---
title: "Roman Histories, Planudean Excerpts"
title_greek: Ἱστορίαι Ῥωμαϊκαί
author: Dio Cassius of Nicaea
eul_wid: rhq-am
eul_aid: rhq
canonical: "https://eulogikon.org/grc/dio-cassius-of-nicaea/planudean-excerpts"
canonical_json: "https://eulogikon.org/data/works/grc/dio-cassius-of-nicaea-planudean-excerpts-rhq-am.json"
sha256: a01ec66dee0a9b18e0f1725bc54371aa43e5b4fcd189f58c440ec626f41fa6c3
period: Roman
dialect: Atticizing
domain: History
format: Prose
license: CC0-1.0
---

# Roman Histories, Planudean Excerpts

*Ἱστορίαι Ῥωμαϊκαί*

**Author:** Dio Cassius of Nicaea

**eul_wid:** `rhq-am` · [HTML page](https://eulogikon.org/grc/dio-cassius-of-nicaea/planudean-excerpts) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/dio-cassius-of-nicaea-planudean-excerpts-rhq-am.json)

## Text

## ADDENDVM: EXCERPTA PLANUDEA.

### 1

Ὅτι Γάιος ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο τὸ μῖσος· ἔργον δὲ μέγα ἢ βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον. αἴτιον δὲ ἦν ἡ περὶ τὰ ἀχρεῖα σπουδή. ῥήτωρ δὲ ἦν ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαί οις πατρίῳ σφόδρα ἠσκημένος.

### 2

Ὅτι κοινὸν ἔρωτα τὸν Τίτον ὠνόμασαν. Ὅτι καὶ τραγῳδίαν ὁ Τίτος Ἑλλάδι φωνῇ ἐξέθηκεν. Ὅτι τὸ φιλόδωρον αὐτοῦ τοσοῦτον ἦν ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. Ὅτι δειπνῶν ποτε καὶ λογισάμενος ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσας καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἶπεν “οὐκ ἐβασίλευσα τὴν σήμερον ἡμέραν· οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὖ πέπονθε σήμερον.” Ὅτι μόνος ὁ Τίτος θανὼν ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἢ ζῶντες ἕτεροι.

### 3

Ὅτι πρῶτος Μαξιμιανὸς ἰμπεράτωρ ἐκλήθη, ὃ νῦν μὲν τῶν βασιλέων ὄνομά ἐστι, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν.

### 4

Ὅτι Κωνσταντῖνος ὁ Χλωρὸς ἔλεγεν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαι χωρίῳ.

### 5

Ὅτι γυναικὸς προσελθούσης τῷ Γρατιανῷ καὶ κατειπούσης πρὸς αὐτὸν τοῦ ἀνδρὸς ὡς πληγὰς αὐτῇ συχνὰς ἐντείνοι “οὐδέν” εἶπεν, “ὦ γύναι, πρὸς ἐμὲ τοῦτο·” τῆς δὲ αὖθις ἐπειπούσης “ἀλλὰ καὶ κατὰ σοῦ βουλεύεται”, “οὐδὲν” εἶπε “τοῦτο πρὸς σέ.”

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/dio-cassius-of-nicaea-planudean-excerpts-rhq-am.json (sha256:a01ec66dee0a9b18e0f1725bc54371aa43e5b4fcd189f58c440ec626f41fa6c3). Cite as `eul_wid: rhq-am`.
