---
title: Corinthian Matters
title_greek: Κορινθιακὰ Πράγματα
author: Eumelus of Corinth
eul_wid: aaa-aa
eul_aid: aaa
canonical: "https://eulogikon.org/grc/eumelus-of-corinth/matters"
canonical_json: "https://eulogikon.org/data/works/grc/eumelus-of-corinth-matters-aaa-aa.json"
sha256: "5d91e181010e01e5b167c1c2907d4109e5bee3733dd741eddd22eaf3d3d3efb9"
period: Archaic
dialect: Epic (Homeric) (frg)
domain: Epic
format: Collection
license: CC0-1.0
---

# Corinthian Matters

*Κορινθιακὰ Πράγματα*

**Author:** Eumelus of Corinth

**eul_wid:** `aaa-aa` · [HTML page](https://eulogikon.org/grc/eumelus-of-corinth/matters) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/eumelus-of-corinth-matters-aaa-aa.json)

## Text

### 3b,451,F 1a

PAUSAN. 2, 1, 1: ἡ δὲ Κορινθία χώρα μοῖρα οὖσα τῆς Ἀργείας ἀπὸ Κορίνθου τὸ ὄνομα ἔσχηκε. Διὸς δὲ εἶναι Κόρινθον οὐδένα οἶδα εἰπόντα πω σπουδῆι πλὴν Κορινθίων τῶν πολλῶν· Εὔμηλος δὲ (T 2) .... Ἐφύραν Ὠκεανοῦ θυγατέρα οἰκῆσαι πρῶτον ἐν τῆι γῆι ταύτηι, Μαραθῶνα δὲ ὕστερον τὸν Ἐπωπέως τοῦ Ἀλωέως τοῦ Ἡλίου φεύγοντα ἀνομίαν καὶ ὕβριν τοῦ πατρὸς ἐς τὰ παραθαλάσσια μετοικῆσαι τῆς Ἀττικῆς, ἀποθανόντος δὲ Ἐπωπέως ἀφικόμενον ἐς Πελοπόννησον καὶ τὴν ἀρχὴν διανείμαντα τοῖς παισίν, αὐτὸν ἐς τὴν Ἀττικὴν αὖθις ἀναχωρῆσαι, καὶ ἀπὸ μὲν Σικυῶνος τὴν Ἀσωπίαν, ἀπὸ δὲ Κορίνθου τὴν Ἐφυραίαν μετονομασθῆναι.

### 3b,451,F 1b

SCHOL. APOLL. RHOD. 4, 1212/14b: αὖθι δὲ νήσωι / δὴν μάλα Φαιήκεσσι μετ’ ἀνδράσι ναιετάασκον (scil. οἱ Κόλχοι), / εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες, / ἀνέρες ἐνάσσαντο μετὰ χρόνον] Ἐφύρα ἡ Κόρινθος, ἀπὸ Ἐφύρας τῆς Ἐπιμηθέως θυγατρός· Εὔμηλος δὲ ἀπὸ Ἐφύρας τῆς Ὠκεανοῦ καὶ Τηθύος, γυναικὸς δὲ γενομένης Ἐπιμηθέως.

### 3b,451,F 2a

PAUSAN. 2, 3, 10: Εὔμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώραν Ἀλωεῖ μὲν τὴν Ἀσωπίαν, Αἰήτηι δὲ τὴν Ἐφυραίαν. καὶ Αἰήτην ἀπιόντα ἐς Κόλχους παρακαταθέσθαι Βούνωι τὴν γῆν, Βοῦνον δὲ Ἑρμοῦ καὶ Ἀλκιδαμείας εἶναι· καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶ τὴν Ἐφυραίων σχεῖν ἀρχήν. Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδένα ὑπολειπομένου παῖδα, τοὺς Κορινθίους Μήδειαν μεταπεμψαμένους ἐξ Ἰωλκοῦ παραδοῦναί οἱ τὴν ἀρχήν. (11) βασιλεύειν μὲν δὴ δι’ αὐτὴν Ἰάσονα ἐν Κορίνθωι, Μηδείαι δὲ παῖδας μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸ ἐς τὸ ἱερὸν φέρουσαν τῆς Ἥρας, κατακρύπτειν δὲ ἀθανάτους ἔσεσθαι νομίζουσαν· τέλος δὲ αὐτήν τε μαθεῖν ὡς ἡμαρτήκοι τῆς ἐλπίδος καὶ ἅμα ὑπὸ τοῦ Ἰάσονος φωραθεῖσαν—οὐ γὰρ αὐτὸν ἔχειν δεομένηι συγγνώμην, ἀποπλέοντα 〈δὲ〉 ἐς Ἰωλκὸν οἴχεσθαι—, τούτων δὴ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν, παραδοῦσαν Σισύφωι τὴν ἀρχήν. τάδε μὲν οὕτως ἔχοντα ἐπελεξάμην.

### 3b,451,F 2b

SCHOL. EURIP. Med. 9 (= 19): ὅτι δὲ βεβασίλευκε τῆς Κορίνθου ἡ Μήδεια, Εὔμηλος ἱστορεῖ καὶ Σιμωνίδης (PLG 4 F 48). ὅτι δὲ καὶ ἀθάνατος ἦν ἡ Μήδεια, Μουσαῖος ἐν τῶι Περὶ Ἰσθμίων (455 F 1) ἱστορεῖ, ἅμα καὶ περὶ τῶν τῆς Ἀκραίας Ἥρας ἑορτῶν ἐκτιθείς.

### 3b,451,F 2c

SCHOL. PINDAR. Ol. 13, 74 f: διὰ τί Μηδείας ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῶιον αὐτῆς κτῆμα γέγονε τούτωι τῶι λόγωι· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου καὶ Ἀντιόπης· τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίαι (?), τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῆι ἀρχῆι Βούνωι μέν τινι Ἑρμοῦ υἱῶι παρέδωκε τὴν πόλιν, εἰπὼν φυλάττειν τοῖς ἐσομένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ὤικησε βασιλεύων. διδάσκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικός, εἰπὼν «ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο / Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην /, δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός· / ἣν μὲν ἔχ’ Ἀσωπός, ταύτην πόρε δίωι Ἀλωεῖ, / ἣν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτηι δῶκεν ἅπασαν. / Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν, / εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος, / ἢ παῖς ἢ υἱωνός· ὁ δ’ ἵκετο Κολχίδα γαῖαν». Βοῦνος δὲ Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς.

### 3b,451,F 3

SCHOL. APOLL. RHOD. 3, 1354/6a: οἱ δ’ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν / γηγενέες κ.τ.λ.] οὗτος καὶ οἱ ἑξῆς στίχοι εἰλημμένοι εἰσὶ παρ’ Εὐμήλου, παρ’ ὧι φησι Μήδεια πρὸς Ἴδμονα. Σοφοκλῆς δὲ ἐν ταῖς Κολχίσι (F 317 N 2 ) πεποίηκε τὸν ἄγγελον, τοῦ Αἰήτου πυθομένου περὶ τῶν προειρημένων .... λέγοντα .... ταῦτα δὲ Ἀπολλώνιος παραγέγραφεν.

### 3b,451,F 4

PAUSAN. 2, 2, 2: 〈τάφους δὲ〉 Σισύφου καὶ Νηλέως—καὶ γὰρ Νηλέα ἀφικόμενον ἐς Κόρινθον νόσωι τελευτῆσαί φασι καὶ περὶ τὸν ἰσθμὸν ταφῆναι—οὐκ ἂν οἶδ’ εἰ ζητοίη τις, ἐπιλεξάμενος τὰ Εὐμήλου· Νηλέως μὲν γὰρ οὐδὲ Νέστορι ἐπιδειχθῆναι τὸ μνῆμα ὑπὸ τοῦ Σισύφου φησί (χρῆναι γὰρ ἄγνωστον τοῖς πᾶσιν ὁμοίως εἶναι), Σίσυφον δὲ ταφῆναι μὲν ἐν τῶι ἰσθμῶι, τὸν δέ οἱ τάφον καὶ τῶν ἐφ’ αὑτοῦ Κορινθίων ὀλίγους εἶναι τοὺς εἰδότας.

### 3b,451,F 5

SCHOL. APOLL. RHOD. 2, 946/54c: αὐτίκα δ’ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, / θυγατέρ’ Ἀσωποῖο καθίσσατο, καί οἱ ὄπασσεν / παρθενίην Ζεὺς αὐτὸς .... ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι / ἱέμενον, ποταμόν τε ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν / τήνγε τις .... δάμασσεν] πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης, ἣν ἁρπάσας Ἀπόλλων ἀπὸ Ὑρίας ἐκόμισεν εἰς Πόντον, καὶ μιγεὶς αὐτῆι ἔσχε Σύρον, ἀφ’ οὗ οἱ Σύροι. ἐν δὲ τοῖς Ὀρφικοῖς (F 45 Kern) Ἄρεως καὶ Αἰγίνης γενεαλογεῖται, κατὰ δέ τινας Ἄρεως καὶ Παρνάσσης, κατ’ Εὔμηλον καὶ Ἀριστοτέλην (IV) Ἀσωποῦ· ... Φιλοστέφανος (IV) δέ φησι τοὐναντίον (scil. ἢ Ἀπολλώνιος) Ἀπόλλωνι αὐτὴν μιγεῖσαν ἀποκυῆσαι τὸν προσαγορευθέντα Σύρον.

### 3b,451,F 6

SCHOL. APOLL. RHOD. 1, 146/9: ἡ δὲ Λήδα ἦν Θεστίου θυγάτηρ τοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς 〈λέγουσι Δηιδά〉μειαν· Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς ἐν Κορινθιακοῖς λέγει Εὔμηλος καὶ Παντειδυίας μητρός, ἱστορῶν ὅτι τῶν ἵππων ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίαι, ἣν ὕστερον γήμασθαι Θεστίωι φησὶ 〈καὶ τεκεῖν〉 τὴν Λήδαν, γόνωι μὲν οὖσαν Γλαύκου, λόγωι δὲ Θεστίου .... ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν (F 6 Diehl) αἰνίττεται λέγων «τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαιρα».

### 3b,451,F 7

[APOLLODOR.] Bibl. 3, 133: Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέννησε καὶ κατά τινας (Hesiod. F 99 Rz) Νικόστρατον, ἐκ δούλης 〈δὲ〉 [Πιερίδος] γένος Αἰτωλίδος ἤ, καθάπερ Ἀκουσίλαός φησι (2 F 41) 〈Πιερίδοσ〉 [Τηρηίδος], Μεγαπένθη, ἐκ Κνωσσίας δὲ νύμφης κατὰ Εὔμηλον Ξενόδαμον.

### 3b,451,F 8

[APOLLODOR.] Bibl. 3, 100: Εὔμηλος δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ γενέσθαι· Ἡσίοδος (F 181) μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν λέγει· Ἄσιος (F 9 Ki) δὲ Νυκτέως, Φερεκύδης (3 F 157) δὲ Κητέως.

### 3b,451,F 9

[APOLLODOR.] Bibl. 3, 102 (TZETZ. Lyk. 480): Ἀρκάδος δὲ καὶ Λεανείρας τῆς Ἀμύκλου ἢ Μεγανείρας τῆς Κρόκωνος, ὡς δὲ Εὔμηλος λέγει νύμφης Χρυσοπελείας, ἐγένοντο παῖδες Ἔλατος καὶ Ἀφείδας.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/eumelus-of-corinth-matters-aaa-aa.json (sha256:5d91e181010e01e5b167c1c2907d4109e5bee3733dd741eddd22eaf3d3d3efb9). Cite as `eul_wid: aaa-aa`.
