---
title: Epigrams
title_greek: Ἐπιγράμματα
author: Diodorus of Sardis
eul_wid: nji-aa
eul_aid: nji
canonical: "https://eulogikon.org/grc/diodorus-of-sardis/epigrams"
canonical_json: "https://eulogikon.org/data/works/grc/diodorus-of-sardis-epigrams-nji-aa.json"
sha256: "560fd3c9fd1253da05259cec85e36dc99e09d0cdbe1fe915c147f8b7d045ea6d"
period: Hellenistic
dialect: Koine
domain: Oratory
format: Oration
license: CC0-1.0
---

# Epigrams

*Ἐπιγράμματα*

**Author:** Diodorus of Sardis

**eul_wid:** `nji-aa` · [HTML page](https://eulogikon.org/grc/diodorus-of-sardis/epigrams) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/diodorus-of-sardis-epigrams-nji-aa.json)

## Text

### 6.243.(p1)

ΔΙΟΔΩΡΟΥ „Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη, δέξο γενεθλιδίους, πότνα, θυηπολίας μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.“ εὔχετ’ ἐπισπένδων τάδε Μάξιμος· ἡ δ’ ἐπένευσεν ἔμπεδα· Μοιράων δ’ οὐκ ἐμέγηρε λίνα.

### 6.245.(p1)

ΔΙΟΔΩΡΟΥ Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας, εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης, ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις Διογένης· ἀλέκοις δ’ ἀνέρι καὶ πενίην.

### 9.60.(p1)

ΔΙΟΔΩΡΟΥ Πύργος ὅδ’ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.

### 9.219.(p1)

ΔΙΟΔΩΡΟΥ ΣΑΡΔΙΑΝΟΥ Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος, τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο νεῖται ἐπ’ ὠκυρόην Θύβριν ἀμειψάμενος, κοῦρος ἔτ’ ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ ὁ μὲν ἔγχει θῦεν, ὁ δ’ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.

### 9.405.(p1)

ΔΙΟΔΩΡΟΥ Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις· δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε, δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ ἀθανάτων.

### 9.776.(p1)

ΔΙΟΔΩΡΟΥ Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ γράψας τοῦτ’ ἔπορεν Σατυρήιος· εἰμὶ δ’ ἀνάσσης εἰκὼν καὶ μεγάλης λείπομαι οὐδ’ ὀλίγον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/diodorus-of-sardis-epigrams-nji-aa.json (sha256:560fd3c9fd1253da05259cec85e36dc99e09d0cdbe1fe915c147f8b7d045ea6d). Cite as `eul_wid: nji-aa`.
