---
title: Medea
title_greek: Μήδεια
author: Euripides
eul_wid: cbm-be
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/medea"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-medea-cbm-be.json"
sha256: "9125d93c56c390565c210ccde4a42341b3ab76292f6072b05c5cdc9e3bc06c19"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Medea

*Μήδεια*

**Author:** Euripides

**eul_wid:** `cbm-be` · [HTML page](https://eulogikon.org/grc/euripides/medea) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-medea-cbm-be.json)

## Text

### 1

ΤΡΟΦΟΣ

### 1.1

Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος

### 1.2

Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,

### 1.3

μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε

### 1.4

τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας

### 5.1

ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος

### 5.2

Πελίαι μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ

### 5.3

Μήδεια πύργους γῆς ἔπλευς’ Ἰωλκίας

### 5.4

ἔρωτι θυμὸν ἐκπλαγεῖς’ Ἰάσονος·

### 5.5

οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας

### 10.1

πατέρα κατώικει τήνδε γῆν Κορινθίαν

### 10.2

ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν

### 10.3

†φυγῆι πολιτῶν† ὧν ἀφίκετο χθόνα

### 10.4

αὐτῶι τε πάντα ξυμφέρους’ Ἰάσονι·

### 10.5

ἥπερ μεγίστη γίγνεται σωτηρία,

### 15.1

ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῆι.

### 15.2

νῦν δ’ ἐχθρὰ πάντα καὶ νοσεῖ τὰ φίλτατα.

### 15.3

προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν

### 15.4

γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,

### 15.5

γήμας Κρέοντος παῖδ’, ὃς αἰσυμνᾶι χθονός.

### 20.1

Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη

### 20.2

βοᾶι μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς

### 20.3

πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται

### 20.4

οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.

### 20.5

κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖς’ ἀλγηδόσιν,

### 25.1

τὸν πάντα συντήκουσα δακρύοις χρόνον

### 25.2

ἐπεὶ πρὸς ἀνδρὸς ἤισθετ’ ἠδικημένη,

### 25.3

οὔτ’ ὄμμ’ ἐπαίρους’ οὔτ’ ἀπαλλάσσουσα γῆς

### 25.4

πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος

### 25.5

κλύδων ἀκούει νουθετουμένη φίλων,

### 30.1

ἢν μή ποτε στρέψασα πάλλευκον δέρην

### 30.2

αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξηι φίλον

### 30.3

καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦς’ ἀφίκετο

### 30.4

μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.

### 30.5

ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο

### 35.1

οἷον πατρώιας μὴ ἀπολείπεσθαι χθονός.

### 35.2

στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶς’ εὐφραίνεται.

### 35.3

δέδοικα δ’ αὐτὴν μή τι βουλεύσηι νέον·

### 35.4

[βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς

### 35.5

πάσχους’· ἐγὦιδα τήνδε, δειμαίνω τέ νιν

### 40.1

μὴ θηκτὸν ὤσηι φάσγανον δι’ ἥπατος,

### 40.2

σιγῆι δόμους ἐσβᾶς’ ἵν’ ἔστρωται λέχος, ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνηι

### 40.3

κἄπειτα μείζω συμφορὰν λάβηι τινά.]

### 40.4

δεινὴ γάρ· οὔτοι ῥαιδίως γε συμβαλὼν

### 45.1

ἔχθραν τις αὐτῆι καλλίνικον ἄισεται.

### 45.2

ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι

### 45.3

στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι

### 45.4

κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

### 45.5

ΠΑΙΔΑΓΩΓΟΣ

### 49.1

παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, τί πρὸς πύλαισι τήνδ’ ἄγους’ ἐρημίαν

### 49.2

ἕστηκας, αὐτὴ θρεομένη σαυτῆι κακά;

### 49.3

πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;

### 49.4

Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,

### 49.5

χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν

### 55.1

κακῶς πίτνοντα καὶ φρενῶν ἀνθάπτεται.

### 55.2

ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος

### 55.3

ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῆι τε κοὐρανῶι

### 55.4

λέξαι μολούσηι δεῦρο δεσποίνης τύχας.

### 55.5

Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;

### 60.1

Τρ. ζηλῶ ς’· ἐν ἀρχῆι πῆμα κοὐδέπω μεσοῖ.

### 60.2

Πα. ὦ μῶρος, εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·

### 60.3

ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

### 60.4

Τρ. τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.

### 60.5

Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.

### 65.1

Τρ. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·

### 65.2

σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.

### 65.3

Πα. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,

### 65.4

πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτεροι

### 65.5

θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,

### 70.1

ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας

### 70.2

σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς

### 70.3

Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε

### 70.4

οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.

### 70.5

Τρ. καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται

### 75.1

πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;

### 75.2

Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων,

### 75.3

κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.

### 75.4

Τρ. ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν

### 75.5

νέον παλαιῶι, πρὶν τόδ’ ἐξηντληκέναι.

### 80.1

Πα. ἀτὰρ σύ γ’, οὐ γὰρ καιρὸς εἰδέναι τόδε

### 80.2

δέσποιναν, ἡσύχαζε καὶ σίγα λόγον.

### 80.3

Τρ. ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;

### 80.4

ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός· ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.

### 85.1

Πα. τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,

### 85.2

ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,

### 85.3

[οἱ μὲν δικαίως, οἱ δὲ καὶ κέρδους χάριν,]

### 85.4

εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ;

### 85.5

Τρ. ἴτ’, εὖ γὰρ ἔσται, δωμάτων ἔσω, τέκνα.

### 90.1

σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε

### 90.2

καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένηι.

### 90.3

ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην

### 90.4

τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται

### 90.5

χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινι.

### 95.1

ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.

### 95.2

ΜΗΔΕΙΑ (ἔσωθεν)

### 96

ἰώ,

### 96.1

δύστανος ἐγὼ μελέα τε πόνων,

### 96.2

ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;

### 96.3

Τρ. τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ

### 96.4

κινεῖ κραδίαν, κινεῖ δὲ χόλον. σπεύδετε θᾶσσον δώματος εἴσω

### 96.5

καὶ μὴ πελάσητ’ ὄμματος ἐγγὺς

### 96.6

μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’

### 96.7

ἄγριον ἦθος στυγεράν τε φύσιν φρενὸς αὐθαδοῦς.

### 105.1

ἴτε νυν, χωρεῖθ’ ὡς τάχος εἴσω.

### 105.2

δῆλον ἀπ’ ἀρχῆς ἐξαιρόμενον

### 105.3

νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει

### 105.4

μείζονι θυμῶι· τί ποτ’ ἐργάσεται

### 105.5

μεγαλόσπλαγχνος δυσκατάπαυστος

### 110.1

ψυχὴ δηχθεῖσα κακοῖσιν;

### 110.2

Μη. αἰαῖ,

### 111.1

ἔπαθον τλάμων ἔπαθον μεγάλων

### 111.2

ἄξι’ ὀδυρμῶν. ὦ κατάρατοι

### 111.3

παῖδες ὄλοισθε στυγερᾶς ματρὸς

### 111.4

σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.

### 115.1

Τρ. ἰώ μοί μοι, ἰὼ τλήμων.

### 115.2

τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας

### 115.3

μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,

### 115.4

τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.

### 115.5

δεινὰ τυράννων λήματα καί πως

### 120.1

ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες

### 120.2

χαλεπῶς ὀργὰς μεταβάλλουσιν.

### 120.3

τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν

### 120.4

κρεῖσσον· ἐμοὶ γοῦν ἐπὶ μὴ μεγάλοις ὀχυρῶς γ’ εἴη καταγηράσκειν.

### 125.1

τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν

### 125.2

τοὔνομα νικᾶι, χρῆσθαί τε μακρῶι

### 125.3

λῶιστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’

### 125.4

οὐδένα καιρὸν δύναται θνητοῖς,

### 125.5

μείζους δ’ ἄτας, ὅταν ὀργισθῆι

### 130.1

δαίμων οἴκοις, ἀπέδωκεν.

### 130.2

ΧΟΡΟΣ

### 131.1

ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν

### 131.2

τᾶς δυστάνου Κολχίδος· οὐδέπω

### 131.3

ἤπιος; ἀλλ’, ὦ γεραιά, λέξον.

### 135.1

ἀμφιπύλου γὰρ ἔσω μελάθρου γόον

### 135.2

ἔκλυον, οὐδὲ συνήδομαι, ὦ γύναι,

### 135.3

ἄλγεσι δώματος,

### 135.4

ἐπεί μοι φιλία κέκραται.

### 135.5

Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.

### 140.1

τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,

### 140.2

ἡ δ’ ἐν θαλάμοις τήκει βιοτὴν

### 140.3

δέσποινα, φίλων οὐδενὸς οὐδὲν παραθαλπομένη φρένα μύθοις.

### 140.4

Μη. αἰαῖ,

### 144

διά μου κεφαλᾶς φλὸξ οὐρανία

### 145.1

βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;

### 145.2

φεῦ φεῦ· θανάτωι καταλυσαίμαν

### 145.3

βιοτὰν στυγερὰν προλιποῦσα.

### 145.4

Χο. ἄιες, ὦ Ζεῦ καὶ Γᾶ καὶ φῶς,

### 145.5

ἀχὰν οἵαν ἁ δύστανος μέλπει νύμφα;

### 145.6

τίς σοί ποτε τᾶς ἀπλάτου

### 145.7

κοίτας ἔρος, ὦ ματαία;

### 145.8

σπεύσεις θανάτου τελευτάν;

### 145.9

μηδὲν τόδε λίσσου.

### 155

εἰ δὲ σὸς πόσις καινὰ λέχη σεβίζει,

### 157.1

κείνωι τόδε μὴ χαράσσου·

### 157.2

Ζεύς σοι τάδε συνδικήσει.

### 157.3

μὴ λίαν τάκου δυρομένα σὸν εὐνέταν.

### 160.1

Μη. ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι,

### 160.2

λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις

### 160.3

ἐνδησαμένα τὸν κατάρατον

### 160.4

πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’

### 160.5

αὐτοῖς μελάθροις διακναιομένους,

### 165.1

οἷ’ ἐμὲ πρόσθεν τολμῶς’ ἀδικεῖν.

### 165.2

ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην

### 165.3

αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.

### 165.4

Τρ. κλύεθ’ οἷα λέγει κἀπιβοᾶται

### 165.5

Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων

### 170.1

θνητοῖς ταμίας νενόμισται;

### 170.2

οὐκ ἔστιν ὅπως ἔν τινι μικρῶι

### 170.3

δέσποινα χόλον καταπαύσει.

### 170.4

Χο. πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν

### 170.5

ἔλθοι μύθων τ’ αὐδαθέντων

### 175.1

δέξαιτ’ ὀμφάν,

### 175.2

εἴ πως βαρύθυμον ὀργὰν

### 175.3

καὶ λῆμα φρενῶν μεθείη;

### 175.4

μήτοι τό γ’ ἐμὸν πρόθυμον

### 175.5

φίλοισιν ἀπέστω.

### 180.1

ἀλλὰ βᾶσά νιν δεῦρο πόρευσον οἴκων

### 180.2

ἔξω· φίλα καὶ τάδ’ αὔδα,

### 180.3

σπεύσασά τι πρὶν κακῶσαι

### 180.4

τοὺς ἔσω· πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.

### 180.5

Τρ. δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω

### 185.1

δέσποιναν ἐμήν· μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.

### 185.2

καίτοι τοκάδος δέργμα λεαίνης

### 185.3

ἀποταυροῦται δμωσίν, ὅταν τις

### 185.4

μῦθον προφέρων πέλας ὁρμηθῆι.

### 190.1

σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς

### 190.2

τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,

### 190.3

οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις

### 190.4

ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις

### 190.5

ηὕροντο βίωι τερπνὰς ἀκοάς·

### 195.1

στυγίους δὲ βροτῶν οὐδεὶς λύπας

### 195.2

ηὕρετο μούσηι καὶ πολυχόρδοις

### 195.3

ὠιδαῖς παύειν, ἐξ ὧν θάνατοι

### 195.4

δειναί τε τύχαι σφάλλουσι δόμους.

### 195.5

καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι

### 195.6

δαῖτες, τί μάτην τείνουσι βοήν;

### 195.7

τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ

### 195.8

δαιτὸς πλήρωμα βροτοῖσιν.

### 205.1

Χο. ἀχὰν ἄιον πολύστονον γόων,

### 205.2

λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾶι

### 205.3

τὸν ἐν λέχει προδόταν κακόνυμφον·

### 205.4

θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα

### 205.5

τὰν Ζηνὸς ὁρκίαν Θέμιν, ἅ νιν ἔβασεν

### 210.1

Ἑλλάδ’ ἐς ἀντίπορον

### 210.2

δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν

### 210.3

Πόντου κλῆιδ’ ἀπεράντου.

### 210.4

Μη. Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων

### 215.1

μή μοί τι μέμψησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν

### 215.2

σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,

### 215.3

τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς

### 215.4

δύσκλειαν ἐκτήσαντο καὶ ῥαιθυμίαν.

### 215.5

δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,

### 220.1

ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς

### 220.2

στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.

### 220.3

χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει·

### 220.4

οὐδ’ ἀστὸν ἤινες’ ὅστις αὐθαδὴς γεγὼς

### 220.5

πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.

### 225.1

ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε

### 225.2

ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου

### 225.3

χάριν μεθεῖσα κατθανεῖν χρήιζω, φίλαι.

### 225.4

ἐν ὧι γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς,

### 225.5

κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.

### 230.1

πάντων δ’ ὅς’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·

### 230.2

ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῆι

### 230.3

πόσιν πρίασθαι δεσπότην τε σώματος

### 230.4

λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.

### 235.1

κἀν τῶιδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν

### 235.2

ἢ χρηστόν· οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ

### 235.3

γυναιξὶν οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.

### 235.4

ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην

### 235.5

δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,

### 240.1

οἵωι μάλιστα χρήσεται ξυνευνέτηι.

### 240.2

κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ

### 240.3

πόσις ξυνοικῆι μὴ βίαι φέρων ζυγόν,

### 240.4

ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.

### 240.5

ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,

### 245.1

ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης

### 245.2

[ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς]·

### 245.3

ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.

### 245.4

λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον

### 245.5

ζῶμεν κατ’ οἴκους, οἱ δὲ μάρνανται δορί, κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα

### 245.6

στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.

### 245.7

ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·

### 245.8

σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι βίου τ’ ὄνησις καὶ φίλων συνουσία,

### 255.1

ἐγὼ δ’ ἔρημος ἄπολις οὖς’ ὑβρίζομαι

### 255.2

πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λεληισμένη,

### 255.3

οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ

### 255.4

μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.

### 255.5

τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,

### 260.1

ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῆι

### 260.2

πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν

### 260.3

[τὸν δόντα τ’ αὐτῶι θυγατέρ’ ἥν τ’ ἐγήματο],

### 260.4

σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα

### 260.5

κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·

### 265.1

ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῆι,

### 265.2

οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.

### 265.3

Χο. δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσηι πόσιν,

### 265.4

Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.

### 265.5

ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,

### 270.1

στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.

### 270.2

ΚΡΕΩΝ

### 271.1

σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,

### 271.2

Μήδει’, ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν

### 271.3

φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῆι τέκνα,

### 271.4

καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου

### 275.1

τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν

### 275.2

πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.

### 275.3

Μη. αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι· ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,

### 275.4

κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.

### 280.1

ἐρήσομαι δὲ καὶ κακῶς πάσχους’ ὅμως·

### 280.2

τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;

### 280.3

Κρ. δέδοικά ς’, οὐδὲν δεῖ παραμπίσχειν λόγους,

### 280.4

μή μοί τι δράσηις παῖδ’ ἀνήκεστον κακόν.

### 280.5

συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα·

### 285.1

σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,

### 285.2

λυπῆι δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.

### 285.3

κλύω δ’ ἀπειλεῖν ς’, ὡς ἀπαγγέλλουσί μοι,

### 285.4

τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην

### 285.5

δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.

### 290.1

κρεῖσσον δέ μοι νῦν πρὸς ς’ ἀπεχθέσθαι, γύναι,

### 290.2

ἢ μαλθακισθένθ’ ὕστερον μεταστένειν.

### 290.3

Μη. φεῦ φεῦ.

### 292.1

οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον,

### 292.2

ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.

### 292.3

χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ

### 295.1

παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·

### 295.2

χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας

### 295.3

φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ. σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ

### 295.4

δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον

### 295.5

κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῆι.

### 295.6

ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης·

### 295.7

σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,

### 295.8

[τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,]

### 305.1

τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.

### 305.2

σὺ δ’ οὖν φοβῆι με· μὴ τί πλημμελὲς πάθηις;

### 305.3

οὐχ ὧδ’ ἔχει μοι, μὴ τρέσηις ἡμᾶς, Κρέον,

### 305.4

ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.

### 305.5

σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην

### 310.1

ὅτωι σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν

### 310.2

μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.

### 310.3

καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·

### 310.4

νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα

### 310.5

ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι

### 315.1

σιγησόμεσθα, κρεισσόνων νικώμενοι.

### 315.2

Κρ. λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν

### 315.3

ὀρρωδία μοι μή τι βουλεύηις κακόν.

### 315.4

τοσῶιδε δ’ ἧσσον ἢ πάρος πέποιθά σοι·

### 315.5

γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,

### 320.1

ῥάιων φυλάσσειν ἢ σιωπηλὸς σοφή.

### 320.2

ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·

### 320.3

ὡς ταῦτ’ ἄραρε κοὐκ ἔχεις τέχνην ὅπως

### 320.4

μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.

### 320.5

Μη. μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.

### 325.1

Κρ. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.

### 325.2

Μη. ἀλλ’ ἐξελᾶις με κοὐδὲν αἰδέσηι λιτάς;

### 325.3

Κρ. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.

### 325.4

Μη. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.

### 325.5

Κρ. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.

### 330.1

Μη. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.

### 330.2

Κρ. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.

### 330.3

Μη. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.

### 330.4

Κρ. ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.

### 330.5

Μη. †πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.†

### 335.1

Κρ. τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσηι βίαι.

### 335.2

Μη. μὴ δῆτα τοῦτό γ’, ἀλλά ς’ ἄντομαι, Κρέον.

### 335.3

Κρ. ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.

### 335.4

Μη. φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσά σου τυχεῖν.

### 335.5

Κρ. τί δ’ αὖ βιάζηι κοὐκ ἀπαλλάσσηι χερός;

### 340.1

Μη. μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν

### 340.2

καὶ ξυμπερᾶναι φροντίδ’ ἧι φευξούμεθα

### 340.3

παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ

### 340.4

οὐδὲν προτιμᾶι μηχανήσασθαι τέκνοις. οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ

### 345.1

πέφυκας· εἰκὸς δέ σφιν εὔνοιάν ς’ ἔχειν.

### 345.2

τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,

### 345.3

κείνους δὲ κλαίω συμφορᾶι κεχρημένους.

### 345.4

Κρ. ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,

### 345.5

αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,

### 345.6

ὅμως δὲ τεύξηι τοῦδε. προυννέπω δέ σοι,

### 345.7

εἴ ς’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ

### 345.8

καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,

### 345.9

θανῆι· λέλεκται μῦθος ἀψευδὴς ὅδε.

### 355.1

[νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·

### 355.2

οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.]

### 358

Χο. φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων,

### 357

δύστηνε γύναι,

### 359

ποῖ ποτε τρέψηι; τίνα πρὸς ξενίαν

### 360.1

ἢ δόμον ἢ χθόνα σωτῆρα κακῶν

### 360.2

[ἐξευρήσεις];

### 360.3

ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,

### 360.4

Μήδεια, κακῶν ἐπόρευσεν.

### 360.5

Μη. κακῶς πέπρακται πανταχῆι· τίς ἀντερεῖ;

### 365.1

ἀλλ’ οὔτι ταύτηι ταῦτα, μὴ δοκεῖτέ πω.

### 365.2

ἔτ’ εἴς’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.

### 365.3

δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε

### 365.4

εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;

### 370.1

οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.

### 370.2

ὁ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο

### 370.3

ὥστ’, ἐξὸν αὐτῶι τἄμ’ ἑλεῖν βουλεύματα

### 370.4

γῆς ἐκβαλόντι, τήνδ’ ἐφῆκεν ἡμέραν

### 370.5

μεῖναί μ’, ἐν ἧι τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς

### 375.1

θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.

### 375.2

πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,

### 375.3

οὐκ οἶδ’ ὁποίαι πρῶτον ἐγχειρῶ, φίλαι·

### 375.4

πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,

### 375.5

ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπατος,

### 380.1

σιγῆι δόμους ἐσβᾶς’ ἵν’ ἔστρωται λέχος.

### 380.2

ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι

### 380.3

δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη,

### 380.4

θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.

### 380.5

κράτιστα τὴν εὐθεῖαν, ἧι πεφύκαμεν

### 385.1

σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.

### 385.2

εἶἑν·

### 386.1

καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;

### 386.2

τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους

### 386.3

ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;

### 386.4

οὐκ ἔστι. μείνας’ οὖν ἔτι σμικρὸν χρόνον,

### 390.1

ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῆι,

### 390.2

δόλωι μέτειμι τόνδε καὶ σιγῆι φόνον·

### 390.3

ἢ δ’ ἐξελαύνηι ξυμφορά μ’ ἀμήχανος, αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,

### 390.4

κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.

### 395.1

οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω

### 395.2

μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,

### 395.3

Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,

### 395.4

χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.

### 395.5

πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους, πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.

### 395.6

ἀλλ’ εἶα φείδου μηδὲν ὧν ἐπίστασαι,

### 395.7

Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·

### 395.8

ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.

### 395.9

ὁρᾶις ἃ πάσχεις; οὐ γέλωτα δεῖ ς’ ὀφλεῖν

### 405.1

τοῖς Σισυφείοις τοῖσδ’ Ἰάσονος γάμοις,

### 405.2

γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.

### 405.3

ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν

### 405.4

γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,

### 405.5

κακῶν δὲ πάντων τέκτονες σοφώταται.

### 410.1

Χο. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,

### 410.2

καὶ δίκα καὶ πάντα πάλιν στρέφεται·

### 410.3

ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’

### 410.4

οὐκέτι πίστις ἄραρεν.

### 415-416

τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι

### 416.1

φᾶμαι·

### 416.2

ἔρχεται τιμὰ γυναικείωι γένει·

### 420.1

οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.

### 420.2

μοῦσαι δὲ παλαιγενέων λήξους’ ἀοιδῶν

### 423.1

τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.

### 423.2

οὐ γὰρ ἐν ἁμετέραι γνώμαι λύρας

### 425

ὤπασε θέσπιν ἀοιδὰν

### 427.1

Φοῖβος ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχης’ ἂν ὕμνον

### 427.2

ἀρσένων γένναι. μακρὸς δ’ αἰὼν ἔχει

### 430

πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.

### 432.1

σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας

### 432.2

μαινομέναι κραδίαι, διδύμους ὁρίσασα πόντου

### 435

πέτρας· ἐπὶ δὲ ξέναι

### 435.1

ναίεις χθονί, τᾶς ἀνάν‐

### 435.2

δρου κοίτας ὀλέσασα λέκ‐

### 435.3

τρον, τάλαινα, φυγὰς δὲ χώ‐

### 435.4

ρας ἄτιμος ἐλαύνηι.

### 435.5

βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς

### 440.1

Ἑλλάδι τᾶι μεγάλαι μένει, αἰθερία δ’ ἀνέπτα.

### 440.2

σοὶ δ’ οὔτε πατρὸς δόμοι,

### 440.3

δύστανε, μεθορμίσα‐ σθαι μόχθων πάρα, σῶν τε λέκ‐

### 440.4

τρων ἄλλα βασίλεια κρείσ‐

### 445.1

σων δόμοισιν ἐπέστα.

### 445.2

ΙΑΣΩΝ

### 446.1

οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις

### 446.2

τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.

### 446.3

σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν

### 446.4

κούφως φερούσηι κρεισσόνων βουλεύματα, λόγων ματαίων οὕνεκ’ ἐκπεσῆι χθονός.

### 446.5

κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσηι ποτὲ

### 446.6

λέγους’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ.

### 446.7

ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,

### 446.8

πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῆι.

### 455.1

κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων

### 455.2

ὀργὰς ἀφήιρουν καί ς’ ἐβουλόμην μένειν·

### 455.3

σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγους’ ἀεὶ

### 455.4

κακῶς τυράννους· τοιγὰρ ἐκπεσῆι χθονός.

### 455.5

ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις

### 460.1

ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,

### 460.2

ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσηις

### 460.3

μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ

### 460.4

κακὰ ξὺν αὑτῆι. καὶ γὰρ εἰ σύ με στυγεῖς,

### 460.5

οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.

### 465.1

Μη. ὦ παγκάκιστε, τοῦτο γάρ ς’ εἰπεῖν ἔχω

### 465.2

γλώσσηι μέγιστον εἰς ἀνανδρίαν κακόν·

### 465.3

ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς [θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει];

### 465.4

οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,

### 470.1

φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,

### 470.2

ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων

### 470.3

πασῶν, ἀναίδει’. εὖ δ’ ἐποίησας μολών·

### 470.4

ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι

### 470.5

ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσηι κλύων.

### 475.1

ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν·

### 475.2

ἔσωσά ς’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι

### 475.3

ταὐτὸν συνεισέβησαν Ἀργῶιον σκάφος,

### 475.4

πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην

### 475.5

ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην·

### 480.1

δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρος

### 480.2

σπείραις ἔσωιζε πολυπλόκοις ἄυπνος ὤν,

### 480.3

κτείνας’ ἀνέσχον σοι φάος σωτήριον.

### 480.4

αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦς’ ἐμοὺς

### 480.5

τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην

### 485.1

σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·

### 485.2

Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,

### 485.3

παίδων ὕπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.

### 485.4

καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν

### 485.5

προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη,

### 490.1

παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,

### 490.2

συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.

### 490.3

ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν εἰ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι

### 490.4

ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,

### 495.1

ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.

### 495.2

φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,

### 495.3

καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρώισμεθα

### 495.4

κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.

### 495.5

ἄγ’, ὡς φίλωι γὰρ ὄντι σοι κοινώσομαι (δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;

### 495.6

ὅμως δ’, ἐρωτηθεὶς γὰρ αἰσχίων φανῆι)·

### 495.7

νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,

### 495.8

οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;

### 495.9

ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν

### 505.1

δέξαιντό μ’ οἴκοις ὦν πατέρα κατέκτανον.

### 505.2

ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις

### 505.3

ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς

### 505.4

δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.

### 505.5

τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων

### 510.1

ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε

### 510.2

ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,

### 510.3

εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,

### 510.4

φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις·

### 510.5

καλόν γ’ ὄνειδος τῶι νεωστὶ νυμφίωι,

### 515.1

πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσωσά σε.

### 515.2

ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦι

### 515.3

τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,

### 515.4

ἀνδρῶν δ’ ὅτωι χρὴ τὸν κακὸν διειδέναι

### 515.5

οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;

### 520.1

Χο. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,

### 520.2

ὅταν φίλοι φίλοισι συμβάλως’ ἔριν.

### 520.3

Ια. δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,

### 520.4

ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον

### 520.5

ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν

### 525.1

τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.

### 525.2

ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,

### 525.3

Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας

### 525.4

σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.

### 525.5

σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός· ἀλλ’ ἐπίφθονος

### 530.1

λόγος διελθεῖν ὡς Ἔρως ς’ ἠνάγκασεν.

### 530.2

τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμας.

### 530.3

ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·

### 530.4

ὅπηι γὰρ οὖν ὤνησας οὐ κακῶς ἔχει.

### 530.5

μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας

### 535.1

εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.

### 535.2

πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς

### 535.3

γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι

### 535.4

νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·

### 535.5

πάντες δέ ς’ ἤισθοντ’ οὖσαν Ἕλληνες σοφὴν

### 540.1

καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις

### 540.2

ὅροισιν ὤικεις, οὐκ ἂν ἦν λόγος σέθεν. εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις

### 540.3

μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,

### 540.4

εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.

### 545.1

τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι

### 545.2

ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

### 545.3

ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,

### 545.4

ἐν τῶιδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,

### 545.5

ἔπειτα σώφρων, εἶτά σοι μέγας φίλος καὶ παισὶ τοῖς ἐμοῖσιν· ἀλλ’ ἔχ’ ἥσυχος.

### 545.6

ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς

### 545.7

πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,

### 545.8

τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον

### 545.9

ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;

### 555.1

οὐχ, ἧι σὺ κνίζηι, σὸν μὲν ἐχθαίρων λέχος

### 555.2

καινῆς δὲ νύμφης ἱμέρωι πεπληγμένος

### 555.3

οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·

### 555.4

ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·

### 555.5

ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς

### 560.1

καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι

### 560.2

πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον,

### 560.3

παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν

### 560.4

σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις

### 560.5

ἐς ταὐτὸ θείην καὶ ξυναρτήσας γένος

### 565.1

εὐδαιμονοίην· σοί τε γὰρ παίδων τί δεῖ; ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις

### 565.2

τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;

### 565.3

οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.

### 565.4

ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης

### 570.1

εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,

### 570.2

ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,

### 570.3

τὰ λῶιστα καὶ κάλλιστα πολεμιώτατα

### 570.4

τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς

### 570.5

παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·

### 575.1

χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.

### 575.2

Χο. Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·

### 575.3

ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,

### 575.4

δοκεῖ προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.

### 575.5

Μη. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.

### 580.1

ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν

### 580.2

πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·

### 580.3

γλώσσηι γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν

### 580.4

τολμᾶι πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.

### 580.5

ὡς καὶ σύ· μή νυν εἰς ἔμ’ εὐσχήμων γένηι

### 585.1

λέγειν τε δεινός· ἓν γὰρ ἐκτενεῖ ς’ ἔπος.

### 585.2

χρῆν ς’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με

### 585.3

γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῆι φίλων.

### 585.4

Ια. καλῶς γ’ ἄν, οἶμαι, τῶιδ’ ὑπηρέτεις λόγωι, εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν

### 590.1

τολμᾶις μεθεῖναι καρδίας μέγαν χόλον.

### 590.2

Μη. οὐ τοῦτό ς’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος

### 590.3

πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.

### 590.4

Ια. εὖ νυν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα

### 590.5

γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,

### 595.1

ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλων

### 595.2

σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους

### 595.3

φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασιν.

### 595.4

Μη. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος

### 595.5

μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. Ια. οἶσθ’ ὡς μέτευξαι καὶ σοφωτέρα φανῆι·

### 595.6

τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε,

### 595.7

μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.

### 595.8

Μη. ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,

### 595.9

ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.

### 605.1

Ια. αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.

### 605.2

Μη. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;

### 605.3

Ια. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.

### 605.4

Μη. καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.

### 605.5

Ια. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.

### 610.1

ἀλλ’, εἴ τι βούληι παισὶν ἢ σαυτῆι φυγῆς

### 610.2

προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,

### 610.3

λέγ’· ὡς ἕτοιμος ἀφθόνωι δοῦναι χερὶ

### 610.4

ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί ς’ εὖ.

### 610.5

καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·

### 615.1

λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.

### 615.2

Μη. οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἂν

### 615.3

οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·

### 615.4

κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.

### 615.5

Ια. ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι

### 620.1

ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·

### 620.2

σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίαι

### 620.3

φίλους ἀπωθῆι· τοιγὰρ ἀλγυνῆι πλέον.

### 620.4

Μη. χώρει· πόθωι γὰρ τῆς νεοδμήτου κόρης

### 620.5

αἱρῆι χρονίζων δωμάτων ἐξώπιος.

### 625.1

νύμφευ’· ἴσως γάρ, σὺν θεῶι δ’ εἰρήσεται,

### 625.2

γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον.

### 625.3

Χο. ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν

### 625.4

οὐδ’ ἀρετὰν παρέδωκαν ἀνδράσιν· εἰ δ’ ἅλις

### 630

ἔλθοι

### 632

Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτω.

### 633-634

μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἀφείης

### 635.1

ἱμέρωι χρίσας’ ἄφυκτον οἰστόν.

### 635.2

στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον

### 635.3

θεῶν·

### 635.4

μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη

### 640

θυμὸν ἐκπλήξας’ ἑτέροις ἐπὶ λέκτροις

### 642-643

προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζους’

### 644

ὀξύφρων κρίνοι λέχη γυναικῶν.

### 645.1

ὦ πατρίς, ὦ δώματα, μὴ

### 645.2

δῆτ’ ἄπολις γενοίμαν

### 648.1

τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶν’,

### 648.2

οἰκτρότατον ἀχέων. θανάτωι θανάτωι πάρος δαμείην

### 648.3

ἁμέραν τάνδ’ ἐξανύσα‐

### 648.4

σα· μόχθων δ’ οὐκ ἄλλος ὕπερ‐

### 648.5

θεν ἢ γᾶς πατρίας στέρεσθαι.

### 648.6

εἴδομεν, οὐκ ἐξ ἑτέρων

### 655

μῦθον ἔχω φράσασθαι·

### 656-657

σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις οἰκτιρεῖ παθοῦσαν

### 658.1

δεινότατα παθέων.

### 658.2

ἀχάριστος ὄλοιθ’ ὅτωι πάρεστιν

### 660.1

μὴ φίλους τιμᾶν καθαρᾶν

### 660.2

ἀνοίξαντα κλῆιδα φρενῶν·

### 660.3

ἐμοὶ μὲν φίλος οὔποτ’ ἔσται.

### 660.4

ΑΙΓΕΥΣ

### 663.1

Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον

### 663.2

κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.

### 665.1

Μη. ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾶι πέδον;

### 665.2

Αι. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.

### 665.3

Μη. τί δ’ ὀμφαλὸν γῆς θεσπιωιδὸν ἐστάλης;

### 665.4

Αι. παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.

### 670.1

Μη. πρὸς θεῶν, ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;

### 670.2

Αι. ἄπαιδές ἐσμεν δαίμονός τινος τύχηι.

### 670.3

Μη. δάμαρτος οὔσης ἢ λέχους ἄπειρος ὤν;

### 670.4

Αι. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.

### 670.5

Μη. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;

### 675.1

Αι. σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.

### 675.2

Μη. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;

### 675.3

Αι. μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.

### 675.4

Μη. τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.

### 675.5

Αι. ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα ...

### 680.1

Μη. πρὶν ἂν τί δράσηις ἢ τίν’ ἐξίκηι χθόνα;

### 680.2

Αι. πρὶν ἂν πατρώιαν αὖθις ἑστίαν μόλω.

### 680.3

Μη. σὺ δ’ ὡς τί χρήιζων τήνδε ναυστολεῖς χθόνα;

### 680.4

Αι. Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας.

### 680.5

Μη. παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.

### 685.1

Αι. τούτωι θεοῦ μάντευμα κοινῶσαι θέλω.

### 685.2

Μη. σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.

### 685.3

Αι. κἀμοί γε πάντων φίλτατος δορυξένων.

### 685.4

Μη. ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾶις.

### 685.5

Αι. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;

### 690.1

Μη. Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.

### 690.2

Αι. τί φήις; σαφῶς μοι σὰς φράσον δυσθυμίας.

### 690.3

Μη. ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.

### 690.4

Αι. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον. Μη. γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.

### 695.1

Αι. οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;

### 695.2

Μη. σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.

### 695.3

Αι. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;

### 695.4

Μη. μέγαν γ’ ἔρωτα· πιστὸς οὐκ ἔφυ φίλοις.

### 695.5

Αι. ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. Μη. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.

### 695.6

Αι. δίδωσι δ’ αὐτῶι τίς; πέραινέ μοι λόγον.

### 695.7

Μη. Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.

### 695.8

Αι. συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.

### 695.9

Μη. ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.

### 705.1

Αι. πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.

### 705.2

Μη. Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.

### 705.3

Αι. ἐᾶι δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπήινεσα.

### 705.4

Μη. λόγωι μὲν οὐχί. καρτερεῖν δὲ βούλεται.

### 705.5

ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος

### 710.1

γονάτων τε τῶν σῶν ἱκεσία τε γίνομαι,

### 710.2

οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα

### 710.3

καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδηις,

### 710.4

δέξαι δὲ χώραι καὶ δόμοις ἐφέστιον.

### 710.5

οὕτως ἔρως σοι πρὸς θεῶν τελεσφόρος

### 715.1

γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις.

### 715.2

εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·

### 715.3

παύσω γέ ς’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς

### 715.4

σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα. Αι. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,

### 720.1

γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,

### 720.2

ἔπειτα παίδων ὧν ἐπαγγέλληι γονάς·

### 720.3

ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.

### 720.4

οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,

### 720.5

πειράσομαί σου προξενεῖν δίκαιος ὤν.

### 725.1

[τοσόνδε μέντοι σοι προσημαίνω, γύναι·

### 725.2

ἐκ τῆσδε μὲν γῆς οὔ ς’ ἄγειν βουλήσομαι.]

### 729

ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·

### 727.1

αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθηις δόμους,

### 727.2

μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι·

### 730.1

ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.

### 730.2

Μη. ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι

### 730.3

τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.

### 730.4

Αι. μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;

### 730.5

Μη. πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος

### 735.1

Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς

### 735.2

ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·

### 735.3

λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος

### 735.4

φίλος γένοι’ ἂν κἀπικηρυκεύμασιν τάχ’ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,

### 740.1

τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.

### 740.2

Αι. πολλὴν ἔδειξας ἐν λόγοις προμηθίαν·

### 740.3

ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.

### 740.4

ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστερα,

### 740.5

σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,

### 745.1

τὸ σόν τ’ ἄραρε μᾶλλον. ἐξηγοῦ θεούς.

### 745.2

Μη. ὄμνυ πέδον Γῆς πατέρα θ’ Ἥλιον πατρὸς

### 745.3

τοὐμοῦ θεῶν τε συντιθεὶς ἅπαν γένος.

### 745.4

Αι. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.

### 745.5

Μη. μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε, μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν

### 745.6

χρήιζηι μεθήσειν ζῶν ἑκουσίωι τρόπωι.

### 745.7

Αι. ὄμνυμι Γαῖαν φῶς τε λαμπρὸν Ἡλίου

### 745.8

θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.

### 745.9

Μη. ἀρκεῖ· τί δ’ ὅρκωι τῶιδε μὴ ’μμένων πάθοις;

### 755.1

Αι. ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.

### 755.2

Μη. χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.

### 755.3

κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,

### 755.4

πράξας’ ἃ μέλλω καὶ τυχοῦς’ ἃ βούλομαι.

### 755.5

Χο. ἀλλά ς’ ὁ Μαίας πομπαῖος ἄναξ

### 760.1

πελάσειε δόμοις ὧν τ’ ἐπίνοιαν σπεύδεις κατέχων πράξειας, ἐπεὶ

### 760.2

γενναῖος ἀνήρ,

### 760.3

Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.

### 760.4

Μη. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,

### 765.1

νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,

### 765.2

γενησόμεσθα κἀς ὁδὸν βεβήκαμεν,

### 765.3

νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.

### 765.4

οὗτος γὰρ ἁνὴρ ἧι μάλιστ’ ἐκάμνομεν

### 765.5

λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·

### 770.1

ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,

### 770.2

μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.

### 770.3

ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα

### 770.4

λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.

### 770.5

πέμψας’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα

### 775.1

ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι.

### 775.2

μολόντι δ’ αὐτῶι μαλθακοὺς λέξω λόγους,

### 775.3

†ὡς καὶ δοκεῖ μοι ταῦτα καὶ καλῶς ἔχει†

### 775.4

γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,

### 775.5

καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.

### 780.1

παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,

### 780.2

οὐχ ὡς λιποῦς’ ἂν πολεμίας ἐπὶ χθονὸς

### 780.3

[ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι],

### 780.4

ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.

### 780.5

πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,

### 785.1

[νύμφηι φέροντας, τήνδε μὴ φεύγειν χθόνα,] λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·

### 785.2

κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῆι χροΐ,

### 785.3

κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγηι κόρης·

### 785.4

τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.

### 790.1

ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον.

### 790.2

ὤιμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον

### 790.3

τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ

### 790.4

τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·

### 790.5

δόμον τε πάντα συγχέας’ Ἰάσονος

### 795.1

ἔξειμι γαίας, φιλτάτων παίδων φόνον

### 795.2

φεύγουσα καὶ τλᾶς’ ἔργον ἀνοσιώτατον.

### 795.3

οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.

### 795.4

[ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς

### 795.5

οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.] ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον

### 795.6

δόμους πατρώιους, ἀνδρὸς Ἕλληνος λόγοις

### 795.7

πεισθεῖς’, ὃς ἡμῖν σὺν θεῶι τείσει δίκην.

### 795.8

οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε

### 795.9

ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου

### 805.1

νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακὴν κακῶς

### 805.2

θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.

### 805.3

μηδείς με φαύλην κἀσθενῆ νομιζέτω

### 805.4

μηδ’ ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου,

### 805.5

βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·

### 810.1

τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.

### 810.2

Χο. ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,

### 810.3

σέ τ’ ὠφελεῖν θέλουσα καὶ νόμοις βροτῶν ξυλλαμβάνουσα δρᾶν ς’ ἀπεννέπω τάδε.

### 810.4

Μη. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν

### 815.1

τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.

### 815.2

Χο. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;

### 815.3

Μη. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.

### 815.4

Χο. σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.

### 815.5

Μη. ἴτω· περισσοὶ πάντες οὑν μέσωι λόγοι.

### 820.1

ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·

### 820.2

ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.

### 820.3

λέξηις δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,

### 820.4

εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.

### 820.5

Χο. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι

### 825

καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς

### 827

χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι

### 829

κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου

### 830

βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς

### 833.1

ἐννέα Πιερίδας Μούσας λέγουσι

### 833.2

ξανθὰν Ἁρμονίαν φυτεῦσαι·

### 835.1

τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς

### 835.2

τὰν Κύπριν κλήιζουσιν ἀφυσσαμέναν

### 838-839

χώρας καταπνεῦσαι μετρίας ἀνέμων

### 840.1

ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν

### 840.2

χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων

### 843

τᾶι Σοφίαι παρέδρους πέμπειν Ἔρωτας,

### 845.1

παντοίας ἀρετᾶς ξυνεργούς.

### 845.2

πῶς οὖν ἱερῶν ποταμῶν

### 845.3

ἢ πόλις ἢ φίλων

### 845.4

πόμπιμός σε χώρα

### 845.5

τὰ παιδολέτειραν ἕξει, τὰν οὐχ ὁσίαν μέταυλον;

### 845.6

σκέψαι τεκέων πλαγάν,

### 845.7

σκέψαι φόνον οἶον αἴρηι.

### 845.8

μή, πρὸς γονάτων σε πάνται

### 845.9

πάντως ἱκετεύομεν,

### 855.1

τέκνα φονεύσηις.

### 855.2

πόθεν θράσος †ἢ φρενὸς ἢ

### 855.3

χειρὶ τέκνων σέθεν†

### 855.4

καρδίαι τε λήψηι

### 855.5

δεινὰν προσάγουσα τόλμαν;

### 860.1

πῶς δ’ ὄμματα προσβαλοῦσα τέκνοις ἄδακρυν μοῖραν

### 860.2

σχήσεις φόνου; οὐ δυνάσηι

### 860.3

παίδων ἱκετᾶν πιτνόντων

### 860.4

τέγξαι χέρα φοινίαν

### 865.1

τλάμονι θυμῶι.

### 865.2

Ια. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς

### 865.3

οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι·

### 865.4

τί χρῆμα βούληι καινὸν ἐξ ἐμοῦ, γύναι;

### 865.5

Μη. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων

### 870.1

συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν

### 870.2

εἰκός ς’, ἐπεὶ νῶιν πόλλ’ ὑπείργασται φίλα.

### 870.3

ἐγὼ δ’ ἐμαυτῆι διὰ λόγων ἀφικόμην

### 870.4

κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι

### 870.5

καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,

### 875.1

ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι

### 875.2

πόσει θ’, ὃς ἡμῖν δρᾶι τὰ συμφορώτατα,

### 875.3

γήμας τύραννον καὶ κασιγνήτους τέκνοις

### 875.4

ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι

### 875.5

θυμοῦ; τί πάσχω, θεῶν ποριζόντων καλῶς;

### 880.1

οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα

### 880.2

φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; ταῦτ’ ἐννοηθεῖς’ ἠισθόμην ἀβουλίαν

### 880.3

πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.

### 880.4

νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς

### 885.1

κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,

### 885.2

ἧι χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων

### 885.3

καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει

### 885.4

νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.

### 885.5

ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,

### 890.1

γυναῖκες· οὔκουν χρῆν ς’ ὁμοιοῦσθαι κακοῖς,

### 890.2

οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.

### 890.3

παριέμεσθα καί φαμεν κακῶς φρονεῖν

### 890.4

τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε.

### 890.5

ὦ τέκνα τέκνα, δεῦρο, λείπετε στέγας,

### 895.1

ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε

### 895.2

πατέρα μεθ’ ἡμῶν καὶ διαλλάχθηθ’ ἅμα

### 895.3

τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·

### 895.4

σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.

### 895.5

λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.

### 895.6

ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον

### 895.7

φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,

### 895.8

ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.

### 895.9

χρόνωι δὲ νεῖκος πατρὸς ἐξαιρουμένη

### 905.1

ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.

### 905.2

Χο. κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·

### 905.3

καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.

### 905.4

Ια. αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·

### 905.5

εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος

### 910.1

†γάμους παρεμπολῶντος ἀλλοίους πόσει†.

### 910.2

ἀλλ’ ἐς τὸ λῶιον σὸν μεθέστηκεν κέαρ,

### 910.3

ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῶι χρόνωι,

### 910.4

βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.

### 910.5

ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ

### 915.1

πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·

### 915.2

οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας

### 915.3

τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.

### 915.4

ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται

### 915.5

πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής.

### 920.1

ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος

### 920.2

μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.

### 920.3

αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,

### 920.4

στρέψασα λευκὴν ἔμπαλιν παρηίδα,

### 920.5

κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχηι λόγον;

### 925.1

Μη. οὐδέν· τέκνων τῶνδ’ ἐννοουμένη πέρι. Ια. θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.

### 925.2

Μη. δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις.

### 925.3

γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.

### 925.4

Ια. τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;

### 930.1

Μη. ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,

### 930.2

ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.

### 930.3

ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,

### 930.4

τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.

### 930.5

ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ

### 935.1

(κἀμοὶ τάδ’ ἐστὶ λῶιστα, γιγνώσκω καλῶς,

### 935.2

μήτ’ ἐμποδών σοι μήτε κοιράνοις χθονὸς

### 935.3

ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις)

### 935.4

ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαροῦμεν φυγῆι,

### 935.5

παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῆι χερὶ

### 940.1

αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.

### 940.2

Ια. οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.

### 940.3

Μη. σὺ δ’ ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς

### 940.4

γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.

### 940.5

Ια. μάλιστα· καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ,

### 945.1

εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.

### 945.2

Μη. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·

### 945.3

πέμψω γὰρ αὐτῆι δῶρ’ ἃ καλλιστεύεται

### 945.4

τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολὺ

### 945.5

[λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον] παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν κόσμον κομίζειν δεῦρο προσπόλων τινά.

### 945.6

εὐδαιμονήσει δ’ οὐχ ἓν ἀλλὰ μυρία,

### 945.7

ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦς’ ὁμευνέτου

### 945.8

κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος

### 955.1

πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.

### 955.2

λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας

### 955.3

καὶ τῆι τυράννωι μακαρίαι νύμφηι δότε

### 955.4

φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.

### 955.5

Ια. τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;

### 960.1

δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,

### 960.2

δοκεῖς δὲ χρυσοῦ; σῶιζε, μὴ δίδου τάδε.

### 960.3

εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς

### 960.4

γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.

### 960.5

Μη. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·

### 965.1

χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.

### 965.2

κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,

### 965.3

νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς

### 965.4

ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.

### 965.5

ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους

### 970.1

πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,

### 970.2

ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φεύγειν χθόνα,

### 970.3

κόσμον διδόντες· τοῦδε γὰρ μάλιστα δεῖ,

### 970.4

ἐς χεῖρ’ ἐκείνην δῶρα δέξασθαι τάδε.

### 970.5

ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾶι τυχεῖν

### 975.1

εὐάγγελοι γένοισθε πράξαντες καλῶς. Χο. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,

### 975.2

οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.

### 975.3

δέξεται νύμφα χρυσέων ἀναδεσμᾶν

### 975.4

δέξεται δύστανος ἄταν·

### 980

ξανθᾶι δ’ ἀμφὶ κόμαι θήσει τὸν Ἅιδα

### 982.1

κόσμον αὐτὰ χεροῖν.

### 982.2

πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλον

### 982.3

χρυσότευκτόν 〈τε〉 στέφανον περιθέσθαι·

### 985.1

νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.

### 985.2

τοῖον εἰς ἕρκος πεσεῖται

### 985.3

καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’

### 985.4

οὐχ ὑπεκφεύξεται.

### 985.5

σὺ δ’, ὦ τάλαν ὦ κακόνυμφε κηδεμὼν

### 990

τυράννων,

### 992.1

παισὶν οὐ κατειδὼς

### 992.2

ὄλεθρον βιοτᾶι προσάγεις ἀλόχωι

### 992.3

τε σᾶι στυγερὸν θάνατον.

### 995.1

δύστανε, μοίρας ὅσον παροίχηι.

### 995.2

μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων

### 998.1

μᾶτερ, ἃ φονεύσεις

### 998.2

τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ σοι προλιπὼν ἀνόμως

### 998.3

ἄλλαι ξυνοικεῖ πόσις συνεύνωι.

### 998.4

Πα. δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς,

### 998.5

καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν

### 998.6

ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.

### 1005

ἔα·

### 1005.1

τί συγχυθεῖς’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;

### 1005.2

[τί σὴν ἔτρεψας ἔμπαλιν παρηίδα

### 1005.3

κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχηι λόγον;]

### 1005.4

Μη. αἰαῖ.

### 1008.1

Πα. τάδ’ οὐ ξυνωιδὰ τοῖσιν ἐξηγγελμένοις.

### 1008.2

Μη. αἰαῖ μάλ’ αὖθις. Πα. μῶν τιν’ ἀγγέλλων τύχην

### 1010.1

οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;

### 1010.2

Μη. ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.

### 1010.3

Πα. τί δαὶ κατηφὲς ὄμμα καὶ δακρυρροεῖς;

### 1010.4

Μη. πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ

### 1010.5

κἀγὼ κακῶς φρονοῦς’ ἐμηχανησάμην.

### 1015.1

Πα. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.

### 1015.2

Μη. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.

### 1015.3

Πα. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·

### 1015.4

κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.

### 1015.5

Μη. δράσω τάδ’· ἀλλὰ βαῖνε δωμάτων ἔσω

### 1020.1

καὶ παισὶ πόρσυν’ οἶα χρὴ καθ’ ἡμέραν.

### 1020.2

ὦ τέκνα τέκνα, σφῶιν μὲν ἔστι δὴ πόλις

### 1020.3

καὶ δῶμ’, ἐν ὧι λιπόντες ἀθλίαν ἐμὲ

### 1020.4

οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·

### 1020.5

ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,

### 1025.1

πρὶν σφῶιν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,

### 1025.2

πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους

### 1025.3

εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.

### 1025.4

ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.

### 1025.5

ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,

### 1030.1

ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,

### 1030.2

στερρὰς ἐνεγκοῦς’ ἐν τόκοις ἀλγηδόνας.

### 1030.3

ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας

### 1030.4

πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ

### 1030.5

καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,

### 1035.1

ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ

### 1035.2

γλυκεῖα φροντίς. σφῶιν γὰρ ἐστερημένη

### 1035.3

λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί·

### 1035.4

ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις

### 1035.5

ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.

### 1040.1

φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;

### 1040.2

τί προσγελᾶτε τὸν πανύστατον γέλων; αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,

### 1040.3

γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.

### 1040.4

οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα

### 1045.1

τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.

### 1045.2

τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς

### 1045.3

λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;

### 1045.4

οὐ δῆτ’ ἔγωγε· χαιρέτω βουλεύματα.

### 1045.5

καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;

### 1045.6

τολμητέον τάδ’· ἀλλὰ τῆς ἐμῆς κάκης,

### 1045.7

τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.

### 1045.8

χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτωι δὲ μὴ

### 1045.9

θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,

### 1055.1

αὐτῶι μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.

### 1055.2

[ἆ ἆ·

### 1056.1

μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσηι τάδε·

### 1056.2

ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·

### 1056.3

ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.

### 1056.4

μὰ τοὺς παρ’ Ἅιδηι νερτέρους ἀλάστορας,

### 1060.1

οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ

### 1060.2

παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.

### 1060.3

πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,

### 1060.4

ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν. πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται·

### 1065.1

καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ

### 1065.2

νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.

### 1065.3

ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν

### 1065.4

καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,

### 1065.5

παῖδας προσειπεῖν βούλομαι· δότ’, ὦ τέκνα,

### 1070.1

δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.

### 1070.2

ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα

### 1070.3

καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων.

### 1070.4

εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε

### 1070.5

πατὴρ ἀφείλετ’· ὦ γλυκεῖα προσβολή,

### 1075.1

ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.

### 1075.2

χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν

### 1075.3

οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς.

### 1075.4

καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

### 1075.5

θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,

### 1080.1

ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.]

### 1080.2

Χο. πολλάκις ἤδη διὰ λεπτοτέρων

### 1080.3

μύθων ἔμολον καὶ πρὸς ἁμίλλας

### 1080.4

ἦλθον μείζους ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν.

### 1085.1

ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,

### 1085.2

ἣ προσομιλεῖ σοφίας ἕνεκεν,

### 1085.3

πάσαισι μὲν οὔ, παῦρον δὲ γένος

### 1085.4

(〈μίαν〉 ἐν πολλαῖς εὕροις ἂν ἴσως)

### 1085.5

οὐκ ἀπόμουσον τὸ γυναικῶν.

### 1090.1

καί φημι βροτῶν οἵτινές εἰσιν

### 1090.2

πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν

### 1090.3

παῖδας προφέρειν εἰς εὐτυχίαν

### 1090.4

τῶν γειναμένων.

### 1090.5

οἱ μὲν ἄτεκνοι, δι’ ἀπειροσύνην

### 1095.1

εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν

### 1095.2

παῖδες τελέθους’ οὐχὶ τυχόντες,

### 1095.3

πολλῶν μόχθων ἀπέχονται·

### 1095.4

οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις

### 1095.5

γλυκερὸν βλάστημ’, ἐσορῶ μελέτηι κατατρυχομένους τὸν ἅπαντα χρόνον,

### 1095.6

πρῶτον μὲν ὅπως θρέψουσι καλῶς

### 1095.7

βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·

### 1095.8

ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις

### 1103.1

εἴτ’ ἐπὶ χρηστοῖς

### 1103.2

μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.

### 1105.1

ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη πᾶσιν κατερῶ θνητοῖσι κακόν·

### 1105.2

καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον

### 1105.3

σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων

### 1105.4

χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι

### 1110.1

δαίμων οὕτω, φροῦδος ἐς Ἅιδου

### 1110.2

θάνατος προφέρων σώματα τέκνων.

### 1110.3

πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις

### 1110.4

τήνδ’ ἔτι λύπην ἀνιαροτάτην

### 1110.5

παίδων ἕνεκεν

### 1115.1

θνητοῖσι θεοὺς ἐπιβάλλειν;

### 1115.2

Μη. φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην

### 1115.3

καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.

### 1115.4

καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος

### 1115.5

στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον

### 1120.1

δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.

### 1120.2

ΑΓΓΕΛΟΣ

### 1121.1

[ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,]

### 1121.2

Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν

### 1121.3

λιποῦς’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.

### 1121.4

Μη. τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;

### 1125.1

Αγ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη

### 1125.2

Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.

### 1125.3

Μη. κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις

### 1125.4

τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσηι.

### 1125.5

Αγ. τί φήις; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνηι, γύναι,

### 1130.1

ἥτις, τυράννων ἑστίαν ἠικισμένη,

### 1130.2

χαίρεις κλύουσα κοὐ φοβῆι τὰ τοιάδε;

### 1130.3

Μη. ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον

### 1130.4

λόγοισιν εἰπεῖν. ἀλλὰ μὴ σπέρχου, φίλος,

### 1130.5

λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν

### 1135.1

τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.

### 1135.2

Αγ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ

### 1135.3

σὺν πατρὶ καὶ παρῆλθε νυμφικοὺς δόμους,

### 1135.4

ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς

### 1135.5

δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος

### 1140.1

σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.

### 1140.2

κυνεῖ δ’ ὁ μέν τις χεῖρ’, ὁ δὲ ξανθὸν κάρα

### 1140.3

παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο

### 1140.4

στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.

### 1140.5

δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,

### 1145.1

πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,

### 1145.2

πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·

### 1145.3

ἔπειτα μέντοι προυκαλύψατ’ ὄμματα λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,

### 1145.4

παίδων μυσαχθεῖς’ εἰσόδους. πόσις δὲ σὸς ὀργάς τ’ ἀφήιρει καὶ χόλον νεάνιδος,

### 1145.5

λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσηι φίλοις,

### 1145.6

παύσηι δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,

### 1145.7

φίλους νομίζους’ οὕσπερ ἂν πόσις σέθεν,

### 1145.8

δέξηι δὲ δῶρα καὶ παραιτήσηι πατρὸς

### 1155.1

φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’ ἐμὴν χάριν;

### 1155.2

ἡ δ’, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,

### 1155.3

ἀλλ’ ἤινες’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων

### 1155.4

μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν

### 1155.5

λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,

### 1160.1

χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις

### 1160.2

λαμπρῶι κατόπτρωι σχηματίζεται κόμην,

### 1160.3

ἄψυχον εἰκὼ προσγελῶσα σώματος.

### 1160.4

κἄπειτ’ ἀναστᾶς’ ἐκ θρόνων διέρχεται

### 1160.5

στέγας, ἁβρὸν βαίνουσα παλλεύκωι ποδί,

### 1165.1

δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις

### 1165.2

τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.

### 1165.3

τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·

### 1165.4

χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν

### 1165.5

χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει

### 1170.1

θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.

### 1170.2

καί τις γεραιὰ προσπόλων, δόξασά που

### 1170.3

ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν, ἀνωλόλυξε, πρίν γ’ ὁρᾶι διὰ στόμα

### 1170.4

χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο

### 1175.1

κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·

### 1175.2

εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν

### 1175.3

κωκυτόν. εὐθὺς δ’ ἡ μὲν ἐς πατρὸς δόμους

### 1175.4

ὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν,

### 1175.5

φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ

### 1180.1

στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν.

### 1180.2

ἤδη δ’ ἀνελθὼν κῶλον ἕκπλεθρον δρόμου

### 1180.3

ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο·

### 1180.4

ἡ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος

### 1180.5

δεινὸν στενάξας’ ἡ τάλαιν’ ἠγείρετο.

### 1185.1

διπλοῦν γὰρ αὐτῆι πῆμ’ ἐπεστρατεύετο·

### 1185.2

χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος

### 1185.3

θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,

### 1185.4

πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,

### 1185.5

λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.

### 1190.1

φεύγει δ’ ἀναστᾶς’ ἐκ θρόνων πυρουμένη,

### 1190.2

σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,

### 1190.3

ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως

### 1190.4

σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.

### 1195.1

πίτνει δ’ ἐς οὖδας συμφορᾶι νικωμένη,

### 1195.2

πλὴν τῶι τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·

### 1195.3

οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις

### 1195.4

οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου

### 1195.5

ἔσταζε κρατὸς συμπεφυρμένον πυρί, σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ

### 1195.6

γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,

### 1195.7

δεινὸν θέαμα. πᾶσι δ’ ἦν φόβος θιγεῖν

### 1195.8

νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.

### 1195.9

πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίαι

### 1205.1

ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῶι.

### 1205.2

ὤιμωξε δ’ εὐθὺς καὶ περιπτύξας χέρας

### 1205.3

κυνεῖ προσαυδῶν τοιάδ’. Ὦ δύστηνε παῖ,

### 1205.4

τίς ς’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσεν;

### 1205.5

τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν

### 1210.1

τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.

### 1210.2

ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,

### 1210.3

χρήιζων γεραιὸν ἐξαναστῆσαι δέμας

### 1210.4

προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης

### 1210.5

λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα.

### 1215.1

ὁ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,

### 1215.2

ἡ δ’ ἀντελάζυτ’· εἰ δὲ πρὸς βίαν ἄγοι, σάρκας γεραιὰς ἐσπάρασς’ ἀπ’ ὀστέων.

### 1215.3

χρόνωι δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος

### 1215.4

ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.

### 1220.1

κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατήρ

### 1220.2

[πέλας, ποθεινὴ δακρύοισι συμφορά].

### 1220.3

καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·

### 1220.4

γνώσηι γὰρ αὐτὴ ζημίας ἐπιστροφήν.

### 1220.5

τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,

### 1225.1

οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν

### 1225.2

δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων

### 1225.3

τούτους μεγίστην μωρίαν ὀφλισκάνειν.

### 1225.4

θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·

### 1225.5

ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος

### 1230.1

ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.

### 1230.2

Χο. ἔοιχ’ ὁ δαίμων πολλὰ τῆιδ’ ἐν ἡμέραι

### 1230.3

κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.

### 1230.4

[ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,

### 1230.5

κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους

### 1235.1

οἴχηι γάμων ἕκατι τῶν Ἰάσονος.]

### 1235.2

Μη. φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι

### 1235.3

παῖδας κτανούσηι τῆσδ’ ἀφορμᾶσθαι χθονός,

### 1235.4

καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα ἄλληι φονεῦσαι δυσμενεστέραι χερί.

### 1240.1

πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,

### 1240.2

ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.

### 1240.3

ἀλλ’ εἶ’ ὁπλίζου, καρδία· τί μέλλομεν

### 1240.4

τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;

### 1240.5

ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,

### 1245.1

λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,

### 1245.2

καὶ μὴ κακισθῆις μηδ’ ἀναμνησθῆις τέκνων,

### 1245.3

ὡς φίλταθ’, ὡς ἔτικτες, ἀλλὰ τήνδε γε

### 1245.4

λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν

### 1245.5

κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως φίλοι γ’ ἔφυσαν· δυστυχὴς δ’ ἐγὼ γυνή.

### 1245.6

Χο. ἰὼ Γᾶ τε καὶ παμφαὴς

### 1245.7

ἀκτὶς Ἁλίου, κατίδετ’ ἴδετε τὰν

### 1245.8

ὀλομέναν γυναῖκα, πρὶν φοινίαν

### 1245.9

τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·

### 1255.1

σᾶς γὰρ χρυσέας ἀπὸ γονᾶς

### 1255.2

ἔβλαστεν, θεοῦ δ’ αἷμα 〈χαμαὶ〉 πίτνειν φόβος ὑπ’ ἀνέρων.

### 1255.3

ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ‐

### 1255.4

γε κατάπαυσον ἔξελ’ οἴκων τάλαι‐

### 1260.1

ναν φονίαν τ’ Ἐρινὺν †ὑπ’ ἀλαστόρων†.

### 1260.2

μάταν μόχθος ἔρρει τέκνων,

### 1260.3

μάταν ἄρα γένος φίλιον ἔτεκες, ὦ

### 1260.4

κυανεᾶν λιποῦσα Συμπληγάδων

### 1260.5

πετρᾶν ἀξενωτάταν ἐσβολάν.

### 1265.1

δειλαία, τί σοι φρενοβαρὴς

### 1265.2

χόλος προσπίτνει καὶ ζαμενὴς 〈φόνου〉

### 1265.3

φόνος ἀμείβεται;

### 1265.4

χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά‐

### 1265.5

σματ’ †ἐπὶ γαῖαν† αὐτοφόνταις ξυνωι‐

### 1270

δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.

### 1270a

〈ΠΑΙΣ〉 (ἔσωθεν)

### 1270a

ἰώ μοι.

### 1273.1

Χο. ἀκούεις βοὰν ἀκούεις τέκνων;

### 1273.2

ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.

### 1271.1

Πα.α οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;

### 1271.2

Πα.β οὐκ οἶδ’, ἀδελφὲ φίλτατ’· ὀλλύμεσθα γάρ.

### 1275.1

Χο. παρέλθω δόμους; ἀρῆξαι φόνον.

### 1275.2

δοκεῖ μοι τέκνοις.

### 1275.3

Πα.α ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.

### 1275.4

Πα.β ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.

### 1275.5

Χο. τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα‐

### 1280.1

ρος ἅτις τέκνων

### 1280.2

ὃν ἔτεκες ἄροτον αὐτόχει‐

### 1281.1

ρι μοίραι κτενεῖς.

### 1281.2

μίαν δὴ κλύω μίαν τῶν πάρος γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις,

### 1281.3

Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς

### 1285.1

δάμαρ νιν ἐξέπεμπε δωμάτων ἄλαις·

### 1285.2

πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνωι

### 1285.3

τέκνων δυσσεβεῖ,

### 1285.4

ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,

### 1285.5

δυοῖν τε παίδοιν ξυνθανοῦς’ ἀπόλλυται.

### 1290.1

τί δῆτ’ οὐ γένοιτ’ ἂν ἔτι δεινόν; ὦ

### 1290.2

γυναικῶν λέχος

### 1290.3

πολύπονον, ὅσα βροτοῖς ἔρε‐

### 1292.1

ξας ἤδη κακά.

### 1292.2

Ια. γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,

### 1292.3

ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη

### 1295.1

Μήδεια τοισίδ’ ἢ μεθέστηκεν φυγῆι;

### 1295.2

δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω

### 1295.3

ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,

### 1295.4

εἰ μὴ τυράννων δώμασιν δώσει δίκην.

### 1295.5

πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς ἀθῶιος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;

### 1295.6

ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·

### 1295.7

κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,

### 1295.8

ἐμῶν δὲ παίδων ἦλθον ἐκσώσων βίον,

### 1295.9

μή μοί τι δράσως’ οἱ προσήκοντες γένει,

### 1305.1

μητρῶιον ἐκπράσσοντες ἀνόσιον φόνον.

### 1305.2

Χο. ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,

### 1305.3

Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.

### 1305.4

Ια. τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;

### 1305.5

Χο. παῖδες τεθνᾶσι χειρὶ μητρώιαι σέθεν.

### 1310.1

Ια. οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.

### 1310.2

Χο. ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.

### 1310.3

Ια. ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ’ξωθεν δόμων;

### 1310.4

Χο. πύλας ἀνοίξας σῶν τέκνων ὄψηι φόνον.

### 1310.5

Ια. χαλᾶτε κλῆιδας ὡς τάχιστα, πρόσπολοι,

### 1315.1

ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν

### 1315.2

[τοὺς μὲν θανόντας, τὴν δὲ τείσωμαι δίκην].

### 1315.3

Μη. τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,

### 1315.4

νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;

### 1315.5

παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,

### 1320.1

λέγ’ εἴ τι βούληι, χειρὶ δ’ οὐ ψαύσεις ποτέ·

### 1320.2

τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ

### 1320.3

δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.

### 1320.4

Ια. ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι

### 1320.5

θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,

### 1325.1

ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος ἔτλης τεκοῦσα κἄμ’ ἄπαιδ’ ἀπώλεσας.

### 1325.2

καὶ ταῦτα δράσας’ ἥλιόν τε προσβλέπεις

### 1325.3

καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον;

### 1325.4

ὄλοι’. ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,

### 1330.1

ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς

### 1330.2

Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,

### 1330.3

πατρός τε καὶ γῆς προδότιν ἥ ς’ ἐθρέψατο.

### 1330.4

τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·

### 1330.5

κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον

### 1335.1

τὸ καλλίπρωιρον εἰσέβης Ἀργοῦς σκάφος.

### 1335.2

ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ

### 1335.3

παρ’ ἀνδρὶ τῶιδε καὶ τεκοῦσά μοι τέκνα,

### 1335.4

εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.

### 1335.5

οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ

### 1340.1

ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ

### 1340.2

γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,

### 1340.3

λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος

### 1340.4

Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.

### 1340.5

ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιν

### 1345.1

δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος;

### 1345.2

ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε.

### 1345.3

ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,

### 1345.4

ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,

### 1345.5

οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην ἕξω προσειπεῖν ζῶντας ἀλλ’ ἀπώλεσα.

### 1345.6

Μη. μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον

### 1345.7

λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο

### 1345.8

οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω. σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη

### 1355.1

τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοὶ

### 1355.2

οὐδ’ ἡ τύραννος, οὐδ’ ὅ σοι προσθεὶς γάμους

### 1355.3

Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.

### 1355.4

πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούληι, κάλει

### 1355.5

[καὶ Σκύλλαν ἣ Τυρσηνὸν ὤικησεν πέδον]·

### 1360.1

τῆς σῆς γὰρ ὡς χρῆν καρδίας ἀνθηψάμην.

### 1360.2

Ια. καὐτή γε λυπῆι καὶ κακῶν κοινωνὸς εἶ.

### 1360.3

Μη. σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾶις.

### 1360.4

Ια. ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.

### 1360.5

Μη. ὦ παῖδες, ὡς ὤλεσθε πατρώιαι νόσωι.

### 1365.1

Ια. οὔτοι νιν ἡμὴ δεξιά γ’ ἀπώλεσεν.

### 1365.2

Μη. ἀλλ’ ὕβρις οἵ τε σοὶ νεοδμῆτες γάμοι.

### 1365.3

Ια. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν;

### 1365.4

Μη. σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;

### 1365.5

Ια. ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.

### 1370.1

Μη. οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.

### 1370.2

Ια. οἵδ’ εἰσίν, οἴμοι, σῶι κάραι μιάστορες.

### 1370.3

Μη. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.

### 1370.4

Ια. ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.

### 1370.5

Μη. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.

### 1375.1

Ια. καὶ μὴν ἐγὼ σήν· ῥάιδιοι δ’ ἀπαλλαγαί.

### 1375.2

Μη. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.

### 1375.3

Ια. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες. Μη. οὐ δῆτ’, ἐπεί σφας τῆιδ’ ἐγὼ θάψω χερί,

### 1375.4

φέρους’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,

### 1380.1

ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσηι

### 1380.2

τυμβοὺς ἀνασπῶν· γῆι δὲ τῆιδε Σισύφου

### 1380.3

σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν

### 1380.4

τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.

### 1380.5

αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,

### 1385.1

Αἰγεῖ συνοικήσουσα τῶι Πανδίονος.

### 1385.2

σὺ δ’, ὥσπερ εἰκός, κατθανῆι κακὸς κακῶς,

### 1385.3

Ἀργοῦς κάρα σὸν λειψάνωι πεπληγμένος,

### 1385.4

πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.

### 1385.5

Ια. ἀλλά ς’ Ἐρινὺς ὀλέσειε τέκνων

### 1390.1

φονία τε Δίκη.

### 1390.2

Μη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,

### 1390.3

τοῦ ψευδόρκου καὶ ξειναπάτου;

### 1390.4

Ια. φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.

### 1390.5

Μη. στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.

### 1395.1

Ια. στείχω, δισσῶν γ’ ἄμορος τέκνων.

### 1395.2

Μη. οὔπω θρηνεῖς· μένε καὶ γῆρας.

### 1395.3

Ια. ὦ τέκνα φίλτατα. Μη. μητρί γε, σοὶ δ’ οὔ.

### 1395.4

Ια. κἄπειτ’ ἔκανες; Μη. σέ γε πημαίνους’.

### 1395.5

Ια. ὤμοι, φιλίου χρήιζω στόματος παίδων ὁ τάλας προσπτύξασθαι.

### 1395.6

Μη. νῦν σφε προσαυδᾶις, νῦν ἀσπάζηι,

### 1395.7

τότ’ ἀπωσάμενος. Ια. δός μοι πρὸς θεῶν

### 1395.8

μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων. Μη. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.

### 1405.1

Ια. Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’

### 1405.2

οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς

### 1405.3

καὶ παιδοφόνου τῆσδε λεαίνης;

### 1405.4

ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι

### 1405.5

τάδε καὶ θρηνῶ κἀπιθεάζω,

### 1410.1

μαρτυρόμενος δαίμονας ὥς μοι

### 1410.2

τέκνα κτείνας’ ἀποκωλύεις

### 1410.3

ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,

### 1410.4

οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον

### 1410.5

πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.

### 1415.1

[Χο. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπωι,

### 1415.2

πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

### 1415.3

καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

### 1415.4

τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-medea-cbm-be.json (sha256:9125d93c56c390565c210ccde4a42341b3ab76292f6072b05c5cdc9e3bc06c19). Cite as `eul_wid: cbm-be`.
