---
title: Iphigenia in Tauris
title_greek: Ἰφιγένεια ἐν Ταύροις
author: Euripides
eul_wid: cbm-ac
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/iphigenia-tauris"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-iphigenia-tauris-cbm-ac.json"
sha256: d24d33f89f20a04ba41fe8934db60136a5f406b67b6c8baaebcfb70073e2674f
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Iphigenia in Tauris

*Ἰφιγένεια ἐν Ταύροις*

**Author:** Euripides

**eul_wid:** `cbm-ac` · [HTML page](https://eulogikon.org/grc/euripides/iphigenia-tauris) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-iphigenia-tauris-cbm-ac.json)

## Text

### 1

ΙΦΙΓΕΝΕΙΑ

### 1.1

Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν

### 1.2

θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,

### 1.3

ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς

### 1.4

Μενέλαος Ἀγαμέμνων τε· τοῦ δ’ ἔφυν ἐγώ,

### 5.1

τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,

### 5.2

ἣν ἀμφὶ δίνας ἃς θάμ’ Εὔριπος πυκναῖς

### 5.3

αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει

### 5.4

ἔσφαξεν Ἑλένης οὕνεχ’, ὡς δοκεῖ, πατὴρ

### 5.5

Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.

### 10.1

ἐνταῦθα γὰρ δὴ χιλίων νεῶν στόλον

### 10.2

Ἑλληνικὸν συνήγαγ’ Ἀγαμέμνων ἄναξ,

### 10.3

τὸν καλλίνικον στέφανον Ἰλίου θέλων

### 10.4

λαβεῖν Ἀχαιοῖς τούς θ’ ὑβρισθέντας γάμους

### 10.5

Ἑλένης μετελθεῖν, Μενέλεωι χάριν φέρων.

### 15.1

δεινῆι δ’ ἀπλοίαι πνευμάτων τ’ οὐ τυγχάνων

### 15.2

ἐς ἔμπυρ’ ἦλθε, καὶ λέγει Κάλχας τάδε·

### 15.3

Ὦ τῆσδ’ ἀνάσσων Ἑλλάδος στρατηγίας,

### 15.4

Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσηις χθονὸς πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις

### 20.1

λάβηι σφαγεῖσαν· ὅτι γὰρ ἐνιαυτὸς τέκοι

### 20.2

κάλλιστον, ηὔξω φωσφόρωι θύσειν θεᾶι.

### 20.3

παῖδ’ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ

### 20.4

τίκτει—τὸ καλλιστεῖον εἰς ἔμ’ ἀναφέρων—

### 20.5

ἣν χρή σε θῦσαι. καί μ’ Ὀδυσσέως τέχναις

### 25.1

μητρὸς παρείλοντ’ ἐπὶ γάμοις Ἀχιλλέως.

### 25.2

ἐλθοῦσα δ’ Αὐλίδ’ ἡ τάλαιν’ ὑπὲρ πυρᾶς

### 25.3

μεταρσία ληφθεῖς’ ἐκαινόμην ξίφει.

### 25.4

ἀλλ’ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου

### 25.5

Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα

### 30.1

πέμψασά μ’ ἐς τήνδ’ ὤικισεν Ταύρων χθόνα,

### 30.2

οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος

### 30.3

Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς

### 30.4

ἐς τοὔνομ’ ἦλθε τόδε ποδωκείας χάριν.

### 30.5

ναοῖσι δ’ ἐν τοῖσδ’ ἱερέαν τίθησί με·

### 35.1

ὅθεν, νόμοισιν οἷσιν ἥδεται θεὰ

### 35.2

Ἄρτεμις, ἑορτῆς (τοὔνομ’ ἧς καλὸν μόνον·

### 35.3

τὰ δ’ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη)

### 35.4

[θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει

### 35.5

ὃς ἂν κατέλθηι τήνδε γῆν Ἕλλην ἀνήρ]

### 40.1

κατάρχομαι μέν, σφάγια δ’ ἄλλοισιν μέλει

### 40.2

[ἄρρητ’ ἔσωθεν τῶνδ’ ἀνακτόρων θεᾶς].

### 40.3

ἃ καινὰ δ’ ἥκει νὺξ φέρουσα φάσματα

### 40.4

λέξω πρὸς αἰθέρ’, εἴ τι δὴ τόδ’ ἔστ’ ἄκος.

### 40.5

ἔδοξ’ ἐν ὕπνωι τῆσδ’ ἀπαλλαχθεῖσα γῆς

### 45.1

οἰκεῖν ἐν Ἄργει, παρθενῶσι δ’ ἐν μέσοις

### 45.2

εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλωι,

### 45.3

φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν

### 45.4

δόμων πίτνοντα, πᾶν δ’ ἐρείψιμον στέγος

### 45.5

βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. μόνος δ’ ἐλείφθη στῦλος, ὡς ἔδοξέ μοι,

### 45.6

δόμων πατρώιων, ἐκ δ’ ἐπικράνων κόμας

### 45.7

ξανθὰς καθεῖναι, φθέγμα δ’ ἀνθρώπου λαβεῖν,

### 45.8

κἀγὼ τέχνην τήνδ’ ἣν ἔχω ξενοκτόνον

### 45.9

τιμῶς’ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,

### 55.1

κλαίουσα. τοὔναρ δ’ ὧδε συμβάλλω τόδε·

### 55.2

τέθνηκ’ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.

### 55.3

στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες,

### 55.4

θνήισκουσι δ’ οὓς ἂν χέρνιβες βάλως’ ἐμαί.

### 55.5

[οὐδ’ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·

### 60.1

Στροφίωι γὰρ οὐκ ἦν παῖς, ὅτ’ ὠλλύμην ἐγώ.]

### 60.2

νῦν οὖν ἀδελφῶι βούλομαι δοῦναι χοὰς

### 60.3

ἀποῦς’ ἀπόντι (ταῦτα γὰρ δυναίμεθ’ ἄν)

### 60.4

σὺν προσπόλοισιν, ἃς ἔδωχ’ ἡμῖν ἄναξ

### 60.5

Ἑλληνίδας γυναῖκας. ἀλλ’ ἐξ αἰτίας

### 65.1

οὔπω τινὸς πάρεισιν· εἶμ’ ἔσω δόμων

### 65.2

ἐν οἷσι ναίω τῶνδ’ ἀνακτόρων θεᾶς.

### 65.3

ΟΡΕΣΤΗΣ

### 67.1

ὅρα, φυλάσσου μή τις ἐν στίβωι βροτῶν.

### 67.2

ΠΥΛΑΔΗΣ

### 68.1

ὁρῶ, σκοποῦμαι δ’ ὄμμα πανταχῆι στρέφων.

### 68.2

Ορ. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ’ εἶναι θεᾶς,

### 70.1

ἔνθ’ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;

### 70.2

Πυ. ἔμοιγ’, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.

### 70.3

Ορ. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;

### 70.4

Πυ. ἐξ αἱμάτων γοῦν ξάνθ’ ἔχει θριγκώματα.

### 70.5

Ορ. θριγκοῖς δ’ ὑπ’ αὐτοῖς σκῦλ’ ὁρᾶις ἠρτημένα;

### 75.1

Πυ. τῶν κατθανόντων γ’ ἀκροθίνια ξένων.

### 75.2

ἀλλ’ ἐγκυκλοῦντ’ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.

### 75.3

Ορ. ὦ Φοῖβε, ποῖ μ’ αὖ τήνδ’ ἐς ἄρκυν ἤγαγες

### 75.4

χρήσας, ἐπειδὴ πατρὸς αἷμ’ ἐτεισάμην

### 75.5

μητέρα κατάκτας; διαδοχαῖς δ’ Ἐρινύων

### 80.1

ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς

### 80.2

δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους·

### 80.3

ἐλθὼν δέ ς’ ἠρώτησα πῶς τροχηλάτου

### 80.4

μανίας ἂν ἔλθοιμ’ ἐς τέλος πόνων τ’ ἐμῶν

### 80.5

[οὓς ἐξεμόχθουν περιπολῶν καθ’ Ἑλλάδα]·

### 85.1

σὺ δ’ εἶπας ἐλθεῖν Ταυρικῆς μ’ ὅρους χθονός,

### 85.2

ἔνθ’ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχει,

### 85.3

λαβεῖν τ’ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε

### 85.4

ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·

### 85.5

λαβόντα δ’ ἢ τέχναισιν ἢ τύχηι τινί,

### 90.1

κίνδυνον ἐκπλήσαντ’, Ἀθηναίων χθονὶ

### 90.2

δοῦναι (τὸ δ’ ἐνθένδ’ οὐδὲν ἐρρήθη πέρα) καὶ ταῦτα δράσαντ’ ἀμπνοὰς ἕξειν πόνων.

### 90.3

ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε

### 90.4

ἄγνωστον ἐς γῆν ἄξενον. σὲ δ’ ἱστορῶ,

### 95.1

Πυλάδη (σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου),

### 95.2

τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾶις

### 95.3

ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις

### 95.4

ἐμβησόμεσθα; πῶς 〈ἂν〉 οὖν λάθοιμεν ἄν;

### 95.5

ἢ χαλκότευκτα κλῆιθρα λύσαντες μοχλοῖς †ὧν οὐδὲν ἴσμεν†; ἢν δ’ ἀνοίγοντες πύλας

### 95.6

ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,

### 95.7

θανούμεθ’. ἀλλὰ πρὶν θανεῖν νεὼς ἔπι

### 95.8

φεύγωμεν, ἧιπερ δεῦρ’ ἐναυστολήσαμεν.

### 95.9

Πυ. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ’ εἰώθαμεν,

### 105.1

τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐκ ἀτιστέον.

### 105.2

ναοῦ δ’ ἀπαλλαχθέντε κρύψωμεν δέμας

### 105.3

κατ’ ἄντρ’ ἃ πόντος νοτίδι διακλύζει μέλας

### 105.4

νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος

### 105.5

βασιλεῦσιν εἴπηι κἆιτα ληφθῶμεν βίαι.

### 110.1

ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόληι,

### 110.2

τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν

### 110.3

ἄγαλμα πάσας προσφέροντε μηχανάς.

### 110.4

†ὅρα δέ γ’ εἴσω τριγλύφων ὅποι κενὸν

### 110.5

δέμας καθεῖναι†· τοὺς πόνους γὰρ ἁγαθοὶ

### 115.1

τολμῶσι, δειλοὶ δ’ εἰσὶν οὐδὲν οὐδαμοῦ.

### 115.2

οὔτοι μακρὸν μὲν ἤλθομεν κώπηι πόρον

### 115.3

ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.

### 115.4

Ορ. ἀλλ’ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν

### 115.5

ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.

### 120.1

οὐ γὰρ τὸ τοῦ θεοῦ γ’ αἴτιος γενήσομαι

### 120.2

πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον.

### 120.3

μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.

### 120.4

Ιφ. εὐφαμεῖτ’, ὦ

### 120.5

πόντου δισσὰς συγχωρούσας

### 125.1

πέτρας ἀξείνου ναίοντες.

### 125.2

ΧΟΡΟΣ

### 126.1

ὦ παῖ τᾶς Λατοῦς,

### 126.2

Δίκτυνν’ οὐρεία,

### 126.3

πρὸς σὰν αὐλάν, εὐστύλων

### 126.4

ναῶν χρυσήρεις θριγκούς,

### 130.1

ὁσίας ὅσιον πόδα παρθένιον

### 130.2

κληιδούχου δούλα πέμπω,

### 130.3

Ἑλλάδος εὐίππου πύργους

### 130.4

καὶ τείχη χόρτων τ’ εὐδένδρων

### 135.1

ἐξαλλάξας’ Εὐρώπαν,

### 135.2

πατρώιων οἴκων ἕδρας. ἔμολον· τί νέον; τίνα φροντίδ’ ἔχεις;

### 135.3

τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,

### 135.4

ὦ παῖ τοῦ τᾶς Τροίας πύργους

### 140.1

ἐλθόντος κλεινᾶι σὺν κώπαι

### 140.2

χιλιοναύτα μυριοτευχοῦς

### 140.3

†Ἀτρειδᾶν τῶν κλεινῶν†;

### 140.4

Ιφ. ἰὼ δμωαί,

### 140.5

δυσθρηνήτοις ὡς θρήνοις

### 145.1

ἔγκειμαι, τᾶς οὐκ εὐμούσου

### 145.2

μολπᾶς ἀλύροις ἐλέγοις, αἰαῖ,

### 145.3

ἐν κηδείοις οἴκτοισιν.

### 145.4

ἆταί μοι συμβαίνους’ ἆται

### 145.5

σύγγονον ἁμὸν κατακλαιομέναι †ζωᾶς, οἵαν ἰδόμαν†

### 145.6

ὄψιν ὀνείρων

### 145.7

νυκτὸς τᾶς ἐξῆλθ’ ὄρφνα.

### 145.8

ὀλόμαν ὀλόμαν·

### 145.9

οὐκ εἴς’ οἶκοι πατρῶιοι·

### 155.1

οἴμοι 〈μοι〉 φροῦδος γέννα. φεῦ φεῦ τῶν Ἄργει μόχθων.

### 155.2

ἰὼ δαῖμον,

### 155.3

μόνον ὅς με κασίγνητον συλᾶις

### 155.4

Ἀίδαι πέμψας, ὧι τάσδε χοὰς

### 160.1

μέλλω κρατῆρά τε τὸν φθιμένων

### 160.2

ὑγραίνειν γαίας ἐν νώτοις

### 160.3

παγάς τ’ οὐρειᾶν ἐκ μόσχων

### 160.4

Βάκχου τ’ οἰνηρὰς λοιβὰς

### 165.1

ξουθᾶν τε πόνημα μελισσᾶν,

### 165.2

ἃ νεκροῖς θελκτήρια χεῖται.

### 165.3

ἀλλ’ ἔνδος μοι πάγχρυσον

### 165.4

τεῦχος καὶ λοιβὰν Ἅιδα.

### 170.1

ὦ κατὰ γαίας Ἀγαμεμνόνιον

### 170.2

θάλος, ὡς φθιμένωι τάδε σοι πέμπω.

### 170.3

δέξαι δ’· οὐ γὰρ πρὸς τύμβον σοι

### 170.4

ξανθὰν χαίταν, οὐ δάκρυ’ οἴσω.

### 175.1

τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην

### 175.2

πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι

### 175.3

κεῖμαι σφαχθεῖς’ ἁ τλάμων.

### 179

Χο. ἀντιψάλμους ὠιδὰς ὕμνων τ’

### 180.1

Ἀσιητᾶν σοι βάρβαρον ἀχάν, δέσποιν’, ἐξαυδάσω, τὰν ἐν

### 180.2

θρήνοις μοῦσαν νέκυσιν μέλεον,

### 180.3

τὰν ἐν μολπαῖς Ἅιδας ὑμνεῖ

### 185.1

δίχα παιάνων.

### 185.2

οἴμοι τῶν Ἀτρειδᾶν οἴκων.

### 185.3

ἔρρει φῶς σκῆπτρόν 〈τ’〉, οἴμοι,

### 185.4

πατρίων οἴκων.

### 185.5

†τίν’ ἐκ τῶν εὐόλβων Ἄργει

### 190.1

βασιλέων ἀρχά†.

### 190.2

μόχθος δ’ ἐκ μόχθων ἄισσει

### post 191

〈〉

### 192.1

δινευούσαις ἵπποις πταναῖς.

### 192.2

ἀλλάξας δ’ ἐξ ἕδρας ἱερὸν

### 192.3

†ὄμμ’ αὐγᾶς ἅλιος†.

### 195.1

†ἄλλοις† δ’ ἄλλα προσέβα

### 195.2

χρυσέας ἀρνὸς μελάθροις ὀδύνα

### 195.3

†φόνος ἐπὶ φόνωι ἄχεα ἄχεσιν†.

### 195.4

ἔνθεν τῶν πρόσθεν δμαθέντων ἐκβαίνει ποινὰ Τανταλιδᾶν

### 195.5

εἰς οἴκους, σπεύδει δ’ ἀσπούδαστ’ ἐπὶ σοὶ δαίμων.

### 195.6

Ιφ. ἐξ ἀρχᾶς μοι δυσδαίμων

### 195.7

δαίμων 〈

### 205

〉 τᾶς ματρὸς ζώνας

### 205.1

καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς

### 205.2

λόχιαι στερρὰν παιδείαν

### 205.3

Μοῖραι συντείνουσιν θεαί·

### 209

ἃν πρωτόγονον θάλος ἐν θαλάμοις

### 210.1

Λήδας ἁ τλάμων κούρα

### 210.2

σφάγιον πατρώιαι λώβαι

### 210.3

καὶ θῦμ’ οὐκ εὐγάθητον

### 210.4

†ἔτεκεν ἔτρεφεν εὐκταίαν†.

### 210.5

ἱππείοις 〈δ’〉 ἐν δίφροισι

### 215.1

ψαμάθων Αὐλίδος ἐπέβασαν

### 215.2

νύμφαν, οἴμοι, δύσνυμφον

### 215.3

τῶι τᾶς Νηρέως κούρας, αἰαῖ.

### 215.4

νῦν δ’ ἀξείνου πόντου ξείνα

### 215.5

δυσχόρτους οἴκους ναίω,

### 220

ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,

### 208

ἁ μναστευθεῖς’ ἐξ Ἑλλάνων,

### 221.1

οὐ τὰν Ἄργει μέλπους’ Ἥραν

### 221.2

οὐδ’ ἱστοῖς ἐν καλλιφθόγγοις

### 221.3

κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ 〈καὶ〉 Τιτάνων ποικίλλους’, ἀλλ’

### 225.1

†αἱμορράντων δυσφόρμιγγα

### 225.2

ξείνων αἱμάσσους’ ἄταν βωμοὺς†

### 225.3

οἰκτράν τ’ αἰαζόντων αὐδὰν

### 225.4

οἰκτρόν τ’ ἐκβαλλόντων δάκρυον.

### 225.5

καὶ νῦν κείνων μέν μοι λάθα,

### 230.1

τὸν δ’ Ἄργει δμαθέντ’ ἀγκλαίω

### 230.2

σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον

### 230.3

ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος

### 234

ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ’

### 235.1

Ἄργει σκηπτοῦχον Ὀρέσταν.

### 235.2

Χο. καὶ μὴν ὅδ’ ἀκτὰς ἐκλιπὼν θαλασσίους

### 235.3

βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.

### 235.4

ΒΟΥΚΟΛΟΣ

### 238.1

Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,

### 238.2

ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.

### 240.1

Ιφ. τί δ’ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;

### 240.2

Βο. ἥκουσιν ἐς γῆν, κυανέας Συμπληγάδας

### 240.3

πλάτηι φυγόντες, δίπτυχοι νεανίαι,

### 240.4

θεᾶι φίλον πρόσφαγμα καὶ θυτήριον

### 240.5

Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα

### 245.1

οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.

### 245.2

Ιφ. ποδαποί; τίνος γῆς σχῆμ’ ἔχουσιν οἱ ξένοι; Βο. Ἕλληνες· ἓν τοῦτ’ οἶδα κοὐ περαιτέρω.

### 245.3

Ιφ. οὐδ’ ὄνομ’ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;

### 245.4

Βο. Πυλάδης ἐκλήιζεθ’ ἅτερος πρὸς θατέρου. Ιφ. τῶι ξυζύγωι δὲ τοῦ ξένου τί τοὔνομ’ ἦν;

### 245.5

Βο. οὐδεὶς τόδ’ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.

### 245.6

Ιφ. ποῦ δ’ εἴδετ’ αὐτοὺς κἀντυχόντες εἵλετε;

### 245.7

Βο. ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου.

### 245.8

Ιφ. καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;

### 255.1

Βο. βοῦς ἤλθομεν νίψοντες ἐναλίαι δρόσωι.

### 255.2

Ιφ. ἐκεῖσε δὴ ’πάνελθε, πῶς νιν εἵλετε

### 255.3

τρόπωι θ’ ὁποίωι· τοῦτο γὰρ μαθεῖν θέλω.

### 255.4

[χρόνιοι γὰρ ἥκους’· οὐδέ πω βωμὸς θεᾶς

### 255.5

Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.]

### 260.1

Βο. ἐπεὶ τὸν ἐκρέοντα διὰ Συμπληγάδων

### 260.2

βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,

### 260.3

ἦν τις διαρρὼξ κυμάτων πολλῶι σάλωι

### 260.4

κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.

### 260.5

ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας

### 265.1

βουφορβὸς ἡμῶν, κἀνεχώρησεν πάλιν

### 265.2

ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.

### 265.3

ἔλεξε δ’· Οὐχ ὁρᾶτε; δαίμονές τινες

### 265.4

θάσσουσιν οἵδε. θεοσεβὴς δ’ ἡμῶν τις ὢν

### 265.5

ἀνέσχε χεῖρα καὶ προσηύξατ’ εἰσιδών·

### 270.1

Ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,

### 270.2

εἴτ’ οὖν ἐπ’ ἀκταῖς θάσσετον Διοσκόρω,

### 270.3

ἢ Νηρέως ἀγάλμαθ’, ὃς τὸν εὐγενῆ

### 270.4

ἔτικτε πεντήκοντα Νηρήιδων χορόν.

### 275.1

ἄλλος δέ τις μάταιος, ἀνομίαι θρασύς,

### 275.2

ἐγέλασεν εὐχαῖς, ναυτίλους δ’ ἐφθαρμένους

### 275.3

θάσσειν φάραγγ’ ἔφασκε τοῦ νόμου φόβωι,

### 275.4

κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.

### 275.5

ἔδοξε δ’ ἡμῶν εὖ λέγειν τοῖς πλείοσιν,

### 280.1

θηρᾶν τε τῆι θεῶι σφάγια τἀπιχώρια.

### 280.2

κἀν τῶιδε πέτραν ἅτερος λιπὼν ξένοιν

### 280.3

ἔστη κάρα τε διετίναξ’ ἄνω κάτω

### 280.4

κἀνεστέναξεν ὠλένας τρέμων ἄκρας,

### 280.5

μανίαις ἀλαίνων, καὶ βοᾶι †κυναγὸς ὥς†·

### 285.1

Πυλάδη, δέδορκας τήνδε; τήνδε δ’ οὐχ ὁρᾶις

### 285.2

Ἅιδου δράκαιναν ὥς με βούλεται κτανεῖν

### 285.3

δειναῖς ἐχίδναις εἰς ἔμ’ ἐστομωμένη;

### 285.4

ἡ ’κ γειτόνων δὲ πῦρ πνέουσα καὶ φόνον

### 285.5

πτεροῖς ἐρέσσει, μητέρ’ ἀγκάλαις ἐμὴν

### 290.1

ἔχουσα, πέτρινον ἄχθος, ὡς ἐπεμβάληι.

### 290.2

οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δ’ ὁρᾶν

### 290.3

οὐ ταῦτα μορφῆς σχήματ’, ἀλλ’ †ἠλλάσσετο†

### 290.4

φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, †ἃς φᾶσ’† Ἐρινῦς ἱέναι μιμήματα.

### 295.1

ἡμεῖς δὲ συσταλέντες, ὡς θανουμένου,

### 295.2

σιγῆι καθήμεθ’· ὁ δὲ χερὶ σπάσας ξίφος,

### 295.3

μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,

### 295.4

παίει σιδήρωι λαγόνας ἐς πλευράς 〈θ’〉 ἱείς,

### 295.5

δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, ὥσθ’ αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.

### 295.6

κἀν τῶιδε πᾶς τις, ὡς ὁρᾶι βουφόρβια

### 295.7

πίπτοντα καὶ πορθούμεν’, ἐξωπλίζετο,

### 295.8

κόχλους τε φυσῶν συλλέγων τ’ ἐγχωρίους·

### 295.9

πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους

### 305.1

φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.

### 305.2

πολλοὶ δ’ ἐπληρώθημεν οὐ μακρῶι χρόνωι.

### 305.3

πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,

### 305.4

στάζων ἀφρῶι γένειον· ὡς δ’ ἐσείδομεν

### 305.5

προύργου πεσόντα, πᾶς ἀνὴρ εἶχεν πόνον

### 310.1

βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν

### 310.2

ἀφρόν τ’ ἀπέψη σώματός τ’ ἐτημέλει

### 310.3

πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,

### 310.4

καραδοκῶν μὲν τἀπιόντα τραύματα,

### 310.5

φίλον δὲ θεραπείαισιν ἄνδρ’ εὐεργετῶν.

### 315.1

ἔμφρων δ’ ἀνάιξας ὁ ξένος πεσήματος

### 315.2

ἔγνω κλύδωνα πολεμίων προσκείμενον

### 315.3

καὶ τὴν παροῦσαν συμφορὰν αὑτοῖν πέλας

### 315.4

ὤιμωξέ θ’· ἡμεῖς δ’ οὐκ ἀνίεμεν πέτροις

### 315.5

βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.

### 320.1

οὗ δὴ τὸ δεινὸν παρακέλευσμ’ ἠκούσαμεν·

### 320.2

Πυλάδη, θανούμεθ’, ἀλλ’ ὅπως θανούμεθα

### 320.3

κάλλισθ’· ἕπου μοι, φάσγανον σπάσας χερί.

### 320.4

ὡς δ’ εἴδομεν δίπαλτα πολεμίων ξίφη,

### 320.5

φυγῆι λεπαίας ἐξεπίμπλαμεν νάπας.

### 325.1

ἀλλ’, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι

### 325.2

ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ’ ὠσαίατο,

### 325.3

αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.

### 325.4

ἀλλ’ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν

### 325.5

οὐδεὶς τὰ τῆς θεοῦ θύματ’ εὐτύχει βαλών.

### 330.1

μόλις δέ νιν τόλμηι μὲν οὐ χειρούμεθα,

### 330.2

κύκλωι δὲ περιβαλόντες ἐξεκόψαμεν

### 330.3

πέτροισι χειρῶν φάσγαν’, ἐς δὲ γῆν γόνυ

### 330.4

καμάτωι καθεῖσαν. πρὸς δ’ ἄνακτα τῆσδε γῆς

### 330.5

κομίζομέν νιν. ὁ δ’ ἐσιδὼν ὅσον τάχος

### 335.1

ἐς χέρνιβάς τε καὶ σφαγεῖ’ ἔπεμπέ σοι.

### 335.2

ηὔχου δὲ τοιάδ’, ὦ νεᾶνι, σοὶ ξένων

### 335.3

σφάγια παρεῖναι· κἂν ἀναλίσκηις ξένους

### 335.4

τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον

### 335.5

δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.

### 340.1

Χο. θαυμάστ’ ἔλεξας τὸν μανένθ’, ὅστις ποτὲ

### 340.2

Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.

### 340.3

Ιφ. εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,

### 340.4

τὰ δ’ ἐνθάδ’ ἡμεῖς ὅσια φροντιούμεθα.

### 340.5

ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους

### 345.1

γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, ἐς θοὐμόφυλον ἀναμετρουμένη δάκρυ,

### 345.2

Ἕλληνας ἄνδρας ἡνίκ’ ἐς χέρας λάβοις.

### 345.3

νῦν δ’ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα

### 345.4

[δοκοῦς’ Ὀρέστην μηκέθ’ ἥλιον βλέπειν] δύσνουν με λήψεσθ’, οἵτινές ποθ’ ἥκετε.

### 345.5

[καὶ τοῦτ’ ἄρ’ ἦν ἀληθές, ἠισθόμην, φίλαι·

### 345.6

οἱ δυστυχεῖς γὰρ τοῖσιν εὐτυχεστέροις

### 345.7

αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.]

### 345.8

ἀλλ’ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,

### 355.1

οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας

### 355.2

Ἑλένην ἐπήγαγ’ ἐνθάδ’, ἥ μ’ ἀπώλεσεν,

### 355.3

Μενέλεών θ’, ἵν’ αὐτοὺς ἀντετιμωρησάμην,

### 355.4

τὴν ἐνθάδ’ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,

### 355.5

οὗ μ’ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι

### 360.1

ἔσφαζον, ἱερεὺς δ’ ἦν ὁ γεννήσας πατήρ.

### 360.2

οἴμοι (κακῶν γὰρ τῶν τότ’ οὐκ ἀμνημονῶ),

### 360.3

ὅσας γενείου χεῖρας ἐξηκόντισα

### 360.4

γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,

### 360.5

λέγουσα τοιάδ’· Ὦ πάτερ, νυμφεύομαι

### 365.1

νυμφεύματ’ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ’ ἐμὲ

### 365.2

σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν

### 365.3

ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν

### 365.4

μέλαθρον· ἡμεῖς δ’ ὀλλύμεσθα πρὸς σέθεν.

### 365.5

Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ’, οὐχ ὁ Πηλέως,

### 370.1

ὅν μοι προτείνας πόσιν ἐν ἁρμάτων ὄχοις

### 370.2

ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλωι.

### 370.3

ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων

### 370.4

ἔχους’ ἀδελφὸν οὔτ’ ἀνειλόμην χεροῖν,

### 370.5

ὃς νῦν ὄλωλεν, οὐ κασιγνήτηι στόμα

### 375.1

συνῆψ’ ὑπ’ αἰδοῦς, ὡς ἰοῦς’ ἐς Πηλέως

### 375.2

μέλαθρα· πολλὰ δ’ ἀπεθέμην ἀσπάσματα

### 375.3

ἐς αὖθις, ὡς ἥξους’ ἐς Ἄργος αὖ πάλιν.

### 375.4

ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν

### 375.5

ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων.

### 380.1

τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,

### 380.2

ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου

### 380.3

ἢ καὶ λοχείας ἢ νεκροῦ θίγηι χεροῖν

### 380.4

βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,

### 380.5

αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.

### 385.1

οὐκ ἔσθ’ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ

### 385.2

Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν

### 385.3

τὰ Ταντάλου θεοῖσιν ἑστιάματα

### 385.4

ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾶι,

### 385.5

τοὺς δ’ ἐνθάδ’, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,

### 390.1

ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·

### 390.2

οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.

### 390.3

Χο. κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας,

### 394

ἵν’ οἶστρος †ὁ πετόμενος Ἀργόθεν†

### 395.1

ἄξενον ἐπ’ οἶδμα διεπέρασεν 〈 〉

### 395.2

Ἀσιήτιδα γαῖαν

### 395.3

Εὐρώπας διαμείψας.

### 399.1

τίνες ποτ’ ἄρα τὸν εὔυδρον δονακόχλοον λιπόντες Εὐρώταν

### 399.2

ἢ ῥεύματα σεμνὰ Δίρκας

### 403.1

ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούραι

### 403.2

δίαι τέγγει

### 405.1

βωμοὺς καὶ περικίονας

### 405.2

ναοὺς αἷμα βρότειον;

### 405.3

ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας

### 409

†ἔπλευσαν ἐπὶ πόντια κύματα†

### 410.1

νάιον ὄχημα λινοπόροις 〈σὺν〉 αὔραις,

### 410.2

φιλόπλουτον ἅμιλλαν

### 410.3

αὔξοντες μελάθροισιν;

### 414

φίλα γὰρ ἐλπὶς †γένετ’ ἐπὶ πήμασι βροτῶν†

### 415.1

ἄπληστος ἀνθρώποις,

### 415.2

ὄλβου βάρος οἳ φέρονται

### 415.3

πλάνητες ἐπ’ οἶδμα πόλεις 〈τε〉 βαρβάρους περῶντες

### 419

κοινᾶι δόξαι·

### 420.1

γνώμα δ’ οἷς μὲν ἄκαιρος ὄλ‐

### 420.2

βου, τοῖς δ’ ἐς μέσον ἥκει.

### 420.3

πῶς τὰς συνδρομάδας πέτρας, πῶς Φινεΐδας †ἀύ‐

### 420.4

πνους† ἀκτὰς ἐπέρα‐

### 425.1

σαν παρ’ ἅλιον αἰγιαλὸν ἐπ’ Ἀμφιτρί‐

### 425.2

τας ῥοθίωι δραμόντες,

### 425.3

ὅπου πεντήκοντα κορᾶν

### 425.4

Νηρήιδων 〈 〉 χοροὶ

### 425.5

μέλπουσιν ἐγκύκλιοι,

### 430.1

πλησιστίοισι πνοαῖς,

### 430.2

συριζόντων κατὰ πρύμναν

### 430.3

εὐναίων πηδαλίων,

### 430.4

αὔραισιν νοτίαις

### 430.5

ἢ πνεύμασι Ζεφύρου,

### 435.1

τὰν πολυόρνιθον ἐπ’ αἶ‐

### 435.2

αν, λευκὰν ἀκτάν, Ἀχιλῆ‐

### 435.3

ος, δρόμους καλλισταδίους,

### 435.4

ἄξεινον κατὰ πόντον;

### 435.5

εἴθ’ εὐχαῖσιν δεσποσύνοις

### 440.1

Λήδας Ἑλένα φίλα

### 440.2

παῖς ἐλθοῦσα τύχοι

### 440.3

Τρωϊάδα λιποῦσα πόλιν, ἵν’ ἀμφὶ χαί‐

### 440.4

ταν δρόσον αἱματηρὰν

### 440.5

ἑλιχθεῖσα λαιμοτόμωι

### 445.1

δεσποίνας χειρὶ θάνηι

### 445.2

ποινὰς δοῦς’ ἀντιπάλους.

### 445.3

ἥδιστ’ ἂν δ’ ἀγγελίαν

### 445.4

δεξαίμεσθ’, Ἑλλάδος ἐκ γᾶς

### 445.5

πλωτήρων εἴ τις ἔβα δουλείας ἐμέθεν

### 445.6

δειλαίας παυσίπονος·

### 445.7

〈κἀν〉 γὰρ ὀνείροισι συνεί‐

### 445.8

ην δόμοις πόλει τε πατρώι‐

### 445.9

αι, τερπνῶν ὕπνων ἀπόλαυ‐

### 455.1

σιν, κοινὰν χάριν †ὄλβα†.

### 455.2

ἀλλ’ οἵδε χέρας δεσμοῖς δίδυμοι

### 455.3

συνερεισθέντες χωροῦσι, νέον

### 455.4

πρόσφαγμα θεᾶς. σιγᾶτε, φίλαι·

### 455.5

τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ

### 460.1

ναοῖσι πέλας τάδε βαίνει,

### 460.2

οὐδ’ ἀγγελίας ψευδεῖς ἔλακεν

### 460.3

βουφορβὸς ἀνήρ.

### 460.4

ὦ πότνι’, εἴ σοι τάδ’ ἀρεσκόντως

### 460.5

πόλις ἥδε τελεῖ, δέξαι θυσίας,

### 465.1

ἃς ὁ παρ’ ἡμῖν νόμος οὐχ ὁσίας †Ἕλλησι διδοὺς† ἀναφαίνει.

### 465.2

τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχηι

### 465.3

φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,

### 465.4

ὡς ὄντες ἱεροὶ μηκέτ’ ὦσι δέσμιοι.

### 470.1

ναοῦ δ’ ἔσω στείχοντες εὐτρεπίζετε

### 470.2

ἃ χρὴ ’πὶ τοῖς παροῦσι καὶ νομίζεται.

### 470.3

φεῦ·

### 472.1

τίς ἆρα μήτηρ ἡ τεκοῦς’ ὑμᾶς ποτε

### 472.2

πατήρ τ’ ἀδελφή τ’, εἰ γεγῶσα τυγχάνει;

### 472.3

οἵων στερεῖσα διπτύχων νεανιῶν

### 475.1

ἀνάδελφος ἔσται. τὰς τύχας τίς οἶδ’ ὅτωι

### 475.2

τοιαίδ’ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν

### 475.3

ἐς ἀφανὲς ἕρπει κοὐδὲν οἶδ’ οὐδεὶς †κακόν†·

### 475.4

ἡ γὰρ τύχη παρήγαγ’ ἐς τὸ δυσμαθές.

### 475.5

πόθεν ποθ’ ἥκετ’, ὦ ταλαίπωροι ξένοι;

### 480.1

ὡς διὰ μακροῦ μὲν τήνδ’ ἐπλεύσατε χθόνα,

### 480.2

μακρὸν δ’ ἀπ’ οἴκων χρόνον ἔσεσθε δὴ κάτω.

### 480.3

Ορ. τί ταῦτ’ ὀδύρηι κἀπὶ τοῖς μέλουσι νῶιν

### 480.4

κακοῖς σὲ λυπεῖς, ἥτις εἶ ποτ’, ὦ γύναι;

### 480.5

οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτανεῖν

### 485.1

οἴκτωι τὸ δεῖμα τοὐλέθρου νικᾶν θέληι,

### 485.2

οὐδ’ ὅστις Ἅιδην ἐγγὺς ὄντ’ οἰκτίζεται

### 485.3

σωτηρίας ἄνελπις· ὡς δύ’ ἐξ ἑνὸς κακὼ συνάπτει, μωρίαν τ’ ὀφλισκάνει

### 485.4

θνήισκει θ’ ὁμοίως· τὴν τύχην δ’ ἐᾶν χρεών.

### 490.1

ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε

### 490.2

θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.

### 490.3

Ιφ. πότερος ἄρ’ ὑμῶν †ἐνθάδ’ ὠνομασμένος†

### 490.4

Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.

### 490.5

Ορ. ὅδ’, εἴ τι δή σοι τοῦτ’ ἐν ἡδονῆι μαθεῖν.

### 495.1

Ιφ. ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;

### 495.2

Ορ. τί δ’ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;

### 495.3

Ιφ. πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;

### 495.4

Ορ. φιλότητί γ’· ἐσμὲν δ’ οὐ κασιγνήτω, γύναι.

### 495.5

Ιφ. σοὶ δ’ ὄνομα ποῖον ἔθεθ’ ὁ γεννήσας πατήρ; Ορ. τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ’ ἄν.

### 495.6

Ιφ. οὐ τοῦτ’ ἐρωτῶ· τοῦτο μὲν δὸς τῆι τύχηι.

### 495.7

Ορ. ἀνώνυμοι θανόντες οὐ γελώιμεθ’ ἄν.

### 495.8

Ιφ. τί δὲ φθονεῖς τοῦτ’; ἦ φρονεῖς οὕτω μέγα;

### 495.9

Ορ. τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.

### 505.1

Ιφ. οὐδ’ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;

### 505.2

Ορ. ζητεῖς γὰρ οὐδὲν κέρδος ὡς θανουμένωι.

### 505.3

Ιφ. χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;

### 505.4

Ορ. τὸ κλεινὸν Ἄργος πατρίδ’ ἐμὴν ἐπεύχομαι.

### 505.5

Ιφ. πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν’, εἶ κεῖθεν γεγώς;

### 510

Ορ. ἐκ τῶν Μυκηνῶν 〈γ’〉, αἵ ποτ’ ἦσαν ὄλβιαι.

### 515.1

Ιφ. καὶ μὴν ποθεινός γ’ ἦλθες ἐξ Ἄργους μολών.

### 515.2

Ορ. οὔκουν ἐμαυτῶι γ’· εἰ δὲ σοί, σὺ τοῦθ’ ὅρα.

### 511.1

Ιφ. φυγὰς 〈δ’〉 ἀπῆρας πατρίδος ἢ ποίαι τύχηι; Ορ. φεύγω τρόπον γε δή τιν’ οὐχ ἑκὼν ἑκών.

### 511.2

Ιφ. ἆρ’ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;

### 511.3

Ορ. ὡς ἐν παρέργωι τῆς ἐμῆς δυσπραξίας.

### 517.1

Ιφ. Τροίαν ἴσως οἶσθ’, ἧς ἁπανταχοῦ λόγος.

### 517.2

Ορ. ὡς μήποτ’ ὤφελόν γε μηδ’ ἰδὼν ὄναρ.

### 517.3

Ιφ. φασίν νιν οὐκέτ’ οὖσαν οἴχεσθαι δορί.

### 520.1

Ορ. ἔστιν γὰρ οὕτως οὐδ’ ἄκραντ’ ἠκούσατε.

### 520.2

Ιφ. Ἑλένη δ’ ἀφῖκται δῶμα Μενέλεω πάλιν;

### 520.3

Ορ. ἥκει, κακῶς γ’ ἐλθοῦσα τῶν ἐμῶν τινι.

### 520.4

Ιφ. καὶ ποῦ ’στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.

### 520.5

Ορ. Σπάρτηι ξυνοικεῖ τῶι πάρος ξυνευνέτηι.

### 525.1

Ιφ. ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνηι.

### 525.2

Ορ. ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.

### 525.3

Ιφ. νόστος δ’ Ἀχαιῶν ἐγένεθ’, ὡς κηρύσσεται;

### 525.4

Ορ. ὡς πάνθ’ ἅπαξ με συλλαβοῦς’ ἀνιστορεῖς.

### 525.5

Ιφ. πρὶν γὰρ θανεῖν σε, τοῦδ’ ἐπαυρέσθαι θέλω.

### 530.1

Ορ. ἔλεγχ’, ἐπειδὴ τοῦδ’ ἐρᾶις· λέξω δ’ ἐγώ.

### 530.2

Ιφ. Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;

### 530.3

Ορ. ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.

### 530.4

Ιφ. ὦ πότνι’, ὡς εὖ. τί γὰρ ὁ Λαέρτου γόνος;

### 530.5

Ορ. οὔπω νενόστηκ’ οἶκον, ἔστι δ’, ὡς λόγος.

### 535.1

Ιφ. ὄλοιτο, νόστου μήποτ’ ἐς πάτραν τυχών.

### 535.2

Ορ. μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.

### 535.3

Ιφ. Θέτιδος δ’ ὁ τῆς Νηρῆιδος ἔστι παῖς ἔτι;

### 535.4

Ορ. οὐκ ἔστιν· ἄλλως λέκτρ’ ἔγημ’ ἐν Αὐλίδι.

### 535.5

Ιφ. δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.

### 540.1

Ορ. τίς εἶ ποθ’; ὡς εὖ πυνθάνηι τἀφ’ Ἑλλάδος.

### 540.2

Ιφ. ἐκεῖθέν εἰμι· παῖς ἔτ’ οὖς’ ἀπωλόμην.

### 540.3

Ορ. ὀρθῶς ποθεῖς ἄρ’ εἰδέναι τἀκεῖ, γύναι.

### 540.4

Ιφ. τί δ’ ὁ στρατηγός, ὃν λέγους’ εὐδαιμονεῖν; Ορ. τίς; οὐ γὰρ ὅν γ’ ἐγὦιδα τῶν εὐδαιμόνων.

### 545.1

Ιφ. Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.

### 545.2

Ορ. οὐκ οἶδ’· ἄπελθε τοῦ λόγου τούτου, γύναι.

### 545.3

Ιφ. μὴ πρὸς θεῶν, ἀλλ’ εἴφ’, ἵν’ εὐφρανθῶ, μένε.

### 545.4

Ορ. τέθνηχ’ ὁ τλήμων, πρὸς δ’ ἀπώλεσέν τινα.

### 545.5

Ιφ. τέθνηκε; ποίαι συμφορᾶι; τάλαιν’ ἐγώ. Ορ. τί δ’ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;

### 545.6

Ιφ. τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ’ ἀναστένω.

### 545.7

Ορ. δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.

### 545.8

Ιφ. ὦ πανδάκρυτος ἡ κτανοῦσα χὠ θανών.

### 545.9

Ορ. παῦσαί νυν ἤδη μηδ’ ἐρωτήσηις πέρα.

### 555.1

Ιφ. τοσόνδε γ’, εἰ ζῆι τοῦ ταλαιπώρου δάμαρ.

### 555.2

Ορ. οὐκ ἔστι· παῖς νιν ὃν ἔτεκ’ αὐτὸς ὤλεσεν.

### 555.3

Ιφ. ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;

### 555.4

Ορ. πατρὸς θανόντος τήνδε τιμωρούμενος.

### 555.5

Ιφ. φεῦ·

### 559

ὡς εὖ κακὸν δίκαιον ἐξεπράξατο.

### 560.1

Ορ. ἀλλ’ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.

### 560.2

Ιφ. λείπει δ’ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;

### 560.3

Ορ. λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.

### 560.4

Ιφ. τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;

### 560.5

Ορ. οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.

### 565.1

Ιφ. τάλαιν’ ἐκείνη χὠ κτανὼν αὐτὴν πατήρ.

### 565.2

Ορ. κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.

### 565.3

Ιφ. ὁ τοῦ θανόντος δ’ ἔστι παῖς Ἄργει πατρός;

### 565.4

Ορ. ἔστ’, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.

### 565.5

Ιφ. ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα.

### 570.1

Ορ. οὐδ’ οἱ σοφοί γε δαίμονες κεκλημένοι

### 570.2

πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.

### 570.3

πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι

### 570.4

κἀν τοῖς βροτείοις· †ἓν δὲ λυπεῖται μόνον†,

### 570.5

ὅτ’ οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις

### 575.1

ὄλωλεν ὡς ὄλωλε τοῖσιν εἰδόσιν.

### 575.2

Χο. φεῦ φεῦ. τί δ’ ἡμεῖς οἵ τ’ ἐμοὶ γεννήτορες;

### 575.3

ἆρ’ εἰσίν; ἆρ’ οὐκ εἰσί; τίς φράσειεν ἄν;

### 575.4

Ιφ. ἀκούσατ’· ἐς γὰρ δή τιν’ ἥκομεν λόγον,

### 575.5

ὑμῖν τ’ ὄνησιν, ὦ ξένοι, σπεύδους’ ἅμα

### 580.1

κἀμοί. τὸ δ’ εὖ μάλιστά †γ’ οὕτω γίγνεται†,

### 580.2

εἰ πᾶσι ταὐτὸν πρᾶγμ’ ἀρεσκόντως ἔχει.

### 580.3

θέλοις ἄν, εἰ σώσαιμί ς’, ἀγγεῖλαί τί μοι

### 580.4

πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,

### 580.5

δέλτον τ’ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ

### 585.1

ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν

### 585.2

φονέα νομίζων χεῖρα, τοῦ νόμου δ’ ὕπο

### 585.3

θνήισκειν †τὰ τῆς θεοῦ ταῦτα δίκαι’ ἡγουμένης†;

### 585.4

οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν

### 585.5

ἐς Ἄργος αὖθις τάς 〈τ’〉 ἐμὰς ἐπιστολὰς

### 590.1

πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.

### 590.2

σὺ δ’ (εἶ γάρ, ὡς ἔοικας, οὔτι δυσγενὴς

### 590.3

καὶ τὰς Μυκήνας οἶσθα χοὒς ἐγὼ φιλῶ)

### 590.4

σώθητι κεῖσε, μισθὸν οὐκ αἰσχρὸν λαβών,

### 590.5

κούφων ἕκατι γραμμάτων σωτηρίαν.

### 595.1

οὗτος δ’, ἐπείπερ πόλις ἀναγκάζει τάδε,

### 595.2

θεᾶι γενέσθω θῦμα χωρισθεὶς σέθεν.

### 595.3

Ορ. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·

### 595.4

τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα.

### 595.5

ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφοράς, οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.

### 595.6

οὔκουν δίκαιον ἐπ’ ὀλέθρωι τῶι τοῦδ’ ἐμὲ

### 595.7

χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.

### 595.8

ἀλλ’ ὣς γενέσθω· τῶιδε μὲν δέλτον δίδου·

### 595.9

πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·

### 605.1

ἡμᾶς δ’ ὁ χρήιζων κτεινέτω. τὰ τῶν φίλων

### 605.2

αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς

### 605.3

αὐτὸς σέσωται. τυγχάνει δ’ ὅδ’ ὢν φίλος,

### 605.4

ὃν οὐδὲν ἧσσον ἢ ’μὲ φῶς ὁρᾶν θέλω.

### 605.5

Ιφ. ὦ λῆμ’ ἄριστον, ὡς ἀπ’ εὐγενοῦς τινος

### 610.1

ῥίζης πέφυκας τοῖς φίλοις τ’ ὀρθῶς φίλος.

### 610.2

τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων

### 610.3

ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ’ ἐγώ, ξένοι,

### 610.4

ἀνάδελφός εἰμι, πλὴν ὅς’ οὐχ ὁρῶσά νιν.

### 610.5

ἐπεὶ δὲ βούληι ταῦτα, τόνδε πέμψομεν

### 615.1

δέλτον φέροντα, σὺ δὲ θανῆι· πολλὴ δέ τις

### 615.2

προθυμία σε τοῦδ’ ἔχουσα τυγχάνει.

### 615.3

Ορ. θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;

### 615.4

Ιφ. ἐγώ· θεᾶς γὰρ τήνδε προστροπὴν ἔχω.

### 615.5

Ορ. ἄζηλον. ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.

### 620.1

Ιφ. ἀλλ’ εἰς ἀνάγκην κείμεθ’, ἣν φυλακτέον.

### 620.2

Ορ. αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;

### 620.3

Ιφ. οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.

### 620.4

Ορ. ὁ δὲ σφαγεὺς τίς, εἰ τάδ’ ἱστορεῖν με χρή;

### 620.5

Ιφ. ἔσω δόμων τῶνδ’ εἰσὶν οἷς μέλει τάδε.

### 625.1

Ορ. τάφος δὲ ποῖος δέξεταί μ’, ὅταν θάνω;

### 625.2

Ιφ. πῦρ ἱερὸν ἔνδον χάσμα τ’ εὐρωπὸν πέτρας.

### 625.3

Ορ. φεῦ·

### 627.1

πῶς ἄν μ’ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;

### 627.2

Ιφ. μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ’ εἶ,

### 627.3

ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.

### 630.1

οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,

### 630.2

ἀλλ’ ὧν γε δυνατὸν οὐδ’ ἐγὼ ’λλείψω χάριν.

### 630.3

πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφωι

### 630.4

ξανθῶι τ’ ἐλαίωι σῶμα σὸν †κατασβέσω†

### 630.5

καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος

### 635.1

ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.

### 635.2

ἀλλ’ εἶμι δέλτον τ’ ἐκ θεᾶς ἀνακτόρων

### 635.3

οἴσω. τὸ μέντοι δυσμενὲς μή μοὐγκαλῆις, φυλάσσετ’ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ.

### 635.4

ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ

### 640.1

πέμψω πρὸς Ἄργος, ὃν μάλιστ’ ἐγὼ φιλῶ,

### 640.2

καὶ δέλτος αὐτῶι ζῶντας οὓς δοκεῖ θανεῖν

### 640.3

λέγους’ ἀπίστους ἡδονὰς ἀπαγγελεῖ.

### 640.4

Χο. κατολοφύρομαι σὲ τὸν χερνίβων

### 645.1

ῥανίσι μελόμενον αἱμακταῖς.

### 645.2

Ορ. οἶκτος γὰρ οὐ ταῦτ’, ἀλλὰ χαίρετ’, ὦ ξέναι.

### 645.3

Χο. σὲ δὲ τύχας μάκαρος, ὦ νεανία,

### 649.1

σεβόμεθ’ ἐς πάτραν ὅτι ποδ’ ἐμβάσηι. Πυ. ἄζηλά τοι φίλοισι, θνηισκόντων φίλων.

### 649.2

Χο. ὦ σχέτλιοι πομπαί—φεῦ φεῦ—

### 649.3

〈δύο〉 διολλῦσαι· αἰαῖ.

### 649.4

†πότερος ὁ μέλλων;†

### 655.1

ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,

### 655.2

σὲ πάρος ἢ ς’ ἀναστενάξω γόοις.

### 658.1

Ορ. Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;

### 658.2

Πυ. οὐκ οἶδ’· ἐρωτᾶις οὐ λέγειν ἔχοντά με.

### 660.1

Ορ. τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς

### 660.2

ἀνήρεθ’ ἡμᾶς τούς τ’ ἐν Ἰλίωι πόνους

### 660.3

νόστον τ’ Ἀχαιῶν τόν τ’ ἐν οἰωνοῖς σοφὸν

### 660.4

Κάλχαντ’ Ἀχιλλέως τ’ ὄνομα, καὶ τὸν ἄθλιον Ἀγαμέμνον’ ὡς ὤικτιρ’ ἀνηρώτα τέ με

### 665.1

γυναῖκα παῖδάς τ’. ἔστιν ἡ ξένη γένος

### 665.2

ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε

### 665.3

δέλτον τ’ ἔπεμπε καὶ τάδ’ ἐξεμάνθανεν,

### 665.4

ὡς κοινὰ πράσσους’, Ἄργος εἰ πράσσει καλῶς.

### 665.5

Πυ. ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,

### 670.1

πλὴν ἕν· τὰ γάρ τοι βασιλέων παθήματα

### 670.2

ἴσασι πάντες ὧν ἐπιστροφή τις ἦι.

### 670.3

ἀτὰρ διῆλθον χἄτερον λόγον τινά.

### 670.4

Ορ. τίν’; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.

### 670.5

Πυ. αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·

### 675.1

κοινῆι δὲ πλεύσας δεῖ με καὶ κοινῆι θανεῖν.

### 675.2

καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι

### 675.3

Ἄργει τε Φωκέων τ’ ἐν πολυπτύχωι χθονί,

### 675.4

δόξω δὲ τοῖς πολλοῖσι (πολλοὶ γὰρ κακοί)

### 675.5

προδοὺς σεσῶσθαί ς’ αὐτὸς εἰς οἴκους μόνος

### 680.1

ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασιν

### 680.2

ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,

### 680.3

ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.

### 680.4

ταῦτ’ οὖν φοβοῦμαι καὶ δι’ αἰσχύνης ἔχω,

### 680.5

κοὐκ ἔσθ’ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι

### 685.1

καὶ συσσφαγῆναι καὶ πυρωθῆναι δέμας,

### 685.2

φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.

### 685.3

Ορ. εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,

### 685.4

ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.

### 685.5

ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,

### 690.1

ταὔτ’ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ’ ἐμοὶ

### 690.2

κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ’ οὐ κακῶς ἔχει,

### 690.3

πράσσονθ’ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.

### 690.4

σὺ δ’ ὄλβιός τ’ εἶ καθαρά τ’, οὐ νοσοῦντ’, ἔχεις

### 690.5

μέλαθρ’, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.

### 695.1

σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου

### 695.2

κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ’ ἔχειν,

### 695.3

ὄνομά τ’ ἐμοῦ γένοιτ’ ἄν, οὐδ’ ἄπαις δόμος

### 695.4

πατρῶιος οὑμὸς ἐξαλειφθείη ποτ’ ἄν.

### 695.5

ἀλλ’ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. ὅταν δ’ ἐς Ἑλλάδ’ ἵππιόν τ’ Ἄργος μόληις,

### 695.6

πρὸς δεξιᾶς σε τῆσδ’ ἐπισκήπτω τάδε·

### 695.7

τύμβον τε χῶσον κἀπίθες μνημεῖά μου,

### 695.8

καὶ δάκρυ’ ἀδελφὴ καὶ κόμας δότω τάφωι.

### 695.9

ἄγγελλε δ’ ὡς ὄλωλ’ ὑπ’ Ἀργείας τινὸς

### 705.1

γυναικὸς ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνωι.

### 705.2

καὶ μὴ προδῶις μου τὴν κασιγνήτην ποτέ,

### 705.3

ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.

### 705.4

καὶ χαῖρ’· ἐμῶν γὰρ φίλτατόν ς’ ηὗρον φίλων,

### 705.5

ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,

### 710.1

ὦ πόλλ’ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.

### 710.2

ἡμᾶς δ’ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·

### 710.3

τέχνην δὲ θέμενος ὡς προσώταθ’ Ἑλλάδος

### 710.4

ἀπήλας’, αἰδοῖ τῶν πάρος μαντευμάτων.

### 710.5

ὧι πάντ’ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,

### 715.1

μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.

### 715.2

Πυ. ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί ς’ ἐγὼ

### 715.3

θανόντα μᾶλλον ἢ βλέπονθ’ ἕξω φίλον.

### 715.4

ἀτὰρ τὸ τοῦ θεοῦ ς’ οὐ διέφθορέν γέ πω

### 720.1

μάντευμα· καίτοι κἀγγὺς ἕστηκας φόνου.

### 720.2

ἀλλ’ ἔστιν, ἔστιν ἡ λίαν δυσπραξία

### 720.3

λίαν διδοῦσα μεταβολάς, ὅταν τύχηι.

### 720.4

Ορ. σίγα· τὰ Φοίβου δ’ οὐδὲν ὠφελεῖ μ’ ἔπη·

### 720.5

γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾶι.

### 725.1

Ιφ. ἀπέλθεθ’ ὑμεῖς καὶ παρευτρεπίζετε

### 725.2

τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῆι.

### 725.3

δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,

### 725.4

ξένοι, πάρεισιν· ἃ δ’ ἐπὶ τοῖσδε βούλομαι

### 725.5

ἀκούσατ’. οὐδεὶς αὑτὸς ἐν πόνοις 〈τ’〉 ἀνὴρ

### 730.1

ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσηι.

### 730.2

ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς

### 730.3

θῆται παρ’ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς

### 730.4

ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.

### 730.5

Ορ. τί δῆτα βούληι; τίνος ἀμηχανεῖς πέρι;

### 735.1

Ιφ. ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς

### 735.2

πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.

### 735.3

Ορ. ἦ κἀντιδώσεις τῶιδε τοὺς αὐτοὺς λόγους;

### 735.4

Ιφ. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.

### 735.5

Ορ. ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.

### 740.1

Ιφ. δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;

### 740.2

Ορ. ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;

### 740.3

Ιφ. ναί·

### 742.1

πείσω σφε, καὐτὴ ναὸς ἐσβήσω σκάφος. Ορ. ὄμνυ· σὺ δ’ ἔξαρχ’ ὅρκον ὅστις εὐσεβής.

### 742.2

Ιφ. δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.

### 745.1

Πυ. τοῖς σοῖς φίλοισι γράμματ’ ἀποδώσω τάδε.

### 745.2

Ιφ. κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.

### 745.3

Πυ. τίν’ οὖν ἐπόμνυς τοισίδ’ ὅρκιον θεῶν;

### 745.4

Ιφ. Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.

### 745.5

Πυ. ἐγὼ δ’ ἄνακτά γ’ οὐρανοῦ, σεμνὸν Δία. Ιφ. εἰ δ’ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;

### 745.6

Πυ. ἄνοστος εἴην· τί δὲ σύ, μὴ σώσασά με;

### 745.7

Ιφ. μήποτε κατ’ Ἄργος ζῶς’ ἴχνος θείην ποδός.

### 745.8

Πυ. ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.

### 745.9

Ιφ. ἀλλ’ εὐθὺς ἔστω κοινός, ἢν καλῶς ἔχηι.

### 755.1

Πυ. ἐξαίρετόν μοι δὸς τόδ’, ἤν τι ναῦς πάθηι

### 755.2

χἠ δέλτος ἐν κλύδωνι χρημάτων μέτα

### 755.3

ἀφανὴς γένηται, σῶμα δ’ ἐκσώσω μόνον,

### 755.4

τὸν ὅρκον εἶναι τόνδε μηκέτ’ ἔμπεδον.

### 755.5

Ιφ. ἀλλ’ οἶσθ’ ὃ δράσω· πολλὰ γὰρ †πολλῶν† κυρεῖ.

### 760.1

τἀνόντα κἀγγεγραμμέν’ ἐν δέλτου πτυχαῖς

### 760.2

λόγωι φράσω σοι πάντ’ ἀπαγγεῖλαι φίλοις.

### 760.3

ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσώσηις γραφήν,

### 760.4

αὐτὴ φράσει σιγῶσα τἀγγεγραμμένα·

### 760.5

ἢν δ’ ἐν θαλάσσηι γράμματ’ ἀφανισθῆι τάδε,

### 765.1

τὸ σῶμα σώσας τοὺς λόγους σώσεις ἐμοί.

### 765.2

Πυ. καλῶς ἔλεξας τῶν τε σῶν ἐμοῦ θ’ ὕπερ.

### 765.3

σήμαινε δ’ ὧι χρὴ τάσδ’ ἐπιστολὰς φέρειν

### 765.4

πρὸς Ἄργος ὅτι τε χρὴ κλύοντα σοῦ λέγειν. Ιφ. ἄγγελλ’ Ὀρέστηι, παιδὶ τἀγαμέμνονος·

### 770.1

Ἡ ’ν Αὐλίδι σφαγεῖς’ ἐπιστέλλει τάδε

### 770.2

ζῶς’ Ἰφιγένεια, τοῖς ἐκεῖ δ’ οὐ ζῶς’ ἔτι.

### 770.3

Ορ. ποῦ δ’ ἔστ’ ἐκείνη; κατθανοῦς’ ἥκει πάλιν;

### 770.4

Ιφ. ἥδ’ ἣν ὁρᾶις σύ· μὴ λόγων ἔκπλησσέ με.

### 770.5

Κόμισαί μ’ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,

### 775.1

ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς

### 775.2

σφαγίων, ἐφ’ οἷσι ξενοφόνους τιμὰς ἔχω.

### 775.3

Ορ. Πυλάδη, τί λέξω; ποῦ ποτ’ ὄνθ’ ηὑρήμεθα;

### 775.4

Ιφ. ἢ σοῖς ἀραία δώμασιν γενήσομαι,

### 775.5

Ὀρέσθ’, ἵν’ αὖθις ὄνομα δὶς κλύων μάθηις.

### 780.1

Ορ. ὦ θεοί. Ιφ. τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;

### 780.2

Ορ. οὐδέν· πέραινε δ’· ἐξέβην γὰρ ἄλλοσε.

### 780.3

Ιφ. τάχ’ οὖν ἐρωτῶν ς’ εἰς ἄπιστ’ ἀφίξεται·

### 780.4

λέγ’ οὕνεκ’ ἔλαφον ἀντιδοῦσά μου θεὰ

### 780.5

Ἄρτεμις ἔσωσέ μ’, ἣν ἔθυς’ ἐμὸς πατήρ,

### 785.1

δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,

### 785.2

ἐς τήνδε δ’ ὤικις’ αἶαν. αἵδ’ ἐπιστολαί,

### 785.3

τάδ’ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.

### 785.4

Πυ. ὦ ῥαιδίοις ὅρκοισι περιβαλοῦσά με,

### 785.5

κάλλιστα δ’ ὀμόσας’, οὐ πολὺν σχήσω χρόνον,

### 790.1

τὸν δ’ ὅρκον ὃν κατώμος’ ἐμπεδώσομεν.

### 790.2

ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,

### 790.3

Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.

### 790.4

Ορ. δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς

### 790.5

τὴν ἡδονὴν πρῶτ’ οὐ λόγοις αἱρήσομαι.

### 795.1

ὦ φιλτάτη μοι σύγγον’, ἐκπεπληγμένος ὅμως ς’ ἀπίστωι περιβαλὼν βραχίονι

### 795.2

ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ’ ἐμοί.

### 795.3

Ιφ. ξέν’, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον

### 795.4

χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα. Ορ. ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς

### 795.5

Ἀγαμέμνονος γεγῶσα, μή μ’ ἀποστρέφου,

### 795.6

ἔχους’ ἀδελφόν, οὐ δοκοῦς’ ἕξειν ποτέ.

### 795.7

Ιφ. ἐγώ ς’ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσηι λέγων;

### 795.8

τό τ’ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.

### 805.1

Ορ. οὐκ ἔστ’ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.

### 805.2

Ιφ. ἀλλ’ ἡ Λάκαινα Τυνδαρίς ς’ ἐγείνατο;

### 805.3

Ορ. Πέλοπός γε παιδὶ παιδός, οὗ ’κπέφυκ’ ἐγώ.

### 805.4

Ιφ. τί φήις; ἔχεις τι τῶνδέ μοι τεκμήριον;

### 805.5

Ορ. ἔχω· πατρώιων ἐκ δόμων τι πυνθάνου.

### 810.1

Ιφ. οὔκουν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ’ ἐμέ;

### 810.2

Ορ. λέγοιμ’ ἂν ἀκοῆι πρῶτον Ἠλέκτρας τάδε·

### 810.3

Ἀτρέως Θυέστου τ’ οἶσθα γενομένην ἔριν;

### 810.4

Ιφ. ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.

### 810.5

Ορ. ταῦτ’ οὖν ὑφήνας’ οἶσθ’ ἐν εὐπήνοις ὑφαῖς;

### 815.1

Ιφ. ὦ φίλτατ’, ἐγγὺς τῶν ἐμῶν χρίμπτηι φρενῶν.

### 815.2

Ορ. εἰκώ τ’ ἐν ἱστοῖς ἡλίου μετάστασιν;

### 815.3

Ιφ. ὕφηνα καὶ τόδ’ εἶδος εὐμίτοις πλοκαῖς.

### 815.4

Ορ. καὶ λούτρ’ ἐς Αὖλιν μητρὸς ἁδέξω πάρα;

### 815.5

Ιφ. οἶδ’· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ’ ἀφείλετο.

### 820.1

Ορ. τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῆι φέρειν; Ιφ. μνημεῖά γ’ ἀντὶ σώματος τοὐμοῦ τάφωι.

### 820.2

Ορ. ἃ δ’ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·

### 820.3

Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,

### 820.4

ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα

### 825.1

ἐκτήσαθ’ Ἱπποδάμειαν, Οἰνόμαον κτανών,

### 825.2

ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.

### 825.3

Ιφ. ὦ φίλτατ’, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,

### 829

ἔχω ς’, Ὀρέστα, †τηλύγετον χθονὸς ἀπὸ πατρίδος†

### 830.1

Ἀργόθεν, ὦ φίλος.

### 830.2

Ορ. κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.

### 830.3

Ιφ. κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾶι

### 830.4

τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ’ ἐμόν.

### 830.5

†τὸ δέ τι† βρέφος

### 835.1

ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ

### 835.2

νεαρὸν ἐν δόμοις.

### 835.3

ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου

### 839

ψυχά, τί φῶ; θαυμάτων

### 840.1

πέρα καὶ λόγου πρόσω τάδ’ ἀπέβα.

### 840.2

Ορ. τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.

### 840.3

Ιφ. ἄτοπον ἡδονὰν ἔλαβον, ὦ φίλαι·

### 840.4

δέδοικα δ’ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα

### 840.5

ἀμπτάμενος φύγηι.

### 845.1

ἰὼ Κυκλωπὶς ἑστία, ἰὼ πατρίς, Μυκήνα φίλα,

### 845.2

χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,

### 845.3

ὅτι μοι συνομαίμονα τόνδε δόμοις

### 845.4

ἐξεθρέψω φάος. Ορ. γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,

### 845.5

ὦ σύγγον’, ἡμῶν δυστυχὴς ἔφυ βίος.

### 845.6

Ιφ. ἐγὦιδ’ ἁ μέλεος, οἶδ’, ὅτε φάσγανον

### 854

δέραι ’φῆκέ μοι μελεόφρων πατήρ.

### 855.1

Ορ. οἴμοι· δοκῶ γὰρ οὐ παρών ς’ ὁρᾶν ἐκεῖ.

### 855.2

Ιφ. ἀνυμέναιος, 〈ὦ〉 σύγγον’, Ἀχιλλέως

### 859

ἐς κλισίαν λέκτρων δόλιον ἀγόμαν·

### 860.1

παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.

### 860.2

φεῦ φεῦ χερνίβων ἐκεί〈νων· οἴμοι〉.

### 860.3

Ορ. ὤιμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.

### 860.4

Ιφ. ἀπάτορ’ ἀπάτορα πότμον ἔλαχον·

### 865

ἄλλα δ’ ἐξ ἄλλων κυρεῖ

### 867

δαίμονος τύχαι τινός.

### 866

Ορ. εἰ σόν γ’ ἀδελφόν, ὦ τάλαιν’, ἀπώλεσας.

### 869

Ιφ. ὦ μελέα δεινᾶς τόλμας· δείν’ ἔτλαν,

### 870.1

ἔτλαν δείν’, ὤμοι, σύγγονε, παρὰ δ’ ὀλίγον

### 870.2

ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν

### 870.3

δαϊχθεὶς χερῶν. ἁ δ’ ἐπ’ †αὐτοῖσι† τίς τελευτά;

### 875.1

τίς τύχα μοι συγκυρήσει;

### 875.2

τίνα σοι 〈τίνα σοι〉 πόρον εὑρομένα

### 875.3

πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω

### 875.4

πατρίδ’ ἐς Ἀργείαν,

### 880.1

πρὶν ἐπὶ ξίφος αἵματι σῶι πελάσαι;

### 880.2

τόδε τόδε σόν,

### 880.3

ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν.

### 880.4

πότερον κατὰ χέρσον, οὐχὶ ναῒ

### 885.1

ἀλλὰ ποδῶν ῥιπᾶι;

### 885.2

θανάτωι πελάσεις ἄρα βάρβαρα φῦλα

### 889

καὶ δι’ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὰν

### 890.1

στενοπόρου πέτρας μακρὰ κέλευθα να‐

### 890.2

ΐοισιν δρασμοῖς.

### 894

τάλαινα τάλαινα.

### 895.1

†τίς ἂν οὖν τάδ’ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ

### 895.2

τί τῶν ἀδοκήτων

### 895.3

πόρον ἄπορον ἐξανύσας†

### 895.4

δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν φανεῖ

### 895.5

κακῶν ἔκλυσιν; Χο. ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα τάδ’ εἶδον αὐτὴ κοὐ κλύους’ ἀπ’ ἀγγέλων.

### 895.6

Πυ. τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,

### 895.7

Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·

### 895.8

λήξαντα δ’ οἴκτων κἀπ’ ἐκεῖν’ ἐλθεῖν χρεών,

### 905.1

ὅπως τὸ κλεινὸν ὄμμα τῆς σωτηρίας

### 905.2

λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.

### 905.3

[σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ’κβάντας τύχης,

### 905.4

καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.]

### 905.5

Ορ. καλῶς ἔλεξας· τῆι τύχηι δ’ οἶμαι μέλειν

### 910.1

τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ἦι,

### 910.2

σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.

### 910.3

Ιφ. οὐ μή μ’ ἐπίσχηις οὐδ’ ἀποστήσεις λόγου,

### 910.4

πρῶτον πυθέσθαι τίνα ποτ’ Ἠλέκτρα πότμον

### 910.5

εἴληχε βιότου· φίλα γὰρ †ἔσται πάντ’ ἐμοί†.

### 915.1

Ορ. τῶιδε ξυνοικεῖ βίον ἔχους’ εὐδαίμονα.

### 915.2

Ιφ. οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;

### 915.3

Ορ. Στρόφιος ὁ Φωκεὺς τοῦδε κλήιζεται πατήρ.

### 915.4

Ιφ. ὁ δ’ ἐστί γ’ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;

### 915.5

Ορ. ἀνέψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.

### 920.1

Ιφ. οὐκ ἦν τόθ’ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.

### 920.2

Ορ. οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.

### 920.3

Ιφ. χαῖρ’ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.

### 920.4

Ορ. κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.

### 920.5

Ιφ. τὰ δεινὰ δ’ ἔργα πῶς ἔτλης μητρὸς πέρι;

### 925.1

Ορ. σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῶι. Ιφ. ἡ δ’ αἰτία τίς ἀνθ’ ὅτου κτείνει πόσιν;

### 925.2

Ορ. ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.

### 925.3

Ιφ. σιγῶ· τὸ δ’ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;

### 925.4

Ορ. Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.

### 930.1

Ιφ. οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;

### 930.2

Ορ. οὔκ, ἀλλ’ Ἐρινύων δεῖμά μ’ ἐκβάλλει χθονός.

### 934

Ιφ. ἔγνωκα· μητρός 〈σ’〉 οὕνεκ’ ἠλάστρουν θεαί.

### 935

Ορ. ὥσθ’ αἱματηρὰ στόμι’ ἐπεμβαλεῖν ἐμοί.

### 932.1

Ιφ. ταῦτ’ ἆρ’ ἐπ’ ἀκταῖς κἀνθάδ’ ἠγγέλθης μανείς.

### 932.2

Ορ. ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.

### 936.1

Ιφ. τί γάρ ποτ’ ἐς γῆν τήνδ’ ἐπόρθμευσας πόδα;

### 936.2

Ορ. Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.

### 936.3

Ιφ. τί χρῆμα δρᾶσαι; ῥητὸν ἢ σιγώμενον;

### 936.4

Ορ. λέγοιμ’ ἄν. ἀρχαὶ δ’ αἵδε μοι πολλῶν πόνων·

### 940.1

ἐπεὶ τὰ μητρὸς ταῦθ’ ἃ σιγῶμεν κακὰ

### 940.2

ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων

### 940.3

ἠλαυνόμεσθα φυγάδες, †ἔνθεν μοι πόδα

### 940.4

ἐς τὰς Ἀθήνας δή γ’† ἔπεμψε Λοξίας,

### 940.5

δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.

### 945.1

ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ

### 945.2

Ζεὺς εἵσατ’ ἔκ του δὴ χερῶν μιάσματος.

### 945.3

ἐλθὼν δ’ ἐκεῖσε πρῶτα μέν 〈μ’〉 οὐδεὶς ξένων

### 945.4

ἑκὼν ἐδέξαθ’ ὡς θεοῖς στυγούμενον·

### 945.5

οἳ δ’ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι παρέσχον, οἴκων ὄντες ἐν ταὐτῶι στέγει, σιγῆι δ’ ἐτεκτήναντ’ ἀπρόσφθεγκτόν μ’, ὅπως

### 945.6

δαιτός τ’ ὀναίμην πώματός τ’ αὐτῶν δίχα,

### 945.7

ἐς δ’ ἄγγος ἴδιον ἴσον ἅπασι Βακχίου

### 945.8

μέτρημα πληρώσαντες εἶχον ἡδονήν.

### 955.1

κἀγὼ ’ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,

### 955.2

ἤλγουν δὲ σιγῆι κἀδόκουν οὐκ εἰδέναι,

### 955.3

μέγα στενάζων οὕνεκ’ ἦ μητρὸς φονεύς.

### 955.4

κλύω δ’ Ἀθηναίοισι τἀμὰ δυστυχῆ

### 955.5

τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,

### 960.1

χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.

### 960.2

ὡς δ’ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην

### 960.3

ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,

### 960.4

τὸ δ’ ἄλλο πρέσβειρ’ ἥπερ ἦν Ἐρινύων.

### 960.5

εἰπὼν 〈δ’〉 ἀκούσας θ’ αἵματος μητρὸς πέρι,

### 965.1

Φοῖβός μ’ ἔσωσε μαρτυρῶν, ἴσας δέ μοι

### 965.2

ψήφους διηρίθμησε Παλλὰς ὠλένηι·

### 965.3

νικῶν δ’ ἀπῆρα φόνια πειρατήρια.

### 965.4

ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκηι

### 965.5

ψῆφον παρ’ αὐτὴν ἱερὸν ὡρίσαντ’ ἔχειν·

### 970.1

ὅσαι δ’ Ἐρινύων οὐκ ἐπείσθησαν νόμωι

### 970.2

δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ’ ἀεί,

### 970.3

ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον

### 970.4

καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,

### 970.5

ἐπώμος’ αὐτοῦ βίον ἀπορρήξειν θανών,

### 975.1

εἰ μή με σώσει Φοῖβος, ὅς μ’ ἀπώλεσεν.

### 975.2

ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν

### 975.3

Φοῖβός μ’ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν

### 975.4

ἄγαλμ’ Ἀθηνῶν τ’ ἐγκαθιδρῦσαι χθονί.

### 975.5

ἀλλ’ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν

### 980.1

σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, μανιῶν τε λήξω καὶ σὲ πολυκώπωι σκάφει

### 980.2

στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.

### 980.3

ἀλλ’, ὦ φιληθεῖς’, ὦ κασίγνητον κάρα,

### 980.4

σῶσον πατρῶιον οἶκον, ἔκσωσον δ’ ἐμέ·

### 985.1

ὡς τἄμ’ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,

### 985.2

οὐράνιον εἰ μὴ ληψόμεθα θεᾶς βρέτας.

### 985.3

Χο. δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσεν

### 985.4

πρὸς Ταντάλειον σπέρμα διὰ πόνων τ’ ἄγει.

### 985.5

Ιφ. τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ’ ἐλθεῖν, ἔχω

### 990.1

Ἄργει γενέσθαι καὶ σέ, σύγγον’, εἰσιδεῖν.

### 990.2

θέλω δ’ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων

### 990.3

νοσοῦντά τ’ οἶκον, οὐχὶ τῶι κτανόντι με

### 990.4

θυμουμένη, πατρῶιον ὀρθῶσαι †θέλω†·

### 990.5

σφαγῆς τε γὰρ σῆς χεῖρ’ ἀπαλλάξαιμεν ἂν

### 995.1

σώσαιμί τ’ οἴκους. τὴν θεὸν δ’ ὅπως λάθω

### 995.2

δέδοικα καὶ τύραννον, ἡνίκ’ ἂν κενὰς

### 995.3

κρηπῖδας εὕρηι λαΐνας ἀγάλματος.

### 995.4

πῶς οὐ θανοῦμαι; τίς δ’ ἔνεστί μοι λόγος;

### 995.5

ἀλλ’ εἰ μὲν †ἕν τι τοῦθ’ ὁμοῦ γενήσεται† ἄγαλμά τ’ οἴσεις κἄμ’ ἐπ’ εὐπρύμνου νεὼς

### 995.6

ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν.

### 995.7

τούτου δὲ χωρισθεῖς’ ἐγὼ μὲν ὄλλυμαι,

### 995.8

σὺ δ’ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.

### 995.9

οὐ μήν τι φεύγω γ’, οὐδέ ς’ εἰ θανεῖν χρεὼν

### 1005.1

σώσασαν· οὐ γὰρ ἀλλ’ ἀνὴρ μὲν ἐκ δόμων

### 1005.2

θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.

### 1005.3

Ορ. οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·

### 1005.4

ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ

### 1005.5

καὶ ζῆν θέλοιμ’ ἂν καὶ θανὼν λαχεῖν ἴσον.

### 1010.1

ἄξω δέ ς’, ἤνπερ καὐτὸς ἐντεῦθεν περῶ

### 1010.2

πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.

### 1010.3

γνώμης δ’ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε

### 1010.4

Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισεν

### 1010.5

κομίσαι μ’ ἄγαλμα θεᾶς πόλισμ’ ἐς Παλλάδος

### post 1014

〈〉

### 1015.1

καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ

### 1015.2

συνθεὶς τάδ’ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.

### 1015.3

Ιφ. πῶς οὖν γένοιτ’ ἂν ὥστε μήθ’ ἡμᾶς θανεῖν

### 1015.4

λαβεῖν θ’ ἃ βουλόμεσθα; τῆιδε γὰρ νοσεῖ

### 1015.5

νόστος πρὸς οἴκους· ἥδε βούλευσις πάρα.

### 1020.1

Ορ. ἆρ’ ἂν τύραννον διολέσαι δυναίμεθ’ ἄν;

### 1020.2

Ιφ. δεινὸν τόδ’ εἶπας, ξενοφονεῖν ἐπήλυδας.

### 1020.3

Ορ. ἀλλ’ εἴ σε σώσει κἀμέ, κινδυνευτέον.

### 1020.4

Ιφ. οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ἤινεσα.

### 1020.5

Ορ. τί δ’ εἴ με ναῶι τῶιδε κρύψειας λάθραι;

### 1025.1

[Ιφ. ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;

### 1025.2

Ορ. κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ’ ἀληθείας τὸ φῶς.]

### 1025.3

Ιφ. εἴς’ ἔνδον ἱεροῦ φύλακες, οὓς οὐ λήσομεν.

### 1025.4

Ορ. οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν; Ιφ. ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.

### 1030.1

Ορ. ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.

### 1030.2

Ιφ. ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασιν.

### 1030.3

Ορ. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.

### 1030.4

Ιφ. φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.

### 1030.5

Ορ. χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.

### 1035.1

Ιφ. ὡς οὐ θέμις σε λέξομεν θύειν θεᾶι

### 1035.2

Ορ. τίν’ αἰτίαν ἔχους’; ὑποπτεύω τι γάρ.

### 1035.3

Ιφ. οὐ καθαρὸν ὄντα· τὸ δ’ ὅσιον δώσω φόνωι.

### 1035.4

Ορ. τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ’ ἁλίσκεται;

### 1035.5

Ιφ. πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι.

### 1040.1

Ορ. ἔτ’ ἐν δόμοισι βρέτας ἐφ’ ὧι πεπλεύκαμεν.

### 1040.2

Ιφ. κἀκεῖνο νίψειν, σοῦ θιγόντος ὡς, ἐρῶ.

### 1040.3

Ορ. ποῖ δῆτα; πόντου νοτερὸν εἶ παρ’ ἔκβολον;

### 1040.4

Ιφ. οὖ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.

### 1040.5

Ορ. σὺ δ’ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;

### 1045.1

Ιφ. ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ’ ἐμοὶ μόνηι.

### 1045.2

Ορ. Πυλάδης δ’ ὅδ’ ἡμῖν ποῦ τετάξεται πόνου;

### 1045.3

Ιφ. ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ’ ἔχων.

### 1045.4

Ορ. λάθραι δ’ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;

### 1045.5

Ιφ. πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.

### 1051

σοὶ δὴ μέλειν χρὴ τἄλλ’ ὅπως ἕξει καλῶς. Ορ. καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.

### 1052.1

ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε·

### 1052.2

ἀλλ’ ἀντίαζε καὶ λόγους πειστηρίους εὕρισκ’· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.

### 1055.1

τὰ δ’ ἄλλ’ ἴσως ἂν πάντα συμβαίη καλῶς.

### 1055.2

Ιφ. ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,

### 1055.3

καὶ τἄμ’ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν

### 1055.4

ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας

### 1055.5

φίλου τ’ ἀδελφοῦ φιλτάτης τε συγγόνου.

### 1060.1

καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ’ ἀρχέτω·

### 1060.2

γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος,

### 1060.3

σώιζειν τε κοινὰ πράγματ’ ἀσφαλέσταται.

### 1060.4

σιγήσαθ’ ἡμῖν καὶ συνεκπονήσατε

### 1060.5

φυγάς· καλόν τοι γλῶσς’ ὅτωι πιστὴ παρῆι.

### 1065.1

ὁρᾶτε δ’ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους

### 1065.2

ἢ γῆς πατρώιας νόστος ἢ θανεῖν ἔχει.

### 1065.3

σωθεῖσα δ’, ὡς ἂν καὶ σὺ κοινωνῆις τύχης,

### 1065.4

σώσω ς’ ἐς Ἑλλάδ’. ἀλλὰ πρός σε δεξιᾶς

### 1065.5

σὲ καὶ ς’ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος

### 1070.1

γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων

### 1070.2

[μητρὸς πατρός τε καὶ τέκνων ὅτωι κυρεῖ].

### 1070.3

τί φάτε; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν—

### 1070.4

φθέγξασθε—ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους

### 1070.5

ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.

### 1075.1

Χο. θάρσει, φίλη δέσποινα, καὶ σώιζου μόνον·

### 1075.2

ὡς ἔκ γ’ ἐμοῦ σοι πάντα σιγηθήσεται

### 1075.3

(ἴστω μέγας Ζεύς) ὧν ἐπισκήπτεις πέρι.

### 1075.4

Ιφ. ὄναισθε μύθων καὶ γένοισθ’ εὐδαίμονες.

### 1075.5

σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·

### 1080.1

ὡς αὐτίχ’ ἥξει τῆσδε κοίρανος χθονός, θυσίαν ἐλέγξων εἰ κατείργασται ξένων.

### 1080.2

ὦ πότνι’, ἥπερ μ’ Αὐλίδος κατὰ πτυχὰς

### 1080.3

δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,

### 1080.4

σῶσόν με καὶ νῦν τούσδε τ’· ἢ τὸ Λοξίου

### 1085.1

οὐκέτι βροτοῖσι διὰ ς’ ἐτήτυμον στόμα.

### 1085.2

ἀλλ’ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς

### 1085.3

ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδ’ οὐ πρέπει

### 1085.4

ναίειν, πάρον σοι πόλιν ἔχειν εὐδαίμονα.

### 1085.5

Χο. ὄρνις ἃ παρὰ πετρίνας

### 1090.1

πόντου δειράδας ἀλκυὼν

### 1090.2

ἔλεγον οἶτον ἀείδεις,

### 1090.3

εὐξύνετον ξυνετοῖς βοάν,

### 1090.4

ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,

### 1090.5

ἐγώ σοι παραβάλλομαι

### 1095.1

θρήνους, ἄπτερος ὄρνις,

### 1095.2

ποθοῦς’ Ἑλλάνων ἀγόρους,

### 1095.3

ποθοῦς’ Ἄρτεμιν λοχίαν,

### 1095.4

ἃ παρὰ Κύνθιον ὄχθον οἰ‐

### 1095.5

κεῖ φοίνικά θ’ ἁβροκόμαν δάφναν τ’ εὐερνέα καὶ

### 1095.6

γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί‐

### 1095.7

ας, Λατοῦς ὠδῖνι φίλον,

### 1095.8

λίμναν θ’ εἱλίσσουσαν ὕδωρ

### 1095.9

κύκλιον, ἔνθα κύκνος μελωι‐

### 1105.1

δὸς Μούσας θεραπεύει.

### 1105.2

ὦ πολλαὶ δακρύων λιβάδες,

### 1105.3

αἳ παρηίδας εἰς ἐμὰς

### 1105.4

ἔπεσον ἁνίκα πύργων

### 1105.5

ὀλομένων ἐν ναυσὶν ἔβαν

### 1110.1

πολεμίων ἐρετμοῖσι καὶ λόγχαις·

### 1110.2

ζαχρύσου δὲ δι’ ἐμπολᾶς

### 1110.3

νόστον βάρβαρον ἦλθον,

### 1110.4

ἔνθα τᾶς ἐλαφοκτόνου

### 1110.5

θεᾶς ἀμφίπολον κόραν

### 1115.1

παῖδ’ Ἀγαμεμνονίαν λατρεύ‐

### 1115.2

ω βωμούς τ’ οὐ μηλοθύτας,

### 1115.3

ζηλοῦσα τὸν διὰ παν‐

### 1115.4

τὸς δυσδαίμον’· ἐν γὰρ ἀνάγ‐

### 1115.5

καις οὐ κάμνει σύντροφος ὤν.

### 1120.1

μεταβάλλειν δυσδαιμονία·

### 1120.2

τὸ δὲ μετ’ εὐτυχίαν κακοῦ‐

### 1120.3

σθαι θνατοῖς βαρὺς αἰών.

### 1120.4

καὶ σὲ μέν, πότνι’, Ἀργεία

### 1120.5

πεντηκόντερος οἶκον ἄξει·

### 1125.1

συρίζων θ’ ὁ κηρόδετος

### 1125.2

Πανὸς οὐρείου κάλαμος

### 1125.3

κώπαις ἐπιθωύξει,

### 1125.4

ὁ Φοῖβός θ’ ὁ μάντις ἔχων κέλαδον ἑπτατόνου λύρας

### 1130.1

ἀείδων ἄξει λιπαρὰν

### 1130.2

εὖ ς’ Ἀθηναίων ἐπὶ γᾶν.

### 1130.3

†ἐμὲ δ’ αὐτοῦ λιποῦσα

### 1130.4

βήσηι ῥοθίοις πλάταις·

### 1135.1

ἀέρι δ’ ἱστία πρότονοι κατὰ πρῶιραν ὑ‐

### 1135.2

πὲρ στόλον ἐκπετάσουσιν πόδα†

### 1135.3

ναὸς ὠκυπόμπου.

### 1135.4

λαμπροὺς ἱπποδρόμους βαίην,

### 1135.5

ἔνθ’ εὐάλιον ἔρχεται πῦρ·

### 1140.1

οἰκείων δ’ ὑπὲρ θαλάμων

### 1140.2

ἐν νώτοις ἁμοῖς πτέρυγας

### 1140.3

λήξαιμι θοάζουσα·

### 1140.4

χοροῖς δ’ ἐνσταίην, ὅθι καὶ

### 1140.5

†παρθένος εὐδοκίμων γάμων

### 1145.1

παρὰ πόδ’ εἱλίσσουσα φίλας

### 1145.2

ματέρος ἡλίκων θιάσους

### 1145.3

ἐς ἁμίλλας χαρίτων

### 1149.1

ἁβροπλούτοιο χαίτας εἰς ἔριν ὀρνυμένα πολυποίκιλα φάρεα

### 1149.2

καὶ πλοκάμους περιβαλλομένα γένυσιν ἐσκίαζον†.

### 1149.3

ΘΟΑΣ

### 1153.1

ποῦ ’σθ’ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ

### 1153.2

Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;

### 1155.1

[ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;]

### 1155.2

Χο. ἥδ’ ἐστίν, ἥ σοι πάντ’, ἄναξ, ἐρεῖ σαφῶς.

### 1155.3

Θο. ἔα·

### 1157.1

τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,

### 1157.2

Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ’ ἐν ὠλέναις;

### 1157.3

Ιφ. ἄναξ, ἔχ’ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.

### 1160.1

Θο. τί δ’ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;

### 1160.2

Ιφ. ἀπέπτυς’· Ὁσίαι γὰρ δίδωμ’ ἔπος τόδε.

### 1160.3

Θο. τί φροιμιάζηι νεοχμόν; ἐξαύδα σαφῶς.

### 1160.4

Ιφ. οὐ καθαρά μοι τὰ θύματ’ ἠγρεύσασθ’, ἄναξ.

### 1160.5

Θο. τί τοὐκδιδάξαν τοῦτό ς’; ἢ δόξαν λέγεις;

### 1165.1

Ιφ. βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.

### 1165.2

Θο. αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;

### 1165.3

Ιφ. αὐτόματον· ὄψιν δ’ ὀμμάτων ξυνήρμοσεν.

### 1165.4

Θο. ἡ δ’ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;

### 1165.5

Ιφ. ἥδ’, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.

### 1170.1

Θο. ἀλλ’ ἦ τιν’ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;

### 1170.2

Ιφ. οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.

### 1170.3

Θο. τίν’; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.

### 1170.4

Ιφ. μητέρα κατειργάσαντο κοινωνῶι μίφει.

### 1170.5

Θο. Ἄπολλον, οὐδ’ ἐν βαρβάροις ἔτλη τις ἄν.

### 1175.1

Ιφ. πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.

### 1175.2

Θο. ἦ τῶνδ’ ἕκατι δῆτ’ ἄγαλμ’ ἔξω φέρεις; Ιφ. σεμνόν γ’ ὑπ’ αἰθέρ’, ὡς μεταστήσω φόνου.

### 1175.3

Θο. μίασμα δ’ ἔγνως τοῖν ξένοιν ποίωι τρόπωι;

### 1175.4

Ιφ. ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.

### 1180.1

Θο. σοφήν ς’ ἔθρεψεν Ἑλλάς, ὡς ἤισθου καλῶς.

### 1180.2

Ιφ. καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.

### 1180.3

Θο. τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;

### 1180.4

Ιφ. τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.

### 1180.5

Θο. ὡς δή σφε σώσαις ἡδοναῖς ἀγγελμάτων;

### 1185.1

Ιφ. καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.

### 1185.2

Θο. σὺ δ’ ἐς τὸ τῆς θεοῦ γ’ ἐξένευσας εἰκότως.

### 1185.3

Ιφ. πᾶσάν γε μισοῦς’ Ἑλλάδ’, ἥ μ’ ἀπώλεσεν.

### 1185.4

Θο. τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;

### 1185.5

Ιφ. τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.

### 1190.1

Θο. οὔκουν ἐν ἔργωι χέρνιβες ξίφος τε σόν;

### 1190.2

Ιφ. ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.

### 1190.3

Θο. πηγαῖσιν ὑδάτων ἢ θαλασσίαι δρόσωι;

### 1190.4

Ιφ. θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.

### 1190.5

Θο. ὁσιώτεροι γοῦν τῆι θεῶι πέσοιεν ἄν.

### 1195.1

Ιφ. καὶ τἀμά γ’ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.

### 1195.2

Θο. οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;

### 1195.3

Ιφ. ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.

### 1195.4

Θο. ἄγ’ ἔνθα χρήιζεις· οὐ φιλῶ τἄρρηθ’ ὁρᾶν.

### 1195.5

Ιφ. ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας. Θο. εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.

### 1195.6

Ιφ. οὐ γάρ ποτ’ ἄν νιν ἠράμην βάθρων ἄπο.

### 1195.7

Θο. δίκαιος ηὑσέβεια καὶ προμηθία.

### 1195.8

Ιφ. οἶσθά νυν ἅ μοι γενέσθω. Θο. σὸν τὸ σημαίνειν τόδε.

### 1195.9

Ιφ. δεσμὰ τοῖς ξένοισι πρόσθες. Θο. ποῖ δέ ς’ ἐκφύγοιεν ἄν;

### 1205.1

Ιφ. πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. Θο. ἴτ’ ἐπὶ δεσμά, πρόσπολοι.

### 1205.2

Ιφ. κἀκκομιζόντων γε δεῦρο τοὺς ξένους Θο. ἔσται τάδε.

### 1205.3

Ιφ. κρᾶτα κρύψαντες πέπλοισιν. Θο. ἡλίου πρόσθεν φλογός.

### 1205.4

Ιφ. σῶν τέ μοι σύμπεμπ’ ὀπαδῶν. Θο. οἵδ’ ὁμαρτήσουσί σοι.

### 1205.5

Ιφ. καὶ πόλει πέμψον τιν’ ὅστις σημανεῖ Θο. ποίας τύχας;

### 1210.1

Ιφ. ἐν δόμοις μίμνειν ἅπαντας. Θο. μὴ συναντῶσιν φόνωι;

### 1210.2

Ιφ. μυσαρὰ γὰρ τὰ τοιάδ’ ἐστί. Θο. στεῖχε καὶ σήμαινε σύ.

### 1210.3

Ιφ. μηδέν’ εἰς ὄψιν πελάζειν. Θο. εὖ γε κηδεύεις πόλιν.

### 1210.4

Ιφ. καὶ φίλων γ’ οὓς δεῖ μάλιστα. Θο. τοῦτ’ ἔλεξας εἰς ἐμέ.

### 1210.5

〈Ιφ. .〉 Θο. ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.

### 1215.1

Ιφ. σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῆι θεῶι Θο. τί χρῆμα δρῶ;

### 1215.2

Ιφ. ἅγνισον πυρσῶι μέλαθρον. Θο. καθαρὸν ὡς μόληις πάλιν.

### 1215.3

Ιφ. ἡνίκ’ ἂν δ’ ἔξω περῶσιν οἱ ξένοι Θο. τί χρή με δρᾶν;

### 1215.4

Ιφ. πέπλον ὀμμάτων προθέσθαι. Θο. μὴ †παλαμναῖον λάβω†.

### 1215.5

Ιφ. ἢν δ’ ἄγαν δοκῶ χρονίζειν Θο. τοῦδ’ ὅρος τίς ἐστί μοι;

### 1220.1

Ιφ. θαυμάσηις μηδέν. Θο. τὰ τῆς θεοῦ πρᾶσς’ ἐπὶ σχολῆς καλῶς.

### 1220.2

Ιφ. εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. Θο. συνεύχομαι.

### 1220.3

Ιφ. τούσδ’ ἄρ’ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους

### 1220.4

καὶ θεᾶς κόσμους νεογνούς τ’ ἄρνας, ὡς φόνωι φόνον

### 1220.5

μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ’ ἄλλ’ ὅσα

### 1225.1

προυθέμην ἐγὼ ξένοισι καὶ θεᾶι καθάρσια.

### 1225.2

ἐκποδὼν δ’ αὐδῶ πολίταις τοῦδ’ ἔχειν μιάσματος,

### 1225.3

εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς

### 1225.4

ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται· φεύγετ’, ἐξίστασθε, μή τωι προσπέσηι μύσος τόδε.

### 1230.1

ὦ Διὸς Λητοῦς τ’ ἄνασσα παρθέν’, ἢν νίψω φόνον

### 1230.2

τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,

### 1230.3

εὐτυχεῖς δ’ ἡμεῖς ἐσόμεθα. τἄλλα δ’ οὐ λέγους’ ὅμως

### 1230.4

τοῖς τὰ πλείον’ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.

### 1230.5

Χο. εὔπαις ὁ Λατοῦς γόνος,

### 1235.1

ὅν ποτε Δηλιάσιν καρποφόροις γυάλοις

### 1235.2

〈ἔτικτε〉, χρυσοκόμαν

### 1235.3

ἐν κιθάραι σοφόν, ὅστ’ ἐπὶ τόξων

### 1239

εὐστοχίαι γάνυται· φέρε 〈δ’〉 ἶνιν

### 1240.1

ἀπὸ δειράδος εἰναλίας

### 1240.2

λοχεῖα κλεινὰ λιποῦσα μά‐

### 1240.3

τηρ τὰν ἀστάκτων ὑδάτων

### 1240.4

〈συμ〉βακχεύουσαν Διονύ‐

### 1240.5

σωι Παρνάσιον κορυφάν,

### 1245.1

ὅθι ποικιλόνωτος οἰνωπὸς δράκων

### 1245.2

σκιερᾶι κάτεχ’ ἄλσος εὔφυλλον δάφναι,

### 1249.1

γᾶς πελώριον τέρας, †ἀμφέπει μαντεῖον χθόνιον†. ἔτι νιν ἔτι βρέφος, ἔτι φίλας

### 1249.2

ἐπὶ ματέρος ἀγκάλαισι θρώισκων ἔκανες, ὦ Φοῖβε, μαντείων δ’ ἐπέβας ζαθέων

### 1249.3

τρίποδί τ’ ἐν χρυσέωι θάσσεις, ἐν ἀψευδεῖ θρόνωι

### 1255.1

μαντείας βροτοῖς θεσφάτων νέμων

### 1255.2

ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον

### 1255.3

γᾶς ἔχων μέλαθρον.

### 1259

Θέμιν δ’ ἐπεὶ Γαΐων

### 1260.1

παῖδ’ ἀπενάσσατο 〈 〉 ἀπὸ ζαθέων

### 1260.2

χρηστηρίων, νύχια

### 1263.1

Χθὼν ἐτεκνώσατο φάσματ’ ὀ〈νείρων〉,

### 1263.2

οἳ πόλεσιν μερόπων τά τε πρῶτα

### 1265.1

τά τ’ ἔπειθ’, ὅς’ ἔμελλε τυχεῖν,

### 1265.2

ὕπνωι κατὰ δνοφερὰς χαμεύ‐

### 1265.3

νας ἔφραζον· Γαῖα δὲ τὰν

### 1265.4

μαντείων ἀφείλετο τι‐

### 1265.5

μὰν Φοῖβον φθόνωι θυγατρός.

### 1270.1

ταχύπους δ’ ἐς Ὄλυμπον ὁρμαθεὶς ἄναξ

### 1270.2

χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων,

### 1270.3

Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆνιν θεᾶς.

### 1270.4

γέλασε δ’ ὅτι τέκος ἄφαρ ἔβα

### 1275.1

πολύχρυσα θέλων λατρεύματα σχεῖν·

### 1275.2

ἐπὶ δ’ ἔσεισεν κόμαν παῦσαι νυχίους ἐνοπάς,

### 1279

ὑπὸ δ’ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,

### 1280.1

καὶ τιμὰς πάλιν θῆκε Λοξίαι

### 1280.2

πολυάνορί τ’ ἐν ξενόεντι θρόνωι θάρση βροτοῖς

### 1283.1

θεσφάτων ἀοιδαῖς.

### 1283.2

ΑΓΓΕΛΟΣ

### 1284

ὦ ναοφύλακες βώμιοί τ’ ἐπιστάται,

### 1285.1

Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;

### 1285.2

καλεῖτ’ ἀναπτύξαντες εὐγόμφους πύλας

### 1285.3

ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.

### 1285.4

Χο. τί δ’ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;

### 1285.5

Αγ. βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι

### 1290.1

Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων

### 1290.2

φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας

### 1290.3

λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.

### 1290.4

Χο. ἄπιστον εἶπας μῦθον· ὃν δ’ ἰδεῖν θέλεις

### 1290.5

ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.

### 1295.1

Αγ. ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.

### 1295.2

Χο. οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν

### 1295.3

ὅπου κυρήσας τούσδ’ ἀπαγγελεῖς λόγους.

### 1295.4

Αγ. ὁρᾶτ’ ἄπιστον ὡς γυναικεῖον γένος·

### 1295.5

μέτεστι χὐμῖν τῶν πεπραγμένων μέρος. Χο. μαίνηι· τί δ’ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;

### 1295.6

Αγ. οὔ, πρίν γ’ ἂν εἴπηι τοὔπος ἑρμηνεὺς τόδε,

### 1295.7

εἴτ’ ἔνδον εἴτ’ οὐκ ἔνδον ἀρχηγὸς χθονός.

### 1295.8

ὠή, χαλᾶτε κλῆιθρα, τοῖς ἔνδον λέγω,

### 1305.1

καὶ δεσπότηι σημήναθ’ οὕνεκ’ ἐν πύλαις

### 1305.2

πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.

### 1305.3

Θο. τίς ἀμφὶ δῶμα θεᾶς τόδ’ ἵστησιν βοήν,

### 1305.4

πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;

### 1305.5

Αγ. †ψευδῶς ἔλεγον αἵδε καί μ’† ἀπήλαυνον δόμων,

### 1310.1

ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ’ οἶκον ἦσθ’ ἄρα.

### 1310.2

Θο. τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;

### 1310.3

Αγ. αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ’ ἐν ποσὶν

### 1310.4

παρόντ’ ἄκουσον. ἡ νεᾶνις ἣ ’νθάδε

### 1310.5

βωμοῖς παρίστατ’, Ἰφιγένει’, ἔξω χθονὸς

### 1315.1

σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς

### 1315.2

ἄγαλμ’ ἔχουσα· δόλια δ’ ἦν καθάρματα.

### 1315.3

Θο. πῶς φήις; τί πνεῦμα συμφορᾶς κεκτημένη;

### 1315.4

Αγ. σώιζους’ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσηι.

### 1315.5

Θο. τὸν ποῖον; ἆρ’ ὃν Τυνδαρὶς τίκτει κόρη;

### 1320.1

Αγ. ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.

### 1320.2

Θο. ὦ θαῦμα· πῶς σε μεῖζον ὀνομάσας τύχω;

### 1320.3

Αγ. μὴ ’νταῦθα τρέψηις σὴν φρέν’, ἀλλ’ ἄκουέ μου·

### 1320.4

σαφῶς δ’ ἀθρήσας καὶ κλύων ἐκφρόντισον

### 1320.5

διωγμὸν ὅστις τοὺς ξένους θηράσεται.

### 1325.1

Θο. λέγ’· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον

### 1325.2

φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ. Αγ. ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,

### 1325.3

οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,

### 1325.4

ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων

### 1330.1

ἔχοντας, ἐξένευς’ ἀποστῆναι πρόσω

### 1330.2

Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα

### 1330.3

θύουσα καὶ καθαρμὸν ὃν μετώιχετο,

### 1330.4

αὐτὴ δ’ ὄπισθε δέσμ’ ἔχουσα τοῖν ξένοιν

### 1330.5

ἔστειχε χερσί. καὶ τάδ’ ἦν ὕποπτα μέν,

### 1335.1

ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.

### 1335.2

χρόνωι δ’, ἵν’ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,

### 1335.3

ἀνωλόλυξε καὶ κατῆιδε βάρβαρα

### 1335.4

μέλη μαγεύους’, ὡς φόνον νίζουσα δή.

### 1335.5

ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,

### 1340.1

ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι

### 1340.2

κτάνοιεν αὐτὴν δραπέται τ’ οἰχοίατο.

### 1340.3

φόβωι δ’ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα

### 1340.4

σιγῆι· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος,

### 1340.5

στείχειν ἵν’ ἦσαν, καίπερ οὐκ ἐωμένοις.

### 1345.1

κἀνταῦθ’ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος

### 1345.2

†ταρσῶι κατήρει πίτυλον ἐπτερωμένον†,

### 1345.3

ναύτας τε πεντήκοντ’ ἐπὶ σκαλμῶν πλάτας

### 1345.4

ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας

### 1345.5

ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς. κοντοῖς δὲ πρῶιραν εἶχον, οἱ δ’ ἐπωτίδων ἄγκυραν ἐξανῆπτον, οἱ δὲ κλίμακας

### 1345.6

σπεύδοντες ἦγον διὰ χερῶν πρύμνης τ’ ἄπο

### 1345.7

πόντωι διδόντες τῆι ξένηι καθίεσαν.

### 1345.8

ἡμεῖς δ’ ἀφειδήσαντες, ὡς ἐσείδομεν

### 1355.1

δόλια τεχνήματ’, εἰχόμεσθα τῆς ξένης

### 1355.2

πρυμνησίων τε, καὶ δι’ εὐθυντηρίας

### 1355.3

οἴακας ἐξηιροῦμεν εὐπρύμνου νεώς.

### 1355.4

λόγοι δ’ ἐχώρουν· Τίνι λόγωι πορθμεύετε

### 1355.5

κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;

### 1360.1

τίνος τίς ὢν 〈σὺ〉 τήνδ’ ἀπεμπολᾶις χθονός;

### 1360.2

ὁ δ’ εἶπ’· Ὀρέστης, τῆσδ’ ὅμαιμος, ὡς μάθηις,

### 1360.3

Ἀγαμέμνονος παῖς, τήνδ’ ἐμὴν κομίζομαι

### 1360.4

λαβὼν ἀδελφήν, ἣν ἀπώλες’ ἐκ δόμων.

### 1360.5

ἀλλ’ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης

### 1365.1

καὶ πρὸς ς’ ἕπεσθαι διεβιαζόμεσθά νιν.

### 1365.2

ὅθεν τὰ δεινὰ πλήγματ’ ἦν γενειάδων·

### 1365.3

κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν

### 1365.4

ἡμεῖς τε, πυγμαὶ δ’ ἦσαν ἐγκροτούμεναι

### 1365.5

καὶ κῶλ’ ἀπ’ ἀμφοῖν τοῖν νεανίαιν ἅμα

### 1370.1

ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,

### 1370.2

ὥστε ξυναλγεῖν καὶ συναποκαμεῖν μέλη.

### 1370.3

δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι

### 1370.4

ἐφεύγομεν πρὸς κρημνόν, οἱ μὲν ἐν κάραι

### 1370.5

κάθαιμ’ ἔχοντες τραύμαθ’, οἱ δ’ ἐν ὄμμασιν·

### 1375.1

ὄχθοις δ’ ἐπισταθέντες εὐλαβεστέρως

### 1375.2

ἐμαρνάμεσθα καὶ πέτροις ἐβάλλομεν.

### 1375.3

ἀλλ’ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι σταθέντες ἰοῖς, ὥστ’ ἀναστεῖλαι πρόσω.

### 1375.4

κἀν τῶιδε (δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν

### 1380.1

πρὸς γῆν, φόβος δ’ ἦν 〈παρθένωι〉 τέγξαι πόδα)

### 1380.2

λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,

### 1380.3

βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,

### 1380.4

ἔθηκ’ ἀδελφήν 〈τ’〉 ἐντὸς εὐσέλμου νεὼς

### 1380.5

τό τ’ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης

### 1385.1

ἄγαλμα. ναὸς 〈δ’〉 ἐκ μέσης ἐφθέγξατο

### 1385.2

βοή τις· Ὦ γῆς Ἑλλάδος ναύτης λεώς,

### 1385.3

λάβεσθε κώπης ῥόθιά τ’ ἐκλευκαίνετε·

### 1385.4

ἔχομεν γὰρ ὧνπερ οὕνεκ’ ἄξενον πόρον

### 1385.5

Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.

### 1390.1

οἱ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι

### 1390.2

ἔπαισαν ἅλμην. ναῦς δ’, ἕως μὲν ἐντὸς ἦν

### 1390.3

λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ

### 1390.4

λάβρωι κλύδωνι συμπεσοῦς’ ἠπείγετο·

### 1390.5

δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς

### 1395.1

ὠθεῖ παλίμπρυμν’ ἱστί’· οἱ δ’ ἐκαρτέρουν

### 1395.2

πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν

### 1395.3

κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ Ἀγαμέμνονος παῖς ηὔξατ’· Ὦ Λητοῦς κόρη,

### 1395.4

σῶσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ’ ἐμαῖς.

### 1395.5

φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·

### 1395.6

φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.

### 1395.7

ναῦται δ’ ἐπευφήμησαν εὐχαῖσιν κόρης

### 1395.8

παιᾶνα, γυμνὰς ἐκ 〈πέπλων〉 ἐπωμίδας

### 1405.1

κώπηι προσαρμόσαντες ἐκ κελεύσματος.

### 1405.2

μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ἤιει σκάφος·

### 1405.3

χὠ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,

### 1405.4

ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.

### 1405.5

κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ’ ἀπεστάλην,

### 1410.1

σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.

### 1410.2

ἀλλ’ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·

### 1410.3

εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,

### 1410.4

οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.

### 1410.5

πόντου δ’ ἀνάκτωρ Ἴλιόν τ’ ἐπισκοπεῖ

### 1415.1

σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,

### 1415.2

καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον

### 1415.3

σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν

### 1415.4

λαβεῖν ἀδελφήν θ’, ἣ φόνου τοῦ ’ν Αὐλίδι

### 1415.5

ἀμνημόνευτος θεὰν προδοῦς’ ἁλίσκεται.

### 1420.1

Χο. ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα

### 1420.2

θανῆι πάλιν μολοῦσα δεσποτῶν χέρας.

### 1420.3

Θο. ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,

### 1420.4

οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας

### 1420.5

παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς

### 1425.1

Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῆι θεῶι

### 1425.2

σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,

### 1425.3

οἱ δ’ ὠκυπόμπους ἕλξετ’ ἐς πόντον πλάτας,

### 1425.4

ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασιν

### 1425.5

λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας

### 1430.1

ῥίψωμεν ἢ σκόλοψι πήξωμεν δέμας;

### 1430.2

ὑμᾶς δὲ τὰς τῶνδ’ ἴστορας βουλευμάτων,

### 1430.3

γυναῖκες, αὖθις, ἡνίκ’ ἂν σχολὴν λάβω,

### 1430.4

ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην

### 1430.5

σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.

### 1435

ΑΘΗΝΑ

### 1435.1

ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ

### 1435.2

Θόας; ἄκουσον τῆσδ’ Ἀθηναίας λόγους.

### 1435.3

παῦσαι διώκων ῥεῦμά τ’ ἐξορμῶν στρατοῦ·

### 1435.4

πεπρωμένον γὰρ θεσφάτοισι Λοξίου

### 1435.5

δεῦρ’ ἦλθ’ Ὀρέστης, τόν τ’ Ἐρινύων χόλον

### 1440.1

φεύγων ἀδελφῆς τ’ Ἄργος ἐσπέμψων δέμας

### 1440.2

ἄγαλμά θ’ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,

### 1441b

τῶν νῦν παρόντων πημάτων ἀναψυχάς.

### 1442.1

πρὸς μὲν ς’ ὅδ’ ἡμῖν μῦθος· ὃν δ’ ἀποκτενεῖν

### 1442.2

δοκεῖς Ὀρέστην ποντίωι λαβὼν σάλωι,

### 1442.3

ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα

### 1445.1

πόντου τίθησι νῶτα πορθμεύειν πλάτην.

### 1445.2

μαθὼν δ’, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολὰς

### 1445.3

(κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς),

### 1445.4

χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν. ὅταν δ’ Ἀθήνας τὰς θεοδμήτους μόληις, χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις

### 1445.5

ὅροισι, γείτων δειράδος Καρυστίας,

### 1445.6

ἱερός· Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς.

### 1445.7

ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,

### 1445.8

ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,

### 1455.1

οὓς ἐξεμόχθεις περιπολῶν καθ’ Ἑλλάδα

### 1455.2

οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ

### 1455.3

τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.

### 1455.4

νόμον τε θὲς τόνδ’· ὅταν ἑορτάζηι λεώς,

### 1455.5

τῆς σῆς σφαγῆς ἄποιν’ ἐπισχέτω ξίφος

### 1460.1

δέρηι πρὸς ἀνδρὸς αἷμά τ’ ἐξανιέτω,

### 1460.2

ὁσίας ἕκατι θεά θ’ ὅπως τιμὰς ἔχηι.

### 1460.3

σε δ’ ἀμφὶ σεμνάς, Ἰφιγένεια, λείμακας

### 1460.4

Βραυρωνίας δεῖ τῆιδε κληιδουχεῖν θεᾶι·

### 1460.5

οὗ καὶ τεθάψηι κατθανοῦσα, καὶ πέπλων

### 1465.1

ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,

### 1465.2

ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς

### 1465.3

λίπως’ ἐν οἴκοις. τάσδε δ’ ἐκπέμπειν χθονὸς

### 1465.4

Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι

### 1465.5

γνώμης δικαίας οὕνεκ’. ἐξέσωσα δὲ

### 1470.1

καὶ πρίν ς’ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας

### 1470.2

κρίνας’, Ὀρέστα· καὶ νόμισμ’ ἔσται τόδε,

### 1470.3

νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβηι.

### 1470.4

ἀλλ’ ἐκκομίζου σὴν κασιγνήτην χθονός, Ἀγαμέμνονος παῖ. καὶ σὺ μὴ θυμοῦ, Θόας.

### 1475.1

Θο. ἄνασς’ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις

### 1475.2

ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.

### 1475.3

ἐγὼ δ’ Ὀρέστηι τ’, εἰ φέρων βρέτας θεᾶς

### 1475.4

βέβηκ’, ἀδελφῆι τ’ οὐχὶ θυμοῦμαι· τί γάρ;

### 1475.5

[πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;]

### 1480.1

ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι

### 1480.2

γαῖαν, καθιδρύσαιντό τ’ εὐτυχῶς βρέτας.

### 1480.3

πέμψω δὲ καὶ τάσδ’ Ἑλλάδ’ εἰς εὐδαίμονα

### 1480.4

γυναῖκας, ὥσπερ σὸν κέλευσμ’ ἐφίεται.

### 1480.5

παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις

### 1485.1

νεῶν τ’ ἐρετμά, σοὶ τάδ’ ὡς δοκεῖ, θεά.

### 1485.2

Αθ. αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.

### 1485.3

ἴτ’, ὦ πνοαί, ναυσθλοῦτε τὸν Ἀγαμέμνονος

### 1485.4

παῖδ’ εἰς Ἀθήνας· συμπορεύσομαι δ’ ἐγὼ

### 1485.5

σώιζους’ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.

### 1490.1

Χο. ἴτ’ ἐπ’ εὐτυχίαι τῆς σωιζομένης

### 1490.2

μοίρας εὐδαίμονες ὄντες.

### 1490.3

ἀλλ’, ὦ σεμνὴ παρά τ’ ἀθανάτοις

### 1490.4

καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,

### 1490.5

δράσομεν οὕτως ὡς σὺ κελεύεις.

### 1495.1

μάλα γὰρ τερπνὴν κἀνέλπιστον φήμην ἀκοαῖσι δέδεγμαι.

### 1495.2

[ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν

### 1495.3

βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα.]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-iphigenia-tauris-cbm-ac.json (sha256:d24d33f89f20a04ba41fe8934db60136a5f406b67b6c8baaebcfb70073e2674f). Cite as `eul_wid: cbm-ac`.
