---
title: Helena
title_greek: Ἑλένη
author: Euripides
eul_wid: cbm-bb
eul_aid: cbm
canonical: "https://eulogikon.org/grc/euripides/helena"
canonical_json: "https://eulogikon.org/data/works/grc/euripides-helena-cbm-bb.json"
sha256: "67303cdc70c835a8eecbf36ad11925ea9c37bbdfaf10941008a1ed0e110a0aa7"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Helena

*Ἑλένη*

**Author:** Euripides

**eul_wid:** `cbm-bb` · [HTML page](https://eulogikon.org/grc/euripides/helena) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/euripides-helena-cbm-bb.json)

## Text

### 1

ΕΛΕΝΗ

### 1.1

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,

### 1.2

ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον

### 1.3

λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.

### 1.4

Πρωτεὺς δ’ ὅτ’ ἔζη τῆσδε γῆς τύραννος ἦν,

### 5.1

[Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ’ ἄναξ,]

### 5.2

ὃς τῶν κατ’ οἶδμα παρθένων μίαν γαμεῖ,

### 5.3

Ψαμάθην, ἐπειδὴ λέκτρ’ ἀφῆκεν Αἰακοῦ.

### 5.4

τίκτει δὲ τέκνα δισσὰ τοῖσδ’ ἐν δώμασιν,

### 5.5

Θεοκλύμενον ἄρσεν’ [†ὅτι δὴ† θεοὺς σέβων

### 10.1

βίον διήνεγκ’] εὐγενῆ τε παρθένον

### 10.2

Εἰδώ, τὸ μητρὸς ἀγλάισμ’, ὅτ’ ἦν βρέφος·

### 10.3

ἐπεὶ δ’ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,

### 10.4

καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ

### 10.5

τά τ’ ὄντα καὶ μέλλοντα πάντ’ ἠπίστατο,

### 15.1

προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.

### 15.2

ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος

### 15.3

Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ

### 15.4

λόγος τις ὡς Ζεὺς μητέρ’ ἔπτατ’ εἰς ἐμὴν

### 15.5

Λήδαν κύκνου μορφώματ’ ὄρνιθος λαβών,

### 20.1

ὃς δόλιον εὐνὴν ἐξέπραξ’ ὑπ’ αἰετοῦ δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·

### 20.2

Ἑλένη δ’ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ

### 20.3

λέγοιμ’ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι

### 20.4

Ἰδαῖον ἐς κευθμῶν’ Ἀλέξανδρον πάρα,

### 25.1

Ἥρα Κύπρις τε διογενής τε παρθένος,

### 25.2

μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.

### 25.3

τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,

### 25.4

Κύπρις προτείνας’ ὡς Ἀλέξανδρος γαμεῖ,

### 25.5

νικᾶι. λιπὼν δὲ βούσταθμ’ Ἰδαῖος Πάρις

### 30.1

Σπάρτην ἀφίκεθ’ ὡς ἐμὸν σχήσων λέχος.

### 30.2

Ἥρα δὲ μεμφθεῖς’ οὕνεκ’ οὐ νικᾶι θεὰς

### 30.3

ἐξηνέμωσε τἄμ’ Ἀλεξάνδρωι λέχη,

### 30.4

δίδωσι δ’ οὐκ ἔμ’ ἀλλ’ ὁμοιώσας’ ἐμοὶ

### 30.5

εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖς’ ἄπο

### 35.1

Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μ’ ἔχειν,

### 35.2

κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δ’ αὖ Διὸς

### 35.3

βουλεύματ’ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·

### 35.4

πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ

### 35.5

καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν

### 40.1

πλήθους τε κουφίσειε μητέρα χθόνα

### 40.2

γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.

### 40.3

Φρυγῶν δ’ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,

### 40.4

τὸ δ’ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.

### 40.5

λαβὼν δέ μ’ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος

### 45.1

νεφέληι καλύψας—οὐ γὰρ ἠμέλησέ μου

### 45.2

Ζεύς—τόνδ’ ἐς οἶκον Πρωτέως ἱδρύσατο,

### 45.3

πάντων προκρίνας σωφρονέστατον βροτῶν,

### 45.4

ἀκέραιον ὡς σώσαιμι Μενέλεωι λέχος.

### 45.5

κἀγὼ μὲν ἐνθάδ’ εἴμ’, ὁ δ’ ἄθλιος πόσις στράτευμ’ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς

### 45.6

θηρᾶι πορευθεὶς Ἰλίου πυργώματα.

### 45.7

ψυχαὶ δὲ πολλαὶ δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶς’ ἐγὼ

### 45.8

κατάρατός εἰμι καὶ δοκῶ προδοῦς’ ἐμὸν

### 55.1

πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.

### 55.2

τί οὖν ἔτι ζῶ; θεοῦ τόδ’ εἰσήκους’ ἔπος

### 55.3

Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον

### 55.4

Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον

### 55.5

οὐκ ἦλθον, ἢν μὴ λέκτρ’ ὑποστρώσω τινί.

### 60.1

ἕως μὲν οὖν φῶς ἡλίου τόδ’ ἔβλεπεν

### 60.2

Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς

### 60.3

σκότωι κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος

### 60.4

θηρᾶι γαμεῖν με. τὸν πάλαι δ’ ἐγὼ πόσιν

### 60.5

τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε

### 65.1

ἱκέτις, ἵν’ ἀνδρὶ τἀμὰ διασώσηι λέχη,

### 65.2

ὡς, εἰ καθ’ Ἑλλάδ’ ὄνομα δυσκλεὲς φέρω,

### 65.3

μή μοι τὸ σῶμά γ’ ἐνθάδ’ αἰσχύνην ὄφληι.

### 65.4

ΤΕΥΚΡΟΣ

### 68.1

τίς τῶνδ’ ἐρυμνῶν δωμάτων ἔχει κράτος;

### 68.2

Πλούτωι γὰρ οἶκος ἄξιος προσεικάσαι

### 70.1

βασίλειά τ’ ἀμφιβλήματ’ εὔθριγκοί θ’ ἕδραι.

### 70.2

ἔα·

### 70.3

ὦ θεοί, τίν’ εἶδον ὄψιν; ἐχθίστης ὁρῶ

### 70.4

γυναικὸς εἰκὼ φόνιον, ἥ μ’ ἀπώλεσεν

### 70.5

πάντας τ’ Ἀχαιούς. θεοί ς’, ὅσον μίμημ’ ἔχεις

### 75.1

Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ’ν ξένηι

### 75.2

γαίαι πόδ’ εἶχον, τῶιδ’ ἂν εὐστόχωι πτερῶι

### 75.3

ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης. Ελ. τί δ’, ὦ ταλαίπωρ’, ὅστις εἶ μ’ ἀπεστράφης

### 75.4

καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

### 80.1

Τε. ἥμαρτον· ὀργῆι δ’ εἶξα μᾶλλον ἤ μ’ ἐχρῆν·

### 80.2

μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.

### 80.3

σύγγνωθι δ’ ἡμῖν τοῖς λελεγμένοις, γύναι.

### 80.4

Ελ. τίς δ’ εἶ; πόθεν γῆς τῆσδ’ ἐπεστράφης πέδον;

### 80.5

Τε. εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων ...

### 85.1

Ελ. οὔ τἄρα ς’ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.

### 85.2

[ἀτὰρ τίς εἶ πόθεν; τίνος ἐξαυδᾶν σε χρή;

### 85.3

Τε. ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ

### 85.4

Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.

### 85.5

Ελ. τί δῆτα Νείλου τούσδ’ ἐπιστρέφηι γύας;]

### 90.1

Τε. φυγὰς πατρώιας ἐξελήλαμαι χθονός.

### 90.2

Ελ. τλήμων ἂν εἴης· τίς δέ ς’ ἐκβάλλει πάτρας;

### 90.3

Τε. Τελαμὼν ὁ φύσας· τίν’ ἂν ἔχοις μᾶλλον φίλον;

### 90.4

Ελ. ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

### 90.5

Τε. Αἴας μ’ ἀδελφὸς ὤλες’ ἐν Τροίαι θανών.

### 95.1

Ελ. πῶς; οὔ τί που σῶι φασγάνωι βίου στερείς;

### 95.2

Τε. οἰκεῖον αὐτὸν ὤλες’ ἅλμ’ ἐπὶ ξίφος.

### 95.3

Ελ. μανέντ’; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ’ ἄν;

### 95.4

Τε. τὸν Πηλέως τιν’ οἶσθ’ Ἀχιλλέα γόνον;

### 95.5

Ελ. ναί·

### 99.1

μνηστήρ ποθ’ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν. Τε. θανὼν ὅδ’ ὅπλων ἔριν ἔθηκε συμμάχοις.

### 99.2

Ελ. καὶ δὴ τί τοῦτ’ Αἴαντι γίγνεται κακόν;

### 99.3

Τε. ἄλλου λαβόντος ὅπλ’ ἀπηλλάχθη βίου.

### 99.4

Ελ. σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

### 99.5

Τε. ὁθούνεκ’ αὐτῶι 〈γ’〉 οὐ ξυνωλόμην ὁμοῦ.

### 105.1

Ελ. ἦλθες γάρ, ὦ ξέν’, Ἰλίου κλεινὴν πόλιν; Τε. καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

### 105.2

Ελ. ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

### 105.3

Τε. ὥστ’ οὐδ’ ἴχνος γε τειχέων εἶναι σαφές.

### 105.4

Ελ. ὦ τλῆμον Ἑλένη, διὰ ς’ ἀπόλλυνται Φρύγες.

### 110.1

Τε. καὶ πρός γ’ Ἀχαιοί· μεγάλα δ’ εἴργασται κακά.

### 110.2

Ελ. πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

### 110.3

Τε. ἑπτὰ σχεδόν τι καμπίμους ἐτῶν κύκλους.

### 110.4

Ελ. χρόνον δ’ ἐμείνατ’ ἄλλον ἐν Τροίαι πόσον;

### 110.5

Τε. πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.

### 115.1

Ελ. ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

### 115.2

Τε. Μενέλαος αὐτὴν ἦγ’ ἐπισπάσας κόμης.

### 115.3

Ελ. εἶδες σὺ τὴν δύστηνον, ἢ κλυὼν λέγεις;

### 115.4

Τε. ὥσπερ σέ γ’, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

### 115.5

Ελ. σκόπει δὲ μὴ δόκησιν εἴχετ’ ἐκ θεῶν.

### 120.1

Τε. ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

### 120.2

[Ελ. οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

### 120.3

Τε. αὐτὸς γὰρ ὄσσοις εἰδόμην, καὶ νοῦς ὁρᾶι.]

### 120.4

Ελ. ἤδη δ’ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

### 120.5

Τε. οὔκουν ἐν Ἄργει 〈γ’〉 οὐδ’ ἐπ’ Εὐρώτα ῥοαῖς.

### 125.1

Ελ. αἰαῖ· κακὸν τόδ’ εἶπας οἷς κακὸν λέγεις.

### 125.2

Τε. ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλήιζεται.

### 125.3

Ελ. οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

### 125.4

Τε. ἦν, ἀλλὰ χειμὼν ἄλλος’ ἄλλον ὥρισεν.

### 125.5

Ελ. ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;

### 130.1

Τε. μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

### 130.2

Ελ. κἀκ τοῦδε Μενέλεων οὔτις οἶδ’ ἀφιγμένον;

### 130.3

Τε. οὐδείς· θανὼν δὲ κλήιζεται καθ’ Ἑλλάδα.

### 130.4

Ελ. ἀπωλόμεσθα· Θεστιὰς δ’ ἔστιν κόρη; Τε. Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.

### 135.1

Ελ. οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

### 135.2

Τε. φασίν, βρόχωι γ’ ἅψασαν εὐγενῆ δέρην.

### 135.3

Ελ. οἱ Τυνδάρειοι δ’ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;

### 135.4

Τε. τεθνᾶσι κοὐ τεθνᾶσι· δύο δ’ ἐστὸν λόγω.

### 135.5

Ελ. πότερος ὁ κρείσσων; ὦ τάλαιν’ ἐγὼ κακῶν.

### 140.1

Τε. ἄστροις σφ’ ὁμοιωθέντε φάς’ εἶναι θεώ.

### 140.2

Ελ. καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;

### 140.3

Τε. σφαγαῖς ἀδελφῆς οὕνεκ’ ἐκπνεῦσαι βίον.

### 140.4

ἅλις δὲ μύθων· οὐ διπλᾶ χρήιζω στένειν.

### 140.5

ὧν δ’ οὕνεκ’ ἦλθον τούσδε βασιλείους δόμους,

### 145.1

τὴν θεσπιωιδὸν Θεονόην χρήιζων ἰδεῖν,

### 145.2

σὺ προξένησον, ὡς τύχω μαντευμάτων

### 145.3

ὅπηι νεὼς στείλαιμ’ ἂν οὔριον πτερὸν

### 145.4

ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ’ ἐθέσπισεν

### 145.5

οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

### 145.6

Ελ. πλοῦς, ὦ ξέν’, αὐτὸς σημανεῖ· σὺ δ’ ἐκλιπὼν

### 145.7

γῆν τήνδε φεῦγε, πρίν σε παῖδα Πρωτέως

### 145.8

ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ

### 145.9

κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·

### 155.1

κτείνει γὰρ Ἕλλην’ ὅντιν’ ἂν λάβηι ξένον.

### 155.2

ὅτου δ’ ἕκατι μήτε σὺ ζήτει μαθεῖν

### 155.3

ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;

### 155.4

Τε. καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι

### 155.5

ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.

### 160.1

Ἑλένηι δ’ ὅμοιον σῶμ’ ἔχους’ οὐ τὰς φρένας

### 160.2

ἔχεις ὁμοίας ἀλλὰ διαφόρους πολύ.

### 160.3

κακῶς ὄλοιτο μηδ’ ἐπ’ Εὐρώτα ῥοὰς ἔλθοι· σὺ δ’ εἴης εὐτυχὴς ἀεί, γύναι.

### 160.4

Ελ. ὦ μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον

### 165.1

ποῖον ἁμιλλαθῶ γόον ἢ τίνα μοῦσαν ἐπέλθω

### 165.2

δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.

### 165.3

πτεροφόροι νεάνιδες,

### 165.4

παρθένοι Χθονὸς κόραι,

### 165.5

Σειρῆνες, εἴθ’ ἐμοῖς

### 170

†γόοις μόλοιτ’ ἔχουσαι Λίβυν

### 171a

λωτὸν ἢ σύριγγας ἢ

### 171b

φόρμιγγας αἰλίνοις κακοῖς†

### 172.1

τοῖς ἐμοῖσι σύνοχα δάκρυα,

### 172.2

πάθεσι πάθεα, μέλεσι μέλεα,

### 174a

μουσεῖα θρηνήμα‐

### 174b

σι ξυνωιδά, πέμψαιτε

### 175.1

Φερσέφασσα †φονία χάριτας†

### 175.2

ἵν’ ἐπὶ δάκρυσι παρ’ ἐμέθεν ὑπὸ

### 175.3

μέλαθρα νύχια παιᾶνα

### 175.4

νέκυσιν ὀλομένοις λάβηι.

### 175.5

ΧΟΡΟΣ

### 179

κυανοειδὲς ἀμφ’ ὕδωρ

### 180.1

ἔτυχον ἕλικά τ’ ἀνὰ χλόαν

### 180.2

φοίνικας ἁλίωι

### 182a

†πέπλους χρυσέαισιν αὐγαῖς

### 182b

θάλπουσ’†

### 183.1

ἀμφὶ δόνακος ἔρνεσιν·

### 183.2

ἔνθεν οἰκτρὸν ὅμαδον ἔκλυον,

### 185.1

ἄλυρον ἔλεγον, ὅτι ποτ’ ἔλακεν

### 185.2

〈 ––⏑〉 αἰάγμα‐

### 187a

σι στένουσα νύμφα τις

### 187b

οἷα Ναῒς ὄρεσι †φυγάδα

### 188.1

γάμων† ἱεῖσα γοερόν, ὑπὸ δὲ

### 188.2

πέτρινα γύαλα κλαγγαῖσι

### 190

Πανὸς ἀναβοᾶι γάμους.

### 191-192

Ελ. ὦ θήραμα βαρβάρου πλάτας,

### 193.1

Ἑλλανίδες κόραι,

### 193.2

ναύτας Ἀχαιῶν τις

### 195.1

ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων·

### 195.2

Ἰλίου κατασκαφαὶ

### 195.3

πυρὶ μέλουσι δαΐωι

### 195.4

δι’ ἐμὲ τὰν πολυκτόνον,

### 195.5

δι’ ἐμὸν ὄνομα πολύπονον, Λήδα δ’ ἐν ἀγχόναις

### 195.6

θάνατον ἔλαβεν αἰσχύ‐

### 195.7

νας ἐμᾶς ὑπ’ ἀλγέων,

### 195.8

ὁ δ’ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς

### 195.9

πόσις ὀλόμενος οἴχεται,

### 205.1

Κάστορός τε συγγόνου τε

### 205.2

διδυμογενὲς ἄγαλμα πατρίδος

### 205.3

ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ‐

### 205.4

λοιπε δάπεδα γυμνάσιά τε

### 205.5

δονακόεντος Εὐρώ‐

### 210.1

τα, νεανιᾶν πόνον.

### 210.2

Χο. αἰαῖ δαίμονος πολυστόνου

### 210.3

μοίρας τε σᾶς, γύναι.

### 210.4

αἰὼν δυσαίων τις

### 210.5

ἔλαχεν ἔλαχεν, ὅτε ς’ ἐτέκετο ματρόθεν

### 215.1

χιονόχρωι κύκνου πτερῶι

### 215.2

Ζεὺς πρέπων δι’ αἰθέρος.

### 215.3

τί γὰρ ἄπεστί σοι κακῶν;

### 215.4

τί δ’ ἀνὰ βίοτον οὐκ ἔτλας;

### 215.5

μάτηρ μὲν οἴχεται,

### 220.1

δίδυμά τε Διὸς οὐκ εὐ‐

### 220.2

δαιμονεῖ τέκεα φίλα,

### 220.3

χθόνα δὲ πάτριον οὐχ ὁρᾶις,

### 220.4

διὰ δὲ πόλιας ἔρχεται

### 220.5

βάξις ἅ σε βαρβάροισι,

### 225.1

πότνια, παραδίδωσι λέχεσιν,

### 225.2

ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ‐

### 225.3

λοιπε βίοτον, οὐδέ ποτ’ ἔτι

### 225.4

πάτρια μέλαθρα καὶ τὰν

### 228.1

Χαλκίοικον ὀλβιεῖ.

### 228.2

Ελ. φεῦ φεῦ, τίς ἢ Φρυγῶν

### 230

ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς

### 231a

ἔτεμε τὰν δακρυόεσσαν

### 231b

Ἰλίωι πεύκαν;

### 232.1

ἔνθεν ὀλόμενον σκάφος

### 232.2

συναρμόσας ὁ Πριαμίδας

### 232.3

ἔπλευσε βαρβάρωι πλάται

### 235.1

τὰν ἐμὰν ἐφ’ ἑστίαν

### 235.2

[ἐπὶ τὸ δυστυχέστατον

### 235.3

κάλλος ὡς ἕλοι γάμων ἐμῶν]

### 235.4

ἅ τε δόλιος ἁ πολυκτόνος Κύπρις

### 235.5

Δαναΐδαις ἄγουσα θάνατον [Πριαμίδαις]·

### 240.1

ὦ τάλαινα συμφορᾶς.

### 240.2

ἁ δὲ χρυσέοις θρόνοισι

### 240.3

Διὸς ὑπαγκάλισμα σεμνὸν

### 240.4

Ἥρα τὸν ὠκύπουν

### 243.1

ἔπεμψε Μαιάδος γόνον·

### 243.2

ὅς με χλοερὰ δρεπομέναν ἔσω πέπλων

### 245

ῥόδεα πέταλα Χαλκίοικον

### 245.1

ὡς Ἀθάναν μόλοιμ’

### 245.2

ἀναρπάσας δι’ αἰθέρος

### 245.3

τάνδε γαῖαν εἰς ἄνολβον

### 245.4

ἔριν ἔριν τάλαιναν ἔθετο

### 245.5

Πριαμίδαισιν Ἑλλάδος. τὸ δ’ ἐμὸν ὄνομα παρὰ Σιμουντίοις ῥοαῖσι

### 245.6

μαψίδιον ἔχει φάτιν.

### 253.1

Χο. ἔχεις μὲν ἀλγείν’, οἶδα· σύμφορον δέ τοι

### 253.2

ὡς ῥᾶιστα τἀναγκαῖα τοῦ βίου φέρειν.

### 255.1

Ελ. φίλαι γυναῖκες, τίνι πότμωι συνεζύγην;

### 255.2

ἆρ’ ἡ τεκοῦσά μ’ ἔτεκεν ἀνθρώποις τέρας;

### 255.3

[γυνὴ γὰρ οὔθ’ Ἑλληνὶς οὔτε βάρβαρος

### 255.4

τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,

### 255.5

ἐν ὧι με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.]

### 260.1

τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ’ ἐστί μου,

### 260.2

τὰ μὲν δι’ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον. εἴθ’ ἐξαλειφθεῖς’ ὡς ἄγαλμ’ αὖθις πάλιν

### 260.3

αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,

### 260.4

καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω

### 265.1

Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς

### 265.2

ἔσωιζον ὥσπερ τὰς κακὰς σώιζουσί μου.

### 265.3

ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην

### 265.4

πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ’ ὅμως·

### 265.5

ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.

### 270.1

πρῶτον μὲν οὐκ οὖς’ ἄδικός εἰμι δυσκλεής·

### 270.2

καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,

### 270.3

ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.

### 270.4

ἔπειτα πατρίδος θεοί μ’ ἀφιδρύσαντο γῆς

### 270.5

ἐς βάρβαρ’ ἤθη, καὶ φίλων τητωμένη

### 275.1

δούλη καθέστηκ’ οὖς’ ἐλευθέρων ἄπο·

### 275.2

τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.

### 275.3

ἄγκυρα δ’ ἥ μου τὰς τύχας ὤχει μόνη,

### 275.4

πόσιν ποθ’ ἥξειν καί μ’ ἀπαλλάξειν κακῶν,

### 275.5

ἐπεὶ τέθνηκεν οὗτος, οὐκέτ’ ἔστι δή.

### 280.1

μήτηρ δ’ ὄλωλε καὶ φονεὺς αὐτῆς ἐγώ,

### 280.2

ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ’ ἔστ’ ἐμόν.

### 280.3

ἣ δ’ ἀγλάισμα δωμάτων ἐμόν τ’ ἔφυ,

### 280.4

θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται.

### 280.5

τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω

### 285.1

οὐκ ἐστόν. ἀλλὰ πάντ’ ἔχουσα δυστυχῆ

### 285.2

τοῖς πράγμασιν τέθνηκα, τοῖς δ’ ἔργοισιν οὔ.

### 285.3

[τὸ δ’ ἔσχατον τοῦτ’, εἰ μόλοιμεν ἐς πάτραν,

### 285.4

κλήιθροις ἂν εἰργοίμεσθα, τὴν ὑπ’ Ἰλίωι

### 285.5

δοκοῦντες Ἑλένην Μενέλεώ μ’ ἐλθεῖν μέτα.

### 290.1

εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἄν,

### 290.2

εἰς ξύμβολ’ ἐλθόντες ἃ φανερὰ μόνοις ἂν ἦν.

### 290.3

νῦν δ’ οὔτε τοῦτ’ ἔστ’ οὔτε μὴ σωθῆι ποτε.]

### 290.4

τί δῆτ’ ἔτι ζῶ; τίν’ ὑπολείπομαι τύχην;

### 290.5

γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγὰς

### 295.1

μετ’ ἀνδρὸς οἰκεῖν βαρβάρου, πρὸς πλουσίαν

### 295.2

τράπεζαν ἵζους’; ἀλλ’ ὅταν πόσις πικρὸς

### 295.3

ξυνῆι γυναικί, καὶ τὸ σῶμ’ ἐστὶν πικρόν.

### 295.4

[θανεῖν κράτιστον· πῶς θάνοιμ’ ἂν οὖν καλῶς;

### 295.5

ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι, κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·

### 295.6

σφαγαὶ δ’ ἔχουσιν εὐγενές τι καὶ καλόν,

### 295.7

σμικρὸν δ’ ὁ καιρὸς †ἄρτ’† ἀπαλλάξαι βίου.]

### 295.8

ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·

### 295.9

αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς

### 305.1

γυναῖκες, ἡμᾶς δ’ αὐτὸ τοῦτ’ ἀπώλεσεν.

### 305.2

Χο. Ἑλένη, τὸν ἐλθόνθ’, ὅστις ἐστὶν ὁ ξένος,

### 305.3

μὴ πάντ’ ἀληθῆ δοξάσηις εἰρηκέναι.

### 305.4

Ελ. καὶ μὴν σαφῶς γ’ ἔλεξ’ ὀλωλέναι πόσιν.

### 305.5

Χο. πόλλ’ ἂν λέγοιτο καὶ διὰ ψευδῶν σαφῆ.

### 310.1

Ελ. καὶ τἄμπαλίν γε τῶνδ’ ἀληθείας ἔπι.

### 310.2

Χο. ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρηι.

### 310.3

Ελ. φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ’ ἄγει.

### 310.4

Χο. πῶς δ’ εὐμενείας τοισίδ’ ἐν δόμοις ἔχεις;

### 310.5

Ελ. πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.

### 315.1

Χο. οἶσθ’ οὖν ὃ δρᾶσον· μνήματος λιποῦς’ ἕδραν ...

### 315.2

Ελ. ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν; Χο. ἐλθοῦς’ ἐς οἴκους, ἣ τὰ πάντ’ ἐπίσταται

### 315.3

τῆς ποντίας Νηρῆιδος ἐκγόνου κόρης

### 315.4

πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ’ ἔστ’ ἔτι

### 320.1

εἴτ’ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δ’ εὖ

### 320.2

πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ’ ἔχε.

### 320.3

πρὶν δ’ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον

### 320.4

λυπουμένηι γένοιτ’ ἄν; ἀλλ’ ἐμοὶ πιθοῦ.

### 320.5

[τάφον λιποῦσα τόνδε σύμμειξον κόρηι,

### 325.1

ὅθενπερ εἴσηι πάντα· τἀληθῆ φράσαι

### 325.2

ἔχους’ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;]

### 325.3

θέλω δὲ κἀγώ σοι συνεισελθεῖν δόμους

### 325.4

καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·

### 325.5

γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.

### 330.1

Ελ. φίλαι, λόγους ἐδεξάμαν·

### 330.2

βᾶτε βᾶτε δ’ ἐς δόμους,

### 330.3

ἀγῶνας ἐντὸς οἴκων

### 330.4

ὡς πύθησθε τοὺς ἐμούς.

### 330.5

Χο. θέλουσαν οὔ με δὶς καλεῖς.

### 335.1

Ελ. ἰὼ μέλεος ἁμέρα.

### 335.2

τίν’ ἄρα τάλαινα τίνα λόγον

### 335.3

δακρυόεντ’ ἀκούσομαι;

### 335.4

Χο. μὴ πρόμαντις ἀλγέων

### 335.5

προλάμβαν’, ὦ φίλα, γόους.

### 340.1

Ελ. τί μοι πόσις μέλεος ἔτλα;

### 340.2

πότερα δέρκεται φάος τέ‐

### 342-343

θριππά θ’ ἁλίου κέλευθά τ’ ἀστέρων

### 344

ἢ ’ν νέκυσι κατὰ χθονὸς

### 345.1

τὰν χρόνιον ἔχει τύχαν; Χο. ἐς τὸ φέρτερον τίθει

### 345.2

τὸ μέλλον ὅτι γενήσεται.

### 345.3

Ελ. σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα

### 345.4

τὸν ὑδρόεντι δόνακι χλωρὸν Εὐρώταν, θανόντος

### 345.5

εἰ βάξις ἔτυμος ἀνδρὸς

### 345.6

†ἅδε μοι τί τάδ’ ἀσύνετα†,

### 353a

φόνιον αἰώρημα

### 353b

διὰ δέρας ὀρέξομαι,

### 354

ἢ ξιφοκτόνον διωγμὸν

### 355.1

αἱμορρύτου σφαγᾶς

### 355.2

αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,

### 357a

θῦμα τριζύγοις θεαῖσι

### 357b

τῶι τε σήραγγας Ἴ‐

### 358.1

δας ἐνίζοντι Πριαμί‐

### 358.2

δαι ποτ’ ἀμφὶ βουστάθμους.

### 360.1

Χο. ἄλλος’ ἀποτροπὰ κακῶν

### 360.2

γένοιτο, τὸ δὲ σὸν εὐτυχές.

### 360.3

Ελ. ἰὼ τάλαινα Τροία,

### 360.4

δι’ ἔργ’ ἄνεργ’ ὄλλυσαι μέλεά τ’ ἔτλας.

### 360.5

τὰ δ’ ἐμὰ δῶρα Κύπριδος ἔτεκε

### 365.1

πολὺ μὲν αἷμα, πολὺ δὲ δάκρυον

### 365.2

†ἄχεά τ’ ἄχεσι δάκρυα δάκρυσιν ἔλαβε πάθεα†,

### 365.3

ματέρες τε παῖδας ὄλεσαν, ἀπὸ δὲ παρθένοι κόμας ἔ‐

### 369a

θεντο σύγγονοι νεκρῶν Σκαμάνδριον

### 369b

ἀμφὶ Φρύγιον οἶδμα.

### 370.1

βοὰν βοὰν δ’ Ἑλλὰς 〈αἶ’〉

### 370.2

ἐκελάδησεν ἀνοτότυξεν,

### 370.3

ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,

### 370.4

ὄνυχι δ’ ἁπαλόχροα γένυν

### 370.5

ἔδευσεν φοινίαισι πλαγαῖς.

### 375

ὦ μάκαρ Ἀρκαδίαι ποτὲ παρθένε

### 376a

Καλλιστοῖ, Διὸς ἃ λεχέων ἀπέ‐

### 376b

βας τετραβάμοσι γυίοις,

### 377.1

ὡς πολὺ κηρὸς ἐμᾶς ἔλαχες πλέον,

### 377.2

ἁ μορφᾶι θηρῶν λαχνογυίων

### 377.3

†ὄμματι λάβρωι σχῆμα λεαίνης†

### 380.1

ἐξαλλάξας’ ἄχθεα λύπας·

### 380.2

ἅν τέ ποτ’ Ἄρτεμις ἐξεχορεύσατο

### 380.3

χρυσοκέρατ’ ἔλαφον Μέροπος Τιτανίδα κούραν

### 380.4

καλλοσύνας ἕνεκεν· τὸ δ’ ἐμὸν δέμας

### 380.5

ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας

### 385.1

ὀλομένους τ’ Ἀχαιούς.

### 385.2

ΜΕΝΕΛΑΟΣ

### 386.1

ὦ τὰς τεθρίππους Οἰνομάωι Πῖσαν κάτα

### 386.2

Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,

### 386.3

εἴθ’ ὤφελες †τόθ’ [ἡνίκ’ ἔρανον εἰς θεοὺς

### 386.4

πεισθεὶς ἐποίεις] ἐν θεοῖς† λιπεῖν βίον,

### 390.1

πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,

### 390.2

ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο

### 390.3

Ἀγαμέμνον’ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν.

### 390.4

πλεῖστον γὰρ οἶμαι—καὶ τόδ’ οὐ κόμπωι λέγω—

### 390.5

στράτευμα κώπηι διορίσαι Τροίαν ἔπι,

### 395.1

τύραννος οὐδὲ πρὸς βίαν στρατηλατῶν,

### 395.2

ἑκοῦσι δ’ ἄρξας Ἑλλάδος νεανίαις.

### 395.3

καὶ τοὺς μὲν οὐκέτ’ ὄντας ἀριθμῆσαι πάρα,

### 395.4

τοὺς δ’ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,

### 395.5

νεκρῶν φέροντας ὀνόματ’ εἰς οἴκους πάλιν. ἐγὼ δ’ ἐπ’ οἶδμα πόντιον γλαυκῆς ἁλὸς

### 395.6

τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου

### 395.7

πύργους ἔπερσα, κἀς πάτραν χρήιζων μολεῖν

### 395.8

οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.

### 395.9

Λιβύης δ’ ἐρήμους ἀξένους τ’ ἐπιδρομὰς

### 405.1

πέπλευκα πάσας· χὤταν ἐγγὺς ὦ πάτρας,

### 405.2

πάλιν μ’ ἀπωθεῖ πνεῦμα κοὔποτ’ οὔριον

### 405.3

ἐσῆλθε λαῖφος ὥστε μ’ ἐς πάτραν μολεῖν.

### 405.4

καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους

### 405.5

ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτραις

### 410.1

πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.

### 410.2

τρόπις δ’ ἐλείφθη ποικίλων ἁρμοσμάτων,

### 410.3

ἐφ’ ἧς ἐσώθην μόλις ἀνελπίστωι τύχηι

### 410.4

Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.

### 410.5

ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼ

### 415.1

οὐκ οἶδ’· ὄχλον γὰρ ἐσπεσεῖν ἠισχυνόμην,

### 415.2

[ὥσθ’ ἱστορῆσαι τὰς ἐμὰς δυσχλαινίας]

### 415.3

κρύπτων ὑπ’ αἰδοῦς τὰς τύχας. ὅταν δ’ ἀνὴρ πράξηι κακῶς ὑψηλός, εἰς ἀηθίαν

### 415.4

πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.

### 420.1

χρεία δὲ τείρει μ’· οὔτε γὰρ σῖτος πάρα

### 420.2

οὔτ’ ἀμφὶ χρῶτ’ ἐσθῆτες· αὐτὰ δ’ εἰκάσαι

### 420.3

πάρεστι ναὸς ἐκβόλοις ἁμπίσχομαι.

### 420.4

πέπλους δὲ τοὺς πρὶν λαμπρά τ’ ἀμφιβλήματα

### 420.5

χλιδάς τε πόντος ἥρπας’· ἐν δ’ ἄντρου μυχοῖς

### 425.1

κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ

### 425.2

ἄρξασαν ἥκω, τούς γε περιλελειμμένους

### 425.3

φίλων φυλάσσειν τἄμ’ ἀναγκάσας λέχη.

### 425.4

μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις

### 425.5

τὰ πρόσφορ’ ἤν πως ἐξερευνήσας λάβω.

### 430.1

ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε

### 430.2

πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινὸς

### 430.3

προσῆλθον· ἐλπὶς δ’ ἔκ γε πλουσίων δόμων

### 430.4

λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ’χόντων βίον

### 430.5

οὐδ’ εἰ θέλοιεν ὠφελεῖν ἔχοιμεν ἄν.

### 435.1

ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,

### 435.2

ὅστις διαγγείλειε τἄμ’ ἔσω κακά;

### 435.3

ΓΡΑΥΣ

### 437.1

τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξηι δόμων

### 437.2

καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις

### 437.3

ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῆι

### 440.1

Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.

### 440.2

Με. ὦ γραῖα, †ταῦτα ταῦτ’ ἔπη καλῶς λέγεις†

### 440.3

ἔξεστι, πείσομαι γάρ· ἀλλ’ ἄνες χόλου.

### 440.4

Γρ. ἄπελθ’· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,

### 440.5

μηδένα πελάζειν τοισίδ’ Ἑλλήνων δόμοις.

### 445.1

Με. ἆ, μὴ πρόσειε χεῖρα μηδ’ ὤθει βίαι.

### 445.2

Γρ. πείθηι γὰρ οὐδὲν ὧν λέγω, σὺ δ’ αἴτιος.

### 445.3

Με. ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ...

### 445.4

Γρ. πικρῶς †ἂν οἶμαί γ’ ἀγγελεῖν† τοὺς σοὺς λόγους.

### 445.5

Με. ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. Γρ. οἶκον πρὸς ἄλλον νύν τιν’ ἀντὶ τοῦδ’ ἴθι.

### 445.6

Με. οὔκ, ἀλλ’ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.

### 445.7

Γρ. ὀχληρὸς ἴσθ’ ὤν· καὶ τάχ’ ὠσθήσηι βίαι.

### 445.8

Με. αἰαῖ· τὰ κλεινὰ ποῦ ’στί μοι στρατεύματα;

### 445.9

Γρ. οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ’, οὐκ ἐνθάδε.

### 455.1

Με. ὦ δαῖμον, ὡς ἀνάξι’ ἠτιμώμεθα.

### 455.2

Γρ. τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίν’ οἰκτρὸς εἶ;

### 455.3

Με. πρὸς τὰς πάροιθε συμφορὰς εὐδαίμονας.

### 455.4

Γρ. οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;

### 455.5

Με. τίς δ’ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;

### 460.1

Γρ. Πρωτέως τάδ’ ἐστὶ δώματ’, Αἴγυπτος δὲ γῆ.

### 460.2

Με. Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκ’ ἄρα.

### 460.3

Γρ. τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;

### 460.4

Με. οὐ τοῦτ’ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.

### 460.5

Γρ. πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.

### 465.1

Με. ἔστ’ οὖν ἐν οἴκοις ὅντιν’ ὀνομάζεις ἄναξ;

### 465.2

Γρ. τόδ’ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ’ ἄρχει χθονός.

### 465.3

Με. ποῦ δῆτ’ ἂν εἴη; πότερον ἐκτὸς ἢ ’ν δόμοις;

### 465.4

Γρ. οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.

### 465.5

Με. τίν’ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;

### 470.1

Γρ. Ἑλένη κατ’ οἴκους ἐστὶ τούσδ’ ἡ τοῦ Διός.

### 470.2

Με. πῶς φήις; τίν’ εἶπας μῦθον; αὖθίς μοι φράσον.

### 470.3

Γρ. ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ’ ἦν.

### 470.4

Με. πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμ’ ἔχει λόγον;

### 470.5

Γρ. Λακεδαίμονος γῆς δεῦρο νοστήσας’ ἄπο.

### 475.1

Με. πότ’; οὔ τί που λελήισμεθ’ ἐξ ἄντρων λέχος;

### 475.2

Γρ. πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν’, ἐς Τροίαν μολεῖν.

### 475.3

ἀλλ’ ἕρπ’ ἀπ’ οἴκων· ἔστι γάρ τις ἐν δόμοις

### 475.4

τύχη, τύραννος ἧι ταράσσεται δόμος.

### 475.5

καιρὸν γὰρ οὐδέν’ ἦλθες· ἢν δὲ δεσπότης

### 480.1

λάβηι σε, θάνατος ξένιά σοι γενήσεται.

### 480.2

εὔνους γάρ εἰμ’ Ἕλλησιν, οὐχ ὅσον πικροὺς

### 480.3

λόγους ἔδωκα δεσπότην φοβουμένη.

### 480.4

Με. τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας

### 480.5

ἐκ τῶν πάροιθε τὰς παρεστώσας κλύω,

### 485.1

εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων

### 485.2

ἥκω δάμαρτα καὶ κατ’ ἄντρα σώιζεται,

### 485.3

ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις

### 485.4

δάμαρτος ἄλλη τοισίδ’ ἐνναίει δόμοις.

### 485.5

Διὸς δ’ ἔλεξε παῖδά νιν πεφυκέναι·

### 490.1

ἀλλ’ ἦ τις ἔστι Ζηνὸς ὄνομ’ ἔχων ἀνὴρ

### 490.2

Νείλου παρ’ ὄχθας; εἶς γὰρ ὅ γε κατ’ οὐρανόν.

### 490.3

Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ

### 490.4

τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;

### 490.5

διπλοῦν δὲ Τυνδάρειον ὄνομα κλήιζεται,

### 495.1

Λακεδαίμονος δὲ γαῖά τις ξυνώνυμος

### 495.2

Τροίας τ’; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.

### 495.3

πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῆι χθονὶ

### 495.4

ὀνόματα ταὔτ’ ἔχουσι καὶ πόλις πόλει γυνὴ γυναικί τ’· οὐδὲν οὖν θαυμαστέον. οὐδ’ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·

### 495.5

ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας

### 495.6

ὃς ὄνομ’ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.

### 495.7

[κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ’ ὃς ἧψά νιν,

### 495.8

Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσηι χθονί.

### 505.1

δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι

### 505.2

ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ἦι,

### 505.3

κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·

### 505.4

ἢν δ’ ἐνδιδῶι τι μαλθακόν, τὰ πρόσφορα

### 505.5

τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.]

### 510.1

κακῶν τόδ’ ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,

### 510.2

ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα

### 510.3

βίον προσαιτεῖν· ἀλλ’ ἀναγκαίως ἔχει.

### 510.4

λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφῶν δέ του,

### 510.5

δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.

### 515.1

Χο. ἤκουσα τᾶς θεσπιωιδοῦ κόρας

### 515.2

ἃ χρήιζους’ ἐπλάθην τυράννοις δόμοισιν,

### 515.3

ὡς Μενέλαος οὔ‐

### 515.4

πω μελαμφαὲς οἴχεται

### 515.5

δι’ ἔρεβος χθονὶ κρυφθείς,

### 520.1

ἀλλ’ ἔτι κατ’ οἶδμ’ ἅλιον

### 520.2

τρυχόμενος οὔπω λιμένων

### 520.3

ψαύσειεν πατρίας γᾶς,

### 520.4

ἀλατείαι βιότου

### 520.5

ταλαίφρων, ἄφιλος φίλων,

### 525.1

παντοδαπᾶς ἐπὶ γᾶς πέδον

### 525.2

χριμπτόμενος εἰναλίωι

### 525.3

κώπαι Τρωιάδος ἐκ γᾶς.

### 525.4

Ελ. ἥδ’ αὖ τάφου τοῦδ’ εἰς ἕδρας ἐγὼ πάλιν

### 525.5

στείχω, μαθοῦσα Θεονόης φίλους λόγους.

### 530.1

[ἣ πάντ’ ἀληθῶς οἶδε· φησὶ δ’ ἐν φάει

### 530.2

πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,

### 530.3

πορθμοὺς δ’ ἀλᾶσθαι μυρίους πεπλωκότα

### 530.4

ἐκεῖσε κἀκεῖς’ οὐδ’ ἀγύμναστον πλάνοις,

### 530.5

ἥξειν 〈δ’〉 ὅταν δὴ πημάτων λάβηι τέλος.

### 535.1

ἓν δ’ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.

### 535.2

ἐγὼ δ’ ἀπέστην τοῦτ’ ἐρωτῆσαι σαφῶς,

### 535.3

ἡσθεῖς’ ἐπεί νιν εἶπέ μοι σεσωμένον.

### 535.4

ἐγγὺς δέ νίν που τῆσδ’ ἔφασκ’ εἶναι χθονός,

### 535.5

ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.

### 540.1

ὤμοι, πόθ’ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.]

### 540.2

ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι

### 540.3

Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;

### 540.4

οὐχ ὡς δρομαία πῶλος ἢ βάκχη θεοῦ

### 540.5

τάφωι ξυνάψω κῶλον; ἄγριος δέ τις

### 545.1

μορφὴν ὅδ’ ἐστὶν ὅς με θηρᾶται λαβεῖν.

### 545.2

Με. σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην

### 545.3

τύμβου ’πὶ κρηπῖδ’ ἐμπύρους τ’ ὀρθοστάτας,

### 545.4

μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν

### 545.5

ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης. Ελ. ἀδικούμεθ’, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ

### 545.6

τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ’ ἑλὼν θέλει δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.

### 545.7

Με. οὐ κλῶπές ἐσμεν οὐδ’ ὑπηρέται κακῶν.

### 545.8

Ελ. καὶ μὴν στολήν γ’ ἄμορφον ἀμφὶ σῶμ’ ἔχεις.

### 555.1

Με. στῆσον, φόβον μεθεῖσα, λαιψηρὸν πόδα.

### 555.2

Ελ. ἵστημ’, ἐπεί γε τοῦδ’ ἐφάπτομαι τάφου.

### 555.3

Με. τίς εἶ; τίν’ ὄψιν σήν, γύναι, προσδέρκομαι;

### 555.4

Ελ. σὺ δ’ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ’ ἔχει λόγος.

### 555.5

Με. οὐπώποτ’ εἶδον προσφερέστερον δέμας.

### 560.1

Ελ. ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.

### 560.2

〈Με. Ἑλληνὶς εἶ τις ἢ ’πιχωρία γυνή;〉

### 560.3

Ελ. Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

### 560.4

Με. Ἑλένηι ς’ ὁμοίαν δὴ μάλιστ’ εἶδον, γύναι.

### 560.5

Ελ. ἐγὼ δὲ Μενέλεώι γε ς’· οὐδ’ ἔχω τί φῶ.

### 565.1

Με. ἔγνως ἄρ’ ὀρθῶς ἄνδρα δυστυχέστατον.

### 565.2

Ελ. ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.

### 565.3

Με. ποίας δάμαρτος; μὴ θίγηις ἐμῶν πέπλων.

### 565.4

Ελ. ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.

### 565.5

Με. ὦ φωσφόρ’ Ἑκάτη, πέμπε φάσματ’ εὐμενῆ.

### 570.1

Ελ. οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ’ ὁρᾶις.

### 570.2

Με. οὐ μὴν γυναικῶν γ’ εἷς δυοῖν ἔφυν πόσις.

### 570.3

Ελ. ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;

### 570.4

Με. ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.

### 570.5

Ελ. οὐκ ἔστιν ἄλλη σή τις ἀντ’ ἐμοῦ γυνή.

### 575.1

Με. οὔ που φρονῶ μὲν εὖ, τὸ δ’ ὄμμα μου νοσεῖ;

### 575.2

Ελ. οὐ γάρ με λεύσσων σὴν δάμαρθ’ ὁρᾶν δοκεῖς;

### 575.3

Με. τὸ σῶμ’ ὅμοιον, τὸ δὲ σαφές γ’ ἀποστατεῖ. Ελ. σκέψαι· τί σοι δεῖ πίστεως σαφεστέρας;

### 575.4

Με. ἔοικας· οὔτοι τοῦτό γ’ ἐξαρνήσομαι.

### 580.1

Ελ. τίς οὖν διδάξει ς’ ἄλλος ἢ τὰ ς’ ὄμματα;

### 580.2

Με. ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ’ ἄλλην ἔχω.

### 580.3

Ελ. οὐκ ἦλθον ἐς γῆν Τρωιάδ’, ἀλλ’ εἴδωλον ἦν.

### 580.4

Με. καὶ τίς βλέποντα σώματ’ ἐξεργάζεται;

### 580.5

Ελ. αἰθήρ, ὅθεν σὺ θεοπόνητ’ ἔχεις λέχη.

### 585.1

Με. τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.

### 585.2

Ελ. Ἥρας, διάλλαγμ’, ὡς Πάρις με μὴ λάβοι.

### 585.3

Με. πῶς οὖν; ἅμ’ ἐνθάδ’ ἦσθ’ 〈ἄρ’〉 ἐν Τροίαι θ’ ἅμα;

### 585.4

Ελ. τοὔνομα γένοιτ’ ἂν πολλαχοῦ, τὸ σῶμα δ’ οὔ.

### 585.5

Με. μέθες με· λύπης ἅλις ἔχων ἐλήλυθα.

### 590.1

Ελ. λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν’ ἐξάξεις λέχη;

### 590.2

Με. καὶ χαῖρέ γ’, Ἑλένηι προσφερὴς ὁθούνεκ’ εἶ.

### 590.3

Ελ. ἀπωλόμην· λαβοῦσά ς’ οὐχ ἕξω πόσιν.

### 590.4

Με. τοὐκεῖ με μέγεθος τῶν κακῶν πείθει, σὺ δ’ οὔ.

### 590.5

Ελ. οἲ ’γώ· τίς ἡμῶν ἐγένετ’ ἀθλιωτέρα;

### 595.1

οἱ φίλτατοι λείπουσί μ’ οὐδ’ ἀφίξομαι

### 595.2

Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.

### 595.3

ΘΕΡΑΠΩΝ

### 597.1

Μενέλαε, μαστεύων σε κιγχάνω μόλις,

### 597.2

πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,

### 597.3

πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο. Με. τί δ’ ἔστιν; οὔ που βαρβάρων συλᾶσθ’ ὕπο;

### 597.4

Θε. θαυμάστ’, ἔλασσον τοὔνομ’ ἢ τὸ πρᾶγμ’ ἔχον.

### 597.5

Με. λέγ’· ὡς φέρεις τι τῆιδε τῆι σπουδῆι νέον.

### 597.6

Θε. λέγω πόνους σε μυρίους τλῆναι μάτην. Με. παλαιὰ θρηνεῖς πήματ’· ἀγγέλλεις δὲ τί;

### 605.1

Θε. βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς

### 605.2

ἀρθεῖς’ ἄφαντος· οὐρανῶι δὲ κρύπτεται

### 605.3

λιποῦσα σεμνὸν ἄντρον οὗ σφ’ ἐσώιζομεν,

### 605.4

τοσόνδε λέξας’· Ὦ ταλαίπωροι Φρύγες

### 605.5

πάντες τ’ Ἀχαιοί, δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις

### 610.1

ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνήισκετε,

### 610.2

δοκοῦντες Ἑλένην οὐκ ἔχοντ’ ἔχειν Πάριν.

### 610.3

ἐγὼ δ’, ἐπειδὴ χρόνον ἔμειν’ ὅσον μ’ ἐχρῆν,

### 610.4

τὸ μόρσιμον σώσασα πατέρ’ ἐς οὐρανὸν

### 610.5

ἄπειμι· φήμας δ’ ἡ τάλαινα Τυνδαρὶς

### 615.1

ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.

### 615.2

ὦ χαῖρε, Λήδας θύγατερ· ἐνθάδ’ ἦσθ’ ἄρα.

### 615.3

ἐγὼ δέ ς’ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς

### 615.4

ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον

### 615.5

δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν

### 620.1

ἡμᾶς τόδ’ αὖθις, ὡς ἅδην ἐν Ἰλίωι

### 620.2

πόνους παρεῖχες σῶι πόσει καὶ συμμάχοις.

### 620.3

Με. τοῦτ’ ἔστ’ ἐκεῖνο· ξυμβεβᾶσί μοι λόγοι

### 620.4

οἱ τῆσδ’ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,

### 620.5

ἥ ς’ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.

### 625.1

Ελ. ὦ φίλτατ’ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος

### 625.2

παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.

### 625.3

ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,

### 625.4

περί τ’ ἐπέτασα χέρα φίλιον ἐν μακρᾶι

### 625.5

φλογὶ φαεσφόρωι.

### 630.1

Με. κἀγὼ σέ· πολλοὺς δ’ ἐν μέσωι λόγους ἔχων

### 630.2

οὐκ οἶδ’ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν. Ελ. γέγηθα, κρατὶ δ’ ὀρθίους ἐθείρας

### 630.3

ἀνεπτέρωσα καὶ δάκρυ σταλάσσω,

### 630.4

περὶ δὲ γυῖα χέρας ἔβαλον ἡδονάν,

### 635.1

ὦ πόσις, ὡς λάβω.

### 635.2

Με. ὦ φιλτάτα πρόσοψις, οὐκ ἐμέμφθην·

### 635.3

†ἔχω τὰ τοῦ Διὸς λέκτρα Λήδας τε.†

### 635.4

Ελ. ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι

### 639-640

ξυνομαίμονες ὤλβισαν ὤλβισαν ...

### 641.1

Με. τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας ς’ ἐμοῦ

### 641.2

πρὸς ἄλλαν ἐλαύνει

### 641.3

θεὸς συμφορὰν τᾶσδε κρείσσω.

### 641.4

Ελ. τὸ κακὸν δ’ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγεν, ὦ πόσι,

### 645.1

χρόνιον, ἀλλ’ ὅμως· ὀναίμαν τύχας.

### 645.2

Με. ὄναιο δῆτα· ταὐτὰ δὲ ξυνεύχομαι·

### 645.3

δυοῖν γὰρ ὄντοιν οὐχ ὁ μὲν τλήμων, ὁ δ’ οὔ.

### 645.4

Ελ. φίλαι φίλαι,

### 645.5

τὰ πάρος οὐκέτι στένομεν οὐδ’ ἀλγῶ. πόσιν ἔχομεν ἔχομεν ἐμὸν 〈ἐμὸν〉 ὃν ἔμενον ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.

### 645.6

Με. ἔχεις, ἔχω τε ς’· ἡλίους δὲ μυρίους

### 645.7

μόλις διελθὼν ἠισθόμην τὰ τῆς θεοῦ.

### 645.8

Ελ. ἐμὰ δὲ χαρμονᾶι δάκρυα πλέον ἔχει

### 655.1

χάριτος ἢ λύπας.

### 655.2

Με. τί φῶ; τίς ἂν τάδ’ ἤλπισεν βροτῶν ποτε;

### 655.3

Ελ. ἀδόκητον ἔχω σε πρὸς στέρνοις.

### 655.4

Με. κἀγὼ σέ, τὴν δοκοῦσαν Ἰδαίαν πόλιν

### 655.5

μολεῖν Ἰλίου τε μελέους πύργους.

### 660.1

πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;

### 660.2

Ελ. ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις·

### 660.3

ἒ ἔ· πικρὰν δ’ ἐρευνᾶις φάτιν.

### 660.4

Με. λέγ’, ὡς ἀκουστά· πάντα δῶρα δαιμόνων.

### 664a

Ελ. ἀπέπτυσα μὲν λόγον οἶον

### 664b

οἷον ἐσοισόμεθα.

### 665.1

Με. ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.

### 665.2

Ελ. οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία

### 665.3

πετομένας κώπας, πετομένου δ’ ἔρω‐

### 665.4

τος ἀδίκων γάμων ...

### 665.5

Με. τίς 〈—〉 σε δαίμων ἢ πότμος συλᾶι πάτρας;

### 670.1

Ελ. ὁ Διὸς ὁ Διὸς ὦ πόσι με παῖς 〈Μαίας τ’〉

### 670.2

ἐπέλασεν Νείλωι.

### 670.3

Με. θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.

### 670.4

Ελ. κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω δάκρυσιν· ἁ Διός μ’ ἄλοχος ὤλεσεν.

### 675.1

Με. Ἥρα; τί νῶιν χρήιζουσα προσθεῖναι κακόν;

### 675.2

Ελ. ὤμοι ἐγὼ κείνων λουτρῶν καὶ κρηνᾶν,

### 675.3

ἵνα θεαὶ μορφὰν ἐφαίδρυναν, εὖτ’

### 675.4

ἔμολον ἐς κρίσιν.

### 675.5

Με. †τὰ δ’ εἰς κρίσιν σοι τῶνδ’ ἔθηχ’ Ἥρα κακῶν;†

### 680.1

Ελ. Πάριν ὡς ἀφέλοιτο ... Με. πῶς; αὔδα.

### 680.2

Ελ. Κύπρις ὧι μ’ ἐπένευσεν ... Με. ὦ τλᾶμον.

### 680.3

Ελ. τλάμονα τλάμον’ ὧδ’ ἐπέλας’ Αἰγύπτωι.

### 680.4

Με. εἶτ’ ἀντέδωκ’ εἴδωλον, ὡς σέθεν κλύω.

### 680.5

Ελ. τὰ δὲ 〈σὰ〉 κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ‐

### 685.1

τερ, οἲ ’γώ. Με. τί φήις;

### 685.2

Ελ. οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον

### 685.3

δι’ ἐμὰν κατεδήσατο δύσγαμον αἰσχύναν.

### 685.4

Με. ὤμοι· θυγατρὸς δ’ Ἑρμιόνης ἔστιν λόγος;

### 685.5

Ελ. ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει

### 690.1

γάμον ἄγαμον †αἰσχύνα†.

### 690.2

Με. ὦ πᾶν κατ’ ἄκρας δῶμ’ ἐμὸν πέρσας Πάρις.

### 690.3

Ελ. τάδε καὶ σὲ διώλεσε μυριάδας τε

### 690.4

χαλκεόπλων Δαναῶν.

### 690.5

ἐμὲ δὲ πατρίδος ἀπο〈πρὸ〉 κακόποτμον ἀραῖ‐

### 695.1

ον ἔβαλε θεὸς ἀπὸ πόλεος ἀπό τε σέθεν,

### 695.2

ὅτε μέλαθρα λέχεά τ’ ἔλιπον οὐ λιποῦς’

### 695.3

ἐπ’ αἰσχροῖς γάμοις.

### 695.4

Χο. εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος

### 695.5

τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν. Θε. Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,

### 695.6

ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ’ ἔχω.

### 695.7

Με. ἀλλ’, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.

### 695.8

Θε. οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίωι βραβεύς;

### 695.9

Με. οὐχ ἥδε· πρὸς θεῶν δ’ ἦμεν ἠπατημένοι

### 705.1

[νεφέλης ἄγαλμ’ ἔχοντες ἐν χεροῖν λυγρόν].

### 705.2

Θε. [τί φήις;]

### 705.3

νεφέλης ἄρ’ ἄλλως εἴχομεν πόνους πέρι;

### 705.4

Με. Ἥρας τάδ’ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.

### 705.5

Θε. τί δ’; ὡς ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;

### 710.1

Με. αὕτη· λόγοις ἐμοῖσι πίστευσον τάδε.

### 710.2

Θε. ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον

### 710.3

καὶ δυστέκμαρτον, εὖ δέ πως πάντα στρέφει

### 710.4

[ἐκεῖσε κἀκεῖς’ ἀναφέρων· ὁ μὲν πονεῖ,

### 710.5

ὁ δ’ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,

### 715.1

βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.

### 715.2

σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,

### 715.3

σὺ μὲν λόγοισιν, ὁ δὲ δορὸς προθυμίαι.

### 715.4

σπεύδων δ’ ὅτ’ ἔσπευδ’ οὐδὲν εἶχε· νῦν δ’ ἔχει

### 715.5

αὐτόματα πράξας τἀγάθ’ εὐτυχέστατα].

### 720.1

οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω ἤισχυνας οὐδ’ ἔδρασας οἷα κλήιζεται.

### 720.2

νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν

### 720.3

καὶ λαμπάδων μεμνήμεθ’ ἃς τετραόροις

### 720.4

ἵπποις τροχάζων παρέφερον· σὺ δ’ ἐν δίφροις

### 725.1

σὺν τῶιδε νύμφη δῶμ’ ἔλειπες ὄλβιον.

### 725.2

κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν

### 725.3

καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.

### 725.4

[ἐγὼ μὲν εἴην, κεἰ πέφυχ’ ὅμως λάτρις,

### 725.5

ἐν τοῖσι γενναίοισιν ἠριθμημένος

### 730.1

δούλοισι, τοὔνομ’ οὐκ ἔχων ἐλεύθερον,

### 730.2

τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδ’ ἢ δυοῖν κακοῖν

### 730.3

ἕν’ ὄντα χρῆσθαι, τὰς φρένας τ’ ἔχειν κακὰς

### 730.4

ἄλλων τ’ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.]

### 730.5

Με. ἄγ’, ὦ γεραιέ, πολλὰ μὲν παρ’ ἀσπίδα

### 735.1

μοχθήματ’ ἐξέπλησας ἐκπονῶν ἐμοί,

### 735.2

καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας

### 735.3

ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις

### 735.4

τάδ’ ὡς ἔχονθ’ ηὕρηκας οὗ τ’ ἐσμὲν τύχης,

### 735.5

μένειν τ’ ἐπ’ ἀκταῖς τούς τ’ ἐμοὺς καραδοκεῖν

### 740.1

ἀγῶνας οἳ μένουσί μ’, ὡς ἐλπίζομεν,

### 740.2

εἰ τήνδε πως δυναίμεθ’ ἐκκλέψαι χθονός,

### 740.3

φρουρεῖν 〈θ’〉 ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης

### 740.4

ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.

### 740.5

Θε. ἔσται τάδ’, ὦναξ, ἀλλά τοι τὰ μάντεων

### 745.1

ἐσεῖδον ὡς φαῦλ’ ἐστὶ καὶ ψευδῶν πλέα.

### 745.2

[οὐδ’ ἦν ἄρ’ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς

### 745.3

οὐδὲ πτερωτῶν φθέγματ’· εὔηθες δέ τοι

### 745.4

τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.]

### 745.5

Κάλχας γὰρ οὐκ εἶπ’ οὐδ’ ἐσήμηνε στρατῶι νεφέλης ὑπερθνήισκοντας εἰσορῶν φίλους

### 745.6

οὐδ’ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.

### 745.7

[εἴποις ἄν, οὕνεχ’ ὁ θεὸς οὐκ ἠβούλετο.

### 745.8

τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ

### 745.9

θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ’ ἐᾶν·

### 755.1

βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,

### 755.2

κοὐδεὶς ἐπλούτης’ ἐμπύροισιν ἀργὸς ὤν·

### 755.3

γνώμη δ’ ἀρίστη μάντις ἥ τ’ εὐβουλία.]

### 755.4

Χο. ἐς ταὐτὸ κἀμοὶ δόξα μάντεων πέρι

### 755.5

χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν

### 760.1

φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.

### 760.2

Ελ. εἶἑν· τὰ μὲν δὴ δεῦρ’ ἀεὶ καλῶς ἔχει.

### 760.3

ὅπως δ’ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο

### 760.4

κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις

### 760.5

[τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά].

### 765.1

Με. ἦ πόλλ’ ἀνήρου μ’ ἑνὶ λόγωι μιᾶι θ’ ὁδῶι.

### 765.2

τί σοι λέγοιμ’ ἂν τὰς ἐν Αἰγαίωι φθορὰς

### 765.3

τὰ Ναυπλίου τ’ Εὐβοικὰ πυρπολήματα

### 765.4

Κρήτης τε Λιβύης θ’ ἃς ἐπεστράφην πόλεις

### 765.5

σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί ς’ ἂν

### 770.1

μύθοις, λέγων δ’ ἄν σοι κάκ’ ἀλγοίην ἔτι

### 770.2

[πάσχων τ’ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν].

### 770.3

Ελ. καὶ πλείον’ εἶπας ἤ ς’ ἀνηρόμην ἐγώ.

### 770.4

ἓν δ’ εἰπὲ τἄλλα παραλιπών· πόσον χρόνον

### 770.5

πόντου ’πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;

### 775.1

Με. ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίαι δέκα

### 775.2

ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.

### 775.3

Ελ. φεῦ φεῦ· μακρόν γ’ ἔλεξας, ὦ τάλας, χρόνον·

### 775.4

σωθεὶς δ’ ἐκεῖθεν ἐνθάδ’ ἦλθες ἐς σφαγάς.

### 775.5

Με. πῶς φήις; τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.

### 780.1

Ελ. [φεῦγ’ ὡς τάχιστα τῆσδ’ ἀπαλλαχθεὶς χθονός.]

### 780.2

θανῆι πρὸς ἀνδρὸς οὗ τάδ’ ἐστὶ δώματα.

### 780.3

Με. τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;

### 780.4

Ελ. ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.

### 780.5

Με. ἦ γὰρ γαμεῖν τις τἄμ’ ἐβουλήθη λέχη;

### 785.1

Ελ. ὕβριν γ’ ὑβρίζων ἐς ἐμέ, κἂν ἔτλην ἐγώ.

### 785.2

Με. ἰδίαι σθένων τις ἢ τυραννεύων χθονός;

### 785.3

Ελ. ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.

### 785.4

Με. τόδ’ ἔστ’ ἐκεῖν’ αἴνιγμ’ ὃ προσπόλου κλύω.

### 785.5

Ελ. ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;

### 790.1

Με. τοῖσδ’, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.

### 790.2

Ελ. οὔ που προσήιτεις βίοτον; ὦ τάλαιν’ ἐγώ.

### 790.3

Με. τοὔργον μὲν ἦν τοῦτ’, ὄνομα δ’ οὐκ εἶχεν τόδε.

### 790.4

Ελ. πάντ’ οἶσθ’ ἄρ’, ὡς ἔοικας, ἀμφ’ ἐμῶν γάμων.

### 790.5

Με. οἶδ’· εἰ δὲ λέκτρα διέφυγες, τόδ’ οὐκ ἔχω.

### 795.1

Ελ. ἄθικτον εὐνὴν ἴσθι σοι σεσωμένην.

### 795.2

Με. τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.

### 795.3

Ελ. ὁρᾶις τάφου τοῦδ’ ἀθλίους ἕδρας ἐμάς;

### 795.4

Με. ὁρῶ, τάλαινα, στιβάδας· ὧν τί σοι μέτα;

### 795.5

Ελ. ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς. Με. βωμοῦ σπανίζους’ ἢ νόμοισι βαρβάροις;

### 795.6

Ελ. ἐρρύεθ’ ἡμᾶς τοῦτ’ ἴσον ναοῖς θεῶν.

### 795.7

Με. οὐδ’ ἄρα πρὸς οἴκους ναυστολεῖν 〈σ’〉 ἔξεστί μοι;

### 795.8

Ελ. ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.

### 795.9

Με. οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.

### 805.1

Ελ. μή νυν καταιδοῦ, φεῦγε δ’ ἐκ τῆσδε χθονός.

### 805.2

Με. λιπὼν σέ; Τροίαν ἐξέπερσα σὴν χάριν.

### 805.3

Ελ. κρεῖσσον γὰρ ἤ σε τἄμ’ ἀποκτεῖναι λέχη.

### 805.4

Με. ἄνανδρά γ’ εἶπας Ἰλίου τ’ οὐκ ἄξια.

### 805.5

Ελ. οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.

### 810.1

Με. οὕτω σιδήρωι τρωτὸν οὐκ ἔχει δέμας;

### 810.2

Ελ. εἴσηι· τὸ τολμᾶν δ’ ἀδύνατ’ ἀνδρὸς οὐ σοφοῦ.

### 810.3

Με. σιγῆι παράσχω δῆτ’ ἐμὰς δῆσαι χέρας;

### 810.4

Ελ. ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.

### 810.5

Με. δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.

### 815.1

Ελ. μί’ ἔστιν ἐλπὶς ἦι μόνηι σωθεῖμεν ἄν.

### 815.2

Με. ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;

### 815.3

Ελ. εἰ μὴ τύραννός 〈σ’〉 ἐκπύθοιτ’ ἀφιγμένον.

### 815.4

Με. οὐ γνώσεταί μ’ ὅς εἰμ’, ἐγὦιδ’· ἐρεῖ δὲ τίς;

### 815.5

Ελ. ἔστ’ ἔνδον αὐτῶι ξύμμαχος θεοῖς ἴση.

### 820.1

Με. φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;

### 820.2

Ελ. οὔκ, ἀλλ’ ἀδελφή· Θεονόην καλοῦσί νιν.

### 820.3

Με. χρηστήριον μὲν τοὔνομ’· ὅτι δὲ δρᾶι φράσον. Ελ. πάντ’ οἶδ’, ἐρεῖ τε συγγόνωι παρόντα σε.

### 820.4

Με. θνήισκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.

### 825.1

Ελ. ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν ...

### 825.2

Με. τί χρῆμα δρᾶσαι; τίν’ ὑπάγεις μ’ ἐς ἐλπίδα;

### 825.3

Ελ. παρόντα γαίαι μὴ φράσαι σε συγγόνωι.

### 825.4

Με. πείσαντε δ’ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;

### 825.5

Ελ. κοινῆι γ’ ἐκείνηι ῥαιδίως, λάθραι δ’ ἂν οὔ.

### 830.1

Με. σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.

### 830.2

Ελ. ὡς οὐκ ἄχρωστα γόνατ’ ἐμῶν ἕξει χερῶν.

### 830.3

Με. φέρ’, ἢν δὲ δὴ νῶιν μὴ ἀποδέξηται λόγους;

### 830.4

Ελ. θανῆι· γαμοῦμαι δ’ ἡ τάλαιν’ ἐγὼ βίαι.

### 830.5

Με. προδότις ἂν εἴης· τὴν βίαν σκήψας’ ἔχεις.

### 835.1

Ελ. ἀλλ’ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα ...

### 835.2

Με. τί φήις; θανεῖσθαι; κοὔποτ’ ἀλλάξεις λέχη;

### 835.3

Ελ. ταὐτῶι ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.

### 835.4

Με. ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.

### 835.5

Ελ. ψαύω, θανόντος σοῦ τόδ’ ἐκλείψειν φάος.

### 840.1

Με. κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.

### 840.2

Ελ. πῶς οὖν θανούμεθ’ ὥστε καὶ δόξαν λαβεῖν;

### 840.3

Με. τύμβου ’πὶ νώτοις σὲ κτανὼν ἐμὲ κτενῶ.

### 840.4

πρῶτον δ’ ἀγῶνα μέγαν ἀγωνιούμεθα

### 840.5

λέκτρων ὑπὲρ σῶν· ὁ δὲ θέλων ἴτω πέλας.

### 845.1

τὸ Τρωϊκὸν γὰρ οὐ καταισχυνῶ κλέος

### 845.2

οὐδ’ Ἑλλάδ’ ἐλθὼν λήψομαι πολὺν ψόγον,

### 845.3

ὅστις Θέτιν μὲν ἐστέρης’ Ἀχιλλέως,

### 845.4

Τελαμωνίου δ’ Αἴαντος εἰσεῖδον σφαγὰς

### 845.5

τὸν Νηλέως τ’ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ’ ἐγώ;

### 845.6

μάλιστά γ’· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,

### 845.7

εὔψυχον ἄνδρα πολεμίων θανόνθ’ ὕπο

### 845.8

κούφηι καταμπίσχουσιν ἐν τύμβωι χθονί,

### 845.9

κακοὺς δ’ ἐφ’ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.

### 855.1

Χο. ὦ θεοί, γενέσθω δή ποτ’ εὐτυχὲς γένος

### 855.2

τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.

### 855.3

Ελ. οἲ ’γὼ τάλαινα· τῆς τύχης γὰρ ὧδ’ ἔχω·

### 855.4

Μενέλαε, διαπεπράγμεθ’· ἐκβαίνει δόμων

### 855.5

ἡ θεσπιωιδὸς Θεονόη· κτυπεῖ δόμος

### 860.1

κλήιθρων λυθέντων. φεῦγ’· ἀτὰρ τί φευκτέον;

### 860.2

ἀποῦσα γάρ σε καὶ παροῦς’ ἀφιγμένον

### 860.3

δεῦρ’ οἶδεν. ὦ δύστηνος, ὡς ἀπωλόμην.

### 860.4

Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς

### 860.5

ἐς βάρβαρ’ ἐλθὼν φάσγαν’ αὖθις ἐμπεσῆι.

### 865

ΘΕΟΝΟΗ

### 865.1

ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας

### 865.2

θείου τε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,

### 865.3

ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·

### 865.4

σὺ δ’ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ

### 865.5

στείβων ἀνοσίωι, δὸς καθαρσίωι φλογί,

### 870.1

κροῦσόν τε πεύκην, ἵνα διεξέλθω, πάρος·

### 870.2

νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάλιν

### 870.3

ἐφέστιον φλόγ’ ἐς δόμους κομίζετε.

### 870.4

Ἑλένη, τί τἀμά—πῶς ἔχει; —θεσπίσματα;

### 870.5

ἥκει πόσις σὸς Μενέλεως ὅδ’ ἐμφανής,

### 875.1

νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.

### 875.2

ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,

### 875.3

οὐδ’ οἶσθα νόστον οἴκαδ’ εἴτ’ αὐτοῦ μενεῖς·

### 875.4

ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι

### 875.5

ἔσται πάρεδρος Ζηνὶ τῶιδ’ ἐν ἤματι.

### 880.1

Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,

### 880.2

νῦν ἐστιν εὔνους κἀς πάτραν σῶσαι θέλει

### 880.3

ξὺν τῆιδ’, ἵν’ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους

### 880.4

δώρημα Κύπριδος ψευδονύμφευτον μάθηι·

### 880.5

Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,

### 885.1

ὡς μὴ ’ξελεγχθῆι μηδὲ πριαμένη φανῆι

### 885.2

τὸ κάλλος Ἑλένης οὕνεκ’ ἀνονήτοις γάμοις.

### 885.3

τέλος δ’ ἐφ’ ἡμῖν εἴθ’, ἃ βούλεται Κύπρις,

### 885.4

λέξας’ ἀδελφῶι 〈σ’〉 ἐνθάδ’ ὄντα διολέσω

### 885.5

εἴτ’ αὖ μεθ’ Ἥρας στᾶσα σὸν σώσω βίον,

### 890.1

κρύψας’ ὅμαιμον, ὅς με προστάσσει τάδε

### 890.2

εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχηις.

### 890.3

[τίς εἶς’ ἀδελφῶι τόνδε σημανῶν ἐμῶι

### 890.4

παρόνθ’, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχηι;]

### 890.5

Ελ. ὦ παρθέν’, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ

### 895.1

καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα

### 895.2

ὑπέρ τ’ ἐμαυτῆς τοῦδέ θ’, ὃν μόλις ποτὲ

### 895.3

λαβοῦς’ ἐπ’ ἀκμῆς εἰμι κατθανόντ’ ἰδεῖν·

### 895.4

μή μοι κατείπηις σῶι κασιγνήτωι πόσιν

### 895.5

τόνδ’ εἰς ἐμὰς ἥκοντα φίλτατον χέρας, σῶσον δέ, λίσσομαί σε· συγγόνωι δὲ σῶι

### 895.6

τὴν εὐσέβειαν μὴ προδῶις τὴν σήν ποτε, χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.

### 895.7

μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ

### 895.8

κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.

### 905.1

[ἐατέος δ’ ὁ πλοῦτος †ἄδικός τις ὤν†·

### 905.2

κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς

### 905.3

καὶ γαῖ’, ἐν ἧι χρὴ δώματ’ ἀναπληρουμένους

### 905.4

τἀλλότρια μὴ σχεῖν μηδ’ ἀφαιρεῖσθαι βίαι.]

### 905.5

ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ’ ἐμοὶ

### 910.1

Ἑρμῆς ἔδωκε πατρὶ σῶι σώιζειν πόσει

### 910.2

τῶιδ’ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.

### 910.3

[πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς

### 910.4

τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ’ ἄν;

### 910.5

ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·]

### 915.1

πότερον ὁ δαίμων χὠ θανὼν τὰ τῶν πέλας

### 915.2

βούλοιντ’ ἂν ἢ 〈οὐ〉 βούλοιντ’ ἂν ἀποδοῦναι πάλιν;

### 915.3

δοκῶ μέν. οὔκουν χρή σε συγγόνωι πλέον

### 915.4

νέμειν ματαίωι μᾶλλον ἢ χρηστῶι πατρί.

### 915.5

εἰ δ’ οὖσα μάντις καὶ τὰ θεῖ’ ἡγουμένη

### 920.1

τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,

### 920.2

τῶι δ’ οὐ δικαίωι συγγόνωι δώσεις χάριν,

### 920.3

αἰσχρὸν τὰ μέν σε θεῖα πάντ’ ἐξειδέναι

### 920.4

τά τ’ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.

### 920.5

τὴν δ’ ἀθλίαν ἔμ’, οἷσιν ἔγκειμαι κακοῖς,

### 925.1

ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς δίκης.

### 925.2

Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·

### 925.3

ἣ κλήιζομαι καθ’ Ἑλλάδ’ ὡς προδοῦς’ ἐμὸν πόσιν Φρυγῶν ὤικησα πολυχρύσους δόμους.

### 925.4

ἢν δ’ Ἑλλάδ’ ἔλθω κἀπιβῶ Σπάρτης 〈πάλιν〉,

### 930.1

κλυόντες εἰσιδόντες ὡς τέχναις θεῶν

### 930.2

ὤλοντ’, ἐγὼ δὲ προδότις οὐκ ἄρ’ ἦ φίλων,

### 930.3

πάλιν μ’ ἀνάξους’ ἐπὶ τὸ σῶφρον αὖθις αὖ,

### 930.4

ἐδνώσομαί τε θυγατέρ’, ἣν οὐδεὶς γαμεῖ,

### 930.5

τὴν δ’ ἐνθάδ’ ἐκλιποῦς’ ἀλητείαν πικρὰν

### 935.1

ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.

### 935.2

κεἰ μὲν θανὼν ὅδ’ ἐν πυρᾶι †κατεσφάγη†,

### 935.3

πρόσω σφ’ ἀπόντα δακρύοις ἂν ἠγάπων·

### 935.4

νῦν δ’ ὄντα καὶ σωθέντ’ ἀφαιρεθήσομαι;

### 935.5

μὴ δῆτα, παρθέν’, ἀλλά ς’ ἱκετεύω τόδε·

### 940.1

δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους

### 940.2

πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε

### 940.3

κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς

### 940.4

ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.

### 940.5

Χο. οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσωι λόγοι,

### 945.1

οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ

### 945.2

λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.

### 945.3

Με. ἐγὼ σὸν οὔτ’ ἂν προσπεσεῖν τλαίην γόνυ

### 945.4

οὔτ’ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν

### 945.5

δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν. καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς

### 945.6

ἐν ξυμφοραῖσι δάκρυ’ ἀπ’ ὀφθαλμῶν βαλεῖν.

### 945.7

ἀλλ’ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,

### 945.8

αἱρήσομαι ’γὼ πρόσθε τῆς εὐψυχίας.

### 945.9

ἀλλ’, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῶσαι ξένον

### 955.1

ζητοῦντά γ’ ὀρθῶς ἀπολαβεῖν δάμαρτ’ ἐμήν,

### 955.2

ἀπόδος τε καὶ πρὸς σῶσον· εἰ δὲ μὴ δοκεῖ,

### 955.3

ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις

### 955.4

ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῆι.

### 955.5

ἃ δ’ ἄξι’ ἡμῶν καὶ δίκαι’ ἡγούμεθα

### 960.1

καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,

### 960.2

λέξω τάδ’ ἀμφὶ μνῆμα σοῦ πατρὸς πεσών·

### 960.3

Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,

### 960.4

ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,

### 960.5

ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σώιζειν ἐμοί.

### 965.1

οἶδ’ οὕνεχ’ ἡμῖν οὔποτ’ ἀποδώσεις θανών·

### 965.2

ἀλλ’ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον

### 965.3

οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον

### 965.4

κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.

### 965.5

ὦ νέρτερ’ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,

### 970.1

ὃς πόλλ’ ἐδέξω τῆσδ’ ἕκατι σώματα

### 970.2

πεσόντα τὠμῶι φασγάνωι, μισθὸν δ’ ἔχεις·

### 970.3

ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν

### 970.4

ἢ τήνδ’ ἀνάγκασόν γ’ ἔτ’ εὐσεβοῦς πατρὸς

### 970.5

κρείσσω φανεῖσαν †τἄμ’ ἀποδοῦναι† λέχη.

### 975.1

εἰ δ’ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,

### 975.2

ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων φράσω.

### 975.3

ὅρκοις κεκλήιμεθ’, ὡς μάθηις, ὦ παρθένε,

### 975.4

πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῶι συγγόνωι,

### 975.5

κἀκεῖνον ἢ ’μὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.

### 980.1

ἢν δ’ ἐς μὲν ἀλκὴν μὴ πόδ’ ἀντιθῆι ποδί,

### 980.2

λιμῶι δὲ θηρᾶι τύμβον ἱκετεύοντε νώ,

### 980.3

κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ’ ἐμὸν πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε

### 980.4

τύμβου ’πὶ νώτοις τοῦδ’, ἵν’ αἵματος ῥοαὶ

### 985.1

τάφου καταστάζωσι· κεισόμεσθα δὲ

### 985.2

νεκρὼ δύ’ ἑξῆς τῶιδ’ ἐπὶ ξεστῶι τάφωι,

### 985.3

ἀθάνατον ἄλγος σοί, ψόγον δὲ σῶι πατρί.

### 985.4

οὐ γὰρ γαμεῖ τήνδ’ οὔτε σύγγονος σέθεν

### 985.5

οὔτ’ ἄλλος οὐδείς· ἀλλ’ ἐγώ σφ’ ἀπάξομαι

### 990.1

εἰ μὴ πρὸς οἴκους δυνάμεθ’ ἀλλὰ πρὸς νεκρούς.

### 990.2

[τί ταῦτα; δακρύοις εἰς τὸ θῆλυ τρεπόμενος

### 990.3

ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.

### 990.4

κτεῖν’, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·

### 990.5

μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,

### 995.1

ἵν’ ἦις δικαία καὶ δάμαρτ’ ἐμὴν λάβω.]

### 995.2

Χο. ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·

### 995.3

οὕτω δὲ κρῖνον ὡς ἅπασιν ἁνδάνηις.

### 995.4

Θε. ἐγὼ πέφυκά τ’ εὐσεβεῖν καὶ βούλομαι

### 995.5

φιλῶ τ’ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς οὐκ ἂν μιάναιμ’, οὐδὲ συγγόνωι χάριν

### 995.6

δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.

### 995.7

ἔνεστι δ’ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα

### 995.8

ἐν τῆι φύσει· καὶ τοῦτο Νηρέως πάρα

### 995.9

ἔχουσα σώιζειν, Μενέλεως, πειράσομαι.

### 1005.1

Ἥραι δ’, ἐπείπερ βούλεταί ς’ εὐεργετεῖν,

### 1005.2

ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δέ μοι

### 1005.3

ἵλεως μὲν εἴη, συμβέβηκε δ’ οὐδαμοῦ.

### 1005.4

[πειράσομαι δὲ παρθένος μένειν ἀεί.]

### 1005.5

ἃ δ’ ἀμφὶ τύμβωι τῶιδ’ ὀνειδίζεις πατρός,

### 1010.1

ἡμῖν ὅδ’ αὑτὸς μῦθος· ἀδικοίημεν ἄν, εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων

### 1010.2

ἀπέδωκεν ἂν σοὶ τήνδ’ ἔχειν, ταύτηι δὲ σέ.

### 1010.3

καὶ γὰρ τίσις τῶνδ’ ἐστὶ τοῖς τε νερτέροις

### 1010.4

καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς

### 1015.1

τῶν κατθανόντων ζῆι μὲν οὔ, γνώμην δ’ ἔχει

### 1015.2

ἀθάνατον εἰς ἀθάνατον αἰθέρ’ ἐμπεσών.

### 1015.3

ὡς οὖν περαίνω μὴ μακράν, σιγήσομαι

### 1015.4

ἅ μου καθικετεύσατ’ οὐδὲ μωρίαι

### 1015.5

ξύμβουλος ἔσομαι τῆι κασιγνήτου ποτέ.

### 1020.1

εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦς’ ὅμως,

### 1020.2

ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.

### 1020.3

αὐτοὶ μὲν οὖν ὁδόν τιν’ ἐξευρίσκετε,

### 1020.4

ἐγὼ δ’ ἀποστᾶς’ ἐκποδὼν σιγήσομαι.

### 1020.5

ἐκ τῶν θεῶν δ’ ἄρχεσθε χἰκετεύετε

### 1025.1

τὴν μέν ς’ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,

### 1025.2

Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῶι μένειν

### 1025.3

ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.

### 1025.4

σὺ δ’, ὦ θανών μοι πάτερ, ὅσον γ’ ἐγὼ σθένω,

### 1025.5

οὔποτε κεκλήσηι δυσσεβὴς ἀντ’ εὐσεβοῦς.

### 1030.1

Χο. οὐδείς ποτ’ ηὐτύχησεν ἔκδικος γεγώς,

### 1030.2

ἐν τῶι δικαίωι δ’ ἐλπίδες σωτηρίας.

### 1030.3

Ελ. Μενέλαε, πρὸς μὲν παρθένου σεσώμεθα·

### 1030.4

τοὐνθένδε δ’ εἰς ἓν τοὺς λόγους φέροντε χρὴ

### 1030.5

κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.

### 1035.1

Με. ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας

### 1035.2

καὶ συντέθραψαι προσπόλοισι βασιλέως.

### 1035.3

Ελ. τί τοῦτ’ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας

### 1035.4

ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῶιν. Με. πείσειας ἄν τιν’ οἵτινες τετραζύγων

### 1040.1

ὄχων ἀνάσσους’ ὥστε νῶιν δοῦναι δίφρους;

### 1040.2

Ελ. πείσαιμ’ 〈ἄν〉· ἀλλὰ τίνα φυγὴν φευξούμεθα

### 1040.3

πεδίων ἄπειροι βαρβάρου γ’ ὄντες χθονός;

### 1040.4

Με. ἀδύνατον εἶπας. φέρε, τί δ’ εἰ κρυφθεὶς δόμοις

### 1040.5

κτάνοιμ’ ἄνακτα τῶιδε διστόμωι ξίφει;

### 1045.1

Ελ. οὐκ ἄν 〈σ’〉 ἀνάσχοιτ’ οὐδὲ σιγήσειεν ἂν

### 1045.2

μέλλοντ’ ἀδελφὴ σύγγονον κατακτανεῖν.

### 1045.3

Με. ἀλλ’ οὐδὲ μὴν ναῦς ἔστιν ἧι σωθεῖμεν ἂν

### 1045.4

φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασς’ ἔχει.

### 1045.5

Ελ. ἄκουσον, ἤν τι καὶ γυνὴ λέξηι σοφόν. βούληι λέγεσθαι μὴ θανὼν λόγωι θανεῖν;

### 1045.6

Με. κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγε.

### 1045.7

ἕτοιμός εἰμι μὴ θανὼν λόγωι θανεῖν.

### 1045.8

Ελ. καὶ μὴν γυναικείοις 〈σ’〉 ἂν οἰκτισαίμεθα

### 1045.9

κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.

### 1055.1

Με. σωτηρίας δὲ τοῦτ’ ἔχει τί νῶιν ἄκος;

### 1055.2

παλαιότης γὰρ τῶι λόγωι γ’ ἔνεστί τις.

### 1055.3

Ελ. ὡς δὴ θανόντα ς’ ἐνάλιον κενῶι τάφωι

### 1055.4

θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.

### 1055.5

Με. καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς

### 1060.1

σωθησόμεσθα κενοταφοῦντ’ ἐμὸν δέμας;

### 1060.2

Ελ. δοῦναι κελεύσω πορθμίδ’, ἧι καθήσομεν

### 1060.3

κόσμον τάφωι σῶι πελαγίους ἐς ἀγκάλας.

### 1060.4

Με. ὡς εὖ τόδ’ εἶπας πλὴν ἕν· εἰ χέρσωι ταφὰς

### 1060.5

θεῖναι κελεύσει ς’, οὐδὲν ἡ σκῆψις φέρει.

### 1065.1

Ελ. ἀλλ’ οὐ νομίζειν φήσομεν καθ’ Ἑλλάδα

### 1065.2

χέρσωι καλύπτειν τοὺς θανόντας ἐναλίους. Με. τοῦτ’ αὖ κατορθοῖς· εἶτ’ ἐγὼ συμπλεύσομαι

### 1065.3

καὶ συγκαθήσω κόσμον ἐν ταὐτῶι σκάφει.

### 1065.4

Ελ. σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς

### 1070.1

πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.

### 1070.2

Με. καὶ μὴν ἐάνπερ ναῦν ἐπ’ ἀγκύρας λάβω,

### 1070.3

ἀνὴρ παρ’ ἄνδρα στήσεται ξιφηφόρος.

### 1070.4

Ελ. σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον

### 1070.5

λαίφει πνοαὶ γένοιντο χἴλεως δρόμος.

### 1075.1

Με. ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.

### 1075.2

ἀτὰρ θανόντα τοῦ μ’ ἐρεῖς πεπυσμένη;

### 1075.3

Ελ. σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον

### 1075.4

Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ’ ὁρᾶν.

### 1075.5

Με. καὶ μὴν τάδ’ ἀμφίβληστρα σώματος ῥάκη

### 1080.1

ξυμμάρτυρές σοι ναυτικῶν ἐρειπίων.

### 1080.2

Ελ. ἐς καιρὸν ἦλθε, τότε δ’ ἄκαιρ’ ἀπώλλυτο·

### 1080.3

τὸ δ’ ἄθλιον κεῖν’ εὐτυχὲς τάχ’ ἂν πέσοι.

### 1080.4

Με. πότερα δ’ ἐς οἴκους σοι συνεισελθεῖν με χρὴ

### 1080.5

ἢ πρὸς τάφωι τῶιδ’ ἥσυχοι καθώμεθα;

### 1085.1

Ελ. αὐτοῦ μέν’· ἢν γὰρ καί τι πλημμελές σε δρᾶι,

### 1085.2

τάφος ς’ ὅδ’ ἂν ῥύσαιτο φάσγανόν τε σόν.

### 1085.3

ἐγὼ δ’ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ

### 1085.4

πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι

### 1085.5

παρῆιδί τ’ ὄνυχα φόνιον ἐμβαλῶ †χροός†.

### 1090.1

μέγας γὰρ ἁγὼν καὶ βλέπω δύο ῥοπάς·

### 1090.2

ἢ γὰρ θανεῖν δεῖ μ’, ἢν ἁλῶ τεχνωμένη,

### 1090.3

ἢ πατρίδα τ’ ἐλθεῖν καὶ σὸν ἐκσῶσαι δέμας.

### 1090.4

ὦ πότνι’ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις

### 1090.5

Ἥρα, δύ’ οἰκτρὼ φῶτ’ ἀνάψυξον πόνων,

### 1095.1

αἰτούμεθ’ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν

### 1095.2

ῥίπτονθ’, ἵν’ οἰκεῖς ἀστέρων ποικίλματα.

### 1095.3

σύ θ’, ἣ ’πὶ τὠμῶι κάλλος ἐκτήσω γάμωι,

### 1095.4

κόρη Διώνης Κύπρι, μή μ’ ἐξεργάσηι.

### 1095.5

ἅλις δὲ λύμης ἥν μ’ ἐλυμήνω πάρος τοὔνομα παρασχοῦς’, οὐ τὸ σῶμ’, ἐν βαρβάροις.

### 1095.6

θανεῖν δ’ ἔασόν μ’, εἰ κατακτεῖναι θέλεις,

### 1095.7

ἐν γῆι πατρώιαι. τί ποτ’ ἄπληστος εἶ κακῶν,

### 1095.8

ἔρωτας ἀπάτας δόλιά τ’ ἐξευρήματα

### 1095.9

ἀσκοῦσα φίλτρα θ’ αἱματηρὰ σωμάτων;

### 1105.1

εἰ δ’ ἦσθα μετρία, τἄλλα γ’ ἡδίστη θεῶν

### 1105.2

πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.

### 1105.3

Χο. σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις

### 1105.4

μουσεῖα καὶ θάκους ἐνί‐

### 1108

ζουσαν ἀναβοάσω,

### 1109a

τὰν ἀοιδοτάταν

### 1109b

ὄρνιθα μελωιδὸν

### 1110.1

ἀηδόνα δακρυόεσσαν,

### 1110.2

ἔλθ’ ὦ διὰ ξουθᾶν γενύων ἐλελιζομένα

### 1110.3

θρήνων ἐμοὶ ξυνεργός,

### 1110.4

Ἑλένας μελέους πόνους

### 1110.5

τὸν Ἰλιάδων τ’ ἀει‐

### 1115.1

δούσαι δακρυόεντα πότμον

### 1115.2

Ἀχαιῶν ὑπὸ λόγχαις,

### 1115.3

ὅτ’ ἔδραμε ῥόθια πολιὰ βαρβάρωι πλάται ὃς ἔμολεν ἔμολε μέλεα Πριαμίδαις ἄγων

### 1115.4

Λακεδαίμονος ἄπο λέχεα

### 1120.1

σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος

### 1120.2

πομπαῖσιν Ἀφροδίτας.

### 1120.3

πολλοὶ δ’ Ἀχαιῶν δορὶ καὶ πετρίναις

### 1120.4

ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι‐

### 1123a

δαν μέλεον ἔχουσιν,

### 1123b

ταλαινᾶν ἀλόχων

### 1124

κείραντες ἔθειραν,

### 1125.1

ἄνυμφα δὲ μέλαθρα κεῖται·

### 1125.2

πολλοὺς δὲ πυρσεύσας φλογερὸν σέλας ἀμφιρύταν

### 1125.3

Εὔβοιαν εἷλ’ Ἀχαιῶν

### 1125.4

μονόκωπος ἀνὴρ πέτραις

### 1125.5

Καφηρίσιν ἐμβαλών,

### 1130.1

Αἰγαίαις ἐνάλοις δόλιον

### 1130.2

ἀκταῖς ἀστέρα λάμψας·

### 1130.3

ἀλίμενα δ’ ὅρια μέλεα βαρβάρου στολᾶς

### 1130.4

τότ’ ἔσυτο πατρίδος ἀποπρὸ χειμάτων πνοᾶι

### 1130.5

γέρας οὐ γέρας ἀλλ’ ἔριν

### 1135.1

Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων

### 1135.2

εἴδωλον ἱερὸν Ἥρας.

### 1135.3

ὅτι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον τίς φης’ ἐρευνάσας βροτῶν;

### 1140

μακρότατον πέρας ηὗρεν ὃς τὰ θεῶν ἐσορᾶι

### 1141-1142

δεῦρο καὶ αὖθις ἐκεῖσε καὶ πάλιν ἀμφιλόγοις

### 1143.1

πηδῶντ’ ἀνελπίστοις τύχαις.

### 1143.2

σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·

### 1145.1

πτανὸς γὰρ ἐν κόλποις σε Λή‐

### 1145.2

δας ἐτέκνωσε πατήρ·

### 1145.3

κἆιτ’ ἰαχήθης καθ’ Ἑλλανίαν

### 1145.4

προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδ’ ἔχω

### 1145.5

†τί τὸ σαφὲς ὅτι ποτ’ ἐν βροτοῖς τὸ τῶν θεῶν ἔπος ἀλαθὲς εὗρον†.

### 1145.6

ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμωι

### 1145.7

λόγχαισί τ’ ἀλκαίου δορὸς

### 1153-1154

κτᾶσθ’, ἀμαθῶς θανάτωι πόνους καταλυόμενοι.

### 1155-1156

εἰ γὰρ ἅμιλλα κρινεῖ νιν αἵματος, οὔποτ’ ἔρις

### 1157.1

λείψει κατ’ ἀνθρώπων πόλεις·

### 1157.2

†αἳ Πριαμίδος γᾶς ἔλιπον θαλάμους†,

### 1157.3

ἐξὸν διορθῶσαι λόγοις

### 1160.1

σὰν ἔριν, ὦ Ἑλένα.

### 1160.2

νῦν δ’ οἱ μὲν Ἅιδαι μέλονται κάτω,

### 1160.3

τείχεα δὲ †φλογερὸς† ὥστε Διὸς ἐπέσυτο φλόξ,

### 1160.4

ἐπὶ δὲ πάθεα πάθεσι φέρεις †ἀθλίοις συμφοραῖς αἰλίνοις†.

### 1165

ΘΕΟΚΛΥΜΕΝΟΣ

### 1165.1

ὦ χαῖρε, πατρὸς μνῆμ’· ἐπ’ ἐξόδοισι γὰρ

### 1165.2

ἔθαψα Πρωτεῦ ς’ ἕνεκ’ ἐμῆς προσρήσεως·

### 1165.3

ἀεὶ δέ ς’ ἐξιών τε κἀσιὼν δόμους

### 1165.4

Θεοκλύμενος παῖς ὅδε προσεννέπω, πάτερ.

### 1165.5

ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,

### 1170.1

δμῶες, κομίζετ’ ἐς δόμους τυραννικούς.

### 1170.2

ἐγὼ δ’ ἐμαυτὸν πόλλ’ ἐλοιδόρησα δή·

### 1170.3

οὐ γάρ τι θανάτωι τοὺς κακοὺς κολάζομεν.

### 1170.4

καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ

### 1170.5

ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,

### 1175.1

ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον

### 1175.2

Ἑλένην· θανεῖται δ’, ἤν γε δὴ ληφθῆι μόνον.

### 1175.3

ἔα·

### 1177.1

ἀλλ’, ὡς ἔοικε, πάντα διαπεπραγμένα

### 1177.2

ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦς’ ἕδρας

### 1177.3

ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.

### 1180.1

ὠή, χαλᾶτε κλῆιθρα, λύεθ’ ἱππικὰς

### 1180.2

φάτνας, ὀπαδοί, κἀκκομίζεθ’ ἅρματα,

### 1180.3

ὡς ἂν πόνου γ’ ἕκατι μὴ λάθηι με γῆς

### 1180.4

τῆσδ’ ἐκκομισθεῖς’ ἄλοχος ἧς ἐφίεμαι.

### 1180.5

ἐπίσχετ’· εἰσορῶ γὰρ οὓς διώκομεν

### 1185.1

παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.

### 1185.2

αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς

### 1185.3

λευκῶν ἀμείψας’ ἔκ τε κρατὸς εὐγενοῦς

### 1185.4

κόμας σίδηρον ἐμβαλοῦς’ ἀπέθρισας

### 1185.5

χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα

### 1190.1

κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη

### 1190.2

στένεις ὀνείροις ἢ φάτιν τιν’ οἴκοθεν

### 1190.3

κλυοῦσα λύπηι σὰς διέφθαρσαι φρένας;

### 1190.4

Ελ. ὦ δέσποτ’—ἤδη γὰρ τόδ’ ὀνομάζω ς’ ἔπος—

### 1190.5

ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμ’ ἔτι.

### 1195.1

Θε. ἐν τῶι δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;

### 1195.2

Ελ. Μενέλαος—οἴμοι, πῶς φράσω; —τέθνηκέ μοι.

### 1195.3

Θε. [οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ’ εὐτυχῶ.]

### 1195.4

πῶς οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;

### 1195.5

Ελ. κείνη τε φησὶν ὅ τε παρὼν ὅτ’ ὤλλυτο. Θε. ἥκει γὰρ ὅστις καὶ τάδ’ ἀγγέλλει σαφῆ;

### 1195.6

Ελ. ἥκει· μόλοι γὰρ οἷ σφ’ ἐγὼ χρήιζω μολεῖν.

### 1195.7

Θε. τίς ἐστι; ποῦ ’στιν; ἵνα σαφέστερον μάθω.

### 1195.8

Ελ. ὅδ’ ὃς κάθηται τῶιδ’ ὑποπτήξας τάφωι.

### 1195.9

Θε. Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφωι πρέπει.

### 1205.1

Ελ. οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ’ ἔχειν πόσιν.

### 1205.2

Θε. ποδαπὸς δ’ ὅδ’ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;

### 1205.3

Ελ. Ἕλλην, Ἀχαιῶν εἷς ἐμῶι σύμπλους πόσει.

### 1205.4

Θε. θανάτωι δὲ ποίωι φησὶ Μενέλεων θανεῖν;

### 1205.5

Ελ. οἰκτρόταθ’, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.

### 1210.1

Θε. ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;

### 1210.2

Ελ. Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.

### 1210.3

Θε. καὶ πῶς ὅδ’ οὐκ ὄλωλε κοινωνῶν πλάτης;

### 1210.4

Ελ. ἐσθλῶν κακίους ἐνίοτ’ εὐτυχέστεροι.

### 1210.5

Θε. λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;

### 1215.1

Ελ. ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.

### 1215.2

Θε. ὄλωλ’ ἐκεῖνος. ἦλθε δ’ ἐν ποίωι σκάφει;

### 1215.3

Ελ. ναῦταί σφ’ ἀνείλοντ’ ἐντυχόντες, ὡς λέγει.

### 1215.4

Θε. ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίαι κακόν;

### 1215.5

Ελ. νεφέλης λέγεις ἄγαλμ’; ἐς αἰθέρ’ οἴχεται.

### 1220.1

Θε. ὦ Πρίαμε καὶ γῆ Τρωιάς, 〈ὡσ〉 ἔρρεις μάτην.

### 1220.2

Ελ. κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.

### 1220.3

Θε. πόσιν δ’ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί; Ελ. ἄθαπτον· οἲ ’γὼ τῶν ἐμῶν τλήμων κακῶν.

### 1220.4

Θε. τῶνδ’ οὕνεκ’ ἔτεμες βοστρύχους ξανθῆς κόμης;

### 1225.1

Ελ. φίλος γάρ †ἐστιν ὅς ποτ’ ἐστὶν ἐνθάδ’ ὤν†.

### 1225.2

Θε. ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται.

### post 1226

〈Ελ.〉

### post 1226

〈Θε.〉

### 1227.1

Ελ. ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.

### 1227.2

Θε. οὐ δῆτα. πῶς οὖν; τόνδ’ ἐτ’ οἰκήσεις τάφον;

### 1230

Ελ. πιστὴ γάρ εἰμι τῶι πόσει φεύγουσα σέ.

### 1229

Θε. τί κερτομεῖς με, τὸν θανόντα δ’ οὐκ ἐᾶις;

### 1231.1

Ελ. ἀλλ’ οὐκέτ’· ἤδη δ’ ἄρχε τῶν ἐμῶν γάμων.

### 1231.2

Θε. χρόνια μὲν ἦλθεν, ἀλλ’ ὅμως αἰνῶ τάδε.

### 1231.3

Ελ. οἶσθ’ οὖν ὃ δρᾶσον· τῶν πάρος λαθώμεθα.

### 1231.4

Θε. ἐπὶ τῶι; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.

### 1235.1

Ελ. σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.

### 1235.2

Θε. μεθίημι νεῖκος τὸ σόν, ἴτω δ’ ὑπόπτερον.

### 1235.3

Ελ. πρός νύν σε γονάτων τῶνδ’, ἐπείπερ εἶ φίλος ...

### 1235.4

Θε. τί χρῆμα θηρῶς’ ἱκέτις ὠρέχθης ἐμοῦ;

### 1235.5

Ελ. τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.

### 1240.1

Θε. τί δ’; ἔστ’ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;

### 1240.2

Ελ. Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντωι θάνηι ...

### 1240.3

Θε. τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.

### 1240.4

Ελ. κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.

### 1240.5

Θε. κτέριζ’· ἀνίστη τύμβον οὗ χρήιζεις χθονός.

### 1245.1

Ελ. οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.

### 1245.2

Θε. πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.

### 1245.3

Ελ. ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. Θε. τί σοι παράσχω δῆτα τῶι τεθνηκότι;

### 1245.4

Ελ. ὅδ’ οἶδ’, ἐγὼ δ’ ἄπειρος, εὐτυχοῦσα πρίν. Θε. ὦ ξένε, λόγων μὲν κληδόν’ ἤνεγκας φίλην.

### 1245.5

Με. οὔκουν ἐμαυτῶι γ’ οὐδὲ τῶι τεθνηκότι.

### 1245.6

Θε. πῶς τοὺς θανόντας θάπτετ’ ἐν πόντωι νεκρούς;

### 1245.7

Με. ὡς ἂν παρούσης οὐσίας ἕκαστος ἦι.

### 1245.8

Θε. πλούτου λέγ’ οὕνεχ’ ὅτι θέλεις ταύτης χάριν.

### 1255.1

Με. προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.

### 1255.2

Θε. τίνος; σύ μοι σήμαινε, πείσομαι δ’ ἐγώ.

### 1255.3

Με. αὐτὸς σὺ γίγνωσκ’· ἀρκέσει γὰρ ἃν διδῶις.

### 1255.4

Θε. ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.

### 1255.5

Με. διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.

### 1260.1

Θε. οὐ τῶνδ’ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.

### 1260.2

Με. καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.

### 1260.3

Θε. ἔσται· τί δ’ ἄλλο προσφέρειν νομίζεται;

### 1260.4

Με. χαλκήλαθ’ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.

### 1260.5

Θε. ἄξια τάδ’ ἔσται Πελοπιδῶν ἃ δώσομεν.

### 1265.1

Με. καὶ τἄλλ’ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.

### 1265.2

Θε. πῶς οὖν; ἐς οἶδμα τίνι τρόπωι καθίετε;

### 1265.3

Με. ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.

### 1265.4

Θε. πόσον δ’ ἀπείργειν μῆκος ἐκ γαίας δόρυ;

### 1265.5

Με. ὥστ’ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.

### 1270.1

Θε. τί δή; τόδ’ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;

### 1270.2

Με. ὡς μὴ πάλιν γῆι λύματ’ ἐκβάληι κλύδων.

### 1270.3

Θε. Φοίνισσα κώπη ταχύπορος γενήσεται.

### 1270.4

Με. καλῶς ἂν εἴη Μενέλεώι τε πρὸς χάριν.

### 1270.5

Θε. οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;

### 1275.1

Με. μητρὸς τόδ’ ἔργον ἢ γυναικὸς ἢ τέκνων.

### 1275.2

Θε. ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.

### 1275.3

Με. ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. Θε. ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.

### 1275.4

ἐλθὼν δ’ ἐς οἴκους, ἐξελὼν κόσμον νεκρῶι

### post 1279

〈〉

### 1280.1

καί ς’ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,

### 1280.2

δράσαντα τῆιδε πρὸς χάριν· φήμας δ’ ἐμοὶ

### 1280.3

ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας

### 1280.4

ἐσθῆτα λήψηι σῖτά θ’, ὥστε ς’ ἐς πάτραν

### 1280.5

ἐλθεῖν, ἐπεὶ νῦν γ’ ἀθλίως 〈σ’〉 ἔχονθ’ ὁρῶ.

### 1285

σὺ δ’, ὦ τάλαινα, μὴ ’πὶ τοῖς ἀνηνύτοις

### 1286a

τρύχουσα σαυτήν 〈

### 1286b

〉 Μενέλεως δ’ ἔχει πότμον,

### 1287.1

κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν γόοις.

### 1287.2

Με. σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν

### 1287.3

στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ’ ὄντ’ ἐᾶν·

### 1290.1

ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.

### 1290.2

ἢν δ’ Ἑλλάδ’ ἔλθω καὶ τύχω σωτηρίας,

### 1293

παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένηι

### 1292

οἵαν γενέσθαι χρή σε σῶι ξυνευνέτηι.

### 1294

Ελ. ἔσται τάδ’· οὐδὲ μέμψεται πόσις ποτὲ

### 1295.1

ἡμῖν· σὺ δ’ αὐτὸς ἐγγὺς ὢν εἴσηι τάδε.

### 1295.2

ἀλλ’, ὦ τάλας, ἔσελθε καὶ λουτρῶν τύχε

### 1295.3

ἐσθῆτά τ’ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς

### 1295.4

εὐεργετήσω ς’· εὐμενέστερον γὰρ ἂν

### 1295.5

τῶι φιλτάτωι μοι Μενέλεωι τὰ πρόσφορα δρώιης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.

### 1295.6

Χο. ὀρεία ποτὲ δρομάδι κώ‐

### 1295.7

λωι Μάτηρ ἐσύθη θεῶν ἀν’ ὑλᾶντα νάπη

### 1295.8

ποτάμιόν τε χεῦμ’ ὑδάτων

### 1305.1

βαρύβρομόν τε κῦμ’ ἅλιον

### 1305.2

πόθωι τᾶς ἀποιχομένας

### 1305.3

ἀρρήτου κούρας.

### 1305.4

κρόταλα δὲ βρόμια διαπρύσιον

### 1305.5

ἱέντα κέλαδον ἀνεβόα,

### 1310.1

θηρῶν ὅτε ζυγίους

### 1310.2

ζεύξασα θεὰ σατίνας

### 1310.3

τὰν ἁρπασθεῖσαν κυκλίων

### 1310.4

χορῶν ἔξω παρθενίων

### 1314a

†μετὰ κουρᾶν δ’†

### 1314b

〈⏑⏑–⏑〉 ἀελλόποδες,

### 1315.1

ἁ μὲν τόξοις Ἄρτεμις, ἁ δ’

### 1315.2

ἔγχει Γοργῶπις πάνοπλος.

### 1315.3

αὐγάζων δ’ ἐξ οὐρανίων

### post 1317

〈–×–×–⏑⏑–〉

### 1318.1

ἄλλαν μοῖραν ἔκραινεν.

### 1318.2

δρομαῖον δ’ ὅτε πολυπλάνη‐

### 1320.1

τον μάτηρ ἔπαυσε πόνον

### 1320.2

ματεύουσα †πόνους†

### 1320.3

θυγατρὸς ἁρπαγὰς δολίους,

### 1320.4

χιονοθρέμμονάς τ’ ἐπέρας’

### 1320.5

Ἰδαιᾶν Νυμφᾶν σκοπιὰς

### 1325.1

ῥίπτει τ’ ἐν πένθει

### 1325.2

πέτρινα κατὰ δρία πολυνιφέα. βροτοῖσι δ’ ἄχλοα πεδία γᾶς

### post 1327

〈×–×–⏑⏑–〉

### 1328.1

οὐ καρπίζους’ ἀρότοις,

### 1328.2

λαῶν δὲ φθείρει γενεάν,

### 1330.1

ποίμναις δ’ οὐχ ἵει θαλερὰς

### 1330.2

βοσκὰς εὐφύλλων ἑλίκων·

### 1330.3

πόλεων δ’ ἀπέλειπε βίος,

### 1330.4

οὐδ’ ἦσαν θεῶν θυσίαι,

### 1330.5

βωμοῖς δ’ ἄφλεκτοι πελανοί·

### 1335

παγὰς δ’ ἀμπαύει δροσερὰς

### 1336a

λευκῶν ἐκβάλλειν ὑδάτων

### 1336b

πένθει παιδὸς ἀλάστωι.

### 1337.1

ἐπεὶ δ’ ἔπαυς’ εἰλαπίνας

### 1337.2

θεοῖς βροτείωι τε γένει,

### 1337.3

Ζεὺς μειλίσσων στυγίους

### 1340.1

Ματρὸς ὀργὰς ἐνέπει·

### 1340.2

Βᾶτε, σεμναὶ Χάριτες,

### 1340.3

ἴτε, τὰν περὶ παρθένωι

### 1340.4

Δηὼ θυμωσαμέναν

### 1340.5

†λύπαν ἐξαλλάξατ’† ἀλαλᾶι

### 1345.1

Μοῦσαί θ’ ὕμνοισι χορῶν.

### 1345.2

χαλκοῦ δ’ αὐδὰν χθονίαν

### 1345.3

τύπανά τ’ ἔλαβε βυρσοτενῆ

### 1345.4

καλλίστα τότε πρῶτα μακά‐

### 1345.5

ρων Κύπρις· γέλασεν δὲ θεὰ δέξατό τ’ ἐς χέρας

### 1345.6

βαρύβρομον αὐλὸν

### 1345.7

τερφθεῖς’ ἀλαλαγμῶι.

### 1345.8

†ὧν οὐ θέμις οὔθ’ ὅσια

### 1345.9

ἐπύρωσας ἐν θαλάμοις,†

### 1355.1

μῆνιν δ’ ἔχεις μεγάλας

### 1355.2

Ματρός, ὦ παῖ, θυσίας

### 1355.3

οὐ σεβίζουσα θεᾶς.

### 1355.4

μέγα τοι δύναται νεβρῶν

### 1355.5

παμποίκιλοι στολίδες

### 1360.1

κισσοῦ τε στεφθεῖσα χλόα

### 1360.2

νάρθηκας εἰς ἱεροὺς

### 1360.3

ῥόμβου θ’ εἱλισσομένα

### 1360.4

κύκλιος ἔνοσις αἰθερία

### 1360.5

βακχεύουσά τ’ ἔθειρα Βρομί‐

### 1365.1

ωι καὶ παννυχίδες θεᾶς.

### 1365.2

†εὖ δέ νιν ἄμασιν

### 1365.3

ὑπέρβαλε σελάνα

### 1365.4

μορφᾶ μόνον ηὔχεις.†

### 1365.5

Ελ. τὰ μὲν κατ’ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·

### 1370.1

ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη

### 1370.2

πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη

### 1370.3

[οὐκ εἶπ’ ἀδελφῶι· κατθανόντα δ’ ἐν χθονὶ]

### 1370.4

οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν. κάλλιστα †δῆτ’ ἀνήρπασεν ἐν τύχη† πόσις·

### 1375.1

ἃ γὰρ καθήσειν ὅπλ’ ἔμελλεν εἰς ἅλα,

### 1375.2

ταῦτ’ ἐμβαλὼν πόρπακι γενναίαν χέρα

### 1375.3

αὐτὸς κομίζει δόρυ τε δεξιᾶι λαβών,

### 1375.4

ὡς τῶι θανόντι χάριτα δὴ συνεκπονῶν.

### 1375.5

προύργου δ’ ἐς ἀλκὴν σῶμ’ ὅπλοις ἠσκήσατο,

### 1380.1

ὡς βαρβάρων τροπαῖα μυρίων χερὶ

### 1380.2

θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος.

### 1380.3

πέπλους δ’ ἀμείψας’ ἀντὶ ναυφθόρου στολῆς

### 1380.4

ἐγώ νιν ἐξήσκησα καὶ λουτροῖς χρόα

### 1380.5

ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.

### 1385.1

ἀλλ’, ἐκπερᾶι γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς

### 1385.2

γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,

### 1385.3

σιγητέον μοι· καὶ σὲ προσποιούμεθα

### post 1387

〈〉

### 1388.1

εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα

### 1388.2

σωθέντες αὐτοὶ καὶ σὲ συσσῶσαί ποτε.

### 1390.1

Θε. χωρεῖτ’ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,

### 1390.2

δμῶες, φέροντες ἐνάλια κτερίσματα.

### 1390.3

Ἑλένη, σὺ δ’, ἤν σοι μὴ κακῶς δόξω λέγειν,

### 1390.4

πείθου, μέν’ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε

### 1390.5

πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῆις.

### 1395.1

δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος

### 1395.2

πείσηι μεθεῖναι σῶμ’ ἐς οἶδμα πόντιον

### 1395.3

τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·

### 1395.4

ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ’ ὅμως στένεις.

### 1395.5

Ελ. ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει τὰ πρῶτα λέκτρα νυμφικάς θ’ ὁμιλίας

### 1395.6

τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν καὶ ξυνθάνοιμ’ ἄν· ἀλλὰ τίς κείνωι χάρις

### 1395.7

ξὺν κατθανόντι κατθανεῖν 〈μ’〉; ἔα δέ με

### 1395.8

αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῶι.

### 1405.1

θεοὶ δέ σοί τε δοῖεν οἷ’ ἐγὼ θέλω

### 1405.2

καὶ τῶι ξένωι τῶιδ’, ὅτι συνεκπονεῖ τάδε.

### 1405.3

ἕξεις δέ μ’ οἵαν χρή ς’ ἔχειν ἐν δώμασιν

### 1405.4

γυναῖκ’, ἐπειδὴ Μενέλεων εὐεργετεῖς

### 1405.5

κἄμ’· ἔρχεται γὰρ δή τιν’ ἐς τύχην τάδε.

### 1410.1

ὅστις δὲ δώσει ναῦν ἐν ἧι τάδ’ ἄξομεν,

### 1410.2

πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.

### 1410.3

Θε. χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντερον

### 1410.4

Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.

### 1410.5

Ελ. οὔκουν ὅδ’ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;

### 1415.1

Θε. μάλιστ’· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.

### 1415.2

Ελ. αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.

### 1415.3

Θε. αὖθις κελεύω καὶ τρίτον 〈γ’〉, εἴ σοι φίλον.

### 1415.4

Ελ. ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.

### 1415.5

Θε. μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξηις χρόα.

### 1420.1

Ελ. ἥδ’ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.

### 1420.2

Θε. τὰ τῶν θανόντων οὐδὲν ἀλλ’ ἄλλως πόνος.

### 1420.3

Ελ. †ἔστιν τι κἀκεῖ κἀνθάδ’ ὧν ἐγὼ λέγω.†

### 1420.4

Θε. οὐδὲν κακίω Μενέλεώ μ’ ἕξεις πόσιν.

### 1420.5

Ελ. οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.

### 1425.1

Θε. ἐν σοὶ τόδ’, ἢν σὴν εἰς ἔμ’ εὔνοιαν διδῶις.

### 1425.2

Ελ. οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.

### 1425.3

Θε. βούληι ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;

### 1425.4

Ελ. ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ. Θε. ἀλλ’ εἷα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·

### 1430.1

καθαρὰ γὰρ ἡμῖν δώματ’· οὐ γὰρ ἐνθάδε

### 1430.2

ψυχὴν ἀφῆκε Μενέλεως. ἴτω δέ τις

### 1430.3

φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων

### 1430.4

ἀγάλματ’ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ

### 1430.5

γαῖαν βοᾶσθαι μακαρίαις ὑμνωιδίαις,

### 1435.1

ὑμέναιος Ἑλένης κἀμὸς ὡς ζηλωτὸς ἦι.

### 1435.2

σὺ δ’, ὦ ξέν’, ἐλθὼν πελαγίους ἐς ἀγκάλας

### 1435.3

τῶι τῆσδε πρίν ποτ’ ὄντι δοὺς πόσει τάδε

### 1435.4

πάλιν πρὸς οἴκους σπεῦδ’ ἐμὴν δάμαρτ’ ἔχων,

### 1435.5

ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ

### 1440.1

στέλληι πρὸς οἴκους ἢ μένων εὐδαιμονῆις.

### 1440.2

Με. ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλήιζηι θεός,

### 1440.3

βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.

### 1440.4

ἕλκουσι δ’ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς

### 1440.5

σπουδῆι σύναψαι· κἂν ἄκραι θίγηις χερί,

### 1445.1

ἥξομεν ἵν’ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.

### 1445.2

ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.

### 1445.3

κέκλησθέ τοι, θεοί, πόλλ’ ἄχρηστ’ ἐμοῦ κλύειν

### 1445.4

καὶ λύπρ’· ὀφείλω δ’ οὐκ ἀεὶ πράσσειν κακῶς,

### 1445.5

ὀρθῶι δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.

### 1445.6

Χο. Φοίνισσα Σιδωνιὰς ὦ

### 1445.7

ταχεῖα κώπα, ῥοθίοισι Νηρέως

### 1445.8

εἰρεσία φίλα,

### 1445.9

χοραγὲ τῶν καλλιχόρων

### 1455.1

δελφίνων, ὅταν αὐ‐

### 1455.2

ρᾶν πέλαγος ἀνήνεμον ἦι,

### 1455.3

γλαυκὰ δὲ Πόντου θυγάτηρ

### 1455.4

Γαλάνεια τάδ’ εἴπηι·

### 1455.5

Κατὰ μὲν ἱστία πετάσατ’, αὔ‐

### 1460.1

ρας λιπόντες εἰναλίας,

### 1460.2

λάβετε δ’ εἰλατίνας πλάτας,

### 1460.3

ὦ ναῦται ναῦται,

### 1460.4

πέμποντες εὐλιμένους

### 1460.5

Περσείων οἴκων Ἑλέναν ἐπ’ ἀκτάς.

### 1465.1

ἦ που κόρας ἂν ποταμοῦ

### 1465.2

παρ’ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ

### 1465.3

Παλλάδος ἂν λάβοι

### 1465.4

χρόνωι ξυνελθοῦσα χοροῖς

### 1465.5

ἢ κώμοις Ὑακίν‐

### 1470.1

θου νύχιον ἐς εὐφροσύναν,

### 1470.2

ὃν ἐξαμιλλασάμενος

### 1470.3

†τροχῶ τέρμονι δίσκου†

### 1470.4

ἔκανε Φοῖβος, †τᾶ† Λακαί‐

### 1470.5

ναι γᾶι βούθυτον ἁμέραν

### 1475.1

ὁ Διὸς εἶπε σέβειν γόνος·

### 1475.2

μόσχον θ’ ἃν †λίποιτ’ οἴκοις†

### post 1476

〈×–×–⏑⏑–〉

### 1477.1

ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.

### 1477.2

δι’ αἰθέρος εἴθε ποτανοὶ

### 1477.3

γενοίμεθ’ ὅπαι Λιβύας

### 1480.1

οἰωνῶν στιχάδες

### 1480.2

ὄμβρον χειμέριον λιποῦ‐

### 1480.3

σαι νίσονται πρεσβυτάτου

### 1480.4

σύριγγι πειθόμεναι

### 1480.5

ποιμένος, ἄβροχά θ’ ὃς

### 1485.1

πεδία καρποφόρα τε γᾶς

### 1485.2

ἐπιπετόμενος ἰαχεῖ.

### 1485.3

ὧ πταναὶ δολιχαύχενες,

### 1485.4

σύννομοι νεφέων δρόμωι,

### 1485.5

βᾶτε Πλειάδας ὑπὸ μέσας

### 1490.1

Ὠρίωνά τ’ ἐννύχιον,

### 1490.2

καρύξατ’ ἀγγελίαν

### 1490.3

Εὐρώταν ἐφεζόμεναι,

### 1490.4

Μενέλεως ὅτι Δαρδάνου

### 1490.5

πόλιν ἑλὼν δόμον ἥξει.

### 1495.1

μόλοιτέ ποθ’ ἵππιον οἶμον

### 1495.2

δι’ αἰθέρος ἱέμενοι, παῖδες Τυνδαρίδαι,

### 1495.3

λαμπρῶν ἀστέρων ὑπ’ ἀέλ‐

### 1495.4

λαις οἳ ναίετ’ οὐράνιοι, σωτῆρε τᾶς Ἑλένας,

### 1495.5

γλαυκὸν ἐπ’ οἶδμ’ ἅλιον

### 1495.6

κυανόχροά τε κυμάτων

### 1495.7

ῥόθια πολιὰ θαλάσσας,

### 1495.8

ναύταις εὐαεῖς ἀνέμων

### 1505.1

πέμποντες Διόθεν πνοάς,

### 1505.2

δύσκλειαν δ’ ἀπὸ συγγόνου

### 1505.3

βάλετε βαρβάρων λεχέων,

### 1505.4

ἃν Ἰδαιᾶν ἐρίδων

### 1505.5

ποιναθεῖς’ ἐκτήσατο, γᾶν

### 1510.1

οὐκ ἐλθοῦσά ποτ’ Ἰλίου

### 1510.2

Φοιβείους ἐπὶ πύργους.

### 1510.3

ΑΓΓΕΛΟΣ

### 1512.1

†ἄναξ, τὰ κάκιστ’ ἐν δόμοις ηὑρήκαμεν·†

### 1512.2

ὡς καίν’ ἀκούσηι πήματ’ ἐξ ἐμοῦ τάχα.

### 1512.3

Θε. τί δ’ ἔστιν; Αγ. ἄλλης ἐκπόνει μνηστεύματα

### 1515.1

γυναικός· Ἑλένη γὰρ βέβηκ’ ἔξω χθονός.

### 1515.2

Θε. πτεροῖσιν ἀρθεῖς’ ἢ πεδοστιβεῖ ποδί;

### 1515.3

Αγ. Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,

### 1515.4

ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.

### 1515.5

Θε. ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία

### 1520.1

ἐκ τῆσδ’ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.

### 1520.2

Αγ. ἥν γε ξένωι δίδως σύ· τοὺς δὲ σοὺς ἑλὼν ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθηις.

### 1520.3

Θε. πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων

### 1520.4

ἔσω βέβηκε μίαν ὑπερδραμεῖν χέρα

### 1525.1

τοσούσδε ναύτας ὧν ἀπεστάλης μέτα.

### 1525.2

Αγ. ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους

### 1525.3

ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη,

### 1525.4

σοφώταθ’ ἁβρὸν πόδα τιθεῖς’ ἀνέστενεν

### 1525.5

πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.

### 1530.1

ὡς δ’ ἤλθομεν σῶν περίβολον νεωρίων,

### 1530.2

Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν

### 1530.3

ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα

### 1530.4

ἔχουσαν. ἔργου δ’ ἔργον ἐξημείβετο·

### 1530.5

ὁ μὲν γὰρ ἱστόν, ὁ δὲ πλάτην καθίστατο

### 1535.1

†ταρσόν τε χειρὶ† λευκά θ’ ἱστί’ †εἰς ἓν ἦν†

### 1535.2

πηδάλιά τε ζεύγλαισι παρακαθίετο.

### 1535.3

κἀν τῶιδε μόχθωι, τοῦτ’ ἄρα σκοπούμενοι,

### 1535.4

Ἕλληνες ἄνδρες Μενέλεωι ξυνέμποροι

### 1535.5

προσῆλθον ἀκτὰς ναυφθόροις ἠσκημένοι

### 1540.1

πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δ’ ὁρᾶν.

### 1540.2

ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος

### 1540.3

προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·

### 1540.4

Ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε

### 1540.5

Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;

### 1545.1

ἀλλ’ Ἀτρέως παῖδ’ ὀλόμενον συνθάπτετε,

### 1545.2

ὃν Τυνδαρὶς παῖς ἥδ’ ἀπόντα κενοταφεῖ.

### 1545.3

οἱ δ’ ἐκβαλόντες δάκρυα ποιητῶι τρόπωι

### 1545.4

ἐς ναῦν ἐχώρουν Μενέλεωι ποντίσματα

### 1545.5

φέροντες. ἡμῖν δ’ ἦν μὲν ἥδ’ ὑποψία λόγος τ’ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν

### 1545.6

ὡς πλῆθος εἴη· διεσιωπῶμεν δ’ ὅμως

### 1545.7

τοὺς σοὺς λόγους σώιζοντες· ἄρχειν γὰρ νεὼς

### 1545.8

ξένον κελεύσας πάντα συνέχεας τάδε.

### 1545.9

καὶ τἄλλα μὲν δὴ ῥαιδίως ἔσω νεὼς

### 1555.1

ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς

### 1555.2

οὐκ ἤθελ’ ὀρθὸς σανίδα προσβῆναι κάτα,

### 1555.3

ἀλλ’ ἐξεβρυχᾶτ’ ὄμμ’ ἀναστρέφων κύκλωι,

### 1555.4

κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων

### 1555.5

μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δ’ Ἑλένης πόσις

### 1560.1

ἐκάλεσεν· Ὦ πέρσαντες Ἰλίου πόλιν,

### 1560.2

οὐχ εἷ’ ἀναρπάσαντες Ἑλλήνων νόμωι

### 1560.3

νεανίαις ὤμοισι ταύρειον δέμας

### 1560.4

ἐς πρῶιραν ἐμβαλεῖτε †φάσγανόν θ’ ἅμα

### 1560.5

πρόχειρον ὤσει† σφάγια τῶι τεθνηκότι;

### 1565.1

οἱ δ’ ἐς κέλευσμ’ ἐλθόντες ἐξανήρπασαν

### 1565.2

ταῦρον φέροντές τ’ εἰσέθεντο σέλματα.

### 1565.3

μονάμπυκος δὲ Μενέλεως ψήχων δέρην

### 1565.4

μέτωπά τ’ ἐξέπεισεν ἐσβῆναι δόρυ.

### 1565.5

τέλος δ’, ἐπειδὴ ναῦς τὰ πάντ’ ἐδέξατο,

### 1570.1

πλήσασα κλιμακτῆρας εὐσφύρωι ποδὶ

### 1570.2

Ἑλένη καθέζετ’ ἐν μέσοις ἑδωλίοις

### 1570.3

ὅ τ’ οὐκέτ’ ὢν λόγοισι Μενέλεως πέλας·

### 1570.4

ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τ’ ἴσοι

### 1570.5

ἀνὴρ παρ’ ἄνδρ’ ἕζονθ’, ὑφ’ εἵμασι ξίφη

### 1575.1

λαθραῖ’ ἔχοντες, ῥόθιά τ’ ἐξεπίμπλατο

### 1575.2

βοῆς, κελευστοῦ φθέγμαθ’ ὡς ἠκούσαμεν. ἐπεὶ δὲ γαίας ἦμεν οὔτ’ ἄγαν πρόσω

### 1575.3

οὔτ’ ἐγγύς, οὕτως ἤρετ’ οἰάκων φύλαξ·

### 1575.4

Ἔτ’, ὦ ξέν’, ἐς τὸ πρόσθεν—ἢ καλῶς ἔχει;—

### 1580.1

πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.

### 1580.2

ὁ δ’ εἶφ’· Ἅλις μοι. δεξιᾶι δ’ ἑλὼν ξίφος

### 1580.3

ἐς πρῶιραν εἷρπε κἀπὶ ταυρείωι σφαγῆι

### 1580.4

σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,

### 1580.5

τέμνων δὲ λαιμὸν ηὔχετ’· Ὦ ναίων ἅλα

### 1585.1

πόντιε Πόσειδον Νηρέως θ’ ἁγναὶ κόραι,

### 1585.2

σώσατέ μ’ ἐπ’ ἀκτὰς Ναυπλίας δάμαρτά τε

### 1585.3

ἄσυλον ἐκ γῆς· αἵματος δ’ ἀπορροαὶ

### 1585.4

ἐς οἶδμ’ ἐσηκόντιζον οὔριαι ξένωι.

### 1585.5

καί τις τόδ’ εἶπε· Δόλιος ἡ ναυκληρία·

### 1590.1

πάλιν πλέωμεν †ἀξίαν† κέλευε σύ,

### 1590.2

σὺ δὲ στρέφ’ οἴακ’. ἐκ δὲ ταυρείου φόνου

### 1590.3

Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·

### 1590.4

Τί μέλλετ’, ὦ γῆς Ἑλλάδος λωτίσματα,

### 1590.5

σφάζειν φονεύειν βαρβάρους νεώς τ’ ἄπο

### 1595.1

ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς

### 1595.2

βοᾶι κελευστὴς τὴν ἐναντίαν ὄπα·

### 1595.3

οὐχ εἷ’ ὁ μέν τις λοῖσθον ἀρεῖται δόρυ,

### 1595.4

ὁ δὲ ζύγ’ ἄξας, ὁ δ’ ἀφελὼν σκαλμοῦ πλάτην

### 1595.5

καθαιματώσει κρᾶτα πολεμίων ξένων; ὀρθοὶ δ’ ἀνῆιξαν πάντες, οἱ μὲν ἐν χεροῖν

### 1595.6

κορμοὺς ἔχοντες ναυτικούς, οἱ δὲ ξίφη·

### 1595.7

φόνωι δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δ’ ἦν

### 1595.8

πρύμνηθεν Ἑλένης· Ποῦ τὸ Τρωϊκὸν κλέος;

### 1595.9

δείξατε πρὸς ἄνδρας βαρβάρους. σπουδῆς δ’ ὕπο

### 1605.1

ἔπιπτον, οἱ δ’ ὠρθοῦντο, τοὺς δὲ κειμένους

### 1605.2

νεκροὺς ἂν εἶδες. Μενέλεως δ’ ἔχων ὅπλα, ὅπηι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,

### 1605.3

ταύτηι προσῆγε χειρὶ δεξιᾶι ξίφος,

### 1605.4

ὥστ’ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ

### 1610.1

σῶν ναυβατῶν ἐρέτμ’· ἐπ’ οἰάκων δὲ βὰς

### 1610.2

ἄνακτ’ ἐς Ἑλλάδ’ εἶπεν εὐθύνειν δόρυ.

### 1610.3

οἱ δ’ ἱστὸν ἦραν, οὔριαι δ’ ἧκον πνοαί·

### 1610.4

βεβᾶσι δ’ ἐκ γῆς. διαφυγὼν δ’ ἐγὼ φόνον

### 1610.5

καθῆκ’ ἐμαυτὸν εἰς ἅλ’ ἄγκυραν πάρα·

### 1615.1

ἤδη δὲ κάμνονθ’ ὁρμιατόνων μέ τις

### 1615.2

ἀνείλετ’, ἐς δὲ γαῖαν ἐξέβησέ σοι

### 1615.3

τάδ’ ἀγγελοῦντα. σώφρονος δ’ ἀπιστίας

### 1615.4

οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.

### 1615.5

Χο. οὐκ ἄν ποτ’ ηὔχουν οὔτε ς’ οὔθ’ ἡμᾶς λαθεῖν

### 1620.1

Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.

### 1620.2

Θε. ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·

### 1620.3

ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος

### 1620.4

ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·

### 1620.5

νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,

### 1625.1

ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.

### 1625.2

τοιγὰρ οὔποτ’ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.

### 1625.3

ΘΕΡΑΠΩΝΒ

### 1627.1

οὗτος, ὦ, ποῖ σὸν πόδ’ αἴρεις, δέσποτ’, ἐς ποῖον φόνον;

### 1627.2

Θε. οἷπερ ἡ δίκη κελεύει μ’· ἀλλ’ ἀφίστας’ ἐκποδών.

### 1627.3

Θε.β οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα 〈γὰρ〉 σπεύδεις κακά.

### 1630

Θε. ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; Θε.β φρονῶ

### 1630.1

γὰρ εὖ.

### 1630.2

Θε. οὐκ ἔμοιγ’, εἰ μή μ’ ἐάσεις ... Θε.β οὐ μὲν οὖν ς’

### 1631.1

ἐάσομεν.

### 1631.2

Θε. σύγγονον κτανεῖν κακίστην ... Θε.β εὐσεβεστάτην

### 1632.1

μὲν οὖν.

### 1632.2

Θε. ἥ με προύδωκεν ... Θε.β καλήν γε προδοσίαν, δίκαια

### 1633.1

δρᾶν.

### 1633.2

Θε. τἀμὰ λέκτρ’ ἄλλωι διδοῦσα. Θε.β τοῖς γε κυριωτέροις.

### 1635.1

Θε. κύριος δὲ τῶν ἐμῶν τίς; Θε.β ὃς ἔλαβεν πατρὸς πάρα.

### 1635.2

Θε. ἀλλ’ ἔδωκεν ἡ τύχη μοι. Θε.β τὸ δὲ χρεὼν ἀφείλετο.

### 1635.3

Θε. οὐ σὲ τἀμὰ χρὴ δικάζειν. Θε.β ἤν γε βελτίω λέγω.

### 1635.4

Θε. ἀρχόμεσθ’ ἄρ’, οὐ κρατοῦμεν. Θε.β ὅσια δρᾶν, τὰ δ’

### 1638.1

ἔκδικ’ οὔ.

### 1638.2

Θε. κατθανεῖν ἐρᾶν ἔοικας. Θε.β κτεῖνε· σύγγονον δὲ σὴν

### 1640.1

οὐ κτενεῖς ἡμῶν ἑκόντων ἀλλ’ ἔμ’· ὡς πρὸ δεσποτῶν

### 1640.2

τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.

### 1640.3

ΚΑΣΤΩΡ

### 1642.1

ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρηι,

### 1642.2

Θεοκλύμενε, γαίας τῆσδ’ ἄναξ· δισσοὶ δέ σε

### 1642.3

Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ

### 1645.1

ἔτικτεν Ἑλένην θ’, ἣ πέφευγε σοὺς δόμους.

### 1645.2

οὐ γὰρ πεπρωμένοισιν ὀργίζηι γάμοις,

### 1645.3

οὐδ’ ἡ θεᾶς Νηρῆιδος ἔκγονος κόρη

### 1645.4

ἀδικεῖ ς’ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν

### 1645.5

τιμῶσα πατρός τ’ ἐνδίκους ἐπιστολάς. [εἰς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον

### 1645.6

κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·

### 1645.7

ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα

### 1645.8

καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ’, οὐκέτι· ἐν τοῖσι δ’ αὐτοῖς δεῖ νιν ἐζεῦχθαι γάμοις

### 1655.1

ἐλθεῖν τ’ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.]

### 1655.2

ἀλλ’ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,

### 1655.3

νόμιζε δ’ αὐτὴν σωφρόνως πράσσειν τάδε.

### 1655.4

πάλαι δ’ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,

### 1655.5

ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·

### 1660.1

ἀλλ’ ἥσσον’ ἦμεν τοῦ πεπρωμένου θ’ ἅμα

### 1660.2

καὶ τῶν θεῶν, οἷς ταῦτ’ ἔδοξεν ὧδ’ ἔχειν.

### 1660.3

σοὶ μὲν τάδ’ αὐδῶ, συγγόνωι δ’ ἐμῆι λέγω·

### 1660.4

πλεῖ ξὺν πόσει σῶι· πνεῦμα δ’ ἕξετ’ οὔριον·

### 1660.5

σωτῆρε δ’ ἡμεῖς σὼ κασιγνήτω διπλῶ

### 1665.1

πόντον παριππεύοντε πέμψομεν πάτραν.

### 1665.2

ὅταν δὲ κάμψηις καὶ τελευτήσηις βίον,

### 1665.3

θεὸς κεκλήσηι [καὶ Διοσκόρων μέτα

### 1665.4

σπονδῶν μεθέξεις] ξένιά τ’ ἀνθρώπων πάρα

### 1665.5

ἕξεις μεθ’ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.

### 1670.1

οὗ δ’ ὥρμισέν σε πρῶτα Μαιάδος τόκος

### 1670.2

Σπάρτης ἀπάρας τὸν κατ’ οὐρανὸν δρόμον,

### 1670.3

κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,

### 1670.4

φρουρὸν παρ’ Ἀκτὴν τεταμένην νῆσον λέγω,

### 1670.5

Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,

### 1675.1

ἐπεὶ κλοπαίαν ς’ ἐκ δόμων ἐδέξατο.

### 1675.2

καὶ τῶι πλανήτηι Μενέλεωι θεῶν πάρα

### 1675.3

μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·

### 1675.4

τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες, τῶν δ’ ἀναριθμήτων μᾶλλον †εἰσιν οἱ πόνοι†.

### 1680.1

Θε. ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος

### 1680.2

νείκη μεθήσω σφῶιν κασιγνήτης πέρι·

### 1683

κείνη δ’ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ,

### 1682

ἐγὼ δ’ ἀδελφὴν οὐκέτ’ ἂν κτάνοιμ’ ἐμήν.

### 1684

ἴστον δ’ ἀρίστης σωφρονεστάτης θ’ ἅμα

### 1685.1

†γεγῶτ’ ἀδελφῆς ὁμογενοῦς ἀφ’ αἵματος†.

### 1685.2

καὶ χαίρεθ’ Ἑλένης οὕνεκ’ εὐγενεστάτης

### 1685.3

γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.

### 1685.4

[Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,

### 1685.5

πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

### 1690.1

καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

### 1690.2

τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/euripides-helena-cbm-bb.json (sha256:67303cdc70c835a8eecbf36ad11925ea9c37bbdfaf10941008a1ed0e110a0aa7). Cite as `eul_wid: cbm-bb`.
