---
title: Epitaph
title_greek: Ἐπιτάφιον
author: Epitaph of Abercius
eul_wid: rcq-aa
eul_aid: rcq
canonical: "https://eulogikon.org/grc/epitaph-of-abercius/text"
canonical_json: "https://eulogikon.org/data/works/grc/epitaph-of-abercius-text-rcq-aa.json"
sha256: "6a5ee1a609e8b631df1fed80bf04c83854bf61f451a1a07407d42b3a4a086583"
period: Roman
dialect: Christian Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Epitaph

*Ἐπιτάφιον*

**Author:** Epitaph of Abercius

**eul_wid:** `rcq-aa` · [HTML page](https://eulogikon.org/grc/epitaph-of-abercius/text) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/epitaph-of-abercius-text-rcq-aa.json)

## Text

### unit_1

Ἐκλεκτῆς πόλεως ὁ πολείτης τοῦτ’ ἐποίησα ζῶν, ἵν’ ἔχω καιρῷ σώματος ἔνθα θέσιν. οὔνομ’ Ἀβέρκιος ὁ ὢν μαθητὴς ποιμένος ἁγνοῦ, ὃς βόσκει προβάτων ἀγέλας ὄρεσιν πεδίοις τε, ὀφθαλμοὺς ὃς ἔχει μεγάλους πάντη καθορῶντας. οὗτος γάρ μ’ ἐδίδαξε .... γράμματα πιστά· εἰς Ῥώμην ὃς ἔπεμψεν ἐμὲν βασιλείαν ἀθρῆσαι καὶ βασίλισσαν ἰδεῖν χρυσόστολον χρυσοπέδιλον· λαὸν δ’ εἶδον ἐκεῖ λαμπρὰν σφραγεῖδαν ἔχοντα.

### unit_2

καὶ Συρίης πέδον εἶδα καὶ ἄστεα πάντα, Νισῖβιν, Εὐφράτην διαβάς, πάντη δ’ ἔσχον συνομίλους Παῦλον ἔχων ἔποχον. πίστις πάντη δὲ προῆγε καὶ παρέθηκε τροφὴν πάντη ἰχθὺν ἀπὸ πηγῆς πανμεγέθη καθαρόν, ὃν ἐδράξατο παρθένος ἁγνή· καὶ τοῦτον ἐπέδωκε φίλοις ἔσθειν διὰ παντὸς οἶνον χρηστὸν ἔχουσα κέρασμα διδοῦσα μετ’ ἄρτου. ταῦτα παρεστὼς εἶπον Ἀβέρκιος ὧδε γραφῆναι, ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς. ταῦθ’ ὁ νοῶν εὔξαιτο ὑπὲρ Ἀβερκίου πᾶς ὁ συνῳδός.

### unit_3

οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει. εἰ δ’ οὖν, Ῥωμαίων ταμείῳ θήσει δισχίλια χρυσᾶ καὶ χρηστῇ πατρίδι Ἱεροπόλει χίλια χρυσᾶ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/epitaph-of-abercius-text-rcq-aa.json (sha256:6a5ee1a609e8b631df1fed80bf04c83854bf61f451a1a07407d42b3a4a086583). Cite as `eul_wid: rcq-aa`.
