---
title: Hercules
title_greek: Ἡρακλῆς
author: Euripides
eul_wid: cbm-as
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/hercules"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-hercules-cbm-as.json"
sha256: e858c5d628846b17dc4ee26f34766301baf38a1aee5bc55458e35768204ab025
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Hercules

*Ἡρακλῆς*

**Author:** Euripides

**eul_wid:** `cbm-as` · [HTML page](https://eulogikon.org/grc/euripides/hercules) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-hercules-cbm-as.json)

## Text

### 1

ΑΜΦΙΤΡΥΩΝ

### 1.1

Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,

### 1.2

Ἀργεῖον Ἀμφιτρύων’, ὃν Ἀλκαῖός ποτε

### 1.3

ἔτιχθ’ ὁ Περσέως, πατέρα τόνδ’ Ἡρακλέους;

### 1.4

ὃς τάσδε Θήβας ἔσχον, ἔνθ’ ὁ γηγενὴς

### 5.1

σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης

### 5.2

ἔσως’ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν

### 5.3

τεκνοῦσι παίδων παισίν· ἔνθεν ἐξέφυ

### 5.4

Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.

### 5.5

Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,

### 10.1

ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε

### 10.2

λωτῶι συνηλάλαξαν ἡνίκ’ εἰς ἐμοὺς

### 10.3

δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.

### 10.4

λιπὼν δὲ Θήβας, οὗ κατωικίσθην ἐγώ,

### 10.5

Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς

### 15.1

Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν

### 15.2

ὠρέξατ’ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν

### 15.3

Ἠλεκτρύωνα. συμφορὰς δὲ τὰς ἐμὰς

### 15.4

ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων

### 15.5

καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,

### 20.1

ἐξημερῶσαι γαῖαν, εἴθ’ Ἥρας ὕπο κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.

### 20.2

καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,

### 20.3

τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα

### 20.4

βέβηκ’ ἐς Ἅιδου τὸν τρισώματον κύνα

### 25.1

ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.

### 25.2

γέρων δὲ δή τις ἔστι Καδμείων λόγος

### 25.3

ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος

### 25.4

τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,

### 25.5

τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς

### 30.1

Ἀμφίον’ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.

### 30.2

οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,

### 30.3

Καδμεῖος οὐκ ὢν ἀλλ’ ἀπ’ Εὐβοίας μολών,

### 30.4

κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,

### 30.5

στάσει νοσοῦσαν τήνδ’ ἐπεσπεσὼν πόλιν.

### 35.1

ἡμῖν δὲ κῆδος ἐς Κρέοντ’ ἀνημμένον

### 35.2

κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.

### 35.3

τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς

### 35.4

ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος

### 35.5

τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει

### 40.1

κτανὼν δάμαρτά 〈θ’〉, ὡς φόνωι σβέσηι φόνον,

### 40.2

κἄμ’ (εἴ τι δὴ χρὴ κἄμ’ ἐν ἀνδράσιν λέγειν,

### 40.3

γέροντ’ ἀχρεῖον), μή ποθ’ οἵδ’ ἠνδρωμένοι

### 40.4

μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.

### 40.5

ἐγὼ δέ (λείπει γάρ με τοῖσδ’ ἐν δώμασιν

### 45.1

τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς

### 45.2

μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός)

### 45.3

σὺν μητρί, τέκνα μὴ θάνως’ Ἡρακλέους,

### 45.4

βωμὸν καθίζω τόνδε σωτῆρος Διός,

### 45.5

ὃν καλλινίκου δορὸς ἄγαλμ’ ἱδρύσατο Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. πάντων δὲ χρεῖοι τάσδ’ ἕδρας φυλάσσομεν,

### 45.6

σίτων ποτῶν ἐσθῆτος, ἀστρώτωι πέδωι

### 45.7

πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι

### 45.8

δόμων καθήμεθ’ ἀπορίαι σωτηρίας.

### 55.1

φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,

### 55.2

οἱ δ’ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.

### 55.3

τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·

### 55.4

ἧς μήποθ’ ὅστις καὶ μέσως εὔνους ἐμοὶ

### 55.5

τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.

### 60

ΜΕΓΑΡΑ

### 60.1

ὦ πρέσβυ, Ταφίων ὅς ποτ’ ἐξεῖλες πόλιν

### 60.2

στρατηλατήσας κλεινὰ Καδμείων δορός,

### 60.3

ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.

### 60.4

ἐγὼ γὰρ οὔτ’ ἐς πατέρ’ ἀπηλάθην τύχης,

### 60.5

ὃς οὕνεκ’ ὄλβου μέγας ἐκομπάσθη ποτὲ

### 65.1

ἔχων τυραννίδ’, ἧς μακραὶ λόγχαι πέρι

### 65.2

πηδῶς’ ἔρωτι σώματ’ εἰς εὐδαίμονα,

### 65.3

ἔχων δὲ τέκνα· κἄμ’ ἔδωκε παιδὶ σῶι,

### 65.4

ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.

### 65.5

καὶ νῦν ἐκεῖνα μὲν θανόντ’ ἀνέπτατο,

### 70.1

ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνήισκειν, γέρον,

### 70.2

οἵ θ’ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς

### 70.3

σώιζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένους.

### 70.4

οἱ δ’ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων

### 70.5

Ὦ μῆτερ, αὐδᾶι, ποῖ πατὴρ ἄπεστι γῆς;

### 75.1

τί δρᾶι, πόθ’ ἥξει; τῶι νέωι δ’ ἐσφαλμένοι

### 75.2

ζητοῦσι τὸν τεκόντ’, ἐγὼ δὲ διαφέρω λόγοισι μυθεύουσα. θαυμάζων δ’ ὅταν

### 75.3

πύλαι ψοφῶσι πᾶς ἀνίστησιν πόδα,

### 75.4

ὡς πρὸς πατρῶιον προσπεσούμενοι γόνυ.

### 80.1

νῦν οὖν τίν’ ἐλπίδ’ ἢ πόρον σωτηρίας

### 80.2

ἐξευμαρίζηι, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.

### 80.3

ὡς οὔτε γαίας ὅρι’ ἂν ἐκβαῖμεν λάθραι

### 80.4

(φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ’ ἐξόδους)

### 80.5

οὔτ’ ἐν φίλοισιν ἐλπίδες σωτηρίας

### 85.1

ἔτ’ εἰσὶν ἡμῖν. ἥντιν’ οὖν γνώμην ἔχεις

### 85.2

λέγ’ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ἦι.

### 88.1

Αμ. ὦ θύγατερ, οὔτοι ῥάιδιον τὰ τοιάδε

### 88.2

φαύλως παραινεῖν σπουδάσαντ’ ἄνευ πόνου·

### 87

χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.

### 90.1

Με. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;

### 90.2

Αμ. καὶ τῶιδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.

### 90.3

Με. κἀγώ· δοκεῖν δὲ τἀδόκητ’ οὐ χρή, γέρον.

### 90.4

Αμ. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ’ ἄκη.

### 90.5

Με. ὁ δ’ ἐν μέσωι γε λυπρὸς ὢν δάκνει χρόνος.

### 95.1

Αμ. γένοιτο μέντἄν, θύγατερ, οὔριος δρόμος

### 95.2

ἐκ τῶν παρόντων τῶνδ’ ἐμοὶ καὶ σοὶ κακῶν

### 95.3

ἔλθοι τ’ ἔτ’ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.

### 95.4

ἀλλ’ ἡσύχαζε καὶ δακρυρρόους τέκνων

### 95.5

πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.

### 95.6

κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,

### 95.7

καὶ πνεύματ’ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει, οἵ τ’ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς·

### 95.8

ἐξίσταται γὰρ πάντ’ ἀπ’ ἀλλήλων δίχα.

### 105.1

οὗτος δ’ ἀνὴρ ἄριστος ὅστις ἐλπίσιν

### 105.2

πέποιθεν αἰεί· τὸ δ’ ἀπορεῖν ἀνδρὸς κακοῦ.

### 105.3

ΧΟΡΟΣ

### 107.1

ὑψόροφα μέλαθρα καὶ γεραι‐

### 107.2

ὰ δέμνι’ ἀμφὶ βάκτροις

### 107.3

ἔρεισμα θέμενος ἐστάλην

### 110.1

ἰηλέμων γέρων ἀοι‐

### 110.2

δὸς ὥστε πολιὸς ὄρνις,

### 110.3

ἔπεα μόνον καὶ δόκημα νυκτερω‐

### 110.4

πὸν ἐννύχων ὀνείρων,

### 110.5

τρομερὰ μὲν ἀλλ’ ὅμως πρόθυμ’,

### 115.1

ὦ τέκεα τέκεα πατρὸς ἀπάτορ’,

### 115.2

ὦ γεραιὲ σύ τε τάλαινα μᾶ‐

### 115.3

τερ, ἃ τὸν 〈ἐν〉 Ἀίδα δόμοις

### 115.4

πόσιν ἀναστενάζεις.

### 115.5

†μὴ προκάμητε πόδα† βαρύ τε κῶ‐

### 120.1

λον ὥστε πρὸς πετραῖον

### 120.2

λέπας †ζυγηφόρον πῶλον

### 120.3

ἀνέντες ὡς βάρος φέρον τροχηλάτοιο πώλου†.

### 120.4

λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοι‐

### 125.1

πε ποδὸς ἀμαυρὸν ἴχνος.

### 125.2

γέρων γέροντα παρακόμιζ’,

### 128

ὧι ξύνοπλα δόρατα νέα νέωι

### 127

τὸ πάρος ἐν ἡλίκων πόνοις

### 129

ξυνῆν ποτ’, εὐκλεεστάτας

### 130.1

πατρίδος οὐκ ὀνείδη.

### 130.2

ἴδετε πατέρος ὡς γορ‐

### 130.3

γῶπες αἵδε προσφερεῖς

### 130.4

ὀμμάτων αὐγαί,

### 130.5

τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων

### 135

οὐδ’ ἀποίχεται χάρις.

### 135.1

Ἑλλὰς ὦ ξυμμάχους

### 135.2

οἵους οἵους ὀλέσασα

### 135.3

τούσδ’ ἀποστερήσηι.

### 135.4

ἀλλ’ εἰσορῶ γὰρ τόνδε δωμάτων πέλας

### 135.5

Λύκον περῶντα, τῆσδε κοίρανον χθονός.

### 140

ΛΥΚΟΣ

### 140.1

τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,

### 140.2

εἰ χρή μ’, ἐρωτῶ· χρὴ δ’, ἐπεί γε δεσπότης

### 140.3

ὑμῶν καθέστηχ’, ἱστορεῖν ἃ βούλομαι.

### 140.4

τίν’ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;

### 140.5

τίν’ ἐλπίδ’ ἀλκήν τ’ εἰσορᾶτε μὴ θανεῖν;

### 145.1

ἦ τὸν παρ’ Ἅιδηι πατέρα τῶνδε κείμενον

### 145.2

πιστεύεθ’ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν

### 145.3

τὸ πένθος αἴρεσθ’, εἰ θανεῖν ὑμᾶς χρεών,

### 145.4

σὺ μὲν καθ’ Ἑλλάδ’ ἐκβαλὼν κόμπους κενοὺς

### 145.5

ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών, σὺ δ’ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.

### 145.6

τί δὴ τὸ σεμνὸν σῶι κατείργασται πόσει,

### 145.7

ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν

### 145.8

ἢ τὸν Νέμειον θῆρ’, ὃν ἐν βρόχοις ἑλὼν

### 145.9

βραχίονός φης’ ἀγχόναισιν ἐξελεῖν;

### 155.1

τοῖσδ’ ἐξαγωνίζεσθε; τῶνδ’ ἄρ’ οὕνεκα

### 155.2

τοὺς Ἡρακλείους παῖδας οὐ θνήισκειν χρεών;

### 155.3

ὁ δ’ ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας

### 155.4

θηρῶν ἐν αἰχμῆι, τἄλλα δ’ οὐδὲν ἄλκιμος,

### 155.5

ὃς οὔποτ’ ἀσπίδ’ ἔσχε πρὸς λαιᾶι χερὶ

### 160.1

οὐδ’ ἦλθε λόγχης ἐγγὺς ἀλλὰ τόξ’ ἔχων,

### 160.2

κάκιστον ὅπλον, τῆι φυγῆι πρόχειρος ἦν.

### 160.3

ἀνδρὸς δ’ ἔλεγχος οὐχὶ τόξ’ εὐψυχίας

### 160.4

ἀλλ’ ὃς μένων βλέπει τε κἀντιδέρκεται

### 160.5

δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.

### 165.1

ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,

### 165.2

ἀλλ’ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν

### 165.3

Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.

### 165.4

οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ

### 165.5

χρήιζω λιπέσθαι, τῶν δεδραμένων δίκην.

### 170.1

Αμ. τῶι τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει

### 170.2

παιδός· τὸ δ’ εἰς ἔμ’, Ἡράκλεις, ἐμοὶ μέλει

### 170.3

λόγοισι τὴν τοῦδ’ ἀμαθίαν ὑπὲρ σέθεν

### 170.4

δεῖξαι· κακῶς γάρ ς’ οὐκ ἐατέον κλύειν.

### 170.5

πρῶτον μὲν οὖν τἄρρητ’ (ἐν ἀρρήτοισι γὰρ

### 175.1

τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες)

### 175.2

σὺν μάρτυσιν θεοῖς δεῖ μ’ ἀπαλλάξαι σέθεν.

### 175.3

Διὸς κεραυνὸν ἠρόμην τέθριππά τε

### 175.4

ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν

### 175.5

Γίγασι πλευροῖς πτήν’ ἐναρμόσας βέλη

### 180.1

τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·

### 180.2

τετρασκελές θ’ ὕβρισμα, Κενταύρων γένος,

### 180.3

Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,

### 180.4

ἐροῦ τίν’ ἄνδρ’ ἄριστον ἐγκρίνειαν ἄν·

### 180.5

ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φὴις εἶναι δοκεῖν;

### 185.1

Δίρφυν τ’ ἐρωτῶν ἥ ς’ ἔθρεψ’ Ἀβαντίδα,

### 185.2

οὐκ ἄν 〈σ’〉 ἐπαινέσειεν· οὐ γὰρ ἔσθ’ ὅπου

### 185.3

ἐσθλόν τι δράσας μάρτυρ’ ἂν λάβοις πάτραν.

### 185.4

τὸ πάνσοφον δ’ εὕρημα, τοξήρη σαγήν,

### 185.5

μέμφηι· κλύων νυν τἀπ’ ἐμοῦ σοφὸς γενοῦ.

### 190

ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων

### 193.1

θραύσας τε λόγχην οὐκ ἔχει τῶι σώματι

### 193.2

θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·

### 191.1

καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς

### 191.2

αὐτὸς τέθνηκε δειλίαι τῆι τῶν πέλας.

### 195.1

ὅσοι δὲ τόξοις χεῖρ’ ἔχουσιν εὔστοχον, ἓν μὲν τὸ λῶιστον, μυρίους οἰστοὺς ἀφεὶς

### 195.2

ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,

### 195.3

ἑκὰς δ’ ἀφεστὼς πολεμίους ἀμύνεται

### 195.4

τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν τὸ σῶμά τ’ οὐ δίδωσι τοῖς ἐναντίοις,

### 195.5

ἐν εὐφυλάκτωι δ’ ἐστί. τοῦτο δ’ ἐν μάχηι

### 195.6

σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς

### 195.7

σώιζειν τὸ σῶμα, μὴ ’κ τύχης ὡρμισμένον.

### 195.8

λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν

### 205.1

γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.

### 205.2

παῖδας δὲ δὴ τί τούσδ’ ἀποκτεῖναι θέλεις;

### 205.3

τί ς’ οἵδ’ ἔδρασαν; ἕν τί ς’ ἡγοῦμαι σοφόν,

### 205.4

εἰ τῶν ἀρίστων τἄκγον’ αὐτὸς ὢν κακὸς

### 205.5

δέδοικας. ἀλλὰ τοῦθ’ ὅμως ἡμῖν βαρύ,

### 210.1

εἰ δειλίας σῆς κατθανούμεθ’ οὕνεκα,

### 210.2

ὃ χρῆν ς’ ὑφ’ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,

### 210.3

εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.

### 210.4

εἰ δ’ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ’ αὐτὸς θέλεις,

### 210.5

ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·

### 215.1

βίαι δὲ δράσηις μηδὲν ἢ πείσηι βίαν

### 215.2

ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχηι.

### 215.3

φεῦ·

### 217.1

ὦ γαῖα Κάδμου (καὶ γὰρ ἐς ς’ ἀφίξομαι

### 217.2

λόγους ὀνειδιστῆρας ἐνδατούμενος),

### 217.3

τοιαῦτ’ ἀμύνεθ’ Ἡρακλεῖ τέκνοισί τε;

### 220.1

Μινύαις ὃς εἷς ἅπασι διὰ μάχης μολὼν

### 220.2

Θήβας ἔθηκεν ὄμμ’ ἐλεύθερον βλέπειν.

### 220.3

οὐδ’ Ἑλλάδ’ ἤινες’ (οὐδ’ ἀνέξομαί ποτε

### 220.4

σιγῶν) κακίστην λαμβάνων ἐς παῖδ’ ἐμόν, ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα

### 225.1

φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων

### 225.2

χέρσου τ’ ἀμοιβὰς ὧν †ἐμόχθησας χάριν†.

### 225.3

τὰ δ’, ὦ τέκν’, ὑμῖν οὔτε Θηβαίων πόλις

### 225.4

οὔθ’ Ἑλλὰς ἀρκεῖ· πρὸς δ’ ἔμ’ ἀσθενῆ φίλον

### 225.5

δεδόρκατ’, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.

### 230.1

ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,

### 230.2

γήραι δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.

### 230.3

εἰ δ’ ἦ νέος τε κἄτι σώματος κρατῶν,

### 230.4

λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους

### 230.5

καθηιμάτως’ ἄν, ὥστ’ Ἀτλαντικῶν πέραν

### 235.1

φεύγειν ὅρων ἂν δειλίαι τοὐμὸν δόρυ.

### 235.2

Χο. ἆρ’ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ

### 235.3

θνητῶν ἔχουσι, κἂν βραδύς τις ἦι λέγειν;

### 235.4

Λυ. σὺ μὲν λέγ’ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,

### 235.5

ἐγὼ δὲ δράσω ς’ ἀντὶ τῶν λόγων κακῶς.

### 240.1

ἄγ’, οἱ μὲν Ἑλικῶν’, οἱ δὲ Παρνασοῦ πτυχὰς

### 240.2

τέμνειν ἄνωχθ’ ἐλθόντες ὑλουργοὺς δρυὸς

### 240.3

κορμούς· ἐπειδὰν δ’ ἐσκομισθῶσιν πόλει

### 240.4

βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα

### 240.5

ἐμπίμπρατ’ αὐτῶν κἀκπυροῦτε σώματα

### 245.1

πάντων, ἵν’ εἰδῶς’ οὕνεκ’ οὐχ ὁ κατθανὼν

### 245.2

κρατεῖ χθονὸς τῆσδ’ ἀλλ’ ἐγὼ τὰ νῦν τάδε.

### 245.3

ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι

### 245.4

γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε

### 245.5

τοὺς Ἡρακλείους παῖδας ἀλλὰ καὶ δόμου τύχας, ὅταν πάσχηι τι, μεμνήσεσθε δὲ

### 245.6

δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.

### 245.7

Χο. ὦ γῆς λοχεύμαθ’, οὓς Ἄρης σπείρει ποτὲ

### 245.8

λάβρον δράκοντος ἐξερημώσας γένυν,

### 245.9

οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,

### 255.1

ἀρεῖτε καὶ τοῦδ’ ἀνδρὸς ἀνόσιον κάρα

### 255.2

καθαιματώσεθ’, ὅστις οὐ Καδμεῖος ὢν

### 255.3

ἄρχει κάκιστος τῶν ἐμῶν ἔπηλυς ὤν;

### 255.4

ἀλλ’ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτὲ

### 255.5

οὐδ’ ἁπόνησα πόλλ’ ἐγὼ καμὼν χερὶ

### 260.1

ἕξεις. ἀπέρρων δ’ ἔνθεν ἦλθες ἐνθάδε

### 260.2

ὕβριζ’. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε

### 260.3

τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς

### 260.4

ἔνερθ’ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.

### 260.5

ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,

### 265.1

ὁ δ’ ὠφελήσας ἀξίων οὐ τυγχάνει·

### 265.2

κἄπειτα πράσσω πόλλ’ ἐγὼ φίλους ἐμοὺς

### 265.3

θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;

### 265.4

ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,

### 265.5

ἐν δ’ ἀσθενείαι τὸν πόθον διώλεσας.

### 270.1

ἐπεί ς’ ἔπαυς’ ἂν δοῦλον ἐννέποντά με

### 270.2

καὶ τάσδε Θήβας εὐκλεῶς ὠνήσαμεν,

### 270.3

ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις

### 270.4

στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν·

### 270.5

οὐ γάρ ποτ’ ἂν σὲ δεσπότην ἐκτήσατο.

### 275.1

Με. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα

### 275.2

ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών. ἡμῶν δ’ ἕκατι δεσπόταις θυμούμενοι

### 275.3

πάθητε μηδέν. τῆς δ’ ἐμῆς, Ἀμφιτρύων,

### 275.4

γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.

### 280.1

ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ

### 280.2

ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν

### 280.3

δεινὸν νομίζω· τῶι δ’ ἀναγκαίωι τρόπωι

### 280.4

ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν.

### 280.5

ἡμᾶς δ’, ἐπειδὴ δεῖ θανεῖν, θνήισκειν χρεὼν

### 285.1

μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων

### 285.2

διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.

### 285.3

ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·

### 285.4

σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,

### 285.5

ὥστ’ οὐκ ἀνεκτὸν δειλίας θανεῖν ς’ ὕπο,

### 290.1

οὑμὸς δ’ ἀμαρτύρητος εὐκλεὴς πόσις,

### 290.2

ὃς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι

### 290.3

δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς

### 290.4

κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ·

### 290.5

ἐμοί τε μίμημ’ ἀνδρὸς οὐκ ἀπωστέον.

### 295.1

σκέψαι δὲ τὴν σὴν ἐλπίδ’ ἧι λογίζομαι·

### 295.2

ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;

### 295.3

καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;

### 295.4

ἀλλ’ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;

### 295.5

ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ’ ἐχθρὸν χρεών, σοφοῖσι δ’ εἴκειν καὶ τεθραμμένοις καλῶς·

### 295.6

ῥᾶιον γὰρ αἰδοῖ ς’ ὑποβαλὼν φίλ’ ἂν τέμοις.

### 295.7

ἤδη δ’ ἐσῆλθέ μ’ εἰ παραιτησαίμεθα

### 295.8

φυγὰς τέκνων τῶνδ’· ἀλλὰ καὶ τόδ’ ἄθλιον

### 295.9

πενίαι σὺν οἰκτρᾶι περιβαλεῖν σωτηρίαν,

### 305.1

ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις ἓν ἦμαρ ἡδὺ βλέμμ’ ἔχειν φασὶν μόνον.

### 305.2

τόλμα μεθ’ ἡμῶν θάνατον, ὃς μένει ς’ ὅμως.

### 305.3

προκαλούμεθ’ εὐγένειαν, ὦ γέρον, σέθεν·

### 305.4

τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας

### 310.1

πρόθυμός ἐστιν, ἡ προθυμία δ’ ἄφρων·

### 310.2

ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.

### 310.3

Χο. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων

### 310.4

ἦν τίς ς’ ὑβρίζων, ῥαιδίως ἔπαυσά τἄν·

### 310.5

νῦν δ’ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν

### 315.1

ὅπως διώσηι τὰς τύχας, Ἀμφιτρύων.

### 315.2

Αμ. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος

### 315.3

θανεῖν ἐρύκει μ’, ἀλλὰ παιδὶ βούλομαι

### 315.4

σῶσαι τέκν’· ἄλλως δ’ ἀδυνάτων ἔοικ’ ἐρᾶν.

### 315.5

ἰδού, πάρεστιν ἥδε φασγάνωι δέρη

### 320.1

κεντεῖν φονεύειν ἱέναι πέτρας ἄπο.

### 320.2

μίαν δὲ νῶιν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·

### 320.3

κτεῖνόν με καὶ τήνδ’ ἀθλίαν παίδων πάρος,

### 320.4

ὡς μὴ τέκν’ εἰσίδωμεν, ἀνόσιον θέαν,

### 320.5

ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα

### 325.1

πατρός τε πατέρα. τἄλλα δ’, εἰ πρόθυμος εἶ,

### 325.2

πρᾶσς’· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.

### 325.3

Με. κἀγώ ς’ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,

### 325.4

〈ἡμῖν〉 ἵν’ ἀμφοῖν εἷς ὑπουργήσηις διπλᾶ·

### 325.5

κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,

### 330.1

δόμους ἀνοίξας (νῦν γὰρ ἐκκεκλήιμεθα),

### 330.2

ὡς ἀλλὰ ταῦτά γ’ ἀπολάχως’ οἴκων πατρός.

### 330.3

Λυ. ἔσται τάδ’· οἴγειν κλῆιθρα προσπόλοις λέγω.

### 330.4

κοσμεῖσθ’ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.

### 330.5

ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν

### 335.1

ἥξω πρὸς ὑμᾶς νερτέραι δώσων χθονί.

### 335.2

Με. ὦ τέκν’, ὁμαρτεῖτ’ ἀθλίωι μητρὸς ποδὶ

### 335.3

πατρῶιον ἐς μέλαθρον, οὗ τῆς οὐσίας

### 335.4

ἄλλοι κρατοῦσι, τὸ δ’ ὄνομ’ ἔσθ’ ἡμῶν ἔτι.

### 335.5

Αμ. ὦ Ζεῦ, μάτην ἄρ’ ὁμόγαμόν ς’ ἐκτησάμην,

### 340.1

μάτην δὲ παιδὸς κοινεῶν’ ἐκλήιζομεν·

### 340.2

σὺ δ’ ἦσθ’ ἄρ’ ἧσσον ἢ ’δόκεις εἶναι φίλος.

### 340.3

ἀρετῆι σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·

### 340.4

παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.

### 340.5

σὺ δ’ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,

### 345.1

τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,

### 345.2

σώιζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.

### 345.3

ἀμαθής τις εἶ θεὸς ἢ δίκαιος οὐκ ἔφυς.

### 345.4

Χο. αἴλινον μὲν ἐπ’ εὐτυχεῖ

### 345.5

μολπᾶι Φοῖβος ἰαχεῖ τὰν καλλίφθογγον κιθάραν

### 345.6

ἐλαύνων πλήκτρωι χρυσέωι·

### 345.7

ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ’

### 345.8

ἐς ὄρφναν μολόντα παῖδ’,

### 345.9

εἴτε Διός νιν εἴπω

### 355

εἴτ’ Ἀμφιτρύωνος ἶνιν,

### 355.1

ὑμνῆσαι στεφάνωμα μό‐

### 355.2

χθων δι’ εὐλογίας θέλω.

### 355.3

γενναίων δ’ ἀρεταὶ πόνων

### 355.4

τοῖς θανοῦσιν ἄγαλμα.

### 355.5

πρῶτον μὲν Διὸς ἄλσος

### 360.1

ἠρήμωσε λέοντος,

### 360.2

πυρσῶι δ’ ἀμφεκαλύφθη ξανθὸν κρᾶτ’ ἐπινωτίσας

### 360.3

δεινοῦ χάσματι θηρός.

### 360.4

τάν τ’ ὀρεινόμον ἀγρίων

### 365.1

Κενταύρων ποτὲ γένναν

### 365.2

ἔστρωσεν τόξοις φονίοις,

### 365.3

ἐναίρων πτανοῖς βέλεσιν.

### 365.4

ξύνοιδε Πηνειὸς ὁ καλ‐

### 365.5

λιδίνας μακραί τ’ ἄρου‐

### 370

ραι πεδίων ἄκαρποι

### 370.1

καὶ Πηλιάδες θεράπναι

### 370.2

σύγχορτοί θ’ Ὁμόλας ἔναυ‐

### 370.3

λοι, πεύκαισιν ὅθεν χέρας

### 370.4

πληροῦντες χθόνα Θεσσάλων

### 370.5

ἱππείαις ἐδάμαζον.

### 375.1

τάν τε χρυσοκάρανον

### 375.2

δόρκα ποικιλόνωτον

### 375.3

συλήτειραν ἀγρωστᾶν

### 375.4

κτείνας θηροφόνον θεὰν

### 375.5

Οἰνωᾶτιν ἀγάλλει.

### 380.1

τεθρίππων τ’ ἐπέβα

### 380.2

καὶ ψαλίοις ἐδάμασσε πώ‐

### 380.3

λους Διομήδεος, αἳ φονίαισι φάτ‐

### 380.4

ναις ἀχάλιν’ ἐθόαζον

### 380.5

κάθαιμα γένυσι σῖτα,

### 385.1

χαρμοναῖσιν ἀνδροβρῶσι

### 385.2

δυστράπεζοι· πέραν

### 385.3

δ’ ἀργυρορρύτων Ἕβρου

### 387.1

διεπέρασεν ὄχθων,

### 387.2

Μυκηναίωι πονῶν τυράννωι.

### 387.3

ἄν τε Μηλιάδ’ ἀκτὰν

### 390.1

Ἀναύρου παρὰ παγὰς

### 390.2

Κύκνον ξεινοδαΐκταν

### 390.3

τόξοις ὤλεσεν, Ἀμφαναί‐

### 390.4

ας οἰκήτορ’ ἄμεικτον.

### 390.5

ὑμνωιδούς τε κόρας

### 395.1

ἤλυθεν ἑσπέριόν 〈τ’〉 ἐς αὐ‐

### 395.2

λὰν χρύσεον πετάλων ἄπο μηλοφό‐

### 395.3

ρων χερὶ καρπὸν ἀμέρξων,

### 395.4

δράκοντα πυρσόνωτον,

### 398.1

ὅς 〈σφ’〉 ἄπλατον ἀμφελικτὸς

### 398.2

ἕλικ’ ἐφρούρει, κτανών· ποντίας θ’ ἁλὸς μυχοὺς

### 398.3

εἰσέβαινε, θνατοῖς

### 398.4

γαλανείας τιθεὶς ἐρετμοῖς.

### 398.5

οὐρανοῦ θ’ ὑπὸ μέσσαν

### 398.6

ἐλαύνει χέρας ἕδραν,

### 405.1

Ἄτλαντος δόμον ἐλθών,

### 405.2

ἀστρωπούς τε κατέσχεν οἴ‐

### 405.3

κους εὐανορίαι θεῶν.

### 405.4

τὸν ἱππευτάν τ’ Ἀμαζόνων στρατὸν

### 405.5

Μαιῶτιν ἀμφὶ πολυπόταμον

### 410.1

ἔβα δι’ ἄξεινον οἶδμα λίμνας,

### 410.2

τίν’ οὐκ ἀφ’ Ἑλλανίας

### 410.3

ἄγορον ἁλίσας φίλων,

### 410.4

κόρας Ἀρείας †πέπλων

### 410.5

χρυσεόστολον φάρος†

### 415.1

ζωστῆρος ὀλεθρίους ἄγρας·

### 415.2

τὰ κλεινὰ δ’ Ἑλλὰς ἔλαβε βαρ‐

### 415.3

βάρου κόρας λάφυρα καὶ

### 415.4

σώιζεται Μυκήναις.

### 415.5

τάν τε μυριόκρανον

### 420.1

πολύφονον κύνα Λέρνας

### 420.2

ὕδραν ἐξεπύρωσεν,

### 420.3

βέλεσί τ’ ἀμφέβαλ’ 〈ἰόν〉,

### 420.4

τὸν τρισώματον οἷσιν ἔ‐

### 420.5

κτα βοτῆρ’ Ἐρυθείας.

### 425.1

δρόμων τ’ ἄλλων ἀγάλματ’ εὐτυχῆ

### 425.2

διῆλθε τόν 〈τε〉 πολυδάκρυον

### 425.3

ἔπλευς’ ἐς Ἅιδαν, πόνων τελευτάν, ἵν’ ἐκπεραίνει τάλας

### 425.4

βίοτον οὐδ’ ἔβα πάλιν.

### 430.1

στέγαι δ’ ἔρημοι φίλων,

### 430.2

τὰν δ’ ἀνόστιμον τέκνων

### 430.3

Χάρωνος ἐπιμένει πλάτα

### 430.4

βίου κέλευθον ἄθεον ἄδι‐

### 430.5

κον· ἐς δὲ σὰς χέρας βλέπει

### 435.1

δώματ’ οὐ παρόντος.

### 435.2

εἰ δ’ ἐγὼ σθένος ἥβων

### 435.3

δόρυ τ’ ἔπαλλον ἐν αἰχμᾶι

### 435.4

Καδμείων τε σύνηβοι,

### 435.5

τέκεσιν ἂν προπαρέσταν

### 440.1

ἀλκᾶι· νῦν δ’ ἀπολείπομαι

### 440.2

τᾶς εὐδαίμονος ἥβας.

### 440.3

ἀλλ’ ἐσορῶ γὰρ τούσδε φθιμένων

### 440.4

ἔνδυτ’ ἔχοντας,

### 440.5

τοὺς τοῦ μεγάλου δή ποτε παῖδας

### 445.1

τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην

### 445.2

†ὑπὸ σειραίοις ποσὶν† ἕλκουσαν

### 445.3

τέκνα καὶ γεραιὸν πατέρ’ Ἡρακλέους.

### 445.4

δύστηνος ἐγώ,

### 445.5

δακρύων ὡς οὐ δύναμαι κατέχειν γραίας ὄσσων ἔτι πηγάς.

### 445.6

Με. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων;

### 445.7

[ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;] ἕτοιμ’ ἄγειν τὰ θύματ’ εἰς Ἅιδου τάδε.

### 445.8

ὦ τέκν’, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,

### 455.1

ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.

### 455.2

ὦ μοῖρα δυστάλαιν’ ἐμή τε καὶ τέκνων

### 455.3

τῶνδ’, οὓς πανύστατ’ ὄμμασιν προσδέρκομαι.

### 455.4

ἐτέκομεν ὑμᾶς, πολεμίοις δ’ ἐθρεψάμην

### 455.5

ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.

### 460

φεῦ·

### 460.1

ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος,

### 460.2

ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ’ ἤλπισα.

### 460.3

σοὶ μὲν γὰρ Ἄργος ἔνεμ’ ὁ κατθανὼν πατήρ,

### 460.4

Εὐρυσθέως δ’ ἔμελλες οἰκήσειν δόμους

### 460.5

τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,

### 465.1

στολήν τε θηρὸς ἀμφέβαλλε σῶι κάραι

### 465.2

λέοντος, ἧιπερ αὐτὸς ἐξωπλίζετο.

### 465.3

σὺ δ’ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ

### 465.4

ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,

### 465.5

ὡς ἐξέπειθες τὸν κατασπείραντά σε,

### 470.1

ἐς δεξιάν τε σὴν ἀλεξητήριον

### 470.2

ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.

### 470.3

σοὶ δ’ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ

### 470.4

τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.

### 470.5

τρεῖς δ’ ὄντας 〈ὑμᾶσ〉 τριπτύχοις τυραννίσιν

### 475.1

πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίαι. ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην

### 475.2

κήδη συνάψους’ ἔκ τ’ Ἀθηναίων χθονὸς

### 475.3

Σπάρτης τε Θηβῶν θ’, ὡς ἀνημμένοι κάλωις

### 475.4

πρυμνησίοισι βίον ἔχοιτ’ εὐδαίμονα.

### 480.1

καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ’ ἡ τύχη

### 480.2

νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ’ ἔχειν,

### 480.3

ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνωι φέρειν.

### 480.4

πατὴρ δὲ πατρὸς ἑστιᾶι γάμους ὅδε,

### 480.5

Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν.

### 485.1

ὤμοι, τίν’ ὑμῶν πρῶτον ἢ τίν’ ὕστατον

### 485.2

πρὸς στέρνα θῶμαι; τῶι προσαρμόσω στόμα;

### 485.3

τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος

### 485.4

μέλισσα συνενέγκαιμ’ ἂν ἐκ πάντων γόους,

### 485.5

ἐς ἓν δ’ ἐνεγκοῦς’ ἀθρόον ἀποδοίην δάκρυ;

### 490.1

ὦ φίλτατ’, εἴ τις φθόγγος εἰσακούεται

### 490.2

θνητῶν παρ’ Ἅιδηι, σοὶ τάδ’, Ἡράκλεις, λέγω·

### 490.3

θνήισκει πατὴρ σὸς καὶ τέκν’, ὄλλυμαι δ’ ἐγώ,

### 490.4

ἣ πρὶν μακαρία διὰ ς’ ἐκληιζόμην βροτοῖς.

### 490.5

ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι.

### 495.1

ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·

### 495.2

κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.

### 495.3

Αμ. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·

### 495.4

ἐγὼ δὲ ς’, ὦ Ζεῦ, χεῖρ’ ἐς οὐρανὸν δικὼν

### 495.5

αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ’ ὠφελεῖν μέλλεις, ἀμύνειν, ὡς τάχ’ οὐδὲν ἀρκέσεις.

### 495.6

καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·

### 495.7

θανεῖν γάρ, ὡς ἔοικ’, ἀναγκαίως ἔχει. ἀλλ’, ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου,

### 495.8

τοῦτον δ’ ὅπως ἥδιστα διαπεράσατε

### 505.1

ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.

### 505.2

ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται

### 505.3

σώιζειν, τὸ δ’ αὑτοῦ σπουδάσας διέπτατο.

### 505.4

ὁρᾶτ’ ἔμ’ ὅσπερ ἦ περίβλεπτος βροτοῖς

### 505.5

ὀνομαστὰ πράσσων, καί μ’ ἀφείλεθ’ ἡ τύχη

### 510.1

ὥσπερ πτερὸν πρὸς αἰθέρ’ ἡμέραι μιᾶι.

### 510.2

ὁ δ’ ὄλβος ὁ μέγας ἥ τε δόξ’ οὐκ οἶδ’ ὅτωι

### 510.3

βέβαιός ἐστι. χαίρετ’· ἄνδρα γὰρ φίλον

### 510.4

πανύστατον νῦν, ἥλικες, δεδόρκατε.

### 510.5

Με. ἔα·

### 514

ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ’, ἢ τί φῶ;

### 515.1

Αμ. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ’ ἔχει.

### 515.2

Με. ὅδ’ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,

### 515.3

εἰ μή γ’ ὄνειρον ἐν φάει τι λεύσσομεν.

### 515.4

τί φημί; ποῖ’ ὄνειρα κηραίνους’ ὁρῶ;

### 515.5

οὐκ ἔσθ’ ὅδ’ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.

### 520.1

δεῦρ’, ὦ τέκν’, ἐκκρίμνασθε πατρώιων πέπλων,

### 520.2

ἴτ’ ἐγκονεῖτε, μὴ μεθῆτ’, ἐπεὶ Διὸς

### 520.3

σωτῆρος ὑμῖν οὐδέν ἐσθ’ ὅδ’ ὕστερος.

### 520.4

ΗΡΑΚΛΗΣ

### 523.1

ὦ χαῖρε μέλαθρον πρόπυλά θ’ ἑστίας ἐμῆς,

### 523.2

ὡς ἄσμενός ς’ ἐσεῖδον ἐς φάος μολών.

### 525.1

ἔα· τί χρῆμα; τέκν’ ὁρῶ πρὸ δωμάτων

### 525.2

στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα

### 525.3

ὄχλωι τ’ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον

### 525.4

πατέρα τε δακρύοντα συμφορὰς τίνας; φέρ’ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·

### 530.1

γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;

### 530.2

Με. ὦ φίλτατ’ ἀνδρῶν 〈Αμ.〉 ὦ φάος μολὼν πατρί

### 530.3

〈Με.〉 ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;

### 530.4

Ηρ. τί φήις; τίν’ ἐς ταραγμὸν ἥκομεν, πάτερ;

### 530.5

Με. διωλλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,

### 535.1

εἰ πρόσθεν ἥρπας’ ἃ σὲ λέγειν πρὸς τόνδ’ ἐχρῆν·

### 535.2

τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,

### 535.3

καὶ τἄμ’ ἔθνηισκε τέκν’, ἀπωλλύμην δ’ ἐγώ.

### 535.4

Ηρ. Ἄπολλον, οἵοις φροιμίοις ἄρχηι λόγου.

### 535.5

Με. τεθνᾶς’ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.

### 540.1

Ηρ. πῶς φήις; τί δράσας ἢ μόρου ποίου τυχών;

### 540.2

Με. Λύκος σφ’ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.

### 540.3

Ηρ. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;

### 540.4

Με. στάσει· τὸ Κάδμου δ’ ἑπτάπυλον ἔχει κράτος.

### 540.5

Ηρ. τί δῆτα πρὸς σὲ καὶ γέροντ’ ἦλθεν φόβος;

### 545.1

Με. κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.

### 545.2

Ηρ. τί φήις; τί ταρβῶν ὀρφάνευμ’ ἐμῶν τέκνων;

### 545.3

Με. μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.

### 545.4

Ηρ. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;

### 545.5

Με. θανάτου τάδ’ ἤδη περιβόλαι’ ἐνήμμεθα. Ηρ. καὶ πρὸς βίαν ἐθνήισκετ’; ὦ τλήμων ἐγώ.

### 545.6

Με. φίλων 〈γ’〉 ἔρημοι· σὲ δὲ θανόντ’ ἠκούομεν.

### 545.7

Ηρ. πόθεν δ’ ἐς ὑμᾶς ἥδ’ ἐσῆλθ’ ἀθυμία;

### 545.8

Με. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.

### 545.9

Ηρ. τί δ’ ἐξελείπετ’ οἶκον ἑστίαν τ’ ἐμήν;

### 555.1

Με. βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους Ηρ. κοὐκ ἔσχεν αἰδὼς τὸν γέροντ’ ἀτιμάσαι;

### 555.2

Με. αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.

### 555.3

Ηρ. οὕτω δ’ ἀπόντες ἐσπανίζομεν φίλων;

### 555.4

Με. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;

### 560.1

Ηρ. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;

### 560.2

Με. ἄφιλον, ἵν’ αὖθίς σοι λέγω, τὸ δυστυχές.

### 560.3

Ηρ. οὐ ῥίψεθ’ Ἅιδου τάσδε περιβολὰς κόμης

### 560.4

καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου

### 560.5

φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;

### 565.1

ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός,

### 565.2

πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους

### 565.3

καινῶν τυράννων, κρᾶτα δ’ ἀνόσιον τεμὼν

### 565.4

ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ’ ὅσους

### 565.5

κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ

### 570.1

τῶι καλλινίκωι τῶιδ’ ὅπλωι χειρώσομαι,

### 570.2

τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν

### 570.3

νεκρῶν ἅπαντ’ Ἰσμηνὸν ἐμπλήσω φόνου,

### 570.4

Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.

### 570.5

τῶι γάρ μ’ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ

### 575.1

καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·

### 575.2

μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.

### 575.3

καὶ δεῖ μ’ ὑπὲρ τῶνδ’, εἴπερ οἵδ’ ὑπὲρ πατρός,

### 575.4

θνήισκειν ἀμύνοντ’· ἢ τί φήσομεν καλὸν

### 575.5

ὕδραι μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε

### 580.1

Εὐρυσθέως πομπαῖσι, τῶν δ’ ἐμῶν τέκνων

### 580.2

οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ’ Ἡρακλῆς

### 580.3

ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.

### 580.4

Χο. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα

### 580.5

πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.

### 585.1

Αμ. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις 〈τ’〉 εἶναι φίλον

### 585.2

τά τ’ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ’πείγου λίαν.

### 585.3

Ηρ. τί δ’ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;

### 585.4

Αμ. πολλοὺς πένητας, ὀλβίους δὲ τῶι λόγωι

### 585.5

δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,

### 590.1

οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν

### 590.2

ἐφ’ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ’ ἐν δόμοις

### 590.3

δαπάναισι φροῦδα διαφυγόνθ’ ὑπ’ ἀργίας.

### 590.4

ὤφθης 〈δ’〉 ἐσελθὼν πόλιν· ἐπεὶ δ’ ὤφθης, ὅρα

### 590.5

ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσηις.

### 595.1

Ηρ. μέλει μὲν οὐδὲν εἴ με πᾶς’ εἶδεν πόλις·

### 595.2

ὄρνιν δ’ ἰδών τιν’ οὐκ ἐν αἰσίοις ἕδραις

### 595.3

ἔγνων πόνον τιν’ ἐς δόμους πεπτωκότα,

### 595.4

ὥστ’ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.

### 595.5

Αμ. καλῶς· παρελθών νυν πρόσειπέ θ’ Ἑστίαν καὶ δὸς πατρώιοις δώμασιν σὸν ὄμμ’ ἰδεῖν.

### 595.6

ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα

### 595.7

ἕλξων φονεύσων κἄμ’ ἐπισφάξων ἄναξ.

### 595.8

μένοντι δ’ αὐτοῦ πάντα σοι γενήσεται

### 595.9

τῆι τ’ ἀσφαλείαι κερδανεῖς· πόλιν δὲ σὴν

### 605.1

μὴ πρὶν ταράξηις πρὶν τόδ’ εὖ θέσθαι, τέκνον.

### 605.2

Ηρ. δράσω τάδ’· εὖ γὰρ εἶπας· εἶμ’ ἔσω δόμων.

### 605.3

χρόνωι δ’ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν

### 605.4

Ἅιδου Κόρης 〈τ’〉 ἔνερθεν οὐκ ἀτιμάσω

### 605.5

θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.

### 610.1

Αμ. ἦλθες γὰρ ὄντως δώματ’ εἰς Ἅιδου, τέκνον;

### 610.2

Ηρ. καὶ θῆρά γ’ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.

### 610.3

Αμ. μάχηι κρατήσας ἢ θεᾶς δωρήμασιν;

### 610.4

Ηρ. μάχηι· τὰ μυστῶν δ’ ὄργι’ εὐτύχης’ ἰδών. Αμ. ἦ καὶ κατ’ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;

### 615.1

Ηρ. Χθονίας νιν ἄλσος Ἑρμιών τ’ ἔχει πόλις.

### 615.2

Αμ. οὐδ’ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ’ ἄνω;

### 615.3

Ηρ. οὐκ οἶδ’, ἵν’ ἐλθὼν τἀνθάδ’ εἰδείην πάρος.

### 615.4

Αμ. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ’ ὑπὸ χθονί;

### 615.5

Ηρ. Θησέα κομίζων ἐχρόνις’ 〈ἐξ〉 Ἅιδου, πάτερ.

### 620.1

Αμ. καὶ ποῦ ’στιν; ἦ γῆς πατρίδος οἴχεται πέδον;

### 620.2

Ηρ. βέβηκ’ Ἀθήνας νέρθεν ἄσμενος φυγών.

### 620.3

ἀλλ’ εἶ’ ὁμαρτεῖτ’, ὦ τέκν’, ἐς δόμους πατρί·

### 620.4

καλλίονές τἄρ’ εἴσοδοι τῶν ἐξόδων

### 620.5

πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε

### 625.1

καὶ νάματ’ ὄσσων μηκέτ’ ἐξανίετε,

### 625.2

σύ τ’, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ

### 625.3

τρόμου τε παῦσαι, καὶ μέθεσθ’ ἐμῶν πέπλων·

### 625.4

οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.

### 625.5

ἆ,

### 629

οἵδ’ οὐκ ἀφιᾶς’ ἀλλ’ ἀνάπτονται πέπλων

### 630.1

τοσῶιδε μᾶλλον· ὧδ’ ἔβητ’ ἐπὶ ξυροῦ;

### 630.2

ἄξω λαβών γε τούσδ’ ἐφολκίδας χεροῖν,

### 630.3

ναῦς δ’ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι

### 630.4

θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·

### 630.5

φιλοῦσι παῖδας οἵ τ’ ἀμείνονες βροτῶν

### 635.1

οἵ τ’ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·

### 635.2

ἔχουσιν, οἱ δ’ οὔ· πᾶν δὲ φιλότεκνον γένος.

### 635.3

Χο. ἁ νεότας μοι φίλον· ἄ‐

### 635.4

χθος δὲ τὸ γῆρας αἰεὶ

### 635.5

βαρύτερον Αἴτνας σκοπέλων

### 640.1

ἐπὶ κρατὶ κεῖται, βλεφάρων

### 640.2

σκοτεινὸν φάος ἐπικαλύψαν.

### 640.3

μή μοι μήτ’ Ἀσιήτιδος

### 640.4

τυραννίδος ὄλβος εἴη,

### 645.1

μὴ χρυσοῦ δώματα πλήρη

### 645.2

τᾶς ἥβας ἀντιλαβεῖν,

### 645.3

ἃ καλλίστα μὲν ἐν ὄλβωι,

### 645.4

καλλίστα δ’ ἐν πενίαι.

### 645.5

τὸ δὲ λυγρὸν φόνιόν τε γῆ‐ ρας μισῶ· κατὰ κυμάτων δ’

### 645.6

ἔρροι μηδέ ποτ’ ὤφελεν

### 645.7

θνατῶν δώματα καὶ πόλεις

### 645.8

ἐλθεῖν, ἀλλὰ κατ’ αἰθέρ’ αἰ‐

### 645.9

εὶ πτεροῖσι φορείσθω.

### 655.1

εἰ δὲ θεοῖς ἦν ξύνεσις

### 655.2

καὶ σοφία κατ’ ἄνδρας,

### 655.3

δίδυμον ἂν ἥβαν ἔφερον,

### 659

φανερὸν χαρακτῆρ’ ἀρετᾶς

### 660.1

ὅσοισιν μέτα, καὶ θανόντες

### 660.2

εἰς αὐγὰς πάλιν ἁλίου

### 660.3

δισσοὺς ἂν ἔβαν διαύλους,

### 660.4

ἁ δυσγένεια δ’ ἁπλοῦν ἂν

### 660.5

εἶχε ζόας βίοτον,

### 665.1

καὶ τῶιδ’ ἂν τούς τε κακοὺς ἦν

### 665.2

γνῶναι καὶ τοὺς ἀγαθούς, ἴσον ἅτ’ ἐν νεφέλαισιν ἄ‐

### 665.3

στρων ναύταις ἀριθμὸς πέλει.

### 665.4

νῦν δ’ οὐδεὶς ὅρος ἐκ θεῶν

### 670.1

χρηστοῖς οὐδὲ κακοῖς σαφής,

### 670.2

ἀλλ’ εἱλισσόμενός τις αἰ‐

### 670.3

ὼν πλοῦτον μόνον αὔξει.

### 670.4

οὐ παύσομαι τὰς Χάριτας

### 670.5

ταῖς Μούσαισιν συγκαταμει‐

### 675.1

γνύς, ἡδίσταν συζυγίαν.

### 675.2

μὴ ζώιην μετ’ ἀμουσίας,

### 675.3

αἰεὶ δ’ ἐν στεφάνοισιν εἴην·

### 675.4

ἔτι τοι γέρων ἀοιδὸς

### 675.5

κελαδῶ Μναμοσύναν,

### 680.1

ἔτι τὰν Ἡρακλέους

### 680.2

καλλίνικον ἀείδω

### 680.3

παρά τε Βρόμιον οἰνοδόταν

### 680.4

παρά τε χέλυος ἑπτατόνου

### 680.5

μολπὰν καὶ Λίβυν αὐλόν.

### 685.1

οὔπω καταπαύσομεν

### 685.2

Μούσας αἵ μ’ ἐχόρευσαν.

### 685.3

παιᾶνα μὲν Δηλιάδες

### 685.4

〈ναῶν〉 ὑμνοῦς’ ἀμφὶ πύλας

### 685.5

τὸν Λατοῦς εὔπαιδα γόνον,

### 690.1

εἱλίσσουσαι καλλίχοροι·

### 690.2

παιᾶνας δ’ ἐπὶ σοῖς μελάθροις

### 690.3

κύκνος ὣς γέρων ἀοιδὸς

### 690.4

πολιᾶν ἐκ γενύων

### 690.5

κελαδήσω· τὸ γὰρ εὖ

### 695.1

τοῖς ὕμνοισιν ὑπάρχει.

### 695.2

Διὸς ὁ παῖς· τᾶς δ’ εὐγενίας

### 695.3

πλέον ὑπερβάλλων 〈ἀρετᾶι〉

### 695.4

μοχθήσας τὸν ἄκυμον

### 695.5

θῆκεν βίοτον βροτοῖς πέρσας δείματα θηρῶν.

### 695.6

Λυ. ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾶις·

### 695.7

χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις

### 695.8

κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.

### 695.9

ἀλλ’ εἶα παῖδας καὶ δάμαρθ’ Ἡρακλέους

### 705.1

ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,

### 705.2

ἐφ’ οἷς ὑπέστητ’ αὐτεπάγγελτοι θανεῖν.

### 705.3

Αμ. ἄναξ, διώκεις μ’ ἀθλίως πεπραγότα

### 705.4

ὕβριν θ’ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·

### 705.5

ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.

### 710.1

ἐπεὶ δ’ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,

### 710.2

στέργειν ἀνάγκη· δραστέον δ’ ἃ σοὶ δοκεῖ.

### 710.3

Λυ. ποῦ δῆτα Μεγάρα; ποῦ τέκν’ Ἀλκμήνης γόνου;

### 710.4

Αμ. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι

### 710.5

Λυ. τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον;

### 715.1

Αμ. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις Λυ. ἀνόνητά γ’ ἱκετεύουσαν ἐκσῶσαι βίον.

### 715.2

Αμ. καὶ τὸν θανόντα γ’ ἀνακαλεῖν μάτην πόσιν.

### 715.3

Λυ. ὁ δ’ οὐ πάρεστιν οὐδὲ μὴ μόληι ποτέ.

### 715.4

Αμ. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.

### 720.1

Λυ. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.

### 720.2

Αμ. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.

### 720.3

Λυ. ἡμεῖς 〈δ’〉, ἐπειδὴ σοὶ τόδ’ ἔστ’ ἐνθύμιον,

### 720.4

οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν

### 720.5

σὺν μητρὶ παῖδας. δεῦρ’ ἕπεσθε, πρόσπολοι,

### 725.1

ὡς ἂν σχολὴν λεύσσωμεν ἄσμενοι πόνων.

### 725.2

Αμ. σὺ δ’ οὖν ἴθ’, ἔρχηι δ’ οἷ χρεών· τὰ δ’ ἄλλ’ ἴσως

### 725.3

ἄλλωι μελήσει. προσδόκα δὲ δρῶν κακῶς

### 725.4

κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν

### 725.5

στείχει, βρόχοισι δ’ ἀρκύων κεκλήισεται

### 730.1

ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν

### 730.2

ὁ παγκάκιστος. εἶμι δ’, ὡς ἴδω νεκρὸν

### 730.3

πίπτοντ’· ἔχει γὰρ ἡδονὰς θνήισκων ἀνὴρ

### 730.4

ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.

### 735.1

Χο. μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ’ ἄναξ

### 735.2

πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.

### 738.1

ἰὼ

### 738.2

δίκα καὶ θεῶν παλίρρους πότμος.

### 740.1

— ἦλθες χρόνωι μὲν οὗ δίκην δώσεις θανών,

### 740.2

ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.

### 740.3

— χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· πάλιν ἔμολεν,

### 745.1

ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπις’ ἂν

### 745.2

παθεῖν, γᾶς ἄναξ.

### 745.3

— ἀλλ’, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω

### 745.4

σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.

### 745.5

Λυ. (ἔσωθεν) ἰώ μοί μοι.

### 745.6

Χο. τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν

### 745.7

φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.

### 745.8

βοᾶι

### 753.1

φόνου φροίμιον στενάζων ἄναξ.

### 753.2

Λυ. (ἔσωθεν)

### 754

ὦ πᾶσα Κάδμου γαῖ’, ἀπόλλυμαι δόλωι.

### 755.1

Χο. καὶ γὰρ διώλλυς· ἀντίποινα δ’ ἐκτίνων

### 755.2

τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.

### 755.3

— τίς ὁ θεοὺς ἀνομίαι χραίνων, θνατὸς ὤν,

### 755.4

ἄφρονα λόγον

### 755.5

†οὐρανίων μακάρων† κατέβαλ’ ὡς ἄρ’ οὐ

### 760

σθένουσιν θεοί;

### 760.1

— γέροντες, οὐκέτ’ ἔστι δυσσεβὴς ἀνήρ.

### 760.2

σιγᾶι μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.

### 760.3

[φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.]

### 760.4

χοροὶ χοροὶ

### 760.5

καὶ θαλίαι μέλουσι Θή‐

### 765

βας ἱερὸν κατ’ ἄστυ.

### 765.1

μεταλλαγαὶ γὰρ δακρύων,

### 765.2

μεταλλαγαὶ συντυχίας

### 765.3

〈 〉 ἔτεκον ἀοιδάς.

### 765.4

βέβακ’ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος

### 770.1

κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.

### 770.2

δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.

### 770.3

θεοὶ θεοὶ

### 772.1

τῶν ἀδίκων μέλουσι καὶ

### 772.2

τῶν ὁσίων ἐπάιειν.

### 772.3

ὁ χρυσὸς ἅ τ’ εὐτυχία

### 775.1

φρενῶν βροτοὺς ἐξάγεται

### 775.2

δύνασιν ἄδικον ἐφέλκων.

### 775.3

†χρόνου γὰρ οὔτις ἔτλα τὸ πάλιν εἰσορᾶν†·

### 775.4

νόμον παρέμενος ἀνομίαι χάριν διδοὺς

### 780.1

ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα.

### 780.2

Ἰσμήν’ ὦ στεφαναφόρει

### 780.3

ξεσταί θ’ ἑπταπύλου πόλεως

### 780.4

ἀναχορεύσατ’ ἀγυιαὶ

### 780.5

Δίρκα θ’ ἁ καλλιρρέεθρος,

### 785.1

σύν τ’ Ἀσωπιάδες κόραι

### 785.2

πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοὶ

### 785.3

Νύμφαι τὸν Ἡρακλέους

### 789

καλλίνικον ἀγῶνα.

### 790.1

Πυθίου δενδρῶτι πέτρα

### 790.2

Μουσᾶν θ’ Ἑλικωνίδων δώματα,

### 790.3

αὔξετ’ εὐγαθεῖ κελάδωι

### 790.4

ἐμὰν πόλιν, ἐμὰ τείχη,

### 790.5

σπαρτῶν ἵνα γένος ἐφάνθη,

### 795.1

χαλκασπίδων λόχος, ὃς γᾶν

### 795.2

τέκνων τέκνοις μεταμείβει,

### 795.3

Θήβαις ἱερὸν φῶς.

### 795.4

ὦ λέκτρων δύο συγγενεῖς

### 795.5

εὐναί, θνατογενοῦς τε καὶ Διός, ὃς ἦλθεν ἐς εὐνὰν

### 795.6

νύμφας τᾶς Περσηίδος· ὡς

### 795.7

πιστόν μοι τὸ παλαιὸν ἤ‐

### 804

δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ’ οὐκ ἐλπίδι φάνθη.

### 805.1

λαμπρὰν δ’ ἔδειξ’ ὁ χρόνος

### 805.2

τὰν Ἡρακλέος ἀλκάν·

### 805.3

ὃς γᾶς ἐξέβας θαλάμων

### 805.4

Πλούτωνος δῶμα λιπὼν νέρτερον.

### 805.5

κρείσσων μοι τύραννος ἔφυς

### 810.1

ἢ δυσγένει’ ἀνάκτων,

### 810.2

ἃ νῦν ἐσορῶντι φαίνει ξιφηφόρων ἐς ἀγώνων

### 810.3

ἅμιλλαν εἰ τὸ δίκαιον

### 810.4

θεοῖς ἔτ’ ἀρέσκει.

### 815.1

— ἔα ἔα·

### 815.2

ἆρ’ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,

### 815.3

γέροντες, οἷον φάσμ’ ὑπὲρ δόμων ὁρῶ;

### 815.4

— φυγῆι φυγῆι

### 815.5

νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.

### 820.1

— ὦναξ Παιάν,

### 820.2

ἀπότροπος γένοιό μοι πημάτων.

### 820.3

ΙΡΙΣ

### 822.1

θαρσεῖτε Νυκτὸς τήνδ’ ὁρῶντες ἔκγονον

### 822.2

Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν

### 822.3

Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,

### 825.1

ἑνὸς δ’ ἐπ’ ἀνδρὸς δώματα στρατεύομεν,

### 825.2

ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ’ ἄπο.

### 825.3

πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,

### 825.4

τὸ χρή νιν ἐξέσωιζεν οὐδ’ εἴα πατὴρ

### 825.5

Ζεύς νιν κακῶς δρᾶν οὔτ’ ἔμ’ οὔθ’ Ἥραν ποτέ·

### 830.1

ἐπεὶ δὲ μόχθους διεπέρας’ Εὐρυσθέως,

### 830.2

Ἥρα προσάψαι κοινὸν αἷμ’ αὐτῶι θέλει

### 830.3

παῖδας κατακτείναντι, συνθέλω δ’ ἐγώ.

### 830.4

ἀλλ’ εἶ’ ἄτεγκτον συλλαβοῦσα καρδίαν,

### 830.5

Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,

### 835.1

μανίας τ’ ἐπ’ ἀνδρὶ τῶιδε καὶ παιδοκτόνους

### 835.2

φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα

### 835.3

ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων, ὡς ἂν πορεύσας δι’ Ἀχερούσιον πόρον

### 835.4

τὸν καλλίπαιδα στέφανον αὐθέντηι φόνωι

### 840.1

γνῶι μὲν τὸν Ἥρας οἷός ἐστ’ αὐτῶι χόλος,

### 840.2

μάθηι δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,

### 840.3

τὰ θνητὰ δ’ ἔσται μεγάλα, μὴ δόντος δίκην.

### 840.4

ΛΥΣΣΑ

### 843.1

ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος

### 843.2

πέφυκα, Νυκτὸς Οὐρανοῦ τ’ ἀφ’ αἵματος·

### 845.1

†τιμάς τ’ ἔχω τάσδ’ οὐκ ἀγασθῆναι φίλοις†

### 845.2

οὐδ’ ἥδομαι φοιτῶς’ ἐπ’ ἀνθρώπων φίλους.

### 845.3

παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,

### 845.4

Ἥραι θέλω σοί τ’, ἢν πίθησθ’ ἐμοῖς λόγοις.

### 845.5

ἁνὴρ ὅδ’ οὐκ ἄσημος οὔτ’ ἐπὶ χθονὶ οὔτ’ ἐν θεοῖσιν, οὗ σύ μ’ ἐσπέμπεις δόμους·

### 845.6

ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν

### 845.7

ἐξημερώσας θεῶν ἀνέστησεν μόνος

### 845.8

τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο.

### 845.9

ὥστ’ οὐ παραινῶ μεγάλα βουλεῦσαι κακά.

### 855.1

Ιρ. μὴ σὺ νουθέτει τά θ’ Ἥρας κἀμὰ μηχανήματα.

### 855.2

Λυ. ἐς τὸ λῶιον ἐμβιβάζω ς’ ἴχνος ἀντὶ τοῦ κακοῦ.

### 855.3

Ιρ. οὐχὶ σωφρονεῖν γ’ ἔπεμψε δεῦρό ς’ ἡ Διὸς δάμαρ.

### 855.4

Λυ. Ἥλιον μαρτυρόμεσθα δρῶς’ ἃ δρᾶν οὐ βούλομαι.

### 855.5

εἰ δὲ δή μ’ Ἥραι θ’ ὑπουργεῖν σοί τ’ ἀναγκαίως ἔχει,

### 861.1

εἶμί γ’· οὔτε πόντος οὕτω κύμασι στένων λάβρος

### 861.2

οὔτε γῆς σεισμὸς κεραυνοῦ τ’ οἶστρος ὠδῖνας πνέων

### 861.3

οἷ’ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·

### 861.4

καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,

### 865.1

τέκν’ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται

### 865.2

παῖδας οὓς ἔτικτεν ἐναρών, πρὶν ἂν ἐμὰς λύσσας ἀφῆι.

### 865.3

ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο

### 865.4

καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας,

### 865.5

ἀμπνοὰς δ’ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν,

### 870

δεινὰ μυκᾶται δέ. Κῆρας ἀνακαλῶ τὰς Ταρτάρου

### 860

τάχος ἐπιρροιβδεῖν ὁμαρτεῖν θ’ ὡς κυνηγέτηι κύνας.

### 871.1

τάχα ς’ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβωι.

### 871.2

στεῖχ’ ἐς Οὔλυμπον πεδαίρους’, Ἶρι, γενναῖον πόδα·

### 871.3

ἐς δόμους δ’ ἡμεῖς ἄφαντοι δυσόμεσθ’ Ἡρακλέους.

### 875.1

Χο. ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται

### 875.2

σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος,

### 875.3

μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν

### 875.4

ἀποβαλεῖς ὀλεῖς μανιάσιν λύσσαις

### 875.5

χορευθέντ’ ἐναύλοις.

### 880.1

βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,

### 880.2

ἅρμασι δ’ ἐνδίδωσι κέντρον ὡς ἐπὶ λώβαι

### 880.3

Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις

### 883.1

ὄφεων ἰαχήμασι Λύσσα μαρμαρωπός.

### 883.2

ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,

### 885.1

ταχὺ δὲ πρὸς πατρὸς τέκν’ ἐκπνεύσεται.

### 885.2

〈Αμ.〉 (ἔσωθεν)

### 886

ἰώ μοι μέλεος.

### 886.1

Χο. ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα

### 886.2

λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ

### 887.1

κακοῖσιν ἐκπετάσουσιν.

### 887.2

Αμ. ἰὼ στέγαι.

### 887.3

Χο. κατάρχεται χορεύματ’ ἄτερ τυπάνων

### 890.1

οὐ Βρομίου κεχαρισμένα θύρσωι

### 890.2

Αμ. ἰὼ δόμοι.

### 890.3

Χο. πρὸς αἵματ’, οὐχὶ τᾶς Διονυσιάδος

### 890.4

βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.

### 890.5

〈Αμ.〉 φυγῆι, τέκν’, ἐξορμᾶτε. 〈Χο.〉 δάιον τόδε

### 895.1

δάιον μέλος ἐπαυλεῖται.

### 895.2

κυναγετεῖ τέκνων διωγμόν· οὔποτ’ ἄκραντα δόμοισι

### 895.3

Λύσσα βακχεύσει.

### 899.1

Αμ. αἰαῖ κακῶν. Χο. αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω

### 899.2

πατέρα τάν τε παιδοτρόφον, 〈ἇι〉 μάταν

### 899.3

τέκεα γεννᾶται.

### 899.4

ἰδοὺ ἰδού,

### 905.1

θύελλα σείει δῶμα, συμπίπτει στέγη.

### 905.2

Αμ. ἢ ἤ· τί δρᾶις, ὦ Διὸς παῖ, μελάθρωι;

### 908.1

τάραγμα ταρτάρειον ὡς ἐπ’ Ἐγκελάδωι ποτέ, Παλλάς,

### 908.2

ἐς δόμους πέμπεις.

### 910

ΕΞΑΓΓΕΛΟΣ

### 910.1

ὦ λευκὰ γήραι σώματ’ 〈Χο.〉 ἀνακαλεῖς με τίνα

### 910.2

βοάν; Εξ. ἄλαστα τἀν δόμοισι. 〈Χο.〉 μάντιν οὐχ

### 910.3

ἕτερον ἄξομαι.

### 910.4

Εξ. τεθνᾶσι παῖδες. 〈Χο.〉 αἰαῖ.

### 910.5

〈Εξ.〉 στενάζεθ’ ὡς στενακτά. 〈Χο.〉 δάιοι φόνοι,

### 915.1

δάιοι δὲ τοκέων χέρες.

### 915.2

Εξ. οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.

### 915.3

Χο. πῶς παισὶ στενακτὰν ἄταν ἄταν

### 915.4

πατέρος ἀμφαίνεις;

### 915.5

λέγε τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλα‐

### 920.1

θρα κακὰ τάδε 〈 〉 τλάμονάς τε παίδων τύχας.

### 920.2

Εξ. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς

### 920.3

καθάρσι’ οἴκων, γῆς ἄνακτ’ ἐπεὶ κτανὼν

### 920.4

〈ἐξέβαλε〉 τῶνδε δωμάτων Ἡρακλέης·

### 925.1

χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων

### 925.2

πατήρ τε Μεγάρα τ’, ἐν κύκλωι δ’ ἤδη κανοῦν

### 925.3

εἵλικτο βωμοῦ, φθέγμα δ’ ὅσιον εἴχομεν.

### 925.4

μέλλων δὲ δαλὸν χειρὶ δεξιᾶι φέρειν,

### 925.5

ἐς χέρνιβ’ ὡς βάψειεν, Ἀλκμήνης τόκος

### 930.1

ἔστη σιωπῆι. καὶ χρονίζοντος πατρὸς

### 930.2

παῖδες προσέσχον ὄμμ’· ὁ δ’ οὐκέθ’ αὑτὸς ἦν,

### 930.3

ἀλλ’ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος

### 930.4

ῥίζας τ’ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν

### 930.5

ἀφρὸν κατέσταζ’ εὔτριχος γενειάδος.

### 935.1

ἔλεξε δ’ ἅμα γέλωτι παραπεπληγμένωι·

### 935.2

Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα

### 935.3

καθάρσιον πῦρ καὶ πόνους διπλοῦς ἔχω;

### 935.4

ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε.

### 935.5

ὅταν δ’ ἐνέγκω δεῦρο κρᾶτ’ Εὐρυσθέως

### 940.1

ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.

### 940.2

ἐκχεῖτε πηγάς, ῥίπτετ’ ἐκ χειρῶν κανᾶ.

### 940.3

τίς μοι δίδωσι τόξα; τίς 〈δ’〉 ὅπλον χερός;

### 940.4

πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν

### 940.5

μοχλοὺς δικέλλας θ’ ὥστε Κυκλώπων βάθρα

### 945.1

φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα

### 945.2

στρεπτῶι σιδήρωι συντριαινῶσαι πάλιν.

### 945.3

ἐκ τοῦδε βαίνων ἅρματ’ οὐκ ἔχων ἔχειν

### 945.4

ἔφασκε δίφρου τ’ εἰσέβαινεν ἄντυγα

### 945.5

κἄθεινε, κέντρωι δῆθεν ὡς θείνων, χερί. διπλοῦς δ’ ὀπαδοῖς ἦν γέλως φόβος θ’ ὁμοῦ,

### 945.6

καί τις τόδ’ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·

### 945.7

Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;

### 945.8

ὁ δ’ εἷρπ’ ἄνω τε καὶ κάτω κατὰ στέγας,

### 945.9

μέσον δ’ ἐς ἀνδρῶν’ ἐσπεσὼν Νίσου πόλιν

### 955.1

ἥκειν ἔφασκε, δωμάτων τ’ ἔσω βεβὼς

### 955.2

κλιθεὶς ἐς οὖδας ὡς ἔχει σκευάζεται

### 955.3

θοίνην. διελθὼν δ’ ὡς βραχὺν χρόνον μονῆς

### 955.4

Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.

### 955.5

κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων

### 960.1

πρὸς οὐδέν’ ἡμιλλᾶτο κἀκηρύσσετο

### 960.2

αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,

### 960.3

ἀκοὴν ὑπειπών. δεινὰ δ’ Εὐρυσθεῖ βρέμων

### 960.4

ἦν ἐν Μυκήναις τῶι λόγωι. πατὴρ δέ νιν

### 960.5

θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·

### 965.1

Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως

### 965.2

τῆσδ’; οὔ τί που φόνος ς’ ἐβάκχευσεν νεκρῶν

### 965.3

οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν

### 965.4

πατέρα προταρβοῦνθ’ ἱκέσιον ψαύειν χερὸς

### 965.5

ὠθεῖ, φαρέτραν δ’ εὐτρεπῆ σκευάζεται

### 970.1

καὶ τόξ’ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως δοκῶν φονεύειν. οἱ δὲ ταρβοῦντες φόβωι

### 970.2

ὤρουον ἄλλος ἄλλος’, ἐς πέπλους ὁ μὲν

### 970.3

μητρὸς ταλαίνης, ὁ δ’ ὑπὸ κίονος σκιάν,

### 970.4

ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ’ ὕπο.

### 975.1

βοᾶι δὲ μήτηρ· Ὦ τεκών, τί δρᾶις; τέκνα

### 975.2

κτείνεις; βοᾶι δὲ πρέσβυς οἰκετῶν τ’ ὄχλος.

### 975.3

ὁ δ’ ἐξελίσσων παῖδα κίονος κύκλωι

### 975.4

τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς

### 975.5

βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους

### 980.1

ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.

### 980.2

ὁ δ’ ἠλάλαξε κἀπεκόμπασεν τάδε·

### 980.3

Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως

### 980.4

ἔχθραν πατρώιαν ἐκτίνων πέπτωκέ μοι.

### 980.5

ἄλλωι δ’ ἐπεῖχε τόξ’, ὃς ἀμφὶ βωμίαν

### 985.1

ἔπτηξε κρηπῖδ’ ὡς λεληθέναι δοκῶν.

### 985.2

φθάνει δ’ ὁ τλήμων γόνασι προσπεσὼν πατρὸς

### 985.3

καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλὼν

### 985.4

Ὦ φίλτατ’, αὐδᾶι, μή μ’ ἀποκτείνηις, πάτερ·

### 985.5

σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.

### 990.1

ὁ δ’ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,

### 990.2

ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος

### 990.3

μυδροκτύπον μίμημ’ ὑπὲρ κάρα βαλὼν

### 990.4

ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,

### 990.5

ἔρρηξε δ’ ὀστᾶ. δεύτερον δὲ παῖδ’ ἑλὼν

### 995.1

χωρεῖ τρίτον θῦμ’ ὡς ἐπισφάξων δυοῖν.

### 995.2

ἀλλὰ φθάνει νιν ἡ τάλαιν’ ἔσω δόμων

### 995.3

μήτηρ ὑπεκλαβοῦσα καὶ κλήιει πύλας.

### 995.4

ὁ δ’ ὡς ἐπ’ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν

### 995.5

σκάπτει μοχλεύει θύρετρα κἀκβαλὼν σταθμὰ δάμαρτα καὶ παῖδ’ ἑνὶ κατέστρωσεν βέλει.

### 995.6

κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·

### 995.7

ἀλλ’ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο

### 995.8

Παλλάς, κραδαίνους’ ἔγχος †ἐπὶ λόφω κέαρ†,

### 995.9

κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,

### 1005.1

ὅς νιν φόνου μαργῶντος ἔσχε κἀς ὕπνον

### 1005.2

καθῆκε· πίτνει δ’ ἐς πέδον πρὸς κίονα

### 1005.3

νῶτον πατάξας, ὃς πεσήμασι στέγης

### 1005.4

διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.

### 1010

ἡμεῖς δ’ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα

### 1009

σὺν τῶι γέροντι δεσμὰ σειραίων βρόχων

### 1011.1

ἀνήπτομεν πρὸς κίον’, ὡς λήξας ὕπνου

### 1011.2

μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.

### 1011.3

εὕδει δ’ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα

### 1011.4

παῖδας φονεύσας καὶ δάμαρτ’. ἐγὼ μὲν οὖν

### 1015.1

οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.

### 1015.2

Χο. ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα

### 1015.3

τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι

### 1015.4

τῶν Δαναοῦ παίδων·

### 1015.5

τάδε δ’ ὑπερέβαλεν παρέδραμεν τὰ τότε

### 1020.1

κακὰ τάλανι διογενεῖ κόρωι.

### 1020.2

μονότεκνον Πρόκνης φόνον ἔχω λέξαι

### 1020.3

θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγον’, ὦ

### 1020.4

δάιε, τεκόμενος λυσσάδι συγκατειργάσω μοίραι.

### 1025.1

αἰαῖ, τίνα στεναγμὸν

### 1025.2

ἢ γόον ἢ φθιτῶν ὠιδὰν ἢ τίν’ Ἅι‐

### 1025.3

δα χορὸν ἀχήσω;

### 1025.4

φεῦ φεῦ·

### 1025.5

ἴδεσθε, διάνδιχα κλῆιθρα

### 1030.1

κλίνεται ὑψιπύλων δόμων.

### 1030.2

ἰώ μοι·

### 1030.3

ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς

### 1030.4

ἄθλια κείμενα δυστάνου,

### 1030.5

εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου,

### 1035.1

περὶ δὲ δεσμὰ καὶ πολύβροχ’ ἁμμάτων

### 1035.2

ἐρείσμαθ’ Ἡράκλειον

### 1035.3

ἀμφὶ δέμας τάδε λαΐνοις

### 1035.4

ἀνημμένα κίοσιν οἴκων.

### 1035.5

ὁ δ’ ὥς τις ὄρνις ἄπτερον καταστένων

### 1040.1

ὠδῖνα τέκνων πρέσβυς ὑστέρωι ποδὶ

### 1040.2

πικρὰν διώκων ἤλυσιν πάρεσθ’ ὅδε.

### 1040.3

Αμ. Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ‐

### 1040.4

γα τὸν ὕπνωι παρειμένον ἐάσετ’ ἐκ‐

### 1040.5

λαθέσθαι κακῶν;

### 1045.1

Χο. κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ

### 1045.2

τέκεα καὶ τὸ καλλίνικον κάρα.

### 1045.3

Αμ. ἑκαστέρω πρόβατε, μὴ κτυπεῖτε, μὴ βοᾶτε, μὴ

### 1045.4

τὸν εὔδι’ ἰαύονθ’ ὑπνώδεά τ’ εὐνᾶς

### 1045.5

ἐγείρετε. Χο. οἵμοι,

### 1045.6

φόνος ὅσος ὅδ’ Αμ. ἆ ἆ, διά μ’ ὀλεῖτε. 〈Χο.〉 κεχυ‐

### 1052.1

μένος ἐπαντέλλει.

### 1052.2

〈Αμ.〉 οὐκ ἀτρεμαῖα θρῆνον αἰ‐

### 1052.3

άξετ’, ὦ γέροντες;

### 1055

ἢ δέσμ’ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,

### 1057.1

ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξει.

### 1057.2

Χο. ἀδύνατ’ ἀδύνατά μοι.

### 1060.1

Αμ. σῖγα, πνοὰς μάθω· φέρε, πρὸς οὖς βάλω.

### 1060.2

Χο. εὕδει; Αμ. ναί, εὕδει 〈γ’〉 ὕπνον ἄυπνον ὀλόμε‐

### 1060.3

νον ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ ψαλμῶι

### 1060.4

τέκεα τοξήρει.

### 1060.5

Χο. στέναζέ νυν Αμ. στενάζω.

### 1065.1

〈Χο.〉 τέκνων ὄλεθρον Αμ. ὤμοι.

### 1065.2

〈Χο.〉 σέθεν τε παιδός 〈Αμ.〉 αἰαῖ.

### 1065.3

〈Χο.〉 ὦ πρέσβυ. Αμ. σῖγα σῖγα·

### 1068-1069

παλίντροπος ἐξεπεγειρόμενος στρέφεται· φέρε,

### 1070

ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. Χο. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῶι.

### 1073.1

Αμ. ὁρᾶθ’ ὁρᾶτε. τὸ φάος ἐκ‐

### 1073.2

λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ

### 1075.1

φεύγω τάλας, ἀλλ’ εἴ με κανεῖ πατέρ’ ὄντα,

### 1075.2

πρὸς δὲ κακοῖς κακὰ μήσε‐

### 1075.3

ται πρὸς Ἐρινύσι θ’ αἷμα

### 1075.4

σύγγονον ἕξει.

### 1075.5

Χο. τότε θανεῖν ς’ ἐχρῆν ὅτε δάμαρτι σᾶι

### 1079

φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας,

### 1080.1

Ταφίων περίκλυστον ἄστυ πέρσας.

### 1080.2

Αμ. φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων

### 1080.3

διώκετε· φεύγετε μάργον

### 1080.4

ἄνδρ’ ἐπεγειρόμενον.

### 1085.1

〈ἢ〉 τάχα φόνον ἕτερον ἐπὶ φόνωι βαλὼν

### 1085.2

ἀν’ αὖ βακχεύσει Καδμείων πόλιν.

### 1085.3

Χο. ὦ Ζεῦ, τί παῖδ’ ἤχθηρας ὧδ’ ὑπερκότως

### 1085.4

τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ’ ἤγαγες;

### 1085.5

Ηρ. ἔα·

### 1089

ἔμπνους μέν εἰμι καὶ δέδορχ’ ἅπερ με δεῖ,

### 1090.1

αἰθέρα τε καὶ γῆν τόξα θ’ ἡλίου τάδε.

### 1090.2

ὡς 〈δ’〉 ἐν κλύδωνι καὶ φρενῶν ταράγματι

### 1090.3

πέπτωκα δεινῶι καὶ πνοὰς θερμὰς πνέω

### 1090.4

μετάρσι’, οὐ βέβαια πλευμόνων ἄπο. ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος

### 1095.1

νεανίαν θώρακα καὶ βραχίονα

### 1095.2

πρὸς ἡμιθραύστωι λαΐνωι τυκίσματι

### 1095.3

ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;

### 1095.4

πτερωτὰ δ’ ἔγχη τόξα τ’ ἔσπαρται πέδωι,

### 1095.5

ἃ πρὶν παρασπίζοντ’ ἐμοῖς βραχίοσιν ἔσωιζε πλευρὰς ἐξ ἐμοῦ τ’ ἐσώιζετο.

### 1095.6

οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,

### 1095.7

Εὐρυσθέως δίαυλον ἐξ Ἅιδου μολών;

### 1095.8

ἀλλ’ οὔτε Σισύφειον εἰσορῶ πέτρον

### 1095.9

Πλούτωνά τ’ οὐδὲ σκῆπτρα Δήμητρος κόρης.

### 1105.1

ἔκ τοι πέπληγμαι· ποῦ ποτ’ ὢν ἀμηχανῶ;

### 1105.2

ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,

### 1105.3

δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;

### 1105.4

σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.

### 1105.5

Αμ. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;

### 1110.1

Χο. κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.

### 1110.2

Ηρ. πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας,

### 1110.3

τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;

### 1110.4

Αμ. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.

### 1110.5

Ηρ. πράσσω δ’ ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς;

### 1115.1

Αμ. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.

### 1115.2

Ηρ. μέγας γ’ ὁ κόμπος, τὴν τύχην δ’ οὔπω λέγεις. Αμ. ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.

### 1115.3

Ηρ. εἴπ’ εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι.

### 1115.4

Αμ. εἰ μηκέθ’ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.

### 1120.1

Ηρ. παπαῖ, τόδ’ ὡς ὕποπτον ἠινίξω πάλιν.

### 1120.2

Αμ. καί ς’ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.

### 1120.3

Ηρ. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.

### 1120.4

Αμ. λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ;

### 1120.5

Ηρ. καὶ τόν γε δήσαντ’ εἴπ’· ἀναινόμεσθα γάρ.

### 1125.1

Αμ. τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δ’ ἄλλ’ ἔα.

### 1125.2

Ηρ. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;

### 1125.3

Αμ. ὦ Ζεῦ, παρ’ Ἥρας ἆρ’ ὁρᾶις θρόνων τάδε;

### 1125.4

Ηρ. ἀλλ’ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;

### 1125.5

Αμ. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.

### 1130.1

Ηρ. ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.

### 1130.2

Αμ. ἰδού, θέασαι τάδε τέκνων πεσήματα.

### 1130.3

Ηρ. οἴμοι· τίν’ ὄψιν τήνδε δέρκομαι τάλας;

### 1130.4

Αμ. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.

### 1130.5

Ηρ. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν;

### 1135.1

Αμ. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.

### 1135.2

Ηρ. τί φήις; τί δράσας; ὦ κάκ’ ἀγγέλλων πάτερ.

### 1135.3

Αμ. μανείς· ἐρωτᾶις δ’ ἄθλι’ ἑρμηνεύματα.

### 1135.4

Ηρ. ἦ καὶ δάμαρτός εἰμ’ ἐγὼ φονεὺς ἐμῆς;

### 1135.5

Αμ. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.

### 1140.1

Ηρ. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.

### 1140.2

Αμ. τούτων ἕκατι σὰς καταστένω τύχας.

### 1140.3

Ηρ. ἦ γὰρ συνήραξ’ οἶκον †ἢ βάκχευς’ ἐμόν†;

### 1140.4

Αμ. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. Ηρ. ποῦ δ’ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;

### 1145.1

Αμ. ὅτ’ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.

### 1145.2

Ηρ. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς

### 1145.3

τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;

### 1145.4

οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα

### 1145.5

ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας τέκνοις δικαστὴς αἵματος γενήσομαι,

### 1145.6

ἢ σάρκα †τὴν ἐμὴν† ἐμπρήσας πυρὶ

### 1145.7

δύσκλειαν ἣ μένει μ’ ἀπώσομαι βίου;

### 1145.8

ἀλλ’ ἐμποδών μοι θανασίμων βουλευμάτων

### 1145.9

Θησεὺς ὅδ’ ἕρπει συγγενὴς φίλος τ’ ἐμός.

### 1155.1

ὀφθησόμεσθα καὶ τεκνοκτόνον μύσος

### 1155.2

ἐς ὄμμαθ’ ἥξει φιλτάτωι ξένων ἐμῶν.

### 1155.3

οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν

### 1155.4

εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;

### 1155.5

φέρ’, ἀμφὶ κρατὶ περιβάλω σκότον 〈 〉.

### 1160.1

αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς,

### 1160.2

καὶ τῶιδε προστρόπαιον αἷμα προσβαλὼν

### 1160.3

οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.

### 1160.4

ΘΗΣΕΥΣ

### 1163.1

ἥκω σὺν ἄλλοις, οἳ παρ’ Ἀσωποῦ ῥοὰς

### 1163.2

μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,

### 1165.1

σῶι παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.

### 1165.2

κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν

### 1165.3

ὡς σκῆπτρα χώρας τῆσδ’ ἀναρπάσας Λύκος

### 1165.4

ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. τίνων δ’ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς

### 1170.1

σώσας με νέρθεν ἦλθον, εἴ τι δεῖ, γέρον,

### 1170.2

ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.

### 1170.3

ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον;

### 1170.4

οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν

### 1170.5

ὕστερος ἀφῖγμαι; τίς τάδ’ ἔκτεινεν τέκνα;

### 1175.1

τίνος γεγῶσαν τήνδ’ ὁρῶ ξυνάορον;

### 1175.2

οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,

### 1175.3

ἀλλ’ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.

### 1175.4

Αμ. ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων 〈ἄναξ〉

### 1175.5

Θη. τί χρῆμά μ’ οἰκτροῖς ἐκάλεσας προοιμίοις;

### 1180.1

Αμ. ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.

### 1180.2

Θη. οἱ παῖδες οἵδε τίνος ἐφ’ οἷς δακρυρροεῖς;

### 1180.3

Αμ. ἔτεκε μέν 〈νιν〉 οὑμὸς ἶνις τάλας,

### 1184

τεκόμενος δ’ ἔκανε φόνιον αἷμα τλάς.

### 1187.1

Θη. τί φήις; τί δράσας; Αμ. μαινομένωι πιτύλωι πλαγχθεὶς

### 1187.2

ἑκατογκεφάλου βαφαῖς ὕδρας.

### 1186

Θη. ὦ δεινὰ λέξας. Αμ. οἰχόμεθ’ οἰχόμεθα πτανοί.

### 1185

Θη. εὔφημα φώνει. Αμ. βουλομένοισιν ἐπαγγέλληι.

### 1189

Θη. Ἥρας ὅδ’ ἁγών· τίς δ’ ὅδ’ οὑν νεκροῖς, γέρον;

### 1190.1

Αμ. ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, 〈ὃσ〉 ἐπὶ

### 1190.2

δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ‐

### 1190.3

σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.

### 1195.1

Θη. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;

### 1195.2

Αμ. οὐκ ἂν εἰδείης ἕτερον πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν.

### 1195.3

Θη. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;

### 1195.4

Αμ. αἰδόμενος τὸ σὸν ὄμμα καὶ φιλίαν ὁμόφυλον

### 1195.5

αἷμά τε παιδοφόνον.

### 1195.6

Θη. ἀλλ’ εἰ συναλγῶν γ’ ἦλθον; ἐκκάλυπτέ νιν.

### 1195.7

Αμ. ὦ τέκνον, πάρες ἀπ’ ὀμμάτων

### 1195.8

πέπλον, ἀπόδικε, ῥέθος ἀελίωι δεῖξον.

### 1205

βάρος ἀντίπαλον δακρύοις συναμιλλᾶται·

### 1207

ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ

### 1209

γόνυ καὶ χέρα σὰν προπίτνων πολιὸν

### 1210.1

δάκρυον ἐκβαλών· ἰὼ παῖ, κατά‐

### 1210.2

σχεθε λέοντος ἀγρίου θυμόν, ὧι

### 1210.3

δρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγηι

### 1210.4

κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.

### 1210.5

Θη. εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας

### 1215.1

αὐδῶ φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.

### 1215.2

οὐδεὶς σκότος γὰρ ὧδ’ ἔχει μέλαν νέφος

### 1215.3

ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.

### 1215.4

τί μοι προσείων χεῖρα σημαίνεις φόβον;

### 1215.5

ὡς μὴ μύσος με σῶν βάληι προσφθεγμάτων;

### 1220.1

οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·

### 1220.2

καὶ γάρ ποτ’ εὐτύχης’. ἐκεῖς’ ἀνοιστέον

### 1220.3

ὅτ’ ἐξέσωσάς μ’ ἐς φάος νεκρῶν πάρα. χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων

### 1220.4

καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,

### 1225.1

συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.

### 1225.2

ἀνίστας’, ἐκκάλυψον ἄθλιον κάρα,

### 1225.3

βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν

### 1225.4

φέρει †τὰ τῶν θεῶν γε† πτώματ’ οὐδ’ ἀναίνεται.

### 1225.5

Ηρ. Θησεῦ, δέδορκας τόνδ’ ἀγῶν’ ἐμῶν τέκνων;

### 1230.1

Θη. ἤκουσα καὶ βλέποντι σημαίνεις κακά.

### 1230.2

Ηρ. τί δῆτά μου κρᾶτ’ ἀνεκάλυψας ἡλίωι;

### 1230.3

Θη. τί δ’; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.

### 1230.4

Ηρ. φεῦγ’, ὦ ταλαίπωρ’, ἀνόσιον μίασμ’ ἐμόν.

### 1230.5

Θη. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.

### 1235.1

Ηρ. ἐπήινες’· εὖ δράσας δέ ς’ οὐκ ἀναίνομαι.

### 1235.2

Θη. ἐγὼ δὲ πάσχων εὖ τότ’ οἰκτίρω σε νῦν.

### 1235.3

Ηρ. οἰκτρὸς γάρ εἰμι τἄμ’ ἀποκτείνας τέκνα;

### 1235.4

Θη. κλαίω χάριν σὴν ἐφ’ ἑτέραισι συμφοραῖς.

### 1235.5

Ηρ. ηὗρες δέ γ’ ἄλλους ἐν κακοῖσι μείζοσιν;

### 1240.1

Θη. ἅπτηι κάτωθεν οὐρανοῦ δυσπραξίαι.

### 1240.2

Ηρ. τοιγὰρ παρεσκευάσμεθ’ ὥστε κατθανεῖν.

### post 1241

〈Θη.〉

### post 1241

〈Ηρ.〉

### 1242.1

Θη. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;

### 1242.2

Ηρ. αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.

### 1242.3

Θη. ἴσχε στόμ’, ὡς μὴ μέγα λέγων μεῖζον πάθηις.

### 1245.1

Ηρ. γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπηι τεθῆι.

### 1245.2

Θη. δράσεις δὲ δὴ τί; ποῖ φέρηι θυμούμενος;

### 1245.3

Ηρ. θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.

### 1245.4

Θη. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. Ηρ. σὺ δ’ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. Θη. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;

### 1245.5

Ηρ. οὔκουν τοσαῦτά γ’· ἐν μέτρωι μοχθητέον.

### 1245.6

Θη. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;

### 1245.7

Ηρ. οἱ δ’ οὐδὲν ὠφελοῦσί μ’, ἀλλ’ Ἥρα κρατεῖ.

### 1245.8

Θη. οὐκ ἄν 〈σ’〉 ἀνάσχοιθ’ Ἑλλὰς ἀμαθίαι θανεῖν.

### 1255.1

Ηρ. ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις

### 1255.2

πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι

### 1255.3

ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.

### 1255.4

πρῶτον μὲν ἐκ τοῦδ’ ἐγενόμην, ὅστις κτανὼν

### 1255.5

μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν

### 1260.1

ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.

### 1260.2

ὅταν δὲ κρηπὶς μὴ καταβληθῆι γένους

### 1260.3

ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.

### 1260.4

Ζεὺς δ’, ὅστις ὁ Ζεύς, πολέμιόν μ’ ἐγείνατο

### 1260.5

Ἥραι (σὺ μέντοι μηδὲν ἀχθεσθῆις, γέρον·

### 1265.1

πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι ς’ ἐγώ),

### 1265.2

ἔτ’ ἐν γάλακτί τ’ ὄντι γοργωποὺς ὄφεις

### 1265.3

ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς

### 1265.4

ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.

### 1265.5

ἐπεὶ δὲ σαρκὸς περιβόλαι’ ἐκτησάμην

### 1270.1

ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;

### 1270.2

ποίους ποτ’ ἢ λέοντας ἢ τρισωμάτους

### 1270.3

Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ

### 1270.4

κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;

### 1270.5

τήν τ’ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα

### 1275.1

ὕδραν φονεύσας μυρίων τ’ ἄλλων πόνων

### 1275.2

διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος

### 1275.3

ὅπως πορεύσαιμ’ ἐντολαῖς Εὐρυσθέως.

### 1275.4

τὸν λοίσθιον δὲ τόνδ’ ἔτλην τάλας πόνον,

### 1280.1

παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.

### 1280.2

ἥκω δ’ ἀνάγκης ἐς τόδ’· οὔτ’ ἐμαῖς φίλαις

### 1280.3

Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,

### 1280.4

ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων

### 1280.5

εἶμ’; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.

### 1285.1

ἀλλ’ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;

### 1285.2

φέρ’ ἀλλ’ ἐς ἄλλην δή τιν’ ὁρμήσω πόλιν;

### 1285.3

κἄπειθ’ ὑποβλεπώμεθ’ ὡς ἐγνωσμένοι,

### 1285.4

γλώσσης πικροῖς κέντροισι †κληιδουχούμενοι†·

### 1285.5

Οὐχ οὗτος ὁ Διός, ὃς τέκν’ ἔκτεινέν ποτε

### 1290.1

δάμαρτά τ’; οὐ γῆς τῆσδ’ ἀποφθαρήσεται;

### 1290.2

[κεκλημένωι δὲ φωτὶ μακαρίωι ποτὲ

### 1290.3

αἱ μεταβολαὶ λυπηρόν· ὧι δ’ ἀεὶ κακῶς

### 1290.4

ἔστ’, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.]

### 1290.5

ἐς τοῦτο δ’ ἥξειν συμφορᾶς οἶμαί ποτε·

### 1295.1

φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με

### 1295.2

μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν

### 1295.3

πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον

### 1295.4

Ἰξίον’ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.

### 1295.5

[καὶ ταῦτ’ ἄριστα μηδέν’ Ἑλλήνων μ’ ὁρᾶν, ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.]

### 1295.6

τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν

### 1295.7

βίον γ’ ἀχρεῖον ἀνόσιον κεκτημένοι; χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ

### 1295.8

†κρόους’ Ὀλυμπίου Ζηνὸς ἀρβύληι πόδα†.

### 1305.1

ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο

### 1305.2

ἄνδρ’ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις

### 1305.3

ἄνω κάτω στρέψασα. τοιαύτηι θεῶι

### 1305.4

τίς ἂν προσεύχοιθ’; ἣ γυναικὸς οὕνεκα

### 1305.5

λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας

### 1310.1

Ἑλλάδος ἀπώλες’ οὐδὲν ὄντας αἰτίους.

### 1310.2

Χο. οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε

### 1310.3

ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ’ αἰσθάνηι.

### post 1312

Θη. 〈〉

### 1313.1

παραινέσαιμ’ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.

### 1313.2

οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,

### 1315.1

οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.

### 1315.2

οὐ λέκτρ’ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,

### 1315.3

συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδα

### 1315.4

πατέρας ἐκηλίδωσαν; ἀλλ’ οἰκοῦς’ ὅμως

### 1315.5

Ὄλυμπον ἠνέσχοντό θ’ ἡμαρτηκότες.

### 1320.1

καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς

### 1320.2

φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;

### 1320.3

Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,

### 1320.4

ἕπου δ’ ἅμ’ ἡμῖν πρὸς πόλισμα Παλλάδος.

### 1320.5

ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος

### 1325.1

δόμους τε δώσω χρημάτων τ’ ἐμῶν μέρος.

### 1325.2

ἃ δ’ ἐκ πολιτῶν δῶρ’ ἔχω σώσας κόρους

### 1325.3

δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,

### 1325.4

σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς τεμένη δέδασται· ταῦτ’ ἐπωνομασμένα

### 1330.1

σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται

### 1330.2

ζῶντος· θανόντα δ’, εὖτ’ ἂν εἰς Ἅιδου μόληις,

### 1330.3

θυσίαισι λαΐνοισί τ’ ἐξογκώμασιν

### 1330.4

τίμιον ἀνάξει πᾶς’ Ἀθηναίων πόλις.

### 1330.5

καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο

### 1335.1

ἄνδρ’ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.

### 1335.2

κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας

### 1335.3

τήνδ’ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.

### 1335.4

[θεοὶ δ’ ὅταν τιμῶσιν οὐδὲν δεῖ φίλων·

### 1335.5

ἅλις γὰρ ὁ θεὸς ὠφελῶν ὅταν θέληι.]

### 1340.1

Ηρ. οἴμοι· πάρεργα 〈 〉 τάδ’ ἔστ’ ἐμῶν κακῶν·

### 1340.2

ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ’ ἃ μὴ θέμις

### 1340.3

στέργειν νομίζω δεσμά τ’ ἐξάπτειν χεροῖν

### 1340.4

οὔτ’ ἠξίωσα πώποτ’ οὔτε πείσομαι

### 1340.5

οὐδ’ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.

### 1345.1

δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ’ ὀρθῶς θεός,

### 1345.2

οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.

### 1345.3

ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὢν

### 1345.4

μὴ δειλίαν ὄφλω τιν’ ἐκλιπὼν φάος·

### 1345.5

ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται οὐδ’ ἀνδρὸς ἂν δύναιθ’ ὑποστῆναι βέλος.

### 1345.6

ἐγκαρτερήσω βίοτον· εἶμι δ’ ἐς πόλιν τὴν σήν, χάριν τε μυρίαν δώρων ἔχω.

### 1345.7

ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην,

### 1345.8

ὧν οὔτ’ ἀπεῖπον οὐδέν’ οὔτ’ ἀπ’ ὀμμάτων

### 1355.1

ἔσταξα πηγάς, οὐδ’ ἂν ὠιόμην ποτὲ

### 1355.2

ἐς τοῦθ’ ἱκέσθαι, δάκρυ’ ἀπ’ ὀμμάτων βαλεῖν.

### 1355.3

νῦν δ’, ὡς ἔοικε, τῆι τύχηι δουλευτέον.

### 1355.4

εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾶις,

### 1355.5

ὁρᾶις δὲ παίδων ὄντα μ’ αὐθέντην ἐμῶν.

### 1360.1

δὸς τούσδε τύμβωι καὶ περίστειλον νεκροὺς

### 1360.2

δακρύοισι τιμῶν (ἐμὲ γὰρ οὐκ ἐᾶι νόμος)

### 1360.3

πρὸς στέρν’ ἐρείσας μητρὶ δούς τ’ ἐς ἀγκάλας,

### 1360.4

κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας

### 1360.5

διώλες’ ἄκων. γῆι δ’ ἐπὴν κρύψηις νεκροὺς

### 1365.1

οἴκει πόλιν τήνδ’ ἀθλίως μὲν ἀλλ’ ὅμως

### 1365.2

[ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά].

### 1365.3

ὦ τέκν’, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ

### 1365.4

ἀπώλες’, οὐδ’ ὤνασθε τῶν ἐμῶν καλῶν,

### 1365.5

ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίου

### 1370.1

εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.

### 1370.2

σέ τ’ οὐχ ὁμοίως, ὦ τάλαιν’, ἀπώλεσα

### 1370.3

ὥσπερ σὺ τἀμὰ λέκτρ’ ἔσωιζες ἀσφαλῶς,

### 1370.4

μακρὰς διαντλοῦς’ ἐν δόμοις οἰκουρίας.

### 1370.5

οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ’ ἐμοῦ,

### 1375.1

ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι

### 1375.2

τέκνων γυναικός τ’. ὦ λυγραὶ φιλημάτων

### 1375.3

τέρψεις, λυγραὶ δὲ τῶνδ’ ὅπλων κοινωνίαι.

### 1375.4

ἀμηχανῶ γὰρ πότερ’ ἔχω τάδ’ ἢ μεθῶ, ἃ πλευρὰ τἀμὰ προσπίτνοντ’ ἐρεῖ τάδε·

### 1380.1

Ἡμῖν τέκν’ εἷλες καὶ δάμαρθ’· ἡμᾶς ἔχεις

### 1380.2

παιδοκτόνους σούς. εἶτ’ ἐγὼ τάδ’ ὠλέναις

### 1380.3

οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων

### 1380.4

ξὺν οἷς τὰ κάλλιστ’ ἐξέπραξ’ ἐν Ἑλλάδι

### 1380.5

ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;

### 1385.1

οὐ λειπτέον τάδ’, ἀθλίως δὲ σωστέον.

### 1385.2

ἕν μοί τι, Θησεῦ, σύγκαμ’· ἀγρίου κυνὸς

### 1385.3

κόμιστρ’ ἐς Ἄργος συγκατάστησον μολών,

### 1385.4

λύπηι τι παίδων μὴ πάθω μονούμενος.

### 1385.5

ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,

### 1390.1

κείρασθε, συμπενθήσατ’, ἔλθετ’ ἐς τάφον

### 1390.2

παίδων. ἅπαντας δ’ ἑνὶ λόγωι πενθήσετε

### 1390.3

νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν

### 1390.4

Ἥρας μιᾶι πληγέντες ἄθλιοι τύχηι.

### 1390.5

Θη. ἀνίστας’, ὦ δύστηνε· δακρύων ἅλις.

### 1395.1

Ηρ. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.

### 1395.2

Θη. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.

### 1395.3

Ηρ. φεῦ·

### 1397.1

αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.

### 1397.2

Θη. παῦσαι· δίδου δὲ χεῖρ’ ὑπηρέτηι φίλωι.

### 1397.3

Ηρ. ἀλλ’ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. Θη. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.

### 1397.4

Ηρ. παίδων στερηθεὶς παῖδ’ ὅπως ἔχω ς’ ἐμόν.

### 1397.5

Θη. δίδου δέρηι σὴν χεῖρ’, ὁδηγήσω δ’ ἐγώ.

### 1397.6

Ηρ. ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.

### 1397.7

ὦ πρέσβυ, τοιόνδ’ ἄνδρα χρὴ κτᾶσθαι φίλον.

### 1405.1

Αμ. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.

### 1405.2

Ηρ. Θησεῦ, πάλιν με στρέψον ὡς ἴδω τέκνα. Θη. ὡς δὴ τί; φίλτρον τοῦτ’ ἔχων ῥάιων ἔσηι;

### 1405.3

Ηρ. ποθῶ, πατρός τε στέρνα προσθέσθαι θέλω.

### 1405.4

Αμ. ἰδοὺ τάδ’, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.

### 1410.1

Θη. οὕτω πόνων σῶν οὐκέτι μνήμην ἔχεις;

### 1410.2

Ηρ. ἅπαντ’ ἐλάσσω κεῖνα τῶνδ’ ἔτλην κακά.

### 1410.3

Θη. εἴ ς’ ὄψεταί τις θῆλυν ὄντ’ οὐκ αἰνέσει.

### 1410.4

Ηρ. ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.

### 1410.5

Θη. ἄγαν γ’· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.

### 1415.1

Ηρ. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;

### 1415.2

Θη. ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.

### 1415.3

Ηρ. πῶς οὖν †ἔτ’ εἴπης† ὅτι συνέσταλμαι κακοῖς;

### 1415.4

Θη. πρόβαινε. Ηρ. χαῖρ’, ὦ πρέσβυ. Αμ. καὶ σύ μοι, τέκνον.

### 1415.5

Ηρ. θάφθ’ ὥσπερ εἶπον παῖδας. Αμ. ἐμὲ δὲ τίς, τέκνον;

### 1420.1

Ηρ. ἐγώ. Αμ. πότ’ ἐλθών; Ηρ. ἡνίκ’ ἂν †θάψηις τέκνα†.

### 1420.2

[Αμ. πῶς; Ηρ. εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.]

### 1420.3

ἀλλ’ ἐσκόμιζε τέκνα, δυσκόμιστ’ ἄχη·

### 1420.4

ἡμεῖς δ’ ἀναλώσαντες αἰσχύναις δόμον

### 1420.5

Θησεῖ πανώλεις ἑψόμεσθ’ ἐφολκίδες.

### 1425.1

ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων

### 1425.2

ἀγαθῶν πεπᾶσθαι βούλεται κακῶς φρονεῖ.

### 1425.3

Χο. στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, τὰ μέγιστα φίλων ὀλέσαντες.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-hercules-cbm-as.json (sha256:e858c5d628846b17dc4ee26f34766301baf38a1aee5bc55458e35768204ab025). Cite as `eul_wid: cbm-as`.
