---
title: Phoenician Women
title_greek: Φοίνισσαι
author: Euripides
eul_wid: cbm-af
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/phoenician-women"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-phoenician-women-cbm-af.json"
sha256: d00d680d9294e48714ded875d1b71252d932b84e48ff001eb96522ea90a7e35d
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Phoenician Women

*Φοίνισσαι*

**Author:** Euripides

**eul_wid:** `cbm-af` · [HTML page](https://eulogikon.org/grc/euripides/phoenician-women) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-phoenician-women-cbm-af.json)

## Text

### 1

ΙΟΚΑΣΤΗ

### 1.1

[Ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν

### 1.2

καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις]

### 1.3

Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,

### 1.4

ὡς δυστυχῆ Θήβαισι τῆι τόθ’ ἡμέραι

### 5.1

ἀκτῖν’ ἐφῆκας, Κάδμος ἡνίκ’ ἦλθε γῆν

### 5.2

τήνδ’, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·

### 5.3

ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ

### 5.4

Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον

### 5.5

φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.

### 10.1

ἐγὼ δὲ παῖς μὲν κλήιζομαι Μενοικέως,

### 10.2

[Κρέων τ’ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ,]

### 10.3

καλοῦσι δ’ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ

### 10.4

ἔθετο. γαμεῖ δὲ Λάιός μ’· ἐπεὶ δ’ ἄπαις

### 10.5

ἦν χρόνια λέκτρα τἄμ’ ἔχων ἐν δώμασιν,

### 15.1

ἐλθὼν ἐρωτᾶι Φοῖβον ἐξαιτεῖ θ’ ἅμα

### 15.2

παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν. ὁ δ’ εἶπεν· Ὦ Θήβαισιν εὐίπποις ἄναξ,

### 15.3

μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίαι·

### 15.4

εἰ γὰρ τεκνώσεις παῖδ’, ἀποκτενεῖ ς’ ὁ φύς,

### 20.1

καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος.

### 20.2

ὁ δ’ ἡδονῆι ’νδοὺς ἔς τε βακχείαν πεσὼν

### 20.3

ἔπειρεν ἡμῖν παῖδα, καὶ σπείρας †βρέφος†

### 20.4

γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,

### 20.5

λειμῶν’ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας

### 25.1

δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος

### 25.2

[σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσων·

### 25.3

ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν].

### 25.4

Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι

### 25.5

φέρους’ ἐς οἴκους ἔς τε δεσποίνης χέρας

### 30.1

ἔθηκαν. ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον

### 30.2

μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.

### 30.3

ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος

### 30.4

παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων

### 35.1

πρὸς δῶμα Φοίβου, Λάιός θ’ οὑμὸς πόσις

### 35.2

τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν

### 35.3

εἰ μηκέτ’ εἴη, καὶ ξυνάπτετον πόδα

### 35.4

ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.

### 35.5

καί νιν κελεύει Λαΐου τροχηλάτης·

### 40.1

Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.

### 40.2

ὁ δ’ εἷρπ’ ἄναυδος, μέγα φρονῶν· πῶλοι δέ νιν

### 40.3

χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.

### 40.4

ὅθεν (τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν;)

### 40.5

παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα

### 45.1

Πολύβωι τροφεῖ δίδωσιν. ὡς δ’ ἐπεζάρει

### 45.2

Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ’ οὐκ ἦν πόσις,

### 45.3

Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,

### 45.4

ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,

### 45.5

τούτωι ξυνάψειν λέκτρα. τυγχάνει δέ πως μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών,

### 45.6

[ὅθεν τύραννος τῆσδε γῆς καθίσταται

### 45.7

καὶ σκῆπτρ’ ἔπαθλα τῆσδε λαμβάνει χθονός,]

### 45.8

γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας

### 45.9

οὐδ’ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.

### 55.1

τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,

### 55.2

Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,

### 55.3

κόρας τε δισσάς· τὴν μὲν Ἱσμήνην πατὴρ

### 55.4

ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.

### 55.5

μαθὼν δὲ τἀμὰ λέκτρα μητρώιων γάμων

### 60.1

ὁ πάντ’ ἀνατλὰς Οἰδίπους παθήματα

### 60.2

ἐς ὄμμαθ’ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον

### 60.3

χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.

### 60.4

ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,

### 60.5

κλήιθροις ἔκρυψαν πατέρ’, ἵν’ ἀμνήμων τύχη

### 65.1

γένοιτο πολλῶν δεομένη σοφισμάτων.

### 65.2

ζῶν δ’ ἔστ’ ἐν οἴκοις· πρὸς δὲ τῆς τύχης νοσῶν

### 65.3

ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,

### 65.4

θηκτῶι σιδήρωι δῶμα διαλαχεῖν τόδε.

### 65.5

τὼ δ’ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους

### 70.1

εὐχὰς θεοὶ κραίνωσιν οἰκούντοιν ὁμοῦ,

### 70.2

ξυμβάντ’ ἔταξαν τὸν νεώτερον πάρος

### 70.3

φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,

### 70.4

Ἐτεοκλέα δὲ σκῆπτρ’ ἔχειν μένοντα γῆς,

### 70.5

ἐνιαυτὸν ἀλλάσσοντ’. ἐπεὶ δ’ ἐπὶ ζυγοῖς

### 75.1

καθέζετ’ ἀρχῆς, οὐ μεθίσταται θρόνων,

### 75.2

φυγάδα δ’ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ὁ δ’ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,

### 75.3

πολλὴν ἀθροίσας ἀσπίδ’ Ἀργείων ἄγει·

### 75.4

ἐπ’ αὐτὰ δ’ ἐλθὼν ἑπτάπυλα τείχη τάδε

### 80.1

πατρῶι’ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.

### 80.2

ἐγὼ δ’ ἔριν λύους’ ὑπόσπονδον μολεῖν

### 80.3

ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.

### 80.4

ἥξειν δ’ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.

### 80.5

ἀλλ’, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς

### 85.1

Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.

### 85.2

χρῆν δ’, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτῶν

### 85.3

τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.

### 85.4

ΘΕΡΑΠΩΝ

### 88.1

ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,

### 88.2

ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν

### 90.1

μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον

### 90.2

στράτευμ’ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,

### 90.3

ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,

### 90.4

μή τις πολιτῶν ἐν τρίβωι φαντάζεται,

### 90.5

κἀμοὶ μὲν ἔλθηι φαῦλος ὡς δούλωι ψόγος,

### 95.1

σοὶ δ’ ὡς ἀνάσσηι· πάντα δ’ ἐξειδὼς φράσω

### 95.2

ἅ τ’ εἶδον εἰσήκουσά τ’ Ἀργείων πάρα, σπονδὰς ὅτ’ ἦλθον σῶι κασιγνήτωι φέρων

### 95.3

ἐνθένδ’ ἐκεῖσε δεῦρό τ’ αὖ κείνου πάρα.

### 95.4

ἀλλ’ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, κέδρου παλαιὰν κλίμακ’ ἐκπέρα ποδί·

### 95.5

σκόπει δὲ πεδία καὶ παρ’ Ἱσμηνοῦ ῥοὰς

### 95.6

Δίρκης τε νᾶμα πολεμίων στράτευμ’ ὅσον.

### 95.7

ΑΝΤΙΓΟΝΗ

### 103.1

ὄρεγέ νυν ὄρεγε γεραιὰν νέαι

### 103.2

χεῖρ’ ἀπὸ κλιμάκων

### 105.1

ποδὸς ἴχνος ἐπαντέλλων.

### 105.2

Θε. ἰδού, ξύναψον, παρθέν’· ἐς καιρὸν δ’ ἔβης·

### 105.3

κινούμενον γὰρ τυγχάνει Πελασγικὸν

### 105.4

στράτευμα, χωρίζουσι δ’ ἀλλήλων λόχους.

### 105.5

Αν. ἰὼ πότνια παῖ

### 110.1

Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν

### 110.2

πεδίον ἀστράπτει.

### 110.3

Θε. οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,

### 110.4

πολλοῖς μὲν ἵπποις, μυρίοις δ’ ὅπλοις βρέμων. Αν. ἆρα †πύλαι κλήιθροις χαλκόδετά τ’ ἔμβολα†

### 115.1

λαϊνέοισιν Ἀμφίονος ὀργάνοις

### 115.2

τείχεος ἥρμοσται;

### 115.3

Θε. θάρσει· τά γ’ ἔνδον ἀσφαλῶς ἔχει πόλις.

### 115.4

[ἀλλ’ εἰσόρα τὸν πρῶτον, εἰ βούληι μαθεῖν.]

### 115.5

Αν. τίς οὗτος ὁ λευκολόφας,

### 120

πρόπαρ ὃς ἁγεῖται στρατοῦ

### 121-122

πάγχαλκον ἀσπίδ’ ἀμφὶ βραχίονι κουφίζων;

### 123.1

[Θε. λοχαγός, ὦ δέσποινα. Αν. τίς πόθεν γεγώς;

### 123.2

αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;]

### 125.1

Θε. οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,

### 125.2

Λερναῖα δ’ οἰκεῖ νάμαθ’, Ἱππομέδων ἄναξ.

### 125.3

Αν. ἒ ἔ,

### 127.1

ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,

### 127.2

γίγαντι γηγενέται προσόμοιος,

### 127.3

ἀστερωπὸς 〈ὥσπερ〉 ἐν

### 130.1

γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίωι γένναι.

### 130.2

Θε. τὸν δ’ ἐξαμείβοντ’ οὐχ ὁρᾶις Δίρκης ὕδωρ; [λοχαγόν; Αν. ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.]

### 130.3

Αν. τίς δ’ οὗτός ἐστι; Θε. παῖς μὲν Οἰνέως ἔφυ

### 130.4

Τυδεύς, Ἄρη δ’ Αἰτωλὸν ἐν στέρνοις ἔχει.

### 135.1

Αν. οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον,

### 135.2

αὐτοκασιγνήται νύμφας

### 135.3

ὁμόγαμος κυρεῖ;

### 135.4

ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.

### 135.5

Θε. σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,

### 140.1

λόγχαις τ’ ἀκοντιστῆρες εὐστοχώτατοι.

### 140.2

[Αν. σὺ δ’, ὦ γέρον, πῶς αἰσθάνηι σαφῶς τάδε;

### 140.3

Θε. σημεῖ’ ἰδὼν τότ’ ἀσπίδων ἐγνώρισα,

### 140.4

σπονδὰς ὅτ’ ἦλθον σῶι κασιγνήτωι φέρων·

### 140.5

ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.]

### 145.1

Αν. τίς δ’ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾶι

### 145.2

καταβόστρυχος, ὄμμασι γοργὸς

### 145.3

εἰσιδεῖν νεανίας,

### 145.4

λοχαγός, ὡς ὄχλος νιν ὑστέρωι ποδὶ

### 145.5

πάνοπλος ἀμφέπει; Θε. ὅδ’ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.

### 145.6

Αν. ἀλλά νιν ἁ κατ’ ὄρη μετὰ ματέρος

### 145.7

Ἄρτεμις ἱεμένα τόξοις δαμάσας’ ὀλέσειεν, ὃς ἐπ’ ἐμὰν πόλιν ἔβα πέρσων.

### 145.8

Θε. εἴη τάδ’, ὦ παῖ. σὺν δίκηι δ’ ἥκουσι γῆν·

### 155.1

ὃ καὶ δέδοικα μὴ σκοπῶς’ ὀρθῶς θεοί.

### 155.2

Αν. ποῦ δ’ ὃς ἐμοὶ μιᾶς ἐγένετ’ ἐκ ματρὸς

### 155.3

πολυπόνωι μοίραι;

### 155.4

ὦ φίλτατ’, εἰπέ, ποῦ ’στι Πολυνείκης, γέρον;

### 155.5

Θε. ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας

### 160.1

Νιόβης Ἀδράστωι πλησίον παραστατεῖ.

### 160.2

ὁρᾶις; Αν. ὁρῶ δῆτ’ οὐ σαφῶς, ὁρῶ δέ πως

### 160.3

μορφῆς τύπωμα στέρνα τ’ ἐξεικασμένα.

### 160.4

ἀνεμώκεος εἴθε δρόμον νεφέλας

### 160.5

ποσὶν ἐξανύσαιμι δι’ αἰθέρος

### 165.1

πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ’ ὠλένας

### 165.2

δέραι φιλτάται βάλοιμεν χρόνωι,

### 165.3

φυγάδα μέλεον. ὡς

### 165.4

ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,

### 165.5

ἑώιοις ὅμοια φλεγέθων βολαῖς.

### 170.1

Θε. ἥξει δόμους τούσδ’, ὥστε ς’ ἐμπλῆσαι χαρᾶς,

### 170.2

ἔνσπονδος. Αν. οὗτος δ’, ὦ γεραιέ, τίς κυρεῖ,

### 170.3

ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;

### 170.4

Θε. ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν’, ὅδε· σφάγια δ’ ἅμ’ αὐτῶι, γῆι φιλαιμάτωι ῥοαί.

### 175.1

Αν. ὦ λιπαροζώνου θύγατερ †Ἀελίου

### 175.2

Σελαναία χρυσεόκυκλον φέγγος†,

### 175.3

ὡς ἀτρεμαῖα κέντρα †καὶ σώφρονα

### 175.4

πώλοις μεταφέρων ἰθύνει†.

### 175.5

ποῦ δ’ ὃς τὰ δεινὰ τῆιδ’ ἐφυβρίζει πόλει

### 180.1

Καπανεύς; Θε. ἐκεῖνος προσβάσεις τεκμαίρεται

### 180.2

πύργων, ἄνω τε καὶ κάτω τείχη μετρῶν.

### 180.3

Αν. ἰὼ

### 182.1

Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταὶ

### 182.2

κεραύνιόν τε φῶς αἰθαλόεν, σύ τοι μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·

### 185.1

ὅδ’ ἐστὶν αἰχμαλωτίδας

### 185.2

ὃς δορὶ Θηβαίας †Μυκήνηισι

### 185.3

Λερναίαι τε δώσειν τριαίναι

### 185.4

Ποσειδανίοις Ἀμυμωνίοις

### 185.5

ὕδασι δουλείαν περιβαλών†.

### 190.1

μήποτε μήποτε τάνδ’, ὦ πότνια,

### 190.2

χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος

### 190.3

Ἄρτεμι, δουλοσύναν τλαίην.

### 190.4

Θε. ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας

### 190.5

ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου

### 195.1

ἐς τέρψιν ἦλθες ὧν ἔχρηιζες εἰσιδεῖν.

### 195.2

ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,

### 195.3

χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς·

### 195.4

φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ, σμικράς τ’ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις

### 195.5

γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.

### 195.6

ΧΟΡΟΣ

### 202.1

Τύριον οἶδμα λιποῦς’ ἔβαν

### 202.2

ἀκροθίνια Λοξίαι

### 202.3

Φοινίσσας ἀπὸ νάσου

### 205.1

Φοίβωι δούλα μελάθρων,

### 205.2

ἵν’ ὑπὸ δειράσι νιφοβόλοις

### 205.3

παρνασσοῦ κατενάσθη,

### 205.4

Ἰόνιον κατὰ πόντον ἐλά‐

### 205.5

ται πλεύσασα περιρρύτων

### 210.1

ὑπὲρ ἀκαρπίστων πεδίων

### 210.2

Σικελίας Ζεφύρου πνοαῖς

### 210.3

ἱππεύσαντος ἐν οὐρανῶι

### 210.4

κάλλιστον κελάδημα.

### 210.5

πόλεος ἐκπροκριθεῖς’ ἐμᾶς

### 215.1

καλλιστεύματα Λοξίαι

### 215.2

Καδμείαν ἔμολον γᾶν,

### 215.3

κλεινῶν Ἀγηνοριδᾶν

### 215.4

ὁμογενεῖς ἐπὶ Λαΐου πεμφθεῖς’ ἐνθάδε πύργους.

### 220.1

ἴσα δ’ ἀγάλμασι χρυσοτεύ‐

### 220.2

κτοις Φοίβωι λάτρις ἐγενόμαν·

### 220.3

ἔτι δὲ Κασταλίας ὕδωρ

### 220.4

περιμένει με κόμας ἐμᾶς

### 220.5

δεῦσαι παρθένιον χλιδὰν

### 225.1

Φοιβείαισι λατρείαις.

### 225.2

ὦ λάμπουσα πέτρα πυρὸς

### 225.3

δικορύφων σέλας ὑπὲρ ἄκρων

### 225.4

βακχεῖον Διονύσου,

### 225.5

οἴνα θ’ ἃ καθαμέριον

### 230.1

στάζεις, τὸν πολύκαρπον

### 230.2

οἰνάνθας ἱεῖσα βότρυν,

### 230.3

ζάθεά τ’ ἄντρα δράκοντος οὔ‐

### 230.4

ρειαί τε σκοπιαὶ θεᾶν

### 230.5

νιφόβολόν τ’ ὄρος ἱερόν, εἱ‐

### 235.1

λίσσων ἀθανάτους θεοῦ

### 235.2

χορὸς γενοίμαν ἄφοβος

### 235.3

παρὰ μεσόμφαλα γύαλα Φοί‐ βου Δίρκαν προλιποῦσα.

### 235.4

νῦν δέ μοι πρὸ τειχέων

### 240.1

θούριος μολὼν Ἄρης

### 240.2

αἷμα δάιον φλέγει

### 240.3

τᾶιδ’, ὃ μὴ τύχοι, πόλει·

### 240.4

κοινὰ γὰρ φίλων ἄχη,

### 240.5

κοινὰ δ’, εἴ τι πείσεται

### 245.1

ἑπτάπυργος ἅδε γᾶ,

### 245.2

Φοινίσσαι χώραι. φεῦ φεῦ.

### 245.3

κοινὸν αἷμα, κοινὰ τέκεα

### 245.4

τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·

### 245.5

ὧν μέτεστί μοι πόνων. ἀμφὶ δὲ πτόλιν νέφος

### 245.6

ἀσπίδων πυκνὸν φλέγει,

### 245.7

σῆμα φοινίου μάχας,

### 245.8

ἃν Ἄρης τάχ’ εἴσεται

### 245.9

παισὶν Οἰδίπου φέρων

### 255.1

πημονὰν Ἐρινύων.

### 255.2

Ἄργος ὦ Πελασγικόν, δειμαίνω τὰν σὰν ἀλκὰν

### 255.3

καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον

### 255.4

εἰς ἀγῶνα τάνδ’ ἔνοπλος ὁρμὰν

### 260.1

παῖς μετέρχεται δόμους.

### 260.2

ΠΟΛΥΝΕΙΚΗΣ

### 261.1

τὰ μὲν πυλωρῶν κλῆιθρά μ’ εἰσεδέξατο

### 261.2

δι’ εὐπετείας τειχέων ἔσω μολεῖν.

### 261.3

ὃ καὶ δέδοικα μή με δικτύων ἔσω

### 261.4

λαβόντες οὐκ ἐκφρῶς’ ἀναίμακτον χρόα.

### 265.1

ὧν οὕνεκ’ ὄμμα πανταχῆι διοιστέον

### 265.2

κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ἦι.

### 265.3

ὡπλισμένος δὲ χεῖρα τῶιδε φασγάνωι

### 265.4

τὰ πίστ’ ἐμαυτῶι τοῦ θράσους παρέξομαι.

### 265.5

ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;

### 270.1

ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,

### 270.2

ὅταν δι’ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.

### 270.3

πέποιθα μέντοι μητρὶ κοὐ πέποιθ’ ἅμα,

### 270.4

ἥτις μ’ ἔπεισε δεῦρ’ ὑπόσπονδον μολεῖν.

### 270.5

ἀλλ’ ἐγγὺς ἀλκή (βώμιοι γὰρ ἐσχάραι

### 275.1

πέλας πάρεισι) κοὐκ ἔρημα δώματα,

### 275.2

φέρ’ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος καὶ τάσδ’ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.

### 275.3

ξέναι γυναῖκες, εἴπατ’, ἐκ ποίας πάτρας

### 275.4

Ἑλληνικοῖσι δώμασιν πελάζετε;

### 280.1

Χο. Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,

### 280.2

Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς

### 280.3

Φοίβωι μ’ ἔπεμψαν ἐνθάδ’ ἀκροθίνιον.

### 280.4

μέλλων δὲ πέμπειν μ’ Οἰδίπου κλεινὸς γόνος

### 280.5

μαντεῖα σεμνὰ Λοξίου τ’ ἐπ’ ἐσχάρας,

### 285.1

ἐν τῶιδ’ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.

### 285.2

σὺ δ’ ἀντάμειψαί μ’, ὅστις ὢν ἐλήλυθας

### 285.3

ἑπτάστομον πύργωμα Θηβαίας χθονός.

### 285.4

Πο. πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,

### 285.5

ἔτικτε δ’ Ἰοκάστη με, παῖς Μενοικέως·

### 290.1

καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.

### 290.2

Χο. [ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,

### 290.3

ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο,]

### 290.4

γονυπετεῖς ἕδρας προσπίτνω ς’, ἄναξ,

### 290.5

τὸν οἴκοθεν σέβουσα νόμον·

### 295.1

ἔβας ὢ χρόνωι γᾶν πατρώιαν. ἰὼ ἰώ· πότνια πότνια, μόλε πρόδομος,

### 295.2

ἀμπέτασον πύλας.

### 295.3

κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;

### 295.4

τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν θιγεῖν τ’ ὠλέναισι τέκνου;

### 295.5

Ιο. †Φοίνισσαν βοὰν κλύουσα

### 295.6

ὦ νεάνιδες γηραιῶι ποδὶ τρομερὰν

### 295.7

ἕλκω ποδὸς βάσιν.†

### 295.8

ἰὼ τέκνον, χρόνωι σὸν ὄμ‐

### 305

μα μυρίαις τ’ ἐν ἁμέραις

### 306a

προσεῖδον· ἀμφίβαλλε μα‐

### 306b

στὸν ὠλέναισι ματέρος,

### 307.1

παρηίδων τ’ ὄρεγμα δὸς

### 307.2

τριχῶν τε, κυανόχρωτι χαί‐ τας πλοκάμωι δέραν σκιάζων ἁμάν.

### 310.1

ἰὼ ἰώ, μόλις φανεὶς

### 310.2

ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.

### 310.3

τί φῶ σε; πῶς ἁπάνται

### 310.4

καὶ χερσὶ καὶ λόγοισι

### 310.5

πολυέλικτον ἁδονὰν

### 315.1

ἐκεῖσε καὶ τὸ δεῦρο

### 315.2

περιχορεύουσα τέρψιν παλαιᾶν λάβω

### 315.3

χαρμονᾶν; ἰὼ τέκος,

### 315.4

ἔρημον πατρῶιον ἔλιπες δόμον

### 315.5

φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβαι,

### 320.1

ἦ ποθεινὸς φίλοις,

### 320.2

ἦ ποθεινὸς Θήβαις.

### 320.3

ὅθεν ἐμάν τε λευκόχροα κείρομαι

### 320.4

δακρυόεσς’ ἀνεῖσα πένθει κόμαν,

### 320.5

ἄπεπλος φαρέων λευκῶν, τέκνον,

### 325.1

δυσόρφναια δ’ ἀμφὶ τρύχη τάδε

### 325.2

σκότι’ ἀμείβομαι·

### 325.3

ὁ δ’ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς ἀπήνας ὁμοπτέρου τᾶς ἀπο‐

### 325.4

ζυγείσας δόμων

### 330.1

πόθον ἀμφιδάκρυτον ἀεὶ κατέχων

### 330.2

ἀνῆιξεν μὲν ξίφους

### 330.3

ἐπ’ αὐτόχειρά τε σφαγὰν

### 330.4

ὑπὲρ τέραμνά τ’ ἀγχόνας,

### 330.5

στενάζων ἀρὰς τέκνοις·

### 335.1

σὺν ἀλαλαῖσι δ’ αἰὲν αἰαγμάτων

### 335.2

σκότια κρύπτεται.

### 335.3

σὲ δ’, ὦ τέκνον, γάμοισιν ἤ‐

### 338a

δη κλύω ζυγέντα

### 338b

παιδοποιὸν ἁδονὰν

### 339

ξένοισιν ἐν δόμοις ἔχειν,

### 340.1

ξένον δὲ κῆδος ἀμφέπειν,

### 340.2

ἄλαστα ματρὶ τᾶιδε Λα‐

### 340.3

ΐου τε τοῦ πάλαι γένει, γάμων ἐπακτὸν ἄταν.

### 340.4

ἐγὼ δ’ οὔτι σοι πυρὸς ἀνῆψα φῶς

### 345-346

νόμιμον [ἐν γάμοις] ὡς πρέπει ματέρι μακαρίαι·

### 347.1

ἀνυμέναια δ’ Ἱσμηνὸς ἐκηδεύθη

### 347.2

λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίων

### 347.3

πόλιν ἐσίγαθεν σᾶς ἔσοδοι νύμφας. ὄλοιτο τάδ’ εἴτε σίδαρος

### 347.4

εἴτ’ Ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,

### 347.5

εἴτε τὸ δαιμόνιον κατεκώμασε

### 347.6

δώμασιν Οἰδιπόδα·

### 347.7

πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ’ ἄχη.

### 355.1

Χο. δεινὸν γυναιξὶν αἱ δι’ ὠδίνων γοναί,

### 355.2

καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.

### 355.3

Πο. μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην

### 355.4

ἐχθροὺς ἐς ἄνδρας· ἀλλ’ ἀναγκαίως ἔχει

### 355.5

πατρίδος ἐρᾶν ἅπαντας· ὃς δ’ ἄλλως λέγει

### 360.1

λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς’ ἔχει.

### 360.2

οὕτω δὲ †τάρβους† ἐς φόβον τ’ ἀφικόμην

### 360.3

μή τις δόλος με πρὸς κασιγνήτου κτάνηι,

### 360.4

ὥστε ξιφήρη χεῖρ’ ἔχων δι’ ἄστεως

### 360.5

κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ’ ὠφελεῖ,

### 365.1

σπονδαί τε καὶ σὴ πίστις, ἥ μ’ ἐσήγαγεν

### 365.2

τείχη πατρῶια· πολύδακρυς δ’ ἀφικόμην,

### 365.3

χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν

### 365.4

γυμνάσιά θ’ οἷσιν ἐνετράφην Δίρκης θ’ ὕδωρ·

### 365.5

ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν

### 370.1

ναίω, δι’ ὄσσων νᾶμ’ ἔχων δακρύρροον.

### 370.2

ἀλλ’, ἐκ γὰρ ἄλγους ἄλγος αὖ, σὲ δέρκομαι

### 370.3

κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους

### 370.4

ἔχουσαν· οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν,

### 370.5

ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων.

### 375.1

[καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.

### 375.2

τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾶι, σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;

### 375.3

ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;]

### 375.4

Ιο. κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·

### 380.1

οὕτω γὰρ ἤρξατ’, ἄνομα μὲν τεκεῖν ἐμέ,

### 380.2

κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.

### 380.3

ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.

### 380.4

ὅπως δ’ ἔρωμαι, μή τι σὴν δάκω φρένα,

### 380.5

δέδοιχ’, ἃ χρήιζω· διὰ πόθου δ’ ἐλήλυθα.

### 385.1

Πο. ἀλλ’ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπηις·

### 385.2

ἃ γὰρ σὺ βούληι, ταὔτ’ ἐμοί, μῆτερ, φίλα.

### 385.3

Ιο. [καὶ δή ς’ ἐρωτῶ πρῶτον ὧν χρήιζω τυχεῖν·]

### 385.4

τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;

### 385.5

Πο. μέγιστον· ἔργωι δ’ ἐστὶ μεῖζον ἢ λόγωι.

### 390.1

Ιο. τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;

### 390.2

Πο. ἓν μὲν μέγιστον· οὐκ ἔχει παρρησίαν.

### 390.3

Ιο. δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.

### 390.4

Πο. τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.

### 390.5

Ιο. καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.

### 395.1

Πο. ἀλλ’ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.

### 395.2

Ιο. αἱ δ’ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.

### 395.3

Πο. καλοῖς βλέπουσαί γ’ ὄμμασιν, μέλλουσι δέ.

### 395.4

Ιο. οὐδ’ ὁ χρόνος αὐτὰς διεσάφης’ οὔσας κενάς;

### 395.5

Πο. ἔχουσιν Ἀφροδίτην τιν’, εὐδίαν κακῶν. Ιο. πόθεν δ’ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;

### 395.6

Πο. ποτὲ μὲν ἐπ’ ἦμαρ εἶχον, εἶτ’ οὐκ εἶχον ἄν.

### 395.7

Ιο. φίλοι δὲ πατρὸς καὶ ξένοι ς’ οὐκ ὠφέλουν;

### 395.8

Πο. εὖ πρᾶσσε· τὰ φίλων δ’ οὐδέν, ἤν τις δυστυχῆι.

### 395.9

Ιο. οὐδ’ ηὑγένειά ς’ ἦρεν εἰς ὕψος μέγαν;

### 405.1

Πο. κακὸν τὸ μὴ ’χειν· τὸ γένος οὐκ ἔβοσκέ με.

### 405.2

Ιο. ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.

### 405.3

Πο. οὐδ’ ὀνομάσαι δύναι’ ἂν ὡς ἐστὶν φίλον.

### 405.4

Ιο. πῶς δ’ ἦλθες Ἄργος; τίν’ ἐπίνοιαν ἔσχεθες;

### 405.5

Πο. ἔχρης’ Ἀδράστωι Λοξίας χρησμόν τινα.

### 410.1

Ιο. ποῖον; τί τοῦτ’ ἔλεξας; οὐκ ἔχω μαθεῖν. Πο. κάπρωι λέοντί θ’ ἁρμόσαι παίδων γάμους.

### 410.2

Ιο. καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;

### 410.3

Πο. οὐκ οἶδ’· ὁ δαίμων μ’ ἐκάλεσεν πρὸς τὴν τύχην.

### 410.4

Ιο. σοφὸς γὰρ ὁ θεός· τίνι τρόπωι δ’ ἔσχες λέχος;

### 415.1

Πο. νὺξ ἦν, Ἀδράστου δ’ ἦλθον ἐς παραστάδας.

### 415.2

Ιο. κοίτας ματεύων, ἦι φυγὰς πλανώμενος;

### 415.3

Πο. ἦν ταῦτα· κἆιτά γ’ ἦλθεν ἄλλος αὖ φυγάς.

### 415.4

Ιο. τίς οὗτος; ὡς ἄρ’ ἄθλιος κἀκεῖνος ἦν.

### 415.5

Πο. Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.

### 420.1

Ιο. τί θηρσὶν ὑμᾶς δῆτ’ Ἄδραστος ἤικασεν;

### 420.2

Πο. στρωμνῆς ἐς ἀλκὴν οὕνεκ’ ἤλθομεν πέρι.

### 420.3

Ιο. ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;

### 420.4

Πο. κἄδωκέ γ’ ἡμῖν δύο δυοῖν νεάνιδας.

### 420.5

Ιο. ἆρ’ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;

### 425.1

Πο. οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ’ ἡμέρας.

### 425.2

Ιο. πῶς δ’ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;

### 425.3

Πο. δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,

### 425.4

[Τυδεῖ τε κἀμοί, σύγγαμος γάρ ἐστ’ ἐμός,]

### 425.5

ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ’ ἐμέ.

### 430.1

πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι

### 430.2

πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δέ μοι

### 430.3

διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι πόλιν. θεοὺς δ’ ἐπώμος’ ὡς ἀκουσίως

### 430.4

τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.

### 435.1

ἀλλ’ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,

### 435.2

[μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους]

### 435.3

παῦσαι πόνων σὲ κἀμὲ καὶ πᾶσαν πόλιν.

### 435.4

[πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ’ ὅμως ἐρῶ·

### 435.5

τὰ χρήματ’ ἀνθρώποισι τιμιώτατα

### 440.1

δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.

### 440.2

ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων

### 440.3

λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.]

### 440.4

Χο. καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε

### 440.5

χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν

### 445.1

τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.

### 445.2

ΕΤΕΟΚΛΗΣ

### 446.1

μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς

### 446.2

ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου.

### 446.3

[ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων

### 446.4

τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν

### 446.5

τόνδ’ εἰσεδέξω τειχέων πείσασά με.]

### 446.6

Ιο. ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύτουσιν σοφοῖς.

### 446.7

σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·

### 455.1

οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾶις κάρα

### 455.2

Γοργόνος, ἀδελφὸν δ’ εἰσορᾶις ἥκοντα σόν.

### 455.3

σύ τ’ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,

### 455.4

Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων

### 455.5

λέξεις τ’ ἄμεινον τοῦδέ τ’ ἐνδέξηι λόγους.

### 460.1

παραινέσαι δὲ σφῶιν τι βούλομαι σοφόν·

### 460.2

ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλωι

### 460.3

ἐς ἓν συνελθὼν ὄμματ’ ὄμμασιν διδῶι,

### 460.4

ἐφ’ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,

### 460.5

κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.

### 465.1

λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·

### 465.2

σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,

### 465.3

ἄδικα πεπονθώς, ὡς σὺ φήις· κριτὴς δέ τις

### 465.4

θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.

### 465.5

Πο. ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,

### 470.1

κοὐ ποικίλων δεῖ τἄνδιχ’ ἑρμηνευμάτων·

### 470.2

ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δ’ ἄδικος λόγος

### 470.3

νοσῶν ἐν αὑτῶι φαρμάκων δεῖται σοφῶν.

### 470.4

ἐγὼ δὲ †πατρὸς δωμάτων† προυσκεψάμην

### 470.5

τοὐμόν τε καὶ τοῦδ’, ἐκφυγεῖν χρήιζων ἀρὰς

### 475.1

ἃς Οἰδίπους ἐφθέγξατ’ εἰς ἡμᾶς ποτε·

### 475.2

ἐξῆλθον ἔξω τῆσδ’ ἑκὼν αὐτὸς χθονός,

### 475.3

δοὺς τῶιδ’ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον

### 475.4

[ὥστ’ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν

### 475.5

καὶ μὴ δι’ ἔχθρας τῶιδε καὶ φθόνου μολὼν

### 480.1

κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται].

### 480.2

ὁ δ’ αἰνέσας ταῦθ’ ὁρκίους τε δοὺς θεοὺς

### 480.3

ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ’, ἀλλ’ ἔχει

### 480.4

τυραννίδ’ αὐτὸς καὶ δόμων ἐμὸν μέρος.

### 480.5

καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν

### 485.1

στρατὸν μὲν ἔξω τῆσδ’ ἀποστεῖλαι χθονός,

### 485.2

οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν

### 485.3

καὶ τῶιδ’ ἀφεῖναι τὸν ἴσον αὖθις 〈ἐσ〉 χρόνον,

### 485.4

καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν

### 485.5

πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις·

### 490.1

ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι

### 490.2

δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ

### 490.3

ὡς πάντα πράσσων σὺν δίκηι δίκης ἄτερ

### 490.4

ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.

### 490.5

ταῦτ’ αὔθ’ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς

### 495.1

λόγων ἀθροίσας εἶπον ἀλλὰ καὶ σοφοῖς καὶ τοῖσι φαύλοις ἔνδιχ’, ὡς ἐμοὶ δοκεῖ.

### 495.2

Χο. ἐμοὶ μέν, εἰ καὶ μὴ καθ’ Ἑλλήνων χθόνα

### 495.3

τεθράμμεθ’, ἀλλ’ οὖν ξυνετά μοι δοκεῖς λέγειν.

### 495.4

Ετ. εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ’ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·

### 495.5

νῦν δ’ οὔθ’ ὅμοιον οὐδὲν οὔτ’ ἴσον βροτοῖς

### 495.6

πλὴν ὀνόμασιν· τὸ δ’ ἔργον οὐκ ἔστιν τόδε.

### 495.7

ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·

### 495.8

ἄστρων ἂν ἔλθοιμ’ †ἡλίου† πρὸς ἀντολὰς

### 505.1

καὶ γῆς ἔνερθε, δυνατὸς ὢν δρᾶσαι τάδε,

### 505.2

τὴν θεῶν μεγίστην ὥστ’ ἔχειν Τυραννίδα.

### 505.3

τοῦτ’ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι

### 505.4

ἄλλωι παρεῖναι μᾶλλον ἢ σώιζειν ἐμοί·

### 505.5

ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας

### 510.1

τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ’ αἰσχύνομαι

### 510.2

ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν

### 510.3

τυχεῖν ἃ χρήιζει· ταῖς γὰρ ἂν Θήβαις τόδε

### 510.4

γένοιτ’ ὄνειδος, εἰ Μυκηναίου δορὸς

### 510.5

φόβωι παρείην σκῆπτρα τἀμὰ τῶιδ’ ἔχειν.

### 515.1

χρῆν δ’ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,

### 515.2

μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος

### 515.3

ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.

### 515.4

ἀλλ’, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,

### 515.5

ἔξεστ’· ἐκείνου δ’ οὐχ ἑκὼν μεθήσομαι.

### 520.1

[ἄρχειν παρόν μοι τῶιδε δουλεύσω ποτέ;]

### 520.2

πρὸς ταῦτ’ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,

### 520.3

ζεύγνυσθε δ’ ἵππους, πεδία πίμπλαθ’ ἁρμάτων,

### 520.4

ὡς οὐ παρήσω τῶιδ’ ἐμὴν τυραννίδα.

### 520.5

εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι

### 525.1

κάλλιστον ἀδικεῖν, τἄλλα δ’ εὐσεβεῖν χρεών.

### 525.2

Χο. οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς·

### 525.3

οὐ γὰρ καλὸν τοῦτ’ ἀλλὰ τῆι δίκηι πικρόν.

### 525.4

Ιο. ὦ τέκνον, οὐχ ἅπαντα τῶι γήραι κακά,

### 525.5

Ἐτεόκλεες, πρόσεστιν· ἀλλ’ ἡμπειρία

### 530.1

ἔχει τι λέξαι τῶν νέων σοφώτερον.

### 530.2

τί τῆς κακίστης δαιμόνων ἐφίεσαι

### 530.3

Φιλοτιμίας, παῖ; μὴ σύ γ’· ἄδικος ἡ θεός·

### 530.4

πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας ἐσῆλθε κἀξῆλθ’ ἐπ’ ὀλέθρωι τῶν χρωμένων·

### 535.1

ἐφ’ ἧι σὺ μαίνηι. κεῖνο κάλλιον, τέκνον,

### 535.2

Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις

### 535.3

πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις

### 535.4

συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,

### 535.5

τῶι πλέονι δ’ αἰεὶ πολέμιον καθίσταται

### 540.1

τοὔλασσον ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται.

### 540.2

καὶ γὰρ μέτρ’ ἀνθρώποισι καὶ μέρη σταθμῶν

### 540.3

Ἰσότης ἔταξε κἀριθμὸν διώρισεν,

### 540.4

νυκτός τ’ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς

### 540.5

ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,

### 545.1

κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.

### 545.2

εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει μέτροις,

### 545.3

σὺ δ’ οὐκ ἀνέξηι δωμάτων ἔχων ἴσον;

### 545.4

[καὶ τῶιδ’ ἀπονεῖμαι; κἆιτα ποῦ ’στιν ἡ δίκη;] τί τὴν τυραννίδ’, ἀδικίαν εὐδαίμονα, τιμᾶις ὑπέρφευ καὶ μέγ’ ἥγησαι τόδε;

### 545.5

περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.

### 545.6

ἢ πολλὰ μοχθεῖν πόλλ’ ἔχων ἐν δώμασιν

### 545.7

βούληι; τί δ’ ἔστι τὸ πλέον; ὄνομ’ ἔχει μόνον·

### 545.8

ἐπεὶ τά γ’ ἀρκοῦνθ’ ἱκανὰ τοῖς γε σώφροσιν.

### 555.1

[οὔτοι τὰ χρήματ’ ἴδια κέκτηνται βροτοί,

### 555.2

τὰ τῶν θεῶν δ’ ἔχοντες ἐπιμελούμεθα·

### 555.3

ὅταν δὲ χρήιζως’ αὔτ’ ἀφαιροῦνται πάλιν·

### 555.4

ὁ δ’ ὄλβος οὐ βέβαιος ἀλλ’ ἐφήμερος.]

### 555.5

ἄγ’, ἤν ς’ ἔρωμαι δύο λόγω προθεῖς’ ἅμα,

### 560.1

πότερα τυραννεῖν ἢ πόλιν σῶσαι θέλεις,

### 560.2

ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσηι ς’ ὅδε

### 560.3

Ἀργεῖά τ’ ἔγχη δόρυ τὸ Καδμείων ἕληι;

### 560.4

[ὄψηι δαμασθὲν ἄστυ Θηβαίων τόδε, ὄψηι δὲ πολλὰς αἰχμαλωτίδας κόρας

### 565.1

βίαι πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.]

### 565.2

δαπανηρὸς ἆρ’ ὁ πλοῦτος ὃν ζητεῖς ἔχειν

### 565.3

[γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ].

### 565.4

σοὶ μὲν τάδ’ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·

### 565.5

ἀμαθεῖς Ἄδραστος χάριτας ἐς ς’ ἀνήψατο,

### 570.1

ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πόλιν.

### 570.2

φέρ’, ἢν ἕληις γῆν τήνδ’, ὃ μὴ τύχοι ποτέ,

### 570.3

πρὸς θεῶν, τροπαῖα πῶς ἄρα στήσεις Διί,

### 570.4

πῶς δ’ αὖ κατάρξηι θυμάτων, ἑλὼν πάτραν,

### 570.5

καὶ σκῦλα γράψεις πῶς ἐπ’ Ἰνάχου ῥοαῖς;

### 575.1

Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς

### 575.2

ἀσπίδας ἔθηκε; μήποτ’, ὦ τέκνον, κλέος

### 575.3

τοιόνδε σοι γένοιθ’ ὑφ’ Ἑλλήνων λαβεῖν.

### 575.4

ἢν δ’ αὖ κρατηθῆις καὶ τὰ τοῦδ’ ὑπερδράμηι,

### 575.5

πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;

### 580.1

ἐρεῖ δὲ δή τις· Ὦ κακὰ μνηστεύματα Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον

### 580.2

ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,

### 580.3

κείνων στέρεσθαι τῶνδέ τ’, ἐν μέσωι πεσών.

### 580.4

μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,

### 585.1

ἐς ταὔθ’ ὅταν μόλητον, ἔχθιστον κακόν.

### 585.2

Χο. ὦ θεοί, γένοισθε τῶνδ’ ἀπότροποι κακῶν

### 585.3

καὶ ξύμβασίν τιν’ Οἰδίπου τέκνοις δότε.

### 585.4

Ετ. μῆτερ, οὐ λόγων ἔθ’ ἁγών, ἀλλ’ ἀναλοῦται χρόνος

### 585.5

οὑν μέσωι μάτην, περαίνει δ’ οὐδὲν ἡ προθυμία·

### 590.1

οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ’πὶ τοῖς εἰρημένοις,

### 590.2

ὥστ’ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ’ ἄνακτ’ εἶναι χθονός·

### 590.3

τῶν μακρῶν δ’ ἀπαλλαγεῖσα νουθετημάτων μ’ ἔα.

### 590.4

καὶ σὺ τῶνδ’ ἔξω κομίζου τειχέων ἢ κατθανῆι.

### 590.5

Πο. πρὸς τίνος; τίς ὧδ’ ἄτρωτος ὅστις εἰς ἡμᾶς ξίφος

### 595.1

φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;

### 595.2

Ετ. ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς; Πο. εἰσορῶ· δειλὸν δ’ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.

### 595.3

Ετ. κἆιτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;

### 595.4

Πο. ἀσφαλὴς γάρ ἐστ’ ἀμείνων ἢ θρασὺς στρατηλάτης. Ετ. κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σώιζουσιν θανεῖν.

### 595.5

Πο. καὶ σέ· δεύτερον δ’ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.

### 595.6

Ετ. οὐκ ἀπαιτούμεσθ’· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.

### 595.7

Πο. τοῦ μέρους ἔχων τὰ πλείω; Ετ. φήμ’· ἀπαλλάσσου

### 603.1

δὲ γῆς.

### 603.2

Πο. ὦ θεῶν βωμοὶ πατρώιων ... Ετ. οὓς σὺ πορθήσων

### 604

πάρει.

### 605

Πο. κλύετέ μου ... Ετ. τίς δ’ ἂν κλύοι σου πατρίδ’

### 605.1

ἐπεστρατευμένου;

### 605.2

Πο. καὶ θεῶν τῶν λευκοπώλων δώμαθ’ ... Ετ. οἳ

### 606.1

στυγοῦσί σε.

### 606.2

Πο. ἐξελαυνόμεσθα πατρίδος ... Ετ. καὶ γὰρ ἦλθες

### 607.1

ἐξελῶν.

### 607.2

Πο. ἀδικίαι γ’, ὦ θεοί. Ετ. Μυκήναις, μὴ ’νθάδ’ ἀνακάλει

### 608.1

θεούς.

### 608.2

Πο. ἀνόσιος πέφυκας ... Ετ. ἀλλ’ οὐ πατρίδος ὡς σὺ

### 609

πολέμιος.

### 610

Πο. ὅς μ’ ἄμοιρον ἐξελαύνεις. Ετ. καὶ κατακτενῶ γε

### 610.1

πρός. Πο. ὦ πάτερ, κλύεις ἃ πάσχω; Ετ. καὶ γὰρ οἷα δρᾶις κλύει.

### 610.2

Πο. καὶ σύ, μῆτερ; Ετ. ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.

### 610.3

Πο. ὦ πόλις. Ετ. μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.

### 610.4

Πο. εἶμι, μὴ πόνει· σὲ δ’ αἰνῶ, μῆτερ. Ετ. ἔξιθι χθονός.

### 615

Πο. ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. Ετ. οὐκ ἂν

### 615.1

τύχοις.

### 615.2

Πο. ἀλλὰ παρθένους ἀδελφάς. Ετ. οὐδὲ τάσδ’ ὄψηι ποτέ.

### 615.3

Πο. ὦ κασίγνηται. Ετ. τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;

### 615.4

Πο. μῆτερ, ἀλλά μοι σὺ χαῖρε. Ιο. χαρτὰ γοῦν πάσχω,

### 618.1

τέκνον.

### 618.2

Πο. οὐκέτ’ εἰμὶ παῖς σός. Ιο. ἐς πόλλ’ ἀθλία πέφυκ’ ἐγώ.

### 620.1

Πο. ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. Ετ. καὶ γὰρ ἀνθυβρίζομαι.

### 620.2

Πο. ποῦ ποτε στήσηι πρὸ πύργων; Ετ. ὡς τί μ’ ἱστορεῖς τόδε;

### 620.3

Πο. ἀντιτάξομαι κτενῶν σε. Ετ. κἀμὲ τοῦδ’ ἔρως ἔχει.

### 620.4

Ιο. ὦ τάλαιν’ ἐγώ· τί δράσετ’, ὦ τέκν’; Ετ. αὐτὸ σημανεῖ.

### 620.5

Ιο. πατρὸς οὐ φεύξεσθ’ Ἐρινῦς; Πο. ἐρρέτω πρόπας δόμος·

### 625.1

ὡς τάχ’ οὐκέθ’ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.

### 625.2

τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι

### 625.3

ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, δοῦλος ὣς ἀλλ’ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·

### 625.4

κἄν τί σοι, πόλις, γένηται, μὴ ’μέ, τόνδε δ’ αἰτιῶ.

### 630.1

[οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ’ ἐξελαύνομαι χθονός.]

### 630.2

καὶ σύ, Φοῖβ’ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,

### 630.3

ἥλικές θ’ οὑμοὶ θεῶν τε δεξίμηλ’ ἀγάλματα.

### 630.4

οὐ γὰρ οἶδ’ εἴ μοι προσειπεῖν αὖθις ἔσθ’ ὑμᾶς ποτε·

### 630.5

ἐλπίδες δ’ οὔπω καθεύδους’, αἷς πέποιθα σὺν θεοῖς

### 635.1

τόνδ’ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.

### 635.2

Ετ. ἔξιθ’ ἐκ χώρας· ἀληθῶς δ’ ὄνομα Πολυνείκη πατὴρ

### 635.3

ἔθετό σοι θείαι προνοίαι νεικέων ἐπώνυμον.

### 635.4

Χο. Κάδμος ἔμολε τάνδε γᾶν

### 635.5

Τύριος, ὧι τετρασκελὲς

### 640.1

μόσχος ἀδάματος πέσημα

### 640.2

δίκε τελεσφόρον διδοῦσα

### 640.3

χρησμόν, οὗ κατοικίσαι

### 640.4

πεδία νιν τὸ θέσφατον

### 640.5

πυροφόρα †δόμων ἔχρησε†,

### 645.1

καλλιπόταμος ὕδατος ἵνα τε

### 645.2

νοτὶς ἐπέρχεται †γυίας Δίρκας χλοηφόρους

### 645.3

καὶ βαθυσπόρους γυίας†·

### 645.4

Βρόμιον ἔνθα τέκετο †μάτηρ Διὸς γάμοισι†,

### 645.5

κισσὸς ὃν περιστεφὴς

### 645.6

ἑλικτὸς εὐθὺς ἔτι βρέφος

### 645.7

χλοηφόροισιν ἔρνεσιν

### 645.8

κατασκίοισιν ὀλβίσας ἐνώτισεν,

### 655a

βάκχιον χόρευμα παρθέ‐

### 655b

νοισι Θηβαΐαισι

### 656.1

καὶ γυναιξὶν εὐίοις.

### 656.2

ἔνθα φόνιος ἦν δράκων

### 656.3

Ἄρεος, ὠμόφρων φύλαξ,

### 656.4

νάματ’ ἔνυδρα καὶ ῥέεθρα

### 660.1

χλοερὰ δεργμάτων κόραισι

### 660.2

πολυπλάνοις ἐπισκοπῶν·

### 660.3

ὃν ἐπὶ χέρνιβας μολὼν

### 660.4

Κάδμος ὄλεσε μαρμάρωι,

### 660.5

κρᾶτα φόνιον ὀλεσίθηρος

### 665.1

ὠλένας †δικὼν† βολαῖς·

### 665.2

δίας ἀμάτορος

### 665.3

†Παλλάδος φραδαῖσι†

### 665.4

γαπετεῖς δικὼν ὀδόντας

### 665.5

ἐς βαθυσπόρους γύας·

### 670.1

ἔνθεν ἐξανῆκε γᾶ

### 670.2

πάνοπλον ὄψιν ὑπὲρ ἄκρων

### 670.3

ὅρων χθονός· σιδαρόφρων

### 670.4

δέ νιν φίλαι ξυνῆψε γᾶι φόνος πάλιν.

### 674a

αἵματος δ’ ἔδευσε γαῖαν,

### 674b

ἅ νιν εὐαλίοισι

### 675.1

δεῖξεν αἰθέρος πνοαῖς.

### 675.2

καὶ σέ, τὸν προμάτορος

### 675.3

Ἰοῦς ποτ’ ἔκγονον

### 675.4

Ἔπαφον, ὦ Διὸς γένεθλον,

### 675.5

†ἐκάλες’ ἐκάλεσα βαρβάρωι βοᾶι,

### 680.1

ἰώ, βαρβάροις λιταῖς†·

### 680.2

βᾶθι βᾶθι τάνδε γᾶν·

### 680.3

σοί νιν ἔκγονοι κτίσαν, καὶ διώνυμοι θεαί,

### 680.4

Περσέφασσα καὶ φίλα

### 685.1

Δαμάτηρ θεά,

### 685.2

πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,

### 685.3

κτήσαντο· πέμπε πυρφόρους

### 685.4

θεάς, ἄμυνε τᾶιδε γᾶι·

### 685.5

πάντα δ’ εὐπετῆ θεοῖς.

### 690.1

[Ετ. χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως

### 690.2

Κρέοντ’, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,

### 690.3

λέγων τάδ’, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς

### 690.4

θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,

### 690.5

πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.

### 695.1

καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·

### 695.2

ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ’ ἐμούς.]

### 695.3

ΚΡΕΩΝ

### 697.1

ἦ πόλλ’ †ἐπῆλθον† εἰσιδεῖν χρήιζων ς’, ἄναξ

### 697.2

Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας φυλακάς τ’ ἐπῆλθον σὸν δέμας θηρώμενος. Ετ. καὶ μὴν ἐγὼ ς’ ἔχρηιζον εἰσιδεῖν, Κρέον·

### 697.3

πολλῶν γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς,

### 697.4

ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.

### 697.5

Κρ. ἤκουσα μεῖζον αὐτὸν ἐς Θήβας φρονεῖν,

### 697.6

κήδει τ’ Ἀδράστου καὶ στρατῶι πεποιθότα.

### 705.1

ἀλλ’ ἐς θεοὺς χρὴ ταῦτ’ ἀναρτήσαντ’ ἔχειν·

### 705.2

ἃ δ’ ἐμποδὼν μάλιστα, ταῦθ’ ἥκω φράσων.

### 705.3

Ετ. τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.

### 705.4

Κρ. ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.

### 705.5

Ετ. λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;

### 710.1

Κρ. †μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν

### 710.2

ὅπλοις ἑλίξειν αὐτίκ’ Ἀργείων στρατόν.†

### 710.3

Ετ. ἐξοιστέον τἄρ’ ὅπλα Καδμείων πόλει.

### 710.4

Κρ. ποῖ; μῶν νεάζων οὐχ ὁρᾶις ἃ χρή ς’ ὁρᾶν;

### 710.5

Ετ. ἐκτὸς τάφρων τῶνδ’, ὡς μαχουμένους τάχα.

### 715.1

Κρ. σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἱ δ’ ἄφθονοι.

### 715.2

Ετ. ἐγὦιδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.

### 715.3

Κρ. ἔχει τιν’ ὄγκον τἄργος Ἑλλήνων πάρα.

### 715.4

Ετ. θάρσει· τάχ’ αὐτῶν πεδίον ἐμπλήσω φόνου.

### 715.5

Κρ. θέλοιμ’ ἄν· ἀλλὰ τοῦθ’ ὁρῶ πολλοῦ πόνου.

### 720.1

Ετ. ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.

### 720.2

Κρ. καὶ μὴν τὸ νικᾶν 〈γ’〉 ἐστι πᾶν εὐβουλίας.

### 720.3

Ετ. βούληι τράπωμαι δῆθ’ ὁδοὺς ἄλλας τινάς;

### 720.4

Κρ. πάσας γε, πρὶν κίνδυνον εἰσάπαξ μολεῖν.

### 720.5

Ετ. εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;

### 725.1

Κρ. εἴπερ σφαλείς γε δεῦρο σωθήσηι πάλιν.

### 725.2

Ετ. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

### 725.3

Κρ. ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.

### 725.4

Ετ. ἀλλ’ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;

### 725.5

Κρ. ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.

### 730.1

Ετ. βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.

### 730.2

Κρ. ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.

### 730.3

Ετ. τί δ’ εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;

### 730.4

Κρ. κἀκεῖ πέφαρκται λαὸς ἅρμασιν πέριξ.

### 730.5

Ετ. τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;

### 735.1

Κρ. μὴ δῆτα· βουλεύου δ’, ἐπείπερ εἶ σοφός.

### 735.2

Ετ. τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;

### 735.3

Κρ. ἕπτ’ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκους’ ἐγώ ...

### 735.4

Ετ. τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ. Κρ. λόχων ἄνακτας ἑπτὰ προσκεῖσθαι πύλαις.

### 740.1

Ετ. τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.

### 740.2

Κρ. ἕπτ’ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.

### 740.3

Ετ. λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;

### 740.4

Κρ. λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.

### 740.5

Ετ. ξυνῆκ’· ἀμύνειν τειχέων προσαμβάσεις.

### 745.1

Κρ. καὶ ξυστρατήγους 〈γ’〉· εἷς δ’ ἀνὴρ οὐ πάνθ’ ὁρᾶι.

### 745.2

Ετ. θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίαι;

### 745.3

Κρ. ἀμφότερ’· ἓν ἀπολειφθὲν γὰρ οὐδὲν θατέρου.

### 745.4

Ετ. ἔσται τάδ’· ἐλθὼν ἑπτάπυργον ἐς †πόλιν†

### 745.5

τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.

### 745.6

ὄνομα δ’ ἑκάστου διατριβὴ πολλὴ λέγειν,

### 745.7

ἐχθρῶν ὑπ’ αὐτοῖς τείχεσιν καθημένων.

### 745.8

ἀλλ’ εἶμ’, ὅπως ἂν μὴ καταργῶμεν χέρα.

### 745.9

[καί μοι γένοιτ’ ἀδελφὸν ἀντήρη λαβεῖν

### 755.1

καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορὶ

### 755.2

κτανεῖν θ’, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.

### 755.3

γάμους δ’ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ

### 755.4

Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,

### 755.5

σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δ’ ἐχέγγυον

### 760.1

τὴν πρόσθε ποιῶ νῦν ἐπ’ ἐξόδοις ἐμαῖς.

### 760.2

μητρὸς δ’ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;

### 760.3

τρέφ’ ἀξίως νιν σοῦ τε τήν τ’ ἐμὴν χάριν.

### 760.4

πατὴρ δ’ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,

### 760.5

ὄψιν τυφλώσας· οὐκ ἄγαν σφ’ ἐπήινεσα·

### 765.1

ἡμᾶς δ’ ἀραῖσιν, ἢν τύχηι, κατακτενεῖ.]

### 765.2

ἓν δ’ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον

### 765.3

οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,

### 765.4

τοῦδ’ ἐκπυθέσθαι ταῦτ’· ἐγὼ δὲ παῖδα σὸν

### 765.5

Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,

### 770.1

λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·

### 770.2

σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,

### 770.3

ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην

### 770.4

ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.

### 770.5

[πόλει δὲ καὶ σοὶ ταῦτ’ ἐπισκήπτω, Κρέον·

### 775.1

ἤνπερ κρατήσηι τἀμά, Πολυνείκους νέκυν

### 775.2

μήποτε ταφῆναι τῆιδε Θηβαίαι χθονί,

### 775.3

θνήισκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ἦι. σοὶ μὲν τάδ’ εἶπον· προσπόλοις δ’ ἐμοῖς λέγω·]

### 775.4

ἐκφέρετε τεύχη πάνοπλά τ’ ἀμφιβλήματα

### 780.1

ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορός

### 780.2

[ὁρμώμεθ’ ἤδη ξὺν δίκηι νικηφόρωι].

### 780.3

τῆι δ’ Εὐλαβείαι, χρησιμωτάτηι θεῶν,

### 780.4

προσευχόμεσθα τήνδε διασῶσαι πόλιν.

### 780.5

Χο. ὦ πολύμοχθος Ἄρης, τί ποθ’ αἵματι

### 785.1

καὶ θανάτωι κατέχηι Βρομίου παράμουσος ἑορταῖς;

### 785.2

οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας

### 785.3

βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπηι

### 785.4

μοῦσαν ἐν ἇι Χάριτες χοροποιοί,

### 785.5

ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων †ἐπιπνεύσας

### 790a

αἵματι Θήβας†

### 790b

κῶμον ἀναυλότατον προχορεύεις·

### 791.1

οὐδ’ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα †δινεύεις

### 791.2

ἅρμασι καὶ ψαλίων τετραβάμοσι μώνυχα πώλων†

### 791.3

Ἱσμηνοῦ τ’ ἐπὶ χεύμασι βαίνων

### 794a

ἱππείαισι θοάζεις,

### 794b

Ἀργείοις ἐπιπνεύσας

### 795.1

Σπαρτῶν γένναι

### 795.2

ἀσπιδοφέρμονα †θίασον ἔνοπλον†

### 797a

ἀντίπαλον κατὰ λάϊνα τείχεα

### 797b

χαλκῶι κοσμήσας.

### 798.1

ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε

### 798.2

μήσατο πήματα γᾶς βασιλεῦσιν [Λαβδακίδαις πολυμόχθοις].

### 798.3

ὦ ζαθέων πετάλων πολυθηρότα‐ τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,

### 798.4

μήποτε τὸν θανάτωι προτεθέντα, λόχευμ’ Ἰοκάστας,

### 798.5

ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,

### 805.1

χρυσοδέτοις περόναις ἐπίσαμον·

### 805.2

μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν

### 807a

πένθεα γαίας

### 807b

Σφίγγ’ ἀπομουσοτάταισι σὺν ὠιδαῖς,

### 808.1

ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς

### 808.2

τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς

### 810

†γένναν, ἃν† ὁ κατὰ χθονὸς Ἅιδας

### 811a

Καδμείοις ἐπιπέμπει·

### 811b

δυσδαίμων δ’ ἔρις ἄλλα

### 812.1

θάλλει παίδων

### 812.2

Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.

### 812.3

οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ’ ἔφυ καλόν,

### 815.1

†οὐδ’ οἱ μὴ νόμιμοι παῖδες ματρὶ λόχευμα μίασμα πατρός·

### 815.2

ἡ δὲ συναίμονος εἰς λέχος ἦλθεν.†

### 815.3

ἔτεκες, ὦ Γαῖ’, ἔτεκές ποτε,

### 815.4

βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ’ ἐν οἴκοις,

### 820.1

τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος

### 820.2

γένναν ὀδοντοφυᾶ, Θήβαις κάλλιστον ὄνειδος·

### 820.3

Ἁρμονίας δέ ποτ’ εἰς ὑμεναίους

### 820.4

ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας

### 820.5

τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα

### 825.1

διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,

### 825.2

Δίρκα χλοεροτρόφον ἇι πεδίον

### 825.3

πρόπαρ Ἱσμηνοῦ καταδεύει,

### 825.4

Ἰώ θ’ ἁ κερόεσσα προμάτωρ

### 825.5

Καδμείων βασιλῆας ἐγείνατο·

### 830.1

μυριάδας δ’ ἀγαθῶν ἑτέροις ἑτέ‐

### 830.2

ρας μεταμειβομένα πόλις ἅδ’ ἐπ’ ἄκροις ἕστακ’ Ἄρεος στεφάνοισιν.

### 834

ΤΕΙΡΕΣΙΑΣ

### 834

ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῶι ποδὶ

### 835.1

ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς.

### 835.2

δεῦρ’ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖς’ ἐμὸν

### 835.3

πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·

### 835.4

κλήρους τέ μοι φύλασσε παρθένωι χερί,

### 835.5

οὓς ἔλαβον οἰωνίσματ’ ὀρνίθων μαθὼν

### 840.1

θάκοισιν ἐν ἱεροῖσιν οὗ μαντεύομαι.

### 840.2

τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι

### 840.3

πόση τις ἡ ’πίλοιπος ἄστεως ὁδὸς

### 840.4

πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,

### 840.5

πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.

### 845.1

Κρ. θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς

### 845.2

ἔσθ’ ὁρμίσαι σὸν πόδα· λαβοῦ δ’ αὐτοῦ, τέκνον·

### 845.3

ὡς παῖς ἔτ’ ἀπτὴν πούς τε πρεσβύτου φιλεῖ

### 845.4

χειρὸς θυραίας ἀναμένειν κουφίσματα.

### 845.5

Τε. εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῆι, Κρέον; Κρ. οὔπω λελήσμεθ’· ἀλλὰ σύλλεξαι σθένος καὶ πνεῦμ’ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.

### 845.6

Τε. κόπωι παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο

### 845.7

δεῦρ’ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·

### 845.8

κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,

### 855.1

οὗ καλλινίκους Κεκροπίδας ἔθηκ’ ἐγώ·

### 855.2

καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾶις, ἔχω

### 855.3

λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.

### 855.4

Κρ. οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·

### 855.5

ἐν γὰρ κλύδωνι κείμεθ’, ὥσπερ οἶσθα σύ,

### 860.1

δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.

### 860.2

βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις

### 860.3

ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·

### 860.4

ἐμοὶ δ’ ἀπέσταλκ’ ἐκμαθεῖν σέθεν πάρα

### 860.5

τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.

### 865.1

Τε. Ἐτεοκλέους μὲν οὕνεκ’ ἂν κλήισας στόμα

### 865.2

χρησμοὺς ἐπέσχον· σοὶ δ’, ἐπεὶ χρήιζεις μαθεῖν,

### 865.3

λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον.

### 865.4

[ἐξ οὗ ’τεκνώθη Λάιος βίαι θεῶν

### 865.5

πόσιν τ’ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·

### 870.1

αἵ θ’ αἱματωποὶ δεργμάτων διαφθοραὶ

### 870.2

θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.

### 870.3

ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνωι χρήιζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,

### 870.4

ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ

### 875.1

οὔτ’ ἔξοδον διδόντες ἄνδρα δυστυχῆ

### 875.2

ἐξηγρίωσαν· ἐκ δ’ ἔπνευς’ αὐτοῖς ἀρὰς

### 875.3

δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.

### 875.4

ἁγὼ τί οὐ δρῶν, ποῖα δ’ οὐ λέγων ἔπη

### 875.5

ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;

### 880.1

ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον.]

### 880.2

πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες

### 880.3

Ἀργεῖα καὶ Καδμεῖα μείξαντες μέλη

### 880.4

πικροὺς γόους δώσουσι Θηβαίαι χθονί.

### 880.5

σύ τ’ ὦ τάλαινα συγκατασκάπτηι πόλι,

### 885.1

εἰ μὴ λόγοις τις τοῖς ἐμοῖσι πείσεται.

### 885.2

[ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου

### 885.3

μηδένα πολίτην μηδ’ ἄνακτ’ εἶναι χθονός,

### 885.4

ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.

### 885.5

ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,

### 890.1

μί’ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.]

### 890.2

ἀλλ’ οὐ γὰρ εἰπεῖν οὔτ’ ἐμοὶ τόδ’ ἀσφαλὲς πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις

### 890.3

πόλει παρασχεῖν φάρμακον σωτηρίας,

### 890.4

ἄπειμι. χαίρεθ’· εἷς γὰρ ὢν πολλῶν μέτα

### 895.1

τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;

### 895.2

Κρ. ἐπίσχες αὐτοῦ, πρέσβυ. Τε. μὴ ’πιλαμβάνου.

### 895.3

Κρ. μεῖνον, τί φεύγεις; Τε. ἡ τύχη ς’, ἀλλ’ οὐκ ἐγώ.

### 895.4

Κρ. φράσον πολίταις καὶ πόλει σωτηρίαν.

### 895.5

Τε. βούληι σὺ μέντοι κοὐχὶ βουλήσηι τάχα. Κρ. καὶ πῶς πατρώιαν γαῖαν οὐ σῶσαι θέλω;

### 895.6

Τε. θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;

### 895.7

Κρ. ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;

### 895.8

Τε. [κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.]

### 895.9

πρῶτον δ’ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,

### 905.1

ποῦ ’στιν Μενοικεύς, ὅς με δεῦρ’ ἐπήγαγεν;

### 905.2

Κρ. ὅδ’ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.

### 905.3

Τε. ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.

### 905.4

Κρ. ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.

### 905.5

Τε. βούληι παρόντος δῆτά σοι τούτου φράσω;

### 910.1

Κρ. κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.

### 910.2

Τε. ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν

### 910.3

[ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν]·

### 910.4

σφάξαι Μενοικέα τόνδε δεῖ ς’ ὑπὲρ πάτρας,

### 910.5

σὸν παῖδ’, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.

### 915.1

Κρ. τί φήις; τίν’ εἶπας τόνδε μῦθον, ὦ γέρον;

### 915.2

Τε. ἅπερ πέφηνε, ταῦτα κἀνάγκη σε δρᾶν.

### 915.3

Κρ. ὦ πολλὰ λέξας ἐν βραχεῖ λόγωι κακά.

### 915.4

Τε. σοί γ’, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.

### 915.5

Κρ. οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.

### 920.1

Τε. ἁνὴρ ὅδ’ οὐκέθ’ αὑτός· ἐκνεύει πάλιν.

### 920.2

Κρ. χαίρων ἴθ’· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.

### 920.3

Τε. ἀπόλωλεν ἁλήθει’, ἐπεὶ σὺ δυστυχεῖς;

### 920.4

Κρ. ὦ πρός σε γονάτων καὶ γερασμίου τριχός.

### 920.5

Τε. τί προσπίτνεις με; δυσφύλακτ’ αἴνει κακά.

### 925.1

Κρ. σίγα· πόλει δὲ τούσδε μὴ λέξηις λόγους.

### 925.2

Τε. ἀδικεῖν κελεύεις μ’· οὐ σιωπήσαιμεν ἄν.

### 925.3

Κρ. τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;

### 925.4

Τε. ἄλλοις μελήσει ταῦτ’, ἐμοὶ δ’ εἰρήσεται.

### 925.5

Κρ. ἐκ τοῦ δ’ ἐμοὶ τόδ’ ἦλθε καὶ τέκνωι κακόν;

### 930.1

Τε. [ὀρθῶς μ’ ἐρωτᾶις κεἰς ἀγῶν’ ἔρχηι λόγων.]

### 930.2

δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς

### 930.3

ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,

### 930.4

σφαγέντα φόνιον αἷμα γῆι δοῦναι χοάς,

### 930.5

Κάδμωι παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,

### 935.1

ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον·

### 935.2

καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ’ Ἄρη.

### 935.3

χθὼν δ’ ἀντὶ καρποῦ καρπὸν ἀντί θ’ αἵματος

### 935.4

αἷμ’ ἢν λάβηι βρότειον, ἕξετ’ εὐμενῆ

### 935.5

Γῆν, ἥ ποθ’ ἡμῖν χρυσοπήληκα στάχυν

### 940.1

Σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν

### 940.2

τοῦδ’ ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.

### 940.3

σὺ δ’ ἐνθάδ’ ἡμῖν λοιπὸς εἶ Σπαρτῶν γένους

### 940.4

ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο

### 940.5

[οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι

### 945.1

σφαγὰς ἀπείργους’· οὐ γάρ ἐστιν ἤιθεος.

### 945.2

κεἰ μὴ γὰρ εὐνῆς ἥψατ’, ἀλλ’ ἔχει λέχος].

### 945.3

οὗτος δὲ πῶλος τῆιδ’ ἀνειμένος πόλει

### 945.4

θανὼν πατρώιαν γαῖαν ἐκσώσειεν ἄν.

### 945.5

πικρὸν δ’ Ἀδράστωι νόστον Ἀργείοισί τε θήσει, μέλαιναν κῆρ’ ἐπ’ ὄμμασιν βαλών,

### 945.6

κλεινάς τε Θήβας. τοῖνδ’ ἑλοῦ δυοῖν πότμοιν

### 945.7

τὸν ἕτερον· ἢ γὰρ παῖδα σῶσον ἢ πόλιν.

### 945.8

τὰ μὲν παρ’ ἡμῶν πάντ’ ἔχεις· ἡγοῦ, τέκνον,

### 945.9

πρὸς οἶκον. ὅστις δ’ ἐμπύρωι χρῆται τέχνηι

### 955.1

μάταιος· ἢν μὲν πικρὰ σημήνας τύχηι,

### 955.2

ἐχθρὸς καθέστηχ’ οἷς ἂν οἰωνοσκοπῆι·

### 955.3

ψευδῆ δ’ ὑπ’ οἴκτου τοῖσι χρωμένοις λέγων

### 955.4

ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον

### 955.5

χρῆν θεσπιωιδεῖν, ὃς δέδοικεν οὐδένα.

### 960.1

Χο. Κρέον, τί σιγᾶις γῆρυν ἄφθογγον σχάσας;

### 960.2

κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.

### 960.3

Κρ. τί δ’ ἄν τις εἴποι; δῆλον οἵ γ’ ἐμοὶ λόγοι·

### 960.4

ἐγὼ γὰρ οὔποτ’ ἐς τόδ’ εἶμι συμφορᾶς

### 960.5

ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.

### 965.1

πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,

### 965.2

οὐδ’ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.

### 965.3

μή μ’ εὐλογείτω τἀμά τις κτείνων τέκνα·

### 965.4

αὐτὸς δ’, ἐν ὡραίωι γὰρ ἕσταμεν βίου,

### 965.5

θνήισκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.

### 970.1

ἀλλ’ εἷα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,

### 970.2

ἀκόλαστ’ ἐάσας μάντεων θεσπίσματα,

### 970.3

φεῦγ’ ὡς τάχιστα τῆσδ’ ἀπαλλαχθεὶς χθονός.

### 970.4

[λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε

### 970.5

πύλας ἐφ’ ἑπτὰ καὶ λοχαγέτας μολών.]

### 975.1

κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·

### 975.2

ἢν δ’ ὑστερήσηις, οἰχόμεσθα, κατθανῆι.

### 975.3

ΜΕΝΟΙΚΕΥΣ

### 977.1

ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;

### 977.2

Κρ. ὅπου χθονὸς τῆσδ’ ἐκποδὼν μάλιστ’ ἔσηι. Με. οὔκουν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ’ ἐμέ;

### 980.1

Κρ. Δελφοὺς περάσας ... Με. ποῖ με χρή, πάτερ, μολεῖν;

### 980.2

Κρ. Αἰτωλίδ’ ἐς γῆν. Με. ἐκ δὲ τῆσδε ποῖ περῶ;

### 980.3

Κρ. Θεσπρωτὸν οὖδας. Με. σεμνὰ Δωδώνης βάθρα;

### 980.4

Κρ. ἔγνως. Με. τί δὴ τόδ’ ἔρυμά μοι γενήσεται;

### 980.5

Κρ. πόμπιμος ὁ δαίμων. Με. χρημάτων δὲ τίς πόρος;

### 985.1

Κρ. ἐγὼ πορεύσω χρυσόν. Με. εὖ λέγεις, πάτερ.

### 985.2

χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,

### 985.3

ἧς πρῶτα μαστὸν εἵλκυς’, Ἰοκάστην λέγω,

### 985.4

μητρὸς στερηθεὶς ὀρφανός τ’ ἀποζυγείς,

### 985.5

προσηγορήσας εἶμι καὶ σώσω βίον.

### 990.1

ἀλλ’ εἷα χώρει· μὴ τὸ σὸν κωλυέτω.

### 990.2

γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,

### 990.3

κλέψας λόγοισιν, ὥσθ’ ἃ βούλομαι τυχεῖν·

### 990.4

ὅς μ’ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,

### 990.5

καὶ δειλίαι δίδωσι. καὶ συγγνωστὰ μὲν

### 995.1

γέροντι, τοὐμὸν δ’ οὐχὶ συγγνώμην ἔχει,

### 995.2

προδότην γενέσθαι πατρίδος ἥ μ’ ἐγείνατο.

### 995.3

ὡς οὖν ἂν εἰδῆτ’, εἶμι καὶ σώσω πόλιν ψυχήν τε δώσω τῆσδ’ ὑπερθανὼν χθονός.

### 995.4

αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι

### 995.5

στάντες παρ’ ἀσπίδ’ οὐκ ὀκνήσουσιν θανεῖν,

### 995.6

πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ,

### 995.7

ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς

### 995.8

πόλιν τ’ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς

### 1005.1

ἄπειμ’, ὅπου δ’ ἂν ζῶ κακὸς φανήσομαι;

### 1005.2

μὰ τὸν μετ’ ἄστρων Ζῆν’ Ἄρη τε φοίνιον,

### 1005.3

ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ

### 1005.4

Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.

### 1005.5

ἀλλ’ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων

### 1010.1

σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ

### 1010.2

δράκοντος, ἔνθ’ ὁ μάντις ἐξηγήσατο,

### 1010.3

ἐλευθερώσω γαῖαν. εἴρηται λόγος.

### 1010.4

[στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει

### 1010.5

δώσων, νόσου δὲ τήνδ’ ἀπαλλάξω χθόνα.

### 1015.1

εἰ γὰρ λαβὼν ἕκαστος ὅτι δύναιτό τις

### 1015.2

χρηστὸν διέλθοι τοῦτο κεἰς κοινὸν φέροι

### 1015.3

πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.]

### 1019a

Χο. ἔβας ἔβας

### 1019b

ὦ πτεροῦσσα, Γᾶς λόχευμα

### 1020.1

νερτέρου τ’ Ἐχίδνας,

### 1020.2

Καδμείων ἁρπαγά,

### 1020.3

πολύφθορος πολύστονος

### 1023a

μειξοπάρθενος,

### 1023b

δάιον τέρας,

### 1024

φοιτάσι πτεροῖς

### 1025.1

χαλαῖσί τ’ ὠμοσίτοις·

### 1025.2

Διρκαίων ἅ ποτ’ ἐκ

### 1025.3

τόπων νέους πεδαίρους’

### 1025.4

ἄλυρον ἀμφὶ μοῦσαν,

### 1025.5

ὀλομέναν γ’ Ἐρινύν,

### 1030.1

ἔφερες ἔφερες ἄχεα πατρίδι

### 1030.2

φόνια· φόνιος ἐκ θεῶν

### 1030.3

ὃς τάδ’ ἦν ὁ πράξας.

### 1030.4

ἰάλεμοι δὲ ματέρων,

### 1030.5

ἰάλεμοι δὲ παρθένων

### 1035.1

ἐστέναζον οἴκοις·

### 1035.2

ἰηϊήιον βοάν, ἰηϊήιον μέλος

### 1038a

ἄλλος ἄλλοτ’ ἐποτότυζε

### 1038b

διαδοχαῖς ἀνὰ πτόλιν.

### 1039

βροντᾶι δὲ στεναγμὸς

### 1040.1

ἀχά τ’ ἦν ὅμοιος,

### 1040.2

ὁπότε πόλεος ἀφανίσειεν

### 1040.3

ἁ πτεροῦσσα παρθένος τιν’ ἀνδρῶν.

### 1043a

χρόνωι δ’ ἔβα

### 1043b

Πυθίαις ἀποστολαῖσιν

### 1044

Οἰδίπους ὁ τλάμων

### 1045.1

Θηβαίαν τάνδε γᾶν

### 1045.2

τότ’ ἀσμένοις, πάλιν δ’ ἄχη·

### 1047a

ματρὶ γὰρ γάμους

### 1047b

δυσγάμους τάλας

### 1048.1

καλλίνικος ὢν

### 1048.2

αἰνιγμάτων συνάπτει, μιαίνει δὲ πτόλιν,

### 1048.3

δι’ αἱμάτων δ’ ἀμείβει

### 1048.4

μυσαρὸν εἰς ἀγῶνα,

### 1048.5

καταβαλὼν ἀραῖσι τέκεα μέλεος. ἀγάμεθ’ ἀγάμεθ’,

### 1055.1

ὃς ἐπὶ θάνατον οἴχεται

### 1055.2

γᾶς ὑπὲρ πατρώιας,

### 1055.3

Κρέοντι μὲν λιπὼν γόους,

### 1055.4

τὰ δ’ ἑπτάπυργα κλῆιθρα γᾶς

### 1055.5

καλλίνικα θήσων.

### 1060.1

γενοίμεθ’ ὧδε ματέρες

### 1060.2

γενοίμεθ’ εὔτεκνοι, φίλα

### 1062a

Παλλάς, ἃ δράκοντος αἷμα

### 1062b

λιθόβολον κατηργάσω,

### 1063.1

Καδμείαν μέριμναν

### 1063.2

ὁρμάσας’ ἐπ’ ἔργον,

### 1065.1

ὅθεν ἐπέσυτο τάνδε γαῖαν

### 1065.2

ἁρπαγαῖσι δαιμόνων τις ἄτα.

### 1065.3

ΑΓΓΕΛΟΣ

### 1067.1

ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;

### 1067.2

ἀνοίγετ’, ἐκπορεύετ’ Ἰοκάστην δόμων.

### 1067.3

ὠὴ μάλ’ αὖθις. διὰ μακροῦ μέν, ἀλλ’ ὅμως.

### 1070.1

[ἔξελθ’, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, λήξας’ ὀδυρμῶν πενθίμων τε δακρύων.]

### 1070.2

Ιο. ὦ φίλτατ’, οὔ που ξυμφορὰν ἥκεις φέρων

### 1070.3

Ἐτεοκλέους θανόντος, οὗ παρ’ ἀσπίδα

### 1070.4

βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;

### 1075.1

[τί μοί ποθ’ ἥκεις καινὸν ἀγγελῶν ἔπος;]

### 1075.2

τέθνηκεν ἢ ζῆι παῖς ἐμός; σήμαινέ μοι.

### 1075.3

Αγ. ζῆι, μὴ τρέσηις, τοῦδ’ ὥς ς’ ἀπαλλάξω φόβου.

### 1075.4

Ιο. τί δ’ ἑπτάπυργοι—πῶς ἔχουσι; —περιβολαί;

### 1075.5

Αγ. ἑστᾶς’ ἄθραυστοι κοὐκ ἀνήρπασται πόλις.

### 1080.1

Ιο. ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;

### 1080.2

Αγ. ἀκμήν γ’ ἐπ’ αὐτήν· ἀλλ’ ὁ Καδμείων Ἄρης

### 1080.3

κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.

### 1080.4

Ιο. ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι

### 1080.5

οἶσθ’· ὡς μέλει μοι καὶ τόδ’, εἰ λεύσσει φάος.

### 1085.1

Αγ. ζῆι σοι ξυνωρὶς ἐς τόδ’ ἡμέρας τέκνων.

### 1085.2

Ιο. εὐδαιμονοίης. πῶς γὰρ Ἀργεῖον δόρυ

### 1085.3

πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;

### 1085.4

λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας

### 1085.5

ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσωμένης.

### 1090.1

Αγ. ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν πύργων ἐπ’ ἄκρων στὰς μελάνδετον ξίφος

### 1090.2

λαιμῶν διῆκε, τῆιδε γῆι σωτηρίαν,

### 1090.3

λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας

### 1090.4

πύλας ἐφ’ ἑπτά, φύλακας Ἀργείου δορός,

### 1095.1

σὸς παῖς, ἐφέδρους 〈δ’〉 ἱππότας μὲν ἱππόταις

### 1095.2

ἔταξ’, ὁπλίτας δ’ ἀσπιδηφόροις ἔπι,

### 1095.3

ὡς τῶι νοσοῦντι τειχέων εἴη δορὸς

### 1095.4

ἀλκὴ δι’ ὀλίγου. περγάμων δ’ ἀπ’ ὀρθίων

### 1095.5

λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν Τευμησσὸν ἐκλιπόντα καὶ τάφρου πέλας

### 1095.6

[δρόμωι ξυνῆψαν ἄστυ Καδμείας χθονός].

### 1095.7

παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ

### 1095.8

ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.

### 1095.9

[καὶ πρῶτα μὲν προσῆγε Νηίσταις πύλαις

### 1105.1

λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα

### 1105.2

ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,

### 1105.3

ἐπίσημ’ ἔχων οἰκεῖον ἐν μέσωι σάκει,

### 1105.4

ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας

### 1110.1

πύλας ἐχώρει σφάγι’ ἔχων ἐφ’ ἅρματι

### 1110.2

ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖ’ ἔχων

### 1110.3

ὑβρισμέν’ ἀλλὰ σωφρόνως ἄσημ’ ὅπλα.

### 1110.4

Ὠγύγια δ’ ἐς πυλώμαθ’ Ἱππομέδων ἄναξ

### 1110.5

ἔστειχ’ ἔχων σημεῖον ἐν μέσωι σάκει

### 1115.1

στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,

### 1115.2

τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα

### 1115.3

βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,

### 1115.4

ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.

### 1115.5

Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις

### 1120.1

Τυδεύς, λέοντος δέρος ἔχων ἐπ’ ἀσπίδι

### 1120.2

χαίτηι πεφρικός· δεξιᾶι δὲ λαμπάδα

### 1120.3

Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.

### 1120.4

ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις

### 1120.5

Ἄρη προσῆγε· Ποτνιάδες δ’ ἐπ’ ἀσπίδι

### 1125.1

ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβωι,

### 1125.2

εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι

### 1125.3

πόρπαχ’ ὑπ’ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.

### 1125.4

ὁ δ’ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν

### 1125.5

Καπανεὺς προσῆγε λόχον ἐπ’ Ἠλέκτραις πύλαις·

### 1130.1

σιδηρονώτοις δ’ ἀσπίδος κύκλοις ἐπῆν γίγας ἐπ’ ὤμοις γηγενὴς ὅλην πόλιν

### 1130.2

φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,

### 1130.3

ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.

### 1130.4

ταῖς δ’ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,

### 1135.1

ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῆι,

### 1135.2

ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν

### 1135.3

Ἀργεῖον αὔχημ’· ἐκ δὲ τειχέων μέσων

### 1135.4

δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.

### 1135.5

παρῆν δ’ ἑκάστου τῶνδέ μοι θεάματα

### 1140.1

ξύνθημα παραφέροντι ποιμέσιν λόχων.]

### 1140.2

καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις

### 1140.3

ἐμαρνάμεσθα σφενδόναις θ’ ἑκηβόλοις

### 1140.4

πέτρων τ’ ἀραγμοῖς· ὡς δ’ ἐνικῶμεν μάχηι,

### 1140.5

ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·

### 1145.1

Ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,

### 1145.2

τί μέλλετ’ ἄρδην πάντες ἐμπίπτειν πύλαις,

### 1145.3

γυμνῆτες ἱππῆς ἁρμάτων τ’ ἐπιστάται;

### 1145.4

ἠχῆς δ’ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·

### 1145.5

πολλοὶ δ’ ἔπιπτον κρᾶτας αἱματούμενοι, ἡμῶν τ’ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων

### 1145.6

πυκνοὺς κυβιστητῆρας ἐκνενευκότας·

### 1145.7

ξηρὰν δ’ ἔδευον γαῖαν αἵματος ῥοαῖς. ὁ δ’ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος

### 1145.8

τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾶι

### 1155.1

πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·

### 1155.2

ἀλλ’ ἔσχε μαργῶντ’ αὐτὸν ἐναλίου θεοῦ

### 1155.3

Περικλύμενος παῖς, λᾶαν ἐμβαλὼν κάραι

### 1155.4

ἁμαξοπληθῆ, γεῖς’ ἐπάλξεων ἄπο·

### 1155.5

ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς

### 1160.1

ἔρρηξεν ὀστέων, ἄρτι δ’ οἰνωπὸν γένυν

### 1160.2

καθηιμάτωσεν· οὐδ’ ἀποίσεται βίον

### 1160.3

τῆι καλλιτόξωι μητρὶ Μαινάλου κόρηι.

### 1160.4

ἐπεὶ δὲ τάσδ’ ἐσεῖδεν εὐτυχεῖς πάλας,

### 1160.5

ἄλλας ἐπήιει παῖς σός, εἱπόμην δ’ ἐγώ.

### 1165.1

ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς

### 1165.2

Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα

### 1165.3

πύργων ἀκοντίζοντας, ὥστ’ ἐπάλξεων

### 1165.4

λιπεῖν ἐρίπνας φύλακας· ἀλλά νιν πάλιν

### 1165.5

κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,

### 1170.1

πύργοις δ’ ἐπέστης’ αὖθις. ἐς δ’ ἄλλας πύλας

### 1170.2

ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.

### 1170.3

Καπανεὺς δὲ πῶς εἴποιμ’ ἂν ὡς ἐμαίνετο;

### 1170.4

μακραύχενος γὰρ κλίμακος προσαμβάσεις

### 1170.5

ἔχων ἐχώρει, καὶ τοσόνδ’ ἐκόμπασεν,

### 1175.1

μηδ’ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς

### 1175.2

τὸ μὴ οὐ κατ’ ἄκρων περγάμων ἑλεῖν πόλιν.

### 1175.3

καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ πετρούμενος

### 1175.4

ἀνεῖρφ’ ὑπ’ αὐτὴν ἀσπίδ’ εἱλίξας δέμας,

### 1175.5

κλίμακος ἀμείβων ξέστ’ ἐνηλάτων βάθρα.

### 1180.1

ἤδη δ’ ὑπερβαίνοντα γεῖσα τειχέων

### 1180.2

βάλλει κεραυνῶι Ζεύς νιν· ἐκτύπησε δὲ

### 1180.3

χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων

### 1180.4

[ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,

### 1180.5

κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δ’ ἐς χθόνα,

### 1185.1

χεῖρες δὲ καὶ κῶλ’ ὡς κύκλωμ’ Ἰξίονος]

### 1185.2

εἱλίσσετ’, ἐς γῆν δ’ ἔμπυρος πίπτει νεκρός.

### 1185.3

ὡς δ’ εἶδ’ Ἄδραστος Ζῆνα πολέμιον στρατῶι,

### 1185.4

ἔξω τάφρου καθεῖσεν Ἀργείων στρατόν.

### 1185.5

οἱ δ’ αὖ παρ’ ἡμῶν δεξιὸν Διὸς τέρας

### 1190.1

ἰδόντες ἐξήλαυνον, ἁρμάτων ὄχοι

### 1190.2

ἱππῆς ὁπλῖται, κἀς μές’ Ἀργείων ὅπλα

### 1190.3

ξυνῆψαν ἔγχη· πάντα δ’ ἦν ὁμοῦ κακά·

### 1190.4

ἔθρωισκον ἐξέπιπτον ἀντύγων ἄπο,

### 1190.5

τροχοί τ’ ἐπήδων ἄξονές τ’ ἐπ’ ἄξοσιν

### 1195.1

νεκροί τε νεκροῖς ἐξεσωρεύονθ’ ὁμοῦ. πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς

### 1195.2

ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δ’ εὐτυχὴς

### 1195.3

ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει.

### 1195.4

[καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσωσέ τις.] [Χο. καλὸν τὸ νικᾶν· εἰ δ’ ἀμείνον’ οἱ θεοὶ

### 1195.5

γνώμην ἔχουσιν, εὐτυχὴς εἴην ἐγώ.]

### 1195.6

Ιο. καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·

### 1195.7

παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.

### 1195.8

Κρέων δ’ ἔοικε τῶν ἐμῶν νυμφευμάτων

### 1205.1

τῶν τ’ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,

### 1205.2

παιδὸς στερηθείς, τῆι πόλει μὲν εὐτυχῶς,

### 1205.3

ἰδίαι δὲ λυπρῶς. ἀλλ’ ἄνελθέ μοι πάλιν,

### 1205.4

τί τἀπὶ τούτοις παῖδ’ ἐμὼ δρασείετον.

### 1205.5

Αγ. ἔα τὰ λοιπά· δεῦρ’ ἀεὶ γὰρ εὐτυχεῖς.

### 1210.1

Ιο. τοῦτ’ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.

### 1210.2

Αγ. μεῖζόν τι χρήιζεις παῖδας ἢ σεσωμένους;

### 1210.3

Ιο. καὶ τἀπίλοιπά γ’ εἰ καλῶς πράσσω κλυεῖν.

### 1210.4

Αγ. μέθες μ’· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.

### 1210.5

Ιο. κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότωι.

### 1215.1

Αγ. οὐκ ἄν γε λέξαιμ’ ἐπ’ ἀγαθοῖσί σοι κακά.

### 1215.2

Ιο. ἢν μή γε φεύγων ἐκφύγηις πρὸς αἰθέρα.

### 1215.3

Αγ. αἰαῖ· τί μ’ οὐκ εἴασας ἐξ εὐαγγέλου

### 1215.4

φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;

### 1215.5

τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα

### 1220.1

αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ.

### 1220.2

[λέξαντες Ἀργείοισι Καδμείοισί τε

### 1220.3

ἐς κοινὸν οἷον μήποτ’ ὤφελον λόγον.

### 1220.4

Ἐτεοκλέης δ’ ὑπῆρξ’ ἀπ’ ὀρθίου σταθεὶς

### 1220.5

πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῶι·

### 1225.1

ἔλεξε δ’· Ὦ γῆς Ἑλλάδος στρατηλάται,

### 1225.2

Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ’ ἐνθάδε,

### 1225.3

Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν

### 1225.4

ψυχὰς ἀπεμπολᾶτε μήθ’ ἡμῶν ὕπερ.

### 1225.5

ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς

### 1230.1

μόνος συνάψω συγγόνωι τὠμῶι μάχην·

### 1230.2

κἂν μὲν κτάνω τόνδ’, οἶκον οἰκήσω μόνος,

### 1230.3

ἡσσώμενος δὲ τῶιδε παραδώσω μόνωι·

### 1230.4

ὑμεῖς δ’ ἀγῶν’ ἀφέντες, Ἀργεῖοι, χθόνα

### 1230.5

νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε·

### 1235.1

Σπαρτῶν τε λαὸς ἅλις ὃς κεῖται νεκρός. τοσαῦτ’ ἔλεξε. σὸς δὲ Πολυνείκης γόνος

### 1235.2

ἐκ τάξεων ὤρουσε κἀπήινει λόγους.

### 1235.3

πάντες δ’ ἐπερρόθησαν Ἀργεῖοι τάδε

### 1235.4

Κάδμου τε λαὸς ὡς δίκαι’ ἡγούμενοι.

### 1240.1

ἐπὶ τοῖσδε δ’ ἐσπείσαντο κἀν μεταιχμίοις

### 1240.2

ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.

### 1240.3

ἤδη δ’ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις

### 1240.4

δισσοὶ γέροντος Οἰδίπου νεανίαι·

### 1240.5

φίλοι δ’ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς

### 1245.1

Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.

### 1245.2

ἔσταν δὲ λαμπρὼ χρῶμά τ’ οὐκ ἠλλαξάτην

### 1245.3

μαργῶντ’ ἐπ’ ἀλλήλοισιν ἱέναι δόρυ.

### 1245.4

παρεξιόντες δ’ ἄλλος ἄλλοθεν φίλων

### 1245.5

λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε· Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας

### 1245.6

τροπαῖον Ἄργει τ’ εὐκλεᾶ δοῦναι λόγον·

### 1245.7

Ἐτεοκλέα δ’ αὖ· Νῦν πόλεως ὑπερμαχεῖς, νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.

### 1245.8

τάδ’ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.

### 1255.1

μάντεις δὲ μῆλ’ ἔσφαζον ἐμπύρους τ’ ἀκμὰς

### 1255.2

ῥήξεις τ’ ἐνώμων ὑγρότητ’ ἐναντίαν

### 1255.3

ἄκραν τε λαμπάδ’, ἣ δυοῖν ὅρους ἔχει,

### 1255.4

νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.]

### 1255.5

ἀλλ’, εἴ τιν’ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους

### 1260.1

ἢ φίλτρ’ ἐπωιδῶν, στεῖχ’, ἐρήτυσον τέκνα

### 1260.2

δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας

### 1260.3

[καὶ τἆθλα δεινά· δάκρυά σοι γενήσεται

### 1260.4

δισσοῖν στερείσηι τῆιδ’ ἐν ἡμέραι τέκνοιν].

### 1260.5

Ιο. ὦ τέκνον ἔξελθ’ Ἀντιγόνη δόμων πάρος.

### 1265.1

[οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασιν

### 1265.2

νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,

### 1265.3

ἀλλ’ ἄνδρ’ ἀρίστω καὶ κασιγνήτω σέθεν

### 1265.4

ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ

### 1265.5

ξὺν μητρὶ τῆι σῆι μὴ πρὸς ἀλλήλοιν θανεῖν.]

### 1270.1

Αν. τίν’, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν

### 1270.2

φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;

### 1270.3

Ιο. ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.

### 1270.4

Αν. πῶς εἶπας; Ιο. αἰχμὴν ἐς μίαν καθέστατον.

### 1270.5

Αν. οἲ ’γώ, τί λέξεις, μῆτερ; Ιο. οὐ φίλ’, ἀλλ’ ἕπου.

### 1275.1

Αν. ποῖ, παρθενῶνας ἐκλιποῦς’; Ιο. ἀνὰ στρατόν. Αν. αἰδούμεθ’ ὄχλον. Ιο. οὐκ ἐν αἰσχύνηι τὰ σά.

### 1275.2

Αν. δράσω δὲ δὴ τί; Ιο. συγγόνων λύσεις ἔριν.

### 1275.3

Αν. τί δρῶσα, μῆτερ; Ιο. προσπίτνους’ ἐμοῦ μέτα.

### 1275.4

ἡγοῦ σὺ πρὸς μεταίχμι’· οὐ μελλητέον.

### 1280.1

ἔπειγ’ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω

### 1280.2

παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·

### 1280.3

[ἢν δ’ ὑστερήσηις, οἰχόμεσθα, κατθανῆι·]

### 1280.4

θανοῦσι δ’ αὐτοῖς συνθανοῦσα κείσομαι.

### 1280.5

Χο. αἰαῖ αἰαῖ, τρομερὰν φρίκαι

### 1285.1

τρομερὰν φρέν’ ἔχω· διὰ σάρκα δ’ ἐμὰν

### 1285.2

ἔλεος ἔλεος ἔμολε μα‐

### 1285.3

τέρος δειλαίας.

### 1285.4

δίδυμα τέκεα πότερος ἄρα

### 1285.5

πότερον αἱμάξει—

### 1290.1

ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ Γᾶ—

### 1290.2

ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν

### 1290.3

δι’ ἀσπίδων, δι’ αἱμάτων;

### 1290.4

τάλαιν’ ἐγὼ τάλαινα,

### 1294-1295

πότερον ἄρα νέκυν ὀλόμενον ἀχήσω;

### 1296.1

φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,

### 1296.2

φόνιαι ψυχαὶ δορὶ παλλομένωι

### 1296.3

πέσεα πέσεα δάϊ’ αὐ‐

### 1296.4

τίχ’ αἱμάξετον. τάλανες, ὅτι ποτὲ μονομάχον

### 1296.5

ἐπὶ φρέν’ ἠλθέτην.

### 1296.6

βοᾶι βαρβάρωι στενακτὰν ἰαχὰν

### 1296.7

μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.

### 1296.8

σχεδὸν τύχα, πέλας φόνος·

### 1305

κρινεῖ ξίφος τὸ μέλλον.

### 1306-1307

πότμος ἄποτμος ὁ φόνος ἕνεκ’ Ἐρινύων.

### 1308

[ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.

### 1310.1

Κρ. οἴμοι, τί δράσω; πότερ’ ἐμαυτὸν ἢ πόλιν

### 1310.2

στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος

### 1310.3

τοιοῦτον ὥστε δι’ Ἀχέροντος ἱέναι;

### 1310.4

ἐμός τε γὰρ παῖς γῆς ὄλωλ’ ὑπερθανών,

### 1310.5

τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δ’ ἐμοί·

### 1315.1

ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν

### 1315.2

αὐτοσφαγῆ δύστηνος ἐκόμις’ ἐν χεροῖν.

### 1315.3

βοᾶι δὲ δῶμα πᾶν. ἐγὼ δ’ ἥκω μετὰ

### 1315.4

γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως

### 1315.5

λούσηι προθῆταί τ’ οὐκέτ’ ὄντα παῖδ’ ἐμόν.

### 1320.1

τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα

### 1320.2

τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.

### 1320.3

Χο. βέβηκ’ ἀδελφὴ σὴ δόμων ἔξω, Κρέον,

### 1320.4

κόρη τε μητρὸς Ἀντιγόνη κοινῶι ποδί.

### 1320.5

Κρ. ποῖ κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.

### 1325.1

Χο. ἤκουσε τέκνα μονομάχωι μέλλειν δορὶ

### 1325.2

ἐς ἀσπίδ’ ἥξειν βασιλικῶν δόμων ὕπερ.

### 1325.3

Κρ. πῶς φήις; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ

### 1325.4

οὐκ ἐς τόδ’ ἦλθον ὥστε καὶ τάδ’ εἰδέναι.

### 1325.5

Χο. ἀλλ’ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·

### 1330.1

δοκῶ δ’ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,

### 1330.2

ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου. Κρ. οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,

### 1330.3

σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου

### 1330.4

στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.]

### 1335

ΑΓΓΕΛΟΣΒ

### 1335.1

ὦ τάλας ἐγώ, τίν’ εἴπω μῦθον ἢ τίνας γόους;

### 1335.2

Χο. οἰχόμεσθ’· οὐκ εὐπροσώποις φροιμίοις ἄρχηι λόγου.

### 1335.3

Αγ. ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.

### 1335.4

[Κρ. πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;

### 1335.5

Αγ. οὐκέτ’ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.

### 1340.1

Κρ. αἰαῖ·

### 1340.2

μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.

### 1340.3

ὦ δώματ’ εἰσηκούσατ’ Οἰδίπου τάδε,

### 1340.4

παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;

### 1340.5

Χο. ὥστ’ ἂν δακρῦσαί γ’, εἰ φρονοῦντ’ ἐτύγχανεν.

### 1345.1

Κρ. οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,

### 1345.2

οἴμοι κακῶν δύστηνος, ὦ τάλας ἐγώ.

### 1345.3

Αγ. εἰ καὶ τὰ πρὸς τούτοισί γ’ εἰδείης κακά.

### 1345.4

Κρ. καὶ πῶς γένοιτ’ ἂν τῶνδε δυσποτμώτερα;

### 1345.5

Αγ. τέθνηκ’ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα. Χο. ἀνάγετ’ ἀνάγετε κωκυτὸν

### 1345.6

ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.

### 1345.7

Κρ. ὦ τλῆμον, οἷον τέρμον’, Ἰοκάστη, βίου

### 1345.8

γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοῖς ἔτλης.]

### 1345.9

〈Χο.〉 πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος

### 1355.1

ἀρᾶς τ’ ἀγώνισμ’ Οἰδίπου; σήμαινέ μοι.

### 1355.2

Αγ. τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς

### 1355.3

οἶσθ’· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί

### 1355.4

[ὥστ’ οὐχ ἅπαντά ς’ εἰδέναι τὰ δρώμενα].

### 1355.5

ἐπεὶ δὲ χαλκέοις σῶμ’ ἐκοσμήσανθ’ ὅπλοις

### 1360.1

οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,

### 1360.2

ἔστησαν ἐλθόντ’ ἐς μέσον μεταίχμιον

### 1360.3

[δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα] ὡς εἰς ἀγῶνα μονομάχου τ’ ἀλκὴν δορός.

### 1360.4

βλέψας δ’ ἐς Ἄργος ἧκε Πολυνείκης ἀράς·

### 1365.1

Ὦ πότνι’ Ἥρα, σὸς γάρ εἰμ’, ἐπεὶ γάμοις

### 1365.2

ἔζευξ’ Ἀδράστου παῖδα καὶ ναίω χθόνα,

### 1365.3

δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ’ ἐμὴν

### 1365.4

καθαιματῶσαι δεξιὰν νικηφόρον.

### 1365.5

[αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.

### 1370.1

πολλοῖς δ’ ἐπήιει δάκρυα τῆς εὐχῆς ὅση,

### 1370.2

κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.]

### 1370.3

Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος

### 1370.4

βλέψας πρὸς οἶκον ηὔξατ’· Ὦ Διὸς κόρη,

### 1370.5

δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς

### 1375.1

ἐς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν

### 1375.2

[κτανεῖν θ’ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν].

### 1375.3

ἐπεὶ δ’ ἀνήφθη πυρσὸς ὣς Τυρσηνικῆς

### 1375.4

σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης,

### 1375.5

ἦιξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι.

### 1380.1

κάπροι δ’ ὅπως θήγοντες ἀγρίαν γένυν ξυνῆψαν, ἀφρῶι διάβροχοι γενειάδας.

### 1380.2

ἦισσον δὲ λόγχαις· ἀλλ’ ὑφίζανον κύκλοις,

### 1380.3

ὅπως σίδηρος ἐξολισθάνοι μάτην.

### 1380.4

εἰ δ’ ὄμμ’ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,

### 1385.1

λόγχην ἐνώμα στόματι προφθῆναι θέλων·

### 1385.2

ἀλλ’ εὖ προσῆγον ἀσπίδων κερχνώμασιν

### 1385.3

ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.

### 1385.4

[πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασς’ ἱδρὼς

### 1385.5

ἢ τοῖσι δρῶσι διὰ φίλων ὀρρωδίαν.]

### 1390.1

Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον

### 1390.2

ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος

### 1390.3

τίθησι· Πολυνείκης δ’ ἀπήντησεν δορί,

### 1390.4

πληγὴν σιδήρωι παραδοθεῖσαν εἰσιδών,

### 1390.5

κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·

### 1395.1

στρατὸς δ’ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.

### 1395.2

κἀν τῶιδε μόχθωι γυμνὸν ὦμον εἰσιδὼν

### 1395.3

ὁ πρόσθε τρωθεὶς †στέρνα Πολυνείκους βίαι†

### 1395.4

διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς

### 1395.5

Κάδμου πολίταις, ἀπὸ δ’ ἔθραυς’ ἄκρον δόρυ. ἐς δ’ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν

### 1395.6

χωρεῖ, λαβὼν δ’ ἀφῆκε μάρμαρον πέτρον,

### 1395.7

μέσον δ’ ἄκοντ’ ἔθραυσεν· ἐξ ἴσου δ’ Ἄρης

### 1395.8

ἦν, κάμακος ἀμφοῖν χεῖρ’ ἀπεστερημένοιν.

### 1395.9

ἐνθένδε κώπας ἁρπάσαντε φασγάνων

### 1405.1

ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ’ ἀσπίδας

### 1405.2

πολὺν ταραγμὸν ἀμφιβάντ’ εἶχον μάχης.

### 1405.3

καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν

### 1405.4

ἐσήγαγεν σόφισμ’ ὁμιλίαι χθονός·

### 1405.5

ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,

### 1410.1

λαιὸν μὲν ἐς τοὔπισθεν ἀναφέρει πόδα,

### 1410.2

πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,

### 1410.3

προβὰς δὲ κῶλον δεξιὸν δι’ ὀμφαλοῦ

### 1410.4

καθῆκεν ἔγχος σφονδύλοις τ’ ἐνήρμοσεν.

### 1410.5

ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας

### 1415.1

σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.

### 1415.2

ὁ δ’, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχηι, ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν,

### 1415.3

τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.

### 1415.4

ὃ καί νιν ἔσφηλ’· ἔτι γὰρ ἐμπνέων βραχύ,

### 1420.1

σώιζων σίδηρον ἐν λυγρῶι πεσήματι,

### 1420.2

μόλις μέν, ἐξέτεινε δ’ εἰς ἧπαρ ξίφος

### 1420.3

Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.

### 1420.4

γαῖαν δ’ ὀδὰξ ἑλόντες ἀλλήλοιν πέλας

### 1420.5

πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.

### 1425.1

Χο. φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, ς’ ὅσον στένω·

### 1425.2

τὰς σὰς δ’ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.

### 1425.3

Αγ. ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.

### 1425.4

ἐπεὶ τέκνω πεσόντ’ ἐλειπέτην βίον,

### 1425.5

ἐν τῶιδε μήτηρ ἡ τάλαινα †προσπίτνει†

### 1430.1

[σὺν παρθένωι τε καὶ προθυμίαι ποδός].

### 1430.2

τετρωμένους δ’ ἰδοῦσα καιρίους σφαγὰς

### 1430.3

ὤιμωξεν· Ὦ τέκν’, ὑστέρα βοηδρόμος πάρειμι. προσπίτνουσα δ’ ἐν μέρει τέκνα

### 1430.4

ἔκλαι’, ἐθρήνει τὸν πολὺν μαστῶν πόνον

### 1435.1

στένους’, ἀδελφή θ’ ἡ παρασπίζους’ ὁμοῦ·

### 1435.2

Ὦ γηροβοσκὼ μητρός—Ὦ γάμους ἐμοὺς

### 1435.3

προδόντ’ ἀδελφὼ φιλτάτω. στέρνων δ’ ἄπο

### 1435.4

φύσημ’ ἀνεὶς †δύστλητον† Ἐτεοκλῆς ἄναξ

### 1435.5

ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα

### 1440.1

φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ’ ἄπο

### 1440.2

προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.

### 1440.3

ὁ δ’ ἦν ἔτ’ ἔμπνους, πρὸς κασιγνήτην δ’ ἰδὼν

### 1440.4

γραῖάν τε μητέρ’ εἶπε Πολυνείκης τάδε·

### 1440.5

Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δέ σε

### 1445.1

καὶ τήνδ’ ἀδελφὴν καὶ κασίγνητον νεκρόν·

### 1445.2

φίλος γὰρ ἐχθρὸς ἐγένετ’, ἀλλ’ ὅμως φίλος.

### 1445.3

θάψον δέ μ’, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,

### 1445.4

ἐν γῆι πατρώιαι, καὶ πόλιν θυμουμένην

### 1445.5

παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω χθονὸς πατρώιας, κεἰ δόμους ἀπώλεσα.

### 1445.6

ξυνάρμοσον δὲ βλέφαρά μου τῆι σῆι χερί,

### 1445.7

μῆτερ—τίθησι δ’ αὐτὸς ὀμμάτων ἔπι—

### 1445.8

καὶ χαίρετ’· ἤδη γάρ με περιβάλλει σκότος. ἄμφω δ’ ἅμ’ ἐξέπνευσαν ἄθλιον βίον.

### 1455.1

μήτηρ δ’, ὅπως ἐσεῖδε τήνδε συμφοράν,

### 1455.2

ὑπερπαθήσας’ ἥρπας’ ἐκ νεκρῶν ξίφος

### 1455.3

κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος

### 1455.4

ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις

### 1455.5

θανοῦσα κεῖται περιβαλοῦς’ ἀμφοῖν χέρας.

### 1460.1

ἀνῆιξε δ’ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,

### 1460.2

ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,

### 1460.3

οἱ δ’ ὡς ἐκεῖνον· ἦν δ’ ἔρις στρατηλάταις.

### 1460.4

[οἱ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,

### 1460.5

οἱ δ’ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.

### 1465.1

κἀν τῶιδ’ ὑπεξῆλθ’ Ἀντιγόνη στρατοῦ δίχα.]

### 1465.2

οἱ δ’ εἰς ὅπλ’ ἦισσον· εὖ δέ πως προμηθίαι

### 1465.3

καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι,

### 1465.4

κἄφθημεν οὔπω τεύχεσιν πεφαργμένον

### 1465.5

Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.

### 1470.1

κοὐδεὶς ὑπέστη, πεδία δ’ ἐξεπίμπλασαν

### 1470.2

φεύγοντες, ἔρρει δ’ αἷμα μυρίον νεκρῶν

### 1470.3

λόγχαις πιτνόντων. ὡς δ’ ἐνικῶμεν μάχηι,

### 1470.4

οἱ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,

### 1470.5

οἱ δ’ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν

### 1475.1

σκυλεύματ’ εἴσω τειχέων ἐπέμπομεν.

### 1475.2

ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα

### 1475.3

νεκροὺς φέρουσιν ἐνθάδ’ οἰκτίσαι φίλοις.

### 1475.4

πόλει δ’ ἀγῶνες οἱ μὲν εὐτυχέστατοι

### 1475.5

τῆιδ’ ἐξέβησαν, οἱ δὲ δυστυχέστατοι.

### 1480.1

Χο. οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία

### 1480.2

δώματος ἥκει· παρὰ γὰρ λεύσσειν

### 1480.3

πτώματα νεκρῶν τρισσῶν ἤδη

### 1480.4

τάδε πρὸς μελάθροις κοινῶι θανάτωι

### 1480.5

σκοτίαν αἰῶνα λαχόντων.

### 1485-1486

Αν. οὐ προκαλυπτομένα βοτρυώδεος ἁβρὰ παρῆιδος

### 1487.1

οὐδ’ ὑπὸ παρθενίας τὸν ὑπὸ βλεφά‐

### 1487.2

ροις φοίνικ’, ἐρύθημα προσώπου,

### 1487.3

αἰδομένα φέρομαι βάκχα νεκύ‐

### 1490.1

ων, κράδεμνα δικοῦσα κόμας ἀπ’ ἐ‐

### 1490.2

μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,

### 1490.3

ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.

### 1493-1494

ὦ Πολύνεικες, ἔφυς ἄρ’ ἐπώνυμος. ὤμοι Θῆβαι.

### 1495.1

σὰ δ’ ἔρις—οὐκ ἔρις ἀλλὰ φόνωι φόνος—

### 1495.2

Οἰδιπόδα δόμον

### 1497a

ὤλεσε κρανθεῖς’ αἵματι δεινῶι,

### 1497b

αἵματι λυγρῶι.

### 1498.1

†τίνα προσωιδὸν†

### 1498.2

ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,

### 1498.3

ἀγκαλέσωμαι,

### 1498.4

τρισσὰ φέρουσα †τάδε σώματα† σύγγονα,

### 1498.5

ματέρα καὶ τέκνα, χάρματ’ Ἐρινύος;

### 1498.6

ἃ δόμον Οἰδιπόδα πρόπαρ ὤλεσε,

### 1505.1

τᾶς ἀγρίας ὅτε

### 1505.2

δυσξύνετον ξυνετὸς μέλος ἔγνω

### 1505.3

Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ἰώ μοί μοι·

### 1505.4

τίς Ἑλλὰς ἢ βάρβαρος ἢ

### 1510.1

τῶν προπάροιθ’ εὐγενετᾶν

### 1510.2

ἕτερος ἔτλα κακῶν τοσῶνδ’

### 1510.3

αἵματος ἁμερίου

### 1510.4

τοιάδ’ ἄχεα φανερά,

### 1510.5

†τάλαιν’ ὡς ἐλελίζει†;

### 1515.1

τίς ἄρ’ ὄρνις δρυὸς ἢ

### 1515.2

ἐλάτας ἀκροκόμοις ἂμ πετάλοις

### 1515.3

μονομάτορσιν ὀδυρμοῖς

### 1515.4

ἐμοῖς ἄχεσι συνωιδός;

### 1515.5

αἴλινον αἰάγμασιν ἃ τούσδε προκλαί‐

### 1520-1521

ω μονάδ’ αἰῶνα διάξουσα τὸν αἰ‐

### 1522-1523

εὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν.

### 1524

τίν’ ἐπὶ πρῶτον ἀπὸ χαίτας σπαραγ‐

### 1525.1

μοῖς ἀπαρχὰς βάλω;

### 1525.2

ματρὸς ἐμᾶς ἢ διδύμοις

### 1525.3

ἀγαλάκτοις παρὰ μαστοῖς

### 1525.4

ἢ πρὸς ἀδελφῶν

### 1525.5

οὐλόμεν’ ἀικίσματα νεκρῶν;

### 1530.1

ὀτοτοτοῖ, λεῖπε σοὺς

### 1530.2

δόμους, ἀλαὸν ὄμμα φέρων,

### 1530.3

πάτερ γεραιέ, δεῖξον,

### 1530.4

Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἔτι

### 1530.5

†δώμασιν ἀέριον σκότον† ὄμμασι

### 1535.1

σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.

### 1535.2

κλύεις, ὦ κατ’ αὐλὰν ἀλαίνων γεραιὸν

### 1535.3

πόδ’ ἢ δεμνίοις δύστανος ἰαύων;

### 1535.4

ΟΙΔΙΠΟΥΣ

### 1539

τί μ’, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ

### 1540.1

ποδὸς ἐξάγαγες ἐς φῶς

### 1540.2

λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ‐

### 1540.3

τροτάτοισιν δακρύοισιν,

### 1540.4

πολιὸν αἰθεροφαὲς εἴδωλον ἢ

### 1540.5

νέκυν ἔνερθεν ἢ

### 1545.1

πτανὸν ὄνειρον;

### 1545.2

Αν. δυστυχὲς ἀγγελίας ἔπος εἴσηι,

### 1545.3

πάτερ· οὐκέτι σοι τέκνα λεύσσει

### 1545.4

φάος οὐδ’ ἄλοχος, παραβάκτροις

### 1545.5

ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, 〈ὦ〉 πάτερ, ὤμοι.

### 1551-1552

Οι. ὤμοι ἐγὼ παθέων· πάρα γὰρ †στενάχειν τάδ’ ἀυτεῖν†.

### 1553.1

τρισσαὶ ψυχαὶ ποίαι μοίραι

### 1553.2

πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.

### 1555.1

Αν. οὐκ ἐπ’ ὀνείδεσιν οὐδ’ ἐπιχάρμασιν

### 1555.2

ἀλλ’ ὀδύναισι λέγω· σὸς ἀλάστωρ

### 1555.3

ξίφεσιν βρίθων

### 1555.4

καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,

### 1555.5

ὦ πάτερ, ὤμοι.

### 1560.1

Οι. αἰαῖ. Αν. τί τόδε καταστένεις;

### 1560.2

Οι. τέκνα. Αν. δι’ ὀδύνας ἔβας·

### 1560.3

εἰ δὲ τέθριππά γ’ ἔθ’ ἅρματα λεύσσων

### 1560.4

ἀελίου τάδε σώματα νεκρῶν

### 1560.5

ὄμματος αὐγαῖς σαῖς ἐπενώμας;

### 1565.1

Οι. τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·

### 1565.2

ἁ δὲ τάλαιν’ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίραι;

### 1567a

Αν. δάκρυα γοερὰ

### 1567b

φανερὰ πᾶσι τιθεμένα,

### 1568.1

τέκεσι μαστὸν ἔφερεν ἔφερεν

### 1568.2

ἱκέτις ἱκέτιν ὀρομένα.

### 1570.1

[ηὗρε δ’ ἐν Ἠλέκτραισι πύλαις τέκνα

### 1570.2

λωτοτρόφον κατὰ λείμακα λόγχαις κοινὸν ἐνυάλιον

### 1570.3

μάτηρ, ὥστε λέοντας ἐναύλους,

### 1570.4

μαρναμένους ἐπὶ τραύμασιν, αἵματος

### 1575.1

ἤδη ψυχρὰν λοιβὰν φονίαν,

### 1575.2

ἃν ἔλαχ’ Ἅιδας, ὤπασε δ’ Ἄρης.]

### 1575.3

χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω

### 1575.4

σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπες’ ἀμφὶ νεκροῖσιν.

### 1575.5

πάντα δ’ ἐν ἄματι τῶιδε συνάγαγεν,

### 1580.1

ὦ πάτερ, ἁμετέροισιν ἄχη

### 1580.2

μελάθροις θεὸς ὃς τάδ’ ἐκτελευτᾶι.

### 1580.3

[Χο. πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις τόδ’ ἦμαρ· εἴη δ’ εὐτυχέστερος βίος.

### 1580.4

Κρ. οἴκτων μὲν ἤδη λήγεθ’, ὡς ὥρα τάφου

### 1585.1

μνήμην τίθεσθαι· τῶνδε δ’, Οἰδίπου, λόγων

### 1585.2

ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι

### 1585.3

Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς

### 1585.4

Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.

### 1585.5

οὔκουν ς’ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·

### 1590.1

σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε

### 1590.2

σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.

### 1590.3

ἀλλ’ ἐκκομίζου· καὶ τάδ’ οὐχ ὕβρει λέγω

### 1590.4

οὐδ’ ἐχθρὸς ὤν σοι, διὰ δὲ τοὺς ἀλάστορας

### 1590.5

τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθηι κακόν.

### 1595.1

Οι. ὦ μοῖρ’, ἀπ’ ἀρχῆς ὥς μ’ ἔφυσας ἄθλιον

### 1595.2

καὶ τλήμον’, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·

### 1595.3

ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν

### 1595.4

ἄγονον Ἀπόλλων Λαΐωι μ’ ἐθέσπισεν

### 1595.5

φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ. ἐπεὶ δ’ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ

### 1595.6

κτείνει με νομίσας πολέμιον πεφυκέναι·

### 1595.7

χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με

### 1595.8

μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·

### 1595.9

οὗ σωιζόμεσθα· Ταρτάρου γὰρ ὤφελεν

### 1605.1

ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,

### 1605.2

ὅς μ’ οὐ διώλες’ ἀλλὰ δουλεῦσαί †τέ μοι†

### 1605.3

δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.

### 1605.4

κτανὼν δ’ ἐμαυτοῦ πατέρ’ ὁ δυσδαίμων ἐγὼ

### 1605.5

ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος

### 1610.1

παῖδάς τ’ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,

### 1610.2

ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.

### 1610.3

οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ’ ἐγὼ

### 1610.4

ὥστ’ εἰς ἔμ’ ὄμματ’ ἔς τ’ ἐμῶν παίδων βίον

### 1610.5

ἄνευ θεῶν του ταῦτ’ ἐμηχανησάμην.

### 1615.1

εἶἑν· τί δράσω δῆθ’ ὁ δυσδαίμων ἐγώ;

### 1615.2

τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;

### 1615.3

ἥδ’ ἡ θανοῦσα; ζῶσά γ’ ἂν σάφ’ οἶδ’ ὅτι.

### 1615.4

ἀλλ’ εὔτεκνος ξυνωρίς; ἀλλ’ οὐκ ἔστι μοι.

### 1615.5

ἀλλ’ ἔτι νεάζων αὐτὸς εὕροιμ’ ἂν βίον;

### 1620.1

πόθεν; τί μ’ ἄρδην ὧδ’ ἀποκτείνεις, Κρέον;

### 1620.2

ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.

### 1620.3

οὐ μὴν ἑλίξας γ’ ἀμφὶ σὸν χεῖρας γόνυ

### 1620.4

κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτ’ εὐγενὲς οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.

### 1625.1

Κρ. σοί τ’ εὖ λέλεκται γόνατα μὴ χρώιζειν ἐμά,

### 1625.2

ἐγὼ δὲ ναίειν ς’ οὐκ ἐάσαιμ’ ἂν χθόνα.

### 1625.3

νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν

### 1625.4

ἤδη κομίζειν, τόνδε δ’, ὃς πέρσων πόλιν

### 1625.5

πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν,

### 1630.1

ἐκβάλετ’ ἄθαπτον τῆσδ’ ὅρων ἔξω χθονός.

### 1630.2

κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·

### 1630.3

ὃς ἂν νεκρὸν τόνδ’ ἢ καταστέφων ἁλῶι

### 1630.4

ἢ γῆι καλύπτων θάνατον ἀνταλλάξεται·

### 1630.5

ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.

### 1635.1

σὺ δ’ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν

### 1635.2

κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω

### 1635.3

καὶ παρθενεύου τὴν ἐσιοῦσαν ἡμέραν

### 1635.4

μένους’, ἐν ἧι σε λέκτρον Αἵμονος μένει.

### 1635.5

Αν. ὦ πάτερ, ἐν οἵοις κείμεθ’ ἄθλιοι κακοῖς.

### 1640.1

ὡς σὲ στενάζω τῶν τεθνηκότων πλέον·

### 1640.2

οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ’ οὐ βαρύ,

### 1640.3

ἀλλ’ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ἀτὰρ ς’ ἐρωτῶ τὸν νεωστὶ κοίρανον·

### 1640.4

τί τόνδ’ ὑβρίζεις πατέρ’ ἀποστέλλων χθονός;

### 1645.1

τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρωι νεκρῶι;

### 1645.2

Κρ. Ἐτεοκλέους βουλεύματ’, οὐχ ἡμῶν, τάδε.

### 1645.3

Αν. ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.

### 1645.4

Κρ. πῶς; τἀντεταλμέν’ οὐ δίκαιον ἐκπονεῖν;

### 1645.5

Αν. οὔκ, ἢν πονηρά γ’ ἦι κακῶς τ’ εἰρημένα. Κρ. τί δ’; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;

### 1645.6

Αν. οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.

### 1645.7

Κρ. εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.

### 1645.8

Αν. οὔκουν ἔδωκε τῆι τύχηι τὸν δαίμονα;

### 1645.9

Κρ. καὶ τῶι τάφωι νυν τὴν δίκην παρασχέτω.

### 1655.1

Αν. τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;

### 1655.2

Κρ. ἄταφος ὅδ’ ἁνήρ, ὡς μάθηις, γενήσεται.

### 1655.3

Αν. ἐγώ σφε θάψω, κἂν ἀπεννέπηι πόλις.

### 1655.4

Κρ. σαυτὴν ἄρ’ ἐγγὺς τῶιδε συνθάψεις νεκρῶι.

### 1655.5

Αν. ἀλλ’ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.

### 1660.1

Κρ. λάζυσθε τήνδε κἀς δόμους κομίζετε.

### 1660.2

Αν. οὐ δῆτ’, ἐπεὶ τοῦδ’ οὐ μεθήσομαι νεκροῦ.

### 1660.3

Κρ. ἔκριν’ ὁ δαίμων, παρθέν’, οὐχ ἃ σοὶ δοκεῖ.

### 1660.4

Αν. κἀκεῖνο κέκριται, μὴ ’φυβρίζεσθαι νεκρούς.

### 1660.5

Κρ. ὡς οὔτις ἀμφὶ τῶιδ’ ὑγρὰν θήσει κόνιν.

### 1665.1

Αν. ναί, πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.

### 1665.2

Κρ. μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε.

### 1665.3

Αν. σὺ δ’ ἀλλὰ νεκρῶι λουτρὰ περιβαλεῖν μ’ ἔα.

### 1665.4

Κρ. ἓν τοῦτ’ ἂν εἴη τῶν ἀπορρήτων πόλει.

### 1665.5

Αν. ἀλλ’ ἀμφὶ τραύματ’ ἄγρια τελαμῶνας βαλεῖν.

### 1670.1

Κρ. οὐκ ἔσθ’ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.

### 1670.2

Αν. ὦ φίλτατ’, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.

### 1670.3

Κρ. οὐκ ἐς γάμους σοὺς συμφορὰν κτήσηι γόοις.

### 1670.4

Αν. ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῶι ποτε;

### 1670.5

Κρ. πολλή ς’ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξηι λέχος;

### 1675.1

Αν. νὺξ ἆρ’ ἐκείνη Δαναΐδων μ’ ἕξει μίαν.

### 1675.2

Κρ. εἶδες τὸ τόλμημ’ οἷον ἐξωνείδισεν;

### 1675.3

Αν. ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.

### 1675.4

Κρ. τί δ’ ἐκπροθυμῆι τῶνδ’ ἀπηλλάχθαι γάμων;

### 1675.5

Αν. συμφεύξομαι τῶιδ’ ἀθλιωτάτωι πατρί.

### 1680.1

Κρ. γενναιότης σοι, μωρία δ’ ἔνεστί τις.

### 1680.2

Αν. καὶ ξυνθανοῦμαί γ’, ὡς μάθηις περαιτέρω.

### 1680.3

Κρ. ἴθ’, οὐ φονεύσεις παῖδ’ ἐμόν, λεῖπε χθόνα.

### 1680.4

Οι. ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.

### 1680.5

Αν. ἀλλ’ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;

### 1685.1

Οι. μέν’ εὐτυχοῦσα· τἄμ’ ἐγὼ στέρξω κακά.

### 1685.2

Αν. καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ; Οι. πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδωι.

### 1685.3

Αν. ὁ δ’ Οἰδίπους ποῦ καὶ τὰ κλείν’ αἰνίγματα;

### 1685.4

Οι. ὄλωλ’· ἓν ἦμάρ μ’ ὤλβις’, ἓν δ’ ἀπώλεσεν.

### 1690.1

Αν. οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;

### 1690.2

Οι. αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῶι πατρί.

### 1690.3

Αν. οὔ, σωφρονούσηι γ’, ἀλλὰ γενναία, πάτερ.

### 1690.4

Οι. προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.

### 1690.5

Αν. ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.

### 1695.1

Οι. ὦ μῆτερ, ὦ ξυνάορ’ ἀθλιωτάτη.

### 1695.2

Αν. οἰκτρὰ πρόκειται, πάντ’ ἔχους’ ὁμοῦ κακά.

### 1695.3

Οι. Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;

### 1695.4

Αν. τώδ’ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.

### 1695.5

Οι. πρόσθες τυφλὴν χεῖρ’ ἐπὶ πρόσωπα δυστυχῆ. Αν. ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.

### 1695.6

Οι. ὦ φίλα πεσήματ’ ἄθλι’ ἀθλίου πατρός.

### 1695.7

Αν. ὦ φίλτατον δῆτ’ ὄνομα Πολυνείκους ἐμοί.

### 1695.8

Οι. νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.

### 1695.9

Αν. ὁ ποῖος; ἀλλ’ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;

### 1705.1

Οι. ἐν ταῖς Ἀθήναις κατθανεῖν μ’ ἀλώμενον.

### 1705.2

Αν. ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται; Οι. ἱερὸς Κολωνός, δώμαθ’ ἱππίου θεοῦ.

### 1705.3

ἀλλ’ εἷα τυφλῶι τῶιδ’ ὑπηρέτει πατρί,

### 1705.4

ἐπεὶ προθυμῆι τῆσδε κοινοῦσθαι φυγῆς.

### 1710.1

Αν. ἴθ’ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,

### 1710.2

πάτερ γεραιέ, πομπίμαν

### 1710.3

ἔχων ἔμ’ ὥστε ναυσιπομπὸν αὔραν.

### 1710.4

Οι. ἰδού·

### 1710.5

πορεύομαι, τέκνον· σύ μοι

### 1715.1

ποδαγὸς ἀθλία γενοῦ.

### 1715.2

Αν. γενόμεθα γενόμεθ’, ἄθλιοί

### 1715.3

γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.

### 1715.4

Οι. πόθι γεραιὸν ἴχνος τίθημι;

### 1715.5

βάκτρα πόθι φέρω, τέκνον;

### 1720.1

Αν. τᾶιδε τᾶιδε βᾶθί μοι,

### 1720.2

τᾶιδε τᾶιδε πόδα τίθει, ὥστ’ ὄνειρον ἰσχύν.

### 1720.3

Οι. ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς

### 1720.4

ἀλαίνειν τὸν γέροντά μ’ ἐκ πάτρας.

### 1725.1

ἰὼ ἰώ, δεινὰ δείν’ ἐγὼ τλάς.

### 1725.2

Αν. τί τλάς, τί τλάς; οὐχ ὁρᾶι Δίκα κακοὺς

### 1725.3

οὐδ’ ἀμείβεται βροτῶν ἀσυνεσίας.

### 1725.4

Οι. ὅδ’ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ‐

### 1725.5

λίνικον οὐράνιον ἔβαν

### 1730.1

†παρθένου κόρας†

### 1730.2

αἴνιγμ’ ἀσύνετον εὑρών.

### 1730.3

Αν. Σφιγγὸς ἀναφέρεις ὄνειδος;

### 1730.4

ἄπαγε τὰ πάρος εὐτυχήματ’ αὐδῶν.

### 1730.5

τάδε ς’ ἐπέμενε μέλεα πάθεα,

### 1735.1

φυγάδα πατρίδος ἄπο γενόμενον,

### 1735.2

ὦ πάτερ, θανεῖν που.

### 1735.3

ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις

### 1735.4

λιποῦς’ ἄπειμι πατρίδος ἀποπρὸ γαίας ἀπαρθένευτ’ ἀλωμένα.

### 1740.1

Οι. φεῦ τὸ χρήσιμον φρενῶν.

### 1740.2

Αν. ἐς πατρός γε συμφορὰς

### 1740.3

εὐκλεᾶ με θήσει.

### 1740.4

τάλαιν’ ἐγὼ 〈σῶν〉 συγγόνου θ’ ὑβρισμάτων,

### 1740.5

ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται

### 1745.1

μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,

### 1745.2

σκότια γᾶι καλύψω.

### 1749

Οι. σὺ δ’ ἀμφιβωμίοις λιταῖς

### 1747.1

πρὸς ἥλικας φάνηθι σάς.

### 1747.2

Αν. ἅλις ὀδυρμάτων ἐμῶν, κόρον ἔχους’ ἐμῶν κακῶν.

### 1747.3

Οι. ἴθ’ ἀλλὰ Βρόμιος ἵνα τε ση‐

### 1747.4

κὸς ἄβατος ὄρεσι μαινάδων.

### 1747.5

Αν. Καδμείαν ὧι νεβρίδα

### 1754-1755

στολιδωσαμένα ποτ’ ἐγὼ Σεμέλας

### 1756.1

θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα.

### 1756.2

Οι. ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετ’· Οἰδίπου ὅδε,

### 1756.3

ὃς τὰ κλείν’ αἰνίγματ’ ἔγνων καὶ μέγιστος ἦν ἀνήρ,

### 1760.1

ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,

### 1760.2

νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.

### 1760.3

ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;

### 1760.4

τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.

### 1760.5

Χο. ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν

### 1765

βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα.]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-phoenician-women-cbm-af.json (sha256:d00d680d9294e48714ded875d1b71252d932b84e48ff001eb96522ea90a7e35d). Cite as `eul_wid: cbm-af`.
