---
title: On Athenian Courtesans
title_greek: Ἀποσπάσματα
author: Gorgias of Athens
eul_wid: dne-aa
eul_aid: dne
canonical: "https://eulogikon.org/grc/gorgias-of-athens/courtesans"
canonical_json: "https://eulogikon.org/data/works/grc/gorgias-of-athens-courtesans-dne-aa.json"
sha256: "42044eb20fa10d8d06d9864a8d9a585418efd6f57f1864581923fcd2890907c8"
period: Imperial
dialect: Koine
domain: History
format: Prose
license: CC0-1.0
---

# On Athenian Courtesans

*Ἀποσπάσματα*

**Author:** Gorgias of Athens

**eul_wid:** `dne-aa` · [HTML page](https://eulogikon.org/grc/gorgias-of-athens/courtesans) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/gorgias-of-athens-courtesans-dne-aa.json)

## Text

### t1a-2

ΠΕΡΙ ΕΤΑΙΡΩΝ. Athenaeus XIII: Αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν.

### 1a

Ἀνέγραψε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ τριάκοντα πέντε, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε· τὴν Πάροινον ἐπικληθεῖσαν, καὶ Λαμπυρίδα, καὶ Εὐφροσύνην· αὕτη δὲ ἦν γναφέως θυγάτηρ. Ἄγραφοι δ’ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλὶς, Θαυμάριον, Θεόκλεια· αὕτη δ’ ἐπεκαλεῖτο Κορώνη· Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα, καὶ ταύτης θυγατριδῆ Γναθαίνιον· καὶ Σιγὴ, καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη, καὶ Εὔκλεια, καὶ Γρυμαία, καὶ Θρυαλλὶς, ἔτι Χίμαιρα καὶ Λαμπάς. Athenaeus XIII: Σὺ δὲ, ὦ σοφιστὰ, ἐν τοῖς καπηλείοις συναναφύρῃ, οὐ μεθ’ ἑταίρων, ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων, καὶ περιφέρων ἀεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνου ς , ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησιν ἑταιρίδων.

### 2

Idem XIII: Στρατοκλῆς δ’ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ Περὶ ἑταιρῶν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/gorgias-of-athens-courtesans-dne-aa.json (sha256:42044eb20fa10d8d06d9864a8d9a585418efd6f57f1864581923fcd2890907c8). Cite as `eul_wid: dne-aa`.
