---
title: Ion
title_greek: Ἴων
author: Euripides
eul_wid: cbm-bf
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/ion"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-ion-cbm-bf.json"
sha256: b5046d74f67bea7d0b058d5aac2c9c57cc95d65e17cee3fa640cee484eb18435
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Ion

*Ἴων*

**Author:** Euripides

**eul_wid:** `cbm-bf` · [HTML page](https://eulogikon.org/grc/euripides/ion) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-ion-cbm-bf.json)

## Text

### 1

ΕΡΜΗΣ

### 1.1

Ὁ χαλκέοισιν οὐρανὸν νώτοις Ἄτλας

### 1.2

θεῶν παλαιὸν οἶκον ἐκτρίβων θεῶν

### 1.3

μιᾶς ἔφυσε Μαῖαν, ἣ ’μ’ ἐγείνατο

### 1.4

Ἑρμῆν μεγίστωι Ζηνί, δαιμόνων λάτριν.

### 5.1

ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν’ ὀμφαλὸν

### 5.2

μέσον καθίζων Φοῖβος ὑμνωιδεῖ βροτοῖς

### 5.3

τά τ’ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.

### 5.4

ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,

### 5.5

τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,

### 10.1

οὗ παῖδ’ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις

### 10.2

βίαι Κρέουσαν, ἔνθα προσβόρρους πέτρας

### 10.3

Παλλάδος ὑπ’ ὄχθωι τῆς Ἀθηναίων χθονὸς

### 10.4

Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.

### 10.5

ἀγνὼς δὲ πατρί (τῶι θεῶι γὰρ ἦν φίλον)

### 15.1

γαστρὸς διήνεγκ’ ὄγκον. ὡς δ’ ἦλθεν χρόνος,

### 15.2

τεκοῦς’ ἐν οἴκοις παῖδ’ ἀπήνεγκεν βρέφος

### 15.3

ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῶι

### 15.4

Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον κοίλης ἐν ἀντίπηγος εὐτρόχωι κύκλωι,

### 20.1

προγόνων νόμον σώιζουσα τοῦ τε γηγενοῦς

### 20.2

Ἐριχθονίου. κείνωι γὰρ ἡ Διὸς κόρη

### 20.3

φρουρὼ παραζεύξασα φύλακε σώματος

### 20.4

δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσιν

### 20.5

δίδωσι σώιζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ

### 25.1

νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις

### 25.2

τρέφειν τέκν’. ἀλλ’ ἣν εἶχε παρθένος χλιδὴν

### 25.3

τέκνωι προσάψας’ ἔλιπεν ὡς θανουμένωι.

### 25.4

κἄμ’ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·

### 25.5

Ὦ σύγγον’, ἐλθὼν λαὸν εἰς αὐτόχθονα

### 30.1

κλεινῶν Ἀθηνῶν (οἶσθα γὰρ θεᾶς πόλιν)

### 30.2

λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας

### 30.3

αὐτῶι σὺν ἄγγει σπαργάνοισί θ’ οἷς ἔχει

### 30.4

ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια

### 30.5

καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.

### 35.1

τὰ δ’ ἄλλ’ (ἐμὸς γάρ ἐστιν, ὡς εἰδῆις, ὁ παῖς)

### 35.2

ἡμῖν μελήσει. Λοξίαι δ’ ἐγὼ χάριν

### 35.3

πράσσων ἀδελφῶι πλεκτὸν ἐξάρας κύτος

### 35.4

ἤνεγκα καὶ τὸν παῖδα κρηπίδων ἔπι

### 35.5

τίθημι ναοῦ τοῦδ’, ἀναπτύξας κύτος

### 40.1

ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῶιθ’ ὁ παῖς.

### 40.2

κυρεῖ δ’ ἅμ’ ἱππεύοντος ἡλίου κύκλωι

### 40.3

προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·

### 40.4

ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίωι

### 40.5

ἐθαύμας’ εἴ τις Δελφίδων τλαίη κόρη

### 45.1

λαθραῖον ὠδῖν’ ἐς θεοῦ ῥῖψαι δόμον, ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·

### 45.2

οἴκτωι δ’ ἀφῆκεν ὠμότητα, καὶ θεὸς

### 45.3

συνεργὸς ἦν τῶι παιδὶ μὴ ’κπεσεῖν δόμων·

### 45.4

τρέφει δέ νιν λαβοῦσα, τὸν σπείραντα δὲ οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ’ ἧς ἔφυ,

### 45.5

ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.

### 45.6

νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς

### 45.7

ἠλᾶτ’ ἀθύρων· ὡς δ’ ἀπηνδρώθη δέμας,

### 45.8

Δελφοί σφ’ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ

### 55.1

ταμίαν τε πάντων πιστόν, ἐν δ’ ἀνακτόροις

### 55.2

θεοῦ καταζῆι δεῦρ’ ἀεὶ σεμνὸν βίον.

### 55.3

Κρέουσα δ’ ἡ τεκοῦσα τὸν νεανίαν

### 55.4

Ξούθωι γαμεῖται συμφορᾶς τοιᾶσδ’ ὕπο·

### 55.5

ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,

### 60.1

οἳ γῆν ἔχους’ Εὐβοῖδα, πολέμιος κλύδων·

### 60.2

ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ

### 60.3

γάμων Κρεούσης ἀξίωμ’ ἐδέξατο,

### 60.4

οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς

### 60.5

γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη

### 65.1

ἄτεκνός ἐστι καὶ Κρέους’· ὧν οὕνεκα

### 65.2

ἥκουσι πρὸς μαντεῖ’ Ἀπόλλωνος τάδε

### 65.3

ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην

### 65.4

ἐς τοῦτ’ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ·

### 65.5

δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε

### 70.1

Ξούθωι τὸν αὑτοῦ παῖδα καὶ πεφυκέναι

### 70.2

κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους

### 70.3

γνωσθῆι Κρεούσηι καὶ γάμοι τε Λοξίου

### 70.4

κρυπτοὶ γένωνται παῖς τ’ ἔχηι τὰ πρόσφορα. Ἴωνα δ’ αὐτόν, κτίστορ’ Ἀσιάδος χθονός,

### 75.1

ὄνομα κεκλῆσθαι θήσεται καθ’ Ἑλλάδα.

### 75.2

ἀλλ’ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,

### 75.3

τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.

### 75.4

ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον

### 75.5

τόνδ’, ὡς πρὸ ναοῦ λαμπρὰ θῆι πυλώματα

### 80.1

δάφνης κλάδοισιν. ὄνομα δ’, οὗ μέλλει τυχεῖν,

### 80.2

Ἴων’ ἐγώ 〈νιν〉 πρῶτος ὀνομάζω θεῶν.

### 80.3

ΙΩΝ

### 82.1

ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων·

### 82.2

Ἥλιος ἤδη λάμπει κατὰ γῆν,

### 82.3

ἄστρα δὲ φεύγει πυρὶ τῶιδ’ αἰθέρος

### 85.1

ἐς νύχθ’ ἱεράν·

### 85.2

Παρνασιάδες δ’ ἄβατοι κορυφαὶ

### 85.3

καταλαμπόμεναι τὴν ἡμερίαν

### 85.4

ἁψῖδα βροτοῖσι δέχονται.

### 85.5

σμύρνης δ’ ἀνύδρου καπνὸς εἰς ὀρόφους

### 90.1

Φοίβου πέτεται.

### 90.2

θάσσει δὲ γυνὴ τρίποδα ζάθεον

### 90.3

Δελφίς, ἀείδους’ Ἕλλησι βοάς,

### 90.4

ἃς ἂν Ἀπόλλων κελαδήσηι.

### 90.5

ἀλλ’, ὦ Φοίβου Δελφοὶ θέραπες,

### 95.1

τὰς Κασταλίας ἀργυροειδεῖς

### 95.2

βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις

### 95.3

ἀφυδρανάμενοι στείχετε ναούς·

### 95.4

στόμα τ’ εὔφημοι φρουρεῖτ’ ἀγαθόν, φήμας ἀγαθὰς τοῖς ἐθέλουσιν μαντεύεσθαι

### 95.5

γλώσσης ἰδίας ἀποφαίνειν.

### 95.6

ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς

### 95.7

μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης

### 95.8

στέφεσίν θ’ ἱεροῖς ἐσόδους Φοίβου

### 105.1

καθαρὰς θήσομεν ὑγραῖς τε πέδον

### 105.2

ῥανίσιν νοτερόν· πτηνῶν τ’ ἀγέλας,

### 105.3

αἳ βλάπτουσιν σέμν’ ἀναθήματα,

### 105.4

τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·

### 105.5

ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς

### 110.1

τοὺς θρέψαντας

### 110.2

Φοίβου ναοὺς θεραπεύω.

### 110.3

ἄγ’, ὦ νεηθαλὲς ὦ

### 110.4

καλλίστας προπόλευμα δάφ‐

### 110.5

νας, ἃ τὰν Φοίβου θυμέλαν

### 115.1

σαίρεις ὑπὸ ναοῖς,

### 115.2

κάπων ἐξ ἀθανάτων,

### 115.3

ἵνα δρόσοι τέγγους’ ἱεραί,

### 115.4

†τὰν† ἀέναον

### 115.5

παγὰν ἐκπροϊεῖσαι,

### 120.1

μυρσίνας ἱερὰν φόβαν·

### 120.2

ἇι σαίρω δάπεδον θεοῦ

### 120.3

παναμέριος ἅμ’ ἁλίου πτέρυγι θοᾶι

### 124

λατρεύων τὸ κατ’ ἦμαρ.

### 125.1

ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων

### 125.2

εἴης, ὦ Λατοῦς παῖ.

### 125.3

καλόν γε τὸν πόνον, ὦ

### 125.4

Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ‐

### 130.1

ω, τιμῶν μαντεῖον ἕδραν·

### 130.2

κλεινὸς δ’ ὁ πόνος μοι

### 130.3

θεοῖσιν δούλαν χέρ’ ἔχειν,

### 130.4

οὐ θνατοῖς ἀλλ’ ἀθανάτοις·

### 130.5

εὐφάμους δὲ πόνους

### 135.1

μοχθεῖν οὐκ ἀποκάμνω.

### 135.2

Φοῖβός μοι γενέτωρ πατήρ·

### 135.3

τὸν βόσκοντα γὰρ εὐλογῶ,

### 139

τὸν δ’ ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω

### 140.1

Φοῖβον τὸν κατὰ ναόν.

### 140.2

ὦ Παιὰν ὦ Παιάν,

### 140.3

εὐαίων εὐαίων

### 140.4

εἴης, ὦ Λατοῦς παῖ.

### 140.5

ἀλλ’ ἐκπαύσω γὰρ μόχθους

### 145.1

δάφνας ὁλκοῖς,

### 145.2

χρυσέων δ’ ἐκ τευχέων ῥίψω

### 145.3

γαίας παγάν,

### 145.4

ἃν ἀποχεύονται

### 145.5

Κασταλίας δῖναι, νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπ’ εὐνᾶς ὤν.

### 145.6

εἴθ’ οὕτως αἰεὶ Φοίβωι

### 145.7

λατρεύων μὴ παυσαίμαν, ἢ παυσαίμαν ἀγαθᾶι μοίραι.

### 145.8

ἔα ἔα·

### 154

φοιτῶς’ ἤδη λείπουσίν τε

### 155.1

πτανοὶ Παρνασοῦ κοίτας.

### 155.2

αὐδῶ μὴ χρίμπτειν θριγκοῖς

### 155.3

μηδ’ ἐς χρυσήρεις οἴκους.

### 155.4

μάρψω ς’ αὖ τόξοις, ὦ Ζηνὸς

### 155.5

κῆρυξ, ὀρνίθων γαμφηλαῖς

### 160.1

ἰσχὺν νικῶν.

### 160.2

ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει

### 160.3

κύκνος· οὐκ ἄλλαι φοινικοφαῆ

### 160.4

πόδα κινήσεις;

### 160.5

οὐδέν ς’ ἁ φόρμιγξ ἁ Φοίβου

### 165.1

σύμμολπος τόξων ῥύσαιτ’ ἄν.

### 165.2

πάραγε πτέρυγας·

### 165.3

λίμνας ἐπίβα τᾶς Δηλιάδος·

### 165.4

αἰάξεις, εἰ μὴ πείσηι,

### 165.5

τὰς καλλιφθόγγους ὠιδάς.

### 170

ἔα ἔα·

### 170.1

τίς ὅδ’ ὀρνίθων καινὸς προσέβα;

### 170.2

μῶν ὑπὸ θριγκοὺς εὐναίας

### 170.3

καρφυρὰς θήσων τέκνοις;

### 170.4

ψαλμοί ς’ εἴρξουσιν τόξων.

### 170.5

οὐ πείσηι; χωρῶν δίνας

### 175.1

τὰς Ἀλφειοῦ παιδούργει ἢ νάπος Ἴσθμιον,

### 175.2

ὡς ἀναθήματα μὴ βλάπτηται

### 175.3

ναοί θ’ οἱ Φοίβου 〈 〉

### 175.4

κτείνειν δ’ ὑμᾶς αἰδοῦμαι

### 180.1

τοὺς θεῶν ἀγγέλλοντας φήμας

### 180.2

θνατοῖς· οἷς δ’ ἔγκειμαι μόχθοις

### 180.3

Φοίβωι δουλεύσω κοὐ λήξω

### 180.4

τοὺς βόσκοντας θεραπεύων.

### 180.5

ΧΟΡΟΣ

### 184

〈—〉 οὐκ ἐν ταῖς ζαθέαις Ἀθά‐

### 185.1

ναις εὐκίονες ἦσαν αὐ‐

### 185.2

λαὶ θεῶν μόνον οὐδ’ ἀγυι‐

### 185.3

άτιδες θεραπεῖαι·

### 187.1

ἀλλὰ καὶ παρὰ Λοξίαι

### 187.2

τῶι Λατοῦς διδύμων προσώ‐

### 187.3

πων καλλιβλέφαρον φῶς.

### 190.1

— ἰδού, τᾶιδ’ ἄθρησον·

### 190.2

Λερναῖον ὕδραν ἐναίρει

### 190.3

χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·

### 190.4

φίλα, πρόσιδ’ ὄσσοις. — ὁρῶ. καὶ πέλας ἄλλος αὐ‐

### 195.1

τοῦ πανὸν πυρίφλεκτον αἴ‐

### 195.2

ρει τις· ἆρ’ ὃς ἐμαῖσι μυ‐

### 195.3

θεύεται παρὰ πήναις,

### 195.4

ἀσπιστὰς Ἰόλαος, ὃς

### 195.5

κοινοὺς αἰρόμενος πόνους Δίωι παιδὶ συναντλεῖ;

### 195.6

〈—〉 καὶ μὰν τόνδ’ ἄθρησον

### 195.7

πτεροῦντος ἔφεδρον ἵππου·

### 195.8

τὰν πῦρ πνέουσαν ἐναίρει

### 195.9

τρισώματον ἀλκάν.

### 205.1

— πάνται τοι βλέφαρον διώ‐

### 205.2

κω. σκέψαι κλόνον ἐν τείχεσ‐

### 205.3

σι λαΐνοισι Γιγάντων.

### 205.4

— †ὧδε δερκόμεσθ’, ὦ φίλαι.†

### 205.5

— λεύσσεις οὖν ἐπ’ Ἐγκελάδωι

### 210.1

γοργωπὸν πάλλουσαν ἴτυν ...;

### 210.2

— λεύσσω Παλλάδ’, ἐμὰν θεόν.

### 210.3

— τί γάρ; κεραυνὸν ἀμφίπυρον

### 212.1

ὄβριμον ἐν Διὸς

### 212.2

ἑκηβόλοισι χερσίν;

### 212.3

〈—〉 ὁρῶ· τὸν δάιον

### 215.1

Μίμαντα πυρὶ καταιθαλοῖ.

### 215.2

〈—〉 καὶ Βρόμιος ἄλλον ἀπολέμοι‐ σι κισσίνοισι βάκτροις

### 215.3

ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.

### 215.4

〈—〉 σέ τοι, τὸν παρὰ ναὸν αὐ‐

### 220.1

δῶ· θέμις γυάλων ὑπερ‐

### 220.2

βῆναι λευκῶι ποδί γ’ 〈οὐδόν〉;

### 221.1

〈Ιων〉 οὐ θέμις, ὦ ξέναι.

### 221.2

— †οὐδ’ ἂν ἐκ σέθεν ἂν πυθοίμαν αὐδάν;†

### 221.3

Ιων τίνα τήνδε θέλεις;

### 223

— ἆρ’ ὄντως μέσον ὀμφαλὸν

### 223.1

γᾶς Φοίβου κατέχει δόμος;

### 223.2

Ιων στέμμασί γ’ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.

### 225.1

— οὕτω καὶ φάτις αὐδᾶι.

### 225.2

Ιων εἰ μὲν ἐθύσατε πελανὸν πρὸ δόμων

### 225.3

καί τι πυθέσθαι χρήιζετε Φοίβου,

### 225.4

πάριτ’ ἐς θυμέλας· ἐπὶ δ’ ἀσφάκτοις

### 225.5

μήλοισι δόμων μὴ πάριτ’ ἐς μυχόν.

### 230

— ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον

### 230.1

οὐ παραβαίνομεν,

### 230.2

ἃ δ’ ἐκτὸς ὄμμα τέρψει.

### 230.3

Ιων πάντα θεᾶσθ’, ὅτι καὶ θέμις, ὄμμασι.

### 230.4

— μεθεῖσαν δεσπόται

### 230.5

με θεοῦ γύαλα τάδ’ εἰσιδεῖν.

### 234

Ιων δμωαὶ δὲ τίνων κλήιζεσθε δόμων;

### 235.1

— Παλλάδι σύνοικα τρόφιμα μέλα‐

### 235.2

θρα τῶν ἐμῶν τυράννων·

### 236

παρούσας δ’ ἀμφὶ τᾶσδ’ ἐρωτᾶις.

### post 236

Ιων 〈〉

### 237.1

γενναιότης σοι καὶ τρόπων τεκμήριον

### 237.2

τὸ σχῆμ’ ἔχεις τόδ’, ἥτις εἶ ποτ’, ὦ γύναι.

### 237.3

γνοίη δ’ ἂν ὡς τὰ πολλά γ’ ἀνθρώπου πέρι

### 240.1

τὸ σχῆμ’ ἰδών τις εἰ πέφυκεν εὐγενής.

### 240.2

ἔα·

### 241.1

ἀλλ’ ἐξέπληξάς μ’, ὄμμα συγκλήισασα σὸν

### 241.2

δακρύοις θ’ ὑγράνας’ εὐγενῆ παρηίδα,

### 241.3

ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.

### 241.4

τί ποτε μερίμνης ἐς τόδ’ ἦλθες, ὦ γύναι;

### 245.1

οὗ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ

### 245.2

χαίρουσιν, ἐνταῦθ’ ὄμμα σὸν δακρυρροεῖ;

### 245.3

ΚΡΕΟΥΣΑ

### 247.1

ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει

### 247.2

ἐς θαύματ’ ἐλθεῖν δακρύων ἐμῶν πέρι·

### 247.3

ἐγὼ δ’ ἰδοῦσα τούσδ’ Ἀπόλλωνος δόμους μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·

### 247.4

ἐκεῖσε τὸν νοῦν ἔσχον ἐνθάδ’ οὖσά περ.

### 247.5

ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα

### 247.6

θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν.

### 247.7

εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;

### 255.1

Ιων τί χρῆμ’ ἀνερμήνευτα δυσθυμῆι, γύναι;

### 255.2

Κρ. οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῶιδε δὲ

### 255.3

ἐγώ τε σιγῶ καὶ σὺ μὴ φρόντιζ’ ἔτι.

### 255.4

Ιων τίς δ’ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας

### 255.5

πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;

### 260.1

Κρ. Κρέουσα μέν μοι τοὔνομ’, ἐκ δ’ Ἐρεχθέως

### 260.2

πέφυκα, πατρὶς γῆ δ’ Ἀθηναίων πόλις.

### 260.3

Ιων ὦ κλεινὸν οἰκοῦς’ ἄστυ γενναίων τ’ ἄπο

### 260.4

τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.

### 260.5

Κρ. τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξέν’, οὐ πέρα.

### 265.1

Ιων πρὸς θεῶν, ἀληθῶς, ὡς μεμύθευται βροτοῖς

### 265.2

Κρ. τί χρῆμ’ ἐρωτᾶις, ὦ ξέν’, ἐκμαθεῖν θέλων;

### 265.3

Ιων. ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;

### 265.4

Κρ. Ἐριχθόνιός γε· τὸ δὲ γένος μ’ οὐκ ὠφελεῖ.

### 265.5

Ιων ἦ καί σφ’ Ἀθάνα γῆθεν ἐξανείλετο;

### 270.1

Κρ. ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.

### 270.2

Ιων δίδωσι δ’, ὥσπερ ἐν γραφῆι νομίζεται

### 270.3

Κρ. Κέκροπός γε σώιζειν παισὶν οὐχ ὁρώμενον.

### 270.4

Ιων ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.

### 270.5

Κρ. τοιγὰρ θανοῦσαι σκόπελον ἥιμαξαν πέτρας.

### 275

Ιων εἶἑν·

### 275.1

τί δαὶ τόδ’; ἆρ’ ἀληθὲς ἢ μάτην λόγος;

### 275.2

Κρ. τί χρῆμ’ ἐρωτᾶις; καὶ γὰρ οὐ κάμνω σχολῆι.

### 275.3

Ιων πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;

### 275.4

Κρ. ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.

### 275.5

Ιων σὺ δ’ ἐξεσώθης πῶς κασιγνήτων μόνη;

### 280.1

Κρ. βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.

### 280.2

Ιων πατέρα δ’ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;

### 280.3

Κρ. πληγαὶ τριαίνης ποντίου σφ’ ἀπώλεσαν.

### 280.4

Ιων Μακραὶ δὲ χῶρός ἐστ’ ἐκεῖ κεκλημένος; Κρ. τί δ’ ἱστορεῖς τόδ’; ὥς μ’ ἀνέμνησάς τινος.

### 285.1

Ιων τιμᾶι σφε †Πύθιος† ἀστραπαί τε Πύθιαι.

### 285.2

Κρ. †τιμᾶ τιμᾶ†· ὡς μήποτ’ ὤφελόν σφ’ ἰδεῖν.

### 285.3

Ιων τί δέ; στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;

### 285.4

Κρ. οὐδέν· ξύνοιδ’ ἄντροισιν αἰσχύνην τινά.

### 285.5

Ιων πόσις δὲ τίς ς’ ἔγημ’ Ἀθηναίων, γύναι;

### 290.1

Κρ. οὐκ ἀστὸς ἀλλ’ ἐπακτὸς ἐξ ἄλλης χθονός.

### 290.2

Ιων τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.

### 290.3

Κρ. Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ’ ἄπο.

### 290.4

Ιων καὶ πῶς ξένος ς’ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;

### 290.5

Κρ. Εὔβοι’ Ἀθήναις ἔστι τις γείτων πόλις.

### 295.1

Ιων ὅροις ὑγροῖσιν, ὡς λέγους’, ὡρισμένη.

### 295.2

Κρ. ταύτην ἔπερσε Κεκροπίδαις κοινῶι δορί.

### 295.3

Ιων ἐπίκουρος ἐλθών; κἆιτα σὸν γαμεῖ λέχος;

### 295.4

Κρ. φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.

### 295.5

Ιων σὺν ἀνδρὶ δ’ ἥκεις ἢ μόνη χρηστήρια; Κρ. σὺν ἀνδρί· σηκοῖς δ’ ὑστερεῖ Τροφωνίου.

### 295.6

Ιων πότερα θεατὴς ἢ χάριν μαντευμάτων;

### 295.7

Κρ. κείνου τε Φοίβου θ’ ἓν θέλων μαθεῖν ἔπος.

### 295.8

Ιων καρποῦ δ’ ὕπερ γῆς ἥκετ’ ἢ παίδων πέρι;

### 295.9

Κρ. ἄπαιδές ἐσμεν, χρόνι’ ἔχοντ’ εὐνήματα.

### 305.1

Ιων οὐδ’ ἔτεκες οὐδὲν πώποτ’ ἀλλ’ ἄτεκνος εἶ; Κρ. ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.

### 305.2

Ιων ὦ τλῆμον, ὡς τἄλλ’ εὐτυχοῦς’ οὐκ εὐτυχεῖς.

### 305.3

Κρ. σὺ δ’ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.

### 305.4

Ιων τοῦ θεοῦ καλοῦμαι δοῦλος, εἰμί τ’, ὦ γύναι.

### 310.1

Κρ. ἀνάθημα πόλεως ἤ τινος πραθεὶς ὕπο;

### 310.2

Ιων οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.

### 310.3

Κρ. ἡμεῖς ς’ ἄρ’ αὖθις, ὦ ξέν’, ἀντοικτίρομεν.

### 310.4

Ιων ὡς μὴ εἰδόθ’ ἥτις μ’ ἔτεκεν ἐξ ὅτου τ’ ἔφυν.

### 310.5

Κρ. ναοῖσι δ’ οἰκεῖς τοισίδ’ ἢ κατὰ στέγας;

### 315.1

Ιων ἅπαν θεοῦ μοι δῶμ’, ἵν’ ἂν λάβηι μ’ ὕπνος.

### 315.2

Κρ. παῖς δ’ ὢν ἀφίκου ναὸν ἢ νεανίας;

### 315.3

Ιων βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.

### 315.4

Κρ. καὶ τίς γάλακτί ς’ ἐξέθρεψε Δελφίδων;

### 315.5

Ιων οὐπώποτ’ ἔγνων μαστόν· ἣ δ’ ἔθρεψέ με

### 320.1

Κρ. τίς, ὦ ταλαίπωρ’; ὡς νοσοῦς’ ηὗρον νόσους.

### 320.2

Ιων Φοίβου προφῆτιν μητέρ’ ὣς νομίζομεν.

### 320.3

Κρ. ἐς δ’ ἄνδρ’ ἀφίκου τίνα τροφὴν κεκτημένος;

### 320.4

Ιων βωμοί μ’ ἔφερβον οὑπιών τ’ ἀεὶ ξένος.

### 326.1

Κρ. ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.

### 326.2

Ιων τοῖς τοῦ θεοῦ κοσμούμεθ’ ὧι δουλεύομεν.

### 326.3

Κρ. οὐδ’ ἦιξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;

### 326.4

Ιων ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.

### 324

Κρ. τάλαινά ς’ ἡ τεκοῦς’ ἄρ’, ἥτις ἦν ποτε.

### 325

Ιων ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.

### 330

Κρ. φεῦ·

### 330.1

πέπονθέ τις σῆι μητρὶ ταὔτ’ ἄλλη γυνή. Ιων τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.

### 330.2

Κρ. ἧς οὕνεκ’ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.

### 330.3

Ιων ποῖόν τι χρήιζους’; ὡς ὑπουργήσω, γύναι.

### 330.4

Κρ. μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.

### 335.1

Ιων λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.

### 335.2

Κρ. ἄκουε δὴ τὸν μῦθον· ἀλλ’ αἰδούμεθα.

### 335.3

Ιων οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.

### 335.4

Κρ. Φοίβωι μιγῆναί φησί τις φίλων ἐμῶν.

### 335.5

Ιων Φοίβωι γυνὴ γεγῶσα; μὴ λέγ’, ὦ ξένη.

### 340.1

Κρ. καὶ παῖδά γ’ ἔτεκε τῶι θεῶι λάθραι πατρός.

### 340.2

Ιων οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.

### 340.3

Κρ. οὔ φησιν αὐτή· καὶ πέπονθεν ἄθλια.

### 340.4

Ιων τί χρῆμα δράσας’, εἰ θεῶι συνεζύγη;

### 340.5

Κρ. τὸν παῖδ’ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.

### 345.1

Ιων ὁ δ’ ἐκτεθεὶς παῖς ποῦ ’στιν; εἰσορᾶι φάος;

### 345.2

Κρ. οὐκ οἶδεν οὐδείς· ταῦτα καὶ μαντεύομαι.

### 345.3

Ιων εἰ δ’ οὐκέτ’ ἔστι, τίνι τρόπωι διεφθάρη;

### 345.4

Κρ. θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.

### 345.5

Ιων ποίωι τόδ’ ἔγνω χρωμένη τεκμηρίωι; Κρ. ἐλθοῦς’ ἵν’ αὐτὸν ἐξέθηκ’ οὐχ ηὗρ’ ἔτι.

### 345.6

Ιων ἦν δὲ σταλαγμὸς ἐν στίβωι τις αἵματος;

### 345.7

Κρ. οὔ φησι· καίτοι πόλλ’ ἐπεστράφη πέδον.

### 345.8

Ιων χρόνος δὲ τίς τῶι παιδὶ διαπεπραγμένωι;

### 345.9

Κρ. σοὶ ταὐτὸν ἥβης, εἴπερ ἦν, εἶχ’ ἂν μέτρον.

### 357.1

Ιων τί δ’ εἰ λάθραι νιν Φοῖβος ἐκτρέφει λαβών;

### 357.2

Κρ. τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾶι μόνος.

### 355.1

Ιων ἀδικεῖ νυν ὁ θεός, ἡ τεκοῦσα δ’ ἀθλία.

### 355.2

Κρ. οὔκουν ἔτ’ ἄλλον 〈γ’〉 ὕστερον τίκτει γόνον.

### 359

Ιων οἴμοι· προσωιδὸς ἡ τύχη τὠμῶι πάθει.

### 360.1

Κρ. καὶ ς’, ὦ ξέν’, οἶμαι μητέρ’ ἀθλίαν ποθεῖν.

### 360.2

Ιων ἆ μή μ’ ἐπ’ οἶκτον ἔξαγ’ οὗ ’λελήσμεθα.

### 360.3

Κρ. σιγῶ· πέραινε δ’ ὧν ς’ ἀνιστορῶ πέρι.

### 360.4

Ιων οἶσθ’ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;

### 360.5

Κρ. τί δ’ οὐκ ἐκείνηι τῆι ταλαιπώρωι νοσεῖ;

### 365.1

Ιων πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;

### 365.2

Κρ. εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.

### 365.3

Ιων αἰσχύνεται τὸ πρᾶγμα· μὴ ’ξέλεγχέ νιν.

### 365.4

Κρ. ἀλγύνεται δέ γ’ ἡ παθοῦσα τῆι τύχηι.

### 365.5

Ιων οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.

### 370.1

ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς

### 370.2

Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι

### 370.3

δράσειεν ἄν τι πῆμ’. ἀπαλλάσσου, γύναι·

### 370.4

τῶι γὰρ θεῶι τἀναντί’ οὐ μαντευτέον.

### 370.5

[ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,

### 375.1

εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν

### 375.2

φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις

### 375.3

σφαγαῖσι μήλων ἢ δι’ οἰωνῶν πτεροῖς.]

### 375.4

ἃν γὰρ βίαι σπεύδωμεν ἀκόντων θεῶν,

### 375.5

ἀνόνητα κεκτήμεσθα τἀγάθ’, ὦ γύναι·

### 380.1

ἃ δ’ ἂν διδῶς’ ἑκόντες, ὠφελούμεθα.

### 380.2

Χο. πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν, μορφαὶ δὲ διαφέρουσιν· ἕνα δ’ ἂν εὐτυχῆ

### 380.3

μόλις ποτ’ ἐξεύροι τις ἀνθρώπων βίον.

### 380.4

Κρ. ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ’ οὐ δίκαιος εἶ

### 385.1

ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·

### 385.2

ὅς γ’ οὔτ’ ἔσωσας τὸν σὸν ὃν σῶσαί ς’ ἐχρῆν

### 385.3

οὔθ’ ἱστορούσηι μητρὶ μάντις ὢν ἐρεῖς,

### 385.4

ὡς, εἰ μὲν οὐκέτ’ ἔστιν, ὀγκωθῆι τάφωι,

### 385.5

εἰ δ’ ἔστιν, ἔλθηι μητρὸς εἰς ὄψιν ποτέ.

### 390.1

†ἀλλ’ ἐᾶν χρὴ τάδ’†, εἰ πρὸς τοῦ θεοῦ

### 390.2

κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.

### 390.3

ἀλλ’, ὦ ξέν’, εἰσορῶ γὰρ εὐγενῆ πόσιν

### 390.4

Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου

### 390.5

λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους

### 395.1

σίγα πρὸς ἄνδρα, μή τιν’ αἰσχύνην λάβω

### 395.2

διακονοῦσα κρυπτά, καὶ προβῆι λόγος

### 395.3

οὐχ ἧιπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.

### 395.4

τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,

### 395.5

κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι μισούμεθ’· οὕτω δυστυχεῖς πεφύκαμεν.

### 395.6

ΞΟΥΘΟΣ

### 401.1

πρῶτον μὲν 〈ὁ〉 θεὸς τῶν ἐμῶν προσφθεγμάτων

### 401.2

λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ’, ὦ γύναι.

### 401.3

μῶν χρόνιος ἐλθών ς’ ἐξέπληξ’ ὀρρωδίαι;

### 401.4

Κρ. οὐδέν γ’· ἀφίγμην δ’ ἐς μέριμναν. ἀλλά μοι

### 405.1

λέξον, τί θέσπισμ’ ἐκ Τροφωνίου φέρεις,

### 405.2

παίδων ὅπως νῶιν σπέρμα συγκραθήσεται; Ξο. οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν

### 405.3

μαντεύμαθ’· ἓν δ’ οὖν εἶπεν· οὐκ ἄπαιδά με

### 405.4

πρὸς οἶκον ἥξειν οὐδὲ ς’ ἐκ χρηστηρίων.

### 410.1

Κρ. ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως

### 410.2

ἔλθοιμεν, ἅ τε νῶιν συμβόλαια πρόσθεν ἦν

### 410.3

ἐς παῖδα τὸν σὸν μεταπέσοι βελτίονα.

### 410.4

Ξο. ἔσται τάδ’· ἀλλὰ τίς προφητεύει θεοῦ;

### 410.5

Ιων ἡμεῖς τά γ’ ἔξω, τῶν ἔσω δ’ ἄλλοις μέλει,

### 415.1

οἳ πλησίον θάσσουσι τρίποδος, 〈ὦ〉 ξένε,

### 415.2

Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.

### 415.3

Ξο. καλῶς· ἔχω δὴ πάνθ’ ὅσων ἐχρήιζομεν.

### 415.4

στείχοιμ’ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,

### 415.5

χρηστήριον πέπτωκε τοῖς ἐπήλυσιν

### 420.1

κοινὸν πρὸ ναοῦ· βούλομαι δ’ ἐν ἡμέραι

### 420.2

τῆιδ’ (αἰσία γάρ) θεοῦ λαβεῖν μαντεύματα.

### 420.3

σὺ δ’ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους

### 420.4

λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς

### 420.5

χρησμούς μ’ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.

### 425.1

Κρ. ἔσται τάδ’, ἔσται. Λοξίας δ’, ἐὰν θέληι

### 425.2

νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,

### 425.3

ἅπας μὲν οὐ γένοιτ’ ἂν εἰς ἡμᾶς φίλος,

### 425.4

ὅσον δὲ χρήιζει (θεὸς γάρ ἐστι) δέξομαι.

### 425.5

Ιων τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν

### 430.1

κρυπτοῖσιν αἰεὶ λοιδοροῦς’ αἰνίσσεται;

### 430.2

ἤτοι φιλοῦσά γ’ ἧς ὕπερ μαντεύεται,

### 430.3

ἢ καί τι σιγῶς’ ὧν σιωπᾶσθαι χρεών;

### 430.4

ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι μέλει; προσήκει γ’ οὐδέν. ἀλλὰ χρυσέαις

### 435.1

πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια

### 435.2

δρόσον καθήσω. νουθετητέος δέ μοι

### 435.3

Φοῖβος, τί πάσχει· παρθένους βίαι γαμῶν

### 435.4

προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθραι

### 435.5

θνήισκοντας ἀμελεῖ; μὴ σύ γ’· ἀλλ’, ἐπεὶ κρατεῖς,

### 440.1

ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν

### 440.2

κακὸς πεφύκηι, ζημιοῦσιν οἱ θεοί.

### 440.3

πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς

### 440.4

γράψαντας αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;

### 440.5

εἰ δ’ (οὐ γὰρ ἔσται, τῶι λόγωι δὲ χρήσομαι)

### 445.1

δίκας βιαίων δώσετ’ ἀνθρώποις γάμων

### 445.2

σὺ καὶ Ποσειδῶν Ζεύς θ’ ὃς οὐρανοῦ κρατεῖ,

### 445.3

ναοὺς τίνοντες ἀδικίας κενώσετε.

### 445.4

τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πέρα

### 445.5

σπεύδοντες ἀδικεῖτ’. οὐκέτ’ ἀνθρώπους κακοὺς λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ

### 445.6

μιμούμεθ’, ἀλλὰ τοὺς διδάσκοντας τάδε.

### 445.7

Χο. σὲ τὰν ὠδίνων λοχιᾶν

### 445.8

ἀνειλείθυιαν, ἐμὰν

### 445.9

Ἀθάναν, ἱκετεύω,

### 455.1

Προμηθεῖ Τιτᾶνι λοχευ‐ θεῖσαν κατ’ ἀκροτάτας

### 455.2

κορυφᾶς Διός, ὦ †μάκαιρα† Νίκα,

### 455.3

μόλε Πύθιον οἶκον,

### 455.4

Ὀλύμπου χρυσέων θαλάμων

### 460.1

πταμένα πρὸς ἀγυιάς,

### 460.2

Φοιβήιος ἔνθα γᾶς

### 460.3

μεσόμφαλος ἑστία

### 460.4

παρὰ χορευομένωι τρίποδι

### 460.5

μαντεύματα κραίνει,

### 465.1

σὺ καὶ παῖς ἁ Λατογενής,

### 465.2

δύο θεαὶ δύο παρθένοι,

### 465.3

κασίγνηται †σεμναὶ Φοίβου†.

### 465.4

ἱκετεύσατε δ’, ὦ κόραι,

### 465.5

τὸ παλαιὸν Ἐρεχθέως

### 470.1

γένος εὐτεκνίας χρονίου καθαροῖς

### 470.2

μαντεύμασι κῦρσαι.

### 470.3

ὑπερβαλλούσας γὰρ ἔχει

### 470.4

θνατοῖς εὐδαιμονίας

### 470.5

ἀκίνητον ἀφορμάν,

### 475.1

τέκνων οἷς ἂν καρποφόροι

### 475.2

λάμπωσιν ἐν θαλάμοις

### 475.3

πατρίοισι νεάνιδες ἧβαι,

### 475.4

διαδέκτορα πλοῦτον

### 475.5

ὡς ἕξοντες ἐκ πατέρων

### 480.1

ἑτέροις ἐπὶ τέκνοις.

### 480.2

ἄλκαρ τε γὰρ ἐν κακοῖς

### 480.3

σύν τ’ εὐτυχίαις φίλον

### 480.4

δορί τε γᾶι πατρίαι φέρει

### 480.5

σωτήριον ἀλκάν.

### 485.1

ἐμοὶ μὲν πλούτου τε πάρος

### 485.2

βασιλικῶν τ’ εἶεν θαλάμων

### 485.3

†τροφαὶ κήδειοι κεδνῶν γε τέκνων†.

### 485.4

τὸν ἄπαιδα δ’ ἀποστυγῶ

### 485.5

βίον, ὧι τε δοκεῖ ψέγω·

### 490.1

μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς

### 490.2

εὔπαιδος ἐχοίμαν.

### 490.3

ὦ Πανὸς θακήματα καὶ

### 490.4

παραυλίζουσα πέτρα

### 490.5

μυχώδεσι Μακραῖς,

### 495.1

ἵνα χοροὺς στείβουσι ποδοῖν

### 495.2

Ἀγλαύρου κόραι τρίγονοι

### 495.3

στάδια χλοερὰ πρὸ Παλλάδος

### 495.4

ναῶν συρίγγων

### 495.5

ὑπ’ αἰόλας ἰαχᾶς †ὕμνων† ὅτ’ ἀναλίοις

### 495.6

συρίζεις, ὦ Πάν,

### 495.7

τοῖσι σοῖς ἐν ἄντροις,

### 495.8

ἵνα τεκοῦσά τις

### 503

παρθένος μελέα βρέφος Φοίβωι πτανοῖς ἐξόρισεν

### 505.1

θοίναν θηρσί τε φονίαν

### 505.2

δαῖτα, πικρῶν γάμων ὕβριν.

### 505.3

οὔτ’ ἐπὶ κερκίσιν οὔτε λόγων φάτιν

### 505.4

ἄιον εὐτυχίας μετέχειν θεόθεν τέκνα θνατοῖς.

### 510.1

Ιων πρόσπολοι γυναῖκες, αἳ τῶνδ’ ἀμφὶ κρηπῖδας δόμων

### 510.2

θυοδόκων φρούρημ’ ἔχουσαι δεσπότιν φυλάσσετε,

### 510.3

ἐκλέλοιπ’ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον

### 510.4

Ξοῦθος ἢ μίμνει κατ’ οἶκον ἱστορῶν ἀπαιδίαν;

### 510.5

Χο. ἐν δόμοις ἔστ’, ὦ ξέν’· οὔπω δῶμ’ ὑπερβαίνει τόδε.

### 515.1

ὡς δ’ ἐπ’ ἐξόδοισιν ὄντος, τῶνδ’ ἀκούομεν πυλῶν

### 515.2

δοῦπον, ἐξιόντα τ’ ἤδη δεσπότην ὁρᾶν πάρα.

### 515.3

Ξο. ὦ τέκνον, χαῖρ’· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.

### 515.4

Ιων χαίρομεν· σὺ δ’ εὖ φρόνει γε, καὶ δύ’ ὄντ’ εὖ πράξομεν.

### 515.5

Ξο. δὸς χερὸς φίλημά μοι σῆς σώματός τ’ ἀμφιπτυχάς.

### 520.1

Ιων εὖ φρονεῖς μέν; ἤ ς’ ἔμηνεν θεοῦ τις, ὦ ξένε, βλάβη;

### 520.2

Ξο. οὐ φρονῶ, τὰ φίλταθ’ εὑρὼν εἰ φιλεῖν ἐφίεμαι;

### 520.3

Ιων παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξηις χερί.

### 520.4

Ξο. ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δ’ εὑρίσκω φίλα.

### 520.5

Ιων οὐκ ἀπαλλάξηι, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;

### 525.1

Ξο. ὡς τί δὴ φεύγεις με σαυτοῦ γνωρίσαι τὰ φίλτατα;

### 525.2

Ιων οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.

### 525.3

Ξο. κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνηις, ἔσηι φονεύς. Ιων ποῦ δέ μοι πατὴρ σύ; ταῦτ’ οὖν οὐ γέλως κλύειν ἐμοί;

### 525.4

Ξο. οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.

### 530

Ιων καὶ τί μοι λέξεις; Ξο. πατὴρ σός εἰμι καὶ σὺ παῖς

### 530.1

ἐμός.

### 530.2

Ιων τίς λέγει τάδ’; Ξο. ὅς ς’ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.

### 530.3

Ιων μαρτυρεῖς σαυτῶι. Ξο. τὰ τοῦ θεοῦ γ’ ἐκμαθὼν χρη‐

### 532.1

στήρια.

### 532.2

Ιων ἐσφάλης αἴνιγμ’ ἀκούσας. Ξο. οὐκ ἄρ’ ὄρθ’ ἀκούομεν.

### 532.3

Ιων ὁ δὲ λόγος τίς ἐστι Φοίβου; Ξο. τὸν συναντήσαντά μοι

### 535.1

Ιων τίνα συνάντησιν; Ξο. δόμων τῶνδ’ ἐξιόντι τοῦ θεοῦ

### 535.2

Ιων συμφορᾶς τίνος κυρῆσαι; Ξο. παῖδ’ ἐμὸν πεφυκέναι.

### 535.3

Ιων σὸν γεγῶτ’ ἢ δῶρον ἄλλων; Ξο. δῶρον, ὄντα δ’ ἐξ ἐμοῦ.

### 535.4

Ιων πρῶτα δῆτ’ ἐμοὶ ξυνάπτεις πόδα σόν; Ξο. οὐκ ἄλλωι

### 538.1

τέκνον.

### 538.2

Ιων ἡ τύχη πόθεν ποθ’ ἥκει; Ξο. δύο μίαν θαυμάζομεν.

### 540.1

Ιων ἐκ τίνος δέ σοι πέφυκα μητρός; Ξο. οὐκ ἔχω φράσαι.

### 540.2

Ιων οὐδὲ Φοῖβος εἶπε; Ξο. τερφθεὶς τοῦτο, κεῖν’ οὐκ ἠρόμην.

### 540.3

Ιων γῆς ἄρ’ ἐκπέφυκα μητρός; Ξο. οὐ πέδον τίκτει τέκνα.

### 540.4

Ιων πῶς ἂν οὖν εἴην σός; Ξο. οὐκ οἶδ’, ἀναφέρω δ’ ἐς τὸν θεόν.

### 540.5

Ιων φέρε λόγων ἁψώμεθ’ ἄλλων. Ξο. τοῦτ’ ἄμεινον, ὦ τέκνον.

### 545.1

Ιων ἦλθες ἐς νόθον τι λέκτρον; Ξο. μωρίαι γε τοῦ νέου.

### 545.2

Ιων πρὶν κόρην λαβεῖν Ἐρεχθέως; Ξο. οὐ γὰρ ὕστερόν γέ πω.

### 545.3

Ιων ἆρα δῆτ’ ἐκεῖ μ’ ἔφυσας; Ξο. τῶι χρόνωι γε συντρέχει.

### 545.4

Ιων κἆιτα πῶς ἀφικόμεσθα δεῦρο Ξο. τοῦτ’ ἀμηχανῶ.

### 545.5

Ιων διὰ μακρᾶς ἐλθὼν κελεύθου; Ξο. τοῦτο κἄμ’ ἀπαιολᾶι. Ιων Πυθίαν δ’ ἦλθες πέτραν πρίν; Ξο. ἐς φανάς γε Βακ‐ χίου.

### 545.6

Ιων προξένων δ’ ἔν του κατέσχες; Ξο. ὅς με Δελφίσιν κόραις

### 545.7

Ιων ἐθιάσευς’, ἢ πῶς τάδ’ αὐδᾶις; Ξο. Μαινάσιν γε Βακχίου.

### 545.8

Ιων ἔμφρον’ ἢ κάτοινον ὄντα; Ξο. Βακχίου πρὸς ἡδοναῖς.

### 545.9

Ιων τοῦτ’ ἐκεῖν’· ἵν’ ἐσπάρημεν Ξο. ὁ πότμος ἐξηῦρεν, τέκνον.

### 555.1

Ιων πῶς δ’ ἀφικόμεσθα ναούς; Ξο. ἔκβολον κόρης ἴσως.

### 555.2

Ιων ἐκπεφεύγαμεν τὸ δοῦλον. Ξο. πατέρα νυν δέχου, τέκνον.

### 555.3

Ιων τῶι θεῶι γοῦν οὐκ ἀπιστεῖν εἰκός. Ξο. εὖ φρονεῖς ἄρα.

### 555.4

Ιων καὶ τί βουλόμεσθά γ’ ἄλλο Ξο. νῦν ὁρᾶις ἃ χρή ς’ ὁρᾶν.

### 555.5

Ιων ἢ Διὸς παιδὸς γενέσθαι παῖς; Ξο. ὃ σοί γε γίγνεται.

### 560.1

Ιων ἦ θίγω δῆθ’ ὅς μ’ ἔφυσας; Ξο. πιθόμενός γε τῶι θεῶι.

### 560.2

Ιων χαῖρέ μοι, πάτερ Ξο. φίλον γε φθέγμ’ ἐδεξάμην τόδε.

### 560.3

Ιων ἡμέρα θ’ ἡ νῦν παροῦσα. Ξο. μακάριόν γ’ ἔθηκέ με.

### 560.4

Ιων ὦ φίλη μῆτερ, πότ’ ἆρα καὶ σὸν ὄψομαι δέμας;

### 560.5

νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ’, εἰσιδεῖν.

### 565.1

ἀλλ’ ἴσως τέθνηκας, ἡμεῖς δ’ οὐδ’ ὄναρ δυναίμεθ’ ἄν.

### 565.2

Χο. κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·

### 565.3

ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν’ εὐτυχεῖν

### 565.4

ἐβουλόμην ἂν τούς τ’ Ἐρεχθέως δόμους.

### 565.5

Ξο. ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς

### 570.1

ὀρθῶς ἔκρανε, καὶ συνῆψ’ ἐμοί τε σὲ

### 570.2

σύ τ’ αὖ τὰ φίλταθ’ ηὗρες οὐκ εἰδὼς πάρος.

### 570.3

οἷ δ’ ἦιξας ὀρθῶς, τοῦτο κἄμ’ ἔχει πόθος,

### 570.4

ὅπως σύ τ’, ὦ παῖ, μητέρ’ εὑρήσεις σέθεν

### 570.5

ἐγώ θ’ ὁποίας μοι γυναικὸς ἐξέφυς.

### 575.1

χρόνωι δὲ δόντες ταῦτ’ ἴσως εὕροιμεν ἄν.

### 575.2

ἀλλ’ ἐκλιπὼν θεοῦ δάπεδ’ ἀλητείαν τε σὴν

### 575.3

ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί

### 575.4

[οὗ ς’ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,

### 575.5

πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν

### 580.1

δυοῖν κεκλήσηι δυσγενὴς πένης θ’ ἅμα,

### 580.2

ἀλλ’ εὐγενής τε καὶ πολυκτήμων βίου].

### 580.3

σιγᾶις; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις

### 580.4

ἐς φροντίδας τ’ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς

### 580.5

πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί;

### 585.1

Ιων οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων

### 585.2

πρόσωθεν ὄντων ἐγγύθεν θ’ ὁρωμένων.

### 585.3

ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,

### 585.4

πατέρα ς’ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,

### 585.5

ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας

### 590.1

κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,

### 590.2

ἵν’ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,

### 590.3

πατρός τ’ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.

### 590.4

καὶ τοῦτ’ ἔχων τοὔνειδος ἀσθενὴς μένων

### 590.5

†μηδὲν καὶ οὐδὲν ὢν† κεκλήσομαι.

### 595.1

ἢν δ’ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν

### 595.2

ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο

### 595.3

μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα.

### 595.4

ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ’, ὄντες σοφοί,

### 595.5

σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα, γέλωτ’ ἐν αὐτοῖς μωρίαν τε λήψομαι οὐχ ἡσυχάζων ἐν πόλει ψόγου πλέαι.

### 595.6

τῶν δ’ †αὖ λογίων τε† χρωμένων τε τῆι πόλει

### 595.7

ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι

### 595.8

ψήφοισιν. οὕτω γὰρ τάδ’, ὦ πάτερ, φιλεῖ·

### 605.1

οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα

### 605.2

τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.

### 605.3

ἐλθὼν δ’ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν

### 605.4

γυναῖκά θ’ ὡς ἄτεκνον, ἣ κοινουμένη

### 605.5

τῆς συμφορᾶς σοι πρόσθεν ἀπολαχοῦσα νῦν

### 610.1

αὐτὴ καθ’ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,

### 610.2

πῶς οὐχ ὑπ’ αὐτῆς εἰκότως μισήσομαι,

### 610.3

ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,

### 610.4

ἡ δ’ οὖς’ ἄτεκνος τὰ σὰ φίλ’ εἰσορᾶι πικρῶς,

### 610.5

κἆιτ’ ἢ προδοὺς σύ μ’ ἐς δάμαρτα σὴν βλέπηις

### 615.1

ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχηις;

### 615.2

ὅσας σφαγὰς δὴ φαρμάκων 〈τε〉 θανασίμων

### 615.3

γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.

### 615.4

ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,

### 615.5

ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία

### 620.1

πατέρων ἀπ’ ἐσθλῶν οὖς’ ἀπαιδίαι νοσεῖν.

### 620.2

τυραννίδος δὲ τῆς μάτην αἰνουμένης

### 620.3

τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ

### 620.4

λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,

### 620.5

ὅστις δεδοικὼς καὶ περιβλέπων βίαν

### 625.1

αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,

### 625.2

ὧι τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,

### 625.3

ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.

### 625.4

εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾶι τάδε,

### 630.1

πλουτεῖν τε τερπνόν· οὐ φιλῶ ψόγους κλύειν

### 630.2

ἐν χερσὶ σώιζων ὄλβον οὐδ’ ἔχειν πόνους·

### 630.3

εἴη γ’ ἐμοὶ 〈μὲν〉 μέτρια μὴ λυπουμένωι.

### 630.4

ἃ δ’ ἐνθάδ’ εἶχον ἀγάθ’ ἄκουσόν μου, πάτερ·

### 630.5

τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώποις σχολὴν

### 635.1

ὄχλον τε μέτριον, οὐδέ μ’ ἐξέπληξ’ ὁδοῦ

### 635.2

πονηρὸς οὐδείς· κεῖνο δ’ οὐκ ἀνασχετόν,

### 635.3

εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.

### 635.4

θεῶν δ’ ἐν εὐχαῖς ἢ λόγοισιν ἦ βροτῶν

### 635.5

ὑπηρετῶν χαίρουσιν οὐ γοωμένοις.

### 640.1

καὶ τοὺς μὲν ἐξέπεμπον, οἱ δ’ ἧκον ξένοι,

### 640.2

ὥσθ’ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.

### 640.3

ὃ δ’ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ἦι,

### 640.4

δίκαιον εἶναί μ’ ὁ νόμος ἡ φύσις θ’ ἅμα

### 640.5

παρεῖχε τῶι θεῶι. ταῦτα συννοούμενος

### 645.1

κρείσσω νομίζω τἀνθάδ’ ἢ τἀκεῖ, πάτερ.

### 645.2

ἔα δέ μ’ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις

### 645.3

μεγάλοισι χαίρειν σμικρά θ’ ἡδέως ἔχειν.

### 645.4

Χο. καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ

### 645.5

ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις. Ξο. παῦσαι λόγων τῶνδ’, εὐτυχεῖν δ’ ἐπίστασο· θέλω γὰρ οὗπέρ ς’ ηὗρον ἄρξασθαι, τέκνον,

### 645.6

κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,

### 645.7

θῦσαί θ’ ἅ σου πρὶν γενέθλι’ οὐκ ἐθύσαμεν.

### 645.8

καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων ς’ ἐφέστιον

### 655.1

δείπνοισι τέρψω, τῆς δ’ Ἀθηναίων χθονὸς

### 655.2

ἄξω θεατὴν δῆθεν, οὐχ ὡς ὄντ’ ἐμόν.

### 655.3

καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι

### 655.4

λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.

### 655.5

χρόνωι δὲ καιρὸν λαμβάνων προσάξομαι

### 660.1

δάμαρτ’ ἐᾶν σε σκῆπτρα τἄμ’ ἔχειν χθονός.

### 660.2

Ἴωνα δ’ ὀνομάζω σε τῆι τύχηι πρέπον,

### 660.3

ὁθούνεκ’ ἀδύτων ἐξιόντι μοι θεοῦ

### 660.4

ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων

### 660.5

πλήρωμ’ ἀθροίσας βουθύτωι σὺν ἡδονῆι

### 665.1

πρόσειπε, μέλλων Δελφίδ’ ἐκλιπεῖν πόλιν.

### 665.2

ὑμῖν δὲ σιγᾶν, δμωίδες, λέγω τάδε,

### 665.3

ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ’ ἐμήν.

### 665.4

Ιων στείχοιμ’ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·

### 665.5

εἰ μὴ γὰρ ἥτις μ’ ἔτεκεν εὑρήσω, πάτερ,

### 670.1

ἀβίωτον ἡμῖν. εἰ δ’ ἐπεύξασθαι χρεών,

### 670.2

ἐκ τῶν Ἀθηνῶν μ’ ἡ τεκοῦς’ εἴη γυνή,

### 670.3

ὥς μοι γένηται μητρόθεν παρρησία.

### 670.4

καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσηι ξένος,

### 670.5

κἂν τοῖς λόγοισιν ἀστὸς ἦι, τό γε στόμα

### 675.1

δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.

### 675.2

Χο. ὁρῶ δάκρυα καὶ πενθίμους

### 675.3

〈ἀλαλαγὰσ〉 στεναγμάτων τ’ ἐσβολάς, ὅταν ἐμὰ τύραννος εὐπαιδίαν

### 675.4

πόσιν ἔχοντ’ εἰδῆι,

### 680.1

αὐτὴ δ’ ἄπαις ἦι καὶ λελειμμένη τέκνων.

### 680.2

τίν’, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη‐

### 680.3

σας ὑμνωιδίαν;

### 680.4

πόθεν ὁ παῖς ὅδ’ ἀμφὶ ναοὺς σέθεν

### 680.5

τρόφιμος ἐξέβα; γυναικῶν τίνος;

### 685

οὐ γάρ με σαίνει θέσφατα μή τιν’ ἔχηι δόλον.

### 688.1

δειμαίνω συμφοράν,

### 688.2

ἐφ’ ὅ〈τι〉 ποτὲ βάσεται.

### 690.1

ἄτοπος ἄτοπα γὰρ παραδίδωσί μοι

### 690.2

τάδε θεοῦ φήμα.

### 690.3

πλέκει δόλον τέχναν θ’ ὁ παῖς

### 690.4

ἄλλων τραφεὶς ἐξ αἱμάτων.

### 690.5

τίς οὐ τάδε ξυνοίσεται;

### 695.1

φίλαι, πότερ’ ἐμᾶι δεσποίναι

### 695.2

τάδε τορῶς ἐς οὖς γεγωνήσομεν

### 695.3

†πόσιν ἐν ὧι τὰ πάντ’ ἔχους’ ἐλπίδων

### 695.4

μέτοχος ἦν τλάμων†;

### 695.5

νῦν δ’ ἡ μὲν ἔρρει συμφοραῖς, ὁ δ’ εὐτυχεῖ, πόλιον ἐσπεσοῦσα γῆρας, πόσις δ’

### 695.6

ἀτίετος φίλων.

### 695.7

μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους

### 704

μέγαν ἐς ὄλβον οὐκ ἴσωσεν τύχας.

### 705.1

ὄλοιτ’ ὄλοιτο πότνιαν ἐξαπαφὼν ἐμάν,

### 705.2

καὶ θεοῖσιν μὴ τύχοι καλλίφλογα πελανὸν ἐπὶ

### 705.3

πυρὶ καθαγνίσας· τὸ δ’ ἐμὸν εἴσεται

### 705.4

〈

### 710.1

〉 τυραννίδος φίλα.

### 710.2

ἤδη πέλας δεινῶν κυρεῖ

### 710.3

παῖς καὶ πατὴρ νέος νέου.

### 710.4

ἰὼ δειράδες Παρνασοῦ πέτρας

### 715.1

ἔχουσαι σκόπελον οὐράνιόν θ’ ἕδραν,

### 715.2

ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας

### 715.3

λαιψηρὰ πηδᾶι νυκτιπόλοις ἅμα σὺν Βάκχαις.

### 719

μή 〈τί〉 ποτ’ εἰς ἐμὰν πόλιν ἵκοιθ’ ὁ παῖς,

### 720.1

νέαν δ’ ἁμέραν ἀπολιπὼν θάνοι.

### 720.2

στεγομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν

### 720.3

ξενικὸν ἐσβολάν 〈

### post 722

〉

### 723.1

†ἁλίσας† ὁ πάρος ἀρχαγὸς ὢν

### 723.2

Ἐρεχθεὺς ἄναξ.

### 725.1

Κρ. ὦ πρέσβυ παιδαγώγ’ Ἐρεχθέως πατρὸς

### 725.2

τοὐμοῦ ποτ’ ὢν τόθ’ ἡνίκ’ ἦν ἔτ’ ἐν φάει,

### 725.3

ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,

### 725.4

ὥς μοι συνησθῆις, εἴ τι Λοξίας ἄναξ

### 725.5

θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.

### 730.1

σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·

### 730.2

ὃ μὴ γένοιτο δ’, εἴ τι τυγχάνοι κακόν,

### 730.3

ἐς ὄμματ’ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.

### 730.4

ἐγὼ δέ ς’, ὥσπερ καὶ σὺ πατέρ’ ἐμόν ποτε,

### 730.5

δέσποιν’ ὅμως οὖς’ ἀντικηδεύω πατρός.

### 735

ΠΡΕΣΒΥΤΗΣ

### 735.1

ὦ θύγατερ, ἄξι’ ἀξίων γεννητόρων

### 735.2

ἤθη φυλάσσεις κοὐ καταισχύνας’ ἔχεις

### 735.3

τοὺς σούς, παλαιῶν ἐκγόνους αὐτοχθόνων.

### 735.4

ἕλχ’ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.

### 735.5

αἰπεινά μοι μαντεῖα· τοῦ γήρως δέ μοι

### 740.1

συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.

### 740.2

Κρ. ἕπου νυν· ἴχνος δ’ ἐκφύλασς’ ὅπου τίθης.

### 740.3

Πρ. ἰδού·

### 742.1

τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.

### 742.2

Κρ. βάκτρωι δ’ ἐρείδου· περιφερὴς στίβος χθονός.

### 742.3

Πρ. καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.

### 745.1

Κρ. ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῆις κόπωι.

### 745.2

Πρ. οὔκουν ἑκών γε· τοῦ δ’ ἀπόντος οὐ κρατῶ.

### 745.3

Κρ. γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος

### 745.4

δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις

### 745.5

βέβηκε παίδων, ὧνπερ οὕνεχ’ ἥκομεν; σημήνατ’· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,

### 745.6

οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.

### 745.7

Χο. ἰὼ δαῖμον.

### 745.8

Κρ. τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.

### 745.9

Χο. ἰὼ τλᾶμον.

### 755.1

Κρ. ἀλλ’ ἦ τι θεσφάτοισι δεσποτῶν νοσεῖ;

### 755.2

Χο. αἰαῖ· τί δρῶμεν θάνατος ὧν κεῖται πέρι;

### 755.3

Κρ. τίς ἥδε μοῦσα χὠ φόβος τίνων πέρι;

### 755.4

Χο. εἴπωμεν ἢ σιγῶμεν ἢ τί δράσομεν;

### 755.5

Κρ. εἴφ’· ὡς ἔχεις γε συμφοράν τιν’ εἰς ἐμέ.

### 760.1

Χο. εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῆι.

### 760.2

οὐκ ἔστι σοι, δέσποιν’, ἐπ’ ἀγκάλαις λαβεῖν

### 760.3

τέκν’ οὐδὲ μαστῶι σῶι προσαρμόσαι ποτέ.

### 760.4

Κρ. ὤμοι θάνοιμι.

### 763b

〈Πρ.〉 θύγατερ. 〈Κρ.〉 ὦ τάλαιν’

### 764

ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος

### 764

ἀβίοτον, φίλαι.

### 765.1

διοιχόμεσθα. Πρ. τέκνον.

### 765.2

Κρ. αἰαῖ αἰαῖ·

### 765.3

διανταῖος ἔτυπεν ὀδύνα με πλευ‐

### 765.4

μόνων τῶνδ’ ἔσω. Πρ. μήπω στενάξηις Κρ. ἀλλὰ πάρεισι γόοι.

### 770.1

Πρ. πρὶν ἂν μάθωμεν Κρ. ἀγγελίαν τίνα μοι;

### 770.2

Πρ. εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς

### 770.3

κοινωνός ἐστιν ἢ μόνη σὺ δυστυχεῖς.

### 770.4

Χο. κείνωι μέν, ὦ γεραιέ, παῖδα Λοξίας

### 775.1

ἔδωκεν, ἰδίαι δ’ εὐτυχεῖ ταύτης δίχα.

### 775.2

Κρ. τόδ’ ἐπὶ τῶιδε κακὸν ἄκρον ἔλακες 〈ἔλακεσ〉

### 775.3

ἄχος ἐμοὶ στένειν.

### 775.4

Πρ. πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος

### 775.5

τὸν παῖδ’ ὃν εἶπας ἢ γεγῶτ’ ἐθέσπισεν;

### 780.1

Χο. ἤδη πεφυκότ’ ἐκτελῆ νεανίαν

### 780.2

δίδωσιν αὐτῶι Λοξίας· παρῆ δ’ ἐγώ.

### 783.1

Κρ. πῶς φήις; †ἄφατον ἄφατον† ἀναύδητον

### 783.2

λόγον ἐμοὶ θροεῖς.

### 785.1

Πρ. κἄμοιγε. πῶς δ’ ὁ χρησμὸς ἐκπεραίνεται

### 785.2

σαφέστερόν μοι φράζε χὤστις ἔσθ’ ὁ παῖς.

### 785.3

Χο. ὅτωι ξυναντήσειεν ἐκ θεοῦ συθεὶς

### 785.4

πρώτωι πόσις σός, παῖδ’ ἔδωκ’ αὐτῶι θεός.

### 790.1

Κρ. ὀτοτοτοῖ· τὸν ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακ’

### 790.2

ἄρα βίοτον, ἐρημίαι δ’ ὀρφανοὺς

### 791.1

δόμους οἰκήσω.

### 791.2

Πρ. τίς οὖν ἐχρήσθη; τῶι συνῆψ’ ἴχνος ποδὸς

### 791.3

πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;

### 791.4

Χο. οἶσθ’, ὦ φίλη δέσποινα, τὸν νεανίαν

### 795.1

ὃς τόνδ’ ἔσαιρε ναόν; οὗτός ἐσθ’ ὁ παῖς.

### 795.2

Κρ. ἀν’ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί‐

### 798.1

ας Ἑλλανίας ἀστέρας ἑσπέρους,

### 798.2

οἷον οἷον ἄλγος ἔπαθον, φίλαι. Πρ. ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;

### 798.3

οἶσθ’, ἢ σιωπῆι τοῦτ’ ἀκύρωτον μένει;

### 798.4

Χο. Ἴων’, ἐπείπερ πρῶτος ἤντησεν πατρί·

### 798.5

μητρὸς δ’ ὁποίας ἐστὶν οὐκ ἔχω φράσαι.

### 798.6

φροῦδος δ’, ἵν’ εἰδῆις πάντα τἀπ’ ἐμοῦ, γέρον,

### 805.1

παιδὸς προθύσων ξένια καὶ γενέθλια

### 805.2

σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,

### 805.3

κοινὴν ξυνάψων δαῖτα παιδὶ τῶι νέωι.

### 805.4

Πρ. δέσποινα, προδεδόμεσθα (σὺν γὰρ σοὶ νοσῶ)

### 805.5

τοῦ σοῦ πρὸς ἀνδρὸς καὶ μεμηχανημένως

### 810.1

ὑβριζόμεσθα δωμάτων τ’ Ἐρεχθέως

### 810.2

ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν

### 810.3

λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·

### 810.4

ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν

### 810.5

καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν

### 815.1

ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος

### 815.2

λάθραι πέφηνεν· ὡς λάθραι δ’, ἐγὼ φράσω.

### 815.3

ἐπεί ς’ ἄτεκνον ἤισθετ’, οὐκ ἔστεργέ σοι

### 815.4

ὅμοιος εἶναι τῆς τύχης τ’ ἴσον φέρειν,

### 815.5

λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθραι

### 820.1

τὸν παῖδ’ ἔφυσεν, ἐξενωμένον δέ τωι

### 820.2

Δελφῶν δίδωσιν ἐκτρέφειν. ὁ δ’ ἐν θεοῦ δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.

### 820.3

νεανίαν δ’ ὡς ἤισθετ’ ἐκτεθραμμένον,

### 820.4

ἐλθεῖν ς’ ἔπεισε δεῦρ’ ἀπαιδίας χάριν.

### 825.1

κἆιθ’ ὁ θεὸς οὐκ ἐψεύσαθ’, ὅδε δ’ ἐψεύσατο

### 825.2

πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς

### 825.3

τοιάσδ’· ἁλοὺς μὲν ἀνέφερ’ ἐς τὸν δαίμονα,

### 825.4

†ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων†

### 825.5

τυραννίδ’ αὐτῶι περιβαλεῖν ἔμελλε γῆς.

### 830.1

[καινὸν δὲ τοὔνομ’ ἀνὰ χρόνον πεπλασμένον

### 830.2

Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.]

### 830.3

Χο. οἴμοι, κακούργους ἄνδρας ὡς ἀεὶ στυγῶ,

### 830.4

οἳ συντιθέντες τἄδικ’ εἶτα μηχαναῖς

### 830.5

κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον

### 835.1

θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.

### 835.2

Πρ. καὶ τῶνδ’ ἁπάντων ἔσχατον πείσηι κακόν·

### 835.3

ἀμήτορ’, ἀναρίθμητον, ἐκ δούλης τινὸς

### 835.4

γυναικὸς ἐς σὸν δῶμα δεσπότην ἄγει.

### 835.5

ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ’ εὐγενοῦς

### 840.1

μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,

### 840.2

ἐσώικις’ οἴκους· εἰ δέ σοι τόδ’ ἦν πικρόν,

### 840.3

τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.

### 840.4

ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν. [ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλωι τινὶ

### 845.1

ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν

### 845.2

καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.

### 845.3

εἰ γάρ γ’ ὑφήσεις τοῦδ’, ἀπαλλάξηι βίου.

### 845.4

δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος

### 845.5

ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον. ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω

### 845.6

καὶ συμφονεύειν παῖδ’ ὑπεισελθὼν δόμους

### 845.7

οὗ δαῖθ’ ὁπλίζει καὶ τροφεῖα δεσπόταις

### 845.8

ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.

### 845.9

ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,

### 855.1

τοὔνομα· τὰ δ’ ἄλλα πάντα τῶν ἐλευθέρων

### 855.2

οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ἦι.

### 855.3

Χο. κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω

### 855.4

κοινουμένη τήνδ’ ἢ θανεῖν ἢ ζῆν καλῶς.]

### 855.5

Κρ. ὦ ψυχά, πῶς σιγάσω;

### 860.1

πῶς δὲ σκοτίας ἀναφήνω

### 860.2

εὐνάς, αἰδοῦς δ’ ἀπολειφθῶ;

### 860.3

τί γὰρ ἐμπόδιον κώλυμ’ ἔτι μοι;

### 860.4

πρὸς τίν’ ἀγῶνας τιθέμεσθ’ ἀρετῆς;

### 860.5

οὐ πόσις ἡμῶν προδότης γέγονεν;

### 865.1

στέρομαι δ’ οἴκων, στέρομαι παίδων,

### 865.2

φροῦδαι δ’ ἐλπίδες, ἃς διαθέσθαι

### 865.3

χρήιζουσα καλῶς οὐκ ἐδυνήθην,

### 865.4

σιγῶσα γάμους,

### 865.5

σιγῶσα τόκους πολυκλαύτους.

### 870.1

ἀλλ’ οὐ τὸ Διὸς πολύαστρον ἕδος

### 870.2

καὶ τὴν ἐπ’ ἐμοῖς σκοπέλοισι θεὰν

### 870.3

λίμνης τ’ ἐνύδρου Τριτωνιάδος

### 870.4

πότνιαν ἀκτήν,

### 870.5

οὐκέτι κρύψω λέχος, ὃ στέρνων

### 875.1

ἀπονησαμένη ῥάιων ἔσομαι.

### 875.2

στάζουσι κόραι δακρύοισιν ἐμαί,

### 875.3

ψυχὴ δ’ ἀλγεῖ κακοβουληθεῖς’

### 875.4

ἔκ τ’ ἀνθρώπων ἔκ τ’ ἀθανάτων,

### 875.5

οὓς ἀποδείξω

### 880.1

λέκτρων προδότας ἀχαρίστους.

### 880.2

ὦ τᾶς ἑπταφθόγγου μέλπων

### 880.3

κιθάρας ἐνοπάν, ἅτ’ ἀγραύλοις

### 880.4

κεράεσσιν ἐν ἀψύχοις ἀχεῖ

### 880.5

μουσᾶν ὕμνους εὐαχήτους,

### 885.1

σοὶ μομφάν, ὦ Λατοῦς παῖ,

### 885.2

πρὸς τάνδ’ αὐγὰν αὐδάσω.

### 885.3

ἦλθές μοι χρυσῶι χαίταν

### 885.4

μαρμαίρων, εὖτ’ ἐς κόλπους

### 885.5

κρόκεα πέταλα φάρεσιν ἔδρεπον

### 890.1

†ἀνθίζειν† χρυσανταυγῆ·

### 890.2

λευκοῖς δ’ ἐμφὺς καρποῖσιν

### 890.3

χειρῶν εἰς ἄντρου κοίτας

### 890.4

κραυγὰν Ὦ μᾶτέρ μ’ αὐδῶσαν

### 890.5

θεὸς ὁμευνέτας

### 895.1

ἆγες ἀναιδείαι

### 895.2

Κύπριδι χάριν πράσσων.

### 895.3

τίκτω δ’ ἁ δύστανός σοι

### 895.4

κοῦρον, τὸν φρίκαι ματρὸς

### 895.5

βάλλω τὰν σὰν εἰς εὐνάν, ἵνα μ’ ἐν λέχεσιν μελέαν μελέοις

### 895.6

ἐζεύξω τὰν δύστανον.

### 895.7

οἴμοι μοι· καὶ νῦν ἔρρει

### 895.8

πτανοῖς ἁρπασθεὶς θοίνα

### 895.9

παῖς μοι καὶ σοί.

### 905.1

τλᾶμον, σὺ δὲ 〈καὶ〉 κιθάραι κλάζεις

### 905.2

παιᾶνας μέλπων.

### 905.3

ὠή, τὸν Λατοῦς αὐδῶ,

### 905.4

ὅστ’ ὀμφὰν κληροῖς

### 905.5

†πρὸς χρυσέους θάκους†

### 910.1

καὶ γαίας μεσσήρεις ἕδρας.

### 910.2

ἐς φῶς αὐδὰν καρύξω·

### 910.3

Ἰὼ 〈ἰὼ〉 κακὸς εὐνάτωρ,

### 910.4

ὃς τῶι μὲν ἐμῶι νυμφεύται χάριν οὐ προλαβὼν

### 915.1

παῖδ’ εἰς οἴκους οἰκίζεις·

### 915.2

ὁ δ’ ἐμὸς γενέτας καὶ σὸς †ἀμαθὴς†

### 915.3

οἰωνοῖς ἔρρει συλαθείς,

### 915.4

σπάργανα ματέρος ἐξαλλάξας.

### 915.5

μισεῖ ς’ ἁ Δᾶλος καὶ δάφνας

### 920.1

ἔρνεα φοίνικα παρ’ ἁβροκόμαν,

### 920.2

ἔνθα λοχεύματα σέμν’ ἐλοχεύσατο

### 920.3

Λατὼ Δίοισί σε κάποις.

### 920.4

Χο. οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται

### 920.5

κακῶν, ἐφ’ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.

### 925.1

Πρ. 〈ὦ〉 θύγατερ, οἴκτου σὸν βλέπων ἐμπίμπλαμαι

### 925.2

πρόσωπον, ἔξω δ’ ἐγενόμην γνώμης ἐμῆς.

### 925.3

κακῶν γὰρ ἄρτι κῦμ’ ὑπεξαντλῶν φρενί,

### 925.4

πρύμνηθεν αἴρει μ’ ἄλλο σῶν λόγων ὕπο,

### 925.5

οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν

### 930.1

μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.

### 930.2

τί φήις; τίνα λόγον Λοξίου κατηγορεῖς;

### 930.3

ποῖον τεκεῖν φὴις παῖδα; ποῦ ’κθεῖναι πόλεως

### 930.4

θηρσὶν φίλον τύμβευμ’; ἄνελθέ μοι πάλιν.

### 930.5

Κρ. αἰσχύνομαι μέν ς’, ὦ γέρον, λέξω δ’ ὅμως.

### 935.1

Πρ. ὡς συστενάζειν γ’ οἶδα γενναίως φίλοις.

### 935.2

Κρ. ἄκουε τοίνυν· οἶσθα Κεκροπίων πετρῶν πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;

### 935.3

Πρ. οἶδ’, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.

### 935.4

Κρ. ἐνταῦθ’ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.

### 940.1

Πρ. τίν’; ὡς ἀπαντᾶι δάκρυά μοι τοῖς σοῖς λόγοις.

### 940.2

Κρ. Φοίβωι ξυνῆψ’ ἄκουσα δύστηνον γάμον.

### 940.3

Πρ. ὦ θύγατερ, ἆρ’ ἦν ταῦθ’ ἅ γ’ ἠισθόμην ἐγώ;

### 940.4

Κρ. οὐκ οἶδ’· ἀληθῆ δ’ εἰ λέγεις φαίημεν ἄν.

### 940.5

Πρ. νόσον κρυφαίαν ἡνίκ’ ἔστενες λάθραι.

### 945.1

Κρ. τότ’ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.

### 945.2

Πρ. κἆιτ’ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;

### 945.3

Κρ. ἔτεκον· ἀνάσχου ταῦτ’ ἐμοῦ κλύων, γέρον.

### 945.4

Πρ. ποῦ; τίς λοχεύει ς’; ἢ μόνη μοχθεῖς τάδε;

### 945.5

Κρ. μόνη κατ’ ἄντρον οὗπερ ἐζεύχθην γάμοις. Πρ. ὁ παῖς δὲ ποῦ ’στιν, ἵνα σὺ μηκέτ’ ἦις ἄπαις;

### 945.6

Κρ. τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.

### 945.7

Πρ. τέθνηκ’; Ἀπόλλων δ’ ὁ κακὸς οὐδὲν ἤρκεσεν;

### 945.8

Κρ. οὐκ ἤρκες’· Ἅιδου δ’ ἐν δόμοις παιδεύεται.

### 945.9

Πρ. τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε;

### 955.1

Κρ. ἡμεῖς, ἐν ὄρφνηι σπαργανώσαντες πέπλοις.

### 955.2

Πρ. οὐδὲ ξυνήιδει σοί τις ἔκθεσιν τέκνου;

### 955.3

Κρ. αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.

### 955.4

Πρ. καὶ πῶς ἐν ἄντρωι παῖδα σὸν λιπεῖν ἔτλης;

### 955.5

Κρ. πῶς; οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦς’ ἔπη.

### 960

Πρ. φεῦ·

### 960.1

τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.

### 960.2

Κρ. εἰ παῖδά γ’ εἶδες χεῖρας ἐκτείνοντά μοι.

### 960.3

Πρ. μαστὸν διώκοντ’ ἢ πρὸς ἀγκάλαις πεσεῖν;

### 960.4

Κρ. ἐνταῦθ’ ἵν’ οὐκ ὢν ἄδικ’ ἔπασχεν ἐξ ἐμοῦ.

### 960.5

Πρ. σοὶ δ’ ἐς τί δόξ’ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;

### 965.1

Κρ. ὡς τὸν θεὸν σώσοντα τόν γ’ αὑτοῦ γόνον.

### 965.2

Πρ. οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.

### 965.3

Κρ. τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;

### 965.4

Πρ. σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶν.

### 965.5

Κρ. τὰ θνητὰ τοιαῦτ’· οὐδὲν ἐν ταὐτῶι μένει.

### 970.1

Πρ. μή νυν ἔτ’ οἴκτων, θύγατερ, ἀντεχώμεθα.

### 970.2

Κρ. τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.

### 970.3

Πρ. τὸν πρῶτον ἀδικήσαντά ς’ ἀποτίνου θεόν.

### 970.4

Κρ. καὶ πῶς τὰ κρείσσω θνητὸς οὖς’ ὑπερδράμω;

### 970.5

Πρ. πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.

### 975.1

Κρ. δέδοικα· καὶ νῦν πημάτων ἅδην ἔχω.

### 975.2

Πρ. τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.

### 975.3

Κρ. αἰδούμεθ’ εὐνὰς τὰς τόθ’ ἡνίκ’ ἐσθλὸς ἦν.

### 975.4

Πρ. νῦν δ’ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.

### 975.5

Κρ. πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γ’ ἄν.

### 980.1

Πρ. ξιφηφόρους σοὺς ὁπλίσας’ ὀπάονας.

### 980.2

Κρ. στείχοιμ’ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;

### 980.3

Πρ. ἱεραῖσιν ἐν σκηναῖσιν οὗ θοινᾶι φίλους.

### 980.4

Κρ. ἐπίσημον ὁ φόνος καὶ τὸ δοῦλον ἀσθενές.

### 980.5

Πρ. ὤμοι, κακίζηι· φέρε, σύ νυν βούλευέ τι.

### 985.1

Κρ. καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.

### 985.2

Πρ. ἀμφοῖν ἂν εἴην τοῖνδ’ ὑπηρέτης ἐγώ.

### 985.3

Κρ. ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;

### 985.4

Πρ. οἶδ’, ἣν Φλέγραι Γίγαντες ἔστησαν θεοῖς.

### 985.5

Κρ. ἐνταῦθα Γοργόν’ ἔτεκε Γῆ, δεινὸν τέρας.

### 990.1

Πρ. ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;

### 990.2

Κρ. ναί· καί νιν ἔκτειν’ ἡ Διὸς Παλλὰς θεά.

### 994

Πρ. ἆρ’ οὗτός ἐσθ’ ὁ μῦθος ὃν κλύω πάλαι;

### 995.1

Κρ. ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.

### 995.2

Πρ. ἣν αἰγίδ’ ὀνομάζουσι, Παλλάδος στολήν;

### 995.3

Κρ. τόδ’ ἔσχεν ὄνομα θεῶν ὅτ’ ἦιξεν ἐς δόρυ.

### 992.1

Πρ. ποῖόν τι μορφῆς σχῆμ’ ἔχουσαν ἀγρίας;

### 992.2

Κρ. θώρακ’ ἐχίδνης περιβόλοις ὡπλισμένον.

### 998.1

Πρ. τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;

### 998.2

Κρ. Ἐριχθόνιον οἶσθ’ ἢ 〈οὔ〉; τί δ’ οὐ μέλλεις, γέρον; Πρ. ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;

### 998.3

Κρ. τούτωι δίδωσι Παλλὰς ὄντι νεογόνωι

### 998.4

Πρ. τί χρῆμα; †μέλλον† γάρ τι προσφέρεις ἔπος.

### 998.5

Κρ. δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.

### 998.6

Πρ. ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;

### 1005.1

Κρ. τὸν μὲν θανάσιμον, τὸν δ’ ἀκεσφόρον νόσων.

### 1005.2

Πρ. ἐν τῶι καθάψας’ ἀμφὶ παιδὶ σώματος;

### 1005.3

Κρ. χρυσέοισι δεσμοῖς· ὁ δὲ δίδως’ ἐμῶι πατρί.

### 1005.4

Πρ. κείνου δὲ κατθανόντος ἐς ς’ ἀφίκετο;

### 1005.5

Κρ. ναί· κἀπὶ καρπῶι γ’ αὔτ’ ἐγὼ χερὸς φέρω.

### 1010.1

Πρ. πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;

### 1010.2

Κρ. κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνος

### 1010.3

Πρ. τί τῶιδε χρῆσθαι; δύναμιν ἐκφέρει τίνα;

### 1010.4

Κρ. νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.

### 1010.5

Πρ. ὁ δεύτερος δ’ ἀριθμὸς ὧν λέγεις τί δρᾶι;

### 1015.1

Κρ. κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος. Πρ. ἐς ἓν δὲ κραθέντ’ αὐτὸν ἢ χωρὶς φορεῖς;

### 1015.2

Κρ. χωρίς· κακῶι γὰρ ἐσθλὸν οὐ συμμείγνυται.

### 1015.3

Πρ. ὦ φιλτάτη παῖ, πάντ’ ἔχεις ὅσων σε δεῖ.

### 1015.4

Κρ. τούτωι θανεῖται παῖς· σὺ δ’ ὁ κτείνων ἔσηι.

### 1020.1

Πρ. ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δ’ ἐμόν.

### 1020.2

Κρ. ἐν ταῖς Ἀθήναις, δῶμ’ ὅταν τοὐμὸν μόληι.

### 1020.3

Πρ. οὐκ εὖ τόδ’ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.

### 1020.4

Κρ. πῶς; ἆρ’ ὑπείδου τοῦθ’ ὃ κἄμ’ ἐσέρχεται;

### 1020.5

Πρ. σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.

### 1025.1

Κρ. ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.

### 1025.2

Πρ. αὐτοῦ νυν αὐτὸν κτεῖν’, ἵν’ ἀρνήσηι φόνους.

### 1025.3

Κρ. προλάζυμαι γοῦν τῶι χρόνωι τῆς ἡδονῆς.

### 1025.4

Πρ. καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.

### 1025.5

Κρ. οἶσθ’ οὖν ὃ δρᾶσον· χειρὸς ἐξ ἐμῆς λαβὼν

### 1030.1

χρύσωμ’ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,

### 1030.2

ἐλθὼν ἵν’ ἡμῖν βουθυτεῖ λάθραι πόσις,

### 1030.3

δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς

### 1030.4

μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε

### 1030.5

κάθες βαλὼν ἐς πῶμα τῶι νεανίαι

### 1035.1

ἰδίαι γε, μή 〈τι〉 πᾶσι χωρίσας ποτόν,

### 1035.2

τῶι τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.

### 1035.3

κἄνπερ διέλθηι λαιμόν, οὔποθ’ ἵξεται

### 1035.4

κλεινὰς Ἀθήνας, κατθανὼν δ’ αὐτοῦ μενεῖ.

### 1035.5

Πρ. σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·

### 1040.1

ἡμεῖς δ’ ἐφ’ ὧι τετάγμεθ’ ἐκπονήσομεν.

### 1040.2

ἄγ’, ὦ γεραιὲ πούς, νεανίας γενοῦ

### 1040.3

ἔργοισι, κεἰ μὴ τῶι χρόνωι πάρεστί σοι.

### 1040.4

ἐχθρὸν δ’ ἐπ’ ἄνδρα στεῖχε δεσποτῶν μέτα

### 1040.5

καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.

### 1045.1

τὴν δ’ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν

### 1045.2

τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς

### 1045.3

θέληι τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.

### 1045.4

Χο. Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν

### 1045.5

νυκτιπόλων ἐφόδων ἀνάσσεις, καὶ μεθαμερίων

### 1045.6

ὅδωσον δυσθανάτων

### 1045.7

κρατήρων πληρώματ’ ἐφ’ οἷσι πέμπει

### 1045.8

πότνια πότνι’ ἐμὰ χθονίας

### 1055.1

Γοργοῦς λαιμοτόμων ἀπὸ σταλαγμῶν

### 1055.2

τῶι τῶν Ἐρεχθεϊδᾶν

### 1055.3

δόμων ἐφαπτομένωι·

### 1055.4

μηδέ ποτ’ ἄλλος ἥ‐

### 1055.5

κων πόλεως ἀνάσσοι

### 1060.1

πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.

### 1060.2

εἰ δ’ ἀτελὴς θάνατος σπουδαί τε δεσποί‐

### 1060.3

νας ὅ τε καιρὸς ἄπεισι τόλμας,

### 1060.4

ἇι νῦν ἐλπὶς ἐφαί‐

### 1060.5

νετ’, ἢ θηκτὸν ξίφος ἢ

### 1065.1

λαιμῶν ἐξάψει βροχὸν ἀμφὶ δειράν,

### 1065.2

πάθεσι πάθεα δ’ ἐξανύτους’

### 1068.1

εἰς ἄλλας βιότου κάτεισι μορφάς.

### 1068.2

οὐ γὰρ δόμων γ’ ἑτέρους

### 1070.1

ἄρχοντας ἀλλοδαποὺς

### 1070.2

ζῶσά ποτ’ 〈ἐν〉 φαεν‐

### 1070.3

ναῖς ἀνέχοιτ’ ἂν αὐγαῖς

### 1070.4

ἁ τῶν εὐπατριδᾶν γεγῶς’ οἴκων.

### 1070.5

αἰσχύνομαι τὸν πολύυ‐

### 1075.1

μνον θεόν, εἰ παρὰ Καλλιχόροισι παγαῖς

### 1075.2

λαμπάδα θεωρὸς εἰκάδων

### 1075.3

ἐννύχιον ἄυπνος ὄψεται,

### 1075.4

ὅτε καὶ Διὸς ἀστερωπὸς

### 1075.5

ἀνεχόρευσεν αἰθήρ,

### 1080.1

χορεύει δὲ σελάνα

### 1080.2

καὶ πεντήκοντα κόραι

### 1080.3

†Νηρέος αἱ κατὰ πόντον

### 1080.4

ἀεναῶν τε ποταμῶν†

### 1080.5

δίνας χορευόμεναι

### 1085.1

τὰν χρυσοστέφανον κόραν

### 1085.2

καὶ ματέρα σεμνάν·

### 1085.3

ἵν’ ἐλπίζει βασιλεύ‐

### 1085.4

σειν ἄλλων πόνον ἐσπεσὼν

### 1085.5

〈ὁ〉 Φοίβειος ἀλάτας.

### 1090.1

ὁρᾶθ’, ὅσοι δυσκελάδοι‐

### 1090.2

σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθ’ ὕμνοις ἁμέτερα λέχεα καὶ γάμους

### 1090.3

Κύπριδος ἀθέμιτος ἀνοσίους,

### 1090.4

ὅσον εὐσεβίαι κρατοῦμεν

### 1095.1

ἄδικον ἄροτον ἀνδρῶν.

### 1095.2

παλίμφαμος ἀοιδὰ

### 1095.3

καὶ μοῦς’ εἰς ἄνδρας ἴτω

### 1095.4

†δυσκέλαδος ἀμφὶ λέκτρων.

### 1095.5

δείκνυσι γὰρ ὁ Διὸς ἐκ παίδων† ἀμνημοσύναν,

### 1095.6

οὐ κοινὰν τεκέων τύχαν

### 1095.7

οἴκοισι φυτεύσας

### 1095.8

δεσποίναι· πρὸς δ’ Ἀφροδί‐

### 1095.9

ταν ἄλλαν θέμενος χάριν

### 1105.1

νόθου παιδὸς ἔκυρσεν.

### 1105.2

ΘΕΡΑΠΩΝ

### 1106.1

κλεινήν, γυναῖκες, ποῦ κόρην Ἐρεχθέως

### 1106.2

δέσποιναν εὕρω; πανταχῆι γὰρ ἄστεως

### post 1107

〈〉

### 1108.1

ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.

### 1108.2

Χο. τί δ’ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία

### 1110.1

ποδῶν ἔχει σε καὶ λόγους τίνας φέρεις; Θε. θηρώμεθ’· ἀρχαὶ δ’ ἁπιχώριοι χθονὸς

### 1110.2

ζητοῦσιν αὐτὴν ὡς θάνηι πετρουμένη.

### 1110.3

Χο. οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα

### 1110.4

κρυφαῖον ἐς παῖδ’ ἐκπορίζουσαι φόνον;

### 1115.1

Θε. ἔγνως· μεθέξεις δ’ οὐκ ἐν ὑστάτοις κακοῦ.

### 1115.2

Χο. ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;

### 1115.3

Θε. [τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον]

### 1115.4

ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.

### 1115.5

Χο. πῶς; ἀντιάζω ς’ ἱκέτις ἐξειπεῖν τάδε.

### 1120.1

πεπυσμέναι γάρ, εἰ θανεῖν ἡμᾶς χρεών,

### 1120.2

ἥδιον ἂν θάνοιμεν, εἴθ’ ὁρᾶν φάος.

### 1120.3

Θε. ἐπεὶ θεοῦ μαντεῖον ὤιχετ’ ἐκλιπὼν

### 1120.4

πόσις Κρεούσης παῖδα τὸν καινὸν λαβὼν

### 1120.5

πρὸς δεῖπνα θυσίας θ’ ἃς θεοῖς ὡπλίζετο,

### 1125.1

Ξοῦθος μὲν ὤιχετ’ ἔνθα πῦρ πηδᾶι θεοῦ

### 1125.2

βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας

### 1125.3

δεύσειε δισσὰς παιδὸς ἀντ’ ὀπτηρίων,

### 1125.4

λέξας· Σὺ μέν νυν, τέκνον, ἀμφήρεις μένων

### 1125.5

σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασιν.

### 1130.1

θύσας δὲ γενέταις θεοῖσιν ἢν μακρὸν χρόνον

### 1130.2

μείνω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.

### 1130.3

λαβὼν δὲ μόσχους ὤιχεθ’· ὁ δὲ νεανίας

### 1130.4

σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων

### 1130.5

ὀρθοστάταις ἱδρύεθ’, ἡλίου βολὰς

### 1135.1

καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς

### 1135.2

ἀκτῖνας οὔτ’ αὖ πρὸς τελευτώσας βίον, πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,

### 1135.3

μέτρημ’ ἔχουσαν τοὐν μέσωι γε μυρίων

### 1135.4

ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,

### 1140.1

ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.

### 1140.2

λαβὼν δ’ ὑφάσμαθ’ ἱερὰ θησαυρῶν πάρα

### 1140.3

κατεσκίαζε, θαύματ’ ἀνθρώποις ὁρᾶν.

### 1140.4

πρῶτον μὲν ὀρόφωι πτέρυγα περιβάλλει πέπλων,

### 1140.5

ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης

### 1145.1

Ἀμαζόνων σκυλεύματ’ ἤνεγκεν θεῶι.

### 1145.2

ἐνῆν δ’ ὑφανταὶ γράμμασιν τοιαίδ’ ὑφαί·

### 1145.3

Οὐρανὸς ἀθροίζων ἄστρ’ ἐν αἰθέρος κύκλωι·

### 1145.4

ἵππους μὲν ἤλαυν’ ἐς τελευταίαν φλόγα

### 1145.5

Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος· μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς

### 1145.6

ὄχημ’ ἔπαλλεν, ἄστρα δ’ ὡμάρτει θεᾶι·

### 1145.7

Πλειὰς μὲν ἤιει μεσοπόρου δι’ αἰθέρος

### 1145.8

ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ

### 1145.9

Ἄρκτος στρέφους’ οὐραῖα χρυσήρη πόλωι·

### 1155.1

κύκλος δὲ πανσέληνος ἠκόντιζ’ ἄνω

### 1155.2

μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις

### 1155.3

σαφέστατον σημεῖον, ἥ τε φωσφόρος

### 1155.4

Ἕως διώκους’ ἄστρα. τοίχοισιν δ’ ἔπι

### 1155.5

ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·

### 1160.1

εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν

### 1160.2

καὶ μιξόθηρας φῶτας ἱππείας τ’ ἄγρας

### 1160.3

ἐλάφων λεόντων τ’ ἀγρίων θηράματα.

### 1160.4

κατ’ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας

### 1160.5

σπείραισιν εἱλίσσοντ’, Ἀθηναίων τινὸς

### 1165.1

ἀνάθημα, χρυσέους τ’ ἐν μέσωι συσσιτίωι κρατῆρας ἔστης’. ἐν δ’ ἄκροισι βὰς ποσὶν

### 1165.2

κῆρυξ ἀνεῖπε τὸν θέλοντ’ ἐγχωρίων

### 1165.3

ἐς δαῖτα χωρεῖν. ὡς δ’ ἐπληρώθη στέγη,

### 1165.4

στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς

### 1170.1

ψυχὴν ἐπλήρουν. ὡς δ’ ἀνεῖσαν ἡδονὴν

### 1170.2

〈 〉 παρελθὼν πρέσβυς ἐς μέσον πέδον

### 1170.3

ἔστη, γέλων δ’ ἔθηκε συνδείπνοις πολὺν

### 1170.4

πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ

### 1170.5

χεροῖν ἔπεμπε νίπτρα κἀξεθυμία

### 1175.1

σμύρνης ἱδρῶτα χρυσέων τ’ ἐκπωμάτων

### 1175.2

ἦρχ’, αὐτὸς αὑτῶι τόνδε προστάξας πόνον.

### 1175.3

ἐπεὶ δ’ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε

### 1175.4

κοινόν, γέρων ἔλεξ’· Ἀφαρπάζειν χρεὼν

### 1175.5

οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ’ ἐσφέρειν,

### 1180.1

ὡς θᾶσσον ἔλθως’ οἵδ’ ἐς ἡδονὰς φρενῶν.

### 1180.2

ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους

### 1180.3

χρυσέας τε φιάλας· ὁ δὲ λαβὼν ἐξαίρετον,

### 1180.4

ὡς τῶι νέωι δὴ δεσπότηι χάριν φέρων,

### 1180.5

ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν

### 1185.1

ὅ φασι δοῦναι φάρμακον δραστήριον

### 1185.2

δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος.

### 1185.3

κοὐδεὶς τάδ’ ἤιδειν. ἐν χεροῖν ἔχοντι δὲ

### 1185.4

σπονδὰς μετ’ ἄλλων παιδὶ τῶι πεφηνότι

### 1185.5

βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο.

### 1190.1

ὁ δ’, ὡς ἐν ἱερῶι μάντεσίν τ’ ἐσθλοῖς τραφείς, οἰωνὸν ἔθετο κἀκέλευς’ ἄλλον νέον

### 1190.2

κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ

### 1190.3

δίδωσι γαίαι πᾶσί τ’ ἐκσπένδειν λέγει.

### 1190.4

σιγὴ δ’ ὑπῆλθεν· ἐκ δ’ ἐπίμπλαμεν δρόσου

### 1195.1

κρατῆρας ἱεροὺς Βιβλίνου τε πώματος.

### 1195.2

κἀν τῶιδε μόχθωι πτηνὸς ἐσπίπτει δόμους

### 1195.3

κῶμος πελειῶν (Λοξίου γὰρ ἐν δόμοις

### 1195.4

ἄτρεστα ναίους’), ὡς δ’ ἀπέσπεισαν μέθυ

### 1195.5

ἐς αὐτὸ χείλη πώματος κεχρημέναι καθῆκαν, εἷλκον δ’ εὐπτέρους ἐς αὐχένας.

### 1195.6

καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·

### 1195.7

ἣ δ’ ἕζετ’ ἔνθ’ ὁ καινὸς ἔσπεισεν γόνος

### 1195.8

ποτοῦ τ’ ἐγεύσατ’ εὐθὺς εὔπτερον δέμας

### 1195.9

ἔσεισε κἀβάκχευσεν, ἐκ δ’ ἔκλαγξ’ ὄπα

### 1205.1

ἀξύνετον αἰάζους’· ἐθάμβησεν δὲ πᾶς

### 1205.2

θοινατόρων ὅμιλος ὄρνιθος πόνους.

### 1205.3

θνήισκει δ’ ἀπασπαίρουσα, φοινικοσκελεῖς

### 1205.4

χηλὰς παρεῖσα. γυμνὰ δ’ ἐκ πέπλων μέλη

### 1205.5

ὑπὲρ τραπέζης ἧχ’ ὁ μαντευτὸς γόνος,

### 1210.1

βοᾶι δέ· Τίς μ’ ἔμελλεν ἀνθρώπων κτανεῖν;

### 1210.2

σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία

### 1210.3

καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.

### 1210.4

εὐθὺς δ’ ἐρευνᾶι γραῖαν ὠλένην λαβών,

### 1210.5

ἐπ’ αὐτοφώρωι πρέσβυν ὡς ἔχονθ’ ἕλοι

### post 1214

〈〉.

### 1215.1

ὤφθη δὲ καὶ κατεῖπ’ ἀναγκασθεὶς μόλις

### 1215.2

τόλμας Κρεούσης πώματός τε μηχανάς. θεῖ δ’ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας

### 1215.3

ὁ πυθόχρηστος Λοξίου νεανίας,

### 1215.4

κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·

### 1220.1

Ὦ γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,

### 1220.2

ξένης γυναικός, φαρμάκοισι θνήισκομεν.

### 1220.3

Δελφῶν δ’ ἄνακτες ὥρισαν πετρορριφῆ

### 1220.4

θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφωι μιᾶι,

### 1220.5

τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τ’ ἀνακτόροις

### 1225.1

φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις

### 1225.2

τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·

### 1225.3

παίδων γὰρ ἐλθοῦς’ εἰς ἔρον Φοίβου πάρα

### 1225.4

τὸ σῶμα κοινῆι τοῖς τέκνοις ἀπώλεσεν.

### 1225.5

Χο. οὐκ ἔστ’ οὐκ ἔστιν θανάτου

### 1230.1

παρατροπὰ μελέαι μοι·

### 1230.2

φανερὰ φανερὰ τάδ’ ἤδη

### 1230.3

†σπονδὰς ἐκ Διονύσου

### 1230.4

βοτρύων θοᾶς ἐχίδνας

### 1230.5

σταγόσι μειγνυμένας φόνωι†.

### 1235.1

φανερὰ θύματα νερτέρων,

### 1235.2

συμφοραὶ μὲν ἐμῶι βίωι,

### 1235.3

λεύσιμοι δὲ καταφθοραὶ δεσποίναι.

### 1235.4

τίνα φυγὰν πτερόεσσαν ἢ

### 1235.5

χθονὸς ὑπὸ σκοτίους μυχοὺς πορευθῶ,

### 1240.1

θανάτου λεύσιμον ἄταν

### 1240.2

ἀποφεύγουσα, τεθρίππων ὠκιστᾶν χαλᾶν ἐπιβᾶς’

### 1240.3

ἢ πρύμνας ἔπι ναῶν;

### 1240.4

οὐκ ἔστι λαθεῖν ὅτε μὴ χρήιζων

### 1245.1

θεὸς ἐκκλέπτει.

### 1245.2

τί ποτ’, ὦ μελέα δέσποινα, μένει

### 1245.3

ψυχῆι σε παθεῖν; ἆρα θέλουσαι

### 1245.4

δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ

### 1245.5

πεισόμεθ’ ὥσπερ τὸ δίκαιον; Κρ. πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,

### 1245.6

Πυθίαι ψήφωι κρατηθεῖς’, ἔκδοτος δὲ γίγνομαι.

### 1245.7

Χο. ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵν’ εἶ τύχης.

### 1245.8

Κρ. ποῖ φύγω δῆτ’; ἐκ γὰρ οἴκων προύλαβον μόλις πόδα

### 1245.9

μὴ θανεῖν, κλοπῆι δ’ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.

### 1255

Χο. ποῖ δ’ ἂν ἄλλος’ ἢ ’πὶ βωμόν; Κρ. καὶ τί μοι πλέον

### 1255.1

τόδε;

### 1255.2

Χο. ἱκέτιν οὐ θέμις φονεύειν. Κρ. τῶι νόμωι δέ γ’ ὄλλυμαι.

### 1255.3

Χο. χειρία γ’ ἁλοῦσα. Κρ. καὶ μὴν οἵδ’ ἀγωνισταὶ πικροὶ

### 1255.4

δεῦρ’ ἐπείγονται ξιφήρεις. Χο. ἵζε νυν πυρᾶς ἔπι.

### 1255.5

κἂν θάνηις γὰρ ἐνθάδ’ οὖσα, τοῖς ἀποκτείνασί σε

### 1260.1

προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.

### 1260.2

Ιων ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,

### 1260.3

οἵαν ἔχιδναν τήνδ’ ἔφυσας ἢ πυρὸς

### 1260.4

δράκοντ’ ἀναβλέποντα φοινίαν φλόγα,

### 1260.5

ἧι τόλμα πᾶς’ ἔνεστιν οὐδ’ ἥσσων ἔφυ

### 1265.1

Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτανεῖν.

### 1265.2

λάζυσθ’, ἵν’ αὐτῆς τοὺς ἀκηράτους πλόκους

### 1265.3

κόμης καταξήνωσι Παρνασοῦ πλάκες, ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.

### 1265.4

ἐσθλοῦ δ’ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν

### 1270.1

μολεῖν Ἀθηνῶν χὐπὸ μητρυιὰν πεσεῖν.

### 1270.2

ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας

### 1270.3

τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τ’ ἔφυς·

### 1270.4

ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων

### 1270.5

ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.

### 1275.1

[ἀλλ’ οὔτε βωμὸς οὔτ’ Ἀπόλλωνος δόμος

### 1275.2

σώσει ς’· ὁ δ’ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα

### 1275.3

καὶ μητρὶ τἠμῆι· καὶ γὰρ εἰ τὸ σῶμά μοι

### 1275.4

ἄπεστιν αὐτῆς, τοὔνομ’ οὐκ ἄπεστί πω.]

### 1275.5

ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην

### 1280.1

οἵαν ἔπλεξε· βωμὸν ἔπτημεν θεοῦ

### 1280.2

ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.

### 1280.3

Κρ. ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ

### 1280.4

ὑπέρ τ’ ἐμαυτῆς τοῦ θεοῦ θ’ ἵν’ ἕσταμεν.

### 1280.5

Ιων τί δ’ ἐστὶ Φοίβωι σοί τε κοινὸν ἐν μέσωι;

### 1285.1

Κρ. ἱερὸν τὸ σῶμα τῶι θεῶι δίδωμ’ ἔχειν.

### 1285.2

Ιων κἄπειτ’ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;

### 1285.3

Κρ. ἀλλ’ οὐκέτ’ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.

### 1285.4

Ιων †ἀλλ’ ἐγενόμεσθα, πατρὸς δ’ οὐσίαν λέγω†.

### 1285.5

Κρ. οὐκοῦν τότ’ ἦσθα· νῦν δ’ ἐγώ, σὺ δ’ οὐκέτι.

### 1290.1

Ιων οὐκ εὐσεβεῖς γε· τἀμὰ δ’ εὐσεβῆ τότ’ ἦν.

### 1290.2

Κρ. ἔκτεινά ς’ ὄντα πολέμιον δόμοις ἐμοῖς.

### 1290.3

Ιων οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα. Κρ. μάλιστα· κἀπίμπρης γ’ Ἐρεχθέως δόμους.

### 1290.4

Ιων ποίοισι πανοῖς ἢ πυρὸς ποίαι φλογί;

### 1295.1

Κρ. ἔμελλες οἰκεῖν τἄμ’, ἐμοῦ βίαι λαβών. Ιων κἄπειτα τοῦ μέλλειν μ’ ἀπέκτεινες φόβωι;

### 1295.2

Κρ. ὡς μὴ θάνοιμί γ’, εἰ σὺ μὴ μέλλων τύχοις.

### 1295.3

Ιων φθονεῖς ἄπαις οὖς’, εἰ πατὴρ ἐξηῦρέ με;

### 1295.4

Κρ. σὺ τῶν ἀτέκνων δῆτ’ ἀναρπάσεις δόμους;

### 1296.1

Ιων πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.

### 1296.2

Κρ. τοῖς Αἰόλου δὲ πῶς μετῆν τῆς Παλλάδος;

### 1296.3

Ιων ὅπλοισιν αὐτὴν οὐ λόγοις ἐρρύσατο.

### 1296.4

Κρ. ἐπίκουρος οἰκήτωρ γ’ ἂν οὐκ εἴη χθονός.

### 1304

Ιων ἡμῖν †δέ γ’ ἀλλὰ πατρὶ† γῆς οὐκ ἦν μέρος;

### 1305.1

Κρ. ὅς’ ἀσπὶς ἔγχος θ’· ἥδε σοι παμπησία.

### 1305.2

Ιων ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.

### 1305.3

Κρ. τὴν σὴν ὅπου σοι μητέρ’ ἐστὶ νουθέτει.

### 1305.4

Ιων σὺ δ’ οὐχ ὑφέξεις ζημίαν κτείνους’ ἐμέ;

### 1305.5

Κρ. ἤν γ’ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέληις.

### 1310.1

Ιων τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασιν;

### 1310.2

Κρ. λυπήσομέν τιν’ ὧν λελυπήμεσθ’ ὕπο.

### 1310.3

Ιων φεῦ·

### 1312.1

δεινόν γε θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς

### 1312.2

ἔθηκεν ὁ θεὸς οὐδ’ ἀπὸ γνώμης σοφῆς·

### 1312.3

τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν

### 1315.1

ἀλλ’ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν

### 1315.2

θεῶν πονηρᾶι χειρί, τοῖσι δ’ ἐνδίκοις· ἱερὰ καθίζειν 〈δ’〉 ὅστις ἠδικεῖτ’ ἐχρῆν,

### 1315.3

καὶ μὴ ’πὶ ταὐτὸ τοῦτ’ ἰόντ’ ἔχειν ἴσον

### 1315.4

τόν τ’ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.

### 1320

ΠΡΟΦΗΤΙΣ

### 1320.1

ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον

### 1320.2

λιποῦσα θριγκοὺς τούσδ’ ὑπερβάλλω ποδὶ

### 1320.3

Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον

### 1320.4

σώιζουσα, πασῶν Δελφίδων ἐξαίρετος.

### 1320.5

Ιων χαῖρ’, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.

### 1325.1

Πρ. ἀλλ’ οὖν λεγόμεθά γ’· ἡ φάτις δ’ οὔ μοι πικρά.

### 1325.2

Ιων ἤκουσας ὥς μ’ ἔκτεινεν ἥδε μηχαναῖς;

### 1325.3

Πρ. ἤκουσα· καὶ σὺ δ’ ὠμὸς ὢν ἁμαρτάνεις.

### 1325.4

Ιων οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;

### 1325.5

Πρ. προγόνοις δάμαρτες δυσμενεῖς ἀεί ποτε.

### 1330.1

Ιων ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.

### 1330.2

Πρ. μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν

### 1330.3

Ιων τί δή με δρᾶσαι νουθετούμενον χρεών;

### 1330.4

Πρ. καθαρὸς Ἀθήνας ἔλθ’ ὑπ’ οἰωνῶν καλῶν.

### 1330.5

Ιων καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνηι.

### 1335.1

Πρ. μὴ σύ γε· παρ’ ἡμῶν δ’ ἔκλαβ’ οὓς ἔχω λόγους.

### 1335.2

Ιων λέγοις ἄν· εὔνους δ’ οὖς’ ἐρεῖς ὅς’ ἂν λέγηις.

### 1335.3

Πρ. ὁρᾶις τόδ’ ἄγγος χερὸς ὑπ’ ἀγκάλαις ἐμαῖς;

### 1335.4

Ιων ὁρῶ παλαιὰν ἀντίπηγ’ ἐν στέμμασιν.

### 1335.5

Πρ. ἐν τῆιδέ ς’ ἔλαβον νεόγονον βρέφος ποτέ.

### 1340.1

Ιων τί φήις; ὁ μῦθος εἰσενήνεκται νέος.

### 1340.2

Πρ. σιγῆι γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν. Ιων πῶς οὖν ἔκρυπτες τότε λαβοῦς’ ἡμᾶς πάλαι;

### 1340.3

Πρ. ὁ θεὸς ἐβούλετ’ ἐν δόμοις 〈σ’〉 ἔχειν λάτριν.

### 1340.4

Ιων νῦν δ’ οὐχὶ χρήιζει; τῶι τόδε γνῶναί με χρή;

### 1345.1

Πρ. πατέρα κατειπὼν τῆσδέ ς’ ἐκπέμπει χθονός.

### 1345.2

Ιων σὺ δ’ ἐκ κελευσμῶν ἢ πόθεν σώιζεις τάδε;

### 1345.3

Πρ. ἐνθύμιόν μοι τότε τίθησι Λοξίας.

### 1345.4

Ιων τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.

### 1345.5

Πρ. σῶσαι τόδ’ εὕρημ’ ἐς τὸν ὄντα νῦν χρόνον. Ιων ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;

### 1345.6

Πρ. ἐνθάδε κέκρυπται σπάργαν’ οἷς ἐνῆσθα σύ.

### 1345.7

Ιων μητρὸς τάδ’ ἡμῖν ἐκφέρεις ζητήματα;

### 1345.8

Πρ. ἐπεί γ’ ὁ δαίμων βούλεται· πάροιθε δ’ οὔ.

### 1345.9

Ιων ὦ μακαρία μοι φασμάτων ἥδ’ ἡμέρα.

### 1355.1

Πρ. λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.

### 1355.2

〈Ιων〉 πᾶσάν γ’ ἐπελθὼν Ἀσιάδ’ Εὐρώπης θ’ ὅρους.

### 1355.3

〈Πρ.〉 γνώσηι τάδ’ αὐτός. τοῦ θεοῦ δ’ ἕκατί σε

### 1355.4

ἔθρεψά τ’, ὦ παῖ, καὶ τάδ’ ἀποδίδωμί σοι,

### 1355.5

ἃ κεῖνος ἀκέλευστόν μ’ ἐβουλήθη λαβεῖν

### 1360.1

†σῶσαί θ’· ὅτου δ’ ἐβούλεθ’ οὕνεκ’ οὐκ ἔχω λέγειν†.

### 1360.2

ἤιδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε

### 1360.3

ἔχοντας ἡμᾶς οὐδ’ ἵν’ ἦν κεκρυμμένα.

### 1360.4

καὶ χαῖρ’· ἴσον γάρ ς’ ὡς τεκοῦς’ ἀσπάζομαι.

### 1360.5

[ἄρξαι δ’ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·

### 1365.1

πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,

### 1365.2

ἔπειτα δ’ εἴ τις Ἑλλάς. ἐξ ἡμῶν δ’ ἔχεις

### 1365.3

ἅπαντα Φοίβου θ’, ὃς μετέσχε τῆς τύχης.]

### 1365.4

Ιων φεῦ φεῦ· κατ’ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,

### 1370.1

ἐκεῖσε τὸν νοῦν δοὺς ὅθ’ ἡ τεκοῦσά με

### 1370.2

κρυφαῖα νυμφευθεῖς’ ἀπημπόλα λάθραι

### 1370.3

καὶ μαστὸν οὐκ ἐπέσχεν· ἀλλ’ ἀνώνυμος

### 1370.4

ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.

### 1370.5

τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος

### 1375.1

βαρέα· χρόνον γὰρ ὅν μ’ ἐχρῆν ἐν ἀγκάλαις

### 1375.2

μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου

### 1375.3

ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.

### 1375.4

τλήμων δὲ χἠ τεκοῦσά μ’· ὡς ταὐτὸν πάθος

### 1375.5

πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.

### 1380.1

καὶ νῦν λαβὼν τήνδ’ ἀντίπηγ’ οἴσω θεῶι

### 1380.2

ἀνάθημ’, ἵν’ εὕρω μηδὲν ὧν οὐ βούλομαι.

### 1380.3

εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,

### 1380.4

εὑρεῖν κάκιον μητέρ’ ἢ σιγῶντ’ ἐᾶν.

### 1380.5

ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς·

### 1385.1

καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίαι

### 1385.2

πολεμῶ, τὰ μητρὸς σύμβολ’ ὃς σέσωκέ μοι;

### 1385.3

ἀνοικτέον τάδ’ ἐστὶ καὶ τολμητέον·

### 1385.4

τὰ γὰρ πεπρωμέν’ οὐχ ὑπερβαίην ποτ’ ἄν.

### 1385.5

ὦ στέμμαθ’ ἱερά, τί ποτέ μοι κεκεύθατε,

### 1390.1

καὶ σύνδεθ’ οἷσι τἄμ’ ἐφρουρήθη φίλα;

### 1390.2

ἰδοὺ περίπτυγμ’ ἀντίπηγος εὐκύκλου

### 1390.3

ὡς οὐ γεγήρακ’ ἔκ τινος θεηλάτου, εὐρώς τ’ ἄπεστι πλεγμάτων· ὁ δ’ ἐν μέσωι

### 1390.4

χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.

### 1395.1

Κρ. τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;

### 1395.2

Ιων σίγα σύ· πῆμα καὶ πάροιθεν ἦσθά μοι.

### 1395.3

Κρ. οὐκ ἐν σιωπῆι τἀμά· μή με νουθέτει.

### 1395.4

ὁρῶ γὰρ ἄγγος ὧι ’ξέθηκ’ ἐγώ ποτε

### 1395.5

σέ γ’, ὦ τέκνον μοι, βρέφος ἔτ’ ὄντα νήπιον, Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.

### 1395.6

λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.

### 1395.7

Ιων λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο

### 1395.8

βωμοῦ λιποῦσα ξόανα· δεῖτε δ’ ὠλένας.

### 1395.9

Κρ. σφάζοντες οὐ λήγοιτ’ ἄν· ὡς ἀνθέξομαι

### 1405.1

καὶ τῆσδε καὶ σοῦ τῶν τ’ ἔσω κεκρυμμένων.

### 1405.2

Ιων τάδ’ οὐχὶ δεινά; ῥυσιάζομαι δόλωι.

### 1405.3

Κρ. οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκηι φίλος.

### 1405.4

Ιων ἐγὼ φίλος σός; κἆιτά μ’ ἔκτεινες λάθραι;

### 1405.5

Κρ. παῖς γ’, εἰ τόδ’ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.

### 1410.1

Ιων παῦσαι πλέκουσα—λήψομαί ς’ ἐγώ—πλοκάς.

### 1410.2

Κρ. ἐς τοῦθ’ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.

### 1410.3

Ιων κενὸν τόδ’ ἄγγος ἢ στέγει πλήρωμά τι;

### 1410.4

Κρ. σά γ’ ἔνδυθ’, οἷσί ς’ ἐξέθηκ’ ἐγώ ποτε.

### 1410.5

Ιων καὶ τοὔνομ’ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;

### 1415.1

Κρ. κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.

### 1415.2

Ιων λέγ’· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.

### 1415.3

Κρ. σκέψασθ’ ὃ παῖς ποτ’ οὖς’ ὕφασμ’ ὕφην’ ἐγώ. Ιων ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.

### 1415.4

Κρ. οὐ τέλεον, οἷον δ’ ἐκδίδαγμα κερκίδος.

### 1420.1

Ιων μορφὴν ἔχον τίν’; ὥς με μὴ ταύτηι λάβηις.

### 1420.2

Κρ. Γοργὼν μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.

### 1420.3

Ιων ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;

### 1420.4

Κρ. κεκρασπέδωται δ’ ὄφεσιν αἰγίδος τρόπον.

### 1420.5

Ιων ἰδού·

### 1424

τόδ’ ἔσθ’ ὕφασμα †θέσφαθ’ ὡς εὑρίσκομεν†.

### 1425.1

Κρ. ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.

### 1425.2

Ιων ἔστιν τι πρὸς τῶιδ’ ἢ μόνον τόδ’ εὐτυχεῖς;

### 1425.3

Κρ. δράκοντε μαρμαίροντε πάγχρυσον γένυν,

### 1425.4

δώρημ’ Ἀθάνας, οἷς τέκν’ ἐντρέφειν λέγει,

### 1425.5

Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.

### 1430.1

Ιων τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;

### 1430.2

Κρ. δέραια παιδὶ νεογόνωι φέρειν, τέκνον.

### 1430.3

Ιων ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.

### 1430.4

Κρ. στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,

### 1430.5

ἣν πρῶτ’ Ἀθάνας σκόπελος ἐξηνέγκατο,

### 1435.1

ὅς, εἴπερ ἐστίν, οὔποτ’ ἐκλείπει χλόην,

### 1435.2

θάλλει δ’, ἐλαίας ἐξ ἀκηράτου γεγώς.

### 1435.3

Ιων ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός ς’ ἰδὼν πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.

### 1435.4

Κρ. ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου

### 1440.1

(συγγνώσεται γὰρ ὁ θεός), ἐν χεροῖν ς’ ἔχω,

### 1440.2

ἄελπτον εὕρημ’, ὃν κατὰ γᾶς ἐνέρων

### 1440.3

χθονίων μέτα Περσεφόνας τ’ ἐδόκουν ναίειν.

### 1440.4

Ιων ἀλλ’, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν

### 1440.5

ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.

### 1445.1

Κρ. ἰὼ ἰὼ λαμπρᾶς αἰθέρος ἀμπτυχαί,

### 1445.2

τίν’ αὐδὰν ἀύσω βοάσω; πόθεν μοι

### 1448.1

συνέκυρς’ ἀδόκητος ἡδονά;

### 1448.2

πόθεν ἐλάβομεν χαράν; Ιων ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,

### 1448.3

μῆτερ, παρέστη τῶνδ’, ὅπως σός εἰμ’ ἐγώ.

### 1448.4

Κρ. ἔτι φόβωι τρέμω.

### 1452.1

Ιων μῶν οὐκ ἔχειν μ’ ἔχουσα; Κρ. τὰς γὰρ ἐλπίδας

### 1452.2

ἀπέβαλον πρόσω.

### 1452.3

ἰὼ 〈ἰὼ〉 γύναι, πόθεν ἔλαβες ἐμὸν

### 1454

βρέφος ἐς ἀγκάλας;

### 1455.1

τίν’ ἀνὰ χέρα δόμους ἔβα Λοξίου;

### 1455.2

Ιων θεῖον τόδ’· ἀλλὰ τἀπίλοιπα τῆς τύχης

### 1455.3

εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθ’ ἐδυστύχει.

### 1455.4

Κρ. τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύηι,

### 1455.5

γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζηι.

### 1460.1

νῦν δὲ γενειάσιν πάρα σέθεν πνέω

### 1460.2

μακαριωτάτας τυχοῦς’ ἡδονᾶς.

### 1460.3

Ιων τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.

### 1460.4

Κρ. ἄπαιδες οὐκέτ’ ἐσμὲν οὐδ’ ἄτεκνοι· δῶμ’ ἑστιοῦται, γᾶ δ’ ἔχει τυράννους,

### 1465.1

ἀνηβᾶι δ’ Ἐρεχθεύς·

### 1465.2

ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,

### 1465.3

ἀελίου δ’ ἀναβλέπει λαμπάσιν.

### 1465.4

Ιων μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω

### 1465.5

τῆς ἡδονῆς τῆσδ’ ἧς ἔδωχ’ ὑμῖν ἐγώ.

### 1470.1

Κρ. ὦ τέκνον,

### 1470.2

τί φήις; οἷον οἷον ἀνελέγχομαι.

### 1470.3

Ιων πῶς εἶπας; 〈Κρ.〉 ἄλλοθεν γέγονας, ἄλλοθεν.

### 1470.4

Ιων ὤμοι· νόθον με παρθένευμ’ ἔτικτε σόν;

### 1470.5

Κρ. οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων

### 1475.1

ὑμέναιος ἐμός,

### 1475.2

τέκνον, ἔτικτε σὸν κάρα.

### 1475.3

Ιων αἰαῖ· πέφυκα δυσγενής, μῆτερ; πόθεν;

### 1475.4

Κρ. ἴστω Γοργοφόνα Ιων τί τοῦτ’ ἔλεξας;

### 1475.5

Κρ. ἃ σκοπέλοις ἐπ’ ἐμοῖς

### 1480.1

τὸν ἐλαιοφυῆ πάγον

### 1480.2

θάσσει Ιων λέγεις μοι σκολιὰ κοὐ σαφῆ τάδε.

### 1480.3

Κρ. παρ’ ἀηδόνιον πέτραν

### 1480.4

Φοίβωι Ιων τί Φοῖβον αὐδᾶις;

### 1480.5

Κρ. κρυπτόμενον λέχος ηὐνάσθην

### 1485.1

Ιων λέγ’· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.

### 1485.2

Κρ. δεκάτωι δέ σε μηνὸς ἐν

### 1485.3

κύκλωι κρύφιον ὠδῖν’ ἔτεκον Φοίβωι.

### 1485.4

Ιων ὦ φίλτατ’ εἰποῦς’, εἰ λέγεις ἐτήτυμα. Κρ. παρθένια δ’ †ἐμᾶς ματέρος†

### 1490.1

σπάργαν’ ἀμφίβολά σοι τάδ’ ἀνῆψα κερ‐

### 1490.2

κίδος ἐμᾶς πλάνους.

### 1490.3

γάλακτι δ’ οὐκ ἐπέσχον οὐδὲ μαστῶι

### 1490.4

τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,

### 1490.5

ἀνὰ δ’ ἄντρον ἔρημον οἰωνῶν

### 1495.1

γαμφηλαῖς φόνευμα θοίναμά τ’ εἰς

### 1495.2

Ἅιδαν ἐκβάλληι.

### 1495.3

Ιων ὦ δεινὰ τλᾶσα, μῆτερ. Κρ. ἐν φόβωι, τέκνον,

### 1495.4

καταδεθεῖσα σὰν ἀπέβαλον ψυχάν.

### 1495.5

ἔκτεινά ς’ ἄκους’. Ιων †ἐξ ἐμοῦ τ’ οὐχ ὅσι’ ἔθνηισκες†.

### 1502

Κρ. ἰὼ 〈ἰώ〉· δειναὶ μὲν 〈αἱ〉 τότε τύχαι,

### 1504

δεινὰ δὲ καὶ τάδ’· ἑλισσόμεσθ’ ἐκεῖθεν

### 1505.1

ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,

### 1505.2

μεθίσταται δὲ πνεύματα.

### 1508.1

μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν

### 1508.2

δὲ γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.

### 1510.1

Χο. μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ

### 1510.2

ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.

### 1510.3

Ιων ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν

### 1510.4

καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς

### 1510.5

τύχη, παρ’ οἵαν ἤλθομεν στάθμην βίου

### 1515.1

μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.

### 1515.2

φεῦ·

### 1516.1

ἆρ’ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς ἔνεστι πάντα τάδε καθ’ ἡμέραν μαθεῖν;

### 1516.2

φίλον μὲν οὖν ς’ εὕρημα, μῆτερ, ηὕρομεν,

### 1516.3

καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·

### 1520.1

τὰ δ’ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.

### 1520.2

δεῦρ’ ἔλθ’· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω

### 1520.3

καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.

### 1520.4

ὅρα σύ, μῆτερ, μὴ σφαλεῖς’ ἃ παρθένοις

### 1520.5

ἐγγίγνεται νοσήματ’ ἐς κρυπτοὺς γάμους

### 1525.1

ἔπειτα τῶι θεῶι προστίθης τὴν αἰτίαν

### 1525.2

καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη

### 1525.3

Φοίβωι τεκεῖν με φήις, τεκοῦς’ οὐκ ἐκ θεοῦ.

### 1525.4

Κρ. μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε

### 1525.5

Νίκην Ἀθάναν Ζηνὶ γηγενεῖς ἔπι,

### 1530.1

οὐκ ἔστιν οὐδείς σοι πατὴρ θνητῶν, τέκνον,

### 1530.2

ἀλλ’ ὅσπερ ἐξέθρεψε Λοξίας ἄναξ.

### 1530.3

Ιων πῶς οὖν τὸν αὑτοῦ παῖδ’ ἔδωκ’ ἄλλωι πατρὶ

### 1530.4

Ξούθου τέ φησι παῖδά μ’ ἐκπεφυκέναι;

### 1530.5

Κρ. πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε

### 1535.1

αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλωι

### 1535.2

δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.

### 1535.3

Ιων ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται;

### 1535.4

ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.

### 1535.5

Κρ. ἄκουε δή νυν ἅμ’ ἐσῆλθεν, ὦ τέκνον·

### 1540.1

εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ

### 1540.2

δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος οὐκ ἔσχες ἄν ποτ’ οὔτε παγκλήρους δόμους

### 1540.3

οὔτ’ ὄνομα πατρός. πῶς γάρ, οὗ γ’ ἐγὼ γάμους

### 1540.4

ἔκρυπτον αὐτὴ καί ς’ ἀπέκτεινον λάθραι;

### 1545.1

ὁ δ’ ὠφελῶν σε προστίθης’ ἄλλωι πατρί.

### 1545.2

Ιων οὐχ ὧδε φαύλως αὔτ’ ἐγὼ μετέρχομαι,

### 1545.3

ἀλλ’ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους

### 1545.4

εἴτ’ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.

### 1545.5

ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;

### 1545.6

φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων

### 1545.7

ὁρῶμεν, εἰ μὴ καιρός ἐσθ’ ἡμᾶς ὁρᾶν.

### 1545.8

ΑΘΗΝΑ

### 1553.1

μὴ φεύγετ’· οὐ γὰρ πολεμίαν με φεύγετε

### 1553.2

ἀλλ’ ἔν τ’ Ἀθήναις κἀνθάδ’ οὖσαν εὐμενῆ.

### 1555.1

ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς

### 1555.2

Παλλάς, δρόμωι σπεύσας’ Ἀπόλλωνος πάρα,

### 1555.3

ὃς ἐς μὲν ὄψιν σφῶιν μολεῖν οὐκ ἠξίου,

### 1555.4

μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόληι,

### 1555.5

ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·

### 1560.1

ὡς ἥδε τίκτει ς’ ἐξ Ἀπόλλωνος πατρός,

### 1560.2

δίδωσι δ’ οἷς ἔδωκεν, οὐ φύσασί σε,

### 1560.3

ἀλλ’ ὡς κομίζηι ’ς οἶκον εὐγενέστατον.

### 1560.4

ἐπεὶ δ’ ἀνεώιχθη πρᾶγμα μηνυθὲν τόδε,

### 1560.5

θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων

### 1565.1

καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.

### 1565.2

ἔμελλε δ’ αὐτὰ διασιωπήσας ἄναξ

### 1565.3

ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σοὶ σέ θ’ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.

### 1565.4

ἀλλ’ ὡς περαίνω πρᾶγμα καὶ χρησμοὺς θεοῦ,

### 1570.1

ἐφ’ οἷσιν ἔζευξ’ ἅρματ’, εἰσακούσατον.

### 1570.2

λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα

### 1570.3

χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς

### 1570.4

ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς

### 1570.5

δίκαιος ἄρχειν τῆς ἐμῆς ὅδε χθονός,

### 1575.1

ἔσται δ’ ἀν’ Ἑλλάδ’ εὐκλεής. οἱ τοῦδε γὰρ

### 1575.2

παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς

### 1575.3

ἐπώνυμοι γῆς κἀπιφυλίων χθονὸς

### 1575.4

λαῶν ἔσονται, σκόπελον οἳ ναίους’ ἐμόν.

### 1575.5

Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος

### post 1579

〈〉

### 1580.1

Ὅπλητες Ἀργαδῆς τ’, ἐμῆς 〈τ’〉 ἀπ’ αἰγίδος

### 1580.2

ἓν φῦλον ἕξους’ Αἰγικορῆς. οἱ τῶνδε δ’ αὖ

### 1580.3

παῖδες γενόμενοι σὺν χρόνωι πεπρωμένωι

### 1580.4

Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις

### 1580.5

χέρσους τε παράλους, ὃ σθένος τἠμῆι χθονὶ

### 1585.1

δίδωσιν· ἀντίπορθμα δ’ ἠπείροιν δυοῖν

### 1585.2

πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς

### 1585.3

Εὐρωπίας τε· τοῦδε δ’ ὀνόματος χάριν

### 1585.4

Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.

### 1585.5

Ξούθωι δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,

### 1590.1

Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται

### 1590.2

πόλις κατ’ αἶαν Πελοπίαν· ὁ δεύτερος

### 1590.3

Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας τύραννος ἔσται, κἀπισημανθήσεται

### 1590.4

κείνου κεκλῆσθαι λαὸς ὄνομ’ ἐπώνυμον.

### 1595.1

καλῶς δ’ Ἀπόλλων πάντ’ ἔπραξε· πρῶτα μὲν

### 1595.2

ἄνοσον λοχεύει ς’, ὥστε μὴ γνῶναι φίλους·

### 1595.3

ἐπεὶ δ’ ἔτικτες τόνδε παῖδα κἀπέθου

### 1595.4

ἐν σπαργάνοισιν, ἁρπάσαντ’ ἐς ἀγκάλας

### 1595.5

Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος, ἔθρεψέ τ’ οὐδ’ εἴασεν ἐκπνεῦσαι βίον.

### 1595.6

νῦν οὖν σιώπα παῖς ὅδ’ ὡς πέφυκε σός,

### 1595.7

ἵν’ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχηι

### 1595.8

σύ τ’ αὖ τὰ σαυτῆς ἀγάθ’ ἔχους’ ἴηις, γύναι.

### 1595.9

καὶ χαίρετ’· ἐκ γὰρ τῆσδ’ ἀναψυχῆς πόνων

### 1605.1

εὐδαίμον’ ὑμῖν πότμον ἐξαγγέλλομαι.

### 1605.2

Ιων ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίαι

### 1605.3

σοὺς λόγους ἐδεξάμεσθα, πείθομαι δ’ εἶναι πατρὸς

### 1605.4

Λοξίου καὶ τῆσδε· καὶ πρὶν τοῦτο δ’ οὐκ ἄπιστον ἦν.

### 1605.5

Κρ. τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,

### 1610.1

οὕνεχ’ οὗ ποτ’ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.

### 1610.2

αἵδε δ’ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,

### 1610.3

δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας

### 1610.4

ἡδέως ἐκκριμνάμεσθα καὶ προσεννέπω πύλας.

### 1610.5

Αθ. ἤινες’ οὕνεκ’ εὐλογεῖς θεὸν μεταβαλοῦς’ †ἀεί που†

### 1615.1

χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ’ οὐκ ἀσθενῆ.

### 1615.2

Κρ. ὦ τέκνον, στείχωμεν οἴκους. Αθ. στείχεθ’, ἕψομαι δ’ ἐγώ.

### 1615.3

Ιων ἀξία γ’ ἡμῶν ὁδουρός. 〈Κρ.〉 καὶ φιλοῦσά γε πτόλιν.

### 1615.4

Αθ. ἐς θρόνους δ’ ἵζου παλαιούς. Ιων ἄξιον τὸ κτῆμά μοι.

### 1620

Χο. ὦ Διὸς Λητοῦς τ’ Ἄπολλον, χαῖρ’· ὅτωι δ’ ἐλαύνεται

### 1620.1

συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·

### 1620.2

ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων, οἱ κακοὶ δ’, ὥσπερ πεφύκας’, οὔποτ’ εὖ πράξειαν ἄν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-ion-cbm-bf.json (sha256:b5046d74f67bea7d0b058d5aac2c9c57cc95d65e17cee3fa640cee484eb18435). Cite as `eul_wid: cbm-bf`.
