---
title: Letters of Recommendation
title_greek: Ἐπιστολαὶ περὶ Συστατικῶν
author: Dionysius Letters
eul_wid: mdk-aa
eul_aid: mdk
canonical: "https://eulogikon.org/grc/dionysius-letters/recommendations"
canonical_json: "https://eulogikon.org/data/works/grc/dionysius-letters-recommendations-mdk-aa.json"
sha256: "02d0ff3317e494778131b52f7a7de6b29170262ae0138849c92f6bf638e3d04b"
period: Hellenistic
dialect: Literary Koine
domain: Rhetoric
format: Epistle
license: CC0-1.0
---

# Letters of Recommendation

*Ἐπιστολαὶ περὶ Συστατικῶν*

**Author:** Dionysius Letters

**eul_wid:** `mdk-aa` · [HTML page](https://eulogikon.org/grc/dionysius-letters/recommendations) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/dionysius-letters-recommendations-mdk-aa.json)

## Text

### 1 (t)

Ῥούφῳ. Συνίστημί σοι τὸν φέροντα τὴν ἐπιστολὴν ἄνδρα πράγματα μὲν ἔχοντα δι’ ἀντιδίκου φιλονεικίαν, αὐτὸν δὲ τοῖς φίλοις παρέχειν οὐ βουλόμενον, ἔτι δὲ καὶ τἄλλα οἷον ἂν σὺ ἐπαινέσειας, μέτριος καὶ ἐπιεικής· τὸ γὰρ τοῦ γένους καὶ πολιτικοῦ ἀξιώματος οὐδ’ οἶμαί σε δεῖσθαι πυνθάνεσθαι, καὶ γὰρ καὶ ταῦτα αὐτῷ ὑπάρχει. Ῥούφῳ.

### 2 (t)

Ἑρέννιον τὸν ἐμὸν ἑταῖρον φθάνεις μὲν ἐπιστάμενος, οὔπω δὲ ἱκανῶς, ὅσον ἐγὼ βούλομαι. οὐδὲ γὰρ νῦν ἂν δυναίμην ἴσως εἰπεῖν ἅπαντα τὰ προσόντα αὐτῷ· τοσαῦτα μέντοι ἄξιον αὐτὸν μαρτυρῆσαι ὡς καὶ γέγονεν ἡμῖν ἐκ πλείονος φίλος καὶ ὅσα πεῖραν ἤδη τῷ χρόνῳ δέδωκε. καὶ περὶ τοὺς λόγους πρότερον μὲν ἐζήλωσε, νῦν δὲ καὶ ὑπερεβάλετο. ἔστι γὰρ ῥήτωρ ἀγαθός, ἔτι δ’ ἂν γένοιτο βελτίων σοὶ συνὼν καὶ ὑπὸ σοῦ προαγόμενος. σὺ δέ μοι τὰ πολλὰ περὶ πολλῶν χαριζόμενος ἐν τοῖς μάλιστα ἂν χαρίζοιο καὶ Ἑρέννιον σαυτοῦ νομίζων. Εὐσεβίῳ.

### 3 (t)

Παρόντα σε βλέπειν οἴομαι ταῖς ἐπιστολαῖς ἐντυγχάνων αἷς ἐπιστέλλεις, ὥστ’ εἰ γράφοις μοι συνεχέστερον ἥκιστ’ ἂν ἐπὶ τῇ ἀπουσίᾳ δυσχεραίνοιμι. Τῷ αὐτῷ.

### 4 (t)

Ἀνιαρὰ μὲν εἶναι τὰ συμβάντα Δρακοντίῳ καὶ κακῶν ἔσχατα τίς οὐκ ἂν ὁμολογήσειεν, ἀνθρώπινα δὲ καὶ πολλοῖς ἤδη γεγενημένα. διὸ καρτερεῖν μὲν ἐπ’ ἐκείνοις ἀνάγκη καὶ φέρειν ἑκόντας· δεῖ γάρ, κἂν ἄλλως ἔχῃς, κἂν σφόδρα τοῦ πάθους ἡττᾷ, ὑπὲρ τῶν ὄντων ὁρᾶν ὀρθῶς, ἵνα μὴ τὰς μὲν συμφορὰς ἄριστα διηνυκέναι δοκῇς, περὶ δὲ τοῦ ζῶντος οὐκ ἄριστα φρονεῖν. Σαβινιανῷ.

### 5 (t)

Οὐκ ὄκνῳ τοῦ γράφειν οὐδ’ ὑπεροψίᾳ τινὶ σεσιώπηταί μοι τὰ πρότερον. καί σοι ἂν ὡμολόγουν εἶναι σχετλιώτατος ἀνθρώπων, εἰ τέχνῃ μὲν τὸ λέγειν ἀσκήσας ἐπιστέλλειν οὐκ ἐβουλόμην, ἠμέλουν δὲ φίλου, ᾧ καὶ συνεχόρευσα τὰ τῶν Μουσῶν καὶ τὰ ἱερὰ συνετελέσθην, ὅσα δὴ πάντων ἐν Ἕλλησιν ἁγιώτατα.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/dionysius-letters-recommendations-mdk-aa.json (sha256:02d0ff3317e494778131b52f7a7de6b29170262ae0138849c92f6bf638e3d04b). Cite as `eul_wid: mdk-aa`.
