---
title: Historical Fragments of Italy
title_greek: Ἀποσπάσματα περὶ τῆς Ἰταλίας
author: Dositheus of Pelusium
eul_wid: jga-aa
eul_aid: jga
canonical: "https://eulogikon.org/grc/dositheus-of-pelusium/historical-italy"
canonical_json: "https://eulogikon.org/data/works/grc/dositheus-of-pelusium-historical-italy-jga-aa.json"
sha256: e34467d4d3f8fa116d9e3335aa1508d56c1c1b45775621048ca9eaa813d64582
period: Hellenistic
dialect: Technical Koine
domain: History
format: Prose
license: CC0-1.0
---

# Historical Fragments of Italy

*Ἀποσπάσματα περὶ τῆς Ἰταλίας*

**Author:** Dositheus of Pelusium

**eul_wid:** `jga-aa` · [HTML page](https://eulogikon.org/grc/dositheus-of-pelusium/historical-italy) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/dositheus-of-pelusium-historical-italy-jga-aa.json)

## Text

### t1-3

ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO. Plutarch.

### 1

Par. c. 34: Κομμίνιος Σοῦπερ Λαυρεντῖνος, ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον, ἐπήγαγε μητρυιὰν Γιδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα, βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς. Ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐγκλήματα, καὶ τῷ ζήλῳ πιστεύσας, ἐπεκαλέσατο τὸν Ποσειδῶνα. Ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν. Idem ib.

### 2

c. 33: Ἤβιος Τολίειξ γήμας Νουκερίαν, ἔσχε δύο παῖδας ἐκ ταύτης. Ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε. Ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη, τοὺς παῖδας ἀνέπειθεν [αὐτὸν ἀναιρεῖν]. Τῶν δ’ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνήργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος. Τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. Ὁ δὲ τοῦτον θάψας, τὴν γυναῖκα ἐφυγάδευσεν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν. Idem ib.

### 3

c. 37: Φάβιος Φαβρικιανὸς, τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν, τὴν παρ’ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. Τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου, τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο, καὶ ἔπεμψε κρύφα τραφησόμενον. Ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν. ΣΙΚΕΛΙΚΑ.

## E LIBRO TERTIO. Idem ib.

### 4

c. 19: Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο, Κυάνην. Ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. Λοιμωξάντων δὲ, καὶ τοῦ Πυθίου εἰπόντος μὲν, δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δ’ ἄλλων ἀγνοούντων τὸν χρησμὸν, γνοῦσα ἡ Κυάνη, καὶ ἐπιλαβομένη τῶν τριχῶν, εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα, ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος ἐκ τῷ τρίτῳ Σικελικῶν. ΑΙΤΩΛΙΚΑ.

## E LIBRO PRIMO. Idem ib.

### 5

c. 40: Εὔηνος Ἄρεος καὶ Στερόπης, τὴν Οἰνομάου γήμας Ἀλκίππην, ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει. [Ἰδὼν δὲ αὐτὴν χορεύουσαν?] Ἴδας ὁ Ἀφάρητος καὶ ἁρπάσας ἐκ χοροῦ ἔφυγεν. Ὁ δὲ πατὴρ διώξας, καὶ μὴ συλλαβὼν, εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν, καὶ ἀθάνατος ἐγένετο· ὡς Δοσίθεος ἐν πρώτῳ Ἰταλικῶν. ΛΥΔΙΑΚΑ.

## E LIBRO TERTIO. Idem ibid.

### 6

c. 30: Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρεσβέων ἔπεμψαν, μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. Τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ· Δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ’ ἐλευθέρων πέμπειν. Ὃ δὴ καὶ ἔδρασαν. Οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν, ἑάλωσαν. Ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν· ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν. ΠΕΛΟΠΙΔΑΙ.

### 7

Idem ib. c. 33: Πέλοψ, Ταντάλου καὶ Εὐρυανάσσης, γήμας Ἱπποδάμειαν, ἔσχεν Ἀτρέα καὶ Θυέστην· ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε. Λάϊος δὲ ὁ Θηβαῖος, ἐπιθυμήσας, ἥρπασεν αὐτόν. Καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως, ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδάμεια δ’ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτὸν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. Τῶν δ’ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. Νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον, ἐγκαταπήγνυσι τὸ ξίφος. Ὑπονοηθεὶς δὲ ὁ Λάϊος διὰ τὸ ξίφος, ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας, τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν Πελοπίδαις (Πελοποννησιακοῖς?). Steph.

### 8

Byz.: Δώριο ν , πόλις μία τῶν τριῶν· Ὅμηρος· καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον. Δοσίθεος ἐν αὐτῇ τῇ πόλει φησὶν ὑπὸ Θαμύρα εὑρεθῆναι τὴν Δώριον ἁρμονίαν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/dositheus-of-pelusium-historical-italy-jga-aa.json (sha256:e34467d4d3f8fa116d9e3335aa1508d56c1c1b45775621048ca9eaa813d64582). Cite as `eul_wid: jga-aa`.
