---
title: Fragments of Pseudepicharmea
title_greek: Ψευδεπιχάρμου Ἀποσπάσματα
author: Epicharmus of Syracuse
eul_wid: bhm-aa
eul_aid: bhm
canonical: "https://eulogikon.org/grc/epicharmus-syracuse/pseudepicharmea-aa"
canonical_json: "https://eulogikon.org/data/works/grc/epicharmus-syracuse-pseudepicharmea-aa-bhm-aa.json"
sha256: ecb0e2be2eb76a4e3f181a8d9863c72fc638df964a408827f00e10c2a3a227c5
period: Archaic
dialect: Doric
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments of Pseudepicharmea

*Ψευδεπιχάρμου Ἀποσπάσματα*

**Author:** Epicharmus of Syracuse

**eul_wid:** `bhm-aa` · [HTML page](https://eulogikon.org/grc/epicharmus-syracuse/pseudepicharmea-aa) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/epicharmus-syracuse-pseudepicharmea-aa-bhm-aa.json)

## Text

### book 239.1

ὁ μὲν Ἐπίχαρμος

### book 239.2

τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.

### book 245.1

συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ’ ἄνω· τί τῶνδε

### book 245.2

χαλεπόν; οὐδὲ ἕν.

### book 246

αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσαμένοι.

### book 247*

ἀποθανεῖν ἢ τεθνάναι οὔ μοι διαφέρει.

### book 249

νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἄλλα κωφὰ καὶ τυφλά.

### book 250.1

νᾶφε καὶ μέμνας’ ἀπιστεῖν· ἄρθρα

### book 250.2

ταῦτα τᾶν

### book 250.3

φρενῶν.

### book 252

εἰκότως μὲν οὐκ ἔφα τόδ’, ἀλλ’ ἀλαθέως ἔφα.

### book 253

τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.

### book 254.1

ὡς δ’ ἐγὼ δοκέω—δοκέων γὰρ σάφα ἴσαμι

### book 254.2

τοῦθ’ ὅτι τῶν ἐμῶν μνάμα

### book 254.3

ποκ’ ἐσσεῖται λόγων

### book 254.4

τούτων ἔτι. καὶ λαβών

### book 254.5

τις αὐτὰ περιλύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφύραν, λόγοισι

### book 254.6

ποικίλας καλοῖς,[ln_5]δυσπάλαιστος αὐτὸς ἄλλους εὐπαλαίστους ἀποφανεῖ.

### book 255

ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.

### book 256

ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει ...

### book 257.1

ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος .... ἀνθρώπωι πέφυκε

### book 257.2

περὶ βίου καταστροφάς. ὁ δέ γε τὰς τέχνας ἅπασι

### book 257.3

συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτοὺς ὅτι

### book 257.4

ποιεῖν δεῖ συμφέρον·[ln_5]οὐ γὰρ ἄνθρωπος τέχναν

### book 257.5

τιν’ εὗρεν, ὁ δὲ θεὸς

### book 257.6

ταύταν φέρει· ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε

### book 257.7

τοῦ θείου λόγου.

### book 258*

ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.

### book 261

εὐσεβὴς βίος μέγιστον ἐφόδιον θνατοῖς ἐστι.

### book 262*

ἀνδρὶ δ’ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ’ ἐμὶν δοκεῖ.

### book 263*.1

θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν

### book 263*.2

φρονεῖν.

### book 264

γνῶθι πῶς ἄλλωι κέχρηται.

### book 265.1

εὐσεβὴς νόωι

### book 265.2

πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν κατθανών· ἄνω τὸ πνεῦμα διαμένει κατ’ οὐρανόν.

### book 266.1

οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν

### book 266.2

τυ δεῖ· αὐτός ἐσθ’ ἁμῶν ἐπόπτας, ἀδυνατεῖ δ’ οὐδὲν θεός.

### book 267.1

ὡς

### book 267.2

πολὺν ζήσων

### book 267.3

χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.

### book 268

ἐγγύας ἄτα 〈ἐστὶ〉 θυγάτηρ, ἐγγύα δὲ ζαμίας.

### book 269

καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.

### book 270.1

αἴ τί κα ζατῆις

### book 270.2

σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.

### book 271

πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.

### book 272

οὐ λέγειν τύγ’ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.

### book 273.1

ἁ δὲ χεὶρ τὰν

### book 273.2

χεῖρα νίζει· δός

### book 273.3

τι καὶ λάβ’ αἴ τι 〈λῆισ〉.

### book 274

οὐ φιλάνθρωπος τύγ’ ἔσς’· ἔχεις νόσον, χαίρεις διδούς.

### book 275*

ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.

### book 276*.1

πρὸς

### book 276*.2

στάθμαι πέτρον τίθεσθαι, μή τι

### book 276*.3

πρὸς πέτρωι

### book 276*.4

στάθμαν.

### book 277.1

πρὸς 〈δὲ〉 τοὺς πέλας

### book 277.2

πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν

### book 277.3

πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν

### book 277.4

φρονῶν〉.

### book 278*

τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δ’ ἔργωι κακῶς.

### book 279*

φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ 〈μανθάνειν〉.

### book 280.1

οὐ μετανοεῖν ἀλλὰ προνοεῖν

### book 280.2

χρὴ τὸν ἄνδρα τὸν

### book 280.3

σοφόν.

### book 281

μὴ ἐπὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.

### book 282.1

ἐπιπολάζειν οὔ τι

### book 282.2

χρὴ τὸν θυμὸν ἀλλὰ τὸν νόον.

### book 283

οὐδὲ εἷς οὐδὲν μετ’ ὀργᾶς κατὰ τρόπον βουλεύεται.

### book 284.1

ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς

### book 284.2

πλέονα δωρεῖται φίλοις.

### book 285.1

τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος φίλοις; δῆλον ὡς ἀνὴρ

### book 285.2

παρ’ οὐδέν ἐσθ’ ὁ μὴ φθονούμενος· τυφλὸν ἠλέης’ ἰδών

### book 285.3

τις, ἐφθόνησε δ’ οὐδὲ εἷς.

### book 286.1

σώφρονος γυναικὸς ἀρετὰ τὸν

### book 286.2

συνόντα μὴ ἀδικεῖν.

### book 287.1

τῶν πόνων

### book 287.2

πωλοῦσιν ἁμῖν πάντα τἀγάθ’ οἱ θεοί.

### book 288

ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχηις.

### book 290.1

καὶ πιεῖν ὕδωρ διπλάσιον

### book 290.2

χλιαρόν, ἡμίνας δύο.

### book 296

Εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δ’ ἡ κόπρος ἐστίν· εἰ δὴ γῆ νεκρός ἐστ’, οὐ νεκρὸς ἀλλὰ θεός.

### book 297.1

μηδὲν γὰρ εἴ] τις δυστυχῶν βίον τ’ ἔχων μηδὲν καλόν] τε κἀγαθὸν

### book 297.2

ψυχᾶι διδῶι, ἐγὼ μὲν αὐτὸν οὔ]τι

### book 297.3

φασῶ μακάριον, φύλακα δὲ μᾶ]λλον

### book 297.4

χρημάτων καλῶν [κακόν.

### book 298.1

ὦ θύγατερ, αἰαῖ τύχας· ξυνοικεῖς ὦν νέωι γ’ ἔσσα

### book 298.2

παλαιτέρα. ὃ μὲν γὰρ ἄλλην λαμβάνει νεανίδα, ἃ δ’ ἄλλον ἄλληι δῆτα μαστεύει

### book 298.3

τινά.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/epicharmus-syracuse-pseudepicharmea-aa-bhm-aa.json (sha256:ecb0e2be2eb76a4e3f181a8d9863c72fc638df964a408827f00e10c2a3a227c5). Cite as `eul_wid: bhm-aa`.
