---
title: Trojan Women
title_greek: Τρῳάδες
author: Euripides
eul_wid: cbm-ag
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/trojan-women"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-trojan-women-cbm-ag.json"
sha256: "794ebd12910fcc6030c4c11745a7fb1985f21ec39c401cc8adc677460f6c7df0"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Trojan Women

*Τρῳάδες*

**Author:** Euripides

**eul_wid:** `cbm-ag` · [HTML page](https://eulogikon.org/grc/euripides/trojan-women) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-trojan-women-cbm-ag.json)

## Text

### 1

ΠΟΣΕΙΔΩΝ

### 1.1

ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος

### 1.2

πόντου Ποσειδῶν, ἔνθα Νηρήιδων χοροὶ

### 1.3

κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.

### 1.4

ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα

### 5.1

Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ

### 5.2

ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ’ ἐκ φρενῶν

### 5.3

εὔνοι’ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·

### 5.4

ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς

### 5.5

ὄλωλε πορθηθεῖς’. ὁ γὰρ Παρνάσιος

### 10.1

Φωκεὺς Ἐπειὸς μηχαναῖσι Παλλάδος

### 10.2

ἐγκύμον’ ἵππον τευχέων συναρμόσας

### 10.3

πύργων ἔπεμψεν ἐντός, ὀλέθριον βάρος.

### 10.4

[ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται

### 10.5

δούρειος ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.]

### 15.1

ἔρημα δ’ ἄλση καὶ θεῶν ἀνάκτορα

### 15.2

φόνωι καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις

### 15.3

πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα

### 15.4

πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ

### 20.1

πρύμνηθεν οὖρον, ὡς δεκασπόρωι χρόνωι

### 20.2

ἀλόχους τε καὶ τέκν’ εἰσίδωσιν ἄσμενοι,

### 20.3

οἳ τήνδ’ ἐπεστράτευσαν Ἕλληνες πόλιν.

### 20.4

ἐγὼ δέ (νικῶμαι γὰρ Ἀργείας θεοῦ

### 20.5

Ἥρας Ἀθάνας θ’, αἳ συνεξεῖλον Φρύγας)

### 25.1

λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ’ ἐμούς·

### 25.2

ἐρημία γὰρ πόλιν ὅταν λάβηι κακή,

### 25.3

νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.

### 25.4

πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων

### 25.5

βοᾶι Σκάμανδρος δεσπότας κληρουμένων.

### 30.1

καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς

### 30.2

εἴληχ’ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.

### 30.3

ὅσαι δ’ ἄκληροι Τρωιάδων, ὑπὸ στέγαις

### 30.4

ταῖσδ’ εἰσί, τοῖς πρώτοισιν ἐξηιρημέναι

### 30.5

στρατοῦ, σὺν αὐταῖς δ’ ἡ Λάκαινα Τυνδαρὶς

### 35.1

Ἑλένη, νομισθεῖς’ αἰχμάλωτος ἐνδίκως.

### 35.2

τὴν δ’ ἀθλίαν τήνδ’ εἴ τις εἰσορᾶν θέλει,

### 35.3

πάρεστιν Ἑκάβη κειμένη πυλῶν πάρος,

### 35.4

δάκρυα χέουσα πολλὰ καὶ πολλῶν ὕπερ·

### 35.5

ἧι παῖς μὲν ἀμφὶ μνῆμ’ Ἀχιλλείου τάφου

### 40.1

λάθραι τέθνηκε τλημόνως Πολυξένη·

### 40.2

φροῦδος δὲ Πρίαμος καὶ τέκν’· ἣν δὲ παρθένον

### 40.3

μεθῆκ’ Ἀπόλλων δρομάδα Κασσάνδραν ἄναξ,

### 40.4

τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ’ εὐσεβὲς

### 40.5

γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.

### 45.1

ἀλλ’, ὦ ποτ’ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις

### 45.2

ξεστόν τε πύργωμ’· εἴ σε μὴ διώλεσεν

### 45.3

Παλλὰς Διὸς παῖς, ἦσθ’ ἂν ἐν βάθροις ἔτι.

### 45.4

ΑΘΗΝΑ

### 48.1

ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς

### 48.2

μέγαν τε δαίμον’ ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;

### 48.3

Πο. ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,

### 48.4

ἄνασς’ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

### 48.5

Αθ. ἐπήινες’ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ

### 48.6

κοινοὺς ἐμαυτῆι τ’ ἐς μέσον λόγους, ἄναξ.

### 55.1

Πο. μῶν ἐκ θεῶν του καινὸν ἀγγέλλεις ἔπος,

### 55.2

ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;

### 55.3

Αθ. οὔκ, ἀλλὰ Τροίας οὕνεκ’, ἔνθα βαίνομεν,

### 55.4

πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.

### 55.5

Πο. οὔ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν

### 60.1

ἐς οἶκτον ἦλθες πυρὶ κατηιθαλωμένην;

### 60.2

Αθ. ἐκεῖσε πρῶτ’ ἄνελθε· κοινώσηι λόγους

### 60.3

καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;

### 60.4

Πο. μάλιστ’· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·

### 60.5

πότερον Ἀχαιῶν ἦλθες οὕνεκ’ ἢ Φρυγῶν;

### 65.1

Αθ. τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,

### 65.2

στρατῶι δ’ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

### 65.3

Πο. τί δ’ ὧδε πηδᾶις ἄλλοτ’ εἰς ἄλλους τρόπους μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχηις;

### 65.4

Αθ. οὐκ οἶσθ’ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

### 70.1

Πο. οἶδ’· ἡνίκ’ Αἴας εἷλκε Κασσάνδραν βίαι.

### 70.2

Αθ. κοὐ δείν’ Ἀχαιῶν ἔπαθεν οὐδ’ ἤκους’ ὕπο.

### 70.3

Πο. καὶ μὴν ἔπερσάν γ’ Ἴλιον τῶι σῶι σθένει.

### 70.4

Αθ. τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.

### 70.5

Πο. ἕτοιμ’ ἃ βούληι τἀπ’ ἐμοῦ. δράσεις δὲ τί;

### 75.1

Αθ. δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.

### 75.2

Πο. ἐν γῆι μενόντων ἢ καθ’ ἁλμυρὰν ἅλα;

### 75.3

Αθ. ὅταν πρὸς οἴκους ναυστολῶς’ ἀπ’ Ἰλίου.

### 75.4

καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον

### 75.5

πέμψει δνοφώδη τ’ αἰθέρος φυσήματα·

### 80.1

ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,

### 80.2

βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.

### 80.3

σὺ δ’ αὖ, τὸ σόν, παράσχες Αἰγαῖον πόρον

### 80.4

τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,

### 80.5

πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,

### 85.1

ὡς ἂν τὸ λοιπὸν τἄμ’ ἀνάκτορ’ εὐσεβεῖν

### 85.2

εἰδῶς’ Ἀχαιοὶ θεούς τε τοὺς ἄλλους σέβειν.

### 85.3

Πο. ἔσται τάδ’· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων

### 85.4

δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.

### 85.5

ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες

### 90.1

Σκῦρός τε Λῆμνός θ’ αἱ Καφήρειοί τ’ ἄκραι

### 90.2

πολλῶν θανόντων σώμαθ’ ἕξουσιν νεκρῶν.

### 90.3

ἀλλ’ ἕρπ’ Ὄλυμπον καὶ κεραυνίους βολὰς

### 90.4

λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, ὅταν στράτευμ’ Ἀργεῖον ἐξιῆι κάλως.

### 95.1

μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις

### 95.2

ναούς τε τύμβους θ’, ἱερὰ τῶν κεκμηκότων·

### 95.3

ἐρημίαι δούς 〈σφ’〉 αὐτὸς ὤλεθ’ ὕστερον.

### 95.4

ΕΚΑΒΗ

### 98.1

ἄνα, δύσδαιμον· πεδόθεν κεφαλὴν

### 98.2

ἐπάειρε δέρην 〈τ’〉· οὐκέτι Τροία τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.

### 98.3

μεταβαλλομένου δαίμονος ἄνσχου.

### 98.4

πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,

### 98.5

μηδὲ προσίστη πρῶιραν βιότου

### 98.6

πρὸς κῦμα πλέουσα τύχαισιν.

### 105.1

αἰαῖ αἰαῖ·

### 105.2

τί γὰρ οὐ πάρα μοι μελέαι στενάχειν,

### 105.3

ἧι πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;

### 105.4

ὦ πολὺς ὄγκος συστελλόμενος

### 105.5

προγόνων, ὡς οὐδὲν ἄρ’ ἦσθα.

### 110.1

τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;

### 110.2

τί δὲ θρηνῆσαι;

### 110.3

δύστηνος ἐγὼ τῆς βαρυδαίμονος

### 110.4

ἄρθρων κλίσεως, ὡς διάκειμαι, νῶτ’ ἐν στερροῖς λέκτροισι ταθεῖς’.

### 115.1

οἴμοι κεφαλῆς, οἴμοι κροτάφων

### 115.2

πλευρῶν θ’, ὥς μοι πόθος εἱλίξαι

### 115.3

καὶ διαδοῦναι νῶτον ἄκανθάν τ’

### 115.4

εἰς ἀμφοτέρους τοίχους μελέων,

### 115.5

ἐπιοῦς’ αἰεὶ δακρύων ἐλέγους.

### 120.1

μοῦσα δὲ χαὔτη τοῖς δυστήνοις

### 120.2

ἄτας κελαδεῖν ἀχορεύτους.

### 120.3

πρῶιραι ναῶν, ὠκείαις

### 120.4

Ἴλιον ἱερὰν αἳ κώπαις

### 120.5

δι’ ἅλα πορφυροειδῆ καὶ

### 125.1

λιμένας Ἑλλάδος εὐόρμους

### 125.2

αὐλῶν παιᾶνι στυγνῶι

### 125.3

συρίγγων τ’ εὐφθόγγων φωνᾶι

### 125.4

βαίνουσαι †πλεκτὰν Αἰγύπτου

### 125.5

παιδείαν ἐξηρτήσασθ’†,

### 130.1

αἰαῖ, Τροίας ἐν κόλποις

### 130.2

τὰν Μενελάου μετανισόμεναι

### 130.3

στυγνὰν ἄλοχον, Κάστορι λώβαν

### 130.4

τῶι τ’ Εὐρώται δύσκλειαν,

### 130.5

ἃ σφάζει μὲν

### 135.1

τὸν πεντήκοντ’ ἀροτῆρα τέκνων †Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν†

### 135.2

ἐς τάνδ’ ἐξώκειλ’ ἄταν.

### 135.3

ὤμοι, θάκους οἵους θάσσω,

### 135.4

σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.

### 140.1

δούλα δ’ ἄγομαι

### 140.2

γραῦς ἐξ οἴκων πενθήρη

### 140.3

κρᾶτ’ ἐκπορθηθεῖς’ οἰκτρῶς.

### 140.4

ἀλλ’ ὦ τῶν χαλκεγχέων Τρώων

### 140.5

ἄλοχοι μέλεαι

### 144

†καὶ κόραι δύσνυμφαι†,

### 145.1

τύφεται Ἴλιον, αἰάζωμεν.

### 145.2

μάτηρ δ’ ὡσεὶ πτανοῖς κλαγγὰν

### 145.3

†ὄρνισιν ὅπως ἐξάρξω ’γὼ

### 145.4

μολπὰν οὐ τὰν αὐτὰν†

### 145.5

οἵαν ποτὲ δὴ σκήπτρωι Πριάμου διερειδομένου

### 145.6

ποδὸς ἀρχεχόρου πλαγαῖς Φρυγίους

### 145.7

εὐκόμποις ἐξῆρχον θεούς.

### 145.8

ΗΜΙΧΟΡΙΟΝ Αʹ

### 153.1

Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;

### 153.2

ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων

### 155.1

ἄιον οἴκτους οὓς οἰκτίζηι.

### 155.2

διὰ δὲ στέρνων φόβος ἀίσσει

### 155.3

Τρωιάσιν, αἳ τῶνδ’ οἴκων εἴσω

### 155.4

δουλείαν αἰάζουσιν.

### 155.5

Εκ. ὦ τέκν’, Ἀχαιῶν πρὸς ναῦς ἤδη

### 160.1

κινεῖται κωπήρης χείρ.

### 160.2

Ημ. οἲ ’γώ, τί θέλους’; ἦ πού μ’ ἤδη

### 160.3

ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;

### 160.4

Εκ. οὐκ οἶδ’, εἰκάζω δ’ ἄταν.

### 160.5

Ημ. ἰὼ ἰώ.

### 165.1

μέλεαι, μόχθων ἐπακουσόμεναι,

### 165.2

Τρωιάδες, ἐξορμίζεσθ’ οἴκων·

### 165.3

στέλλους’ Ἀργεῖοι νόστον.

### 165.4

Εκ. ἒ ἔ.

### 165.5

μή νύν μοι τὰν

### 170.1

ἐκβακχεύουσαν Κασσάνδραν,

### 170.2

αἰσχύναν Ἀργείοισιν,

### 170

πέμψητ’ ἔξω,

### 172.1

μαινάδ’, ἐπ’ ἄλγεσι δ’ ἀλγυνθῶ.

### 172.2

ἰὼ ἰώ.

### 173.1

Τροία Τροία δύσταν’, ἔρρεις,

### 173.2

δύστανοι δ’ οἵ ς’ ἐκλείποντες

### 175.1

καὶ ζῶντες καὶ δμαθέντες.

### 175.2

ΗΜΙΧΟΡΙΟΝ Βʹ

### 176.1

οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον

### 176.2

τάσδ’ Ἀγαμέμνονος ἐπακουσομένα,

### 176.3

βασίλεια, σέθεν· μή με κτείνειν

### 176.4

δόξ’ Ἀργείων κεῖται μελέαν;

### 180.1

ἢ κατὰ πρύμνας ἤδη ναῦται

### 180.2

στέλλονται κινεῖν κώπας;

### 180.3

Εκ. ὦ τέκνον, ὀρθρεύουσαν ψυχὰν

### 180.4

ἐκπληχθεῖς’ ἦλθον φρίκαι.

### 180.5

Ημ. ἤδη τις ἔβα Δαναῶν κῆρυξ;

### 185.1

τῶι πρόσκειμαι δούλα τλάμων;

### 185.2

Εκ. ἐγγύς που κεῖσαι κλήρου.

### 185.3

Ημ. ἰὼ ἰώ.

### 187.1

τίς μ’ Ἀργείων ἢ Φθιωτᾶν

### 187.2

ἢ νησαίαν ἄξει χώραν

### 187.3

δύστανον πόρσω Τροίας;

### 190

Εκ. φεῦ φεῦ.

### 190.1

τῶι δ’ ἁ τλάμων

### 190.2

ποῦ πᾶι γαίας δουλεύσω γραῦς,

### 190.3

ὡς κηφήν, ἁ δειλαία,

### 190.4

νεκροῦ μορφά,

### 193.1

νεκύων ἀμενηνὸν ἄγαλμα,

### 193.2

αἰαῖ αἰαῖ,

### 194

τὰν παρὰ προθύροις φυλακὰν κατέχους’

### 195.1

ἢ παίδων θρέπτειρ’, ἃ Τροίας

### 195.2

ἀρχαγοὺς εἶχον τιμάς;

### 195.3

Χο. αἰαῖ αἰαῖ, ποίοις δ’ οἴκτοις

### 195.4

τάνδ’ ἂν λύμαν ἐξαιάζοις;

### 195.5

οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα δινεύους’ ἐξαλλάξω.

### 195.6

νέατον τοκέων δώματα λεύσσω,

### 195.7

νέατον· μόχθους 〈δ’〉 ἕξω κρείσσους,

### 195.8

ἢ λέκτροις πλαθεῖς’ Ἑλλάνων

### 195.9

(ἔρροι νὺξ αὕτα καὶ δαίμων)

### 205.1

ἢ Πειρήνας ὑδρευομένα

### 205.2

πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.

### 205.3

τὰν κλεινὰν εἴθ’ ἔλθοιμεν

### 205.4

Θησέως εὐδαίμονα χώραν.

### 210.1

μὴ γὰρ δὴ δίναν γ’ Εὐρώτα

### 210.2

τάν 〈τ’〉 ἐχθίσταν θεράπναν Ἑλένας,

### 210.3

ἔνθ’ ἀντάσω Μενέλαι δούλα,

### 210.4

τῶι τᾶς Τροίας πορθητᾶι.

### 210.5

τὰν Πηνειοῦ σεμνὰν χώραν,

### 215.1

κρηπῖδ’ Οὐλύμπου καλλίσταν,

### 215.2

ὄλβωι βρίθειν φάμαν ἤκους’

### 215.3

εὐθαλεῖ τ’ εὐκαρπείαι·

### 215.4

τὰ δὲ δεύτερά μοι μετὰ τὰν ἱερὰν

### 215.5

Θησέως ζαθέαν ἐλθεῖν χώραν.

### 220.1

καὶ τὰν Αἰτναίαν Ἡφαίστου

### 220.2

Φοινίκας ἀντήρη χώραν,

### 220.3

Σικελῶν ὀρέων ματέρ’, ἀκούω

### 220.4

καρύσσεσθαι στεφάνοις ἀρετᾶς,

### 220.5

τάν τ’ ἀγχιστεύουσαν γᾶν

### 225.1

†Ἰονίωι ναύται πόντωι†,

### 225.2

ἃν ὑγραίνει καλλιστεύων ὁ ξανθὰν χαίταν πυρσαίνων

### 225.3

Κρᾶθις ζαθέαις παγαῖσι τρέφων

### 225.4

εὔανδρόν τ’ ὀλβίζων γᾶν.

### 230.1

καὶ μὴν Δαναῶν ὅδ’ ἀπὸ στρατιᾶς

### 230.2

κῆρυξ, νεοχμῶν μύθων ταμίας,

### 230.3

στείχει ταχύπουν ἴχνος ἐξανύτων.

### 230.4

τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ

### 230.5

Δωρίδος ἐσμὲν χθονὸς ἤδη.

### 235

ΤΑΛΘΥΒΙΟΣ

### 235.1

Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μ’ ἐς Τροίαν ὁδοὺς

### 235.2

ἐλθόντα κήρυκ’ ἐξ Ἀχαιικοῦ στρατοῦ,

### 235.3

ἐγνωσμένος δὴ καὶ πάροιθέ σοι, γύναι,

### 235.4

Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.

### 235.5

Εκ. †τόδε τόδε φίλαι γυναῖκες† ὃ φόβος ἦν πάλαι.

### 240.1

Τα. ἤδη κεκλήρωσθ’, εἰ τόδ’ ἦν ὑμῖν φόβος.

### 240.2

Εκ. αἰαῖ, τίν’ ἢ

### 240.3

Θεσσαλίας πόλιν Φθιάδος εἶπας ἢ

### 240.4

Καδμείας χθονός;

### 240.5

Τα. κατ’ ἄνδρ’ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.

### 244

Εκ. τίν’ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς

### 245.1

Ἰλιάδων μένει;

### 245.2

Τα. οἶδ’· ἀλλ’ ἕκαστα πυνθάνου, μὴ πάνθ’ ὁμοῦ.

### 245.3

Εκ. τοὐμὸν τίς ἆρ’

### 245.4

ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασσάνδραν;

### 245.5

Τα. ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. Εκ. ἦ τᾶι Λακεδαιμονίαι νύμφαι

### 245.6

δούλαν; ὤμοι μοι.

### 245.7

Τα. οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.

### 245.8

Εκ. ἦ τὰν τοῦ Φοίβου παρθένον, ἇι γέρας ὁ

### 245.9

χρυσοκόμας ἔδωκ’ ἄλεκτρον ζόαν;

### 255.1

Τα. ἔρως ἐτόξευς’ αὐτὸν ἐνθέου κόρης.

### 255.2

Εκ. ῥῖπτε, τέκνον, ζαθέους κλά‐

### 255.3

δας καὶ ἀπὸ χροὸς ἐνδυ‐

### 255.4

τῶν στεφέων ἱεροὺς στολμούς.

### 255.5

Τα. οὐ γὰρ μέγ’ αὐτῆι βασιλικῶν λέκτρων τυχεῖν;

### 260.1

Εκ. τί δ’ ὃ νεοχμὸν ἀπ’ ἐμέθεν ἐλάβετε τέκος,

### 260.2

†ποῦ μοι†;

### 260.3

Τα. Πολυξένην ἔλεξας ἢ τίν’ ἱστορεῖς;

### 260.4

Εκ. ταύταν· τῶι πάλος ἔζευξεν;

### 260.5

Τα. τύμβωι τέτακται προσπολεῖν Ἀχιλλέως.

### 265.1

Εκ. ὤμοι ἐγώ· τάφωι πρόσπολον ἐτεκόμαν.

### 265.2

ἀτὰρ τίς ὅδ’ ἦν νόμος ἢ τί θέσμιον, ὦ φίλος, Ἑλλάνων;

### 265.3

Τα. εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.

### 265.4

Εκ. τί τόδ’ ἔλακες;

### 270.1

ἆρά μοι ἀέλιον λεύσσει;

### 270.2

Τα. ἔχει πότμος νιν, ὥστ’ ἀπηλλάχθαι. πόνων.

### 270.3

Εκ. τί δ’ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,

### 270.4

Ἀνδρομάχα τάλαινα, τίν’ ἔχει τύχαν;

### 270.5

Τα. καὶ τήνδ’ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.

### 275.1

Εκ. ἐγὼ δὲ τῶι πρόσπολος ἁ τριτοβάμονος

### 275.2

δευομένα βάκτρου γεραιᾶι χερί;

### 275.3

Τα. Ἰθάκης Ὀδυσσεὺς ἔλαχ’ ἄναξ δούλην ς’ ἔχειν.

### 275.4

Εκ. ἒ ἔ.

### 275.5

ἄρασσε κρᾶτα κούριμον,

### 280.1

ἕλκ’ ὀνύχεσσι δίπτυχον παρειάν.

### 280.2

ἰώ μοί μοι.

### 280.3

μυσαρῶι δολίωι λέλογχα

### 280.4

φωτὶ δουλεύειν,

### 280.5

πολεμίωι δίκας, παρανόμωι δάκει,

### 285.1

ὃς πάντα τἀκεῖθεν ἐνθάδ〈ε στρέφει,

### 285.2

τὰ δ’〉 ἀντίπαλ’ αὖθις ἐκεῖσε διπτύχωι γλώσσαι,

### 285.3

φίλα τὰ πρότερ’ ἄφιλα τιθέμενος πάλιν.

### 285.4

†γοᾶσθ’, ὦ Τρωιάδες, με.

### 290.1

βέβακα δύσποτμος οἴχομαι ἁ†

### 290.2

τάλαινα δυστυχεστάτωι

### 291.1

προσέπεσον κλήρωι.

### 291.2

Χο. τὸ μὲν σὸν οἶσθα, πότνια· τὰς δ’ ἐμὰς τύχας

### 291.3

τίς ἆρ’ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;

### 291.4

Τα. ἴτ’, ἐκκομίζειν δεῦρο Κασσάνδραν χρεὼν

### 295.1

ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτηι

### 295.2

ἐς χεῖρα δούς νιν εἶτα τὰς εἰληγμένας

### 295.3

καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.

### 295.4

ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;

### 295.5

πιμπρᾶσιν, ἢ τί δρῶσι, Τρωιάδες μυχούς, ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς

### 295.6

πρὸς Ἄργος, αὑτῶν τ’ ἐκπυροῦσι σώματα

### 295.7

θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον

### 295.8

ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.

### 295.9

ἄνοιγ’ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον

### 305.1

ἐχθρὸν δ’ Ἀχαιοῖς εἰς ἔμ’ αἰτίαν βάληι.

### 305.2

Εκ. οὐκ ἔστιν· οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ μαινὰς θοάζει δεῦρο Κασσάνδρα δρόμωι.

### 305.3

ΚΑΣΣΑΝΔΡΑ

### 308.1

ἄνεχε, πάρεχε, φῶς φέρε· σέβω φλέγω—

### 308.2

ἰδοὺ ἰδού—

### 310.1

λαμπάσι τόδ’ ἱερόν. ὦ Ὑμέναι’ ἄναξ·

### 310.2

μακάριος ὁ γαμέτας,

### 310.3

μακαρία δ’ ἐγὼ βασιλικοῖς λέκτροις

### 310.4

κατ’ Ἄργος ἁ γαμουμένα.

### 310.5

Ὑμὴν ὦ Ὑμέναι’ ἄναξ.

### 315.1

ἐπεὶ σύ, μᾶτερ, †ἐπὶ δάκρυσι καὶ†

### 315.2

γόοισι τὸν θανόντα πατέρα πατρίδα τε

### 318.1

φίλαν καταστένους’ ἔχεις,

### 318.2

ἐγὼ δ’ ἐπὶ γάμοις ἐμοῖς

### 320.1

ἀναφλέγω πυρὸς φῶς

### 320.2

ἐς αὐγάν, ἐς αἴγλαν,

### 320.3

διδοῦς’, ὦ Ὑμέναιε, σοί,

### 320.4

διδοῦς’, ὦ Ἑκάτα, φάος

### 320.5

παρθένων ἐπὶ λέκτροις

### 324

ἇι νόμος ἔχει.

### 325.1

πάλλε πόδ’ αἰθέριον, 〈ἄναγ’〉 ἄναγε χορόν—

### 325.2

εὐὰν εὐοῖ—

### 325.3

ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις

### 325.4

τύχαις. ὁ χορὸς ὅσιος.

### 325.5

ἄγε σὺ Φοῖβέ νιν· κατὰ σὸν ἐν δάφναις

### 330.1

ἀνάκτορον θυηπολῶ.

### 330.2

Ὑμὴν ὦ Ὑμέναι’ Ὑμήν.

### 330.3

χόρευε, μᾶτερ, χόρευμ’ ἄναγε, πόδα σὸν

### 330.4

ἕλισσε τᾶιδ’ ἐκεῖσε μετ’ ἐμέθεν ποδῶν

### 330.5

φέρουσα φιλτάταν βάσιν.

### 335.1

βόασον ὑμέναιον ὢ

### 335.2

μακαρίαις ἀοιδαῖς

### 335.3

ἰαχαῖς τε νύμφαν.

### 335.4

ἴτ’, ὦ καλλίπεπλοι Φρυγῶν

### 335.5

κόραι, μέλπετ’ ἐμῶν γάμων

### 340

τὸν πεπρωμένον εὐνᾶι

### 340.1

πόσιν ἐμέθεν.

### 340.2

Χο. βασίλεια, βακχεύουσαν οὐ λήψηι κόρην,

### 340.3

μὴ κοῦφον ἄρηι βῆμ’ ἐς Ἀργείων στρατόν;

### 340.4

Εκ. Ἥφαιστε, δαιδουχεῖς μὲν ἐν γάμοις βροτῶν,

### 340.5

ἀτὰρ λυγράν γε τήνδ’ ἀναιθύσσεις φλόγα

### 345.1

ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον, ὡς οὐχ ὑπ’ αἰχμῆς 〈σ’〉 οὐδ’ ὑπ’ Ἀργείου δορὸς

### 345.2

γάμους γαμεῖσθαι τούσδ’ ἐδόξαζόν ποτε.

### 345.3

παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς

### 345.4

μαινὰς θοάζους’, οὐδὲ σαῖς τύχαις, τέκνον, σεσωφρόνηκας ἀλλ’ ἔτ’ ἐν ταὐτῶι μένεις.

### 345.5

ἐσφέρετε πεύκας δάκρυά τ’ ἀνταλλάσσετε

### 345.6

τοῖς τῆσδε μέλεσι, Τρωιάδες, γαμηλίοις.

### 345.7

Κα. μῆτερ, πύκαζε κρᾶτ’ ἐμὸν νικηφόρον

### 345.8

καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·

### 355.1

καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ’ ἦι

### 355.2

ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,

### 355.3

Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον

### 355.4

ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.

### 355.5

κτενῶ γὰρ αὐτὸν κἀντιπορθήσω δόμους

### 360.1

ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦς’ ἐμοῦ.

### 360.2

ἀλλ’ αὔτ’ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,

### 360.3

ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἀτέρων,

### 360.4

μητροκτόνους τ’ ἀγῶνας, οὓς οὑμοὶ γάμοι

### 360.5

θήσουσιν, οἴκων τ’ Ἀτρέως ἀνάστασιν.

### 365.1

πόλιν δὲ δείξω τήνδε μακαριωτέραν

### 365.2

ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ’ ὅμως

### 365.3

τοσόνδε γ’ ἔξω στήσομαι βακχευμάτων·

### 365.4

οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.

### 370.1

ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ

### 370.2

τὰ φίλτατ’ ὤλες’, ἡδονὰς τὰς οἴκοθεν

### 370.3

τέκνων ἀδελφῶι δοὺς γυναικὸς οὕνεκα,

### 370.4

καὶ ταῦθ’ ἑκούσης κοὐ βίαι λεληισμένης.

### 370.5

ἐπεὶ δ’ ἐπ’ ἀκτὰς ἤλυθον Σκαμανδρίους,

### 375.1

ἔθνηισκον, οὐ γῆς ὅρι’ ἀποστερούμενοι

### 375.2

οὐδ’ ὑψίπυργον πατρίδ’· οὓς δ’ Ἄρης ἕλοι,

### 375.3

οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν

### 375.4

πέπλοις συνεστάλησαν, ἐν ξένηι δὲ γῆι

### 375.5

κεῖνται. τὰ δ’ οἴκοι τοῖσδ’ ὅμοι’ ἐγίγνετο·

### 380.1

χῆραί γ’ ἔθνηισκον, οἱ δ’ ἄπαιδες ἐν δόμοις

### 380.2

ἄλλως τέκν’ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις

### 380.3

ἔσθ’ ὅστις αὐτῶν αἶμα γῆι δωρήσεται.

### 380.4

[ἦ τοῦδ’ ἐπαίνου τὸ στράτευμ’ ἐπάξιον.

### 380.5

σιγᾶν ἄμεινον τἀισχρά, μηδὲ μοῦσά μοι

### 385.1

γένοιτ’ ἀοιδὸς ἥτις ὑμνήσει κακά.]

### 385.2

Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,

### 385.3

ὑπὲρ πάτρας ἔθνηισκον· οὓς δ’ ἕλοι δόρυ,

### 385.4

νεκροί γ’ ἐς οἴκους φερόμενοι φίλων ὕπο

### 385.5

ἐν γῆι πατρώιαι περιβολὰς εἶχον χθονός,

### 390.1

χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·

### 390.2

ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχηι Φρυγῶν,

### 390.3

ἀεὶ κατ’ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις ὤικουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.

### 390.4

τὰ δ’ Ἕκτορός σοι λύπρ’ ἄκουσον ὡς ἔχει·

### 395.1

δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,

### 395.2

καὶ τοῦτ’ Ἀχαιῶν ἵξις ἐξεργάζεται·

### 395.3

εἰ δ’ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθαν’ ἄν.

### 395.4

Πάρις δ’ ἔγημε τὴν Διός· γήμας δὲ μή,

### 395.5

σιγώμενον τὸ κῆδος εἶχ’ ἂν ἐν δόμοις. φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·

### 395.6

εἰ δ’ ἐς τόδ’ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει

### 395.7

καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.

### 395.8

ὧν οὕνεκ’ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,

### 395.9

οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ

### 405.1

καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.

### 405.2

Χο. ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾶις

### 405.3

μέλπεις θ’ ἃ μέλπους’ οὐ σαφῆ δείξεις ἴσως.

### 405.4

Τα. εἰ μή ς’ Ἀπόλλων ἐξεβάκχευσεν φρένας,

### 405.5

οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας

### 410.1

τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.

### 410.2

ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ

### 410.3

οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.

### 410.4

ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,

### 410.5

Ἀτρέως φίλος παῖς, τῆσδ’ ἔρωτ’ ἐξαίρετον

### 415.1

μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμ’ ἐγώ,

### 415.2

ἀτὰρ λέχος γε τῆσδ’ ἂν οὐκ ἠιτησάμην.

### 415.3

καὶ σοῦ μέν (οὐ γὰρ ἀρτίας ἔχεις φρένας)

### 415.4

Ἀργεῖ’ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις

### 415.5

ἀνέμοις φέρεσθαι παραδίδωμ’· ἕπου δέ μοι

### 420.1

πρὸς ναῦς, καλὸν νύμφευμα τῶι στρατηλάτηι.

### 420.2

σὺ δ’, ἡνίκ’ ἄν σε Λαρτίου χρήζηι τόκος

### 420.3

ἄγειν, ἕπεσθαι· σώφρονος δ’ ἔσηι λάτρις

### 420.4

γυναικός, ὥς φας’ οἱ μολόντες Ἴλιον.

### 420.5

Κα. ἦ δεινὸς ὁ λάτρις. τί ποτ’ ἔχουσι τοὔνομα

### 425.1

κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,

### 425.2

οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;

### 425.3

σὺ τὴν ἐμὴν φὴις μητέρ’ εἰς Ὀδυσσέως

### 425.4

ἥξειν μέλαθρα; ποῦ δ’ Ἀπόλλωνος λόγοι,

### 425.5

οἵ φασιν αὐτὴν εἰς ἔμ’ ἡρμηνευμένοι

### 430.1

αὐτοῦ θανεῖσθαι; τἄλλα δ’ οὐκ ὀνειδιῶ.

### 430.2

δύστηνος, οὐκ οἶδ’ οἷά νιν μένει παθεῖν·

### 430.3

ὡς χρυσὸς αὐτῶι τἀμὰ καὶ Φρυγῶν κακὰ

### 430.4

δόξει ποτ’ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη

### 430.5

πρὸς τοῖσιν ἐνθάδ’ ἵξεται μόνος πάτραν

### 435

〈〉

### 435.1

†οὗ δὴ στενὸν δίαυλον ὤικισται πέτρας†

### 435.2

δεινὴ Χάρυβδις ὠμοβρώς τ’ ὀρειβάτης Κύκλωψ Λιγυστίς θ’ ἡ συῶν μορφώτρια

### 435.3

Κίρκη θαλάσσης θ’ ἁλμυρᾶς ναυάγια

### 435.4

λωτοῦ τ’ ἔρωτες Ἡλίου θ’ ἁγναὶ βόες,

### 440.1

αἳ σαρξὶ φοινίαισιν ἥσουσίν ποτε

### 440.2

πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,

### 440.3

ζῶν εἶς’ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ

### 440.4

κάκ’ ἐν δόμοισι μυρί’ εὑρήσει μολών.

### 440.5

ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;

### 445.1

στεῖχ’ ὅπως τάχιστ’· ἐν Ἅιδου νυμφίωι γημώμεθα.

### 445.2

ἦ κακὸς κακῶς ταφήσηι νυκτός, οὐκ ἐν ἡμέραι,

### 445.3

ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.

### 445.4

κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ’ ἐκβεβλημένην

### 445.5

ὕδατι χειμάρρωι ῥέουσαι νυμφίου πέλας τάφου θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.

### 445.6

ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ’ εὔια,

### 445.7

χαίρετ’· ἐκλέλοιφ’ ἑορτὰς αἷς πάροιθ’ ἠγαλλόμην.

### 445.8

ἴτ’ ἀπ’ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ’ οὖς’ ἁγνὴ χρόα

### 445.9

δῶ θοαῖς αὔραις φέρεσθαι σοὶ τάδ’, ὦ μαντεῖ’ ἄναξ.

### 455

ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ πόδ’ ἐμβαίνειν

### 455.1

με χρή; οὐκέτ’ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,

### 455.2

ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ’ ἐξάξων χθονός.

### 455.3

χαῖρέ μοι, μῆτερ· δακρύσηις μηδέν· ὦ φίλη πατρίς,

### 455.4

οἵ τε γῆς ἔνερθ’ ἀδελφοὶ χὠ τεκὼν ἡμᾶς πατήρ,

### 460.1

οὐ μακρὰν δέξεσθέ μ’· ἥξω δ’ ἐς νεκροὺς νικηφόρος

### 460.2

καὶ δόμους πέρσας’ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ’ ὕπο.

### 460.3

Χο. Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε

### 460.4

δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;

### 460.5

οὐκ ἀντιλήψεσθ’; ἦ μεθήσετ’, ὦ κακαί,

### 465.1

γραῖαν πεσοῦσαν; αἴρετ’ εἰς ὀρθὸν δέμας.

### 465.2

Εκ. ἐᾶτέ μ’ (οὔτοι φίλα τὰ μὴ φίλ’, ὦ κόραι)

### 465.3

κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια

### 465.4

πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.

### 465.5

ὦ θεοί· κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,

### 470.1

ὅμως δ’ ἔχει τι σχῆμα κικλήσκειν θεούς,

### 470.2

ὅταν τις ἡμῶν δυστυχῆ λάβηι τύχην.

### 470.3

πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾶισαι φίλον·

### 470.4

τοῖς γὰρ κακοῖσι πλείον’ οἶκτον ἐμβαλῶ.

### 470.5

ἦ μὲν τύραννος κἀς τύρανν’ ἐγημάμην,

### 475.1

κἀνταῦθ’ ἀριστεύοντ’ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὑπερτάτους Φρυγῶν·

### 475.2

οὓς Τρωιὰς οὐδ’ Ἑλληνὶς οὐδὲ βάρβαρος

### 475.3

γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.

### 475.4

κἀκεῖνά τ’ εἶδον δορὶ πεσόνθ’ Ἑλληνικῶι

### 480.1

τρίχας τ’ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,

### 480.2

καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα

### 480.3

κλύους’ ἔκλαυσα, τοῖσδε δ’ εἶδον ὄμμασιν

### 480.4

αὐτὴ κατασφαγέντ’ ἐφ’ ἑρκείωι πυρᾶι,

### 480.5

πόλιν θ’ ἁλοῦσαν. ἃς δ’ ἔθρεψα παρθένους

### 485.1

ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,

### 485.2

ἄλλοισι θρέψας’ ἐκ χερῶν ἀφηιρέθην·

### 485.3

κοὔτ’ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι

### 485.4

αὐτή τ’ ἐκείνας οὐκέτ’ ὄψομαί ποτε.

### 485.5

τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,

### 490.1

δούλη γυνὴ γραῦς Ἑλλάδ’ εἰσαφίξομαι.

### 490.2

ἃ δ’ ἐστὶ γήραι τῶιδ’ ἀσυμφορώτατα,

### 490.3

τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν

### 490.4

κλῆιδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,

### 490.5

ἢ σιτοποιεῖν κἀν πέδωι κοίτας ἔχειν

### 495.1

ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,

### 495.2

τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα

### 495.3

πέπλων λακίσματ’, ἀδόκιμ’ ὀλβίοις ἔχειν.

### 495.4

οἲ ’γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον, ὦ σύμβακχε Κασσάνδρα θεοῖς,

### 495.5

οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.

### 495.6

σύ τ’, ὦ τάλαινα, ποῦ ποτ’ εἶ, Πολυξένη;

### 495.7

ὡς οὔτε μ’ ἄρσην οὔτε θήλεια σπορὰ

### 495.8

πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.

### 505.1

τί δῆτά μ’ ὀρθοῦτ’; ἐλπίδων ποίων ὕπο;

### 505.2

ἄγετε τὸν ἁβρὸν δή ποτ’ ἐν Τροίαι πόδα,

### 505.3

νῦν δ’ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ

### 505.4

πέτρινά τε κρήδεμν’, ὡς πεσοῦς’ ἀποφθαρῶ

### 505.5

δακρύοις καταξανθεῖσα. τῶν δ’ εὐδαιμόνων

### 510.1

μηδένα νομίζετ’ εὐτυχεῖν, πρὶν ἂν θάνηι.

### 510.2

Χο. ἀμφί μοι Ἴλιον, ὦ

### 510.3

Μοῦσα, καινῶν ὕμνων

### 513-514

ἆισον σὺν δακρύοις ὠιδὰν ἐπικήδειον·

### 515.1

νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,

### 515.2

τετραβάμονος ὡς ὑπ’ ἀπήνας

### 517-518

Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,

### 519

ὅτ’ ἔλιπον ἵππον οὐράνια

### 520.1

βρέμοντα χρυσεοφάλαρον ἔνο‐

### 520.2

πλον ἐν πύλαις Ἀχαιοί·

### 520.3

ἀνὰ δ’ ἐβόασεν λεὼς

### 520.4

Τρωϊάδος ἀπὸ πέτρας σταθείς·

### 520.5

Ἴτ’, ὦ πεπαυμένοι πόνων,

### 525.1

τόδ’ ἱερὸν ἀνάγετε ξόανον

### 525.2

Ἰλιάδι Διογενεῖ κόραι.

### 525.3

τίς οὐκ ἔβα νεανίδων,

### 525.4

τίς οὐ γεραιὸς ἐκ δόμων;

### 525.5

κεχαρμένοι δ’ ἀοιδαῖς

### 530.1

δόλιον ἔσχον ἄταν.

### 530.2

πᾶσα δὲ γέννα Φρυγῶν

### 530.3

πρὸς πύλας ὡρμάθη,

### 533-534

πεύκαν οὐρεΐαν, ξεστὸν λόχον Ἀργείων,

### 535.1

καὶ Δαρδανίας ἄταν θεᾶι δώσων,

### 535.2

χάριν ἄζυγος ἀμβροτοπώλου·

### 538.1

κλωστοῦ δ’ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ

### 538.2

σκάφος κελαινὸν εἰς ἕδρανα

### 540.1

λάϊνα δάπεδά τε, φονέα πατρί‐

### 540.2

δι, Παλλάδος θέσαν θεᾶς.

### 540.3

ἐπὶ δὲ πόνωι καὶ χαρᾶι

### 540.4

νύχιον ἐπεὶ κνέφας παρῆν,

### 540.5

Λίβυς τε λωτὸς ἐκτύπει

### 545.1

Φρύγιά τε μέλεα, παρθένοι δ’

### 545.2

ἄειρον ἅμα κρότον ποδῶν

### 545.3

βοάν τ’ ἔμελπον εὔφρον’, ἐν

### 545.4

δόμοις δὲ παμφαὲς σέλας πυρὸς μέλαιναν αἴγλαν †ἔδωκεν ὕπνωι†.

### 545.5

ἐγὼ δὲ τὰν ὀρεστέραν

### 545.6

τότ’ ἀμφὶ μέλαθρα παρθένον

### 554

Διὸς κόραν ἐμελπόμαν

### 555.1

χοροῖσι· φοινία δ’ ἀνὰ

### 555.2

πτόλιν βοὰ κατέσχε Περ‐

### 555.3

γάμων ἕδρας· βρέφη δὲ φίλι‐

### 555.4

α περὶ πέπλους ἔβαλλε μα‐

### 555.5

τρὶ χεῖρας ἐπτοημένας.

### 560.1

λόχου δ’ ἐξέβαιν’ Ἄρης,

### 560.2

κόρας ἔργα Παλλάδος.

### 560.3

σφαγαὶ δ’ ἀμφιβώμιοι

### 560.4

Φρυγῶν ἔν τε δεμνίοις

### 560.5

καράτομος ἐρημία

### 565.1

νεανίδων στέφανον ἔφερεν

### 565.2

Ἑλλάδι κουροτρόφον,

### 565.3

Φρυγῶν δὲ πατρίδι πένθος.

### 565.4

Ἑκάβη, λεύσσεις τήνδ’ Ἀνδρομάχην

### 565.5

ξενικοῖς ἐπ’ ὄχοις πορθμευομένην;

### 570.1

παρὰ δ’ εἰρεσίαι μαστῶν ἕπεται

### 570.2

φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις. ποῖ ποτ’ ἀπήνης νώτοισι φέρηι,

### 570.3

δύστηνε γύναι,

### 570.4

πάρεδρος χαλκέοις Ἕκτορος ὅπλοις

### 575

σκύλοις τε Φρυγῶν δοριθηράτοις,

### 575.1

οἷσιν Ἀχιλλέως παῖς Φθιώτας

### 575.2

στέψει ναούς, ἀπὸ Τροίας;

### 575.3

ΑΝΔΡΟΜΑΧΗ

### 577.1

Ἀχαιοὶ δεσπόται μ’ ἄγουσιν.

### 577.2

Εκ. οἴμοι. Αν. τί παιᾶν’ ἐμὸν στενάζεις;

### 577.3

Εκ. αἰαῖ Αν. τῶνδ’ ἀλγέων

### 580.1

Εκ. ὦ Ζεῦ Αν. καὶ συμφορᾶς.

### 580.2

Εκ. τέκεα Αν. πρίν ποτ’ ἦμεν.

### 580.3

Εκ. βέβακ’ ὄλβος, βέβακε Τροία

### 580.4

Αν. τλάμων. Εκ. ἐμῶν τ’ εὐγένεια παίδων.

### 580.5

Αν. φεῦ φεῦ Εκ. φεῦ δῆτ’ ἐμῶν

### 585.1

Αν. κακῶν. Εκ. οἰκτρὰ τύχα

### 585.2

Αν. πόλεος Εκ. ἃ καπνοῦται.

### 585.3

Αν. μόλοις, ὦ πόσις μοι

### 585.4

Εκ. βοᾶις τὸν παρ’ Ἅιδαι

### 585.5

παῖδ’ ἐμόν, ὦ μελέα.

### 590.1

Αν. σᾶς δάμαρτος ἄλκαρ.

### 590.2

Αν. †σύ τ’†, ὦ λῦμ’ Ἀχαιῶν

### 590.3

Εκ. τέκνων δή ποθ’ ἁμῶν

### 590.4

πρεσβυγενὲς Πριάμωι.

### 590.5

Αν. κοιμίσαι μ’ ἐς Ἅιδου.

### 595.1

Αν. οἵδε πόθοι μεγάλοι Εκ. σχετλία, τάδε πάσχομεν ἄλγη

### 595.2

Αν. οἰχομένας πόλεως Εκ. ἐπὶ δ’ ἄλγεσιν ἄλγεα κεῖται.

### 595.3

Αν. δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,

### 595.4

ὃς λεχέων στυγερῶν χάριν ὤλεσε πέργαμα Τροίας·

### 595.5

αἱματόεντα δὲ θεᾶι παρὰ Παλλάδι σώματα νεκρῶν γυψὶ φέρειν τέταται· ζυγὰ δ’ ἤνυσε δούλια Τροίαι.

### 595.6

Εκ. ὦ πατρίς, ὦ μελέα Αν. καταλειπομέναν σε δακρύω

### 595.7

Εκ. νῦν τέλος οἰκτρὸν ὁρᾶις. Αν. καὶ ἐμὸν δόμον ἐνθ’ ἐλοχεύθην.

### 595.8

Εκ. ὦ τέκν’, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν.

### 595.9

†οἷος ἰάλεμος οἷά τε πένθη†

### 605

δάκρυά τ’ ἐκ δακρύων καταλείβεται 〈 〉

### 606-607

ἁμετέροισι δόμοις· ὁ θανὼν δ’ ἐπιλάθεται ἀλγέων.

### 608.1

Χο. ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσιν

### 608.2

θρήνων τ’ ὀδυρμοὶ μοῦσά θ’ ἣ λύπας ἔχει.

### 610.1

Αν. ὦ μῆτερ ἀνδρὸς ὅς ποτ’ Ἀργείων δορὶ

### 610.2

πλείστους διώλες’ Ἕκτορος, τάδ’ εἰσορᾶις;

### 610.3

Εκ. ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦς’ ἄνω

### 610.4

τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ’ ἀπώλεσαν.

### 610.5

Αν. ἀγόμεθα λεία σὺν τέκνωι· τὸ δ’ εὐγενὲς

### 615.1

ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ’ ἔχον.

### 615.2

Εκ. τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπ’ ἐμοῦ

### 615.3

βέβηκ’ ἀποσπασθεῖσα Κασσάνδρα βίαι.

### 615.4

Αν. φεῦ φεῦ·

### 618.1

ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος

### 618.2

παιδὸς πέφηνε σῆς· νοσεῖς δὲ χἄτερα.

### 620.1

Εκ. ὧν γ’ οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί μοι·

### 620.2

κακῶι κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

### 620.3

Αν. τέθνηκέ σοι παῖς πρὸς τάφωι Πολυξένη

### 620.4

σφαγεῖς’ Ἀχιλλέως, δῶρον ἀψύχωι νεκρῶι.

### 620.5

Εκ. οἲ ’γὼ τάλαινα· τοῦτ’ ἐκεῖν’ ὅ μοι πάλαι

### 625.1

Ταλθύβιος αἴνιγμ’ οὐ σαφῶς εἶπεν σαφές.

### 625.2

Αν. εἶδόν νιν αὐτὴ κἀποβᾶσα τῶνδ’ ὄχων ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.

### 625.3

Εκ. αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·

### 625.4

αἰαῖ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι.

### 630.1

Αν. ὄλωλεν ὡς ὄλωλεν· ἀλλ’ ὅμως ἐμοῦ

### 630.2

ζώσης γ’ ὄλωλεν εὐτυχεστέρωι πότμωι.

### 630.3

Εκ. οὐ ταὐτόν, ὦ παῖ, τῶι βλέπειν τὸ κατθανεῖν·

### 630.4

τὸ μὲν γὰρ οὐδέν, τῶι δ’ ἔνεισιν ἐλπίδες.

### 630.5

Αν. [ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον

### 635.1

ἄκουσον, ὥς σοι τέρψιν ἐμβάλω φρενί.]

### 635.2

τὸ μὴ γενέσθαι τῶι θανεῖν ἴσον λέγω,

### 635.3

τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.

### 635.4

†ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ἠισθημένος·†

### 635.5

ὁ δ’ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν

### 640.1

ψυχὴν ἀλᾶται τῆς πάροιθ’ εὐπραξίας.

### 640.2

κείνη δ’, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,

### 640.3

τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.

### 640.4

ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας

### 640.5

λαχοῦσα πλεῖστον τῆς τύχης ἡμάρτανον.

### 645.1

ἃ γὰρ γυναιξὶ σώφρον’ ἔσθ’ ηὑρημένα,

### 645.2

ταῦτ’ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας. πρῶτον μέν, ἔνθα (κἂν προσῆι κἂν μὴ προσῆι

### 645.3

ψόγος γυναιξίν) αὐτὸ τοῦτ’ ἐφέλκεται

### 645.4

κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·

### 645.5

ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη

### 645.6

οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον

### 645.7

οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.

### 645.8

γλώσσης τε σιγὴν ὄμμα θ’ ἥσυχον πόσει

### 655.1

παρεῖχον· ἤιδη δ’ ἅμ’ ἐχρῆν νικᾶν πόσιν

### 655.2

κείνωι τε νίκην ὧν ἐχρῆν παριέναι.

### 655.3

καὶ τῶνδε κληδὼν ἐς στράτευμ’ Ἀχαιικὸν

### 655.4

ἐλθοῦς’ ἀπώλεσέν μ’· ἐπεὶ γὰρ ἡιρέθην,

### 655.5

Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν

### 660.1

δάμαρτα· δουλεύσω δ’ ἐν αὐθεντῶν δόμοις.

### 660.2

κεἰ μὲν παρώσας’ Ἕκτορος φίλον κάρα

### 660.3

πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,

### 660.4

κακὴ φανοῦμαι τῶι θανόντι· τόνδε δ’ αὖ

### 660.5

στυγοῦς’ ἐμαυτῆς δεσπόταις μισήσομαι.

### 665.1

καίτοι λέγουσιν ὡς μί’ εὐφρόνη χαλαῖ

### 665.2

τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·

### 665.3

ἀπέπτυς’ αὐτὴν ἥτις ἄνδρα τὸν πάρος

### 665.4

καινοῖσι λέκτροις ἀποβαλοῦς’ ἄλλον φιλεῖ.

### 665.5

ἀλλ’ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῆι

### 670.1

τῆς συντραφείσης ῥαιδίως ἕλκει ζυγόν.

### 670.2

καίτοι τὸ θηριῶδες ἄφθογγόν τ’ ἔφυ

### 670.3

ξυνέσει τ’ ἄχρηστον τῆι φύσει τε λείπεται.

### 670.4

σὲ δ’, ὦ φίλ’ Ἕκτορ, εἶχον ἄνδρ’ ἀρκοῦντά μοι ξυνέσει γένει πλούτωι τε κἀνδρείαι μέγαν·

### 675.1

ἀκήρατον δέ μ’ ἐκ πατρὸς λαβὼν δόμων

### 675.2

πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.

### 675.3

καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ’ ἐγὼ

### 675.4

πρὸς Ἑλλάδ’ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.

### 675.5

ἆρ’ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν

### 680.1

Πολυξένης ὄλεθρος, ἣν καταστένεις;

### 680.2

ἐμοὶ γὰρ οὐδ’ ὃ πᾶσι λείπεται βροτοῖς

### 680.3

ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας

### 680.4

πράξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν.

### 680.5

Χο. ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ

### 685.1

τὸ σὸν διδάσκεις μ’ ἔνθα πημάτων κυρῶ.

### 685.2

Εκ. αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,

### 685.3

γραφῆι δ’ ἰδοῦσα καὶ κλύους’ ἐπίσταμαι.

### 685.4

ναύταις γὰρ ἢν μὲν μέτριος ἦι χειμὼν φέρειν,

### 685.5

προθυμίαν ἔχουσι σωθῆναι πόνων,

### 690.1

ὁ μὲν παρ’ οἴαχ’, ὁ δ’ ἐπὶ λαίφεσιν βεβώς,

### 690.2

ὁ δ’ ἄντλον εἴργων ναός· ἢν δ’ ὑπερβάληι

### 690.3

πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχηι

### 690.4

παρεῖσαν αὑτοὺς κυμάτων δραμήμασιν.

### 690.5

οὕτω δὲ κἀγὼ πόλλ’ ἔχουσα πήματα

### 695.1

ἄφθογγός εἰμι καὶ παρεῖς’ ἔχω στόμα·

### 695.2

νικᾶι γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.

### 695.3

ἀλλ’, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας ἔασον· οὐ μὴ δάκρυά νιν σώσηι τὰ σά.

### 695.4

τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν, φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.

### 695.5

κἂν δρᾶις τάδ’, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους

### 695.6

καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν

### 695.7

Τροίαι μέγιστον ὠφέλημ’, ἵν’ οἵ ποτε

### 695.8

ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν

### 705.1

κατοικίσειαν καὶ πόλις γένοιτ’ ἔτι.

### 705.2

ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,

### 705.3

τίν’ αὖ δέδορκα τόνδ’ Ἀχαιικὸν λάτριν

### 705.4

στείχοντα καινῶν ἄγγελον βουλευμάτων;

### 705.5

Τα. Φρυγῶν ἀρίστου πρίν ποθ’ Ἕκτορος δάμαρ,

### 710.1

μή με στυγήσηις· οὐχ ἑκὼν γὰρ ἀγγελῶ

### 710.2

Δαναῶν τε κοινὰ Πελοπιδῶν τ’ ἀγγέλματα.

### 710.3

Αν. τί δ’ ἔστιν; ὥς μοι φροιμίων ἄρχηι κακῶν.

### 710.4

Τα. ἔδοξε τόνδε παῖδα ... πῶς εἴπω λόγον;

### 710.5

Αν. μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;

### 715.1

Τα. οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.

### 715.2

Αν. ἀλλ’ ἐνθάδ’ αὐτὸν λείψανον Φρυγῶν λιπεῖν;

### 715.3

Τα. οὐκ οἶδ’ ὅπως σοι ῥαιδίως εἴπω κακά.

### 715.4

Αν. ἐπήινες’ αἰδῶ, πλὴν ἐὰν λέγηις κακά.

### 715.5

Τα. κτενοῦσι σὸν παῖδ’, ὡς πύθηι κακὸν μέγα.

### 720.1

Αν. οἴμοι, γάμων τόδ’ ὡς κλύω μεῖζον κακόν. Τα. νικᾶι δ’ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων

### 720.2

Αν. αἰαῖ μάλ’· οὐ γὰρ μέτρια πάσχομεν κακά.

### 720.3

Τα. λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρός

### 720.4

Αν. τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.

### 725.1

Τα. ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωϊκῶν ἄπο.

### 725.2

ἀλλ’ ὣς γενέσθω καὶ σοφωτέρα φανῆι·

### 725.3

μήτ’ ἀντέχου τοῦδ’, εὐγενῶς δ’ ἄλγει κακοῖς,

### 725.4

μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.

### 725.5

ἔχεις γὰρ ἀλκὴν οὐδαμῆι· σκοπεῖν δὲ χρή·

### 730.1

πόλις τ’ ὄλωλε καὶ πόσις, κρατῆι δὲ σύ,

### 730.2

ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν

### 730.3

οἷοί τε. τούτων οὕνεκ’ οὐ μάχης ἐρᾶν

### 730.4

οὐδ’ αἰσχρὸν οὐδὲν οὐδ’ ἐπίφθονόν σε δρᾶν

### 730.5

οὐδ’ αὖ ς’ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.

### 735.1

εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,

### 735.2

οὔτ’ ἂν ταφείη παῖς ὅδ’ οὔτ’ οἴκτου τύχοι.

### 735.3

σιγῶσα δ’ εὖ τε τὰς τύχας κεκτημένη

### 735.4

τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις

### 735.5

αὐτή τ’ Ἀχαιῶν πρευμενεστέρων τύχοις.

### 740.1

Αν. ὦ φίλτατ’, ὦ περισσὰ τιμηθεὶς τέκνον,

### 740.2

θανῆι πρὸς ἐχθρῶν μητέρ’ ἀθλίαν λιπών,

### 740.3

[ἡ τοῦ πατρὸς δέ ς’ εὐγένει’ ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,]

### 740.4

τὸ δ’ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθέ σοι πατρός.

### 745.1

ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,

### 745.2

οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,

### 745.3

οὐ σφάγιον 〈υἱὸν〉 Δαναΐδαις τέξους’ ἐμόν,

### 745.4

ἀλλ’ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.

### 745.5

ὦ παῖ, δακρύεις; αἰσθάνηι κακῶν σέθεν; τί μου δέδραξαι χερσὶ κἀντέχηι πέπλων,

### 745.6

νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;

### 745.7

οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ

### 745.8

γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,

### 745.9

οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·

### 755.1

λυγρὸν δὲ πήδημ’ ἐς τράχηλον ὑψόθεν

### 755.2

πεσὼν ἀνοίκτως πνεῦμ’ ἀπορρήξεις σέθεν.

### 755.3

ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,

### 755.4

ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα

### 755.5

ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ’ ὅδε,

### 760.1

μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.

### 760.2

νῦν, οὔποτ’ αὖθις, μητέρ’ ἀσπάζου σέθεν,

### 760.3

πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ’ ὠλένας

### 760.4

ἕλισς’ ἐμοῖς νώτοισι καὶ στόμ’ ἅρμοσον.

### 760.5

ὦ βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά,

### 765.1

τί τόνδε παῖδα κτείνετ’ οὐδὲν αἴτιον;

### 765.2

ὦ Τυνδάρειον ἔρνος, οὔποτ’ εἶ Διός,

### 765.3

πολλῶν δὲ πατέρων φημί ς’ ἐκπεφυκέναι, Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου

### 765.4

Φόνου τε Θανάτου θ’ ὅσα τε γῆ τρέφει κακά.

### 770.1

οὐ γάρ ποτ’ αὐχῶ Ζῆνά γ’ ἐκφῦσαί ς’ ἐγώ,

### 770.2

πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.

### 770.3

ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο

### 770.4

αἰσχρῶς τὰ κλεινὰ πεδί’ ἀπώλεσας Φρυγῶν.

### 770.5

〈ἀλλ’〉 ἄγετε φέρετε ῥίπτετ’, εἰ ῥίπτειν δοκεῖ·

### 775.1

δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν

### 775.2

διολλύμεσθα παιδί τ’ οὐ δυναίμεθ’ ἂν

### 775.3

θάνατον ἀρῆξαι. κρύπτετ’ ἄθλιον δέμας

### 775.4

καὶ ῥίπτετ’ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι

### 775.5

ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.

### 780.1

Χο. τάλαινα Τροία, μυρίους ἀπώλεσας

### 780.2

μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.

### 780.3

Τα. ἄγε, παῖ, φίλιον πρόσπτυγμα μεθεὶς

### 780.4

μητρὸς μογερᾶς, βαῖνε πατρώιων

### 780.5

πύργων ἐπ’ ἄκρας στεφάνας, ὅθι σοι

### 785.1

πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.

### 785.2

λαμβάνετ’ αὐτόν. τὰ δὲ τοιάδε χρὴ

### 785.3

κηρυκεύειν ὅστις ἄνοικτος

### 785.4

καὶ ἀναιδείαι τῆς ἡμετέρας

### 785.5

γνώμης μᾶλλον φίλος ἐστίν.

### 790.1

Εκ. ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,

### 790.2

συλώμεθα σὴν ψυχὴν ἀδίκως μήτηρ κἀγώ. τί πάθω; τί ς’ ἐγώ,

### 790.3

δύσμορε, δράσω; τάδε σοι δίδομεν

### 790.4

πλήγματα κρατὸς στέρνων τε κόπους·

### 795.1

τῶνδε γὰρ ἄρχομεν. οἲ ’γὼ πόλεως,

### 795.2

οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;

### 795.3

τίνος ἐνδέομεν μὴ οὐ πανσυδίαι

### 795.4

χωρεῖν ὀλέθρου διὰ παντός;

### 795.5

Χο. μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών, νάσου περικύμονος οἰκήσας ἕδραν

### 795.6

τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵν’ ἐλαίας

### 795.7

πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,

### 795.8

οὐράνιον στέφανον λιπαραῖσί 〈τε〉 κόσμον Ἀθάναις,

### 795.9

ἔβας ἔβας τῶι τοξοφόρωι συναρι‐

### 805.1

στεύων ἅμ’ Ἀλκμήνας γόνωι

### 805.2

Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν

### 805.3

ἁμετέραν τὸ πάροιθεν 〈〉

### 805.4

[ὅτ’ ἔβας ἀφ’ Ἑλλάδος]·

### 805.5

ὅθ’ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτιζόμενος

### 810

πώλων, Σιμόεντι δ’ ἐπ’ εὐρείται πλάταν

### 812.1

ἔσχασε ποντοπόρον καὶ ναύδετ’ ἀνήψατο πρυμνᾶν

### 812.2

καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,

### 812.3

Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου

### 815.1

πυρὸς 〈πυρὸσ〉 φοίνικι πνοᾶι καθελὼν

### 815.2

Τροίας ἐπόρθησε χθόνα.

### 815.3

δὶς δὲ δυοῖν πιτύλοιν τείχη πέρι

### 815.4

Δαρδανίδας φονία κατέλυσεν αἰχμά.

### 820

μάταν ἄρ’, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,

### 822.1

Λαομεδόντιε παῖ,

### 822.2

Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν.

### 825

ἁ δέ σε γειναμένα πυρὶ δαίεται,

### 827

ἠϊόνες δ’ ἅλιαι

### 829

ἴακχον οἰωνὸς οἷ‐

### 830.1

ον τέκνων ὕπερ βοῶς’,

### 830.2

ἇι μὲν εὐνάς, ἇι δὲ παῖδας,

### 830.3

ἇι δὲ ματέρας γεραιάς.

### 830.4

τὰ δὲ σὰ δροσόεντα λουτρὰ

### 830.5

γυμνασίων τε δρόμοι

### 835.1

βεβᾶσι, σὺ δὲ πρόσωπα νεα‐

### 835.2

ρὰ χάρισι παρὰ Διὸς θρόνοις

### 835.3

καλλιγάλανα τρέφεις. Πριάμοιο δὲ γαῖαν

### 839

Ἑλλὰς ὤλες’ αἰχμά.

### 840

Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτ’ ἦλθες

### 842

οὐρανίδαισι μέλων,

### 844

ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι

### 845

κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς

### 847.1

οὐκέτ’ ὄνειδος ἐρῶ·

### 847.2

τὸ τᾶς δὲ λευκοπτέρου

### 847.3

φίλιον Ἁμέρας βροτοῖς φέγγος ὀλοὸν εἶδε γαίας,

### 847.4

εἶδε Περγάμων ὄλεθρον,

### 853.1

τεκνοποιὸν ἔχουσα τᾶσδε

### 853.2

γᾶς πόσιν ἐν θαλάμοις,

### 855.1

ὃν ἀστέρων τέθριππος ἔλα‐

### 855.2

βε χρύσεος ὄχος ἀναρπάσας,

### 855.3

ἐλπίδα γᾶι πατρίαι μεγάλαν. τὰ θεῶν δὲ

### 855.4

φίλτρα φροῦδα Τροίαι.

### 855.5

ΜΕΝΕΛΑΟΣ

### 860.1

ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,

### 860.2

ἐν ὧι δάμαρτα τὴν ἐμὴν χειρώσομαι

### 860.3

[Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ

### 860.4

Μενέλαός εἰμι καὶ στράτευμ’ Ἀχαιικόν].

### 860.5

ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με

### 865.1

γυναικὸς οὕνεκ’, ἀλλ’ ἐπ’ ἄνδρ’ ὃς ἐξ ἐμῶν

### 865.2

δόμων δάμαρτα ξεναπάτης ἐλήισατο.

### 865.3

κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην

### 865.4

αὐτός τε καὶ γῆ δορὶ πεσοῦς’ Ἑλληνικῶι.

### 865.5

ἥκω δὲ τὴν Λάκαιναν (οὐ γὰρ ἡδέως

### 870.1

ὄνομα δάμαρτος ἥ ποτ’ ἦν ἐμὴ λέγω)

### 870.2

ἄξων· δόμοις γὰρ τοῖσδ’ ἐν αἰχμαλωτικοῖς

### 870.3

κατηρίθμηται Τρωιάδων ἄλλων μέτα.

### 870.4

οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορὶ

### 870.5

κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν

### 875.1

θέλοιμ’ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.

### 875.2

ἐμοὶ δ’ ἔδοξε τὸν μὲν ἐν Τροίαι μόρον

### 875.3

Ἑλένης ἐᾶσαι, ναυπόρωι δ’ ἄγειν πλάτηι

### 875.4

Ἑλληνίδ’ ἐς γῆν κἆιτ’ ἐκεῖ δοῦναι κτανεῖν,

### 875.5

ποινὰς ὅσων τεθνᾶς’ ἐν Ἰλίωι φίλοι.

### 880.1

ἀλλ’ εἶα χωρεῖτ’ ἐς δόμους, ὀπάονες,

### 880.2

κομίζετ’ αὐτὴν τῆς μιαιφονωτάτης

### 880.3

κόμης ἐπισπάσαντες· οὔριοι δ’ ὅταν

### 880.4

πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.

### 880.5

Εκ. ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,

### 885.1

ὅστις ποτ’ εἶ σύ, δυστόπαστος εἰδέναι,

### 885.2

Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,

### 885.3

προσηυξάμην σε· πάντα γὰρ δι’ ἀψόφου

### 885.4

βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ’ ἄγεις.

### 885.5

Με. τί δ’ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.

### 890.1

Εκ. αἰνῶ σε, Μενέλα’, εἰ κτενεῖς δάμαρτα σήν.

### 890.2

ὁρᾶν δὲ τήνδε φεῦγε, μή ς’ ἕληι πόθωι.

### 890.3

αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ’, ἐξαιρεῖ πόλεις, πίμπρησιν οἴκους· ὧδ’ ἔχει κηλήματα.

### 890.4

ἐγώ νιν οἷδα καὶ σὺ χοἰ πεπονθότες.

### 895

ΕΛΕΝΗ

### 895.1

Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου

### 895.2

τόδ’ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν

### 895.3

βίαι πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.

### 895.4

ἀτὰρ σχεδὸν μὲν οἶδά σοι στυγουμένη,

### 895.5

ὅμως δ’ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;

### 895.6

Με. οὐκ εἰς ἀκριβὲς ἦλθεν ἀλλ’ ἅπας στρατὸς

### 895.7

κτανεῖν ἐμοί ς’ ἔδωκεν, ὅνπερ ἠδίκεις.

### 895.8

Ελ. ἔξεστιν οὖν πρὸς ταῦτ’ ἀμείψασθαι λόγωι,

### 895.9

ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;

### 905.1

Με. οὐκ ἐς λόγους ἐλήλυθ’ ἀλλά σε κτενῶν.

### 905.2

Εκ. ἄκουσον αὐτῆς, μὴ θάνηι τοῦδ’ ἐνδεής,

### 905.3

Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους

### 905.4

ἡμῖν κατ’ αὐτῆς· τῶν γὰρ ἐν Τροίαι κακῶν

### 905.5

οὐδὲν κάτοισθα. συντεθεὶς δ’ ὁ πᾶς λόγος

### 910.1

κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.

### 910.2

Με. σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,

### 910.3

ἔξεστι. τῶν σῶν δ’ οὕνεχ’, ὡς μάθηις, λόγων

### 910.4

δώσω τόδ’ αὐτῆι· τῆσδε δ’ οὐ δώσω χάριν.

### 910.5

Ελ. ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,

### 915.1

οὐκ ἀνταμείψηι πολεμίαν ἡγούμενος.

### 915.2

ἐγὼ δ’, ἅ ς’ οἶμαι διὰ λόγων ἰόντ’ ἐμοῦ κατηγορήσειν, ἀντιθεῖς’ ἀμείψομαι

### 915.3

[τοῖς σοῖσι τἀμὰ καὶ τὰ ς’ αἰτιάματα].

### 915.4

πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,

### 920.1

Πάριν τεκοῦσα· δεύτερον δ’ ἀπώλεσεν

### 920.2

Τροίαν τε κἄμ’ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,

### 920.3

δαλοῦ πικρὸν μίμημ’, Ἀλέξανδρον τότε.

### 920.4

ἐνθένδε τἀπίλοιπ’ ἄκουσον ὡς ἔχει.

### 920.5

ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·

### 925.1

καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρωι δόσις

### 925.2

Φρυξὶ στρατηγοῦνθ’ Ἑλλάδ’ ἐξανιστάναι·

### 925.3

Ἥρα δ’ ὑπέσχετ’ Ἀσιάδ’ Εὐρώπης θ’ ὅρους

### 925.4

τυραννίδ’ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·

### 925.5

Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη

### 930.1

δώσειν ὑπέσχετ’, εἰ θεὰς ὑπερδράμοι

### 930.2

κάλλει. τὸν ἔνθεν δ’ ὡς ἔχει σκέψαι λόγον·

### 930.3

νικᾶι Κύπρις θεάς, καὶ τοσόνδ’ οὑμοὶ γάμοι

### 930.4

ὤνησαν Ἑλλάδ’· οὐ κρατεῖσθ’ ἐκ βαρβάρων,

### 930.5

οὔτ’ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.

### 935.1

ἃ δ’ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ

### 935.2

εὐμορφίαι πραθεῖσα, κὠνειδίζομαι

### 935.3

ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάραι λαβεῖν.

### 935.4

οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν, ὅπως ἀφώρμης’ ἐκ δόμων τῶν σῶν λάθραι.

### 940.1

ἦλθ’ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα

### 940.2

ὁ τῆσδ’ ἀλάστωρ, εἴτ’ Ἀλέξανδρον θέλεις

### 940.3

ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·

### 940.4

ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν

### 940.5

Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.

### 945

εἶἑν.

### 945.1

οὐ ς’, ἀλλ’ ἐμαυτὴν τοὐπὶ τῶιδ’ ἐρήσομαι·

### 945.2

τί δὴ φρονοῦσά γ’ ἐκ δόμων ἅμ’ ἑσπόμην

### 945.3

ξένωι, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;

### 945.4

τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,

### 945.5

ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δ’ ἐμοί.

### 945.6

ἔνθεν δ’ ἔχοις ἂν εἰς ἔμ’ εὐπρεπῆ λόγον·

### 945.7

ἐπεὶ θανὼν γῆς ἦλθ’ Ἀλέξανδρος μυχούς,

### 945.8

χρῆν μ’, ἡνίκ’ οὐκ ἦν θεοπόνητά μου λέχη,

### 945.9

λιποῦσαν οἴκους ναῦς ἔπ’ Ἀργείων μολεῖν.

### 955.1

ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι

### 955.2

πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,

### 955.3

οἳ πολλάκις μ’ ἐφηῦρον ἐξ ἐπάλξεων

### 955.4

πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.

### 955.5

[βίαι δ’ ὁ καινός μ’ οὗτος ἁρπάσας πόσις

### 960.1

Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.]

### 960.2

πῶς οὖν ἔτ’ ἂν θνήισκοιμ’ ἂν ἐνδίκως, πόσι,

### post 961

〈〉

### 962.1

πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίαι γαμεῖ,

### 962.2

τὰ δ’ οἴκοθεν κεῖν’ ἀντὶ νικητηρίων

### 962.3

πικρῶς ἐδούλως’; εἰ δὲ τῶν θεῶν κρατεῖν

### 965.1

βούληι, τὸ χρήιζειν ἀμαθές ἐστί σου τόδε.

### 965.2

Χο. βασίλει’, ἄμυνον σοῖς τέκνοισι καὶ πάτραι

### 965.3

πειθὼ διαφθείρουσα τῆσδ’, ἐπεὶ λέγει

### 965.4

καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.

### 965.5

Εκ. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι

### 970.1

καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.

### 970.2

ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα

### 970.3

οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,

### 970.4

ὥσθ’ ἡ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,

### 970.5

Παλλὰς δ’ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ.

### 975.1

οὐ παιδιαῖσι καὶ χλιδῆι μορφῆς πέρι

### 975.2

ἦλθον πρὸς Ἴδην· τοῦ γὰρ οὕνεκ’ ἂν θεὰ

### 975.3

Ἥρα τοσοῦτον ἔσχ’ ἔρωτα καλλονῆς;

### 975.4

πότερον ἀμείνον’ ὡς λάβηι Διὸς πόσιν;

### 975.5

ἢ γάμον Ἀθάνα θεῶν τινος θηρωμένη,

### 980.1

ἣ παρθένειαν πατρὸς ἐξηιτήσατο

### 980.2

φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς

### 980.3

τὸ σὸν κακὸν κοσμοῦσα, μὴ 〈οὐ〉 πείσηις σοφούς.

### 980.4

Κύπριν δ’ ἔλεξας (ταῦτα γὰρ γέλως πολύς)

### 980.5

ἐλθεῖν ἐμῶι ξὺν παιδὶ Μενέλεω δόμους.

### 985.1

οὐκ ἂν μένους’ ἂν ἥσυχός ς’ ἐν οὐρανῶι

### 985.2

αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;

### 985.3

ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,

### 985.4

ὁ σὸς δ’ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·

### 985.5

τὰ μῶρα γὰρ πάντ’ ἐστὶν Ἀφροδίτη βροτοῖς,

### 990.1

καὶ τοὔνομ’ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιν

### 990.2

χρυσῶι τε λαμπρὸν ἐξεμαργώθης φρένας.

### 990.3

ἐν μὲν γὰρ Ἄργει σμίκρ’ ἔχους’ ἀνεστρέφου,

### 990.4

Σπάρτης δ’ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν

### 995.1

χρυσῶι ῥέουσαν ἤλπισας κατακλύσειν

### 995.2

δαπάναισιν· οὐδ’ ἦν ἱκανά σοι τὰ Μενέλεω

### 995.3

μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.

### 995.4

εἶἑν· βίαι γὰρ παῖδα φήις 〈σ’〉 ἄγειν ἐμόν·

### 995.5

τίς Σπαρτιατῶν ἤισθετ’; ἢ ποίαν βοὴν ἀνωλόλυξας, Κάστορος νεανίου

### 995.6

τοῦ συζύγου τ’ ἔτ’ ὄντος, οὐ κατ’ ἄστρα πω;

### 995.7

ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου

### 995.8

κατ’ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,

### 995.9

εἰ μὲν τὰ τοῦδε κρείσσον’ ἀγγέλλοιτό σοι,

### 1005.1

Μενέλαον ἤινεις, παῖς ὅπως λυποῖτ’ ἐμὸς

### 1005.2

ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·

### 1005.3

εἰ δ’ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.

### 1005.4

ἐς τὴν τύχην δ’ ὁρῶσα τοῦτ’ ἤσκεις, ὅπως

### 1005.5

ἕποι’ ἅμ’ αὐτῆι, τἀρετῆι δ’ οὐκ ἤθελες.

### 1010.1

κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις

### 1010.2

πύργων καθιεῖς’, ὡς μένους’ ἀκουσίως.

### 1010.3

ποῦ δῆτ’ ἐλήφθης ἢ βρόχοις ἀρτωμένη

### 1010.4

ἢ φάσγανον θήγους’, ἃ γενναία γυνὴ

### 1010.5

δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;

### 1015.1

καίτοι ς’ ἐνουθέτουν γε πολλὰ πολλάκις·

### 1015.2

Ὦ θύγατερ, ἔξελθ’· οἱ δ’ ἐμοὶ παῖδες γάμους

### 1015.3

ἄλλους γαμοῦσι, σὲ δ’ ἐπὶ ναῦς Ἀχαιικὰς πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης

### 1015.4

Ἕλληνας ἡμᾶς τ’. ἀλλὰ σοὶ τόδ’ ἦν πικρόν.

### 1020.1

ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις

### 1020.2

καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ’ ἤθελες·

### 1020.3

μεγάλα γὰρ ἦν σοι. κἀπὶ τοῖσδε σὸν δέμας

### 1020.4

ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει

### 1020.5

τὸν αὐτὸν αἰθέρ’, ὦ κατάπτυστον κάρα·

### 1025.1

ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,

### 1025.2

φρίκηι τρέμουσαν, κρᾶτ’ ἀπεσκυθισμένην

### 1025.3

ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον

### 1025.4

ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.

### 1025.5

Μενέλα’, ἵν’ εἰδῆις οἷ τελευτήσω λόγον,

### 1030.1

στεφάνωσον Ἑλλάδ’ ἀξίως τήνδε κτανὼν

### 1030.2

σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς

### 1030.3

γυναιξί, θνήισκειν ἥτις ἂν προδῶι πόσιν.

### 1030.4

Χο. Μενέλαε, προγόνων τ’ ἀξίως δόμων τε σῶν

### 1030.5

τεῖσαι δάμαρτα κἀφελοῦ πρὸς Ἑλλάδος

### 1035.1

ψόγον τὸ θῆλύ τ’, εὐγενὴς ἐχθροῖς φανείς.

### 1035.2

Με. ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,

### 1035.3

ἑκουσίως τήνδ’ ἐκ δόμων ἐλθεῖν ἐμῶν

### 1035.4

ξένας ἐς εὐνάς· χἠ Κύπρις κόμπου χάριν

### 1035.5

λόγοις ἐνεῖται. βαῖνε λευστήρων πέλας

### 1040.1

πόνους τ’ Ἀχαιῶν ἀπόδος ἐν σμικρῶι μακροὺς

### 1040.2

θανοῦς’, ἵν’ εἰδῆις μὴ καταισχύνειν ἐμέ.

### 1040.3

Ελ. μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν

### 1040.4

προσθεὶς ἐμοὶ κτάνηις με, συγγίγνωσκε δέ.

### 1040.5

Εκ. μηδ’ οὓς ἀπέκτειν’ ἥδε συμμάχους προδῶις·

### 1045.1

ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. Με. παῦσαι, γεραιά· τῆσδε δ’ οὐκ ἐφρόντισα.

### 1045.2

λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν

### 1045.3

τήνδ’ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.

### 1045.4

Εκ. μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος. Με. τί δ’ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθ’ ἔχει;

### 1045.5

Εκ. οὐκ ἔστ’ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

### 1045.6

Με. ὅπως ἂν ἐκβῆι τῶν ἐρωμένων ὁ νοῦς.

### 1045.7

ἔσται δ’ ἃ βούληι· ναῦν γὰρ οὐκ ἐσβήσεται

### 1045.8

ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις.

### 1055.1

ἐλθοῦσα δ’ Ἄργος ὥσπερ ἀξία κακῶς

### 1055.2

κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν

### 1055.3

πάσαισι θήσει. ῥάιδιον μὲν οὐ τόδε·

### 1055.4

ὅμως δ’ ὁ τῆσδ’ ὄλεθρος ἐς φόβον βαλεῖ

### 1055.5

τὸ μῶρον αὐτῶν, κἂν ἔτ’ ὦς’ αἰσχίονες.

### 1060.1

Χο. οὕτω δὴ τὸν ἐν Ἰλίωι

### 1060.2

ναὸν καὶ θυόεντα βω‐

### 1060.3

μὸν προύδωκας Ἀχαιοῖς,

### 1060.4

ὦ Ζεῦ, καὶ πελανῶν φλόγα

### 1060.5

σμύρνας αἰθερίας τε κα‐

### 1065.1

πνὸν καὶ Πέργαμον ἱερὰν

### 1065.2

Ἰδαῖά τ’ Ἰδαῖα κισσοφόρα νάπη

### 1065.3

χιόνι κατάρυτα ποταμίαι

### 1069

τέρμονά τε πρωτόβολον ἕωι,

### 1070.1

τὰν καταλαμπομέναν ζαθέαν θεράπναν;

### 1070.2

φροῦδαί σοι θυσίαι χορῶν τ’

### 1070.3

εὔφημοι κέλαδοι κατ’ ὄρφ‐

### 1070.4

ναν τε παννυχίδες θεῶν,

### 1070.5

χρυσέων τε ξοάνων τύποι

### 1075.1

Φρυγῶν τε ζάθεοι σελᾶ‐

### 1075.2

ναι συνδώδεκα πλήθει.

### 1075.3

μέλει μέλει μοι τάδ’ εἰ φρονεῖς, ἄναξ,

### 1075.4

οὐράνιον ἕδρανον ἐπιβεβὼς

### 1075.5

αἰθέρα τε πόλεος ὀλομένας,

### 1080.1

ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.

### 1080.2

ὦ φίλος, ὦ πόσι μοι,

### 1083

σὺ μὲν φθίμενος ἀλαίνεις

### 1085.1

ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος

### 1085.2

ἀίσσον πτεροῖσι πορεύσει

### 1085.3

ἱππόβοτον Ἄργος, ἵνα 〈τε〉 τείχη

### 1085.4

λάϊνα Κυκλώπι’ οὐράνια νέμονται.

### 1085.5

τέκνων δὲ πλῆθος ἐν πύλαις

### 1090.1

δάκρυσι †κατάορα στένει† βοᾶι βοᾶι

### 1090.2

Μᾶτερ, ὤμοι, μόναν δή μ’ Ἀχαιοὶ κομί‐

### 1090.3

ζουσι σέθεν ἀπ’ ὀμμάτων

### 1090.4

κυανέαν ἐπὶ ναῦν

### 1095.1

εἰναλίαισι πλάταις ἢ Σαλαμῖν’ ἱερὰν

### 1095.2

ἢ δίπορον κορυφὰν

### 1095.3

Ἴσθμιον, ἔνθα πύλας

### 1095.4

Πέλοπος ἔχουσιν ἕδραι. εἴθ’ ἀκάτου Μενέλα

### 1095.5

μέσον πέλαγος ἰούσας

### 1095.6

δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι

### 1095.7

†αἰγαίου† κεραυνοφαὲς πῦρ,

### 1105.1

Ἰλιόθεν ὅτε με πολυδάκρυτον

### 1105.2

Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,

### 1105.3

χρύσεα δ’ ἔνοπτρα, παρθένων

### 1105.4

χάριτας, ἔχουσα τυγχάνει Διὸς κόρα·

### 1110.1

μηδὲ γαῖάν ποτ’ ἔλθοι Λάκαιναν πατρῶι‐

### 1110.2

όν τε θάλαμον ἑστίας,

### 1110.3

μηδὲ πόλιν Πιτάνας

### 1110.4

χαλκόπυλόν τε θεάν,

### 1110.5

δύσγαμον αἶσχος ἑλὼν

### 1115.1

Ἑλλάδι τᾶι μεγάλαι

### 1115.2

καὶ Σιμοεντιάσιν

### 1115.3

μέλεα πάθεα ῥοαῖσιν.

### 1115.4

ἰὼ ἰώ,

### 1118

καίν’ ἐκ καινῶν μεταβάλλουσαι χθονὶ συντυχίαι. λεύσσετε Τρώων

### 1120.1

τόνδ’ Ἀστυάνακτ’ ἄλοχοι μέλεαι

### 1120.2

νεκρόν, ὃν πύργων δίσκημα πικρὸν

### 1120.3

Δαναοὶ κτείναντες ἔχουσιν.

### 1120.4

Τα. Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος

### 1120.5

λάφυρα τἀπίλοιπ’ Ἀχιλλείου τόκου

### 1125.1

μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·

### 1125.2

αὐτὸς δ’ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας

### 1125.3

Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς

### 1125.4

Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.

### 1125.5

οὗ θᾶσσον οὕνεκ’, οὐ χάριν μονῆς ἔχων,

### 1130.1

φροῦδος, μετ’ αὐτοῦ δ’ Ἀνδρομάχη, πολλῶν ἐμοὶ

### 1130.2

δακρύων ἀγωγός, ἡνίκ’ ἐξώρμα χθονός,

### 1130.3

πάτραν τ’ ἀναστένουσα καὶ τὸν Ἕκτορος

### 1130.4

τύμβον προσεννέπουσα. καί σφ’ ἠιτήσατο

### 1130.5

θάψαι νεκρὸν τόνδ’, ὃς πεσὼν ἐκ τειχέων

### 1135.1

ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·

### 1135.2

φόβον τ’ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα

### 1135.3

τήνδ’, ἣν πατὴρ τοῦδ’ ἀμφὶ πλεύρ’ ἐβάλλετο,

### 1135.4

μή νιν πορεῦσαι Πηλέως ἐφ’ ἑστίαν

### 1135.5

μηδ’ ἐς τὸν αὐτὸν θάλαμον οὗ νυμφεύσεται

### 1140.1

[μήτηρ νεκροῦ τοῦδ’ Ἀνδρομάχη, λύπας ὁρᾶν],

### 1140.2

ἀλλ’ ἀντὶ κέδρου περιβόλων τε λαΐνων

### 1140.3

ἐν τῆιδε θάψαι παῖδα· σὰς δ’ ἐς ὠλένας

### 1140.4

δοῦναι, πέπλοισιν ὡς περιστείληις νεκρὸν στεφάνοις θ’, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·

### 1145.1

ἐπεὶ βέβηκε καὶ τὸ δεσπότου τάχος

### 1145.2

ἀφείλετ’ αὐτὴν παῖδα μὴ δοῦναι τάφωι.

### 1145.3

ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσηις νέκυν,

### 1145.4

γῆν τῶιδ’ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·

### 1145.5

σὺ δ’ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα. ἑνὸς μὲν οὖν μόχθου ς’ ἀπαλλάξας ἔχω·

### 1145.6

Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς

### 1145.7

ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.

### 1145.8

ἀλλ’ εἶμ’ ὀρυκτὸν τῶιδ’ ἀναρρήξων τάφον,

### 1145.9

ὡς σύντομ’ ἡμῖν τἀπ’ ἐμοῦ τε κἀπὸ σοῦ

### 1155.1

ἐς ἓν ξυνελθόντ’ οἴκαδ’ ὁρμήσηι πλάτην.

### 1155.2

Εκ. θέσθ’ ἀμφίτορνον ἀσπίδ’ Ἕκτορος πέδωι,

### 1155.3

λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.

### 1155.4

ὦ μείζον’ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,

### 1155.5

τί τόνδ’, Ἀχαιοί, παῖδα δείσαντες φόνον

### 1160.1

καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ

### 1160.2

πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτ’ ἄρα,

### 1160.3

ὅθ’ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ

### 1160.4

διωλλύμεσθα μυρίας τ’ ἄλλης χερός,

### 1160.5

πόλεως δ’ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων

### 1165.1

βρέφος τοσόνδ’ ἐδείσατ’· οὐκ αἰνῶ φόβον,

### 1165.2

ὅστις φοβεῖται μὴ διεξελθὼν λόγωι.

### 1165.3

ὦ φίλταθ’, ὥς σοι θάνατος ἦλθε δυστυχής.

### 1165.4

εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως ἥβης τυχὼν γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,

### 1170.1

μακάριος ἦσθ’ ἄν, εἴ τι τῶνδε μακάριον·

### 1170.2

νῦν 〈δ’〉 αὔτ’ ἰδὼν μὲν γνούς τε σῆι ψυχῆι, τέκνον,

### 1170.3

οὐκ οἶσθ’, ἐχρήσω δ’ οὐδὲν ἐν δόμοις ἔχων.

### 1170.4

δύστηνε, κρατὸς ὥς ς’ ἔκειρεν ἀθλίως

### 1170.5

τείχη πατρῶια, Λοξίου πυργώματα,

### 1175.1

ὃν πόλλ’ ἐκήπευς’ ἡ τεκοῦσα βόστρυχον

### 1175.2

φιλήμασίν τ’ ἔδωκεν, ἔνθεν ἐκγελᾶι

### 1175.3

ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ στέγω.

### 1175.4

ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς

### 1175.5

κέκτησθ’, ἐν ἄρθροις δ’ ἔκλυτοι πρόκεισθέ μοι.

### 1180.1

ὦ πολλὰ κόμπους ἐκβαλών, φίλον στόμα,

### 1180.2

ὄλωλας, ἐψεύσω μ’, ὅτ’ ἐσπίπτων πέπλους,

### 1180.3

Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων

### 1180.4

πλόκαμον κεροῦμαι πρὸς τάφον θ’ ὁμηλίκων

### 1180.5

κώμους ἐπάξω, φίλα διδοὺς προσφθέγματα.

### 1185.1

σὺ δ’ οὐκ ἔμ’, ἀλλ’ ἐγὼ σὲ τὸν νεώτερον,

### 1185.2

γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.

### 1185.3

οἴμοι, τὰ πόλλ’ ἀσπάσμαθ’ αἵ τ’ ἐμαὶ τροφαὶ

### 1185.4

ὕπνοι τ’ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε

### 1185.5

γράψειεν ἄν σοι μουσοποιὸς ἐν τάφωι;

### 1190.1

Τὸν παῖδα τόνδ’ ἔκτειναν Ἀργεῖοί ποτε

### 1190.2

δείσαντες; αἰσχρὸν τοὐπίγραμμά γ’ Ἑλλάδι. ἀλλ’ οὖν πατρώιων οὐ λαχὼν ἕξεις ὅμως

### 1190.3

ἐν ἧι ταφήσηι χαλκόνωτον ἰτέαν.

### 1190.4

ὦ καλλίπηχυν Ἕκτορος βραχίονα

### 1195.1

σώιζους’, ἄριστον φύλακ’ ἀπώλεσας σέθεν.

### 1195.2

ὡς ἡδὺς ἐν πόρπακι σῶι κεῖται τύπος

### 1195.3

ἴτυός τ’ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,

### 1195.4

ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων

### 1195.5

ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι. φέρετε, κομίζετ’ ἀθλίωι κόσμον νεκρῶι

### 1195.6

ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας

### 1195.7

δαίμων δίδωσιν· ὧν δ’ ἔχω, λήψηι τάδε.

### 1195.8

θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν

### 1195.9

βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,

### 1205.1

ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ’ ἄλλοσε

### 1205.2

πηδῶσι, †κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε†.

### 1205.3

Χο. καὶ μὴν πρὸ χειρῶν αἵδε σοι σκυλευμάτων

### 1205.4

Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῶι.

### 1205.5

Εκ. ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε

### 1210.1

οὐδ’ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους

### 1210.2

τιμῶσιν †οὐκ ἐς πλησμονὰς θηρώμενοι†,

### 1210.3

μήτηρ πατρός σοι προστίθης’ ἀγάλματα

### 1210.4

τῶν σῶν ποτ’ ὄντων· νῦν δέ ς’ ἡ θεοστυγὴς

### 1210.5

ἀφείλεθ’ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν

### 1215.1

ἔκτεινε καὶ πάντ’ οἶκον ἐξαπώλεσεν.

### 1215.2

Χο. ἒ ἔ, φρενῶν

### 1215.3

ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτ’ ὢν

### 1217.1

ἀνάκτωρ πόλεως. Εκ. ἃ δ’ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ

### 1217.2

Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,

### 1220.1

Φρύγια πέπλων ἀγάλματ’ ἐξάπτω χροός.

### 1220.2

σύ τ’, ὦ ποτ’ οὖσα καλλίνικε μυρίων

### 1220.3

μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,

### 1220.4

στεφανοῦ· θανῆι γὰρ οὐ θανοῦσα σὺν νεκρῶι·

### 1220.5

ἐπεὶ σὲ πολλῶι μᾶλλον ἢ τὰ τοῦ σοφοῦ

### 1225.1

κακοῦ τ’ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.

### 1225.2

Χο. αἰαῖ αἰαῖ·

### 1225.3

πικρὸν ὄδυρμα γαῖά ς’, ὦ

### 1225.4

τέκνον, δέξεται.

### 1225.5

στέναζε, μᾶτερ Εκ. αἰαῖ.

### 1230.1

Χο. νεκρῶν ἴακχον. Εκ. οἴμοι.

### 1230.2

Χο. οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.

### 1230.3

Εκ. τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ ς’ ἰάσομαι,

### 1230.4

τλήμων ἰατρός, ὄνομ’ ἔχουσα, τἄργα δ’ οὔ·

### 1230.5

τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.

### 1235.1

Χο. ἄρασς’ ἄρασσε κρᾶτα

### 1235.2

πιτύλους διδοῦσα χειρός.

### 1235.3

ἰώ μοί μοι.

### 1235.4

Εκ. ὦ φίλταται γυναῖκες.

### 1235.5

Χο. †Ἑκάβη, σὰς† ἔνεπε· τίνα θροεῖς αὐδάν;

### 1240.1

Εκ. †οὐκ ἦν ἄρ’ ἐν θεοῖσι† πλὴν οὑμοὶ πόνοι

### 1240.2

Τροία τε πόλεων ἔκκριτον μισουμένη, μάτην δ’ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς

### 1240.3

ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,

### 1240.4

ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνηθεῖμεν ἂν

### 1245.1

μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.

### 1245.2

χωρεῖτε, θάπτετ’ ἀθλίωι τύμβωι νεκρόν·

### 1245.3

ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.

### 1245.4

δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ

### 1245.5

εἰ πλουσίων τις τεύξεται κτερισμάτων· κενὸν δὲ γαύρωμ’ ἐστὶ τῶν ζώντων τόδε.

### 1245.6

Χο. ἰὼ ἰώ·

### 1251.1

μελέα μήτηρ, ἣ τὰς μεγάλας

### 1251.2

ἐλπίδας ἐν σοὶ κατέκναψε βίου·

### 1251.3

μέγα δ’ ὀλβισθεὶς ὡς ἐκ πατέρων

### 1251.4

ἀγαθῶν ἐγένου

### 1255.1

δεινῶι θανάτωι διόλωλας.

### 1255.2

ἔα ἔα·

### 1256.1

τίνας Ἰλιάσιν τούσδ’ ἐν κορυφαῖς

### 1256.2

λεύσσω φλογέας δαλοῖσι χέρας

### 1256.3

διερέσσοντας; μέλλει Τροίαι καινόν τι κακὸν προσέσεσθαι.

### 1260.1

Τα. αὐδῶ λοχαγοῖς, οἳ τέταχθ’ ἐμπιμπράναι

### 1260.2

Πριάμου τόδ’ ἄστυ, μηκέτ’ ἀργοῦσαν φλόγα

### 1260.3

ἐν χερσὶ σώιζειν ἀλλὰ πῦρ ἐνιέναι,

### 1260.4

ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν

### 1260.5

στελλώμεθ’ οἴκαδ’ ἄσμενοι Τροίας ἄπο.

### 1265.1

ὑμεῖς δ’, ἵν’ αὑτὸς λόγος ἔχηι μορφὰς δύο,

### 1265.2

χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν

### 1265.3

σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,

### 1265.4

πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.

### 1265.5

σὺ δ’, ὦ γεραιὰ δυστυχεστάτη γύναι,

### 1270.1

ἕπου· μεθήκουσίν ς’ Ὀδυσσέως πάρα

### 1270.2

οἵδ’, ὧι σε δούλην κλῆρος ἐκπέμπει πάτρας.

### 1270.3

Εκ. οἲ ’γὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον

### 1270.4

καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·

### 1270.5

ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.

### 1275.1

ἀλλ’, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,

### 1275.2

ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.

### 1275.3

ὦ μεγάλα δή ποτ’ ἀμπνέους’ ἐν βαρβάροις

### 1275.4

Τροία, τὸ κλεινὸν ὄνομ’ ἀφαιρήσηι τάχα.

### 1275.5

πιμπρᾶσί ς’, ἡμᾶς δ’ ἐξάγους’ ἤδη χθονὸς

### 1280.1

δούλας. ἰὼ θεοί· καὶ τί τοὺς θεοὺς καλῶ;

### 1280.2

καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.

### 1280.3

φέρ’ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι

### 1280.4

σὺν τῆιδε πατρίδι κατθανεῖν πυρουμένηι. Τα. ἐνθουσιᾶις, δύστηνε, τοῖς σαυτῆς κακοῖς.

### 1285.1

ἀλλ’ ἄγετε, μὴ φείδεσθ’· Ὀδυσσέως δὲ χρὴ

### 1285.2

ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.

### 1285.3

Εκ. ὀτοτοτοτοῖ.

### 1285.4

Κρόνιε, πρύτανι Φρύγιε, γενέτα

### 1285.5

†πάτερ ἀνάξια τῆς Δαρδανίου†

### 1290.1

γονᾶς, τάδ’ οἷα πάσχομεν δέδορκας;

### 1290.2

Χο. δέδορκεν· ἁ δὲ μεγαλόπολις

### 1293.1

ἄπολις ὄλωλεν οὐδ’ ἔτ’ ἔστι Τροία.

### 1293.2

Εκ. ὀτοτοτοτοῖ.

### 1295.1

†λέλαμπεν Ἴλιος, Περ‐

### 1295.2

γάμων τε πυρὶ καταίθεται τέραμνα

### 1295.3

καὶ πόλις ἄκρα τε τειχέων†.

### 1295.4

Χο. πτέρυγι δὲ καπνὸς ὥς τις οὐ‐

### 1295.5

ρίαι πεσοῦσα δορὶ καταφθίνει γᾶ. [μαλερὰ μέλαθρα πυρὶ κατάδρομα

### 1295.6

δαΐωι τε λόγχαι.]

### 1295.7

Εκ. ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.

### 1295.8

Χο. ἒ ἔ.

### 1303

Εκ. ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. Χο. ἰαλέμωι τοὺς θανόντας ἀπύεις.

### 1305.1

Εκ. γεραιά γ’ ἐς πέδον τιθεῖσα μέλε’ 〈ἐμὰ〉

### 1305.2

καὶ χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.

### 1305.3

Χο. διάδοχά σοι γόνυ τίθημι γαίαι

### 1305.4

τοὺς ἐμοὺς καλοῦσα νέρθεν

### 1305.5

ἀθλίους ἀκοίτας.

### 1310.1

Εκ. ἀγόμεθα φερόμεθ’ Χο. ἄλγος ἄλγος βοᾶις.

### 1310.2

Εκ. δούλειον ὑπὸ μέλαθρον. Χο. ἐκ πάτρας γ’ ἐμᾶς.

### 1310.3

Εκ. ἰὼ ἰώ, Πρίαμε Πρίαμε,

### 1310.4

σὺ μὲν ὀλόμενος ἄταφος ἄφιλος

### 1310.5

ἄτας ἐμᾶς ἄιστος εἶ.

### 1315.1

Χο. μέλας γὰρ ὄσσε κατεκάλυ‐

### 1315.2

ψε θάνατος ὅσιος ἀνοσίοις σφαγαῖσιν.

### 1315.3

Εκ. ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,

### 1315.4

Χο. ἒ ἔ.

### 1318.1

Εκ. τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.

### 1318.2

Χο. τάχ’ ἐς φίλαν γᾶν πεσεῖσθ’ ἀνώνυμοι.

### 1320.1

Εκ. κόνις δ’ ἴσα καπνῶι πτέρυγι πρὸς αἰθέρα

### 1320.2

ἄιστον οἴκων ἐμῶν με θήσει.

### 1320.3

Χο. ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλαι δ’

### 1320.4

ἄλλο φροῦδον, οὐδ’ ἔτ’ ἔστιν ἁ τάλαινα Τροία.

### 1325.1

Εκ. ἐμάθετ’, ἐκλύετε; Χο. περγάμων 〈γε〉 κτύπον.

### 1325.2

Εκ. ἔνοσις ἅπασαν ἔνοσις Χο. ἐπικλύζει πόλιν.

### 1325.3

Εκ. ἰὼ 〈ἰώ〉, τρομερὰ τρομερὰ

### 1329

μέλεα, φέρετ’ ἐμὸν ἴχνος· ἴτ’ ἐπὶ

### 1330.1

δούλειον ἁμέραν βίου.

### 1330.2

Χο. ἰὼ τάλαινα πόλις. ὅμως δὲ πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-trojan-women-cbm-ag.json (sha256:794ebd12910fcc6030c4c11745a7fb1985f21ec39c401cc8adc677460f6c7df0). Cite as `eul_wid: cbm-ag`.
