---
title: Comic Fragments on Feasts and Fools
title_greek: Ἀποσπάσματα περὶ Ἑορτῶν καὶ Μωρῶν
author: Diphilus the Comic Poet of Sinope
eul_wid: lok-ab
eul_aid: lok
canonical: "https://eulogikon.org/grc/diphilus-of-sinope/comic-feasts-fools"
canonical_json: "https://eulogikon.org/data/works/grc/diphilus-of-sinope-comic-feasts-fools-lok-ab.json"
sha256: e66f9558bfb69348096ce7ab62692d77a5dc782547fd8cb2688eb4396518bf98
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Comic Fragments on Feasts and Fools

*Ἀποσπάσματα περὶ Ἑορτῶν καὶ Μωρῶν*

**Author:** Diphilus the Comic Poet of Sinope

**eul_wid:** `lok-ab` · [HTML page](https://eulogikon.org/grc/diphilus-of-sinope/comic-feasts-fools) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/diphilus-of-sinope-comic-feasts-fools-lok-ab.json)

## Text

### book 1

Τί τοῦτο; ποδαπὸς οὗτος;

### book 1

[spk_β]Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς.

### book 2

Ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν.

### book 1.1

Ὦ τοιχωρύχον ἐκεῖνο καὶ τῶν δυναμένων, λαγύνιον ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης, καὶ τοῦτο

### book 1.2

πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ[ln_5]εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος ὑπ’ οἰνοπώλου.

### book 2

Ὦ μακάρι’, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο, ἵν’ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον, πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς.

### book 1.1

Ἔσθ’ ὑποχέασθαι

### book 1.2

πλείονας, πιεῖν γέ τι ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.

### book 2

Ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.

### book 1

Λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.

### book 1.1

Ἥκει

### book 1.2

φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια

### book 1.3

πολλά, σαρκία ἁπαλώτατ’, οὐδὲν μὰ Δία

### book 1.4

τοῖς ἐμοῖς βλίτοις ὅμοια

### book 1.5

πράγματ’, οὐδὲ ταῖς[ln_5]θλασταῖς ἐλάαις.

### book 1.1

[spk_β]Πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς

### book 1.2

τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοί ἅπαντες, ἢ κἀκ

### book 1.3

τοὐμπορίου

### book 1.4

τινές; Β. τί δαί τοῦτ’ ἔστι

### book 1.5

πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης[ln_5]ἡγεμονία τίς ἐστιν αὐτῆς, ὦ πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα

### book 1.6

προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δός εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς

### book 1.7

σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ[ln_10]χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην

### book 1.8

προσεγχέας. Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους, ἀψινθίῳ σπόδησον ὅσα γ’ ἂν

### book 1.9

παρατιθῇς, κάθαλα

### book 1.10

ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν

### book 1.11

παρ’ αὐτοῖς ἰχθύων[ln_15]πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.

### book 2.1

[spk_β]Ἔστιν ἔνδον ὄξος ὀξύ σοι; Β. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν. ἄριστα

### book 2.2

τούτοις πάντα

### book 2.3

πιέσω καὶ πυκνά. ἡ φυλλὰς ἡ δριμεῖα

### book 2.4

περιοισθήσεται·[ln_5]τῶν

### book 2.5

πρεσβυτέρων γὰρ

### book 2.6

ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως

### book 2.7

φαγεῖν.

### book 3.1

Εἶτα μαλακὸν ὦ δύστην’ ἔχεις, σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον; οὐκ ἐκδραμεῖ λαβὼν

### book 3.2

τοδὶ δώσεις τ’ ἐμοί παρακαταθήκην;

### book 1.1

Ἔγχεον μεστήν· τὸ θνητὸν

### book 1.2

περικάλυπτε τῷ θεῷ· πῖθι. ταῦτα γὰρ

### book 1.3

παρ’ ἡμῶν Διὸς ἑταιρείου, πάτερ.

### book 1.1

Οἷος ἐσθίειν

### book 1.2

πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν

### book 1.3

πρὸς ἡμέραν.

### book 1.1

Ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας

### book 1.2

χρόνον. νῦν δὲ καὶ καχεξία

### book 1.3

τις ὑποδέδυκε

### book 1.4

τοὺς ὄχλους·[ln_5]αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν

### book 1.5

πολύ.

### book 2

Στίλπωνός ἐστι βύσμαθ’ ὁ Χαρίνου λόγος.

### book 1.1

Ἄρτους

### book 1.2

σποδίτας κρησερίτας

### book 1.3

περιφέρειν.

### book 1.1

Ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον. Λητοῦς Διός

### book 1.2

τε τοξόδαμνε

### book 1.3

παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία[ln_5]ἔστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

### book 1.1

Νόμιμον

### book 1.2

τοῦτ’ ἐστί, βέλτιστ’, ἐνθάδε Κορινθίοισιν, ἄν

### book 1.3

τιν’ ὀψωνοῦντ’ ἀεί λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,[ln_5]ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν

### book 1.4

τοῦτον ἤδη τὸν βίον. ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι, ὃς ἂν δὲ μὴ πίθητ’, ἐπέβαλον ζημίαν.

### book 1.1

[ln_10][spk_β]ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις. Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος

### book 1.2

τοῦτον· συνίης; ἀλλ’ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν,[ln_15]ἢ τῶν

### book 1.3

ποιούντων

### book 1.4

ταῦτα κοινωνεῖν

### book 1.5

τισιν, ἢ συκοφαντεῖν κατ’ ἀγοράν, ἢ μαρτυρεῖν

### book 1.6

ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. Β. ὀρθῶς γε νὴ Δί’. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί; Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας[ln_20]οὐχὶ μετρίως βέλτιστέ ς’, ἀλλ’ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν. συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν. περὶ τῶν

### book 1.7

σελίνων μαχόμεθ’ ὥσπερ Ἰσθμίοις. λαγώς

### book 1.8

τις εἰσελήλυθ’, εὐθὺς ἥρπακας.

### book 1.1

[ln_25]πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκ ἔτι ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν. τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας

### book 1.2

πολύ.

### book 2.1

Οὐ πώποτ’ ἰχθῦς οἶδα

### book 2.2

τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς

### book 2.3

τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα

### book 2.4

πλουσιώτατος.[ln_5]ὅμως δὲ τούτων εἴ με

### book 2.5

προσγελάσειέ τις, ἐδίδουν

### book 2.6

στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην.

### book 3.1

Πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς

### book 3.2

πλεκτάνας· οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.

### book 4

Τὴν νύκτ’ ἐκείνην διεκαραδοκήσαμεν.

### book 1.1

Εἰ μὴ συνήθης

### book 1.2

Φαιδίμῳ γ’ ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον τίν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρός[ln_5]τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα λίθον ἁμαξιαῖον· καὶ σφόδρ’ εὐτελὲς λέγω.

### book 1

[spk_β]Ὁ δὲ κανδύταλις οὗτος τί δύναται, καὶ τί ἔστιν; Β. ὥσπερ εἰ εἴποις ἀορτάς.

### book 1.1

Ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη

### book 1.2

παντοδαπά, λοπάδων

### book 1.3

παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῆγε

### book 1.4

σωρὸς ἀπὸ τοῦ τηγάνου,[ln_5]τριμμάτια

### book 1.5

τούτοις ἐν θυΐαις ἀργυραῖς.

### book 2.1

Οὐ μὴ παραλάβω ς’ οὐδαμοῦ, Δράκων, ἐγώ ἐπ’ ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν

### book 2.2

τραπεζοποιῶν ἐν ἀγαθοῖς

### book 2.3

πολλοῖς χύδην. οὐ γὰρ βαδίζω

### book 2.4

πρότερον ἂν μὴ δοκιμάσω[ln_5]τίς ἔσθ’ ὁ θύων, ἢ πόθεν

### book 2.5

συνίσταται τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς

### book 2.6

ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.

### book 2.1

[ln_10]ναύκληρος ἀποθύει

### book 2.2

τις εὐχήν, ἀποβαλών τὸν ἱστὸν ἢ πηδάλια

### book 2.3

συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν

### book 2.4

τοιοῦτον· οὐδὲν ἡδέως

### book 2.5

ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν.[ln_15]ὁμοῦ δὲ ταῖς

### book 2.6

σπονδαῖσι διαλογίζεται

### book 2.7

τοῖς

### book 2.8

συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος

### book 2.9

τιθείς, τά θ’ αὑτοῦ σπλάγχν’ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου

### book 2.10

τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρής[ln_20]εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ δάνει’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς

### book 2.11

ποιῶν· ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διός[ln_25]σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι. ἀπὸ συμβολῶν

### book 2.12

συνάγοντα νὴ Δί’ ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἀνευρημένα,

### book 2.1

[ln_30]τὰ κράσπεδ’ ἀποθλίβοντα καὶ κεκραγότα „ὀψάριον ἀγοραῖον

### book 2.2

ποιεῖν τίς βούλεται;“ ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι

### book 2.3

προσλαμβάνειν ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ἁμίδα μοι[ln_35]ἔνεγκε

### book 2.4

πρῶτον, φησίν. ὄξος ἡ φακῆ οὐκ εἶχε. πάλιν ᾔτησας, οἰμώξει μακρά πρῶτος μαγείρων, φησίν. ἕτερα μυρία

### book 2.5

τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν ς’ ἄγω, πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια[ln_40]ἄγους’ ἑταίρα μεθ’ ἑτέρων

### book 2.6

πορνῶν χύδην.

### book 2.1

σαυτὸν ἀποτάξεις τόν

### book 2.2

τε κόλπον ἀποτρέχων.

### book 3

Ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος· ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα.

### book 1.1

Ἐμὲ μὲν οὐχ ὁρᾷς

### book 1.2

πεπωκότα ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα, ἤδη

### book 1.3

σχεδὸν δωδέκατον ἠριστηκότα.

### book 1.1

Ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ λεγόμενον οὐδὲν

### book 1.2

περιποιεῖσθαι δυσχερές.

### book 1.1

Σὲ μὲν καλοῦσι

### book 1.2

ψωμοκόλαφον δραπέτην.

### book 1.1

Ἐξανίσταμαι τὸν ἀμφιτάπητα

### book 1.2

συστορέσας.

### book 2

Λήκυθον ξύστιν τ’ ἔχεις;

### book 2

[spk_β]Β. ἐγὼ δὲ καὶ ξύστραν.

### book 1

Οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγώ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.

### book 1.1

Καὶ προσέτι

### book 1.2

τοίνυν ἐσχάραν, κλίνην, κάδον, στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον, ὥστ’ οὐ στρατιώτην ἄν

### book 1.3

τις ἀλλὰ καὶ κύκλον ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι.[ln_5]τοσοῦτός ἐσθ’ ὁ ῥῶπος ὃν σὺ περιφέρεις.

### book 1.1

Ἔγχεον σὺ δὴ πιεῖν. εὐζωρότερόν γε νὴ Δί’, ὦ παῖ, δός; τὸ γάρ ὑδαρὲς ἅπαν

### book 1.2

τοῦτ’ ἐστὶ τῇ ψυχῇ κακόν.

### book 1.1

Βουβάλια καρπῶν

### book 1.2

παρθένου

### book 1.3

φορήματα.

### book 1.1

Εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης· „νικᾷ δὲ χρεία μ’ ἡ ταλαίπωρός τέ μου γαστήρ.“ ταλαιπωρότερον οὐδέν ἐστι γάρ τῆς γαστρός, εἰς ἣν

### book 1.2

πρῶτον ἐμβαλεῖς * *[ln_5]ἀλλ’ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς

### book 1.3

σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν, οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει[ln_10]τὰ πάνθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τἄλλα, διότι

### book 1.4

πανταχοῦ διὰ τὴν τάλαιναν πάντα

### book 1.5

ταύτην γίγνεται.

### book 2.1

Ὅταν με καλέσῃ πλούσιος δεῖπνον

### book 2.2

ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς

### book 2.3

στέγας, οὐδὲ δοκιμάζω

### book 2.4

τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.[ln_5]κἂν μὲν

### book 2.5

σφοδρὸς

### book 2.6

φερόμενος εἰς ὀρθὸν

### book 2.7

τρέχῃ, γέγηθα καὶ χαίρω

### book 2.8

τι καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι

### book 2.9

τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.

### book 3.1

Ἀγνοεῖς ἐν

### book 3.2

ταῖς ἀραῖς ὅ τι ἐστίν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδόν, ἢ πῦρ ἐναύσει’, ἢ διαφθείρει’ ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι

### book 3.3

τινά;

### book 4.1

Οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον

### book 4.2

σφόδρα.

### book 1.1

[spk_β]Τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν

### book 1.2

σφόδρα, φακῆς κατ’ ἄνδρα

### book 1.3

τρύβλιον μεστὸν μέγα. Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε

### book 1.4

σαπέρδης μέγας,[ln_5]ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν, ὃν

### book 1.5

πολλὰ * * ταῖς κίχλαις ἤδη λέγει.

### book 1.1

Ὤιμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι

### book 1.2

πονηροὺς

### book 1.3

τοὺς Ἀθήνησιν μόνους. τόδε δ’, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.[ln_5]ἐνταῦθα γοῦν ἔστιν

### book 1.4

τις ὑπερηκοντικώς, κόμην

### book 1.5

τρέφων μὲν

### book 1.6

πρῶτον ἱερὰν

### book 1.7

τοῦ θεοῦ, ὡς

### book 1.8

φησίν· οὐ διὰ τοῦτό γ’, ἀλλ’ ἐστιγμένος

### book 1.9

πρὸ τοῦ μετώπου

### book 1.10

παραπέτασμ’ αὐτὴν ἔχει. οὗτος ἀποκρίνετ’, ἂν ἐρωτήσῃς πόσου[ln_10]ὁ λάβραξ, δέκ’ ὀβολῶν, οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.

### book 1

κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.

### book 2

Τί ποτ’ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν.

### book 1

Δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη.

### book 1.1

Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς

### book 1.2

σωτῆρος, ἀγαθοῦ δαίμονος.

### book 1

Οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ’ ἔχειν, εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.

### book 1.1

Θᾶττον

### book 1.2

πλέκειν κέλευε πόρκων

### book 1.3

πυκνοτέρους.

### book 1

Ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν’ ἀποδέδειχεν.

### book 1.1

[spk_β]Ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου

### book 1.2

τοῦ κύβου. Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; Β. οὐκ ἄν

### book 1.3

ποτε Εὐριπίδης γυναῖκα σώσει’. οὐχ ὁρᾷς[ln_5]ἐν

### book 1.4

ταῖς

### book 1.5

τραγῳδίαισιν αὐτὰς ὡς

### book 1.6

στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι „Ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος „μὴ τοὐλάχιστον

### book 1.7

τρεῖς ἀσυμβόλους

### book 1.8

τρέφει, „ὄλοιτο, νόστου μή ποτ’ εἰς πάτραν

### book 1.9

τυχών.“

### book 1.1

[ln_10][spk_α]Α. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν

### book 1.2

σκοπούμεθα.

### book 2-3.1

[spk_β]Ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; Β. οὐκ ἀλλ’ ἀλείψας τὴν

### book 2-3.2

τράπεζαν τῇ χολῇ, ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ.[ln_3]* * * * [para]Τότε φάγοις, παράσιθ’, Β. ὅρα[ln_5]ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθ’ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;

### book 4.1

Ἕλκ’ ἐς μέσον τὸν

### book 4.2

φιμὸν ὡς ἂν ἐμβάλῃ.

### book 5.1

Ἐχήνισας. ποιοῦσι

### book 5.2

τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ;

### book 1

Τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι.

### book 1.1

[spk_β]Πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. Β. ἀνδραπόδι’ ἤδη

### book 1.2

ταῦθ’, ὁρᾷς; Α. ἥκιστά γε. ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας; Α. ὁ λαβρώνιος

### book 1.3

χρυσῶν δέ, παῖδες, εἴκοσιν.

### book 1.1

Πολιὸς

### book 1.2

τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε. χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα.

### book 1.1

Διακύψας ὁρῶ διὰ τῆς ὀπαίας κεραμίδος καλὴν

### book 1.2

σφόδρα.

### book 1.1

Ὦ πᾶσι

### book 1.2

τοῖς

### book 1.3

φρονοῦσι

### book 1.4

προσφιλέστατε Διόνυσε καὶ σοφώταθ’, ὡς ἡδύς

### book 1.5

τις εἶ· ὃς τὸν

### book 1.6

ταπεινὸν μέγα

### book 1.7

φρονεῖν

### book 1.8

ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα

### book 1.9

συμπείθεις γελᾶν,[ln_5]τόν τ’ ἀσθενῆ τολμᾶν

### book 1.10

τι, τὸν δειλὸν θρασύν.

### book 2.1

Οὐκ ἔστιν οὐδὲν τέχνιον ἐξωλέστερον

### book 2.2

τοῦ πορνοβοσκοῦ * * * * κατὰ τὴν ὁδὸν

### book 2.3

πωλεῖν

### book 2.4

περιπατῶν βούλομαι ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,[ln_5]ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας

### book 2.5

τρέφειν.

### book 3.1

Προιτίδας ἁγνίζων κούρας καὶ τὸν

### book 3.2

πατέρ’ αὐτῶν, Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε, δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, πόσα σώματα

### book 3.3

φωτῶν, θείῳ τ’ ἀσφάλτῳ τε

### book 3.4

πολυφλοίσβοιο θαλάσσης[ln_5]ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα

### book 3.5

ποιήσω.

### book 4

Ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει καθ’ ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς ὥσπερ κανοῦν μοι πάντ’ ἀνεσκευασμένον, σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι.

### book 5.1

Οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους· τούτων ὁ θάνατος καθάπερ ἰατρὸς

### book 5.2

φανείς ἀνέπαυσε

### book 5.3

τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.

### book 6.1

Ἣν ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε, παρ’ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ’ οὕτως ὥστε καὶ ποιεῖν

### book 6.2

σκότος.

### book 7.1

Παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον

### book 7.2

συμπτυκτόν, ὠνθυλευμένον, χοιρίδια

### book 7.3

περιφόρινα κρομβώσας ὅλα· Δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

### book 8.1

[spk_β]Δειπνεῖ τε καταδύς, πῶς δοκεῖς; Λακωνικῶς, ὄξους δὲ κοτύλην. Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον

### book 8.2

χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.

### book 9.1

Τέρπομαι γυμνοὺς ὁρῶν

### book 9.2

τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεί πάντ’ εἰδέναι

### book 9.3

σπεύδοντας.

### book 10

Αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου.

### book 11.1

Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, θέλω

### book 11.2

παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.

### book 12

Καὶ νὴ Δί’ ὄντως εὐθὺς ἐξέπεμπέ με ὄρθριον· ἐκόκκυζ’ ἀρτίως ἁλεκτρυών.

### book 13

Ἆρ’ ἔστιν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ’ οὐχ ὁρᾷ.

### book 14.1

Εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς

### book 14.2

πονηρὸς ἦν. Φιλαργυρία

### book 14.3

τοῦτ’ ἐστίν, ὅταν ἀφεὶς

### book 14.4

σκοπεῖν τὰ δίκαια

### book 14.5

τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς.

### book 15.1

Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται

### book 15.2

συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται;

### book 16.1

Ὅρκος δ’ ἑταίρας

### book 16.2

ταὐτὸ καὶ δημηγόρου· ἑκάτερος αὐτῶν ὀμνύει

### book 16.3

πρὸς ὃν λαλεῖ.

### book 17

Ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.

### book 18.1

Εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν

### book 18.2

σοι λέγειν, ἐμαυτὸν ἀδικῶ κοὐκέτ’ εἰμὶ θεοσεβής, ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ.

### book 19.1

Ἔργον

### book 19.2

συναγαγεῖν

### book 19.3

σωρὸν ἐν

### book 19.4

πολλῷ χρόνῳ, ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον.

### book 20.1

Λαμπρῶς ἔνιοι ζῶσιν, οἷς

### book 20.2

χαλεπώτερον

### book 20.3

τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.

### book 21.1

Ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς

### book 21.2

συγγενῆ.

### book 22.1

Ἰσχυρότερον κρίνω τὸ χρυσίον

### book 22.2

πολύ· τὰ πάντα

### book 22.3

τούτῳ τέμνεται καὶ πράττεται.

### book 23

Πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον· τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ.

### book 24

Πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον.

### book 25

Ἄνθρωπός εἰμι, τοῦτο δ’ αὐτὸ τῷ βίῳ πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει.

### book 26.1

Ὥσπερ κυαθίζους’ ἐνίοθ’ ἡμῖν ἡ τύχη ἓν ἀγαθὸν ἐπιχέασα

### book 26.2

τρί’ ἐπαντλεῖ κακά.

### book 27ab.1

Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ. Βιοῖ γὰρ οὐδεὶς ὃν

### book 27ab.2

προαιρεῖται

### book 27ab.3

τρόπον.

### book 28.1

Ὡς δεινὸν ἡνίκ’ ἄν

### book 28.2

τις ὢν ἐν

### book 28.3

φροντίσιν εἰκῆ θεατὴν τὸν

### book 28.4

τυχόντα λαμβάνῃ.

### book 29

Οὐκ ἔστ’ ἀναιδοῦς ζῷον εὐθαρσέστερον. κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ.

### book 30

Καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει.

### book 31

Ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, ἡδίων ἔσει.

### book 32.1

Ὡς μακάριον

### book 32.2

φρόνησις ἐν

### book 32.3

χρηστῷ τρόπῳ.

### book 33

Γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.

### book 34.1

Κόρης ἀπαλλαττόμεθα

### book 34.2

ταμιείου

### book 34.3

πικροῦ.

### book 35-36.1

Θνητὸς

### book 35-36.2

πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι. Λύπης δὲ πάσης γίγνετ’ ἰατρὸς

### book 35-36.3

χρόνος.

### book 37

Ὡς εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.

### book 38.1

Παχὺς ὠνθυλευμένος

### book 38.2

στέατι

### book 38.3

Σικελικῷ.

### book 39

Τὸ μὲν Ἄργος ἵππος, οἱ δ’ ἐνοικοῦντες λύκοι.

### book 40

Ὠιῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια.

### book 43

Μόνος γὰρ ἦν λέγων ἄκουσμα κἀκρόαμα.

### book 44

Καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/diphilus-of-sinope-comic-feasts-fools-lok-ab.json (sha256:e66f9558bfb69348096ce7ab62692d77a5dc782547fd8cb2688eb4396518bf98). Cite as `eul_wid: lok-ab`.
