---
title: Fragments on Lais the Courtesan
title_greek: Ἀποσπάσματα περὶ Λαΐδος τῆς ἑταίρας
author: Epicrates the Comic
eul_wid: fka-ab
eul_aid: fka
canonical: "https://eulogikon.org/grc/epicrates-the-comic/lais-fragments-ab"
canonical_json: "https://eulogikon.org/data/works/grc/epicrates-the-comic-lais-fragments-ab-fka-ab.json"
sha256: "2b68b242e558d9ef512860fa76f988a567ea5f37b72c224a8ceabb2e0aa6ed55"
period: Classical
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Lais the Courtesan

*Ἀποσπάσματα περὶ Λαΐδος τῆς ἑταίρας*

**Author:** Epicrates the Comic

**eul_wid:** `fka-ab` · [HTML page](https://eulogikon.org/grc/epicrates-the-comic/lais-fragments-ab) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/epicrates-the-comic-lais-fragments-ab-fka-ab.json)

## Text

### book 1

Δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι.

### book 1-2.1

Τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, * * * Διὸς νόμον· αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον.[ln_4]* * * *[ln_5]Αὕτη δὲ Λαῒς ἀργός ἐστι καὶ πότις, τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον· πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι, ἐκ τῶν ὀρῶν

### book 1-2.2

πρόβατ’ ἐσθίουσι καὶ λαγώς[ln_10]μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος·

### book 1-2.1

ὅταν δὲ γηράσκωσιν ἤδη τότε . . ἐπὶ τοὺς νεὼς ἵζουσι

### book 1-2.2

πεινῶντες κακῶς· κἄπειτα

### book 1-2.3

τοῦτ’ εἶναι νομίζεται τέρας. καὶ Λαῒς ὀρθῶς γοῦν νομίζοιτ’ ἂν τέρας·[ln_15]αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν

### book 1-2.4

στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ’ ἂν αὐτῆς

### book 1-2.5

Φαρνάβαζον θᾶττον ἄν. ἐπεὶ δὲ δόλιχον

### book 1-2.6

τοῖς ἔτεσιν ἤδη

### book 1-2.7

τρέχει, τὰς ἁρμονίας

### book 1-2.8

τε διαχαλᾷ τοῦ σώματος,[ln_20]ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστι καὶ πτύσαι· ἐξέρχεταί τε

### book 1-2.9

πανταχός’ ἤδη

### book 1-2.10

πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν, ὥστ’, ὦ φίλταται,

### book 1-2.1

[ln_25]τἀργύριον ἐκ τῆς

### book 1-2.2

χειρὸς ἤδη λαμβάνει.

### book 3.1

Τἀρωτίκ’ ἐκμεμάθηκα

### book 3.2

ταῦτα

### book 3.3

παντελῶς

### book 3.4

Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.

### book 1.1

Τί γάρ ἔχθιον ἢ „παῖ παῖ“ καλεῖσθαι

### book 1.2

παρὰ πότον, καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί, ἢ τὴν ἁμίδα φέρειν, ὁρᾶν

### book 1.3

τε κείμενα[ln_5]ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς

### book 1.4

φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν

### book 1.5

ποιεῖ, γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ ἡμῶν

### book 1.6

τι τούτων.

### book 1.1

Ἐπὶ τοῖσδ’ ἐγώ μάγειρος. οὔτε

### book 1.2

Σικελία καυχήσεται

### book 1.3

τρέφειν

### book 1.4

τοιοῦτον ἄρταμον κατ’ ἰχθύων, οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα[ln_5]κάλλιστ’ ὄπωπα

### book 1.5

πυρὸς ἀκμαῖς ἠνθισμένα.

### book 1.1

Τελέως μ’ ὑπῆλθεν ἡ κατάρατος μαστροπός, ἐπομνύουσα τὰν Κόραν, τὰν Ἄρτεμιν, τὰν

### book 1.2

Φερσέφατταν, ὡς δάμαλις, ὡς

### book 1.3

παρθένος, ὡς πῶλος ἀδμής· ἡ δ’ ἄρ’ ἦν μυωνία.

### book 1.1

[spk_α]Α. Τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος, πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία

### book 1.2

φροντίς, ποῖος δὲ λόγος

### book 1.1

[ln_5][spk_β]διερευνᾶται

### book 1.2

παρὰ τοῖσιν; τάδε μοι

### book 1.3

πινυτῶς, εἴ τι κατειδώς ἥκεις, λέξον, πρὸς γᾶς * * Β. ἀλλ’ οἶδα λέγειν

### book 1.4

περὶ τῶνδε

### book 1.5

σαφῶς· Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην[ln_10]μειρακίων ἐν γυμνασίοις Ἀκαδημίας ἤκουσα λόγων ἀφάτων ἀτόπων· περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων

### book 1.6

τε βίον

### book 1.1

[ln_15][spk_α]δένδρων

### book 1.2

τε φύσιν λαχάνων

### book 1.3

τε γένη. κᾆτ’ ἐν

### book 1.4

τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.

### book 1.1

[ln_20][spk_β]Β. πρώτιστα μὲν οὖν πάντες ἀναυδεῖς τότ’ ἐπέστησαν, καὶ κύψαντες

### book 1.2

χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτ’ ἐξαίφνης ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων[ln_25]λάχανόν

### book 1.3

τις ἔφη

### book 1.4

στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος. ταῦτα δ’ ἀκούων ἰατρός

### book 1.5

τις

### book 1.6

Σικελᾶς ἀπὸ γᾶς καπέπαρδ’ αὐτῶν ὡς ληρούντων.

### book 1.1

[ln_30][spk_α]Α. ἦ που δεινῶς ὠργίσθησαν

### book 1.2

χλευάζεσθαί τ’ ἐβόησαν· τὸ γὰρ ἐν λέσχαις

### book 1.3

ταῖσδε

### book 1.4

τοιαυτί ποιεῖν ἀπρεπές. Β. οὐδ’ ἐμέλησεν

### book 1.5

τοῖς μειρακίοις·[ln_35]ὁ Πλάτων δὲ παρὼν καὶ μάλα

### book 1.6

πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς πάλιν * * ἀφορίζεσθαι τίνος ἐστὶ γένους· οἱ δὲ διῄρουν.

### book 2.1

Κατάβαλλε τἀκάτια, καὶ κυλίκια αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν τ’ ἐπουρίσας

### book 2.2

πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν

### book 2.3

ποιοῦ,[ln_5]καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/epicrates-the-comic-lais-fragments-ab-fka-ab.json (sha256:2b68b242e558d9ef512860fa76f988a567ea5f37b72c224a8ceabb2e0aa6ed55). Cite as `eul_wid: fka-ab`.
