---
title: Historical Epic Fragment
title_greek: Ἱστορικὸν Ἐπικὸν Ἀπόσπασμα
author: Epic Work  Anonymous
eul_wid: kjq-ah
eul_aid: kjq
canonical: "https://eulogikon.org/grc/epic-fragments-anonymous/historical-fragment-ah"
canonical_json: "https://eulogikon.org/data/works/grc/epic-fragments-anonymous-historical-fragment-ah-kjq-ah.json"
sha256: b1e55b74ed28031f4563ffeb27ed3ba5fbb17ed6d15906ab294f982e8d19be34
period: Hellenistic
dialect: Epic (Homeric) (frg)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Historical Epic Fragment

*Ἱστορικὸν Ἐπικὸν Ἀπόσπασμα*

**Author:** Epic Work  Anonymous

**eul_wid:** `kjq-ah` · [HTML page](https://eulogikon.org/grc/epic-fragments-anonymous/historical-fragment-ah) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/epic-fragments-anonymous-historical-fragment-ah-kjq-ah.json)

## Text

### unit_1

[δεξιτε]ρῇ κραδάων δολιχόσ̣[κιον ἔγχος ἔτυψεν] γαστ[έ]ρα̣· τ̣ῇ δ’ ἐνὶ χαλκὸς ἐλήλατ[ο] ἀσπίδα δαιδαλέην χαμάδις βάλ̣[ε, κάππεσε δ’ αὐτός] ὕπτιος ἐν κονίῃσι, κυλινδομέν[ου δ’ ὑπὸ χα]λκῷ γαστρὸς ἀποθρώσκοντα κατέρρε̣ε̣[ν] ἔ̣[γκατ]α γαίῃ. Περσίνοος δ’ ὄλεκεν Δολίον κρατερόν τε Πυλάρτην Λαμπετίδην τε Φάληρον Ἀγήνορά τ’ αἰολομήτην· Αἴνιος αὖτε Μίμαντα δαήμονα θηροσυνάων [Ν]ειλῴης προβλῆτος ἰδὼν ἐπιάλμενον ὄχθης [ἀκ]ροτάτης κεφαλῆς κατὰ ἰνίον οὔτασε χαλκῷ· πρηνὴς δ’ ἐς ποταμὸν προκυλίνδετο, [μίσ]γ̣ετ̣ο̣ δ’ ὕδ̣[ωρ] [αἵμ]ατι, τῆλε δέ οἱ προλιπὼν χρόα θ[υμὸς ἀπέπτη] [ἠύτ]ε κοῦφος ὄνειρος, ἐπερρώο̣[ντο δὲ νεκρῷ] [ἰχθ]ύες, ἀμφὶ δ’ ἀρ’ αὐτὸν ἀγήγ[ερατ’ ἔνθα καὶ ἔνθα] [ἐσ]θόντες σάρκας τε̣ κ̣[αὶ] ἔ̣γ̣[κατα πίονα φωτός.] [Αὐτ]ομέδων δ’ ὑσμῖν[ι..] .....[] [καὶ γ]ὰρ δὴ Βλεμύων πυκιναὶ κλονέ[οντο φάλαγγες·] [ἔν]θ̣’ ἔβαλ’ Αἴσυμνον κατὰ γαστέρα, τ[ῆς δὲ διαπρό] [ὠκυ]πετὲς κατέδυ δόρυ [χάλκ]ε̣ο̣ν, [αὐτὰρ ὅ γ’ ἥρως]

### unit_2

[ἔστ]η ἀμηχανέων, χολ[άδες δέ οἱ αὐτίκα πᾶσαι] [χύν]το χαμαί, τὰς δ’ αὖτε̣ [] []μαιν̣ων τε κα̣[ὶ] []τέταται νέφος, οὐδ’ ἐσορῶ[μαι] []α̣ινην ὁδόν, ἡ δέ μ̣[οι] ἔξω [στηθέων ταρβαλέη] κραδίη ἀναπάλλεται ἤδη, πάντα δ̣[ὲ .....]λ̣υ̣ται χρόα δείματι. τίς κεν ἀλύξῃ ἀνέρα τό[νδ’] οὗπέρ τε μένος καὶ χεῖρες ἄαπτοι [ἀ]τρεκέως πεφύασιν ἀπ’ ἀκαμάτοιο σιδήρου. [ἦ ῥ]α καὶ ἐς φόβον ὦρτο κατὰ φρένα θυμὸν ἀλυίων, [οἱ] δ’ ἄλλοι κατὰ μέσσον ἐελμένοι ἠύτε κάπροι [..]θ̣όμενοι κατ’ ὄρεσφι λίνων ὑπὸ θηρητήρων [...]ν̣..[..........] τεκέων ὕπερ, ἔρρεε δ’ ἠχή [τῶν μὲν ἀπολλυμένω]ν τῶν δ’ αὖ φεύγοντας ὀπίσσω̣ [θεινόντων ξίφεσίν τε] καὶ ἔγχεσιν, ἔκτυπε δ’ αἰ̣θ[ήρ] [] πέδον δ’ ἐρυθαίνετο λύ[θρῳ] [ὑπὸ] πληγῇσι σιδήρου [] ... [.....]ον μέλος ἠχώ· [καὶ τίνα δὴ πρῶτον, τί]να λοίσθιον ὤλεσεν ἥρω[ς,] [ὡς Βλεμύας φεύγον]τας ἀπεσκέδασεν πολέμο[ιο;] [πᾶ]σι μετέπρεπεν ἠμὲν ὀιστῷ [ἠδ’ ἔγχει δεδαὼς μάλ’ ἐπισταμέ]νως πολεμίζει[ν.] [πρῶτον μὲν]ενεοντα ποδώκη, [τῷ δ’ ἔπιἀπη]λ̣οίησε σιδή̣[ρῳ] [Βλε]μύων ἡγήτορες̣ [] []ς̣ τιέσκετο· τῷ δ̣[] []χ̣ευεν ἐπ’ ὄμμασι· μ̣[] []ρ̣ε̣[ο]ιτο καὶ ἐσσομένο̣[ισι] []κήεντα καὶ ἐσσυμέ[νως] []οἳ̣ δὲ παρέστασαν· []

### unit_3

[]ην ἐπεὶ οὐκ ἄρα̣[] []γγος ἐπὶ χρόνον α̣[] []ερόν μοι ἐπὶ κνέφα[ς] [σ]κ̣οπέλοιο φανήμεναι [] []τ̣ον ἦμαρ ἐπαντέλλε[] []υμελ̣[.]ντ̣ι̣ς̣.[] [ἀλλ’ οὐδ’ ὣς] ἀπέληγε μάχης [] [ἀλλ’ ἐπιὼν Β]λεμύων κλισίας τ̣[ε κ]α̣ὶ̣ ἕ[ρκεα πυκνά] [ῥῆξέ τε] κ̣αὶ κατέκηε καὶ οὓς κατέμαρπτε κα̣[τέκτα,] [πρὸς δ’] ἔ̣θεεν πέτρας τε καὶ οὔρεα καὶ μέλαν [ὕδωρ] [εὐνὰ]ς̣ λειπομένων διζήμενος εἴ που ἐφ[εύροι.] [ὡς δ]ὲ λέων νομίῃ ἐπὶ φορβάδι θυμὸν ἀλυ̣[ίων] [αἶψα] βοῶν ἀγέλην μετανίσεται ἤματι μέ[σσῳ,] [οὐδέ] μιν ἰσχανόωσι κύνες δεδαημέν[οι ἄγρης] [δύμε]ν̣αι ἕρκεα πυκνά, τεθήπασιν δὲ β̣[οτῆρες,] [αὐτὰρ ὅ]γ’ αἶψα βόαυλον ἀμαιμακέτῃ ὑ[πὸ λύσσῃ] [ἔσθορε, τ]αυροφόνον δὲ γένυν περιάγνυτ[αι αἷμα·] [ὣς κλισίαις Γερμανὸς] ἐπέχραεν, οἳ δ’ ἐπ[έχυντο] [] παρ’ ἀλλήλο̣[ι]σ̣ι [μένοντες] [] ἐοικότε[ς] []σ̣ε[] [.....] [ἐ]π̣ι̣χθον[ί]οισι φ[] ........ρχε[.....] σ̣οι κατόπισθεν [] .....των δ’ ἑκάτερθε κύνες προθέουσ[ι] [ὣς ἄρα Γ]ερμανῷ ῥηξήνορι χαλκοκορύ̣σ̣τ̣[ῃ] [τῇ μὲν θ]ῆλυς ὅμιλος εὐπλέκτοις ἐνὶ δεσμο[ῖς] [τῇ δὲ καὶ] α̣ἰζήων στρατὸς ἕσπετο, το̣ὺ̣ς̣ [κατὰ χώρην] [ζώγρης’ ἐκ] πολέμοιο πεφυζό̣τας. ἔστενε δὲ χθ[ών] [στειβομέν]η πρυλέεσσι καὶ ἀκ[α]μάτων ποσὶν ἵππω[ν]

### unit_4

[στεινομένων ἄ]μυδις, λιγυρὴ δ’ ἀνεβόμβεε σάλ[πιγξ] [πατρίδι ση]μαίνουσα μάχης πολυγηθέα νίκ[ην·] [οὐδὲ φυλα]κτῆρες πυλέων ψαύ[ε]σκον ὀχῆε̣[ς] []εν̣εοιγερ̣ [...]ν̣τε π̣ο̣δα̣[] []τιν ἐπὶ χνο̣ά̣[οντι] [] ἐπέρρ[] []β[]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/epic-fragments-anonymous-historical-fragment-ah-kjq-ah.json (sha256:b1e55b74ed28031f4563ffeb27ed3ba5fbb17ed6d15906ab294f982e8d19be34). Cite as `eul_wid: kjq-ah`.
