---
title: Heracleidae
title_greek: Ἡρακλεῖδαι
author: Euripides
eul_wid: cbm-ah
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/heraclidae"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-heraclidae-cbm-ah.json"
sha256: ee702d760820f674a69dbea91c5e4d84d25ca085a5b756c48c605d15354be8ea
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Heracleidae

*Ἡρακλεῖδαι*

**Author:** Euripides

**eul_wid:** `cbm-ah` · [HTML page](https://eulogikon.org/grc/euripides/heraclidae) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-heraclidae-cbm-ah.json)

## Text

### 1

ΙΟΛΑΟΣ

### 1.1

Πάλαι ποτ’ ἐστὶ τοῦτ’ ἐμοὶ δεδογμένον·

### 1.2

ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ’ ἀνήρ,

### 1.3

ὁ δ’ ἐς τὸ κέρδος λῆμ’ ἔχων ἀνειμένον

### 1.4

πόλει τ’ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,

### 5.1

αὑτῶι δ’ ἄριστος· οἶδα δ’ οὐ λόγωι μαθών.

### 5.2

ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,

### 5.3

ἐξὸν κατ’ Ἄργος ἡσύχως ναίειν, πόνων

### 5.4

πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,

### 5.5

ὅτ’ ἦν μεθ’ ἡμῶν· νῦν δ’, ἐπεὶ κατ’ οὐρανὸν

### 10.1

ναίει, τὰ κείνου τέκν’ ἔχων ὑπὸ πτεροῖς

### 10.2

σώιζω τάδ’ αὐτὸς δεόμενος σωτηρίας.

### 10.3

ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,

### 10.4

πρῶτον μὲν ἡμᾶς ἤθελ’ Εὐρυσθεὺς κτανεῖν·

### 10.5

ἀλλ’ ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται,

### 15.1

ψυχὴ δ’ ἐσώθη. φεύγομεν δ’ ἀλώμενοι

### 15.2

ἄλλην ἀπ’ ἄλλης ἐξοριζόντων πόλιν.

### 15.3

πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ’ Εὐρυσθεὺς κακοῖς

### 15.4

ὕβρισμ’ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·

### 15.5

πέμπων ὅπου γῆς πυνθάνοιθ’ ἱδρυμένους

### 20.1

κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,

### 20.2

πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην

### 20.3

ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ’ ἅμα. οἱ δ’ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,

### 20.4

σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,

### 25.1

τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.

### 25.2

ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις

### 25.3

καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,

### 25.4

ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπηι βροτῶν·

### 25.5

Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,

### 30.1

Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.

### 30.2

πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι

### 30.3

Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα

### 30.4

ἱκέται καθεζόμεσθα βώμιοι θεῶν

### 30.5

προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς

### 35.1

δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος

### 35.2

κλήρωι λαχόντας ἐκ γένους Πανδίονος,

### 35.3

τοῖσδ’ ἐγγὺς ὄντας· ὦν ἕκατι τέρμονας

### 35.4

κλεινῶν Ἀθηνῶν τήνδ’ ἀφικόμεσθ’ ὁδόν.

### 35.5

δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·

### 40.1

ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,

### 40.2

ἡ δ’ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος

### 40.3

ἔσωθε ναοῦ τοῦδ’ ὑπηγκαλισμένη

### 40.4

σώιζει· νέας γὰρ παρθένους αἰδούμεθα

### 40.5

ὄχλωι πελάζειν κἀπιβωμιοστατεῖν.

### 45.1

Ὕλλος δ’ ἀδελφοί θ’ οἷσι πρεσβεύει γένος

### 45.2

ζητοῦς’ ὅπου γῆς πύργον οἰκιούμεθα,

### 45.3

ἢν τῆσδ’ ἀπωθώμεσθα πρὸς βίαν χθονός.

### 45.4

ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ’ ἐμῶν

### 45.5

πέπλων· ὁρῶ κήρυκα τόνδ’ Εὐρυσθέως στείχοντ’ ἐφ’ ἡμᾶς, οὗ διωκόμεσθ’ ὕπο

### 45.6

πάσης ἀλῆται γῆς ἀπεστερημένοι.

### 45.7

ὦ μῖσος, εἴθ’ ὄλοιο χὠ πέμψας 〈σ’〉 ἀνήρ,

### 45.8

ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίωι πατρὶ ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

### 55

ΚΗΡΥΞ

### 55.1

ἦ που καθῆσθαι τήνδ’ ἕδραν καλὴν δοκεῖς

### 55.2

πόλιν τ’ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·

### 55.3

οὐ γάρ τις ἔστιν ὃς πάροιθ’ αἱρήσεται

### 55.4

τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ’ Εὐρυσθέως.

### 55.5

χώρει· τί μοχθεῖς ταῦτ’; ἀνίστασθαί σε χρὴ

### 60.1

ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

### 60.2

Ιο. οὐ δῆτ’, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,

### 60.3

ἐλευθέρα τε γαῖ’ ἐν ἧι βεβήκαμεν.

### 60.4

Κη. βούληι πόνον μοι τῆιδε προσθεῖναι χερί;

### 60.5

Ιο. οὔτοι βίαι γέ μ’ οὐδὲ τούσδ’ ἄξεις λαβών.

### 65.1

Κη. γνώσηι σύ· μάντις δ’ ἦσθ’ ἄρ’ οὐ καλὸς τάδε.

### 65.2

Ιο. οὐκ ἂν γένοιτο τοῦτ’ ἐμοῦ ζῶντός ποτε.

### 65.3

Κη. ἄπερρ’· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέληις,

### 65.4

ἄξω νομίζων οὗπέρ εἰς’ Εὐρυσθέως.

### 65.5

Ιο. ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,

### 70.1

ἀμύνεθ’· ἱκέται δ’ ὄντες ἀγοραίου Διὸς

### 70.2

βιαζόμεσθα καὶ στέφη μιαίνεται,

### 70.3

πόλει τ’ ὄνειδος καὶ θεῶν ἀτιμίαν.

### 70.4

ΧΟΡΟΣ

### 73.1

ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας

### 73.2

ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;

### 75.1

ἴδετε τὸν γέροντ’ ἀμαλὸν ἐπὶ πέδωι

### 75.2

χύμενον· ὦ τάλας

### post 76

〈〉

### 77.1

πρὸς τοῦ ποτ’ ἐν γῆι πτῶμα δύστηνον πίτνεις;

### 77.2

Ιο. ὅδ’ ὦ ξένοι με σοὺς ἀτιμάζων θεοὺς

### 77.3

ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.

### 80.1

Χο. σὺ δ’ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν

### 80.2

ξύνοικον ἦλθες λαόν; ἢ

### 80.3

πέραθεν ἁλίωι πλάται

### 80.4

κατέχετ’ ἐκλιπόντες Εὐβοῖδ’ ἀκτάν;

### 80.5

Ιο. οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,

### 85.1

ἀλλ’ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.

### 85.2

Χο. ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠ‐

### 85.3

νόμαζεν λεώς;

### 85.4

Ιο. τὸν Ἡράκλειον ἴστε που παραστάτην

### 85.5

Ἰόλαον· οὐ γὰρ σῶμ’ ἀκήρυκτον τόδε.

### 90.1

Χο. οἶδ’ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτε

### 90.2

ἐν χειρὶ σᾶι κομίζεις κόρους

### 90.3

νεοτρεφεῖς; φράσον.

### 90.4

Ιο. Ἡρακλέους οἵδ’ εἰσὶ παῖδες, ὦ ξένοι,

### 90.5

ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.

### 95.1

Χο. τί χρέος; ἦ λόγων πόλεος, ἔνεπέ μοι,

### 95.2

μελόμενοι τυχεῖν;

### 95.3

Ιο. μήτ’ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

### 95.4

τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.

### 95.5

Κη. ἀλλ’ οὔτι τοῖς σοῖς δεσπόταις τάδ’ ἀρκέσει, οἳ σοῦ κρατοῦντες ἐνθάδ’ εὑρίσκουσί σε.

### 95.6

Χο. εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,

### 95.7

καὶ μὴ βιαίωι χειρὶ δαι‐

### 95.8

μόνων ἀπολιπεῖν σφ’ ἕδη· πότνια γὰρ Δίκα τάδ’ οὐ πείσεται.

### 105.1

Κη. ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,

### 105.2

κοὐδὲν βιαίωι τῆιδε χρήσομαι χερί.

### 105.3

Χο. ἄθεον ἱκεσίαν μεθεῖναι πόλει

### 105.4

ξένων προστροπάν.

### 105.5

Κη. καλὸν δέ γ’ ἔξω πραγμάτων ἔχειν πόδα,

### 110

εὐβουλίας τυχόντα τῆς ἀμείνονος.

### post 110

〈Χο.〉

### post 110

〈〉

### post 110

〈〉

### post 110

〈Κη.〉

### post 110

〈〉

### 111.1

Χο. οὔκουν τυράννωι τῆσδε γῆς φράσαντά σε

### 111.2

χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίαι ξένους

### 111.3

θεῶν ἀφέλκειν, γῆν σέβοντ’ ἐλευθέραν;

### 111.4

Κη. τίς δ’ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;

### 115.1

Χο. ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.

### 115.2

Κη. πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου

### 115.3

μάλιστ’ ἂν εἴη· τἄλλα δ’ εἴρηται μάτην.

### 115.4

Χο. καὶ μὴν ὅδ’ αὐτὸς ἔρχεται σπουδὴν ἔχων

### 115.5

Ἀκάμας τ’ ἀδελφός, τῶνδ’ ἐπήκοοι λόγων.

### 120

ΔΗΜΟΦΩΝ

### 120.1

ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους

### 120.2

βοηδρομήσας τήνδ’ ἐπ’ ἐσχάραν Διός,

### 120.3

λέξον, τίς ὄχλον τόνδ’ ἀθροίζεται τύχη;

### 120.4

Χο. ἱκέται κάθηνται παῖδες οἵδ’ Ἡρακλέους

### 120.5

βωμὸν καταστέψαντες, ὡς ὁρᾶις, ἄναξ,

### 125.1

πατρός τε πιστὸς Ἰόλεως παραστάτης. Δη. τί δῆτ’ ἰυγμῶν ἥδ’ ἐδεῖτο συμφορά;

### 125.2

Χο. βίαι νιν οὗτος τῆσδ’ ἀπ’ ἐσχάρας ἄγειν

### 125.3

ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ

### 125.4

γέροντος, ὥστε μ’ ἐκβαλεῖν οἴκτωι δάκρυ.

### 130.1

Δη. καὶ μὴν στολήν γ’ Ἕλληνα καὶ ῥυθμὸν πέπλων

### 130.2

ἔχει, τὰ δ’ ἔργα βαρβάρου χερὸς τάδε.

### 130.3

σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν 〈δ’〉, ἐμοὶ

### 130.4

ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών.

### 130.5

Κη. Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·

### 135.1

ἐφ’ οἷσι δ’ ἥκω καὶ παρ’ οὗ λέγειν θέλω.

### 135.2

πέμπει Μυκηνῶν δεῦρό μ’ Εὐρυσθεὺς ἄναξ

### 135.3

ἄξοντα τούσδε· πολλὰ δ’ ἦλθον, ὦ ξένε,

### 135.4

δίκαι’ ἁμαρτῆι δρᾶν τε καὶ λέγειν ἔχων.

### 135.5

Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω

### 140.1

ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,

### 140.2

νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους

### 140.3

θανεῖν· δίκαιοι δ’ ἐσμὲν οἰκοῦντες πόλιν

### 140.4

αὐτοὶ καθ’ αὑτῶν κυρίους κραίνειν δίκας.

### 140.5

πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι

### 145.1

ἐν τοῖσιν αὐτοῖς τοισίδ’ ἕσταμεν λόγοις,

### 145.2

κοὐδεὶς ἐτόλμης’ ἴδια προσθέσθαι κακά.

### 145.3

ἀλλ’ ἤ τιν’ ἐς σὲ μωρίαν ἐσκεμμένοι

### 145.4

δεῦρ’ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων

### 145.5

ῥίπτοντες, εἴτ’ οὖν εἴτε μὴ γενήσεται

### post 149.1

〈〉 οὐ γὰρ φρενήρη γ’ ὄντα ς’ ἐλπίζουσί που μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος

### post 149.2

τὰς τῶνδ’ ἀβούλως συμφορὰς κατοικτιεῖν.

### post 149.3

φέρ’ ἀντίθες γάρ· τούσδε τ’ ἐς γαῖαν παρεὶς

### post 149.4

ἡμᾶς τ’ ἐάσας ἐξάγειν, τί κερδανεῖς;

### 155.1

τὰ μὲν παρ’ ἡμῶν τοιάδ’ ἔστι σοι λαβεῖν·

### 155.2

Ἄργους τοσήνδε χεῖρα τήν τ’ Εὐρυσθέως

### 155.3

ἰσχὺν ἅπασαν τῆιδε προσθέσθαι πόλει.

### 155.4

ἢν δ’ ἐς λόγους τε καὶ τὰ τῶνδ’ οἰκτίσματα

### 155.5

βλέψας πεπανθῆις, ἐς πάλην καθίσταται

### 160.1

δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν

### 160.2

δόξηις ἀγῶνος τούσδ’ ἄτερ χαλυβδικοῦ.

### 160.3

τί δῆτα φήσεις, ποῖα πεδί’ ἀφαιρεθείς,

### 160.4

τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;

### 160.5

ποίοις δ’ ἀμύνων συμμάχοις, τίνος δ’ ὕπερ

### 165.1

θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον

### 165.2

κτήσηι πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα

### 165.3

τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,

### 165.4

παίδων 〈τε〉 τῶνδ’ ἐς ἄντλον ἐμβήσηι πόδα.

### 165.5

†ἐρεῖς τὸ λῶιστον ἐλπίδ’ εὑρήσειν μόνον†·

### 170.1

καὶ τοῦτο πολλῶι τοῦ παρόντος ἐνδεές.

### 170.2

κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις

### 170.3

μάχοιντ’ ἂν ἡβήσαντες, εἴ 〈τι〉 τοῦτό σε

### 170.4

ψυχὴν ἐπαίρει· χοὐν μέσωι πολὺς χρόνος

### 170.5

ἐν ὧι διεργασθεῖτ’ ἄν. ἀλλ’ ἐμοὶ πιθοῦ·

### 175.1

δοὺς μηδὲν ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ

### 175.2

κτῆσαι Μυκήνας, μηδ’ ὅπερ φιλεῖτε δρᾶν

### 175.3

πάθηις σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν φίλους ἑλέσθαι τοὺς κακίονας λαβεῖν.

### 175.4

Χο. τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,

### 180.1

πρὶν ἂν παρ’ ἀμφοῖν μῦθον ἐκμάθηι σαφῶς;

### 180.2

Ιο. ἄναξ, ὑπάρχει γὰρ τόδ’ ἐν τῆι σῆι χθονί,

### 180.3

εἰπεῖν ἀκοῦσαί τ’ ἐν μέρει πάρεστί μοι,

### 180.4

κοὐδείς μ’ ἀπώσει πρόσθεν ὥσπερ ἄλλοθεν.

### 180.5

ἡμῖν δὲ καὶ τῶιδ’ οὐδέν ἐστιν ἐν μέσωι·

### 185.1

ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ’ ἡμῖν ἔτι,

### 185.2

ψήφωι δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,

### 185.3

πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι

### 185.4

ὅδ’ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;

### 185.5

ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον

### 190.1

φεύγειν δικαιοῦθ’ ὅστις ἂν τἄργος φύγηι;

### 190.2

οὔκουν Ἀθήνας γ’· οὐ γὰρ Ἀργείων φόβωι

### 190.3

τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.

### 190.4

οὐ γάρ τι Τραχίς ἐστιν οὐδ’ Ἀχαιικὸν

### 190.5

πόλισμ’ ὅθεν σὺ τούσδε, τῆι δίκηι μὲν οὔ,

### 195.1

τὸ δ’ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,

### 195.2

ἤλαυνες ἱκέτας βωμίους καθημένους.

### 195.3

εἰ γὰρ τόδ’ ἔσται καὶ λόγους κρινοῦσι σούς,

### 195.4

οὐκ οἶδ’ Ἀθήνας τάσδ’ ἐλευθέρας ἔτι.

### 195.5

ἀλλ’ οἶδ’ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν· θνήισκειν θελήσους’· ἡ γὰρ αἰσχύνη 〈πάροσ〉

### 195.6

τοῦ ζῆν παρ’ ἐσθλοῖς ἀνδράσιν νομίζεται.

### 195.7

πόλει μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον

### 195.8

λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ

### 195.9

καὐτὸς βαρυνθεὶς οἶδ’ ἄγαν αἰνούμενος.

### 205.1

σοὶ δ’ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι σώιζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.

### 205.2

Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως

### 205.3

Αἴθρα, πατὴρ δ’ ἐκ τῆσδε γεννᾶται σέθεν

### 205.4

Θησεύς. πάλιν δὲ τῶνδ’ ἄνειμί σοι γένος·

### 210.1

Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,

### 210.2

κείνη δὲ Πέλοπος θυγατρός· αὐτανεψίων

### 210.3

πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.

### 210.4

γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·

### 210.5

ἃ δ’ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ

### 215.1

τεῖσαι λέγω σοι παισί. φημὶ γάρ ποτε

### 215.2

σύμπλους γενέσθαι τῶνδ’ ὑπασπίζων πατρὶ

### 215.3

ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα

### post 217

〈〉

### post 217

〈〉

### 218.1

Ἅιδου τ’ ἐρεμνῶν ἐξανήγαγεν μυχῶν

### 218.2

πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.

### 220.1

ὧν ἀντιδοῦναί ς’ οἵδ’ ἀπαιτοῦσιν χάριν,

### 220.2

μήτ’ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

### 220.3

τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.

### 220.4

σοὶ γὰρ τόδ’ αἰσχρὸν χωρὶς ἐν πόλει τ’ ἴσον,

### 220.5

ἱκέτας ἀλήτας συγγενεῖς—οἴμοι κακῶν·

### 225.1

βλέψον πρὸς αὐτούς, βλέψον—ἕλκεσθαι βίαι.

### 225.2

ἀλλ’ ἄντομαί σε καὶ καταστέφων χεροῖν

### 225.3

καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσηις

### 225.4

τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν·

### 225.5

γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος

### 230.1

πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ

### 230.2

τἄλλ’ ἐστὶ κρείσσω πλὴν ὑπ’ Ἀργείοις πεσεῖν.

### 230.3

Χο. ὤικτιρ’ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ. τὴν δ’ εὐγένειαν τῆς τύχης νικωμένην

### 230.4

νῦν δὴ μάλιστ’ ἐσεῖδον· οἵδε γὰρ πατρὸς

### 235.1

ἐσθλοῦ γεγῶτες δυστυχοῦς’ ἀναξίως.

### 235.2

Δη. τρισσαί μ’ ἀναγκάζουσι συννοίας ὁδοί,

### 235.3

Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους·

### 235.4

τὸ μὲν μέγιστον Ζεὺς ἐφ’ οὗ σὺ βώμιος

### 235.5

θακεῖς νεοσσῶν τήνδ’ ἔχων πανήγυριν,

### 240.1

τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς

### 240.2

πράσσειν παρ’ ἡμῶν τούσδε πατρώιαν χάριν,

### 240.3

τό τ’ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·

### 240.4

εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίαι

### 240.5

ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν

### 245.1

οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ’ ὄκνωι

### 245.2

ἱκέτας προδοῦναι· καὶ τάδ’ ἀγχόνης πέλας.

### 245.3

ἀλλ’ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,

### 245.4

ὅμως δὲ καὶ νῦν μὴ τρέσηις ὅπως σέ τις

### 245.5

σὺν παισὶ βωμοῦ τοῦδ’ ἀποσπάσει βίαι. σὺ δ’ Ἄργος ἐλθὼν ταῦτά τ’ Εὐρυσθεῖ φράσον

### 245.6

πρὸς τοῖσδέ τ’, εἴ τι τοισίδ’ ἐγκαλεῖ ξένοις,

### 245.7

δίκης κυρήσειν· τούσδε δ’ οὐκ ἄξεις ποτέ.

### 245.8

Κη. οὐκ ἢν δίκαιον ἦι τι καὶ νικῶ λόγωι;

### 245.9

Δη. καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίαι;

### 255.1

Κη. οὔκουν ἐμοὶ τόδ’ αἰσχρὸν ἀλλ’ οὐ σοὶ βλάβος;

### 255.2

Δη. ἐμοί γ’, ἐάν σοι τούσδ’ ἐφέλκεσθαι μεθῶ.

### 255.3

Κη. σὺ δ’ ἐξόριζε κἆιτ’ ἐκεῖθεν ἄξομεν.

### 255.4

Δη. σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

### 255.5

Κη. δεῦρ’, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

### 260.1

Δη. ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. Κη. ταῦτ’ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

### 260.2

Δη. οὔκουν ἐγὼ τῶν ἐνθάδ’ εἰμὶ κύριος;

### 260.3

Κη. βλάπτων 〈γ’〉 ἐκείνους μηδέν, ἢν σὺ σωφρονῆις.

### 260.4

Δη. βλάπτεσθ’, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

### 265.1

Κη. οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

### 265.2

Δη. κἀγὼ τοιοῦτος· τῶνδε δ’ οὐ μεθήσομαι.

### 265.3

Κη. ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

### 265.4

Δη. οὐκ ἆρ’ ἐς Ἄργος ῥαιδίως ἄπει πάλιν.

### 265.5

Κη. πειρώμενος δὴ τοῦτό γ’ αὐτίκ’ εἴσομαι.

### 270.1

Δη. κλαίων ἄρ’ ἅψηι τῶνδε κοὐκ ἐς ἀμβολάς.

### 270.2

Κη. μὴ πρὸς θεῶν κήρυκα τολμήσηις θενεῖν.

### 270.3

Δη. εἰ μή γ’ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

### 270.4

Χο. ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγηις, ἄναξ.

### 270.5

Κη. στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.

### 275.1

ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν

### 275.2

πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με

### 275.3

μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ’ ἄναξ

### 275.4

αὐτὸς στρατηγῶν· Ἀλκάθου δ’ ἐπ’ ἐσχάτοις

### 275.5

καραδοκῶν τἀνθένδε τέρμασιν μένει.

### 280.1

λαμπρὸς δ’ ἀκούσας σὴν ὕβριν φανήσεται

### 280.2

σοὶ καὶ πολίταις γῆι τε τῆιδε καὶ φυτοῖς·

### 280.3

μάτην γὰρ ἥβην ὧδέ γ’ ἂν κεκτήιμεθα

### 280.4

πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

### 280.5

Δη. φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ’ ἐγώ.

### 285.1

ἐνθένδε δ’ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ

### 285.2

ἄξειν βίαι τούσδ’· οὐ γὰρ Ἀργείων πόλιν

### 285.3

ὑπήκοον τήνδ’ ἀλλ’ ἐλευθέραν ἔχω.

### 285.4

Χο. ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι

### 285.5

στρατὸν Ἀργείων·

### 290.1

μάλα δ’ ὀξὺς Ἄρης ὁ Μυκηναίων, ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ’ ἢ πρίν.

### 290.2

πᾶσι γὰρ οὗτος κήρυξι νόμος,

### 290.3

δὶς τόσα πυργοῦν τῶν γιγνομένων.

### 290.4

πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,

### 295.1

ὡς δείν’ ἔπαθεν καὶ παρὰ μικρὸν

### 295.2

ψυχὴν ἦλθεν διακναῖσαι;

### 295.3

Ιο. οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας

### 295.4

ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι

### 295.5

[γαμεῖν τ’ ἀπ’ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθωι κακοῖς ἐκοινώνησεν οὐκ ἐπαινέσω,

### 295.6

τέκνοις ὄνειδος οὕνεχ’ ἡδονῆς λιπεῖν]·

### 295.7

τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται

### 295.8

τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν

### 295.9

ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους

### 305.1

καὶ ξυγγενεῖς τούσδ’, οἳ τοσῆσδ’ οἰκουμένης

### 305.2

Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.

### 305.3

δότ’, ὦ τέκν’, αὐτοῖς χεῖρα δεξιάν, δότε,

### 305.4

ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

### 305.5

ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·

### 310.1

ἢν δ’ οὖν ποθ’ ὑμῖν νόστος ἐς πάτραν φανῆι

### 310.2

καὶ δώματ’ οἰκήσητε καὶ τιμὰς πατρὸς

### post 311

〈〉

### 312.1

σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,

### 312.2

καὶ μήποτ’ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ

### 312.3

μέμνησθέ μοι τήνδ’, ἀλλὰ φιλτάτην πόλιν

### 315.1

πασῶν νομίζετ’. ἄξιοι δ’ ὑμῖν σέβειν

### 315.2

οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν

### 315.3

ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,

### 315.4

πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ’ ὅμως

### 315.5

[οὐκ ἐξέδωκαν οὐδ’ ἀπήλασαν χθονός].

### 320.1

ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,

### 320.2

πολλῶι ς’ ἐπαίνωι Θησέως, ὦ τᾶν, πέλας

### 320.3

ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ’ εὐφρανῶ,

### 320.4

ὡς εὖ τ’ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας

### 320.5

τοῖς Ἡρακλείοις, εὐγενὴς δ’ ἀν’ Ἑλλάδα

### 325.1

σώιζεις πατρώιαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς

### 325.2

οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,

### 325.3

παύρων μετ’ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως

### 325.4

εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

### 325.5

Χο. ἀεί ποθ’ ἥδε γαῖα τοῖς ἀμηχάνοις

### 330.1

σὺν τῶι δικαίωι βούλεται προσωφελεῖν.

### 330.2

τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων

### 330.3

ἤνεγκε καὶ νῦν τόνδ’ ἀγῶν’ ὁρῶ πέλας.

### 330.4

Δη. σοί τ’ εὖ λέλεκται καὶ τὰ τῶνδ’ αὐχῶ, γέρον,

### 330.5

τοιαῦτ’ ἔσεσθαι· μνημονεύσεται χάρις.

### 335.1

κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,

### 335.2

τάξω δ’ ὅπως ἂν τὸν Μυκηναίων στρατὸν

### 335.3

πολλῆι δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς

### 335.4

πέμψω πρὸς αὐτόν, μὴ λάθηι με προσπεσών·

### 335.5

ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·

### 340.1

μάντεις τ’ ἀθροίσας θύσομαι. σὺ δ’ ἐς δόμους

### 340.2

σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.

### 340.3

εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,

### 340.4

μέριμναν ἕξους’. ἀλλ’ ἴθ’ ἐς δόμους, γέρον.

### 340.5

Ιο. οὐκ ἂν λίποιμι βωμόν, εὐξόμεσθα δὲ

### 345.1

ἱκέται μένοντες ἐνθάδ’ εὖ πρᾶξαι πόλιν.

### 345.2

ὅταν δ’ ἀγῶνος τοῦδ’ ἀπαλλαχθῆις καλῶς,

### 345.3

ἴμεν πρὸς οἴκους. θεοῖσι δ’ οὐ κακίοσιν

### 345.4

χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·

### 345.5

τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ, ἡμῶν δ’ Ἀθάνα. φημὶ δ’ εἰς εὐπραξίαν

### 345.6

καὶ τοῦθ’ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·

### 345.7

νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

### 345.8

Χο. εἰ σὺ μέγ’ αὐχεῖς, ἕτεροι

### 345.9

σοῦ πλέον οὐ μέλονται,

### 355.1

ξεῖν’ 〈ἀπ’〉 Ἀργόθεν ἐλθών,

### 355.2

μεγαληγορίαισι δ’ ἐμὰς φρένας οὐ φοβήσεις.

### 355.3

μήπω ταῖς μεγάλαισιν οὕ‐

### 359

τω καὶ καλλιχόροις Ἀθά‐

### 360.1

ναις εἴη. σὺ δ’ ἄφρων ὅ τ’ Ἄρ‐

### 360.2

γει Σθενέλου τύραννος·

### 360.3

ὃς πόλιν ἐλθὼν ἑτέραν

### 360.4

οὐδὲν ἐλάσσον’ Ἄργους

### 360.5

θεῶν ἱκτῆρας ἀλάτας

### 365.1

καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως

### 365.2

ἕλκεις, οὐ βασιλεῦσιν εἴ‐

### 365.3

ξας, οὐκ ἄλλο δίκαιον εἰ‐

### 365.4

πών· ποῦ ταῦτα καλῶς ἂν εἴ‐

### 370.1

η παρά γ’ εὖ φρονοῦσιν;

### 370.2

εἰρήνα μὲν ἔμοιγ’ ἀρέ‐

### 370.3

σκει· σοὶ δ’, ὦ κακόφρων ἄναξ,

### 370.4

λέγω, εἰ πόλιν ἥξεις,

### 370.5

οὐχ οὕτως ἃ δοκεῖς κυρή‐

### 375.1

σεις· οὐ σοὶ μόνωι ἔγχος οὐδ’

### 375.2

ἰτέα κατάχαλκός ἐστιν.

### 375.3

ἀλλ’, ὦ πολέμων ἐρα‐

### 375.4

στά, μή μοι δορὶ συνταρά‐

### 375.5

ξηις τὰν εὖ χαρίτων ἔχου‐

### 380.1

σαν πόλιν, ἀλλ’ ἀνάσχου.

### 380.2

Ιο. ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων

### 380.3

ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;

### 380.4

μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνηι;

### 380.5

οὐ γάρ τι μὴ ψεύσηις γε κήρυκος λόγους·

### 385.1

ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν

### 385.2

εἶσιν, σάφ’ οἶδα, καὶ μάλ’ οὐ σμικρὸν φρονῶν

### 385.3

ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων

### 385.4

ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.

### 385.5

Δη. ἥκει στράτευμ’ Ἀργεῖον Εὐρυσθεύς τ’ ἄναξ·

### 390.1

ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,

### 390.2

ὅστις στρατηγεῖν φης’ ἐπίστασθαι καλῶς,

### 390.3

οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.

### 390.4

πεδία μὲν οὖν γῆς ἐς τάδ’ οὐκ ἐφῆκέ πω

### 390.5

στρατόν, λεπαίαν δ’ ὀφρύην καθήμενος

### 395.1

σκοπεῖ (δόκησιν δὴ τόδ’ ἂν λέγοιμί σοι)

### 395.2

ποίαι προσάξει στρατόπεδον †τὰ νῦν δορὸς†

### 395.3

ἐν ἀσφαλεῖ τε τῆσδ’ ἱδρύσεται χθονός.

### 395.4

καὶ τἀμὰ μέντοι πάντ’ ἄραρ’ ἤδη καλῶς· πόλις τ’ ἐν ὅπλοις σφάγιά θ’ ἡτοιμασμένα ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,

### 395.5

θυηπολεῖται δ’ ἄστυ μάντεων ὕπο.

### 403.1

χρησμῶν δ’ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας

### 403.2

ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα

### 405.1

[λόγια παλαιὰ τῆιδε γῆι σωτήρια]·

### 405.2

καὶ τῶν μὲν ἄλλων διάφορ’ ἐστὶ θεσφάτοις

### 405.3

πόλλ’· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·

### 405.4

σφάξαι κελεύουσίν με παρθένον κόρηι

### 405.5

Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,

### 402

τροπαῖά τ’ ἐχθρῶν καὶ πόλει σωτηρίαν.

### 410.1

ἐγὼ δ’ ἔχω μέν, ὡς ὁρᾶις, προθυμίαν

### 410.2

τοσήνδ’ ἐς ὑμᾶς· παῖδα δ’ οὔτ’ ἐμὴν κτενῶ

### 410.3

οὔτ’ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω

### 410.4

ἄκονθ’· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,

### 410.5

ὅστις τὰ φίλτατ’ ἐκ χερῶν δώσει τέκνα;

### 415.1

καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,

### 415.2

τῶν μὲν λεγόντων ὡς δίκαιος ἦ ξένοις

### 415.3

ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ

### 415.4

κατηγορούντων· εἰ δὲ μὴ δράσω τόδε,

### 415.5

οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.

### 420.1

ταῦτ’ οὖν ὅρα σὺ καὶ συνεξεύρισχ’ ὅπως

### 420.2

αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,

### 420.3

κἀγὼ πολίταις μὴ διαβληθήσομαι.

### 420.4

οὐ γὰρ τυραννίδ’ ὥστε βαρβάρων ἔχω·

### 420.5

ἀλλ’, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

### 425.1

Χο. ἀλλ’ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾶι θεὸς ξένοις ἀρήγειν τήνδε χρήιζουσιν πόλιν;

### 425.2

Ιο. ὦ τέκν’, ἔοιγμεν ναυτίλοισιν οἵτινες

### 425.3

χειμῶνος ἐκφυγόντες ἄγριον μένος

### 425.4

ἐς χεῖρα γῆι συνῆψαν, εἶτα χερσόθεν

### 430.1

πνοαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.

### 430.2

οὕτω δὲ χἠμεῖς τῆσδ’ ἀπωθούμεσθα γῆς

### 430.3

ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.

### 430.4

οἴμοι· τί δῆτ’ ἔτερψας ὦ τάλαινά με

### 430.5

ἐλπὶς τότ’, οὐ μέλλουσα διατελεῖν χάριν;

### 435.1

συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ’, εἰ μὴ θέλει

### 435.2

κτείνειν πολιτῶν παῖδας, αἰνέσαι δ’ ἔχω

### 435.3

καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε

### 435.4

πράσσειν ἔμ’, οὔτοι σοί γ’ ἀπόλλυται χάρις.

### 435.5

ὦ παῖδες, ὑμῖν δ’ οὐκ ἔχω τί χρήσομαι.

### 440.1

ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;

### 440.2

ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;

### 440.3

ὀλούμεθ’, ὦ τέκν’, ἐκδοθησόμεσθα δή.

### 440.4

κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,

### 440.5

πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·

### 445.1

ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,

### 445.2

καὶ τὴν γεραιὰν μητέρ’ Ἀλκμήνην πατρός.

### 445.3

ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,

### 445.4

τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.

### 445.5

χρῆν χρῆν ἄρ’ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.

### 445.6

ἀλλ’ οἶσθ’ ὅ μοι σύμπραξον· οὐχ ἅπασα γὰρ

### 445.7

πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας.

### 445.8

ἔμ’ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ’, ἄναξ,

### 445.9

καὶ μήτε κινδύνευε σωθήτω τέ μοι

### 455.1

τέκν’· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω. μάλιστα δ’ Εὐρυσθεύς με βούλοιτ’ ἂν λαβὼν

### 455.2

τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·

### 455.3

σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δ’ εὐκτὸν σοφῶι

### 455.4

ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·

### 460.1

πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.

### 460.2

Χο. ὦ πρέσβυ, μή νυν τήνδ’ ἐπαιτιῶ πόλιν·

### 460.3

τάχ’ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ’ ὅμως κακὸν

### 460.4

γένοιτ’ ὄνειδος ὡς ξένους προυδώκαμεν.

### 460.5

Δη. γενναῖα μὲν τάδ’ εἶπας ἀλλ’ ἀμήχανα.

### 465.1

οὐ σοῦ χατίζων δεῦρ’ ἄναξ στρατηλατεῖ·

### 465.2

τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον

### 465.3

θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.

### 465.4

δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,

### 465.5

νεανίαι τε καὶ πατρὸς μεμνημένοι

### 470.1

λύμης· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.

### 470.2

ἀλλ’ εἴ τιν’ ἄλλην οἶσθα καιριωτέραν

### 470.3

βουλὴν ἑτοίμαζ’, ὡς ἔγωγ’ ἀμήχανος

### 470.4

χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

### 470.5

ΠΑΡΘΕΝΟΣ

### 474

ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς

### 475.1

προσθῆτε· πρῶτον γὰρ τόδ’ ἐξαιτήσομαι·

### 475.2

γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν

### 475.3

κάλλιστον εἴσω θ’ ἥσυχον μένειν δόμων.

### 475.4

τῶν σῶν δ’ ἀκούσας, Ἰόλεως, στεναγμάτων

### 475.5

ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους,

### 480.1

ἀλλ’, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι

### 480.2

μάλιστ’ ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι,

### 480.3

θέλω πυθέσθαι μὴ ’πὶ τοῖς πάλαι κακοῖς

### 480.4

προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.

### 480.5

Ιο. ὦ παῖ, μάλιστα ς’ οὐ νεωστὶ δὴ τέκνων

### 485.1

τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.

### 485.2

ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος

### 485.3

πάλιν μεθέστηκ’ αὖθις ἐς τἀμήχανον·

### 485.4

χρησμῶν γὰρ ὠιδούς φησι σημαίνειν ὅδε

### 485.5

οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον

### 490.1

σφάξαι κόρηι Δήμητρος ἥτις εὐγενής,

### 490.2

εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ’ εἶναι πόλιν.

### 490.3

ταῦτ’ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα

### 490.4

σφάξειν ὅδ’ αὑτοῦ φησιν οὔτ’ ἄλλου τινός.

### 490.5

κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,

### 495.1

εἰ μή τι τούτων ἐξαμηχανήσομεν,

### 495.2

ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,

### 495.3

αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα.

### 495.4

Πα. ἐν τῶιδε κἀχόμεσθα σωθῆναι λόγωι;

### 495.5

Ιο. ἐν τῶιδε, τἄλλα γ’ εὐτυχῶς πεπραγότες. Πα. μή νυν τρέσηις ἔτ’ ἐχθρὸν Ἀργείων δόρυ·

### 495.6

ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,

### 495.7

θνήισκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῆι.

### 495.8

τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ

### 495.9

κίνδυνον ἡμῶν οὕνεκ’ αἴρεσθαι μέγαν,

### 505.1

αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,

### 505.2

παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;

### 505.3

οὐ δῆτ’, ἐπεί τοι καὶ γέλωτος ἄξια,

### 505.4

στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,

### 505.5

πατρὸς δ’ ἐκείνου φύντας οὗ πεφύκαμεν

### 510.1

κακοὺς ὁρᾶσθαι· ποῦ τάδ’ ἐν χρηστοῖς πρέπει;

### 510.2

κάλλιον, οἶμαι, τῆσδ’—ὃ μὴ τύχοι ποτέ—

### 510.3

πόλεως ἁλούσης χεῖρας εἰς ἐχθρῶν πεσεῖν κἄπειτ’ ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς

### 510.4

παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.

### 515.1

ἀλλ’ ἐκπεσοῦσα τῆσδ’ ἀλητεύσω χθονός;

### 515.2

κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγηι

### 515.3

Τί δεῦρ’ ἀφίκεσθ’ ἱκεσίοισι σὺν κλάδοις

### 515.4

αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·

### 515.5

κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.

### 520.1

ἀλλ’ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,

### 520.2

αὐτὴ δὲ σωθεῖς’, ἐλπίδ’ εὖ πράξειν ἔχω·

### 520.3

πολλοὶ γὰρ ἤδη τῆιδε προύδοσαν φίλους.

### 520.4

τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ’ ἔχειν

### 520.5

ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;

### 525.1

οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν

### 525.2

ἀναξίαν; ἄλληι δὲ κἂν πρέποι τινὶ

### 525.3

μᾶλλον τάδ’, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.

### 525.4

ἡγεῖσθ’ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε

### 525.5

καὶ στεμματοῦτε καὶ †κατάρχεσθ’ εἰ δοκεῖ†·

### 530.1

νικᾶτε δ’ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα

### 530.2

ἑκοῦσα κοὐκ ἄκουσα, κἀξαγγέλλομαι

### 530.3

θνήισκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.

### 530.4

εὕρημα γάρ τοι μὴ φιλοψυχοῦς’ ἐγὼ

### 530.5

κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.

### 535.1

Χο. φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον

### 535.2

κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;

### 535.3

τούτων τίς ἂν λέξειε γενναίους λόγους

### 535.4

μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

### 535.5

Ιο. ὦ τέκνον, οὐκ ἔστ’ ἄλλοθεν τὸ σὸν κάρα

### 540.1

ἀλλ’ ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς

### 540.2

πέφυκας Ἡράκλειον· οὐδ’ αἰσχύνομαι

### 540.3

τοῖς σοῖς λόγοισι, τῆι τύχηι δ’ ἀλγύνομαι.

### 540.4

ἀλλ’ ἧι γένοιτ’ ἂν ἐνδικωτέρως φράσω· πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,

### 545.1

κἆιθ’ ἡ λαχοῦσα θνηισκέτω γένους ὕπερ·

### 545.2

σὲ δ’ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

### 545.3

Πα. οὐκ ἂν θάνοιμι τῆι τύχηι λαχοῦς’ ἐγώ·

### 545.4

χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξηις, γέρον.

### 545.5

ἀλλ’, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι χρῆσθαι προθύμωι, τὴν ἐμὴν ψυχὴν ἐγὼ

### 545.6

δίδωμ’ ἑκοῦσα τοῖσδ’, ἀναγκασθεῖσα δ’ οὔ.

### 545.7

Ιο. φεῦ·

### 545.8

ὅδ’ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος,

### 545.9

κἀκεῖνος ἦν ἄριστος· ἀλλ’ ὑπερφέρεις

### 555.1

τόλμηι τε τόλμαν καὶ λόγωι χρηστῶι λόγον.

### 555.2

οὐ μὴν κελεύω γ’ οὐδ’ ἀπεννέπω, τέκνον,

### 555.3

θνήισκειν ς’· ἀδελφοὺς 〈δ’〉 ὠφελεῖς θανοῦσα σούς.

### 555.4

Πα. σοφῶς †κελεύεις†· μὴ τρέσηις μιάσματος

### 555.5

τοὐμοῦ μετασχεῖν, ἀλλ’ ἐλευθέρως θάνω,

### 562.1

ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ’ ἐγώ,

### 562.2

εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

### 560.1

ἔπου δέ, πρέσβυ· σῆι γὰρ ἐνθανεῖν χερὶ

### 560.2

θέλω, πέπλοις δὲ σῶμ’ ἐμὸν κρύψον παρών.

### 564

Ιο. οὐκ ἂν δυναίμην σῶι παρεστάναι μόρωι.

### 565.1

Πα. σὺ δ’ ἀλλὰ τοῦδε χρῆιζε, μή μ’ ἐν ἀρσένων

### 565.2

ἀλλ’ ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.

### 565.3

Δη. ἔσται τάδ’, ὦ τάλαινα παρθένων, ἐπεὶ

### 565.4

κἀμοὶ τόδ’ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,

### 565.5

πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας

### 570.1

καὶ τοῦ δικαίου. τλημονεστάτην δέ σε

### 570.2

πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.

### 570.3

ἀλλ’, εἴ τι βούληι, τούσδε τὸν γέροντά τε χώρει προσειποῦς’ ὑστάτοις προσφθέγμασιν.

### 570.4

Πα. ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι

### 575.1

τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,

### 575.2

ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.

### 575.3

πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·

### 575.4

σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα·

### 575.5

ὁρᾶις δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου

### 580.1

διδοῦσαν, ἀντὶ τῶνδε κατθανουμένην.

### 580.2

ὑμεῖς τ’, ἀδελφῶν ἡ παροῦς’ ὁμιλία,

### 580.3

εὐδαιμονοῖτε καὶ γένοιθ’ ὑμῖν ὅσων

### 580.4

ἡμὴ πάροιθε καρδία σφαλήσεται.

### 580.5

καὶ τὸν γέροντα τήν τ’ ἔσω γραῖαν δόμων

### 585.1

τιμᾶτε πατρὸς μητέρ’ Ἀλκμήνην ἐμοῦ

### 585.2

ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων

### 585.3

καὶ νόστος ὑμῖν εὑρεθῆι ποτ’ ἐκ θεῶν,

### 585.4

μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών·

### 585.5

κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς

### 590.1

ὑμῖν παρέστην ἀλλὰ προύθανον γένους.

### 590.2

τάδ’ ἀντὶ παίδων ἐστί μοι κειμήλια

### 590.3

καὶ παρθενείας, εἴ τι δὴ κατὰ χθονός.

### 590.4

εἴη γε μέντοι μηδέν· εἰ γὰρ ἕξομεν

### 590.5

κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,

### 595.1

οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν

### 595.2

κακῶν μέγιστον φάρμακον νομίζεται.

### 595.3

Ιο. ἀλλ’, ὦ μέγιστον ἐκπρέπους’ εὐψυχίαι,

### 595.4

πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη

### 595.5

καὶ ζῶς’ ὑφ’ ἡμῶν καὶ θανοῦς’ ἔσηι πολύ. καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεὰν

### 595.6

ἧι σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

### 595.7

ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη λύπηι· λάβεσθε κἀς ἕδραν μ’ ἐρείσατε

### 595.8

αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.

### 605.1

ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις

### 605.2

χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·

### 605.3

μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.

### 605.4

Χο. οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,

### 605.5

ἄνδρα γενέσθαι·

### 610.1

οὐδὲ τὸν αὐτὸν ἀεὶ ’μβεβάναι δόμον

### 610.2

εὐτυχίαι· παρὰ δ’ ἄλλαν ἄλλα

### 610.3

μοῖρα διώκει.

### 610.4

τὸν μὲν ἀφ’ ὑψηλῶν βραχὺν ὤικισε,

### 610.5

τὸν δ’ †ἀλήταν† εὐδαίμονα τεύχει.

### 615.1

μόρσιμα δ’ οὔτι φυγεῖν θέμις, οὐ σοφί‐

### 615.2

αι τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό‐

### 615.3

θυμος ἀεὶ πόνον ἕξει.

### 615.4

ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν φέρε μηδ’

### 615.5

ὑπεράλγει

### 620.1

φροντίδα λύπαι·

### 620.2

εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος

### 620.3

ἁ μελέα πρό τ’ ἀδελφῶν καὶ γᾶς,

### 620.4

οὐδ’ ἀκλεής νιν

### 620.5

δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·

### 625.1

ἁ δ’ ἀρετὰ βαίνει διὰ μόχθων.

### 625.2

ἄξια μὲν πατρός, ἄξια δ’ εὐγενί‐

### 625.3

ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά‐ τους ἀγαθῶν, μετέχω σοι.

### 630

ΘΕΡΑΠΩΝ

### 630.1

ὦ τέκνα, χαίρετ’· Ἰόλεως δὲ ποῦ γέρων

### 630.2

μήτηρ τε πατρὸς τῆσδ’ ἕδρας ἀποστατεῖ;

### 630.3

Ιο. πάρεσμεν, οἵα δή γ’ ἐμοῦ παρουσία.

### 630.4

Θε. τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ’ ἔχεις;

### 630.5

Ιο. φροντίς τις ἦλθ’ οἰκεῖος, ἧι συνειχόμην.

### 635.1

Θε. ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

### 635.2

Ιο. γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

### 635.3

Θε. ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

### 635.4

Ιο. τίς δ’ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;

### 635.5

Θε. Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;

### 640.1

Ιο. ὦ φίλταθ’, ἥκεις ἆρα σωτὴρ νῶιν βλάβης;

### 640.2

Θε. μάλιστα· καὶ πρός γ’ εὐτυχεῖς τὰ νῦν τάδε.

### 640.3

Ιο. ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,

### 640.4

ἔξελθ’, ἄκουσον τοῦδε φιλτάτους λόγους.

### 640.5

πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων

### 645.1

ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

### 645.2

ΑΛΚΜΗΝΗ

### 646.1

τί χρῆμ’ ἀυτῆς πᾶν τόδ’ ἐπλήσθη στέγος,

### 646.2

Ἰόλαε; μῶν τίς ς’ αὖ βιάζεται παρὼν

### 646.3

κῆρυξ ἀπ’ Ἄργους; ἀσθενὴς μὲν ἥ γ’ ἐμὴ

### 646.4

ῥώμη, τοσόνδε δ’ εἰδέναι σε χρή, ξένε· οὐκ ἔστ’ ἄγειν σε τούσδ’ ἐμοῦ ζώσης ποτέ.

### 646.5

ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ

### 646.6

μήτηρ ἔτ’· εἰ δὲ τῶνδε προσθίξηι χερί,

### 646.7

δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῆι.

### 646.8

Ιο. θάρσει, γεραιά, μὴ τρέσηις· οὐκ Ἀργόθεν

### 655.1

κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

### 655.2

Αλ. τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

### 655.3

Ιο. σὺ πρόσθε ναοῦ τοῦδ’ ὅπως βαίης πέλας.

### 655.4

Αλ. οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ’ ὅδε;

### 655.5

Ιο. ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

### 660.1

Αλ. ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.

### 660.2

ἀτὰρ τί χώραι τῆιδε προσβαλὼν πόδα

### 660.3

ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ

### 660.4

σὺν σοὶ φανέντα δεῦρ’ ἐμὴν τέρψαι φρένα;

### 660.5

Θε. στρατὸν καθίζει τάσσεταί θ’ ὃν ἦλθ’ ἔχων.

### 665.1

Αλ. τοῦδ’ οὐκέθ’ ἡμῖν τοῦ λόγου μέτεστι δή.

### 665.2

Ιο. μέτεστιν· ἡμῶν δ’ ἔργον ἱστορεῖν τάδε.

### 665.3

Θε. τί δῆτα βούληι τῶν πεπραγμένων μαθεῖν;

### 665.4

Ιο. πόσον τι πλῆθος συμμάχων πάρεστ’ ἔχων;

### 665.5

Θε. πολλούς· ἀριθμὸν δ’ ἄλλον οὐκ ἔχω φράσαι.

### 670.1

Ιο. ἴσασιν, οἶμαι, ταῦτ’ Ἀθηναίων πρόμοι.

### 670.2

Θε. ἴσασι, καὶ δὴ λαιὸν ἕστηκεν κέρας.

### 670.3

Ιο. ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

### 670.4

Θε. καὶ δὴ παρῆκται σφάγια τάξεων ἕκας.

### 670.5

Ιο. πόσον τι δ’ ἔστ’ ἄπωθεν Ἀργεῖον δόρυ;

### 675.1

Θε. ὥστ’ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

### 675.2

Ιο. τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;

### 675.3

Θε. ἠικάζομεν ταῦτ’· οὐ γὰρ ἐξηκούομεν.

### 675.4

ἀλλ’ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος

### 675.5

οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

### 680.1

Ιο. κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,

### 680.2

φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν. Θε. ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

### 680.3

Ιο. καὶ μὴ μετασχεῖν γ’ ἀλκίμου μάχης φίλοις.

### 688.1

Θε. οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ’ ἦν ῥώμη σέθεν.

### 688.2

Ιο. ἀλλ’ οὖν μαχοῦμαί γ’ ἀριθμὸν οὐκ ἐλάσσοσιν.

### 690

Θε. σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

### 687

Ιο. οὐδεὶς ἔμ’ ἐχθρῶν προσβλέπων ἀνέξεται.

### 684

Θε. οὐκ ἔστ’ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

### 685.1

Ιο. τί δ’; οὐ θένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;

### 685.2

Θε. θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

### 691.1

Ιο. μή τοί μ’ ἔρυκε δρᾶν παρεσκευασμένον.

### 691.2

Θε. δρᾶν μὲν σύ γ’ οὐχ οἷός τε, βούλεσθαι δ’ ἴσως.

### 691.3

Ιο. ὡς μὴ μενοῦντι τἄλλα σοι λέγειν πάρα.

### 691.4

Θε. πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῆι;

### 695.1

Ιο. ἔστ’ ἐν δόμοισιν ἔνδον αἰχμάλωθ’ ὅπλα

### 695.2

τοῖσδ’, οἷσι χρησόμεσθα· κἀποδώσομεν

### 695.3

ζῶντες, θανόντας δ’ οὐκ ἀπαιτήσει θεός.

### 695.4

ἀλλ’ εἴσιθ’ εἴσω κἀπὸ πασσάλων ἑλὼν

### 695.5

ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι. αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,

### 695.6

τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίαι μένειν.

### 695.7

Χο. λῆμα μὲν οὔπω στόρνυσι χρόνος

### 695.8

τὸ σόν, ἀλλ’ ἡβᾶι, σῶμα δὲ φροῦδον.

### 695.9

τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,

### 705.1

σμικρὰ δ’ ὀνήσει πόλιν ἡμετέραν;

### 705.2

χρὴ γνωσιμαχεῖν σὴν ἡλικίαν,

### 705.3

τὰ δ’ ἀμήχαν’ ἐᾶν· οὐκ ἔστιν ὅπως ἥβην κτήσηι πάλιν αὖθις.

### 705.4

Αλ. τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν

### 710.1

λιπεῖν μ’ ἔρημον σὺν 〈τέκνου〉 τέκνοις ἐμοῖς;

### 710.2

Ιο. ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.

### 710.3

Αλ. τί δ’; ἢν θάνηις σύ, πῶς ἐγὼ σωθήσομαι;

### 710.4

Ιο. παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.

### 710.5

Αλ. ἢν δ’ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχηι;

### 715.1

Ιο. οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσηις, ξένοι.

### 715.2

Αλ. τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ’ ἔχω.

### 715.3

Ιο. καὶ Ζηνὶ τῶν σῶν, οἶδ’ ἐγώ, μέλει πόνων.

### 715.4

Αλ. φεῦ·

### 718.1

Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·

### 718.2

εἰ δ’ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

### 720.1

Θε. ὅπλων μὲν ἤδη τήνδ’ ὁρᾶις παντευχίαν,

### 720.2

φθάνοις δ’ ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·

### 720.3

ὡς ἐγγὺς ἁγὼν καὶ μάλιστ’ Ἄρης στυγεῖ

### 720.4

μέλλοντας· εἰ δὲ τευχέων φοβῆι βάρος,

### 720.5

νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν

### 725.1

κόσμωι πυκάζου τῶιδ’· ἐγὼ δ’ οἴσω τέως.

### 725.2

Ιο. καλῶς ἔλεξας· ἀλλ’ ἐμοὶ πρόχειρ’ ἔχων

### 725.3

τεύχη κόμιζε, χειρὶ δ’ ἔνθες ὀξύην,

### 725.4

λαιόν τ’ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

### 725.5

Θε. ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

### 730.1

Ιο. ὄρνιθος οὕνεκ’ ἀσφαλῶς πορευτέον.

### 730.2

Θε. εἴθ’ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

### 730.3

Ιο. ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

### 730.4

Θε. σύ τοι βραδύνεις, οὐκ ἐγώ, δοκῶν τι δρᾶν.

### 730.5

Ιο. οὔκουν ὁρᾶις μου κῶλον ὡς ἐπείγεται;

### 735.1

Θε. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

### 735.2

Ιο. οὐ ταῦτα λέξεις ἡνίκ’ ἂν λεύσσηις μ’ ἐκεῖ ...

### 735.3

Θε. τί δρῶντα; βουλοίμην δ’ ἂν εὐτυχοῦντά γε.

### 735.4

Ιο. δι’ ἀσπίδος θείνοντα πολεμίων τινά.

### 735.5

Θε. εἰ δή ποθ’ ἥξομέν γε· τοῦτο γὰρ φόβος.

### 740

Ιο. φεῦ·

### 740.1

εἴθ’, ὦ βραχίων, οἷον ἡβήσαντά σε

### 740.2

μεμνήμεθ’ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ

### 740.3

Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι

### 740.4

τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως

### 740.5

θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.

### 745.1

ἔστιν δ’ ἐν ὄλβωι καὶ τόδ’ οὐκ ὀρθῶς ἔχον,

### 745.2

εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ

### 745.3

τὸν εὐτυχοῦντα πάντ’ ἐπίστασθαι καλῶς.

### 745.4

Χο. Γᾶ καὶ παννύχιος σελά‐

### 745.5

να καὶ λαμπρόταται θεοῦ φαεσιμβρότου αὐγαί,

### 745.6

ἀγγελίαν μοι ἐνέγκαι,

### 745.7

ἰαχήσατε δ’ οὐρανῶι

### 745.8

καὶ παρὰ θρόνον ἀρχέταν

### 745.9

γλαυκᾶς τ’ ἐν Ἀθάνας·

### 755.1

μέλλω τᾶς πατριώτιδος

### 755.2

γᾶς, μέλλω καὶ ὑπὲρ δόμων

### 755.3

ἱκέτας ὑποδεχθεὶς κίνδυνον πολιῶι τεμεῖν σιδάρωι.

### 755.4

δεινὸν μὲν πόλιν ὡς Μυκή‐

### 760.1

νας εὐδαίμονα καὶ δορὸς

### 760.2

πολυαίνετον ἀλκᾶι

### 760.3

μῆνιν ἐμᾶι χθονὶ κεύθειν·

### 760.4

κακὸν δ’, ὦ πόλις, εἰ ξένους

### 760.5

ἱκτῆρας παραδώσομεν

### 765.1

κελεύσμασιν Ἄργους.

### 765.2

Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ‐

### 765.3

μαι, Ζεύς μοι χάριν ἐνδίκως

### 765.4

ἔχει· οὔποτε θνατῶν

### 765.5

ἥσσους 〈δαίμονεσ〉 ἔκ γ’ ἐμοῦ φανοῦνται.

### 770.1

ἀλλ’, ὦ πότνια, σὸν γὰρ οὖ‐

### 770.2

δας γᾶς καὶ πόλις, ἆς σὺ μά‐

### 770.3

τηρ δέσποινά τε καὶ φύλαξ,

### 770.4

πόρευσον ἄλλαι τὸν οὐ δικαίως

### 770.5

τᾶιδ’ ἐπάγοντα δορυσσοῦν

### 775.1

στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾶι γ’ ἀρετᾶι

### 775.2

δίκαιός εἰμ’ ἐκπεσεῖν μελάθρων.

### 775.3

ἐπεί σοι πολύθυτος ἀεὶ

### 775.4

τιμὰ κραίνεται οὐδὲ λά‐

### 775.5

θει μηνῶν φθινὰς ἁμέρα

### 780.1

νέων τ’ ἀοιδαὶ χορῶν τε μολπαί.

### 780.2

ἀνεμόεντι δ’ ἐπ’ ὄχθωι

### 780.3

ὀλολύγματα παννυχίοις ὑπὸ παρ‐ θένων ἰαχεῖ ποδῶν κρότοισιν.

### 780.4

ΑΓΓΕΛΟΣ

### 784

δέσποινα, μύθους σοί τε †συντομωτάτους

### 785.1

κλύειν ἐμοί τε τῶιδε καλλίστους φέρω†·

### 785.2

νικῶμεν ἐχθροὺς καὶ τροπαῖ’ ἱδρύεται

### 785.3

παντευχίαν ἔχοντα πολεμίων σέθεν.

### 785.4

Αλ. ὦ φίλταθ’, ἥδε ς’ ἡμέρα †διήλασεν†·

### 785.5

ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν.

### 790.1

μιᾶς δ’ ἔμ’ οὔπω συμφορᾶς ἐλευθεροῖς·

### 790.2

φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

### 790.3

Αγ. ζῶσιν, μέγιστόν γ’ εὐκλεεῖς κατὰ στρατόν.

### 790.4

Αλ. ὁ μὲν γέρων †οὐκ ἔστιν Ἰόλεως ὅδε†;

### 790.5

Αγ. μάλιστα, πράξας γ’ ἐκ θεῶν κάλλιστα δή.

### 795.1

Αλ. τί δ’ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;

### 795.2

Αγ. νέος μεθέστηκ’ ἐκ γέροντος αὖθις αὖ.

### 795.3

Αλ. θαυμάστ’ ἔλεξας· ἀλλά ς’ εὐτυχῆ φίλων

### 795.4

μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

### 795.5

Αγ. εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε. ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν

### 795.6

κατὰ στόμ’ ἐκτείνοντες ἀντετάξαμεν,

### 795.7

ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα

### 795.8

ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.

### 795.9

κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγ’ ὃς Ἀργόθεν

### 805

ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν

### post 805

〈〉

### post 805

〈〉

### 806.1

καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσηι κακὸν

### 806.2

ἀνδρὸς στερήσας· ἀλλ’ ἐμοὶ μόνος μόνωι

### 806.3

μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν

### 806.4

τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ

### 810.1

τιμὰς πατρώιους καὶ δόμους ἔχειν ἄφες.

### 810.2

στρατὸς δ’ ἐπήινες’ ἔς τ’ ἀπαλλαγὰς πόνων

### 810.3

καλῶς λελέχθαι μῦθον ἔς τ’ εὐψυχίαν.

### 810.4

ὁ δ’ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων

### 810.5

οὔτ’ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν

### 815.1

ἐλθεῖν ἐτόλμης’ ἐγγὺς ἀλκίμου δορός,

### 815.2

ἀλλ’ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς

### 815.3

τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους;

### 815.4

Ὕλλος μὲν οὖν ἀπώιχετ’ ἐς τάξιν πάλιν·

### 815.5

μάντεις δ’, ἐπειδὴ μονομάχου δι’ ἀσπίδος

### 820.1

διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,

### 820.2

ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ’ ἀφίεσαν

### 820.3

λαιμῶν βοείων εὐθὺς οὔριον φόνον.

### 820.4

οἱ δ’ ἅρματ’ εἰσέβαινον, οἱ δ’ ὑπ’ ἀσπίδων

### 820.5

πλευροῖς ἔχριμπτον πλεύρ’· Ἀθηναίων δ’ ἄναξ

### 825.1

στρατῶι παρήγγειλ’ οἷα χρὴ τὸν εὐγενῆ·

### 825.2

Ὦ ξυμπολῖται, τῆι τε βοσκούσηι χθονὶ

### 825.3

καὶ τῆι τεκούσηι νῦν τιν’ ἀρκέσαι χρεών.

### 825.4

ὁ δ’ αὖ τό τ’ Ἄργος μὴ καταισχῦναι θέλειν

### 825.5

καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

### 830.1

ἐπεὶ δ’ ἐσήμην’ ὄρθιον Τυρσηνικῆι

### 830.2

σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,

### 830.3

πόσον τιν’ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,

### 830.4

πόσον τινὰ στεναγμὸν οἰμωγήν θ’ ὁμοῦ; τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς

### 835.1

ἐρρήξαθ’ ἡμᾶς, εἶτ’ ἐχώρησαν πάλιν.

### 835.2

τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,

### 835.3

ἀνὴρ δ’ ἐπ’ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·

### 835.4

πολλοὶ δ’ ἔπιπτον. ἦν δὲ †τοῦ κελεύσματος†

### 835.5

Ὦ τὰς Ἀθήνας—Ὦ τὸν Ἀργείων γύην

### 840.1

σπείροντες—οὐκ ἀρήξετ’ αἰσχύνην πόλει;

### 840.2

μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων

### 840.3

ἐτρεψάμεσθ’ Ἀργεῖον ἐς φυγὴν δόρυ.

### 840.4

κἀνταῦθ’ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον

### 840.5

ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν

### 845.1

Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.

### 845.2

λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως

### 845.3

πώλοις ἐπεῖχε. τἀπὸ τοῦδ’ ἤδη κλύων

### 845.4

λέγοιμ’ ἂν ἄλλων, δεῦρό γ’ αὐτὸς εἰσιδών.

### 845.5

Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον δίας Ἀθάνας, ἅρμ’ ἰδὼν Εὐρυσθέως,

### 845.6

ἠράσαθ’ Ἥβηι Ζηνί θ’ ἡμέραν μίαν

### 845.7

νέος γενέσθαι κἀποτείσασθαι δίκην

### 845.8

ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι·

### 845.9

δισσὼ γὰρ ἀστέρ’ ἱππικοῖς ἐπὶ ζυγοῖς

### 855.1

σταθέντ’ ἔκρυψαν ἅρμα λυγαίωι νέφει·

### 855.2

σὸν δὴ λέγουσι παῖδά γ’ οἱ σοφώτεροι

### 855.3

Ἥβην θ’· ὁ δ’ ὄρφνης ἐκ δυσαιθρίου νέων

### 855.4

βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.

### 855.5

αἱρεῖ δ’ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως

### 860.1

τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,

### 860.2

δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων

### 860.3

τὸν ὄλβιον πάροιθε. τῆι δὲ νῦν τύχηι

### 860.4

βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,

### 865.1

τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν

### 865.2

θανόντ’ ἴδηι τις· ὡς ἐφήμεροι τύχαι.

### 865.3

Χο. ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου

### 865.4

ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

### 865.5

Αλ. ὦ Ζεῦ, χρόνωι μὲν τἄμ’ ἐπεσκέψω κακά,

### 870.1

χάριν δ’ ὅμως σοι τῶν πεπραγμένων ἔχω·

### 870.2

καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦς’ ἐγὼ

### 870.3

θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

### 870.4

ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,

### 870.5

ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου

### 875.1

Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς

### 875.2

ὄψεσθε, κλήρους δ’ ἐμβατεύσετε χθονὸς

### 875.3

καὶ θεοῖς πατρώιοις θύσεθ’, ὧν ἀπειργμένοι

### 875.4

ξένοι πλανήτην εἴχετ’ ἄθλιον βίον.

### 875.5

ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε

### 880.1

Εὐρυσθέως ἐφείσαθ’ ὥστε μὴ κτανεῖν;

### 880.2

λέξον· παρ’ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,

### 880.3

ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

### 880.4

Αγ. τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις

### 880.5

†κρατοῦντα† καὶ σῆι δεσποτούμενον χερί.

### 885.1

οὐ μὴν ἑκόντα γ’ αὐτὸν ἀλλὰ πρὸς βίαν

### 885.2

ἔζευξ’ ἀνάγκηι· καὶ γὰρ οὐκ ἐβούλετο

### 885.3

ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

### 885.4

ἀλλ’, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι

### 885.5

ὃ πρῶτον εἶπας ἡνίκ’ ἠρχόμην λόγου,

### 890.1

ἐλευθερώσειν μ’· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

### 890.2

Χο. ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω‐

### 890.3

τοῦ χάρις †ἐνὶ δαΐ†·

### 890.4

ἡδεῖα δ’ εὔχαρις Ἀφροδί‐

### 895.1

τα· τερπνὸν δέ τι καὶ φίλων

### 895.2

ἆρ’ εὐτυχίαν ἰδέσθαι

### 895.3

τῶν πάρος οὐ δοκούντων.

### 899.1

πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ‐ τειρ’ Αἰών τε Χρόνου παῖς.

### 899.2

ἔχεις ὁδόν τιν’, ὦ πόλις, δίκαιον· οὐ

### 899.3

χρή ποτε τοῦδ’ ἀφέσθαι,

### 899.4

τιμᾶν θεούς· ὁ 〈δὲ〉 μή σε φά‐

### 899.5

σκων ἐγγὺς μανιᾶν ἐλαύ‐

### 905.1

νει, δεικνυμένων ἐλέγχων

### 905.2

τῶνδ’· ἐπίσημα γάρ τοι

### 905.3

θεὸς παραγγέλλει, τῶν ἀδίκων παραι‐

### 909

ρῶν φρονήματος αἰεί.

### 910.1

ἔστιν ἐν οὐρανῶι βεβα‐

### 910.2

κὼς ὁ σὸς γόνος, ὦ γεραι‐

### 910.3

ά· φεύγω λόγον ὡς τὸν Ἅι‐

### 910.4

δα δόμον κατέβα, πυρὸς

### 910.5

δεινᾶι φλογὶ σῶμα δαισθείς·

### 915.1

Ἥβας τ’ ἐρατὸν χροΐ‐

### 915.2

ζει λέχος χρυσέαν κατ’ αὐλάν.

### 915.3

ὦ Ὑμέναιε, δισ‐ σοὺς παῖδας Διὸς ἠξίωσας.

### 915.4

συμφέρεται τὰ πολλὰ πολ‐

### 920.1

λοῖς· καὶ γὰρ πατρὶ τῶνδ’ Ἀθά‐

### 920.2

ναν λέγους’ ἐπίκουρον εἶ‐

### 920.3

ναι, καὶ τούσδε θεᾶς πόλις

### 920.4

καὶ λαὸς ἔσωσε κείνας·

### 920.5

ἔσχεν δ’ ὕβριν ἀνδρὸς ὧι

### 925.1

θυμὸς ἦν πρὸ δίκας βίαιος.

### 925.2

μήποτ’ ἐμοὶ φρόνη‐

### 925.3

μα ψυχά τ’ ἀκόρεστος εἴη.

### 925.4

Θε. δέσποιν’, ὁρᾶις μὲν ἀλλ’ ὅμως εἰρήσεται·

### 925.5

Εὐρυσθέα σοι τόνδ’ ἄγοντες ἥκομεν,

### 930.1

ἄελπτον ὄψιν τῶιδέ τ’ οὐχ ἧσσον τύχην·

### 930.2

οὐ γάρ ποτ’ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,

### 930.3

ὅτ’ ἐκ Μυκηνῶν πολυπόνωι σὺν ἀσπίδι

### 930.4

ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν

### 930.5

πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν

### 935.1

δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.

### 935.2

Ὕλλος μὲν οὖν ὅ τ’ ἐσθλὸς Ἰόλεως βρέτας

### 935.3

Διὸς τροπαίου καλλίνικον ἵστασαν·

### 935.4

ἐμοὶ δὲ πρὸς σὲ τόνδ’ ἐπιστέλλους’ ἄγειν,

### 935.5

τέρψαι θέλοντες σὴν φρέν’· ἐκ γὰρ εὐτυχοῦς

### 940.1

ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ’ ὁρᾶν.

### 940.2

Αλ. ὦ μῖσος, ἥκεις; εἶλέ ς’ ἡ Δίκη χρόνωι;

### 940.3

πρῶτον μὲν οὖν μοι δεῦρ’ ἐπίστρεψον κάρα

### 940.4

καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον

### 940.5

ἐχθρούς· κρατῆι γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.

### 945.1

ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι, ὃς πολλὰ μὲν τὸν ὄνθ’ ὅπου ’στὶ νῦν ἐμὸν

### 945.2

παῖδ’ ἀξιώσας, ὦ πανοῦργ’, ἐφυβρίσαι ὕδρας λέοντάς τ’ ἐξαπολλύναι λέγων

### 945.3

ἔπεμπες; ἄλλα δ’ οἷ’ ἐμηχανῶ κακὰ

### 945.4

σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.

### 948.1

τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;

### 948.2

ὃς καὶ παρ’ Ἅιδην ζῶντά νιν κατήγαγες.

### 953.1

κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,

### 953.2

ἀλλ’ ἐξ ἁπάσης κἀμὲ καὶ τέκν’ Ἑλλάδος

### 955.1

ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,

### 955.2

τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.

### 955.3

ἀλλ’ ηὗρες ἄνδρας καὶ πόλισμ’ ἐλεύθερον,

### 955.4

οἵ ς’ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,

### 955.5

καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ

### 960.1

θνήισκειν σε πολλὰ πήματ’ ἐξειργασμένον.

### 960.2

Θε. οὐκ ἔστ’ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.

### 960.3

Αλ. ἄλλως ἄρ’ αὐτὸν αἰχμάλωτον εἵλομεν.

### 960.4

εἴργει δὲ δὴ τίς τόνδε μὴ θνήισκειν νόμος;

### 960.5

Θε. τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.

### 965.1

Αλ. τί δὴ τόδ’; ἐχθροὺς τοισίδ’ οὐ καλὸν κτανεῖν;

### 965.2

Θε. οὐχ ὅντιν’ ἄν γε ζῶνθ’ ἕλωσιν ἐν μάχηι.

### 965.3

Αλ. καὶ ταῦτα δόξανθ’ Ὕλλος ἐξηνέσχετο;

### 965.4

Θε. χρῆν αὐτόν, οἶμαι, τῆιδ’ ἀπιστῆσαι χθονί.

### 965.5

Αλ. χρῆν τόνδε μὴ ζῆν μηδ’ †ὁρᾶν φάος ἔτι†.

### 970.1

Θε. τότ’ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.

### 970.2

Αλ. οὔκουν ἔτ’ ἐστὶν ἐν καλῶι δοῦναι δίκην;

### 970.3

Θε. οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι. Αλ. ἔγωγε· καίτοι φημὶ κἄμ’ εἶναί τινα.

### 970.4

Θε. πολλὴν ἄρ’ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.

### 975.1

Αλ. φιλῶ πόλιν τήνδ’· οὐδὲν ἀντιλεκτέον.

### 975.2

τοῦτον δ’, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,

### 975.3

οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.

### 975.4

πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέληι

### 975.5

καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ

### 980.1

λέξει· τὸ δ’ ἔργον τοῦτ’ ἐμοὶ πεπράξεται.

### 980.2

Χο. δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, ς’ ἔχει

### 980.3

νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.

### 980.4

ΕΥΡΥΣΘΕΥΣ

### 983.1

γύναι, σάφ’ ἴσθι μή με θωπεύσοντά σε

### 983.2

μηδ’ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι

### 985.1

λέξονθ’ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.

### 985.2

ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ’ ἠράμην·

### 985.3

ἤιδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,

### 985.4

τῶι σῶι δὲ παιδὶ συγγενὴς Ἡρακλέει.

### 985.5

ἀλλ’ εἴτ’ ἔχρηιζον εἴτε μή—θεὸς γὰρ ἦν—

### 990.1

Ἥρα με κάμνειν τήνδ’ ἔθηκε τὴν νόσον.

### 990.2

ἐπεὶ δ’ ἐκείνωι δυσμένειαν ἠράμην

### 990.3

κἄγνων ἀγῶνα τόνδ’ ἀγωνιούμενος,

### 990.4

πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην

### 990.5

καὶ πόλλ’ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,

### 995.1

ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς

### 995.2

ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβωι,

### 995.3

εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ’ ἐτητύμως

### 995.4

ἄνδρ’ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν

### 995.5

ἀκούσεταί †γ’ ἐσθλὰ† χρηστὸς ὢν ἀνήρ. κείνου δ’ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ’ ἄρα,

### 995.6

μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα ἔχθραν πατρώιαν, πάντα κινῆσαι πέτρον

### 995.7

κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;

### 995.8

τοιαῦτα δρῶντι τἄμ’ ἐγίγνετ’ ἀσφαλῆ.

### 1005.1

οὔκουν σύ γ’ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας

### 1005.2

ἐχθροῦ λέοντος δυσμενῆ βλαστήματα

### 1005.3

ἤλαυνες ἂν κακοῖσιν ἀλλὰ σωφρόνως

### 1005.4

εἴασας οἰκεῖν Ἄργος· οὔτιν’ ἂν πίθοις.

### 1005.5

νῦν οὖν ἐπειδή μ’ οὐ διώλεσαν τότε

### 1010.1

πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις

### 1010.2

οὐχ ἁγνός εἰμι τῶι κτανόντι κατθανών·

### 1010.3

πόλις τ’ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν

### 1010.4

μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.

### 1010.5

προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ

### 1015.1

τὸν προστρόπαιον †τόν τε γενναῖον† καλεῖν.

### 1015.2

οὕτω γε μέντοι τἄμ’ ἔχει· θανεῖν μὲν οὐ

### 1015.3

χρήιζω, λιπὼν δ’ ἂν οὐδὲν ἀχθοίμην βίον.

### 1015.4

Χο. παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,

### 1015.5

τὸν ἄνδρ’ ἀφεῖναι τόνδ’, ἐπεὶ δοκεῖ πόλει.

### 1020.1

Αλ. τί δ’ ἢν θάνηι τε καὶ πόλει πιθώμεθα;

### 1020.2

Χο. τὰ λῶιστ’ ἂν εἴη· πῶς τάδ’ οὖν γενήσεται;

### 1020.3

Αλ. ἐγὼ διδάξω ῥαιδίως· κτανοῦσα γὰρ

### 1020.4

τόνδ’ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων

### 1020.5

δώσω· τὸ γὰρ σῶμ’ οὐκ ἀπιστήσω χθονί,

### 1025.1

οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.

### 1025.2

Ευ. κτεῖν’, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,

### 1025.3

ἐπεί μ’ ἀφῆκε καὶ κατηιδέσθη κτανεῖν,

### 1025.4

χρησμῶι παλαιῶι Λοξίου δωρήσομαι,

### 1025.5

ὃς ὠφελήσει μείζον’ ἢ δοκεῖ χρόνωι.

### 1030.1

θανόντα γάρ με θάψεθ’ οὗ τὸ μόρσιμον,

### 1030.2

δίας πάροιθε παρθένου Παλληνίδος·

### 1030.3

καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος

### 1030.4

μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,

### 1030.5

τοῖς τῶνδε δ’ ἐκγόνοισι πολεμιώτατος,

### 1035.1

ὅταν μόλωσι δεῦρο σὺν πολλῆι χερὶ

### 1035.2

χάριν προδόντες τήνδε· τοιούτων ξένων

### 1035.3

προύστητε. πῶς οὖν ταῦτ’ ἐγὼ πεπυσμένος

### 1035.4

δεῦρ’ ἦλθον ἀλλ’ οὐ χρησμὸν ἡζόμην θεοῦ;

### 1035.5

Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ

### 1040.1

κοὐκ ἂν προδοῦναί μ’. ἀλλὰ μήτε μοι χοὰς

### 1040.2

μήθ’ αἷμ’ ἐάσητ’ εἰς ἐμὸν στάξαι τάφον.

### 1040.3

κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ’ ἐγὼ

### 1040.4

δώσω· διπλοῦν δὲ κέρδος ἕξετ’ ἐξ ἐμοῦ·

### 1040.5

ὑμᾶς τ’ ὀνήσω τούσδε τε βλάψω θανών.

### 1045.1

Αλ. τί δῆτα μέλλετ’, εἰ πόλει σωτηρίαν

### 1045.2

κατεργάσασθαι τοῖσί τ’ ἐξ ὑμῶν χρεών,

### 1045.3

κτείνειν τὸν ἄνδρα τόνδ’, ἀκούοντες τάδε;

### 1045.4

δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·

### 1045.5

ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών, κομίζετ’ αὐτόν, δμῶες, εἶτα χρὴ κυσὶν

### 1045.6

δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσηις ὅπως

### 1045.7

αὖθις πατρώιας ζῶν ἔμ’ ἐκβαλεῖς χθονός.

### post 1052

〈〉

### post 1052

〈〉

### post 1052

〈〉

### 1053.1

Χο. ταῦτα δοκεῖ μοι. στείχετ’, ὀπαδοί.

### 1053.2

τὰ γὰρ ἐξ ἡμῶν

### 1055

καθαρῶς ἔσται βασιλεῦσιν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-heraclidae-cbm-ah.json (sha256:ee702d760820f674a69dbea91c5e4d84d25ca085a5b756c48c605d15354be8ea). Cite as `eul_wid: cbm-ah`.
