---
title: On the Temple at Ephesus
title_greek: Ἀπόσπασμα
author: Democritus of Ephesus
eul_wid: lqs-aa
eul_aid: lqs
canonical: "https://eulogikon.org/grc/democritus-of-ephesus/temple"
canonical_json: "https://eulogikon.org/data/works/grc/democritus-of-ephesus-temple-lqs-aa.json"
sha256: c98d1ceba6223d017ac8e7237480c5b022ae06f792a87b1b4137d56c86745e98
period: Hellenistic
dialect: Koine
domain: History
format: Prose
license: CC0-1.0
---

# On the Temple at Ephesus

*Ἀπόσπασμα*

**Author:** Democritus of Ephesus

**eul_wid:** `lqs-aa` · [HTML page](https://eulogikon.org/grc/democritus-of-ephesus/temple) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/democritus-of-ephesus-temple-lqs-aa.json)

## Text

### 1 (1t)

ΠΕΡΙ ΤΟΥ ΕΝ ΕΦΕΣῼ ΝΑΟΥ. E LIBRO PRIORE. Athenaeus XII: Ἀπώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς ἐλεγείοις, καὶ Ἀρχίλοχος. Ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. Καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφεσίων Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ Περὶ τοῦ ἐν Ἐφέσῳ ναοῦ, διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων, γράφει καὶ τάδε· «Τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ’ ἴσα διειλημμέναι ζῴοις. Καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοὶ, οἱ δὲ ἁλουργεῖς. Καὶ καλασίρεις Κορινθιουργεῖς· εἰσὶ δὲ αἱ μὲν πορφυραῖ τούτων, αἱ δὲ ἰοβαφεῖς, αἱ δὲ ὑακίνθιναι· λάβοι δ’ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς. Ὑπάρχουσι δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. Ἴδοι δ’ ἄν τις, φησὶ, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. Ἔστι δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπλασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ’ ἔχουσιν ἀνὰ μέσον.» Τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/democritus-of-ephesus-temple-lqs-aa.json (sha256:c98d1ceba6223d017ac8e7237480c5b022ae06f792a87b1b4137d56c86745e98). Cite as `eul_wid: lqs-aa`.
