήματα δ’ ἡμὶν ἐγείρει

### book 173.4

ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.

### book 174.1

Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβὴν

### book 174.2

καὶ μέντοι θεόθεν ἄξια δῶρ’ ἔχετε,

### book 174.3

βήμαθ’, ὕμνους, λαούς, ψυχῶν σέβας. ἀλλ’ ἀπὸ τύμβων

### book 174.4

φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι.

### book 175.1

Δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει

### book 175.2

δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας.

### book 175.3

τούτου χριστιανοὶ λύσιν εὕρομεν· ἀθλοφόροισι

### book 175.4

στησάμεθ’ ἡμετέροις πνευματικὰς συνόδους.

### book 175.5

νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε, οἱ φιλόκωμοι·

### book 175

πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.

### book 176.1

Μηκέτι πηκτὸν ἄροτρον ἀνὴρ ἐπὶ γαῖαν ἐλαύνοι,

### book 176.2

μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι·

### book 176.3

ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμὸν

### book 176.4

ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων,

### book 176.5.1

ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον

### book 176.5.2

σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης.

### book 177.1

Ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα,

### book 177.2

κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος·

### book 177.3

ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος,

### book 177.4

ὑψιπαγής, σκοπέλων τῶνδ’ ἀποτῆλε θέων,

### book 177.5.1

πρῶτος δ’ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον

### book 177.5.2

τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.

### book 178.1

Ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος, οὔρεος ἄκρην

### book 178.2

πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος·

### book 178.3

νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ·

### book 178.4

ὧδε δ’ ἐτινάχθην γείτονος ἐν παλάμαις.

### book 179.1

Τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ

### book 179.2

λάων τετραπέδων ἀμφιθέει στέφανος,

### book 179.3

ἄξιον αὐτίκ’ ἔην αὐτῷ ἐνὶ σήματι θέντας

### book 179

αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι.

### book 180.1

Ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων·

### book 180.2

χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου.

### book 180.3

εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακόν· εἰ δ’ ἄρα κεινὸς

### book 180.4

ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην.

### book 181.1

Ὁσσάτιον παράμειψα βροτῶν βίον, οὐδ’ ἄρ’ ἔμελλον

### book 181.2

ἐκφυγέειν παλάμας γείτονος οὐλομένας,

### book 181.3

ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ

### book 181.4

οὔτε Θεὸν δείσας οὐθ’ ὁσίην φθιμένων.

### book 182.1

Τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες·

### book 182.2

ἠνίδ’, ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως.

### book 182.3

οὐ μὲν ῥηιδίως ἐρρήξατο. ἀλλ’ ἀποτῆλε

### book 182.4

χάζεσθε· φθιμένους ὧδ’ ἂν ἀρεσσάμεθα.

### book 183.1

Αἰαῖ, ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη

### book 183.2

τοῖσί τε τυμβορύχοις τοῖς τε περικτιόσιν

### book 183.3

σήματος ὑψιθέοντος ὀλωλότος. ἀλλὰ τὸν ἐχθρὸν

### book 183

οἶδε δίκη· δακρύειν δ’ ἡμέτερον φθιμένους.

### book 184.1

Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι

### book 184.2

τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη·

### book 184.3

Καππαδόκεσσιν ἔγωγε μέγ’ ἔξοχος, ἀλλὰ δέδορκας,

### book 184.4

οἷα πάθον. στήλῃ γράψατε νεκροφόνον.

### book 185.1

Τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα

### book 185.2

ὕπτιος ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων

### book 185.3

τύμβος ἔην, καθύπερθε λόφου λόφος. ἀλλὰ τί ταῦτα;

### book 185.4

οὐδὲν χρυσοφίλαις, οἵ μ’ ἐτίναξαν ὅλον.

### book 186.1

Νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δ’ ἀνεγείρει

### book 186.2

τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι·

### book 186.3

οὐ γὰρ ἂν οὗτος ἀνὴρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν,

### book 186.4

εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων.

### book 187.1

Τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου.

### book 187.2

τίς χρόνος; ἀρχαίης σῆμα τόδ’ ἐργασίης.

### book 187.3

τίς δέ ς’ ἐνήρατο; εἰπέ· φόνος τόδε. —„Χεῖρες ἀλιτραὶ

### book 187

γείτονος.“ —Ὡς τί λάβῃ; —„Χρυσόν.“ —Ἔχοι σκοτίην.

### book 188.1

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα

### book 188.2

τοῦ νεοκληρονόμου χερσὶ παθόντ’ ἀδίκως·

### book 188.3

οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλ’ ἐδοκήθην,

### book 188.4

κάλλεϊ μαρμαίρων τοσσατίῳ λαγόνων.

### book 189.1

Στῆθι πέλας καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος,

### book 189.2

εἴ ποτ’ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός.

### book 189.3

σῆμα πέλω, μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος.

### book 189.4

τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται;

### book 190.1

Αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο

### book 190.2

καὶ λήθης σκοτίης βένθεα καὶ νέκυες,

### book 190.3

πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν;

### book 190.4

πῶς ἔτλη; φθιμένων 〈κήδεται οὐδ’ ὁσίη〉.

### book 191.1

Τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος,

### book 191.2

τέτρωμ’, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ.

### book 191.3

ταῦτα φίλα θνητοῖσι, τὸ δ’ αἴτιον ὡς ἀθέμιστον.

### book 191

τὸν νέκυν οἶον ἔχων χρυσὸν ἀποξέομαι.

### book 192.1

Πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις

### book 192.2

τύμβον ἐμόν, φράζειν· „Τοῖα πάθοις, ὁ δράσας.“ —

### book 192.3

„Οὐκ οἶδ’, ὅντινα τύμβος ἔχει νέκυν· ἀλλ’ ἐρέω γε

### book 192.4

δάκρυ’ ἐπισπένδων· Τοῖα πάθοις, ὁ δράσας.“

### book 193.1

Πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου,

### book 193.2

ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος.

### book 193.3

νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ,

### book 193.4

ταῦτ’, εἰ ληίζει, δώσομεν ἀσπασίως.

### book 194.1

Εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες

### book 194.2

τοῦθ’, ὅπερ εἰλήφεις, ἢ κακὸς ἦσθ’ ἂν ἄγαν;

### book 194.3

εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην,

### book 194.4

καὶ τόδ’ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος;

### book 195.1

Τοὺς ζῶντας κατόρυσσε. τί γὰρ νεκροὺς κατορύσσεις;

### book 195.2

Ἄξιοί εἰσι τάφων, οἵ σε ζῆν εἴασαν οὕτω

### book 195

τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον.

### book 196.1

Καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν

### book 196.2

δέξῃ θαρσαλέως ἢ Θεὸν ἀγκαλέσεις,

### book 196.3

χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι

### book 196.4

οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.

### book 197.1

Φησὶ Δίκη· „Τίς πίστις, ὅτ’ ὤλεσας, ὃν λαγόνεσσι

### book 197.2

σῇσιν ἔδωκα νέκυν, γαῖα φίλη, φθιμένῳ;“ —

### book 197.3

„Οὐ γαίη μ’ ἐτίναξεν· ἀτάσθαλος ὤλεσεν ἀνήρ,

### book 197.4

καὶ φιλοκερδείης εἵνεκα· τοῦτον ἔχω.“

### book 198.1

Πρόσθε τάδ’ ἦεν ἄσυλα· Θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν

### book 198.2

ἵλαος· εἰ δὲ νέκυς, ὄψεθ’ ὁ τυμβολέτης.

### book 199.1

Ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε

### book 199.2

κλαύσομ’ ἀποφθιμένους, κλαύσομ’ ἄγος παλάμης.

### book 200.1

Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης

### book 200.2

κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις.

### book 200.3

νεκρῶν καὶ τάδε γ’ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον

### book 200

εὕρωσιν παλάμην, σήματα τοῖα χέειν.

### book 201.1

Τίς ς’ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο

### book 201.2

κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος;

### book 202.1

Στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν·

### book 202.2

οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους,

### book 202.3

ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων.

### book 202.4

γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους.

### book 203.1

Στῆλαι καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων,

### book 203.2

τύμβοι καὶ φθιμένων ἄφθιτε μνημοσύνη,

### book 203.3

σεισμὸς πάντα βράσειεν ἐμοῖς νεκύεσσιν ἀρήγων,

### book 203.4

οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος.

### book 204.1

Ἡνίκα τὸν περίβωτον ἐπ’ οὔρεος, ἄγριε Τιτάν,

### book 204.2

τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας,

### book 204.3

ὡς δ’ εἶδες, πῶς χεῖρες ἐπ’ ὀστέα; ἦ τάχα κέν σε

### book 204

τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδ’ ἕνα τύμβον ἔχειν.

### book 205.1

Σήματα καὶ σποδιὴ καὶ ὀστέα οἵ τε πάρεδροι

### book 205.2

δαίμονες, οἳ φθιμένου ναίετε τόνδε λόφον,

### book 205.3

τόνδ’ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν.

### book 205.4

τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον.

### book 206.1

Τύμβοι καὶ σκοπιαὶ καὶ οὔρεα καὶ παροδῖται,

### book 206.2

κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην·

### book 206.3

ἠχὼ δ’ ἐκ σκοπέλων πυματηγόρος ἀντιαχείτω

### book 206.4

τῶνδε περικτιόνων· „Κλαύσατε τυμβολέτην.“

### book 207.1

Κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες·

### book 207.2

οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην,

### book 207.3

εἰ τάδ’ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ

### book 207.4

σήμασι σὴν ἐπέχειν ἁρπαλέην παλάμην.

### book 208.1

Οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ,

### book 208.2

ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων·

### book 208.3

καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν,

### book 208

ἐκ δ’ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων.

### book 209.1

Τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον οὔρεος ἄκρης

### book 209.2

τῆσδ’ ἀναειρόμενον ἡλίκον ὁσσατίης;

### book 209.3

χρυσὸς ἔθηξε μάχαιραν ἐπ’ ἀνδράσι· χρυσὸς ἄπληστον

### book 209.4

κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην·

### book 209.5.1

κἀμοὶ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον

### book 209.5.2

ἐλπισθείς· χρυσοῦ δεύτερα πάντ’ ἀδίκοις.

### book 210.1

Πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης

### book 210.2

κύμασι πλαζόμενον, πολλάκι θηρολέτου,

### book 210.3

ἤδη καί, πολέμῳ τις ὃν ὤλεσεν· ἀλλ’ ἐμὲ γείτων

### book 210.4

χωσθέντ’ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον.

### book 211.1

Ὢ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς.

### book 211.2

ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν·

### book 211.3

οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν,

### book 211.4

τῶνδ’ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.

### book 212.1

Πάντ’ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτ’ αἰδὼς

### book 212.2

ἐκ ζώντων φθιμένοις. δέρκεο τόνδε τάφον,

### book 212.3

ὅν γ’ ἐλπὶς χρυσοῖο διώλεσε τόσσον ἐόντα

### book 212

θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν.

### book 213.1

Λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν

### book 213.2

ῥίψατε ἠὲ πυρὶ δάψατε παντοφάγῳ·

### book 213.3

λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι.

### book 213.4

δείδια τόνδε τάφον τοῖα παθόνθ’ ὁρόων.

### book 214.1

Δή ποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν

### book 214.2

τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδ’ εὗρε μόνον·

### book 214.3

„Οἴγειν ἀπλήστοιο τάφους χερός.“ ὣς δὲ σὺ τόσσον

### book 214.4

σῆμα τόδ’ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις.

### book 215.1

Ὃς κακὸς οὐ φθιμένοισι, τάχ’ ἂν φθιμένοισιν ἀρήγοι·

### book 215.2

ὃς δ’ οὐδὲ φθιμένοις, οὔποτ’ ἂν οὐ φθιμένοις.

### book 215.3

ὣς δὲ σύ, τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας,

### book 215.4

οὔποτ’ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην.

### book 216.1

„Μαρτύρομ’, οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι·

### book 216.2

μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις.“ —

### book 216.3

Οὐδὲ γὰρ οὗτος ἔχεν χρυσὸν τάφος, ἀλλ’ ἐδαΐχθη.

### book 216

πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε, Δίκη.

### book 217.1

Οἱ τύμβοι φθιμένοισιν „Ἀρήξατε“ εἶπον ἅπαντες,

### book 217.2

ἡνίχ’ ὁ λυσσήεις τόνδ’ ἐτίνασσε τάφον.

### book 217.3

οἱ νέκυες τύμβοισι· „Τί ῥέξομεν; αὖθις ἀέρθη

### book 217.4

ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα Δίκη.“

### book 218.1

Ἤλυθεν εἰς Ἀίδην τις, ὁ δ’ ἔπτατο, ἄλλος ὄλεσσε

### book 218.2

θῆρας, ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον·

### book 218.3

τούτων οὗτος ἀνὴρ οὐ δεύτερον ἔργον ἔρεξεν,

### book 218.4

τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.

### book 219.1

Εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα·

### book 219.2

εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν,

### book 219.3

καί σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς

### book 219.4

τύμβον ἀναρρήξανθ’, ὃν καὶ τρομέουσι φονῆες.

### book 220.1

Χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δ’ ἀπὸ τύμβων

### book 220.2

χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει·

### book 220.3

ὄρυσς’, ὄρυσσε πάντας· ἦ τάχ’ ἄν σέ τις

### book 220

τύμβος κ’ ἐξολέσειε πεσών, νεκύεσσι δ’ ἀρήγοι.

### book 221.1

Τύμβος ἔην· νῦν δ’ εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος·

### book 221.2

ταῦτα φιλοχρύσοις εὔαδε. ποῖα δίκη;

### book 222.1

Αἰαῖ, καὶ τέφρη γενόμην καὶ χεῖρας ἀλιτρῶν

### book 222.2

οὐκ ἔφυγον. χρυσοῦ τίπτε χερειότερον;

### book 223.1

Ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σέ τις ἔτλη,

### book 223.2

τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.

### book 224.1

Τύμβος ἐγώ, σκοπιή τις ἀπ’ οὔρεος· ἀλλά με χεῖρες

### book 224.2

θῆκαν ἴσον δαπέδῳ. τίς τάδ’ ἄνωξε νόμος;

### book 225.1

Οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος

### book 225.2

ἦλθ’ ἐπ’ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι.

### book 226

Τὴν σκαπάνην ἐπ’ ἄρουραν, ἐμῷ δ’ ἐπὶ σήματι βάλλειν

### book 226

δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων.

### book 227.1

Τὴν σκαπάνην ἐπ’ ἄρουραν· ἐμοῦ δ’ ἀποχάζεο τύμβου,

### book 227.2

χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων.

### book 228.1

Εἴ ς’, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν,

### book 228.2

πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο.

### book 229.1

Τίπτε μ’ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα

### book 229.2

κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις.

### book 230.1

Τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλ’ ἔμ’ ἔῳξεν

### book 230.2

ὥς τινα τῶν πολλῶν ἀνδροφόνος παλάμη.

### book 230b.1

Ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων,

### book 230b.2

θνητοί, καὶ κτερέων· δεῦτ’ ἐπὶ νεκρά, κύνες.

### book 230c

Δεῦτ’ ἐπὶ νεκρά, κύνες· χρυσοῦ διφήτορες ἄνδρες

### book 230c

ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.

### book 231.1

Ἄλλος τύμβον ἔγειρε, σὺ δ’ ὤλεσας· ἄλλος ἐγείροι

### book 231.2

σὸν τάφον, εἴ γε θέμις, ἄλλος ἔραζε βάλοι.

### book 232.1

Ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι·

### book 232.2

φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι.

### book 233.1

Τίπτε μ’ ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα

### book 233.2

μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας.

### book 234.1

Δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο

### book 234.2

τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας.

### book 235.1

Εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε,

### book 235.2

οὔποτ’ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις.

### book 236

Λήθη καὶ σιγὴ νεκύων γέρας· ὡς δ’ ἀλαπάξας

### book 236

οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.

### book 237.1

Πάντ’ ἔχετε, ζώοντες, ἐμοὶ δ’ ὀλίγοι τε φίλοι τε

### book 237.2

λᾶες τῷ φθιμένῳ· φείδεο σοῦ νέκυος.

### book 238.1

Οὐ χρυσοῦ δόμος εἰμί. τί τέμνομαι; αὐτὸς ἔγωγε

### book 238.2

τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες.

### book 239.1

Τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων·

### book 239.2

νῦν δ’ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.

### book 240.1

Εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν

### book 240.2

χρυσόν· ἐμοὶ δ’ οὐδὲν πλὴν φθιμένων κτερέων.

### book 241.1

Μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει

### book 241.2

ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ.

### book 242

Οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν,

### book 242

ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν.

### book 243.1

Ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδ’ ὁρῶντες

### book 243.2

σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην.

### book 244.1

Τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι

### book 244.2

κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν;

### book 245.1

Τίπτε τάφον διέκερσας ἐμόν, τάλαν; ὣς διακέρσαι

### book 245.2

σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.

### book 246.1

Μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν

### book 246.2

οὗτος ἀνήρ. οἴμοι, ὡς βραδύπους σύ, Δίκη.

### book 247.1

Ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός.

### book 247.2

οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδ’ ἀνέῳξε τάφον.

### book 248

Ὤμοσα τοὺς φθιμένους καὶ ὤμοσα Τάρταρον αὐτὸν

### book 248

μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.

### book 249.1

Οὔρεα καὶ πρῶνες, τὸν ἐμὸν τάφον ὥς τιν’ ἑταῖρον

### book 249.2

κλαύσατε, πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος.

### book 250.1

Πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος·

### book 250.2

ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον.

### book 251.1

Κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων,

### book 251.2

μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.

### book 252.1

Τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος

### book 252.2

τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις.

### book 253.1

Γαῖα φίλη, μὴ σοῖσι θανόνθ’ ὑποδέχνυσο κόλποις

### book 253.2

τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον.

### book 254

Ὑβριστὴς ἐπ’ ἔμ’ ἦλθε τὸν οὐ ζώοντα σίδηρος

### book 254

καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.

### book 1.1.1

Δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ

### book 1.1.2

ἔμπλεον οἰδούσης πικρὸς ἔτυψεν ἔχις·

### book 1.1.3

νεβρὸς δ’ ἰομιγῆ θηλὴν σπάσε καὶ τὸ δυσαλθὲς

### book 1.1.4

τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα.

### book 1.5.1

ᾅδην δ’ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ,

### book 1.5.2

ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν.

### book 2.1.1

Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτος

### book 2.1.2

ἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις·

### book 2.1.3

φαρμαχθὲν δ’ ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξας

### book 2.1.4

χείλεσι τὸν κείνης ἐξέπιεν θάνατον.

### book 3.1.1

Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν

### book 3.1.2

παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης·

### book 3.1.3

πάντας δ’ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους

### book 3.1.4

κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη·

### book 3.5

δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε

### book 3

δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.

### book 4.1.1

Ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης

### book 4.1.2

ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης,

### book 4.1.3

ὀθνείοις ὄζοισι μετέμφυτος ἥμερα θάλλω,

### book 4.1.4

οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος.

### book 4.5.1

πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο

### book 4.5.2

ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι.

### book 5.1.1

Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφ’ ὑγρῷ

### book 5.1.2

φλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δ’ ἐπὶ δένδρῳ

### book 5.1.3

ῥιζωθεὶς δένδροιο τομῇ καὶ καρπὸν ἀμείψας

### book 5.1.4

νέρθε μὲν ἀχρὰς ἔτ’ ἐστίν, ὕπερθε δ’ ἄρ’ εὔπνοος ὄχνη.

### book 6.1.1

Ἀχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην,

### book 6.1.2

δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω.

### book 7.1.1

Εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰς

### book 7.1.2

ἢ φόβος εὐχομένων ἢ χάρις εὐξαμένων,

### book 7.1.3

Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέων

### book 7.1.4

κλῦθι καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ,

### book 7.5

ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃ

### book 7

ζώειν τῶν δολιχῶν παυσάμενον καμάτων.

### book 8.1.1

Ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον· ἡ πυμάτη δὲ

### book 8.1.2

ἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας.

### book 9.1.1

Πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας

### book 9.1.2

τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης·

### book 9.1.3

δοίης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις

### book 9.1.4

ἤδη καὶ καμάτων ὅρμισον εἰς λιμένας.

### book 9b.1.1

Οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶ

### book 9b.1.2

φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος.

### book 10.1.1

Πούλυπος εἰναλίῃ ποτ’ ἐπὶ προβλῆτι τανυσθεὶς

### book 10.1.2

ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πόδα·

### book 10.1.3

οὔπω δ’ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν

### book 10.1.4

αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών·

### book 10.5

πλοχμοῖς δ’ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥα

### book 10

ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου.

### book 11.1.1

Πηρὸς ὁ μὲν γυίοις, ὁ δ’ ἄρ’ ὄμμασιν· ἀμφότεροι δὲ

### book 11.1.2

εἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν.

### book 11.1.3

τυφλὸς γὰρ λιπογυίου ἐπωμάδιον βάρος αἴρων

### book 11.1.4

ταῖς κείνου φωναῖς ἀτραπὸν ὀρθοβάτει·

### book 11.5.1

πάντα δὲ ταῦτ’ ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη

### book 11.5.2

ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον.

### book 12.1.1

Τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν

### book 12.1.2

ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος·

### book 12.1.3

ἄμφω δ’ ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαν

### book 12.1.4

τοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι.

### book 13.1.1

Ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴς

### book 13.1.2

ἦγε πόδας χρήσας, ὄμματα χρησάμενος.

### book 13b.1.1

Ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλ’ ὁ μὲν ὄψεις,

### book 13b.1.2

ὃς δὲ βάσεις· ἄλλου δ’ ἄλλος ὑπηρεσίη·

### book 13b.1.3

τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων

### book 13b.1.4

ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει.

### book 13b.5

ἡ μία δ’ ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳ

### book 13b

τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν.

### book 14.1.1

Αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ

### book 14.1.2

εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην·

### book 14.1.3

μάρψας δ’ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας

### book 14.1.4

πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας·

### book 14.5.1

δισκευθεὶς δ’ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ

### book 14.5.2

εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας·

### book 14.5.3

εἷλε δ’ ἁλούς· σὺ δ’ ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθεν

### book 14.5.4

ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης.

### book 15.1.1

Οὗτος ὁ πῦρ καύσειν διζήμενος, οὗτος ὁ νύκτωρ

### book 15.1.2

τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι,

### book 15.1.3

δεῦρ’ ἀπ’ ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μου

### book 15.1.4

καιόμενον πολλὴν ἐξανίησι φλόγα.

### book 16.1.1

Τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι·

### book 16.1.2

τρεῖς δ’ ἐμὲ θηλυμανεῖς οἰστροβολοῦσι Πόθοι.

### book 16.1.3

ἦ γάρ τοι τρία τόξα κατείρυσεν, ὡς ἄρα μέλλων

### book 16.1.4

οὐχὶ μίαν τρώσειν, τρεῖς δ’ ἐν ἐμοὶ κραδίας;

### book 17.1.1

Οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος,

### book 17.1.2

ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός·

### book 17.1.3

ἀλλ’ οὐδ’ ὣς ἤλυξε κακὸν μόρον· αὐτίκα γάρ μιν

### book 17.1.4

εἰνάλιος μάρψας πνεύματος ὀρφάνισεν. —

### book 17.5

ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμων

### book 17

κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν.

### book 18.1.1

Ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρες

### book 18.1.2

ὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα. —

### book 18.1.3

„Αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν.“ —Ἀλλὰ φοβοῦμαι,

### book 18.1.4

Οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα.

### book 19.1.1

Ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων,

### book 19.1.2

ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος,

### book 19.1.3

ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ,

### book 19.1.4

ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,

### book 19.5.1

καὶ Νεμέη, βλοσυροῖο τιθηνήτειρα λέοντος,

### book 19.5.2

Πῖσά τε καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων,

### book 19.5.3

νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ,

### book 19.5.4

καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίθῳ,

### book 19.5.5

ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνος

### book 19.10

τόσς’ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.

### book 20.1

Ὁ πρὶν ἐπ’ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν

### book 20.2

δισσάκι κηρυχθεὶς Κασταλίης παρ’ ὕδωρ,

### book 20.3

ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ’ Ἰσθμῷ

### book 20.4

πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,

### book 20.5

νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον

### book 20

δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.

### book 21.1.1

Σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτω

### book 21.1.2

Πήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα,

### book 21.1.3

ὃς Πυθοῖ κἠν Ἰσθμῷ ἐκώμασα κἠπὶ Νέμειον

### book 21.1.4

Ζᾶνα καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας·

### book 21.5.1

νῦν δὲ βάρος πέτρης Νισυρίτιδος ἔγκυκλον ἕλκω

### book 21.5.2

λεπτύνων Δηοῦς καρπὸν ἀπ’ ἀσταχύων.

### book 22.1.1

Νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ

### book 22.1.2

στῆσαν νηοκόροι θῦμα χαριζόμενοι,

### book 22.1.3

ἧς Ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς,

### book 22.1.4

πέμφθη δ’ εἰς ἀγέλην τεκνογονεῖν ἄφετος.

### book 22.5.1

ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος, οὐδ’ ἐδίκαζεν

### book 22.5.2

τικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν.

### book 23.1.1

Γειαρότης Ἄρχιππος, ὅτ’ ἐκ νούσοιο βαρείης

### book 23.1.2

ἄρτι λιποψυχέων ἔρρεεν εἰς Ἀίδην,

### book 23.1.3

εἶπε τάδ’ υἱήεσσιν· „Ἰὼ φίλα τέκνα, μάκελλαν

### book 23.1.4

καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον·

### book 23.5.1

μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης

### book 23.5.2

καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον.

### book 23.5.3

ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ,

### book 23

τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.“

### book 24.1.1

Ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνης

### book 24.1.2

ἄξονα δινήσας ἔμπυρος ἠέλιος·

### book 24.1.3

ὑμνοπόλους δ’ ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος

### book 24.1.4

λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος.

### book 25.1.1

Γράμμα τόδ’ Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇ

### book 25.1.2

φροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο,

### book 25.1.3

ἀπλανέας τ’ ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴς

### book 25.1.4

ἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται.

### book 25.5.1

αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναι

### book 25.5.2

δεύτερος, ὅστις ἔθηκ’ ἄστρα φαεινότερα.

### book 26.1.1

Τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας

### book 26.1.2

ὕμνοις καὶ Μακεδὼν Πιερίας σκόπελος,

### book 26.1.3

Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον,

### book 26.1.4

Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων,

### book 26.5.1

Ἤρινναν, Τελέσιλλαν ἀγακλέα καὶ σέ, Κόριννα,

### book 26.5.2

θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν,

### book 26.5.3

Νοσσίδα θηλύγλωσσον ἰδὲ γλυκυαχέα Μύρτιν,

### book 26.5.4

πάσας ἀενάων ἐργάτιδας σελίδων.

### book 26.5.5

ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δ’ αὐτὰς

### book 26.10

Γαῖα τέκεν θνατοῖς ἄφθιτον εὐφροσύναν.

### book 27.1.1

Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ

### book 27.1.2

κοὐ λάλον, ἤν τι κλύω, τοῦτ’ ἀπαμειβομέναν.

### book 27.1.3

εἰς σὲ γάρ, ὃν σὺ λέγεις, στρέψω λόγον· ἢν δὲ σιωπᾷς,

### book 27.1.4

σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;

### book 28.1.1

Εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη,

### book 28.1.2

εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου,

### book 28.1.3

Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα

### book 28.1.4

τείχεα καὶ Πριάμου πάντ’ ἐκένωσα δόμον,

### book 28.5.1

γνώσεται ἔνθεν, ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας

### book 28.5.2

ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ.

### book 29.1.1

Τόλμα, νεῶν ἀρχηγέ (σὺ γὰρ δρόμον ηὕραο πόντου

### book 29.1.2

καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισας),

### book 29.1.3

οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἔνεικας

### book 29.1.4

ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον.

### book 29.5.1

ἦν ὄντως μερόπων χρύσεον γένος, εἴ γ’ ἀπὸ χέρσου

### book 29.5.2

τηλόθεν ὡς Ἀίδης πόντος ἀπεβλέπετο.

### book 30.1

Ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳ

### book 30

στέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης;

### book 31.1

Ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες,

### book 31.2

ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος;

### book 31.3

αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταις

### book 31.4

δένδρεον· ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας.

### book 32.1.1

Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα

### book 32.1.2

καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν

### book 32.1.3

οὐδ’ ἀνέμεινε θάλασσα· τὸ δ’ ἄγριον ἐπλήμυρεν

### book 32.1.4

χεῦμα, καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων

### book 32.5.1

ὁλκάδα δειλαίαν τ’ ἀνάγει κλόνος, ᾗ γε τὰ πόντου

### book 32.5.2

χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει.

### book 33.1.1

Οὔπω ναῦς, καὶ ὄλωλα. τί δ’ ἂν πλέον, εἰ βυθὸν ἔγνων,

### book 33.1.2

ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων.

### book 34.1.1

Μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσης

### book 34.1.2

κύματα καὶ χέρσῳ βαιὸν ἐρεισαμένην

### book 34.1.3

ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλ’ ἐπὶ γαίης

### book 34.1.4

Ἥφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον;

### book 34.5

ἔνθεν ἔφυν, ἀπόλωλα· παρ’ ἠιόνεσσι δὲ κεῖμαι,

### book 34

χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη.

### book 35.1.1

Ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτων

### book 35.1.2

πόντος κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος.

### book 36.1.1

Ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον

### book 36.1.2

καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη,

### book 36.1.3

ἣν ὁ μέλας οὔτ’ Εὖρος ἐπόντισεν οὔτ’ ἐπὶ χέρσον

### book 36.1.4

ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων,

### book 36.5.1

ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομ’ ἀπίστῳ,

### book 36.5.2

νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη.

### book 37.1.1

Σιγήσας ἄρυσαι. —„Τίνος οὕνεκα;“ —Μηκέτ’ ἀρύου. —

### book 37.1.2

„Τεῦ χάριν;“ —Ἡσυχίης ἡδὺ λέλογχα ποτόν. —

### book 37.1.3

„Δύσκολος ἡ κρήνη.“ —Γεῦσαι, καὶ μᾶλλον ἐρεῖς με

### book 37.1.4

δύσκολον. —„Ὢ πικροῦ νάματος.“ —Ὢ λαλιῆς.

### book 38.1.1

Εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδ’ ἀπὸ πηγῆς·

### book 38.1.2

εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν.

### book 38.1.3

ἄρρεν ἐγὼ ποτόν εἰμι καὶ ἀνδράσι μοῦνον ἀρέσκω,

### book 38

τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ.

### book 39.1.1

Ἁ Κύπρις Μούσαισι· „Κοράσια, τὰν Ἀφροδίταν

### book 39.1.2

τιμᾶτ’, ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.“

### book 39.1.3

χαἰ Μοῦσαι ποτὶ Κύπριν· „Ἄρει τὰ στωμύλα ταῦτα·

### book 39.1.4

ἡμῖν δ’ οὐ πέταται τοῦτο τὸ παιδάριον.“

### book 40.1.1

Οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷ

### book 40.1.2

ῥύομ’ ἀρειτόλμου θυμὸν Ἀναξιμένους,

### book 40.1.3

ἀλλὰ καὶ ἐκ πόντου, ὁπότ’ ἔσχισε νῆα θάλασσα,

### book 40.1.4

ἀσπίς, ἐφ’ ἡμετέρης νηξάμενον σανίδος.

### book 40.5.1

εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ

### book 40.5.2

τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων.

### book 41.1.1

Ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων,

### book 41.1.2

ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα μόθου,

### book 41.1.3

ἄγριον οὐδ’ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτὶ

### book 41.1.4

καὶ πικρὴ ναυτέων ἔπλεθ’ ἁλιφθορίη,

### book 41.5.1

συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα,

### book 41.5.2

ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων.

### book 42.1.1

Εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ,

### book 42.1.2

τὸν μὲν ἀριστεύσας, τὸν δ’ ἐπινηξάμενος,

### book 42.1.3

Ἀργέστης ὅτ’ ἔδυσε νεὼς τρόπιν· ἀσπίδα δ’ ἔσχον

### book 42

σωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ.

### book 43.1.1

Ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις

### book 43.1.2

δουλεύσω Μουσέων ἄνθεα βοσκόμενος.

### book 43.1.3

μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρ’ ὀφρὺν

### book 43.1.4

στήσομαι· οἶδ’ ὀλίγης δαιτὸς ἐλευθερίην.

### book 44.1.1

Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν,

### book 44.1.2

ὃν λίπεν, οὐχ εὑρὼν ἧψεν, ὃν εὗρε, βρόχον.

### book 45.1.1

Χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δ’ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν

### book 45.1.2

ῥῖψεν, ὁ δ’ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.

### book 46.1.1

Πηρὸς ἄπαις ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι

### book 46.1.2

εὐξαμένη δοιῆς ἔμμορεν εὐτυχίης·

### book 46.1.3

τίκτε γὰρ εὐθὺς ἄελπτα μετ’ οὐ πολύ, καὶ τριποθήτου

### book 46.1.4

αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους.

### book 46.5

Ἄρτεμις ἀμφοτέροισιν ὑπήκοος, ἥ τε λοχείης

### book 46

μαῖα καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων.

### book 47.1.1

Τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα,

### book 47.1.2

ἀλλά μ’ ἀναγκάζει ποιμένος ἀφροσύνη.

### book 47.1.3

αὐξηθεὶς δ’ ὑπ’ ἐμοῦ κατ’ ἐμοῦ πάλι θηρίον ἔσται·

### book 47.1.4

ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται.

### book 48.1.1

Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς δι’ ἔρωτα

### book 48.1.2

Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης.

### book 49.1.1

Ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμέν’ εὗρον·

### book 49.1.2

οὐδὲν ἐμοὶ χὐμῖν· παίζετε τοὺς μετ’ ἐμέ.

### book 50.1.1

Τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν

### book 50.1.2

ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

### book 51.1

Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν

### book 51

οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.

### book 52.1.1

Ἰχθῦς ἀγκίστρῳ τις ἀπ’ ᾐόνος εὔτριχι βάλλων

### book 52.1.2

εἵλκυσε ναυαγοῦ κρᾶτα λιποτριχέα.

### book 52.1.3

οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσιδήρου

### book 52.1.4

χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον·

### book 52.5.1

εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις

### book 52.5.2

ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις.

### book 53.1.1

Ἱπποκράτης φάος ἦν μερόπων καὶ σῴετο λαῶν

### book 53.1.2

ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν Ἀίδῃ.

### book 54.1.1

Γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δέ ποτ’ ἔλθῃ,

### book 54.1.2

μέμφεται· ἔστι δ’ ἀεὶ κρεῖσσον ὀφειλόμενον.

### book 55.1

Εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι

### book 55

γηράσκειν πολλὰς εἰς ἐτέων δεκάδας.

### book 56.1.1

Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ

### book 56.1.2

νήπιος ἐμβαίνων οὐκ ἔφυγεν θάνατον·

### book 56.1.3

ἐς ποταμὸν δ’ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν

### book 56.1.4

κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.

### book 56.5.1

καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας, ἡ δὲ μένουσα

### book 56.5.2

ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν.

### book 56.5.3

δύσμορος, ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ·

### book 56.5.4

ἀμφοτέρων δὲ δοκῶν οὐδενός ἐστιν ὅλως.

### book 57.1.1

Τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα,

### book 57.1.2

μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων;

### book 57.1.3

ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα

### book 57.1.4

Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος;

### book 58.1.1

Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος

### book 58.1.2

καὶ τὸν ἐπ’ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην

### book 58.1.3

κάπων τ’ αἰώρημα καὶ Ἠελίοιο κολοσσὸν

### book 58.1.4

καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον

### book 58.5.1

μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ’ ὅτ’ ἐσεῖδον

### book 58.5.2

Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,

### book 58.5.3

κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· „Ἴδε, νόσφιν Ὀλύμπου

### book 58

Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.“

### book 59.1.1

Τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων

### book 59.1.2

Νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων·

### book 59.1.3

ἁ μὲν Ἀθαναίαν πολεμαδόκον, ἁ δ’ Ἀφροδίταν,

### book 59.1.4

ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δ’ ἀφόβητον Ἄρη,

### book 59.5.1

σεῖο κατ’ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται

### book 59.5.2

οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα.

### book 59.5.3

θείη ἀνίκατον μὲν ὁ βουφάγος· ἁ δέ σε Κύπρις

### book 59.5.4

εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.

### book 60.1.1

Πύργος ὅδ’ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ

### book 60.1.2

ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.

### book 61.1.1

Γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο

### book 61.1.2

παῖδ’ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα,

### book 61.1.3

ἀντίη ἀίξασα δι’ ἥπατος ἤλασε λόγχαν,

### book 61.1.4

ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ·

### book 61.5

„Ἀλλότριον Σπάρτας,“ εἶπεν, „γένος, ἔρρε πρὸς Ἅιδαν,

### book 61

ἔρρ’, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.“

### book 62.1.1

Ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν,

### book 62.1.2

τὴν πάρος εὐπύργοις τείχεσι κλῃζομένην,

### book 62.1.3

αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλ’ ἐν Ὁμήρῳ

### book 62.1.4

κεῖμαι χαλκείων ἕρκος ἔχουσα πυλῶν.

### book 62.5.1

οὐκέτι με σκάψει Τρωοφθόρα δούρατ’ Ἀχαιῶν,

### book 62.5.2

πάντων δ’ Ἑλλήνων κείσομαι ἐν στόμασιν.

### book 63.1.1

Λύδη καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δ’ ἀπὸ Κόδρου

### book 63.1.2

σεμνοτέρη πασῶν εἰμι δι’ Ἀντίμαχον.

### book 63.1.3

τίς γὰρ ἔμ’ οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,

### book 63.1.4

τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;

### book 64.1.1

Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι

### book 64.1.2

ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε,

### book 64.1.3

καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,

### book 64.1.4

ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,

### book 64.5.1

δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ,

### book 64.5.2

τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ·

### book 64.5.3

οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς

### book 64

καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.

### book 65.1.1

Γῇ μὲν ἔαρ κόσμος πολυδένδρεον, αἰθέρι δ’ ἄστρα,

### book 65.1.2

Ἑλλάδι δ’ ἥδε χθών, οἵδε δὲ τῇ πόλεϊ.

### book 66.1.1

Μναμοσύναν ἕλε θάμβος, ὅτ’ ἔκλυε τᾶς μελιφώνου

### book 66.1.2

Σαπφοῦς· „Μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.“

### book 67.1.1

Στήλην μητρυιῆς, μικρὰν λίθον, ἔστεφε κοῦρος,

### book 67.1.2

ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·

### book 67.1.3

ἡ δὲ τάφῳ κλινθεῖσα κατέκτανε παῖδα πεσοῦσα.

### book 67.1.4

φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.

### book 68.1.1

Μητρυιαὶ προγόνοισιν ἀεὶ κακόν· οὐδὲ φιλοῦσαι

### book 68.1.2

σῴζουσιν· Φαίδρην γνῶθι καὶ Ἱππόλυτον.

### book 69.1

Μητρυιῆς δύσμηνις ἀεὶ χόλος, οὐδ’ ἐν ἔρωτι

### book 69

ἤπιος· οἶδα πάθη σώφρονος Ἱππολύτου.

### book 70.1.1

Τραυλὰ μινυρομένα Πανδιονὶ παρθένε φωνᾷ,

### book 70.1.2

Τηρέος οὐ θεμιτῶν ἁψαμένα λεχέων,

### book 70.1.3

τίπτε παναμέριος γοάεις ἀνὰ δῶμα, χελιδοῖ;

### book 70.1.4

παύε’, ἐπεί σε μένει καὶ κατόπιν δάκρυα.

### book 71.1.1

Κλῶνες ἀπηόριοι ταναῆς δρυός, εὔσκιον ὕψος

### book 71.1.2

ἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις,

### book 71.1.3

εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν,

### book 71.1.4

οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες,

### book 71.5.1

κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισιν

### book 71.5.2

ῥύσασθ’ ἀκτίνων ἠελίου φυγάδα.

### book 72.1.1

Εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτι

### book 72.1.2

χαίρων καὶ δρυΐνῳ σπενδόμενος μέλιτι·

### book 72.1.3

ἀλλ’ οὐχ Ἡρακλέης· ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνα

### book 72.1.4

αἰτεῖ καὶ πάντως ἓν θύος ἐκλέγεται. —

### book 72.5

„Ἀλλὰ λύκους εἴργει.“ —Τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲν

### book 72

ὄλλυται εἴτε λύκοις εἴθ’ ὑπὸ τοῦ φύλακος;

### book 73.1.1

Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα,

### book 73.1.2

πλαγκτὸν ὕδωρ ἰδίοις ῥεύμασιν ἀντίπαλον,

### book 73.1.3

ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστον

### book 73.1.4

ναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενον,

### book 73.5.1

θαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὐδὲ ματεύω

### book 73.5.2

σὴν στάσιν· ἀρρήτῳ ταῦτα μέμηλε φύσει.

### book 74.1.1

Ἀγρὸς Ἀχαιμενίδου γενόμην ποτέ, νῦν δὲ Μενίππου,

### book 74.1.2

καὶ πάλιν ἐξ ἑτέρου βήσομαι εἰς ἕτερον.

### book 74.1.3

καὶ γὰρ ἐκεῖνος ἔχειν μέ ποτ’ ᾤετο, καὶ πάλιν οὗτος

### book 74.1.4

οἴεται· εἰμὶ δ’ ὅλως οὐδενός, ἀλλὰ Τύχης.

### book 75.1.1

Κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω,

### book 75.1.2

ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.

### book 76.1.1

Δισσᾶν ἐκ βροχίδων ἁ μὲν μία πίονα κίχλαν,

### book 76.1.2

ἁ μία δ’ ἱππείᾳ κόσσυφον εἷλε πάγᾳ·

### book 76.1.3

ἀλλ’ ἁ μὲν κίχλας θαλερὸν δέμας ἐς φάος Ἠοῦς

### book 76.1.4

οὐκέτ’ ἀπὸ πλεκτᾶς ἧκε δεραιοπέδας,

### book 76.5

ἁ δ’ αὖθις μεθέηκε τὸν ἱερόν. ἦ γὰρ ἀοιδῶν

### book 76

φειδὼ κἠν κωφαῖς, ξεῖνε, λινοστασίαις.

### book 77.1.1

Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθ’ Ἥρα

### book 77.1.2

θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ·

### book 77.1.3

„Ἄρσεν πῦρ ἔτεκεν Τροία Διί· τοιγὰρ ἐγὼ πῦρ

### book 77.1.4

πέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν·

### book 77.5.1

ἥξει δ’ Ἰλιάδαις οὐκ ἀετός, ἀλλ’ ἐπὶ θοίναν

### book 77.5.2

γῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.“

### book 78.1.1

Μὴ μέμψῃ μ’ ἀπέπειρον ἀεὶ θάλπουσαν ὀπώρην

### book 78.1.2

ἀχράδα, τὴν καρποῖς πάντοτε βριθομένην.

### book 78.1.3

ὁππόσα γὰρ κλαδεῶσι πεπαίνομεν, ἄλλος ὑφέλκει·

### book 78.1.4

ὁππόσα δ’ ὠμὰ μένει, μητρὶ περικρέμαται.

### book 79.1.1

Αὐτοθελὴς καρποὺς ἀποτέμνομαι, ἀλλὰ πεπείρους·

### book 79.1.2

πάντοτε μὴ σκληροῖς τύπτε με χερμαδίοις.

### book 79.1.3

μηνίσει καὶ Βάκχος ἐνυβρίζοντι τὰ κείνου

### book 79.1.4

ἔργα· Λυκούργειος μὴ λαθέτω σε τύχη.

### book 80.1.1

Μάντιες ἀστερόεσσαν ὅσοι ζητεῖτε κέλευθον,

### book 80.1.2

ἔρροιτ’ εἰκαίης ψευδολόγοι σοφίης.

### book 80.1.3

ὑμέας Ἀφροσύνη μαιώσατο, Τόλμα δ’ ἔτικτεν,

### book 80

τλήμονας, οὐδ’ ἰδίην εἰδότας ἀκλεΐην.

### book 81.1.1

Μὴ εἴπῃς θάνατον βιοτῆς ὅρον· εἰσὶ καμοῦσιν,

### book 81.1.2

ὡς ζωοῖς, ἀρχαὶ συμφορέων ἕτεραι.

### book 81.1.3

ἄθρει Νικίεω Κῴου μόρον· ἤδη ἔκειτο

### book 81.1.4

εἰν Ἀίδῃ, νεκρὸς δ’ ἦλθεν ὑπ’ ἠέλιον·

### book 81.5.1

ἀστοὶ γὰρ τύμβοιο μετοχλίσσαντες ὀχῆας

### book 81.5.2

εἴρυσαν ἐς ποινὰς τλήμονα δυσθανέα.

### book 82.1.1

Μηδ’ ὅτ’ ἐπ’ ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ,

### book 82.1.2

ναυτίλε, μηδ’ εἴ τοι πείσματα χέρσος ἔχοι.

### book 82.1.3

καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν· ἐς δὲ κόλυμβον

### book 82.1.4

ναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας.

### book 82.5.1

φεῦγε χοροιτυπίην ἐπινήιον· ἐχθρὸς Ἰάκχῳ

### book 82.5.2

πόντος. Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον.

### book 83.1.1

Νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον

### book 83.1.2

δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες.

### book 83.1.3

καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας,

### book 83.1.4

δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν.

### book 83.5

ὤλετο δ’ ἀλλοτρίης θήρης χάριν· οὐ γὰρ ἐλαφρὸς

### book 83

πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει.

### book 84.1.1

Νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπ’ ἀκτῆς

### book 84.1.2

μηλοβότης βλοσυροῖς κύμασι συρόμενον,

### book 84.1.3

χεῖρα δ’ ἐπέρριψεν· τὸ δ’ ἐπεσπάσατ’ ἐς βυθὸν ἅλμης

### book 84.1.4

τὸν σῴζονθ’· οὕτως πᾶσιν ἀπηχθάνετο·

### book 84.5.1

ναυηγὸν δ’ ὁ νομεὺς ἔσχεν μόρον. ὢ δι’ ἐκείνην

### book 84.5.2

καὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες.

### book 85.1.1

Νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δ’ ἔπορεν πάλι δαίμων

### book 85.1.2

πλαζομένῳ φύσεως νῆα ποθεινοτέρην·

### book 85.1.3

πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθὸν

### book 85.1.4

μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος.

### book 85.5.1

ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς,

### book 85.5.2

νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει.

### book 86.1.1

Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς

### book 86.1.2

ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον

### book 86.1.3

πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκα·

### book 86.1.4

αὐτίκα δ’ ὀστρακόεις ἐπλατάγησε δόμος,

### book 86.5

ἁρμόσθη δ’ ὀδύναισιν· ὁ δ’ ἐν κλείθροισιν ἀφύκτοις

### book 86

ληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο.

### book 87.1.1

Μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνει

### book 87.1.2

κλωνὸς ἐπ’ ἀκροτάτου, κόσσυφε, κεκλιμένος·

### book 87.1.3

ἐχθρόν σοι τόδε δένδρον· ἐπείγεο δ’, ἄμπελος ἔνθα

### book 87.1.4

ἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλων·

### book 87.5.1

κείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον ἀμφί τ’ ἐκείνῃ

### book 87.5.2

μέλπε λιγὺν προχέων ἐκ στομάτων κέλαδον.

### book 87.5.3

δρῦς γὰρ ἐπ’ ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν,

### book 87.5.4

ἁ δὲ βότρυν· στέργει δ’ ὑμνοπόλους Βρόμιος.

### book 88.1.1

Μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης·

### book 88.1.2

πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδ’ ἄνεμος·

### book 88.1.3

ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοις

### book 88.1.4

δελφὶν καὶ πτηνὴν πόντιος ἡνιόχει.

### book 88.5.1

πιστοτάτῳ δ’ ἐρέτῃ πορθμευομένη τὸν ἄκωπον

### book 88.5.2

ναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ.

### book 88.5.3

εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθον

### book 88.5.4

ἤνυσαν· οὐ ψεύστης μῦθος Ἀριόνιος.

### book 89.1.1

Λιμὸν ὀιζυρὴν ἀπαμυνομένη πολύγηρως

### book 89.1.2

Νικὼ σὺν κούραις ἠκρολόγει στάχυας·

### book 89.1.3

ὤλετο δ’ ἐκ θάλπους· τῇ δ’ ἐκ καλάμης συνέριθοι

### book 89.1.4

νῆσαν πυρκαϊὴν ἄξυλον ἐκ σταχύων.

### book 89.5

μὴ νεμέσα, Δήμητερ, ἀπὸ χθονὸς εἰ βροτὸν οὖσαν

### book 89

κοῦραι τοῖς γαίης σπέρμασιν ἠμφίεσαν.

### book 90.1.1

Νηῶν ὠκυπόρων ὃς ἔχεις κράτος, ἵππιε δαῖμον,

### book 90.1.2

καὶ μέγαν Εὐβοίης ἀμφικρεμῆ σκόπελον,

### book 90.1.3

οὔριον εὐχομένοισι δίδου πλόον Ἄρεος ἄχρις

### book 90.1.4

ἐς πόλιν ἐκ Συρίης πείσματα λυσαμένοις.

### book 91.1.1

Ἑρμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις,

### book 91.1.2

Ἑρμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ.

### book 92.1.1

Ἀρκεῖ τέττιγας μεθύσαι δρόσος· ἀλλὰ πιόντες

### book 92.1.2

ἀείδειν κύκνων εἰσὶ γεγωνότεροι.

### book 92.1.3

ὣς καὶ ἀοιδὸς ἀνὴρ ξενίων χάριν ἀνταποδοῦναι

### book 92.1.4

ὕμνους εὐέρκταις οἶδε παθὼν ὀλίγα.

### book 92.5.1

τοὔνεκά σοι πρώτως μὲν ἀμείβομεν· ἢν δ’ ἐθέλωσιν

### book 92.5.2

Μοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν.

### book 93.1.1

Ἀντίπατρος Πείσωνι γενέθλιον ὤπασε βίβλον

### book 93.1.2

μικρήν, ἐν δὲ μιῇ νυκτὶ πονησάμενος.

### book 93.1.3

ἵλαος ἀλλὰ δέχοιτο καὶ αἰνήσειεν ἀοιδόν,

### book 93

Ζεὺς μέγας ὡς ὀλίγῳ πειθόμενος λιβάνῳ.

### book 94.1.1

Πούλυπον ἀγρεύσας ποτὲ Τύννιχος, ἐξ ἁλὸς εἰς γῆν

### book 94.1.2

ἔρριψεν δείσας θηρὸς ἱμαντοπέδην·

### book 94.1.3

ἀλλ’ ὅ γ’ ἐφ’ ὑπνώοντα πεσὼν συνέδησε λαγωόν,

### book 94.1.4

φεῦ, τάχα θηρευτὰς ἄρτι φυγόντα κύνας,

### book 94.5.1

ἀγρευθεὶς ἤγρευσεν· ὁ δ’ εἰς ἅλα Τύννιχος ἰχθὺν

### book 94.5.2

ἧκε πάλιν ζωόν, λύτρα λαγωὸν ἔχων.

### book 95.1.1

Χειμερίοις νιφάδεσσι παλυνομένα τιθὰς ὄρνις

### book 95.1.2

τέκνοις εὐναίας ἀμφέχεε πτέρυγας,

### book 95.1.3

μέσφα μιν οὐράνιον κρύος ὤλεσεν· ἦ γὰρ ἔμεινεν

### book 95.1.4

αἴθριος οὐρανίων ἀντίπαλος νεφέων.

### book 95.5.1

Πρόκνη καὶ Μήδεια, κατ’ Ἄϊδος αἰδέσθητε

### book 95.5.2

μητέρες ὀρνίθων ἔργα διδασκόμεναι.

### book 96.1.1

Ἀντιγένης ὁ Γελῷος ἔπος ποτὲ τοῦτο θυγατρὶ

### book 96.1.2

εἶπεν, ὅτ’ ἦν ἤδη νεύμενος εἰς Ἀίδην·

### book 96.1.3

„Παρθένε καλλιπάρῃε, κόρη δ’ ἐμή, ἴσχε συνεργὸν

### book 96.1.4

ἠλακάτην, ἀρκεῦν κτῆμα πένητι βίῳ·

### book 96.5

ἢν δ’ ἵκῃ εἰς ὑμέναιον, Ἀχαιίδος ἤθεα μητρὸς

### book 96

χρηστὰ φύλασσε πόσει προῖκα βεβαιοτάτην.“

### book 97.1.1

Ἀνδρομάχης ἔτι θρῆνον ἀκούομεν, εἰσέτι Τροίην

### book 97.1.2

δερκόμεθ’ ἐκ βάθρων πᾶσαν ἐρειπομένην

### book 97.1.3

καὶ μόθον Αἰάντειον ὑπὸ στεφάνῃ τε πόληος

### book 97.1.4

ἔκδετον ἐξ ἵππων Ἕκτορα συρόμενον,

### book 97.5.1

Μαιονίδεω διὰ μοῦσαν, ὃν οὐ μία πατρὶς ἀοιδὸν

### book 97.5.2

κοσμεῖται, γαίης δ’ ἀμφοτέρης κλίματα.

### book 98.1.1

Οἰδίποδες δισσοί σε καὶ Ἠλέκτρη βαρύμηνις

### book 98.1.2

καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος

### book 98.1.3

ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοις

### book 98.1.4

ἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης

### book 98.5.1

ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο

### book 98.5.2

αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι.

### book 99.1.1

Ἴξαλος εὐπώγων αἰγὸς πόσις ἔν ποθ’ ἁλωῇ

### book 99.1.2

οἴνης τοὺς ἁπαλοὺς πάντας ἔδαψε κλάδους.

### book 99.1.3

τῷ δ’ ἔπος ἐκ γαίης τόσον ἄπυε· „Κεῖρε, κάκιστε,

### book 99.1.4

γναθμοῖς ἡμέτερον κλῆμα τὸ καρποφόρον·

### book 99.5

ῥίζα γὰρ ἔμπεδος οὖσα πάλιν γλυκὺ νέκταρ ἀνήσει

### book 99

ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.“

### book 100.1.1

Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτον

### book 100.1.2

Αἰγαίῳ Κρονίδης ὡρμίσατ’ ἐν πελάγει,

### book 100.1.3

οὔ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω,

### book 100.1.4

δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου·

### book 100.5.1

ὀλβίζω δ’, ὅτι Φοῖβον ἐδέξαο καὶ μετ’ Ὄλυμπον

### book 100.5.2

Ἄρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα.

### book 101.1.1

Ἡρώων ὀλίγαι μὲν ἐν ὄμμασιν, αἱ δ’ ἔτι λοιπαὶ

### book 101.1.2

πατρίδες οὐ πολλῷ γ’ αἰπύτεραι πεδίων·

### book 101.1.3

οἵην καὶ σέ, τάλαινα, παρερχόμενός γε Μυκήνην

### book 101.1.4

ἔγνων αἰγιαλοῦ παντὸς ἐρημοτέρην,

### book 101.5.1

αἰπολικὸν μήνυμα· γέρων δέ τις· „Ἡ πολύχρυσος,“

### book 101.5.2

εἶπεν, „Κυκλώπων τῇδ’ ἐπέκειτο πόλις.“

### book 102.1.1

Ἡ πρὶν ἐγὼ Περσῆος ἀκρόπτολις αἰθερίοιο,

### book 102.1.2

ἡ πικρὸν Ἰλιάδαις ἀστέρα θρεψαμένη,

### book 102.1.3

αἰπολίοισιν ἔναυλον ἐρημαίοισιν ἀνεῖμαι

### book 102

τίσασα Πριάμου δαίμοσιν ὀψὲ δίκας.

### book 103.1.1

Ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν

### book 103.1.2

οἶκον ἀπ’ οὐρανίου δεξαμένη γενεῆς,

### book 103.1.3

ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον

### book 103.1.4

ἀσφαλὲς Ἑλλήνων οὖσά ποθ’ ἡμιθέων,

### book 103.5.1

μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη,

### book 103.5.2

τῶν ἐπ’ ἐμοὶ μεγάλων οὔνομ’ ἔχουσα μόνον.

### book 103.5.3

Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε Μυκήνης

### book 103.5.4

μηκέθ’ ὁρωομένης ἐσσὶ καὶ ἐσσὶ πόλις.

### book 104.1.1

Ἄργος, Ὁμηρικὲ μῦθε καὶ Ἑλλάδος ἱερὸν οὖδας,

### book 104.1.2

καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι,

### book 104.1.3

ἐσβέσαθ’ ἡρώων κείνων κλέος, οἵ ποτε Τροίης

### book 104.1.4

ἤρειψαν κατὰ γῆς θειόδομον στέφανον.

### book 104.5.1

ἀλλ’ ἡ μὲν κρείσσων ἐστὶν πόλις· αἱ δὲ πεσοῦσαι

### book 104.5.2

δείκνυσθ’ εὐμύκων αὔλια βουκολίων.

### book 105.1.1

Ἐκλάσθην ἀνέμοισι πίτυς. τί με τεύχετε νῆα,

### book 105.1.2

ναυηγῶν ἀνέμων χερσόθι γευσαμέναν;

### book 106.1.1

Ὁλκάδα πῦρ μ’ ἐνέφλεξε τόσηνδ’ ἅλα μετρήσασαν

### book 106.1.2

ἐν χθονὶ τῇ πεύκας εἰς ἐμὲ κειραμένῃ,

### book 106.1.3

ἣν πέλαγος διέσωσεν, ἐπ’ ᾐόνος· ἀλλὰ θαλάσσης

### book 106

τὴν ἐμὲ γειναμένην ηὗρον ἀπιστοτέρην.

### book 107.1.1

Τὴν μικρήν με λέγουσι καὶ οὐκ ἴσα ποντοπορεύσαις

### book 107.1.2

ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην·

### book 107.1.3

οὐκ ἀπόφημι δ’ ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ

### book 107.1.4

πᾶν ἴσον· οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης.

### book 107.5.1

ἔστω πηδαλίοις ἑτέρῃ πλέον· ἄλλο γὰρ ἄλλῃ

### book 107.5.2

θάρσος· ἐγὼ δ’ εἴην δαίμοσι σῳζομένη.

### book 108.1.1

Ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· „Βέλη τὰ σὰ πάντ’ ἀφελοῦμαι.“

### book 108.1.2

χὠ πτανός· „Βρόντα, καὶ πάλι κύκνος ἔσῃ.“

### book 109.1.1

Οὐκ οἶδ’, εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς

### book 109.1.2

ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην,

### book 109.1.3

εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μ’ ἀπὸ νηὸς

### book 109.1.4

ὀλλυμένης κόμισας νηκτὸν ἐπ’ ἠιόνας.

### book 109.5.1

Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον ἔν τε θαλάσσῃ

### book 109.5.2

Νηρῆος· σὺ δ’ ἄρ’ ἦς ὅπλον ἐν ἀμφοτέροις.

### book 110.1.1

Οὐ στέργω βαθυληίους ἀρούρας,

### book 110.1.2

οὐκ ὄλβον πολύχρυσον οἷα Γύγης·

### book 110.1.3

αὐτάρκους ἔραμαι βίου, Μακρῖνε·

### book 110

τὸ „Μηθὲν“ γὰρ „ἄγαν“ ἄγαν με τέρπει.

### book 111.1.1

Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας

### book 111.1.2

μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,

### book 111.1.3

ἔμπαλι δ’ ὀλβίζουσιν, ὅσους αἰῶνα λιπόντας

### book 111.1.4

ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.

### book 111.5.1

οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν

### book 111.5.2

ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι.

### book 112.1.1

Τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρων

### book 112.1.2

φασίν, ἐμοὶ δ’ ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη·

### book 112.1.3

τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· οἱ δ’ ἐπὶ τούτοις

### book 112.1.4

Νέστορι, καὶ Νέστωρ δ’ ἤλυθεν εἰς Ἀίδην.

### book 113.1.1

Οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλ’ ἐκορέσθην

### book 113.1.2

ἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας.

### book 114.1.1

Παιδὸς ἀφ’ ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπα

### book 114.1.2

κύπτοντος—Μοῖρα νηπιάχοις ἄφοβον—,

### book 114.1.3

μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα·

### book 114

δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα.

### book 115.1.1

Ἀσπίδ’ Ἀχιλλῆος, τὴν Ἕκτορος αἷμα πιοῦσαν,

### book 115.1.2

Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ·

### book 115.1.3

ναυηγοῦ δὲ θάλασσα κατέσπασε καὶ παρὰ τύμβον

### book 115.1.4

Αἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ.

### book 115b.1

Καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης

### book 115b.2

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 115b.3

καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα,

### book 115b.4

καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον.

### book 116.1

Ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ καὶ σῆμα τινάσσει

### book 116.2

αὐτόν ς’ ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτην·

### book 116.3

„Ἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο.“

### book 117.1.1

Πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον

### book 117.1.2

ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου,

### book 117.1.3

ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου

### book 117.1.4

Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη·

### book 117.5.1

„Πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς,

### book 117.5.2

νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος·

### book 117.5.3

Αἰακίδη, τί τοσοῦτον ἐμὴν ὠδύσσαο νηδύν;

### book 117

παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.“

### book 118.1.1

Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,

### book 118.1.2

τοῦ μὲν ἐπερχομένου, τῆς δ’ ἀπονισομένης.

### book 119.1.1

Εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι,

### book 119.1.2

πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασιν·

### book 119.1.3

ὥστε χρὴ τὸν ἄριστον ἀπεχθαίροντα δικαίως

### book 119.1.4

ὡς κόλακας μισεῖν τοὺς κολακευομένους.

### book 120.1.1

Φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας

### book 120.1.2

ἀντλῶν τὰς χάριτας εἰς κενὸν ἐξέχεας.

### book 121

Σπάρτης καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστον·

### book 121

κλαίω δ’ ἠιθέων ἔξοχον ἢ προμάχων.

### book 122.1.1

Ἀτθὶ κόρα, μελίθρεπτε, λάλος λάλον ἁρπάξασα

### book 122.1.2

τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν,

### book 122.1.3

τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα,

### book 122.1.4

τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά;

### book 122.5.1

κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις οὐδὲ δίκαιον

### book 122.5.2

ὄλλυσθ’ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.

### book 123.1.1

Ἐκ θοίνης φάος ἔσχεν ἐπ’ ἀχράδα μηκὰς ἰοῦσα,

### book 123.1.2

ἐκ δ’ ἐφάνη τυφλὴν μηκέτ’ ἔχουσα κόρην·

### book 123.1.3

δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθης

### book 123.1.4

ὄζος. ἴδ’, ὡς τέχνης δένδρον ἐνεργότερον.

### book 124.1

Ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ.

### book 125.1.1

Θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ

### book 125.1.2

τέκνα ταλαντεύουσι καὶ οὐ πάρος εἰσὶ τοκῆες,

### book 125.1.3

πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ.

### book 125

αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων

### book 125.5.1

νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας

### book 125.5.2

αὐτὸς ἐπ’ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδ’ ἀλεγίζει·

### book 125.5.3

οὔπω γὰρ γενέταο φέρει νόον, πρίν γ’ ἐσαθρήσῃ

### book 125.5.4

κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο·

### book 125.5.5

ἡ δὲ μετ’ εἰλήθυιαν ἐπ’ ἄλγεσιν ἄλγος ἔχουσα

### book 125.10.1

μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα,

### book 125.10.2

ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.

### book 126.1.1

Πῇ ξίφος ἰθύνεις, κατὰ γαστέρος ἢ κατὰ μαζῶν;

### book 126.1.2

γαστὴρ ἥ ς’ ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί.

### book 127.1.1

Ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου,

### book 127.1.2

εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενον·

### book 127.1.3

οὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δ’ ἐλθὼν

### book 127.1.4

γῆρας ὁ πρεσβύτης γίνεται ὀξύχολος.

### book 128.1

Εἷρπε δράκων καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαί,

### book 128

καὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ.

### book 129.1.1

Εἷρπε τὸ μέν, τὸ δ’ ἔμελλε, τὸ δ’ ἦν ἔτι νωθρὸν ἐν εὐνῇ,

### book 129.1.2

αὐτὰρ ὁ διψήσας ποταμῷ ὑπέθηκε γένειον·

### book 129.1.3

πᾶς δ’ ἄρα Κηφισὸς εἴσω ῥέεν, ἀργαλέον δὲ

### book 129.1.4

ἀνθερεὼν κελάρυζε· κατερχομένου δὲ ῥεέθρου

### book 129.5

Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι.

### book 130.1.1

Παλλάδος εἰμὶ φυτόν. Βρομίου τί με θλίβετε κλῶνες;

### book 130.1.2

ἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω.

### book 131.1.1

Οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός με

### book 131.1.2

πρόρριζον γαίης ἐξεκύλισε Νότος·

### book 131.1.3

ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι.

### book 131.1.4

ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι.

### book 132.1.1

Σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισιν

### book 132.1.2

ἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότεροι·

### book 132.1.3

Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο,

### book 132

Ἱππόλυτον δ’ ἁγνὴ πέφνε σαοφροσύνη.

### book 133.1.1

Εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει,

### book 133.1.2

ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον.

### book 134.1.1

Ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρον·

### book 134.1.2

οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι· ἔρρετε ἄμφω,

### book 134.1.3

οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα ἐστέ.

### book 134.1.4

ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν

### book 134.5.1

φάσματα ὡς ὕπνῳ ἐμβάλλετε οἷά τ’ ἐόντα.

### book 134.5.2

ἔρρε, κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω.

### book 134.5.3

παίζοιτ’, ἔστε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας

### book 134.5.4

εὕροιτ’ οὐ νοέοντας, ὅπερ θέμις ἐστὶ νοῆσαι.

### book 135.1

Ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν·

### book 135.2

ἔστι γὰρ ἀδρανέη, τὸ δ’ ἐπὶ πλέον οὐδὲ πέλουσα.

### book 135.3

γράψε τίς; οἶδε θεός. τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.

### book 136.1.1

Αἴθε πατήρ μ’ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν,

### book 136.1.2

ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος ἢ ὑπὸ πέτρῃς

### book 136.1.3

συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας.

### book 136.1.4

Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν, ἄλλην

### book 136.5

πατρίδα μαστεύσωμεν· ἀπαγγελέω δ’ ἄρα πᾶσιν,

### book 136

ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.

### book 137.1.1

Ἥμισύ μου τέθνηκε, τὸ δ’ ἥμισυ λιμὸς ἐλέγχει·

### book 137.1.2

σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτομον.

### book 137.3.1

Ἀμφοτέρους ἀδικεῖς, καὶ Πλουτέα καὶ Φαέθοντα,

### book 137.3.2

τὸν μὲν ἔτ’ εἰσορόων, τοῦ δ’ ἀπολειπόμενος.

### book 138.1.1

Ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι·

### book 138.1.2

ὢ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις,

### book 138.1.3

ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότ’ οὐδὲ ἓν εἶχον,

### book 138.1.4

νῦν δ’, ὁπότε χρῆσθαι μὴ δύναμαι, τότ’ ἔχω.

### book 139.1.1

Μαχλὰς ἐυκροτάλοισιν ἀνευάζουσα χορείαις,

### book 139.1.2

δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει·

### book 139.1.3

κτεὶς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης,

### book 139.1.4

ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγή·

### book 139.5.1

ψευδόμενον δ’ ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς,

### book 139.5.2

ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα.

### book 140.1.1

Ἕδρην χαλκεόπεζαν ἐπὶ προθύροις Ἑλικῶνος

### book 140.1.2

εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς,

### book 140.1.3

οὐδ’ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς·

### book 140

τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη ...

### book 141.1.1

Κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ

### book 141.1.2

κείμενοι ἀλλήλων νοῦσον ἀπεσκέδασαν.

### book 141.1.3

ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης

### book 141.1.4

καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους.

### book 141.5.1

πληγαὶ δ’ ἀμφοτέροις ἐγένοντ’ ἄκος, αἷς ὁ μὲν αὐτῶν

### book 141.5.2

ἔγρετο, τὸν δ’ ὕπνῳ πουλὺς ἔριψε κόπος.

### book 142.1.1

Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα

### book 142.1.2

ἁζόμεθ’, ὃς πετρίνου τοῦδε κέκηδε δόμου,

### book 142.1.3

ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες

### book 142.1.4

ἀενάου πόματος δίψαν ἀπωσάμεθα.

### book 143.1.1

Λιτός τοι δόμος οὗτος, ἐπεὶ παρὰ κύματι πηγῷ

### book 143.1.2

ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνος,

### book 143.1.3

ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι

### book 143.1.4

χαίρω καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.

### book 143.5.1

ἱλάσκευ τὴν Κύπριν· ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι

### book 143.5.2

οὔριος ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.

### book 144.1.1

Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ

### book 144.1.2

αἰὲν ἀπ’ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,

### book 144.1.3

ὄφρα φίλον ναύτῃσι τελῇ πλόον· ἀμφὶ δὲ πόντος

### book 144

δειμαίνει λιπαρὸν δερκόμενος ξόανον.

### book 145.1.1

Ἐλθὼν εἰς Ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,

### book 145.1.2

Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα·

### book 145.1.3

καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου

### book 145.1.4

τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου

### book 145.5.1

εἶπεν· „Ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον,

### book 145.5.2

πάντα φέρω σὺν ἐμοί, Κροῖσε, σὺ δ’ οὐδὲν ἔχεις.“

### book 146.1.1

Ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα,

### book 146.1.2

τὴν μέν, ἵν’ ἐλπίζῃς, τὴν δ’, ἵνα μηδὲν ἔχῃς.

### book 147.1.1

Ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται,

### book 147.1.2

μηδ’ ὕδατος προχοὰς δείδιτε χειμερίους·

### book 147.1.3

τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν

### book 147.1.4

ζεῦγμα διὰ πλατέος τοῦδ’ ἔβαλεν ποταμοῦ.

### book 148.1.1

Τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον, ἤπερ ὅτ’ ἔζης,

### book 148.1.2

δάκρυε· νῦν ὁ βίος ἔστ’ ἐλεεινότερος.

### book 148.1.3

τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρίν·

### book 148.1.4

νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος.

### book 148.5

εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν τὸ μεταξὺ μεριμνῶ,

### book 148

πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.

### book 149.1.1

Εἶχεν Ἀριστείδης ὁ Βοκέρριος οὐκ ἀπὸ πολλῶν

### book 149.1.2

πολλά, μιῆς δ’ ὄιος καὶ βοὸς εὐπορίην.

### book 149.1.3

ἀλλὰ γὰρ οὐδ’ ὁ πένης ἔφυγε φθόνον· ἤματι δ’ αὐτῷ

### book 149.1.4

θῆρες ὄιν, τὴν βοῦν δ’ ὤλεσε δυστοκίη.

### book 149.5.1

μισήσας δ’ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης

### book 149.5.2

ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.

### book 150.1.1

Πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος

### book 150.1.2

ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης.

### book 150.1.3

ἤμβροτε δ’ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δ’ ὠδὶς

### book 150.1.4

τὴν δάμαλιν· πενίης δ’ ὤλετο βουκόλιον.

### book 150.5.1

πηροδέτῳ δ’ ὅ γ’ ἱμάντι κατ’ αὐχένος ἅμμα λυγώσας

### book 150.5.2

οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.

### book 151.1.1

Ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε;

### book 151.1.2

ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα;

### book 151.1.3

ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες

### book 151.1.4

Σισύφιαι λαῶν θ’ αἵ ποτε μυριάδες;

### book 151.5.1

οὐδὲ γὰρ οὐδ’ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται,

### book 151.5.2

πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος·

### book 151.5.3

μοῦναι ἀπόρθητοι Νηρηίδες Ὠκεανοῖο

### book 151

κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.

### book 152.1.1

Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι

### book 152.1.2

Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης

### book 152.1.3

ἀμφαδόν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς

### book 152.1.4

κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα·

### book 152.5.1

οὐ γὰρ ἂν Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ

### book 152.5.2

οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν.

### book 153.1.1

Ὦ πτόλι, πῇ σέο κεῖνα τὰ τείχεα, πῇ πολύολβοι

### book 153.1.2

νηοί; πῇ δὲ βοῶν κράατα τεμνομένων;

### book 153.1.3

πῇ Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς;

### book 153.1.4

πῇ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;

### book 153.5.1

πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ

### book 153.5.2

ἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην·

### book 153.5.3

καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον

### book 153.5.4

οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.

### book 154.1.1

Ἱλήκοις, πολιοῦχε· σὲ μὲν χρυσαυγέι νηῷ,

### book 154.1.2

ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην·

### book 154.1.3

ἀλλὰ σύ με προλέλοιπας ἑλώριον, ἀντὶ δὲ μήλου

### book 154.1.4

πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.

### book 154.5

ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος

### book 154

ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.

### book 155.1.1

Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς·

### book 155.1.2

οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη·

### book 155.1.3

εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ

### book 155.1.4

σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις·

### book 155.5.1

εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας

### book 155.5.2

ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,

### book 155.5.3

εἰμὶ πάλιν βασίλεια. σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη,

### book 155.5.4

βάλλε καθ’ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.

### book 156.1.1

Δέρκεο τὸν Τροίας δεκέτη λόχον, εἴσιδε πῶλον

### book 156.1.2

εὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης.

### book 156.1.3

τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύει

### book 156.1.4

ἔργον, ὑπὲκ νώτου δ’ Ἑλλὰς ὅλα δύεται.

### book 156.5.1

ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα

### book 156.5.2

ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου.

### book 157.1.1

Τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν

### book 157.1.2

ἔργον, ὁ δ’ ἀνθρώπων αἵματι μειδιάει.

### book 157.1.3

οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδ’ ἄπιστα

### book 157.1.4

τῆς θειοδμήτου σκῦλα μιαιφονίης.

### book 157.5.1

μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο· αὐτὰρ ἐπ’ αὐτοῖς

### book 157.5.2

ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη.

### book 157.5.3

καὶ ταῦτ’ οὔτ’ Ἄϊδος οὔτ’ Ἄρεος, ἔργα δ’ Ἔρωτος

### book 157

λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.

### book 158.1.1

Αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλῃσιν ἔπαιζον

### book 158.1.2

κλήρῳ, τίς προτέρη βήσεται εἰς Ἀίδην·

### book 158.1.3

καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν

### book 158.1.4

ἐς μίαν· ἡ δ’ ἐγέλα κλῆρον ὀφειλόμενον.

### book 158.5.1

ἐκ τέγεος γὰρ ἄελπτον ἀπωλίσθησε πέσημα,

### book 158.5.2

δύσμορος, ἐς δ’ Ἀίδην ἤλυθεν, ὡς ἔλαχεν.

### book 158.5.3

ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακόν· ἐς δὲ τὸ λῷον

### book 158.5.4

οὔτ’ εὐχαὶ θνητοῖς εὔστοχοι οὔτε χέρες.

### book 159.1.1

Κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν

### book 159.1.2

εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου·

### book 159.1.3

δεξιτερὴν δ’ ἔρριψεν ἐπὶ χθόνα καὶ λίθον ἧκεν

### book 159.1.4

κωφὸν μὲν δοκέοντ’, ἀλλὰ πνέοντα δίκης.

### book 159.5.1

ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο καὶ τὸν ἀφέντα

### book 159.5.2

πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας.

### book 159.5.3

καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ

### book 159.5.4

ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην.

### book 160.1

Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δ’ ἄρ’ ἑκάστη

### book 160

ἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν.

### book 161.1.1

Ἡσιόδου ποτὲ βύβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσων

### book 161.1.2

Πύρρην ἐξαπίνης εἶδον ἐπερχομένην·

### book 161.1.3

βύβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτ’ ἐβόησα·

### book 161.1.4

„Ἔργα τί μοι παρέχεις, ὦ γέρον Ἡσίοδε;“

### book 162.1.1

Ἤμην ἀχρεῖον κάλαμος φυτόν· ἐκ γὰρ ἐμεῖο

### book 162.1.2

οὐ σῦκ’, οὐ μῆλον φύεται, οὐ σταφυλή·

### book 162.1.3

ἀλλά μ’ ἀνὴρ ἐμύης’ Ἑλικωνίδα λεπτὰ τορήσας

### book 162.1.4

χείλεα καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος.

### book 162.5.1

ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα

### book 162.5.2

πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι.

### book 163.1.1

Ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρως

### book 163.1.2

Αἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα·

### book 163.1.3

ἔκλαγε δ’ Ἀργείοις· „Μὴ ψαύετε· μικρὸν ἐς ἄρη

### book 163.1.4

κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.“

### book 164.1

Τίς σέ, Δικαιοσύνη, βροτὸς ἤκαχεν; —„Οὗτος ὁ κλέπτης

### book 164

ἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ.“

### book 165.1.1

Ὀργὴ τοῦ Διός ἐστι γυνὴ πυρὸς ἀντιδοθεῖσα

### book 165.1.2

δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον·

### book 165.1.3

ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει

### book 165.1.4

καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει.

### book 165.5.1

οὐδ’ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην,

### book 165.5.2

πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπ’ ἀθανάτων

### book 165.5.3

ἠέρι καὶ νεφέλῃσι μετήορον· οἶδεν Ὅμηρος,

### book 165.5.4

καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον.

### book 165.5.5

οὕτως οὐδέποτ’ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ,

### book 165.10

οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.

### book 166.1.1

Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα,

### book 166.1.2

σώφρονα καὶ πόρνην ἀμφοτέρας ὄλεθρον.

### book 166.1.3

ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν

### book 166.1.4

καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι.

### book 166.5.1

Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός,

### book 166.5.2

αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.

### book 167.1.1

Ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας·

### book 167.1.2

εἴθε δὲ μήτε γυνὴ μήτε τὸ πῦρ ἐφάνη.

### book 167.1.3

πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρ

### book 167

ἄσβεστον, φλογερόν, πάντοτ’ ἀναπτόμενον.

### book 168.1.1

„Μῆνιν οὐλομένην“ γαμετὴν ὁ τάλας γεγάμηκα

### book 168.1.2

καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος.

### book 168.1.3

ὤμοι ἐγὼ πολύμηνις, ἔχων τριχόλωτον ἀνάγκην,

### book 168.1.4

τέχνης γραμματικῆς καὶ γαμετῆς μαχίμης.

### book 169.1.1

Μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηται

### book 169.1.2

οὐλομένης πενίης γραμματικευσαμένῳ.

### book 169.1.3

εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνις ἐκείνη,

### book 169.1.4

πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει.

### book 169.5.1

ἀλλ’ ἵν’ ἀφαρπάξῃ Βρισηίδα πρὶν Ἀγαμέμνων,

### book 169.5.2

τὴν Ἑλένην δ’ ὁ Πάρις, πτωχὸς ἐγὼ γενόμην.

### book 170.1.1

Νηδὺν ἀναίσχυντον στιβαροῖς ᾔσχυνα λογισμοῖς

### book 170.1.2

σωφροσύνῃ κολάσας ἔντερον ἀργαλέον·

### book 170.1.3

εἰ γὰρ ἔχω τὸν νοῦν ἐπικείμενον ὑψόθι γαστρός,

### book 170.1.4

πῶς μὴ νικήσω τὴν ὑποτασσομένην;

### book 171.1.1

Ὄργανα Μουσάων, τὰ πολύστονα βιβλία πωλῶ

### book 171.1.2

εἰς ἑτέρας τέχνης ἔργα μετερχόμενος.

### book 171.1.3

Πιερίδες, σῴζοισθε· λόγοι, συντάσσομαι ὑμῖν·

### book 171

σύνταξις γὰρ ἐμοὶ καὶ θάνατον παρέχει.

### book 172.1.1

Ἐλπίδος οὐδὲ Τύχης ἔτι μοι μέλει, οὐδ’ ἀλεγίζω

### book 172.1.2

λοιπὸν τῆς ἀπάτης· ἤλυθον εἰς λιμένα.

### book 172b.1.1

Εἰμὶ πένης ἄνθρωπος, ἐλευθερίῃ δὲ συνοικῶ·

### book 172b.1.2

ὑβριστὴν πενίης πλοῦτον ἀποστρέφομαι.

### book 173.1.1

Ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα·

### book 173.1.2

πρῶτος „μῆνιν“ ἔχει, δεύτερος „οὐλομένην“,

### book 173.1.3

καὶ μετὰ δ’ „οὐλομένην“ Δαναῶν πάλιν „ἄλγεα“ πολλά·

### book 173.1.4

ὁ τρίτατος „ψυχὰς εἰς Ἀίδην“ κατάγει·

### book 173.5.1

τοῦ δὲ τεταρταίου τὰ „ἑλώρια“ καὶ „κύνεσ“ ἀργοί,

### book 173.5.2

πέμπτου δ’ „οἰωνοὶ“ καὶ „χόλοσ“ ἐστὶ „Διόσ“.

### book 173.5.3

πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας

### book 173.5.4

καὶ πέντε πτώσεις μὴ μέγα πένθος ἔχειν;

### book 174.1.1

Ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις,

### book 174.1.2

τοῖσιν ἀπ’ „οὐλομένης μήνιδοσ“ ἀρχομένοις·

### book 174.1.3

ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετ’ ἀνάγκης,

### book 174.1.4

βύβλῳ καὶ χάρτῃ δησαμένη πενίην·

### book 174.5.1

ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον,

### book 174.5.2

τὸν μικρὸν χάρτην τὸν παραριπτόμενον.

### book 174.5.3

κλέπτει δ’ ἐξ ὀλίγου μισθὸν καὶ χαλκὸν ἀμείβει

### book 174.5.4

καὶ μόλιβον μίσγει καὶ τὸ ἔθος δέχεται.

### book 174.5.5

ἢν δέ τις εἰς ἐνιαυτὸν ἄγῃ χρυσοῖο νόμισμα,

### book 174.10.1

ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη,

### book 174.10.2

ἀγνώμων δὲ φανεὶς καὶ τὸν πρότερον διασύρας

### book 174

γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος.

### book 175.1.1

Καλλίμαχον πωλῶ καὶ Πίνδαρον ἠδὲ καὶ αὐτὰς

### book 175.1.2

πτώσεις γραμματικῆς πτῶσιν ἔχων πενίης.

### book 175.1.3

Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε

### book 175.1.4

πρεσβείην κατ’ ἐμοῦ τὴν ἀσεβῆ τελέσας.

### book 175.5.1

ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδέ μ’ ἐάσῃς

### book 175.5.2

συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι.

### book 176.1.1

Ἐκλήθην παρὰ σοῦ τοῦ ῥήτορος· εἰ δ’ ἀπελείφθην,

### book 176.1.2

τὴν τιμὴν ἀπέχω καὶ πλέον εἰμὶ φίλος.

### book 176.1.3

οὐδὲ γὰρ ἡ ψυχὴ τὸ φαγεῖν κρίνουσα γέγηθεν,

### book 176.1.4

ἀλλὰ μόνον τιμῆς αἰσθομένη τρέφεται.

### book 177.1.1

Αἴαντος παρὰ τύμβον ἀταρβήτοιο παραστὰς

### book 177.1.2

Φρὺξ ὑπεόντι κακῆς ἦρχεν ἐπεσβολίης·

### book 177.1.3

„Αἴας δ’ οὐκέτ’ ἔμιμνεν.“ ὁ δ’ ἀντεγέγωνεν ἔνερθε·

### book 177.1.4

„Μίμνεν.“ ὁ δ’ οὐκέτ’ ἔτλη ζωὸς ἀποφθίμενον.

### book 178.1.1

Ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ

### book 178.1.2

νᾶσος, ἴσον δ’ αὐχῶ φέγγος ἀπ’ ἀμφοτέρων·

### book 178.1.3

ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς,

### book 178.1.4

Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων.

### book 178.5

πῶς εἴπω, τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν

### book 178

ἐξ ἁλός, ὃς δ’ ἤδη ῥύσατο δυομέναν.

### book 179.1.1

Τοξοβόλον τὸν Ἔρωτα τίς ἔξεσεν ἐκ λιβανωτοῦ,

### book 179.1.2

τόν ποτε μηδ’ αὐτοῦ Ζηνὸς ἀποσχόμενον;

### book 179.1.3

ὀψέ ποθ’ Ἡφαίστῳ κεῖται σκοπός, ὃν καθορᾶσθαι

### book 179.1.4

ἔπρεπεν οὐκ ἄλλως ἢ πυρὶ τυφόμενον.

### book 180.1.1

Τύχη καπηλεύουσα πάντα τὸν βίον,

### book 180.1.2

ἀσυγκέραστον τὴν φύσιν κεκτημένη,

### book 180.1.3

καὶ συγκυκῶσα καὶ μεταντλοῦς’ αὖ πάλιν

### book 180.1.4

καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά,

### book 180.5

τέχνην λαχοῦσα τὴν τρόπων ἐπαξίαν.

### book 181.1.1

Ἀνεστράφησαν, ὡς ὁρῶ, τὰ πράγματα,

### book 181.1.2

καὶ τὴν Τύχην νῦν δυστυχοῦσαν εἴδομεν.

### book 182.1.1

Καὶ σύ, Τύχη δέσποινα, τύχην ἀτυχῆ πόθεν ἔσχες;

### book 182.1.2

ἡ παρέχουσα τύχας πῶς ἀτυχὴς γέγονας;

### book 182.1.3

μάνθανε καὶ σὺ φέρειν τὰ σὰ ῥεύματα, καὶ σὺ διδάσκου

### book 182

τὰς ἀτυχεῖς πτώσεις, ἃς παρέχεις ἑτέροις.

### book 183.1.1

Καὶ σύ, Τύχη, λοιπὸν μεταβαλλομένη καταπαίζου,

### book 183.1.2

μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη·

### book 183.1.3

ἣ πρὶν νηὸν ἔχουσα καπηλεύεις μετὰ γῆρας,

### book 183.1.4

θερμοδότις μερόπων νῦν ἀναφαινομένη.

### book 183.5.1

νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον,

### book 183.5.2

τὴν σὴν ὡς μερόπων νῦν μετάγουσα τύχην.

### book 184.1.1

Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρὴν

### book 184.1.2

Βακχυλίδη Σαπφοῦς τ’ Αἰολίδες χάριτες

### book 184.1.3

γράμμα τ’ Ἀνακρείοντος, Ὁμηρικὸν ὅς τ’ ἀπὸ ῥεῦμα

### book 184.1.4

ἔσπασας οἰκείοις, Στησίχορ’, ἐν καμάτοις,

### book 184.5.1

ἥ τε Σιμωνίδεω γλυκερὴ σελὶς ἡδύ τε Πειθοῦς

### book 184.5.2

Ἴβυκε καὶ παίδων ἄνθος ἀμησάμενε

### book 184.5.3

καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων

### book 184.5.4

ἔσπεισεν πάτρης θέσμια ῥυόμενον,

### book 184.5.5

θηλυμελεῖς τ’ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσης

### book 184.10

ἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε.

### book 185.1

Ἀρχιλόχου τάδε μέτρα καὶ ἠχήεντες ἴαμβοι

### book 185

θυμοῦ καὶ φοβερῆς ἰὸς ἐπεσβολίης.

### book 186.1.1

Βίβλοι Ἀριστοφάνευς, θεῖος πόνος, αἷσιν Ἀχαρνεὺς

### book 186.1.2

κισσὸς ἐπὶ χλοερὴν πουλὺς ἔσεισε κόμην·

### book 186.1.3

ἠνίδ’ ὅσον Διόνυσον ἔχει σελίς, οἷα δὲ μῦθοι

### book 186.1.4

ἠχεῦσιν φοβερῶν πληθόμενοι χαρίτων.

### book 186.5.1

ὦ καὶ θυμὸν ἄριστε καὶ Ἑλλάδος ἤθεσιν ἶσα,

### book 186.5.2

κωμικέ, καὶ στύξας ἄξια καὶ γελάσας.

### book 187.1.1

Αὐταί σοι στομάτεσσιν ἀνηρείψαντο μέλισσαι

### book 187.1.2

ποικίλα Μουσάων ἄνθεα δρεψάμεναι·

### book 187.1.3

αὐταὶ καὶ Χάριτές σοι ἐδωρήσαντο, Μένανδρε,

### book 187.1.4

στωμύλον εὐστοχίην δράμασιν ἐνθέμεναι.

### book 187.5.1

ζώεις εἰς αἰῶνα· τὸ δὲ κλέος ἐστὶν Ἀθήναις

### book 187.5.2

ἐκ σέθεν οὐρανίων ἁπτόμενον νεφέων.

### book 188.1.1

Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζον

### book 188.1.2

φθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς·

### book 188.1.3

πρῶτος δ’ εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσας,

### book 188.1.4

θεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο

### book 188.5

Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα,

### book 188

κάλλιστον σεμνῆς σῆμα διχοστασίης.

### book 189.1.1

Ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης,

### book 189.1.2

Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθ’ ἑλισσόμεναι·

### book 189.1.3

ἔνθα καλὸν στήσασθε θεῇ χορόν· ὔμμι δ’ ἀπάρξει

### book 189.1.4

Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην.

### book 189.5.1

ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος· ἦ γλυκὺν ὕμνον

### book 189.5.2

εἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης.

### book 190.1.1

Λέσβιον Ἠρίννης τόδε κηρίον· εἰ δέ τι μικρόν,

### book 190.1.2

ἀλλ’ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι.

### book 190.1.3

οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ,

### book 190.1.4

τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς·

### book 190.5.1

ἣ καὶ ἐπ’ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφ’ ἱστῷ

### book 190.5.2

ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη.

### book 190.5.3

Σαπφὼ δ’ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων,

### book 190.5.4

Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις.

### book 191.1.1

Οὐκ ἂν ἐν ἡμετέροισι πολυγνάμπτοις λαβυρίνθοις

### book 191.1.2

ῥηιδίως προμόλοις ἐς φάος, αἴ κε τύχῃς·

### book 191.1.3

τοίους γὰρ Πριαμὶς Κασάνδρη φοίβασε μύθους,

### book 191.1.4

ἄγγελος οὓς βασιλεῖ ἔφρασε λοξοτρόχις.

### book 191.5

εἰ δέ σε φίλατο Καλλιόπη, λάβε μ’ ἐς χέρας· εἰ δὲ

### book 191

νῆις ἔφυς Μουσέων, χερσὶ βάρος φορέεις.

### book 192.1.1

Αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; —„Θυγατέρες μὲν

### book 192.1.2

Μαιονίδου, μύθων δ’ ἵστορες Ἰλιακῶν·

### book 192.1.3

ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος ἔργα τε χειρὸς

### book 192.1.4

Ἑκτορέας δεκέτους τ’ ἆθλα λέγει πολέμου·

### book 192.5.1

ἁ δ’ ἑτέρα μόχθον τὸν Ὀδυσσέος ἀμφί τε λέκτροις

### book 192.5.2

χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας.“ —

### book 192.5.3

Ἵλατε σὺν Μούσαισι· μεθ’ ὑμετέρας γὰρ ἀοιδὰς

### book 192.5.4

εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας.

### book 193.1.1

Ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι

### book 193.1.2

πράγματ’ ἀληθείης ποικίλ’ ὑφηνάμενος.

### book 194.1

Γράμματα δώδεκ’ ἔχει Φιλοστόργιος, οὔνομα καλόν.

### book 194.2

τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους

### book 194.3

ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς

### book 194.4

καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας.

### book 195.1.1

Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρων

### book 195.1.2

γράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης.

### book 196.1

Ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζων

### book 196

καὶ τάδ’ ἐπ’ εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος.

### book 197.1.1

Καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον,

### book 197.1.2

Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον

### book 197.1.3

ἀθανάτων μερόπεσσι βοηθόον εὐσεβέεσσιν

### book 197.1.4

ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ

### book 197.5.1

κάλλιπες, ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων

### book 197.5.2

γράψε τάδ’ ἐσσομένοις μνημήια σῶν ἀρετάων.

### book 198.1.1

Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις, ἐν Φαρίῃ δὲ

### book 198.1.2

ἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων.

### book 199.1

Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνην

### book 199.2

πολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη.

### book 200.1.1

Βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε

### book 200.1.2

Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον.

### book 201.1

Θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνης

### book 201

ἀστρολόγων Παῦλός μ’ ἐδιδάξατο κύδιμος ἀνήρ.

### book 202.1.1

Βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων·

### book 202.1.2

βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα.

### book 202.1.3

Θέων πόλον μὲν καὶ Πρόκλος μετρεῖ χθόνα,

### book 202.1.4

Πρόκλος μὲν οὖν γῆν καὶ Θέων μετρεῖ πόλον.

### book 202.5.1

ἄμφω δ’ ἐπ’ ἴσης τῶν ἐπαίνων ἄξιοι,

### book 202.5.2

ἄμφω δ’ ἀμοιβὴν τῶν λόγων τετεύχατον.

### book 202.5.3

Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις

### book 202.5.4

δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων,

### book 202.5.5

Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων

### book 202.10.1

ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις.

### book 202.10.2

ἀλλ’, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν·

### book 202.10.3

χαίροις, Θέων ἄριστε, πάνσοφον κάρα,

### book 202.10.4

ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν·

### book 202.10.5

χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος

### book 202.15

ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον.

### book 203.1.1

Ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον

### book 203.1.2

ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος·

### book 203.1.3

ὁ Λευκίππης δὲ σωφρονέστατος βίος

### book 203.1.4

ἅπαντας ἐξίστησι, πῶς τετυμμένη

### book 203.5.1

κεκαρμένη τε καὶ κατηχρειωμένη,

### book 203.5.2

τὸ δὴ μέγιστον, τρὶς θανοῦς’ ἐκαρτέρει.

### book 203.5.3

εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλῃς, φίλος,

### book 203.5.4

μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν,

### book 203.5.5

τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε·

### book 203.10

νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.

### book 204.1.1

Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα,

### book 204.1.2

πέτρον ἀκοντιστὴν στήθεος Ἑκτορέου.

### book 204.1.3

εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον,

### book 204.1.4

πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ.

### book 204.5.1

νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης

### book 204.5.2

ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης.

### book 204.5.3

ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ

### book 204.5.4

παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.

### book 205.1.1

Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι

### book 205.1.2

ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.

### book 206.1.1

Ταυτολόγων κανόνων φεῦ πληθύος ἠδ’ ἀιδήλων

### book 206.1.2

ξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ.

### book 206.1.3

ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι·

### book 206.1.4

τῆς „Καθόλου“ δὲ φέρω τὴν ὀδύνην καθόλου.

### book 207.1.1

Μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ,

### book 207.1.2

ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας

### book 207

ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης.

### book 208.1

Ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν,

### book 208.2

μειδιάει βιότοιο γαληνιόων ἐνὶ πόντῳ

### book 208.3

καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνει

### book 208.4

οὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν.

### book 209.1.1

Τίπτε μετοκλάζεις πεποτημένη ὄζον ἀπ’ ὄζου;

### book 209.1.2

τοῖα καὶ ἄλλη ἔρεξε καὶ οὐ φύγεν ἰξοφορῆας

### book 209.1.3

ἡμετέρους δόνακας, περὶ δὲ πτερὰ πυκνὰ βαλοῦσα

### book 209.1.4

ἤλυθε τεχνήεντα, καὶ οὐκ ἐθέλουσα, πρὸς ἄνδρα.

### book 210.1

Δέρκεό μοι κρατερῶν καμάτων ἐγκύμονα βίβλον,

### book 210.2

ἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι,

### book 210.3

κρύψε δ’ ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης·

### book 210.4

ἀλλ’ ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆος

### book 210.5.1

ἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω.

### book 210.5.2

οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκειν,

### book 210.5.3

οἶδα δέ, πῶς μετ’ ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδρας

### book 210.5.4

καὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνοὺς

### book 210.5.5

καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων,

### book 210.10.1

πετράων τ’ ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους·

### book 210.10.2

πάντα δ’ ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω,

### book 210

ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών.

### book 211.1.1

Παιήων, Χείρων, Ἀσκληπιὸς Ἱπποκράτης τε·

### book 211.1.2

τοῖς δ’ ἔπι Νίκανδρος προφερέστερον ἔλλαχεν εὖχος.

### book 212.1

Φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ

### book 212.2

Νίκανδρος κατέλεξεν ἐπιστάμενος περὶ πάντων

### book 212.3

ἀνθρώπων· ἦ γὰρ Παιήονός ἐστι γενέθλης.

### book 213.1

Καὶ Κολοφὼν ἀρίδηλος ἐνὶ πτολίεσσι τέτυκται

### book 213.2

δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους,

### book 213.3

πρωτότοκον μὲν Ὅμηρον, ἀτὰρ Νίκανδρον ἔπειτα,

### book 213.4

ἀμφοτέρους Μούσαις οὐρανίῃσι φίλους.

### book 214.1.1

Τῇ τῶν λόγων σου κογχύλῃ, Πορφύριε,

### book 214.1.2

βάπτεις τὰ χείλη καὶ στολίζεις τὰς φρένας.

### book 215.1.1

Αἰεὶ θηλυτέρῃσιν ὕδωρ κακὸν Ἑλλήσποντος,

### book 215.1.2

ξεῖνε· Κλεονίκης πεύθεο Δυρραχίδος.

### book 215.1.3

πλῶε γὰρ ἐς Σηστὸν μετὰ νυμφίον· ἐν δὲ μελαίνῃ

### book 215.1.4

φορτίδι τὴν Ἕλλης μοῖραν ἀπεπλάσατο.

### book 215.5

Ἡροῖ δειλαίη, σὺ μὲν ἀνέρα, Δηίμαχος δὲ

### book 215

νύμφην ἐν παύροις ὠλέσατε σταδίοις.

### book 216.1.1

Ἁρμονίης ἱερὸν φήσεις γάμον· ἀλλ’ ἀθέμιστος

### book 216.1.2

Οἰδίποδος. λέξεις Ἀντιγόνην ὁσίην·

### book 216.1.3

ἀλλὰ κασίγνητοι μιαρώτατοι. ἄμβροτος Ἰνώ·

### book 216.1.4

ἀλλ’ Ἀθάμας τλήμων. τειχομελὴς κιθάρη·

### book 216.5.1

ἀλλ’ αὐλὸς δύσμουσος. ἴδ’, ὡς ἐκεράσσατο Θήβῃ

### book 216.5.2

δαίμων, ἐσθλὰ κακοῖς δ’ εἰς ἓν ἔμιξεν ἴσα.

### book 217.1.1

Αἱ χίμαροι, τί ποτ’ ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλα

### book 217.1.2

λείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην,

### book 217.1.3

γυρὰ δ’ ἐπ’ ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθε

### book 217.1.4

ἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον;

### book 217.5.1

οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μή ποτ’ ἀπεχθὴς

### book 217.5.2

ἀντήσῃ κορύνη χειρὸς ἀπ’ αἰπολικῆς.

### book 218.1.1

Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου

### book 218.1.2

δειλαίην, νεκύων φόρτον ἀμειψαμένην.

### book 218.1.3

αἰδέομαι σωθεῖσα. τί μοι πλέον ὅρμον ἱκέσθαι

### book 218.1.4

δευομένῃ φωτῶν πείσματα λυσομένων;

### book 218.5

Κωκυτοῦ με λέγοιτε βαρὺ σκάφος· ὤλεσα φῶτας,

### book 218

ὤλεσα· ναυηγοὶ δ’ εἰσὶν ἔσω λιμένος.

### book 219.1.1

Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω

### book 219.1.2

οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος,

### book 219.1.3

τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο

### book 219.1.4

νεῖται ἐπ’ ὠκυρόην Θύβριν ἀμειψάμενος,

### book 219.5.1

κοῦρος ἔτ’ ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ ὁ μὲν ἔγχει

### book 219.5.2

θῦεν, ὁ δ’ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.

### book 220.1.1

Ἁ χλοερὰ πλατάνιστος ἴδ’ ὡς ἔκρυψε φιλεύντων

### book 220.1.2

ὄργια τὰν ἱερὰν φυλλάδα τεινομένα·

### book 220.1.3

ἀμφὶ δ’ ἄρ’ ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραις

### book 220.1.4

ἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται.

### book 220.5.1

οὕτως, ὦ πλατάνιστε, φύοις· χλοερὰ δ’ ἀπὸ σεῖο

### book 220.5.2

φυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους.

### book 221.1.1

Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα

### book 221.1.2

χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν,

### book 221.1.3

ὡς τᾷ μὲν μάστιγα κατ’ αὐχένος, ᾇ δὲ χαλινοὺς

### book 221.1.4

εὐθύνει· πολλὰ δ’ ἀμφιτέθηλε χάρις.

### book 221.5

φρίσσω τὸν βροτολοιγόν· ὁ γὰρ καὶ θῆρα δαμάζων

### book 221

ἄγριον οὐδ’ ὀλίγον φείσεται ἁμερίων.

### book 222.1.1

Ἀνέρα θήρ, χερσαῖον ὁ πόντιος, ἄπνοον ἔμπνους,

### book 222.1.2

ἀράμενος λοφιῆς ὑγρὸν ὕπερθε νέκυν

### book 222.1.3

εἰς ψαμάθους ἐκόμισσα· τὸ δὲ πλέον, ἐξ ἁλὸς εἰς γῆν

### book 222.1.4

νηξάμενος φόρτου μισθὸν ἔχω θάνατον·

### book 222.5.1

δαίμονα δ’ ἀλλήλων ἠμείψαμεν· ἡ μὲν ἐκείνου

### book 222.5.2

χθὼν ἐμέ, τὸν δ’ ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ.

### book 223.1.1

Ἀγγελίην πὰρ Ζηνὸς ἐπεὶ φέρεν ἠεροδίνης

### book 223.1.2

αἰετός, οἰωνῶν μοῦνος ἐνουράνιος,

### book 223.1.3

οὐκ ἔφθη τὸν Κρῆτα, θοὴν δ’ ἐπετείνατο νευρήν,

### book 223.1.4

πτηνὸν δ’ ὁ πτερόεις ἰὸς ἐληίσατο.

### book 223.5.1

Ζηνὸς δ’ οὔτι Δίκην ἔλαθεν μόνος· ἔμπεσε δ’ ὄρνις

### book 223.5.2

ἀνδρί, τὰ δ’ εὐστοχίης ἀνταπέτισε βέλη.

### book 223.5.3

αὐχένι δ’ ἰὸν ἔπηξεν, ὃν ἥπατι κοίμισεν αὐτός·

### book 223.5.4

ἓν δὲ βέλος δισσῶν αἷμ’ ἔπιεν θανάτων.

### book 224.1.1

Αἶγά με τὴν εὔθηλον, ὅσων ἐκένωσεν ἀμολγεὺς

### book 224.1.2

οὔθατα πασάων πουλυγαλακτοτάτην,

### book 224.1.3

γευσάμενος μελιηδὲς ἐπεί τ’ ἐφράσσατο πῖαρ

### book 224.1.4

Καῖσαρ, κἠν νηυσὶν σύμπλοον εἰργάσατο.

### book 224.5

ἥξω δ’ αὐτίκα που καὶ ἐς ἀστέρας· ᾧ γὰρ ἐπέσχον

### book 224

μαζὸν ἐμόν, μείων οὐδ’ ὅσον Αἰγιόχου.

### book 225.1.1

Ἀσωπὶς κρήνη καὶ Πηγασίς, ὕδατ’ ἀδελφά,

### book 225.1.2

ἵππου καὶ ποταμοῦ δῶρα ποδορραγέα·

### book 225.1.3

χὠ μὲν ἔκοψ’ Ἑλικῶνος, ὁ δὲ φλέβας Ἀκροκορίνθου

### book 225.1.4

ἔπληξ’. ὢ πτέρνης εἰς ἴσον εὐστοχίη.

### book 226.1.1

Αἰ δ’ ἄγετε ξουθαὶ σιμβληίδες ἄκρα μέλισσαι

### book 226.1.2

φέρβεσθ’ ἢ θυμέων ῥικνὰ περικνίδια

### book 226.1.3

ἢ πετάλας μάκωνος ἢ ἀσταφιδίτιδα ῥῶγα

### book 226.1.4

ἢ ἴον ἢ μάλων χνοῦν ἐπικαρπίδιον·

### book 226.5.1

πάντα περικνίξασθε καὶ ἄγγεα κηρώσασθε,

### book 226.5.2

ὄφρα μελισσοσόος Πὰν ἐπικυψέλιος

### book 226.5.3

γεύσηται τὸ μὲν αὐτός, ὁ δὲ βλιστηρίδι χειρὶ

### book 226.5.4

καπνώσας βαιὴν κὔμμι λίπῃ μερίδα.

### book 227.1.1

Ἀκταίην παρὰ θῖνα διαυγέος ἔνδοθεν ἅλμας

### book 227.1.2

ἰχθύα πουλυπόδην ἔδρακεν ἰχθυβόλος·

### book 227.1.3

νηχομένῳ δ’ ἐπόρουσε καὶ ἐξ ἁλὸς ἧκ’ ἐπὶ χέρσον

### book 227.1.4

ἁρπάγδην ἄγρης δεσμὸν ὑποφθάμενος.

### book 227.5.1

αὐτὰρ ὁ δισκηθεὶς κατακαίριος ἔμπεσε δειλῷ

### book 227.5.2

πτωκί· παχεῖ σχοίνῳ κεῖτο γὰρ ὑπναλέος·

### book 227.5.3

τὸν δὲ χυθεὶς περὶ πάντα πεδήσατο, φωτὶ δ’ ὑπ’ ἄγρην

### book 227

ἐμβυθίην ἄγρη χερσόθεν ἠντίασεν.

### book 228.1.1

Ἀγγελίης ἤκουσεν ἀνωίστου Μελίτεια,

### book 228.1.2

υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον·

### book 228.1.3

ἠιόσιν δ’ ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλου

### book 228.1.4

δύσμορος οἰκείης σύμβολον εἶδε τύχης,

### book 228.5.1

υἱέα δ’ ὣς ἔστειλε. Δίων δ’ ἐπὶ νηὸς ἀθραύστου

### book 228.5.2

ἤλυθεν εὐκταίης σῶος ἀπ’ ἐμπορίης.

### book 228.5.3

μητέρες ὡς ἀνίσου μοίρης λάχον· ἡ μὲν ἄελπτον

### book 228.5.4

ζωὸν ἔχει, κείνη δ’ ὄψεται οὐδὲ νέκυν.

### book 229.1.1

Ἀρχαίη σύνδειπνε, καπηλικὰ μέτρα φιλεῦσα,

### book 229.1.2

εὔλαλε, πρηΰγελως, εὔστομε, μακροφάρυξ,

### book 229.1.3

αἰὲν ἐμῆς πενίης βραχυσύμβολε μύστι, λάγυνε,

### book 229.1.4

ἦλθες ὅμως ὑπ’ ἐμὴν χεῖρά ποτε χρόνιος.

### book 229.5.1

αἴθ’ ὄφελες καὶ ἄμικτος ἀνύμφευτός τε παρείης,

### book 229.5.2

ἄφθορος ὡς κούρη πρὸς πόσιν ἐρχομένη.

### book 230.1.1

Ἀμβαίνων Ἑλικῶνα μέγαν κάμες, ἀλλ’ ἐκορέσθης

### book 230.1.2

Πηγασίδος κρήνης νεκταρέων λιβάδων·

### book 230.1.3

οὕτως καὶ σοφίης πόρος ὄρθιος· ἢν δ’ ἄρ’ ἐπ’ ἄκρον

### book 230

τέρμα μόλῃς, ἀρύσῃ Πιερίδων χάριτας.

### book 231.1.1

Αὔην με πλατάνιστον ἐφερπύζουσα καλύπτει

### book 231.1.2

ἄμπελος, ὀθνείῃ δ’ ἀμφιτέθηλα κόμῃ

### book 231.1.3

ἡ πρὶν ἐμοῖς θαλέθουσιν ἐνιθρέψας’ ὀροδάμνοις

### book 231.1.4

βότρυας, ἡ ταύτης οὐκ ἀπετηλοτέρη.

### book 231.5.1

τοίην μέντοι ἔπειτα τιθηνείσθω τις ἑταίρην,

### book 231.5.2

ἥτις ἀμείψασθαι καὶ νέκυν οἶδε μόνη.

### book 232.1.1

Ἀδριακοῖο κύτους λαιμὸς τὸ πάλαι μελίγηρυς,

### book 232.1.2

ἡνίκ’ ἐγαστροφόρουν Βακχιακὰς χάριτας,

### book 232.1.3

νῦν κλασθεὶς κεῖμαι νεοθηλέι καρτερὸν ἕρκος

### book 232.1.4

κλήματι πρὸς τρυφερὴν τεινομένῳ καλύβην.

### book 232.5.1

αἰεί τι Βρομίῳ λατρεύομεν· ἢ γεραὸν γὰρ

### book 232.5.2

φρουροῦμεν πιστῶς ἢ νέον ἐκτρέφομεν.

### book 233.1.1

Αὖά τοι ἐκτάμνοντι γεράνδρυα, κάμμορε Μίνδων,

### book 233.1.2

φωλὰς ἀραχναίη σκαιὸν ἔτυψε πόδα

### book 233.1.3

νειόθεν ἀντιάσασα· χύδην δ’ ἔβρυξε μελαίνῃ

### book 233.1.4

σηπεδόνι χλωρὴν σάρκα κατ’ ἀστραγάλους.

### book 233.5

ἐτμήθη δ’ ἀπὸ τῆς στιβαρὸν γόνυ, καί σε κομίζει

### book 233

μουνόποδα βλωθρῆς σκηπάνιον κοτίνου.

### book 234.1.1

Ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖς ἔτ’ ἐπ’ ἐλπίσι, θυμέ,

### book 234.1.2

πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων,

### book 234.1.3

ἄλλοις ἄλλ’ ἔπ’ ὄνειρα διαγράψεις ἀφένοιο;

### book 234.1.4

κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον.

### book 234.5.1

Μουσέων ἀλλ’ ἐπὶ δῶρα μετέρχεο· ταῦτα δ’ ἀμυδρὰ

### book 234.5.2

εἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες.

### book 235.1.1

Ἄγχουροι μεγάλαι κόσμου χθόνες, ἃς διὰ Νεῖλος

### book 235.1.2

πιμπλάμενος μελάνων τέμνει ἀπ’ Αἰθιόπων,

### book 235.1.3

ἀμφότεραι βασιλῆας ἐκοινώσασθε γάμοισιν

### book 235.1.4

ἓν γένος Αἰγύπτου καὶ Λιβύης θέμεναι.

### book 235.5.1

ἐκ πατέρων εἴη παισὶν πάλι τοῖσιν ἀνάκτων

### book 235.5.2

ἔμπεδον ἠπείροις σκῆπτρον ἐπ’ ἀμφοτέραις.

### book 236.1.1

Ἄρρηκτοι Μοιρῶν πυμάτην ἐσφράγισαν ὅρκοι

### book 236.1.2

τῷ Φρυγὶ πὰρ βωμῷ τὴν Πριάμου θυσίην·

### book 236.1.3

ἀλλὰ σοί, Αἰνεία, στόλος ἱερὸς Ἰταλὸν ἤδη

### book 236.1.4

ὅρμον ἔχεν, πάτρης φροίμιον οὐρανίης.

### book 236.5

ἐς καλὸν ὤλετο πύργος ὁ Τρώιος· ἦ γὰρ ἐν ὅπλοις

### book 236

ἠγέρθη κόσμου παντὸς ἄνασσα πόλις.

### book 237.1.1

Βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸς

### book 237.1.2

οὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος; —

### book 237.1.3

„Τῶ λειοντοπάλα Τιρυνθίω· οὐ δὲ τὰ τόξα,

### book 237.1.4

νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς;“ —

### book 237.5.1

Χαίροις, Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρει

### book 237.5.2

αὔλια κἠξ ὀλίγων μυριόβοια τίθει.

### book 238.1.1

Βούπαις ὡπόλλων, τόδε χάλκεον ἔργον Ὀνατᾶ,

### book 238.1.2

ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη,

### book 238.1.3

οὔθ’ ὅτι τῆσδε μάτην Ζεὺς ἤρατο χὤτι κατ’ αἶνον

### book 238.1.4

ὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης.

### book 238.5.1

οὐδ’ Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς,

### book 238.5.2

ὃν μετ’ Ἐληθυίης τοῖον ἀπεπλάσατο.

### book 239.1.1

Βύβλων ἡ γλυκερὴ λυρικῶν ἐν τεύχεϊ τῷδε

### book 239.1.2

πεντὰς ἀμιμήτων ἔργα φέρει Χαρίτων.

### book 239.1.3

Ἀνακρέοντος, πρέσβυς ἃς ὁ Τήιος

### book 239.1.4

ἔγραψεν ἢ παρ’ οἶνον ἢ σὺν Ἱμέροις·

### book 239.5

δῶρον δ’ εἰς ἱερὴν Ἀντωνίῃ ἥκομεν ἠῶ

### book 239

κάλλευς καὶ πραπίδων ἔξοχ’ ἐνεγκαμένῃ.

### book 240.1.1

Βαιὸν ἀποπλανίην λιπομήτορα παῖδα Καλύπτρης

### book 240.1.2

κριὸς ἑλιξόκερως θεῖνε θρασυνόμενος·

### book 240.1.3

κάπρος δ’ Ἡράκλειος ἀπορρήξας ἀπὸ δεσμῶν

### book 240.1.4

ἐς νηδὺν κριοῦ πᾶσαν ἔβαψε γένυν,

### book 240.5.1

ζωὴν νηπιάχῳ δ’ ἐχαρίσσατο. ἦ ῥ’ ἀπὸ Ἥρης

### book 240.5.2

Ἡρακλέης βρεφέων ᾤκτισεν ἡλικίην.

### book 241.1.1

Βουκόλος ἔπλεο, Φοῖβε, Ποσειδάων δὲ καβάλλης,

### book 241.1.2

κύκνος Ζεύς, Ἄμμων δ’ ὡμφιβόητος ὄφις

### book 241.1.3

(χοἰ μὲν ἐπ’ ἠιθέας, σὺ δὲ παιδικός), ὄφρα λάθοιτε·

### book 241.1.4

ἐστὲ γὰρ οὐ πειθοῦς εὐνέται, ἀλλὰ βίης.

### book 241.5.1

Εὐαγόρας δ’ ὢν χαλκὸς ἄτερ δόλου αὐτὸς ἐναργὴς

### book 241.5.2

πάντας καὶ πάσας, οὐ μεταβαλλόμενος.

### book 242.1.1

Γλαῦκος ὁ Νεσσαίοιο διαπλώουσιν ὁδηγὸς

### book 242.1.2

πορθμοῦ καὶ Θασίων ἔντροφος αἰγιαλῶν,

### book 242.1.3

πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδ’, ὅτ’ ἔκνωσσεν,

### book 242.1.4

πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ,

### book 242.5.1

μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδ’, ὅτ’ ἔμελλεν

### book 242.5.2

θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος·

### book 242.5.3

τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπ’ ἀνέρι, τόφρ’ ὁ γεραιὸς

### book 242

πλώσῃ ἐπ’ οἰκείης εἰς Ἀίδην ἀκάτου.

### book 243.1.1

Γήθησαν περὶ παιδὸς Ἀριστίπποιο τοκῆες

### book 243.1.2

καὶ κλαῦσαν· μοίρης δ’ ἦμαρ ἓν ἀμφοτέρης·

### book 243.1.3

εὖτε γὰρ αἰθόμενον δόμον ἔκφυγεν, ἰθὺ κεραυνοῦ

### book 243.1.4

Ζεὺς κατά οἱ κεφαλῆς ἄσπετον ἧκε σέλας.

### book 243.5.1

τοῦτο δ’ ἔπος τότ’ ἔλεξαν ὅσοι νέκυν ὠδύροντο·

### book 243.5.2

„Ὦ πυρὶ δαιμονίῳ τλῆμον ὀφειλόμενε.“

### book 244.1.1

Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις

### book 244.1.2

πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες,

### book 244.1.3

δείλαιαι ποταμοῖσιν ἐφώρμισαν ἐλπίδι φροῦδοι

### book 244.1.4

χλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ.

### book 244.5.1

τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνω

### book 244.5.2

χειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ·

### book 244.5.3

πληθὺς δ’ ἀγροτέρων ἀλίνου θοινήσατο θήρης,

### book 244.5.4

ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα.

### book 245.1.1

Δυσμοίρων θαλάμων ἐπὶ παστάσιν οὐχ Ὑμέναιος,

### book 245.1.2

ἀλλ’ Ἀίδης ἔστη πικρογάμου Πετάλης.

### book 245.1.3

δείματι γὰρ μούνην πρωτόζυγα Κύπριν ἀν’ ὄρφνην

### book 245.1.4

φεύγουσαν, ξυνὸν παρθενικαῖσι φόβον,

### book 245.5

φρουροδόμοι νηλεῖς κύνες ἔκτανον· ἣν δὲ γυναῖκα

### book 245

ἐλπὶς ἰδεῖν, ἄφνως ἔσχομεν οὐδὲ νέκυν.

### book 246.1.1

Ἐθραύσθης ἡδεῖα παρ’ οἰνοπόταισι λάγυνε

### book 246.1.2

νηδύος ἐκ πάσης χευαμένη Βρόμιον.

### book 246.1.3

τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος οἷα κεραυνός,

### book 246.1.4

οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη.

### book 246.5.1

ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνὰ τυπείσῃ

### book 246.5.2

καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος.

### book 246.5.3

οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν

### book 246.5.4

Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατ’ ἴσα.

### book 247.1.1

Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραι

### book 247.1.2

ῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις·

### book 247.1.3

λουσαμένη Βρομίῳ δ’ ἔστην πάλιν ὄμβρον ἔχουσα

### book 247.1.4

χείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον.

### book 247.5.1

ὀλλυμένη δ’ ἔζησα· μόνη δὲ πιοῦσα Λυαῖον

### book 247.5.2

ἄλλων κλινομένων ὀρθοτέρη βλέπομαι.

### book 248.1.1

Εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον

### book 248.1.2

κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις,

### book 248.1.3

οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον

### book 248.1.4

ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων,

### book 248.5

παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη·

### book 248

„Ἐψεύσω, Σεμέλη, Βάκχον· ἐγὼ δ’ ἔτεκον.“

### book 249.1.1

Εὐπέταλον γλαυκὰν ἀναδενδράδα τάνδε παρ’ ἄκραις

### book 249.1.2

ἱδρυθεὶς λοφιαῖς Πὰν ὅδ’ ἐπισκοπέω.

### book 249.1.3

εἰ δέ σε πορφύροντος ἔχει πόθος, ὦ παροδῖτα,

### book 249.1.4

βότρυος, οὐ φθονέω γαστρὶ χαριζομένῳ·

### book 249.5.1

ἢν δὲ χερὶ ψαύσῃς κλοπίῃ μόνον, αὐτίκα δέξῃ

### book 249.5.2

ὀζαλέην βάκτρου τήνδε καρηβαρίην.

### book 250.1.1

Ἔστην ἐν φόρμιγγι, κατηρείφθην δὲ σὺν αὐλῷ

### book 250.1.2

Θήβη· φεῦ Μούσης ἔμπαλιν ἁρμονίης·

### book 250.1.3

κωφὰ δέ μοι κεῖται λυροθελγέα λείψανα πύργων,

### book 250.1.4

πέτροι μουσοδόμοις τείχεσιν αὐτόμολοι,

### book 250.5.1

σῆς χερός, Ἀμφίων, ἄπονος χάρις· ἑπτάπυλον γὰρ

### book 250.5.2

πάτρην ἑπταμίτῳ τείχισας ἐν κιθάρῃ.

### book 251.1.1

Ἐχθίστη Μούσαις σελιδηφάγε, λωβήτειρα

### book 251.1.2

φωλάς, ἀεὶ σοφίης κλέμματα φερβομένη,

### book 251.1.3

τίπτε, κελαινόχρως, ἱεραῖς ψήφοισι λοχάζῃ,

### book 251.1.4

σίλφη, τὴν φθονερὴν εἰκόνα πλαττομένη;

### book 251.5

φεῦγ’ ἀπὸ Μουσάων, ἴθι τηλόσε, μηδ’ ὅσον ὄψει

### book 251

βάσκανον ἐν ψήφῳ δόξαν ἐπεισαγάγῃ.

### book 252.1.1

Ἐς βαθὺν ἥλατο Νεῖλον ἀπ’ ὀφρύος ὀξὺς ὁδίτης,

### book 252.1.2

ἡνίκα λαιμάργων εἶδε λύκων ἀγέλην.

### book 252.1.3

ἀλλά μιν ἀγρεύσαντο δι’ ὕδατος, ἔβρυχε δ’ ἄλλος

### book 252.1.4

ἄλλον ἐπουραίῳ δήγματι δραξάμενος·

### book 252.5.1

μακρὰ γεφυρώθη δὲ λύκοις βυθός, ἔφθανε δ’ ἄνδρα

### book 252.5.2

νηχομένων θηρῶν αὐτοδίδακτος ἄρης.

### book 253.1.1

Ἐν Θήβαις Κάδμου κλεινὸς γάμος, ἀλλὰ μυσαχθὴς

### book 253.1.2

Οἰδίποδος· τελετὰς Εὔιος ἠσπάσατο,

### book 253.1.3

ἃς γελάσας Πενθεὺς ὠδύρατο· τείχεα χορδαῖς

### book 253.1.4

ἔστη καὶ λωτοῖς ἔστενε λυόμενα·

### book 253.5.1

Ἀντιόπης ὁσίη, χαλεπὴ δ’ ὠδὶς Ἰοκάστης·

### book 253.5.2

ἦν Ἰνὼ φιλόπαις, ἀλλ’ ἀσεβὴς Ἀθάμας.

### book 253.5.3

οἰκτρὸν ἀεὶ πτολίεθρον· ἴδ’, ὡς ἐσθλῶν περὶ Θήβας

### book 253.5.4

μύθων καὶ στυγνῶν ἤρκεσεν ἱστορίη.

### book 254.1.1

Ἡ πυρὶ πάντα τεκοῦσα Φιλαίνιον, ἡ βαρυπενθὴς

### book 254.1.2

μήτηρ, ἡ τέκνων τρισσὸν ἰδοῦσα τάφον,

### book 254.1.3

ἀλλοτρίαις ὠδῖσιν ἐφώρμισα· ἦ γὰρ ἐώλπειν

### book 254.1.4

πάντως μοι ζήσειν τοῦτον, ὃν οὐκ ἔτεκον·

### book 254.5.1

ἡ δ’ εὔπαις θετὸν υἱὸν ἀνήγαγον· ἀλλά με δαίμων

### book 254.5.2

ἤθελε μηδ’ ἄλλης μητρὸς ἔχειν χάριτα,

### book 254.5.3

κληθεὶς ἡμέτερος γὰρ ἀπέφθιτο· νῦν δὲ τεκούσαις

### book 254

ἤδη καὶ λοιπαῖς πένθος ἐγὼ γέγονα.

### book 255.1.1

Ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρός,

### book 255.1.2

τὴν ὄιν ὡς ποίμνην, τὴν βόα δ’ ὡς ἀγέλην·

### book 255.1.3

ἤμβροτε δ’ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δ’ ὠδὶς

### book 255.1.4

τὴν δάμαλιν, πενίης δ’ ὤλετο βουκόλιον.

### book 255.5.1

πηροδέτῳ δ’ ὅ γ’ ἱμάντι κατ’ αὐχένος ἅμμα πεδήσας

### book 255.5.2

οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.

### book 256.1.1

Ἥμισύ μευ ζώειν ἐδόκουν ἔτι, κεῖνο δ’ ἔφυσεν

### book 256.1.2

ἓν μόνον αἰπυτάτου μῆλον ἐπ’ ἀκρεμόνος·

### book 256.1.3

ἡ δὲ κύων δένδρων καρποφθόρος, ἡ πτιλόνωτος

### book 256.1.4

κάμπη καὶ τὸ μόνον βάσκανος ἐξέφαγεν.

### book 256.5.1

ὁ Φθόνος εἰς πολὺν ὄχλον ἀπέβλεπεν· ὃς δὲ τὰ μικρὰ

### book 256.5.2

πορθεῖ, καὶ τούτου χείρονα δεῖ με λέγειν.

### book 257.1.1

Ἡ Καθαρή—Νύμφαι γὰρ ἐπώνυμον ἔξοχον ἄλλων

### book 257.1.2

κρήνῃ πασάων δῶκαν ἐμοὶ λιβάδων—,

### book 257.1.3

ληιστὴς ὅτε μοι παρακλίντορας ἔκτανεν ἄνδρας

### book 257.1.4

καὶ φονίην ἱεροῖς ὕδασι λοῦσε χέρα,

### book 257.5

κεῖνον ἀναστρέψασα γλυκὺν ῥόον οὐκέθ’ ὁδίταις

### book 257

βλύζω. τίς γὰρ ἐρεῖ τὴν Καθαρὴν ἔτι με;

### book 258.1.1

Ἡ πάρος εὐύδροισι λιβαζομένη προχοαῖσι

### book 258.1.2

πτωχὴ νῦν νυμφῶν, μέχρι καὶ εἰς σταγόνα·

### book 258.1.3

λυθρώδεις γὰρ ἐμοῖσιν ἐνίψατο νάμασι χεῖρας

### book 258.1.4

ἀνδροφόνος κηλῖδ’ ὕδασιν ἐγκεράσας.

### book 258.5.1

ἐξ οὗ μοι κοῦραι φύγον ἥλιον· „Εἰς ἕνα Βάκχον,“

### book 258.5.2

εἰποῦσαι, „Νύμφαι μισγόμεθ’, οὐκ ἐς Ἄρη.“

### book 259.1.1

Ἤριπεν ἐξ ἄκρης δόμος ἀθρόος, ἀλλ’ ἐπὶ παιδὶ

### book 259.1.2

νηπιάχῳ Ζεφύρου πολλὸν ἐλαφρότερος·

### book 259.1.3

φείσατο κουροσύνης καὶ ἐρείπιον. ὦ μεγάλαυχοι

### book 259.1.4

μητέρες, ὠδίνων καὶ λίθος αἰσθάνεται.

### book 260.1.1

Ἡ τὸ πάλαι Λαῒς πάντων βέλος οὐκέτι Λαΐς,

### book 260.1.2

ἀλλ’ ἐτέων φανερὴ πᾶσιν ἐγὼ Νέμεσις.

### book 260.1.3

οὐ μὰ Κύπριν—τί δὲ Κύπρις ἐμοί γ’ ἔτι, πλὴν ὅσον ὅρκος; —

### book 260.1.4

γνώριμον οὐδ’ αὐτῇ Λαΐδι Λαῒς ἔτι.

### book 261.1.1

Ἡ πάρος εὐπετάλοισιν ἐν οἰνάνθαις νεάσασα

### book 261.1.2

καὶ τετανῶν βοτρύων ῥᾶγα κομισσαμένη

### book 261.1.3

νῦν οὕτω γραιοῦμαι. ἴδ’, ὁ χρόνος οἷα δαμάζει·

### book 261

καὶ σταφυλὴ γήρως αἰσθάνεται ῥυτίδων.

### book 262.1.1

Ἠρίθμουν ποτὲ πάντες Ἀριστοδίκην κλυτόπαιδα

### book 262.1.2

ἑξάκις ὠδίνων ἄχθος ἀπωσαμένην·

### book 262.1.3

ἤρισε δ’ εἰς αὐτὴν ὕδωρ χθονί· τρεῖς γὰρ ὄλοντο

### book 262.1.4

νούσῳ, λειπόμενοι δ’ ἤμυσαν ἐν πελάγει.

### book 262.5.1

αἰεὶ δ’ ἡ βαρύδακρυς ἐπὶ στήλαις μὲν ἀηδών,

### book 262.5.2

μεμφομένη δὲ βυθοῖς ἀλκυονὶς βλέπεται.

### book 263.1.1

Ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι,

### book 263.1.2

Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον

### book 263.1.3

χείρεσι πειράζουσα· καὶ ἦν βαρύς, ἡνίκα μή τι

### book 263.1.4

ἤθελεν· εἰ δ’ ἐθέλοι, κουφότερος πετάλων.

### book 263.5.1

αὐτὴ δὲ πρήσσουσα τό οἱ φίλον, ἤν ποθ’ ἁμάρτῃ,

### book 263.5.2

Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο.

### book 264.1.1

Θάμνου ποτ’ ἄκρους ἀμφὶ κλῶνας ἥμενος

### book 264.1.2

τέττιξ πτερῷ, φλέγοντος ἡλίου μέσου,

### book 264.1.3

νηδὺν ῥαπίζων, δαίδαλ’ αὐτουργῷ μέλει

### book 264.1.4

ἡδὺς κατωργάνιζε τῆς ἐρημίας.

### book 264.5.1

Κρίτων δ’, ὁ πάσης ἰξοεργὸς Πιαλεὺς

### book 264.5.2

θήρης, ἀσάρκου νῶτα δουνακεύσατο.

### book 264.5.3

τίσιν δ’ ἔτισεν· εἰς γὰρ ἠθάδας πάγας

### book 264

σφαλεὶς ἀλᾶται παντὸς ἱμείρων πτεροῦ.

### book 265.1.1

Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης

### book 265.1.2

οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος·

### book 265.1.3

κεῖνον δ’ εὐθὺς ἄκοντι παλιν〈δρομέοντι κατέκτα〉

### book 265.1.4

ἠερόθεν, πίπτων δ’ ἔκτανεν, ὡς ἔθανεν.

### book 265.5.1

μηκέτ’ ἐφ’ ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖς

### book 265.5.2

αὐχεῖθ’, ὑμνείσθω καὶ Διὸς εὐστοχίη.

### book 266.1.1

Ἵμερον αὐλήσαντι πολυτρήτων διὰ λωτῶν

### book 266.1.2

εἶπε λιγυφθόγγῳ Φοῖβος ἐπὶ Γλαφύρῳ·

### book 266.1.3

„Μαρσύη, ἐψεύσω τεὸν εὕρεμα, τοὺς γὰρ Ἀθήνης

### book 266.1.4

αὐλοὺς ἐκ Φρυγίης οὗτος ἐληίσατο·

### book 266.5.1

εἰ δὲ σὺ τοιούτοις τότ’ ἐνέπνεες, οὐκ ἂν Ὕαγνις

### book 266.5.2

τὴν ἐπὶ Μαιάνδρῳ κλαῦσε δύσαυλον ἔριν.“

### book 267.1.1

Ἰκαρίην πλώων 〈πρῴην〉 ἅλα, νηὸς ὀλισθὼν

### book 267.1.2

Δᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος.

### book 267.1.3

πολλὰ πατὴρ δ’ ἠρᾶτο πρὸς ἀθανάτους καὶ ἐς ὕδωρ

### book 267.1.4

φθέγγεθ’ ὑπὲρ τέκνου κύματα λισσόμενος.

### book 267.5

ὤλετο δ’ οἰκτίστως βρυχθεὶς ἁλί· κεῖνο δὲ πατρὸς

### book 267

ἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος.

### book 268.1.1

Κρῆσσα κύων ἐλάφοιο κατ’ ἴχνιον ἔδραμε Γοργὼ

### book 268.1.2

ἔγκυος ἀμφοτέρην Ἄρτεμιν εὐξαμένη,

### book 268.1.3

τίκτε δ’ ἀποκτείνουσα· θοὴ δ’ ἐπένευσεν Ἐλευθὼ

### book 268.1.4

ἄμφω, εὐαγρίης δῶρα καὶ εὐτοκίης,

### book 268.5.1

καὶ νῦν ἐννέα παισὶ διδοῖ γάλα. φεύγετε, Κρῆσσαι

### book 268.5.2

κεμμάδες, ἐκ τοκάδων τέκνα διδασκόμεναι.

### book 269.1.1

Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντο

### book 269.1.2

δισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος.

### book 269.1.3

τύψε μὲν Ἀνταγόρης Πεισίστρατον· οὐ νεμεσητόν,

### book 269.1.4

ἦν γὰρ ὑπὲρ ψυχῆς, ἀλλ’ ἐμέλησε Δίκῃ·

### book 269.5.1

νῆχε δ’ ὁ μέν, τὸν δ’ εἷλε κύων ἁλός. ἦ παναλάστωρ

### book 269.5.2

Κηρῶν οὐδ’ ὑγρῷ παύεται ἐν πελάγει.

### book 270.1.1

Κωμάζω χρύσειον ἐς ἑσπερίων χορὸν ἄστρων

### book 270.1.2

λεύσσων, οὐδ’ ἄλλων λὰξ ἐβάρυν’ ἀόρους·

### book 270.1.3

στέψας δ’ ἀνθόβολον κρατὸς τρίχα τὴν κελαδεινὴν

### book 270.1.4

πηκτίδα μουσοπόλοις χερσὶν ἐπηρέθισα.

### book 270.5

καὶ τάδε δρῶν εὔκοσμον ἔχω βίον· οὐδὲ γὰρ αὐτὸς

### book 270

κόσμος ἄνευθε λύρης ἔπλετο καὶ στεφάνου.

### book 271.1.1

Καὶ πότε δινήεις ἄφοβος πόρος, εἰπέ, θάλασσα,

### book 271.1.2

εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα,

### book 271.1.3

ἀλκυόνων, αἷς πόντος ἀεὶ στηρίξατο κῦμα

### book 271.1.4

νήνεμον, ὡς κρῖναι χέρσον ἀπιστοτέρην;

### book 271.5.1

ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμων

### book 271.5.2

αὐχεῖς, σὺν φόρτῳ δῦσας Ἀριστομένην.

### book 272.1.1

Καρφαλέος δίψει Φοίβου λάτρις εὖτε γυναικὸς

### book 272.1.2

εἶδεν ὑπὲρ τύμβου κρωσσίον ὀμβροδόκον,

### book 272.1.3

κλάγξεν ὑπὲρ χείλους, ἀλλ’ οὐ γένυς ἥπτετο βυσσοῦ.

### book 272.1.4

Φοῖβε, σὺ δ’ εἰς τέχνην ὄρνιν ἐκαιρομάνεις·

### book 272.5.1

χερμάδα δὲ ψάμμων σφαιρῶν ποτὸν ἅρπαγι χείλει

### book 272.5.2

ἔφθανε μαιμάσσων λαοτίνακτον ὕδωρ.

### book 273.1.1

Καύματος ἐν θάμνοισι λαλίστατος ἡνίκα τέττιξ

### book 273.1.2

φθέγξατο διγλώσσῳ μελπόμενος στόματι,

### book 273.1.3

δουνακόεντα Κρίτων συνθεὶς δόλον εἷλεν ἀοιδὸν

### book 273.1.4

ἠέρος, οὐκ ἰδίην ἰξοβολῶν μελέτην.

### book 273.5

ἄξια δ’ οὐχ ὁσίης θήρης πάθεν· οὐ γὰρ ἔτ’ ἄλλων

### book 273

πήξατ’ ἐπ’ ὀρνίθων εὔστοχον ὡς πρὶν ἄγρην.

### book 274.1.1

Καὶ τὸν ἀρουραῖον γυρητόμον αὔλακα τέμνει

### book 274.1.2

μηροτυπεῖ κέντρῳ πειθομένη δάμαλις

### book 274.1.3

καὶ μετ’ ἀροτροπόνους ζεύγλας πάλι τῷ νεοθηλεῖ

### book 274.1.4

πινομένη μόσχῳ δεύτερον ἄλγος ἔχει.

### book 274.5.1

μὴ θλίψῃς αὐτὴν ὁ γεωμόρος· οὗτος ὁ βαιὸς

### book 274.5.2

μόσχος, ἐὰν φείσῃ, σοὶ τρέφεται δάμαλις.

### book 275.1.1

Κάπρον μὲν χέρσῳ Κόδρος ἔκτανε· τὴν δὲ ταχεῖαν

### book 275.1.2

εἰν ἁλὶ καὶ χαροποῖς κύμασιν εἷλ’ ἔλαφον.

### book 275.1.3

εἰ δ’ ἦν καὶ πτηνὴ θηρῶν φύσις, οὐδ’ ἂν ἐν αἴθρῃ

### book 275.1.4

τὴν κείνου κενεὴν Ἄρτεμις εἶδε χέρα.

### book 276.1.1

Λῶπος ἀποκλύζουσα παρὰ κροκάλαισι θαλάσσης

### book 276.1.2

χερνῆτις διεροῦ τυτθὸν ὕπερθε πάγου,

### book 276.1.3

χέρσον ἐπεκβαίνοντι κατασπασθεῖσα κλύδωνι

### book 276.1.4

δειλαίη πικροῦ κῦμ’ ἔπιεν θανάτου·

### book 276.5.1

πνεῦμα δ’ ὁμοῦ πενίῃ ἀπελύσατο. τίς κ’ ἐνὶ νηὶ

### book 276.5.2

θαρσήσαι πεζοῖς τὴν ἀφύλακτον ἅλα;

### book 277.1.1

Λαβροπόδη χείμαρρε, τί δὴ τόσον ὧδε κορύσσῃ,

### book 277.1.2

πεζὸν ἀποκλείων ἴχνος ὁδοιπορίης;

### book 277.1.3

ἦ μεθύεις ὄμβροισι καὶ οὐ Νύμφαισι διαυγὲς

### book 277.1.4

νᾶμα φέρεις, θολεραῖς δ’ ἠράνισαι νεφέλαις.

### book 277.5

ὄψομαι ἠελίῳ σε κεκαυμένον, ὅστις ἐλέγχειν

### book 277

καὶ γόνιμον ποταμῶν καὶ νόθον οἶδεν ὕδωρ.

### book 278.1.1

Λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαν

### book 278.1.2

νεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένην·

### book 278.1.3

καί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δ’ ἀναιδὲς

### book 278.1.4

εἰσέθορεν, πικρὴν δ’ ἦλθ’ ἐπὶ συμμαχίην.

### book 278.5.1

ὀστέα μὲν γὰρ ἔσωσεν ἀφ’ ὕδατος, ἀντὶ δὲ τούτων

### book 278.5.2

αὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο.

### book 279.1.1

Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύτας

### book 279.1.2

δεύτερον ἔσχ’ Ἀίδης, πάντας ἀρηιφάτους·

### book 279.1.3

„Σπάρτας ὁ στόλος,“ εἶπεν· „ἴδ’, ὡς πάλι πρόσθια πάντα

### book 279.1.4

τραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοις·

### book 279.5.1

νῦν γε μόθου κορέσασθε καὶ εἰς ἐμὸν ἀμπαύσασθε

### book 279.5.2

ὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.“

### book 280.1.1

Λαίλιος, Αὐσονίων ὕπατον κλέος, εἶπεν ἀθρήσας

### book 280.1.2

Εὐρώταν· „Σπάρτης χαῖρε φέριστον ὕδωρ.“

### book 280.1.3

Μουσάων δ’ ἐπὶ χεῖρα βαλὼν πολυΐστορι βίβλῳ

### book 280.1.4

εἶδεν ὑπὲρ κορυφῆς σύμβολον εὐμαθίης·

### book 280.5.1

κίτται, μιμηλὸν βιότου πτερόν, ἐν σκιεροῖσιν

### book 280.5.2

ἄγκεσι παμφώνων μέλπον ἀπὸ στομάτων·

### book 280.5.3

ὡρμήθη δ’ ἐπὶ ταῖσι. τί δ’ οὐ ζηλωτὸς ὁ μόχθος,

### book 280

εἰ καὶ πτηνὰ ποθεῖ [γάρυος ἡμετέρης];

### book 281.1.1

Ξυνὸν ὁπηνίκα θαῦμα κατείδομεν Ἀσὶς ἅπασα,

### book 281.1.2

πῶλον ἐπ’ ἀνδρομέαν σάρκα φριμασσόμενον,

### book 281.1.3

Θρηικίης φάτνης πολιὸς λόγος εἰς ἐμὸν ὄμμα

### book 281.1.4

ἤλυθε· δίζημαι δεύτερον Ἡρακλέα.

### book 282.1.1

Ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον· εἴπατε δάφνης

### book 282.1.2

φείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις·

### book 282.1.3

ἀντὶ δ’ ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθου

### book 282.1.4

δρεπτέσθω χθαμαλὴν ἐς χύσιν· οὐ γὰρ ἑκάς,

### book 282.5.1

ἀλλ’ ἀπ’ ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δ’ ἀπὸ πηγῶν

### book 282.5.2

ὕλη πανθηλὴς δοιὰ πέλεθρ’ ἀπέχει.

### book 283.1.1

Οὔρεα Πυρηναῖα καὶ αἱ βαθυάγκεες Ἄλπεις,

### book 283.1.2

αἳ Ῥήνου προχοὰς ἐγγὺς ἀποβλέπετε,

### book 283.1.3

μάρτυρες ἀκτίνων, Γερμανικὸς ἃς ἀνέτειλεν

### book 283.1.4

ἀστράπτων Κελτοῖς πουλὺν ἐνυάλιον·

### book 283.5

οἱ δ’ ἄρα δουπήθησαν ἀολλέες· εἶπε δ’ Ἐνυὼ

### book 283

Ἄρεϊ· „Τοιαύταις χερσὶν ὀφειλόμεθα.“

### book 284.1.1

Οἵους ἀνθ’ οἵων οἰκήτορας, ὦ ἐλεεινή,

### book 284.1.2

εὕραο· φεῦ μεγάλης Ἑλλάδος ἀμμορίης·

### book 284.1.3

αὐτίκα καὶ γαίης χθαμαλωτέρη εἴθε, Κόρινθε,

### book 284.1.4

κεῖσθαι καὶ Λιβυκῆς ψάμμου ἐρημοτέρη,

### book 284.5.1

ἢ τοίοις διὰ πᾶσα παλιμπρήτοισι δοθεῖσα

### book 284.5.2

θλίβειν ἀρχαίων ὀστέα Βακχιαδῶν.

### book 285.1.1

Οὐκέτι πυργωθεὶς ὁ φαλαγγομάχας ἐπὶ δῆριν

### book 285.1.2

ἄσχετος ὁρμαίνει μυριόδους ἐλέφας,

### book 285.1.3

ἀλλὰ φόβῳ στείλας βαθὺν αὐχένα πρὸς ζυγοδέσμους

### book 285.1.4

ἄντυγα διφρουλκεῖ Καίσαρος οὐρανίου.

### book 285.5.1

ἔγνω δ’ εἰρήνης καὶ θὴρ χάριν· ὄργανα ῥίψας

### book 285.5.2

Ἄρεος εὐνομίης ἀντανάγει πατέρα.

### book 286.1.1

Ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρης

### book 286.1.2

εἴδωλον κοίτης ᾤχετ’ ἀποπτάμενον.

### book 286.1.3

ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης

### book 286.1.4

ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης;

### book 286.5

ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς

### book 286

φθέγξεαι, ἀλλ’ ἕξεις βωμόν, ὃν ὠμόσαμεν.

### book 287.1.1

Ὁ πρὶν ἐγὼ Ῥοδίοισιν ἀνέμβατος ἱερὸς ὄρνις,

### book 287.1.2

ὁ πρὶν Κερκαφίδαις αἰετὸς ἱστορίη,

### book 287.1.3

ὑψιπετῆ τότε ταρσὸν ἀνὰ πλατὺν ἠέρ’ ἀερθεὶς

### book 287.1.4

ἤλυθον, Ἠελίου νῆσον ὅτ’ εἶχε Νέρων·

### book 287.5.1

κείνου δ’ αὐλίσθην ἐνὶ δώμασι χειρὶ συνήθης

### book 287.5.2

κράντορος, οὐ φεύγων Ζῆνα τὸν ἐσσόμενον.

### book 288.1.1

Οὗτος ὁ Κεκροπίδῃσι βαρὺς λίθος Ἄρεϊ κεῖμαι,

### book 288.1.2

ξεῖνε, Φιλιππείης σύμβολον ἠνορέης,

### book 288.1.3

ὑβρίζων Μαραθῶνα καὶ ἀγχιάλου Σαλαμῖνος

### book 288.1.4

ἔργα Μακηδονίης ἔγχεσι κεκλιμένα.

### book 288.5.1

ὄμνυε νῦν νέκυας, Δημόσθενες· αὐτὰρ ἔγωγε

### book 288.5.2

καὶ ζωοῖς ἔσομαι καὶ φθιμένοισι βαρύς.

### book 289.1.1

Οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον

### book 289.1.2

ὠλέσαθ’ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν,

### book 289.1.3

πυρσὸς ὅτε ψεύστης χθονίης δνοφερώτερα νυκτὸς

### book 289.1.4

ἧψε σέλα, τυφλὴ δ’ ἔδραμε πᾶσα τρόπις

### book 289.5.1

χοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλλη

### book 289.5.2

ἔπλετο καὶ δεκέτους ἐχθροτέρη πολέμου.

### book 289.5.3

καὶ τὴν μὲν τότ’ ἔπερσαν, ἀνίκητος δὲ Καφηρεύς,

### book 289

Ναύπλιε· σοὶ γὰρ πᾶν Ἑλλὰς ἔκλαυσε δάκρυ.

### book 290.1.1

Ὅτ’ ἐξ ἀήτου Λίβυος, ἐκ ζαοῦς Νότου

### book 290.1.2

συνεζοφώθη πόντος, ἐκ δὲ νειάτων

### book 290.1.3

μυχῶν βυθῖτις ψάμμος ἐξηρεύγετο,

### book 290.1.4

ἱστὸς δὲ πᾶς ὄλισθεν εἰς ἅλα πτύσας,

### book 290.5.1

φορτὶς δ’ ἐσύρετ’ ἐς Ἀίδαν, πλανώμενος

### book 290.5.2

ἀρωγοναύτας δαίμονας Λυσίστρατος

### book 290.5.3

ἐλιπάρησεν· οἱ δὲ τῷ νεωκόρῳ

### book 290.5.4

μούνῳ θάλασσαν ἀγρίαν ἐκοίμισαν.

### book 291.1.1

Οὐδ’ ἢν ὠκεανὸς πᾶσαν πλήμυραν ἐγείρῃ,

### book 291.1.2

οὐδ’ ἢν Γερμανίη Ῥῆνον ἅπαντα πίῃ,

### book 291.1.3

Ῥώμης δ’ οὐδ’ ὅσσον βλάψει σθένος, ἄχρι κε μίμνῃ

### book 291.1.4

δεξιὰ σημαίνειν Καίσαρι θαρσαλέη.

### book 291.5.1

οὕτως καὶ ἱεραὶ Ζηνὸς δρύες ἔμπεδα ῥίζαις

### book 291.5.2

ἑστᾶσιν, φύλλων δ’ αὖα χέους’ ἄνεμοι.

### book 292.1.1

Παίδων ὃν μὲν ἔκαιεν Ἀρίστιον, ὃν δ’ ἐσάκουσε

### book 292.1.2

ναυηγόν· δισσὸν δ’ ἄλγος ἔτηξε μίαν.

### book 292.1.3

αἰαῖ, μητέρα Μοῖρα διείλετο, τὴν ἴσα τέκνα

### book 292

καὶ πυρὶ καὶ πικρῷ νειμαμένην ὕδατι.

### book 293.1.1

Πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον

### book 293.1.2

Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ·

### book 293.1.3

κἠκ νεκύων δ’ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως·

### book 293.1.4

„Οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον·

### book 293.5.1

ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας· αἶρε τὰ Περσῶν,

### book 293.5.2

ἥξω κεἰς Ἀίδαν ὡς Λακεδαιμόνιος.“

### book 294.1.1

Πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν

### book 294.1.2

Ξέρξης ταρβήσας ἔργα τεᾶς ἀρετᾶς. —

### book 294.1.3

„Οὐ δέχομαι· προδόταις αὕτα χάρις· ἀσπὶς ἔχοι με

### book 294.1.4

καὶ νέκυν· ὁ πλοῦτος δ’ οὐκ ἐμὸν ἐντάφιον.“ —

### book 294.5.1

Ἀλλ’ ἔθανες. τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς

### book 294.5.2

Πέρσαις; —„Οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.“

### book 295.1.1

Πῶλον, τὸν πεδίων ἀλλ’ οὐχ ἁλὸς ἱππευτῆρα,

### book 295.1.2

νηὶ διαπλώειν πόντον ἀναινόμενον

### book 295.1.3

μὴ θάμβει χρεμέθοντα καὶ ἐν ποσὶ λὰξ πατέοντα

### book 295.1.4

τοίχους καὶ θυμῷ δεσμὰ βιαζόμενον.

### book 295.5

ἄχθεται, εἰ φόρτου μέρος ἔρχεται· οὐ γὰρ ἐπ’ ἄλλοις

### book 295

κεῖσθαι τὸν πάντων ἔπρεπεν ὠκύτατον.

### book 296.1.1

Σκύλλος, ὅτε Ξέρξου δολιχὸς στόλος Ἑλλάδα πᾶσαν

### book 296.1.2

ἤλαυνεν, βυθίην εὕρετο ναυμαχίην

### book 296.1.3

Νηρῆος λαθρίοισιν ὑποπλεύσας τενάγεσσι

### book 296.1.4

καὶ τὸν ἀπ’ ἀγκύρης ὅρμον ἔκειρε νεῶν·

### book 296.5.1

αὔτανδρος δ’ ἐπὶ γῆν ὠλίσθανε Περσὶς ἄναυδος

### book 296.5.2

ὀλλυμένη, πρώτη πεῖρα Θεμιστοκλέους.

### book 297.1.1

Στέλλευ ἐπ’ Εὐφρήτην, Ζηνὸς τέκος· εἰς σὲ γὰρ ἤδη

### book 297.1.2

ἠῷοι Πάρθων αὐτομολοῦσι πόδες.

### book 297.1.3

στέλλευ, ἄναξ· δήεις δὲ φόβῳ κεχαλασμένα τόξα,

### book 297.1.4

Καῖσαρ· πατρῴων δ’ ἄρξαι ἀπ’ ἐντολέων·

### book 297.5.1

Ῥώμην δ’ ὠκεανῷ περιτέρμονα πάντοθεν αὐτὸς

### book 297.5.2

πρῶτος ἀνερχομένῳ σφράγισαι ἠελίῳ.

### book 298.1.1

Σκίπων με πρὸς νηὸν ἀνήγαγεν ὄντα βέβηλον

### book 298.1.2

οὐ μοῦνον τελετῆς, ἀλλὰ καὶ ἠελίου·

### book 298.1.3

μύστην δ’ ἀμφοτέρων με Θεαὶ θέσαν· οἶδα δ’ ἐκείνῃ

### book 298.1.4

νυκτὶ καὶ ὀφθαλμῶν νύκτα καθηράμενος·

### book 298.5

ἀσκίπων δ’ εἰς ἄστυ κατέστιχον ὄργια Δηοῦς

### book 298

κηρύσσων γλώσσης ὄμμασι τρανότερον.

### book 299.1.1

Ταῦροι πρηϋτένοντες, ἀροτρευτῆρες ἀρούρης,

### book 299.1.2

εἰν ἁλὶ τοὺς γαίης ἀντέχομεν καμάτους·

### book 299.1.3

αὔλακα τὴν ἀσίδαρον ἐν ὕδασιν ἕλκομεν ἄμφω

### book 299.1.4

μακροτόνων σχοίνων ἅμμα σαγηνόδετον·

### book 299.5.1

ἰχθύσι δ’ ἐκ σταχύων λατρεύομεν. ἆ ταλαεργοί,

### book 299.5.2

ἤδη κἠν πελάγει καρπὸν ἀροῦσι βόες.

### book 300.1.1

Ταύρῳ φρικαλέον νάπος ἐκβαίνοντι Δοβήρου

### book 300.1.2

Πευκέστης ἵππῳ καρτερὸς ἠντίασεν.

### book 300.1.3

ἀλλ’ ὁ μὲν ὡρμήθη πρηὼν ἅτε· τοῦ δ’ ἁπαλοῖο

### book 300.1.4

Παιονίδα λόγχην ἧκε διὰ κροτάφου·

### book 300.5.1

συλήσας κεφαλῆς δὲ διπλοῦν κέρας αἰὲν ἐκείνῳ

### book 300.5.2

ζωροποτῶν ἐχθροῦ κόμπον ἔχει θανάτου.

### book 301.1.1

Τίπτε τὸν ὀγκηστὴν βραδύπουν ὄνον ἄμμιγ’ ἐν ἵπποις

### book 301.1.2

γυρὸν ἀλωειναῖς ἐξελάατε δρόμον;

### book 301.1.3

οὐχ ἅλις, ὅττι μύλοιο περίδρομον ἄχθος ἀνάγκης

### book 301.1.4

σπειρηδὸν σκοτόεις κυκλοδίωκτος ἔχω;

### book 301.5

ἀλλ’ ἔτι καὶ πώλοισιν ἐρίζομεν. ἦ ῥ’ ἔτι λοιπὸν

### book 301

νῦν μοι τὴν σκολιὴν αὐχένι γαῖαν ἀροῦν.

### book 302.1.1

Τὸ βρέφος Ἑρμώνακτα διεχρήσασθε, μέλισσαι,

### book 302.1.2

φεῦ κύνες, ἑρπυστὴν κηρία μαιόμενον·

### book 302.1.3

πολλάκι δ’ ἐξ ὑμέων ἐψισμένον ὠλέσατ’, αἰαῖ,

### book 302.1.4

κέντροις. εἰ δ’ ὀφίων φωλεὰ μεμφόμεθα,

### book 302.5.1

πείθεο Λυσιδίκῃ καὶ Ἀμύντορι μηδὲ μελίσσας

### book 302.5.2

αἰνεῖν, κἀκείναις πικρὸν ἔνεστι μέλι.

### book 303.1.1

Τῇ βαιῇ Καλαθίνῃ ὑπὸ σκυλάκων μογεούσῃ

### book 303.1.2

Λητωὶς κούφην εὐτοκίην ἔπορεν.

### book 303.1.3

μούναις οὔ τι γυναιξὶν ἐπήκοος, ἀλλὰ καὶ αὐτὰς

### book 303.1.4

συνθήρους σῴζειν Ἄρτεμις οἶδε κύνας.

### book 304.1.1

Τὸν γαίης καὶ πόντου ἀμειφθείσαισι κελεύθοις

### book 304.1.2

ναύτην ἠπείρου, πεζοπόρον πελάγους

### book 304.1.3

ἐν τρισσαῖς δοράτων ἑκατοντάσιν ἔστεγεν Ἄρης

### book 304.1.4

Σπάρτης. αἰσχύνεσθ’, οὔρεα καὶ πελάγη.

### book 305.1.1

Ὕδατος ἀκρήτου κεκορημένῳ ἄγχι παραστὰς

### book 305.1.2

χθιζὸν ἐμοὶ λεχέων Βάκχος ἔλεξε τάδε·

### book 305.1.3

„Εὕδεις ἄξιον ὕπνον ἀπεχθομένων Ἀφροδίτῃ·

### book 305.1.4

εἰπέ μοι, ὦ νήφων, πεύθεαι Ἱππολύτου;

### book 305.5

τάρβει, μή τι πάθῃς ἐναλίγκιον.“ ὣς ὁ μὲν εἰπὼν

### book 305

ᾤχετ’, ἐμοὶ δ’ ἀπὸ τῆς οὐκέτι τερπνὸν ὕδωρ.

### book 306.1.1

Ὑλοτόμοι, παύσασθε νεῶν χάριν· οὐκέτι πεύκη

### book 306.1.2

κύματος, ἀλλ’ ἤδη ῥινὸς ἐπιτροχάει·

### book 306.1.3

γόμφος δ’ οὐκέτι χαλκὸς ἐν ὁλκάσιν οὐδὲ σίδηρος,

### book 306.1.4

ἀλλὰ λίνῳ τοίχων ἁρμονίη δέδεται·

### book 306.5.1

τὰς δ’ αὐτὰς ποτὲ πόντος ἔχει νέας, ἄλλοτε γαῖα

### book 306.5.2

πυκτὸν ἀμαξίτην φόρτον ἀειρομένας.

### book 306.5.3

Ἀργὼ μὲν προτέροισιν ἀοίδιμος· ἀλλὰ Σαβίνῳ

### book 306.5.4

καινοτέρην πῆξαι Παλλὰς ἔνευσε τρόπιν.

### book 307.1.1

Φοῖβον ἀνηναμένη Δάφνη ποτὲ νῦν ἀνέτειλεν

### book 307.1.2

Καίσαρος ἐκ βωμοῦ κλῶνα μελαμπέταλον,

### book 307.1.3

ἐκ δὲ θεοῦ θεὸν εὗρεν ἀμείνονα· Λητοΐδην γὰρ

### book 307.1.4

ἐχθήρασα θέλει Ζῆνα τὸν Αἰνεάδην.

### book 307.5.1

ῥίζαν δ’ οὐκ ἀπὸ γῆς μητρὸς βάλεν, ἀλλ’ ἀπὸ πέτρης.

### book 307.5.2

Καίσαρι μὴ τίκτειν οὐδὲ λίθος δύναται.

### book 308.1.1

Φῶρες ὅτ’ εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνης

### book 308.1.2

φορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον,

### book 308.1.3

αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶν

### book 308.1.4

σύνθροον, ἐκ δὲ βυθοῦ νήχεθ’ ἑλισσόμενος,

### book 308.5

μέχρις ἐπ’ Ἰσθμὸν ἔκελσε Κορίνθιον. ἦ ῥα θάλασσα

### book 308

ἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους.

### book 309.1.1

Χειμέριον καίουσαν ἐφ’ ἑστίῃ ἄνθρακα Γοργὼ

### book 309.1.2

τὴν γρηῢν βροντῆς ἐξεπάταξε φόβος·

### book 309.1.3

πνεύμονα δὲ ψυχθεῖσα κατήμυσεν. ἦν ἄρα μέσσῃ

### book 309.1.4

γήρως καὶ θανάτου λειπομένη πρόφασις.

### book 310.1.1

Ψῆγμ’ ἄπυρον χρυσοῖο σιδηρείων ὑπ’ ὀδόντων

### book 310.1.2

ῥινηθέν, Λιβυκῆς κουφότερον ψαμάθου,

### book 310.1.3

μῦς ὀλίγος βαρὺ δεῖπνον ἐδαίσατο· πᾶσα δὲ νηδὺς

### book 310.1.4

συρομένη βραδύπουν θῆκε τὸν ὠκύτατον·

### book 310.5.1

ληφθεὶς δ’ ἐκ μεσάτης ἀνετέμνετο κλέμματα γαστρός·

### book 310.5.2

ἦς ἄρα κἠν ἀλόγοις, χρυσέ, κακοῦ πρόφασις.

### book 311.1.1

Ὠκείαις ἐλάφοισι κύων ἰσάμιλλα δραμοῦσα

### book 311.1.2

ἔγκυος ἡλκώθη παιδοπόρον γένεσιν,

### book 311.1.3

πᾶσα δὲ συγκατέμυσε κατουλωθεῖσα χρόνοισιν·

### book 311.1.4

ἤδη δ’ ἡ τοκετῶν ὥριος ἦν βάσανος·

### book 311.5.1

πολλὰ δ’ ἐπωρύουσαν ἀνὴρ ἐσιδηροτόμησεν,

### book 311.5.2

καὶ σκύλακες φίλιοι νηδύος ἐξέθορον.

### book 311.5.3

Ἀρτέμιδος λέλυται λοχίων χάρις, ἔμπαλι δ’ Ἄρης

### book 311

ἦρκται μαιοῦσθαι γαστέρας ἡμετέρας.

### book 312.1.1

Ὦνερ, τᾶν βαλάνων τὰν ματέρα φείδεο κόπτειν,

### book 312.1.2

φείδεο, γηραλέαν δ’ ἐκκεράιζε πίτυν

### book 312.1.3

ἢ πεύκαν ἢ τάνδε πολυστέλεχον παλίουρον

### book 312.1.4

ἢ πρῖνον ἢ τὰν αὐαλέαν κόμαρον·

### book 312.5.1

τηλόθι δ’ ἴσχε δρυὸς πέλεκυν· κοκύαι γὰρ ἔλεξαν,

### book 312.5.2

ἁμῖν ὡς πρότεραι ματέρες ἐντὶ δρύες.

### book 313.1.1

Ἵζευ τᾶσδ’ ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα

### book 313.1.2

ὡραίου τ’ ἄρυσαι νάματος ἁδὺ πόμα,

### book 313.1.3

ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα

### book 313.1.4

ἀμπαύσῃς πνοιᾷ τυπτόμενα Ζεφύρου.

### book 314.1.1

Ἑρμᾶς τᾷδ’ ἕστακα παρ’ ὄρχατον ἠνεμόεντα

### book 314.1.2

ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος,

### book 314.1.3

ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο·

### book 314.1.4

ψυχρὸν δ’ ἀχραὲς κράνα ὑποπροχέει.

### book 315.1.1

Ἵζευ ὑπ’ αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδ’, ὁδῖτα,

### book 315.1.2

καὶ πῖθ’ ἆσσον ἰὼν πίδακος ἁμετέρας·

### book 315.1.3

μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ἃν ἐπὶ Γίλλῳ

### book 315

Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται.

### book 316.1.1

Ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτ’ ἀγροὺς

### book 316.1.2

δαμόθεν αἴτ’ ἀπ’ ἀγρῶν νεῖσθε ποτ’ ἀκρόπολιν,

### book 316.1.3

ἄμμες ὅρων φύλακες δισσοὶ θεοί, ὧν ὁ μὲν Ἑρμᾶς,

### book 316.1.4

οἷον ὁρῇς μ’, οὗτος δ’ ἅτερος Ἡρακλέης·

### book 316.5.1

ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλά ποθ’ οὗτος,

### book 316.5.2

αἴτ’ ὠμὰς παραθῇς ἀχράδας, ἐγκέκαφεν·

### book 316.5.3

ναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονται

### book 316.5.4

ὥριμοι αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν.

### book 316.5.5

μισέω τὰν μετοχὰν οὐδ’ ἥδομαι· ἀλλ’ ὁ φέρων τι,

### book 316.10.1

ἀμφίς, μὴ κοινᾷ τοῖς δυσὶ παρτιθέτω

### book 316.10.2

καὶ λεγέτω· „Τὶν τοῦθ’, Ἡράκλεες,“ ἄλλοτε „Τοῦτο

### book 316.10.3

Ἑρμᾷ“ καὶ λύοι τὰν ἔριν ἀμφοτέρων.

### book 317.1.1

Χαίρω τὸν λακέρυζον ὁρῶν θεὸν εἰς τὸ φάλανθον

### book 317.1.2

βρέγμ’ ὑπὸ τᾶν ὀχνᾶν, αἰπόλε, τυπτόμενον. —

### book 317.1.3

„Αἰπόλε, τοῦτον ἐγὼ τρὶς ἐπύγισα· τοὶ δὲ τραγίσκοι

### book 317.1.4

εἰς ἐμὲ δερκόμενοι τὰς χιμάρας ἐβάτευν.“ —

### book 317.5.1

‚Ὄντως ς’, Ἑρμαφρόδιτε, πεπύγικεν;‛ —Οὐ μὰ τὸν Ἑρμᾶν,

### book 317.5.2

αἰπόλε. —„Ναὶ τὸν Πᾶν’, αἰπόλε, κἀπιγελῶν.“

### book 318.1.1

Εὐμάραθον πρηῶνα καὶ εὐσκάνδικα λελογχώς,

### book 318.1.2

Ἑρμῆ, καὶ ταύταν, ἆ φίλος, αἰγίβοσιν

### book 318.1.3

καὶ λαχανηλόγῳ ἔσσο καὶ αἰγινομῆι προσηνής·

### book 318

ἕξεις καὶ λαχάνων καὶ γλάγεος μερίδα.

### book 319.1.1

Τληπόλεμός μ’ ὁ Μυρεὺς Ἑρμᾶν ἀφετήριον ἕρμα

### book 319.1.2

ἱροδρόμοις θῆκεν παῖς ὁ Πολυκρίτεω,

### book 319.1.3

δὶς δέκ’ ἀπὸ σταδίων ἐναγώνιον· ἀλλὰ πονεῖτε

### book 319.1.4

μαλθακὸν ἐκ γονάτων ὄκνον ἀπωσάμενοι.

### book 320.1.1

Εἶπέ ποκ’ Εὐρώτας πὸτ τὰν Κύπριν· „Ἢ λάβε τεύχη

### book 320.1.2

ἢ ’ξιθι τᾶς Σπάρτας· ἁ πόλις ὁπλομανεῖ.“

### book 320.1.3

ἁ δ’ ἁπαλὸν γελάσασα· „Καὶ ἔσσομαι αἰὲν ἀτευχής,“

### book 320.1.4

εἶπε, „καὶ οἰκήσω τὰν Λακεδαιμονίαν.“

### book 320.5.1

χἀ μὲν Κύπρις ἄνοπλος· ἀναιδέες οἵδε λέγουσιν

### book 320.5.2

ἵστορες, ὡς ἁμῖν χἀ θεὸς ὁπλοφορεῖ.

### book 321.1.1

Τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας,

### book 321.1.2

Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην

### book 321.1.3

ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι ἅ τε κατ’ εὐνὰν

### book 321.1.4

τέρψις καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι.

### book 321.5

δούρατα δ’ αἱματόεντα κάθες· Τριτωνίδι δίᾳ

### book 321

ταῦτα, σὺ δ’ εὐχαίταν εἰς Ὑμέναιον ἴθι.

### book 322.1.1

Οὐκ ἐμὰ ταῦτα λάφυρα. τίς ὁ θριγκοῖσιν ἀνάψας

### book 322.1.2

Ἄρηος ταύταν τὰν ἄχαριν χάριτα;

### book 322.1.3

ἄκλαστοι μὲν κῶνοι, ἀναίμακτοι δὲ γανῶσαι

### book 322.1.4

ἀσπίδες, ἄκλαστοι δ’ αἱ κλαδαραὶ κάμακες.

### book 322.5.1

αἰδοῖ πάντα πρόσωπ’ ἐρυθαίνομαι, ἐκ δὲ μετώπου

### book 322.5.2

ἱδρὼς πιδύων στῆθος ἐπισταλάει.

### book 322.5.3

παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰν

### book 322.5.4

κοσμείτω καὶ τὸν νυμφίδιον θάλαμον·

### book 322.5.5

Ἄρευς δ’ αἱματόεντα διωξίπποιο λάφυρα

### book 322.10

νηὸν κοσμοίη· τοῖς γὰρ ἀρεσκόμεθα.

### book 323.1.1

Τίς θέτο μαρμαίροντα βοάγρια, τίς δ’ ἀφόρυκτα

### book 323.1.2

δούρατα καὶ ταύτας ἀρραγέας κόρυθας

### book 323.1.3

ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;

### book 323.1.4

οὐκ ἀπ’ ἐμῶν ῥίψει ταῦτά τις ὅπλα δόμων;

### book 323.5.1

ἀπτολέμων τάδ’ ἔοικεν ἐν οἰνοπλῆξι τεράμνοις

### book 323.5.2

πλάθειν, οὐ θριγκῶν ἐντὸς Ἐνυαλίου·

### book 323.5.3

σκῦλά μοι ἀμφίδρυπτα καὶ ὀλλυμένων ἅδε λύθρος

### book 323.5.4

ἀνδρῶν, εἴπερ ἔφυν ὁ βροτολοιγὸς Ἄρης.

### book 324.1.1

Ἁ σῦριγξ, τί τυ ὧδε παρ’ Ἀφρογένειαν ὄρουσας;

### book 324.1.2

τίπτ’ ἀπὸ ποιμενίου χείλεος ὧδε πάρει;

### book 324.1.3

οὔ τοι πρῶνες ἔθ’ ὧδ’ οὔτ’ ἄγκεα, πάντα δ’ Ἔρωτες

### book 324

καὶ Πόθος· ἁ δ’ ἀγρία Μοῦς’ ἐν ὄρει νέμεται.

### book 325.1

Πρὶν μὲν ἁλικλύστου πέτρας ἐν βένθεσιν ἥμμαν

### book 325.2

εὐαλδὲς πόντου φῦκος ἀπαινυμένα·

### book 325.3

νῦν δέ μοι ἱμερόεις κόλπων ἔντοσθεν ἰαύει

### book 325.4

λάτρις ἐυστεφάνου Κύπριδος ἁβρὸς Ἔρως.

### book 326.1.1

Πέτρης ἐκ δισσῆς ψυχρὸν καταπάλμενον ὕδωρ,

### book 326.1.2

χαίροις, καὶ Νυμφέων ποιμενικὰ ξόανα

### book 326.1.3

πέτραι τε κρηνέων καὶ ἐν ὕδασι κόσμια ταῦτα

### book 326.1.4

ὑμέων, ὦ κοῦραι, μυρία τεγγόμενα,

### book 326.5.1

χαίρετ’· Ἀριστοκλέης ὅδ’ ὁδοιπόρος, ᾧπερ ἀπῶσα

### book 326.5.2

δίψαν βαψάμενος, τοῦτο δίδωμι γέρας.

### book 327.1.1

Νύμφαι ἐφυδριάδες, ταῖς Ἑρμοκρέων τάδε δῶρα

### book 327.1.2

εἵσατο καλλινάου πίδακος ἀντιτυχών,

### book 327.1.3

χαίρετε καὶ στείβοιτ’ ἐρατοῖς ποσὶν ὑδατόεντα

### book 327.1.4

τόνδε δόμον καθαροῦ πιμπλάμεναι πόματος.

### book 328.1

Νύμφαι Νηιάδες, καλλίρροον αἳ τόδε νᾶμα

### book 328.2

χεῖτε κατ’ οὐρείου πρωνὸς ἀπειρέσιον,

### book 328.3

ὔμμιν ταῦτα πόρεν Δαμόστρατος, Ἀντίλα υἱός,

### book 328

ξέσματα καὶ δοιῶν ῥινὰ κάπρων λάσια.

### book 329.1.1

Νύμφαι ἐφυδριάδες, Δώρου γένος, ἀρδεύοιτε

### book 329.1.2

τοῦτον Τιμοκλέους κᾶπον ἐπεσσύμεναι·

### book 329.1.3

καὶ γὰρ Τιμοκλέης ὔμμιν, κόραι, αἰὲν ὁ καπεὺς

### book 329.1.4

κάπων ἐκ τούτων ὥρια δωροφορεῖ.

### book 330.1.1

Κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις

### book 330.1.2

ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην. —

### book 330.1.3

„Τεῦ δὲ χάριν;“ —Λέξω τοι· ὅσον ποθέεις, ἀπὸ κράνας

### book 330.1.4

καὶ πίε καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι·

### book 330.5.1

ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν

### book 330.5.2

δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος. —

### book 330.5.3

„Ὦ σέμν’ ...“ —Οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις

### book 330.5.4

πυγίξαι· τούτοις χρῶμαι ὁ Πὰν νομίμοις.

### book 330.5.5

ἢν δὲ ποιῇς ἐπίτηδες ἔχων πάθος, ἔστι καὶ ἄλλα

### book 330.10

τέχνα· τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες.

### book 331.1.1

Αἱ Νύμφαι τὸν Βάκχον, ὅτ’ ἐκ πυρὸς ἥλατο κοῦρος,

### book 331.1.2

νίψαν ὑπὲρ τέφρης ἄρτι κυλιόμενον.

### book 331.1.3

τοὔνεκα σὺν Νύμφαις Βρόμιος φίλος· ἢν δέ νιν εἴργῃς

### book 331

μίσγεσθαι, δέξῃ πῦρ ἔτι καιόμενον.

### book 332.1.1

Ἐλθοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίτας

### book 332.1.2

τὸ βρέτας, ὡς χρυσῷ δαιδαλόεν τελέθει.

### book 332.1.3

εἵσατό μιν Πολυαρχὶς ἐπαυρομένα μάλα πολλὰν

### book 332.1.4

κτῆσιν ἀπ’ οἰκείου σώματος ἀγλαΐας.

### book 333.1.1

Στῶμεν ἁλιρράντοιο παρὰ χθαμαλὰν χθόνα πόντου

### book 333.1.2

δερκόμενοι τέμενος Κύπριδος Εἰναλίας

### book 333.1.3

κράναν τ’ αἰγείροιο κατάσκιον, ἇς ἄπο νᾶμα

### book 333.1.4

ξουθαὶ ἀφύσσονται χείλεσιν ἀλκυόνες.

### book 334.1.1

Κἀμὲ τὸν ἐν σμικροῖς ὀλίγον θεὸν ἢν ἐπιβώσῃς

### book 334.1.2

εὐκαίρως, τεύξῃ· μὴ μεγάλων δὲ γλίχου·

### book 334.1.3

ὡς ὅ τι δημοτέρων δύναται θεὸς ἀνδρὶ πενέστῃ

### book 334.1.4

δωρεῖσθαι, τούτων κύριός εἰμι Τύχων.

### book 335.1.1

Ὑλοφόρου τὤγαλμα, ὁδοιπόρε, Μικκαλίωνος,

### book 335.1.2

Ἑρμῆς· ἀλλ’ ἴδε τὸν κρήγυον ὑλοφόρον,

### book 335.1.3

ὡς ἐξ οἰζυρῆς ἠπίστατο δωροδοκῆσαι

### book 335

ἐργασίης· αἰὲν δ’ ὡγαθός ἐστ’ ἀγαθός.

### book 336.1.1

Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω

### book 336.1.2

ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ

### book 336.1.3

λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δ’ ἱππεῖ

### book 336.1.4

θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.

### book 337.1.1

Εὐάγρει, λαγόθηρα, καὶ εἰ πετεεινὰ διώκων

### book 337.1.2

ἰξευτὴς ἥκεις τοῦθ’ ὑπὸ δισσὸν ὄρος,

### book 337.1.3

κἀμὲ τὸν ὑληωρὸν ἀπὸ κρημνοῖο βόασον

### book 337.1.4

Πᾶνα· συναγρεύω καὶ κυσὶ καὶ καλάμοις.

### book 338.1.1

Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς

### book 338.1.2

ἀμπαύων· στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη.

### book 338.1.3

ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος

### book 338.1.4

κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος

### book 338.5.1

ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,

### book 338.5.2

φεῦγε, μεθεὶς ὕπνου κῶμα καταγρόμενον.

### book 339.1.1

Ἔν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰθέρι νωμῶν

### book 339.1.2

σκορπίον ἐκ γαίης εἶδε θορόντα κόραξ,

### book 339.1.3

ὃν μάρψων ὤρουσεν· ὁ δ’ ἀίξαντος ἐπ’ οὖδας

### book 339.1.4

οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει

### book 339.5

καὶ ζωῆς μιν ἄμερσεν. ἴδ’, ὡς, ὃν ἔτευχεν ἐπ’ ἄλλῳ,

### book 339

ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.

### book 340.1.1

Αὐλοὶ τοῦ Φρυγὸς ἔργον Ὑάγνιδος, ἡνίκα Μήτηρ

### book 340.1.2

ἱερὰ τἀν Κυβέλοις πρῶτ’ ἀνέδειξε θεῶν

### book 340.1.3

καὶ πρὸς ἐμὸν φώνημα καλὴν ἀνελύσατο χαίτην

### book 340.1.4

ἔκφρων Ἰδαίης ἀμφίπολος θαλάμης·

### book 340.5.1

εἰ δὲ Κελαινίτης ποιμὴν πατρὸς οὗ παραείσας

### book 340.5.2

ἐγνώσθη, Φοίβου κλεινὸν ἔδειξεν ἔρις.

### book 341.1.1

Νύμφαι, πευθομένῳ φράσατ’ ἀτρεκές, εἰ παροδεύων

### book 341.1.2

Δάφνις τὰς λευκὰς ὧδ’ ἀνέπαυς’ ἐρίφους. —

### book 341.1.3

„Ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείναν

### book 341.1.4

σοί τι κατὰ φλοιοῦ γράμμ’ ἐκόλαψε λέγειν·

### book 341.5.1

‘Πάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ·

### book 341.5.2

ἱξοῦμαι.‘“ —Νύμφαι, χαίρετ’, ἐγὼ δ’ ὑπάγω.

### book 342.1.1

Φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσας

### book 342.1.2

εἶναι· μὴ ζητεῖτ’ ἐν σταδίῳ δόλιχον·

### book 342.1.3

πόλλ’ ἀνακυκλοῦται δολιχὸς δρόμος, ἐν σταδίῳ δὲ

### book 342.1.4

ὀξὺς ἐλαυνομένοις πνεύματός ἐστι τόνος.

### book 343.1.1

Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς

### book 343.1.2

κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης·

### book 343.1.3

καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ,

### book 343.1.4

τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων.

### book 343.5

ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος· ἦ ἄρα πολλὴν

### book 343

καὶ κωφαὶ πτανῶν φροντίδ’ ἔχουσι πάγαι.

### book 344.1.1

Ἦν ὁπότε γραμμαῖσιν ἐμὴν φρένα μοῦνον ἔτερπον

### book 344.1.2

οὐδ’ ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις,

### book 344.1.3

ἀλλὰ τὰ νῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνων,

### book 344.1.4

ὁππόσον Οὐρανίην Καλλιόπη προφέρει.

### book 345.1.1

Οὐδὲ τοσόνδ’ Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ,

### book 345.1.2

ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα,

### book 345.1.3

ζῆλος ἐπεὶ μανίης μεῖζον κακόν· εἰ δὲ φονεύῃ

### book 345.1.4

μήτηρ, ἐν τίνι νῦν πίστις ἔτ’ ἐστὶ τέκνων;

### book 346.1.1

Αἶαν ὅλην νήσους τε διιπταμένη σύ, χελιδών,

### book 346.1.2

Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς·

### book 346.1.3

ἔλπῃ δ’ ὀρταλίχων πίστιν σέο τήνδε φυλάξειν

### book 346.1.4

Κολχίδα μηδ’ ἰδίων φεισαμένην τεκέων;

### book 347.1.1

Οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν,

### book 347.1.2

ἀλλ’ ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα·

### book 347.1.3

ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα,

### book 347

δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν.

### book 348.1.1

Ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαο

### book 348.1.2

ἔδραμε μαστιχθεὶς κλήματι φωριδίῳ.

### book 349.1.1

Ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι,

### book 349.1.2

Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης,

### book 349.1.3

ὄφρα σε κόσμος ἅπας πάππον 〈τρισὶν〉 αὐγάζηται,

### book 349.1.4

ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης.

### book 350.1.1

Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισιν

### book 350.1.2

πέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς,

### book 350.1.3

μουσοπόλῳ δ’ ἀτελῆ, Διονύσιε, μηκέτι πέμπε

### book 350.1.4

ὄργανα. τίς τούτων χρῆσις ἄτερ μέλανος;

### book 351.1.1

Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπων

### book 351.1.2

Ἀστυανακτείης ἤρχετο δυσμορίης·

### book 351.1.3

ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσα

### book 351

μαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου.

### book 352.1.1

Νεῖλος ἑορτάζει παρὰ Θύβριδος ἱερὸν ὕδωρ

### book 352.1.2

εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ·

### book 352.1.3

οἱ δ’ ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρων

### book 352.1.4

ᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός.

### book 353.1.1

Καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσας

### book 353.1.2

καὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον.

### book 353.1.3

τοῦτο δ’ ἑορτάζοντι γενέθλιον ἠριγένειαν

### book 353.1.4

δῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος.

### book 354.1.1

Ὃν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσου

### book 354.1.2

θλίβομαι, ἐν δ’ ἰδίῳ τήκομ’ ὅλος πολέμῳ.

### book 354.1.3

ἀλλὰ διὰ στέρνων ἴθι, φάσγανον· ὡς γὰρ ἀριστεὺς

### book 354.1.4

θνῄξομ’ ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον.

### book 355.1.1

Οὐράνιον μείμημα γενεθλιακαῖσιν ἐν ὥραις

### book 355.1.2

τοῦτ’ ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω,

### book 355.1.3

Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοι

### book 355

δῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης.

### book 356.1.1

Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστ’ ἀρύσασθαι

### book 356.1.2

ξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω·

### book 356.1.3

δίστιχα γὰρ ψήφοισιν ἰσάζεται. ἀλλὰ σύ, Μῶμε,

### book 356.1.4

ἔξιθι κἠφ’ ἑτέρους ὀξὺν ὀδόντα βάλε.

### book 357.1.1

Τέσσαρές εἰσιν ἀγῶνες ἀν’ Ἑλλάδα, τέσσαρες ἱροί,

### book 357.1.2

οἱ δύο μὲν θνητῶν, οἱ δύο δ’ ἀθανάτων,

### book 357.1.3

Ζηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο·

### book 357.1.4

ἆθλα δὲ τῶν κότινος, μῆλα, σέλινα, πίτυς.

### book 358.1.1

Εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες.

### book 358.1.2

Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω·

### book 358.1.3

ἀλλὰ νόθον με τέλεσσε Παναίτιος· ὅς ῥ’ ἐτέλεσσε

### book 358.1.4

καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσαι.

### book 359.1.1

Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν

### book 359.1.2

νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις

### book 359.1.3

φροντίδες· ἐν δ’ ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ

### book 359

τάρβος· ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, δέος·

### book 359.5.1

ἢν δ’ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος

### book 359.5.2

ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ’ ἐρημότερος.

### book 359.5.3

τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες

### book 359.5.4

ἄφρονες, αἱ πολιαὶ δ’ ἔμπαλιν ἀδρανέες.

### book 359.5.5

ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι

### book 359.10

μηδέποτ’ ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.

### book 360.1.1

Παντοίην βιότοιο τάμοις τρίβον. εἰν ἀγορῇ μὲν

### book 360.1.2

κύδεα καὶ πινυταὶ πρήξιες, ἐν δὲ δόμοις

### book 360.1.3

ἄμπαυμ’. ἐν δ’ ἀγροῖς φύσιος χάρις, ἐν δὲ θαλάσσῃ

### book 360.1.4

κέρδος· ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, κλέος·

### book 360.5.1

ἢν δ’ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος

### book 360.5.2

ἔσσεται. οὐ γαμέεις; ζῇς ἔτ’ ἐλαφρότερον.

### book 360.5.3

τέκνα πόθος, ἄφροντις ἄπαις βίος. αἱ νεότητες

### book 360.5.4

ῥωμαλέαι, πολιαὶ δ’ ἔμπαλιν εὐσεβέες.

### book 360.5.5

οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι

### book 360.10

μηδέποτ’ ἢ τὸ θανεῖν· πάντα γὰρ ἐσθλὰ βίῳ.

### book 361.1.1

Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,

### book 361.1.2

λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ

### book 361.1.3

νύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι,

### book 361.1.4

γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ’ ἔχεν ἔγχος·

### book 361.5.1

πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα

### book 361.5.2

οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.

### book 362.1

Ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ,

### book 362.2

ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις

### book 362.3

ἡσύχιος τὸ πρῶτον, ἐπὴν δ’ ἐς πόντον ἵκηαι,

### book 362.4

ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης

### book 362.5.1

νυμφίος αὐτοκέλευθος, ἑῶν ὀχετηγὸς ἐρώτων,

### book 362.5.2

ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης.

### book 362.5.3

ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα,

### book 362.5.4

φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης

### book 362.5.5

χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφη

### book 362.10.1

νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ

### book 362.10.2

κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ ...

### book 362.10.3

καὶ φονίῃ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή,

### book 362.10.4

οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς·

### book 362.10.5

πορφυρέῃ δ’ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ

### book 362.15.1

φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι.

### book 362.15.2

πολλάκι δ’ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ

### book 362.15.3

αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας

### book 362.15.4

ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ·

### book 362.15.5

ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης

### book 362.20.1

δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ

### book 362.20.2

εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς,

### book 362.20.3

καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲ

### book 362.20.4

Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή.

### book 362.20.5

οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ

### book 362.25.1

Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι πολλαὶ

### book 362.25.2

ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι

### book 362.25.3

μαψιδίως, ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες ...

### book 363.1.1

Χείματος ἠνεμόεντος ἀπ’ αἰθέρος οἰχομένοιο

### book 363.1.2

πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη.

### book 363.1.3

γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην

### book 363.1.4

καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις.

### book 363.5.1

οἱ δ’ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς

### book 363.5.2

λειμῶνες γελόωσιν ἀνοιγομένοιο ῥόδοιο.

### book 363.5.3

χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων,

### book 363.5.4

καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν.

### book 363.5.5

ἤδη δὲ πλώουσιν ἐπ’ εὐρέα κύματα ναῦται

### book 363.10.1

πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντες.

### book 363.10.2

ἤδη δ’ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ

### book 363.10.3

ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ.

### book 363.10.4

ἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαις

### book 363.10.5

καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται

### book 363.15.1

λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ.

### book 363.15.2

πάντῃ δ’ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει,

### book 363.15.3

ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα,

### book 363.15.4

κύκνος ἐπ’ ὄχθαισιν ποταμοῦ καὶ ὑπ’ ἄλσος ἀηδών.

### book 363.15.5

εἰ δὲ φυτῶν χαίρουσι κόμαι καὶ γαῖα τέθηλεν,

### book 363.20.1

συρίζει δὲ νομεὺς καὶ τέρπεται εὔκομα μῆλα

### book 363.20.2

καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει

### book 363.20.3

καὶ μέλπει πετεεινὰ καὶ ὠδίνουσι μέλισσαι,

### book 363

πῶς οὐ χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι;

### book 364.1.1

Σπείσατέ μοι, Μοῦσαι, λιγυρὴν εὐτερπέα φωνήν,

### book 364.1.2

ἡδὺν ἀπὸ στομάτων Ἑλικωνίδος ὄμβρον ἀοιδῆς·

### book 364.1.3

ὅσσοι γὰρ ῥοφέουσιν ἀοιδοτόκου πόμα πηγῆς,

### book 364.1.4

ὑμετέρων ἐπέων λιγυρῇ τέρπονται ἀοιδῇ.

### book 365.1.1

Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης,

### book 365.1.2

χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης,

### book 365.1.3

ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑφ’ ἡμετέροις δονέονται,

### book 365.1.4

ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης

### book 365.5.1

νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει·

### book 365.5.2

καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν

### book 365.5.3

ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν,

### book 365.5.4

οἱ δ’ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν.

### book 366.1

Ἑπτὰ σοφῶν ἐρέω κατ’ ἔπος πόλιν, οὔνομα, φωνήν.

### book 366.2

„Μέτρον“ μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν „ἄριστον“·

### book 366.3

Χίλων δ’ ἐν κοίλῃ Λακεδαίμονι· „Γνῶθι σεαυτόν·“

### book 366.4

ὃς δὲ Κόρινθον ἔναιε „Χόλου κρατέειν“ Περίανδρος·

### book 366.5.1

Πιττακὸς „Οὐδὲν ἄγαν,“ ὃς ἔην γένος ἐκ Μυτιλήνης·

### book 366.5.2

„Τέρμα δ’ ὁρᾶν βιότοιο“ Σόλων ἱεραῖς ἐν Ἀθήναις.

### book 366.5.3

„Τοὺς πλέονας κακίουσ“ δὲ Βίας ἀπέφηνε Πριηνεύς.

### book 366

„Ἐγγύην φεύγειν“ δὲ Θαλῆς Μιλήσιος ηὔδα.

### book 367.1.1

Τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου

### book 367.1.2

αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας·

### book 367.1.3

ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν

### book 367.1.4

ἤδη καρφαλέῃ τειρόμενον πενίῃ,

### book 367.5.1

καί μιν δακρυχέων ἀνελάμβανε καὶ πόσιν αὐτὸν

### book 367.5.2

θῆκε θυγατρὸς ἑῆς πόλλ’ ἐπὶ μείλια δούς.

### book 367.5.3

αὐτὰρ ἐπεὶ Θήρωνα παρὰ φρένας ἤλυθε πλοῦτος,

### book 367.5.4

αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ’ ἐν δαπάναις,

### book 367.5.5

γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον

### book 367.10.1

τῇ θ’ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ.

### book 367.10.2

οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν

### book 367.10.3

οὐλομένης πενίης κῦμα παλιρρόθιον.

### book 367.10.4

Εὐκτήμων δ’ ἐδάκρυε τὸ δεύτερον, οὐκέτι κεῖνον,

### book 367.10.5

ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον.

### book 367.15.1

ἔγνω δ’, ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα

### book 367.15.2

τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.

### book 368.1.1

Τίς, πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον,

### book 368.1.2

οὔ ς’ ἐπιγιγνώσκω, τὸν Διὸς οἶδα μόνον·

### book 368.1.3

κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ

### book 368.1.4

τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων·

### book 368.5.1

τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον,

### book 368.5.2

πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον.

### book 369.1

Πάγκαλόν ἐστ’ ἐπίγραμμα τὸ δίστιχον· ἢν δὲ παρέλθῃς

### book 369

τοὺς τρεῖς, ῥαψῳδεῖς κοὐκ ἐπίγραμμα λέγεις.

### book 370.1.1

Οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ

### book 370.1.2

δορκάδα, τὸν δ’ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον·

### book 370.1.3

ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον, εἶτά με πλεκταὶ

### book 370.1.4

ἕλξαν ἐπ’ αἰγιαλοὺς δικτυβόλων παγίδες.

### book 370.5.1

ἤλιτον ἡ χέρσοιο μάτην φυγάς, οὐδ’ ἀδίκως με

### book 370.5.2

εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη.

### book 370.5.3

οὔποτ’ ἄγρης, ἁλιῆες, ἔτ’ ἄστοχον οἴσετε χεῖρα

### book 370.5.4

χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη.

### book 371.1.1

Δίκτυον ἐκθρῴσκοντα πολύπλοκον ἄρτι λαγωὸν

### book 371.1.2

σεῦε κύων θερμοῖς ἴχνεσιν ὠκυπόδην·

### book 371.1.3

τρηχὺν ὁ δ’ ἐκνεύσας ταχινῶς πάγον ἐς βαθὺ πόντου

### book 371.1.4

ἥλατ’ ἀλυσκάζων κῦμα παρακτίδιον.

### book 371.5.1

εἰνάλιος τὸν δ’ αἶψα κύων βρυχηδὸν ὀδοῦσιν

### book 371.5.2

μάρψε· κυσὶν τλήμων ἦν ἄρ’ ὀφειλόμενος.

### book 372.1.1

Λεπτὸν ὑφηναμένα ῥαδινοῖς ὑπὸ ποσσὶν ἀράχνα

### book 372.1.2

τέττιγα σκολιαῖς ἔνδετον εἶχε πάγαις.

### book 372.1.3

ἀλλ’ οὐ μὰν λεπταῖσιν ἐπαιάζοντα ποδίστραις

### book 372.1.4

τὸν φιλάοιδον ἰδὼν παῖδα παρετρόχασα,

### book 372.5

λύσας δ’ ἐκ βροχίδων ἀπεκούφισα καὶ τόδ’ ἔλεξα·

### book 372

„Σῴζου μουσείῳ φθεγγόμενος κελάδῳ.“

### book 373.1.1

Τίπτε με τὸν φιλέρημον ἀναιδέι, ποιμένες, ἄγρῃ

### book 373.1.2

τέττιγα δροσερῶν ἕλκετ’ ἀπ’ ἀκρεμόνων,

### book 373.1.3

τὴν Νυμφῶν παροδῖτιν ἀηδόνα κἤματι μέσσῳ

### book 373.1.4

οὔρεσι καὶ σκιεραῖς ξουθὰ λαλεῦντα νάπαις;

### book 373.5.1

ἠνίδε καὶ κίχλην καὶ κόσσυφον, ἠνίδε τόσσους

### book 373.5.2

ψᾶρας ἀρουραίης ἅρπαγας εὐπορίης·

### book 373.5.3

καρπῶν δηλητῆρας ἑλεῖν θέμις, ὄλλυτ’ ἐκείνους.

### book 373.5.4

φύλλων καὶ χλοερῆς τίς φθόνος ἐστὶ δρόσου;

### book 374.1.1

Ἀέναον Καθαρήν με παρερχομένοισιν ὁδίταις

### book 374.1.2

πηγὴν ἀμβλύζει γειτονέουσα νάπη·

### book 374.1.3

πάντῃ δ’ αὖ πλατάνοισι καὶ ἡμεροθαλλέσι δάφναις

### book 374.1.4

ἔστεμμαι σκιερὴν ψυχομένη κλισίην·

### book 374.5.1

τοὔνεκα μή με θέρευς παραμείβεο, δίψαν ἀλαλκὼν

### book 374.5.2

ἄμπαυσον παρ’ ἐμοὶ καὶ κόπον ἡσυχίῃ.

### book 375.1.1

Τίς ποτ’ ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχου

### book 375.1.2

ἀνὴρ ἀμπελίνου κλήματος ἐξέταμεν,

### book 375.1.3

χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταις

### book 375.1.4

εἴη νισομένοις ἡμιδαὲς σκύβαλον;

### book 375.5.1

εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργος

### book 375.5.2

ὅττι τιν’ αὐξομέναν ἔσβεσεν εὐφροσύναν·

### book 375.5.3

τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς

### book 375

ἤλυθεν ἢ γοεροῦ κάδεος ἔσχε λύσιν.

### book 376.1.1

Τίπτε με τὴν ἀνέμοισιν ἁλώσιμον, ἠλεὲ τέκτον,

### book 376.1.2

τήνδε πίτυν τεύχεις νῆα θαλασσοπόρον

### book 376.1.3

οὐδ’ οἰωνὸν ἔδεισας; ὅ τοι Βορέης μ’ ἐδίωξεν

### book 376.1.4

ἐν χθονί, πῶς ἀνέμους φεύξομαι ἐν πελάγει;

### book 377.1.1

Τάνταλος οὐδὲν ἔτρωγε· τινασσομένων γὰρ ὕπερθε

### book 377.1.2

καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν,

### book 377.1.3

καὶ διὰ τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα·

### book 377.1.4

εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα

### book 377.5.1

καὶ βραβίλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς

### book 377.5.2

δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων;

### book 377.5.3

ἡμεῖς δ’ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα,

### book 377.5.4

χέννια καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη,

### book 377.5.5

ὄρνια καὶ μόσχεια· μίαν δ’ ἐπιπίνομεν αὐτοῖς·

### book 377.10

πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα.

### book 378.1.1

Ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντι

### book 378.1.2

νυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ

### book 378.1.3

καὶ χρησμῳδῆσαι· „Κατακείμενος οὗτος ἀνίστω

### book 378.1.4

καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.“

### book 378.5.1

ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνο

### book 378.5.2

τειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί·

### book 378.5.3

σῶστρα δ’ ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος

### book 378.5.4

ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις.

### book 378.5.5

ἀλλ’ ὁ Σάραπις ἔχρησε πάλιν διὰ νυκτὸς ἐπιστάς·

### book 378.10.1

„Κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων;

### book 378.10.2

εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον

### book 378

νῦν ἔφυγες, σταυρῷ δ’ ἴσθι φυλαττόμενος.“

### book 379.1.1

Φασὶ παροιμιακῶς· „Κἂν ὗς δάκοι ἄνδρα πονηρόν.“

### book 379.1.2

ἀλλὰ τόδ’ οὐχ οὕτω, φημί, προσῆκε λέγειν,

### book 379.1.3

ἀλλά· „Δάκοι κἂν ὗς ἀγαθοὺς καὶ ἀπράγμονας ἄνδρας.“

### book 379.1.4

τὸν δὲ κακὸν δεδιὼς δήξεται οὐδὲ δράκων.

### book 380.1.1

Εἰ κύκνῳ δύναται κόρυδος παραπλήσιον ᾄδειν,

### book 380.1.2

τολμῷεν δ’ ἐρίσαι σκῶπες ἀηδονίσιν,

### book 380.1.3

εἰ κόκκυξ τέττιγος ἐρεῖ λιγυρώτερος εἶναι,

### book 380.1.4

ἶσα ποεῖν καὶ ἐγὼ Παλλαδίῳ δύναμαι.

### book 381.1

Ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,

### book 381.2

παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα

### book 381.3

πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε·

### book 381.4

χρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει,

### book 381.5.1

κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι

### book 381.5.2

νηχόμενος, καὶ λαῖτμα τάχισθ’ ἁλὸς ἐκπεράασκε

### book 381.5.3

νύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι·

### book 381.5.4

ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.

### book 381.5.5

ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι,

### book 381.10.1

παρθένος ἠίθεός τ’ ὀαρίζετον ἀλλήλοισιν

### book 381.10.2

εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας,

### book 381

οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην.

### book 382.1

Ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος,

### book 382.2

ψεύσομαι ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.

### book 382.3

ἀγροῦ ἐπ’ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,

### book 382.4

ναίει ἐυπλόκαμος δεινὴ θεὸς αὐδήεσσα,

### book 382.5.1

ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.

### book 382.5.2

εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἀκούσῃ,

### book 382.5.3

αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει.

### book 382.5.4

ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα;

### book 382.5.5

τὴν δ’ οὔτ’ ἀθρῆσαι δύναμ’ ἀντίον οὔτε νοῆσαι·

### book 382.10

ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις.

### book 383.1

Πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν.

### book 383.2

ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην.

### book 383.3

Πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην.

### book 383.4

Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην.

### book 383.5.1

Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει.

### book 383.5.2

〈σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν.〉

### book 383.5.3

Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς.

### book 383.5.4

εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι,

### book 383.5.5

λήια δ’ αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει,

### book 383.10.1

εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης,

### book 383.10.2

καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί,

### book 383.10.3

καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ.

### book 384.1

Ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα,

### book 384.2

Αὐσονίης θ’ ὕψος δέρκεται Ἠέλιος.

### book 384.3

αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω

### book 384

τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης.

### book 384.5.1

ἄρχετ’ Ἄρης ἀπ’ ἐμεῖο καὶ ἄνθεα καὶ γλάγος ἡδύ·

### book 384.5.2

ἴση δ’ εἰκοστῷ ἤματι νὺξ τελέθει.

### book 384.5.3

ἐντύνοι τημόσδε φυτοσκάφος ἔρνεα τάμνων

### book 384.5.4

ῥίζῃ ἐπ’ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα.

### book 384.5.5

οἴγεται ἄρτι θάλασσα, ἐφοπλίζοιτε δὲ νῆας·

### book 384.10.1

ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων.

### book 384.10.2

μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο,

### book 384.10.3

καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν.

### book 384.10.4

Καρκίνον Ἠέλιος μετανίσσεται, ἀστάχυας δὲ

### book 384.10.5

καρφαλέους κείρει γειοπόνος δρεπάνῃ.

### book 384.15.1

κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς· ἐν δὲ Λέοντι

### book 384.15.2

ἀτρεκέα τελέθει χεύματα Νηιάδων.

### book 384.15.3

βρίθω ἐγὼ σταφυλῇ, βρίθω δ’ ἐπὶ πάσῃ ὀπώρῃ·

### book 384.15.4

αὖθις δ’ ἰσοπαλὴς γίνεται ἤματι νύξ.

### book 384.15.5

τίς δέ κ’ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω,

### book 384.20.1

ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπ’ οἰνοπέδου;

### book 384.20.2

εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδη

### book 384.20.3

καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων.

### book 384.20.4

παύσασθαι νειοῦ κέλομαι· γλαγόωντι γὰρ ἤδη

### book 384.20.5

σπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει.

### book 385.1.1

Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων,

### book 385.1.2

Βῆτα δ’ ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ.

### book 385.1.3

Γάμμα δ’ ἄρ’ ἀμφ’ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.

### book 385

Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.

### book 385.5.1

Εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός·

### book 385.5.2

Ζῆτα δ’ ἄρ’ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ’ ὀαριστύς.

### book 385.5.3

Ἦτ’, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.

### book 385.5.4

Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος·

### book 385.5.5

ἐξεσίη δ’ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα.

### book 385.10.1

Κάππα δ’ ἄρ’, ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες.

### book 385.10.2

Λάμβδα δ’, ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.

### book 385.10.3

Μῦ, Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.

### book 385.10.4

Νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ.

### book 385.10.5

Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τ’ ἤπαφεν Ἥρη.

### book 385.15.1

Οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.

### book 385.15.2

Πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή.

### book 385.15.3

Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.

### book 385.15.4

Σῖγμα, Θέτις Ἀχιλῆι παρ’ Ἡφαίστου φέρεν ὅπλα·

### book 385.15.5

Ταῦ δ’, ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς.

### book 385.20.1

῏Υ, μακάρων ἔρις ὦρτο, φέρει δ’ ἐπὶ κάρτος Ἀχαιοῖς.

### book 385.20.2

Φῖ, κρατερῶς κατὰ χεύματ’ ἐδάμνατο Τρῶας Ἀχιλλεύς.

### book 385.20.3

Χῖ δ’ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ’ Ἀχιλλεύς.

### book 385.20.4

Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.

### book 385.20.5

Ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς.

### book 386.1

Ἁ Κύπρις πρῴαν γυμνάν ς’ ἐβόασεν ἰδοῦσα·

### book 386.2

„Φεῦ, φεῦ, πῶς σταγόνων ἔκτοθεν Οὐρανίων,

### book 386.3

ζαλώσας ὠδῖνα Θαλάσσας, ὁ θρασὺς ἄλλαν

### book 386

Νεῖλος ἀπὸ γλυκερῶν Κύπριν ἀνῆκε βυθῶν;“

### book 387.1.1

Ἕκτορ, Ἀρήιον αἷμα, κατὰ χθονὸς εἴ που ἀκούεις,

### book 387.1.2

χαῖρε καὶ ἄμπνευσον βαιὸν ὑπὲρ πατρίδος.

### book 387.1.3

Ἴλιον οἰκεῖται κλεινὴ πόλις ἄνδρας ἔχουσα

### book 387.1.4

σοῦ μὲν ἀφαυροτέρους, ἀλλ’ ἔτ’ ἀρηιφίλους·

### book 387.5.1

Μυρμιδόνες δ’ ἀπόλοντο. παρίστασο καὶ λέγ’ Ἀχιλλεῖ

### book 387.5.2

Θεσσαλίην κεῖσθαι πᾶσαν ὑπ’ Αἰνεάδαις.

### book 388,389.1

Θάρσυνοι· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον.

### book 388,389.2.1

Εἰμὶ μὲν εὐθώρηκος Ἐνυαλίου πολεμιστής·

### book 388,389.2.2

εἰμὶ δὲ καὶ θεράπων Ἑλικωνίου Ἀπόλλωνος

### book 388,389.2.3

αὐτοῖς ἐν πρώτοισι λελεγμένος ἀσπιδιώταις.

### book 390.1.1

Παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρ

### book 390.1.2

θεῖσα καὶ ἀπλήστῳ δαίμονι μεμφομένη

### book 390.1.3

τέτρατον ἄλγος ἔτικτε καὶ οὐκ ἀνέμεινεν ἀδήλους

### book 390.1.4

ἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος

### book 390.5

„Οὐ θρέψω“ λέξασα· „τί γὰρ πλέον; Ἄϊδι μαστοὶ

### book 390

κάμνετε· κερδήσω πένθος ἀμοχθότερον.“

### book 391.1.1

Τὰν ἥβαν ἐς ἄεθλα πάλας ἤσκησε κραταιᾶς

### book 391.1.2

ἅδε Ποσειδῶνος καὶ Διὸς ἁ γενεά·

### book 391.1.3

κεῖται δέ σφιν ἀγὼν οὐ χάλκεος ἀμφὶ λέβητος,

### book 391.1.4

ἀλλ’ ὅστις ζωὰν οἴσεται ἢ θάνατον.

### book 391.5.1

Ἀνταίου τὸ πτῶμα, πρέπει δ’ Ἡρακλέα νικᾶν

### book 391.5.2

τὸν Διός. Ἀργείων ἁ πάλα, οὐ Λιβύων.

### book 392.1.1

Εἴ τις ἀπάγξασθαι μὲν ὀκνεῖ, θανάτου δ’ ἐπιθυμεῖ,

### book 392.1.2

ἐξ Ἱερᾶς Πόλεως ψυχρὸν ὕδωρ πιέτω.

### book 393.1.1

Οὐδεὶς καὶ καθαρὸς καὶ μείλιχος ἤλυθεν ἄρχων·

### book 393.1.2

ἓν γὰρ ἑνὸς δοκέει δόγματος ἀντίπαλον·

### book 393.1.3

τὸ γλυκὺ τοῦ κλέπτοντος, ὑπερφιάλου δὲ τὸ ἁγνόν.

### book 393.1.4

ὄργανα τῆς ἀρχῆς ταῦτα δύ’ ἐστὶ πάθη.

### book 394.1.1

Χρυσέ, πάτερ κολάκων, ὀδύνης καὶ φροντίδος υἱέ,

### book 394.1.2

καὶ τὸ ἔχειν σε φόβος, καὶ μὴ ἔχειν ς’ ὀδύνη.

### book 395.1.1

„Ὡς οὐδὲν γλύκιον ἧς πατρίδος,“ εἶπεν Ὀδυσσεύς·

### book 395.1.2

ἐν γὰρ τοῖς Κίρκης ἔκχυτον οὐκ ἔφαγεν,

### book 395.1.3

οὗ μόνον εἰ καὶ καπνὸν ἀποθρῴσκοντ’ ἐνόησεν,

### book 395

εἶπεν ἂν οἰμώζειν καὶ δέκα Πηνελόπαις.

### book 396.1.1

Ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳ

### book 396.1.2

ἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας·

### book 396.1.3

καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος, ὠκὺ δ’ ἀπέπτα

### book 396.1.4

ἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας.

### book 396.5.1

ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸν

### book 396.5.2

Ἄρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης.

### book 397.1.1

Φεῦγε Λάκων ποτὲ δῆριν, ὑπαντιάσασα δὲ μήτηρ

### book 397.1.2

εἶπε κατὰ στέρνων ἆορ ἀνασχομένη·

### book 397.1.3

„Ζώων μὲν σέο μητρὶ διαμπερὲς αἶσχος ἀνάπτεις

### book 397.1.4

καὶ κρατερῆς Σπάρτης πάτρια θεσμὰ λύεις·

### book 397.5.1

ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσω

### book 397.5.2

δύσμορος, ἀλλ’ ἐν ἐμῇ πατρίδι σῳζομένη.“

### book 398.1.1

Ὁλκὰς ὕδωρ προφυγοῦσα πολυφλοίσβοιο θαλάσσης

### book 398.1.2

ἐν χθονὸς ἀγκοίναις ὤλετο μητριάσιν·

### book 398.1.3

ἱσταμένην γὰρ πυρσὸς ἐπέφλεγε· καιομένη δὲ

### book 398.1.4

δυσμενέων ὑδάτων συμμαχίην ἐκάλει.

### book 399.1

Ἠέλιον νίκησε τεὸς νόος ἡδὺ φαείνων,

### book 399.2

αἰὲν ἀπαστράπτων βροτοφεγγέα πάνσοφον αἴγλην,

### book 399

ἡδυφαῆ, χαρίεσσαν, ἀπαστράπτουσαν ἀλύπως.

### book 400.1.1

Ὅταν βλέπω σε, προσκυνῶ, καὶ τοὺς λόγους,

### book 400.1.2

τῆς παρθένου τὸν οἶκον ἀστρῷον βλέπων·

### book 400.1.3

εἰς οὐρανὸν γάρ ἐστί σου τὰ πράγματα,

### book 400.1.4

Ὑπατία σεμνή, τῶν λόγων εὐμορφία,

### book 400.5

ἄχραντον ἄστρον τῆς σοφῆς παιδεύσεως.

### book 401.1.1

Ἡ φύσις ἐξεῦρεν φιλίης θεσμοὺς ἀγαπῶσα

### book 401.1.2

τῶν ἀποδημούντων ὄργανα συντυχίης,

### book 401.1.3

τὸν κάλαμον, χάρτην, τὸ μέλαν, τὰ χαράγματα χειρός,

### book 401.1.4

σύμβολα τῆς ψυχῆς τηλόθεν ἀχνυμένης.

### book 402.1

Τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.

### book 403.1.1

Αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι ληνοῦ

### book 403.1.2

λακτιστής, ἔργου δ’ ἡγέο νυκτερίου,

### book 403.1.3

λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείην

### book 403.1.4

λάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτων·

### book 403.5

εὔγλωσσον δ’ ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶνας

### book 403

οἶνον ἐπὶ ψαιστοῖς καὶ λασίῃ χιμάρῳ.

### book 404.1.1

Ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν,

### book 404.1.2

ἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι,

### book 404.1.3

προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας,

### book 404.1.4

οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων,

### book 404.5.1

γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα

### book 404.5.2

πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου.

### book 404.5.3

χαίροιτ’, εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε,

### book 404.5.4

αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες.

### book 405.1.1

Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι

### book 405.1.2

παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις·

### book 405.1.3

δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε,

### book 405.1.4

δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης

### book 405.5.1

καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα,

### book 405.5.2

Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ ἀθανάτων.

### book 406.1.1

Ἀργυρέη κρηνίς με, τὸν οὐκέτι μακρὰ βοῶντα

### book 406.1.2

βάτραχον, οἰνηραῖς ἔσχεν ὑπὸ σταγόσιν·

### book 406.1.3

κεῖμαι δ’ ἐν Νύμφαις, κείναις φίλος οὐδὲ Λυαίῳ

### book 406.1.4

ἐχθρός, ὑπ’ ἀμφοτέρων λουόμενος σταγόσιν.

### book 406.5

ὀψέ ποτ’ εἰς Διόνυσον ἐκώμασα. φεῦ, τίνες ὕδωρ

### book 406

πίνουσιν μανίην σώφρονα μαινόμενοι;

### book 407.1.1

Δμώιον Ἱπποκράτευς ἔθανε βρέφος ἐς πλατὺ πόντου

### book 407.1.2

χεῖλος γειτοσύνης ἑρπύσαν ἐκ καλύβης,

### book 407.1.3

πλεῖον ἐπεὶ μαζῶν ἔπιεν ποτόν. ἔρρε, θάλασσα,

### book 407.1.4

ἣ βρέφος ὡς μήτηρ ψεύσαο δεξαμένη.

### book 408.1.1

Εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταις

### book 408.1.2

ἢ Λητοῖ στῆναι μαῖαν ἀλωομένῃ,

### book 408.1.3

οὐκ ἂν χητοσύνην τόσον ἔστενον. οἲ ἐμὲ δειλήν,

### book 408.1.4

ὅσσαις Ἑλλήνων νηυσὶ παραπλέομαι

### book 408.5.1

Δῆλος ἐρημαίη, τὸ πάλαι σέβας· ὀψέ πῃ Ἥρη

### book 408.5.2

Λητοῦς, ἀλλ’ οἰκτρὴν τήνδ’ ἐπέθηκε δίκην.

### book 409.1.1

Εἴ τινα μὴ τέρπει λωτοῦ μέλος ἢ γλυκὺς ἦχος

### book 409.1.2

ψαλμῶν ἢ τριγέρων νεκτάρεος Βρόμιος

### book 409.1.3

ἢ πεῦκαι, κοῦροι, στέφανοι, μύρα, λειτὰ δὲ δειπνῶν

### book 409.1.4

λαθροπόδας τρώκταις χερσὶ τίθησι τόκους,

### book 409.5

οὗτος ἐμοὶ τέθνηκε· μεριμνητὴν δὲ παρέρπω

### book 409

νεκρὸν ἐς ἀλλοτρίους φειδόμενον φάρυγας.

### book 410.1.1

Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρης

### book 410.1.2

δειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος,

### book 410.1.3

νευρολάλον Φοίβου χορδὴν θρίσεν· ἡ δ’ ἐπὶ πῆχυν

### book 410.1.4

ἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν.

### book 410.5.1

τόξων εὐστοχίην θαυμάζομεν, ὃς δὲ κατ’ ἐχθρῶν

### book 410.5.2

ἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει.

### book 411.1.1

Ἤλλακτ’ ἐξαπίνης Κορνήλιος οὐδ’ ἔτι λιτῷ

### book 411.1.2

τέρπεται ἡμετέρῳ μουσοχαρεῖ βιότῳ·

### book 411.1.3

κούφης δ’ αἰωρεῖται ἀπ’ ἐλπίδος· οὐκέτι δ’ ἡμεῖς

### book 411.1.4

οἱ πάρος, ἀλλ’ ἑτέρης ἐλπίδος ἐκκρέμαται.

### book 411.5.1

εἴκωμεν, ψυχή, πεπαλαίσμεθα, μηδὲ βιάζου·

### book 411.5.2

εἰς ἔδαφος τέχνης κείμεθ’ ὑπ’ ἀργυρέης.

### book 412.1.1

Ἤδη καὶ ῥόδον ἐστὶ καὶ ἀκμάζων ἐρέβινθος

### book 412.1.2

καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτοτόμου

### book 412.1.3

καὶ μαίνη σαλαγεῦσα καὶ ἀρτιπαγὴς ἁλίτυρος

### book 412.1.4

καὶ θριδάκων οὔλων ἀφροφυῆ πέταλα.

### book 412.5.1

ἡμεῖς δ’ οὔτ’ ἀκτῆς ἐπιβαίνομεν οὔτ’ ἐν ἀπόψει

### book 412.5.2

γινόμεθ’ ὡς αἰεί, Σωσύλε, τὸ πρότερον·

### book 412.5.3

καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον,

### book 412

νῦν δ’ αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν.

### book 413.1.1

Ἡ τερεβινθώδης ὀλιγάμπελος οἷά τε βαιὴ

### book 413.1.2

νησίς, ἀλλ’ ὁμαλὴ πᾶσα καὶ ἀστύφελος·

### book 413.1.3

αἱ δ’ ἀγχοῦ μεγάλαι τε καὶ εὐρέες, ἀλλ’ ἐπὶ πουλὺ

### book 413.1.4

τρηχεῖαι, μεγέθει τοῦτο περισσότεραι.

### book 413.5.1

καρποῖς, οὐ σταδίοισιν ἐρίζομεν· οὐδὲ γὰρ αὖλαξ

### book 413.5.2

Αἰγύπτου Λιβύης ψάμμου ἐπιστρέφεται.

### book 414.1.1

Ἡ παλίουρος ἐγώ, τρηχὺ ξύλον, οὖρος ἐν ἕρκει.

### book 414.1.2

τίς μ’ ἄφορον λέξει, τὴν φορίμων φύλακα;

### book 415.1.1

Ἤμην καὶ προπάροιθε συνέμπορος ἀνέρι κέρδους,

### book 415.1.2

ἡνίκα δημοτέρην Κύπριν ἐναυτολόγει·

### book 415.1.3

κεῖθεν καὶ συνέπηξεν ἐμὴν τρόπιν, ὄφρα με λεύσσῃ

### book 415.1.4

Κύπρις τὴν ἀπὸ γῆς εἰν ἁλὶ ῥεμβομένην.

### book 415.5.1

ἔστιν ἑταίρειος μὲν ἐμοὶ στόλος, εἰσὶ δὲ λεπτὰ

### book 415.5.2

κάρπασα καὶ λεπτὸν φῦκος ὑπὲρ σανίδων·

### book 415.5.3

ναυτίλοι, ἀλλ’ ἄγε πάντες ἐμῆς ἐπιβαίνετε πρύμνης

### book 415

θαρραλέως, πολλοὺς οἶδα φέρειν ἐρέτας.

### book 416.1.1

Ἡ ναῦς ἀπ’ ἔργων Κύπριδος γομφουμένη

### book 416.1.2

πρὸς τὸν γενάρχην πόντον ἤλυθον θεοῦ·

### book 416.1.3

ἀνὴρ γὰρ ὥρης μ’ ἔμπορος τεκτήνατο

### book 416.1.4

καλέσας „Ἑταίρην“· εἰμὶ γὰρ πᾶσιν φίλη.

### book 416.5.1

ἔμβαινε θαρρῶν, μισθὸν οὐκ αἰτῶ βαρύν·

### book 416.5.2

ἐλθόντα δέχομαι πάντα· βαστάζω ξένον

### book 416.5.3

ἀστόν τ’· ἐπὶ γαίης κἠν βυθῷ μ’ ἐρέσσετε.

### book 417.1.1

Θηρευτὴν Λάμπωνα, Μίδου κύνα, δίψα κατέκτα

### book 417.1.2

καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον.

### book 417.1.3

ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲς

### book 417.1.4

πίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ·

### book 417.5.1

πῖπτε δ’ ἀπαυδήσας, ἡ δ’ ἔβλυσεν. ἦ ἄρα, Νύμφαι,

### book 417.5.2

Λάμπωνι κταμένων μῆνιν ἔθεσθ’ ἐλάφων.

### book 418.1.1

Ἴσχετε χεῖρα μυλαῖον, ἀλετρίδες, εὕδετε μακρά,

### book 418.1.2

κἢν ὄρθρον προλέγῃ γῆρυς ἀλεκτρυόνων·

### book 418.1.3

Δηὼ γὰρ Νύμφαισι χερῶν ἐπετείλατο μόχθους·

### book 418.1.4

αἱ δὲ κατ’ ἀκροτάτην ἁλλόμεναι τροχιὴν

### book 418.5.1

ἄξονα δινεύουσιν· ὁ δ’ ἀκτίνεσσιν ἑλικταῖς

### book 418.5.2

στρωφᾷ Νισυρίων κοῖλα βάρη μυλάκων.

### book 418.5.3

γευόμεθ’ ἀρχαίου βιότου πάλιν, εἰ δίχα μόχθου

### book 418

δαίνυσθαι Δηοῦς ἔργα διδασκόμεθα.

### book 419.1.1

Κἢν μυχὸν Ὀρκυναῖον ἢ ἐς πύματον Σολόεντα

### book 419.1.2

ἔλθῃ καὶ Λιβυκῶν κράσπεδον Ἑσπερίδων

### book 419.1.3

Καῖσαρ ὁ πουλυσέβαστος, ἅμα κλέος εἶσιν ἐκείνῳ

### book 419.1.4

πάντῃ· Πυρήνης ὕδατα μαρτύρια·

### book 419.5.1

οἷσι γὰρ οὐδὲ πέριξ δρυτόμοι ἀπεφαιδρύναντο

### book 419.5.2

λουτρὰ καὶ ἠπείρων ἔσσεται ἀμφοτέρων.

### book 420.1.1

Μὴ κλαίων τὸν Ἔρωτα δόκει, Τηλέμβροτε, πείσειν

### book 420.1.2

μηδ’ ὀλίγῳ παύσειν ὕδατι πῦρ ἀπνεές·

### book 420.1.3

χρυσὸς Ἔρωτος ἀεὶ παιώνιος, ἐσβέσθη δὲ

### book 420.1.4

οὐδὲ τότ’ ἐν πολλῷ τικτόμενος πελάγει.

### book 421.1.1

Νῆσοι ἐρημαῖαι, τρύφεα χθονός, ἃς κελαδεινὸς

### book 421.1.2

ζωστὴρ Αἰγαίου κύματος ἐντὸς ἔχει,

### book 421.1.3

Σίφνον ἐμιμήσασθε καὶ αὐχμηρὴν Φολέγανδρον,

### book 421.1.4

τλήμονες, ἀρχαίην δ’ ὠλέσατ’ ἀγλαΐην.

### book 421.5.1

ἦ ῥ’ ὑμᾶς ἐδίδαξεν ἕνα τρόπον ἡ τότε λευκὴ

### book 421.5.2

Δῆλος ἐρημαίου δαίμονος ἀρξαμένη.

### book 422.1.1

„Πρὸς παίδων“, εἶπεν, „γουνάζομαι, ἤν με θανοῦσαν

### book 422.1.2

στείλῃς, μὴ σπεῖσαι δεύτερα φίλτρα γάμου.“

### book 422.1.3

εἶπεν· ὁ δ’ εἰς ἑτέρην ἐσπούδασεν. ἀλλὰ Φίλιννα

### book 422.1.4

Διογένην λήθης τίσατο καὶ φθιμένη·

### book 422.5

νυκτὶ γὰρ ἐν πρώτῃ θάλαμον σχάσε μῆνις ἄφυκτος,

### book 422

ὡς μὴ λέκτρον ἰδεῖν δεύτερον ἠέλιον.

### book 423.1.1

Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις αἵ τ’ Ἀλυάττου

### book 423.1.2

Σάρδιες, αἳ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι,

### book 423.1.3

αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον

### book 423.1.4

ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι,

### book 423.5.1

νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι

### book 423.5.2

ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε.

### book 423.5.3

Βοῦρα καὶ ἶς’ Ἑλίκη κεκλυσμέναι· αἱ δ’ ἐνὶ χέρσῳ

### book 423.5.4

Σάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος.

### book 424.1.1

Ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι

### book 424.1.2

νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε;

### book 424.1.3

οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης

### book 424.1.4

αὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα.

### book 424.5.1

ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτρεπον ὄμμα;

### book 424.5.2

αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην.

### book 424.5.3

κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα

### book 424.5.4

εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις.

### book 425.1.1

Ἅδ’ ἐγὼ ἁ τλάμων ἄπολις πόλις ἄμμιγα νεκροῖς

### book 425.1.2

ἐνναέταις κεῖμαι ἁ παναποτμοτάτα·

### book 425.1.3

Ἥφαιστός μ’ ἐδάμασσε μετὰ κλόνον Ἐννοσιγαίου,

### book 425.1.4

φεῦ, ἀπὸ τοσσατίου κάλλεός εἰμι κόνις.

### book 425.5

ἀλλὰ παραστείχοντες ἐμὰν στοναχήσατε μοῖραν,

### book 425

σπείσατε Βηρυτῷ δάκρυα καὶ φθιμένᾳ.

### book 426.1.1

Ποῦ τελέθει Κύπρις πολιήοχος, ὄφρα νοήσῃ

### book 426.1.2

ἔνδιον εἰδώλων τὴν πρὶν ἕδος Χαρίτων;

### book 426.1.3

τύμβος ἀταρχύτων μερόπων πόλις, ἧς ὑπὸ τέφρην

### book 426.1.4

αἱ Βερόης πολλαὶ κείμεθα χιλιάδες.

### book 426.5.1

γράψαθ’ ἑνὸς καθύπερθε λίθου, φίλα λείψανα φωτῶν·

### book 426.5.2

„Βηρυτὸς γοερὴ κεῖται ὑπὲρ δαπέδων.“

### book 427.1.1

Ναυτίλε, μὴ στήσῃς δρόμον ὁλκάδος εἵνεκ’ ἐμεῖο,

### book 427.1.2

λαίφεα μὴ λύσῃς· χέρσον ὁρᾷς λιμένα,

### book 427.1.3

τύμβος ὅλη γενόμην· ἕτερον δ’ ἐς ἀπενθέα χῶρον

### book 427.1.4

δουπήσει κώπη νηὸς ἐπερχομένης·

### book 427.5.1

τοῦτο Ποσειδάωνι φίλον ξενίοις τε θεοῖσιν.

### book 427.5.2

χαίρεθ’ ἁλιπλανέες, χαίρεθ’ ὁδοιπλανέες.

### book 428.1.1

Σοί με, Θρηικίης σκυληφόρε, Θεσσαλονίκη

### book 428.1.2

μήτηρ ἡ πάσης πέμψε Μακηδονίης·

### book 428.1.3

ἀείδω δ’ ὑπὸ σοὶ δεδμημένον Ἄρεα Βεσσῶν,

### book 428.1.4

ὅσς’ ἐδάην πολέμου, πάντ’ ἀναλεξάμενος.

### book 428.5

ἀλλά μοι ὡς θεὸς ἔσσο κατήκοος, εὐχομένου δὲ

### book 428

κλῦθι. τίς ἐς Μούσας οὔατος ἀσχολίη;

### book 429.1.1

Τὸν σκοπὸν Εὐβοίης ἁλικύμονος ᾖσεν Ἀριστὼ

### book 429.1.2

Ναύπλιον· ἐκ μολπῆς δ’ ὁ θρασὺς ἐφλεγόμην,

### book 429.1.3

ὁ ψεύστης δ’ ὑπὸ νύκτα Καφηρείης ἀπὸ πέτρης

### book 429.1.4

πυρσὸς ἐμὴν μετέβη δυσμόρου ἐς κραδίην.

### book 430.1.1

Τῆς ὄιος γενεὴ μὲν Ἀγαρρική, ἔνθα τ’ Ἀράξεω

### book 430.1.2

ὕδωρ πιλοφόροις πίνεται Ἀρμενίοις·

### book 430.1.3

χαῖται δ’, οὐ μήλοις ἅτε που μαλακοῖς ἔπι μαλλοί,

### book 430.1.4

ψεδναὶ δ’ ἀγροτέρων τρηχύτεραι χιμάρων.

### book 430.5.1

νηδὺς δὲ τριτοκεῖ ἀνὰ πᾶν ἔτος, ἐκ δὲ γάλακτος

### book 430.5.2

θηλὴ ἀεὶ μαστοῦ πλήθεται οὐθατίου·

### book 430.5.3

βληχὴ δ’ ἀσσοτάτω τερένης μυκήματι μόσχου·

### book 430.5.4

ἄλλα γὰρ ἀλλοῖαι πάντα φέρουσι γέαι.

### book 431

Καὶ χρυσὸν φιλέω καὶ δήιον Ἄρεα φεύγω.

### book 432.1.1

Ἆ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς

### book 432.1.2

δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος;

### book 432.1.3

οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν·

### book 432.1.4

τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος,

### book 432.5

αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας

### book 432

ὀστίον οὐδὲ τέφρα λείπετ’ ἀποιχομένας;

### book 433.1.1

Λῇς, ποτὶ τᾶν Νυμφᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι

### book 433.1.2

ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος

### book 433.1.3

ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βουκόλος ἄμμιγα θέλξει

### book 433.1.4

Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος·

### book 433.5.1

ἐγγὺς δὲ στάντες λασιαύχενος ἄντρου ὄπισθεν

### book 433.5.2

Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

### book 434.1.1

Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα,

### book 434.1.2

εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,

### book 434.1.3

υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης·

### book 434.1.4

Μοῦσαν δ’ ὀθνείαν οὔ τιν’ ἐφελκυσάμαν.

### book 435.1.1

Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα·

### book 435.1.2

θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἐρχομένης.

### book 435.1.3

ἄλλος τις πρόφασιν λεγέτω, τὰ δ’ ὀθνεῖα Κάικος

### book 435

χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.

### book 436.1

Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα

### book 436.2

ὑπῆρχεν· ἡ βάσις δὲ τοῦ μὲν εἴκοσι,

### book 436.3

τοῦ δ’ ἑπτά, τοῦ δὲ πέντε, τοῦ δὲ δώδεκα,

### book 436.4

τοῦ δὲ διηκοσίοισι νεωτέρη ἥδ’ ἐνιαυτοῖς·

### book 436.5

τοσσόσδ’ ἀριθμὸς ἐξέβη μετρούμενος.

### book 437.1.1

Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε, κάμψας

### book 437.1.2

σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,

### book 437.1.3

τρισκελές, αὐτόφλοιον, ἀνούατον, ἀλλὰ φάλητι

### book 437.1.4

παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.

### book 437.5.1

ἕρκος δ’ εὐίερον περιδέδρομεν· ἀέναον δὲ

### book 437.5.2

ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει

### book 437.5.3

δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ,

### book 437.5.4

ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι

### book 437.5.5

ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς

### book 437.10.1

κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη·

### book 437.10.2

ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι

### book 437.10.3

μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.

### book 437.10.4

ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριάπῳ

### book 437.10.5

εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,

### book 437.15.1

κεὐθὺς ἀπορρέξειν χίμαρον καλόν· ἢν δ’ ἀνανεύσῃ,

### book 437.15.2

τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·

### book 437.15.3

ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω

### book 437

σακίταν· νεύοι δ’ εὐμενέως ὁ θεός.

### book 438.1.1

Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκ’ ἔτενδε

### book 438.1.2

γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα,

### book 438.1.3

μηνίσας ὁ πρέσβυς ἐς ὕδατα κρωσσὸν ἔβαψεν,

### book 438.1.4

ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν·

### book 438.5.1

οἱ δὲ νέας 〈κάρφασ〉 ἀχυρίτιδας ἀντιφέροντες

### book 438.5.2

αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν.

### book 438.5.3

ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν

### book 438.5.4

ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας.

### book 439.1.1

Βρέγμα πάλαι λαχναῖον ἐρημαῖόν τε κέλυφος

### book 439.1.2

ὄμματος ἀγλώσσου θ’ ἁρμονίη στόματος,

### book 439.1.3

ψυχῆς ἀσθενὲς ἕρκος, ἀτυμβεύτου θανάτοιο

### book 439.1.4

λείψανον, εἰνόδιον δάκρυ παρερχομένων,

### book 439.5.1

κεῖσο πέλας πρέμνοιο παρ’ ἀτραπόν, ὄφρα 〈μάθῃ τισ〉

### book 439.5.2

ἀθρήσας, τί πλέον φειδομένῳ βιότου.

### book 440.1.1

Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·

### book 440.1.2

„Εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,

### book 440.1.3

δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ,

### book 440.1.4

μισθόν τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃς νιν,

### book 440.5.1

οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ’, ὦ ξένε, καὶ πλέον ἑξεῖς.

### book 440.5.2

ἔστι δ’ ὁ παῖς περίσαμος, ἐν εἴκοσι πᾶσι μάθοις νιν.

### book 440.5.3

χρῶτα μὲν οὐ λευκός, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτοῦ

### book 440.5.4

δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·

### book 440.5.5

οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά·

### book 440.10.1

ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς,

### book 440.10.2

οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.

### book 440.1

εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ πρόσωπον.

### book 440.2

μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει·

### book 440.3

βάλλει δ’ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.

### book 440.15.1

γυμνὸς μὲν τό γε σῶμα, νόος δέ οἱ ἐμπεπύκασται·

### book 440.15.2

καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,

### book 440.15.3

ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται·

### book 440.15.4

τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον·

### book 440.15.5

τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται·

### book 440.20.1

καὶ χρύσεον περὶ νῶτα φαρέτριον· ἔνδοθι δ’ ἐντὶ

### book 440.20.2

τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.

### book 440.20.3

πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ

### book 440.20.4

βαιὰ λαμπὰς ἐοῖσα, τὸν ἅλιον αὐτὸν ἀναίθει.

### book 440.20.5

ἢν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς·

### book 440.25.1

κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο, μή σε πλανήσῃ·

### book 440.25.2

κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,

### book 440.25.3

φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.

### book 440.25.4

ἢν δὲ λέγῃ ‚Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,‛

### book 440.25.5

μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.“

### book 441.1.1

Τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα,

### book 441.1.2

τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον.

### book 441.1.3

ὀχθήσας δ’ ἄρ’ ἔειπον· „Ἀλεξίκακε τρισέληνε,

### book 441.1.4

μηδέποθ’ ἡττηθεὶς σήμερον ἐξετάθης;“

### book 441.5

νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς·

### book 441

„Καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.“

### book 442.1.1

Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα

### book 442.1.2

εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ

### book 442.1.3

καί μιν θῆκε σύνευνον· ὁ δ’ ἐκ βιότοιο πενιχροῦ

### book 442.1.4

δέξατο παντοίης ὄγκον ἀγηνορίης.

### book 442.5.1

ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν·

### book 442.5.2

„Οὐ τεὸς οὗτος ἀγών, ἀλλ’ ἐμός ἐστιν“ ἔφη.

### book 443.1.1

Μή ποτε κοιλήνῃς παφίῃ νόον· ἀντιτύπου γὰρ

### book 443.1.2

εὐθὺς ἀποθρῴσκει κοῦφος Ἔρως κραδίης.

### book 443.1.3

οἶστρος ὀλισθήεσσαν ἔχει φύσιν· ἤν τις ὀιστοῦ

### book 443.1.4

ἄκρον ἕλῃ φλογεροῦ, δύεται ἐντὸς ὅλος.

### book 443.5.1

ἐλπίδι μὴ θέλξῃς φρένα μαχλάδι· γυιοβόρον γὰρ

### book 443.5.2

πῦρ ὑποριπίζει θυμὸν ἐφελκομένη.

### book 444.1.1

Καλὰ τὰ παρθενίης κειμήλια· παρθενίη δὲ

### book 444.1.2

τὸν βίον ὤλεσς’ ἂν πᾶσι φυλασσομένη.

### book 444.1.3

τοὔνεκεν εὐθέσμως ἄλοχον λάβε καί τινα κόσμῳ

### book 444.1.4

δὸς βροτὸν ἀντὶ σέθεν· φεῦγε δὲ μαχλοσύνην.

### book 445.1.1

Ἤθελε μὲν βασιλεύς σε βοηθόον εἰσέτι πέμπειν

### book 445.1.2

ἄστεσι τειρομένοις δευομένων μερόπων,

### book 445.1.3

Τητιανὲ χρύσειε· σὺ δ’ ἐν βιότοιο γαλήνῃ

### book 445.1.4

πατρίδα καὶ κλῆρον σὸν προβέβουλας ἔχειν,

### book 445.5

αὔξων σῶν προγόνων κτέρας ἔνδικον· ἀρχομένων γὰρ

### book 445

πλοῦτον ὅτι στυγέεις, σύνθρονος οἶδε Δίκη.

### book 446.1.1

Ἡδέα πάντα κέλευθα λάχεν βίος· ἄστεϊ μέσσῳ

### book 446.1.2

εὖχος, ἑταιρεῖαι· κρυπτὰ δόμοισιν ἄχη·

### book 446.1.3

ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χθὼν

### book 446.1.4

γνώσιας· ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει,

### book 446.5.1

τοῖς δ’ ἀγάμοις ἄφροντις ἀεὶ βίος· ἕρκος ἐτύχθη

### book 446.5.2

πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος·

### book 446.5.3

ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι.

### book 446.5.4

ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος.

### book 447.1.1

Μήτηρ υἷα λιπόντα μάχην μετὰ πότμον ἑταίρων

### book 447.1.2

ἔκτανεν ὠδίνων μνῆστιν ἀνηναμένη·

### book 447.1.3

καὶ γὰρ γνήσιον αἷμα διακρίνει Λακεδαίμων

### book 447.1.4

ἀλκῇ μαρναμένων, οὐ γενεῇ βρεφέων.

### book 448.1

Ἄνδρες ἀπ’ Ἀρκαδίης ἁλιήτορες, ἦ ῥ’ ἔχομέν τι; —

### book 448.2

„Ὅσς’ ἕλομεν, λιπόμεσθ’· ὅσς’ οὐχ ἕλομεν, φερόμεσθα.“

### book 449.1

Τίς πυρὶ πῦρ ἐδάμασσε; τίς ἔσβεσε λαμπάδι πυρσόν;

### book 449.2

τίς κατ’ ἐμῆς νευρῆς ἑτέρην ἐτανύσσατο νευρήν;

### book 449

καινὸς Ἔρως κατ’ Ἔρωτος ἐμῷ μένει ἰσοφαρίζει.

### book 450.1.1

Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες

### book 450.1.2

αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες,

### book 450.1.3

ἀπηγξάμην ἄν, ὥστ’ ἰδεῖν Εὐριπίδην.

### book 451.1

Σός με πόσις κακοεργὸς ἐνὶ σπήλυγγι βαθείῃ

### book 451.2

μουνώσας βαρύποτμον, ἐμὴν ἀπέκερσε κορείην·

### book 451.3

στυγνὰ δέ μοι πόρεν ἕδνα πολυτλήτοιο γάμοιο·

### book 451.4

γλῶσσαν ἐμὴν ἐθέρισσε καὶ ἔσβεσεν Ἑλλάδα φωνήν.

### book 452.1

Χαῖρε, Πρόκνη, παρὰ σεῖο κασιγνήτης Φιλομήλης,

### book 452.2

χαίρειν εἰ τόδε γ’ ἔστιν· ἐμοῦ δέ σοι ἄλγεα θυμοῦ

### book 452.3

πέπλος ἀπαγγείλειε, τά μοι λυγρὸς ὤπασε Τηρεύς,

### book 452.4

ὅς μ’ ἕρξας βαρύποτμον ἐν ἕρκεσι μηλονομήων,

### book 452.5

πρῶτον παρθενίης, μετέπειτα δ’ ἐνόσφισε φωνῆς.

### book 453.1

Αὐτὸς ὁ βοῦς ἱκέτης ἐπιβώμιος, αἰθέριε Ζεῦ,

### book 453.2

μυκᾶται ψυχὴν ῥυόμενος θανάτου.

### book 453.3

ἀλλὰ μέθες, Κρονίδη, τὸν ἀροτρέα· καὶ σὺ γὰρ αὐτὸς

### book 453

πορθμεὺς Εὐρώπης ταῦρος, ἄναξ, ἐγένου.

### book 454

Οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.

### book 455

Ἤειδον μὲν ἐγών, ἐχάρασσε δὲ θεῖος Ὅμηρος.

### book 456.1

Εἰ ποθέειν μ’ ἐδίδαξας ἐν οὔρεσι ταῦρον ἀλήτην,

### book 456.2

μυκηθμόν με δίδαξον, ὅπως φίλον ἄνδρα καλέσσω.

### book 457.1

Ἔγνως νῦν, Ἀγάμεμνον, ἐμὸν φθισήνορα θυμόν;

### book 457.2

ἔγνως, ἐν σταδίῃσιν ὅσον σθένος Ἕκτορός ἐστι;

### book 457.3

νῦν γὰρ πάντες ὄλοντο τεῇ πολυπήμονι λώβῃ·

### book 457.4

σοὶ δ’ αὐτῷ μέγα πῆμα φάνη, θανάτοιο χέρειον·

### book 457.5.1

ἀφροσύνης κακὰ ἔργα καὶ ἄσχετα πένθεα πάσχεις,

### book 457.5.2

ὃς πᾶσιν Δαναοῖσιν ἀρήιον ἕρκος ἐτύχθης.

### book 458.1

Χαῖρ’, Ἰθάκη· μετ’ ἄεθλα, μετ’ ἄλγεα πικρὰ θαλάσσης

### book 458.2

ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω

### book 458.3

Λαέρτην ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον·

### book 458.4

σὸς γὰρ ἔρως κατέθελξεν ἐμὸν νόον· οἶδα καὶ αὐτός,

### book 458.5

„ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.“

### book 459.1

Ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς·

### book 459.2

ζωὸς ἐὼν ἐνόησεν, ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι,

### book 459.3

νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων.

### book 459.4

πῶς δ’ ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη

### book 459.5.1

ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη

### book 459.5.2

ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς.

### book 460.1

Μῆτερ, τεύχεα ταῦτα καὶ ἀγλαὰ δῶρα κομίζεις

### book 460.2

ἀγχεμάχῳ σέο παιδί, τὰ μὴ πάρος ἔδρακεν ἀνήρ·

### book 460.3

οἶδα δὲ νῦν, ὅτι Παλλὰς ἐφ’ Ἕκτορι χεῖρα κορύσσει

### book 460.4

ἡμετέρην καὶ Τρωσὶν ἀεικέα λοιγὸν ἐγείρει.

### book 461.1

Μόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν,

### book 461.2

αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων

### book 461.3

ἤλυθον· ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω,

### book 461.4

καὶ Πρίαμον βασιλῆα καί, οὓς προλέλοιπεν Ἀχιλλεύς,

### book 461.5.1

πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι,

### book 461.5.2

καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω,

### book 461

καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει.

### book 462.1

Πᾶσαν ἐμῆς κραδίης χαλεπὴν ἀπέπαυσας ἀνίην

### book 462.2

ὑμετέρου γενετῆρος Ἀχιλλέος εἵνεκα πότμου,

### book 462.3

ὃν Τροίη στονόεσσα κατέκτανεν· ἀλλὰ σὺ πᾶσαν

### book 462.4

Ἴλιον ἐξαλάπαξας· ἐελδομένοισι δ’ Ἀχαιοῖς

### book 462.5.1

ἄφθιτον ὤπασας εὖχος, ὃ μὴ δεκέτηρος Ἐνυοῦς

### book 462.5.2

πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι.

### book 463.1

Πηλείδην κοτέουσα πάλιν θώρηξεν Ἀθήνη

### book 463.2

ἔντεσιν ἀθανάτοις. ἦ ῥίγιον ἔσσεται ἄλγος

### book 463.3

αἰνομόροις Τρώεσσι καὶ Ἕκτορι καὶ γενετῆρι,

### book 463.4

ὁππόταν ἔντεα ταῦτα θεὸς πόρεν ἀνέρι τῷδε.

### book 464.1

Ἔρρετε, οἱ ξύμπαντες, ἐλεγχέες, Αἰγιαλῆες,

### book 464.2

ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει.

### book 465.1

Τέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι οὐδ’ ἀλεγίζῃ

### book 465.2

πατρίδος ὀλλυμένης, βριαρὴν δ’ ἀπόειπες ἀκωκὴν

### book 465

αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας.

### book 466.1

Ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην,

### book 466.2

καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις.

### book 467.1

Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί,

### book 467.2

ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ,

### book 467.3

μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς.

### book 468.1

Σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴν

### book 468.2

σὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχος

### book 468.3

ἀνδράσιν οἶδεν ἄγειν μετ’ ἀπείρονα κύκλον ἀέθλων.

### book 469.1.1

Σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς,

### book 469.1.2

χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ.

### book 470.1

Οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον, ἄλγεα γαίης

### book 470.2

καλλείψας ἀγάπαζε τεὸν φίλον· οὐ γὰρ Ὀδυσσεὺς

### book 470.3

ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δέ ς’ ἔπεφνεν Ἀθήνη

### book 470.4

Ζεύς τε πατὴρ καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς.

### book 470.5

αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου

### book 470

δῖα Θέτις καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς.

### book 471.1

Ἐσθλὸς ἀνὴρ φύγε πόντον ἀπηνέα καὶ μετὰ μόχθου

### book 471.2

ἐς πάτρην ἀφίκανεν, ἐμοῦ δέ κε φέρτερος εἴη

### book 471.3

εὖ δεδαὼς πτόλιάς τε καὶ ἔθνεα καὶ νόον ἀνδρῶν.

### book 472.1

Πολλὰ καμὼν νόστησεν ἀνὴρ τλήθυμος Ὀδυσσεύς,

### book 472.2

ἀλλ’ ἔμπης κλέος ἔσχεν ἀνὰ χθόνα καὶ κατὰ πόντον

### book 472.3

ἀνδράσιν ἐσσομένοισιν ἀεὶ πτολίπορθος Ὀδυσσεύς.

### book 473.1

Ἴλιος ὀφρυόεσσα κατήριπεν· ἄρτι δὲ πᾶσαν

### book 473.2

ληιδίην Δαναοῖσι θεὸς πόρεν, ὁππότ’ Ἀχιλλεὺς

### book 473.3

μῆνιν ἀπορρίψας φθισήνορα χεῖρα κορύσσει.

### book 474.1

Οἰκτίρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη·

### book 474.2

εἰσορόω γὰρ ἄγαλμα διοτρεφές· ἀτρεκέως δὲ

### book 474.3

Τρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης.

### book 474.4

ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί;

### book 474.5

ἔμπης δ’ ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσα

### book 474

Εἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης.

### book 475.1

Εὐρώπης Ἀσίης τε δορισθενέες βασιλῆες,

### book 475.2

ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς,

### book 475.3

τίς κεν ἐμὲ τλήθυμος ἕλοι δύστηνον ἀκοίτης·

### book 475.4

Ζεὺς δὲ πατὴρ δικάσειεν, ἄνευθε δὲ Κυπρογενείης,

### book 475.5

μὴ πάλιν ἄλλος ἕλῃ με γαμοκλόπος, αἶσχος Ἀχαιοῖς.

### book 476.1

Ἐζημίωσας ἀσθενῶν τὸν Ἕκτορα·

### book 476.2

φέρεις γὰρ ἡμῖν ἐλλιπῆ σκυλεύματα.

### book 477.1

Ἄμπελε, τί πράξωμεν, ὅταν Δαφναῖος Ἀπόλλων

### book 477.2

πτόρθον ἐμὸν κλίνῃ δι’ Ἀλεξάνδροιο βελέμνων;

### book 478

Τὰ δῶρα λαμπρὰ προσφέρεις τῇ πατρίδι.

### book 479

Σεῖο νόον πέτρωσεν ἀμείλιχα δέσμια πέτρης,

### book 479

καὶ λίθον ἐκτελέσειε τεὸν δέμας ὄμμα Μεδούσης.

### book 480.1

Ἀπεστράφης νῦν ὡς λαβὼν ἐξουσίαν; —

### book 480.2

„Ταύτῃ γὰρ οὐ πέφυκε συντρέχειν Ἔρως·

### book 480.3

Ἔρως γὰρ ἄλλην ἀνταμείβεται τρίβον.“

### book 481.1.1

Ἑσπέριός μ’ ἐδάμασσεν ὁμοῦ καὶ πρώιος ὕπνος,

### book 481.1.2

ὃς μὲν ἐπιβρίσας, ὃς δέ με μὴ καλέσας·

### book 481.1.3

ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείη

### book 481.1.4

ἵλαος ὡράων μέτρον ἐπιστάμενος.

### book 482.1.1

Οὐτιδανοὶ μερόπων εἰ καὶ μέγα ῥέξαμεν ἔργον,

### book 482.1.2

οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·

### book 482.1.3

οἱ δ’ ἀγαθοὶ κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον,

### book 482.1.4

ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτ’ ἀδάμαντι μένει.

### book 482.5.1

δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα

### book 482.5.2

παίγνιον ἀφράστων ἐκτελέοντα κύβων

### book 482.5.3

τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ’ ἀπὸ λευκοῦ

### book 482.5.4

τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου,

### book 482.5.5

ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμος

### book 482.10.1

δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ·

### book 482.10.2

ὅς τε πέλει μετὰ σοῦμμον, ἔχεν δύο· μουνάδα δ’ ἄλλην,

### book 482.10.3

ψῆφον τὴν πυμάτην, ἀμφιέπεσκε δίβος.

### book 482.10.4

ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ

### book 482.10.5

καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην·

### book 482.15

ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,

### book 482.1

καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία·

### book 482.2

δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῷ

### book 482.3

ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,

### book 482.4

ὀκτωκαιδεκάτῳ πανομοίιος· εἰσέτι δ’ ἄλλας

### book 482.20.1

εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.

### book 482.20.2

αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ

### book 482.20.3

καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,

### book 482.20.4

τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ’ ἠθμοῦ

### book 482.20.5

πύργου δουρατέου κλίμακι κευθομένῃ,

### book 482.25.1

δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ’ ὀκτὼ

### book 482.25.2

ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.

### book 482.25.3

τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς

### book 482.25.4

κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.

### book 483.1

Ἐκ φονίων Περσῶν φόνιον φυτὸν ἤγαγε Περσεύς,

### book 483.2

παιδὶ Θεογνώστου τοῦ θανάτου πρόφασιν.

### book 484.1.1

Ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺς

### book 484.1.2

πόντον ἐπιπλείων· χρῆμα γὰρ ἦν τι μέγα.

### book 484.1.3

ἀλλ’ ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ

### book 484.1.4

ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας.

### book 484.5

πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις·

### book 484

οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους.

### book 485.1.1

Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν,

### book 485.1.2

Νηρέος ἀθανάταν εἰναλίοιο κόραν,

### book 485.1.3

τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν,

### book 485.1.4

τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην·

### book 485.5.1

ἃ τὸν δουριμανῆ, τὸν δ’ Ἄρεα πτολέμων,

### book 485.5.2

Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων,

### book 485.5.3

δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον·

### book 485.5.4

τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον,

### book 485.5.5

περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν.

### book 485.10.1

ἱλήκοις ἥρως ἄμμι, Νεοπτόλεμε,

### book 485.10.2

ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε·

### book 485.10.3

δέχνυσο δ’ εὐμενέων τάνδε θυηπολίην,

### book 485.10.4

πᾶν δ’ ἀπέρυκε δέος ἁμετέρας πόλιος.

### book 485.10.5

τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.

### book 486.1.1

Τὴν λαπάραν, τὴν αὐτὸς ἀποσφίγξας ἀποπέμπεις,

### book 486.1.2

εὗρεν ὁ παῖς λύσας φῦσαν ὑπηνέμιον.

### book 487.1.1

Βρώματά μοι χοίρων συκιζομένων προέθηκας,

### book 487.1.2

ξηρῶν, διψαλέων, Κυπρόθεν ἐρχομένων.

### book 487.1.3

ἀλλ’ ἐμὲ συκωθέντα μαθὼν ἢ σφάξον ἑτοίμως

### book 487

ἢ σβέσον ἐκ δίψης νάματι τῷ Κυπρίῳ.

### book 488.1.1

Τέρπης εὐφόρμιγγα κρέκων σκιάδεσσιν ἀοιδὰν

### book 488.1.2

κάτθανε νοστήσας ἐν Λακεδαιμονίοις,

### book 488.1.3

οὐκ ἄορι πληγεὶς οὐδ’ ἐν βέλει, ἀλλ’ ἐνὶ σύκῳ

### book 488.1.4

χείλεα. φεῦ, προφάσεων οὐκ ἀπορεῖ θάνατος.

### book 489.1.1

Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα

### book 489.1.2

παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον.

### book 490.1.1

Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν·

### book 490.1.2

ῥηιδίως Μοίραις καί τ’ ἀδόκητα πέλει.

### book 491.1

Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς.

### book 492

Κεῖτο δ’ ὁμοῦ σάκος, ἔγχος, 〈ἄορ〉, θώρηξ, κόρυς, ἵππος.

### book 493.1

Ἀσπίς, τόξα, βέλεμνα, κόρυς, ξίφος, ἄλκιμον ἔγχος.

### book 494.1

Ἰός, τόξα, σάκος, κυνέη, δόρυ, φάσγανα, θώρηξ.

### book 495.1

Ἑλλάδος ἐνναετῆρες, ἀμεμφέες ἡγεμονῆες,

### book 495.2

μηκέτι πιστὰ φέροιτε δολοφρονέουσι γυναιξί·

### book 495.3

θηλυτέρη μ’ ἐδάμασσε, τὸν οὐ κτάνε δήιος Ἕκτωρ.

### book 496.1.1

Ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα

### book 496.1.2

δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,

### book 496.1.3

τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν

### book 496.1.4

μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας.

### book 496.5.1

σαρκὸς δ’ ἁδυπάθημα φίλον τέλος ἀνδράσιν ἄλλοις

### book 496.5.2

ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

### book 497.1.1

Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος·

### book 497.1.2

ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ,

### book 497

θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος.

### book 498.1

Μὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι·

### book 498.2

γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ’ ἄνδρα.

### book 499.1.1

Ἀργαλέως φέρεται πολιὸς χρόνος, ἀλλὰ παρέρπων

### book 499.1.2

καὶ φωνὰς κλέπτει φθεγγομένων μερόπων,

### book 499.1.3

καὶ μὴ φαινόμενος τοὺς φαινομένους ἀφανίζει

### book 499.1.4

καὶ μὴ φαινομένους εἰς φανερὸν προφέρει.

### book 499.5.1

ὦ ζωῆς ἀόριστος ἐν ἀνθρώποισι τελευτή,

### book 499.5.2

ἦμαρ ἐπ’ ἦμαρ ἀεὶ πρὸς ζόφον ἐρχομένων.

### book 500.1.1

Μηκέτι κληρονόμους ὀνομάζετε φέγγος ὁρῶντας,

### book 500.1.2

τοὺς δ’ ἀποθνῄσκοντας κληρονόμους λέγετε·

### book 500.1.3

οἱ νῦν κληρονόμοι νέκυες μέγα κέρδος ἔχουσι

### book 500.1.4

τὴν ἀναχώρησιν τοῦ μογεροῦ βιότου.

### book 501

Τὴν πόλιν οἱ νέκυες πρότερον ζῶσαν κατέλειψαν,

### book 501

ἡμεῖς δὲ ζῶντες τὴν πόλιν ἐκφέρομεν.

### book 502.1.1

Κονδίτου μοι δεῖ. τὸ δὲ κονδῖτον πόθεν ἔσχεν

### book 502.1.2

τοὔνομα; τῆς φωνῆς ἐστι γὰρ ἀλλότριον

### book 502.1.3

τῆς τῶν Ἑλλήνων· εἰ Ῥωμαϊκῶς δὲ καλεῖται,

### book 502.1.4

αὐτὸς ἂν εἰδείης Ῥωμαϊκώτατος ὤν.

### book 502.5.1

σκεύασον οὖν μοι τοῦτο· τὸ γὰρ κατέχον με νόσημα

### book 502.5.2

τοῦ στομάχου χρῄζει τοῦδε, λέγουσι, ποτοῦ.

### book 503.1.1

Οὐκ ἀλόγως ἐν † διζύφοις δύναμίν τινα θείαν

### book 503.1.2

εἶναι ἔφην. χθὲς γοῦν δίζυφον ἐν χρονίῳ

### book 503.1.3

ἠπιάλῳ κάμνοντι τεταρταίῳ περιῆψα,

### book 503.1.4

καὶ γέγονεν ταχέως οἷα κρότων ὑγιής.

### book 503b.1

Ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.

### book 504.1.1

Καλλιόπη σοφίην ἡρωίδος εὗρεν ἀοιδῆς·

### book 504.1.2

Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπήν·

### book 504.1.3

Εὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνήν·

### book 504.1.4

Μελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὗρε·

### book 504.5.1

Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς·

### book 504.5.2

ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὗρε·

### book 504.5.3

τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὗρεν·

### book 504.5.4

[ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς·]

### book 504.5.5

Οὐρανίη πόλον εὗρε καὶ οὐρανίων χορὸν ἄστρων·

### book 504.10

κωμικὸν εὗρε Θάλεια βίον καὶ ἤθεα κεδνά.

### book 505

Οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλ’ ὑπὸ τέχνας

### book 505.a2

ψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ.

### book 505.b3

Εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς,

### book 505.b4

τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης.

### book 505.c5

Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει,

### book 505.c6

πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης.

### book 505.d7

Κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶν

### book 505.d8

οὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω.

### book 505.e9

Εἰκόνα τῆς σοφίης ποτιδέρκεο· Καλλιόπης γὰρ

### book 505.e10

εἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην.

### book 505.f11

Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύω

### book 505.f12

Κλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης.

### book 505.g13

Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳ

### book 505.g14

ἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην.

### book 505.h15

Σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴν

### book 505.h16

Μελπομένην, ἐρατῆς ἵστορα εὐεπίης.

### book 505.i17

Σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν,

### book 505.i18

νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν.

### book 506.1.1

Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως·

### book 506.1.2

ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.

### book 507.1.1

Ἡσιόδου τό τ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν

### book 507.1.2

ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον

### book 507.1.3

τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ

### book 507.1.4

ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.

### book 508.1.1

Ὅταν θέλῃ τις ἡμέραν ἰδεῖν καλήν,

### book 508.1.2

συντυγχάνων σοι γίνεται καλήμερος·

### book 508.1.3

τοὐναντίον δὲ καί τις εἰ θέλει παθεῖν,

### book 508.1.4

μὴ συντυχών σοι γίνεται κακήμερος.

### book 509.1

Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσιν.

### book 510.1

Γῆμε Κριτωνιανός με, Σόλων ἐτέκνωσεν, ἐκλήθην

### book 510

Μελτίνη, πλάσθην ἀνδρὸς ἐμοῦ παλάμαις.

### book 511.1.1

Χιονέην τρίχα Παιήων ἐκέλευέ με χρυσῷ

### book 511.1.2

δαιδάλλειν ἀγανοφροσύνῃ, ἐτέλεσσα δὲ χαίρων,

### book 511.1.3

οὕνεκεν ἐξ ἐμέθεν τόδε οἱ θυμῆρες ἔκρινεν.

### book 512.1.1

Εὐμενέως Πρώτοιο δεδεγμένος ὄργια βίβλου,

### book 512.1.2

Φιλοπόνου γραφίδεσσι δεδειγμένα βένθεα μύθων,

### book 512.1.3

κοιράνου Αὐσονίοισι διδάσκαλε, ἵλαος εἴης.

### book 513.1.1

Δράμασιν ἐν πολλοῖσι διέπρεπες, ὅσσα Μένανδρος

### book 513.1.2

ἔγραφεν ἢ Μουσέων σὺν μιῇ ἢ Χαρίτων.

### book 514.1.1

Ἐς γάμον ἔζευξεν με νεοζεύκτοιο Προκίλλης,

### book 514.1.2

τὸν νυμφῶν θαλάμοις αἰὲν ἀειδόμενον,

### book 514.1.3

εὐξάμενος τάδε Μῆνις ὁ κωμικός· „Ὦ Ὑμέναιε,

### book 514.1.4

ἔρχεο καὶ νύμφῃ καὶ γαμέοντι φίλος.“

### book 515.1

Τρεῖς εἰσὶν Χάριτες· σὺ δὲ δὴ μία ταῖς τρισὶ ταύταις

### book 515

γεννήθης, ἵν’ ἔχως’ αἱ Χάριτες Χάριτα.

### book 516.1.1

Ἔρδοι τὴν ἔμαθέν τις, ὅπου καὶ ὑπ’ Ἄλπιας ἄκρας

### book 516.1.2

ληισταὶ λασίαις ἀμφίκομοι κεφαλαῖς,

### book 516.1.3

φωρῆς ἁπτόμενοι, φύλακας κύνας ὧδ’ ἀλέονται·

### book 516.1.4

χρίονται νεφροῖς πῖαρ ἔπεστιν ὅσον,

### book 516.5.1

ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖν

### book 516.5.2

ῥηίτεραι Λιγύων μήτιες ἢ ἀγαθόν.

### book 517.1.1

Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ’ Ὀρφέα· Φοῖβος ἐνίκα

### book 517.1.2

τὸν Φρύγα, σοὶ δ’ εἴκει μελπομένῳ, Γλάφυρε—

### book 517.1.3

οὔνομα καὶ τέχνης καὶ σώματος. οὔ κεν Ἀθήνη

### book 517.1.4

ἔρριψεν λωτοὺς τοῖα μελιζομένη,

### book 517.5.1

οἷα σύ, ποικιλοτερπές· ἀφυπνώσαι κεν ἀκούων

### book 517.5.2

αὐτὸς Πασιθέης Ὕπνος ἐν ἀγκαλίσιν.

### book 518.1.1

Μακύνου τείχη, Ζεῦ Ὀλύμπιε· πάντα Φιλίππῳ

### book 518.1.2

ἀμβατά· χαλκείας κλεῖε πύλας μακάρων.

### book 518.1.3

χθὼν μὲν δὴ καὶ πόντος ὑπὸ σκήπτροισι Φιλίππου

### book 518

δέδμηται, λοιπὰ δ’ ἁ πρὸς Ὄλυμπον ὁδός.

### book 519.1.1

Πίομαι, ὦ Ληναῖε, πολὺ πλέον, ἢ πίε Κύκλωψ

### book 519.1.2

νηδὺν ἀνδρομέων πλησάμενος κρεάων·

### book 519.1.3

πίομαι. ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξας

### book 519.1.4

βρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς,

### book 519.5.1

ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιο

### book 519.5.2

γεύσατ’ ἐν ἀκρήτῳ φάρμακα χευάμενος.

### book 520.1

Ἀλκαίου τάφος οὗτος, ὃν ἔκτανεν ἡ πλατύφυλλος

### book 520.2

τιμωρὸς μοιχῶν, γῆς θυγάτηρ, ῥάφανος.

### book 521.1

Οὐκ ἄρα σοί γε ὄλιζον ἐπὶ κλέος ὤπασε Μοῖρα

### book 521.2

ἤματι, τῷ πρώτῳ φῶς ἴδες ἀελίου,

### book 521.3

Σαπφοῖ· σοὶ γὰρ ῥῆσιν ἐνεύομεν ἄφθιτον εἶμεν,

### book 521.4

σὺν δὲ πατὴρ πάντων νεῦσεν ἐρισφάραγος·

### book 521.5.1

μέλψῃ δ’ ἐν πάντεσσιν ἀοίδιμος ἁμερίοισιν

### book 521.5.2

οὐδὲ κλυτᾶς φάμας ἔσσεαι ἠπεδανά.

### book 522.1

Ἰλιάς, ὦ μέγα ἔργον, Ὀδυσσείης τε τὸ σῶφρον

### book 522.2

γράμμα, τὸ καὶ Τροίῃ θῆκεν ἴσην Ἰθάκην,

### book 522.3

τόν με γέροντ’ αὔξοιτ’ ἐς ἀεὶ νέον· ἡ γὰρ Ὁμήρου

### book 522

σειρὴν ὑμετέρων ῥεῖται ἀπὸ στομάτων.

### book 523.1

Καλλιόπη πολύμυθε μελισσοβότου Ἑλικῶνος,

### book 523.2

τίκτε μοι ἄλλον Ὅμηρον, ἐπεὶ μόλεν ἄλλος Ἀχιλλεύς.

### book 524.1.1

Μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην,

### book 524.1.2

ἁβροκόμην, ἀγροῖκον, ἀοίδιμον, ἀγλαόμορφον,

### book 524.1.3

Βοιωτόν, βρόμιον, βακχεύτορα, βοτρυοχαίτην,

### book 524.1.4

γηθόσυνον, γονόεντα, γιγαντολέτην, γελόωντα,

### book 524.5.1

Διογενῆ, δίγονον, διθυραμβογενῆ, Διόνυσον,

### book 524.5.2

Εὔιον, εὐχαίτην, εὐάμπελον, ἐγρεσίκωμον,

### book 524.5.3

ζηλαῖον, ζάχολον, ζηλήμονα, ζηλοδοτῆρα,

### book 524.5.4

ἤπιον, ἡδυπότην, ἡδύθροον, ἠπεροπῆα,

### book 524.5.5

θυρσοφόρον, Θρήικα, θιασώτην, θυμολέοντα,

### book 524.10.1

Ἰνδολέτην, ἱμερτόν, ἰοπλόκον, ἰραφιώτην,

### book 524.10.2

κωμαστήν, κεραόν, κισσοστέφανον, κελαδεινόν,

### book 524.10.3

Λυδόν, ληναῖον, λαθικηδέα, λυσιμέριμνον,

### book 524.10.4

μύστην, μαινόλιον, μεθυδώτην, μυριόμορφον,

### book 524.10.5

νυκτέλιον, νόμιον, νεβρώδεα, νεβριδόπεπλον,

### book 524.15.1

ξυστοβόλον, ξυνόν, ξενοδώτην, ξανθοκάρηνον,

### book 524.15.2

ὀργίλον, ὀβριμόθυμον, ὀρέσκιον, οὐρεσιφοίτην,

### book 524.15.3

πουλυπότην, πλαγκτῆρα, πολυστέφανον, πολύκωμον,

### book 524.15.4

ῥηξίνοον, ῥαδινόν, ῥικνώδεα, ῥηνοφορῆα,

### book 524.15.5

σκιρτητήν, Σάτυρον, Σεμεληγενέτην, Σεμελῆα,

### book 524.20.1

τερπνόν, ταυρωπόν, Τυρρηνολέτην, ταχύμηνιν,

### book 524.20.2

ὑπνοφόβην, ὑγρόν, ὑμενήιον, ὑλήεντα,

### book 524.20.3

φηρομανῆ, φρικτόν, φιλομειδέα, φοιταλιώτην,

### book 524.20.4

χρυσόκερων, χαρίεντα, χαλίφρονα, χρυσεομίτρην,

### book 524

ψυχοπλανῆ, ψεύστην, ψοφομηδέα, ψυχοδαϊκτήν,

### book 524.25.1

ὥριον, ὠμηστήν, ὠρείτροφον, ὠρεσίδουπον.

### book 524.25.2

μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην.

### book 525.1.1

Ὑμνέωμεν Παιᾶνα, μέγαν θεὸν Ἀπόλλωνα,

### book 525.1.2

ἄμβροτον, ἀγλαόμορφον, ἀκερσεκόμην, ἁβροχαίτην,

### book 525.1.3

βριθύνοον, βασιλῆα, βελεσσιχαρῆ, βιοδώτην,

### book 525.1.4

γηθόσυνον, γελόωντα, γιγαντολέτην, γλυκύθυμον,

### book 525.5.1

Διογενῆ, Διόπαιδα, δρακοντολέτην, δαφνογηθῆ,

### book 525.5.2

εὔλαλον, εὐρυβίην, ἑκατηβόλον, ἐλπιδοδώτην,

### book 525.5.3

ζῳογόνον, ζάθεον, Ζηνόφρονα, Ζηνοδοτῆρα,

### book 525.5.4

ἤπιον, ἡδυεπῆ, ἡδύφρονα, ἠπιόχειρα,

### book 525.5.5

θηροφόνον, θαλερόν, θελξίφρονα, θελγεσίμυθον,

### book 525.10.1

ἰαφέτην, ἱμερτόν, ἰήιον, ἱπποκορυστήν,

### book 525.10.2

κοσμοπλόκον, Κλάριον, κρατερόφρονα, καρπογένεθλον,

### book 525.10.3

Λητογενῆ, λαρόν, λυρογηθέα, λαμπετόωντα,

### book 525.10.4

μυστιπόλον, μάντιν, μεγαλήτορα, μυριόμορφον,

### book 525.10.5

νεβροχαρῆ, νοερόν, νηπενθέα, νηφαλιῆα,

### book 525.15.1

ξυνοχαρῆ, ξυνόν, ξυνόφρονα, ξυνοδοτῆρα,

### book 525.15.2

ὄλβιον, ὀλβιοεργόν, Ὀλύμπιον, οὐρεσιφοίτην,

### book 525.15.3

πρηΰν, πανδερκῆ, παναπήμονα, πλουτοδοτῆρα,

### book 525.15.4

ῥυσίπονον, ῥοδόχρουν, ῥηξήνορα, ῥηξικέλευθον,

### book 525.15.5

σιγαλόεντα, σοφόν, σελαηγενέτην, σωτῆρα,

### book 525.20.1

τερψίχορον, Τιτᾶνα, τελέστορα, τιμήεντα,

### book 525.20.2

ὑμναγόρην, ὕπατον, ὑψαύχενα, ὑψήεντα,

### book 525.1

Φοῖβον, φοιβάζοντα, φιλοστέφανον, φρενογηθῆ,

### book 525.2

χρησμαγόρην, χρύσεον, χρυσόχροα, χρυσοβέλεμνον,

### book 525.3

ψαλμοχαρῆ, ψάλτην, ψευσίστυγα, ψυχοδοτῆρα,

### book 525.25.1

ὠκύπον, ὠκυεπῆ, ὠκύσκοπον, ὡρεσιδώτην.

### book 525.25.2

ὑμνέωμεν Παιᾶνα, μέγαν θεὸν Ἀπόλλωνα.

### book 526.1.1

Κλεῖε, θεός, μεγάλοιο πύλας ἀκμῆτας Ὀλύμπου·

### book 526.1.2

φρούρει, Ζεῦ, ζαθέαν αἰθέρος ἀκρόπολιν.

### book 526.1.3

ἤδη γὰρ καὶ πόντος ὑπέζευκται δορὶ Ῥώμης

### book 526.1.4

καὶ χθών· οὐρανίη δ’ οἶμος ἔτ’ ἔστ’ ἄβατος.

### book 527.1

Τλῆθι, λέων, ἄτλητα παθὼν τετληότι θυμῷ·

### book 527.2

οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει.

### book 528.1.1

Χριστιανοὶ γεγαῶτες Ὀλύμπια δώματ’ ἔχοντες

### book 528.1.2

ἐνθάδε ναιετάουσιν ἀπήμονες· οὐδὲ γὰρ αὐτοὺς

### book 528.1.3

χώνη φόλλιν ἄγουσα φερέσβιον ἐν πυρὶ θήσει.

### book 529

Λέκτρον ἑνὸς φεύγουσα λέκτρον πολλοῖσιν ἐτύχθη.

### book 530.1

Οὐκ ἐθέλουσα Τύχη σε προήγαγεν, ἀλλ’ ἵνα δείξῃ,

### book 530.2

ὡς ὅτι καὶ μέχρι σοῦ πάντα ποιεῖν δύναται.

### book 531

Αὔραις ἶσα θέουσιν, ὅθεν λάχον οὔνομα τοῦτο.

### book 532.1.1

Εἰπέ μοι, ὦ κολόκυντε, τίνος χάριν εἰσέτι καὶ νῦν

### book 532.1.2

οὐ σικύων ἐφάνη διερὸν γένος, οὐ κολοκύντων.

### book 532.3.1

Ζηνὸς ἐπομβρήσαντος ἐπεκλύσθησαν ἄρουραι,

### book 532.3.2

ἡμετέρην δ’ ἀέκουσαν ἔτι κρύπτουσι γενέθλην.

### book 533.1

Κοντὸν ἀνὴρ κατέπηξε, δέμας δ’ εἰς ἠέρα ῥίψας

### book 533.2

ἰδνώθη προκάρηνος, ἀνεγρομένοιο δ’ ὕπερθεν

### book 533.3

θηρὸς ὑπερκατέβαινεν ἐυστρέπτοισι πόδεσσιν·

### book 533.4

οὐδὲ λάβεν· λαοὶ δὲ μέγ’ ἴαχον, ἔκφυγε δ’ ἀνήρ.

### book 534.1

Ἄρτεμις ἱδρώουσα προάγγελός ἐστι κυδοιμοῦ.

### book 535.1

Κισσῷ μὲν Διόνυσος ἀγάλλεται, αἰγίδι δὲ Ζεύς,

### book 535.2

οἱ ναέται ξείνοις, ἡ δὲ πόλις ναέταις.

### book 536

Ἄβροχον ἐν πελάγεσσι δι’ ὕδατος ἔπλεεν ὕδωρ.

### book 537.1.1

Τίπτε με θρυλήσαντες ἐμὴν ἀπεπαύσατ’ ἀοιδήν;

### book 537.1.2

ἱππεὺς ἱππεύειν ἐδάη καὶ ἀοιδὸς ἀείδειν·

### book 537.1.3

ἢν δέ τις ἱππεύειν δεδαὼς ἐθέλῃσιν ἀείδειν,

### book 537.1.4

ἀμφοτέρων ἥμαρτε, καὶ ἱπποσύνης καὶ ἀοιδῆς.

### book 538

Ἁβροχίτων δ’ ὁ φύλαξ θηροζυγοκαμψιμέτωπος.

### book 539

Ἁβρὸς δ’ ἐν προχοαῖς Κύκλωψ φθογγάζετο μύρμηξ.

### book 540.1

Μὴ ταχὺς Ἡρακλείτου ἐπ’ ὀμφαλὸν εἴλεε βίβλον

### book 540.2

τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός.

### book 540.3

ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης

### book 540.4

εἰσαγάγῃ, φανεροῦ λαμπρότερ’ ἠελίου.

### book 541.1.1

Θειογένης Πείσωνι τὰ τεχνήεντα κύπελλα

### book 541.1.2

πέμπει· χωροῦμεν δ’ οὐρανὸν ἀμφότερα·

### book 541.1.3

δοιὰ γὰρ ἐκ σφαίρης τετμήμεθα, καὶ τὸ μὲν ἡμῶν

### book 541.1.4

τοὺς νοτίους, τὸ δ’ ἔχει τείρεα τἀν Βορέῃ.

### book 541.5.1

ἀλλὰ σὺ μηκέτ’ Ἄρητον ἐπίβλεπε· δισσὰ γὰρ ἀμφοῖν

### book 541.5.2

μέτρα πιὼν ἄθρει πάντα τὰ φαινόμενα.

### book 542.1.1

Θάρσει καὶ τέτταρσι διαπλασθέντα προσώποις

### book 542.1.2

μῦθον, καὶ τούτων γράψαι ἔτι πλέοσιν·

### book 542.1.3

οὔτε σὲ γὰρ λείψουσι, Φιλωνίδη, οὔτε Βάθυλλον,

### book 542.1.4

τὸν μὲν ἀοιδάων, τὸν δὲ χερῶν χάριτες.

### book 543.1.1

Θεσσαλίης εὔιππος ὁ ταυρελάτης χορὸς ἀνδρῶν,

### book 543.1.2

χερσὶν ἀτευχήτοις θηρσὶν ὁπλιζόμενος,

### book 543.1.3

κεντροτυπεῖς πώλους ζεῦξεν σκιρτήματι ταύρων,

### book 543.1.4

ἀμφιβαλεῖν σπεύδων πλέγμα μετωπίδιον·

### book 543.5

ἀκρότατον δ’ ἐς γῆν κλίνας ἅμα κεὔροπον ἅμμα

### book 543

θηρὸς τὴν τόσσην ἐξεκύλισε βίην.

### book 544.1.1

Ἰνδὴν βήρυλλόν με Τρύφων ἀνέπεισε Γαλήνην

### book 544.1.2

εἶναι, καὶ μαλακαῖς χερσὶν ἀνῆκε κόμας·

### book 544.1.3

ἠνίδε καὶ χείλη νοτερὴν λειοῦντα θάλασσαν,

### book 544.1.4

καὶ μαστούς, τοῖσιν θέλγω ἀνηνεμίην.

### book 544.5.1

ἢν δέ μοι ἡ φθονερὴ νεύσῃ λίθος, ὡς ἐν ἑτοίμῳ

### book 544.5.2

ὥρμημαι, γνώσῃ καὶ τάχα νηχομένην.

### book 545.1.1

Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπ’ αὐτῷ

### book 545.1.2

ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους.

### book 545.1.3

ἀείδει δ’ Ἑκάλης τε φιλοξείνοιο καλιὴν

### book 545.1.4

καί, Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους·

### book 545.5.1

τοῦ σοὶ καὶ νεαρὸν χειρῶν σθένος εἴη ἀρέσθαι,

### book 545.5.2

Μάρκελλε, κλεινοῦ τ’ αἶνον ἴσον βιότου.

### book 546.1.1

Κἠν πρύμνῃ λαχέτω μέ ποτε στιβὰς αἵ θ’ ὑπὲρ αὐτὴν

### book 546.1.2

ἠχεῦσαι ψακάδων τύμματα διφθερίδες,

### book 546.1.3

καὶ πῦρ ἐκ μυλάκων βεβιημένον ἥ τ’ ἐπὶ τούτων

### book 546.1.4

χύτρη καὶ κενεὸς πομφολύγων θόρυβος·

### book 546.5.1

καί κε ῥυπῶντ’ ἐσίδοιμι διήκονον, ἡ δὲ τράπεζα

### book 546.5.2

ἔστω μοι πρώτη νηὸς ὕπερθε σανίς.

### book 546.5.3

„δός, λάβε“ καὶ ψιθύρισμα τὸ ναυτικόν. εἶχε τύχη τις

### book 546

πρῴην τοιαύτη τὸν φιλόκοινον ἐμέ.

### book 547

Τρηχὺν δ’ ὑπερβὰς φραγμὸν ἐξήνθιζε κλώψ.

### book 548.1.1

Κοῦρον ἀποπλανίην ἐπιμάζιον Ἑρμώνακτα,

### book 548.1.2

φεῦ, βρέφος ὡς ἀδίκως εἵλετε βουγενέες.

### book 548.1.3

ἠγνοίησεν ὁ δειλὸς ἐς ὑμέας οἷα μελίσσας

### book 548.1.4

ἐλθών· αἱ δ’ ἔχεων ἦτε χερειότεραι·

### book 548.5.1

ἀντὶ δέ οἱ θοίνης ἐνεμάξατε φοίνια κέντρα,

### book 548.5.2

ὦ πικραί, γλυκερῆς ἀντίπαλοι χάριτος.

### book 549.1.1

Κρηναῖαι λιβάδες, τί πεφεύγατε; ποῦ τόσον ὕδωρ;

### book 549.1.2

τίς φλὸξ ἀενάους ἔσβεσεν ἠελίου; —

### book 549.1.3

„Δάκρυσιν Ἀγρικόλαο τετρύμεθα· πᾶν δ’, ὅσον ἡμῖν

### book 549.1.4

ἦν ποτόν, ἡ κείνου διψὰς ἔχει σποδιή.“

### book 550.1.1

Κλεινὴν οὐκ ἀπόφημι· σὲ γὰρ προπάροιθεν ἔθηκαν

### book 550.1.2

κλῄζεσθαι πτηνοί, Τῆνε, Βορηιάδαι.

### book 550.1.3

ἀλλὰ καὶ Ὀρτυγίην εἶχε κλέος, οὔνομα δ’ αὐτῆς

### book 550.1.4

ἤρχετο Ῥιπαίων ἄχρις Ὑπερβορέων.

### book 550.5

νῦν δὲ σὺ μὲν ζώεις, ἡ δ’ οὐκέτι. τίς κεν ἐώλπει

### book 550

ὄψεσθαι Τήνου Δῆλον ἐρημοτέρην;

### book 551.1.1

Καλχηδὼν δύστηνον ἐρωδιὸν ἐχθρὰ κολάζει. —

### book 551.1.2

„Τεῦ χάριν ὁ προδότης ὄρνις ἀεὶ λέγεται;“ —

### book 551.1.3

Φοῖβος ἐρεῖ· τεναγῖτιν ὅτ’ εἰς ἅλα κῶλον ἐλαφρὸν

### book 551.1.4

στήσας ψαμμίτην δόρπον ἐθημολόγει,

### book 551.5.1

δυσμενέες τότ’ ἔβησαν ἐπὶ πτόλιν ἀντιπέρηθεν,

### book 551.5.2

ὀψὲ διδασκόμενοι πεζοβατεῖν πέλαγος. —

### book 551.5.3

„Βάλλετε δὴ κακὸν ὄρνιν, ἐπεὶ βαρὺν ἤρατο μισθὸν

### book 551.5.4

ἐκ δηίων, κόχλους καὶ βρύον, ὁ προδότης.“

### book 552.1.1

Καὶ Μακεδὼν ὁ σίδηρος ἐν ἄορι καὶ τὰ πρὸς ἀλκὴν

### book 552.1.2

τῆς ἀπ’ Ἀλεξάνδρου χειρὸς ἐπιστάμενος,

### book 552.1.3

Πείσων, σὴν ποθέων ἱκόμην χέρα· τοῦτο δὲ φωνῶ·

### book 552.1.4

„Χαίρων δεξιτερὴν εὗρον ὀφειλομένην.“

### book 553.1

Λευκάδος ἀντί με Καῖσαρ ἰδ’ Ἀμβρακίης ἐριβώλου

### book 553.2

Θυρρείου τε πέλειν ἀντί τ’ Ἀνακτορίου

### book 553.3

Ἄργεος Ἀμφιλόχου τε καὶ ὁππόσα ῥαίσατο κύκλῳ

### book 553.4

ἄστε’ ἐπιθρῴσκων δουρομανὴς πόλεμος

### book 553.5.1

εἵσατο Νικόπολιν, θείην πόλιν· ἀντὶ δὲ νίκης

### book 553.5.2

Φοῖβος ἄναξ ταύτην δέχνυται Ἀκτιάδος.

### book 554.1.1

Λάθριος, Ἡράκλεια, καλῶν ὑπὸ χείλεσιν ἕλκεις

### book 554.1.2

κεῖνο, πάλαι κατὰ σοῦ τοῦτ’ ἐβόησε πόλις.

### book 554.1.3

πῶς ἔτλης αἶσχος ῥέξαι κακόν; ἦ σε βιαίως

### book 554.1.4

εἵλκυσέ τις θαλερῶν δραξάμενος πλοκάμων;

### book 554.5

ἤ σοι τοὔνομα τερπνὸν ἀφ’ Ἡρακλῆος ἐχούσῃ,

### book 554

μάχλε, φιλεῖν ἥβην κέκριται ἠιθέων;

### book 555.1.1

Νῆσον τήνδ’ εἰ καί με περιγράψαντες ἐροῦσιν

### book 555.1.2

μετρῆσαι βαιήν, ἑπτὰ μόνον σταδίους,

### book 555.1.3

ἔμπης καὶ τίκτουσαν ἐπ’ αὔλακα πῖαρ, ἀροτρεῦ,

### book 555.1.4

ὄψει καὶ παντὸς κάρπιμον ἀκροδρύου

### book 555.5.1

καὶ πολλοῖς εὔαγρον ὑπ’ ἰχθύσι καὶ ὑπὸ μαίρῃ

### book 555.5.2

εὐάνεμον λιμένων τ’ ἤπιον ἀτρεμίῃ,

### book 555.5.3

ἀγχόθι Κορκύρης Φαιηκίδος· ἀλλὰ γελᾶσθαι

### book 555.5.4

τῷ ἔπ’ ἐωρίσθην, τοῦτ’ ἐθέμην ὄνομα.

### book 556.1.1

Νύμφαι ἐποχθίδιαι Νηρηίδες, εἴδετε Δάφνιν

### book 556.1.2

χθιζόν, ἐπαχνιδίαν ὡς ἀπέλουσε κόνιν,

### book 556.1.3

ὑμετέραις λιβάδεσσιν ὅτ’ ἔνθορε σειριόκαυτος

### book 556.1.4

ἠρέμα φοινιχθεὶς μᾶλα παρηίδια.

### book 556.5.1

εἴπατέ μοι, καλὸς ἦν; ἢ ἐγὼ τράγος οὐκ ἄρα κνάμαν

### book 556.5.2

μοῦνον ἐγυιώθην, ἀλλ’ ἔτι καὶ κραδίαν;

### book 557.1.1

Ὁ σταδιεὺς Ἀρίης ὁ Μενεκλέος οὐ κατελέγχει

### book 557.1.2

Περσέα, σὸν κτίστην, Ταρσέ, Κίλισσα πόλι.

### book 557.1.3

τοῖοι γὰρ παιδὸς πτηνοὶ πόδες, οὐδ’ ἂν ἐκείνῳ

### book 557.1.4

οὐδ’ αὐτὸς Περσεὺς νῶτον ἔδειξε θέων·

### book 557.5

ἢ γὰρ ἐφ’ ὑσπλήγων ἢ τέρματος εἶδέ τις ἄκρου

### book 557

ἠίθεον, μέσσῳ δ’ οὔποτ’ ἐνὶ σταδίῳ.

### book 558.1.1

Ὁ τράγος ὁ Κλήσωνος ὅλαν διὰ πάννυχον ὄρφναν

### book 558.1.2

αἶγας ἀκοιμάτους θῆκε φριμασσόμενος—

### book 558.1.3

ὀδμὰ γάρ μιν ἔτυψε λύκου χιμαροσφακτῆρος

### book 558.1.4

τηλόθε πετραίαν αὖλιν ἀνερχομένου—

### book 558.5.1

μέσφα κύνες κοίτας ἀνεγέρμονες ἐπτοίασαν

### book 558.5.2

θῆρα μέγαν· τραγίνους δ’ ὕπνος ἔμυσε κόρας.

### book 559.1.1

Πλοῦς μοι ἐπ’ Ἰταλίην ἐντύνεται· ἐς γὰρ ἑταίρους

### book 559.1.2

στέλλομαι, ὧν ἤδη δηρὸν ἄπειμι χρόνον.

### book 559.1.3

διφέω δ’ ἡγητῆρα „περίπλοον“, ὅς μ’ ἐπὶ νήσους

### book 559.1.4

Κυκλάδας ἀρχαίην τ’ ἄξει ἐπὶ Σχερίην·

### book 559.5.1

σύν τί μοι ἀλλά, Μένιππε, λάβευ, φίλος, ἵστορα κύκλον

### book 559.5.2

γράψας, ὦ πάσης ἴδρι γεωγραφίης.

### book 560.1.1

Ῥιγηλὴ πασῶν ἔνοσι χθονός, εἴτε σε πόντου,

### book 560.1.2

εἴτ’ ἀνέμων αἴρει ῥεῦμα τινασσόμενον,

### book 560.1.3

οἰκία μοι ῥύευ νεοτευχέα· δεῖμα γὰρ οὔπω

### book 560

ἄλλο τόσον γαίης οἶδ’ ἐλελιζομένης.

### book 561.1.1

Τίς σε πάγος δυσέρημος ἀνήλιος ἐξέθρεψεν

### book 561.1.2

Βορραίου Σκυθίης ἄμπελον ἀγριάδα

### book 561.1.3

ἢ Κελτῶν νιφοβλῆτες ἀεὶ κρυμώδεες Ἄλπεις

### book 561.1.4

τῆς τε σιδηροτόκου βῶλος Ἰβηριάδος;

### book 561.5.1

ἣ τοὺς ὀμφακόραγας ἐγείναο, τοὺς ἀπεπάντους

### book 561.5.2

βότρυας, οἳ στυφελὴν ἐξέχεον σταγόνα.

### book 561.5.3

δίζημαι, Λυκόεργε, τεὰς χέρας, ὡς ἀπὸ ῥίζης

### book 561.5.4

κλήματος ὠμοτόκου βλαστὸν ὅλον θερίσῃς.

### book 562.1.1

Ψιττακὸς ὁ βροτόγηρυς ἀφεὶς λυγοτευχέα κύρτον

### book 562.1.2

ἤλυθεν ἐς δρυμοὺς ἀνθοφυεῖ πτέρυγι·

### book 562.1.3

αἰεὶ δ’ ἐκμελετῶν ἀσπάσμασι Καίσαρα κλεινὸν

### book 562.1.4

οὐδ’ ἀν’ ὄρη λήθην ἤγαγεν οὐνόματος·

### book 562.5.1

ἔδραμε δ’ ὠκυδίδακτος ἅπας οἰωνὸς ἐρίζων,

### book 562.5.2

τίς φθῆναι δύναται δαίμονι „χαῖρ’“ ἐνέπειν.

### book 562.5.3

Ὀρφεὺς θῆρας ἔπεισεν ἐν οὔρεσι· ναὶ δὲ σέ, Καῖσαρ,

### book 562.5.4

νῦν ἀκέλευστος ἅπας ὄρνις ἀνακρέκεται.

### book 563.1.1

Τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς,

### book 563.1.2

ὤνθρωπ’, ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος,

### book 563.1.3

ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδη

### book 563.1.4

κείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους·

### book 563.5

σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρην

### book 563

ἀβλήτου χρῄζει δρέψαι ἀπ’ ἀκρεμόνος.

### book 564.1.1

Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα

### book 564.1.2

ξουθά, ἐφ’ ὡραίοις ἄνθεσι μαινομένα,

### book 564.1.3

χῶρον ἐφ’ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ,

### book 564.1.4

ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.

### book 565.1.1

Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δ’ ἐπὶ κισσὸν

### book 565.1.2

τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει,

### book 565.1.3

ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν

### book 565.1.4

φθέγξονται, κείνου δ’ Ἑλλὰς ἀεὶ σοφίην.

### book 566.1.1

Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ

### book 566.1.2

ῥῆσις· ὁ μὲν „Νικῶ“ φησὶ τὸ μακρότατον·

### book 566.1.3

ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται

### book 566.1.4

„Πῶς ἔβαλες;“ φησί· „Σκληρὰ τὰ γιγνόμενα.“

### book 566.5

τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο

### book 566

τοὖπος· ἐμοὶ δ’, ὦναξ, ἡ βραχυσυλλαβίη.

### book 567.1.1

Ἡ καὶ ἔτ’ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς

### book 567.1.2

πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων,

### book 567.1.3

ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου,

### book 567.1.4

Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης,

### book 567.5.1

ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν

### book 567.5.2

οὐ λάχεν—ἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλα—,

### book 567.5.3

Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς

### book 567.5.4

ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι.

### book 568.1.1

Αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς,

### book 568.1.2

Νεῖλε, μετ’ εἰκαίης ἐξεφόρησας ὁδοῦ.

### book 568.1.3

αὐτὸς δ’ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου

### book 568.1.4

ναυηγὸς πάσης ἐλπίδος ὀλλυμένης

### book 568.5.1

γείτονος ἡμίθραυστον ἐπ’ αὔλιον· „Ὦ πολύς,“ εἴπας,

### book 568.5.2

„μόχθος ἐμὸς πολιῆς τ’ ἔργα περισσὰ χερός,

### book 568.5.3

ὕδωρ πᾶν ἐγένεσθε· τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς

### book 568.5.4

κῦμ’ ἐπ’ Ἀρισταγόρην ἔδραμε πικρότατον.“

### book 569.1.1

Ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε

### book 569.1.2

θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς ...

### book 569.1.3

Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος

### book 569.1.4

ναίετ’ ἀν’ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων,

### book 569.5.1

χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς

### book 569.5.2

πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,

### book 569

ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις.

### book 570.1.1

Ξανθὼ κηρόπλαστε, μυρόχροε, μουσοπρόσωπε,

### book 570.1.2

εὔλαλε, διπτερύγων καλὸν ἄγαλμα Πόθων,

### book 570.1.3

ψῆλόν μοι χερσὶ δροσιναῖς μύρον· „Ἐν μονοκλίνῳ

### book 570.1.4

δεῖ με λιθοδμήτῳ δή ποτε πετριδίῳ

### book 570.5.1

εὕδειν ἀθανάτως πουλὺν χρόνον.“ ᾆδε πάλιν μοι,

### book 570.5.2

Ξανθάριον, ναὶ ναί, τὸ γλυκὺ τοῦτο μέλος.

### book 570.5.3

οὐκ ἀίεις, ὤνθρωφ’, ὁ τοκογλύφος; ἐν μονοκλίνῳ

### book 570.5.4

δεῖ σὲ βιοῦν αἰεί, δύσμορε, πετριδίῳ.

### book 571.1

Ἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος· ἔπνεε τερπνὰ

### book 571.2

ἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω·

### book 571.3

λάμπει Στησίχορός τε καὶ Ἴβυκος· ἦν γλυκὺς Ἀλκμάν·

### book 571.4

λαρὰ δ’ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης·

### book 571.5.1

Πειθὼ Ἀνακρείοντι συνέσπετο· ποικίλα δ’ αὐδᾷ

### book 571.5.2

Ἀλκαῖος, κύκνος Λέσβιος, Αἰολίδι.

### book 571.5.3

ἀνδρῶν δ’ οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλ’ ἐρατειναῖς

### book 571.5.4

ἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται.

### book 572.1.1

„Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ’ ἀείδειν,“

### book 572.1.2

ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος.

### book 572.1.3

„Μῆνιν ἄειδε, θεά,“ καὶ „Ἄνδρα μοι ἔννεπε, Μοῦσα,“

### book 572.1.4

εἶπεν Ὁμηρείῳ Καλλιόπη στόματι.

### book 572.5.1

κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλὰ τί γράψω

### book 572.5.2

δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος;

### book 572.5.3

„Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην,

### book 572

εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.“

### book 573.1.1

Μὴ σύ γ’ ἐπ’ ἀλλοτρίης, ὤνθρωφ’, ἵζοιο τραπέζης

### book 573.1.2

ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος,

### book 573.1.3

ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμα

### book 573.1.4

συγκλαίων καὖθις σὺν γελόωντι γελῶν,

### book 573.5.1

οὔτε σύ γε κλαυθμοῦ κεχρημένος οὔτε γέλωτος

### book 573.5.2

καὶ κλαιωμιλίη καὶ γελοωμιλίη.

### book 574.1

Ἡμάξευσα καὶ αὐτὸς ὁ τρισδύστηνος Ἄναξις

### book 574.2

τοῦτον δύσζῳον κοὐ βίοτον βίοτον.

### book 574.3

οὐ μὴν πολλὸν ἐπὶ χρόνον ἤλασα· λὰξ δὲ πατήσας

### book 574.4

λυσσώδη ζωὴν ἤλυθον εἰς Ἀίδεω.

### book 575.1.1

Οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει ἢ τάχα νυκτὸς

### book 575.1.2

ἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται

### book 575.1.3

καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει

### book 575.1.4

καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται,

### book 575.5

ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομ’ Ὁμήρου

### book 575

λήθη γηραλέων ἁρπάσεται σελίδων.

### book 576.1.1

Παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς,

### book 576.1.2

ἁρπάξασα δ’ ἐμὸν δῶρον ἔχεις παλάμῃ;

### book 576.1.3

μέμνησαι, τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισιν

### book 576.1.4

ὡς Πάρις οὐ σὲ καλήν, ἀλλ’ ἔμ’ ἐδογμάτισεν.

### book 576.5.1

σὸν δόρυ καὶ σάκος ἐστίν· ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει·

### book 576.5.2

ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος.

### book 577.1.1

Οἶδ’, ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ’ ὅταν ἄστρων

### book 577.1.2

μαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,

### book 577.1.3

οὐκέτ’ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ’ αὐτῷ

### book 577.1.4

Ζανὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης.

### book 578.1.1

Ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε,

### book 578.1.2

βαθὺς χαρακτὴρ καὶ περισκελὴς ἄγαν·

### book 578.1.3

δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου.

### book 578.1.4

εἰ δ’ αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺς

### book 578.5.1

καὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος,

### book 578.5.2

γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα,

### book 578.5.3

σοφὸς δ’ ἀναμφίλεκτος εἰσκριθήσεται.

### book 578

τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων.

### book 579.1.1

Σχῆμα παλαιοτάτων ἀνδρῶν κηρύκιον ἄθρει,

### book 579.1.2

Θρινακίης οἰκιστὰ Κορίνθιε, ὅς ποτ’ ἔπινες

### book 579.1.3

ἀμφιβόητα ῥέεθρα Συρηκοσίης Ἀρεθούσης.

### book 580.1

Μὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει.

### book 580.2

ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει.

### book 580.3

τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην.

### book 580.4

εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω.

### book 580.5.1

οὗτος ἀμαλλοδέτης. τὰ δ’ ἐμὰ πτερὰ Νεῖλον ἐγείρει.

### book 580.5.2

οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ.

### book 580.5.3

τεύχω δ’ οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι.

### book 580.5.4

δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου.

### book 580.5.5

φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν.

### book 581.1

Τοξότα, Πιερίδων μεδέων, ἑκατηβόλε Φοῖβε,

### book 581.2

εἰπὲ κασιγνήτῃ, κρατεροὺς ἵνα θῆρας ἐγείρῃ,

### book 581.3

ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαι

### book 581.4

λαῶν τερπομένων ἱερὸν στόμα, μηδὲ νοήσω

### book 581.5

Ζηνὸς Μειλιχίοιο λαχὼν θρόνον ἀνέρος οἶτον.

### book 582.1

Ἀρμενίων τάδε φῦλα καὶ ἄλκιμον ἔθνος Ἰβήρων

### book 582.2

Χριστοῦ ζῆλον ἔχοντες ἑκούσιον ἐς ζυγὸν ἦλθον

### book 582

θεσμῷ ὑποδρήσσοντες ἀνικήτων βασιλήων.

### book 583.1

Ὦ φίλος, εἰ σοφὸς εἶ, λάβε μ’ ἐς χέρας· εἰ δέ γε πάμπαν

### book 583.2

νῆις ἔφυς Μουσέων, ῥῖψον, ἃ μὴ νοέεις.

### book 583.3

εἰμὶ γὰρ οὐ πάντεσσι βατός, παῦροι δ’ ἀγάσαντο

### book 583.4

Θουκυδίδην Ὀλόρου, Κεκροπίδην τὸ γένος.

### book 584.1

Εὔνομον, ὤπολλον, σὺ μὲν οἶσθά με, πῶς ποτ’ ἐνίκων

### book 584.2

Σπάρτιν ὁ Λοκρὸς ἐγώ· πευθομένοις δ’ ἐνέπω.

### book 584.3

αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον· ἐν δὲ μεσεύσᾳ

### book 584.4

ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν.

### book 584.5.1

καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει,

### book 584.5.2

εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν·

### book 584.5.3

καί τις ἀπ’ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς

### book 584.5.4

τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας.

### book 584.5.5

νεῦρα γὰρ ἓξ ἐτίνασσον· ὅθ’ ἑβδομάτας δὲ μελοίμαν

### book 584.10.1

χορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα·

### book 584.10.2

πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς

### book 584.10.3

τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο,

### book 584.10.4

καὶ μὲν ὅτε φθέγγοιτο, σὺν ἀψύχοις τόκα νευραῖς

### book 584.10.5

τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ.

### book 584.15

τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν· ὃς δὲ τυπωθεὶς

### book 584

χάλκεος ἁμετέρας ἕζεθ’ ὑπὲρ κιθάρας.

### book 585.1

Τέσσαρές εἰσιν Ἔρωτες· ὁ μὲν στέφος ἀμφικαλύπτει

### book 585.2

μητρὸς ἑῆς· ὁ δὲ χεῖλος ἔχει ποτὶ πίδακι μαζοῦ·

### book 585.3

οἱ δὲ δύω παίζουσι παρ’ ἴχνεσιν· εἷμα δὲ κρύπτει

### book 585.4

μηρῷ γείτονα χῶρον ὅλης γυμνῆς Ἀφροδίτης.

### book 586.1.1

Εἰπέ, νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; —„Αἱ μὲν ἐλαῖαι

### book 586.1.2

Παλλάδος, αἱ δὲ πέριξ ἡμερίδες Βρομίου.“ —

### book 586.1.3

Καὶ τίνος οἱ στάχυες; —„Δημήτερος.“ —Ἄνθεα ποίων

### book 586.1.4

εἰσὶ θεῶν; —„Ἥρης καὶ ῥοδέης Παφίης.“ —

### book 586.5.1

Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων,

### book 586.5.2

Ἠχὼ γὰρ δήεις τοῖσδ’ ἐνὶ θειλοπέδοις.

### book 587.1.1

Βάκχῳ καὶ Νύμφαις μέσος ἵσταμαι· ἐν δὲ κυπέλλοις

### book 587.1.2

αἰεὶ τόνδε χέω τὸν παραλειπόμενον.

### book 588.1.1

Οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμα

### book 588.1.2

Κλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίαν·

### book 588.1.3

ἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶς

### book 588.1.4

ἔντεα καὶ γοργῷ μάρνατο παγκρατίῳ·

### book 588.5.1

τὸ τρίτον οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσας

### book 588.5.2

ἀπτὼς τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους.

### book 588.5.3

μοῦνος δ’ Ἑλλάνων τόδ’ ἔχει γέρας· ἑπτάπυλοι δὲ

### book 588

Θῆβαι καὶ γενέτωρ ἐστέφεθ’ Ἑρμοκράτης.

### book 589.1

Αὐτὴν μητρυιὴν τεχνήσατο· τοὔνεκα μαζὸν

### book 589.2

εἰς νόθον ὁ πλάστης οὐ προσέθηκε γάλα.

### book 590.1

„Ἡ τέχνη συνάγειρεν, ἃ μὴ φύσις,“ εἶπεν ὁ πλάστης,

### book 590.2

„μῆτερ νόσφι τόκων, νυμφίε νόσφι γάμων.“

### book 591.1

Ἄρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκου

### book 591.2

ἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρους·

### book 591.3

ἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃ

### book 591.4

ἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων.

### book 591.5.1

Ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδ’ ἐπὶ κηροῦ

### book 591.5.2

ἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι.

### book 592.1

Ὢ πόσον εὐήθης ὁ ζωγράφος, ὅττι χαράσσει

### book 592.2

κοίρανον εἰρήνης ἀσπίδι τικτόμενον.

### book 593.1

Οἶκτον ὁμοῦ καὶ λύσσαν ἐτήτυμον ἔνθεος ἀνὴρ

### book 593.2

μαρμάρῳ ἐγκατέμιξε, βιαζομένην δ’ ὑπὸ τέχνης

### book 593

λαϊνέην Μήδειαν ὅλης ἔμνησεν ἀνίης.

### book 594.1

Ζωγράφε τὰν μορφὰν ἀπομάξας, αἴθ’ ἐνὶ κηρῷ

### book 594.2

καὶ ψυχὰν ἐδάης Σωκρατικὰν βαλέειν.

### book 595

... αὐτὸς ἑαυτὸν ἐν εἰκόνι γράψεν Ἀπελλῆς.

### book 595b.1

Ἡ Μήδων ἄδικον παύσας’ ὕβριν ἥδε Σόλωνα

### book 595b.2

τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

### book 596.1

Τόνδε δοριστέφανος Σπάρτα Χείλωνα φύτευσεν,

### book 596.2

ὃς τῶν ἑπτὰ Σοφῶν πρῶτος ἔφυ σοφίᾳ.

### book 597.1.1

Νωθρὸς ἐγὼ τελέθεσκον ἀπ’ ἰξύος ἐς πόδας ἄκρους,

### book 597.1.2

τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος,

### book 597.1.3

ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων,

### book 597.1.4

μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς.

### book 597.5.1

ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις,

### book 597.5.2

ζώγρησεν κρυερὴν νοῦσον ἀκεσσάμενος·

### book 597.5.3

αὖθις δ’ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω

### book 597

καὶ ποσὶ πεζεύω καὶ ὅλος αἰσθάνομαι.

### book 598.1.1

Τὸν τῶ Ζανὸς ὅδ’ ὗμιν υἱὸν ὡνήρ,

### book 598.1.2

τὸν λειοντομάχαν, τὸν ὀξύχειρα,

### book 598.1.3

πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν

### book 598.1.4

Πείσανδρος συνέγραψεν οὑκ Καμίρου,

### book 598.5.1

χὤσσους ἐξεπόνασεν, εἶπ’ ἀέθλους·

### book 598.5.2

τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς,

### book 598.5.3

ἔστας’ ἐνθάδε χάλκεον ποήσας

### book 598.5.4

πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.

### book 599.1.1

Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε,

### book 599.1.2

σπουδᾷ καὶ λέγ’, ἐπὰν ἐς οἶκον ἔνθῃς·

### book 599.1.3

„Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ,

### book 599.1.4

τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιοῦ.“

### book 599.5.1

προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο,

### book 599.5.2

ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

### book 600.1.1

Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν

### book 600.1.2

εὑρών, Ἐπίχαρμος.

### book 600.1.3

ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ

### book 600.1.4

τὶν ὧδ’ ἀνέθηκαν,

### book 600.5.1

τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,

### book 600.5.2

οἷ, ἀνδρὶ πολίτᾳ,

### book 600.5.3

—σωρὸν γὰρ εἶχε ῥημάτων—μεμναμένοι

### book 600.5.4

τελεῖν ἐπίχειρα·

### book 600.5.5

πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα·

### book 600.10

μεγάλα χάρις αὐτῷ.

### book 601.1

Τὸ ξόανον τὸ περισσὸν Ἀεξιμένης Ἀφροδίτᾳ

### book 601.2

εἵσατο, τῆς πάσης ναυτιλίης φυλακᾷ.

### book 601.3

χαῖρ’, ὦ πότνια Κύπρι, διδοῦσα δὲ κέρδεα, πλοῦτον

### book 601.4

ἄρμενον, εἰδήσεις, ναῦς ὅτι κοινότατον.

### book 602.1.1

Ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν

### book 602.1.2

Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα,

### book 602.1.3

κουριδίους ἤδη θαλάμων λύσασα χιτῶνας,

### book 602.1.4

ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους·

### book 602.5.1

νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δ’ 〈Ἀφροδίτασ〉

### book 602.5.2

Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους.

### book 602.5.3

Θῆβαι Τειρεσίην ἔλεγόν ποτε, νῦν δ’ ἐμὲ Χαλκὶς

### book 602.5.4

τὴν πάρος ἐν μίτραις ἠσπάσατ’ ἐν χλαμύδι.

### book 603.1.1

Πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεω

### book 603.1.2

ἐντύνουσι θοᾶς ἔργα χοροστασίης·

### book 603.1.3

ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος,

### book 603.1.4

ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον,

### book 603.5.1

ἁ τριτάτα δ’ οἰωνὸν ἐύπτερον, ἁ δὲ τετάρτα

### book 603.5.2

τύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλον·

### book 603.5.3

πᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα

### book 603

ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι.

### book 604.1.1

Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον

### book 604.1.2

τεῦξε τό θ’ ὡραῖον τᾶς ἀγανοβλεφάρου.

### book 604.1.3

σαίνοι κέν ς’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα

### book 604.1.4

δέσποιναν μελάθρων οἰομένα ποθορῆν.

### book 605.1.1

Τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας

### book 605.1.2

εἰκόνα γραψαμένα πάντ’ ἀνέθηκεν ἴσαν.

### book 605.1.3

ὡς ἀγανῶς ἕστακεν· ἴδ’, ἁ χάρις ἁλίκον ἀνθεῖ.

### book 605.1.4

χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς.

### book 606.1

Ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε Κυθείρην

### book 606.2

ἐνθάδε λουομένην νάμασι φαιδροτάτοις·

### book 606.3

δέρκεο νηχομένην· μὴ δείδιθι· οὐ γὰρ Ἀθήνην

### book 606.4

παρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας.

### book 607.1

Αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸν

### book 607.2

δῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην.

### book 608

Ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρεια

### book 608

τοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη.

### book 609.1

Τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείνας

### book 609.2

μοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται.

### book 609b.1

Ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλους

### book 609b.2

πλείους χωρῆσαι τοῦτο τριῶν δύναται.

### book 610.1

Μικρὰ μὲν ἔργα τάδ’ ἐστίν, ἔχει δ’ ἡδεῖαν ὀπωπὴν

### book 610.2

ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις.

### book 611.1

Ἐν μικρῷ μεγάλη λουτρῷ χάρις· ἐν δ’ ἐλαχίστῳ

### book 611.2

νάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως.

### book 612.1

Ὡς κέδρου βραχὺ φύλλον, ἔχει δ’ ἡδεῖαν ὀδωδήν,

### book 612.2

οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα.

### book 613

Τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος

### book 613

εἰπών· „Ὡς Μαρίην καὶ σὲ παρερχόμεθα.“

### book 614.1.1

Μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ·

### book 614.1.2

καὶ μεγάλην παρ’ Ἅμαξαν Ἐρωτύλος ἡδὺ φαείνει.

### book 615.1

Χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα

### book 615.2

πλούσιον ἐν φέγγει θήκατο λουομένοις;

### book 615.3

τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι

### book 615.4

κεῖνον ἀιστώσας φαιδρὸν ἔδειξε δόμον;

### book 615.5.1

φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ

### book 615.5.2

κἀν τούτῳ καθαρὴν δεικνυμένου κραδίην·

### book 615.5.3

ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε

### book 615.5.4

κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας.

### book 615.5.5

ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενὲς ἄφθιτε Χριστέ,

### book 615.10

πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.

### book 616.1

Ἐνθάδε λουσαμένων Χαρίτων ποτὲ θέσκελα πέπλα

### book 616.2

βαιὸς Ἔρως ἔκλεψε καὶ ᾤχετο· τὰς δ’ ἔλιπ’ αὐτοῦ

### book 616.3

γυμνὰς αἰδομένας θυρέων ἔκτοσθε φανῆναι.

### book 617.1

Τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον

### book 617.2

τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν;

### book 617.3

Αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν

### book 617.4

ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους.

### book 617.5.1

πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδ’ ὑπόκεινται;

### book 617.5.2

οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δ’ ἕνεκα.

### book 617.5.3

Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλ’ ἐπίγραψον·

### book 617

„Τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας.“

### book 618.1

Λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος·

### book 618.2

πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει.

### book 618.3

εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ,

### book 618.4

οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας.

### book 619.1.1

Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα

### book 619.1.2

τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη.

### book 619.1.3

ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας εὗρες ἐλέγξαι

### book 619.1.4

Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην.

### book 619.5.1

νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο βοώσῃ

### book 619.5.2

Παλλάς· „Ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.“

### book 620.1.1

Ἄγχι μὲν ἐλπὶς ἔρωτος, ἑλεῖν δ’ οὐκ ἔστι γυναῖκας·

### book 620.1.2

εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη.

### book 620.1.3

ἀλλ’ ἔμπης γλυκὺ τοῦτο· ποθοβλήτοις γὰρ ἐπ’ ἔργοις

### book 620.1.4

ἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη.

### book 621.1.1

Ὅσσαις θηλυτέραις ἐστὶν πόθος (ἔστι δὲ πάσαις),

### book 621.1.2

δεῦρ’ ἴτε φαιδροτέρης τευξόμεναι χάριτος.

### book 621.1.3

χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν· ἡ δ’ ἔτι κούρη

### book 621.1.4

ὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέων·

### book 621.5

ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος ἑσμὸν ἐραστῶν

### book 621

ἕξει ἐπὶ προθύροις ἐνθάδε λουσαμένη.

### book 622.1

Εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει,

### book 622.2

λούεο φαιδρότερος τῇδε φανησόμενος·

### book 622.3

εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει,

### book 622.4

λήψῃ κοὐ δώσεις ἐνθάδε λουσάμενος.

### book 623.1.1

Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳ

### book 623.1.2

ἐνθάδε λουσαμένη μισθὸν ἔδωκε χάριν.

### book 624.1.1

Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦ

### book 624.1.2

ἀστὸς ἀνὴρ ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος.

### book 624.1.3

κεῖνο μέλοι πλεόνεσσιν, ἐγὼ δ’ ὀλίγοις τε φίλοις τε

### book 624.1.4

ἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας.

### book 625.1.1

Πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο

### book 625.1.2

κρίνων λουομένων καιρὸν ἐσηλυσίης,

### book 625.1.3

μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνὴν

### book 625.1.4

ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτων

### book 625.5

οὐκ ἐθέλων· „Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.“

### book 625

τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις;

### book 626.1.1

Μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ

### book 626.1.2

αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ.

### book 626.1.3

ἱδρὼς δ’ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς

### book 626.1.4

ὕδασι, φεῦ, πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ·

### book 626.5.1

ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμὴν

### book 626.5.2

ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης.

### book 627.1.1

Τᾷδ’ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ

### book 627.1.2

εὗδεν Ἔρως Νύμφαις λαμπάδα παρθέμενος.

### book 627.1.3

Νύμφαι δ’ ἀλλήλῃσι· „Τί μέλλομεν; αἴθε δὲ τούτῳ

### book 627.1.4

σβέσσομεν,“ εἶπον, „ὁμοῦ πῦρ κραδίης μερόπων.“

### book 627.5.1

λαμπὰς δ’ ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεν

### book 627.5.2

Νύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ.

### book 628.1.1

Ἵππον ἐυρρείτην χρονίῃ μάστιγι δαμέντα

### book 628.1.2

χρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ.

### book 629.1

Αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις,

### book 629

καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον.

### book 630.1.1

Θερμὰ τάδ’ ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖς

### book 630.1.2

οἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην.

### book 630.1.3

οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ,

### book 630.1.4

αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη·

### book 630.5.1

οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά,

### book 630.5.2

ἀλλ’ οἷον ποθέεις, τοῖον ὑπεκφέρεται.

### book 631.1.1

Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες

### book 631.1.2

τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης.

### book 631.1.3

ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις

### book 631.1.4

βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.

### book 631.5.1

ἔνθεν ἀεξήθην ὀροφηφόρος, ἀντὶ δὲ τιμῆς

### book 631.5.2

τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.

### book 632.1

Χθὼν μυχάτων γυάλων κοιλώμασιν ἀέναον πῦρ

### book 632.2

ἔστ’ ἂν ἔχῃ, φλοξὶν δὲ περιζείῃ κρυφίαισιν,

### book 632.3

ἀτμὸς ἄνω βαίνων εἰς αἰθέρα θερμὸς ἔνερθεν

### book 632.4

θλιβόμενος πυριθαλπὲς ἐρεύγεται ἰκμάσιν ὕδωρ.

### book 633.1.1

Ἥρῃ καὶ Παφίῃ καὶ Παλλάδι τοῦτο λοετρὸν

### book 633.1.2

ὥς ποτε τὸ χρυσοῦν ἤρεσε μῆλον ἔχειν·

### book 633.1.3

καὶ τάχα τῆς μορφῆς κρίσις ἔσσεται οὐ Πάρις αὐταῖς,

### book 633

εἰκὼν δ’ ἀργυφέοις νάμασι δεικνυμένη.

### book 634.1.1

Ὤμοσαν αἱ Χάριτες φερεαυγέα κοίρανον αἴγλης

### book 634.1.2

ἐνθάδε ναιετάειν ἢ παρὰ τῇ Παφίῃ.

### book 635.1

Δάφνης εὐπετάλοιο φερώνυμόν ἐστι λοετρόν.

### book 636.1.1

Τοῦτο ἰδὼν τὸ λοετρὸν ὁ πάνσοφος εἶπεν Ὅμηρος·

### book 636.1.2

„Νηπενθές τ’ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.“

### book 637.1.1

Ἐνθάδε λουσαμένη δέμας ἄμβροτον αὐτίκα Κύπρις

### book 637.1.2

δεῖξεν Ἀλεξάνδρῳ καὶ ἀέθλιον ἥρπασε μῆλον.

### book 638.1.1

Αἱ τρεῖς Ὀρχομενοῦ Χάριτες τὸ λοετρὸν ἔτευξαν·

### book 638.1.2

τοὔνεκα χωρῆσαι τέσσαρας οὐ δύναται.

### book 639.1.1

Κύπρις, Ἔρως, Χάριτες, Νύμφαι, Διόνυσος, Ἀπόλλων

### book 639.1.2

ὤμοσαν ἀλλήλοις ἐνθάδε ναιετάειν.

### book 640.1

Ἀθάνατοι λούονται ἀνοιγομένου βαλανείου,

### book 640

πέμπτῃ δ’ ἡμίθεοι, μετέπειτα δὲ πήματα πάντα.

### book 641.1.1

Καὶ σὺ μεθ’ Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων

### book 641.1.2

ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,

### book 641.1.3

Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς

### book 641.1.4

οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ·

### book 641.5.1

ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς

### book 641.5.2

κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.

### book 642.1.1

Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ

### book 642.1.2

ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.

### book 642.1.3

οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες αἵ θ’ ὑπὲρ ἴγδιν

### book 642.1.4

τρίψιες ἥ τε τόση βρωματομιξαπάτη

### book 642.5.1

γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ’ ἄρα γαστήρ,

### book 642.5.2

ὁππόσα πειναλέη δέξατο λαυκανίη.

### book 642.5.3

ὀψὲ δὲ γινώσκει τις, ὅτ’ ἄφρονα μῆτιν ἀείρων

### book 642.5.4

χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.

### book 643.1.1

Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ

### book 643.1.2

οἰμώζεις μελέων πάγχυ βαρυνομένων;

### book 643.1.3

ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις,

### book 643.1.4

ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;

### book 643.5.1

μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ

### book 643.5.2

μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.

### book 643.5.3

ἀλλ’ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις

### book 643.5.4

βρώμασιν εὐτυχίην κεῖνα λογιζόμενος·

### book 643.5.5

ἐνθάδε δ’ ἀσχάλλεις, μούνη δ’ ἀλιτήματα λαιμοῦ

### book 643.10

ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.

### book 644.1.1

Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεί,

### book 644.1.2

μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·

### book 644.1.3

λιτὰ δέ σοι καὶ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις,

### book 644.1.4

ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.

### book 644.5.1

ἔμπης ἀρτίπος ἐσσί, καὶ ἐνθάδε βαιὰ καθεσθεὶς

### book 644.5.2

αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην·

### book 644.5.3

οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς

### book 644.5.4

τύπτεις αὐτομάτως φόρτον ἀπωσάμενος.

### book 644.5.5

τλήμονες οἱ πλουτοῦντες ἰδ’ οἱ κείνοισι συνόντες,

### book 644.10

οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.

### book 645.1.1

Τμώλῳ ὑπ’ ἀνθεμόεντι ῥοὴν πάρα Μαίονος Ἕρμου

### book 645.1.2

Σάρδιες ἡ Λυδῶν ἔξοχός εἰμι πόλις.

### book 645.1.3

μάρτυς ἐγὼ πρώτη γενόμην Διός, οὐ γὰρ ἐλέγχειν

### book 645.1.4

λάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης.

### book 645.5.1

αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός· ἐν δὲ κεραυνῷ

### book 645.5.2

ἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον·

### book 645.5.3

πρώταις δ’ ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρη

### book 645.5.4

οὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος.

### book 645.5.5

πάντα με κοσμήσαντο, πολὺς δέ με πολλάκις αἰὼν

### book 645.10

ἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην.

### book 646.1

Εἰ πόλιν Ἡρακλῆος ὁμώνυμον οἶσθα καὶ ἄλλην,

### book 646

ἴσθι με τὴν Πόντου μηδὲν ἀτιμοτέρην.

### book 647.1.1

Ῥώμη παμβασίλεια, τὸ σὸν κλέος οὔποτ’ ὀλεῖται·

### book 647.1.2

Νίκη γάρ σε φυγεῖν ἄπτερος οὐ δύναται.

### book 648.1.1

Ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος· οὐ γὰρ ἐρευνᾶν

### book 648.1.2

„Τίς, πόθεν ἠὲ τίνων“, ἐστὶ φιλοξενίης.

### book 649.1.1

Εὐσεβίη τὸ μέλαθρον ἀπὸ πρώτοιο θεμείλου

### book 649.1.2

ἄχρι καὶ ὑψηλοὺς ἤγαγεν εἰς ὀρόφους.

### book 649.1.3

οὐ γὰρ ἀπ’ ἀλλοτρίων κτεάνων ληίστορι χαλκῷ

### book 649.1.4

ὄλβον ἀολλίζων τεῦξε Μακηδόνιος·

### book 649.5.1

οὐδὲ λιπερνήτης κενεῷ καὶ ἀκερδέι μόχθῳ

### book 649.5.2

κλαῦσε δικαιοτάτου μισθοῦ ἀτεμβόμενος.

### book 649.5.3

ὡς δὲ πόνων ἄμπαυμα φυλάσσεται ἀνδρὶ δικαίῳ,

### book 649.5.4

ὧδε καὶ εὐσεβέων ἔργα μένοι μερόπων.

### book 650.1.1

Ἐν μὲν τῇ Ζεύξιππον ἔχω πέλας, ἡδὺ λοετρόν,

### book 650.1.2

ἐκ δ’ ἑτέρης ἵππων χῶρον ἀεθλοφόρων.

### book 650.1.3

τούς ῥα θεησάμενος καὶ τῷδ’ ἔνι χρῶτα λοέσσας

### book 650.1.4

δεῦρο καὶ ἄμπνευσον δαιτὶ παρ’ ἡμετέρῃ·

### book 650.5

καί κε πάλιν σταδίοις ποτὶ δείελον ὥριος ἔλθοις,

### book 650

ἐγγύθεν ἐγγὺς ἰὼν γείτονος ἐκ θαλάμου.

### book 651.1.1

Τρισσόθεν εἰσορόω πολυτερπέα νῶτα θαλάσσης,

### book 651.1.2

πάντοθεν ἠματίῳ φέγγεϊ βαλλόμενος·

### book 651.1.3

εἰς ἐμὲ γὰρ κροκόπεπλος ὅταν περικίδναται Ἠώς,

### book 651.1.4

τερπομένη στείχειν πρὸς δύσιν οὐκ ἐθέλει.

### book 652.1.1

Ὥρῃ ἀναψύχω θέρεος καὶ χείματι θάλπω

### book 652.1.2

τοὐλλιπὲς ὡράων ἐξ ἐμέθεν παρέχων.

### book 653.1.1

„Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν,“

### book 653.1.2

ἔννεπεν Ἀσκραῖος δῶμα τόδε προλέγων.

### book 653.1.3

κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ

### book 653.1.4

ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην·

### book 653.5.1

ὑψόθι δ’ εἰσενόησα θαλασσαίην περιωπήν·

### book 653.5.2

ναὶ τάχα τῆς ἀρετῆς πιστότατον θάλαμος.

### book 654.1.1

Κερδαλέους δίζεσθε δόμους, ληίστορες, ἄλλους·

### book 654.1.2

τοῖσδε γάρ ἐστι φύλαξ ἔμπεδος ἡ πενίη.

### book 655.1

Ὀτραλέως τολύπευσαν τόνδε δόμον βασιλῆες,

### book 655.2

αἰχμὴν ὀλβοδότειραν ἀπὸ σταυροῖο λαχόντες,

### book 655

αὐτὸς ἄναξ Ἡρακλῆς σὺν Κωνσταντίνῳ υἷι.

### book 656.1

Οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆος

### book 656.2

μοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης,

### book 656.3

θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργων,

### book 656.4

ὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες,

### book 656.5.1

ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι·

### book 656.5.2

ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήια τέχνης

### book 656.5.3

Αἰθέριος πολύιδρις ἐμὴν τεχνήσατο μορφήν,

### book 656.5.4

ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων.

### book 656.5.5

ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων

### book 656.10.1

Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης.

### book 656.10.2

εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς,

### book 656.10.3

εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις·

### book 656.10.4

κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς,

### book 656.10.5

Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος·

### book 656.15.1

μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροις

### book 656.15.2

Ἀδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις.

### book 656.15.3

οὔ μοι Πυραμίδων ἰκέλη κρίσις οὐδὲ Κολοσσοῦ

### book 656.15.4

οὐδὲ Φάρου· μεγάλην μοῦνος δ’ ὑπερέδραμον αἴγλην.

### book 656.15.5

αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκην

### book 656.20.1

χρυσοφαές με τέλεσσεν ἐδέθλιον Ἠριγενείης

### book 656.20.2

πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις.

### book 657.1.1

Ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει

### book 657.1.2

πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ’ ἠιόνων,

### book 657.1.3

χρύσεα συλλέκτρῳ τάδ’ ἀνάκτορα θῆκεν ἀνάσσῃ

### book 657.1.4

τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.

### book 657.5

ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖο

### book 657

κάλλος ἀπ’ Εὐρώπης δέρκεαι εἰς Ἀσίην.

### book 658.1.1

Κόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήρας

### book 658.1.2

καὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένη·

### book 658.1.3

σοῖς δὲ πόνοις, Δομνῖνε, κατηφέα νύκτα διώκει

### book 658.1.4

ἐκ Θέμιδος μεγάρων, ἐκ βιοτῆς μερόπων.

### book 659.1.1

Ὡς ἀγαθὸν καὶ παῖς ἐπὶ γήραϊ· φαιδροτέρους γὰρ

### book 659.1.2

Δομνῖνος θαλάμους μητρὸς ἔτευξε Δίκης.

### book 659.1.3

λάμπω ἐγὼ διὰ παιδός, ὁ παῖς δι’ ἐμεῖο φαείνει·

### book 659.1.4

κύδεα δ’ ἀλλήλοις ἀντιχαριζόμεθα.

### book 660.1.1

Χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴ

### book 660.1.2

ἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων,

### book 660.1.3

ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲ

### book 660.1.4

ἐνθάδ’ ἀγειρομένοις πάντα δίδωσι ῥόον.

### book 661.1.1

Δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης

### book 661.1.2

ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις,

### book 661.1.3

ὀρνίθων ἐπίβαθρον ἐύθροον· ἀλλὰ σιδήρῳ

### book 661.1.4

ἐτμήγην κλήρῳ κρείσσονος εὐτυχίης·

### book 661.5

ἀντὶ γὰρ ὀρνίθων Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις

### book 661

ἄρδομαι εὐμούσοις χεύμασι τηλεθάον.

### book 662.1.1

Χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι

### book 662.1.2

πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος.

### book 662.1.3

ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων

### book 662.1.4

νηδὺς ἐπεγδούπει λύματα χευομένη.

### book 662.5.1

ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας

### book 662.5.2

θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.

### book 663.1.1

Πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσου

### book 663.1.2

νῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει.

### book 663.1.3

ὡς σοφός, ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις,

### book 663.1.4

Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων.

### book 664.1.1

Ἐνθάδ’ ἐριδμαίνουσι, τίνος πλέον ἔπλετο χῶρος,

### book 664.1.2

Νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες·

### book 664.1.3

ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις οὐδὲ δικάζειν

### book 664.1.4

οἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει.

### book 665.1.1

Εἶξον ἐμοί, Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου

### book 665.1.2

κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.

### book 665.1.3

ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες αἵ τ’ ἐνὶ πόντῳ

### book 665.1.4

Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην·

### book 665.5

ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης

### book 665

καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.

### book 666.1

Οὐ μέγας οὐδ’ ὁ Ἔρως, ἀλλ’ εὔχαρις· ὡς καὶ ἐγώ τοι

### book 666.2

οὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων.

### book 667.1.1

Ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ

### book 667.1.2

καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ.

### book 667.1.3

τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος

### book 667.1.4

καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος.

### book 667.5.1

τοὺς δ’ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων

### book 667.5.2

ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει.

### book 668.1.1

Ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα

### book 668.1.2

πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος·

### book 668.1.3

ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν

### book 668.1.4

πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων·

### book 668.5.1

καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ’ ἄλλῳ

### book 668.5.2

μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος·

### book 668.5.3

ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις

### book 668.5.4

χῶρον Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων,

### book 668.5.5

καὶ λιπαρῆς εὔβοτρυν ἀν’ ὀργάδα καρπὸς ἐλαίης

### book 668.10.1

θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων·

### book 668.10.2

αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζει

### book 668.10.3

ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν.

### book 668.10.4

ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς

### book 668

τόνδε δόμον, λιτῆς δ’ ἀντίασον ξενίης.

### book 669.1.1

Δεῦρ’ ἴθι βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος,

### book 669.1.2

ἄμπαυσον καμάτου γυῖα πολυπλανέος,

### book 669.1.3

χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ

### book 669.1.4

καλὰ πολυκρούνων ἐκπρορέει στομάτων·

### book 669.5.1

ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει

### book 669.5.2

ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι.

### book 669.5.3

ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας

### book 669.5.4

ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην.

### book 669.5.5

ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην

### book 669.10.1

πέζαν ὑποξύων αὐτοφύτοιο νάπης.

### book 669.10.2

οὗτος „Ἔρωσ“. τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ

### book 669.10.3

πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων;

### book 670.1.1

Τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν

### book 670.1.2

ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις;

### book 670.1.3

τίς δ’ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν

### book 670.1.4

αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους;

### book 670.5.1

οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων

### book 670.5.2

κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα.

### book 671

Τίς τόσον ἔργον ἔτευξε; τίς ἡ πόλις ἢ τὸ γέρας τί; —

### book 671

„Ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος.“

### book 672.1.1

Εἰ τραφερῆς πάσης ἁλιτέρμονα κύκλον ὁδεύσῃς,

### book 672.1.2

οὔ ποτέ μοί τινα χῶρον ἀρείονα τοῦδε νοήσεις,

### book 672.1.3

θέσκελον οἷον ἔτευξεν ἀγακλυτὸς Ἰωάννης

### book 672.1.4

κυδαίνων βασίλειαν ὅλης χθονός· ἐκ ῥοθίων γὰρ

### book 672.5

τερπωλὴν ἀκόρητον ἐν ἄστεϊ θῆκεν Ὁμήρου.

### book 673.1

Ἱππολύτῃ καὶ τοῦτ’ Ἀσκληπιὸς ὤπασεν ἔργον.

### book 674.1.1

Πύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγων

### book 674.1.2

εἰμὶ Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων,

### book 674.1.3

καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταις

### book 674.1.4

στῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆος

### book 674.5.1

ἐστὶ πατήρ· κείνῳ δὲ μετ’ ἄγρια κύματα ναῦται

### book 674.5.2

χεῖρας ἀερτάζουσιν ἅτε κλυτῷ Ἐννοσιγαίῳ.

### book 675.1

Μηκέτι δειμαίνοντες ἀφεγγέα νυκτὸς ὁμίχλην

### book 675.2

εἰς ἐμὲ θαρσαλέως πλώετε, ποντοπόροι.

### book 675.3

πᾶσιν ἀλωομένοις τηλαυγέα δαλὸν ἀνάπτω,

### book 675

τῶν Ἀσκληπιαδῶν μνημοσύνην καμάτων.

### book 676.1.1

Ταῖς Προύσης Νύμφαις ὑποείκομεν, ἀλλὰ καὶ αὐταὶ

### book 676.1.2

κρέσσονες ἡμείων χαίρετε Πυθιάδες·

### book 676.1.3

αἱ δ’ ἄλλαι πᾶσαι μετὰ Πύθια καὶ μετὰ Προῦσαν

### book 676.1.4

ἡμετέραις Νύμφαις εἴξατε Νηιάδες.

### book 677.1.1

Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν

### book 677.1.2

τηλίκον ἀρκτῴοις ἄσθμασι βαλλόμενον.

### book 677.1.3

ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης,

### book 677.1.4

ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει.

### book 677.5.1

καί ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν, ἡ δὲ περισσὴ

### book 677.5.2

τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.

### book 678.1.1

Οἷον ἔτλης καὶ τοῦτον, Ἀγακλείδη, μέγαν ἆθλον

### book 678.1.2

θυμῷ τολμητῇ κῦδος ἄριστον ἑλών·

### book 678.1.3

Νύμφης ἀρχαίης Βάσσης πολυκαγκέα χώρην

### book 678.1.4

ὕδασι καὶ λουτροῖς θῆκας ἀφνειοτέρην.

### book 679.1.1

Πᾶσα μὲν Ἀξιόχῳ πόλις εὔχεται· ἄλλο γὰρ ἄλλης

### book 679.1.2

πῆμα παραστείχων ὡς θεὸς ἠκέσατο·

### book 679.1.3

ἔξοχα δὲ κραναῇ ῥόον ὕδατος ὤπασεν Ἄσσῳ

### book 679.1.4

πολλῶν πετράων σκληρὰ μέτωπα τεμών.

### book 679.5

μηκέτι φεύγετε πάντες ἀποπρὸ θέοντες, ὁδῖται·

### book 679

πλημύρω ψυχροῖς ὕδασιν Ἀξιόχου.

### book 680.1.1

Τὰς τρεῖς μοι Χάριτας λεύσσεις, ξένε· Ποντομέδων γὰρ

### book 680.1.2

γείτονος ἐκ πόντου τὴν μίαν εἰργάσατο·

### book 680.1.3

τὴν δ’ ἑτέρην ἐτέλεσσε φυτῶν εὔκαρπος ἀλωή·

### book 680.1.4

τὴν δ’ ὑπολειπομένην τοῦτο τὸ λουτρὸν ἔχει.

### book 681.1.1

Ἆ μέγα σοι, Διόνυσε, χαρίζομαι· εἰς ἐμὲ Κύπρις

### book 681.1.2

λούεται, ἐξ αὐτῆς σοὶ τὰ κύπελλα φέρω.

### book 682.1

Κίονα τετράπλευρον ἀεὶ χθονὶ κείμενον ἄχθος

### book 682.2

μοῦνος ἀναστῆσαι Θευδόσιος βασιλεὺς

### book 682.3

τολμήσας Πρόκλῳ ἐπεκέκλετο, καὶ τόσος ἔστη

### book 682.4

κίων ἠελίοις ἐν τριακονταδύο.

### book 683

Ἀλφεὸς ἄρρεν ὕδωρ, Ἀρεθούσιόν ἐστι τὸ θῆλυ·

### book 683

καὶ γάμον εὗρεν Ἔρως κιρναμένων ὑδάτων.

### book 684.1

Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχεια

### book 684.2

κρήνη· Τηλεβόαι γάρ με τόδ’ ὠνόμασαν·

### book 684.3

Νύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δ’ ὑγείην·

### book 684.4

θῆκε δέ με Πτερέλας, υἱὸς Ἐνυαλίου.

### book 685.1

Μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων,

### book 685.2

μή ποτε κινήσας τὴν μείονα μείζονα θείης.

### book 686.1

Ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος

### book 686.2

καὶ σέλας ἀκτεάνοιο δίκης Βασίλειον ὕπαρχον,

### book 686.3

ξεῖνε, νόῳ σκίρτησον ἰδὼν ἐφύπερθε πυλάων.

### book 686.4

εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις,

### book 686.5.1

βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας.

### book 686.5.2

ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα.

### book 687.1

Μορφὰς ὁ γράψας ἤθελον καὶ τοὺς τρόπους·

### book 687.2

ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη. —

### book 687

„Κάλει δέ μ’ Ἀλέξανδρον εὔλαλον, φίλος.“

### book 688.1

Τήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν,

### book 688.2

ἀμφότερον κόσμον τε πάτρῃ καὶ θάμβος ὁδίταις,

### book 688.3

τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης,

### book 688.4

Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης,

### book 688.5

τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων.

### book 689.1

Οὗτος Ἰουλιανὸς λαοσσόα τείχεα πήξας

### book 689.2

στῆσε τρόπαιον, ἑῆς σύμβολον ἀγρυπνίης,

### book 689.3

σφάζειν ἀντιβίους ἐχθροὺς ἀπάνευθε μενοινῶν

### book 689.4

ἢ πόλεως προπάροιθ’ ἐκκροτέειν πολέμους.

### book 690.1

Θευδόσιος τόδε τεῖχος ἄναξ καὶ ὕπαρχος Ἑῴας

### book 690.2

Κωνσταντῖνος ἔτευξαν ἐν ἤμασιν ἑξήκοντα.

### book 691.1

Ἤμασιν ἑξήκοντα φιλοσκήπτρῳ βασιλῆι

### book 691.2

Κωνσταντῖνος ὕπαρχος ἐδείματο τείχεϊ τεῖχος.

### book 692.1

Βιβιανοῦ τόδε ἔργον, ὃν ἀντολίαι δύσιές τε

### book 692

μέλπουσιν γεραρῶς εἵνεκεν εὐνομίης.

### book 693.1.1

Τόνδε Τύχης ἀνέγειρε δόμον Δημήτριος ἀρχὸς

### book 693.1.2

τὴν πόλιν οἰκτείρας ὡς πάις Ἱερίου·

### book 693.1.3

αὐτοῦ καὶ βουλῇ τάδ’ ἐδείματο οὔτε πόληος

### book 693.1.4

οὔτε τι δημοτέροις χρήμασιν, ἀλλ’ ἰδίοις.

### book 694

Μεσσαλινοῖο γόνος τόδε θέσκελον ἔκτισε τόξον.

### book 695.1

Ὁρᾷς, τὸ κάλλος ὅσσον ἐστὶ τῆς λίθου,

### book 695.2

ἐν ταῖς ἀτάκτοις τῶν φλεβῶν εὐταξίαις.

### book 696.1

Τετραπόροις ἁψῖσι πόλιν Θεόδωρος ἐγείρας

### book 696.2

ἄξιός ἐστι πόλιν καὶ τέτρατον ἡνιοχεῦσαι.

### book 697.1

Ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν

### book 697.2

ἔργου κοσμῆσαι θαύματι τοσσατίου

### book 697.3

δῶρά τε κυδήεντα πορεῖν χρυσάσπιδι Ῥώμῃ,

### book 697.4

ἥ ς’ ὕπατον τεῦξεν καὶ τρισέπαρχον ὁρᾷ.

### book 698

Μόψου τήνδ’ ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντις

### book 698

δείματο τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας.

### book 699.1

Ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ·

### book 699.2

μητρὸς δ’ εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς,

### book 699.3

ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο.

### book 700.1.1

Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος

### book 700.1.2

υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.

### book 701.1

Αὐτοῦ Ζηνὸς ὅδ’ οἶκος ἐπάξιος, οὐδ’ ἂν Ὄλυμπος

### book 701.2

μέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον.

### book 702.1

Κεκροπίδαι Διὶ τόνδ’ ἔθεσαν δόμον, ὡς ἀπ’ Ὀλύμπου

### book 702.2

νισσόμενος ποτὶ γᾶν ἄλλον Ὄλυμπον ἔχοι.

### book 703.1

Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλι‐

### book 703.2

στον παρέχονται πάντων ποταμῶν· καὶ ἐπ’ αὐτὰς ἀπίκετο

### book 703.3

ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ κάλλιστος καὶ ἄριστος

### book 703.4

πάντων ἀνθρώπων, Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ

### book 703.5

πάσης τῆς ἠπείρου βασιλεύς.

### book 704.1.1

Τήκει καὶ πέτρην ὁ πολὺς χρόνος· ἀλλ’ ἀρετάων

### book 704.1.2

Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον,

### book 704.1.3

ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσι

### book 704.1.4

καὶ τόδε μετρείσθω κοινὸν ἔρεισμα θόλου.

### book 705.1.1

Δῶρον Τερμησσοῖο δικασπολίης χάριν ἁγνῆς·

### book 705.1.2

Εὐσέβιος θεράπων θῆκε θεῷ τὸ γέρας.

### book 706.1.1

Δένδρεον ἱερόν εἰμι· παρερχόμενός με φυλάσσευ

### book 706.1.2

πημαίνειν· ἀλγῶ, ξεῖνε, κολουομένη.

### book 706.1.3

μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖς

### book 706.1.4

ἀχράσιν· αἰγείρων τίς γένος οὐκ ἐδάη;

### book 706.5.1

εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν,

### book 706.5.2

δακρύσεις· μέλομαι καὶ ξύλον Ἠελίῳ.

### book 707.1.1

Εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δ’ ἴσα μέτρα διώκω,

### book 707.1.2

Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος·

### book 707.1.3

βένθος ὁμοῦ καὶ ἄρουρα δι’ ὕδατος· ἦ γὰρ ἐγείρω

### book 707.1.4

ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον.

### book 707.5

ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός· ἄμμι δέ, Νεῖλε,

### book 707

κρείσσων ἔσθ’ ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων.

### book 708.1.1

Ἔζευξ’ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ,

### book 708.1.2

τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος·

### book 708.1.3

ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν

### book 708.1.4

καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο·

### book 708.5.1

λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον,

### book 708.5.2

χερσὶ Γιγαντείαις δ’ ἔστασε νέρθεν ὕδωρ.

### book 708.5.3

ἦν ἅλ’ ἀεὶ πλώειν· διοδευομένη δ’ ὑπὸ ναύταις

### book 708.5.4

ἄστατος εἰς πεζοὺς ὡμολόγησε μένειν.

### book 709.1.1

Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροις

### book 709.1.2

εἵλκυς’ ὁ τεχνίτης ἐν πυρὶ λουσάμενον·

### book 709.1.3

πᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκεν

### book 709.1.4

ἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας.

### book 709.5.1

ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν. ἆ τίς ὁ πείσας

### book 709.5.2

χαλκὸν κωμάζειν ὕδατος ὑγρότερον;

### book 710.1

Ὄσσαν ἐπ’ Οὐλύμπῳ καὶ Πήλιον ὑψωθέντα

### book 710.2

ψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο·

### book 710.3

Πυραμίδες δ’ ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπα

### book 710.4

κύρουσιν χρυσέοις ἀστράσι Πληιάδων.

### book 711.1

Αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι·

### book 711

Βίκτορα δὲ γράψας „Τὸν σκοπόν,“ εἶπεν, „ἔχω.“

### book 712.1.1

Αὐτὸν Ἰωάννην ὁ γέρων ὅτ’ ἐδέξατο θεσμός,

### book 712.1.2

εἶπεν ἀνηβήσας· „Αὖθις ἔχω σε, Σόλων.“

### book 713.1

Βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δ’ ἀνάκειμαι.

### book 713.2

βουκόλε, κεντήσας εἰς ἀγέλην μ’ ἄπαγε.

### book 714.1.1

Τίπτε, Μύρων, με τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖς

### book 714.1.2

ἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον;

### book 715.1.1

Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος

### book 715.1.2

βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.

### book 716.1.1

Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλ’ ὑπὸ γήρως

### book 716.1.2

χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.

### book 717.1

Ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδ’ ἐπίκειται

### book 717

ἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει.

### book 718.1.1

Αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων· „Οὐκ ἔπλασα ταύταν

### book 718.1.2

τὰν δάμαλιν, ταύτας δ’ εἰκόν’ ἀνεπλασάμην.“

### book 719.1.1

Οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲ

### book 719.1.2

ἐξ ἀγέλας ἐλάσας δῆσε βάσει λιθίνῳ.

### book 720.1.1

Εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ,

### book 720.1.2

ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις.

### book 721.1.1

Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; ἐς τί δὲ μυκᾷ;

### book 721.1.2

ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα.

### book 722.1.1

Τὰν δάμαλιν, βουφορβέ, παρέρχεο μηδ’ ἀπάνευθε

### book 722.1.2

συρίσδῃς· μαστῷ πόρτιν ὑπεκδέχεται.

### book 723.1

Ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δ’ ἂν σεῦ,

### book 723

πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.

### book 724.1.1

Ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥ’ ὁ Προμηθεὺς

### book 724.1.2

οὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σύ, Μύρων.

### book 725.1.1

Βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐρεύνα·

### book 725.1.2

εὗρε μόλις δ’ αὐτὴν τὰς βόας ἐξελάσας.

### book 726.1

Ἁ βοῦς ἁ τίκτους’ ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦν·

### book 726.2

ἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλ’ ἔτεκεν.

### book 727.1

Καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς,

### book 727.2

εἴ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο.

### book 728.1.1

Ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ,

### book 728.1.2

χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων.

### book 729

Πηκτόν μοί τις ἄροτρον ἐπ’ αὐχένι καὶ ζυγὰ θέσθω,

### book 729

εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω.

### book 730.1.1

Ἤν μ’ ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος,

### book 730.1.2

βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει.

### book 731.1.1

Ὧδε Μύρων μ’ ἔστησε τὸ βοίδιον· οἱ δὲ νομῆες

### book 731.1.2

βάλλουσίν με λίθοις ὡς ἀπολειπόμενον.

### book 732.1.1

Βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτ’ ἔπος αὐτῷ

### book 732.1.2

εἶπον, ὅθ’ ὁ πλάστης ὧδέ μ’ ἔδησε Μύρων.

### book 733.1.1

Τὰν βοῦν τάνδε Μύρων, ξεῖν’, ἔπλασεν, ἃν ὅδε μόσχος

### book 733.1.2

ὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος.

### book 734.1.1

Ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνους·

### book 734.1.2

ἀλλά ς’ ὁ βουπλάστας ἐξαπάτησε Μύρων.

### book 735.1

Σεῖο, Μύρων, δαμάλει παρακάτθανε μόσχος ἀλαθεὶς

### book 735

καὶ γάλα πιστεύων χαλκὸν ἔσωθεν ἔχειν.

### book 736.1

Φεῦ σύ, Μύρων, πλάσσας οὐκ ἔφθασας· ἀλλά σε χαλκός,

### book 736.2

πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος.

### book 737.1

Χαλκείαν τύπτεις δάμαλιν· μέγα ς’ ἤπαφε τέχνα,

### book 737.2

βουκόλε· τὰν ψυχὰν οὐ προσέθηκε Μύρων.

### book 738.1.1

Ἐν βοῒ τᾷδ’ ἐμάχοντο Φύσις καὶ πότνια Τέχνα·

### book 738.1.2

ἀμφοτέραις δὲ Μύρων ἶσον ὄπασσε γέρας·

### book 738.1.3

δερκομένοις μὲν γὰρ Φύσιος κράτος ἥρπασε Τέχνα·

### book 738.1.4

αὐτὰρ ἐφαπτομένοις ἡ Φύσις ἐστὶ φύσις.

### book 739.1.1

Ἤπαφε καὶ σὲ μύωπα Μύρων, ὅτι κέντρον ἐρείδεις

### book 739.1.2

πλευραῖς χαλκοχύτοις ἀντιτύποιο βοός.

### book 739.1.3

οὐ νέμεσις δὲ μύωπι. τί γὰρ τόσον; εἴ γε καὶ αὐτοὺς

### book 739.1.4

ὀφθαλμοὺς νομέων ἠπερόπευσε Μύρων.

### book 740.1.1

Ἡ βάσις ἡ κατέχουσα τὸ βοίδιον, ᾗ πεπέδηται·

### book 740.1.2

ἢν δ’ ἀφεθῇ ταύτης, φεύξεται εἰς ἀγέλην.

### book 740.1.3

μυκᾶται γὰρ ὁ χαλκός· ἴδ’, ὡς ἔμπνουν ὁ τεχνίτας

### book 740

θήκατο· κἂν ζεύξῃς ἄλλον, ἴσως ἀρόσει.

### book 741.1.1

Χάλκεος ἦς, ἐπὶ σοὶ δὲ γεωτόμος εἷλκεν ἄροτρον

### book 741.1.2

καὶ ζυγόδεσμα φέρων, ψευδομένα δάμαλι.

### book 741.1.3

ἀλλὰ Μύρων τέχνᾳ πανυπείροχος, ὅς σε δι’ ἔργων

### book 741.1.4

ἔμπνουν ὥς τινα βοῦν ἐργάτιν εἰργάσατο.

### book 742.1.1

Ἄπαιρέ μου τένοντος, ὦ γεωπόνε,

### book 742.1.2

λέπαδνα καὶ σίδαρον αὐλακεργάταν·

### book 742.1.3

χαλκὸν γὰρ ἁμῶν οὐκ ἐσάρκωσεν Μύρων,

### book 742.1.4

τέχνα δ’ ἐζωπόνησεν ὄψιν ἔμπνοον,

### book 742.5.1

ὡς πολλάκις με κἀπομυκᾶσθαι θέλειν·

### book 742.5.2

εἰς ἔργα δ’ οὐκ εἴασε προσδήσας βάσει.

### book 743.1.1

Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δ’ Ἀθάνας

### book 743.1.2

ἑστᾶσιν καλὸν δῶρον Ἰτωνιάδος,

### book 743.1.3

πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον,

### book 743.1.4

καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπ’ Ἰλλυριῶν.

### book 744.1.1

Ὡιγινόμοι Σώτων καὶ Σίμαλος, οἱ πολύαιγοι,

### book 744.1.2

οἷα βαθυσχίνων, ἆ ξένε, πὰρ λοφιᾶν

### book 744.1.3

Ἑρμᾷ τυρευτῆρι καὶ εὔγλαγι τὸν χιμάραρχον

### book 744

χάλκεον εὐπώγων’ ὧδ’ ἀνέθεντο τράγον.

### book 745.1.1

Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως

### book 745.1.2

ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων

### book 745.1.3

κυδιόων, ὅτι οἱ θάμ’ ἐν οὔρεσιν ἀμφὶ παρῇδα

### book 745.1.4

βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα.

### book 746.1.1

Ἑπτὰ βοῶν σφραγῖδα βραχὺς λίθος εἶχεν ἴασπις

### book 746.1.2

εἰς μίαν, ὡς πάσας ἔμπνοα δερκομένας.

### book 746.1.3

καὶ τάχα κἂν ἀπέρεψε τὰ βοίδια· νῦν δὲ κέκλειται

### book 746.1.4

τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.

### book 747.1.1

Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,

### book 747.1.2

ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.

### book 747.1.3

καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται

### book 747.1.4

τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.

### book 748.1

Ἁ λίθος ἔστ’ ἀμέθυστος, ἐγὼ δ’ ὁ πότας Διόνυσος·

### book 748

ἢ νήφειν πείσει μ’ ἢ μαθέτω μεθύειν.

### book 749.1.1

Ἐν κυάθῳ τὸν Ἔρωτα τίνος χάριν; ἀρκετὸν οἴνῳ

### book 749.1.2

αἴθεσθαι κραδίην· μὴ πυρὶ πῦρ ἔπαγε.

### book 750.1.1

Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις

### book 750.1.2

τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.

### book 751.1.1

Ἁ σφραγὶς ὑάκινθος· Ἀπόλλων δ’ ἐστὶν ἐν αὐτῇ

### book 751.1.2

καὶ Δάφνη. ποτέρου μᾶλλον ὁ Λητοΐδας;

### book 752.1.1

Εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δ’ ἀμεθύστῳ

### book 752.1.2

γέγλυμμαι· τέχνης δ’ ἡ λίθος ἀλλοτρίη.

### book 752.1.3

ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσης

### book 752.1.4

χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει.

### book 753.1.1

Χιονέη κρύσταλλος ὑπ’ ἀνέρος ἀσκηθεῖσα

### book 753.1.2

δεῖξεν ἀκηρασίοιο παναίολον εἰκόνα κόσμου,

### book 753

οὐρανὸν ἀγκὰς ἔχοντα βαρύκτυπον ἔνδοθι πόντον.

### book 754.1.1

Εἴπ’ ἄγε μοι, κρύσταλλε, λίθῳ πεπυκασμένον ὕδωρ

### book 754.1.2

τίς πῆξεν; —„Βορέης.“ —Ἢ τίς ἔλυσε; —„Νότος.“

### book 755.1

Εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δ’ ἔργον ἄνακτος

### book 755.2

ἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας,

### book 755.3

αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσων

### book 755.4

ἑστάμεν ἐκ πόντου γαῖαν ἀμειψαμέναν·

### book 755.5.1

τόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει,

### book 755.5.2

οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας.

### book 756.1.1

Τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν,

### book 756.1.2

Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι.

### book 756.1.3

νῦν δ’ ἡμῖν οὐ γῆρας ἔτ’ ἀδρανές, ἀλλ’ ὁ πεδητὰς

### book 756.1.4

Σειληνοῖς κώμων βάσκανός ἐστι λίθος.

### book 757.1

Ἰφίων τόδ’ ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος

### book 757

χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.

### book 758.1.1

Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν,

### book 758.1.2

τὴν δ’ ἐξιόντων δεξιὰν Διονύσιος.

### book 759.1

Εἷς λίθος ἅρμ’, ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ.

### book 760.1

Εἷς λίθος ἅρμ’, ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη.

### book 761.1

Μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις

### book 761.2

ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων.

### book 762.1.1

Ἥφαιστός μ’ ἐτέλεσσε καμὼν χρόνον· ἀλλὰ Κυθείρη

### book 762.1.2

ἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως,

### book 762.1.3

Ἀγχίσῃ δ’ ἔπορεν κρυφίης μνημήιον εὐνῆς·

### book 762.1.4

καί μ’ Ἀσκληπιάδης εὗρε παρ’ Αἰνεάδαις.

### book 763.1

Ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις·

### book 763

ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον.

### book 764.1.1

Οὐ βριαρόν τινα θῆρα καὶ οὔ τινα πόντιον ἰχθύν,

### book 764.1.2

οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις,

### book 764.1.3

ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνη

### book 764.1.4

ἀνέρα μυιάων κέντρον ἀλευόμενον

### book 764.5.1

ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει,

### book 764.5.2

οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου.

### book 764.5.3

ὕπνου δ’ ἀστυφέλικτον ἄγω χάριν· ἀλλὰ καὶ αὐτοὺς

### book 764.5.4

δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης.

### book 765.1.1

Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆς

### book 765.1.2

δίκτυον οὐ Φοίβης, ἀλλ’ ἁπαλῆς Παφίης.

### book 765.1.3

ἀνέρα δ’ ὑπνώοντα μίτῳ πολύωπι καλύπτω

### book 765.1.4

ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον.

### book 766.1.1

Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν

### book 766.1.2

ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·

### book 766.1.3

αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι οὐδὲ καλύπτω

### book 766.1.4

ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους.

### book 766.5.1

οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ

### book 766.5.2

ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.

### book 766.5.3

ὄρνεά που σῴζω, μερόπεσσι δὲ λέκτρα φυλάσσω.

### book 766

ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;

### book 767.1.1

Ἑζόμενος μὲν τῇδε παρ’ εὐλάιγγι τραπέζῃ

### book 767.1.2

παίγνια κινήσεις τερπνὰ βολοκτυπίης.

### book 767.1.3

μήτε δὲ νικήσας μεγαλίζεο, μήτ’ ἀπολειφθεὶς

### book 767.1.4

ἄχνυσο τὴν ὀλίγην μεμφόμενος βολίδα.

### book 767.5.1

καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός,

### book 767.5.2

καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.

### book 768.1.1

Παίγνια μὲν τάδε πάντα· Τύχης δ’ ἑτερότροπος ὁρμὴ

### book 768.1.2

ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν·

### book 768.1.3

καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις,

### book 768.1.4

νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος.

### book 768.5.1

αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε

### book 768.5.2

χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο.

### book 769.1.1

Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ’ ἀκολάστοις

### book 769.1.2

λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.

### book 769.1.3

ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων,

### book 769.1.4

μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.

### book 769.5.1

δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζειν

### book 769.5.2

ἐν σπουδῇ, καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον.

### book 770.1

Χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει·

### book 770

ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον.

### book 771.1.1

Ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρου,

### book 771.1.2

ὀψὲ μέν, ἀλλ’ εὗρεν πίστιν ἐτητυμίης.

### book 772.1.1

Οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷ

### book 772.1.2

Βάκχον ἀολλίζω τὸν περιλειπόμενον.

### book 773.1.1

Χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε

### book 773.1.2

τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει.

### book 774.1.1

Ἁ βάκχα Παρία μέν, ἐνεψύχωσε δ’ ὁ γλύπτας

### book 774.1.2

τὸν λίθον· ἀνθρῴσκει δ’ ὡς βρομιαζομένα.

### book 774.1.3

ὦ Σκόπα, ἁ θεοποιὸς 〈ἄπιστον〉 ἐμήσατο τέχνα

### book 774.1.4

θαῦμα χιμαιροφόνον θυιάδα μαινομέναν.

### book 775.1

Ἡ βάκχη Κρονίδην Σάτυρον θέτο· εἰς δὲ χορείαν

### book 775

θρῴσκει μαινομένων ὡς βρομιαζόμενος.

### book 776.1.1

Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ

### book 776.1.2

κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ

### book 776.1.3

γράψας τοῦτ’ ἔπορεν Σατυρήιος· εἰμὶ δ’ ἀνάσσης

### book 776.1.4

εἰκὼν καὶ μεγάλης λείπομαι οὐδ’ ὀλίγον.

### book 777.1.1

Ἴδ’, ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳ

### book 777.1.2

κορωνιῶν ἕστηκε· δριμὺ γὰρ βλέπων

### book 777.1.3

ὑψαυχενίζει καὶ διηνεμωμένας

### book 777.1.4

κορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον.

### book 777.5.1

δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος

### book 777.5.2

ἐναρμόσῃ γένυσσι κἀπικεντρίσῃ,

### book 777.5.3

ὁ σὸς πόνος, Λύσιππε, καὶ παρ’ ἐλπίδας

### book 777.5.4

τάχ’ ἐκδραμεῖται· τᾷ τέχνᾳ γὰρ ἐμπνέει.

### book 778.1.1

Γαῖαν τὴν φερέκαρπον, ὅσην ἔζωκε περίχθων

### book 778.1.2

ὠκεανὸς μεγάλῳ Καίσαρι πειθομένην,

### book 778.1.3

καὶ γλαυκήν με θάλασσαν ἀπηκριβώσατο Κύπρος

### book 778.1.4

κερκίσιν ἱστοπόνοις πάντ’ ἀπομαξαμένη·

### book 778.5

Καίσαρι δὲ κλεινῷ χάρις ἤλθομεν· ἦν γὰρ ἀνάσσης

### book 778

δῶρα φέρειν τὰ θεοῖς καὶ πρὶν ὀφειλόμενα.

### book 779.1

Δῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆος

### book 779.2

καὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης,

### book 779.3

ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸν

### book 779.4

αὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος,

### book 779.5.1

ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύων

### book 779.5.2

εὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις.

### book 780.1.1

Ὠρανὸν ἁ χωροῖσα σοφὰ λίθος, ἁ διὰ τυτθοῦ

### book 780.1.2

γνώμονος ἀελίῳ παντὶ μερισδομένα.

### book 781.1

Ἢν κλείσῃς μ’, ἀνέῳγα· καὶ ἢν οἴξῃς, ἐμὲ κλείσεις·

### book 781.2

τοῖος ἐὼν τηρεῖν σὸν δόμον οὐ δύναμαι.

### book 782.1.1

Ἐνθάδε μιστύλλουσι δρόμον Φαεθοντίδος αἴγλης

### book 782.1.2

ἀνέρες ὡράων ἀμφὶ δυωδεκάδι·

### book 782.1.3

ὕδασι δ’ ἠελίοιο ταλαντεύουσι κελεύθους

### book 782

ἐς πόλον ἐκ γαίης μῆτιν ἐρεισάμενοι.

### book 783.1

Ἀνδράσιν Ἑρμῆς εἰμι, γυναιξὶ δὲ Κύπρις ὁρῶμαι·

### book 783.2

ἀμφοτέρων δὲ φέρω σύμβολά μοι τοκέων.

### book 783.3

τοὔνεκεν οὐκ ἀλόγως με τὸν Ἑρμαφρόδιτον ἔθεντο

### book 783.4

ἀνδρογύνοις λουτροῖς παῖδα τὸν ἀμφίβολον.

### book 784.1

Μὴ νεμέσα βαιοῖσι· χάρις βαιοῖσιν ὀπηδεῖ·

### book 784.2

βαιὸς καὶ Παφίης ἔπλετο κοῦρος Ἔρως.

### book 785.1

Μηνᾶς χρύσεον ἔργον ἐδείματο πᾶσιν ὁδίταις,

### book 785.2

κυδαίνων πτολίεθρον ἐριχρύσων βασιλήων.

### book 786.1.1

Τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν

### book 786.1.2

Λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι

### book 786.1.3

ἐνναέται, μοίρης σημήιον ἀμμορίης τε·

### book 786.1.4

αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης.

### book 787.1.1

Ὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων,

### book 787.1.2

εἴτ’ ἀφ’ ὁδοιπορίης, εἴτ’ ἀπὸ ναυτιλίης,

### book 787.1.3

ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα 〈δεῦρο〉,

### book 787.1.4

ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων.

### book 787.5

εἰ δέ με καί, τίς ἔτευξεν, ἀνακρινέοις, πολιῆτα,

### book 787

Εὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός.

### book 788.1.1

Ὄλβιον ἀνθρώποισιν ἔχει φάος ἄμβροτος αἰὼν

### book 788.1.2

σῇσιν ὑπ’ ἐννεσίῃς’, εὐγενέτειρα Τύχη.

### book 788.1.3

νεύματι γὰρ σῷ πάντα φέρει κλέος, ᾧ ποτε χειρὶ

### book 788.1.4

δεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον·

### book 788.5.1

τούτῳ καὶ βασιλῆες ἀμύμονες ἁρμόζονται

### book 788.5.2

καὶ λογίων ἀγέλης ἄμβροτοι ἡγεμόνες·

### book 788.5.3

καὶ νῆες λιμένεσσι σαώτερον ἀμπαύονται

### book 788.5.4

σὴν δι’ ἀρηγοσύνην σῳζόμεναι πελάγει·

### book 788.5.5

καὶ πόλιες χαίρουσιν ἀκύμονες ἠδέ τε λαοὶ

### book 788.10.1

καὶ θαλερῶν πεδίων λείμακες ἀμβρόσιοι.

### book 788.10.2

τοὔνεκα σὸν θεράποντα πρὸς ὄλβιον ἀθρήσασα ...

### book 789.1.1

Τέκτονά με σκοπίαζε σοφῶν κοσμήτορα μύθων

### book 789.1.2

ἰθύνοντα τέχνην εὐεπίης κανόνι.

### book 790.1.1

Τίς ποκ’ ἀπ’ Οὐλύμποιο μετάγαγε παρθενεῶνα

### book 790.1.2

τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις

### book 790.1.3

ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων,

### book 790.1.4

τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον;

### book 790.5

ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπου

### book 790

τὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον.

### book 791.1.1

Μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ

### book 791.1.2

κρηπῖδας βυθίας οἴδματι πηξαμένη,

### book 791.1.3

χαίρει ἴδ’ ἀμφὶ σὲ πόντος ἐπὶ ζεφύροιο πνοῇσιν

### book 791.1.4

ἀφρὸν ὑπὲρ νώτου κυάνεον κεδάσας.

### book 791.5.1

εἵνεκα δ’ εὐσεβίης νηοῦ θ’ ὃν ἐγείρατο σεῖο

### book 791.5.2

Πόστουμος αὐχήσῃ μέζον, Ἀφροῖ, σὺ Πάφου.

### book 792.1.1

Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυία

### book 792.1.2

ἤσκημαι, πάσης ἠρίον ἡλικίης·

### book 792.1.3

δώματα δ’ Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρου

### book 792.1.4

γέγραμμαι κείνου πρῶτον ἀπ’ ἀρχετύπου.

### book 793.1.1

Πόρτιν τήνδε Μύρωνος ἰδὼν τάχα τοῦτο βοήσεις·

### book 793.1.2

„Ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη.“

### book 794.1.1

Βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσων·

### book 794.1.2

οὐ γάρ μοι τέχνη καὶ τόδ’ ὄπασσεν ἔχειν.

### book 795.1

Ἢ χαλκὸν ζώωσε Μύρων σοφὸς ἢ τάχα πόρτιν

### book 795

χάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας.

### book 796.1.1

Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσων·

### book 796.1.2

χαλκοῦ δὲ ψαύσας φὼρ κενὸς ἐξεφάνη.

### book 797.1.1

Εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δ’ ἀείρει

### book 797.1.2

γειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην.

### book 798.1.1

Τλῆθι, Μύρων· τέχνη σε βιάζεται· ἄπνοον ἔργον.

### book 798.1.2

ἐκ φύσεως τέχνη, οὐ γὰρ φύσιν εὕρετο τέχνη.

### book 799.1

Εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσιν

### book 799.2

δημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει.

### book 799.3

Μουσεῖον Ῥώμῃ δ’ ἐχαρίσσατο καὶ βασιλῆος

### book 799.4

εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων·

### book 799.5.1

τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων,

### book 799.5.2

ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς.

### book 800

Ταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα

### book 800

πιστεύων καθαρῶς, ὡς Θεός ἐστι Λόγος.

### book 801.1

Μουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσας

### book 801.2

ἑστῶτα σφαλερῶς ἵδρυσεν ἀσφαλέως.

### book 802.1

Μορφὴν τήνδ’ ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ,

### book 802.2

Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης·

### book 802.3

δεξιτερὴν δ’ ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγει

### book 802.4

δυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει.

### book 803.1

Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχος

### book 803.2

ὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην.

### book 804.1

Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην

### book 804.2

Ἰουλιανὸς ὕπαρχος ὡς εὐεργέτην.

### book 805

Εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης,

### book 805

οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων.

### book 806.1

Κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλων

### book 806.2

νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον.

### book 806.3

νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι

### book 806.4

Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος,

### book 806.5.1

ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην

### book 806.5.2

ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης.

### book 807.1.1

Μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι

### book 807.1.2

γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου·

### book 807.1.3

βαιὸς δ’ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης

### book 807.1.4

ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ.

### book 807.5.1

Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς

### book 807.5.2

τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων.

### book 808.1.1

Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης

### book 808.1.2

αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας.

### book 808.1.3

ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται

### book 808.1.4

τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν, ἀλλὰ καὶ ἄντην

### book 808.5.1

πάνθ’ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα·

### book 808.5.2

ἡμετέροις δ’ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις

### book 808.5.3

πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν

### book 808.5.4

τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι.

### book 808.5.5

πολλάκι δ’ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη

### book 808.10

βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα,

### book 808

δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν.

### book 809.1.1

Πίνδαρον ἱμερόεντα παρ’ ὕδασι Κῦρος ἐγείρει,

### book 809.1.2

οὕνεκα φορμίζων εἶπεν· „Ἄριστον ὕδωρ.“

### book 810.1

Οὗτος Ἰουστῖνος Σοφίῃ σχεδόν· ἀμφότεροι δὲ

### book 810.2

χρύσεον ἔργον ἔτευξαν ἀπ’ Ἀσσυρίοιο θριάμβου.

### book 811.1

Φαιδρὸν Ἰουστινιανὸς ἄναξ ἐμὲ χῶρον ἐγείρει

### book 811.2

Ἠελίῳ παρέχων θάμβος ἀνερχομένῳ·

### book 811.3

οὔποτε γὰρ τοιοῦτον ἐπὶ χθονὸς ἔδρακε κάλλος

### book 811.4

ὑψόθεν οὐρανίην οἶμον ἐπερχόμενος.

### book 812.1

Θεῖον Ἰουστῖνον, καθαρὸν φρουρήτορα θεσμῶν,

### book 812.2

Δομνῖνος καθαρῆς ἐν προθύροισι Δίκης.

### book 813.1

Τῆς Σοφίης τόδ’ ἄγαλμα Δίκης προπάροιθε θυράων,

### book 813.2

οὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην.

### book 814.1

„Νύμφαι Νηιάδες, μετανάστιοι, οὐχ ἅμα πάσας

### book 814.2

ἥξειν ὠιόμην χεύμασιν ἡμετέροις.“

### book 814.3

Εἰ δὲ τόσην τὸ λοετρὸν ἔχει χάριν, οὐδὲν ὀνήσει

### book 814

ὁ φθόνος, εἰ Νύμφαι πᾶν ἀπέλειπον ὕδωρ.

### book 815.1

Ξεῖνε, τί νῦν σπεύδεις ὁρόων ἀκεσώδυνον ὕδωρ;

### book 815.2

εὐφροσύνης τὸ λοετρόν, ἀπορρύπτει μελεδῶνας,

### book 815.3

μόχθον ἐλαφρίζει· τόδε γὰρ ποίησε Μιχαήλ,

### book 815.4

ὃς κρατερῆς αὐλῆς βασιληίδος ἡγεμονεύει.

### book 816.1

Ἀντία Τηλεμάχοιο καὶ ἐγγύθι Πηνελοπείης

### book 816.2

τίπτε, πολυφράδμων, πολυταρβέα χεῖρα τιταίνεις;

### book 816.3

οὐκ ἐρέει μνηστῆρσι τεόν ποτε νεῦμα τιθήνη.

### book 817.1

Ἐν τῇ τραπέζῃ τῶν ἀχράντων θυμάτων

### book 817.2

παθῶν τυχόντας τῶν ὑπὲρ Χριστοῦ γράφω·

### book 817.3

οὕσπερ γὰρ αἰτῶ πρὸς σκέπην ἔχειν Πέτρος,

### book 817.4

φρικτοῦ τέθεικα τοῖς σκεπάσμασιν τόπου.

### book 818.1

Καὶ Πέτρος ἄλλος τὸν τάφον τοῦ Κυρίου

### book 818.2

τὸν ζωοποιὸν εἰσιδεῖν μὴ συμφθάσας

### book 818.3

ἔγλυψα δίσκον, μνήματος θείου τύπον,

### book 818.4

ἐν ᾧ τὸ Χριστοῦ σῶμα κύψας προσβλέπω.

### book 819

Κρατὴρ νοητὸς Πνεύματος θείου βλύσει

### book 819

κατανύξεως ῥοῦν ἐγχέω ταῖς καρδίαις.

### book 820.1

Τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο χῶρον

### book 820.2

ὕδατι καὶ γαίῃ κάλλος ἐπικρεμάσας.

### book 821.1

Κοίρανοι, ὑμετέρην ἀρετὴν κάρτος τε καὶ ἔργα

### book 821.2

αὐδήσει χρόνος αἰέν, ἕως πόλος ἀστέρας ἕλκῃ.

### book 822.1

Ἀργύρεος πόλος οὗτος, ὅπῃ Φαέθοντα Σελήνη

### book 822.2

δέρκεται ἀντιτύπων πιμπλαμένη φαέων·

### book 822.3

ἀπλανέες δ’ ἑκάτερθε καὶ ἀντιθέοντες ἀλῆται

### book 822.4

ἀνδρομέης γενεῆς πᾶσαν ἄγουσι τύχην.

### book 823.1.1

Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ’ ἀπὸ πέτρας

### book 823.1.2

κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων,

### book 823.1.3

αὐτὸς ἐπεὶ σύριγγι μελίσδεται εὐκελάδῳ Πάν,

### book 823.1.4

ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων·

### book 823.5

αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο

### book 823

Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.

### book 824.1.1

Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύταν

### book 824.1.2

Πανὸς ὀρειώτα νισσόμενοι σκοπιάν,

### book 824.1.3

αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ,

### book 824.1.4

αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι·

### book 824.5.1

κἀμέ τις ὑμείων ἐπιβωσάτω· οἶδά ποτ’ ἄγραν

### book 824.5.2

κοσμεῖν καὶ λόγχαν καὶ λίνα καὶ καλάμους.

### book 825

Πᾶνά με τὸν δυσέρωτα καὶ ἐξ ὑδάτων φύγεν Ἠχώ.

### book 826.1

Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χεὶρ

### book 826.2

μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ.

### book 826.3

εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος, ἀντὶ δὲ τοῦ πρὶν

### book 826.4

πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.

### book 826.5.1

εὔκηλον δ’ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον

### book 826.5.2

κινήσῃς ἁπαλῷ κώματι θελγόμενον.

### book 827.1.1

Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου,

### book 827.1.2

λείβω δ’ ἀργυρέων ὕδατα Ναϊάδων·

### book 827

θέλγω δ’ ἠρεμέοντα νέον περὶ κώματι παῖδα ...

### book 1.1.1

Ὁ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼν

### book 1.1.2

ἤδη μέμβλωκεν χὠ χαρίεις ζέφυρος·

### book 1.1.3

λειμῶνες δ’ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα

### book 1.1.4

κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.

### book 1.5.1

ἀγκύρας ἀνέλοιο καὶ ἐκλύσαιο γύαια,

### book 1.5.2

ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.

### book 1.5.3

ταῦθ’ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι, ὁ λιμενίτας,

### book 1.5.4

ὤνθρωφ’, ὡς πλώοις πᾶσαν ἐπ’ ἐμπορίην.

### book 2.1.1

Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα

### book 2.1.2

πορφύρει τρομερῇ φρικὶ χαρασσομένη·

### book 2.1.3

ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν

### book 2.1.4

οἰκία, λειμώνων δ’ ἁβρὰ γελᾷ πέταλα.

### book 2.5.1

τοὔνεκα μηρύσασθε διάβροχα πείσματα, ναῦται,

### book 2.5.2

ἕλκετε δ’ ἀγκύρας φωλάδας ἐκ λιμένων·

### book 2.5.3

λαίφεα δ’ εὐυφέα προτονίζετε. ταῦθ’ ὁ Πρίηπος

### book 2.5.4

ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.

### book 3.1.1

Εἰς Ἀίδην ἰθεῖα κατήλυσις, εἴτ’ ἀπ’ Ἀθηνῶν

### book 3.1.2

στείχοις, εἴτε νέκυς νίσεαι ἐκ Μερόης.

### book 3.1.3

μή σέ γ’ ἀνιάτω πάτρης ἀποτῆλε θανόντα·

### book 3

πάντοθεν εἷς ὁ φέρων εἰς Ἀίδην ἄνεμος.

### book 4.1.1

Λῦσον ἀπ’ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν,

### book 4.1.2

εὔτροχα δ’ ἐκπετάσας λαίφεα ποντοπόρει,

### book 4.1.3

ἔμπορε· χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα

### book 4.1.4

γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος·

### book 4.5.1

ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν

### book 4.5.2

χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον·

### book 4.5.3

ἄνθεα δ’ ἀντέλλουσι κατὰ χθόνα· τῷ σὺ Πριήπῳ

### book 4.5.4

πειθόμενος πάσης ἅπτεο ναυτιλίης.

### book 5.1.1

Ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν’ οἶδμα

### book 5.1.2

κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος·

### book 5.1.3

ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο

### book 5.1.4

ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος.

### book 5.5.1

σχοίνους μηρύεσθε, ἐφ’ ὁλκάδα φορτίζεσθε

### book 5.5.2

ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.

### book 5.5.3

ταῦτ’ ὔμμιν πλώουσιν ἐπ’ ἐμπορίην ὁ Πρίηπος

### book 5.5.4

ὁ λιμενορμίτης ναυτιλίην γράφομαι.

### book 6.1.1

Ἤδη μὲν ζεφύροιο ποητόκου ὑγρὸν ἄημα

### book 6.1.2

ἠρέμα λειμῶνας πίτνει ἐπ’ ἀνθοκόμους·

### book 6.1.3

Κεκροπίδες δ’ ἠχεῦσι· γαληναίη δὲ θάλασσα

### book 6.1.4

μειδιάει κρυερῶν ἄτρομος ἐξ ἀνέμων.

### book 6.5.1

ἀλλ’ ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται,

### book 6.5.2

πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας.

### book 6.5.3

ὦ ἴτ’ ἐπ’ ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ,

### book 6

ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι.

### book 7.1.1

Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον

### book 7.1.2

ναῦται Θρηικίου θέντο πόρου φύλακα,

### book 7.1.3

πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός,

### book 7.1.4

ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.

### book 7.5.1

τοὔνεκεν οὔτ’ ἄκνισον, ὅπερ θέμις, οὔτ’ ἐπιδευῆ

### book 7.5.2

εἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων,

### book 7.5.3

ἀλλ’ αἰεὶ θυόεντα καὶ ἔμπυρον· οὐδ’ ἑκατόμβη

### book 7.5.4

τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.

### book 8.1.1

Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω

### book 8.1.2

χηλήν, αἰθυίαις οὔποτ’ ἐναντίβιος,

### book 8.1.3

φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ’ ἀκταῖς

### book 8.1.4

ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων.

### book 8.5.1

ἀλλ’ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς

### book 8.5.2

φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.

### book 8.5.3

λεύσσω καὶ τὰ θέοντα καθ’ ὕδατος· ἦ γὰρ ἀπ’ ἔργων

### book 8.5.4

δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.

### book 9.1

Τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον

### book 9.2

στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,

### book 9.3

—δίκτυ’ ἄγ’ ἁπλώσασθε—, πολὺν δ’ ἁλινηχέα βῶκα

### book 9.4

καὶ σκάρον, οὐ θρίσσης νόσφιν ἀρυσσάμενοι,

### book 9.5

γλαυκὸν ἐνιδρυνθέντα νάπῃ, σημάντορα θήρης

### book 9

τίετ’ ἀπ’ οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.

### book 10.1.1

Πᾶνά με τόνδ’ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην

### book 10.1.2

Πᾶνα, τὸν εὐόρμων τῇδ’ ἔφορον λιμένων,

### book 10.1.3

οἱ γριπῆες ἔθεντο· μέλω δ’ ἐγὼ ἄλλοτε κύρτοις,

### book 10.1.4

ἄλλοτε δ’ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις.

### book 10.5.1

ἀλλὰ παράπλει, ξεῖνε· σέθεν δ’ ἐγὼ οὕνεκα ταύτης

### book 10.5.2

εὐποΐης πέμψω πρηῢν ὄπισθε νότον.

### book 11.1.1

Εἴτε σύ γ’ ὀρνεόφοιτον ὑπὲρ καλαμῖδα παλύνας

### book 11.1.2

ἰξῷ ὀρειβατέεις, εἴτε λαγοκτονέεις,

### book 11.1.3

Πᾶνα κάλει. κυνὶ Πὰν λασίου ποδὸς ἴχνια φαίνει·

### book 11.1.4

σύνθεσιν ἀκλινέων Πὰν ἀνάγει καλάμων.

### book 12.1.1

Τᾷδ’ ὑπὸ τὰν ἄρκευθον ἴτ’ ἀμπαύοντες, ὁδῖται,

### book 12.1.2

γυῖα παρ’ Ἑρμείᾳ σμικρόν, ὁδοῦ φύλακι,

### book 12.1.3

μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ

### book 12.1.4

καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.

### book 12.5.1

πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος, ἅ θ’ ὑπὸ πέτρᾳ

### book 12.5.2

πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον·

### book 12.5.3

ἔνδιον δὲ φυγόντες, ὀπωρινοῦ κυνὸς ἄσθμα,

### book 12

ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.

### book 13.1.1

Ἦ καλὸν αἱ δάφναι, καλὸν δ’ ὑπὸ πυθμέσιν ὕδωρ

### book 13.1.2

πιδύει, πυκινὸν δ’ ἄλσος ὑποσκιάει

### book 13.1.3

τηλεθάον, ζεφύροισιν ἐπίδρομον, ἄλκαρ ὁδίταις

### book 13.1.4

δίψης καὶ καμάτου καὶ φλογὸς ἠελίου.

### book 14.1.1

Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης

### book 14.1.2

κύματα λευκαίνει φρικὶ χαρασσόμενα·

### book 14.1.3

οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα

### book 14.1.4

ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.

### book 14.5.1

οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν

### book 14.5.2

κάρφεσι κολλητὸν πηξαμένη θάλαμον.

### book 14.5.3

θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,

### book 14.5.4

κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην·

### book 14.5.5

μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου

### book 14.10

ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.

### book 15.1.1

Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει

### book 15.1.2

εἴαρος εὐλείμων θελξινόοιο χάρις·

### book 15.1.3

ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις

### book 15.1.4

ὁλκὰς ἀπ’ ἠιόνων ἐς βυθὸν ἑλκομένη.

### book 15.5.1

λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται,

### book 15.5.2

πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.

### book 15.5.3

πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι

### book 15

ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.

### book 16.1.1

Ἤδη καλλιπέτηλον ἐπ’ εὐκάρποισι λοχείαις

### book 16.1.2

λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων·

### book 16.1.3

ἤδη ἐπ’ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων

### book 16.1.4

μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην·

### book 16.5.1

καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν

### book 16.5.2

ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.

### book 16.5.3

ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης

### book 16.5.4

νηοφόροις νώτοις εὔδια πεπταμένης,

### book 16.5.5

οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις,

### book 16.10.1

οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.

### book 16.10.2

ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ

### book 16.10.3

τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,

### book 16.10.4

ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας

### book 16.10.5

ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.

### book 17.1.1

Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃ

### book 17.1.2

πέμπε κατὰ σταθερῆς οἰχομένην ὀθόνην

### book 17.1.3

ἄχρις ἐπὶ Τρίτωνα· σὺ δ’ ἠόνος ἄκρα λελογχὼς

### book 17.1.4

τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην·

### book 17.5.1

κεῖθεν δ’, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί,

### book 17.5.2

πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ.

### book 18.1.1

Γῶβρυ, Διώνυσός σε καὶ ἡ φιλεράστρια Κύπρις

### book 18.1.2

τέρποι καὶ γλυκεραὶ γράμμασι Πιερίδες·

### book 18.1.3

ὧν μὲν γὰρ σοφίην ἀποδρέπτεο· τῆς δ’ ἐς ἔρωτας

### book 18

ἔρχεο· τοῦ δὲ φίλας λαβροπότει κύλικας.

### book 19.1.1

Ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳ

### book 19.1.2

κείρεο καὶ γενύων ἠιθέους ἕλικας,

### book 19.1.3

Γάιε· σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλον

### book 19.1.4

Λεύκιος αὐξομένου πουλὺν ἐς ἠέλιον.

### book 19.5.1

δωρεῦνται χρυσέοισιν, ἐγὼ δ’ ἱλαροῖς ἐλέγοισιν·

### book 19.5.2

οὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη.

### book 20.1.1

Ἤν τινα καλὸν ἴδῃς, εὐθὺς τὸ πρῆγμα κροτείσθω·

### book 20.1.2

βάζ’, ἃ φρονεῖς· ὄρχεων δράσσεο χερσὶν ὅλαις·

### book 20.1.3

ἢν δ’ εἴπῃς· „Τίω σε καὶ ἔσσομαι οἷάτ’ ἀδελφός,“

### book 20.1.4

αἰδώς σου κλείσει τὴν ἐπὶ τοὔργον ὁδόν.

### book 21.1.1

Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίων

### book 21.1.2

σύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων,

### book 21.1.3

Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν,

### book 21.1.4

τὸν χιόσι ψυχὴν Κελτίσι νειφόμενον,

### book 21.5.1

Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα,

### book 21.5.2

τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει,

### book 21.5.3

Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι,

### book 21

Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας.

### book 22.1.1

Μὴ πόδα γυμνὸν ἔρεσσε δι’ ὑλάεσσαν ἀταρπὸν

### book 22.1.2

Αἰγύπτου· χαροπῶν φεῦγε διὲξ ὀφίων,

### book 22.1.3

ἀγρεῦ δουνακόδιφα· τὸν ἐκ χέρσου δὲ φύλαξαι

### book 22.1.4

ἰόν, ὁ τοξεύειν ὄρνιν ἐπειγόμενος.

### book 23.1.1

Νικήτης, ὀλίγος μὲν ἐπὶ προτόνοισιν ἀήτης

### book 23.1.2

οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης·

### book 23.1.3

ἀλλ’ ὅταν ἐμπνεύσῃ, κατὰ δ’ ἱστία πάντα φέρηται,

### book 23.1.4

λαίφεα πακτώσας μέσσα θέει πελάγη,

### book 23.5.1

ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων

### book 23.5.2

ἔλθῃ ἀκυμάντους εὔπλοος εἰς λιμένας.

### book 24.1.1

Φρὴν ἱερὴ μεγάλη Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοις

### book 24.1.2

ἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα·

### book 24.1.3

κἀμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπ’ ἀήτῃ

### book 24.1.4

ὤρεξας πρηεῖ’ ἀσπασίῳ λιμένας.

### book 25.1.1

Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου

### book 25.1.2

ναίων τρηχείης ἀντιπέρην Ἰθάκης,

### book 25.1.3

δός με δι’ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν,

### book 25.1.4

Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον·

### book 25.5

καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ

### book 25

ἵλαον, εὖ δ’ ὕμνοις ἄρτισον ἡμετέροις.

### book 26.1.1

Ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε,

### book 26.1.2

ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων.

### book 26.1.3

ἔστι δ’ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας

### book 26.1.4

φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.

### book 27.1.1

Ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας,

### book 27.1.2

οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος.

### book 28.1.1

Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν

### book 28.1.2

τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.

### book 29.1.1

Οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλ’ ἀκολάστοις

### book 29.1.2

ψυχαῖς ἀνθρώπων ἔσθ’ ὁ Ἔρως πρόφασις.

### book 30.1

Ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ,

### book 30

πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις.

### book 31.1.1

Θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς·

### book 31.1.2

ἢν δὲ μή, ἀλλ’ ἡμεῖς αὐτὰ παρερχόμεθα.

### book 32.1

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου.

### book 33.1.1

Ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλόν· αἰσχρὰ δέ, δεινόν,

### book 33.1.2

κἂν ὦσιν τούτων ἄξιοι, ὧν λέγομεν.

### book 34.1.1

Εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι·

### book 34.1.2

εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει;

### book 34.1.3

οὔτε μεριμνήσεις δίχα δαίμονος οὔτ’ ἀμελήσεις·

### book 34.1.4

ἀλλ’ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.

### book 35.1.1

Εὖ πράττων φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι,

### book 35.1.2

καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου·

### book 35.1.3

ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλ’ ἅμα πάντα

### book 35

ἐχθρὰ Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.

### book 36.1.1

Οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν

### book 36.1.2

ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην·

### book 36.1.3

οὐ γὰρ ἔθ’ ὡς ἐχθρὸν προφυλασσόμεθ’, ἀλλ’ ἀγαπῶντες

### book 36.1.4

ὡς φίλον ἐν τούτῳ πλείονα βλαπτόμεθα.

### book 37.1.1

Ἡ βραδύπους βουλὴ μέγ’ ἀμείνων· ἡ δὲ ταχεῖα

### book 37.1.2

αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.

### book 38.1

Ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.

### book 39.1.1

Θησαυρὸς μέγας ἔστ’ ἀγαθὸς φίλος, Ἡλιόδωρε,

### book 39.1.2

τῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ.

### book 40.1

Μήποτε τὸν παρεόντα παρεὶς φίλον ἄλλον ἐρεύνα

### book 40

δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.

### book 41.1.1

Πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής·

### book 41.1.2

τἆλλα δ’ ἔχει λύπην πλείονα τῶν κτεάνων.

### book 41.1.3

τόνδε πολυκτέανον καὶ πλούσιόν ἐστι δίκαιον

### book 41.1.4

κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.

### book 41.5.1

εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ’ ἄλλῳ

### book 41.5.2

σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,

### book 41.5.3

οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις

### book 41.5.4

μοχθήσει ἑτέρων δρεπτομένων τὸ μέλι.

### book 42.1.1

Ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω·

### book 42.1.2

κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.

### book 43.1.1

Ἓξ ὧραι μόχθοις ἱκανώταται· αἱ δὲ μετ’ αὐτὰς

### book 43.1.2

γράμμασι δεικνύμεναι „ζῆθι“ λέγουσι βροτοῖς.

### book 44.1.1

Ἢν ὁ φίλος τι λάβῃ, „δόμινε φράτερ“ εὐθὺς ἔγραψεν·

### book 44.1.2

ἢν δ’ αὖ μή τι λάβῃ, τὸ „φράτερ“ εἶπε μόνον·

### book 44.1.3

ὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγε

### book 44

οὐκ ἐθέλω „δόμινε“, οὐ γὰρ ἔχω δόμεναι.

### book 45.1.1

Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν

### book 45.1.2

ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.

### book 45.1.3

ἀλλ’ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν

### book 45.1.4

ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.

### book 45.5.1

ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως

### book 45.5.2

εἶπ’ ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ.

### book 45.5.3

εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου

### book 45.5.4

λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.

### book 46.1.1

Ἦ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή·

### book 46.1.2

μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω,

### book 46.1.3

ὃς λαλέειν εἰδὼς ἑτέρους ἐδίδασκε σιωπᾶν

### book 46.1.4

φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος.

### book 47.1.1

Ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν· οὐ γὰρ ἔοικεν

### book 47.1.2

γαστέρι πενθῆσαι νεκρόν, Ὅμηρος ἔφη·

### book 47.1.3

καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα

### book 47

σίτου μνησαμένην τὴν Νιόβην παράγει.

### book 48.1.1

Μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο,

### book 48.1.2

ἐστὶ παροιμιακόν, τῷδε θ’ ὅμοιον ἐρῶ·

### book 48.1.3

μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης,

### book 48.1.4

μηδ’ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ.

### book 48.5.1

πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας

### book 48.5.2

σεμνότερον δικάσαι μὴ ῥυπαρῶς δύναται;

### book 49.1.1

Καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι·

### book 49.1.2

εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα,

### book 49.1.3

ἐκκεῖσθαι δ’ ἐμὲ πᾶσι χολὴν μὴ σχόντα κελεύεις,

### book 49.1.4

ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν

### book 49.5.1

τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει

### book 49.5.2

λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα μηδὲ πνέειν.

### book 50.1.1

Τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος,

### book 50.1.2

ἀντ’ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους

### book 50.1.3

τοὺς αὐτῇ προσιόντας· ἑταίρα δ’ οὖσα πανοῦργος

### book 50.1.4

τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει·

### book 50.5.1

τῶν δ’ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,

### book 50.5.2

εἶτ’ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι

### book 50.5.3

ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων.

### book 50.5.4

ἔμφρων δ’ ὢν Ὀδυσεὺς τὴν νεότητα φυγών,

### book 50.5.5

οὐχ Ἑρμοῦ, φύσεως δ’ ἰδίας ἐμφύντα λογισμὸν

### book 50.10

εἶχε γοητείας φάρμακον ἀντίπαλον.

### book 51.1.1

Ὁ φθόνος οἰκτιρμοῦ κατὰ Πίνδαρόν ἐστιν ἀμείνων·

### book 51.1.2

οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον·

### book 51.1.3

τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην

### book 51.1.4

μήτ’ ἄγαν εὐδαίμων μήτ’ ἐλεεινὸς ἐγώ.

### book 51.5.1

ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν

### book 51.5.2

κινδύνους ἐπάγειν, ἔσχατα δ’ ὕβριν ἔχει.

### book 52.1.1

Εὖγε λέγων τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε,

### book 52.1.2

ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμος·

### book 52.1.3

πολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινον

### book 52.1.4

προσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον.

### book 53.1.1

Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν,

### book 53.1.2

οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας.

### book 53.1.3

τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος

### book 53.1.4

κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν·

### book 53.5.1

ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει,

### book 53.5.2

δέσμιον ὡς λῃστὴν εἰς τὸ βάραθρον ἐνείς.

### book 54.1.1

Οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις, ἀλλὰ τὸν αὐτὸν

### book 54.1.2

καὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο.

### book 54.1.3

τοῦδ’ ὁ τυραννήσας Διονύσιος Ἡρακλείας

### book 54

τῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών.

### book 55.1.1

Ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειν

### book 55.1.2

τῆς γαμετῆς, ληρεῖς. „Οὐ γὰρ ἀπὸ δρυὸς εἶ

### book 55.1.3

οὐδ’ ἀπὸ πέτρης,“ φησίν· ὅ θ’ οἱ πολλοὶ κατ’ ἀνάγκην

### book 55.1.4

πάσχομεν ἢ πάντες, καὶ σὺ γυναικοκρατῇ.

### book 55.5.1

εἰ δ’ „Οὐ σανδαλίῳ“ φὴς „τύπτομαι οὐδ’ ἀκολάστου

### book 55.5.2

οὔσης μοι γαμετῆς χρή με μύσαντα φέρειν,“

### book 55.5.3

δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαι

### book 55.5.4

σώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ.

### book 56.1.1

Οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον·

### book 56.1.2

τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω.

### book 56.1.3

οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει,

### book 56.1.4

οὔτ’ ἀκολασταίνειν πᾶσα πέφυκε καλή.

### book 56.5.1

καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν

### book 56.5.2

οὐχ ἕπεται· πολλὰς δ’ ἔστι γυναῖκας ἰδεῖν

### book 56.5.3

οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως,

### book 56.5.4

καὶ τοῖς χρησαμένοις πολλὰ χαριζομένας.

### book 56.5.5

οὐκ, εἴ τις συνάγει τὰς ὀφρύας οὐδὲ γελῶσα

### book 56.10.1

φαίνεται ὀφθῆναί τ’ ἀνδράσιν ἐκτρέπεται,

### book 56.10.2

σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροι

### book 56.10.3

μαχλάδα μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην,

### book 56.10.4

τὰς δ’ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας

### book 56.10.5

σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως.

### book 56.15.1

ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλ’ Ἀφροδίτης

### book 56.15.2

οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἄγει.

### book 56.15.3

ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν· ἀλλὰ μεθ’ ὅρκον

### book 56

ζητεῖν ἔστι θεοὺς δώδεκα καινοτέρους.

### book 57.1.1

Γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός·

### book 57.1.2

εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται.

### book 58.1.1

Γῆς ἐπέβην γυμνὸς γυμνός θ’ ὑπὸ γαῖαν ἄπειμι·

### book 58.1.2

καὶ τί μάτην μοχθῶ γυμνὸν ὁρῶν τὸ τέλος;

### book 59.1.1

Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη·

### book 59.1.2

τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος.

### book 59.1.3

μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο·

### book 59.1.4

οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος.

### book 60.1.1

Πλουτεῖς. καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ

### book 60.1.2

τὸν πλοῦτον σύρεις εἰς σορὸν ἑλκόμενος;

### book 60.1.3

τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον· οὐ δύνασαι δὲ

### book 60.1.4

ζωῆς σωρεῦσαι μέτρα περισσότερα.

### book 61.1

Φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους,

### book 61

μισοῦντας πενίην, μητέρα σωφροσύνας.

### book 62.1.1

Οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ,

### book 62.1.2

τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη.

### book 62.1.3

μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους,

### book 62.1.4

ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν.

### book 63.1.1

Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ’ ἀποθνῄσκει·

### book 63.1.2

καὶ γὰρ ζῆν δοκέων ὡς νέκυς ἦν ὁ τάλας.

### book 63.1.3

οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες,

### book 63.1.4

οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.

### book 64.1.1

Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ

### book 64.1.2

πῇ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;

### book 64.1.3

νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ

### book 64.1.4

οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.

### book 64.5.1

πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως

### book 64.5.2

πάντας ἀεὶ παίζεις κεἰσέτι τερπόμεθα.

### book 65.1.1

Πλοῦς σφαλερὸς τὸ ζῆν· χειμαζόμενοι γὰρ ἐν αὐτῷ

### book 65.1.2

πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα·

### book 65.1.3

τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες

### book 65.1.4

ὡς ἐπὶ τοῦ πελάγους ἀμφίβολοι πλέομεν,

### book 65.5

οἱ μὲν ἐπ’ εὐπλοΐην, οἱ δ’ ἔμπαλιν· ἀλλ’ ἅμα πάντες

### book 65

εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.

### book 66.1.1

Εὖτέ τις ἐκ πενίης πλούτου τύχῃ ἠδὲ καὶ ἀρχῆς,

### book 66.1.2

οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον·

### book 66.1.3

τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δὲ

### book 66.1.4

τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.

### book 66.5.1

ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δὲ

### book 66.5.2

αἰτίζων ἀκόλους νῦν ἑτέροις παρέχειν.

### book 66.5.3

πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ’ ἀπιθήσῃς,

### book 66.5.4

ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.

### book 67.1.1

Μνήμη καὶ Λήθη, μέγα χαίρετον· ἡ μὲν ἐπ’ ἔργοις

### book 67.1.2

Μνήμη τοῖς ἀγαθοῖς, ἡ δ’ ἐπὶ λευγαλέοις.

### book 68.1.1

Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ’ ἄρ’ ἀνάγκη,

### book 68.1.2

ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι.

### book 68.1.3

θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις

### book 68.1.4

Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.

### book 68.5.1

δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνων

### book 68.5.2

οὐδὲν ἀτιμάζει θέσμια συζυγίης·

### book 68.5.3

ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ’ ἀλεγεινοὶ

### book 68

ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.

### book 69.1.1

Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα,

### book 69.1.2

τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;

### book 69.1.3

μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ’ αὐτὸν

### book 69.1.4

εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον·

### book 69.5.1

αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι ἄλλοτ’ ἐπ’ ἄλλον

### book 69.5.2

ἐρχόμεναι θνητῶν καὶ μεταβαλλόμεναι.

### book 70.1.1

Εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι

### book 70.1.2

Ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι,

### book 70.1.3

παίζομαι, εἰ βροτός εἰμι· βροτὸς δ’ εὖ οἶδα καὶ αὐτὸς

### book 70.1.4

θνητὸς ἐών. δολιχαῖς δ’ ἐλπίσι παιζόμενος

### book 70.5.1

αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος οὐδὲ γενοίμην

### book 70.5.2

ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.

### book 70.5.3

τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω

### book 70.5.4

παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.

### book 71.1.1

Πανδώρης ὁρόων γελόω πίθον οὐδὲ γυναῖκα

### book 71.1.2

μέμφομαι, ἀλλ’ αὐτῶν τὰ πτερὰ τῶν ἀγαθῶν.

### book 71.1.3

ὡς γὰρ ἐπ’ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης

### book 71.1.4

πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.

### book 71.5.1

ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς

### book 71.5.2

ὤλεσεν ἀγλαΐην, ὧν ἔφερεν, χαρίτων.

### book 71.5.3

ἀμφοτέρων δ’ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν

### book 71

γηράσκουσαν ἔχει καὶ πίθος οὐδὲν ἔχει.

### book 72.1.1

Σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν

### book 72.1.2

τὴν σπουδὴν μεταθεὶς ἢ φέρε τὰς ὀδύνας.

### book 73.1.1

Εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου· εἰ δ’ ἀγανακτεῖς,

### book 73.1.2

καὶ σαυτὸν λυπεῖς καὶ τὸ φέρον σε φέρει.

### book 74.1.1

Μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ,

### book 74.1.2

μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην.

### book 74.1.3

πᾶς γὰρ ὑπ’ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις

### book 74.1.4

τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος.

### book 74.5.1

ἡ δ’ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης

### book 74.5.2

κύματα θαρσαλέως ποντοπόρει βιότου.

### book 75.1.1

Ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες

### book 75.1.2

ζώομεν ἠελίου λαμπάδα δερκόμενοι

### book 75.1.3

πάντες, ὅσοι ζῶμεν κατὰ τὸν βίον· ὄργανα δ’ ἐσμὲν

### book 75.1.4

αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι.

### book 75.5.1

εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν,

### book 75.5.2

ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει.

### book 75.5.3

οὕτως οὐδὲν ἐόντες ἀγηνορίῃ τρεφόμεσθα,

### book 75

πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.

### book 76.1.1

Οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι

### book 76.1.2

φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους.

### book 76.1.3

πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴ

### book 76.1.4

θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη.

### book 76.5.1

ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις

### book 76.5.2

καὶ πενίην πλούτου καὶ βιότου θάνατον.

### book 76.5.3

ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους

### book 76.5.4

εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.

### book 77.1.1

Τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις

### book 77.1.2

κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν;

### book 77.1.3

τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει·

### book 77.1.4

σὴν δὲ τύχην στέργων ἡσυχίην ἀγάπα·

### book 77.5.1

μᾶλλον ἐπ’ εὐφροσύνην δὲ βιάζεο καὶ παρὰ μοίρην,

### book 77.5.2

εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν.

### book 78.1.1

Ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων,

### book 78.1.2

ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον.

### book 78.1.3

πρὶν τοίνυν σκώληκα λαβεῖν τύμβοις τε ῥιφῆναι,

### book 78

μὴ δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην.

### book 79.1.1

Νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπ’ ἦμαρ

### book 79.1.2

τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι,

### book 79.1.3

ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς,

### book 79.1.4

τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι,

### book 79.5.1

μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶν·

### book 79.5.2

τῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις.

### book 80.1.1

Παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης,

### book 80.1.2

πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος.

### book 80.1.3

καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει,

### book 80.1.4

τοὺς δ’ ἀπὸ τῶν νεφελῶν εἰς Ἀίδην κατάγει.

### book 81.1.1

Ὢ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου·

### book 81.1.2

τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε.

### book 81.1.3

ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα

### book 81.1.4

μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει,

### book 81.5.1

τρέχει καθ’ ἡμῶν τῶν ταλαιπώρων βροτῶν

### book 81.5.2

φέρων ἑκάστου τῷ βίῳ καταστροφήν.

### book 82.1.1

Ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,

### book 82.1.2

Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες,

### book 82.1.3

ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον;

### book 82

ἢ ζῶμεν ἡμεῖς τοῦ βίου τεθνηκότος;

### book 83.1.1

Καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος, ἀνάγκη,

### book 83.1.2

† ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη.

### book 84.1.1

Δακρυχέων γενόμην καὶ δακρύσας ἀποθνῄσκω·

### book 84.1.2

δάκρυσι δ’ ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον.

### book 84.1.3

ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν,

### book 84.1.4

συρόμενον κατὰ γῆς καὶ διαλυόμενον.

### book 85.1.1

Πάντες τῷ θανάτῳ τηρούμεθα καὶ τρεφόμεσθα

### book 85.1.2

ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.

### book 86.1.1

Οὐ δαψιλῶς μέν, ἀλλ’ ὅμως κἀγὼ τρέφω

### book 86.1.2

παῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα·

### book 86.1.3

κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους.

### book 87.1.1

Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην

### book 87.1.2

Τύχην τε πόρνης ῥεύμασιν κινουμένην,

### book 87.1.3

ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε

### book 87

ἀναξίους ὁρῶντες εὐτυχεστέρους.

### book 88.1.1

Σῶμα πάθος ψυχῆς, ᾅδης, μοῖρ’, ἄχθος, ἀνάγκη

### book 88.1.2

καὶ δεσμὸς κρατερὸς καὶ κόλασις βασάνων.

### book 88.1.3

ἀλλ’ ὅταν ἐξέλθῃ τοῦ σώματος ὡς ἀπὸ δεσμῶν

### book 88.1.4

τοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον.

### book 89.1.1

Εἰ θεὸς ἡ Φήμη, κεχολωμένη ἐστὶ καὶ αὐτὴ

### book 89.1.2

Ἕλλησι, σφαλεροῖς ἐξαπατῶσα λόγοις.

### book 89.1.3

Φήμη δ’, ἄν τι πάθῃς, ἀναφαίνεται εὐθὺς ἀληθής·

### book 89.1.4

πολλάκι καὶ Φήμην ἔφθασεν ἡ ταχυτής.

### book 90.1.1

Ὢ τῆς μεγίστης τοῦ φθόνου πονηρίας·

### book 90.1.2

τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.

### book 90.1.3

οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,

### book 90.1.4

οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.

### book 90.5.1

Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι

### book 90.5.2

νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας·

### book 90.5.3

ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.

### book 91.1.1

Ὅταν στυγῇ τις ἄνδρα, τὸν θεὸς φιλεῖ,

### book 91.1.2

οὗτος μεγίστην μωρίαν κατεισάγει·

### book 91.1.3

φανερῶς γὰρ αὐτῷ τῷ θεῷ κορύσσεται

### book 91.1.4

χόλον μέγιστον ἐκ φθόνου δεδεγμένος,

### book 91.5

δεῖ γὰρ φιλεῖν ἐκεῖνον, ὃν θεὸς φιλεῖ.

### book 92.1.1

Ἐπεὶ δικάζεις καὶ σοφιστεύεις λόγοις,

### book 92.1.2

κἀγὼ φέρω σοι τῆς ἐμῆς ἀηδόνος

### book 92.1.3

ἐπίγραμμα σεμνόν, ἄξιον παρρησίας·

### book 92.1.4

ὁ γὰρ σὲ μέλπων τῆς Δίκης ὕμνους χέει.

### book 93.1.1

Βέλτερόν ἐστι Τύχης καὶ θλιβομένοις ἀνέχεσθαι

### book 93.1.2

ἢ τῶν πλουτούντων τῆς ὑπερηφανίης.

### book 94.1.1

Εἶναι νομίζω φιλόσοφον καὶ τὸν θεὸν

### book 94.1.2

βλασφημίαις τὸν εὐθὺς οὐ θυμούμενον,

### book 94.1.3

χρόνῳ δ’ ἐπαυξάνοντα τὰς τιμωρίας

### book 94.1.4

τὰς τῶν πονηρῶν καὶ ταλαιπώρων βροτῶν.

### book 95.1

Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,

### book 95

χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.

### book 96.1.1

Ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα

### book 96.1.2

καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου

### book 96.1.3

καὶ ῥεῦμ’ ἄπιστον τῆς ἀνωμάλου Τύχης,

### book 96.1.4

πῶς τοὺς πένητας πλουσίους ἐργάζεται

### book 96.5.1

καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ,

### book 96.5.2

τότε κατ’ ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενος

### book 96.5.3

μισῶ τὰ πάντα τῆς ἀδηλίας χάριν.

### book 96.5.4

ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης

### book 96.5.5

τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ,

### book 96.10

πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης;

### book 97.1.1

Λίτραν ἐτῶν ζήσας μετὰ γραμματικῆς βαρυμόχθου.

### book 97.1.2

βουλευτὴς νεκύων πέμπομαι εἰς Ἀίδην.

### book 98.1.1

Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν,

### book 98.1.2

τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον.

### book 99.1.1

Πολλάκι, Σέξστ’, ἔστησα τεὴν φιλότητα καὶ ὕβριν·

### book 99.1.2

καὶ πολὺ κουφοτέρην σὴν φιλότητα μαθών,

### book 99.1.3

λοιδορίην δὲ ῥέπουσαν, ἐχωρίσθην φιλότητος

### book 99

μηκέτι βαστάζων ὕβριν ἀτιμοτάτην.

### book 100.1.1

Ἀνθρώποις ὀλίγος μὲν ὁ πᾶς χρόνος, ὅν ποτε δειλοὶ

### book 100.1.2

ζῶμεν, κἢν πολιὸν γῆρας ἅπασι μένῃ·

### book 100.1.3

τῆς δ’ ἀκμῆς καὶ μᾶλλον. ὅτ’ οὖν χρόνος ὥριος ἡμῖν,

### book 100.1.4

πάντα χύδην ἔστω, ψαλμός, ἔρως, προπόσεις.

### book 100.5.1

χειμὼν τοὐντεῦθεν γήρως βαρύς· οὐδὲ δέκα μνῶν

### book 100.5.2

στύσεις· τοιαύτη ς’ ἐκδέχετ’ ὀρχιπέδη.

### book 101.1.1

Ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσει

### book 101.1.2

καὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις,

### book 101.1.3

βούταν μὲν τρομέουσα διάκτορα, τὸν δὲ μένουσα

### book 101.1.4

νήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη·

### book 101.5.1

ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃς

### book 101.5.2

τὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν.

### book 102.1.1

Μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης

### book 102.1.2

ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην.

### book 102.1.3

αἱ μεσότητες ἄρισται· ὅπῃ δέ γε πρήξιες ἀνδρῶν,

### book 102.1.4

καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην.

### book 102.5

τοῦτ’ ἀγάπα, φίλε Λάμπι, κακὰς δ’ ἔχθαιρε θυέλλας·

### book 102

εἰσί τινες πρηεῖς καὶ βιότου ζέφυροι.

### book 103.1.1

Τὴν πρότερον θυμέλην μήτ’ ἔμβλεπε μήτε παρέλθῃς,

### book 103.1.2

ἀλλ’ ἄπαγε δραχμῆς εἰς κολοκορδόκολα.

### book 103.1.3

νῦν σῦκον δραχμῆς ἓν γίνεται· ἢν δ’ ἀναμείνῃς,

### book 103.1.4

χίλια. τοῖς πτωχοῖς ὁ χρόνος ἐστὶ θεός.

### book 104.1.1

Χαῖρε, θεὰ δέσποιν’, ἀνδρῶν ἀγαθῶν ἀγάπημα,

### book 104.1.2

Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης·

### book 104.1.3

σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαι’ ἀσκοῦσιν ...

### book 105.1.1

Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ’ αὐτῷ

### book 105.1.2

χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.

### book 106

Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι.

### book 107.1

Θεοῦ μὲν οὐδεὶς ἐκτὸς εὐτυχεῖ βροτός.

### book 107b.1.1

Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι·

### book 107b.1.2

οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ

### book 107b.1.3

σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεούς.

### book 108.1.1

Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις

### book 108.1.2

ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.

### book 109.1.1

Πᾶς λόγος ἐστὶ μάταιος ὁ μὴ τετελεσμένος ἔργῳ·

### book 109.1.2

καὶ πᾶσα πρᾶξις τὸν λόγον ἔργον ἔχει.

### book 110.1.1

Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν·

### book 110.1.2

μάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν·

### book 110.1.3

ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

### book 111

Ὁ φθόνος αὐτὸς ἑαυτὸν ἑοῖς βελέεσσι δαμάζει.

### book 112.1

Οἶνος καὶ τὰ λοετρὰ καὶ ἡ περὶ Κύπριν ἐρωὴ

### book 112

ὀξυτέρην πέμπει τὴν ὁδὸν εἰς Ἀίδην.

### book 113.1.1

Οὐκ ἐθέλω πλουτεῖν, οὐκ εὔχομαι· ἀλλά μοι εἴη

### book 113.1.2

ζῆν ἐκ τῶν ὀλίγων μηδὲν ἔχοντα κακόν.

### book 114.1

Ἦ κρίσις ἐστὶ κάτω καὶ Τάνταλος· οὐδὲν ἀπιστῶ

### book 114.2

τῇ πενίῃ μελετῶν τὴν ὑπὸ γῆν κόλασιν.

### book 115.1

Ζῆσον λογισμῷ, καὶ μένεις ἀνενδεής.

### book 116.1

„Οὐκ ἔστι γήμας, ὅστις οὐ χειμάζεται,“

### book 116.2

λέγουσι πάντες καὶ γαμοῦσιν εἰδότες.

### book 117.1.1

Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα,

### book 117.1.2

τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι·

### book 117.1.3

οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δ’ ἄρα τιμῶ,

### book 117.1.4

τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.

### book 118.1.1

Πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν;

### book 118.1.2

πῶς δύναμαί τι μαθεῖν μηδὲν ἐπιστάμενος;

### book 118.1.3

οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος ἦα·

### book 118

οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος.

### book 118.5.1

ἀλλ’ ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα·

### book 118.5.2

τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον.

### book 119.1.1

Σώματα πολλὰ τρέφειν καὶ δώματα πόλλ’ ἀνεγείρειν

### book 119.1.2

ἀτραπὸς εἰς πενίην ἐστὶν ἑτοιμοτάτη.

### book 120.1.1

Πᾶσα γυνὴ φιλέει πλέον ἀνέρος, αἰδομένη δὲ

### book 120.1.2

κεύθει κέντρον ἔρωτος ἐρωμανέουσα καὶ αὐτή.

### book 121.1.1

Οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν,

### book 121.1.2

ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν.

### book 121.1.3

τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα,

### book 121.1.4

τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα.

### book 121.5.1

ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃ

### book 121.5.2

τὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ.

### book 122.1.1

Πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα·

### book 122.1.2

τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει·

### book 122.1.3

καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει,

### book 122.1.4

κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ.

### book 122.5

οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας

### book 122

ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.

### book 123.1.1

Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ

### book 123.1.2

λυγρά, καὶ οὔτε φυγεῖν εὐμαρὲς οὔτε φέρειν.

### book 123.1.3

ἡδέα μὲν γάρ σευ τὰ φύσει καλά, γαῖα, θάλασσα,

### book 123.1.4

ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου·

### book 123.5.1

τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις

### book 123.5.2

ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.

### book 124.1.1

Πάντα γέλως καὶ πάντα κόνις καὶ πάντα τὸ μηδέν·

### book 124.1.2

πάντα γὰρ ἐξ ἀλόγων ἐστὶ τὰ γινόμενα.

### book 124b.1

Φροντίδες οἱ παῖδες· μέγα μὲν κακόν, εἴ τι πάθοιεν·

### book 124b.2

εἰσὶ δὲ καὶ ζῶντες φροντίδες οὐκ ὀλίγαι.

### book 124b.3

ἡ γαμετὴ χρηστὴ μὲν ἔχει τινὰ τέρψιν ἐν αὐτῇ,

### book 124b.4

ἡ δὲ κακὴ πικρὸν τὸν βίον ἀνδρὶ φέρει.

### book 125.1

Πρᾶγμα μέν ἐσθ’ ὁ φίλος πάνυ δύσκολον· εἰσὶ δὲ πολλοὶ

### book 125.2

καὶ σχεδὸν οἱ πάντες μέχρι προσηγορίας.

### book 126

Χρησαμένῳ θεράπων ὁ χρήσιμός ἐστ’ ἀγαθόν τι·

### book 126

αὐτάρκης δὲ κακῶν ἐστιν ἀπειρότερος.

### book 1.1.1

Ἑρμαίοις ἡμῖν Ἀφροδίσιος ἓξ χόας οἴνου

### book 1.1.2

αἴρων προσκόψας πένθος ἔθηκε μέγα.

### book 1.1.3

„οἶνος καὶ Κένταυρον ἀπώλεσεν.“ ὡς ὄφελεν δὲ

### book 1.1.4

χἠμᾶς· νῦν δ’ ἡμεῖς τοῦτον ἀπωλέσαμεν.

### book 2.1.1

Αἰσχυλίδα Θεόδωρε, τί μοι μεμάχηνται ἄριστοι;

### book 2.1.2

οὐ διακωλύσεις; πάντες ἔχουσι λίθους.

### book 3.1.1

Ἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσος,

### book 3.1.2

καὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης·

### book 3.1.3

ἀλλ’ ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγὸν

### book 3.1.4

καὶ γνῶ, πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα,

### book 3.5.1

ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας

### book 3.5.2

τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους.

### book 4.1.1

Αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι ῥέγχει

### book 4.1.2

καὶ τρέφεται· τοῦτ’ ἦν εὔκολος ἐργασία,

### book 4.1.3

μὴ πλεῖν, μὴ σκάπτειν, ἀλλ’ εὐστομάχως ἀπορέγχειν,

### book 4

ἀλλοτρίᾳ δαπάνῃ πλούσια βοσκόμενον.

### book 5.1.1

Ὅστις ἔσω πυροὺς καταλαμβάνει οὐκ ἀγοράζων,

### book 5.1.2

κείνου Ἀμαλθείας ἁ γυνά ἐστι κέρας.

### book 6.1.1

Πτωχοῦ ἐστι γάμος κυνέα μάχα, εὐθὺ κυδοιμός,

### book 6.1.2

λοιδορίαι, πληγαί, ζημία, ἔργα, δίκαι.

### book 7.1.1

Οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα

### book 7.1.2

κινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται·

### book 7.1.3

οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος, ἀλλοτριόχρως,

### book 7.1.4

καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.

### book 8.1.1

Μὴ μύρα, μὴ στεφάνους λιθίναις στήλαισι χαρίζου·

### book 8.1.2

μηδὲ τὸ πῦρ φλέξῃς· ἐς κενὸν ἡ δαπάνη.

### book 8.1.3

ζῶντί μοι, εἴ τι θέλεις, χάρισαι· τέφρην δὲ μεθύσκων

### book 8.1.4

πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.

### book 9.1.1

Μὴ πάλι μοι μετὰ δόρπον, ὅτ’ οὐκέτι γαστέρα πείθω,

### book 9.1.2

οὔθατα καὶ χοίρων ἀρτὰ τίθει τεμάχη·

### book 9.1.3

οὐδὲ γὰρ ἐργοπόνοισι μετὰ στάχυν ὄμβρος ἄκαιρος

### book 9

χρήσιμος, οὐ ναύταις ἐν λιμένι ζέφυρος.

### book 10.1.1

Τὸν τοῦ δειπναρίου νόμον οἴδατε· σήμερον ὑμᾶς,

### book 10.1.2

Αὖλε, καλῶ καινοῖς δόγμασι συμποσίου.

### book 10.1.3

οὐ μελοποιὸς ἐρεῖ κατακείμενος, οὔτε παρέξεις

### book 10.1.4

οὔθ’ ἕξεις αὐτὸς πράγματα γραμματικά.

### book 11.1.1

Οὐκ ᾔδειν σε τραγῳδόν, Ἐπίκρατες, οὐδὲ χοραύλην,

### book 11.1.2

οὐδ’ ἄλλ’ οὐδὲν ὅλως, ὧν χορὸν ἔστιν ἔχειν·

### book 11.1.3

ἀλλ’ ἐκάλουν σε μόνον· σὺ δ’ ἔχων χορὸν οἴκοθεν ἥκεις

### book 11.1.4

ὀρχηστῶν, αὐτοῖς πάντα διδοὺς ὀπίσω.

### book 11.5.1

εἰ δ’ οὕτω τοῦτ’ ἐστί, σὺ τοὺς δούλους κατάκλινον,

### book 11.5.2

ἡμεῖς δ’ αὖ τούτοις πρὸς πόδας ἐρχόμεθα.

### book 12.1.1

Οἶνος καὶ Κένταυρον, Ἐπίκρατες, οὐχὶ σὲ μοῦνον

### book 12.1.2

ὤλεσεν ἠδ’ ἐρατὴν Καλλίου ἡλικίην.

### book 12.1.3

ὄντως οἰνοχάρων ὁ μονόμματος, ᾧ σὺ τάχιστα

### book 12.1.4

τὴν αὐτὴν πέμψαις ἐξ Ἀίδεω πρόποσιν.

### book 13.1.1

Ἠὼς ἐξ ἠοῦς παραπέμπεται, εἶτ’ ἀμελούντων

### book 13.1.2

ἡμῶν ἐξαίφνης ἥξει ὁ πορφύρεος

### book 13.1.3

καὶ τοὺς μὲν τήξας, τοὺς δ’ ὀπτήσας, ἐνίους δὲ

### book 13

φυσήσας ἄξει πάντας ἐς ἓν βάραθρον.

### book 14.1.1

Ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι,

### book 14.1.2

τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης,

### book 14.1.3

ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δ’ ἢ πελεκήσας

### book 14.1.4

ἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου.

### book 14.5.1

ἐξ ἧς, εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοι

### book 14.5.2

τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο.

### book 15.1.1

Εἰ μὲν τοὺς ἀπὸ ἄλφα μόνους κέκρικας κατορύσσειν,

### book 15.1.2

Λούκιε, βουλευτάς, καὶ τὸν ἀδελφὸν ἔχεις·

### book 15.1.3

εἰ δ’, ὅπερ εὔλογόν ἐστι, κατὰ στοιχεῖον ὁδεύεις,

### book 15.1.4

ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι.

### book 16.1.1

Κύλλος καὶ Λεῦρος δύο Θεσσαλοὶ ἐγχεσίμωροι·

### book 16.1.2

Κύλλος δ’ ἐκ τούτων ἐγχεσιμωρότερος.

### book 17.1.1

Ἦν Στέφανος πτωχὸς κηπεύς θ’ ἅμα· νῦν δὲ προκόψας

### book 17.1.2

πλουτεῖ καὶ γεγένητ’ εὐθὺ Φιλοστέφανος,

### book 17.1.3

τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς·

### book 17.1.4

ἔσται δ’ εἰς ὥρας Ἱπποκρατιππιάδης

### book 17.5

ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος·

### book 17

ἐν δ’ ἀγορανομίῳ παντὶ μένει Στέφανος.

### book 18.1.1

Οὐκ ἐν γαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳ

### book 18.1.2

θήλειαν τίκτει παῖδ’ ἀπὸ ταὐτομάτου·

### book 18.1.3

τοῦ δ’ ἐπὶ θηλείῃ λυπουμένου ἓξ διαλείπει

### book 18.1.4

ἤματα καὶ τίκτειν ἄρσενα παῖδ’ ἔφατο.

### book 18.5.1

οὕτως Βούβαστις καταλύεται· εἰ γὰρ ἑκάστη

### book 18.5.2

τέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος;

### book 19.1.1

Καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες· οὐ γὰρ ἐς αἰεὶ

### book 19.1.2

πιόμεθ’ οὐδ’ αἰεὶ παισὶ συνεσσόμεθα.

### book 19.1.3

καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα καὶ μυρίσωμεν

### book 19.1.4

αὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους.

### book 19.5.1

νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά·

### book 19.5.2

νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω.

### book 20.1.1

Φεύγεθ’, ὅσοι λόκκας ἢ λοφνίδας ἢ καμασῆνας

### book 20.1.2

ᾄδετε, ποιητῶν φῦλον ἀκανθολόγων,

### book 20.1.3

οἵ τ’ ἐπέων κόσμον λελυγισμένον ἀσκήσαντες

### book 20.1.4

κρήνης ἐξ ἱερῆς πίνετε λιτὸν ὕδωρ.

### book 20.5.1

σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρου

### book 20.5.2

σπένδομεν· ὁ κρητὴρ οὐ δέχεθ’ ὑδροπότας.

### book 21.1

Πρῴην τὴν σαύραν Ἀγάθων ῥοδοδάκτυλον εἶχεν·

### book 21

νῦν δ’ αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχει.

### book 22.1.1

Ἔστι Δράκων τις ἔφηβος ἄγαν καλός· ἀλλὰ δράκων ὢν

### book 22.1.2

πῶς εἰς τὴν τρώγλην ἄλλον ὄφιν δέχεται;

### book 23.1.1

Ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρων·

### book 23.1.2

εἰμὶ μέν, ἀλλ’ οὔ μοι τοῦτο, Σέλευκε, μέλει.

### book 23.1.3

εἰς Ἀίδην μία πᾶσι καταίβασις· εἰ δὲ ταχίων

### book 23.1.4

ἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα.

### book 23.5.1

πίνωμεν· καὶ δὴ γὰρ ἐτήτυμον εἰς ὁδὸν ἵππος

### book 23.5.2

οἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς Ἀίδην.

### book 24.1.1

Ὦ Ἑλικὼν Βοιωτέ, σὺ μέν ποτε πολλάκις ὕδωρ

### book 24.1.2

εὐεπὲς ἐκ πηγέων ἔβλυσας Ἡσιόδῳ·

### book 24.1.3

νῦν δ’ ἡμῖν ἔθ’ ὁ κοῦρος ὁμώνυμος Αὔσονα Βάκχον

### book 24.1.4

οἰνοχοεῖ κρήνης ἐξ ἀμεριμνοτέρης.

### book 24.5.1

βουλοίμην δ’ ἂν ἔγωγε πιεῖν παρὰ τοῦδε κύπελλον

### book 24.5.2

ἓν μόνον ἢ παρὰ σεῦ χίλια Πηγασίδος.

### book 25.1.1

Ὑπνώεις, ὠταῖρε· τὸ δὲ σκύφος αὐτὸ βοᾷ σε·

### book 25.1.2

„Ἔγρεο, μὴ τέρπου μοιριδίῃ μελέτῃ.“

### book 25.1.3

μὴ φείσῃ, Διόδωρε· λάβρος δ’ εἰς Βάκχον ὀλισθὼν

### book 25.1.4

ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος.

### book 25.5

ἔσσεθ’, ὅτ’ οὐ πιόμεσθα, πολὺς πολύς· ἀλλ’ ἄγ’ ἐπείγου·

### book 25

ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων.

### book 26.1.1

Σφάλλομαι ἀκρήτῳ μεμεθυσμένος· ἀλλὰ τίς ἆρα

### book 26.1.2

σώσει μ’ ἐκ Βρομίου γυῖα σαλευόμενον;

### book 26.1.3

ὡς ἄδικον θεὸν εὗρον, ὅθ’ εἵνεκεν αὐτὸς ἐγὼ σέ,

### book 26.1.4

Βάκχε, φέρων ὑπὸ σοῦ τἄμπαλι παρφέρομαι.

### book 27.1.1

Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη

### book 27.1.2

καὶ Πολλεντίνων γαῖα μελιχροτάτη

### book 27.1.3

Ἀστή θ’ ἡ τριπόθητος, ἀφ’ ἧς βρομιώδεα πηλὸν

### book 27.1.4

φύρησαν Βάκχῳ τριζυγέες Χάριτες,

### book 27.5.1

πλούτου καὶ πενίης κοινὸν κτέαρ, οἷς μὲν ἀνάγκης

### book 27.5.2

σκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη.

### book 28.1.1

Πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰ

### book 28.1.2

ζωῆς οὐδ’ αὐγὰς ὄψεαι ἠελίου·

### book 28.1.3

ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς,

### book 28.1.4

Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον.

### book 28.5.1

εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι, Κλεάνθης

### book 28.5.2

καὶ Ζήνων Ἀίδην τὸν βαθὺν ὡς ἔμολον.

### book 29.1.1

Πέμπε, κάλει· πάντ’ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ,

### book 29.1.2

τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον.

### book 29.1.3

αὕτη γὰρ λαχάνου σαθρωτέρη ἡ πρὶν ἀκαμπὴς

### book 29.1.4

ζῶσα νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω.

### book 29.5

πόλλ’ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ

### book 29

πλώειν τὴν κώπην μηκέτ’ ἔχων ἐρέτου.

### book 30.1.1

Ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη,

### book 30.1.2

ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιον·

### book 30.1.3

οἴμοι μοι, καὶ τοῦτο κατὰ βραχύ—πολλάκι δ’ ἤδη

### book 30.1.4

ἡμιθανές—θνῄσκει· τοῦτο τὸ τερμέριον.

### book 30.5.1

ὦ γῆρας, γῆρας, τί ποθ’ ὕστερον, ἢν ἀφίκηαι,

### book 30.5.2

ποιήσεις, ὅτε νῦν ὧδε μαραινόμεθα;

### book 31.1.1

Οὔ μοι Πληιάδων φοβερὴ δύσις, οὐδὲ θαλάσσης

### book 31.1.2

ὠρῦον στυφελῷ κῦμα περὶ σκοπέλῳ,

### book 31.1.3

οὐδ’ ὅταν ἀστράπτῃ μέγας οὐρανός, ὡς κακὸν ἄνδρα

### book 31.1.4

ταρβέω καὶ μύθων μνήμονας ὑδροπότας.

### book 32.1.1

Μούσης νουθεσίην φιλοπαίγμονος εὕρετο Βάκχος,

### book 32.1.2

ὦ Σικυών, ἐν σοὶ κῶμον ἄγων Χαρίτων·

### book 32.1.3

δὴ γὰρ ἔλεγχον ἔχει γλυκερώτατον ἔν τε γέλωτι

### book 32.1.4

κέντρον· χὠ μεθύων ἀστὸν ἐσωφρόνισεν.

### book 33.1.1

Λάθριον ἑρπηστὴν σκολιὸν πόδα, κισσέ, χορεύσας

### book 33.1.2

ἄγχεις τὴν Βρομίου βοτρυόπαιδα χάριν·

### book 33.1.3

δεσμεῖς δ’ οὐχ ἡμᾶς, ὀλέκεις δὲ σέ. τίς γὰρ ἕλοιτο

### book 33

κισσὸν ἐπὶ κροτάφοις, μὴ κεράσας Βρόμιον;

### book 34.1.1

Λευκοΐνους πάλι δὴ καὶ ψάλματα καὶ πάλι Χίους

### book 34.1.2

οἴνους καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην

### book 34.1.3

καὶ πάλι κωμάζειν καὶ ἔχειν πάλι διψάδα πόρνην

### book 34.1.4

οὐκ ἐθέλω· μισῶ ταῦτα τὰ πρὸς μανίην.

### book 34.5.1

ἀλλά με ναρκίσσοις ἀναδήσατε καὶ πλαγιαύλων

### book 34.5.2

γεύσατε καὶ κροκίνοις χρίσατε γυῖα μύροις

### book 34.5.3

καὶ Μιτυληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ,

### book 34.5.4

καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν.

### book 35.1.1

Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον,

### book 35.1.2

βολβίσκους δ’ ἡμῖν δῶκεν Ἀθηναγόρας,

### book 35.1.3

ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς

### book 35.1.4

χοιρείου, καὶ τρεῖς ἦσαν ἀπ’ ἐχθὲς ἔτι.

### book 35.5.1

ᾠὸν καὶ στεφάνους καὶ σάμβαλα καὶ μύρον ἡμῖν

### book 35.5.2

λάμβανε, παῖ· δεκάτης εὐθὺ θέλω παράγειν.

### book 36.1.1

Ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς

### book 36.1.2

οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων,

### book 36.1.3

ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετ’ ἄλλων

### book 36.1.4

παίζων τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας.

### book 36.5

ὡς δ’ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων

### book 36

τὴν καλάμην δωρῇ δοὺς ἑτέροις τὸ θέρος.

### book 37.1.1

Ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου

### book 37.1.2

ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας·

### book 37.1.3

ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται,

### book 37.1.4

καί τις χειμερινὴν ἀμφερέφει καλύβην.

### book 37.5.1

σοὶ δ’ οὔτε χλαίνης θερμὴ κροκὺς οὔτε χιτῶνος

### book 37.5.2

ἔνδον· ἀποσκλήσῃ δ’ ἀστέρα μεμφόμενος.

### book 38.1.1

Ἡ πτωχῶν χαρίεσσα πανοπλίη, ἀρτολάγυνος

### book 38.1.2

αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος,

### book 38.1.3

καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν

### book 38.1.4

ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον.

### book 38.5.1

„Πῖνε,“ λέγει τὸ γλύμμα, „καὶ ἔσθιε καὶ περίκεισο

### book 38.5.2

ἄνθεα· τοιοῦτοι γινόμεθ’ ἐξαπίνης.“

### book 39.1.1

Ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρει

### book 39.1.2

οὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας.

### book 40.1.1

Εὐμένεος Κλεόδημος ἔτι βραχύς, ἀλλὰ χορεύει

### book 40.1.2

σὺν παισὶν βαιῷ μικρὸς ἔτ’ ἐν θιάσῳ·

### book 40.1.3

ἠνίδε, καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ

### book 40.1.4

καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς.

### book 40.5

ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης

### book 40

ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.

### book 41.1.1

Ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες,

### book 41.1.2

ἤδη μοι βιότου σχιζόμεναι σελίδες·

### book 41.1.3

ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι,

### book 41.1.4

Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης.

### book 41.5.1

ἀλλ’ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται,

### book 41.5.2

καὶ πῦρ ἀπλήστῳ τύφετ’ ἐνὶ κραδίῃ.

### book 41.5.3

αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι,

### book 41.5.4

ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.

### book 42.1.1

Εἰ καί σοι ἑδραῖος ἀεὶ βίος οὐδὲ θάλασσαν

### book 42.1.2

ἔπλως χερσαίας τ’ οὐκ ἐπάτησας ὁδούς,

### book 42.1.3

ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρ’ ἂν ἐκείνας

### book 42.1.4

Δήμητρος μεγάλης νύκτας ἴδῃς ἱερῶν,

### book 42.5.1

τῶν ἄπο κἀν ζωοῖσιν ἀκηδέα, κεὖτ’ ἂν ἵκηαι

### book 42.5.2

ἐς πλεόνων, ἕξεις θυμὸν ἐλαφρότερον.

### book 43.1.1

Δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον,

### book 43.1.2

ἇς γενόμην καὶ ὑφ’ ᾇ κείσομ’ ἀποφθίμενος.

### book 44.1.1

Αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων,

### book 44.1.2

ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος

### book 44.1.3

εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δ’ ἀπολείψῃς

### book 44

οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν,

### book 44.5.1

ἀλλ’ ἑτάρους ὄψει παναληθέας, ἀλλ’ ἐπακούσῃ

### book 44.5.2

Φαιήκων γαίης πουλὺ μελιχρότερα·

### book 44.5.3

ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων,

### book 44.5.4

ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.

### book 45.1.1

Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δέ κ’ ἀνάγκῃ,

### book 45.1.2

ὑβριστὴς οἴνῳ τ’ ἐστὶ καὶ οἰνοπότῃ·

### book 45.1.3

τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα, τὸν δ’ ὑπὸ γαίῃ

### book 45.1.4

πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ.

### book 45.5.1

πουλυμεθεῖς, χαίροιτε· τὸ δ’ ὁππόσον ἡδὺ ποθῆναι

### book 45.5.2

μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης.

### book 46.1.1

Ἄνθρωποι δείλης, ὅτε πίνομεν· ἢν δὲ γένηται

### book 46.1.2

ὄρθρος, ἐπ’ ἀλλήλους θῆρες ἐγειρόμεθα.

### book 47.1.1

Οὔ μοι μέλει τὰ Γύγεω,

### book 47.1.2

τοῦ Σαρδίων ἄνακτος,

### book 47.1.3

οὔθ’ αἱρέει με χρυσός,

### book 47.1.4

οὐ δὲ φθονῶ τυράννοις·

### book 47.5.1

ἐμοὶ μέλει μύροισι

### book 47.5.2

καταβρέχειν ὑπήνην·

### book 47.5.3

ἐμοὶ μέλει ῥόδοισι

### book 47.5.4

καταστέφειν κάρηνα.

### book 47.5.5

τὸ σήμερον μέλει μοι·

### book 47.10

τὸ δ’ αὔριον τίς οἶδεν;

### book 48.1.1

Τὸν ἄργυρον τορεύσας,

### book 48.1.2

Ἥφαιστέ, μοι ποίησον

### book 48.1.3

πανοπλίαν μὲν οὐχί,

### book 48.1.4

ποτήριον δὲ κοῖλον,

### book 48.5.1

ὅσον δύνῃ, βάθυνον.

### book 48.5.2

ποίει δέ μοι κατ’ αὐτοῦ

### book 48.5.3

μηδ’ ἄστρα μηδ’ ἁμάξας,

### book 48.5.4

μὴ στυγνὸν Ὠρίωνα,

### book 48.5.5

ἀλλ’ ἀμπέλους χλοώσας

### book 48.10.1

καὶ βότρυας γελῶντας

### book 48.10.2

σὺν τῷ καλῷ Λυαίῳ.

### book 49.1.1

Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολὺ μηδ’ ἐλάχιστον·

### book 49.1.2

ἔστι γὰρ ἢ λύπης αἴτιος ἢ μανίης.

### book 49.1.3

χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος·

### book 49.1.4

τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος·

### book 49.5.1

εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας,

### book 49.5.2

βαπτίζει δ’ ὕπνῳ, γείτονι τοῦ θανάτου.

### book 50.1.1

Εὐδαίμων πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων,

### book 50.1.2

εἶτα δ’ ὁ μὴ γήμας, τὸ τρίτον ὅστις ἄπαις.

### book 50.1.3

ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ

### book 50.1.4

εὐθὺς τὴν γαμετὴν προῖκα λαβὼν μεγάλην.

### book 50.5

ταῦτ’ εἰδὼς σοφὸς ἴσθι· μάτην δ’ Ἐπίκουρον ἔασον

### book 50

ποῦ τὸ κενὸν ζητεῖν καὶ τίνες αἱ μονάδες.

### book 51.1.1

Τῆς ὥρας ἀπόλαυε· παρακμάζει ταχὺ πάντα·

### book 51.1.2

ἓν θέρος ἐξ ἐρίφου τρηχὺν ἔθηκε τράγον.

### book 52.1.1

Παιδείῳ, Θρασύβουλε, σαγηνευθεὶς ὑπ’ ἔρωτι

### book 52.1.2

ἀσθμαίνεις, δελφὶς ὥς τις ἐπ’ αἰγιαλοῦ

### book 52.1.3

κύματος ἱμείρων· δρέπανον δέ σοι οὐδὲ τὸ Περσέως

### book 52.1.4

ἀρκεῖ ἀποτμῆξαι δίκτυον, ᾧ δέδεσαι.

### book 53.1.1

Τὸ ῥόδον ἀκμάζει βαιὸν χρόνον· ἢν δὲ παρέλθῃ,

### book 53.1.2

ζητῶν εὑρήσεις οὐ ῥόδον, ἀλλὰ βάτον.

### book 54.1.1

Γηραλέον με γυναῖκες ἀποσκώπτουσι, λέγουσαι

### book 54.1.2

εἰς τὸ κάτοπτρον ὁρᾶν λείψανον ἡλικίης.

### book 54.1.3

ἀλλ’ ἐγὼ εἰ λευκὰς φορέω τρίχας εἴτε μελαίνας,

### book 54.1.4

οὐκ ἀλέγω βιότου πρὸς τέλος ἐρχόμενος.

### book 54.5.1

εὐόδμοις δὲ μύροισι καὶ εὐπετάλοις στεφάνοισι

### book 54.5.2

καὶ Βρομίῳ παύω φροντίδας ἀργαλέας.

### book 55.1

Δὸς πιέειν, ἵνα Βάκχος ἀποσκεδάσειε μερίμνας

### book 55

ἂψ ἀναθερμαίνων ψυχομένην κραδίην.

### book 56.1.1

Πῖνε καὶ εὐφραίνου. τί γὰρ αὔριον ἢ τί τὸ μέλλον,

### book 56.1.2

οὐδεὶς γινώσκει. μὴ τρέχε, μὴ κοπία·

### book 56.1.3

ὡς δύνασαι, χάρισαι, μετάδος, φάγε, θνητὰ λογίζου·

### book 56.1.4

τὸ ζῆν τοῦ μὴ ζῆν οὐδὲν ὅλως ἀπέχει.

### book 56.5.1

πᾶς ὁ βίος τοιόσδε, ῥοπὴ μόνον· ἂν προλάβῃς, σοῦ,

### book 56.5.2

ἂν δὲ θάνῃς, ἑτέρου πάντα, σὺ δ’ οὐδὲν ἔχεις.

### book 57.1.1

Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχῳ

### book 57.1.2

Οἰνοπίων, ἔμπης δ’ οὐκ ἀπέθηκε δέπας·

### book 57.1.3

ἀλλ’ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ

### book 57.1.4

ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ·

### book 57.5.1

οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ’ ἀπ’ ἀριθμοῦ

### book 57.5.2

τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.

### book 57.5.3

πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ’ ἄρα θεῖος Ὅμηρος

### book 57.5.4

τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.

### book 58.1.1

Ἤθελον οὐ χρυσόν τε καὶ ἄστεα μυρία γαίης

### book 58.1.2

οὐδ’, ὅσα τὰς Θήβας εἶπεν Ὅμηρος ἔχειν·

### book 58.1.3

ἀλλ’ ἵνα μοι τροχόεσσα κύλιξ βλύσσειε Λυαίῳ

### book 58.1.4

χείλεος ἀενάῳ νάματι λουομένου,

### book 58.5.1

καὶ γεραρῶν συνέπινε λάλος χορός, οἱ δὲ περισσοὶ

### book 58.5.2

ἀνέρες ἐργατίναι κάμνον ἐφ’ ἡμερίσιν.

### book 58.5.3

οὗτος ἐμοὶ πολὺς ὄλβος, ἀεὶ φίλος· οὐδ’ ἀλεγίζω

### book 58

τῶν χρυσέων ὑπάτων τὴν φιάλην κατέχων.

### book 59.1.1

Χανδοπόται, βασιλῆος ἀεθλητῆρες Ἰάκχου,

### book 59.1.2

ἔργα κυπελλομάχου στήσομεν εἰλαπίνης,

### book 59.1.3

Ἰκαρίου σπένδοντες ἀφειδέα δῶρα Λυαίου·

### book 59.1.4

ἄλλοισιν μελέτω Τριπτολέμοιο γέρα,

### book 59.5.1

ᾗχι βόες καὶ ἄροτρα καὶ ἱστοβοεὺς καὶ ἐχέτλη

### book 59.5.2

καὶ στάχυς, ἁρπαμένης ἴχνια Φερσεφόνης.

### book 59.5.3

εἴ ποτε δὲ στομάτεσσι βαλεῖν τινα βρῶσιν ἀνάγκη,

### book 59.5.4

ἀσταφὶς οἰνοπόταις ἄρκιος ἡ Βρομίου.

### book 60.1.1

Σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ,

### book 60.1.2

ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις.

### book 60.1.3

σιτοδόκῳ δ’ ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοι

### book 60.1.4

γαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης·

### book 60.5.1

ταυροφόνων δ’ ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπων

### book 60.5.2

θηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις·

### book 60.5.3

ὀστέα δ’ αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶν

### book 60.5.4

εἰξάτω, οἷς Ἀίδης φίλτερος ἠελίου·

### book 60.5.5

ἡμῖν δ’ ὀλβιόδωρον ἀεὶ μέθυ καὶ βόσις ἔστω

### book 60.10

καὶ ποτόν· ἀμβροσίην δ’ ἄλλος ἔχειν ἐθέλοι.

### book 61.1.1

Χθιζὸν ἐμοὶ νοσέοντι παρίστατο δήιος ἀνὴρ

### book 61.1.2

ἰητρὸς δεπάων νέκταρ ἀπειπάμενος·

### book 61.1.3

εἶπε δ’ ὕδωρ πίνειν, ἀνεμώλιος, οὐδ’ ἐδιδάχθη,

### book 61

ὅττι μένος μερόπων οἶνον Ὅμηρος ἔφη.

### book 62.1.1

Πᾶσι θανεῖν μερόπεσσιν ὀφείλεται, οὐδέ τις ἐστίν,

### book 62.1.2

αὔριον εἰ ζήσει, θνητὸς ἐπιστάμενος.

### book 62.1.3

τοῦτο σαφῶς, ἄνθρωπε, μαθὼν εὔφραινε σεαυτόν,

### book 62.1.4

λήθην τοῦ θανάτου τὸν Βρόμιον κατέχων.

### book 62.5.1

τέρπεο καὶ Παφίῃ τὸν ἐφημέριον βίον ἕλκων·

### book 62.5.2

τἆλλα δὲ πάντα Τύχῃ πράγματα δὸς διέπειν.

### book 63.1.1

Ἀνέρες, οἷσι μέμηλεν ἀπήμονος ὄργια Βάκχου,

### book 63.1.2

ἐλπίσιν ἡμερίδων ῥίψατε τὴν πενίην.

### book 63.1.3

αὐτὰρ ἐμοὶ κρητὴρ μὲν ἔοι δέπας, ἄγχι δὲ ληνὸς

### book 63.1.4

ἀντὶ πίθου, λιπαρῆς ἔνδιον εὐφροσύνης.

### book 63.5.1

αὐτίκα δ’ ἡμετέροιο πιὼν κρητῆρα Λυαίου

### book 63.5.2

παισὶ Καναστραίοις μάρναμαι, ἢν ἐθέλῃς.

### book 63.5.3

οὐ τρομέω δὲ θάλασσαν ἀμείλιχον, οὐδὲ κεραυνούς,

### book 63.5.4

πιστὸν ἀταρβήτου θάρσος ἔχων Βρομίου.

### book 64.1.1

Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου

### book 64.1.2

ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.

### book 64.1.3

ἤδη δ’ ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι

### book 64.1.4

κισσύβια γλυκερῶν νήχεθ’ ὑπὲρ ῥοθίων,

### book 64.5.1

οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη

### book 64.5.2

θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι.

### book 64.5.3

ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη

### book 64.5.4

μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάισεν.

### book 64.5.5

πάντων δ’ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων

### book 64.10.1

ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ.

### book 64.10.2

τλήμονες, ἀλλ’ ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν,

### book 64

τῆς δ’ ἄρ’ ὑπ’ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.

### book 65.1.1

Λιμοῦ καὶ γραίης χαλεπὴ κρίσις· ἀργαλέον μὲν

### book 65.1.2

πεινῆν, ἡ κοίτη δ’ ἔστ’ ὀδυνηροτέρα.

### book 65.1.3

πεινῶν εὔχετο γραῦν, κοιμώμενος εὔχετο λιμὸν

### book 65.1.4

Φίλλις· ἴδ’ ἀκλήρου παιδὸς ἀνωμαλίην.

### book 66.1.1

Κἢν τείνῃς ῥακόεντα πολυτμήτοιο παρειῆς

### book 66.1.2

χρῶτα καὶ ἀβλεφάρους ὦπας ἐπανθρακίσῃς,

### book 66.1.3

καὶ λευκὴν βάψῃς μέλανι τρίχα καὶ πυρίφλεκτα

### book 66.1.4

βοστρύχια κροτάφοις οὖλα περικρεμάσῃς,

### book 66.5

οὐδὲν ταῦτα, γελοῖα, καὶ ἢν ἔτι πλείονα ῥέξῃς ...

### book 67.1.1

῏Υ τετρηκόσι’ ἐστίν· ἔχεις δὲ σὺ τοὺς ἐνιαυτοὺς

### book 67.1.2

δὶς τόσσους, τρυφερὴ Λαῒ κορωνεκάβη,

### book 67.1.3

Σισύφου ὦ μάμμη καὶ Δευκαλίωνος ἀδελφή.

### book 67.1.4

βάπτε δὲ τὰς λευκὰς καὶ λέγε πᾶσι „τατᾶ“.

### book 68.1.1

Τὰς τρίχας, ὦ Νίκυλλα, τινὲς βάπτειν σε λέγουσιν,

### book 68.1.2

ἃς σὺ μελαινοτάτας ἐξ ἀγορᾶς ἐπρίω.

### book 69.1

Τὰς πολιὰς βάψασα Θεμιστονόη τρικόρωνος

### book 69

γίνεται ἐξαπίνης οὐ νέα, ἀλλὰ Ῥέα.

### book 70.1.1

Γρῆυν ἔγημε Φιλῖνος, ὅτ’ ἦν νέος· ἡνίκα πρέσβυς,

### book 70.1.2

δωδεκέτιν· Παφίῃ δ’ ὥριος οὐδέποτε.

### book 70.1.3

τοιγὰρ ἄπαις διέμεινέ ποτε σπείρων ἐς ἄκαρπα,

### book 70.1.4

νῦν δ’ ἑτέροις γήμας ἀμφοτέρων στέρεται.

### book 71.1.1

Ἤκμασε Νικονόη· κἀγὼ λέγω· ἤκμασε δ’ αὐτή,

### book 71.1.2

ἡνίκα Δευκαλίων ἄπλετον εἶδεν ὕδωρ.

### book 71.1.3

ταῦτα μὲν οὖν ἡμεῖς οὐκ οἴδαμεν, ἀλλ’ ὅτι ταύτην

### book 71.1.4

οὐκ ἄνδρα ζητεῖν νῦν ἔδει, ἀλλὰ τάφον.

### book 72.1.1

Ἡ πολιὴ κροτάφοισι Κυτώταρις, ἡ πολύμυθος

### book 72.1.2

γραῖα, δι’ ἣν Νέστωρ οὐκέτι πρεσβύτατος,

### book 72.1.3

ἡ φάος ἀθρήσας’ ἐλάφου πλέον, ἡ χερὶ λαιῇ

### book 72.1.4

γῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη,

### book 72.5.1

ζώει καὶ λεύσσουσα καὶ ἀρτίπος οἷά τε νύμφη,

### book 72.5.2

ὥστε με διστάζειν, μή τι πέπονθ’ Ἀίδης.

### book 73.1.1

Γραῖα καλή. τί γάρ; οἶσθας, ὅτ’ ἦν νέα· ἀλλὰ τότ’ ᾔτει,

### book 73.1.2

νῦν δ’ ἐθέλει δοῦναι μισθὸν ἐλαυνομένη.

### book 73.1.3

εὑρήσεις τεχνῖτιν· ὅταν δὲ πίῃ, τότε μᾶλλον,

### book 73.1.4

εἰς ὃ θέλεις, αὐτὴν εὐεπίτακτον ἔχεις.

### book 73.5.1

πίνει γὰρ καὶ τρεῖς καὶ τέσσαρας, ἢν ἐθελήσῃς,

### book 73.5.2

ξέστας, κἀκ τούτου γίνετ’ ἄνω τὰ κάτω·

### book 73.5.3

κολλᾶται, κνίζει, παθικεύεται· ἤν τι διδῷ τις,

### book 73

λαμβάνει· ἢν μὴ δῷ, μισθὸν ἔχει τὸ πάθος.

### book 74.1.1

Τὴν δύσκωφον γραῖαν, Ὀνήσιμε, πρὸς Διὸς ἔξω

### book 74.1.2

ἔκβαλε· πολλὰ λίην πράγματά μοι παρέχει.

### book 74.1.3

ἢν αὐτῇ τυροὺς ἁπαλοὺς εἴπωμεν ἐνέγκαι,

### book 74.1.4

οὐ τυρούς, πυροὺς δ’ ἔρχετ’ ἔχουσα νέους.

### book 74.5.1

πρῴην τὴν κεφαλὴν ἐπόνουν καὶ πήγανον αὐτὴν

### book 74.5.2

ᾔτουν· ἡ δ’ ἔφερεν τήγανον ὀστράκινον.

### book 74.5.3

ἂν ὀπὸν αἰτήσω, δοκὸν εἰσφέρει· ἂν „Λάχανόν μοι“

### book 74.5.4

εἴπω „δὸσ“ πεινῶν, εὐθὺ φέρει λάσανον·

### book 74.5.5

ὄξος ἐὰν αἰτῶ, τόξον φέρει· ἂν δέ γε τόξον,

### book 74.10.1

ὄξος· ὅλως δ’ ὃ λέγω, οὔποτ’ ἐπαισθάνεται.

### book 74.10.2

αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι

### book 74.10.3

καὶ μελετᾶν ἔξω νυκτὸς ἐγειρόμενον.

### book 75.1.1

Οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ,

### book 75.1.2

ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα·

### book 75.1.3

εἶτ’ ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα,

### book 75.1.4

ὥστ’ ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος·

### book 75.5.1

εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ,

### book 75.5.2

καὶ κέκριτ’ ἀλλότριος μηδὲν ὅμοιον ἔχων.

### book 76.1.1

Ῥύγχος ἔχων τοιοῦτον, Ὀλυμπικέ, μήτ’ ἐπὶ κρήνην

### book 76.1.2

ἔλθῃς, μήτ’ ἐνόρα πρός τι διαυγὲς ὕδωρ.

### book 76.1.3

καὶ σὺ γὰρ ὡς Νάρκισσος ἰδὼν τὸ πρόσωπον ἐναργὲς

### book 76

τεθνήξῃ μισῶν σαυτὸν ἕως θανάτου.

### book 77.1.1

Εἰκοσέτους σωθέντος Ὀδυσσέος εἰς τὰ πατρῷα

### book 77.1.2

ἔγνω τὴν μορφὴν Ἄργος ἰδὼν ὁ κύων·

### book 77.1.3

ἀλλὰ σὺ πυκτεύσας, Στρατοφῶν, ἐπὶ τέσσαρας ὥρας

### book 77.1.4

οὐ κυσὶν ἄγνωστος, τῇ δὲ πόλει γέγονας.

### book 77.5.1

ἢν ἐθέλῃς τὸ πρόσωπον ἰδεῖν ἐς ἔσοπτρον ἑαυτοῦ,

### book 77.5.2

„Οὐκ εἰμὶ Στρατοφῶν,“ αὐτὸς ἐρεῖς ὀμόσας.

### book 78.1.1

Κόσκινον ἡ κεφαλή σου, Ἀπολλόφανες, γεγένηται

### book 78.1.2

ἢ τῶν σητοκόπων βυβλαρίων τὰ κάτω·

### book 78.1.3

ὄντως μυρμήκων τρυπήματα λοξὰ καὶ ὀρθά,

### book 78.1.4

γράμματα τῶν λυρικῶν Λύδια καὶ Φρύγια.

### book 78.5.1

πλὴν ἀφόβως πύκτευε· καὶ ἢν τρωθῇς γὰρ ἄνωθεν,

### book 78.5.2

ταῦθ’, ὅς’ ἔχεις, ἕξεις· πλείονα δ’ οὐ δύνασαι.

### book 79.1.1

Πύκτης ὢν κατέλυσε Κλεόμβροτος· εἶτα γαμήσας

### book 79.1.2

ἔνδον ἔχει πληγῶν Ἴσθμια καὶ Νέμεα,

### book 79.1.3

γραῦν μαχίμην τύπτουσαν Ὀλύμπια καὶ τὰ παρ’ αὐτῷ

### book 79.1.4

μᾶλλον ἰδεῖν φρίσσων ἤ ποτε τὸ στάδιον.

### book 79.5.1

ἂν γὰρ ἀναπνεύσῃ, δέρεται τὰς παντὸς ἀγῶνος

### book 79.5.2

πληγάς, ὡς ἀποδῷ· κἂν ἀποδῷ, δέρεται.

### book 80.1

Οἱ συναγωνισταὶ τὸν πυγμάχον ἐνθάδ’ ἔθηκαν

### book 80

Ἆπιν· οὐδένα γὰρ πώποτ’ ἐτραυμάτισεν.

### book 81.1.1

Πᾶσαν, ὅσαν Ἕλληνες ἀγωνοθετοῦσιν ἅμιλλαν

### book 81.1.2

πυγμῆς, Ἀνδρόλεως πᾶσαν ἀγωνισάμαν·

### book 81.1.3

ἔσχον δ’ ἐν Πίσῃ μὲν ἓν ὠτίον, ἐν δὲ Πλαταιαῖς

### book 81.1.4

ἓν βλέφαρον· Πυθοῖ δ’ ἄπνοος ἐκφέρομαι·

### book 81.5.1

Δαμοτέλης δ’ ὁ πατὴρ καρύσσετο σὺν πολιήταις

### book 81.5.2

ἆραί με σταδίων ἢ νεκρὸν ἢ κολοβόν.

### book 82.1.1

Πέντε μετ’ ἄλλων Χάρμος ἐν Ἀρκαδίᾳ δολιχεύων,

### book 82.1.2

θαῦμα μέν, ἀλλ’ ὄντως ἕβδομος ἐξέπεσεν.

### book 82.1.3

„Ἓξ ὄντων,“ τάχ’ ἐρεῖς, „πῶς ἕβδομος;“ εἷς φίλος αὐτοῦ

### book 82.1.4

„Θάρσει, Χάρμε,“ λέγων ἦλθεν ἐν ἱματίῳ.

### book 82.5.1

ἕβδομος οὖν οὕτω παραγίνεται· εἰ δ’ ἔτι πέντε

### book 82.5.2

εἶχε φίλους, ἦλθ’ ἄν, Ζωίλε, δωδέκατος.

### book 83.1.1

Τὸν σταδιῆ πρῴην Ἐρασίστρατον ἡ μεγάλη γῆ

### book 83.1.2

πάντων σειομένων οὐκ ἐσάλευσε μόνον.

### book 84.1.1

Οὔτε τάχιον ἐμοῦ τις ἐν ἀντιπάλοισιν ἔπιπτεν

### book 84.1.2

οὔτε βράδιον ὅλως ἔδραμε τὸ στάδιον·

### book 84.1.3

δίσκῳ μὲν γὰρ ὅλως οὐδ’ ἤγγισα, τοὺς δὲ πόδας μου

### book 84.1.4

ἐξᾶραι πηδῶν ἴσχυον οὐδέποτε·

### book 84.5

κυλλὸς δ’ ἠκόντιζεν ἀμείνονα· πέντε δ’ ἀπ’ ἄθλων

### book 84

πρῶτος ἐκηρύχθην πεντετριαζόμενος.

### book 85.1.1

Νύκτα μέσην ἐποίησε τρέχων ποτὲ Μάρκος ὁπλίτης,

### book 85.1.2

ὥστ’ ἀποκλεισθῆναι πάντοθε τὸ στάδιον.

### book 85.1.3

οἱ γὰρ δημόσιοι κεῖσθαί τινα πάντες ἔδοξαν

### book 85.1.4

ὁπλίτην τιμῆς εἵνεκα τῶν λιθίνων.

### book 85.5.1

καὶ τί γάρ; εἰς ὥρας ἠνοίγετο· καὶ τότε Μάρκος

### book 85.5.2

ἦλθε προσελλείπων τῷ σταδίῳ στάδιον.

### book 86.1.1

Τὸ στάδιον Περικλῆς εἴτ’ ἔδραμεν εἴτ’ ἐκάθητο,

### book 86.1.2

οὐδεὶς οἶδεν ὅλως· δαιμόνιος βραδυτής.

### book 86.1.3

ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασι, καὶ στεφανοῦτο

### book 86.1.4

ἄλλος, καὶ Περικλῆς δάκτυλον οὐ προέβη.

### book 87.1.1

Τιμόμαχον τὸν μακρὸν ὁ πεντόργυιος ἐχώρει

### book 87.1.2

οἶκος ὑπὲρ γαίης πάντοτε κεκλιμένον·

### book 87.1.3

στῆναι δ’ εἴ ποτ’ ἔχρῃζεν, ἔδει τοὺς παῖδας ἀπ’ ὄρθρου

### book 87.1.4

τὴν ὀροφὴν τρῆσαι πέντ’ ἐπὶ πέντε πόδας.

### book 88.1

Τὴν μικρὴν παίζουσαν Ἐρώτιον ἥρπασε κώνωψ·

### book 88

ἡ δὲ „Τί,“ φησί, „πάθω; Ζεῦ πάτερ, ἦ μ’ ἐθέλεις;“

### book 89.1.1

Ὁ βραχὺς Ἑρμογένης, ὅταν ἐκβάλῃ εἰς τὸ χαμαί τι,

### book 89.1.2

ἕλκει πρὸς τὰ κάτω τοῦτο δορυδρεπάνῳ.

### book 90.1.1

Τῷ πατρὶ θυμωθείς, Διονύσιε, Μάρκος ὁ μικρὸς

### book 90.1.2

πυρῆνα στήσας αὑτὸν ἀπηγχόνισεν.

### book 91.1.1

Ἐν καλάμῳ πήξας ἀθέρα Στρατόνικος ὁ λεπτὸς

### book 91.1.2

καὶ τριχὸς ἐκδήσας αὑτὸν ἀπηγχόνισεν·

### book 91.1.3

καὶ τί γάρ; οὐχὶ κάτω βρῖσεν βαρύς· ἀλλ’ ὑπὲρ αὐτῶν

### book 91.1.4

νηνεμίας οὔσης νεκρὸς ἄνω πέταται.

### book 92.1.1

Γάιος ἐκπνεύσας τὸ πανύστατον ἐχθὲς ὁ λεπτὸς

### book 92.1.2

εἰς τὴν ἐκκομιδὴν οὐδὲν ἀφῆκεν ὅλως·

### book 92.1.3

καὶ πέρας εἰς Ἀίδην καταβὰς ὅλος, οἷος ὅτ’ ἔζη,

### book 92.1.4

τῶν ὑπὸ γῆν σκελετῶν λεπτότατος πέταται.

### book 92.5.1

τὴν δὲ κενὴν κλίνην οἱ φράτορες ἦραν ἐπ’ ὤμων

### book 92.5.2

ἐγγράψαντες ἄνω· „Γάιος ἐκφέρεται.“

### book 93.1

Τῶν Ἐπικουρείων ἀτόμων ποτὲ Μάρκος ὁ λεπτὸς

### book 93

τῇ κεφαλῇ τρήσας εἰς τὸ μέσον διέβη.

### book 94.1.1

Σαλπίζων ἔπνευσεν ὅσον βραχὺ Μάρκος ὁ λεπτὸς

### book 94.1.2

καὶ κατὰ τῆς κεφαλῆς ὀρθὸς ἀπῆλθε κάτω.

### book 95.1.1

Τὸν μικρὸν Μάκρωνα θέρους κοιμώμενον εὑρὼν

### book 95.1.2

εἰς τρώγλην μικροῦ τοῦ ποδὸς εἵλκυσε μῦς·

### book 95.1.3

ὃς δ’ ἐν τῇ τρώγλῃ ψιλὸς τὸν μῦν ἀποπνίξας·

### book 95.1.4

„Ζεῦ πάτερ,“ εἶπεν, „ἔχεις δεύτερον Ἡρακλέα.“

### book 96.1.1

Ἀρκάδας οὐχ οὕτω Στυμφαλίδες, ὡς ἐμὲ κίχλαι

### book 96.1.2

αἱ νέκυες ξηροῖς ἤκαχον ὀσταρίοις,

### book 96.1.3

Ἅρπυιαι, δραχμῆς ξηρὴ δεκάς. ὦ ἐλεειναὶ

### book 96.1.4

λειμώνων ἐτύμως, ἔρρετε, νυκτερίδες.

### book 97.1.1

Τῷ Στρατονικείῳ πόλιν ἄλλην οἰκοδομεῖτε,

### book 97.1.2

ἢ τούτοις ἄλλην οἰκοδομεῖτε πόλιν.

### book 98.1

Ἔστω μητρόπολις πρῶτον πόλις, εἶτα λεγέσθω

### book 98

μητρόπολις· μὴ νῦν, ἡνίκα μηδὲ πόλις.

### book 99.1.1

Τὸν λεπτὸν φυσῶντα τὸ πῦρ Πρόκλον ἦρεν ὁ καπνός,

### book 99.1.2

καὶ διὰ τῶν θυρίδων ἔνθεν ἀπῆλθεν ἔχων.

### book 99.1.3

ἀλλὰ μόλις νεφέλῃ προσενήξατο καὶ δι’ ἐκείνης

### book 99.1.4

προσκατέβη τρωθεὶς μυρία ταῖς ἀτόμοις.

### book 100.1.1

Οὕτω κουφότατος πέλε Γάιος, ὥστ’ ἐκολύμβα

### book 100.1.2

τοῦ ποδὸς ἐκκρεμάσας ἢ λίθον ἢ μόλιβον.

### book 101.1.1

Ῥιπίζων ἐν ὕπνοις Δημήτριος Ἀρτεμιδώραν

### book 101.1.2

τὴν λεπτὴν ἐκ τοῦ δώματος ἐξέβαλεν.

### book 102.1.1

Ἐξαίρων ποτ’ ἄκανθαν ὁ λεπτακινὸς Διόδωρος

### book 102.1.2

αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.

### book 103.1.1

Ἐξ ἀτόμων Ἐπίκουρος ὅλον τὸν κόσμον ἔγραψεν

### book 103.1.2

εἶναι τοῦτο δοκῶν, Ἄλκιμε, λεπτότατον.

### book 103.1.3

εἰ δὲ τότ’ ἦν Διόφαντος, ἔγραψεν ἂν ἐκ Διοφάντου

### book 103.1.4

τοῦ καὶ τῶν ἀτόμων πουλύ τι λεπτοτέρου

### book 103.5

ἢ τὰ μὲν ἄλλ’ ἔγραψε συνεστάναι ἐξ ἀτόμων ἄν,

### book 103

ἐκ τούτου δ’ αὐτάς, Ἄλκιμε, τὰς ἀτόμους.

### book 104.1.1

Ἱππεύων μύρμηκι Μενέστρατος ὡς ἐλέφαντι

### book 104.1.2

δύσμορος ἐξαπίνης ὕπτιος ἐξετάθη,

### book 104.1.3

λακτισθεὶς δ’, ὡς εἶχε τὸ καίριον· „Ὦ φθόνε,“ φησίν,

### book 104.1.4

„οὕτως ἱππεύων ὤλετο καὶ Φαέθων.“

### book 105.1.1

Τὸν μέγαν ἐζήτουν Εὐμήκιον· ὃς δ’ ἐκάθευδεν

### book 105.1.2

μικρῷ ὑπ’ ὀξυβάφῳ τὰς χέρας ἐκτανύσας.

### book 106.1.1

Ἀρθεὶς ἐξ αὔρης λεπτῆς ἐποτᾶτο δι’ αἴθρης

### book 106.1.2

Χαιρήμων ἀχύρου πολλὸν ἐλαφρότερος·

### book 106.1.3

καὶ τάχ’ ἂν ἐρροίζητο δι’ αἰθέρος, εἰ μὴ ἀράχνῃ

### book 106.1.4

τοὺς πόδας ἐμπλεχθεὶς ὕπτιος ἐκρέματο.

### book 106.5.1

αὐτοῦ δὴ νύκτας τε καὶ ἤματα πέντε κρεμασθεὶς

### book 106.5.2

ἑκταῖος κατέβη νήματι τῆς ἀράχνης.

### book 107.1.1

Αἰγείρου φύλλῳ πεφορημένῳ ἐξ ἀνέμοιο

### book 107.1.2

πληγεὶς Χαιρήμων ὕπτιος ἐξετάθη.

### book 107.1.3

κεῖται δ’ ἢ Τιτυῷ ἐναλίγκιος ἢ πάλι κάμπῃ

### book 107

ἁπλώσας κατὰ γῆς σῶμα τὸ καννάβινον.

### book 108.1.1

Κόνων δίπηχυς, ἡ γυνὴ δὲ τεσσάρων·

### book 108.1.2

ἐν τῇ κλίνῃ δὲ τῶν ποδῶν ἰσουμένων

### book 108.1.3

σκόπει, Κόνωνος ποῦ τὸ χεῖλος ἔρχεται.

### book 109.1

Οὐδ’ ἐπικύψαι ἔχει Δημήτριος οὐδὲν ὁ μικρός·

### book 109.2

ἔρριπται δὲ χαμαὶ πάντοτ’ ἐπαιρόμενος.

### book 110.1.1

Τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο,

### book 110.1.2

τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος.

### book 110.1.3

ὧν ὁ μὲν εἷς, Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην

### book 110.1.4

καὶ διέδυ ῥαφίδος τρῆμα λίνον κατέχων·

### book 110.5.1

Δημᾶς δ’ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη,

### book 110.5.2

ἡ δ’ ἀράχνη νήθους’ αὐτὸν ἀπεκρέμασεν.

### book 110.5.3

Σωσίπατρος δ’ ἐβόησεν· „Ἐμὲ στεφανώσατ’· ἐγὼ γὰρ

### book 110.5.4

εἰ βλέπομ’, ἥττημαι· πνεῦμα γάρ εἰμι μόνον.“

### book 111.1

Βουλόμενός ποθ’ ὁ λεπτὸς ἀπάγξασθαι Διόφαντος,

### book 111

νῆμα λαβὼν ἀράχνης αὑτὸν ἀπηγχόνισεν.

### book 112.1.1

Πρίν ς’ ἐναλείψασθαι, Δημόστρατε, „Χαῖρ’, ἱερὸν φῶς,“

### book 112.1.2

εἰπέ, τάλας· οὕτως εὔσκοπός ἐστι Δίων.

### book 112.1.3

οὐ μόνον ἐξετύφλωσεν Ὀλυμπικόν, ἀλλὰ δὴ αὐτοῦ

### book 112.1.4

εἰκόνος, ἧς εἶχεν, τὰ βλέφαρ’ ἐξέβαλεν.

### book 113.1.1

Τοῦ λιθίνου Διὸς ἐχθὲς ὁ κλινικὸς ἥψατο Μάρκος·

### book 113.1.2

καὶ λίθος ὢν καὶ Ζεύς, σήμερον ἐκφέρεται.

### book 114.1.1

Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντος

### book 114.1.2

εἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν.

### book 114.1.3

κἀκεῖνος γελάσας „Τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν“

### book 114.1.4

φησὶ „λέγει, σὺ νόει· τἀμὰ δὲ σύντομά σοι.“

### book 114.5.1

εἶπε καὶ ἐκτείνας μόνον ἥψατο, καὶ Διόφαντος,

### book 114.5.2

ἄλλον ἀπελπίζων αὐτὸς ἀπησκάρισεν.

### book 115.1.1

Ἤν τιν’ ἔχῃς ἐχθρόν, Διονύσιε μὴ καταράσῃ

### book 115.1.2

τὴν Ἶσιν τούτῳ μηδὲ τὸν Ἁρποκράτην,

### book 115.1.3

μηδ’ εἴ τις τυφλοὺς ποιεῖ θεός, ἀλλὰ Σίμωνα,

### book 115

καὶ γνώσῃ, τί θεὸς καὶ τί Σίμων δύναται.

### book 116.1.1

Εἰς Ἄϊδος κατέπεμψε πάλαι ποτέ, δέσποτα Καῖσαρ,

### book 116.1.2

ὡς λόγος, Εὐρυσθεὺς τὸν μέγαν Ἡρακλέα·

### book 116.1.3

νῦν δ’ ἐμὲ Μηνοφάνης ὁ κλινικός· ὥστε λεγέσθω

### book 116.1.4

κλινικὸς Εὐρυσθεύς, μηκέτι Μηνοφάνης.

### book 117.1.1

Ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν ὁρῶντα

### book 117.1.2

ὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων,

### book 117.1.3

ἄνδρα δ’ ἀπὸ σταδίου, διὰ δώδεκα δ’ ὄρτυγα πηχῶν,

### book 117.1.4

φθεῖρα δ’ ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον.

### book 117.5.1

νῦν δ’ ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρου

### book 117.5.2

καιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται·

### book 117.5.3

ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶν

### book 117.5.4

ὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται.

### book 117.5.5

ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδ’ ἐλέφαντα

### book 117.10

οὐκέτι μήποτ’ ἴδῃ πλησίον ἑσταότα.

### book 118.1.1

Οὔτ’ ἔκλυσεν Φείδων μ’ οὔθ’ ἥψατο, ἀλλὰ πυρέξας

### book 118.1.2

ἐμνήσθην αὐτοῦ τοὔνομα κἀπέθανον.

### book 119.1.1

Ἰητρὸς τὴν γραῦν εἴτ’ ἔκλυσεν εἴτ’ ἀπέπνιξεν,

### book 119.1.2

οὐδεὶς γινώσκει· δαιμόνιον τὸ τάχος.

### book 119.1.3

ὁ ψόφος ἦν κλυστῆρος ἐν οὔασι, καὶ στεφανοῦτο

### book 119

ἡ σορός, οἱ δ’ ἄλλοι τὸν φακὸν ηὐτρέπισαν.

### book 120.1.1

Ὀρθῶσαι τὸν κυρτὸν ὑποσχόμενος Διόδωρον

### book 120.1.2

Σωκλῆς τετραπέδους τρεῖς ἐπέθηκε λίθους

### book 120.1.3

τοῦ κυρτοῦ στιβαροὺς ἐπὶ τὴν ῥάχιν· ἀλλὰ πιεσθεὶς

### book 120.1.4

τέθνηκεν, γέγονεν δ’ ὀρθότερος κανόνος.

### book 121.1.1

Χειρουργῶν ἔσφαξεν Ἀκεστορίδην Ἀγέλαος·

### book 121.1.2

„Ζῶν γὰρ χωλεύειν,“ φησίν, „ἔμελλε τάλας.“

### book 122.1.1

Πέντ’ ἰητρὸς Ἄλεξις ἅμ’ ἔκλυσε, πέντ’ ἐκάθηρε,

### book 122.1.2

πέντ’ ἴδεν ἀρρώστους, πέντ’ ἐνέχρισε πάλιν·

### book 122.1.3

καὶ πᾶσιν μία νύξ, ἓν φάρμακον, εἷς σοροπηγός,

### book 122.1.4

εἷς τάφος, εἷς Ἀίδης, εἷς κοπετὸς γέγονεν.

### book 123.1.1

Ἆγις Ἀρισταγόρην οὔτ’ ἔκλυσεν οὔτ’ ἔθιγ’ αὐτοῦ·

### book 123.1.2

ἀλλ’ ὅσον εἰσῆλθεν, κᾤχετ’ Ἀρισταγόρης.

### book 123.1.3

ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί,

### book 123

Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.

### book 124.1.1

Ξεῖνε, τί μὰν πεύθῃ; —„Τίνες ἐν χθονὶ τοῖσδ’ ὑπὸ τύμβοις;“ —

### book 124.1.2

Οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν,

### book 124.1.3

Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος,

### book 124.1.4

Σώστρατος οἵ τ’ ὀπίσω μέχρι Παραιτονίου.

### book 124.5.1

κηρύκιον γὰρ ἔχων ξύλινον καὶ πλαστὰ πέδιλα

### book 124.5.2

ὡς Ἑρμῆς κατάγει τοὺς θεραπευομένους.

### book 125.1.1

Ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴς

### book 125.1.2

κοινὴν ἀλλήλοις θέντο συνωμοσίην.

### book 125.1.3

καί ῥ’ ὁ μὲν οὓς κλέπτεσκεν ἀπ’ ἐνταφίων τελαμῶνας,

### book 125.1.4

εἰς ἐπιδεσμεύειν πέμπε φίλῳ Κρατέᾳ·

### book 125.5.1

τὸν δ’ ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζειν

### book 125.5.2

πέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους.

### book 126.1.1

Οὐ μήλῃ, τριόδοντι δ’ ἐνήλειψέν με Χαρῖνος

### book 126.1.2

σπόγγον ἔχων κοινὸν τῶν γραφικῶν πινάκων·

### book 126.1.3

τὴν μήλην δ’ ἕλκων ἐξέσπασε τὸ βλέφαρόν μου

### book 126.1.4

ῥιζόθεν, ἡ μήλη δ’ ἔνδον ἔμεινεν ὅλη.

### book 126.5.1

ἂν δὲ δὶς ἐγχρίσῃ με, πονῶν πάλιν οὐκ ἐνοχλήσω

### book 126.5.2

ὀφθαλμοὺς αὐτῷ. πῶς γὰρ ὁ μηκέτ’ ἔχων;

### book 127.1.1

Εἰσὶ καὶ ἐν Μούσῃσιν Ἐρινύες, αἵ σε ποιοῦσιν

### book 127.1.2

ποιητήν, ἀνθ’ ὧν πολλὰ γράφεις ἀκρίτως.

### book 127.1.3

τοίνυν, σοῦ δέομαι, γράφε πλείονα· μείζονα γάρ σοι

### book 127

εὔξασθαι ταύτης οὐ δύναμαι μανίαν.

### book 128.1.1

Εἰ μὴ χαίρω, Φλῶρε, γενοίμην δάκτυλος ἢ ποὺς

### book 128.1.2

εἷς τῶν σῶν τούτων τῶν κατατεινομένων.

### book 128.1.3

χαίρω, νὴ τὸν κλῆρον, ὃν εὐκλήρησας ἐν ἄθλοις

### book 128.1.4

ὡς περὶ χοιρείας τοῦ στεφάνου μερίδος.

### book 128.5.1

τοιγὰρ θάρσει, Φλῶρε, καὶ εὔθυμος πάλι γίνου·

### book 128.5.2

οὕτω νικῆσαι καὶ δόλιχον δύνασαι.

### book 129.1.1

Ποιητὴς ἐλθὼν εἰς Ἴσθμια πρὸς τὸν ἀγῶνα,

### book 129.1.2

εὑρὼν ποιητὰς εἶπε παρίσθμι’ ἔχειν.

### book 129.1.3

μέλλει δ’ ἐξορμᾶν εἰς Πύθια· κἂν πάλιν εὕρῃ,

### book 129.1.4

εἰπεῖν οὐ δύναται· „Καὶ παραπύθι’ ἔχω.“

### book 130.1.1

Τοὺς κυκλίους τούτους τοὺς „αὐτὰρ ἔπειτα“ λέγοντας

### book 130.1.2

μισῶ, λωποδύτας ἀλλοτρίων ἐπέων.

### book 130.1.3

καὶ διὰ τοῦτ’ ἐλέγοις προσέχω πλέον· οὐδὲν ἔχω γὰρ

### book 130.1.4

Παρθενίου κλέπτειν ἢ πάλι Καλλιμάχου.

### book 130.5.1

„θηρὶ μὲν οὐατόεντι“ γενοίμην, εἴ ποτε γράψω,

### book 130.5.2

εἴκελος, „ἐκ ποταμῶν χλωρὰ χελιδόνια.“

### book 130.5.3

οἱ δ’ οὕτως τὸν Ὅμηρον ἀναιδῶς λωποδυτοῦσιν,

### book 130

ὥστε γράφειν ἤδη „μῆνιν ἄειδε, θεά.“

### book 131.1.1

Οὔτ’ ἐπὶ Δευκαλίωνος ὕδωρ, ὅτε πάντ’ ἐγενήθη,

### book 131.1.2

οὔθ’ ὁ καταπρήσας τοὺς ἐπὶ γῆς Φαέθων

### book 131.1.3

ἀνθρώπους ἔκτεινεν, ὅσους Ποτάμων ὁ ποιητὴς

### book 131.1.4

καὶ χειρουργήσας ὤλεσεν Ἑρμογένης.

### book 131.5.1

ὥστ’ ἐξ αἰῶνος κακὰ τέσσαρα ταῦτ’ ἐγενήθη,

### book 131.5.2

Δευκαλίων, Φαέθων, Ἑρμογένης, Ποτάμων.

### book 132.1.1

Μισῶ, δέσποτα Καῖσαρ, ὅσοις νέος οὐδέποτ’ οὐδεὶς

### book 132.1.2

ἤρεσε, κἂν εἴπῃ, „μῆνιν ἄειδε, θεά,“

### book 132.1.3

ἀλλ’ ἢν μὴ Πριάμου τις ἔχῃ χρόνον ἡμιφάλακρος

### book 132.1.4

ἢ καὶ κυρτὸς ἄγαν, οὐ δύνατ’ ἄλφα γράφειν.

### book 132.5.1

εἰ δ’ ὄντως οὕτως τοῦτ’ ἔστ’ ἔχον, ὦ ὕπατε Ζεῦ,

### book 132.5.2

εἰς τοὺς κηλήτας ἔρχεται ἡ σοφία.

### book 133.1.1

Τέθνηκ’ Εὐτυχίδης ὁ μελογράφος. οἱ κατὰ γαῖαν,

### book 133.1.2

φεύγετ’· ἔχων ᾠδὰς ἔρχεται Εὐτυχίδης·

### book 133.1.3

καὶ κιθάρας αὑτῷ διετάξατο συγκατακαῦσαι

### book 133.1.4

δώδεκα καὶ κίστας εἰκοσιπέντε νόμων.

### book 133.5.1

νῦν ὑμῖν ὁ Χάρων ἐπελήλυθε. ποῦ τις ἀπέλθῃ

### book 133.5.2

λοιπόν, ἐπεὶ χᾄδην Εὐτυχίδης κατέχει;

### book 134.1.1

Ἀρχόμεθ’, Ἡλιόδωρε; ποιήματα παίζομεν οὕτω

### book 134.1.2

ταῦτα πρὸς ἀλλήλους; Ἡλιόδωρε, θέλεις;

### book 134.1.3

„Ἆσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου ...“ καὶ γὰρ ἔμ’ ὄψει

### book 134

μακροφλυαρητὴν Ἡλιοδωρότερον.

### book 135.1.1

Μηκέτι, μηκέτι, Μάρκε, τὸ παιδίον, ἀλλ’ ἐμὲ κόπτου

### book 135.1.2

τὸν πολὺ τοῦ παρὰ σοὶ νεκρότερον τεκνίου.

### book 135.1.3

εἰς ἐμὲ νῦν ἐλέγους ποίει πάλιν, εἰς ἐμὲ θρήνους,

### book 135.1.4

δήμιε, τὸν στιχίνῳ σφαζόμενον θανάτῳ.

### book 135.5.1

τοῦ σοῦ γὰρ πάσχω νεκροῦ χάριν, οἷα πάθοιεν

### book 135.5.2

οἱ καταδείξαντες βιβλία καὶ καλάμους.

### book 136.1.1

Οὐχ οὕτω κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν

### book 136.1.2

ἄνθρωποι διὰ τὰς ἐξαπίνης ἐνέδρας,

### book 136.1.3

οἷον ἀκήρυκτον, Καλλίστρατε, καὶ σὺ προσελθὼν

### book 136.1.4

ποιεῖς μοι φονικῶν ἑξαμέτρων πόλεμον.

### book 136.5.1

σάλπιγξον ταχέως ἀνακλητικόν· εἰς ἀνοχὰς γὰρ

### book 136.5.2

καὶ Πρίαμος κλαύσας ἡμερίων ἔτυχεν.

### book 137.1.1

Ὠμοβοείου μοι παραθεὶς τόμον, Ἡλιόδωρε,

### book 137.1.2

καὶ τρία μοι κεράσας ὠμοβοειότερα

### book 137.1.3

εὐθὺ κατακλύζεις ἐπιγράμμασιν. εἰ δ’ ἀσεβήσας

### book 137.1.4

βεβρώκειν τινὰ βοῦν τῶν ἀπὸ Τρινακρίας,

### book 137.5.1

βούλομ’ ἅπαξ πρὸς κῦμα χανεῖν· εἰ δ’ ἐστὶ τὸ κῦμα

### book 137.5.2

ἔνθε μακράν, ἄρας εἰς τὸ φρέαρ με βάλε.

### book 138.1

Ἂν τοῦ γραμματικοῦ μνησθῶ μόνον Ἡλιοδώρου,

### book 138

εὐθὺ σολοικίζον τὸ στόμα μου δέδεται.

### book 139.1.1

Γραμματικὸν Ζηνωνὶς ἔχει πώγωνα Μένανδρον,

### book 139.1.2

τὸν δ’ υἱὸν τούτῳ φησὶ συνεστακέναι.

### book 139.1.3

τὰς νύκτας δ’ αὐτῇ μελετῶν οὐ παύεται οὗτος

### book 139.1.4

πτώσεις, συνδέσμους, σχήματα, συζυγίας.

### book 140.1.1

Τούτοις τοῖς παρὰ δεῖπνον ἀοιδομάχοις λογολέσχαις,

### book 140.1.2

τοῖς ἀπ’ Ἀριστάρχου γραμματολικριφίσιν,

### book 140.1.3

οἷς οὐ σκῶμμα λέγειν, οὐ πεῖν φίλον, ἀλλ’ ἀνάκεινται

### book 140.1.4

νηπυτιευόμενοι Νέστορι καὶ Πριάμῳ,

### book 140.5.1

μή με βάλῃς κατὰ λέξιν „ἕλωρ καὶ κύρμα γενέσθαι“·

### book 140.5.2

σήμερον οὐ δειπνῶ „μῆνιν ἄειδε, θεά.“

### book 141.1.1

Χοιρίδιον καὶ βοῦν ἀπολώλεκα καὶ μίαν αἶγα,

### book 141.1.2

ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις·

### book 141.1.3

οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται,

### book 141.1.4

οὔτ’ ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν·

### book 141.5.1

ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν· ὥστε τί ποιεῖ

### book 141.5.2

ἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι;

### book 141.5.3

πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω·

### book 141

„Ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.“

### book 142.1.1

„Πολλοῦ δεῖ“ καὶ „σφὶν“ καὶ τρὶς παρ’ ἕκαστα „δικασταὶ

### book 142.1.2

ἄνδρεσ“ καὶ „λέγε δὴ τὸν νόμον ἐνθάδε μοι“

### book 142.1.3

καὶ „ταυτὶ“ καὶ „μῶν“ καὶ „τετταράκοντα“ καὶ „ἄττα“

### book 142.1.4

σκεψάμενος καί τοι „νὴ Δία“ καὶ „μὰ Δία“

### book 142.5.1

ῥήτωρ ἐστὶ Κρίτων καὶ παιδία πολλὰ διδάσκει·

### book 142.5.2

προσθήσει δ’ αὐτοῖς „γρῦ,“ „φαθὶ“ καὶ „μὶν“ ἔτι.

### book 143.1.1

Οὐ δέχεται Μάρκον τὸν ῥήτορα νεκρὸν ὁ Πλούτων

### book 143.1.2

εἰπών· „Ἀρκείτω Κέρβερος ὧδε κύων.

### book 143.1.3

εἰ δ’ ἐθέλεις πάντως, Ἰξίονι καὶ Μελίτωνι

### book 143.1.4

τῷ μελοποιητῇ, καὶ Τιτυῷ μελέτα.

### book 143.5.1

οὐδὲν γὰρ σοῦ χεῖρον ἔχω κακόν, ἄχρις ἂν ἐλθὼν

### book 143.5.2

ὧδε σολοικίζῃ Ῥοῦφος ὁ γραμματικός.“

### book 144.1.1

Οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε

### book 144.1.2

εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾶν·

### book 144.1.3

οὐδὲ γὰρ εἰ „κάρκαιρε“ καὶ εἰ „κοναβεῖ“ τό τε „σίζει“

### book 144.1.4

καὶ „κελάρυζε“ λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ.

### book 144.5.1

νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι καὶ φράσιν αὐτῶν

### book 144.5.2

εἶναι κοινοτέραν, ὥστε νοεῖν, ἃ λέγεις.

### book 145.1

Εἰκὼν ἡ Σέξστου μελετᾷ, Σέξστος δὲ σιωπᾷ·

### book 145

εἰκὼν ἦν ῥήτωρ, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών.

### book 146.1.1

Ἑπτὰ σολοικισμοὺς Φλάκκῳ τῷ ῥήτορι δῶρον

### book 146.1.2

πέμψας ἀντέλαβον πεντάκι διακοσίους·

### book 146.1.3

καὶ „Νῦν μέν,“ φησίν, „τούτους ἀριθμῷ σοι ἔπεμψα,

### book 146.1.4

τοῦ λοιποῦ δὲ μέτρῳ πρὸς Κύπρον ἐρχόμενος.“

### book 147.1.1

Ῥήτωρ ἐξαπίνης Ἀσιατικός· οὐδὲν ἄπιστον·

### book 147.1.2

καὶ τοῦτ’ ἐν Θήβαις νῦν γέγονεν τὸ τέρας.

### book 148.1.1

Μηδὲ λαλῶν πρῴην ἐσολοίκισε Φλάκκος ὁ ῥήτωρ

### book 148.1.2

καὶ μέλλων χαίνειν εὐθὺς ἐβαρβάρισεν

### book 148.1.3

καὶ τῇ χειρὶ τὰ λοιπὰ σολοικίζει διανεύων·

### book 148.1.4

κἀγὼ δ’ αὐτὸν ἰδὼν—τὸ στόμα μου δέδεται.

### book 149.1.1

Αὐτὸν ὁρῶ σέ, Μέδον, τὸν ῥήτορα. φεῦ, τί τὸ θαῦμα;

### book 149.1.2

στειλάμενος σιγᾶς· οὐδὲν ὁμοιότερον.

### book 150.1.1

„Ἀρκαδικὸν πῖλον κατ’ ἐνύπνιον Ἀρκάδι δῶρον

### book 150.1.2

Ἑρμείῃ ῥήτωρ θῆκεν Ἀθηναγόρας.“

### book 150.1.3

εἰ μὲν καὶ ῥήτωρ κατ’ ἐνύπνιον, οἴσομεν Ἑρμῇ·

### book 150

εἰ δ’ ὕπαρ, ἀρκείτω· „Θῆκεν Ἀθηναγόρας.“

### book 151.1.1

Ῥήτορος ἅδ’ εἰκών, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών.

### book 151.1.2

καὶ πῶς; οὐ λαλέει· οὐδὲν ὁμοιότερον.

### book 152.1.1

Εἰ βούλει τὸν παῖδα διδάξαι ῥήτορα, Παῦλε,

### book 152.1.2

ὡς οὗτοι πάντες, γράμματα μὴ μαθέτω.

### book 153.1.1

Εἶναι μὲν κυνικόν σε, Μενέστρατε, κἀνυπόδητον

### book 153.1.2

καὶ ῥιγοῦν οὐδεὶς ἀντιλέγει καθόλου·

### book 153.1.3

ἂν δὲ παραρπάξῃς ἄρτους καὶ κλάσματ’ ἀναιδῶς,

### book 153.1.4

κἀγὼ ῥάβδον ἔχω, καὶ σὲ λέγουσι κύνα.

### book 154.1.1

Πᾶς, ὃς ἂν ᾖ πτωχὸς καὶ ἀγράμματος, οὐκέτ’ ἀλήθει

### book 154.1.2

ὡς τὸ πρὶν οὐδ’ αἴρει φορτία μισθαρίου·

### book 154.1.3

ἀλλὰ τρέφει πώγωνα καὶ ἐκ τριόδου ξύλον ἄρας

### book 154.1.4

τῆς ἀρετῆς εἶναι φησὶν ὁ πρωτοκύων.

### book 154.5.1

Ἑρμοδότου τόδε δόγμα τὸ πάνσοφον· εἴ τις ἀχαλκεῖ,

### book 154.5.2

μηκέτι πεινάτω θεὶς τὸ χιτωνάριον.

### book 155.1.1

Οὗτος ὁ τῆς ἀρετῆς ἀδάμας βαρύς, οὗτος ὁ πάντῃ

### book 155.1.2

πᾶσιν ἐπιπλήσσων, οὗτος ὁ ῥιγομάχος

### book 155.1.3

καὶ πώγωνα τρέφων ἑάλω. τί γάρ; ἀπρεπὲς εἰπεῖν·

### book 155

ἀλλ’ ἑάλω ποιῶν ἔργα κακοστομάτων.

### book 156.1.1

Οἴει τὸν πώγωνα φρενῶν ποιητικὸν εἶναι

### book 156.1.2

καὶ διὰ τοῦτο τρέφεις, φίλτατε, μυιοσόβην.

### book 156.1.3

κεῖρον ἐμοὶ πεισθεὶς ταχέως· οὗτος γὰρ ὁ πώγων

### book 156.1.4

φθειρῶν ποιητής, οὐχὶ φρενῶν γέγονεν.

### book 157.1.1

„Ὠγαθὲ“ καὶ „μῶν οὖν“ καὶ „ποῖ δὴ καὶ πόθεν, ὦ τᾶν“

### book 157.1.2

καὶ „θαμὰ“ καὶ „φέρε δὴ“ καὶ „κομιδῆ“ καὶ „ἴθι“

### book 157.1.3

καὶ στόλιον, μάλιον, πωγώνιον, ὤμιον ἔξω·

### book 157.1.4

ἐκ τούτων ἡ νῦν εὐδοκιμεῖ σοφία.

### book 158.1.1

Αἰάζει πήρη τε καὶ Ἡράκλειον ἄριστον

### book 158.1.2

βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον

### book 158.1.3

καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος

### book 158.1.4

διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων,

### book 158.5.1

ὅττι τεοῖς ὤμοισι μιαίνεται· ἦ γὰρ ὁ μέν που

### book 158.5.2

οὐράνιος, σὺ δ’ ἔφυς οὑν σποδιῇσι κύων.

### book 158.5.3

ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν· ἄλλο λεόντων,

### book 158.5.4

ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.

### book 159.1.1

Τῷ πατρί μου τὸν ἀδελφὸν οἱ ἀστρολόγοι μακρόγηρων

### book 159.1.2

πάντες ἐμαντεύσανθ’ ὡς ἀφ’ ἑνὸς στόματος·

### book 159.1.3

ἀλλ’ Ἑρμοκλείδης αὐτὸν μόνος εἶπε πρόμοιρον,

### book 159

εἶπε δ’, ὅτ’ αὐτὸν ἔσω νεκρὸν ἐκοπτόμεθα.

### book 160.1.1

Πάντες, ὅσοι τὸν Ἄρην καὶ τὸν Κρόνον ὡροθετοῦσιν,

### book 160.1.2

ἄξιοί εἰσι τυχεῖν πάντες ἑνὸς τυπάνου.

### book 160.1.3

ὄψομαι οὐ μακρὰν αὐτοὺς τυχὸν εἰδότας ὄντως,

### book 160.1.4

καὶ τί ποεῖ ταῦρος καὶ τί λέων δύναται.

### book 161.1.1

Πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθεν ὁ πύκτης,

### book 161.1.2

εἰ μέλλει γηρᾶν βουλόμενος προμαθεῖν.

### book 161.1.3

κἀκεῖνος· „Ναί,“ φησίν, „ἐὰν ἤδη καταλύσῃς·

### book 161.1.4

ἂν δέ γε πυκτεύῃς, ὡροθετεῖ σε Κρόνος.“

### book 162.1.1

Εἰς Ῥόδον εἰ πλεύσει, τις Ὀλυμπικὸν ἦλθεν ἐρωτῶν

### book 162.1.2

τὸν μάντιν, καὶ πῶς πλεύσεται ἀσφαλέως.

### book 162.1.3

χὠ μάντις· „Πρῶτον μέν,“ ἔφη, „καινὴν ἔχε τὴν ναῦν,

### book 162.1.4

καὶ μὴ χειμῶνος, τοῦ δὲ θέρους ἀνάγου.

### book 162.5.1

τοῦτο γὰρ ἂν ποιῇς, ἥξεις κἀκεῖσε καὶ ὧδε,

### book 162.5.2

ἂν μὴ πειρατὴς ἐν πελάγει σε λάβῃ.“

### book 163.1.1

Πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθ’ ὁ παλαιστὴς

### book 163.1.2

καὶ πένταθλος Ὕλας καὶ σταδιεὺς Μενεκλῆς,

### book 163.1.3

τίς μέλλει νικᾶν αὐτῶν τὸν ἀγῶνα θέλοντες

### book 163.1.4

γνῶναι. κἀκεῖνος τοῖς ἱεροῖς ἐνιδών·

### book 163.5

„Πάντες,“ ἔφη, „νικᾶτε, μόνον μή τις σὲ παρέλθῃ

### book 163

καὶ σὲ καταστρέψῃ καὶ σὲ παρατροχάσῃ.“

### book 164.1.1

Εἶπεν ἐληλυθέναι τὸ πεπρωμένον αὐτὸς ἑαυτοῦ

### book 164.1.2

τὴν γένεσιν διαθεὶς Αὖλος ὁ ἀστρολόγος

### book 164.1.3

καὶ ζήσειν ὥρας ἔτι τέσσαρας· ὡς δὲ παρῆλθεν

### book 164.1.4

εἰς πέμπτην καὶ ζῆν εἰδότα μηδὲν ἔδει,

### book 164.5.1

αἰσχυνθεὶς Πετόσιριν ἀπήγξατο· καὶ μετέωρος

### book 164.5.2

θνῄσκει μέν, θνῄσκει δ’ οὐδὲν ἐπιστάμενος.

### book 165.1.1

Οὐ γλήχωνι Κρίτων ὁ φιλάργυρος, ἀλλὰ διχάλκῳ

### book 165.1.2

αὑτὸν ἀποσφραίνει θλιβομένου στομάχου.

### book 166.1.1

Πλουτεῖν φασί σε πάντες, ἐγὼ δέ σέ φημι πένεσθαι·

### book 166.1.2

χρῆσις γὰρ πλούτου μάρτυς, Ἀπολλόφανες.

### book 166.1.3

ἂν μετέχῃς αὐτῶν σύ, σὰ γίνεται· ἂν δὲ φυλάττῃς

### book 166.1.4

κληρονόμοις, ἀπὸ νῦν γίνεται ἀλλότρια.

### book 167.1

Χαλκὸν ἔχων πῶς οὐδὲν ἔχεις, μάθε· πάντα δανείζεις·

### book 167

οὕτως οὐδὲν ἔχεις αὐτός, ἵν’ ἄλλος ἔχῃ.

### book 168.1.1

Ψηφίζεις, κακόδαιμον· ὁ δὲ χρόνος ὡς τόκον οὕτω

### book 168.1.2

καὶ πολιὸν τίκτει γῆρας ἐπερχόμενος·

### book 168.1.3

κοὔτε πιὼν οὔτ’ ἄνθος ἐπὶ κροτάφοις ἀναδήσας,

### book 168.1.4

οὐ μύρον, οὐ γλαφυρὸν γνούς ποτ’ ἐρωμένιον

### book 168.5.1

τεθνήξῃ πλουτοῦσαν ἀφεὶς μεγάλην διαθήκην,

### book 168.5.2

ἐκ πολλῶν ὀβολὸν μοῦνον ἐνεγκάμενος.

### book 169.1.1

Ἐχθὲς ἀπάγχεσθαι μέλλων Δείναρχος ὁ φείδων,

### book 169.1.2

Γλαῦκε, δι’ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν·

### book 169.1.3

ἓξ χαλκῶν ἦν γὰρ τὸ σχοινίον· ἀλλ’ ἐδυσώνει

### book 169.1.4

εὔωνον ζητῶν ἄλλον ἴσως θάνατον.

### book 169.5.1

τοῦτο φιλαργυρίας δεινῆς ὅρος, ὅς γ’ ἀποθνῄσκων,

### book 169.5.2

Γλαῦκε, δι’ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν.

### book 170.1.1

Δακρύει Φείδων ὁ φιλάργυρος, οὐχ ὅτι θνῄσκει,

### book 170.1.2

ἀλλ’ ὅτι πέντε μνῶν τὴν σορὸν ἐπρίατο.

### book 170.1.3

τοῦτ’ αὐτῷ χαρίσασθε καί, ὡς τόπος ἐστὶν ἐν αὐτῇ,

### book 170

τῶν πολλῶν τεκνίων ἕν τι προσεμβάλετε.

### book 171.1.1

Θνῄσκων Ἑρμοκράτης ὁ φιλάργυρος ἐν διαθήκαις

### book 171.1.2

αὑτὸν τῶν ἰδίων ἔγραφε κληρονόμον.

### book 171.1.3

ψηφίζων δ’ ἀνέκειτο, πόσον δώσει διεγερθεὶς

### book 171.1.4

ἰητροῖς μισθοῦ καὶ τί νοσῶν δαπανᾷ·

### book 171.5.1

ὡς δ’ εὗρε πλείω δραχμὴν μίαν, ἢν διασωθῇ·

### book 171.5.2

„Λυσιτελεῖ θνῄσκειν,“ εἶπε καὶ ἐξετάθη.

### book 171.5.3

κεῖται δ’ οὐδὲν ἔχων ὀβολοῦ πλέον· οἱ δὲ τὰ κείνου

### book 171.5.4

[χρήματα κληρονόμοι ἥρπασαν ἀσπασίως].

### book 172.1.1

Γεννηθὲν τέκνον κατεπόντισεν Αὖλος ὁ κνιπὸς

### book 172.1.2

ψηφίζων αὐτοῦ σῳζομένου δαπάνας.

### book 173.1.1

Εἰ τὸ μὲν ἐκδεδάνεικας, ὃ δ’ ἄρτι δίδως, ὃ δὲ μέλλεις,

### book 173.1.2

οὐδέποτ’ εἶ τοῦ σοῦ κύριος ἀργυρίου.

### book 174.1.1

Τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας

### book 174.1.2

Κύπριν ὅλην χρυσῆν ἐχθὲς ἔκλεψε Δίων·

### book 174.1.3

καὶ χερὶ προσκατέσυρεν ὁλοσφύρητον Ἄδωνιν

### book 174.1.4

καὶ τὸ παρεστηκὸς μικρὸν Ἐρωτάριον.

### book 174.5

αὐτοὶ νῦν ἐρέουσιν, ὅσοι ποτὲ φῶρες ἄριστοι·

### book 174

„Οὐκέτι σοὶ χειρῶν εἰς ἔριν ἐρχόμεθα.“

### book 175.1.1

Τὸν θεὸν αὐτὸν ἔκλεψεν, ὃν ὁρκίζεσθαι ἔμελλεν,

### book 175.1.2

Εὐτυχίδης εἰπών· „Οὐ δύναμαί ς’ ὀμόσαι.“

### book 176.1.1

Τὸν πτανὸν Ἑρμᾶν, τὸν θεῶν ὑπηρέταν,

### book 176.1.2

τὸν Ἀρκάδων ἄνακτα, τὸν βοηλάταν,

### book 176.1.3

ἑστῶτα τῶνδε γυμνασίων ἐπίσκοπον,

### book 176.1.4

ὁ νυκτικλέπτας Αὖλος εἶπε βαστάσας·

### book 176.5

„Πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.“

### book 177.1.1

Τὸν τῶν κλεπτόντων μανύτορα Φοῖβον ἔκλεψεν

### book 177.1.2

Εὐτυχίδης εἰπών· „Μὴ πάνυ πολλὰ λάλει,

### book 177.1.3

σύγκρινον δὲ τέχνην τέχνῃ καὶ χείρεσι χρησμοὺς

### book 177.1.4

καὶ μάντιν κλέπτῃ καὶ θεὸν Εὐτυχίδῃ·

### book 177.5.1

τῶν δ’ ἀχαλινώτων στομάτων χάριν αὐτίκα πραθεὶς

### book 177.5.2

τοῖς ὠνησαμένοις πᾶν, ὃ θέλεις, με λέγε.“

### book 178.1.1

Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μή σε Περικλῆς

### book 178.1.2

ὁ κλέπτης αὐταῖς βουσὶ συνεξελάσῃ.

### book 179.1

Εἰ πόδας εἶχε Δίων οἵας χέρας, οὐκέτ’ ἂν Ἑρμῆς

### book 179

πτηνὸς ἐν ἀνθρώποις, ἀλλὰ Δίων ἐκρίθη.

### book 180.1.1

Εἰδοὺς οὐ κρίνει Πολέμων, νώναις κατακρίνει·

### book 180.1.2

κἂν δῷς, κἂν μὴ δῷς, ἔστιν ἀεὶ Πολέμων.

### book 181.1.1

Ἤιδειμεν, Πολέμων, Ἀντώνιον ὄντα σε πάντες.

### book 181.1.2

ἐξαπίνης τρία σοι γράμματα πῶς ἔλιπεν;

### book 182.1.1

„Χοῖρι“ μέν, οὐκ „ἴδιον“ δέ με θύετε· καί με καλεῖτε

### book 182.1.2

„χοιρίδιον“ φανερῶς εἰδότες οὐκ „ἴδιον“.

### book 183.1.1

Τὴν γένεσιν λυποῦντα μαθὼν Κρόνον Ἡλιόδωρος

### book 183.1.2

νύκτωρ ἐκ ναοῦ χρύσεον ἦρε Κρόνον·

### book 183.1.3

„Τίς πρῶτος κακοποιὸς ἐλήλυθε, πείρασον,“ εἰπών,

### book 183.1.4

„δέσποτα, καὶ γνώσῃ, τίς τίνος ἐστὶ Κρόνος·

### book 183.5.1

ὃς δ’ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει·

### book 183.5.2

εὑρών μοι τιμήν, πᾶν ἀνάτελλ’, ὃ θέλεις.“

### book 184.1.1

Ἐκ τῶν Ἑσπερίδων τῶν τοῦ Διὸς ἦρε Μενίσκος

### book 184.1.2

ὡς τὸ πρὶν Ἡρακλέης χρύσεα μῆλα τρία.

### book 184.1.3

καὶ τί γάρ; ὡς ἑάλω, γέγονεν μέγα πᾶσι θέαμα

### book 184

ὡς τὸ πρὶν Ἡρακλέης ζῶν κατακαιόμενος.

### book 185.1.1

Ἑλλήνων ἀπέλυε πόλιν ποτέ, δέσποτα Καῖσαρ,

### book 185.1.2

εἰσελθὼν ᾆσαι Ναύπλιον Ἡγέλοχος.

### book 185.1.3

Ναύπλιος Ἑλλήνεσσιν ἀεὶ κακὸν ἢ μέγα κῦμα

### book 185.1.4

〈νηυσὶν ἐπεμβάλλων〉 ἢ κιθαρῳδὸν ἔχων.

### book 186.1.1

Νυκτικόραξ ᾄδει θανατηφόρον· ἀλλ’ ὅταν ᾄσῃ

### book 186.1.2

Δημόφιλος, θνῄσκει καὐτὸς ὁ νυκτικόραξ.

### book 187.1.1

Σιμύλος ὁ ψάλτης τοὺς γείτονας ἔκτανε πάντας

### book 187.1.2

νυκτὸς ὅλης ψάλλων πλὴν ἑνὸς Ὠριγένους·

### book 187.1.3

κωφὸν γὰρ φύσις αὐτὸν ἐθήκατο· τοὔνεκεν αὐτῷ

### book 187.1.4

ζωὴν ἀντ’ ἀκοῆς δῶκε περισσοτέρην.

### book 188.1

Νικήτης ᾄδων τῶν ᾠδῶν ἐστιν Ἀπόλλων·

### book 188

ἂν δ’ ἰατρεύῃ, τῶν θεραπευομένων.

### book 189.1.1

Πέντ’ ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸς

### book 189.1.2

πέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον,

### book 189.1.3

Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα,

### book 189.1.4

ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην.

### book 189.5.1

„Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι“ ἐξεδύθησαν

### book 189.5.2

εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου.

### book 190.1.1

Τὸν δασὺν Ἑρμογένην ζητεῖ πόθεν ἄρξεθ’ ὁ κουρεὺς

### book 190.1.2

κείρειν τὴν κεφαλὴν ὄνθ’ ὅλον ὡς κεφαλήν.

### book 191.1.1

„Ἆρες, Ἄρες βροτολοιγέ, μιαιφόνε,“ παύεο, κουρεῦ,

### book 191.1.2

τέμνων· οὐ γὰρ ἔχεις οὐκέτι, ποῦ με τεμεῖς·

### book 191.1.3

ἀλλ’ ἤδη μεταβὰς ἐπὶ τοὺς μύας ἢ τὰ κάτωθεν

### book 191.1.4

τῶν γονάτων, οὕτω τέμνε με, καὶ παρέχω.

### book 191.5.1

νῦν μὲν γὰρ μυιῶν ὁ τόπος γέμει· ἢν δ’ ἐπιμείνῃς,

### book 191.5.2

ὄψει καὶ γυπῶν ἔθνεα καὶ κοράκων.

### book 192.1

Μακροτέρῳ σταυρῷ σταυρούμενον ἄλλον ἑαυτοῦ

### book 192

ὁ φθονερὸς Διοφῶν ἐγγὺς ἰδὼν ἐτάκη.

### book 193.1.1

Ὁ φθόνος ἐστὶ κάκιστος, ἔχει δέ τι καλὸν ἐν αὑτῷ·

### book 193.1.2

τήκει γὰρ φθονερῶν ὄμματα καὶ κραδίην.

### book 194.1.1

Πανὶ φιλοσπήλυγγι καὶ οὐρεοφοιτάσι Νύμφαις

### book 194.1.2

καὶ Σατύροις ἱεραῖς τ’ ἔνδον Ἁμαδρυάσιν

### book 194.1.3

σὺν κυσὶ καὶ λόγχαις συοφόντισι Μάρκος 〈ὁ ἀγρεὺσ〉

### book 194.1.4

μηδὲν ἑλὼν αὐτὸς τοὺς κύνας ἐκρέμασεν.

### book 195.1.1

Γάλλον Ἀρισταγόρης ὠρχήσατο· τοὺς δὲ φιλόπλους

### book 195.1.2

Τημενίδας ὁ καμὼν πολλὰ διῆλθον ἐγώ.

### book 195.1.3

χὠ μὲν τιμηθεὶς ἀπεπέμπετο· τὴν δὲ τάλαιναν

### book 195.1.4

Ὑρνηθὼ κροτάλων εἷς ψόφος ἐξέβαλεν.

### book 195.5.1

εἰς πῦρ ἡρώων ἴτε πρήξιες· ἐν γὰρ ἀμούσοις

### book 195.5.2

καὶ κόρυδος κύκνου φθέγξετ’ ἀοιδότερον.

### book 196.1.1

Ῥύγχος ἔχουσα Βιτὼ τριπιθήκινον, οἷον ἰδοῦσαν

### book 196.1.2

τὴν Ἑκάτην αὑτὴν οἴομ’ ἀπαγχονίσαι·

### book 196.1.3

„Εἰμί,“ λέγει, „σώφρων, Λουκίλλιε, καὶ μονοκοιτῶ.“

### book 196.1.4

αἰδεῖται γὰρ ἴσως „Παρθένος εἰμί“ λέγειν.

### book 196.5

εἰ δέ γέ τις μισεῖ με, κακὸν τοιοῦτο γαμήσας

### book 196

τῆς αὐτῆς σχοίη τέκνα σαοφροσύνης.

### book 197.1.1

Ἤθελε „δριμὺσ“ ἄγαν τὸ πρόσθ’ Ἱερώνυμος εἶναι·

### book 197.1.2

νῦν δὲ τὸ „δρῖ“ μὲν ἔχει, „λοσ“ δὲ τὸ „μὺσ“ γέγονεν.

### book 198.1.1

Ἑρμοκράτης τᾶς ῥινός· ἐπεὶ τὰν ῥῖνα λέγοντες

### book 198.1.2

Ἑρμοκράτους μικροῖς μακρὰ χαριζόμεθα.

### book 199.1.1

Ἰχθῦν ὁ γρυπὸς Σωσίπτολις οὐκ ἀγοράζει,

### book 199.1.2

προῖκα δ’ ἔχει πολλὴν ἐξ ἁλὸς εὐβοσίην·

### book 199.1.3

οὐ λίνον, οὐ κάλαμον προσάγων, τῇ ῥινὶ δὲ προσθεὶς

### book 199.1.4

ἄγκιστρον σύρει πάντα τὰ νηχόμενα.

### book 200.1.1

Ζηνογένους οἶκος κατεκαίετο, πολλὰ δ’ ἐμόχθει

### book 200.1.2

ἐκ θυρίδος ζητῶν αὑτὸν ὑπεκχαλάσαι·

### book 200.1.3

ἴκρια συμπήξας οὐκ ἔφθανεν· ὀψὲ δ’ ἐπιγνούς,

### book 200.1.4

τὴν ῥῖν’ Ἀντιμάχου κλίμακα θεὶς ἔφυγεν.

### book 201.1

Ἀντιπάτραν γυμνὴν εἴ τις Πάρθοισιν ἔδειξεν,

### book 201

ἔκτοθεν ἂν στηλῶν Ἡρακλέους ἔφυγον.

### book 202.1.1

Τὴν γραῦν ἐκκομίσας φρονίμως πάνυ Μόσχος ἔγημε

### book 202.1.2

παρθένον· ἡ φερνὴ δ’ ἔνδον ἔμεινεν ὅλη.

### book 202.1.3

ἄξιον αἰνῆσαι Μόσχου φρένας, ὃς μόνος οἶδε,

### book 202.1.4

καὶ τίνα δεῖ κινεῖν καὶ τίνα κληρονομεῖν.

### book 203.1

Ἡ ῥὶς Κάστορός ἐστιν, ὅταν σκάπτῃ τι, δίκελλα·

### book 203.2

σάλπιγξ δ’, ἂν ῥέγχῃ· τῇ δὲ τρύγῃ δρέπανον,

### book 203.3

ἐν πλοίοις ἄγκυρα, κατασπείροντι δ’ ἄροτρον,

### book 203.4

ἄγκιστρον ναύταις, ὀψοφάγοις κρεάγρα,

### book 203.5.1

ναυπηγοῖς σχένδυλα, γεωργοῖς δὲ πρασόκουρον,

### book 203.5.2

τέκτοσιν ἀξίνη, τοῖς δὲ πυλῶσι κόραξ.

### book 203.5.3

οὕτως εὐχρήστου σκεύους Κάστωρ τετύχηκε

### book 203.5.4

ῥῖνα φέρων πάσης ἄρμενον ἐργασίης.

### book 204.1.1

Ῥήτορα Μαῦρον ἰδὼν ἐτεθήπεα ῥυγχελέφαντα,

### book 204.1.2

χείλεσι λιτραίοις φθόγγον ἱέντα φόνον.

### book 205.1.1

Οὐδὲν ἀφῆκεν ὅλως, Διονύσιε, λείψανον Αὔλῳ

### book 205.1.2

Εὐτυχίδης δειπνῶν, ἦρε δὲ πάντ’ ὀπίσω·

### book 205.1.3

καὶ νῦν Εὐτυχίδης μὲν ἔχει μέγα δεῖπνον ἐν οἴκῳ,

### book 205

μὴ κληθεὶς δ’ Αὖλος ξηροφαγεῖ καθίσας.

### book 206.1.1

Οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτο

### book 206.1.2

πάντα· νόμου δὲ χάριν δός τι καὶ ὧδε φαγεῖν·

### book 206.1.3

κἀγὼ κέκλημαι, κἀμοὶ παρέθηκέ τι τούτων

### book 206.1.4

γεύσασθαι Πόπλιος, κἀμὸν ἔπεστι μέρος·

### book 206.5.1

εἰ μὴ λεπτὸν ἰδών με δοκεῖς κατακεῖσθαι ἄρωστον,

### book 206.5.2

εἶθ’ οὕτως τηρεῖς, μή σε λαθών τι φάγω.

### book 207.1.1

Καὶ τρώγεις, ὅσα πέντε λύκοι, Γάμε, καὶ τὰ περισσά,

### book 207.1.2

οὐ τὰ σά, τῶν δὲ πέριξ πάντα δίδως ὀπίσω.

### book 207.1.3

πλὴν μετὰ τοῦ κοφίνου τοῦ πρὸς πόδας αὔριον ἔρχου

### book 207.1.4

πρίσματα καὶ σπόγγον καὶ σάρον εὐθὺς ἔχων.

### book 208.1.1

Ἦν βραδὺς Εὐτυχίδας σταδιοδρόμος, ἀλλ’ ἐπὶ δεῖπνον

### book 208.1.2

ἔτρεχεν, ὥστε λέγειν· „Εὐτυχίδας πέταται.“

### book 209.1.1

Κἂν μέχρις Ἡρακλέους στηλῶν ἔλθῃς παρορίζων,

### book 209.1.2

γῆς μέρος ἀνθρώποις πᾶσιν ἴσον σε μένει·

### book 209.1.3

κείσῃ δ’ Ἴρῳ ὅμοιος ἔχων ὀβολοῦ πλέον οὐδὲν

### book 209

εἰς τὴν οὐκέτι σὴν γῆν ἀναλυόμενος.

### book 210.1.1

Ἄνθρακα καὶ δάφνην παραβύεται ὁ στρατιώτης

### book 210.1.2

Αὖλος ἀποσφίγξας μήλινα λωμάτια·

### book 210.1.3

φρίσσει καὶ τὸ μάτην ἴδιον ξίφος· ἢν δέ ποτ’ εἴπῃς·

### book 210.1.4

„Ἔρχοντ’,“ ἐξαπίνης ὕπτιος ἐκτέταται.

### book 210.5.1

οὐδενὶ δ’ οὐ Πολέμωνι προσέρχεται, οὐ Στρατοκλείδῃ,

### book 210.5.2

ἀλλὰ φίλῳ χρῆται πάντοτε Λυσιμάχῳ.

### book 211.1.1

Γραπτὴν ἐν τοίχῳ Καλπούρνιος ὁ στρατιώτης,

### book 211.1.2

ὡς ἔθος ἐστίν, ἰδὼν τὴν ἐπὶ ναυσὶ μάχην,

### book 211.1.3

ἄσφυκτος καὶ χλωρὸς ὁ θούριος ἐξετανύσθη

### book 211.1.4

„Ζωγρεῖτε,“ κράξας, „Τρῶες ἀρηίφιλοι.“

### book 211.5.1

καὶ μὴ τέτρωται, κατεμάνθανε καὶ μόλις ἔγνω

### book 211.5.2

ζῆν, ὅτε τοῖς τοίχοις ὡμολόγησε λύτρα.

### book 212.1.1

〈Τεκνίον εὔμορφον, Διόδωρε, γράφειν ς’ ἐκέλευσα·〉

### book 212.1.2

ἀλλὰ σύ μοι προφέρεις τεκνίον ἀλλότριον,

### book 212.1.3

τὴν προτομὴν αὐτῷ περιθεὶς κυνός, ὥστε με κλάειν,

### book 212.1.4

πῶς μοι Ζωπυρίων ἐξ Ἑκάβης γέγονεν.

### book 212.5.1

καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώλης

### book 212.5.2

ἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω.

### book 213.1

Εἰκόνα Μηνοδότου γράψας Διόδωρος ἔθηκεν

### book 213

πλὴν τοῦ Μηνοδότου πᾶσιν ὁμοιοτάτην.

### book 214.1.1

Γράψας Δευκαλίωνα, Μενέστρατε, καὶ Φαέθοντα

### book 214.1.2

ζητεῖς, τίς τούτων ἄξιός ἐστι τίνος.

### book 214.1.3

τοῖς ἰδίοις αὐτοὺς τιμήσομεν· ἄξιος ὄντως

### book 214.1.4

ἐστὶ πυρὸς Φαέθων, Δευκαλίων δ’ ὕδατος.

### book 215.1.1

Εἴκοσι γεννήσας ὁ ζωγράφος Εὔτυχος υἱοὺς

### book 215.1.2

οὐδ’ ἀπὸ τῶν τέκνων οὐδὲν ὅμοιον ἔχει.

### book 216.1.1

Τὸν φιλόπαιδα Κράτιππον ἀκούσατε· θαῦμα γὰρ ὑμῖν

### book 216.1.2

καινὸν ἀπαγγέλλω· πλὴν μεγάλαι Νεμέσεις.

### book 216.1.3

τὸν φιλόπαιδα Κράτιππον ἀνεύρομεν ἄλλο γένος τι

### book 216.1.4

τῶν ἑτεροζήλων. ἤλπισα τοῦτ’ ἂν ἐγώ;

### book 216.5.1

ἤλπισα τοῦτο, Κράτιππε· μανήσομαι, εἰ, λύκος εἶναι

### book 216.5.2

πᾶσι λέγων, ἐφάνης ἐξαπίνης ἔριφος;

### book 217.1.1

Φεύγων τὴν ὑπόνοιαν Ἀπολλοφάνης ἐγάμησεν,

### book 217.1.2

καὶ διὰ τῆς ἀγορᾶς νυμφίος ἦλθε μέσης·

### book 217.1.3

„Αὔριον εὐθύ,“ λέγων, „ἕξω τέκνον.“ εἶτα προῆλθεν

### book 217

αὔριον ἀντὶ τέκνου τὴν ὑπόνοιαν ἔχων.

### book 218.1.1

Χοιρίλος Ἀντιμάχου πολὺ λείπεται· ἀλλ’ ἐπὶ πᾶσιν

### book 218.1.2

Χοιρίλον Εὐφορίων εἶχε διὰ στόματος

### book 218.1.3

καὶ κατάγλωσς’ ἐπόει τὰ ποήματα καὶ τὰ φίλητρα

### book 218.1.4

ἀτρεκέως ᾔδει· καὶ γὰρ Ὁμηρικὸς ἦν.

### book 219.1.1

Οὐ προσέχω, καίτοι πιστοί τινες· ἀλλὰ μεταξύ,

### book 219.1.2

πρὸς Διός, εἴ με φιλεῖς, Πάμφιλε, μή με φίλει.

### book 220.1.1

Ἀλφειοῦ στόμα φεῦγε· φιλεῖ κόλπους Ἀρεθούσης

### book 220.1.2

πρηνὴς ἐμπίπτων ἁλμυρὸν ἐς πέλαγος.

### book 221.1.1

Οὐχ, ὅτι τὸν κάλαμον λείχεις, διὰ τοῦτό σε μισῶ,

### book 221.1.2

ἀλλ’ ὅτι τοῦτο ποιεῖς καὶ δίχα τοῦ καλάμου.

### book 222.1.1

Χείλων καὶ Λείχων ἴσα γράμματα. ἐς τί δὲ τοῦτο;

### book 222.1.2

λείχει γὰρ Χείλων, κἂν ἴσα, κἂν ἄνισα.

### book 223.1

Εἰ βινεῖ Φαβορῖνος, ἀπιστεῖς· μηκέτ’ ἀπίστει·

### book 223

αὐτός μοι βινεῖν εἶπ’ ἰδίῳ στόματι.

### book 224.1.1

Ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος εἶφ’ ὁ Πρίηπος·

### book 224.1.2

„Οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.“

### book 225.1.1

Ἡ κλίνη πάσχοντας ἔχει δύο καὶ δύο δρῶντας,

### book 225.1.2

οὓς σὺ δοκεῖς πάντας τέσσαρας· εἰσὶ δὲ τρεῖς.

### book 225.1.3

ἢν δὲ πύθῃ „Πῶς τοῦτο;“ τὸν ἐν μέσσῳ δὶς ἀρίθμει

### book 225.1.4

κοινὰ πρὸς ἀμφοτέρους ἔργα σαλευόμενον.

### book 226.1.1

Εἴη σοι κατὰ γῆς κούφη κόνις, οἰκτρὲ Νέαρχε,

### book 226.1.2

ὄφρα σε ῥηιδίως ἐξερύσωσι κύνες.

### book 227.1.1

Θᾶττον ποιήσει μέλι κάνθαρος ἢ γάλα κώνωψ,

### book 227.1.2

ἢ σύ τι ποιήσεις σκορπίος ὢν ἀγαθόν·

### book 227.1.3

οὔτε γὰρ αὐτὸς ἑκοντὶ ποιεῖς οὔτ’ ἄλλον ἀφίης

### book 227.1.4

ὡς ἀστὴρ Κρονικὸς πᾶσιν ἀπεχθόμενος.

### book 228.1

Μητέρα τις, πατέρ’ ἄλλος ἀπέκτανεν, ἄλλος ἀδελφόν,

### book 228

Πωλιανὸς τοὺς τρεῖς, πρῶτος ἀπ’ Οἰδίποδος.

### book 229.1.1

Ὀψέ ποθ’ ἡ ποδάγρα τὸν ἑαυτῆς ἄξιον εὗρεν,

### book 229.1.2

ὃν ποδαγρᾶν πρὸ ἐτῶν ἄξιον ἦν ἑκατόν.

### book 230.1.1

Μασταύρων ἀφελὼν δύο γράμματα, Μάρκε, τὰ πρῶτα

### book 230.1.2

ἄξιος εἶ πολλῶν τῶν ὑπολειπομένων.

### book 231.1.1

Θηρίον εἶ παρὰ γράμμα καὶ ἄνθρωπος διὰ γράμμα·

### book 231.1.2

ἄξιος εἶ πολλῶν, ὧν παρὰ γράμμα γράφῃ.

### book 232.1.1

Αἰεὶ χρυσίον ἦσθα, Πολύκριτε· νῦν δὲ πεπωκὼς

### book 232.1.2

ἐξαπίνης ἐγένου λυσσομανές τι κακόν·

### book 232.1.3

αἰεί μοι δοκέεις κακὸς ἔμμεναι. οἶνος ἐλέγχει

### book 232.1.4

τὸν τρόπον· οὐκ ἐγένου νῦν κακός, ἀλλ’ ἐφάνης.

### book 233.1.1

Φαῖδρος πραγματικὸς καὶ ζωγράφος ἤρισε Ῥοῦφος,

### book 233.1.2

τίς θᾶσσον γράψει καὶ τίς ὁμοιότερον.

### book 233.1.3

ἀλλ’ ἐν ὅσῳ Ῥοῦφος τρίβειν τὰ χρώματ’ ἔμελλεν,

### book 233

Φαῖδρος ἔγραψε λαβὼν εἰκονικὴν ἀποχήν.

### book 234.1.1

Τοὺς πόδας εἰ Κρατερὸς καὶ τὰς χέρας εἶχ’ ὁλοκλήρους,

### book 234.1.2

οὐκ αὖ τὴν κεφαλὴν εἶχε τοιαῦτα γράφων.

### book 235.1.1

Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί, οὐχ ὁ μέν, ὃς δ’ οὔ,

### book 235.1.2

πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος.

### book 236.1.1

Πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν

### book 236.1.2

εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.

### book 237.1.1

Καππαδόκην ποτ’ ἔχιδνα κακὴ δάκεν, ἀλλὰ καὶ αὐτὴ

### book 237.1.2

κάτθανε γευσαμένη αἵματος ἰοβόλου.

### book 238.1.1

Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες

### book 238.1.2

φαυλότεροι, κέρδους δ’ εἵνεκα φαυλότατοι.

### book 238.1.3

ἢν δ’ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,

### book 238.1.4

δὴ τότε γίνονται φαυλεπιφαυλότατοι.

### book 238.5

μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς

### book 238

κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.

### book 239.1.1

Οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθ’ Ὅμηρον,

### book 239.1.2

οὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους,

### book 239.1.3

οὐ Λῆμνος σύμπασα καὶ Ἁρπυιῶν τὰ περισσά,

### book 239.1.4

οὐδ’ ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος,

### book 239.5.1

ὥστε σε παμψηφεὶ νικᾶν, Τελέσιλλα, Χιμαίρας,

### book 239.5.2

σηπεδόνας, ταύρους, ὄρνεα, Λημνιάδας.

### book 240.1.1

Οὐ μόνον αὐτὴ πνεῖ Δημοστρατίς, ἀλλὰ δὴ αὐτῆς

### book 240.1.2

τοὺς ὀσμησαμένους πνεῖν πεποίηκε τράγου.

### book 241.1.1

Τὸ στόμα χὠ πρωκτὸς ταὐτόν, Θεόδωρε, σοῦ ὄζει,

### book 241.1.2

ὥστε διαγνῶναι τοῖς φυσικοῖς καλὸν ἦν.

### book 241.1.3

ἦ γράψαι σε ἔδει, ποῖον στόμα, ποῖον ὁ πρωκτός·

### book 241.1.4

νῦν δὲ λαλοῦντός σου 〈βδεῖν ς’ ἐνόμιζον ἐγώ〉.

### book 242.1

Οὐ δύναμαι γνῶναι, πότερον χαίνει Διόδωρος

### book 242

ἢ βδῆς’· ἓν γὰρ ἔχει πνεῦμα κάτω καὶ ἄνω.

### book 243.1.1

Λούσασθαι πεπόρευται Ὀνήσιμος εἰς βαλανεῖον

### book 243.1.2

δωδεκάτῃ Δύστρου μηνὸς ἐπ’ Ἀντιφίλου,

### book 243.1.3

παῖδα λιπὼν οἴκοις ἐπιτίτθιον, ὃν δύο τέκνων

### book 243.1.4

ἄλλων εὑρήσει λουσάμενος πατέρα ...

### book 243.5.1

ἥξειν δ’ εἰς ὥρας ἡμῖν γράφει· οἱ βαλανεῖς γὰρ

### book 243.5.2

εἰς τότε τάσσονται τὴν πυρίαν καθελεῖν.

### book 244.1

Ἠγόρασας χαλκοῦν μιλιάριον, Ἡλιόδωρε,

### book 244.2

τοῦ περὶ τὴν Θρᾴκην ψυχρότερον Βορέου.

### book 244.3

μὴ φύσα, μὴ κάμνε· μάτην τὸν καπνὸν ἐγείρεις·

### book 244.4

εἰς τὸ θέρος χαλκῆν βαύκαλιν ἠγόρασας.

### book 245.1.1

Οἱ τοῖχοι, Διόφαντε, τὰ κύματα πάντα δέχονται,

### book 245.1.2

καὶ διὰ τῶν θυρίδων Ὠκεανὸς φέρεται·

### book 245.1.3

δελφίνων δ’ ἀγέλαι καὶ Νηρέος ἀγλαὰ τέκνα

### book 245.1.4

ἐν τῷ πλοίῳ σου νηχόμενα βλέπεται.

### book 245.5

ἂν δ’ ἀναμείνωμεν, πλεύσει τάχα καί τις ἐν ἡμῖν·

### book 245

οὐ γὰρ ἔνεστιν ὕδωρ οὐκέτι τῷ πελάγει.

### book 246.1.1

Ἐκ ποίων ἔταμες, Διονύσιε, τὰ ξύλα ταῦτα

### book 246.1.2

λατομιῶν; ποίων τὸ σκάφος ἐστὶ μύλων;

### book 246.1.3

εἰ γὰρ ἐγώ τι νοῶ, μολίβου γένος, οὐ δρυός ἐστιν

### book 246.1.4

οὐδ’ ἐλάτης, μικροῦ ῥιζοβολεῖ τὰ κάτω·

### book 246.5.1

καὶ τυχὸν ἐξαπίνης ἔσομαι λίθος· εἶτα, τὸ χεῖρον,

### book 246.5.2

γράψει μ’ ὡς Νιόβην δρᾶμα σαπρὸν Μελίτων.

### book 247.1.1

Ἦ πέλαγος πλέομεν, Διονύσιε, καὶ γεγέμισται

### book 247.1.2

τὸ πλοῖον παντὸς πανταχόθεν πελάγους.

### book 247.1.3

ἀντλεῖται δ’ Ἀδρίας, Τυρρηνικός, Ἰσσικός, Αἴγων·

### book 247.1.4

οὐ πλοῖον, πηγὴ δ’ Ὠκεανοῦ ξυλίνη.

### book 247.5.1

ὁπλίζου, Καῖσαρ· Διονύσιος ἄρχεται ἤδη

### book 247.5.2

οὐκέτι ναυκληρεῖν, ἀλλὰ θαλασσοκρατεῖν.

### book 248.1.1

Τὸ σκάφος οὐ βυθὸς εἷλε (πόθεν βυθός; οὐ γὰρ ἔπλωσεν),

### book 248.1.2

οὐδὲ Νότος, πρὸ Νότου δ’ ὤλετο καὶ πελάγευς.

### book 248.1.3

ἤδη γάρ μιν ἅπασαν ἐπὶ ζυγὰ γομφωθεῖσαν

### book 248.1.4

ἤλειφον πεύκης τῇ λιπαρῇ νοτίδι·

### book 248.5

πίσσα δ’ ὑπερβρασθεῖσα πυρὸς φλογὶ τὴν ἁλὶ πιστὴν

### book 248

τευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην.

### book 249.1.1

Ἀγρὸν Μηνοφάνης ὠνήσατο καὶ διὰ λιμὸν

### book 249.1.2

ἐκ δρυὸς ἀλλοτρίας αὑτὸν ἀπηγχόνισεν.

### book 249.1.3

γῆν δ’ αὐτῷ τεθνεῶτι βαλεῖν οὐκ ἔσχον ἄνωθεν,

### book 249.1.4

ἀλλ’ ἐτάφη μισθοῦ πρός τινα τῶν ὁμόρων.

### book 249.5.1

εἰ δ’ ἔγνω τὸν ἀγρὸν τὸν Μηνοφάνους Ἐπίκουρος,

### book 249.5.2

πάντα γέμειν ἀγρῶν εἶπεν ἄν, οὐκ ἀτόμων.

### book 250.1.1

Τὸν παχὺν εὖ ἔγραψ’ ὁ ζωγράφος· ἀλλ’ ἀπόλοιτο,

### book 250.1.2

εἰ δύο μισητοὺς ἀνθ’ ἑνὸς ὀψόμεθα.

### book 251.1.1

Δυσκώφῳ δύσκωφος ἐκρίνετο, καὶ πολὺ μᾶλλον

### book 251.1.2

ἦν ὁ κριτὴς τούτων τῶν δύο κωφότερος.

### book 251.1.3

ὧν ὁ μὲν ἀντέλεγεν τὸ ἐνοίκιον αὐτὸν ὀφείλειν

### book 251.1.4

μηνῶν πένθ’, ὁ δ’ ἔφη νυκτὸς ἀληλεκέναι.

### book 251.5.1

ἐμβλέψας δ’ αὐτοῖς ὁ κριτὴς λέγει· „Ἐς τί μάχεσθε;

### book 251.5.2

μήτηρ ἔσθ’ ὑμῶν· ἀμφότεροι τρέφετε.“

### book 252.1

Εἴ με φιλεῖς, μισεῖς με, καὶ εἰ μισεῖς σύ, φιλεῖς με·

### book 252

εἰ δέ με μὴ μισεῖς, φίλτατε, μή με φίλει.

### book 253.1.1

Ἐκ ποίων ὁ πατήρ σε δρυῶν τέτμηκεν, Ἀρίστων,

### book 253.1.2

ἢ ποίων σε μύλου κόψατο λατομιῶν;

### book 253.1.3

ἦ γὰρ ἀπὸ δρυὸς ἐσσὶ παλαιφάτου ἢ ἀπὸ πέτρης,

### book 253.1.4

ὀρχηστής, Νιόβης ἔμπνοον ἀρχέτυπον,

### book 253.5.1

ὥστε με θαυμάζοντα λέγειν, ὅτι „Καὶ σύ τι Λητοῖ

### book 253.5.2

ἤρισας· οὐ γὰρ ἂν ἦς αὐτομάτως λίθινος.“

### book 254.1.1

Πάντα καθ’ ἱστορίην ὀρχούμενος, ἓν τὸ μέγιστον

### book 254.1.2

τῶν ἔργων παριδὼν ἠνίασας μεγάλως.

### book 254.1.3

τὴν μὲν γὰρ Νιόβην ὀρχούμενος ὡς λίθος ἔστης,

### book 254.1.4

καὶ πάλιν ὢν Καπανεὺς ἐξαπίνης ἔπεσες·

### book 254.5.1

ἀλλ’ ἐπὶ τῆς Κανάκης ἀφυῶς, ὅτι καὶ ξίφος ἦν σοι

### book 254.5.2

καὶ ζῶν ἐξῆλθες· τοῦτο παρ’ ἱστορίην.

### book 255.1.1

Δάφνην καὶ Νιόβην ὠρχήσατο Μέμφις ὁ Σῖμος,

### book 255.1.2

ὡς ξύλινος Δάφνην, ὡς λίθινος Νιόβην.

### book 256.1.1

Λούεσθαί σε λέγουσι πολὺν χρόνον, Ἡλιοδώρα,

### book 256.1.2

γραῖαν ἐτῶν ἑκατὸν μὴ καταλυομένην.

### book 256.1.3

πλὴν ἔγνωκα, τίνος ποιεῖς χάριν· ὡς ὁ παλαιὸς

### book 256

ἐλπίζεις Πελίας ἑψομένη νεάσαι.

### book 257.1.1

Ἑρμογένην τὸν ἰατρὸν ἰδὼν Διόφαντος ἐν ὕπνοις

### book 257.1.2

οὐκέτ’ ἀνηγέρθη καὶ περίαμμα φέρων.

### book 258.1.1

Τῷ Πίσης μεδέοντι τὸ κρανίον Αὖλος ὁ πύκτης,

### book 258.1.2

ἓν καθ’ ἓν ἀθροίσας ὀστέον, ἀντίθεται.

### book 258.1.3

σωθεὶς δ’ ἐκ Νεμέας, Ζεῦ δέσποτα, σοὶ τάχα θήσει

### book 258.1.4

καὶ τοὺς ἀστραγάλους τοὺς ἔτι λειπομένους.

### book 259.1.1

Θεσσαλὸν ἵππον ἔχεις, Ἐρασίστρατε, ἀλλὰ σαλεῦσαι

### book 259.1.2

οὐ δύνατ’ αὐτὸν ὅλης φάρμακα Θεσσαλίης,

### book 259.1.3

ὄντως δούριον ἵππον, ὅν, εἰ Φρύγες εἷλκον ἅπαντες

### book 259.1.4

σὺν Δαναοῖς, Σκαιὰς οὐκ ἂν ἐσῆλθε πύλας·

### book 259.5.1

ὃν στήσας ἀνάθημα θεοῦ τινος, εἰ προσέχεις μοι,

### book 259.5.2

τὰς κριθὰς ποίει τοῖς τεκνίοις πτισάνην.

### book 260.1.1

Τοῦτο τὸ „βουλεύειν“ εἶχες πάλαι; ἀλλὰ τὸ βῆτα

### book 260.1.2

οὐκ ἐπιγινώσκω· δέλτα γὰρ ἐγράφετο.

### book 261.1

Υἱὸς Πατρικίου μάλα κόσμιος, ὃς διὰ Κύπριν

### book 261

οὐχ ὁσίην ἑτάρους πάντας ἀποστρέφεται.

### book 262.1.1

Αἰθερίην διὰ νύκτα νέοι κατάγουσι Σελήνην

### book 262.1.2

ἠίθεοι Φαρίης ἄνδιχα τεμνομένην.

### book 263.1.1

Παύλῳ κωμῳδῷ κατ’ ὄναρ στὰς εἶπε Μένανδρος·

### book 263.1.2

„Οὐδὲν ἐγὼ κατὰ σοῦ, καὶ σὺ κακῶς με λέγεις.“

### book 264.1.1

Ποιήσας δαπάνην ἐν ὕπνοις ὁ φιλάργυρος Ἕρμων

### book 264.1.2

ἐκ περιωδυνίας αὑτὸν ἀπηγχόνισεν.

### book 265.1.1

Εἰ μὲν ἐπ’ ἀττελάβους ἄγεται στρατὸς ἢ κυνομυίας

### book 265.1.2

ἢ μύας ἢ ψυλλῶν ἱππικὸν ἢ βατράχων,

### book 265.1.3

Γάιε, καὶ σὺ φοβοῦ, μὴ καί σέ τις ἐγκαταλέξῃ

### book 265.1.4

ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης.

### book 265.5.1

εἰ δ’ ἀρετῆς ἀνδρῶν ἄγεται στρατός, ἄλλο τι παῖζε·

### book 265.5.2

Ῥωμαίοις δ’ οὐδεὶς πρὸς γεράνους πόλεμος.

### book 266.1

Ψευδὲς ἔσοπτρον ἔχει Δημοσθενίς· εἰ γὰρ ἀληθὲς

### book 266

ἔβλεπεν, οὐκ ἂν ὅλως ἤθελεν αὐτὸ βλέπειν.

### book 267.1.1

Κερκίδος οὐ χρῄζεις ὁ λογιστικός, οὐδὲ μέλει σοι·

### book 267.1.2

καὶ γὰρ ἀβασκάντως ῥῖνα τρίπηχυν ἔχεις.

### book 268.1

Οὐ δύναται τῇ χειρὶ Πρόκλος τὴν ῥῖν’ ἀπομύσσειν,

### book 268.2

τῆς ῥινὸς γὰρ ἔχει τὴν χέρα μικροτέρην·

### book 268.3

οὐδὲ λέγει „Ζεῦ, σῶσον,“ ἐὰν πταρῇ· οὐ γὰρ ἀκούει

### book 268.4

τῆς ῥινός, πολὺ γὰρ τῆς ἀκοῆς ἀπέχει.

### book 269.1

Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς

### book 269.2

οὐκ εἰμὶ Λούκιος, ἀλλ’ ἀναγκάζουσί με.

### book 270.1

Εἰκόνα σοί, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρου

### book 270.2

ἄνθεσαν ὡς χαλκοῦ πολλὸν ἀτιμοτέρην

### book 270.3

ἀντὶ φόνου πενίης τ’ ὀλοῆς λιμοῦ τε καὶ ὀργῆς,

### book 270

οἷς πάντα φθείρεις ἐκ φιλοχρημοσύνης.

### book 271.1

Ἐγγύθι τῆς Σκύλλης χαλεπὴν στήσαντο Χάρυβδιν,

### book 271.2

ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον.

### book 271.3

δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μὴ σὲ καὶ αὐτὴν

### book 271.4

βρώξῃ, χαλκείην δαίμονα κερματίσας.

### book 272.1

Ἀνέρας ἠρνήσαντο καὶ οὐκ ἐγένοντο γυναῖκες·

### book 272.2

οὔτ’ ἄνδρες γεγάασιν, ἐπεὶ πάθον ἔργα γυναικῶν,

### book 272.3

οὐδὲ γυναῖκες ἔασιν, ἐπεὶ φύσιν ἔλλαχον ἀνδρῶν.

### book 272.4

ἀνέρες εἰσὶ γυναιξὶ καὶ ἀνδράσιν εἰσὶ γυναῖκες.

### book 273.1

Χωλὸν ἔχεις τὸν νοῦν ὡς τὸν πόδα· καὶ γὰρ ἀληθῶς

### book 273.2

εἰκόνα τῶν ἐντὸς σὴ φύσις ἐκτὸς ἔχει.

### book 274.1.1

Εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν

### book 274.1.2

Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης;

### book 274.1.3

θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν

### book 274.1.4

ἤθελε· φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.

### book 275.1

Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς·

### book 275

αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος.

### book 276.1.1

Εἰς φυλακὴν βληθείς ποτε Μάρκος ὁ ἀργός, ἑκοντὶ

### book 276.1.2

ὀκνῶν ἐξελθεῖν ὡμολόγησε φόνον.

### book 277.1.1

Τῆς νυκτὸς τροχάσας ἐν ὕπνοις ποτὲ Μάρκος ὁ ἀργὸς

### book 277.1.2

οὐκέτ’ ἐκοιμήθη, μὴ πάλι που τροχάσῃ.

### book 278.1.1

Ἔξω παιδεύεις Πάριδος κακὰ καὶ Μενελάου

### book 278.1.2

ἔνδον ἔχων πολλοὺς σῆς Ἑλένης Πάριδας.

### book 279.1.1

Οὐδεὶς γραμματικῶν δύναταί ποτε 〈ὄλβιοσ〉 εἶναι

### book 279.1.2

ὀργὴν καὶ μῆνιν καὶ χόλον εὐθὺς ἔχων.

### book 280.1.1

Βέλτερον Ἡγέμονος λῃστοκτόνου ἐς κρίσιν ἐλθεῖν

### book 280.1.2

ἢ τοῦ χειρουργοῦ Γενναδίου παλάμας.

### book 280.1.3

ὃς μὲν γὰρ φονέας ὁσίως στυγέων κατατέμνει,

### book 280

ὃς δὲ λαβὼν μισθοὺς εἰς Ἀίδην κατάγει.

### book 281.1.1

Μάγνος ὅτ’ εἰς Ἀίδην κατέβη, τρομέων Ἀϊδωνεὺς

### book 281.1.2

εἶπεν· „Ἀναστήσων ἤλυθε καὶ νέκυας.“

### book 282.1

Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ,

### book 282.2

τοὺς δ’ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.

### book 283.1.1

Πολλοὶ πολλὰ λέγουσιν, ὅμως δ’ οὐ πάντα δύνανται

### book 283.1.2

ῥήμασιν ἐξειπεῖν ῥεύματα σῶν παθέων·

### book 283.1.3

ἓν δ’ ἐπὶ σοῦ παράδοξον ἐθαυμάσαμεν καὶ ἄπιστον,

### book 283.1.4

δάκρυα πῶς κλέπτων εἶχες ἑτοιμότατα.

### book 283.5.1

Χαλκίδος ἐκ γαίης ἀπεχάλκισε τὴν πόλιν ἡμῶν

### book 283.5.2

κλέπτων, καὶ κλέπτων δάκρυσι κερδαλέοις.

### book 284.1.1

Ἐκ γῆς Λωτοφάγων μέγας ὄρχαμος ἦλθε Λυκάων

### book 284.1.2

Χαλκίδος ἐκ γαίης ἀντιοχευόμενος.

### book 285.1.1

Θηλυφανὲς παράδοξον ἐθαυμάσαμεν πάθος ἄλλο·

### book 285.1.2

ἔκλαιεν κλέπτων, κλεπτομένους ἐλεῶν,

### book 285.1.3

ὃς κλέπτων ἥγνευε καὶ ἁγνεύων ἀπεσύλα

### book 285

μηδὲν ἔχων καθαρόν, μηδὲ τὸ σῶμα ῥύπου.

### book 286.1.1

Οὐδὲν γυναικὸς χεῖρον, οὐδὲ τῆς καλῆς·

### book 286.1.2

δούλου δὲ χεῖρον οὐδέν, οὐδὲ τοῦ καλοῦ·

### book 286.1.3

χρῄζεις ὅμως οὖν τῶν ἀναγκαίων κακῶν·

### book 286.1.4

εὔνουν νομίζεις δοῦλον εἶναι δεσπότῃ;

### book 286.5

καλὸς δ’ ἂν εἴη δοῦλος ὁ τὰ σκέλη κλάσας.

### book 287.1.1

Ὁ τὴν γυναῖκα τὴν ἄμορφον δυστυχῶν

### book 287.1.2

λύχνους ἀνάψας ἑσπέρας σκότος βλέπει.

### book 288.1.1

Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος,

### book 288.1.2

καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.

### book 289.1.1

Ὢ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου·

### book 289.1.2

ἀνὴρ δανειστὴς τῶν χρόνων γλύφων τόκους

### book 289.1.3

τέθνηκεν εὐθὺς ἐν ῥοπῆς καιρῷ βραχεῖ,

### book 289.1.4

ἐν δακτύλοισι τοὺς τόκους σφίγγων ἔτι.

### book 290.1.1

Δακτυλικὴν ψῆφόν τις ἔχων πέρι δάκτυλα χειρῶν

### book 290.1.2

ψήφῳ τοῦ θανάτου προὔλαβεν εἰς Ἀίδην.

### book 290.1.3

ζῇ δ’ ἡ ψῆφος νῦν τοῦ ψηφίζοντος ἐρήμη

### book 290

ψυχῆς ἁρπαγίμης ἔνθεν ἐλαυνομένης.

### book 291.1.1

Τί ὠφέλησας τὴν πόλιν στίχους γράφων,

### book 291.1.2

χρυσὸν τοσοῦτον λαμβάνων βλασφημίας,

### book 291.1.3

πωλῶν ἰάμβους ὡς ἔλαιον ἔμπορος;

### book 292.1.1

Ἄντυγος οὐρανίης ὑπερήμενος ἐς πόθον ἦλθες

### book 292.1.2

ἄντυγος ἀργυρέης· αἶσχος ἀπειρέσιον·

### book 292.1.3

ἦσθά ποτε κρείσσων, αὖθις δ’ ἐγένου πολὺ χείρων.

### book 292.1.4

δεῦρ’ ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης.

### book 293.1.1

Ἵππον ὑποσχόμενός μοι Ὀλύμπιος ἤγαγεν οὐράν,

### book 293.1.2

ἧς ὀλιγοδρανέων ἵππος ἀπεκρέματο.

### book 294.1.1

Πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος,

### book 294.1.2

ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.

### book 295.1

Εἴ τιν’ ἔχεις Διόνυσον ἐνὶ μεγάροισι τεοῖσι,

### book 295

τὸν κισσὸν ἀφελὼν θριδάκων φύλλοις στεφάνωσον.

### book 296.1.1

Τίς δ’ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν;

### book 296.1.2

μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος.

### book 297.1

Πῶς φιλέεις, ὦ μῆτερ, ἐμοῦ πλέον υἱέος οἶνον;

### book 297.2

δὸς πιέειν οἴνοιο, ἐπεὶ γάλα τὸ πρὶν ἔδωκας. —

### book 297.3

„Ὦ παῖ, σὴν μὲν δίψαν ἐμὸν γάλα τὸ πρὶν ἔπαυσε·

### book 297.4

νῦν ἴθι, πῖνε ὕδωρ καὶ παύεο δίψαν ἑοῖο.“

### book 298.1

Δέρκεο, πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει·

### book 298.2

ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ,

### book 298.3

ἐν λαγύνῳ πίνουσα τόδ’ ἔννεπε λοξὸν ἰδοῦσα·

### book 298.4

„Ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο;

### book 298.5

ξέστας γὰρ τριάκοντα μόνους λάγυνός γ’ ὅδε χωρεῖ.“

### book 298.5.1

— — —

### book 298.5.2

„Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,

### book 298.5.3

ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.“

### book 298.7.1

— — —

### book 298.7.2

„Μῆτερ ἐμή, δύσμητερ ἀπηνέα θυμὸν ἔχουσα,

### book 298.7.3

εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.“

### book 299.1

Ὑβρίζεις. τί τὸ θαῦμα; τί δυσχερές; ἀλλὰ φέρω σε·

### book 299

τῶν γὰρ ὑβριζόντων ἡ θρασύτης κόλασις.

### book 300.1.1

Πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν.

### book 300.1.2

σίγα καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον.

### book 301.1.1

Ἥλιος ἀνθρώποις αὐγῆς θεός· εἰ δὲ καὶ αὐτὸς

### book 301.1.2

ὕβριζεν φαίνων, οὐδὲ τὸ φῶς ἐπόθουν.

### book 302.1.1

Οὐκ ἐμέ, τὴν πενίην δὲ καθύβρισας· εἰ δὲ καὶ ὁ Ζεὺς

### book 302.1.2

ἦν ἐπὶ γῆς πτωχός, καὐτὸς ἔπασχεν ὕβριν.

### book 303.1.1

Εἰ πένομαι, τί πάθω; τί με μισεῖς οὐκ ἀδικοῦντα;

### book 303.1.2

πταῖσμα τόδ’ ἐστὶ Τύχης, οὐκ ἀδίκημα τρόπων.

### book 304.1.1

Πάντες μὲν δειλοὶ καὶ ἀλαζόνες εἰσὶ καί, εἴ τι

### book 304.1.2

ἐν τοῖς ἀνθρώποις ἄλλο πέφυκε πάθος·

### book 304.1.3

ἀλλ’ ὁ λογισμὸν ἔχων τῷ πλησίον οὐκ ἀναφαίνει

### book 304.1.4

ἔνδον ἀποκρύπτων τῇ συνέσει τὸ πάθος.

### book 304.5

σῆς δὲ θύρα ψυχῆς ἀναπέπταται· οὐδένα λήθεις

### book 304

οὔτε καταπτήσσων οὔτε θρασυνόμενος.

### book 305.1.1

Τέκνον Ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης,

### book 305.1.2

εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος;

### book 305.1.3

ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός· ἂν δὲ Πλάτωνος

### book 305.1.4

δόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν.

### book 305.5.1

ἐξ ἑτέρου φεύγεις ἐπὶ θάτερον· οὔτε δὲ τέχνην

### book 305.5.2

οἶσθα γραμματικὴν οὔτε Πλατωνικὸς εἶ.

### book 306.1.1

Ἂν μετ’ Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς

### book 306.1.2

καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς,

### book 306.1.3

τῶν δυνατῶν οὐδείς σε γαμήσει· τοῦτο γὰρ αἰεὶ

### book 306.1.4

οἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως.

### book 307.1.1

Υἱὸν ἔχεις τὸν Ἔρωτα, γυναῖκα δὲ τὴν Ἀφροδίτην·

### book 307.1.2

οὐκ ἀδίκως, χαλκεῦ, τὸν πόδα χωλὸν ἔχεις.

### book 308.1

Τὸν πόδα τῇ βελόνῃ τρυπῶν Κλεόνικος ὁ λεπτὸς

### book 308

αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.

### book 309.1.1

Θαρσύμαχε, πλοῦτον πολὺν ὤλεσας ἐξ ἐπιβουλῆς,

### book 309.1.2

εἰς οὐδὲν δ’ ἥκεις ἄθλιος ἐξαπίνης

### book 309.1.3

φεισάμενος, δανίσας, τοκίσας τόκον, ὑδροποτήσας,

### book 309.1.4

πολλάκι μηδὲ φαγών, ὥστε τι πλεῖον ἔχειν.

### book 309.5.1

ἀλλ’ εἴ μοι λογίσαιο τὸ πεινῆν καὶ τότε καὶ νῦν,

### book 309.5.2

οὐδὲν ἔλαττον ἔχεις, ὧν τότ’ ἔδοξας ἔχειν.

### book 310.1.1

Ἠγόρασας πλοκάμους, φῦκος, μέλι, κηρόν, ὀδόντας·

### book 310.1.2

τῆς αὐτῆς δαπάνης ὄψιν ἂν ἠγόρασας.

### book 311.1.1

Οὕτως ἔστ’ ἀργὸς Πανταίνετος, ὥστε πυρέξας

### book 311.1.2

μηκέτ’ ἀναστῆναι παντὸς ἐδεῖτο θεοῦ.

### book 311.1.3

καὶ νῦν οὐκ ἐθέλων μὲν ἐγείρεται. ἐν δέ οἱ αὐτῷ

### book 311.1.4

κωφὰ θεῶν ἀδίκων οὔατα μεμφόμενος.

### book 312.1.1

Οὐδενὸς ἐνθάδε νῦν τεθνηκότος, ὦ παροδῖτα,

### book 312.1.2

Μάρκος ὁ ποιητὴς ᾠκοδόμηκε τάφον

### book 312.1.3

καὶ γράψας ἐπίγραμμα μονόστιχον ὧδ’ ἐχάραξε·

### book 312.1.4

„Κλαύσατε δωδεκέτη Μάξιμον ἐξ Ἐφέσου.“

### book 312.5

οὐδὲ γὰρ εἶδον ἐγώ τινα Μάξιμον· εἰς δ’ ἐπίδειξιν

### book 312

ποιητοῦ κλαίειν τοῖς παριοῦσι λέγω.

### book 313.1.1

Ἀργυρέῃ λιμῷ τις ἐς εἰλαπίνην με καλέσσας,

### book 313.1.2

ἔκτανε πειναλέους τοὺς πίνακας προφέρων.

### book 313.1.3

ὀχθήσας δ’ ἄρ’ ἔειπον ἐν ἀργυροφεγγέι λιμῷ·

### book 313.1.4

„Ποῦ μοι χορτασίη ὀστρακίνων πινάκων;“

### book 314.1.1

Ἐζήτουν, πινάκων πόθεν οὔνομα τοῦτο καλέσσω,

### book 314.1.2

καὶ παρὰ σοὶ κληθεὶς εὗρον, ὅθεν λέγεται.

### book 314.1.3

πείνης γὰρ μεγάλης μεγάλους πίνακας παρέθηκας,

### book 314.1.4

ὄργανα τοῦ λιμοῦ, πειναλέους πίνακας.

### book 315.1.1

Εἴσιδεν Ἀντίοχος τὴν Λυσιμάχου ποτὲ τύλην,

### book 315.1.2

κοὐκέτι τὴν τύλην εἴσιδε Λυσίμαχος.

### book 316.1

Εἰς ἱερόν ποτ’ ἀγῶνα Μίλων μόνος ἦλθ’ ὁ παλαιστής·

### book 316.2

τὸν δ’ εὐθὺς στεφανοῦν ἀθλοθέτης ἐκάλει.

### book 316.3

προσβαίνων δ’ ὤλισθεν ἐπ’ ἰσχίον· οἱ δ’ ἐβόησαν

### book 316.4

τοῦτον μὴ στεφανοῦν, εἰ μόνος ὢν ἔπεσεν.

### book 316.5

ἀνστὰς δ’ ἐν μέσσοις ἀντέκραγεν· „Οὐχὶ τρί’ ἐστίν,

### book 316

ἓν κεῖμαι· λοιπὸν τἆλλα μέ τις βαλέτω.“

### book 317.1.1

Ἀντίσπαστον ἐμοί τις ὄνον μακρόθυμον ἔδωκεν,

### book 317.1.2

τῶν βασταζομένων ὅρμον ὁδοιπορίης,

### book 317.1.3

υἱὸν τῆς βραδυτῆτος, ὄνον, πόνον, ὄκνον, ὄνειρον,

### book 317.1.4

τῶν ἀνακαμπτόντων ὑστάτιον πρότερον.

### book 318.1.1

Ἀντικράτης ᾔδει τὰ σφαιρικὰ μᾶλλον Ἀράτου

### book 318.1.2

πολλῷ, τὴν ἰδίην δ’ οὐκ ἐνόει γένεσιν·

### book 318.1.3

διστάζειν γὰρ ἔφη, πότερ’ ἐν κριῷ γεγένηται

### book 318.1.4

ἢ διδύμοις ἢ τοῖς ἰχθύσιν ἀμφοτέροις.

### book 318.5.1

εὕρηται δὲ σαφῶς ἐν τοῖς τρισί· καὶ γὰρ ὀχευτὴς

### book 318.5.2

καὶ μωρὸς μαλακός τ’ ἐστὶ καὶ ὀψοφάγος.

### book 319.1.1

Ἀνθρακίων δέκα μέτρα φέρων ἔσο καὶ σὺ πολίτης·

### book 319.1.2

ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος.

### book 319.1.3

δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναι

### book 319.1.4

ἢ καυλοὺς κράμβης ἢ φακὸν ἢ κοχλίας.

### book 319.5

ταῦτ’ ἔχε καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον,

### book 319

ὅν κ’ ἐθέλῃς· οὐδεὶς οὐδὲν ἐπιστρέφεται.

### book 320.1.1

Ἀντιγόνην ἔστεργε Φιλόστρατος· ἦν δὲ παλαισταῖς

### book 320.1.2

ὁ τλήμων Ἴρου πέντε πενιχρότερος.

### book 320.1.3

εὗρε δ’ ὑπὸ κρυμοῦ γλυκὺ φάρμακον· ἀντία γὰρ σχὼν

### book 320.1.4

γούνατ’ ἐκοιμήθη, ξεῖνε, μετ’ Ἀντιγόνης.

### book 321.1.1

Γραμματικοὶ Μώμου στυγίου τέκνα, σῆτες ἀκανθῶν,

### book 321.1.2

τελχῖνες βίβλων, Ζηνοδότου σκύλακες,

### book 321.1.3

Καλλιμάχου στρατιῶται, ὃν ὡς ὅπλον ἐκτανύσαντες,

### book 321.1.4

οὐδ’ αὐτοῦ κείνου γλῶσσαν ἀποστρέφετε,

### book 321.5.1

συνδέσμων λυγρῶν θηρήτορες, οἷς τὸ „μὶν“ ἢ „σφὶν“

### book 321.5.2

εὔαδε καὶ ζητεῖν, εἰ κύνας εἶχε Κύκλωψ,

### book 321.5.3

τρίβοισθ’ εἰς αἰῶνα κατατρύζοντες ἀλιτροὶ

### book 321.5.4

ἄλλων· ἐς δ’ ἡμᾶς ἰὸν ἀποσβέσατε.

### book 322.1.1

Γραμματικῶν περίεργα γένη, ῥιζωρύχα μούσης

### book 322.1.2

ἀλλοτρίης, ἀτυχεῖς σῆτες ἀκανθοβάται,

### book 322.1.3

τῶν μεγάλων κηλῖδες, ἐπ’ Ἠρίννῃ δὲ κομῶντες,

### book 322.1.4

πικροὶ καὶ ξηροὶ Καλλιμάχου πρόκυνες,

### book 322.5

ποιητῶν λῶβαι, παισὶ σκότος ἀρχομένοισιν,

### book 322

ἔρροιτ’, εὐφώνων λαθροδάκναι κόριες.

### book 323.1.1

Ῥῶ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει·

### book 323.1.2

λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ.

### book 323.1.3

τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο

### book 323.1.4

εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.

### book 324.1.1

Δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. —„Ἤν τις ἐάσῃ,

### book 324.1.2

δέξομαι.“ —Εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη; —

### book 324.1.3

„Οὐδένα τῶν ἄλλων πλὴν Ἄρριον· οὗτος ἔχει γὰρ

### book 324.1.4

ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην,

### book 324.5.1

ἀκνίσου βωμοῖο νεωκόρος· ἢν τελέσῃ δὲ

### book 324.5.2

τὴν πομπήν, ἄρας ᾤχεθ’ ἅπαντα πάλιν.

### book 324.5.3

ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις· εἷς γὰρ ἂν ὑμέων

### book 324.5.4

ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.“

### book 325.1.1

Ἐχθὲς δειπνήσας τράγεον πόδα καὶ δεκαταῖον

### book 325.1.2

κανναβίνης κράμβης μήλινον ἀσπάραγον

### book 325.1.3

εἰπεῖν τὸν καλέσαντα φυλάσσομαι· ἔστι γὰρ ὀξύς,

### book 325.1.4

καὶ φόβος οὐχ ὁ τυχών, μή με πάλιν καλέσῃ.

### book 326.1.1

Πώγων καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάντα

### book 326.1.2

ὁ χρόνος ἀλλάσσει· Κόννιχε, τοῦτ’ ἐγένου.

### book 326.1.3

οὐκ ἔλεγον· „Μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσος

### book 326.1.4

εἶναι· καὶ κάλλους εἰσί τινες Νεμέσεισ“;

### book 326.5

ἦλθες ἔσω μάνδρης, ὑπερήφανε· νῦν ὅτι βούλει,

### book 326

οἴδαμεν, ἀλλ’ ἐξῆν καὶ τότ’ ἔχειν σε φρένας.

### book 327.1.1

Τὴν ξηρὴν ἐπὶ νῶτα Λυκαινίδα, τὴν Ἀφροδίτης

### book 327.1.2

λώβην, τὴν ἐλάφου παντὸς ἀπυγοτέρην,

### book 327.1.3

αἰπόλος ᾗ μεθύων οὐκ ἄν ποτε, φασί, συνῴκει.

### book 327.1.4

γοῖ, γοῖ, τοιαῦται Σιθονίων ἄλοχοι.

### book 328.1.1

Τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλος

### book 328.1.2

ἤγομεν εἰς κοινὴν Κύπριν Ἀριστοδίκην·

### book 328.1.3

ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός·

### book 328.1.4

εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα.

### book 328.5.1

Ἑρμογένης δ’ ἔλαχε στυγερὸν δόμον εὐρώεντα,

### book 328.5.2

ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος,

### book 328.5.3

ἔνθ’ ἀκταὶ νεκύων καὶ ἐρινεοὶ ἠνεμόεντες

### book 328.5.4

δινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων.

### book 328.5.5

Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν,

### book 328.10.1

τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν.

### book 328.10.2

γῆ δ’ ἔμενε ξυνὴ πάντων· ψίαθον γὰρ ἐν αὐτῇ

### book 328.10.3

στρώσαντες τὴν γραῦν ὧδε διειλόμεθα.

### book 329.1.1

Δημῶναξ, μὴ πάντα κάτω βλέπε, μηδὲ χαρίζου

### book 329.1.2

τῇ γλώσσῃ· δεινὴν χοῖρος ἄκανθαν ἔχει.

### book 329.1.3

καὶ σὺ ζῇς ἡμῖν, ἐν Φοινίκῃ δὲ καθεύδεις

### book 329

κοὐκ ὢν ἐκ Σεμέλης μηροτραφὴς γέγονας.

### book 330.1.1

Ἐκλήθην ἐχθές, Δημήτριε· σήμερον ἦλθον

### book 330.1.2

δειπνεῖν. μὴ μέμψῃ, κλίμακ’ ἔχεις μεγάλην·

### book 330.1.3

ἐν ταύτῃ πεποίηκα πολὺν χρόνον· οὐδ’ ἂν ἐσώθην

### book 330.1.4

σήμερον, ἀλλ’ ἀνέβην κέρκον ὄνου κατέχων.

### book 330.5.1

ἧψαι τῶν ἄστρων· Ζεὺς ἡνίκα τὸν Γανυμήδην

### book 330.5.2

ἥρπασε, τῇδ’ αὐτόν, φαίνετ’, ἔχων ἀνέβη.

### book 330.5.3

ἔνθεν δ’ εἰς Ἀίδην ποτ’ ἀφίξεαι; οὐκ ἀφυὴς εἶ·

### book 330.5.4

εὕρηκας τέχνην, πῶς ἔσῃ ἀθάνατος.

### book 331.1.1

Εἶχε Φίλων λέμβον Σωτήριχον· ἀλλ’ ἐν ἐκείνῳ

### book 331.1.2

σωθῆν’ οὐδὲ Ζεὺς αὐτὸς ἴσως δύναται.

### book 331.1.3

οὔνομα γὰρ μόνον ἦν Σωτήριχος, οἱ δ’ ἐπιβάντες

### book 331.1.4

ἔπλεον ἢ παρὰ γῆν ἢ παρὰ Φερσεφόνην.

### book 332.1.1

Οὐ πλεῖν, ἀλλ’ ἀντλεῖν ἡμᾶς Εἴκανδρος ὁ πρωρεὺς

### book 332.1.2

εἰς τὴν εἰκόσορον φαίνεται ἐμβιβάσας·

### book 332.1.3

οὐκ ὀλίγον γὰρ ἔνεστιν ὕδωρ ἔσω, ἀλλ’ ὁ Ποσειδῶν

### book 332.1.4

ἐν ταύτῃ διαπλεῖν φαίνεται εἰς τὸ πέραν·

### book 332.5.1

νῦν πρῶτον ναῦς ὦπται ὑδρωπική, ἀλλά γε 〈δείδω〉,

### book 332.5.2

μὴ σορὸν οὖσαν ἴδῃς τὴν πάλαι εἰκόσορον.

### book 333.1

Φαρμακίοισι Ῥόδων λέπραν καὶ χοιράδας αἴρει,

### book 333

τἆλλα δὲ πάντ’ αἴρει καὶ δίχα φαρμακίων.

### book 334.1.1

Δαμαγόραν καὶ λοιμὸν ἰσόψηφόν τις ἀκούσας

### book 334.1.2

ἔστης’ ἀμφοτέρων τὸν τρόπον ἐκ κανόνος·

### book 334.1.3

εἰς τὸ μέρος δὲ καθείλκετ’ ἀνελκυσθὲν τὸ τάλαντον

### book 334.1.4

Δαμαγόρου, λοιμὸν δ’ εὗρεν ἐλαφρότερον.

### book 335.1.1

Ὦ τλῆμον Κυνέγειρε, καὶ ἐν ζωοῖς καὶ ἀπελθὼν

### book 335.1.2

ὡς αἰεὶ κόπτῃ ῥήμασι καὶ κοπίσιν.

### book 335.1.3

πρόσθε μὲν ἐν πολέμοισι τεὴ πέσε μαρναμένη χείρ,

### book 335.1.4

νῦν δέ ς’ ὁ γραμματικὸς καὶ ποδὸς ἐστέρισεν.

### book 336.1.1

Τῆς Ἀσίης τὰ λάφυρα λαβὼν ἔπλευσε Καρῖνος

### book 336.1.2

ἤματι χειμερίῳ δυομένων Ἐρίφων·

### book 336.1.3

εἶδε καὶ Ἀδράστεια τὸ φορτίον· ὃς δ’ ἐφορώσης

### book 336.1.4

ᾤχετο καὶ πελάγους δαίμοσιν ἐγγελάσας.

### book 337.1.1

Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτ’ ἐπρίω νῦν,

### book 337.1.2

εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.

### book 338.1

Τὴν φωνὴν ἐνοπήν σε λέγειν ἐδίδαξεν Ὅμηρος·

### book 338

τὴν γλῶσσαν δ’ ἐνοπὴν τίς ς’ ἐδίδαξεν ἔχειν;

### book 339.1.1

Τὴν κεφαλὴν σείεις καὶ τὴν πυγὴν ἀνασείεις·

### book 339.1.2

ἓν μὲν μαινομένου, ἓν δὲ περαινομένου.

### book 340.1.1

Ὤμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν,

### book 340.1.2

πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην·

### book 340.1.3

ἀλλ’ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον

### book 340.1.4

Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.

### book 341.1.1

Αἰνίζειν μὲν ἄριστον, ὁ δὲ ψόγος ἔχθεος ἀρχή,

### book 341.1.2

ἀλλὰ κακῶς εἰπεῖν Ἀττικόν ἐστι μέλι.

### book 342.1.1

Κήλην κηλήτου μὴ φαινομένου προτέθηκας.

### book 342.1.2

μή μοι τὴν κήλην· αὐτὸν ἰδεῖν δέομαι.

### book 343.1

Σιλβανὸς δύο παῖδας ἔχων, Οἶνόν τε καὶ Ὕπνον,

### book 343.2

οὐκέτι τὰς Μούσας οὐδὲ φίλους φιλέει·

### book 343.3

ἀλλ’ ὁ μὲν ἐκ λεχέων νιν ἐύρροος ἐς φρένα θέλγει,

### book 343

ἄλλος δ’ ἐς θαλάμους ῥεγχόμενον κατέχει.

### book 344.1

Μητρόδοτος στυγέων πρασίνων αἰώνιον ἄχθος

### book 344.2

μνημοσύνην μίσους τήνδε τράπεζαν ἔχει.

### book 345.1

Μητρόφανες, κύκνοψι, δασύθριξ, δῖε πελαργέ,

### book 345.2

τῇ καὶ τῇ κραδάων κεφαλὴν γεράνοισιν ὁμοίην

### book 345.3

μηκεδανὸν καράκαλλον ὑπὲκ δαπέδοιο κομίζεις.

### book 346.1.1

Μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης,

### book 346.1.2

λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;

### book 346.1.3

οὐ γὰρ ἔτ’ εἰν ἀγορῇ σε βλέπω πολύν, ἀλλ’ ὑποκάμπτεις

### book 346.1.4

ἤδη καὶ ζητεῖς, ποῖ σε φέρωσι πόδες.

### book 346.5.1

πᾶσιν ἐπαγγέλλῃ· „Κόμισαι τὸ σὸν αὔριον· ἔρχου

### book 346.5.2

καὶ λάβε.“ κοὐδ’ ὀμόσας οὐκέτι πίστιν ἔχεις.

### book 346.5.3

Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεν·

### book 346.5.4

τοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου.

### book 347.1.1

Χαίροιθ’, οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα

### book 347.1.2

οἵ τ’ ἀπ’ Ἀριστάρχου σῆτες ἀκανθολόγοι.

### book 347.1.3

ποῖ γὰρ ἐμοὶ ζητεῖν, τίνας ἔδραμεν Ἥλιος οἴμους

### book 347.1.4

καὶ τίνος ἦν Πρωτεὺς καὶ τίς ὁ Πυγμαλίων;

### book 347.5

γινώσκοιμ’, ὅσα λευκὸν ἔχει στίχον· ἡ δὲ μέλαινα

### book 347

ἱστορίη τήκοι τοὺς Περικαλλιμάχους.

### book 348.1.1

Ὦ θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ,

### book 348.1.2

πατρολέτωρ· πάντῃ δ’ ἐκδέχεταί σε μόρος.

### book 348.1.3

ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος· ἢν δὲ πρὸς ὕψος

### book 348.1.4

δενδροβατῇς, ἀσπὶς δεῖμ’ ὑπὲρ ἀκρεμόνων.

### book 348.5.1

πειράζεις καὶ Νεῖλον; ὁ δ’ ἐν δίναις κροκόδειλον

### book 348.5.2

ἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον.

### book 349.1.1

Εἰπέ, πόθεν σὺ μετρεῖς κόσμον καὶ πείρατα γαίης

### book 349.1.2

ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον.

### book 349.1.3

σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν,

### book 349.1.4

καὶ τότ’ ἀριθμήσεις γαῖαν ἀπειρεσίην.

### book 349.5.1

εἰ δ’ ὀλίγον πηλὸν τοῦ σώματος οὐ καταριθμεῖς,

### book 349.5.2

πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;

### book 350.1.1

Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ

### book 350.1.2

ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;

### book 350.1.3

ῥήτρῃ πιστεύεις πυκινόφρονι σῇ τε μενοινῇ

### book 350.1.4

ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ.

### book 350.5

ἐλπίζειν ἔξεστι· Θέμιν δ’ οὐκ οἶδεν ἀμεῖψαι

### book 350

τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.

### book 351.1.1

Τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα

### book 351.1.2

καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω.

### book 351.1.3

ὡς δ’ ἔλεγον „Σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ;“

### book 351.1.4

πυγμαχίης κατ’ ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω.

### book 351.5.1

ψύττα δ’ ἐγὼ κατέτεινα φοβεύμενος ἄγριον ἄνδρα,

### book 351.5.2

τὸν πτισανᾶν πύκτην ἐξαπίνης ὁρόων.

### book 351.5.3

ἀλλά σε πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦ

### book 351.5.4

Κάστορος ἱκνοῦμαι καὶ Διὸς ἱκεσίου,

### book 351.5.5

τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον· οὐ δύναμαι γὰρ

### book 351.10

πυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου.

### book 352.1.1

Τὸν σοφὸν ἐν κιθάρῃ, τὸν μουσικὸν Ἀνδροτίωνα

### book 352.1.2

εἴρετό τις τοίην κρουματικὴν σοφίην·

### book 352.1.3

„Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας,

### book 352.1.4

ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως

### book 352.5.1

λεπτὸν ὑποτρύζουσα καὶ ἀντίτυπον τερέτισμα

### book 352.5.2

πάσχει τῆς ἰδίης πλησσομένης ὑπάτης,

### book 352.5.3

ὥστε με θαυμάζειν, πῶς ἄπνοα νεῦρα ταθέντα

### book 352.5.4

ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.“

### book 352.5.5

ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν

### book 352.10.1

ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·

### book 352.10.2

„Ἔστι,“ δ’ ἔφη, „λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται

### book 352.10.3

ἐξ ὄιος χολάδων ἄμμιγα τερσομένων·

### book 352.10.4

τοὔνεκέν εἰσιν ἀδελφὰ καὶ ὡς ξύμφυλα συνηχεῖ

### book 352.10.5

ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.

### book 352.15.1

γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα,

### book 352.15.2

καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.

### book 352.15.3

καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ

### book 352

πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.“

### book 353.1.1

Ἑρμολύκου θυγάτηρ μεγάλῳ παρέλεκτο πιθήκῳ·

### book 353.1.2

ἡ δ’ ἔτεκεν πολλοὺς Ἑρμοπιθηκιάδας.

### book 353.1.3

εἰ δ’ Ἑλένην ὁ Ζεὺς καὶ Κάστορα καὶ Πολυδεύκην

### book 353.1.4

ἐκ Λήδης ἔτεκεν κύκνον ἀμειψάμενος,

### book 353.5.1

Ἑρμιόνῃ γε Κόραξ παρελέξατο· ἡ δὲ τάλαινα

### book 353.5.2

φρικτῶν δαιμονίων ἑρμαγέλην ἔτεκεν.

### book 354.1.1

Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,

### book 354.1.2

σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,

### book 354.1.3

τοῖα περὶ ψυχῆς τις ἀνείρετο· „Πῶς θέμις εἰπεῖν

### book 354.1.4

τὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον;

### book 354.5.1

σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖς

### book 354.5.2

τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;“

### book 354.5.3

αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων

### book 354.5.4

καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,

### book 354.5.5

καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς

### book 354.10.1

πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.

### book 354.10.2

εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου

### book 354.10.3

ἄκρα καταψήχων τὴν λύσιν ἐξέφερεν·

### book 354.10.4

„Εἴπερ ὅλως ἔστι ψυχῆς φύσις—οὐδὲ γὰρ οἶδα—,

### book 354.10.5

ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,

### book 354.15.1

στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ’ Ἀχέροντα περήσῃς,

### book 354.15.2

κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.

### book 354.15.3

εἰ δ’ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην

### book 354.15.4

μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον·

### book 354.15.5

καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν

### book 354.20

μοῦνον, ὅπερ ζητεῖς, τοῦθ’ ὑπολειπόμενος.“

### book 355.1.1

„Πάντα μὲν οἶδα,“ λέγεις, ἀτελὴς δ’ ἐν πᾶσιν ὑπάρχεις·

### book 355.1.2

γευόμενος πάντων οὐδὲν ἔχεις ἴδιον.

### book 356.1.1

Εἰς σὲ καὶ ἀψευδὴς ἐψεύσατο βίβλος Ὁμήρου,

### book 356.1.2

ὁπλοτέρων ἐνέπουσα μετήορα δήνεα φωτῶν.

### book 357.1.1

Υἱὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο,

### book 357.1.2

τίς πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ.

### book 357.1.3

καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν

### book 357.1.4

ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν.

### book 358.1

Ῥουφινιανός, Ῥοῦφος ὢν δισύλλαβος,

### book 358.2

συνεξέτεινε τοῖς κακοῖς τὰς συλλαβάς·

### book 358.3

οὐ λανθάνει δὲ τὴν δισύλλαβον Δίκην.

### book 358.4

κληθήσεται γὰρ καὶ δισύλλαβος πάλιν

### book 358.5

Ῥοῦφος κακοῦργος καὶ γόης, ὡς ἦν ποτέ.

### book 359.1

Ὦ τῆς ἁπάσης δυνάμεως ὑπέρτατε,

### book 359.2

σῶσόν με τὸν δύστηνον ἐκ παντὸς φθόνου·

### book 359.3

θέλεις ἀκοῦσαι, βούλομαι κἀγὼ λέγειν·

### book 359.4

τὸ γὰρ θέλημα τὴν χάριν τίκτει διπλῆν,

### book 359.5.1

διπλοῦν τε κάλλος τῷ λόγῳ χαρίζεται

### book 359.5.2

λέγοντι κόσμος καὶ κλύοντι σεμνότης·

### book 359.5.3

φωστὴρ γὰρ εἶ σὺ καὶ λόγων καὶ τῶν νόμων

### book 359.5.4

νόμοις δικάζων καὶ λόγοισιν ἐκπρέπων.

### book 359.5.5

Αἴλουρον εἶδον χρυσίου τὸν πρίγκιπα

### book 359.10

ἢ βδέλλαν ὠμήν, χρυσοκόλλητον χόλον.

### book 360.1

Νῦν ὁ στρατηγὸς Ἑρμανούβης ἐγένετο

### book 360.2

κύων ἀδελφοὺς συλλαβὼν Ἑρμᾶς δύο

### book 360.3

ἀσημοκλέπτας συνδεθέντας σχοινίῳ,

### book 360.4

ψυχροὺς ἀώρους Ταρταρίους τε δαίμονας.

### book 360.5.1

οὐκ οἶδα χῶρον τοῦ τρόπου κατήγορον·

### book 360.5.2

τρόπον δὲ χώρου τὸν κατήγορον λέγω.

### book 361.1.1

Ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην

### book 361.1.2

ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι,

### book 361.1.3

χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ,

### book 361.1.4

Ἡφαίστου πομπή, σκύτινα δαιμόνια,

### book 361.5.1

οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδ’ ἐν ὀνείρῳ,

### book 361.5.2

οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην.

### book 361.5.3

τοὔνεκ’ ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνης

### book 361

〈ἢ ἐλάφου κε〉νεὴν ἠέρα βοσκόμεναι.

### book 362.1.1

Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,

### book 362.1.2

Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν

### book 362.1.3

οὐδ’ ἔλαβ’ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει

### book 362.1.4

τὸν φίλον· ἀλλ’ αἰ χἢν δρᾶμ’ ἐδίδαξε μόνον,

### book 362.5.1

ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας

### book 362.5.2

κἠγὼ τὼς πολλὼς οὐκέτ’ ἔχω Πυλάδας.

### book 363.1.1

Οὐκέτ’ Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίου

### book 363.1.2

Μόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει,

### book 363.1.3

ὁ Πτολεμαίου Μόσχος. ἰὼ πόλι. ποῦ δὲ τὰ μητρὸς

### book 363.1.4

αἴσχεα πάνδημοί τ’ ἐργασίαι τέγεος;

### book 363.5.1

ποῦ δὲ 〈κασαύρια; ποῦ δὲ〉 συφόρβια; τίκτετε, πόρναι,

### book 363.5.2

τίκτετε τῷ Μόσχου πειθόμεναι στεφάνῳ.

### book 364.1.1

Οὗτος ὁ μηδέν, ὁ λιτός, ὁ καὶ λάτρις, οὗτος, ὁρᾶτε,

### book 364.1.2

ἐστί τινος ψυχῆς κύριος ἀλλοτρίης.

### book 365.1.1

Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ,

### book 365.1.2

οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου·

### book 365.1.3

ᾔτεε δ’ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ

### book 365.1.4

ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη.

### book 365.5

ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων

### book 365.1

δάκτυλά τε γνάμπτων φθέγξατο Καλλιγένει·

### book 365.2

„Εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον, ὅσσον ἀπόχρη,

### book 365.3

μηδέ τιν’ ὑλαίην τέξεται ἀνθοσύνην,

### book 365.4

μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ

### book 365.10.1

ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου,

### book 365.10.2

μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδέ τιν’ ἄλλην

### book 365.10.3

ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,

### book 365.10.4

ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ’ ἀποκόψεις

### book 365.10.5

τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.“

### book 366.1.1

Φειδωλός τις ἀνὴρ ἁφόων θησαυρὸν ὀνείρῳ

### book 366.1.2

ἤθελ’ ἀποθνῄσκειν πλούσιον ὕπνον ἔχων·

### book 366.1.3

ὡς δ’ ἴδε τὴν προτέρην σκιόεν μετὰ κέρδος ὀνείρου

### book 366.1.4

ἐξ ὕπνου πενίην, ἀντικάθευδε πάλιν.

### book 367.1.1

Ὄψιν ἔχεις στρουθῷ πανομοίιον. ἦ ῥά σε Κίρκη

### book 367.1.2

ἐς πτηνὴν μετέθηκε φύσιν κυκεῶνα πιόντα.

### book 368.1.1

Ἀμητὸς πολύς ἐστι τεὴν κατὰ δάσκιον ὄψιν·

### book 368.1.2

τῷ σε χρὴ δρεπάνοισι καὶ οὐ ψαλίδεσσι καρῆναι.

### book 369.1

Ἀσφαλέως οἴκησον ἐν ἄστεϊ, μή σε κολάψῃ

### book 369

αἵματι Πυγμαίων ἡδομένη γέρανος.

### book 370.1.1

Οὐ λαλέει τὸ κάτοπτρον· ἐγὼ δέ σε πᾶσιν ἐλέγξω

### book 370.1.2

τὴν νοθοκαλλοσύνην φύκεϊ χριομένην.

### book 370.1.3

τοῦτο καὶ ἡδυλύρης ποτὲ Πίνδαρος ... ἐλέγχων

### book 370.1.4

εἶπεν „Ἄριστον ὕδωρ,“ φύκεος ἐχθρότατον.

### book 371.1.1

Μή με κάλει δίσκων ἐπιίστορα λιμοφορήων

### book 371.1.2

βρωτύν μοι φορέων τὴν κολοκυνθιάδα.

### book 371.1.3

ἀργυρέην ὕλην οὐ τρώγομεν, ἣν παραβάλλεις

### book 371.1.4

λιμῷ κρητίζων τοὺς μελέους πίνακας.

### book 371.5.1

ζήτει νηστεύοντας ἐς ἀργυρέην ἐπίδειξιν,

### book 371.5.2

καὶ τότε θαυμάζῃ κοῦφον ἄσημον ἔχων.

### book 372.1.1

Σῶμα φέρων σκιοειδές, ἀδερκέι σύμπνοον αὔρῃ,

### book 372.1.2

μή ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι,

### book 372.1.3

μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσῃ

### book 372.1.4

ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον.

### book 372.5.1

οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψας

### book 372.5.2

ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.

### book 373.1

Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν·

### book 373

ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.

### book 374.1.1

Τῷ ψιμύθῳ μὲν ἀεὶ λιποσαρκέα τεῖνε παρειήν,

### book 374.1.2

Λαοδίκη, λαοῖς ἔνδικα τινυμένη·

### book 374.1.3

μή ποτε δ’ εὐρύνῃς σέο χείλεα. τίς γὰρ ὀδόντων

### book 374.1.4

ὄρχατον ἐμπήξει φαρμακόεντι δόλῳ;

### book 374.5.1

τὴν χάριν ἐξέρρευσας, ὅσην ἔχες· οὐκ ἀπὸ πηγῆς

### book 374.5.2

ἀγλαΐη μελέων ἕλκεται ἀενάου.

### book 374.5.3

ὡς δὲ ῥόδον θαλέθεσκες ἐν εἴαρι· νῦν δ’ ἐμαράνθης

### book 374.5.4

γήραος αὐχμηρῷ καρφομένη θέρεϊ.

### book 375.1.1

Ἔπταρον ἄγχι τάφοιο καὶ ἤθελον αὐτόθ’ ἀκοῦσαι,

### book 375.1.2

οἷά περ ὠισάμην μοῖραν ἐμῆς ἀλόχου.

### book 375.1.3

ἔπταρον εἰς ἀνέμους· ἄλοχον δέ μοι οὔ τι κιχάνει

### book 375.1.4

λύτρον ἐν ἀνθρώποις, οὐ νόσος, οὐ θάνατος.

### book 376.1.1

Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν

### book 376.1.2

εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης·

### book 376.1.3

„Ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν

### book 376.1.4

ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος

### book 376.5.1

ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ.

### book 376.5.2

καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;“

### book 376.5.3

ὃς δ’ ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην,

### book 376.5.4

εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·

### book 376.5.5

„Ἢ σοὶ ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη

### book 376.10.1

δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις·

### book 376.10.2

δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσῃ

### book 376

ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.“

### book 377.1.1

Ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες

### book 377.1.2

ἄλλων ὀρνίθων βρώματα γινόμενοι·

### book 377.1.3

καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν,

### book 377.1.4

ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί.

### book 378.1.1

Οὐ δύναμαι γαμετῆς καὶ γραμματικῆς ἀνέχεσθαι,

### book 378.1.2

γραμματικῆς ἀπόρου καὶ γαμετῆς ἀδίκου.

### book 378.1.3

ἀμφοτέρων τὰ πάθη θάνατος καὶ μοῖρα τέτυκται.

### book 378.1.4

τὴν οὖν γραμματικὴν νῦν μόλις ἐξέφυγον,

### book 378.5.1

οὐ δύναμαι δ’ ἀλόχου τῆς ἀνδρομάχης ἀναχωρεῖν·

### book 378.5.2

εἴργει γὰρ χάρτης καὶ νόμος Αὐσόνιος.

### book 379.1.1

Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας

### book 379.1.2

ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ·

### book 379.1.3

εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ,

### book 379.1.4

ναὶ τάχα δαρδάψεις καὶ φίλον, ὃν καλέεις.

### book 379.5.1

ἀλλ’ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε

### book 379.5.2

βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.

### book 379.5.3

εἰ δέ ποτ’ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ’ ἄνυσσεν

### book 379.5.4

Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·

### book 379.5.5

ἀλλ’ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἴ σε περήσω

### book 379.10

Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.

### book 380.1.1

Παρθένος εὐπατέρεια Δίκη, πρέσβειρα πολήων,

### book 380.1.2

οὐ τὸν ἐν εὐσεβίῃ χρυσὸν ἀποστρέφεται·

### book 380.1.3

ἀλλὰ καὶ αὐτὰ τάλαντα Διὸς πάγχρυσα τελέσθη,

### book 380.1.4

οἷσι ταλαντεύει πάντα νόμον βιότου·

### book 380.5.1

„καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,“

### book 380.5.2

εἰ μὴ Ὁμηρείων ἐξελάθου χαρίτων.

### book 381.1.1

Πᾶσα γυνὴ χόλος ἐστίν· ἔχει δ’ ἀγαθὰς δύο ὥρας,

### book 381.1.2

τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.

### book 382.1.1

Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο

### book 382.1.2

καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων

### book 382.1.3

νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν

### book 382.1.4

καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·

### book 382.5.1

ἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης,

### book 382.5.2

τῆς παιωνιάδος πληθόμενος σοφίης,

### book 382.5.3

πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν

### book 382.5.4

ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.

### book 382.5.5

Ἀλκιμένους δ’ ἐδόκευεν ἀνάκλισιν ἔκ τε προσώπου

### book 382.10.1

φράζετο καὶ παλάμης ψαῦεν ἐπισταμένως

### book 382.10.2

καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα

### book 382.10.3

πάντ’ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.

### book 382.10.4

καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει

### book 382.10.5

σεμνοπροσωπήσας καὶ σοβαρευόμενος·

### book 382.15

„Εἴ γε φάρυγξ βομβεῦσα καὶ ἄγρια τύμματα πλευροῦ

### book 382.1

καὶ πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον,

### book 382.2

οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖν

### book 382.3

σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.

### book 382.4

θάρσει· τὸν νομικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ

### book 382.20.1

εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου,

### book 382.20.2

καί με τὸν ἰητρὸν προρρήσιος εἵνεκεν ἐσθλῆς

### book 382.20.3

ἐν τριτάτῃ μοίρῃ κάλλιπε κληρονόμον.“

### book 383.1.1

Ἦν ἄρα καὶ κάνθωσι Τύχη χαλεπή τε καὶ ἐσθλή,

### book 383.1.2

καὶ Κρόνος ὡρονομεῖ τετραπόδων γένεσιν.

### book 383.1.3

ἐξότε γὰρ καὶ τοῦτον ὄνον χαλεπὸς χρόνος ἔσχεν,

### book 383.1.4

ἐξ ἀλαβαρχείης γραμματικοῦ γέγονεν.

### book 383.5.1

τλῆθι φέρειν λοιπόν, κανθήλιε· γραμματικοῖς γὰρ

### book 383.5.2

οὐδὲ τέλος κριθῇ, κρῖ δὲ μόνον λέγεται.

### book 384.1.1

Εἰ μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πῶς πάλι μοῦνοι;

### book 384.1.2

ὦ πληθὺς μοναχῶν ψευσαμένη μονάδα.

### book 385.1

Πλαστὸν ἔχεις τὸν ἔρωτα, φόβῳ δὲ φιλεῖς καὶ ἀνάγκῃ·

### book 385

τοῦ δὲ φιλεῖν οὕτως οὐδὲν ἀπιστότερον.

### book 386.1.1

Στυγνὴν τὴν Νίκην τις ἰδὼν κατὰ τὴν πόλιν ἐχθὲς

### book 386.1.2

εἶπε· „Θεὰ Νίκη, τίπτε πέπονθας ἄρα;“

### book 386.1.3

ἡ δ’ ἀποδυρομένη καὶ μεμφομένη κρίσιν εἶπεν·

### book 386.1.4

„Οὐκ ἔγνως σὺ μόνος; Πατρικίῳ δέδομαι.“

### book 386.5.1

ἦν ἄρα καὶ Νίκη πολυώδυνος, ἣν παρὰ θεσμὸν

### book 386.5.2

Πατρίκιος ναύτης ἥρπασεν ὡς ἄνεμον.

### book 387.1.1

Πάντες ἅπαξ τρώγουσιν· ὅταν δὲ τρέφῃ Σαλαμῖνος,

### book 387.1.2

οἴκαδ’ ἀριστῶμεν δεύτερον ἐρχόμενοι.

### book 388.1.1

Ἄχρις ἂν ᾖς ἄγαμος, Νουμήνιε, πάντα δοκεῖ σοι

### book 388.1.2

ἐν τῷ ζῆν εἶναι τῶν ἀγαθῶν ἀγαθά·

### book 388.1.3

εἶθ’ ὅταν εἰσέλθῃ γαμετή, πάλιν εὐθὺ δοκεῖ σοι

### book 388.1.4

ἐν τῷ ζῆν εἶναι πάντα κακῶν τὰ κακά. —

### book 388.5.1

„Ἀλλὰ χάριν τεκνίων.“ —Ἕξεις, Νουμήνιε, τέκνα

### book 388.5.2

χαλκὸν ἔχων· πτωχὸς δ’ οὐδὲ τὰ τέκνα φιλεῖ.

### book 389.1.1

Εἰ μὲν ζῇς ἐλάφου ταναὸν χρόνον ἠὲ κορώνης,

### book 389.1.2

συγγνώμη πλεῖστον πλοῦτον ἀγειρομένῳ·

### book 389.1.3

εἰ δέ τίς ἐσσι βροτῶν, οὓς αὐτίκα γῆρας ἰάπτει,

### book 389.1.4

μή σέ γ’ ἀπειρεσίων οἶστρος ἕλῃ κτεάνων·

### book 389.5

μὴ σὺ μὲν ἀτλήτοισιν ἐν ἄλγεσι θυμὸν ὀλέσσῃς,

### book 389

χρήσωνται δ’ ἄλλοι σοῖς ἀγαθοῖς ἀπόνως.

### book 390.1.1

Εἴ με φιλεῖς, ἔργῳ με φίλει καὶ μή μ’ ἀδικήσῃς

### book 390.1.2

ἀρχὴν τοῦ βλάπτειν τὴν φιλίαν θέμενος.

### book 390.1.3

πᾶσι γὰρ ἀνθρώποισιν ἐγὼ πολὺ κρέσσονά φημι

### book 390.1.4

τὴν φανερὰν ἔχθραν τῆς δολερῆς φιλίας.

### book 390.5.1

φασὶ δὲ καὶ νήεσσιν ἁλιπλανέεσσι χερείους

### book 390.5.2

τὰς ὑφάλους πέτρας τῶν φανερῶν σπιλάδων.

### book 391.1.1

Μῦν Ἀσκληπιάδης ὁ φιλάργυρος εἶδεν ἐν οἴκῳ

### book 391.1.2

καὶ „Τί ποιεῖς,“ φησίν, „φίλτατε μῦ, παρ’ ἐμοί;“

### book 391.1.3

ἡδὺ δ’ ὁ μῦς γελάσας „Μηδέν, φίλε,“ φησί, „φοβηθῇς·

### book 391.1.4

οὐχὶ τροφῆς παρὰ σοὶ χρῄζομεν, ἀλλὰ μονῆς.“

### book 392.1.1

Μύρμηκος πτερόεντος ὑπὲρ νώτοιο καθεσθεὶς

### book 392.1.2

Ἄδραστος ῥήτωρ τοῖον ἔλεξεν ἔπος·

### book 392.1.3

„Ἵπτασο· τὸν σὸν ἔχεις, ὦ Πήγασε, Βελλεροφόντην,“

### book 392.1.4

φέρτατον ἡρώων, ἡμιθανῆ σκελετόν.

### book 393.1.1

Οὐκ ἔστιν θυγατρὸς μεῖζον βάρος· εἰ δὲ δοκεῖ σοι,

### book 393.1.2

Εὐκτήμων, εἶναι κοῦφον, ἄκουσον ἐμοῦ.

### book 393.1.3

ἔστιν σοὶ κήλη κἀμοὶ θυγάτηρ· λάβε ταύτην

### book 393

καὶ δός μοι κήλας ἀντὶ μιᾶς ἑκατόν.

### book 394.1

Ποιητὴς πανάριστος ἀληθῶς ἐστιν ἐκεῖνος,

### book 394.2

ὅστις δειπνίζει τοὺς ἀκροασαμένους.

### book 394.3

ἢν δ’ ἀναγινώσκῃ καὶ νήστιας οἴκαδε πέμπῃ,

### book 394.4

εἰς αὑτὸν τρεπέτω τὴν ἰδίαν μανίην.

### book 395.1.1

Πορδὴ ἀποκτέννει πολλοὺς ἀδιέξοδος οὖσα,

### book 395.1.2

πορδὴ καὶ σῴζει τραυλὸν ἱεῖσα μέλος.

### book 395.1.3

οὐκοῦν εἰ σῴζει καὶ ἀποκτέννει πάλι πορδή,

### book 395.1.4

τοῖς βασιλεῦσιν ἴσην πορδὴ ἔχει δύναμιν.

### book 396.1.1

Πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων

### book 396.1.2

σοὶ χάριν ἡδυπότῳ νέκταρι τερπόμενος.

### book 396.1.3

νῦν δ’, εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰρ

### book 396.1.4

οἴνου τοιούτου μηκέτ’ ἔχων θρίδακας.

### book 397.1.1

Πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος

### book 397.1.2

καὶ μηδὲν δαπανῶν ζῇ βίον ἡμιόνων,

### book 397.1.3

πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι

### book 397

πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.

### book 398.1.1

Τὴν κεφαλὴν βάπτων τις ἀπώλεσε τὰς τρίχας αὐτὰς

### book 398.1.2

καὶ δασὺς ὢν λίαν ᾠὸν ἅπας γέγονεν.

### book 398.1.3

τοῦτο βαφεὺς ἐπόησε τὸ μηκέτι κουρέα τέμνειν

### book 398.1.4

μήτε κόμην λευκὴν μήτε μελαινομένην.

### book 399.1.1

Γραμματικός ποτ’ ὄνῳ ἐποχούμενος ἐξεκυλίσθη

### book 399.1.2

καὶ τῆς γραμματικῆς, ὡς λόγος, ἐξέπεσεν·

### book 399.1.3

εἶθ’ ἑξῆς ἐβίου κοινὸν βίον ὡς ἰδιώτης,

### book 399.1.4

ὧν ἐδίδασκεν ἀεί, μηδὲν ἐπιστάμενος.

### book 399.5.1

ἀλλὰ Γλύκων ἔπαθεν τοὐναντίον· ὢν γὰρ ἄπειρος

### book 399.5.2

καὶ κοινῆς γλώττης, οὐχ ὅτι γραμματικῆς,

### book 399.5.3

νῦν Λιβυκοὺς κάνθωνας ὀχούμενος, εἶτ’ ἀποπίπτων

### book 399.5.4

πολλάκις ἐξαίφνης γραμματικὸς γέγονεν.

### book 400.1.1

Ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι, λιμοῦ

### book 400.1.2

φάρμακον εὑρομένη „Μῆνιν ἄειδε, θεά.“

### book 400.1.3

νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι

### book 400.1.4

καὶ βωμὸν θυέων μή ποτε δευόμενον.

### book 400.5

καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα

### book 400

καὶ λιμένες, πάντων δέκτρια Γραμματική.

### book 401.1.1

Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν,

### book 401.1.2

ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά.

### book 401.1.3

ὡς δὲ τὸ „μῆνιν ἄειδε“ καὶ „ἄλγεα μυρί’ ἔθηκεν“

### book 401.1.4

ἔγνω καὶ τὸ τρίτον τοῖσδ’ ἀκόλουθον ἔπος

### book 401.5.1

„πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,“

### book 401.5.2

οὐκέτι μιν πέμπει πρός με μαθησόμενον.

### book 401.5.3

ἀλλά μ’ ἰδὼν ὁ πατήρ· „Σοὶ μὲν χάρις,“ εἶπεν, „ἑταῖρε·

### book 401.5.4

αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται·

### book 401.5.5

καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω

### book 401.10

καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.“

### book 402.1.1

Μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου

### book 402.1.2

ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς

### book 402.1.3

ἔσθων ἐκτραπέλως στομάχων κακὰ χείρονα λιμοῦ,

### book 402.1.4

οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.

### book 402.5.1

πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον ἢ πρὶν ἐπείνων,

### book 402.5.2

ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.

### book 403.1.1

Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα,

### book 403.1.2

ἡ τὸ καλῶς ζῆσαι πάντοτ’ ἐπισταμένη,

### book 403.1.3

εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις

### book 403.1.4

πιλοφορεῖν τ’ οἶδας καὶ μύρα σοι μέλεται,

### book 403.5.1

τέρπει καὶ στέφανός σε καὶ Αὐσονίου πόμα Βάκχου·

### book 403.5.2

ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε.

### book 403.5.3

τοὔνεκά νυν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,

### book 403

τέρπῃ δ’ αὖ πλούτου πρὸς πόδας ἐρχομένη.

### book 404.1.1

Οὐδέποτ’ εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος

### book 404.1.2

ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι·

### book 404.1.3

τῆς κήλης δ’ ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς

### book 404.1.4

καὶ τὸν ὄνον, διαπλεῖ σινδόν’ ἐπαράμενος.

### book 404.5.1

ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν,

### book 404.5.2

εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται.

### book 405.1.1

Ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα,

### book 405.1.2

οὐ δύναται δ’ εἰπεῖν, οἷος ἂν ᾖ, ταχέως.

### book 405.1.3

ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ’ αὐτὸς

### book 405.1.4

ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.

### book 405.5.1

ὢ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ,

### book 405.5.2

θηρεύει τούτῳ πολλάκις ἰχθύδια.

### book 406.1.1

Τοῦ γρυποῦ Νίκωνος ὁρῶ τὴν ῥῖνα, Μένιππε·

### book 406.1.2

αὐτὸς δ’ οὐ μακρὰν φαίνεται εἶναι ἔτι.

### book 406.1.3

πλὴν ἥξει, μείνωμεν ὅμως· εἰ γὰρ πολύ, πέντε

### book 406.1.4

τῆς ῥινὸς σταδίους, οἴομαι, οὐκ ἀπέχει.

### book 406.5

ἀλλ’ αὐτὴ μέν, ὁρᾷς, προπορεύεται· ἢν δ’ ἐπὶ βουνὸν

### book 406

ὑψηλὸν στῶμεν, καὐτὸν ἐσοψόμεθα.

### book 407.1.1

Τὸν λεπτὸν θακεῦντα Μενέστρατον εἴαρος ὥρῃ

### book 407.1.2

μύρμηξ ἐξελθὼν εἵλκυσεν εἰς ῥαγάδα·

### book 407.1.3

μυῖα δ’ ἐπιπτᾶς’ αὐτὸν ἀνήρπασεν, ὡς Γανυμήδην

### book 407.1.4

αἰετὸς εἰς θαλάμους οὐρανίους Κρονίδεω·

### book 407.5.1

πίπτεν δ’ ἐκ χειρῶν μυίης, κοὐδ’ ὣς θίγε γαίης,

### book 407.5.2

ἐκ δ’ ἀράχνης ἱστοῦ τῶν βλεφάρων κρέμαται.

### book 408.1.1

Τὴν κεφαλὴν βάπτεις, τὸ δὲ γῆρας οὔποτε βάψεις,

### book 408.1.2

οὐδὲ παρειάων ἐκτανύσεις ῥυτίδας.

### book 408.1.3

μὴ τοίνυν τὸ πρόσωπον ἅπαν ψιμύθῳ κατάπλαττε,

### book 408.1.4

ὥστε προσωπεῖον κοὐχὶ πρόσωπον ἔχειν.

### book 408.5.1

οὐδὲν γὰρ πλέον ἐστί. τί μαίνεαι; οὔποτε φῦκος

### book 408.5.2

καὶ ψίμυθος τεύξει τὴν Ἑκάβην Ἑλένην.

### book 409.1.1

Τετράκις ἀμφορέως περὶ χείλεσι χείλεα θεῖσα

### book 409.1.2

Σειληνὶς πάσας ἐξερόφησε τρύγας.

### book 409.1.3

εὐχαίτα Διόνυσε, σὲ δ’ ὕδασιν οὐκ ἐμίηνεν·

### book 409.1.4

ἀλλ’ οἷος πρώτης ἦλθες ἀπ’ οἰνοπέδης,

### book 409.5

τοῖόν σε προὔπινεν ἀφειδεές, ἄγγος ἔχουσα,

### book 409

εἰσότε καὶ νεκύων ἦλθεν ἐπὶ ψάμαθον.

### book 410.1.1

Τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου,

### book 410.1.2

εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν.

### book 410.1.3

θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων,

### book 410.1.4

μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.

### book 410.5.1

εὖτε δ’ ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν

### book 410.5.2

στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον,

### book 410.5.3

ᾔτησεν παρὰ προσδοκίαν καὶ ἔτρωγεν ἀληθῶς

### book 410.5.4

κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν.

### book 411.1

Τοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ κοὐ βαλανεῖον,

### book 411.2

ἥν ποθ’ ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ,

### book 411.3

ἢ τὸν Μηδείης στέφανον, τὸν ἀνεῖρεν Ἐρινὺς

### book 411.4

ἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου.

### book 411.5.1

φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός· εἰμὶ γὰρ ἀνὴρ

### book 411.5.2

πάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων.

### book 411.5.3

εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν,

### book 411.5.4

ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνην.

### book 412.1.1

Ψυχὴν μὲν γράψαι χαλεπόν, μορφὴν δὲ χαράξαι

### book 412.1.2

ῥᾴδιον· ἀλλ’ ἐπὶ σοὶ τοὔμπαλιν ἀμφότερον.

### book 412.1.3

τῆς μὲν γὰρ ψυχῆς τὸ διάστροφον ἔξω ἄγουσα

### book 412.1.4

ἐν τοῖς φαινομένοις ἡ Φύσις εἰργάσατο.

### book 412.5

τὸν δ’ ἐπὶ τῆς μορφῆς θόρυβον καὶ σώματος ὕβριν

### book 412

πῶς ἄν τις γράψαι, μηδ’ ἐσιδεῖν ἐθέλων;

### book 413.1.1

Ὡς κῆπον τεθυκὼς δεῖπνον παρέθηκεν Ἀπελλῆς

### book 413.1.2

οἰόμενος βόσκειν ἀντὶ φίλων πρόβατα.

### book 413.1.3

ἦν ῥαφανίς, σέρις ἦν, τῆλις, θρίδακες, πράσα, βολβοί,

### book 413.1.4

ὤκιμον, ἡδύοσμον, πήγανον, ἀσπάραγος·

### book 413.5.1

δείσας δ’ ἐκ τούτων, μὴ καὶ χόρτον παραθῇ μοι,

### book 413.5.2

δειπνήσας θέρμους ἡμιβρεχεῖς ἔφυγον.

### book 414.1.1

Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτης

### book 414.1.2

γεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα.

### book 415.1.1

Τίς σοῦ, Μεντορίδη, προφανῶς οὕτως μετέθηκεν

### book 415.1.2

τὴν πυγήν, οὗπερ τὸ στόμ’ ἔκειτο πρὸ τοῦ;

### book 415.1.3

βδεῖς γὰρ κοὐκ ἀναπνεῖς, φθέγγῃ δ’ ἐκ τῶν καταγείων.

### book 415.1.4

θαῦμά μ’ ἔχει, τὰ κάτω πῶς σου ἄνω γέγονεν.

### book 416.1

Χρήματα καὶ πόρναις παραγίνεται· οὐκ ἀλεγίζω.

### book 416.2

μισείτω με τάλας χρυσὸς ὁ πορνοφίλας.

### book 417.1

Ἄλλην δρῦν βαλάνιζε, Μενέσθιον· οὐ γὰρ ἔγωγε

### book 417.2

ἔκκαιρον μήλων προσδέχομαι ῥυτίδα,

### book 417.3

ἀλλ’ αἰεὶ πεπόθηκα συνακμάζουσαν ὀπώρην.

### book 417

ὥστε τί πειράζεις λευκὸν ἰδεῖν κόρακα;

### book 418.1.1

Ἀντίον ἠελίου στήσας ῥίνα καὶ στόμα χάσκων

### book 418.1.2

δείξεις τὰς ὥρας πᾶσι παρερχομένοις.

### book 419.1.1

Αἱ πολιαὶ σὺν νῷ γεραρώτεραι· αἱ γὰρ ἄτερ νοῦ

### book 419.1.2

μᾶλλον τῶν πολλῶν εἰσὶν ὄνειδος ἐτῶν.

### book 420.1

Αἱ τρίχες, ἢν σιγᾷς, εἰσὶ φρένες· ἢν δὲ λαλήσῃς,

### book 420.2

ὡς αἱ τῆς ἥβης οὐ φρένες, ἀλλὰ τρίχες.

### book 421.1.1

Ἂν μὲν ἀπόντα λέγῃς με κακῶς, οὐδὲν ἀδικεῖς με,

### book 421.1.2

ἂν δὲ παρόντα καλῶς, ἴσθι κακῶς με λέγων.

### book 422.1.1

Βήσας, εἰ φρένας εἶχεν, ἀπήγχετο· νῦν δ’ ὑπ’ ἀνοίας

### book 422.1.2

καὶ ζῇ καὶ πλουτεῖ, καὶ μετὰ τὴν πάροδον.

### book 423.1

Βάπτων πάντα, βαφεῦ, καὶ χρωματίοις μεταβάλλων,

### book 423

καὶ πενίην βάψας πλούσιος ἐξεφάνης.

### book 424.1.1

Γαίης ἐκ Γαλατῶν μηδ’ ἄνθεα, ἧς ἀπὸ κόλπων

### book 424.1.2

ἀνθρώποις ὀλέτειραι Ἐρινύες ἐβλάστησαν.

### book 425.1

Γινώσκειν σε θέλω, Πλακιανέ, σαφῶς, ὅτι πᾶσα

### book 425.2

ἔγχαλκος γραῖα πλουσία ἐστὶ σορός.

### book 426.1

Γράμμα περισσὸν ἔχεις τὸ προκείμενον· ἢν ἀφέλῃ τις

### book 426.2

τοῦτό σοι, οἰκεῖον κτήσῃ ἁπλῶς ὄνομα.

### book 427.1.1

Δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴς

### book 427.1.2

ἐξέβαλ’, οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει.

### book 428.1

Εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης·

### book 428

οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.

### book 429.1.1

Ἐν πᾶσιν μεθύουσιν Ἀκίνδυνος ἤθελε νήφειν,

### book 429.1.2

τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος.

### book 430.1.1

Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν,

### book 430.1.2

καὶ τράγος εὐπώγων αἶψ’ ὅλος ἐστὶ Πλάτων.

### book 431.1.1

Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις,

### book 431.1.2

τοῖς ποσί σου τρῶγε καὶ τρέχε τῷ στόματι.

### book 432.1.1

Ἔσβεσε τὸν λύχνον μῶρος ψυλλῶν ὑπὸ πολλῶν

### book 432.1.2

δακνόμενος, λέξας· „Οὐκέτι με βλέπετε.“

### book 433.1

Ζωγράφε, τὰς μορφὰς κλέπτεις μόνον· οὐ δύνασαι δὲ

### book 433

φωνὴν συλῆσαι χρώματι πειθόμενος.

### book 434.1.1

Ἢν ἐσίδῃς κεφαλὴν μαδαρὰν καὶ στέρνα καὶ ὤμους,

### book 434.1.2

μηδὲν ἐρωτήσῃς· μῶρον ὁρᾷς φαλακρόν.

### book 435.1.1

Θαυμάζειν μοι ἔπεισιν, ὅπως Βύτος ἐστὶ σοφιστὴς

### book 435.1.2

οὔτε λόγον κοινὸν οὔτε λογισμὸν ἔχων.

### book 436.1.1

Θᾶττον ἔην λευκοὺς κόρακας πτηνάς τε χελώνας

### book 436.1.2

εὑρεῖν ἢ δόκιμον ῥήτορα Καππαδόκην.

### book 437.1.1

Αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται

### book 437.1.2

Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων.

### book 438.1

Κορινθίῳ † πίστευε καὶ μὴ χρῶ φίλῳ.

### book 439.1

Τὸ μὲν Ἄργος ἵππιον, οἱ δ’ ἐνοικοῦντες λύκοι.

### book 440.1

Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.

### book 441.1

Ὁ Πειραιεὺς κάρυον μέγ’ ἐστὶ καὶ κενόν.

### book 442.1

Τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε

### book 442.2

δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο,

### book 442.3

τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρον

### book 442.4

ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον·

### book 442.5

ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης,

### book 442

εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν.

### book 1.1.1

Ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος·

### book 1.1.2

ὑμῖν δ’, ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ.

### book 1.1.3

εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ,

### book 1.1.4

τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;

### book 2.1.1

Μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς,

### book 2.1.2

μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης,

### book 2.1.3

μηδ’ Ἴτυν ἐν θαλάμοις καὶ ἀηδόνας ἐν πετάλοισιν·

### book 2.1.4

ταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον·

### book 2.5.1

ἀλλ’ ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα

### book 2.5.2

καὶ Βρόμιον· τούτοις δ’ ὀφρύες οὐκ ἔπρεπον.

### book 3.1.1

Τῶν παίδων, Διόδωρε, τὰ προσθέματ’ εἰς τρία πίπτει

### book 3.1.2

σχήματα, καὶ τούτων μάνθαν’ ἐπωνυμίας.

### book 3.1.3

τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε,

### book 3.1.4

κοκκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην·

### book 3.5

τὴν δ’ ἤδη πρὸς χεῖρα σαλευομένην λέγε σαύραν·

### book 3

τὴν δὲ τελειοτέρην οἶδας, ἃ χρή σε καλεῖν.

### book 4.1.1

Ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι· ἔστι δὲ τούτου

### book 4.1.2

χὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος·

### book 4.1.3

χὠ τὰ δὶς ἑπτὰ νέμων γλυκερώτερον ἄνθος Ἐρώτων,

### book 4.1.4

τερπνότερος δ’ ὁ τρίτης πεντάδος ἀρχόμενος·

### book 4.5.1

ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος· ἑβδόματον δὲ

### book 4.5.2

καὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός.

### book 4.5.3

εἰ δ’ ἔτι πρεσβυτέρου τις ἔχει πόθον, οὐκέτι παίζει,

### book 4.5.4

ἀλλ’ ἤδη ζητεῖ „τὸν δ’ ἀπαμειβόμενοσ“.

### book 5.1.1

Τοὺς λευκοὺς ἀγαπῶ, φιλέω δ’ ἅμα τοὺς μελιχρώδεις

### book 5.1.2

καὶ ξανθούς, στέργω δ’ ἔμπαλι τοὺς μέλανας·

### book 5.1.3

οὐδὲ κόρας ξανθὰς παραπέμπομαι· ἀλλὰ περισσῶς

### book 5.1.4

τοὺς μελανοφθάλμους αἰγλοφανεῖς τε φιλῶ.

### book 6.1.1

Πρωκτὸς καὶ χρυσὸς τὴν αὐτὴν ψῆφον ἔχουσιν·

### book 6.1.2

ψηφίζων δ’ ἀφελῶς τοῦτό ποθ’ εὗρον ἐγώ.

### book 7.1.1

Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ οὐδὲ φίλημα

### book 7.1.2

ἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη,

### book 7.1.3

οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικὸς οὐδ’ ἀκέραιον

### book 7.1.4

βλέμμα, διδασκομένη δ’ ἐστὶ κακιοτέρα·

### book 7.5

ψυχροῦνται δ’ ὄπιθεν πᾶσαι· τὸ δὲ μεῖζον ἐκεῖνο,

### book 7

οὐκ ἔστιν, ποῦ θῇς τὴν χέρα πλαζομένην.

### book 8.1.1

Εἶδον ἐγώ τινα παῖδα ἐπανθοπλοκοῦντα κόρυμβον

### book 8.1.2

ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια·

### book 8.1.3

οὐδ’ ἄτρωτα παρῆλθον· ἐπιστὰς δ’ ἥσυχος αὐτῷ

### book 8.1.4

φημί· „Πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;“

### book 8.5.1

μᾶλλον τῶν καλύκων δ’ ἐρυθαίνετο καὶ κατακύψας

### book 8.5.2

φησί· „Μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.“

### book 8.5.3

ὠνοῦμαι προφάσει στεφάνους καὶ οἴκαδ’ ἀπελθὼν

### book 8.5.4

ἐστεφάνωσα θεοὺς κεῖνον ἐπευξάμενος.

### book 9.1.1

Ἄρτι καλός, Διόδωρε, σὺ καὶ φιλέουσι πέπειρος·

### book 9.1.2

ἀλλὰ καὶ ἢν γήμῃς, οὐκ ἀπολειψόμεθα.

### book 10.1.1

Εἰ καί σοι τριχόφοιτος ἐπεσκίρτησεν ἴουλος

### book 10.1.2

καὶ τρυφεραὶ κροτάφων ξανθοφυεῖς ἕλικες,

### book 10.1.3

οὐδ’ οὕτω φεύγω τὸν ἐρώμενον· ἀλλὰ τὸ κάλλος

### book 10.1.4

τούτου, κἂν πώγων, κἂν τρίχες, ἡμέτερον.

### book 11.1.1

Ἐχθὲς ἔχων ἀνὰ νύκτα Φιλόστρατον οὐκ ἐδυνήθην

### book 11.1.2

κείνου—πῶς εἴπω; —πάντα παρασχομένου.

### book 11.1.3

ἀλλ’ ἐμὲ μηκέτ’ ἔχοιτε, φίλοι, φίλον, ἀλλ’ ἀπὸ πύργου

### book 11.1.4

ῥίψατ’, ἐπεὶ λίην Ἀστυάναξ γέγονα.

### book 12.1

Ἄρτι γενειάζων ὁ καλὸς καὶ στερρὸς ἐρασταῖς

### book 12

παιδὸς ἐρᾷ Λάδων. σύντομος ἡ Νέμεσις.

### book 13.1.1

Ἰητροὺς εὗρόν ποτ’ ἐγὼ λείους δυσέρωτας

### book 13.1.2

τρίβοντας φυσικῆς φάρμακον ἀντιδότου.

### book 13.1.3

οἱ δέ γε φωραθέντες „Ἔχ’ ἡσυχίην“ ἐδέοντο·

### book 13.1.4

κἀγὼ ἔφην· „Σιγῶ, καὶ θεραπεύσετ’ ἐμέ.“

### book 14.1.1

Δημόφιλος τοιοῖσδε φιλήμασιν εἰ πρὸς ἐραστὰς

### book 14.1.2

χρήσεται ἀκμαίην, Κύπρι, καθ’ ἡλικίην,

### book 14.1.3

ὡς ἐμὲ νῦν ἐφίλησεν ὁ νήπιος, οὐκέτι νύκτωρ

### book 14.1.4

ἥσυχα τῇ κείνου μητρὶ μενεῖ πρόθυρα.

### book 15.1.1

Εἰ Γραφικοῦ πυγαῖα σανὶς δέδαχ’ ἐν βαλανείῳ,

### book 15.1.2

ἄνθρωπος τί πάθω; καὶ ξύλον αἰσθάνεται.

### book 16.1.1

Μὴ κρύπτῃς τὸν ἔρωτα, Φιλόκρατες· αὐτὸς ὁ δαίμων

### book 16.1.2

λακτίζειν κραδίην ἡμετέρην ἱκανός·

### book 16.1.3

ἀλλ’ ἱλαροῦ μετάδος τι φιλήματος. ἔσθ’ ὅτε καὶ σὺ

### book 16.1.4

αἰτήσεις τοιάνδ’ ἐξ ἑτέρων χάριτα.

### book 17.1.1

Οὔ μοι θῆλυς ἔρως ἐγκάρδιος, ἀλλά με πυρσοὶ

### book 17.1.2

ἄρσενος ἀσβέστῳ θῆκαν ἐπ’ ἀνθρακιῇ.

### book 17.1.3

πλειότερον τόδε θάλπος· ὅσῳ δυνατώτερος ἄρσην

### book 17

θηλυτέρης, τόσσῳ χὠ πόθος ὀξύτερος.

### book 18.1.1

Τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος· οὔτε γὰρ ἔρξαι

### book 18.1.2

εὐμαρὲς οὔτ’ εἰπεῖν ἐστί τι νόσφι πόθων.

### book 18.1.3

καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς· εἰ δ’ ἐσίδοιμι

### book 18.1.4

Ξεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος.

### book 18.5.1

τοὔνεκεν οὐ φεύγειν γλυκὺν Ἵμερον, ἀλλὰ διώκειν

### book 18.5.2

πᾶσι λέγω. ψυχῆς ἐστιν Ἔρως ἀκόνη.

### book 19.1.1

Οὐ δύναμαί σε θέλων θέσθαι φίλον· οὔτε γὰρ αἰτεῖς

### book 19.1.2

οὔτ’ αἰτοῦντι δίδως οὔθ’, ἃ δίδωμι, δέχῃ.

### book 20.1.1

Ὁ Ζεὺς Αἰθιόπων πάλι τέρπεται εἰλαπίναισιν

### book 20.1.2

ἢ χρυσὸς Δανάης εἵρπυσεν εἰς θαλάμους·

### book 20.1.3

θαῦμα γάρ, εἰ Περίανδρον ἰδὼν οὐχ ἥρπασε γαίης

### book 20.1.4

τὸν καλόν. ἢ φιλόπαις οὐκέτι νῦν ὁ θεός;

### book 21.1.1

Κλέψομεν ἄχρι τίνος τὰ φιλήματα καὶ τὰ λαθραῖα

### book 21.1.2

νεύσομεν ἀλλήλοις ὄμμασι φειδομένοις;

### book 21.1.3

μέχρι τίνος δ’ ἀτέλεστα λαλήσομεν, ἀμβολίαισι

### book 21.1.4

ζευγνύντες κενεὰς ἔμπαλιν ἀμβολίας;

### book 21.5

μέλλοντες τὸ καλὸν δαπανήσομεν· ἀλλὰ πρὶν ἐλθεῖν

### book 21

τὰς φθονεράς, Φείδων, θῶμεν ἐπ’ ἔργα λόγοις.

### book 22.1.1

Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ,

### book 22.1.2

Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ’ ἐτέων,

### book 22.1.3

αὐτὰ τὰ καίρι’ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων

### book 22.1.4

πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας

### book 22.5.1

καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι

### book 22.5.2

χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον.

### book 22.5.3

καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ’ ἀγρυπνήσω

### book 22.5.4

πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν.

### book 23.1.1

Ἠγρεύθην ὁ πρόσθεν ἐγώ ποτε τοῖς δυσέρωσι

### book 23.1.2

κώμοις ἠιθέων πολλάκις ἐγγελάσας·

### book 23.1.3

καί μ’ ἐπὶ σοῖς ὁ πτανὸς Ἔρως προθύροισι, Μυΐσκε,

### book 23.1.4

στῆσεν ἐπιγράψας· „Σκῦλ’ ἀπὸ Σωφροσύνης.“

### book 24.1.1

Εἴ μοι χαρτὸς ἐμὸς Πολέμων καὶ σῶος ἀνέλθοι,

### book 24.1.2

οἷος ἄ〈ρ’ ἦν, Δήλου〉 κοίρανε, πεμπόμενος,

### book 24.1.3

ῥέξειν οὐκ ἀπόφημι τὸν ὀρθροβόην παρὰ βωμοῖς

### book 24.1.4

ὄρνιν, ὃν εὐχωλαῖς ὡμολόγησα τεαῖς·

### book 24.5.1

εἰ δέ τι τῶν ὄντων τότε οἱ πλέον ἢ καὶ ἔλασσον

### book 24.5.2

ἔλθοι ἔχων, λέλυται τοὐμὸν ὑποσχέσιον.

### book 24.5.3

ἦλθε δὲ σὺν πώγωνι· τόδ’ εἰ φίλον αὐτὸς ἑαυτῷ

### book 24

εὔξατο, τὴν θυσίην πρᾶσσε τὸν εὐξάμενον.

### book 25.1.1

Σῶόν μοι Πολέμωνα μολεῖν, ὅτ’ ἔπεμπον, Ἀπόλλω

### book 25.1.2

ᾐτούμην, θυσίην ὄρνιν ὑποσχόμενος.

### book 25.1.3

ἦλθε δέ μοι Πολέμων λάσιος γένυν. οὐ μὰ σέ, Φοῖβε,

### book 25.1.4

ἦλθεν ἐμοί, πικρῷ δ’ ἐξέφυγέν με τάχει.

### book 25.5.1

οὐκέτι σοι θύω τὸν ἀλέκτορα· μή με σοφίζου,

### book 25.5.2

κωφήν μοι σταχύων ἀντιδιδοὺς καλάμην.

### book 26.1.1

Εἴ μοι σῳζόμενος Πολέμων, ὃν ἔπεμπον, ἀνέλθοι,

### book 26.1.2

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 26.1.3

νῦν δ’ αὑτῷ Πολέμων ἀνασῴζεται—οὐκ ἀπαφήσεις,

### book 26.1.4

Φοῖβε—, δασὺς δ’ ἥκων οὐκέτι σῶος ἐμοί.

### book 26.5.1

αὐτὸς ἴσως σκιάσαι γένυν εὔξατο· θυέτω αὐτὸς

### book 26.5.2

ἀντία ταῖσιν ἐμαῖς ἐλπίσιν εὐξάμενος.

### book 27.1.1

Σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς,

### book 27.1.2

ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος·

### book 27.1.3

οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις,

### book 27.1.4

τοιούτου τλήμων εἵνεκεν εὐξάμενος.

### book 27.5.1

οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν,

### book 27.5.2

ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων.

### book 28.1

Κῦρος κύριός ἐστι. τί μοι μέλει, εἰ παρὰ γράμμα;

### book 28

οὐκ ἀναγινώσκω τὸν καλόν, ἀλλὰ βλέπω.

### book 29.1.1

Πρώταρχος καλός ἐστι καὶ οὐ θέλει, ἀλλὰ θελήσει

### book 29.1.2

ὕστερον· ἡ δ’ ὥρη λαμπάδ’ ἔχουσα τρέχει.

### book 30.1.1

Ἡ κνήμη, Νίκανδρε, δασύνεται· ἀλλὰ φύλαξαι,

### book 30.1.2

μή σε καὶ ἡ πυγὴ ταὐτὸ παθοῦσα λάθῃ·

### book 30.1.3

καὶ γνώσῃ, φιλέοντος ὅση σπάνις. ἀλλ’ ἔτι καὶ νῦν

### book 30.1.4

τῆς ἀμετακλήτου φρόντισον ἡλικίης.

### book 31.1.1

Ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος, ᾧ σεσάλευμαι,

### book 31.1.2

Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος·

### book 31.1.3

ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ,

### book 31.1.4

καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην.

### book 31.5.1

ἀλλ’ ὅτε 〈σοι〉 σπινθῆρος ἔτ’ ἴχνια βαιὰ λέλειπται,

### book 31.5.2

φειδωλὴν ἀπόθου· Καιρὸς ἔρωτι φίλος.

### book 32.1.1

Μέμνῃ που, μέμνῃ, ὅτε τοι ἔπος ἱερὸν εἶπον·

### book 32.1.2

Ὥρη κάλλιστον, χὤρη ἐλαφρότατον·

### book 32.1.3

ὥρην οὐδ’ ὁ τάχιστος ἐν αἰθέρι παρσύθη ὄρνις·

### book 32

νῦν, ἴδε, πάντ’ ἐπὶ γῆς ἄνθεα σεῦ κέχυται.

### book 33.1.1

Ἦν καλὸς Ἡράκλειτος, ὅτ’ ἦν ποτε· νῦν δὲ παρ’ ἥβην

### book 33.1.2

κηρύσσει πόλεμον δέρρις ὀπισθοβάταις·

### book 33.1.3

ἀλλά, Πολυξενίδη, τάδ’ ὁρῶν μὴ γαῦρα φρυάσσου·

### book 33.1.4

ἔστι καὶ ἐν γλουτοῖς φυομένη Νέμεσις.

### book 34.1.1

Πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν,

### book 34.1.2

πάντων ἀνθρώπων τὸν μακαριστότατον.

### book 34.1.3

εἷς αὐτοῦ κατέκειθ’ ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον,

### book 34.1.4

εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου·

### book 34.5.1

ἦ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸν

### book 34.5.2

φημί· „Σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;“

### book 35.1.1

Χαῖρέ ποτ’ οὐκ εἰπόντα προσεῖπέ τις. ἀλλ’ ὁ περισσὸς

### book 35.1.2

κάλλεϊ νῦν Δάμων οὐδὲ τὸ χαῖρε λέγει;

### book 35.1.3

ἥξει τις τούτου χρόνος ἔκδικος· εἶτα δασυνθεὶς

### book 35.1.4

ἄρξει χαῖρε λέγειν οὐκ ἀποκρινομένοις.

### book 36.1.1

Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος

### book 36.1.2

ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος·

### book 36.1.3

εἶτα λέγεις· „Ἥδιον ἐμοὶ τόδε.“ καὶ τίς ἂν εἴποι

### book 36

κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;

### book 37.1.1

Πυγὴν Σωσάρχοιο διέπλασεν Ἀμφιπολίτεω

### book 37.1.2

μυελίνην παίζων ὁ βροτολοιγὸς Ἔρως,

### book 37.1.3

Ζῆνα θέλων ἐρεθίξαι, ὁθούνεκα τῶν Γανυμήδους

### book 37.1.4

μηρῶν οἱ τούτου πουλὺ μελιχρότεροι.

### book 38.1.1

Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον,

### book 38.1.2

ὦ πυγά· κνώσσειν δ’ οὐδὲ γέροντας ἐᾷς.

### book 38.1.3

λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τὺ καὶ τίνα παίδων

### book 38.1.4

κοσμεῖς; ἁ πυγὰ δ’ εἶπε· „Μενεκράτεος.“

### book 39.1.1

Ἐσβέσθη Νίκανδρος, ἀπέπτατο πᾶν ἀπὸ χροιῆς

### book 39.1.2

ἄνθος, καὶ χαρίτων λοιπὸν ἔτ’ οὐδ’ ὄνομα,

### book 39.1.3

ὃν πρὶν ἐν ἀθανάτοις ἐνομίζομεν. ἀλλὰ φρονεῖτε

### book 39.1.4

μηδὲν ὑπὲρ θνητούς, ὦ νέοι· εἰσὶ τρίχες.

### book 40.1.1

Μὴ ’κδύσῃς, ἄνθρωπε, τὸ χλαινίον, ἀλλὰ θεώρει

### book 40.1.2

οὕτως ἀκρολίθου κἀμὲ τρόπον ξοάνου.

### book 40.1.3

γυμνὴν Ἀντιφίλου ζητῶν χάριν, ὡς ἐπ’ ἀκάνθαις

### book 40.1.4

εὑρήσεις ῥοδέαν φυομένην κάλυκα.

### book 41.1.1

Οὐκέτι μοι Θήρων γράφεται καλὸς οὐδ’ ὁ πυραυγὴς

### book 41.1.2

πρίν ποτε, νῦν δ’ ἤδη δαλὸς Ἀπολλόδοτος.

### book 41.1.3

στέργω θῆλυν ἔρωτα· δασυτρώγλων δὲ πίεσμα

### book 41

λασταύρων μελέτω ποιμέσιν αἰγοβάταις.

### book 42.1.1

Βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξεις,

### book 42.1.2

παιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ,

### book 42.1.3

καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν· ἢν δ’ ἁλιεύῃ

### book 42.1.4

ὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον,

### book 42.5.1

ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον· οὐδὲ γὰρ αἰδὼς

### book 42.5.2

οὐδ’ ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται.

### book 43.1.1

Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ

### book 43.1.2

χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·

### book 43.1.3

μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδ’ ἀπὸ κρήνης

### book 43.1.4

πίνω· σικχαίνω πάντα τὰ δημόσια.

### book 43.5.1

Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν

### book 43.5.2

τοῦτο σαφῶς, ἠχώ φησί τις· „Ἄλλος ἔχει.“

### book 44.1.1

Ἦν ὅτε παῖδας ἔπειθε πάλαι ποτὲ δῶρα φιλεῦντας

### book 44.1.2

ὄρτυξ καὶ ῥαπτὴ σφαῖρα καὶ ἀστράγαλοι·

### book 44.1.3

νῦν δὲ λοπὰς καὶ κέρμα· τὰ παίγνια δ’ οὐδὲν ἐκεῖνα

### book 44.1.4

ἰσχύει. ζητεῖτ’ ἄλλο τι, παιδοφίλαι.

### book 45.1.1

Ναὶ ναὶ βάλλετ’, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς

### book 45.1.2

κεῖμαι. μὴ φείσησθ’, ἄφρονες· ἢν γὰρ ἐμὲ

### book 45.1.3

νικήσητ’, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε

### book 45

τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης.

### book 46.1.1

Οὐκ εἴμ’ οὐδ’ ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν.

### book 46.1.2

Ὤρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε;

### book 46.1.3

ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες,

### book 46.1.4

ὡς τὸ πάρος παίξεσθ’ ἄφρονες ἀστραγάλοις.

### book 47.1.1

Ματρὸς ἔτ’ ἐν κόλποισιν ὁ νήπιος ὀρθρινὰ παίζων

### book 47.1.2

ἀστραγάλοις τοὐμὸν πνεῦμ’ ἐκύβευσεν Ἔρως.

### book 48.1.1

Κεῖμαι· λὰξ ἐπίβαινε κατ’ αὐχένος, ἄγριε δαῖμον.

### book 48.1.2

οἶδά σε, ναὶ μὰ θεούς, καὶ βαρὺν ὄντα φέρειν·

### book 48.1.3

οἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δ’ ἐπ’ ἐμὴν φρένα πυρσούς,

### book 48.1.4

οὐ φλέξεις ἤδη· πᾶσα γάρ ἐστι τέφρη.

### book 49.1.1

Ζωροπότει, δύσερως, καὶ σεῦ φλόγα τὰν φιλόπαιδα

### book 49.1.2

κοιμάσει λάθας δωροδότας Βρόμιος·

### book 49.1.3

ζωροπότει καὶ πλῆρες ἀφυσσάμενος σκύφος οἴνας

### book 49

ἔκκρουσον στυγερὰν ἐκ κραδίας ὀδύναν.

### book 50.1.1

Πῖν’, Ἀσκληπιάδη. τί τὰ δάκρυα ταῦτα; τί πάσχεις;

### book 50.1.2

οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,

### book 50.1.3

οὐδ’ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς

### book 50.1.4

πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;

### book 50.5.1

πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς.

### book 50.5.2

ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;

### book 50.5.3

πίνομεν· οὐ γὰρ ἔρως· μετά τοι χρόνον οὐκέτι πουλύν,

### book 50.5.4

σχέτλιε, τὴν μακρὰν νύκτ’ ἀναπαυσόμεθα.

### book 51.1.1

Ἔγχει καὶ πάλιν εἰπέ· „Διοκλέοσ“. οὐδ’ Ἀχελῷος

### book 51.1.2

κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.

### book 51.1.3

καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ

### book 51.1.4

φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.

### book 52.1.1

Οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες,

### book 52.1.2

ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον.

### book 52.1.3

τρὶς μάκαρες νᾶες, τρὶς δ’ ὄλβια κύματα πόντου,

### book 52.1.4

τετράκι δ’ εὐδαίμων παιδοφορῶν ἄνεμος.

### book 52.5

εἴθ’ εἴην δελφίς, ἵν’ ἐμοῖς βαστακτὸς ἐπ’ ὤμοις

### book 52

πορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον.

### book 53.1.1

Εὔφορτοι νᾶες πελαγίτιδες, αἳ πόρον Ἕλλης

### book 53.1.2

πλεῖτε, καλὸν κόλποις δεξάμεναι Βορέην,

### book 53.1.3

ἤν που ἐπ’ ἠιόνων Κῴαν κατὰ νᾶσον ἴδητε

### book 53.1.4

Φανίον εἰς χαροπὸν δερκομέναν πέλαγος,

### book 53.5.1

τοῦτ’ ἔπος ἀγγείλαιτε· „Καλὴ νυέ, σός με κομίζει

### book 53.5.2

ἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον.“

### book 53.5.3

εἰ γὰρ τοῦτ’ εἴποιτ’, εὐάγγελοι, αὐτίκα καὶ Ζεὺς

### book 53.5.4

οὔριος ὑμετέρας πνεύσεται εἰς ὀθόνας.

### book 54.1.1

Ἀρνεῖται τὸν Ἔρωτα τεκεῖν ἡ Κύπρις, ἰδοῦσα

### book 54.1.2

ἄλλον ἐν ἠιθέοις Ἵμερον Ἀντίοχον.

### book 54.1.3

ἀλλά, νέοι, στέργοιτε νέον Πόθον· ἦ γὰρ ὁ κοῦρος

### book 54.1.4

εἴρηται κρείσσων οὗτος Ἔρωτος Ἔρως.

### book 55.1.1

Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου,

### book 55.1.2

κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων·

### book 55.1.3

Κεκροπίαν δ’ Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος,

### book 55.1.4

ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως.

### book 55.5

ἡ δ’ ἀνὰ κῦμ’ ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνη

### book 55

νῦν κάλλει δούλην Ἑλλάδ’ ὑπηγάγετο.

### book 56.1.1

Εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυς’ Ἔρωτος

### book 56.1.2

Πραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος·

### book 56.1.3

νῦν δ’ ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα

### book 56.1.4

αὑτὸν ἀπεικονίσας ἔπλασε Πραξιτέλην,

### book 56.5.1

ὄφρ’ ὁ μὲν ἐν θνατοῖς, ὁ δ’ ἐν αἰθέρι φίλτρα βραβεύῃ

### book 56.5.2

γῆς θ’ ἅμα καὶ μακάρων σκηπτροφορῶσι Πόθοι.

### book 56.5.3

ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδα

### book 56.5.4

καινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα.

### book 57.1.1

Πραξιτέλης, ὁ πάλαι ζωογλύφος, ἁβρὸν ἄγαλμα

### book 57.1.2

ἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον

### book 57.1.3

πέτρον ἐνειδοφορῶν· ὁ δὲ νῦν ἔμψυχα μαγεύων

### book 57.1.4

τὸν τριπανοῦργον Ἔρωτ’ ἔπλασεν ἐν κραδίᾳ.

### book 57.5.1

ἦ τάχα τοὔνομ’ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσσω

### book 57.5.2

οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας.

### book 57.5.3

ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσας

### book 57.5.4

ἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.

### book 58.1.1

Ἦ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις

### book 58.1.2

αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον.

### book 58.1.3

τόσσον δ’ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις

### book 58

ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.

### book 59.1.1

Ἁβρούς, ναὶ τὸν Ἔρωτα, τρέφει Τύρος· ἀλλὰ Μυΐσκος

### book 59.1.2

ἔσβεσεν ἐκλάμψας ἀστέρας ἠέλιος.

### book 60.1.1

Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθ’ ὁρῶ· ἢν δὲ τὰ πάντα

### book 60.1.2

βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.

### book 61.1.1

Ἄθρει· μὴ διὰ παντὸς ὅλαν κατάτηκ’, Ἀρίβαζε,

### book 61.1.2

τὰν Κνίδον· ἁ πέτρα θρυπτομένα φέρεται.

### book 62.1

Ματέρες αἱ Περσῶν, καλὰ μὲν καλὰ τέκνα τέκεσθε,

### book 62.2

ἀλλ’ Ἀρίβαζος ἐμοὶ κάλλιον ἢ τὸ καλόν.

### book 63.1.1

Σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτ’ ἔπος αὐδᾷ·

### book 63.1.2

„Καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον.“

### book 63.1.3

ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ·

### book 63.1.4

„Καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον.“

### book 63.5

δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπ’ ὄσσων

### book 63

λαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ.

### book 64.1.1

Ζεύς, Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷα

### book 64.1.2

Κύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ·

### book 64.1.3

μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶς

### book 64.1.4

μάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου.

### book 64.5.1

εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον,

### book 64.5.2

νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην.

### book 65.1.1

Εἰ Ζεὺς κεῖνος ἔτ’ ἐστὶν ὁ καὶ Γανυμήδεος ἀκμὴν

### book 65.1.2

ἁρπάξας, ἵν’ ἔχῃ νέκταρος οἰνοχόον,

### book 65.1.3

κἠμοὶ τὸν καλόν ἐστιν 〈ἐνὶ〉 σπλάγχνοισι Μυΐσκον

### book 65.1.4

κρύπτειν, μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας.

### book 66.1.1

Κρίνατ’, Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶς

### book 66.1.2

ἀθανάτων, ἐχέτω· Ζανὶ γὰρ οὐ μάχομαι.

### book 66.1.3

εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατ’, Ἔρωτες,

### book 66.1.4

Δωρόθεος τίνος ἦν καὶ τίνι νῦν δέδοται.

### book 66.5.1

ἐν φανερῷ φωνεῦσιν, ἐμὴ χάρις. „ἀλλ’ ἀποχώρει,

### book 66.5.2

μηκέτι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.“

### book 67.1.1

Τὸν καλὸν οὐχ ὁρόω Διονύσιον. ἆρά γ’ ἀναρθείς,

### book 67.1.2

Ζεῦ πάτερ, 〈ἀθανάτοισ〉 δεύτερος οἰνοχοεῖ;

### book 67.1.3

αἰετέ, τὸν χαρίεντα ποτὶ πτερὰ πυκνὰ τινάξας

### book 67

πῶς ἔφερες; μή που κνίσματ’ ὄνυξιν ἔχει;

### book 68.1.1

Οὐκ ἐθέλω Χαρίδαμον· ὁ γὰρ καλὸς εἰς Δία λεύσσει,

### book 68.1.2

ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν·

### book 68.1.3

οὐκ ἐθέλω. τί δέ μοι τὸν ἐπουρανίων βασιλῆα

### book 68.1.4

ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν;

### book 68.5.1

ἀρκοῦμαι δ’, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον

### book 68.5.2

ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ,

### book 68.5.3

μναμόσυνον στοργῆς· γλυκὺ δ’ ὄμμασι νεῦμα δίυγρον

### book 68.5.4

δοίη, καί τι φίλημ’ ἁρπάσαι ἀκροθιγές.

### book 68.5.5

τἆλλα δὲ πάντ’ ἐχέτω Ζεύς, ὡς θέμις· εἰ δ’ ἐθελήσοι,

### book 68.10

ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας.

### book 69.1.1

Ζεῦ, προτέρω τέρπευ Γανυμήδεϊ· τὸν δ’ ἐμόν, ὦναξ,

### book 69.1.2

Δέξανδρον δέρκευ τηλόθεν· οὐ φθονέω.

### book 69.1.3

εἰ δὲ βίῃ τὸν καλὸν ἀποίσεαι, οὐκέτ’ ἀνεκτῶς

### book 69.1.4

δεσπόζεις· ἀπίτω καὶ τὸ βιοῦν ἐπὶ σεῦ.

### book 70.1.1

Στήσομ’ ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἰ σέ, Μυΐσκε,

### book 70.1.2

ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον.

### book 70.1.3

καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδ’ ἔλεξε· „Τί ταρβεῖς;

### book 70.1.4

οὔ σε βαλῶ ζήλοις· οἶδα παθὼν ἐλεεῖν.“

### book 70.5

χὠ μὲν δὴ τάδε φησίν· ἐγὼ δ’, ἢν μυῖα παραπτῇ,

### book 70

ταρβῶ, μὴ ψεύστης Ζεὺς ἐπ’ ἐμοὶ γέγονεν.

### book 71.1.1

Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν

### book 71.1.2

ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας;

### book 71.1.3

ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων

### book 71.1.4

οὑμὸς ἔχει, χαλεπῇ δ’ ἤντεο θευμορίῃ;

### book 71.5.1

ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν

### book 71.5.2

τὸν καλόν, ὦ μόχθηρ’, ἔβλεπες ἀμφοτέροις.

### book 72.1.1

Ἤδη μὲν γλυκὺς ὄρθρος· ὁ δ’ ἐν προθύροισιν ἄυπνος

### book 72.1.2

Δᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι,

### book 72.1.3

σχέτλιος, Ἡράκλειτον ἰδών· ἔστη γὰρ ὑπ’ αὐγὰς

### book 72.1.4

ὀφθαλμῶν βληθεὶς κηρὸς ἐς ἀνθρακιήν.

### book 72.5.1

ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε· καὐτὸς Ἔρωτος

### book 72.5.2

ἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω.

### book 73.1.1

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’

### book 73.1.2

εἴτ’ Ἔρος εἴτ’ Ἀίδης ἥρπασε· πλὴν ἀφανές.

### book 73.1.3

ἦ ῥά τιν’ ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον

### book 73.1.4

πολλάκι· „Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.“

### book 73.5

οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος

### book 73

κείνη καὶ δύσερως οἶδ’ ὅτι που στρέφεται.

### book 74.1.1

Ἤν τι πάθω, Κλεόβουλε, —τὸ γὰρ πλέον ἐν πυρὶ παίδων

### book 74.1.2

βαλλόμενος κεῖμαι λείψανον ἐν σποδιῇ—

### book 74.1.3

λίσσομαι, ἀκρήτῳ μέθυσον, πρὶν ὑπὸ χθόνα θέσθαι,

### book 74.1.4

κάλπιν ἐπιγράψας· „Δῶρον Ἔρως Ἀίδῃ.“

### book 75.1.1

Εἰ πτερά σοι προσέκειτο καὶ ἐν χερὶ τόξα καὶ ἰοί,

### book 75.1.2

οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.

### book 76.1.1

Εἰ μὴ τόξον Ἔρως μηδὲ πτερὰ μηδὲ φαρέτραν

### book 76.1.2

μηδὲ πυριβλήτους εἶχε πόθων ἀκίδας,

### book 76.1.3

οὐκ, αὐτὸν τὸν πτανὸν ἐπόμνυμαι, οὔποτ’ ἂν ἔγνως

### book 76.1.4

ἐκ μορφᾶς, τίς ἔφυ Ζωίλος ἢ τίς Ἔρως.

### book 77.1.1

Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπ’ ὤμων

### book 77.1.2

τείνοιτ’ ἀργυρέων ἰοδόκος φαρέτρη

### book 77.1.3

καὶ σταίης παρ’ Ἔρωτα, φίλ’ Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,

### book 77

οὐδ’ αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν.

### book 78.1.1

Εἰ χλαμύδ’ εἶχεν Ἔρως καὶ μὴ πτερὰ μηδ’ ἐπὶ νώτων

### book 78.1.2

τόξα τε καὶ φαρέτραν, ἀλλ’ ἐφόρει πέτασον,

### book 78.1.3

ναίχι τὸν ἁβρὸν ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲν

### book 78.1.4

ἦν ἂν Ἔρως, ὁ δ’ Ἔρως τἄμπαλιν Ἀντίοχος.

### book 79.1.1

Ἀντίπατρός μ’ ἐφίλης’ ἤδη λήγοντος ἔρωτος,

### book 79.1.2

καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης·

### book 79.1.3

δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες,

### book 79.1.4

φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος.

### book 80.1.1

Ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος

### book 80.1.2

τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται;

### book 80.1.3

μή, μή, πρός σε Διός, μή, πρὸς Διός, ὦ φιλάβουλε,

### book 80.1.4

κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον.

### book 80.5.1

αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν

### book 80.5.2

λήψετ’ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.

### book 81.1.1

Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδα

### book 81.1.2

οἴδατε τοῦ πικροῦ γευσάμενοι μέλιτος,

### book 81.1.3

ψυχρὸν ὕδωρ, λίτομαι, ψυχρόν, τάχος, ἄρτι τακείσης

### book 81.1.4

ἐκ χιόνος τῇ ’μῇ χεῖτε περὶ κραδίῃ·

### book 81.5

ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλ’, ὁμόδουλοι,

### book 81

πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπ’ ἐμεῦ σβέσατε.

### book 82.1.1

Ἔσπευδον τὸν Ἔρωτα φυγεῖν· ὁ δὲ βαιὸν ἀνάψας

### book 82.1.2

φανίον ἐκ τέφρης εὗρέ με κρυπτόμενον·

### book 82.1.3

κυκλώσας δ’ οὐ τόξα, χερὸς δ’ ἀκρώνυχα δισσά,

### book 82.1.4

κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν·

### book 82.5.1

ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέλλος

### book 82.5.2

λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον, ἐν κραδίᾳ.

### book 83.1.1

Οὔ μ’ ἔτρωσεν Ἔρως τόξοις, οὐ λαμπάδ’ ἀνάψας,

### book 83.1.2

ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ·

### book 83.1.3

σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲς

### book 83.1.4

φανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλεν·

### book 83.5.1

ἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθη

### book 83.5.2

πῦρ ψυχῆς τῇ ’μῇ καιόμενον κραδίᾳ.

### book 84.1.1

Ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν

### book 84.1.2

ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον

### book 84.1.3

ἕλκει τῇδ’ ὁ βίαιος Ἔρως· φλόγα δ’ οἷα προφαίνων

### book 84.1.4

παιδὸς ἀπαστράπτει κάλλος ἐραστὸν ἰδεῖν.

### book 84.5.1

βαίνω δ’ ἴχνος ἐπ’ ἴχνος, ἐν ἀέρι δ’ ἡδὺ τυπωθὲν

### book 84.5.2

εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ.

### book 84.5.3

ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα πουλύ τι κείνης

### book 84

πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος;

### book 85.1.1

Οἰνοπόται, δέξασθε τὸν ἐκ πελάγευς ἅμα πόντον

### book 85.1.2

καὶ κλῶπας προφυγόντ’, ἐν χθονὶ δ’ ὀλλύμενον.

### book 85.1.3

ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντ’ ἐπὶ γαῖαν

### book 85.1.4

ἀγρεύσας ἕλκει τῇδ’ ὁ βίαιος Ἔρως,

### book 85.5.1

ἐνθάδ’ ὅπου τὸν παῖδα διαστείχοντ’ ἐνόησα·

### book 85.5.2

αὐτομάτοις δ’ ἄκων ποσσὶ ταχὺς φέρομαι.

### book 85.5.3

κωμάζω δ’ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.

### book 85.5.4

ἀλλὰ φίλῳ, ξεῖνοι, βαιὸν ἐπαρκέσατε,

### book 85.5.5

ἀρκέσατ’, ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος

### book 85.10

δέξασθ’ ὀλλύμενον τὸν φιλίας ἱκέτην.

### book 86.1.1

Ἁ Κύπρις θήλεια γυναικομανῆ φλόγα βάλλει,

### book 86.1.2

ἄρσενα δ’ αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ.

### book 86.1.3

ποῖ ῥέψω; ποτὶ παῖδ’ ἢ ματέρα; φαμὶ δὲ καὐτὰν

### book 86.1.4

Κύπριν ἐρεῖν· „Νικᾷ τὸ θρασὺ παιδάριον.“

### book 87.1.1

Τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλά τιν’ αἰεὶ

### book 87.1.2

δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ.

### book 87.1.3

ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων

### book 87.1.4

Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους.

### book 87.5

οὐ μούνοις δ’ ἐπὶ τοῖσι δεδόρκαμεν, ἀλλ’ ἐπιπάντων

### book 87

ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.

### book 88.1.1

Δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες,

### book 88.1.2

Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις·

### book 88.1.3

ᾗ μὲν ἐπ’ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι

### book 88.1.4

ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος.

### book 88.5.1

τμήξατ’, ἐμοὶ τοῦθ’ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην

### book 88.5.2

νειμάμενοι κλήρῳ τἀμὰ φέρεσθε μέλη.

### book 89.1.1

Κύπρι, τί μοι τρισσοὺς ἐφ’ ἕνα σκοπὸν ἤλασας ἰούς,

### book 89.1.2

ἐν δὲ μιῇ ψυχῇ τρισσὰ πέπηγε βέλη;

### book 89.1.3

καὶ τῇ μὲν φλέγομαι, τῇ δ’ ἕλκομαι· ᾗ δ’ ἀπονεύσω,

### book 89.1.4

διστάζω, λάβρῳ δ’ ἐν πυρὶ πᾶς φλέγομαι.

### book 90.1.1

Οὐκέτ’ ἐρῶ. πεπάλαικα πόθοις τρισίν· εἷς μὲν ἑταίρης,

### book 90.1.2

εἷς δέ με παρθενικῆς, εἷς δέ μ’ ἔκαυσε νέου·

### book 90.1.3

καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μὲν ἑταίρης

### book 90.1.4

πείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας·

### book 90.5.1

ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος

### book 90.5.2

ἕν, τὸ ποθεινότατον, παιδὶ φίλημα διδούς.

### book 90.5.3

οἴμοι, πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου

### book 90

βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον.

### book 91.1.1

Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰ

### book 91.1.2

ὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι,

### book 91.1.3

εἴδετε τὸν χρυσέαισι περίσκεπτον Χαρίτεσσιν

### book 91.1.4

Ἀντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων.

### book 91.5.1

ἀρκείτω. τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸν

### book 91.5.2

Στασικράτη, Παφίης ἔρνος ἰοστεφάνου;

### book 91.5.3

καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτ’ ἤδη·

### book 91.5.4

οἱ δύο γὰρ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν;

### book 92.1.1

Ὦ προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷ

### book 92.1.2

Κύπριδος, ὀφθαλμοί, βλέμματα χριόμενοι,

### book 92.1.3

ἡρπάσατ’ ἄλλον Ἔρωτ’, ἄρνες λύκον, οἷα κορώνη

### book 92.1.4

σκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον.

### book 92.5.1

δρᾶθ’, ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτε

### book 92.5.2

δάκρυα, πρὸς δ’ Ἱκέτην αὐτομολεῖτε τάχος;

### book 92.5.3

ὀπτᾶσθ’ ἐν κάλλει, τύφεσθ’ ὑποκαόμενοι νῦν,

### book 92.5.4

ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως.

### book 93.1.1

Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα

### book 93.1.2

ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται.

### book 93.1.3

τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς

### book 93.1.4

ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον·

### book 93.5.1

τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ’ ὕψος

### book 93.5.2

οὐ μέγας, οὐρανίη δ’ ἀμφιτέθηλε χάρις·

### book 93.5.3

ἢν δ’ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα

### book 93.1

κινήσεις, ἀλύτῳ δ’ ὡς ἀδάμαντι μένεις

### book 93.2

ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει

### book 93.10.1

κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.

### book 93.10.2

χαίρετε, καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε

### book 93.10.3

ἥβην καὶ λευκὴν ἀμφιέσαισθε κόμην.

### book 94.1.1

Τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δ’ Ἡράκλειτος,

### book 94.1.2

ἡδυεπὴς δὲ Δίων, ὀσφύι δ’ Οὐλιάδης.

### book 94.1.3

ἀλλὰ σὺ μὲν ψαύοις ἁπαλόχροος, ᾧ δέ, Φιλόκλεις,

### book 94.1.4

ἔμβλεπε, τῷ δὲ λάλει, τὸν δὲ ... τὸ λειπόμενον,

### book 94.5.1

ὡς γνῷς, οἷος ἐμὸς νόος ἄφθονος· ἢν δὲ Μυΐσκῳ

### book 94.5.2

λίχνος ἐπιβλέψῃς, μηκέτ’ ἴδοις τὸ καλόν.

### book 95.1.1

Εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους

### book 95.1.2

Πειθὼ καὶ κάλλευς ἀνθολόγοι Χάριτες,

### book 95.1.3

ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοι

### book 95.1.4

Δωρόθεος, κείσθω δ’ εἰς γόνυ Καλλικράτης,

### book 95.5.1

ἰαίνοι δὲ Δίων τόδ’ ἐύστοχον ἐν χερὶ τείνων

### book 95.5.2

σὸν κέρας, Οὐλιάδης δ’ αὐτὸ περισκυθίσαι,

### book 95.5.3

δοίη δ’ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι,

### book 95.5.4

θλίβοις δ’ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι.

### book 95.5.5

εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵαν

### book 95.10

ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.

### book 96.1.1

Οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται,

### book 96.1.2

ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν.

### book 96.1.3

εἶδος μὲν γὰρ ἄμωμον, ἐπ’ ὄμμασι δ’ ἁ περίσαμος

### book 96.1.4

αἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις,

### book 96.5.1

οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι· ἀλλ’ ἐπὶ ποσσὶν

### book 96.5.2

οὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν.

### book 96.5.3

πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε,

### book 96.5.4

κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον.

### book 97.1.1

Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται ἶσον Ἔρωτι,

### book 97.1.2

μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην·

### book 97.1.3

ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτ’ ἐς Ἠὼ

### book 97.1.4

νεῖται· ἴδ’, ὡς φθονερὰ παγγενέτειρα Φύσις.

### book 97.5.1

εἰ γὰρ τῷ τά τ’ ἔνερθε τά θ’ ὑψόθεν ἶσα πέλοιτο,

### book 97.5.2

ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω.

### book 98.1.1

Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπ’ ἀκάνθαις

### book 98.1.2

κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών·

### book 98.1.3

ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει

### book 98

ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη.

### book 99.1.1

Ἠγρεύθην ὑπ’ Ἔρωτος ὁ μηδ’ ὄναρ, οὐδ’ ἔμαθον πῦρ

### book 99.1.2

ἄρσεν ποιμαίνειν θερμὸν ὑπὸ κραδίας,

### book 99.1.3

ἠγρεύθην. ἀλλ’ οὔ με κακῶν πόθος, ἀλλ’ ἀκέραιον

### book 99.1.4

σύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν.

### book 99.5.1

τηκέσθω Μουσέων ὁ πολὺς πόνος· ἐν πυρὶ γὰρ νοῦς

### book 99.5.2

βέβληται γλυκερῆς ἄχθος ἔχων ὀδύνης.

### book 100.1.1

Εἰς οἵων με πόθων λιμένα ξένον, ὦ Κύπρι, θεῖσα

### book 100.1.2

οὐκ ἐλεεῖς καὐτὴ πεῖραν ἔχουσα πόνων;

### book 100.1.3

ἦ μ’ ἐθέλεις ἄτλητα παθεῖν καὶ τοῦτ’ ἔπος εἰπεῖν·

### book 100.1.4

„Τὸν σοφὸν ἐν Μούσαις Κύπρις ἔτρωσε μόνη“;

### book 101.1.1

Τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκος

### book 101.1.2

ὄμμασι τοξεύσας τοῦτ’ ἐβόησεν ἔπος·

### book 101.1.3

„Τὸν θρασὺν εἷλον ἐγώ· τὸ δ’ ἐπ’ ὀφρύσι κεῖνο φρύαγμα

### book 101.1.4

σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.“

### book 101.5.1

τῷ δ’, ὅσον ἀμπνεύσας, τόδ’ ἔφην· „Φίλε κοῦρε, τί θαμβεῖς;

### book 101.5.2

καὐτὸν ἀπ’ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.“

### book 102.1.1

Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν

### book 102.1.2

διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος,

### book 102.1.3

στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ·

### book 102.1.4

„Τῆ, τόδε βέβληται θηρίον,“ οὐκ ἔλαβεν.

### book 102.5

χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν

### book 102

οἶδε, τὰ δ’ ἐν μέσσῳ κείμενα παρπέταται.

### book 103.1.1

Οἶδα φιλεῖν φιλέοντας· ἐπίσταμαι, ἤν μ’ ἀδικῇ τις,

### book 103.1.2

μισεῖν· ἀμφοτέρων εἰμὶ γὰρ οὐκ ἀδαής.

### book 104.1.1

Οὑμὸς ἔρως παρ’ ἐμοὶ μενέτω μόνον· ἢν δὲ πρὸς ἄλλους

### book 104.1.2

φοιτήσῃ, μισῶ κοινὸν ἔρωτα, Κύπρι.

### book 105.1.1

Μικρὸς Ἔρως ἐκ μητρὸς ἔτ’ εὐθήρατος ἀποπτὰς

### book 105.1.2

ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι·

### book 105.1.3

ἀλλ’ αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς,

### book 105.1.4

οὐ πολλοῖς, εὐκρὰς δ’ εἷς ἑνὶ συμφέρομαι.

### book 106.1.1

Ἓν καλὸν οἶδα τὸ πᾶν, ἕν μοι μόνον οἶδε τὸ λίχνον

### book 106.1.2

ὄμμα, Μυΐσκον ὁρᾶν· τἆλλα δὲ τυφλὸς ἐγώ.

### book 106.1.3

πάντα δὲ κεῖνος ἐμοὶ φαντάζεται. ἆρ’ ἐσορῶσιν

### book 106.1.4

ὀφθαλμοὶ ψυχῇ πρὸς χάριν, οἱ κόλακες;

### book 107.1.1

Τὸν καλόν, ὦ Χάριτες, Διονύσιον, εἰ μὲν ἕλοιτο

### book 107.1.2

τἀμά, καὶ εἰς ὥρας αὖθις ἄγοιτε καλόν·

### book 107.1.3

εἰ δ’ ἕτερον στέρξειε παρεὶς ἐμέ, μύρτον ἕωλον

### book 107

ἐρρίφθω ξηροῖς φυρόμενον σκυβάλοις.

### book 108.1.1

Εἰ μὲν ἐμὲ στέρξεις, εἴης ἰσόμοιρος, Ἄκρατε,

### book 108.1.2

Χίῳ καὶ Χίου πουλὺ μελιχρότερος·

### book 108.1.3

εἰ δ’ ἕτερον κρίναις ἐμέθεν πλέον, ἀμφὶ σὲ βαίη

### book 108.1.4

κώνωψ ὀξηρῷ φυόμενος κεράμῳ.

### book 109.1.1

Ὁ τρυφερὸς Διόδωρος ἐς ἠιθέους φλόγα βάλλων

### book 109.1.2

ἤγρευται λαμυροῖς ὄμμασι Τιμαρίου,

### book 109.1.3

τὸ γλυκύπικρον Ἔρωτος ἔχων βέλος. ἦ τόδε καινὸν

### book 109.1.4

θάμβος ὁρῶ· φλέγεται πῦρ πυρὶ καιόμενον.

### book 110.1.1

Ἤστραψε γλυκὺ κάλλος· ἰδοὺ φλόγας ὄμμασι βάλλει.

### book 110.1.2

ἆρα κεραυνομάχαν παῖδ’ ἀνέδειξεν Ἔρως;

### book 110.1.3

χαῖρε Πόθων ἀκτῖνα φέρων θνατοῖσι, Μυΐσκε,

### book 110.1.4

καὶ λάμποις ἐπὶ γᾷ πυρσὸς ἐμοὶ φίλιος.

### book 111.1.1

Πτανὸς Ἔρως, σὺ δὲ ποσσὶ ταχύς· τὸ δὲ κάλλος ὁμοῖον

### book 111.1.2

ἀμφοτέρων· τόξοις, Εὔβιε, λειπόμεθα.

### book 112.1

Εὐφαμεῖτε, νέοι· τὸν Ἔρωτ’ ἄγει Ἀρκεσίλαος

### book 112

πορφυρέῃ δήσας Κύπριδος ἁρπεδόνῃ.

### book 113.1.1

Καὐτὸς Ἔρως ὁ πτανὸς ἐν αἰθέρι δέσμιος ἥλω,

### book 113.1.2

ἀγρευθεὶς τοῖς σοῖς ὄμμασι, Τιμάριον.

### book 114.1.1

Ἠοῦς ἄγγελε, χαῖρε, Φαεσφόρε, καὶ ταχὺς ἔλθοις

### book 114.1.2

Ἕσπερος, ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων.

### book 115.1.1

Ἄκρητον μανίην ἔπιον· μεθύων μέγα μύθοις

### book 115.1.2

ὥπλισμαι πολλὴν εἰς ὁδὸν ἀφροσύναν.

### book 115.1.3

κωμάσομαι. τί δέ μοι βροντέων μέλει ἢ τί κεραυνῶν,

### book 115.1.4

ἢν βάλλῃ, τὸν ἔρωθ’ ὅπλον ἄτρωτον ἔχων;

### book 116.1.1

Κωμάσομαι· μεθύω γὰρ ὅλος μέγα. παῖ, λάβε τοῦτον

### book 116.1.2

τὸν στέφανον, τὸν ἐμοῖς δάκρυσι λουόμενον·

### book 116.1.3

μακρὴν δ’ οὐχὶ μάτην ὁδὸν ἵξομαι· ἔστι δ’ ἀωρὶ

### book 116.1.4

καὶ σκότος· ἀλλὰ μέγας φανὸς ἐμοὶ Θεμίσων.

### book 117.1.1

Βεβλήσθω κύβος· ἅπτε· πορεύσομαι. —„Ἠνίδε τόλμαν,

### book 117.1.2

οἰνοβαρές. τίν’ ἔχεις φροντίδα;“ —Κωμάσομαι. —

### book 117.1.3

„Κωμάσομαι; ποῖ, θυμέ, τρέπῃ;“ —Τί δ’ ἔρωτι λογισμός;

### book 117.1.4

ἅπτε τάχος. —„Ποῦ δ’ ἡ πρόσθε λόγων μελέτη;“ —

### book 117.5

Ἐρρίφθω σοφίας ὁ πολὺς πόνος· ἓν μόνον οἶδα

### book 117

τοῦθ’, ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως.

### book 118.1.1

Εἰ μὲν ἑκών, Ἀρχῖν’, ἐπεκώμασα, μυρία μέμφου·

### book 118.1.2

εἰ δ’ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.

### book 118.1.3

ἄκρητος καὶ Ἔρως μ’ ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν

### book 118.1.4

εἷλκεν, ὁ δ’ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν.

### book 118.5.1

ἐλθὼν δ’ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα

### book 118.5.2

τὴν φλιήν· εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικῶ.

### book 119.1.1

Οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος· ἁγέο, κώμων

### book 119.1.2

ἄρχε· θεὸς θνατὰν ἁνιόχει κραδίαν·

### book 119.1.3

ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν Ἔρωτι

### book 119.1.4

καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην.

### book 119.5.1

ἦ προδότας κἄπιστος ἔφυς, τεὰ δ’ ὄργια κρύπτειν

### book 119.5.2

αὐδῶν ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.

### book 120.1.1

Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδ’ ἀπεροῦμαι

### book 120.1.2

θνητὸς ἐών· σὺ δ’, Ἔρως, μηκέτι μοι πρόσαγε.

### book 120.1.3

ἤν με λάβῃς μεθύοντ’, ἄπαγ’ ἔκδοτον· ἄχρι δὲ νήφω,

### book 120

τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.

### book 121.1.1

Ἦ ῥά νύ τοι, Κλεόνικε, δι’ ἀτραπιτοῖο κιόντι

### book 121.1.2

στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες·

### book 121.1.3

καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν,

### book 121.1.4

κοῦρε, πεποίησαι δ’ ἡλίκος ἐσσὶ χάρις·

### book 121.5.1

τηλόθι μοι μάλα χαῖρε· πυρὸς δ’ οὐκ ἀσφαλὲς ἆσσον

### book 121.5.2

ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.

### book 122.1.1

Ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαι

### book 122.1.2

ἀντίον εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας,

### book 122.1.3

οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα καὶ γλυκυμυθεῖ

### book 122.1.4

καίρια καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ.

### book 122.5.1

τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ Ὀλύμπου

### book 122.5.2

Ζεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν.

### book 123.1.1

Πυγμῇ νικήσαντα τὸν Ἀντικλέους Μενέχαρμον

### book 123.1.2

λημνίσκοις μαλακοῖς ἐστεφάνωσα δέκα

### book 123.1.3

καὶ τρισσῶς ἐφίλησα πεφυρμένον αἵματι πολλῷ·

### book 123.1.4

ἀλλ’ ἐμοὶ ἦν σμύρνης κεῖνο μελιχρότερον.

### book 124.1.1

Λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημον

### book 124.1.2

λάθριος ἀκρήβην τὸν χαρίεντ’ ἔκυσα.

### book 124.1.3

δειμαίνω· καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρην

### book 124.1.4

ἀνταίρων καὶ δοὺς ᾤχετ’ ἀλεκτρυόνα,

### book 124.5

ἄλλοτε μειδιόων, ὁτὲ δ’ οὐ φίλος. ἦ ῥα μελισσέων

### book 124

ἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα.

### book 125.1.1

Ἡδύ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος

### book 125.1.2

ὀκτωκαιδεκέτους παιδὸς ἔτ’ ἐν χλαμύδι

### book 125.1.3

ἤγαγ’ Ἔρως ὑπὸ χλαῖναν· ἐγὼ δ’ ἁπαλῷ περὶ χρωτὶ

### book 125.1.4

στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν.

### book 125.5.1

καί μ’ ἔτι νῦν θάλπει μνήμης πόθος· ὄμμασι δ’ ὕπνον

### book 125.5.2

ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω.

### book 125.5.3

ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ δι’ ὀνείρων

### book 125.5.4

εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.

### book 126.1.1

Ἦρκταί μευ κραδίας ψαύειν πόνος· ἦ γὰρ ἀλύων

### book 126.1.2

ἀκρονυχεὶ ταύταν ἔκνις’ ὁ θερμὸς Ἔρως·

### book 126.1.3

εἶπε δὲ μειδήσας· „Ἕξεις πάλι τὸ γλυκὺ τραῦμα,

### book 126.1.4

ὦ δύσερως, λάβρῳ καιόμενος μέλιτι.“

### book 126.5.1

ἐξ οὗ δὴ νέον ἔρνος ἐν ἠιθέοις Διόφαντον

### book 126.5.2

λεύσσων οὔτε φυγεῖν οὔτε μένειν δύναμαι.

### book 127.1.1

Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν,

### book 127.1.2

ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος.

### book 127.1.3

διπλαῖ δ’ ἀκτῖνές με κατέφλεγον· αἱ μὲν Ἔρωτος

### book 127.1.4

παιδὸς ἀπ’ ὀφθαλμῶν, αἱ δὲ παρ’ ἠελίου.

### book 127.5.1

ἀλλ’ ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν· ἃς δ’ ἐν ὀνείροις

### book 127.5.2

εἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν.

### book 127.5.3

λυσίπονος δ’ ἑτέροις ἐπ’ ἐμοὶ πόνον ὕπνος ἔτευξεν

### book 127

ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας.

### book 128.1.1

Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνιν

### book 128.1.2

φωνεῖτ’ αἰγιβάτῃ Πανὶ χαριζόμεναι·

### book 128.1.3

μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι,

### book 128.1.4

δάφνῃ παρθενίῃ μέλφ’ Ὑάκινθον ἔτι.

### book 128.5.1

ἦν γάρ, ὅτ’ ἦν Δάφνις μὲν Ὀρειάσι, σοὶ δ’ Ὑάκινθος

### book 128.5.2

τερπνός· νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω.

### book 129.1.1

Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός, αἵ τε Κορίνθου

### book 129.1.2

στῆλαι καὶ Μεγαρέων ταὐτὸ βοῶσι τάφοι·

### book 129.1.3

γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου

### book 129.1.4

ὡς καλός. ἀλλ’ ὀλίγον· γράμμασι λειπόμεθα.

### book 129.5.1

τῷδ’ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς

### book 129.5.2

αὐτὸς ἰδών, ἑτέρου δ’ ἐστὶ περισσότερος.

### book 130.1.1

Εἶπα καὶ αὖ πάλιν εἶπα· „Καλός, καλός.“ ἀλλ’ ἔτι φήσω,

### book 130.1.2

ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος.

### book 130.1.3

οὐ δρυὸς οὐδ’ ἐλάτης ἐχαράξαμεν οὐδ’ ἐπὶ τοίχου

### book 130.1.4

τοῦτ’ ἔπος· ἀλλ’ ἐν ἐμῇ ἴσχετ’ Ἔρως κραδίᾳ.

### book 130.5.1

εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον,

### book 130.5.2

ψεύδετ’· ἐγὼ δ’ ὁ λέγων ἀτρεκὲς οἶδα μόνος.

### book 131.1.1

Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς

### book 131.1.2

καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,

### book 131.1.3

ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν

### book 131

οὐδέποτ’ οἰκείων ὦσεν ἀπὸ προθύρων.

### book 132.1.1

Οὔ σοι ταῦτ’ ἐβόων, ψυχή· „Ναὶ Κύπριν, ἁλώσει,

### book 132.1.2

ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη“;

### book 132.1.3

οὐκ ἐβόων; εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖς

### book 132.1.4

σπαίρεις; αὐτὸς Ἔρως τὰ πτερά σου δέδεκεν

### book 132.5.1

καί ς’ ἐπὶ πῦρ ἔστησε, μύροις δ’ ἔρρανε λιπόπνουν,

### book 132.5.2

δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖν.

### book 132.5.3

ἆ ψυχὴ βαρύμοχθε, σὺ δ’ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ,

### book 132.5.4

ἄρτι δ’ ἀναψύχεις πνεῦμ’ ἀναλεξαμένη.

### book 132.5.5

τί κλαίεις; τὸν ἄτεγκτον ὅτ’ ἐν κόλποισιν Ἔρωτα

### book 132.10.1

ἔτρεφες, οὐκ ᾔδεις, ὡς ἐπὶ σοὶ τρέφετο;

### book 132.10.2

οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων,

### book 132.10.3

πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα.

### book 132.10.4

αὐτὴ ταῦθ’ εἵλου· φέρε τὸν πόνον. ἄξια πάσχεις,

### book 132.10.5

ὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι.

### book 133.1.1

Διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα,

### book 133.1.2

εἶπα τότ’ αὐχμηρὰν δίψαν ἀποπροφυγών·

### book 133.1.3

„Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευς

### book 133.1.4

πίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ;

### book 133.5.1

καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσας

### book 133.5.2

Ἀντίοχον ψυχῆς ἡδὺ πέπωκα μέλι.“

### book 134.1.1

Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν

### book 134.1.2

πνεῦμα διὰ στηθέων—εἶδες; —ἀνηγάγετο,

### book 134.1.3

τὸ τρίτον ἡνίκ’ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα

### book 134.1.4

τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί·

### book 134.5

ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ

### book 134

εἰκάζω, φωρὸς δ’ ἴχνια φὼρ ἔμαθον.

### book 135.1.1

Οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖν

### book 135.1.2

ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις·

### book 135.1.3

καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε καί τι κατηφὲς

### book 135.1.4

ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.

### book 136.1.1

Ὄρνιθες ψίθυροι, τί κεκράγατε; μή μ’ ἀνιᾶτε

### book 136.1.2

τὸν τρυφερῇ παιδὸς σαρκὶ χλιαινόμενον,

### book 136.1.3

ἑζόμεναι πετάλοισιν ἀηδόνες· εἰ δὲ λάληθρον

### book 136.1.4

θῆλυ γένος, δέομαι, μείνατ’ ἐφ’ ἡσυχίης.

### book 137.1.1

Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε,

### book 137.1.2

ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον

### book 137.1.3

γαῦρος ὑπὲρ κοίτας, ὅτι μοι βραχὺ τοῦτ’ ἔτι νυκτὸς

### book 137.1.4

παιδοφιλεῖν, ἐπ’ ἐμαῖς δ’ ἁδὺ γελᾷς ὀδύναις.

### book 137.5.1

ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον,

### book 137.5.2

ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.

### book 138.1.1

Ἄμπελε, μήποτε φύλλα χαμαὶ σπεύδουσα βαλέσθαι

### book 138.1.2

δείδιας ἑσπέριον Πλειάδα δυομέναν;

### book 138.1.3

μεῖνον ἐπ’ Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν γλυκὺν ὕπνον,

### book 138

ἐς τότε, τοῖς καλοῖς πάντα χαριζομένα.

### book 139.1.1

Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,

### book 139.1.2

ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ·

### book 139.1.3

οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει

### book 139.1.4

τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.

### book 139.5.1

τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς

### book 139.5.2

οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.

### book 140.1.1

Τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν,

### book 140.1.2

οὐ καλὸν αὐτὸν ἔφαν, οὐ γὰρ ἄγαν ἐδόκει.

### book 140.1.3

εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμαν

### book 140.1.4

ἐν πυρί, παῖς δ’ ἐπ’ ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει.

### book 140.5.1

τὸν παῖδ’ ἱλασόμεσθ’ ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοι

### book 140.5.2

ἔστιν ὁ παῖς κρέσσων· χαιρέτω ἁ Νέμεσις.

### book 141.1.1

Ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶν

### book 141.1.2

θυμὲ μαθών· Θήρων σοὶ καλὸς οὐκ ἐφάνη·

### book 141.1.3

σοὶ καλὸς οὐκ ἐφάνη Θήρων· ἀλλ’ αὐτὸς ὑπέστης,

### book 141.1.4

οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον.

### book 141.5

τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαι

### book 141

δεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις.

### book 142.1.1

Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ

### book 142.1.2

κόσσυφον ἀγρεύσας εἷλε κατὰ πτερύγων·

### book 142.1.3

χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.

### book 142.1.4

ἀλλ’ ἐγώ, ὦ φίλ’ Ἔρως καὶ θαλεραὶ Χάριτες,

### book 142.5.1

εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου

### book 142.5.2

ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.

### book 143.1.1

Ἑρμῆ, τοξευθεὶς ἐξέσπασα πικρὸν ἐφήβῳ. —

### book 143.1.2

„Κἠγὼ τὴν αὐτήν, ξεῖνε, λέλογχα τύχην.“ —

### book 143.1.3

Ἀλλά μ’ Ἀπολλοφάνους τρύχει πόθος. —„Ὦ φιλάεθλε,

### book 143.1.4

ἔφθασας· εἰς ἓν πῦρ οἱ δύ’ ἐνηλάμεθα.“

### book 144.1.1

Τί κλαίεις, φρενολῃστά; τί δ’ ἄγρια τόξα καὶ ἰοὺς

### book 144.1.2

ἔρριψας διφυῆ ταρσὸν ἀνεὶς πτερύγων;

### book 144.1.3

ἦ ῥά γε καὶ σὲ Μυΐσκος ὁ δύσμαχος ὄμμασιν αἴθει;

### book 144.1.4

ὡς μόλις, οἷ’ ἔδρας πρόσθε, παθὼν ἔμαθες.

### book 145.1.1

Παύετε, παιδοφίλαι, κενεὸν πόνον· ἴσχετε μόχθων,

### book 145.1.2

δύσφρονες· ἀπρήκτοις ἐλπίσι μαινόμεθα.

### book 145.1.3

ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα κἀπὸ Λιβύσσης

### book 145.1.4

ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα,

### book 145.5.1

ἶσον καὶ παίδων στέργειν πόθον, ὧν τὸ κεναυχὲς

### book 145.5.2

κάλλος ἐνὶ χθονίοις ἡδύ τ’ ἐν ἀθανάτοις.

### book 145.5.3

δέρκεσθ’ εἰς ἐμὲ πάντες· ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν

### book 145

μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτ’ αἰγιαλοῖς.

### book 146.1.1

Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς

### book 146.1.2

μυρία καὶ στήσας δίκτυα καὶ στάλικας

### book 146.1.3

σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δ’ ἀμογητὶ

### book 146.1.4

τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς.

### book 147.1.1

Ἅρπασται. τίς τόσσον ἐναιχμάσαι ἄγριος ἦεν;

### book 147.1.2

τίς τόσος ἀντᾶραι καὶ πρὸς Ἔρωτα μάχην;

### book 147.1.3

ἅπτε τάχος πεύκας· καίτοι κτύπος· Ἡλιοδώρας.

### book 147.1.4

βαῖνε πάλιν στέρνων ἐντὸς ἐμῶν, κραδίη.

### book 148.1.1

Οἶδ’, ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,

### book 148.1.2

μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί.

### book 148.1.3

ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·

### book 148.1.4

ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτ’ ἀνεραστότατον.

### book 149.1.1

„Ληφθήσει, περίφευγε, Μενέκρατες,“ εἶπα Πανήμου

### book 149.1.2

εἰκάδι, καὶ Λῴου τῇ—τίνι; τῇ δεκάτῃ

### book 149.1.3

ἦλθεν ὁ βοῦς ὑπ’ ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς,

### book 149

εὖ γ’, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.

### book 150.1.1

Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν

### book 150.1.2

τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.

### book 150.1.3

αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·

### book 150.1.4

ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.

### book 150.5.1

τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ

### book 150.5.2

τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.

### book 150.5.3

ἔσθ’ ἁμὶν χἀκάστοτ’ ἀφειδέα πρὸς τὸν Ἔρωτα

### book 150.5.4

τοῦτ’ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον·

### book 150.5.5

οὐδ’ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ

### book 150.10

οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.“

### book 151.1.1

Εἴ τινά που παίδων ἐρατώτατον ἄνθος ἔχοντα

### book 151.1.2

εἶδες, ἀδιστάκτως εἶδες Ἀπολλόδοτον.

### book 151.1.3

εἰ δ’ ἐσιδών, ὦ ξεῖνε, πυριφλέκτοισι πόθοισιν

### book 151.1.4

οὐκ ἐδάμης, πάντως ἢ θεὸς ἢ λίθος εἶ.

### book 152.1

Μάγνης Ἡράκλειτος, ἐμοὶ πόθος, οὔτι σίδηρον

### book 152.2

πέτρῳ, πνεῦμα δ’ ἐμὸν κάλλει ἐφελκόμενος.

### book 153.1.1

Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαιναν

### book 153.1.2

οὐδ’ ὅσσον παίζων εἰς ἔμ’ ἐπιστρέφεται.

### book 153.1.3

οὐδ’ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλ’ ἀνιήσας

### book 153

πολλάκις ἡδίων γίνετ’ ἐρῶσι θεός.

### book 154.1.1

Ἡδὺς ὁ παῖς, καὶ τοὔνομ’ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος

### book 154.1.2

καὶ χαρίεις. τίν’ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;

### book 154.1.3

καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός· εἰ δ’ ἀνιηρός,

### book 154.1.4

οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι.

### book 155.1.1

Μή μ’ εἴπῃς πάλιν ὧδε. —„Τί δ’ αἴτιος; αὐτὸς ἔπεμψε.“ —

### book 155.1.2

Δεύτερον οὖν φήσεις; —„Δεύτερον· εἶπεν· Ἴθι.

### book 155.1.3

ἀλλ’ ἔρχευ, μὴ μέλλε· μένουσί σε.“ —Πρῶτον ἐκεῖνον

### book 155.1.4

εὑρήσω χἤξω· τὸ τρίτον οἶδα πάλαι.

### book 156.1.1

Εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε,

### book 156.1.2

οὑμὸς ἔρως ἀσαφεῖ κρινόμενος πελάγει·

### book 156.1.3

καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δ’ αὖτε

### book 156.1.4

εὔδιος, ἁβρὰ γελῶν δ’ ὄμμασιν ἐκκέχυσαι.

### book 156.5.1

τυφλὰ δ’, ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶν

### book 156.5.2

δινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος.

### book 156.5.3

ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους,

### book 156.5.4

ὡς εἰδῶ, ποτέρῳ κύματι νηχόμεθα.

### book 157.1.1

Κύπρις ἐμοὶ ναύκληρος, Ἔρως δ’ οἴακα φυλάσσει

### book 157.1.2

ἄκρον ἔχων ψυχῆς ἐν χερὶ πηδάλιον·

### book 157.1.3

χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, οὕνεκα δὴ νῦν

### book 157

παμφύλῳ παίδων νήχομαι ἐν πελάγει.

### book 158.1.1

Σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις,

### book 158.1.2

ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν,

### book 158.1.3

ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς·

### book 158.1.4

ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας.

### book 158.5.1

ἀλλὰ σὺ τὸν στέργοντ’ ἀπαναίνεαι, οὐδέ σε θέλγει

### book 158.5.2

οὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης.

### book 158.5.3

ἵλαθ’, ἄναξ, ἵληθι· σὲ γὰρ θεὸν ὥρισε Δαίμων·

### book 158.5.4

ἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου.

### book 159.1.1

Ἐν σοὶ τἀμά, Μυΐσκε, βίου πρυμνήσι’ ἀνῆπται·

### book 159.1.2

ἐν σοὶ καὶ ψυχῆς πνεῦμα τὸ λειφθὲν ἔτι.

### book 159.1.3

ναὶ γὰρ δὴ τὰ σά, κοῦρε, τὰ καὶ κωφοῖσι λαλεῦντα

### book 159.1.4

ὄμματα, ναὶ μὰ τὸ σὸν φαιδρὸν ἐπισκύνιον,

### book 159.5.1

ἤν μοι συννεφὲς ὄμμα βάλῃς ποτέ, χεῖμα δέδορκα·

### book 159.5.2

ἢν δ’ ἱλαρὸν βλέψῃς, ἠδὺ τέθηλεν ἔαρ.

### book 160.1.1

Θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίην

### book 160.1.2

οἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης·

### book 160.1.3

οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτος

### book 160.1.4

νῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα.

### book 160.5

καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆς

### book 160

τῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις.

### book 161.1.1

Δόρκιον ἡ φιλέφηβος ἐπίσταται ὡς ἁπαλὸς παῖς

### book 161.1.2

ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος

### book 161.1.3

ἵμερον ἀστράπτουσα κατ’ ὄμματος, † ἠδ’ ὑπὲρ ὤμων

### book 161.1.4

σὺν πετάσῳ, γυμνὸν μηρὸν ἔφαινε χλαμύς.

### book 162.1.1

Οὔπω τοξοφορῶν οὐδ’ ὥριος, ἀλλὰ νεογνὸς

### book 162.1.2

οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται

### book 162.1.3

δέλτον ἔχων χρυσέην· τὰ Φιλοκράτεος δὲ Διύλλου

### book 162.1.4

τραυλίζει ψυχῇ φίλτρα κατ’ Ἀντιγένους.

### book 163.1.1

Εὗρεν Ἔρως τι καλῷ μῖξαι καλόν, οὐχὶ μάραγδον

### book 163.1.2

χρυσῷ, ὃ μήτ’ ἀνθεῖ μήτε γένοιτ’ ἐν ἴσῳ,

### book 163.1.3

οὐδ’ ἐλέφαντ’ ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον

### book 163.1.4

Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.

### book 164.1.1

Ἡδὺ μὲν ἀκρήτῳ κεράσαι γλυκὺ νᾶμα μελισσῶν,

### book 164.1.2

ἡδὺ δὲ παιδοφιλεῖν καὐτὸν ἐόντα καλόν,

### book 164.1.3

οἷα τὸν ἁβροκόμην στέργει Κλεόβουλον Ἄλεξις,

### book 164

ἀθάνατον τούτω Κύπριδος οἰνόμελι.

### book 165.1.1

Λευκανθὴς Κλεόβουλος, ὁ δ’ ἀντία τοῦδε μελίχρους

### book 165.1.2

Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι.

### book 165.1.3

τοὔνεκά μοι παίδων ἕπεται πόθος· οἱ γὰρ Ἔρωτες

### book 165.1.4

πλέξειν ἐκ λευκοῦ φασί με καὶ μέλανος.

### book 166.1.1

Τοῦθ’, ὅ τι μοι λοιπὸν ψυχῆς, ὅ τι δήποτ’, Ἔρωτες,

### book 166.1.2

τοῦτό γ’ ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε·

### book 166.1.3

εἰ μή, ναὶ τόξοις μὴ βάλλετέ μ’, ἀλλὰ κεραυνοῖς,

### book 166.1.4

ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.

### book 166.5.1

ναὶ ναὶ βάλλετ’, Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις

### book 166.5.2

ὀξύτερον τούτων, εἴ γέ τι, βούλομ’ ἔχειν.

### book 167.1.1

Χειμέριον μὲν πνεῦμα· φέρει δ’ ἐπὶ σοί με, Μυΐσκε,

### book 167.1.2

ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως.

### book 167.1.3

χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλά μ’ ἐς ὅρμον

### book 167.1.4

δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.

### book 168.1.1

Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρ’ ἑκάστου

### book 168.1.2

Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου·

### book 168.1.3

συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ’ ἕκτον „Ἑκάστου,“

### book 168.1.4

Ἡλιόδωρ’, εἴπας, „ὅστις ἐρῶν ἔτυχεν.“

### book 168.5.1

ἕβδομον Ἡσιόδου, τὸν δ’ ὄγδοον εἶπον Ὁμήρου,

### book 168.5.2

τὸν δ’ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.

### book 168.5.3

μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δ’ Ἔρωτες

### book 168

νήφοντ’, οἰνωθέντ’ οὐχὶ † λίην ἄχαριν.

### book 169.1.1

Ἐξέφυγον, Θεόδωρε, τὸ σὸν βάρος. ἀλλ’ ὅσον εἴπας

### book 169.1.2

„Ἐξέφυγον τὸν ἐμὸν δαίμονα πικρότατον,“

### book 169.1.3

πικρότερός με κατέσχεν. Ἀριστοκράτει δὲ λατρεύων

### book 169.1.4

μυρία δεσπόσυνον καὶ τρίτον ἐκδέχομαι.

### book 170.1.1

Σπονδὴ καὶ λιβανωτὲ καὶ οἱ κρητῆρι μιγέντες

### book 170.1.2

δαίμονες, οἳ φιλίης τέρματ’ ἐμῆς ἔχετε,

### book 170.1.3

ὑμέας, ὦ σεμνοί, μαρτύρομαι, οὓς ὁ μελίχρως

### book 170.1.4

κοῦρος Ἀθήναιος πάντας ἐπωμόσατο.

### book 171.1.1

Τὸν καλόν, ὡς ἔλαβες, κομίσαις πάλι πρός με θεωρὸν

### book 171.1.2

Εὐαγόρην, ἀνέμων πρηΰτατε Ζέφυρε,

### book 171.1.3

εἰς ὀλίγων τείνας μηνῶν μέτρον, ὡς καὶ ὁ μικρὸς

### book 171.1.4

μυριέτης κέκριται τῷ φιλέοντι χρόνος.

### book 172.1

Εἰ μισεῖν πόνος ἐστί, φιλεῖν πόνος, ἐκ δύο λυγρῶν

### book 172

αἱροῦμαι χρηστῆς ἕλκος ἔχειν ὀδύνης.

### book 173.1.1

Δημώ με κτείνει καὶ Θέρμιον· ἡ μὲν ἑταίρη

### book 173.1.2

δήμῳ, ἡ δ’ οὔπω Κύπριν ἐπισταμένη·

### book 173.1.3

καὶ τῆς μὲν ψαύω, τῆς δ’ οὐ θέμις. οὐ μὰ σέ, Κύπρι,

### book 173.1.4

οὐκ οἶδ’, ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην.

### book 173.5.1

Δημάριον λέξω τὴν παρθένον· οὐ γὰρ ἕτοιμα

### book 173.5.2

βούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον.

### book 174.1.1

Μέχρι τίνος πολεμεῖς μ’, ὦ φίλτατε Κῦρε; τί ποιεῖς;

### book 174.1.2

τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι.

### book 174.1.3

μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν,

### book 174.1.4

καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην.

### book 175.1.1

Ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους

### book 175.1.2

ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε.

### book 175.1.3

τίς γὰρ ἀνὴρ ἐς ἔρωτ’ ἀδαμάντινος; ἢ τίς ἀτειρὴς

### book 175.1.4

οἴνῳ; τίς δὲ καλοὺς οὐ περίεργα βλέπει;

### book 175.5.1

ζώντων ἔργα τάδ’ ἐστίν· ὅπου δ’ οὐκ εἰσὶν ἔρωτες

### book 175.5.2

οὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι

### book 175.5.3

κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε,

### book 175.5.4

τὸν μὲν ἐπ’ οὐδὲν ἰδεῖν, τὸν δ’ ἐπὶ μοῦνον ἰδεῖν.

### book 176.1.1

Στυγνὸς δὴ τί, Μένιππε, κατεσκέπασαι μέχρι πέζης

### book 176.1.2

ὁ πρὶν ἐπ’ ἰγνύης λῶπος ἀνελκόμενος;

### book 176.1.3

ἢ τί κάτω κύψας με παρέδραμες οὐδὲ προσειπών;

### book 176

οἶδα, τί με κρύπτεις· ἤλυθον, ἃς ἔλεγον.

### book 177.1.1

Ἑσπερίην Μοῖρίς με, καθ’ ἣν ὑγιαίνομεν ὥρην,

### book 177.1.2

—οὐκ οἶδ’, εἴτε σαφῶς εἴτ’ ὄναρ—ἠσπάσατο.

### book 177.1.3

ἤδη γὰρ τὰ μὲν ἄλλα μάλ’ ἀτρεκέως ἐνόησα,

### book 177.1.4

χὠκόσα μοι προσέφη, χὠκός’ ἐπυνθάνετο·

### book 177.5.1

εἰ δέ με καὶ πεφίληκε, τεκμαίρομαι· εἰ γὰρ ἀληθές,

### book 177.5.2

πῶς ἀποθειωθεὶς πλάζομ’ ἐπιχθόνιος;

### book 178.1.1

Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις

### book 178.1.2

οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος.

### book 178.1.3

τοὔνεκ’ ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται·

### book 178.1.4

δυόμενος γὰρ ὅμως ἥλιός ἐστιν ἔτι.

### book 179.1.1

Ὤμοσά σοι, Κρονίδη, μηπώποτε—μηδ’ ἐμοὶ αὐτῷ—

### book 179.1.2

ἐξειπεῖν, ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν.

### book 179.1.3

ψυχὴ δ’ ἡ δυσάπιστος ἀγαλλομένη πεπότηται

### book 179.1.4

ἠέρι καὶ στέξαι τἀγαθὸν οὐ δύναται·

### book 179.5.1

ἀλλ’ ἐρέω, σύγγνωθι σύ μοι· „Κεῖνος δὲ πέπεισται.“

### book 179.5.2

Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης;

### book 180.1.1

Καῦμά μ’ ἔχει μέγα δή τι· σὺ δ’, ὦ παῖ, παύεο λεπτὸν

### book 180.1.2

ἠέρι δινεύων ἐγγὺς ἐμεῖο λίνον.

### book 180.1.3

ἄλλο τι πῦρ ἐμοῦ ἔνδον ἔχω κυάθοισιν ἀναφθὲν

### book 180

καὶ περὶ σῇ ῥιπῇ μᾶλλον ἐγειρόμενον.

### book 181.1.1

Ψεύδεα μυθίζουσι, Θεόκλεες, ὡς ἀγαθαὶ μὲν

### book 181.1.2

αἱ Χάριτες, τρισσαὶ δ’ εἰσὶ κατ’ Ὀρχομενόν·

### book 181.1.3

πεντάκι γὰρ δέκα σεῖο περισκιρτῶσι πρόσωπα

### book 181.1.4

τοξοβόλοι, ψυχέων ἅρπαγες ἀλλοτρίων.

### book 182.1.1

Ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς, ὅτ’ ἔρωτος ἀπέσβη

### book 182.1.2

πυρσός, ὅτ’ οὐδ’ ἄλλως ἡδὺν ἔχω σε φίλον.

### book 182.1.3

μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι,

### book 182.1.4

ὀψὲ μέν, ἀλλ’ ἐχέτω καὶ μετάνοια τόπον.

### book 183.1.1

Τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισιν

### book 183.1.2

χείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος,

### book 183.1.3

ἀλλ’ ἐπ’ ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατ’ οἴκους

### book 183.1.4

καὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον;

### book 184.1.1

Μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλ’ ἐπίνευσον

### book 184.1.2

ὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· „Πρόαγε.“

### book 184.1.3

οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα,

### book 184

οὐδ’ ἀμάρης, ποταμοῦ δ’ ἐστὶν ἑτοιμότερος.

### book 185.1.1

Τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμους

### book 185.1.2

παῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα,

### book 185.1.3

ὥσπερ σῦκα πέτραισιν ἐπ’ ἀκρολόφοισι πέπειρα

### book 185.1.4

ἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες.

### book 186.1.1

Ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον,

### book 186.1.2

Μέντορ, τηρήσεις μηδὲ τὸ „χαῖρε“ λέγων,

### book 186.1.3

ὡς μέλλων αἰῶνα μένειν νέος ἢ διὰ παντὸς

### book 186.1.4

ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε.

### book 186.5.1

ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον·

### book 186.5.2

καὶ τότ’ ἐπιγνώσῃ, τί σπάνις ἐστὶ φίλων.

### book 187.1.1

Πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις,

### book 187.1.2

μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος;

### book 187.1.3

ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδον

### book 187.1.4

φθόγγον, ἀπ’ ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην.

### book 187.5.1

πλὴν οὐ βασκαίνω· μελέτα μόνον· ἀμφοτέρους δὲ

### book 187.5.2

κρούων τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε.

### book 188.1.1

Εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι,

### book 188.1.2

τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών.

### book 189.1

Τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής,

### book 189

ἆ μάκαρ· εἰ δ’ ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει.

### book 190.1.1

Ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλει

### book 190.1.2

τῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος.

### book 190.1.3

θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην,

### book 190.1.4

ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω.

### book 191.1.1

Οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδ’ ὄναρ οὗτος ὁ πώγων

### book 191.1.2

ἤλυθε. πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον

### book 191.1.3

καὶ τριχὶ πάντ’ ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τί τὸ θαῦμα;

### book 191.1.4

ἐχθὲς Τρωίλος ὢν πῶς ἐγένου Πρίαμος;

### book 192.1.1

Οὐ τέρπουσι κόμαι με περισσότεροί τε κίκιννοι,

### book 192.1.2

τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι·

### book 192.1.3

ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης

### book 192.1.4

καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη.

### book 192.5.1

ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτις

### book 192.5.2

μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.

### book 193.1.1

Οὐδέ, Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ ’πιλέγουσιν,

### book 193.1.2

Ἀρτεμίδωρε, νοεῖς· „Μηδὲν ὑπὲρ τὸ μέτρον.“

### book 193.1.3

ἀλλ’ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα

### book 193.1.4

κωμῳδῷ φθέγγῃ πάνθ’ ὑποκρινόμενος.

### book 193.5

μνησθήσῃ τούτων, ὑπερήφανε, καὶ σὺ φιλήσεις

### book 193

καὶ κωμῳδήσεις τὴν „Ἀποκλειομένην.“

### book 194.1.1

Εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην

### book 194.1.2

ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους,

### book 194.1.3

αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν

### book 194.1.4

ἤδη πρὸς μακάρων ἦγε διηκονίας.

### book 194.5.1

ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς,

### book 194.5.2

τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.

### book 195.1.1

Ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι

### book 195.1.2

λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις,

### book 195.1.3

ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις,

### book 195.1.4

χειρῶν Κυπρογενεῦς πλάσματα καὶ Χαρίτων.

### book 195.5.1

ἔξοχα δ’ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει

### book 195.5.2

ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις.

### book 195.5.3

ἀλλ’ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος,

### book 195.5.4

οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.

### book 196.1.1

Ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε,

### book 196.1.2

μᾶλλον δ’ ἀκτῖνας, δέσποτα, πυρσοβόλους.

### book 196.1.3

ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι,

### book 196.1.4

οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις.

### book 197.1.1

„Καιρὸν γνῶθι“ σοφῶν τῶν ἑπτά τις εἶπε, Φίλιππε·

### book 197.1.2

πάντα γὰρ ἀκμάζοντ’ ἐστὶν ἐραστότερα·

### book 197.1.3

καὶ σίκυος πρῶτός που ἐπ’ ἀνδήροισιν ὁραθεὶς

### book 197

τίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος.

### book 198.1.1

Ἡλικίης φίλος εἰμὶ καὶ οὐδένα παῖδα προτάσσω

### book 198.1.2

πρὸς τὸ καλὸν κρίνων· ἄλλο γὰρ ἄλλος ἔχει.

### book 199.1.1

Ἄρκιον ἤδη μοι πόσιος μέτρον· εὐσταθίη γὰρ

### book 199.1.2

λύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος.

### book 199.1.3

χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω

### book 199.1.4

πολλάκι πειράζων τοὺς ἀνακεκλιμένους·

### book 199.5.1

ἤδη δ’ οὐκέτι μοῦνον ἐπ’ οἰνοχόον σεσόβημαι,

### book 199.5.2

ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον.

### book 200.1.1

Μισῶ δυσπερίληπτα φιλήματα καὶ μαχιμώδεις

### book 200.1.2

φωνὰς καὶ σθεναρὴν ἐκ χερὸς ἀντίθεσιν·

### book 200.1.3

καὶ μὴν καὶ τόν, ὅτ’ ἐστὶν ἐν ἀγκάσιν, εὐθὺ θέλοντα

### book 200.1.4

καὶ παρέχοντα χύδην οὐ πάνυ δή τι θέλω,

### book 200.5.1

ἀλλὰ τὸν ἐκ τούτων ἀμφοῖν μέσον, οἷον ἐκεῖνον

### book 200.5.2

τὸν καὶ μὴ παρέχειν εἰδότα καὶ παρέχειν.

### book 201.1.1

Εἰ μὴ νῦν Κλεόνικος ἐλεύσεται, οὐκέτ’ ἐκεῖνον

### book 201.1.2

δέξομ’ ἐγὼ μελάθροις, οὐ μὰ τόν—οὐκ ὀμόσω.

### book 201.1.3

εἰ γὰρ ὄνειρον ἰδὼν οὐκ ἤλυθεν, εἶτα παρείη

### book 201

αὔριον, οὐ παρὰ τὴν σήμερον ὀλλύμεθα.

### book 202.1.1

Πτηνὸς Ἔρως ἄγαγέν με δι’ ἠέρος, ἡνίκα, Δᾶμι,

### book 202.1.2

γράμμα σὸν εἶδον, ὅ μοι δεῦρο μολεῖν ς’ ἔλεγεν·

### book 202.1.3

ῥίμφα δ’ ἀπὸ Σμύρνης ἐπὶ Σάρδιας· ἔδραμεν ἄν μου

### book 202.1.4

ὕστερον, εἰ Ζήτης ἔτρεχεν ἢ Κάλαϊς.

### book 203.1.1

Οὐκ ἐθέλοντα φιλεῖς με, φιλῶ δ’ ἐγὼ οὐκ ἐθέλοντα·

### book 203.1.2

εὔκολος, ἢν φεύγω· δύσκολος, ἢν ἐπάγω.

### book 204.1.1

„Χρύσεα χαλκείων“ νῦν εἴπατε· „δός, λάβε“ παίζει

### book 204.1.2

Σωσιάδας ὁ καλὸς καὶ Διοκλῆς ὁ δασύς.

### book 204.1.3

τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν;

### book 204.1.4

ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ;

### book 204.5.1

οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ;

### book 204.5.2

οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει.

### book 205.1.1

Παῖς τις ὅλως ἁπαλὸς τοῦ γείτονος οὐκ ὀλίγως με

### book 205.1.2

κνίζει· πρὸς τὸ θέλειν δ’ οὐκ ἀμύητα γελᾷ·

### book 205.1.3

οὐ πλεῦν δ’ ἐστὶν ἐτῶν δυοκαίδεκα. νῦν ἀφύλακτοι

### book 205

ὄμφακες· ἢν δ’ ἀκμάσῃ, φρούρια καὶ σκόλοπες.

### book 206.1.1

Ἢν τούτῳ φωνῇς, τὸ μέσον λάβε καὶ κατακλίνας

### book 206.1.2

ζεύγνυε καὶ πρώσας πρόσπεσε καὶ κάτεχε. —

### book 206.1.3

„Οὐ φρονέεις, Διόφαντε· μόλις δύναμαι γὰρ ἔγωγε

### book 206.1.4

ταῦτα ποιεῖν· παίδων δ’ ἡ πάλη ἔσθ’ ἑτέρα.“ —

### book 206.5.1

Ὀχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου·

### book 206.5.2

πρῶτον συμμελετᾶν ἢ μελετᾶν μαθέτω.

### book 207.1.1

Ἐχθὲς λουόμενος Διοκλῆς ἀνενήνοχε σαύραν

### book 207.1.2

ἐκ τῆς ἐμβάσεως τὴν Ἀναδυομένην.

### book 207.1.3

ταύτην εἴ τις ἔδειξεν Ἀλεξάνδρῳ τότ’ ἐν Ἴδῃ,

### book 207.1.4

τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς.

### book 208.1.1

Εὐτυχές, οὐ φθονέω, βιβλίδιον· ἦ ῥά ς’ ἀναγνοὺς

### book 208.1.2

παῖς τις ἀναθλίβει πρὸς τὰ γένεια τιθεὶς

### book 208.1.3

ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν ἢ κατὰ μηρῶν

### book 208.1.4

εἰλήσει δροσερῶν, ὦ μακαριστότατον·

### book 208.5.1

πολλάκι φοιτήσεις ὑποκόλπιον ἢ παρὰ δίφρους

### book 208.5.2

βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως.

### book 208.5.3

πολλὰ δ’ ἐν ἠρεμίῃ προλαλήσεις· ἀλλ’ ὑπὲρ ἡμῶν,

### book 208.5.4

χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει.

### book 209.1.1

Μήτε λίην στυγνὸς παρακέκλισο μήτε κατηφής,

### book 209.1.2

Δίφιλε, μηδ’ εἴης παιδίον ἐξ ἀγέλης.

### book 209.1.3

ἔστω που προὔνεικα θιγήματα καὶ τὰ πρὸ ἔργων

### book 209

παίγνια, πληκτισμοί, κνίσμα, φίλημα, λόγος.

### book 210.1.1

Τρεῖς ἀρίθμει τοὺς πάντας ὑπὲρ λέχος, ὧν δύο δρῶσιν

### book 210.1.2

καὶ δύο πάσχουσιν. θαῦμα δοκῶ τι λέγειν·

### book 210.1.3

καὶ μὴν οὐ ψεῦδος· δυσὶν εἷς μέσσος γὰρ ὑπουργεῖ

### book 210.1.4

τέρπων ἐξόπιθεν, πρόσθε δὲ τερπόμενος.

### book 211.1.1

Εἰ μὲν ἔφυς ἀμύητος ἀκμήν, ὑπὲρ οὗ ς’ ἐπιπείθω,

### book 211.1.2

ὀρθῶς ἂν δείσαις δεινὸν ἴσως δοκέων·

### book 211.1.3

εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην,

### book 211.1.4

τί φθονέεις δοῦναι ταὐτὸ λαβὼν ἑτέρῳ;

### book 211.5.1

ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτ’ ἀπολύσας

### book 211.5.2

εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς·

### book 211.5.3

ἄλλη δ’ ἔνθα τρυφή· παίξεις ἴσα, κοινὰ λαλήσεις,

### book 211.5.4

τἆλλα δ’ ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος.

### book 212.1.1

Αἰαῖ μοι, τί πάλιν δεδακρυμένον ἢ τί κατηφές,

### book 212.1.2

παιδίον; εἶπον ἁπλῶς, μηδ’ ὀδύνα. τί θέλεις;

### book 212.1.3

τὴν χέρα μοι κοίλην προσενήνοχας· ὡς ἀπόλωλα·

### book 212.1.4

μισθὸν ἴσως αἰτεῖς. τοῦτ’ ἔμαθες δὲ πόθεν;

### book 212.5.1

οὐκέτι σοι κοπτῆς φίλιαι πλάκες οὐδὲ μελιχρὰ

### book 212.5.2

σήσαμα καὶ καρύων παίγνιος εὐστοχίη·

### book 212.5.3

ἀλλ’ ἤδη πρὸς κέρδος ἔχεις φρένας. ὡς ὁ διδάξας

### book 212.5.4

τεθνάτω· οἷόν μου παιδίον ἠφάνικεν.

### book 213.1

Τῷ τοίχῳ κέκλικας τὴν ὀσφύα τὴν περίβλεπτον,

### book 213

Κῦρι. τί πειράζεις τὸν λίθον; οὐ δύναται.

### book 214.1.1

Δός μοι καὶ λάβε χαλκόν. ἐρεῖς ὅτι „Πλούσιός εἰμι.“

### book 214.1.2

δώρησαι τοίνυν τὴν χάριν ὡς βασιλεύς.

### book 215.1.1

Νῦν ἔαρ εἶ, μετέπειτα θέρος. κἄπειτα τί μέλλεις,

### book 215.1.2

Κῦρις; βούλευσαι, καὶ καλάμη γὰρ ἔσῃ.

### book 216.1.1

Νῦν ὀρθή, κατάρατε, καὶ εὔτονος, ἡνίκα μηδέν·

### book 216.1.2

ἡνίκα δ’ ἦν ἐχθές, οὐδὲν ὅλως ἀνέπνεις.

### book 217.1.1

Ἤδη ἐπὶ στρατιῆς ὁρμᾷς, ἔτι παῖς ἀδαὴς ὢν

### book 217.1.2

καὶ τρυφερός. τί ποιεῖς, οὗτος, ὅρα· μετάθου.

### book 217.1.3

οἴμοι, τίς ς’ ἀνέπεισε λαβεῖν δόρυ, τίς χερὶ πέλτην,

### book 217.1.4

τίς κρύψαι ταύτην τὴν κεφαλὴν κόρυθι;

### book 217.5.1

ὦ μακαριστὸς ἐκεῖνος, ὅτις ποτέ, καινὸς Ἀχιλλεὺς

### book 217.5.2

τοίῳ ἐνὶ κλισίῃ τερπόμενος Πατρόκλῳ.

### book 218.1.1

Μέχρι τίνος σε γελῶντα μόνον, μηδὲν δὲ λαλοῦντα

### book 218.1.2

οἴσομεν; εἶπον ἁπλῶς ταῦτα σύ, Πασίφιλε.

### book 218.1.3

αἰτῶ, καὶ σὺ γελᾷς· πάλιν αἰτῶ, κοὐκ ἀποκρίνῃ·

### book 218

δακρύω, σὺ γελᾷς. βάρβαρε, τοῦτο γέλως;

### book 219.1.1

Καὶ μισθοὺς αἰτεῖτε, διδάσκαλοι; ὡς ἀχάριστοι

### book 219.1.2

ἐστέ. τί γάρ; τὸ βλέπειν παιδία μικρὸν ἴσως;

### book 219.1.3

καὶ τούτοισι λαλεῖν ἀσπαζομένους τε φιλῆσαι;

### book 219.1.4

τοῦτο μόνον χρυσῶν ἄξιον οὐχ ἑκατόν;

### book 219.5.1

πεμπέτω, εἴ τις ἔχει καλὰ παιδία· κἀμὲ φιλείτω,

### book 219.5.2

μισθὸν καὶ παρ’ ἐμοῦ λαμβανέτω, τί θέλει.

### book 220.1.1

Οὐχὶ τὸ πῦρ κλέψας δέδεσαι, κακόβουλε Προμηθεῦ,

### book 220.1.2

ἀλλ’ ὅτι τὸν πηλὸν τοῦ Διὸς ἠφάνισας.

### book 220.1.3

πλάττων ἀνθρώπους ἔβαλες τρίχας· ἔνθεν ὁ δεινὸς

### book 220.1.4

πώγων καὶ κνήμη παισὶ δασυνομένη.

### book 220.5.1

εἶτά σε δαρδάπτει Διὸς αἰετός, ὃς Γανυμήδην

### book 220.5.2

ἥρπας’· ὁ γὰρ πώγων καὶ Διός ἐστ’ ὀδύνη.

### book 221.1.1

Στεῖχε πρὸς αἰθέρα δῖον, ἀνέρχεο παῖδα κομίζων,

### book 221.1.2

αἰετέ, τὰς διφυεῖς ἐκπετάσας πτέρυγας,

### book 221.1.3

στεῖχε τὸν ἁβρὸν ἔχων Γανυμήδεα, μηδὲ μεθείης

### book 221.1.4

τὸν Διὸς ἡδίστων οἰνοχόον κυλίκων·

### book 221.5.1

φείδεο δ’ αἱμάξαι κοῦρον γαμψώνυχι ταρσῷ,

### book 221.5.2

μὴ Ζεὺς ἀλγήσῃ τοῦτο βαρυνόμενος.

### book 222.1.1

Εὐκαίρως ποτὲ παιδοτρίβης λεῖον προδιδάσκων

### book 222.1.2

εἰς τὸ γόνυ γνάμψας μέσσον ἐπαιδοτρίβει

### book 222.1.3

τῇ χερὶ τοὺς κόκκους ἐπαφώμενος· ἀλλὰ τυχαίως

### book 222

τοῦ παιδὸς χρῄζων ἦλθεν ὁ δεσπόσυνος.

### book 222.5.1

ὃς δὲ τάχος τοῖς ποσσὶν ὑποζώσας ἀνέκλινεν

### book 222.5.2

ὕπτιον ἐμπλέξας τῇ χερὶ τὴν φάρυγα.

### book 222.5.3

ἀλλ’ οὐκ ὢν ἀπάλαιστος ὁ δεσπόσυνος προσέειπεν·

### book 222.5.4

„Παῦσαι· πνιγίζεις,“ φησί, „τὸ παιδάριον.“

### book 223.1.1

Τερπνὸν ὅλως τὸ πρόσωπον ἐμοὶ προσιόντος ἀπαρκεῖ·

### book 223.1.2

οὐκέτι δ’ ἐξόπιθεν καὶ παριόντα βλέπω.

### book 223.1.3

οὕτω γὰρ καὶ ἄγαλμα θεοῦ καὶ νηὸν ὁρῶμεν

### book 223.1.4

ἀντίον, οὐ πάντως καὶ τὸν ὀπισθόδομον.

### book 224.1.1

Εἰς ἀγαθὴν συνέβημεν ἀταρπιτόν, ἣν ἀπὸ πρώτης

### book 224.1.2

φράζευ, ὅπως ἔσται, Δίφιλε, καὶ μονίμη.

### book 224.1.3

ἄμφω γὰρ πτηνόν τι λελόγχαμεν· ἔστι μὲν ἐν σοὶ

### book 224.1.4

κάλλος, ἔρως δ’ ἐν ἐμοί· καίρια δ’ ἀμφότερα.

### book 224.5.1

ἄρτι μὲν ἁρμοσθέντα μένει χρόνον· εἰ δ’ ἀφύλακτα

### book 224.5.2

μίμνετον ἀλλήλων, οἴχετ’ ἀποπτάμενα.

### book 225.1.1

Οὐδέποτ’ ἠελίου φάος ὄρθριον ἀντέλλοντος

### book 225.1.2

μίσγεσθαι ταύρῳ χρὴ φλογόεντα κύνα,

### book 225.1.3

μή ποτε καρπολόχου Δημήτερος ὑγρανθείσης

### book 225

βρέξῃς τὴν λασίην Ἡρακλέους ἄλοχον.

### book 226.1.1

Πάννυχα μυδαλόεντα πεφυρμένος ὄμματα κλαυθμῷ

### book 226.1.2

ἄγρυπνον ἀμπαύω θυμὸν ἀδημονίῃ,

### book 226.1.3

ἥ με κατ’ οὖν ἐδάμασσεν ἀποζευχθέντος ἑταίρου,

### book 226.1.4

μοῦνον ἐπεί με λιπὼν εἰς ἰδίην Ἔφεσον

### book 226.5.1

χθιζὸς ἔβη Θεόδωρος· ὃς εἰ πάλι μὴ ταχὺς ἔλθοι,

### book 226.5.2

οὐκέτι, μουνολεχεῖς κοῖται, ἀνεξόμεθα.

### book 227.1.1

Ἤν τινα καὶ παριδεῖν ἐθέλω καλὸν ἀντισυναντῶν,

### book 227.1.2

βαιὸν ὅσον παραβὰς εὐθὺ μεταστρέφομαι.

### book 228.1.1

Παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν

### book 228.1.2

τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ·

### book 228.1.3

ἤδη δ’ ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν,

### book 228.1.4

τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον.

### book 228.5.1

ἔστι δ’ ὅτ’ ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δ’ οὔπω

### book 228.5.2

ἀπρεπές, οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν.

### book 229.1.1

Ὡς ἀγαθὴ θεός ἐστι, δι’ ἣν ὑπὸ κόλπον, Ἄλεξι,

### book 229.1.2

πτύομεν ὑστερόπουν ἁζόμενοι Νέμεσιν.

### book 229.1.3

ἣν σὺ μετερχομένην οὐκ ἔβλεπες, ἀλλ’ ἐνόμιζες

### book 229.1.4

ἕξειν τὸ φθονερὸν κάλλος ἀειχρόνιον.

### book 229.5

νῦν δὲ τὸ μὲν διόλωλεν· ἐλήλυθε δ’ ἡ τριχάλεπτος

### book 229

δαίμων· χοἰ θέραπες νῦν σε παρερχόμεθα.

### book 230.1.1

Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ ἔχθει,

### book 230.1.2

τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις·

### book 230.1.3

ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ,

### book 230.1.4

καὶ σύ ποτ’ ἠράσθης. οὐκέτι μακρὰ λέγω.

### book 231.1.1

Εὐκλείδῃ φιλέοντι πατὴρ θάνεν. ἆ μάκαρ αἰεί,

### book 231.1.2

καὶ πρίν, ἐς ὅττι θέλοι, χρηστὸν ἔχων πατέρα

### book 231.1.3

καὶ νῦν εὔφρονα νεκρόν. ἐγὼ δ’ ἔτι λάθρια παίζω.

### book 231.1.4

φεῦ μοίρης τε κακῆς καὶ πατρὸς ἀθανάτου.

### book 232.1.1

Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ,

### book 232.1.2

ἐντέτασαι δ’ ὡς ἂν μήποτε παυσόμενον·

### book 232.1.3

ἀλλ’ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν

### book 232.1.4

πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο.

### book 232.5.1

τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως·

### book 232.5.2

οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ’ ἡμετέρης.

### book 233.1.1

Τὴν ἀκμὴν „Θησαυρὸν“ ἔχειν, κωμῳδέ, νομίζεις

### book 233.1.2

οὐκ εἰδὼς αὐτὴν „Φάσματοσ“ ὀξυτέρην.

### book 233.1.3

ποιήσει ς’ ὁ χρόνος „Μισούμενον“, εἶτα „Γεωργόν“,

### book 233

καὶ τότε μαστεύσεις τὴν „Περικειρομένην“.

### book 234.1.1

Εἰ κάλλει καυχᾷ, γίνωσχ’, ὅτι καὶ ῥόδον ἀνθεῖ·

### book 234.1.2

ἀλλὰ μαρανθὲν ἄφνω σὺν κοπρίοις ἐρίφη.

### book 234.1.3

ἄνθος γὰρ καὶ κάλλος ἴσον χρόνον ἐστὶ λαχόντα·

### book 234.1.4

ταῦτα δ’ ὁμῇ φθονέων ἐξεμάρανε χρόνος.

### book 235.1.1

Εἰ μὲν γηράσκει τὸ καλόν, μετάδος, πρὶν ἀπέλθῃ·

### book 235.1.2

εἰ δὲ μένει, τί φοβῇ τοῦθ’, ὃ μένει, διδόναι;

### book 236.1.1

Εὐνοῦχός τις ἔχει καλὰ παιδία· πρὸς τίνα χρῆσιν;

### book 236.1.2

καὶ τούτοισι βλάβην οὐχ ὁσίην παρέχει.

### book 236.1.3

ὄντως ὡς ὁ κύων φάτνῃ ῥόδα, μωρὰ δ’ ὑλακτῶν

### book 236.1.4

οὔθ’ αὑτῷ παρέχει τἀγαθὸν οὔθ’ ἑτέρῳ.

### book 237.1.1

Χαῖρε σύ, μισοπόνηρε πεπλασμένε, χαῖρε, βάναυσε,

### book 237.1.2

ὁ πρῴην ὀμόσας μηκέτι μὴ διδόναι.

### book 237.1.3

μηκέτι νῦν ὀμόσῃς. ἔγνωκα γάρ, οὐδέ με λήθεις·

### book 237

οἶδα τὸ ποῦ καὶ πῶς καὶ τίνι καὶ τὸ πόσου.

### book 238.1.1

Ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσιν

### book 238.1.2

οἱ κύνεοι πῶλοι μειρακιευόμενοι·

### book 238.1.3

ἀμφαλλὰξ δὲ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται

### book 238.1.4

τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι.

### book 238.5.1

οὐ πλεονεκτεῖται δ’ οὐδ’ ἅτερος· ἄλλοτε μὲν γὰρ

### book 238.5.2

ἵσταται ὁ προδιδοὺς ἄλλοτ’ ὄπισθε πάλιν.

### book 238.5.3

τοῦτ’ ἐστὶν πάντως τὸ παροίμιον· εἰς γὰρ ἀμοιβήν,

### book 238.5.4

ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον.

### book 239.1.1

Πέντ’ αἰτεῖς; δέκα δώσω, ἐείκοσι δ’ ἀντία ἕξεις.

### book 239.1.2

ἀρκεῖ σοι χρυσοῦς; ἤρκεσε καὶ Δανάῃ.

### book 240.1.1

Ἤδη μοι πολιαὶ μὲν ἐπὶ κροτάφοισιν ἔθειραι,

### book 240.1.2

καὶ πέος ἐν μηροῖς ἀργὸν ἀποκρέμαται·

### book 240.1.3

ὄρχεις δ’ ἄπρηκτοι, χαλεπὸν δέ με γῆρας ἱκάνει.

### book 240.1.4

οἴμοι, πυγίζειν οἶδα καὶ οὐ δύναμαι.

### book 241.1.1

Ἄγκιστρον πεπόηκας, ἔχεις ἰχθὺν ἐμέ, τέκνον·

### book 241.1.2

ἕλκε μ’, ὅπου βούλει· μὴ τρέχε, μή σε φύγω.

### book 242.1

Πρῴην τὴν σαύραν ῥοδοδάκτυλον, Ἄλκιμ’, ἔδειξας·

### book 242

νῦν αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχεις.

### book 243.1.1

Εἴ με τὸ πυγίζειν ἀπολώλεκε καὶ διὰ τοῦτο

### book 243.1.2

ἐκτρέφομαι ποδαγρῶν, Ζεῦ, κρεάγραν με πόει.

### book 244.1.1

Ἢν ἐσίδω τινὰ λευκόν, ἀπόλλυμαι· ἢν δὲ μελίχρουν,

### book 244.1.2

καίομαι· ἢν ξανθὸν δ’, εὐθὺς ὅλος λέλυμαι.

### book 245.1.1

Πᾶν ἄλογον ζῷον βινεῖ μόνον· οἱ λογικοὶ δὲ

### book 245.1.2

τῶν ἄλλων ζῴων τοῦτ’ ἔχομεν τὸ πλέον

### book 245.1.3

πυγίζειν εὑρόντες. ὅσοι δὲ γυναιξὶ κρατοῦνται,

### book 245.1.4

τῶν ἀλόγων ζῴων οὐδὲν ἔχουσι πλέον.

### book 246.1.1

Ζεῦγος ἀδελφειῶν με φιλεῖ· οὐκ οἶδα, τίν’ αὐτῶν

### book 246.1.2

δεσπόσυνον κρίνω· τοὺς δύο γὰρ φιλέω.

### book 246.1.3

χὠ μὲν ἀποστείχει, ὁ δ’ ἐπέρχεται· ἔστι δὲ τοῦ μὲν

### book 246.1.4

κάλλιστον τὸ παρόν, τοῦ δὲ τὸ λειπόμενον.

### book 247.1.1

Οἷον ἐπὶ Τροίῃ ποτ’ ἀπὸ Κρήτης, Θεόδωρε,

### book 247.1.2

Ἰδομενεὺς θεράποντ’ ἤγαγε Μηριόνην,

### book 247.1.3

τοῖον ἔχω σε φίλον περιδέξιον. ἦ γὰρ ἐκεῖνος

### book 247.1.4

ἄλλα μὲν ἦν θεράπων, ἄλλα δ’ ἑταιρόσυνος·

### book 247.5

καὶ σὺ τὰ μὲν βιότοιο πανήμερος ἔργα τέλει μοι,

### book 247

νύκτα δὲ πειρῶμεν, ναὶ Δία, Μηριόνην.

### book 248.1.1

Τίς δύναται γνῶναι τὸν ἐρώμενον εἰ παρακμάζει,

### book 248.1.2

πάντα συνὼν αὐτῷ μηδ’ ἀπολειπόμενος;

### book 248.1.3

τίς δύνατ’ οὐκ ἀρέσαι τὴν σήμερον, ἐχθὲς ἀρέσκων;

### book 248.1.4

εἰ δ’ ἀρέσει, τί παθὼν αὔριον οὐκ ἀρέσει;

### book 249.1.1

Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα

### book 249.1.2

παιδὸς ἐφ’ ὑαλέην ὄψιν ὑπερπέτασαι;

### book 249.1.3

οὐ παύσῃ βομβεῦσα καὶ ἀνθολόγοισι θέλουσα

### book 249.1.4

ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;

### book 249.5.1

ἔρρ’ ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους,

### book 249.5.2

μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.

### book 250.1.1

Νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρην

### book 250.1.2

ἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα,

### book 250.1.3

υἱὸν Ἀριστοδίκου τοῦ γείτονος· ὃν περιπλεχθεὶς

### book 250.1.4

ἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος.

### book 250.5.1

νῦν δ’ αὐτῷ τί φέρων δωρήσομαι; οὔτ’ ἀπάτης γὰρ

### book 250.5.2

ἄξιος, Ἑσπερίης οὔτ’ ἐπιορκοσύνης.

### book 251.1.1

Πρόσθε μὲν ἀντιπρόσωπα φιλήματα καὶ τὰ πρὸ πείρας

### book 251.1.2

εἴχομεν· ἦς γὰρ ἀκμήν, Δίφιλε, παιδάριον.

### book 251.1.3

νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων

### book 251

ὕστερον· ἔστω γὰρ πάντα καθ’ ἡλικίην.

### book 252.1.1

Ἐμπρήσω σέ, θύρη, τῇ λαμπάδι, καὶ τὸν ἔνοικον

### book 252.1.2

συμφλέξας μεθύων εὐθὺς ἄπειμι φυγάς,

### book 252.1.3

καὶ πλώσας Ἀδριανὸν ἐπ’ οἴνοπα πόντον ἀλήτης

### book 252.1.4

φωλήσω γε θύραις νυκτὸς ἀνοιγομέναις.

### book 253.1.1

Δεξιτερὴν ὀλίγον δὸς ἐπὶ χρόνον, οὐχ ἵνα παύσῃς

### book 253.1.2

—κεἴ μ’ ὁ καλὸς χλεύην ἔσχε—χοροιτυπίης.

### book 253.1.3

ἀλλ’, εἰ μὴ πλευρῇ παρεκέκλιτο πατρὸς ἀκαίρως,

### book 253.1.4

οὐκ ἂν δή με μάτην εἶδε μεθυσκόμενον.

### book 254.1.1

Ἐκ ποίου ναοῦ, πόθεν ὁ στόλος οὗτος Ἐρώτων

### book 254.1.2

πάντα καταστίλβων; ἄνδρες, ἀμαυρὰ βλέπω.

### book 254.1.3

τίς τούτων δοῦλος, τίς ἐλεύθερος, οὐ δύναμ’ εἰπεῖν.

### book 254.1.4

ἄνθρωπος τούτων κύριος; οὐ δύναται.

### book 254.5.1

εἰ δ’ ἐστίν, μείζων πολλῷ Διός, ὃς Γανυμήδην

### book 254.5.2

ἔσχε μόνως, θεὸς ὢν πηλίκος· ὃς δὲ πόσους.

### book 255.1.1

Οὐδ’ αὐτή ς’ ἡ λέξις, ἀκοινώνητε, διδάσκει

### book 255.1.2

ἐξ ἐτύμου φωνῆς ῥήμασιν ἑλκομένη;

### book 255.1.3

πᾶς φιλόπαις λέγεται, Διονύσιε, κοὐ φιλοβούπαις.

### book 255.1.4

πρὸς τοῦτ’ ἀντειπεῖν μή τι πάλιν δύνασαι;

### book 255.5

Πύθι’ ἀγωνοθετῶ, σὺ δ’ Ὀλύμπια· χοὒς ἀποβάλλων

### book 255

ἐκκρίνω, τούτους εἰς τὸν ἀγῶνα δέχῃ.

### book 256.1.1

Πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε χειρὶ τρυγήσας

### book 256.1.2

παίδων ἄνθος Ἔρως ψυχαπάτην στέφανον.

### book 256.1.3

ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον,

### book 256.1.4

ἐν δ’ Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον.

### book 256.5.1

ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπ’ ἀκάνθης

### book 256.5.2

εἳς ῥόδον, οἰνάνθη δ’ ὥς τις ἔθαλλε Δίων·

### book 256.5.3

χρυσανθῆ δὲ κόμαισι κρόκον, Θήρωνα, συνῆψεν,

### book 256.5.4

ἐν δ’ ἔβαλ’ ἑρπύλλου κλωνίον Οὐλιάδην·

### book 256.5.5

ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίης,

### book 256.10.1

ἱμερτοὺς Ἀρέτου κλῶνας ἀπεδρέπετο.

### book 256.10.2

ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουν

### book 256.10.3

ἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον.

### book 257.1.1

Ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς,

### book 257.1.2

ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν,

### book 257.1.3

φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον

### book 257.1.4

ὑμνοθετᾶν βύβλῳ τᾷδ’ ἐνελιξάμενον

### book 257.5.1

ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ

### book 257.5.2

ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον.

### book 257.5.3

οὖλα δ’ ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις,

### book 257.5.4

σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας.

### book 258.1.1

Ἦ τάχα τις μετόπισθε κλύων ἐμὰ παίγνια ταῦτα

### book 258.1.2

πάντας ἐμοὺς δόξει τοὺς ἐν ἔρωτι πόνους·

### book 258.1.3

ἄλλα δ’ ἐγὼν ἄλλοισιν ἀεὶ φιλόπαισι χαράσσω

### book 258

γράμματ’, ἐπεί τις ἐμοὶ τοῦτ’ ἐνέδωκε θεός.

### book 1.1.1

Χαῖρε, θεὰ Παφίη· σὴν γὰρ ἀεὶ δύναμιν

### book 1.1.2

κάλλος τ’ ἀθάνατον καὶ σέβας ἱμερόεν

### book 1.1.3

πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι

### book 1.1.4

ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς·

### book 1.5

πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.

### book 2.1.1

Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,

### book 2.1.2

ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον·

### book 2.1.3

Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,

### book 2.1.4

Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.

### book 3.1.1

Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται.

### book 3.1.2

εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·

### book 3.1.3

εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,

### book 3.1.4

θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.

### book 4.1

Ἀλκίμων ς’, Ὠριστοκλείδη, πρῶτον οἰκτίρω φίλων·

### book 4

ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληίην.

### book 5.1.1

Νικῶ δίαυλον. —„Ἀλλ’ ἐγὼ παλαίων.“ —

### book 5.1.2

Ἐγὼ δὲ πεντάεθλον. —„Ἀλλ’ ἐγὼ πύξ.“ —

### book 5.1.3

Καὶ τίς τύ; —„Τιμόδημος.“ —Ἀλλ’ ἐγὼ Κρής. —

### book 5.1.4

„Ἐγὼ δὲ Κρηθεύς.“ —Ἀλλ’ ἐγὼ Διοκλῆς. —

### book 5.5.1

„Καὶ τίς πατήρ τοι;“ —Κλεῖνος. —„Ὥσπερ ἄμμιν.“ —

### book 5.5.2

Ἔμπη δὲ νικῇς; —„Ἰσθμοῖ. ἦ τὺ δ’ ἔμπη;“ —

### book 5.5.3

Νέμειον ἂν λειμῶνα καὶ παρ’ Ἥρᾳ.

### book 6.1.1

Τοῦτ’ ἐγὼ τὸ περισσὸν εἰκόνισμα

### book 6.1.2

τοῦ κωμῳδογέλωτος εἰς θρίαμβον

### book 6.1.3

κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθὲν

### book 6.1.4

ἕστακ’, ὄφρα Λύκωνι σᾶμ’ ἐπείη.

### book 6.5.1

ὅσσα γὰρ καθυπῆρχε λαμπρὸς ἁνήρ,

### book 6.5.2

μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ

### book 6.5.3

ἔν τ’ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα

### book 6.5.4

ἄγκειται παράδειγμα τᾶς ὀπωπᾶς.

### book 7.1.1

Ὁ Λύκτιος Μενίτας

### book 7.1.2

τὰ τόξα ταῦτ’ ἐπειπὼν

### book 7.1.3

ἔθηκε· „Τῆ, κέρας τοι

### book 7.1.4

δίδωμι καὶ φαρέτρην,

### book 7.5

Σάραπι· τοὺς δ’ ὀιστοὺς

### book 7

ἔχουσιν Ἑσπερῖται.“

### book 8.1.1

Ἐκ δολίχου τἤρᾳ σφυρήλατον, ὃν τάχει κρατήσας,

### book 8.1.2

Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.

### book 9.1.1

Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου

### book 9.1.2

ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.

### book 10.1.1

Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας

### book 10.1.2

ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ...

### book 11.1.1

Τίς εἰκόνα τάνδ’ ἀνέθηκεν; —„Δωριεὺς ὁ Θούριος.“ —

### book 11.1.2

Οὐ Ῥόδιος γένος ἦν; —„Ναί, πρὶν φυγεῖν γε πατρίδα,

### book 11

δεινᾷ γε χειρὶ πόλλ’ ἔρξας ἔργα καὶ βίαια.“

### book 12.1.1

Ἐρρέτω ἦμαρ ἐκεῖνο καὶ οὐλομένη σκοτόμαινα

### book 12.1.2

βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός,

### book 12.1.3

οἵ ποτε νῆ’ ἐκύλισαν, ἐφ’ ἧς ὁ τὰ πολλὰ μελίφρων

### book 12.1.4

Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο·

### book 12.5.1

ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι

### book 12.5.2

τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι

### book 12.5.3

προξείνων ὑπὸ χερσὶ λαχὼν πυρὸς ἵκετο πάτρην

### book 12.5.4

Ἄβδηρα κρωσσῷ χαλκέῳ περισταλείς.

### book 13.1.1

Τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱὸς

### book 13.1.2

εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ.

### book 13.1.3

Κυδωνιήτας Κρησίλας εἰργάσσατο.

### book 14.1.1

Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται

### book 14.1.2

νίκαις ἱππόβοτον πατρίδ’ ἐπευκλεΐσας

### book 14.1.3

Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,

### book 14.1.4

δύω δ’ ἐν Ἰσθμῷ, πεντεκαίδεκ’ ἐν Νεμέᾳ·

### book 14.5

τὰς δ’ ἄλλας νίκας οὐκ εὐμαρές ἐστ’ ἀριθμῆσαι.

### book 15.1.1

Εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου, αὐτὰρ ἐνίκων

### book 15.1.2

τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ,

### book 15

τρὶς δ’ Ἰσθμῷ· στεφανῶ δ’ ἄστυ Συρακοσίων.

### book 16.1.1

Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί·

### book 16.1.2

ἅρματι δ’ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα

### book 16.1.3

εἰκόνα τάνδ’ ἔστασα. μόναν δ’ ἐμέ φαμι γυναικῶν

### book 16.1.4

Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.

### book 17.1

Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ

### book 17.2

θρέψε Πειρήνης ἄπο.

### book 18.1.1

Χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου,

### book 18.1.2

ἥτις κεντροραγὴς βαλοῦσα παῖδα

### book 18.1.3

ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δ’ ἄρ’ ἐκείνου

### book 18.1.4

Παρμένων χρυσέης κύρησε νίκης.

### book 18.5.1

Φώκριτε, σῷ δ’ ἄρα παιδὶ Ἀμυκλαΐδαι βασιλῆες

### book 18.5.2

πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.

### book 19.1.1

Ἄνθηκεν τόδ’ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα

### book 19.1.2

ἐν Δελφοῖς ποτε Νικολᾴδας

### book 19.1.3

καὶ Παναθηναίοις στεφάνους λάβε πέντ’ ἐπ’ ἀέθλοις

### book 19.1.4

ἑξῆς ἀμφιφορεῖς ἐλαίου·

### book 19.5.1

Ἰσθμῷ δ’ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ—οἶδεν ἑλόντα

### book 19.5.2

ἀκτὰ Ποντομέδοντος ἆθλα—

### book 19.5.3

καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα

### book 19.1

Πελλάνᾳ, δύο δ’ ἐν Λυκαίῳ

### book 19.2

καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ’ Ἐπιδαύρῳ

### book 19.10.1

καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,

### book 19.10.2

ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας

### book 19.10.3

ηὔφρανεν μεγάλαν Κόρινθον.

### book 20.1.1

Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης,

### book 20.1.2

τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς

### book 20.1.3

τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκ’ Ἀφροδίτῃ

### book 20.1.4

καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.

### book 21.1.1

Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταιΐδα

### book 21.1.2

τῶ ’λεγῃοποιῶ·

### book 21.1.3

ἁ Μῶσα δ’ αὐτῶ τᾶς Σιμωνίδα πλάτας

### book 21.1.4

ἧς ἀποσπάραγμα

### book 21.5.1

κενά τε κλαγγὰν καὶ ’πιλακυθίστρια

### book 21.5.2

διθυραμβοχάνα·

### book 21.5.3

τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν,

### book 21

τύμπανόν κ’ ἐφύση.

### book 22.1.1

Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,

### book 22.1.2

ἴσχε βίης, ἑκάεργ’ ἀνάσσων·

### book 22.1.3

οὔ σοι φαρέτρη λύεται λυκοκτόνος·

### book 22.1.4

τοῖσδε δ’ ἐπ’ ἠιθέοις ὀιστὸν

### book 22.5.1

στρέφειν Ἔρωτος, τόφρ’ ἀλέξωνται πάτρῃ

### book 22.5.2

θαρσαλέοι φιλότατι κούρων·

### book 22.5.3

πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος

### book 22.5.4

αἰὲν ὅδε προμάχους ἀέξειν.

### book 22.5.5

Μελιστίωνος δ’, ὦ πατρώιον σέβας

### book 22.10

Σχοινιέων, ἐπίηρα δέχθαι.

### book 23.1.1

Ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον

### book 23.1.2

τὰ Βότρυος περισσὰ δῆτα κήδη,

### book 23.1.3

ὃς πρέσβυς ὀγδώκοντ’ ἐτῶν τὸν ἐκ νέων ἔθαψεν

### book 23.1.4

ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.

### book 23.5.1

φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,

### book 23.5.2

ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.

### book 24.1.1

Τὰ δῶρα τἀφροδίτῃ

### book 24.1.2

Σῖμον ἡ περίφοιτος εἰκόν’ αὑτῆς

### book 24.1.3

ἔθηκε τήν τε μίτρην,

### book 24.1.4

ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν

### book 24.5

καὶ τούς 〈ποτ’ ἀντίναξεν〉

### book 24

ἀυτοῦς’ ἀν’ ὄρη τάλαινα θύρσους.

### book 25.1.1

Δήμητρι τῇ Πυλαίῃ,

### book 25.1.2

τῇ τοῦτον οὑκ Πελασγῶν

### book 25.1.3

Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ ὁ Ναυκρατίτης

### book 25.1.4

καὶ τῇ κάτω θυγατρὶ

### book 25.5.1

τὰ δῶρα Τιμόδημος

### book 25.5.2

εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ’ οὕτως.

### book 26.1.1

Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ’ Ἀρχεναύτεω

### book 26.1.2

κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν

### book 26.1.3

Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθ’ ὑψιπύργου

### book 26.1.4

σήμαινε λαοῖς τέρμ’ ἔχων Κορίνθου.

### book 27.1.1

Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα

### book 27.1.2

νεῦς οὐχ ὑπεξήνεικεν οὐδ’ ἐδέξατο·

### book 27.1.3

ἀλλὰ κατ’ Αἰγαίοιο πολὺν βυθὸν ᾤχετο πόντου

### book 27.1.4

βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα.

### book 27.5.1

τύμβου δ’ ἐν πατέρων κενεοῦ λάχεν, ὃν πέρι Προμηθὶς

### book 27.5.2

μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη,

### book 27.5.3

αἰαῖ, κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα,

### book 27

λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.

### book 28.1.1

Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι

### book 28.1.2

ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις

### book 28.1.3

αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις

### book 28.1.4

σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,

### book 28.5.1

οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων

### book 28.5.2

ἔθηκαν· εὖ τούσδ’ Ἀντιγένης ἐδίδασκεν ἄνδρας,

### book 28.5.3

εὖ δ’ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων

### book 28.5.4

Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,

### book 28.5.5

τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος,

### book 28.10.1

Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,

### book 28.10.2

αἵ οἱ ἐπ’ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν

### book 28.10.3

θεοῦ θ’ ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.

### book 29.1.1

„Οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ·

### book 29.1.2

ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.“

### book 29.1.3

τοῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ

### book 29.1.4

Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.

### book 29.5

τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ

### book 29

μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.

### book 30.1.1

Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.

### book 30.1.2

υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.

### book 31.1

Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα.

### book 31

οὐκ ἐθέλοντά με προσῆλθε Κηία φλυαρία.

### book 1.1.1

Ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,

### book 1.1.2

εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατ’ ἀγῶνα

### book 1.1.3

σοῖσι δόμοισιν ἔασιν ἀεθλεύοντες ἄριστα. —

### book 1.1.4

„Τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν

### book 1.5.1

ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε

### book 1.5.2

ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ

### book 1.5.3

σιγὴ πᾶσα μέμηλε καὶ ἄφθιτοι ἔνδοθι μῦθοι·

### book 1.5.4

τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δ’ ἔξοχος ἄλλων.

### book 1.5.5

τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.“

### book 2.1

Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς

### book 2.2

αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων.

### book 2.3

ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ

### book 2.4

Θέσπις καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων,

### book 2.5.1

αὐτὰρ ἐεικοστὴν Θεμίσων· τὰ δὲ λοιπὰ τάλαντα

### book 2.5.2

ἐννέα καὶ τέχνη δῶρον Ἀριστοδίκου.

### book 3.1

Ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα·

### book 3.2

„Τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν;“ ὃς δ’ ἀπάμειπτο·

### book 3.3

„Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη

### book 3

αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος.

### book 3.5.1

Κλειὼ μὲν μήλων πέμπτον λάβε, δωδέκατον δὲ

### book 3.5.2

Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια·

### book 3.5.3

Μελπομένη δ’ εἰκοστὸν ἀπαίνυτο, Τερψιχόρη δὲ

### book 3.5.4

τέτρατον· ἑβδομάτην δ’ Ἐρατὼ μετεκίαθε μοίρην·

### book 3.5.5

ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων,

### book 3.10.1

Οὐρανίη δ’ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ

### book 3.10.2

βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.

### book 3.10.3

σοὶ δ’ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω

### book 3.10.4

πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.“

### book 4.1

Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο

### book 4.2

πληθὺν βουκολίων διζήμενος· ὃς δ’ ἀπάμειπτο·

### book 4.3

„Ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε·

### book 4.4

μοίρη δ’ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται·

### book 4.5.1

δωδεκάτη δ’ ἀπάνευθε Ταραξίπποιο παρ’ ἱρόν·

### book 4.5.2

ἀμφὶ δ’ ἄρ’ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται·

### book 4.5.3

αὐτὰρ ἐν Ἀρκαδίηφι τριηκοστὴν προλέλοιπα·

### book 4.5.4

λοιπὰς δ’ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.“

### book 5.1

Εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις

### book 5.2

ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων·

### book 5.3

κούραις δ’ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω·

### book 5.4

εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.

### book 6.1

Ὡρονόμων ὄχ’ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς; —

### book 6

„Ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.“

### book 7.1

Χάλκεός εἰμι λέων· κρουνοὶ δέ μοι ὄμματα δοιὰ

### book 7.2

καὶ στόμα καὶ τὸ θέναρ δεξιτεροῖο ποδός.

### book 7.3

πλήθει δὲ κρητῆρα δύ’ ἤμασι δεξιὸν ὄμμα

### book 7.4

καὶ λαιὸν τρισσοῖς καὶ πισύροισι θέναρ·

### book 7.5.1

ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δ’ ἅμα πάντα,

### book 7.5.2

καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον.

### book 8

Ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.

### book 9.1

Ἄνδρ’ ἐμὸν εἷλ’ ἑκυρός, ἑκυρὸν δ’ ἐμὸς ἔκτανεν ἀνὴρ

### book 9.2

καὶ δαὴρ ἑκυρὸν καὶ ἑκυρὸς γενέτην.

### book 10.1

Λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας,

### book 10.2

πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν

### book 10.3

ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ

### book 10.4

καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου.

### book 10.5.1

ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ,

### book 10.5.2

ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος.

### book 10.5.3

τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος,

### book 10.5.4

νοῖ δ’ ἐντυχοῦσα γίνετ’ εὐστομωτέρα

### book 10

σιγῶς’, ὅταν δεῖ, καὶ λαλοῦς’, ὅταν δέῃ.

### book 11.1

Τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην,

### book 11.2

λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο·

### book 11.3

πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα

### book 11.4

μέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ.

### book 12.1

Ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν

### book 12.2

δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης.

### book 13.1

Ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν,

### book 13.2

Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς

### book 13.3

τρίτον τὸ τέτρατον τε τοῦδ’ Ἀμφίονος,

### book 13.4

ἓξ πάντ’ ἀνευρὼν μητρὸς εὑρήσεις σταθμόν.

### book 14.1

Εἷς ἄνεμος, δύο νῆες, ἐρέττουσιν δέκα ναῦται·

### book 14.2

εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει.

### book 15.1

Ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον,

### book 15.2

σπονδεῖος, χόριος καὶ δάκτυλος ἠδ’ ἀνάπαιστος,

### book 15.3

πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος.

### book 15.4

πυρριχίου τέλος ἔσθ’· ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,

### book 15.5.1

πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τόνδε κατίσχει·

### book 15.5.2

οἱ δ’ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν·

### book 15

μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὅν κ’ ἐθελήσῃ.

### book 16

Νῆσος ὅλη, μύκημα βοὸς φωνή τε δανειστοῦ.

### book 17.1

Θήρη μὲν πολέμου μελέτη, θήρη δὲ διδάσκει

### book 17.2

κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα διώκειν.

### book 18.1

Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτανεν ἀνὴρ

### book 18.2

Αἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.

### book 19.1

Εἶδον ἐγώ ποτε θῆρα δι’ ὕλης τμητοσιδήρου

### book 19.2

ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δ’ οὐχ ἥπτετο γαίης.

### book 20.1

Εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης,

### book 20.2

παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

### book 21

Ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην

### book 21

παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

### book 22.1

Μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι;

### book 22.2

ὧδε πάλιν (μέγα θαῦμα) λέγων ἐμὸν οὔνομα λέξεις.

### book 23.1

Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός,

### book 23.2

τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.

### book 24.1

〈Ἀνδρό〉μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺς

### book 24.2

διχθαδίη, μνήμης δὲ πατὴρ ἐμὸς ἡγεμονεύει·

### book 24.3

θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον·

### book 24.4

αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτὰς

### book 24.5.1

οὐκέτι θῆρα φέρω, ἀλλ’ οὐρανὸν ἠδὲ θάλασσαν

### book 24.5.2

καὶ χθόνα καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.

### book 25.1

Ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸς

### book 25.2

ἠέλιος μήνη τε· πατὴρ δέ με δείδιε κούρην·

### book 25.3

λοῦμαι δ’ ἀενάοισι δύω ποταμοῖσι θανοῦσα,

### book 25.4

οὓς κορυφὴ προΐησιν ἐπ’ ὀφρυόεντι κολωνῷ.

### book 26.1

Ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσα

### book 26.2

γίνομαι ἀργεννῆς λευκοτέρη χιόνος·

### book 26.3

χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ

### book 26

πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη.

### book 27.1

Παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα

### book 27.2

τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης.

### book 28.1

Ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δέ μ’ ἄεθλος

### book 28.2

εἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν·

### book 28.3

καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπ’ ἐλαίῳ,

### book 28.4

υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς·

### book 28.5.1

δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλους

### book 28.5.2

ἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους.

### book 29.1

Μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητι

### book 29.2

μίγνυσθαι αὐτῶν λισσομένων ποσίων.

### book 30.1

Κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη·

### book 30.2

τικτομένη δ’ ἄμφω πέφνον ἐμοὺς γονέας.

### book 31.1

Οἴνου τὴν ἑτέρην γράφε μητέρα καὶ θὲς ἐπ’ ἄρθρῳ

### book 31.2

ἄρθρον, καὶ πάτρην πατρὸς ἄκοιτιν ὁρᾷς.

### book 32

Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλ’ ὁ μὲν οὐδ’ ὣς

### book 32

ἤλυθεν εἰς Ἀίδην· αὐτὰρ ἔγωγ’ ἔθανον.

### book 33.1

Τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος·

### book 33.2

θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος.

### book 34.1

Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,

### book 34.2

ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα·

### book 34.3

ἔνθ’ ἀπ’ ἐμῆς ἔσθ’ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα·

### book 34.4

ἔνθ’ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην·

### book 34.5

κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ.

### book 35.1

Ἀνθρώπου μέλος εἰμί, ὃ καὶ τέμνει με σίδηρος·

### book 35.2

γράμματος αἰρομένου δύεται ἠέλιος.

### book 36.1

Πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δ’ ἄμφω,

### book 36.2

θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος·

### book 36.3

ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ,

### book 36.4

αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι.

### book 37.1

Παλλάδος εἰμὶ φίλη, τίκτω δ’ ἀπερείσια τέκνα,

### book 37.2

ἃ κατὰ πετράων ἄνδρες βάλον· ὀλλυμένων δὲ

### book 37

Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων.

### book 38.1

Κτεῖνα κάσιν, κτάνε δ’ αὖ με κάσις, θάνομεν δ’ ὑπὸ πατρός·

### book 38.2

μητέρα δ’ ἀμφότεροι τεθναότες κτάνομεν.

### book 39.1

Νῆσόν τις καλέων μ’ οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρ

### book 39.2

πολλοὺς ἐς κελάδους οὔνομ’ ἔθηκεν ἐμόν.

### book 40.1

Εἰσὶ κασίγνηται δύ’ ἀδελφεαί· ἡ μία τίκτει

### book 40.2

τὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦς’ ἀπὸ τῆσδε τεκνοῦται,

### book 40.3

ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους

### book 40.4

αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι.

### book 41.1

Μητέρ’ ἐμὴν τίκτω καὶ τίκτομαι· εἰμὶ δὲ ταύτης

### book 41.2

ἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη.

### book 42.1

Παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός,

### book 42.2

καὶ κατ’ ἔτος τίκτω παρθένος οὖσα γυνή.

### book 43.1

Εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι,

### book 43.2

πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δ’ ὄπιθεν·

### book 43.3

Ἡρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβου

### book 43

τείρει νύμφα φίλη πολλάκι δαιομένη.

### book 44.1

Νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν

### book 44.2

φῦλα διατμήξας εἷλον ἄνευ δόρατος·

### book 44.3

οὐ μὲν ὁ Τυδείδης οὐδ’ ὁ πτολίπορθος Ὀδυσσεὺς

### book 44.4

τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι·

### book 44.5.1

ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων

### book 44.5.2

Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.

### book 45.1

Εἰμὶ μέλας, λευκός, ξανθὸς ξηρός τε καὶ ὑγρός·

### book 45.2

εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με,

### book 45.3

Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων.

### book 46.1

Γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχει

### book 46.2

ἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτ’ ἐάσει.

### book 47.1

Εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς

### book 47.2

φῶς μοι ὄπασσε φίλον ποσσὶ χαριζόμενος.

### book 48.1

Αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ

### book 48.2

ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν

### book 48.3

ἐννέα καὶ μήλων σφέας ᾔτεον· αἳ δ’ ἄρ’ ἔδωκαν

### book 48.4

ἶσον ἑκάστῃ πλῆθος, ἔχον δ’ ἴσα ἐννέα καὶ τρεῖς.

### book 48.5

εἰπέ, πόσον μὲν δῶκαν, ὅπως δ’ ἴσα πᾶσαι ἔχεσκον.

### book 49.1

Τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας

### book 49.2

κασσίτερόν θ’ ἅμα τοῖσι πολύκμητόν τε σίδηρον,

### book 49.3

μνῶν ἑξήκοντα· χρυσὸς δ’ ἐχέτω μετὰ χαλκοῦ

### book 49.4

δοιὰ μέρη τρισσῶν· χρυσὸς δ’ ἅμα κασσίτερός τε

### book 49.5.1

τρισσὰ μέρη τετόρων· χρυσὸς δ’ αὖτ’ ἠδὲ σίδηρος

### book 49.5.2

τόσσα μέρη τῶν πέντε. πόσον δ’ ἄρα δεῖ σε κεράσσαι

### book 49.5.3

λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλ’ ἔτι λέξον,

### book 49.5.4

κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου,

### book 49.5.5

ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.

### book 50.1.1

Τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτον

### book 50.1.2

τῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον·

### book 50.1.3

εἰς δὲ κάμινον ἔλαυνε βαλὼν καὶ πάντα κυκήσας

### book 50.1.4

ἔξελέ μοι βῶλον· μνᾶν δέ μοι ἑλκυσάτω.

### book 51.1.1

Ἔχω τὸν ἑξῆς καὶ τὸ τοῦ τρίτου τρίτον. —

### book 51.1.2

‚Κἀγὼ τὸν ἑξῆς καὶ τὸ τοῦ πρώτου τρίτον.‛ —

### book 51.1.3

„Κἀγὼ δέκα μνᾶς καὶ τὸ τοῦ μέσου τρίτον.“

### book 52.1

Ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι

### book 52.2

Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος·

### book 52.3

ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς

### book 52.4

ἡμετέραις, Κρονίδην δ’ ἤκαχον εἰνάλιον·

### book 52.5

νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα

### book 52

δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.

### book 53.1

Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπ’ ἀγκοίνῃσι δαμεῖσα

### book 53.2

εἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις·

### book 53.3

τοὶ δ’ ὡς οὖν λιπαρῇσι καλυφθήτην ὀθόνῃσιν,

### book 53.4

αὐτίκ’ ἐγεννήθη νυκτιπόλος Φαέθων.

### book 54.1

Κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουν

### book 54.2

πῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένην·

### book 54.3

δειλῶν δ’ αἷμα κελαινὸν ἀπ’ ἀνθρώπων ἐρύουσα

### book 54.4

Ἥφαιστον κτείνω γαστρὶ περισχομένη.

### book 55.1

Μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι

### book 55.2

μίσγεσθαι φανερῶς λισσομένων ποσίων·

### book 55.3

μοῦνος δ’ ἠιθέοισι καὶ ἀνδράσιν ἠδὲ γέρουσιν

### book 55.4

παρθενικαῖς τ’ ἐπέβην ἀχνυμένων τοκέων.

### book 55.5.1

μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χεὶρ

### book 55.5.2

Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον.

### book 55.5.3

ἀμφὶ δ’ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην

### book 55.5.4

αἰὲν ὑπὲρ ψυχῆς τῶν, ὁπόσοις ἐμίγην.

### book 55.5.5

εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησιν

### book 55.10

ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.

### book 56.1

Ἄν μ’ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας,

### book 56.2

ἀλλ’ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα.

### book 56.3

ἂν δ’ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει

### book 56

φωνή, ἐμοὶ δὲ μάτην χείλε’ ἀνοιγόμενα.

### book 57.1

Οὔνομα μητρὸς ἔχω, γλυκερώτερός εἰμι τεκούσης·

### book 57.2

ἀλλ’ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω·

### book 57.3

ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δ’ ἔγωγε

### book 57.4

τρωκτὸς ἅπας, μοῦνον δ’ ἔντερ’ ἄβρωτα φέρω.

### book 58.1

Ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ

### book 58.2

αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη·

### book 58.3

σφαίρῃ δ’ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς

### book 58.4

ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.

### book 59.1

Υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα

### book 59.2

φηλητῶν πάντων ἔκτανον ἡγεμόνα.

### book 59.3

αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν

### book 59.4

τίκτον, χαλκείη καὶ πάρος ἀνδρομέη.

### book 60.1

Ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος·

### book 60.2

εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον·

### book 60.3

κλειομένη σιγῶ· λαλέω δ’, ὅταν ἐκπετάσῃς με,

### book 60

κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.

### book 61.1.1

Οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ,

### book 61.1.2

πῦρ δὲ πατήρ, βῶλος δ’ εἰμὶ μελαινομένη·

### book 61.1.3

ἢν δέ μ’ ἔσω κεράμοιο πατὴρ τήξῃσι, βαθείας

### book 61.1.4

ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.

### book 62.1

Λίην ἔντριχός εἰμι· τὰ φύλλα δέ μου κατακρύπτει

### book 62.2

τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν·

### book 62.3

πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δέ τίς ἐστιν

### book 62.4

εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος.

### book 63.1.1

Ἕρπουσα, βεβῶσα, ποτωμένα,

### book 63.1.2

νόθον ἴχνος ἀειρομένα δρομάς,

### book 63.1.3

πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,

### book 63.1.4

τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ,

### book 63.5.1

τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων.

### book 63.5.2

οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,

### book 63.5.3

οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ·

### book 63.5.4

κούρα γὰρ ἐφαίνετ’ ἄνευ ποδῶν,

### book 63.5.5

κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ.

### book 63.10

φύσιν εἶχεν ἄτακτα κεκραμέναν·

### book 63

ἀτέλεστα τέλεια μεμιγμένα.

### book 64.1

Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,

### book 64.2

καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσς’ ἐπὶ γαῖαν

### book 64.3

ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον.

### book 64.4

ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,

### book 64.5

ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

### book 65.1

Ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα

### book 65.2

δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.

### book 66.1

Ὄλβιε καὶ δύσδαιμον—ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι—,

### book 66.2

πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι

### book 66.3

μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης,

### book 66.4

Μίνωος γαίης, οὔτε σχεδὸν οὔτ’ ἀποτηλοῦ·

### book 66.5.1

ἐν τῇ μοῖρ’ ἐστίν σε τελευτῆσαι βιότοιο,

### book 66.5.2

εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας

### book 66.5.3

δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον·

### book 66.5.4

δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν

### book 66.5.5

ἠελίων δισσῶν, τὴν δ’ ἀθανάτοις ἰσόμοιρον,

### book 66.10

ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δ’ ἔτι πολλὸν ἀγήρως.

### book 67.1

Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς.

### book 67.2

δώσω τοι φίλον υἱόν· ἀτὰρ πεπρωμένον ἐστὶ

### book 67.3

σοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.

### book 68.1

Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε,

### book 68.2

Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·

### book 68.3

ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.

### book 69.1

Ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν,

### book 69.2

Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι·

### book 69.3

δίζω, ἤ σε θεὸν μαντεύσομαι ἠέπερ ἄνδρα·

### book 69.4

ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.

### book 70

Μὴ μεμψιμοίρει· μὴ θεοὺς μηδέν, ξένε,

### book 70

ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.

### book 71.1

Ἁγνῆς εἰς τέμενος καθαρός, ξένε, δαίμονος ἔρχου

### book 71.2

ψυχὴν νυμφαίου νάματος ἁψάμενος·

### book 71.3

ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλον

### book 71.4

οὐδ’ ἂν ὁ πᾶς νίψαι νάμασιν ὠκεανός.

### book 72.1

Εὖτ’ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτὰν

### book 72.2

λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός,

### book 72.3

λάμπῃ δ’ αἰγλήεσσα νέον φάος Ἠριγένεια,

### book 72.4

δὴ τότ’ ἄγων παρὰ θῖνας ἁλιρράντους τε παρ’ ἀκτὰς

### book 72.5.1

φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς

### book 72.5.2

ἠελίου, καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς

### book 72.5.3

δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δ’ ἐπὶ γαίης

### book 72.5.4

στηρισάτω· χείρεσσι δ’ ἐπιψαύων ἑκάτερθε,

### book 72.5.5

τῇ μὲν ἁλός, τραφερῆς δ’ ἑτέρῃ, πιστούμενος ὅρκον

### book 72.10.1

οὐρανὸν ὀμνυέτω χθόνα τ’ ἄσπετον ἠδ’ ἁλὸς ὅρμους

### book 72.10.2

αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα·

### book 72.10.3

τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν

### book 72.10.4

οὐδ’ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.

### book 73.1

Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,

### book 73.2

ἵπποι Θεσσαλικαὶ Λακεδαιμόνιαί τε γυναῖκες,

### book 73.3

ἄνδρες δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης·

### book 73

ἀλλ’ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ

### book 73.5.1

Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,

### book 73.5.2

Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο·

### book 73.5.3

ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι οὐδὲ τέταρτοι

### book 73.5.4

οὐδὲ δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ.

### book 74.1

Ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶν

### book 74.2

χρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος.

### book 74.3

ὅστις δ’ οὐλοὸν ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴν

### book 74.4

ψυχὴν ἐκνίψει σῶμα διαινόμενον.

### book 75.1

Εἰπὲ Ποσειδάωνι· „Κασιγνήτοις πεπιθέσθαι

### book 75.2

πρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆς

### book 75.3

κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι.“ εἰπὲ τινάξας

### book 75.4

τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται· ἢν δ’ ἀπιθήσῃ,

### book 75.5

φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν·

### book 75

οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.

### book 76.1

Ἀρκαδίην μ’ αἰτεῖς; μέγα μ’ αἰτεῖς· οὔ τοι δώσω·

### book 76.2

πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,

### book 76.3

οἵ ς’ ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι μεγαίρω·

### book 76.4

δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι

### book 76.5

καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

### book 77.1

Ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸν

### book 77.2

Φοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει,

### book 77.3

ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι

### book 77.4

δώσω, ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει.

### book 78.1

Ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ,

### book 78.2

ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης,

### book 78.3

καὶ τύπος ἀντίτυπος καὶ πῆμ’ ἐπὶ πήματι κεῖται·

### book 78.4

ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·

### book 78.5

τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ.

### book 79.1

Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

### book 79.2

μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματ’ ἀκούειν

### book 79.3

παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

### book 79

ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

### book 80

Τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστιν ἀποφυγέειν καὶ θεῷ.

### book 81.1

Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ’ ὀρύσσετε·

### book 81.2

Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, εἴ κ’ ἐβούλετο.

### book 82.1

Ἀλλ’ ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται

### book 82.2

λεύκοφρύς τ’ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς

### book 82.3

φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τ’ ἐρυθρόν.

### book 83.1

Βάττ’, ἐπὶ φωνὴν ἦλθες, ἄναξ δέ σε Φοῖβος Ἀπόλλων

### book 83.2

ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα.

### book 84.1

Αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον

### book 84.2

μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.

### book 85

Ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ

### book 85

γᾶς ἀναδαιομένας, μετά οἵ ποκά φημι μελήσειν.

### book 86.1

Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα.

### book 86.2

Λάβδα κύει, τέξει δὲ ὀλοίτροχον· ἐν δὲ πεσεῖται

### book 86.3

ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.

### book 87.1

Αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα

### book 87.2

καρτερόν, ὠμηστήν· πολλῶν δ’ ὑπὸ γούνατα λύσει.

### book 88.1

Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,

### book 88.2

Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,

### book 88.3

αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.

### book 89.1

Καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,

### book 89.2

πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ·

### book 89.3

σαὶ δ’ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις,

### book 89.4

νηοῦ δ’ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.

### book 90.1

Ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα

### book 90.2

ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,

### book 90.3

πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.

### book 90.4

ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·

### book 90.5

„Δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.“

### book 91.1

Γλαῦκ’ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω,

### book 91.2

ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.

### book 91.3

ὄμνυ’, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.

### book 91.4

ἀλλ’ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδ’ ἔπι χεῖρες

### book 91.5.1

οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν

### book 91.5.2

συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα·

### book 91.5.3

ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

### book 92.1

Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ’ ἔσχατα γαίης

### book 92.2

δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.

### book 92.3

οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον οὔτε τὸ σῶμα

### book 92.4

οὔτε πόδες νέατοι οὔτ’ ὦν χέρες, οὔτε τι μέσσης

### book 92.5.1

λείπεται, ἀλλ’ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει

### book 92.5.2

πῦρ τε καὶ ὀξὺς Ἄρης Συριηγενὲς ἅρμα διώκων·

### book 92.5.3

πολλὰ δὲ κἆλλ’ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον·

### book 92.5.4

πολλοὺς δ’ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,

### book 92.5.5

οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι

### book 92.10.1

δείματι παλλόμενοι· κατὰ δ’ ἀκροτάτοις ὀρόφοισιν

### book 92.10.2

αἷμα μέλαν κέχυται προϊδὸν κακότητος ἀνάγκην.

### book 92.10.3

ἀλλ’ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ’ ἐπικίδνατε θυμόν.

### book 93.1

Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι

### book 93.2

λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·

### book 93.3

σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας·

### book 93.4

τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος

### book 93.5

ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο,

### book 93.1

τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς

### book 93.2

μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει.

### book 93.3

μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα

### book 93.4

πολλὸν ἀπ’ ἠπείρου στρατὸν ἥσυχος, ἀλλ’ ὑποχωρεῖν

### book 93.10.1

νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ.

### book 93.10.2

ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν

### book 93.10.3

ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.

### book 94.1

Ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσι,

### book 94.2

εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο

### book 94.3

καὶ κεφαλὴν πεφύλαξο· κάρα δὲ τὸ σῶμα σαώσει.

### book 95.1

Ὦ νήπιοι, ἐπιμέμφεσθε, ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων

### book 95.2

Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ

### book 95.3

τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης

### book 95.4

ἁρπαχθεῖσαν ὑπ’ ἀνδρὸς βαρβάρου γυναῖκα.

### book 96.1

Ὑμῖν δ’, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,

### book 96.2

ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσεΐδῃσι

### book 96.3

πέρθεται, ἢ τὸ μὲν οὐχί· ἀφ’ Ἡρακλέους δὲ γενέθλης

### book 96.4

πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.

### book 96.5.1

οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων

### book 96.5.2

ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι

### book 96

σχήσεσθαι, πρὶν τῶνδ’ ἕτερον διὰ πάντα δάσηται.

### book 97.1.1

Φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ

### book 97.1.2

βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.

### book 98.1.1

Ἀλλ’ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν

### book 98.1.2

νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν

### book 98.1.3

ἐλπίδι μαινομένῃ λιπαρὰς πέρσαντες Ἀθήνας,

### book 98.1.4

δῖα Δίκη σβέσσει κρατερὸν Κόρον, Ὕβριος υἱόν,

### book 98.5.1

δεινὸν μαιμώωντα δοκεῦντ’ ἀνὰ πάντα πιθέσθαι.

### book 98.5.2

χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δ’ Ἄρης

### book 98.5.3

πόντον φοινίξει· τότ’ ἐλεύθερον Ἑλλάδος ἦμαρ

### book 98.5.4

εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.

### book 99.1.1

Τήνδ’ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ

### book 99.1.2

Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,

### book 99.1.3

τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε

### book 99.1.4

τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.

### book 100.1

Τίπτε, δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν,

### book 100.2

οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε,

### book 100.3

ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν,

### book 100

αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;

### book 101.1.1

Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ

### book 101.1.2

παῖδες 〈δὶσ〉 τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·

### book 101.1.3

αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι·

### book 101.1.4

ἀθάνατοι δέ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.

### book 102.1

Ἄγνωστόν μ’ ἐρέεις γενεῆς καὶ πατρίδος αἴης

### book 102.2

ἀμβροσίου Σειρῆνος· ἕδος δ’ Ἰθάκη τις Ὁμήρου·

### book 102.3

Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Πολυκάστη

### book 102.4

μήτηρ, ἥ μιν ἔτικτε, βροτῶν πολυπάνσοφον ἄλλων.

### book 103.1.1

Εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμα·

### book 103.1.2

νῦν δ’ ὅτε γηραλέην μ’ ἐξετέλεσσε χρόνος,

### book 103.1.3

ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν,

### book 103.1.4

ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ.

### book 104.1

Πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις,

### book 104

αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις.

### book 105.1.1

Εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δ’ ἀφέλῃς μου

### book 105.1.2

γράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος·

### book 105.1.3

ἢν δ’ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο,

### book 105.1.4

οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια.

### book 106.1.1

Τέσσαρα γράμματ’ ἔχων ἀνύω τρίβον· ἢν δὲ τὸ πρῶτον

### book 106.1.2

γράμμ’ ἀφέλῃς, ἀίω· καὶ τὸ μετ’ αὐτὸ πάλιν,

### book 106.1.3

βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθον

### book 106.1.4

αἴρῃς, εὑρήσεις εἰσέτι ῥῆμα τόπου.

### book 107.1.1

Λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς,

### book 107.1.2

Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει.

### book 108.1.1

Οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι,

### book 108.1.2

προῖκα δ’ ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν.

### book 109.1.1

Ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν· ὁ προδότης δὲ

### book 109.1.2

οἶνος· ὑφ’ οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος·

### book 109.1.3

ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳ

### book 109.1.4

κεῖται μεμφομένη τὰς Βρομίου χάριτας.

### book 109.5

Παλλὰς καὶ Βρόμιος καὶ ὁ κλυτὸς Ἀμφιγυήεις,

### book 109

οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν.

### book 110.1.1

Οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δ’ ὁρᾷ·

### book 110.1.2

ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει·

### book 110.1.3

ψευδὴς δ’ ὑπάρχω, πάντα δ’ ἀληθῆ λέγω.

### book 111.1

Ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσης.

### book 112.1

Ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

### book 112.2

καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ’ Ἕρμον

### book 112.3

φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακὸς εἶναι.

### book 113.1

Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,

### book 113.2

ἔσσετ’ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃ

### book 113.3

νηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ.

### book 114.1

Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ

### book 114.2

ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει·

### book 114.3

τοῦ δ’ ἤν τις Φαέθοντι θοῶς λεύκ’ ὀστέα δείξῃ,

### book 114.4

οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει·

### book 114.5.1

κεῖται δ’ Ἀσίδος ἐντὸς ὁριζομένῃ ἐνὶ νήσῳ

### book 114.5.2

δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος·

### book 114.5.3

φράζεο δ’ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου

### book 114

Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.

### book 115.1

Οὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳ

### book 115.2

Ῥώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρων

### book 115.3

ἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης,

### book 115.4

ἔνθ’ ἰχθῦς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν.

### book 116.1

Τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις,

### book 116.2

ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο

### book 116.3

παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,

### book 116.4

ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν

### book 116.5.1

καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα·

### book 116.5.2

εἴκοσι δ’ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη·

### book 116.5.3

ἡ δ’, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα

### book 116.5.4

ἕνδεκα· τοῦτο δέ μοι καρύων περιλείπεται οἶον.

### book 117.1.1

Ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; —„Ἕκτα μὲν Ἰνὼ

### book 117.1.2

δοιὰ καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη·

### book 117.1.3

Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν· αὐτὰρ Ἀγαυὴ

### book 117.1.4

πέμπτον ἐμῶν κόλπων ᾤχετ’ ἀπαινυμένη·

### book 117.5

σοὶ δ’ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτὰρ ἔγωγε,

### book 117

ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.“

### book 118.1.1

Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ.

### book 118.1.2

Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ,

### book 118.1.3

ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ·

### book 118.1.4

αὐτὰρ ἐεικοστὸν δωρήσατο Παρθενοπείῃ·

### book 118.5.1

δώδεκα δ’ Εὐάδνῃ μοῦνον πόρεν· αὐτὰρ ἐς αὐτὴν

### book 118.5.2

ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.

### book 119.1.1

Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο

### book 119.1.2

Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.

### book 119.1.3

καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ

### book 119.1.4

δῶκε κασιγνήτη, μῆλα δ’ ἔχεν πλέονα.

### book 119.5.1

ἡ μὲν γὰρ τρισσῇσι τρί’ ἕβδομα δῶκεν ἑταίραις,

### book 119.5.2

ταῖς δὲ δύω πάντων πέμπτον ἔδωκε λάχος·

### book 119.5.3

ἕνδεκα δ’ Ἀστυνόμη μιν ἀφείλατο καί οἱ ἔλειπεν

### book 119.5.4

μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.

### book 119.5.5

ἡ δ’ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,

### book 119.10.1

πέμπτῃ δ’ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν·

### book 119.10.2

τέσσαρα δ’ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δ’ ἄλλοις

### book 119.10.3

μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.

### book 120.1

Ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν·

### book 120.2

νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν. ἀλλὰ τί φησιν;

### book 120.3

„Ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια·

### book 120.4

ὀγδόατον δὲ Φίλιννα φέρει λάχος, ἡ δ’ Ἀγανίππη

### book 120.5.1

τέτρατον· ἑβδομάτῳ δ’ ἐπιτέρπεται Ὠρείθυια·

### book 120.5.2

ἕκτην δ’ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην·

### book 120.5.3

τρισσαὶ δ’ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο·

### book 120.5.4

ἐννάκι δ’ ἐννέα Μοῦσαι ἐμεῦ λάβον· ἑπτὰ δὲ λοιπὰ

### book 120

δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.“

### book 121.1.1

Ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο

### book 121.1.2

Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας·

### book 121.1.3

κεῖθεν δ’ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας·

### book 121.1.4

Ταύρη χθὼν βοέης οὔνομ’ ἀπ’ εὐετίης·

### book 121.5.1

Πυρήνην δέ τοι ἔνθεν ἐπ’ ὀρθόκραιρον ἰόντι

### book 121.5.2

ὄγδοον ἠδὲ μιῆς δωδέκατον δεκάτης.

### book 121.5.3

Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου

### book 121.5.4

τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον

### book 121.5.5

ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο.

### book 121.10.1

ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας,

### book 121.10.2

πρὸς δ’ ἔτι πέντ’ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων·

### book 121.10.3

ἡ γὰρ Ταρπείη μέμβλετ’ ἀνακτορίη.

### book 122.1

Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας,

### book 122.2

ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον,

### book 122.3

οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπ’ οὐκ ἀγαθοῖσι ταλάντων

### book 122.4

οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·

### book 122.5.1

ἥμισυ δ’ αὖ τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι

### book 122.5.2

ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.

### book 123.1.1

Πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ

### book 123.1.2

δέξο, δάμαρ· πίσυρες δ’ υἱέος οἰχομένου

### book 123.1.3

παῖδες ἀδελφειοί τε δύω καὶ ἀγάστονε μῆτερ,

### book 123.1.4

ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.

### book 123.5

αὐτὰρ ἀνεψιαδοῖ δυοκαίδεκα δέχθε τάλαντα·

### book 123.1

Εὔβουλος δ’ ἐχέτω πέντε τάλαντα φίλος.

### book 123.2

πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,

### book 123.3

μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε·

### book 123.4

ὧδε δὲ λαμβανέτωσαν· Ὀνήσιμος εἰκοσιπέντε

### book 123.10.1

μνᾶς ἐχέτω, Δᾶος δ’ εἴκοσι μνᾶς ἐχέτω,

### book 123.10.2

πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ·

### book 123.10.3

ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.

### book 123.10.4

ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων·

### book 123.10.5

ῥέζετε δ’ Οὐδαίῳ Ζανὶ θυηπολίην·

### book 123.15.1

δισσῶν ἐς δὲ πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας·

### book 123.15.2

εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.

### book 124.1.1

Ἠέλιος μήνη τε καὶ ἀμφιθέοντες ἀλῆται

### book 124.1.2

ζῳοφόρον τοίην τοι ἐπεκλώσαντο γενέθλην·

### book 124.1.3

ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι

### book 124.1.4

ὀρφανόν, ὀγδοάτην δὲ μετ’ ἀντιβίοισιν ἀνάγκῃ

### book 124.5.1

θητεύειν· νόστον δὲ γυναῖκά τε παῖδά τ’ ἐπ’ αὐτῇ

### book 124.5.2

τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·

### book 124.5.3

δὴ τότε σοι Σκυθικοῖσιν ὑπ’ ἔγχεσι παῖς τε δάμαρ τε

### book 124.5.4

ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπ’ ἄλγεσι δάκρυα χεύσας

### book 124.5.5

ἑπτὰ καὶ εἴκος’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.

### book 125.1.1

Τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης

### book 125.1.2

τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων·

### book 125.1.3

πέμπτον ἐν ἠιθέοις, τρίτατον δ’ ἐνὶ παρθενικῇσιν,

### book 125.1.4

τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας·

### book 125.5

λοιποὶ δ’ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς

### book 125

τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.

### book 126.1.1

Οὗτός τοι Διόφαντον ἔχει τάφος. ἆ μέγα θαῦμα·

### book 126.1.2

καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.

### book 126.1.3

ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην·

### book 126.1.4

δωδεκάτην δ’ ἐπιθεὶς μῆλα πόρεν χνοάειν·

### book 126.5.1

τῇ δ’ ἄρ’ ἐφ’ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,

### book 126.5.2

ἐκ δὲ γάμων πέμπτῳ παῖδ’ ἐπένευσεν ἔτει.

### book 126.5.3

αἰαῖ, τηλύγετον δειλὸν τέκος· ἥμισυ πατρὸς

### book 126.5.4

τοῦδ’ ἐκάη κρυερὸς μέτρον ἑλὼν βιότου·

### book 126.5.5

πένθος δ’ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς

### book 126.10

τῇδε πόσου σοφίῃ τέρμ’ ἐπέρησε βίου.

### book 127.1.1

Παντός, ὅσου βεβίωκε, χρόνου παῖς μὲν τὸ τέταρτον

### book 127.1.2

Δημοχάρης βεβίωκε, νεηνίσκος δὲ τὸ πέμπτον,

### book 127.1.3

τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δ’ ὅτ’ ἀφίκετο γῆρας,

### book 127.1.4

ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.

### book 128.1.1

Οἷον ἀδελφειός μ’ ἐβιήσατο, πέντε τάλαντα

### book 128.1.2

οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος.

### book 128.1.3

ἑπτὰ κασιγνήτοιο τόδ’ ἑνδεκάτων πολύδακρυς

### book 128

πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.

### book 129.1.1

Εἶπε κυβερνητῆρι πλατὺν πόρον Ἀδριακοῖο

### book 129.1.2

τέμνων νηί· „Ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;“

### book 129.1.3

τὸν δ’ ἀπαμείβετο· „Ναῦτα, μέσον Κριοῖο μετώπου

### book 129.1.4

Κρηταίου Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα

### book 129.5.1

χίλια· δοιῶν δ’ αὖτε παροιχομένοιο δρόμοιο

### book 129.5.2

πέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.“

### book 130.1

Τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν

### book 130.2

δεξαμενήν, δυσὶ δ’ οὗτος, ὃ δ’ ἐν τρισὶν ἤμασιν οὗτος,

### book 130.3

τέτρατος ἐν τετόρεσσι. πόσῳ πλήσουσιν ἅπαντες;

### book 131.1.1

Οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν

### book 131.1.2

δεξαμενὴν ὥραις κρουνὸς ἅλις προρέων·

### book 131.1.3

δεξιτερὸς δ’ ἄρ’ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις,

### book 131.1.4

ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος.

### book 131.5.1

εἰ δ’ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις,

### book 131.5.2

εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.

### book 132.1.1

Κύκλωψ τοι Πολύφημος ὁ χάλκεος· οἷα δ’ ἐπ’ αὐτῷ

### book 132.1.2

τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην

### book 132.1.3

κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν

### book 132.1.4

ἠδ’ ἔτι καὶ βλύζων φαίνετ’ ἀπὸ στόματος.

### book 132.5.1

κρουνῶν δ’ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις

### book 132.5.2

ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων·

### book 132.5.3

ἠμάτιος γλήνης· στόμα δ’ ἤματος ἐν δύο πέμπτοις.

### book 132

τίς κ’ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;

### book 133.1.1

Ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρον

### book 133.1.2

οἵδε δύω ποταμοὶ καὶ Βρομίοιο χάρις.

### book 133.1.3

ἶσος δ’ οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶος

### book 133.1.4

Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει,

### book 133.5.1

τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δ’ ἄρα Βάκχου

### book 133.5.2

θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς·

### book 133.5.3

σὸν δὲ κέρας, Ἀχελῷε, δύ’ ἤμασι. νῦν δ’ ἅμα πάντες

### book 133.5.4

ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.

### book 134.1.1

Ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δ’ ἐπίκειται

### book 134.1.2

αἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων.

### book 134.1.3

μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι· πρεσβυτέρη δὲ

### book 134.1.4

θυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης·

### book 134.5.1

ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δ’ ἅμα πάσαις

### book 134.5.2

δόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον.

### book 135.1

Οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδ’ Ἔρωτες

### book 135.2

καλλιρόου πέμποντες ἐπ’ εὐρίποιο λοετρά.

### book 135.3

δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν

### book 135.4

ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω·

### book 135.5.1

λαιὸς δ’ αὖ πισύρεσσιν ἀπ’ ἀμφιφορῆος ἐν ὥραις·

### book 135.5.2

ἐκ δ’ ὁ μέσος τόξοιο κατ’ ἤματος αὐτὸ τὸ μέσσον.

### book 135.5.3

φράζεο δ’, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ

### book 135

ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.

### book 136.1

Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι,

### book 136.2

ἦμαρ δ’ ἀννέφελον τόδε σήμερον, οὐδ’ ἔτι πολλῶν

### book 136.3

χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν

### book 136.4

πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες·

### book 136.5.1

παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν·

### book 136.5.2

γαμβρὸς δ’ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα.

### book 136.5.3

τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;

### book 137.1.1

Δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς,

### book 137.1.2

οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχου

### book 137.1.3

δαιτυμόνας, οἷσίν γε θεὸς δαιτός τε τάφου τε

### book 137.1.4

τόνδ’ ἔπορεν χῶρον, τέσσαρες ἐκ Τεγέης

### book 137.5.1

κείμεθα, Μεσσήνης δὲ δυώδεκα, ἐκ δέ τε πέντε

### book 137.5.2

Ἄργεος, ἐκ Σπάρτης δ’ ἥμισυ δαιτυμόνων,

### book 137.5.3

αὐτός τ’ Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντο

### book 137.5.4

Κεκροπίδαι· σὺ δ’ Ὕλαν κλαῖε, Κόρινθε, μόνον.

### book 138.1.1

Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε,

### book 138.1.2

ὧν εἶχεν, καρύων Κλεῖτ’ ἔπορεν τὸ τρίτον

### book 138.1.3

καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκῃ δὲ τὸ πέμπτον,

### book 138.1.4

εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον,

### book 138.5

εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲ

### book 138

πεντήκοντ’ αὐτῇ Νικαρέτῃ κάρυα.

### book 139.1

Γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην,

### book 139.2

ἡνίκ’ ἀπ’ ἀντολίης πόλον ἥλατο χρύσεα κύκλα

### book 139.3

ἠελίου. —„Τοῦ δή τοι ὅσον τρία πέμπτα δρόμοιο,

### book 139.4

τετράκι τόσσον ἔπειτα μεθ’ Ἑσπερίην ἅλα λείπει.“

### book 140.1.1

Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδ’ εὔαδεν, οἷα γυναῖκες

### book 140.1.2

Θεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνης

### book 140.1.3

ἐκ μερόπων· ἴδον αὐτός· ἔην δ’ ἔτι νυκτὸς ἐπ’ ἠῶ

### book 140.1.4

δὶς τόσον ὅσσα δύ’ ἕκτα καὶ ἕβδομον οἰχομένοιο.

### book 141.1.1

Ἀπλανέων ἄστρων παρόδους τ’ ἐπὶ τοῖσιν ἀλητῶν

### book 141.1.2

εἰπέ μοι, ἡνίκ’ ἐμὴ χθιζὸν ἔτικτε δάμαρ. —

### book 141.1.3

„Ἦμαρ ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν,

### book 141.1.4

ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.“

### book 142.1

Ἔγρεσθ’, Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι,

### book 142

λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων.

### book 143.1.1

Σύρτιος ἐν τενάγεσσι πατὴρ θάνεν· ἐκ δ’ ἄρ’ ἐκείνης

### book 143.1.2

πέντε τάλαντα φέρων ἤλυθε ναυτιλίης

### book 143.1.3

οὗτος ἀδελφειῶν προφερέστατος. ἦ γὰρ ἔμοιγε

### book 143.1.4

δῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτων

### book 143.5.1

δοιῶν, ἡμετέρης δὲ δύ’ ὄγδοα μητέρι μοίρης

### book 143.5.2

ὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων.

### book 144.1.1

Ἁ βάσις, ἃν πατέω, σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει. —

### book 144.1.2

„Χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει.“ —

### book 144.1.3

Ἀλλ’ ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω. —

### book 144.1.4

„Κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.“

### book 145.1.1

Δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι. —

### book 145.1.2

„Κἀγὼ λαβὼν σοῦ τὰς ἴσας σοῦ πενταπλοῦς.“

### book 146.1.1

Δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι. —

### book 146.1.2

„Κἀγὼ λαβὼν σοῦ τὰς ἴσας σοῦ τετραπλοῦς.“

### book 147.1.1

Ἕπτ’ ἔσσαν μαλεροῦ πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ

### book 147.1.2

πεντήκοντ’ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·

### book 147

τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.

### book 148.1.1

Γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς,

### book 148.1.2

ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσιν.

### book 148.1.3

Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς

### book 148.1.4

μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ

### book 148.5.1

ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ,

### book 148.5.2

νωλεμέως δ’ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα·

### book 148.5.3

ὅς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας

### book 148.5.4

ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.

### book 149.1

Μείζον’ ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴν

### book 149.2

μηκάδος ἀγρονόμοιο δέμας περικάββαλε μήλου,

### book 149.3

ἑρπηστὰν πολύπλαγκτον ἐυρρήνου ἀπὸ κόρσης ...

### book 150

Ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν,

### book 150

μὴ λῦσαι, πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι.

### book 1.1

Ζωοτύπος τόλμησεν, ἃ μὴ θέμις, εἰκόνι γράψαι,

### book 1.2

εὐεπίη δ’ ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου

### book 1.3

ἐγγὺς ἀληθείης γε· γραφὴ δ’ ἐψεύσατο πάντα.

### book 2.1

Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληος

### book 2.2

Μαρκιανὸς σκηπτοῦχος ὑπ’ ἐννεσίῃσιν ὑπάρχου

### book 2.3

Παλλαδίου θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος·

### book 2.4

ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον.

### book 3.1

Ἑπτά με καὶ δέκα παῖδ’ ἐτέων ἀκέραιον ἄχραντον

### book 3.2

Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός.

### book 4.1

Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον

### book 4.2

καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα,

### book 4.3

ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν

### book 4.4

κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.

### book 4.5

ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας

### book 4

μνᾶμα τόδ’, ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.

### book 5.1.1

Οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς

### book 5.1.2

ἀνδρὸς ἴσον βιότῳ καὶ τάφον εὑραμένου

### book 5.1.3

ἄστροις γειτονέοντα· φέρει δ’ ὅσον οὔτινα τύμβος

### book 5.1.4

ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον,

### book 5.5.1

τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,

### book 5.5.2

τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα·

### book 5.5.3

ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα

### book 5.5.4

Ἀτθὶς χἀ κόλποις ὀστέα δεξαμένα.

### book 6.1.1

Τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται

### book 6.1.2

παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,

### book 6.1.3

ἀκτίνων ἀντωπόν· ὁ δ’ ἥσυχος ἔνδοθι δαίμων

### book 6.1.4

κεῖται ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας

### book 6.5.1

κεκλιμένῃ καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας

### book 6.5.2

ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον,

### book 6.5.3

ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δ’ Ἀτθὶς

### book 6.5.4

πυρκαϊῇ, σέβεται δ’ Ἑλλὰς ἅπασα πόλις.

### book 7.1.1

Ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάντας

### book 7.1.2

οὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς·

### book 7.1.3

οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο

### book 7.1.4

ῥυσάμενος δώροις Αὐσονίοιο Διός·

### book 7.5.1

θνᾴσκω δ’ Ἀσκανίας μὲν ἀπόπροθεν ἠδ’ ἐπὶ γαίας

### book 7.5.2

Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.

### book 7.5.3

μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ

### book 7

παῖς ἐμός· ἁ δ’ Ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.

### book 8.1.1

Εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων

### book 8.1.2

μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην·

### book 8.1.3

καὶ σεῦ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως,

### book 8.1.4

κηρύξει βίοτον πάντας ἐς ἠελίους·

### book 8.5.1

αὐτὰρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος

### book 8.5.2

τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.

### book 9.1.1

Πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα

### book 9.1.2

νόσφι χόλου καὶ ἔρωτος· ὀιστεύεις δ’ ἅτε Τεῦκρος,

### book 9.1.3

ἀλλ’ οὔ τοι νόθον ἦμαρ· ἔχεις δ’ ἐρικυδέα μορφὴν

### book 9.1.4

τὴν Ἀγαμεμνονέην, ἀλλ’ οὐ φρένας οἶνος ὀρίνει·

### book 9.5.1

ἐς πινυτὴν δ’ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐίσκω,

### book 9.5.2

ἀλλὰ κακῶν ἀπάνευθε δόλων· Πυλίου δὲ γέροντος

### book 9.5.3

ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,

### book 9.5.4

πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.

### book 10.1

Μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε, πέτραι,

### book 10.2

εἴπατε, κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις.

### book 10

ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος.

### book 11.1

Εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος Ἀτρυτώνην

### book 11.2

δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·

### book 11.3

μείζων δ’ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις

### book 11.4

παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων·

### book 11.5.1

νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος

### book 11.5.2

χῶρος καρπογόνους δερκόμενος σκοπέλους·

### book 11.5.3

ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς

### book 11.5.4

Ἀγλώχαρτος ἑῶν νειμάμενος κτεάνων,

### book 11.5.5

κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατ’ αἶαν

### book 11.10

πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.

### book 12.1.1

Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ’ Ἐπικούρου

### book 12.1.2

ἡδίστῃ κομέουσα καὶ ἡσυχίῃ τέρπουσα.

### book 12.1.3

τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;

### book 12.1.4

οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,

### book 12.5.1

οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος·

### book 12.5.2

ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ

### book 12.5.3

οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·

### book 12.5.4

μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν,

### book 12.5.5

Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·

### book 12.10.1

ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,

### book 12.10.2

μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ

### book 12.10.3

ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.

### book 12

ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.

### book 13.1.1

Εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης

### book 13.1.2

δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο 〈Καλλιοπείησ〉,

### book 13.1.3

πόρρω στῆθ’ ἀπ’ ἐμεῖο καὶ ἄλλοθι δίζεο ἕδρην·

### book 13.1.4

κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιίστορας ἄνδρας.

### book 14.1.1

Καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,

### book 14.1.2

ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δ’ ἀνταπερύκεις;

### book 14.1.3

οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,

### book 14.1.4

ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν

### book 14.5.1

Καλλιόπης τ’ ἀίδρεις καὶ ἀπευθέες Ἡραίστοιο,

### book 14.5.2

πᾶσι σοφοῖς τ’ ἀσόφοις τε δορήιον ἔμμεναι ἕδρην.

### book 15.1.1

Κωνσταντῖνος Ἰωάννου ἠδ’ Εὐδοκίης με

### book 15.1.2

τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος

### book 15.1.3

ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα

### book 15.1.4

καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος·

### book 15.5.1

οὗ Ἀλέξανδρος ἀδελφὸς ἰδ’ υἱὸς Κωνσταντῖνος

### book 15.5.2

[σκῆπτρα Βυζαντιάδος συμμεθέπουσι Ῥώμης]

### book 15

σκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης.

### book 16.1.1

Ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει

### book 16.1.2

τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι·

### book 16.1.3

ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος·

### book 16.1.4

τὸ δ’ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος,

### book 16.5.1

ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε,

### book 16.5.2

τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει

### book 16.5.3

καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.

### book 17.1.1

Εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε,

### book 17.1.2

ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων,

### book 17.1.3

ἵν’ ἐγράφης φωστῆρσιν ὡς φωτὸς πύλη·

### book 17.1.4

ἀλλ’ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις·

### book 17.5.1

ἃ δ’ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος,

### book 17.5.2

τούτοις παρ’ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.

### book 18.1

Ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι

### book 18.2

ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου·

### book 18.3

ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας,

### book 18.4

ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.

### book 19.1

Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην·

### book 19.2

μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς

### book 19.3

ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον

### book 19.4

ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων·

### book 19.5.1

τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας

### book 19.5.2

πάντες κατηνέχθησαν εἰς Ἅιδου δόμους,

### book 19.5.3

νεκροὶ δ’ ἔκειντο περὶ νεκροῖς πεπτωκότες·

### book 19.5.4

νυμφὼν δὲ σεμνὸς ἐκ ῥόδων πεπλεγμένος

### book 19

ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.

### book 20.1.1

Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον

### book 20.1.2

αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος·

### book 20.1.3

λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.

### book 21.1.1

Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,

### book 21.1.2

μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,

### book 21.1.3

οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ,

### book 21.1.4

ἀλλ’ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους

### book 21.5.1

οὔνομ’ Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον

### book 21.5.2

κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος,

### book 21.5.3

ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ

### book 21.5.4

ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου,

### book 21.5.5

ὃς σβέσεν ἀνορέαν ἰσαυδέα

### book 21.10.1

παπποφόνου Τυρίας τ’ 〈ἐξήλασεν〉,

### book 21.10.2

ᾧ τόδε τυφλοφόρων ἐρατὸν

### book 21.10.3

πᾶμα Πάρις θέτο Σιμιχίδας.

### book 21.10.4

ψυχὰν ᾇ, βροτοβάμων,

### book 21.10.5

στήτας οἶστρε Σαέττας,

### book 21.15.1

κλωποπάτωρ, ἀπάτωρ,

### book 21.15.2

λαρνακόγυιε, χαρεὶς

### book 21.15.3

ἁδὺ μελίσδοις

### book 21.15.4

ἔλλοπι κούρᾳ

### book 21.15.5

Καλλιόπᾳ

### book 21.20

νηλεύστῳ.

### book 22.1.1

Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ

### book 22.1.2

ὤπας’ Ἐπειὸς πέλεκυν, τῷ ποκα πύργων θεοτεύκτων κατέρειψεν αἶπος,

### book 22.1.3

τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν

### book 22.1.4

Δαρδανιδᾶν χρυσοβαφεῖς τ’ ἐστυφέλιξ’ ἐκ θεμέθλων ἄνακτας,

### book 22.5.1

οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,

### book 22.5.2

ἀλλ’ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·

### book 22.5.3

νῦν δ’ ἐς Ὁμήρειον ἔβα κέλευθον

### book 22.5.4

σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·

### book 22.5.5

τρὶς μάκαρ, ὃν σὺ θυμῷ

### book 22.10.1

ἵλαος ἀμφιδερχθῇς·

### book 22.10.2

ὅδ’ ὄλβος

### book 22.10.3

ἀεὶ πνεῖ.

### book 23.1

Εἰ λύπης κρατέειν ἐθέλεις,

### book 23.2

τήνδε μάκαιραν ἀναπτύσσων

### book 23.3

βίβλον ἐπέρχεο ἐνδυκέως,

### book 23.4

ἧς ὕπο γνώμην ὀλβίστην

### book 23.5.1

ῥεῖά κεν ὄψεαι ἐσσομένων,

### book 23.5.2

ὄντων τ’ ἠδὲ παροιχομένων

### book 23.5.3

τερπωλήν τ’ ἀνίην τε 〈λέγων〉

### book 23

καπνοῦ μηδὲν ἀρειοτέρην.

### book 24.1.1

Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ’ Ἀκμονίδαν τ’ ἄλλυδις ἑδράσαντα·

### book 24.1.2

μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.

### book 24.1.3

τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ’ ἔκραιν’ Ἀνάγκα,

### book 24.1.4

πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς

### book 24.5.1

ἑρπετά, πάνθ’, ὅς’ ἕρπει

### book 24.5.2

δι’ αἴθρας.

### book 24.5.3

Χάους δέ,

### book 24.5.4

οὔτι γε Κύπριδος παῖς

### book 24.5.5

ὠκυπέτας οὐδ’ Ἄρεος καλεῦμαι·

### book 24.10.1

οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ·

### book 24.10.2

εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε·

### book 24

τῶν δ’ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.

### book 25.1.1

Ὀλὸς οὔ με λιβρὸς ἱρῶν

### book 25.1.2

Λιβάδεσσιν οἷα κάλχη

### book 25.1.3

Ὑποφοινίῃσι τέγγει·

### book 25.1.4

Μαύλιες δ’ ὕπερθε πέτρης Ναξίης θοούμεναι

### book 25.5.1

Παμάτων φείδοντο Πανός· οὐ στροβίλῳ λιγνύι

### book 25.5.2

Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.

### book 25.5.3

Ἐς γὰρ βωμὸν ὁρῇς με μήτε γλούρου

### book 25.5.4

Πλίνθοις μήτ’ Ἀλύβης παγέντα βώλοις,

### book 25.5.5

Οὐδ’ ὃν Κυνθογενὴς ἔτευξε φύτλη

### book 25.10.1

Λαβόντε μηκάδων κέρα,

### book 25.10.2

Λισσαῖσιν ἀμφὶ δειράσιν

### book 25.10.3

Ὅσσαι νέμονται Κυνθίαις,

### book 25.10.4

Ἰσόρροπος πέλοιτό μοι·

### book 25.10.5

Σὺν οὐρανοῦ γὰρ ἐκγόνοις

### book 25.15.1

Εἰνάς μ’ ἔτευξε γηγενής,

### book 25.15.2

Τάων ἀείζῳον τέχνην

### book 25.15.3

Ἔνευσε πάλμυς ἀφθίτων.

### book 25.15.4

Σὺ δ’, ὦ πιὼν κρήνηθεν, ἣν

### book 25.15.5

Ἶνις κόλαψε Γοργόνος,

### book 25.20.1

Θύοις τ’ ἐπισπένδοις τ’ ἐμοὶ

### book 25.20.2

Ὑμηττιάδων πολὺ λαροτέρην

### book 25.20.3

Σπονδὴν ἄδην. ἴθι δὴ θαρσέων

### book 25.20.4

Ἐς ἐμὴν τεῦξιν· καθαρὸς γὰρ ἐγὼ

### book 25.20.5

Ἰὸν ἱέντων τεράων, οἷα κέκευθ’ ἐκεῖνος,

### book 25.25

Ἀμφὶ Νέαις Θρηικίαις ὃν σχεδόθεν Μυρίνης

### book 25

Σοί, Τριπάτωρ, πορφυρέου φὼρ ἀνέθηκε κριοῦ.

### book 26.1.1

Εἱμάρσενός με στήτας

### book 26.1.2

πόσις, μέροψ δίσαβος,

### book 26.1.3

τεῦξ’, οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος

### book 26.1.4

Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,

### book 26.5.1

Χρύσας δ’ ἀίτας, ἆμος ἑψάνδρα

### book 26.5.2

τὸν γυιόχαλκον οὖρον ἔρραισεν,

### book 26.5.3

ὃν ἁπάτωρ δίσευνος

### book 26.5.4

μόγησε ματρόριπτος·

### book 26.5.5

ἐμὸν δὲ τεῦγμ’ ἀθρήσας

### book 26.10.1

Θεοκρίτοιο κτάντας

### book 26.10.2

τριεσπέροιο καύστας

### book 26.10.3

θώυξεν αἴν’ ἰύξας·

### book 26.10.4

χάλεψε γάρ νιν ἰῷ

### book 26.10.5

σύργαστρος ἐκδυγήρας·

### book 26.15.1

τὸν δ’ αἰλινεῦντ’ ἐν ἀμφικλύστῳ

### book 26.15.2

Πανός τε ματρὸς εὐνέτας, φὼρ

### book 26.15.3

δίζῳος, ἶνίς τ’ ἀνδροβρῶτος Ἰλιορραιστᾶν

### book 26

ἦρ’ ἀρδίων ἐς Τευκρίδ’ ἄγαγον τριπόρθητον.

### book 27.1.1

Κωτίλας

### book 27.1.2

ματέρος

### book 27.1.3

τῆ τόδ’ ἄτριον νέον

### book 27.1.4

Δωρίας ἀηδόνος·

### book 27.5.1

πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς

### book 27.5.2

λίγειά μιν κάμ’ ἶφι ματρὸς ὠδίς·

### book 27.5.3

τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκειξε κᾶρυξ

### book 27.5.4

φῦλ’ ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,

### book 27.5.5

ἄνωγε δ’ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ’ ἀέξειν

### book 27.10.1

ἀριθμὸν εἰς ἄκραν δεκάδ’ ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν,

### book 27.10.2

θοῶς δ’ ὕπερθεν ὠκυλέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν

### book 27.10.3

ἴχνει θενὼν 〈⏑–⏑〉ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,

### book 27.10.4

θοαῖς ἴς’ αἰόλαις νεβροῖς κῶλ’ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι·

### book 27.10.5

ταὶ δ’ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ’ αἶψα μεθ’ ἱμερόεντα μαζόν,

### book 27.15.1

πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ’ ἀρθμίας ἴχνος τιθήνας·

### book 27.15.2

βλαχαὶ δ’ οἰῶν πολυβότων ἀν’ ὀρέων νομὸν ἔβαν τανυσφύρων τ’ ἐς ἄντρα Νυμφᾶν·

### book 27.15.3

καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ’ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ

### book 27.15.4

ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους’ εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·

### book 27.15.5

κᾆτ’ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅ γ’ ἄφαρ λάσιον νιφοβόλων ἀν’ ὀρέων ἔσσυται ἄγκος·

### book 27.20

ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι ποσὶν δονέων ἅμα πολύπλοκα μεθίει μέτρα μολπᾶς.

### book 28.1.1

Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνὸς

### book 28.1.2

μεσσόθι ληιστῆρας ἔχων ἑκάτερθε παγέντας·

### book 28.1.3

καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ

### book 28.1.4

λύγδην ἱσταμένη καὶ παρθένος ἄλλος ἑταῖρος·

### book 28.5.1

καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται

### book 28.5.2

κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες·

### book 28.5.3

καί οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα

### book 28.5.4

λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης

### book 28.5.5

ὄξεϊ κιρνάμενος, πικρὸν δέπας, εἶδαρ ὀλέθρου.

### book 28.10.1

ἀλλ’ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,

### book 28.10.2

Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.

### book 28.10.3

ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται

### book 28.10.4

κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν;

### book 28.10.5

ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.

### book 29.1.1

Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας

### book 29.1.2

ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας·

### book 29.1.3

καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον,

### book 29.1.4

οἴμοι, ψυχῇ μου μακρὰ κολαζόμενος·

### book 29.5.1

ἀλλά, κριτά (βροτός εἰμι, σὺ δ’ ἄφθιτος ἠδ’ ἐλεήμων),

### book 29.5.2

ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.

### book 30.1.1

Σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε

### book 30.1.2

κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου

### book 30.1.3

τοῦδέ γ’ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ,

### book 30.1.4

ἠδ’ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα.

### book 30.5

εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,

### book 30

ζήσας δ’ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.

### book 31.1.1

Ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης

### book 31.1.2

πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ·

### book 31.1.3

καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν

### book 31.1.4

δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.

### book 32.1.1

Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος

### book 32.1.2

λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,

### book 32.1.3

ἀλλά γ’ ἄρ’ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων

### book 32.1.4

πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν·

### book 32.5.1

θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,

### book 32.5.2

οὐδ’ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,

### book 32.5.3

ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος

### book 32.5.4

ἄτλητον μαλερῷ τηκεδόνος δάμασε

### book 32.5.5

πυρσῷ· τρεῖς πρὸς ἐείκος’ ἐποιχομένην ἐνιαυτοὺς

### book 32.10.1

ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης

### book 32.10.2

ἡμετέρης· ἔνθ’ ὕφηνον γενετῆρες ἅπασι

### book 32.10.3

γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν

### book 32.10.4

καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης

### book 32.10.5

μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.

### book 33.1.1

Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,

### book 33.1.2

τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον

### book 33.1.3

—αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας

### book 33.1.4

παρών—, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα

### book 33.5

καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν

### book 33.1

κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,

### book 33.2

ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην

### book 33.3

—ἀφ’ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν

### book 33.4

μόνανδρον ἐκλάμποντα—, τὴν παρρησίαν

### book 33.10.1

Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος·

### book 33.10.2

πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα

### book 33.10.3

καλὸν φερούσης νουθέτημα τῷ βίῳ·

### book 33.10.4

εἰ δ’ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον

### book 33.10.5

αὕτη παρ’ αὐτὸν τὸν τάφον τεθειμένη.

### book 34.1.1

Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν

### book 34.1.2

Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,

### book 34.1.3

εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν·

### book 34.1.4

οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν

### book 34.5.1

ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·

### book 34.5.2

ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου

### book 34.5.3

ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν

### book 34.5.4

Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ’ ἀφθορίης

### book 34.5.5

λαμπάδ’ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·

### book 34.10

ἧς τόδε σῆμ’ ὕπνου γνῶθι πολυχρονίου.

### book 35.1

Εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν

### book 35

ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.

### book 36.1.1

Ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας

### book 36.1.2

κύρβεις γηραλέας θῆκεν ἀειθαλέας.

### book 37.1.1

Σεῖο βίβλους μεγάθυμε Κομητὰς Ὅμηρε δύ’ ἄρδην

### book 37.1.2

εὑρὼν γηραλέας τεύξατο ὁπλοτέρας·

### book 37.1.3

γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας γε βροτοῖσι

### book 37.1.4

πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.

### book 38.1.1

Εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους

### book 38.1.2

ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας,

### book 38.1.3

στίξας διεσμίλευσα ταύτας ἐντέχνως

### book 38.1.4

τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν,

### book 38.5.1

γράψας δ’ ἐκαινούργησα τὴν εὐχρηστίαν.

### book 38.5.2

ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως

### book 38.5.3

μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.

### book 39.1.1

Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς·

### book 39.1.2

Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνην

### book 39

γραμματικὴν λήθης κευθομένην πελάγει.

### book 39b.1

Τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθη

### book 39b.2

τὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη.

### book 40.1.1

Ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,

### book 40.1.2

ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,

### book 40.1.3

ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι·

### book 40.1.4

„Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο

### book 40.5.1

οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.“

### book 40.5.2

ἀλλ’ ἄνεω μὲν ἔκειτο μεμυκὼς χείλεα σιγῇ

### book 40.5.3

σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,

### book 40.5.4

ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,

### book 40.5.5

ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,

### book 40.10.1

ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις

### book 40.10.2

αὐτοκασιγνήταις·

### book 40.10.3

ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο

### book 40.10.4

μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.

### book 40.10.5

τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν

### book 40.15.1

σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ.

### book 40.15.2

ὄφρα μὲν ἠέλιος τρίτον ἤνυσεν ἦμαρ ἐς αἶαν,

### book 40.15.3

τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους·

### book 40.15.4

ἀλλ’ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,

### book 40.15.5

καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο

### book 40.20.1

εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,

### book 40.20.2

οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δ’ ἦον ἁπάντων,

### book 40.20.3

οὓς ἔκπαγλ’ ἐφίλης’ ὡσεὶ θεοῦ υἷας ἐόντας,

### book 40.20.4

ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ

### book 40.20.5

καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν·

### book 40.25.1

„Ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,

### book 40.25.2

κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,

### book 40.25.3

ὄφρ’ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

### book 40.25.4

δεῦτ’ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,

### book 40.25.5

σπεύσομεν ὅττι τάχιστ’, ὄφρα κλέος ἄφθιτον ἴσχω·

### book 40.30.1

ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.“

### book 40.30.2

τὸν δ’ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι·

### book 40.30.3

„Ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.“

### book 40.30.4

εἶπον· ὃ δ’ αὐτὸς ἔβαινε καὶ ἡγεμόνευε μαθηταῖς.

### book 40.30.5

σπερχόμενοι δ’ εἵποντο μετ’ ἴχνια Παμμεδέοντος,

### book 40.35.1

ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων

### book 40.35.2

πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων·

### book 40.35.3

ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.

### book 40.35.4

ἀλλ’ ὅτε δή ῥ’ ἱκάνοντο πολυκλαύστῳ ἐπὶ τύμβῳ,

### book 40.35.5

καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν

### book 40.40.1

Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε·

### book 40.40.2

„Γουνούμεσθά ς’, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις,

### book 40.40.3

Λάζαρον, ὃν φιλέεσκες· ἐν ἔγκασιν ἤλυθεν Ἅιδου·

### book 40.40.4

εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς

### book 40.40.5

οὔποτ’ ἔτλη μεῖναι, ἐπεὶ ἦ πολὺ φέρτατος ἦσθα·

### book 40.45.1

ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.“

### book 40.45.2

καὶ τότε δὴ ὕψιστος ἀμείβετο· „Ποῦ ποτε κεῖται;“

### book 40.45.3

αἳ δ’ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην·

### book 40.45.4

δὴ τότ’ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν,

### book 40.45.5

εἶπεν ἄρ’· „Ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο.“

### book 40.1

αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο,

### book 40.2

καὶ τότε δὴ μέγ’ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ·

### book 40.3

„Λάζαρε, δεῦρ’ ἴθι, κλῦθι ἐμεῖο καὶ ἔρχεο ἔξω.“

### book 40.4

ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,

### book 40.5

λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.

### book 40.55.1

τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν,

### book 40.55.2

αὐτίκα δ’ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,

### book 40

καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.

### book 41.1

Χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε·

### book 41.2

ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη.

### book 41.3

ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρει,

### book 41.4

οἷς δύναται. τί δὲ σῆς ἄξιον ἱπποσύνης;

### book 42.1.1

Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,

### book 42.1.2

ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων.

### book 43.1.1

Χρύσεον ἀντ’ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,

### book 43.1.2

οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.

### book 43.1.3

κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας,

### book 43.1.4

γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.

### book 43.5.1

ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ

### book 43.5.2

δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.

### book 44.1

Πορφύριον λήξαντα πόνων λύσαντά τε μίτρην

### book 44.2

καὶ πάρος ἀντ’ ἀρετῆς χάλκεον ἑσταότα

### book 44.3

τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο.

### book 44.4

πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων

### book 44.5

δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθλην,

### book 44

ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.

### book 45.1

Τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης,

### book 45.2

ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους

### book 45.3

αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ

### book 45.4

ἔστησαν κοινὴν ψῆφον ἐνεγκάμενοι.

### book 45.5.1

γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρον

### book 45.5.2

κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.

### book 46.1

Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δ’ ἐπὶ δίφρων

### book 46.2

μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους.

### book 46.3

νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον

### book 46.4

χρώμασι καὶ πέπλοις συμμετέβαλλε τύχας·

### book 46.5.1

ἥρμοσε δ’ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη

### book 46.5.2

χρύσεος ἀντ’ ἀρετῆς, χάλκεος ἀντὶ πόνων.

### book 47.1

Τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη,

### book 47.2

Νίκη δ’ ἐστεφάνωσεν ἀμοιβαδὸν ἄλλοτ’ ἀπ’ ἄλλου

### book 47.3

χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης.

### book 47.4

πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους·

### book 47.5

νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δ’ ἔσχατος, ἄλλοτε μέσσος

### book 47

πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.

### book 48.1

Ἶσον κυδαλίμοις Φαυστινιάδῃ τε καὶ αὐτῷ

### book 48.2

Φαυστίνῳ βασιλεὺς στῆσε παρ’ ἀμφοτέροις

### book 48.3

Οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας

### book 48.4

ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.

### book 48.5.1

„Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον,“

### book 48.5.2

τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.

### book 49.1

Σοὶ καὶ ἀεθλεύοντι μόνῳ λήξαντί τ’ ἀέθλων

### book 49.2

τοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε,

### book 49.3

δήμου ἀπ’ ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲν

### book 49.4

εἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων.

### book 49.5.1

παύσαο δ’ ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος

### book 49.5.2

τοῖσδε σὺ μὲν νίκην, οἳ δ’ ἄρα σοὶ τὸ γέρας.

### book 50.1

Ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν

### book 50.2

ὡς ἐλατὴρ τελέθων καὶ πολέμων πρόμαχος.

### book 50.3

εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή,

### book 50.4

καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης·

### book 50.5

καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης,

### book 50

τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.

### book 51.1.1

Χάλκεος, ἀλλ’ ἄθρησον, ὅσον θράσος ἄνυσε κάπρου

### book 51.1.2

ὁ πλάστας ἔμπνουν θῆρα τυπωσάμενος

### book 51.1.3

χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα

### book 51.1.4

βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,

### book 51.5

ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος,

### book 51

εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.

### book 1.1.1

Οὔτ’ ἀπὸ Μεσσάνας οὔτ’ Ἀργόθεν εἰμὶ παλαιστάς·

### book 1.1.2

Σπάρτα μοι Σπάρτα κυδιάνειρα πατρίς.

### book 1.1.3

κεῖνοι τεχνάεντες· ἐγώ γε μέν, ὡς ἐπέοικε

### book 1.1.4

τοῖς Λακεδαιμονίων παισί, βίᾳ κρατέω.

### book 2.1.1

Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν

### book 2.1.2

παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον,

### book 2.1.3

κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ’ οὐ χείρονα μορφῆς,

### book 2.1.4

ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.

### book 3.1.1

Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα

### book 3.1.2

ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.

### book 4

Βάλλετε νῦν μετὰ πότμον ἐμὸν δέμας, ὅττι καὶ αὐτοὶ

### book 4

νεκροῦ σῶμα λέοντος ἐφυβρίζουσι λαγωοί.

### book 5.1.1

Ἄγαγε καὶ Ξέρξης Πέρσαν στρατὸν Ἑλλάδος ἐς γᾶν,

### book 5.1.2

καὶ Τίτος εὐρείας ἄγαγ’ ἀπ’ Ἰταλίας·

### book 5.1.3

ἀλλ’ ὁ μὲν Εὐρώπᾳ δοῦλον ζυγὸν αὐχένι θήσων

### book 5.1.4

ἦλθεν, ὁ δ’ ἀμπαύσων Ἑλλάδα δουλοσύνας.

### book 6.1.1

Κοίρανος Εὐρώπας, ὁ καὶ εἰν ἁλὶ καὶ κατὰ χέρσον

### book 6.1.2

τόσσον ἄναξ θνατῶν, Ζεὺς ὅσον ἀθανάτων,

### book 6.1.3

Εἰνοδίᾳ τὰ λάφυρ’ Ἑκάτᾳ θρασέος Κιροάδα

### book 6.1.4

καὶ τέκνων καὶ ὅλας γᾶς ἔθετ’ Ὀδρυσίδος,

### book 6.5.1

υἱὸς ἐυμμελία Δαματρίου· ἁ δὲ Φιλίππου

### book 6.5.2

δόξα πάλιν θείων ἄγχι βέβακε θρόνων.

### book 7.1.1

Σύμφωνον μαλακοῖσι κερασσάμενος θρόον αὐλοῖς

### book 7.1.2

Δωρόθεος γοεροὺς ἔπνεε Δαρδανίδας

### book 7.1.3

καὶ Σεμέλας ὠδῖνα κεραύνιον, ἔπνεε δ’ ἵππου

### book 7.1.4

ἔργματ’ ἀειζώων ἁψάμενος Χαρίτων·

### book 7.5.1

μοῦνος δ’ εἰν ἱεροῖσι Διωνύσοιο προφήταις

### book 7.5.2

Μώμου λαιψηρὰς ἐξέφυγε πτέρυγας

### book 7.5.3

Θηβαῖος γενεὴν Σωσικλέος· ἐν δὲ Λυαίου

### book 7

νηῷ φορβειὰν θήκατο καὶ καλάμους.

### book 8.1.1

Οὐκέτ’ ἀνὰ Φρυγίην πιτυοτρόφον ὥς ποτε μέλψεις

### book 8.1.2

κροῦμα δι’ εὐτρήτων φθεγγόμενος δονάκων,

### book 8.1.3

οὐδ’ ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας

### book 8.1.4

ὡς πρὶν ἐπανθήσει, νυμφογενὲς Σάτυρε.

### book 8.5.1

δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ

### book 8.5.2

θνατὸς ἐὼν θείαν εἰς ἔριν ἠντίασας.

### book 8.5.3

λωτοὶ δ’ οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸν

### book 8.5.4

ὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλ’ Ἀίδαν.

### book 9.1

Ὦ γαστὴρ κυνάμυια, δι’ ἣν κόλακες παράσιτοι

### book 9.2

ζωμοῦ πωλοῦσιν θεσμὸν ἐλευθερίης.

### book 11.1.1

Ἵζευ ὑπὸ σκιερὰν πλάτανον, ξένε, τάνδε παρέρπων,

### book 11.1.2

ἇς ἁπαλῷ Ζέφυρος πνεύματι φύλλα δονεῖ,

### book 11.1.3

ἔνθα με Νικαγόρας κλυτὸν εἵσατο Μαιάδος Ἑρμᾶν

### book 11.1.4

ἀγροῦ καρποτόκου ῥύτορα καὶ κτεάνων.

### book 12.1

Ἔρχευ καὶ κατ’ ἐμὰν ἵζευ πίτυν, ἃ τὸ μελιχρὸν

### book 12.2

πρὸς μαλακοὺς ἠχεῖ κεκλιμένα ζεφύρους.

### book 12.3

ἠνίδε καὶ κρούνισμα μελισταγές, ἔνθα μελίσδων

### book 12

ἡδὺν ἐρημαίοις ὕπνον ἄγω καλάμοις.

### book 13.1.1

Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν

### book 13.1.2

φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις,

### book 13.1.3

καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ

### book 13.1.4

θελγομένῳ στάξει κῶμα κατὰ βλεφάρων.

### book 14.1.1

Τίς γλύψας τὸν Ἔρωτα παρὰ κρήνῃσιν ἔθηκεν

### book 14.1.2

οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι;

### book 15.1

Ὁ πρὶν ἀεὶ Βρομίου μεμεθυσμένος οἰνάδι πηγῇ,

### book 15.2

σύντροφος εὐασταῖς αἰγοπόδης Σάτυρος

### book 15.3

διχθάδιον κατὰ κῶλον ἀλυκτοπέδῃσι λυγωθεὶς

### book 15.4

ἔντεα παιδὶ θεᾶς χαλκοτορεῖ Θέτιδος,

### book 15.5.1

οὐ σοφὸν ἐκ τέχνας ἀσκῶν πόνον, ἀλλὰ πενιχρὰν

### book 15.5.2

ἐργάτιν ἐκ μόχθων ῥυόμενος βιοτάν.

### book 15b.1

Ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων

### book 15b.2

πλέγματα καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε;

### book 15b.3

τίς σε παρὰ σμίλαισι ποδίκροτον ἅμμα καθάψας

### book 15b.4

θήκατο, τὸν Βρομίῳ σπάργαν’ ἑλιξάμενον; —

### book 15b.5

„Ἀσχήμων ἔνδεια καὶ ἁ πάντολμος ἀνάγκα,

### book 15b

ἅ με παρ’ Ἡφαίστῳ θῆκε μαριλοπόταν.“

### book 16.1

Πᾶν τὸ περιττὸν ἄκαιρον, ἐπεὶ λόγος ἐστὶ παλαιός,

### book 16.2

ὡς καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή.

### book 17.1

Ὦ Πάν, φερβομέναις ἱερὰν φάτιν ἄπυε ποίμναις

### book 17.2

κυρτὸν ὑπὲρ χρυσέων χεῖλος ἱεὶς δονάκων,

### book 17.3

ὄφρ’ αἱ μὲν λευκοῖο βεβριθότα δῶρα γάλακτος

### book 17.4

οὔθασιν ἐς Κλυμένου πυκνὰ φέρωσι δόμον,

### book 17.5.1

σοὶ δὲ καλῶς βωμοῖσι παριστάμενος πόσις αἰγῶν

### book 17.5.2

φοίνιον ἐκ λασίου στήθεος αἷμ’ ἐρύγῃ.

### book 18.1

Τέρπε δανειζόμενος τὴν σὴν φρένα· τοῖς δὲ δανεισταῖς

### book 18.2

κάλλιπε τὴν ψήφων δακτυλοκαμψοδύνην.

### book 19.1

„Εἰρήνη πάντεσσιν,“ ἐπίσκοπος εἶπεν ἐπελθών.

### book 19.2

πῶς δύναται πᾶσιν, ἣν μόνος ἔνδον ἔχει;

### book 20.1

Ῥήτορα Μαῦρον ἰδὼν ἀπεθαύμασα τὸν βαρύχειλον,

### book 20

τέχνης ῥητορικῆς δαίμονα λευκοφόρον.

### book 21.1

Ὃς βασιλεῖς ἐδάμασσε καὶ ἠνορέην κατέπαυσεν

### book 21.2

ἀντιπάλων πατέρων εἵνεκεν εὐνομίης,

### book 21.3

οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε,

### book 21.4

ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς.

### book 21.5.1

ἀλλ’ ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου,

### book 21.5.2

καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους.

### book 21.5.3

τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης

### book 21.5.4

σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις.

### book 22.1

Στήλην εὐνομίης καὶ σωφροσύνης ἀνάθημα

### book 22.2

εἰκόνα Νικόλεω στήσατο Γρηγόριος.

### book 23.1.1

Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ’ ἐνίκης; —

### book 23.1.2

„Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.“

### book 24.1

Μίλωνος τόδ’ ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ

### book 24

ἑπτάκι νικήσας ἐς γόνατ’ οὐκ ἔπεσεν.

### book 25.1.1

Τὸν ἐκ Σινώπης εἰ κλύεις Δαμόστρατον

### book 25.1.2

πίτυν λαβόντα τὴν κατ’ Ἰσθμὸν ἑξάκις,

### book 25.1.3

τοῦτον δέδορκας· οὗ κατ’ εὔγυρον πάλην

### book 25.1.4

ψάμμον πεσόντος νῶτον οὐκ ἐσφράγισεν.

### book 25.5.1

ἴδ’ ἐς πρόσωπον θηρόθυμον, ὡς ἔτι

### book 25.5.2

σῴζει παλαιὰν τὰν ὑπὲρ νίκας ἔριν.

### book 25.5.3

λέγει δ’ ὁ χαλκός· „Ἁ βάσις με λυσάτω,

### book 25.5.4

χὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι.“

### book 26.1.1

Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ’ ἐφ’ ἡμῖν

### book 26.1.2

ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,

### book 26.1.3

[οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα

### book 26.1.4

τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.]

### book 27.1

Εὖ εἰδώς, ὅτι θνητὸς ἔφυς, τὸν θυμὸν ἄεξε

### book 27.2

τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις.

### book 27.3

καὶ γὰρ ἐγὼ σποδός εἰμι Νίνου μεγάλης βασιλεύσας.

### book 27.4

τόσς’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος

### book 27.5

τέρπν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.

### book 27

ἥδε σοφὴ βιότοιο παραίνεσις ἀνθρώποισιν.

### book 28.1.1

Ἑλλὰς μὲν Θήβας προτέρας προὔκρινεν ἐν αὐλοῖς·

### book 28.1.2

Θῆβαι δὲ Πρόνομον, παῖδα τὸν Οἰνιάδου.

### book 29.1

Εἴ τινα πώποτ’ ἄκουσας Ἐνυαλίου φίλον υἱὸν

### book 29.2

καὶ κρατερὸν δυνάμει καὶ θαρσαλέον πολεμίζειν,

### book 29.3

Ἕκτορα τὸν Πριάμοιο νόει μοῦνον γεγενῆσθαι,

### book 29.4

ὅν ποτε μαρνάμενον Διομήδης ἔκτανεν ἀνήρ,

### book 29.5.1

αἴας πρὸ Τρώων Δαναοῖσι μάχην προφέροντα·

### book 29.5.2

ὃν καὶ τῇδε θανόντα τάφος ὅδε ἀμφικαλύπτει.

### book 30.1.1

Χείρ με Πολυγνώτου Θασίου κάμεν, εἰμὶ δ’ ἐκεῖνος

### book 30.1.2

Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην,

### book 30.1.3

ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς

### book 30.1.4

βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον.

### book 30.5.1

ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον· εἰμὶ γὰρ ἄπνους

### book 30.5.2

ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει.

### book 31.1

Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος,

### book 31

ψυχὴ δ’ ἰσόθεος τάξιν ἔχει μακάρων.

### book 32.1.1

Καὶ Φαέθων γραφίδεσσιν ἔχει τύπον, ἀλλὰ χαράσσει

### book 32.1.2

ἠέλιον τέχνη κρυπτομένων φαέων.

### book 32.1.3

καὶ σέ, σοφὲ πτολίαρχε, γράφει, Γαβριήλιε, τέχνη

### book 32.1.4

ἐκτὸς σῶν ἀρετῶν, ἐκτὸς ὅλων καμάτων.

### book 32b.1.1

Τοῦτον Ἰουλιανόν, νομικῆς φάος, εἶπον ἰδοῦσαι

### book 32b.1.2

Ῥώμη καὶ Βερόη· „Πάντα φύσις δύναται.“

### book 33.1.1

Κάλλεϊ μὲν νικᾷς κραδίης τόσον, ὅσσον ὀπωπῆς,

### book 33.1.2

τῆς γὰρ ἐπωνυμίης ἄξια πάντα φέρεις·

### book 33.1.3

αἰεὶ δ’ ἐν θαλάμοισι κατευνάζων βασιλῆα

### book 33.1.4

πᾶσαν ὑποσπείρεις οὔασι μειλιχίην.

### book 34.1.1

Ἐκ Φιλαδελφείης ξεινήια ταῦτα Φιλίππῳ.

### book 34.1.2

φράζεο, πῶς μνήμων ἡ πόλις εὐνομίης.

### book 35.1

Μνήμονες οἱ Κᾶρες πολέων εὐεργεσιάων

### book 35

Παλμᾶν ἰθυδίκην τόσσον ἀγασσάμενοι.

### book 36.1.1

Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης

### book 36.1.2

εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·

### book 36.1.3

νῦν δ’ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης

### book 36.1.4

τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον.

### book 36.5.1

εἰ δ’ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς

### book 36.5.2

αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.

### book 37.1.1

Πέτρον ὁρᾷς χρυσέοισιν ἐν εἵμασιν· αἱ δὲ παρ’ αὐτὸν

### book 37.1.2

ἀρχαὶ ἀμοιβαίων μάρτυρές εἰσι πόνων·

### book 37.1.3

ἀντολίης πρώτη καὶ διχθαδίη μετὰ τήνδε

### book 37.1.4

κόχλου πορφυρέης καὶ πάλιν ἀντολίης.

### book 38.1.1

Οὐχὶ παρ’ Εὐρώτᾳ μόνον ἀνέρες εἰσὶ μαχηταί,

### book 38.1.2

οὐδὲ παρ’ Ἰλισῷ μνάμονές εἰσι δίκας·

### book 38.1.3

ὡς ἀπὸ τᾶς Σπάρτας, ὡς αὐτᾶς ἀστὸν Ἀθάνας

### book 38.1.4

Συνέσιον Νίκα καὶ Θέμις ἠγάσατο.

### book 39.1.1

Νεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶ

### book 39.1.2

καὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων

### book 39.1.3

καὶ πεδία ζείοντα πολυσπερέων Ἀγαρηνῶν

### book 39.1.4

Λογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων·

### book 39.5

ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων,

### book 39

καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην.

### book 40.1.1

Γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,

### book 40.1.2

Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης,

### book 40.1.3

ἀλλὰ καὶ αἱ πάντων πᾶσαι. τί γὰρ ἀνδρὶ τοσῷδε

### book 40.1.4

ἀρκέσει εἰς ἑτάρων μυρίον εὐσοΐην;

### book 40.5.1

νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζον’ ἀέξοι

### book 40.5.2

Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;

### book 41.1.1

Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,

### book 41.1.2

ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι

### book 41.1.3

θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ

### book 41.1.4

εἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης.

### book 41.5.1

αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου

### book 41.5.2

πλοῦτον ἀεξήσας, ἀλλὰ μετ’ εὐσεβίης.

### book 41.5.3

εὔγνωμον τὸ πόνημα. τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,

### book 41.5.4

εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;

### book 42.1

Τὸν μέγαν ἐν βουλαῖς Θεοδόσιον, Ἀσίδος ἀρχόν,

### book 42.2

εἰκόνι μαρμαρέῃ στήσαμεν ἀνθύπατον,

### book 42.3

οὕνεκα Σμύρναν ἔγειρε καὶ ἤγαγεν ἐς φάος αὖθις

### book 42

ἔργοις θαυμασίοις πολλὸν ἀειδομένην.

### book 43.1

Δαμόχαρι κλυτόμητι, δικασπόλε, σοὶ τόδε κῦδος,

### book 43.2

ὅττι γε τὴν Σμύρναν μετὰ λοίγια πήματα σεισμοῦ

### book 43.3

ἐσσυμένως πονέων αὖθις πόλιν ἐξετέλεσσας.

### book 44.1

Πᾶσα φύσις, βασίλεια, τεὸν κράτος αἰὲν ἀείδει,

### book 44.2

οὕνεκα δυσμενέων στίχας ὤλεσας, οὕνεκα φέγγος

### book 44.3

ἀνδράσι σωφρονέουσι κακὴν μετὰ δῆριν ἀνῆψας,

### book 44.4

ἱππολύτης δ’ ἐκέδασσας ὁμόγνια πήματα χάρμης.

### book 45.1

Ῥητῆρες Θεόδωρον ἐμέλλομεν εἰς ἓν ἰόντες

### book 45.2

χρυσείαις γραφίδεσσιν ἀειμνήστοισι γεραίρειν,

### book 45.3

εἰ μὴ χρυσὸν ἔφευγε καὶ ἐν γραφίδεσσιν ἐόντα.

### book 46.1

Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμος

### book 46.2

στῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων.

### book 47

Τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα,

### book 47

Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι.

### book 48.1

Πρόκλος ἐγὼ Παύλου Βυζάντιος, ὃν περὶ δῶμα

### book 48.2

τηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή,

### book 48.3

ὄφρ’ εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος.

### book 48.4

ἀγγέλλει δ’ ὅδε χαλκός, ὅσον γέρας ἐστὶν ἀέθλων.

### book 48.5.1

καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι,

### book 48.5.2

ἐν δ’ ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα.

### book 49.1.1

Θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω,

### book 49.1.2

σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα,

### book 49.1.3

Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστ’ ἄρα νήσων

### book 49.1.4

καὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ.

### book 50.1.1

Εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι,

### book 50.1.2

οὐκ ἦν Ἀλκείδεω τοῦτο τὸ δωδέκατον.

### book 51.1.1

Τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον, οὐχ ἵνα λεύσσῃς,

### book 51.1.2

ὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ,

### book 51.1.3

ἀλλ’ ἵνα σοὶ τὸν ἄεθλον, ὃν ἐξεπόνησε, μαθόντι,

### book 51.1.4

ὠγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας.

### book 51.5

οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δ’ ἀγῶνι

### book 51

ἅλικα νικήσας, ὁπλότερον, πρότερον.

### book 52.1.1

Ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορα

### book 52.1.2

καὶ στερρόγυιον ὡς Ἄτλαντα δεύτερον

### book 52.1.3

θαμβεῖς ἀπιστῶν, εἰ βρότειος ἡ φύσις·

### book 52.1.4

ἀλλ’ ἴσθι μ’ Ἡρᾶν Λαδικῆα πάμμαχον,

### book 52.5.1

ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν,

### book 52.5.2

Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιον·

### book 52.5.3

λοιπῶν δ’ ἀέθλων ἢν ἐρευνήσῃς κράτος,

### book 52.5.4

καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν.

### book 53.1.1

Λᾴδας τὸ στάδιον εἴθ’ ἥλατο, εἴτε διέπτη,

### book 53.1.2

οὐδὲ φράσαι δυνατόν· δαιμόνιον τὸ τάχος.

### book 54.1

Οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα,

### book 54.2

Θῦμον, ἐπ’ ἀκροτάτῳ νεύματι θεὶς ὄνυχα,

### book 54.3

τοῖον ἐχάλκευσέν σε Μύρων ἐπὶ παντὶ χαράξας

### book 54.4

σώματι Πισαίου προσδοκίην στεφάνου.

### book 54.5.1

πλήρης ἐλπίδος ἐστίν, ἄκροις δ’ ἐπὶ χείλεσιν ἄσθμα

### book 54.5.2

ἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων.

### book 54.5.3

πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξει

### book 54

ἁ βάσις. ὢ τέχνη πνεύματος ὠκυτέρα.

### book 55.1.1

Εἰκών, τίς ς’ ἀνέθηκε, τίνος χάριν ἢ τίνι, λέξον. —

### book 55.1.2

„Ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.“

### book 56.1

Ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη

### book 56.2

πρὸς δισσαῖς ἑτέραις εἵνεκεν ἱπποσύνης.

### book 56.3

οὐ γὰρ ὅ γ’ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην,

### book 56.4

ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ.

### book 56.5.1

τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν, ἀλλὰ καὶ αὐτὴν

### book 56.5.2

δήμου τὴν προτέρην παῦσε διχοστασίην.

### book 57.1.1

Ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλ’ ἡ τέχνη

### book 57.1.2

θήκατο καὶ μανίην ἐγκατέμιξε λίθῳ.

### book 58.1

Ἴσχετε τὴν βάκχην, μὴ λαϊνέη περ ἐοῦσα

### book 58.2

οὐδὸν ὑπερθεμένη νηὸν ὑπεκπροφύγῃ.

### book 59.1.1

Οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι

### book 59.1.2

βάκχην αἰδομένην στήσατο λαοτύπος.

### book 59.1.3

οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ·

### book 59

„Ἔξιτε, καὶ παταγῶ μηδενὸς ἱσταμένου.“

### book 60.1.1

Τίς ἅδε; —„Βάκχα.“ —Τίς δέ νιν ξέσε; —„Σκόπας.“ —

### book 60.1.2

Τίς δ’ ἐξέμηνε, Βάκχος ἢ Σκόπας; —„Σκόπας.“

### book 61.1.1

Ἀντολίαι, δύσιες κόσμου μέτρα· καὶ τὰ Νέρωνος

### book 61.1.2

ἔργα δι’ ἀμφοτέρων ἵκετο γῆς περάτων.

### book 61.1.3

Ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν

### book 61.1.4

κείνου, Γερμανίην δ’ εἶδε κατερχόμενος.

### book 61.5.1

δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξης

### book 61.5.2

καὶ Ῥῆνος δούλοις ἔθνεσι πινόμενοι.

### book 62.1

Ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζει

### book 62.2

σῆς Ῥώμης γενέτης καὶ πάις Εὐστάθιος,

### book 62.3

πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην,

### book 62.4

καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον.

### book 62.5.1

ὑψός’, Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δ’ αἰεὶ

### book 62.5.2

δεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους.

### book 63.1

Πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶνα

### book 63.2

χαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων.

### book 63.3

ἔστι δ’ Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκων

### book 63

στῆσεν Ἰουλιανὸς μάρτυρα μηδοφόνον.

### book 64.1

Τοῦτο παρ’ αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχος

### book 64.2

στῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι,

### book 64.3

ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην.

### book 65.1

Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος,

### book 65.2

Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε,

### book 65.3

Ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετ’ ἀπείρονα γαῖαν,

### book 65.4

πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον

### book 65.5

ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.

### book 66.1

Τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν

### book 66.2

εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.

### book 67.1

Ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθην·

### book 67.2

εἰμὶ δὲ Βουπάλεως δῶρον ἀεθλοσύνης.

### book 68.1

Κύπριδος ἅδ’ εἰκών· φέρ’ ἰδώμεθα, μὴ Βερενίκας·

### book 68

διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν.

### book 69.1

Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα.

### book 69.2

Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην.

### book 70.1

Οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας

### book 70.2

κυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου,

### book 70.3

Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη.

### book 71.1

Κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμον

### book 71.2

Πιερίδων χρυσέην στῆσεν Ἀναστασίου.

### book 72.1

Ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων

### book 72.2

ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον·

### book 72.3

ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου

### book 72.4

κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης·

### book 72.5.1

τὸν δ’ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον

### book 72.5.2

ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.

### book 72.5.3

ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα,

### book 72

θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.

### book 73.1

Οὗτος ὁ κοσμήσας ὑπάτων θρόνον, ὃν τρισέπαρχον

### book 73.2

καὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι,

### book 73.3

χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δὲ ἔργον

### book 73.4

τῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας.

### book 74.1

Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴ

### book 74.2

βομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ.

### book 74.3

οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ·

### book 74.4

οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι,

### book 74.5

πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ.

### book 75.1.1

Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων

### book 75.1.2

εἴκελον, εὐκταίη μητέρος εὐτοκίη,

### book 75.1.3

πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια

### book 75.1.4

ἦλθεν· ἐποιήθης δ’ ἔργον ἀοιδοπόλων.

### book 75.5.1

Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ

### book 75.5.2

Φοῖβος ἔχει· παρὰ σοὶ δ’ ἀθρόα πάντα, Κότυ.

### book 76.1

Οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης.

### book 77.1.1

Ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην

### book 77.1.2

οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο.

### book 77.1.3

εἴ τις μαρμαρυγὴν δύναται Φαεθοντίδα γράψαι,

### book 77.1.4

μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδα.

### book 78.1

Βάσκανος ἡ γραφίς ἐσσι καὶ εἰσορόωσι μεγαίρεις

### book 78.2

χρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη.

### book 78.3

εἰ δ’ ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις,

### book 78.4

οὐδ’ ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις.

### book 78.5.1

πᾶσα γραφὶς μορφῇσι χαρίζεται, ἀλλὰ σὺ μούνη

### book 78.5.2

τῆς Θεοδωριάδος κλέψας ἀπ’ ἀγλαΐας.

### book 79.1

Τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος ἢ Στρατονίκης.

### book 80.1.1

Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης

### book 80.1.2

ὠνητὴν φιλίην πᾶσι χαριζομένη·

### book 80.1.3

εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος

### book 80.1.4

οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι

### book 80.5

δεικνύς, ὅσσον ἔχει πόθον ἐν φρεσίν· ἶσα γὰρ αὐτῷ

### book 80

κηρῷ τηκομένῳ τήκεται ἡ κραδίη.

### book 81.1.1

Ἢ θεὸς ἦλθ’ ἐπὶ γῆν ἐξ οὐρανοῦ εἰκόνα δείξων,

### book 81.1.2

Φειδία, ἢ σύ γ’ ἔβης τὸν θεὸν ὀψόμενος.

### book 82.1.1

Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα

### book 82.1.2

Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.

### book 83.1

Αἶαν, Τιμομάχου πλέον ἢ πατρός, ἥρπασε τέχνα

### book 83.2

τὴν φύσιν. ὁ γράψας εἶδέ σε μαινόμενον,

### book 83.3

καὶ συνελυσσήθη χεὶρ ἀνέρι, καὶ τὰ κεραστὰ

### book 83.4

δάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους.

### book 84.1

Οὐκ ἀδαὴς ἔγραψε Κίμων τάδε· παντὶ δ’ ἐπ’ ἔργῳ

### book 84.2

μῶμος, ὃν οὐδ’ ἥρως Δαίδαλος ἐξέφυγεν.

### book 85

Ἁ τέχνα τὸν ἔλεγχον ἀπώλεσεν· οὐδὲ γὰρ αὐτὰ

### book 85

μανῦσαι δύναται, τῷ πόρε τὰν κεφαλάν.

### book 86.1

Τοὐμπρασιῇ φύλακος μακρὰν ἀποτῆλε φύλαξαι.

### book 86.2

τοῖος, ὁκοῖον ὁρᾷς, ὦ παρ’ ἔμ’ ἐρχόμενε,

### book 86.3

σύκινος, οὐ ῥίνῃ πεπονημένος οὐδ’ ἀπὸ μίλτου,

### book 86.4

ἀλλ’ ἀπὸ ποιμενικῆς αὐτομαθοῦς ξοΐδος.

### book 86.5.1

ἀχρείως γέλασόν με, τὰ δ’ Εὐκλείους πεφύλαξο

### book 86.5.2

σίνεσθαι, μὴ καὶ σαρδάνιον γελάσῃς.

### book 87.1.1

Τέχνης πυρσὸν ὄπασσα φερέσβιον, ἐκ δ’ ἄρα τέχνης

### book 87.1.2

καὶ πυρὸς ἀλλήκτου πήματος ὄψιν ἔχω.

### book 87.1.3

ἦ μερόπων ἀχάριστον ἀεὶ γένος, εἴ γε Προμηθεὺς

### book 87.1.4

ἀντ’ εὐεργεσίης ταῦθ’ ὑπὸ χαλκοτύπων.

### book 88.1.1

Χαλκὸν μὲν καλέεσκεν ἀτειρέα βίβλος Ὁμήρου·

### book 88.1.2

ἀλλά μιν ὁ πλάστης δεῖξεν ἐλεγχομένην.

### book 88.1.3

δεῦρ’ ἴδε γὰρ στενάχοντα Προμηθέα, δεῦρ’ ἴδε χαλκοῦ

### book 88.1.4

τειρομένου σπλάγχνων ἐκ μυχάτων ὀδύνας.

### book 88.5

Ἥρακλες, νεμέσησον, ἐπεὶ μετὰ σεῖο φαρέτρην

### book 88

Ἰαπετιονίδης ἄλγος ἄπαυστον ἔχει.

### book 89.1.1

Οὗτος ὁ πρὶν μακάρεσσι συνέστιος, οὗτος ὁ νηδὺν

### book 89.1.2

πολλάκι νεκταρέου πλησάμενος πόματος,

### book 89.1.3

νῦν λιβάδος θνητῆς ἱμείρεται· ἡ φθονερὴ δὲ

### book 89.1.4

κρᾶσις ἀεὶ χείλευς ἐστὶ ταπεινοτέρη.

### book 89.5.1

„Πῖνε,“ λέγει τὸ τόρευμα, „καὶ ὄργια μάνθανε σιγῆς·

### book 89.5.2

οἱ γλώσσῃ προπετεῖς ταῦτα κολαζόμεθα.“

### book 90.1

Θλῖβε δρακοντείους περιμήκεας, ὄβριμε, δειράς,

### book 90.2

Ἥρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας.

### book 90.3

ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρης

### book 90.4

ἄμπαυσον· μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος.

### book 90.5.1

οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ λέβητες,

### book 90.5.2

ἀλλ’ ὁδὸς εἰς αὐλὴν Ζηνὸς ἔπαθλον ἔφυ.

### book 91.1

Δέρκεο, μυριόμοχθε, τεούς, Ἥρακλες, ἀγῶνας,

### book 91.2

οὓς τλὰς ἀθανάτων οἶκον Ὄλυμπον ἔβης·

### book 91.3

Γηρυόνην, κλυτὰ μῆλα, μέγαν πόνον Αὐγείαο,

### book 91.4

πώλους, Ἱππολύτην, πουλυκάρηνον ὄφιν,

### book 91.5.1

κάπρον, θωυκτῆρα Χάους κύνα, θῆρα Νεμείης,

### book 91.5.2

οἰωνούς, ταῦρον, Μαιναλίην ἔλαφον.

### book 91.5.3

νῦν δὲ κατ’ ἄκρα πόληος ἀπορθήτοιο βεβηκὼς

### book 91

Περγαμίης μεγάλους ῥύεο Τηλεφίδας.

### book 92.1

Πρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα·

### book 92.2

δεύτερον ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδρην·

### book 92.3

τὸ τρίτον αὖτ’ ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον·

### book 92.4

χρυσόκερων ἔλαφον μετὰ ταῦτ’ ἤγρευσε τέταρτον·

### book 92.5.1

πέμπτον δ’ ὄρνιθας Στυμφηλίδας ἐξεδίωξεν·

### book 92.5.2

ἕκτον Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν·

### book 92.5.3

ἕβδομον Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν·

### book 92.5.4

ὄγδοον ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον·

### book 92.5.5

εἴνατον ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους·

### book 92.10.1

Γηρυόνου δέκατον βόας ἤγαγεν ἐξ Ἐρυθείης·

### book 92.10.2

Κέρβερον ἑνδέκατον κύν’ ἀνήγαγεν ἐξ Ἀίδαο·

### book 92.10.3

δωδέκατον δ’ ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα·

### book 92.10.4

τὸ τρισκαιδέκατον τοῖον λυγρὸν ἔσχεν ἄεθλον·

### book 92.10.5

μουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις.

### book 93.1.1

Ὤλεσα τὸν Νεμέας θῆρ’ ἄπλετον, ὤλεσα δ’ ὕδρην

### book 93.1.2

καὶ ταῦρον, κάπρου δ’ ἀμφετίναξα γένυν·

### book 93.1.3

ζωστῆρ’ ἑλκύσσας πώλους Διομήδεος εἷλον·

### book 93.1.4

χρύσεα μῆλα κλάσας Γηρυόνην ἔλαβον·

### book 93.5

Αὐγείας μ’ ἐδάη· κεμὰς οὐ φύγεν· ἔκτανον ὄρνις·

### book 93

Κέρβερον ἠγαγόμην· αὐτὸς Ὄλυμπον ἔχω.

### book 94.1.1

Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος

### book 94.1.2

πτήσσετε. ληινόμοι γειαρόται Νεμέης·

### book 94.1.3

ἦ γὰρ ὑφ’ Ἡρακλῆος ἀριστάθλοιο δέδουπεν

### book 94.1.4

αὐχένα θηροφόνοις ἀγχόμενος παλάμαις.

### book 94.5.1

ποίμνας ἐξελάσασθε· πάλιν μυκηθμὸν ἀκούοι

### book 94.5.2

Ἠχώ, ἐρημαίης ἐνναέτειρα νάπης.

### book 94.5.3

καὶ σύ, λεοντόχλαινε, πάλιν θωρήσσεο ῥινῷ

### book 94.5.4

Ἥρης πρηΰνων μισονόθοιο χόλον.

### book 95.1.1

Ἐκ Νεμέας ὁ λέων, ἀτὰρ ὁ ξένος Ἀργόθεν αἷμα,

### book 95.1.2

πολλὸν ὁ μὲν θηρῶν μεῖζον, ὁ δ’ ἡμιθέων.

### book 95.1.3

ἔρχονται δ’ ἐς ἀγῶνα καταντίον ὄμμα βαλόντες

### book 95.1.4

λοξὸν ὑπὲρ ζωᾶς καὶ βιοτᾶς σφετέρας.

### book 95.5.1

Ζεῦ πάτερ, ἀλλ’ εἴη τὸν ἀπ’ Ἄργεος ἀνέρα νικᾶν,

### book 95.5.2

ἐμβατὸς ὡς αὖ τοι καὶ Νεμέα τελέθοι.

### book 96.1

Τί πρῶτον, τί δ’ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις

### book 96.2

θαυμάσσω τέχνης ἀνέρος ἠδ’ ἐλάφου;

### book 96.3

ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει

### book 96.4

εὐπτόρθων παλάμαις δραξάμενος κεράων·

### book 96.5.1

ἡ δ’ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα

### book 96.5.2

γλώσσῃ σημαίνει θλιβομένην κραδίην.

### book 96.5.3

Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἥδε τέθηλεν

### book 96

οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.

### book 97.1

Χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δ’ ὑπὸ τέχνας

### book 97.2

καὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο;

### book 97.3

ἔμψυχον τὸ πλάσμα· καὶ οἰκτείρω μογέοντα

### book 97.4

καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην.

### book 97.5.1

Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάων·

### book 97.5.2

ἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι.

### book 98.1

Οὗτος ὁ νῦν ὕπνῳ βεβαρημένος ἠδὲ κυπέλλῳ

### book 98.2

Κενταύρους νήφων οἰνοβαρεῖς ὄλεσεν.

### book 99.1

Οὗτος ὁ πανδαμάτωρ, ὁ παρ’ ἀνδράσι δωδεκάεθλος

### book 99.2

μελπόμενος κρατερῆς εἵνεκεν ἠνορέης

### book 99.3

οἰνοβαρὴς μετὰ δαῖτα μεθυσφαλὲς ἴχνος ἑλίσσει

### book 99.4

νικηθεὶς ἁπαλῷ λυσιμελεῖ Βρομίῳ.

### book 100.1

Χαίτην καὶ ῥόπαλον καὶ ἐν ὀφθαλμοῖσιν ἀταρβῆ

### book 100.2

θυμὸν ὁρῶν βλοσυρόν τ’ ἀνδρὸς ἐπισκύνιον

### book 100.3

ζήτει δέρμα λέοντος ἐπ’ εἰκόνι· κἢν μὲν ἐφεύρῃς,

### book 100

Ἡρακλέης, εἰ δ’ οὔ, Λυσιμάχοιο πίναξ.

### book 101.1

Οἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι,

### book 101.2

τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο

### book 101.3

βοῦν ἀρότην ἕλκοντα καὶ ἀντανύοντα κορύνην·

### book 101.4

ἀλλ’ οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην.

### book 101.5.1

ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴν

### book 101.5.2

ἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης.

### book 102.1

Οἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳ

### book 102.2

νυκτὶ καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον

### book 102.3

κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθε

### book 102.4

Ἀλκείδη, τοίην εἰκόνα σου βλέπομεν.

### book 102.5.1

Ἀλκμήνης δ’ ὠδῖνας ἔχει λίθος· αἱ δὲ μεγαυχεῖς

### book 102.5.2

Θῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι.

### book 103.1.1

Ἥρακλες, ποῦ σοι πτόρθος μέγας ἥ τε Νέμειος

### book 103.1.2

χλαῖνα καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη;

### book 103.1.3

ποῦ σοβαρὸν βρίμημα; τί ς’ ἔπλασεν ὧδε κατηφῆ

### book 103.1.4

Λύσιππος χαλκῷ τ’ ἐγκατέμιξ’ ὀδύνην;

### book 103.5

ἄχθῃ γυμνωθεὶς ὅπλων σέο. τίς δέ ς’ ἔπερσεν; —

### book 103

„Ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.“

### book 104.1.1

Ἥρη τοῦτ’ ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπ’ ἄθλοις

### book 104.1.2

ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα.

### book 104.1.3

ποῦ χλαίνωμα λέοντος ὅ τ’ εὐροίζητος ἐπ’ ὤμοις

### book 104.1.4

ἰὸς καὶ βαρύπους ὄζος ὁ θηρολέτης;

### book 104.5.1

πάντα ς’ Ἔρως ἀπέδυσε· καὶ οὐ ξένον, εἰ Δία κύκνον

### book 104.5.2

ποιήσας ὅπλων νοσφίσαθ’ Ἡρακλέα.

### book 105.1

Θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ

### book 105.2

θῆρα βίῃ βρίθει γυῖα τιταινόμενος·

### book 105.3

ἶνας δ’ αὐχενίους γνάμπτων παλάμῃσιν ἔμαρψε,

### book 105.4

λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας,

### book 105.5.1

ἀστραγάλους δ’ ἐλέλιξε· καὶ αὐχένα θὴρ ὑπὸ χερσὶν

### book 105.5.2

δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω.

### book 105.5.3

ἔστι δ’ ὀίσασθαι τέχνης ὕπο τῷδ’ ἐνὶ χαλκῷ

### book 105.5.4

θῆρα μὲν ἐμπνείειν, ἄνδρα δ’ ἱδρῶτι ῥέειν.

### book 106.1

Εἰ τοῖος Θήβης Καπανεὺς ἐπεμήνατο πύργοις

### book 106.2

ἄμβασιν ἠερίην κλίμακι μησάμενος,

### book 106.3

εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρ μόρον· αἴδετο γάρ ῥα

### book 106

καὶ σκηπτὸς Κρονίδου τοῖον ἑλεῖν πρόμαχον.

### book 107.1.1

Ἴκαρε, κηρὸς μέν σε διώλεσε· νῦν δέ σε κηρῷ

### book 107.1.2

ἤγαγεν εἰς μορφὴν αὖθις ὁ χαλκοτύπος.

### book 107.1.3

ἀλλά γε μὴ πτερὰ πάλλε κατ’ ἠέρα, μὴ τὸ λοετρὸν

### book 107.1.4

ἠερόθεν πίπτων Ἰκάριον τελέσῃς.

### book 108.1.1

Ἴκαρε, χαλκὸς ἐὼν μιμνῄσκεο· μηδέ σε τέχνη

### book 108.1.2

μηδ’ ἀπάφῃ πτερύγων ζεῦγος ἐπωμάδιον.

### book 108.1.3

εἰ γὰρ ζωὸς ἐὼν πέσες ἐν πελάγεσσι θαλάσσης,

### book 108.1.4

πῶς ἐθέλεις πτῆναι χάλκεον εἶδος ἔχων;

### book 109.1.1

Ἱππόλυτος τῆς γρηὸς ἐπ’ οὔατι νηλέα μῦθον

### book 109.1.2

φθέγγεται· ἀλλ’ ἡμεῖς οὐ δυνάμεσθα κλύειν·

### book 109.1.3

ὅσσον δ’ ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι,

### book 109.1.4

ὅττι παρεγγυάᾳ μηκέτ’ ἄθεσμα λέγειν.

### book 110.1.1

Οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν

### book 110.1.2

Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν,

### book 110.1.3

Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον·

### book 110.1.4

οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος,

### book 110.5.1

νῦν ὀλοὸν μηρῷ κεύθων βάρος οἷα λιπόπνους

### book 110.5.2

τήκεται ἐμψύχῳ σαρκὶ συνελκόμενος.

### book 110.5.3

οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ

### book 110

φύρδην Τευθρανίας νεῦνται ἀπ’ ἠιόνος.

### book 111.1.1

Καὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω

### book 111.1.2

τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος·

### book 111.1.3

ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖ

### book 111.1.4

δάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος.

### book 111.5.1

ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλ’ ἀναπαῦσαι

### book 111.5.2

ἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει.

### book 112.1

Ἐχθρὸς ὑπὲρ Δαναοὺς πλάστης ἐμός, ἄλλος Ὀδυσσεύς,

### book 112.2

ὅς μ’ ἔμνησε κακῆς οὐλομένης τε νόσου.

### book 112.3

οὐκ ἤρκει πέτρη, τρῦχος, λύθρον, ἕλκος, ἀνίη,

### book 112.4

ἀλλὰ καὶ ἐν χαλκῷ τὸν πόνον εἰργάσατο.

### book 113.1.1

Οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει

### book 113.1.2

ἄλγος ἑὸν καὶ τοῖς τηλόθι δερκομένοις.

### book 113.1.3

ἄγρια μὲν κομόωσαν ἔχει τρίχα· δεῦρ’ ἴδε κόρσης

### book 113.1.4

χαίτην τρηχαλέοις χρώμασιν αὐαλέην·

### book 113.5.1

δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι

### book 113.5.2

καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις·

### book 113.5.3

δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα

### book 113.5.4

ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.

### book 114.1

Πύρρος ἐγώ· σπεύδω δὲ πατρὸς χάριν· ἡ δὲ κυνῶπις

### book 114

Παλλάδα κικλήσκει γνωτὸν ἔχουσα Πάριν.

### book 115.1

Ἀνδρόθεν ἐκκέχυθ’ ἵππος· ἀνέδραμε δ’ ἱππόθεν ἀνήρ,

### book 115.2

ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δ’ ἄτερ αἰόλος ἵππος·

### book 115.3

ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δ’ ἀποπέρδεται ἵππον.

### book 116.1.1

Ἵππος ἔην ἀκάρηνος, ἀνὴρ δ’ ἀτέλεστος ἔκειτο,

### book 116.1.2

ὅν γε Φύσις παίζουσα θοῷ ἐνεκέντρισεν ἵππῳ.

### book 117.1.1

Οὐ σέ, μάκαρ Κυνέγειρ’, ὡς τὸν Κυνέγειρον ἔγραψε

### book 117.1.2

Φᾶσις, ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις·

### book 117.1.3

ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν

### book 117.1.4

νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον.

### book 118.1.1

Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβου

### book 118.1.2

ναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες,

### book 118.1.3

ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείνα

### book 118.1.4

ὥσπερ ἀπ’ εὐναίας εἴχετο σᾶς παλάμας.

### book 118.5.1

ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι

### book 118.5.2

ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις·

### book 118.5.3

καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος· ἁ δέ γε χειρῶν

### book 118

νίκα Μοψοπίοις μίμνε παρ’ ἐνναέταις.

### book 119.1.1

Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,

### book 119.1.2

δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,

### book 119.1.3

ὃν κατ’ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ

### book 119.1.4

Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.

### book 120.1.1

Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν

### book 120.1.2

Λύσιππος· τίν’ ὁδὶ χαλκὸς ἔχει δύναμιν.

### book 120.1.3

αὐδάσοντι δ’ ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων·

### book 120.1.4

„Γᾶν ὑπ’ ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ’ Ὄλυμπον ἔχε.“

### book 121.1.1

Αὐτὸν Ἀλέξανδρον τεκμαίρεο· ὧδε τὰ κείνου

### book 121.1.2

ὄμματα καὶ ζωὸν θάρσος ὁ χαλκὸς ἔχει,

### book 121.1.3

ὃς μόνος, ἣν ἐφορῶσιν ἀπ’ αἰθέρος αἱ Διὸς αὐγαί,

### book 121.1.4

πᾶσαν Πελλαίῳ γῆν ὑπέταξε θρόνῳ.

### book 122.1

Τοῦτον Ἀλέξανδρον, μεγαλήτορος υἷα Φιλίππου,

### book 122.2

δέρκεαι ἀρτιλόχευτον, Ὀλυμπιὰς ὅν ποτε μήτηρ

### book 122.3

καρτερόθυμον ἔτικτεν· ἀπ’ ὠδίνων δέ μιν Ἄρης

### book 122

ἔργα μόθων ἐδίδασκε, Τύχη δ’ ἐκέλευσεν ἀνάσσειν.

### book 123.1

Οὐ τὸν βουθοίναν Ἡρακλέα, παῖδες ἀγρῶται,

### book 123.2

οὐκέτι κερδαλέοις ἐμβατὰ ταῦτα λύκοις,

### book 123.3

φῶρές τε στείχειν κλοπίην ὁδὸν ἀρνήσονται,

### book 123.4

εἰ καὶ κωμήτας ἄκριτος ὕπνος ἔχει.

### book 123.5.1

ἦ γάρ μ’ ἵδρυται Διονύσιος οὐκ ἄτερ εὐχῆς

### book 123.5.2

χώρῳ τῷδ’ ἀγαθὸν σύμμαχον Ἡρακλέα.

### book 124.1

Μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖς

### book 124.2

ἰοὺς γυμνώσας πρόσθε ποδῶν ἐθέμην,

### book 124.3

μηδ’ ὅτι βαστάζω ῥόπαλον χερί, μηδ’ ὅτι δέρμα

### book 124.4

ἀμφ’ ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω·

### book 124.5.1

πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους·

### book 124.5.2

καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι.

### book 125.1

Αἰεὶ Λαρτιάδῃ πόντος βαρύς· εἰκόνα χεῦμα

### book 125.2

ἔκλυσε κἀκ δέλτων τὸν τύπον ἠφάνισεν.

### book 125.3

τί πλέον; εἰν ἐπέεσσιν Ὁμηρείοις γὰρ ἐκείνου

### book 125.4

εἰκὼν ἀφθάρτοις ἐγγράφεται σελίσιν.

### book 126.1

Ὁ παῖς ὁ ταῦρος ὁ κατὰ μηδὲν ἐντελής,

### book 126.2

ὁ τῆς τεκούσης τοῦ πάθους κατήγορος,

### book 126.3

ὁ μιξόθηρ ἄνθρωπος, ἡ διπλῆ φύσις·

### book 126.4

ὁ ταυρόκρανος, ἡ πλάνη τῶν σωμάτων,

### book 126.5

ὃς οὔτε βοῦς πέφυκεν οὔτ’ ἀνὴρ ὅλως.

### book 127.1

Τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον

### book 127.2

χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο;

### book 127.3

Βακχιακὸν παρὰ πρέμνον ἴδ’ ὡς ἀγέρωχα μεμηνὼς

### book 127.4

βριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα.

### book 127.5.1

μανύει μορφὰ τὸ πάλαι θράσος· ἁ δ’ ἀγέρωχος

### book 127.5.2

λύσσα καὶ ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει.

### book 128.1

Μαίνεται Ἰφιγένεια· πάλιν δέ μιν εἶδος Ὀρέστου

### book 128.2

ἐς γλυκερὴν ἀνάγει μνῆστιν ὁμαιμοσύνης·

### book 128.3

τῆς δὲ χολωομένης καὶ ἀδελφεὸν εἰσοροώσης

### book 128.4

οἴκτῳ καὶ μανίῃ βλέμμα συνεξάγεται.

### book 129.1

Ἐκ ζωῆς με θεοὶ τεῦξαν λίθον, ἐκ δὲ λίθοιο

### book 129.2

ζωὴν Πραξιτέλης ἔμπαλιν εἰργάσατο.

### book 130.1.1

Δυστήνου Νιόβης ὁράᾳς παναληθέα μορφὴν

### book 130.1.2

ὡς ἔτι μυρομένης πότμον ἑὼν τεκέων.

### book 130.1.3

εἰ δ’ ἄρα καὶ ψυχὴν οὐκ ἔλλαχε, μὴ τόδε τέχνῃ

### book 130

μέμφεο· θηλυτέρην εἴκασε λαϊνέην.

### book 131.1.1

Τανταλὶς ἅδε ποχ’ ἁ δίσς’ ἑπτάκι τέκνα τεκοῦσα

### book 131.1.2

γαστρὶ μιῇ Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι·

### book 131.1.3

κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρσεσι δ’ ἄρσην·

### book 131.1.4

δισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας.

### book 131.5.1

ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις

### book 131.5.2

οὐδ’ ἐφ’ ἑνὶ τλάμων λείπετο γηροκόμῳ·

### book 131.5.3

μάτηρ δ’ οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλ’ ὑπὸ ματρὸς

### book 131.5.4

παῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους.

### book 131.5.5

Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε καὶ σέο κούραν·

### book 131.10

χἀ μὲν ἐπετρώθη, σοὶ δ’ ἔπι δεῖμα λίθος.

### book 132.1.1

Στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη

### book 132.1.2

τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,

### book 132.1.3

ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείαν

### book 132.1.4

ἄρτι, τὰ μὲν Φοίβου τόξα, τὰ δ’ Ἀρτέμιδος.

### book 132.5.1

ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα

### book 132.5.2

πετροῦται· στενάχει δ’ ὑψιπαγὴς Σίπυλος.

### book 132.5.3

θνατοῖς ἐν γλώσσᾳ δολία νόσος, ἇς ἀχάλινος

### book 132.5.4

ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.

### book 133.1.1

Τίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρ’ ἀνένεικας

### book 133.1.2

ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν;

### book 133.1.3

Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε,

### book 133.1.4

νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν.

### book 133.5

ἁ μὲν γὰρ παίδων σπαίρει πέλας, ἁ δὲ λιπόπνους

### book 133.1

κέκλιται, ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται.

### book 133.2

καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσην

### book 133.3

ἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων.

### book 133.4

ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰ

### book 133.10

πέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα.

### book 134.1.1

Τανταλὶ παῖ, Νιόβα, κλύ’ ἐμὰν φάτιν, ἄγγελον ἄτας·

### book 134.1.2

δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν.

### book 134.1.3

λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου

### book 134.1.4

γειναμένα τόξοις ἀρσενόπαιδα γόνον.

### book 134.5.1

οὔ σοι παῖδες ἔτ’ εἰσίν. ἀτὰρ τί τόδ’ ἄλλο; τί λεύσσω;

### book 134.5.2

αἰαῖ, πλημύρει παρθενικαῖσι φόνος.

### book 134.5.3

ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δ’ ἐνὶ κόλποις

### book 134.5.4

κέκλιται, ἁ δ’ ἐπὶ γᾶς, ἁ δ’ ἐπιμαστίδιος·

### book 134.5.5

ἄλλα δ’ ἀντωπὸν θαμβεῖ βέλος, ἁ δ’ ὑπ’ ὀιστοῖς

### book 134.10.1

πτώσσει, τᾶς δ’ ἔμπνουν ὄμμ’ ἔτι φῶς ὁράᾳ.

### book 134.10.2

ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς

### book 134.10.3

μάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος.

### book 135.1

Τέχνη Τιμομάχου στοργὴν καὶ ζῆλον ἔδειξε

### book 135.2

Μηδείης τέκνων εἰς μόρον ἑλκομένων.

### book 135.3

τῇ μὲν γὰρ συνένευσεν ἐπὶ ξίφος, ᾗ δ’ ἀνανεύει

### book 135

σῴζειν καὶ κτείνειν βουλομένη τέκεα.

### book 136.1.1

Τὰν ὀλοὰν Μήδειαν ὅτ’ ἔγραφε Τιμομάχου χεὶρ

### book 136.1.2

ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν,

### book 136.1.3

μυρίον ἄρατο μόχθον, ἵν’ ἤθεα δισσὰ χαράξῃ,

### book 136.1.4

ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δ’ εἰς ἔλεον.

### book 136.5.1

ἄμφω δ’ ἐπλήρωσεν· ὅρα τύπον· ἐν γὰρ ἀπειλᾷ

### book 136.5.2

δάκρυον, ἐν δ’ ἐλέῳ θυμὸς ἀναστρέφεται.

### book 136.5.3

ἀρκεῖ δ’ ἁ μέλλησις, ἔφα σοφός· αἷμα δὲ τέκνων

### book 136.5.4

ἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου.

### book 137.1.1

Τίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν;

### book 137.1.2

τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο;

### book 137.1.3

αἰεὶ γὰρ διψᾷς βρεφέων φόνον. ἦ τις Ἰήσων

### book 137.1.4

δεύτερος ἢ Γλαύκη τις πάλι σοι πρόφασις;

### book 137.5.1

ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρων

### book 137.5.2

ζήλων ἲς ἃ θέλει, καὶ γραφὶς αἰσθάνεται.

### book 138.1.1

Δεῦρ’ ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρ’ ἴδ’ ἄγαλμα,

### book 138.1.2

Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου·

### book 138.1.3

φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα,

### book 138.1.4

παισὶν ἐπ’ οἰκτίστοις δάκρυ κατερχόμενον·

### book 138.5

πάντα δ’ ὁμοῦ συνέχευεν ἄμικτά περ εἰς ἓν ἀγείρας,

### book 138

αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν.

### book 139.1.1

Τιμόμαχος Μήδειαν ὅτ’ ἔγραφεν, εἰκόνι μορφᾶς

### book 139.1.2

ἀψύχου ψυχὰς θήκατο διχθαδίας.

### book 139.1.3

ζᾶλον γὰρ λεχέων τεκέων θ’ ἅμα φίλτρα συνάψας

### book 139.1.4

δεῖξεν ἐν ὀφθαλμοῖς ἀντιμεθελκομέναν.

### book 140.1

Δεῦρ’ ἴδε καὶ θάμβησον ὑπ’ ὀφρύσι κείμενον οἶκτον

### book 140.2

καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν

### book 140.3

καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης

### book 140.4

ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην.

### book 140.5.1

ζωγράφος εὖ δ’ ἔκρυψε φόνου τέλος οὐκ ἐθελήσας

### book 140.5.2

θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.

### book 141.1.1

Κολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών,

### book 141.1.2

πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων;

### book 141.1.3

ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ,

### book 141.1.4

καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει·

### book 141.5.1

ἀρτιβρεχὴς δὲ σίδηρος ἐφ’ αἵματι. φεῦγε πανώλη

### book 141.5.2

μητέρα κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι.

### book 142.1

Μαίνῃ καὶ λίθος οὖσα, καὶ ἐκ κραδίης σέο θυμὸς

### book 142.2

ὄμματα κοιλήνας ἐς χόλον ηὐτρέπισεν·

### book 142.3

ἔμπης οὐδὲ βάσις σε καθέξεται, ἀλλ’ ἄρα θυμῷ

### book 142.4

πηδήσεις τεκέων εἵνεκα μαινομένη.

### book 142.5

ὤ, τίς ὁ τεχνίτης τόδε γ’ ἔπλασεν ἢ τίς ὁ γλύπτης,

### book 142

ὃς λίθον εἰς μανίην ἤγαγεν εὐτεχνίῃ;

### book 143.1.1

Μηδείης τύπος οὗτος· ἴδ’, ὡς τὸ μὲν εἰς χόλον αἴρει

### book 143.1.2

ὄμμα, τὸ δ’ εἰς παίδων ἕλκυσε συμπαθίην.

### book 144.1.1

Ἕδνα γάμων ἔρριπτες ἢ ἀμβολίην ταχυτῆτος

### book 144.1.2

τοῦτο γέρας κούρῃ χρύσεον, Ἱππόμενες;

### book 144.1.3

ἄμφω μῆλον ἄνυσσεν, ἐπεὶ καὶ παρθένον ὁρμῆς

### book 144.1.4

εἶργεν καὶ ζυγίης σύμβολον ἦν Παφίης.

### book 145.1

Οὐ βροτὸς ὁ γλύπτας· οἵαν δέ σε Βάκχος ἐραστὰς

### book 145.2

εἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν.

### book 146.1

Ξεῖνοι, λαϊνέας μὴ ψαύετε τᾶς Ἀριάδνας,

### book 146.2

μὴ καὶ ἀναθρῴσκῃ Θησέα διζομένη.

### book 147.1.1

Αἰθιόπων ἁ βῶλος· ὁ δὲ πτερόεις τὰ πέδιλα

### book 147.1.2

Περσεύς· ἁ δὲ λίθῳ πρόσδετος Ἀνδρομέδα·

### book 147.1.3

ἁ προτομὰ Γοργοῦς λιθοδερκέος· ἆθλον ἔρωτος

### book 147.1.4

κῆτος· Κασσιόπας ἁ λάλος εὐτεκνία.

### book 147.5

χἀ μὲν ἀπὸ σκοπέλοιο χαλᾷ πόδ’ ἀνηθάδι νάρκᾳ

### book 147

νωθρόν· ὁ δὲ μναστὴρ νυμφοκομεῖ τὸ γέρας.

### book 148.1.1

Κηφεὺς Ἀνδρομέδην ἢ ζωγράφος ἄνθετο πέτραις;

### book 148.1.2

καὶ γὰρ ἀπ’ ὀφθαλμῶν ἡ κρίσις ἀμφίβολος.

### book 148.1.3

κῆτος δὲ σπιλάδεσσιν ἔπι γναμπτῇσι χαράχθη

### book 148.1.4

ἢ ἀπὸ Νηρῆος γείτονος ἐξανέδυ;

### book 148.5.1

ἔγνων ταῦτα· σοφός τις ἀνὴρ κάμε· δεινὸς ἀληθῶς

### book 148.5.2

τεύξατο καὶ βλεφάρων καὶ πραπίδων ἀπάτην.

### book 149.1.1

Ἀργείης Ἑλένης ἐρόεις τύπος, ἥν ποτε βούτης

### book 149.1.2

ἥρπασε τὸν Ξένιον Ζῆνα παρωσάμενος.

### book 150.1.1

Ἅδε Πολυκλείτοιο Πολυξένα, οὐδέ τις ἄλλα

### book 150.1.2

χεὶρ ἔθιγεν τούτου δαιμονίου πίνακος.

### book 150.1.3

Ἥρας ἔργον ἀδελφόν. ἴδ’, ὡς πέπλοιο ῥαγέντος·

### book 150.1.4

τὰν αἰδῶ γυμνὰν σώφρονι κρύπτε χερί.

### book 150.5.1

λίσσεται ἁ τλάμων ψυχᾶς ὕπερ· ἐν βλεφάροις δὲ

### book 150.5.2

παρθενικᾶς ὁ Φρυγῶν κεῖται ὅλος πόλεμος.

### book 151.1.1

Ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις,

### book 151.1.2

εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην.

### book 151.1.3

τοίη καὶ γενόμην, ἀλλ’ οὐ νόον, οἷον ἀκούεις,

### book 151

ἔσχον ἐπ’ εὐφήμοις δόξαν ἐνεγκαμένη.

### book 151.5.1

οὐδὲ γὰρ Αἰνείαν ποτ’ ἐσέδρακον, οὐδὲ χρόνοισι

### book 151.5.2

Τροίης περθομένης ἤλυθον ἐς Λιβύην·

### book 151.5.3

ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίων

### book 151.5.4

πῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον.

### book 151.5.5

Πιερίδες, τί μοι αἰνὸν ἐφωπλίσσασθε Μάρωνα;

### book 151.10

οἷα καθ’ ἡμετέρης ψεύσατο σωφροσύνης.

### book 152.1.1

Ἀχὼ φίλα, μοὶ συγκαταίνεσόν τι. —„Τί;“ —

### book 152.1.2

Ἐρῶ κορίσκας· ἁ δέ μ’ οὐ φιλεῖ. —„Φιλεῖ.“ —

### book 152.1.3

Πρᾶξαι δ’ ὁ καιρὸς καιρὸν οὐ φέρει. —„Φέρει.“ —

### book 152.1.4

Τὺ τοίνυν αὐτᾷ λέξον, ὡς ἐρῶ. —„Ἐρῶ.“ —

### book 152.5.1

Καὶ πίστιν αὐτᾷ κερμάτων τὺ δός. —„Τὺ δός.“ —

### book 152.5.2

Ἀχώ, τί λοιπὸν ἢ πόθου τυχεῖν; —„Τυχεῖν.“

### book 153.1.1

Ποιμενίαν ἄγλωσσος ἀν’ ὀργάδα μέλπεται Ἀχὼ

### book 153.1.2

ἀντίθρουν πτανοῖς ὑστερόφωνον ὄπα.

### book 154.1.1

Ἠχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην,

### book 154.1.2

ἀντίτυπον φθογγὴν ἔμπαλιν ᾀδομένην,

### book 154.1.3

παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ

### book 154

παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιθι.

### book 155.1

Ἠχὼ μιμολόγον, φωνῆς τρύγα, ῥήματος οὐρήν.

### book 156.1

Ἀρκαδικὰ θεός εἰμι, παρὰ προθύροις δὲ Λυαίου

### book 156.2

ναίω φθεγγόμενον μῦθον ἀμειβομένα·

### book 156.3

οὐκέτι γὰρ στυγέω, Βακχεῦ φίλε, τὸν θιασώταν

### book 156.4

τὸν τεόν. ἔρχεο. Πάν· ξυνὰ λέγωμεν ἔπη.

### book 157.1.1

Τίπτε, Τριτογένεια, κορύσσεαι ἄστεϊ μέσσῳ;

### book 157.1.2

εἶξε Ποσειδάων· φείδεο Κεκροπίης.

### book 158.1.1

Ὡς πρέπει, Ἄρτεμίς εἰμ’· εὖ δ’ Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς

### book 158.1.2

μανύει Ζηνὸς κοὐχ ἑτέρου θύγατρα.

### book 158.1.3

τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις·

### book 158.1.4

πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον.

### book 159.1

Τίς λίθον ἐψύχωσε; τίς ἐν χθονὶ Κύπριν ἐσεῖδεν;

### book 159.2

ἵμερον ἐν πέτρῃ τίς τόσον εἰργάσατο;

### book 159.3

Πραξιτέλους χειρῶν ὅδε που πόνος, ἢ τάχ’ Ὄλυμπος

### book 159

χηρεύει Παφίης εἰς Κνίδον ἐρχομένης.

### book 160.1.1

Ἡ Παφίη Κυθέρεια δι’ οἴδματος ἐς Κνίδον ἦλθε

### book 160.1.2

βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.

### book 160.1.3

πάντῃ δ’ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ

### book 160.1.4

φθέγξατο· „Ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;“

### book 160.5.1

Πραξιτέλης οὐκ εἶδεν, ἃ μὴ θέμις, ἀλλ’ ὁ σίδηρος

### book 160.5.2

ἔξεσεν, οἷά γ’ Ἄρης ἤθελε, τὴν Παφίην.

### book 161.1.1

Οὔτε σε Πραξιτέλης τεχνάσατο οὔθ’ ὁ σίδαρος·

### book 161.1.2

ἀλλ’ οὕτως ἔστης ὥς ποτε κρινομένη.

### book 162.1

Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα·

### book 162.2

„Φεῦ φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;“

### book 163.1.1

Τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν· εἰ δέ τις εἶδεν,

### book 163.1.2

οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην.

### book 164.1

Σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα,

### book 164

Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων.

### book 165.1.1

Παλλὰς καὶ Κρονίδαο συνευνέτις εἶπον ἰδοῦσαι

### book 165.1.2

τὴν Κνιδίην· „Ἀδίκως τὸν Φρύγα μεμφόμεθα.“

### book 166.1.1

Πρόσθε μὲν Ἰδαίοισιν ἐν οὔρεσιν αὐτὸς ὁ βούτας

### book 166.1.2

δέρξατο τὰν κάλλευς πρῶτ’ ἀπενεγκαμέναν.

### book 166.1.3

Πραξιτέλης Κνιδίοις δὲ πανωπήεσσαν ἔθηκεν

### book 166.1.4

μάρτυρα τῆς τέχνης ψῆφον ἔχων Πάριδος.

### book 167.1.1

Φάσεις τὰν μὲν Κύπριν ἀνὰ κραναὰν Κνίδον ἀθρῶν,

### book 167.1.2

ἅδε που ὡς φλέξει καὶ λίθος εὖσα λίθον·

### book 167.1.3

τὸν δ’ ἐνὶ Θεσπιάδαις γλυκὺν Ἵμερον, οὐχ ὅτι πέτρον,

### book 167.1.4

ἀλλ’ ὅτι κἠν ψυχρῷ πῦρ ἀδάμαντι βαλεῖ.

### book 167.5.1

τοίους Πραξιτέλης κάμε δαίμονας, ἄλλον ἐπ’ ἄλλας

### book 167.5.2

γᾶς, ἵνα μὴ δισσῷ πάντα θέροιτο πυρί.

### book 168.1

Γυμνὴν εἶδε Πάρις με καὶ Ἀγχίσης καὶ Ἄδωνις·

### book 168.2

τοὺς τρεῖς οἶδα μόνους. Πραξιτέλης δὲ πόθεν;

### book 169.1

Ἀφρογενοῦς Παφίης ζάθεον περιδέρκεο κάλλος,

### book 169.2

καὶ λέξεις· „Αἰνῶ τὸν Φρύγα τῆς κρίσεως.“

### book 169.3

Ἀτθίδα δερκόμενος πάλι Παλλάδα τοῦτο βοήσεις·

### book 169

„Ὡς βούτης ὁ Πάρις τήνδε παρετρόχασεν.“

### book 170.1.1

Τὰν Κνιδίαν Κυθέρειαν ἰδών, ξένε, τοῦτό κεν εἴποις·

### book 170.1.2

„Αὐτὰ καὶ θνατῶν ἄρχε καὶ ἀθανάτων.“

### book 170.1.3

τὰν δ’ ἐνὶ Κεκροπίδαις δορυθαρσέα Παλλάδα λεύσσων

### book 170.1.4

αὐδάσεις· „Ὄντως βουκόλος ἦν ὁ Πάρις.“

### book 171.1.1

Ἄρεος ἔντεα ταῦτα τίνος χάριν, ὦ Κυθέρεια,

### book 171.1.2

ἐνδέδυσαι κενεὸν τοῦτο φέρουσα βάρος;

### book 171.1.3

αὐτὸν Ἄρη γυμνὴ γὰρ ἀφώπλισας· εἰ δὲ λέλειπται

### book 171.1.4

καὶ θεός, ἀνθρώποις ὅπλα μάτην ἐπάγεις.

### book 172.1.1

Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλὰς

### book 172.1.2

τᾶς ἐπ’ Ἀλεξάνδρου λαθομένα κρίσιος.

### book 173.1.1

Αἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην

### book 173.1.2

τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης·

### book 173.1.3

αἰδομένη δ’ ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργου

### book 173.1.4

φίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις.

### book 173.5

ὑμεῖς δ’ ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρης

### book 173

ἁζόμεναι παῖδας τίκτετε θαρσαλέους.

### book 174.1.1

Παλλὰς τὰν Κυθέρειαν ἔνοπλον ἔειπεν ἰδοῦσα·

### book 174.1.2

„Κύπρι, θέλεις, οὕτως ἐς κρίσιν ἐρχόμεθα;“

### book 174.1.3

ἡ δ’ ἁπαλὸν γελάσασα· „Τί μοι σάκος ἀντίον αἴρειν;

### book 174.1.4

εἰ γυμνὴ νικῶ, πῶς, ὅταν ὅπλα λάβω;“

### book 175.1

Ἢ λίθος ὡς Παφίη θωρήξατο, ἢ τάχα μᾶλλον

### book 175.2

εἶδε λίθον Παφίη καὶ ὤμοσεν· „Ἤθελον εἶναι.“

### book 176.1.1

Καὶ Κύπρις Σπάρτας· οὐκ ἄστεσιν οἷά τ’ ἐν ἄλλοις

### book 176.1.2

ἵδρυται μαλακὰς ἑσσαμένα στολίδας·

### book 176.1.3

ἀλλὰ κατὰ κρατὸς μὲν ἔχει κόρυν ἀντὶ καλύπτρας,

### book 176.1.4

ἀντὶ δὲ χρυσείων ἀκρεμόνων κάμακα.

### book 176.5.1

οὐ γὰρ χρὴ τευχέων εἶναι δίχα τὰν παράκοιτιν

### book 176.5.2

Θρᾳκὸς Ἐνυαλίου καὶ Λακεδαιμονίαν.

### book 177.1.1

Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴν

### book 177.1.2

δαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις;

### book 177.1.3

σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος

### book 177.1.4

καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες.

### book 177.5

ἐς τί δὲ ταῦτ’ ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρη

### book 177

συλήσας’ αὐχεῖς, Κύπρις ὅσον δύναται;

### book 178.1.1

Τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας

### book 178.1.2

Κύπριν, Ἀπελλείου μόχθον, ὅρα, γραφίδος,

### book 178.1.3

ὡς χερὶ συμμάρψασα διάβροχον ὕδατι χαίταν

### book 178.1.4

ἐκθλίβει νοτερῶν ἀφρὸν ἀπὸ πλοκάμων.

### book 178.5.1

αὐταὶ νῦν ἐρέουσιν Ἀθηναίη τε καὶ Ἥρη·

### book 178.5.2

„Οὐκέτι σοὶ μορφᾶς εἰς ἔριν ἐρχόμεθα.“

### book 179.1.1

Αὐτὰν ἐκ πόντοιο τιθηνητῆρος Ἀπελλῆς

### book 179.1.2

τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν

### book 179.1.3

καὶ τοίαν ἐτύπωσε διάβροχον ὕδατος ἀφρῷ

### book 179.1.4

θλίβουσαν θαλεραῖς χερσὶν ἔτι πλόκαμον.

### book 180.1.1

Κύπρις ὅτε σταλάουσα κόμας ἁλιμυρέος ἀφροῦ

### book 180.1.2

γυμνὴ πορφυρέου κύματος ἐξανέδυ,

### book 180.1.3

οὕτω που κατὰ λευκὰ παρήια χερσὶν ἑλοῦσα

### book 180.1.4

βόστρυχον Αἰγαίην ἐξεπίεζεν ἅλα

### book 180.5.1

στέρνα μόνον φαίνουσα, τὰ καὶ θέμις· εἰ δὲ τοιήδε

### book 180.5.2

κείνη, συγχείσθω θυμὸς Ἐνυαλίου.

### book 181.1.1

Ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης

### book 181.1.2

μαῖαν Ἀπελλείην εὑραμένη παλάμην,

### book 181.1.3

ἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃ

### book 181.1.4

ἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων.

### book 181.5

εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον,

### book 181

τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο.

### book 182.1.1

Τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων ἔτι

### book 182.1.2

ἀφρῷ τε μορμύρουσαν εὐλεχῆ Κύπριν

### book 182.1.3

ἴδ’, ὡς Ἀπελλῆς κάλλος ἱμερώτατον

### book 182.1.4

οὐ γραπτόν, ἀλλ’ ἔμψυχον ἐξεμάξατο.

### book 182.5.1

εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν,

### book 182.5.2

εὖ δ’ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος,

### book 182.5.3

καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ·

### book 182.5.4

αὐτὰ δ’ Ἀθάνα καὶ Διὸς συνευνέτις

### book 182.5.5

φάσουσιν· „Ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.“

### book 183.1

Εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες

### book 183.2

καὶ πόλεμοι, πέρι σοὶ δ’ εὔαδον εἰλαπίναι. —

### book 183.3

„Μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα·

### book 183.4

ἴσθι δ’ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω.

### book 183.5.1

καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοι

### book 183.5.2

ἠῴου δμηθεὶς Ἰνδὸς ἀπ’ ὠκεανοῦ.

### book 183.5.3

καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ,

### book 183.5.4

αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος.

### book 183.5.5

καὶ μὴν οὐδ’ ἐπ’ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη·

### book 183.10

λῦσα δ’ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.“

### book 184.1.1

Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος

### book 184.1.2

ἵδρυμαι μεγάρων φρουρὸς ἐπ’ εὐτυχίῃ. —

### book 184.1.3

„Ἄξιον, ὦ Διόνυς’, ἐσέβης δόμον· ἔπρεπεν ἄμφω

### book 184

καὶ μέγαρον Βάκχῳ καὶ Βρόμιος μεγάρῳ.“

### book 185.1

Ἀμφότεροι Θήβηθε καὶ ἀμφότεροι πολεμισταὶ

### book 185.2

κἠκ Διός· ὃς θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ

### book 185.3

ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δ’ ὅπλα,

### book 185.4

νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ.

### book 185.5.1

Ἥρη δ’ ἀμφοτέροις χαλεπὴ θεός· οἱ δ’ ἀπὸ γαίης

### book 185.5.2

ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.

### book 186.1.1

Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρῃ

### book 186.1.2

μὴ κολοβὸν χειρῶν ἵστατε μηδ’ ἄποδα.

### book 186.1.3

ἢ πῶς ὠκὺς ἐγώ; πῶς δ’ ὄρθια χειρονομήσω

### book 186.1.4

ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος;

### book 187.1

Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν.

### book 187.2

εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δ’ ἄπο χρυσὸς

### book 187.3

ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.

### book 188.1.1

Εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελοιπὼς

### book 188.1.2

τῇδ’ ἕστηκ’ ἐρατοῦ γυμνασίου μεδέων

### book 188.1.3

Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδ’ ὑάκινθον

### book 188

πολλάκι καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.

### book 189.1

Φρουρὸς ἐπὶ σμήνεσσι Περιστράτου εἵνεκα μίμνω

### book 189.2

ἐνθάδε Μαιναλίαν κλιτὺν ἀποπρολιπών,

### book 189.3

κλῶπα μελισσάων δεδοκημένος. ἀλλ’ ἀλέασθε

### book 189.4

χεῖρα καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός.

### book 190.1.1

Τᾶν αἰγῶν ὁ νομεὺς Μόρυχος τὸν ἐπίσκοπον Ἑρμᾶν

### book 190.1.2

ἔστας’ αἰπολίων εὐδόκιμον φύλακα.

### book 190.1.3

ἀλλά μοι αἵ τ’ ἀν’ ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας,

### book 190.1.4

τοῦ γ’ ἁρπακτῆρος μή τι μέλεσθε λύκου.

### book 191.1.1

Αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν

### book 191.1.2

ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος.

### book 191.1.3

πηλὸς ἐφυράθην, οὐ ψεύσομαι. ἀλλ’ ἐφίλησα,

### book 191.1.4

ὦ ξεῖν’, ὀστρακέων δύσμορον ἐργασίην.

### book 192.1

Ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕνα

### book 192

Ἑρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα.

### book 193.1.1

Κράμβης ἅψωμαι, Κυλλήνιε; —„Μή, παροδῖτα.“ —

### book 193.1.2

Τίς φθόνος ἐκ λαχάνων; —„Οὐ φθόνος, ἀλλὰ νόμος

### book 193.1.3

ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας.“ —Ὢ παραδόξου·

### book 193.1.4

μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον.

### book 194.1.1

Χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ

### book 194.1.2

τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν.

### book 195.1.1

Τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρ

### book 195.1.2

ὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης

### book 195.1.3

καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσε

### book 195.1.4

χεῖρας ὑπὸ στιβαρῷ κίονι δησάμενος;

### book 195.5.1

ψυχρὰ τάδ’ ἀνθρώποις παραμύθια. μή ποτ’ ἐκείνου

### book 195.5.2

οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα;

### book 196.1.1

Τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας

### book 196.1.2

θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας

### book 196.1.3

καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα,

### book 196.1.4

νήπιε, ποῦ πικρὴ πυρφόρος ἰοδόκη;

### book 196.5

ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ

### book 196

κυμήναντα θεούς, τῇδ’ ἐνέδησε πάγῃ.

### book 197.1.1

Τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοις

### book 197.1.2

ἅμμασι; τίς πυρὶ πῦρ καὶ δόλον εἷλε δόλῳ;

### book 197.1.3

νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπου

### book 197.1.4

βάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων.

### book 198.1.1

Κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον,

### book 198.1.2

κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα,

### book 198.1.3

σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ,

### book 198.1.4

πτανὸν πῦρ, ψυχᾶς τραῦμ’ ἀόρατον, Ἔρως.

### book 198.5.1

θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός·

### book 198.5.2

ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις.

### book 198.5.3

ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν,

### book 198.5.4

ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.

### book 199.1.1

Καὶ κλαῖε καὶ στέναζε σὺ σφίγγων χεροῖν

### book 199.1.2

τένοντας, ὠπίβουλε· τοῖά τοι πρέπει.

### book 199.1.3

οὐκ ἔσθ’ ὁ λύσων· μὴ ’λεείν’ ὑπόβλεπε.

### book 199.1.4

αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ

### book 199.5.1

ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη

### book 199.5.2

πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων,

### book 199.5.3

Ἔρως· τὰ θνητῶν δ’ ἐστί σοι γέλως ἄχη.

### book 199

πέπονθας, οἷ’ ἔρεξας. ἐσθλὸν ἡ δίκη.

### book 200.1.1

Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον

### book 200.1.2

οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην·

### book 200.1.3

καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων

### book 200.1.4

ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.

### book 200.5.1

εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· „Πλῆσον ἀρούρας,

### book 200.5.2

μή σε, τὸν Εὐρώπης βοῦν, ὑπ’ ἄροτρα βάλω.“

### book 201.1.1

Ποῦ σοι τόξον ἐκεῖνο παλίντονον οἵ τ’ ἀπὸ σεῖο

### book 201.1.2

πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες;

### book 201.1.3

ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ

### book 201.1.4

στέμματα χερσὶν ἔχεις, κρατὶ δ’ ἐπ’ ἄλλο φέρεις; —

### book 201.5.1

„Οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος οὐδ’ ἀπὸ γαίης

### book 201.5.2

εἰμὶ καὶ ὑλαίης ἔκγονος εὐφροσύνης·

### book 201.5.3

ἀλλ’ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω

### book 201.5.4

εὐμαθίης, ψυχὴν δ’ οὐρανὸν εἰσανάγω.

### book 201.5.5

ἐκ δ’ ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφ’ ἑκάστης

### book 201.10

τούσδε φέρων πρώτῳ τῷ σοφίης στέφομαι.“

### book 202.1

Μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμων

### book 202.2

τερπόμενον νυχίοις ἠιθέων ὀάροις·

### book 202.3

βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης

### book 202.4

μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης.

### book 202.5

ἔνθεν ἀπ’ εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆς

### book 202

τέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι.

### book 203.1.1

Κλίνας αὐχένα γαῦρον ὑφ’ ἡμετέροισι πεδίλοις

### book 203.1.2

χερσί με ληιδίαις ἔπλασε Πραξιτέλης·

### book 203.1.3

αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με

### book 203.1.4

χαλκεύσας Φρύνῃ δῶκε γέρας φιλίης·

### book 203.5.1

ἡ δέ μιν αὖτις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶντας

### book 203.5.2

δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.

### book 204.1.1

Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα

### book 204.1.2

ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,

### book 204.1.3

Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω

### book 204.1.4

οὐκέτι τοξεύων, ἀλλ’ ἀτενιζόμενος.

### book 205.1.1

Ἀντί μ’ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ

### book 205.1.2

Πραξιτέλης μισθὸν καὶ θεὸν εὑρόμενος.

### book 205.1.3

ἡ δ’ οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν,

### book 205.1.4

μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ.

### book 205.5.1

ταρβεῖ δ’ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,

### book 205.5.2

Πραξίτελες, τέχνην μητέρ’ ἐπισταμένη.

### book 206.1.1

Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐν Κυθερείης

### book 206.1.2

ἅζοντ’, οὐχ ἑτέρου γραπτὸν ἀπ’ ἀρχετύπου,

### book 206.1.3

ἀλλ’ ὃν Πραξιτέλης ἔγνω θεόν, ὃν περὶ Φρύνῃ

### book 206

δερκόμενος σφετέρων λύτρον ἔδωκε πόθων.

### book 207.1.1

Γυμνὸς Ἔρως· διὰ τοῦτο γελᾷ καὶ μείλιχός ἐστιν·

### book 207.1.2

οὐ γὰρ ἔχει τόξον καὶ πυρόεντα βέλη·

### book 207.1.3

οὐδὲ μάτην παλάμαις κατέχει δελφῖνα καὶ ἄνθος·

### book 207.1.4

τῇ μὲν γὰρ γαῖαν, τῇ δὲ θάλασσαν ἔχει.

### book 208.1.1

Οὐδὲ κατακνώσσων οὐδ’ ἄπνοος οὐδ’ ἐνὶ δαιτὶ

### book 208.1.2

νόσφι πυρισπάρτου δήγματός ἐστιν Ἔρως.

### book 209.1

Οὗτος ὁ τὸν δαλὸν φυσῶν, ἵνα λύχνον ἀνάψῃς,

### book 209.2

δεῦρ’ ἀπ’ ἐμᾶς ψυχᾶς ἅψον· ὅλος φλέγομαι.

### book 210.1.1

Ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον

### book 210.1.2

πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.

### book 210.1.3

οὐ δ’ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα,

### book 210.1.4

ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ’ εὐπετάλοισι κρέμαντο·

### book 210.5.1

αὐτὸς δ’ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ

### book 210.5.2

εὗδεν μειδιόων· ξουθαὶ δ’ ἐφύπερθε μέλισσαι,

### book 210

κηροχυτοῦσαι ’ντός, λαροῖς ἐπὶ χείλεσι βαῖνον.

### book 211.1.1

Εὕδεις ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας,

### book 211.1.2

εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς,

### book 211.1.3

οὐ πεύκην πυρόεσσαν ἐπηρμένος οὐδ’ ἀφύλακτον

### book 211.1.4

ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος.

### book 211.5.1

ἄλλοι θαρσείτωσαν· ἐγὼ δ’, ἀγέρωχε, δέδοικα,

### book 211.5.2

μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.

### book 212.1.1

Ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην,

### book 212.1.2

συλήσω δ’ ὤμων ἀμφικρεμῆ φαρέτρην,

### book 212.1.3

εἴ γ’ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες

### book 212.1.4

πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν.

### book 212.5.1

ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς

### book 212.5.2

εἰς ἐμὲ κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.

### book 213.1.1

Εἰ καί σοι πτέρυγες ταχιναὶ περὶ νῶτα τέτανται

### book 213.1.2

καὶ Σκυθικῶν τόξων ἀκροβελεῖς ἀκίδες,

### book 213.1.3

φεύξομ’, Ἔρως, ὑπὸ γᾶν σε. τί δὲ πλέον; οὐδὲ γὰρ αὐτὸς

### book 213

σὰν ἔφυγεν ῥώμαν πανδαμάτωρ Ἀίδας.

### book 214.1.1

Σκυλοχαρεῖς ἴδ’ Ἔρωτας, ἴδ’, ὡς βριαροῖσιν ἐπ’ ὤμοις

### book 214.1.2

ὅπλα φέρουσι θεῶν νήπι’ ἀγαλλόμενοι,

### book 214.1.3

τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν,

### book 214.1.4

ἀσπίδ’ Ἐνυαλίου καὶ κόρυν ἠύκομον,

### book 214.5.1

Φοίβου δ’ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν

### book 214.5.2

καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον.

### book 214.5.3

τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε,

### book 214.5.4

τεύχεα δ’ ἀθανάτων Κύπρις ἐληίσατο;

### book 215.1.1

Συλήσαντες Ὄλυμπον ἴδ’ ὡς ὅπλοισιν Ἔρωτες

### book 215.1.2

κοσμοῦντ’ ἀθανάτων σκῦλα φρυασσόμενοι.

### book 215.1.3

Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν, Ἄρηος

### book 215.1.4

ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον

### book 215.5.1

εἰναλίου τε θεοῦ τριβελὲς δόρυ θύρσα τε Βάκχου,

### book 215.5.2

πτηνὰ πέδιλ’ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.

### book 215.5.3

οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν Ἐρώτων,

### book 215.5.4

δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.

### book 216.1.1

Ὡργεῖος Πολύκλειτος ὁ καὶ μόνος ὄμμασιν Ἥρην

### book 216.1.2

ἀθρήσας καί, ὅσην εἶδε, τυπωσάμενος

### book 216.1.3

θνητοῖς κάλλος ἔδειξεν, ὅσον θέμις· αἱ δ’ ὑπὸ κόλποις

### book 216

ἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα.

### book 217.1

Καλλιόπη μὲν ἐγώ· Κύρῳ δ’ ἐμὸν ὤπασα μαζόν,

### book 217.2

ὃς τρέφε θεῖον Ὅμηρον, ὅθεν πίε νήδυμος Ὀρφεύς.

### book 218.1.1

Ἤθελε Μελπομένην ὁ ζωγράφος εἰκόνι γράψαι,

### book 218.1.2

ἀλλ’ ἀπολειπομένης ἔγραφε Καλλιόπην.

### book 219.1.1

Σεῖο μὲν εἰκὼν ἥδε Πολύμνια, καὶ σὺ δὲ Μούσης·

### book 219.1.2

ἓν γὰρ ἐπ’ ἀμφοτέραις οὔνομα καὶ τύπος εἷς.

### book 220.1.1

Τρίζυγες αἱ Μοῦσαι τᾷδ’ ἕσταμεν· ἁ μία λωτούς,

### book 220.1.2

ἁ δὲ φέρει παλάμαις βάρβιτον, ἁ δὲ χέλυν.

### book 220.1.3

ἁ μὲν Ἀριστοκλῆος ἔχει χέλυν, ἁ δ’ Ἀγελάδα

### book 220.1.4

βάρβιτον, ἁ Καναχᾶ δ’ ὑμνοπόλους δόνακας.

### book 220.5

ἀλλ’ ἁ μὲν κράντειρα τόνου πέλει· ἁ δὲ μελῳδὸς

### book 220

χρώματος· ἁ δὲ σοφᾶς εὑρέτις ἁρμονίας.

### book 221.1.1

Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς

### book 221.1.2

λαοτύπος τμήξας πετροτόμοις ἀκίσι

### book 221.1.3

Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,

### book 221.1.4

τῆς κατ’ Ἀθηναίων σύμβολα καμμονίης.

### book 221.5.1

ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις

### book 221.5.2

καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις,

### book 221.5.3

ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι,

### book 221.5.4

δαίμον’ ὑπερφιάλοις ἀντίπαλον μερόπων.

### book 221.5.5

ἀντιταλαντεύω τὰς ἐλπίδας· εἰμὶ δὲ καὶ νῦν

### book 221.10

Νίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις.

### book 222.1.1

Μήδοις ἐλπισθεῖσα τροπαιοφόρος λίθος εἶναι

### book 222.1.2

ἠλλάχθην μορφὴν καίριον εἰς Νέμεσιν

### book 222.1.3

ἔνδικος ἱδρυνθεῖσα θεὰ Ῥαμνοῦντος ἐπ’ ὄχθαις,

### book 222.1.4

νίκης καὶ σοφίης Ἀτθίδι μαρτύριον.

### book 223.1

Ἡ Νέμεσις προλέγει τῷ πήχεϊ τῷ τε χαλινῷ

### book 223.2

μήτ’ ἄμετρόν τι ποιεῖν μήτ’ ἀχάλινα λέγειν.

### book 224

Ἡ Νέμεσις πῆχυν κατέχω. „Τίνος οὕνεκα;“ λέξεις.

### book 224

πᾶσι παραγγέλλω· Μηδὲν ὑπὲρ τὸ μέτρον.

### book 225.1.1

Ἦν τάχα συρίζοντος ἐναργέα Πανὸς ἀκούειν·

### book 225.1.2

πνεῦμα γὰρ ὁ πλάστης ἐγκατέμιξε τύπῳ·

### book 225.1.3

ἀλλ’ ὁρόων φεύγουσαν ἀμήχανος ἄστατον Ἠχὼ

### book 225.1.4

πηκτίδος ἠρνήθη φθόγγον ἀνωφελέα.

### book 226.1.1

Ἔμπνει Πὰν λαροῖσιν ὀρειβάτα χείλεσι μοῦσαν,

### book 226.1.2

ἔμπνει ποιμενίῳ τερπόμενος δόνακι,

### book 226.1.3

εὐκελάδῳ σύριγγι χέων μέλος, ἐκ δὲ συνῳδοῦ

### book 226.1.4

κλάζε κατιθύνων ῥήματος ἁρμονίην·

### book 226.5.1

ἀμφὶ δὲ σοὶ ῥυθμοῖο κατὰ κρότον ἔνθεον ἴχνος

### book 226.5.2

ῥησσέσθω Νύμφαις ταῖσδε μεθυδριάσιν.

### book 227.1

Τᾷδε κατὰ χλοεροῖο ῥιφεὶς λειμῶνος, ὁδῖτα,

### book 227.2

ἄμπαυσον μογεροῦ μαλθακὰ γυῖα κόπου,

### book 227.3

ᾗχί σε καὶ Ζεφύροιο τινασσομένη πίτυς αὔραις

### book 227.4

θέλξει τεττίγων εἰσαΐοντα μέλος

### book 227.5.1

χὠ ποιμὴν ἐν ὄρεσσι μεσαμβρινὸν ἀγχόθι παγᾶς

### book 227.5.2

συρίσδων λασίας θάμνῳ ὕπο πλατάνου·

### book 227.5.3

καῦμα δ’ ὀπωρινοῖο φυγὼν κυνὸς αἶπος ἀμείψεις

### book 227

ὥριον. Ἑρμείῃ τοῦτ’ ἐνέποντι πιθοῦ.

### book 228.1.1

Ξεῖν’, ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖ’ ἀνάπαυσον·

### book 228.1.2

ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·

### book 228.1.3

πίδακά τ’ ἐκ παγᾶς ψυχρὰν πίε· δὴ γὰρ ὁδίταις

### book 228.1.4

ἄμπαυμ’ ἐν θερινῷ καύματι τοῦτο φίλον.

### book 229.1

Ἐξ αὐτοῦ Διός ἐστιν ὁ φίλτατος ἔκχυτος οὗτος·

### book 229.2

μαρτυρίην δὲ φέρει τὴν ἐπάνω νεφέλην.

### book 229.3

Ἑρμείαν γὰρ ἄνακτα τέκεν νεφεληγερέτα Ζεύς,

### book 229.4

αὐτὰρ ὅ γ’ Ἑρμείας Πᾶνα τὸν αἰγελάτην.

### book 230.1.1

Μὴ σύ γε ποιονόμοιο περίπλεον ἰλύος ὧδε

### book 230.1.2

τοῦτο χαραδραίης θερμόν, ὁδῖτα, πίῃς·

### book 230.1.3

ἀλλὰ μολὼν μάλα τυτθὸν ὑπὲρ δαμαλήβοτον ἄκρην

### book 230.1.4

κεῖσέ γε πὰρ κείνᾳ ποιμενίᾳ πίτυϊ

### book 230.5.1

εὑρήσεις κελαρύζον ἐυκρήνου διὰ πέτρης

### book 230.5.2

νᾶμα Βορειαίης ψυχρότερον νιφάδος.

### book 231.1.1

Τίπτε κατ’ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν

### book 231.1.2

ἥμενος ἁδυβόᾳ τῷδε κρέκεις δόνακι; —

### book 231.1.3

„Ὄφρα μοι ἑρσήεντα κατ’ οὔρεα ταῦτα νέμοιντο

### book 231

πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.“

### book 232.1.1

Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,

### book 232.1.2

τὸν μετ’ Ἀθηναίων στήσατο Μιλτιάδης.

### book 233.1.1

Ὑλοβάτας, φιλόδενδρος, ὀρεσσαύλου πόσις Ἀχοῦς,

### book 233.1.2

Πάν, σκοπός, εὐκεράου μαλοφύλαξ ἀγέλας,

### book 233.1.3

Πὰν ὁ δασυκνάμων, ὁ πολύσπορος, ὃς μετανάστας

### book 233.1.4

ἔδραμον αἰχματᾶν ἐς δάιν Ἀσσυρίων,

### book 233.5.1

Μιλτιάδου στήσαντος ὁμάσπιδα περσοδιώκτην

### book 233.5.2

ἵσταμαι ἀκλήτου ξείνια συμμαχίης.

### book 233.5.3

ἄλλοις ἀκροπόληες· ὁ μηδοφόνος δὲ δέδασται

### book 233.5.4

ξυνὸς ἐμὶν Μαραθὼν καὶ μαραθωνομάχοις.

### book 234.1.1

Τρισσοὺς ἀθανάτους χωρεῖ λίθος· ἁ κεφαλὰ γὰρ

### book 234.1.2

μανύει τρανῶς Πᾶνα τὸν αἰγόκερων,

### book 234.1.3

στέρνα δὲ καὶ νηδὺς Ἡρακλέα· λοιπὰ δὲ μηρῶν

### book 234.1.4

καὶ κνήμης Ἑρμῆς ὁ πτερόπους ἔλαχεν.

### book 234.5

θύειν ἀρνήσῃ, ξένε, μηκέτι· τοῦ γὰρ ἑνός σοι

### book 234

θύματος οἱ τρισσοὶ δαίμονες ἁπτόμεθα.

### book 235.1.1

Ἀγροτέρων θεός εἰμι. τί μοι χρυσέοις δεπάεσσι

### book 235.1.2

σπένδετε, τοῦ δ’ Ἰταλοῦ χεῖτε μέθυ Βρομίου

### book 235.1.3

καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας;

### book 235.1.4

φείσασθ’· οὐ τούτοις θύμασι τερπόμεθα.

### book 235.5.1

Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνης

### book 235.5.2

εἰμὶ καὶ ἐγχθονίου γλευκοπότης κύλικος.

### book 236.1.1

Αὐτοῦ ἐφ’ αἱμασιαῖσι τὸν ἀγρυπνοῦντα Πρίηπον

### book 236.1.2

ἔστησεν λαχάνων Δεινομένης φύλακα.

### book 236.1.3

ἀλλ’ ὡς ἐντέταμαι, φώρ, ἔμβλεπε. „Τοῦτο,“ δ’ ἐρωτᾷς,

### book 236.1.4

„τῶν ὀλίγων λαχάνων εἵνεκα;“ τῶν ὀλίγων.

### book 237.1.1

Πάντα πριηπίζω, κἂν ᾖ Κρόνος· οὐ διακρίνω

### book 237.1.2

οὐδένα φῶρ’ οὕτω ταῖσδε παρὰ πρασιαῖς.

### book 237.1.3

„Ἔπρεπε μὴ λαχάνων ἕνεκεν τάδε καὶ κολοκυνθῶν,“

### book 237.1.4

φήσει τις, „με λέγειν.“ ἔπρεπεν, ἀλλὰ λέγω.

### book 238.1.1

Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον

### book 238.1.2

Εὐστοχίδης ξηρῶν κληματίδων φύλακα·

### book 238.1.3

καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δ’ ἂν ἐπέλθῃ,

### book 238

οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.

### book 239.1.1

Ἄνθετ’ Ἀναξαγόρης με, τὸν οὐκ ἐπὶ ποσσὶ Πρίηπον,

### book 239.1.2

ἐν χθονὶ δ’ ἀμφοτέρῳ γούνατι κεκλιμένον.

### book 239.1.3

τεῦξε δὲ Φυλόμαχος. Χαριτὼ δέ μοι ἀγχόθι καλὴν

### book 239.1.4

ἀθρήσας δίζευ μηκέτι, πῶς ἔπεσον.

### book 240.1.1

Ὡραίας γ’ ἐσορῶ τὰς ἰσχάδας· εἴ γε λαβεῖν μοι

### book 240.1.2

συγχωρεῖς ὀλίγας; —„Θίγγανε μηδεμιᾶς.“ —

### book 240.1.3

Ὀργίλος ὡς ὁ Πρίηπος. —„Ἐρεῖς ἔτι, κεἰ κενὸς ἥξεις;“ —

### book 240.1.4

Ναὶ λίτομαι, δός μοι. —„Καὶ γὰρ ἐγὼ δέομαι.“ —

### book 240.5.1

Χρῄζεις γάρ, λέγε μοι, παρ’ ἐμοῦ τινος; —„Ἔστι νόμος που·

### book 240.5.2

δός, λάβε.“ —Καὶ θεὸς ὢν ἀργυρίου σὺ γλίχῃ; —

### book 240.5.3

„Ἄλλο τι χρῆμα φιλῶ.“ —Ποῖον τόδε; —„Τἀμὰ κατέσθων

### book 240.5.4

σῦκα δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.“

### book 241.1.1

„Ὥριμος.“ —Οἶδα καὶ αὐτός, ὁδοιπόρε· μηκέτ’ ἐπαίνει

### book 241.1.2

ἰσχάδα μηδ’ ἐσόρα τὸν πέλας ἀκρεμόνα·

### book 241.1.3

καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς

### book 241.1.4

καὶ φυλακὴν σύκων, ἣν ἐπέοικεν, ἔχων.

### book 241.5

ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις,

### book 241

ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.

### book 242.1.1

Ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον

### book 242.1.2

πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας

### book 242.1.3

εἰς γάμον οὐκ ἀνέτοιμον· ἔχει δέ σε δίψα γυναικῶν,

### book 242.1.4

ὠγαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις.

### book 242.5.1

ἀλλὰ καταπρήυνε τὸν ἐξῳδηκότα φαλλὸν

### book 242.5.2

τόνδε καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι·

### book 242.5.3

οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρ’ Ἕλλης

### book 242.5.4

ᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.

### book 243.1.1

Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις

### book 243.1.2

Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος,

### book 243.1.3

τοῦτο λέγων πρὸς ἕκαστον· Ἐπὴν γελάσῃς ἐσιδών με

### book 243.1.4

τοῦ σκεύους, χώρει τὴν κατὰ σαυτὸν ὁδόν.

### book 243.5.1

ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι ς’ ὀνήσει

### book 243.5.2

ἡ λάχνη· τρυπᾶν πάντας ἐπιστάμεθα.

### book 244.1.1

Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει,

### book 244.1.2

ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ;

### book 244.1.3

ὃς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον,

### book 244.1.4

ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.

### book 244.5

οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δ’ ἠσπάζετο σιγὴν

### book 244

θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.

### book 245.1.1

Τὸν Σάτυρον Διόνυσος ἰδὼν τόσον ἄλγος ἔχοντα

### book 245.1.2

καί μιν ἐποικτείρας θήκατο λαΐνεον.

### book 245.1.3

ἀλλ’ οὐδ’ ὣς ἀπέληξε βαρυτλήτων ὀδυνάων·

### book 245.1.4

εἰσέτι γὰρ μογέει καὶ λίθος ὢν ὁ τάλας.

### book 246.1

Ἢ Σάτυρος τὸν χαλκὸν ὑπέδραμεν, ἢ διὰ τέχνης

### book 246.2

χαλκὸς ἀναγκασθεὶς ἀμφεχύθη Σατύρῳ.

### book 247.1.1

Πάντες μὲν Σάτυροι φιλοκέρτομοι· εἰπὲ δὲ καὶ σύ,

### book 247.1.2

τί πρὸς ἕκαστον ὁρῶν τόνδε γέλωτα χέεις; —

### book 247.1.3

„Θάμβος ἔχων γελόω, πῶς ἐκ λίθου ἄλλοθεν ἄλλης

### book 247.1.4

συμφερτὸς γενόμην ἐξαπίνης Σάτυρος.“

### book 248.1.1

Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν·

### book 248.1.2

ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.

### book 249.1

Δερκόμενος ξόανον καλὸν τόδε, τὰν Ἀφροδίταν,

### book 249.2

ὤνθρωφ’, ἱλάσκευ πλατίον ἑζόμενος·

### book 249.3

αἴνει δὲ Γλυκέραν Διονυσίου, ἅ μ’ ἀνέθηκε

### book 249

πορφυρέας ἁπαλὸν κῦμα παρ’ ἠιόνος.

### book 250.1

Ὁ πτανὸς τὸν πτανὸν ἴδ’ ὡς ἄγνυσι κεραυνὸν

### book 250.2

δεικνύς, ὡς κρεῖσσον πῦρ πυρός ἐστιν Ἔρως.

### book 251.1

Πτανῷ πτανὸν Ἔρωτα τὸν ἀντίον ἔπλας’ Ἔρωτι

### book 251.2

ἁ Νέμεσις τόξῳ τόξον ἀμυνομένα,

### book 251.3

ὥς κε πάθῃ, τά γ’ ἔρεξεν· ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς

### book 251.4

δακρύει πικρῶν γευσάμενος βελέων·

### book 251.5.1

ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα,

### book 251.5.2

φλέξει τις πυρὶ πῦρ, ἥψατ’ Ἔρωτος Ἔρως.

### book 252.1

Κἀγὼ Κύπριδος αἷμα· κασιγνήτῳ δέ με μήτηρ

### book 252.2

ᾔνεσε τόξα φέρειν ἀντία καὶ πτέρυγας.

### book 253.1

Ἄρτεμι, ποῦ σοι τόξα παραυχενίη τε φαρέτρη,

### book 253.2

ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων

### book 253.3

πόρπη τε χρυσοῖο τετυγμένη ἠδὲ πρὸς ἄκρην

### book 253.4

ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος; —

### book 253.5

„Κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι· ἐς δὲ θυηλὰς

### book 253

εἶμ’ αὕτως ἱρῶν ἀντομένη θυέων.“

### book 254.1

Ἱερὸν Ἑρμείῃ με παραστείχοντες ἔχευαν

### book 254.2

ἄνθρωποι λίθινον σωρόν· ὁ δ’ ἀντ’ ὀλίγης

### book 254.3

οὐ μεγάλην αὐτοῖς ἔγνων χάριν, ἀλλ’ ὅτι λοιπὰ

### book 254.4

Αἰγὸς ἐπὶ κρήνην ἑπτὰ λέγω στάδια.

### book 255.1

Ὁδῖτα, μὴ πρόσερπε πρὸς τὰ κλήματα

### book 255.2

μηδ’ αὖ τὰ μῆλα μηδ’ ὅπῃ τὰ μέσπιλα·

### book 255.3

τηνεῖ δὲ πρὸς τὴν σχοῖνον ἐξαμείβεο,

### book 255.4

ὡς μή τι θράξῃς τῶνδε μηδ’ ἀποθρίσῃς,

### book 255.5.1

ἃ σὺν πόνῳ φυτουργὸς ἔκτηται Μέδων,

### book 255.5.2

ὃς κἀμὲ θῆκεν· ἢν δέ μευ παρακλύῃς,

### book 255.5.3

γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι.

### book 256.1

Ὀχθηρὸν τὸν χῶρον ἔχω καὶ ἔρημον, ὁδῖτα·

### book 256.2

οὐκ ἐγώ, ὁ στάσας δ’ αἴτιος Ἀρχέλοχος.

### book 256.3

οὐ γὰρ ὀρειοχαρὴς ὡρμᾶς οὐδ’ ἀκρολοφίτας,

### book 256.4

τὸ πλεῦν δ’ ἀτραπιτοῖς, ὦνερ, ἀρεσκόμενος.

### book 256.5.1

Ἀρχέλοχος δ’ ὡς αὐτὸς ἐρημοφίλας καὶ ἀγείτων,

### book 256.5.2

ὦ παριών, τοῖον κἀμὲ παρῳκίσατο.

### book 257

Ἐκ πυρός, ὦ Διόνυσε, τὸ δεύτερον, ἡνίκα χαλκοῦς,

### book 257

ἐξεφάνης· γενεὴν εὗρε Μύρων ἑτέρην.

### book 258.1

Δικτύννης Τίμων με καθ’ ἱερὸν ἔμπυρον ὁ Κρὴς

### book 258.2

χάλκεον ἔστησεν Πᾶνα τὸν αἰγόνυχα.

### book 258.3

δέρμα δ’ ἔχω διπλοῦν τε λαγωβόλον· ἐκ δέ γε πέτρας

### book 258.4

σπήλυγγος τείνω βλέμμα διπλοῦν πρὸς ὄρος.

### book 259.1

Πέτρης ἐκ Παρίης με πόλιν κατὰ Παλλάδος ἄκρην

### book 259.2

στῆσαν Ἀθηναῖοι Πᾶνα τροπαιοφόρον.

### book 260.1

Ἢν λαχάνων ς’ ὁ Πρίηπος ἴδω σχεδὸν ἴχνια θέντα,

### book 260.2

αὐτῇ γυμνώσω, φώρ, σὲ ποτὶ πρασιῇ.

### book 260.3

αἰσχρὸν ἔχειν τοῦτ’ ἔργον ἐρεῖς θεόν· οἶδα καὶ αὐτὸς

### book 260.4

αἰσχρόν· ἀφιδρύνθην δ’ ἴσθ’ ὅτι τοῦδε χάριν.

### book 261.1.1

Ἀμφοτέραις παρ’ ὁδοῖσι φύλαξ ἕστηκα Πρίηπος

### book 261.1.2

ἰθυτενὲς μηρῶν ὀρθιάσας ῥόπαλον.

### book 261.1.3

εἵσατο γὰρ πιστόν με Θεόκριτος· ἀλλ’ ἀποτηλοῦ,

### book 261.1.4

φώρ, ἴθι, μὴ κλαύσῃς τὴν φλέβα δεξάμενος.

### book 262.1

Ὁ τραγόπους ὁ τὸν ἀσκὸν ἐπηρμένος αἵ τε γελῶσαι

### book 262.2

Νύμφαι Πραξιτέλους ἥ τε καλὴ Δανάη·

### book 262.3

λύγδινα πάντα, καὶ ἄκρα σοφαὶ χέρες. αὐτὸς ὁ Μῶμος

### book 262

φθέγξεται· „Ἄκρητος, Ζεῦ πάτερ, ἡ σοφίη.“

### book 263.1

Πρίν με λίθον Πέρσαι δεῦρ’ ἤγαγον, ὄφρα τρόπαιον

### book 263.2

στήσονται νίκας· εἰμὶ δὲ νῦν Νέμεσις.

### book 263.3

ἀμφοτέροις δ’ ἕστηκα, καὶ Ἑλλήνεσσι τρόπαιον

### book 263.4

νίκας καὶ Πέρσαις τοῦ πολέμου νέμεσις.

### book 264.1

Ἴσιδι καρποτόκῳ, σταχυμήτορι, μυριομόρφῳ,

### book 264.2

λαϊνέῳ ταλάρῳ μογερῶν ἀπάνευθεν ἀρότρων

### book 264.3

αὐτόματοι στείχουσιν ἑὴν πρὸς μητέρα καρποί.

### book 264b.1

Ταῖς Νύμφαις τόδ’ ἄγαλμα· μέλοι δ’ αὐταῖσιν ὁ χῶρος,

### book 264b.2

ναὶ μέλοι, ὡς κρήναις ἄφθιτα ῥεῖθρα ῥέοι.

### book 265.1

Τίς τὸν ἐπ’ ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστον

### book 265.2

Μῶμον ἀμωμήτοις χερσὶν ἀνεπλάσατο;

### book 265.3

ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος οἷά τις ἔμπνους

### book 265.4

ἀμπαύει λύπας γυῖα βαρυνόμενος,

### book 265.5.1

μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων

### book 265.5.2

πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας

### book 265.5.3

καὶ τὸ κατεσκληκὸς σκήνους βάρος· ᾇ μὲν ἐρείδει

### book 265.5.4

ψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον,

### book 265.5.5

ᾇ δὲ σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν

### book 265.10

κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος.

### book 266.1

Τάκεο δυστάνων ὀνύχων ἄπο, παμφάγε Μῶμε,

### book 266.2

τάκεο σὺ πρίων ἰοβόλους γένυας.

### book 266.3

νεῦρά σε μανύει τετανυσμένα καὶ φλέβες ἄρθρων

### book 266.4

καὶ κενεὰ σαρκῶν ψυχολιπὴς δύναμις

### book 266.5.1

καὶ ῥικνοῖς φρίσσουσα περὶ κροτάφοισιν ἔθειρα

### book 266.5.2

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 266.5.3

ὥστε τίς ἔμψυχόν ς’ ἀνδρὸς σίνιν ἄνυσε τέχνᾳ

### book 266.5.4

οὐδὲ τόπον δήκτᾳ σεῖο λιπὼν στόματι;

### book 267.1.1

Ὁππόθεν ὁ στήσας; —„Βυζάντιος.“ —Οὔνομα δὴ τίς; —

### book 267.1.2

„Εὐσέβιος.“ —Σὺ δὲ τίς; —„Κώιος Ἱπποκράτης.“ —

### book 267.1.3

Τοῦ δ’ ἕνεκεν γέγραφέν σε; —„Λόγων χάριν ἡ πόλις αὐτῷ

### book 267.1.4

τῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας.“ —

### book 267.5.1

Καὶ τί μὴ αὐτὸς ἑὸν τύπον ἔγραφεν; —„Ὅττι γεραίρων

### book 267.5.2

ἡμέας ἀνθ’ αὑτοῦ κρέσσονα δόξαν ἔχει.“

### book 268.1

Ἠὲ τεὴν φωνήν, Ἱππόκρατες, ἔγραφε Παιάν,

### book 268.2

ἠὲ σὺ τῆς κείνου μάρτυς ἀκεστορίης.

### book 269

Οὗτος ἀκεστορίης κρυφίας ὤιξε κελεύθους,

### book 269

Παιήων μερόπων, Κώιος Ἱπποκράτης.

### book 270.1.1

Ἦν χρόνος, ἡνίκα γαῖα βροτοὺς διὰ σεῖο, Γαληνέ,

### book 270.1.2

δέχνυτο μὲν θνητούς, ἔτρεφε δ’ ἀθανάτους,

### book 270.1.3

χήρευεν δὲ μέλαθρα πολυκλαύτου Ἀχέροντος

### book 270.1.4

σῇ παιηονίῃ χειρὶ βιαζόμενα.

### book 271.1.1

Ἰητὴρ μερόπων, Ἱππόκρατες, ἀλλὰ καὶ ἵππων,

### book 271.1.2

Σώσανδρε, κρυφίης ἴστορ’ ἀκεστορίης,

### book 271.1.3

ἢ τέχνην μεταμείψατ’ ἢ οὔνομα· μηδὲ καλείσθω

### book 271.1.4

ἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει.

### book 272.1.1

Ὁ γλυκὺς ἐν πάντεσσιν Ἰάμβλιχος, ὃς ποτὶ γῆρας

### book 272.1.2

ἤλυθεν ἁγνὸς ἐὼν Κυπριδίων ὀάρων·

### book 272.1.3

ἔργα δ’ ἀκεστορίης ἐφέπων σοφίην τε διδάσκων

### book 272.1.4

κέρδεσιν οὐδ’ ὁσίοις χεῖρας ὑπεστόρεσεν.

### book 273.1.1

Αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης

### book 273.1.2

ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος,

### book 273.1.3

Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαι

### book 273.1.4

ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν

### book 273.5.1

καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι

### book 273.5.2

φάρμακα, πρηείης οἶσθα παρ’ Ἠπιόνης.

### book 273.5.3

θνητοῖσιν δ’ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες,

### book 273

οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.

### book 274.1

Ἰητὴρ μέγας οὗτος Ἰουλιανοῦ βασιλῆος,

### book 274.2

ἄξιος εὐσεβίης δῖος Ὀρειβάσιος.

### book 274.3

εἶχε γὰρ οἷα μέλισσα σοφὸν νόον ἄλλοθεν ἄλλα

### book 274.4

ἰητρῶν προτέρων ἄνθεα δρεψάμενος.

### book 275.1.1

Τίς, πόθεν ὁ πλάστης; —„Σικυώνιος.“ —Οὔνομα δὴ τίς; —

### book 275.1.2

„Λύσιππος.“ —Σὺ δὲ τίς; —„Καιρὸς ὁ πανδαμάτωρ.“ —

### book 275.1.3

Τίπτε δ’ ἐπ’ ἄκρα βέβηκας; —„Ἀεὶ τροχάω.“ —Τί δὲ ταρσοὺς

### book 275.1.4

ποσσὶν ἔχεις διφυεῖς; —„Ἵπταμ’ ὑπηνέμιος.“ —

### book 275.5.1

Χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; —„Ἀνδράσι δεῖγμα,

### book 275.5.2

ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.“ —

### book 275.5.3

Ἡ δὲ κόμη τί κατ’ ὄψιν; —„Ὑπαντιάσαντι λαβέσθαι,

### book 275.5.4

νὴ Δία.“ —Τἀξόπιθεν πρὸς τί φαλακρὰ πέλει; —

### book 275.5.5

„Τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν

### book 275.10.1

οὔτις ἔθ’ ἱμείρων δράξεται ἐξόπιθεν.“ —

### book 275.10.2

Τοὔνεχ’ ὁ τεχνίτης σε διέπλασεν; —„Εἵνεκεν ὑμέων,

### book 275.10.3

ξεῖνε, καὶ ἐν προθύροις θῆκε διδασκαλίην.“

### book 276.1.1

Ἔστησεν Περίανδρος Ἀρίονος εἰκόνα ταύτην

### book 276.1.2

καὶ τὸν ἀπολλυμένῳ σύνδρομα νηξάμενον

### book 276.1.3

εἰνάλιον δελφῖνα· λέγει δ’ ὁ ’π’ Ἀρίονι μῦθος·

### book 276

κτεινόμεθ’ ἀνθρώποις, ἰχθύσι σῳζόμεθα.

### book 277.1.1

Σὸν μὲν κάλλος ἔδειξε μόλις γραφίς· αἴθε δὲ τεύχειν

### book 277.1.2

ἔσθενε καὶ λιγυρῶν ἡδὺ μέλος στομάτων,

### book 277.1.3

ὥς κεν ἐπ’ ὀφθαλμοῖσι καὶ οὔασιν, ἔκ τε προσώπου

### book 277.1.4

ἔκ τε λυροκτυπίης, ἶσον ἐθελγόμεθα.

### book 278.1.1

Πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος·

### book 278.1.2

κρούει δ’ ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην.

### book 278.1.3

τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον· ᾧ δ’ ἐπινεύσει,

### book 278.1.4

ἄλλος ὅδ’ Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε.

### book 278.5.1

εἰ δ’ ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαι

### book 278.5.2

οὔνομα καὶ πάτρην, ἐκ Φαρίης Μαρίη.

### book 279.1

Τόν με λίθον μέμνησο τὸν ἠχήεντα παρέρπων

### book 279.2

Νισαίην· ὅτε γὰρ τύρσιν ἐτειχοδόμει

### book 279.3

Ἀλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖον

### book 279.4

λᾶα Λυκωρείην ἐνθέμενος κιθάρην.

### book 279.5

ἔνθεν ἐγὼ λυραοιδός· ὑποκρούσας δέ με λεπτῇ

### book 279

χερμάδι τοῦ κόμπου μαρτυρίην κόμισαι.

### book 280.1

Χρήμασι τοῖς Ἀγάθωνος ἐδείματο τῇδε λοετρὸν

### book 280.2

δῆμος ὁ τῆς Τεγέης, θαῦμα καὶ ἐσσομένοις.

### book 281.1

Οὐ βαλανεῖον ἔην προπάροιθε τὸ νῦν βαλανεῖον,

### book 281.2

ἀλλὰ τόπος σκυβάλων, χῶρος ἀποκρίσιος·

### book 281.3

νῦν δὲ τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίεντα

### book 281.4

ἀγλαΐῃ προφέρει· καὶ γὰρ Ἀλέξανδρος,

### book 281.5.1

Νικαέων ἱερεύς, σοφίης ἐρικυδέος ἀστήρ,

### book 281.5.2

τεῦξέ μιν οἰκείοις χρήμασι καὶ δαπάναις.

### book 282.1.1

Νῖκαι πάρεσμεν, αἱ γελῶσαι παρθένοι,

### book 282.1.2

νίκας φέρουσαι τῇ φιλοχρίστῳ πόλει.

### book 282.1.3

ἔγραψαν ἡμᾶς οἱ φιλοῦντες τὴν πόλιν

### book 282.1.4

πρέποντα Νίκαις ἐντυποῦντες σχήματα.

### book 283.1.1

Μουσάων δεκάτη, Χαρίτων Ῥοδόκλεια τετάρτη,

### book 283.1.2

τερπωλὴ μερόπων, ἄστεος ἀγλαΐη.

### book 283.1.3

ὄμμα δέ οἱ καὶ ταρσὰ ποδήνεμα καὶ σοφὰ χειρῶν

### book 283

δάκτυλα καὶ Μουσῶν κρέσσονα καὶ Χαρίτων.

### book 284.1.1

Εἰμὶ μὲν Ἑλλαδίη Βυζαντιάς· ἐνθάδε δ’ ἔστην,

### book 284.1.2

ᾗχι χοροστασίην εἴαρι δῆμος ἄγει,

### book 284.1.3

ὁππόθι πορθμῷ γαῖα μερίζεται· ἀμφότεραι γὰρ

### book 284.1.4

ἄντυγες ὀρχηθμοὺς ᾔνεσαν ἡμετέρους.

### book 285.1.1

Οὔ τις ἐπ’ Ἀνθούσῃ χρυσὸν βάλεν, ἀλλὰ καὶ αὐτῇ

### book 285.1.2

ἀμφεχύθη Κρονίδης ὡς τὸ πάρος Δανάῃ·

### book 285.1.3

σώματι δ’ οὐκ ἐπέλασσεν, ἐπεὶ νόον ἔλλαβεν αἰδώς,

### book 285.1.4

μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων.

### book 286.1.1

Θῆλυς ἐν ὀρχηθμοῖς κρατέει φύσις· εἴξατε, κοῦροι.

### book 286.1.2

Μοῦσα καὶ Ἑλλαδίη τοῦτον ἔθεντο νόμον,

### book 286.1.3

ἡ μέν, ὅτι πρώτη κινήσιος εὕρετο ῥυθμούς,

### book 286.1.4

ἡ δ’, ὅτι τῆς τέχνης ἦλθεν ἐς ἀκρότατον.

### book 287.1.1

Ἕκτορα μέν τις ἄεισε, νέον μέλος· Ἑλλαδίη δὲ

### book 287.1.2

ἑσσαμένη χλαῖναν πρὸς μέλος ἠντίασεν.

### book 287.1.3

ἦν δὲ πόθος καὶ δεῖμα παρ’ ὀρχηθμοῖσιν Ἐνυοῦς,

### book 287

ἄρσενι γὰρ ῥώμῃ θῆλυν ἔμιξε χάριν.

### book 288.1.1

Οὔνομ’ ἔχεις Λιβάνου, Χαρίτων δέμας, ἤθεα Πειθοῦς,

### book 288.1.2

παρθένε, καὶ Παφίης κεστὸν ὑπὲκ λαγόνων.

### book 288.1.3

αὐτὰρ ἐν ὀρχηθμοῖσιν, Ἔρως ἅτε κοῦφος, ἀθύρεις,

### book 288.1.4

κάλλεϊ καὶ τέχνῃ πάντας ἐφελκομένη.

### book 289.1

Αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Λήναις

### book 289.2

ὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης,

### book 289.3

καὶ Κάδμου τὰ πάρηβα χορεύματα καὶ τὸν ἀφ’ ὕλης

### book 289.4

ἄγγελον, εὐιακῶν ἰχνελάτην θιάσων,

### book 289.5.1

καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴν

### book 289.5.2

λυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης.

### book 290.1.1

Αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας

### book 290.1.2

ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην,

### book 290.1.3

ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων

### book 290.1.4

δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν.

### book 290.5.1

Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός· οὐράνιος δὲ

### book 290.5.2

οὗτος ὁ παμφώνοις χερσὶ λοχευόμενος.

### book 291.1.1

Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις

### book 291.1.2

δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος·

### book 291.1.3

οὕνεχ’ ὑπ’ ἀζαλέου θέρεος μέγα κεκμηῶτα

### book 291

παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.

### book 292.1

Υἱὲ Μέλητος, Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ

### book 292.2

καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον,

### book 292.3

καὶ τάσδ’ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας

### book 292.4

δισσὰς ἐκ στηθέων γραψάμενος σελίδας·

### book 292.5.1

ὑμνεῖ δ’ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,

### book 292.5.2

ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.

### book 293.1

Τίς ποθ’ ὁ τὸν Τροίης πόλεμον σελίδεσσι χαράξας

### book 293.2

ἢ τίς ὁ τὴν δολιχὴν Λαρτιάδαο πλάνην;

### book 293.3

οὐκ ὄνομ’ εὑρίσκω σαφές, οὐ πόλιν. Οὐράνιε Ζεῦ,

### book 293.4

μήποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει;

### book 294.1

Ποίας ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης

### book 294.2

κεῖνον, ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις;

### book 294.3

ἦ τὸ μέν ἐστιν ἄγνωστον, ὁ δ’ ἀθανάτοις ἴσος ἥρως

### book 294

ταῖς Μούσαις ἔλιπεν πατρίδα καὶ γενεήν.

### book 295.1

Οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον,

### book 295.2

οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης,

### book 295.3

οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή,

### book 295.4

οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη,

### book 295.5.1

οὐκ Ἄργος Δαναοῖο κυκλωπείη τε Μυκήνη,

### book 295.5.2

οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.

### book 295.5.3

οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπ’ αἰθέρος ἀλλά ἑ Μοῦσαι

### book 295.5.4

πέμψαν, ἵν’ ἡμερίοις δῶρα ποθητὰ φέροι.

### book 296.1.1

Οἱ μὲν σεῦ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,

### book 296.1.2

οἱ δὲ καλὰν Σμύρναν, οἱ δ’ ἐνέπουσι Χίον,

### book 296.1.3

οἱ δ’ Ἴον, οἱ δ’ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα,

### book 296.1.4

οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίαν·

### book 296.5.1

ἄλλοι δ’ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου

### book 296.5.2

χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας,

### book 296.5.3

πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης

### book 296.5.4

οὐ θνατᾶς, ματρὸς δ’ ἔπλεο Καλλιόπας.

### book 297

Ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου,

### book 297

Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι.

### book 298.1

Ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου,

### book 298.2

Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι.

### book 299.1

Χῖος ἔφυς; —„Οὔ φημι.“ —Τί δαί, Σμυρναῖος; —„Ἀπαυδῶ.“ —

### book 299.2

Κύμη δ’ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν; —

### book 299.3

„Οὐδετέρη.“ —Σαλαμὶς δὲ τεὴ πόλις; —„Οὐδ’ ἀπὸ ταύτης

### book 299.4

ἐξέφυν.“ —Ἀλλ’ αὐτὸς λέξον, ὅπῃ γέγονας. —

### book 299.5.1

„Οὐκ ἐρέω.“ —Τίνος ἦρα; —„Πέπεισμ’, ὅτι τἀτρεκὲς εἰπὼν

### book 299.5.2

ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.“

### book 300.1

Εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ

### book 300.2

οὐρανίης Μούσης δόξαν ἀειράμενος.

### book 300.3

μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, αὐτὰρ Ἀχαιῶν

### book 300.4

στρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει

### book 300.5.1

τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον

### book 300.5.2

τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη.

### book 301

Εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω·

### book 301

εἰ δ’ αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι.

### book 302.1

Εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δ’ ἐπαύσατο μόχθων

### book 302.2

εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν.

### book 303.1

Τίς ποθ’ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής;

### book 303.2

τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν;

### book 303.3

δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης

### book 303.4

Ἠελίου, Τροίης ὄνομ’ ἔκλυεν, ἔκλυεν Ἄτλας

### book 303.5

οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.

### book 304.1

Διεξιών, Ὅμηρε, τὴν κεκαυμένην

### book 304.2

φθονεῖν ἐφῆκας τὰς ἀπορθήτους πόλεις.

### book 305.1.1

Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν,

### book 305.1.2

τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς·

### book 305.1.3

οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος

### book 305.1.4

ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι.

### book 305.5

μάρτυς ὁ Μαινάλιος κερόεις θεὸς ὕμνον ἀείσας

### book 305

τὸν σέο καὶ νομίων λησάμενος δονάκων.

### book 306.1.1

Πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ

### book 306.1.2

θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου,

### book 306.1.3

ὡς ὁ γέρων λίχνοισιν ἐπ’ ὄμμασιν ὑγρὰ δεδορκὼς

### book 306.1.4

ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν·

### book 306.5.1

δισσῶν δ’ ἀρβυλίδων τὰν μὲν μίαν οἷα μεθυπλὴξ

### book 306.5.2

ὤλεσεν, ἐν δ’ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα.

### book 306.5.3

μέλπει δ’ ἠὲ Βάθυλλον ἐφίμερον ἠὲ Μεγιστέα,

### book 306.5.4

αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν.

### book 306.5.5

ἀλλά, πάτερ Διόνυσε, φύλασσέ μιν· οὐ γὰρ ἔοικεν

### book 306.10

ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.

### book 307.1.1

Ἴδ’, ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων

### book 307.1.2

ὑπεσκέλισται καὶ τὸ λῶπος ἕλκεται

### book 307.1.3

ἐσάχρι γυίων· τῶν δὲ βλαυτίων τὸ μὲν

### book 307.1.4

ὅμως φυλάσσει, θάτερον δ’ ἀπώλεσεν·

### book 307.5.1

μελίσδεται δὲ τὰν χέλυν διακρέκων

### book 307.5.2

ἤτοι Βάθυλλον ἢ καλὸν Μεγιστέα.

### book 307.5.3

φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.

### book 308.1.1

Τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον,

### book 308.1.2

Λυαῖ’, Ἀνακρέοντα Τήιον κύκνον,

### book 308.1.3

ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι·

### book 308.1.4

λοξὸν γὰρ αὐτοῦ βλέμμα καὶ περὶ σφυροῖς

### book 308.5.1

ῥιφθεῖσα λώπευς πέζα καὶ μονοζυγὲς

### book 308.5.2

μέθην ἐλέγχει σάνδαλον· χέλυς δ’ ὅμως

### book 308.5.3

τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται.

### book 308

ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.

### book 309.1

Τήιον ἀμφοτέρων με βλέπεις ἀκόρεστον ἐρώτων

### book 309.2

πρέσβυν, ἴσον κούροις, ἶσον ἁδόντα κόραις·

### book 309.3

ὄμμα δέ μευ Βρομίῳ βεβαρημένον ἠδ’ ἀπὸ κώμων

### book 309.4

τερπνὰ φιλαγρύπνων σήματα παννυχίδων.

### book 310.1.1

Αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι

### book 310.1.2

τὴν Μιτυληναίαν, ζωγράφε, Πιερίδα.

### book 310.1.3

πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι· τοῦτο δ’ ἐναργῶς

### book 310.1.4

δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης.

### book 310.5.1

αὐτομάτως δ’ ὁμαλή τε καὶ οὐ περίεργα κομῶσα

### book 310.5.2

σὰρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει.

### book 310.5.3

ἄμμιγα δ’ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου

### book 310.5.4

Μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.

### book 311.1

Ὀππιανὸς σελίδεσσιν ἁλίπλοα φῦλα συνάψας

### book 311.2

θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον.

### book 312

Καλλιόπη βασίλεια Γεώργιον εἶπεν ἰδοῦσα·

### book 312

„Οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.“

### book 313.1.1

Εἰκών, τίς ς’ ἀνέθηκε; —„Λόγοι.“ —Τίνος εἶ; —„Πτολεμαίου.“ —

### book 313.1.2

Ποίου; —„Τοῦ Κρητός.“ —Τεῦ χάριν; —„Ἀντ’ ἀρετῆς.“ —

### book 313.1.3

Τῆς ποδαπῆς; —„Πάσης.“ —Τῆς ἐς τίνας; —„Ἐς δικολέκτας.“ —

### book 313.1.4

Καὶ ξύλον ἀρκεῖ; —„Ναί· χρυσίον οὐ δέχεται.“

### book 314.1.1

Εἰκόνα Λογγίνῳ χρυσέην πόλις εἶχεν ὀπάσσαι,

### book 314.1.2

εἰ μὴ πότνα Δίκη χρυσὸν ἀπεστρέφετο.

### book 315.1.1

Ῥητορικῆς φιλέω τρεῖς ἀστέρας, οὕνεκα μοῦνοι

### book 315.1.2

πάντων ῥητήρων εἰσὶν ἀρειότεροι·

### book 315.1.3

σεῖο πόνους φιλέω, Δημόσθενες· εἰμὶ δὲ λίην

### book 315.1.4

καὶ φιλαριστείδης καὶ φιλοθουκυδίδης.

### book 316.1.1

Ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν,

### book 316.1.2

δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη,

### book 316.1.3

ὡς μήτηρ ἐτέλεσσεν ἐφ’ υἱέι, καὶ πόρε τήνδε

### book 316.1.4

εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης·

### book 316.5

Μεμνόνιον δὲ τοκῆα κασίγνητόν τε σὺν αὐτῷ

### book 316

ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.

### book 317.1.1

Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί,

### book 317.1.2

Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.

### book 318.1

Τίς σὲ τὸν οὐ λαλέοντα τύπῳ ῥητῆρος ἔγραψε;

### book 318.2

σιγᾷς; οὐ λαλέεις; οὐδὲν ὁμοιότερον.

### book 319.1

Εἰκόνες ἀνθρώποισι φίλον γέρας, ἀλλὰ Μαρίνῳ

### book 319.2

ὕβρις ἐλεγχομένης εἴδεος ἀπρεπίης.

### book 320.1

Νεῖκος Ἀριστείδης Ἰάδων κατέπαυσε πολήων,

### book 320.2

τὸ πρὶν Ὁμηρείης εἶχον ὑπὲρ γενεῆς.

### book 320.3

φασὶν γὰρ πᾶσαι· „Σμύρνη τέκε θεῖον Ὅμηρον

### book 320.4

ἡ καὶ Ἀριστείδην ῥήτορα γειναμένη.“

### book 321

Εἰκὼν Καλλίστου τοῦ ῥήτορος· οἱ δὲ παρ’ αὐτὴν

### book 321

ἐρχόμενοι Ἑρμῇ σπένδετε τῷ λογίῳ.

### book 322.1

Φίρμος με Φίρμον, πυρφόρος τὸν πυρφόρον,

### book 322.2

ὁ παῖς ὁ ῥήτωρ τὸν πατέρα τὸν ῥήτορα.

### book 323.1.1

Τὰν ὕελον ἐκόμιζε

### book 323.1.2

κόψας ἐργάτας ἀνήρ·

### book 323.1.3

ἐς δὲ πῦρ ἔθηκε βῶλον,

### book 323.1.4

ὡς σίδηρον εὐσθενῆ·

### book 323.5.1

ἁ δ’ ὕελος οἷα κηρὸς

### book 323.5.2

ἐξεχεῖτο παμφάγοισι

### book 323.5.3

φλοξὶν ἐκπυρουμένα·

### book 323.5.4

θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς

### book 323.5.5

ὁλκὸν ἐκ πυρὸς ῥέοντα

### book 323.10.1

καὶ τὸν ἐργάτην τρέμοντα,

### book 323.10.2

μὴ πεσὼν διαρραγῇ·

### book 323.10.3

ἐς δὲ διπτύχων ἀκμὰς

### book 323.10.4

χηλέων ἔθηκε βῶλον ...

### book 324.1

Ἡ γραφὶς ἀργυρέη μέν, ὅτ’ ἐκ πυρὸς ἦλθον, ἐτύχθην,

### book 324.2

σαῖσι δὲ καὶ χρυσέη γίνομαι ἐν παλάμαις·

### book 324.3

ὧδέ σοι, ὦ χαρίεσσα Λεόντιον, εὖ μὲν Ἀθήνη

### book 324

τέχνης, εὖ δ’ εἴδους ἄκρα δέδωκε Κύπρις.

### book 325.1.1

Οὐ τὸν ἀναπτύσσοντα φύσιν πολύμητιν ἀριθμῶν

### book 325.1.2

ἤθελεν ὁ πλάστης Πυθαγόρην τελέσαι,

### book 325.1.3

ἀλλὰ τὸν ἐν σιγῇ πινυτόφρονι· καὶ τάχα φωνὴν

### book 325.1.4

ἔνδον ἀποκρύπτει, καὶ τόδ’ ἔχων ὀπάσαι.

### book 326.1

Αὐτὸν Πυθαγόραν ὁ ζωγράφος, ὃν μετὰ φωνῆς

### book 326.2

εἶδες ἄν, εἴ γε λαλεῖν ἤθελε Πυθαγόρας.

### book 327.1.1

Ὡς σοφὸς ὁ γράψας· ζωὰν οὐκ ἔμβαλε κηρῷ

### book 327.1.2

Σωκράτεος ψυχᾷ τοῦτο χαριζόμενος.

### book 328.1

Τὸν νοῦν διδάσκων αἰθερεμβατεῖν Πλάτων

### book 328.2

τοὺς τῶν ὑπὲρ νοῦν ἐξερεύγεται λόγους.

### book 329

Οὗτος Ἀριστοτέλης μετρῶν χθόνα καὶ πόλον ἄστρων.

### book 330

Νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς.

### book 331.1.1

Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ

### book 331.1.2

Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων,

### book 331.1.3

ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους

### book 331.1.4

Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις.

### book 331.5.1

ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον

### book 331.5.2

οὐδὲ σύ γ’ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.

### book 332.1.1

Εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,

### book 332.1.2

δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου

### book 332.1.3

ἑπτὰ σοφῶν ἔμπροσθεν, ἐπεὶ κεῖνοι μὲν ἀνάγκην

### book 332.1.4

ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις·

### book 332.5.1

ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,

### book 332.5.2

παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.

### book 332.5.3

φευκτὸν δ’ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ

### book 332.5.4

τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.

### book 333.1.1

Ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα

### book 333.1.2

μάζα καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη

### book 333.1.3

καὶ δέπας ἐκ κεράμοιο σοφῷ κυνὶ μέτρα βίοιο

### book 333.1.4

ἄρκια· κἠν τούτοις ἦν τι περισσότερον·

### book 333.5

κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην

### book 333

εἶπε· „Τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;“

### book 334.1.1

Γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι

### book 334.1.2

κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ,

### book 334.1.3

μοῦνος ἐπεὶ βιοτῆς αὐτάρκεα δόξαν ἔδειξας

### book 334.1.4

θνητοῖς καὶ ζωῆς οἶμον ἐλαφροτάτην.

### book 335.1

Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει

### book 335.2

πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις,

### book 335.3

πᾶσι μεθ’ ἡνιόχοισι νεώτατον ὅσσον ἄριστον,

### book 335.4

ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον.

### book 335.5.1

ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δ’ ἐνὶ χαλκῷ

### book 335.5.2

τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.

### book 336.1

Τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος,

### book 336.2

τὸν Καλχαντιάδην Πορφύριον ποθέων·

### book 336.3

αὐτὰρ ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου

### book 336.4

ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος,

### book 336.5.1

κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δ’ ἀέθλων

### book 336.5.2

χάλκεος ἱδρύνθη πρῶτον ἴουλον ἔχων.

### book 336.5.3

εἰ δ’ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλ’ ἐπὶ νίκαις

### book 336

ὄψιμον, ἀλλὰ μόλις πολλὰ μετὰ στέφεα.

### book 337.1

Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη

### book 337.2

φίλατο καὶ Νίκη νῦν τάχα Πορφύριον,

### book 337.3

ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος

### book 337.4

ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος

### book 337.5.1

πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις

### book 337.5.2

οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.

### book 338.1

Τοῦτό σοι ἠιθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις

### book 338.2

ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε·

### book 338.3

καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους

### book 338.4

εὕρετο γηραλέων κρέσσονας ἡνιόχων.

### book 338.5.1

τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας

### book 338.5.2

σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος;

### book 338.5.3

ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη,

### book 338.5.4

ᾗ σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.

### book 339.1

Ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης

### book 339.2

οἱ Νίκης παῖδες Πορφύριον Βένετοι

### book 339.3

ἄνθεσαν· ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις

### book 339

κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν.

### book 340.1

Ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ

### book 340.2

Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας·

### book 340.3

πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους,

### book 340.4

λάζετο δ’ ἀντιπάλων καὶ πάλιν ἐστέφετο·

### book 340.5.1

ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή·

### book 340.5.2

„Ὡς Βενέτους, τέρψῃ, Κοίρανε, καὶ Πρασίνους.“

### book 341.1

Αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα

### book 341.2

ἔστησαν Νίκης ἐγγύθι Πορφύριον·

### book 341.3

δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν, οἱ δ’ ἕτεροί με

### book 341.4

δίζοντ’ αὖθις ἔχειν νεῖκος ἀπειπάμενοι·

### book 341.5.1

μήτι δ’ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους

### book 341.5.2

κρείσσονας ἀντιπορὼν δεῖξα χερειοτέρους.

### book 342.1

Αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷ

### book 342.2

ὁ πλάστης ἔμπνουν οἷα τυπωσάμενος.

### book 342.3

τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνης

### book 342.4

τεύξει καὶ νίκην οὔποτ’ ἀμειβομένην;

### book 343.1

Εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆα

### book 343.2

ἄνθετο νικητὴν κοίρανος Αὐσονίων

### book 343.3

ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον· ἀλλ’ ἐπὶ νίκαις

### book 343

Πορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα.

### book 344.1

Τίς τελέθεις, φίλε κοῦρε, γενειάδος ἄκρα χαράσσων; —

### book 344.2

„Ὦ ξένε, Πορφύριος.“ —Τίς πατρίς; —„Ἡ Λιβύη.“ —

### book 344.3

Τίς δέ σε νῦν τίμησεν; —„Ἄναξ χάριν ἱπποσυνάων.“ —

### book 344.4

Τίς μάρτυς τελέθει; —„Δῆμος ὁ τῶν Βενέτων.“ —

### book 344.5.1

Ἔπρεπέ σοι Λύσιππον ἔχειν ἐπιμάρτυρα νίκης

### book 344.5.2

τοσσατίης πλάστην ἴδμονα, Πορφύριε.

### book 345.1

Ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος

### book 345.2

ἔστης ἀμφοτέρων κύδεα δρεψάμενος.

### book 346.1

Πάντα Τύχης ὀφθαλμὸς ἐπέρχεται, ἀλλ’ ἐπὶ μούνοις

### book 346.2

Πορφυρίου καμάτοις ἕλκεται ὄμμα Τύχης.

### book 347.1

Σὴν τροχαλὴν μάστιγα καὶ ἀσπίδα δῆμος ἀγασθεὶς

### book 347.2

ἤθελέ σε στῆσαι διπλόον, ὥσπερ ἔδει,

### book 347.3

ἡνίοχον κρατερὸν καὶ ἀριστέα· διχθὰ δὲ χαλκὸς

### book 347.4

οὐκ ἐχύθη ψυχὴν σεῖο τυπωσάμενος.

### book 348.1

Πορφύριον σταδίοισι τίνος χάριν ἡνιοχῆα

### book 348.2

δῆμος ὁ πρῶτα φέρων ἄνθετο τῶν Πρασίνων;

### book 348.3

αὐτὸς ἄναξ κήρυξε. τί γὰρ πλέον, ὅττι γεραίρει

### book 348

εἵνεκεν εὐνοίης, εἵνεκεν ἱπποσύνης;

### book 349.1

Πορφυρίῳ μετ’ ἄεθλα γέρας πόρεν ἄξιον ἔργων

### book 349.2

κοίρανος ὁ Πρασίνοις τοῦτο χαριζόμενος·

### book 349.3

πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζων

### book 349.4

ᾔνεσε Καλλιόπαν καὶ πάλι Πορφύριον·

### book 349.5.1

διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρως

### book 349.5.2

οὗτος ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς.

### book 350.1

Οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη,

### book 350.2

ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον,

### book 350.3

εὖτ’ ἄρ’ ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺς

### book 350.4

ἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ

### book 350.5.1

καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης,

### book 350.5.2

ἦμαρ δ’ Αὐσονίοις ἦλθεν ἐλευθερίης.

### book 350.5.3

τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον,

### book 350.5.4

σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε.

### book 351.1

Ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνων

### book 351.2

οἱ καὶ ἀπ’ ἀντιβίων, Πορφύριε, στέφανοι·

### book 351.3

πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχεις

### book 351.4

ἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης.

### book 351.5

τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος,

### book 351

εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ.

### book 352.1

Πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι.

### book 352.2

εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο,

### book 352.3

ὄγκον ὁμοῦ καὶ κάλλος. ὅπερ Φύσις ὀψὲ τεκοῦσα

### book 352.4

ὤμοσεν· „Ὠδίνειν δεύτερον οὐ δύναμαι.“

### book 352.5.1

ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι· Πορφυρίῳ γὰρ

### book 352.5.2

πρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν.

### book 353.1

Εἰ φθόνος ἠρεμέοι, κρίνειν δ’ ἐθέλοιεν ἀέθλους,

### book 353.2

πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων.

### book 353.3

ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας·

### book 353.4

„Βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων.“

### book 353.5.1

ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ,

### book 353.5.2

εἰς ἓν ἀολλίσσας τηλίκος ἐξεφάνη.

### book 354.1

Αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει,

### book 354.2

ἤθελε γὰρ χρυσῷ, ἀλλ’ ἴδεν ἐς Νέμεσιν.

### book 354.3

εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκην

### book 354.4

εὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων,

### book 354.5.1

ἔμπνοά σοι ξύμπαντες ἀγάλματα· πᾶς δὲ περισσὸς

### book 354.5.2

καὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος.

### book 355.1

Οὔπω σοι μογέοντι Τύχη πόρεν ἄξια νίκης·

### book 355.2

νῖκαι γὰρ τῆς σῆς μείζονες εὐτυχίης·

### book 355.3

ἀλλὰ μέρει πρώτῳ σταθερῷ καὶ ἀρείονι μίμνοις

### book 355.4

τὴν φθονερὴν τήκων δυσμενέων κραδίην,

### book 355.5

οἳ σέθεν εἰσορόωντες ἀεὶ νικῶσαν ἱμάσθλην

### book 355

μέμφονται σφετέρην αἰὲν ἀτασθαλίην.

### book 356.1

Ἄλλοις μὲν γεράων πρόφασις χρόνος· οἱ δ’ ἐπὶ νίκαις

### book 356.2

κρινόμενοι πολιῆς οὐ χατέουσι κόμης,

### book 356.3

ἀλλ’ ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίων

### book 356.4

Πορφύριος δώρων δὶς λάχεν ἀγλαΐην,

### book 356.5.1

οὐκ ἐτέων δεκάδας, νίκης δ’ ἑκατοντάδας αὐχῶν

### book 356.5.2

πολλὰς καὶ πάσας συγγενέας Χαρίτων.

### book 357.1.1

Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη

### book 357.1.2

φίλατο· μυθεῦνται τοῖα παλαιγενέες.

### book 357.1.3

νῦν δὲ νέος τις μῦθος ἀείσεται, ὡς τάχα Νίκη

### book 357.1.4

ὄμματα καὶ δίφρους φίλατο Πορφυρίου.

### book 358.1

Πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους

### book 358.2

νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.

### book 358.3

ἓξ δ’ ἐτέων ἀνύσας δεκάδας στήλην ἐπὶ νίκαις

### book 358.4

εἷλες, Καλλιόπα, νεύματι κοιρανίης,

### book 358.5.1

ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη

### book 358.5.2

ὡς κλέος ἀθάνατον καὶ δέμας ἀθάνατον.

### book 359.1

Σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκα

### book 359.2

δείκηλον μορφᾶς, Καλλιόπα, ζαθέας,

### book 359.3

πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷ

### book 359.4

νίκησας, γεραροὺς δ’ ὢν νέος ἐν σοφίῃ.

### book 359.5

ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμος

### book 359

δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος.

### book 360.1

Σὸν γῆρας νεότητα τεὴν ὑπερέδραμε νίκαις,

### book 360.2

καὶ πάντων κρατέεις πάντοτε, Καλλιόπα.

### book 360.3

ἔνθεν ἄναξ καὶ δῆμος ἐλεύθερος αὖθις ἐγείρει

### book 360.4

τοῦτο γέρας, σοφίης μνῆμα καὶ ἠνορέης.

### book 361.1

Οὗτος, ἐγερσιθέατρε, τεὸς τύπος, ὅν τοι ἐγείρει

### book 361.2

ἑσμὸς ἀριζήλων, Καλλιόπα, στεφάνων·

### book 361.3

οὔτε γὰρ ἡνίοχός σε παρήπαφεν, οὔτε χαλινοῖς

### book 361.4

δύστομος ἱππείη σοῖς ἀπίθησε γένυς·

### book 361.5.1

μοῦνος δὴ νίκης γέρας ἄρνυσαι. ἦ παρὰ πᾶσι

### book 361.5.2

δόξαν ἔχεις ἐθέλων ἆθλα λιπεῖν ἑτέροις.

### book 362.1

Καλλιόπα κλυτόμοχθε, τί σοι πλέον, ὅττι γεραίρει

### book 362.2

εἰκόνι χαλκοτύπῳ σοὺς βασιλεὺς καμάτους,

### book 362.3

δῆμος ὁ μυριόφωνος, ὅλη πτόλις, εὖτε καὶ αὐτὴ

### book 362.4

δυσμενέων παλάμη σοῖς ἐπένευσε πόνοις;

### book 363.1

Μητέρες εὐάθλων γεράων φρένες, οὐ κράτος ἥβης,

### book 363.2

οὐ τάχος ἱπποσύνης, οὐ χρόνος εὐτυχίης.

### book 363.3

ἱλήκοι, Φαυστῖνε, τεὸς νόος, ᾧ τάδε πάντα

### book 363

ἕσπεται, ᾧ Νίκη σύντροφος ἀθάνατος.

### book 364.1

Πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων,

### book 364.2

νῦν δέ σε πρεσβυγενῆ κάρτος ἔφριξε νέων.

### book 364.3

δεύτερα δ’ εὕρετο πάντα τεὸς πόνος, ὅς σε γεραίρει

### book 364.4

πρέσβυν ἐν ἠιθέοις, ἐν δὲ γέρουσι νέον.

### book 365.1

Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,

### book 365.2

πλῆτο κατηφείης ἱπποσύνης στάδιον·

### book 365.3

τερπωλὴ δ’ ἀπέλειπε θεήμονας, οὐδ’ ἐν ἀγυιαῖς

### book 365.4

κείνας τὰς φιλίας ἐστὶν ἰδεῖν ἔριδας.

### book 366.1

Εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται

### book 366.2

μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης·

### book 366.3

σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι,

### book 366.4

μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ,

### book 366.5.1

οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη

### book 366.5.2

ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη.

### book 367.1

Εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳ

### book 367.2

εἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας·

### book 367.3

ᾔδεε γὰρ πᾶς δῆμος, ὅσους ἐπὶ κύδεϊ νίκης

### book 367.4

αἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους.

### book 367.5

ὡς δ’ ἔθανεν, ποθέουσα φίλον τύπον ἄνθετο τοῦδε,

### book 367

ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων.

### book 368.1

Οἱ Βένετοι Πρασίνοισιν ἐναντίοι αἰὲν ἐόντες

### book 368.2

εἰς ἕν’ ὁμοφροσύνης ἐξεβόησαν ὅρον,

### book 368.3

ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος

### book 368.4

πᾶσιν ἀειδόμενον, πᾶσιν ἀρεσκόμενον.

### book 369.1

Ἀντολίης δύσιός τε μεσημβρίης τε καὶ ἄρκτου

### book 369.2

σὸς δρόμος ὑψιφαὴς ἀμφιβέβηκεν ὅρους,

### book 369.3

ἄφθιτε Κωνσταντῖνε. θανεῖν δέ σε μή τις ἐνίσπῃ·

### book 369.4

τῶν γὰρ ἀνικήτων ἅπτεται οὐδ’ Ἀίδης.

### book 370.1

Ἐγγύθι τῆς σφετέρης γενεῆς λάχεν εἰκόνα τήνδε·

### book 370.2

ἔπρεπε γὰρ τρισσοῖς εἰν ἑνὶ χῶρον ἔχειν,

### book 370.3

οἳ καὶ ἐνὶ σταδίοις ἀρετῆς κλέος εἴκελον εὗρον

### book 370.4

νηρίθμων στεφάνων ἑσμὸν ἑλόντες ἴσον.

### book 371.1

Τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον,

### book 371.2

γείτονα μὲν γενεῆς, κρέσσονα δ’ ἡνιόχων.

### book 371.3

δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλ’ ἐπὶ νίκῃ

### book 371.4

παύσατο σὺν νίκῃ καὶ πάρος ἀρξάμενος,

### book 371.5

ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες

### book 371

στεψάμενοι σταδίοις εἷσαν ἀγωνοθέτην.

### book 372.1

Σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκη

### book 372.2

παιδόθεν ἑσπομένη πᾶσαν ἐφ’ ἡλικίην.

### book 372.3

πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν

### book 372.4

οὐδ’ ἴσον οὐδ’ ὀλίγον εὕρεο λειπόμενον·

### book 372.5.1

ἀλλ’ ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας,

### book 372.5.2

ἥλικας ἡβήσας, γηραλέος δὲ νέους.

### book 373.1

Ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν,

### book 373.2

ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις.

### book 373.3

ἔνθεν ἑῶν τόδ’ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,

### book 373.4

ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιλάβοι,

### book 373.5.1

ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ’ ἐλατῆρσι,

### book 373.5.2

κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.

### book 373.5.3

καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας

### book 373.5.4

ὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν.

### book 374.1

Πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος

### book 374.2

εἰς μίαν ἠριγένειαν ἑλὼν ἤμειψε μὲν ἵππους

### book 374.3

ἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα,

### book 374.4

τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας.

### book 374.5

πολλάκι δ’ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ,

### book 374

τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.

### book 375.1

Ἔγρεο, Κωνσταντῖνε. τί χάλκεον ὕπνον ἰαύεις;

### book 375.2

σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις,

### book 375.3

σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆες

### book 375.4

εἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι.

### book 376.1

Ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις

### book 376.2

κῦδος ἀπ’ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος

### book 376.3

εἰσέτι διφρεύων· τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον

### book 376.4

ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει.

### book 376.5.1

αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις

### book 376.5.2

ἐς δίφρους νίκης μνωόμενοι προτέρης.

### book 377.1

Παυσάμενον σταδίων βασιλεὺς ἐπ’ ἀγακλέι νίκῃ

### book 377.2

αὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρων

### book 377.3

Οὐράνιον δήμοισι φέρων χάριν· οὐ ποθέει γὰρ

### book 377.4

ἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας.

### book 377.5.1

τοὔνεκα διφρεύοντα τὸ δεύτερον ὑστατίης τε

### book 377.5.2

νίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη.

### book 378.1

Οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε

### book 378.2

Ῥώμην, τῆς μὲν ἐών, τῇ δ’ ἔνι κῦδος ἑλών.

### book 378.3

νικᾷ δ’ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν

### book 378.4

τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν.

### book 378.5

τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ,

### book 378

κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.

### book 379.1.1

Τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλων

### book 379.1.2

ἐνθάδ’ Ἀναστάσιον κείμενον οὖδας ἔχει,

### book 379.1.3

ὃς τόσσους ἀνέδησε τὸ πρὶν στεφάνους, ὅσα ἄλλοι

### book 379.1.4

ἔδρακον ἡνιόχων ἤματα ἱππασίης.

### book 380.1

Ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτου

### book 380.2

καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν

### book 380.3

Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων·

### book 380.4

νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην

### book 380.5

ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ.

### book 381.1

Ἴουλον ἀνθῶν πρῶτον οὗτος ἡνίας

### book 381.2

Πορφύριος Κάλχαντος εἷλκε Βενέτου.

### book 381.3

ἐκπλήττομαι δέ, πῶς γράφει χεὶρ ἐμπνόους

### book 381.4

τούτου τις ἵππους. καὶ γὰρ ἂν πλήξῃ πάλιν,

### book 381.5

οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν.

### book 382.1

Σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου·

### book 382.2

εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπῃ,

### book 382.3

πρὸς οὐρανοὺς ἂν ὦρτο Φαυστῖνος τρέχων

### book 382.4

ὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων.

### book 382.5

ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα.

### book 383.1

Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης,

### book 383.2

ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνων

### book 383.3

τὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ.

### book 383.4

γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένος

### book 383.5

ἦν τις νεάζων οὐδ’ ὅλως ἡττημένος.

### book 384.1

Λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος

### book 384.2

ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου,

### book 384.3

τοὺς τρεῖς ἐνίκα πρῶτος αἰθέρα φθάνων,

### book 384.4

πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον·

### book 384.5

τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν.

### book 385.1

Κωνσταντίνος γ’ ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοις

### book 385.2

λευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως.

### book 385.3

ἀφ’ οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυ

### book 385.4

τὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων

### book 385.5

καὶ πᾶσα τέρψις τοῦ θεάτρου καὶ τέχνη.

### book 386.1

Χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας.

### book 386.2

Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει

### book 386.3

ἕλκων μεθέλκων Ῥουσίου τὰς ἡνίας·

### book 386.4

καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ·

### book 386.5

τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε.

### book 387.1

Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίου

### book 387.2

ἔχων ἐνίκα τοὺς ἐναντίους δρόμῳ.

### book 387.3

ἀλλ’ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν,

### book 387.4

ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτης

### book 387.5

καὶ πρόσθεν ἐλθεῖν καὶ λαβεῖν καὶ τὸ στέφος.

### book 387b.1

Ἀθλήσας ἤδη πώλῳ πηδήσας ἦλθα.

### book 387b.2

Ἀμήσας ἄρδην ὀροφηφόρον ἥδρασα σῆμα.

### book 387b.3

Ἀλύξας ὥρην ἠνεμωμένην ἤρωσα ξύλα.

### book 387c.1

Ἤδη μοι Διὸς ἄρα πηγὴ παρὰ σοί, Διομήδη.

### book 387c.2

Νοσῶ· σύ, ὃς εἶ ἴαμα, Ἰησοῦ, σῶσον.

### book 387c.3

Νῷ ἐλατά, μὴ ὀνητὰ σοφὸς ἄτη νοήματα, Λέων.

### book 387c.4

Ἱερὰ σὰ παρὰ χείλη, Ἥλιε, χαρὰ πᾶσα ῥεῖ.

### book 387c.5.1

Νίψον ἀνομήματα, μὴ μόναν ὄψιν.

### book 387c.5.2

Νόμον, ὁ κοινός, ἔχε σὸν οἰκονόμον.

### book 387c.6.1

*

### book 387c.6.2

Σοφὸς ἔγωγε ἤδη ὢν ἄνω, χαρᾷ τῶν ἄνω γελῶ τὰ

### book 387c

κάτω λέγων· Ἄνω ταραχῶν ἂν ὦ, ἤδη ἔγωγε σοφός.

### book 388.1.1

Στέφος πλέκων ποθ’ εὗρον

### book 388.1.2

ἐν τοῖς ῥόδοις Ἔρωτα·

### book 388.1.3

καὶ τῶν πτερῶν κατασχὼν

### book 388.1.4

ἐβάπτις’ εἰς τὸν οἶνον·

### book 388.5.1

λαβὼν δ’ ἔπινον αὐτόν.

### book 388.5.2

καὶ νῦν ἔσω μελῶν μου

### book 388

πτεροῖσι γαργαλίζει.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/greek-anthology-volume-5-ajg-aa.json (sha256:af2bfcc6082b7ee082a8530c98603429607bc6f910721072924603d3ce4b9fa9). Cite as `eul_wid: ajg-aa`.
