---
title: Fragments on Feasts and Folly
title_greek: Ἀποσπάσματα περὶ Ἑορτῶν καὶ Μωρίας
author: Diphilus the Comic Poet of Sinope
eul_wid: lok-aa
eul_aid: lok
canonical: "https://eulogikon.org/grc/diphilus-of-sinope/feasts-folly"
canonical_json: "https://eulogikon.org/data/works/grc/diphilus-of-sinope-feasts-folly-lok-aa.json"
sha256: "9a1e9a7513030bafce72d2f9f37eba389ed4bfb232443d1de07e4deb9c1baad6"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Feasts and Folly

*Ἀποσπάσματα περὶ Ἑορτῶν καὶ Μωρίας*

**Author:** Diphilus the Comic Poet of Sinope

**eul_wid:** `lok-aa` · [HTML page](https://eulogikon.org/grc/diphilus-of-sinope/feasts-folly) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/diphilus-of-sinope-feasts-folly-lok-aa.json)

## Text

### book 1

[spk_β]τί τοῦτο; ποδαπὸς οὗτος; Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς.

### book 2

ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν.

### book 3.1

ὦ τοιχωρύχον ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης, καὶ τοῦτο

### book 3.2

πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ[ln_5]εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος ὑπ’ οἰνοπώλου.

### book 4

ὦ μακάρι’, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο, ἵν’ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον, πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς.

### book 5.1

ἔσθ’ ὑποχέασθαι

### book 5.2

πλείονας, πιεῖν γέ τι ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.

### book 6

ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.

### book 7

ἐκφυγγάνω

### book 8

κάθου

### book 12

λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.

### book 13

βρώσιμον

### book 14.1

ἥκει

### book 14.2

φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια

### book 14.3

πολλά, σαρκία ἁπαλώτατ’, οὐδὲν μὰ Δία

### book 14.4

τοῖς ἐμοῖς βλίτοις ὅμοια

### book 14.5

πράγματ’, οὐδὲ ταῖς[ln_5]θλασταῖς ἐλάαις.

### book 16

κραυγασμός

### book 17.1

[spk_β]πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς

### book 17.2

τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ ἅπαντες, ἢ κἀκ

### book 17.3

τοὐμπορίου

### book 17.4

τινές; Β. τί δαὶ τοῦτ’ ἔστι

### book 17.5

πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης[ln_5]ἡγεμονία τίς ἐστιν αὐτῆς, ὦ πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα

### book 17.6

προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς

### book 17.7

σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ[ln_10]χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην

### book 17.8

προσεγχέας. Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους, ἀψινθίῳ σπόδησον ἅττ’ ἂν

### book 17.9

παρατιθῇς, κάθαλα

### book 17.10

ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν

### book 17.11

παρ’ αὐτοῖς ἰχθύων[ln_15]πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.

### book 18.1

[spk_β]ἔστιν ἔνδον ὄξος ὀξύ σοι; Β. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν. ἄριστα

### book 18.2

τούτοις πάντα

### book 18.3

πιέσω καὶ πυκνά. ἡ φυλλὰς ἡ δριμεῖα

### book 18.4

περιοισθήσεται·[ln_5]τῶν

### book 18.5

πρεσβυτέρων γὰρ

### book 18.6

ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως

### book 18.7

φαγεῖν.

### book 19.1

εἶτ’ οὐ μαλάκ’, ὦ δύστην’, ἔχεις, σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον; οὐκ ἐκδραμεῖ λαβὼν

### book 19.2

ταδὶ δώσεις τ’ ἐμοὶ παρακαταθήκην;

### book 20.1

ἔγχεον μεστήν· τὸ θνητὸν

### book 20.2

περικάλυπτε τῷ θεῷ· πῖθι. ταῦτα γὰρ

### book 20.3

παρ’ ἡμῶν Διὸς ἑταιρείου, πάτερ.

### book 21

μναδάρια

### book 22.1

οἷος ἐσθίειν

### book 22.2

πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν

### book 22.3

πρὸς ἡμέραν.

### book 23

Στίλπωνός ἐστι βύσμαθ’ ὁ Χαρίνου λόγος.

### book 24.1

ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας

### book 24.2

χρόνον. νῦν δὲ καὶ καχεξία

### book 24.3

τις ὑποδέδυκε

### book 24.4

τοὺς ὄχλους·[ln_5]αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν

### book 24.5

πολύ.

### book 26.1

ἄρτους

### book 26.2

σποδίτας κρησερίτας

### book 26.3

περιφέρειν

### book 27

ὁλοσχερῶς

### book 29

λάγυνος

### book 30.1

ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός

### book 30.2

τε τοξόδαμνε

### book 30.3

παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία[ln_5]ἔστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

### book 31

ἰτητέον

### book 32.1

νόμιμον

### book 32.2

τοῦτ’ ἐστί, βέλτιστ’, ἐνθάδε Κορινθίοισιν, ἄν

### book 32.3

τιν’ ὀψωνοῦντ’ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,[ln_5]ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν

### book 32.4

τοῦτον ἤδη τὸν βίον. ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι, ὃς ἂν δὲ μὴ πίθητ’ ἐπέβαλον ζημίαν.

### book 32.1

[ln_10][spk_β]ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις. Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος

### book 32.2

τοῦτον· συνιεῖς; ἀλλ’ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν,[ln_15]ἢ τῶν

### book 32.3

ποιούντων

### book 32.4

ταῦτα κοινωνεῖν

### book 32.5

τισιν, ἢ συκοφαντεῖν κατ’ ἀγοράν, ἢ μαρτυρεῖν

### book 32.6

ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. Β. ὀρθῶς γε νὴ Δί’. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί; Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας[ln_20]οὐχὶ μετρίως βέλτιστέ ς’, ἀλλ’ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν. συνῆκας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν. περὶ τῶν

### book 32.7

σελίνων μαχόμεθ’ ὥσπερ Ἰσθμίοις. λαγώς

### book 32.8

τις εἰσελήλυθ’, εὐθὺς ἥρπακας.

### book 32.1

[ln_25]πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκ ἔτι ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν. τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας

### book 32.2

πολύ.

### book 33.1

οὐ πώποτ’ ἰχθῦς οἶδα

### book 33.2

τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς

### book 33.3

τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα

### book 33.4

πλουσιώτατος.[ln_5]ὅμως δὲ τούτων εἴ με

### book 33.5

προσγελάσειέ τις, ἐδίδουν

### book 33.6

στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην.

### book 34.1

[spk_β]πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς

### book 34.2

πλεκτάνας. Β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.

### book 35

τὴν νύκτ’ ἐκείνην διεκαραδόκησεν.

### book 36

ὁ περιφόρητος Ἀρτέμων

### book 38.1

εἴ μοι

### book 38.2

συνήθης, Φαίδιμ’, ὢν ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἄν

### book 38.3

τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρὸς[ln_5]τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα λίθον ἁμαξιαῖον· καὶ σφόδρ’ εὐτελὲς λέγω.

### book 40

[spk_β]ὁ δὲ κανδύταλις οὗτος τί δύναται, καὶ τί ἐστιν; Β. ὥσπερ εἰ εἴποις ἀορτάς.

### book 41.1

χύτρον μέγαν

### book 41.2

παρὰ τοῦ μαγείρου

### book 42

ἐξιδιάσασθαι

### book 43.1

οὐ μὴ παραλάβω ς’ οὐδαμοῦ, Δράκων, ἐγὼ ἐπ’ ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν

### book 43.2

τραπεζοποιῶν ἐν ἀγαθοῖς

### book 43.3

πολλοῖς χύδην. οὐ γὰρ βαδίζω

### book 43.4

πρότερον ἂν μὴ δοκιμάσω[ln_5]τίς ἐσθ’ ὁ θύων, ἢ πόθεν

### book 43.5

συνίσταται τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς

### book 43.6

ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.

### book 43.1

[ln_10]ναύκληρος ἀποθύει

### book 43.2

τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλια

### book 43.3

συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν

### book 43.4

τοιοῦτον· οὐδὲν ἡδέως

### book 43.5

ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν.[ln_15]ὁμοῦ δὲ ταῖς

### book 43.6

σπονδαῖσι διαλογίζεται

### book 43.7

τοῖς

### book 43.8

συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος

### book 43.9

τιθείς, τά θ’ αὑτοῦ σπλάγχν’ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου

### book 43.10

τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς[ln_20]εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ δάνει’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς

### book 43.11

ποιῶν· ὑπὸ τοῦτον ὑπέκυψ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς[ln_25]σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι. ἀπὸ συμβολῶν

### book 43.12

συνάγοντα νὴ Δί’ ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα,

### book 43.1

[ln_30]τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα ‘ὀψάριον ἀγοραῖον

### book 43.2

ποιεῖν τίς βούλεται;‘ ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι

### book 43.3

προσλαμβάνειν ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ‘ἁμίδα μοι[ln_35]ἔνεγκε

### book 43.4

πρῶτον‘ φησίν. ‘ὄξος ἡ φακῆ οὐκ εἶχε.‘ πάλιν ᾔτησας, ‘οἰμώξει μακρὰ πρῶτος μαγείρων‘, φησίν. ἕτερα μυρία

### book 43.5

τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν ς’ ἄγω, πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια[ln_40]ἄγους’ ἑταίρα μεθ’ ἑτέρων

### book 43.6

πορνῶν χύδην.

### book 43.1

σαυτὸν ἀποσάξεις τόν

### book 43.2

τε κόλπον ἀποτρέχων.

### book 44.1

ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη

### book 44.2

παντοδαπά, λοπάδων

### book 44.3

παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῇττε

### book 44.4

σωρὸς ἀπὸ τοῦ τηγάνου,[ln_5]τριμμάτια

### book 44.5

τούτοις ἐν θυΐαις ἀργυραῖς.

### book 45

ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος· ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα.

### book 46.1

ἐμὲ μὲν οὐχ ὁρᾷς

### book 46.2

πεπωκότα ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα, ἤδη

### book 46.3

σχεδὸν δωδέκατον ἠριστηκότα;

### book 48.1

ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ λεγόμενον οὐδὲν

### book 48.2

περιποιεῖσθαι δυσχερές.

### book 49.1

σὲ μὲν καλοῦσι

### book 49.2

ψωμοκόλαφον δραπέτην.

### book 51.1

ἐξανίσταμαι τὸν ἀμφιτάπητα

### book 51.2

συστορέσας.

### book 52

[spk_β]λήκυθον ξύστιν τ’ ἔχεις; Β. ἐγὼ δὲ καὶ ξύστραν.

### book 53

ἐν Κέῳ τίς ἡμέρα;

### book 54

οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.

### book 55.1

καὶ προσέτι

### book 55.2

τοίνυν ἐσχάραν, κλίνην, κάδον, στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον, ὥστ’ οὐ στρατιώτην ἄν

### book 55.3

τις ἀλλὰ καὶ κύκλον ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι.[ln_5]τοσοῦτός ἐσθ’ ὁ ῥῶπος ὃν σὺ περιφέρεις.

### book 56

ψῦξον τὸν οἶνον, Δωρί.

### book 57.1

εἶτ’ ἐν χάρακι μὲν

### book 57.2

ταῦτα καὶ παρεμβολῇ.

### book 58.1

[spk_β]ἔγχεον σὺ δὴ πιεῖν. Β. εὐζωρότερόν γε νὴ Δί’, ὦ παῖ, δός· τὸ γὰρ ὑδαρὲς ἅπαν

### book 58.2

τοῦτ’ ἔστι τῇ ψυχῇ κακόν.

### book 59.1

βουβάλια καρπῶν

### book 59.2

παρθένου

### book 59.3

φορήματα

### book 60.1

εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης· ‘νικᾷ δὲ χρεία μ’ ἡ ταλαίπωρός τέ μου γαστήρ.‘ ταλαιπωρότερον οὐδέν ἐστι γὰρ τῆς γαστρός, εἰς ἣν

### book 60.2

πρῶτον ἐμβάλοις . .[ln_5]ἀλλ’ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς

### book 60.3

σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν, οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει[ln_10]τὰ πάνθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τἄλλα, διότι

### book 60.4

πανταχοῦ διὰ τὴν τάλαιναν πάντα

### book 60.5

ταύτην γίνεται.

### book 61.1

ὅταν με καλέσῃ πλούσιος δεῖπνον

### book 61.2

ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς

### book 61.3

στέγας, οὐδὲ δοκιμάζω

### book 61.4

τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.[ln_5]κἂν μὲν

### book 61.5

σφοδρὸς

### book 61.6

φερόμενος εἰς ὀρθὸν

### book 61.7

τρέχῃ, γέγηθα καὶ χαίρω

### book 61.8

τε καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι

### book 61.9

τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.

### book 62.1

ἀγνοεῖς ἐν

### book 62.2

ταῖς ἀραῖς ὅ τι ἐστίν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδόν, ἢ πῦρ ἐναύσει’, ἢ διαφθείρει’ ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι

### book 62.3

τινά;

### book 63.1

οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον

### book 63.2

σφόδρα.

### book 64.1

[spk_β]τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν

### book 64.2

σφόδρα, φακῆς κατ’ ἄνδρα

### book 64.3

τρύβλιον μεστὸν μέγα. Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ γέρων εἰς τὸ μέσον ἐπεχόρευσε

### book 64.4

σαπέρδης μέγας[ln_5]ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν, ὃν

### book 64.5

πολλὰ .. ταῖς κίχλαις ἤδη λέγει.

### book 65

καὶ νὴ Δί’ ὄντως εὐθὺς ἐξέπεμπέ με ὄρθριον· ἐκόκκυζ’ ἀρτίως ἁλεκτρυών.

### book 66.1

ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι

### book 66.2

πονηροὺς

### book 66.3

τοὺς Ἀθήνησιν μόνους. τόδε δ’, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.[ln_5]ἐνταῦθα γοῦν ἔστιν

### book 66.4

τις ὑπερηκοντικώς, κόμην

### book 66.5

τρέφων μὲν

### book 66.6

πρῶτον ἱερὰν

### book 66.7

τοῦ θεοῦ, ὥς

### book 66.8

φησιν· οὐ διὰ τοῦτό γ’, ἀλλ’ ἐστιγμένος

### book 66.9

πρὸ τοῦ μετώπου

### book 66.10

παραπέτασμ’ αὐτὴν ἔχει. οὗτος ἀποκοίνετ’, ἂν ἐρωτήσῃς ‘πόσου[ln_10]ὁ λάβραξ;‘ ‘δέκ’ ὀβολῶν‘ οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.

### book 67

τί ποτ’ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν.

### book 68

δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη

### book 69.1

Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς

### book 69.2

σωτῆρος, ἀγαθοῦ δαίμονος.

### book 71

οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ’ ἔχειν, εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.

### book 72

ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν’ ἀποδέδειχεν.

### book 73.1

[spk_β]ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου

### book 73.2

τοῦ κύβου. Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; Β. οὐκ ἄν

### book 73.3

ποτε Εὐριπίδης γυναῖκα σώσει’. οὐχ ὁρᾷς[ln_5]ἐν

### book 73.4

ταῖς

### book 73.5

τραγῳδίαισιν αὐτὰς ὡς

### book 73.6

στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι ‘ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον

### book 73.7

τρεῖς ἀσυμβόλους

### book 73.8

τρέφει, ὄλοιτο, νόστου μή ποτ’ εἰς πάτραν

### book 73.9

τυχών.‘

### book 73.1

[ln_10][spk_α]Α. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν

### book 73.2

σκοπούμεθα.

### book 74-75.1

[spk_β]ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; Β. οὐκ ἀλλ’ ἀλείψας τὴν

### book 74-75.2

τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ[ln_3]. . . . . . . . . . . . τότε φάγοις, παράσιθ’. Β. ὅρα[ln_5]ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθ’ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;

### book 76.1

ἕλκ’ ἐς μέσον τὸν

### book 76.2

φιμὸν ὡς ἂν ἐμβάλῃ.

### book 77.1

ἐχηνίασας. ποιοῦσι

### book 77.2

τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ.

### book 78.1

θᾶττον

### book 78.2

πλέκειν κέλευε πόρκων

### book 78.3

πυκνοτέρους.

### book 79

τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.

### book 79

[spk_β]Β. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι.

### book 80.1

[spk_β]πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. Β. ἀνδραπόδι’ ἤδη

### book 80.2

ταῦθ’, ὁρᾷς; Α. ἥκιστά γε, ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας; Α. ὁ λαβρώνιος

### book 80.3

χρυσῶν δέ, παῖδες, εἴκοσιν.

### book 81

ἀνέψυξα

### book 82

ὀξίνην οἶνον

### book 83.1

πολιὸς

### book 83.2

τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε· χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα.

### book 84.1

διακύψας ὁρῶ διὰ τῆς ὀπαίας κεραμίδος καλὴν

### book 84.2

σφόδρα.

### book 86.1

ὦ πᾶσι

### book 86.2

τοῖς

### book 86.3

φρονοῦσι

### book 86.4

προσφιλέστατε Διόνυσε καὶ σοφώταθ’, ὡς ἡδύς

### book 86.5

τις εἶ· ὃς τὸν

### book 86.6

ταπεινὸν μέγα

### book 86.7

φρονεῖν

### book 86.8

ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα

### book 86.9

συμπείθεις γελᾶν,[ln_5]τόν τ’ ἀσθενῆ τολμᾶν

### book 86.10

τι, τὸν δειλὸν θρασύν.

### book 87.1

οὐκ ἔστιν οὐδὲν

### book 87.2

τεχνίον ἐξωλέστερον

### book 87.3

τοῦ πορνοβοσκοῦ . . . . . . . κατὰ τὴν ὁδὸν

### book 87.4

πωλεῖν

### book 87.5

περιπατῶν βούλομαι ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,[ln_5]ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας

### book 87.6

τρέφειν.

### book 88.1

οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους· τούτων ὁ θάνατος καθάπερ ἰατρὸς

### book 88.2

φανεὶς ἀπέλυσε

### book 88.3

τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.

### book 89

ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει καθ’ ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς ὥσπερ κανοῦν μοι πάντ’ ἐνεσκευασμένον, σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι.

### book 90.1

παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια

### book 90.2

περιφόρινα κρομβώσας ὅλα· δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

### book 91.1

ἣν οὐδ’ ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε, παρ’ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ’ οὕτως ὥστε καὶ ποιεῖν

### book 91.2

σκότος.

### book 92.1

ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται

### book 92.2

συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται;

### book 93.1

εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν

### book 93.2

σοι λέγειν, ἐμαυτὸν ἀδικῶ κοὐκέτ’ εἰμὶ θεοσεβής, ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ.

### book 94.1

εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς

### book 94.2

πονηρὸς ἦν. φιλαργυρία

### book 94.3

τοῦτ’ ἔστιν, ὅταν ἀφεὶς

### book 94.4

σκοπεῖν τὰ δίκαια

### book 94.5

τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς.

### book 95.1

τέρπομαι γυμνοὺς ὁρῶν

### book 95.2

τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι

### book 95.3

σπεύδοντας.

### book 96.1

[spk_β]δειπνεῖ τε καταδὺς πῶς δοκεῖς; λακωνικῶς, ὄξους δὲ κοτύλην— Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον

### book 96.2

χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.

### book 97

αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου.

### book 98.1

ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, θέλω

### book 98.2

παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.

### book 99

ἆρ’ ἐστὶν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ’ οὐχ ὁρᾷ.

### book 100.1

ἔργον

### book 100.2

συναγαγεῖν

### book 100.3

σωρὸν ἐν

### book 100.4

πολλῷ χρόνῳ, ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον.

### book 101.1

ὅρκος δ’ ἑταίρας

### book 101.2

ταὐτὸ καὶ δημηγόρου· ἑκάτερος αὐτῶν ὀμνύει

### book 101.3

πρὸς ὃν λαλεῖ.

### book 102

ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς εὐγενῆ.

### book 103.1

ἰσχυρότερον κρίνω τὸ χρυσίον

### book 103.2

πολύ· τὰ πάντα

### book 103.3

τούτῳ τέμνεται καὶ πράττεται.

### book 104

πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον· τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ.

### book 105

πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον.

### book 105a.1

πενία δὲ τοῖς ἔχουσιν οὐ σμικρὰ νόσος. πενίας γὰρ οὐδείς ἐστι μείζων

### book 105a.2

πολέμιος.

### book 106

ἄνθρωπός εἰμι, τοῦτο δ’ αὐτὸ τῷ βίῳ πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει.

### book 107.1

ὥσπερ κυαθίζους’ ἐνίοθ’ ἡμῖν ἡ τύχη ἓν ἀγαθὸν ὑποχέασα

### book 107.2

τρί’ ἐπαντλεῖ κακά.

### book 108.1

ὡς δεινὸν ἡνίκ’ ἄν

### book 108.2

τις ὢν ἐν

### book 108.3

φροντίσιν εἰκῆ θεατὴν τὸν

### book 108.4

τυχόντα λαμβάνῃ.

### book 109-110.1

βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ. βιοῖ γὰρ οὐδεὶς ὃν

### book 109-110.2

προαιρεῖται

### book 109-110.3

τρόπον.

### book 111ab

οὐκ ἔστ’ ἀναιδοῦς ζῷον εὐθαρσέστερον. κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ.

### book 112

καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει.

### book 113

ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, ἡδίων ἔσει.

### book 114.1

ὡς μακάριον

### book 114.2

φρόνησις ἐν

### book 114.3

χρηστῷ τρόπῳ.

### book 115

γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.

### book 116.1

θνητὸς

### book 116.2

πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι.

### book 117.1

λύπης δὲ πάσης γίνετ’ ἰατρὸς

### book 117.2

χρόνος.

### book 118

εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.

### book 119.1

παχὺς ὠνθυλευμένος

### book 119.2

στέατι

### book 119.3

Σικελικῷ

### book 120

τὸ μὲν Ἄργος ἵππος, οἱ δ’ ἐνοικοῦντες λύκοι.

### book 121

ᾠῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια.

### book 122

μόνος γὰρ ἦν λέγων ἄκουσμα κἀκρόαμα.

### book 123

καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ.

### book 126.1

Προιτίδας ἁγνίζων κούρας καὶ τὸν

### book 126.2

πατέρ’ αὐτῶν

### book 126.3

Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε, δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα

### book 126.4

φωτῶν, θείῳ τ’ ἀσφάλτῳ τε

### book 126.5

πολυφλοίσβῳ τε θαλάσσῃ[ln_5]ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα

### book 126.6

ποιήσω.

### book 127

γρυμέα

### book 128

θυροκοπεῖν καὶ θυροκοπία

### book 129

νεκρόν

### book 130

περίδου

### book 131

πολιτοκοπεῖν

### book 132

στρηνιᾶν

### book 133.1

γαστὴρ ὅλον τὸ σῶμα, πανταχῇ βλέπων ὀφθαλμός, ἕρπον

### book 133.2

τοῖς ὀδοῦσι θηρίον.

### book 134.1

λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς

### book 134.2

χαλεπώτερον

### book 134.3

τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.

### book 135

ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.

### book 136.1

κόρης ἀπαλλαττόμεθα

### book 136.2

ταμιείου

### book 136.3

πικροῦ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/diphilus-of-sinope-feasts-folly-lok-aa.json (sha256:9a1e9a7513030bafce72d2f9f37eba389ed4bfb232443d1de07e4deb9c1baad6). Cite as `eul_wid: lok-aa`.
