---
title: Fragments and Title
title_greek: Ἀποσπάσματα καὶ Τίτλος
author: Crates of Thebes II
eul_wid: hia-aa
eul_aid: hia
canonical: "https://eulogikon.org/grc/crates-of-thebes-epistles/fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/crates-of-thebes-epistles-fragments-hia-aa.json"
sha256: "4d4b703c505c51498257aa1707d251519b654d9a798f180371ca4f15fb028825"
period: Classical
dialect: Koine
format: Treatise
license: CC0-1.0
---

# Fragments and Title

*Ἀποσπάσματα καὶ Τίτλος*

**Author:** Crates of Thebes II

**eul_wid:** `hia-aa` · [HTML page](https://eulogikon.org/grc/crates-of-thebes-epistles/fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/crates-of-thebes-epistles-fragments-hia-aa.json)

## Text

### 347

Παίγνια epica καὶ μὴν Στίλπων’ εἰσεῖδον χαλέπ’ ἄλγε’ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθ’ ὅ γ’ ἐρίζεσκεν, πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι, τὴν δ’ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

### 348

Φλιάσιόν τ’ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ.

### 349

καὶ μὴν Μίκυλον εἰσεῖδον 〈 〉 τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ τιμιότητι.

### 351.(t)

de pera Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος, οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν· ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους. ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.

### 352

†τῶνδε κράτει ψυχῆς ἤθει ἀγαλλομένη οὔθ’ ὑπὸ χρυσ〈ε〉ίων δουλουμένη οὔθ’ ὑπ’ Ἐρώτων τηξιπόθων οὐδ’ εἴ τι συνέμπορόν ἐστι φίλυβρι.

### 359

ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι ἀθάνατον βασίλειαν, ἐλευθερίαν, ἀγαπῶσιν μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς †κόγχον καὶ κύαμον συνάγαγε κἂν τάδε δράσῃς ῥηϊδίως στήσεις τρόπαιον κατὰ πενίας† ταῦτ’ ἔχω ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. * στείχεις δή, φίλε κυρτών, †βαίνεις εἰς Ἀΐδαο δόμους κυφὸς ὥρην διὰ γῆρας† ἕλκε ποδὸς τεταγὼν διὰ πηλοῦ θεσπεσίοιο Φαντασίη τανύπεπλε elegiaca Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ. χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥ τέ μοι αἰεὶ χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον 〈 〉 ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερόν, τίθετε. χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον μύρμηκός τ’ ἄφενος κρήματα μαιόμενος· ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν.

### 359

τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνὰς οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις.

### 362.(t)

συγκατανευσιφάγους ὕμνος εἰς Εὐτέλειαν χαῖρε θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελία, κλεινῆς ἔγγονε Σωφροσύνης, σὴν ἀρετὴν τιμῶσιν ὅσοι τὰ δίκαι’ ἀσκοῦσιν iambica ἐφημερίς τίθει μαγείρῳ μνᾶς δέκ’, ἰατρῷ δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν, πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

### 363

ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος· ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

### 364.(t)

‘tragoedia‘ οὐχ εἷς πάτρα μοι πύργος, οὐ μία στέγη, πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος ἕτοιμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα.

### 365.(a)

Κράτης Κράτητα χρημάτων ἀποστερεῖ ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης ἵνα μὴ κρατήσῃ τοῦ κρατοῦντος κρείττονα εὖ γ’, ὦ Τύχη μοι τῶν καλῶν διδάσκαλε, ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι.

### 366

ὁ γὰρ χρόνος μ’ ἔκαμψε, τέκτων μὲν σοφός, ἅπαντα δ’ ἐργαζόμενος ἀσθενέστερα.

### 367

οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

### 368*

ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα, οὗ μὴ τυχόντι θάνατός ἐσθ’ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν· ἂν δ’ ἔλθῃ ποτέ, ἀνιώμεθ’· οὕτως ἐσμὲν ἀχάριστοι φύσει.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/crates-of-thebes-epistles-fragments-hia-aa.json (sha256:4d4b703c505c51498257aa1707d251519b654d9a798f180371ca4f15fb028825). Cite as `eul_wid: hia-aa`.
